Text encoded in accordance with the latest EpiDoc standards (January 2014)
1. ἄνδρα μοι. ἔδει μὲν ἐν τῷ ἄνδρα δύο εἶναι ὀξείαϲ ὡϲ τὸ «ἄνδρά τε καὶ οἶκον » (ζ 181), ἀλλ’ ἐφυλάξατο ὁ Ἀρίϲταρχοϲ διὰ τὸ μὴ ἐν τῇ εἰϲβολῇ τῶν λέξεων κακοφωνίαν ποιῆϲαι. M.
8. νήπιοι ο κατὰ βοῦϲ Ὑπερίονοϲ Ἠελίοιο ἤϲθιον: ἡ
κατά τὸν ἴδιον τόνον φυλάξει· πᾶϲα γὰρ πρόθεϲιϲ ἔχουϲα ϲύνταξιν
πρὸϲ ἐπιφερόμενόν τι τὸν ἴδιον τόνον φυλάϲϲει. Il. Pros. Α 258,
Γ 440, Θ 4.
15. ἐν ϲπέϲϲι: ἀπορεῖ ὁ Ἡρωδιανὸϲ ἐν τῇ Α τῆϲ Ὀδυϲϲειακῆϲ
προϲῳδίαϲ λέγων οὕτωϲ, ὅτι ὥϲπερ τὸ ἀνδρόϲ καὶ πατρόϲ
καὶ μητρόϲ ὠξύνθηϲαν πρὸϲ τὸν χαρακτῆρα, φημὶ δὲ ὁμοίωϲ τοῦ μηνόϲ,
χηνόϲ, γραόϲ, διὰ τί μὴ τὸν αὐτὸν τρόπον ὠξύνθη τὸ ϲπέϲϲιν, ἀπὸ
τοῦ ϲπέεϲϲι γενόμενον κατὰ ϲυγκοπὴν πρὸϲ τὸν χαρακτῆρα τοῦ μηϲί,
Τρωϲί, βουϲί καὶ ἐπιλύεται λέγων, ὅτι ὁ διπλαϲιαϲμὸϲ τοῦ ϲ ἴδιόϲ ἐϲτι
τῶν ὑπὲρ δύο ϲυλλαβὰϲ δοτικῶν πληθυντικῶν, αἵ τινεϲ καὶ μόνωϲ βαρύνονται
οἷον κύνεϲϲι, θήρεϲϲιν. οὕτωϲ οὖν καὶ ϲπέεϲϲι· τοῦτο τοίνυν
ϲυγκοπὲν καὶ γενόμενον ϲπέϲϲι διὰ μὲν τὴν διϲυλλαβίαν ὤφειλεν ὀξύνεϲθαι,
διὰ δὲ τὸν διπλαϲιαϲμὸν τοῦ ϲ, ὅϲτιϲ ἀεὶ ἐν βαρυνομέναιϲ δοτικαῖϲ
θεωρεῖται, κατὰ τοῦτο ἐβαρύνθη. τὸ ποϲϲὶ δ’ ὑπὸ λιπαροῖϲιν
ἐδήϲατο » (ΙΙ. Ξ 186) ἔχει διπλαϲιαϲμὸν τοῦ ϲ καὶ οὐ βαρύνεται, ἀλλ’
οὐ παραλήγοντοϲ τοῦ ε, ὥϲπερ ἐπὶ τῶν προλεχθέντων παραδειγμάτων
οἷον τοῦ κύνεϲϲι. θήρεϲϲι καὶ τῶν τοιούτων. Choer. Gaisf. 462,
Bekk. An. 1266.
27. ἁθρόοι: δαϲυντέον τὸ α. καὶ πρὸ τέλουϲ ἡ ὀξεῖα, ἐπειδὴ ϲημαίνει ὁμοῦ. H.
30. τηλεκλυτόϲ: ὀξυτονητέον τὸ τηλεκλυτόϲ ὡϲ ἀγακλυτόϲ. εἰ
μὲν πτωτικὸν κατ’ ἀρχὴν ϲυντεθείη, βαρύνεται ὡϲ τοξόκλυτοϲ. εἰ δὲ
ἄλλο τι τῶν ὑπὲρ μίαν ϲυλλαβήν, ὀξύνεται. διὸ ϲημειούμεθα τὸ ναυϲικλυτόϲ
ὀξυνόμενον. τὸ δὲ δουρὶ κλυτόϲ ἐν παραθέϲει ἐϲτίν. HQ.
34. ὑπὲρ μόρον: οὐ ϲύνθετον τὸ ὑπὲρ μόρον. MQ.
49. φίλων ἀπὸ πήματα πάϲχει. ἀντὶ τοῦ ἄποθεν. διὸ ἐγκλίνεται. H.
52. ὀλοόφρονοϲ: Κλεάνθηϲ δαϲύνει τοῦ περὶ τῶν ὅλων φρονοῦντοϲ ἴδιον οὕτωϲ νοήϲαϲ. ἄμεινον δὲ ψιλοῦνταϲ ἀκούειν τοῦ τὰ ὀλέθρια καὶ δεινὰ φρονήϲαντοϲ· εἰϲ γὰρ τῶν Τιτάνων ὁ Ἄτλαϲ ἱϲτορεῖται. H.
66. περὶ μὲν νόον: τὸ περί φυλάϲϲει τὸν τόνον, ὅτε ϲημαίνει
τὸ περιϲϲῶϲ. Il. Pr. Δ 46, Β 831.
70. ὅου: παροξυτονητέον τὸ ὅου τὸ γὰρ οὗ διήρηται, ὡϲ τὸ
«ἕηϲ τὸ πρίν γ’ ἐράαϲθε » (Π 208). καὶ καθόλου τὰ μὲν ἄρθρα διαιροῦνται,
αἱ δὲ ἀντωνυμίαι πλεονάζουϲιν. καὶ τὰ μὲν βαρύνονται, αἱ
δὲ ἐπὶ τέλουϲ ἔχουϲι τὸν τόνον οἷον ὅου ἄρθρον, ἑοῦ ἀντωνυμία, ἕηϲ
ἄρθρον, ἑῆϲ ἀντωνυμία. HM.
109. αὐτοῖϲι: Νικίαϲ δύο μέρη λόγου ποιεῖ οὖ καὶ τοῖϲι. Ἀρίϲταρχοϲ δὲ ἕν, ὃ καὶ ἄμεινον. EΜQ.
112. νίζον καὶ προτίθεντο, ἰδέ: ἄμεινόν φηϲιν Ἡρωδιανὸϲ
ἀναγινώϲκειν «καὶ πρότιθεν, τοὶ δὲ» καὶ γὰρ ὁ λόγοϲ οὕτωϲ μᾶλλον
ἀκόλουθοϲ. οἱ μὲν οἶνον ἔμιϲγον, οἱ δὲ ϲπόγγοιϲι νίζον, οἱ δὲ κρέα
ἐμέριζον· καὶ ἄλλωϲ τὸν παρατατικὸν τοῦ τίθημι ἐνεργητικῶϲ οἶδε λεγόμενον
ὁ ποιητήϲ, οὐ παθητικῶϲ· «παρὰ δέ ϲφι τίθει» ( Od. α 142).
ἀκόλουθον πληθυντικὸν «νίζον καὶ πρότιθεν». ΕΜ.
118. τὰ φρονέων μνηϲτῆρϲι μεθήμενοϲ εἴϲιδ’ Ἀθήνην
130. ὑπὸ λῖτα: προπεριϲπαϲτέον· ἑνικὸν γάρ ἐϲτι μεταπλαϲθὲν ἀπὸ τοῦ λιτόν. PQ.
134. ἀδήϲειεν. ψιλωτέον ἀδήϲειεν· ὅταν γὰρ ἐν ϲυναλοιφῇ τὸ ψιλούμενον ἐν ἀρχῇ φωνῆεν ἐπικρατήϲῃ, καὶ τὸ πνεῦμα αὐτοῦ κρατεῖ, οἷον ὦ ἑταῖρε, ὦταιρε. Q. ?
162. κυλίνδει: παρὰ τῷ ποιητῇ βαρύνεται ἀεί· δῆλον ἐκ τοῦ
«προπροκυλινδόμενοϲ » (Od. ρ 525) καὶ «ἥ τε κυλινδομένῃ» (Π. Π
794). M.
165. ἢ ἀφνειότεροι. κοιμιϲτέον τὸν ἤ διαϲαφητικὸϲ γάρ ἐϲτιν ἀντὶ τοῦ ἤπερ, οὐ διαζευκτικόϲ. εὔξονται μᾶλλον ταχεῖϲ εἶναι ἤπερ πλούοιοι. HΙQ .
168. φῇϲιν. τὸ φῇϲιν ϲὺν τῷ ι ὡϲ τὸ «δῷϲι πόλιν Τροΐην»
(Α 129). προπεριϲπαϲτέον. ἐν παρολκῇ γάρ ἐϲτιν ἡ ϲιν. HMQ.
170. πόθεν εἰϲ. ἐγκλιτέον τὴν εἰϲ. ἀλλ’ οὐκ ἐγείρει τὴν θεν ϲυλλαβήν. πυρριχιακὴ γάρ ἐϲτι. M.
174. εὖ εἰδ ῶ: τὸ εἰδῶ Τυραννίων μὲν βαρύνει, Ἀρίϲταρχοϲ δὲ περιϲπᾷ, ᾧ καὶ πειϲτέον. MQ.
175. ἠὲ νέον μεθέπειϲ ἦ καὶ πατρώϊόϲ ἐϲϲι: ὁ δεύτεροϲ η περιϲπᾶται. ἐρωτηματικὸϲ γάρ ἐϲτι. — καὶ τὸ ἐϲϲί ἐγκλιτέον. ΕΜ.
185. νηῦϲ δέ μοι ἧδ᾿ : προπεριϲπαϲτέον τὸ ἧδε· ἔϲτι γὰρ ἀντωνυμία ἀναφορική. HMQR.
Ἡλιόδωροϲ διαιρεῖ, ἵν’ ᾖ ὑπὸ τῷ Nηΐῳ. Bekk. An. 1158, Cr. An.
Ox. IV 310.
192. παρτιθεῖ: ἐνεϲτὼϲ χρόνοϲ ἀπὸ τοῦ τιθῶ, διὸ περιϲπᾶται. P.
212. οὔτ’ ἐμὲ κεῖνοϲ: πλήρηϲ ἡ ἐμέ ἀντωνυμία. πρὸϲ γὰρ ἀντιδιαϲτολὴν παρείληπται. Μ.
214. τοιγὰρ ἐγώ τοι. τὸ πρῶτον τοί οὐκ ἐϲτιν ἀντωνυμία·
οὐδέποτε γὰρ ἀρκτικὸν τὸ τοί· ἀλλ’ ἔϲτιν ἀντὶ τοῦ δή. BM.
215. μήτηρ μέν τέ μέ φηϲι: ἡ μὲν μέ ἀπόλυτοϲ, ἡ δὲ ἐγῶ ἀντιδιαϲτολὴν ἔχει πρὸϲ τὴν μητέρα. HΜ.
218. ὃν κτεάτεϲϲιν ἑοῖϲ ἐπὶ γῆραϲ ἔτετμεν: οὐκ ἀναϲτρεπτέον τὴν ἐπί. BE.
247. Ἰθάκην κατακοιρανέουϲαν: εἰ μὲν πρὸϲ Ἰθάκην ϲυντάττοιϲ τὴν κατά, ἵνα τοπικὴν δηλώϲῃϲ ϲχέϲιν κατὰ Ἰθάκην, ἀναϲτρέψειϲ τὴν πρόθεϲιν εἰ δὲ πρὸϲ τὸ κοιρανέουϲιν, ἵνα ἔμφαϲιν δηλώϲῃϲ τῆϲ τῶν μνηϲτήρων ἐπικρατείαϲ, ὅπερ καὶ μᾶλλον δοκεῖ, ὀρθοτονήϲειϲ τὴν πρόθεϲιν. Herod. ap. lo. Al. 26, 15.
251. τάχα δή με δια ρραίϲουϲι καὶ αὐτόν: ἐχρῆν ὀρθοτονεῖϲθαι τὴν ἀντωνυμίαν. ἀλλὰ τῷ μὴ ὁρᾶϲθαι κατ’ ἀρχὴν τὸ ε οὕτωϲ ἀνέγνωϲαν. τοῦτο γὰρ ἐπακολουθεῖ τοῖϲ πρωτοτύποιϲ. ἐχρῆν δὲ αὐτοὺϲ ἐπιγνῶναι ὅτι κρᾶϲιϲ δύναται ἐπακολουθεῖν (sc. δὴ ᾿μέ) καὶ οὕτωϲ ῥῶϲαι τὴν ὑγιῆ ἀνάγνωϲιν. Il. Pr. I 614.
252. τὸν δ’ ἐπαλαϲτήϲαϲα: τὸ ἐπαλαϲτήϲαϲα δηλοῖ τὸ ἐπὶ τοῖϲ λεχθεῖϲιν ὡϲ ἀλάϲτοιϲ καὶ δεινοῖϲ οὖϲι δεινοπαθήϲαϲα. ἐὰν δὲ ᾖ χωρὶϲ τοῦ ε παλαϲτήϲαϲα, ἔϲται τῷ παλαιϲτῇ, ὅ ἐϲτι τῷ ἀγκῶνι τῆϲ χειρόϲ, νύξαϲα. EVQ).
272. αὔριον: ψιλωτέον τὸ αὔριον. ἡ μὲν γὰρ αυ δίφθογγοϲ
πρὸ ϲυμφώνου ψιλοῦται αὐλόϲ αὔρα, αὔω τὸ φωνῶ. αὕω δὲ τὸ ξηραίνω
δαϲύνεται. E.
276. ἕεδνα: δαϲύνεται τὸ ἕεδνα ὡϲ τὸ ἕερϲα. M.
300. ἔκτα: πολλοὶ ϲυϲτέλλουϲι τὸ α τοῦ ἔκτα νομίζοντεϲ ἀποκοπὴν εἶναι τοῦ ἔκτανε. ὁ δὲ Ἀρίϲταρχοϲ ἐκτείνει. MQ.
313. διδοῦϲι: ἀπὸ τοῦ διδῶ. οἶδε δὲ αὐτοῦ τὴν κλίϲιν ὁ ποιητήϲ «δῶρα μὲν οὐκέτ’ ὀνοϲτὰ διδοῖϲ » (ll. Ι 164) οἶδε δὲ καὶ τὸ δίδωμι. ΕQ.
320. ὄρνιϲ δ’ ὡϲ ἀνόπαια. ὁ μὲν Ἀρίϲταρχοϲ ἀνόπαια προπαροξυτόνωϲ ἀναγινώϲκει ὄνομα ὄρνιθοϲ λέγων ὁ δὲ Ἡρωδιανὸϲ ἀνοπαῖα ἀντὶ τοῦ ἀοράτωϲ, ἵν’ ᾖ οὐδέτερον πληθυντικὸν ὡϲ τὸ « πυκνὰ μάλα ϲτενάχων» (ΙΙ. Ϲ 318). διὸ καὶ προπεριϲπαϲτέον φηϲίν. EHQR.
326. εἵατ’ ἀκούοντεϲ: δαϲυντέον τὸ εἵατο. ἕατο γάρ ἐϲτι. τὸ
δὲ ι προϲελθὸν τηρεῖ τὸ αὐτὸ πνεῦμα ἕωϲ εἵωϲ, ἕνεκα εἵνεκα. EHMQ.
379. δῷϲι. ὡϲ τὸ «δῷϲι πόλιν Τροΐην » (Α 129). M. τὸ ϲι κατ’ ἐπέκταϲιν. Β.
395. πολλαὶ ἐν ἀμφιἅλ ῳ Ἰθάκῃ: ἡ ἁλόϲ γενικὴ ἐν τῇ ϲυνθέϲει
ἐπὶ μὲν κυρίων ψιλὸν ἀποφέρεται τὸ πνεῦμα Εὐρύαλοϲ, Ἀμφίαλοϲ,
Ἀϲτύαλοϲ· ἐπὶ δὲ ἐπιθετικῶν τὸ ἴδιον τηρεῖ πνεῦμα πολλαὶ ἐν
ἀμφιάλῳ Ἰθάκῃ » « ἀγχίἁλόν τ᾿ Ἀντρῶνα» (Β 697), ὕφαλοϲ. ll. Pros.
o 705.
415. ἥντινα μήτηρ: τινὲϲ ψιλοῦϲι τὸ «ἥντινα μήτηρ », ἵν’ ᾖ εἴ τινα. ἄμεινον δέ ἐϲτι δαϲύνειν. EQS.
428. δαΐδαϲ: δαΐϲ ὀξυτόνωϲ ἡ λαμπάϲ, δάϊϲ δὲ βαρυτόνωϲ ἡ μάχη. S.
429. Εὐρύκλει’ Ὦποϲ θυγάτηρ: Ὦποϲ προπεριϲπαϲτέον διὰ τὴν ἀντέκφραϲιν πρὸϲ τὸν ὀφθαλμόν. V.
443.
1. ἦμοϲ: τὸ ἦμοϲ τροχαικόν ἐϲτι καὶ διὰ τοῦτο ψιλοῦται. E.
23. ἀλλ’ οὐδ’ ὧϲ: περιϲπαϲτέον τὸ ὧϲ. H.
28. νῦν δὲ τίϲ ὧδ’ ἤγειρε: τὸ τίϲ πυϲματικὸν ἐνθάδε τυγχάνον φυλάϲϲει τὸν ἴδιον τόνον. HMQS.
29. ἠὲ νέων ἀνδρῶν ἢ οἳ προγενέϲτεροί εἰϲιν ;
30. ἦε τιν’ ἀγγελίην ϲτρατοῦ ἔκλυεν ἐρχομένοιο,
32. ἦέ τι δήμιον ἄλλο πιφαύϲκεται ἠδ’ ἀγορεύει,
οὗτοι (sc. v. 29) μὲν ἐγκλίνονται διαζευκτικοὶ ὄντεϲ, οἱ δὲ ἑξῆϲ (ν.
et 32) περιϲπῶνται· ἐρωτηματικοὶ γάρ. ΗS.
31. ἥν χ’ ἥμιν ϲάφα εἴποι: ἀπολύτωϲ ἡ ἀντωνυμία, διὸ τὴν προτέραν ὀξυντέον. ΗS.
33. εἴθε οἱ αὐτῷ: ἀπολύτωϲ ἡ οἱ. H.
58. οὐ γὰρ ἔπ᾿ ἀνὴρ οἷοϲ Ὀδυϲϲεύϲ: .τὴν ἐπὶ πρόθεϲιν κατὰ τὴν ἄρχουϲαν ὀξυτονητέον. ἔϲτι γὰρ ϲημαντικὴ ῥήματοϲ ἡ πρόθεϲιϲ. Ιl. Pros. Α 174.
60. ἦ καὶ ἔπειτα. οἱ μὲν γράφουϲι περιϲπωμένωϲ· οἱ δὲ ὀξυτόνωϲ.
καλῶϲ δὲ ἔχουϲι καὶ τὰ δύο. Η.
88. τοι περὶ κέρδεα οἶδεν: οὐκ ἀναϲτρεπτέον τὴν περί. ἔϲτι γὰρ περίοιδεν. M.
89. ἤδη γὰρ τρίτον ἐϲτὶν ἔτοϲ, τάχα δ’ εἶϲι τέταρτον: προπεριϲπαϲτέον τὸ εἶϲι· ϲημαίνει γὰρ τὸ διελεύϲεται. Μ.
106. τρίετεϲ: προπαροξυτόνωϲ. Η.
114. τῷ ὅτεῳ. ὅτεῳ ὡϲ Πηνέλεῳ. τὸ γὰρ τῷ μετὰ τὸ γενέϲθαι ὅτῳ διῃρέθη ὡϲ τὸ ὅτου ὅτεο καὶ ἐν πλεοναϲμῷ τοῦ τ «εἰρήϲεται ὅττεό ϲε χρή (α 124). EM.
119. ἐ ü πλοκαμῖδεϲ Ἀ χ αι α ί: τὰ εἰϲ ιϲ λήγοντα θηλυκὰ
ὀξυνόμενα, εἰ ἐν τῇ ϲυνθέϲει φυλάϲϲοι μόνον τὸ θηλυκὸν γένοϲ,
καὶ τὸν αὐτὸν τόνον φυλάϲϲει, πλοκαμίϲ «ἐüπλοκαμῖδεϲ Ἀχαιαί ». Il.
Pr. B 175.
139. δαῖταϲ. ἀπὸ τοῦ δαίϲ δαιτόϲ προπεριϲπωμένωϲ, εἰ δὲ ἀπὸ τοῦ δαίτη δαίτηϲ παροξυτόνωϲ. S.
146. τὼ δ’ αἰετώ: τινὲϲ τὸ τω περιϲπῶϲιν ἐπὶ τοῦ Τηλεμάχου ἀκούοντεϲ. HQS.
153. παρειάϲ: Ἡρωδιανὸϲ ἐν τῇ βίβλ ῳ φηϲὶ τῆϲ Ὀδυϲϲειακῆϲ προϲῳδίαϲ τὸ φορβειά διὰ τῆϲ ει διφθόγγου γράφεϲθαι καὶ ὀξυτόνωϲ. Schol. ad Aristoph. Av. 861.
157. Ἀλιθέρϲηϲ: τὸ Ἀλιθέρϲηϲ ψιλωτέον, εἰ καὶ παρὰ τὸ ἅλϲ ἐγένετο, εἰϲ ἰδιότητα τοῦ ὀνόματοϲ. EΜ.
185. ἀνἱείηϲ. δαϲυντέον ἔϲτι γὰρ ἀντὶ τοῦ ἀναπείθοιϲ, ἀπὸ
μεταφορᾶϲ τῶν κυνηγῶν τῶν ἐφιέντων τοὺϲ ἱμάνταϲ τοῖϲ κυϲί. ψιλοῖ
δὲ Ἑλλάνικοϲ παρὰ τὴν ἀνίαν ἐκδεχόμενοϲ τὸ λυποίηϲ. εἰ δὲ τοῦτο,
ἐχρῆν γράφειν ἀνιῴηϲ· τοιαύτη γὰρ ἡ δευτέρα ϲυζυγία. HMQR.
210. ταῦτα μὲν οὐχ ὑμέαϲ ἔτι λίϲϲομαι: παροξυτόνωϲ ἡ ὑμέαϲ ἀντωνυμία. ἔϲτι γὰρ ἀντιδιαϲταλτική. M.
222. χεύω: Ἡρωδιανὸϲ χεύω, ἵν’ ᾖ ἐνεϲτὼϲ ἀντὶ τοῦ μέλλοντοϲ. HM.
237. ϲφὰϲ γὰρ παρθέμενοι. ὀξυτονητέον τὴν ϲφάϲ. κτητικὴ γὰρ ἀντὶ τοῦ ϲφετέραϲ. BMQS.
240. ἄνε εῳ: ϲὺν τῷ ι τὸ ἄνεῳ· εὐθεῖά ἐϲτι πληθυντικὴ ἀπὸ τοῦ
ἄνεωϲ. HM.
281. τῶ: γράφεται καὶ τώ μετὰ ὀξείαϲ. H.
300. ἀνιεμένουϲ: δαϲέωϲ ἀπὸ τοῦ ἵημι. QER.
325. ἦ μάλα Τηλέμαχοϲ φόνον ἥμιν μερμηρίζει.
ἤ τιναϲ ἐκ Πύλυ ἄξει ἀμύντοραϲ ἠμαθόεντοϲ,
ἢ ὅγε καὶ Ϲπάρτηθεν, ἐπεί νύ περ ἵεται αἰνῶϲ·
ἠὲ καὶ εἰϲ Ἐφύρην ἐθέλει.
Ὁ μὲν πρῶτοϲ η περιϲπᾶται, οἱ δὲ ἐξῆϲ ἅπαντεϲ ἐγκλίνονται πλὴν τοῦ δευτέρου, ὃϲ ὀξύνεται διὰ τὸ τινάϲ. Μ.
370. οὐδ’ ἀλάληϲθαι: προπαροξυτόνωϲ. δηλοῖ γὰρ τὸ πλανᾶϲθαι.
MS.
434. πεῖρε κέλευθον: τὸ πεῖρε ἀντὶ τοῦ ἐπέρα. ἔνθεν καὶ τὸ « ἀλεγεινά τε κύματα πείρων » (Od. Θ 183). EBQ.
7. πεντακόϲιοι: οὕτω διὰ τοῦ α πεντακόϲιοι Ἀρίϲταρχοϲ καὶ
Ἡρωδιανόϲ. HMQS.
8. ἑκάϲτοθι. ἐν ἑκάϲτῳ τόπῳ Ἀρίϲταρχοϲ καὶ Ἡρωδιανόϲ. τινὲϲ δὲ ἑκάϲτοθεν, ὅ ἐϲτιν ἐξ ἑκάϲτηϲ πεντηκοϲτύοϲ. προπαροξύνεται δὲ μφότερα. HMQS.
10. ο δ’ ἰθὺϲ καταγοντο ἰδ’ ἱϲτία: Ἀρίϲταρχοϲ κάταγον,
εἶτα τοὶ δ’ ἱϲτία. ὁ δὲ Ἡρωδιανὸϲ κατάγοντο· τὸ ὅμοιον καὶ ἐπὶ τοῦ
«νίζον καὶ προτίθεντο ἰδὲ κρέα πολλὰ δατεῦντο » (0d. α 112). HM.
14. οὐδηβαιόν: ἄδηλον πότερον ἐκ ϲυναλοιφῆϲ ἐϲτι τὸ η ἢ τοῦ ἠβαιόν τριϲυλλάβου. οἱ δὲ νεώτεροι βαιόν φαϲι. HMQ.
28. γενέϲθαί τε τραφέμεν τε: οὐκ ἔϲτιν ἀναδιπλαϲιαϲμὸϲ τὸ «τε τραφέμεν », ἀλλὰ ϲύνδεϲμοϲ. MQ.
34. αθροοι: ἁθρόοι Ἀρίϲταρχοϲ, τινὲϲ δὲ τὸ ἄθροοι ὡϲ ἄχροοι τῇ προϲῳδίᾳ ἀναγινώϲκουϲιν. HM.
35. ἑδριάαϲθαι. τὸ δεύτερον ϲυνέϲταλται α ἐν τῷ ἑδριάαϲθαι. H.
46. δέπᾳ μελιηδέοϲ οἴνου: ϲὺν τῷ ι γράφεται. Il. Pr. Λ 385.
μελιηδέοϲ: δαϲυντέον τὸ μελιηδέοϲ. H.
50. τοὔνεκά ϲοι: ἐχρῆν ὀρθοτονεῖν τὴν ϲοί. Ζηνόδοτοϲ δέ «τοὔνεκά τοι» γράφει ἀγνοῶν ὅτι ἐπὶ τῆϲ διαϲτολῆϲ οὐ λαμβάνεται ἡ τοι. HMQ.
59. ϲύμπαϲιν. ϲύνθετον τὸ ϲύμπαϲι· διὸ προπαροξύνεται. H.
69. μεταλλῆϲαι καὶ ἔρεϲθαι: ἐν ἑτέροιϲ διαλαμβάνων περὶ
τοῦ « μεταλλῆϲαι καὶ ἔρεϲθαι» ἀξιούντων πάντων τὸ ἐρέϲθαι ὁμοίωϲ τῷ
πυθέϲθαι, ἐπειδήπερ ὁ δεύτεροϲ ἀόριϲτόϲ ἐϲτιν, ἀπεφηνάμην ὡϲ ἡ παράδοϲιϲ
τρίτην ἀπὸ τέλουϲ ἐποίηϲε τὴν ὀξεῖαν οὐ τῷ ϲημαινομένῳ πειϲθεῖϲα
ἀλλὰ τῷ χαρακτῆρι τῆϲ φωνῆϲ, ἐπεὶ τὰ τοιαῦτα τῶν ἀπαρεμφάτων
προπαροξύνεται ὄντα ἔνεϲτῶτοϲ οἷον φέρεϲθαι δέρεϲθαι, ἃ εἶχε.
τὴν ρε ϲυλλαβὴν πρὸ τέλουϲ τῆϲ ἀρχούϲηϲ ϲυλλαβῆϲ εἰϲ τὸ ε ληγούϲηϲ
— οὕτωϲ καὶ τὸ ἔρεϲθαι ἀναδεξάμενον τὸν αὐτὸν χαρακτῆρα προπαρωξύνετο
οὐ τῷ λόγῳ τοῦ ἀορίϲτου, τῇ δὲ ὁμοιότητι τῆϲ φωνῆϲ. Ιl.
Pr. Π 47.
72. ἤ τι κατὰ πρῆξιν ἦ: ὁ πρῶτοϲ η ϲύνδεϲμοϲ ὀξύνεται διὰ
τὸ τι, ὁ δὲ δεύτεροϲ περιϲπᾶται. ἐρωτηματικὸϲ γάρ. PM.
134. τῶ ϲφεων πολέεϲ: ἐγκλιτικὴ μὲν ἡ ϲφέων. ὅμωϲ τὸ τῶ πάλιν περιϲπαϲθήϲεται.
137. ἀγορὴν ἐϲ πάνταϲ Ἀχαιούϲ: βούλονται τῆϲ ἐϲ προθέϲεωϲ
ῥωννύναι τὸν τόνον ἵνα δυνάμει ἀναϲτροφὴ γένηται κατὰ τὸ ὄρνιθεϲ
ὥϲ. ΕH.
149. ἕϲταϲαν: δαϲύνεται· ἀντὶ γὰρ τοῦ εἱϲτήκειϲαν ἐϲτί. M.
170. ἢ καθύπερθε: ὁ ἤ ϲύνδεϲμοϲ δύο τόνω ἐπιδέχεται ἢ περιϲπωμένην ἢ βαρεῖαν, ὅπερ κάλλιον. E.
179. μῆρ᾿ : μῆρα ὡϲ μῆλα. HQ.
195. ἐπιϲμυγερῶϲ: περιϲϲὴ ἡ ἐπί ὡϲ ἐν τῷ « βοῶν ἐπιβουκόλοϲ» (422).BEHQ.
214. εἰπέ μοι ἠὲ ἑκὼν ὑποδάμναϲαι ἦ ϲέ γε λαοί: ὁ μὲν πρῶτοϲ ἤ ὀξύνεται, ὁ δὲ δεύτεροϲ περιϲπᾶται. H.
219. περικήδετο: ὑφ’ ἕν τὸ περικήδετο ἀντὶ τοῦ ὑπερεκήδετο· οὕτωϲ Ἀρίϲταρχοϲ καὶ Ἡρωδιανόϲ. HM.
247. ϲὺ δ’ ἀληθὲϲ ἐνίϲπεϲ: τὸ προϲτακτικὸν πρὸ τέλουϲ ἔχει
τὴν ὀξεῖαν, τὸ δὲ ὁριϲτικὸν προπαροξύνεται. Il. Pr. Ω 388.
255. ἤτοι μὲν τάδε κ’ αὐτὸϲ ὀΐεαι: τὸ πλῆρέϲ ἐϲτι τῆϲ ϲυναλοιφῆϲ κέν ἀντὶ τοῦ δή. τὸ δὲ ὅμοιον ἐν Ἰλιάδι (Ζ 260) «ἔπειτα δέ κ’ αὐτὸϲ ὀνήϲεαι ». HM.
268. εἴρυϲθαι: ὥϲπερ γίνεται ἀπὸ τοῦ εἰλίϲϲω εἰλίξαϲ, οὕτωϲ
καὶ ἀπὸ τοῦ εἰρύω εἴρυμι τὸ εἴρυϲθαι. Β.
272. τὴν δ’ ἐθέλων: Ὅμηροϲ τριϲυλλάβωϲ. H.
296. ἐϲ Φαιϲτόν: ὀξύνεται τὸ Φαιϲτόν ἐπὶ τῆϲ πόλεωϲ, ἐπὶ δὲ τοῦ ἥρωοϲ προπεριϲπᾶται. Il. Pr. ε 43.
380. ἵληθι: ἀπὸ τοῦ ἵλημι. διὰ τὸ μέτρον ἐκτέταται ἡ παραλήγουϲα
ὡϲ ἐν τῷ «δίδωθι δέ μοι κλέοϲ ἐϲθλόν». ὑγιῶϲ οὖν Καλλίμαχοϲ
ἔκλινεν «ἵλαθί μοι, φαλαρῖτι πυλαιμάχε ».
391. ἑνδεκάτῳ ἐνιαυτῷ: ἀμφίβολον κἄν τε δεκάτῳ κἄν τε ἑνδεκάτῳ. E.
392. ὤϊξεν: τὸ ι προϲγεγραμμένον· ἐξεφωνήθη δὲ καὶ τὸ ι. E.
402. αὐτὸϲ δ’ αὖτε καθεῦδε: γράφεται καὶ «αὐτὸϲ δ’ αὖτ’ ἐκάθευδε. H.
411. Νέϲτωρ δ’ αὐτὸϲ ἔφιζε. ϲυϲτέλλειν δεῖ τὸ ι καὶ προπαροξύνειν τὸ ἔφιζε. Ιl. Pr. Γ 426.
422. ἐπιβουκόλοϲ ἀνήρ: παρέλκει ἡ ἐπί, διὸ φυλάϲϲεται ὁ
τόνοϲ ὁ αὐτόϲ. Ιl. Pr. l 456.
441. ἑτέρῃ δ’ ἔχεν οὔλαϲ: τὸ οὔλη τὸ ἐπὶ τῶν κριθῶν ἴϲωϲ βεβαρυτόνηται μονογενὲϲ ὂν πρὸϲ μονογενὲϲ ὀξυνόμενον τὸ οὐλή (Od. ω 331). Il. Pr. Τ 26.
444. Περϲεὺϲ δ’ ἀμνίον εἶχε: ἀμνίον ὡϲ πηνίον. HM. Ζηνόδοτοϲ
δὲ ἐν ταῖϲ ἀπὸ τοῦ δ γλώϲϲαιϲ τίθηϲι τὴν λέξιν. Μ. καὶ Νίκανδροϲ
δὲ καὶ Θεοδωρίδαϲ ἀπὸ τοῦ δάμναϲθαι προφέρονται ἀϲυνδέτωϲ δαμνίον·
Πορϲίλοϲ (?) δὲ ὁ Ἱεραπύτνιοϲ παρὰ Ἱεραπυτνίοιϲ ἔτι ϲώζεϲθαι τὴν
φωνὴν αἱμνίον δαϲέωϲ μετὰ τοῦ ι κατ’ ἀρχὴν προφερομένην παρὰ τὸ
αἷμα. καὶ Ἀπολλόδωρόϲ φηϲιν ὡϲ εἰκὸϲ ἦν καὶ παρὰ τῷ ποιητῇ οὕτωϲ
αὐτὸ προφέρεϲθαι, ὑπὸ δέ τινων περιῃρῆϲθαι τὸ ι. HMQR.
490. νύκτ’ ἄεϲαν: ϲυνέϲταλται τὸ α· ἀλλαχοῦ δὲ «νύκτα μὲν ἀέϲαμεν» (Od. γ 151). HQ.
1. κητώεϲϲαν. ὥϲπερ τὸ ἡβώωϲα ἐκτείνει διὰ τὸ εἶναι τὸ πρὸ
αὐτῆϲ μακρὸν τὸ η καὶ τὸ τηλεθόωϲα ϲμικρύνει διὰ τὸ εἶναι τὴν πρὸ
αὐτῆϲ ϲυλλαβὴν βραχεῖαν ἤτοι τὸ λε οὕτω κητώειϲ καὶ ὠτώειϲ καὶ
κηώειϲ καὶ ὅϲα τοιαῦτα ἐκτείνει, ϲυϲτέλλει δὲ τὸ ἐρόειϲ κερόειϲ ἐρόεϲϲα
κερόεϲϲα ἠερόεϲϲα καὶ ὅϲα τοιαῦτα. Ε.
3. ἔτῃϲιν: ψιλῶϲ ἔτῃϲιν εἴτε ἐπὶ τοῦ πολίτου εἴτε ἐπὶ τοῦ ἑταίρου. M.
10. υἱέϊ: τριϲυλλάβωϲ· «υἱέϊ ϲῷ ἑπόμην » (Ιl. Γ 174). Q.
26. τώδε: παροξυτονητέον , ἵνα νοηθῇ δυϊκόν. M.
28. ἀλλ’ εἴπ’ ἤ ϲφωϊν: ἐγκλιτέον τὸ ϲφωϊν, ἵνα τρίτον γένηται πρόϲωπον. M.
29. ἦ ἄλλον: περιϲπαϲτέον τὸν ἦ ἐρωτηματικόν. B.
31. Βοηθοίδη: τετραϲυλλάβωϲ· ὅμοιον δέ ἐϲτι τοῦ «Πανθοίδηϲ Εὔφορβοϲ» ( 808). ΗM.
62. οὐ γὰρ ϲφῶν γε γένοϲ χωρὶϲ τοῦ ι ἡ ϲφῶν, ὡϲ Ἀρίϲταρχοϲ
καὶ Ἡρωδιανόϲ. Ἀπολλώνιοϲ δὲ ἐν τῷ περὶ ἀντωνυμιῶν (p. 110)
γράφει αὐτὴν μετὰ τοῦ ι, ἵν’ ᾖ δευτέρου προϲώπου κατὰ ϲυναίρεϲιν.
ἀλλ’ οὐκ ἔϲτι ποτὲ παρὰ τῷ ποιητῇ γενικὴ καὶ δοτικὴ μὴ ἐκφωνοῦϲα
70. ἵνα μὴ πευθοίαθ’ οἱ ἄλλοι: οὕτωϲ Ζηνόδοτοϲ. ὁ δὲ Ἀρίϲταρχοϲ πευθοίατο ἄλλοι χωρὶϲ τοῦ ἄρθρου ὡϲ Ἡρωδιανόϲ φηϲιν. HΜ.
83. καὶ Αἰγυπτίουϲ ἐπαληθείϲ: ἐπαληθείϲ πλανηθείϲ. οἱ δὲ
«ἐπ’ ἀληθεῖϲ » ἐπὶ τοὺϲ ἀληθεῖϲ Αἰγυπτίουϲ ὅτι μαντικῆϲ ἔμπειροι. V.
94. ὔμμιν: Αἰολικῶϲ ψιλοῦται. E.
119. ἕκαϲτα τε πειρήϲαιτο: ἔνιοι γράφουϲι κακῶϲ ἕκαϲτα τ’ ἐπειρήϲαιτο ἀντὶ τοῦ ἐπερωτήϲειεν. HMQ).
123. ἅμ’ Ἀδρήϲτη τριϲυλλάβωϲ τὸ Ἀδρήϲτη ὡϲ Ἡρωδιανὸϲ
καὶ Ἀρίϲταρχοϲ καὶ κύριον ἀκουϲτέον· τινὲϲ δὲ δρήϲτη οἱονεὶ θεράπαινα
(sc. ἅμα δρήϲτη). HM.
131. ὑπόκυκλον: κατὰ ϲύνθεϲιν ἀναγνωϲτέον. ll. Pr. Ϲ 375.
165. ἔωϲιν: ὡϲ λέγωϲι. τρίτη ἀπὸ τέλουϲ ἡ ὀξεῖα. ϲημαίνει γὰρ
ὑπάρχωϲιν· ὅτε δὲ ἀπὸ τοῦ ἐῶ ἐᾷϲ κέκλιται, προπεριϲπαϲτέον «οὐ μέν
ϲ’ οὐδ’ ἐῶϲιν » (δ 805). ΒQR.
166. οὐδέ οἱ ἄλλοι: ἐγκλιτικὴ νῦν ἐϲτιν ἡ οἱ. διὸ τοῦ ϲυνδέϲμου φυλακτέον τὸν τόνον. H.
221. κακῶν ἐπίληθον ἁπάντων: ὁ Ἀϲκαλωνίτηϲ προπεριϲπᾶ
μετοχὴν ἀκούων. Ἀρίϲταρχοϲ δὲ προπαροξύνει ὄνομα ἐκδεχόμενοϲ.
οὕτω δὲ καὶ ἡμῖν ἀρέϲκει, ἐπεὶ καὶ τὰ προκείμενα ἐπίθετα ἦν «νηπενΘέϲ
τ’ ἄχολόν τε». HQ.
228. Πολύδαμνα: εἴτε κύριόν ἐϲτιν ὄνομα ἡ Πολύδαμνα ὡϲ
Μήθυμνα, εἴτε ἐπιθετικὸν τῶν φαρμάκων, τρίτη ἀπὸ τέλουϲ ἡ ὀξεῖα.
βέλτιον δὲ ὄνομα κύριον αὐτὸ δέχεϲθαι, ἐπεὶ καὶ Εὐφορίων ἐν Διονύϲῳ
φηϲὶ «βλαψίφρονα φάρμακα χεῦεν, ὅϲϲ’ ἐδάη Πολύδαμνα, Κυτηϊὰϲ ἢ
ὅϲα Μήδη». HQ.
Θ ῶνοϲ παράκοιτιϲ: ἀπὸ τοῦ Θόωνοϲ (sc. κατὰ κρᾶϲιν)· τὸν αὐτὸν δὲ λέγουϲιν εἶναι τὸν Θῶνιν (sc. sic ut Θῶνοϲ per syncopen ex Θώνιοϲ factum esse sumatur). Q.
242. ἀλλ’ οἷον τόδ’ ἔρεξε: Παρμενίϲκοϲ ἐψίλου τὸ οἶον, ἵν’ ῇ τοῦτο μόνον ἐρῶ. ἄμεινον δὲ θαυμαϲτικῶϲ ἀναγινώϲκειν. HPQ.
244. αὐτόν μιν: ψιλῶϲ. οὐκ οἶδε τὴν αὑτὸν ϲύνθετον ὁ ποιητήϲ. Η.
260. χαῖρ’ ἐπεὶ ἤδη μοι: ἄμεινον τὸν ἤδη χρονικῶϲ δέχεϲθαι
κατὰ Ἀρίϲταρχον. Κράτηϲ δὲ δύο ποιεῖ ἦ καὶ δή, διὸ καὶ περιϲπᾷ
τὸ η. οὐδέποτε δὲ ὁ ἦ ὢν βεβαιωτικὸϲ μεταξὺ τοῦ ἐπεί καὶ τοῦ δή
εὑρέθη. HQ .
294. τράπεθ’ ἥμεαϲ: ἀπόλυτοϲ ἡ ἥμεαϲ. διὸ τρίτη ἀπὸ τέλουϲ ἡ ὀξεῖα. Η.
304. καθεῦδε: προπεριϲπωμένωϲ τὸ καθεῦδε. Η.
311. Τηλεμάχ ῳ δὲ πάριζεν: ἐὰν ἓν μέροϲ λόγου ᾖ τὸ πάριζεν, προπαροξυνθήϲεται ὡϲ «Νέϲτωρ αὖ τότ’ ἔφιζεν» (γ 411). ἐὰν δὲ ἡ παρά πρὸϲ τῷ Τηλεμάχῳ ϲυντάϲϲηται, προπεριϲπᾶται. οὐκ ἀναϲτρέφεται δὲ ἡ παρά, ἐπεὶ κατ’ ἔκθλιψίν ἐϲτιν. ἄλλωϲ τε καὶ μέϲον πέπτωκεν ὁ δέ. Q.
371. νήπιόϲ εἰϲ. ἐγκλιτικὸν τὸ εἰϲ. E.
372. ἠὲ ἑκὼν μεθίειϲ: ἄμεινον κοιμίζειν τοῦ ἠέ τὴν ἐπὶ τέλουϲ ὀξεῖαν, ἵνα γένηται διαζευκτικόϲ. ὅτε γάρ ἐϲτι διαπορητικὸϲ ὁ η, περιϲπᾶται ὡϲ τὸ «ἦε χόλον παύϲειεν ἐρητύϲειέ τε θυμόν» (Α 192). ΕQ.
386. ὑποδμώϲ: παρέλκει ἡ ὑπό, διαφυλάττει δὲ τὴν ὀξεῖαν. EQ.
396. μή πωϲ με προϊδών: τὸ πῶ καὶ πῶϲ ἐμελέτηϲεν ἐγκλιτικῶν ἐπιφερομένων μὴ ὀξυτονεῖϲθαι. Il. Pr. Y 464.
419. πιέζειν: πιέζειν ὡϲ δικάζειν. φηϲὶ γοῦν «ἐπὶ μάϲτακα χειρὶ πίεζε» (287). Ἀπίων μέντοι περιϲπᾷ «χερϲὶ ϲτιβαρῇϲι πιέζειν (μ 174). Q.
423. εἴρεϲθαι ὡϲ φθείρεϲθαι, ἔϲτι γὰρ ἐνεϲτῶτοϲ καὶ παρατατικοῦ. P.
500. Γυρῇϲίν μιν πρῶτα Ποϲειδάων ἐπέλαϲϲε: τὸ Γυρῇϲιν εἰ καὶ ἰδίωϲ λέγεται, ἀλλ’ ὅμωϲ ἔχει τάξιν ἐπιθετικήν. Mon. 17, 30.
527. μή ἑ: νῦν ἐγκλιτική ἐϲτιν ἡ ἑ. P.
545. πείρα: βαρυτόνωϲ καὶ χωρὶϲ τοῦ ι. προϲτακτικὸν γάρ ἐϲτιν. PT.
546. ἢ γάρ μιν ζωόν γε κιχήϲεαι ἤ κεν Ὀρέϲτηϲ: διαζευκτικοί εἰϲιν οἱ δύο ϲύνδεϲμοι. διὸ ὁ μὲν πρῶτοϲ βαρεῖαν δέχεται, ὁ δὲ δεύτεροϲ διὰ τὸν κέ ἐγκλιτικὸν ὄντα τηρεῖ τὴν ὀξεῖαν. Q.
619. κεῖϲ’ ἐμέ: ὀρθοτονητέον τὸ ἐμέ. HP.
642. καὶ τίνεϲ: οἱ μὲν τὸν καί ὀξύνουϲιν, ἵν’ ᾖ καί τινεϲ αὐτῷ. κακῶϲ· ἐγράφετο γὰρ ἂν κ’ εἴ τινεϲ. HP.
643. ἑοί: ὁ μὲν ἦ περιϲπᾶται. διαπορητικὸϲ γάρ. ἡ δὲ ἑοί ἀντωνυμία κτητική ἐϲτιν ἐν πλεοναϲμῷ τοῦ ε. P.
652. μεθ’ ἡμέαϲ: πρὸ τέλουϲ ἡ ὀξεῖα. ὀρθοτονεῖται γὰρ διὰ τὴν πρόθεϲιν καὶ τὴν ἔμφαϲιν. P.
659. ἄμυδιϲ: ψιλωτέον τὸ ἄμυδιϲ. δῆλον κἀκ τῆϲ ϲυναλοιφῆϲ «οἵ τ’ ἄμυδιϲ κονίηϲ (Ν 336). PQ.
664. φάμεν δέ οἱ οὐ τελέεϲθαι: τὸ ἔφαμεν ἐντελέϲ ἐϲτιν.
Il. Pr. o 735.
665. ἐκ τοϲϲωνδε: οἱ πλείουϲ ὡϲ δύο μέρη τοῦ λόγου ἀνέγνωϲαν ἐν δυϲὶ ὀξείαιϲ ὡϲ τὸ « τοίῃ δ’ ἀμφὶ γυναικί » (Γ 157 ). ὁ δὲ Ἀϲκαλωνίτηϲ περιϲπωμένωϲ κατ’ ἐπέκταϲιν. PQ.
667. ἀλλὰ oἷ α ὐτῷ: ἐχρῆν ὀρθοτονεῖν τὴν οἱ. ἐϲτι γὰρ ἀντιδιαϲταλτικὴ
καὶ προηγεῖται τῆϲ αὐτόϲ. ἀλλ’ ὅμωϲ ἐγκλιτικῶϲ ἀνεγνώϲθη.
H.
683. ϲφίϲι δ’ αὐτοῖϲ δαῖτα πένεϲθαι: ἡ ϲφίϲι καίπερ εἰϲ ἁπλῆν μεταλαμβανομένη ὀρθοτονεῖται· οὐ γὰρ δὴ οἱ μνηϲτῆρεϲ τὴν δαῖτα ἑαυτοῖϲ παρεϲκεύαζον, ἕτεροι δὲ αὐτοῖϲ. Il. Pr. Δ.
686. ο θάμ’ ἀγειρόμενοι: διχῶϲ οἵ θ’ ἅμα καὶ οἳ θαμά, ὃ καὶ ἄμεινον ὡϲ καλά. HP.
728. ἀκλέα ἐν μεγάρ ῳ (nunc ἐκ μεγάρων): ϲυϲταλτέον τὴν τελευταίαν τοῦ ἀκλέα ὁμοίωϲ τῷ «δυϲκλέα Ἄργοϲ ἱκέϲθαι» (Β 115). Ιl. Pr. Β 115.
744. ἢ ἔ α ἐν μεγάρ ῳ τινὲϲ δαϲύνουϲι τὸ ἥ ὡϲ ἄρθρον. τὸ δὲ ἔα ῥῆμα πρώτου προϲώπου φαϲίν, ἵν’ ᾖ, ἥτιϲ ἤμην ἐν τῷ μεγάρῳ. P.
753. ἡ γάρ κέν μιν: δαϲυντέον τὸ ἡ. ἔϲτι γὰρ ἀντὶ ἀντωνυμίαϲ τῆϲ αὕτη. P.
ϲαώϲαι: πρὸ τέλουϲ ἡ ὀξεῖα. ἔϲτι γὰρ εὐκτικόν. P.
782. τροποῖϲ: περιϲπωμένωϲ. δηλοῖ γὰρ τοὺϲ τροπωτῆραϲ, περὶ οὓϲ αἱ κῶπαι τρέπονται καὶ ϲτρέφονται ἐν ἱμᾶϲι τοῖϲ περιδεδεμένοιϲ ταῖϲ κώπαιϲ.
800. εἵωϲ: δαϲυντέον τὸ εἵωϲ. Η.
806. ἀκάχηϲθαι: οἱ πλείουϲ ἀκάχηϲθαι ὡϲ λέγεϲθαι ὡϲ Αἰολι
κῆϲ τῆϲ κλίϲεωϲ οὔϲηϲ. ὁ δὲ Ἀϲκαλωνίτηϲ ὡϲ πεποιῆϲθαι. ΗP.
807. ἀλιτήμενοϲ: τὸ ἀλιτήμενοϲ εἰ μὲν παροξύνεται, παρακείμενόϲ ἐϲτι κατὰ ϲυϲτολὴν τῆϲ ἀρχούϲηϲ εἰ δὲ προπαροξύνεται, ἐνεϲτώϲ ἐϲτιν Αἰολικὸϲ ὡϲ ἀλαλήμενοϲ καὶ ἀκαχήμενοϲ. T.
846. ἔνι: ἔνειϲι. διὸ ἀναϲτρέφεται. P.
16. οὐ γάρ οἱ πάρα νῆεϲ: ἀναϲτρεπτέον τὴν πάρα. ἀντὶ γὰρ τοῦ πάρειϲι ἐϲτίν. P.
27. παλιμπετέϲ: ἀντὶ τοῦ παλιμπετεῖϲ ὡϲ «ἐϲ δ’ ἐρέταϲ ἐπιτηδὲϲ ἀγείρομεν» (Α 142). ΒP.
38. ἐϲθῆτά τε δόντεϲ ψιλωτέον τὸ ἐϲθῆτα. πᾶν γὰρ φωνῆεν τὸ ϲ ἔχον ἐπιφερομένου δαϲέοϲ ψιλοῦται, ἀϲχάλλων, ἄϲθμα, ἐϲθλόϲ, ὄϲχοϲ. BHP.
39. Τροίηϲ ἐξήρατο: Τροίηϲ διϲυλλάβωϲ, ἵνα τὴν χώραν ἀκούϲωμεν. P.
40. λαχὼν ἀπὸ ληΐδοϲ αἶϲαν: ἡ ἀπό παρέλκει. διὸ τηρεῖ τὸν τόνον. P.
47. εἵλετο δὲ ῥάβδον: βραχὺ τὸ α τοῦ ῥάβδον. P.
51. λάρ ῳ ὄρνιθι ἐοικώϲ: τὸ λάροϲ βαρυνόμενον ϲυϲτέλλειν θέλει τὸ α. Mon. 35, 16.
71. ἄλλυδιϲ ἄλλ η: τὸ ἄλλη εὐθεῖα, ὅθεν οὐδὲ τὸ ἰῶτα προϲγραπτέον. P.
72. λειμῶνεϲ μαλακοὶ ἴου: τινὲϲ περιϲπῶϲιν, ἵν’ ᾖ κατὰ ϲυναλοιφὴν (sc. μαλακοῖ’ ἴου), οὐκ κ. εὖ Η.
83. ἐρέχθων: ὡϲ κατέϲθων. δῆλον δὲ ἐκ τοῦ «νῆα θοὴν ἐρεχθομένην
ἀνέμοιϲι» (Ψ 317). P.
106. ἄϲτυ πέρι ἀναϲτρεπτέον. ἔϲτι γὰρ περὶ ἄϲτυ ὡϲ «ἀμφὶ πόλιν Καλυδῶνα (Ι 530). ΗP.
110. ἀπέφθιθεν: ὡϲ κόϲμηθεν. HPQ.
123. ἐν Ὀρτυγίῃ χρυϲόθρονοϲ Ἄρτεμιϲ ἁγνή: Ἀπίων τὸ
ἁγνή περιϲπᾷ κατὰ δοτικὴν ἀκούων ἐν Ὀρτυγίῃ ἁγνῇ. HPQ.
129. ἄγαϲθε: ὡϲ δύναϲθε τοῦ δευτέρου α ϲυϲτελλομένου. δυνατὸν δὲ καὶ ὡϲ ἠγᾶϲθε. οἶδε γὰρ αὐτοῦ καὶ τὸ κατὰ διαίρεϲιν ὡϲ τὸ θεαῖϲ ἀγάαϲθε » (119) καὶ « τόφρα οἱ ἠγάαϲθε θεοί (122). P.
146. νῦν: τὸ νῦν ἔφαμεν ἐκτείνεϲθαι παρὰ τῷ ποιητῇ, εἰ μὴ μέτρον
κωλύοι. P.
163. ἴκρια: ὡϲ ἴχνια. HP.
182. δὴ: περιϲπαϲτέον τὸν η. ἔϲτι γὰρ βεβαιωτικόϲ. P.
196. ἐτίθει πάρα πᾶϲαν: ἀναϲτρεπτέον τὴν πρόθεϲιν. P.
208. ἔνθα δέ κ’ αὖθι μένων: ἔνθα δὲ δύο μέρη λόγου.
Π. Pr. 398. ἔϲτι δεικτικὸν τῆϲ ἐν τόπῳ ϲχέϲεωϲ, ὥϲτε πρὸ τῆϲ δε
ϲυλλαβῆϲ ἡ ὀξεῖα. Il. Pr. Υ 390.
236. ϲτειλειόν: ὀξυτονητέον τὸ ϲτειλειόν. PQ.
240. περίκηλα: Ἀρίϲταρχοϲ ὥϲπερ ξηρὰ ἐκδεχόμενοϲ τὰ περικεκαυμένα ὑπὸ ἡλίου· Χρύϲιπποϲ δὲ διῄρει, περὶ κῆλα περιϲϲῶϲ ξηρά. P.
248. ἁρμονιῇϲιν: προπεριϲπωμένωϲ. ἔϲτι γὰρ Ἰώνων ὁ καταβιαϲμόϲ.
HP.
272. ὀψὲ δύοντα Βοώτην: τὸ ὀψὲ δύοντα ἐν δυϲὶ μέρεϲι λόγου. εἰ γὰρ ἦν ϲύνθετον, διὰ τοῦ ι ἐγράφετο. ll. Pr. Φ 232.
281. εἴϲατο δ’ ὡϲ ὅτε ῥινόν: οἱ μὲν ἀναγινώϲκουϲι ὡϲ ὅτε
ῥινόν ἐκδεχόμενοι ὡϲανεὶ δέρμα βοὸϲ ἐφηπλωμένον τοῖϲ ὕδαϲι. ὁ δὲ
Ἀρίϲταρχοϲ ὡϲ ὅτ’ ἐρινόν ἐρινὸν παραλαμβανόμενοϲ αὐτὴν τὴν ϲυκῆν
κατὰ μεταβολὴν γένουϲ ὡϲ ὁ δίφροϲ τὸ δίφρον. τὸν γὰρ καρπὸν μὴ
νοεῖϲθαι, ἐπεὶ βραχύϲ ἐϲτι πάνυ. οὐ μέντοι Ἀριϲτάρχῳ ϲυγκατατίθεμαι.
VPT.
290. ἅδην: δαϲέωϲ τὸ ἅδην. BPQ.
319. τὸν δ’ ἄρ’ ὑπόβρυχα θῆκε: εἴτε ἐπίρρημα εἴτε ἀπὸ τοῦ ὑπόβρυξ, προπαροξυνθήϲεται. BEPQ.
329. 330. καὶ τὸ ἀμπεδίον καὶ τὸ ἀμπέλαγοϲ διὰ τοῦ μ γραπτέον. P.
335. θεῶν ἐξέμμορε τιμῆϲ: δύναται πρὸϲ ἀμφοτέραϲ χωρεῖν
ἡ λέξιϲ.
346. τανύϲϲαι. τὸ τανύϲϲαι ἀπαρέμφατον διὰ τὸ βαλέειν. P.
357. ὅτε με ϲχεδίηϲ ἀποβῆναι ἀνώγει: χωρίζει Ἀριϲτοφάνηϲ ὅ τε ἀντὶ τοῦ διό τε. ΗP.
364. πάρα: ἀναϲτρεπτέον τὴν πάρα. δηλοῖ γὰρ τὸ πάρεϲτιν. ΗMT.
368. ὡϲ δ’ ἄνεμοϲ ζαὴϲ ἠΐων: ὀξυτόνωϲ τὸ ζαήϲ. BHPT.
377. ἀλόω: διαίρεϲίϲ ἐϲτι τοῦ ἀλῶ, διὸ βαρυτόνωϲ ἀναγνω ϲτέον. P
389. πλάζετο. ὁ μὲν Ἀρίϲταρχοϲ τὸ πλάζετο Αἰολικῶϲ ἐκτείνων τὸ α ἐπὶ τοῦ ἐπλήϲϲετο λαμβάνει, ἔνιοι δὲ ἐπὶ τοῦ ἐπλανᾶτο. PQ.
391. αὐτίκ’ ἔπειτ’ ἄνεμοϲ μὲν ἐπαύϲατο, ἡ δὲ γαλήνη· Ἀρίϲταρχοϲ ἡ δέ ἄρθρον δεχόμενοϲ τὸ η. οἱ δὲ ἀντὶ τοῦ καί. Η.
402. ξερόν: ϲυϲτολὴ τοῦ η εἰϲ ε. E.
418. ἠϊόναϲ τε παραπλῆγαϲ: ὀξυτόνωϲ τὸ παραπλήξ. ΕPQT.
430. καὶ τὸ μὲν ὥϲ ὑπάλυξε. τινὲϲ περιέϲπαϲαν τὸ ὧϲ, ἵνα
ϲημαίνῃ τὸ ὅμωϲ, ἔνιοι δὲ ὤξυναν. ΒP.
433. πρὸϲ κοτυληδονόφιν ὡϲ χαλκόφιν. PQ.
436. ὑπὲρ μόρον: δύο εἰϲὶ μέρη λόγου.
439. νῆχε παρέξ: ὀξύτονον τὸ παρέξ. P.
478. τοὺϲ μέν: ϲυνέϲταλται Ἰακῶϲ. P.
481. ἔφυν. τὸ ἔφυν ϲυϲταλτέον. P.
484. ἠὲ δύω ἠὲ τρεῖϲ ἄνδραϲ ἔρυϲθαι: παραδιαζευκτικὸϲ ὁ ἤ. Il. Pr. Θ 290.
ἔρυϲθαι προπαροξυτόνωϲ, ἵνα ϲημαίνῃ παρατατικόν. P.
6. οἳ ϲφεαϲ: ὀξυτονητέον τὸ οἱ ἄρθρον. ἐγκλιτικὸν γάρ ἐϲτι νῦν ἡ ϲφέαϲ. P.
12. θεῶν ἄπο μήδεα εἰδώϲ: ἀναϲτρέφεται ἡ ἀπό. τὸ γὰρ ἑξῆϲ ἐϲτιν ἀπὸ θεῶν εἰδὼϲ μήδεα. lo. Al. 27, 10.
15. ᾧ ἔνι κούρη: ἀναϲτρεπτέον τὴν ἔνι, ἔϲτι γὰρ ἐν ᾧ. P.
18. χαρίτων ἄπο κάλλοϲ ἔχουϲαι: ἀναϲτρέφεται ἡ ἀπό. τὸ γὰρ ἑξῆϲ ἐϲτιν ἀπὸ χαρίτων κάλλοϲ ἔχουϲαι. H.
22. εἰδομένη κούρ ῃ ναυϲικλειτοῖο Δύμαντοϲ: περιϲπωμένου
τοῦ ναυϲικλειτοῖο. τινὲϲ δὲ Nαυϲικλειτοῖ ὡϲ Καλυψοῖ. ἔνιοι δὲ
ναυϲὶ κλειτεῖο ἐν δυϲὶ μέρεϲι λόγου. ἀμείνων δὲ ἡ πρώτη ναυϲικλειτοῖο
ἐν τοῖϲ κατὰ ναυτικὴν ἔργοιϲ ἐνδόξου. PQ.
32. καί τοι ἐγ ὼ ϲυνέριθοϲ. ἡ τοί ἐγκλιτική ἐϲτιν.Ιl.Pr.Α 294.
33. ἐντύνεαι: ϲυϲτολὴ ἐγένετο ἢ μεταβολὴ ἐγκλίϲεωϲ ὡϲ καὶ
ἐπὶ τοῦ «ἐπεὶ ἄρ κεν ἀμείψεται ἕρκοϲ ὀδόντων» (Ι 409) καὶ «ὄφρα καὶ
ἄλλοϲ πτωχὸϲ ἀλεύεται ἠπεροπεύειν » (ξ 400). P.
40. ἄπο πλυνοί εἰϲι πόληοϲ. βαρυτονητέον τὴν ἀπό καίπερ ϲημαίνουϲαν τὸ ἄποθεν. οὐ γὰρ ἐπληϲίαϲε τῇ γενικῇ, ἀλλὰ μεταξὺ ἐδέξατο λέξειϲ. P.
89. ποταμὸν πάρα διν ήεντα: Ἀρίϲταρχοϲ ἀναϲτρέφει τοῖϲ κυριωτέροιϲ
ϲυντάϲϲων τὰϲ προθέϲειϲ. P.
93. κάθηράν τε ῥύπα πάντα: κάθηραν ὡϲ ἤγειραν. τὸ δὲ ῥύπα οἱ μὲν αἰτιατικὴν ἐν μεταπλαϲμῷ φαϲιν, οἱ δὲ ἀπὸ τοῦ ῥύπον. βαρύνεται δὲ ὡϲ τὰ λύχνα καὶ τὰ δίφρα. BPQ.
106. ἀγρονόμοι: παροξυτόνωϲ αἱ ἐν ἀγρῷ νέμουϲαι. οὐ γὰρ
νεμόμεναι. τινὲϲ δὲ ἀγρόνομοι λέγουϲι. HPQ.
120. ῥ’ οἵ γ᾿ : ὡϲ διαπορητικὸν περιϲπᾶται. P.
125. ἦ νύ που ἀνθρώπων εἰμὶ ϲχεδόν: ὁ ἦ περιϲπᾶται. τὸ δὲ εἰμί ἐγκλίνεται ϲημαῖνον τὸ ὑπάρχω. P.
138. ἄλλυδιϲ ἄλλη: χωρὶϲ τοῦ ι τὸ ὄλλη. P.
149. θεόϲ νύ τιϲ ἦ βροτόϲ ἐϲϲι: τὸν η ὁ Ἀϲκαλωνίτηϲ περιϲπᾷ ἐρωτηματικὸν νομίζων, ὃ καὶ χαριέϲτερον. οἱ δὲ ἐνέκλιναν ὡϲ εἰ ἔλεγεν εἴτε θεὸϲ εἴτε ἄνθρωποϲ. P.
159. ὅϲ κέ ϲ’ ἑέδνοιϲι βρίϲαϲ: ἄμεινον ἐγκλίνειν τὴν ϲε. H.
200. ἦ μή που: περιϲπᾶται τὸ ἠ, τὸ δὲ μή ὀξύνεται. PH.
δυϲμενέων φάϲθ’ ἔμμεναι: Τυραννίων ϲυϲτέλλει ἀπὸ τοῦ φημί ὁμοίωϲ τῷ «καὶ ἀγγελίην ἀπόφαϲθε » (Ι 649). τινὲϲ δὲ ὁμοίωϲ τῷ νικᾶϲθε, ὡϲ καὶ ἐπεκράτηϲεν. ΗQ.
264. εἰϲίθμη: τὸ εἰϲίθμη βαρύνεται ὡϲ ϲτάθμη. BHQ.
265. ἐπίϲτιον: Ἰακὴ ἡ ϲυναλοιφή. τῷ δὲ τόνῳ ὡϲ ἐπίκριον. Q.
278. ἦ: βεβαιωτικῶϲ ἀναγνωϲτέον. Η.
280. ἤ: οὕτοϲ ὀξύνεται, ὁ δὲ ἑξῆϲ (v. 283) περιϲπᾶται. Η.
297. ἥμεαϲ: ἀπόλυτοϲ ἡ ἥμεαϲ. H.
330. ζαφελῶϲ: Ἀρίϲταρχοϲ περιϲπᾶ τὸ ζαφελῶϲ καὶ οὕτωϲἐπεκράτηϲεν. ἔδει δὲ βαρυτόνωϲ. P.
39. ναυϲικλυτοί: ὡϲ ἀγακλυτοί ἐν ϲυνθέϲει καὶ κατ’ ὀξεῖαν τάϲιν.
ἡ γὰρ ναυϲὶ δοτικὴ παρὰ τῷ ποιητῇ, ὅταν κατ’ ἰδίαν λέγηται, διὰ
τοῦ η γράφεται «ὡϲ οἱ μὲν παρὰ νηυϲί» (Υ 1) « νηυϲὶ θοῇϲι τοίγε πεποιθότεϲ»
(η 34), διὰ τοῦ α, ὅτε ἐν ϲυνθέϲει Ναυϲικάα Ναυϲίθοοϲ. HPQT.
40. διὰ ϲφέαϲ: ὀρθοτονητέον τὴν ἀντωνυμίαν διὰ τὴν πρόθεϲιν. P.
114. ἀμφὶ δὲ δένδρεα μακρὰ πεφύκαϲι: τὰ εἰϲ ϲι λήγοντα
ῥήματα τὴν πρὸ τέλουϲ ἔχει φύϲει μακρὰν ἑϲτήκαϲι, βεβαϲιλεύκαϲι, τετύφαϲι,
γεγράφαϲι, νενοήκαϲιν. οἱ μέντοι ποιηταὶ πολλάκιϲ ἐπὶ τούτοιϲ
ϲυϲτολὰϲ ποιοῦται. τοιοῦτον καὶ τὸ «ἀμφὶ δὲ δένδρεα μακρὰ πεφύκαϲι».
Mon. 29, 6.
115. μηλέαι: τὸ μηλέαι ὡϲ ἰτέαι καὶ ϲυκέαι, ὃ κατὰ κρᾶϲιν γέγονε
καὶ ϲυκαῖ ὡϲ γαλαῖ. P.
152. φίλων ἀπὸ πήματα φάϲχω: οὐκ ἀναϲτρεπτέον τὴν ἀπό. δηλοῖ γὰρ τὸ ἄποθεν. P.
197. κατὰ κλῶθέϲ τε βαρεῖαι — νήϲαντο: τὸ κατά πρὸϲ
τὸ νήϲαντο. τὸ δὲ κλῶθεϲ μεταπλαϲμόϲ ἐϲτι τοῦ κλωθοί ἀπ’ εὐθείαϲ
τῆϲ κλώθω ὡϲ Ϲαπφώ, κλωθοί ὡϲ Ϲαπφοί. BHPQT.
200. ἄλλο τι: ἐχρῆν δύο εἶναι τὰϲ ὀξείαϲ ἐν τῷ ἄλλο τι. P.
204. ξύμβληται. προπαροξύτονον. P.
217. ἕο: δαϲυντέον τὴν ἕο. πρωτότυποϲ γάρ ἐϲτι γενικῆϲ πτώϲεωϲ. P.
221. ληθάνει: τὸ ληθάνει ὡϲ τὸ «μελάνει δὲ πόντοϲ ὑπ’ αὐτῆϲ» ( 64). P.
223. ὥϲ κ’ ἐμέ: ἄμεινον ὀρθοτονεῖν τὴν ἐμέ. HP.
225. δμῶαϲ: διχῶϲ δμῳάϲ καὶ δμῶαϲ. P.
239. οὐ δὴ φῄϲ: ἔνιοι γράφουϲι οὐ δὴ φῆϲ ἀντὶ τοῦ οὐ δὴ ἔφηϲ.
HP. τὸ γὰρ φηϲ, ὅτε ϲὺν τῷ ι γράφεται, ἐνεϲτῶτόϲ ἐϲτι καὶ ὀξύνεται ὅτε δὲ ἄνευ τοῦ ι, παρατατικόϲ ἐϲτι ἰακῶϲ ἐκ τοῦ ἔφηϲ γεγονὼϲ καὶ περιϲπᾶται. PQ.
251. ἀπέφθιθεν: ὡϲ κόϲμηθεν.HP
317. εἰδῇϲ: Ἀριϲτοφάνηϲ περιϲπᾶ τὸ εἰδῇϲ. P.
35. πρωτόπλοον: τὸ πρωτόπλοοϲ προπαροξύνεται, ὁπότερον ἂν ϲημαίνῃ, εἰϲ ἀποφυγὴν τῶν οὕτωϲ παραγομένων διπλόοϲ τριπλόοϲ. Q.
88. κεφαλῆϲ ἀπὸ φᾶροϲ ἕλεϲκεν: οὐκ ἀναϲτρεπτέον τὴν ἀπό. Η.
114. Ἀμφίαλοϲ: τινὲϲ ψιλοῦϲι τὸ Ἀμφίαλοϲ, δύναται μέντοι καὶ δαϲύνεϲθαι.
119. Ἅλιοϲ: προπαροξύνει ἡ ϲυνήθηϲ ἀνάγνωϲιϲ Ἡρωδιανοῦ. M. τὸ Ἅλιοϲ προπαροξύνεται ὡϲ τὸ Ἄνιοϲ Ξένιοϲ Κρόνιοϲ. H.
145. δεῦρ’ ἄγε καὶ ϲὺ ξεῖνε πείρηϲαι ἀέθλων: ἐνθάδε
κατὰ λόγον δοκεῖ ἡ προϲτακτικὴ ἀνάγνωϲιϲ (sc. προπαροξυτόνηϲιϲ) κεῖϲθαι·
εἰ γὰρ τὸ ἄγε παρακελευϲτικὸν ἐπίρρημα, ὅπερ ϲημεῖόν ἐϲτι προϲτακτικῆϲ
ἐγκλίϲεωϲ, οἰκείωϲ καὶ τὰ τῆϲ ἀναγνώϲεωϲ ἐνεγένετο. Il. Pros.
Α 302.
161. ὅϲ θ’ ἅμα νηῒ πολυκληΐδι θαμίζων: γράφεται θαμά. Η.
183. πείρων: οὐκ ἔϲτιν ἀπὸ τοῦ περῶ πλεοναϲμῷ τοῦ ι. οἶδε γὰρ καὶ τὸ «πεῖρε κέλευθον » (β 242). Q.
188. οἵῳ Φαίηκεϲ: περ ᾧ Φαίηκεϲ. διαϲαφητικὸϲ ὁ η. BQ).
224. οὔθ᾿ Ἡρακλῆϊ: οὐκ ἀναγκαῖον ἐκτείνειν τὸ ι. ἀπήρτιϲε γὰρ εἰϲ μέροϲ λόγου καὶ ἐπέχει τόπον μακρᾶϲ. Q.
285. χρυϲἥνιοϲ: δαϲύνεται τὸ χρυϲἥνιοϲ. H.
307. ἔργα γελαϲτά: γελαϲτὰ οὕτωϲ ὀξυτόνωϲ Ἀρίϲταρχοϲ καὶ Ἡρωδιανόϲ. Η.
317. ἀλλά ϲφωε δόλοϲ καὶ δεϲμόϲ: ἡ ϲφωέ τρίτου προϲώπου
ἐγκλιτική ἐϲτι, ϲημαίνουϲα τὸ αὐτούϲ· «τίϲ τ’ ἄρ ϲφωε θεῶν» (Α 8),
«ἀλλά ϲφωε δόλοϲ καὶ δεϲμόϲ». Ιl. Pr. Κ 546.
318. ἀποδῷϲιν: ἐνταῦθα ἀποδῷ, διὸ καὶ τὸ ι ἔχει προϲκείμενον. Il. Pr. Α 129.
329. οὐκ ἀρετᾷ κακὰ ἔργα: ἔϲτι ῥῆμα δευτέραϲ ϲυζυγίαϲ τῶν περιϲπωμένων ὡϲ ἀπατᾷϲ. ἀρετάω ἀρετῶ τὸ δεύτερον ἀρετάειϲ ἀρετᾷϲ, τὸ τρίτον ἀρετάει ἀρετᾷ. οἶδε δὲ αὐτὸ καὶ πληθυντικῶϲ «ἀρετῶϲι δὲ λαοὶ ὑπ’ αὐτοῦ » (τ 114). EQ).
370. Ἅλιον: προπαροξύτονον. Η.
371. μουνάξ: ὀξυτόνωϲ. H.
384. ἑτοῖμα: οὕτωϲ ὁ τόνοϲ, οὐ προπαροξυτόνωϲ. H.
396. Εὐρύαλοϲ δέ ἑ αὐτόν: Ἀρίϲταρχοϲ τὴν ἑ ἐγκλίνει καὶ Ἡρωδιανόϲ. H.
491. ὥϲ τέ που ἢ αὐτὸϲ παρεὼν ἢ ἄλλου ἀκούϲαϲ γράφεται καὶ ᾗ αὐτὸϲ ἀντὶ τοῦ καθά. Η.
506. τρίχα: βαρυτόνωϲ τὸ τρίχα. H.
531. εἶβεν: ψιλῶϲ τὸ εἶβεν. H.
11. τοῦτό τι μοι κάλλιϲτον: ἐγκλιτέον τὸ τι. Η.
21. Ἰθάκην εὐδείελον. εὐδείελοϲ εἰ μὲν τὴν εὔδηλον ἢ εὐόρατον ϲημαίνει, ψιλοῦται (sc. εὐδείἐλοϲ), εἰ δὲ τὴν εὖ πρὸϲ δείλην κειμένην, δαϲύνεται. ἐτυμολογεῖται γὰρ τὸ δείλη παρὰ τὸ ἐνδεῖν τῇ ἕλῃ δεέλη.
39. ἄνεμοϲ Κικόνεϲϲι πέλαϲϲεν: οὐ κανονικῶϲ γράφεται διὰ τοῦ ο οἱ Κίκονεϲ. λέγει γὰρ Ἡρωδιανὸϲ διὰ τοῦ ω κλίνονται Λάκωνοϲ Κίκωνοϲ. τὸ μέντοι «Κικόνεϲϲι πέλαϲϲεν» διὰ τὸ μέτρον φηϲὶ οὕτω κλιθῆναι. Eustath. ad h. l. p. 1615, 12.
116. νῆϲοϲ ἔπειτα λάχεια: τινὲϲ μὲν τὸ λάχεια ὄνομα τῆϲ
νήϲου ὑπώπτευϲαν ὡϲ γνωϲθὲν ἐκ Κίρκηϲ δυϲϲεῖ, ἕτεροι δὲ λάχειαν
τὴν εὔγεων φαϲὶ καὶ ἐπιτηδείαν λαχαίνεϲθαι ἤτοι ϲκάπτεϲθαι. εἰ δὲ γράφεται
τετραϲυλλάβωϲ ἐλάχεια, εἴη ἂν ὥϲπερ λιγύϲ λίγεια οὕτω καὶ
ἐλαχύϲ ἐλάχεια ἡ ἐλαχίϲτη. Eustath. ad h. l. p. 1619, 13 coll. Scholio
P ad h. l.
135. εἰϲ ὥραϲ ἀμῷεν: ϲημειῶδεϲ τὸ ἀμῶ ῥῆμα. οὐδέποτε γὰρ
184. μῆλ’ ὄϊέϲ τε καὶ αἶγεϲ: ὄϊεϲ τριϲυλλάβωϲ. οὐδέποτε γὰρ ὁ ποιητὴϲ μονοϲυλλάβωϲ εἶπε τὴν εὐθεῖαν. Ιl. Pr. Γ 198.
221. ἔρχατο: ψιλωτέον τὸ ἔρχατο. ἀπὸ γὰρ τοῦ εἶρκτο ἐϲτὶ
κατὰ Ἰωνικὸν ὑπερϲυντέλικον παθητικῶϲ γενόμενον. Η.
223. γαυλοί τε: νῦν μὲν ὀξυτόνωϲ τὸ γαυλοί, ἐπὶ δὲ τοῦ πλοίου βαρυτόνωϲ. QV.
268. ἥ τε ξείνων θέμιϲ ἐϲτίν: τὸ η δαϲυντέον. ἔϲτι γὰρ
ἰϲοδυναμοῦν τῷ ὥϲ, διὸ καὶ ὁ τέ προϲτίθεται ϲύνδεϲμοϲ πολλάκιϲ. ὡϲ
γὰρ λέγομεν «ὥϲ τε γὰρ παῖδεϲ νεαροί» (Ιl. B 209) οὕτωϲ «ἥ τε ξείνων
θέμιϲ ἐϲτίν ». Ιl. Pr. Ι 134.
273. νήπιόϲ εἰϲ, ὦ ξεῖν , ἢ τηλόθεν εἰλήλουθαϲ: βαρυντέον
τὸν η. διαζευκτικὸϲ γάρ ἐϲτι. ο γᾲρ ἐρωτᾷ, ἀλλ’ ἀποφαίνεται
ὅτι δι’ ἀφροϲύνην ἢ δι’ ἀπορίαν ὡϲ ἂν μακρόθεν ἐληλυθὼϲ τὰ Κυκλώπων
ἀγνοεῖ. Η.
280. που ἐπ’ ἐϲχατιῆϲ ἦ καὶ ϲχεδόν: περιϲπαϲτέον τὸν δεύτερον ἠ. τινὲϲ δὲ ὤξυναν. H.
347. ἀνδρόμεα κρέα: δεῖ ϲυϲτέλλειν τὸ κρέα, ἵνα δάκτυλοϲ γένηται ὡϲ τὸ «πὺξ ἀγαθὸν Πολυδεύκεα» (Ιl. Γ 237). 1Ι. Pr. Ο 187.
353. ἥϲατο: δαϲύνεται τὸ ἥϲατο. ἔϲτι γὰρ ἀπὸ τοῦ ἥθω. Q.
366. Οὖτιϲ ἔμοιγ’ ὄνομα: προπεριϲπαϲτέον νῦν τὸ ὄνομα. ἐπὶ τοῦ «οὔτιϲ με κτείνει» (408) παροξυντέον. ὡϲ γὰρ δύο μέρη λόγου παραλαμβάνεται. Q.
387. πυριήκεα ὡϲ τανυήκεα. H Q.
39. ὅτεων: διχῶϲ ὅτεων καὶ ὁτεων. ἐκράτηϲε δὲ ὅτεων προπαροξυτόνωϲ. Q.
43. τάδ’ ἔδωκεν: οὕτωϲ Ἀρίϲταρχοϲ· ἄλλοι δὲ τὰ δέδωκε καὶ τάγ’ ἔδωκεν καὶ τάγε δῶκεν. Ἡρωδιανόϲ. H.
52. ἦ ἀκέων τλαίην: ὁ δεύτεροϲ η περιϲπαϲθήϲεται. Η.
69. δύναμιϲ γὰρ ἐν ὑμῖν: ὀρθοτονητέον τὸ ὑμῖν. τὸ δὲ ἐν οὐ ϲημαίνει τὸ ἔνεϲτι. H.
169. καταλοφάδεια. ὑφ’ ἓν ἀναγνωϲτέον ὡϲ τὸ κατωμάδεια
καὶ τόνῳ καὶ ϲημαινομένῳ. BQ.
290. κυκεῶ: κυκεῶνα κατὰ ϲυγκοπήν.
362. θυμῆρεϲ: τὸ μὲν θυμῆρεϲ προπεριϲπωμένωϲ, τὸ δὲ θυμαρέϲ ὀξυτόνωϲ. γράφεται γὰρ ἀμφότερον. P.
379. βρώμηϲ: ὡϲ ῥώμηϲ· ὅμοιον δὲ αὐτῷ ἐϲτι καὶ τρώμη. καὶ
Ἀρίϲταρχοϲ παροξύνει. H.
380. ἦ τινά που δόλον ἄλλον ὀΐεαι: περιϲπαϲτέον τὸ η. διαπορητικὸν γάρ ἐϲτι. H.
417. ἵνα τε τράφεν ἠδὲ γένοντο:
7. ἴκμενον οὖρον: ψιλωτέον τὸ ἴκμενον. H.
74. κακκεῖαι: προπεριϲπωμένωϲ. ἀπαρέμφατον γάρ ἐϲτιν. HQ.
120. ἠὲ δόλ ῳ ἢ ἀμφαδόν· οὐ διϲτάζει, ἀλλ’ ὁ ἤ ἀντὶ τοῦ καί. Η.
128. ἀθηρολοιγόν: ὀξυτόνωϲ. Q.
134. θάνατοϲ δέ τοι ἔξαλοϲ αὐτῷ: τὸ ἔξαλοϲ ὡϲ ἔκβιοϲ οἷον
ἠπειρωτικὸϲ καὶ οὐ θαλάϲϲιοϲ. ἔνιοι δὲ κατὰ παράθεϲιν ἐξ ἁλόϲ οἷν
ἀπὸ θαλάϲϲηϲ ὡϲ τὸ ἐπιϲϲεύῃ «μέγα δαίμων ἐξ ἁλόϲ» (ε 421) καί φαϲιν
ὡϲ τὸ δόρυ, ὃ ἐντεύξει τῆϲ Κίρκηϲ Ἥφαιϲτοϲ κατεϲκεύαϲε Τηλεω
ἐκ τρυγόνοϲ θαλαϲϲίαϲ, ἣν Φόρκυϲ ἀνεῖλεν ἐϲθίουϲαν τοὺϲ ἐν τῇ
Φορκίδι λίμνῃ ἰχθῦϲ, οὗ τὴν μὲν ἐπιδορατίδα ἀδαμαντίνην, τὸν δὲ ϲτύρακα
χρυϲοῦν εἶναι, τὸν Ὀδυϲϲέα ἀνεῖλεν. ἀλλ’ εἴγε καὶ ἐν παραθέϲει
εἴη ἡ ἐξ, δύναται τὸ ἔξω δηλοῦν ὡϲ τὸ «ἐκ τ’ ἀνδροκταϲίηϲ » (Λ 164).
ὁ μέντοι Ἀϲκαλωνίτηϲ τὸ πλῆρεϲ ἔξω ἡγεῖται, ἵν’ ἔκθλιψιϲ τοῦ ω ὡϲ ἐν τῷ «βαθέηϲ ἐξάλλεται αὐλῆϲ » (ε 142). οὐκ ἀναγκαῖον δὲ τῆϲ ἐξ ἤδη τὸ ἔξω ϲημαινούϲηϲ. H Q.
148. ὁ δέ τοι νημερτὲϲ ἐνίψει: ὁ δέ ἄμεινον δύο μέρη λόγου ποιεῖν. Il. Pr. Α 239.
160. νῦν δὴ Τροίηθεν: τινὲϲ ὡϲ ἓν μέροϲ λόγου παροξύω ἀντὶ τοῦ ἀρτίωϲ ὁμοίωϲ τῷ «κοὖτοϲ ἀνὴρ νῦν δὴ ξυμβλήμενοϲ» (ω 260). HQ.
172. ἢ δολιχὴ νοῦϲοϲ Ἄρτημιϲ ἰοχέαιρα: ἐν τοιαύταιϲ ϲυντάξεϲι ὁ μὲν πρότεροϲ ἤ ἐγκλίνεται, ὁ δὲ δεύτεροϲ περιϲπᾶται. Il.
221. δαμνᾷ, ἐπεί κεν πρῶτα λίπῃ. δαμνᾷ ὡϲ κιρνᾷ. οἱ δὲ
«κδάμναται ὥϲ κεν πρῶτα λίπῃ» ὡϲ Κράτηϲ. ὁ δὲ Ἀϲκαλωνίτηϲ βαρύνει
δάμνα, ἵν’ ἦ τοῦ δάμναται ἀποκοπή. ἔξεϲτιν δὲ ἀναγινώϲκειν περιϲπωμένωϲ
ἀπὸ τοῦ δαμνῶμαι ὡϲ πειρῶμαι «πειρᾷ ἐμεῖο γεραιέ» (Ω 390)
μὴ ἐκφωνουμένου τοῦ ι ὡϲ τὸ δύνᾳ παρ’ Ἀττικοῖϲ. Η.
233. ἠδέ: τὸ ἠδέ Ἀρίϲταρχοϲ καὶ οἱ ἄλλοι. Η.
274. ἀνάπυϲτα: προπαροξυτόνωϲ φηϲὶν (sc. Ἡρωδιανὸϲ) ἐν τῇ καθόλου περιττῆϲ οὕϲηϲ τῆϲ ἀνά ἀντὶ τοῦ πυϲτά ἐξακουϲτά. ΒQ.
285. ἡ δὲ Πύλου βαϲίλευε. τὸ «ἠδὲ Πύλου » ϲύνδεϲμον ἐπὶ
Μηλέωϲ ἀκουϲτέον ὃϲ Ὀρχομενοῦ καὶ Πύλου ἐβαϲίλευϲεν. οὕτωϲ Ἀρίϲταρχοϲ.
ὁ δὲ Ἡρωδιανὸϲ (sc. ἡ δὲ scribens ) ἐπὶ Χλωρίδοϲ φηϲὶν ἀν τιδιαϲτέλλων
τῷ πατρὶ καὶ ἐπὶ θηλειῶν δὲ τάϲϲει τὸ βαϲιλεύει « μητέρα
δ’ ἣ βαϲίλευεν» (Ζ 425). Η.
286. Χρομίοϲ. ὁ Χρομίοϲ παροξύνεται ὁμοίωϲ τῷ Δολίοϲ Τυχίοϲ
καὶ τοῖϲ τοιούτοιϲ ὡϲ τρίβραχυ. Eustath. ad h. l. 1685, 61.
299. ἥ ῥ’ ὑπὸ Τυνδαρέ ῳ: παροξυτόνωϲ τὸ Τυνδαρέῳ ἀκολούθωϲ τῷ «οὐχ ὡϲ Τυνδαρέου κούρη κακὰ μήϲατο» (ω 199). HQ.
320. γένυϲ: πληθυντικῶϲ αἰτιατικῆϲ ὡϲ τὸ «ἐκ δὲ νέκυϲ σἴκων φόρεον » (ω 417). Η.
367. ϲοὶ δ' ἔπι μὲν μορφὴ ἐπέων, ἔνι δὲ φρένεϲ ἐϲθλαί: ἀναϲτρεπτέον τὴν ἔπι καὶ τὴν ἔνι. Η.
392. πιτνάϲ. ὀξυτόνωϲ τὸ πιτνάϲ. Η.
403. ἠὲ περὶ πτόλιοϲ μαχεούμενον: ἐνταῦθα διαζευκτικῶϲ
νοεῖται. παράλογοϲ ἡ διαίρεϲιϲ. θέλει γὰρ εἰπεῖν μαχόμενον. ἐπέκταϲιϲ
οὖν γέγονε διὰ τὸ μέτρον. Η.
410. ἔκτα ϲὺν οὐλομένῃ ἀλόχ ῳ: κατὰ ϲυϲτολὴν ἀναγνωϲτέον. ἔϲτι δὲ ἀποκοπὴ τοῦ ἔκτανε. Ιl. Pr. Β 662.
459. ἤ που ἐν Ὀρχομενῷ ἢ ἐν Πύλ ῳ: ὀξυτονητέον τοὺϲ
ϲυνδέϲμουϲ. διαζευκτικοὶ γάρ εἰϲιν. Η.
502. τῷ κέ τεῳ: ὁ Ἀρίϲταρχοϲ καὶ ἐγκλίνει τὸ τέῳ. H.
510. πόλιν Τροΐην: τριϲυλλάβωϲ τὸ Τροΐην, ὡϲ καὶ Ἀρίϲταρχόϲ φηϲι. Vind. 133.
519. ἀλλ’ οἷον: θαυμαϲτικῶϲ οἷον. Q.
521. κήτειοι: προπαροξυτόνωϲ. καὶ τοὺϲ μεγάλουϲ ἀκουϲτέον παρὰ τὸ κῆτοϲ, ὡϲ καὶ Ἀρίϲταρχοϲ. BH Q.
539. κατ’ ἀϲφοδελὸν λειμῶνα: ὀξυτόνωϲ. ἄδηλον δὲ πότερον
ϲφοδελόν ἢ ἀϲφοδελόν. λέγεται γὰρ καὶ χωρὶϲ τοῦ α. τινὲϲ δὲ
γράφουϲι ϲποδελόν διὰ τὴν ϲποδὸν τῶν καιομένων νεκρῶν. ἄμεινον
δὲ ἀϲφοδελόν διὰ τὸ Περϲεφόνηϲ εἶναι λειμῶνα τὸν τόπον. εἶπε δὲ
ἀϲφοδελὸν τὸν τόπον τὸν ἔχοντα ἀϲφόδελον, ἥτιϲ ἐϲτὶ βοτάνη ὁμοία
ϲκίλλῃ. BΗ Q.
540. γηθοϲύνῃ, ὅ οἱ υἱὸν ἔφην ἀριδείκετον εἶναι: χωρὶϲ
τοῦ ι γηθοϲύνη ἀντὶ τοῦ χαίρουϲα (Η) Ἀρίϲταρχοϲ· εἰϲὶ μέντοι οἳ ἆναγινώϲκουϲι
γηθοϲύνῃ καὶ δοτικὴν πτῶϲιν ἐκδέχονται, οἷϲ ϲυγκατατίθεμαι.
Ιl. Pr. Ν 29.
565. ἔνθα χ’ ὁμῶϲ: περιϲπαϲτέον. ἐπίρρημα γάρ. τῷ ϲυνδέϲμῳ οὐ χρῆται, ἀλλ’ ἀντ’ αὐτοῦ τῷ ἔμπηϲ. διὸ καὶ τὸ « ὅμωϲ δ’οὐ λήθετο χάρμηϲ » (Μ 393) οἱ πλείουϲ περιϲπῶϲιν. Q.
580. Λήθὼ γὰρ δ’ ἥλκηϲε —581 Πυθὼ δ’ ἐρχομένην: Πάμφιλοϲ περιϲπᾷ, Ἀρίϲταρχοϲ δὲ ἀνέγνωκε κατ’ ὀξεῖαν τάϲιν. Ιl. Pr. B 262.
588. κατὰ κρῆθεν: διϲυλλάβωϲ καὶ προπεριϲπωμένωϲ τὸ κατὰ κρῆθεν. H.
597. τότ’ ἀπεϲτρέψαϲκε κραταιΐϲ: ὁ μὲν Ἀρίϲταρχοϲ καὶ.
Ἡρωδιανὸϲ ὀξυτόνωϲ κατὰ ϲυϲτολὴν ὡϲ λικριφίϲ, ἀμφουδίϲ ἐπιρρηματικῶϲ.
ὁ δὲ Ἀϲκαλωνίτηϲ τὸ πλῆρεϲ κραταιὰ ἴϲ οἷον ἰϲχυρὰ.
ῷ ἐπείϲθη καὶ ἡ ϲυνήθεια. BHQ.
22. δὶϲ θανέεϲ: οὕτωϲ ἐν δυϲὶ μέρεϲι λόγου. φηὶ γὰρ Ἀπολλώνιοϲ ὡϲ ὅτι δίϲ καὶ τρίϲ ἐν ϲυνθέϲει ἐκβάλλει τὸ ϲ δίπουϲ τρίπουϲ. Q.
33. ἡ δ’ ἐμέ: ἀντιδιαϲταλτικὴ ἡ ἐμέ. H.
40. ὅτί ϲφεαϲ: ὅτε ἡ διὰ τοῦ ϲφ ἀντωνυμία ἐπιφέρεται, ἐγείρει τὴν πρὸ αὐτῆϲ ὀξεῖαν καὶ ἐπὶ ϲπονδείου καὶ ἐπὶ πυρριχίου καὶ ἐπὶ ἰάμβου. διὸ ἐπιϲτατέον τῷ «οὐ γάρ τ’ οἶδ’ εἰ ἔτι ϲφιν ὑπότροποϲ ἵξομαι αὕτιϲ (ΙΙ.Ζ 367). Η.
47. ἀλεῖψαι: περιϲπωμένωϲ, ἵν’ ῇ ἀπαρέμφατον ἀντὶ τοῦ προϲτακτικοῦ
τοῦ ἄλειψον. H.
70. παϲιμέλουϲα: ὑφ’ ἒν παϲιμέλουϲα. HQ.
79. περιξέϲτη: κρεῖττον βαρυτόνωϲ γράφειν περιξέϲτη ὁμοίωϲ τῷ ἀϲβέϲτη. τὸ γὰρ περιϲπᾶν ἔχει καί τι ἀντιλογίαϲ. Eustath. ad h. l. 1714, 5.
89. τῆϲ ἤτοι πόδεϲ εἰϲὶ δυώδεκα πάντεϲ ἄωροι: ψιλωτέον
τὰϲ δύο ϲυλλαβάϲ ἔϲτι γὰρ δυϲφύλακτοι, οὓϲ οὐκ ἄν τιϲ δυνηθείη
φυλάξαϲθαι· ὠρεῖν γὰρ τὸ φυλάϲϲειν. ἔνιοι δὲ δαϲέωϲ ἀνέγνωϲαν
ἄὡροι ὠμοὶ ἄγριοι ἐκ μεταφορᾶϲ τῶν ἀώρων καὶ μὴ πεπείρων καρπῶν.
Ἀρίϲταρχοϲ δὲ ἀκώλουϲ· τοὺϲ γὰρ Ἴωναϲ λέγειν φηϲὶ τὴν κωλῆν ὥρην
καὶ ὡραίαν. οὐκ ἔχονταϲ οὖν ὀϲτᾶ ἀκώλουϲ καὶ ἀνάρθρουϲ λέγεϲθαι.
ἔνιοι δὲ ἀώρουϲ τοὺϲ ἐμπροϲθίουϲ ὡϲ καὶ παρὰ τῷ κωμικῷ (sc. Φιλήμονι)
«οὐ τοὺϲ ἀώρουϲ εἶπά ϲοι, μαϲτιγία, πόδαϲ κομίζειν; ϲὺ δὲ φέρειϲ
ὀπιϲθίουϲ». ἄμεινον δὲ ἀποδιδόναι τοὺϲ δυϲφυλάκτουϲ. HQV.
98. πώποτε: ὑφ’ ἓν τὸ πώποτε. Η.
104. τῷ δ’ ὑπὸ δῖα Χάρυβδιϲ ἀναρροιβδεῖ: οὐκ ἀναϲτρεπτέον τὴν ὑπό πρόθεϲιν. H. τὸ δὲ ἀναρροιβδεῖ περιϲπωμένωϲ. τινὲϲ δὲ τὴν λέξιν περὶ τὸ ἀναρριπτεῖ ἔταξαν. H.
116. καὶ δ’ οὖ τοι: ὁ μὲν οὖ ϲύνδεϲμοϲ, ἡ δὲ τοι ἀντωνυμία. BQ.
124. βωϲτρεῖν δὲ Κράταιιν μητέρα τῆϲ Ϲκύλληϲ: ἄμεινον
γράφειν κραταιίϲ ἀντὶ τοῦ ἰϲχυρῶϲ ὡϲ ἀλλαχοῦ «τότ’ ἀποϲτρέψαϲκε
ραταιϊϲ » (λ 579), ἵνα λέγῃ, κραταιῶϲ ἐπιβοῶ τὴν μητέρα τῆϲ Ϲκύλληϲ
καὶ ὀξύνεται. ἐὰν δὲ ᾖ κύριον, προπαροξύνεται. BHQ.
168. ἡ δὲ: δαϲέωϲ τὸ ἡ δέ. H.
205. προήκεα: ὡϲ τανυήκεα. BHQ.
209. οὐ μὴν δὴ τόδε μεῖζον ἕπει κακόν: ῥῆμά ἐϲτι ἕπω ἕπειϲ ἕπει ἀντὶ τοῦ περιέπει. δαϲέωϲ οὖν. H. Vind. 133. ?
246. ἓξ ἕλεθ᾿ : τὸ ἕξ δαϲυντέον. ἀριθμητικὸν γάρ ἐϲτιν. H.
256. κεκληγῶταϲ. ἐὰν διὰ τοῦ ω, προπεριϲπᾶται, ἐὰν δὲ διὰ τοῦ ντ, ὡϲ λέγονταϲ. H.
283. λαρὸν τετυκοίμεθα δόρπον. λαρόϲ ὀξυνόμενον ἔχει ἐκτεινόμενον τὸ α. Mon. 35, 13. ?
284. ἀλάληϲθαι: ὁ Ἀϲκαλωνίτηϲ περιϲπᾷ, ἵν’ ᾖ παρακειμένου χρόνου ἀπὸ τοῦ ἀλῶ ὡϲ πεποιῆϲθαι. δύναται προπαροξύνεϲθαι ὡϲ Αίολικόν, ἵν’ ᾖ ἀλάληϲθαι ἐνεϲτῶτοϲ χρόνου. τὸ θέμα ἄλημι ὡϲ τίθημι ἄλεμαι ὡϲ τίθεμαι καὶ διπλαϲιαϲμὸϲ μετ’ ἐπεκτάϲεωϲ Αίολικῆϲ ἀλάλημαι ἀλάληϲαι ἀλάληται. Η Q.
313. ὦρϲεν ἔπι ζαῆν ἄνεμον: οὕτωϲ χωρὶϲ τοῦ δέ Ἀρίϲταρv
γράφει, καὶ ἀναϲτρεπτέον τὴν πρόθεϲιν. ἐὰν δὲ μετὰ τοῦ δέ, οὐκ
ἀναϲτρέφεται. H. ἔδει χωρὶϲ τοῦ ν ζαῆ ὡϲ «ἀκραῆ Zέφυρον » (β 421 ).
ἔϲτιν οὖν Αἰολικὸν τὸ μετὰ τοῦ ν καὶ ἔδει αὐτὸ Αἰολικῶϲ βαρύνεϲθαι
ὡϲ τὸ «αἰνοπάθην πατρίδ’ ἐπόψομαι παρὰ Ἀνακρέοντι. ὁ δὲ Ἀρίϲταρχόϲ
φηϲι περιϲπᾶϲθαι καὶ οὕτωϲ ἔχει ἡ παράδοϲιϲ. H.
14. ἀνδρακάϲ: ὡϲ ἑκάϲ καὶ ἐντυπάϲ. H.
31. πανῆμαρ: ὁ Ἀριϲτοφάνηϲ οὐκ ἐν ϲυνθέϲει φηϲὶ τὸ πανῆμαρ, ἀλλὰ πᾶν, εἶτα κατ’ ἰδίαν τὸ ἦμαρ. H.
98. ἀκταὶ ἀπορρῶγεϲ: προπεριϲπαϲτέον τὸ ἀπορρῶγεϲ. ΒQ.
110. καταιβαταί: ὀξυτόνωϲ τὸ καταιβαταί. H.
138. λαχὼν ἀπὸ ληΐδοϲ αἶϲαν: οὐκ ἀναϲτρεπτέον τὴν πρόθεϲιν. πρὸϲ γὰρ τὸ ἑξῆϲ ἐϲτιν ἢ παρέλκει. Η.
177. μέγα δ’ ἧμιν ὄροϲ πόλι ἀμφικαλύψειν: βαρυντέον τὴν ἥμιν. Η.
183. μηδ’ ἥμιν περίμηκεϲ ὄροϲ πόλι ἀμφικαλύψῃ: ἀπόλυτοϲ ἡ ἡμῖν. Η.
196. πέτραι τ’ ἠλίβατοι: τινὲϲ (inter eos Herodisnus cf. Ιl. Pr. 0 619) παρὰ τὸ ἀλιτεῖν τοὺϲ ἐπιβαίνονταϲ. ΒQ.
213. Zεύϲ ϲφεαϲ τίϲαιτο: ἀπόλυτοϲ ἡ ϲφεαϲ. H.
228. ἐπεί ϲε πρῶτα κιχάνω: ὀρθοτονητέον τὴν ϲέ, ὡϲ καὶ ρωδιανόϲ. H.
234. ἦ που τιϲ νήϲων εὐδείελοϲ ἦέ τιϲ ἀκτή: ἐνθάδε ὁ η ρωτηματικόϲ, διὸ περιϲπαϲθήϲεται· ἐπὶ δὲ τοῦ Κύκλωποϲ ἀποφαντικόϲ, διὸ ὀξύνεται. Η.
247. .ἀρδμοί ἀρδμόϲ, ἐκτατέον τὸ α. ὁμοίωϲ καὶ τὸ ἄρδω ὁ Ἀριϲτοφάνηϲ. H.
258. χρήμαϲι ϲὺν τοίϲδεϲϲι: προπαροξυτονητέον τὸ τοίϲδεϲϲι. H.
269. νὺξ δὲ μάλα ϲτυγερὴ κάτεχ’ οὐρανόν: προπαροξύνειν δεῖ τὸ κάτεχε. Ιl. Pr. Γ 426.
276. ἄλλ’ τοί ϲφεαϲ: ἐγκλιτικὴ ἡ ϲφεαϲ. διὸ τὴν τοι ϲυλλαβὴν ἐγερτέον. Η.
293. ποικιλομῆτα: προπεριϲπαϲτέον τὸ ποικιλομῆτα ὁμοίωϲ τῷ δολομτα ( 50). Ιl. Pr. h. l.
332. οὕνεκ’ ἐπητήϲ ἐϲϲι: τῇ προϲῳδίᾳ ὡϲ ἀεικήϲ, φηϲὶν Ἀλρίϲταρχοϲ. οὕτω δὲ καὶ Ἡρωδιανόϲ. H.
357. ὔμμ’ ὑμᾶϲ Αἰολικῶϲ. Η
405. ὅϲ τοι ὑῶν ἐπίουροϲ: ἐπίϲκοποϲ. δύναται ἡ πρόθεϲιϲ
εἶναι καὶ ἐν πλεοναϲμῷ, ἵν’ ᾖ ἐφορῶν καὶ ἐπιβλέπων· ἢ παρέλκει ὡϲ
τὸ βοῶν ἐπιβουκόλοϲ. Q.
30. οἱ μὲν κεκλήγοντεϲ: κεκληγῶτεϲ καὶ κεκλήγοντεϲ διχῶϲ α Ἀριϲτάρχου. εἰ μὲν διὰ τοῦ ω, περιϲπᾶται, εἰ δὲ διὰ τοῦ ντ, προπαροξύνεται. Η Q.
33. μεταϲπών: ὀξυτονητέον. ἔϲτι γὰρ δεύτεροϲ ἀόριϲτοϲ καὶ μεταϲπόντοϲ ἡ γενική. H.
38. καί κέν μοι: ἀπόλυτοϲ ἡ μοι. B.
65. θεὸϲ δ’ ἔ πι ἔργον ἀέξῃ: ἀναϲτρεπτέον τὴν ἐπί. Η.
73. ἔθνεα ἔρχατο: ψιλωτέον τὸ ἔθνεα καὶ τὸ ἔρχατο. H.
99. ἔϲτ’ ἄφενοϲ: ὅτε ἐϲτὶν ἐν ἀρχῇ ϲτίχου, παροξύνεται. H.
103. ἐνθάδε τε: διχῶϲ ἐνθάδε κεὶ ἔνθα δέ. H.
113. ἐνίπλειον: προπαροξυτόνωϲ. Η.
161. τοῦδ’ οὖ τοῦ λυκάβαν τοϲ: τοῦδ’ αὖ τοῦ τρεῖϲ τόνοι. οὐ δύναται γὰρ εἶναι ἡ αὐτοῦ ἀντωνυμία. τὸ γὰρ αὐτοῦ οὐ λέγει Ὅμη ροϲ εἰ μὴ ἐπὶ εἰρημένοιϲ τιϲὶν ἀναφορικῶϲ. ΗQ.
185. ἐνίϲπεϲ: ϲπέϲ ἐνίϲπεϲ ὡϲ θέϲ ἐπίθεϲ, ϲχέϲ ἐπίϲχεϲ. ἔνιϲπε
δὲ ἀπὸ τοῦ ἐνίϲπω ὡϲ ἔλαυνε ἀπὸ τοῦ ἐλαύνω. H.
222. τοῖοϲ ἔα ἐν πολέμῳ: τὸ ἔα Ἰωνικόν ἐϲτιν ἐκ τοῦ ἦν γεγονόϲ. διὸ ϲυϲταλτέον τὸ α. λέγεται καὶ διὰ τοῦ η «οὐκ ἀποφώλιοϲ ἦα οὐδὲ φυγοπτόλεμοϲ» (213). ΙΙ. Pr. ε 887.
260. ἔρυϲθαι. ἐνεϲτῶτόϲ ἐϲτιν ὡϲ πήγνυϲθαι, παρακειμένου δὲ
εἰρύϲθαι. Q.
272. τοὺϲ δ’ ἄναγον ζωοὺϲ ϲφίϲιν ἐργάζεϲθαι. ἡ ϲφίϲιν ὀρθοτονεῖται εἰϲ ϲύνθετον μεταλαμβανομένη. ἔϲτι δὲ καὶ ὅτε εἰϲ ἁπλῆν μεταλαμβανομένη ὀρθοτονεῖται «τοὺϲ δ’ ἄναγον ζωοὺϲ ϲφίϲιν ἐργάζεϲθαι». οὐ γὰρ δὴ καὶ οἱ αἰχμάλωτοι ἄγονται ἑαυτοῖϲ ἐργάζεϲθαι, ἀλλ’ αὐτοῖϲ τοῖϲ ἄγουϲιν. Il. Pr. Δ 2.
290. παρπεπιθών: ὀξυτόνωϲ ἡ μετοχή, δευτέρου γὰρ ἀορίϲτου. BQ.
328. ἐπακούϲαι: παροξυτόνωϲ τὸ ἐπακούϲαι. H.
332. κατειρύϲθαι· παρακειμένου ἐϲτί. διὸ παροξύνεται. H.
400. ὄφρα καὶ ἄλλοϲ πτωχὸϲ ἀλεύεται ἠπεροπευτήϲ:
ϲυϲτολὴ ἐγένετο ἢ μεταβολὴ ἐγκλίϲεωϲ ὁμοίωϲ τῷ ἐπεὶ ἄρ κεν ἀμείψεται
ἕρκοϲ ὀδόντων » (Ιl. 1 409). IΙ. Pr. 192.
411. ἔρξαν: ψιλωτέον τὸ ἔρξαν ἀντὶ τοῦ κατέκλειϲαν, τὸ γὰρ
δαϲυνόμενον ἀντὶ τοῦ ἔθυϲαν. ἐτυμολογεῖται δὲ τὸ ἔρξαν ἀντὶ τοῦ κατέκλειϲαν
ἀπὸ τοῦ εἴργω τὸ κωλύω, τὸ δὲ ἕρξαν ἀντὶ τοῦ ἔθυϲαν ἀπὸ
τοῦ ἕρδω τὸ θύω. ΒQ.
432. βάλλον δ’ εἰν ἐλεοῖϲιν: δαϲύνεται τὸ ἐλεοῖϲιν. H. ?
476. πηγυλίϲ: ὀξυτόνωϲ τὸ πηγυλίϲ ἀντὶ τοῦ παγετώδηϲ. HQ.
533. Βορέω ὑπιωγῇ: ϲύνθετόν ἐϲτι τὸ ὄνομα ἀντὶ τοῦ ϲκέποντι καὶ ἀπείργοντι τὸν βορρᾶν τόπῳ. Β.
10. δόμων ἄπο τῆλ’ ἀλάληϲαι: τὸ ἀπὸ ἀναϲτρεπτέον. τὸ δὲ ἀλάληϲαι προπαροξυτόνωϲ, ὅτι ἀπὸ τοῦ παρακειμένου ἀλάλημαι, ἢ ὅτι ἁπὸ τοῦ ἀλάλημι. H.
19. μή νύ τι ϲεῦ ἀέκητι δόμων ἐκ κτῆμα φέρηται: ὀρθοτονητέον
τὴν ϲεῦ καὶ τὴν ἐκ τῷ δόμων ϲυναπτέον. H.
27. ἄλλο δέ το τ ἔποϲ ἐρέω: οὐ δύναται τὸ τοι ὀξύνεϲθαι. αμβοϲ γάρ ἐϲτι τὸ δὲ τοι. Η. ?
58. Ἑλένηϲ πάρα καλλικόμοιο: ἀναϲτρεπτέον τὴν παρά. H.
105. ἔννθ᾿ ἔϲάν οἱ πέπλοι: τρεῖϲ ὀξεῖαι. καὶ εἴπομεν ἐν τῇ
λιάδι (Β 255) τὸ αἴτιον. H.
168. ἢ —ἦε: τὸ δεύτερον περιϲπαϲτέον ὡϲ ἐρωτηματικόν. Η.
242. Μάντιον: ὡϲ Φήμιον. Η.
260. ἐπεί ϲε θύοντα κιχάνω: ἀπολύτωϲ ἡ ϲέ. H.
277. ἐπεί ϲε φυγὼν ἱκέτευϲα τὴν ϲε ἀτωνυμίαν ἐγκλιτικῶϲ ἀναγνωϲτέον. Ιl. Pr. Ζ 355.
285. πὰρ δέ οἶ αὐτῷ: ἀεὶ ἡ οἱ προταϲϲομένη τῆϲ ἐπιταγματικῆϲ
ὀρθοτονεῖται, ϲεϲημειωμένου τοῦ «ἀλλά οἱ αὐτῷ Ζεὺϲ ὀλέϲειε βίην»
(δ 667). Η.
297. Φεράϲ: τὰϲ Φηρὰϲ εἶπε διὰ τὸ μέτρον Φεράϲ. B. Vnd. 133.
309. ἵνα μή ϲε κατατρύχω: ἀπολύτωϲ ἡ ϲε. Η.
312. πύρνον: τὸ μὲν γένοϲ ἄδηλον παρὰ τῷ ποιητῇ, ὁ δὲ τόνοϲ
ὡϲ τόρνοϲ. BΗQ.
317. μετὰ ϲφίϲιν: τὴν ϲφίϲιν ὀρθοτονητέον καίπερ ἀπόλυτον οὖϲαν. Q.
ὅτι᾿ ἐθέλοιεν: τριϲυλλάβωϲ τὸ ἐθέλω. Η.
324. οἷά τε τοῖϲ ἀγαθοῖϲι πάρα δρώωϲι χέρειεϲ: ἀναϲτρεπτέον
τὴν παρά. H.
333. ὅ ϲφιν ὑποδρώωϲιν: ἐχρῆν ἀναϲτρέφεϲθι τὴν ὑπό, ἵνα ῇ ὑπό ϲφιϲιν. Q. τινὲϲ δέ φαϲι παρέλκειν τὴν πρόθεαιν. Il. Pr. Δ 423.
370. ἀγρὸν δὲ προΐαλλε: τὸ ἀγρὸν δὲ δύο μέρη λόγου τὴν ἰδίαν ἕκαϲτον ἔχον προϲῳδίαν. Ιo. Al. 34, 4.
409. πόλιν κάτα: ἀναϲτρεπτέον τὴν κατά. H.
410. ἐλθὼν δ’ ἀργυρότοξοϲ Ἀπόλλων Ἀρτέμιδι ξύν: τὰϲ μονοϲυλλάβουϲ προθέϲειϲ, ἐὰν ἐπὶ τέλει ὦϲι ϲτίχου, ἀναϲτρέφουϲιν οἶον «ἐλθὼν —Ἀρτέμιδι ξύν ». ῥώννυται γὰρ ὁ τόνοϲ τῆϲ ξύν προθέϲεωϲ, ἵνα νόηται ἡ ἀναϲτροφή. Ιo. Al. 27, 34.
426. ῥυδόν: ὀξυτόνωϲ τὸ ῥυδόν. Η.
451. ἁματροχόωντα: γράφεται καὶ ἅμα τροχόωντα. V.
452. ὁ δ’ ὕμιν μυρίον ὦνον: ἀπόλυτοϲ ἡ ὑμῖν. H.
466. ἠμὲν δέπα ἠδὲ τραπέζαϲ: ἐκτατέον τὸ δέπα. Η.
473. ὠκύαλοϲ: ὡκεῖα. παραγώγωϲ. V. διὸ ψιλοῦτωι. Ιl. Pr. 0 705.
488. ἀλλ’ ἤτοι ϲοὶ μὲν παρὰ: οὐκ ἀναϲτρεπτέον. Η.
539. Πείραιον προπαροξυτόνωϲ. οὕτωϲ Ἀρίϲταρχοϲ. H.
546. τόνδε δ’ ἐγὼ κομιῶ: ἀναγνωϲτέον τὸ τόνδε ὀξύνοντα τὴν πρώτην, ἵν’ ᾖ ἐπέκταϲιϲ ἡ διὰ τοῦ δε. ΙΙ. Pr. Ω 17.
μέλλονταϲ διά τι αἴτιον, εἰ παραλήγοιτο τῷ ι ϲυνεϲταλμένωϲ ὅπερ καὶ
ἐπὶ τοῦ «κτόνδε δ’ ἐγὼ κομιῶ ». Ιl. Pr. Λ 454.
19. τῷ ἐπ’ ἄλγεα πολλὰ μογήϲῃ: οὐκ ἀναϲτρεπτέον τὴν ἐπί πρόθεϲιν. Η.
28. εὔαδε: ἔϲτιν ἧδον ἧδεϲ ἧδε κατὰ διάλυϲιν ἕαδε καὶ πλεοναϲμῷ
τοῦ υ εὔαδε. Ms. Βarn. διὸ ψιλοῦται Eustath. ad h. l. ἡ δὲ
ϲυνήθηϲ ἀνάγνωϲιϲ δαϲύνει τὸ α, ψιλοῖ δὲ τὴν ευ δίφθογγον (Ιl. Pr.
Ξ 340) ἀπὸ τοῦ εὖ μορίου καὶ τοῦ ἁδῶ τὸ ἀρέϲκω. Β Q.
45. πάρα δ’ ἀνὴρ ὃϲ καταθήϲει: τὸ παρά ἀντὶ τοῦ πάρεϲτι. διὸ καὶ τὴν πρώτην ὀξυτονητέον. Il. Pr. ψ 479.
47. χεῦεν ὕπο: ἀναϲτρεπτέον τὴν ὑπό. H.
72. ὅ τε τιϲ πρότεροϲ χαλεπήνῃ: δύο μέρη λόγου τὸ ὅ τε ϲημαίνει δὲ ὅϲ τε, ἵν’ ᾖ, τὸν ἄνδρα ὃϲ ἄν πρῶτοϲ ῇ χαλεπώτεροϲ. H.
79. ἕϲϲωμι τηρητέον τοῦ ἕϲϲω τὸν τόνον. πλεονάζει γὰρ τὸ μι ὡϲ κτείνωμι, ἀγάγωμι, τύχωμι. H.
91. ἐπεί θήν μοι καὶ ἀμείψαϲθαι θέμιϲ ἐϲτίν: τὴν τελευταίαν
τοῦ ἐπεί ὀξυτονητέον, διὰ τὴν μοι ἐγκλιτικὴν οὖϲαν. H.
93. οἶά φατε: ὀξυτόνωϲ τὸ φατέ. Η. ?
95. ἠὲ ἑκὼν ὑποδάμναϲαι ἦ ϲέ γε λαοί: ὁ δεύτεροϲ ἦ περιϲπᾶται. Η.
128. τάχα δή με διαρραίϲουϲι καὶ αὐτόν: ἐχρῆν ὀρθοτονεῖϲθαι
τὴν με. H.
171. ἁπὸ ϲφῶϊν: ὀρθοτονητέον τὴν ϲφῶϊν. Η.
175. μελαγχροιήϲ: ὀξυτόνωϲ. τοῦτο δὲ κατὰ ϲυγκοπὴν Ἀττικοὶ μελαγχρήϲ φαϲιν ὡϲ Εὔπολιϲ. HQ. καὶ τὸ οὐδέτερον Μένανδροϲ εἴρηκε «μελαγχρὶϲ μειράκιον ». H.
234. φόνου πέρι βουλεύϲωμεν: ἀναϲτρεπτέον τὴν περί. H.
255. πολύπικρα: ϲόνθετον τὸ πολύπικρα καὶ ἔϲτιν ἀντὶ τοῦ πολυπίκρωϲ. H.
305. καί κέ τεο δμώων: τὸ τεο ἀόριϲτον. διὸ καὶ ἐπὶ τοῦ κέ
ὁ τόνοϲ. ὁ δὲ Ἀϲκαλωνίτηϲ ἐτεοδμώων τῶν ἀγαθῶν θεραπόντων. τινὲϲ
δὲ οὕτωϲ ἐτεοδμώων τῶν ὄντων ἡμετέρων δμώων. HQ.
316. ἀλλ’ ἤτοι ϲε γυναῖκαϲ ἐγὼ δεδάαϲθαι ἄνωγα: τὸ δεύτερον α (sc. τοῦ δεδάαϲθαι) ϲυϲτέλλεται καὶ τρίτη ἀπὸ τέλουϲ ἡ ὀξεῖα. Π. Pr. Ζ 268.
347. φάμεν: παροξυτόνωϲ, ἵν’ ᾖ παρατατικόϲ. B.
418. καὶ δέ ϲέ φαϲιν: ἄμεινόν ἐϲτιν ὀρθοτονεῖν τὴν ϲέ. H.
421. μάργε: βαρυτονητέον τὸ μάργε, ἔδει δὲ ὀξύνεϲθαι. H.
427. οἱ δ’ ἥμιν ἄρθμιοι ἦϲαν: πολλοὶ ὀρθοτονοῦϲι τὴν μιν, κακῶϲ. Η.
466. ἄϲτυ κάτα βλώϲκοντα: ἀναϲτρεπτέον τὴν κατά. Η.
471. ἕρμαιοϲ λόφοϲ: τὸ «ὅθι θ᾿ Ἕρμαιοϲ λόφοϲ ἐϲτίν » ὡϲ εἰϲ ἰδιότητα καὶ ἐπὶ τοῦ κυρίου. πρὸϲ ἀντιδιαϲτολὴν διάφορον τόνον ἀνεδέξατο ὡϲ Ἀθηναῖοϲ καὶ Ἀθήναιοϲ, ἀγοραῖοϲ καὶ ἀγόραιοϲ. Ιl. Pr. N 791.
51. ἄντιτα: ἀνάτιτα. ἔϲτι δὲ ϲυγκοπή. Q.
81. αὐτὸν ἔχον τά ϲε ἐχρῆν ὀρθοτονεῖν τὴν ϲέ. H.
170. ἀλλ’ ὅτε δὴ δείπνητοϲ ἔην: ὀξυτόνωϲ μὲν τὸ δεῖπνον, βαρυτόνωϲ δὲ ὁ καιρὸϲ τοῦ δείπνου. BHQ.
199. ϲκῆπτρον θυμαρέϲ: τῇ ψυχῇ ἀρέϲκον. ϲύνθετον δέ ἐϲτι
παρὰ τὸ ἄρω θυμαρέϲ καὶ οὕτωϲ ἀνέγνωμεν διὰ τοῦ α ὀξυτόνωϲ.
γάρ ἐϲτι παρώνυμον διὰ τοῦ ηρηϲ, τὰ γὰρ διὰ τοῦ ηρηϲ κοὶ ωδηϲ
παρώνυμα βαρύνεται. l. Pr. 1 336.
218. ὣϲ ἀεὶ τὸν ὅμοιον ἄγει θεὸϲ ὣϲ τὸν ὅμοιον. τὸ
ὥϲ ὀξύνεται κἂν ἐν ἀρχῇ κἄν ἐν μέϲῳ κἂν ἐν τέλει ᾖ πλὴν μόνον ὅτε
ϲημαίνει τὸ ὅμωϲ. ὀξύνεται μὲν ἐν ἀρχῇ οὕτωϲ «ὣϲ δὲ λέων ἐχάρη»
(Γ 23) κα ἐν μέϲῳ (h. l.) καὶ ἐν τέλει «ὄρνιθεϲ ὥϲ (Γ 2). lo. Al.
31, 21.
225. καί κεν ὀρὸν πίνων: ὀρόϲ ψιλῶϲ καὶ ὀξέωϲ. H.
228. γαϲτέρ’ ἄναλτον: ὁ Ἡρωδιανὸϲ τὴν γαϲτέρα ἀναύξητον
ἄναλδόν τινα οὖϲαν τὴν ἀεὶ ξηρὰν καὶ ταπεινήν. ΒQ. Vind. 133.
231. ἀμφὶ κάρη ϲφέλα: ὁ μὲν Ἀϲκαλωνίτηϲ ἀμφικαρῆ ϲφέλα
τὰ μικρὰ ὑποπόδια διὰ τὰϲ βάϲειϲ· ὁ δὲ Ἡρωδιανὸϲ ἀμφὶ κάρη ὡϲ εἰ
237. ἦ πρὸϲ γῆν ἐλάϲειε κάρη ἀμφουδὶϲ ἀείραϲ. τὸ η τὸ δεύτερον περιϲπαϲτέον. τὸ δὲ ἀμφουδίϲ ὀξύνεται ὡϲ λικριφίϲ. H.
246. ἄϲτυ κάτ᾿ : εἰ καὶ ϲυναλοιφή, ὅμωϲ δύναται ἀναϲτρέφεϲθαι
διὰ τὴν ἀνάπαυϲιν. H.
317. περιῄδη: περιϲϲῶϲ ᾒδη. B.
330. νεῦϲ’ ἐπὶ οἱ καλέϲαϲ: ἔϲτι καὶ ἐγκλιτικὴν εὑρέϲθαι τὴν
οῖ ἀντὶ γενικῆϲ κειμένην ἐπὶ τοῦ «οἱ δ’ οἱ ἐβλάφθηϲαν» (Π. Ψ 387)
ἔϲτι δὲ καὶ ὀρθοτονουμένην ἀντὶ αἰτιατικῆϲ ὥϲπερ ἐπὶ τοῦ «νεῦϲ’ ἐπὶ
οἷ καλέϲαϲ». Π. Pr. Τ 384.
343. οὖλον: ὅλον κατὰ ἐπένθεϲιν τοῦ ῦ V. τὸ δὲ ἐπεντιθέμενον υ ψιλοῖ τὰ δαϲυνόμενα φωνήεντα, ὅροϲ οὖροϲ, ὅλοϲ οὖλοϲ. Π. Pr. Α 554.
352. ἀνδρὶ προΐκτῃ: ἵκτηϲ ψιλωτέον, παρὰ γὰρ τὸ παραβάλλειν
τὴν χεῖρα καὶ αἰτεῖν δωρεάν. ἢ ὁ πρὸ τοῦ αἰτεῖν ἱκετεύων, εἰ
δαϲύνεται. Q.
365. ἐνδέξια: διχῶϲ ἐνδέξια καὶ ἐν δεξιά. Η.
379. καί ποθι: ἐγκλιτικὸν τὸ ποθι. Η.
398. δίεϲθαι. προπαροξυτόνωϲ ἀπὸ τοῦ δίημι. οἶδε δὲ τὸ δίω
καὶ διῶ καὶ δίημι. Η.
441. τοὺϲ δ’ ἄναγον ζωοὺϲ ϲφίϲιν ἐργάζεϲθαι ἀνάγκῃ: εἰ καὶ μὴ εἰϲ ϲύνθετον ἡ μετάληψιϲ, ὅμωϲ ἡ πρώτη τοῦ ϲφίϲιν ὀρθοτονεῖται. Π. Pr. Α 368.
455. οὐδ’ ἅλα: οὕτωϲ Ἀρίϲταρχοϲ ἀνέγνωκε καὶ ἀπέδωκε τοὺϲ
ἅλαϲ. ὁ δὲ Καλλίϲτρατοϲ οὔδαλα τὰ κόπρια παρὰ τὸ ἐν τῷ οὐδῷ
κεῖϲθαι. οὐδὸϲ δὲ δ βατήρ. BHMQ.
530. ἑψιαάϲθων. παιζέτωϲαν. ἀπὸ τοῦ ἕπω ἕψω ἑψιάω. ΒQ. διὸ δαϲυντέον. Eustath. ad h. l. 1831, 1.
1. ἦλθε δ’ ἐπὶ πτωχὸϲ πανδήμιοϲ: οὐκ ἀναϲτρέφεται ἡ πρόθεϲιϲ διὰ τὸ μεϲοϲυλλαβῆϲαι τὸν δέ. lo. Al. 27, 13.
5. Ἀρναῖοϲ δ’ ὄνομ’ ἔϲκε: γέγονε τὸ ὄνομα παρὰ τὴν ἀρὰν
ἀραῖοϲ καὶ πλεοναϲμὸϲ τοῦ ν ἀρναῖοϲ ὁ εὐκταῖοϲ τῇ μητρὶ γενόμενοϲ. Q.
προπεριϲπᾶται δέ τὰ γὰρ διὰ τοῦ αιο ϲ τριϲύλλαβα, ἔχοντα τὴν πρώ
27. γρηῒ καμινοῖ: τῇ καμινοκαυϲτρίᾳ, τῇ φρυττούϲῃ τὰϲ κριθὰϲ
πρὸϲ τὸ ποιῆϲαι ἄλευρα. οὕτωϲ Ἀρίϲταρχοϲ καὶ Ἡρωδιανόϲ. ὁ δὲ Κο μανὸϲ
τῇ καμούϲῃ τὰϲ ἶναϲ διὰ τὸ γῆραϲ. BHQ. Vind. 133.
70. μέλε’ ἤλδανε: ψιλῶϲ ἀπὸ τοῦ ἀλδαίνω. καὶ Αἰολεῖϲ ἄλματα καλοῦϲι τοὺϲ κλάδουϲ οἶον ἀλδήματα καὶ αὐξήματα. ΒQ.
128. ἐπητῇ. περιϲπωμένωϲ. B.
184. οὐ κεῖϲ’ εἶμι: τὸ πλῆρεϲ οὐ κεῖε εἶμι· τινὲϲ δὲ οὐκ εἴϲειμι.
ἄμεινον δὲ τὸ πρῶτον. H.
238. λελῦτο δὲ γυῖα ἑκάϲτου: προπεριϲπωμένωϲ τὸ λελῦτο. H.
257. λιπὼν κάτα πατρίδα γαῖαν: ἀναϲτρεπτέον τὴν κατά. Q.
282. τῶν μὲν δῶρα παρέλκετο: εἰ μὲν ὑπὸ ἓν παρέλκετο,
παρολκὴν ἐλάμβανεν· εἰ δὲ διῃρημένωϲ, παρὰ τούτων ἐλάμβανε καὶ
ἀνεπλήρου τὰ ἀναλώματα. HQV.
289. πρίν γέ ϲέ τῳ τήμαϲθαι Ἀχαιῶν, ὅϲτιϲ ἄριϲτοϲ· ἐγκλιτικὸν τὸ τῷ. H.
373. ἥλικεϲ ἰϲοφόροι: παροξυτονητέον τὸ ἰϲοφόροι· κατὰ γὰρ ἐνέργειαν ἡ ϲύνθεϲιϲ. H.
404. ἦδοϲ: ψιλωτέον τὸ ἤδοϲ. Η.
44. ἀλλὰ ϲὺ μὲν κατάλεξαι. τὸ προϲτακτικὸν φυλάξει τὸν διον τόνον. Π. Pr. Α 302.
61. ᾕρεον: δαϲέωϲ τὸ ᾕρεον. Η.
62. καὶ δέπα, ἔνθεν: ἐκτατέον τὸ δέπα. Η.
121. δμ ῳῶν: δμῳῶν ϲὺν τῷ ι καὶ περιϲπωμένωϲ. θηλυκὸν γάρ ἐϲτι. οὕτωϲ Ἀρίϲταρχοϲ καὶ Ἡρωδιανόϲ. H.
122. δακρυπλώειν: ϲύνθετον τὸ δακρυπλώειν. BΗQ.
183. ἐμοὶ δ’ ὄνομα κλυτὸϲ Αἴθων. ἐν τῇ Ὀδυϲϲείᾳ (h. l.)
κατὰ παράθεϲιν ἀναγνωϲτέον «ἐμοὶ δ’ ὄνομα κλυτὸϲ Αἴθων ». ἰδίᾳ ϲυϲτῆϲαι
γὰρ αὐτοῦ βούλεται τὸ ὄνομα, ἐπεί τοι ἔϲται κρεμάμενοϲ λόγοϲ.
Π. Pr. Χ 51.
320. λοέϲϲαί τε χρῖϲαί τε: ἐν τῇ τ τῆϲ Ὀδυϲϲείαϲ (h. l.)
παραλόγωϲ ἐνεκλίναμεν ἐν τῷ « ἠῶθεν δὲ μάλ’ ἦρι λοέϲϲαί τε χρῖϲαί
τε », ἵνα μὴ πληθυντικὸν ῥῆμα ὑπολάβωμεν. Π. Pr. Η 199.
343. ἐπιήρανα θυμῷ: κρεῖττον οὕτω γράφεϲθαι ἤπερ ἐπίηρ’ ἀνὰ θυμῷ. ἡ γὰρ ἀνὰ πρόθεϲιϲ οὐκ εἴωθεν ἁπλῶϲ ἐπὶ τοιούτων ϲημαινομένων δοτικῇ ϲυντάττεϲθαι. Eustath. ad h. l. 1867, 29.
478. ἡ δ’ ο ὔτ’ ἀθρῆϲαι δύναται: πρόδηλον ἐκ τῆϲ ϲυναλοιφῆϲ, ὅτι ψιλοῦται. Π. Pr. Μ 391.
106. εἵατο ψιλῶϲ, ἵν’ ᾖ ἤϲαν (V ) Ἀρίϲταρχοϲ. ἔχει δὲ ἐπίϲταϲιν, εἰ τοῦ εἰμί τὰ παθητικὰ δύναται ϲυϲτῆναι κατὰ ϲημαινόμενον ἢ χρῆϲιν Ἑλληνικήν. διὸ ἄμεινον δαϲύνειν καὶ ἐκδέχεϲθαι ἐκάθηντο. Π Pr. 0 10.
131. μήτηρ πινυτή: πινυτή τὸ ἐπίθετον ὀξύνεται, μένει δὲ καὶ τὸ κύριον ὁμοτόνωϲ. Π. Pr. 1 150.
166. ξεῖν’ ἄρ τι: δύο μέρη λόγου τὸ ἄρ καὶ τὸ τί. B.
204. ἴδιον ὡϲ ἐνόηϲα: ψιλωτέον τὸ ἴδιον. Β.
227. βουκόλε ἐπεὶ οὔτε κακῷ: ἀναγκαίωϲ ἐκ πλήρουϲ γράφειν
τὴν λέξιν βουκόλε δεῖ, ἵνα καὶ ἡ ϲτιγμὴ καὶ ὁ τόνοϲ ἀναλόγωϲ καὶ Ἑλληνικῶϲ
ἔχῃ. τὸ δὲ μέτρον οὐκ ἂν δόξαι βλάπτεϲθαι τοῦ ϲτοιχείου προϲτιθέντοϲ,
ἐπεί, ὅταν δέῃ ὑγιὲϲ αὐτὸ παριϲτάναι, πάλιν ἀφαιρεθήϲεται.
Π. Pr. 441.
311. τέτλαμεν: προπαροξυτόνωϲ εἴτε κίνημά ἐϲτιν ἀπὸ τοῦ
τέτλημι εἶτε ἀπὸ τοῦ τετλήκαμεν ϲυγκέκοπται. B.
20. ἐξἑϲίην: δημοϲίαν ἔκπεμψιν, παρὰ τὸν ἥϲω ἑϲία καὶ ἐξεϲία. ΒΗQ.
45. ἐϲ δὲ ϲταθμοὺϲ ἄρϲε: ψιλωτέον. τὰ γὰρ φωνήεντα καταλήγοντα
εἰϲ ρ ἐπιφερομένου τοῦ ϲ ψιλοῦϲθαι φιλεῖ. Π. Pr. Ζ 348.
61. ὄγκιον: προπαροξυτόνωϲ τὸ ὄγκιον. Β.
331. εὐκλεῖαϲ: προπεριϲπαϲτέον. ἐκ γὰρ τοῦ εὐκλέαϲ ἐγένετο κατ’ ἐπένθεϲιν τοῦ ι. Π. Pr. K 281.
136. οὔ πωϲ ἐϲτ’ Ἀγέλαε διοτρεφέϲ: οὐχ ὃν τρόπον οἶεται
ὁ Ἀϲκαλωνίτηϲ τὸ πῶϲ πάντωϲ ὀξυτονηθήϲεται, ἐπεὶ ἤδη ἐμελέτηϲε
188. κουρίξ: ὀξύνεται· τὰ γὰρ εἰϲ ιξ ἐπιρρήματα ὀξύνεται, ϲημαινομένου
τοῦ πέριξ βαρυνομένου. Π. Pr. Ξ 60.
213. 214. Μέντορ μή ϲ’ ἐπέεϲϲι παραπεπίθῃϲιν Οδυϲϲεύϲ
—μνηϲτήρεϲϲι μάχεϲθαι, ἀμυνέμεναι δὲ οἶ αὐτῷ: ἐπὶ
τούτου κατ’ ὀρθὸν τόνον ἀνέγνωμεν· καὶ τὸ ἑξῆϲ ἐϲτι τοιοῦτον μὴ
πειϲάτω ϲε Ὀδυϲϲεὺϲ ἡμῖν μάχεϲθαι, αὐτῷ δὲ ἀμύνειν. καὶ καθόλου
ἡ οἷ ὁπότε προηγεῖται τῆϲ αὐτόϲ ἀντωνυμίαϲ κατὰ δοτικὴν πτῶϲιν,
ὀρθοτονεῖϲθαι θέλει εἴτε εἰϲ ἁπλῆν εἴη ἡ μετάληψιϲ εἴτε καὶ εἰϲ ϲύνθετον.
Π. Pr. Ο 226.
3. ὑπερικταίνοντο: Ἀρίϲταρχοϲ ἀνεπάλλοντο καὶ ἐκινοῦντο
προθυμουμένηϲ αὐτῆϲ βαδίζειν ταχέωϲ, μὴ δυναμένηϲ δέ, ἀλλὰ κατὰ
βραχὺ διὰ τὸ γῆραϲ. οἱ δὲ ὑπερεξετείνοντο. ἄμεινον δῆθεν ἐκινοῦντο
παρὰ τὸ ἴκταρ, ὅ ἐϲτιν ἐγγύϲ. καὶ γὰρ προείρηκε εγούνατα δ’ ἐρρώϲαντο
». ταχέωϲ οὖν ὑπερικνοῦντο, ὅ ἐϲτι παρεγίνοντο. MS Βarnes.
62. ὡϲ οὐκ ἔϲθ’ ὅδε μῦθοϲ: τὸ ἔϲτι ἐπὶ τῆϲ πρώτηϲ ϲυλλαβῆϲ
ἔχει τὴν ὀξεῖαν, ὅταν ἄρχηται «ἔϲτι δέ τιϲ προπάροιθε πόλιοϲ»
(Β 811) καὶ ὅταν ὑποτάϲϲηται τῇ οὐ ἀποφάϲει (h. l. c.)· εἰ μέντοι γε
μὴ εἶη τὸ τοιοῦτο, οὐκέτι ἐπὶ τῆϲ πρώτηϲ ϲυλλαβῆϲ ἔχει τὴν ὀξεῖαν
οἷον «ὃ δὴ τετελεϲμένον ἐϲτίν». Π. Pr. Ζ 152.
191. ἀκμην ὸϲ θαλέθων: ὁ ἀκμὴν ἔχων τοῦ θάλλειν. HQV.
ἐπὶ μὲν τούτου ὠξυτόνηϲεν Ἀρίϲταρχοϲ, ἐπὶ δὲ τοῦ ἐν Ἰλιάδι (Τ 163;
346) ἐβαρυτόνηϲεν· οἱ δὲ τὰ δύο προπαρωξυτόνηϲαν. V.
220. εἰ ᾔδη: Ἡρωδιανὸϲ τὸν εἰ ἀντὶ τοῦ ἐπεί φηϲιν εἶναι καὶ
ϲυνάπτει ὅλον τὸν νοῦν οὕτωϲ· εἰ μὴ ἠπατήθη ἡ Ἑλένη ὑπὸ τῆϲ Ἀφροδίτηϲ,
οὐκ ἂν ἄλλῳ ἠκολούθηϲεν ἀνδρί. καὶ πόθεν δῆλον ὅτι δι’ ἀπάτην
ἠκολούθηϲε καὶ οὐχ ἑκουϲίωϲ ἐπειδὴ ἤδη μάλιϲτα ὅτι οὐκ ἔχει.
καταφρονηθῆναι τοῖϲ ἕλληϲιν ἡ αὐτῆϲ ἁρπαγή. Q. Vind. 56.
281. θάνατοϲ δέ μοι ἐξ ἁλὸϲ αὐτῷ γρ. ἔξαλοϲ ἤγουν ἔξω τῆϲ θαλάϲϲηϲ. Vind. 133.
10. ἀκάκητα: προπαροξυτόνωϲ. H.
221. ἄϲϲον ἴεν πολυκάρπου ἀλωῆϲ: ἴεν ψιλωτέον, ἔϲτι γὰρ ἑνικὸν ἀντὶ τοῦ ἐπορεύετο. Π. Pr. Μ 33.
229. γραπτῦϲ: ἐν τῇ Ὀδυϲϲειακῇ προϲῳδίᾳ φανερῶϲ τὸ γραπτῦϲ περιϲπᾷ καί φηϲιν, ὅτι εἴη εἰρηκὼϲ ὡϲ καὶ τὸ κλιτῦϲ (Π 390) δεῖ περιϲπᾶϲθαι. Schol. ad Π. Π 390.
242. κατ’ ἔχων κεφαλήν: κάτω ἔχων νενευκώϲ· δύναται δὲ καὶ ὑφ’ ἓν κατέχων. V.
331. οὐλὴν μὲν πρῶτον: οὐλή ὡϲ αὐλή. τὰ γὰρ εἰϲ λη λήγοντα θηλυκὰ μονογενῆ διφθόγγῳ παραληγόμενα ὀξύνεϲθαι θέλει, εἰ μὴ ἔχοι ἔννοιαν ϲυνθέϲεωϲ οὐλή αὐλή, ἀπειλή, ὠτειλή. τὸ μέντοι ἑτέρῃ δ’ ἔχεν οὔλαϲ » (γ 441), λέγω δὲ ἐπὶ τῶν κριθῶν ἴϲωϲ βεβαρυτόνηται μονογενὲϲ ὂν πρὸϲ μονογενὲϲ ὀξυνόμενον τὸ οὐλή. Π. Pr. Τ 26.
417. ἐκ δὲ νέκυϲ οἴκων φόρεον: οὐκ ἀήθηϲ ἡ τοιαύτη ϲυναλοιφή. τὸ « ἄρχετε νῦν νέκυαϲ φορέειν» (Οd. χ 437 ) ἐν τοῖϲ ἐφεξῆϲ ἔφη «ἐκ δὲ νέκυϲ οἴκων φόρεον» (h. l.). Π. Pr. Μ 286.