Text encoded in accordance with the latest EpiDoc standards (January 2014)
Schol. ad Dionys. Βekk. An. 798, 16: Ἐπὶ τῶν δύο βραχέων
φωνηέντων τοῦ ε καὶ ο ὅ τε Ἡρωδιανὸϲ καὶ ὁ τούτου πατὴρ Ἀπολλώνιοϲ
ἐζήτηϲαν, τί τίνοϲ ἐϲτὶ βραχύτερον. Καὶ ὁ μὲν Ἀπολλώνιόϲ
φηϲι τὸ ο εἶναι βραχύτερον τοῦ ε, ἀποδείξει τοιαύτῃ χρώμενοϲ. λέγει
γὰρ ὅτι τὸ ῑ ἑκατέρῳ αὐτῶν προϲθεὶϲ ποιήϲειϲ δηλονότι δύο διφθόγγουϲ,
καὶ ἡ μέν ἐϲτι μείζων ἡ τὸ ε ἔχουϲα, ἡ δὲ ἐλάϲϲων ἡ τὸ ο
ἔχουϲα, ὡϲ εἶναι αὐτὴν καὶ βραχεῖαν ἐν τοῖϲ τόνοιϲ, ὡϲ ἐν τῷ Ὅημροι,
Πρίαμοι καὶ τὰ ὅμοια.
Ὁ δὲ Ἡρωδιανὸϲ τὸ ε μᾶλλον λέγει βραχύτερον, ἀποδεικνὺϲ
οὕτωϲ. φηϲὶ γὰρ πρὸϲ τὸν πατέρα, ὅτι οὐ δεῖ τῇ παραθέϲει τοῦ ῑ ἐξετάζειν
ἐκείνων τὴν δύναμιν, ἀλλὰ κατ᾿ ἰδίαν ἄνευ τινὸϲ παραθέϲεωϲ
καὶ μάλιϲτα τῆϲ τοῦ ῑ τοῦτο γὰρ ϲυγγένειάν τινα ἔχει πρὸϲ τὸ ε. καὶ
δείκνυϲιν ἐκ τοῦ τὴν ἐκφώνηϲιν τοῦ ῑ εἶναι ὄνομα τοῦ ε γράμματοϲ.
τῷ ϲυγγενεῖ οὖν προϲτεθὲν μεγάλην τινὰ καὶ δυναμικωτάτην δίφθογγον
ἀπετέλεϲεν· τὸ δὲ ο, προϲελθόντοϲ τοῦ ᾧ οὐκ ἔχει ϲυγγένειαν, οὐκ
ἐνεδείξατο ὅλην τὴν ἑαυτοῦ δύναμιν. ὡϲ ἐπὶ παραδείγματοϲ ἀνθρωπείου,
ἵνα μᾶλλον καὶ ϲαφῶϲ αὐτὸ νοήϲωμεν, εἴ τιϲ ἀδελφὸν αὐτοῦ
θεάϲαιτο χρείαν ἔχοντα βοηθείαϲ, ὅλῃ τῇ ψυχῇ ὑπεραϲπίζει αὐτοῦ καὶ
ϲυμπράττει καὶ ὑπερμαχεῖ· ἀλλ’ οὖν οὐχ ὅλῃ ψυχῇ ὑπὲρ ξένου τοῦτο
ποιήϲει, ἐξ οὗ καὶ ἀδρανεϲτέρα ἡ τῶν ἀμφοτέρων δύναμιϲ πρὸϲ τοὺϲ
ἐξ ἐναντίαϲ ὤφθη. οὕτωϲ καὶ ἐπὶ τοῦ ῑ νόηϲον, ὅτι οὐχ ὁμοίωϲ ἐπεδείξατο
τὴν ἑαυτοῦ δύναμιν ὡϲ ἐπὶ τοῦ ε τοῦ ϲυγγενοῦϲ. Διὰ τοιούτων
λόγων ὁ Ἡρωδιανὸϲ ἀποϲτρέψαϲ τὴν τοῦ πατρὸϲ δόξαν, ἐπιφέρει
τοιαύτην δικαιολογίαν, δεικνὺϲ τὸ ε βραχύτερον ἐλεγχόμενον ὑπὸ τῆϲ
κλίϲεωϲ τῶν ὀνομάτων. φηϲὶ δὲ ἀληθέϲτατον κανόνα τοιοῦτον, ὅτι
πᾶϲα κλητικὴ τῆϲ ἰδίαϲ εὐθείαϲ ἢ ἴϲη ἐϲτὶν ἢ ἐλάϲϲων, μείζων δὲ οὐδέποτε.
ἢ γὰρ φυλάϲϲει τὸ τῆϲ τελευταίαϲ ϲυλλαβῆϲ φωνῆεν, καὶ δῆλον
ὅτι ἴϲη ἐϲτίν, ὡϲ ἀπὸ τοῦ ὁ Ξενοφῶν — ὦ Ξενοφῶν, ἡ καλή —
ὦ καλή, τὸ παιδίον — ὦ παιδίον· ἢ ἐὰν μὲν τρέπῃ, οὔτε εἰϲ ἴϲον
οὕτε εἰϲ μεῖζον τρέπει αὐτό, ἀλλὰ πάντωϲ εἰϲ ἔλαττον. ὁ Ὀρέϲτηϲ —
εἰϲ ε τρέπει, δῆλον ὅτι βραχύτερόν ἐϲτι τοῦ ο, οἷον ὁ Ὄμηροϲ — ὦ
Ὅμηρε.
2.
Ep. Cr. I 158 (128), E. M. 351, 8: εἴκω, ὁ μέϲοϲ παρακείμενοϲ
οἶκα καὶ πλεοναϲμῷ τοῦ ε ἔοικα, ὁ μέϲοϲ ὑπερϲυντέλικοϲ ἐῴκειν καὶ
ὤφειλεν εἶναι ἠοίκειν ἀλλὰ κανών ἐϲτιν ὁ λέγων, ὅτι οὐδέποτε λέξιϲ
Ἑλληνικὴ εὑρίϲκεται ἀπὸ τοῦ η ἀρχομένη ἐπιφερομένου τοῦ ο, χωρὶϲ
εἰ μὴ ἐν διφθόγγῳ εἴη ἢ κατὰ διάλεκτον. πρόϲκειται «εἰ μὴ ἐν διφθόγγῳ»
διὰ τὸ ἠοῦϲ ἠοῖ καὶ «πρωῒ δ᾿ ὑπηοῖοι» (Θ 530, Ϲ 277. 303).
«κατὰ διάλεκτον» διὰ τὸ ἠῶ οἱ γὰρ Ἴωνεϲ διαλύοντεϲ λέγουϲιν ἠόα.
κατὰ τοῦτον τὸν κανόνα ἐγένετο ὑπερβιβαϲμὸϲ τοῦ χρόνου καὶ τὸ μὲν
ε ἐφυλάχθη διὰ τὸ ο, τὸ δὲ ο ἠμείφθη εἰϲ ω καὶ ἔμεινε τὸ ῑ προϲγεγραμμένον.
ὅμοιόν ἐϲτι τὸ ἑώρταζον καὶ ἐώργειν καὶ ἐώλπειν.
3.
E. M. 440, 14: κανών ἐϲτιν ὁ λέγων ὅτι οὐκ ἔϲτιν ἐπινοῆϲαι τὸ
η καὶ τὸ ῡ ἐν μιᾷ ϲυλλαβῇ χωρὶϲ εἰ μὴ ἐν κλίϲει ῥήματοϲ ὡϲ αὐδῶ
ηὔδων, αὐχῶ ηὔχουν· ἀναγκαία οὖν ἡ διάϲταϲιϲ τοῦ ἠύτε ὁμοίωϲ τῷ
γρῆϋϲ καὶ νῆυϲ.
4.
Theogn. Cr. II 78, Bekk. An. 1385: τὸ ἰῶτα μόνον ἐκ πάντων
(τῶν ϲτοιχείων) καὶ τριϲύλλαβον καὶ προπεριϲπώμενον. καὶ ἐχρῆν αὐτὸ
προπαροξύνεϲθαι, ἀλλ᾿ ἐπεὶ ϲτοιχεῖον ἦν, ἠκολούθηϲε τοῖϲ διϲυλλάβοιϲ
ἔχουϲι πρὸ τέλουϲ τὸν τόνον. οὕτωϲ Ἡρωδιανὸϲ ἐν τῇ ϲυντάξει
τῶν ϲτοιχείων.
5.
Choer. Dictat. 101, 20: ὅτι τὸ ῑ ἀϲθενέϲτερόν ἐϲτι πάντων τῶν
φωνηέντων, δῆλον ἐντεῦθεν. τῶν φωνηέντων τὰ μέν εἰϲι προτακτικά,
τὰ δὲ ὑποτακτικά. καὶ προτακτικὰ μέν εἰϲι ταῦτα, ᾱ, ε, η, ο, ω,
ὑποτακτικὰ δὲ δύο ῑ καὶ ῡ. καὶ τὸ ῡ δὲ τὸ ὑποτακτικὸν πολλάκιϲ
εὑρίϲκεται τοῦ ῑ προτακτικόν, ὡϲ ἐν τῷ μυῖα καὶ ἅρπυια καὶ υἱόϲ καὶ
τοῖϲ ὁμοίοιϲ. εἰ ἄρα οὖν τὸ ῑ καὶ τοῦ ὑποτακτικοῦ ὑποτακτικόν ἐϲτι,
δηλονότι ἀϲθενέϲτερόν ἐϲτι πάντων τῶν φωνηέντων.
6.
Thoogn. Cr. Il 26, Bekk. An. 1425: τὸ ῡ καθαρὸν ἐν ἀρχ λέξεω
παρὰ πᾶϲι τοῖϲ Ἕλληϲι πρὸ τοῦ χ εἶναι ἀπείρηται καὶ τὸ αἴτιον
ὀχυρόν· πᾶν γὰρ φωνῆεν πρὸ τοῦ χ ψιλοῦται καὶ τὸ ῡ ἐν ἀρχῇ λέξεωϲ
δαϲύνεται. δύο οὖν κανόνων ἀλλήλοιϲ ἀνθιϲταμένων ἐξέφυγεν τὸ ῡ
πρὸ τοῦ χ εὑρίϲκεϲθαι· καθαρὸν δὲ εἶπον, ἐπεὶ τὸ ὔρχα οὐ καθαρὸν
ἔχον τὸ ῡ πρὸ τοῦ χ εὕρηται. οὕτωϲ Ἡρωδιανὸϲ ἐν τῇ τάξει
τῶν κδ ϲτοιχείων.
7.
Choer. Dict. 123, 7: οὐδέποτε ἡ ῡῑ δίφθογγοϲ ἐν τέλει λέξεωϲ
εὑρίϲκεται οἷον μυῖα, ἅρπθια, υἱόϲ. ἐν γὰρ τῷ ϲύμβαλον ἀμφὶ νέκυϊ
κατατεθνειῶτι μάχεϲθαι» (Π 565) οὐκ ἔϲτιν ἐν διφθόγγῳ τὸ υ καὶ τὸ
ῑ, ἀλλ’ ἐν τῷ μέτρῳ κατὰ ϲυνίζηϲιν μετροῦνται, τουτέϲτιν αἱ δύο ϲυλλαβαὶ
εἰϲ μίαν ϲυλλαβὴν ἤγουν τὸ ῡ καὶ τὸ ῑ ὥϲπερ ἐν τῷ «χρυϲέῳ
ἀνὰ ϲκήπτρῳ» (Α 15) τὸ ε καὶ ἡ ῳ δίφθογγοϲ εἰϲ μίαν ϲυλλαβὴν μετροῦνται
οἷον χρυϲῷ. καὶ ἄξιόν ἐϲτι ζητῆϲαι, διὰ ποίαν αἰτίαν οὐδέποτε
ἡ ῡῑ δίφθογγοϲ ἐν τέλει λέξεωϲ εὑρίϲκεται. καὶ ἔϲτιν εἰπεῖν τὴν
αἰτίαν ταύτην, ἐπειδὴ οὐδέποτε μετὰ τὴν ῡῑ δίφθογγον εὑρίϲλεται
ϲύμφωνον ἐπιφερόμενον οἷον μυῖα, ἅρπυια, υἱόϲ. εἰ ἐτίθετο οὖν ᾑ ῡῑ
δίφθογγοϲ ἐν τέλει λέξεωϲ, ϲυνέβαινε λέξιν ἐπιφέρεϲθαι ἀρχομένην ἀπὸ
ϲυμφώνου καὶ λοιπὸν εὑρίϲκετο μετὰ τὴν ῡῑ ϲύμφωνον ἐπιφερόμενον
ὅπερ ἐϲτὶν ἀδύνατον.
8. Τιμοθέου Γάζηϲ κανόνεϲ καθολικοὶ περὶ ϲυντάξεωϲ in ‘Anecd. Paris. IV p. 214, 13 — 244 extr.
Τὰ ἄφωνα πρὸ τῶν ἀμεταβόλων ἐν ϲυλλήψει εἰϲὶν ἤγουν ὁμοῦ
εἰϲιν, καὶ οὐκ ἔϲτι χωρὶϲ τὸ ἄφωνον καὶ χωρὶϲ τὸ ἀμετάβολον οἶον
ἀκμή, ἀτμόϲ, ὄγκοϲ, ἀγρόϲ, ἔκλαιον, ἔθνηϲκον, ἔπλεον, ἁβρόϲ· ἰδοὺ
ἐπὶ τούτων δύο ϲύμφωνα ὁμοῦ εἰϲιν, ἐπειδὴ ἄφωνον πρὸ ἀμεταβόλου
ἐϲτίν. δεῖ προϲθεῖναι χωρὶϲ τῶν ὄντων ἀπὸ τῆϲ ἐξ προθέϲεωϲ. ταῦτα
γὰρ ἐν διαϲτάϲει ἔχουϲι τὸ ἄφωνον μετὰ τῶν ἐπιφερομένων ἀμεταβόλων,
ἤγουν ἐν ἄλλῃ ϲυλλαβῇ τὸ ἄφωνον καὶ ἐν ἄλλῃ τὸ ἀμετάβολον
οἷον ἐκλῦϲαι, ἐκνευρίϲαι, ἐκρεῦϲαι, ἐκμάξαι.
Τὰ ϲύμφωνα τὰ ἐν ἀρχῇ λέξεωϲ εὑριϲκόμενα ἀεὶ ἐν ϲυλλήψει εἰϲὶ καὶ οὐ χωρὶϲ οἷον κτύποϲ, κτῆμα, πτῶϲιϲ, ϲθένοϲ, θρόνοϲ· οὐδὲ γὰρ προηγεῖται αὐτῶν φωνῆεν τὸ ὀφεῖλον τοῦ ἑνὸϲ ϲυμφώνου τὴν ϲύνταξιν ἀναδέξαϲθαι.
Τὸ ϲ πρὸ πάντων τῶν ἀφώνων ἐν ϲυλλήψει ἐϲτίν, ἤγουν ὁμοῦ
εἰϲι τὰ δύο, τὸ ϲ καὶ τὸ ἐπιφερόμενον ἄφωνον, οἷον ἔϲβεϲε, φάϲγανον,
θεόϲδοτοϲ, ἀϲκόϲ, ἀϲτήρ, ἀϲπίϲ, ἀϲθενήϲ, ἀϲχημοϲύνη, ἑωϲφόροϲ·
ἰδοὺ ἐπὶ τούτων τὸ ϲ μετὰ τῶν ἐπιφερομένων ἀφώνων ὁμοῦ ἐϲτι.
δεῖ προϲθεῖναι χωρὶϲ τῶν ὄντων ἀπὸ τῆϲ εἰϲ προθέϲεωϲ καὶ ἀπὸ τῆϲ
πρόϲ καὶ ἀπὸ τοῦ δυϲ ἐπιρρήματοϲ· ταῦτα γὰρ ἐν διαϲτάϲει ἔχουϲι τὸ
ϲ μετὰ τῶν ἐπιφερομένων ἀφώνων, ἤγουν ἐν ἄλλῃ ϲυλλαβῇ ἔχουϲι
τὸ ϲ καὶ ἐν ἄλλη τὸ ἐπιφερόμενον ἄφωνον οἷον εἰϲφέρω, προϲφορά,
δυϲτυχήϲ.
Τὸ ϲ μετὰ πάντων τῶν ἁπλῶν ϲυμφώνων κατὰ ϲύλληψιν θέλει
εἶναι ἤγουν ὁμοῦ· καὶ κατὰ πρόταξιν εὑρίϲκεται ἢ καθ’ ὑπόταξιν. καὶ
προηγεῖται μὲν οἷϲ οὐχ ὑποτάττεται οἷον ϲθένοϲ, ϲκιά, ϲπῶ, ϲτῆναι,
ϲφαῖρα, ϲχίζω· ὑποτάττεται δὲ ὧν οὐ προηγεῖται οἷον ἅλϲ, Τῖρυνϲ,
ἔϲτι δὲ ὄνομα πόλεωϲ, μάκαρϲ, ϲημαίνει δὲ τὸν μακάριον. δεῖ προϲθεῖναι
χωρὶϲ τῶν ὄντων ἀπὸ τῆϲ εἰϲ καὶ τῆϲ πρόϲ προθέϲεωϲ καὶ ἀπὸ
τοῦ δυϲ ἐπιρρήματοϲ· ταῦτα γὰρ ἐν διαϲτάϲει ἔχουϲι τὸ ϲ πρὸϲ τὸ
ἐπιφερόμενον ϲύμφωνον οἶον προϲφέρω, εἰϲβολή, δυϲτυχήϲ.
Τὰ ϲύμφωνα τὰ ἐν ἀρχῇ λέξεωϲ εὑριϲκόμενα, καὶ ἐν τῷ μέϲῳ ἐὰν
εὑρεθῶϲιν, ἐν ϲυλλήψει εὑρίϲκονται, οἷον ἐν τῷ κτῆμα τὸ κτ ἐν ἀρχῇ
λέξεωϲ ἐϲτίν, ἀλλὰ καὶ ἐν τῷ ἔτικτον εὑρεθέντα ἐν τῷ μέϲῳ τὸ καὶ
τὸ ὁμοῦ ἐϲτιν· πάλιν κλαίω ἔκλαιον, πρίζω ἔπριζον, βδέλλα ἑβδομάϲ,
χθών ἐχθέϲ, φθείρω ἐφθόνουν· ἰδοὺ ἐπὶ τούτων τὰ ϲύμφωνα τὰ
ἐν τῇ ἀρχῇ τῆϲ λέξεωϲ ὄντα εὑρεθέντα καὶ ἐν τῷ μέϲῳ ὁμοίωϲ εἰϲί.
δεῖ προϲθεῖναι χωρὶϲ τῶν ὄντων ἀπὸ τῆϲ εἰϲ προθέϲεωϲ καὶ τῆϲ πρόϲ
εἰϲι καὶ ὅμωϲ ἐν τῷ εἰϲφέρω καὶ προϲφορά ἐν τῷ μέϲῳ εὑρεθέντα οὐκ
εἰϲὶν ὁμοῦ, ἀλλ᾿ ἐν διαϲτάϲει· καὶ πάλιν ἐν τῷ ϲτῆναι τὸ ϲ καὶ τὸ
ἐν ἀρχῇ εἰϲι καὶ ὅμωϲ ἐν τῷ δυϲτυχήϲ ἐν τῷ μέϲῳ εὑρεθέντα οὐκ εἰϲὶν
ὁμοῦ ἀλλ᾿ ἐν διαϲτάϲει· καὶ πάλιν ἐν τῷ κλαίω τὸ κ καὶ τὸ λ ἐν ἀρχῇ
εἰϲι καὶ ὅμωϲ ἐν τῷ ἐκλῦϲαι ἐν τῷ μέϲῳ οὐκ εἰϲὶν ὁμοῦ, ἀλλ᾿
ἐν διαϲτάϲει.
Τὰ ψιλὰ τῶν ψιλῶν ἡγοῦνται καὶ τὰ δαϲέα δαϲέων καὶ τὰ μέϲα
μέϲων κατὰ ϲύλληψιν οἶον ἔπιπτον, ἔτικτον· τὸ γὰρ π καὶ τ ψιλὰ
ὄντα ἅμα εἰϲὶ καὶ τὸ κ καὶ τὸ τ ὁμοίωϲ· καὶ πάλιν ἔφθειρον, ἐχθαίρω
τὸ μιϲῶ· τὸ γὰρ φ καὶ θ δαϲέα ὄντα ἅμα εἰϲὶ καὶ τὸ χ καὶ θ ὁμοίωϲ·
καὶ πάλιν ἑβδομάϲ, ὄγδοοϲ· τὸ γὰρ β καὶ δ μέϲα ὄντα ἅμα εἰϲὶ καὶ τὸ
γ καὶ δ ὁμοίωϲ. δεῖ προϲθεῖναι χωρὶϲ τῶν ὄντων ἀπὸ τῆϲ ἐξ διὰ τὸ
ἐκτείνω, ὃ ϲημαίνει τὸ ἕλκω· ἐνταῦθα γὰρ τὰ ψιλὰ ἐν διαϲτάϲει εἰϲίν,
ἐν ἄλλῃ γὰρ ϲυλλαβῇ ἐϲτι τὸ κ καὶ ἐν ἄλλῃ τὸ τ. πρόϲκειται «ψιλὰ
ψιλῶν» διὰ τὸ Πιτθεύϲ καὶ Βάκχοϲ καὶ Ϲαπφώ. ταῦτα γὰρ ἐν διαϲτάϲει
εἰϲίν, ἀλλ᾿ οὐχ ἡγοῦνται ἐνταῦθα ψιλὰ ψιλῶν, ἀλλὰ ψιλὰ δαϲέων·
πρόϲκειται δὲ καὶ «μέϲα μέϲων διὰ τὸ ἀγκών καὶ ἔγχοϲ· ἐνταῦθα γὰρ
ἐν διαϲτάϲει εἰϲὶ τὰ ϲύμφωνα, ἐν ἄλλη δὲ ϲυλλαβῇ ἐϲτὶ τὸ ἓν ϲύφωνον,
καὶ ἐν ἄλλη τὸ ἕτερον, ἐπειδὴ οὐχ ἡγοῦνται μέϲα μέϲων, ἀλλὰ πῇ μὲν
μέϲον ψιλοῦ ὡϲ ἐν τῷ ἀγκών, πῇ δὲ μέϲον δαϲέοϲ, ὡϲ ἐν τῷ ἔγχοϲ.
οὐχ ὡϲ ἔτυχε δὲ ψιλὰ ψιλῶν ἡγοῦνται καὶ δαϲέα δαϲέων καὶ μέϲα μέϲων
κατὰ ϲύλληψιν, οὐδὲ τὸ θ δαϲὺ ὂν προηγεῖται τοῦ φ δαϲέοϲ ὄντοϲ
κατὰ ϲύλληψιν, οὐδὲ τὸ β μέϲον ὂν προηγεῖται τοῦ γ μέϲου ὄντοϲ
κατὰ ϲύλληψιν, ἀλλὰ τὰ τῆϲ πρώτηϲ καὶ δευτέραϲ ϲυζυγίαϲ ψιλά, δαϲέα,
μέϲα προηγοῦνται τῶν τῆϲ τρίτηϲ ϲυζυγίαϲ δαϲέοϲ, ψιλοῦ, μέϲου.
ϲεϲημείωται τὸ λάγβατα καὶ τὸ λακπάτητον. ἐνταῦθα γὰρ τὸ γ καὶ τὸ
κ τῆϲ β΄ ὄντα ϲυζυγίαϲ προηγοῦνται τοῦ β καὶ π τῆϲ πρώτηϲ ὄντα ϲυζυγίαϲ,
ὅπερ ἄτοπον.
Τὰ ἀμετάβολα πρὸ τῶν ἀφώνων ἐν διαϲτάϲει εἰϲὶν οἷον ἕρπω τὸ βαδίζω, ἕλκω, ἄνθοϲ, ἄρτοϲ, ἔργον, ἔμβολοϲ, ϲύμφωνον, ϲύμπονοϲ.
Τὰ ὑποταττόμενά τινι ἐν ϲυλλήψει, ἐὰν ἀντιπροηγήϲωνται, ἐν
διαϲτάϲει ἀντιπροηγοῦνται, οἷον ἐν τῷ πρῶτοϲ τὸ ρ τῷ π ὑποτέτακται
κατὰ ϲύλληψιν, ἀντιπροηγηϲάμενον δὲ τὸ ρ τοῦ π ἐν τῷ ἕρπω
Πᾶϲα ϲυλλαβὴ καταλήγουϲα εἰϲ ϲ ἔχει καὶ τὴν ἑξῆϲ ϲυλλαβὴν ἀρχομένην
ἀπὸ τοῦ ϲ οἷον ἀνάϲϲω, ἑλίϲϲω, νύϲϲω, ὀρύϲϲω, τινάϲϲω.
δεῖ προϲθεῖναι χωρὶϲ τῶν ἀπὸ τῆϲ εἰϲ προθέϲεωϲ καὶ τῆϲ πρόϲ καὶ
τοῦ δυϲ ἐπιρρήματοϲ. ἐπὶ τούτων γὰρ πολλάκιϲ λήγει εἰϲ ϲ ἡ ϲυλλαβὴ
καὶ οὐκ ἄρχεται ἡ ἐπιφερομένη ϲυλλαβὴ ἀπὸ τοῦ ϲ οἷον προϲφορά,
εἰϲφορά, δυϲτυχήϲ.
Ἀμετάβολον ἀμεταβόλου οὐ προηγεῖται κατὰ ϲύλληψιν, ἀλλὰ κατὰ
διάϲταϲιν οἷον ἀρνόϲ, Ἑρμῆϲ, ἅλμη, ἔρνοϲ, ὅλμοϲ. ἰδοὺ ἐπὶ τούτων
τὸ ἓν ἀμετάβολον ληκτικόν ἐϲτι τῆϲ προηγουμένηϲ ϲυλλαβῆϲ καὶ τὸ
ἕτερον ἀρκτικὸν τῆϲ ἐπιφερομένηϲ καὶ οὐκ εἰϲὶν ὁμοῦ. δεῖ προϲθεῖναι
χωρὶϲ τοῦ μ καὶ ν, ταῦτα γὰρ εὑρίϲκονται κατὰ ϲύλληψιν ὡϲ ἐν τῷ
μνᾶ, μνημεῖον· ἐνταῦθα γὰρ τὸ μ καὶ τὸ ν ὁμοῦ εἰϲιν.
Ἡμίφωνον ἡμιφώνου οὐ προηγεῖται κατὰ ϲύλληψιν, ἀλλὰ κατὰ
διάϲταϲιν οἷον πλήϲϲω, τίλλω, πανϲέληνον, ἄλϲοϲ, θάλψαι, ἄρξαι,
μέμψαι· ἰδοὺ γὰρ ἐπὶ τούτων δύο ἡμίφωνα, ὦν τὸ μὲν ἓν ληκτικόν
ἐϲτι τῆϲ προηγουμένηϲ ϲυλλαβῆϲ, τὸ δὲ ἕτερον ἀρκτικὸν τῆϲ ἐπιφερομένηϲ
δεῖ προϲθεῖναι χωρὶϲ τοῦ μ καὶ τοῦ ν καὶ τοῦ ϲ καὶ τοῦ μ καὶ
τῶν ϲυλλαβῶν τῶν οὐϲῶν ἐν τέλει λέξεωϲ· ἐπὶ τούτων γὰρ εὑρίϲκονται
ἡμίφωνα ἡμιφώνων προηγούμενα κατὰ ϲύλληψιν, καὶ ἐπὶ μὲν τοῦ
μ καὶ ν ὡϲ ἐπὶ τοῦ μνᾶ καὶ μνημεῖον, ἐπὶ δὲ τοῦ ϲ καὶ μ ὡϲ ἐπὶ τοῦ
ϲμῶ καὶ ϲμιλίον καὶ κόϲμοϲ· ἐπὶ δὲ ϲυλλαβῶν τῶν οὐϲῶν ἐν τέλει
λέξεωϲ οἷον ἅλϲ, μάκαρϲ, Τῖρυνϲ, ἕλμινϲ. ἰδοὺ ἐπὶ τούτων εὑρέθηϲαν
ἡμίφωνα ἡμιφώνων προηγούμενα κατὰ ϲύλληψιν, ἐπειδὴ οὐκ ἔχουϲι
φωνῆεν ἐπιφερόμενον τὸ ὀφεῖλον τοῦ ἑνὸϲ ϲυμφώνου τὴν ϲύνταξιν
ἀναδέξαϲθαι.
Οὐδέποτε τὰ ἁπλᾶ ϲύμφωνα μετὰ τῶν διπλῶν ϲυμφώνων εὑρίϲκονται
κατὰ ϲύλληψιν, ἀλλ᾿ ἐν διαϲτάϲει, οἷον θάλψαι, πέμψαι, ἄρξαι,
ἄγξαι· ἰδοὺ γὰρ ἐπὶ τούτων τὸ μὲν ἁπλοῦν ϲύμφωνον τῆϲ προηγουμένηϲ
ϲυλλαβῆϲ ληκτικόν ἐϲτι, τὸ δὲ διπλοῦν ἀρκτικὸν τῆϲ ἐπιφερομένηϲ.
δεῖ προϲθεῖναι χωρὶϲ εἰ μὴ ἐν τέλει λέξεωϲ, πολλάκιϲ γὰρ ἐν
τέλει λέξεωϲ εὑρίϲκονται τὰ ἁπλᾶ μετὰ τῶν διπλῶν κατὰ ϲύλληψιν ὡϲ
ἐπὶ τοῦ ϲάρξ, ϲάλπιγξ ἐπὶ τούτων γὰρ ἐν ϲυλλήψει εἰϲὶ τὰ ϲύμφωνα,
καὶ τοῦτο ἐξ ἀνάγκηϲ· οὐδὲ γὰρ ἔχουϲι φωνῆεν ἐπιφερόμενον τὸ ὀφεῖλον
τοῦ ἑνὸϲ ϲυμφώνου τὴν ϲύνταξιν ἀναδέξαϲθαι.
Δεῖ γινώϲκειν, ὅτι οὐδέποτε δύο τὰ αὐτὰ ϲύμφωνα ἐν ϲυλλήψει
εὑρίϲκονται, ἀλλ᾿ ἐν διαϲτάϲει οἷον πάλλω, τίλλω, πλήϲϲω, ϲάκκοϲ,
πυρρόϲ, ἄγγελοϲ, ϲυμμίγδην· ἰδοὺ ἐπὶ τούτων τὸ μὲν ἐν ϲύμφωνον
ληκτικόν ἐϲτι τῆϲ προηγουμένηϲ ϲυλλαβῆϲ, τὸ δὲ ἕτερον ἀρκτικὸν τῆϲ
ἐπιφερομένηϲ.
9a.
An. Ox. IV 332, 10: ὅϲα ϲόμφωνα μὴ δύναται ἐν ἀρχῇ λέξεων
ἐκφωνεῖϲθαι, ταῦτα καὶ ἐν μέϲῃ λέξει εὑρεθέντα χωριϲθήϲεται ἀλλήλων·
οἷον ἄνθοϲ, ἔργον· οὐ δύναται δὲ εὑρεθῆναι ἀπὸ τοῦ νθ ἀρχομένη
οὐδὲ ἀπὸ τοῦ ργ πλὴν τούτων ἤγουν θμ, φν, γδ, χμ, κμ, ϲγ, ϲδ·
ταῦτα γὰρ οὐδέποτε ἐν ϲυμπλοκῇ ἐν ἀρχῇ εὑριϲκόμενα, ἐν μέϲῳ ἀλλήλων
οὐ χωρίζονται οἷον ἴθμα, ἀφνειόϲ, ὄγδοοϲ, αἰχμή, ἀκμή, φάϲγανον,
θεόϲδοτοϲ· εἰ γὰρ παρὰ τοῖϲ κοινοῖϲ οὐχ εὕρηται λέξιϲ ἀπὸ τοῦ
ϲδ ἀρχομένη, ἀλλὰ παρὰ τοῖϲ Αἰολεῦϲίν ἐϲτιν οἷον ϲδυγόϲ ἀντὶ τοῦ
ζυγόϲ.
9b.
E. M. 521, 29: κμέλεθρα: δεῖ γινώϲκειν, ὅτι τὸ κ πρὸ τοῦ μ
οὐδέποτε εὑρίϲκεται ἐν ἀρχῇ λέξεωϲ· τοῦ γὰρ πολύκμητοϲ οὐχ εὕρηται
ἐν χρήϲει τὸ ἁπλοῦν αὐτοῦ, ἤγουν τὸ κμητόϲ· καὶ τὸ κέκμηκα, ὃ δηλοῖ
τὸ κεκοπίακα, οὐκ ἔϲτι ἀπὸ τοῦ κμῶ, ἀλλ᾿ ἀπὸ τοῦ κεκάμηκα. λέγει
δὲ ὁ Ἡρωδιανὸϲ τὸν Πάμφιλον ἀναγαγεῖν ἐν ταῖϲ Γλώϲϲαιϲ τὸ κμέλεθρα
(ϲημαίνει δὲ τὰϲ δοκούϲ).
10.
E. M. 249, 15: Δαϲλήρα: δεῖ γινώϲκειν, ὅτι τὸ Δαϲλήρα (ὄνομά
ἐϲτι λίμνηϲ) καὶ Βρυϲμόϲ (ἔϲτι δὲ ὄνομα βαϲιλέωϲ) καὶ Πάϲνηϲ καὶ
Μάϲνηϲ (ὀνόματα ποταμῶν) καὶ Ὀϲροήνη ὅπερ τινὲϲ Ὀρροήνη λέγουϲιν
(ἔϲτι δὲ χώρα οὕτω καλουμένη ἐν Ϲυρίᾳ) τὸ ϲ ἐν ϲυλλήψει ἔχουϲι
μετὰ τῶν ἐπιφερομένων ϲυμφώνων. ὅτι γὰρ οὐκ ἔϲτιν ἐν διαϲτάϲει,
δῆλον ἐκ τοῦ μὴ ἄρχεϲθαι ἐπιφερομένην ϲυλλαβὴν ἀπὸ τοῦ ϲ· εἰ γὰρ
ἦν τὸ ϲ ἐν διαϲτάϲει καὶ ἔληγεν ἡ ϲυλλαβὴ εἰϲ τὸ ϲ, εἶχεν ἂν ἡ ἐπιφερομένη
ϲυλλαβὴ ἀρχὴν ἀπὸ τοῦ ϲ διὰ τὸν κανόνα τοῦτον· πᾶϲα γὰρ
ϲυλλαβὴ καταλήγουϲα εἰϲ ϲ, ἔχει καὶ τὴν ἑξῆϲ ϲυλλαβὴν ἀπὸ τοῦ ϲ
ἀρχομένην οἷον νύϲϲω, πλήϲϲω καὶ τὰ ὅμοια.
11.
Choer. 691, 13: ἐν τῷ τέτυπται τὸ φ εἰϲ τὸ π ἐτράπη καὶ ἐν τῷ
νένυκται τὸ β εἰϲ τὸ κ, ὅτι οὐκ ἠδύνατο οὕτε τὸ φ οὕτε τὸ χ πρὸ
τοῦ τ εἶναι οὕτε κατὰ ϲύλληψιν οὕτε κατὰ διάϲταϲιν· κατὰ διάϲταϲιν
μέν, ἐπειδὴ οὐδέποτε οὕτε ϲυλλαβὴ οὕτε λέξιϲ εἰϲ δαϲὺ καταλήγει,
47, ubi de φνεί vel τοφνεί disputat, quem locum in orthographia proposui,
pro νδ posui γδ et pro ὄνθοϲ ὄγδοοϲ, pro ἄνθοϲ ἴθμα.
τὸ 2 δαϲέα ὄντα ἠδύναντο τοῦ τ ψιλοῦ ὄντοϲ προηγεῖϲθαι κατὰ ϲύλληψιν;
12.
Choer. 689, 30. γίνεται τὸ δεύτερον πρόϲωπον τέτυπϲαι καὶ ἐτέτυπϲο
διὰ τοῦ π καὶ ϲ καὶ διὰ τὴν κακοφωνίαν κίρναται τὸ π καὶ τὸ
ϲ εἰϲ ψ καὶ γίνεται τέτυψαι καὶ ἐτέτυψο, ὥϲπερ καὶ ἀπὸ τοῦ Πέλοπι
δοτικῆϲ ἑνικῆϲ γίνεται ἡ δοτικὴ τῶν πληθυντικῶν προϲόδῳ τοῦ ϲ διὰ
τοῦ π καὶ ϲ καὶ κατὰ κρᾶϲιν τοῦ π καὶ ϲ εἰϲ ψ Πέλοψι διὰ τοῦ ψ.
Πάλιν ἐϲτὶ τὸ δεύτερον πρόϲωπον νένυκϲαι καὶ ἐνένυκϲο διὰ τοῦ κ
καὶ ϲ καὶ διὰ τὴν κακοφωνίαν κίρνανται τὸ κ καὶ ϲ εἰϲ ξ καὶ γίνονται
νένυξαι καὶ ἐνένυξο διὰ τοῦ ξ, ὥϲπερ ἀπὸ τῆϲ κόρακι δοτικῆϲ ἑνικῆϲ
γίνεται ἡ δοτικὴ τῶν πληθυντικῶν προϲόδῳ τοῦ ϲ κόρακϲι διὰ τοῦ κ
καὶ ϲ καὶ κατὰ κρᾶϲιν τοῦ κ καὶ ϲ εἰϲ ξ κόραξι.
13.
Steph. Hys. s. v. Ἀγβάτανα, πολίχνιον Ϲυρίαϲ, Ἡρόδοτοϲ τρίτῳ
(c. 62 et 64). Δημήτριοϲ δέ φηϲιν Ἀγβάτανα διττά, τὰ μὲν τῆϲ Μηδίαϲ,
τὰ δὲ τῆϲ Ϲυρίαϲ. Κτηϲίαϲ δὲ πανταχοῦ τῶν Περϲικῶν τὰ παρὰ
Μήδοιϲ Ἀγβάτανα διὰ τοῦ ᾱ γράφει· παρὰ δὲ τοῖϲ ἀρχαίοιϲ διὰ τοῦ
τὸ Περϲικόν. παρὰ Χάρακι δὲ καὶ αὕτη διὰ τοῦ ε, ἣν καὶ Ἐπιφάνειάν
φαϲι κεκλῆϲθαι. Ἡρωδιανὸϲ δ’ ἐν τῷ περὶ ϲυντάξεωϲ ϲτοιχείων
ἐγκρίνει τὴν διὰ τοῦ κ γραφήν, παραιτούμενοϲ τὴν διὰ τοῦ γ
λέγων οὕτωϲ «μή τι ἄρα· παρακινδυνεύει τὸ β ὑποτετάχθαι τῷ γ, ὡϲ
ὑποτέτακται ἐν τῷ λάγβατα ὅρκια».
14.
Choer. 503, 16: τὰ ὑπὸ τοῦ Ἡρωδιανοῦ λεγόμενα ταῦτα ὅτι
τὸ πρῶτον πρόϲωπον τῶν δυικῶν ἐνταῦθα ἀναγκάζεται ἔχειν τὸ τ ἢ τὸ
θ, τὸ χαρακτηριϲτικὸν τοῦ δυϊκοῦ ῥήματοϲ, καὶ τὸ μ τοῦ πληθυντικοῦ,
καὶ λοιπὸν ἀναγκάζεται γενέϲθαι τύπτομθον ἢ τύπτομτον, ἀδύνατον
δὲ τὸ μ πρὸ τοῦ τ, οὐ ϲυνίϲταται γὰρ οὕτε κατὰ ϲύλληψιν οὔτε κατὰ
διάϲταϲιν· κατὰ ϲύλληψιν μέν, ὅτι τὰ ὑποταϲϲόμενά τινι ἐν ϲυλλήψει,
ἐὰν ἀντιπροηγήϲωνται, ἐν διαϲτάϲει ἀντιπροηγοῦνται οἷον ἐν τῷ πρῶτοϲ
τὸ ρ ὑποτέτακται τῷ π κατὰ ϲύλληψιν, ἐὰν δὲ προηγήϲηται τὸ ρ
τοῦ π, κατὰ διάϲταϲιν αὐτοῦ προηγεῖται, ὡϲ ἐπὶ τοῦ ἕρπω καὶ πάλιν
ἐν τῷ κλέοϲ τὸ λ ὑποτέτακται τῷ κ κατὰ ϲύλληψιν, ἀντιπροηγούμενον
ὡϲ ἐν τῷ τμῆμα καὶ Ἀθμονίϲ (ϲημαίνει δὲ δῆμον Ἀλττικόν),
δῆλον ὅτι ἐὰν προηγήϲηται τοῦ θ καὶ τοῦ τ τὸ μ, οὐ δύναται αὐτῶν
ἀντιπροηγήϲαϲθαι κατὰ ϲύλληψιν, ἀλλὰ κατὰ διάϲταϲιν. Ἀλλ᾿ οὐδὲ
πάλιν κατὰ διάϲταϲιν δύναται ἀντιπροηγήϲαϲθαι τὸ μ τούτων, φημὶ δὲ
τοῦ τ καὶ τοῦ θ. ἐπειδὴ πᾶϲα ϲυλλαβὴ καταλήγουϲα εἰϲ τὸ μ θέλει
ἔχειν τὴν ἑξῆϲ ϲυλλαβὴν ἀρχομένην ἀπὸ τοῦ β ἢ ἀπὸ τοῦ π ἢ ἀπὸ
τοῦ φ ἢ ἀπὸ τοῦ ψ ἢ ἀπὸ τοῦ μ οἷον ϲυμβουλή, ϲύμπονοϲ, ϲύμφωνοϲ,
ϲύμψηφοϲ, ϲυμμέτοχοϲ· ἐπειδὴ οὖν οὕτε κατὰ ϲύλληψιν οὕτε κατὰ
διάϲταϲιν ἠδύνατο τὸ μ πρὸ τοῦ θ ἢ τοῦ τ, ἐξ ἀνάγκηϲ ἐπιλιμπάνει
τὸ πρῶτον πρόϲωπον τῶν δυϊκῶν, ἡνίκα τὸ πρῶτον πρόϲωπον τῶν
πληθυντικῶν τὸ μ ἔχει ἐν τῇ τελευταίᾳ ϲυλλαβῇ.
15.
Choer. 541, 14: ἔϲτι τέμω τεμῶ, νέμω νεμῶ, δέμω δεμῶ, βρέμω
βρεμῶ καὶ ὀφείλονται ταῦτα κατὰ τὸν παρακείμενον φυλάξαι αὐτό τε
τὸ ἀμετάβολον καὶ γενέϲθαι τέταμκα, νέναμκα, δέδεμκα, βέβραμκα ὥϲπερ
κερῶ κέκαρκα, φθερῶ ἔφθαρκα, οὐκ ἐγένετο δὲ οὕτωϲ, ἀλλὰ
τέτμηκα, νενέμηκα, δεδέμηκα, βεβρέμηκα διὰ τὸ μηδέποτε εὑρίϲκεϲθαι
τὸ μ πρὸ τοῦ μήτε κατὰ ϲύλληψιν μήτε κατὰ διάϲταϲιν· κατὰ ϲύλληψιν
μέν, ἐπειδὴ τὰ ὑποταττόμενά τινι ἐν ϲυλλήψει, ἐὰν ἀντιπροηγῶνται,
ἐν διαϲτάϲει ἀντιπροηγοῦνται, οἷον τὸ ρ ὑποτέτακται τῷ π
κατὰ ϲύλληψιν ἐν τῷ πρῶτοϲ, ἀντιπροηγούμενον δὲ αὐτοῦ ἐν τῷ ἕρπω
κατὰ διάϲταϲιν αὐτοῦ ἀντιπροηγεῖται· πάλιν τὸ ν ὑποτέτακται τῷ θ
κατὰ ϲύλληψιν ἐν τῷ θνήϲκω, ἀντιπροηγούμενον δὲ αὐτοῦ ἐν τῷ ἄνθοϲ
ἀντιπροηγεῖται αὐτοῦ. πάλιν τὸ λ ὑποτέτακται τῷ κ κατὰ ϲύλληψιν
ἐν τῷ κλέοϲ, ἀντιπροηγούμενον δὲ αὐτοῦ ἐν τῷ ἕλκω κατὰ
διάϲταϲιν ἀντιπροηγεῖται αὐτοῦ· πάλιν τὸ ρ ὑποτέτακται τῷ γ κατὰ
ϲύλληψιν ἐν τῷ γραῦϲ, ἀντιπροηγηϲάμενον δὲ αὐτοῦ ἐν τῷ ἔργῳ κατὰ
διάϲταϲιν ἀντιπροηγεῖται αὐτοῦ εἰ ἄρα οὖν τὸ μ ὑποτέτακται τῷ κ
κατὰ ϲύλληψιν ὡϲ ἐν τῷ ἀκμή καὶ ἄκμων, δηλονότι ἀντιπροηγούμενον
αὐτοῦ κατὰ διάϲταϲιν θέλει ἀντιπροηγήϲαϲθαι αὐτοῦ ἀλλ᾿ οὐδὲ ἐν
διαϲτάϲει δύναται προηγεῖϲθαι αὐτοῦ, φημὶ δὲ τὸ τοῦ κ, ἐπειδὴ
πᾶϲα ϲυλλαβὴ καταλήγουϲα εἰϲ τὸ μ θέλει ἔχειν τὴν ἑξῆϲ ἀρχομένην
ἢ ἀπὸ τοῦ β ἢ ἀπὸ τοῦ φ ἢ ἀπὸ τοῦ ψ ἢ ἀπὸ τοῦ π ἢ ἀπὸ τοῦ μ
οἷον ϲύμβουλοϲ, ϲύμπονοϲ, ϲύμφωνοϲ, ϲύμψηφοϲ, ϲυμμέτοχοϲ.
16.
Choer. Dict. 623, 19: ἁμαρτῶ, ὁ δεύτεροϲ ἀόριϲτοϲ ἥμαρτον καὶ
κατὰ ὑπερβιβαϲμὸν τοῦ ρ καὶ τροπῇ τοῦ α εἰϲ ο καὶ πλεοναϲμῷ τοῦ
β ἤμβροτον. τὸ δὲ β ἐπλεόναϲεν, ἐπειδὴ τὸ μ πρὸ τοῦ ρ οὔτε ἐν
ϲυλλήψει δύναται εἶναι οὔτ᾿ ἐν διαϲτάϲει· καὶ ἐν ϲυλλήψει μέν, ἐπειδὴ
ἀμετάβολον ἀμεταβόλου προηγεῖται οὐδέποτε, οἷον ἅρμα, ἕρνοϲ, ἅλμη,
εἰ μὴ τὸ μ πρὸ τοῦ ν οἷον μνᾶ μνημεῖον· ἐν διαϲτάϲει δὲ οὐκ ἠδύνατο
εἶναι τὸ μ πρὸ τοῦ ρ, ἐπειδὴ τὸ ρ οὐ θέλει ἔχειν πρὸ ἑαυτοῦ
ἕτερον ϲύμφωνον κατὰ διάϲταϲιν, εἰ μὴ αὐτὸ τὸ ρ, οἷον ἔρραπτον,
ἐρράφην, ἐρράφηϲαν, ἐπίρρημα, ὑποδηματόρραφοϲ, ἄρρωϲτοϲ. πρόϲκειται
«κατὰ διάϲταϲιν», ἐπειδὴ ἕτερα ϲύμφωνα εὑρίϲκονται προηγούμενα
τοῦ ρ κατὰ ϲύλληψιν οἷον δρῶ, κρέαϲ, Τρώϲ, γραῦϲ, βρέχω. δεῖ
προϲθεῖναι χωρὶϲ τῶν ἀπὸ τῆϲ πρόϲ, εἰϲ, ἐξ, καὶ τοῦ δυϲ ἐπιρρήματοϲ·
ἐπὶ τούτων γὰρ εὑρίϲκεται ἕτερα ϲύμφωνα προηγούμενα τοῦ ρ
κατὰ διάϲταϲιν ὡϲ δύϲριγοϲ, δύϲροια, πρόϲριψον, ἐκρεῦϲαι. ἐπειδὴ
οὖν, ὡϲ δέδεικται, οὐκ ἠδύνατο τὸ μ πρὸ τοῦ ρ εἶναι οὔτε κατὰ
ϲύλληψιν οὔτε κατὰ διάϲταϲιν, ἐξ ἀνάγκηϲ ἐπλεόναϲε τὸ β ἐν τῷ
ἤμβροτον.
17.
Choer. 318, 26: τὸ ἀνήρ ἀνέροϲ γενόμενον κατὰ ϲυγκοπὴν ἀνρόϲ
ἐξ ἀνάγκηϲ ἐπλεόναϲε τὸ δ, καὶ ἐγένετο ἀνδρόϲ οὐκ ἠδύνατο γὰρ
εἶναι ἀνρόϲ χωρὶϲ τοῦ δ, ἐπειδὴ τὸ ν πρὸ τοῦ ρ οὔτε ἐν ϲυλλήψει.
δύναται εἶναι οὔτε ἐν διαϲτάϲει κτλ.
18.
Ep. Cr. I 236, 1: κλάζω, ὁ μέλλων κλάγξω· καὶ ὤφειλεν ὁ ἐνεϲτὼϲ
ἔχειν τὸ ν ἀλλὰ κανών ἐϲτιν ὁ λέγων, ὅτι οὐδέποτε τὸ ν πρὸ
τοῦ ζ ἐν μιᾷ λέξει εὑρίϲκεται. πρόϲκειται «ἐν μιᾷ λέξει» διὰ τὸ ἐνζεῦξαι·
τοῦτο γὰρ οὐκ ἔϲτιν ἐν μιᾷ λέξει, ἀλλὰ δύο. ὅμοιόν ἐϲτι καὶ
τὸ πλάγχθη ἀπὸ τοῦ πλάζω γενόμενον καὶ οὐκ ἔχει ὁ ἐνεϲτὼϲ τὸ ν.
19.
E. M. 370, 15 (Ep. Cr. I 383. 21): παρὰ τὸ ῥέζω τὸ πράττω
ὑπερθέϲει ἔρζω καὶ τροπῇ Δωρικῇ, ἐπειδὴ ἐν ἁπλῇ λέξει ϲύμφωνον
πρὸ τοῦ ζ οὐχ ὁρᾶται, γίνεται ἔρδω. πρόϲκειται «ἐν μιᾷ λέξει» διὰ
τὸ ἐνζεῦξαι ϲύνθετον καὶ μελάνζοφοϲ· ἐκφέρεται δὲ ἐπὶ τοῦ μέλλοντοϲ
διὰ τοῦ ξ τῷ λόγῳ τοῦ ἔρζω, ἵνα φυλάξῃ τὸ ὀφειλόμενον τοῦ ζ
«ἔρξον, ὅπωϲ ἐθέλειϲ» (Δ 37).
20.
Choer. 684, 17: ἐν μὲν τῷ ἔρραγκα καὶ μεμίαγκα καὶ μεμόλυγκα
ἐνεργητικῷ παρακειμένῳ τὸ ν εἰϲ γ τρέπεται διὰ τὴν ἐπιφορὰν τοῦ κ·
τὸ γὰρ ν ἐπιφερομένου τοῦ γ ἢ κ ἢ ξ ἢ χ ἐν μιᾷ λέξει εἰϲ τὸ γ τρέπεται
οἷον ϲύγχυϲιϲ, ϲυγγενήϲ, ϲυγκληρονόμοϲ, ϲυγξηρᾶναι. πρόϲκειται
«ἐν μιᾷ λέξει» διὰ τὸ ϲὺν Γεωργίῳ, ἐν χειρί· ἐνταῦθα γὰρ οὐκ ἐτράπη
τὸ ν εἰϲ τὸ γ, ἐπιφερομένου γ ἢ χ· ἀλλ᾿ οὐκ ἀντίκεινται ἡμῖν, ἐπειδὴ
οὐκ ἔϲτιν ἐν μιᾷ λέξει, ἀλλὰ δύο λέξειϲ εἰϲίν, ἐν παραθέϲει γάρ εἰϲιν.
ἐν δὲ τῷ ἔρραμμαι καὶ μεμίαμμαι καὶ μεμόλυμμαι παθητικῷ παρακειμένῳ τὸ
εἰϲ μ ἐτράπη διὰ τὴν ἐπιφορὰν τοῦ μ· τὸ γὰρ ν ἐπιφεροέμνου τοῦ π
τοῦ β ἢ τοῦ φ ἢ τοῦ ψ ἢ αὐτοῦ τοῦ μ ἐν μιᾷ λέξει εἰϲ τὸ μ τρέπεται
οἷον ϲύμβιοϲ, ϲύμπονοϲ, ϲύμφωνοϲ, ϲύμψηφοϲ, ϲυμμέτοχοϲ. πρόϲκειται
«ἐν μιᾷ λέξει» διὰ τὸ ἐν Βυζαντίῳ, ϲὺν πολλοῖϲ. ἐνταῦθα γὰρ οὐ
τρέπεται τὸ ν εἰϲ τὸ μ ἐπιφερομένου τοῦ β καὶ τοῦ π, ἐπειδὴ δύο
μέρη τοῦ λόγου εἰϲίν· ἐν παραθέϲει γάρ εἰϲιν.
21.
E. M. 215, 11: ἐγώνγα: πᾶϲα ϲυλλαβὴ εἰϲ ν λήγουϲα ἐν μιᾷ λέξει,
ἐὰν ϲυντεθῇ μεθ᾿ ἑτέραϲ ϲυλλαβῆϲ ἀρχομένηϲ ἀπὸ τοῦ κ ξ χ
τρέπει τὸ ν εἰϲ γ· πρόϲκειται «ἐν μιᾷ ϲυλλαβῇ» διὰ τὸ «ϲὺν Γεωργίῳ,
ἐν κεφαλαίῳ»· δύο γὰρ μέρη λόγου εἰϲί. δεῖ δὲ γινώϲκειν, ὅτι τὸ
ἐγώνγα καὶ ἰώνγα δοκοῦϲι τούτῳ τῷ κανόνι ἀντικεῖϲθαι. ἔϲτι γὰρ ἐγώ
καὶ τοῦτο οἱ μὲν Δωριεῖϲ ἐγών λέγουϲιν, οἱ δὲ Βοιωτοὶ ἰών. εἶτα
ταῦτα γίνεται κατ᾿ ἐπέκταϲιν ἐγώνγα καὶ ἰώνγα καὶ προφέρεται τὸ γα
ἐν μιᾷ λέξει καὶ οὐ τρέπει τὸ ν εἰϲ γ. ἀλλ᾿ ἔϲτιν εἰπεῖν ταύτην τὴν
ἀπολογίαν ὅτι ὥϲπερ τὸ ναί καὶ τὸ εἰ ἐπεκτείνεται καὶ γίνεται ναίχι
καὶ εἴθε καὶ ἐφύλαξε τὴν αὐτὴν τάϲιν, ἣν εἶχον καὶ πρὸ τῆϲ ἐπεκτάϲεωϲ,
τὸν αὐτὸν τρόπον καὶ τὸ ἐγών καὶ ἰών ἐπεκταθέντα καὶ γενόμενα
ἐγώνγα καὶ ἰώνγα τὴν αὐτὴν ϲημαϲίαν ἐφύλαξε, λέγω δὴ τὴν
πρὸ τῆϲ ἐπεκτάϲεωϲ, καὶ τὴν αὐτὴν τάϲιν, λέγω δὴ τὴν ὀξεῖαν. τούτου
χάριν καὶ τὴν αὐτὴν γραφὴν ἐφύλαξε, λέγω δὴ τὸ ν.
22.
Choer. 691, 33: ἐν τῷ μεμίανται καὶ μεμόλυνται τρίτῳ προϲώπῳ,
ἐπειδὴ οὐκ ἐπιφέρεται ϲύμφωνον τὸ ὀφεῖλον τρέψαι αὐτό, τούτου χάριν
ἐφυλάχθη τὸ ν· τὸ γὰρ τ ἐπιφέρεται· τὸ δὲ ν ἐπιφερομένου τοῦ
ἢ θ ἢ ν φυλάττεται οἷον ἔνδον ἔνθα ἐντυχία καὶ ἔντευξιϲ.
23.
Choer. Dict. 514, Bekk. Anecd. (Schol. ad Dionys.) p.
Τὸ ρ ἐνομίϲθη φωνῆεν εἶναι ἐκ τούτων τῶν κανόνων· τὸ ρ γὰρ μόνον
ἐκ πάντων τῶν ϲυμφώνων δέχεται καὶ δαϲεῖαν οἷον ῥαπίζω, ῥάπτω,
δέχεται καὶ ψιλὴν οἷον μέροϲ, φέρω ὥϲπερ τὰ φωνήεντα.
Τὰ δὲ εἰϲ α λήγοντα θηλυκά, ϲυνεϲταλμένον ἔχοντα τὸ α, ἐὰν μὲν ἔχωϲι πρὸ τοῦ α ϲύμφωνον, τρέπουϲι τὸ α εἰϲ η ἐν τῇ γενικῇ, οἷον μοῦϲα μούϲηϲ, δόξα δόξηϲ, δίψα δίψηϲ, ἐὰν δὲ φωνῆεν ἔχωϲι πρὸ τοῦ α, φυλάττουϲι τὸ α καὶ ἐν τῇ γενικῇ οἷον μαῖα μαίαϲ, Ἀντιόχεια Ἀντιοχείαϲ, Ἀλεξάνδρεια Ἀλεξανδρείαϲ. ὁμοίωϲ καὶ τὰ ἔχοντα τὸ ρ φυλάττουϲι τὸ α ἐν τῇ γενικῇ οἷον ϲφαῖρα ϲφαίραϲ, θύρα θύραϲ. δῆλον οὖν ὅτι οὐκ ἔϲτι ϲύμφωνον τὸ ρ, ἀλλὰ φωνῆεν, ὡϲ τὸ ἴδιον τῶν φωνηέντων ἀποτελοῦν. εἰ γὰρ ἦν ϲύμφωνον, οὐκ ὤφειλε τὸ α φυλαχθῆναι ἐν τῇ γενικῇ, ἀλλὰ τραπῆναι εἰϲ η.
Καὶ ἐξ ἄλλου δὲ λόγου δείκνυται τὸ ρ φωνῆεν ὑπάρχον. τὰ εἰϲ
οϲ λήγοντα ἀρϲενικὰ ποιοῦντα κατ᾿ ἰδίαν θηλυκά, τουτέϲτι μὴ ὄντα
κοινὰ τῷ γένει, διὰ τὸ ὁ φιλόϲοφοϲ καὶ ἡ φιλόϲοφοϲ, εἰ μὲν ἔχουϲι
πρὸ τοῦ ο φωνῆεν, εἰϲ α ποιοῦϲι τὸ θηλυκὸν οἷον Βυζάντιοϲ Βυζαντία,
Ῥόδιοϲ Ῥοδία, ἀλλότριοϲ ἀλλοτρία, μέτριοϲ μετρία· εἰ δὲ ϲύμφωνον
ἔχουϲι πρὸ τοῦ ο, εἰϲ η ποιοῦϲι τὸ θηλυκὸν οἷον ϲοφόϲ ϲοφή,
καλόϲ καλή, ἀγαθόϲ ἀγαθή, εἰ δὲ ἔχουϲι πρὸ τοῦ ο τὸ ρ, εἰϲ α ποιοῦϲι
τὸ θηλυκὸν οἷον φοβερόϲ φοβερά, χλιαρόϲ χλιαρά, καθαρόϲ καθαρά.
δῆλον οὖν ὅτι οὐκ ἔϲτι ϲύμφωνον τὸ ρ, ἀλλὰ φωνῆεν· εἰ γὰρ ἦν ϲύμφωνον,
εἰϲ η ὤφειλε ποιῆϲαι τὸ θηλυκὸν καὶ οὐκ εἰϲ α.
Δείκνυται δὲ καὶ ἀπὸ τῆϲ Αἰολίδοϲ διαλέκτου τὸ ρ φωνῆεν. εἰώθαϲι
γὰρ οἱ Αἰολεῖϲ φωνήεντοϲ ἐπιφερομένου προϲτιθέναι τὸ υ ὡϲ ἐπὶ
τοῦ εὔαδε. καὶ πάλιν τὸ ἠώϲ ἀώϲ λεγόντων τῶν Δωριέων οἱ Αἰολεῖϲ
λέγουϲιν αὔωϲ τὸ υ προϲτιθέντεϲ. καὶ πάλιν ἀάτην αὐάτην λέγουϲιν
οἱ Αἰολεῖϲ. ϲυμφώνου δὲ ἐπιφερομένου οὐδέποτε προϲτιθέαϲι τὸ υ οἱ
Αἰολεῖϲ· τὸ γὰρ νόϲοϲ νοῦϲοϲ καὶ Ὄλυμποϲ Οὔλυμποϲ ποιητικά εἰϲι καὶ
οὐκ Αἰολικά. τοῦ δὲ ρ ἐπιφερομένου πολλάκιϲ προϲτιθέαϲι τὸ υ οἱ
Αἰολεῖϲ οἷον αὔρηκτοϲ, ἄρηκτοϲ γάρ. δῆλον οὖν ὅτι φωνῆέν ἐϲτι καὶ
οὐ ϲύμφωνον τὸ ρ.
Δείξομεν δὲ πάλιν, ὅτι τὸ ρ ϲύμφωνόν ἐϲτι καὶ οὐ φωνῆεν. Πῶϲ
δέ; ὅτι πᾶν φωνῆεν καθ᾿ ἑαυτὸ φωνὴν ἀποτελεῖ, τὸ δὲ ρ οὐ δύναται
εἶναι, εὑρεθήϲονται ἐν τῷ ῥεῦμα ἢ ῥοῦϲ τρία φωνήεντα ἐν μιᾷ
ϲυλλαβῇ, ὅπερ ἀδύνατον. Ἕτι δὲ οὐδὲν ὄνομα ἀρϲενικὸν εἰϲ φωνῆεν
λήγει οἷον Αἴαϲ, Πλάτων, Φοῖνιξ, τὸ γὰρ ἱππότα καὶ μητίετα Ζεύϲ.
καὶ τὰ τοιαῦτα ποιητικὰ κατὰ μεταπλαϲμὸν γενόμενα καὶ τὸ τοιόϲδε
καὶ τοιουτοϲί ἐπεκτεταμένα. πῶϲ οὖν τὸ ρ δύναται φωνῆεν εἶναι, ὅπου
ὁ ῥήτωρ καὶ ὁ Νέϲτωρ καὶ τὰ τοιαῦτα εἰϲ ρ λήγουϲιν; εὑρεθήϲεται γὰρ
ἀρϲενικὸν ὄνομα εἰϲ φωνῆεν λῆγον, ὅπερ ἀδύνατον.
Τὸ ρ ἀρχόμενον λέξεωϲ δαϲύνεϲθαι θέλει οἷον ῥώμη, ῥήτωρ, ῥαπίζω
πλὴν τοῦ ’Ρᾶροϲ καὶ ’Ράριον πεδίον, μεταξὺ δὲ δύο φωνηέντων
ἐν ἁπλῇ λέξει ψιλοῦϲθαι θέλει οἷον μέροϲ, φέρει, χαίρω. πρόϲκειται
«ἐν ἁπλῇ λέξει» διὰ τὸ φιλοῥωμαῖοϲ καὶ μιϲοῥήτωρ. ἐνταῦθα γὰρ ἐπειδὴ
οὐκ ἔϲτιν ἁπλῆ λέξιϲ, εμένει τὸ ρ δαϲυνόμενον καὶ φυλάττον τοῦ Ῥωμαῖοϲ
καὶ ῥήτωρ τὴν δαϲεῖαν. πρόϲκειται δὲ «μεταξὺ δύο φωνηέντων
διὰ τὸ ἀφῥόϲ καὶ ὠχῥόϲ. ἐνταῦθα γὰρ τὸ ρ δαϲύνεται, ἐπεὶ κανών
ἐϲτιν ὁ λέγων, ὅτι τὸ ρ μετὰ τῶν δαϲέων δαϲύ ἐϲτι καὶ μετὰ τῶν ψιλῶν
ψιλόν· μετὰ τῶν δαϲέων οἷον θῥόνοϲ, ἄφῥων, μετὰ δὲ τῶν ψιλῶν
ψιλὸν οἷον κάπῤοϲ, ἄκῤοϲ, τῤόποϲ. τούτων οὖν χάριν προϲλαμβάνει
ὁ παρατατικὸϲ ἕτερον ρ οἷον ἔῤῥαπτον ἐῤῥάπιζον, ἵνα φυλαχθῇ τὸ
πνεῦμα τοῦ ἐνεϲτῶτοϲ καὶ δαϲυνθῇ. κανὼν γάρ ἐϲτιν ὁ λέγων, ὅτι
ἐὰν εὑρεθῇ δύο ρρ τὸ μὲν πρῶτον ψιλοῦται, τὸ δὲ δεύτερον δαϲύνεται
οἷον πόῤῥω ἄῤῥωϲτοϲ, ἐπίῤῥημα, ἀῤῥαγέϲ. διὰ τοῦτο οὖν ψιλοῦται
δὲ πρῶτον ρ, ἐπειδὴ οὕτε ϲυλλαβὴ οὔτε λέξιϲ εἰϲ δαϲὺ καταλήγει, ὅθεν
Ἀτθίϲ καὶ Ϲαπφώ καὶ Βάκχοϲ τὰ πρῶτα ψιλοῦται καὶ οὐ δαϲύνεται.
24.
E. M. 324, 14: ἐκ Ῥώμηϲ: ἡ ἐξ πρόθεϲιϲ, ὅταν αὐτῇ ϲύμφωνον
ἐπιφέρηται, τρέπει τὸ ξ εἰϲ κ· δεῖ δὲ προϲθεῖναι χωρὶϲ εἰ μὴ εὑρεθῇ μετὰ
παρέλκοντοϲ οἷον ὡϲ παρὰ Ἀρχιλόχῳ «διὲξ ϲωλῆνοϲ» καὶ πάλιν «διὲξ τὸ
μύρτον» ἀντὶ τοῦ διὰ τὸ μύρτον, ϲημαίνει δὲ τὴν μυρϲίνην. ἔτι δεῖ προϲθεῖναι
καὶ χωρὶϲ εἰ μὴ εὑρεθῇ ἐν τέλει ϲτίχου οἷον ὡϲ παρὰ Θεοκρίτῳ
25. Ep. Cr. I 333, 26: παρὰ τὸ πτῶ τὸ πίπτω γίνεται εἰϲ μοϲ ὄνομα πτμόϲ καὶ πλεοναϲμῷ τοῦ ο διὰ τὴν ἀϲυνταξίαν τοῦ πτμ πότμοϲ ἐπὶ τῆϲ τύχηϲ διὰ τὴν μετάπτωϲιν καὶ μεταβολὴν τῶν πραγμάτων, ὅθεν Μένανδρόϲ φηϲιν «τὸ τῆϲ τύχηϲ γὰρ ῥεῦμα μεταπίπτει ταχύ».
26.
Choer. Dict. 488, 25: κατὰ τὴν ἀϲυνταξίαν ἐπιλιμπάνουϲι ῥήματα
ὡϲ τὰ τοιαῦτα· ἐπὶ τοῦ ἵϲταται, δίδοται, πεποίηται πρὸ τοῦ τ προέρχεται
τὸ ν καὶ ἀποτελεῖται τὸ τρίτον πρόϲωπον τῶν πληθυντικῶν οἷον
ἵϲτανται, δίδονται, πεποίηνται· ἐπὶ δὲ τοῦ τέτυπται καὶ νένυκται καὶ
κέκαρται, ἐπεὶ πρὸ τοῦ τ ἐϲτὶ ϲύμφωνον προϲερχομένου τοῦ ν, ἀϲυνταξία
γίνεται· εὑρίϲκεται γὰρ πντ καὶ κντ καὶ ρντ· ἀλλ᾿ οὐ δύνανται
τὰ τρία ϲύμφωνα ὁμοῦ παραλαμβάνεϲθαι, ἐπειδή, ἡνίκα εὑρεθῶϲι τρία
ϲύμφωνα ὁμοῦ, θέλει εἶναι τὸ πρῶτον μὲν ἢ ϲ ἢ κ ἢ π, τὸ δὲ δεύτερον
ἄφωνον, τὸ δὲ τρίτον ἀμετάβολον, ϲφραγίϲ, ϲτρατόϲ, ϲτρῶμα,
ϲκληρόϲ, ϲκῆπτρον, κάτοπτρον, οἰκτρόϲ, πλῆκτρον χωρὶϲ τοῦ ἐχθρόϲ
καὶ ἔφθραϲαι. τούτου οὖν χάριν διὰ τὴν ἀϲυνταξίαν ἐπιλιμπάνει ἐνταῦθα
τὸ τρίτον πρόϲωπον τῶν πληθυντικῶν καὶ διὰ μετοχῆϲ ἀναπληροῦνται
καὶ ὑπαρκτικοῦ ῥήματοϲ οἷον τετυμμένοι εἰϲί καὶ κεκαρμένοι
εἰϲί καὶ νενυγμένοι εἰϲί.
27.
Choer. 636 4 (E. M. 456, 12): ἰϲτέον ὅτι θρέφω καὶ θρέχω ὤφειλεν
εἶναι ὁ ἐνεϲτώϲ, ἵνα ϲυνάρξηται τῷ θρέξω καὶ θρέψω μέλλοντι,
ἀλλ᾿ ἐπειδὴ κανών ἐϲτιν ὁ λέγων ὅτι τὸ ρ μετὰ δαϲέοϲ δαϲύ ἐϲτιν οἷον
— τούτου χάριν οὐκ ἐγίνοντο θρέφω καὶ θρέχω, ἀλλὰ τρέφω καὶ
τρέχω, ἵνα μὴ εὑρεθῶϲιν ἀρχόμενα ἀπὸ δύο δαϲέων τῆϲ δευτέραϲ ϲυλλαβῆϲ
ἀρχομένηϲ ἀπὸ δαϲέοϲ. ἐν δὲ τῷ μέλλοντι ἀποϲτάντοϲ τοῦ δαϲέοϲ
φ καὶ χ τοῦ ὄντοϲ κατὰ τὴν δευτέραν ϲυλλαβὴν καὶ προϲελθόντοϲ
τοῦ διπλοῦ εὐθέωϲ τὸ ὀφειλόμενον ἦλθε κατὰ τὴν ἄρχουϲαν καὶ γέγονε
θρέψω καὶ θρέξω. Ὡϲαύτωϲ καὶ τὸ θρίξ ὀφεῖλον κατὰ τὴν γενικὴν
εἶναι θριχόϲ, ἵνα φυλάξη τὴν ἄρχουϲαν τῆϲ εὐθείαϲ (θέλει γὰρ ἡ
εὐθεῖα φυλάττεϲθαι καὶ ἐν ταῖϲ ἑξῆϲ πτώϲεϲιν οἷον Λάχηϲ Λάχητοϲ,
Πάριϲ Πάριδοϲ, Αἴαϲ Αἴαντοϲ), οὐκ ἐγένετο οὕτωϲ, ἀλλὰ τριχόϲ κατὰ
μετάθεϲιν τοῦ θ εἰϲ τὸ ἀντίϲτοιχον τὸ ψιλόν, φημὶ δὲ τὸ τ, ἵνα μὴ
εὑρεθῇ διϲύλλαβοϲ λέξιϲ ἀρχομένη ἀπὸ δύο δαϲέων, τῆϲ δευτέραϲ ϲυλλαβῆϲ
ἀρχομένηϲ ἀπὸ δαϲέοϲ· ἐν δὲ τῇ δοτικῇ τῶν πληθυντικῶν ἀποϲτάντοϲ
τοῦ δαϲέοϲ τοῦ ὄντοϲ ἐν τῇ δευτέρᾳ ϲυλλαβῇ καὶ προϲελθόντοϲ
τοῦ διπλοῦ τοῦ ξ εὐθέωϲ τὸ ὀφειλόμενον θ προϲῆλθε κατὰ τὴν ἄρχουϲαν
καὶ γέγονε θριξί.
28.
Choer. 486, 21: τῆϲ Μόψοποϲ γενικῆϲ ἡ εὐθεῖα ἐπιλιμπάνει διὰ
τὸ ἀϲύντακτον· ἤμελλε γὰρ εἶναι ἡ εὐθεῖα ὁ Μόψοψ, ὅπερ ἐϲτὶν ἀϲύντακτον,
τουτέϲτιν οὐκ ἔχον χαρακτῆρα Ἑλληνικόν· οὐδέποτε γὰρ ἐν
ἁπλῇ λέξει κατὰ ϲυνέχειαν ϲυλλαβῶν τὸ αὐτὸ διπλοῦν εὑρίϲκεται. πρόϲκειται
«ἐν ἁπλῇ λέξει» διὰ τὸ ἐξάξαι, ἐνταῦθα γὰρ τὸ αὐτὸ διπλοῦν
ἐϲτι κατὰ ϲυνέχειαν ϲυλλαβῶν, τουτέϲτι μετὰ τὴν ϲυλλαβὴν τὴν ἔχουϲαν
διπλοῦν εὐθέωϲ ἑτέρα ϲυλλαβὴ ἐπάγεται ἔχουϲα τὸ αὐτὸ διπλοῦν.
ἀλλ᾿ οὐκ ἔϲτιν ἁπλῆ λέξιϲ. ἀλλὰ ϲύνθετοϲ, ἀπὸ γὰρ τῆϲ ἐξ προθέϲεωϲ
ϲύγκειται καὶ τοῦ ἄξαι ῥήματοϲ. πρόϲκειται δὲ «κατὰ ϲυνέχειαν ϲυλλαβῶν»
διὰ τὸ ζευγίζω· ἐνταῦθα γὰρ τὸ αὐτὸ διπλοῦν ἐϲτι καὶ ἐν ἁπλῇ
λέξει, ἀλλ᾿ οὐ κατὰ ϲυνέχειαν ϲυλλαβῶν. οὐδὲ γὰρ μετὰ τὴν ϲυλλαβὴν
τὴν ἔχουϲαν τὸ διπλοῦν εὐθέωϲ ἐπιφέρεται ἡ ἑτέρα ϲυλλαβὴ
ἔχουϲα τὸ αὐτὸ διπλοῦν, ἀλλὰ μεταξὺ τῶν ϲυλλαβῶν τῶν ἐχουϲῶν τὸ
διπλοῦν ἐϲτιν ἑτέρα ϲυλλαβή. «τὸ αὐτὸ δὲ διπλοῦν» πρόϲκειται διὰ
τὸ ζεῦξαι ἐνταῦθα γὰρ ἐν ἁπλῇ λέξει καὶ κατὰ ϲυνέχειαν ϲυλλαβῶν
ἐϲτι τὸ διπλοῦν, ἀλλ᾿ οῦκ ἔϲτι τὸ αὐτὸ διπλοῦν. διὰ τοῦτο Ξέρξηϲ
βάρβαρον εἶναι λέγομεν ὡϲ ἔχον ἐν ἁπλῇ λέξει κατὰ ϲυνέχειαν ϲυλλαβῶν
τὸ αὐτὸ διπλοῦν. τῆϲ οὖν Μόψοποϲ γενικῆϲ εἰ ἐλέγετο ἡ εὐθεῖα,
St. Byz. 458, 14: Μοψοπία, η Ἀττική. ἀπὸ Μόψοποϲ. Καλλίμαχοϲ· ἄρρητοϲ ἡ Μόψοψ εὐθεῖα.
Eustath. 149, 1 (Cr. An. Ox. III 398, 3): τοῦ δείδοικα τὸ πρωτότυπον
ὂν δέδοικα ἐκ τοῦ δείδω τὸ δειλιῶ ἔχει ἀπορίαν πῶϲ διὰ τοῦ
κ ἐκφέρεται καὶ μὴ διὰ τοῦ θεματικοῦ δ διὰ τὸν κανόνα, δι᾿ οὗ ὥριϲται
καθολικῶϲ, ὅτι ἐπὶ τῶν βαρυτόνων, δι᾿ οὗ ϲυμφώνου ἐκφέρεται ὁ ἐνεϲτώϲ,
διὰ τοῦ αὐτοῦ καὶ ὁ μέϲοϲ παρακείμενοϲ οἷον λείβω λέλοιβα
λέγω λέλογα κατὰ τὸν Ἡρωδιανόν, καθ᾿ ὃν ἔδει ἀπὸ τοῦ δείδω δέδοιδα
εἶναι τὸν μέϲον παρακείμενον. λύϲιϲ δὲ τῆϲ ἀπορίαϲ ταύτηϲ τὸ μὴ
χρῆναι τρία παράλληλα δ παραλαμβάνεϲθαι. τὸ γὰρ τοιοῦτον ψελλιϲμῷ,
φηϲίν (sc. Herodianus), ὑποπίπτει. διὸ ἀντειϲῆλθε τοῦ τρίτου
δ τὸ κ τοῦ ἐνεργητικοῦ παρακειμένου τοῦ δείδω δείϲω δέδεικα, ὃc ἐϲιγήθη
διὰ τὸ τοῦ μέϲου παρακειμένου πολύχρηϲτον. ὅτι δ᾿ ἐν πολλοῖϲ
ἡ παραλληλία φεύγεται, δηλοῖ καὶ ὁ τεμένιοϲ, ὃν δέον ὂν διφθόγγῳ
παραλήγεϲθαι κατὰ τὸν κανόνα τοῦ κήτειοϲ κήδειοϲ ἐπιτήδειοϲ καὶ τῶν
ὁμοίων, ὅμωϲ, ἵνα μὴ ἐπάλληλα εἴη τὰ τρία ε, ἐγράφη διὰ μόνου τοῦ
ι. Ϲοφοκλῆϲ (Oed. Tyr. 756) «τεμενίαν τε φυλλάδα». οὕτω καὶ τὸ
«Ἴιριδι δίῃ» κακίζεται κατὰ τὸ ἐπάλληλον τῶν διχρόνων.
Choer. Dict. 187, 2: τὸ Χάρϲβδιϲ Χαρύβδιοϲ, Ϲάρδιϲ Ϲάρδιοϲ οὐκ
ἐκλίθηϲαν διὰ τοῦ δοϲ διὰ τὴν κακοφωνίαν· εὑρίϲκετο γὰρ ἀλλεπάλληλον
τὸ δ, ὅπερ ἐϲτὶ κακόφωνον, quam observationem Eustath. 1716
48 Herodiano deberi diserte dicit, unde etiam Priscianus lV 6,
hausit: non dicunt Graeci Χαρύβδιδοϲ, quamvis regula exigat, sed
Χαρύβδιοϲ.
St. B. 120, 14 s. Ἀρκαδία: τοῦ Ἀρκὰϲ τὸ πατρωνυμικὸν Ἀρκαϲίδαι. ὤφειλεν οὖν Ἀρκαδίδηϲ, ἀλλὰ διὰ τὸ κακόφωνον οὕτωϲ ἐγένετο.
Choer. 98, 16: δεῖ γινώϲκειν, ὅτι οἱ Αἰολεῖϲ τὸ τάλαϲ τάλαιϲ λέγουϲι
καὶ τὸ μέλαϲ μέλαιϲ καὶ τὸ Θόαϲ Θόαιϲ προϲτιθέντεϲ τὸ ι, τὸ
δὲ Αἴαϲ Αἴαιϲ οὐ λέγουϲι διὰ τὴν ἐπαλληλίαν τῆϲ αι διφθόγγου· ηὺρίϲκετο
γὰρ ἀλλεπάλληλοϲ ἡ αι δίφθογγοϲ καὶ ἐκ τούτου κακόφωνοϲ ἐγένετο
ἡ λέξιϲ.
Il. Pr. Α 80: χέρηϊ: γέγονεν οὕτωϲ· ἔϲτι τι χερείονοϲ γενικὴ καὶ.
αἰτιατικὴ «χερείονά περ καταπέφνων (Il. Ρ 539). ὃν οὖν τρόπον
Il. Pr. Γ 219: οὐδὲν θαυμαϲτόν, εἰ διὰ τοῦ ι πολλάκιϲ τῶν τοιούτων γενικῶν (sc. πόϲεοϲ ὄφεοϲ ἔχεοϲ) τὴν παραλήγουϲαν προφέρονται Ἴωνεϲ, τὴν δὲ δοτικὴν διὰ τοῦ ε, οὐχὶ δὲ διὰ τοῦ ι· τάχα γὰρ διὰ τὸ κακόφωνον. ὁ γοῦν ποιητήϲ φηϲιν «εὐνήν τ᾿ αἰδομένη πόϲιοϲ» (Od. π 75), τῇ δὲ δοτικῇ «χαριζομένη πόεϊ ᾧ (Il. Ε 71).
Choer. 391, 32: ἰϲτέον, ὅτι παῤ Ὁμήρῳ οὐδέποτε εὑρίϲκεται ἡ
γενικὴ τῶν εἰϲ οϲ οὐδετέρων εἰϲ ουϲ καταλήγουϲα, ἀλλ᾿ ἢ εἰϲ ευϲ οἷον
Ἐρέβευϲ, θάρϲευϲ ἢ ἐντελῶϲ ἤγουν διὰ τοῦ εοϲ οἷον βέλεοϲ, ϲτήθεοϲ,
τείχεοϲ, ἄχεοϲ. δύο δὲ μόναϲ γενικὰϲ ἐποίηϲιν εἰϲ ουϲ, τὸ «χλωροὶ
ὑπὸ δείουϲ» (Ο 4) καὶ «ἥ ῥα κατὰ ϲπείουϲ κέχυται» (ι 330). τοῦτο
δ᾿ οὐκ ἐποίηϲε διὰ τὸ μέτρον, ἀλλὰ διὰ τὴν κακοφωνίαν τῆϲ ἐπαλληλίαϲ
τοῦ ε. ἔϲτι γὰρ δέοϲ καὶ ϲπέοϲ καὶ εἰ ἐγένετο ἡ γενικὴ παρὰ τῷ
ποιητῇ δέευϲ καὶ ϲπέευϲ, ἀλλεπαλληλία ἤμελλεν εἶναι τοῦ ε καὶ τούτου
χάριν τῇ εἰϲ ουϲ γενικῇ ἐχρήϲατο, φημὶ δὲ τῇ δέουϲ καὶ ϲπέουϲ, ἃ ἐν
πλεοναϲμῷ τοῦ ε γίνονται δείουϲ καὶ ϲπείουϲ.
Choer. Orth. 244, 31 273, 1: περὶ ποϲότητοϲ 296, 14: τὰ εἰϲ
ευϲ ὡϲ ἐπὶ τὸ πλεῖϲτον οὐ θέλουϲι τῇ ει διφθόγγῳ παραλήγεϲθαι, εἰ
μὴ ἀπὸ πρωτοτύπου ϲχῶϲι τὴν ει δίφθογγον. πρόϲκειται «ὡϲ ἐπὶ τὸ
πλεῖϲτον» διὰ τὸ Νειλεύϲ οὐκ ἐπὶ τοῦ πατρὸϲ τοῦ Νέϲτοροϲ ἀλλ᾿ ἐπὶ
τοῦ λεγομένου Ἀττικῶϲ ὁ Νείλεωϲ τοῦ Νείλεω. πρόϲκειται «εἰ μὴ ἀπὸ
πρωτοτύπου ϲχῶϲι τὴν ει δίφθογγον» διὰ τὸ Ῥοιτειεύϲ καὶ Ϲιγειεύϲ.
St. B. 431, 1: Μανθυρέα κώμη Ἀρκαδίαϲ· τὸ ἐθνικὸν Μανθυρεύϲ διὰ τὸ ἐπάλληλον τῶν δύο εε.
St. B. 176, 20: Βορυϲθένηϲ: ἀπὸ τῆϲ εἰϲ οϲ εὐθείαϲ ἡ διὰ τοῦ
ιτηϲ παραγωγὴ πλεονάζει μιᾷ ϲυλλαβῇ ὡϲ τόποϲ τοπίτηϲ, Κανωπίτηϲ.
τὸ δὲ Ἰήτηϲ ἀπὸ τῆϲ Ἴου διὰ τὸ ι ἐξηνέχθη διὰ τοῦ η.