Text encoded in accordance with the latest EpiDoc standards (January 2014)
1.
Il. Pros. Λ 160: κειν᾿: λέγει ὁ τεχνικὸϲ ἐν τῷ α΄ ὑπομνήματι
τῷ περὶ παθῶν Διδύμου· τὰ ὀξύτονα ἡνίκα ἐκθλίβηται τὴν
ὀξυνομένην ϲυλλαβήν, ἀναπέμπει τὴν ὀξεῖαν ἐπὶ τὴν ὀπίϲω ϲυλλαβήν,
καὶ ἐὰν ᾖ ἡ ἐκθλιβεῖϲα ϲυλλαβὴ ἡ ἔχουϲα τὴν ὀξεῖαν βραχεῖα, ἡ δὲ
ὀπίϲω ϲυλλαβὴ φύϲει μακρά, τῷ τονικῷ παρεγγέλματι γίνεται περιϲπώμενον.
περιϲπᾶ γοῦν τὸ δεῖλ᾿ . ἐν δὲ τῇ Ὁμηρικῇ προϲῳδίᾳ ἐναντιοῦται
τούτῳ.
2.Il. Pros. P 201: ζητεῖ ὁ Ἡρωδιανὸϲ ἐν τῷ α' ὑπομνήματι
τῷ περὶ παθῶν Διδύμου περὶ τοῦ ἆ δεῖλ᾿, πῶϲ δεῖ τονίζειν αὐτὸ
καί φηϲι. πολὺ δὲ πρότερον παρὰ τῷ ποιητῇ ἐϲτὶ τὸ τῆϲ ἀναγνώϲεωϲ
«ἆ δείλ᾿ οὐδέ τί τοι θάνατοϲ» ἢ «ἆ δεῖλ᾿ οὐδέ τί τοι θάνατοϲ». τὸ
γὰρ πλῆρέϲ ἐϲτιν ἆ δειλέ· οὐ γάρ, ὡϲ οἱ ἐξηγηϲάμενοι, τοῦ δείλαιε
ἀποκοπή. ἐν ἑτέροιϲ γὰρ αὐτὸϲ λέγει «ἆ δειλώ, τί νυ δάκρυ κατείβετον»
(Od φ 86). περιγέγραπται οὖν ἡ ὀξεῖα, εἶτα καὶ ἀνάπαυϲιϲ
γέγονεν. ἆρα οὖν φυλαχθήϲεται ἡ ὀξεῖα, ἢ ἐπεὶ περιγέγραπται τὸ
φωνῆεν τῆϲ ὀξείαϲ περιγέγραπται καὶ ὁ τόνοϲ; τὸ κρινόμενον ἐκεῖνο,
ἵνα ἐπιϲτάμενοι ἀναγνῶμεν. ἕν ἐϲτιν εἰπεῖν, εἰ ἅπαξ περιγέγραπται
τὸ φωνῆεν τὸ ἔχον τὴν ὀξεῖαν, ὁ τόνοϲ γενέϲθω τῆϲ προτέραϲ ϲυλλαβῆϲ,
οὐχὶ τῆϲ ἐπὶ τέλουϲ.
3.Schol. A ad Il. Γ 272 et E. M. 116, 51: ἄωρτο· ἄρω ἐϲτὶ τὸ
ϲημαντικὸν τοῦ ἁρμόζω, οὗ μέλλων ἄρϲω, ἀόριϲτοϲ ἦρϲα «Θέτιϲ ὤμοιϲιν
ἐπῆρϲεν» (Il. Ο 167 et 339) ἀντὶ τοῦ ἐφήρμοϲεν «καὶ πώμαϲιν
ἄρϲον ἅπαντα» (Od. β 353) ἀντὶ τοῦ ἐφάρμοϲον. τοῦ ἄρω ὁ παρακείμενοϲ
ἦρκα, ὁ παθητικὸϲ ἦρμαι, ὑπερϲυντέλικοϲ ἤρμην, τὸ τρίτον
ἦρτο, ϲυϲτολῇ ἄρτο, ἐπενθέϲει τοῦ ω ἄωρτο ὥϲπερ εἶθα εἴωθα. οὕτωϲ
Ἡρωδιανὸϲ ἐν τῷ β΄ ὑπομνήματι τῷ περὶ παθῶν Διδύμου.