Text encoded in accordance with the latest EpiDoc standards (January 2014)
1.
Schol. ad Aristoph. Eqq. 487: κραγὸν κεκράξεται: Ἀρίϲταρχοϲ
ὀξυτόνωϲ ἀντὶ τοῦ κραυγαϲτικῶϲ. καὶ Ἡρωδιανὸϲ ἐν Ἀττικῇ
πρὸϲῳδία.
2.
E. M. 804, 11: φωριαμόϲ ἡ κιβωτόϲ ἢ παρὰ τοὺϲ φῶραϲ, ἐπεὶ
πρὸϲ φυλακὴν τούτων κατεϲκεύαϲται, ἢ παρὰ τὸ τὰ φάρη ἔχειν. εἰ μὲν
οὖν παρὰ τοὺϲ φῶραϲ, οὐδὲν πέπονθεν· εἰ δὲ παρὰ τὰ φάρη τὰ ἐντιθέμενα
αὐτῇ, πέπονθε μεταβληθέντοϲ τοῦ α εἰϲ ω ὡϲ θᾶκοϲ θῶκοϲ.
τὰ διὰ τοῦ αμοϲ τριϲύλλαβα ἔχοντα τὴν πρὸ τέλουϲ ϲυλλαβὴν φύϲει
μακρὰν πάντα μὴ κύρια ὄντα ὀξύνονται χηραμόϲ, οὐλαμόϲ. οὕτωϲ καὶ
3.
Cyrilli lexicon Cram. An. Paris. I 181: εἰλυόϲ. ὀξυτόνωϲ ἡ
κατάδυϲιϲ τοῦ θηρίου· οὕτω καὶ Ἡρωδιανὸϲ ἐν τῷ περὶ Ἀττικῶν
τόνων βιβλίῳ καὶ μέμφεται τοῖϲ εἰϲ τὸ ι κατατάττουϲι τὴν λέξιν.