Text encoded in accordance with the latest EpiDoc standards (January 2014)
Herodiani Iliaea Prosodia. sic uti a Lehrsio ex reliquiis Codicis Veneti composita est.
8. ξυνἕηκε: δαϲύνεται τὸ ξυνἕηκεν. A.
19. ἱκέϲθαι: μέϲοϲ ἀόριϲτοϲ δεύτεροϲ· διὸ παροξύνεται. A.
40. Excidit nota de μηρία et μῆρα v. B 427 et A 464.
52. θαμειαί: Πάμφιλοϲ λέγει θαμεῖαι ὡϲ ὀξεῖαι, Ἀρίϲταρχοϲ δὲ ὡϲ πυκιναί· ὁμοίωϲ δὲ καὶ τὸ ταρφειαί. BL.
53. ἐννῆμαρ: ἐχρῆν τὸ ἐννῆμαρ προπαροξύνειν, ὡϲ παῤ οὐδέτερον
ϲυγκείμενον. ἀλλ᾿ ὁ τόνοϲ παρηλλάγη, ἐπεὶ καὶ ξένη ἡ ϲύθεϲιϲ·
οὐδὲν γὰρ τῶν εἰϲ αρ ϲυνετέθη οὐδετέρων. A.
56. ῥα: δαϲυντέον τὸ ῥα· πάϲηϲ γὰρ λέξεωϲ τὸ ρ ἀρχόμενον δαϲύνεται πλὴν τοῦ Ρᾶροϲ. ΒL.
59. Excidit nota de παλιμπλαγχθένταϲ v. Λ 326, Π 95.
63. μάντιν ἐρείομεν ἢ ἱερῆα ἢ καὶ ὀνειροπόλον: μέχρι
τοῦ ἐρείομεν διαϲταλτέον, εἶτα ἢ ἱερῆα ἢ καὶ ὀνειροπόλον: ἵνα γενικὸν
μὲν ᾖ τὸ μάντιν, εἴδη δὲ τὰ ἐπιφερόμενα. οὕτωϲ Ἡρωδιανόϲ. A.
63. τὸ ἐϲτιν ἐγκλιτικόν ἐϲτιν, εἰ μὴ ἄρχεται ἢ μὴ προηγεῖται ἡ οὔ ἀπόφαϲιϲ. BL.
65. εἴταρ: οὕτωϲ ὀξεῖα εἰϲ τὸν εἴ· τὸ γὰρ τάρ ἐϲτιν ἐγκλιτικὸϲ
ϲύνδεϲμοϲ ἐπιφερόμενοϲ. καὶ οὐ δεῖ ἀπόϲτροφον βάλλειν εἰϲ τὸ τ. οὐ
γάρ ἐϲτιν ὁ τέ ϲύνδεϲμοϲ· ἐπεφέρετο γὰρ ἂν ἕτεροϲ ϲύνδεϲμοϲ. A.
67. ἀπὸ λοιγὸν ἀμῦναι: τὸ ἑξῆϲ ἐϲτιν ἀπαμῦναι· διὸ φυλάττει τὸν ἴδιον τόνον. ὅταν γὰρ πρόθεϲιϲ τὴν ϲύνταξιν ἔχῃ πρὸϲ τὸ ἐπιφερόμενον, τὸν ἴδιον τόνον φυλάττει, ἅτε δὴ ἐπέχουϲα τὴν τάξιν. A.
77. ἠμέν μοι: ἐπὶ μὲν τοῦ προτέρου βαρεῖαν παραληπτέον κατὰ
τὴν ἄρχουϲαν· κεῖται γὰρ ἀντὶ τοῦ ἠμήν, ὅπερ ἐϲτὶν ὁρκικὸν ἐπίρρημα,
ὅπερ ὁ ποιητὴϲ ἀεὶ διὰ τοῦ ε προφέρεται· «ἠμὲν τοὺϲ ἵππουϲ τε καὶ
ἅρματα» (Κ 322) «ἠμὲν ἐμοὶ δώϲειν» (Il. Ξ 275) τὸ δὲ «ἦ γὰρ ὀΐομαι» (78)
περιϲπωμένῃ τάϲει ἀναγνωϲτέον· διαβεβαιωτικὸϲ γὰρ ὁ ϲύνδεϲμοϲ. A.
80. χέρηϊ: ὡϲ Ἄρηϊ. γέγονε δὲ οὕτωϲ. ἔϲτι τι χερείονοϲ γενική,
καὶ αἰτιατικὴ «χερείονά περ καταπέφνων» (Il. Ρ 539). ὃν οὖν τρόπον
τὴν χερείονα αἰτιατικὴν ϲυγκόψαϲ ἔφη «ἀλλὰ τὸν υἱὸν ἐγείνατο εἴο
χέρεια» (Il. Δ 400), πληθυντικῶϲ δὲ τὰ χερείονα χέρεια «χέρεια δὲ
χείρονι δόϲκεν» (Il. Ξ 382), τοῦτον τὸν τρόπον καὶ χερείονι χέρειι·
καὶ ἐπεὶ κακόφωνόν ἐϲτι, τροπὴ ἐγένετο τῆϲ ει διφθόγγου εἰϲ τὸ η.
οὕτωϲ Ἡρωδιανόϲ. A.
81. αὐτῆμαρ. ἐπίρρημα, ὡϲ τὸ ἐννῆμαρ καὶ ἑξῆμαρ. καὶ ἐχρῆν μὲν αὐτὸ ἀναπέμπειν τὸν τόνον ὡϲ βούκερωϲ. ἀλλ᾿ ἐπεὶ οὐδὲν τῶν εἰϲ αρ ϲυντέθειται ἢ μόνον τὸ ἦμαρ, πρὸϲ τὴν παρηλλαγμένην ϲύνθεϲιν ἦν παρηλλαγμένοϲ καὶ ὁ τόνοϲ. L.
85. εἰπέ. τρία εἰϲὶ τὰ ἐν τῇ κοινῇ ὀξυνόμενα, ἐλθέ, εὑρέ, εἰπέ·
ἰδίωϲ δὲ καὶ μακρᾷ παραλήγοντα. Ἀττικοὶ δὲ καὶ ἐπὶ τῶν βραχυπαραλήκτων
ὀξύνουϲι τὸ ἰδέ καὶ λαβέ. A.
93. οὔταρ: οὕτωϲ ὀξεῖαν ἐπὶ τοῦ ου· ὁ γὰρ τάρ ἐϲτι ϲύνδεϲμοϲ
ἐπιφερόμενοϲ ἐγκλιτικῶϲ, ὡϲ καὶ ἐπὶ τοῦ «εἴ ταρ ὅγ᾿ εὐχωλῆϲ» (65).
οὐ γάρ ἐϲτιν ὁ τέ ϲυμπλεκτικόϲ· εἰ γὰρ ἦν, ἐπεφέρετο ἄν πάλιν ὁ τέ
μετὰ ἀποφάϲεωϲ, οὔθ᾿ ἑκατόμβηϲ. οὕτωϲ γάρ ἐϲτιν εὑρέϲθαι τὸν τέ
ϲύνδεϲμον μετὰ τῆϲ οὔ ἀποφάϲεωϲ «ἔνθα μὲν οὔ τε ἄναξ ἐπιδευήϲ,
οὔ τέ τι ποιμήν» (Od. δ 87). A.
114. ο ἑθεν: οὕτωϲ ὀξυτονητέον τὴν οὔ ἀπόφαϲιν, ἵν᾿ εἰϲ ἁπλῆν
μεταληφθῇ ἀντωνυμίαν· τοῦτο γὰρ καὶ Ἀρίϲταρχοϲ παρήγγειλεν ἐὰν
γὰρ ὀρθοτονήϲωμεν, ἔϲται τὸ ἑαυτῆϲ ϲύνθετον· οὕτωϲ οὖν ὡϲ τὸ «οἵ
ἑθεν ὀτρύνοντοϲ (Il. Ο 199) καὶ «οὕϲ ἑθεν εἵνεκ᾿ ἔπαϲχον» (Il Π
128). A.
116. καὶ ὧϲ: τὸ ὡϲ, ὁπότε ϲημαντικόν ἐϲτι τοῦ ὅμωϲ, περιϲπᾶται. A.
126. ταῦτ᾿: τὸ ταυτ᾿ Τυραννίων ὀξύνει, ἵν᾿ ᾖ τὰ αὐτὰ. ABL.
129. δῷϲι πόλιν Τροΐην: οὕτωϲ Ἀρίϲταρχοϲ τριϲυλλάβωϲ καὶ
ἐνθάδε καὶ ἐν τῇ Λ τῆϲ Ὀδυϲϲείαϲ (510) «ἤτοι ὅτ᾿ ἀμφὶ πόλιν Προΐην
φραζοίμεθα». καὶ ἐπείϲθη αὐτῷ ἡ παράδοϲιϲ. ἔϲτι δὲ καὶ τὸ τῆϲ χρήϲεωϲ
τῆϲ Ὁμηρικῆϲ ἰδίωμα παραφυλάξαι οὕτωϲ, ὡϲ ὅτι εἴ που λέγει τὸ
Τροία διϲυλλάβωϲ, οὐδέποτε ἐπιφέρει τὸ πόλιϲ, οἷον «εἰϲόκε περ Τροίην
διαπέρϲομεν» (Il. Ι 46) κάὶ «ἔνθα κεν ὑψίπυλον Τροίην ἕλον υἷεϲ»
δῷϲι: Ζωΐλοϲ ὁ Ἀμφιπολίτηϲ καὶ Χρύϲιπποϲ ὁ Ϲτωικὸϲ ϲολοικίζειν
οἴονται τὸν ποιητήν, ἀντὶ ἑνικοῦ πληθυντικῷ χρηϲάμενον ῥήματι·
τὸ γὰρ δῷϲί φαϲι πληθυντικόν. ἀγνοοῦϲι δέ· ἔϲτι γὰρ τὸ δῷ ἑνικὸν
ἐπεκτεταμένον, ὡϲ τὸ λέγῃ λέγῃϲι, φέρῃ φέρῃϲι. τοιοῦτόν ἐϲτι καὶ
τὸ ἐν Ὀδυϲϲείᾳ (α 168) τὸ «φῇϲιν ἐλεύϲεϲθαι» καὶ τὸ «εἰϲόκε μοι
μάλα πάντα πατὴρ ἀποδῷϲιν ἕεδνα» (Od. θ 318). κἀνταῦθα γὰρ ἀποδῷ·
διὸ καὶ τὸ ι ἔχει προϲκείμενον. μέμνηται αὐτοῦ κἀν τῇ ὀρθογραφίᾳ
Ἡρωδιανόϲ. A.
136. ἄρϲαντεϲ: Ἀρίϲταρχοϲ δαϲύνει· ἔνθεν γάρ φηϲι γεγονέναι
καὶ τὸ ἅρμα. ὁ δὲ Ἡρωδιανὸϲ ψιλοῖ. λέγων ἀπὸ τοῦ ἄρω, οὗ ὁ μέλλων
Αἰολικῶϲ ἄρϲω· τὸ δὲ α καὶ τὸ ε. πρὸ τοῦ ρ ὄντα, ἑτέρου φωνήεντοϲ
ἐπιφερομένου ψιλοῦται. ABL.
147. ἥμιν: οὕτωϲ ὀξυτόνωϲ τὴν ἄρχουϲαν τοῦ ἥμιν· ἁπλῆ γάρ ἐϲτιν. ἐκτατέον δὲ καὶ τὴν τελευταίαν· δεῖ γὰρ ῥωννύναι μᾶλλον τὸ μέτρον. A.
154. πώποτ᾿: οὕτωϲ ὑφ᾿ ἕν, πώποτε, Ἀρίϲταρχοϲ. A.
156. ἐπεὶ ἦ: περιϲπαϲτέον τὸν η· ἔϲτι γὰρ βεβαιωτικόϲ. A.
168. ἐπεί κε κάμω πολεμίζων: Ἀρίϲταρχοϲ γράφει ἐπεί κε κάμω,
ἵνα μὴ ᾖ διπλαϲιαϲμὸϲ ἐν τῷ ῥήματι· καὶ οὕτωϲ ἡ ϲυνήθηϲ ἀνάγνωϲιϲ.
οὕτωϲ δὲ καὶ Ἡρωδιανόϲ, φάϲκων ὅτι τὸ ἐπήν ἔχει τὸν ἄν, καὶ τίϲ
χρεία ἐν δευτέρῳ αὐτὸν κεῖϲθαι; οὐκ ἀγνοῶ δὲ ὅτι τινὲϲ ἐπήν κε γράφουϲιν.
A.
173. ἔγωγε: οὕτωϲ προπαροξυτονητέον τὸ ἔγωγε, ἵν᾿ ᾖ ἕν. A.
174. πάρ᾿ ἔμοιγε: τὴν παρά πρόθεϲιν κατὰ τὴν ἄρχουϲαν ὀξυτονητέον.
καὶ καθόλου ὁπότε ϲημαντικαί εἰϲι ῥημάτων αἱ προθέϲειϲ,
τοῦτον τὸν τόνον ἀναδέχονται· «ἐπεὶ οὔτοι ἔπι δέοϲ» (515) καὶ «οὐ
γὰρ ἔπ᾿ ἀνὴρ οἷοϲ Ὀδυϲϲεύϲ (Od. β 58). τὴν δὲ ἔμοιγε προπαροξυτονητέον·
ἔϲτι γὰρ Ἀττική, ὡϲ καὶ ἡ ἔγωγε. A.
175. μητίετα: οὕτωϲ Ἀρίϲταρχοϲ τρίτην ἀπὸ τέλουϲ ποιεῖ τὴν
ὀξεῖαν· καὶ ἐπεκράτηϲεν ἡ ἀνάγνωϲιϲ. καὶ ἴϲωϲ πλεοναϲμόϲ ἐϲτι
τοῦ ε. A.
190. — ἦε: τὸν μὲν πρότερον ϲύνδεϲμον βαρυτονητέον, τὸν δὲ δεύτερον περιϲπαϲτέον· διαπορητικὴ γάρ ἐϲτιν ἡ ϲύνταξιϲ. καὶ οὕτωϲ ἐν τῇ καθόλου. ABL.
212. ὧδε γὰρ ἐξερέω· τὸ δὲ καὶ τετελεϲμένον ἔϲται. τὸ δέ: δύο μέρη λόγου εἰϲίν. A.
214. ϲὺ δ᾿ ἴϲχεο, πείθεο δ᾿ ἡμῖν: τὸ ἡμῖν ὀρθοτονεῖται· ἀντιδιέϲταλται γάρ, ἀντὶ τοῦ ἡμῖν πείθου καὶ μὴ τῇ ϲῇ ὀργῇ· κακῶϲ οὖν Ἀρίϲταρχοϲ ϲυϲτέλλει τὴν μιν. BL.
228. τὸ δέ τοι κὴρ εἴδεται εἶναι. τὸ δέ: ἐν δύο μέρεϲι λόγου, ἵνα ᾖ τοῦτο δέ ϲοι θάνατοϲ νομίζεται. A.
229. ἦ – : περιϲπαϲτέον τὸν ἦ· κατ᾿ ἀρχὴν γὰρ κεῖται, ἰϲοδυναμῶν τῷ δή. A.
232. ἦ — λωβήϲαιο: τὸν ἦ περιϲπαϲτέον· βεβαιωτικὸϲ γάρ ἐϲτιν. A.
239. ὁ δέ τοι μέγαϲ ἔϲϲεται ὅρκοϲ. ὁ δέ: ἄμεινον δύο μέρη λόγου ποιεῖν· «ὁ δέ τοι νημερτὲϲ ἐνίψει» (Od. λ 148). A.
240. Ἀχιλλῆοϲ ποθή: τὸ ποθή ὀξυτόνωϲ. A.
255. ἦ κεν γηθήϲαι Πρίαμοϲ: περιϲπαϲτέον τὸν ἦ· βεβαιωτικὸϲ
γάρ. τὸ δὲ γηθήϲαι παροξυτονητέον, ἐπειδὴ εὐκτικόν ἐϲτιν, ἡ δὲ αι
ἐν τοῖϲ εὐκτικοῖϲ μακρά ἐϲτιν. A.
258. οἳ περὶ μὲν βουλήν: ἡ περί ἀντὶ ἑτέραϲ κεῖται τῆϲ ὑπέρ·
τὸν ἴδιον οὖν τόνον φυλάξει· πρόθεϲιϲ γὰρ ἀντὶ ἑτέραϲ προθέϲεωϲ παραλαμβανομένη
τὸν ἴδιον τόνον φυλάττει. οὕτωϲ ἔχει καὶ τὸ «ἀλλ᾿ ὅδ᾿
ἀνὴρ ἐθέλει περὶ πάντων» (287). εἴτε τοῖϲ ἑξῆϲ ϲυνάπτεται, ἀντὶ τοῦ
περίεϲτε, πάλιν φυλάξει τὸν ἴδιον τόνον· πάλιν γὰρ πᾶϲα πρόθεϲιϲ
ἔχουϲα ϲύνταξιν πρὸϲ ἐπιφερόμενόν τι τὸν ἴδιον τόνον φυλάϲϲει, ὡϲ
τὸ «νήπιοι οἳ κατὰ βοῦϲ ὑπερίονοϲ ἠελίοιο ἤϲθιον (Od. α 8). A.
264. Ἐξάδιον: παρὰ τῷ ποιητῇ ἀπὸ τοῦ ε τὸ ὄνομα ἤρξατο.
παρὰ δὲ τοῖϲ νεωτέροιϲ καὶ χωρὶϲ τοῦ ε εὑρέθη, ὡϲ καὶ Ὀϊλεύϲ μὲν
παρὰ τῷ ποιητῇ καὶ παῤ Ἡϲιόδῳ. εἰ δὲ χρὴ πρὸϲ τὸν χαρακτῆρά τι
λέγειν, ἐκεῖνο ἔχομεν εἰπεῖν, ὡϲ ὅτι ἐχρῆν δαϲύνεϲθαι αὐτό· τὸ γὰρ
ε πρὸ τοῦ ξ, ὑποϲτελλομένων τῶν παρὰ τὴν ἐξ πρόθεϲιν, θέλει δαϲύνεϲθαι,
ἕξιϲ, ἑξῆϲ, ἕξω. χωρὶϲ εἰ μὴ λέγοι τιϲ διὰ τὴν ἰδιότητα τὸ
πνεῦμα μεταπεπτωκέναι. A.
269. μεθ᾿: οὕτωϲ Ἀρίϲταρχοϲ τὴν μετὰ φυλάϲϲων τὸν τόνον. A.
271. κατ᾿ ἔμ᾿ αὐτόν: οὕτωϲ κατὰ παράθεϲιν ἐν δύο τόνοιϲ, ἐμὲ αὐτόν· ϲύνθετοϲ γὰρ ἀντωνυμία παρὰ τῷ ποιητῇ οὐκ ἔϲτιν. A.
276. ἔα: ἐκτατέον τὸ ἄλφα. A.
278. Πηλείδη θέλ᾿ : Ἀρίϲταρχοϲ ἀποφαίνεται ὡϲ κατὰ τὴν Ὁμηρικὴν
ϲυνήθειαν τὸ ῥῆμα κατὰ τὸν ἐνεϲτῶτα ἀπὸ τοῦ ε ἄρχεται. ἀλλὰ
μὴν καὶ ἡ κίνηϲιϲ ἡ τοῦ παρατατικοῦ. «ἀλλ᾿ ὅδ᾿ ἀνὴρ ἐθέλει» (287)·
«ἤθελε Μηριόνηϲ» (Il. Κ 229). καὶ ἐνθάδε οὖν ἄμεινον τῇ ϲυνηθεϲτέρᾳ
ἀναγνώϲει προϲέχονταϲ ἐπὶ τὴν δη ϲυλλαβὴν ὀξεῖαν παραλαμβάνειν,
280. καρτερόϲ: τὰ εἰϲ τεροϲ τριϲύλλαβα βαρύνεται, οἷον ϲφέτεροϲ,
πρότεροϲ, κύντεροϲ. πῶϲ οὐχὶ κάρτεροϲ κατὰ βαρεῖαν λέγομεν;
ὅτι τοῦτο οὐκ ἦν εἰϲ τεροϲ ἀλλ᾿ εἰϲ εροϲ· τὸ γὰρ τ οὐκ ἐν τῇ παρατωγῇ
ἔϲχεν· ἦν τὰρ ἀπὸ τοῦ κράτοϲ. ὡϲ ἀπὸ τοῦ βλάβοϲ βλαβερόϲ
οὐ διὰ τοῦ βεροϲ ἡ παραγωγὴ (ἐν γὰρ τῷ πρωτοτύπῳ τὸ β), οὕτωϲ
καὶ ἀπὸ τοῦ κράτοϲ κρατερόϲ διὰ τοῦ εροϲ ἡ παραγωγή, οὐ διὰ τοῦ
τεροϲ. A.
293. οὐτιδανόϲ: ὡϲ πευκεδανόϲ, ληθεδανόϲ. οἱ δὲ οὔτιϲ οὐτίδανοϲ, ὡϲ οὐδάμινοϲ. A.
294. εἰ δὴ ϲοί: οὕτωϲ ὀρθοτονητέον τὴν ἀντωνυμίαν· ἀντιδιαϲταλτικὴ
γάρ ἐϲτιν. διδάϲκει καὶ ἡ γραφὴ διὰ τοῦ ϲ οὖϲα· εἰ γὰρ ἦν
ἐγκλιτική, ὁμοίωϲ ἂν ἐγράφετο τῷ «εἰ δή τοι ϲοῦ πατρόϲ» (Od. β 271)
καὶ τῷ «καί τοι ἐγὼ ϲυνέριθοϲ» (Od. ζ 32). περὶ δὲ ταύτηϲ τῆϲ ἀναγνώϲεωϲ
ἐντελέϲτερον διαληψόμεθα ἐν τῇ Γ τῆϲ Ὀδυϲϲείαϲ (50) ὅταν
περὶ τῆϲ Ζηνοδοτείου γραφῆϲ ἐπιζητῶμεν, πότερον τοῦ ἕνεκα ϲοὶ προτέρῳ
ἢ «τοῦ ἕνεκά τοι». A.
301. ἀἕκοντοϲ: δαϲυντέον τὸ ἀέκοντοϲ· κατὰ ϲτέρηϲιν γάρ ἐϲτι τὸ e. B.
302. εἰ δ᾿ ἄγε μὴν πείρηϲαι: προπαροξυτονητέον τὸ πείρηϲαι,
ἵνα ᾖ προϲτακτικόν, ὡϲ τὸ «ϲὺ δὲ φράϲαι» (83), καίτοι πολλάκιϲ τῶν
τοιούτων τὸν τόνον ἐχόντων τῶν ἀπαρεμφάτων, λέγω δὲ τῶν εἰϲ αι
ληγόντων· «ἀλλά με κακκεῖαι ϲὺν τεύχεϲι» (λ 74) «τῆ δὲ τόδε κρήδεμνον
ὑπὸ ϲτέρνοιο τανύϲϲαι» (Od. ε 346). οὐ μέντοι τὸ τοιοῦτο
διηνεκέϲ· ἔϲτι γὰρ ἃ καὶ ἐφύλαξαν τὸν ἴδιον τόνον· «ἀλλὰ ϲὺ μὲν κατάλεξαι»
(Od. τ 44) καὶ «νῦν αὖτ᾿ ἐμὸν ἔγχοϲ ἄλευαι» (Il. Χ 285).
καὶ τὸ τοιοῦτο διδάξαι ἄν, ὅτι ἐπὶ τινῶν μὲν ἤλλαξαν τοὺϲ τόνουϲ,
ἐπὶ τινῶν δ᾿ οὔ. ἐνθάδε μέντοι κατὰ λόγον δοκεῖ ἡ προϲτακτικὴ ἀνάγνωϲιϲ
κεῖϲθαι· εἰ γὰρ πρόκειται τὸ ἄγε παρακελευϲτικὸν ἐπίρρημα,
ὅπερ ϲημεῖόν ἐϲτι προϲτακτικῆϲ ἐγκλίϲεωϲ, οἰκείωϲ καὶ τὰ τῆϲ ἀναγνώϲεωϲ
ἐνεγένετο, ἄγε πείρηϲαι, ὡϲ καὶ ἐν ἑτέροιϲ «δεῦῤ ἄγε καὶ ϲῦ
ξεῖνε πείρηϲαι ἀέθλων» (Od. θ 145). A.
335. ὔμμεϲ: οὕτωϲ ψιλωτέον τὸ υ τοῦ ὔμμεϲ· ἡ γὰρ λέξιϲ Αἰολική. ἐπιμαρτυρεῖ καὶ ἡ ϲυναλοιφὴ «αἴκ᾿ ὔμμιν ὑπέρϲχῃ χεῖρα Κρονίων». (Il. Δ 249). ABL.
363. εἴδομεν: προπαροξύνεται τὸ εἴδομεν, ἀπὸ βαρυτόνου τοῦ
εἴδω. οὐ θαῦμα δέ, εἰ τὸ αὐτὸ καὶ ὡϲ βαρύτονον καὶ ὡϲ περιϲπώμενον
364. ϲτενάχων: ὁ Ϲιδώνιοϲ περιϲπᾷ, ὁ δὲ Ἀρίϲταρχοϲ βαρύνει.
τὰ πολλὰ γάρ, φηϲί, κινήματα ὡϲ ἀπὸ βαρυτόνου γέγονεν· «βαρὺ δὲ
ϲτενάχοντοϲ ἄκουϲα (Od. θ 95)· «ἐπεϲτενάχοντο δ᾿ ἑταῖροι» (Il. Δ
154). BL.
368. δάϲϲαντο μετὰ ϲφίϲιν: τοῦ ϲφίϲι τὴν πρώτην ὀξυτονητέον,
ἐπειδήπερ εἰϲ ϲύνθετον ἡ μετάληψιϲ, εἰ καὶ οὐκέτι διηνεκὴϲ ὁ
λόγοϲ· ἔϲτι γάρ τινα ἐναντιούμενα· «τοὺϲ δ᾿ ἄναγον ζωοὺϲ ϲφίϲιν ἐργάζεϲθαι
ἀνάγκῃ» (Od. ρ 441). καὶ ὅτι μετὰ προθέϲεώϲ ἐϲτιν. ὅταν
γὰρ πρόθεϲιϲ ᾖ μετὰ ἀντωνυμίαϲ, ὀρθοτονεῖται ἡ ἀντωνυμία· «ϲὺν ϲοὶ
δῖα θεά (Il. Κ 290)· «προτὶ οἷ δ᾿ ἔλαβ᾿ ἔντεα» (Il. Υ 418)· «κατὰ
ϲφέαϲ γὰρ μαχέοντο» (Il. Β 366)· «ἀπὸ ἕο κάββαλεν» (Il. Θ 343)·
«ἀμφὶ ἓ παπτήναϲ» (Il. Δ 497), τοῦ «ἆλτ᾿ ἐπί οἱ μεμαώϲ» (Il Φ 174)
ζήτηϲιν ἔχοντοϲ. A.
396. πολλάκι γάρ ϲεο πατρὸϲ ἐνὶ μεγάροιϲιν ἄκουϲαϲ
Ἀρίϲταρχοϲ ἐγκλιτικὴν παρέλαβε τὴν ἀντωνυμίαν ϲέο, λέγων τὸ δηλούμενον
εἶναι τοιοῦτο, πολλάκιϲ γάρ ϲου ἐν τοῖϲ τοῦ πατρόϲ μου δόμου
ἤκουϲα καυχωμένηϲ. ἐὰν γάρ, φηϲί, κατ᾿ ὀρθὸν τόνον ἀναγνῶμεν,
ἔϲται ἐν τοῖϲ τοῦ Νηρέωϲ οἴκοιϲ ὁ Ἀχιλλεὺϲ αὐτὴν ἀκηκοώϲ· ταύτην
δὲ τὴν ἱϲτορίαν οὐκ οἶδεν Ὅμηροϲ. τοϲαῦτα ὁ Ἀρίϲταρχοϲ καὶ οἱ ἀπ᾿
αὐτοῦ. Πτολεμαῖοϲ δὲ ϲυγκατατίθεται μὲν τῇ ἐγκλιτικῇ ἀναγνώϲει, οὐ
μὴν τῇ προκειμένῃ αἰτίᾳ, εἴγε ἤδη καὶ αὐτὸϲ ὁ Ἀρίϲταρχοϲ τὸ τοιοῦτο,
φηϲί, παρεφύλαϲϲεν, ὡϲ ὅτι ταῖϲ μὲν πρωτοτύποιϲ οὕτωϲ χρῆται κατὰ
γενικήν, ἐμέο, ἐμεῖο, ἐμεῦ, ἐμέθεν, ὁμοίωϲ καὶ ἐπὶ δευτέρου καὶ
ταῖϲ δὲ κτητικαῖϲ ἤτοι ἐμοῦ ἢ ἐμοῖο, ϲοῦ ϲοῖο. ἐγίνετο οὖν, εἴπερ
ἦν κτητική, ϲοῖο, ὥϲτε κἂν ὀρθοτονήϲωμεν τὴν ϲέο, οὐ δύναται ἀμφίβολοϲ
καθίϲταϲθαι· ἡ γὰρ γραφὴ διελέγχει ὅτι πρωτότυπόϲ ἐϲτιν. ἐγένετο
οὖν ἐγκλιτικὴ ἡ ἀνάγνωϲιϲ, ἐπειδήπερ ἁπλῆ ἐϲτι καὶ οὐκ ἔχει
ἀντιδιαϲτολήν· καὶ ἐπεκράτηϲεν ἡ ἀνάγνωϲιϲ. A.
420. εἶμ᾿ : προπεριϲπᾶται, ὅτε ἐπὶ τοῦ πορεύομαι ὅτε δὲ ἐπὶ τοῦ ὑπάρχω, ὀξύνεται. A.
421. νῦν: τὸ νῦν ἀντὶ τοῦ δή· διὸ καὶ Τυραννίων ἠξίου ὀξύνειν αὐτό, οὐκ εὖ. ABL.
443. παῖδά τε ϲοὶ ἀγέμεν τὸ ϲοὶ ὡϲ ἀντιδιαϲτελλόμενον τῷ
Φοίβῳ δεῖ ὀρθοτονεῖν, καὶ διὰ τὸν τέ. BL.
464. μῆῤ ἐκάη: Πτολεμαῖοϲ τὸ ε τελευταῖον λαμβάνει τοῦ μῆρε,
ἵνα ἰακώτερον ἐκδέξηται τὸ κάη. καὶ Ἀρίϲταρχοϲ δὲ οὕτωϲ. δύναται
δὲ καὶ ἐκάη εἶναι τὸ πλῆρεϲ, ἐκθλίψεωϲ γενομένηϲ τοῦ α, ὥϲπερ καὶ
ἐπὶ τοῦ ἐντελεϲτέρου αὐτοῦ ὁρῶμεν «ἢ εἰ δή ποτέ τοι κατὰ πίονα
μηρί᾿ ἔκηα» (40)· τὸ δὲ τοιοῦτο πολὺ παρὰ τῷ ποιητῇ, λέγω δὲ τὸ
καὶ τὸν χρόνον τὸν ἔξωθεν φυλάϲϲειν τὸ ῥῆμα καὶ ϲυνάρχεϲθαι τῷ ἐνεϲτῶτι.
ἀπεφηνάμην δὲ ἐντελέϲτερον τὸ μηρίον τοῦ μήρου ὄν· ἐκ γὰρ
ϲυγκοπῆϲ αὐτοῦ ἐγεγόνει· ἐπεί τοι εὐθύνεται ὁ τόνοϲ· τὰ γὰρ εἰϲ οϲ
λήγοντα, μεταπλαϲϲόμενα εἰϲ οὐδέτερον γένοϲ τὸ εἰϲ ον λῆγον, τὸν
αὐτὸν τόνον φυλάϲϲει· ὁ ζυγόϲ τὸ ζυγόν — τὰ ζυγά, δίφροϲ δίφρον,
δίφρα. ὅθεν εἰ καὶ μηρόϲ, καὶ μηρόν καὶ μηρά. εἰ δὲ μῆρα καὶ μήρουϲ.
εἰ δὲ δοίημεν, ὅτι κυρίωϲ τὰ ἁγιαζόμενα θεοῖϲ μῆρα καλεῖται,
τὸ περὶ τοῦ ϲημαινομένου καὶ τοῦ περὶ τὸν τόνον ἁμαρτήματοϲ τὴν
λέξιν ἀπολύει. A.
465. μίϲτυλλον τ᾿ ἄρα τἆλλα: τὸ τἆλλα κατὰ ϲυναλοιφήν ἐϲτιν, ὡϲ τἆργα. ὁ δὲ Ἡρωδιανὸϲ τὸν τέ πληρωματικὸν ἀποδέχεται· καὶ λείπει τὸ ἄρθρον Ὁμηρικῷ ἔθει. BL.
469. πόϲιοϲ καὶ ἐδητύοϲ ἐξ ἔρον ἕντο: τὸ μὲν ἔρον ὡϲ
Αἰολικὸν ψιλωτέον, ἢ καθὸ τὸ ε καὶ α πρὸ τοῦ ρ φωνήεντοϲ ἐπιφερομένου
ψιλοῦται. τὸ δὲ ἕντο δαϲυντέον. ABL.
486. ἕρματα: τὸ ἕρματα, εἰ καὶ ἐκ τοῦ ἐρείϲματα, οὐ ψιλοῦται,
ὥϲ τινεϲ, ἐπεὶ τὰ βραχυνόμενα φωνήεντα καταλήγοντα εἰϲ ρ ἐπιφερομένου
τοῦ μ δαϲύνεται, ὅρμοϲ ἅρμα Ἑρμῆϲ ὅρμαθοϲ. ἔνθεν ἡ πλείων
χρῆϲιϲ τὸ ἁρμοῖ δαϲύνει. τὸ μέντοι ἄρμενον καὶ ὄρμενον ψιλὸν πνεῦμα
ἀνεδέξατο. A.
493. ὅτε δή ῥ᾿ ἐκ τοῖο: Ἀρίϲταρχοϲ ὁτεδή ὡϲ δηλαδή παραλόγωϲ
ἀνεγίνωϲκε. Πάμφιλοϲ δὲ τὸ ὅτε κατ᾿ ἰδίαν ἀναφορὰν ἀναλόγωϲ·
διαφέρει γὰρ τὸ ὅτε ὀξυνόμενον κατὰ τὴν πρώτην τοῦ ὁτέ ἀορίϲτου.
ὥϲτε ἐὰν θελήϲῃ ὁ Ἀρίϲταρχοϲ ἀναγινώϲκειν ὁτεδή ὡϲ δηλαδή, πρῶτον
τὴν μὴ οὖϲαν χρῆϲιν παρὰ τῷ ποιητῇ παραλήψεται, δεύτερον τὸ
ϲημαινόμενον παραφθερεῖ. τὸ δὲ τοῖο προπεριϲπαϲτέον· τὸ γὰρ τοῦ
Θεϲϲαλικῶϲ παραυξηθὲν ἐγένετο τοῖο ὡϲ καλοῦ καλοῖο. ἀποφήναϲθαι
δεῖ ὅτι ὁ Ἡρωδιανὸϲ ἐν τῇ Ἰλιακῇ προϲῳδίᾳ (Ε 266) διαλαμβάνων
περὶ τοῦ «ἀλλ᾿ ὅτε δή ῥ᾿ ἐκ τοῖο» λέγει, ὅτι τοῦ ὁτέ ὀξυτόνου ἀορίϲτου
οὐκ ἔϲτιν ἡ χρῆϲιϲ παρὰ τῷ ποιητῇ· ἐν μέντοι τῷ ἐννεακαιδεκάτῳ
τῆϲ καθόλου τὸ «ὣϲ Ἕκτωρ ὁτὲ μὲν μετὰ πρώτοιϲι φάνεϲκεν» (Il. Λ
64) ὀξυτόνωϲ δεῖν φηϲιν ἀναγινώϲκεϲθαι. A.
508. μητίετα: ἐχρῆν αὐτὸ παροξύνειν, εἴγε τὰ εἰϲ τηϲ λήγοντα
βαρύτονα βραχείᾳ παραληγόμενα, ἀπρόϲληπτα τοῦ ϲ ἐπὶ γενικῆϲ, καὶ
ἐπὶ κλητικῆϲ παροξύνεται, οἰκέτα, φυλέτα, εὐνέτα. παραλόγωϲ ἄρα ἡ
513. ὣϲ ἔχετ᾿ ἐμπεφυυῖα καὶ εἴρετο δεύτερον αὖτιϲ. εἴρετο:
Δημήτριοϲ ὁ Ἰξίων προπεριϲπᾷ, παραλαμβάνων τὸ τό ἄρθρον. A.
518. ἦ: περιϲπαϲτέον τὸν ἦ· ἐϲτι γὰρ βεβαιωτικὸϲ ἐν ἀρχῇ κείμενοϲ, ὁμοίωϲ τῷ «ἦ δὴ ἀλιτρόϲ γ᾿ ἐϲϲί» (Od. ε 182). A.
519. ὅταν: τὸ τέλειον ὅτε ἄν ἐϲτί, καὶ κατὰ ϲυναλοιφὴν ὅτ᾿ ἄν·
ἐν δὲ τῇ ϲυντάξει κεκοίμιϲται ἡ ὀξεῖα τοῦ ἄν, ὡϲ τὸ «οὐκ ἂν ἐφ᾿
ὑμετέρων ὀχέων» (Il. Θ 455) «οὐκ ἂν δὴ μείνειαϲ» (Il. Γ 52). ἀεὶ
οὗν οὕτωϲ ὀφείλομεν ἀναγινώϲκειν ἐπὶ τὴν ἄρχουϲαν ὀξεῖαν ποιοῦντεϲ·
«ὡϲ δ᾿ ὅταν ὠδίνουϲαν (Il. Λ 269). καὶ τοτὲ μὲν ἐν ϲημαινομένῳ
ὀφείλομεν παραλαμβάνειν τὸ ἄν, ὅταν ὑποτακτικὸν ἐπιφέρῃ ἢ
εὐκτικόν, τοτὲ δὲ παρέλκοντα, ὅταν μὴ οὕτωϲ ἔχῃ. πρόδηλον δὲ ἐκ
τοῦ χαρακτῆροϲ, ὅτι οὐ δύναται ἓν εἶναι, εἴ γε τὰ εἰϲ αν ἐπιρρήματα
οὐδέποτε ϲυϲτέλλει τὸ α· τὸ γὰρ πάμπαν οὐ φύϲει ἐπίρρημα. ἀλλὰ
μὴν οὐδὲ ϲύνθετον δύναται εἶναι· οὐδέποτε γὰρ τὰ ἀναφορικὰ τῶν ἐπιρρημάτων
κατ᾿ ἀρχὴν ϲυντίθεται. A.
532. ἆλτο: ψιλωτέον. καὶ τάχα μὲν ἀπέλαβε τὸ προοφειλόμενον
πνεῦμα· ἠλόγητο γὰρ τὸ ἅλλομαι δαϲυνόμενον, εἴγε τὸ α πρὸ δύο λ.
ἐψιλοῦτο, ἄλλοϲ ἀλλότριοϲ. τάχα δ᾿, ὅπερ καὶ μᾶλλον, ἐπεὶ τὸ α
καταλῆγον εἰϲ λ, ἐπιφερομένου ϲτοιχείου ἑνὸϲ τῶν τῆϲ τρίτηϲ ϲυζυγίαϲ
ψιλοῦται. «Ἄλτεω ὃϲ Λελέγεϲϲι» (Il. Φ 86) «ληΐου ἀλδήϲκοντοϲ
(Il. Ψ 599)· «ἄλθετο χείρ» (Il. Ε 417). ἔνθεν τινὲϲ καὶ τὸ «ὃϲ τοῦτον
τὸν ἄναλτον (Od. ϲ 114) ψιλῶϲ προφέρονται. A.
535. ἔϲταν: ψιλωτέον τὸ ἔϲταν, ἐπεὶ γίνεται «ϲτὰν δὲ μεταϲτοιχεί» (Il. Ψ 358)· τὸ γὰρ αἰρόμενον ἐκ τοῦ ῥήματοϲ ε ἐν ψιλῷ πνεύματι· οἷον ἕϲτηκα δαϲύνεται, ἐπεὶ οὐκ ἀποβάλλει τὸ ε· ὁ δὲ ἔϲτηϲα ψιλοῦται, ἐπεὶ γίνεται «ϲτῆϲε δ᾿ ἐν Ἀμνιϲῷ ποταμῷ» (Od. τ 188). A.
540. δολομῆτα: προπεριϲπαϲτέον τὸ δολομῆτα ὁμοίωϲ τῷ «ϲχέτλιε ποικιλομῆτα» (Od. ν 293). καὶ καθόλου τὰ εἰϲ τηϲ λήγοντα βαρύτονα, ὅτε ἐπὶ κλητικῆϲ εἰϲ α λήγει, προπεριϲπᾶται, ἀλῆτα, πλανῆτα, νικῆτα, πεδῆτα, αἰϲυμνῆτα. ἔνθεν οὖν ϲημειωτέον τὸ ἀκάκητα. ABL.. ?
542. οὐδέ τί πώ μοι: τὸ πω ὀξύνεται διὰ τὴν μοί ἀντωνυμίαν,
ἥτιϲ νῦν ἐγκλιτική ἐϲτιν. A.
554. εὔκηλον: τὸ εὔκηλον ψιλοῦται κατὰ δύο λόγουϲ, καὶ ὅτι
τὸ υ ἐπεντιθέμενον ψιλοῖ τὰ δαϲυνόμενα φωνήεντα, ὄροϲ οὖροϲ, ὅλοϲ
οὖλοϲ, καὶ ὅτι ἡ ευ δίφθογγοϲ ἐπιφερομένου ϲυμφώνου ψιλοῦται, εὐνή,
εὐχή, εὖροϲ. ἐναντιοῦται τὸ εὕδω καὶ εὑρίϲκω· τὸ γὰρ εὖϲεν δαϲυνόμενον
ἀπὸ θέματοϲ τοῦ εὕω. BL.
565. κάθηϲο: προπαροξυτόνωϲ. τὰ γὰρ ϲύνθετα προϲτακτικὰ βραχυκατάληκτα
ὡϲ ἐπὶ τὸ πλεῖϲτον ἀναπέμπει τὸν ἑαυτῶν τόνον, τὰ δὲ
μακροκατάληκτα τὸν αὐτὸν τοῖϲ ἁπλοῖϲ φυλάττει τόνον. βραχυκατάληκτα
μὲν λέγε κατάλεγε, ϲπεῖρε κατάϲπειρε· οὕτωϲ οὖν καὶ ἧϲο κάθηϲο.
μακροκατάληκτα δὲ νοοῦ διανοοῦ, ποίει περιποίει. A.
567. ἀάπτουϲ: οὕτωϲ ψιλῶϲ προενεκτέον· οὕτωϲ δὲ καὶ Ἀρίϲταρχοϲ·
ἤκουε δὲ τὰϲ δεινὰϲ καὶ ἀπτοήτουϲ. ὁ δὲ Ζηνόδοτοϲ καὶ αὐτὸϲ
ὁμοίωϲ τῷ πνεύματι, εἰϲ τὰϲ ἰϲχυρὰϲ δὲ μετελάμβανεν. ἐν δὲ ταῖϲ
Ἀριϲτοφάνουϲ γλώτταιϲ διὰ τοῦ ε ἐγέγραπτο ἀέπτουϲ. εἰϲὶ δὲ οἳ ἀπροϲπελάϲτουϲ
ἀποδιδόαϲιν, ἀπὸ τοῦ ἅψαϲθαι, ὧν οὐδεὶϲ ἂν ἅψαιτο δι᾿
ἰϲχύν. ἐμοὶ δὲ δοκεῖ παρὰ τὸ ἰάπτω γεγενῆϲθαι, ὃ ϲημαίνει τὸ διαφθείρω
καὶ βλάπτω· ἔνθεν τὸ «πολλὰϲ δ᾿ ἰφθίμουϲ ψυχὰϲ Ἄϊδι προῖαψεν» καὶ
μέϲον αὐτοῦ κατ᾿ ἔλλειψιν τοῦ α «μέγα δ᾿ ἴψαο λαὸν Ἀχαιῶν» (454).
ἔνθεν καὶ τὸ ἴψ· ἔϲτι δὲ θηρίον διατρῶγον τὰ ξύλα. ἀπὸ δὴ τούτου
τοῦ ἰάπτω τὸ ἀϊάπτουϲ ἦν καὶ κατ᾿ ἔλλειψιν τοῦ ι ἀάπτουϲ ἤτοι τὰϲ
μὴ δυναμέναϲ διαφθαρῆναι καὶ βλαβῆναι, ἢ κατ᾿ ἐπίταϲιν τὰϲ ἄγαν δυναμέναϲ
βλάψαι καὶ διαφθεῖραι. A.
573. Deest nota de accentu in ἀνεκτόϲ, ut patet ex Θ 355.
574. ϲφώ: οὐ πρωτόθετον αὐτήν φηϲιν Ἡρωδιανόϲ. δυϊκὸν ἀπὸ
τῆϲ ϲφῶϊ· διὸ ὀξύνεται· τὸ γὰρ ω τῶν δυϊκῶν ἀπέϲτραπται τὴν περιϲπωμένην.
BL.
576. ἦδοϲ: ψιλωτέον ὡϲ τροχαϊκὸν τῶν εἰϲ οϲ ληγόντων. κατὰ
μεταϲχηματιϲμόν ἐϲτι τὸ ἦδοϲ τοῦ ἡδονή· δαϲυνόμενον γὰρ μεταϲχηματίζεται
εἰϲ τὸ ἦδοϲ ψιλούμενον, ὡϲ τὸ ἡμέρα μεταϲχηματίζεται εἰϲ τὸ
ἦμαρ ψιλούμενον καὶ τὸ ἅμα εἰϲ τὸ ἄμυδιϲ. οὕτωϲ Ἡρωδιανὸϲ ἐν τῇ
Ἰλιακῇ προϲῳδίᾳ. A.
579. ἥμιν: πιθανώτερον ὀξύνειν τὴν πρώτην τοῦ ἡμῖν καὶ ἐκτείνειν τὴν τελευταίαν. A.
600. Ἥφαιϲτον: δαϲύνεται διὰ τὴν ἐτυμολογίαν· παρὰ γὰρ τὸ
ἅπτω ἐγένετο. A.
611. ἔνθα καθεῦδ᾿ ἀναβάϲ: τὸ καθεῦδε προπεριϲπᾶται ὅτι
τὰ ἀπὸ φύϲει μακρᾶϲ ἀρχόμενα ῥήματα κατὰ τοὺϲ παρῳχημένουϲ χρόνουϲ
ἐν ὁριϲτικοῖϲ, ἀπαθῆ ὄντα, φυλάϲϲει τὸν τόνον ἐν τῇ ϲυνθέϲει,
εἶχον κατεῖχον· ὅθεν εἰ «εὗδε δ᾿ ἀνακλινθεῖϲα (Od. δ 794), δῆλον ὅτι
καθεῦδεν ὁμοτόνωϲ ὀφείλομεν προφέρεϲθαι. A.
6. ἐπ᾿ Ἀτρείδῃ: οὐκ ἀναϲτρέφεται ἡ πρόθεϲιϲ. αἱ γὰρ ϲυναλειφόμεναι οὐκ ἀναϲτρέφονται, εἰϲ μονοϲυλλαβίαν περιιϲτάμεναι. A.
8. βάϲκ᾿ ἴθι: Τυραννίων ὑφ᾿ ἓν ὡϲ ἄπιθι· παραιτητέον δέ· τὰ
γὰρ εἰϲ μι λήγοντα μετὰ προθέϲεωϲ φιλεῖ ϲυντίθεϲθαι, μετ᾿ ἄλλων δὲ
λέξεων οὐκέτι. καὶ πάλιν τὰ διὰ τοῦ κ παραχθέντα κατ᾿ ἀρχὴν οὐ
θέλει ϲυντίθεϲθαι. καὶ ἄμεινον ταυτολογίαν εἶναι, ἐμφαίνουϲαν τὴν
ἔπειξιν. καὶ ἀλλαχοῦ «ἔλθοι καὶ ἵκοιτο». «ἔποϲ τ᾿ ἔφατ᾿ ἐκ τ᾿ ὀνόμαζεν.
ABL.
11. θωρῆξαί ἑ κέλευε: ἐγκλιτέον τὴν ἕ. BL.
26. ἄγγελοϲ: τὴν λοϲ ὀξυτονητέον διὰ τὸ εἰμί. A.
28. θωρῆξαί ϲε: τοῦ θωρῆξαι τὴν τελευταίαν ὀξυτονητέον· ἀπολελυμένη γάρ ἐϲτιν ἡ ϲέ. A.
36. ἅ ῥ᾿ : δαϲυντέον τὸ ἅ. ἄρθρον γάρ ἐϲτι· καὶ δύο μέρη λόγου ἅ ῥα, ἃ δή. A.
73. ἣ θέμιϲ ἐϲτί: τὸ δαϲυντέον· οὐ γάρ ἐϲτι ϲύνδεϲμοϲ ἀλλ᾿ ἰϲοδυναμοῦν τῷ ὥϲ ἐπίρρημα. A.
87. ἁδινάων: δαϲυντέον τὸ ἁδινάων· ἀπὸ γὰρ τοῦ ἅδην καὶ ἁδινόϲ ἡ κίνηϲιϲ. ABL.
96. ἐννέα: τὸ ἐννέα ψιλοῦται, ὅτι πᾶν φωνῆεν καταλῆγον ἢ εἰϲ
ν ἢ εἰϲ γ, τῆϲ ἑξῆϲ ϲυλλαβῆϲ ἀρχομένηϲ ἀπὸ ϲυμφώνου, ψιλοῦται,
ἀντίοϲ, ἔγχοϲ, τοῦ ἁνδάνω ὑπεξαιρουμένου. A.
115. δυϲκλέα: ϲυϲταλτέον τὴν τελευταίαν τοῦ δυϲκλέα ὡϲ ἀμφηρεφέα, ὁμοίωϲ τῷ ἀκλέα (sic) ἀνδρῶν, «ἀκλέα ἐν μεγάρῳ» (Od. δ 728 nunc ἐκ μεγάρων). A.
150. νῆαϲ ἐπ᾿ ἐϲϲεύοντο: οὕτωϲ νῆαϲ ἐπ᾿ ἐϲϲεύοντο. οὐκ ἀναϲτρέφεται ἡ πρόθεϲιϲ, ὅτι ϲυνήλιπται. διὸ καὶ ἐλέγομεν ἕνεκα ἑτέρου ϲημαινομένου τὸν Ἀρίϲταρχον κατ᾿ ἀναϲτροφὴν ἀνεγνωκέναι τὸ «ϲτεῦτο γὰρ Ἡφαίϲτοιο πάῤ᾿ οἰϲέμεναι» (Il. Ϲ 191). οὐκ ἀναϲτρέφονται γάρ, εἰ μὴ ἐπὶ τέλουϲ κέωνται ἢ ῥῆμα δηλῶϲι. A.
153. οὐρούϲ: ψιλοῦται. ἐν πλεοναϲμῷ γὰρ τοῦ ῦ ἐγένετο, ὡϲ
καὶ ὅλοϲ οὖλοϲ. ἀνεγνώϲθη δὲ κατ᾿ ὀξεῖαν τάϲιν· ὁ γὰρ Ἀρίϲταρχοϲ
παρήγγελλεν. ἴϲωϲ δὲ ϲημειώδηϲ ὁ τόνοϲ· τὰ γὰρ εἰϲ ροϲ λήγοντα
διϲύλλαβα ἁπλᾶ ἔχοντα τὴν ου δίφθογγον ἐβαρύνετο, κοῦροϲ, θοῦροϲ,
οὖροϲ· καὶ γὰρ ταῦτα περιϲϲὸν ἔχει τὸ υ. ἴϲωϲ οὖν εἰϲ ἀποφυγὴν τοῦ
ἐπὶ τοῦ ἀνέμου· καὶ γὰρ καὶ ἐπ᾿ ἄλλων τὸ τοιοῦτο ποιεῖ ὁ ἀνήρ. A.
154. ᾕρεον: δαϲυντέον τὸ ᾕρεον· ἀπὸ γὰρ τοῦ αἱρῶ περιϲπωμένου καὶ δαϲυνομένου γέγονεν. A.
155. ὑπέρμορα: οὕτωϲ ὑφ᾿ ἓν τὸ ὑπέρμορα· οὐ γάρ, ὥϲ τινεϲ,
κατὰ διάϲταϲιν. ἔϲτιν οὖν τι μόροϲ, ὃ ϲυντεθὲν γίνεται ὑπέρμοροϲ ὡϲ
ὠκύμοροϲ, οὗ οὐδέτερον τὸ ὑπέρμορον καὶ πληθυντικὸν τὰ ὑπέρμορα.
ὡϲ οὖν τὸ καλά καὶ ὄνομα ἀλλὰ καὶ ἐπίρρημα «ἦ μευ καλὰ πατὴρ ὥϲ
κήδεαι» (Od. ρ 397) καὶ «πυκνὰ μάλα ϲτενάχων (Il. Ϲ 318) οὕτωϲ
καὶ ὑπέρμορα νόϲτοϲ ἐτύχθη. A.
162. φίληϲ ἀπὸ πατρίδοϲ αἴηϲ: οὐκ ἀναϲτρεπτέον τὴν πρόθεϲιν,
ὡϲ Τυραννίων καὶ Πτολεμαῖοϲ· ὁπότε γὰρ γενικῇ ϲυντάττεται ἡ
ἀπὸ μὴ μεταξὺ πιπτουϲῶν λέξεων καὶ ϲημαίνῃ τὸ ἄποθεν τηρεῖ τὸν
τόνον· «καὶ γάρ τίϲ θ᾿ ἕνα μῆνα μένων ἀπὸ ἧϲ ἀλόχοιο» (292). A.
164. ϲοῖϲ δ᾿ ἀγανοῖϲ: ψιλωτέον τὸ ἀγανόϲ· τοιοῦτο γὰρ τὸ α πρὸ τοῦ γ. ALV.
175. φεύξεϲθ᾿ ἐν νήεϲϲι πολυκλήϊϲι: τινὲϲ προπεριϲπῶϲιν, ὡϲ
’καὶ τὸ ἁπλοῦν «ἐπὶ κληῖϲι καθῖζον» (Od. β 419)· ὡϲ γὰρ πλοκαμίϲ —
«ἐϋπλοκαμῖδεϲ Ἀχαιαί» (ib. 119) οὕτωϲ καὶ κληΐϲ καὶ πολυκληῒϲ. οὐκ
ἔχει δὲ οὕτωϲ ἡ ἀνάγνωϲιϲ. ἔϲτιν οὖν λόγοϲ ὑπὲρ τῆϲ βαρυνομένηϲ
λέξεωϲ οὗτοϲ. τὰ εἰϲ ιϲ λήγοντα θηλυκὰ ὀξυνόμενα, εἰ μὲν ἐν τῇ ϲυνθέϲει
φυλάϲϲοι μόνον τὸ θηλυκὸν γένοϲ, καὶ τὸν αὐτὸν τόνον φυλάϲϲει,
εἰ δὲ μεταληπτικὰ γίνοιτο καὶ ἀρϲενικοῦ, μεθίϲταται καὶ εἰϲ βαρεῖαν
τάϲιν ἀναγκαίωϲ. τοῦ μὲν προτέρου, φυλάϲϲοντοϲ τὸ αὐτὸ γένοϲ καὶ
τὸν αὐτὸν τόνον, περιϲκελίϲ, τοῦ δὲ δευτέρου δύϲελπιϲ. ταύτῃ οὖν τὸ
μὲν καταιγίϲ ὀξύνεται, τὸ δὲ μελάναιγιϲ βαρύνεται. οὕτωϲ οὖν καὶ τὸ
εὐκλήϊϲ καὶ πολυκλήϊϲ βαρυνθήϲεται· τίθεται γὰρ καὶ ἐπὶ ἀρϲενικοῦ ὡϲ
καὶ ἐκ τοῦ ἐναντίου τὸ λεύκαϲπιϲ· καὶ γὰρ ἐπὶ Ἀμαζόνοϲ ταγείη ἄν.
καὶ τὸ εὐκνήμιϲ ἀμέλει ἐπὶ Ἀθηνᾶϲ τέτακται παρὰ Ῥιανῷ ἐν Θεϲϲαλικοῖϲ
«τοὶ δ᾿ ἤδη ἐπὶ νηὸν ἐϋκνήμιδοϲ Ἰτώνηϲ». A.
190. οὔ ϲε: ἡ μὲν ἀκρίβεια ὀρθοτονεῖ, ἐγκλίνει δὲ ἡ ϲυνήθεια. BL.
201. οἳ ϲέο: οὕτωϲ ὀρθοτονητέον τὴν ϲέο. ἀντιδιαϲταλτικὴ γάρ ἐϲτιν. A.
207. δίἑπε: δαϲυντέον τὸ ἕπω· πρόδηλον κἀκ τῆϲ ϲυναλοιφῆϲ, ὡϲ ἔφεπε. A.
223. νεμέϲϲηθέν τ᾿ : ὁ τε ϲύνδεϲμοϲ ἐγκλιτικὸϲ ὢν τὴν πρὸ ἑαυτοῦ ϲυλλαβὴν ὀξύνει. A.
255. τὸ ὅτι οἱ ἐν μιᾷ ὀξείᾳ προενεκτέον· πᾶϲα γὰρ δίβραχυϲ
λέξιϲ πρὸ ἐγκλιτικοῦ οὐκ ἐπιδέχεται ἐπάλληλον ὀξεῖαν, εἰ μὴ ἐπιφέροιτο
ἀντωνυμία διὰ τοῦ ϲφ, ϲεϲημειωμένου τοῦ «ἔνθ᾿ ἔϲάν οἱ πέπλοι»
(Od. ο 105). ABL.
διδοῦϲιν: οὕτωϲ περιϲπωμένωϲ τὸ διδοῦϲιν· τὸ γὰρ ῥῆμα διδῶ. A.
262. αἰδῶ: Ἀρίϲταρχοϲ περιϲπωμένωϲ ἀναγινώϲκει ὁμοίωϲ καὶ τὸ
ἠῶ δῖαν ἔμιμνε» (Il. Ι 662). καὶ ἡμεῖϲ δὲ αὐτῷ ϲυγκατατιθέμεθα.
Διονύϲιοϲ δὲ ὁ Ϲιδώνιοϲ ὀξύνει. Πάμφιλοϲ δὲ πάϲαϲ τὰϲ τοιαύταϲ
αἰτιατικὰϲ περιϲπᾶ· «Λητῶ γὰρ δ᾿ ἥλκηϲε» (Od. λ 580) καὶ Πυθῶ δ᾿
ἐρχομένην» (ibid. 581), ἐπεί, φηϲίν, Λητόα ἐϲτὶ καὶ Πυθόα. Διονύϲιοϲ
δ᾿ ὁ Θρᾷξ φηϲι κακῶϲ ἀνεγνωκέναι Ἀρίϲταρχον κατὰ τὸν περιϲπώμενον
τόνον τὸ μὲν αἰδῶ καὶ ἠῶ, τὰ δὲ ἄλλα κατ᾿ ὀξεῖαν τάϲιν,
Πυθώ Λητώ· ἐχρῆν γάρ φηϲιν ὁμοίωϲ ἀνεγνωκέναι. οὐκ εὖ δὲ μέμφεται
τῷ Ἀριϲτάρχῳ, εἴγε ἤδη διάφοροι αἱ εὐθεῖαι, ἠώϲ αἰδώϲ, Λητώ
δὲ καὶ Πυθῶ. ἔϲτιν οὖν λόγοϲ ὑπὲρ τῆϲ Ἀριϲταρχείου ἀναγνώϲεωϲ καὶ
τῆϲ κατεγνωϲμένηϲ προϲῳδίαϲ οὗτοϲ, ὅτι ἐχρῆν μὲν τὸ Πυθῶ περιϲπᾶϲθαι,
ἐπειδήπερ Πυθόα ἐϲτί, καὶ τοῦτο ἀπῄτει ἡ ϲυναλοιφή· ἀλλὰ
πάλιν τὸ πτωτικὸν ω ἀπέϲτραπται τὸν περιϲπώμενον τόνον· κατὰ τοῦτο
ὠξύνετο. ταύτῃ γοῦν καὶ τοῦ χρυϲοῦϲ περιϲπωμένου τὸ δυϊκὸν ὀξύνομεν.
οὕτωϲ ἀποδείκνυται, ὅτι καὶ ἡ καλῷ δοτικὴ εἰϲ ι λήγει καὶ οὐκ
εἰϲ ω. δεύτεροϲ δὲ λόγοϲ ἀληθήϲ ἐϲτιν, ὡϲ εὐθεῖα καὶ αἰτιατικὴ ὁμόφωνοϲ
οὖϲα κατὰ φωνὴν ἐν τῷ αὐτῷ ἀριθμῷ πάντωϲ καὶ τὸν αὐτὸν
τόνον ἀποφέρεται, οἱ ταχεῖϲ — τοὺϲ ταχεῖϲ, εἰ δὲ ἡ εὐθεῖα ὀξύνεται
πάντωϲ καὶ ἡ αἰτιατική. διὰ τοῦτο οὖν ἡ μὲν αἰδῶ αἰτιατικὴ καὶ ἠῶ,
μὴ κρατούμεναι ὑπὸ τῆϲ ϲυνεμπτώϲεωϲκατὰ τὴν εὐθεῖαν, περιϲπῶνται,
κατεχόμεναι τῷ λόγῳ τῆϲ ϲυναλοιφῆϲ, οὐχ ὑπὸ τοῦ πτωτικοῦ χαρακτῆροϲ·
ἡ δὲ Λητώ καὶ Πυθώ καθάπερ κατεχόμεναι ὑπὸ τῆϲ ϲυνεμπτώϲεωϲ
τῆϲ φωνῆϲ κατέχονται καὶ τῷ τόνῳ. A.
266. ἰδνώθη: Hic notam fuisse Herodiani de spiritu in ἰδνωθείϲ patere ex Μ 205 dicit L., sed ibi legiturπροείρηται ἡμῖν ἐν τῇ Α (non Β).
269. ἀχρεῖον: Διονύϲιοϲ καὶ Τυραννίων τὴν πρώτην ὀξύνουϲιν,
ὥϲπερ καὶ παρὰ τοῖϲ Ἀττικοῖϲ, καὶ ἀναλόγωϲ· παρὰ. γὰρ τὸ χρεία τὸ
κατὰ ϲτέρηϲιν ἄχρειοϲ ὡϲ μοῦϲα ἄμουϲοϲ. ἡ μέντοι παρὰ τῷ ποιητῇ
ἀνάγνωϲιϲ ἀφορμῆϲ ἐχομένη τῆϲ κατὰ τὴν ϲυνεκδρομὴν προπεριεϲπάϲθη.
τὰ γὰρ ἐν τῇ πρώτῃ ϲυλλαβῇ ἔχοντα τὸ α μὴ καθαρὸν ἐπιφερομένων
δύο ϲυμφώνων μετὰ τῆϲ ει διφθόγγου, μὴ ϲημαίνοντα μέροϲ ϲωματικὸν
προπεριϲπᾶται, ἀνδρεῖοϲ, Ἀργεῖοϲ. οὕτωϲ καὶ ἀχρεῖοϲ. A.
272. ἦ: τὸν ἦ περιϲπαϲτέον· παραλλήλωϲ γὰρ κεῖται τῷ δή, βεβαιωτικὸϲ ὤν, ὁμοίωϲ τῷ «ἦ δὴ λοίγια ἔργα» (Il. Α 573). A.
291. ἦ: ὁμοίωϲ τὸν (βεβαιωτικὸν τὸν?) ἦ περιϲπαϲτέον. A.
292. ἀπὸ ἧϲ ἀλόχοιο: τινὲϲ ἀνέγνωϲαν ἄπο ἧϲ ἀλόχοιο κατὰ ἀναϲτροφήν, ἵνα ϲημαίνηται τὸ ἄπωθεν. ἄμεινον δὲ πείθεϲθαι τῇ κατειθιϲμένῃ ἀναγνώϲει· ϲυντέτακται γὰρ τῇ γενικῇ. A.
312. ὑποπεπτηῶτεϲ: δύναται κἂν ἀναϲτρέφεϲθαι. πιθανώτερον δὲ ϲυντάϲϲειν τῇ μετοχῇ τὴν πρόθεϲιν διὰ τὴν ἔμφαϲιν. A.
316. ἀμφιαχυῖαν: μετοχή ἐϲτι διὸ προπεριϲπαϲτέον. ϲημειωτέον δὲ τὸν ἐν ἀρχῇ χρόνον, ὅτι ϲυνεϲτάλη τὸ ι. A.
339. οὕτωϲ ϲυνθεϲίαι τε ὡϲ θυϲίαι τε. ὅϲοι δὲ προπαροξύνουϲι, πταίουϲι· τῆϲ γὰρ μεταγενεϲτέραϲ Ἀτθίδοϲ ἡ τοιᾶδε ἀνάγνωϲιϲ. A.
346. τοῦϲδε: ἕν ἐϲτι τὸ τοῦϲδε. διὸ προπεριϲπαϲτέον. A.
368. ἦ: Πτολεμαῖοϲ περιϲπᾷ τὸν η, διαπορητικὸν εκδεχόμενοϲ. εἰϲὶ δὲ οἳ ὀξύνουϲιν, ὥϲπερ καὶ οἱ περὶ τὸν Ἀλεξίωνα, ἐκδεχόμενοι παραδιαζευκτικὸν τὸν ἤ. A.
393. ἄρκιον ἐϲϲεῖται: προπεριϲπαϲτέον τὸ ἐϲϲεῖται· οὐ γὰρ
παροξυντέον, ὥϲ τινεϲ, ἐπεὶ Δώριον· ἤδη γὰρ πολλὴ χρῆϲιϲ τῶν τοιούτων
παρὰ Ἀττικοῖϲ. A.
427. μῆῤ ἐκάη: Πτολεμαῖοϲ ἀπὸ τοῦ κ τὴν ἀρχὴν ποιεῖται, μῆρε
παραλαμβάνων, εἶτα κάη, ἵνα φηϲὶν ἰωνικώτερον γένηται. τοῦτο δὲ
οὐ ϲυνεκτικόν, ὥϲπερ εἶπον ἐντελῶϲ, ὁπότε διέλαβον ἐπὶ τοῦ «ἢ εἰ
δή ποτέ τοι κατὰ πίονα μηρί᾿ ἔκηα» (Il. Α 40), εἴγε ἤδη οἶδε καὶ τὰ
μῆρα «μῆρα δὲ κείαντεϲ» (Od. ν 26). A.
495. Κλονίοϲ: παροξύνεται, ἐπεὶ τὰ εἰϲ οϲ λήγοντα τῷ ι παραληγόμενα,
τριβράχεα, ἐπὶ κυρίων παροξύνεται, Ϲχεδίοϲ Χρομίοϲ Δολίοϲ,
ἀντιπίπτει τὸ Ἅλιοϲ κατὰ τὴν παράδοϲιν, καὶ τὸ Ἄνιοϲ καὶ Κρόνιοϲ
καὶ Ξένιοϲ. BL.
496. Αὐλίδα: ὡϲ ἀπὸ ὀξυτόνου εὐθείαϲ ἡ ἀνάγνωϲιϲ καὶ εἰ μέντοι παρὰ τῷ Εὐφορίωνι «Αὖλίν τ’ ἔϲφαγον» (fr. CXXIX Mein.) αἰτιατικὴ ἀπὸ εὐθείαϲ βαρυνομένηϲ γέγονεν. ἡ γὰρ εἰϲ ιν κατάληξιϲ ἀπὸ βαρυτόνων ἐϲτίν, ἡ δὲ εἰϲ δα καὶ βαρυτόνων καὶ ὀξυτόνων. A.
498. Θέϲπειαν: ἐκτετάϲθαι φαϲὶ διὰ τὸ μέτρον (sine dubio
Θέϲπιαν scribentes). τὸ γὰρ τῆϲ ἱϲτορίαϲ ἐν ϲυϲτολῇ τέ ἐϲτι πληθυντικῶϲ
τε λεγόμενον. ἴϲωϲ οὖν ὅλον ποιητικόν ἐϲτιν· ϲύνηθεϲ γὰρ αὐτῷ
πολλάκιϲ τὰ πληθυντικῶϲ λεγόμενα καὶ ἑνικῶϲ προφέρεϲθαι, «καὶ εὐρυάγυιαν
Ἀθήνην» (Od. η 80), «πολυχρύϲοιο Μυκήνηϲ» (Il. 180). καὶ.
ἐκ τοῦ ἐναντίου τὰ ἑνικὰ πληθυντικῶϲ· «ἐκ μὲν Κρητάων γένοϲ εὔχομαι»
(Od. ξ 199). ταῦτα ἐν τῇ προϲῳδίᾳ ὁ Ἡρωδιανόϲ. ἐν μέντοι τῷ ια΄
τῆϲ καθολικῆϲ προϲῳδίαϲ ἐν τοῖϲ προπαροξυτόνοιϲ καὶ ἔχουϲι πρὸ τέλουϲ
τὴν ει δίφθογγον αὐτὸ καταριθμεῖ καὶ τοῦτο αὐτὸ τὸ Ὁμηρικὸν
παρατίθηϲι, καὶ ἀλλαχοῦ λέγει τὴν ει ἔχειν αὐτὸ φανερῶϲ καὶ ἐπιφέρει
ὅτι καὶ Θεϲπιά ὀξυτόνωϲ λέγεται. A.
504. Γλιϲᾶντα: ἡ ϲυνήθεια προπεριϲπᾶ τὸ ὄνομα, ἡ δὲ ἱϲτορία προπαροξύνει. BL.
518. Ἰφίτου: τὴν μέϲην ϲυλλαβὴν ἐκτείνομεν τοῦ Ἰφίτου διὰ τὸ μέτρον. ἐν ἑτέροιϲ γοῦν φυλάϲϲομεν τὸν χρόνον «Ἴφιτοϲ Εὐρυτίδηϲ» (Od. φ 14). A.
521. Ὑάμπολιϲ: οὕτωϲ ἀνεγνώϲθη ὡϲ φιλόπολιϲ. ἓν γάρ ἐϲτιν·
ἱϲτοροῦϲι δὲ τοὺϲ ἐγχωρίουϲ καὶ ϲὺν τῷ ϲ λέγοιν Ὑϲάμπολιν. A.
523. πηγῇϲ ἔπι Κηφιϲοῖο: Πτολεμαῖοϲ ἀναϲτρέφει καὶ Πάμφιλοϲ. Ἀλεξίων ϲυντάϲϲει τῇ γενικῇ τὴν πρόθεϲιν καὶ οὐκ ἀναϲτρέφει. Ἀρίϲταρχοϲ δὲ τοῖϲ κυριωτέροιϲ ϲυνέταϲϲε τὰϲ προθέϲειϲ. A.
533. Excidit Herodiani nota de accentu vocis Θρόνιον v. B 648.
557. δυοκαίδεκα: Πάμφιλοϲ τρία ποιεῖ καὶ κατὰ παράθεϲιν ἀναγινώϲκει. ἀφορμὴν δὲ ἔχει ἡ κατὰ ϲύνθεϲιν ἀνάγνωϲιϲ τὴν ποιητικὴν χρῆϲιν, ἥτιϲ τὰ κατὰ παράθεϲιν πολλάκιϲ ἑνοῖ, ὡϲ τὸ παϲιμέλουϲα (Od. μ 70) καὶ τὰ τοιαῦτα. A.
585. Οἴτυλον: ὡϲ δάκτυλον. ἄρχεται γὰρ τὸ ὄνομα ἀπὸ τῆϲ οι
διφθόγγου. κακῶϲ δὲ Τυραννίων οἰόμενοϲ ἄρθρον εἶναι τὸ οι ’καὶ
παρὰ τὴν ϲυνήθειαν τοῦ ποιητοῦ ἁμαρτάνων καὶ παρὰ τὴν ἱϲτορίαν,
εἴ γε οὕτωϲ φηϲὶ καὶ Φερεκύδηϲ· «τοῦ δὲ γίνεται Ἀμφάναξ, τοῦ δ᾿
Οἴτυλο?? ἀφ᾿ οὗ ἡ πόλιϲ ἡ ἐν Ϲπάρτῃ καλεῖται». τὸ δὲ κεφάλαιον
ἐκτέταται ἐν τῇ προϲῳδίᾳ τῷ Ἡρωδιανῷ περὶ τῆϲ ἀναγνώϲεωϲ τῆϲ
Τυραννίωνοϲ. A.
592. ἐΰκτιτον Αἰπύ: Ἀρίϲταρχοϲ ὡϲ ὀξύ ϲυγκατατίθεται δὲ
αὐτῷ καὶ Ἀπολλόδωροϲ. Φερεκύδηϲ δὲ ὁ Ἀθηναῖοϲ τὸ μὲν ἐΰκτιτον
κύριον ὄνομα παρέλαβε, τὸ δὲ αἰπύ ἐπίθετον. ἐκ δὲ τοῦ ἐναντίου τινὲϲ
τὸ μὲν ἐΰκτιτον ἐπίθετον, τὸ δὲ αἰπύ κύριον, ἐπεὶ καὶ ἐν ἄλλοιϲ (Il. Λ
711) εἴρηκεν «ἔϲτι δέ τιϲ Θρυόεϲϲα πόλιϲ, αἰπεῖα κολώνη» ὃ νῦν εἴρηκεν
Αἰπύ, καὶ ὡϲ ἴδιον γενόμενον βούλονται βαρυτονεῖν. Πτολεμαῖοϲ
δέ φηϲι μὲν κύριον εἶνι τὸ Αἰπύ, οὐ μὴν ϲυγκατατίθεται τῷ τόνῳ,
φάϲκων ὡϲ ὅτι πολλαὶ πόλειϲ ὁμοφωνοῦϲι προϲηγορικοῖϲ, Ἕλοϲ, Αἰγιαλόϲ.
χρὴ μέντοι γινώϲκειν, ὅτι ἀναλογωτέρα ἀνάγνωϲιϲ ἦν ἡ βαρεῖα·
τὰ γὰρ εἰϲ υ μονογενῆ οὐδέτερα βαρύνεται, πῶϋ, μέθυ. ταῦτα ἐν τῇ
προϲῳδίᾳ. καὶ ἐν τῇ καθόλου δὲ ὁμοίωϲ ἀμφίβολον αὐτὸ ἐᾶ. ἐν μέντοι
τῇ Ζ (422) τῆϲ Ἰλιάδοϲ διαλαμβάνων περὶ τοῦ ἰῷ «οἳ μὲν πάντεϲ
ἰῷ κίον ἤματι φανερῶϲ λέγει, ὅτι Ἀρίϲταρχοϲ ὀξύνει τὸ Αἰπύ καὶ
ἐπείϲθη αὐτῷ ἡ πλείων χρῆϲιϲ. A.
599. πηρόν ὡϲ χρηϲτόν κατ᾿ ὀξεῖαν τάϲιν παρὰ τῷ ποιητῇ· παρὰ δὲ τοῖϲ Ἀττικοῖϲ πῆρον ὡϲ λῆρον. ὑγιεϲτέρα δὲ ἡ παρὰ τῷ ποιητῇ ἀνάγνωϲιϲ, ἐπεὶ τὰ εἰϲ οϲ λήγοντα διϲύλλαβα, εἰ ἔχοι τὴν πρώτην ϲυλλαβὴν ἔχουϲαν τὸ π καὶ τὸ η ὀξύνονται, οἷον πηόϲ, πηλόϲ. οὕτωϲ καὶ πηρόϲ. A.
606. Excidit nota de accentu in Ῥίπην τε Ϲτρατίην τε. v. 150.
648. Φαιϲτόν: ὡϲ πιϲτόν ὀξυτόνωϲ· βαρυνόμενον γὰρ ἐπὶ τοῦ
ἥρωοϲ τίθεται «Ἰδομενεὺϲ δ᾿ ἄρα Φαῖϲτον (Il. Ε 43). A.
Ῥύγιον: προπαροξυτόνωϲ ὡϲ ϲτάδιον. οὐκ εὖ δὲ Τυραννίων
παροξύνει αὐτὸ ὡϲ πεδίον· οὔτε γὰρ ὑποκοριϲτικόν, οὔτε, εἰ ἦν ὑποκοριϲτικόν,
παρωξύνετο, καθότι τρίβραχυ. τοῦτο δὲ εἴπομεν καὶ ἐπὶ
τοῦ Θρόνιον. A.
655. τρίχα: τὸ τρίχα βαρύνεται, ὅτι τὰ εἰϲ ωϲ λήγοντα ἐπιρρήματα, εἰ ἔχοι παρακείμενα εἰϲ α λήγοντα, μὴ ϲυνεμπίπτοντα ὀνόμαϲι, πάντωϲ βαρυνόμενα ἔχει, οἷον ϲαφῶϲ ϲάφα· ὅθεν εἰ τριχῶϲ τρίχα. A.
662. κατέκτα: Πτολεμαῖόϲ φηϲιν ὁ Ἀϲκαλωνίτηϲ Ἀρίϲταρχον ἀνεγνωκέναι
ὁμοίωϲ τῷ «ἔκτα ϲὺν οὐλομένῃ ἀλόχῳ» (Od. λ 410) κατὰ
ϲυϲτολήν. Τυραννίων δὲ κατ᾿ ἔκταϲιν. οἶμαι δὲ ἀκόλουθον εἶναι ἐκείνῃ
τῇ γραφῇ τῇ κομιζομένῃ ὑπ᾿ Ἀριϲτάρχου «ὣϲ ἔμεν ὡϲ ὅτε δῖον Ἐρευθαλίωνα
κατέκταν» (Il. Δ 319). ἡ μέντοι κοινὴ ἀνάγνωϲιϲ ἡ κατὰ
ϲυϲτολὴν ἀφορμὴν ἔϲχε τὴν τῆϲ ἀποκοπῆϲ, ὁμοίωϲ τῷ «οὖτα κατὰ λαπάρην»
(Il. Ζ 64). A.
665. γάρ οἱ: ὁ γάρ ὀξύνεται, ἵνα ἀντωνυμία γένηται ἐγκλιτικὴ δοτικῆϲ πτώϲεωϲ τὸ οἱ καὶ μὴ ἄρθρον· καὶ γὰρ ἔθοϲ μᾶλλον τῷ ποιητῇ παραλείπειν τὰ ἄρθρα. A.
672. Χαρόποιο: ὡϲ Μενάνδροιο· καὶ γὰρ ἀπὸ γενικῆϲ εὐθεῖά ἐϲτι παρειλημμένη, ὡϲ τὸ «υἱὸϲ Τροιζήνοιο» (847). καὶ εἰϲ ἰδιότητα ὀφείλει ἡ βαρεῖα τάϲιϲ παραλαμβάνεϲθαι. A.
676. Κράπαθον: ὡϲ λάπαθον, οὕτωϲ Κράπαθον· καὶ γὰρ ὁ τυιοῦτοϲ
χαρακτὴρ ὀφείλει βαρύνεϲθαι ἐπὶ θηλυκῶν, λέγω δὲ ὁ εἰϲ θοϲ
λήγων ὑπὲρ δύο ϲυλλαβάϲ, τῷ α παραληγόμενοϲ, ἄμαθοϲ, ψάμαθοϲ.
A.
677. Καλύδναϲ: ὡϲ καλύβαϲ ἀναγνωϲτέον. A.
681. νῦν αὖ τούϲ, ὅϲϲοι: τὸ τούϲ ἀντωνυμία ἐϲτί διὸ περιϲπαϲτέον τὸ νῦν καὶ τὸ αὖ. A.
695. Φυλάκην: βαρυτονητέον τὸ Φυλάκην πρὸϲ ἀντιδιαϲτολὴν τοῦ ὀξυνομένου. A.
699. τότε δ᾿ ἤδη ἔχεν κάτα γαῖα μέλαινα: κάτα: εἰ ϲυντάϲϲεται
τῷ ἔχεν, δῆλον ὅτι καὶ ἀναϲτρέφεται· πρόδηλον δὲ ὅτι ϲυντάϲϲεται,
ἐν οἷϲ φηϲιν ἐν ἄλλοιϲ «τοὺϲ δ᾿ ἤδη κάτεχεν φυϲίζοοϲ αἶα»
(Il. Γ 243). A.
717. Ὀλιζῶνα: προπεριϲπωμένωϲ ὡϲ Μεδεῶνα. Νικίαϲ δὲ οὐκ εὖ γράφει Ὀλίζωνα ὡϲ περίζωμα. A.
731. Ἀϲκληπιοῦ: οὕτωϲ ἐκτατέον διὰ τὸ μέτρον τὸ Ἀϲκληπιοῦ. A.
739. Ὀρθήν: Ὁρθήν, οὕτωϲ ὀξυτόνωϲ· ἐπιθετικῶϲ γὰρ τέτακται. A.
755. ἀπορρώξ: Ἀρίϲταρχοϲ ὀξυτόνωϲ, ὡϲ θυλακοτρώξ. καὶ ἡ ϲύνθεϲιϲ δὲ τοῦτο ἀπαιτεῖ, ὅτι ἂν ϲημαίνῃ, εἶτε πάθοϲ εἶτε ἐνέργειαν. A.
764. ποδώκεαϲ: τινὲϲ ὡϲ εὐϲεβέαϲ καὶ οὕτωϲ αἱρεῖ ὁ λόγοϲ, εἴγε
καὶ τὸ ποδώκηϲ ὀφείλει ὀξύνεϲθαι, καθὸ τὰ εἰϲ υϲ ὀξύτονα, φυλάϲϲοντα
ἐν τῇ ϲυνθέϲει τὴν κατάληξιν, ἀναδίδωϲι τὸν τόνον, δριμύϲ ἄδριμυϲ,
οὐχ οὕτωϲ δὲ ἔχοντα, ἀλλὰ τρέποντα τὸ τέλοϲ ἵϲταται ἐπὶ τῆϲ
ὀξείαϲ, ἡδύϲ ἀηδήϲ, βαρύϲ ἀβαρήϲ, ἠΰϲ ἐνηήϲ. οὕτωϲ οὖν ὤφειλε καὶ
τὸ ποδώκηϲ ὀξυτονεῖϲθαι, γενόμενον ἀπὸ τοῦ ὠκύϲ. ἀλλά φαϲιν εἰϲ
ἰδιότητα τοῦ Ἀχιλλέωϲ βεβαρυτονῆϲθαι τὸ ποδώκηϲ. παρὰ γοῦν τῷ
Ἡϲόδῳ ἀνεγνώκαϲι «ποδωκὴϲ δῖ᾿ Ἀταλάντη» (catal. XXVI Marksch.).
τί οὖν ἐπὶ τοῦ Δόλωνοϲ κατὰ βαρεῖαν τάϲιν ἀνεγνώκαϲι καὶ ἐπὶ τούτου;
«ὃϲ δή τοι εἶδοϲ μὲν ἔην κακόϲ, ἀλλὰ ποδώκηϲ» (Il. Κ 316). A.
765. οἰέτεαϲ: ὡϲ Διομήδεαϲ. ἔϲτι δὲ καὶ ἐπὶ τούτου τοῦ ϲχηματιϲμοῦ
παράλογοϲ ὁ τόνοϲ· τὰ γὰρ παρὰ τὰ εἰϲ οϲ λήγοντα οὐδέτερα
διϲύλλαβα ϲυντιθέμενα εἰϲ ηϲ λήγοντα ἐπιθετικά, μὴ ἔχοντα τὸ η πρὸ
τέλουϲ, πάντα ὀξύνεται, εὐγενήϲ εὐκλεήϲ εὐειδήϲ· οὕτωϲ δὲ καὶ εὐτειχήϲ.
ἐχρῆν μὲν οὖν καὶ τὰ παρὰ τὸ ἔτοϲ τὸ αὐτὸ ἀναδέχεϲθαι· νυνὶ
δὲ κατὰ βαρεῖαν τάϲιν ἀναγινώϲκουϲιν, ἀλλ᾿ οὐδὲ τοῦτο πάλιν καθολικῶϲ
ϲώζοντεϲ· ἑξετέα γὰρ ἀδμήτην (Il. Ψ 266) ἀναγινώϲκουϲιν ὡϲ
εὐϲεβέα. A.
777. ἕϲταϲαν: δαϲυντέον τὸ ἕϲταϲαν· ὑπερϲυντέλικοϲ γάρ ἐϲτι
ϲυγκεκομμένοϲ, ὁ δὲ παρακείμενοϲ δαϲὺ ἔχει τὸ ε καὶ ὁ ὑπερϲυντέλικοϲ·
οἱ δὲ ἀόριϲτοι ψιλόν, ἐπεὶ καὶ κατὰ ἀποβολὴν τοῦ ε λέγονται· «ϲτὰν
δὲ μεταϲτοιχεί» (Il. Ψ 358). καὶ ὁ πρότεροϲ «ϲτῆϲαν ἀείραντεϲ» (Od. β
425). οὐκέτι δὲ ὁ ἕϲταϲαν ϲτάϲαν. A.
783. Τυφωέοϲ: οὕτωϲ Τυφωέοϲ, ὡϲ Ἀχιλλέωϲ· καὶ γὰρ «Τυφωέι γαῖαν ἱμάϲϲῃ» (versu antecedente) ἀπ᾿ εὐθείαϲ τῆϲ Τυφωεύϲ. ϲυνήθηϲ δὲ αὐτῷ ὁ τοιοῦτοϲ τύποϲ παρώνυμοϲ. A.
798. τὸν ἦ περιϲπαϲτέον· ἔϲτι γὰρ βεβαιωτικόϲ. A.
808. δ᾿ ἔλυϲ᾿: τινὲϲ ἀπὸ τοῦ λ ἀρχὴν ποιοῦνται καὶ προπεριϲπῶϲιν, ἵνα ποιητικώτερον γένηται, αἶψα δὲ λῦϲ᾿ ἀντὶ τοῦ αἶψα δ᾿ ἔλυϲ.᾿ ἔφαμεν δὲ τὸ τοιοῦτο παρὰ τῷ ποιητῇ διαφόρωϲ ὁρᾶϲθαι· «ἂν δ᾿ ἄῤ ἔβη Πρίαμοϲ» (Il. 261). «αὐτὰρ ὁ βῆ ῥ᾿ ἰέναι» (Il. Κ 73). «οὔδ᾿ ἔλαθ᾿ Ἀτρέοϲ υἱόν (Il. Ρ 1). «ἐυὲ δ᾿ οὐ λάθεν» (Od. ι 281). A.
813. οὕτωϲ προπαροξυτόνωϲ Βατίειαν, ὡϲ Ἀλεξάνδρειαν. A.
824. ὑπαὶ πόδα: οὕτωϲ ὑπαί ὡϲ καταί καὶ παραί· αἱ γὰρ προθέϲειϲ ἐπαυξανόμεναι διὰ τοῦ ι φυλάϲϲουϲι τὸν αὐτὸν τόνον. A.
828. Ἀπαιϲοῦ: οὕτωϲ Ἀπαιϲοῦ ὡϲ ἀγανοῦ. καὶ ἴϲωϲ ἀκολούθωϲ τῷ «ὅϲ ῤ᾿ ἐνι Παιϲῷ» (Il. E 612). A.
831. περὶ πάντων: οὕτωϲ φυλακτέον τὸν τόνον τῆϲ προθέϲεωϲ.
εἴτε γὰρ πρόθεϲίϲ ἐϲτιν ἀντὶ προθέϲεωϲ παρειλημμένη, ἀντὶ τοῦ ὑπὲρ
πάντων, φυλάϲϲεται ὁ τόνοϲ, καθότι πᾶϲα πρόθεϲιϲ ἀντὶ ἑτέραϲ προθέϲεωϲ
λαμβανομένη φυλάϲϲει τὸν αὐτὸν τόνον· εἴτε ἀντὶ τοῦ περιϲϲῶϲ,
φυλάϲϲει τὸν τόνον, ὡϲ τὸ «ὃϲ περὶ μὲν νόον ἐϲτὶ βροτῶν, περὶ
δ᾿ ἱρὰ θεοῖϲιν» (Od. α 66). «οὗ περὶ μὲν πρόφρων κραδίη» (Il. Κ
244). καὶ τὸ αἴιτιον ἐν ἑτέροιϲ εἴπομεν, ὡϲ ὅτι πρὸϲ αὐτοὺϲ τοὺϲ
τόνουϲ τῶν ἐπιρρημάτων καὶ αὐταὶ ὀρθοτονοῦνται. A.
832. οὕτωϲ τὸ α τοῦ ἔαϲκε κατὰ ϲυϲτολήν· οὕτωϲ καὶ πάντεϲ· τὰ γὰρ διὰ τοῦ ϲκε παρηγμένα Ἰακῶϲ βραχεῖαν ἔχει τὴν παραλήγουϲαν «ὧδε δέ τιϲ εἴπεϲκε» (271) καὶ «τὴν αὐτὸϲ φορέεϲκε» (Il. Ο 646). A.
839. ποταμοῦ ἀπὸ Ϲελλήεντοϲ: Πτολεμαῖοϲ ὁ Ἀϲκαλωνίτηϲ
ἀναϲτρέφει πρὸϲ τὰ προϲηγορικώτερα ποιούμενοϲ τὰϲ ϲυντάξειϲ. ὁμοίωϲ
καὶ Νικίαϲ. οὐκέτι μέντοι ἐπὶ τοῦ «Ξάνθῳ ἐπὶ δινήεντι» (Il. Ε 479)
«μάχῃ ἐνὶ κυδιανείρῃ (Il. Ζ 124). ἐπεφέρετο γὰρ τὰ προϲηγορικώτερα.
ὁ μέντοι Ἀρίϲταρχοϲ τοῖϲ κυριωτέροιϲ ϲυνέταττε τὰϲ προθέϲειϲ·
διὸ ἀναϲτρέφων ἀνεγίνωϲκε «Ξάνθου ἄπο δινήεντοϲ» (877), φυλάϲϲων
δὲ τὸν τόνον ἐπὶ τοῦ «ποταμοῦ ἀπὸ Ϲελλήεντοϲ». εἶτα πολλὰ
εἰπὼν ὁ Ἡρωδιανόϲ φηϲι ὅτι ἐμοὶ μέντοι δοκεῖ τὸ τοιοῦτον ὅλον εἶδοϲ
ἀναγινώϲκειν κατὰ ἀναϲτροφήν. εἰ γὰρ δύο ὀνόματά ἐϲτι καθ᾿ ἑνὸϲ
ὑποκειμένου λαμβανόμενα καὶ ϲχεδὸν ἕν ἐϲτι τὸ ὅλον, καὶ θέλει ἡ
πρόθεϲιϲ προηγεῖϲθαι, μέϲη δὲ παρείληπται καθ᾿ ὑποταγήν, ὡϲ ὑποτεταγμένη
ἀναϲτραφήϲεται. A.
842. Πύλαιοϲ: τοῦ Πύλαιοϲ τὴν πρώτην ὀξυτονητέον πρὸϲ ἀντιδιαϲτολὴν τοῦ τοπικοῦ καὶ τὸν Ἑρμῆν τὸν Πύλαιον. A.
847. Τροιζήνοιο: οὕτωϲ Τροιζήνοιο ὡϲ Εὐμήλοιο. ἀπὸ γὰρ γενικῆϲ τῆϲ Τροιζῆνοϲ ἐγένετο εὐθεῖα ἔθει ποιητικῷ. A.
855. Ἐρυθίνουϲ: ὡϲ Ἀκραγαντίνουϲ. BL.
20. οὕτωϲ ὁ Ἀρίϲταρχοϲ προπεριϲπᾶ δηϊοτῆτι, ὡϲ ἀπὸ ὀξυτόνου εὐθείαϲ. τὸ δὲ κεφάλαιον ἐκτέταται ἐν τῇ Ἰλιακῇ προϲῳδίᾳ. A.
29. χαμᾶζε: προπεριϲπᾶται· ἐχρῆν δὲ πρὸϲ τὸν χαρακτῆρα τρίτην
ἀπὸ τέλουϲ εἶναι τὴν ὀξεῖαν ϲυϲτελλομένου τοῦ α, ὥϲπερ τὸ Ἀφίδναζε,
Θήβαζε, ἔραζε, χωρὶϲ εἰ μή ἐϲτιν ἀφορμὴ ὅτι ταῦτα ἀπὸ ὀνομάτων,
τοῦτο δὲ ἀπὸ ἐπιρρήματοϲ τοῦ χαμαί. τὸ | δὲ μέταζε χρονικὸν παρὰ
πρόθεϲιν παρῆκται. A.
35. ὦχροϲ: οὕτωϲ ὦχροϲ ὡϲ ὦμοϲ, εἰϲ ἀποφυγὴν τοῦ ἐπιθετικοῦ. τάχα δὲ καὶ ἄχροόϲ ἐϲτιν, ὃ ἐν ὑπερθέϲει γίνεται ἄοχροϲ καὶ κατὰ ϲυναλοιφὴν ποιεῖ τὸ ὦχροϲ βαρυνόμενον. ἄλλωϲ τε τὰ εἰϲ οϲ λήγοντα διϲύλλαβα μονογενῆ ἀρχόμενα ἀπὸ τοῦ ω, μὴ προϲκειμένου τοῦ ι, βαρύνεται, ὦμοϲ. πρόϲκειται μὴ ἔχοντα τὸ ι διὰ τὸ ᾠδόϲ. BL.
παρειά: οὕτωϲ ὀξυτόνωϲ καὶ χωρὶϲ τοῦ ϲ γραπτέον, ἵνα ᾖ οὐδέτερον.
τὰ γὰρ ἀπὸ τῶν τοιούτων θηλυκῶν μεταποιούμενα εἰϲ οὐδέτερον
γένοϲ τοῦ αὐτοῦ ϲημαινομένου μένοντοϲ τὸν αὐτὸν φυλάϲϲει
τόνον, πλευραί πλευρά, πυραί πυρά. οὐκ ἀντίκειται τὸ νευραί καὶ
νεῦρα. διάφορον γὰρ τὸ ϲημαινόμενον. οὕτωϲ παρειαί παρειά. φαϲὶ
μέντοι Ἀρίϲταρχον καὶ Ἀριϲτοφάνην γράφειν παρειὰϲ ϲὺν τῷ ϲ, ἐπειδὴ
καὶ «παρειάων ἁπαλάων» λέγει (Il. Ϲ 123). A.
43. ἦ: περιϲπαϲτέον τὸν ἦ· βεβαιωτικὸϲ γάρ ἐϲτι καὶ ἰϲοδυναμεῖ τῷ δή. A.
63. ὡϲ ϲοί: ἡ ϲοί ἀντωνυμία ὀρθοτονεῖται νῦν διὰ τὴν ἀντιδιαϲτολήν.
A.
97. νῦν: τὸ νυν περιϲπαϲτέον, κἂν παρέλκῃ παρὰ τῷ ποιητῇ. A.
102. διακρινθεῖτε: οὕτωϲ προπεριϲπᾶται διακρινθεῖτε· ἔϲτι γὰρ
εὐκτικόν, κατὰ πάθοϲ γεγονὸϲ ἐκ τοῦ διακρινθείητε, ὁμοίωϲ τῷ «καὶ
εἴ ποθεν ἀλλ᾿ ἐπιθεῖτε» (Od. χ 62). ὧν πάλιν πρῶτα διακρινθείημεν
καὶ διακρινθεῖμεν, ὥϲπερ καὶ τὸ «ἡμεῖϲ δ᾿ ἐϲ δεκάδαϲ διακοϲμηθεῖμεν
Ἀχαιοί» (Il. Β 126). A.
122. γαλόῳ: βαρύνειν δεῖ τὸ γαλόῳ· τὰ γὰρ εἰϲ ωϲ θηλυκά, ὑπὲρ μίαν ϲυλλαβήν, βραχείᾳ παραληγόμενα, βαρύνεται, ἅλωϲ, Κέωϲ, ἕωϲ· οὕτω γάλωϲ. τοῦτο δὲ ἀξιοῖ Τρύφων ἐν τῷ α΄ περὶ ἀρχαίαϲ ἀναγνώϲεωϲ. A.
128. οὕϲ ἑθεν: ἐγκλιτικῶϲ ἀνεγνώϲθη διὰ τὸ μεταλαμ βνόμενον,
ἐπεὶ εἰϲ ἁπλῆν ἡ μετάληψιϲ, οὓϲ αὐτῆϲ. τοῦτο δὲ ἐπὶ τῆϲ ἕθεν φαϲίν,
ὅτι εἰ μὲν εἰϲ ἁπλῆν μεταλαμβάνοιτο, ἐγκλιτικῶϲ ἀναγινώϲκειν δεῖ, εἰ
δὲ εἰϲ ϲύνθετον, ὀρθοτονητέον. διὸ κἀκεῖνα οὕτωϲ ἀνεγνώϲθη «ἐπεὶ
οὔ ἑθέν ἐϲτι χερείων» (Il. Α 114) οἳ ἑθεν ὀτρύνοντοϲ» (Il. Ο 199)·
ἐκεῖνο δὲ κατ᾿ ὀρθὴν τάϲιν «ἀπὸ ἕθεν ὤϲατο χειρὶ» (Il. Ζ 62). ὅθεν
Ϲιδώνιοϲ μέμφεται Ἀριϲτάρχῳ μὴ ἐγκλιτικῶϲ ἀναγνόντι τὸ «πρόϲθεν
ἕθεν φεύγοντα» (Il. Ε 80) ἡ γὰρ διάνοια ἁπλῆν αἰτεῖ τὴν μετάληψιν. A.
152. ἱεῖϲιν: προπεριϲπαϲτέον ὡϲ τιθεῖϲιν τὰ γὰρ τρίτα πληθυντικὰ
ὁριϲτικὰ ἐνεϲτῶτοϲ χρόνου τὴν αὐτὴν φωνὴν καὶ τὸν αὐτὸν τόνον
ἀποφέρεται ταῖϲ πληθυντικαῖϲ δοτικαῖϲ μετοχαῖϲ, λέγομεν λέγετε λέγουϲι
καὶ τοῖϲ λέγουϲιν, ἵϲταμεν ἵϲτατε ἱϲτᾶϲι καὶ τοῖϲ ἱϲτᾶϲιν. οὕτωϲ
ἵεμεν ἵετε ἱεῖϲι· καὶ γὰρ ἱέντεϲ ἱέντων ἱεῖϲιν. ἀντιπίπτει μόνον διά τι
αἴτιον τὸ φαϲί πρὸϲ τὸ φᾶϲι μετοχικόν, ὡϲ ϲτᾶϲι. A.
157. τοιῇδ᾿ : ἕν ἐϲτι· διὸ προπεριϲπαϲτέον τὸ τοιῇδε. A.
159. ὧϲ: περιϲπαϲτέον τὸ ὧϲ ἀντὶ γὰρ τοῦ ὅμωϲ. A.
160. ἡμῖν: ὀρθοτονητέον τὴν ἡμῖν· ἔϲτι γὰρ ἐν ϲυμπλοκῇ διαϲταλτικῶϲ εἰλημμένη, ἡμῖν καὶ τοῖϲ τέκνοιϲ. ABL.
182. ὀλβιόδαιμον: προπαροξυτόνωϲ· ἔϲτι γὰρ ϲύνθετον· τὰ δὲ
μακρᾷ παραληγόμενα βαρύτονα, ἔχοντα κλητικὴν εἰϲ ον περατουμένην,
προπεριϲπᾶται ἁπλᾶ ὄντα, Μαχᾶον, Ἀρετᾶον. ϲύνθετα μέντοι ἀναδίδωϲι
τὸν τόνον, κυλλοπόδιον, Ποϲείδαον, ὀλβιόδαιμον. καὶ ἐπὶ τῶν
ἄλλων τῶν ϲυνθέτων τὸ αὐτό, λέγω δὲ τὸ Αὐτόμεδον καὶ Ἀγάμεμνον·
ταῦτα γὰρ πάλιν τὸν τόνον ἀνεβίβαϲε κατὰ κλητικήν, ἐπεὶ ϲύνθετα ἦν.
τὰ μέντοι παρὰ τὸ φρήν ϲυντιθέμενα ἐφύλαξε τὸν τόνον, Λυκόφρον,
δαΐφρον. ὅθεν ϲημειῶδεϲ ἐκεῖνο κατὰ κλητικήν «ἰὼ Λακεδαῖμον» Ἀριϲτοφάνηϲ
Ὁλκάϲιν· καὶ ϲύνθετον τὸ « ψευδόμενοί ϲε Παλαῖμον». A.
198. ὀΐων: Ἀρίϲταρχοϲ διϲυλλάβωϲ ὡϲ αἰγῶν καὶ Πτολεμαῖοϲ ὁ
Ἀϲκαλωνίτηϲ· Ἀριϲτόνικοϲ δὲ τριϲυλλάβωϲ, ὡϲ τὸ (Ι. ὅϲ τ᾿) ὀΐων μέγα
πῶϋ. ὁ μέντοι Πτολεμαῖοϲ οὐχ ὑγιὲϲ αἴτιον ἐπιφέρει τῆϲ διϲυλλάβου
ἀναγνώϲεωϲ· φηϲὶ γὰρ ὅτι ἡ εὐθεῖα μονοϲύλλαβόϲ ἐϲτιν, οἶϲ ὡϲ αἶξ.
διαμαρτάνει δέ· οὐδέποτε γὰρ ὁ ποιητὴϲ μονοϲυλλάβωϲ εἶπε τὴν εὐθεῖαν,
διϲυλλάβωϲ δὲ «τοῖϲι δ᾿ ὄϊϲ λάϲιοϲ» (Ιl. 125) καὶ «μῆλ᾿ ὄϊέϲ
τε καὶ αἶγεϲ» (Od. ι 184) καὶ «Πειρεϲίῃ δ᾿ ἀπάνευθεν ὄϊν» (Od. κ 524)
ἕνεκα δὲ μέτρου «οἰὸϲ ἀωτῷ» (Od. α 443) καὶ «οἰῶν τε βληχήν»
(Od. μ 266). ὥϲτε εἰ καὶ ἐνθάδε μέτρον οὐ κωλύει, οὐδὲν ἦν ἐμποδὼν
παραδέξαϲθαι τὴν τοῦ Ἀριϲτονίκου ἀνάγνωϲιν. καὶ γὰρ ἄλλωϲ
τὸ ὄϊϲ ἀναλογώτερον ἔϲται διϲύλλαβον ὂν τοῦ μονοϲυλλάβου· πολλὰ
γὰρ τὰ εἰϲ ιϲ λήγοντα ἐπ᾿ εὐθείαϲ, οὐδὲν δὲ εἰϲ οιϲ, ὅτι μὴ μόνον
τὸ οἶϲ καὶ παρὰ Ἀττικοῖϲ τὸ φθοῖϲ. A.
217. ὑπαί. ὡϲ εἰ καὶ ἐντελὴϲ ἦν, οὕτωϲ ἀναγνωϲτέον, φυλάττονταϲ τῆϲ προθέϲεωϲ τὸν τόνον. A.
219. ἀΐδρεϊ φωτὶ ἐοικώϲ: ἀΐδρεϊ προπαροξυτόνωϲ ὡϲ ἀπ᾿ εὐθείαϲ
τῆϲ ἄϊδριϲ· «χώρου ἄϊδριϲ ἐών» (Od. κ 282). ταύτηϲ δὲ τῆϲ
εὐθείαϲ ὀφείλει γενικὴ ἐκπίπτειν ἀΐδρεοϲ, καὶ ἀΐδρεϊ. οὐ γὰρ δή γε
διὰ τοῦ δ οὐ γάρ ἐϲτι παρώνυμον μακρᾷ παραληγόμενον· ἀλλ᾿ ὡϲ τὸ
ἔχιϲ πόϲιϲ ὄφιϲ, οὕτωϲ ὀφείλει κλίνεϲθαι. ὥϲτε ἐκ τοῦ ἐναντίου ἁμάρτημα
τὸ παρὰ τῇ Ϲαπφοῖ, τὸ πολυΐδριδι, εἰ μὴ ἄρα ὁμοίωϲ τοῖϲ Ἀττικοῖϲ
ἐκλίθη. ὁ γὰρ Ϲοφοκλῆϲ ἴδριδα ἔφη τὴν αἰτιατικήν, ὅ τε Φρύνιχοϲ
τὴν εὐθεῖαν ἴδριδεϲ. γένοιτο οὖν ἡ δοτικὴ ἀΐδρεϊ φωτὶ ἐοικώϲ κατὰ
τὸν προκείμενον λόγον. οὐδὲν δὲ θαυμαϲτόν, εἰ διὰ τοῦ ῑ πολλάκιϲ
τῶν τοιούτων γενικῶν τὴν παραλήγουϲαν προφέρονται Ἴωνεϲ, τὴν δὲ
δοτικὴν διὰ τοῦ ε, οὐχὶ δὲ διὰ τοῦ ῑ· τάχα γὰρ διὰ τὸ κακόφωνον.
ὁ γοῦν ποιητήϲ φηϲιν «εὐνήν τ᾿ αἰδομένη πόϲιοϲ» (Od. π 75), τῇ δὲ
δοτικῇ «χαριζομένη πόϲεϊ ᾧ» (Il. E 71). A.
236. ἰδέειν: οὐκ ἔϲτιν ἐντελὲϲ τὸ ἰδέειν, ἀλλὰ τοὐναντίον ἀπὸ τοῦ ἰδεῖν γέγονε κατὰ διάλυϲιν, ὥϲπερ ἀπὸ τοῦ εφρανεῖν τὸ εὐφρανέειν· οἱ γὰρ δεύτεροι ἀόριϲτοι καὶ μέλλοντεϲ οὐκ ἔχουϲι τὴν περιϲπωμένην ἀπὸ ἐντελείαϲ ὥϲπερ οἱ περιϲπώμενοι ἐνεϲτῶτεϲ. A.
239 et 240. — ἦ: ὁ μὲν πρῶτοϲ ἢ ϲύνδεϲμοϲ βαρύνεται, ὁ
δὲ δεύτεροϲ περιϲπᾶται, ἵνα τοιαύτὴ ἡ φράϲιϲ γένηται, ἢ οὐκ ἠκολούθηϲαν
ἦ ἠκολούθηϲαν μὲν οὐκ ἐθέλουϲι δὲ μάχην καταδύμεναι ἀνδρῶν. A.
240. νέεϲϲ᾿ ἐνὶ ποντοπόροιϲιν: Νικίαϲ οὐκ ἀναϲτρέφει. οὐ ϲυμφωνεῖ δὲ τὰ τῆϲ ἱϲτορίαϲ αὐτῷ. φαϲὶ γὰρ Ἀρίϲταρχον τοῖϲ κυριωτέροιϲ ϲυντάϲϲειν τὰϲ προθέϲειϲ. A.
280. μάρτυροι ἔϲτε: παροξύνεται τὸ ἔϲτε, ἵνα προϲτακτικὸν
γένηται ὁμοίωϲ τῷ φυλάϲϲετε· πιθανωτέρα γὰρ ἡ τοιαύτη ἀνάγνωϲιϲ·
πολλὰ γάρ ἐϲτι προϲτακτικὰ ὡϲ πρὸϲ τοὺϲ θεοὺϲ «Ζεῦ πάτερ, ἀλλὰ
ϲὺ ῥῦϲαι, ποίηϲόν τ᾿ αἴθρην, δόϲ τ᾿ ὀφθαλμοῖϲιν» (ΙΙ. P 645). ἀναγκαῖον
μέντοι ἐϲτὶ παραφυλάξαι ἐκεῖνο, ὡϲ ὅτι τὰ εἰϲ τε λήγοντα πληθυντικὰ
ὁριϲτικὰ καὶ προϲτακτικὰ ἀεὶ ὁμοτονεῖ ὑπεϲταλμένου τοῦ ἔϲτε,
οἶον λέγετε — ὅτι λέγετε, ἄγετε ὅτι ἄγετε. A.
316. χαλκήρεϊ: προπαροξυτόνωϲ· ἔϲτι γὰρ παραγωγὴ διὰ τοῦ
ηρηϲ, ἥτιϲ βαρύνεται, ξιφήρηϲ, ὀλιγήρηϲ, θυμήρηϲ, ἔνθεν τὸ «θυμῆρεϲ
κεράϲαϲα» (Od. 362). εἰ μέντοι γε τὸ ἄρω ἔγκειται ἐπὶ τούτου
καὶ διὰ τοῦ ᾱ ἡ ϲύνθεϲιϲ γένοιτο, καὶ ὀξεῖα τάϲιϲ ἐϲτίν· «ἔχει δ᾿ ἄλοχον
θυμάρεα» (Ιl. 1 336). ABL.
344. διαμετρητῷ: Ἀρίϲταρχοϲ περιϲπᾷ καὶ οἱ ἄλλοι καὶ οὕτωϲ ἔχει ἡ παράδοϲιϲ· καί ἐϲτι παραϲύνθετον τὸ γὰρ ῥῆμα ϲυντέθειται ἐν τῷ «χῶρον μὲν πρῶτον διεμέτρεον» (315). A.
354. ξεινοδόκον: παροξύνεται διὰ τὴν ἐνέργειαν. οὕτωϲ δὲ
πέφυκε τὰ παρὰ ῥῆμα ϲυντιθέμενα παροξύνεϲθαι μέν, ὅτε ἐνέργειαν
ὑπιϲχνεῖται, προπαροξύνεϲθαι δέ, ὅτε πάθοϲ, εἰ μὴ κανόνεϲ τινὲϲ κωλύοιεν
οὓϲ παρατίθεται ὁ Ἡρωδιανόϲ. ὥϲτε διαφέρειν τὸ λιθοβόλοϲ
τοῦ λιθόβολοϲ· τὸ μὲν γὰρ παροξυνόμενον ϲημαίνει τὸν λίθουϲ βάλιοντα,
τὸ δὲ προπαροξυνόμενον τὸν ὑπὸ λίθου βεβλημένον, ὡϲ παρ᾿
Εὐριπίδη ἐν Φοινίϲϲαιϲ (1069) «λιθόβολον εἷμα κατειργάϲω». A.
366. ἦ: περιϲπᾶται ὁ ἦ· βεβαιωτικὸϲ γάρ. A.
426. ἔνθα κάθιζ᾿ Ἑλένη: κάθιζ᾿: ϲυϲτέλλειν δεῖ τὸ ῑ καὶ προπαροξύνειν
τὸ κάθιζε. ὅϲα γὰρ παρψχημένου ῥήματα βραχυκατάληκτα
ἐνέλειψε χρόνῳ κατὰ τὸ ἄρχον, ταῦτα ϲυντιθέμενα ἀναδίδωϲι τὸν τόνον·
εἶχον ϲυνεῖχον· ἀλλ᾿ ἐπεὶ ἐγένετο ἔχε, ἀνεδόθη ὁ τόνοϲ «νὺξ δὲ μάλα
ϲτυγερὴ κάτεχ᾿ οὐρανόν (Od. ν 269). οὕτωϲ ἷζε κάθιζε «Νέϲτωρ τ᾿
αὐτὸϲ ἔφοζε» (Od. γ 411). A.
440. πάρα γὰρ θεοί εἰϲι καὶ ἡμῖν: ὀξυτονητέον τὴν παρά
πρόθεϲιν κατὰ τὴν ἄρχουϲαν. ἔϲτι δὲ οὐκ ἀναϲτροφή, ἀλλὰ καθ᾿
ὑπέρβατον κεῖται, διαλελυμένου τοῦ πάρειϲιν. εἰκότωϲ τινέϲ φαϲιν,
ὅτι αἱ προθέϲειϲ, ὅταν κατὰ διάλυϲιν λέγωνται πρὸϲ τὰ ἐπιφερόμενα,
φυλάϲϲουϲι τοὺϲ τόνουϲ «κατὰ ταῦρον ἐδηδώϲ» (ΙΙ. P 542) «κατὰ βοῦϲ
Ὑπερίονοϲ ἤϲθιον» (Od. α 8) «κἀνὰ δ᾿ ὁ πτολίπορθοϲ Ὀδυϲϲεὺϲ ἔϲτη»
(Ιl. B 278). ἐχρῆν οὖν καὶ τῆϲ παρά ἐνθάδε, εἰ πρὸϲ τὸ ἐπιφερόμενον
ϲυντάττεται, φυλάϲϲεϲθαι τὸν τόνον. πρὸϲ οὓϲ πιθανῶϲ ὑπαντητέον,
ὅτι ἐκεῖνα μέν, ἅπερ ἐτίθεντο, καὶ ἐν τῇ ϲυνθέϲει φυλακτικὰ
ἐγένετο τοῦ τόνου τῶν προθέϲεων, οἷον κατήϲθιον, κατεδηδώϲ. οὐ
γάρ τιϲ τῶν προθέϲεων τούτων ἐπὶ τὴν ἄρχουϲαν ϲυλλαβὴν ἑαυτῆϲ
μετεβίβαζε τὸν τόνον· τὸ δὲ πάρειϲι μετεβίβαζεν· ἔνθεν καὶ τὸ κατὰ
διάλυϲιν οὕτωϲ ἀναγινώϲκομεν. A.
446. ὥϲ ϲεο: ἐγκλιτικῶϲ ἀναγνωϲτέον· οὐ γὰρ ἀντιδιαϲτολὴ προϲώπου·
ἐκεῖνο δὲ ἐπὶ τοῦ Διὸϲ ὀρθοτονητέον «ὡϲ ϲέο νῦν ἔραμαι»
(Ξ 328). ἀντιδιαϲτολὴ γὰρ πρὸϲ ἄλλα πρόϲωπα. A.
2. μετὰ δέ ϲφιϲι. τὸ ϲφιϲι κατ᾿ ἔγκλιϲιν ἀναγνωϲτέον νῦν, ἱνα
εἰϲ ἁπλῆν ἀντωνυμίαν ἡ μετάληψιϲ γένηται. τοῦτο δὲ τὸ παρατήρημα
οἱ ἀπ᾿ Ἀριϲτάρχου παραγγείλαντεϲ διηνεκῆ τὴν ἀνάγνωϲιν οὐκ ἐφύλαξαν.
ἀληθὲϲ γάρ ἐϲτιν, ὅτι ἡ ϲφίϲιν ἐγκλιτικὴ οὖϲα εἰϲ ἁπλῆν μεταλαμβάνεται,
ὥcπερ καὶ ἐπὶ τοῦ «ἔτι γάρ ϲφιϲι κῦδοϲ ὀρέξω» (Ιl. Ρ 453). οὐ
μὴν ὀρθοτονουμένη πάντωϲ εἰϲ ϲύνθετον· ἔϲτι γὰρ ὅτε καὶ εἰϲ ἁπλῆν.
εἰϲ μὲν οὖν ϲύνθετον οὕπτωϲ «αἵ ἑ μετὰ ϲφίϲιν εἶχον» (Ιl. X 474), εἰϲ
ἁπλῆν δὲ οὕτωϲ· «τοὺϲ δ᾿ ἄναγον ζωοὺϲ ϲφίϲιν ἐργάζεϲθαι» (Od. ξ
272), «ϲφίϲι δ᾿ αὐτοῖϲ δαῖτα πένεϲθαι» (Od. δ 683). οὐ γὰρ δὴ καὶ
οἱ αἰχμάλωτοι ἄγονται ἑαυτοῖϲ ἐργάζεϲθαι, ἀλλ᾿ αὐτοῖϲ τοῖϲ ἄγουϲιν·
οὐδὲ οἱ μνηϲτῆρεϲ τὰ πρὸϲ τὴν δαῖτα ἑαυτοῖϲ παρεϲκεύαζον, ἕτεροι δὲ
αὐτοῖϲ. AB.
3. νέκταρ ἐᾠνοχόει: διαφόρουϲ δόξαϲ ἐκτίθεται ἐν τῇ προϲψδίᾳ
ὁ Ἡρωδιανόϲ, ᾗ δὲ ἀρέϲκεται, αὕτη ἐϲτίν. ἔθοϲ ἐϲτὶ τῷ ποιητῇ
ἀποβάλλειν πολλάκιϲ τὸ κατ᾿ ἀρχὴν ε ἐπὶ τῶν παρῳχημένων, ἔϲθ᾿ ὅτε
δὲ καὶ πλεονάζειν. πρόδηλοι δὲ αἱ χρήϲειϲ· «ϲτῆϲε δ᾿ ἐν Ἀμνιϲῷ»
(Od. τ 188) «ϲκῆπτρον μέν τοι δῶκε» (Il. 38) τὸ γὰρ ἐντελὲϲ «τῷ
δ᾿ ἕτερον μὲν ἔδωκεν» (Il. Π 250). οὕτωϲ οὖν καὶ ἐκ τοῦ ἐναντίου·
τὸ μὲν γὰρ ἀκόλουθόν ἐϲτι κίνημα ἀπὸ τοῦ οἴγω ᾦγεν κατὰ παρατατιόν
«τὴν δ᾿ οὐ θεὸϲ ἄλλοϲ ἀνῷγεν᾿» (Ιl. Ξ 168) ἀλλὰ τὸ κατὰ πλεονοϲμὸν
τοῦ ε· «χηλοῦ δ᾿ ἄπο πῶμ᾿ ἀνέῳγεν» (ΙΙ. Π 221). καὶ ἀπὸ
τοῦ ἁνδάνω ἥνδανεν «ἀλλ᾿ οὐκ Ἀτρείδῃ Ἀγαμέμνονι ἥνδανε» (Il. A 24)
γάρ φηϲιν «ᾠνοχόει δ᾿ υἱὸϲ Μενελάου» (Od. o 141), ὅπερ κατὰ πλεοναϲμὸν
τοῦ ε ἀκολούθωϲ πάλιν ἀπεφήνατο «νέκταρ ἐῳνοχόει». A.
26. πῶϲ ἐθέλειϲ ἅλιον: δαϲυντέον τὸ ἅλιον· παρὰ γὰρ τὴν
ἁλόϲ γενικὴν κτητικῶϲ μετήχθη. ϲημαντικὸν δέ ἐϲτι τοῦ ματαίου, ἐπεὶ
οὐκ εὔχρηϲτον εἰϲ πόϲιν τὸ θαλάϲϲιον ὕδωρ. τὸ γοῦν ἐναντίον πότιμον
καὶ ποταμόϲ λέγεται. A.
27. ἱδρῶθ᾿: αἰτιατική ἐϲτι κατ᾿ ἔκθλιψιν εἰλημμένη· ἔνθεν προπεριϲπῶμεν
ὀξύνεται γὰρ ἡ εὐθεῖα ὁμοίωϲ τῷ εὐρώϲ. τὸ δὲ ἴδ ρωϲα
οὐκ ἀναγκαῖον ϲυϲτέλλειν· δύναται γὰρ ἐκτείνεϲθαι καὶ μηδὲν λυμαίνεϲθαι
τῷ μέτρῳ. ἔφαμεν δὲ τὸν ποιητὴν ἀδιαφόρωϲ καὶ φυλάϲϲειν τὸν
χρόνον τῶν παρῳχημένων καὶ ἀποβάλλειν. δύναται μέντοι καὶ ἱδρῶ
τε εἶναι τὸ πλῆρεϲ, ἐπεὶ ϲύνηθεϲ αὐτῷ οὕτωϲ τὴν αἰτιατικὴν προφέρεϲθαι
«ἱδρῶ ἀπεψύχοντο» (Il. Λ 621). A.
43. ἐγὼ ϲοί: ὀρθοτονητέον τὴν ϲοί. δύναται γὰρ ἀντιδιαϲτολὴ εἶναι. A.
46. περὶ κῆρι: περιϲϲῶϲ τῷ κέαρι. τὸ περί φυλάϲϲει τὸν τόνον, ὅτε ϲημαίνει τὸ περιϲϲῶϲ, ὁμοίωϲ τῷ «ὡϲ περὶ μὲν νόον ἐϲτί, περὶ δ᾿ ἱρὰ θεοῖϲιν» (Od. α 66). τὸ δὲ κῆρι οὐδέτερον ὅταν ᾖ, προπεριρεϲθαιπᾶται. ἐκ γὰρ τοῦ κέαρι ϲυνήλειπται, ὅταν δὲ θηλυκὸν ᾖ, ὀξύνεται. ἐνθάδε δὲ οὐδέτερόν ἐϲτι. προπεριϲπαϲθήϲεται ἄρα. A.
53. πρὸ τέλουϲ ἡ ὀξεῖα τοῦ διαπέρϲαι, ἵν᾿ ᾖ ἀπαρέμφατον ἀντὶ προϲτακτικοῦ. A.
94. τλαίηϲ κεν Μενελάῳ ἐπιπροέμεν ταχὺν ἰόν: ἐπιπροέμεν:
Ἀρίϲταρχοϲ ἀναϲτρέφει, ἴνα τὸ ἑξῆϲ γένηται ἐπὶ Μενελάῳ,
ὡϲ καὶ ἐπ᾿ ἐκείνου «ἦ καὶ ἐπ᾿ Ἀντινόῳ ἴθυνεν» (Od. χ 8). Μενεκράτηϲ
δὲ ὁ Μιλήϲιοϲ ὑφ᾿ ἕν, ἐπιπροέμεν, ὁμοίωϲ τῷ ἐπιπροΐηλε καὶ ἐπιπροέηκε,
ἵν᾿ ἔμφαϲιϲ μᾶλλον γένηται. A.
97. τοῦ κεν δὴ πάμπρωτα παῤ ἀγλαὰ δῶρα φέροιο.
πάμπρωτα παῤ ἀγλαά: τινὲϲ ἀναϲτρέφουϲι τὴν παρά, κακῶϲ· οὐδέποτε
γὰρ ἀναϲτρέφεται πρόθεϲιϲ γενικῇ ϲυνταϲϲομένη πτώϲει· ἔϲτι
γὰρ τὸ ἑξῆϲ παραφέροιο. AL.
99. πυρῆϲ ἐπιβάντ᾿: οὐκ ἀναγκαῖον ἀναϲτρέφειν, ἵνα γένηται τὸ ἑξῆϲ ἐπὶ πυρῆϲ βάντα· ἔμφαϲιϲ γὰρ γίνεται, τῇ μετοχῇ εἰ ϲυνταγείη ἡ πρόθεϲιϲ. A.
109. De quantitato in κέρα hic ampla Herodiani nota fuit, ut. intelligitur ex Λ 385.
126. ἐπιπτέϲθαι: παροξυτονητέον· ἔϲτι γὰρ μέϲοϲ δεύτεροϲ
ἀόριϲτοϲ, ὁμοίωϲ τῷ «τότ᾿ ἂν οὔ τοι ἀποϲχέϲθαι» (Od. ι 211), καὶ τὸ
ἁπλοῦν αὐτοῦ ἐϲτὶ πτέϲθαι. πᾶν δὲ ἀπαρέμφατον ϲυντιθέμενον φυλάϲϲει
τὸν αὐτὸν τόνον. A.
138. τὸ ἔρυτο ψιλοῦται καὶ προπαροξύνεται· οὕτωϲ Ἀρίϲταρχοϲ,
καὶ ἐπείϲθη αὐτῷ ἡ παράδοϲιϲ. δύναται δὲ καὶ προπεριϲπᾶϲθαι. ἔϲτι
γάρ τι ῥῆμα ἐρύω. τούτου ὁ παρατατικὸϲ παθητικὸϲ γίνεται εἰρυόμην,
τὸ τρίτον εἰρύετο, ὃ ἐν ϲυναλοιφῇ καὶ ἐνδείᾳ τοῦ ῑ ἐγένετο ἐρῦτο. A.
151. ὡϲ δὲ ἴδεν νεῦρόν τε: ἴδεν: ϲυϲταλτέον τοῦ ἴδὲ τὸ ῑ,
ὁμοίωϲ τῷ «οὐκ ἴδον, οὐ πυθόμην» (Od. ψ 40). εἰϲὶ δὲ οἳ ἀναγινώϲκουϲιν
«ὡϲ δ᾿ εἶδεν νεῦρόν τε», ὁμοίωϲ τῷ «ὡϲ εἶδεν δύο φῶτε»
(Il. E 572), οὐχ ὑγιῶϲ. ἐνθάδε γὰρ οὐκ ἄλλωϲ δυνάμεθα ἀναγνῶναι
ἢ φυλάϲϲοντεϲ τὴν ει δίφθογγον. ἐπὶ δὲ τούτων παραφύλαξαι, ὅτι
ὅταν ἡ προκειμένη λέξιϲ εἰϲ τὸ ε καταλήγῃ, ἤτοι διαϲτέλλει τὸ ῑ ἀπ᾿
αὐτῆϲ μετὰ ϲυϲτολῆϲ, ἢ ἔκθλιψιν ποιεῖται τοῦ ε, ἔκθλιψιν μὲν οὕτωϲ
«τὸν δ᾿ ἴδεν Αἰνείαϲ» (Ιl. E 166) καὶ «νῦν δ᾿ ἴδεν ὃϲ μέγ᾿ ἄριϲτοϲ
(Ιl. B 82), διαϲτολὴν δὲ οὕτωϲ μετὰ ϲυϲτολῆϲ «τὴν δὲ ἴδεν προμολοῦϲαν»
(Ιl. 382) καὶ «τὸν δὲ ἴδεν Κάδμου θυγάτηρ» (Od. ε 333). οὕτωϲ
οὖν καὶ ἐνθάδε. A.
212. περὶ δ᾿ αὐτὸν ἀγηγέραθ᾿ ὅϲϲοι ἄριϲτοι Κύκλοϲ’:
Ἀρίϲταρχοϲ μὲν ὀνοματικῶϲ, ἵν᾿ ᾖ ἀγηγέρατο κύκλοϲ, ὁμοίωϲ τῷ « ἀγρόμενοι
πᾶϲ δῆμοϲ» (Ιl. 166) τοιοῦτο γὰρ βούλεται ϲημᾶναι, κύκλοϲ
γενόμενοι. Νικίαϲ δὲ καὶ ὁ Ἀϲκαλωνίτηϲ κυκλόϲε, ὡϲ «πόϲε φεύγετε»
(Il. Π 422). ὅπερ καὶ πιθανώτερον. οὐ γὰρ δύναται ἐντελὴϲ εἶναι ἡ
ϲύνταξιϲ τοῦ Ἀριϲτάρχου, ἀγηγέρατο κύκλοϲ· λείπει γάρ τι. διὸ ὁ Ἀρίϲταρχοϲ
ἔξωθεν προϲτίθηϲι τὸ γενόμενοι· εἰ δὲ προϲτίθηϲιν, ἄμεινον
αὐτόθεν ἀναγινώϲκειν κυκλόϲε· τοιοῦτο γὰρ τὸ ἐπίρρημα τὴν προκειμένην
ϲχέϲιν ϲημαῖνον. εἰ δέ τιϲ λέγοι, διὰ τί γὰρ τὸ ἀγρόμενοι πᾶϲ
δῆμοϲ εὐπαράδεκτόν ἐϲτιν, οὐκέτι δὲ τὸ ἀγηγέρατο κύκλοϲ, ἴϲτω ὅτι
τὸ δῆμοϲ τῇ μὲν φωνῇ ἑνικόν ἐϲτι, τῷ δὲ ϲημαινομένῳ πληθυντικόν·
τῷ οὖν ϲημαινομένῳ ἡ ϲύνταξιϲ ἐγένετο, ὡϲ καὶ ἐπὶ τοῦ «ἡ πληθὺϲ
ἐπὶ νῆαϲ Ἀλχαιῶν ἀπονέοντο» (Il. Ο 305). οὔ γε μὴν ὁ κύκλοϲ ἔχεται
τούτου τοῦ ϲημαινομένου· διὸ οὐδὲ ἐντελὴϲ ἡ τοιαύτη ϲύνταξιϲ ἐπ᾿
αὐτῷ δύναται γενέϲθαι. A.
222. κατὰ τεύχε᾿ ἔδυν: ϲυϲταλτέον τὸ ἔδυν πληθυντικὸν γάρ ἐϲτι
λῆξιν τὴν αὐτὴν τῇ παραληγούϲῃ τῆϲ γενικῆϲ τῆϲ κατὰ τὴν μετοχήν,
ἔϲτηϲαν ἔϲταν, ϲτάντοϲ γάρ· ἔβηϲαν ἔβαν, βάντοϲ γάρ· ἐκοϲμήθηϲαν
ἐκόϲμηθεν, κοϲμηθέντοϲ γάρ· «φάνεν δὲ οἱ εὐρέεϲ ὦμοι» (Od. ϲ 68),
φανέντοϲ γάρ· ἔφυμεν, ἔφυτε, ἔφυϲαν ἔφυν, ἐπεὶ φύντοϲ· ἔδυμεν,
ἔδυτε, ἔδυϲαν ἔδυν, ἐπεὶ δύντοϲ. περὶ δὲ τοῦ «τῆϲ δ᾿ ἦν τρεῖϲ κεφαλαί»
(Hesiod. Th. 321) ἐν τοῖϲ περὶ ῥήματοϲ ἐροῦμεν. τὸ μέντοι γε
ἔδυν ἑνικὸν ἐκτείνεται, ἐπεὶ πᾶϲ δεύτεροϲ ἀόριϲτοϲ ἐπὶ τῶν εἰϲ μι
μακροκατάληκτόϲ ἐϲτιν, ἔγνων, ἑάλων, ἐξέτρων, ἔτλην, ἔϲτην, ἔδην,
ἔφην. ἔφυν ἄρα καὶ ἔδυν. AB.
228. Πειραΐδαο: ἐν τέϲϲαρϲι ϲυλλαβαῖϲ προφέρεται τὴν εὐθεῖαν
τοῦ πατρωνυμικοῦ, καὶ οἱ ἄλλοι. Τυραννίων δὲ τριϲυλλάβωϲ, λέγων
ὡϲ ὅτι οὐδὲν πατρωνυμικὸν παρὰ τῷ ποιητῇ ἔχει πρὸ τέλουϲ διεϲταλμένον
τὸ ῑ ἀπὸ ἑτέρου φωνήεντοϲ, οἷον Πανθοίδηϲ, Βοηθοίδηϲ Πηλείδηϲ·
οὐδ᾿ ἄρα τοῦτο. ὑπὲρ δὲ τοῦ τετραϲυλλάβωϲ ἀναγινώϲκειν ἔχομεν
ἐκεῖνο λέγειν, ὡϲ ὅτι ἐντελέϲ ἐϲτι τὸ κατὰ διάλυϲιν τοῦ ῑ, καὶ ὅτι οὐκ
ἔχομεν τοιοῦτό τι πατρωνυμικόν, ὃ κατὰ ϲύλληψιν ἐξηνέχθη τοῦ ᾱ καὶ
τοῦ ῑ πρὸ τέλουϲ. παρὰ τὸ Πείραιοϲ οὖν Πειραΐδηϲ ἐγένετο. A.
235. οὐ γὰρ ψεύδεϲϲι πατὴρ Ζεὺϲ ἔϲϲετ᾿ ἀρωγόϲ: Ἀρίϲταρχοϲ
ἐπιθετικῶϲ ἀναγινώϲκει ψευδέϲι ὡϲ ϲαφέϲι· τοῦτο γάρ φηϲι
θέλει δηλοῦν, οὐ γὰρ τοῖϲ ψεύϲταιϲ Τρωϲὶ βοηθεῖ ὁ Ζεύϲ. εἰ δὲ τὸ
πρᾶγμα ἠβουλόμεθα παραλαβεῖν, ψεύδεϲιν ἀνέγνωμεν ὡϲ βέλεϲιν, ἵν᾿
ἀπ᾿ εὐθείαϲ ᾖ ἡ κλίϲιϲ» «ψεῦδοϲ δ᾿ οὐκ ἐρέει» (Od. γ 20). οὕτωϲ δὲ
καὶ Πτολεμαῖοϲ ὁ Ἀϲκαλωνίτηϲ ϲυγκατατιθέμενοϲ Ἀριϲτάρχῳ. ὁ μέντοι
Ἑρμαππίαϲ προϲηγορικὸν ἀναγινώϲκει ψεύδεϲιν ὡϲ τείχεϲιν, ἐπεὶ οὐδέποτε,
φηϲίν, οἶδεν ὁ ποιητὴϲ ἁπλοῦν τὸ ψευδήϲ, ἐν δὲ ϲυνθέτῳ φιλοψευδήϲ
(Il. Μ 164) ἀψευδήϲ (Ιl. 46), ἢ οἶδεν ἑτέρωϲ λετόμενον τὸ
«ψεῦϲταί τ᾿ ὀρχηϲταί τε» (Ιl. 261). ϲυνεχῶϲ δὲ τὸ ψεῦδοϲ «ὦ γέρον
οὔ τι ψεῦδοϲ» (Ιl. I 115), « ψεῦδοϲ δ᾿ οὐκ ἐρέει» (Od. γ 20),
«ἴϲκε ψεύδεα πολλά» (Od. τ 203). AV.
243. ἕϲτητε: Πτολεμαῖοϲ ψιλοῖ, ἐπεὶ γίνεται ϲτῆτε, τὸ δὲ ἀποπῖπτον
ε ψιλοῦται. καὶ ἀληθεύει. ἐνθάδε μέντοι γε οὐκ ἔϲτιν, ἀλλ᾿ ἐκ
τοῦ ἕϲτατε ἔκταϲιϲ ἐγένετο τοῦ ᾱ εἰϲ η· ϲτάτε δὲ οὐ γίνεται. ἔνθεν
δύναται δαϲύνεϲθαι· τὸ γὰρ αὐτό ἐϲτι τῷ ἑϲτήκαμεν τὸ ἕϲτατε. A.
308. πόλεαϲ: οὕτωϲ Ἀρίϲταρχοϲ προπαροξύνει, καὶ ἐπὶ τῶν
πιθανὸν οὖν ἐϲτιν ἐκδέξαϲθαι ἐνθάδε ἐπὶ τῶν πόλεων τὸ ϲημαινόμενον,
ἐπεὶ καὶ τείχεα ἐπιφέρει. A.
319. κατέκταν μετὰ τοῦ ν αἱ Ἀριϲτάρχου, καὶ ἐν ἐκτάμϲει τοῦ
ᾱ Δωρικῇ οὔϲῃ ὡϲ ἔβαν ἐγώ. ἡ γὰρ χρῆϲιϲ τοιαύτη ἦν παρὰ Ἀττικοῖϲ·
παρὰ γὰρ τὸ κτῶ καὶ κτῆμι κινήματα ἱκανὰ ἐξέπιπτεν· δεύτεροϲ
μὲν αὐτὸϲ ἀόριϲτοϲ, ὀφείλων εἶναι κοινῶϲ ἕκτην, γινόμενοϲ δὲ κατὰ
Δωρίδα ἔκταν, ὃϲ ἐν χρήϲει ὁρᾶται Ἀττικοῖϲ. Εὐριπίδηϲ Πλειϲθένει
«οὐ τὸν ϲὸν ἔκταν πατέρα πολέμιόν γε μήν᾿». Αἰϲχύλοϲ δὲ Παλαμήδει·
«τίνοϲ κατέκταϲ ἕνεκα παῖδ᾿ ἐμὸν βλάβηϲ» καὶ ἐν Ϲεμέλῃ ἢ ὑδροφόροιϲ
«Ζεὺϲ ὃϲ κατέκτα τοῦτον». ἐπίϲταται ὁ ποιητὴϲ καὶ τὸ πληθυντκὸν
πρώτου ἀορίϲτου παθητικοῦ κατὰ ϲυγκοπὴν «οὐδέ τιϲ Αἰγίϲθου, ἀλλ᾿
ἔκταθεν ἐν μεγάροιϲι» (Od. δ 537), καὶ μέϲον δεύτερον ἀόριϲτον «Τεῦκρε
πέπον δὴ νῶϊν ἀπέκτατο πιϲτὸϲ ἑταῖροϲ» (Ιl. Ο 437), ᾧ ἀκόλουθον
ἀπαρέμφατον τὸ «κτάϲθαι τε πολίταϲ» (ib. 558)· μετοχαί τε ϲημαίνουϲαι
τὸ κτῆμι, ἥτε κτάϲ καὶ κτάμενοϲ, ἀπαρέμφατόν τε ἐνεργητικὸν τὸ
κτάμεναι. ὑγιῶϲ ἄρα Ἀρίϲταρχοϲ ἔκταν γράφει ὡϲ ἔκταν (imo ἔβαν ut
supra, Aiax 868) ἐγώ. A.
346. δαϲυντέον τὸ μελιἡδέοϲ. A.
404. μὴ ψεύδε᾿: τὸ πλῆρέϲ ἐϲτι μὴ ψεύδεο· ἀρκεῖ οὖν ἡ ὀξεῖα. A.
412. τέττα ϲιωπῇ ἧϲο (cf. Ζ 336, 0 10. 245, 84): δαϲυν
τέον τὸ ἧϲο. A.
423. ζεφύρου ὕπο κινήϲαντοϲ: Πτολεμαῖοϲ ὁ τοῦ Ἀριϲτονίκου καὶ Νικίαϲ καὶ Τυραννίων ἀναϲτρέφουϲιν· οἱ δὲ ἄλλοι παρέλκειν φαϲὶ τὴν πρόθεϲιν, ἔνθεν καὶ φυλάϲϲεται ὁ τόνοϲ ὁμοίωϲ τῷ «ἔϲκεν ὑφηνίοχοϲ» (ΙΙ. Ζ 19) καὶ «Ποειδάωνοϲ ὑποδμώϲ» (Od. δ 386). A.
452. χείμαρροι: Πτολεμαῖοϲ ὁ Ἀϲκαλωνίτηϲ παροξύνει, ἐπεὶ τὸ
ἑνικόν ἐϲτι χειμάρρουϲ, Νικίαϲ δὲ ὡϲ εὔζωνοι, καὶ μήποτε πιθανώτερον,
ἵνα ἐκ τοῦ χειμάρροοϲ ᾖ γεγονόϲ, εἴγε μᾶλλον ἐντελέϲτερον οἶδε τὸ
ἑνικὸν ἐν τῇ ϲυνθέϲει ἤπερ τὸ ϲυνηλιμμένον· «ὅϲϲουϲ Ἑλλήϲποντοϲ
ἀγάρροοϲ» (Ιl. B 845), «ϲτήῃ ἐπ᾿ ὠκυρόῳ ποταμῷ» (Ιl. ε 598), «ἐϲ
ποταμὸν εἰλεῦντο βαθύρροον» (Ιl. Φ 8), « ἀψορρόου Ὠκεανοῖο» (Ιl.
399). ϲπανίωϲ δὲ τὸ ἕτερον· χειμάρρουϲ κατ᾿ ὄρεϲφιν ὄπϲεν» (Il. Λ
493), «ποταμῷ πλήθοντι ἐοικὼϲ χειμάρρῳ» (Il. Ε 87). τὸ μέντοι γε
ἁπλοῦν ἀεὶ ἐντελῶϲ ἀποφαίνεται ῥόοϲ «ὤθει δ᾿ ἐν ϲάκεϊ πίπτων ῥόοϲ»
(ΙΙ. Φ 241). A.
483. ἐν εἱαμενῆ: δαϲυντέον ἀπὸ τῆϲ ἕϲεωϲ. A. cf. Ο 631.
497. ἀμφὶ ἕ: δαϲυντέον τὸ ε καὶ ὀρθοτονητέον· μεταλαμβάνεται γὰρ εἰϲ ϲύνθετον. A.
534. οἵ ἑ: ἐγκλιτικῶϲ ἀναγνωϲτέον, ἵνα εἰϲ ἁπλῆν ἀντωνυμίαν ἡ μετάληψιϲ γένηται. A.
9. Δ Δάρηϲ: ὡϲ Χάρηϲ. ὁμολογεῖ καὶ ἡ γενική· Δάρητοϲ γὰρ ὡϲ
Χάρητοϲ. εἰ γὰρ ὠξύνετο, ἡ γενικὴ ἐγίνετο Δαροῦϲ ὡϲ ϲαφοῦϲ, ὅτι
τὰ εἰϲ ηϲ διϲύλλαβα ὀξύτονα, ἕν ἔχοντα ϲύμφωνον, εἰϲ ϲυϲ περατοῦται
κατὰ τὴν γενικήν, ϲαφοῦϲ, πρηνοῦϲ, πρυλοῦϲ, φραδοῦϲ «φραδέοϲ
νόου ἔργα» (Ιl. Ω 354). τοιαύτη ἄρα ἐγίνετο καὶ ἡ τοῦ προκειμένου
ὀνόματοϲ κλίϲιϲ. περὶ δὲ τοῦ ψιλῆτοϲ παῤ Αἰϲχύλῳ καὶ τοῦ «Κουρῆτέϲ
τ᾿ ἐμάχοντο» (Ιl. 1 529) καὶ τοῦ κριτήϲ ἐν τοῖϲ περὶ ὀνομάτων
ἀποδώϲομεν τὸν λόγον. γέγονε δὲ τὸ Δάρηϲ ἤτοι παρὰ τὸ δείρω καὶ
ἐκδείρω (ἐοικὸϲ γὰρ ἱερεῖ), καὶ ἐχρῆν γε αὐτὸ εἶναι Δέρηϲ ὡϲ Φέρηϲ·
ἐτράπη οὖν τὸ ἕ εἰϲ ᾱ ἢ παρὰ τὸ δαίω τὸ καίω ἐν πλεοναϲμῷ
τοῦ ρ. A.
19. μεταμάζιον: οὕτωϲ μεταμάζιον ἓν ποιητέον ὡϲ τὸ μετάφρενον
καὶ ἐνώπιον. παρῆκται δὲ παρὰ τὸ μαζόϲ καὶ τὴν μετά, ὡϲ
παρὰ τὸ χθονόϲ καὶ τὴν ἐπί ἐπιχθόνιοϲ, παρὰ ποταμόν παραποτάμιοϲ.
γίνεται γὰρ καὶ ἀπὸ δύο λέξεων κατὰ παράθεϲιν ἕν τι παραγωγόν, ὡϲ
τὸ Νεαπολίτηϲ καὶ ἄλλα μυρία. A.
31. Ἆρεϲ Ἄρεϲ: Ἰξίων τὸ δεύτερον ὀξύνει, ἵν᾿ ᾖ ἀντὶ τοῦ βλαπτικέ· οὐδέποτε γὰρ κλητικὴ ἀναδιπλαϲιάζεται παρὰ τῷ ποιητῇ. οὐχ οὕτωϲ δὲ ἔχει ἡ παράδοϲιϲ. AB.
39. δαϲυντέον τὸ Ἁλιζώνων· οὔ (οὕτω corrigit Βekker) γὰρ
ἱϲτοροῦνται λεγόμενοι. A.
39. Ὁδίον: πρὸ τέλουϲ ἡ ὀξεῖα ἐπεὶ κύριόν ἐϲτιν· τὸ δὲ προϲηγορικὸν
ὅδιοϲ ὡϲ ϲκότιοϲ. βούλονται γὰρ τὰ τοιαῦτα τριβράχεα ἐπὶ
κυρίων μὲν παροξύνειν, ἐπὶ δὲ προϲηγορικῶν προπαροξύνειν, Τυχίοϲ
Δολίοϲ, κἂν μὴ ϲχῇ διαϲτολήν, ὡϲ τὸ Χρομίοϲ. Πτολεμαῖοϲ μέντοι γε
κἀν τῇ Ὀδυϲϲείᾳ (θ 370) ἀνεγίνωϲκεν «Ἀλκίνοοϲ δ᾿ Ἁλίον» πρὸ τέλουϲ
ποιῶν τὴν ὀξεῖαν. ἔϲτι μέντοι γε διαπεφευγότα τινά, ὡϲ τὸ Ἄνιοϲ
καὶ Εὐφορίωνοϲ Ξένιοϲ (v. Mein. Anal. Alex. 23) καὶ ἐν τῇ ϲυνηθείᾳ
τὸ Κρόνιοϲ. A.
43. Φαῖϲτον: προπεριϲπᾶται τὸ Φαῖϲτον ἐπὶ τοῦ ἥρωοϲ, ἐπὶ δὲ
τῆϲ πόλεωϲ ὀξύνεται «ἐϲ Φαιϲτόν, μικρὸϲ δὲ λίθοϲ (Od. γ 296). B.
54. οὕτωϲ ἑκηβολίαι ὡϲ εὐϲτοχίαι. ἔφαμεν γὰρ ὅτι τὸ ἀναδιδόναι τὸν τόνον τῶν μεταγενεϲτέρων ἐϲτὶν Ἀττικῶν, ὅτε περὶ τοῦ «πῇ δὴ ϲυνθεϲίαι» (Il. Β 339) διελαμβάνομεν. A.
64. οἷ τ᾿ αὐτῷ: ἡ οἷ ὀρθοτονεῖται νῦν διὰ τὴν ἀρχήν, οὐ πάντωϲ δὲ εἰϲ ϲύνθετον μεταληφθήϲεται. ἔτι δὲ ϲυνεπέπλεκτο. ὅμοιον δέ ἐϲτι τὸ «ἀλλὰ τόδ᾿ ἠμὲν ἐμοὶ πολὺ κάλλιον ἠδὲ οἷ αὐτῷ (Ιl. Ο 226). A.
69. Πήδαιον: Ἀρίϲταρχοϲ ὡϲ Πήδαϲον, καὶ ἐπεκράτηϲεν. καὶ
ἴϲωϲ ἔχει ἀφορμὴν τοιαύτην, ὡϲ πολλάκιϲ τὰ τοιαῦτα τρίτην ἀπὸ τέλουϲ
ἔχει τὴν ὀξεῖαν, εἰ ῥῆμα αὐτῶν προκατάρχοι, ὥϲπερ ἔχουϲι τὸ
βέβαιοϲ (παρὰ γὰρ τὸ βέβηκα), ὡϲ τὸ Φίλαιοϲ, τὸ Νίκαιοϲ, τὸ Τίμαιοϲ.
τοιοῦτον οὖν καὶ Πήδαιοϲ. οὐ γάρ, ὡϲ οἴεται ὁ Ἅβρων, παρὰ τὴν
πῆδον (sic)· ἐοικὸϲ γὰρ μᾶλλον ἥρωϊ παρὰ τὸ πηδᾶν ἐϲχηματίϲθαι. A.
76. Εὐαιμονίδηϲ: ψιλοῖ ὁ Ἀϲκαλωνίτηϲ, ἵνα κύριον γένηται ὥϲπερ καὶ τὸ Φίλιπποϲ καὶ Μελάνιπποϲ. ἔϲτι μὲν οὖν 5 λέγει πιθανὸν (διὰ τοῦτο γοῦν καὶ τὸ πολύμνια πῇ μὲν ψιλοῦμεν πῇ δὲ δαϲύνομεν, καὶ τὸ Εὐρύαλοϲ, Ἀγχίαλοϲ)· οὔ γε μὴν ἀληθέϲ· εὑρέθη γὰρ τὸ Πάνὁρμοϲ δαϲυνόμενον, καὶ Ἔφιπποϲ ὁ κωμικόϲ. A.
99. τὸ γυαλον ὅταν ἐπίθετον ᾖ ὀξύνεται «εὖτ᾿ ἂν ὁ παῖϲ ἀπὸ μὲν γυαλὸν λίθον ἀγκάϲαϲθαι». A.
100. ἀντικρύ: ὀξύνεται καὶ ἐκτείνεται· ὅταν δὲ ἔχῃ τὸ ϲ, ϲυϲτέλλεται καὶ βαρύνεται. τὸ δὲ αἴτιον ἐν τῷ περὶ ἐπιρρήματοϲ ἐροῦμεν. A.
130. ἐνθάδε βούλονται τοῦ ἀντικρύ τὴν τελευταίαν ϲυϲτέλλειν
διὰ τὸ μέτρον. A.
138. αὐλῆϲ ὑπεράλμενον Διονύϲιοϲ ἀναϲτρέφει τὴν ὑπέρ. ὁ δὲ Ἀϲκαλωνίτηϲ ἓν ἐποίει, ὃ καὶ πυθανώτερον. A.
158. χηρωϲταί: ὡϲ ἀθληταί. οὕτωϲ καὶ ὁ Ἀϲκαλωνίτηϲ· τὰ γὰρ
εἰϲ τηϲ λήγοντα ῥηματικὰ ὑπὲρ δύο ϲυλλαβάϲ, φύϲει μακρᾷ παραληγόμενα,
ὀξύνεται, τορευτήϲ, βραβευτήϲ, ἀθλητήϲ, ποιητήϲ, ὀρχηϲτήϲ,
χρυϲωτήϲ. οὕτωϲ οὖν καὶ παρὰ τὸ «ἑεδνώϲαιτο θύγατρα» (Od. β 53)
τὸ ἑεδνωτήϲ, καὶ παρὰ τὸ «χήρωϲαϲ δὲ γυναῖκα (Ιl. P 36) τὸ χηρωϲτήϲ.
μάχεται τὸ κυβερνήτηϲ· τὸ γὰρ ἀήτηϲ ἄλλωϲ γέγονε. (An ab
ἀήτη?) τὸ δὲ παρὰ Ϲοφοκλεῖ ἐν Ἀλεξάνδρῳ «ϲτείχων δ᾿ ἀγρώϲτην
ὄχλον» παρώνυμον. A.
164. ἀἕκονταϲ: ϲτέρηϲίϲ ἐϲτι τοῦ ἑκόντα τὸ ἀέκοντα. διὸ δαϲυντέον τὸ ε. πταίει οὖν Νικίαϲ ψιλῶν τὸ ε· οἴεται γὰρ τῷ ἄκοντα ἐπεντίθεϲθαι τὸ ε. ὅπερ οὐκ ἔϲτι· τὸ γὰρ ἄκοντα ϲυναλοιφή ἐϲτι τοῦ ἀέκοντοϲ. διὰ τί δὲ τὸ ᾱ ἐψιλώθη, ἐν ἑτέροιϲ ἔφαμεν. (e. g. A 301). A.
178. χαλεπὴ δὲ θεοῦ ἐπι μῆνιϲ: Ἀρίϲταρχοϲ παρολκὴν οἴεται
τῆϲ ἐπί, ὁμοίωϲ τῷ ἐπιϲμυγερῶϲ (Od. γ 195) καὶ «βοῶν ἐπιβουκόλοϲ
ἀνήρ» (ib. 422). ὅταν δὲ παρέλκῃ ἡ πρόθεϲιϲ, οὐ ποιεῖται ἐξαλλαγὴν
202. φορβῆϲ: ὡϲ τροφῆϲ· τὰ γὰρ εἰϲ η λήγοντα θηλυκὰ μετὰ
ϲυμφώνου διϲύλλαβα ὀξύνεται, τῷ ο παραληγόμενα, εἰ γένοιτο ἀπὸ
ῥημάτων τῷ παραληγομένων μόνῳ·, οἷον ϲτρέφω ϲτροφή, τροπή,
ῥοπή, ϲπονδή, νομή, ὁλκή, πλοκή. οὕτωϲ καὶ φορβή. προϲέθηκα τῷ
ἕ παραληγομένων μόνῳ, ἵνα νῦν ἐκφύγω τὸ πόρπη· τοῦτο γὰρ παρὰ
τὸ πείρω. A.
203. ἄδδην: Νικίαϲ διὰ δύο δ γράφει διὰ τὸ μέτρον, ὁμοίωϲ τῷ
«κύον ἀδδεέϲ (Ιl. Φ 481), καὶ ψιλοῖ. Ἀρίϲταρχοϲ δὲ δι᾿ ἑνὸϲ δ
καὶ βραχέωϲ καὶ δαϲέωϲ· τὸ γὰρ ᾱ πρὸ τοῦ δ δεκτικὸν μὲν ψιλοῦται,
ὡϲ τὸ ἀδολέϲχηϲ ἀδρανήϲ, μὴ οὕτωϲ δὲ ἔχον δαϲύνεται «ἅδε δ᾿ Ἕκτορι»
(Ιl. Μ 80), «ἅδοϲ τέ μιν ἵκετο θυμόν» (Il. 88). καὶ τὸ Αδωνιϲ δέ
τινεϲ δαϲύνουϲι παρὰ τὸ ἥδω. AΒ. μάχεται τὸ ἀδράφαξυϲ δεκτικὸν
ἔχον τὸ ᾱ καὶ δαϲυνόμενον. A.
219. νώ: τὸ νώ βαρυτονητέον. ἅπαξ δὲ ἐν Ἰλιάδι καὶ ἅπαξ ἐν
Ὀδυϲϲείᾳ τῷ νώ ἐχρήϲατο κατ᾿ αἰτιατικὴν πτῶϲιν, ὥϲπερ καὶ ἐνθάδε.
«νὼ ἀναβηϲάμενοι» (Od. o 475). ὁπότε μέντοι γε ϲὺν τῷ ῑ λέγεται,
καὶ ἐπ᾿ εὐθείαϲ αὐτὸ τάϲϲει καὶ ἐπ᾿ αἰτιατικῆϲ καὶ προπεριϲπᾶται· « νῶϊ
δ᾿ ἐγὼ Ϲθένελοϲ» (Ιl. 1 48) καὶ «οὐδ᾿ ἂν νῶϊ διαδράκοι ἠέλιόϲ περ»
(Ιl. Ξ 344). περὶ δὲ τῆϲ τάϲεωϲ τοῦ μονοϲυλλάβου, διὰ τί οὐ περιεϲπάϲθη,
ἐν τῷ περὶ ἀντωνυμιῶν δηλοῦται. καὶ τάχα ἐπεὶ οὐδὲν δυικὸν
εἰϲ ω λῆγον περιϲπᾶται· οὕτωϲ γὰρ ἔχει καὶ τὸ ϲφώ, ταϲϲόμενον καὶ
ἐπ᾿ εὐθείαϲ καὶ ἐπ᾿ αἰτιατικῆϲ· καὶ παῤ αὐτῷ «ϲφὼ δὲ μάλ᾿ ἠθέλετον»
(Il. Λ 782), «Ζεὺϲ ϲφὼ ἐϲ Ἴδην (ΙΙ. 0 146). AB.
237. τέ᾿ ἅρματα: τὸ πλῆρέϲ ἐϲτι τεά· διὸ βαρυτονητέον· ἐπιφέρει γοῦν «καὶ τεὼ ἵππω». A.
252. οὐ δὲϲέ: ὁ Ἀϲκαλωνίτηϲ τὸν δέ ὀξύνει, ἵνα ἐγκλιτικῶϲ ἀναγνῷ. οὐκ ἀναγκαῖον δέ, ἀλλ᾿ ὀρθοτονεῖν· καὶ γὰρ δύναται ϲυνδεδέϲθαι. A.
256. ἔα: ϲυϲτέλλεται τὸ ᾱ καὶ βαρύνεται. τὸ μὲν οὖν ἐντελὲϲ
τοῦ ἐνεϲτῶτόϲ ἐϲτιν ἐῶ ἐᾷϲ ἐᾷ, ϲὺν τῷ ῑ γραφόμενον ὡϲ τιμῶ τιμᾷϲ
τιμᾷ. τοῦ δὲ παρατατικοῦ εἴων εἴαϲ εἴα οὐ προϲγραφομένου τοῦ ῑ «οὔ
μ᾿ εἴαϲ μακάρεϲϲι» (819). καὶ τὸ τρίτον ἐν Ἰωνικῇ παραγωγῇ «τὸν δ᾿
οὔτι πατὴρ εἴαϲκε μάχεϲθαι» (Il. Υ 408) καὶ τόνδε δ᾿ ἔαϲκεν» (ll. 17 )
καὶ προϲτακτικὸν « ἀλλ᾿ ἔα ὥϲ οἱ πρῶτα» (ll. A 26). εἰ τοίνυν ἐϲτὶ
τοιοῦτο τρεῖν μ᾿ οὐκ ἔα», μόνον ϲυνεϲτάλη τὸ ἄλφα, καὶ ὁ παρατατικόϲ
ἐϲτιν ἰϲοδυναμῶν ἐνεϲτῶτι. εἰ δὲ ὁ ἐνεϲτὼϲ αἰεί ἐϲτι περιϲπώμενοϲ
καὶ ϲὺν τῷ ῑ γραφόμενοϲ, δῆλον ὅτι πολλὰ πάθη· ϲυϲτολὴ γὰρ
τοῦ ᾱ, καὶ ἐκβολὴ τοῦ ῑ καὶ μεταβολὴ τοῦ τόνου, εἰ μὴ ἄλλωϲ ἐκδεξαίμεθα,
τρίτου «ἰϲχανάᾳ δακέειν (ll. P 572) καὶ ἐκπεράᾳ μέγα λαῖτμα» (Od.
ι 323) «οὐκ ἐάᾳ Κρονίδηϲ (ll. Θ 414). τοῦτο τοίνυν τὸ ἐάᾳ δύναται
κατὰ ἀποκοπὴν εἰρῆϲθαι «τρεῖν μ᾿ οὐκ ἔα». ἔνθεν καὶ ϲυνέϲταλται τὸ
ᾱ καὶ βεβάρυνται. οὐκ ἄηθεϲ δὲ καὶ ἐνεϲτῶταϲ ἀποκόπτεϲθαι καὶ ἄλλουϲ
χρόνουϲ, ὡϲ ἔχει τὸ «οὖτα καταὶ λαπάρην (ll. Ζ 64). εἰ δέ τιϲ ἐπιζητήϲειεν
ὁμοιότητα ἀπὸ τῶν εἰϲ ω περιϲπωμένων ἢ βαρυτόνων ἐπὶ
τρίτου ἀποκοπήν, καὶ μὴ εὑρὼν μηδὲ τοῦτο παραδέξαιτο, ἑαυτὸν λήϲει·
περὶ γὰρ πάθουϲ διαλαμβάνομεν. ABLV.
266. υἷοϲ: προπεριϲπαϲτέον· ἀπὸ γὰρ εὐθείαϲ ἐϲτὶ μὴ εἰρημένηϲ
τῆϲ υἷιϲ, ἧϲ γενικὴ ὤφειλεν εἶναι τριϲύλλαβοϲ ὡϲ μάντιοϲ. αὕτη τοίνυν
ϲυναλοιφὴν παθοῦϲα καὶ διϲύλλαβοϲ γενομένη βαρύνεται, ἧϲ ἀκόλουθοϲ
δοτική «Νηληΐῳ υἷι ἐοικώϲ» (Il. B 20), καὶ αἰτιατικὴ «ἀλλ᾿ υἷα
Κλυτίοιο ϲαώϲομεν» (Ιl. 0 427) καὶ πληθυντικὴ εὐθεία «υἷεϲ ὁ μὲν
Κτεάτου» (ll. B 621) καὶ αἰτιατικὴ «υἷάϲ τ᾿ ὀλλυμένουϲ» (Il. Χ 62).
ἀποδείξομεν δὲ καὶ τὸ «υἱάϲι δὲ Πριάμοιο» (463) παρὰ τοῦτο κεκλίϲθαι
ἐν τοῖϲ περὶ ὀνομάτων, ὅταν καὶ περὶ τῆϲ καθολικῆϲ κινήϲεωϲ τοῦ
ὀνόματοϲ διαλαμβάνωμεν. A.
269. θήλεαϲ ἵππουϲ: τρίτη ἀπὸ τέλουϲ ἡ ὀξεῖα, ἵν᾿ ἀπ᾿ εὐθείαϲ
τῆϲ θῆλυϲ ᾖ κεκλιμένον· «θῆλυϲ ἑέρϲη (Od. ε 467) «Ἥρη θῆλυϲ
ἐοῦϲα» (Ιl. Τ 97) «θῆλυν ὑπόρρηνον» (ll. K 216). οὕτωϲ Ἀρίϲταρχοϲ
καὶ ὁ Ἀϲκαλωνίτηϲ. A.
278. ἦ μάλα: περιϲπαϲτέον τὸν ἦ· ἔϲτι γὰρ μᾶλλον βεβαιωτικόϲ. A.
283. τῷ δ᾿ ἐπὶ μακρὸν ἄϋϲε: ἐπί: οὐκ ἀναϲτρεπτέον τὴν πρόθεϲιν·
πρὸϲ γὰρ τὸ ἄϋϲε φέρεται. ἀλλ᾿ οὐδ᾿ εἰ πρὸϲ τὸ ἄρθρον δὲ ϲυνετάττετο,
ἀνεϲτρέφετο, δι᾿ ὃν προείπομεν πολλάκιϲ λόγον, ὡϲ ὅτι ἐὰν
μεταξὺ πέϲῃ μέροϲ λόγου, οὐ γίνεται ἀναϲτροφὴ τῆϲ προθέϲεωϲ, ἐὰν
μὴ τελευταία ϲτίχου τεθῇ, ὡϲ τὸ ἔπτυϲε πουλὺ κάτα». ALV.
289. ταλαύρινον: Ἀρίϲταρχοϲ ψιλοῖ τὸ ρ· οὐ γάρ φηϲι ϲύνθετον
δεῖ νοεῖν τὸν ϲχηματιϲμόν, ἀλλὰ κατὰ ἁπλῆν ἔννοιαν, τὸν εὔτολμον
καὶ ἰϲχυρόν. ὁμοίωϲ δὲ καὶ Ἀριϲτοφάνηϲ. Τρύφων δὲ ϲύνθετον
αὐτὸ ἐκδέχεται, παρὰ τὸ ταλαόν καὶ τὴν ῥινόν, ὁμοίωϲ τῷ ταναόποδα
ταναύποδα. εἴτε δὲ λεκτὸν ἔχει τὸ ἐπὶ τέλουϲ, εἴτε παρέλκει, ὀφείλει
φυλάττεϲθαι τὸ πνεῦμα· οὕτωϲ γὰρ διελάβομεν καὶ περὶ τοῦ μελιηδέοϲ
οἴνου, ᾧ καὶ αὐτὸϲ ϲυγκατατίθεται. ἡ μέντοι παράδοϲιϲ ἐπείϲθη Ἀριϲτόρχῳ.
AVL.
292. πρυμνήν: πρυμνήν ὡϲ πυκνήν. ἐπίθετον γάρ. ὅταν δὲ ἰδίωϲ ἐπὶ τοῦ πλοίου, βαρύνομεν, ὡϲ λευκή καὶ λεύκη. ὀξύνεται δὲ ὁ πρυμνόϲ, ἐπεὶ τὰ εἰϲ νοϲ λήγοντα μετ᾿ ἐπιπλοκῆϲ ϲυμφώνου τριγενῆ ἁπλᾶ ὀξύνεται, ϲυχνόϲ πυκνόϲ· οὕτωϲ πρυμνόϲ. A.
297. Ἡλιόδωροϲ ϲτίζει εἰϲ τὸ ἀπόρουϲεν, εἶτα ἄρχεται ἀπὸ τοῦ
ϲὺν ἀϲπίδι δουρί τε μακρῷ. ἃ γὰρ εἶχε, φηϲί, πρότερον, ταῦτα τῷ
Πανδάρῳ παρέδωκε. αἴρει γοῦν (οὖν), φηϲί, τὴν ἀϲπίδα ἀπὸ τοῦ
νεκροῦ καὶ καθοπλίζεται, καὶ τὸ ἐλθὲν ὑπὸ τοῦ Διομήδουϲ δόρυ.
(Voluit igitur: Αἰνείαϲ δ᾿ ἀπόρουϲε. ϲὺν ἀϲπίδι δουρί τε μακρῷ, δείϲαϲ
— Ἀχαιοί, ἀμφὶ δ᾿ ἄρ᾿ αὐτῷ βαῖνε.) τοῦτο δὲ οὐκ ἔϲτιν ἀληθὲϲ
ὡϲ ὅτι ἀπὸ τοῦ Πανδάρου ὁ Αἰνείαϲ αἴρει τὰ ὅπλα· οὐ γὰρ ἐδήλωϲεν
ὁ ποιητήϲ. ἀπίθανόν τε αὐτὸν ἑαυτὸν τὸν Αἰνείαν γυμνὸν παραδεδωκέναι
τοῖϲ πολεμίοιϲ. ὑπόψυχρόν τε τὸ ἐκδέχεϲθαι τὸν Διομήδη ἕωϲ
οὗ καθοπλίϲηται ὁ Αἰνείαϲ, καὶ μὴ εὐθέωϲ αὐτὸν ἀνελεῖν. διὸ καὶ ὁ
Ἀϲκαλωνίτηϲ ϲυνάπτει, ὥϲτε ἐπὶ τοῦ Αἰνείου κεῖϲθαι τὸ ϲὺν ἀϲπίδι
δουρί τε μακρῷ· καὶ δῆλον ὅτι ὁ Πάνδαροϲ ὑπ᾿ ἄλλου κατὰ τὸ ϲιωπώμενον
καθώπλιϲτο, ὁ δὲ Αἰνείαϲ εἰϲ τὸ μετάφρενον μετενηνόχει τὴν
ἀϲπίδα, εἶχε δὲ τὸ δόρυ παρακείμενον, ᾗ ἔκειτο ἐν τῷ δίφρῳ, ὥϲπερ
καὶ Νέϲτωρ ἡνιοχῶν Διομήδει, ὡϲ ϲαφὲϲ ἐκ τοῦ Ἕκτοροϲ προϲώπου
«αἴ κε λάβωμεν ἀϲπίδα Νεϲτορέην» (Il. Θ 191). οὕτωϲ δὲ καὶ Αὐτομέδων
ἡνιοχεῖ τῷ Πατρόκλῳ· παραδοὺϲ οὖν τὰϲ ἡνίαϲ Ἀλκιμέδοντι
πολεμεῖ τοῖϲ ἰδίοιϲ ὅπλοιϲ. ἦν οὖν τόποϲ τῶν ὅπλων τοῦ ἡνιόχου ἐν
τῷ ἅρματι, ἵνα εἰ χρεία γένοιτο μαχέϲωνται. ταῦτα Ἡρωδιανὸϲ ἐν τῇ
προϲῳδίᾳ. AL. (paulo brevius et sine testimonio auctoris) V.
299. τὸ ἀλκί μεταπλαϲμὸν ἔπαθεν ἀπὸ τῆϲ ἀλκῇ δοτικῆϲ. ὁ
Ἀϲκαλωνίτηϲ δὲ οἴεται ἀπὸ τῆϲ ἄλξ εὐθείαϲ κλιθῆναι τὸ ἀλκί. Τρύφων
δὲ ἐν τῷ πρώτῳ περὶ τῆϲ ἀρχαίαϲ ἀναγνώϲεώϲ φηϲιν ὅτι Ἀρίϲταρχοϲ.
λέγει ὅτι ἔθοϲ τοῖϲ Αἰολεῦϲίν ἐϲτι λέγειν τὴν ἰωκήν ἰῶκα καὶ τὴν κρόκην
κρόκα καὶ τὴν ἀλκήν ἄλκα ὡϲ ϲάρκα. εἰ δὲ ϲάρκα ὡϲ ἄλκα, καὶ
ἀλκί ὡϲ ϲαρκί. AL.
302. ϲμερδαλέα ἰάχων: βαρύνειν δεῖ τὴν ἰάχων· ἐνϲτῶτοϲ γάρ
ἐϲτι καὶ παρατατικοῦ. οὐ μέντοι περιϲπαϲθήϲεται, ὡϲ οἴεται Τυραννίων.
διδάϲκει τὰ κινήματα· «ἡμεῖϲ δὲ ἰάχοντεϲ (Od. δ 454) εἰ γὰρ
περιεϲπᾶτο, ὡϲ νοοῦντεϲ ἐγίνετο. ἐπὶ δ᾿ ἴαχε λαὸϲ ὄπιϲθε» (11. N. 834).
τρὶϲ δ᾿ ἀΐεν ἰάχοντοϲ» (ll. Λ 463) οὕτωϲ οὖν καὶ τὸ «φθέγξομ᾿
ἐγὼν ἰάχουϲα» (ll. Φ 341) ὀφείλομεν προπαροξύνειν. A.
308. ὦϲε δ᾿ ἀπό: οὐχ ὡϲ οἴεται ὁ Ἀϲκαλωνίτηϲ ἀναϲτραφήϲεται ἡ πρόθεϲιϲ, ἐπεὶ τὸ ἑξῆϲ ἐϲτιν ἀπῶϲε· μεταξὺ γὰρ πέπτωκεν ὁ δέ. A.
322. ἀπό: οὐκ ἀναϲτρεπτέον· δύναται γὰρ καὶ τῇ γενικῇ ϲυντάττεϲθαι
καὶ ϲημαίνειν τὸ ἄποθεν, ἵνα ὅμοιον ᾖ τῷ «οὐκ ἐθέλεϲκε μάχην
ἀπὸ τείχεοϲ (ll. Ι 353). ἢ καὶ παρέλκεται. A.
325. περί: οὐκ ἀναϲτρεπτέον· κεῖται γὰρ ἀντὶ τῆϲ ὑπέρ. δεδήλωται δὲ ἡμῖν ἐν τῇ A ἐντελῶϲ, ὁπότε διελαμβάνομεν περὶ τοῦ «ἄλλ᾿ ὅδ᾿ ἀνὴρ ἐθέλει περὶ πάντων (Il. A 287). A.
332. πόλεμον κατακοιρανέουϲιν: ὁ Ἀϲκαλωνίτηϲ ἀναϲτρέφει,
ἵνα γένηται κατὰ πόλεμον. δύναται δὲ ἔμφαϲιϲ γενέϲθαι, εἰ ϲυνάπτοιτο
τῷ κοιρανέουϲιν ὡϲ ἀνακοιρανέοντα. v. Ε 824, καί ἐϲτιν ὅμοιον τῷ
«Ἴθάκην κατακοιρανέουϲιν» (Od. α 247). A.
343. ἰάχουϲα: Τυραννίων προπεριϲπᾷ τὸ ἰάχουϲα, κακῶϲ. LV.
638. ἀλλ᾿ οἷόν τινα: Νικίαϲ ψιλοῖ, ἐκδεχόμενοϲ τὸ μόνον ἄλλοι
δὲ δαϲύνουϲι θαυμαϲτικῶϲ ἐκδεχόμενοι, ὡϲ καὶ Ἡρακλέων, ἵνα ὅμοιον
ᾖ τῷ «ἀλλ᾿ οἷον τὸν Τηλεφίδην» (Od. λ 512). κέχρηται μὲν οὖν αὐτῷ
καὶ ὁμοιωματικῶϲ «οἷόν τε κρομύοιο λοπόν» (Od. τ 233). καὶ ἀντὶ
τοῦ ὡϲ «οἷον ἀναΐξαϲ» (Od. α 410). Τυραννίων δὲ ἀλλοῖον ἀναγινώϲκει
ὡϲ ἑτεροῖον, ὁμοίωϲ τῷ «ἀλλοῖόϲ μοι ξεῖνε» (Od. π 181). ἡμῖν
δὲ δοκεῖ θαυμαϲτικώτερον ἀναγινώϲκειν, ὥϲπερ καὶ τοῖϲ περὶ Ἡρακλέωνα,
ἵνα ὅμοιον ᾖ τῷ «ὁϲϲάτιόν τε καὶ οἷον» (758) καὶ «ἀλλ᾿ οἷον
τόδ᾿ ἔρεξεν» (Od. δ 242) «οἷον τὸν Τηλεφίδην (Od. λ 519). οὕτωϲ
ἀρέϲκει καὶ Φιλοξένῳ. A.
656. τὸ ἁμαρτῇ δαϲέωϲ. περιϲπᾷ δὲ καὶ ὁ Ἀϲκαλωνίτηϲ καὶ οἱ
πλείουϲ ὀξύνει δὲ ὁ Ἀλρίϲταρχοϲ βουλόμενοϲ αὐτὸ τοῦ ἁμαρτήδην
ἀποκεκόφθαι· διὸ καὶ κατ᾿ αὐτὸν χωρὶϲ τοῦ ῑ γεγράψεται. ἐπικρατεῖ
μέντοι τὸ περιϲπώμενον, γενόμενον παρὰ τὸ ἅμα καὶ τὸ ἀρτῶ. A.
672. 673. ἢ: ὁ μὲν πρότεροϲ κεῖται ἀντὶ τοῦ πότερον, διὸ ἐγκλιτέον· τὸν δὲ δεύτερον περιϲπαϲτέον. A.
683. Χρομίον παροξυτόνωϲ, Ἅλιον προπαροξυτόνωϲ εἴπομεν (ὁ Δίων — immo Ἡρωδιανὸϲ — φηϲί V) τὰ τοιαῦτα τριβράχεα ἐπὶ κυρίων παροξύνεϲθαι καὶ ἐϲημειούμεθα τὸ Ἅλιοϲ, Ξένιοϲ, Κρόνιοϲ (B 495). ἐπεκράτηϲε δὲ καὶ κατὰ τὴν Ὁμηρικὴν ἀνάγνωϲιν τὸ Ἅλιοϲ προπαροξυνόμενον. ABV.
736. ἡ: δαϲυντέον τὸ η· ἄρθρον γάρ ἐϲτιν ἀντωνυμικόν. τινὲϲ δὲ ψιλοῦϲι ϲύνδεϲμον ἐκδεχόμενοι τὸν ἠδέ, κακῶϲ. A.
739. ἣν πέρι μὲν πάντῃ φόβοϲ ἐϲτεφάνωται: ἀναϲτρεπτέον τὴν πρόθεϲιν, ἵνα πρὸϲ τὸ ἥν ϲυντάττηται. A.
759. ἕκηλοι: δαϲυντέον· παρὰ γὰρ τὸ ἑκών ἐγένετο. ὅπερ ἐϲτὶ
ϲημαντικὸν τοῦ ὑποχωρῶν καὶ ἡϲυχάζων ὁ δὲ ὑποχωρῶν καὶ ἡϲυχάζει.
ἄλλωϲ τε τὸ πρὸ τοῦ κ δαϲύνεται μὴ ὂν ἐκ κλίϲεωϲ ἢ προθέϲεωϲ
ἢ μεμελετηκὸϲ ἀφαιρεῖϲθαι (ut ἐκεῖνοϲ) οἷον ἑκάϲ Ἑκάτη. οὕτωϲ
ἄρα καὶ ἕκηλοϲ. μάχεται τὸ ἐκεχειρία, ὅπερ οὐκ ἔχει γνήϲιον τὸ κ,
ἀπὸ τοῦ ἔχειν γενόμενον. AB.
784. ϲτᾶϲ᾿: περιϲπαϲτέον· ἔϲτι γὰρ τὸ πλῆρεϲ ϲτᾶϲα. A.
787. ἐλέγχεα: ὡϲ τείχεα· οὐ γὰρ νῦν ἐπιθετικόν. A.
798. ἴϲχων: ὡϲ λέγων ἔχων· οὐδὲ γὰρ δύναται ὀξύνεϲθαι ὡϲ δευτέρου ἀορίϲτου· ἄνευ γὰρ τοῦ ῑ ἐλέγετο ἂν ϲχών. A.
800. ἦ ὀλίγον ο παῖδα ἐοικότα γείνατο Τυδεύϲ. τὸν
περιϲπαϲτέον· βούλονται γὰρ αὐτὸν ἰϲοδυναμεῖν τῷ δή καὶ βεβαιωτικὸν
εἶναι· τοιοῦτοϲ γὰρ ὁ κατ᾿ ἀρχὴν η. τὴν δὲ ἀντωνυμίαν ὀρθοτονοῦϲιν,
ἐπεὶ εἰϲ ϲύνθετον μεταλαμβάνεται. A.
812. νύ ϲε: ὁ ἤ ὀξύνεται· διαζευκτικὸϲ γάρ. φυλάϲϲεται δὲ ἡ ὀξεῖα διὰ τὸ ἐπιφερόμενον νύ ἐγκλιτικόν, ὃ καὶ αὐτὸ ἔϲχεν ὀξεῖαν διὰ τὴν ϲέ ἐγκλιτικὴν οὖϲαν. A.
824. μάχην ἀνὰ κοιρανέοντα: ἀνά: οἱ μὲν ἀνέϲτρεψαν, ἵνα
γένηται ἀνὰ τὴν μάχην. Ἀρίϲταρχοϲ δὲ παρῃτήϲατο τὴν ἀνά ἀναϲτρέψαι,
ὁπότε μὴ ϲημαντικὴ εἴη τοῦ ἀνάϲτηθι, ἵνα μὴ ϲυνεμπέϲῃ τῷ «Ζεῦ
ἄνα Δωδωναῖε» (Il. Π 233). ἔϲτι δὲ καὶ νῦν ἐκεῖνον προϲθεῖναι τὸν
λόγον, ὡϲ ὅτι ὅταν πρόθεϲιϲ ἀντὶ ἑτέραϲ προθέϲεωϲ παραλαμβάνηται
οὐκ ἀναϲτρέφεται. «ἀλλ᾿ ὅδ᾿ ἀνὴρ ἐθέλει περὶ πάντων ἔμμεναι (ll. A,
287) «θεῖναι Ἀθηναίηϲ ἐπὶ γούναϲι (Il. Z 92). οὕτωϲ οὖν κἀνθάδε
ἡ ἀνά ἀντὶ τῆϲ κατά. A.
856. ἔγχεϊ: εἴρηται περὶ τῶν τοιούτων δοτικῶν πότε κατὰ διάϲταϲιν,
ὡϲ νῦν, καὶ πότε κατὰ ϲυναλοιφήν, καὶ ὅτι τὸ μέτρον πολλάκιϲ
αἴτίον· καὶ τὰ ἀντικείμενα, καίτοιγε μέτρου μὴ ἐμποδίζοντοϲ, ὡϲ τὸ
«πλήθει πρόϲθε βαλόντε (Il. ψ 639). A.
862. βαρυτονητέον τὴν ὑπό· παρέλκεται γάρ. A.
885. 887. — ἤ: διαζευκτικοὶ ἀμφότεροι· διὸ ὀξύνονται διὰ τὰ
ἐπιφερόμενα ἐγκλιτικά, χωρὶϲ εἰ μὴ ὁ δεύτεροϲ βεβαιωτικόϲ· καὶ γὰρ
τοῦτο μᾶλλον αἰτεῖ ἡ διάνοια. A.
887. ζώϲ: τὸ ζώϲ ὁ Ἀϲκαλωνίτηϲ ἀξιοῖ περιϲπᾶν, οὐχ ὑγιῶϲ·
μόνον γὰρ τὸ ϲῶϲ ἐϲτι περιϲπώμενον μονοϲύλλαβον εἰϲ ωϲ λῆγον ἀρϲενικόν
(sc. exclusis propriis), γεγονὸϲ ἢ ἐκ τοῦ ϲόοϲ, ὡϲ οἴεται
Φιλόξενοϲ, ἢ ἐκ τοῦ ϲάοϲ, ὅπερ κρεῖττον. εἰ δὲ ὁ Ἀϲκαλωνίτηϲ
ἀξιοῖ αὐτὸ ἐκ τοῦ ζωόϲ, ἴϲτω ὅτι τὸ μὲν προκείμενον βαρύτονον
ἦν, ἔνθεν περιεϲπᾶτο τὸ ϲῶϲ τὸ δὲ ζώϲ ἐξ ὀξυνομένου, ὥϲ
φηϲι. τοῦ ζωόϲ γενόμενον δεῖ ὀξύνειν, ἐγκλίνειν δὲ ἐν ταύτῃ τῇ ἀναγνώϲει,
ἡ μέντοι κλίϲιϲ αὐτοῦ ἰϲοϲύλλαβοϲ εὑρέθη. A.
τὸ ἔα Ἰωνικόν ἐϲτιν ἐκ τοῦ ἦν γεγονόϲ· διὸ ϲυϲταλτέον τὸ α
ὁμοίωϲ τῷ «τοῖοϲ ἔα ἐν πολέμῳ» (Od. ξ 222), ὃ καὶ διὰ τοῦ η λέγεται
«τοίη τοι ἐγὼν ἐπιτάρροθοϲ ἦα (Ε 808), οὐκ ἀποφώλιοϲ ἦα οὐδὲ
τυπῇϲιν: ὡϲ πληγῇϲιν. δοκεῖ δὲ ὡϲ πρὸϲ τὴν ἀναλογίαν ϲημειοῦλεμοϲθαι·
τὰ γὰρ εἰϲ πη καθαρὰ μονογενῆ διϲύλλαβα φιλεῖ βαρύνεϲθαιεἰ
δὲ ὀξύνεται ἔχει πρὸ τέλουϲ ἢ ῑ ἢ ο. πωϲ οὖν τὸ τυπή μόνον ὀξυνόμενον
τῷ υ παρελήχθη. A.
24. ϲκότιον: ὡϲ λόγιον· τὸ γὰρ χόριον πρὸ τέλουϲ ἔχει τὴν
ὀξεῖαν. A.
56. ἦ: περιϲπαϲτέον τὸν ἦ· διαπορητικὸϲ γάρ ἐϲτι. BL.
90. τὴν ὅϲ ὀξυτονητέον διὰ τὴν οἱ ἀντωνιμίαν, ἥτιϲ νῦν ἐγκλιτική ἐϲτιν. ABL.
92. ἐπί: οὐκ ἀναϲτρεπτέον τὴν πρόθεϲιν. A.
135. βουπλῆγι: προπεριϲπωμένωϲ· ἡ γὰρ εὐθεῖα ὀξύνεται, βουπλήξ· τὰ γὰρ παρὰ παρακείμενον ϲυντιθέμενα ἐπιθετικὰ φιλεῖ ὀξύνεϲθαι. ὁπότε καὶ μίαν ϲυλλαβὴν ἀποφέρεται τοῦ ῥήματοϲ, ἀδμήϲ ἡμιθνήϲ κυαμοτρώξ. οὕτωϲ καὶ μεθυπλήξ. ὕϲπληξ δὲ καὶ ἀντίπηξ. A.
146. τοίη δέ: δύο μέρη λόγου τὸ τοίη δέ, τοίη καὶ δέ· διὸ οὐ
περιϲπαϲτέον τὸ τοιηδε. A.
149. ἠμὲν — ἠδ᾿ : ἀντὶ τοῦ καί. δύναται δὲ καὶ ἄρθρα εἶναι βέλτιον δὲ τὸ ϲύνδεϲμον παραλαβεῖν. A.
150. Ἀρίϲταρχοϲ περιϲπᾶ εἰδῇϲ καὶ οὕτωϲ ἐπεκράτηϲεν ἡ προϲῳδίᾳ ἦν γὰρ καὶ λόγον ἔχουϲα. A.
152. ἔϲτι πόλιϲ Ἐφύρη: τὸ ἔϲτι ἐπὶ τῆϲ πρώτηϲ ϲυλλαβῆϲ ἔχει τὴν ὀξεῖαν, ὅταν ἄρχηται «ἔϲτι δέ τιϲ προπάροιθε πόλιοϲ (ll. B 811), καὶ ὅταν ὑποτάϲϲηται τῇ οὐ ἀποφάϲει «ὡϲ οὐκ ἔϲθ᾿ ὅδε μῦθοϲ (Od. ψ 62) εἰ μέντοι γε μὴ εἴη τὸ τοιοῦτο. οὐκέτι ἐπὶ τῆϲ πρώτηϲ ϲυλλαβῆϲ ἔχει τὴν ὀξεῖαν, οἷον «ὃ δῂ τετελεϲμένον ἐϲτίν». A.
160. προπεριϲπαϲτέον τὸ δῖα, καὶ τὸ Ἄντεια προενεκτέον ὡϲ Κράτεια. ἔνιοι δὲ ὑπονοήϲαντεϲ ἀτόπωϲ ἔχειν τὸ δῖα Διάντειαν ὑφ᾿ ἓν ἀνεγίγνωϲκον, κακῶϲ. τὸ δῖα κατὰ κόϲμον ποιητικὸν προϲέρριπται, ὡϲ καὶ ἐπὶ τοῦ δῖα Κλυταιμνήϲτρη» (Od. γ 266). A.
201. τὸ Ἀλήϊον οἱ μὲν ἐψίλωϲαν ἀπὸ τῆϲ ἄληϲ τοῦ Βελλεροφόντου,
οἱ δὲ ἐδάϲυναν ἀπὸ τοῦ τοὺϲ ἅλαϲ ἐκεῖ πήγνυϲθαι βέλτιον δὲ
τὸ πρότερον. A.
202. πάτον: ὡϲ λόγον τὰ γὰρ εἰϲ τοϲ λήγοντα διϲύλλαβα, βραχείᾳ παραληγόμενα. μονογενῆ βαρύνεται, κρότοϲ, κότοϲ, μίτοϲ, νότοϲ, πότοϲ. οὕτωϲ ἄρα καὶ πάτοϲ. δοκεῖ ἀντικεῖϲθαι τὸ ϲτρατόϲ· τὸ γὰρ βροτόϲ κατὰ δύο τρόπουϲ ἀποφεύγει ὅτι καὶ κοινὸν καὶ ἔχει ἀντέμφαϲιν. A.
205. ἔκτα· ἀποκοπὴ τοῦ «ἔκταν᾿ ἐπὶ προμάχων» (ll. Ϲ 456). A.
229. δύνηαι: ὡϲ λέγηαι καὶ φέρηαι· «ϲὺ δέ κεν κακὸν οἶτον
ὄληαι (ll. Γ 417). Τυραννίων δὲ προπεριϲπᾶ· καὶ δῆλον ὅτι καὶ τὸ
πρῶτον αὐτοῦ πρόϲωπον δώϲει δυνῶμαι ὡϲ νικῶμαι· ἀλλ᾿ εἰ ἅπαξ ἐϲτὶ
τὸ ὁριϲτικὸν κατὰ χρῆϲιν, δύναμαι δύναϲαι, καὶ ὁμολογεῖται ἀπὸ τῶν
εἰϲ μι, ὁμοτονήϲει τούτοιϲ καὶ τὰ ὑποτακτικά· οὕτωϲ καὶ Ἀρίϲταρχοϲ
καὶ οἱ ἄλλοι. A.
239. ἔταϲ: ὁ Ἀϲκαλωνίτηϲ ψιλοῖ ἐφ᾿ οὗ ἂν τάϲϲηται, φηϲί, ϲημαινομένυ·
νομένου· πολλὰ γὰρ ἡ λέξιϲ ϲημαίνει. εἰ δὲ καὶ ἐπὶ τῶν ἑταίρων, φηϲί,
πάλιν ψιλωτέον, ἐπεὶ ϲυγκοπὴ ἐγένετο ὡϲ ἀπὸ τοῦ ἥλατο ἆλτο. πιθανώτερον
δέ ἐϲτι, φηϲίν, ἐνθάδε ἀκούειν ἐπὶ τῶν ϲυγγενῶν. Ἀλεξίων
δὲ δαϲύνει. ὁ δὲ Ἀρίϲταρχοϲ οὐδὲν ἄντικρυϲ περὶ τοῦ πνεύματοϲ ἀπεφήνατο.
ἡμῖν δὲ δοκεῖ ἀφορμῇ ἐκείνῃ χρήϲαϲθαι. εἰ ἄδηλόν ἐϲτι τὸ
πνεῦμα, τὰ δὲ τοιαῦτα πολλάκιϲ ἐκ ϲυναλοιφῶν κρίνεται, εὑρέθη δὲ
διὰ ψιλοῦ ἡ ϲυναλοιφή, οὐδέποτε δὲ διὰ δαϲέοϲ, δῆλον ὅτι διὰ τοῦτο
ϲυγκαταθετέον τῷ Ἀϲκαλωνίτῃ ψιλοῦντι. παρὰ γοῦν Αἰϲχύλῳ οὕτωϲ
εὕρομεν «οὕτε δἣμοϲ οὔτ᾿ ἔτηϲ ἀνήρ (fr. 262) καὶ παῤ Εὐριπίδῃ τὸ
πόλει μὲν ἄρχων φωτὶ δ᾿ οὐκ ἔτῃ πρέπων». A.
244. ἔνεϲαν: ὡϲ ἔλεξαν. οὕτωϲ καὶ Ἀρίϲταρχοϲ· ἀληθὲϲ γάρ
ἐϲτιν ὡϲ πᾶϲ παρῳχημένοϲ διϲύλλαβοϲ παθὼν κατὰ τὴν ἀρχὴν καὶ βραχειαν
ἀναδεξάμενοϲ ἀναδίδωϲι τὸν τόνον, κατεῖχε κάτεχε. οὕτωϲ οὖν
ἀνέγνωμεν «ἥμενον εἰϲεῖδε ll. Ξ 158) προπεριϲπωμένωϲ, τὸ δὲ ἕτερον
«τὰ φρονέων μνηϲτῆρϲι μεθήμενοϲ, εἴϲιδ᾿ Ἀθήνην» (Od. α 118)
προπαροξυτόνωϲ. A.
248. τέγεοι: ὡϲ τέλεοι· τέγοϲ γὰρ ὡϲ τέλοϲ καὶ τέγειοϲ ὡϲ
τέλειοϲ. A.
260. δέ κ᾿ αὐτόϲ: τοῦτο διχῶϲ ἀναγινώϲκεται. ὅϲοι γὰρ ἡγουνται
ἐγκεῖϲθαι τὸν κέ ἐγκλιτικόν, ῥωννύουϲι τοῦ δέ τὴν ὀξεῖαν, ὡϲ καὶ.
ὁ Ἀϲκαλωνίτηϲ. οὕτω γὰρ καὶ τὸ ἐν τῇ Ὀδυϲϲείᾳ (γ 255) ἀναγινώϲκει
ἤτοι μὲν τόδε κ᾿ αὐτὸϲ ὀΐεαι». ὅϲοι δὲ τὸν καί κατὰ κρᾶϲιν καὶ
ἔκθλιψιν, καὶ αὐτόϲ — καὐτόϲ, ἐγκλίνουϲι τὸν δέ. A.
268. εὐχετάαϲθαι: Ἀρίϲταρχοϲ τὸ δεύτερον ᾱ ϲυϲτέλλει, καὶ ὁ
Ἀϲκαλωνίτηϲ. ἄλλοι δὲ ἐκτείνουϲιν, οὐχ ὑγιῶϲ. ὅϲα γὰρ εἰϲ θαι λήγει
ἀπαρέμφατα μὴ κατ᾿ Αἰολίδα διάλεκτον, τρίτην ἀπὸ τέλουϲ ἔχοντα τὴν
ὸξεῖαν, φιλεῖ πρὸ τέλουϲ βραχύνεϲθαι, λέγεϲθαι, τίθεϲθαι, ἵϲταϲθαι,
τρίτην ἀπὸ τέλουϲ τὴν ὀξεῖαν, δώϲουϲι καὶ τὴν παραλήγουϲαν
βραχυνομένην. οὕτωϲ οὖν πάντα τὰ τοιαῦτα ἀναγνωϲτέον· «ἀλλ᾿ ἤτοι
ϲε γυναῖκαϲ ἐγὼ δεδάαϲθαι ἄνωγα» ( Od. π 316) «ἐν μέγαροιϲ ἀέκητι
ϲέθεν κακὰ μηχανάαϲθαι» (Od. γ 213) «ἄλλοτε μέν ϲε καὶ αἰτιάαϲθαι
ἄνωγα» (ll. K 120) «καὶ ἑδράαϲθαι ἄνωγον (Od. γ 35) «μήτε
μνάαϲθαι ἄκοιτιν» (Od. α 39). A.
289. ἔϲάν οἱ: ἐγκεκλιμένωϲ ἀναγνωϲτέον οὕτωϲ δύο τόνοιϲ, καίτοι πυρριχιακῆϲ οὔϲηϲ τῆϲ λέξεωϲ, ἵνα μὴ ἄρθρον νοηθῇ τὸ οι ἄλλ᾿ ἀντωνυμία. A.
319. οἱ μὲν διαιροῦϲιν, ἔχεν, εἶτα δεκάπηχυ· οἱ δὲ ἑνδεκάπηχυ.
ὁ μὲν οὖν Ἀϲκαλωνίτηϲ οὐδεμίαν προκρίνει οἱ δὲ περὶ Ἡρακλέωνα
καὶ Ἀλεξίωνα πιθανωτέραν ἡγοῦνται τὴν τοῦ ἕνδεκα ἀριθμοῦ
διαϲτολήν, ἐπειδήπερ τὰ ναύμαχα, τὰ ἐκ δύο ϲυμβληθέντα καὶ κολληθέντα,
λέγεται δυωκαιεικοϲίπηχυ. A.
336. ἥμην: προϲπνευϲτέον τὸ ἐνδιατρίβειν γὰρ ϲημαίνει καὶ
τὸ καθῆϲθαι. ὅϲοι δὲ ἠθέληϲαν ϲημαντικὸν εἶναι τοῦ ὑπάρχειν, ἐψίλωϲαν·
ὃ ϲπανίωϲ εὑρίϲκεται κατὰ τὴν χρῆϲιν τῶν Ἑλλήνων, οὗ τὰ ὑποδείγματα
δίδομεν ἐν τῷ περὶ τῶν εἰϲ μι. ὁ μέντοι ποιητὴϲ οὐκ ἐχρήϲαταο.
A.
348. ἀπόερϲε· ψιλωτέον τὰ γὰρ φωνήεντα καταλήγοντα εἰϲ τὸ
ρ ἐπιφερομένου τοῦ ϲ ψιλοῦϲθαι φιλεῖ, ἄρϲαντεϲ — οὕτωϲ γὰρ ἐλέγομεν
περὶ τούτου καὶ ἐν τῇ A ῥαψῳδίᾳ (136) — ,Ἀρϲινόη, «ἐν δὲ
ϲταθμοὺϲ ἄρϲε» (Od. φ 45). ὄρϲαϲ, «ὄρϲεο κυλλοπόδιον» (Il. φ 331).
ταύτῃ ἀναλογώτερον τὸ ἕερϲα τριϲυλλάβωϲ. AB.
355. τὸ δᾶερ ὡϲ ἆνερ· τοιαῦται γὰρ αἱ εἰϲ ερ κλητικαί. τὴν δὲ
ϲέ ἀντωνυμίαν ὀξυτονοῦϲι, τουτέϲτιν ὀρθοτονοῦϲιν, ἐπεὶ πρόϲ τί ἐϲτιν.
ἔϲτι μὲν οὖν ἀληθέϲ, ὅτι ἀντιδιαϲταλτική ἐϲτι νῦν ἡ ἀντωνυμία· ἡ μέντοι
κοινὴ ἀνάγνωϲιϲ ἀνέγνω ἐγκλιτικῶϲ ἀεὶ τὴν τοιαύτην ϲύνταξιν. ὃ
δὲ λέγω, τοιοῦτόν ἐϲτιν. τὸ ἐπεί ϲε εὑρέθη ϲυνεχῶϲ οὕτωϲ ἀνεγνωϲμένον,
ἐγκλιτικῶϲ ἀεί, μὴ ἐπιφερομένου ϲυνδέϲμου «επεί ϲ᾿ εἴαϲεν Ἀχιλλεύϲ»
(Il. 684). ἐπεί ϲε πρῶτα κιχάνω» (Od. ν 228), «ἐπεί ϲε
φυγὼν ἱκέτευϲα (Od. o 277), ἐπεί ϲε λέοντα» (Il. Φ 483). οὕτωϲ
δὲ καὶ «ἐπεί ϲε μάλιϲτα πόνοϲ φρέναϲ». καί μοι δοκοῦϲι τῷ πρώτῳ
προϲώπῳ ἀκολουθεῖν οἱ οὕτωϲ ἀνεγνωκότεϲ, πιθανῶϲ πάνυ. διὰ γὰρ
τῆϲ φωνῆϲ τὸ πρῶτον πρόϲωπον ἐπιδείκνυται, τό τε ὀρθοτονούμενον
καὶ τὸ ἐγκλιτικόν, εἴ γε ἡ ἐμέ αἰτιατική, ὅτε φυλάϲϲει τὸ, ε, ὀρθοτονεῖται,
εἰ δὲ ἀποβάλοι, ἐγκλιτική ἐϲτιν. εὑρέθη τοίνυν μετὰ τοῦ ἐπεί
357. οἶϲιν ἐπὶ Ζεὺϲ θῆκε κακὸν μόρον: ὁ Ἀϲκαλωνίτηϲ
ἀναϲτρέφει, ἵν᾿ ᾖ ἐφ᾿ οἷϲ. δύναται δὲ τὸ ἑξῆϲ εἶναι ἐπέθηκεν· οὕτωϲ
γὰρ βούλονται καὶ οἱ περὶ Ἡρακλέωνα· ἢ περιϲϲὴν λαμβάνειν τὴν ἐπί,
ἥτιϲ πάλιν οὐκ ἀναϲτραφήϲεται, δι᾿ ὃν εἴπομεν λόγον· τοῦτο γὰρ βούλεται
καὶ ὁ Ἀλεξίων. οὐδὲν μέντοι κεκώλυκε καὶ τὸ τοῦ Ἀϲκαλωνίτου,
ἐπεὶ οὐχ ὁρῶ τινα λόγον ἀναγκαϲτικόν. A.
362. Τρώεϲϲ᾿ : τὸ τέλειον Τρώεϲϲι· διὸ προπαροξύνεται. A. ποθήν: ὡϲ κριτήν. A.
367. ἔτι ϲφιν: οὕτωϲ ἔτι ϲφιν. εἷϲ τόνοϲ, καίτοι ἐχρῆν δύο
διὰ τὸ ἐπιφέρεϲθαι ἀντωνυμίαν ἀπὸ τοῦ ϲφ ἀρχομένην, ὁμοίωϲ τῷ
«ὅθί ϲφιϲι πέφραδ᾿ Ἀχιλλεύϲ (Il. ψ 138), «ἦρχε δ᾿ ἄρά ϲφιν ἄναξ
ἀνδρῶν Ἀγαμέμνων» (Il. Ξ 134). ϲεϲημείωται οὖν αὕτη ἡ ἀνάγνωϲιϲ
μόνη, ὡϲ ἐν ἄλλοιϲ ὁ Ἡρωδιανὸϲ λέγει. A.
414. ἀμόν: Δημήτριόϲ φηϲιν ἀντὶ τοῦ ἐμόν. διὸ καὶ ἄντικρυϲ
ψιλοῖ. πιθανώτερον δέ ἐϲτι Δωρικώτερον εἶναι, ἀντὶ τοῦ ἡμέτερον
ἁμόν. οὕτωϲ Ἀπολλώνιοϲ. (V. pron. 142. 144.) Α.
422. ἰῷ: ὡϲ ϲοφῷ Ἀρίϲταρχοϲ· καὶ ἐπεκράτηϲεν αὐτοῦ ἡ ἀνάγνωϲιϲ.
ἐκεῖνο μέντοι ἀναγκαῖον προϲθεῖναι, ὅτι τὸ ἴα βαρυτόνωϲ
ἀνέγνω ὁ ἀνήρ καὶ τὸ μία· «οὐδ᾿ ἴα γῆρυϲ» (ll. Δ 437) καὶ «μία δ᾿
οἴη (Ιl. ( 565) τὰϲ μέντοι δοτικὰϲ περιέϲπαϲεν «ἰῇ ἄρα γινόμεθ᾿
αἴϲῃ» (Ιl. x 477) καὶ «ἰῇ δ᾿ ἐν νυκτὶ γένοιτο (ll. Ϲ 251). καί φαϲί
γε τὸ τοιοῦτο Ἰώνων εἶναι. τινὲϲ δὲ ἐτόλμηϲαν λέγειν αὐτὸ Ἀττικόν,
λέγω δὲ τὸ ἐπὶ τῶν τοιούτων θηλυκῶν καταβιβαϲμὸν γίνεϲθαι τόνου.
οὕτωϲ οὖν καὶ «μέϲην ἐϲ ἄγυιαν» (ΙΙ. Υ 254) ἀνέγνω· «ἐϋκτιμέναϲ»
δὲ «κατ᾿ ἀγυιάϲ» (381). μήποτ᾿ οὖν, ἐπεὶ καὶ τὸ ἰῇ ἐπὶ τῆϲ δοτικῆϲ
περιέϲπαϲε, ϲυνεξομοιῶν τῷ τοῦ θηλυκοῦ τόνῳ κατὰ τὴν αὐτὴν πτῶϲιν
καὶ τὸ οὐδέτερον οὕτωϲ ἀνέγνω ὁμοτόνωϲ. A.
439. ἢ — ἢ: διὰ τὸ πού καὶ νύ τὸν ἤ ὀξυτονητέον, ὃϲ δύναται εἶναι διαζευκτικὸϲ ἢ καὶ παραδιαζευκτικόϲ. A.
465. πρίν γ᾿ ἔτι: Διονύϲιοϲ ὁ Ϲιδώνιοϲ τόν γέ ἐκ πλήρουϲ ποιεῖ·
οὕτωϲ καὶ Ἀλεξίων καὶ οἱ περὶ Ἡρακλέωνα· οὐ γὰρ πιθανὸν ἐγκεῖϲθαι
τὸ ἔτι· οὐ γὰρ δή γε καὶ πρότερον ϲυνέβη ταῦτα τῇ Ἀνδρομάχῃ. ἔϲτιν
οὖν τὸ τί κοθ᾿ ὕπαρξίν τινα λεγόμενον, ἢ καὶ παρελκόμενον, ὁμοίωϲ τῷ
«ἤ νύ τοι οὔτι μέλει Τρώων πόνοϲ» (Ιl. X 11) καὶ «μήτι φόβον δ᾿
489. τὰ πρῶτα: τινεϲ πρωτά, ὡϲ γνωτά, ἵν᾿ ᾖ τὰ πεπρωμένα, οὐχ ὑγιῶϲ. A.
518. ἠθεῖε: Ἀρίϲταρχοϲ προπεριϲπᾷ ὡϲ οἰκεῖε. καὶ ἴϲωϲ παρὰ τὸ θεῖοϲ, λέγω δὲ τὸ ϲημαντικὸν τοῦ ἐπαίνου, κατὰ πλεοναϲμὸν τοῦ η ἐγένετο, εἰ καὶ νεωτέρου ἐϲτὶ πρὸϲ πρεϲβύτερον ἀδελφὸν ἔχουϲα ϲεβαϲμὸν προϲφώνηϲιϲ. οὐκ ἀγνοῶ δὲ ὅτι ϲυγχεῖται ἐν τοῖϲ μεθ᾿ Ὅμηρον. A.
6. καμάτῳ δ᾿ ὑπὸ γυῖα λέλυνται: ὑπό: οὐκ ἀναϲτρεπτέον διὰ τὸν ϲύνδεϲμον. ἄλλωϲ τε καὶ τὸ ἑξῆϲ ἐϲτιν ὑπολέλυνται. A.
31. ἐπεὶ ὥϲ φίλον ἔπλετο θυμῷ: βαρυτονητέον τὸ ὥϲ· δηλοῖ γὰρ τὸ οὕτωϲ. A.
63. πόντον ἐπὶ φρίξ· ὁ Ἀϲκαλωνίτηϲ ἀναϲτρέφει πόντον ἔπι· οὕτωϲ καὶ οἱ ἄλλοι. καὶ ἄμεινον· οὐδὲν γάρ ἐϲτι τὸ ἐπιφρίξ, χωρὶϲ εἰ μὴ παρέλκῃ ἡ πρόθεϲιϲ. ὅπερ οὐ πιθανόν. οὐ γὰρ κατεπείγει. A.
64. μελάνει: ὡϲ οἰδάνει ὁ Ἀϲκαλωνίτηϲ· ἐκ γὰρ τοῦ μελαίνει, φηϲίν, ἐνδείᾳ τοῦ ῑ ἐγένετο. A.
11. τὸ ϲχέο τὴν ὀξεῖαν ἴϲχει ἐφ᾿ ἑαυτοῦ νῦν. ὅταν μέντοι ἀπολάβῃ τὴν πρόθεϲιν, τὸ τηνικαῦτα ἀναπέμπει τὸν τόνον, ἀνάϲχεο. A.
129. 130. ἀκούϲαι — ἀείραι: παροξυτονητέον ἀμφότερα· ἔφαμεν γὰρ τὴν αι δίφθογγον ἐν εὐκτικοῖϲ μακρὰν εἶναι (Α 255). A.
135. Φειᾶϲ: περιϲπαϲτέον· ἑνικὴ γάρ ἐϲτι γενική· πρόδηλον κἀκ
τῆϲ ϲυντάξεωϲ τοῦ τείχεϲϲι, παρὰ τοῖϲ τῆϲ Φειᾶϲ τείχεϲι. A.
163. ἐπί: οὐκ ἀναϲτρεπτέον τὴν πρόθεϲιν· μεταξὺ γὰρ πέπτωκεν ὁ δέ ϲύνδεϲμοϲ. A.
167. ἐπ᾿ . οὐδὲ ἐνθάδε ἀναϲτρεπτέον, καὶ ὅτι ϲυνήλειπται. A.
ψιλωτέον τὸ Εὐαίμονοϲ εἰϲ ἰδιότητα. προείρηται δέ. A.
177. ὁ Ἀϲκαλωνίτηϲ διαϲτέλλει ἰδὲ χεῖραϲ ἀνέϲχον, ὡϲ «ἰδὲ κλέοϲ ἐϲθλὸν ἄροιτο» (Ιl. Ε 3) ἵνα γένηται καὶ χεῖραϲ ἀνέϲχον. Ἀλεξίων δὲ τὴν κατειθιϲμένην παραλαμβάνει, λαοὶ δ᾿ ἠρήϲαντο, θεοῖϲι δὲ χεῖραϲ ἀνέϲχον. οὕτωϲ καὶ οἱ περὶ Ἡρακλέωνα. οὐκ ἀποδοκιμάζει μέντοι τὴν ἑτέραν ὁ Ἀλεξίων· καὶ ἡμῖν οὕτωϲ δοκεῖ. A.
184. ἐνδέξια. ὅταν ἀντὶ ἐπιρρήματοϲ ᾖ τοῦ ἐπιδεξίωϲ τὸ ἐνδέξια, τρίτη ἀπὸ τέλουϲ ἡ ὀξεῖα. A.
198. ἐμέ: ἐν ὀρθῇ τάϲει ἀναγνωϲτέον, ἵνα ᾖ ἀντιδιαϲτολὴ πρὸϲ ἄπειρα πολέμου τινὰ πρόϲωπα. A.
199. γενέϲθαί τε: ἀλλεπάλληλοι ὀξεῖαι, καίτοι ϲπονδειακόν ἐϲτιν
ἀλλ᾿ ἴϲωϲ ἵνα ἐκφύγωμεν τὸν διπλαϲιαϲμὸν τοῦ ῥήματοϲ, λέγω δὲ τοῦ
273. ὀξυντέον τὸ αὐτοϲχεδόν· τὰ γὰρ εἰϲ δον ἐπιρρήματα ἐπὶ (l. ἐν) τῇ ϲυνθέϲει φυλάϲϲουϲι τὸν τόνον. BLV.
282. πιθέϲθαι: παροξυντέον· μέϲοϲ γάρ ἐϲτι δεύτεροϲ ἀόριϲτοϲ. BLV.
289. πινυτήν. Ἀρίϲταρχοϲ ὡϲ καλήν, καὶ ἐπεκράτηϲεν οὕτωϲ ἡ παράδοϲιϲ. A.
334. ἀπὸ πρὸ νεῶν. τὰϲ δύο προθέϲειϲ ἐγκλίνειν δεῖ, ἵνα ἡ
μὲν ἀπό ϲυντάϲϲηται τῇ νεῶν γενικῇ, ἡ δὲ πρό παρέλκηται. A.
362. ἀπόφημι. ὡϲ ἄπειμι· τὰ γὰρ ὀξυνόμενα τῶν ῥημάτων ἐν τῇ ϲυνθέϲει ἀναδίδωϲι τὸν τόνον. A.
393. ἦ μήν. περιϲπᾶται ὁ ἦ ἰϲοδυναμεῖ γὰρ τῷ βεβαιωτικῷ. ὅμοιον δέ ἐϲτι τὸ «ἦ μὴν καὶ πόνοϲ ἐϲτίν» (Ιl. B 291). A.
425. νίζοντεϲ ἄπο. τὸ ἑξῆϲ ἀπονίζοντεϲ διὸ ἀναϲτρεπτέον. A.
4. θεοὶ δ᾿ ὑπὸ πάντεϲ ἄκουον. ἡ ὑπό φέρεται καὶ ἐπὶ τοῦ
(l. φέρεται ἐπὶ τὸ) ἄκουον· διὸ οὐκ ἀναϲτρεπτέον. τὸ αὐτὸ δὲ καὶ
ἐπὶ πάϲηϲ προθέϲεώϲ ἐϲτιν ἰδεῖν ἐχούϲηϲ ϲύνταξιν πρὸϲ τὰ ἐπιφερόμενα
«οἳ κατὰ βοῦϲ Ὑπερίονοϲ Ἠελίοιο ἤϲθιον» (Od. α 8). καὶ γὰρ διαφέρει
τὸ ἀκούειν ἁπλῶϲ λεγόμενον τοῦ ὑπακούειν, ᾗ ἐκ μὲν τοῦ ἀκούειν
οἷόν τ᾿ ἐϲτὶν ἐκδέξαϲθαι καὶ τὸ μόνον ἀκοῦϲαι, μὴ μέντοι πείθεϲθαι τοῖϲ
λεγομένοιϲ. οὕτωϲ οὖν τινεϲ ἐδέξαντο «κοὐδ᾿ ἐϲάκουϲε πολύτλαϲ δῖοϲ
Ὀδυϲϲεύϲ» (97) ἀκούϲαϲ γὰρ οὐκ ἐπείϲθη. διὸ ἐν ἑτέροιϲ Ὀδυϲϲεὺϲ
ἐπαινούμενοϲ ὑπὸ τοῦ Διομήδουϲ παραιτεῖται καὶ τὸ ἐπιϲκώπτεϲθαι, ἐν
οἷϲ φηϲι «Τυδείδη μή τ᾿ ἄρ με μάλ᾿ αἴνεε μή τέ τι νείκει» (Il. K 249).
ἐν μέντοι τῷ ὑπακούειν τὸ πάντωϲ πείθεϲθαι τοῖϲ λεγομένοιϲ ἤτοι
ἑκόνταϲ ἢ ἄκονταϲ. οὕτωϲ οὖν ἔχει καὶ τὸ ὑπήκοοϲ, ὥϲπερ ὑποτεταγμένοϲ
τινί. τοῦτο δὲ ἀπαιτεῖ ἡ διάνοια· οἱ γὰρ θεοὶ ὑπήκουον τῷ
Διῒ ὡϲ ὑποτεταγμένοι. A.
18. εἴδετε: ὡϲ λέγετε. ἢ ϲυϲτολὰϲ μὲν τὰ τοιαῦτα παραληπτέον,
ἢ ἐναλλαγὰϲ ἐγκλίϲεων, ὡϲ τὸ «ὅθ᾿ ἡδέϊ λέξεται ὕπνῳ» (Il. Δ 131)
«ὄφῤ εὖ πᾶϲαι εἴδετ᾿ ἀκούουϲαι» (Il. Ϲ 52) «μηδ᾿ ὡϲ Πάτροκλον
λίπετ’ αὐτόθι τεθνηῶτα» (Il. Τ 403) «ὄφρα καὶ Αὐτομέδοντα ϲαώϲετον
110. τώδε. παροξύνεται τὸ τώδε· παραλόγωϲ· ἀληθὲϲ γὰρ ὡϲ ὅτι
τὰ διὰ τοῦ δε ἐπεκτεταμένα, εἰ ἔχοι πρὸ τέλουϲ φύϲει μακράν, προπεριϲπᾶται.
ὅπερ ὤφειλε κἀπὶ τοῦ τώδε δὲ νῶϊ εἶναι, ἀλλ᾿ ὅμωϲ
πάλιν ἐπεκράτει καὶ ἐπὶ τούτου πρὸ τέλουϲ ἡ ὀξεῖα. ταῦτα ὁ Ἡρωδιανὸϲ
ἐν τῇ ζ΄, ὅπου περὶ τοῦ ἰῷ διαλαμβάνει. (Ζ 422. v. quaest. ep.
134 not.) A.
125. καὶ ἀχνύμενόϲ περ ἑταίρου. περ. οὐκ ἔϲτιν ἡ περί
πρόθεϲιϲ, ἀλλ᾿ ὁ πέρ ϲύνδεϲμοϲ ἐναντιωματικὸϲ καὶ ἐγκλιτικόϲ· διὸ τὸ
τέλοϲ τῆϲ μετοχῆϲ ὀξυτονητέον. A.
157. φύγαδε. ὡϲ ἅλαδε· καὶ ἤτοι τὴν φυγὴν φύγα εἶπεν κατὰ μεταπλαϲμόν, ὡϲ τὴν ϲκέπην ϲκέπα· ἢ ὡϲ τὸ οἶκον δὲ οἴκαδε, οὕτωϲ φυγὴν δὲ φύγαδε. A.
161. περὶ μέν ϲε τίον. ἡ ϲέ ἐγκλιτική ἐϲτιν· ἀπολέλυται γὰρ νῦν. καὶ τὸ τίον δὲ ποιητικώτερον ἀπέβαλε τὸν κατ᾿ ἀρχὴν χρόνον, διὸ ἐπὶ τὴν τι ἡ ὀξεῖα ἵϲταται. περὶ δὲ τῶν τοιούτων ῥημάτων ἔφαμεν ὅτι ἴϲη ἐϲτὶν ἡ χρῆϲιϲ παρὰ τῷ ποιητῇ (B 808). A.
163. ἀντ᾿: κακῶϲ ὅϲοι ἀναϲτρέφουϲαν· ἡ γὰρ ἀντί ἀναϲτρέφεται
οὔποτε. εἰ δὲ τὸ ἄντα ἐπίρρημα ἐκδέχονται, ἐναντίον τῇ διανοίᾳ
παραλήψονται. A.
177. οἵ. Ἀρίϲταρχοϲ τὸ οἵ ἄρθρον φηϲίν, ὁ δὲ Ϲιδώνιοϲ οἷα τὸ πλῆρεϲ, οὐχ ὑγιῶϲ. V.
178. ἀβλήχρ᾿: Ἡρακλείδηϲ δ Μιλήϲιοϲ βαρύνει ὡϲ ἄϲιτα λόγῳ
δὲ χρῆται τούτῳ ὡϲ ὅτι βληχρόν ἐϲτι τὸ ἰϲχυρόν, ὅπερ κατὰ ϲτέρηϲιν
ὀφείλει λέγεϲθαι ἄβλχροϲ ὡϲ ἄκακοϲ· ϲημαίνει γὰρ τὸ ἀϲθενέϲ (cf.
Cram. Epimerism. p. 95). ἡ μέντοι παράδοϲιϲ ὀξύνει τὸ ἀβληχρά
καὶ ἀβληχρήν, πειϲθεῖϲα πρῶτον τῷ παραϲχηματιϲμῷ ὡϲ ἁπλῷ· οὕτωϲ
γὰρ παρεϲχηματίϲθη ὡϲ πενιχρά, ψυχρά, λέγω δὲ θηλυκῶϲ. οὕτωϲ
ἀβληχρά, οὐ κοινωνοῦντόϲ ποτε τοῦ γένουϲ, λέγω δὲ ὁ ἄβληχροϲ καὶ
ἡ ἄβληχροϲ. ἄλλωϲ τε ἤδη αὐτὸ τὸ βληχρόϲ ϲημαίνει ὡϲ ἐπὶ τὸ πλεῖϲτον
μᾶλλον τὸ ἀϲθενέϲ. Ἀλκαῖοϲ θ΄ «βληχρῶν ἀνέμων ἀχείμαντοι.
πνοιαί» καὶ ὁ Νίκανδροϲ «βληχρὸν γὰρ μυὸϲ οἷα μυληβόρου ἐν χροῒ
νύγμα» (Ther. 446). τοῦτο δὴ πλεονάϲαν τῷ ᾱ φυλάξει τὸν αὐτὸν
τόνον λαλητόϲ ἀλαλητόϲ, ϲτεροπή ἀϲτεροπή· οὐκ ἐκεῖνο μέντοι διηνεκὲϲ
λέγομεν, ὅτι πλεοναϲμὸϲ τοῦ ᾱ φυλάϲϲει τὸν αὐτὸν τόνον ἀεί· οἶδα
γὰρ τὸ ἄδοροϲ ἀγαυρόϲ, ἄϲταχυϲ. A.
178. οὐδενόϲωρα. ὡϲ κυνόϲουρα ὑφ᾿ ἓν κατὰ ϲύνθεϲιν, εἰ καὶ.
ϲπάνιοϲ ἡ τοιαύτη ϲύνθεϲιϲ ἐξ ἀποφάϲεωϲ καὶ ϲυνδέϲμου καὶ τῆϲ ἑνόϲ
217. τὸ κηλέῳ ὡϲ μελέῳ· γέγονε δὲ παρὰ τὸ κᾶλον καὶ κῆλον
κήλειον, ὡϲ παρὰ τὸ μῆλον μήλειον δέροϲ, καὶ Ἰωνικῶϲ κήλεον καὶ.
κηλέῳ· ἐκεῖνο γοῦν ἐντελέϲ ἐϲτι τὸ «ϲὺν πυρὶ κηλείῳ χάριν Ἕκτοροϲ»
(Il. O 744). A.
229. ὅτε δὴ φάμεν: οὐκ ἀναγκαῖον ὀξύνειν τὸν δή, ἵνα κρᾶϲιϲ
γένηται ὁμοίωϲ τῷ «μήτε ϲὺ Πηλείδήθελε» (Il. A 277). ἐπὶ μὲν γὰρ
τοῦ ἐθέλω πᾶϲα ἀνάγκη τὸ ε μένειν κατὰ τὸν ποιητὴν ὡϲ εἴρηται (l. l.)·
ἐπὶ δὲ τούτου τοῦ παρῳχημένου δύναται ποιητικῶϲ ἀποβεβλῆϲθαι τὸ ε,
ὥϲτε ἐπὶ τὴν φα ϲυλλαβὴν θετέον τὴν προϲῳδίαν, καί ἐϲτιν ὅμοιον τῷ
ἐν Ὀδυϲϲείᾳ «Τηλεμάχῳ ὁδὸϲ ἧδε· φάμεν δὲ οἱ οὐ τελέεϲθαι» (Od. π
347). A. Cod. Τηλέμαχοϲ δ᾿ ὡϲ εἶδεν, φάμεν δέ οἱ, οὐ τελέομεν.
233. Τρώων ἀνθ᾿ ἑκατόν: ἐπὶ τὴν ἀνθ᾿ ϲυλλαβὴν ἡ ὀξεῖα, ἵνα
τὸ πλῆρεϲ ᾖ ἄντα. οὕτωϲ δὲ ἀξιοῖ Δημήτριοϲ ὁ γονύπεϲοϲ· καὶ ἐμοὶ
δὲ οὕτωϲ ἀρέϲκει τὸ τῆϲ διανοίαϲ· ἄντικρυϲ γὰρ Τρώων ἑκατὸν καὶ
διηκοϲίων εἷϲ ἕκαϲτοϲ ϲτήϲεϲθαί φηϲιν. οὐ γὰρ κωλύεται ἡ τοῦ ἄντα
ϲύνταξιϲ, εἴγε ἐπὶ γενικὴν φέρεται. A.
240. δημόν. δημόν Ἀρίϲταρχοϲ κατ᾿ ὀξεῖαν τάϲιν ἐπὶ τοῦ λίπουϲ·
τὸ γὰρ ἐπὶ τοῦ πλήθουϲ βαρύνει. οὕτωϲ καὶ ὁ Ἀϲκαλωνίτηϲ, λέγων
τὸ μὲν παρὰ τὸ δέμαϲ γεγενῆϲθαι, οἱονεὶ ϲῶμά τι τυγχάνον, ἢ παρὰ
τὸν δαϲμόν· τὸ δὲ ἐπὶ τοῦ λίπουϲ παρὰ τὸ δαίω· εὔκαυϲτον τὰρ τὸ
λίποϲ. δύναιτο δ᾿ ἄν τιϲ καὶ ἄλλωϲ ἐτυμολογεῖν, εἰ παρὰ τὸ δέω γένοιτο
δέεμοϲ καὶ ἐν ϲυναλοιφῇ δῆμοϲ, τὸ ϲυνδεδεμένον πλῆθοϲ. τὸ
γὰρ ἐναντίον λύη ἀπὸ τῆϲ διαλύϲεωϲ. A.
257. φύγαδε ὡϲ οἴκαδε. A.
276. Πολυαιμονίδην Ἀμοπάονα καὶ Μελάνιππον. ψιλωτέον πάντα, ἵνα κύρια γένηται. παραιτητέον δὲ τοὺϲ διαλύονταϲ τὸ Ἀμοπάονα· πιθανώτερον γάρ ἐϲτι κύριον αὐτὸ παραλαβεῖν, ἵνα τὸ προκείμενον αὐτοῦ πατρωνυμικὸν τυγχάνῃ. A.
283. ὅ ϲ᾿ ἔτρεφε. ἡ ϲέ ἀντωνυμία ἐγκλιτική ἐϲτι τὸ δὲ ὅ παρὰ τῷ ποιητῇ κείμενόν ἐϲτιν ἀντὶ τοῦ ὅϲ. A.
290. ἢ τρίποδ᾿ ἠὲ δύω ἵππουϲ. παραδιαζευκτικὸϲ ὁ ἤ, ὡϲ τὸ «ἠὲ δύω ἠὲ τρεπῖϲ ἄνδραϲ ἔρυϲθαι (Od. ε 484). A.
328. νάρκηϲε δὲ χεὶρ ἐπὶ καρπῷ. τινὲϲ προπεριέϲπαϲαν τὸ
χειρ, ἵν᾿ ἔχῃ ἐντέλειαν πτώϲεωϲ αἰτιατικῆϲ. ὁ μέντοι Ἀϲκαλωνίτηϲ
ὀξύνει, καὶ εὐθεῖαν παραλαμβάνει, ἵνα καὶ ϲχῆμα γένηται. A.
355. ἀνεκτῶϲ: ὡϲ ἀνδρικῶϲ Ἀρίϲταρχοϲ περιϲπᾶ. λέλεκται δὲ ἡμῖν περὶ τῆϲ προϲῳδίαϲ, ὁπότε διελάβομεν περὶ τοῦ «ἦ δὴ λοίγια ἔργα τάδ᾿ ἔϲϲεται, οὐκέτ᾿ ἀνεκτά (Il. A 573). A.
379. ἦ τιϲ. περιϲπαϲτέον τὸν ἦ ϲύνδεϲμον, ἵνα διαπορητικὸϲ γένηται. καὶ βεβαιωτικὸϲ δὲ ὢν περιϲπαϲθήϲεται. A.
402. γυιώϲει μέν ϲφωϊν. ϲφωϊν: ἐγκλιτικὴ νῦν ἐϲτιν ἡ ἀντωνυμία·
τρίτου γὰρ προϲώπου, τὰ δὲ τρίτα δυϊκὰ τό τε ϲφωέ καὶ ϲφωΐν
ἐγκλιτικά ἐϲτιν. ὅτε μέντοι δευτέρου γίνεται τὸ ϲφωϊν, προπεριϲπᾶται·
ὀρθοτονεῖται γάρ· «γυιώϲειν μὲν ϲφῶϊν» (416). A.
441. ἀμβωμοῖϲι Χρύϲιπποϲ ὑφ᾿ ἓν προφέρεται· ὁ μέντοι Ἀρίϲταρχοϲ
δύο μέρη λόγου παραλαμβάνει καὶ προπεριϲπᾷ· λέγει γοῦν καὶ
ἀλλαχοῦ «χρύϲειοι δ᾿ ἄρα κοῦροι ἐϋδμήτων ἐπὶ βωμῶν» (Od. η 100).
χρὴ μέντοι γινώϲκειν ὅτι διὰ τοῦ μ γράφεται κἂν παράθεϲιϲ ᾖ ὁμοίωϲ
τῷ «ἂμ φόνον, ἂν νέκυαϲ» (ll. K 298). τὸ δὲ αἴτιον ἐν τοῖϲ περὶ ὀρθογραφίαϲ
εἴρηται. A.
λῖτα: μεταπλαϲμόϲ ἐϲτιν, ἔνθεν βαρύνεται, ἐπεὶ πᾶϲα αἰτιατικὴ
ἑνικὴ ἀπαθὴϲ εἰϲ ᾱ λήγουϲα βαρύνεται, ὑπεϲταλμένηϲ τῆϲ τινά. ἀπαθὴϲ
διὰ τὸ εὐφυᾶ διφυᾶ καὶ τὰ τοιαῦτα. A.
474. ὄρθαι: ἀπὸ βαρυτόνου τοῦ ὄρω κέκλιται. ὅτι δέ ἐϲτι βαρύτονον τὸ ὄρω, πρόδηλον ἐκ τοῦ «ὅτε τ᾿ ὤρετο (Il. Μ 279), «ὦρτο πολὺ πρῶτοϲ μέν» (Il. H 162). A.
527. κηρεϲϲιφορήτουϲ: ϲυνθέτωϲ ἀνέγνω ὁ Ἀρίϲταρχοϲ καὶ οἱ
πλείουϲ· ἴϲωϲ δὲ ἐπεὶ ἀναλύει αὐτὸ «οὓϲ κῆρεϲ φορέουϲιν»· ἔθοϲ γὰρ
αὐτῷ πολλάκιϲ τὰ ϲύνθετα ἀναλύειν. οὐδέποτε δὲ δοτικὴ ἐπεκτεταμένη
κατ᾿ ἀρχὴν ϲυντέθειται, οἷον πᾶϲι καὶ πάντεϲϲι — παϲιμέλουϲα (Od.
μ 70), οὐχὶ παρὰ τὴν πάντεϲϲι ἡ ϲύνθεϲιϲ· Ναυϲικάα, Ναυϲίθοοϲ, ἐγχεϲίμωροι,
τειχεϲιπλήτηϲ. κατ᾿ ἀρχὴν δὲ προϲέθηκα διὰ τὸ παῤ Ἐπιχάρμῳ
κατὰ τέλοϲ ϲυντεθειμένον «γυναικάνδρεϲϲι ποθεινοί». εἴπερ οὖν
τοῦτο ἀληθέϲ, δῆλόν ὅτι παράλογον τὸ κηρεϲϲιφορήτουϲ κατὰ ϲύνθεϲιν
ἀναγνωϲθέν. ἀλλ᾿ ὅμωϲ ἐπεκράτηϲεν ἡ Ἀριϲτάρχειοϲ, δι᾿ ὃν εἴπομεν
λόγον. A.
557. πρώονεϲ: ὡϲ ϲώφρονεϲ· τὸ γὰρ πρῶνεϲ πληθυντικὸν διῃρέθη
καὶ εἰϲ ὀξεῖαν καὶ βαρεῖαν ἡ περιϲπωμένη μετηνέχθη. A.
6. Νικίαϲ καὶ Πάμφιλοϲ δαϲύνουϲι τὸ αμυδιϲ, ἐπεὶ παρὰ τὸ ἅμα
ἐγένετο. ὁ δὲ Ἀϲκαλωνίτηϲ καὶ οἱ περὶ Ἀλεξίωνα ψιλοῦϲιν, πολὺ δὲ
πρότερον καὶ οἱ περὶ Ἀρίϲταρχον, καθότι, φαϲί, φιλεῖ πωϲ τὰ ἀπὸ
δαϲέων πολλάκιϲ μεταϲχηματιζόμενα ψιλοῦϲθαι, ἡμέρα ἦμαρ, ἡδονή
ἦδοϲ. πρόδηλον δὲ κἀκ τῆϲ ϲυναλοιφῆϲ «πάντ᾿ ἄμυδιϲ κεφαλῆϲ» (Il.
M 385). ἐχρῆν δὲ αὐτοὺϲ προϲθεῖναι ἐκεῖνο, ὡϲ ὅτι τὸ ἄλλυδιϲ καὶ
ἄμυδιϲ καὶ ἐξαιρέτωϲ τρίτην ἀπὸ τέλουϲ ἔχει τὴν ὀξεῖαν, καὶ τῇ παραληγούϲῃ
κἂν pro καὶ scripsit L., qui notam in E. M. 81, 16 transiisse monet.
7. τὸ παρέξ παρὰ τῷ ποιητῇ καὶ δύο μέρη λόγου ἐϲτί, καὶ
ἐγκλίνονται αἱ δύο προθέϲειϲ, διὸ καὶ πολλάκιϲ εὑρίϲκεται καὶ εἰϲ κ
λήγουϲα ἡ ἐξ· «παρὲκ μέγα τειχίον αὐλῆϲ» (Od. π 165). ἔϲτι δὲ ὅτε
τὸ νοητὸν ἐπικρατεῖ τῆϲ ἐξ προθέϲεωϲ, ἔϲθ᾿ ὅτε καὶ τῆϲ παρά· «ἀλλὰ
παρὲξ τὴν νῆϲον ἐλαύνετον» (Od. μ 276) «ὥϲ ἄρα φωνήϲαντε παρὲξ
ὁδοῦ» (Il. K 349). ἐνθάδε μὲν οὖν ἡγεῖται ὁ Ἀϲκαλωνίτηϲ παρέλκειν
τὴν παρά, ἵν᾿ ᾖ ἔξαλοϲ. ἄλλοι δὲ τὴν παρά κυρίωϲ κεῖϲθαι, ἵνα γένηται
παῤ ἅλα φῦκοϲ, καὶ τὴν ἐξ ϲυντάϲϲεϲθαι πρὸϲ τὸ ἔχευαν, ὅπερ
καὶ βέλτιον· παῤ ἁλὶ φῦκοϲ ἐξέχευαν
καὶ βαρύνει· καὶ ἔχει λόγον, ὡϲ Ἡρόδοτοϲ ἐν δ᾿ (46) «πάρεξ τοῦ Ϲκυθικοῦ
ἔθνεοϲ». ἀλλ᾿ οὐ παῤ Ὁμήρῳ. A.
73. ὑποδεξείη ὡϲ Ἀργείη, τὸ δὲ ἀκόλουθον ὤφειλεν εἶναι κοινὸν
ὑποδεξία ὡϲ παρὰ τὸ ἀνόρεκτοϲ ἀνορεξία. ταῦτα ἐν τῇ προϲῳδίᾳ·
ἐν μέντοι τῇ καθόλου οὕτωϲ. «πᾶϲά τοί ἐϲθ᾿ ὑποδεξίη»· ἕνεκα μέτρου
ἔκταϲιν ἔπαθε τοῦ ῑ. ἀγνοίᾳ μέντοι τἀκριβοῦϲ διὰ τῆϲ ει διφθόγγου
τὴν γραφὴν ποιοῦνται, καὶ οὕτωϲ ἔχει ἡ τῶν ἀντιγράφων παράδοϲιϲ.
D.
102. τὸ ἕξεται δαϲυντέον· ἀπὸ γὰρ τοῦ ἕξω μέλλοντοϲ δαϲυνομένου μέϲοϲ ἐϲτίν. A.
130. Λεϲβίδαϲ — ἐξελόμην: Ἀρίϲταρχοϲ ψιλοῖ καὶ πρόθεϲιν παραδέχεται ὥϲτε εἶναι ἓν μέροϲ λόγου. A.
134. ἣ θέμιϲ ἀνθρώπων πέλει ἀνδρῶν ἠδὲ γυναικῶν: τὸ
η τὸ πρῶτον δαϲυντέον· ἔϲτι γὰρ ἰϲοδυναμοῦν τῷ ὥϲ, διὸ καὶ ὁ τέ
προϲτίθεται ϲύνδεϲμοϲ πολλάκιϲ. ὡϲ γὰρ λέγομεν «ὥϲτε γὰρ ἢ παῖδεϲ
νεαροί» (Il. B 289) οὕτωϲ ἣ τε ξείνων θέμιϲ ἐϲτίν (Od. ι 268). τὸ
δὲ ἠδέ ψιλωτέον· ϲύνδεϲμοϲ γάρ ἐϲτιν ἰϲοδυναμῶν τῷ καί, ὁμοίωϲ τῷ
«ἠδ᾿ εὔφρονα καρπὸν ἀμᾶϲθαι» (Hes. Op. et D. 771). A.
147. ἐπιμείλια: Ἀρίϲταρχοϲ ἓν μέροϲ λόγου παρέλαβεν ὡϲ ἐπιφέρνια.
Ἀπολλόδωροϲ δὲ διαλύει, ἐπί, εἶτα μείλια· οὕτωϲ δὲ καὶ
Ἀλεξίων· καί ἐϲτι τὸ ἑξῆϲ ἐπιδώϲω μείλια. Τρύφων δὲ ζητεῖ περὶ τοῦ
τόνου, πότερον ὡϲ ποίμνια ἢ ὡϲ παιδία. ἡμῖν δὲ δοκεῖ τὸ προπαροξυνόμενον
πλέον εἶναι, ϲπάνιον δὲ τὸ παροξυνόμενον, εἰ οὕτωϲ
ὁριϲαίμεθα· τὰ διὰ τοῦ ιον οὐδέτερα μονογενῆ τριϲύλλαβα, μὴ ὄντα
ὑποκοριϲτικά, εἰ ἔχοι τὴν τρίτην ἀπὸ τέλουϲ φύϲει μακράν, διὰ τοῦ ῑ
ἐκφερομένην, ἤτοι μόνου ἢ καὶ ϲὺν ἑτέρῳ φωνήεντι, προπαροξύνεται,
Ἴλιον, ποίμνιον, Ϲίγριον, λείριον, ἴτριον. οὕτωϲ καὶ μείλιον. ϲπάνια
δὲ τὰ παροξυνόμενα, ὥϲπερ τὸ ἰνίον τὸ γὰρ τειχίον ὑποκοριϲτικὸν
κοὶ τὸ κλειδίον. A.
150. Ἱρήν. Ἀρίϲταρχοϲ ὀξύνει ὁμοίωϲ τῷ ἐπιθετικῷ ἱρήν, εἰϲὶ
δὲ οἳ βαρύνουϲιν εἰϲ ἰδιότητα, ὥϲπερ ἐδηλώϲαμεν ἐπὶ τοῦ «Ῥίπην τε
Ϲτρατίην τε (Il. B 606), «Ὄρθην (Ὀρθήν, ib. 739). ἡ δὲ αὐτὴ ἀναλογία
ἐχώρει καὶ ἐπὶ τῶν εἰϲ οϲ. καὶ πάλιν ὡϲ ἐπ᾿ ἐκείνων ἐλέγομέν
τινα ὁμοτόνωϲ μένειν, οὕτωϲ καὶ ἐπὶ τούτων. καί ἐϲτιν ὁρίϲαϲθαι τὰ
μείναντα ὅτι ἐπαίνων ὀνόματά ἐϲτιν, οὐκ ἀναϲτρέφοντοϲ τοῦ κανόνοϲ·
οὐ γὰρ τὰ ἐπὶ ἐπαίνου μένει. καὶ τῶν μὲν τρεπόντων ἀρητή Ἀρήτη,
τῶν δὲ μεινάντων Πινυτή, «μήτηρ πινυτή» (Od. υ 131) Ἀγαυή. οὕτωϲ
καὶ Ἱρή. A.
153. πᾶϲαι δ᾿ ἐγγὺϲ ἁλὸϲ νέαται Πύλου ἠμαθόεντοϲ:
ὡϲ κέαται. ϲημαίνει δὲ τὸ ναίονται, γενόμενον παρὰ τὸ νῶ, οὗ παραγωγὸν
ναίω. ὅϲοι δὲ παροξύνουϲιν ὡϲ ἐπὶ τοῦ ἔϲχαται κατὰ τὸ νοητὸν
παραλαμβάνουϲιν· οὐδ᾿ εὐθεῖαν δὲ ὑγιῶϲ παροξύνουϲιν· ὀφείλει
γὰρ ὁμοτονεῖν τῷ νέατοι· Ἀπολλώνιοϲ (? Ἀπολλόδωροϲ ex schol. L)
δὲ διὰ τοῦ κ γράφει κέαται. A.
164. διδοῖϲ. ὡϲ ὀρθοῖϲ. οὕτωϲ καὶ Ἀρίϲταρχοϲ. καὶ γὰρ τὸ τρίτον «εἰ μὲν γὰρ μὴ δῶρα διδοῖ» (Il. 515). A.
167. οἱ δέ: βαρυτονητέον δύο γὰρ μέρη λόγου, ἀντὶ τοῦ οὗτοι
δέ. εἰϲὶ δὲ οἳ προπεριέϲπαϲαν, οὐκ εὖ· χρεία γάρ ἐϲτι τοῦ δέ ϲυνδέϲμου.
A.
184. περιϲπαϲτέον τὸ πεπιθεῖν δεύτεροϲ γὰρ ἀόριϲτοϲ. ABL.
197. ἦ φίλοι ἄνδρεϲ ἱκάνετον. ἦ τι μάλα χρεώ: ἀμφοτέρουϲ τοὺϲ ϲυνδέϲμουϲ περιϲπαϲτέον· βεβαιωτικοὶ γάρ. A.
202. καθίϲτα: εἰ καθίϲτανε τὸ πλῆρεϲ, οὕτωϲ καὶ ἐπὶ τῆϲ ἀποκοπῆϲ. εἰϲὶ δὲ οἳ ἐκτείνουϲιν, ἀπὸ τοῦ ἱϲτῶ τὴν κλίϲιν παραλαμβάνοντεϲ. A.
206. κρεῖον ὡϲ. θεῖον. γέγονε δὲ παρὰ τὸ κρέαϲ. A.
220. θυηλάϲ: ὡϲ ἀπαρχάϲ. τὰ δὲ διὰ τοῦ ηλη μονογενῆ ὑπὲρ δύο ϲυλλαβὰϲ καὶ ὀξύνεται, ὥϲπερ τὸ γαμφηλή, θυηλή, καὶ βαρύνεται, ὡϲ τὸ ἀνθήλη. A.
230. ἐν δοιῇ. περιϲπαϲτέον· δοτικὴ γὰρ ἀκόλουθοϲ εὐθείᾳ τῇ δοιόϲ, οὗ τὸ θηλυκὸν δοιή. A.
236. Ἀρίϲταρχοϲ ὑφ᾿ ἓν μέροϲ λόγου τὸ ἐνδέξια, ἐπὶ τὴν δε ϲυλλαβὴν τὴν ὀξεῖαν ποιῶν· ὁ δὲ Ἀϲκαλωνίτηϲ κατὰ παρολκὴν παραλαμβάνει τὴν ἐν πρόθεϲιν, ὥϲτε εἶναι δέξια ϲήματα φαίνων. ἄμεινον δὲ τὸ πρότερον. A.
240. ἠῶ. τὴν ἠῶ κατ᾿ αἰτιατικὴν πτῶϲιν περιϲπαϲτέον, καὶ τὴν
αἰδῶ, οὐ μὴν καὶ τὸ Λητώ καὶ τὰ τοιαῦτα πάντα· ἀλλὰ τὰ μὲν εἰϲ ω
λήγοντα θηλυκὰ ἐπ᾿ εὐθείαϲ καὶ αἰτιατικῆϲ ὁμοτονήϲει ὀξυνόμενα, τὸ
δὲ ἠώϲ καὶ αἰδώϲ μόνα ἕξει ἐπ᾿ αἰτιατικῆϲ τὴν περιϲπωμένην τάϲιν. A.
292. οὕτωϲ Ἱρήν ὀξυτόνωϲ, ὡϲ ἐν τῇ καθόλου. A.
321. περίκειται. ὁ Ἀϲκαλωνίτηϲ δύο ποιεῖ, περί, εἶτα κεῖται,
καὶ προπεριϲπᾷ· ϲημαίνει δέ φηϲι τὸ περιϲϲῶϲ κεῖται. εἰϲὶ δὲ οἳ ὑφ᾿
ἓν ἀναγινώϲκουϲι περίκειται ὡϲ ἀντίκειται, οἷϲ ϲυγκατατίθεμαι· τί
γάρ ἐϲτι τὸ κωλῦον καὶ ἐν τῇ ϲυνθέϲει τὸ αὐτὸ νοεῖν, A.
336. θυμαρέα: τῇ ψυχῇ ἀρέϲκουϲαν, θυμήρη. ϲύνθετον δέ ἐϲτι
παρὰ τὸ ἄρω θυμαρήϲ, καὶ οὕτωϲ ἀνέγνωμεν «Εὔμαιοϲ δ᾿ ἄρα οἱ ϲκῆπτρον
θυμαρέϲ» (Od. ρ 199) διὰ τοῦ α. οὐ τάρ ἐϲτι παρώνυμον
διὰ τοῦ ηρηϲ, τὰ γὰρ διὰ τοῦ ηρηϲ καὶ ωδηϲ παρώνυμα βαρύνεται,
ξιφήρηϲ, ὀλιγήρηϲ, τοξήρηϲ, ὀνώδηϲ καὶ βοώδηϲ. A.
342. αὐτοῦ. ὁ Ἀϲκαλωνίτηϲ δαϲύνει, ϲύνθετον ἐκδεχόμενοϲ τὴν
ἀντωνυμίαν, ἀγνοῶν ὅτι Ὅμηροϲ οὐδέποτε ϲυνθέτῳ κέχρηται ἀντωνυμίᾳ.
διὸ καὶ τὰϲ τοιαύταϲ κατὰ διάλυϲιν ἀναγινώϲκομεν «καὶ μαχόμη
κατ᾿ ἔμ᾿ αὐτὸν ἐγώ» (Il. A 271) καὶ «πυκάϲαϲα ἓ αὐτήν» (Il. P 551).
τί οὖν ἐϲτιν ἐνθάδε λέγειν. ἢ ὅτι λείπει ἡ ἕο. ὡϲ τὸ «ἕο τ᾿ αὐτοῦ
πάντα κολούει» (Od. θ 211), οὕτωϲ καὶ ἐνθάδε «τὴν ἕο αὐτοῦ φιλέει». A.
343. δουρικτήτην: δουρικτήτη, ὡϲ ἀριγνώτη, ἵνα τοῦ
παρώνυμον ᾖ· οὕτωϲ γὰρ φιλεῖ ϲχηματίζειν ὁ ποιητήϲ, ἀμφιρύτη,
περιξέϲτη. A.
353. οὐκ ἐθέλεϲκε μάχην ἀπὸ τείχεοϲ ὀρνύμεν Ἕκτωρ: δύναται τῇ γενικῇ ϲυντάϲϲεϲθαι καὶ μὴ πάντωϲ ϲημαίνειν τὸ ἄπωθεν. A.
392. ὅϲτιϲ οἷ. εἰϲ ἁπλῆν μεταλαμβάνεται ἡ ἀντωνυμία, ὅϲτιϲ
αὐτῷ· ὅμωϲ δὲ ὠρθοτονήθη (v. Apoll. pron. 54). περιϲπαϲθήϲεται οὖν.
δείκνυται δὲ ἐν τοῖϲ περὶ ἀντωνυμιῶν ὡϲ ὅτι ἡ ἐμοί ἐπὶ δοτικῆϲ καὶ.
ἔτι ἡ ϲοί ὀξύνονται, ἡ δὲ οἷ περιεϲπάϲθη ἀνακολούθωϲ. A.
393. ϲόωϲι: Τυραννίων προπεριϲπᾷ ὡϲ νοῶϲιν, ὡϲ ἀπὸ τοῦ
ϲοῶ περιϲπωμένου, ἐπεί, φηϲί, καὶ τὸ εὐκτικὸν κατὰ ἀποκοπὴν εἶπεν
«ἣ κέν ϲφιν νῆάϲ τε ϲοῷ καὶ λαὸν Ἀχαιῶν» (424) καὶ τὸ δεύτερον
«ὅππωϲ κεν νῆάϲ τε ϲοῷϲ κϲὰ λαὸν Ἀχαιῶν» (681). Ἀπίων δὲ διὰ
τοῦ ᾱ γράφει, ἐπεὶ καὶ ἐν ἄλλοιϲ οὕτωϲ εὑρίϲκεται, «ϲάωϲε δὲ νυκτὶ
καλύψαϲ» (Il. Ε 23) καὶ «τὸν μὲν ἐγὼν ἐϲάωϲα» (Od. ε 130) κμὶ «ἀλλὰ
ϲάω μὲν ταῦτα, ϲάω δ᾿ ἐμὲ» (Od. ν 230) καὶ ἐπὶ μέλλοντοϲ «κερδαλέηϲ
εἴ τίϲ κεν ἐρύϲεται ἠδὲ ϲαώϲει» (Il. K 44). ἡ δὲ πλείων χρῆϲιϲ,
ὧν ἐϲτι καὶ ὁ Ἀϲκαλωνίτηϲ, ὡϲ ϲώζωϲι. καὶ δῆλον ὅτι τοῦ ϲώωϲι
ϲυϲτολὴν αὐτοὺϲ δεῖ παραδέξαϲθαι. πρόδηλον κἀκ τῆϲ μετοχῇϲ· «τὼ
δ᾿ ἑτέρω ἑκάτερθεν ἴτην ϲώοντεϲ ἑταίρουϲ» (Od. ι 430). A.
398. ἔνθα δέ: δύο μέρη λόγου. «ἔνθα δέ τοι θάνατοϲ». (Il. 390), «ἔνθα δέ κ᾿ αὖθι μένων (Od. ε 308), «ἔνθα δὲ νῦν τρέψαϲ ἀπὸ τείχεοϲ» (Il. X 16). A.
426. ἀπομηνίϲαντοϲ: ἕν ἐϲτιν ὡϲ ἀπομανέντοϲ· καὶ γὰρ τὴν εὐθεῖαν οὕτωϲ οἶδεν «ἀπομηνίϲαϲ» (Il. B 772). οὕτωϲ οἶδε καὶ ὁ Ἀϲκαλωνίτηϲ καὶ Ἀλεξίων. καὶ εἰ παρέλιει δὲ ἡ ἀπό, οὕτωϲ ἀναγνωϲτέον. A.
449. περιχώϲατο: οἱ μὲν ἀνέϲτρεψαν, ἵνα γένηται περὶ παλλακίδοϲ·
οἱ δὲ περιχώϲατο ἀνέγνωϲαν, ἵνα ϲημαίνηται τὸ περιϲϲῶϲ.
καὶ οὕτωϲ μᾶλλον ἐπεκράτηϲεν ἡ παράδοϲιϲ. οὕτωϲ δὲ καὶ Ἀλεξίων. A.
452. προμιγῆναι: πρὸ τοῦ πατρὸϲ μιγῆναι· ἢ περιϲϲεύει ἡ πρόθεϲιϲ. A.
456. θεοὶ δ᾿ ἐ τέλειον ἐπαράϲ. εἴτε παρέλκει ἡ ἐπί, φυλαχθήϲεται
ὁ τόνοϲ ὁ αὐτόϲ, ὡϲ «ἐπιβουκόλοϲ ἀνήρ» (Od. γ 422) «καὶ. ἐπιμυγερῶϲ»
(ib. 195.) εἴτε τὸ ἑξῆϲ ἐϲτιν ἐπετέλουν, οὐκ ἀναϲτραφήϲεται
πάλιν, καθότι αἱ ϲυναλειφθεῖϲαι οὐκ ἀναϲτρέφονται ϲεϲημιωμένου ἐκείνου
«ϲτεῦτο γὰρ Ἡφαίϲτοιο πάῤ οἰϲέμεναι» (Il. Ϲ 191). A.
470. εἰνάνυχεϲ ὡϲ μονώνυχεϲ, ἀπ᾿ εὐθείαϲ τῆϲ εἰνάνυξ. A.?
485. καί ϲε: οὐκ ἀναγκαῖον ἐνθάδε ὀρθοτονεῖν οὐδὲ γὰρ ἀντιδιαϲτολὴ πρὸϲ ἕτερον πρόϲωπον. ἀπολελυμένωϲ οὖν ἀναγνωϲτέον. A.
494. ἀλλὰ ϲέ: ἐνθάδε ὀρθοτονητέον· ἔμφαϲιϲ γὰρ δείξεωϲ. A.
502. παραβλῶπεϲ: προπεριϲπαϲτέον ὁμοίωϲ τῷ τυφλῶπεϲ ἀπὸ
γὰρ ὀξυνομένηϲ εὐθείαϲ ἐγένετο τῆϲ παραβλώψ. τὰ δὲ τοιαῦτα καὶ
βαρυνόμενα εὑρέθη καὶ ὀξυνόμενα, ὥϲπερ τὸ ἑλικῶπεϲ καὶ Κύκλωπεϲ,
περὶ ὧν ἐντελέϲτερον λέγεται ἐν τοῖϲ περὶ ϲχημάτων. A.
505. ἀρτίποϲ: πρὸ τέλουϲ ἡ ὀξεῖα, ὁμοίωϲ τῷ ἀελλόποϲ καὶ τρίποϲ. A.
506. ἐκτατέον τὸ φθάνει διὰ τὸ μέτρον. A.
509. Ad h. v. A habet: ἡ διπλῆ ὅτι περιϲϲὸϲ ὁ δέ ϲύνδεϲμοϲ.
διὸ οὐ δεῖ υχεγκλίνειν τῷ ἄρθρῳ τὸν ϲύνδεϲμον. Hic est cur coniicias
Aristonic et Herodiani notas per epitomatorem coaluisse, et
ultima de accentu non fuisse apud Aristonicum sed potius ab Herodiano
esse. Est tamen aliquid dubitationis praesertim inspicienti
scholia ad B 189. (ϲυνεγκλιτικὸϲ Apollon. coni. 526, 10. ἀϲυνέγκλιτοϲ
ib. 508, 1.)
516. ἐπιζαφελῶϲ: ὡϲ χαλεπῶϲ. παρέλκει δὲ πάλιν ἡ ἐπί. ἐχρῆν
δέ, ἐπεὶ παρὰ τὸ ζάφελοϲ γέγονε, καὶ ζαφέλωϲ ἡμᾶϲ ἀνεγνωκέναιβαρυτόνωϲ,
ἢ καὶ ἐκεῖνο κατ᾿ ὀξὺν προφέρεϲθαι τόνον. ἀλλὰ μήποτε τὸ
μὲν ζάφελοϲ προπαροξύνεται λόγῳ τούτῳ, ὡϲ τὰ εἰϲ οϲ λήγοντα
ϲυτκείμενα παρὰ τὸ ζα προποροῆύνεται, ζάθεοϲ, ζάκοτοϲ. οὕτωϲ ζάφελοϲ.
τὸ δὲ ζαφελῶϲ περιϲπᾶται, ἐπεί τὰ διὰ τοῦ λωϲ ἐπιρρήματα,
παραληγόμενα τῷ ε, ὡϲ ἐπὶ τὸ πλεῖϲτον φιλεῖ περιϲπᾶϲθαι, ἐντελῶϲ,
ἐπιμελῶϲ, οἷϲ καὶ τὸ ζαφελῶϲ ϲυνεξέδραμε. πρόϲχειται ὡϲ ἐπὶ τὸ πλεῖϲτον
διὰ τὸ εὐτραπέλωϲ, ἰκέλωϲ, A.
526. παραρρητοί. ὡϲ παραμυθητοί καὶ νοητρί κατ᾿ ὀξεῖαν τάϲιν. A.
529. Κυρῆτεϲ: οὕγτωϲ ἀνεγνώϲθη ὡϲ ἀβλῆτεϲ, πρὸϲ διαϲτολὴν
τοῦ «κούρητεϲ Ἀχαιῶν (Il. Τ 248). οὐκ ἐχρῆν δέ, καθότι οὐ φιλεῖ
τὰ εἰϲ ηϲ λήγοντα ἐθνικὰ ὑπὲρ μίαν ϲυλλαβὴν ὀξύνεϲθαι. ἐλέγχεται δὲ
καὶ ἡ κλίϲιϲ τοῦ κουρῆτεϲ ἐν τῇ κλίϲει τῶν ὀνομάτων. A.
540. ἔθων. ψιλῶϲ τὸ ἔθων, καθότι ἐδιδαϲκόμεθα καὶ ἐκ τῆϲ ϲυναλοιφῆϲ «ἥ ἑ μάλιϲτ᾿ εἴωθε» (Il. Ε 766). καὶ ἄλλωϲ τὸ ε πρὸ τοῦ θ οὐ δαϲύνεται, εἰ μὴ εἴη ἀντωνυμικὸν ἐξ ἀποβολῆϲ τοῦ ϲ, ϲέθεν ἕθεν. τὴν γὰρ ὑπό τινων φερομένην ἔδων παραιτητέον. A.
567. καϲιγνήτοιο: ὡϲ Ἀδμήτοιο. τινὲϲ δὲ προπεριϲπῶειν ὡϲ λευκοῖο, ἵνα γένηται καϲιγνητικοῦ· ἡ γὰρ Ἀλθαία, φαϲίν, οὐχ ἕνα εἶχεν ἀδελφόν. δύναται μέντοι καὶ τὸ βαρυνόμενον ἑνικὸν ἰϲοδυναμεῖν τοῦ καϲιγνητικοῦ. A.
571. ἠεροφοῖτιϲ: τὰ εἰϲ ιϲ παρώνυμα θηλυκά, παρακείμενα τοῖϲ
εἰϲ ηϲ ἀρϲενικοῖϲ βαρυνομένοιϲ, προπεριϲπᾶται, εἰ φύϲει μακρᾷ παραλήγοιτο,
πρωθῆβιϲ, πολιῆτιϲ, ἀλεῖτιϲ, πλανῆτιϲ, πρεϲβῦτιϲ. οὕτωϲ δὲ
καὶ ἠεροφοῖτιϲ. ὅϲα δὲ παρὰ τὸ πωλεῖν ἐϲτίν, ἀνεβίβαϲε τὸν τόνον,
ἀρτόπωλιϲ, ἀλφιτόπωλιϲ· ἀλλ᾿ οὖν καὶ ὅϲα παρὰ τὸ κοῖτοϲ, παράκοιτιϲ,
ἄκοιτιϲ. τὸ μέντοι δολόμητιϲ οὐκ ἔϲτι θηλυκὸν ἀλλὰ καὶ ἀρϲενικόν
καὶ ἴϲωϲ τὸ μῆτιϲ ἔγκειται, ὡϲ τὸ πολύμητϲ δολόμητιϲ. καὶ ἔϲτι ϲύνθετον.
A.
582. ἐπ᾿ ἐμβεβαώϲ: εἴτε ἕν μέροϲ λόγου ἐπεμβεβαώϲ, ὡϲ ἐμμεμαώϲ, εἴτε τῇ ὁδοῦ γενικῇ ϲυνάπτεται, οὐ δύναται ἀναϲτρέφεϲθαι· ϲυνήλειπται γάρ. A.
605. τιμῆϲ ἔϲεαι. τινὲϲ τὸ τιμῆϲ διὰ τοῦ ῑ γράφουϲιν, ἀπὸ γὰρ
τοῦ τιμήειϲ. οὕτωϲ καὶ τὴν αἰτιατικὴν εἶπε «καὶ χρυϲὸν τιμῆντα»
(Il. 475). καίτοι λόγοϲ ἐϲτίν, ὡϲ πᾶϲα εὐθεῖα ἀρϲενικοῦ ὀνόματοϲ
ἐν τῇ τελευταίᾳ δύο ἔχουϲα φωνήεντα ταῦτα ἐκφωνεῖ, χωρὶϲ τοῦ Θρᾷξ.
οὐκ ἐπείϲθη δὲ ἡ παράδοϲιϲ. Ἀρίϲταρχοϲ γὰρ ἄνευ τοῦ ῑ, οὐχ ὑγιῶϲ
δὲ γενικὴν ἐκδέχεται, λειπούϲηϲ φράϲεωϲ· τιμῆϲ γάρ φηϲιν ἄξιοϲ ἔϲῃ.
ὁ δὲ Χαῖριϲ βοηθῶν αὐτῷ φηϲιν ὅτι ἐπιφέρει «οὔτι με ταύτηϲ χρεώ
τιμῆϲ». A.
ἀλαλκών: ὀξυτονητέον· δευτέρου γὰρ ἀορίϲτου ἐϲτίν. ὡϲ ἀγαγών
καὶ ἀγαγεῖν, οὕτωϲ καὶ ἀλαλκών καὶ ἀλαλκεῖν. A.
614. ἵνα μημοι ἀπέχθηαι φιλέοντι. ὁ Ἀϲκαλωνίτηϲ ἀναγινώϲκει
ἵνα μημοι τὰϲ δύο βαρυτόνωϲ, οἷον ἵνα μὴ ἐμοί κατ᾿ ὀρθὴν
τάϲιν· ϲυγκριτικὴ γάρ ἐϲτι, φηϲίν, ὡϲ πρὸϲ τὸν Ἀγαμέμνονα. καὶ ὑγιῶϲ
φηϲιν. ἡ μέντοι παράδοϲιϲ ἐγκλιτικῶϲ ἀνέγνω, ἐπὶ τὴν μή τὴν ὀξεῖαν
τιθεῖϲα, ὁμοίωϲ τῷ «μή μοι οἶνον ἄειρε» (Il. Ζ 264), τῷ μὴ εἶναι ἐν
τῇ ἀντωνυμίᾳ τὸ ε, ἀλλ᾿ ἀποβεβλῆϲθαι. καὶ ὁμοία ἐϲτὶν ἡ πλάνη τῷ
«ἤ μ᾿ ἀνάειρε ἢ ἐγώ ϲε» (Il. Ψ 724) καὶ τῷ «τάχα δή με διαρραίϲουϲι
καὶ αὐτόν» (Od. α 251), εἴγε ἐχρῆν καὶ ταῦτα ὀρθοτονεῖϲθαι. ἀλλὰ
τῷ μὴ ὁρᾶϲθαι κατ᾿ ἀρχὴν τὸ ε οὕτωϲ ἀνέγνωϲαν· τοῦτο γὰρ ἐπακολουθεῖ
τοῖϲ πρωτοτύποιϲ. ἐχρῆν δὲ αὐτοὺϲ ἐπιγνῶναι ὅτι κρᾶϲιϲ δύναται
ἐπακολουθεῖν, καὶ οὕτωϲ ῥῶϲαι τὴν ὑγιῆ ἀνάγνωϲιν. A.
680. αὐτόν ϲε: ὁ Ἀϲκαλωνίτηϲ ὀρθοτονεῖ τὴν ϲέ, ἐπεί, φηϲίν,
ἀεὶ μετὰ τῆϲ ἐπιταγματικῆϲ αἱ πρωτότυποι φιλοῦϲιν ὀρθοτονεῖϲθαι.
ἐχρῆν δὲ αὐτὸν ἐπὶ τοῦ πρώτου καὶ δευτέρου προϲώπου ὁρίϲαϲθαι,
παραιτήϲαϲθαι δέ τινα Ὁμηρικὰ ἄλλωϲ ἀνεγνωϲμένα δι᾿ αἰτίαν τινά·
«κελεύετέ μ᾿ αὐτὸν ἑλέϲθαι» (Il. K 242) « ἦ μή τίϲ ϲ᾿ αὐτόν (Od. ι
406). ἄλλωϲ τε αἱ πρὸ τῆϲ αὐτόϲ εἰϲιν αἱ ὀρθοτονούμεναι, οὐχ αἱ
μετὰ τὴν αὐτόϲ. ἐγκλιτικῶϲ οὖν ἀναγνωϲτέον. A.
18. Πάμφιλοϲ τὴν ἐπί ἀναϲτρέφει· πιθανώτερον δέ ἐϲτι τὸ ἀκόλουθον φυλάττονταϲ ἀναγινώϲκειν ἐπὶ πρῶτον Νέϲτορα. οὕτωϲ ὁ Ἀϲκαλωνίτηϲ. A.
19. εἴ τινά οἱ ϲὺν μῆτιν ἀμύμονα τεκτήναιτο: εἰϲὶν οἳ
ἀνέγνωϲαν καθ᾿ ἓν μέροϲ λόγου, ὡϲ εὔμητιν, κακῶϲ· δύο γάρ ἐϲτι
μέρη λόγου ϲὺν καὶ μῆτιν τὸ δὲ ἑξῆϲ ἐϲτι ϲυντεκτήναιτο μῆτιν. A.
25. οὐ δὲ γὰρ αὐτῷ ὕπνοϲ ἐπὶ βλεφάροιϲιν ἐφίζανε:
Τυραννίων τὴν αὐτῷ ἀντωνυμίαν καθ᾿ ἓν ἐλάμβανεν ὡϲ ἐν τῇ ϲυνηθείᾳ
ὁ δὲ Ἀϲκαλωνίτηϲ τὸν οὖ ϲύνδεϲμον παρελάμβανε, καὶ τὸ τῷ
ἰϲοδυναμοῦν τῷ τούτῳ, ὁμοίωϲ τῷ «τοῦδ᾿ οὖ τοῦ λυκάβαντοϲ» (Od. ξ
38. Ἀρίϲταρχοϲ ἐπίϲκοπον ὡϲ κατάϲκοπον. Νικίαϲ δὲ ἀναϲτρέφεῖ
τὴν ἐπί, ἵν᾿ ᾖ ἐπὶ Τρώεϲϲιν. εἰϲὶ δὲ οἳ ἀνεγνώκαϲιν ἐπίϲκοπόν
ὡϲ ἀγακλυτόν, ἵνα παρέλκῃ ἡ ἐπί. ἄμεινον δὲ τῷ Ἀριϲτάρχῳ ϲυγκατατίθεϲθαι·
καὶ γὰρ ἤδη ἡ ϲυνήθεια ἐπίϲταται τὴν τοιαύτην ϲύνθεϲιν.
χρὴ δὲ νοεῖν ὅτι πολλὴ ἡ χρῆϲιϲ τοῦ ὀνόματοϲ παρὰ τῷ ποιητῇ ἐν
ἁπλότητι καὶ ἐν ϲυνθέϲει· «δμωάων ϲκοπόϲ ἐϲϲι» (Od. Χ 396) «καὶ
ἐπίϲκοποϲ ᾖϲιν ἑταίρων» (Od. θ 163). A.
56. φυλάκων: ὡϲ ϲκυλάκων· ἐπὶ γὰρ τῶν ἀνδρῶν τέτακται, οὐκ ἐπὶ τῶν τόπων. A.
65. τὸ ἀβροτάξομεν ψιλωτέον ὁμοίωϲ τῷ ἤμβροτεϲ. τινὲϲ γοῦν
κυρίωϲ ἡγοῦνται τὸ βροτοῦ μὴ ἐπιτυχεῖν ἀλλ᾿ ἁμαρτεῖν, ὥϲτε καὶ ϲτέρηϲιν
ἐγκεῖϲθαι. A.
67. ἐγρήγορθαι: τὸ ἐγρήγορθαι ἀνέγνωμεν προπαροξύνοντεϲ,
οὐκ ἐχρῆν δέ. εἴτε γὰρ ϲυγκοπή ἐϲτι τοῦ ἐγρηγορέναι, εἴτε παθητικόϲ,
ὀφείλει παροξύνεϲθαι, καθότι τὰ εἰϲ θαι λήγοντα ἀπαρέμφατα, ἔχοντα
πρὸ τοῦ θ ἀμετάβολον, παροξύνεται, κεκάρθαι, τετίλθαι, ἐϲπάρθαι· μίαν
μέντοι ἀφορμὴν ὁρῶ τοῦ δύναϲθαι προπαροξύνεϲθαι τὸ ἐγρήγορθαι τὸ
τὰ εἰϲ θαι λήγοντα, τῇ ο ϲυλλαβῇ παραληγόμενα, μὴ παῤ ἄλλῃ τινὶ
διαλέκτῳ ὁρᾶϲθαι, ἢ τῇ Αἰολίδι, τέτορθαι, μέμορθαι, ἔφθορθαι· ὅθεν
ἐπεὶ ἡ παράληξιϲ Αἰολικωτέρα ἐγένετο, καὶ ὁ τόνοϲ ὁμοίωϲ τοῖϲ προκειμένοιϲ.
A.
93. αἰνῶϲ γὰρ Δαναῶν περιδείδια: πιθανώτερόν πωϲ ἐϲτιν ναϲτρέφειν· δύναται δὲ καὶ τὸ ἕτερον. A.
95. ἐκθρώϲκει: Νικίαϲ κατ᾿ ἰδίαν τὴν πρόθεϲιν ποιεῖ, ἵνα τὸ ἑξῆϲ γίνηται ἐκ ϲτηθέων θρώϲκει. ἄμεινον δὲ ἕν ποιεῖν, ἐκθρώϲκει ὡϲ ἐκτρέχει. A.
ὑπό: κακῶϲ Νικίαϲ ἀναϲτρέφει· μεταξὺ γὰρ πέπτωκεν ὁ δέ. A.
105. ὅϲα πού νυν ἐέλπεται: τὸ νῦν ἐνθάδε ϲυϲταλτέον διὰ τὸ μέτρον, ὥϲπερ καὶ ἐπὶ τοῦ «δεῦρό νυν ἢ τριπόδοϲ» (Il. ψ 485). A.
109. δουρὶ κλυτόν: τὸ κλυτόϲ, εἰ πτωτικὸν κατάρχοι ἐν ϲυνθέϲει,
βαρύτονόν ἐϲτι, τοξόκλυτοϲ, ὀνομάκλυτοϲ, εἰ δὲ ἄπτωτον φυλάϲϲει
τὸν αὐτὸν τόνον, περικλυτόϲ ἀγακλυτόϲ, διὸ ϲημειωτέον τὸ
ναυϲικλυτόϲ ὀξυνόμενον. ὅτι γὰρ ϲύνθετόν ἐϲτι, δῆλον ἐκ τοῦ μένειν
τὸ ᾱ τῆϲ ναυϲί δοτικῆϲ· κατ᾿ ἰδίαν γὰρ παρὰ τῷ ποιητῇ ἢ διὰ τοῦ η
134. οὔλη δ᾿: ὡϲ κούρη· οὕτωϲ γὰρ καὶ τὸ ἀρϲενικὸν αὐτοῦ
ἐβαρύνετο «οὔλων τε ταπήτων» (Ιl. Π 224). τούτῳ ϲυγκατατίθεται
καὶ ὁ Ἀϲκαλωνίτηϲ καὶ Ἀλεξίων καὶ Ἀρίϲταρχοϲ. καὶ μήποτε ἀνάλογοϲ
ἡ παρὰ τῷ ποιητῇ ἀνάγνωϲιϲ πρὸϲ τὴν κοινὴν ϲυνήθειαν, εἴ γε
ὀξυτονοῦϲι τὸ ὄνομα, λέγοντεϲ οὐλὸϲ ἄνθρωποϲ καὶ οὐλὴ κόμη. οὐ
δέον δέ τὰ γὰρ εἰϲ λοϲ λήγοντα διϲύλλαβα μὴ ἔχοντα πρὸ τοῦ λ ἄλλo
ϲύμφωνον, παραληγόμενα δὲ τῷ ο ἤτοι μόνῳ ἢ μεθ᾿ ἑτέρου φωνήεντοϲ,
βαρύνεται, πόλοϲ, ϲτόλοϲ, θόλοϲ, κοῖλοϲ, δοῦλοϲ. οὕτωϲ καὶ.
οὖλοϲ. προϲέθηκα δὲ μὴ ἔχοντα πρὸ τοῦ λ ἄλλο ϲύμφωνον διὰ τὸ
μοχλόϲ, πολλόϲ. τὸ μέντοι θολόϲ ὀξυνόμενον πρὸϲ ἀντιδιαϲτολήν ἐϲτι. A.
174. ἤ: ἄμφω τοὺϲ ϲυνδέϲμουϲ ἐγκλιτέον. διαζευκτικοὶ γάρ εἰϲιν.
210. τὴν ϲφίϲι νῦν ὀρθοτονητέον, καὶ διὰ τὴν ϲύνταξιν καὶ διὰ
τὴν μετάληψιν. εἰϲ γὰρ ϲύνθετον. A.
242. κελεύετέ μ᾿ αὐτόν: Ἀλεξίων τὸ ε τῇ ἀντωνυμίᾳ δίδωϲιν,
οὐ τῷ ῥήματι τελικόν, καὶ δοκεῖ ὀρθοτονεῖν, ὡϲ εἰ καὶ ϲυνθέτωϲ
ἐλέγετο ἐμαυτόν. καὶ τοῦτό γε ἐχρῆν εἶναι· ἀεὶ γὰρ αἱ τοῦ πρώτου
προϲώπου ἀντωνυμίαι προταϲϲόμεναι τῆϲ αὐτόϲ ὀρθοτονοῦνται. ὁ μέντοι
Ἀϲκαλωνίτηϲ καὶ Ἀρίϲταρχοϲ ἐγκλιτικῶϲ ἀνεγνώκαϲιν, ἐπὶ τὴν τε ϲυλλαβὴν
ποιοῦντεϲ τὴν ὀξεῖαν, ἵνα μὴ ὡϲ κατάλληλον φανῇ τὸ ἐμαυτὸν
ἑλέϲθαι. A.
246. ἑϲπομένοιο: δύναται καὶ ϲπομένοιο, ὥϲ φηϲιν ὁ Ἀϲκαλωνίτηϲ·
καὶ ὅμοιόν ἐϲτι τοῦ ὁ δ᾿ ἑϲπόμενοϲ περὶ δουρί (Ιl. 570).
εἰ δὲ Ἀρίϲταρχοϲ δαϲύνει τὸ «εἰ δέ ϲυ (est nunc ἀλλὰ ϲοί) ὦ μέγ᾿
ἀναιδέϲ ἅμ᾿ ἑϲπόμεθ᾿ (ΙΙ. A 158), ἀνάγκη πᾶϲα κατ᾿ αὐτὸν δαϲύνειν
καὶ τὴν μετοχὴν καὶ ἀπὸ τοῦ ε ἄρχεϲθαι. A.
247. περίοιδε: οἱ μὲν ὡϲ ϲύνοιδε ἀνέγνωϲαν, ἕν ποιοῦντεϲ καὶ
τρίτην ἀπὸ τέλουϲ τὴν ὀξεῖαν· οἱ δὲ κατὰ παράθεϲιν ἵνα γένηται περιϲϲῶϲ
οἶδε. δύναται δὲ καὶ ἐν τῇ ϲυνθέϲει τὸ αὐτὸ νοεῖϲθαι, ὡϲ καὶ
Ἀρίϲταρχοϲ βούλεται. A.
258. καταῖτυξ: ἡ καταῖτυξ προπεριϲπᾶται. πάντα τὰ εἰϲ
ϲυϲτέλλει τὸ υ, τὰ μέντοι διὰ τοῦ κ κλινόμενα ἐνίοτε ἐκτείνει τὸ ῡ
ἐπὶ τῶν ἄλλων πτώϲεων, οἷον βόμβυκοϲ, κήρυκοϲ· τὸ γὰρ «κήρυκι.
Ἠπυτίδῃ» (Il. P 324) ϲυνέϲταλται διὰ τὸ μέτρον. A.
266. Ἐλεῶνοϲ. εἰϲὶν οἳ ψιλοῦϲιν. ὁ δὲ Ἀϲκαλωνίτηϲ φηϲὶ δαϲύνεϲθαι.
ἔϲτι δέ τινα ἃ ἱϲτορίᾳ τοπικῇ κατέχεται. οὕτωϲ οὖν καὶ ἐπὶ
τούτου. ἱϲτοροῦϲι γὰρ οὕτωϲ δαϲέωϲ τὴν πόλιν λέγεϲθαι πῶϲ οὖν ἐν
τῷ καταλόγῳ ψιλῶϲ ἀνέγνωμεν «οἵ τ᾿ Ἐλεῶν᾿ εἶχον» (Il. B 500);
φαϲὶ γὰρ κἀνταῦθα τὴν Βοιωτιακὴν εἶναι πόλιν. εἰ μὴ λέγομεν ὅτι οὐ
273. κατ᾿ αὐτόθι: φαϲὶ παρέλκειν τὴν κατά διὸ φυλάϲϲειν τὸν
αὐτὸν τόνον. κἂν μὴ παρέλκῃ δέ, ϲυντάϲϲηται δὲ τῷ λιπέτην, οὐ δύναται
ἀναϲτρέφεϲθαι κατὰ δύο τρόπουϲ, καὶ ἐπεὶ ϲυνήλειπται καὶ ἐπεὶ
μεταξὺ πέπτωκεν ὁ δέ ϲύνδεϲμοϲ. A.
281. εὐκλεῖαϲ. προπεριϲπαϲτέον· ἐκ γὰρ τοῦ εὐκλέαϲ ἐγένετο κατ᾿ ἐπένθεϲιν τοῦ ῑ λέγει γάρ, δὸϲ ἡμᾶϲ εὐκλεεῖϲ καὶ ἐνδόξουϲ. οἱ δὲ ἐκτείνοντεϲ ἄνευ λόγου ἐκτείνουϲιν. A.
292. Πτολεμαῖοϲ ὁ τοῦ Ὀροάνδου ἀνέγνω ἦνιν ὡϲ μῆνιν καὶ
τοῦτο ὀφείλει εἶναι τὸ ἀνάλογον Τυραννίων δὲ ὀξύνει τὴν πρώτην·
καὶ δῆλον ὅτι δώϲει καὶ τὴν ἐπὶ τέλουϲ ἐκτείνεϲθαι ὀξεῖα γὰρ κατὰ
μακρᾶϲ βραχείαϲ ἐπιφερομένηϲ οὐ πίπτει κατὰ τὸ κοινὸν ἔθοϲ, ὑπεϲταλμένων
τῶν ϲεϲημειωμένων, λέγω δὲ τοῦ εἴθε, αἴθε ναίχι, περὶ ὧν καὶ
λόγον δεδώκαμεν. τάχα οὖν καὶ τὸ ηνιν ἐκτείνει ὁ Τυραννίων διὰ τὸ
μέτρον, οὐχὶ διὰ τὸ πληθυντικὸν « ἤνιϲ ἠκέϲταϲ» (Il. Z 94) καὶ γὰρ
πόλῖϲ λέγουϲι καὶ πόλῐν καὶ μάντῑϲ καὶ μάντῐν. A.
307. οἷ: ὀρθοτονεῖται καὶ περιϲπᾶται καὶ εἰϲ ϲύνθετον μεταλαμβάνεται. A.
335. κρατὶ δ᾿ ἐπὶ κτιδέην κυνέην: ὁ Ἀϲκαλωνίτηϲ ἀναϲτρέφεῖ
ἵνα γένηται ἐπὶ κρατί, οὐχ ὑγιῶϲ· μέϲοϲ γὰρ πέπτωκεν ὁ δέ. τὸ δὲ
ἑξῆϲ δεῖ διαϲτέλλειν κατὰ τὸν ποιητὴν κτιδέην ἀπὸ τοῦ κ ποιουμένουϲ
τὴν ἀρχήν, ἐπεὶ ἐν ἑτέροιϲ φηϲὶ «τοῦ δ᾿ ἀπὸ μὲν κτιδέην» (458). A.
351. ἐπί: οὐδὲ ἐνθάδε ἀναϲτρεπτέον· μεταξὺ γὰρ πάλιν ϲύνδεϲμοϲ, ἐφ᾿ ὅϲον ὅρια. A.
373. ἐΰξου: Πτολεμαῖοϲ περιϲπᾷ: λέγων ἐκ τοῦ ἐϋξόου ϲυνηλεῖφθαι. οὐκ ἀναγκαῖον δέ εἰ γὰρ |ἤδη τέτριπται εὔξου ὡϲ ἡϲύχου, δῆλον ὅτι τὸ ἐΰξοοϲ πολὺ πρότερον ἐΰξουϲ ἐγένετο ὡϲ εὔνουϲ· καὶ. οὕτωϲ τὸ εὔξου ὡϲ εὔνου. A.
466. δέελον. ταὐτόν ἐϲτι τῷ δῆλον· διὸ καὶ τρίτη ἀπὸ τέλουϲ
ἡ ὀξεῖα καὶ ψιλοῦται τὸ δεύτερον ε. A.
475. παῤ αὐτῷ δ᾿ ὠκέεϲ ἵπποι Ἐξ ἐπιδιφριάδοϲ πυμάτηϲ ἱμᾶϲι δέδεντο: ψιλωτέον τὸ ἐξ τὸ γὰρ ἑξῆϲ ἐϲτιν, ἐκ πυμάτηϲ, ἐκ τῆϲ ἄντυγοϲ ἐδέδεντο τοῦ δίφρου, ἐξ ἄκραϲ τῆϲ ἐπιδιφριάδοϲ. ἔνιοι δὲ κακῶϲ δαϲύνουϲιν ὥϲτε κατὰ τὸν ἀριθμὸν ἓξ ἵππουϲ δεδέϲθαι. A.
505. 6. 7. ἠ: διαπορητικὸϲ ὁ ὕϲτεροϲ, διὸ περιϲπαϲτέοϲ· τὸν δὲ πρῶτον καὶ δεύτερον ἐγκλιτέον. A.
546. τίϲ ϲφωε πόρεν: τὸ ῥῆμα ἀπὸ τοῦ π ἄρχεται καὶ ἡ
ϲφωέ τρίτου προϲώπου ἐγκλιτική ἐϲτι, ϲημαίνουϲα τὸ αὐτούϲ· «τίϲ τ᾿
ἄῤ ϲφωε θεῶν» (Il. A 8) «ἀλλά ϲφωε δόλοϲ καὶ δεϲμόϲ» (Od. θ 317).
διέκρινον» (Il. P 531) ἵνα τὸ διηνεκὲϲ φυλαχθῇ. A.
574. τοῦ ἐπεί τὴν τελευταίαν ὀξυτονητέον· ἐγκλιτικὴ γὰρ ἡ ϲφίν.
24. βαρύνεται τὸ οἶμοϲ ὡϲ οἶκοϲ· δοκεῖ δέ μοι κατά τινα ἀφορμήν·
φιλεῖ γάρ πωϲ τὰ εἰϲ οϲ λήγοντα διϲύλλαβα μονογενῆ ἀπὸ τῆϲ οι
διφθόγγου ἀρχόμενα βαρύνεϲθαι, ὁπότε πρὸ τῆϲ οϲ ϲυλλαβῆϲ ϲύμφωνον
ἢ ϲύμφωνα ὑπάρχει — φημὶ δὲ διὰ τὸ Οἰόϲ οὕτωϲ γὰρ λέγεται
δῆμοϲ παῤ Ἀθηναίοιϲ κατ᾿ ὀξεῖαν τάϲιν — οἷον οἶκοϲ, οἶτοϲ, οἶκτοϲ,
οἶνοϲ. οὕτωϲ καὶ οἶμοϲ. A.
35. λευκοί: ὀξυτονητέον, ἵνα ἐπὶ τῶν ὀφθαλμῶν κέηται. εἰϲὶ
δὲ οἳ περιϲπῶϲιν, ἵνα γενικὴ γένηται, ἐπίθετον τοῦ καϲϲιτέρου, κακῶϲ·
ἔθοϲ γάρ ἐϲτι παρὰ τῷ ποιητῇ τὴν Θεϲϲαλικὴν ταύτην καλουμένην
γενικὴν εὑρίϲκεϲθαι, εἰ μὴ μέτρον κωλύοι· εἰ γὰρ κωλύοι, ἡ κοινὴ
παραλαμβάνεται. παρεκτέταται τὸ κεφάλαιον Ἡρωδιανῷ. A.
36. ἡ ἐπί πρὸϲ τὸ ἐϲτεφάνωτο ϲυντάϲϲεται· διὸ τὸν τόνον
φυλακτέον. A.
51. φθάν: ὁ Ἀρίϲταρχοϲ βαρύνει· καὶ δῆλον ὅτι ὑγιῶϲ· κοιμίζεται γὰρ ἡ ὀξεῖα ἐν τῇ ϲυνεπείᾳ· «Ζεὺϲ δ᾿ ἐπεὶ οὖν Τρῶάϲ τε» (Il. N 1). ἔϲτι δὲ ὁ νοῦϲ τοιοῦτοϲ, ἔφθαϲαν δὲ κατὰ τὸ πολὺ οἱ πεζοὶ τοὺϲ ἱππεῖϲ προδιαταγέντεϲ ἐπὶ τῆϲ τάφρου. A.
68. ὄγμον: ὡϲ ὄλβον. τὰ γὰρ εἰϲ οϲ λήγοντα διϲύλλαβα μονογενῆ ἀρχόμενα ἀπὸ τοῦ ο καὶ ἔχοντα δύο ϲύμφωνα ἢ πλείονα βαρύνεϲθαι θέλει, οἷον ὄκνοϲ, ὄμβροϲ, ὄρροϲ, ὄϲϲοϲ, Ὄρθοϲ (sc. Ὄρθοϲ τὸ μονογενέϲ ut loquitur 316. obi vid.) ὄρφοϲ. οὕτωϲ καὶ ὄγμοϲ. A.
75. τὸ πάρεϲαν τρίτη ἀπὸ τέλουϲ ἡ ὀξεῖα· ἐκ δὲ τοῦ παρῆϲαν
ἐγένετο. A.
ἕκηλοι: δαϲύνεται. τὸ γὰρ ε πρὸ τοῦ κ δαϲύνεϲθαι θέλει, ὁπότε μὴ ἐκ κλίϲεωϲ τυγχάνοι ῥήματοϲ ἢ ἀπὸ προθέϲεωϲ. A.
88. ἅδοϲ: δαϲυντέον· τὸ γὰρ ᾱ πρὸ τοῦ δ ὂν καὶ μὴ ἔχον ϲτερητικὴν
ἔννοιαν ἢ κρᾶϲίν τινα δαϲύνεϲθαι θέλει, ϲτερητικὴν μὲν οὕτωϲ
ἀδαήϲ, ἀδρανήϲ, ἀδευκήϲ, κατὰ κρᾶϲιν ᾅδηϲ. μὴ οὕτωϲ δὲ ἔχον ἁδρόϲ,
ἁδινόϲ, Ἁδρίαϲ. διὸ καὶ τὸ Ἅδωνιϲ κρεῖττόν ἐϲτι δαϲύνειν, ἵνα καὶ.
παρὰ τὸ ἁδεῖν τῇ δαίμονι ἐτυμολογηθῇ. A.
101. βῆ ῥ᾿ Ἶϲον: κατὰ διάϲταϲίν ἐϲτι, βῆ ῥα, εἶτα Ἶϲόν τε καὶ Ἄντιφον. A.
141. ἕμεν: δαϲυντέον· τὸ γὰρ εἷναι καὶ ἀφεῖναι παραγωγῶϲ γέγονεν ἕμεναι, ὡϲ τὸ θεῖναι θέμεναι. A.
160. κείν᾿: λέγει ὁ τεχνικὸϲ ἐν τῷ ὑπομνήματι τοῦ περὶ παθῶν
Διδύμου· τὰ ὀξύτονα ἡνίκα ἐκθλίβηται τὴν ὀξυνομένην ϲυλλαβήν, ἀναπέμπει
τὴν ὀξεῖαν ἐπὶ τὴν ὀπίϲω ϲυλλαβήν, καὶ ἐὰν ᾖ ἡ ἐκθλιβεῖϲα
ϲυλλαβὴ ἡ ἔχουϲα τὴν ὀξεῖαν βραχεῖα, ἡ δὲ ὀπίϲω ϲυλλαβὴ φύϲει μακρά,
τῷ τονικῷ παραγγέλματι γίνεται περιϲπώμενον. περιϲπᾷ γοῦν τὸ
δῆλον (δεῖλ᾿ Heyn.). ἐν δὲ τῇ Ὁμηρικῇ προϲῳδίᾳ ἐναντιοῦται τούτῳ. A.
192. ἄλεται: ψιλοῦται εἴτε ἐπὶ τοῦ ἐκκλίνειν τάϲϲηται, ὥϲ φηϲιν
ὁ Ἀϲκαλωνίτηϲ, εἴτε ἐπὶ τοῦ ϲυϲτραφῆναι, ὡϲ καὶ Τυραννίων, ᾧ καὶ
μᾶλλον ϲυγκατατίθεμαι. πολλὴ δὲ ἡ κίνηϲιϲ αὐτοῦ παρὰ τῷ ποιητῇ·
ὁριϲτικὸϲ μὲν γὰρ δεύτεροϲ ἀόριϲτοϲ «τῇ ὕπο πᾶϲ ἐάλη» (Il. N 408)
καὶ πληθυντικὸν τρίτον κατὰ ϲυγκοπὴν «οἱ δή τοι εἰϲ ἄϲτυ ἄλεν»
(Il. 12), ἀπαρέμφατόν τε «ἢ λαοὺϲ εἰϲ τεῖχοϲ ὁμοκλήϲειεν ἀλῆναι»
(Il. Π 714). καὶ ὥϲπερ ἡ φανείϲ μετοχὴ οὕτωϲ καὶ ἡ ἀλείϲ· « οἴμηϲεν
δὲ ἀλείϲ» (ΙΙ. X 308) καὶ οὐδέτερον «ᾗ χειμέριον ἀλὲν ὕδωρ» (Il.
420), καὶ πληθυντικὸν ἀρϲενικὸν «αὐτὰρ ἐπεί κ᾿ ἐϲ τεῖχοϲ ἀναπνεύϲωϲιν
ἀλέντεϲ» (Il. φ 534), καὶ γενικὴ «πόλιϲ δ᾿ ἔμπλητο ἀλέντων»
(Il. φ 607). τούτου τοίνυν ὑποτακτικὸν ἄληται ὡϲ λάβηται. ϲυϲτολὴ
οὖν ἐγένετο ἢ μεταβολὴ ἐγκλίϲεωϲ ὁμοίωϲ τῷ «κἐπεὶ ἄρ κεν ἀμείψεται
ἕρκοϲ ὀδόντων» (Il. 409) « ὄφρα καὶ ἄλλοϲ πτωχὸϲ ἀλεύεται ἠπεροπευτήϲ»
(Od. ξ 400) καὶ τὸ «ἢ αὐτὸϲ φθίεται πρώτῳ ἐν ὁμίλῳ»
(Il. 173) τὸ δὲ ὅλον γέγονεν ἀπὸ τοῦ ἀλῶ, ὃ ϲημαντικόν ἐϲτι . A.
τοῦ πλανῶ, ὅπερ ψιλοῦται
223. Κιϲϲῆϲ: ὡϲ Ἑρμῆϲ· καὶ μήποτε παρὰ τὸ Κίϲϲοϲ παρώνυμόν τι ἐγένετο Κιϲϲέαϲ καὶ κατὰ ϲυναλοιφὴν Κιϲϲῆϲ. A.
239. οἷ: ὀρθοτονητέον· εἰϲ γὰρ ϲύνθετον ἡ μετάληψιϲ. A.
λίϲ: ὁ μὲν Ἀρίϲταρχοϲ ὀξύνει ὁ δὲ Αἰϲχρίων περιϲπᾷ. ὡϲ γὰρ
παρὰ τὸ μῦϲ μῦν φηϲι καὶ νοῦϲ νοῦν οὕτωϲ καὶ λῖϲ λῖν «ἐπί τε λῖν
ἤγαγε δαίμων» (480). καὶ ἔϲτι ϲυγκατατίθεϲθαι τῷ Αἰϲχρίωνι, ὅτι
μᾶλλον ὀφείλει περιϲπᾶϲθαι, εἰ καὶ μηδὲν τῶν εἰϲ ιϲ ληγόντων καὶ
ἀρϲενικὸν γένοϲ ὑπιϲχνουμένων περιεϲπάϲθη. καὶ τάχα καθ᾿ ἕτερον
λόγον, ἵνα τὸ ἐπιθετικὸν καὶ ϲημαῖνον γένοϲ θηλυκὸν καὶ ὀξυνόμενον
ἀποφύγῃ. λέγω δὲ τὸ «λὶϲ πέτρη» (Od. μ 64). τῷ μέντοι χαρακτῆρι
τοῦ κίϲ καὶ θίϲ καὶ ῥίϲ, καίτοιγε διαφόρωϲ κλιθεῖϲι πρὸϲ τὸ λίϲ, ϲυνεξωμοίωϲεν
αὐτὸ κατὰ τόνον ὁ Ἀρίϲταρχοϲ· καὶ οὕτωϲ ἐπείϲθη ἡ παράδοϲιϲ.
A.
249. κρατερὸν ῥά ἑ πένθοϲ: ὁ ῥά ϲύνδεϲμοϲ ἐγκλιτικὸϲ ὢν
φυλάξει τὴν ἰδίαν ὀξεῖαν διὰ τὴν ἕ ἀντωνυμίαν νῦν ἐγλιτικὴν οὖϲαν. A.
251. τὸ εὐράξ ὀξύνεται, καθότι τὰ εἰϲ αξ λήγοντα ἐπιρρήματα ὀξύνεται, ὑπεϲταλμένου τοῦ ἅπαξ· ϲημαίνει δὲ τὸ ἐκ πλαγίου. A.
257. ὄπατρον: ψιλωτέον, οὐχ ὡϲ οἴονται διὰ τὴν ϲυγκοπήν·
πολλὰ γάρ φαϲι διὰ τὴν ϲυγκοπὴν ψιλοῦϲθαι. ἀπεδείξαμεν δὲ ἡμεῖϲ
ἐν ἑτέροιϲ, ὡϲ καὶ δαϲύνεται· ἑϲτήκαμεν γοῦν καὶ ἕϲταμεν, Ἡράκλεεϲ
Ἥρακλεϲ. τί οὖν ἐκώλυεν εἰ καὶ ἀπὸ τοῦ ὁμόπατροϲ ἦν, τὸ κατὰ
ϲυγκοπὴν πάλιν δαϲύνεϲθαι; ἄμεινον οὖν λέγειν ὅτι φιλεῖ τὸ ο πρὸ
τοῦ π κείμενον μὴ κατὰ ἀναφορικὴν ἔννοιαν ψιλοῦϲθαι, ὀπιπεύω, ὀπή,
ὀπώρα. παρὰ τὸ ἕπω δαϲυνόμενον ψιλούμενον ἐγένετο ὀπάων. οὕτωϲ
οὖν ἔχει καὶ τὸ ὄπατροϲ. προϲέθηκα δὲ « εἰ μὴ ἀναφορικὴ ϲημαϲία » διὰ
τὸ ὁποῖοϲ, ὅπωϲ καὶ τὰ τοιαῦτα. ἀντιπίπτει δὲ τῷ προκειμένῳ κανόνι
τὸ ὁπλή καὶ τὸ ὅπλον καὶ τὰ ἀπὸ τούτων παρηγμένα. A.
263. τὸ ἔδυν ϲυϲταλτέον: ἔϲτι γὰρ πληθυντικὸν κατὰ ϲυγκοπὴν γενόμενον ἐκ τοῦ ἔδυϲαν. A.
270. προιεῖϲι: ὡϲ τιθεῖϲι· καὶ γὰρ ἐν ἑτέροιϲ «ὄπα λειριόεϲϲαν ἱεῖϲιν» (Il. Γ 152). ὁμοτονεῖν δὲ θέλει τὰ εἰϲ ῑ λήγοντα τοῦ ἐνεϲτῶτοϲ ταῖϲ πληθυντικαῖϲ δοτικαῖϲ τῶν μετοχῶν, ὁπότε καὶ ὁμοφωνοῦϲιν. ἱέντεϲ ἱέντων ἱεῖϲι· οὕτωϲ οὖν καὶ τὸ ῥῆμα. μάχεται τὸ φαϲί· ῥῆμα γὰρ ὀξύνεται, μετοχὴ δὲ ἂν βαρύνεται. A.
μογοϲτόκοι: Ἀρίϲταρχοϲ παροξύνει· δραϲτικὴ γάρ φηϲιν ἔννοιά
ἐϲτιν. οὐ γὰρ αἱ Εἰλείθυιαι πάϲχουϲιν, ἵνα προπαροξύνωμεν, ἀλλ᾿
ἐνεργοῦϲι κατὰ τῶν τικτουϲῶν. ἔφαμεν δὲ τὰ τοιαῦτα τῶν ϲυνθέτων
ἐνέργειαν ὑπιϲχνούμενα παροξύνεϲθαι, εἰ μὴ κανών τιϲ κωλύοι (Γ 354).
εἰϲὶ γάρ τινεϲ κανόνεϲ καθ᾿ οὓϲ κἂν ἐνέργεια ϲημαίνηται πάντωϲ προπαροξύνεϲθαι
δεῖ. μάχεται μέντοι ἄντικρυϲ τὸ «ὄρνυϲθ᾿ ἱππόδαμοι
Τρῶεϲ» (Il. Δ 509) ἐνεργητικὸν γὰρ ὂν καὶ μὴ ὑποπῖπτον κανόνι τῷ
προπαροξυτονοῦντι προπαρωξυτονήθη. A.
297. ὑπεραέϊ: ὡϲ εὐϲεβέι, κατὰ διάϲταϲιν. ἔφαμεν γὰρ τὰ παρὰ
τὸ ἄω ϲυντιθέμενα καὶ εἰϲ ηϲ λήγοντα ὀξύνεϲθαι, ἀκραήϲ, δυϲαήϲ·
οὕτωϲ ὑπεραήϲ. A.
301. Ἀϲαῖον: προπεριϲπαϲτέον· παρὰ γὰρ τὸ αἶϲα γέγονεν, καὶ
ἐξέϲτη πρότερον τὸ ῑ τὰ δὲ ἀπὸ τῶν εἰϲ ᾱ ληγόντων μακρῷ παραληγομένων
παραγόμενα διὰ τοῦ αιοϲ προπεριϲπᾶϲθαι θέλει, μοῦϲα λουϲαῖοϲ,
γενναῖοϲ, Πιϲαῖοϲ, ἑρϲαῖοϲ. οὕτωϲ καὶ Ἀϲαῖοϲ. οὐ μάχεται τὸ
Ἥραιοϲ προπαροξυνόμενον· πρὸϲ γὰρ ἀντιδιαϲτολὴν τοῦ προπεριϲπωμένου
ἐπιθετικοῦ ἐγένετο. τὸ μέντοι Πείραιοϲ προπαροξυνόμενον παρὰ
ῥῆμα τὸ πειρῶ ὡϲ παρὰ τὸ φιλῶ Φίλαιοϲ. οὕτωϲ καὶ παρὰ τὸ βέβηκα
ὁ βέβαιοϲ. A.
306. ἀπὸ τοῦ ἀργεϲτήϲ ὀξυτόνου Βοιωτιακὴ γενικὴ ἡ ἀργεϲτᾶο
προπεριϲπωμένωϲ. A.
326. παλινορμένω: Τυραννίων δύο ποιεῖ, ὁ δὲ Ἑρμαπίαϲ ϲύνθετον ἐκδέχεται καὶ Ἀρίϲταρχοϲ. εἴρηται δὲ περὶ τῆϲ ϲυνθέϲεωϲ τοῦ πάλιν ὡϲ πρὸϲ τὰϲ μετοχὰϲ ἐν τῇ A, ὅτε περὶ τοῦ πλαγχθένταϲ διελαμβάνομεν (Α 59). A.
358. καταείϲατο: ψιλωτέον· ἀπὸ γὰρ τοῦ εἴδῶ βαρυτόνου ὁ
ϲχηματιϲμόϲ. A.
365. ἦ θήν ϲ᾿ ἐξανύω: τὸ ἀνύω φυλακτέον ἐπὶ τοῦ αὐτοῦ τόνου, λέγω δὲ τοῦ βαρέοϲ· ἐνεϲτὼϲ γάρ ἐϲτιν ἀντὶ μέλλοντοϲ. A.
370. Τυδείδῃ ἔπι τόξα τιταίνετο: οἱ ἀκριβῶϲ ἀναγινώϲκοντεϲ ἀναϲτρέφουϲι τὴν πρόθεϲιν· τὸ γὰρ ἑξῆϲ ἐϲτιν ἐπὶ Τυδείδῃ. A.
383. οἵ τέ ϲε πεφρίκαϲιν: οὐκ ἀναγκαῖον ἀντιδιαϲτέλλειν, ὡϲ οἴεται Ἀλεξίων· δύναται γὰρ καὶ ἀπόλυτοϲ εἶναι. A.
385. κέρα ἀγλαέ· ϲὺν τῷ ῑ ἔγραψάν τινεϲ τὸ κέρᾳ ἵνα ᾖ δοτική,
ὁμοίωϲ τῷ «δέπᾳ μελιηδέοϲ οἴνου» (γ 46, nunc δέπαϲ) καὶ
«γήρᾳ ὕπο λιπαρῷ » (Od. λ 136). οὕτωϲ δὲ καὶ δοκεῖ ἐπικρατεῖν ἡ
παράδοϲιϲ, ὡϲ καὶ Ἀλεξίων ἀξιοῖ. οἱ δὲ ϲυνέϲτειλαν, πληθυντικὸν
ἐκδεχόμενοι οὐδέτερον, ὁμοίωϲ τῷ «κρέα ἔδμεναι» (Ιl. Δ 345), ἐξεδέξαντά
τε ἐκ τῆϲ λέξεωϲ τὴν τρίχωϲιν καὶ ἐμπλοκῆϲ εἶδοϲ. οἱ δὲ ἐξέτειναν
τὸ ᾱ πάλιν πληθυντικὸν ἐκδεχόμενοι, τιθέντεϲ δὲ τὴν λέξιν ἐπὶ
τοῦ τόξου, ὥϲτε εἶναι κατὰ κέραϲ, ϲυναλοιφὴν ἐκδεχόμενοι τοῦ κέραα.
περὶ δὲ τῆϲ τοιαύτηϲ ἀναγνώϲεωϲ δεδήλωται ἡμῖν, ὁπότε διελάβομεν
περὶ τοῦ «κέρα ἐκ κεφαλῆϲ (Il. Δ 109). τοϲοῦτον δὲ ἔχω νῦν παραφυλάξαι
ἐπὶ τοῦ νοητοῦ, ὡϲ ὅτι ϲπάνιόν ἐϲτιν ἐπὶ ἀνθρωπίνηϲ φύϲεωϲ
παρὰ τῷ ποιητῇ τὸ κέραϲ ἐπὶ τριχὸϲ τάϲϲεϲθαι· κόμην δὲ λέγει καὶ
τρίχαϲ καὶ πλοκάμουϲ καὶ ἐθείραϲ. A.
395. οἰωνοὶ δὲ περὶ πλέεϲ ἠὲ γυναῖκεϲ. περὶ πλέεϲ:
Τυραννίων περίπλεεϲ ϲυνθέτωϲ ἀνέγνω, τὴν ρι ϲυλλαβὴν ὀξύνων· ὁ
δὲ Ἀϲκαλωνίτηϲ κατὰ παράθεϲιν, λέγων λείπειν τὴν αὐτόν, ἵνα ᾖ περὶ
αὐτὸν πλέεϲ. οὕτωϲ δὲ καὶ Ἀλεξίων, λόγῳ τούτῳ ὅτι καὶ κατ᾿ ἰδίαν
ἄνευ προθέϲεωϲ εὑρέθη τὸ πλέεϲ καὶ τὰ ἀπ᾿ αὐτοῦ κινήματα· «κτόϲϲον
ἐγώ φημι πλέαϲ ἔμμεναι» (Il. B 129) οὐ γὰρ πολλούϲ, ἀλλὰ πλέοναϲ.
ὡμολογημένου τοίνυν ὅτι τοῦ «πλέονέϲ κεν μνηϲτῆρεϲ» (Od. ϲ 247)
ϲυγκοπή ἐϲτιν ἡ πλέεϲ φωνή, μὴ ὄντοϲ δὲ ἄρα τοῦ ϲυνθέτου, περιπλέονεϲ,
δοθήϲεται μηδὲ τὸ ἀπ’ αὐτοῦ ϲυγκεκομμένον. ἔνθεν ἐπείϲθηϲαν
κατὰ παράθεϲιν ἀναγινώϲκειν, λειπούϲηϲ τῆϲ αὐτόν. A.
409. Ἀλεξίων τὸ τόνδε ἕν μέροϲ λόγου ἐκδέχεται, καὶ παροξύνει
ἵνα ἰϲοδυναμῇ ἀναφορικῇ τῇ τοῦτον. Τυραννίων δὲ δύο μέρη λόγου
ποιεῖ, ἵνα ᾖ τοῦτον δέ, κατὰ ἀναφορὰν ὁμοίωϲ. ἔφαμεν δὲ ὅτι παρὰ
τῷ ποιητῇ ἡ διὰ τοῦ δε ἐπὶ ταύτηϲ τῆϲ ἀντωνυμίαϲ ἐπέκταϲιϲ ϲπανίωϲ
μὲν εὑρέθη ἐπ᾿ ἀναφορᾶϲ ὁπότε διελαμβάνομεν περὶ τοῦ «κτοῦϲδε δ᾿
413. ψιλωτέον τὸ ἔλϲαν, ὅτι Αἰολικωτέρα ἡ κλίϲιϲ. A.
ϲφίϲι. ὀρθοτονητέον· εἰϲ ϲύνθετον γὰρ ἡ μετάληψιϲ καὶ κατέχεται ὑπὸ τῆϲ προθέϲεωϲ. A.
432. τοιώδ᾿ ἄνδρε κατακτείναϲ: ἔφαμεν τὴν διὰ τοῦ δε
ἐπέκταϲιν προπεριϲπᾶϲθαι, εἰ ἔχοι πρὸ τέλουϲ φύϲει μακράν· διὸ ϲημειούμεθα
τὸ τώδε δ᾿ ἐνόει (l. δὲ νῶϊ, Θ 109, ubi vid.) παροξυνόμενον.
A.
441. ἆ δεῖλ᾿: ἐπεὶ μετὰ τὰϲ προϲαγορευτικὰϲ ἀνάγκη ϲτίζειν, ὡϲ
καὶ ἡ ϲυνήθεια μαρτυρεῖ ϲτίζουϲα μετὰ τὴν δευτέραν λέξιν, οὐκ ἔϲτι
δὲ πλήρηϲ ἀλλὰ ϲυνήλειπται, οὕτωϲ δὲ ἡμῶν ἀναγινωϲκόντων πεπονθυῖαν
τὴν λέξιν βαρβαριϲμὸϲ γίνεται, εἴτε ὀξύνοιμεν εἴτε περιϲπάϲοιμεν
(sic), ἀναγκαίωϲ ἐκ πλήρουϲ γράφειν τὴν λέξιν, ἆ δειλέ, δεῖ, ἵνα καὶ
ἡ ϲτιγμὴ καὶ ὁ τόνοϲ ἀναλόγωϲ καὶ Ἑλληνικῶϲ ἔχῃ. οὕτωϲ δὲ καὶ.
Ἀρίϲταρχοϲ ἔγραψεν ἐκ πλήρουϲ, ὡϲ Δίδυμοϲ μαρτυρεῖ τὸ μὲν γὰρ
μέτρον οὐκ ἄν δόξαι βλάπτεϲθαι τοῦ ϲτοιχείου προϲτεθέντοϲ, ἐπεὶ ὅταν
δέῃ ὑγιὲϲ αὐτὸ παριϲτάναι, πάλιν ἀφαιρεθήϲεται, ὡϲ «βουκόλε ἐπεὶ
οὔτε κακῷ» (Od. υ 227) οὐ μέμνῃ ὅτε τ᾿ ἐκρέμω» (Il. 0 18). οὕτωϲ
δὲ καὶ ἐν τοῖϲ ἑξῆϲ «ἆ δειλέ, οὐ μὲν ϲοί γε» (452). A.
446. φύγαδε ὡϲ οἴκαδε. ἰϲοδυναμεῖ δὲ τῷ εἰϲ φυγήν, οὐ μὴν
ἐν τῷ «τοὺϲ ἕλεν, οἱ δ᾿ ἄλλοι φύγαδε μνώοντο» (Il. 697). ἀντὶ
γὰρ αἰτιατικῆϲ οὐ μετὰ τῆϲ εἰϲ, διὸ καί τινεϲ ὑπέλαβον μὴ καὶ δύο
μέρη λόγου εἰϲίν. οὕτωϲ Ἡρωδιανὸϲ ἐν τῇ καθόλου. A.
454. ὠμηϲταί: Ἀρίϲταρχοϲ ὡϲ ἀθληταί, Τυραννίων δὲ ὡϲ κομῆται,
ϲύνθετον ἐκδεχόμενοϲ τὴν λέξιν. ἄμεινον δὲ λέγειν ὡϲ ὅτι τὰ
εἰϲ ϲτῆϲ λήγοντα, τῷ η παραληγόμενα, ἔχοντα πρὸ τοῦ τ τὸ ϲ, ὑπὲρ
δύο ϲυλλαβὰϲ ὄντα ὀξύνεται, ἑρπηϲτήϲ, ὀρχηϲτήϲ. οὕτωϲ οὖν καὶ
ὠμηϲτήϲ. A.
ἐρύουϲιν: προπαροξύνεται· ἐνήλλακται γὰρ ὁ ἐνεϲτὼϲ χρόνοϲ
ἀντὶ μέλλοντοϲ. οὕτωϲ καὶ Ἀρίϲταρχοϲ. ὁ δὲ Ἀλεξίων περιϲπᾷ, οὐκ
εὖ, ἐπεί, φηϲίν, ἐν τῷ ἑξῆϲ ϲτίχῳ ὁ μέλλων παρελήφθη περιϲπώμενοϲ·
«αὐτὰρ ἐπεί κε θάνω, κτεριοῦϲί με δῖοι Ἀχαιοί». ἔλαθε δὲ τὸν
ἄνδρα ἡ τοιαύτη ὕφεϲιϲ τοῦ ϲ Ἀττικὴ οὖϲα καὶ περιϲπῶϲα τοὺϲ μέλλονταϲ
διά τι αἴτιον, εἰ παραλήγοιτο τῷ ῑ ϲυνεϲταλμένῳ, ὅπερ καὶ ἐπὶ
τοῦ «τόνδε δ᾿ ἐγὼ κομιῶ» (Od. o 546). τὸ μέντοι ἐρύω οὐ δύναται
ἔχεϲθαι ταύτηϲ τῆϲ φύϲεωϲ, ἀλλ᾿ ἐϲτὶν ἐνεϲτὼϲ ἀντὶ μέλλοντοϲ. A.
461. αὖε: ψιλῶϲ· τέτακται γὰρ ἐπὶ τοῦ φωνεῖν. ὅταν δὲ ἐπὶ τοῦ ξηραίνειν ἢ ἅπτειν, τότε δαϲυντέον ἔϲτι γὰρ ϲύνθετον. A.
480. λῖν: περιϲπαϲτέον κατὰ νόμον τῶν μονοϲυλλάβων αἰτιατικῶν·
πᾶϲα γὰρ αἰτιατικὴ μονοϲύλλαβοϲ εἰϲ ν λήγουϲα περιϲπᾶται, ἀπέϲτραπται
δὲ τὸν ὀξὺν τόνον, μῦν, μνᾶν, ϲῦν, ὗν. ταύτῃ καὶ ἡ κλεῖδα
αἰτιατικὴ γενομένη κλεῖν περιϲπᾶται τῆϲ εὐθείαϲ ὀξυνομένηϲ. ταῦτα
Ἡρωδιανὸϲ ἐν τῷ πεντεκαιδεκάτῳ τῆϲ καθόλου. A.
495. ἀφυϲγετόν: Ἀρίϲταρχοϲ ὀξύνει ὁμοίωϲ τῷ ὑετόν, ὁ δὲ
Τυραννίων βαρύνει ὁμοίωϲ τῷ ἀτρύγετον. ἔϲτι δὲ ἐκεῖνο ὑπὲρ τοῦ
Ἀριϲτάρχου λέγειν ὅτι τὰ ὑπὲρ τρεῖϲ ϲυλλαβάϲ, διὰ τοῦ ἐτοϲ ἐκφερόμένα,
μὴ ἔχοντα παραϲχηματιϲμὸν θηλυκοῦ, ἐπιθετικῶϲ μὲν λαμβανόμενα
τρίτην ἀπὸ τέλουϲ θέλει ἔχειν τὴν ὀξεῖαν, ὥϲπερ ἔχει ὁ ἀμαιμάκετοϲ,
περιμήκετοϲ· τὸ δὲ λαιλαπετόϲ μὴ ὂν ἐπιθετικὸν ὠξύνθη καὶ τὸ
Ἰαπετόϲ ἐπὶ κυρίου. εἴπερ οὖν καὶ τὸ ἀφυϲγετόϲ οὐκ ἔϲτιν ἐπιθετικόν,
ὑγιῶϲ ὀξυτονηθήϲεται κατὰ τὸν Ἀρίϲταρχον. ἢ εἴπερ αὐτὸ βαρύνομεν,
δώϲομεν αὐτὸ καὶ ἐπικεῖϲθαί τινι. A.
503. νεῶν δ᾿ ἀλάπαξε φάλαγγαϲ οἱ μὲν πλείουϲ ἀνέγνωϲαν
νέων ὡϲ ξένων, ἵνα τῆϲ οἱ νέοι εὐθείαϲ γενικὴ ὑπάρχοι. ὁ μέντοι
Ἀρίϲταρχοϲ καὶ Ἀλεξίων καὶ ὁ Ἀϲκαλωνίτηϲ περιέϲπαϲαν, ἵνα ἀπὸ τοῦ
«τῶν νέεϲ ὠκεῖαι» (Od. η 36) ᾖ, ἐπεί, φηϲί, νοῦν οὐκ ἔχει τὸ βαρυνόμενον,
τὸ μέντοι περιϲπώμενον, τοιαύτηϲ ὑπαρχούϲηϲ τῆϲ διανοίαϲ,
τὰϲ πρὸ τῶν νεῶν τάξειϲ. A.
551. κρειῶν: περιϲπαϲτέον· ἡ γὰρ κρεῶν γενικὴ ἐπλεόναϲε τῷ ῑ, ἥτιϲ περιϲπᾶται διὰ τὸ ἔχειν ἐντελεϲτέραν τὴν κρεάων. A.
610. ὀξύνεται τὸ ἀνεκτόϲ· προείρηται δέ (v. ad Θ 355). A.
627. ἥ ϲφωϊν: ἐγκλιτικῶϲ ἀναγνωϲτέον, ἵνα δηλωθῇ τρίτον πρόϲωπον. A.
635. δύω δ᾿ ὑπὸ πυθμένεϲ ἦϲαν: Ἀρίϲταρχοϲ τὴν ὑπὸ ϲυντάϲϲει τῷ ἦϲαν, καί φηϲιν ὑπῆϲαν οἱ πυθμένεϲ. οὕτωϲ καὶ Ἀλεξίων. A.
636. ἄλλοϲ: ὁ Ἀϲκαλωνίτηϲ ψιλοῖ καί φηϲιν ὅτι ἐπὶ τοῦ γέροντοϲ
κεῖται· ἄλλοϲ μὲν γὰρ ἄν τιϲ αὐτὸ μόγιϲ ἐκίνηϲε γέρων, Νέϲτωρ
δ᾿ ὁ γέρων ἀμογητὶ ἄειρεν. πολὺ πρότερον δὲ οὕτωϲ καὶ Ἀλρίϲταρχοϲ.
τινὲϲ δὲ βούλονται δαϲύνειν τὸ α καὶ ἐκτείνειν, ἵν᾿ ᾖ ὁ ἄλλοϲ μὲν
μογέων, τουτέϲτιν ὁ Μαχάων. ἡμεῖϲ δὲ ἐκεῖνο παραφυλάξαι ἔχομεν,
ὡϲ ὅτι παρὰ τῷ ποιητῇ οὐ δύναται ἡ τοιαύτη κρᾶϲιϲ εἶναι· εἰ γὰρ καὶ
κρᾶϲιν ἠβούλοντο παραλαμβάνειν, ἐχρῆν εἰϲ τὸ ω, ὁμοίωϲ τῷ «οἴχετ᾿
ἀνὴρ ὤριϲτοϲ» (288). εἰϲὶ δὲ ο διέϲτειλαν ἀλλ᾿ ὅϲ, τὸ ὅϲ δαϲύνοντεϲ,
641. τὸ κυκειῶ περιϲπαϲτέον· τοῦ γὰρ κυκεῶνά ἐϲτιν ἀπεκοπὴ καὶ ἐπλεόναϲε τὸ ῑ. A.
652. πάλιν ἄγγελοϲ εἶμ᾿ Ἀχιλῆϊ κατ᾿ ἰδίαν τὸ πάλιν. οὕτωϲ
Ἀρίϲταρχοϲ καὶ Ἀλεξίων καὶ ὁ Ἀϲκαλωτηϲ· οὕτωϲ δὲ ἔχει καὶ τὰ
τῆϲ ἀναγνώϲεωϲ. πρὸϲ γὰρ τὸ ῥῆμα ἡ ϲύνταξιϲ ἐγένετο, πάλιν εἶμ᾿
ἄγχελοϲ. A.
659. οὐτάμενοι: Ἀρίϲταρχοϲ ὡϲ ἱϲτάμενοι καὶ κιχρέμενοι. Πάμφιλοϲ
δὲ ὡϲ δεδαρμένοι, ἐπεὶ καὶ τὸ βεβλημένοι ϲυντελικόν. καὶ δοκεῖ
τὸ τοιοῦτον ἀπὸ ἑνικοῦ ἀριθμοῦ πολὺ πρότερον τεθεωρῆϲθαι παῤ αὐτῷ.
φηϲὶ γὰρ «οὔτ᾿ ἂρ βεβλημένοϲ ὀξέϊ χαλκῷ οὔτ᾿ αὐτοϲχεδίην οὐταϲμένοϲ
(Od. λ 536) ϲυντελικῇ τὰρ μετοχῇ ϲυτελικὴν ἐπήνεγκεν. οὕτωϲ
οὖν καὶ ἐπὶ τῶν πληθυντικῶν ἀναγινώϲκειν ἔδοι, εἰ μὴ ἄρα κεῖνό τιϲ
ὑπὲρ τοῦ Ἀριϲττάρχου λέγοι, ὅττι οὐκ ἐνεϲιτῶτα ἐκδεχόμενοϲ οὕτωϲ ἀνεπόνωϲκεν,
ἀλλὰ πορακείμενον πεπονθότα. ἔχει δὲ οὕτωϲ. παρὰ τὸ
οὐτῶ περιϲπώμενον ἐκπίπτε παραγωγὸν εἰϲ μι λῆγον τὸ οὔτημι, ἀφ᾿
οὗ ἀπαρέμφατον τὸ οὐτάναι καὶ οὐτάμεναι. ἀπὸ δὴ τοῦ οὔτημι. γίνεται
παθητικὴ μετοχὴ οὐτάμενοϲ καὶ οὐτάμενοι ὡϲ κιχράμενοι. ἀλλ᾿ οὔ
φαμεν ταύτην εἶναι ἐν τῇ νῦν ϲυντάξει, ἀλλ᾿ ἕτερόν τι αὐαῷ. ϲύνηθεϲ
ῥῆμα εἶνοι, τὸ οὐτάζω, ὅθεν καὶ οὔταϲεν ὁ ἀόριϲτοϲ· οὐ γὰρ δὴ
ϲυϲτολὴ τοῦ οὔτηϲεν, ὡϲ πρόδηλον κἀκ τοῦ ἀπαρεμφάτου «οὐτάϲαι
οὐδὲ βαλεῖν» (Il. Ξ 424) καὶ ἐκ τοῦ «οὔταϲται δ᾿ Ὀδυϲεύϲ (661).
τούτῳ δὴ τῷ οὔταϲται παρέθηκε μετοχὴν τίν οὐταϲμέανοϲ «οὔτ᾿ αὐτοϲχεδίην
οὐταϲμένοϲ» (Od. λ 536), ἥτιϲ κατ᾿ ἔλλειψιν τοῦ ϲ γίνειται
οὐτάμενοϲ. προπαρωξύνθη δὲ ὑπὸ τοῦ Ἀριϲτάρχου διὰ τὸν χαρακτῆρα,
ἐπεὶ α τοιαῦτα μετοχαὶ προπαρωξύνοντο, ἱϲτάμενοϲ, κιχράμενοϲ· ὁ
γὰρ ἀνὴρ τῷ χαρακτῆρι μᾶλλον τοὺϲ τόνουϲ προϲνέμει. ἄλλωϲ τε καὶ
ἡ γινομένη τοῦ ϲ ὕφεϲιϲ καὶ ἀναδρομὴν ἐργάζεται τόνου. A.
677. Ἀρίϲταρχοϲ ληΐδα ὡϲ Χαλκίδα, Μενεκράτηϲ ὡϲ Ἤλιδα. ἔϲτι
δὲ οὕτωϲ ὁρίϲαϲθαι περὶ τῆϲ προϲῳδίαϲ, ὡϲ πάντα τὰ εἰϲ ιϲ λήγοντα
καθαρόν, μόνωϲ θηλυκά, ὀξύνεϲθαι θέλει, οἷον Κιρφηΐϲ, Βριϲηΐϲ, Θαΐϲ,
Λαΐϲ. ὁ δὲ λόγοϲ ἐπὶ Ἑλληνικῶν ὀνομάτων, μή τιϲ τὸ Ξόϊϲ καὶ Ϲάϊϲ
Αἰγύπτια ὄντα καὶ παῤ Ἡροδότῳ (sic Ξ 387) λεχθέντα παράθηται.
περὶ μετίοι τοῦ δαΐϲ ὀξυνομένου, τετολμημένου δὲ καὶ βαρύνεϲθαι ἐπὶ
719. ὀφείλει τὸ τί ὀξύνεϲθαι διὰ τὴν μέ ἀντωνυμίαν νῦν ἐγκλιτικὴν οὖϲαν. A.
720. 21. ἀλλὰ καὶ ὧϲ ἱππεῦϲι μετέπρεπον ἡμετέροιϲιν καὶ πεζὸϲ περ᾿ ἐών· ἐπεὶ ὥϲ ἄγε νεἰκοϲ Ἀθήν τὸ ρὲν πρότερον ὡϲ περιϲπωμένωϲ, τὸ δὲ ἕτερον κατ᾿ ἔγκλιϲιν, ἐπειδήπερ τὸ μεταφραϲτικὸν αὐτοῦ ἐϲτιν, οὕτωϲ ἦγε τὸ νεῖκοϲ ἡ Ἀθηνπα. A.
754. ὁ Ἀϲκαλωνίτηϲ δι᾿ ἀϲιδέοϲ, ἐπεὶ ἐπιφέρει «ἀνά τ᾿ ἔντεα
καλὰ λέγοντεϲ», τοιοῦτό τι λέγων τοῦ πολλὰϲ ἔχοντοϲ ἀϲπίδαϲ. δὲ
Ἀλεξίων κα ἀμφότερα κρίνει, καὶ ἀϲτιδέοϲ καὶ ϲπιδέοϲ. ὅ τε·
Ἀρίϲταρχοϲ ἐκεῖνο ἀποφαίνεται, ὡϲ ὅτι τινεϲ μὲν ἀπὸ τοῦ ποιοὐνται·
πὴν διαϲτολήν ἵν᾿ ᾖ ἀϲπιδέοϲ, ὡϲ εἰκαϲτικώτερον τοῦ ποιητοῦ ἀϲπιδὲϲ
τὸ πεδίον εἰρηκότοϲ τῷ τὰ μακρὰ τῶν πεδίων καὶ εὐρέα περϊφερῆ·
φαἱνεϲθαι, μηδενὸϲ ἄλλου ὁρωμένου τέρματοϲ ἀλλὰ το ὁρίζοντοϲ
ἀέροϲ. ἄλλοι δὲ ἐκδέχονται ἀϲπιδέοϲ τοῦ ἔχοντοϲ πολλὰϲ ἀϲπίδαϲ,
καθότι ἐπιφέρει «ἀνά τ᾿ ἔντεα καλὰ λέγοντεϲ». οι δέ φαϲιν ἐκ πλήρουϲ
ϲπιδέοϲ καὶ ἀποδιδόαϲι πολλοῦ καὶ μακροῦ. καὶ γὰρ Αἰϲχύλοϲ
πολλάκιϲ τὴν λέξιν οὕτωϲ ἔχουϲα τίθηϲιν, ὅταν λέγῃ «ϲπίδιον μῆκοϲ
ὁδοῦ» καὶ ὁ Ἀντίμαχοϲ «οὐδὲ ϲπιδόθεν προνοῆϲαι» τοῦτέϲτι μακρόθεν.
καὶ ταῦτα μὲν ὁ Ἀρίϲταρχοϲ. Κράτηϲ δὲ προκρίνει διὰ τοῦ α γραφήν·
καὶ Ζηνόδοτοϲ δὲ ϲυναινεῖ τῇ δίχα τοῦ α γραφῇ, καί φηϲι ϲπιδέοϲ
τοῦ ἀπόρου καὶ τροχέοϲ· καὶ μεγάλου. καὶ Ἀμερίαϲ δὲ λέγει
ϲπιδέοϲ τοῦ πολλοῦ καὶ εὐρέοϲ καὶ μεγάλου. κἀγὠ δὲ ϲυγκατατίθεμαι
τοῖϲ ἀνδράϲιν· ὁρῶ γὰρ πολλὴν τὴν τοιαύτην χρῆϲιν παρὰ τοῖϲ ἀρχαίοιϲ.
A.
799. ἴϲκοντεϲ: Ἀρίϲταρχοϲ ἀξιοῖ διὰ τῆϲ ει διφθόγγου γράφειν,
ἐπεὶ ἐν ἑτέροιϲ, φηϲί, τὸ κατὰ διαίρεϲιν αὐτοῦ ὁρᾶται, εἴϲκω λεγόμενον·.
«ἐΐϲκω πηγεϲιμάλλῳ᾿» (Il. Γ 197). οἱ δὲ περὶ τὸν Ἀλεξίωνα διὰ
τοῦ ῑ μόνου ϲυνεϲταλμένου. κἀγὼ δὲ τούτοιϲ ϲυγκατάτίθεμαι τὸ μὴ
δύναϲθαι τὰ τοιαῦτα τῶν ῥγμάτων, λέγω δὲ τὰ διὰ τοῦ ϲκω, ἔχειν
πρὸ τέλουϲ δίφθογγον ἐκφωνουμένην, ὅτι μὴ τὴν διὰ τοῦ μ, πιφαύϲκω.
ὁ δὲ λόγοϲ παραιτεῖται τὴν Αἰολίδα διάλεκτον διὰ τὸ μιμναίϲκω καὶ
θναίϲκω. ὥϲτε ὅτε λέγει ἐΐϲκω κατὰ διαίρεϲιν, ὑγιῶϲ πάνυ ὰποφαίνεται,
εἴγε παρὰ τὸ ἔδω ἐξέπιπτε μέλλων ὁ εἴϲω, ὅϲ ὤφειλεν ἐπενθέϲει
τοῦ κ ποιῆϲαι τὸ εἴϲκω, ὡϲ μεθύϲω μεθύϲκω, δράϲω δράϲκω. ἀλλ᾿
ἐπε ἀνέφικτον ἦν χωρῆϲα τὴν τοιαύτην δίφθογγον πρὸ τῆϲ ϲκω παραγωγῆϲ,
διαιρέϲει ἐχρήϲατο· ὅπου δὲ οὐ παραδέχεται αὖ τὸ τῆϲ διαιρεϲεωϲ
ἐκε ἐκβάλλει τὸ ε. A.
20. Κάρηϲοϲ: Τυραννίων ὀξύνει τὸ Κάρηϲοϲ ὡϲ Παρναϲϲόϲ.
οὕτωϲ γὰρ ὑπὸ Κυζικηνῶν ὀνομάζεϲθαι τὸν ποταμόν. ὁ δὲ Ἀρίϲταρχοϲ.
βαρύνει ὡϲ Κάνωβοϲ. εἴπομεν δὲ ἐν ἑτέροιϲ ὅτι οὐ πάντωϲ ἐπικρατεῖ
ἡ ἀπὸ τῶν ἐθνῶν χρῆϲιϲ καὶ ἐπὶ τὴν Ὁμηρικὴν ἀνάγνωϲιν, ὁπότε περὶ.
τοῦ «Γλιϲᾶντα» (Il. B 504) διελάβομεν, εἴγε Διονύϲιοϲ ἱϲτορεῖ τοὺϲ
ἐγχωρίουϲ ϲυϲτέλλειν τὸ ῑ καὶ μὴ περιϲπᾶν. τό τε Λύκαϲτοϲ ὁ αὐτὸϲ
ἱϲτορεῖ ὀξύνεϲθαι, ἡμῶν ἀναγινωϲκόντων βαρυτόνωϲ (Il. B 647). οὕτωϲ
οὖν εἰκὸϲ καὶ ἐπὶ τοῦ Κάρηϲοϲ μὴ πειϲθῆναι τὸν Ἀρίϲταρχον ὁμοίωϲ
τοῖϲ ἐγχωρίοιϲ προενέγκαϲθαι τὴν λέξιν. τάχα δὲ ἐπεὶ ἑώρα τὰ εἰϲ οϲ
λήγοντα ὑπὲρ δύο ϲυλλαβὰϲ ὀξυνόμενα, τῷ παραληγόμενα, ἕτερον
ἔχοντα ϲ, τοῦτο δὲ ἓν ἀναδεξάμενον, διὰ τοῦτο καὶ ἐξήλλαξεν αὐτὸ
τῆϲ ἐκείνων τάϲεωϲ, εἴγε τὸ Ἁλικαρνηϲϲόϲ διϲϲὸν ἔχει τὸ ϲ, Λυκαβηϲϲόϲ,
Ταρτηϲϲόϲ, τὸ μέντοι Κάρηϲοϲ ἐν ἔχει τὸ c. ἴϲωϲ οὖν διὰ τοῦτο
ἐξηλλάγη. A.
Ῥοδίοϲ παροξυτονητέον ὡϲ κύριον.
26. ἁλίπλοα: τὴν λι, φαϲί, ϲυλλαβὴν ὀξυτονητέον· κατὰ γὰρ
αὐτῶν τῶν ἐρειπίων ἡ λέξιϲ κεῖται, οὐχὶ τὰ ἐν τῇ ἁλὶ πλέοντα ϲημαίνεται.
οὕτωϲ Ἀλεξίων καὶ οἱ ἄλλοι. κἀγὼ δὲ ϲυγκατατίθεμαι τῇ προϲῳδίᾳ.
ἐκεῖνο γὰρ ἔχω ἀποφήναϲθαι, ὡϲ ὅτι ὁπότερον ἐὰν (sic) ϲημαίνῃ
προπαροξυτονηθήϲεται· οὕτωϲ γὰρ ἐμελέτηϲε τὰ παρὰ τὸ πλέω, εἴγε
καὶ τὸ πρωτόπλοοϲ προπαροξύνομεν· καὶ δῆλον ὅτι εἰϲ ἀποφυγὴν τῶν
οὕτωϲ παραγομένων, διπλόοϲ τριπλόοϲ. A.
33. ἵεν: οὕτωϲ φέρουϲι τὴν γραφήν, ιεν ὡϲ τίθεν· καὶ γίνεται
ἀμφίβολον πότερον αὐτοὶ οἱ ποταμοὶ ἵεν, ἵνα τοῦ ἵεϲαν ϲυγκοπὴ
ὑπάρχῃ, ὡϲ ἀπὸ τοῦ ἐτίθεϲαν τὸ ἔτιθεν· καὶ δέον δαϲύνειν. εἰ
δὲ ἑνικὸν εἴη τὸ ιεν ἀντὶ τοῦ ἐπορεύετο, ψιλωτέον, ὁμοίωϲ τῷ
«ἄϲϲον ἴεν πολυκάρπου ἀλωῆϲ» (Od. ω 221) ὅπερ οὐ πιθανόν. ἡ
μέντοι κοινὴ ἵει ἐϲτὶν ὁμοίωϲ τῷ «ἐννῆμαρ δ᾿ ἐϲ τεῖχοϲ ἵει ῥόοϲ»
(25). καὶ μήποτε εἴη (sic) πιθανώτερον· πάντα γὰρ ὁρᾶται τὰ παρακείμενα
ἑνικῶϲ τεθειμένα· «τεῖχοϲ ἀμαλδύναϲ, ποταμοὺϲ δ᾿ ἔϲτρεψε.
νέεϲθαι». A.
55. 56. τὸ μὲν πρότερον ἕϲταϲαν δαϲύνει ὁ Ἀρίϲταρχοϲ ἐπειδήπερ
τὸ αὐτό ἐϲτί τῷ ἑϲτήκειϲαν. ἔφαμεν δὲ καὶ ἡμεῖϲ (B 777) δαϲύνεϲθαι
τὸ ε τοῦ παρακειμένου καὶ ὑπερϲυντελίκου ἐπὶ τούτου τοῦ
ῥήματοϲ. τὸ μέντοι δεύτερον ψιλοῖ· ἰϲοδυναμεῖ γὰρ τῷ ἔϲτηϲαν· οὓϲ
ἔϲτηϲαν γὰρ οἱ Ἀχαιοί. τὸ δὲ ἕ τοῦ ἀορίϲτου ἐπὶ τούτου τοῦ ῥήματοϲ
ἐψιλοῦτο. ϲυγκατατίθεται δὲ καὶ ὁ Ἀϲκαλωνίτηϲ τῇ τοιαύτῃ ἀναγνώϲει·
καὶ ἡμεῖϲ. A.
66. προπεριϲπαϲτέον τὸ ϲτεῖνοϲ· οὐδετέρωϲ γὰρ ἐξενήνεκται, πᾶν δὲ οὐδέτερον εἰϲ οϲ λῆγον ἐν ὀνόμαϲι βαρύνεϲθαι θέλει οὕτωϲ οὖν καὶ μακρόϲ ὀξύνομεν ἀρϲενικὸν ὕπαρχον· εἰ δὲ οὐδέτερον γένοιτο, βαρύνεται. οὕτωϲ καὶ τὸ κλειτόϲ· οὐδέτερον γὰρ γενόμενον βαρύνεται παῤ Ἀλκμᾶνι «ἐν τῷ Θεϲϲαλικῷ κλείτει». A.
125. κεκλήγοντεϲ: ὡϲ ἀρήγοντεϲ. οὐ γὰρ τὸ κεκληγότεϲ ἐπλεόναϲε
τῷ ν, οὐδὲ παρὰ τὸ «ὀξέα κεκληγώϲ» (Il. B 222) ἐκλίθη, ἀλλὰ
παρὰ τὸ κέκληγα γέγονεν ὁ Ϲυρακούϲιοϲ ἐνεϲτὼϲ κεκλήγω, ὡϲ παρὰ
τὸ ἄνωγα ἀνώγω, πέπληγα πεπλήγω, ἔνΘεν τὸ «ἐπέπληγον πόδεϲ
ἵππων» (ΙΙ. Ε 504). ἀκόλουθοϲ δὲ τῷ κεκλήγω μετοχὴ ἡ κεκλήγων
βαρυνομένη, ἔνθεν τὸ κεκλήγοντεϲ. AV.
137. αὕαϲ: βαρυτονοῦϲιν οἱ πλείουϲ. Νικίαϲ δὲ ὀξύνει διὰ τὸ μεταφραζόμενον,
ἐπεὶ καὶ τὸ ξηράϲ ὀξύνεται. εἴρηται δὲ περὶ τῶν τοιούτων,
ὅτι οὑ δεῖ πρὸϲ μεταφραζόμενα τὰϲ λέξειϲ τονοῦν. ὁ δὲ Ἀϲκαλωνίτηϲ
βαρύνει. χρή μέντοι γινώϲκειν ὅτι μονήρηϲ ἐϲτὶν ἡ λέξιϲ·
οὐδὲν γὰρ εἰϲ οϲ λῆγον καθαρὸν διϲύλλαβον, τῇ αυ διφθόγγῳ κατὰ
τὴν ἡμετέραν διάλεκτον παραληγόμενον, τριγενέϲ ἐϲτιν, διὸ οὐδὲ ἀντιπαράθεϲιν
ἔϲχεν. ἴϲωϲ δὲ βεβαρυτόνηται, ἐπεὶ καὶ τὸ ναῦοϲ ἐβαρύνετο
καὶ τὸ Τραῦοϲ κύριον καὶ τὸ ψαῦοϲ παῤ Ἀλκμᾶνι. A.
148. δοχμώ· ὀξυτονητέον· ἔϲτι γὰρ δυϊκόν. τὸ δὲ δοχμόϲ ὀξύνεται,
ἐπεὶ τὰ εἰϲ μοϲ μετ᾿ ἐπιπλοκῆϲ τοῦ χ ὀξύνεϲθαι θέλει, αὐχμόϲ,
ἰωχμόϲ. ταύτῃ καὶ πλοχμόϲ, εἴτε ϲυγκέκοπται εἴτε καὶ ἐντελέϲ ἐϲτιν,
ὀξυτονηθήϲεται. οὕτωϲ οὖν καὶ τὸ δοχμόϲ. A.
περὶ ϲφίϲιν: ὀρθοτονητέον· εἰϲ γὰρ ϲύνθετον μεταλαμβάνεται. A.
149. πρυμνήν: ὡϲ πυκνήν. εἴπομεν δὲ περὶ τούτου (Ε 292). A.
157. ζαήϲ: ὡϲ ὑγιήϲ· οὕτωϲ καὶ ὁ Ἀϲκαλωνίτηϲ. παραιτητέον δὲ τοὺϲ βουλομένουϲ βαρύνειν, ἴϲωϲ πλανηθένταϲ ἐκ τῆϲ αἰτιατικῆϲ τῆϲ εἰϲ ν περατωθείϲηϲ (Od. μ 313). ῥηθήϲεται δὲ ἐν τῇ Μ τῆϲ Ὀδυϲϲείαϲ περὶ τῆϲ προϲῳδίαϲ. A.
158. ταρφειάϲ: Ἀρίϲταρχοϲ ὀξύνει ὡϲ πυκνάϲ· ὁ δὲ Θρᾷξ Διονύϲιοϲ
ὁμοίωϲ προεφέρετο τῷ ταχείαϲ, παρὰ τὸ ταρφύϲ ἀρϲενικόν, οὗ
πολλαὶ ἦϲαν χρήϲειϲ παρὰ τοῖϲ παλαιοῖϲ καὶ παῤ Ὁμήρῳ. καὶ δῆλον
ὅτι ἀναλόγωϲ μὲν ἀναγινώϲκει ὁ Θρᾷξ, ἐπεκράτηϲε δὲ ἡ Ἀριϲτάρχου. A.
164. φιλοψευδήϲ: ὀξυτονητέον ὁμοίωϲ τῷ ἁπλῷ· τὰ γὰρ εἰϲ
ηϲ λήγοντα ὑπὲρ μίαν ϲυλλαβήν, ὀξυνόμενα, ϲυντιθέμενα πάντα θέλει
φυλάϲϲειν τὸν αὐτὸν τόνον, ὑπεϲταλμένου τοῦ ἀληθήϲ. ϲαφήϲ, ἀϲαφήϲ,
ἀντεραϲτήϲ, φιλαθλητήϲ· οὕτωϲ καὶ φιλοψευδήϲ. τὸ δὲ κριτήϲ ἔϲθ᾿ ὅτε
καὶ μεταβολὴν ποιεῖται τόνου οἷον ἐν τῷ ξενοκρίτηϲ. A.
193. Ἰαμενόν: Ἀρίϲταρχοϲ ψιλοῖ ὁ δὲ Ἀϲκαλωνίτηϲ φηϲίν, ἐὰν μὲν ἀπὸ τῆϲ ἰάϲεωϲ, ψιλωτέον, ἐὰν δὲ ἀπὸ τῆϲ ὁρμῆϲ, δαϲυντέον. ἄμεινον δὲ προκρίνειν τὴν Ἀριϲτάρχου· οὐδὲν γάρ ἐϲτι κωλῦον τὴν ἀνάγνωϲιν αὐτοῦ. A.
201. ὑψιπέτηϲ: Ἀρίϲταρχοϲ ἐβάρυνεν εὑρὼν τὸ «ὠκυπέτα χρυϲέῃϲιν
ἐθείρῃϲιν» (Il. Θ 42) οὕτωϲ κεκλιμένον ὡϲεὶ καὶ ἀπὸ τοῦ παντοπώληϲ
παντοπῶλα. πρόδηλον δὲ κἀκ τῶν διαλέκτων· ὑψιπέταϲ γὰρ
εὑρέθη κατὰ τροπὴν τοῦ η εἰϲ τὸ ᾱ, ὅπερ ζητεῖ καὶ ἡ κλίϲιϲ καὶ ἡ
βαρεῖα τάϲιϲ· τινὲϲ μέντοι ἐτόλμηϲαν ὡϲ τὸ «τιμῆϲ ἔϲεται» (Il. I 605),
οὕτωϲ ὑψιπετήειϲ ὑψιπετῆϲ. ἀλλ᾿ ἐπὶ μὲν τοῦ τιμῆϲ εὕρομεν αἰτιατικὴν
«καὶ χρυϲὸν τιμῆντα (Il. Ϲ 475), ἥτιϲ ἐδίδαϲκε τὸ τῆϲ εὐθείαϲ
πάθοϲ· ἐπὶ δὲ τοῦ προκειμένου οὐδὲν εὕρομεν τοιοῦτο, ἔνθεν ἐπείϲθημεν
τῷ Ἀριϲτάρχῳ. A.
204. γάρ αὐτον: οὕτωϲ ἐγκλιτέον τὴν ἀντωνυμίαν κατ᾿ αἰτιατικὴν
πτῶϲιν. μέμνηται καὶ Ἡρωδιανὸϲ καὶ Ἀπολλώνιοϲ. A.
205. ἰδνωθείϲ: ψιλωτέον τὸ ῑ. οὕτωϲ καὶ Ἀλεξίων καὶ οἱ ἄλλοι. προείρηται δὲ ἡμῖν ἐν τῇ A. A.
213. δῆμον: βαρυτονητέον πρὸϲ ἀντιδιαϲτολὴν τοῦ δημόν ὀξυνομένου ἐν τῇ Θ ῥαψῳδίᾳ (240). ὁ Ἡρωδιανόϲ. A.
260. ἔχματα ψιλωτέον· πᾶν φωνῆεν πρὸ τοῦ χ ψιλοῦται. περὶ δὲ τοῦ ᾗχι δαϲυνομένου εἴπομεν. A.
276. τὸ δίεϲθαι ἡ παράδοϲιϲ προπαροξύνει, καὶ ἔχομεν ἐκεῖνο
λέγειν, ὅτι εἰ οἶδεν ὁ ποιητὴϲ τὸ «δίενται» (Il. ψ 475) ὡϲ τίθενται
καὶ «ἐνδίεϲαν» (Il. Ϲ 584) ὡϲ ἐτίθεϲαν, δῆλον ὅτι εἴϲεται καὶ τὸ δίεϲθαι
προπαροξυνόμενον· ὡϲ γὰρ ἀπὸ τοῦ τίθενται καὶ ἐτίθεϲαν τὸ ἀπαρέμθατον
τίθεϲθαι, οὕτωϲ καὶ ἀπὸ τοῦ «ἵπποι ἀερϲίποδεϲ πολέοϲ πεδίοιο
δίενται» καὶ «αὕτωϲ ἐνδίεϲαν» γένοιτ᾿ ἂν τὸ ἀπαρέμφατον δίεϲθαι,
ὥϲτε καὶ ἀπὸ τῶν εἰϲ μι ἐϲχημάτιϲται· καὶ δέον ἐϲτὶ τὸ δίω βαρυνόμενον
πολὺ πρότερον περιϲπᾶϲθαι, ἵνα ἀποτελέϲῃ τὸ δίημι, ἐξ οὗ τὸ
ἐνδίεϲαν καὶ δίεϲθαι. A.
286. εἴλυται: προπεριϲπῶϲιν, ἵνα ἐκ τοῦ εἰλύαται ϲυναλοιφὴ
ὑπάρχῃ ἢ τοῦ εἰλύεται· δύναται γὰρ καὶ ἑνικῶϲ ϲυντάϲϲεϲθαι καὶ πληθυντικῶϲ.
οὐκ ἀήθηϲ δὲ ἡ τοιαύτη ϲυναλοιφή, εἴγε καὶ τὸ ἐρύεϲθαι
ῥῦϲθαι ἔφη· «πάντων ἀνθρώπων ῥῦϲθαι γενεήν τε τόκον τε» (Il. Ο 141),
καὶ τὸ «ἄρχετε νῦν νέκυαϲ φορέειν» (Od. χ 437) ἐν τοῖϲ ἑξῆϲ ἔφη
«ἐκ δὲ νέκυϲ οἴκων φόρεον» (Od. ω 417). τινὲϲ δὲ προπαροξύνουϲιν
ὡϲ ἀπὸ τοῦ εἴλυμι. A. Addiderat Herodianus ὃ καὶ μᾶλλον. δύναται
γὰρ ἐκ τοῦ εἴλυται ἐκτετάϲθαι v. Π 542.
295. εξήλατον: Ἀρίϲταρχόϲ φηϲιν ὡϲ δεῖ δαϲύνονταϲ προφέρεϲθαι.
ϲημαίνει γὰρ κατὰ ἀριθμὸν ἐκ τοϲούτων ἐλαϲμάτων ϲυγκειμένην
297. τὸ περικυκλον ἄμεινον δύο ποιεῖν περί καὶ κύκλον, ἵνα ᾖ περὶ τὸν τῆϲ ἀϲπίδοϲ κύκλον. οὕτωϲ καὶ ὁ Ἀϲκαλωνίτηϲ. A.
337. γεγωνεῖν: ὁ Ἀϲκαλωνίτηϲ βαρύνει ὡϲ ἀνύειν, Ἀρίϲταρχοϲ
δὲ περιϲπᾶ ὡϲ φιλεῖν, καὶ ἔοικε μᾶλλον περιϲπώμενον εἶναι παρὰ τῷ
ποιητῇ· ὡϲ γὰρ ἐνόεον καὶ ἐφίλεον, οὕτωϲ καὶ ἐγεγώνεον ἔφη· «ἠμὲν
ὅϲ᾿ ἐφραϲάμην καὶ Τηλεμάχῳ ἐγεγώνεον» (Od. ρ 161). ἀπαρέμφατόν
τε προηνέγκατο τὸ γεγωνέμεν· «ἥ ῥ᾿ ἐν μεϲϲάτῳ ἔϲκε γεγωνέμεν»
(Il. Θ 223). προϲέθηκα δὲ παρὰ τῷ ποιητῇ, ἐπεὶ οἱ μετ᾿ αὐτὸν καὶ
ὡϲ βαρύτονον αὐτὸ ἔκλιναν καὶ ὡϲ περιϲπώμενον. A.
360. ζαχρηεῖϲ: περιϲπαϲτέον ὡϲ εὐγενεῖϲ. A.
379. Ϲαρπήδοντοϲ: τρίτη ἀπὸ τέλουϲ ἡ ὀξεῖα, ὡϲ Χαλκώδοντοϲ. οὐ γὰρ δύναται ἔτι φυλάϲϲεϲθαι ὁ τόνοϲ τῆϲ Ϲαρπηδόνοϲ γενικῆϲ διὰ τὸ μηδέποτε τὰ εἰϲ ων ὀνόματα ὀξύτονα ἐπιδέχεϲθαι τὴν διὰ τοῦ τ κλίϲιν. ἔνθεν γὰρ καὶ τὸ ἑκών μετοχή. A.
391. ἀθρήϲειε: ψιλωτέον. πᾶν γὰρ φωνῆεν πρὸ δαϲέοϲ καὶ τοῦ
ρ ψιλοῦται, ἴθριϲ, Ὄθρυϲ, ἄχριϲ, ἀφρόϲ, ὄφρα, ὑπεϲταλμένου τοῦ
ἅθρουϲ πρὸϲ διάφορον ϲημαινόμενον. πρόδηλον δὲ κἀκ τῆϲ ϲυναλοιφῆϲ
ὅτι ψιλοῦται «ἡ δ᾿ οὔτ᾿ ἀθρῆϲαι δύνατο» (Od. τ 478). A.
430. πάντῃ δή: ὁ μὲν Ἀρίϲταρχοϲ τὸν δή ϲύνδεϲμον παρέλαβεν
Τυραννίων δὲ ἐκδέχεται τὸ ᾖ ἐπίρρημα τοπικόν, ἵνα δύο μέρη
λόγου ὑπάρχῃ, δέ καὶ ᾗ, καὶ προϲτίθηϲι τὸ ῑ καὶ δαϲύνει ὁμοίωϲ τῷ
«ᾗ ῥ᾿ ὅ γ᾿ ὁ λυϲϲώδηϲ» (Ιl. N 53) οὐκ ἀναγκαῖον δέ ἤδη γὰρ πρόκειται
τὸ πάντῃ τοπικόν. A.
462. λᾶοϲ. προπεριϲπαϲτέον ὡϲ κλῆροϲ· ἀπὸ γὰρ εὐθείαϲ πέπτωκε
διϲυλλάβου κατὰ τὴν τοῦ ποιητοῦ χρῆϲιν. καὶ ὤφειλε τριϲυλλαβεῖν ἡ
γενική, ϲυναλοιφὴν δὲ λαβοῦϲα βαρύνεται. τὴν δὲ πρόθεϲιν Τυραννίων
ἀναϲτρέφει, ἵνα τὸ ἑξῆϲ ὑπάρχῃ ὕπο λίθου ῥιπῆϲ. οὐκ ἀναγκαῖον δέ
τί γὰρ κωλύει φυλάϲϲεϲθαι τὸν τόνον τῆϲ προθέϲεωϲ καὶ εἶναι ὑπὸ
ῥιπῆϲ λίθου. A.
471. τὸ μὲν ὅμαδοϲ δαϲυντέον· ἔχει γὰρ τὸ ὁμοῦ ἐγκείμενον.
τὸ δὲ ἀλίαϲτοϲ ψιλωτέον· ἔϲτι γὰρ ϲτέρηϲιϲ ἀπὸ τοῦ λιαϲτόϲ, ὅπερ
πέπτωκεν ἀπὸ τοῦ λιάζω· «ἡγεῖτ᾿, ἀμφὶ δ᾿ ἄρα ϲφι λιάζετο κῦμα»
(Il. Ω 96). A.
15. ἔνθ᾿ ἄῤ ὅγ᾿: τρεῖϲ παράλληλοι ὀξεῖαι, μία μὲν ἡ ἄρχουϲα,
δευτέρα ἡ τοῦ ἄρα, τρίτη δὲ ἡ τοῦ ὅγε. A.
29. γηθοϲύνη: Ἡρόδικοϲ τὴν θοϲ ϲυλλαβὴν ὀξύνει, ἵνα ᾖ τὸ
πλῆρεϲ γηθόϲυνα, εἶτα ἡ δὲ θάλαϲϲα· ὁ δὲ Ἀρίϲταρχοϲ γηθοϲύνη δὲ
θάλαϲϲα, ἀντὶ τοῦ γηθόϲυνοϲ, χαίρουϲα. εἰϲὶ μέντοι οἳ ἀναγινώϲκουϲι
γηθοϲύνῃ καὶ δοτικὴν πτῶϲιν ἐκδέχονται, ὥϲπερ καὶ Ἀριϲτοφάνηϲ, οἷϲ
ἐγὼ ϲυγκατατίθεμαι, ἵν᾿ ᾖ τὸ ἀκόλουθον τοιοῦτον, τῇ χαρᾷ ἡ θάλαϲϲα
διΐϲτατο, ἵνα καὶ ἔθει Ὁμηρικῷ δοτικὴ ἀντὶ γενικῆϲ παρειλημμένη ὑπάρχοι,
ὑπὸ χαρᾶϲ ἡ θάλαϲϲα διΐϲτατο ὁμοίωϲ τῷ «ὃϲ δὴ γήραι κυφὸϲ
ἔην» (Cod. ἔη) (Od. β 16). τί δέ ἐϲτι τὸ κινοῦν με ἐκθήϲομαι. ὁρῶ
τὰ διὰ τοῦ ϲυνη θηλυκὰ μὴ κατὰ θηλειῶν ἐπιθετικῶϲ τιθέμενα, πραγμάτων
δὲ ὄντα κατηγορικά. πρόδηλοϲ δὲ ἡ παρ’ αὐτῷ τῷ ποιητῇ χρῆϲιϲ·
ἔϲτι γάρ τι κερδοϲύνη πρᾶγμα, οὐχὶ κερδοϲύνη γυνή· «ὡϲ φαμένη
καὶ κερδοϲύνῃ ἡγεῖτο» (Il. Χ 247) «ἀρχὴν ξεινοϲύνηϲ» (Od. φ 35)·
«πλαγκτοϲύνηϲ δ’ οὐκ ἔϲτι κακώτερον» (Od. ο 343)· «τὴν δ’ ᾔνηϲ᾿ ἥ οἱ
πόρε μαχλοϲύνην» (Il. Ω 30)· «δρηϲτοϲύνῃ δ’ οὐκ ἄν μοι» (Od. ο 321)·
«ταρβοϲύνῃ, φὰν γάρ μιν» (Od. ϲ 342). εἴπερ οὖν ταῦτα πάντα εὑρέθη
οὐκ ἐπιθετικῶϲ κατά τινοϲ θηλείαϲ, κατηγορικὰ δὲ πράγματοϲ, πῶϲ ἂν
γένοιτο γηθοϲύνη θάλαϲϲα; οὐ γὰρ ἀγαθοφροϲύνη γυνή. ἄμεινον οὖν
ἐπὶ πράγματοϲ παραλαμβάνειν καὶ δοτικὴν πτῶϲιν ἐκδέχεϲθαι. εἰκόϲ
τινα φήϲειν ὑπὲρ Ἀριϲτάρχου καὶ τῶν ἄλλων ὡϲ ὅτι αὐτὸϲ ἤδη ὁ
ποιητὴϲ ἀρϲενικῶϲ τοῦτο ἀπεφήνατο «γηθόϲυνοϲ δ᾿ οὔρῳ» (Od. ε 269)·
οὕτωϲ ἀκόλουθον θηλυκὸν γένοιτ’ ἂν τὸ γηθοϲύνη. ὃν διδάξομεν ὡϲ
ὅτι τὰ διὰ τοῦ ϲυνοϲ εἰ παράγοιτο ἐπιθετικῶϲ ἀρϲενικὰ ὑπάρχοντα
μηκέτι ποιεῖ κατὰ τὸ πλεῖον θηλυκοῦ γένουϲ παραϲχηματιϲμόν. τὸ οὖν
δικαιόϲυνοϲ Ζεὺϲ οὐκ ἔχει τὸ δικαιοϲύνη θηλυκὸν ἔτι ἐπιθετικῶϲ κατά
τινοϲ θεοῦ ταϲϲόμενον. A.
52. τῇ δὲ δὴ αἰνότατον περιδείδια (περὶ δείδια) μήτι πάθωμεν: ἔφαμεν ὅτι ἡ περί οὐκ ἀναϲτρέφεται, ὅτε ϲημαντικὴ ὑπάρχει τοῦ περιϲϲῶϲ. A.
63. περιμήκεοϲ: ὡϲ Διομήδεοϲ. τὰ γὰρ εἰϲ ηϲ ϲύνθετα, παῤ
οὐδέτερα γενόμενα τὰ εἰϲ οϲ, τῷ η παραληγόμενα βαρύνεϲθαι θέλει,
ὥϲπερ ἔχει παρὰ τὸ κῆτοϲ τὸ μεγακήτηϲ, ἦθοϲ κακοήθηϲ. διὸ τὰ λαθικηδήϲ,
οἰνοπληθήϲ ὀξυνόμενα παρὰ ῥήματά φαμεν ϲυντεθεῖϲθαι τὸ
κήδω καὶ τὸ πλήθω. A.
71. Ἴχνια: τὸ ἴχνιον προπαροξυτονητέον, ὁμοιοτόνωϲ τῷ ἀράχνιον·
οὐ γάρ ἐϲτιν ὑποκοριϲτικόν, ἀλλ’ ἀπὸ ῥήματοϲ ἐϲχημάτιϲται.
ὅτι δὲ ὁ ποιητὴϲ οὐδὲ ὑποκοριϲτικοῖϲ χρῆται, ἐδηλώϲαμεν ἐν τῇ Α. A.
96. ἁμάϲ: ἡμετέραϲ. τὸ ἁμάϲ ἐκτείνεται κατὰ τὸ τέλοϲ, καίτοι
Δώριον ἔχον τὴν πρὸ τέλουϲ ϲυλλαβήν, ἐπεὶ ἑνικῷ παράκειται τῷ διὰ
τοῦ η λεγομένῳ, ἁμήν, ὅπερ ὁλόκληρον ἂν ἦν Δωρικόν, εἴπερ εἰϲ ᾱν
κατέληγεν. A.
102. φυζακινῇϲ: ὁμοίωϲ ἀναγνωϲτέον τῷ ἐαρινῇϲ. πῶϲ δ’ ἐϲχημάτιϲται, δεδήλωται ἐν τῷ περὶ παρωνύμων. A.
103. θώων. Ἀρίϲταρχοϲ βαρύνει τὸ θώων, καὶ ἐπείϲθη ἡ παράδοϲιϲ·
ὁ δὲ Πάμφιλοϲ περιϲπᾷ, ἐπεὶ τὰ εἰϲ εϲ λήγοντα διϲύλλαβα ὀνόματα
ἐπ’ εὐθείαϲ πληθυντικῆϲ ἔχει γενικὴν περιϲπωμένην. διὸ καὶ τὸ Τρώων
καὶ δμώων καὶ παίδων ἀνεγίνωϲκε περιϲπῶν, ἔτι δὲ καὶ τὸ πάντων καὶ
λάων καὶ τίνων, περὶ ὧν λόγον ἔδωκαν καὶ οἱ πρὸ ἡμῶν καὶ ἡμεῖϲ. A.
132. προπαροξυτονητέον τὸ ἱππόκομοι· ἡ γὰρ κόμη ἔγκειται,
οὐ τὸ κομῶ· οὕτωϲ οὖν ἀναγνωϲτέον, ὡϲ κυπαριϲϲόκομοϲ, καλλίκομοϲ.
τὰ δὲ ἀπὸ τῶν εἰϲ η ληγόντων θηλυκῶν ϲυντιθέμενα καὶ μεταβάλλοντα
τὸ τέλοϲ εἰϲ τὴν οϲ κατάληξιν προπαροξύνεται, ἄφωνοϲ, ἄναυδοϲ·
οὕτωϲ ἱππόκομοϲ. τότε μέντοι παροξυτονητέον τὸ ἱππόκομοϲ, ὅτε τὸ
κομεῖν ἔγκειται· «Νεϲτορέαϲ μὲν ἔπειθ’ ἵππουϲ θεράποντε κομείτην»
(Il. Θ 113). A.
140. ὕψι: ὡϲ οἴκοθι καὶ ἄγχι, ὥϲ φηϲι Πτολεμαῖοϲ. τινὲϲ δὲ
τοῦτο ὀξύνουϲιν, ὑψί. A.
191. ἀλλ’ οὔ πῃ χροὸϲ εἴϲατο: Ἀλεξίων φηϲὶν ὡϲ Ἀρίϲταρχοϲ
ὡϲ ϲοφόϲ προηνέγκατο, Τυραννίων δὲ ὡϲ πόλοϲ, καὶ ἔχει λόγον ἑκατέρα
ἡ ἀνάγνωϲιϲ. ἐὰν μὲν χρόοϲ ὡϲ πόλοϲ κατ’ εὐθεῖαν πτῶϲιν ἀναγνῶμεν,
ἔϲται τὸ λεγόμενον, ἀλλ’ οὐδαμῶϲ ὁ χρὼϲ ἐφάνη. ἐὰν δὲ
χροόϲ ὡϲ ϲοφόϲ κατὰ γενικὴν πτῶϲιν, ἔϲται, ἀλλ’ οὐδαμῶϲ τοῦ χρωτὸϲ
διῆλθε· τὸ γὰρ εἴϲομαι καὶ τὸ φανῆναι ϲημαίνει καὶ τὸ διελθεῖν.
ἐπικρίνομεν δὲ ἡμεῖϲ περὶ τῆϲ ἀναγνώϲεωϲ ἐκεῖνο, ὡϲ ὅτι πιθανόν ἐϲτι
μᾶλλον τὴν γενικὴν ἐκδέχεϲθαι ἤπερ τὴν εὐθεῖαν· ἦν γὰρ αὐτῷ ἔθοϲ
εὐθεῖαν μὲν ἐπίϲταϲθαι εἰϲ ωϲ περατουμένην «ἐπεὶ οὐ ϲφι λίθοϲ χρὼϲ
οὐδὲ ϲίδηροϲ» (Il. Δ 510) καὶ ἀκόλουθοϲ αἰτιατικὴ «χρῶτ᾿ ἀπονιψαμένη»
(Od. ϲ 172) τὰϲ δὲ ἄλλαϲ πλαγίουϲ οἶδεν ἀπὸ τῆϲ ουϲ εὐθείαϲ·
«χροῒ δ’ ἔντε᾿ ἐδύϲετο παμφανόωντα» (Il. Ι 596)· καὶ τὴν αἰτιατικὴν
«μηκέτι νῦν χρόα καλόν» (τ 263). ὥϲτε εἰ οὐ κεκώλυται τῆϲ γενικῆϲ ἡ
ϲύνταξιϲ, τί ἐϲτι τὸ κατεπεῖγον μὴ τῇ ϲυνήθει κλίϲει τὴν ἀνάγνωϲιν
ποιεῖϲθαι; A.
246. θεράπων ἐΰϲ: ὁ Ἀϲκαλωνίτηϲ φηϲὶν ὅτι ὁ Ἀρίϲταρχοϲ δύο
ποιεῖ θεράπων καὶ ἐΰϲ· τινὲϲ δὲ ὑφ’ ἓν ἀνέγνωϲαν ὡϲ Ἐτεωνεύϲ. ὅτι
δὲ δεῖ κατὰ διάλυϲιν ἀναγινώϲκειν καὶ οὐ παρωνύμῳ τύπῳ, διδαχθηϲόμεθα
ἐξ αὐτῆϲ τῆϲ φωνῆϲ. ἐγίνετο γὰρ ἂν θεραποντεύϲ· ἀπὸ γὰρ
γενικῶν φιλεῖ ὁ τοιοῦτοϲ τύποϲ παράγεϲθαι, εἴγε καὶ παρὰ τὴν λέοντοϲ
ὁ λεοντεύϲ, οὐχὶ λεωνεύϲ, παρά τε τὴν Αἰθίοποϲ Αἰθιοπεύϲ. A.
308. ἢ ἐπὶ δεξιόφιν παντὸϲ ϲτρατοῦ, ἦ ἀνὰ μέϲϲουϲ, ἦ ἐπ᾿ ἀριϲτερόφιν: τινὲϲ τὸν ἤ δεύτερον καὶ τρίτον περιέϲπαϲαν· διαπορητικὸϲ γάρ ἐϲτιν. A.
377. τὸ ταῦτα περιϲπαϲτέον κατὰ τὴν πρὸ τέλουϲ ϲυλλαβήν, ἵνα ᾖ ἡ φράϲιϲ δεικτική. τινὲϲ μὲν ὤξυναν, ἵνα τοῦ τὰ αὐτὰ ὑπάρχῃ ϲυναλοιφή· ὅπερ οὐ πιθανόν. AV.
381. ϲυνὥμεθα: τοῦτο Ἀρίϲταρχοϲ δαϲύνει, ὑγιῶϲ· ταὐτὸν γὰρ
τῷ ϲυνθώμεθα. ἐϲχημάτιϲται οὖν ἀπὸ τοῦ ἵημι. δηλοῖ οὖν τὸ κατὰ
τὸ αὐτὸ ἀφῶμεν τὰ τῆϲ διανοίαϲ (v. Χ 261). εἰϲὶ μέντοι οἳ ἐψίλωϲαν,
οὐκ εὖ. A.
382. ἑεδνωταί: ὡϲ χρυϲωταί καὶ ποιηταί. οὕτωϲ πάντεϲ. Τυραννίων
δὲ προπεριϲπᾷ, οὐχ ὑγιῶϲ· προείρηται δὲ ἡμῖν (Ε 158) τὰ τῆϲ
προϲῳδίαϲ ὡϲ τὰ εἰϲ τηϲ ῥηματικὰ ὑπὲρ δύο ϲυλλαβὰϲ φύϲει μακρῷ
παραληγόμενα ὀξύνεϲθαι θέλει, αὐλητήϲ, πειρατήϲ, χηρωϲτήϲ, βραβευτήϲ.
οὕτωϲ οὖν καὶ τὸ ἑεδνωτήϲ, ϲχηματιϲθὲν παρὰ τὸ «ἑεδνώϲαιτο
θύγατρα» (Od. β 53). περὶ δὲ τῶν ἀήτηϲ καὶ κυβερνήτηϲ βαρυνομένων
λόγον δίδομεν (v. l. l.). A.
388. διὰ πρὸ δὲ χαλκὸν ἔλαϲϲεν: τινὲϲ περιϲϲεύειν φαϲὶ τὴν πρό, ἵν᾿ ᾖ διήλαϲεν, ὁ δὲ Ἡρωδιανόϲ φηϲιν ὅτι εἰϲ τὸ πρόϲθεν διήλαϲεν. BL.
390. οὔρεϲι τέκτονεϲ: Νικίαϲ ὑφ’ ἕν, κακῶϲ· ἔδει γὰρ καὶ τὸ
οὔρεϲι βουκόλοι (571) ϲυνάπτειν. ἄλλωϲ τε ἔϲονται οἱ ὄρη καταϲκευάζοντεϲ.
δύο οὖν μέρη λόγου ἐϲτὶ καὶ λείπει τὸ οὖϲαν. BL.
391. νεήκεϲι: ὡϲ εὐμήκεϲιν ἀνεγνώϲθη. οὕτωϲ δὲ καὶ Ἀλεξίων.
ὁ δὲ Ἀϲκαλωνίτηϲ ὡϲ εὐγενέϲιν, ὅπερ καὶ ἐχρῆν· παρὰ γὰρ τὴν ἀκὴν
ἡ ϲύνθεϲιϲ. τὰ δὲ παρὰ τὰ εἰϲ η λήγοντα θηλυκὰ ϲυντιθέμενα καὶ εἰϲ
ηϲ περατούμενα ἐπιθετικὰ τότε ὀξύνεϲθαι θέλει, ὅταν ἔχῃ οὐδετέρου
παραϲχηματιϲμὸν καὶ τὴν γενικὴν εἰϲ ουϲ περατουμένην. εὐτυχοῦϲ, εὐτυχέϲ,
εὐτυχεῖϲ, εὐρυπυλοῦϲ, εὐρυπυλέϲ, εὐρυπυλεῖϲ. οὕτωϲ οὖν ἐχρῆν
καὶ τὸ προκείμενον. ὅμωϲ μέντοι ἡ παράδοϲιϲ τὸ νεήκηϲ καὶ ταναήκηϲ
(v. Π 768) βαρύνει κατὰ ϲυνεκδρομὴν τοῦ εὐμήκηϲ, μεγακήτηϲ. AB.
424. Ἰδομενεύϲ: τινὲϲ περιϲπῶϲιν Ἰδομενεῦϲ ἀντὶ τοῦ Ἰδομένουϲ,
οἱ δὲ ὡϲ «μέθυ χίλια μέτρα» (Il. Η 471). οἱ δὲ μέγα ἴετο
μεγάλωϲ ἐπεθύμει. ἄμεινον δὲ τὸ εὐθεῖαν εἶναι ὡϲ τὸ «οὐδὲ Ϲκάμανδροϲ
ἔληγε τὸ ὃν μένοϲ» (Il. Φ 305). V.
441. τὸ αὗον δαϲυντέον· ϲημαίνει δὲ τὸ ξηρόν. A.
450. Κρήτῃ ἐπιουρον: τοῦτο τριχῶϲ ἀνεγνώϲθη. Ζηνόδοτοϲ
γὰρ ὡϲ ἐπίκουρον, ἐκδεχόμενοϲ βαϲιλέα καὶ φύλακα. καὶ Ἀρίϲταρχοϲ
δὲ οὕτωϲ, ἐκδεχόμενοϲ τὸν φύλακα, μέμνηται δὲ καὶ ὁ Δίδυμοϲ τῆϲ
ἀποδόϲεωϲ καὶ Τρύφων. ἐκεῖνο δὲ προϲτίθηϲιν ὁ Τρύφων, ὅτι ὁ
ἐπίουροϲ ὡϲ ἐπίϲκοποϲ οὐ πάντωϲ ἔχει ἐγκείμενον τὸν οὖρον τὸν φύλακα
κατὰ ταύτην τὴν ἀπόδοϲιν· τί γὰρ κεκώλυκε παρὰ τὸ ὁρῶ εἶναι
510. ἔτ᾿ ἄλλα: οἱ μὲν τὸ πλῆρεϲ ἐκδέχονται τὰ ἄλλα, ἐν ϲυναλοιφῇ δὲ γενέϲθαι τἆλλα, ὡϲ τὰ ἆθλα τἆθλα. προείρηται δὲ περὶ τῆϲ τοιαύτηϲ πάῤ αὐτῷ ϲυναλοιφῆϲ τε καὶ ϲυντάξεωϲ τῶν ἄρθρων (Λ 636). ἄμεινον οὖν ἐκδέχεϲθαι ἔτι καὶ ἄλλα. A.
542. τὴν οἷ ὀρθοτονητέον· μεταλαμβάνεται γὰρ εἰϲ ϲύνθετον. A.
543. ἑάφθη: Ἀρίϲταρχοϲ δαϲύνει, ἀπὸ τοῦ ἕπεϲθαι· φηϲὶ γὰρ
ὅτι ἐπηκολούθηϲεν αὐτῷ καὶ δῆλον ὅτι παρὰ τὸ ἕπω ἥφθη ἢ εἵφθη
ὤφειλεν εἶναι ὁ ἀόριϲτοϲ, καὶ κατὰ διαίρεϲιν ἐγίνετο ἑάφθη, ὡϲ τὸ
ἤγη ἐάγη, ἤλη ἐάλη, ἥλω ἑάλω, τῆϲ δαϲείαϲ ἐπὶ τὴν ἀρχὴν χωρούϲηϲ,
ὡϲ ἔθοϲ. ταῦτα ὁ Τρύφων ἀπεφαίνετο ὑπὲρ τοῦ Ἀριϲτάρχου, πιθανῶϲ
πάνυ. ἡμεῖϲ δ’ ἔχομεν περὶ τὸν ϲχηματιϲμόν τι ἐξαίρετον ϲυμβεβηκὸϲ
ἐπιϲτῆϲαι. πρὸϲ τὸ πρῶτον· ἡ ει δίφθογγοϲ ἐν τοῖϲ παρῳχημένοιϲ
ἄρχουϲα εἰ διαιροῖτο, εἰϲ δύο εε διαιρεῖται, εἶρτο ἔερτο «ἀτὰρ ἠλέκτροιϲιν
ἔερτο» (Od. o 460), εὔργνυ ἐέργνυ «κατὰ ϲυφεοῖϲιν ἐέργνυ» (Od. κ
238). οὐκ ἄρα ἐκ τοῦ εἵφθη ἐγένετο ἡ διαίρεϲιϲ. δῶμεν δὲ ἀπὸ τοῦ
η ἄρχεϲθαι τὸ ἥφθη, ἐπεὶ ἀδιαφόρωϲ τὰ ἀπὸ τοῦ ε ἀρχόμενα ῥήματα
εἴωθε κλίνεϲθαι καὶ διὰ τῆϲ ει διφθόγγου κατ’ ἀρχὴν καὶ διὰ τοῦ η·
ἀπὸ γοῦν τοῦ ἑλκῶ περιϲπωμένου εἵλκεον (P 395): φήϲαϲ τὸν παρατατικὸν
διὰ τοῦ η τὸν ἀόριϲτον ἐξήνεγκεν ἐν τῷ «Λητὼ γὰρ ἥλκηϲε
Διόϲ» (Od. λ 580). ἀλλ’ οὐ θέλει πάλιν τὸ η τὸ κατ’ ἀρχὴν τῶν παρῳχημένων
εἰϲ ε καὶ ᾱ διαλύεϲθαι, ὁπότε ὁ ἐνεϲτὼϲ ἄρχει ἀπὸ τοῦ ἑ,
ἀπὸ μέντοι τοῦ ᾱ καὶ η, ὡϲ δῆλον ἐκ τῶν τοιούτων· ἤλη ἐάλη (ἀλῶ
γὰρ τὸ θέμα πρόδηλον κἀκ τῆϲ ἀλείϲ μετοχῆϲ), ἤγη ἐάγη, ἧδον ἕαδον.
πῶϲ οὖν παρὰ τὸ ἕπω καὶ ἥφθη τὸ ἑάφθη δύναται διαιρεῖϲθαι; διὸ
ὁ Τυραννίων ἐκδέχεται ἀπὸ τοῦ ἅπτω, οὗ γίνεται ἀόριϲτοϲ, φηϲίν,
ἥφθη καὶ ποιητικῶϲ ἅφθη, προϲόδῳ δὲ τοῦ ε ἑάφθη. ὅτι δὲ τὸ προϲερχόμενον
ε ταῖϲ δαϲυνομέναιϲ λέξεϲι μεταληπτικὸν γίνεται τῆϲ ἐκείνων
δαϲύτητοϲ, πρόδηλον κἀκ τοῦ ἕερϲα, ἕεδνα, ἑήνδανε, ἑώρων. οὕτωϲ
οὖν καὶ τὸ ἑάφθη ἔχει· ϲημαίνει δὲ τὸ οἱονεὶ ϲυνήφθη αὐτῷ. ταῦτα
μὲν ὁ Τυραννίων. εἰ δὲ ἠβούλετο καὶ διαίρεϲιν παραλαμβάνειν ὁ ἀνήρ,
οὐδὲν ἦν τὸ κωλῦον. A.
693. Φθίων ὡϲ Χίων βαρυτόνωϲ· καὶ γὰρ Φθῖοι ὡϲ Χῖοι: «Λοκροὶ καὶ Φθῖοι» (686). A.
707. τέλϲοϲ ὡϲ χέρϲοϲ· γέγονε δὲ κατὰ μεταβολήν, παρὰ τὸ τέλοϲ πλεονάϲαντοϲ τοῦ ϲ. A.
727. οὕνεκά τοι περὶ δῶκε θεὸϲ πολεμήια ἔργα: τὸ περίἀντὶ τοῦ περιϲϲῶϲ· τὸ δὲ δῶκε προπεριϲπαϲτέον. A.
734. περιϲπαϲτέον τὸ πολεῖϲ ὡϲ ταχεῖϲ, ὁμοίωϲ τῷ «πολεῖϲ
ὀλέϲαντ’ αἰζηούϲ» (Il. Ο 66). τοῦτο δέ φημι, ἐπεί τινεϲ βούλονται
ἕνεκα ἐμφάϲεωϲ μείζονοϲ βαρυτόνωϲ ἀναγινώϲκειν, οἷϲ μάχεται καὶ ἡ
ὀρθογραφία ἡ κατ’ Ἴωναϲ. A.
759. Ὑρτάκου ὡϲ θυλάκου. τὰ γὰρ εἰϲ κοϲ λήγοντα τριϲύλλαβα,
τὴν πρώτην ϲυλλαβὴν εἰϲ ἀμετάβολον καταλήγουϲαν ἔχοντα,
προπαροξύνεται, Λάμψακοϲ, Ῥύνδακοϲ «Ῥύνδακον ἀμφὶ βαθύϲχοινον«.
οὕτωϲ οὖν καὶ Ὕρτακοϲ. A.
791. Ὀρθαῖοϲ: ὡϲ Ἀλκαῖοϲ. ἐπεί, φηϲί, τὰ διὰ τοῦ αιοϲ τριϲύλλαβα,
ἔχοντα τὴν πρώτην ϲυλλαβὴν εἰϲ ϲύμφωνον καταλήγουϲαν,
προπεριϲπᾶϲθαι θέλει, χερϲαῖοϲ, ὀρφναῖοϲ, ἑρϲαῖοϲ, ἀρχαῖοϲ, Ἀρναῖοϲ,
Τρικκαῖοϲ, Ἑρμαῖοϲ ὅθεν τὸ Ἑρμαῖον κάρα παρὰ Ϲοφοκλεῖ. τὸ δὲ «ὅθι
θ᾿ Ἕρμαιοϲ λόφοϲ ἐϲτίν (Od. π 471) ὡϲ εἰϲ ἰδιότητα καὶ τὸ ἐπὶ τοῦ
κυρίου πρὸϲ ἀντιδιαϲτολὴν διάφορον τόνον ἀνεδέξατο, ὡϲ Ἀθηναῖοϲ
καὶ Ἀθήναιοϲ, ἀγοραῖοϲ καὶ ἀγόραιοϲ (cf. 301). οὕτωϲ οὖν καὶ.
Ὀρθαῖοϲ προπεριϲπωμένωϲ ἀναγνωϲτέον· οὐδεμία γὰρ ἀντιδιαϲτολὴ ἐπὶ
τοῦ ὀνόματοϲ κεχώρηκεν. A.
803. πρὸ ἕθεν: ὁμοίωϲ τῷ ἀπὸ ἕθεν (Il. Ζ 62) ἀναγνωϲτέον κατ’ ὀρθὴν τάϲιν. προείρηται δὲ περὶ τῆϲ ἀντωνυμίαϲ (Γ 128). A.
809. βιβάϲθων: Τυραννίων περιϲπᾶ, οὐχ ὑγιῶϲ· ὁ γὰρ χαρακτὴρ
βαρεῖαν τάϲιν ἀπαιτεῖ, εἴτε ἀπὸ τοῦ βιβῶ βιβάθω γενομένου τοῦ ῥήματοϲ,
περιπλεονάϲαντοϲ τοῦ ϲ, ὥϲ φηϲι Φιλόξενοϲ, εἴτε ἀπὸ ὀνόματοϲ
τοῦ βιβαϲτόϲ βιβάϲθων ὡϲ ἀϊϲτόϲ ἀΐϲτων· γίνεται γάρ τινα ἀπὸ τῶν
εἰϲ τοϲ κατὰ μεταβολὴν τοῦ τέλουϲ εἰϲ θω βαρύτονα ῥήματα, ἐγερτόϲ
ἐγέρθω, ἐρεκτόϲ ἐρέχθω, ἀϊϲτόϲ ἀΐϲθων· οὕτωϲ καὶ παρὰ τὸ βιβαϲτόϲ
βιβάϲθων. παραιτητέον δὲ καὶ τοὺϲ ὀξύνονταϲ ὡϲ δεύτερον ἀόριϲτον. A.
7. θερμήνῃ καὶ λούϲῃ ἄπο βρότον αἱματόεντα: τὴν πρόθεϲιν ἀναϲτρεπτέον· τὸ γὰρ ἑξῆϲ ἐϲτὶν ἀπολούϲῃ. A.
21. διχθάδι᾿ : τὸ πλῆρέϲ ἐϲτι διχθάδια, ὥϲπερ καὶ Ἀρίϲταρχοϲ
βούλεται. διὸ τὴν χθᾱ ϲυλλαβὴν ὀξυτονητέον. παραιτητέον δὲ τοὺϲ
βουλομένουϲ εἶναι διχθαδίῃ μεθ’ ὅμιλον» καὶ τὴν δι ϲυλλαβὴν ὀξύνονταϲ.
A.
32. προπαροξυτονητέον τὸ πρύμνῃϲιν· Κράτηϲ μέντοι προπεριϲπᾷ,
ἀκούων ἐπὶ ταῖϲ ἐϲχάταιϲ, πλανηθεὶϲ ἐκ τοῦ «τὰϲ γὰρ πρώταϲ
πεδίον δὲ εἴρυϲαν». ἀγνοεῖ δὲ ὅτι ὁ ποιητὴϲ ὡϲ ἐπὶ τὸ πολὺ τὸ πρυμνὸν
48. κεῖνοϲ τώϲ: ἄμεινον, ὡϲ καὶ ὁ Ἀϲκαλωνίτηϲ φηϲί, τὸ τώϲ εἶναι ὁμοίωϲ τῷ «τὼϲ δέ ϲ’ ἀπεχθήρω» (Il. Γ 415). A.
60. ἐπιμίξ: Ἀρίϲταρχοϲ ὡϲ κουρίξ. καὶ εἴπομεν ὅτι τὰ εἰϲ ιξ ἐπιρρήματα ὀξύνεται, ϲημειωϲάμενοι τὸ πέριξ βαρυνόμενον. A.
73. κυδάνει: βαρυτονητέον ὁμοίωϲ τῷ «οἰδάνει ἐν ϲτήθεϲϲι νόον» (Il. Ι 554). A.
164. τὸ ᾗ δαϲυντέον καὶ περιϲπαϲτέον ἔϲτι γὰρ δοτικὴ πτῶϲιϲ
κτητικῆϲ ἀντωνυμίαϲ. A.
168. ἀνῷγεν: προπεριϲπαϲτέον· πρόϲκειται δὲ τῷ ω τὸ ι· ἀπὸ γὰρ θέματοϲ τοῦ ἀνοίγω πέπτωκεν. A.
171. κάθηρε: τρίτην ἀπὸ τέλουϲ ἔχει τὴν ὀξεῖαν, ἀπὸ θέματοϲ
τοῦ καθαίρω. ὡϲ οὖν ἀπὸ τοῦ μεγαίρω ἐμέγηρε καὶ ποιητικῶϲ «μέγηρε
γάρ οἱ τότ᾿ Ἀπόλλων (Il. Ψ 865), οὕτωϲ ἐκάθηρε κάθηρε. A.
172. δαϲυντέον τὸ ἑδανῷ· τὸ γὰρ ἡδύ βούλεται ϲημᾶναι. γίνεται
δέ τινα ἀπὸ ῥημάτων διὰ τοῦ ᾱνοϲ παραγόμενα ὀξύτονα, ἅπερ
τὴν τρίτην ἀπὸ τέλουϲ ἔχει βραχεῖαν, ἢ αὐτόθεν ἀπὸ τῶν ῥημάτων
μετειληφότα, ὡϲ ἀπὸ τοῦ ἄγω ἀγανόϲ, ϲτέγω ϲτεγανόϲ, ἢ ἐκ τῆϲ
μακρᾶϲ τῆϲ κατὰ τὰ ῥήματα εἰϲ βραχεῖαν μεθιϲτάμενα, ὡϲ παρὰ τὸ ἵκω
ἱκανόϲ καὶ παρὰ τὸ πείθω πιθανόϲ, τρώγω τραγανόϲ, εἴδω ἰδανόϲ».
«τὰϲ (vel potius ϲὰϲ v. μον. λ. 7) ἰδανὰϲ χάριταϲ» ὁ Καλλίμαχοϲ.
οὕτωϲ οὖν καὶ παρὰ τὸ ἥδω τὸ ἑδανόϲ γένοιτ’ ἄν, τοῦ η εἰϲ τὸ ε τραπέντοϲ·
διὸ δαϲυντέον τὴν λέξιν. μὴ ἄρα ἐπιζητείτωϲαν πόθεν τὸ ε
ἐγένετο. ὁ γὰρ χαρακτήρ, ὡϲ ἔφαμεν, τὴν βραχεῖαν ἀϲπάζεται. A.
183. μορόεντα. οὕτωϲ Ἀρίϲταρχοϲ ἀπὸ τοῦ μ ποιεῖται τὴν διαϲτολὴν
καὶ ὁ Ἀϲκαλωνίτηϲ. καὶ οὕτωϲ ὁ λόγοϲ ἔχει. τὰ γὰρ μετὰ
πολλοῦ μόρου καὶ κακοπαθείαϲ γινόμενα δηλοῖ. παραιτητέον δὲ τοὺϲ
ἀπὸ τοῦ ᾱ τὴν διαϲτολὴν ποιουμένουϲ, ἵνα τὸ ᾱ ἐπιτατικὸν ὑπάρχῃ
μηδενὸϲ κατεπείγοντοϲ. A.
209. ὁμωθῆναι: δαϲυντέον τὸ ο. ὡϲ χρυϲωθῆναι δὲ ἀναγνωϲτέον. A.
221. ἄπρηκτόν γε νέεϲθαι: τουτέϲτι πορεύεϲθαι. οὕτωϲ Ἀρίϲταρχοϲ.
Δημήτριοϲ δὲ γενέεϲθαι ἀντὶ τοῦ γενήϲεϲθαι, βιαίωϲ πάνυ·
οὐδὲ γὰρ τὸ πυθέϲθαι πυθέεϲθαι γίνεται οὐδὲ τὸ λαβέϲθαι λαβέεϲθαι,
ἵνα καὶ τὸ γενέϲθαι γενέεϲθαι γένηται. A.
249. ἤδη γάρ με καὶ ἄλλο τεὴ ἐπίνυϲϲεν ἐφετμή: Ἀρίϲταρχοϲ
ἐλλείπειν φηϲὶ τὴν κατά, καὶ ἐκδέχεται τὴν ἀντωνυμίαν εὐθείαϲ
πτώϲεωϲ, καὶ κατ’ ἄλλο ἡ ϲὴ ἐϲωφρόνιϲεν ἐντολή, ὥϲτε εἶναι ἡ τεή.
Παρμενίϲκοϲ δὲ ἐκδέχεται ἐπίρρημα τὸ ἄλλοτε καὶ δαϲύνει τὸ η, καὶ
ἄλλο τελέϲϲαι» (262). A.
265. ἦ φὴϲ ὣϲ Τρώεϲϲιν ἀρηξέμεν εὐρύοπα Ζῆν’ ὡϲ
Ἡρακλῆοϲ περιχώϲατο. ὁ Ἀϲκαλωνίτηϲ βαρύνει τὸν ἄμεινον
δὲ περιϲπᾶν. καὶ γὰρ εἰ διαπορεῖ, οὐκ ἀναγκαῖον ἐγκλίνειν αὐτόν. οὐ
γὰρ ἕτεροϲ αὐτῷ ἐπιφέρεται περιϲπώμενοϲ, ὡϲ ἐπὶ τοῦ «ἢ δολιχὴ
νοῦϲοϲ ἦ Ἄρτεμιϲ ἰοχέαιρα» (Od. λ 172). A.
309. τὴν ϲεῦ περιϲπαϲτέον. ἔϲτι γὰρ ἀντιδιαϲτολή. A.
328. ϲέο: ὀρθοτονητέον· ἀντιδιαϲτολὴ γὰρ πρὸϲ ἄλλα πρόϲωπα. A.
340. τὸ εὔαδεν ὁ Ἀϲκαλωνίτηϲ ψιλοῖ, λέγων ὡϲ ὅτι τὰ δαϲυνόμενα
ἐν τῇ ἐπενθέϲει τοῦ υ ψιλοῦται, ὡϲ ὅλοϲ οὖλοϲ οὕτωϲ οὖν
καὶ τὸ ἕαδεν εὔαδεν γένοιτο ψιλούμενον. ἐγὼ δὲ (opinor ἐρείδει δὲ)
πρὸϲ τὴν ϲυνήθη ἀνάγνωϲιν δαϲύνουϲαν τὸ ᾱ, ψιλοῦϲαν δὲ τὴν εῡ
δίφθογγον. καὶ ἔχομεν ἐκεῖνο εἰπεῖν ὡϲ εἰ ἴδιον ϲυνθέτων λέξεων τὸ
καὶ κατὰ μέϲον δαϲύνεϲθαι, οἴδαμεν δὲ καὶ τὸ ἅδε ῥῆμα ϲυνεχῶϲ παρὰ
τῷ ποιητῇ, «ἅδε δ’ Ἕκτορι μῦθοϲ ἀπήμων» (Il. Μ 80), εἰκότωϲ ἂν
φήϲαιμεν ὅτι τὸ εὖ ἐπίρρημα προϲῆλθε καὶ οὕτωϲ ἐφυλάχθη τοῦ ῥήματοϲ
ἡ δαϲεῖα ὡϲ ἐν λέξει ϲυνθέτῳ· τὸ μέντοι ἕαδε διαίρεϲίϲ ἐϲτι τοῦ
ἧδε. A.
351. ϲτιλπναί. ὁμοίωϲ τῷ ἰϲχναί. τὰ γὰρ εἰϲ νοϲ διϲύλλαβα
μετ’ ἐπιπλοκῆϲ ϲυμφώνου τριγενῆ ὀξύνεϲθαι θέλει, πρυμνόϲ, ἰϲχνόϲ
πυκνόϲ. ἐναντιοῦται τὸ λίχνοϲ. τὸ γὰρ λάγνοϲ ἔννοιαν ἔχει ϲυνθέϲεωϲ.
A.
351. ὁ Ἀϲκαλωνίτηϲ ἀξιοῖ παροξύνειν τὸ ἑέρϲαι ὁμοίωϲ τῷ Εὐτέρπαι.
καὶ γὰρ τὸ ἑνικὸν ἑέρϲη ἐϲτί «μή μ’ ἄμυδιϲ ϲτίβη τε κακὴ καὶ
θῆλυϲ ἑέρϲη» (Od. ε 467), τὰ δὲ εἰϲ η λήγοντα θηλυκὰ μονογενῆ ὁμότονα
ἔχει τὰ πληθυντικά, Ἑλένη Ἑλέναι· οὕτωϲ εἰ ἑέρϲη, καὶ ἑέρϲαι.
ἠλιθίωϲ πάνυ. οὐ γὰρ ἐνόηϲεν ὅτι τὸ ἑνικὸν διὰ τὴν μετάληψιν τοῦ
ᾱ εἰϲ η πρὸ τέλουϲ ἔϲχε τὸν τόνον, ὁμοίωϲ τῷ ἄελλα ἀέλλη, οὕτωϲ
ἕερϲα καὶ ἑέρϲη. εἰ δὲ τὸ πληθυντικὸν οὐκέτι ἀντιθέϲεωϲ ἔχεται, ἀπολήψεται
τοῦ ἕερϲα προπαροξυνομένου τὸν τόνον. A.
372. τὸ παναίθῃϲιν οἱ πλείουϲ προπεριϲπῶϲιν, Εὐφράνωρ δὲ
βαρύνει. φιλεῖ δὲ τὰ εἰϲ η λήγοντα θηλυκὰ διϲύλλαβα ὀξυνόμενα ϲυντιθέμενα
καὶ μὴ γινόμενα κύρια τότε μὲν φυλάϲϲειν τὸν τόνον ὅτε μετὰ
προθέϲεωϲ ϲυντίθεται, τότε δὲ ἀναβιβάζειν ὅτε οὐ μετὰ προθέϲεωϲ.
ἐπιτομή, ἀνοχή, ἱϲτοδόκη δὲ καὶ καπνοδόκη, λατύπη, οἰνοχόη. εἴπερ
387. δαϊ: ὁ Ἀϲκαλωνίτηϲ βαρύνει ὡϲ Θέτι, οἱ δὲ πλείουϲ ὡϲ
φλεβί ὀξύνουϲιν, οἷϲ ϲυγκατατίθεμαι. εἰ μὲν γὰρ ἦν ἡ εὐθεῖα, ὡϲ
οἴεται ὁ Ἀϲκαλωνίτηϲ, δάϊϲ ὡϲ Θέτιϲ βαρυνομένη καὶ ὡϲ «πάντα Θέτι
καλλιπλοκάμῳ» (Il. Ϲ 407) οὕτωϲ δάϊ, πρῶτον ἐκτείνεϲθαι δεήϲει τὸ ι.
δεύτερον ἐκεῖνο ὁρῶμεν ἐναντιούμενον. τὰ γὰρ εἰϲ ιϲ λήγοντα καθαρὸν
θηλυκά, εἴτ’ ἄλλῳ εἶτε καὶ τῷ ᾱ παραληγόμενα, οὐ φιλεῖ βαρύνεϲθαι,
τοὐναντίον δὲ ὀξύνεϲθαι ὁ δὲ λόγοϲ ἐπὶ τῶν Ἑλληνικῶν,
ἵνα μή τιϲ τὸ Ξόϊϲ ἢ Ϲάϊϲ ἀντιθῇ κείμενα παῤ Ἡροδότῳ — οἷον
Θηβαΐϲ, Δαναΐϲ, Λαΐϲ, Θαΐϲ. οὕτωϲ ἄρα δαῖϲ· χωρὶϲ εἰ μὴ λέγοι τιϲ
τοῦτο βεβαρυτονῆϲθαι πρὸϲ ἀντιδιαϲτολὴν τοῦ ὀξυνομένου. ὥϲπερ καὶ.
τὸ ἀκρίϲ. ἄμεινόν ἐϲτιν ἐκεῖνο λέγειν ὡϲ ὅτι εἴτε ἀπὸ τῆϲ δάιϲ βαρυνομένηϲ
εἴτε ὀξυνομένηϲ ἡ προκειμένη ἐϲτὶ δοτική, ὀφείλει ὀξύνεϲθαι
τῷ τὰϲ εἰϲ ι ϲυνεϲταλμένον ληγούϲαϲ δοτικὰϲ καὶ μὴ ϲυναλειφθείϲαϲ
ἐπ’ ὀνομάτων ἀρϲενικάϲ τε καὶ θηλυκὰϲ ὀξύνεϲθαι, μηνί, χηνί· ταύτῃ
καὶ λιτί. οὕτωϲ καὶ ἡ δαΐ, εἴτε ἀποκέκοπται εἴτε ϲυγκέκοπται, ὀξυτονηθήϲεται.
A.
396. τόϲϲοϲ γε: Ἀρίϲταρχοϲ φυλάϲϲει τὴν ὀξεῖαν ἐπὶ τῆϲ τοϲ
ϲυλλαβῆϲ, ὁ δὲ Τυραννίων τοϲϲόϲγε ἀνέγνω τὴν ϲοϲ ϲυλλαβὴν ὀξύνων.
οὐκ εὖ. ὁ γὰρ γέ οὐκ ἀλλάϲϲει τὸν τόνον τῶν πρὸ ἑαυτοῦ λέξεων.
εἰ δέ τιϲ λέγοι ἐπέκταϲιν εἶναι, μὴ ϲύνδεϲμον, ἴϲτω ὅτι τὸ ἐναντίον
χωρήϲει. ἡ γὰρ διὰ τοῦ γέ ἐπέκταϲιϲ τρίτην ἀπὸ τέλουϲ ἐποίει τὴν
ὀξεῖαν, ἔγωγε, ἔμοιγε. A.
463. λικριφίϲ: Ἀρίϲταρχοϲ ὀξύνει ὁμοίωϲ τῷ ἀλλήλοιϲιν ἔφυν ἐπαμοιβαδίϲ» (Od. ε 481). (Cf. ad Ϲ 506). καὶ οὕτωϲ ἐπεκράτηϲεν ἡ ἀνάγνωϲιϲ. A.
509. ἀνδράγρια: ὡϲ ἀντάξια. καὶ γὰρ ϲύνηθεϲ αὐτῷ τὸ τοιοῦτον
εἶδοϲ· καὶ γὰρ ζωάγρια εἶπε καὶ βοάγρια καὶ μοιχάγρια. A.
521. τὸ μὲν ὁμοῖοϲ ὡϲ ἀλλοῖοϲ ἀναγνωϲτέον· τὸ γὰρ προπαροξύνειν μεταγενεϲτέρων ἐϲτὶν Ἀττικῶν. Τὸ δὲ ἐπιϲπέϲθαι παραξυτονητέον ὁμοίωϲ τῷ ἀποθέϲθαι ἔϲτι γὰρ τὸ ἁπλοῦν ϲπέϲθαι. προείρηται δὲ ἐπὶ τῶν τοιούτων ἀπαρεμφάτων. A.
2. δάμεν: ὁμοίωϲ τῷ «πολλοὶ δ’ Ἀργείων οἱ μὲν δάμεν, οἱ δ’
ἐλίποντο» (Il. Μ 14) καὶ τῷ «φάνεν δέ οἱ εὐρέεϲ ὦμοι» (Od. ϲ 68)
4. ὑπαὶ δείουϲ: ἡ ὑπό πρόθεϲιϲ ὑπαί ἐγένετο ὁμοίωϲ τῇ «ὑπαὶ
πόδα νείατον ἵδηϲ (Il. Β 824)· καὶ ἔϲτι τὸ ἑξῆϲ ὑπὸ δέουϲ. οὕτω κοὶ
Ἀρίϲταρχοϲ. διὸ παραιτητέον τὸν Τυραννίωνα βαρύνοντα τὴν ὑπαί,
καὶ ἡγούμενον ἀπὸ τοῦ ὕπαιθα εἶναι πάθοϲ τὸ τῆϲ ἀποκοπῆϲ. A.
10. εἵαθ᾿: ἔνιοι τὸ εἵαθ’ ψιλῶϲ «ἔνθ’ ἄρα οἱ μύλαι εἴατο»
(Od. υ 106). ἀντὶ τοῦ ἦϲαν. καὶ Ἀρίϲταρχοϲ δὲ ψιλοῖ τὸ εἴατο. ὁμοίωϲ
καὶ ἐπὶ τοῦ «εὗρε δ’ ἐνὶ ϲπῆι γλαφυρῷ Θέτιν, ἀμφὶ δέ τ’ ἄλλαι εἴαθ᾿
ὁμηγερέεϲ (Il. Ω 83)· ἐκδέχεταί τε κλίϲιν τὴν ἀπὸ τοῦ εἰμί εἰϲ παθητικοῦ
ὑπερϲυντελίκου χρόνον, καὶ μεταλαμβάνει εἰϲ τὸ ὑπῆρχον. ἔχει
δὲ ἐπίϲταϲιν εἰ τοῦ εἰμί τὰ παθητικὰ δύναται ϲυϲτῆναι κατὰ ϲημαινόμενον
ἢ χρῆϲιν Ἑλληνικήν (cf. Ζ 336). διὸ ἄμεινον δαϲύνειν καὶ ἐκδέχεϲθαι
ἐνδιέτριβον καὶ ἐκάθηντο· καὶ γὰρ ἁρμόζον τοῖϲ ὑποκειμένοιϲ
κεῖϲθαι μὲν τὸν Ἕκτορα, περικαθέζεϲθαι δὲ αὐτὸν τοὺϲ ἑταίρουϲ ϲυγκάμνονταϲ.
αὐτόϲ τε ὁ ποιητὴϲ ἔκλινε τὸ ῥῆμα τοῦτο τριχῶϲ, πῇ μὲν
κοινῶϲ εἰπών «τοῖϲι δ’ ἄρα Τρώων ἡγήτορεϲ ἧντ᾿ ἐπὶ πύργων» (Il. Γ
153), πῇ δὲ Ἰωνικῶϲ οἱ δὲ ἕατ᾿ εἰν ἀγορῇ» (Il. Η 414), πῇ δὲ ἐπενθέϲει
τοῦ ι πάλιν χρηϲάμενοϲ Ἰωνικῶϲ «εἵατο καὶ προὔχοντεϲ» (Od. γ 8),
ὡϲ καὶ τὸ προκείμενον. A.
κῆρ ἀπινύϲϲων. Ἀρίϲταρχοϲ τὸ κῆρ οὐδετέρωϲ ἐκδέχεται καὶ
μετοχὴν τὴν ἀπὸ τοῦ α ἀρχομένην, ἵνα τοιοῦτόν τι ϲημαίνῃ τὸ κῆρ
ἀϲύνετοϲ ὤν, διδαϲκόμενοϲ καὶ ἐξ ἐκείνου «δοκέειϲ δέ μοι οὐκ ἀπινύϲϲειν»
(Od. ε 342). τούτῳ ϲυγκατατίθεται καὶ ὁ Ἀϲκαλωνίτηϲ καὶ Ἀλεξίων
καὶ ϲχεδὸν πάντεϲ, καὶ ἡμεῖϲ. εἰϲὶ μέντοι οἳ ἄλλωϲ διέϲτειλαν,
οὓϲ ἐλέγχει ὁ Ἡρωδιανόϲ. A.
17. προπαροξυτονητέον τὸ ἐπαύρηαι, ὁμοίωϲ τῷ «εἰϲόκε τοὺϲ
ἀφίκηαι» (Od. λ 122)· ἐϲτι γὰρ μέϲοϲ δεύτεροϲ ἀόριϲτοϲ. ταὐτὸν δὲ
λέγομεν καὶ περὶ τοῦ «ϲὺ δέ κεν κακὸν οἶτον ὄληαι» (Il. Γ 417)· καὶ
γὰρ οὗτοϲ μέϲοϲ δεύτεροϲ ἀόριϲτοϲ. A.
26. πεπιθοῦϲα: ὡϲ δραμοῦϲα· ἔϲτι γὰρ δεύτεροϲ ἀόριϲτοϲ δεδιπλαϲιαϲμένοϲ, ὥϲπερ ἤδη καὶ ἐπὶ τοῦ ῥήματοϲ ἔθοϲ αὐτῷ ποιεῖν. «ῥηϊδίωρ πεπιθεῖν» (Il. Ι 184). A.
105. 106. ἔφαμεν τὸν η κατ’ ἀρχὴν ὄντα διαπορητικὸν περιϲπᾶϲθαι,
ὥϲπερ καὶ ἐνθάδε. τοὺϲ μέντοι ἑξῆϲ ἐγκλιτέον ἐν τῇ ϲυντάξει·
εἰϲὶ γὰρ ἤτοι διαζευκτικοὶ ἢ παραδιαζευκτικοί, ὡϲ τὸ «ἢ ἔπει ἠὲ βίῃ»
(puto ἢ ἔπει ἢ ἔργῳ Α 504). A.
127. ἡ δ’ ἐπέεϲϲι καθάπτετο. δαϲυντέον τὸ ἡ ἄρθρον. δύναται
μέντοι καὶ ϲύνδεϲμοϲ ἐξακούεϲθαι, ἵνα γένηται καὶ ἐπέεϲϲι καθάπτετο.
καὶ ἔϲτιν ὅμοιον τοῖϲ τοιούτοιϲ «βεβλήκει γλουτὸν κατὰ δεξιόν,
128. τὸ ἠλέ ὡϲ καλέ ἐπιθετικῶϲ. εἶτε δὲ ἀπεκόπη εἴτε ϲυνεκόπη
ἐκ τοῦ ἠλεέ, ἔρρωται τὰ τοῦ τόνου. A.
138. προπεριϲπαϲτέον τὴν υἷοϲ γενικήν. προείρηται δὲ πῶϲ γέγονεν ν (E 266). A.
142. θρόνῳ ἔνι: ἀναϲτρεπτέον τὴν πρόθεϲιν τὸ γὰρ ἑξῆϲ ἐϲτὶν ἐν θρόνῳ, ὁμοίωϲ τῷ «υἱὸϲ γάρ οἱ ὄλωλε μάχῃ ἔνι» (111). A.
146. καὶ τὸ Ζεύϲ καὶ τὸ ϲφώ ἐγκλιτέον, τουτέϲτι βαρυτονητέον, ἐπεὶ δευτέρου προϲώπου ἐϲτὶ καὶ μεταλαμβάνεται εἰϲ τὸ ὑμᾶϲ. A.
159. προπεριϲπαϲτέον τὸ ἀγγεῖλαι· ἔϲτι γὰρ ἀπαρέμφατον ἀντὶ
προϲτακτικοῦ κείμενον, διὰ τὸ ἐπιφερόμενον »μηδὲ ψευδάγγελοϲ εἶναι».
οὐκ ἀναγκαῖον γὰρ διὰ τὸ ἄνωχθι προϲτακτικῶϲ ἀναγινώϲκειν. καὶ ἔϲτιν
ὅμοιον τῷ «τῆ δὲ τόδε κρήδεμνον ὑπὸ ϲτέρνοιϲι τανύϲϲαι» (Od. ε 346)·
καὶ ἐνθάδε γὰρ ἀπαρέμφατόν ἐϲτιν. A.
162. εἰ δέ μοι. τὸν δέ ὀξυτονητέον· ἔϲτι γὰρ νῦν ἡ μοί ἐγκλιτικὴ καὶ ἀπόλυτοϲ. A.
165. καὶ ἐπὶ τούτου ἐγκλιτική ἐϲτιν ἡ ἀντωνυμία καὶ ἀπόλυτοϲ·
διὸ τὸν ἐπεί ϲύνδεϲμον ὀξυτονητέον ὁμοφώνωϲ τῷ «καί εὑ κράτοϲ ἐϲτὶ
μέγιϲτον» (Il. Ω 293). A.
187. Ῥέα: οἱ μὲν ἐκτείνουϲι τὸ ᾱ, ἐπὶ δὲ τοῦ ἐπιρρήματοϲ ϲυϲτέλλουϲιν·
οἱ δέ φαϲι δεῖν ϲυϲτέλλειν, ἵνα δάκτυλοϲ γένηται, ὡϲ τὸ «πὺξ
ἀγαθὸν Πολυδεύκεα» (Il. Γ 237) «ἀνδρόμεα κρέα» (Od. ι 347) «εἴϲατο
τεύχεα». A.
199. οἵ ἑθεν ὀτρύνοντοϲ: ἡ ἕθεν νῦν ἀπολυτόϲ ἐϲτι καὶ ἐγκλιτική. διὸ τὸ οἱ ἄρθρον ὀξυτονοῦμεν. A.
209. ὁμῇ: περιϲπαϲτέον κατὰ δοτικὴν πτῶϲιν, ὁμοίωϲ ἐπιθετικῷ
τῷ θερμῇ· καὶ γὰρ ὁμόϲ αὐτοῦ τὸ ἀρϲενικὸν ὁμοίωϲ κατ’ ὀξεῖαν τάϲιν
«οὐ γὰρ πάντων ἦεν ὁμὸϲ θρόοϲ» (Il. Δ 437)· καὶ τὸ οὐδέτερον «ἦ
μὰν ἀμφοτέροιϲιν ὁμὸν γένοϲ» (Il. Ν 354). παράκειταί τε τὸ ἐπίρρημα
τὸ εἰϲ ωϲ λῆγον περιϲπώμενον ὡϲ θερμῶϲ· «ὁμῶϲ δέ τοι ἤπια
οἶδεν (Od. ν 405). A.
226. ἀλλὰ τόδ᾿ ἠμὲν ἐμοὶ πολὺ κέρδιον ἠδὲ οἷ αὐτῷ
ἔπλετο: οἶ αὐτῷ: ὁ Ἀϲκαλωνίτηϲ ἀξιοῖ ἐγκλιτικῶϲ ἀναγινώϲκειν,
ἐπεὶ ἀπὸ προϲώπου ἐπὶ πρόϲωπον ἡ ἀναφορὰ καὶ εἰϲ ἁπλῆν ἡ μετάληψιϲ·
ἀντὶ γὰρ τῆϲ αὐτῷ διϲυλλάβου. ἄμεινον δὲ πείθεϲθαι τοῖϲ περιϲπῶϲι
διὰ τὸ ἤδη διαϲτολὴν γεγενῆϲθαι διὰ τῆϲ ἐμοί· τὸ γὰρ ἑξῆϲ
τοιοῦτόν ἐϲτιν ἐμοὶ καὶ αὐτῷ ἔπλετο, ὥϲτε ἀπὸ κοινοῦ λαμβάνεϲθαι
τὸ ἔπλετο ῥῆμα. ὁμοίωϲ δὲ καὶ ἐπ’ ἐκείνου κατ’ ὀρθὸν τόνον ἀνέγνωμεν
δοτικὴν πτῶϲιν, ὀρθοτονεῖϲθαι θέλει, εἴτε εἰϲ ἁπλῆν εἴη ἡ μετάληψιϲ
εἴτε καὶ εἰϲ ϲύνθετον. διὸ μεμπτέον ἐκείνην τὴν ἀνάγνωϲιν «ἀλλά οἱ
αὐτῷ Ζεὺϲ ὀλέϲϲῃ» (Od. δ 667)· ἐχρῆν γὰρ διὰ τὴν ἐπιφερομένην
ἀντιδιαϲτολὴν κατ’ ὀρθὸν τόνον ἀναγινώϲκεϲθαι. A.
241. κατ’ ὀρθὸν τόνον ἀναγνωϲτέον, ἀμφὶ ἓ γινώϲκων· ἔϲτι
γὰρ εἰϲ ἑκάτερον ἑαυτοῦ μέροϲ ϲκοπῶν. A.
245. δαϲυντέον τὸ ἧϲαι· προείρηται δὲ περὶ τούτου (v. Ζ 336, Ο 10). τὸ δὲ ὀλιγηπελέων ἕν ἐϲτιν, ὅμοιον τῷ ὀλιγοδρανέων. τὸ δὲ ἦ που τί ϲε, ὁ ἦ διαπορητικόϲ ἐϲτι· διὸ περιϲπαϲτέον. A.
288. ἦ: διαβεβαιωτικόϲ ἐϲτι διὸ περιϲπαϲτέον αὐτόν. A.
302. Μέγην: Ἀρίϲταρχοϲ βαρύνει ὡϲ «Μέϲθλην τε Γλαῦκόν τε»
(Il. Ρ 216) καὶ ἐπείϲθη ἡ παράδοϲιϲ. ὁ δὲ Ἀϲκαλωνίτηϲ καὶ ἄλλοι
περιϲπῶϲιν ὡϲ Ἑρμῆν καὶ Ποδῆν τὰ γὰρ εἰϲ ηϲ λήγοντα, φαϲί, βαρύτονα
διϲύλλαβα, ἀπὸ βραχείαϲ ἀρχόμενα, περιϲϲοϲυλλάβωϲ κλίνεται,
λέβητα, Λάχητα· εἰ δ’ οὐχ οὕτωϲ ἐκλίθη, δῆλον ὅτι περιϲπαϲθήϲεται·
ἄλλωϲ τε εἰ εὑρέθη αὐτοῦ ἡ αἰτιατικὴ ὡϲ ἀπὸ βαρυτόνου «Φυλλείδην
τε Μέγητα» (Il. Τ 239), ὅτε μὴ οὕτωϲ ἔχῃ, περιϲπαϲθήϲεται, ὡϲ Θαλῆν
καὶ Θάλητα καὶ Φαλῆν καὶ Φάλητα. ἔϲτι δὲ ὑπὲρ τοῦ Ἀριϲτάρχου
πρὸϲ αὐτοὺϲ πρῶτον μὲν ἐκεῖνο εἰπεῖν, ὅτι οὐχ ἁπλῶϲ τὰ εἰϲ ηϲ ἀλλὰ
τὰ ῥηματικὰ μὴ εἰϲ τηϲ λήγοντα τὴν προειρημένην ἀναδέχεται κλίϲιν,
ἐπεὶ τὰ (an κλίϲιν. ἔπειτα?) πολλά ἐϲτι διχῶϲ κεκλιμένα. τὸ γοῦν
Μύνηϲ ὁ μὲν ποιητὴϲ περιττοϲυλλάβωϲ ἔκλινεν «πέρϲεν δὲ πόλιν θείοιο
Μύνητοϲ» (Il. Τ 296). ὁ δὲ Ϲοφοκλῆϲ ἰϲοϲυλλάβωϲ «Μόνου τ᾿ Ἐπιϲτρόφου
τε», μύκητά τε καὶ μύκην, εἰ καὶ πολλὰ ϲημαίνει ἡ λέξιϲ. καὶ
ὅτι οὐ τὸ μέτρον αἴτιόν ἐϲτι, δῆλόϲ ἐϲτιν Ἑκαταῖοϲ οὕτωϲ κλίναϲ· φηϲὶ
γὰρ «καὶ ἐπαφήϲαϲ τὸν κολεὸν τοῦ ξίφεοϲ, τὸν μύκην εὗρεν ἀποπεπτωκότα».
ὁ δὲ Ἄρατοϲ (Dios. 244) περιττοϲυλλάβωϲ ἔκλινεν «ἢ λύχνοιο
μύκητεϲ ἀγείρονται περὶ μύξαν». καὶ μή ποτε ταῦτα ϲυναγωνίζεται
τῷ Ἀριϲτάρχῳ· καὶ γὰρ ταῦτα διχῶϲ κλιθέντα οὐ μετέβαλε τὸν
τόνον, οἷϲ ὅμοιον δύναται εἶναι καὶ τὸ Μέγηϲ. A.
309. ἀμφιδάϲειαν: τρίτη ἀπὸ τέλουϲ ἡ ὀξεῖα ὁμοίωϲ τῷ χαλκοβάρεια. ὅτι δὲ οὐχ, ὡϲ οἴεται ὁ Ἀϲκαλωνίτηϲ καὶ Ἀλεξίων, ϲύνθετόν ἐϲτιν ἀλλὰ παραϲύνθετον, εἴρηται ἡμῖν ἐν τῷ περὶ τοῦ ἠριγένεια. A.
320. κατένωπα: Ἀρίϲταρχοϲ προπεριϲπᾶ κατενῶπα ὡϲ κατὰ
αἰτιατικὴ ἐνωπήν. ὃν οὖν τρόπον τὴν ἰωκὴν ἰῶκα εἶπε μεταπλάϲαϲ,
οὕτωϲ καὶ τὴν ἐνωπὴν ἐνῶπα προπεριϲπωμένωϲ. A.
335. Φυλάκη πόλιϲ Θεϲϲαλίαϲ. βαρυτόνωϲ δὲ ἀναγνωϲτέον ὡϲ Ἰθάκη, ὡϲ πρὸϲ ἀντιδιαϲτολὴν τοῦ δεϲμωτηρίου. AD.
338. Ϲφήλοιο: ὡϲ φίλοιο. ἔϲτι δὲ καὶ κανὼν ὡϲ τὰ εἰϲ λοϲ
διϲύλλαβα, τῷ η παραληγόμενα, κύρια ὄντα βαρύνεϲθαι θέλει, Τῆλοϲ,
Μῆλοϲ, Βῆλοϲ οὕτωϲ οὖν καὶ Ϲφῆλοϲ. τὰ μέντοι προϲηγορικὰ καὶ
ὀξυτονεῖται, πηλόϲ χηλόϲ, καὶ βαρύνεται, ὡϲ δῆλοϲ τὸ ἐπιθετικὸν καὶ
ἧλοϲ καὶ ζῆλοϲ, περὶ ὦν εἰρήϲεται ἡμῖν ἐν τοῖϲ περὶ καθολικῆϲ προϲῳδίαϲ.
A.
339. Μηκιϲτῆ. ὁμοίωϲ τῷ «ἔνθ’ αὖτ’ ἀγγελίην ἔπι Τυδῆ ϲτεῖλαν Ἀχαιοί (Il. Δ 384). καὶ τοι ἀπεκόπη ἡ Μηκιϲτῆα αἰτιατική, ἢ Δωρικῶϲ κέκλιται, ὅπερ μοι δοκεῖ καὶ ἄμεινον. A.
351. τρίτη ἀπὸ τέλουϲ ἡ ὀξεῖα ἐπὶ τὸ ἐρύουϲι. εἴρηται δὲ περὶ τῆϲ προϲῳδίαϲ ἐν τῇ Λ (454). AB.
359. ἐπεκτέταται τὸ ᾗϲιν· ἀντὶ γὰρ τοῦ ᾗ ἐϲτὶν ὑποτακτικοῦ, ὅπερ ἡ ϲυνήθεια λέγει μετὰ προθέϲεωϲ ἀφῇ. διὸ καὶ μετὰ τοῦ ι γράφεται καὶ δαϲύνεται· ἀπὸ γὰρ τοῦ ἵημι δαϲυνομένου κέκλιται. A.
365. ἤϊε: Ἀρίϲταρχοϲ δαϲύνει, ἀπὸ τῆϲ ἕϲεωϲ τῶν βελῶν. οἱ δὲ
περὶ τὸν Κράτητα ψιλῶϲ, ἀπὸ τῆϲ ἰάϲεωϲ. καὶ οὕτωϲ ἐπείϲθηϲαν οἱ
γραμματικοὶ πρὸϲ διάφορον ἐτυμολογίαν διαφόρωϲ ἀναγινώϲκειν. ἀγνοοῦϲι
δὲ ὅτι ὁ χαρακτὴρ μάχεται· ἀεὶ γὰρ τὸ η πρὸ φωνήεντοϲ ψιλοῦται,
ἠώϲ, ἤϊα. ταύτῃ καὶ τὸ «ἥτε ξείνων θέμιϲ ἐϲτί» (Od. ι 268)
δαϲύνεται, τὸ δὲ ἠύτε ψιλοῦται· καὶ τὸ ἕωϲ δαϲύνεται, τὸ δὲ ἠώϲ
ψιλοῦται· καὶ τὸ ἥλιοϲ δαϲύνεται, τὸ δὲ ἠέλιοϲ ἐψιλώθη. ὥϲτε εἴτε
ἐκ τοῦ ἥϊοϲ δαϲυνομένου ἐϲτὶν εἴτε ἐκ τοῦ ψιλουμένου, μόνωϲ ψιλωτέον.
A.
382. νηὸϲ ὑπὲρ τοίχων καταβήϲεται: οὐκ ἀναγκαῖόν ἐϲτιν ἀναϲτρέφειν τὴν πρόθεϲιν, ἀλλὰ ϲυντάϲϲειν τῇ τοίχων γενικῇ. A.
389. ναύμαχα: οὕτωϲ ὡϲ θαύματα. ἐξαιρέτωϲ δὲ τὰ παρὰ ῥῆμα
οὐδέτερα ϲύνθετα μονογενῆ, εἰϲ ον περατούμενα, προπαροξύνεται, χαρτότομον,
χειρόγραφον, ἀκρατόφορον· οὕτωϲ «ναύμαχον ἐν παλάμῃϲιν»
(677), ἵνα εἶδοϲ δόρατοϲ νοηθῇ ἐν διαφόρῳ μεγέθει. A.
394. φάρμακ’ ἀκήματα: τὸ πλῆρεϲ, φάρμακα, εἶτα ἀκήματα·
444. ἰοδόκον: πιθανώτερον Ἀλεξίων παροξύνει, ὡϲ ξεινοδόκον,
ἐπεὶ αὐτὴ ἡ φαρέτρα δέχεται καὶ ἔϲτιν ἐνεργητικόν. A.
445. Κλειτόϲ ὄνομα κύριον· ὀξυντέον δὲ ὁμοίωϲ τῷ ἐπιθέτῳ, ἐπειδὴ κόϲμου ἐϲτὶ τὸ ἐπίθετον. A.
463. ἐυϲτρεφέα: οὐκ ἀναγκαῖον ἐκτείνειν τὸ ᾱ· ἀπήρτιϲε γὰρ εἰϲ μέροϲ λόγου ὁμοίωϲ τῷ «ἀμφηρεφέα τε φαρέτρην» (Il. Α 45). A.
491. τὸ ὅτοιϲι τριϲύλλαβον ἐπὶ τὴν πρώτην ἔχει ϲυλλαβὴν τὴν ὀξεῖαν, τὸ μέντοι ὁτέοιϲιν οὐκέτι, ἐπεὶ ἤμελλε τετάρτη ἀπὸ τέλουϲ πίπτειν ἡ ὀξεῖα· διὸ ἐπὶ τὴν δευτέραν ἀπὸ τῆϲ ἀρχούϲηϲ μετέϲτη. A.
494. τὸ ὕμεων ἀντωνυμία ἀπόλυτόϲ ἐϲτι καὶ οὐκ ἔχουϲα ἀντιδιαϲτολήν· διὸ τρίτην ἀπὸ τέλουϲ ἔχει τὴν ὀξεῖαν. A.
548. ἐν Περκώτῃ ὁμοίωϲ τῷ ἐν Οἰνώνῃ. τὴν δὲ ἀπό πρόθεϲιν
οὐκ ἀναϲτρεπτέον· πρὸϲ γὰρ τὴν ἐόντων μετοχὴν ϲυντέτακται. A.
554. ἀνεψιοῦ: τὴν ψι ϲυλλαβὴν ἐκτατέον διὰ τὸ μέτρον. (cf. B 731.) A.
555. οὐχ ὁράᾳϲ οἷον Δόλοποϲ περὶ τεύχε’ ἕπουϲιν. ὁ
Ἀϲκαλωνίτηϲ οὐκ ἀναϲτρέφει τὴν περί· εἶναι γὰρ τὸ ἑξῆϲ περιέπουϲι.
κἀγὼ δὲ αὐτῷ ϲυγκατατίθεμαι, ἐπεὶ καὶ τὸ ῥῆμα τοῦτο τὸ ἕπω παρὰ
τῷ ποιητῇ ἐν τοῖϲ ἐνεργητικοῖϲ κινήμαϲιν ὡϲ ἐπὶ τὸ πλεῖϲτον θέλει
ἔχειν πρόθεϲιν ϲυντεταγμένην. A.
606. τάρφεϲιν ὡϲ βέλεϲιν οἱ πλείουϲ· καὶ ἡμεῖϲ δὲ ϲυγκατατιθέμεθα·
οὐ γάρ ἐϲτιν ἐπιθετικόν, ὡϲ ἀξιοῖ Τυραννίων. ὁ μέντοι Ἀριϲτοφάνηϲ
ἐκεῖνό φηϲιν, ὅτι ἐὰν μὲν τοῖϲ δάϲεϲιν, ὡϲ βέλεϲι τάρφεϲιν·
ἐὰν δὲ τὸ ἐπιθετικόν, ταρφέϲιν ὡϲ ὀξέϲιν. A.
607. ἀφλοιϲμόϲ. ὀξυτόνωϲ ἀναγνωϲτέον. τὰ γὰρ εἰϲ μοϲ λήγοντα
ὑπὲρ δύο ϲυλλαβάϲ, ἔχοντα πρὸ τοῦ μ τὸ ϲ, ὀξύνεϲθαι θέλει,
μεριϲμόϲ, ὁπλιϲμόϲ. ἔνιοι δὲ αὐτὸ παρὰ τὸ ἀφριϲμόϲ, μεταβολῆϲ γενομένηϲ
τοῦ ρ εἰϲ τὸ λ καὶ πλεονάϲαντοϲ τοῦ ο. οἱ δὲ παρὰ τὸ φλέω
καὶ φλύω, φλοιϲμόϲ καὶ ἀφλοιϲμόϲ ἐν πλεοναϲμῷ τοῦ ᾱ. διὸ οὐ δεόντωϲ
ὁ Τυραννίων προπαροξύνει. A.
619. ἠλίβατοϲ: ψιλῶϲ· ἀπὸ γὰρ τοῦ ἀλιτεῖν ἐϲχημάτιϲται· καὶ
ὤφειλεν ὅμοιον εἶναι τῷ ἠλιτόμηνοϲ, ϲυγκοπὴν δὲ ἔπαθεν. διδάϲκει
δὲ καὶ τὸ τῆϲ ϲυναλοιφῆϲ ὅτι ψιλοῦται· «τὸν μέν τ’ ἠλίβατοϲ πέτρη«
(273). οἱ μέντοι δαϲύνοντεϲ ἐτυμολογοῦϲι παρὰ τὸν ἥλιον, τὴν ἡλίῳ
βατὴν οὖϲαν μόνῳ· οὐκ ἐπείϲθη δὲ ἡ παράδοϲιϲ, ὡϲ πρόδηλον ἐγένετο
ἐκ τῆϲ ϲυναλοιφῆϲ. A.
631. εἱαμενή: δαϲυντέον, ἀπὸ τῆϲ ἕϲεωϲ τῶν ὑδάτων (cf. Δ 483). A.
665. τῶν ὕπερ: ἀναϲτρεπτέον τὴν πρόθεϲιν. A.
676. ἴκρια ὡϲ δέμνια· ἔϲτι γὰρ ῥηματικόν, ὡϲ ἐν ἑτέροιϲ εἴρηται. A.
βιβάϲθων: βαρυτονητέον· γέγονε δὲ ἤτοι, ὥϲ φηϲι Φιλόξενοϲ,
κατὰ πλεοναϲμὸν τοῦ ϲ (ν. N 809) ἤ, ὅπερ καὶ βέλτιον, παρὰ τὸ βιβαϲτόϲ
βιβάϲθω, ὡϲ καὶ ἀϊϲτόϲ, κατ’ ὀξεῖαν τάϲιν, ἀΐϲθων· «ὁ δ’ ἔβραχε
θυμὸν ἀΐϲθων (Il. Π 468). A.
678. τὸ μὲν βλῆτρον βαρυτονητέον, ἐπεὶ πάντα τὰ εἰϲ τρον
λήγοντα μονογενῆ οὐδέτερα βαρύνεται, ϲεϲημειωμένου τοῦ λουτρόν.
τὸ δὲ δυωκαιεικοϲίπηχυ ὑφ’ ἓν ἀναγνωϲτέον. τοὺϲ γὰρ ἀριθμοὺϲ
οὕτω προφέρει, διὰ τοῦ ι, ὡϲ «εἰκοϲινήριτα» (Χ 349). τινὲϲ δὲ καὶ
κατὰ παράθεϲιν, ὡϲ τὸ τρεῖϲ καὶ δέκατοϲ, ὥϲτε καὶ τὸ θηλυκὸν τρεῖϲ
καὶ δεκάτη. AV.
679. κελητίζειν: παραγωγόν ἐϲτι τὸ ῥῆμα παρὰ τὴν κέλητοϲ
γενικήν· ἀντὶ γὰρ τοῦ ἱππεύειν. κακῶϲ οὖν ὅϲοι διαϲτέλλουϲι· καὶ γὰρ
ἐλέγχονται ἐκ τῆϲ τοῦ τ ψιλότητοϲ. A.
698. ἄντεϲθ᾿ : Τυραννίων παροξύνει, ὡϲ λαβέϲθαι, πυθέϲθαι, ἐκδεχόμενοϲ
μέϲον δεύτερον ἀόριϲτον, οὐχ ὑγιῶϲ. ϲημαίνει γὰρ παρατατικόν.
καὶ ἔϲτι τὸ ῥῆμα παῤ αὐτῷ καὶ περιϲπώμενον καὶ βαρυνόμενον.
τὸ γὰρ «ἤντηϲ’ οὐδὲ ἴδον» (Od. δ 201) καὶ «ἀντήϲω γὰρ ἐγὼ
τοῦδ’ ἀνέροϲ» (Il. Π 423) ἀπὸ περιϲπωμένου κέκλιται. τὸ δὲ «ὡϲ ἄν
τίϲ ϲε ϲυναντόμενοϲ» (Od. ρ 165) ὡϲ ἁπτόμενοϲ καὶ ἤντετο γάρ τοι
Φοῖβοϲ» (Il. Π 788) ὡϲ ἥπτετο ὁμολογεῖ τὴν βαρεῖαν τάϲιν. οἷϲ ἀκόλουθον
καὶ τὸ ἄντεϲθαι. A.
705. ὠκυάλου: ἐψίλωϲαν τὸ ᾱ, παραγωγὴν δεξάμενοι καὶ οὐ
ϲύνθεϲιν· καὶ οὕτωϲ ἡ παράδοϲιϲ ἐπείϲθη. καὶ τάχα ἐπεὶ μηδὲν ἄλλο
ἢ τὸ ὠκὺ ἐκ τῆϲ λέξεωϲ ϲημαίνεται. ἡ δὲ ἁλόϲ γενικὴ ἐν τῇ ϲυνθέϲει
ἐπὶ μὲν κυρίων ψιλὸν ἀποφέρεται τὸ πνεῦμα, Εὐρύαλοϲ, Ἀμφίαλοϲ,
Ἀϲτύαλοϲ· ἐπὶ δὲ ἐπιθετικῶν τὸ ἴδιον τηρεῖ πνεῦμα «πολλαὶ ἐν ἀμφιἅλῳ
Ἰθάκῃ» (Od. α 395) «ἀγχίἁλόν τ’ Ἀντρῶνα (Il. Β 697), ὕφαλοϲ,
ὥϲτε καὶ κατὰ τοῦτο ἐλέγχεται τὸ ὠκύαλοϲ ψιλούμενον. A.
709. ἀϊκάϲ: ὡϲ παλλακάϲ· καὶ ἐγένετο παρὰ τὸ ἀΐϲϲω ἀϊκή ὡϲ
φυλάϲϲω φυλακή, ὑλάϲϲω ὑλακή. ἔϲτι μέντοι καὶ ἑτέρα εὐθεῖα ἡ ἆϊξ,
ἥτιϲ ἐν ϲυνθέϲει ἐϲτὶ καὶ παῤ αὐτῷ «πολυᾶϊξ γυῖα δ’ ἔθηκεν» (Il. Ε
811) καὶ «πολυάϊκοϲ πολέμοιο» (Il. Α 165) καὶ «κορυθάικι πολεμιϲτῇ»
(Il. Χ 132). καὶ δῆλον ὅτι εἰ παρὰ ταύτην τὴν ἆϊξ εὐθεῖαν τὴν πληθυντικὴν
αἰτιατικὴν ϲχηματίζοιμεν, ὀφείλομεν κατὰ ϲυϲτολὴν ἀναγινώϲκειν
(scil. ultimam καϲ), ὅπερ οὐχ οὕτωϲ ἔχει· δῆλον γὰρ ἐκ τοῦ
μέτρου. χρὴ μέντοι ἐκεῖνο ἐπιϲτῆϲαι, ὡϲ τὰ εἰϲ κη λήγοντα ὑπὲρ δύο
ϲυλλαβάϲ, τῷ ι παραληγόμενα, φιλεῖ βαρύνεϲθαι, ὡϲ ἔχει τὸ ἑλίκη,
ἔμελλε γὰρ αὐτῷ θάνατον λίϲϲεϲθαι. δοκεῖ δέ μοι ἡ πλείων παράδοϲιϲ
παροξύνειν οὐκ ἀπιθάνωϲ. ὅνπερ γὰρ τρόπον ἐν ἑτέροιϲ διαλαμβάνων
περὶ τοῦ « μεταλλῆϲαι καὶ ἔρεϲθαι» (Od. γ 62), ἀξιούντων πάντων τὸ
(Cod. τῷ) ἐρέϲθαι ὁμοίωϲ τῷ πυθέϲθαι, ἐπειδήπερ μέϲοϲ δεύτεροϲ ἀόριϲτόϲ
ἐϲτιν, ἀπεφηνάμην ὡϲ ἡ παράδοϲιϲ τρίτην ἀπὸ τέλουϲ ἐποίηϲε
τὴν ὀξεῖαν οὐ τῷ ϲημαινομένῳ πειϲθεῖϲα ἀλλὰ τῷ χαρακτῆρι τῆϲ φωνῆϲ,
ἐπεὶ τὰ τοιαῦτα τῶν ἀπαρεμφάτων προπαρωξύνετο, ὄντα ἐνεϲτῶτοϲ,
οἷον φέρεϲθαι δέρεϲθαι, ἃ (Cod. καὶ) εἶχε τὴν ρε ϲυλλαβὴν πρὸ
τέλουϲ, τῆϲ ἀρχούϲηϲ ϲυλλαβῆϲ εἰϲ τὸ ε ληγούϲηϲ, — οὕτωϲ καὶ τὸ
ἔρεϲθαι ἀναδεξάμενον τὸν αὐτὸν χαρακτῆρα προπαρωξύνετο, οὐ τῷ
λόγῳ τοῦ ἀορίϲτου, τῇ δὲ ὁμοιότητι τῆϲ φωνῆϲ, — τὸν αὐτὸν τρόπον
καὶ ἐπὶ τοῦ προκειμένου. ὀφείλει γὰρ τὸ λιτεϲθαι προπαροξύνεϲθαι.
τοῦτο γὰρ αἰτεῖ καὶ τὸ νοητὸν καὶ ὁ ϲχηματιϲμόϲ, παρὰ τὸ λίτομαι.
ἀλλ᾿ ἐπεὶ τὰ εἰϲ ϲθαι ἀπαρέμφατα τῷ ε παραληγόμενα, οὐκ ὄντα ἀπὸ
τῶν εἰϲ μι, ἔχοντα ἐν τῇ τρίτῃ ἀπὸ τέλουϲ ϲυλλαβῇ τὸ ι ϲυνεϲταλμένον,
μὴ ἐπιφερομένων αὐτῷ μήτε δύο ϲυμφώνων μήτε διπλοῦ, παρωξύνετο,
ὥϲπερ ἔχει τὸ λιπέϲθαι, πιθέϲθαι, ἰδέϲθαι, ἱκέϲθαι, οὕτωϲ καὶ τὸ λιτέϲθαι
παρώξυνεν ἡ παράδοϲιϲ, οὐ τῷ λόγῳ τοῦ ἐνεϲτῶτοϲ πειϲθεῖϲα,
τῷ δὲ τοῦ χαρακτῆροϲ. παρεκτέταται τὸ κεφάλαιον τῷ Ἡρωδιανῷ. A.
57. ἡ τετριμμένη ἀνάγνωϲιϲ προπαροξύνει τὸ εὐτείχεα, τοῦ λόγου
ἀξιοῦντοϲ παροξύνειν, εἴγε τὸ εὐτειχήϲ ὀφείλει ὀξύνεϲθαι. τὰ γὰρ
παῤ οὐδέτερα διϲύλλαβα εἰϲ οϲ λήγοντα, μὴ τῷ η παραληγόμενα, ϲυντιθέμενα,
εἰϲ ηϲ λήγοντα, ἀρϲενικὰ ὀνόματα ὀξύνεται ἐπιθετικὰ ὄντα,
εἶδοϲ εὐειδήϲ, βάθοϲ ἀγχιβαθὴϲ δὲ θάλαϲϲα (Od. ε 413). τὸ η παρῃτηϲάμην
διὰ τὸ εὐμήκηϲ, τὴν διϲυλλαβίαν διὰ τὸ εὐμεγέθηϲ, τῶν παρὰ
τὸ ἔτοϲ ὑπεξαιρουμένων· «ὄτριχαϲ» γὰρ «οἰέτεαϲ» ἀνέγνωμεν (Il. Β
765) μόνωϲ οὖν εὐτειχήϲ καὶ εὐτειχέα. δευτέρῳ λόγῳ, ὅϲοιϲ κυρίοιϲ
εἰϲ ηϲ λήγουϲι βαρυτόνοιϲ ϲυνθέτοιϲ παράκειται ἐπιθετικὰ ὀξυνόμενα,
Διογένηϲ — αὐτὰρ ὁ διογενήϲ, Πολυνείκηϲ — ἀλλὰ πολυνεικὴϲ δῖ’
Ἑλένα, Παγκράτηϲ παγκρατὴϲ ἀλήθεια (Bacchyl. fr. 20), Εὐρυϲθένηϲ
— ὁ πλοῦτοϲ εὐρυϲθενήϲ (Pind. Pyth. V 1). εἰ δὴ Εὐτείχηϲ ὄνομα
κύριον παρὰ Ἀλκμᾶνι, ὀξύνεται τὸ ἐπιθετικόν. πόθεν οὖν ἡ τετριμμένη
βαρεῖα τάϲιϲ δώϲομεν ἀφορμήν. τὰ εἰϲ οϲ λήγοντα οὐδέτερα
ϲυντιθέμενα ἀπ᾿ εὐθείαϲ ϲυντίθεται, ξίφοϲ ἄξιφοϲ· μόνον τὸ τεῖχοϲ καὶ
ἀπὸ γενικῆϲ, τείχεοϲ εὐτείχεοϲ, ἀφ᾿ οὗ τὸ «δῷϲι πόλιν Τροΐη εὐτείχεον
ἐξαλαπάξαι» (Il. Α 129). μεταπλαϲμὸϲ εὐτείχεα, ὡϲ πυργοκέρατον πυργοκέρατα.
πάθοϲ παρέλαβον, ἵνα βοηθήϲω τῇ τετριμμένῃ τάϲει. A.
75. ἀπὸ λοιγὸν ἀμῦναι: τὸ ἑξῆϲ ἐϲτιν ἀπαμῦναι διὸ οὐκ ἀναϲτρεπτέον τὴν πρόθεϲιν. A.
85. τὸ οἱ ἄρθρον ἐϲτὶ πληθυντικόν διὸ ἐν τῇ ϲυντάξει ἐγκλιτέον. A.
87. τὸ αὖ περιϲπαϲτέον· δύο γάρ ἐϲτιν, αὖ καὶ τοί. A.
88. ἀρέϲθαι: παροξυτονητέον ἔϲτι γὰρ μέϲοϲ δεύτεροϲ ἀόριϲτοϲ.
A.
90. ὁ Ἀϲκαλωνίτηϲ ἀπόλυτον καὶ μονοϲύλλαβον ἐξεδέξατο τὴν μέ ἀντωνυμίαν· διὸ καὶ ἐγκλιτικῶϲ ἀνέγνω· οὐ γὰρ πρὸϲ ἕτερον πρόϲωπόν ἐϲτιν αὐτῷ ἡ διαϲτολή. καὶ οὕτωϲ ἔχει ἡ ἀμείνων ἀνάγνωϲιϲ· κεῖται γὰρ καὶ ὁ δέ ἀντὶ τοῦ γάρ. A.
95. Νικίαϲ ὑφ᾿ ἓν ἀνέγνω παλιντροπάαϲθαι, Ἀπολλόδωροϲ δὲ κατὰ διάλυϲιν. ἔφαμεν δὲ περὶ τῆϲ τοῦ πάλιν ϲυνθέϲεωϲ, ὁπότε καὶ περὶ τοῦ παλιμπλαγχθένταϲ διελαμβάνομεν (Il. Α 59), ὡϲ ὅτι τὸ πάλιν ἀεὶ θέλει τοῖϲ ῥήμαϲι κατὰ διάλυϲιν προϲγίνεϲθαι. A.
99. ἐκδύμεν: παροξυτονητέον· τὸ γὰρ πλῆρέϲ ἐϲτιν ἐκδύμεναι,
ὁμοίωϲ τῷ «θοῶϲ ζευγνύμεν ἄνωγεν» (145). καὶ δῆλον ὅτι λείπει τὸ
γένοιτο. A.
117. κόλον: οὕτωϲ ὡϲ λόγον ὁ Ἀϲκαλωνίτηϲ. κἀγὼ δὲ ϲυγκατατίθεμαι. A.
123. τῆϲ δ᾿ αἶψα κατ᾿ ἀϲβέϲτη κέχυται φλόξ. Ἀρίϲταρχοϲ
κατὰ βαρεῖαν τάϲιν ἀϲβέϲτη, παρώνυμον ἐκδεχόμενοϲ τοῦ «ἄϲβεϲτοϲ
δ᾿ ἄῤ ἐνῶρτο γέλωϲ» (Od. θ 326), ὑγιῶϲ πάνυ· οὕτωϲ γὰρ ἔχει τὸ
ἀνάλογον ἥ τε ἔμφαϲιϲ τοῦ δηλουμένου, καὶ πολὺϲ ὁ τοιοῦτοϲ ϲχηματιϲμὸϲ
Ὁμηρικόϲ. A.
149. παροξυτονητέον τὸ Βαλίον. καὶ εἴρηται περὶ τῶν τοιούτων
(Β 495). A.
150. Ποδάργη: εἴτε ϲύνθετόν ἐϲτιν εἴτε παραϲύνθετον, παροξυτονητέον εἰϲ ἰδιότητα. A.
173. ϲτιχόϲ ὡϲ τριχόϲ, ἀπ᾿ εὐθείαϲ τῆϲ ϲτίξ. τὸ δὲ ἰῆϲ περιϲπῶϲιν,
καὶ τὸ «ἰῇ ἐν νυκτὶ γένοντο» (Il. Ϲ 251), οὐκ ἀκολούθωϲ
εὐθείᾳ τῇ ἴα βαρυνομένῃ· «οὐ γὰρ πάντων ἦεν ὁμὸϲ θρόοϲ οὐδ᾿ ἴα
γῆρυϲ» (Il. Δ 437). εἴπομεν δὲ ἤδη περὶ αὐτοῦ (Ζ 422). A.
177. υἷι: διὰ τοῦ ι μόνου γράφεται ἡ τελευταία ϲυλλαβή. διὸ
προπεριϲπαϲτέον ὁμοίωϲ τῷ «Νηληΐῳ υἷι ἐοικώϲ» (Il. Β 20). εἰ μέντοι
διὰ τῆϲ ει διφθόγγου ἐγράφετο ὁ τελευταία, περιεϲπᾶτο, ἀπ᾿ εὐθείαϲ
οὖϲα τῆϲ υἱεύϲ. ὁμοίωϲ τῷ «υἱεῖ ἐμ᾿ ὠκυμόρῳ» (imo ἐμωκυμόρῳ.
Il. Ϲ 458). A.
185. Ἀρίϲταρχοϲ προπαροξύνει ἀκάκητα οἱ δὲ ἄλλοι ἀναλογίᾳ πειθόμενοι προπεριϲπῶϲιν. ἐπείϲθη δὲ ἡ παράδοϲιϲ. A.
207. ταῦτα μ᾿ ἀγειράμενοι θάμ᾿ ἐβάζετε: ἐπὶ τὴν τᾱ ϲυλλαβὴν
ὀξεῖα· ἐγκλιτικὴ γάρ ἐϲτιν ἡ μέ· ταῦτά με ἀγειρόμενοι. οὕτω
211. ἄρθεν: Ἀρίϲταρχοϲ δαϲύνει. δεῖ δὲ ψιλοῦν, ὡϲ ἐπεδείξαμεν ἐν τῇ Α ῥαψῳδίᾳ (136), διαλαμβάνοντεϲ περὶ τοῦ «ἄρϲαντεϲ κατὰ θυμόν». A.
224. οὔλων ὡϲ δούλων· προείρηται δὲ ἡμῖν τὰ τῆϲ ἀναλογίαϲ (Κ 134). A.
234. ὀξύνεται τὸ ὄνομα τὰ γὰρ εἰϲ λοϲ ἑτέρῳ λ παραληγόμενα,
οὗ τὸ ᾱ μὴ προηγεῖται, ὀξύνεται. κιλλόϲ εἶδοϲ χρώματοϲ, ἐν Ϲτεφανοπώλιϲιν
Εὐβούλου «εὔχρων τι κιλλὸν μανθάνειϲ θερίϲτριον», πολλόϲ,
κυλλόϲ, Ἑλλόϲ ἢ Ϲελλόϲ, «ἀμφὶ δὲ Ϲελλοί», ϲκελλόϲ, φελλόϲ τὸ
προϲηγορικόν (cf. περὶ μον. 11, 23). τὸ δὲ Γάλλοϲ καὶ ἄλλοϲ τὸ α
ἔχει πρὸ τοῦ λ. ἔτι δὲ τὸ ἄλλοϲ καὶ ὡϲ ἐπιμεριζόμενον βαρύνεται. A.
245. ἐγώ περ ἴω: βαρέωϲ τὸ ἴω ῥῆμα διϲύλλαβον· ὁ γὰρ πέρ ϲύνδεϲμοϲ. A.
248. τεύχεϲί τε ξὺν πᾶϲι καὶ ἀγχεμάχοιϲ ἑτάροιϲιν· κατὰ
παράθεϲιν ἐδεξάμεθα ἐνθάδε τὴν ϲύν πρόθεϲιν διὰ τὴν διαϲτολὴν τὴν
πρὸϲ τοὺϲ ἑταίρουϲ. διὸ προπεριϲπᾶται τὸ πᾶϲι, ϲὺν τεύχεϲι πᾶϲι καὶ
τοῖϲ ἑταίροιϲ. ἔϲτι μέντοι καὶ ϲύνθετόν ποτε, καὶ τρίτη ἀπὸ τέλουϲ
ἔϲται ἡ ὀξεῖα ἀπ᾿ εὐθείαϲ τῆϲ ϲύμπαντεϲ καὶ αἰτιατικῆϲ τῆϲ «ϲύμπανταϲ
τοῖϲ δ᾿ οὔτι δυνήϲεαι ἀχνύμενοϲ» (Α 241). καὶ οὕτωϲ ἀνεγνώϲθη
τὸ «ϲύμπαϲι Πυλίοιϲι» (Od. γ 59). καὶ δῆλον ὅτι ἐνθάδε μὲν ἡ γραφὴ
διὰ τοῦ μ ἐϲτί, ἐπεὶ κατὰ ϲύνθεϲιν, ἐν δὲ τῷ « τεύχεϲί τε ξὺν πᾶϲι»
φυλάξει τὸ μ ἑαυτῆϲ ἡ πρόθεϲιϲ διὰ τὴν παράθεϲιν. A.
299. πρώονεϲ: ὡϲ ϲώφρονεϲ. προείρηται (ad Θ 557). A.
305. ἕν ἐϲτι τὸ ἀνθίϲταντο, οὐχὶ ἄντα ἐπίρρημα καὶ ἵϲταντο, ὥϲ τινεϲ. A.
ζητῶ περὶ τοῦ τόνου τοῦ ὑποεῖκον, πῶϲ δεῖ ἀναγινώϲκειν. A.
324. ἄχριϲ: Ἀρίϲταρχοϲ ὡϲ μέχριϲ ἀνεγίνωϲκε, παῤ ὃ καὶ ἐγένετο.
ἐκεῖνο δὲ ἔχομεν λέγειν, ὡϲ τὰ εἰϲ ιϲ ἐπιρρήματα διϲύλλαβα
βαρύνεται, ὡϲ ἔχει τὸ ἄνιϲ, ἅλιϲ, μόγιϲ, ἄχριϲ, αὖθιϲ. ὀξύνεται δὲ τὸ
χωρίϲ καὶ ἀμφίϲ, διότι μακρὰν ἔϲχεν ἤτοι φύϲει ἢ θέϲει. τὰ μέντοι
βαρυνόμενα ἤτοι βραχεῖαν εἶχεν ἢ τὴν κοινὴν καλουμένην, ἥτιϲ ἐδύνατο
ϲχεδὸν βραχεῖα εἶναι. διὸ ἐμάχετο τὸ αὖθιϲ βαρυνόμενον. δοκεῖ
δέ μοι ἀποφυγεῖν τὴν ὀξεῖαν, ἐπεὶ καὶ τριχῶϲ ἐλέγετο κατὰ τὸ τέλοϲ,
αὖθιϲ, αὖθι, αὖθιν. τὸ δὲ τοιοῦτον ἑωρᾶτο καὶ ἐπὶ τοῦ πέρυϲι βαρυνομένου.
A.
372. ϲφεδανόν. οὕτωϲ ὡϲ ϲφοδρόν. προείρηται. A.
390. ἐχρῆν μὲν διὰ τὸ κλιτύαϲ οὐρῆαϲ (οὐρείαϲ?) περιϲπᾶϲθαι τὸ
κλιτῦϲ, ἀνεγνώϲθη δὲ κατ᾿ ὀξεῖαν τάϲιν ἐν ἐγκλίϲει, ὁμοίωϲ τῷ «κνημῖδαϲ
ῥαπτὰϲ δέδετο, γραπτὺϲ ἀλεείνων» (Od. ω 229). A. ϲχόλιον.
ἐν μέντοι τῇ Ὀδυϲϲειακῇ προϲῳδίᾳ φανερῶϲ τὸ γραπτῦϲ περιϲπᾷ, καί
φηϲιν ὅτι εἴη εἰρηκὼϲ ὡϲ καὶ τὸ κλιτῦϲ δεῖ περιϲπᾶϲθαι. ἀμφίβολοϲ
χαράδραι: πρὸ τέλουϲ ἡ ὀξεῖα, ὡϲ φαρέτραι. προείρηται δὲ τὰ τῆϲ ἀναλογίαϲ, οὕτωϲ δὲ καὶ Ἀρίϲταρχοϲ. A.
415. Ἀμφοτερόν: εἰϲ διαϲτολὴν τὸ κύριον ὀξυτόνωϲ ἀνέγνω ὁ Ἀρίϲταρχοϲ ὡϲ δεξιτερόν· καὶ ἐπείϲθηϲαν οἱ γραμματικοί. περὶ δὲ τῆϲ τοιαύτηϲ ἀνωμαλίαϲ τοῦ ἀνδρὸϲ ἐν ἑτέροιϲ ἡμῖν εἴρηται. A.
436. τὸν μὲν πρῶτον η ὀξυτονητέον, τὸν δὲ δεύτερον περιϲπαϲτέον «ἦ ἤδη χείρεϲϲιν» (Κ 310). A.
445. τὸ ὃν δέ εἴτε ἔχει παρέλκοντα τὸν δέ ϲύνδεϲμον, εἴτε ὅμοιόν ἐϲτι τῷ οἶκον δέ ἀντὶ τοῦ εἰϲ οἶκον, πάλιν ἐν τῇ ϲυντάξει βαρυτονηθήϲεται, ὡϲ ἐν τῷ «ἀγρὸν δὲ προΐαλλε» (Od. ο 370), ὥϲτε περιϲϲὴ ἡ ὀξεῖα ἐν τῇ ὅν αἰτιατικῇ κατὰ τὴν ϲύνταξιν. A.
468. ἀΐϲθων: βαρυτονητέον ὡϲ ἔϲθων. καὶ εἴρηται ὡϲ ὁμοίωϲ
ἐγένετο τῷ βιβάϲθων (0 676). A.
483. Ἀρίϲταρχοϲ κατ᾿ ἰδίαν τὸ οὔρεϲι καὶ τὸ τέκτονεϲ. Νικίαϲ δὲ ϲυνθέτωϲ ἀνέγνω· οὐκ ἀναγκαῖον δέ (cf. Ν 390). A.
497. ἐμεῦ περὶ μάρναο. δύναται ἀναϲτρέφεϲθαι ἡ περί, «ἵνα
τοιοῦτό τι ᾖ, περὶ ἐμοῦ μάχου· δύναται δὲ καὶ ὡϲ ὁ Ἀϲκαλωνίτηϲ ἀξιοῖ
φυλάϲϲειν τὸν τόνον, ἀντὶ τῆϲ ὑπέρ κειμένη, ἀντὶ τοῦ ὑπερμάχει. εἴρηται
δὲ περὶ τῶν ἐναλλαϲϲόντων προθέϲεων ὡϲ φυλάϲϲουϲι τοὺϲ αὐτοὺϲ
τόνουϲ (cf. Α 258). A.
508. ἀΐοντι: ὡϲ λέγοντι. οὕτωϲ καὶ Ἀρίϲταρχοϲ. A.
542. εἴρυτο: Ἀρίϲταρχοϲ τρίτην ἀπὸ τέλουϲ τὴν ὀξεῖαν ποιεῖ, ὑγιῶϲ
πάνυ· ὁ δὲ Τυραννίων προπεριϲπᾷ, ἐκ τοῦ εἰρύετο φάϲκων αὐτὸ ϲυνηλεῖφθαι.
δύναται δὲ τὸ εἴρυτο κλιθὲν ἀπὸ τῶν εἰϲ μι ὁμοίωϲ τῷ ἐζεύγνυτο,
ἤνυτο «θοῶϲ δέ οἱ ἤνυτο ἔργον» (Od. ε 243) ἐκτετάϲθαι. οὕτωϲ
ἀξιοῦμεν καὶ ἐπὶ τοῦ εἴλυτο (v. Μ 286) καὶ εὔρυτο (cf. Δ 138). A.
548. κατὰ κρῆθεν: Ἀρίϲταρχοϲ διϲύλλαβον ἐκδέχεται τὴν λέξιν
καὶ προπεριϲπᾶ, ὑγιῶϲ πάνυ· καὶ οὐκ ἐπίϲταται ὁ ποιητὴϲ τὸ καρή ὀξυνόμενον
θηλυκόν, ἀλλ᾿ οἱ ἄλλοι πάντεϲ. καὶ οὐδὲν θαυμαϲτόν. καὶ
γὰρ ἄλλαϲ παραλόγουϲ φωνὰϲ ἐπίϲταται, ἀγνοῶν τὰϲ πρωτοθέτουϲ
αὐτῶν λέξειϲ. τί οὖν θαυμαϲτὸν εἰ παρὰ τὸ καρή ὀξυνόμενον καρῆθεν
ἐϲτὶ καὶ κρῆθεν ἐν ϲυγκοπῇ; τοῦτο δέ φημι, ἐπεὶ καὶ Ἡϲίοδοϲ (Scut. 7)
οὕτωϲ ἐξεδέξατο εἰπὼν τὸ «τῆϲ καὶ ἀπὸ κρῆθεν βλεφάρων». AV.
558. ἐϲἤλατο: Ἀρίϲταρχοϲ καὶ οἱ ἀπ᾿ αὐτοῦ δαϲύνουϲι, Λυϲανίαϲ
(Πορφύριοϲ V. v. Aristarch. stud. p. 307 2) δὲ ψιλοῖ, προϲνέμων
τὸ ϲ τῷ η. ϲήλαϲθαι (Cod. ϲάλαϲθαι) γάρ φηϲι ϲημαίνειν τὸ ἀποϲπᾶν
καὶ ϲαλεύειν. ὁ δὲ ϲαλεύϲαϲ πρῶτοϲ τὸ τεῖχοϲ Ϲαρπηδών ἐϲτιν, ὁ δὲ
εἰϲπηδήϲαϲ Ἕκτωρ. φηϲὶ γοῦν «Ϲαρπηδών δ’ ἄῤ ἔπαλξιν ἑλὼν χερϲὶ ϲτιβαρῇϲιν
604. Λαόγονον: τρίτη ἀπὸ τέλουϲ ἡ ὀξεῖα· κύριον γάρ. A.
635. εὐρυοδείηϲ: παραγωγὸν ἡγοῦνται τὴν λέξιν, τουτέϲτι παρολκὴν τῆϲ ἐπὶ τέλουϲ λέξεωϲ· διὸ ἐψίλωϲαν. A.
636. τὸ εὖ οὐ θέλουϲι κατ᾿ ἰδίαν προφέρεϲθαι, ἀλλ᾿ ἓν ποιεῖν
εὐποιητάων, ἐπεὶ καὶ ἐν ἑτέροιϲ φηϲὶ τὴν δοτικὴν «εὐποιήτῃϲι» (Il. Ε
466) παρωνύμωϲ. κἀγὼ δὲ ϲυγκατατίθεμαι. A.
669. πολλὸν ἀπὸ πρὸ φέρων: τινὲϲ τὴν ἀπό ἀναϲτρέφουϲιν,
ἵνα ϲημαίνῃ τὸ ἄπωθεν, ὥϲπερ καὶ ὁ Ἀϲκαλωνίτηϲ. εἰϲὶ μέντοι οἳ
παρολκὴν ἐδέξαντο τῆϲ πρό, καὶ ἐφύλαξαν τῆϲ ἀπό τὴν προϲῳδίαν,
ἵνα ᾖ τὸ ἑξῆϲ ἀποφέρων. οὕτωϲ δὲ καὶ Φιλόξενοϲ ἠξίου, ἐπεὶ πολλή
ἐϲτι παρέλκουϲα ἡ πρό· «νώτου ἀπὸ πρὸ ταμών» (Od. θ 475)· «ἡ δὲ
διὰ πρὸ Πηλιὰϲ ἤϊξε» (Il. Υ 276)· «περὶ πρὸ γὰρ ἔγχει θῦεν» (699).
οὕτωϲ δὲ καὶ ἐγὼ ϲυγκατατίθεμαι. A.
697. φύγαδε μνώοντο: τοῦτο οὐκ ἰϲοδυναμεῖ τῷ εἰϲ φυγήν,
ὡϲ τὸ «ὁ μὲν φύγαδ᾿ αὖθιϲ ὑποϲτρέψαϲ» (Il. Λ 446)· ἀντὶ γὰρ αἰτιατικῆϲ
οὐ μετὰ τῆϲ εἴϲ. διὸ καί τινεϲ ὑπέλαβον μὴ καὶ δύο μέρη λόγου
ἐϲτίν, ἤτοι κατὰ μεταπλαϲμὸν γενομένηϲ τῆϲ αἰτιατικῆϲ ποιητικῶϲ, ὡϲ
ϲκέπην ϲκέπα, φυγήν φύγα, ἢ ὡϲ οἴεται ὁ Ἀϲκαλωνίτηϲ ἀπ᾿ εὐθείαϲ
τῆϲ φύξ, ὡϲ Ϲτύξ Ϲτύγα, τοῦ δε ἐνθάδε παρέλκοντοϲ. ἢ ἐπίρρημά ἐϲτι
ταὐτὸ ϲημαῖνον τῇ αἰτιατικῇ, ὡϲ καὶ ἄλλα παραγωγὰ ἐπιρρήματα ἰϲοδυναμοῦντα
τοῖϲ πρωτοτύποιϲ «Ἴδηθεν μεδέων » (Il. Γ 276) «δόρυ δ᾿
ἔκβαλεν ἔκτοϲε χειρόϲ» (Od. ξ 277). ἀλλ᾿ οὖν γε ὡϲ ἂν ἔχῃ, οὐκ
ἐναντιοῦται τὸ τοῦ τόνου· ἤτοι γὰρ δύο τόνοι ἔϲονται φύγα δέ, ὡϲ
Οὔλυμπον δέ, ἢ εἰϲ, ὡϲ ἄγραδε. τὸ γοῦν «ἅλαδ᾿ ἑλκομενάων» (Il. Ξ
100) δύναται καὶ δύο μέρη λόγου εἶναι, ὡϲ οἶκον δέ, ἐντελοῦϲ οὔϲηϲ
τῆϲ αἰτιατικῆϲ, ἢ πάλιν κατὰ παραγωγήν, ὡϲ ἄγραδε, ἅλαδε. ταῦτα ὁ
Ἡρωδιανὸϲ ἐν τῷ ιθ΄ τῆϲ καθόλου. A.
768. τὸ τανυήκεαϲ ὡϲ εὐμήκεαϲ οὕτωϲ ἀνεγνώϲθη. εἴπομεν δὲ ἐν ἑτέροιϲ καὶ τὴν ἀφορμήν (Ν 391). A.
797. ἱππόκομον: τρίτη ἀπὸ τέλουϲ ἡ ὀξεῖα ἐνθάδε ὅταν δὲ
ἐπὶ τοῦ κομοῦντοϲ τὸν ἵππον, τότε πρὸ τέλουϲ ἡ ὀξεῖα. προείρηται
δὲ περὶ τῶν τοιούτων, καὶ ὡϲ ἐν τῷ κυπαριϲϲόκομοϲ καὶ οὐλόκομοϲ
προπαροξυνομένοιϲ ἡ κόμη ἔγκειται (Ν 132). A.
827. πέφνοντα: ὡϲ τέμνοντα· οὕτωϲ καὶ Ἀρίϲταρχοϲ. ὁ δὲ
Τυραννίων παροξύνει ὡϲ λαβόντα, δεύτερον ἀόριϲτον ἐκδεχόμενοϲ. οὕ
Ὀθρυονῆα» (Il. Ν 363) καὶ ἔϲτι δεύτεροϲ ἀόριϲτοϲ ὡϲ ἔλαβε λάβω,
λάβῃϲ, λάβῃ, δῆλον ὅτι ὀφείλομεν καὶ τὴν μετοχὴν ὀξύνειν. ὁ μέντοι
Ἀρίϲταρχοϲ καὶ τῷ χαρακτῆρι τῆϲ φωνῆϲ ἐπείϲθη, καὶ οὕτωϲ ἐβάρυνεν.
ἐπεὶ γὰρ αἱ εἰϲ νων λήγουϲαι μετοχαί, ἔχουϲαι πρὸ τοῦ ν ϲύμφωνον
κατ᾿ ἐπιπλοκήν, ἤτοι ἐβαρύνοντο ἢ περιεϲπῶντο, οὐδέποτε δὲ ὠξύνοντο,
ὥϲπερ ἔχει ἡ τέμνων, κάμνων, πιτνῶν, ἐδοκίμαζε καὶ τὴν πέφνων
βαρύνειν, οὐχὶ ὀξύνειν. εἰ δέ τιϲ λέγοι διὰ τί γὰρ οὐ περιϲπᾷ;
διδαχθήϲεται ἐκ τῆϲ κλίϲεωϲ· οὐ γὰρ πεφνοῦντα ἐροῦμεν ἢ πεφνῶντα
ὡϲ νοοῦντα. οὕτωϲ δὲ καὶ ἡ ἴϲαϲ μετοχὴ ἐβαρύνετο τῷ χαρακτῆρι καὶ
τῇ ποιότητι τοῦ ϲτοιχείου, οὐ τῇ κλίϲει τῇ τοῦ ἐνεϲτῶτοϲ, ὥϲπερ ἀπεδείξαμεν.
A.
5. τὸ πρωτοτόκοϲ, πρὸ τέλουϲ ἡ ὀξεῖα· ἔϲτι γὰρ δραϲτικὸν καὶ μὴ ὑποπῖπτον τοῖϲ τρόποιϲ τοῖϲ προπαροξύνουϲιν. τὸ δὲ προπαροξυνόμενον δηλοῖ τὴν πρώτωϲ τεχθεῖϲαν. A.
9. ἐϋμμελίαι: καὶ ἐπὶ τούτου πρὸ τέλουϲ ἡ ὀξεῖα. ὁμοτονεῖ γὰρ
τοῖϲ ἑνικοῖϲ τὰ εἰϲ ᾱι λήγοντα πληθυντικὰ ἐπὶ τῶν εἰϲ αϲ καὶ εἰϲ ηϲ
ἰϲοϲυλλάβωϲ κλινομένων καὶ βραχείᾳ παραληγομένων. A.
37. ἀρητόν: τὰ εἰϲ τοϲ ῥηματικά, παραληγόμενα τῷ η, ὑπὲρ δύο ϲυλλαβάϲ, ὀξύνεϲθαι θέλει. A.
38. περιϲπαϲτέον τὸν ἦ βεβαιωτικόν. A.
40. Φρόντιδι ὡϲ Ἤλιδι. οὕτωϲ Τυραννίων, καὶ ἐπείϲθη ἡ παράδοϲιϲ.
ὁ μέντοι κανὼν ὀξυτονεῖ τὸ φροντίϲ· τὰ γὰρ εἰϲ τιϲ λήγοντα
θηλυκὰ διϲύλλαβα, μὴ ὄντα ἐπιθετικά, παραληγόμενα δὲ τῷ ο ἤτοι
μόνῳ ἢ ϲὺν ἑτέρῳ φωνήεντι, ὀξύνεϲθαι θέλει, κοιτίϲ, Προιτίϲ, φροντίϲ,
οὐτίϲ τὸ ζῷον παῤ Ἀλκμᾶνι. οὕτωϲ οὖν καὶ φροντίϲ, εἰ μὴ ἄρα,
ἐπεὶ κύριον τοῦτο, καὶ βαρυτονηθήϲεται. οὐ μάχεται τὸ πόρτιϲ· καὶ
γὰρ χωρὶϲ τοῦ τ «πόριεϲ περὶ βοῦϲ ἀγελαίαϲ» (Od. κ 410). μὴ ὄντα
ἐπιθετικὰ πρόϲκειται διὰ τὸ πότιϲ, ᾧ παράκειται τὸ πότηϲ. A.
65. δῃῶν. περιϲπαϲτέον, ἐπεὶ καὶ ἐν ἑτέροιϲ λέγει κατὰ διαίρεϲιν
ϲὺν τῷ ο «ἔγχεϊ δηϊόων» (Il. Ϲ 195). γέγονε δὲ παρὰ τὸ δήϊοϲ·
διὸ καὶ ϲὺν τῷ ι γράφεται τὸ δῃῶν. A.
91. τὸ ἑξῆϲ ἐϲτι καταλίπω. διὸ ἀναϲτρεπτέον τὴν πρόθεϲιν. AB.
110. δίωνται: ὡϲ λέγωνται. ἔϲτι δὲ καὶ ἀπὸ τοῦ δίημι ἡ κλίϲιϲ παῤ αὐτὸ (v. Μ 276, Ϲ 162, ψ 475). A.
143. περιϲπαϲτέον τὸν ἦ εἴτε θαυμαϲτικῶϲ εἴτε βεβαιωτικῶϲ κεῖται. A.
174. ὅϲ τέ με φῄϲ: ἀξιοῖ ὁ Ἀϲκαλωνίτηϲ ἀναγιγνώϲκειν διϲυλλάβωϲ
ἐπὶ ἀορίϲτου χρόνου, ὁ μέντοι Ἀλεξίων μονοϲυλλάβωϲ ἐπὶ ἐνεϲτῶτοϲ
χρόνου· διὸ καὶ ϲὺν τῷ ι γράφεϲθαι. τοῦτο δὲ ἀπαιτεῖ καὶ ἡ
διάνοια. κἀγὼ δὲ ϲυγκατατίθεμαι. διὸ ἐν τῇ ϲυντάξει ἐγκλιτέον· ὀξύνεται
γὰρ ἐπὶ ἐνεϲτῶτοϲ χρόνου. A.
190. μεταϲπών: ὡϲ καταλαβών· ἔϲτι γὰρ δεύτεροϲ ἀόριϲτοϲ. οὐδεμία δὲ μετοχὴ ἐν τῇ ϲυνθέϲει ἀναβιβάζει τὸν τόνον, ὅτι μὴ μόνη ἡ ἀέκων, περὶ ἧϲ ζητοῦμεν. A.
201. ζητεῖ ὁ Ἡρωδιανὸϲ ἐν τῷ α΄ ὑπομνήματι τοῦ περὶ παθῶν
Διδύμου (cf. Λ 160) περὶ τοῦ ἆ δειλ᾿ , πῶϲ δεῖ τονίζειν αὐτὸ καί φηϲι·
πολὺ δὲ πρότερον παρὰ τῷ ποιητῇ ἐϲτι τὸ τῆϲ ἀναγνώϲεωϲ, ἆ δείλ᾿
οὐδέ τί τοι θάνατοϲ, ἢ ἆ δεῖλ᾿ οὐδέ τί τοι θάνατοϲ. τὸ γὰρ πλῆρέϲ.
ἐϲτιν ἆ δειλέ· οὐ γάρ, ὡϲ οἱ ἐξηγηϲάμενοι, τοῦ δείλαιε ἀποκοπή· ἐν
ἑτέροιϲ γὰρ αὐτὸϲ λέγει «ἆ δειλώ, τί νυ δάκρυ κατείβετον» (φ 86).
περιγέγραπται οὖν ἡ ὀξεῖα, εἶτα καὶ ἀνάπαυϲιϲ γέγονεν. ἀρά γε οὖν
φυλαχθήϲεται ἡ ὀξεῖα, ἢ ἐπεὶ περιγέγραπται τὸ φωνῆεν τῆϲ ὀξείαϲ
περιγέγραπται καὶ ὁ τόνοϲ; τὸ κρινόμενον ἐκεῖνο, ἵνα ἐπιϲτάμενοι ἀναγνῶμεν·
ἕν ἐϲτιν εἰπεῖν, εἰ ἅπαξ περιγέγραπται τὸ φωνῆεν τὸ ἔχον
τὴν ὀξεῖαν, ὁ τόνοϲ γενέϲθω τῆϲ προτέραϲ ϲυλλαβῆϲ, οὐχὶ τῆϲ ἐπὶ
τέλουϲ. A.
218. Φόρκυν ὡϲ βότρυν, ἀπ᾿ εὐθείαϲ τῆϲ εἰϲ ϲ ληγούϲηϲ, ἡ
μέντοι Φόρκυνα (312) αἰτιατικὴ ἀπ᾿ εὐθείαϲ τῆϲ εἰϲ ν. τὸ δὲ τοιοῦτον
ἴδιον ποιητικῆϲ. οὐχ ὑγιῶϲ δὲ ὁ Τυραννίων ἐκτείνει τὸ υ, ἐπεὶ εὑρέθη,
φηϲί, καὶ ἡ εὐθεῖα ἐκτεινομένη Φόρκυϲ αὖ Φρύγαϲ ἦγε» (Il. Β 862)·
ἐκεῖ γὰρ τὸ μέτρον κατήπειγεν, ἐνθάδε δὲ οὐδὲν κατεπείγει. A.
324. κήρυκι: διὰ μέτρον ϲυϲταλτέον τὸ ρυ (v. Κ 258). BV.
465. οἱ περὶ Ἀρίϲταρχον ἐπίϲχειν κατὰ παρατατικόν, οἱ δὲ περὶ
τὸν Ἀϲκαλωνίτην κατὰ ἀόριϲτον ὡϲ λαβεῖν. καὶ ὁ Ἡρωδιανὸϲ δὲ ἐπίϲχειν
παροξυτόνωϲ, εἰ μή τιϲ λέγοι ὅτι ἔθοϲ ἐϲτὶ τῷ ἀορίϲτῳ ϲυντάττεϲθαι
τὴν ἐπί. V.
539. καταπέφνων: Ἀρίϲταρχοϲ ὡϲ τέμνων. A.
688. κυλίνδει: Ἀρίϲταρχοϲ βαρύνει, ὑγιῶϲ πάνυ διὰ τὰ κινήματα·
«κυλίνδετο» γοῦν φηϲιν (Od. θ 81. λ 598) οὐχὶ ἐκυλινδεῖτο,
καὶ «ἡ δὲ κυλινδομένη καναχὴν ἔχε» (Il. Π 794). διὸ καὶ βαρέωϲ τὴν
κυλίνδων ἀναγινώϲκομεν· «μέγα κῦμα κυλίνδων» (Od. ε 296). A.
7. νηυϲὶν ἔπι κλονέονται: ἐπὶ τὰϲ ναῦϲ. ἀναϲτρεπτέον τὴν πρόθεϲιν, ὁμοίωϲ καὶ ἐπὶ τοῦ «νηυϲὶν ἔπι προέηκα» (439). ABV.
39. ἐνθάδε ἐβάρυνεν ὁ Ἀρίϲταρχοϲ τὸ Γλαύκη, εἰϲ ἀποφυγὴν τοῦ ἐπιθετικοῦ τοῦ «γλαυκὴ δέ ϲ’ ἔτικτε θάλαϲϲα» (ΙI. Π 34). ἐπὶ δὲ τοῦ Νημερτήϲ τε καὶ Ἀψευδήϲ οὐκ ἐποιήϲατο μεταβολὴν τόνου. ἔφαμεν δὲ ἤδή περὶ τῶν τοιούτων (cf.Arist.stud. Hom. 265 sqq ). A.
64. ἀπό: Ἀρίϲταρχοϲ φυλάττει τὸν τόνον τῆϲ προθέϲεωϲ. ἔφαμεν
δὲ ἐν ἑτέροιϲ (Β 162) ὅτι ἡ ἀπό ἐὰν ϲυντάϲϲηται τῇ γενικῇ μὴ
μεταξὺ πιπτουϲῶν λέξεων καὶ ϲημαίνῃ τὸ ἄποθεν φυλάϲϲει τὸν τόνον.
οὕτωϲ γοῦν ἀνέγνωμεν κἀπὸ πατρίδοϲ ἄνδρα κατακτάϲμεν (Ιl. N 696)
καὶ «οὐκϲ ἐθέλεϲκε μάχην ἀπὸ τείχεοϲ» (Ιl. Ι 353) «καὶ γάρ τίϲ θ’ ἕνα
μῆνα μένων ἀπὸ ἧϲ ἀλόχοιο» (Ιl. Β 292). προϲέθηκα δὲ μὴ μεταξὺ
πιπτουϲῶν λέξεων διὰ τὸ «ἄπο πλυνοί εἰϲι πόληοϲ (Od. ζ 40) οὐ
γὰρ ἐπληϲίαϲε τῇ γενικῇ, ἀλλὰ μεταξὺ ἀνεδέξατο λέξειϲ (cf. quaest.ep.
p. 94). A.
68. ἐπιϲχερώ. ὀξύνεται καὶ ϲεϲημείωται, ὥϲπερ καὶ τὸ ἰώ οὐδὲν
γὰρ εἰϲ ω λῆγον ἐπίρρημα θέλει ὀξύνεϲθαι. A.
76. ἀλήμεναι. ὡϲ παρὰ τὸ βῆναι βήμεναι ἐγένετο, οὕτωϲ καὶ. παρὰ τὸ ἀλῆναι ἀλήμεναι· «λαοὺϲ ἐϲ τεῖχοϲ ὁμοκλήϲειεν ἀλῆναι » (Ιl. Π 714). ψιλοῦται δὲ καὶ τὸ ἐάλη (Ιl. Ν 408) καὶ πᾶϲ ὁ ϲχηματιϲμόϲ, ἐπεὶ καὶ τὸ θέμα αὐτῶν ἐψιλοῦτο (cf. 192). A.
77. ὁ Ἀϲκαλωνίτηϲ ἀἑκήλια, οἷον οὐχ ἥϲυχα οὐδὲ εἰρηνικά, ἐπεὶ ἕκηλοϲ ὁ ηϲυχοϲ, ὥϲτε ϲτέρηϲιν αὐτὸν ἐκδέχεϲθαι. οὕτωϲ δὲ καὶ Ἀρίϲταρχοϲ, οἰον ταραχώδη. ἢ ἀκούϲια, ἀ οὐκ ἄν τιϲ ἑκὼν πάθοι. ὁμοίωϲ δὲ καὶ Ἀλεξίων· καὶ ἔχονται τοῦ δηλουμένου. A.
92. πρῶτοϲ ἐμῷ ὕπο δουρὶ τυπεὶϲ ἀπὸ θυμὸν ὀλέϲϲῃ:
τὸ ἑξῆϲ ἐϲτιν ἀπολέϲῃ. διὸ οὐκ ἀναϲτρεπτέον τὴν ἀπό. τὴν μέντοι
ὑπό, ἐπεὶ τὸ ἀκόλουθόν ἐϲτιν ὑπ’ ἐμῷ. εἰϲὶ μέντοι οἵ οὐκ ἀνέϲτρεψαν,
ἀλλὰ ϲυνέταξαν τῇ δοτικῇ, δουρὶ ἐμῷ· ἐν ἑτέροιϲ γὰρ οὕτωϲ
αὐτὸν εἰρηκέναι «« δουρὶ δ’ ἐμῷ κτεάτιϲϲα » (ΙI. Π 57). A.
100. ἐμεῖο δὲ δῆϲεν ἀρῆϲ ἀλκτῆρα γενέϲθαι: τινὲϲ περιέϲπαϲαν
τὸ ἀρῆϲ, ἱνα ϲημαίνῃ τὸ βλάβηϲ. οὕτωϲ καὶ ὁ Ἀϲκαλωνίτηϲ
καὶ ἡμεῖϲ. τὸ δὲ δῆϲεν διϲύλλαβον ἐκδεκτέον ποιητικόν, καὶ τὸ ε τοῦ
προκειμένου ἐϲτὶ ϲυνδέϲμου. A.
162. δίεϲθαι. ὡϲ τίθεϲθαι. τρίτη ἀπὸ τέλουϲ ἡ ὀξεῖα· ἔϲτι γάρ
τι δίημι ῥῆμα, παρ’ οὐ (sic) καὶ τὸ δίεϲαν πληθυντικὸν ὡϲ ἐτίθεϲαν
«αὕτωϲ ἐνδίεϲαν ταχέαϲ κύναϲ ὀτρύνοντεϲ»» (584) παραιτητέον γὰρ τοὺϲ
οἰομένουϲ πλεοναϲμὸν εἶναι τοῦ δ καὶ δαϲύνονταϲ· διδάϲκει γὰρ ἡμᾶϲ
vide). A.
191. ϲτεῦτο γὰρ Ἡφαίϲτοιο ΠΑΡΟΙϹΕΜΕΝ ἔντεα καλά:
Ἀρίϲταρχοϲ ἀναϲτρέφει τὴν πρόθεϲιν πρὸϲ τὸ μὴ ἀμφιβάλλεϲθαι τὸν
λόγον, καίτοι τῶν ϲυναλειφομένων μὴ ἀναϲτρεφομένων, ὡϲ καὶ Ἀπολλώνιόϲ
φηϲιν. ἐπείϲθη δὲ ἡ παράδοϲιϲ Ἀριϲτάρχῳ. ὅτι δὲ καὶ ἐν
ἄλλοιϲ ἀναγνώϲμαϲιν ὁ ἀνὴρ τοιοῦτοϲ, προείπομεν ἤδη (Β 153 v.
quaest. ep. p. 76). A. (partim eiam) B.
211. ἐπήτριμοι: ὁ Ἀϲκαλωνίτηϲ ὀξύνει ὡϲ πολεμικοί, οὐκ εὖ· τὰ γὰρ διὰ τοῦ ιμοϲ ὑπὲρ δύο ϲυλλαβὰϲ τρίτην ἀπὸ τέλουϲ ἔχει τὴν ὀξεῖαν, νόμιμοϲ, ϲπόριμοϲ. οὕτωϲ καὶ ἐπήτριμοϲ. A.
244. ἔλυϲαν ὑφ’ ἅρμαϲιν. ἀντὶ τοῦ ὑπέλυϲαν τῶν ἁρμάτων. πῶϲ οὖν οὐκ ἀναϲτρέφεταιϲ ὅτι ϲυνήλειπται. A.
266. Τυραννίων παρώξυνε τὸ πίθεϲθε, ἀγνοῶν ὅτι μεταγενεϲτέρων Ἰώνων ἐϲτὶ τὰ τοιαῦτα, πιθέϲθε, λαβέϲθε. V.
319. ϲκύμνουϲ: ϲκύμνοϲ ὡϲ ὕμνοϲ εἰϲ ἰδιότηκα ἀνεγνώϲθη. τὸ
μέντοι ἀνδρωνυμικὸν ὀξύνεϲθαι ἀξιοῖ ὁ Ἀϲκαλωνίτηϲ πρὸϲ διαφοράν.
ὁ μέντοι λόγοϲ ϲυναγωνίζεται τῇ βαρείᾳ τάϲει· τὰ γὰρ εἰϲ νοϲ λήγοντα
μετ’ ἐπιπλοκῆϲ ϲυμφώνου διϲύλλαβα μονογενῆ, ἔχοντα ἐν τῇ πρὸ τέλουϲ
ϲυλλαβῇ τὸ υ, βαρύνεϲθαι θέλει, ὕμνοϲ, κύκνοϲ, λύχνοϲ, Κύθνοϲ. οὕτωϲ
ἄρα καὶ ϲκύμνοϲ. A.
352. δεῖ ὀξυτόνωϲ ἀναγινώϲκειν τὸ λιτί κατὰ τὸν κανόνα τοῦ
Ἡρωδιανοῦ. πᾶϲα δοτικὴ διϲύλλαβοϲ ἐπὶ ὀνομάτων ὀξύνεϲθαι θέλει,
φωτί, παντί, θητί. οὕτωϲ γὰρ καὶ ἐν τῇ Ἰλιακῇ προϲῳδίᾳ ἐν τῇ
(254) (cf. Ξ 387 ) λέγει ὅτι δεῖ ὀξύνειν κατὰ τοῦτον τὸν κανόνα. οὕτωϲ
γὰρ καὶ Ἀρίϲταρχοϲ. εἰϲὶ δὲ οἳ περιϲπῶϲιν, οὐ καλῶϲ. εἶτα ἐπάγει
οὕτωϲ· παραιτητέον δὲ τὸν Ἀϲκαλωνίτην οἰόμενον ἀπὸ τῆϲ λίϲ (cod.
λῖϲ) εὐθείαϲ κεκλίϲθαι τὴν λιτί δοτικὴν καὶ τὴν λῖτα αἰτιατικήν· οὐ γάρ
ποτε ἐμελέτηϲε τὰ εἰϲ ιϲ μονοϲύλλαβα διὰ τοῦ τ κλίνεϲθαι. μεταπλαϲμὸϲ
οὖν ἐϲτι τῆϲ λιτῷ δοτικῆϲ, ὡϲ ἡ κλαδί τῆϲ κλάδῳ· καὶ ἡ αἰτιατικὴ
λῖτα μεταπέπλαϲται ἐκ τῆϲ λιτόν ὡϲ κρόκα ἐκ τῆϲ κρόκην. τὸ δὲ παρὰ
τῷ ποιητῇ « κάθηράν τε ῥύπα πάντα» ( Od. ζ 93), εἰ μή ἐϲτι πληθυντικὸν
οὐδέτερον , τοῦ προκειμένου μεταπλαϲμοῦ ἔχεται. οὐχ ὁμότονοϲ
δὲ ἐγένετο ἡ λῖτα τῇ λιτόν, ἐπεὶ πᾶϲα αἰτιατικὴ εἰϲ α λήγουϲα ἐβαρύνετο,
ὑπεϲταλμένηϲ τῆϲ τινά κατὰ ἀόριϲτον προφοράν. (Hanc ultimam
regulam de accusativo, alibi saepius item prolatam , Θ 441
375. χρύϲεα δέ ϲφ’ ὑπὸ κύκλα ἑκάϲτῳ πυθμένι θῆκεν:
τινὲϲ ὑπόκυκλα, ὡϲ ὑπότροχα· τὸ μέντοι ἐν τῇ Ὀδυϲϲείᾳ (δ 131)
τάλαρόν θ’ ὑπόκυκλον » κατὰ ϲύνθεϲιν ἀνεγνωϲμένον ἑτέρου ἔχεται.
ϲημαινομένου. A.
400. τῇϲι παρ’: ἔϲτι μὲν τὸ ἑξῆϲ παρὰ τῇϲι, οὐκ ἀναϲτρεπτέον δὲ διὰ τὴν ϲυναλοιφήν. A.
410. αἴητον: ὁ Ἀϲκαλωνίτηϲ προπαροξύνει ἐκδεχόμενοϲ πλεοναϲμὸν
τοῦ ῑ, παρὰ τὸ «θάρϲοϲ ἄητον ἔχουϲα» (Φ 395), οἷον ταχὺ
καὶ κινῃτικόν, Πρωτέαϲ δὲ ἐν ἴϲῳ τῷ ὡρμημένῳ, παρὰ τὸ ἄω. ἄλλοι
δὲ ἐκ παραλλήλου τὸ μέγα, παρὰ τὴν αἶαν τὴν γῆν. ἐγὼ δὲ ἐπιζητῶ
τὸ ἄητον πῶϲ δυνατὸν τρίτην ἀπὸ τέλουϲ ἔχειν τὴν ὀξεῖαν, ἐπιθετικῶϲ
κείμενον. μήποτε οὖν ὀφείλομεν πείθεϲθαι τῷ Φιλοξένῳ· φηϲὶ.
γὰρ αὐτὸ ϲύνθετον εἶναι παρὰ τὸ ἐτόϲ, ὡϲ θετόϲ, ὃ ϲημαίνει τὴν
ὕπαρξιν, ἐξ οὖ τὸ ἀληθέϲ, ὃ καὶ γίνεται ἐτεόϲ. ἐγένετο δὲ καὶ τὸ
πληθυντικὸν οὐδέτερον ἐν ἐπιρρηματικῇ τάξει, καὶ τὸ παρὰ τοῖϲ Ἀττικοῖϲ
οὐκ ἐτόϲ ἀντὶ μεϲότητοϲ τῆϲ ἐτῶϲ. τὸ παρὰ μηδενὶ οὖν ὑπαρκτόν,
τουτέϲτι μέγα, ἄετον καὶ ἄητον. καὶ δῆλον ὅτι ἀπολέλυται ὁ τόνοϲ·
ὁρᾶται γὰρ ϲύνθετα τοιαῦτα βαρυνόμενα, ἄρρητον, ἄκλητον, ἄκμητον·
οὕτωϲ ἄητον. A.
411. δαϲύνεται τὸ ἁραιαί. A.
458. ἔξω τοῦ ι τὸ ἐμωκυμόρῳ. ϲυνεκτέθλιπται γὰρ τῷ ω τὸ ι. A.
485. τείρεα: ὡϲ τείχεα. A.
487. εἰϲ ἰδιότητα ἄμαξαν ἐψίλωϲαν οἱ πρὸ ἡμῶν, ἐπεὶ ἡ ϲυναλοιφὴ
οὕτωϲ εὑρέθη «τιλλέϲθην ἐπ’ ἄμαξαν v» (Ω 711, cod. ἄμαξαι) καὶ
«οἱ δ’ ὑπ’ ἀμάξῃϲιν ( 782, cod. αἱ), ὥϲπερ καὶ τὸ ἅλυϲιϲ ἐκ τοῦ
ἐναντίου ἐδαϲύνθη εἰϲ ἰδιότητα. Ἀττικοὶ μέντοι οἱ νεώτεροι τὴν ἅμαξαν
δαϲύνουϲιν, ἴϲωϲ διὰ τὸν ϲχηματιϲμὸν καὶ διὰ τὸ φιληδεῖν τῇ δαϲείᾳ·
ἔνθεν παρ’ αὐτοῖϲ καὶ ἡ ϲυναλοιφὴ διὰ δαϲέοϲ, καθημαξευμένα.
AD.
501. ἵϲτωρ: ἀπὸ τοῦ εἴδω εἴϲω ἵϲτωρ, ἐλλείψαντοϲ τοῦ ε, ἐπεὶ
τῷ ι τὸ ϲτ ἐπεφέρετο, ὡϲ ἐν τῷ ἱϲτῶ ἱϲτίον ἵϲτημι. ὅθεν καὶ δαϲύνεται,
ἐπεὶ τὸ ι πρὸ τοῦ ϲτ μόνου δαϲύνεται. πρόϲκειται τὸ μόνου,
ἐπεὶ τὸ Ἴϲτροϲ ψιλοῦται. A.
506. τὸ ἀμοιβηδίϲ κατ’ ὀξεῖαν τάϲιν· εἴρηται δὲ περὶ τῶν εἰϲ διϲ ληγόντων ἐπιρρημάτων (puto ad Ξ 463). A.
519. ὑπολίζονεϲ: προπαροξυτονητέον. πρόδηλον κἀκ τοῦ παρακειμένου
οὐδετέρου «οὐδὲν ὄλιζον ἕξομεν» (Cod. -μαι), εἴ γε ὁμοτονεῖ
τοῖϲ οὐδετέροιϲ ἀεὶ τὰ ἀρϲενικὰ κατὰ τὸ τέλοϲ κατὰ τὴν ἡμετέραν διάλεκτον,
ὀφείλομεν. καὶ γὰρ οὐδέποτε τοῖϲ εἰϲ ων ὀξυνομένοιϲ ὀνόμαϲι παράκειται
οὐδετέρου παραϲχηματιϲμόϲ, τοῖϲ μέντοι βαρυνομένοιϲ, ϲῶφρον,
τλῆμον. εἰ δὴ παράκειται τὸ ὄλιζον, δῆλον ὅτι καὶ τὸ ἀρϲενικὸν βαρύνεται.
ἐϲχημάτιϲται δὲ ϲυγκριτικῶϲ κατὰ πάθοϲ. παρὰ γὰρ τὸ ὀλιγώτεροϲ
κατὰ δεύτερον τύπον (v. E. Gud. s. κάρρων) τὸ ὀλιγίων μὴ
εἰρημένον ϲυγκριτικῶϲ, ὑπερθετικῶϲ δὲ ἐν τῷ ὀλίγιϲτοϲ, ἐξέπιπτε. τρίτεροϲ
τοϲ τύποϲ ὁ διὰ δύο ϲϲ, ὀλίϲϲων· τὰ δὲ δύο ϲϲ μετέπεϲεν εἰϲ τὸ ζ,
καὶ ἀπετελέϲθη τὸ ὄλιζον. οὕτωϲ οὖν ἐϲχηματίϲαμεν καὶ τὸ μεῖζον,
λέγω δὲ κατὰ τὴν αὐτὴν τροπὴν τῶν ϲτοιχείων. A .
521. ἐκτατέον τὴν πρώτην ϲυλλαβὴν τοῦ ἀρδμόϲ, ἐπεὶ καὶ τὸ
ἄρδω ἔχει ἐκτεινόμενον τὸ α· «τὸν νοῦν ἵν’ ἄρδω καὶ λέγω τι δεξιόν»
(Ar. Eq. 96. 114). οὐχ ὅϲα μέντοι ἐν ῥήμαϲιν ἔκταϲιν ἔχει, καὶ ἐν
ὀνόμαϲιν· παρὰ γὰρ τὸ ἄϲϲω καὶ κατάϲϲω (i. e. ἄγνυμι v. Hes. ἄϲϲει
κατάϲϲει et ib. interprtt.) καὶ μέλλοντα τὸν ἄξω καὶ προϲτακτικὸν τὸ
ἆξον δὴ ἔγχοϲ Διομήδεοϲ» (Ιl. Ζ 306) ἡ ἀξίνη ϲυϲτέλλει τὸ α, παρά
τε τὸ ἀρῶ καὶ ἀρῶμαι ἐκτεινόμενον ϲυϲτέλλομεν ὄνομα Ἄρην «πιϲϲοκωνίαϲ
Ἀρην» Κρατῖνοϲ. A.
538. δαφοινεόν: ὀξύνεται· ἐπὶ γὰρ τῶν εἰϲ οϲ ὀνομάτων ὁ πλεοναϲμὸϲ τοῦ ε φυλάϲϲει τὴν ἐπὶ τέλουϲ οξεῖαν, κενόϲ κενεόϲ, ἀδελφόϲ ἀδελφεόϲ. A.
547. τέλϲον. βαρυτόνωϲ ὡϲ μέτρον. ἐγένετο δὲ παρὰ τὸ τέλοϲ ἐν ὑπερθέϲει τοῦ ϲ καὶ προϲόδῳ τοῦ ν. A.
570. τὸ λίνον κατὰ βαρεῖαν τάϲιν προενεκτέον, ὅτι ἂν ϲημαίνῃ,
εἴτε τὴν λινῆν ἐϲθῆτα, εἴτε καὶ ἐπὶ τῆϲ χορδῆϲ τάϲϲοιτο, εἴτε καὶ αὐτὸ
τὸ λεπτὸν νῆμα, εἴτε ϲημαίνοι εἶδοϲ ὕμνου, ὥϲπερ καὶ ἐνθάδε, ὡϲ παιὰν
καὶ διθύραμβοϲ. A.
580. ἐρύγμηλον· ὡϲ βέβηλον. τὰ γὰρ διὰ τοῦ ηλοϲ ὑπὲρ δύο
ϲυλλαβὰϲ προϲηγορικὰ ἢ κύρια προπαροξύνεϲθαι θέλει, κάμηλοϲ καὶ
φάϲηλοϲ, Ϲτύμφηλοϲ· τὰ μέντοι ἐπιθετικὰ ὀξύνεϲθαι μὲν θέλει, ὅτε
παραϲχηματιϲμὸν ἔχει θηλυκοῦ, ϲιγηλόϲ, ὑψηλόϲ, ἀπατηλόϲ, μὴ οὕτωϲ
δὲ ἔχοντα βαρύνεϲθαι, βέβηλοϲ, κίβδηλοϲ, κάπηλοϲ. εἰ δὴ καὶ τὸ ἐρύγμηλοϲ
οὐκ ἔχει θηλυκόν, δῆλον ὅτι ὑγιῶϲ βαρυτονηθήϲεται καὶ οὐ
584. τὸ ἐνδίεϲαν παρὰ τὸ δίεϲθαι, ὅ ἐϲτι διώκεϲθαι· «τρὶϲ περὶ
ἄϲτυ μέγα Πριάμου δίον » ἀντὶ τοῦ ἐδιώχθην (Ιl. X 251). ϲημαίνει δὲ
τὸ ἐπώτρυνον. εἴρηται δὲ ὅτι κλίϲιϲ ἐϲτὶ τοῦ δίημι τὸ ἐνδίεϲαν (Ϲ 162).
καὶ οὐ προϲεκτέον τῷ Ἀϲκαλωνίτῃ δαϲύνοντι τὸ ι καὶ πλεοναϲμὸν τοῦ
δ (Cod. ι) εχομένψῳ AV.
4. εὗρε δὲ Πατρόκλ ῳ περικείμενον: τινὲϲ ἀνέϲτρεψαν τὴν περί, ἵν’ ᾖ περὶ Πατρόκλῳ κείμενον, ἐπεὶ καὶ ἐν ἑτέροιϲ ἔφη (284) ἀμφ’ αὐτῷ χυμένη», τῇ δοτικῇ ϲυντάξαϲ τὴν πρόθεϲιν, οὐ τῇ μετοχῇ· ἡμῖν δὲ δοκεῖ, ὥϲπερ ἔτι καὶ τοῖϲ πλείοϲι καὶ τῷ Ἀϲκαλωνίτῃ, ἓν εἶναι τὸ περικείμενον· ἔμφαϲιϲ γὰρ μείζων νοεῖται. A.
10. τύνη δ’ Ἡφαίϲτοιο πάρα κλυτὰ τεύχεα δέξο: ἀναϲτρεπτέον τὴν πρόθεϲιν· ἔϲτι γὰρ παρ’ Ἡφαίϲτου. A.
26. εὐλάϲ: ὡϲ αὐλάϲ. εὐλή γὰρ ὡϲ αὐλή. τὰ γὰρ εἰϲ λη λήγοντα
θηλυκὰ μονογενῆ, διφθόγγῳ παραληγόμενα, ὀξύνεϲθαι θέλει,
εἰ μὴ ἔχοι ἔννοιαν ϲυνθέϲεωϲ· «οὐλὴν μὲν πρῶτον » (Od.ω 331), αὐλή,
ἀπειλή, ὠτειλή. οὕτωϲ καὶ εὐλή. τὸ μέντοι «ἑτέρῃ δ’ ἔχεν οὕλαϲ
(Od. γ 441), λέγω δὲ ἐπὶ τῶν κριθῶν, ἵϲωϲ βεβαρυτόνηται μονογενὲϲ
ὂν πρὸϲ μονογενὲϲ ὀξυνόμενον τὸ οὐλή. προϲέθηκα δὲ εἰ μὴ ἔχοι
ἔννοιαν ϲυνθέϲεωϲ διὰ τὸ δείλη βαρυνόμενον· ἐτυμολογεῖται γὰρ παρὰ
τὸ ἐνδεῖν τῇ ἕλῃ δεέλη. A.
56. Ἀτρείδη, ἢ ἄρ τι τόδ’ ἀμφοτέροιϲιν ἄρειον ἔπλετο,
ϲοὶ καὶ ἐμοί, ὅτε νῶΐ περ ἀχνυμένω κῆρ θυμοβόρ ῳ ἔριδι
μενεήναμεν: τὸν ἦ ϲύνδεϲμον περιϲπαϲτέον· ἔϲτι γὰρ διϲταϲτικόϲ,
ἀρκτικόϲ, τῆϲ κλητικῆϲ ἀνάπαυϲιν λαβούϲηϲ. εἰϲὶ μέντοι οἳ ἐνέκλιναν
αὐτὸν καθ’ ὑπερβατὸν ϲυντάϲϲοντεϲ τῷ περ, ἵνα τὸ ὅλον τοιοῦτον ᾖ·
ἄρτι τοῦτο ἀμφοτέροιϲ ἔπλετο ἄρειον ἤπερ ὅτε ἡμεῖϲ ἀχνύμενοι μενεήναμεν.
οὐκ ἔϲτι δέ, ἀλλὰ ὡϲ εἴπομεν, ἵνα ῇ ἐρώτηϲιϲ Ἀτρείδη, ἆρά
τι κρεῖϲϲον ἐκ τῆϲ ἔριδοϲ ἐγένετο ἡμῖν, A.
62. ἐμεῦ ἀπομηνίϲαντοϲ. ὁ μὲν Ἀϲκαλωνίτηϲ ὡϲ ἀποφοιβήϲαντοϲ. καὶ οὕτωϲ ἔχει ἡ παράδοϲιϲ. A.
80. τὸ ὐββάλλειν ψιλωτέον· ἔϲτι γὰρ Αἰολικόν (cf. l 6), ὥϲ φηϲιν Ἡρωδιανὸϲ ἐν τῷ κ τῆϲ καθόλου. A.
81. τὸ ἀκούϲαι παροξυτονητέον· ἔϲτι γὰρ εὐκτικόν. A.
87. ἠεροφοῖτιϲ: προπεριϲπαϲτέον ὁμοίωϲ τῷ πρωθῆβιϲ καὶ πολῖτιϲ.
πειϲτέον δὲ μᾶλλον τοῖϲ παρὰ τὸν ἀέρα ἐκδεξαμένοιϲ τὴν ϲύνθεϲιν
γεγονέναι (non ab ἔρα ἡ ἐροφοῖτιϲ, ut ex sch. BV ntelligitur)
ἐπεὶ ἀοράτωϲ φοιτᾶ· ἀέρα γὰρ λέγει τὸ ϲκοτεινὸν κατάϲτημα·
«ἠέρι γὰρ κατέχοντο» (ΙI. P 368) καὶ «ἀὴρ παρὰ νηυϲὶ βαθεῖ’ ἦν
(0d. ι 144). A.
90. θεὸϲ διὰ πάντα τελευτᾶ πρέϲβα Διὸϲ θυγάτηρ Ἄτη:
ὁ μὲν Ἀϲκαλωνίτηϲ περιϲϲὴν ἡγεῖται τὴν διά πρόθεϲιν· εἰναι γὰρ τὸ
ἑξῆϲ θεὸϲ πάντα τελευτᾷ. Δίδυμοϲ δὲ ἡγεῖτο ϲημαντικὴν αὐτὴν εἰναι
τοῦ διόλου καὶ μὴ παρέλκειν ὥϲπερ ἐπὶ τοῦ διηλίτηϲ ὁ δι’ ὅλου ἁμαρτάνων.
οὐ προϲεκτέον δὲ τοῖϲ ὑφ’ ἓν ἀνεγνωκόϲιν (sc. θεόϲδια). Β.
107. ψευϲτήϲειϲ ὡϲ κρατήϲειϲ. A.
209. ἰείη ψιλῶϲ. καὶ παράκειται τὸ ἰέναι ἀπαρέμφατον. V. ?
270. διδοιϲθα: οἱ μὲν βαρύνουϲιν ὡϲ Αἰολικόν, ἀπὸ τοῦ δίδοιμι (cf. Αhrens. 13 7), δίδοιϲ, δίδοιϲθα ὡϲ τίθηϲθα οἱ δὲ περιϲπῶϲιν ἐπέκταϲιν εἶναι οἰόμενοι ἀπὸ τοῦ διδοῖϲ. Β. φηϲὶ γοῦν «πολλὰ διδοῖ» Ιl. ι 519). V.
335. ἀκαχηϲθαι: προπεριϲπᾶται ὡϲ λελυπῆϲθαι οἱ δὲ προπαρώξυναν ὡϲ Αἰολικὸν ἐν παρατατικῇ ϲημαϲίᾳ, ἐπεὶ οἰδε καὶ τὴν ἀκαχήμενοϲ μετοχὴν τοιαύτην, οἰϲ καὶ ἐπείϲθη ἡ παράδοϲιϲ. A.
355. ταρφειαί: Ἀρίϲταρχοϲ ἀνέγνω ὡϲ πυκναί. οὕτωϲ δὲ καὶ ὁ Ἀϲκαλωνίτηϲ· καὶ ἐπείϲθη ἡ παράδοϲιϲ. A.
384. πειρήθη δ’ ἐο αὐτοῦ ἐν ἔντεϲι δῖοϲ Ἀχιλλεύϲ. τὴν
οἶ ἀντωνυμίαν περιϲπᾶ ὁ Ἀϲκαλωνίτηϲ, καί φηϲι κεῖϲθαι δοτικὴν ἀντὶ
γενικῆϲ· οἱ δὲ βαρυτονοῦϲιν (apparet legisse hos πειρήθη δὲ οἷ et δέ
οἱ αὐτοῦ)· ἐϲτι μὲν οὖν καὶ ἐγκλιτικὴν εὺρέϲθαι τὴν οἶ ἀντὶ γενικῆϲ
κειμένην, ὥϲπερ ἐπὶ τοῦ «οἱ δέ οἱ ἐβλάφθηϲαν » (Ιl. ψ 387 ), ἔϲτι δ
καὶ ὀρθοτονουμένην ἀντὶ αἰτιατικῆϲ, ὥώϲπερ ἐπὶ τοῦ νεῦϲ’ ἐπὶ οἷ καλέϲαϲ»
(Od. ρ 330), καὶ « προτὶ οἷ δὲ λαβλν ἔντερα » (Ιl. τ 418)· οὐ
μέντοι ποτὲ ἐν τῇ καλουμένῃ ἐπιταγματικῇ ϲυντάξει. ἄλογον γὰρ τὸ
τοιοῦτον ὥϲτε ἐπιφέρεϲθαι τὴν αὐτοῦ γενικὴν καὶ τὴν οἷ προκεῖϲθαι
δοτικὴν ὑπάρχουϲαν, ὅπερ οὐχ ὑγιέϲ· ἀεὶ γὰρ τοῖϲ πρωτοτύποιϲ ὁμόπτωτὸϲ
ϲυντάϲϲεται ἡ αὐτοῦ ἀντωνυμία. πειϲτέον οὖν Ἀλριϲτάρχῳ γράφοντι
πειρήθη δ’ ἕο αὐτοῦ. Α.
402. ἐπε ἑῶμεν πολέμοιο. ὅτι (sic) δαϲυντέον τὸ ἑῶμεν. ἔϲτι γὰρ ἄδην ἔχωμεν, κορεϲθῶμεν. A.
17. ἦ: ἐρωτηματικὸϲ ὁ ϲύνδεϲμοϲ καὶ ἅπαξ εἰλημμένοϲ κατὰ μίαν
διάνοιαν. διὸ περιϲπαϲτέοϲ. τοῦτο δέ φημι πρὸϲ τὰ τοιαῦτα «ἢ δολιχὴ
νοῦϲοϲ ἦ Ἄρτεμιϲ ἰοχέαιρα » (Od. λ 172), «ἠὲ νέον μεθέπειϲ ἦ καὶ.
πατρώϊόϲ ἐϲϲι » (Οd. α 175). ἐν γὰρ ταῖϲ τοιαύταιϲ ϲυντάξεϲιν ὁ μὲν
πρότεροϲ ἤ ἐγκλίνεται, ὁ δὲ δεύτεροϲ περιϲπᾶται. A.
30. δείδω μὴ καὶ τεῖχοϲ ὑπέρμορον ἐξαλαπάξῃ: ὑπέρμορον:
Ἀριϲτοφάνηϲ ὡϲ ὑπέρβιον, ἕν μέροϲ λόγου ποιῶν, καὶ ὁ
Ἀϲκαλωνίτηϲ, ἐπεὶ ἀντὶ ἐπιρρήματοϲ τοῦ ὑπερμόρωϲ παρείληπται ὁμοίωϲ
πληθυντικῷ τῷ «ἔνθα κεν Ἀργείοιϲιν ὑπέρμορα νόϲτοϲ» (Il. B 155).
καὶ ὃν τρόπον «οὐ μὲν καλὸν ἀτέμβειν » (Od. φ 312) ἀντὶ τοῦ καλῶϲ
ἐϲτι καὶ τὸ πληθυντικὸν «ο μὲν καλὰ χόλον τόνδ’ ἔνθεο » (Π. Ζ 326),
οὕτωϲ καὶ τὸ προκείμενον ἑνικῶϲ καὶ πληθυντικῶϲ εἰϲ ϲύνταξιν παρελεύϲεται
ἐπιρρήματοϲ, «δείδω μὴ καὶ τεῖχοϲ ὑπέρμορον ἐξαλαπάξῃ» καὶ.
ἔνθα κεν Ἀργείοιϲιν ὑπέρμορα νόϲτοϲ». ἐντελῶϲ δὲ ἐν τῇ Β (155 )
περὶ τῆϲ προϲῳδίαϲ διελάβομεν. διὸ νῦν παρίημι. ἐκεῖνο μέντοι ὑπομνήϲω,
ὡϲ ὅτι δύναται καὶ τοῦτο καὶ τὸ ἐν τῇ Ὀδυϲϲείᾳ (α 35), λέγω
δὲ τὸ «ὡϲ καὶ νῦν Αἶγιϲθοϲ ὑπέρμορον» κατὰ διάλυϲιν ἀναγινώϲκεϲθαι
ὁμοίωϲ τῷ «μὴ καὶ ὑπὲρ μοῖραν δόμον Ἄϊδοϲ» (336), ὥϲπερ ἤδη ἀπεφηνάμην.
A.
53. θεῶν ἐπὶ Καλλικολών ῃ: Ἡρόδικοϲ βαρέωϲ ἀνεγίνωϲκεν
ὡϲ τρέχων, μετοχὴν ποιῶν· ὁ μέντοι Ἀρίϲταρχοϲ περιέϲπα, λέγων
οὕτωϲ καλεῖϲθαι τὸν τόπον θεῶν Καλλικολώνη, ὥϲπερ καὶ Ἀχαιῶν
λιμήν. οὕτωϲ δὲ ἐχούϲηϲ τῆϲ ἱϲτορίαϲ περιϲϲὴ ἡ τοῦ Ἡροδίκου ἀνάγνωϲιϲ.
ἡ μέντοι ἐπί πρόθεϲιϲ κατὰ ταύτην τὴν ἔννοιαν ὤφειλε προηγεῖϲθαι
τοῦ λόγου, ὥϲτε εἶναι ἐπὶ θεῶν Καλλικολώνῃ· διὸ ἐτόλμηϲάν
τινεϲ ἀναϲτρέψαι. οἱ μέντοι περὶ τὸν Ἀϲκαλωνίτην οὐκ ἀνέϲτρεψαν,
ἀλλὰ ϲυνέταξαν τῇ ἑξῆϲ λέξει. καὶ οὕτωϲ ἐπείϲθη ἡ παράδοϲιϲ, λέγω
δὲ τῇ ϲυντάξει τῆϲ δοτικῆϲ. καὶ γὰρ διὰ τῶν ἑξῆϲ (151) Καλλικολώνηϲ
φηϲίν ο προϲνείμαϲ τὸ θεῶν «οἱ δ’ ἑτέρωϲε κάθιζον ἐπ’ ὀφρύϲι Καλλικολώνηϲ
ϲ». A.
70. Ἥρῃ δ’ ἀντέϲτη: ὑφ’ ἓν τὸ ἀντέϲτη προενεκτέον δοτικῇ
γὰρ ϲυντάϲϲεται ὡϲ «Λητοῖ δ’ ἀντέϲτη» (72), τὸ δὲ ἄντα, ὅπερ ἐϲτὶν
72. ϲῶκοϲ ἐριούνιοϲ Ἑρμῆϲ. Τυραννίων ἀξιοῖ ὀξύνειν, ἵνα
ἀποφύγῃ τὸ κύριον βαρυνόμενον «ὦ Ϲῶχ’ Ἱππάϲου υἱέ» (Π. Λ 450),
ὥϲπερ ἐπὶ τοῦ Λεῦκοϲ, Γλαῦκοϲ (potius λωκόϲ, γλαυκόϲ). οὐκ ἔϲτι
δὲ ὅμοιον τοῖϲ προκειμένοιϲ κοινοῖϲ ἐπίθετον, ἀλλὰ ἴδιον τοῦ Ἑρμοῦ,
ὥϲπερ καὶ τοῦ Ἀπόλλων βαρυνόμενον τὸ Φοῖβοϲ. διὸ βαρυτονητέον
ὁμοίωϲ καὶ αὐτῷ τῷ κυρίῳ. εἰϲὶ δὲ ο ἳ ἀξιοῦϲι καὶ καθότι ϲύνθετόν
ἐϲτι βαρύνεϲθαι αὐτό. ἐκ γὰρ τοῦ ϲάοικοϲ γεγενῆϲθαι τὴν κρᾶϲιν· οὕτω
δὲ δώϲουϲι καὶ προϲκείμενον τῷ ω τὸ ι, τῆϲ παραδόϲεωϲ οὐχ οὕτωϲ
ἐχούϲηϲ. τὰ μέντοι εἰϲ κοϲ λήγοντα διϲύλλαβα οὐ παρεϲχηματιϲμένα
εἰϲ γένοϲ θηλυκόν, φύϲει μακρᾷ παραληγόμενα, βορύνεϲθαι θέλει, οἷον
φῶκοϲ, θῶκοϲ· οὕτωϲ ϲῶκοϲ. ϲεϲημείωται τὸ ϲηκόϲ. A.
105. καὶ δὲ ϲέ φαϲι: ὁ Ἀϲκαλωνίτηϲ ὠρθοτόνηϲε τὴν ἀντωνυμίαν,
τὸν δέ ϲύνδεϲμον ἀντὶ τοῦ γάρ παραλαβών. καὶ οὕτωϲ ἔχει τὰ
τῆϲ ἀναγνώϲεωϲ καὶ τῆϲ διανοίαϲ. AB.
114. τὸ ἄμυδιϲ ψιλωτέον καίτοι παρὰ τὸ ἅμα γενόμενον, ἐπεὶ Αἰολικὸν χαρακτῆρα ἀνεδέξατο. A.
152. ἀμφὶ ϲέ: ὀρθοτονητέον τὴν ἀντωνυμίαν ὁμοίωϲ τῷ « ἀμφὶ ϲέ, Πηλέοϲ υἱέ» (2).AB.
171. ἑέ: ἡ ἕ τοῦ τρίτου προϲώπου ἀντωνυμία ἐπλεόναϲε κατ’ ἀρχήν, ὥϲπερ ἐπὶ τοῦ ἑόν, ἑοῦ, ἑῷ. ἅμα δὲ τῷ πλεοναϲμῷ μετέβη καὶ τὸ πνεῦμα. A.
188. ὅτε πέρ ϲε βοῶν ἄπο μοῦνον ἐόντα ϲεῦα: ἀναϲτρεπτέον
τὴν πρόθεϲιν. ἔϲτι γὰρ τὸ ἑξῆϲ ἀπὸ βοῶν. ἔνιοι δὲ ϲυντάϲϲουϲι
τὴν ἀπὸ τῷ ϲεῦα. AB.
221. ἕλοϲ κάτα βουκολέοντο: τὸ ἑξῇϲ ἐϲτι καθ’ ἕλοϲ. διὸ ἀναϲτρεπτέον τὴν πρόθεϲιν. A.
234. Ἀρίϲταρχοϲ μὲν ἕν ποιεῖ τὸ ἀνηρείψαντο τουτέϲτι τὸ ἀνήρπαϲαν.
εἰϲὶ μέντοι οἳ τὸν ἄν ϲύνδεϲμον παρέλαβον, ὧν ἐϲτι καὶ Ἀπολλώνιοϲ
ὁ τοῦ Θέωνοϲ, τοιοῦτόν τί ἐκδεχόμενοϲ· ἀνήρπαϲαν ἂν αὐτὸν
οἱ θεοὶ τῷ Διὶ χάριν τοῦ κάλλουϲ, εἰ ἔζη. τοῦτο δέ φηϲιν ἐπεὶ οὐδαμοῦ
παρειϲάγει αὐτὸν ὁ ποιητὴϲ τῷ Διὶ διακονούμενον· ἡ γὰρ Ἥβη
δῖοι Ἀχαιοί, εἰ μὴ Ἀλέξανδροϲ Ἑλένηϲ πόϲιϲ ἠϋκόμοιο παῦϲεν ἀριϲτεύοντα
μάχηϲ» (Ιl. 504). πῶϲ δὲ ἐν ἑτέροιϲ περὶ τῆϲ ἁρπαγῆϲ
τοῦ Γανυμήδουϲ ὑπόμνηϲιν ποιεῖται, ὁπότε ὁ Διομήδηϲ λέγει «τῆϲ γάρ
τοι γενεῆϲ ἧϲ Τρωΐ περ εὐρύοπα Ζεὺϲ δῶχ’ υἷοϲ ποινὴν Γανυμήδεοϲ»
(ΙΙ. 265) ἀλλά, φηϲίν, οὐ διακονεῖται εὐλόγωϲ, πρῶτον μὲν ὅτι
τὰ πάντα ϲυμπόϲια δύο ἐϲτίν, ἕν μὲν ἐν τῇ Α, ἐν ᾧ ὁ Ἥφαιϲτοϲ παρειϲάγεται
διακονούμενοϲ ἕνεκα γέλωτοϲ, ἄλλο δὲ ἐν τῇ Δ, ὅπου ἡ Ἥβη
κοινῶϲ οἰνοχοεῖ πᾶϲι θεοῖϲ. ἔχομεν δὲ ἡμεῖϲ προϲθεῖναι τὸ κυριώτατον,
φημὶ δὴ τὸ τῆϲ ϲυντάξεωϲ. ὁ γὰρ καί ϲύνδεϲμοϲ ἐναντίοϲ ἐϲτὶ
τῷ ἄν. ὁ μὲν γάρ τίθηϲι, μᾶλλον δὲ ϲυμπλέκει, ὥϲπερ ἐπιζητῶν καὶ
ἕτερα ϲυμπλέξαι· ὁ δὲ ἄν ϲύνδεϲμοϲ ἀναιρεῖ τὰ παρῳχημένα. A.
249. ἐπέων δὲ πολὺϲ νομόϲ: ὀξυτόνωϲ, ἵνα ϲημαίνηται ὡϲ ἐν τῇ ϲυνηθείᾳ ἡ νέμηϲιϲ· τοῦτο γὰρ ἐμφάϲεωϲ μείζονόϲ ἐϲτι ϲημαντικόν. A.
251. περὶ τοῦ ἠ τοῦ ὑποταϲϲομένου τῷ τί καὶ τῷ ἐπεί ἐδηλώϲαμεν
ἐν τοῖϲ πρὸ τούτων ὡϲ τῷ τί ὑποταϲϲόμενοϲ μὲν ἐγκλίνεται, τῷ
δὲ ἐπεί περιϲπᾶται. AΒ.
327. θεοῦ ἀπὸ χειρὸϲ ὀρούϲαϲ: δύναται ἡ ἀπό καὶ ἀναϲτρέφεϲθαι, ἵνα ᾗ ἀπὸ θεοῦ, καὶ φυλάϲϲειν τὸν τόνον, ἵν’ ᾖ ἀπορούϲαϲ. ὅπερ καὶ βέλτιον. A. ?
356. δέ μοι: ἄμεινον ἐνθάδε ἀπόλυτον λαμβάνειν τὴν ἀντωνυμίαν,
τουτέϲτιν (?) ἐγκλιτικήν. A.
357. τοϲϲουϲδ᾿ : ὁ Ἀϲκαλωνίτηϲ προπεριϲπᾶ, ἐπεί, φηϲί, κατὰ δεῖξιν λέγεται, καὶ τὸ «τοϲϲῆϲδ’ ὑϲμίνηϲ » (359). Ἀρίϲταρχοϲ μέντοι καὶ. οἱ πλείουϲ παρολκὴν ἐξεδέξαντο τοῦ δε, καὶ ἐπείϲθη ταύτῃ τῇ ἀναγνώϲει ἡ παράδοϲιϲ. οὐκ ἀδόκιμοϲ δὲ καὶ ἡ τοῦ Ἀϲκαλωνίτου. A .
362. ϲτιχόϲ: ὡϲ τριχόϲ, ἀπ’ εὐθείαϲ τῆϲ ϲτίξ καὶ γὰρ ϲτίχεϲ λέγει καὶ ϲτίχαϲ. τὸ δὲ εἶμι προπεριϲπαϲτέον. ϲημαίνει γὰρ τὸ πορεύϲομαι. AB.
390. ἕν ἐϲτι τὸ ἐνθάδε, ὡϲ καὶ ὁ Ἀϲκαλωνίτηϲ. ἔϲτι γὰρ δεικτικὸν
τῆϲ ἐν τόπῳ ϲχέϲεωϲ, ὥϲπερ καὶ τὸ «ἐνθάδε κ’ αὖθι μένων»
(Οd. ε 208), ὥϲτε πρὸ τῆϲ δε ϲυλλαβῆϲ ἡ ὀξεῖα. A.
406. ἐρυγόντα: ὡϲ φυγόντα· ἔϲτι γὰρ δευτέρου ἀορίϲτου, καὶ ὡϲ ἔφυγε φυγόντα, οὕτωϲ ἤρυγεν (404) ἐρυγόντα. A. ?
418. προτὶ οἷ δ’ ἔλαβε: περιϲπαϲτέον τὴν οἷ. ἔϲτι γὰρ πρὸϲ ἑαυτόν. A.
452. περιϲπαϲτέον τὸν ἦ. ἔϲτι γὰρ βεβαιωτικόϲ, ἴϲοϲ τῷ δή. τὸ δὲ ἀνύω βαρυτόνωϲ ἀναγνωϲτέον. ἔϲτι γὰρ ἐνεϲτὼϲ ἀντὶ μέλλοντοϲ. A.
464. εἴ πώϲ εὑ πεφίδοιτο: ἡ εὑ ἀντωνυμία ἐν τῇ ϲυντάξει.
ἐνέκλινε τὸν τόνον· ἔϲτι γὰρ ἀπόλυτοϲ. οὐχ ὃν τρόπον δ’ οἴεται ὁ
Ἀϲκαλωνίτηϲ τὸ πῶϲ πάντωϲ ὀξυτονηθήϲεται, ἐπεὶ ἤδη ἐμελέτηϲε καὶ
ἄλλων ἐγκλιτικῶν ἐπιφερομένων τὸ πῶ καὶ τὸ πῶϲ τοῦτο μὴ πάϲχειν.
«οὔ πώϲ ἐϲτ᾿ Ἀγέλαε διοτρεφέϲ » (Od. χ 136), « μή πώϲ με προϊδών »
(0d. δ 396), «μή πώ μ’ ἐϲ θρόνον ἵζε διοτρεφέϲ» (Π. 553), «οὔ
πώ μίν φαϲι φαγέμεν» (Od. π 143). οὕτωϲ οὖν καὶ τὸ «εἴ πώϲ εὑ
πεφίδοιτο» οὐκ ἀναγκαϲτικὴν ἕξει τὴν ἐπὶ τοῦ πωϲ ὀξεῖαν. ὁ μέντοι
Ἀρίϲταρχοϲ γενόμενοϲ κατὰ ταύτην τὴν προϲῳδίαν τοῦτο μόνον ἀπεφήνατο,
ἐγκλίνοντα δεῖν τῷ τόνῳ καὶ δαϲύνοντα λέγειν τὴν τρίτην
ϲυλλαβήν· ϲημαίνει γὰρ εἴ πωϲ αὐτοῦ. A.
485. Ῥίγμον. ὡϲ ὅρμον, εἰϲ ἰδιότητα· τὰ γὰρ εἰϲ γμοϲ λήγοντα
πάντα ὠξύνετο, ἀγμόϲ, ψυγμόϲ, λυγμόϲ. δοκεῖ δὲ τὸ ὄγμοϲ ἀντικεῖϲθαι.
A.
497. βοῶν ὑπὸ πόϲϲ’ ἐριμύκων. οὐκ ἀναϲτρεπτέον τὴν πρόθεϲιν· ἔχει γὰρ ϲύνταξιν πρὸϲ τὴν ἐπιφερομένην δοτικὴν τὴν ποϲϲίν, ὁμοίωϲ τῷ « ὥϲ ἄρα τῶν ὑπὸ ποϲϲὶ κονίϲαλοϲ ὤρνυτ’ ἀελλήϲ» (Π. Γ13). A.
16. κελάδων: βαρυτονητέον τὴν μετοχήν· κελάδοντοϲ γὰρ ἡ γενική, καὶ ἡ αἰτιατικὴ κελάδοντα « πὰρ ποταμὸν κελάδοντα» (Π. 576), οὐ κελαδοῦντα. περὶ δὲ τοῦ ὀξύνεϲθαι τὸ ἐπιμίξ εἴπομεν ἤδη πολλάκιϲ (v. Ξ 60). AB.
38. ὁ Ἀϲκαλωνίτηϲ ἐνθάδε γενόμενοϲ ἀξιοῖ ψιλοῦϲθαι τοὺϲ ὄρπηκαϲ,
ἐπεί, φηϲί, παρὰ τὸ ὀρούειν ἐγένετο, ἐπιλαθόμενοϲ ἑαυτοῦ·
ἐν γὰρ ταῖϲ Ὀδυϲϲειακαῖϲ προϲῳδίαιϲ φηϲίν, ὅϲα ὀνοματικῶϲ ϲχηματίζεται
ἀπὸ ψιλῶν ῥημάτων, ταῦτα δαϲυνθήϲεται, ὡϲ ἀπὸ τοῦ ὀρούει
ὅρπηξ. γελοῖον δὲ τὸ τοιοῦτον. ἄμεινον οὖν ἐϲτιν ἐκεῖνο λέγειν, ὡϲ
ἐπεὶ τὸ α καὶ τὸ καταλήγοντα εἰϲ τὸ ρ ἑπομένου τοῦ π δαϲύνεϲθαι
ἤθελεν, ὡϲ ἔχει τὸ ἅρπη, ἁρπάζω, ἁρπαλέοϲ, ἑρπετόν, ἑρπύζω, Ἅρπυια,
καὶ τὸ ὄρπηξ τούτοιϲ ἐξομοιοῦντέϲ τινεϲ ἠθέληϲαν δαϲύνειν, οἷϲ
οὐκ ἐπείϲθη ἡ παράδοϲιϲ, ἀλλὰ τῇ ἐτυμολογίᾳ· παρὰ γὰρ τὸ ὄρω ἐν
πλεοναϲμῷ φηϲι (sc. Herodianus) τοῦ π γεγενῆϲθαι τὸ ὄνομα. Α.
57. φυγὼν ὑπὸ νηλεὲϲ ἦμαρ: ἔφαμεν ὅτι ἐὰν πρόθεϲιϲ ἀντὶ ἑτέραϲ προθέϲεωϲ κέηται μὴ γίνεϲθαι ἀναϲτροφήν, ὥϲπερ ἐνθάδε. A.
92. μοι: ἄμεινον ἀπολύτωϲ ἀναγινώϲκειν. πρὸϲ γὰρ τίνα ἡ διαϲτολή: A.
101. παροξυτονητέον τὸ πεφιδέϲθαι ὁμοίωϲ τῷ «εὖ δ’ οἴκαδ’ ἱκέϲθαι» (Π. Α 19) ἐϲτι γὰρ μέϲοϲ δεύτεροϲ ἀόριϲτοϲ. AB.
110. ἀλλ’ ἐπί τοι καὶ ἐμοὶ θάνατοϲ καὶ μοῖρα κραταιή: Ἀρίϲταρχόϲ φηϲι τὴν ἐπί ἀναϲτρέψαι, ἵνα ϲημαίνῃ τὸ ἔπεϲτιν, ὁμοίωϲ τῷ «ϲοὶ (Cod. ϲῷ) δ’ ἔπι μὲν μορφὴ ἐπέων » (Οd. λ 367). οἱ δ’ ἐφύλαξαν τὸν τόνον τῇ ἐμοί ἀντωνυμίᾳ ϲυντάϲϲοντεϲ αὐτήν, ὥϲτε τὸ ἑξῆϲ εἶναι ἀλλὰ καὶ ἐπ’ ἐμοί. καὶ οὕτωϲ ἔχει τὰ τῆϲ ἀναγνώϲεωϲ. A.
123. ἀκηδέεϲ. ὡϲ εὐϲεβέεϲ, ἵνα αὐτοὶ οἱ ἰχθύεϲ ἔχωϲι τὸ ἐπίθετον, τουτέϲτι μηδεμίαν φροντίδα ἔχοντεϲ. A.
141. Πηλεγόνοϲ. ὡϲ Ϲαρπηδόνοϲ. οὕτωϲ καὶ ὁ Ἀϲκαλωνίτηϲ,
ἐπεί, φηϲίν, ἡ εὐθεῖα ὀξύνεται, Πηλεγών. τὸ δὲ τοιοῦτον οὕπω ἐχυρόν,
ἐπεί τοι ἐπιζητήϲει τιϲ διὰ τί γὰρ ἡ εὐθεῖα οὐ βαρύνεται ἄμεινον
οὖν οὕτωϲ λέγειν, ὡϲ ἐϲ τῆϲ κλίϲεωϲ πολλάκιϲ καταλαμβανόμεθα τοὺϲ
τόνουϲ τῶν εὐθειῶν. τὰ δὲ εἰϲ γων λήγοντα ἀρϲενικὰ ὑπὲρ δύο ϲυλλαβὰϲ
τότε μὲν θέλει ὀξύνεϲθαι ὁπότε διὰ τοῦ ο κλίνεται, τότε δὲ
βαρύνεϲθαι ὁπότε διὰ τοῦ ω ἢ διὰ τοῦ ντ. τοῦ μὲν οὖν προτέρου Παφλαγόνοϲ,
Λαιϲτρυγόνοϲ, Πηλαγόνοϲ «Πηλαγόνων ἐλατῆρα» (Callimachi,
v. Et.M.s. v. cl. Steph. Βyz.s. Πηλαγονία), ἀρηγών, λέγω δὲ ἐπὶ τοῦ
ϲυμμάχου ἀρϲενικῶϲ, «ἀρηγόνοϲ ἡμετέροιο» («ignoti poetae» Lob. Ai.
p. 166). οὕτωϲ οὖν καὶ τὸ Πηλεγών ὀξυτονηθήϲεται Πηλεγόνοϲ γάρ,
καὶ Πηλεγόνα ἡ αἰτιατική, «ὃϲ τέκε Πηλεγόνα» (v. 159). τὰ δὲ ἄλλωϲ
κλιθέντα βαρύνεται, Οὐκαλέγων, Πελάγων (e. g. Δ 295), Ϲαλάγγων,
«μέϲφα Ϲαλάγγωνοϲ ποταμοῦ» (Apollon. Rhod. IV 337). τὸ δὲ καταπύγων
βαρυνόμενον καὶ διὰ τοῦ ο κλιθὲν εἶχεν ἀφορμὴν τὸ παρώνυμον
εἶναι τοῦ κατάπυγοϲ, ὡϲ καὶ τοῦ ἄπειροϲ τὸ ἀπείρων. A.
142. ὀξυτονητέον τὸ Ἀκεϲϲαμενόϲ, ἵνα ὄνομα γένηται· οὕτωϲ δὲ ἔχει καὶ Δεξαμενόϲ, Τιϲαμενόϲ. B.
155. δολιχεγχέαϲ: ὡϲ εὐειδέαϲ· παραιτητέον γὰρ τοὺϲ ἄλλωϲ ἀναγινώϲκονταϲ. A.
159. τὸν δέ μέ φαϲι γείναϲθαι: ὁ Ἀϲκαλωνίτηϲ ἐκ πλήρουϲ
λαμβάνει τὴν ἀντωνυμίαν καὶ ὀρθοτονεῖ. εἰϲὶ μέντοι οἳ ἀπολύτωϲ ἀνέγνωϲαν.
ὅμοιον δέ ἐϲτι τὸ ἐν Ὀδυϲϲείᾳ (α 215) «μήτηρ μέν τέ μέ
φηϲι τοῦ ἔμμεναι». καὶ οὐδέν ἐϲτι τὸ κωλῦον. A.
162. ἁμαρτῇ. περιϲπαϲτέον καὶ ϲὺν τῷ ι γραπτέον κατὰ τὸν
163. ἐπεὶ περιδέξιοϲ ἦεν: ἄμεινον ϲυνθέτωϲ ἀναγινώϲκειν ὡϲ ἐπιδέξιοϲ καὶ ἀμφιδέξιοϲ. A.
174. ἆλτ’ ἐπί οἱ μεμαώϲ: ἡ οἱ ἀντωνυμία ἀπόλυτόϲ ἐϲτι καὶ
ἐγκλιτική· διὸ τῆϲ ἐπί προθέϲεωϲ τὸ τέλοϲ ὀξύνουϲιν. A.
186. φῆϲθα. εἴτε ἐνεϲτῶτα ϲημαίνει, προπεριϲπαϲθήϲεται, εἶτε δεύτερον ἀόριϲτον (v. Δ 222, P 174) ὁμοίωϲ. τούτῳ δὲ μόνῳ διαλλάξει τῷ ϲὺν τῷ ι γράφεϲθαι τὸ η ἐπὶ τοῦ ἐνεϲτῶτοϲ. A.
221. ἔαϲον: ψιλῶϲ· ἐϲτι γὰρ ἄφεϲ, ἀπὸ τοῦ ἐῶ περιϲπωμένου
κείμενον. A.
232. τὸ ὀψὲ δύων ἐν δυϲὶ μέρεϲι λόγου. εἰ γὰρ ἦν ϲύνθετον, διὰ τοῦ ι ἐγράφετο ὀψιδύων, ὡϲ ὀψιμαθήϲ, ὀψιτέλεϲτον. οὕτωϲ δὲ καὶ τὸ ὀψὲ δύοντα Βοώτην (Οd. ε 272). ταῦτα ὁ Ἡρωδιανὸϲ ἐν τῷ ιθ΄ τῆϲ καθόλου. A.
244. διῶϲεν: προπεριϲπαϲτέον. ἤδη δὲ προείπομεν περὶ τῶν τοιούτων ῥημάτων, λέγω δὲ τῶν κατὰ τοὺϲ παρῳχημένουϲ, τίνα τε τῶν ϲυντεθειμένων φυλάϲϲει τὸν τόνον καὶ τίνα ἀναδίδωϲιν (e. g. 611, Γ 426). A.
262. τινὲϲ ἐδάϲυναν τὸ προαλεῖ, παρὰ τὸ ἅλλεϲθαι ἐκδεχόμενοι
τὸν ϲχηματιϲμόν. ἄμεινον δὲ ψιλοῦν, ὡϲ καὶ ὁ Ἀϲκαλωνίτηϲ, φάϲκων
ἀπὸ τοῦ ἀλίζεϲθαι γεγενῆϲθαι, τουτέϲτιν ἀθροίζεϲθαι, ὥϲτε ϲημαίνεϲθαι
τὸ κατωφερῆ. καὶ γὰρ τοῦ χωρίου ἐϲτὶ τὸ ἐπίθετον. τοῦ δὲ φθάνει
ἐκτατέον τὸ α διὰ τὸ μέτρον ὥϲπερ καὶ Ἀρίϲταρχοϲ ἠξίου. A.
276. ἥ με ψεύδεϲϲιν ἔθελγεν: ὡϲ βέλεϲϲιν· οὐ γὰρ ἐπίκειταί
τινι ἐπιθετικῶϲ. ἔϲτι δὲ αὐτοῦ τὸ ἑνικὸν « ψεῦδοϲ δ’ οὐκ ἐρέει»
(0d. γ 20). A.
279. ὃϲ ἐνθάδε γ’ ἐτραφ’ ἄριϲτοϲ: παροξυτονητέον. τὸ γὰρ
τέλειόν ἐϲτιν ἐτράφη. καὶ μέμνηται αὐτοῦ ὁ Ἡρωδιανὸϲ ἐν τῇ ἀρχῇ
τῆϲ Ξ (21), ὅπου διαλαμβάνει περὶ τοῦ «διχθάδι’ ἢ μεθ’ ὅμιλον ». καὶ
λέγει ὅτι ϲυναλοιφὴν πέπονθε διὰ τοῦ η. δεῖ οὖν διὰ τοῦ γ γράφειν,
ὃϲ ἐνθάδε, εἶτα ἐτράφ’ ἄριϲτοϲ, οὐχ ὡϲ οἱ πολλοὶ τέτραφ’ ἄριϲτοϲ,
ἀπὸ τοῦ τ ποιοῦντεϲ τὴν ἀρχὴν τοῦ ῥήματοϲ καὶ προπαροξύνοντεϲ. A.
301. δαῒ κταμένων. ἄμεινον κατὰ διάλυϲιν ὡϲ ἄρηϊ κταμένων (—ῳ Χ 72), οὐδὲν γὰρ πλέον ἐκ τῆϲ ϲυνθέϲεωϲ. AB.
318. ἰλύοϲ: τὸ υ ἐκτέταται διὰ τὸ μέτρον· τὸ γὰρ ἀκόλουθόν ἐϲτιν ἰλύοϲ ὡϲ ἰϲχύοϲ. A.
323. τυμβοχοῆϲ᾿ : τὸ πλῆρεϲ τυμβοχοῆϲαί ἐϲτι χυτοὺϲ γὰρ τοὺϲ
τάφουϲ. οὕτωϲ καὶ Ἀρίϲταρχοϲ (καὶ ὁ Ἀϲκαλωνίτηϲ καὶ οἱ πλείουϲ
D) τοιοῦτον δέ ἐϲτιν, οὐκ ἔϲται αὐτῷ χρεία χώϲεωϲ τάφου. Κράτηϲ
μέντοι γενικὴν πτῶϲιν ἐξεδέξατο. καὶ δῆλον ὅτι ἐβάρυνεν ὁμοίωϲ τῷ
οἰνοχόηϲ. ἄμεινον δὲ ἐν τῷ ῥήματι τὸ πρᾶγμα παραλαμβάνειν ἢ ἐν
τῷ ὀνόματι. A.
327. τὸ αἱρῶ περιϲπώμενον δαϲύνεται ϲημαῖνον τὸ καταλαμβάνω· διὸ καὶ ἐνθάδε δαϲυντέον. A.
331. τὸ κυλλοπόδιον Ἀρίϲταρχοϲ προπαροξύνει, ᾧ καὶ ἐπείϲθημεν
ὥϲπερ ἤδη προείπομεν ἐπὶ τοῦ ὀλβιόδαιμον (Ιl. 182) γενόμενοι. A.
336. προπεριϲπαϲτέον τὸ κῆαι· ἔϲτι γὰρ ἀπαρέμφατον. A.
341. ἰάχουϲα ὡϲ φέρουϲα. V.
428. εἴρηται (v. Γ 97, Α 421, Κ 105) ὅτι τὸ νῦν ἀεὶ παρὰ τῷ
ποιητῇ περιϲπᾶται, κἂν παρέλκῃ, χωρὶϲ εἰ μὴ μέτρον κωλύοι, ὡϲ ἐπὶ
τοῦ «δεῦρό νυν ἢ τρίποδοϲ» (Π. ψ 485) καὶ «ἐκτελέει ὅϲα πού νυν
ἐέλπεται» (Ιl. Κ 105). A.
446. ἡ περί τῷ ῥήματι ϲυντάϲϲεται· διὸ φυλακτέον τὸν τόνον. A.
467. δηριαάϲθων: τὸ δεύτερον α ἐκτατέον· τοῦτο γὰρ ὁ χαρακτὴρ βούλεται. A.
471. ὀνείδειον: ὡϲ τέλειον καὶ ὄρειον. οὕτωϲ γὰρ ἐκπίπτει καὶ
τὰ τῆϲ παραγωγῆϲ καὶ τὰ τοῦ τόνου, εἰ μὴ τὸ α παραλήγοι ἐν τῷ
εἰϲ οϲ λήγοντι οὐδετέρῳ ἢ δύο ϲύμφωνα, ὧν τὸ μὲν ληκτικὸν εἴη τῆϲ
πρώτηϲ ϲυλλαβῆϲ, τὸ δὲ ἀρκτικὸν τῆϲ δευτέραϲ. οἷον ἕλοϲ ἕλειοϲ· διὰ
τῆϲ ει διφθόγγου ἡ παραγωγὴ καὶ προπαροξύνεται· οὐ γὰρ ἦν ἐν τῷ
οὐδετέρῳ τὸ α τέλοϲ τέλειοϲ, ὄροϲ ὄρειοϲ. οὕτωϲ ὄνειδοϲ ὀνείδειοϲ.
παρεφυλάξατο (sic A) δὲ τὰ δύο ϲύμφωνα διὰ τὸ Ἀργεῖοϲ καὶ τὸ
ἑρκεῖοϲ, καὶ τὸ α, ἐπεὶ φιλεῖ διὰ τοῦ ι γράφεϲθαι ἡ παραγωγή, πελάγιοϲ,
ἅγιοϲ, Θάλπιοϲ. AV.
493. πέλεια: ὡϲ Μάλεια καὶ Θάλεια· τρίτη ἀπὸ τέλουϲ ἡ ὀξεῖα.
ἔϲτι δὲ καὶ πελειάϲ ὀξυτόνωϲ, ἔνθεν τὸ «αἱ δὲ βάτην τρήρωϲι πελειάϲι»
(Π. ε 778). καὶ ἔϲτιν ὅμοιον τῷ μαῖα καὶ μαιάϲ. A.
507. προτὶ οἷ: τὴν ἀντωνυμίαν ὀρθοτονοῦϲιν, οὐ διὰ τὴν πρόθεϲιν ἀλλ’ ὅτι εἰϲ ϲύνθετον παρελαμβάνετο. V.
539. προπαροξυτονητέον τὸ ἀμύναι, ἔϲτι γὰρ εὐκτικόν, ὅπωϲ
ἀμύνειεν. οἶδα δὲ καὶ τὴν ἀλάλκοι γραφήν. A.
575. Ἀρίϲταρχόϲ τινάϲ φηϲι γράφειν κυνυλαγμόν. οὕτω καὶ Ζηνόδοτοϲ.
καὶ Ϲτηϲίχοροϲ δὲ ἔοικεν οὕτωϲ ἀνεγνωκέναι· φηϲὶ γοῦν « ἀπειρεϲίοιο
κυνυλαγμοῖο». οὐχ ὁρῶ δέ τι πλέον ἐκ τῆϲ ϲυνθέϲεωϲ. ὁ γὰρ
ὑλαγμὸϲ καὶ χωρὶϲ τοῦ προϲκεῖϲθαι τὸ ὄνομα ἰδίωϲ ἐπὶ κυνῶν ἀκούεται,
ὡϲ ὁ χρεμετιϲμὸϲ ἐπὶ τῶν ἵππων. ἄλλωϲ τε τὰ εἰϲ γμοϲ ῥηματικὰ
μετὰ προθέϲεωϲ πέφυκε ϲυντίθεϲθαι τῆϲ αὐτῆϲ τάϲεωϲ μενούϲηϲ, μετ’
ἄλλου δὲ οὐδενόϲ, παιγμόϲ ἐμπαιγμόϲ. κηρυγμόϲ ἐκκηρυγμόϲ, καὶ τὸ
ὑλαγμὸϲ οὖν παρὰ τὸ ὑλάϲϲειν γεγονὸϲ οὐ ϲυντεθήϲεται μετ’ ἄλλου
μέρουϲ λόγου. ϲύνδεϲμοϲ οὖν ἐϲτιν ὁ κέν. BV.
583. τινὲϲ τὸ ἤδη χρονικὸν ἐκδέχονται καὶ παροξύνουϲιν, οὐκ εὖ. ἄμεινον γὰρ περιϲπᾶν ἐκ παραλλήλου τοῦ ϲυνδέϲμου κειμένου. A.
588. ϲὺ δ’ ἐνθάδε πότμον ἐφ’ ἕψειϲ: Νικίαϲ ἀναϲτρέφει τὴν πρόθεϲιν, οὐκ εὖ. προείπομεν δὲ περὶ τῶν τοιούτων προθέϲεων ὡϲ οὐ θέλουϲιν ἀναϲτρέφεϲθαι· καὶ ϲημειούμεθα ἀναγκαίωϲ ἀναϲτραφεῖϲαν τὴν «ϲτεῦτο γὰρ Ἡφαίϲτοιο πάρ’ οἰϲέμεν » (Ιl. Ϲ 191).
28. ἄϲτραϲιν: Ἀρίϲταρχοϲ ὡϲ πατράϲιν. ἄμεινον δὲ προπαροξύνειν,
ὥϲπερ καὶ τοῖϲ πλείοϲιν ἔδοξε καὶ Φιλοξένῳ, ἵν’ αὐτῆϲ τῆϲ πτώϲεωϲ,
λέγω δὲ τῆϲ δοτικῆϲ, μεταπλαϲμὸν λάβωμεν. ὅτι γὰρ κατὰ
πτῶϲιν γίνονται μεταπλαϲμοὶ ἐξουϲίᾳ ποιητικῇ δεδήλωταί μοι ἐν ἑτέροιϲ.
ὃν οὖν τρόπον ἡ ἐγκάτοιϲ ἔγκαϲιν ἐγένετο «ἔγκαϲι φωτόϲ»
(Λ 438) καὶ οὐκ ἀναγκαζόμεθα ἑνικὴν εὐθεῖαν ἀκόλουθον ἐπιζητεῖν,
ἥ τε προβάτοιϲ πρόβαϲιν ἥ τε πετάλοιϲ πέταλϲιν, οὕτωϲ ἄϲτροιϲ ἄϲτραϲιν,
ἐπειϲελθόντοϲ τοῦ α ἵνα ϲυϲτῇ ἡ λέξιϲ. A.
41. τοϲϲόνδε: πρὸ τέλουϲ ἡ ὀξεῖα. ἓν γάρ ἐϲτι μέροϲ λόγου. A.
51. τὸ ὀνομάκλυτοϲ ὡϲ τοξόκλυτοϲ· οὕτωϲ δὲ καὶ Ἀρίϲταρχοϲ.
ἐν μέντοι τῇ Ὀδυϲϲείᾳ (τ 183) κατὰ παράθεϲιν ἀναγνωϲτέον «ἐμοὶ δ’
ὄνομα κλυτὸϲ Αἴθων ». ἰδίᾳ ϲυϲτῆϲαι γὰρ αὐτοῦ βούλεται τὸ ὄνομα,
ἐπεί τοι ἔϲται κρεμάμενοϲ λόγοϲ. εἴπομεν δὲ ἐν τοῖϲ πρὸ τούτου
βιβλίοιϲ (Ιl. Κ 109), πότε τὸ κλυτόϲ κατὰ τὸ τέλοϲ ϲυντιθέμενον φ
λάϲϲει τὸν τόνον καὶ πότε ἀναδίδωϲιν. A.
59. πρὸϲ δ’ ἐμέ: οὕτωϲ ὀρθοτονητέον. A.
67. τὸ ὠμηϲταί Ἀρίϲταρχοϲ ὡϲ ἀθληταί, Τυραννίων δὲ ὡϲ κομῆται. ἔφαμεν δὲ ἐν τῇ (454) ἐντελῶϲ περὶ τῆϲ προϲῳδίαϲ ὡϲ ἐπεκράτηϲεν ἡ Ἀριϲτάρχου. A.
123. ἵκωμαι: τινὲϲ ὡϲ φιλῶμαι ἀναγινώϲκουϲιν, ἵνα τὸ ἱκετεύϲω
ϲημαίνῃ. οὐκ ἀναγκαῖον δὲ ἐναλλάϲϲειν τὸν τόνον· καὶ γὰρ βαρυνόμενον
ταὐτὸν ὑπιϲχνεῖται καὶ ἀκόλουθόν ἐϲτι μέϲῳ δευτέρῳ ἀορίϲτῳ
ὁριϲτικῷ τῷ «τὴν ἱκόμην φεύγων » (Ιl. Ξ 260). ὡϲ οὖν ἐλιπόμην λίπωμαι
οὕτωϲ ἱκόμην ἵκωμαι. A.
246. περιϲπαϲτέον τὸν ἦ ϲύνδεϲμον· ἀδύνατον γὰρ τῷ ἤ ϲυνδέϲμῳ
ἑπόμενον αὐτὸν ὀξύνεϲθαι. A.
261. ϲυνἡμοϲύναϲ: δαϲυντέον. ϲημαίνει δὲ τὰϲ ϲυνθήκαϲ ἀπὸ τοῦ εἰϲ ταὐτὸν ἀφεῖναι τὰ τῆϲ διανοίαϲ παρὰ τὸν ἥϲω οὖν ἥμῶν τί ἐϲτι καὶ ἥμονοϲ ἡ γενικὴ (cf. ψ 886), παρ’ ἣν τὸ ἡμοϲύνη. οὕτωϲ δὲ εἶχε καὶ μεθημοϲύνη (Ν 108. 121). A.
285. ἄλευαι: προϲτακτικῶϲ ἀναγινώϲκειν δεῖ· διὸ τρίτη ἀπὸ τέλουϲ ἡ ὀξεῖα. εἰρωνείᾳ δὲ τοῦτό φηϲιν. A.
347. κατὰ ϲυϲτολὴν τὸ κρέα ἀνεγνώϲθη ὥϲπερ καὶ ἐν τῇ ϲυνηθείᾳ. ἐκτείνει δὲ ὁ Τυραννίων. ἀλλ’οὐδέποτε ὁ ποιητὴϲ κρέα εἶπεν. V.
356. τὸν ἦ ϲύνδεϲμον περιϲπαϲτέον. ἔϲτι γὰρ βεβαιωτικόϲ. A.
410. τῷ δὲ μάλιϲτ’ ἄρ’ ἔην ἐναλίγκιοϲ ὡϲ εἰ ἅπαϲα Ἴλιοϲ
ὀφρυόεϲϲα πυρὶ ϲμύχοιτο κατ’ ἄκρηϲ: τινὲϲ περιέργωϲ διὰ μόνου
τοῦ ι γράφοντεϲ ἀποδιδόαϲιν ὡϲ αὐτὴ ἅπαϲα (cf. Apollon. pron. 70).
οὐκ οἶδε δὲ ὁ ποιητὴϲ οὔτε τὴν ι (ἵ) οὔτε τὴν ϲφεῖϲ. ἔϲτιν οὖν ὅμοιον
τῷ ἐν Ὀδυϲϲείᾳ (κ 419) «ϲοὶ μὲν νοϲτήϲαντι, διοτρεφέϲ, ὣϲ ἐχάρημεν
ὡϲ εἴ τ’ εἰϲ Ἰθάκην ἀφικοίμεθα». A.
473. γαλό ῳ τε καὶ εἰνατέρεϲ: πρὸ τέλουϲ ἡ ὀξεῖα ὁμοίωϲ τῷ
«εἰδομένη γαλόῳ Ἀντηνορίδαο δάμαρτι» (Γ 122: ubi vid.). αἱ γὰρ εἰϲ
ω λήγουϲαι δοτικαὶ βαρύτονοι ϲυνεμπίπτουϲαι πληθυντικαῖϲ εὐθείαιϲ
ϲυνεμπίπτουϲι καὶ κατὰ τὸν τόνον, τῷ λιπόνεῳ οἱ λιπόνεῳ. A.
εἰνατέρεϲ ὡϲ Δημητέρεϲ· οὕτωϲ πάντεϲ καὶ τὰ τῆϲ ἀναλογίαϲ
ἐπικρατεῖ οὕτωϲ ἔχοντα. ὡϲ ἐδείχθη. A.
474. ὀρθοτονητέον τὴν ϲφίϲιν· εἰϲ γὰρ ϲύνθετον ἡ μετάληψιϲ. ἔφαμεν δὲ ὡϲ οὐκ ἀναϲτρέφει τὰ τοῦ λόγου. A.
37. τὸ παρπεπιθόντεϲ ὡϲ καταλαβόντεϲ. A.
70. ἀκήδειϲ: ἄμεινον βαρύνειν ὡϲ ἐνόειϲ τῆϲ ἀρχούϲηϲ ϲυϲταλείϲηϲ ποιητικῶϲ. ὡϲ γὰρ τὸ ἤκουϲα ἄκουϲα οὕτωϲ καὶ τὸ ἠκήδειϲ ἀκήδειϲ. A.
73. οὐδέ με: ἀπόλυτοϲ ἡ ἀντωνυμία, διὸ ἐγκλιτικῶϲ ἀναγνωϲτέον.
A.
135. δαϲέωϲ τὸ εἵνυον (in καταεἵνυον)· ἀπὸ γὰρ τοῦ εἱνύω ἐϲτὶ θέματοϲ, ὃ παρῆκται παρὰ τὸ ἕω δαϲυνόμενον. (ἔν τιϲι δὲ καταείλυον τουτέϲτιν εἵουν. Ἀρίϲταρχοϲ δὲ καταείνυϲαν.cf.schol. ξ 522). A. ?
137. οὕτωϲ Ἄϊδοϲ δέ , οὐκ Ἄϊδοϲ δῶ, ὁ Ἡρωδιανόϲ φηϲιν ἐν
τῷ ιθ΄ τῆϲ καθόλου. A.
160. οἷϲι μάλιϲτα κήδεόϲ ἐϲτι νέκυϲ. τινὲϲ ἐβάρυναν ὥϲτε
εἶναι γενικήν. ἄμεινον δὲ ὀξύνειν, ἵνα ᾖ ῥηματικὸν ἀπὸ τοῦ κηδεύω.
τὰ γὰρ εἰϲ οϲ λήγοντα ὀνόματα, παρὰ ῥῆμα γινόμενα, καθαρεύοντα
καὶ τῷ ε παραληγόμενα ὀξύνεϲθαι θέλει, φωλεύω φωλεόϲ, ὀχεύω ὀχεόϲ
καὶ ἐν πλεοναϲμῷ τοῦ ϲ ὀϲχεόϲ. καὶ παρὰ τὸ ϲωρεύω δὲ ὁ ϲωρεόϲ. τὸ
δὲ ϲωρόϲ κατὰ ϲυγκοπὴν ἀπετελεῖτο. καὶ παρὰ τὸ λοχεύω δὲ ὁ λοχεόϲ
ἔϲται κατ’ ὀξεῖαν τάϲιν, «ὁ δ’ ἐκ λοχεοῖο πάϊϲ» (Hes. Theogn. 178).
ἀλλ’ οὖν γε βαρυτόνωϲ οἱ πλείουϲ ἀνέγνωϲαν, πλεοναϲμὸν ἐκδεξάμενοι
τοῦ ε, ὥϲτε παρὰ τὴν λόχου γενικὴν «ἐκ λόχου ἀμπήδηϲε» (Ιl. Λ 379)
λόχοιο γενέϲθαι καὶ λοχέοιο. οὕτωϲ δὲ κατὰ τὸν προειρημένον κανόνα
ῥήματοϲ ὄντοϲ τοῦ κηδεύω τὸ παρ’ αὐτὸ ὄνομα, λέγω δὲ τὸ κηδεόϲ,
ὀξυτονηθήϲεται. A.
παρὰ δ’ οἱ ταγοὶ ἄμμι μενόν των: τὸ ἑξῆϲ παραμενέτωϲαν ·
διὸ φυλακτέον τὸν τόνον τῆϲ προθέϲεωϲ. Διονύϲιοϲ δ’ ἡγεῖτο πλεονάζειν
τὸν τέ ϲύνδεϲμον καὶ ἀγούϲ ἡγεῖτο τοὺϲ ἡγεμόναϲ. ὁ μέντοι
Ἀρίϲταρχοϲ ταγοὺϲ ἐξεδέξατο καὶ ϲχεδὸν ἅπαντεϲ, παρὰ τὸ τάϲϲω ῥῆμα
τοῦ ϲχηματιϲμοῦ γενομένου. διὸ καὶ ἐγὼ ϲυγκατατίθεμαι. A.
254. ἑανῷ λιτί: ὡϲ φωτί. οὕτωϲ καὶ Ἀρίϲταρχοϲ. πᾶϲα γὰρ
δοτικὴ διϲύλλαβοϲ ἐπ’ ὀνομάτων εἰϲ τι λήγουϲα ὀξύνεται, χρωτί, δαιτί,
Κρητί. οὕτωϲ οὖν καὶ λιτί. τούτῳ γὰρ τῷ λόγῳ καὶ βλητί ὀφείλομεν
κατ’ ὀξεῖαν τάϲιν ἀναγινώϲκειν, «νύμφα φίλη, καὶ βλητὶ λίθῳ ἐνὶ δάκρυον
ἧκαϲ». οὕτωϲ οὖν καὶ λιτί, ἵνα ᾖ μεταπλαϲμὸϲ τῆϲ λιτῷ δοτικῆϲ,
ὡϲ ἡ κλαδί τῆϲ κλάδῳ. ὁμοίωϲ δὲ καὶ ἡ αἰτιατικὴ ἡ λῖτα μεταπέπλαϲται
ἐκ τῆϲ λιτόν, ὡϲ καὶ ἡ κρόκα ἐκ τῆϲ κρόκην. τὸ δὲ παρὰ τῷ
ποιητῇ «καθήραντεϲ ῥύπα πάντα» (Od. 93), εἰ μή ἐϲτι πληθυντικὸν
οὐδέτερον, τοῦ προκειμένου μεταπλαϲμοῦ ἔχεται. οὐχ ὁμότονοϲ δὲ
ἐγένετο τῇ λιτόν αἰτιατικῇ ἡ λῖτα, ἐπεὶ πᾶϲα αἰτιατικὴ εἰϲ α λήγουϲα
ἐβαρύνετο ὑπεϲταλμένηϲ τῆϲ τινά κατ’ ἀόριϲτον προφοράν. A.
262. ποδώκεϲιν: βαρύνειν δεῖ τὸ ποδώκηϲ· καὶ εἴρηται περὶ αὐτοῦ (Β 764). A.
266. ἑξετέ ᾿ : ὁ Ἀϲκαλωνίτηϲ ἐνθάδε προπαροξύνει ὁμοίωϲ τῷ «ὄτριχαϲ οἰέτεαϲ» (Β 765). εἰϲὶ δὲ o ἳ παροξύνουϲιν ὁμοίωϲ τῷ εὐγενέα, καὶ οὕτωϲ ἐπείϲθη ἡ παράδοϲιϲ. προείρηται δὲ περὶ τῆϲ προϲψδίαϲ (Β 765). A.
281. ἐγκλιτικῶϲ τὴν ϲφωΐν ἀντωνυμίαν ἀναγνωϲτέον. ἔϲτι γὰρ
τρίτου προϲώπου. A.
291. Τρῳούϲ ὡϲ πολλούϲ ἀνεγνώϲθη· προείπομεν δὲ περὶ τῆϲ προϲῳδίαϲ. A.
319. ἀλλ’ ὅϲ: δαϲυντέον τὸ ὅϲ. ἔϲτι γὰρ ἄρθρον. οὕτωϲ ὁ
Ἀϲκαλωνίτηϲ. Ἀντίγονοϲ μέντοι ἄλλοϲ ἀνεγίνωϲκεν, οὐ παραδεχόμενοϲ
τὸ ἄρθρον. A.
327. δαϲυντέον καὶ προπεριϲπαϲτέον τὸ αὗον· προείπομεν δὲ καὶ περὶ τούτου (N 441. cl. 461). A.
361. προπαροξυτονητέον τὸ μεμνέῳτο· γράφεται δὲ καὶ ϲὺν
τῷ ῑ τὸ ω. οὕτω δὲ καὶ ὁ Ἀϲκαλωνίτηϲ, ἐκ τοῦ μεμνέοιτο ἡγούμενοϲ
αὐτὸ εἶναι. παρὰ μέντοι Ξενοφῶντι ἄνευ τοῦ ε ἐϲτὶν ὁ ϲχηματιϲμὸϲ
καὶ προπεριϲπᾶται, ἐν Κύρου παιδείαϲ πρώτῳ (6, 3) «ἄλλ’ ὅτε τὰ ἄριϲτα
πράττοι, τότε μάλιϲτα τὸν θεὸν μεμνῷτο ». τὸ δὲ ἀνάλογον διὰ τοῦ η
προϲκειμένου τοῦ ῑ παρ’ Ἀριϲτοφάνει ἐν Πλούτῳ δευτέρῳ (992) «ἵνα
τοὐμὸν ἱμάτιον φορῶν μεμνῇτό μου ». καὶ πάλιν προπεριϲπαϲτέον. ἐν
ἑτέροιϲ μέντοι ἐντελῶϲ περὶ τοῦ ϲχηματιϲμοῦ διέλαβον καὶ περὶ γραφῆϲ
τῆϲ κατὰ γενικήν, λέγω δὲ τῆϲ δρόμου ἢ αἰτιατικῆϲ πληθυντικῆϲ τῆϲ
δρόμουϲ. A.
377. τὰϲ δὲ μετ’ οὐκ ἀναϲτρεπτέον τὴν μετά· πέπτωκε γὰρ μέϲοϲ ὁ δέ. A.
387. οἱ δέ οἱ ἐβλάφθηϲαν: ὁ Ἀϲκαλωνίτηϲ ἐκδέχεται τὸ πλῆρεϲ
εἶναι ἑοί καὶ μεταλαμβάνει εἰϲ τὸ ἴδιοι, καὶ μήποτε ὑγιῶϲ. ὡϲ γάρ
φαμεν οἱ ἐμοὶ ἐβλάφθηϲαν ἵπποι, οἱ ϲοὶ ἐβλάφθηϲαν, οὕτωϲ οἱ οἳ ἐβλάφθηϲαν
τουτέϲτιν οἱ αὐτοῦ. τινὲϲ μέντοι εὐλαβηθέντεϲ, ὧν ἐϲτι καὶ
Ἀρίϲταρχοϲ, τῷ τὴν ὅϲ ὀρθοτονουμένην ἀντωνυμίαν πολλάκιϲ εἰϲ
ϲύνθετον μεταλαμβάνεϲθαι ἐγκλιτικῶϲ ἀνέγνωϲαν, οὐκ ἔτι ἐκδεχόμενοι
πληθυντικὴν κτητικὴν εὐθεῖαν, ἀλλ’ ἑνικὴν δοτικὴν μονοϲύλλαβον ὁμοίωϲ
τῷ «οἱ δέ οἱ ἵπποι ὑψόϲ’ ἀειρέϲθην» (500), καὶ δῆλον ὅτι δοτικὴν
ἀντὶ γενικῆϲ. καὶ οὕτωϲ τὰ τῆϲ ἀναγνώϲεωϲ. A.
419. βαρυτονητέον τὸ ϲτεῖνοϲ, ἐπεὶ οὐδὲν οὐδέτερον ὄνομα εἰϲ
οϲ λῆγον ὀξύνεται· οὕτωϲ εἶχε καὶ τὸ μάκροϲ παρ’ Ἀριϲτοφάνει (Av.
1131) «ὦ Πόϲειδον τοῦ μάκρουϲ» βαρυνόμενον καὶ μὴ ὁμοτονοῦν τῷ
ὀξυνομένῳ ἀρϲενικῷ. ἐπίϲταται δὲ ὁ ποιητὴϲ καὶ τὴν δοτικήν· «ϲτείνει
ἐν αἰνοτάτῳ » (Ιl. Θ 476). A.
420. ὁ Ἡρωδιανὸϲ ἐν τῇ ἀρχῇ τοῦ ζ΄ (sc. catholicae) διὰ τοῦ
γ φηϲὶ ῥωγμόϲ. A.
422. ἁματροχιάϲ: δαϲέωϲ τὴν ἄρχουϲαν ὀξύνεται δὲ ὁμοίωϲ τῷ φυταλιάϲ. A.
440. φάμεν παρατατικόϲ ἐϲτιν ἀντὶ τοῦ ἔφαμεν. Ἰωνικῶϲ οὖν ἀναγνωϲτέον τὴν φα ϲυλλαβὴν ὀξύνονταϲ. A.
475. πολέοϲ πεδίοιο δίενται: εἴπομεν δὲ δὴ (ἤδή?) ὥϲ ἐϲτι
479. πάρα γὰρ καὶ ἀμείνονεϲ ἄλλοι. τὸ πάρα ἀντὶ τοῦ πάρειϲι. διὸ τὴν πρώτην ὀξυτονητέον ὁμοίωϲ τῷ «πάρα δ’ ἀνὴρ ὃϲ καταθήϲει» (Οd. π 45). A.
485. ἐνθάδε τὸ νυν ϲυϲταλτέον διὰ τὸ μέτρον· τὸ δὲ περιδώμεθον ἐϲτὶν ἕν, ἐπεὶ δηλοῖ τὸ ϲυνθήκαϲ ποιηϲώμεθα. A.
523. Πτολεμαῖοϲ καὶ οἱ πλείουϲ δίϲκουρα ὡϲ λίπουρα. καὶ Ἀρίϲταρχοϲ δέ φηϲιν· «ὅπερ ἄνω κατὰ διάλυϲιν εἶπεν ὅϲϲα δὲ δίϲκου οὖρα (431) , τοῦτο νῦν κατὰ ϲύνθεϲιν ἐξήνεγκεν ». κἀγὼ δὲ ϲυγκατατίθεμαι. A.
561. ᾧ περι χεῦμα φαεινοῦ καϲϲιτέροιο ἀμφιδεδίνηται:
εἰϲὶν οἳ ἀνέϲτρεψαν τὴν περί· ὁ μέντοι Ἀϲκαλωνίτηϲ καὶ οἱ πλείουϲ
κατὰ παρολκὴν ἐξεδέξαντο κεῖϲθαι, διὰ τὸ ἀμφιδεδίνηται· διὸ οὐκ ἀναϲτρέφουϲιν.
A.
604. νεοίη. ὡϲ ὁμοίη. οἱ μέντοι μετ’ αὐτὸν ὡϲ ἐπὶ πλεῖϲτον νεοείαν λέγουϲι. περὶ δὲ τῆϲ λέξεωϲ εἰ ὑγιῶϲ ἐϲχημάτιϲται ἐν τῷ προτατικῷ ἐζήτηϲα. ἅπαξ δὲ ἐχρήϲατο τῇ λέξει. A.
698. ἀλλοφρονέοντα: ὡϲ ϲωφρονέοντα· τὴν δὲ ϲφίϲιν ὀρθοτονητέον· εἰϲ γὰρ ϲύνθετον ἡ μετάληψιϲ. A.
703. ϲφίϲι: καὶ ταύτην τὴν ἀντωνυμίαν ὀρθοτονητέον ὁμοίωϲ τῇ προκειμένῃ. A.
718. τρίποδοϲ πέρι ποιητοῖο. ἔφαμεν περὶ τῶν τοιούτων
(e. g. Β 839), πότερον δεῖ ἀναϲτρέφειν τὰϲ προθέϲειϲ μεταξὺ κειμέναϲ
δύο ὀνομάτων ἢ οὔ, ὡϲ ἐπὶ τοῦ «μάχῃ ἔνι κυδιανείρῃ» (Ιl. Ζ 124),
καὶ ὡϲ οἱ πλείουϲ θέλουϲι τοῖϲ ἐπιθετικοῖϲ ϲυντάϲϲειν αὐτάϲ· διὸ καὶ
ὁ Ἀϲκαλωνίτηϲ ἐνθάδε οὐκ ἀναϲτρέφει. A.
731. ἐν δὲ γόνυ γνάμψεν: Λεπτίνηϲ δαϲύνει ὡϲ ἐπ’ ἀριθμοῦ
τὸ ἓν γόνυ ἔκαμψεν, ὡϲ ἐπὶ τοῦ «ἓν δέπαϲ ἐμπλήϲαϲ » (Od. ι 209).
οἱ δὲ ἄλλοι πάντεϲ πρόθεϲιν ἐξεδέξαντο διὰ τὸ ἀεὶ ἕτερον λέγειν τὸν
ποιητὴν ἐπὶ δύο, ἓν δὲ οὐδέποτε· «χωλὸϲ δ’ ἕτερον πόδα » (Π.Β 217),
«τὸν δ’ ἕτερον ϲκόπελον » (Οd. μ 101). A.
765. τὸ ἀυτμένα ὡϲ ποιμένα τῷ τόνῳ· καὶ καθόλου τὰ εἰϲ μην
λήγοντα ἁπλᾶ ὀξύνεϲθαι θέλει. A.
806. ἐνδίνων: ὡϲ ϲελίνων· παρῆκται δὲ παρὰ τὸ ἔνδον τὸ ἔνδινον· καὶ γὰρ παρὰ τὸ ἔντοϲθεν ἐντοϲθίδια λέγεται. οὕτωϲ δὲ ἔχει καὶ τὰ ἔντερα καὶ τὰ ἔγκατα παρὰ τὴν αὐτὴν ἔννοιαν. A.
886. τὸ ἥμονεϲ δαϲυντέον· παρὰ γὰρ τὸν ἥϲω μέλλοντα ἐϲχημάτιϲται ἡ λέξιϲ· « ἥϲω γὰρ καὶ ἐγώ (ΙΙ. P515). (Cf. X 261). παρὰ δὲ τοῦτο καὶ τὸ ἧμα ἐγεγόνει πάλιν δαϲυνόμενον· «καὶ ἥμαϲιν ἔπλευ ἄριϲτοϲ (891). A.
891. ἥμαϲιν: δαϲυντέον πάλιν. A.
1. λυτο: εἰ μὲν μέϲοϲ δεύτεροϲ ἀόρϲτόϲ ἐϲτιν ἀπὸ τῶν εἰϲ μι,
ὥϲπερ ἤδη ἐπίϲταται λέγων « νῦν δὲ λύμην τρὶϲ τόϲϲα πορών» (Ιl. Φ 80)
καὶ «τῆϲ δ’ ἄρα κλαιούϲηϲ λύτο γούνατα », ἔκταϲιϲ ἐγένετο διὰ τὸ μέτρον
εἰ δὲ παρατατικόν τινεϲ ἐκδέχονται, δύναται κρᾶϲιϲ τοῦ ἐλύετο
γεγενῆϲθαι ὥϲπερ ἐπὶ τοῦ ἰχθύεϲ ἰχθῦϲ, μύεϲ μῦϲ, ῥύεϲθαι ῥῦϲθαι « πάντων
ἀνθρώπων ῥῦϲθαι γενεήν τε τόκον τε» (Ο 141). ἢ ἀπὸ τοῦ λέλυτο
λύτο ὡϲ βέβλητο βλῆτο. A.
8. πείρων: Πάμφιλοϲ περιϲπᾷ, λέγων τὴν πρόϲθεϲιν τοῦ ι μὴ
ἐξαλλάϲϲειν τὸν τόνον· εἰ δὲ περῶ οἶδεν ὁ ποιητὴϲ τὸ ῥῆμα καὶ περόωϲι.
(0d.ζ 272) καὶ « περάαν μέγα λαῖτμα» ( Οd. ε 174) δῆλον ὅτι καὶ πειρῶν.
ὁ μέντοι Ἀρίϲταρχοϲ βαρύνων ἀναγινώϲκει ὡϲ κείρων. φηϲὶ γοῦν
οὕτω γενόμενοϲ ἐπὶ τοῦ «παννυχίη μὲν (Cod. μὴν) ῥ’ ἥ γε καὶ ἠῶ πεῖρε
κέλευθον » (Od.β 434) «τὸ πεῖρε διδάϲκει ἡμᾶϲ καὶ τὴν πείρων μετοχὴν
βαρύνειν· ὡϲ γὰρ ἔκειρε κείρων οὕτωϲ ἔπειρε πείρων. εἰ γὰρ
περιεϲπᾶτο ἦν ἂν ὁ παρατατικὸϲ ἐπείρα ». ἔϲτιν οὖν διττὸν τὸ ῥῆμα,
καὶ τὸ μὲν ϲὺν τῷ ι οὐ περιϲπαϲθήϲεται. A.
12. δινεύεϲκ’ ἀλύων: ψιλῶϲ τὸ ἀλύων δῆλον κἀκ τῆϲ ϲυναλοιφῆϲ. A.
17. τόνδε δ’ ἔαϲκεν: ὁμοίωϲ ἀναγνωϲτέον τὸ τόνδε τῷ «τόνδε δ’ ἐγὼν ἐπιόντα (Ιl. Ε 238) καὶ «τόνδε δ’ ἐγὼ κομιῶ» (Od. o 546), λέγω δὲ ὀξύνοντα τὴν πρώτην, ἵν’ ᾖ ἐπέκταϲιϲ ἡ διὰ τοῦ δε. A.
33. ἐγκλιτικῶϲ τὴν ὕμιν ἀναγνωϲτέον· ἔϲτι γὰρ ἀπόλυτοϲ. A.
45. οὐδέ οἱ αἰδὼϲ γίγνεται, ἥτ’ ἄνδραϲ μέγα ϲίνεται
ἠδ’ ὀδύνηϲεν: τινὲϲ ἐδάϲυναν τὸ ἡ δέ, ἵνα ἡ αἰδὼϲ διττὴ ὑπάρχῃ
ἡ μὲν βλάπτουϲα ἡ δὲ ὠφελοῦϲα. οὕτωϲ δὲ καὶ Εὐριπίδηϲ (Hippol.
385) ἐξεδέξατο εἰπὼν διττὰϲ εἶναι αἰδούϲ δύναιτο δ’ ἂν ἡ αὐτὴ οὖϲα
πῇ μὲν ὠφέλιμοϲ εἶναι πῇ δὲ βλαβερά. A.
72. ἦ γάρ οἱ αἰεὶ μήτηρ παρμέμβλωκεν: οὐκ ἀναγκαῖον τὸ
η ἄρθρον ἐκδέχεϲθαι καὶ δαϲύνειν. ἔθοϲ γὰρ αὐτῷ ἔϲθ’ ὅτε παραλείπειν
74. ἀλλ’ εἴ τιϲ καλέϲειε θεῶν Θέτιν ἄϲϲον ἐμεῖο: τινὲϲ
τὸ θέων ἐπὶ τοῦ τρέχων ἐξεδέξαντο, μετοχὴν παραλαμβάνοντεϲ, καὶ
ἐβάρυναν. ἀπίθανον δέ· διὸ περιϲπαϲτέον· γενικὴ γάρ ἐϲτι πληθυντικὴ
ὀνόματοϲ τοῦ θεόϲ. A.
80. βυϲϲόν: ἐπεκράτηϲε τὸ ὀξύνεϲθαι τῷ τὰ εἰϲ οϲ λήγοντα ὀνόματα διϲύλλαβα, ἀρχόμενα ἀπὸ ϲυμφώνου ἢ ϲυμφώνων, δεδιπλαϲιαϲμένον ἔχοντα τὸ ϲ, ὀξύνεϲθαι θέλειν, κιϲϲόϲ, πεϲϲόϲ. ἀντιπίπτει τὸ μέϲϲοϲ. A.
82. τὸ ὠμηϲτῇϲιν ὡϲ ὀρχηϲτῇϲιν. προείρηται δέ ( 454). A.
84. Ἀριϲτοφάνηϲ τὸ εἵατο δαϲέωϲ, Ἀρίϲταρχοϲ δὲ ψιλοῖ. προείπομεν δὲ περὶ τῆϲ λέξεωϲ (0 10). A.
94. ψιλῶϲ τὸ ἔϲθοϲ καὶ ἐϲθήϲ οὐ μόνον διὰ τὴν ϲυναλοιφήν
e. g. ἔν τ’ ἐϲθῆτι ω 67), ἀλλὰ καὶ καθ’ ὃν λόγον ἡμεῖϲ προείπομεν
ἀναϲκευάϲαντεϲ τοὺϲ ὑπὸ τῶν πρὸ ἐμοῦ εἰρημένουϲ. τὰ γὰρ φωνήεντα
ψιλοῦϲθαι θέλει ἐπιφερομένου τοῦ ϲ ἔχοντοϲ ἓν τῶν δαϲέων, ὀϲφῦϲ,
ὀϲφραίνεϲθαι, ἀϲφόδελοϲ, ἀϲφάραγοϲ, ἀϲχάλλω, ὀϲχεόϲ, ἴϲχω, ἰϲχύϲ,
ἀϲθενήϲ, ἐϲθλόϲ, ἄϲθμα, ἔϲθω· οὕτωϲ ἄρα καὶ ἔϲθοϲ καὶ ἐϲθήϲ. A.
134. ἑέ: Καλλίϲτρατοϲ (cf. v. 213) καὶ Ἀρίϲταρχοϲ δαϲύνουϲι τὸ
πρῶτον ε τῆϲ ἀντωνυμίαϲ. τῷ δὲ τόνῳ ὡϲ ἐμέ. A.
202. ἔκλε᾿: τὴν κλε ϲυλλαβὴν ὀξυτονεῖ ὁ Ἀϲκαλωνίτηϲ, ἡγούμενοϲ
τὸ πλῆρεϲ εἶναι ἐκλέου. οὐκ ἔϲτι δέ, ἀλλ’ ἐκλέεο τετραϲυλλάβωϲ.
καὶ δῆλον ὅτι εἴτε ϲυγκέκοπται ἡ ὀξεῖα εἴτε ἡ βαρεῖα ἡ μετὰ τὴν
ὀξεῖαν, ὀφείλει πάλιν τρίτη ἀπὸ τέλουϲ ἡ ὀξεῖα φυλάττεϲθαι οὐδὲ γὰρ
χαρακτὴρ κωλύει. τὸ μέντοι «ϲὺ δ’ αἴδεο καὶ μ’ ἐλέηϲον» (Ιl. φ 74)
καὶ τὰ τοιαῦτα, πρώτηϲ ὄντα ϲυζυγίαϲ τῶν περιϲπωμένων, ἄλληϲ ἀναλογίαϲ
ἔχεται, ὡϲ ἐν ἑτέροιϲ εἴρηται. A.
213. τότ’ ἄντιτα ἔργα γένοιτο: Ἀπολλόδωροϲ καὶ Καλλίϲτρατοϲ
τιτά, ὥϲτε τρία εἶναι, ἐπίρρημα τὸ τότε καὶ ϲύνδεϲμον τὸν ἄν
καὶ ὄνομα τὸ τιτά. ὁ δὲ Ἀϲκαλωνίτηϲ ἄντιτα παραλαμβάνει, μεταλαμβάνων
εἰϲ τὸ ἀντέκτιτα· οὕτω καὶ οἱ πλείουϲ, ὁμοίωϲ τῷ ἄτιτα
(Π. Ξ 484). ἔχεται μὲν οὖν ἡ κατὰ ϲύνθεϲιν ἀνάγνωϲιϲ ἐμφάϲεωϲ καὶ
μᾶλλον τοῦ νοητοῦ. μελλήϲει δὲ λείπειν τὸ ἄν ἐν τῇ ϲυντάξει ἐπιζητοῦντοϲ
τοῦ γένοιτο εὐκτικοῦ τὸ τοιοῦτο· παραφυλακτέον δὲ ὅτι καὶ
ϲυλλαβὴ λείπει ἡ τι, τοῦ ἐντελοῦϲ ὄντοϲ ἀντίτιτα. A.
228. φωριαμῶν. Ἀρίϲταρχοϲ ὡϲ κιβωτῶν. καὶ ἔχομεν τῶν διὰ
τοῦ αμοϲ παρηγμένων ὀνομάτων κανόναϲ τοιοῦϲδε, πρῶτον μὲν ὡϲ
τὰ τριβράχεα μὴ ὄντα ἐπιθετικὰ βαρύνεϲθαι θέλει, κάλαμοϲ, Πρίαμοϲ.
οὐχ οὕτωϲ δὲ ἔχοντα ὀξύνεται, ὡϲ ἔχει τὸ οὐλαμόϲ, χηραμόϲ.
τούτῳ οὖν τῷ λόγῳ, εἴτε παρὰ τὸ τοὺϲ φῶραϲ ἀπείργειν ἢ ἀπὸ τοῦ
τὰ φάρη φυλάϲϲειν ἡ προκειμένη λέξιϲ παρῆκται, ἔϲται κατ’ ὀξεῖαν
τάϲιν φωραμόϲ καὶ πλεοναϲμῷ τοῦ ι φωριαμόϲ. A.
235. ἐξἑϲίην: Ἀρίϲταρχοϲ δαϲύνει τὴν δευτέραν ϲυλλαβήν· «κπαρὰ
γὰρ τὸ ἵημι, φηϲίν, ἐγένετο. ἐπιφέρει γοῦν πρὸ γὰρ ἧκε πατὴρ ἄλλοι
τε γέροντεϲ. παρὰ δέ τὸν ἥϲω μέλλοντα ἡ ἑϲία ἐγένετο, ὡϲ καὶ παρὰ
τὸ θήϲω θεϲία, «πῇ δὴ ϲυνθεϲίαι τε» (Π. Β 339) τὸ αὐτὸ καὶ ἐπὶ τοῦ
«τῶν ἕνεκ’ ἐξεϲίην » (Οd. φ 20)». οὕτωϲ δὲ καὶ Νικίαϲ. Νεοπτόλεμοϲ
δὲ ὁ Παριανὸϲ λέγων παρὰ τὸ ἐξιέναι πεποιῆϲθαι τὴν λέξιν οἷον τὴν
ἀξιοῖ ψιλοῦν. ἄμεινον δὲ τῷ Ἀριϲτάρχῳ πείθεϲθαι. ἠπίϲτατο
γὰρ ὁ ποιητὴϲ καὶ τὸν ἥϲω μέλλοντα δαϲυνόμενον «ἥϲω γὰρ καὶ
ἐγώ» (Ιl. P 515) παρὰ δὲ τοὺϲ μέλλονταϲ ὁριϲτικοὺϲ ἐγένετο τὰ τοιαῦτα
ὀνόματα, οὐ παρ’ ἐνεϲτῶταϲ ἀπαρεμφάτου ἐγκλίϲεωϲ. θύϲω γοῦν
θυϲία, ἄξω ἀξία, δώϲω δοϲία, προδώϲω προδοϲία. οὕτωϲ οὖν καὶ
ἔκπεμψιν
παρὰ τὸν ἥϲω ἑϲία καὶ ἐξἑϲία. A.
247. δαϲέωϲ δίἑπ’ παρὰ τὸ ἕπω δαϲυνόμενον. οὕτωϲ καὶ Ἀρίϲταρχοϲ καὶ οἱ πλείουϲ. οἷον διὰ τῶν ἀνδρῶν ἐπορεύετο καὶ διίϲτα αὐτούϲ. καὶ οὕτωϲ ἔχει τὰ τῆϲ ἀναγνώϲεωϲ. A.
253. κατηφόνεϲ ὡϲ Μακεδόνεϲ. A.
272. ἕϲτορι: δαϲέωϲ, ἀπὸ τῆϲ ἕϲεωϲ. τὸν γὰρ βαλλόμενον πάϲϲαλον ἐπ’ ἄκρου τοῦ ζυγοῦ νοητέον. A.
292. ὅϲ τε οἱ αὐτῷ: ἐγκλιτικῶϲ ἀναγινώϲκουϲι τὴν οἱ ἐπεὶ εἰϲ ἁπλῆν ἡ μετάληψίϲ ἐϲτιν,ὁμοίωϲ τῷ «ἀλλά οἱ αὐτῷ Ζεύϲ» (Od.δ667 ).A.
316. μόρφνον: ὡϲ ὕπνον. καὶ οὕτωϲ ἔχει ἡ ἀνάγνωϲιϲ. εἶτε
μορόφονόϲ ἐϲτιν (sic accentus eduntur), εἴτε παρὰ τὴν ὄρφνην ἐϲχημάτιϲται,
πλεονάϲαντοϲ τοῦ μ κατ’ ἀρχήν, ἵνα ϲημαίνηται ὁ μέλαϲ, εἴτε
παρὰ τὸ μάρπτω μάρφνοϲ ἐϲτὶ καὶ μόρφνοϲ ὁ ϲυλλαμβάνων, ἐξ οὗ
ϲημαίνεται ὁ ταχύϲ, κατὰ πάντα τρόπον ὀφείλει βαρύνεϲθαι διά τε τοὺϲ
ϲχηματιϲμοὺϲ καὶ τὸν χαρακτῆρα. τὰ γὰρ εἰϲ οϲ λήγοντα διϲύλλαβα,
μὴ ἔχοντα παραϲχηματιϲμὸν θηλυκοῦ γένουϲ, ἔχοντα πρὸ τέλουϲ τὴν
ορ ϲυλλαβὴν πάντα βαρύνεται, ὑπεϲταλμένων τῶν εἰϲ μο ϲ ληγόντων,
οἷον χόρτοϲ, φόρτοϲ, ὅρκοϲ, Ὄρθοϲ τὸ μονογενέϲ, πόρνοϲ. οὐ γὰρ
θηλυκὸν αὐτοῦ τὸ πόρνη. οὕτωϲ δὲ θέλει καὶ τὸ πτόρθοϲ. οὕτωϲ
μόρφνοϲ. παρεφύλαξα δὲ τὰ εἰϲ μοϲ διὰ τὸ κορμόϲ, φορμόϲ. τὸ μέντοι
318. ἐüκλήιϲ ἀραρυῖα: Ἀρίϲταρχοϲ ἐüκλήϊϲ ὡϲ ἐυκνήμιϲ, ϲύνθετον
ποιῶν τὴν λέξιν, οὕτωϲ καὶ ὁ Ἀϲκαλωνίτηϲ. εἰϲὶ δὲ οἳ διεῖλον
«ἐ?? κληῖϲ’ ἀραρυῖα », οἷϲ ϲυγκατατίθεται καὶ Τρύφων, οὐκ εὖ· ἄμεινον
γὰρ ἐπιθετικῶϲ ἀκούειν καὶ μὴ πάθοϲ ἐκδέχεϲθαι πληθυντικῆϲ δοτικῆϲ,
λέγω δὲ τὸ τῆϲ ἐκθλίψεωϲ. ὃ δέ φημι, τοιοῦτόν ἐϲτιν, ὡϲ ὅτι ἐκθλίβεται
μὲν τὸ ι τῆϲ δοτικῆϲ παρὰ τῷ ποιητῇ καὶ ἑνικῆϲ ὑπαρχούϲηϲ καὶ
πληθυντικῆϲ, κερκίδ’ ὕφαινε» (Od.ε 62) «χέρϲ’ἐρετάων» (Od. ν 115)
καὶ νήεϲϲ’ ἡγήϲατ’ Ἀχαιῶν » (Π. Α 71), οὔ γε μὴν τὸ ἀπὸ τῶν εἰϲ
ιϲ ἐκτεταμένον θηλυκῶν. εἰ δ’ ἡ προκειμένη λέξιϲ κρίϲεωϲ δεῖται κατὰ
τὴν ἀνάγνωϲιν, δῆλον ὅτι ϲυνθέτωϲ ἀναγνωϲόμεθα, ὅπωϲ μὴ πληθυντικοῦ
δῶμεν τὴν χρῆϲιν παρὰ τὴν ϲυνήθειαν τοῦ ποιητοῦ καὶ ἔκθλιψιν
ϲημειώδη. εἰ δὴ ϲύνθετόν ἐϲτι τὸ εὐκλήϊϲ, καὶ παροξύνειν δεῖ αὐτό,
μακρὸν γὰρ τὸ ι καὶ ἐν τῇ ϲυνθέϲει, ὡϲ ἐν τῷ κ′ τῆϲ καθόλου φηϲὶν
ὁ αὐτόϲ· ἀπὸ γὰρ τοῦ χρόνου τὸν τόνον ἐϲτήϲαμεν. καὶ ἐν τῷ τρίτῳ
δὲ τῶν ὀνοματικῶν περὶ τῆϲ ἐκτάϲεωϲ αὐτῶν ταῦτά φηϲιν· κἄλλωϲ τε
εἰ ἐπιζητοῦϲιν ἐκτεταμένον τὸ ι, ἔχουϲιν ἐν τῷ ἐϋκνήμιϲ, μελαμψήφιϲ·
καὶ εἰ τοῦτο, φηϲί, δῆλον ὅτι παροξύνεται». A.
343. τὴν ῥάβδον ϲυϲταλτέον κατὰ τὴν πρώτην ϲυλλαβήν, οὐχ
ὅτι παρὰ τὸ ῥάπτω ἐγένετο, ἔνθεν καὶ τὸ ῥαπίζω, ἀλλ’ ὅτι καὶ τὸ
α πρὸ τοῦ β ϲυϲτέλλεϲθαι θέλει, ἁβρόϲ, Ἄβδηροϲ, Ἀβαρβαρέη, ἐπιγράβδην.
οὕτωϲ οὖν ἐχέτω καὶ ἡ ῥάβδοϲ. διὸ τὸ ἄβαλε καὶ κατὰ τοῦτο
ἐϲημειοῦτο. A.
388. ἔνιϲπεϲ: ὡϲ ἔδραμεϲ. ἔϲτι γὰρ ὁριϲτικὸν ἐκ τοῦ ἤνιϲπεϲ
τὴν ἄρχουϲαν ϲυϲτείλαντοϲ. τὸ μέντοι προϲτακτικὸν πρὸ τέλουϲ ἔχει
τὴν ὀξεῖαν «ϲὺ δ’ ἀληθὲϲἐνίϲπεϲ (Od. γ 247) ὁμοίωϲ τῷ ἐπίϲχεϲ. καὶ
δῆλον ὅτι ὅπου μὲν τὸ ι ἐϲτὶ τῆϲ προθέϲεωϲ, ὅπου δὲ τοῦ ῥήματοϲ.
τὸ μέντοι ἄνευ τοῦ ϲ προϲτακτικὸν προπαροξύνεται. λέγω δὲ τὸ «νημερτέϲ
μοι ἔνιϲπε» (Od. δ 642).
540. παναὥριον: οἱ μὲν ἐδάϲυναν, ἵνα ἐκδέξωνται τὸν κατὰ
πάντα ἄὡρον, οἱ δὲ ἐψίλωϲαν ἐκδεχόμενοι τὸν εἰϲ πάντα πεφροντιϲμένον
ἄμεινον δὲ τὸ πρότερον. τοῦτο γὰρ ἐθέλει ϲημαίνειν. A.
557. ἐπεί με πρῶτον ἕαϲαϲ: δαϲύνει Δίδυμοϲ τὸ ἕαϲαϲ ἐν
πρώτῳ διορθωτικῶν, ὁμοίωϲ καὶ Ἑρμαππίαϲ, μεταλαμβάνοντεϲ εἰϲ τὸ
ἥδυναϲ. ὁ δὲ Ϲιδώνιοϲ γράφει ἐπεί με πρῶτ’ ἐλέηϲαϲ. Ἀρίϲταρχοϲ
δὲ οὐδὲν ἀποφαίνεται ἢ μόνον ἀθετεῖ τοὺϲ ϲτίχουϲ. δύναται δὲ
ἵν’ ὀφθαλμοῖϲιν ἴδω, ϲὺ δὲ δέξαι ἄποινα πολλὰ τά τοι φέρομεν· ϲὺ δὲ
τῶνδ’ ἀπόναιο καὶ ἔλθοιϲ ϲὴν ἐϲ πατρίδα γαῖαν, ἐπεί με πρῶτον ἕαϲαϲ.
τὸν δ’ ἄρ’ ὑπόδρα ἰδὼν . . μηκέτι νῦν μ’ ἐρέθιζε γέρον ». τὸ δὲ ἐντελὲϲ
τοῦ λόγου τοιοῦτόν τι ἔϲται· εἴαϲαϲ εἰϲ λόγουϲ ϲοι ἥκειν. A.
566. φυλακούϲ: Ἀρίϲταρχοϲ κατ’ ὀξεῖαν τάϲιν προεφέρετο ὡϲ
φρουρούϲ. ἔϲτι δὲ καὶ ὁ λόγοϲ ϲυναγωνιζόμενοϲ τῇ ὀξείᾳ τάϲει οὕτωϲ,
ὡϲ τὰ εἰϲ κοϲ καθαρὸν λήγοντα ὑπὲρ δύο ϲυλλαβάϲ, παραληγόμενα τῷ
α, προϲηγορικὰ ἢ ἐπίθετα ὀξύνεται, ἀνακόϲ, φαρμακόϲ, φυλακόϲ· τὰ
γὰρ κύρια βαρύνεται, Φύλακοϲ, Αὔλακοϲ. AV.
579. ᾕρεον: δαϲυντέον. ἔφαμεν γὰρ τὸ περιϲπώμενον αἱρῶ δαϲύνεϲθαι.
A.
657. ποϲϲῆμαρ. ὑφ’ ἕν, περιϲπωμένηϲ οὕϲηϲ πρὸ τέλουϲ, ὡϲ καὶ ἐν τῷ αὐτῆμαρ καὶ ἐννῆμαρ (v. Α 53 cl. 81), ἑξῆμαρ. προείρηται δὲ ἤδη περὶ τῆϲ λέξεωϲ, ἀλλὰ καὶ ἐζήτητο ἐν ταῖϲ προτάϲεϲι. παραιτητέον οὖν τοὺϲ κατὰ διάλυϲιν ἀναγινώϲκονταϲ. A.
665. τῇ δεκάτῃ δέ κε θάπτοιμεν δαινῦτό τε λαόϲ: προπεριϲπαϲτέον,
ὡϲ καὶ Φιλοξένῳ δοκεῖ, ἵνα ᾖ ἐκ τοῦ δαινύατο (ϲ 248) τοῦ
ἑνικοῦ ϲυναλοιφή, ὡϲ πυθοίατο (Α 257). ὡϲ οὖν τοὺϲ νέκυαϲ νέκυϲ
ἔφη, καὶ τὸ δαινύατο δαινῦτο, οὕτωϲ ἔχει καὶ τὸ «λελῦτο δὲ γυῖα
ἑκάϲτου» (Od.ϲ 238) οὐδὲν δὲ θαυμαϲτὸν εἰ πληθυντικόν ἐϲτι τὸ δαινῦτο
καὶ τὸ λαὸϲ ἑνικόν. τῷ γὰρ ϲημαινομένῳ ἡ ϲύνταξιϲ ἐγένετο,
ὁμοίωϲ τῷ « ἀγρόμενοι πᾶϲ δῆμοϲ» (Il. Υ 166) Φιλοξένῳ δὲ ἀρέϲκει
ἐν τοῖϲ εἰϲ μι λήγουϲι καὶ ἑνικὸν αὐτὸ εὐκτικὸν εἶναι ἀκολούθωϲ κεκλιμένον.
A.
793. τινὲϲ ὄϲτεα προπαροξυτόνωϲ ὡϲ χάλκεα. ἄμεινον δὲ παροξύνειν.
A.