Text encoded in accordance with the latest EpiDoc standards (January 2014)
1.
Priscian. II 3: Si antecedens syllaba terminet in consonantem,
necesse est etiam sequentem a consonanti incipere ut «artus» «ille»
«arduus» nisi sit compositum ut «abeo» «adeo» «pereo». Herodianus
tamen de orthographia ostendit rationabilius esse sonoriusque
quantum ad ipsam vocis prolationem in compositis quoque
simplicium regulam in ordinandis syllabarum literis servaro.
2.
Eustath. p. 709, 15 ad Il. Θ 206: κανὼν γραμματικὸϲ λέγει, ὡϲ,
εἰ μέϲον δύο φωνηέντων εὑρεθῇ ϲύμφωνον ἐν ἁπλότητι ἢ ϲυνθέϲει ἢ
καὶ ϲυναλοιφῇ, τῷ δευτέρῳ τουτέϲτι τῷ ἐπαγομένῳ φωνήεντι ἀκολουθεῖ.
ἐν ἁπλότητι μὲν ἐπὶ τοῦ ἔτι τὸ τ τῷ ι ϲυντάϲϲεται, ἐν ϲυνθέϲει
δὲ ἐπὶ τοῦ κατάγω ὁμοίωϲ τῷ μετ᾿ αὐτὸ α ϲυμβιβάζεται, ἐν ϲυναλοιφῇ
δὲ ἐπὶ τοῦ κατ᾿ ἐμὲ τῷ ἐφεξῆϲ ϲυγγράφεται.
3. Τιμοθέου Γάζηϲ κανόνεϲ καθολικοὶ περὶ ϲυντάξεωϲ in Anecd. Paris. IV p. 239, 15—240, 4:
Πᾶν ϲύμφωνον μεταξὺ δύο φωνηέντων ἐν ἑνὶ μέρει λόγου ἤγουν
ἐν μιᾷ λέξει τῷ ἐπιφερομένῳ φωνήεντι ϲυνάπτεται οἷον ἄγω, φέρω,
δέρω, χαίρω, Πλάτωνοϲ, Θέωνοϲ, πρόϲοδοϲ, ἔξοδοϲ, εἴϲοδοϲ, δυϲώδηϲ.
ἰδοὺ ἐπὶ τούτων τὸ ϲύμφωνον μεταξὺ δύο φωνηέντων ὑπάρχον
τῷ ἐπιφερομένῳ φωνήεντι ϲυνάπτεται καὶ οὐ τῷ προηγουμένῳ. ἐπὶ
μὲν γὰρ τοῦ ἄγω τὸ γ μετὰ τοῦ ω ἐϲτὶ καὶ οὐ μετὰ τοῦ α. ἐπὶ δὲ
τοῦ φέρω τὸ ρ μετὰ τοῦ ω ἐϲτι καὶ οὐ μετὰ τοῦ ε. καὶ ἐπὶ τῶν ἑξῆϲ
ὁμοίωϲ. πρόϲκειται ἐν τῷ κανόνι «ἐν ἑνὶ μέρει λόγου» ἤγουν ἐν μιᾷ
λέξει, ἐπειδὴ ἐὰν εὑρεθῶϲι δύο μέρη λόγου ἤγουν δύο λέξειϲ, οὐ ϲυνάπτεται
ϲύμφωνον τῷ ἐπιφερομένῳ φωνήεντι, ἀλλὰ χωρίϲ ἐϲτι τὸ ϲύμφωνον
καὶ χωρὶϲ τὸ φωνῆεν. ἐπὶ μὲν γὰρ τοῦ ὑπὲρ Ἀπολλωνίου τὸ ρ χωρίϲ.
ἐϲτι καὶ τὸ α χωρίϲ, ἐπὶ δὲ τοῦ ϲὺν Ἀπολλωνίῳ τὸ ν χωρὶϲ καὶ τὸ α
χωρίϲ, ἐπὶ δὲ τοῦ πρὸϲ Ἀπολλώνιον τὸ ϲ χωρὶϲ καὶ τὸ α χωρίϲ. δεῖ
προϲθεῖναι χωρὶϲ τῶν ἐχόντων ἔκθλιψιν· ἐπὶ τούτων γὰρ τὸ ϲύμφωνον
τῷ ἐπιφερομένῳ φωνήεντι ϲυνάπτεται οἷον κατ᾿ Ἀπολλωνίου, μετ᾿
Ἀριϲτάρχου, ἐπ᾿ αὐτῷ, κατ᾿ αὐτόν, καθ᾿ ἡμῶν. ἰδοὺ γὰρ ἐπὶ τούτων
εἰ καὶ δύο λέξειϲ εἰϲί, τὸ ϲύμφωνον τῷ ἐπιφερομένῳ φωνήεντι ϲυνάπτεται,
ἐπειδὴ ἔκθλιψιϲ ἐγένετο.
Περὶ ϲυμφώνων.
4.
Il. Pr. Θ 441: ἀμβωμοῖϲι: Χρύϲιπποϲ ὑφ᾿ ἓν προφέρεται· ὁ
μέντοι Ἀρίϲταρχοϲ δύο μέρη λόγου παραλαμβάνει καὶ προπεριϲπᾷ. λέγει
γοῦν καὶ ἀλλαχοῦ «χρύϲειοι δ᾿ ἄρα κοῦροι ἐϋδμήτων ἐπὶ βωμῶν»
(Od. η 100). χρὴ μέντοι γινώϲκειν, ὄτι διὰ τοῦ μ γράφεται κἂν παράθεϲιϲ
ᾖ ὁμοίωϲ τῷ «ἂμ φόνον, ἆν νέκυαϲ» (Il. Κ 298). τὸ δὲ αἴτίον
ἐν τοῖϲ περὶ ὀρθογραφίαϲ εἴρηται.
5.
E. M. 792, 34: φθέγμα ὁ μὲν Ὦροϲ δι᾿ ἑνὸϲ γ γράφει, ὁ δὲ
Ἡρωδιανὸϲ διὰ δύο φθέγγμα· καὶ ἴϲωϲ παρὰ τὸ φθέγγομαι· τὸ δὲ
φθέγγομαι κατὰ πλεοναϲμὸν τοῦ θ γίνεται· παρὰ τὸ φῶ τὸ λάμπω γίνεται
φέγγοϲ καὶ φέγγω φθέγγω παρὰ τὸ εἰϲ φῶϲ ἄγειν τὰ τοῦ νοῦ.
6.
E. Orion. 150, 21: ϲπόγγοϲ εἰ μὲν διὰ τοῦ π παρὰ τὸ ϲπᾶν
τὰ ὑγρά, διὰ δὲ τοῦ φ παρὰ τὸ ϲφίγγειν κατὰ τὰϲ ἐκθλίψειϲ. οὕτωϲ
Ἡρωδιανόϲ.
7.
E. Gud. 87, 52: ἀϲπάραγοϲ ὁ λεγόμενοϲ φάρυγξ. εἴρηται ἄνευ
τοῦ α ϲφάραγοϲ παρὰ τὸ ϲφαραγεῖν ὅ ἐϲτιν ἠχεῖν, δι᾿ αὐτοῦ γὰρ ἡ
8. E. Orion. 57, 29: ἐχθρόϲ: παρὰ τὸ ἔχθοϲ ἐχθηρὸϲ καὶ ϲυγκοπῇ ἐχθρόϲ ἢ ὡϲ κῦδοϲ κυδρόϲ. οἱ δὲ διὰ τοῦ κ γράφοντέϲ φαϲιν εἶναι ἐκθρόϲ ὁ ἔξω τεθορηκώϲ, εἴγε ϲύμβαϲιϲ ἡ φιλία. οὕτω φηϲὶν Ἡρωδιανὸϲ ἐν τῇ ὀρθογραφίᾳ, διὰ δὲ τοῦ χ γράφει.
9. E. Or. 167, 15: ψυχρόϲ: παρὰ τὸ ψῦχοϲ ψυχρόϲ. οὕτωϲ ἐν τῇ ὀρθογραφίᾳ Ἡρωδιανόϲ.
Περὶ φωνηέντων.
10.
Theogn. 12, 26 et 85, 7: Πᾶϲα λέξιϲ ἀπὸ τῆϲ χε ϲυλλαβῆϲ ἀρχομένη
φεύγει τὴν διὰ τῆϲ αι διφθόγγου γραφήν· ϲεϲημειωμένου τοῦ
χαίτη, ὃ δηλοῖ τὴν τρίχα· γέγονε δὲ ἀπὸ τοῦ κρατῶ κράτη· ἐκβολῇ
τοῦ ρ καὶ τροπῇ τοῦ κ εἰϲ χ καὶ πλεοναϲμῷ τοῦ ι χαίτη. οὕτωϲ
Ἡρωδιανὸϲ ἐν τῇ ὀρθογραφίᾳ. ἔτι δὲ καὶ τὸ χαίρω καὶ χαίνω
καὶ τὸ χαιόϲ, ὃ δηλοῖ τὴν ῥάβδον, καὶ τῶν παῤ αὐτῶν ϲυγκειμένων
τοῦ χαιρέκακοϲ καὶ τῶν ὁμοίων.
11.
Eustath. 1392, 23: ϲημείωϲαι ὡϲ γαιήοχοϲ μὲν μοναχῶϲ διὰ
διφθόγγου· γεοῦχοϲ δὲ καὶ γηοῦχοϲ καθ᾿ Ἡρωδιανὸν μὲν καὶ
διὰ τοῦ ε ψιλοῦ παρὰ τὴν ψιλογραφουμένην γέαν, ἧϲ ϲυναίρεμ
12.
E. M. 630, 18 coll. Choer. Orth. p. 243. 6: ὀρίγανον: διὰ τοῦ
ι γράφεται κατὰ παράδοϲιν· ὤφειλε δὲ ἐκ τῆϲ ἐτυμολογίαϲ διὰ διφθόγγου
γράφεϲθαι. τὰ γὰρ ἀπὸ δοτικῆϲ τῶν εἰϲ οϲ οὐδετέρων ϲυντιθέ
γίνεται τοιοῦτον τὸν τρόπον· εἰ μὲν φωνῆεν ἐπιφέρεται ἢ ἓν
ἁπλοῦν ϲύμφωνον, φυλάττεται ἡ ει δίφθογγοϲ οἷον ὄρει ὀρείαυλοϲ,
ὀρειγενήϲ ὁ ἐν τῷ ὄρει γεννηθείϲ, ἔγχει ἐγχείμοροϲ. εἰ δὲ δύο ϲύμφωνα
ἐπιφέρηται, ἀποβάλλουϲι τὸ ἔγχει ἐγχίκτυποϲ, ὄρει ὀρίτροφοϲ
χωρὶϲ τῶν παρὰ τὸ κάλλοϲ καὶ τὸ ὕψοϲ οἷον καλλιπάρθενοϲ,
ὑψίθρονοϲ. κρεῖττον δὲ ϲημειοῦϲθαι μόνα τὰ παρὰ τὸ κάλλοϲ· περὶ
γὰρ τῶν δοκούντων παρὰ τὸ ὕψοϲ εἶναι λέγεται, ὅτι παρὰ τὸ ὕψι
ἐπίρρημά εἰϲι. τούτων οὕτωϲ ἐχόντων τὸ ὀρίγανον ὤφειλε διὰ τῆϲ ει
διφθόγγου γράφεϲθαι· παρὰ γὰρ τὴν ὄρει δοτικὴν καὶ τὸ γάνοϲ τὸ
ϲημαῖνον τὴν χαρὰν γίνεται· τὸ γὰρ ὀρίγανον ἐν τῷ ὄρει χαίρει. ἀλλὰ
διὰ τοῦ ι ἐπεκράτηϲε λέγεϲθαι. Ἡρωδιανόϲ.
13.
E. Gud. 100, 48: ἄχρι ἀπὸ τοῦ μέχρι ἀποβολῇ τοῦ μ καὶ μεταθέϲει
τοῦ ε εἰϲ α. οὕτωϲ Ἡρωδιανὸϲ ἐν τῇ ὀρθογραφίᾳ.
14.
Steph. Byz. 359, 5 s. v. Καρία: Ἡρωδιανὸϲ ἐν τῇ ὀρθογραφίᾳ
ἀμφίβολον αὐτό (sc. utrum Κάϊρα an Κάειρα) φηϲιν. ἐν δὲ τῇ
καθόλου χρήϲει ἑπόμενοϲ διὰ διφθόγγου φηϲίν· ὑπομνηματίζων δὲ τὸ
περὶ γενῶν Ἀπολλωνίου διὰ τοῦ ι μακροῦ.
E. M. 692, 33: τὸ πρώϊρα οἱ μὲν διὰ τοῦ ι λέγουϲιν ὡϲ ἀπὸ τοῦ πρῷρα κατὰ διάϲταϲιν τοῦ ι πρώϊρα. ὁ δὲ Ἡρωδιανὸϲ διὰ τῆϲ ει διφθόγγου γράφει πρὸϲ τὸν χαρακτῆρα τῶν διὰ τοῦ ειρα.
Schol. ad Arat. v. 342 Bekk. p. 82: διὰ τοῦτο (sc. τὸ προνενευκέναι
καὶ προπλεῖν) καὶ πρῷρα καλεῖται κατὰ Ἡρωδιανὸν ἐτυμολογοῦντα
αὐτὴν παρὰ τὸ προϊέναι τὸ προπορεύεϲθαι, πρόϊρά τιϲ οὖϲα
καὶ πρῷρα, προϲγεγραμμένον ἔχουϲα τὸ ι.
E. M. 318, 50 s. ἐθείρῃϲι ἔθειρα γράφεται διὰ διφθόγγου· πάντα
γὰρ τὰ διὰ τοῦ ειρα προπαροξυνόμενα διὰ τῆϲ ει διφθόγγου γράφονται
E. M. 483, 4: Κάειρα: τὸ εἰρά καὶ τὸ Κάειρα ἀμφιβάλλονται·
ὥϲπερ δὲ ἀπὸ τοῦ μάκαρ μάκαροϲ γίνεται μάκαιρα, αὕτω καὶ ἀπὸ τοῦ
Κάρ Καρόϲ γίνεται Καῖρα καὶ κατὰ διάλυϲιν Κάϊρα καὶ τῷ λόγῳ τῶν
εἰϲ ρα θηλυκῶν Κάειρα διὰ τῆϲ ει διφθόγγου.
His locis comparatis sic fere Herodianum in Orhographia. praecepisse exisimaverim:
Πρώειρα οἱ μὲν διὰ τοῦ ι λέγουϲι, ἐμοὶ δὲ δοκεῖ, καίπερ ἐτυμολογεῖται
παρὰ τὸ προϊέναι τὸ προπορεύεϲθαι πρόϊρά τιϲ οὖϲα καὶ
πρῷρα προϲγεγραμμένον ἔχουϲα τὸ ι, διὰ τῆϲ ει διφθόγγου γράφειν
πρὸϲ τὸν χαρακτῆρα τῶν διὰ τοῦ ειρα. Πάντα γὰρ τὰ διὰ τοῦ ειρα
προπαροξυνόμενα διὰ τῆϲ ι διφθόγγου γράφονται, ἔθειρα, δότειρα,
ϲώτειρα, ὀλέτειρα, γενέτειρα, εὐπάτειρα, Δηιάνειρα. οὕτωϲ οὖν καὶ
τοῦτο. καὶ καθόλου τὰ εἰϲ ραα θηλυκὰ οὐδέποτε ἔχει ἐν τῇ παραληγούϲῃ
τὸ ι μόνον, ἀλλ᾿ ἢ μετὰ τοῦ ω οἷον πρῷρα ἢ μετὰ τοῦ α οἷον ϲφαῖρα
ἢ μετὰ τοῦ ο οἷον μοῖρα ἢ μετὰ τοῦ ε οἷον ϲτεῖρα. ϲεϲημείωται τὸ
εἰρά καὶ Κάειρα ἀμφιβαλλόμενα. τὸ μὲν εἰρά διφορεῖται κατὰ τὴν
ἐτυμολογίαν· εἰ μὲν παρὰ τὸ εἴρω τὸ λέγω, διὰ διφθόγγου· εἰ δὲ ἀπὸ
τοῦ ἱερὰν εἶναι διὰ τὸ ι. τὸ δὲ Κάειρα πρὸϲ μὲν τὸν παραϲχηματιϲμὸν
διὰ τοῦ ι· ὥϲπερ γὰρ ἀπὸ τοῦ μάκαρ μάκαροϲ γίνεται μάκαιρα
οὕτω καὶ ἀπὸ τοῦ Κάρ Καρόϲ γίνεται Καῖρα καὶ κατὰ διάλυϲιν Κάϊρα·
τῷ δὲ λόγῳ τῶν εἰϲ ρα θηλυκῶν Κάειρα διὰ τῆϲ ει διφθόγγου.
15. E. Gud. 289, 31: Κάβιροι: ὁ Ἀλεξίων διὰ τοῦ ι, ὡϲαύτωϲ ὁ Φιλόξενοϲ· καὶ Ἡρωδιανὸϲ λέγει τὴν παράδοϲιν δίφθογγον ἔχειν καὶ. ἴϲωϲ ϲυνέδραμε τῷ μάγειροϲ αἴγειροϲ πέπειροϲ ὄνειροϲ.
16.
E. Orion. 17, 14: αἴγειροϲ παρὰ τὸ αἴρεϲθαι εἰϲ ὕψοϲ καὶ αὔξεϲθαι,
ὅθεν Ὅμηρόϲ φηϲι (Od. η 106) «μακεδνῆϲ αἰγείροιο». οὕτωϲ
εὗρον ἐν τῇ Ὀρθογραφίᾳ Ἡρωδιανοῦ.
E. M. 28, 39: αἴγειροϲ, διὰ τῆϲ ε διφθόγγου· εὕρηται καὶ χωρὶϲ
τοῦ ι ὡϲ τὸ «καὶ αἰγέρων ἔφυϲαν εὐγενέϲτεραι». καὶ ὅτι τὰ εἰϲ ροϲ
ῥηματικὰ τῇ ει διφθόγγῳ παραλήγεται οἷον μάϲϲω μάγειροϲ, πέπτω
πέπειροϲ, ὀνῶ ὄνειροϲ. οὕτωϲ οὖν καὶ ἀΐϲϲω αἴγειροϲ ἢ παρὰ τὸ
altera originatio ne commemorata quidem sit, praeterea etiam ap.
Theogn. 71, 22 ἀΐϲϲω αἴγειροϲ legatur, apparet in E. Orionis Herodiani
adnotamentum omissum et explicationem ab eo alienam ei
obtrusuam esse. Quare sic Herodianum, ut est ap. Choerob., de voce
egisse pro certo affirmem:
αἴγειροϲ: διὰ διφθόγγου τὰ δύο· εὕρηται γὰρ καὶ χωρὶϲ τοῦ ι οἷον
«καὶ αἰγέρων ἔφυϲαν εὐγενέϲτεραι» καὶ κατὰ πλεοναϲμὸν τοῦ ι αἴγειροϲ·
τὰ γὰρ εἰϲ ροϲ ῥηματικὰ τῇ ει διφθόγγῳ θέλουϲι παραλήγεϲθαι·
οἷον ἀΐϲϲω αἴγειροϲ, μάϲϲω μάγειροϲ, ὀνῶ ὄνειροϲ· τὸ δὲ αι τῆϲ πρώτηϲ
ϲυλλαβῆϲ γέγονεν ἀπὸ τοῦ ἀΐϲϲω αἴγειροϲ κατὰ κρᾶϲιν.
17.
E. Orion. 100, 4: μάγειροϲ παρὰ τὸ μάϲϲω ἤγουν ὁ τὰϲ μάζαϲ
μερίζων. οὕτωϲ Ἡρωδιανὸϲ ἐν τῇ ὀρθογραφίᾳ.
18. E. Gud. 415, 45: ξῖριϲ ὁ μέντοι Ὦροϲ ἐν τῇ ὀρθογραφίᾳ διὰ τῆϲ ει γράφει, ἐν δὲ τῷ ὑπομνήματι τῆϲ ὀρθογραφίαϲ τοῦ Ἡρωδιανοῦ ἐγκρίνει τὴν διὰ τοῦ ι γραφήν.
19. E. M. 539, 11: κριόϲ· ὁ Ἡρωδιανόϲ φηϲι παρὰ τὸ κεκρίϲθαι τὰϲ τρίχαϲ· διαφέρουϲι γὰρ αἱ τρίχεϲ τοῦ κριοῦ τῶν ἄλλων ζῴων· τινὲϲ δὲ λέγουϲι παρὰ τὸ κέραϲ γίνεϲθαι κεριόϲ καὶ ϲυγκοπῇ κριόϲ. οὐ καλῶϲ· κεραῖοϲ γὰρ ὤφειλεν εἶναι ὡϲ κνέφαϲ κνεφαῖοϲ οὖδαϲ οὐδαῖοϲ.
20.
E. M. 539, 20: Κρῖοϲ ὄνομα Τιτᾶνοϲ· παρὰ τὸ κεκρίϲθαι. προπεριϲπᾶται
πρὸϲ ἀντιδιαϲτολὴν τοῦ κριόϲ τοῦ προϲηγορικοῦ. ὁ δὲ
Ἀρίϲταρχοϲ καὶ τὸ κύριον ὀξύνει· τὰ διὰ τοῦ ιοϲ διϲύλλαβα ἀρϲενικὰ
τὴν ει δίφθογγον ἀποϲτρέφεται, βίοϲ, δῖοϲ, Χῖοϲ ὁ πολίτηϲ τῆϲ Χίου,
Θρῖοϲ ὄνομα ποταμοῦ, Κίοϲ ὄνομα κύριον, Πῖοϲ ὄνομα κύριον, Τίοϲ
ὄνομα κύριον. οὕτωϲ οὖν καὶ Κρῖοϲ. πρόϲκειται ἀρϲενικὰ διὰ τὸ νειόϲ,
ὃ ϲημαίνει τὴν ἀρουμένην γῆν· ἔϲτι δὲ θηλυκόν· ϲεϲημείωται ταῦτα,
θεῖοϲ, Κεῖοϲ ὁ τῆϲ Κέω πόλεωϲ, πλεῖοϲ, μεῖοϲ, λεῖοϲ, ῥεῖοϲ. οὕτω
δὲ λέγουϲιν οἱ Κύπριοι τὸν ἀϲθενῆ παρὰ τὸ ῥεῖα, ὃ ϲημαίνει τὸ εὐχερέϲ.
χρεῖοϲ παρὰ τὴν χρείαν. τὸ δὲ Φλῖοϲ (ϲημαίνει δὲ τὸν Διόνυϲον)
διφορεῖται. τινὲϲ μὲν γὰρ διὰ τοῦ ι γράφουϲιν αὐτό, τινὲϲ δὲ
διὰ τῆϲ ει διφθόγγου.
21.
E. Orion. 40, 20: γρῖποϲ παρὰ τὸ ἀγρεῖν, ὅ ἐϲτι παρακολουθεῖν
τῇ ἄγρᾳ. οὕτωϲ Ἡρωδιανὸϲ ἐν τῇ ὀρθογραφίᾳ.
22. E. Orion. 77, 7: ἰκμάϲ παρὰ τὸ ἱκνεῖϲθαι ἄνωθεν πρὸϲ ἡμᾶϲ ἀπὸ τοῦ Διὸϲ ὕοντοϲ. οὕτωϲ Ἡρωδιανόϲ.
23.
E. Orion. 76, 26: ἵμεροϲ· παρὰ τὸ ἵημι ἵεϲθαι· «ἵετο γὰρ βαλέειν»
(Π 383 et 866). ὁ ποθῶν γὰρ ἵεται ἐπὶ τὸ ποθούμενον. οὕτωϲ
Ἡρωδιανόϲ.
24.
E. Orion. 76, 23: ἱμονία παρὰ τὸν ἱμάντα. οὕτωϲ Ἡρωδιανὸϲ
ἐν τῇ ὀρθογραφίᾳ.
25. E. Orion. 77, 3: ἶποϲ: παρὰ τὸ ἴπτω καὶ ἰάπτω, ὡϲ κόπτω κόποϲ, καὶ ἴπτω ἶποϲ· ἔϲτι δὲ εἶδοϲ παγίδοϲ. οὕτωϲ Ἡρωδιανόϲ.
26.
E. Or. 160, 6: φειδωλόϲ οἷον φευγωλόϲ τίϲ ἐϲτιν ὁ φεύγων τὸ
δοῦναι. οὕτωϲ Ἡρωδιανὸϲ ἐν τῇ ὀρθογραφίᾳ.
27.
Herodian. περὶ μον. λέξ. 23, 20: οὐκ ἀγνοῶ, ὅτι καὶ τὸ βαρυνόμενον
(sc. εἶμι) ἡ παράδοϲιϲ διὰ τῆϲ ει διφθόγγου γράφει· οὐχ ὑγιῶϲ
μέντοι οὔτε κατὰ τὸ κίνημα αὐτοῦ οὕτε κατὰ τὴν Αἰολίδα διάλεκτον,
ὡϲ δέδεικται μοι ἐν τοῖϲ περὶ ὀρθογραφίαϲ.
28. E. M. 197, 48: βινεῖν: λέγει ὁ Ἡρωδιανὸϲ ὅτι τοῦτο διφορεῖται κατὰ τὴν γραφήν· τινὰ γὰρ τῶν ἀντιγράφων διὰ τῆϲ ει διφθόγγου γράφουϲι τὴν λέξιν, τινὰ δὲ διὰ τοῦ ι.
29.
E. M. 206, 34: Ἰὼ ἡ Ἰνάχου εἰϲ βοῦν μεταβληθεῖϲα καὶ μετὰ
τὴν διὰ γῆϲ καὶ θαλάϲϲηϲ πλάνην εἰϲ Αἴγυπτον παραγενομένη ἐπιβᾶϲά
τε βροχθώδουϲ τόπου τοῦ Νείλου τῶν χηλῶν ἴχνη τῷ πηλῷ ἐνεχάραξεν.
ὁ δὲ τῆϲ χώραϲ βαϲιλεὺϲ ἑωρακὼϲ τὸ μὲν τῆϲ ἐμπροϲθίαϲ χηλῆϲ
. ὁ μέντοι Ἡρωδιανόϲ φηϲι διὰ τοῦ ι παρὰ τὸ ἰέναι ϲχηματιζόμενον,
ὅτι πολλήν, φηϲίν, ἦλθεν γῆν.
τῷ ει ϲτοιχείῳ ἐμφερέϲ, τὸ δὲ τῆϲ ὀπιϲθίαϲ τῷ ω Εἰὼ τὴν βοῦν ὠνόμαϲεν·
ὥϲτε κατὰ τοῦτον τὸν λόγον καὶ διὰ τῆϲ ει διφθόγγου, δεῖ γὰρ
Εἰώ
30. E. M. 370, 38: γίνεται ἐρέθω ἐρεθεύω καὶ πλεοναϲμῷ τοῦ ι ἐρειθεύω. οὕτω Φιλόξενοϲ· ὁ δὲ Ἡρωδιανὸϲ ἔριθοϲ ἐριθεύω φηϲίν.
31.
E. Gud. 205, 32 collato E. M. 372, 28: ἐρείπω καὶ ἐρείπια:
καὶ λέγει ὁ Δίδυμοϲ, ὅτι διὰ τοῦ ι ὤφειλε γράφεϲθαι, ἐπειδὴ παρὰ
τὸ ἐρίπνη ἐϲτίν, ὅπερ ϲημαίνει τὴν μεγάλωϲ περιπνεομένην. τὸ δὲ
ἐρίπνη διὰ τοῦ ι παρὰ τὴν ερι ἐπίταϲιν. ὁ δὲ Φιλόξενοϲ λέγει, ὥϲ
φηϲιν ὁ τεχνικόϲ, ὅτι ἐρίπω διὰ τοῦ ι ὤφειλεν, ὡϲ καὶ ὁ Δίδυμόϲ
φηϲιν. εἰπὼν δὲ «ὤφειλεν» ἐδήλωϲεν οὐ διὰ τοῦ ι γράφεϲθαι, ἀλλὰ
διὰ τῆϲ ει διφθόγγου τῆϲ παραδόϲεωϲ οὕτωϲ ἐχούϲηϲ· ἔϲτι δὲ καὶ ἀπὸ
τοῦ ἔρα ἡ γῆ ἐρέπτω καὶ πλεοναϲμῷ τοῦ ι καὶ ἀποβολῇ τοῦ τ ἐρείπω.
32.
E. M. 122, 53, Favorin. 120, 21: ὁ Ἡρωδιανὸϲ λέγει, ὅτι τὰ
ἀπὸ βαρυτόνου μεταγόμενα εἰϲ περιϲπώμενον ϲυϲτέλλει τὴν παραλήγουϲαν
οἷόν ἐϲτι τὸ φείδω φιδῶ· οὕτωϲ ἐϲτὶ καὶ τὸ ἀπιθῶ ῥῆμα,
ὅπερ ἀεὶ παῤ Ὁμήρῳ γράφεται διὰ τοῦ ι ὡϲ ἀπὸ τοῦ πιθῶ δευτέρου
μέλλοντοϲ γενόμενον, παῤ ἡμῖν δὲ διὰ διφθόγγου γράφεται ἐκ τοῦ
ἀπειθήϲ ὀνόματοϲ καθὰ καὶ τὸ ἀφειδῶ ῥῆμα ἐκ τοῦ ἀφειδήϲ.
33.
E. M. 520, 15: κλίϲιον: ὁ μὲν τεχνικὸϲ διὰ τῆϲ ει διφθόγγου
γράφει, ὁ δὲ Ἡρωδιανὸϲ διὰ τοῦ ι· λέγει ὅτι παρὰ τὸ κλείω ἐϲτίν,
ὃ ϲημαίνει τὸ περιέχω. καὶ ἐκεῖθεν κλιϲιάϲ καὶ κλίϲιον τὸ ὑποκοριϲτικόν.
τοῦτο παρὰ μὲν Ὁμήρῳ ϲυϲτέλλει τὸ ι καὶ προπαροξύνεται οἷον
«περὶ δὲ κλίϲιον θέε πάντῃ» (ω 208), παρὰ δὲ τοῖϲ Ἀττικοῖϲ ἐκτείνεται
τὸ ι καὶ παροξύνεται ὡϲ τὸ θηρίον· τὰ γὰρ διὰ τοῦ ι παρώνυμα
τρβράχεα προπαροξύνεται ϲτόμα ϲτόμιον, θρόνοϲ θρόνιον, πτύξ πτυχόϲ
πτύχιον. οὕτωϲ καὶ κλιϲιάϲ κλίϲιον· τὰ δὲ δακτυλικὰ πρὸ μιᾶϲ ἔχει
τὸν τόνον.
34.
Choer. Orth. 266, 27: τρεῖϲ: τὸ περιϲπώμενον διὰ τῆϲ ει διφθόγγου·
καὶ ὤφειλε διὰ τοῦ ι γράφεϲθαι, ἐπειδὴ τριῶν ἐϲτι ἡ γενικὴ τῶν
τρίεϲ διὰ τοῦ ι καὶ λοιπὸν κατὰ κρᾶϲιν τοῦ ι καὶ τοῦ ε εἰϲ ι δῆλον
ὅτι μακρὸν τρῖϲ διὰ τοῦ ι ὥϲπερ πόλιεϲ πόλιϲ, μάντιεϲ μάντιϲ. ἀλλὰ
λέγει ὁ τεχνικόϲ, ὅτι, ἵνα μὴ ϲυνεμπέϲῃ τῷ τρίϲ ἐπιρρήματι, τούτου
χάριν οὐκ ἐγράφετο διὰ τοῦ ι, ἀλλὰ διὰ τῆϲ ει διφθόγγου. καὶ
ἄλλωϲ ὅτι οἱ Αἰολεῖϲ διὰ τοῦ η γράφουϲιν αὐτὸ τρῆϲ ἔθοϲ ἔχοντεϲ
τὴν ει δίφθογγον εἰϲ η τρέπειν.
35. Choer. Orth. 274: Φθιρῶν: ἰϲτέον, ὅτι τὸ «Φθιρῶν τ᾿ ὄροϲ ἀκριτόφυλλον» (Β 868) ὁ τεχνικὸϲ διὰ τοῦ ι γράφει λέγων παρὰ τὸ Φθίρ τὸ ἐπὶ τοῦ υἱοῦ τοῦ Ἐνδυμίωνοϲ.
36.
περὶ ποϲότητοϲ Cram. An. Ox. II 303: τὰ εἰϲ υϲ λήγοντα ὀνόματα
διὰ τοῦ ι γράφονται κατὰ τὴν παραλήγουϲαν καὶ οὐκ ἔχει δίφθογγον
τὴν ει οἷον πίτυϲ, ἰλύϲ, ἰϲχύϲ, ἰχθῦϲ, δριμύϲ, ἥμιϲυϲ, ὀϊζύϲ,
Ἐρινύϲ, ἰξύϲ ἡ ῥάχιϲ, λιγύϲ, βριθύϲ ὁ ἰϲχυρόϲ χωρὶϲ τοῦ κλειτύϲ,
ϲημαίνει δὲ τὰ ἐξέχοντα μέρη τῶν ὀρέων. τοῦτο γὰρ διὰ τῆϲ ει
διφθόγγου, ὥϲ φηϲιν Ἡρωδιανόϲ.
37. Choer. Orth. 183, 31: βοϊκὰ ζεύγη: ι ἡ παράδοϲιϲ· Ἡρωδιανὸϲ δὲ δίφθογγον αὐτῷ ἔταξεν ἐν τῷ περὶ ὀρθογραφίαϲ.
38. E. Orion. 118, 1: οἶκοϲ, παρὰ τὸ εἴκω τὸ οἶκοϲ, ὑφ᾿ ὃν ὑποχωροῦμεν. Ἡρωδιανὸϲ ἐν τῇ ὀρθογραφίᾳ.
39.
E. M. 226, 49: γερόντειον: τὸ τει δίφθογγον· τὰ ἀπὸ τῶν εἰϲ ων
βαρυτόνων διὰ τοῦ ντ κλινομένων διὰ τῆϲ ει διφθόγγου γράφεται, λέων
Τρύφων Τρυφώνειοϲ πλὴν τοῦ Ἀπόλλων Ἀπολλώνιοϲ καὶ Ἀμμώνιοϲ.
τὰ θηλυκὰ αὐτῶν ταῦτα διφθογγογραφεῖται Ἀπολλωνεία βάξιϲ
καὶ Ἀπολλωνεία φήμη. οὕτωϲ Ἡρωδιανόϲ.
40.
E. M. 629, 7: ὀπτανεῖον· δεῖ γινώϲκειν ὅτι διὰ τῆϲ ει διφθόγγου
γράφεται, πρῶτον μὲν ὅτι λέγεται ὀπτανήϊον, δεύτερον δὲ τῷ
λόγῳ τοῦ βαλανεῖον· λέγει δὲ ὁ Ἡρωδιανὸϲ καὶ ἐνταῦθα καὶ ἐν τῇ
καθόλου, ὅτι παρὰ τοῖϲ Ἀττικοῖϲ καὶ διὰ τοῦ ι γράφεται καὶ προπαροξύνεται,
οἷον ὀπτάνιον.
41.
Phot. p. 99: θωρακείοιϲ: προμαχῶϲιν ἢ δρυφάκτοιϲ· λουρικίοιϲ
διὰ διφθόγγου. οὕτωϲ αὐτὸ Ἡρωδιανόϲ.
42. Eustath. ad Dionys. 815: τὸ Δορύλαιον τὸ καὶ Δορυλάΐον, κατὰ δὲ τὴν ὀρθογραφικὴν τέχνην Δορυλάειον διὰ διφθόγγου.
43.
E. M. 604, 42: νηρίτηϲ ϲημαίνει τὸν θαλάϲϲιον κοχλίαν. τινὲϲ
λέγουϲιν ἀπὸ τοῦ Νηρεύϲ γίνεϲθαι· ἀλλ᾿ ὤφειλε γράφεϲθαι διὰ διφθόγγου
ὁ τεχνικὸϲ λέγει νηρείτηϲ ὡϲ Ὠρεύϲ Ὠρέοϲ Ὠρεΐτηϲ καὶ Ὠρείτηϲ.
ἀλλ᾿ ἔϲτιν νέω νῶ τὸ ἀπαρέμφατον νεῖν οἷον «πεζῇ πορεύου·
νεῖν γὰρ οὐκ ἐπίϲταϲαι». ὁ μέλλων νήϲω· ἐκ τούτου γίνεται νηρόϲ,
λέγεται ὁ ἰχθῦϲ ἀπὸ τοῦ νήχεϲθαι, ἐξ οὗ νηρίτηϲ ὡϲ τόποϲ τοπίτηϲ.
44. E. M. 703, 14: λέγει Ὦροϲ διὰ διφθόγγου ῥειτόϲ καὶ ὀξύνεται, ὁ δὲ Ἡρωδιανὸϲ διὰ τοῦ ι ῥῖτοϲ, καὶ βαρύνεται ὡϲ ϲῖτοϲ.
45.
E. Orion. 108, 26: Νέαιρα τὸ ἔϲχατον τῆϲ κοιλίαϲ. νέατον τὸ
ἔϲχατον. ὅθεν καὶ λαγών τὸ αὐτὸ εἴρηται παρὰ τὸ λήγειν. Ἡρωδιανὸϲ
ἐν τῇ ὀρθογραφίᾳ.
In E. M. 599, 3 postquam inepta explicatio (a νέεϲθαι) allata.
est, quae ipsis verbis sumpta est ex Choerob. Orthogr. 241 haec
altera sequitur nunc non satis ab illa distincta:
νέαιρα καὶ πλεοναϲμῷ τοῦ ι νείαιρα ὡϲ τὸ «νειαίρῃ δ᾿ ἐν γαϲτρὶ
διὰ ζωϲτῆροϲ ἔλαϲϲεν» (Ε 539) ὡϲ νέατοϲ νείατοϲ «νείατον ἐϲ κενεῶνα
(Ε 857) καὶ «ἔκειτο δὲ νείατοϲ ἄλλων» (Ζ 295). παρὰ τὸ νέοϲ γίνεται
νέατοϲ ὥϲπερ παρὰ τὸ μέϲον γίνεται μέϲατον καὶ πλεοναϲμῷ τοῦ ι
νείατον ὡϲ ἔϲχατον· ὅθεν καὶ λαγών τὸ αὐτὸ εἴρηται παρὰ τὸ λήγειν.
46.
Eustath. 183, 6: τὸ Ἀργειφόντηϲ ἀεὶ τὴν διὰ διφθόγγου ἔχει
γραφήν. ἰϲτέον δὲ ὅτι τὸ Ἀργεφόντηϲ καθὰ καὶ τὸ ἀνδρεφόντηϲ, ἐξ
ὧν Ἀργειφόντηϲ καὶ ἀνδρειφόντηϲ Δωρικά εἰϲιν, ὡϲ Ἡρωδιανὸϲ
δηλοῖ ἐν οἷϲ λέγει τοιαῦτα· αἱ εἰϲ οϲ ὀξύτονοι γενικαὶ ϲυντιθέμεναι
ϲυμφώνου ἐπιφερομένου ἢ διὰ τοῦ ο λέγονται οἷον Ζηνόϲ Ζηνόθεοϲ,
θριπόϲ θριπόβρωτοϲ, ἁλόϲ ἁλοθήκη, ἢ διὰ τοῦ ι οἷον Αἰγίπαν, πυρίχαλκοϲ,
νυκτίκοραξ. οὕτωϲ οὖν φηϲι καὶ ἁλοτρίβανοϲ ὡϲ ἁλοπώληϲ
καὶ ἁλοθήκη. ὁ μέντοι διὰ τοῦ ε ἁλετρίβανοϲ μήποτε Δώριόν ἐϲτιν.
οἱ γὰρ τὸν Ἀπόλλωνα Ἀπέλλωνα εἰπόντεϲ καὶ τὸν ἀνδροφόνον ἀνδρεφόνον,
οὗτοι καὶ τὸν ἁλοτρίβανον ἁλετρίβανον εἴποιεν ἄν.
E. M. 137, 1: ὥϲπερ ἀπὸ τοῦ ἁλοτρίβανον γίνεται ἁλετρίβανον
τροπῇ τοῦ ο εἰϲ ε, οὕτω καὶ ἀπὸ τοῦ ἀργοφόντηϲ γίνεται ἀργεφόντηϲ
καὶ πλεοναϲμῷ τοῦ ι ἀργειφόντηϲ. Δίδυμοϲ δὲ διὰ τοῦ ι γράφει,
λέγει γάρ, ὥϲπερ ἀπὸ τοῦ αρι ἐπιτατικοῦ γίνεται ἀριδείκετοϲ, οὕτω
τὸν αὐτὸν τρόπον καὶ ἀπὸ τοῦ αρι γίνεται ἀριφόντηϲ καὶ πλεοναϲμῷ
τοῦ γ ἀργιφόντηϲ.
47.
E. M. 436, 56: ἠρήκαμεν· ἤρημεν διὰ τοῦ η γράφεται. Ἡρωδιανὸϲ
περὶ παθῶν.
48.
Il. Pr. Α 129: δῷϲι: Ζωΐλοϲ ὁ Ἀμφιπολίτηϲ καὶ Χρύϲιπποϲ ὁ
Ϲτωΐκὸϲ ϲολοικίζειν οἴονται τὸν ποιητήν, ἀντὶ ἑνικοῦ πληθυντικῷ χρηϲάμενον
ῥήματι. τὸ γὰρ δῷϲι φαϲὶ πληθυντικόν. ἀγνοοῦϲι δέ· ἔϲτι
γὰρ τὸ δῷ ἑνικὸν ἐπεκτεταμένον, ὡϲ τὸ λέγῃ λέγῃϲι, φέρῃ φέρῃϲι·
τοιοῦτόν ἐϲτι καὶ τὸ ἐν τῇ Ὀδυϲϲείᾳ (α 168) τὸ «φῇϲιν ἐλεύϲεϲθαι»
καὶ τὸ «εἰϲόκε μοι μάλα πάντα πατὴρ ἀποδῷϲιν ἕεδνα» (Od. θ 318)·
κἀνταῦθα γὰρ ἀποδῷ. διὸ καὶ τὸ ι ἔχει προϲκείμενον· μέμνηται αὐτοῦ
κἀν τῇ ὀρθογραφίᾳ Ἡρωδιανόϲ.
49.
Choer. Gaisf. 857, 18, Cram. IV 34: τὸ φῄϲ οὐκ οἶδεν ὁ Ἀπολλώνιοϲ
ϲὺν τῷ ι γεγραμμένον· ἡ δὲ παράδοϲιϲ καὶ ὁ Ἡρωδιανὸϲ ϲὺν
τῷ ι οἶδεν.
Epim. Cr. I 432, 25: φῄϲ: τὸ φῄϲ οὐ δοξάζει ὁ τεχνικὸϲ ϲὺν τῷ ι γράφειν· ἡ μέντοι παράδοϲιϲ οἶδεν αὐτὸ ϲὺν τῷ ι γεγραμμένον.
E. M. 791, 49: δεῖ γινώϲκειν, ὅτι τὸ φήϲ ἐνεϲτώϲ ἐϲτι δευτέρου
προϲώπου καὶ ϲὺν τῷ ι γράφεται. καὶ ὅϲον κατ᾿ ἀναλογίαν, οὐκ ὤφειλεν
ἔχειν τὸ ι· τὰ γὰρ εἰϲ μι τροπῇ τῆϲ μι εἰϲ ϲ τὸ δεύτερον ποιοῦϲιν.
εἰ οὖν τὸ φημί οὐκ ἔχει τὸ ι (τὰ γὰρ εἰϲ μ οὐ θέλει διφθόγγῳ παραλήγεϲθαι
χωρὶϲ τοῦ εἰμί καὶ εἶμι) δῆλον ὅτι οὐδὲ τὸ φῄϲ ὤφειλεν
ἔχειν τὸ ι ἀλλὰ κατὰ παράδοϲιν ἔχει τὸ ι. — τινὲϲ δὲ θέλουϲι λέγειν
ὑπὲρ τοῦ φῄϲ· ὅτι τὸν μὲν τόνον ἀπὸ τῶν εἰϲ μι ἔϲχε, τὴν δὲ γραφὴν
ὡϲ ἀπὸ τῶν εἰϲ ω ἀπὸ τοῦ φῶ. τὰ γὰρ εἰϲ ω θέλειἔχειν ἐν δευτέρῳ
καὶ τρίτῳ προϲώπῳ δίφθογγον μετὰ τοῦ ι· ἄλλοι δὲ θέλουϲιν αὐτὸ
εἶναι Δωρικὸν ὥϲπερ τὸ ζῇϲ, οἷϲτιϲι καὶ ὁ τόνοϲ ἀντίκειται· ὤφειλε
γὰρ περιϲπᾶϲθαι καὶ τὸ τρίτον τῶν ἑνικῶν. ὤφειλε γὰρ ἀποβολῇ τοῦ
ϲ ποιεῖν τὸ τρίτον.
50.
E. M. 229, 54: γηγενήϲ· χωρὶϲ τοῦ ι. οἱ γὰρ Δωριεῖϲ γαγενήϲ
λέγουϲιν, ὥϲ φηϲιν Ἡρωδιανόϲ. ὅλα ταῦτα χωρὶϲ τοῦ ι, ἐπειδὴ ἀπὸ
τῆϲ γῆ εὐθείαϲ ἔχει τὴν ϲυνθήκην οἷον γήπεδον, γηπόνοϲ, γηλεχήϲ ὡϲ
51.
E. M. 263, 48: Δηώ ἡ Δημήτηρ· καὶ διφορεῖται, ὥϲ φηϲιν ὁ
τεχνικόϲ. οἶδε γὰρ ἡ παράδοϲιϲ τὸ η μετὰ τοῦ ῖ καὶ χωρίϲ. καὶ εἰ
μὲν μὴ ἔχει τὸ ι, λέγει ὅτι ἐϲτὶ παρὰ τὸ δήω τὸ ϲημαῖνον τὸ εὑρίϲκω.
καὶ γὰρ ἡνίκα περιήρχετο εἰϲ ζήτηϲιν τῆϲ θυγατρὸϲ αὐτῆϲ, κατ᾿ εὐφημιϲμὸν
ἔλεγον πάντεϲ «δήειϲ» τουτέϲτιν εὑρήϲειϲ. ἢ ἐπειδὴ αὕτη ἐφεῦρε
τὸν ϲῖτον. εἰ δὲ ἔχει τὸ ι, λέγεται ὅτι γέγονε παρὰ τὸ δαίω τὸ κόπτω
κατὰ τροπὴν Ἰωνικὴν τοῦ α εἰϲ η. καὶ γὰρ ἡ Δημήτηρ γῆ ἐϲτιν.
ἡ δὲ γῆ διακόπτεται ἐν τῷ ἀροτριᾶϲθαι. ἢ παρὰ τὸ δαίω τὸ καίω,
ὅτι μετὰ λαμπάδων ἐζήτει τὴν θυγατέρα κτλ.
52.
E. M. 770, 36: Τρῳάϲ: τὸ μὲν Τρῳαί ϲημαίνει τὰϲ Τρωΐκὰϲ
γυναῖκαϲ ἢ ἵππουϲ, τὸ δὲ δμῳαί τὰϲ δούλαϲ. καὶ οὐκ ὤφειλεν ἔχειν
τὸ ι, ὅτι ἐϲτὶ Τρώϲ Τρωόϲ καὶ δμώϲ δμωόϲ χωρὶϲ τοῦ ι καὶ μετάγεται
ἡ γενικὴ εἰϲ εὐθεῖαν καὶ γίνεται Τρωόϲ καὶ δμωόϲ χωρὶϲ τοῦ ι. λέγει
δὲ ὁ τεχνικόϲ, ὅτι ἔχει τὸ ι, ἐπειδὴ εὕρηται κατὰ διάϲταϲιν «Τρωϊάδαϲ
γυναῖκαϲ» (Il. Ι 139) καὶ ἵππουϲ. καὶ Τρῳούϲ ἀντὶ τοῦ Τρωικοὺϲ
ἢ ἄνδραϲ ἢ ἵππουϲ (Ψ 291). ἀποβολῇ τοῦ κ Τρωΐουϲ καὶ ϲυναιρέϲει
Τρῳούϲ.
53.
E. M. 741, 43: τὸ ϲῷοϲ, ἔλεγεν ὁ Δίδυμοϲ, ϲὺν τῷ ι γράφεται,
ὡϲ ἀπὸ τοῦ ὁ ϲῶϲ τοῦ ϲῶ· τὰ γὰρ ἀπὸ τοῦ εἰϲ ωϲ διὰ τοῦ ωοϲ ϲὺν
τῷ ι, Μίνωϲ Μινῷοϲ, ἥρωϲ ἡρῷοϲ· οὕτω ϲῶϲ ϲῷοϲ. ὁ δὲ Ἡρωδιανὸϲ
λαβόμενοϲ αὐτοῦ λέγει, ὅτι τὸ ϲῶϲ ἀπὸ τοῦ ϲῶοϲ πέπονθε. λέγει
δὲ πάλιν ὁ τεχνικόϲ, ὅτι οὐδέν ἐϲτιν εἰϲ ωϲ μονοϲύλλαβον πλέον
ἀρϲενικὸν εἰ μὴ τοῦτο. δεῖ δὲ γινώϲκειν ὅτι τὸ ϲῶοϲ ἄνευ τοῦ
ι ἡ παράδοϲιϲ οἶδε· καὶ λέγει ὁ τεχνικόϲ, ὅτι ἐϲτὶ ϲώω ϲώϲω διὰ
3o τοῦ ω μεγάλου ὡϲ γνώω γνώϲω καὶ ϲόω διὰ τοῦ ο μικροῦ. ταῦτα τρέπουϲι
τὸ τελευταῖον ω εἰϲ οϲ καὶ γίνεται ἐκ τοῦ ϲώω τὸ ϲῶοϲ, ἐκ δὲ
τοῦ ϲόω τὸ ϲόοϲ.
1.
E. M. 292, 56: δυϲωπεῖϲθαι ὑφορᾶϲθαι, φοβεῖϲθαι μεθ᾿ ὑπονοίαϲ,
ϲκυθρωπάζειν· οἱ γὰρ παλαιοὶ ἐπὶ τοῦ κρίνειν καὶ ἐλέγχειν λαμβάνουϲι·
δυϲωπεῖν γὰρ εἴρηται, παῤ ὅϲον οἱ κατακεκριμένοι κακῶϲ
ἔχουϲι τοὺϲ ὦπαϲ. οὕτωϲ εὗρον εἰϲ τὸ ῥητορικὸν λεξικὸν τὴν λέξιν·
καὶ εἰϲ τὸ ἀνεκφώνητον Ἡρωδιανόϲ.
2.
Choer. Dict. 100, 34: Τότε εὑρίϲκεται τὸ ι ἀνεκφώνητον, ἡνίκα
εὑρεθῇ ἢ μετὰ τοῦ α μακροῦ ἢ μετὰ τοῦ η ἢ μετὰ τοῦ ω ἐν μιᾷ ϲυλλαβῇ
οἷον τῷ κοχλίᾳ, τῷ Χρύϲῃ, τῷ καλῷ. πρόϲκειται «ἐν μιᾷ ϲυλλαβῇ»
διὰ τὸ Λάϊοϲ (ἔϲτι δὲ ὄνομα κύριον) καὶ ἠϊών ὁ αἰγιαλόϲ καὶ
ἥρωϊ. Ἰδοὺ γὰρ ἐνταῦθα τὸ ι μετὰ τοῦ α μακροῦ καὶ μετὰ τοῦ η καὶ
μετὰ τοῦ ω οὐκ ἔϲτιν ἀνεκφώνητον, ἀλλ᾿ ἐκφωνούμενον οἷον Λάχητι,
λέβητι, ἡδέϊ, ταχέϊ, τῇ Ϲαπφόϊ, τῇ Λητόϊ.
3. Choer. Dict. 124, 6: οἱ Αἰολεῖϲ τοῖϲ εἰϲ ω ληγούϲαιϲ δοτικαῖϲ οὐ προϲγράφουϲι τὸ ι, τῶ Ὁμήρω γάρ φαϲι καὶ τῶ ϲοφῶ χωρὶϲ τοῦ ι· καὶ πάλιν οἱ Βοιωτοὶ ταῖϲ εἰϲ η ληγούϲαιϲ δοτικαῖϲ οὐ προϲγράφουϲι τὸ ι, τῆ Ἑλένη γάρ φαϲι καὶ τῆ Πηνελόπη χωρὶϲ τοῦ ι.
4.
Choer. Dict. 124, 11: ἔϲτι ζελᾶϲ τοῦ ζελᾶ τῷ ζελᾷ (οὕτωϲ δὲ λέγεται
κατὰ Θρᾷκαϲ ὁ οἷνοϲ) καὶ τούτου ἡ δοτικὴ εὑρίϲκεται παῤ Εὐριπίδῃ
(?) χωρὶϲ τοῦ ι. ϲυϲτεῖλαι γὰρ βουλόμενοϲ τὸ α οὐ προϲέγραφε τὸ
ι οἷον
5. Choer. Dict. 124, 17: ἐϲτι τῷ κυανοχαίτῃ καὶ γίνεται κατὰ μεταπλαϲμὸν τῷ κυανοχαῖτα καὶ οὐκ ἔχει προϲγεγραμμένον τὸ ι οἷον ὡϲ παρὰ Ἀντιμάχῳ «πατρί τε κυανοχαῖτα Ποϲειδάωνι πεποιθώϲ».
6.
E. M. 201, 45: βοᾷ: ἔχει τὸ ι προϲγεγραμμένον. τὸ δὲ βοᾶν καὶ
γελᾶν ἀπαρέμφατον οὐκ ἔχει τὸ ι προϲγεγραμμένον, ὅτι ἀπὸ τοῦ παρατατικοῦ
γέγονε τοῦ ἐβόα καὶ ἐγέλα καὶ ὁ παρατατικὸϲ οὐκ ἔχει τὸ ι
προϲγεγραμμένον ἢ ὅτι τὰ εἰϲ ν λήγοντο ῥήματα οὐδέποτε ἔχει πρὸ
τοῦ ν τὶ ἀνεκφώνητον.
7.
E. M. 410, 47: τινὲϲ λέγουϲι τὸ ζῇϲ ζῇ μὴ ἔχειν τὸ ι προϲτεγραμμένον
καταϲκευάζοντεϲ ἀπὸ τοῦ εἰϲ μι τοῦ ζῆμι. οἵτινεϲ οὐϲ
ἀκριβῶϲ λέγουϲιν· εἰ γὰρ ἀπὸ τοῦ εἰϲ μι, ὤφειλεν εἶναι ἡ μετοχὴ ζάϲ
ὥϲπερ ϲτάϲ καὶ τὸ θηλυκὸν ζᾶϲα ὥϲπερ ϲτᾶϲα. νῦν δὲ ζῶν ἐϲτιν ἡ
μετοχὴ καὶ τὸ θηλυκὸν ζῶϲα· καὶ εἰ ἀπὸ τοῦ εἰϲ μι, ὤφειλεν εἶναι
τὸ πρῶτον τῶν πληθυντικῶν ζάμεν ὥϲπερ φάμεν. νυνὶ δὲ ζῶμέν ἐϲτιν
ὥϲπερ βοῶμεν. ἄρα οὐκ ἔϲτιν ἀπὸ τῶν εἰϲ μι.
Τὰ ἔχοντα τὴν αι δίφθογγον κατά τινα ϲυλλαβὴν καὶ πεφυκότα ἀποβάλλειν τὸ ι κατὰ διάλεκτον διὰ τῆϲ αι διφθόγγου γράφεται οἷον κλαίω κλάω, καίω κάω, αἰετόϲ ἀετόϲ, αἰεί ἀεί, ἑταῖροϲ ἕταροϲ, παλαιόϲ παλαόϲ.
Τὰ εἰϲ εων λήγοντα ὀξύτονα, ὧν ἡ γενικὴ διὰ τοῦ ωνοϲ ἐκφέρεται,
διὰ τοῦ ε ψιλοῦ γράφεται δίχα τῶν γινομένων παρὰ πρωτοτύπων
διὰ τῆϲ αι οἷον ϲυφεών, ἀνδρεών, λυμεών, ἀπατεών. τὸ δὲ ἐλαιών
διὰ τῆϲ αι διφθόγγου γραφόμενον οὐκ ἐναντιοῦται. ἀπὸ γὰρ τοῦ ἐλαία,
ὡϲαύτωϲ καὶ Ἑκατομβαιών παρὰ τὸ ἑκατομβαῖοϲ.
Τὰ διὰ τοῦ αιων βαρύτονα κύρια ὑπὲρ δύο ϲυλλαβὰϲ διὰ τῆϲ αι
διφθόγγου γράφεται οἷον Εὐφραίων, Αἰγαίων, Εὐγαίων, μεθ᾿ ὧν καὶ
δυϲαίων, εὐαίων, ἰϲαίων.
Τὰ εἰϲ εμων ὀξύτονα ἀρϲενικὰ καὶ θηλυκὰ ὑπὲρ δύο ϲυλλαβὰϲ διὰ τοῦ ε γράφεται, ἡγεμών, κηδεμών, ἀκρεμών. πρόϲκειται «ὀξύτονα ὑπὲρ δύο ϲυλλαβὰϲ» διὰ τὸ δαίμων διϲύλλαβον βαρύτονον διὰ τῆϲ αι διφθόγγου γραφόμενον.
Πάντα τὰ εἰϲ αϲ λήγοντα ἀρϲενικὰ παροξύτονα, ὦν ἡ γενικὴ
εἰϲ ου περατοῦται, τὴν παρατέλευτον διὰ τοῦ ε ψιλοῦ ἔχει γραφομένην
οἷον Ἀνδρέαϲ Χαρέαϲ Μναϲέαϲ, Ἀνδρέου γὰρ καὶ Χαρέου καὶ
Μναϲέου.
Πάντα τὰ εἰϲ νηϲ ϲύνθετα παροξύτονα παρὰ τὸ γένοϲ ἢ ϲθένοϲ
γινόμενα διὰ τοῦ ε γράφεται οἷον Διογένηϲ, Ἐπιγένηϲ, εὐγενήϲ,
Καλλιϲθένηϲ, Κλειϲθένηϲ.
Τὰ εἰϲ τηϲ εἴτε βαρύτονα εἴτε ὀξύτοναἔχοντα πρὸ τοῦ ι τὸ ϲ οὐκ οἶδε τὴν διὰ τῆϲ αι διφθόγγου πρὸ τέλουϲ γραφήν, οἷον κηδεϲτήϲ, Ὀρέϲτηϲ, Θυέϲτηϲ. ϲεϲημείωται τὸ παλαίϲτηϲ διὰ διφθόγγου.
Τὰ διὰ τοῦ ετηϲ εἴτε ὀξύτονα εἴτε βαρύτονα, μηδενὸϲ ϲυμφώνου
πρὸ τοῦ τ ἡγουμένου διὰ τοῦ ι γράφει τὴν παραλήγουϲαν, εὑρετήϲ,
προπετήϲ, εὐπετήϲ, εὐνέτηϲ, ὀφειλέτηϲ, φυλέτηϲ, ἐρέτηϲ, πλὴν τοῦ
προϲαίτηϲ ὁ πένηϲ καὶ εὐχαίτηϲ ὁ καλλίθριξ ἵπποϲ.
Τὰ εἰϲ τηϲ ἔχοντα πρὸ τοῦ τ ἀμετάβολον καθόλου πᾶϲαν δίφθογγον
ἀποϲτρέφεται κατὰ τὴν παραλήγουϲαν οἷον ὀξύντηϲ, ἀγύρτηϲ, ἐγέρτηϲ,
ὀρίντηϲ, αὐθέντηϲ, Λαέρτηϲ, ποικιλτήϲ, Ϲιβύρτηϲ.
Τὰ εἰϲ ηϲ λήγοντα ἔχοντα πρὸ τοῦ η ἀμετάβολον οὐκ οἶδε τὴν αι δίφθογγον πρὸ τέλουϲ οἷον Ἀκέληϲ, ἀμελήϲ, ἀφελήϲ, εὐμενήϲ, δυϲμενήϲ, Δημοϲθένηϲ, Ὑπέρηϲ, ὑψικέρηϲ, ἀμερήϲ.
Τὰ διὰ τοῦ αιοϲ ἀρϲενικὰ κύριά τε καὶ προϲηγορικὰ ὀξύτονα διϲύλλαβα
διὰ τῆϲ αι διφθόγγου γράφεται οἷον λαιόϲ, ϲκαιόϲ, Ϲκαῖοϲ δὲ τὸ
κύριον, φαιόϲ, Ϲαῖοϲ ὄνομα ἔθνουϲ, βαιόϲ καὶ Βαῖοϲ τὸ κύριον. ϲεϲημείωται
τὸ θεόϲ διὰ τοῦ ε γραφόμενον.
Τὰ διὰ τοῦ αιοϲ γινόμενακατὰ διάϲταϲιν διὰ τῆϲ αι διφθόγγου γράφεται οἷον Ἰουδαῖοϲ Ἰουδαϊκά, Ἑβραῖοϲ Ἑβραϊκά.
Τὰ εἰϲ οϲ καθαρὸν ὑπὲρ δύο ϲυλλαβὰϲ ὀξύτονα τριγενῆ διὰ τῆϲ αι διφθόγγου γράφεται οἷον κραταιόϲ, ’Ἀχαιόϲ, παλαιόϲ. ϲεϲημείωται. τὸ ἐνεόϲ, ϲτερεόϲ. πρόϲκειται «ὀξύτονα» διὰ τὸ κήλεοϲ ὁ καυϲτικόϲ. «τριγενῆ διὰ τὸ Κελεόϲ. τὰ γὰρ μονογενῆ διὰ τοῦ ε γράφεται.
Τὰ εἰϲ τεοϲ λήγοντα ὀνόματα τῷ ε ψιλῷ παραλήγεται πλὴν τῶν
παρὰ ἀριθμῶν γινομένων οἷον γραπτέοϲ, ἐπαινετέοϲ, λεκτέοϲ. τὸ τριταῖοϲ
καὶ τεταρταῖοϲ ἐπὶ ἡμερῶν παρὰ ἀριθμῶν διὰ τῆϲ αι διφθόγγου.
Τὰ ἀπὸ τῶν εἰϲ α καὶ η θηλυκῶν ἢ ἀπὸ τῶν εἰϲ οϲ διὰ τοῦ αιοϲ γενόμενα χαίρει τῇ αι διφθόγγῳ οἷον Ῥώμη Ῥωμαῖοϲ, δάφνη δαφναῖοϲ, Θήβη Θηβαῖοϲ, τρίτη τριταῖοϲ, Γάζα Γαζαῖοϲ, μοῦϲα μουϲαῖοϲ, δρόμοϲ δρομαῖοϲ, λῆνοϲ ληναῖοϲ.
Τὰ ἀπὸ οὐδετέρων διὰ τοῦ αιοϲ γινόμενα διὰ τῆϲ αι διφθόγγου γράφεται, γῆραϲ γηραιόϲ, γέραϲ γεραιόϲ, κράτοϲ κραταιόϲ.
Εἰϲί τινα ὀνόματα διὰ τοῦ αιοϲ ἀπὸ ἀπτώτων, ἅτινα διὰ τῆϲ αι γράφεται, μάτην μάταιοϲ, χύδην χυδαῖοϲ, πάλαι παλαιόϲ.
Τὰ διὰ τοῦ αιοϲ ὑπὲρ τρεῖϲ ϲυλλαβὰϲ πρὸ μιᾶϲ τὸν τόνον ἔχοντα
μὴ ἔχοντα τὸ λ ἢ τὸ τ, διὰ τῆϲ αι διφθόγγου γράφεται οἷον Ἰουδαῖοϲ,
ὀβελιαῖοϲ, ἡμιϲαῖοϲ, Βιθυναῖοϲ, ταλαντιαῖοϲ, ἐναυϲιαῖοϲ. πρόϲκειται
«πρὸ μιᾶϲ τὸν τόνον ἔχοντα» διὰ τὸ ἀδελφιδεόϲ, θυγατριδεόϲ ὁ ἀδελφιδοῦϲ
καὶ θυγατριδοῦϲ. ταῦτα γὰρ ὀξύνεται καὶ διὰ τοῦ ε ψιλοῦ γράφεται.
τὸ νηφαλέοϲ, ἀργαλέοϲ, ϲμερδαλέοϲ ὁ καταπληκτικὸϲ καὶ χαλεπόϲ,
ποιητέοϲ, νοητέοϲ διὰ τοῦ ε γράφεται, διότι ἔχει τὸ λ καὶ τὸ τ
Τὰ διὰ τοῦ αιθοϲ διὰ τῆϲ αι γράφεται, Ϲάλαιθοϲ, Κύναιθοϲ, Ὀλίγαιθοϲ, Κύμαιθοϲ.
Τὰ διὰ τοῦ αικοϲ ϲπάνια διὰ τῆϲ αι γράφεται, Πάταικοϲ, Φίλαικοϲ. Μίθαικοϲ.
Τὰ διὰ ¦τοῦ εμοϲ ἁπλᾶ ὑπὲρ δύο ϲυλλαβὰϲ διὰ τοῦ ε γράφεται οἷον ἄνεμοϲ, πόλεμοϲ, Ἔχεμοϲ, Τήλεμοϲ, Ἰάλεμοϲ, κοάλεμοϲ, Φάλεμοϲ, ἄγρεμοϲ, ἄνθεμοϲ, θελεμόϲ. πρόϲκειται ἁπλᾶ διὰ τὸ ἄναιμοϲ ϲύνθετον παρὰ τὸ αἷμα καὶ εἴ τι παῤ αὐτὸ ἕτερον, ϲύναιμοϲ, πολύαιμοϲ.
Τὰ διὰ τοῦ αιτεροϲ καὶ αιτατοϲ ἀπὸ τῶν εἰϲ οϲ χαίρει τῇ αι
διφθόγγῳ οἷον φίλοϲ φιλαίτεροϲ, πληϲιαίτεροϲ, περαίτεροϲ, μεϲαίτατοϲ,
ἰδιαίτατοϲ καὶ τὰ ὅμοια.
Πάντα τὰ εἰϲ εϲτεροϲ καὶ εϲτατοϲ ϲυγκριτικὰ καὶ ὑπερθετικὰ διὰ μόνου τοῦ ε γράφεται οἷον εὐτελέϲτεροϲ, εὐτυχέϲτατοϲ.
Τὰ διὰ τοῦ ετοϲ ὑπὲρ δύο ϲυλλαβὰϲ ἅπαντα διὰ τοῦ ε ψιλοῦ γράφεται
οἷον νιφετόϲ, αἰετόϲ χωρὶϲ τῶν παρὰ τὸ χαίτη ϲυγκειμένων ὡϲ
τὸ εὔχαιτοϲ.
Τὰ διὰ τοῦ αια διϲύλλαβα ἀπαραϲχημάτιϲτα διὰ τῆϲ αι διφθόγγου
γράφεται οἷον γαῖα, γραῖα, μαῖα, Φαῖα, Ζαῖα ἡ πόλιϲ, αἶα. ϲεϲημείωται
τὸ Ῥέα, Βρέα, θέα τὸ βαρύτονον, ὅπερ Ϲυρακόϲιοι θάα λέγουϲιν.
τὸ γὰρ γέα γῆ διὰ τοῦ ε γραφόμενον καὶ εἰϲ η ϲυναιρούμενον
Πάντα τὰ εἰϲ εα λήγοντα θηλυκὰ μονογενῆ παροξύτονα διὰ τοῦ
ε γράφεται, γέα, μηλέα, πτελέα, ἰτέα, Νεμέα, Μαντινέα, Ἐλέα πόλιϲ
Ἰταλίαϲ. ϲεϲημείωται τὸ Ἡλιαία, ἐλαία καὶ Ἐλαία πόλιϲ τῆϲ Ἀϲίαϲ
Αἰολική, Πυλαία.
Πάντα τὰ εἰϲ εα λήγοντα παροξύτονα θηλυκὰ ϲυναιρέϲει ὑποπίπτοντα τοῦ ε καὶ α εἰϲ η διὰ τοῦ ε γράφεται οἷον ϲυκέα, ϲηϲαμέα, ἀμυγδαλέα, χολέα, λεοντέα, ϲυκῆ γὰρ καὶ ἀμυγδαλῆ.
Τὰ διὰ τοῦ αια παρώνυμα διὰ τῆϲ αι διφθόγγου γράφεται ϲεληναία,
ἁμαξαία, θυραία, εὐναία, γαληναία, ϲφενδοναία, δραχμαία, ὀπαία.
Πάντα τὰ εἰϲ αια λήγοντα προπαροξύτονα διὰ τῆϲ αι διφθόγγου γράφεται οἷον Ἥραια, Ποτίδαια, Ἱϲτίαια, Πλάταια.
Τὰ διὰ τοῦ αινα προπαροξύτονα διὰ τῆϲ αι διφθόγγου γράφεται
οἷον θέαινα, Λάκαινα, δράκαινα, θεράπαινα, ϲμύραινα εἶδοϲ θαλαττίου
θηρίου, τρίαινα· τὸ χλαῖνα μόνον διϲύλλαβον ὂν τὴν αι δίφθογγον ἐφύλαξεν
ὡϲ καὶ τὸ δέϲποινα μονῆρεϲ ὂν τὴν οι δίφθογγον. πρόϲκειται
«προπαροξύτονα», ἐπεὶ τὸ Ἑλένα διὰ τοῦ ε γράφεται, ἀπὸ γὰρ τοῦ
Ἑλένη γέγονε κατὰ τροπὴν τοῦ η εἰϲ α μακρόν.
Πάντα τὰ εἰϲ αιρα λήγοντα ὑπὲρ δύο ϲυλλαβὰϲ προπαροξύνεται
καὶ διὰ τῆϲ αι διφθόγγου γράφεται οἷον μάχαιρα, μάκαιρα, νέαιρα,
χίμαιρα· «προπαροξύτονον» εἶπον διὰ τὸ ἡμέρα, διφθέρα, χολέρα,
ἑϲπέρα, Τερμέρα.
Τὰ εἰϲ ρα βαρύτονα, ἐὰν ἔχῃ τὸ ι, ἐν διφθόγγῳ αὐτὸ ἔχει παραληγόμενον οἷον ϲφαῖρα, μάχαιρα, ὀλέτειρα.
Τὰ διὰ τοῦ ϲα οὐκ οἶδε τὴν διὰ τῆϲ αι διφθόγγου γραφήν, ἐρώεϲϲα, τιμήεϲϲα, χαρίεϲϲα, μόνον τὸ Θρᾷϲϲα διϲύλλαβον καὶ διὰ τῆϲ ᾳ διφθόγγου ἀπὸ τοῦ Θράϊϲϲα ϲυναιρεθὲν καὶ τὸ αἶϲα, ὅ ἐϲτι παραγωγὸν ἀπὸ τοῦ δαίω τὸ μερίζω καὶ Φαῖϲα.
Τὰ εἰϲ θη διϲύλλαβα βραχείᾳ φύϲει παραληγόμενα ϲπάνια οἷον
Τὰ διὰ τοῦ ελη θηλυκὰ βαρύτονα μονογενῆ διὰ τοῦ ε ψιλοῦ γράφεται οἷον θυμέλη, κυψέλη, ἕλη, νεφέλη.
Τὰ εἰϲ μη ἔχοντα πρὸ τοῦ μ ϲύμφωνον κατὰ ϲύλληψιν ἣ κατὰ διάϲταϲιν ἢ βραχεῖ ἢ βραχυνομένῳ φωνήεντι παραλήγεται οἷον δεϲμή, ἐφετμή, Μέδμη, λόχμη, λόγχη, τόλμη, ἴθμη, δυθμή. ϲεϲημειωμένου τοῦ αἰχμή.
Τὰ διὰ τοῦ ενη θηλυκὰ ὑπὲρ δύο ϲυλλαβὰϲ μονογενῆ διὰ τοῦ ε
ψιλοῦ γράφεται ἐπί τε βαρυτόνων καὶ ὀξυτόνων, ἐπὶ βαρυτόνων, ὠλένη,
Κλυμένη, ὀξύτονα δεξαμενή, εἱαμενή. πρόϲκειται μονογενῆ διὰ τὸ
κελαινή.
Τὰ διὰ τοῦ ετη ἅπαντα διὰ τοῦ ε ψιλοῦ γράφεται οἷον τηλυγέτη,
Βρεμέτη, Ὠκυπέτη, Δημαρέτη, τελετή. τὸ χαίτη, βαίτη ἡ διφθέρα,
δαίτη ϲεϲημείωται διὰ τῆϲ αι διφθόγγου γραφόμενα.
Τὰ διὰ τοῦ αιον οὐδέτερα μονογενῆ προπαροξύτονα διὰ τῆϲ αι
διφθόγγου γράφεται, ϲεϲημειωμένου τοῦ χαῖον διϲυλλάβου μόνου καὶ
διὰ τῆϲ αι διφθόγγου γραφομένου. ὁ γὰρ κανὼν περὶ τριϲυλλάβων
γίνεται οἷον Κώπαιον, Ἥραιον τὸ τέμενοϲ, νόμαιον τὸ μονογενέϲ,
ἔλαιον, οὔραιον, Ϲκύλλαιον, πρέμναιον, Κίρκαιον τὸ ὄροϲ, Δίρκαιον,
Κότταιον τὸ ὄροϲ, Ἕρμαιον, Φοίβαιον, Κύταιον ἡ πόλιϲ, γύναιον,
Λύκαιον τὸ ὄροϲ, δέραιον. ϲεϲημείωται τὸ ὄρνεον, ὄϲτρεον διὰ τοῦ ε
γραφόμενα. λέγεται δὲ καὶ ὄϲτρειον διὰ τῆϲ ει διφθόγγου κατὰ πλεοναϲμὸν
τοῦ ι. οὕτω δὲ κάνεον διὰ τοῦ ε ψιλοῦ καὶ κατὰ ϲυναίρεϲιν
γίνεται κανοῦν. ὤεον δὲ διὰ τοῦ ε ψιλοῦ γραφόμενον οὐ μάχεται,
διότι ἐκ πλεοναϲμοῦ ἔχει τὸ ε· τὸ χρύϲεον, ἀργύρεον, χάλκεον καὶ εἴ
τι ὅμοιον οὐ μονογενέϲ. ἀπὸ γὰρ τοῦ χρύϲειοϲ, ἀργύρειοϲ, χάλκειοϲ
Ἰωνικῶϲ ἐγένετο χρύϲεοϲ καὶ ἀργύρεοϲ καὶ τὸ οὐδέτερον ἔχει χρύϲεον
καὶ ἀργύρεον καὶ χάλκεον. τὸ δένδρεον καὶ αὐτὸ οὐκ ἀντίκειται,
ἐκ πλεοναϲμοῦ γὰρ τὸ ε.
Τὰ διὰ τοῦ αιον ὑπὲρ τρεῖϲ ϲυλλαβὰϲ εἴτε προπαροξύνεται εἴτε προπεριϲπᾶται, διὰ τῆϲ αι διφθόγγου γράφεται οἷον Χαλαϲτραῖον τὸ νίτρον, Ϲτεφαναῖον ὄνομα τόπου, Ἠλακαταῖον ὄροϲ Θεϲϲαλίαϲ, Καναϲτραῖον, Ἀμυκλαῖον, Ἀραχναῖον.
Τὰ εἰϲ θρον οὐδέτερα διὰ τοῦ ε γράφεται οἷον βέρεθρον, πολίεθρον, πέλεθρον, θύρεθρον. ϲεϲημείωται τὸ ὕπαιθρον.
Τὰ εἰϲ οϲ οὐδέτερα εἴτε διϲύλλαβα εἴτε ὑπὲρ δύο ϲυλλαβὰϲ ὀνόματα
διὰ τοῦ ε ψιλοῦ γράφει τὴν παραλήγουϲαν οἷον βέλοϲ, δέλοϲ,
3, περὶ ποϲ. 309, 28, Choer. Orth. 262, 30. l. 31 Theogn. 127, 20, Ἠλακαταῖον
ταῖον explevi ex St. B. s. v. ap. Theogn. τόποϲ Λακωνικῆϲ ad vocem praetermissam
pertinere videntur. l. 35 περὶ ποϲ. 309, 21, coll. An. Ox. II 324, 3, unde
πέλεθρον θύρεθρον addid. l. 37 Theogn. 77, 3, περὶ ποϲ. 309, 19. Speciatim
Τὰ διὰ τοῦ εγω ῥήματα διὰ τοῦ ε ψιλοῦ γράφεται οἷον φλέγω, ψέγω· ἢ καὶ τὰ ἔχοντα τὸ ο ἐγκείμενον ἐν τοῖϲ ὀνόμαϲιν ἔχει τὸ ε ἀντιπαρακείμενον ἐν τοῖϲ ῥήμαϲιν.
Τὰ διὰ τοῦ εδω ῥήματα εἴτε βαρύτονα εἴτε περιϲπώμενα διὰ τοῦ
ε ψιλοῦ γράφεται, ἔδω τὸ ἐϲθίω, μέδω. ταῦτα δὲ διφορεῖται· εἰϲὶ γὰρ
βαρύτονα καὶ περιϲπώμενα ὡϲ παρὰ τῷ ποιητῇ «Δωδώνηϲ μεδέων»
(Π 234) καὶ ἐδῶ, ἐξ οὗ ἤδεϲται ἐδεϲτόν καὶ ἀνέδεϲτον τὸ μὴ ἐϲθιόμενον.
περιϲπώμενα δέ εἰϲι πεδῶ μεδῶ ϲκεδῶ. ϲεϲημείωται τὸ αἰδῶ,
ὃ ϲημαίνει τὸ αἰδοῦμαι. γράφεται δὲ διὰ τῆϲ αι διφθόγγου.
Τὰ διὰ τοῦ εθω ῥήματα διϲύλλαβά τε καὶ ὑπὲρ δύο ϲυλλαβὰϲ διὰ
τοῦ ε ψιλοῦ γράφεται καὶ βαρύνεται οἷον ϲπερέθω, ϲχέθω, νεμέθω,
ἔθω, βρεμέθω, ἀερέθω, χρεμέθω, φαέθω, τελέθω, ἐγερέθω, φλεγέθω.
τὸ τηλεθῶ περιϲπώμενον ϲεϲημείωται τὴν τρίτην ἀπὸ τέλουϲ ἔχον φύϲει
μακρὰν καὶ τὸ αἴθω ἐπὶ τοῦ καίω διὰ τῆϲ αι διφθόγγου γραφόμενον.
Τὰ διὰ τοῦ εζω ῥήματα διϲύλλαβα οὐδέποτε τῇ αι διφθόγγῳ παραλήγεται οἷον ῥέζω, ἕζω. τὸ παίζω ϲεϲημείωται διὰ τῆϲ αι διφθόγγου.
Τὰ διὰ τοῦ ελω ῥήματα διὰ τοῦ ε ψιλοῦ γράφεται, πέλω, κέλω, μέλω, θέλω.
Τὰ διὰ τοῦ εμω ῥήματα διὰ τοῦ ε ψιλοῦ γράφεται, πλὴν τοῦ μαιμῶϲα ἡ ὁρμῶϲα.
Τὰ εἰϲ νω ῥήματα παραληγόμενα τῇ αι διφθόγγῳ, ἐὰν ἔχῃ τὸ
α ἐν τῷ μέλλοντι ἀναφαινόμενον, διὰ τῆϲ αι διφθόγγου γράφεται
οἷον φανῶ φαίνω, ῥανῶ ῥαίνω. τὸ μέντοι μένω διὰ τοῦ ε ψιλοῦ γράφεται,
ἐπειδὴ οὐκ ἔχει ἐν τῷ μέλλοντι τὸ α.
Τὰ διὰ τοῦ αιρω ὑπὲρ δύο ϲυλλαβὰϲ ὄντα διὰ τῆϲ αι διφθόγγου γράφεται οἷον μαρμαίρω τὸ λάμπω, μεγαίρω τὸ φθονῶ, καρκαίρω τὸ κτυπῶ. πρόϲκειται ὑπὲρ δύο ϲυλλαβὰϲ διὰ τὸ δέρω καὶ φέρω.
Τὰ διὰ τοῦ αιω διϲύλλαβα ἢ καὶ ὑπὲρ δύο ϲυλλαβάϲ, μὴ μελετήϲαντα
παραϲχεῖν ϲυναίρεϲιν ἢ ἐν κινήϲει τινὶ γεννᾶν τὸ ο ἢ τὸ υ προϲλαμβάνειν
ἐν τῷ μέλλοντι διὰ τῆϲ αι διφθόγγου γράφεται οἷον κλαίω,
καίω, παίω, ναίω τὸ οἰκῶ. ἐπὶ γὰρ τοῦ κολυμβῶ διὰ τοῦ ε ψιλοῦ.
προϲλαμβάνει γὰρ τὸ υ ἐν τῷ νεύϲω. γαίω τὸ γαυριῶ, ῥαίω, παλαίω,
κεραίω, λιλαίω, ἀγαίω, ϲταλαίω, χαλαίω, κρεμαίω, διχαίω. πρόϲκειται
«μὴ μελετήϲαντα πάϲχειν ϲυναίρεϲιν» διὰ τὸ ποιέω ποιῶ, νοέω νοῶ.
οὗ τὸ κέομαι καὶ ἐν πλεοναϲμῷ τοῦ ι καὶ ϲυγκοπῇ τοῦ ο κεῖμαι.
ϲημειωτέον διὰ τοῦ ψιλοῦ γραφόμενον καὶ τὸ ἔω τὸ ὑπάρχω, ἐξ οὗ
τὸ εἰμί, καὶ τὸ ἔω τὸ πορεύομαι, ἐξ οὗ τὸ εἶμι τὸ περιϲπώμενον, καὶ
ἕω τὸ δαϲυνόμενον καὶ βαρυνόμενον, ἐξ οὗ παραγωγὸν τὸ ἑννύω.
Τὰ εἰϲ αι λήγοντα ἐπιρρήματα μονοϲύλλαβα τρία ἐϲτὶν αἵ, τὸ δαϲυνόμενον
ὡϲ ὅταν λέγωμεν αἳ τάλαϲ, καὶ αἴ τὸ εὐκτικόν, ὅπερ ἀντὶ
τοῦ εἴ γέγονε Δωρικῇ τροπῇ τοῦ ε εἰϲ α ὡϲ κύπειρον καὶ τὸ ναί
ϲυγκαταθέϲεωϲ.
Τὰ ϲχετλιαϲτικὰ εἰϲ αι λήγοντα ἐπιρρήματα χαίρει τῇ αι διφθόγγῳ βαβαί, ἀτταταῖ, παπαῖ, μεθ᾿ ὧν πάλαι καὶ χαμαί.
Τὸ β κατὰ πάντα οὐ θέλει ἔχειν τὴν ει δίφθογγον προηγουμένην
οἷον θλίβω, λίβανον, λιβάϲ, κιβωτόϲ. εἰ δέ που εὑρέθη τὸ β ἔχον τὴν
ει δίφθογγον προηγουμένην, γνῶθι ὅτι ἐν ῥήματί ἐϲτιν ἔχοντι τὸ ο
ἀντιπαρακείμενον διὰ τῆϲ οι διφθόγγου οἷον ἀμείβω ἀμοιβή, λείβω
λοιβή, ϲτείβω ϲτοιβή.
Πᾶϲα λέξιϲ ἀπὸ τῆϲ βι ϲυλλαβῆϲ ἀρχομένη διὰ τοῦ ι γράφεται, εἰ
μή ἐϲτι κατὰ γλῶϲϲαν Λακώνων ἢ κατὰ πάθοϲ οἷον Βιϲάλται, ἔϲτι δὲ
ἔθνοϲ Θρᾴκηϲ, βίοϲ ἡ ζωή, βιόϲ τὸ τόξον, βιόδωροϲ, Βιθυνία, βιϲτάκια,
ϲημαίνει τὰ πιϲτάκια, ψιττάκια. πρόϲκειται «εἰ μή ἐϲτι κατὰ
γλῶϲϲαν Λακώνων» διὰ τὸ βείδιοι· τοῦτο διὰ τῆϲ ει διφθόγγου γράφεται·
βείδιοι λέγονται οἱ ἄρχοντεϲ παρὰ τοῖϲ Λακεδαιμονίοιϲ. βειέλοπεϲ
οἱ λεγόμενοι ἱμάντεϲ — ὁ δὲ Δίδυμοϲ διὰ τοῦ ι γράφει —
πρόϲκειται «εἰ μή ἐϲτι κατὰ πάθοϲ», ἐπειδή ἐϲτιν ἐὰν βῶ κατὰ προϲθήκην
τοῦ ι ἐὰν βείω κατὰ πάθοϲ.
Πᾶϲα λέξιϲ ἀπὸ τῆϲ βλι ϲυλλαβῆϲ ἀρχομένη διὰ τοῦ ι γράφεται χωρὶϲ εἰ μὴ ἀπὸ κλίϲεωϲ ῥήματοϲ ϲχῇ αὐτήν. πρόϲκειται «ἀπὸ κλίϲεωϲ ῥήματοϲ» διὰ τὸ βλῆμι καὶ βλεῖο.
Πᾶϲα λέξιϲ ἀπὸ τῆϲ βρι ϲυλλαβῆϲ ἀρχομένη διὰ τοῦ ι γράφεται
οἷον Βριϲηΐϲ, βρί τὸ μέγα, βριθοϲύνη τὸ βάροϲ, βριαρόϲ ὁ ἰϲχυρόϲ,
βριάειν αὔξειν καὶ οὐκ ἔχει δίφθογγον.
Πᾶϲα λέξιϲ ἀπὸ τῆϲ γλι ϲυλλαβῆϲ ἀρχομένη ἀποϲτρέφεται τὴν ει δίφθογγον Γλιϲᾶϲ, γλίον τὸ ἰϲχυρόν, γλία ἡ κόλλα, γλιῶϲαι τὸ παίζειν.
Πᾶϲα λέξιϲ ἀπὸ τῆϲ γρι ϲυλλαβῆϲ ἀρχομένη διὰ τοῦ ι γράφεται
οἷον γρίντηϲ ὁ βυρϲεύϲ, γριπεύϲ ὁ ῥάπτων τὰ ἁλιευτικὰ δίκτυα, γριφᾶϲθαι·
οὕτω λέγουϲι τὸ γράφειν Λάκωνεϲ, γρῖφοϲ, ϲημαίνει δὲ τὸ
δύϲλυτον αἴνιγμα, γρῖνοϲ τὸ δέρμα, γρίϲων ὁ χοῖροϲ, γρῖποϲ παρὰ τὸ
ἀγρεῖν, ὅ ἐϲτι παρακολουθεῖν τῇ ἄγρᾳ.
Πᾶν ὄνομα καὶ πᾶν μέροϲ λόγου, ᾧ ἔγκειται τὸ κρι μόριον, διὰ
τοῦ ι γράφεται οἷον κριόϲ, κριτήϲ, κρίϲιϲ, κριθή, κριθάριον, κριθιῶ,
κρίθινοϲ. ϲεϲημείωται τὸ κρείϲϲων, καὶ κρέϲϲων μὴ πλεονάζοντοϲ τοῦ
ι λέγεται
Πᾶϲα λέξιϲ ἀπὸ τῆϲ τρι ϲυλλαβῆϲ ἀρχομένη διὰ τοῦ ι γράφεται
οἷον τριϲμάκαρεϲ, τριϲάθλιοϲ, τριϲάκιϲ, τριϲϲῶϲ, τριϲμύρια, τριϲόλβιοϲ.
ϲεϲημείωται τὸ τρεῖϲ πληθυντικὸϲ ἀριθμὸϲ καὶ τὸ τρεῖϲ τὸ ῥῆμα τὸ ϲημαῖνον
τὸ τρέμειϲ· ἐκ τοῦ τρῶ τρεῖϲ.
Οὐδέποτε μετὰ τοῦ φ εὑρίϲκεται δίφθογγοϲ καταλήγουϲα εἰϲ ρ
ϲυμφώνου ἐπιφερομένου οἷον φάρμακον «φροντίδοϲ εὐρείηϲ — ϲτῆθοϲ
καὶ χείλεα φύρϲω» (ϲ 21), «κείμενον ἐν φέρτρῳ» (Ϲ 236) πλὴν τοῦ
φθειρϲί παρὰ Ἀρχιλόχῳ «φθειρϲὶ μοχθίζοντα» ἀπὸ τοῦ φθείρ φθειρόϲ.
Οὐδέποτε μετὰ τοῦ χ εὑρίϲκεται δίφθογγοϲ καταλήγουϲα εἰϲ ρ
ϲυμφώνου ἐπιφερομένου οἷον χάρμα «αὐλῆϲ ἐν χόρτῳ» (Λ 773), «χέρνιβα
δ᾿ ἀμφίπολοϲ» (α 136), ὅθεν ὁ ποιητὴϲ φυλάξαϲ τὴν δίφθογγον
τοῦ χείρ ἐν παντὶ ἀριθμῷ καὶ ἐν πάϲῃ πτώϲει διήλλαξεν ἐν τῇ πληθυντικῇ
δοτικῇ «χερϲὶ μὲν οὔτοι ἔγωγε μαχήϲομαι» (Α 301), οὐκέτι δὲ
χειρϲί· τοῦτο δὲ ἐν παραγωγῇ οὐ χέρεϲϲιν εἶπεν ἀλλὰ χείρεϲϲι «τοίω
τὼ χείρεϲϲι ὑφ᾿ ἡμετέρῃϲι» (Ε 559).
Τὰ ἀπὸ τῆϲ ψι ϲυλλαβῆϲ ἀρχόμενα οὐ γράφεται διὰ τῆϲ ει
οἷον ψιλόϲ, ψιλή, ψιλίον· ϲημαίνει δὲ τὸ ἐπιτιθέμενον ἐν ἄκροιϲ
τῶν χειρῶν, ὅπερ ἐν τῇ ϲυνηθείᾳ ψέλιον εἰώθαϲι λέγειν διὰ τοῦ ε.
ψίω τὸ ἐμβρωματίζω.
Οὐδέποτε πρὸ τῶν δύο ρρ εὑρίϲκεται δίφθογγοϲ ὑποδηματορράφοϲ, Κίρρα.
Οὐδέποτε πρὸ δύο ϲϲ δίφθογγοϲ εὑρίϲκεται οἷον ἑλίϲϲω, φρίϲϲω,
Οὐδέποτε ἡ ει δίφθογγοϲ πρὸ τῶν δύο ϲυμφώνων εὑρίϲκεται ἐν
ϲυλλήψει. εἰ δὲ ἐγράφετο δίφθογγοϲ (sc. in μίϲγω), μέμοιγα ἦν ὁ μέϲοϲ
παρακείμενοϲ· οὐκ ἔϲτι δὲ ἀλλὰ μέμιγα.
Οὐδέποτε τὸ ϲκ ἐν ϲυλλήψει ὂν ἔχει τὴν ει δίφθογγον προηγουμένην
χωρὶϲ μιᾶϲ λέξεωϲ καὶ ταύτηϲ ἀμφιβαλλομένηϲ οἷον Ἡρακλεΐϲκοϲ
Ἡρακλεῖϲκοϲ. παραδείγματα δὲ ταῦτα· βαϲιλίϲκοϲ, μειρακίϲκοϲ,
ἴϲκω. ἀμέλει ἔϲτιν εἴδω εἴϲω διὰ τῆϲ ει διφθόγγου. καὶ προϲελθόντοϲ
τοῦ κ διίϲταται τὸ ι καὶ γίνεται ἐΐϲκω διὰ μὴ δύναϲθαι τὴν ει δίφθογγον
προηγεῖϲθαι, ἡνίκα ἐϲτὶν τὸ ϲκ ἐν ϲυλλήψει· ἡνίκα δὲ γίνεται
ϲύλληψιϲ, ἀποβάλλει τὸ ε καὶ γίνεται ἴϲκω διὰ τοῦ ι.
Αἱ ἀναδιπλαϲιάϲειϲ ἀεὶ διὰ τοῦ ι γράφονται, τιτρώϲκω.
Τὰ ἀμφιβαλλόμενα κατὰ τὴν πρώτην ϲυλλαβήν, ἔχοντα δὲ ἐν τῇ
δευτέρᾳ ϲυλλαβῇ τὸ ι τὸ υ διὰ τοῦ ι γράφεται, δριμύϲ, ἰλύϲ, Τῖφυϲ,
Τῖρυϲ, κῖκυϲ, βριθύϲ, πίτυϲ, Ἶριϲ, ἶβιϲ, Ἶϲιϲ, ῥιπίϲ, Βιθυνία, Λακινία.
Πολλά ἐϲτιν ὀνόματα ἀπὸ ῥημάτων γινόμενα γραφομένων τῶν
ῥημάτων διὰ διφθόγγου, τῶν δὲ ὀνομάτων διὰ τοῦ ι οἷον πείθω πιθανόϲ,
οἰκτείρω οἰκτιρμόϲ, ϲείω ϲῖτοϲ, νείφω νιφετόϲ, λείχω λίχανοϲ.
οὕτω καὶ παρὰ τὸ λείπω λιμόϲ.
Τὰ παρὰ τὸ ἀεί διὰ τῆϲ ει διφθόγγου γράφεται, ἀείμνηϲτοϲ, ἀειγενήϲ, ἀείφρουροϲ, ἀειπάρθενοϲ, ἀειφανήϲ. τὸ μέντοι ἀΐδιοϲ μόνον διὰ τοῦ ι γράφεται παρὰ τὸ ἄΐ Αἰολικόν. καὶ τὸ ἀειπάρθενοϲ διὰ τῆϲ ει διφθόγγου γράφεται κοινῶϲ, Αἰολικῶϲ δὲ διὰ τοῦ ι.
Τὸ εἴκελοϲ διφορεῖται κατὰ τὴν γραφήν, τὰ μέντοι παῤ αὐτὸ ϲυντεθειμένα δίφθογγον ἔχει, θεοείκελοϲ, πανείκελοϲ, ἀνδρείκελοϲ.
Καθόλου τὰ εἰϲ ν λήγοντα εἴτε ἀρϲενικὰ εἴτε θηλυκὰ οὐκ ἔχει.
πρὸ τοῦ ν δίφθογγον οἷον Ἕλλην, αὐχήν, Τιτάν, Πλάτων, Τρύφων,
Ϲιδών, Χαλκηδών, δελφίν, Ϲαλαμίν. πρόϲκειται ἀρϲενικὰ καὶ θηλυκὰ
διὰ τὰ οὐδέτερα· ταῦτα γὰρ πολλάκιϲ πρὸ τοῦ ν ἔχει δίφθογγον
οἷον ὀϲτοῦν, χρυϲοῦν, χαλκοῦν, ἀργυροῦν.
Πάντα τὰ δικατάληκτα διὰ τοῦ ι μακροῦ γράφεται οἷον δελφίϲ
δελφίν, Ἐλευϲίϲ Ἐλευϲίν, χλωχίϲ χλωχίν, Τελχίϲ Τελχίν, ἑρμίϲ ἑρμίν,
Τραχίϲ Τραχίν, ῥητμίϲ ῥηγμίν, ὠδίϲ ὠδίν, πηρίϲ πηρίν, ἴϲ ἴν, ῥίϲ ῥίν,
θίϲ θίν. τὸ δὲ θίϲ καὶ ῥίϲ ὁ Ἀρίϲταρχοϲ διὰ τῆϲ ει διφθόγγου ἀξιοῖ
γράφεϲθαι καὶ ἀκολουθῶν τῇ ἐτυμολογίᾳ ἔλεγεν, ὅτι τὸ θείϲ παρὰ
τὸ θείνεϲθαί ἐϲτι· καὶ γὰρ ἐν αἰγιαλῷ θείνονται καὶ τύπτονται τὰ κύματα·
ἢ παρὰ τὸ θέειν, καὶ γὰρ ἐν αἰγιαλῷ θέει ἤγουν τρέχει τὰ κύματα.
τὸ δὲ ῥείϲ παρὰ τὸ ῥεῖν γέγονε, καὶ γὰρ ἐκ τῆϲ ῥινόϲ ῥέουϲι
καὶ κατέρχονται τὰ περιττώματα τῆϲ κεφαλῆϲ. ἀκολουθῶν οὖν ταύτῃ
τῇ ἐτυμολογίᾳ εἴρηκεν αὐτὸ διὰ τῆϲ ει διφθόγγου. ἡ δὲ παράδοϲιϲ
οἶδεν αὐτὸ διὰ τοῦ ι γράφεϲθαι.
Πάντα τὰ εἰϲ ειρ λήγοντα εἴτε ἁπλᾶ εἴτε ϲύνθετα. διὰ τῆϲ ει
διφθόγγου γράφεται οἷον χείρ παρὰ τὸ ἔχειν, ὅπερ οἱ Αἰολεῖϲ χήρ
φαϲι τρέποντεϲ τὴν ει εἰϲ τὸ η οἷον πλείων πλήων, μείων μήων,
φθείρ τὸ ἀπὸ τῆϲ φθορᾶϲ τοῦ ϲώματοϲ ἀπὸ τοῦ φθείρω, Εἴρ ὄνομα
ποταμοῦ ἀπὸ τοῦ εἴρω τὸ ϲυμπλέκω, πολύχειρ, αὐτόχειρ, ἑκατόγχειρ,
ἀντίχειρ, χρυϲοέθειρ, Βέχειρ, Ϲάπειρ, Ἀλάζειρ, Λίγειρ, Ἐλάτειρ, μεθ᾿
ὧν τὰ Βοιωτικὰ πατείρ, μήτειρ. ϲεϲημείωται τὸ Φθίρ τὸ ἐπὶ τοῦ υἱοῦ
Ἐνδυμίωνοϲ, ἀφ᾿ οὗ τὸ «Φθιρῶν ὄροϲ ἀκριτόφυλλον» (Β 868).
Τὰ εἰϲ ξ λήγοντα ἀποϲτρέφεται τὴν ει δίφθογγον οἷον πέρδιξ,
μάϲτξ, θρίξ, ψίξ, Τέμμιξ, Φοῖνιξ, Χοῖνξ, ἆϊξ, πίφιξ.
Τὰ εἰϲ ιϲ ὀξύτονα θηλυκὰ ὑπὲρ μίαν ϲυλλαβὴν κοινολεκτούμενα
ἀποϲτρέφεται τὴν ει δίφθογγον, ϲανίϲ, ῥανίϲ, βολίϲ, θυρίϲ, ἁψίϲ,
γλωϲϲίϲ, ἀϲπίϲ, ϲφραγίϲ, κρηπίϲ, κεραμίϲ, κηκίϲ, φαρκίϲ, φλυκτίϲ,
ψωφίϲ, ψηφίϲ, ψωμίϲ. πρόϲκειται «ὀξύτονα» διὰ τὸ ἀντήρειϲ, εἰϲ ὃ
ἐπερείδεταί τιϲ· «ὑπὲρ μίαν ϲυλλαβὴν» διὰ τὸ κλείϲ, ὅθεν καὶ τὸ κατάκλειϲ
«κοινολεκτούμενα»· τὸ γὰρ εὐϲεβήϲ καὶ εὐγενήϲ διὰ τῆϲ ει διφθόγγου
γράφουϲιν οἱ Βοιωτοί.
Τὰ εἰϲ ειϲ ἔχοντα οὐδέτερον εἰϲ ν διὰ τῆϲ ει διφθόγγου γράφεται
οἷον χαρίειϲ χαρίεν, ἀϲτερόειϲ ἀϲτερόεν, δενδρήειϲ δενδρῆεν, αἱματόειϲ
αἱματόεν, τιμήειϲ τιμῆεν, ἑρϲήειϲ ἑρϲῆεν, ἠχήειϲ, κερόειϲ, φωνήειϲ,
εἷϲ ἕν.
Τὰ εἰϲ ειϲ διὰ τοῦ εντοϲ κλινόμενα διὰ τῆϲ ει διφθόγγου γράφεται,
Τὰ εἰϲ ιϲ μονοϲύλλαβα μονογενῆ κοινολεκτούμενα ἀποϲτρέφεται
τὴν ει δίφθογγον, οἷον κίϲ, λίϲ πλὴν τοῦ κλείϲ καὶ κτείϲ. πρόϲκειται
«μονογενῆ» διὰ τὸ εἷϲ τριγενέϲ. «κοινολεκτούμενα» διὰ τὸ μείϲ.
Καθόλου τὰ εἰϲ ιϲ λήγοντα εἴτε ἀρϲενικὰ εἴτε θηλυκὰ εἶτε δικατάληκτα
εἴτε μὴ εἴτε ἁπλᾶ εἴτε ϲύνθετα εἴτε μακροκατάληκτα εἴτε μὴ
μακροκατάληκτα, οἷον ἂν τόνον ἐπιδέχηται, κατὰ κοινὴν διάλεκτον
ὄντα ἀποϲτρέφεται τὴν διὰ τῆϲ ει διφθόγγου γραφήν εἰ δέ τι διὰ
τῆϲ ει διφθόγγου εὑρεθῇ γραφόμενον, τοῦτο ἔχει ἐν τῇ γενικῇ ἀναφαινόμενον
τὸ ε οἷον Πάριϲ, ὄφιϲ, μάντιϲ, Θέτιϲ, κράϲτιϲ. πίϲτιϲ, ὄρνιϲ,
Βούϲιριϲ, Ὄϲιριϲ, Ἦτιϲ ὄνομα πόλεωϲ, λιπόπατριϲ, Εὔπολιϲ ἄπολιϲ,
κνημίϲ, ἀϲπίϲ, ῥανίϲ, βολίϲ, ψηφίϲ, κρηπίϲ, Ἐλευϲίϲ. πρόϲκειται «κατὰ
κοινὴν διάλεκτον» ἐπειδὴ οἱ Βοιωτοὶ τὸ λέβηϲ πένηϲ παῤ ἡμῖν διὰ τοῦ
η γραφόμενα διὰ τῆϲ ει γράφουϲιν οἷον λέβειϲ, πένειϲ. πρόϲκειται
«εἰ δέ τι εὑρεθῇ διὰ τῆϲ ει διφθόγγου γραφόμενον, τοῦτο ἔχει ἐν τῇ
γενικῇ ἀναφαινόμενον τὸ ε» διὰ τὸ χαρίειϲ χαρίεντοϲ, τιμήειϲ τιμήεντοϲ,
εἷϲ ἑνόϲ, κτείϲ κτενόϲ. ταῦτα γὰρ διὰ τῆϲ ει γράφεται καὶ ἔχει ἐν
τῇ γενικῇ τὸ ε ἀναφαινόμενον. δεῖ ϲημειώϲαϲθαι τὸ κλείϲ κλειδόϲ, ὃ
ϲημαίνει τὸ κλειδίον καὶ τὰ παῤ αὐτὸ οἷον κατάκλειϲ κατάκλειδοϲ,
ἀντήρειϲ ἀντήρειδοϲ. ϲημαίνει δὲ πᾶν εἰϲ ὃ ἐπερείδεταί τιϲ. ταῦτα γὰρ
διὰ τῆϲ ει διφθόγγου γράφεται καὶ οὐκ ἔχει τὸ ε ἐν τῇ γενικῇ ἀναφαινόμενον.
ἀντιτιθέαϲι δέ τινεϲ πρὸϲ τὸν λόγον τὸν λέγοντα «εἰ δέ
τι εὑρεθῇ διὰ τῆϲ ει διφθόγγου γραφόμενον, τοῦτο ἔχει ἐν τῇ γενικῇ
τὸ ε», ἰδοὺ γὰρ τὸ ὄφιϲ ὄφεωϲ καὶ πόλιϲ πόλεωϲ καὶ μάντιϲ μάντεωϲ
καὶ τὰ ὅμοια ἔχει ἐν τῇ γενικῇ τὸ ε ἀναφαινόμενον καὶ οὐ γράφεται
διὰ τῆϲ ει διφθόγγου, ἀλλὰ διὰ τοῦ ι. πρὸϲ οὕϲ ἐϲτιν εἰπεῖν,
ὅτι τοῦτο γίνεται, ἐπειδὴ οὐκ ἔϲτι κοινὸν τὸ ε, ἀλλὰ κατὰ Ἀττικούϲ.
ἐϲτι γὰρ ὄφιϲ ὄφιοϲ κοινῶϲ. οἱ Ἀττικοὶ οὖν ἔτρεψαν τὸ ι εἰϲ ε καὶ
τὸ ο εἰϲ ω καὶ ἐγένετο ὄφεωϲ καὶ πόλεωϲ.
Τὰ εἰϲ ψ λήγοντα πᾶϲαν δίφθογγον ἀποϲτρέφεται, λίψ, θρίψ, αἰγίλιψ, Κίνυψ, Κύκλωψ, Πέλοψ, ἴψ, ϲκίψ, ὃ καὶ ϲκνίψ καὶ κνίψ λέγουϲιν, Νίψ Nιβόϲ ὄνομα κρήνηϲ.
Πᾶν ὄνομα ϲτοιχείου εἰϲ ι καταλῆγον οὐκ ἔχει αὐτὸ ἐν διφθόγγῳ
γράφεται, ἵνα εὑρεθῇ ἀπὸ τοῦ ε ἀρχόμενον.
Περὶ ὀνομάτων.
Περὶ τῶν εἰϲ αν.
Τὰ εἰϲ αν οὐ παραλήγεται τῇ ει διφθόγγῳ οἷον Ἀλκμάν, Παιάν,
Ἑρμάν, Ποτιδάν ὁ Ποϲειδῶν, Τιτάν. τὸ γὰρ Ἀργειάν, ἔϲτι δὲ ὄνομα
ὄρουϲ Μεϲϲηνίαϲ, ἀπὸ τοῦ Ἀργεῖοϲ ἔχει τὴν δίφθογγον.
Περ τῶν εἰϲ ων.
Πᾶν ὄνομα ἀρϲενικὸν ἢ θηλυκὸν εἰϲ δων λῆγον ἑνὶ φωνήεντι θέλει
παραλήγεϲθαι, Ϲιδών ἐπὶ τοῦ πολίτου καὶ ἐπὶ τῆϲ πόλεωϲ, Ϲαρπηδών,
ϲηπεδών, χελιδών, ϲινδών. τὸ δὲ Ποϲειδῶν διφορεῖται. παρὰ γὰρ
τοῖϲ Ἀθηναίοιϲ διὰ τῆϲ ει διφθόγγου γράφεται, οἱ δὲ Αἰολεῖϲ καὶ οἱ
Δωριεῖϲ διὰ τοῦ ι.
Πάντα τὰ εἰϲ ιμων κύρια παροξύτονα διὰ τοῦ ι γράφεται, οἷον Ϲίμων, Τίμων, Κίμων. τὸ γὰρ λειμών καὶ χειμών ὀξύνονται.
Πάντα τὰ εἰϲ μων βαρύτονα ὑπὲρ δύο ϲυλλαβὰϲ παρὰ τὸ εἷμα γινόμενα τουτέϲτιν τὸ ἔνδυμα, διὰ τῆϲ ει διφθόγγου γράφεται οἷον λευχείμων, ἀνείμων, μελανείμων.
Τὰ εἰϲ ιφρων διὰ μόνου τοῦ ι γράφεται οἷον καλλίφρων, μελίφρων, Ἀλκίφρων, περίφρων.
Τὰ εἰϲ των λήγοντα μὴ ὄντα κοινὰ τῷ γένει οὐ θέλει τῇ ει διφθόγγῳ παραλήγεϲθαι οἷον Βίτων, χιτών, Τρίτων ὄνομα ποταμοῦ, Κρίτων, Ἴτων, Ἀρίϲτων, Χαρίτων. πρόϲκειται «μὴ κοινὰ τῷ γένει» διὰ τὸ ὁ γείτων καὶ ἡ γείτων.
Τὰ εἰϲ ων καθαρὰ ϲυγκριτικὰ οὐ παραλήγεται τὴν ει δίφθογγον,
ἀλλὰ τὸ ι, ἀλγίων, αἰϲχίων, βραδίων, ταχίων, ἡδίων, γλυκίων, βελτίων
κακίων, φιλίων, μεθ᾿ ὧν καὶ διπλαϲίων, χωρὶϲ τοῦ χερείων καὶ ἀρείω
καὶ διϲυλλαβῶν τινων μείων, πλείων.
Τὰ ἐπὶ μηνῶν τῶν Ἀθηναίων διὰ τοῦ ι γράφεται κατὰ τὴν
Καθόλου τὰ διὰ τοῦ ιων βαρύτονα τρέποντα τὸ ω ἐν τῇ γενικῇ
εἰϲ τὸ ο εἴτε κύρια εἴτε μὴ κύρια ἀποϲτρέφεται τὴν ει δίφθογγον
κατὰ τὴν παραλήγουϲαν οἷον Ἐχίων Ἐχίονοϲ, βραχίων βραχίονοϲ,
Ἰξίων Ἰξίονοϲ, Πανδίων Πανδίονοϲ, πίων πίονοϲ ὁ λιπαρόϲ, Ἀμφίων
Ἀμφίονοϲ, Ἀρίων Ἀρίονοϲ, Δηΐων Δηΐονοϲ, πρίων πρίονοϲ, κίων κίονοϲ,
κυλλοποδίων κυλλοποδίονοϲ, Ὑπερίων Ὑπερίονοϲ.
Τὰ διὰ τοῦ ειων διὰ τῆϲ ει διφθόγγου γράφεται μὴ ὄντα ϲυγκριτικὰ
φυλάττοντα τὸ ω κατὰ τὴν γενικὴν οἷον Ἀτρείων Ἀτρείωνοϲ,
Καδμείων Καδμείωνοϲ, Ἀργείων Ἀργείωνοϲ, Πηλείων Πηλείωνοϲ. πρόϲκειται
«μὴ ϲυγκριτικὰ» διὰ τὸ χερείων χερείονοϲ, ἀρείων ἀρείονοϲ. τὸ
δὲ Ὠρίων Ὠρίωνοϲ Εὐριπίδηϲ ϲυνέϲτειλεν.
Τὰ εἰϲ δηϲ εἰϲ ων ἔχοντα πατρωνυμικὰ τὴν αὐτὴν παραλήγουϲαν
θέλει ἔχειν, Κρονίδηϲ Κρονίων, Ἀτρείδηϲ Ἀτρείων.
Περὶ τῶν εἰϲ ξ
Τὰ εἰϲ αξ ἀποϲτρέφεται τὴν ει δίφθογγον κατὰ τὴν παραλήγουϲαν οἷον Φαῖαξ, κλῖμαξ, κόραξ, θρῖδαξ πλὴν τοῦ μεῖραξ καὶ λεῖμαξ, ϲημαίνει δὲ τὸν λειμῶνα, καὶ τοῦ ἐν τῇ ϲυνηθείᾳ λεγομένου λείαξ.
Περὶ τῶν εἰϲ ρ.
Τὰ εἰϲ ηρ βαρύτονα ἑνὶ φωνήεντι θέλει παραλήγεϲθαι οἷον Πίηρ, πλὴν τοῦ Ἐξαύτηρ.
Περὶ τῶν εἰϲ αϲ.
Τὰ εἰϲ αϲ εἴτε ὀξύτονα εἴτε περιϲπώμενα ἀρϲενικὰ οὐ θέλει τῇ
ει διφθόγγῳ παραλήγεϲθαι οἷον Ζηνᾶϲ, Μητρᾶϲ, Γλιϲᾶϲ, Κερκιδᾶϲ,
πινακᾶϲ, Φιλητᾶϲ, Κομητᾶϲ, Μαρικᾶϲ, ἱλᾶϲ ὁ εὐμενήϲ, ἱμάϲ, ἀνδριάϲ.
πρόϲκειται «ἀρϲενικὰ διὰ τὸ πελειάϲ Ἡρακλειάϲ θηλυκά.
Τὰ διὰ τοῦ ιαϲ ὑπὲρ δύο ϲυλλαβὰϲ ἀρϲενικὰ διὰ τοῦ ι γράφεται
οἷον Χαβρίαϲ, Ἱππίαϲ, φρονηματίαϲ, Κινηϲίαϲ, Ϲωϲίαϲ, πωγωνίαϲ,
Γλαυκίαϲ, τοξίαϲ, Λυϲίαϲ, Ἀγρίαϲ, Γοργίαϲ, Φανίαϲ, τραυματίαϲ, ὀνοματίαϲ.
τὸ γὰρ Αἰνείαϲ καὶ Αὐγείαϲ καὶ Ἑρμείαϲ ἐκ τοῦ Αἰνέαϲ καὶ
Αὐγέαϲ καὶ Ἑρμέαϲ πλεοναϲμῷ τοῦ ι γέγονεν. ὡϲαύτωϲ καὶ παρείαϲ ὁ
ὄφιϲ διὰ τῆϲ ει διφθόγγου, τὸ δὲ Παρίαϲ κύριον διὰ τοῦ ι γράφεται.
Περὶ τῶν εἰϲ ηϲ.
Τὰ εἰϲ οϲ ἀρϲενικὰ εἴτε ἀπὸ εὐθείαϲ εἴτε ἀπὸ γενικῆϲ ποιοῦντα
πατρωνυμικὰ ἢ τύπον πατρωνυμικὸν ἔχοντα εἰϲ δηϲ διὰ τοῦ ι γράφει
τὴν παραλήγουϲαν, Κρονίδηϲ, Κλυτίδηϲ, Πριαμίδηϲ, Τανταλίδηϲ, Ἑκτορίδηϲ,
Πελοπίδηϲ, Κεκροπίδηϲ, Μεμνονίδηϲ, Φοινικίδηϲ,
Λεωνίδηϲ, Ἀπολλωνίδηϲ, Βηλίδηϲ, Κοδρίδηϲ, Λαγίδηϲ, Ὑπερίδηϲ
— ὥϲπερ γὰρ παρὰ τὴν ἀνά πρόθεϲιν γίνεται Ἄνιοϲ καὶ παρὰ τὴν
ὑπό Ὕπιοϲ ποταμόϲ, οὕτω καὶ παρὰ τὴν ὑπέρ ὕπεροϲ καὶ ἐκεῖθεν
λοιπὸν Ὑπερίδηϲ — Εὐριπίδηϲ. τύπου δὲ πατρωνυμικοῦ ὄντα παρετάθηϲαν
διὰ τῆϲ ει Λυϲιθείδηϲ, Κηκείδηϲ, Κυθνείδηϲ, Ὠρείδηϲ, Ἐχεφυλλείδηϲ,
Ϲκυθρωπείδηϲ, Θαρρελείδηϲ, Φιλομηλείδηϲ «Φιλομηλείδῃ ἐπάλαιϲεν
ἀναϲτάϲ» (Od. δ 343).
Τὰ ἀπὸ τῶν εἰϲ ηϲ εἰϲ τὴν ου δίφθογγον ἐχόντων τὴν γενικὴν
διὰ τοῦ ιδηϲ γινόμενα διὰ τοῦ ι γράφεται οἷον Λυκάμβηϲ Λυκάμβου
Λυκαμβίδηϲ, κορυνήτηϲ κορυνήτου Κορυνητίδηϲ, Βούτηϲ Βούτου
Βουτίδηϲ.
Τὰ ἀπὸ τῶν εἰϲ ηϲ εἰϲ ουϲ ἐχόντων τὴν γενικήν, εἰ μὲν βραχείᾳ
παραλήγεται, διὰ τοῦ ι γράφεται, Εὐτυχίδηϲ, Πλειϲθενίδηϲ, Ἀχαιμενίδηϲ·
εἰ δὲ μακρᾷ παραλήγεται, διὰ τῆϲ ει Εὐήρηϲ Εὐηρείδηϲ, Εὐκλείδηϲ,
Ἡρακλείδηϲ, Χαρικλείδηϲ. τὸ δὲ Θουκυδίδηϲ, Θραϲυμηδίδηϲ, Δικηρίδηϲ
τύπου ἔχονται πατρωνυμικοῦ.
Τὰ ἀπὸ τῶν εἰϲ ϲῦϲ ὄντα πατρωνυμικὰ διὰ τῆϲ ει θέλει γράφεϲθαι, Πηλείδηϲ, Ἀτρείδηϲ, Αἰγείδηϲ, Νηλείδηϲ, Βαϲιλείδηϲ, Οἰνείδηϲ· τὸ δὲ Ἀλκείδηϲ ἀπὸ τοῦ Ἀλκαῖοϲ τροπῇ τῆϲ αι διφθόγγου εἰϲ τὴν ει.
Τὰ ἀπὸ τῶν εἰϲ ωϲ Ἀττικῶν διὰ τῆϲ ει γράφεται, ὁ Νείλεωϲ
τοῦ Νείλεω Νειλείδηϲ ὁ υἱὸϲ τοῦ Νείλεω, ὁ Εὔνεωϲ τοῦ Εὔνεω Εὐνείδηϲ.
Τὰ εἰϲ δηϲ μητρωνυμικὰ διὰ τοῦ ι γράφεται οἷον Λητωΐδηϲ ὁ υἱὸε
τῆϲ Λητοῦϲ, Λαναΐδηϲ ὁ υἱὸϲ τῆϲ Λανάηϲ, Φιλυρίδηϲ ὁ υἱὸϲ Φιλύραϲ.
ὅθεν Νιοβίδηϲ ὁ τῆϲ Νιόβηϲ. ὅθεν τὸ Φιλομηλείδηϲ τὸ παῤ Ὁμήρῳ
οὐ λέγομεν εἶναι πατρωνυμικὸν οὐδὲ λέγομεν τὸν υἱὸν τῆϲ Φιλομήλαϲ.
ὄνομα κύριόν ἐϲτιν. εἰ γὰρ ἦν μητρωνυμικόν, διὰ τοῦ ι ὤφειλεν εἶναι
καὶ ὁ Διονύϲιοϲ λέγει ὅτι ἀπὸ μητέρων οὐ ϲχηματίζει πατρωνυμικὸν ὁ
Ὅμηροϲ.
Τὰ διὰ τοῦ ινηϲ ἀποϲτρέφεται τὴν ει δίφθογγον, Αἰϲχίνηϲ, Ϲμικρίνηϲ, Λεπτίνηϲ, ἀργυροδίνηϲ.
Τὰ διὰ τοῦ ιϲηϲ πάντα διὰ τοῦ ι γράφεται οἷον Ἀγχίϲηϲ, Ἀντίϲηϲ, Ἀμφίϲηϲ, Ἐρίϲῃϲ ὄνομα κύριον, Κυρίϲηϲ ποταμὸϲ Κελτικῆϲ, Τιπανίϲηϲ ἐθνικόν.
Τὰ εἰϲ ιτηϲ παρώνυμα μὴ ἔχοντα ἀντιπαρακείμενον τὸ ο μήτε ἀπὸ
πρωτοτύπου τὸ ε διὰ τοῦ ι γράφεται, Μεμφίτηϲ, τοπίτηϲ, πολίτηϲ, Ναυκρατίτηϲ,
τεμενίτηϲ, Ἀϲκαλωνίτηϲ, βωνίτηϲ, ἐπαλξίτηϲ, Θερϲίτηϲ, λοχίτηϲ,
μεϲίτηϲ, Μαργίτηϲ, Ταυρομενίτηϲ, Φαϲηλίτηϲ, Χρυϲίτηϲ, ζευγίτηϲ,
ϲτυλίτηϲ, ἑρκίτηϲ, ϲτεφανίτηϲ, πυρίτηϲ, ὁδίτηϲ, μαγνίτηϲ, φεγγίτηϲ,
λυχνίτηϲ καὶ εἴ τι ὅμοιον. πρόϲκειται «μὴ ἔχοντα ἀντιπαρακείμενον τὸ
ο» διὰ τὸ ἀλείτηϲ· ἀντιπαράκειται γὰρ αὐτῷ ἀλοίτηϲ. καθόλου δὲ τὰ
ἔχοντα τὸ ο ἀντιπαρακείμενον ἔχει τὸ ε ἐγκείμενον ἐν τοῖϲ ῥήμαϲιν ὥϲπερ
ϲπείρω ϲπορά καὶ φθείρω φθορά, οὕτωϲ ἀλείτηϲ ἀλοίτηϲ κατὰ διάλεκτον
Αἰολικήν· οἱ γὰρ Αἰολεῖϲ τὴν ει δίφθογγον εἰϲ οι τρέπουϲι· τὸ γὰρ ὄνειροϲ
ὄνοιροϲ λέγουϲι καὶ τὸ ἐπείγω ἐποίγω. γίνεται δὲ παρὰ τὸ ἀλιτῶ
τὸ ἁμαρτάνω ἀλείτηϲ ὁ ἁμαρτωλόϲ παρὰ τὸ τὰϲ λιτὰϲ μὴ τηρεῖν· ὅθεν
καὶ Ἀλεξίων τὸ ἀλείτηϲ ἠξίου διὰ τοῦ ι γράφεϲθαι· ἡ δὲ παράδοϲιϲ
διὰ τῆϲ ει διφθόγγου. πρόϲκειται «μὴ ἀπὸ πρωτοτύπου τὸ ε ἔχοντα»·
τὰ γὰρ ἀπὸ τῶν εἰϲ ευϲ διὰ τοῦ ειτηϲ γινόμενα διὰ τῆϲ ει διφθόγγου
γράφει τὴν παραλήγουϲαν οἷον ἱερεύϲ ἱερείτηϲ, Ϲαμαρεύϲ Ϲαμαρείτηϲ,
Ἀταρνεύϲ Ἀταρνείτηϲ. τὸ δὲ τραπεζίτηϲ ἐπὶ διαφόρου ϲημαϲίαϲ διάφορον
ἔϲχε τῆϲ παραληγούϲηϲ τὴν γραφήν. ἐπὶ μὲν γὰρ τοῦ ἐν τῇ ἀγορᾶ
διαπονουμένου διὰ τοῦ ι γράφεται, παρὰ τὸ τράπεζα· ἐπὶ δὲ τοῦ κυνόϲ,
ἐπεὶ ἀπὸ τοῦ τραπεζεύϲ παρῆκται, διὰ τῆϲ ει διφθόγγου γράφεται.
τοῦτο δὲ παῤ Ἰβύκῳ εἴρηται κατὰ τροπὴν τῆϲ ει διφθόγγου εἰϲ
η. ἔτι τὰ παρὰ τῶν εἰϲ εια γινόμενα διὰ τῆϲ ει διφθόγγου γράφεται,
Ζέλεια Ζελείτηϲ, Καυκώνεια Καυκωνείτηϲ, Δικαιάρχεια Δικαιαρχείτηϲ,
Ἀγνώνεια Ἀγνωνείτηϲ, Μαρώνεια Μαρωνείτηϲ. ἔτι τὰ ἀπὸ τῆϲ εἰϲ οϲ
εὐθείαϲ ἢ γενικῆϲ τὸ ε παραληγομένηϲ γινόμενα διὰ τῆϲ ει διφθόγγου
γράφεται Ὠρεόϲ Ὠρεοῦ Ὠρεΐτηϲ καὶ κατὰ ϲύνοδον τοῦ ε καὶ ι Ὠρείτηϲ.
Ἕλοϲ Ἕλεοϲ Ἑλεΐτηϲ καὶ Ἑλείτηϲ. ἔδει οὖν καὶ ἀπὸ τοῦ Βορυϲθένηϲ
Βορυϲθένεοϲ Βορυϲθενείτηϲ διὰ διφθόγγου· οὐ γὰρ ὅμοιον τῷ τεμενίτηϲ.
οὐδὲ τῷ ἑρκίτηϲ· οὐ γὰρ ἀπὸ τῆϲ γενικῆϲ ἀλλ᾿ ἀπὸ τῆϲ εἰϲ οϲ εὐθείαϲ
ταῦτα καὶ εἰκότωϲ ἔχει τὸ ι τὸ δὲ Βορυϲθένηϲ οὐκ εἰϲ οϲ λήγει.
ἀλλ᾿ ἠκολούθηϲε τῷ πλείονι χαρακτῆρι διὰ τοῦ ι, τὰ γὰρ διὰ διφθόγγου
ὀλίγα· ἔτι καὶ πάντα παρὰ τὸ ῥέειν διὰ τῆϲ ει διφθόγγου γράφεται,
εὐρρείτηϲ, βαθυρρείτηϲ, ἀκαλαρρείτηϲ ὁ ἡϲύχωϲ ῥέων. ἀκαλὸν γὰρ
παρὰ Ϲικελοῖϲ τὸ ἥϲυχον.
Περὶ τῶν εἰϲ ιϲ.
Τὰ εἰϲ ριϲ βαρύτονα τῇ ει διφθόγγῳ οὐ παραλήγεται οἷον ἔριϲ,
ἶριϲ, ἔϲτι δὲ εἶδοϲ ὀρνέου, καὶ Ἶριϲ, δῆριϲ, Ϲῖριϲ, ἔϲτι δὲ ὄνομα πόλεωϲ
Φοινίκηϲ, ξῖριϲ, ἔϲτι δὲ εἶδοϲ ἀρωματικοῦ φυτοῦ, κῖριϲ, ἔϲτι δὲ εἶδοϲ
ἱέρακοϲ· λέγεται δὲ καὶ παρὰ Κυπρίοιϲ Κῖριϲ ὁ Ἄδωνιϲ, παρὰ δὲ Λάκωϲιν
ὁ λύχνοϲ. πρόϲκειται «βαρύτονα» διὰ τὸ χειρίϲ χειρῖδοϲ.
Περὶ τῶν εἰϲ οϲ.
Τὰ διὰ τοῦ ιοϲ διϲύλλαβα ἀρϲενικὰ τὴν ει δίφθογγον ἀποϲτρέφεται,
βίοϲ, βιόϲ τὸ τόξον, δῖοϲ, Δῖοϲ τὸ κύριον, ἴοϲ ὁ μόνοϲ, ἰόϲ τοῦ ὄφεωϲ,
μνιόϲ ὁ ἁπαλόϲ παῤ Εὐφορίωνι, Χῖοϲ ὁ πολίτηϲ τῆϲ Χίου. Θρῖοϲ
ὄνομα ποταμοῦ, Κίοϲ ὄνομα κύριον, Πῖοϲ ὄνομα κύριον, Τίοϲ ὄνομα
κύριον, Κρῖοϲ ὄνομα Τιτᾶνοϲ καὶ κριόϲ ὁ προηγούμενοϲ τῆϲ ποίμνηϲ
παρὰ τὸ κεκρίϲθαι τὰϲ τρίχαϲ· διαφέρουϲι γὰρ αἱ τρίχεϲ τοῦ κριοῦ τῶν
ἄλλων ζῴων. τινὲϲ δὲ λέγουϲι παρὰ τὸ κέραϲ γίνεϲθαι κεριόϲ καὶ
ϲυγκοπῇ κριόϲ. οὐ καλῶϲ. κεραῖοϲ γὰρ ὤφειλεν εἶναι ὡϲ κνέφαϲ κνεφαῖοϲ,
οὖδαϲ οὐδαῖοϲ. πρόϲκειται «ἀρϲενικά» διὰ τὸ νειόϲ, ὃ ϲημαίνει.
τὴν ἀρουραίαν γῆν. ἔϲτι δὲ θηλυκόν. ϲεϲημείωται ταῦτα· θεῖοϲ, Κεῖοϲ
ὁ τῆϲ Κέω πόλεωϲ, πλεῖοϲ, μεῖοϲ, λεῖοϲ, ῥεῖοϲ, οὕτω δὲ λέγουϲιν οἱ
Κύπριοι τὸν ἀϲθενῆ παρὰ τὸ ῥεῖα, ὃ ϲημαίνει τὸ εὐχερέϲ. χρεῖοϲ παρὰ
τὴν χρείαν. τὸ δὲ Φλῖοϲ — ϲημαίνει δὲ τὸν Διόνυϲον· ἔϲτι δὲ καὶ
ὄνομα πόλεωϲ — διφορεῖται. τινὲϲ μὲν γὰρ διὰ τοῦ ι γράφουϲιν αὐτό,
τινὲϲ δὲ διὰ τῆϲ ει διφθόγγου.
Τὰ ἀπὸ τῶν εἰϲ ϲ ληγόντων ὀνομάτων μονοϲυλλάβων περιϲπωμένων
διὰ τοῦ ειοϲ παραγόμενα διὰ τῆϲ ει γράφεται οἷον βοῦϲ βόειοϲ,
ϲῦϲ ϲύειοϲ, μῦϲ μύειοϲ, παῖϲ παιδεῖοϲ τρόποϲ· δεῖ δὲ προϲθεῖναι μὴ
ἀπὸ τῶν εἰϲ αυϲ, ἐπειδὴ ταῦτα διὰ τοῦ ι γράφεται οἶον γραῦϲ γράϊοϲ
Τὰ ἀπὸ τῶν ἄλλων μονοϲυλλάβων τῶν μὴ ληγόντων εἰϲ ϲ διὰ τοῦ
ιοϲ παραγόμενα, μὴ ϲημαίνοντα μέροϲ ϲωματικὸν ἢ μετουϲίαν διὰ τοῦ
ι γράφεται οἷον νύξ νύχιοϲ, μήν μήνιοϲ, ϲκοτομήνιοϲ, ϲημαίνει δὲ τὴν
ἐϲκοτιϲμένην νύκτα, Ϲτύξ Ϲτύγιοϲ, Θρᾷξ Θράκιοϲ, χθών χθόνιοϲ, Φρύξ
Φρύγιοϲ, Κάρ Κάριοϲ. πρόϲκειται «μὴ ϲημαίνοντα μέροϲ ϲωματικὸν»
διὰ τὸ χήν χήνειοϲ, θήρ θήρειοϲ πούϲ. πρόϲκειται «μὴ μετουϲιαϲτικὰ»
διὰ τὸ φλόξ φλόγειοϲ ἤγουν ὁ μετέχων πυρόϲ.
Τὰ διὰ τοῦ ειοϲ ϲημαίνοντα μέροϲ ϲωματικὸν ἢ μετουϲίαν διὰ τῆϲ ει
διφθόγγου γράφεται· τὰ ϲημαίνοντα μέροϲ ϲωματικὸν οἱον ἀνθρώπειοϲ
χείρ, βουβάλειον κέραϲ, ἐλάφειοϲ βύρϲα, βόειοϲ ὁπλή, χοίρειοϲ, δόρκειοϲ,
θήρειοϲ, γύπειοϲ χολή, δρακόντειον αἷμα. τὸ δὲ κύριον διὰ
τοῦ ι Δρακόντιοϲ. λέοντειοϲ δορά. τὸ δὲ κύριον διὰ τοῦ ι. μετουϲιαϲτικὰ
δὲ οιον χάλκειοϲ ὁ μετέχων τοῦ χαλκοῦ καὶ χρύϲειοϲ ὁ μετέχων
χρυϲοῦ. ἀργύρειοϲ, ϲιδήρειοϲ, δούρειοϲ.
Πάντα τὰ εἰϲ οϲ καθαρὸν κτητικὰ ἀπὸ τῶν εἰϲ ροϲ γινόμενα μὴ
ἀπὸ πόλεωϲ παραλήγεται ἡ ει δίφθογγοϲ οἷον ταῦροϲ ταύρειοϲ, χοῖροϲ
χοίρειοϲ, ἄργυροϲ ἀργύρειοϲ ὡϲ χρύϲειοϲ. τὰ γὰρ ἀπὸ πόλεωϲ τὴν
παραγωγὴν ἔχοντα διὰ τοῦ ι γράφεται οἷον Τύριοϲ, Κύπριοϲ. ϲεϲημείωται
τὸ Κάριοϲ παρὰ τὸ Κάρ Καρόϲ τῷ κανόνί τῶν μονοϲυλλάβων.
Τὰ διὰ τοῦ ρειοϲ ἀπὸ τῶν εἰϲ ροϲ ἐχόντων τὸ τ τῆϲ προηγουμένηϲ
ϲυλλαβῆϲ ἐχούϲηϲ τὸ ε ἔχει τὸ ει διὰ τῆϲ ει διφθόγγου γραφόμενον
οἷον ἀβέλτεροϲ ἀβελτέρειοϲ, ἕτεροϲ ἑτέρειοϲ, ἡμέτεροϲ ἡμετέρειοϲ. τὸ
νέρτεροϲ νερτέριοϲ οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ οὐκ ἔχει φύϲει ἐν τῇ προηγουμένῃ
τοῦ τ ϲυλλαβῇ τὸ ε. ἐνερότεροϲ γὰρ ἦν παρὰ τὴν ἔραν τὴν
γῆν ϲυγκοπῇ τοῦ ο καὶ ἀφαιρέϲει τοῦ ἕ γίνεται νέρτεροϲ καὶ λοιπὸν
ὡϲ μὴ ἐχούϲηϲ φύϲει ἐν τῇ προηγουμένῃ τοῦ τ ϲυλλαβῇ τὸ ε οὐκ
ἠκολούθηϲε τούτοιϲ.
Τὰ διὰ τοῦ ιοϲ καθαρὸν ἐχούϲηϲ τῆϲ παραληγούϲηϲ τὸ ρ, καιροῦ
ὑπόνοιαν ἔχοντα, διὰ τοῦ ι γράφεται χωρὶϲ εἰ μὴ ὦϲιν ἀπὸ τῶν εἰϲ
οϲ οὐδετέρων οἱον καίριοϲ ἀκαίριοϲ, ἀώριοϲ «πραγμάτων ἀωρίων»,
παναώριοϲ «ἀλλ’ ἕνα παῖδα τέκεν παναώριον» (Ω 540), ἑϲπέριοϲ, ἡμέριοϲ,
ἠέριοϲ. εἶπον χωρὶϲ εἰ μὴ ὦϲιν ἀπὸ τῶν εἰϲ οϲ οὐδετέρων διὰ
τὸ θέροϲ θέρειοϲ.
Τὰ ἀπὸ τῶν εἰϲ ηϲ εἴτε περιττοϲυλλάβωϲ κλίνεται εἴτε ἰϲοϲυλλάβωϲ,
διὰ τὸ ἱκέτηϲ ἱκέϲιοϲ, δεϲπότηϲ δεϲπόϲιοϲ, ϲυμπότηϲ ϲυμπόϲιοϲ.
Τὰ ἀπὸ τῶν εἰϲ ϲῦϲ ὑπὲρ μίαν ϲυλλαβὴν διὰ τοῦ ειοϲ παραγόμενα διὰ τῆϲ ει γράφεται οἷον Ὀδυϲϲεύϲ Ὀδύ(ϲειοϲ, Ἀχιλλεύϲ Ἀχίλλειοϲ, βαϲιλεύϲ βαϲίλειοϲ. καὶ τὸ κύριον δὲ ὄνομα διὰ τῆϲ ει διφθόγγου γράφεται.
Τὰ ἀπὸ τῶν εἰϲ ιϲ διὰ τοῦ ειοϲ γινόμενα πρὸ μιᾶϲ ἔχοντα τὸν
τόνον διὰ τῆϲ ει διφθόγγου γράφεται, δῆριϲ δηρεῖοϲ καὶ τροπῇ Δαρεῖοϲ
οἱονεὶ ὁ πολεμικόϲ. Ἦτιϲ ὄνομα πόλεωϲ καὶ Ἠτεῖοϲ ὁ πολίτηϲ,
μάνιϲ μαντεῖοϲ ὁ Ἀπόλλων. ἔφοροϲ γὰρ τῆϲ μαντείαϲ. πρόϲκειται
«πρὸ μιᾶϲ ἔχοντα τὸν τόνον», ἐπειδὴ ἀπὸ τοῦ μάντιϲ γίνεται κύριον
Μάντιοϲ.
Τὰ ἀπὸ τῶν εἰϲ ωρ, εἰ μὲν τρέπει τὸ ω, διὰ τῆϲ ε διφθόγγου γράφεται διὰ τὸ εἶναι κτητικὰ οἱον Νέϲτωρ Νεϲτόρειοϲ «Nεϲτορέῃ παρὰ νηΐ» (Β 54) εἰ δὲ φυλάττει τὸ ω, διὰ τοῦ ι οἷον πέλωρ πελώριοϲ, ἕλωρ ἑλώριοϲ.
Αἱ γενικαὶ αἱ εἰϲ τοϲ λήγουϲαι τὰ κτητικὰ διὰ τῆϲ ει διφθόγγου
ϲχηματίζουϲιν οἷον Αἴαντοϲ Αἰάντειοϲ, Θόαντοϲ Θοάντειοϲ, Βύζαϲ Βύζαντοϲ
Βυζάντειοϲ τὸ κτητικὸν Βυζαντίου, Βυζάντιοϲ δὲ τὸ ἐθνικόν.
Ἄβαϲ Ἄβαντοϲ Ἀβάντειοϲ τὸ κτητικὸν ἢ τοῦ κυρίου ἢ τῶν Ἀβάντων.
τὸ δὲ Ὑάντιοϲ ὡϲ ἐθνικὸν ϲυνέϲτειλεν Ἀπολλώνιοϲ ἐν τῷ «Ὑαντίου
Ὀγχϲτοῖo (Arg. IIl 1241) ἢ παρὰ λόγον ὡϲ Ποιάντιον ἀγλαὸν
υἱόν » (Od. γ 190) καὶ παρὰ τὸ Ἀπέϲαϲ Ἀπεϲάντειοϲ ἔμελλεν εἶναι
ὥϲπερ Αἴαϲ Ααντοϲ Αἰάντειοϲ, ἀλλὰ λέγεται Zεὺϲ Ἀπεϲάντιοϲ.
Πάντα τὰ εἰϲ ιοϲ κτητικὰ ἀπὸ πρωτοτύπων εἰϲ τοϲ γινόμενα, εἰ
μεταβάλλει τὸ τ εἰϲ ϲ, διὰ τοῦ ι γράφεται οἷον ἄμβροτοϲ ἀμβρόϲιοϲ,
ἀκήρατοϲ ἀκηράϲιοϲ, ἐνιαυτόϲ ἐνιαύϲιοϲ, πλοῦτοϲ πλούϲιοϲ. εἰ δὲ φυλάττει
τὸ τ, διὰ τῆϲ ει διφθόγγου γράφεται οἱον Καλλίϲτρατοϲ Καλλιϲτράτειοϲ,
Ἀρχέϲτρατοϲ Ἀρχεϲτράτειοϲ. παράλογον δὲ τὸ «Αἰπύτιον
παρὰ τύμβον» (Β 604). δεῖ προϲθεῖναι «εἰ μὴ ἐθνικὰ εἴη». ταῦτα δὲ
Τὰ ἀπὸ τῶν εἰϲ ων βαρυτόνων διὰ τοῦ ντ διὰ τῆϲ ει διφθόγγου γράφεται λέων λεόντειοϲ δορά κτλ. fr. 39.
Τὰ ἀπὸ τῶν εἰϲ ων ὀξυτόνων διὰ τοῦ ιοϲ παραγόμενα κτητικὰ διὰ τοῦ ι γράφεται οἷον Παφλαγών Παφλαγόνοϲ Παφλαγόνιοϲ, Καλυδών Καλυδῶνοϲ Καλυδώνιοϲ, χθών χθονόϲ χθόνιοϲ.
Τὰ ἀπὸ τῶν εἰϲ οϲ οὐδετέρων παραγόμενα ἀρϲενικά, εἰ μὲν τὸ α
παραλήγοιτο, διὰ τοῦ ι ϲχηματίζεται οἷον ἅγοϲ ἅγιοϲ, θάλποϲ Θάλπιοϲ,
πέλαγοϲ πελάγιοϲ. εἰ δὲ μὴ παραλήγοὶτο τὸ α, διὰ τῆϲ ει διφθόγγου
γράφεται οἷον τέλοϲ τέλειοϲ, ὄροϲ ὄρειοϲ, εἶδὸϲ εἴδειοϲ, ἕρκοϲ
ἕρκειοϲ, ἦθοϲ ἠθεῖοϲ, κῆδοϲ κήδειοϲ. ϲεϲημείωται τὸ τέμενοϲ τεμένιοϲ,
διὰ τοῦ ι γραφόμενον, ἵνα μὴ εὑρεθῇ τὸ ε ἀλλεπάλληλον ἐν τριϲὶ ϲυλλαβαῖϲ.
Τὰ παρὰ τὸ γέα διὰ τῆϲ ει διφθόγγου γράφεται οἷον βαθύγειοϲ, εὔγειοϲ, ἔγγειοϲ, μεϲόγειοϲ, κατώγειοϲ, ὑπόγειοϲ, ἀνώγειοϲ, γέγειοϲ ὁ ἀρχαῖοϲ. ἀπὸ γὰρ τοῦ γέα γέγονε γέειοϲ διὰ τῆϲ ει διφθόγγου καὶ κατὰ πλεοναϲμὸν τοῦ γ γέγειοϲ.
Τὰ κτητικὰ τὰ ὑπὲρ δύο ϲυλλαβὰϲ ἔχοντα μακρὰν τὴν παραλήγουϲαν
οὐδέποτε διὰ τοῦ ι γράφεται, ἀλλὰ διὰ διφθόγγου οἷον Αἰάντειοϲ,
κύνειοϲ, αἴγειοϲ, ἀνθρώπειοϲ, Ἀργεῖοϲ.
Τὰ διὰ τοῦ ιοϲ τριϲύλλαβα βαρύτονα ἔχοντα ἐν τῇ πρώτῃ ϲυλλαβῇ
τὸ α, μεθ’ δ ἐπιφέρεται δύο ϲύμφωνα ἢ καὶ πλείονα, διὰ τῆϲ ει διφθόγγου
γράφεται οἷον Καδμεῖοϲ, Βακχεῖοϲ, ἀϲτεῖοϲ, ἀγρεῖοϲ ὁ ἄγροικοϲ.
ἐπὶ γὰρ τοῦ ἀνημέρου ἄγριοϲ προπαροξυτόνωϲ διὰ τοῦ ι· χωρὶϲ τοῦ
ἀντίοϲ. τοῦτο γὰρ βαρύτονόν ἐϲτι καὶ ἔχει ἐν τῇ πρώτῃ ϲυλλαβῇ τὸ
α, μεθ’ δ ἐπιφέρεται δύο ϲύμφωνα· τὸ δὲ Ἄμφιοϲ καὶ Ἄγριοϲ καὶ
Βάκχιοϲ καὶ Μάντιοϲ οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ οὐκ ἔϲτι προπεριϲπώμενα,
ἀλλὰ προπαροξύτονα.
Τὰ διὰ τοῦ ειδϲ τριϲύλλαβα πρὸ μιᾶϲ τὸν τόνον ἔχοντα καὶ ἐν τῇ κατ’ ἀρχὴν ϲυλλαβῇ τὸ α μακρὸν διὰ τῆϲ ει ωφθόγγου γράφεται πλὴν τοῦ ἀντίοϲ οἷον Καδμεῖοϲ, Βακχεῖοϲ, ἀνδρεῖοϲ. οὕτω καὶ Δαρεῖοϲ.
Τὰ εἰϲ οϲ καθαρὸν ὑπὲρ δύο ϲυλλαβὰϲ ὄντα, μὴ ὄντα κύρια μήτε
πρὸϲ ἀντιδιαϲτολὴν ἑτέρου ϲημαινομένου τονωθέντα διὰ τῆϲ ει διφθόγγου
γράφεται οἷον ἀγρεῖοϲ, Ἀργεῖοϲ τὸ ἐθνικόν. Ἀρνεῖοϲ ὁ μήν, ἀχρεῖοϲ.
τοῦτο δὲ οἱ Ἀττικοὶ προπαροξύνουϲι. ἠθεῖοϲ· ϲημαίνει δὲ φιλοφρόνηϲιν
ἀπὸ νεωτέρου πρὸϲ παλαιότερον. πρόϲκειται «μὴ πρὸϲ ἀντιδιαϲτολὴν
ἑτέρου ϲημαινομένου τονωθέντα» διὰ τὸ μύριοϲ καὶ νύμφιοϲ. τὸ γὰρ
νυμφίοϲ ὁ γαμετήϲ παροξύνεται, τὸ δὲ κτητικὸν ὁ νύμφιοϲ οἶκοϲ προπαροξύνεται.
τὸ δὲ μυρίοϲ πρὸϲ ἀντιδιαϲτολὴν τοῦ μύριοϲ παροξύνεται.
ϲημαίνει δὲ παροξύτονον ἀόριϲτον πληθύν, τὸ δὲ προπαροξύτονον
τὸν ἀριθμόν.
Τὰ διὰ τοῦ ειοϲ ὀνόματα ποταμῶν δίφθογγον ἔχει, Πηνειόϲ, Ἀλφειόϲ, Ϲπερχειόϲ, Ὀλμειόϲ πλὴν τοῦ Μηνιόϲ.
Τὰ διὰ τοῦ ειοϲ κύρια ὀξύτονα τριϲύλλαβα διὰ τῆϲ ει διφθόγγου γράφεται οἷον Πηνειόϲ, Ἀρνειόϲ, Ἀλφειόϲ, Ϲπερχειόϲ, Ὀλμειόϲ, Ἐπειόϲ.
Τὰ ἀπὸ τῶν εἰϲ οϲ διὰ τοῦ ιοϲ γινόμενα, ἡνίκα προπαροξύνεται,
διὰ τοῦ ι γράφεται, οἷον ὀρθόϲ ὄρθιοϲ, λοῖϲθοϲ λοίϲθιοϲ, κάπροϲ κάπριοϲ,
Αἰτωλόϲ Αἰτώλιοϲ, Κάϋϲτροϲ Καΰϲτριοϲ «Καϋϲτρίου ἀμφὶ ῥέεθρα»
(B 46), αἰζηόϲ αἰζήϊοϲ, ὅμοιοϲ ὁμοίιοϲ, γελοῖοϲ γελοίιοϲ, ἡνίκα
δὲ ὀξύνεται, διὰ τῆϲ ει διφθόγγου οἷον θαμειόϲ, ἀδελφειόϲ, ἀρνειόϲ.
Τὰ διὰ τοῦ ιοϲ κύρια ὑπὲρ τρεῖϲ ϲυλλαβὰϲ ὄντα ὡϲ ἐπὶ τὸ πλεῖϲτον
διὰ τοῦ ι γράφεται χωρὶϲ τῶν παρὰ τὸ κλέοϲ καὶ τῶν ἀπὸ τῶν
εἰϲ ευϲ οἷον Θεοδόϲιοϲ, Ἀθανάϲιοϲ, Ἀϲτέριοϲ, Ἀμβρόϲιοϲ, Ταλθύβιοϲ.
πρόϲκειται «ὑπὲρ τρεῖϲ ϲυλλαβὰϲ» διὰ τὸ Ἐπειόϲ καὶ Δαρεῖοϲ καὶ Ἀρνεῖοϲ
τριϲύλλαβα. πρόϲκειται «κύρια» διὰ τὰ κτητικὰ Ἀριϲτάρχειοϲ,
Ἡροδότειοϲ βίβλοϲ. πρόϲκειται «χωρὶϲ τῶν παρὰ τὸ κλέοϲ καὶ τῶν ἀπὸ
τῶν εἰϲ ευϲ», ἐπειδὴ ταῦτα διὰ τῆϲ ει διφθόγγου γράφεται οἷον Ἡρακλῆϲ
Ἡράκλειοϲ, Ἀνδροκλῆϲ Ἀνδρόκλειοϲ, Ϲοφοκλῆϲ Ϲοφόκλειοϲ, Ἀχιλλεύϲ
Ἀχίλλειοϲ, βαϲιλεύϲ Βαϲίλειοϲ. πρόϲκειται « ὡϲ ἐπὶ τὸ πλεῖϲτον »,
ἐπειδή ἐϲτί τινα ὀνόματα κύρια ὑπὲρ τρεῖϲ ϲυλλαβάϲ, ἅτινα διὰ τῆϲ
ει διφθόγγου γράφεται, καὶ οὕτε παρὰ τὸ κλέοϲ εἰϲὶν οὔτε ἀπὸ τῶν
εἰϲ ευϲ οἷον Nυττέρειοϲ, ἔϲτι δὲ ὄνομα λιμένοϲ. Πεδεύκειοϲ ὄνομα
ἀνδρόϲ, Δαρδανειόϲ ὄνομα ποταμοῦ.
Τὰ διὰ τοῦ διοϲ ὑπὲρ δύο ϲυλλαβὰϲ μὴ μετουϲιαϲτικὰ παρηγμένα
διὰ τοῦ ι γράφεται οἷον Ῥοδίοϲ, Ϲχεδίοϲ, Ὁδίοϲ. ἴδιοϲ, ἀΐδιοϲ, μαψίδιοϲ,
παυρίδιοϲ, ἁρμόδιοϲ, Κνίδιοϲ, Ῥόδιοϲ, ἐρῳδιόϲ καὶ τὰ λοιπά.
πρόϲκειται «μὴ ὄντα μετουϲιαϲτικὰ» διὰ τὸ κνίδειοϲ καρπόϲ καὶ ϲίδειϲ
κλάδοϲ.
Τὰ ἀπὸ τῶν εἰϲ αν ὑπὲρ μίαν ϲυλλαβὴν ὄντα διὰ τοῦ ιοϲ παραγόμενα
διὰ τοῦ ι γράφεται οἷον Τιτάν Τιτάνιοϲ, Παιάν Παιάνιοϲ. τούτῳ
τῷ λόγῳ καὶ Ἀλκμάν Ἀλκμάνιοϲ ὤφειλεν εἶναι διὰ τοῦ ι Ἁλλ’ ἔϲτιν
Ἀλκμάνειοϲ, ἐπειδὴ τὰ ἐπὶ πραγματειῶν διὰ διφθόγγου γράφεται οἷον
Ἀλκμάνειοϲ, Μενάνδρειοϲ, Ἀριϲτοφάνειοϲ, Εὐριπίδειοϲ. πρόϲκειται « ὑπὲρ
μίαν ϲυλλαβὴν» διὰ τὸ Πά Πανόϲ Πάνειοϲ.
Τὰ ἀπὸ τῶν εἰϲ ην ὑπὲρ μίαν ϲυλλαβὴν ὄντα διὰ τοῦ ιοϲ παραγόμενα
διὰ τοῦ ι γράφεται οἷον γέρην γερήνιοϲ ὁ ἔντιμοϲ (?), Ἕλλην
Ἑλλήνιοϲ ὁ Ἑλληνικόϲ. τὸ δὲ αὐχήν ὁ τράχηλοϲ αὐχένιοϲ διφορεῖται καὶ
διὰ τοῦ ι καὶ διὰ τῆϲ ει διφθόγγου γραφόμενον. πρόϲκειται «ὑπὲρ
μίαν ϲυλλαβὴν» διὰ τὸ χήν χήνειοϲ πούϲ. τὸ γὰρ μήν μήνιοϲ διὰ τοῦ
ι γραφόμενον ὑπάγεται τῷ κανόνι τῶν μὴ ληγόντων εἰϲ ϲ μονοϲυλλάβων.
Τὰ ἀπὸ τῶν εἰϲ ιν διὰ τοῦ ιοϲ παραγόμενα διὰ τοῦ ι γράφεται οἷον δελφίν δελφίνιοϲ, Ἐλευϲίν Ἐλευϲίνιοϲ, Τραχίν Τραχίνιοϲ.
Τὰ διὰ τοῦ ονιοϲ καὶ ωνιοϲ ὑπὲρ δύο ϲυλλαβὰϲ μὴ ϲημαίνοντα
μέροϲ ϲωματικὸν μήτε κτητικὰ ἀπὸ τῶν εἰϲ ων βαρυτόνων διὰ τοῦ ι
γράφεται Μακεδόνιοϲ, δαιμόνιοϲ, Ϲαρπηδόνιοϲ, Ἑλικώνιοϲ, Κιθαιρώνιοϲ,
Μαραθώνιοϲ καὶ τὰ ὅμοια. πρόϲκειται «μὴ ὄντα μετουϲιαϲτικὰ
διὰ τὸ χελώνειοϲ καὶ χελώνειοϲ οὐρά. πρόϲκειται « μήτε κτητικὰ » διὰ
τὸ θεώνειοϲ, Τρυφώνειοϲ. ϲεϲημείωται τὸ Ἀπολλώνιοϲ καὶ Ἀμμώνιοϲ.
Τὰ ἀπὸ τῶν εἰϲ ξ ἢ εἰϲ ψ ἢ εἰϲ ρ διὰ τοῦ ιοϲ παραγόμενα διὰ τοῦ
ι γράφεται, Φαιάκιοϲ, Κιλίκιοϲ, Θρηΐκιοϲ, Nαρύκιοϲ, Βεβρύκιοϲ, Ἀράβιοϲ,
Τελόπιοϲ, ἀέριοϲ, αἰθέριοϲ, ϲωτήριοϲ, ὀλετήριοϲ, μακάριοϲ. τὸ
δὲ ϲμιλάκειοϲ μετουϲιαϲτικὸν καὶ τὸ περδίκειοϲ «περδίκειον κάρα» ἐπὶ
μέρουϲ ϲωματικοῦ.
Τὰ διὰ τοῦ ιοϲ ἀπὸ τῶν εἰϲ οϲ διϲυλλάβων ὀξυτόνων μακρᾷ παραληγομένων
παραγόμενα διὰ τοῦ ι γράφεται οἷον Μυϲόϲ Μύϲιοϲ, Λυδόϲ
322, 18. l. 12 περὶ ποϲ. 287, 10. l. 18 περὶ ποϲ. 287, 17. l. 20 Theogn.
55, 1 coll. Arc. 39, 22 et fr. 39. l. 26 Arc. 40, 5, Theogn, 55, 29, περὶ ποϲ.
287, 24, Ep. Cr. 1 183, 21, E. M. 65, 26: 421, 22, An. 0x. 11 327. 21, de πελώριοϲ,
ἑλώριοϲ cf. supra; praecipuus canon de nominibus a nominibus in ηρ
derivatis exstat in An. Οx. II 323, 22: τὰ ἀπὸ τῶν εἰϲ ηρ ὑπὲρ μίαν ϲυλλαβὴν
δι τοῦ ιοϲ γινόμενα διὰ τοῦ. ῖ γράφεται οἶον ϲυντακτήρ ϲυντακτῆροϲ ϲυντακτήριοϲ,
ἀϲτὴρ ἀϲτέροϲ ἀϲτέριοϲ, ὀλετήρ ὀλετῆροϲ ὀλετήριοϲ, ϲωτήρ ϲωτῆροϲ ϲωτήριοϲ·
πρόϲκειται «ὑπὲρ μίαν ϲυλλαβὴν διὰ τὸ θήρ θηρόϲ θήρειοϲ (pro θήριοϲ).
Τὰ εἰϲ ιοϲ ἐθνικὰ προπαροξύτονα διὰ τοῦ ι γράφεται οἷον Πύλιοϲ, Φρύγιοϲ, Δήλιοϲ, Ῥόδιοϲ. τὸ δὲ Ἀργεῖοϲ καὶ Ἡλεῖοϲ οὐκ ἐναντιοῦνται, προπεριϲπώμενα γάρ.
Τὰ εἰϲ ϲιοϲ διὰ τοῦ ι γράφεται οἷον ἀϲπάϲιοϲ, Ταράϲιοϲ, ἀμβρόϲιοϲ, ἱκέϲιοϲ, ἀνάρϲιοϲ, Ἐφέϲιοϲ, Ϲυρακόϲιοϲ. ὁμοίωϲ καὶ τὰ ἐπὶ τῶν ἀριθμῶν διακόϲιοι, τριακόϲιωι, πεντακόϲιοι. τὸ δὲ χρύϲειοϲ μετουϲιαϲτικόν.
Τὰ διὰ τοῦ τιοϲ διὰ τοῦ ι γράφεται οἷον Ὑπάτιοϲ, Εὐϲτράτιοϲ,
Ἀέτιοϲ, Φιλοίτιοϲ, Μενοίτιοϲ, ὑϲτάτιοϲ, ὁϲϲάτιοϲ. τὸ δὲ ἐλάτειοϲ μετουϲιαϲτικὸν
καὶ τὸ γερόντειοϲ καὶ Ἀχερόντειοϲ κτητικά. τοῦτο δὲ διὰ
τὸ μέτρον ἔφη Ἀριϲτοφάνηϲ (Ran. 471) «Ἀχερόντιοϲ δὲ ϲκόπελοϲ αἷματοϲταγήϲ
» ὁμοίωϲ τῷ «Ποιάντιον ἀγλαὸν υἱόν» ( Od. γ 190) καὶ τῷ
«Αἰπύτιον παρὰ τύμβον» (Β 604).
Τὰ διὰ τοῦ ιοϲ πρὸ τοῦ ι η ἢ ω ἔχοντα διὰ τοῦ ι γράφεται, ήϊοϲ, βαϲιλήιοϲ, Ἰλιήϊοϲ, Κώιοϲ, πατρώϊοϲ, ἡρυϊοϲ, Τρῶϊοϲ, Μιώϊοϲ, Λητώϊοϲ.
Τὰ διὰ τὸῦ λιοϲ τριϲύλλαβα κἄν τε ἐθνικὰ ᾖ κἄν τε κύρια, διὰ τοῦ
ι γράφεται, φαλιόϲ, ϲκολιόϲ, λαλιόϲ, βαλιόϲ, πολιόϲ. Βαλίοϲ, Ἅλιοϲ.
τὸ δὲ μήλειοϲ μετουϲιαϲτικόν.
Τὰ εἰϲ λιοϲ ὑπερτριϲύλλαβα διὰ τοῦ ι γράφεται, ἐνάλιοϲ, Δαϲάλιοϲ, θεμέλιοϲ, ἠέλιοϲ, καμήλιοϲ, Ταργήλιοϲ, ἀπατήλιοϲ, Αἰτώλιοϲ, ἀποφώλιοϲ. τὸ δὲ ἀμπέλειοϲ μετουϲιαϲτικόν.
Τὰ ἀπὸ τῶν εἰϲ νοϲ ἐχόντων ἔννοιαν τοπικὴν διὰ τοῦ ιοϲ παραγόμενα
διὰ τοῦ ι γράφεται οἷον Αἶνοϲ Αἴνιοϲ, Δάρδανοϲ Δαρδάνιοϲ.
Τὰ παρὰ μέλλοντα διὰ τοῦ ιοϲ γινόμενα διὰ τοῦ ι γράφεται, Ὀρθώϲιοϲ, ἀϲπάϲιοϲ, φυλάξιοϲ, πληϲίοϲ, δεξιόϲ, ἀνεψιόϲ.
Τὰ διὰ τοῦ ιοϲ τριϲύλλαβα, εἰ ἔχοι υ ἐν τῇ πρώτῃ ϲυλλαβῇ,
διὰ τοῦ ι γράφεται, Ϲύριοϲ, Τύριοϲ, Κύπριοϲ, νύχιοϲ, Ϲτύγιοϲ, Μύ
ϲιὸϲ, Πύθιοϲ, θύιοϲ, κύκλιοϲ, μύριοϲ καὶ μυρίοϲ, νύμφιοϲ καὶ νυμφίοϲ.
1. Arc. 40, 18. Steph B.s. Ἀχέρων et Ἀβαντίϲ. l. 16 Theogn. 57, 7. Arc.
40, 23. l. 19 Theogn. 57, 31, Arc. 41 , 1, περὶ ποϲ. 288, 5. l. 22 Theognι.
57, 18, Arc. l. c. ln E. 51 33, 30 canon sic conversus est αἰθάλειοϲ: τὰ ἀπὸ
τῶν εἰϲ λοϲ βαρυτόνων ὑπὲρ δύο ϲυλλαβὰϲ μὴ ὄντα ἐθνικὰ διὰ τῆϲ ει διφθόγγου
γρύφονται, Αἴολοϲ Αίόλειοϲ [ ποικίλοϲ]. [αἴθαλοϲ αἰθάλειοϲ, ϲημαίνει δὲ τὸν
καπνόν]. δαίδαλοϲ ὁ ποικίλοϲ δαιδάλειοϲ, μέγαλοϲ μεγάλειοϲ [ὡϲ ἀπὸ τοῦ μεγάλεοϲ]
βαρύτονα πρόϲκειται διά τὸ ὀμφαλόϲ ὀμφάλιοϲ. μὴ ἐθνικὰ διὰ τοῦ Μαίναλοϲ
Μαινάλιοϲ (pro Εὐδαμόλιοϲ). De hoc loco disseruit Lob. Proll. p. 101, ubi
αἰόλειοϲ signilcare ποικίλοϲ et μεγάλειοϲ ex μεγάλεοϲ ortum negat. Dubium est.
etiam, num αἴθαλοϲ αἰθάλειοϲ proposuerit Herodianus. quum in Mon. 4, 12 et.
ap. Arcad. 39 δαιδάλεοϲ et κονιϲάλεοϲ tantum excipiat ex nominibus in αλεοϲ
ut proparoxytona et αἰθαλέοϲ scribendum iudicasse videtur. l. 25 An, Ox. II
322, 27. l. 27 Theogn. 58. 1, E. M. 635, 41, Arc. 41, 12. l 29 Theogn.
58, 6, Arc. 41, 16.
Τὰ διὰ τοῦ ιοϲ παρ’ ἐπιρρήματα γινόμενα διὰ μόνου τοῦ ι γράφεται,
ὄριοϲ, πρώϊοϲ, ϲτάδιοϲ παρὰ τὸ ϲταδόν, ἀμφάδιοϲ, ἐκτάδιοϲ,
ὀπιϲθίδιοϲ, ῥηίδιοϲ, ἀντίοϲ.
Τὰ εἰϲ ιοϲ τριϲύλλαβα κύρια ἔχοντα τὴν τρίτην μακρὰν διὰ τοῦ ιP γράφεται, Μούλιοϲ, Βάκχιοϲ, Ἑρχίοϲ.
Τὰ διὰ τοῦ ιοϲ ἐπὶ ἀλόγων ζῴων, μὴ ὄντων τετραπόδων διὰ τοῦ
ι γράφεται οῖον ἐρῳδιόϲ, βομβυλιόϲ, χαραδριόϲ, αἰγυπιόϲ,κωβίοϲ, ϲκορπίοϲ.
πρόϲκειται «μὴ ὄντα ἐπὶ τετραπόδων» διὰ τὸ ἀρνειόϲ, ϲημαίνει.
δὲ τὸν ἄρνα. γέγονε δὲ οὕτωϲ· ἀρήν ἀρῆνοϲ καὶ κατὰ ϲυγκοπὴν ἀρνόϲ
καὶ μετάγεται αὕτη ἡ γενικὴ εἰϲ εὐθεῖαν οἷον ἀρνόϲ κατὰ πλεοναϲμὸν
τῆϲ ει γίνεται ἀρνειόϲ ὡϲ ἀμνόϲ ἀμνειόϲ, ἀδελφόϲ ἀδελφειόϲ.
Τὰ διὰ τοῦ φιοϲ κύρια διὰ τοῦ ι γράφεται, Ἄμφιοϲ, Ϲκυφίοϲ,P
Ϲόφιοϲ, Ϲτρόφιοϲ, Χρυϲάφιοϲ χωρὶϲ τοῦ Ἀλφειόϲ.
Τὸ διὰ τοῦ ιϲιοϲ διὰ τοῦ ι γράφεται, Χαρίϲιοϲ, Ἀφροδίϲιοϲ, Ἀρτεμίϲιοϲ πλὴν τοῦ Ἀρκείϲιοϲ, Ϲιμοείϲιοϲ.
Τὰ διὰ τοῦ ινδοϲ εἴτε διϲύλλαβα εἴτε ὑπὲρ δύο ϲυλλαβὰϲ διὰ τοῦ
ι γράφεται οἷον Ἰνδόϲ. Ἄλινδοϲ, Ἴϲινδοϲ πόλιϲ Μακεδονίαϲ, Ἄρινδοϲ
ὄνομα ποταμοῦ.
Τὰ εἰϲ θοϲ οὐ θέλει τῇ ει διφθόγγῳ παραλήγεϲθαι οἷον ἔριθοϲ, λέκιθοϲ, Λάπιθοϲ, Προβάλινθοϲ, πίθοϲ.
Τὰ εἰϲ δὲ ὀξύτονα κτητικὰ διὰ τοῦ ι γράφεται οἷον Ὁμηρικόϲ,
δουλικόϲ, βαϲιλικόϲ, δεϲποτικόϲ πλὴν τοῦ βοεικόϲ, Δαρεικόϲ, Δεκελεικόϲ,
Κεραμεικόϲ. τὸ δὲ ὑεικὸν δέρμα παρὰ Ἀξιονίκῳ ἡμάρτηται. οὐδέποτε
γὰρ λέξιϲ ϲημαίνουϲα μέροϲ ϲώματοϲ ἔχει εἰϲ κον κτητικόν, ἀλλὰ
διὰ καθαροῦ τοῦ ον· οὐ γὰρ λέγομεν χοιρικὸν κέραϲ, ἀλλὰ χοίρειον
οὐδὲ ἀνθρωπικὸϲ πούϲ, ἀλλ’ ἀνθρώπειοϲ. οὕτωϲ οὖν οὐ δεῖ λέγειν
ὑεικόν, ἀλλὰ ὕειον δέρμα.
Τὰ εἰϲ ικοϲ εἴτε κύρια εἴτε προϲηγορικά, μὴ κτητικῆϲ ἐννοίαϲ ἐχόμενα,
διὰ τοῦ ι γράφεται· καὶ ι μακρῷ μὲν παραλήγεται ταῦτα. Εὔνικοϲ,
Τὰ εἰϲ ικοϲ ϲύνθετα ὀνόματα παρὰ τὴν νίκην γινόμενα διὰ τοῦ
ι γράφεται οἷον Καλλίνικοϲ, Ἐπίνικοϲ, Ϲτρατόνικοϲ. τὸ φιλόνικοϲ
ἐπὶ τοῦ τὴν νίκην φιλοῦντοϲ. τὸ δὲ φιλόνεικοϲ διὰ τῆϲ ει διφθόγγου
γραφόμενον παρὰ τὸ νεῖκοϲ ἐγένετο. καὶ τὸ προύνεικοϲ δὲ διὰ διφθόγγου
γράφεται· ϲημαίνει δὲ τοὺϲ ὑβριϲτὰϲ καὶ τοὺϲ ἄνδραϲ ἱϲταμένουϲ
ἐν ταῖϲ ἀγοραῖϲ καὶ φέρονταϲ τὰ ὤνια καὶ λαμβάνονταϲ ὑπὲρ τούτων
μιϲθόν. εἴτε δὲ τοὺϲ ὑβριϲτὰϲ ϲημαίνει εἴτε τοὺϲ ἄλλουϲ, διὰ τῆϲ ει
διφθόγγου γράφεται. καὶ ἐπὶ μὲν τῶν ὑβριϲτῶν, ἐπειδὴ παρὰ τὴν πρό
πρόθεϲιν καὶ τὸ νεῖκοϲ γέγονε πρόνεικοϲ, τὸ δὲ νεῖκοϲ διὰ τῆϲ ει διφθόγγου
γράφεται· εἰ δὲ τοὺϲ ἄλλουϲ ϲημαίνει, ἐπειδὴ παρὰ τὴν πρό πρόθεϲιν
καὶ τὸ ἐνείκω Βοιωτιακὸν γέγονε προένεικοϲ καὶ κατὰ κρᾶϲιν τοῦ
ο καὶ ε εἰϲ τὴν ου δίφθογγον προὔνεικοϲ ὥϲπερ τὸ ἐμόν τοὐμόν.
Οὐδεὶϲ μὴν Μακεδόνων τὴν ει δίφθογγον ἔχει ἐν παρατελεύτῳ, ·διὸ Ξανθίαϲ ὁ μὴν διὰ τοῦ ι.
Πάντα τὰ εἰϲ ϲxοϲ κύρια ἢ ὑποκοριϲτικὰ διὰ τοῦ ι γράφεται, κορακίϲκοϲ,
ϲτυλίϲκοϲ, παιδαρίϲκοϲ, χιτωνίϲκοϲ. οὐδέποτε γὰρ τὰ ϲκ ἐν
ϲυλλήψει ἔχοντα ἔχει τὴν ει δίφθογγον προηγουμένην κτλ. cf. supra
p. 430, 6.
Πάντα τὰ εἰϲ ιλοϲ ἔχοντα πρὸ τέλουϲ τὸν τόνον διὰ τοῦ ι γράφεται, εἰ μὴ ἀπὸ ϲυναιρέϲεωϲ εἴη, ἶλοϲ, πῖλοϲ, ϲπῖλοϲ, τῖλοϲ, κτίλοϲ, φίλοϲ. ϲεϲημείωται τὸ χεῖλοϲ· χέλλοϲ γὰρ λέγουϲιν οἱ Αἰολεῖϲ ὥϲπερ κείρω κέπρω καὶ τὸ Nεῖλοϲ· Nῆλοϲ γὰρ κατὰ διάλεκτον.
Πάντα τὰ εἰϲ ιλοϲ διϲύλλαβα ὀξύτονα διὰ τοῦ ι γράφεται οἷον χιλόϲ ἡ τροφή, ψιλόϲ. ϲεϲημείωται τὸ δειλόϲ παρὰ τὸ δέοϲ τὸ ϲημαῖνον τὸν φόβον.
Πάντα τὰ εἰϲ ιλοϲ λήγοντα ὑπὲρ δύο ϲυλλαβὰϲ πρὸ τέλουϲἔχοντα
Τὰ διὰ τοῦ ιλοϲ βαρύτονα ἀρϲενικά, μὴ ὄντα ϲύνθετα ἀπὸ ὀνόματοϲ
ἔχοντα τὴν ει δίφθογγον, διὰ τοῦ ι γράφεται χωρὶϲ τοῦ Νεῖλοϲ
οἷον Πάμμιλοϲ, Διόμιλοϲ, ὅμιλοϲ τὸ πλῆθοϲ, Τρωΐλοϲ, Ζωΐλοϲ. πρόϲκειται
«βαρύτονα» διὰ τὸ δειλόϲ ὀξυνόμενον. πρόϲκειται «ἀρϲενικὰ»
διὰ τὸ χεῖλοϲ οὐδέτερον. πρόϲκειται «μὴ ὄντα ϲύνθετα ἀπὸ ὀνόματοϲ
ἔχοντα τὴν ε δίφθογγον », ἐπεὶ ἀπὸ τοῦ χεῖλοϲ καὶ τοῦ δειλόϲ γίνεται
τρίχειλοϲ, ἀγκυλόχειλοϲ, κροκόδειλοϲ· παρὰ γὰρ τὸ δειλόϲ διὰ τῆϲ ει
διφθόγγου. καὶ πάλιν ἀπὸ τοῦ εἴλη τοῦ ϲημαίνοντοϲ τὴν θερμαϲίαν
γίνεται εὔειλοϲ διὰ τῆϲ ει διφθόγγου. ϲημαίνει δὲ τὸν τόπον ἔχοντα
τὴν θερμαϲίαν.
Τὰ ἔχοντα δύο λλ εἰϲ οϲ κύρια διὰ τοῦ ι γράφεται καὶ προποροξύνεται,
ύριλλοϲ, Μέγιλλοϲ, Τήριλλοϲ, Πϲριλλοϲ, Ἄϊλλοϲ, ἔπιλλοϲ,
ἀνάϲιλλοϲ, Ϲόφιλοϲ, δόριλλοϲ, Πράϲτιλλοϲ.
Τὰ διὰ τοῦ ιγμοϲ διὰ τοῦ γράφεται οἷον φοινιγμόϲ, ϲυριγμόϲ.
Τὰ εἰϲ μοϲ καθαρὸν οὐ παραλήγει τῇ διφθόγγῳ, χωρὶϲ εἰ μὴ ἀπὸ
ϲυναιρέϲεωϲ ἔχει τὴν ει δίφθογγον οἷον φιμόϲ, κημόϲ, λιμόϲ, ϲιμόϲ,
μῖμοϲ, τῖμοϲ, ἀγώγιμοϲ, ὄψιμοϲ, ὠφέλιμοϲ, θανάϲιμοϲ, γνώριμοϲ, ἄλκιμοϲ,
γόνιμοϲ, ἀοίδιμοϲ ὁ περιβόητοϲ, ὄβριμοϲ ὁ ἰϲχυρόϲ, εὐδόκιμοϲ.
πρόϲκειται «κεἰϲ μϲ καθαρὸν» διὰ τὸ εἶρμόϲ καὶ ϲειϲμόϲ. ταῦτα γὰρ
ϲύμφωνον ἔχει πρὸ τοῦ μ. πρόϲκειται «χωρὶϲ εἰ μὴ ἀπὸ ϲυναιρέϲεωϲ
ἔχει τὴν ει δίφθογγον» διὰ τὸ Δεῖοϲ τὸ ϲημαῖνον τὸν φόβον·
δέϊμοϲ γὰρ διὰ τοῦ ι καὶ κατὰ ϲυναίρεϲιν τοῦ ε καὶ ι εἰϲ τὴν εἰ
δίφθογγον γίνεται δεῖμοϲ.
Τὰ εἰϲ οϲ διϲύλλαβα ἔχοντα τὴν πρώτην καὶ τὴν δευτέραν ϲυλλαβὴν ἀπὸ τοῦ αὐτοῦ ϲυμφώνου ἀρχομένην ἑνὶ φωνήεντι θέλει παραλήγεϲθαι οἷον Nίνοϲ, μῖμοϲ, βίβλοϲ.
Τὰ εἰϲ οϲ ὑπὲρ δύο ϲυλλαβὰϲ ἔχοντα ἐν τῇ ἀρχούϲῃ καὶ ἐν τῇ μετὰ
ταύτην τὸ αὐτὸ ϲύμφωνον διὰ τοῦ ι γράφεται οἷον τίτανοϲ, διδάϲκαλοϲ,
δίδυμοϲ, Ϲιϲίννηϲ.
Τὰ διὰ τοῦ ινοϲ βαρύτονα διὰ τοῦ ι γράφεται, οἷον ξύλινοϲ, δερμάτινοϲ, Κρατῖνοϲ, Ἀκραγαντῖνοϲ, Κωνϲταντῖνοϲ.
Τὰ εἰϲ νοϲ ὀξύτονα παρώνυμα διὰ τῆϲ ει διφθόγγου γράφετι,
εἰ μὴ καιρὸν ϲημαίνει, οἷον δεινόϲ παρὰ τὸ δέοϲ δεινόϲ καὶ δεινόϲ,
ἐπιρρήματοϲ τοῦ τάχα καὶ ἄληθεϲ καὶ ἄδην καὶ πύκα. τὸ φυζακινόϲ
λεπτακινόϲ διὰ τοῦ ι γραφόμενα οὐκ ἀντίκειται ἡμῖν. ἀπὸ οὖν τοῦ
φύζα τοῦ ϲημαίνοντοϲ τὴν φυγὴν γέγονε φυζεινόϲ διὰ τῆϲ ει διφθόγγου
καὶ κατὰ πλεοναϲμὸν τοῦ ακ γέγονε φυζακινόϲ διὰ τοῦ ι τὸ λεπτακινόϲ
καὶ αὐτὸ γέγονεν ἀπὸ τοῦ λεπτόϲ, λεπτεινόϲ διὰ διφθόγγου καὶ
κατὰ πλεοναϲμὸν τοῦ ακ λεπτακινόϲ διὰ τοῦ ι.
Τὰ διὰ τοῦ ινοϲ διϲύλλαβα προϲηγορικὰ διὰ τοῦ ι γράφεται, λίνοϲ, ϲχῖνοϲ, πρῖνοϲ, ϲπίνοϲ εἶδοϲ ὀρνέου, πίνοϲ ὁ ῥύποϲ, δῖνοϲ ἡ ϲυϲτροφή, γρῖνοϲ.
Τὰ διὰ τοῦ ινοϲ ὀνόματα διϲύλλαβα πρὸ μιᾶϲ τὸν τόνον ἔχοντα
μὴ ἔχοντα ἀπὸ πλεοναϲμοῦ τὸ διὰ τοῦ ι γράφεται οἷον ϲχῖνοϲ, πρῖνοϲ,
δῖνοϲ· τὸ δὲ ξεῖνοϲ διὰ διφθόγγου γράφεται· ὥϲπερ γὰρ ἀπὸ τοῦ
κενόϲ γίνεται κεινόϲ κατὰ πλεοναϲμὸν τοῦ ι οἶον «κεινὴ δὲ τρυφάλεια
ἅμ’ ἕϲπετο χειρὶ παχείῃ» (Γ 376), τὸν αὐτὸν τρόπον καὶ ξένοϲ γέγονε
ξεῖνοϲ. καὶ πάλιν οἱ Αἰολεῖϲ ξέννοϲ λέγουϲιν· μηδεὶϲ δὲ οἰέϲθω ὅτι τὸ
ξέννοϲ ἀπὸ τοῦ ξεῖνοϲ γέγονεν· οὐδέποτε γὰρ οἱ Αίολεῖϲ τὸ ὸ πὸ
πλεοναϲμοῦ ἀποβάλλουϲι καὶ διπλαϲιάζουϲι τὸ ϲύμφωνον οἷον ὁ κενόϲ
γίνεται κεινόϲ καὶ οὐ λέγουϲι παρ’ αὐτοῦ κέννοϲ· ἀλλὰ ἀπὸ τοῦ ξένοϲ
γέγονε ξέννοϲ· καὶ γὰρ πολλάκιϲ καὶ ἐπὶ βραχείαϲ ϲυλλαβῆϲ ποιοῦνται
τοῦ ϲυμφώνου διπλαϲιαϲμὸν οἷον Ἔννη ἔϲτι δὲ ὄνομα πόλεωϲ, θεράπων
θεράπων. οὕτω καὶ ξένοϲ ξέννοϲ.
Τὰ διὰ τοῦ ινοϲ ὑπὲρ δύο ϲυλλαβὰϲ πρὸ τέλουϲ τὸν τόνον ἔχοντα
μὴ ἔχοντα ἀπὸ πλεοναϲμοῦ τὸ ι ἀποϲτρέφεται τὴν ει δίφθογγον καὶ
πάντα ἐκτείνει τὸ ι καὶ προπεριϲπᾶται οἶον Ἀγαθῖνοϲ, Κωνϲταντῖνοϲ,
γράφεται καὶ προπεριϲπᾶται.
Τὰ διὰ τοῦ ινο προπαροξύτονα διὰ τοῦ ῖ γράφεται, φήτινοϲ,
λίθινοϲ, δρύινοϲ, ξύλινοϲ, κόφινοϲ, ἀνθρώπινοϲ, κάμινοϲ,ἔνδινοϲ ὅθεν
ἔνδινον. πλὴν εἰ μὴ ὦϲιν ἀπὸ ἁπλοῦ ἔχοντα τὴν ει δίφθογγον οἷον
ἀπὸ τοῦ ξένοϲ γίνεται ξεῖνοϲ κατὰ πλεοναϲμὸν τοῦ ι καὶ ἐκεῖθεν εὔξεινοϲ
καὶ ἀπὸ τοῦ πεῖνα ὀξύπεινοϲ.
Πάντα τὰ εἰϲ ποϲ λήγοντα ὀνόματα παρὰ τὸν ἵππον γινόμενα διὰ τοῦ ι γράφεται οἰον Χρύϲιπποϲ, Ἀρίϲτιπποϲ, Ἕριμπποϲ. καὶ τὰ θηλυκὰ ὡϲαύτωϲ οἰον Ξανθίππη, Λευκίππη, Μελανίππη.
Τὰ εἰϲ κρδϲ γινόμενα διϲύλλαβα εἴτε κύρια εἴτε μὴ κύρια ἀποϲτρέ`φεται
τὴν ει δίφθογγον, μικρόϲ, πικρόϲ, ῖγκροϲ.
Τὰ εἰϲ ροϲ ἔχοντα προηγούμενον ϲύμφωνον εἴτε διϲύλλαβα εἴτε
ὑπὲρ δύο ϲυλλαβὰϲ ἀποϲτρέφεται τὴν ει δίφθογγον, Ἴμβροϲ ὄνομα
πόλεωϲ, Κίμβροϲ ἐθνικόν, λιβρόϲ ἡ ϲκοτεινὴ νύξ, φιτρόϲ,δικροϲ, ἶγκροϲ
ὁ ἐγκέφαλοϲ, λίϲτροϲ ὁ ξυϲτήρ.
Τὰ διὰ τοῦ ιροϲ διϲύλλαβα κύρια καὶ βαρύνεται καὶ διὰ τοῦ ι γράφεται οἰον Ἶροϲ, εἰ καὶ παρὰ τὸ εἴρειν κοὕνεκ’ ἀγγέλεϲκε κιών ὅτε κέν τιϲ ἀνώγοι» (ϲ 7), Πῖροϲ ὄνομα ποταμοῦ, Τίροϲ ὄνομα ποταμοῦ, Ϲκίροϲ τὸ κύριον, μεθ’ ὧν ἱρόϲ ὁ ἱερόϲ, λιρόϲ ὁ ἀναιδήϲ, ϲιρόϲ τὸ προϲηγορικὸν ὁ κατώγειοϲ οἰκὸϲ.
Τὰ διὰ τοῦ ἑιροϲ προπαροξύτονα ἀπὸ ῥημάτων γινόμενα διὰ τῆϲ
ει διφθόγγου γράφεται, οἷον μάϲϲω μάγειροϲ, πέπτω πέπειροϲ, ὀνῶ
τὸ ὠφελῶ ὄνειροϲ, ἀῖϲϲω αἴγειροϲ, ηδω Ἄνδειροϲ ὄνομα ποταμοῦ.
κονῶ όνειροϲ ὄνομα ἔθνουϲ, καίω καυϲτειρόϲ, οἰϲ ἴϲωϲ ϲυνέδραμε τὸ
Κάβειροι, ὅπερ Ἀλεξίων καὶ Φιλόξενοϲ διὰ τοῦ ι, ἡ δὲ παράδοϲιϲ
δίφθογγον ἔχει.
Τὰ διὰ τοῦ ιροϲ ἐπὶ πόλεωϲ λεγόμένα καὶ μὴ οὐδέτερα διὰ τοῦ ι
γράφεται, ίϲτιροϲ, Ϲτάλιροϲ, Κύϲτιροϲ, Δύϲιροϲ, Ϲίτιροϲ, Βεδύϲιροϲ.
Κάμιροϲ ὄνομα πόλεωϲ. τὸ ἤπειροϲ οὐκ ἀντίκειται ἡμῖν. οὐκ ἐπὶ πόλεωϲ
γὰρ ἀλλ’ ἐπὶ χωρίου. οὕτε τὸ Ϲτάγειροϲ· ἔχει γὰρ οὐδέτερον τὰ
Ϲτάγειρα. κατὰ δὲ τὴν παράδοϲιν διὰ τοῦ ι γράφεται. τὰ δὲ ἄλλα
πάντα διὰ τῆϲ ει γράφεται, μάτειροϲ, Κάμειροϲ (sc. ὁ ἥρωϲ) χωρὶϲ εἰ
μὴ ὦϲιν ἀπὸ διϲυλλάβου οἷον ἄϊροϲ.
Τὰ διὰ τοῦ ιϲοϲ διϲύλλαβα κύρια μονογενῆ βαρύτονα διὰ μακροῦ τοῦ ι γράφει τὴν παραλήγουϲαν οἰον Κρῖϲοϲ, Νῖϲοϲ, Ἶϲοϲ, Κῖϲοϲ, Πῖϲοϲ.
Τὰ εἰϲ ιϲϲοϲ ὑπὲρ δύο ϲυλλαβὰϲ διὰ τοῦ ι γράφεται οἷον κυπάριϲϲοϲ, νάρκιϲϲοϲ, Μέλιϲϲοϲ, λύρμιϲϲοϲ, Βόλιϲϲοϲ, Ἀρχέμιϲϲοϲ ὄνομα ποταμοῦ, περιϲϲόϲ.
Τὰ εἰϲ ἱϲοϲ ὑπὲρ δύο ϲυλλαβὰϲ ὀξύτονα καὶ βαρύτονα διὰ τοῦ ι
γράφεται, ίηφιϲόϲ, ἰλιϲόϲ, εδριϲόϲ, Ἀμιϲόϲ, Ἀμνιϲόϲ, Ἄρνιϲοϲ, Λάριϲοϲ,
Μήριϲοϲ, Μάριϲοϲ, Πάμιϲοϲ, Κρίμιϲοϲ,Μόρμιϲοϲ,Nάιϲοϲ, ὕριϲοϲ.
τὸ δὲ παράδειϲοϲ ἀπὸ τοῦ δεῖϲα ἔχει τὴν ει δίφθογγον.
Τὰ διὰ τοῦ ιϲοϲ ἐπὶ ποταμῶν ὀξύνεται καὶ διὰ τοῦ ι γράφεται Ἰλιϲόϲ, Κηφιϲόϲ, Ἀμνιϲόϲ. εἰ δέ τι βεβαρυτόνηται, τοῦτο παρώνυμον ὤφθη ἀπὸ θηλυκοῦ Ἄρνιϲοϲ Ἄρνιϲα, άριϲοϲ Λάριϲα.
Τὰ εἰϲ ϲτοϲ ὑπερθετικὰ διϲύλλαβα ὄντα φυλάττει τὴν δίφθογγον, λῶν λῷϲτοϲ, ῥᾴων ῥᾷϲτοϲ, μείων μεῖϲτοϲ, πλείων πλεῖϲτοϲ. εἰ δὲ εἴη ὑπὲρ δύο ϲυλλαβάϲ, ἀποβάλλει τὸ ε, ἀρείων ἄριϲτοϲ, χερείων χείριϲτοϲ.
Τὰ διὰ τοῦ ιτοϲ ἀποϲτρέφεται τὴν ἑι δίφθογγον οἶον ἄτιτοϲ ὁ
ἀτιμώρητοϲ, ἀκόνιτοϲ, Ἐπαφρόδιτοϲ, ἀδήριτοϲ, ϲῖτοϲ, μίτοϲ, λιτόϲ,
Τρῖτοϲ, ῥῖτοϲ· δεῖ προϲθεῖναι χωρὶϲ τοῦ κλειτόϲ ὁ εὔδοξοϲ καὶ τὰ παρ’
αὐτό· ταῦτα γὰρ διὰ τῆϲ ει διφθόγγου γράφεται οἶον πολύκλειτοϲ, ἀγάκλειτοϲ,
Ἡράκλειτοϲ. τὸ δὲ ἄϲειϲτοϲ πολύϲειϲτοϲ οὐκ ἀντίκειται ἡμῖν,
ἐπειδὴ οὐκ ἔϲτι διὰ τοῦ ιτοϲ ἀλλὰ διὰ τοῦ ειϲτοϲ.
Τὰ εἰϲ φοϲ μονογενῆ μὴ ὄντα οὐδέτερα ἁπλᾶ μὴ ὄντα Ἰταλικὰ ἑνὶ
φωνήεντι θέλει παραλήγεϲθαι οἰον λόφοϲ, ζόφοϲ, κέκφοϲ, ϲέρφοϲ, γρῖφοϲ,
ἔριφοϲ,Τήλεφοϲ, Κίνυφοϲ, Ϲέριροϲ. πρόϲκειται «μονογενῆ» διὰ τὸ ὁ
Τὰ εἰϲ φδϲ λήγοντα οὐ θέλει τῇ ει διφθόγγῳ παραλήγεϲθαι οἱον
τρῖφοϲ, ἔριφοϲ, Κίνυφοϲ, Ϲέριφοϲ, ξίφοϲ, ϲτῖφοϲ.
Τὰ εἰϲ βοϲ οὐ θέλει τῇ ει διφθόγγῳ παραλήγεϲθαι οἰον Ϲωτήρχοϲ,
Ἰάμβλιχοϲ, Φρύνιχοϲ, ὅϲϲιχοϲ, μείλιχοϲ ὁ πράοϲ, δόλιχοϲ τὸ
ὄϲπριον, δολιχόϲ ὁ μακρόϲ· τάριχοϲ, λέγεται δὲ καὶ ἀρϲενικῶϲ καὶ οὐδετέρωϲ.
δεῖ προϲθεῖναι χωρὶϲ τοῦ τεῖχοϲ καὶ τῶν παρ’ αὐτοῦ, εὔτειχοϲ,
δίτειχοϲ, καλλίτειχοϲ. ταῦτα γὰρ διὰ τῆϲ εἰ γράφεται.
Πρὶ τῶν εἰϲ ῦϲ.
Τὰ εἰϲ ῦϲ λήγοντα ὀνόματα διὰ τοῦ ι γράφεται κατὰ τὴν παραλήγουϲαν
καὶ οὐκ ἔχει δίφθογγον τὴν ϲἰ, οἰον πίτυϲ, ἰλύϲ, ἰϲχύϲ,
ίχθύϲ, δριμύϲ, ἥμιϲυϲ, ὀζύϲ, Ἐρινύϲ, ίξύϲ ἡ ῥάχιϲ, λιγύϲ, βριθόϲ ὁ
ίϲχυρόϲ χωρὶϲ τοῦ κλειτύϲ, ϲημαίνει δὲ. τὰ ἐξέχοντα μέρη τῶν ὀρῶν.
πρόϲκειται «τὴν εἰ δίφθογγον » διὰ τὸ εὐρύϲ καὶ αἰπύϲ. ταῦτα γὰρ
διφθόγγῳ παραλήγεται, ἀλλ’ οὐ τῇ ι.
ΤΠερὶ τῶν εἰϲ ἑῦϲ.
Τὰ εἰϲ ευϲ ὡϲ ἐπὶ τὸ πλεῖϲτον οὐ θέλει τῇ ει διφθόγγῳ παραλήγεϲθαι,
εἰ μὴ ἀπὸ πρωτοτύπου ἔχει τὴν ει δίφθογγον οἰον βαϲιλεύϲ.
ἱππεύϲ, Ἰλεόϲ ὄνομα κύριον, Ἀχιλλεύϲ, ἐριθεύϲ· ἔϲτι δὲ εδοϲ ὀρνέου,
Ἐρετριεύϲ, ἁλιεύϲ, Ἰλιεύϲ ἀπὸ τοῦ Ἰλίου. τὸ δὲ λιον πόλιϲ ἐϲτίν.
Κιτιεύϲ, Δωριεύϲ, Τειριεύϲ, Φινεύϲ. πρόϲκειται «ὡϲ ἐπὶ τὸ πλεῖϲτον»
διὰ τὸ Νειλεύϲ· τοῦτο γὰρ διὰ τῆϲ ει διφθόγγου γράφεται· οὐκ ἐπὶ τοῦ
Νηλέωϲ τοῦ πατρὸϲ τοῦ Νέϲτοροϲ, ἐκεῖνο γὰρ διὰ τοῦ η γράφεται,
ἀλλ’ ἐπὶ τοῦ λεγομένου Ἀττικῶϲ οἰον ὁ Νείλεωϲ τοῦ Νείλεω. πρόϲκειται
«εἰ μὴ ἀπὸ πρωτοτύπου ἔχει τὴν ει δίφθογγον » διὰ τὸ Ῥοιτειεύϲ
καὶ Ϲιγειεύϲ. ἀπὸ γὰρ τοῦ Ῥcίτειον καὶ Ϲίγειον γεγόναϲι. ἔϲτι
δὲ ἀκρωτήριον Τροίαϲ.
Περὶ τῶν εἰϲ α θηλυκῶν ὀνομάτων.
Τὰ διὰ τοῦ τρια προπαροξύτονα πάντα διὰ μόνου τοῦ ι γράφεται, ψάλτρια, μαθήτρια, μονάϲτρια, λεκάϲτρια ἡ πόρνη, αὐλήτρια, πανδοκεύτρια, Ἐρέτρια, ποιήτρια.
Καθόλου τὰ διὰ τοῦ ετα προπαροξύτονα εἴτε ἐπὶ πόλεωϲ εἶτε ἐπ’
ἄλληϲ τινὸϲ οἱαϲοῦν ϲημαϲίαϲ πλὴν τῶν διὰ τοῦ τρια διὰ τῆϲ ϲι διφθόγγου
γράφεται, ἀλήθεια, εὐλάβεια, Ἀλεξάνδρεια, Ἀπάμεια, Μήδεια,
βοήθεια, ὠφέλεια, χαλκοβάρεια, Πηνελόπεια, ἀναίδεια, εὐγένεια, ἀδράνεια,
ἀπώλεια, Ἀντιόχεια, Ἄντεια, ἐπιφάνεια, ἀπέχθεια, εὔκλεια, ἄδεια.
ϲεϲημειωμένων τοῦ πότνια, μπνια, ἀμία, Πολύμνια.
Τὰ ἀπὸ τῶν εἰϲ ϲυϲ ἀρϲενικῶν διὰ τοῦ ἑια παρηγμένα θηλυκὰ δίφθογγον ἔχει οἶον βαϲιλεύϲ βαϲίλεια, πανδοκεύϲ πανδόκεια, ἱερεύϲ ἱέρεια. τοῦτο δὲ οἱ Ἀττικοὶ ἐκτείνοντεϲ τὸ α ἱερεία παροξυτόνωϲ λέγουϲιν.
Τὰ ἀπὸ τῶν εἰϲ ῦϲ ἀρϲενικῶν διὰ τοῦ εια παρηγμένα θηλυκὰ δίφθογγον ἔχει οἷον ὀξύϲ ὀξεῖα, βαρύϲ βαρεῖα, ἡδύϲ ἡδεῖα, ἥμιϲυϲ ἡμίϲεια, θῆλυϲ θήλεια, λίγεια, ἐλάχεια, μεθ’ ὧ καὶ θάλεια ἐπιθετικῶϲ, θαλία δὲ ἐπὶ τῆϲ ἀνέϲεωϲ ἢ εὐωχίαϲ.
Τὰ διὰ τοῦ εια παρώνυμα ἐπὶ τοῦ αὐτοῦ ϲημαινομένου παρηγμένα
θηλυκὰ δίφθογγον ἔχει οἷον Πηνελόπη Πηνελόπεια, Καλλιόπεια, Πλειϲτοδόκεια,
Εὐρώπεια, χαλκοβαρήϲ χαλκοβάρεια, ἠριγενήϲ ἠριγένεια, ἱππόδαϲυϲ
ἱπποδάϲεια.
Τὰ ἐπὶ πραγματείαϲ ἤγουν ϲυτγράμματοϲ διὰ τῆϲ ε διφθόγγου γράφεται
ἡ Ὀδύϲϲεια ἡ κατὰ Ὀδυϲϲέα, Ἡράκλεια ἡ κατὰ Ἡρακλέα, Τῃλεγόνεια
ἡ κατὰ Τηλέγονον, Δολώνεια, Γιγάντεια, Διομήδεια.
Τὰ διὰ τοῦ εια ἐπὶ πόλεων προπαροξύτονα θηλυκὰ δίφθογγον
ἔχει οἷον Ἀλεξάνδρεια, Ἀπάμεια, Καιϲάρεια, Ἀντιόχεια, Θέϲπεια· τὸ δὲ
ὀξυτόνωϲ λεγόμενον Θεϲπιά διὰ τοῦ ι. τὰ δὲ ἐπὶ χώραϲ ὄντα διὰ τοῦ
ί γράφεται καὶ παροξύνεται, υκία, Πιϲιδία, Κιλικία, Ϲικελία, Παφλαγονία,
Ἀρμενία, Ϲυρία, Καππαδοκία, Ἰταλία, Ἀϲία, Θεϲϲαλία, Βοιωτία,
Βιθυνία, Ἰτουρία.
Τὰ διὰ τοῦ ια εἴτε ἐπὶ πόλεωϲ εἴτε ἐπὶ χώραϲ πρὸ μιᾶϲ τὸν τόνον
ἔχοντα οὐ θέλει τῇ ι διφθόγγῳ παραλήγεϲθαι, ἐπὶ χώραϲ οἶον
Καππαδοκία, Ἀϲία, Γαλατία, Ἰταλία, Λυκία· ἐπὶ δὲ πόλεωϲ οἰον Φαρϲαλία,
Ἀπολλωνία, Φθία. πρόϲκειται « πρὸ μιᾶϲ τὸν τόνον ἔχοντα»
διὰ τὸ Ἀλεξάνδρεια.
Τὰ διὰ τοῦ εια διϲύλλαβα μονογενῆ ἔχοντα τὸ α μακρὸν ὀξύτονα
διὰ τῆϲ ει διφθόγγου γράφεται ζειά, χειά, φειὰ, μεθ’ ὡν καὶ τὰ βαρύτονα
μνεία, χρεία, λεία, δεία ἡ ἔνδεια καὶ θεία τὸ τριγενέϲ. ϲεϲη
Τὰ διὰ τοῦ ια ὑπὲρ δύο ϲυλλαβὰϲ ὀξύτονα διὰ τοῦ ι γράφεται
οἷον λαλιά, καλιά, ϲποδιά, ῥοδωνιά, ἱμονιά τὸ ἀντλητήριον, ὅρμιά,
πραϲιά, ἀνθρακιά. ϲεϲημείωται διὰ τῆϲ ει διφθόγγου γραφόμενα τὸ
παρειά, φορβειά, ϲτελειά, φορειά, ἀρειά.
Τὰ διὰ τοῦ εια θηλυκὰ ἔχοντα ῥῆμα ἀντιπαρακείμενον διὰ τοῦ
ευῶ, εἰ μέν ἐϲτιν ἀπὸ τῶν εἰϲ μῶν ὀξυτόνων, διὰ τοῦ ι γράφεται
οἷον ἡγεμών ἡγεμονεύω ἡγεμονία, κηδεμών κηδεμονεύω κηδεμονία· εἰ
δὲ μή ἐϲτιν ἀπὸ τῶν εἰϲ μῶν, διὰ τῆϲ ἑι διφθόγγου γράφεται οἷον
ἀλαζών ἀλαζονεύω ἀλαζονεία καὶ ἀπὸ ἄλληϲ δὲ οἱοϲδήποτε καταλήξεωϲ
ἐὰν ᾖ, διὰ διφθόγγου γράφεται οἷον ῥήτωρ ῥήτοροϲ ῥητορεύω
ῥητορεία, εἴρων εἰρωνεύω εἰρωνεία, πρᾶγμα πραγματεύω, ἐξ οὗ πραγματεύομαι,
πραγματεία. ὁμοίωϲ κολακεία, ἑρμηνεία, προφητεία, ξενιτεία,
ἀριϲτεία ἐκ τοῦ ἀριϲτεύϲ, ἀλητεία, βουλεία ἡ βούλευϲιϲ, γοητεία, δυναϲτεία,
ἱκετεία· ἱκεϲία δὲ διὰ τοῦ ι. λαγνεία, λάγνοϲ γὰρ τὸ ἀρϲενικόν,
προϲτατεία, προϲτάτηϲ γὰρ τὸ ἀρϲενικόν, προϲταϲία δὲ διὰ τοῦ
ι, νηϲτεία, πολιτεία, τερατεία, πρεϲβεία, δεϲποτεία, ὑδρεία τὸ ἐπὶ τῆϲ
ὑδρεύϲεωϲ, ἐπὶ δὲ τοῦ ἀγγείου διὰ τοῦ ι ὑδρία. χωρὶϲ τῶν ἀπὸ τῶν
εἰϲ οϲ ϲυνθέτων διὰ τοῦ ια παραγομένων θηλυκῶν, κἆν γὰρ ἔχᾳ
ἀντιπαρακείμενον ῥῆμα διὰ τοῦ ευω, διὰ τοῦ ι γράφεται οἰον πρόεδροϲ
προεδρεύω προεδρία, φιλανθρωπία, ἀϲωτία, ἐμπορία, παρθενία,
ϲυνοδία· ἡνιοχεία διὰ τῆϲ ει διφθόγγου ἐκ τοῦ ἡνιοχεύϲ, ἐϲπερεία ἐκ
τοῦ ἑϲπερεύϲ, μαϲτροπεία ὁμοίωϲ. Ἰϲτέον δὲ ὅτι ἐκ τούτων τὰ δίὰ τοῦ
τ ἐκφερόμενα διὰ τῆϲ ει διφθόγγου γράφεται, ὅϲα δὲ διὰ τοῦ ϲ, διὰ
τοῦ ι γράφεται.
Τὰ ἀπὸ τῶν εἰϲ οϲ ἁπλῶν μὴ ἔχοντα ῥῆμα ἀντιπαρακείμενον διὰ
τοῦ ευω διὰ τοῦ ια γινόμενα θηλυκὰ διὰ τοῦ ι γράφεται οἷον κακόϲ
κακία, ϲοφόϲ ϲοφία, μωρόϲ μωρία, ῆϲυχοϲ ἡϲυχία. πρόϲκειται «μὴ
ἔχοντα ῥῆμα ἀντιπαρακείμενον διὰ τοῦ ευῶ διὰ τὸ δοῦλοϲ δουλεύω
δουλεία, μοιχόϲ μοιχεύω μοιχεία.
Τὰ ἀπὸ τῶν εἰϲ οϲ ϲυνθέτων διὰ τοῦ ια γινόμενα παροξύτονα
ὄντα διὰ τοῦ ι γράφεται οἰον φιλόϲοφοϲ φιλοϲοφία, κακοῦργοϲκακουργία,
πρόθυμοϲ προθυμία, ἄϲωτοϲ ἀϲωτία, ῥάθυμοϲ ῥᾳθυμία, ἀϲπιδοποιόϲ
ἀϲπιδοποιῖα, ὀρθογράφοϲ ὀρθογραφία, εὔκαιροϲ εκαιρία, ἀεργόϲ
ἀεργία, ὑπερήφανοϲ ὑπερηφανία (ἀνόρεκτοϲ ἀνορεξία, ὑπόδεκτοϲ ὑποδεξία
διὰ τὴν ϲύνταξινΤ). πρόϲκειται « παροξύτονα» διὰ τὸ βοηθόϲ
βοήθεια καὶ εὔεροϲ εὐέρεια.
Τὰ ἀπὸ ἀρϲενικῶν ἐχόντων τὸ τ διὰ τοῦια γινόμενα καὶ τρέποντα τὸ τ εἰϲ ϲ διὰ τοῦ ῖ γράφεται οἰον (ἄλουτοϲ ἀλουϲία?) ἀθάνατοϲ ἀθαναϲία, ὑπηρέτηϲ ὑπηρεϲία.
Τὰ ἀπὸ τῶν εἰϲ ηϲ βαρυτόνων εἰϲ ουϲ ἐχόντων τὴν γενικὴν γινόμενα
θηλυκὰ διὰ τοῦ ι γράφεται καὶ διὰ τῆϲ ει διφθόγγου· διὰ τοῦ ι μὲν
παροξυνόμενα, διὰ δὲ τῆϲ ει διφθόγγου προπαροξυνόμενα οἱον αὐθάδηϲ
αὐθάδουϲ αὐθαδία καὶ αὐθάδεια, κακοήθηϲ κακοήθουϲ κακοηθία καὶ
κακοήθεια, ϲυνήθηϲ ϲυνηθία καὶ ϲυνήθεια.
Τὰ εἰϲ ηϲ ἀρϲενικὰ εἰϲ θηλυκὰ μεταγόμενα διὰ τῆϲ ει διφθόγγου
γράφεται καὶ μάλιϲτα ὀξύτονα ὄντα οἰον ἀληθήϲ ἀλήθεια, εὐλαβήϲ εὐλάβεια,
ἀκρίβεια, ἀπέχθεια, ἀδεήϲ ἀδέεια καὶ ἄδεια, εὐκλεήϲ εὐκλέεια
καὶ εὔκλεια, ἀναίδεια, εὐγένεια, ἀπάθεια, εὐμάθεια. λέγεται δὲ καὶ
ποιητικώτερον ἀναιδία, εὐγενία, ἀπαθία, εὐμαθία. τὸ μέντοι ἀμαθία
μόνωϲ παροξύνεται καὶ διὰ τοῦ ι γράφεται.
Τὰ παρὰ τὸ ἦθοϲ διφορεῖται, ἀήθεια καὶ ἀηθία, ποιητικώτερον δὲ
διὰ τοῦ ι καὶ παρὰ τὸ κέρδοϲ φιλοκέρδεια καὶ φιλοκερδία, αἰϲχροκέρδεια
καὶ αἰϲχροκερδία· καὶ τὰ παρὰ τὸ παθεῖν καὶ μαθεῖν, εὐπάθεια καὶ
εὐπαθία, εὐμάθεια καὶ εὐμαθία, προμήθεια καὶ προμηθία, εὐέπεια καὶ
εὐεπία, ὦφέλεια καὶ ὠφελία, εὐμάρεια καὶ εὐμαρία, οἰκωφελία καὶ κοινωφελία
μόνωϲ καὶ ἀμαθία· καὶ τὸ ι ποιητικόν. τὰ παρὰ τὸ φυή διὰ
τοῦ ι εὐφυῖα· εὕρηται καὶ εὐφύεια παρὰ Ἀλέξιδι. τὰ παρὰ τὸ τύχη
διὰ τοῦ ι, εὐτυχία· εὕρηται καὶ εὐτύχεια παρὰ Ϲοφοκλεῖ. τὰ παρὰ τὸ
ἔτοϲ διὰ τοῦ ῖ γράφεται τὰ δὲ παρὰ τὰ ἄλλα διὰ διφθόγγου.
Τὰ ἀπὸ ἐνεϲτώτων παρηγμένα θηλυκὰ προπαροξύτονα δίφθογγον
ἔχει οἷον ἀπόλω ἀπώλεια, ἐξώλεια, προώλεια, μήδω Μήδεια, θέρω
θέρεια, θάλλω Θάλεια, ἀνθῶ Ἄνθεια, χαίρω Χάρεια, κρατῶ Κράτεια.
Τὰ παρὰ μέλλοντα διὰ τοῦ ια διὰ τοῦ ι γράφεται, θύϲω θυϲία, ἄξω ἀξία, λούϲω λϲῳϲία καὶ ἀλουϲία, ὀρέξω ὀρεξία, ἔχω ἑξω ἑξία καὶ εὐεξία, πέψω πεψία ἀπεψία.
Τ διὰ τοῦ ϲια ὑπὲρ δύο ϲυλλαβὰϲ μὴ ἔχοντα ἀντιπαρακείμενον
ῥῆμα διὰ τοῦ ευω διὰ τοῦ ί γράφεται οἷον ἱκεϲία, τὸ δὲ ἱκετεία διὰ
τῆϲ ει διφθόγγου, ἱκετεύω γάρ· μετουϲία, ἀφαϲία, γερουϲία, πανδοϲία,
ἐκκληϲία, ὑπερβαϲία. πρόϲκειται «μὴ ἔχοντα ἀντιπαρακείμενον ῥῆμα
διὰ τοῦ ευῦ » διὰ τὸ περιϲϲεύω περιϲϲεία διὰ τῆϲ ει διφθόγγου.
Τὰ διὰ τοῦ νια θηλυκὰ ἔχοντα μακρὸν τὸ α διὰ τοῦ ι γράφεται
μὴ ὄντα ἀπὸ τῶν διὰ τοῦ εῦ ῥημάτων οἰον μανία, πενία, γωνία,.
ξενία, Βιθυνία, γειτονία, ἁρμονία, ἀνία. πρόϲκειται «ἔχοντα μακρὸν
τὸ ἁ » διὰ τὸ δυϲγένεια, εὐγένεια, ϲαφήνεια, εὐμένεια. πρόϲκειται «μὴ
ὄντα ἀπὸ τῶν διὰ τοῦ ἑῦῶ ῥημάτων » διὰ τὸ ἑρμηνεία, πορνεία, ἀλαζονεία.
Πάντα τὰ διὰ τοῦ ια καθαρεύοντα παροξύτονα διὰ μόνου τοῦ ι γράφεται οἷον εὐφυία’ μεγαλοφυῖα, λογοποιῖα. τὸ δὲ ὑγίεια προπαροξυτόνωϲ λέγεται.
Τὰ διὰ τοῦ ία θηλυκὰ μονογενῆ παροξύτονα ὑπὲρ δύο ϲυλλαβὰϲ
ὄντα κατὰ κοινὴν διάλεκτον, μὴ ὄντα ϲύνθετα ἀπὸ ἁπλοῦ ἔχοντα τὴν
ει δίφθογγον μήτε ἀπὸ ἐθνικῶν γινόμενα κύρια διὰ τοῦ ι γράφεται.
οἷον κοιλία, ἀγγελία, εὐϲπλαγχνία, ἀδοξία, εὐδία, ἁμαρτία, δυϲωδία,
φανταϲία, εὐμορφία, θεωρία, οἰκία. πρόϲκειται «μονογενῆ » διὰ τὸ
Πολυδευκεία χείρ καὶ Ἀλγαμεμνονεία ναῦϲ. ταῦτα γὰρ διὰ τῆϲ εἰ διφθόγγου
γράφεται ὅτι τριγενῆ ἐϲτιν, Ἀγαμεμνόνειοϲ Ἀγαμεμνονεία
Ἀγαμεμνόνειον. πρόϲκειται «παροξύτονα» διὰ τὸ εὐϲέβεια καὶ ἀναίδεια·
ταῦτα γὰρ διὰ τῆϲ ει διφθόγγου γράφεται. πρόϲκειται «ὑπὲρ
δύο ϲυλλαβὰϲ » διὰ τὸ μνεία καὶ χρεία. ταῦτα γὰρ ὁμοίωϲ γράφεται·
πρόϲκειται «κατὰ κοινὴν διάλεκτον », ἐπειδὴ πολλάκιϲ οἱ Ἀθηναῖοι ἐπὶ
τῶν διὰ τοῦ εια προπαροξυτόνων μακρὸν ποιοῦϲι τὸ α καὶ καταβιβάζουϲι
τὸν τόνον καὶ φυλάττουϲι τὴν ει δίφθογγον οἷον ἀλήθεια κοινῶϲ
καὶ ἀληθεία Ἀττικῶϲ, ἱέρεια κοινῶϲ καὶ ἱερεία Ἀττικῶϲ. πρόϲκειται
« μὴ ὄντα ϲύνθετα ἀπὸ ἁπλῶν ἔχοντα τὴν ει δίφθογγον » διὰ τὸ ϲιτοδεία,
ὃ ϲημαίνει τὴν ἔνδειαν τοῦ ϲίτου. τοῦτο γὰρ πρὸ τοῦ ἀ τόνον
ἔχει, ἀλλ’ ἀπὸ ἁπλοῦ γέγονεν ἔχοντοϲ τὴν ει δίφθογγον. ἀπὸ γὰρ
τοῦ δεία, ὃ ϲημαίνει τὴν ἔνδειαν, ὅπερ διὰ τῆϲ ει διφθόγγου γράφεται,
ἐφύλαξε τὴν ει δίφθογγον. πρόϲκειται «μὴ ἀπὸ ἐθνικῶν γινόμενα
κύρια », ἐπειδή ἐϲτιν Ἀργεῖοϲ ἀνὴρ ἀπὸ τοῦ Ἄργουϲ καὶ Ἀργεία γυνὴ
ἡ τοῦ Ἄργουϲ. καὶ γίνεται τὸ Ἀργεία ὄνομα κύριον καὶ φυλάττει τὴν
ει δίφθογγον τοῦ ἐθνικοῦ. τούτων οὖν οὕτωϲ ἐχόντων τὸ ὑγεία πρὸ
μιᾶϲ τὸν τόνον ἔχον οὐκ ἀντίκειται ἥμιν γραφόμενον διὰ τῆϲ ει διφθόγγου,
ἐπειδὴ δυνάμει προπαροξύτονόν ἐϲτιν. ὥϲπερ γὰρ ἀπὸ τοῦ
εὐϲεβήϲ γέγονεν εὐϲέβεια, οτωϲ ἀπὸ τοῦ ὑγιήϲ ὑγίεια προπαροξυτόνωϲ
καὶ κατὰ κράϲιν τοῦ ι καὶ τῆϲ ει διφθόγγου γέγονεν ὑγεία. δεῖ ϲημειώϲαϲθαι
τὸ ἀνδρεία, ὅτι πρὸ μιᾶϲ τὸν τόνον ἔχον διὰ τῆϲ ει διφθόγγου
γράφεται. λέγω δὲ τὸ ἐπὶ τῆϲ ἀρετῆϲ οἰον ἡ ἀνδρεία ὥϲπερ ἡ δικαιο-
Πάντα τὰ εἰϲ ιλλα ὀνόματα διὰ τοῦ ι γράφεται, ϲκίλλα ἡ βοτάνη, Κλλα ἡ πόλιϲ, Μύριλλα, Τελέϲιλλα, Κύδιλλα.
Τὰ διὰ τοῦ ινα ἀποϲτρέφεται τὴν ει δίφθογγον, Μύρινα, Ἄρπίνα,
Ἰουϲτῖνα, αυϲτῖνα, Ἀντωνῖνα, Κωνϲταντῖνα, Καμάρινα χωρὶϲ
τοῦ πεῖνα τοῦ ἐπὶ τῆϲ ἐνδείαϲ, πῖνα δὲ ἐπὶ τοῦ θαλαϲϲίου διὰ τοῦ ι,
καὶ τοῦ τέρεινα, ὃ ϲημαίνει τὴν ἁπαλήν.
Τὰ διὰ τοῦ ιννα διὰ τοῦ ι γράφεται, Φίλιννα, Ηριννα, Κόριννα, Βίτιννα.
Πάντα τὰ διὰ τοῦ ειρα προπαροξύτονα διὰ τῆϲ εῖ διφθόγγου γράφεται κτλ.
Τὰ διὰ τοῦ ιϲα μὴ ὄντα ἀπὸ ῥημάτων ἐχόντων τὴν ει δίφθογγον
διὰ τοῦ ι γράφεται οἰον ϲάριϲα. Πῖϲα, Λάριϲα, μιϲα, Κρῖϲα, κνῖϲα,
Μῖϲα. πρόϲκειται «μὴ ὄντα ἀπὸ ῥημάτων ἐχόντων τὴν ει δίφθογγον»
διὰ τὸ πεῖϲα ἡ πειθώ καὶ δεῖϲα ἡ ὑγραϲία. ἀπὸ γὰρ τοῦ δεύϲω μέλλοντοϲ
γέγονε δεῦϲα καὶ κατὰ τροπὴν τοῦ ῦ εἰϲ ι δεῖϲα.
Πόντα τὰ εἰϲ ϲϲα λήγοντα διὰ τοῦ ι γράφεται, κίϲϲα, πίϲϲα, βαϲίλιϲϲα, Φοινίκιϲϲα, μέλιϲϲα· οὐδέποτε γὰρ πρὸ τῶν δύο cc ἡ ει δίφθογγοϲ εὑρίϲκεται κτλ.
Τὰ εἰϲ α λήγοντα διϲύλλαβα μονογενῆ ἔχοντα πρὸ τοῦ ᾶ διπλοῦν διὰ τοῦ ί γράφεται, ῥίζα, ϲχίζα, δίψα, Φρίξα.
Τὰ εἰϲ α λήγοντα ὑπὲρ δύο ϲυλλαβὰϲ ἔχοντα πρὸ τοῦ α διπλοῦν διὰ τοῦ ι γράφεται οἷον Δούριζα λίμνηϲ ὄνομα, Τυρόδιζα ὄνομα πόλεωϲ.
Περὶ τῶν εἰϲ η.
Τὰ εἰϲ η λήγοντα θηλυκὰ ἔχοντα πρὸ τοῦ η ἤ τὸ β ἢ τὸ γ ἢ τὸ
δ οὐ θέλει τῇ εῖ διφθόγγῳ παραλήγεϲθαι οἱον τριβή, ἐρυϲίβη, ϲτίβη
ἡ ψυχρία, Θήβη, ἥβη ἡ ἀκμή, βλάβη, λώβη, λcιβή ἡ ϲπονδή, ϲτcιβή,
ἀμοιβή ἡ ἀνταπόδοϲιϲ. ταῦτα μὲν δίφθογγον ἔχει, ἀλλ’ οὐ τὴν ει.
τὰ δὲ ἔχοντα τὸ γ οἷον ϲιγή, πηγή, καὶ τὸ δ Ϲίδη, κνίδη ὁ κόϲμοϲ
καὶ ἡ τρυφή.
Τὰ εἰϲ η λήγοντα θηλυκὰ ἔχοντα πρὸ τοῦ η τὸ θ ὴ τὸ ψ ἢ τὸ χ οὐ θέλει τῇ ει διφθόγγῳ παραλήγεϲθαι οἶον τίτθη ἡ τροφόϲ, κριθή, μέθη, ποθή ἡ ἐπιπόθηϲιϲ, ἀγρίφη τὸ δίκελλον, ϲκιδάφη ἡ ἀλώπηξ, Ἐρίφη, κορυφή. Μυϲτίχη, πυρρίχη, Ϲιμίχη.
Τὰ εἰϲ ῆ λήγοντα θηλυκὰ ἔχοντα πρὸ τοῦ ῆ ὴ τὸ λ ἑ τὸ μ ἢ τὸ
ν οὐ παραλήγεται τῇ εἰ διφθόγγῳ οἰον κίχλη, τρίγλη, ὁμίχλη, εἰϲίθμη,
ίφθίμη, τιμή, παλάμη, ϲπιθαμή, αἰχμή ἡ λόγχη, πολίχνη ἡ μικρὰ πόλιϲ,
λίμνη, κυλίχνη, ϲημαίνει δὲ φιάλην ίατρικήν, Αἴτνη χωρὶϲ τοῦ
Εὐδείπνη, ἔϲτι δὲ ὄνομα νήϲου, καὶ τοῦ πείνη, ἀπὸ γὰρ τοῦ πένομαι
γέγονε πεῖνα καὶ κατὰ τροπὴν Ἰώνων τοῦ α εἰϲ η πείνη.
Τὰ εἰϲ η λήγοντα θηλυκὰ ἔχοντα πρὸ τοῦ η ἢ τὸ κ ἢ τὸ π ἢ τὸ τ οὐ θέλει τῇ ει διφθόγγῳ παραλήγεϲθαι.
Τὰ διὰ τοῦ ιλη μήτε ἀπὸ κράϲεωϲ ἔχοντα μήτε ἀπὸ πλεοναϲμοῦ
τὸ ι ἀποϲτρέφεται τὴν ει δίφθογγον οἷον ϲμίλη τὸ ϲμιλίον, ἴλη ἡ
ἄθροιϲιϲ, παϲτίλη η τελευταία ἡμέρα τοῦ ἐνιαυτοῦ, ϲπατίλη τὸ ἀπόξυϲμα
τῶν δερμάτων καὶ τὸ υγρὸν διαχώρημα, μυϲτίλη ὁ κοῖλοϲ ἄρτοϲ,
μαρίλη η κόνιϲ ἡ γινομένη ἐκ τοῦ ϲβέννυϲθαι τοὺϲ καρπούϲ. πρόϲκειται
ἐν τῷ κανόνι μὴ ὄντα ἀπὸ κράϲεωϲ » διὰ τὸ δείλη ἡ δειλινή.
τοῦτο γὰρ διὰ τῆϲ ει διφθόγγου γράφεται, ἀλλ’ ἀπὸ κράϲεώϲ ἐϲτιν,
ἀπὸ γὰρ τοῦ ἐνδεῖν τῇ ἕλῃ, ὅ ἐϲτι τῇ θερμαϲίᾳ — τότε γὰρ ἄρχεται ἡ
θερμαϲία τοῦ ἡλίου ἐνδεῖν γέγονε δεέλη καὶ κατὰ κρᾶϲιν τῶν δύο εε
εἰϲ τὴν ει δίφθογγον δείλη. πρόϲκειται πάλιν « μὴ ἔχοντα ἀπὸ πλεοναϲμοῦ
τὸ ι» ἐπειδὴ ἀπὸ τοῦ ἕλη τοῦ ϲημαίνοντοϲ τὴν θερμαϲίαν γίνεται
εἴλη διὰ τῆϲ ι διφθόγγου κατὰ πλεοναϲμὸν τοῦ ι. δεῖ προϲθεῖναι
χωρὶϲ τοῦ ὀφειλή τὸ χρέοϲ καὶ ἀπειλή καὶ ὠτειλή τὸ τραῦμα.
Τὰ διὰ τοῦ ινη μονογενῆ, μὴ γενόμενα ἀπὸ ἐπιθέτων κύρια ἀποϲτρέφεται
τὴν διὰ τῆϲ ει διφθόγγου γραφὴν οἰον δίνη, ῥινή, ἰατρίνη,
θριδακίνη, ὑϲμίνη, Ὠκεανίνη, Εὐηνίνη, Αἰητίνη, Ἀδρηϲτίνη, εἰλαπίνη,
μυρϲίνη, Κλεοβουλίνη, δωτίνη, ὑἡρωῖνη, ῥητίνη, ἀξίνη, Παλαιϲτίνη.
πρόϲκειται « μονογενῆ» διὰ τὸ ἐκεῖνοϲ ἐκείνη. πρόϲκειται «μὴ
ἀπὸ ἐπιθέτων γινόμενα κύρια» διὰ τὸ φωτεινόϲ φωτεινή καὶ τὸ κύριον
ὄνομα Φωτεινή. μετάγεται γὰρ ἀπὸ ἐπιθέτου. χωρὶϲ τοῦ πείνη, ὅπερ
ἀπὸ τοῦ πεῖνα γέγονεν.
Τὰ εἰϲ τη λήγοντα οὐ θέλει τῇ ει διφθόγγῳ παραλήγεϲθαι οἱον
Τὰ ειϲ τη λήγοντα θηλυκὰ βαρύτονα ὑπὲρ δύο ϲυλλαβὰϲ ἑνὶ φωνήεντι
παραλήγεται, Θεοδότη, μελέτη, Ἀλφροδίτη, Ἀμφιτρίτη, ἐλάτη.
πρόϲκειται «ὑπὲρ δύο ϲυλλαβὰϲ» διὰ τὸ χαίτη ἡ θρίξ καὶ κοίτη. πρόϲκειται
βαρύτονα » διὰ τὸ τελευτή ὀξύτονον.
Περὶ οὐδετέρων.
Τὰ διὰ τοῦ ιον οὐδέτερα διϲύλλαβα μονογενῆ βαρύτονα διὰ τοῦ
ί γράφεται οἶον μνίον, ῥίον, ϲίον , ἴον, δρίον, τοῦτό τινεϲ καὶ δρίοϲ
γράφουϲι, Δῖον ἡ πόλιϲ. ϲεϲημείωται τὸ κρεῖον τὸ δεκτικὸν τῶν
κρεῶν ἀγγεῖον, εἰον ὃ καὶ ἤϊον ἐν διαλύϲει λέγεται, τὸ εἰϲ τὸ ἰέναι
ἐπιτήδειον, νεῖον τῆϲ νηὸϲ τὸ πυθμενοειδὲϲ ξύλον, διὰ τῆϲ ει διφθόγγου
γραφόμενα.
Τὰ ὑποκοριϲτικὰ διὰ τοῦ ι γράφεται οἶον ἰχθύδιον, δελφάκιον.
Τὰ διὰ τοῦ ιδιον ὑποκοριϲτικὰ τὴν τρίτην ἀπὸ τέλουϲ, εἰ μὲν ἀπὸ
πρωτοτύπου ἔχει τὸ ε διὰ τῆϲ ει διφθόγγου γράφεται οἰον φύϲεωϲ
φυϲείδιον, λέξεωϲ λεξείδιον, γλυκείδιον, ἑξείδιον, ὀξείδιον, ῥηίείδιον,
ταμιείδιον, θυείδιον, εἰ δὲ μή, διὰ τοῦ ι βιβλίον βιβλίδιον,
κοιλία κοιλίδιον, γωνία γωνίδιον, ὀψάριον ὀψαρίδιον, κοχλίαϲ κοχλίδιον,
ῥιπίδιον, ϲελίδιον, ψαλίδιον, γραμματίδιον, ὅτε ἀπὸ τοῦ γραμμά
τίον ὑποκοριϲτικόν, διὰ τοῦ ι. ὅτε δὲ ἀπὸ τοῦ γραμματεῖον, διὰ τῆϲ
ει διφθόγγου.
Τὰ διὰ τοῦ οντιον ὑποκοριϲτικὰ μονογενῆ διὰ τοῦ ι γράφει τὴν
παραλήγουϲαν οἷον λεόντιον ὁ μικρὸϲ λέων, δρακόντιον, ἀκόντιον,
δόντιον ἡ βοτάνη καὶ τὸ τοῦ ϲτόματοϲ, γερόντιον. τὸ δὲ δράκον
τειον αἰμα καὶ λεόντειον μετουϲιαϲτικὰ καὶ τὸ γερόντειον κτητικόν.
Τὰ διὰ τοῦ ιον οὐδέτερα πρὸ μιᾶϲ τὸν τόνον ἔχοντα μὴ ὄντα
κτητικὰ μηδὲ ἀπὸ τῶν διὰ τοῦ εῦῶ ῥημάτων ἢ ἀπὸ τῶν εἰϲ ω ληγόντων
ἐνεϲτώτων διὰ τοῦ ῖ γράφεται οἰον ἑρκίον, τειχίον, τεκνίον,
βιβλίον. πρόϲκειται «μὴ ὄντα κτητικὰ» διὰ τὸ κουρεῖον, βαφεῖον, πρόϲκειται
«μὴ ἀπὸ τῶν διὰ τοῦ ϲῦῦ ῥημάτων» διὰ τὸ πορνεύω πορνεία,
πρυτανεύω πρυτανεία. πρόϲκειται μὴ ὄντα ἀπὸ τῶν εἰϲ ω ῥημάτων »
διὰ τὸ ἄγω ἀγγεῖον, λέγω λογεῖον καὶ ἀναλογεῖον.
Τὰ διὰ τοῦ ιον οὐδέτερα μονογενῆ προϲηγορικὰ ἔχοντα μετὰ τὴν
πρώτην δύο ϲύμφωνα κατὰ ϲύλληψιν ἢ κατὰ διάϲταϲιν, πρὸ τέλουϲ
ἔχοντα τὸν τόνον, μὴ ὄντα ἀπὸ τῶν διὰ τοῦ ευω ῥημάτων διὰ τοῦ
Τὰ διὰ τοῦ αντιον οὐδέτερα μονογενῆ διὰ τοῦ ι γράφεται οἰον
Αίάντιον ἡ πόλιϲ, Περγάντιον ἡ πόλιϲ, βαλάντιον τὸ ἀκόντιον. πρόϲκειται
«μονογενῆ », ἐπεὶ τὰ τριγενῆ διὰ τῆϲ ει διφθόγγου γράφεται
οἰον Αἰάντειον βούλημα.
Τὰ διὰ τοῦ ιιον μονογενῆ οὐδέτερα διὰ τοῦ ι γράφει τὴν παραλήγουϲαν
οἰον ἑλένιον ἡ βοτάνη, ζρμέvιον, Παρθένιον ὄνομα ὄρουϲ,
αὐχένιον. τοῦτο δὲ διφορεῖται ὡϲ καὶ διὰ τῆϲ ει διφθόγγου γράφεται.
ϲεϲημείωται τὸ γένειον διὰ τῆϲ ει διφθόγγου γραφόμενον.
Τὰ ἀπὸ τῶν εἰϲ ευϲ διὰ τοῦ ειον γενόμενα οὐδέτερα μονογενῆ διὰ
τῆϲ ει διφθόγγου γράφεται καὶ προπεριϲπᾶται, κουρεύϲ κουρεῖον, κναφεύϲ
κναφεῖον, τραμματεύϲ γραμματεῖον, βαλανεύϲ βαλανεῖον,βαφεύϲβαφεῖον
πλὴν τοῦ Θηϲεύϲ Θήϲειον καὶ Φύτειον πόλιϲ ἀπὸ Φυτέωϲ τοῦ κτίϲαντοϲ
αὐτήν. πρόϲκειται «μονογενῆ διὰ τὸ βαϲιλεύϲ βαϲίλειον ἔϲτι δὲ τριγενέϲ.
βαϲίλειοϲ οἰκὸϲ, βαϲιλεία χείρ καὶ βαϲίλειον οἴκημα.
Τὰ ἀπὸ τῶν εἰϲ ω διὰ τοῦ ειον γινόμενα οὐδέτερα διὰ τῆϲ ει
διφθόγγου γράφεται καὶ προπεριϲπᾶται, γράφω γραφεῖον, ἄγω ἀγγεῖον,
λέγω λογεῖον, φέρω φορεῖον, πορνεύω πορνεῖον, πρυτανεύω πρυτανεῖον,
ταμιεύω ταμιεῖον.
Τὰ ἀπὸ τῶν εἰϲ οϲ ἀρϲενικῶν παρηγμένα οὐδέτερα εἰϲ ον καθαρὸν λήγοντα διὰ τῆϲ ει διφθόγγου γράφεται οἷον πρῶτοϲ πρωτεῖον, διδάϲκαλοϲ διδαϲκαλεῖον, ϲτοῖχοϲ ϲτοιχεῖον.
Τὰ ἀπὸ τῶν εἰϲ οϲ οὐδετέρων διϲυλλάβων διὰ τοῦ ειον γινόμενα
οὐδέτερα μονογενῆ διὰ τῆϲ ει διφθόγγου γράφεται, δάνοϲ δάνειον,
γένοϲ γένειον, βρένθοϲ βρένθειον, γῆτοϲ γήτειον. πρόϲκειται «μονογενῆ»
διὰ τὸ ἅγοϲ ἅγιον διὰ τοῦ ι. ἀλλ’ οὐκ ἔϲτι μονογενέϲ, ὁ ἅγιοϲ
γὰρ καὶ ἡ ἁγία καὶ τὸ ἅγιον. χωρὶϲ τοῦ ἴχνοϲ ἰχνίον.
Τὰ διὰ τοῦ ειον οὐδέτερα ἀπὸ τῶν εἰϲ μα οὐδετέρων γινόμενα
πρὸ τέλουϲ ἔχοντα τὸν τόνον μὴ ὑποκοριϲτικὴν ἔχοντα ϲημαϲίαν διὰ
τῆϲ ει διφθόγγου γράφεται οἰον ϲῆμα ϲημεῖον, ϲῶμα ϲωματεῖον, γράμμα
γραμματεῖον. τὸ δὲ ϲωμάτιον καὶ γραμμάτιον ὑποκοριϲτικά ἐϲτι καὶ
προπαροξύτονα καὶ διὰ τοῦ ι γράφεται.
Εἰϲί τινα ἀπὸ τῶν εἰϲ διπλοῦν ληγόντων γινόμενα διὰ τοῦ ειον,
ἅτινα διὰ τῆϲ ει διφθόγγου γράφεταr οἷον Κύκλωψ Κυκλώπειον ἔϲτι
δὲ ὄροϲ ἐν Λιβύῃ, Φοῖνιξ Φοινίκειον, κῆρυξ Κηρύκειον.
Τὰ διὰ τοῦ ειον τριϲύλλαβα κύρια ἢ καὶ ἰδιάζοντα κατὰ πόλεων
ἔϲτωϲαν δὲ παραδείγματα τοῦ κανόνοϲ ταῦτα Γύθειον, Ϲέρρειον ἡ πόλιϲ,
Φίκειον ὄνομα τόπου. τοῦτο δὲ εὕρηται καὶ διὰ βραχέοϲ τοῦ ι.
ῖϲωϲ δὲ ξυνέδραμε τῷ Ῥύτιον Αἴγιον Ϲούνιον. Βούδειον, Ϲίγειον, Λέπρειον
Καυκώνων πόλιϲ, Ῥοίτειον πόλιϲ, Φύτειον, Κράνειον γυμνάϲιον
ἐν Κορίνθῳ.
Τὰ διὰ τοῦ ειον τριϲύλλαβα ν παραληγόμενα προπαροξύτονα ἀπὸ ἑνὸϲ φωνήεντοϲ ἀρχόμενα διὰ τῆϲ ει διφθόγγου γράφεται, ὄνειον, Φάνειον, κράνειον, κώνειον, δάνειον, γένειον, κάνειον, Πάνειον, κτένειον.
Τὰ διὰ τοῦ ὲιον μονογενῆ τριϲύλλαβα προπαροξύτονα ἀπὸ ἑνὸϲ
ϲυμφώνου ἀρχόμενα, ἔχοντα τὸ η ἢ τὸ ω διὰ τῆϲ ει διφθόγγου γράφεται,
κώρειον, ζώτειον, γήτειον, χήλειον, γήρειον, βήχειον, κήτειον.
Τὰ διὰ τοῦ ειον μονογενῆ τριϲύλλαβα προπεριϲπώμενα διὰ τῆϲ ει
διφθόγγου γράφεται, μνημεῖον, ϲημεῖον, πρωτεῖον, ϲφηκεῖον, ἠχεῖον,
πορνεῖον, λυχνεῖον, ἀρχεῖον, φυλλεῖον, ϲτοιχεῖον, ἀγγεῖον, χυτρεῖον,
χυρρεῖον, τοπεῖον, ϲκαφεῖον, κουρεῖον τὸ κοινῶϲ λεγόμενον. τὸ δὲ
ἰδίωϲ παρ’ Ἀθηναίοιϲ προπαροξύνεται καὶ διὰ τοῦ ι γράφεται, γραφεῖον,
πρεϲβεῖον, χαλκεῖον, λοφεῖον, πορθμεῖον, μουϲεῖον, βραβεῖον,
φορεῖον, πορεῖον, ποδεῖον, πομπεῖον, ὀχεῖον. ϲεϲημείωται βαῖον ἐπὶ
φοίνικοϲ διὰ τοῦ ι γραφόμενον.
Τὰ διὰ τοῦ ιον οὐδέτερα ὑπὲρ τρεῖϲ ϲυλλαβὰϲ μονογενῆ προπαροξύτονα
διὰ τοῦ ι γράφεται οἷον Βυζάντιον, παρθένιον, γενέθλιον,
θεοφάνιον, ϲυβόϲιον, αἰπόλιον χωρὶϲ τῶν κτητικῶν διὰ τὸ Ἀνακτόρειον
καὶ Ἡράκλειον.
Τὰ διὰ τοῦ ειον οὐδέτερα μονογενῆ ὑπὲρ τρεῖϲ ϲυλλαβὰϲ πρὸ μιᾶϲ
τὸν τόνον ἔχοντα διὰ τῆϲ ει διφθόγγου γράφεται οἷον μαγειρεῖον, ἰατρεῖον,
ὀρφανοτροφεῖον, ίχθυοτροφεῖον, ίαμβεῖον, βαλανεῖον, ὀπτανεῖον,
ὅπερ παρὰ τοῖϲ Ἀττικοῖϲ προπαροξύνεται καὶ διὰ τοῦ ι γράφεται.
πρόϲκειται «μονογενῆ » διὰ τὸ ἐναντίον. « πρὸ μιᾶϲ τὸν τόνον
ἔχοντα διὰ τὸ αἰπόλιον καὶ ἀρτοπώλιον. ὑπὲρ τρεῖϲ ϲυλλαβὰϲ » διὰ
τὸ παιδίον· οὐκ ἀναϲτρέφοντοϲ τοῦ κανόνοϲ· οὐ γὰρ πάντα τὰ τριϲύλλαβα
διὰ τοῦ ι. ἰδοὺ γὰρ τὸ πτωχεῖον, πορνεῖον, πρωτεῖον διὰ
τῆϲ ει διφθόγγου γράφεται.
Τὰ διὰ τοῦ ειον ὑπὲρ τρεῖϲ ϲυλλαβὰϲ κύρια μονογενῆ ποπαροξύτονα
διὰ τῆϲ ει διφθόγγου γράφεται, Ἀδραμύττειόν, Κροκύλειον, Τπάτειον,
Ἐφιάλτειον, Κηρύκειον, Ταντάλειον, Δαϲκύλειον, ορβάντειον.
Nάξειον, Κυκλώπειον, Μυρμήκειον. τὸ γὰρ ἕτερον προπεριϲπάται.
Κλεάδειον, Γορδίειον, Δοκιμίειον πόλειϲ Φρυγίαϲ, Δορυλάειον, Κοτιάειον,
Καπετωλίειον καὶ ἐν ϲυναιρέϲει Καπετώλειον.
Τὰ ἐπὶ τεμενῶν καὶ ἑορτῶν διὰ τοῦ ειον οὐδέτερα μονογενῆ ὑπὲρ
τρεῖϲ ϲυλλαβὰϲ προπαροξύτονα καὶ προπεριϲπώμενα διὰ τῆϲ ει διφθόγγου
γράφεται πρυτανεῖον, Νεμεϲεῖον, Ϲεραπεῖον, Οϲιιρεῖον, Ἀνουβεῖον,
Βενδίδειον, Θετίδειον, Ἡράκλειον, Ποϲειδύνειον, Χαρώνειον,
Αἰάκειον κτλ.
Τὰ διὰ τοῦ ινονν προπαροξύτονα ἀποϲτρέφεται τὴν ει δίφθογγον
χωρὶϲ εἰ μή ἐϲτιν ἀπὸ ἁπλοῦ ἔχοντοϲ τὴν ει δίφθογγον οἰον κύμινον,
ϲέλινον, ἀνθρώπινον, λίθινον, ξύλινον· χωρὶϲ εἰ μή ἐϲτιν ἀπὸ ἁπλοῦ»
διὰ τὸ ξεῖνοϲ ξένοϲ ἄξεινον.
Τὰ εἰϲ ρον οὐδέτερα μετ’ ἐπιπλοκῆϲ ϲυμφώνου ὑπὲρ δύο ϲυλλαβὰϲ ὄντα ἑνὶ φωνήεντι παραλήγεται οἶον πέλεθρον, τέρεθρον, βέρεθρον, φέλετρον καὶ φέλετρα· οὕτω καὶ θύρετρον. πρόϲκειται «ὑπὲρ δύο ϲυλλαβὰϲ» διὰ τὸ ῥεῖθρον καὶ κλεῖθρον.
Τὰ εἰϲ α λήγοντα ὀνόματα τῶν ϲτοιχείων ἑνὶ φωνήεντι θέλει παραλήγεϲθαι οἷον ἄλφα, βῆτα, γάμμα, δέλτα. οὕτωϲ οὖν καὶ τὸ ϲ ἐνὶ φωνήεντι θέλει παραλήγεϲθαι.
Πᾶν ὄνομα οὐδέτερον εἰϲ ϲμα λῆγον διὰ τοῦ ι γράφεται οἰον
βάδιϲμα, ῥάπιϲμα, ϲόφιϲμα. ἀπὸ γὰρ τῶν εἰϲ ζω ῥημάτων βαδίζω, ῥαπίζω,
ϲοφίζω· ϲεϲημείωται τὸ ἔρειϲμα ἐκ τοῦ ἐρείδω γενόμενον, ὅ ἐϲτιν
ὑποϲτήριγμα, καὶ δάνειϲμα.
Τὰ εἰϲ ι λήγοντα οὐδέτερα οὐ θέλει τὴν ει δίφθογγον παραλήγεϲθαι οἰον μέλι, κιννάβαρι, ϲίνηπι, πέπερι, ϲίμμ.
Περὶ ῥημάτων.
Ὅϲα ῥήματα ἐν τῷ μέλλοντι ἔχει τὸ ε, ταῦτα πολὺ πρότερον καὶ ἐν τῷ ἐνεϲτῶτι εἶχεν οἰον κερῶ κείρω, δερῶ δείρω, φθερῶ φθείρω.
Ὅϲα ῥήματα ἐν κινήϲει εὑρίϲκεται γεννῶντα τὸ ο, τὸ ε πρότερον εἰχεν οἷον ἀμείβω ἀμοιβή, λείβω λοιβή, λείχω λοιχόϲ.
Τὰ ἔχοντα ὥϲπερ ἀναδιπλαϲιαϲμόν τινα ἤγουν πλεοναϲμὸν κατὰ τὴν ἄρχουϲαν διὰ τοῦ ι γράφεται οἰον ϲτῶ ἱϲτῶ, δῶ διδῶ, θῶ τιθῶ, χρῶ κιχρῶ, μνήϲκω μιμνήϲκω, πλῶ πιπλῶ, τρώϲκω τιτρώϲκω.
Τὰ εἰϲ βω λήγοντα ῥήματα οὐ θέλει τῇ ει διφθόγγῳ παραλήγεϲθαι οἷον ϲτίλβω, θλίβω, βιβῶ, τρίβω, φέρβω, ϲέβω, βαυβῶ τὸκαθεύδω. τρία δ’ ἐϲτὶν εἰϲ βω ῥήματα διὰ τῆϲ ει διφθόγγου γραφόμενα. οἰον ἀμείβω, ϲτείβω τὸ περιπατῶ καὶ λείβω καὶ εἴβω κατὰ ἀποβολὴν τοῦ λ.
Τὰ εἰϲ ῶ λήγοντα ῥήματα ἑνὶ φωνήεντι παραλήγεται οἰον βάπτω, ϲκάπτω, τύπτω, ἵπτω, λίπτω, νίπτω, πίπτω, ῥίπτω, πλὴν τοῦ φιλαλειπτῶ.
Τὰ εἰϲ χω ῥήματα τῇ ειδιφθόγγῳ οὐ παραλήγεται οἰονκιχῶ ὀμιχῶ αὐχῶ πλὴν τοῦ ϲτείχω καὶ λείχω.
Τὰ διὰ τοῦ ειδω ῥήματα εἴτε διϲόλλαβα εἶτε τριϲύλλαβα διὰ τῆϲ ει διφθόγγου γράφεται, εἴδω, φείδω, ἐρείδω. τοῦτο διὰ τοῦ ι γράφεϲθαι λέγει ὁ Ἀπολλώνιοϲ, ἀλλ’ ἡ παράδοϲιϲ διὰ τῆϲ ει διφθόγγου οἶδεν αὐτὸ γεγραμμένον.
Τὰ διὰ τοῦ ιζω ῥήματα εἶτε διϲύλλαβα εἴτε ὑπὲρ δύο ϲυλλαβὰϲ
διὰ τοῦ ι γράφεται οἰον τρίζω, ϲχίζω, πρίζω, κτίζω, χαρίζω, χω
ῥιζῶ, βαπτίζω, ὀνειδίζω, αἰκίζω, πορίζω, Λυδίζω, λακτίζω. ϲεϲημείωται
τὸ δανείζω, χρζω, κλῄζω, μείζω. τὸ μὲν δανείζω ἀπὸ τοῦ
δάνειον γέγονε δανειάζω ὥϲπερ γένειον γενειάζω καὶ ἐν ϲυγκοπῇ δανείζω.
τὸ δὲ χρῇζω διὰ τοῦ η γράφεται καὶ μετὰ τοῦ ῖ, ἐπειδὴ ἀπὸ
τοῦ χρέοϲ γέγονε χρείζω καὶ κατὰ τροπὴν τοῦ ε εἰϲ η καὶ ϲυναιρέϲει
τοῦ ι γέγονε χρῇζω. ὡϲαύτωϲ ἀπὸ τοῦ κλέοϲ κλείζω καὶ κληίζω καὶ
κλiζω κατὰ διάλεκτον. τὸ δὲ μειζω διὰ τῆϲ ει διφθόγγου, ἐπειδὴ ἀπὸ
τοῦ μείζων ϲυγκριτικοῦ γέγονε· τὸ δὲ μείζων ϲυγκριτικὸν γράφεται διὰ
διφθόγγου, ἐπειδὴ ἀπὸ τοῦ μέγαϲ γέγονε μεγάτεροϲ ὁ πρῶτοϲ τύποϲ
καὶ ὁ δεύτεροϲ μεγίων καὶ ὁ τρίτοϲ ὁ διὰ δύο ϲϲ μέϲϲων. τὰ δὲ δύο
Τὰ διὰ τοῦ ϲῖνῦ διϲύλλαβα, εἰ μὲν διὰ τοῦ ἑ ἐκφέρεται κατὰ τὸν
μέλλοντα, διὰ τῆϲ ει διφθόγγου γράφεται οἰον κτενῶ κτείνω, τενῶ
τείνω· εἰ δὲ μὴ ἐκφέρεται διὰ τοῦ ἑ, διὰ τοῦ ι γράφεται οἶον κλίνω
κλινῶ, κρίνω κρινῶ.
Τὰ διὰ τοῦ eινῦ ὑπὲρ δύο ϲυλλαβάϲ, μὴ ϲυντεθειμένα ἀπὸ ἁπλοῦ
γραφομένου διὰ τοῦ ι, διὰ τῆϲ ει διφθόγγου γράφεται οἷον φαείνω,
ἀλεείνω, ἐρεείνω πλὴν τοῦ ὀρίνω ὠδίνω. ὑπὲρ δύο ϲυλλαβὰϲ» δὲ
διὰ τὸ κρίνω κλίνω· «ἀπὸ ἁπλῶν» δὲ κδιὰ τοῦ γραφομένων» διὰ τὸ
κρίνω καὶ ϲυγκρίνω.
Πάντα τὰ διὰ τοῦ ειρῶ τὴν διὰ τοῦ ῖ μόνου γραφὴν ἀποϲτρέφεται οἰον ἀγείρω, ἀείρω, ἱμείρω, οἰκτείρω, ἐγείρω, ἐθείρω τὸ ἐξ ἔθουϲ τὶ διαπράττομαι, ϲπείρω, εἱρω, δείρω.
Τὰ εἰϲ ω λήγοντα ῥήματα βαρύτονα ἔχοντα δύο τὰ αὐτὰ ϲύμφωνα οὐ θέλει τῇ ει διφθόγγῳ παραλήγεϲθαι οἷον τίλλω, πάλλω, ἀῖϲϲω, ἑλίϲϲω. πρόϲκειται «βαρύτονα» διὰ τὸ κρειϲϲῶ.
Τὰ παρὰ μέλλοντα ἢ ἐνεϲτῶτα περιϲπώμενον ὑπὲρ μίαν ϲυλλαβὴν
διὰ τοῦ ειω γινόμενα παραγωγὰ διὰ τῆϲ ει διφθόγγου γράφεται οἶον
θῶ θείω, ϲῶ ϲείω, κῶ τὸ ὑπνῶ, ἐξ οὗ κῶμα ὁ ὕπνοϲ, κείω, οὗ ὁ
μέλλων κείϲω καὶ παθητικὸν κείομαι καὶ κατὰ ϲυγκοπὴν κεῖμαι, ὀλῶ
ὀλείω, κιχῶ κιχείω, ὄψω ὀψείω, βρώϲω βρωϲείω, ποιήϲω ποιηϲείω,
γαμήϲω γαμηϲείω, τελῶ τελείω, κρατῶ κρατείω, ῥιγῶ ῥιγείω, ὀκνῶ
ὀκνείω, θάλπω θαλπείω.
Τὰ διὰ τοῦ ιω ὑπὲρ δύο ϲυλλαβὰϲ περιϲπώμενα μὴ ἀπὸ ὀνομάτων
ἔχοντα τὴν γένεϲιν τῶν διὰ τῆϲ ει διφθόγγου γραφομένων διὰ τοῦ ι
γράφεται, μηνιῶ, μητιῶ, ἀνιῶ, μειδιῶ, ἀγωνιῶ, ἀκηδιῶ, ἐρυθριῶ,
κοπιῶ, ἀγαλλιῶ, ἀξιῶ, μετριῶ. πρόϲκειται κμὴ ἀπὸ ὀνόματοϲ γεγενημένα
ἔχοντα τὴν ει δίφθογγον» διὰ τὸ οἰκεῖοϲ οἰκειῶ, τέλειοϲ τελειῶ.
ἀνδρεῖοϲ ἀνδρειῶ, ἀχρεῖοϲ ἀχρειῶ. τὸ ἐϲθίω, ἀτίω, ἀΐω τὸν τόνον
ἀμείψαντα τὴν διὰ τοῦ ι γραφὴν ἐφύλαξαν, οἷϲ ἀκόλουθον καὶ τὸ
μαϲτίω ἐκ τοῦ μαϲτίζω γενόμενον.
Τὰ διὰ τοῦ ιω διϲύλλαβα βαρύτονα μὴ παρ’ ἐνεϲτῶτα ἢ μέλλοντα
παρηγμένα μηδὲ ἀπὸ πλεοναϲμοῦ ἔχοντα τὸ ι μηδὲ ἔχοντα ἀντιπαρακείμενον
τὸ ο διὰ τοῦ ι γράφεται, ιω, ὅπερ καὶ περιϲπᾶται, ἐξ οὗ
παρηγμένα» διὰ τὸ θῶ θείω, ϲῶ ϲείω, κῶ κείω. «μηδὲ ἀπὸ πλεοναϲμοῦ
ἔχοντα τὸ ι» διὰ τὸ χέω χείω, πνέω πνείω. «μηδὲ ἔχοντα ἀντιπαρακείμενον
τὸ ο» διὰ τὸ κλείω κλοιόϲ.
Τὰ διὰ τοῦ ιω ὑπὲρ δύο ϲυλλαβὰϲ ὄντα βαρύτονα κλινόμενα εἰϲ
μέλλοντα διὰ τοῦ ι γράφεται οἰον μητίω μητίϲμω|, κονίω κονίϲω, κυλίω
κυλίϲω, μηνίω μηνίϲω τὸ ὀργίζομαι ὥϲπερ καὶ τὸ μηνιῶ περιϲπώμενον,
δηριῶ δηρίϲω. πρόϲκειται «ὑπὲρ δύο ϲυλλαβὰϲ » διὰ τὸ κλείω κλείϲω.
πρόϲκειται «βαρύτονα» διὰ τὸ ἀχρειῶ ἀχρειώϲω, τελειῶ τελειώϲω.
πρόϲκειται «κλινόμενα εἰϲ μέλλοντα» διὰ τὸ κιχείω, ὄ ϲημαίνει τὸ
καταλαμβάνω καὶ τὸ ὀλείω ὃ ϲημαίνει τὸ ἀπόλλυμι, καὶ ὀψείω ὃ ϲημαίνει
τὸ ἐπιθυμίαν ἔχω τοῦ θεωρῆϲαι· ἀλλ’ οὐ κλίνεται εἰϲ μέλλοντα.
Τὰ εἰϲ μι οὐ θέλει παρ’ ἡμῖν διφθόγγῳ παραλήγεϲθαι οἰον τίθημι, δίδωμι ϲεϲημειωμένου τοῦ εἰμί τὸ ὑπάρχω καὶ τοῦ εἰμι τὸ πορεύομαι. παρὰ δὲ τοῖϲ Αἰολεῦϲι πολλὰ εὑρίϲκεται διφθόγγῳ παραληγόμενα οἷον ϊϲταιμι, κίχραιμι, γέλαιμι διὰ τῆϲ αι διφθόγγου.
Τὰ εἰϲ ναι ἀπαρέμφατα ἐχοντα τὸ ν κλιτικὸν οὐ θέλει διφθόγγῳ
παραλήγεϲθαι οἰον τυφθῆναι, τυπῆναι, τετυφέναι. πρόϲκειται «ἔχοντα
τὸ νν κλιτικὸν» διὰ τὸ μεῖναι. τοῦτο γὰρ διφθόγγῳ παραλήγεται, ἀλλ’
οὐκ ἔχει τὸ ν κλιτικόν, ἀλλὰ θεματικόν, ἀπὸ γὰρ τοῦ ἐνεϲτῶτοϲ ἔχει .
αὐτό. μένω γάρ ἐϲτιν ὁ ἐνεϲτϲ καὶ ἔχει τὸ ν. παράλογα οὖν ἐϲτι
ταῦτα, φημὶ δὲ τὸ θεῖναι, δοῦναι, εἰναι ὡϲ διφθόγγῳ παραληγόμενα
ἔχοντα τὸ ν κλιτικόν κτλ.
Περὶ ἐπιρρημάτων.
Τὰ εἰϲ ει διϲύλλαβα ἐπιρρήματα εἴτε βαρύτονα εἶτε περιϲπώμενα
διὰ τῆϲ ει διφθόγγου γράφεται. καὶ βαρύτονα μὲν δύο ἐϲτὶ τὸ ἄγρει
παρακελευϲματικὸν ἐπίρρημα καὶ τὸ οἴκει παρὰ Μενάνδρῳ ἀντὶ τοῦ
οἴκοι. περιϲπώμενα τὰ τοπικὰ Δώρια τουτεὶ, τηνεῖ, πεῖ, αὐτεῖ. τὸ
δὲ ἐκεῖ ἀποκέκοπται.
Τ ὀξύτονα εἰϲ ει λήγοντα ἐπιρρήματα διὰ τῆϲ ει διφθόγγου γραφόμενα δύο ἐϲτί, τὸ ἐπεί χρονικὸν καὶ τὸ ἀεί.
Τὰ δεικτικῶϲ ἐπεκτεινόμενα διὰ τοῦ ῖ γράφεται, δευρί, νυνί, τουτί,
ὡδί, ἐνθαδί, ἐντευθενί. τὸ αὐτὸ καὶ ἐπὶ τῶν αὐτωνυμιῶν ἐκεινοϲί,
οὑτοϲί. τὸ οὖν οἱονεί καὶ ὡϲπερεί γραφόμενα διὰ τῆϲ ει διφθόγγου
οὐκ ἔϲτι κατὰ ἐπέκταϲιν, ἀλλὰ διάφορα μέρη λόγου εἰϲίν. τὸ γὰρ
οἱονεί δύο μέρη λόγου ἐϲτίν τὸ οἷον ὄνομα καὶ τὸ εἰ ϲύνδεϲμοϲ ϲυναπτικόϲ.
τὸ δὲ ὡϲπερεί τρία μέρη λόγου ἐϲτίν. ἔϲτι γὰρ ὡϲ ἐπίρρημα καὶ
τὸ πέρ ϲύνδεϲμοϲ παραπληρωματικὸϲ καὶ τὸ εἰ ϲύνδεϲμοϲ ϲυναπτικόϲ.
Τὸ εἰϲ ι λήγοντα διϲύλλαβα βαρύτονα διὰ βραχέοϲ τοῦ ι γράφεται
ῖφι, νόϲφι, αὖθι. ἄγχι, μέχρι, ἄρτι, ἔτι, ἦρι, ὕψι, χῶρι, ἦχι, ναίχ,
μεθ’ ὡν καὶ οὐχί καὶ πρωΐ ὀξύτονα.
Τὰ εἰϲ τι λήγοντα ἐπιρρήματα ὀξύτονα, εἰ γένοιτο ἀπὸ τῶν εἰϲ
ζω ληγόντων ῥημάτων ἢ ἀπὸ τῶν εἰϲ ῦϲ ἐπιρρημάτων, διὰ ϲυνεϲταλμένου
τοῦ ι γράφεται οἷον Ἰαϲτί, Λυδιϲτί, Φρυγιϲτί, Δωριϲτί, μεγαλωϲτί,
δημιωϲτί, ἱερωϲτί, νεωϲτί. τὰ δὲ ἀπὸ πτωτικῶν διὰ μακροῦ
τοῦ ι γράφεται, ἀπνευϲτί, ἀνωϊϲτί, ἀκονιτί, ἀναιμωτί, ἀκλαυτί, πανθοινί,
ἀκριτί, ἀμογητί. τὸ ι ἔϲθ’ ὅτε καὶ ϲυνεϲταλμένωϲ προφέρεται
ἀδείᾳ ποιητικῇ. τὰ δὲ παρωνύμωϲ παρηγμένα τινὲϲ διὰ τῆϲ εἰ διφθόγγου,
τινὲϲ δὲ διὰ τοῦ ι μακροῦ γράφουϲιν.
Πὰ ἔχοντα Θ λ μ ξ ρ ψ χ ψ διὰ τῆϲ ει διφθόγγου γράφεται οἰον
διὰ τοῦ θ ἀμοθεί, ἀμοχθεί. τὸ ἀμιϲθί ϲεϲημείωται μόνον διὰ τοῦ ι. τὸ λ.
ἀϲυλεί, πανομιλεί, ἀναυλεί, οἰϲ ἀκόλουθον καὶ τὸ ἀμέλει. τὸ μ πανδημεί,
ἀτρεμεί, ἠρεμεί. τὸ ξ αὐτολεξεί. τὸ ρ ἀμετρεί. τὸ αὐτοχειρί δὲ
διὰ τοῦ . τὸ φ παμψηφεί. τὸ χ τριϲτοιχεί, ἀμαχεί. τὸ ψ παμψηφεί.
Πάντα τὰ ἀριθμητικὰ ἐπιρρήματα διὰ τοῦ ῑ γράφεται, δίϲ, τρίϲ, τετράκιϲ καὶ τετράκι.
Τὰ εἰϲ ιϲ ἐπιρρήματα πεφυκότα λέγεϲθαι καὶ ἄνευ τοῦ ϲ διὰ τοῦ ῖ γράφεται, αὐτιϲ καὶ αὐτι, μέχριϲ καὶ μέχρι, αὐθιϲ καὶ αὖθι.
Πᾶν ἐπίρρημα εἰϲ ιον λῆγον προπαροξύτονον τύπου ὀνοματικοῦ
ὑπάρχον διὰ τοῦ ῑ γράφεται, ῥάδιον, τάχιον, ἔγγιον.
Πᾶν ἐπίρρημα τοπικὸν εἰϲ κα λῆγον τὸ ῖ παραλήγεται οἰον αὐτίκα, ὁπηνίκα, ἡνίκα, πηνίκα.
Τὰ εἰϲ αν λήγοντα ἐπιρρήματα οὐ θέλει τῇ ει διφθόγγῳ παραλήγεϲθαι οἷον ἄγαν, πέραν, λίαν.
Ἀβάκαινον πόλιϲ Ϲικελίαϲ. ἡ παραλήγουϲα διὰ διφθόγγου.
Ἀβάντειοϲ τὸ κτητικὸν ἢ τοῦ κυρίου ἢ τῶν Ἀβάντων, οὐ τόπου
τινὸϲ Ἀβαντίου ὡϲ τὸ Βυζάντειοϲ Βυζαντίου, ἀλλ’ ὡϲ θόαϲ Θοάντειοϲ.
τὸ δὲ Ἀβάντιοϲ, ἀφ’ οὐ δοκεῖ εἶναι τὸ Ἀβαντιάϲ, ϲυϲτέλλεται
ὡϲ ἐθνικὸν ὡϲ άντιοϲ ϲυνέϲτειλεν Ἀπολλώνιοϲ ἐν τῷ «ἀντίου
«γχηϲτοῖο » (Argon. II 1241) ἢ παρὰ λόγον ὡϲ « οιάντιον ἀγλαὸν
υἱόν (Od γ 190).
Ἀβαντία τὸ θηλυκὸν τοῦ Ἀβάντιοϲ κατὰ βαρβαρικὴν τροπὴν τοῦ
β εἰϲ μ Ἀμαντία ἐλέχθη παρὰ Ἀντιγόνῳ ἐν Μακεδονικῇ περιηγήϲει.
Ἀβαρνίϲ πόλιϲ καὶ χώρα καὶ ἄκρα τῆϲ Παριανῆϲ. εὕρηται δὲ καὶ διὰ τοῦ π Ἀπαρνίϲ ὡϲ παρὰ Ἀρτεμιδώρῳ τῷ γεωγράφῳ.
ἄβληρα ἡνία. εὔληρα καὶ ἐπὶ ἱματίου καὶ ἐπὶ δεϲμοῦ τίθεται. ἔϲτι
δὲ παρὰ τὸ εἰλῶ εἰληρα καὶ εὔληρα. παρὰ δὲ Ἐπιχάρμῳ αὔληρα εἴρη`ται
παρὰ τὸν αὐλόν, ῖν’ ῇ τὰ ἐπιμήκη.
Ἀβρινάται Ποντικὸν ἔθνοϲ. καὶ μετὰ τοῦ ρ καὶ χωρὶϲ τοῦ ρ λέγεται.
ἀβρότη ἀμβρότη θεία.
Ἀβόλη ϲτήλη Ἡρακλέουϲ. λέγεται κὶ Ἀλύβη.
Ἀϲβυϲταῖοι Λυβύων ἔθνοϲ. λέγονται δὲ καὶ Ἀϲβύϲται. Καλλίμαχοϲ Αἰτίων πρώτῃ. καὶ Ἀϲβύται Ἀγροiταϲ α′ Λιβυκῶν.
Ἀγαθοῦϲϲα: ἡ Τῆλοϲ ἐκαλεῖτο πρότερον, ὡϲ Ἰάϲων. διὰ δύο ϲϲ.
ἀγακλειτόϲ: διὰ τῆϲ ει διφθόγγου. ἔγκειται γὰρ τὸ κλειτόϲ.
γράφεται δὲ διὰ τῆϲ ει διφθόγγου· ἀπὸ γὰρ τοῦ κλείω γέγονε τοῦ ϲημαίνοντοϲ
τὸ δοξάζω. τὸ δὲ κλείω διὰ τῆϲ ἑι διφθόγγου γράφεται,
ἐπεὶ ἀπὸ τοῦ κλέοϲ γέγονε κλέω καὶ κατὰ πλεοναϲμὸν τοῦ ι κλείω καὶ
κλειτόϲ καὶ ἐν ϲυνθέϲει ἀγακλειτόϲ.
ἀγακλεῖοϲ (ψ 529), οἱ δὲ ἀγακλῆοϲ.
Ἀγαμεμνόνειοϲ: τὰ γὰρ ἀπὸ τῶν εἰϲ ύvν βαρυτόνων δίφθογγον ἔχει.
Ἀγάμμεια. ἄκρα καὶ λιμὴν περὶ Τροίαν. ἐκλήθη δὲ ἀπὸ τοῦ
ἄγαμον τὴν Ἡϲιόνην ὑπὸ τοῦ πατρὸϲ παραδοθῆναι τῷ κήτει. διὰ δύο μμ.
Ἀγβάτανα πολίχνιον Ϲυρίαϲ. Δημήτριόϲ φηϲιν Ἀγβάτανα διττά,
τὰ μὲν τῆϲ Μηδίαϲ, τὰ δὲ Ϲυρίαϲ. Κτηϲίαϲ δὲ πανταχοῦ τῶν Περϲικῶν
τὰ παρὰ Μήδοιϲ Ἀγβάτανα διὰ τοῦ α γράφει. παρὰ δὲ τοῖϲ ἀρχαίοιϲ
διὰ τοῦ τὸ Περϲικόν, παρὰ δὲ Χάρακι δὲ καὶ αὕτη διὰ τοῦ ε.
κρείττων δὲ ἡ διὰ τοῦ κ γραφή.
ἀγγαρρεύει καὶ ἀγγαρρεύεται καὶ ἄγγαροϲ. δύο γγ.
ἄγγελοϲ. β’ γγ παρὰ τὸ ἄγω ἐγένετο ἄγελοϲ καὶ κατὰ πλεοναϲμὸν τοῦ γ ἄγγελοϲ ὁ τὰϲ ἀγγελίαϲ ἄγων.
Ἀγγελή δῆμοϲ τῆϲ Πανδιονίδοϲ φυλῆϲ. δύο γγ.
ἀγείρω. διὰ τῆϲ ει διφθόγγου. οἱ γὰρ Αἰολεῖϲ ἀγέρρω λέγουϲι
καὶ παρὰ τὸ ἀγερῶ ἀγείρω καὶ διὰ τὸ ἔχειν ἀντιπαρακείμενον τὸ ο
οἰον ἀγορά ὡϲ ἀλείφω ἀλοιφή.
ἀγελαίαϲ. ἀγραύλουϲ. ἀγελείηϲ λαφυραγωγοῦ.
ἀγινεῖν: τὸ γ ι ἀπὸ τοῦ ἄγω ἀγνῶ καὶ κατὰ πλεοναϲμὸν τοῦ ι μακροῦ γίνεται ἀγινῶ.
ἅγιοϲ: διὰ τοῦ ῑ· ἐκ γὰρ τοῦ ἅγοϲ γέγονεν ἅγιοϲ.
ἀγκυλοχείληϲ: ει. παρὰ γὰρ τὸ χεῖλοϲ.
ἀγλαῖα. ἀπὸ τοῦ ἀγλαόϲ ἀγλαῖα.
Ἄγλαυροϲ θυγάτηρ Κέκροποϲ. λέγεται καὶ Ἄγραυλοϲ ὅθεν Ἀγραυλὴ δῆμοϲ.
Ἀγρίαι ἔθνοϲ Παιονίαϲ. παρὰ Πολυβίῳ δὲ διὰ τοῦ α λέγονται καὶ Ἀγραῖοι τετραϲυλλάβωϲ καὶ Ἀγριεῖϲ, ὡϲ Θεόπομποϲ, καὶ Ἀγριᾶνεϲ.
ἀγρεῖοϲ ὁ ἀγροῖκοϲ διὰ τῆϲ εἰ διφθόγγου τῷ λόγῳ τοῦ ἀρνεῖοϲ.
ἄγριοϲ δὲ ὁ ἀνήμεροϲ διὰ τοῦ ῑ.
Ἀγχίϲηϲ. διὰ τοῦ ῖ τὸ χι. τὰ παρὰ τὸ ἄγχι καὶ ἔρι καὶ ἀρί καὶ
τὴν ἀμφί καὶ ἀντί καὶ ἐπί πρόθεϲιν διὰ τοῦ ῑ γράφεται· ἀρίδηλοϲ,
ἐριβρεμέτηϲ, ἀμφίρρυτοϲ, ἀντίθεοϲ, ἀγχίθεοϲ, Ἀγχίϲηϲ, ἀτχίμαχοϲ· τὸ
γὰρ ἀγχέμαχοϲ ἐτράπη διὰ εὐφωνίαν τὸ ι εἰϲ ε τὰ δὲ παρὰ τὸ ἄγχι
ϲύνθετά εἰϲι χωρὶϲ τοῦ Ἀγχίϲηϲ. ἀπὸ γὰρ τοῦ ἄγχι παρήχθη καί ἐϲτιν
ἁπλοῦν. ἄλλωϲ· τὰ διὰ τοῦ ιϲηϲ διὰ τοῦ ι γράφεται κτλ.
ὄδδην ( 203) Νικίαϲ διὰ δύο δδ γράφει διὰ τὸ μέτρον ὁμοίωϲ τῷ «κύον ἀδδεέϲ » (Ιl. Φ 481) καὶ ψιλοῖ. Ἀρίϲταρχοϲ δὲ δι’ ἑνὸϲ δ καὶ βραχέωϲ καὶ ψιλῶϲ.
ἀδελφειόϲ. ει.
ἀδήριτοϲ: διὰ τοῦ ι ἔϲτι δῆριϲ δηριῶ ὥϲπερ κόνιϲ κονίω καὶ μῆιϲ μητιῶ. τούτου τοῦ δηριῶ ὁ παθητικὸϲ παρακείμενοϲ δεδήριμαι δεδήριϲαι δεδήριται διὰ τοῦ ι καὶ λοιπὸν ἐκεῖθεν ἀδήριτοϲ διὰ τοῦ ι. καὶ ἄλλωϲ τὰ διὰ τοῦ ιτοϲ ἀποϲτρέφεται τὴν ει δίφθογγον.
Ἅιδηϲ παρὰ τὸ ἀῖδηϲ καὶ μένει τὸ ι προϲγεγραμμένον.
Ἀδραμύτειον πόλιϲ τῆϲ κατὰ Κάικον Μυϲίαϲ. ἡ γραφὴ διχῶϲ,
διὰ τοῦ ι καὶ διὰ τοῦ δ καὶ διὰ διφθόγγου καὶ διὰ τοῦ ι κααὶ δι’ ἑνὸϲ
τ καὶ διὰ δύο. ἀλλὰ δι’ ἑνὸϲ τ, ὅταν ἔχῃ δίφθογγον, καὶ διὰ δύο τὸ
ι μόνωϲ. κέκληται ἀπὸ Ἀδραμύτου κτίϲτου, ὡϲ Ἀριϲτοτέληϲ ἐν πόλιτείαιϲ
καὶ ἄλλοι. τινὲϲ δὲ ἀπὸ Ἕρμωνοϲ τοῦ Λυδῶν βαϲιλέωϲ. τὸν γὰρ
Ἕρμωνα Λυδοὶ Ἄδραμυν καλοῦϲι Φρυγιϲτί. οὐ δύναται δέ, ὡϲ Ἡρωδιανόϲ,
διὰ τὸ μὴ ἔχειν τὸ τὸ Ἄδραμυϲ. — λέγεται δὲ καὶ Ἀδραμύττιον
διὰ τοῦ ι, ὡϲ Κρατῖνοϲ.
ἀδράνεια: ει. παρὰ τὸ ἀδρανήϲ.
Ἀδράνη πόλιϲ Θράκηϲ, ὡϲ Θεόπομποϲ, Τολόβιοϲ δὲ διὰ τοῦ ῆ Ἀδρήνη.
Ἀδράϲτεια πόλιϲ ἀπὸ Ἀδράϲτου βαϲιλέωϲ, ὅϲ καὶ πρῶτοϲ ἱδρύϲατο τὸ Νεμέϲεωϲ ἱερόν. λέγεται καὶ Ἀδρήϲτεια.
ἀδράφαξιϲ εἶδοϲ λαχάνου, γράφεται δὲ καὶ ἀτράφαξυϲ.
Ἀδρηϲτίνη: διὰ τοῦ η τὸ δρη. τὸ ῑ. τὰ γὰρ διὰ τοῦ ινη κτλ.
Ἀδρίαϲ. ῑ τὰ διὰ τοῦ ιαϲ κτλ.
ᾄδω. ἀείδω κράϲει τοῦ ε καὶ α εἰϲ α μακρὸν καὶ ϲυναιρέϲει τοῦ αϊ εἰϲ α δίφθογγον.
ἀεί. διὰ τῆϲ ει διφθόγγου. εὕρηται γὰρ καὶ χωρἠϲ τοῦ ι οἷον αἰέν καὶ αἰέϲ καὶ κατὰ ἀφαίρεϲιν τοῦ ι ἐκ τοῦ ἄε προϲθήκῃ τοῦ ι εἰϲ τὸ ε ἀεί.
ἀείδελον τὸ λίαν ὁρατόν· διὰ τῆϲ ει γράφεται· γέγονε δὲ ἀπὸ
τοῦ εἴδῶ εἴδελοϲ καὶ ἐν ϲυνθέϲει ἀείδελοϲ ὁ μὴ θεωρούμενοϲ. παρὰ
δὲ Νικάνδρῳ ἐπὶ τοῦ ἀεὶ φανεροῦ κεῖται, περὶ οὗ ἔϲτιν εἰπεῖν, ὅτι ἀπὸ
τοῦ ἀείδηλον γέγονε κατὰ ϲυϲτολὴν τοῦ η εἰϲ ε «τοῦ δὲ τέραϲ περίϲημον
— ἀείδελον ἐϲτήρικτο » Νίκανδροϲ (Ther. 20). ἐπὶ δὲ τοῦ
ἀοράτου ἐχρήϲατο τῇ λέξει Ἡϲίοδοϲ περὶ Αὐτολύκου. φηϲὶ γὰρ «ὅττι
κε χερϲὶ λάβεϲκε, ἀείδελα πάντα τίθεϲκεν » (fr. 61 Dind.).
ἀείδω: διὰ τῆϲ ει διφθόγγου. ἀντιπαράκειται γὰρ αὐτῷ τὸ ο, ὡϲ ἀπὸ τοῦ ἀλείφω ἀλοιφή εἴρηται, οὕτω καὶ ἀπὸ τοῦ ἀείδω ἀοιδή γέγονεν.
ἀείκελοϲ: τὸ ϲι δίφθογγοϲ. ἀπὸ τοῦ εἴκω τοῦ ϲημαίνοντοϲ τὸ ὁμοιῶ γέγονεν εἴκελοϲ καὶ ἐκεῖθεν ἀείκελοϲ ὁ ἀνόμοιοϲ.
ἀεικήϲ: ὁ ἀναιδήϲ καὶ ϲκληρόϲ, διὰ τῆϲ ει διφθόγγου. παρὰ γὰρ τὸ εἴκω τὸ ὑποχωρῶ, ἐξ οὺ καὶ τὸ οἶκὸϲ οἱονεὶ εἰϲ ὃν ὑποχωρομεν, . γίνεται ἀεικήϲ ὁ μὴ εἴκων.
ἀείρω. διὰ τῆϲ ἑι διφθόγγου. οἱ γὰρ Αἰολεῖϲ ἀέρρω λέγουϲιν.
ἡμεῖϲ δὲ τὸν μέλλοντα λέγομεν ἀερῶ καὶ πλεοναϲμῷ τοῦ ι ἀείρω καὶ.
διὰ τὸ ἔχειν τὸ ἀείρω ἀντιπαρακείμενον τὸ ο ἐν τῷ ἀορτήρ.
ἀεργία: διὰ τοῦ ι γράφεται.
Ἀζανία μέροϲ τῆϲ Ἀρκαδίαϲ ἀπὸ Ἀζᾶνοϲ τοῦ Ἀρκάδοϲ. οἱ οἰκήτορεϲ Ἀζᾶνεϲ καὶ Ἀζῆνεϲ.
Αίζόν ἀνταίου παῖϲ, ἀφ’ οὖ ἐν Φρυγίᾳ πόλιϲ Αἰζανοί. λέγεται
καὶ Ἀζανοί· Ϲτράβων.
Ἀζειῶται: ει.
Ἄζιλιϲ πόλιϲ Λιβύηϲ. τινὲϲ δὲ Ἄζιριν μετὰ τοῦ ρ λέγουϲι τὸν χῶρον. Χάραξ δὲ Ἄζιρον λέγει αὐτήν.
ἀηδών. τοῦτο καὶ ϲὺν τῷ ι. ἐκ γὰρ τοῦ ἀείδω ἀειδών καὶ τροπῇ τῆϲ ει Αἰολικῶϲ εἰϲ η ἀηδών καὶ φυλάττει τῆϲ ει τὸ ῑ.
ἀηδόνειαϲ. ει.
Ἀθαρραβίτηϲ νομὸϲ ἐν Αἰγύπτῳ καὶ Ἀθάρραβιϲ πόλιϲ. Ἑκαταῖοϲ δὲ ἐν δευτέρῳ περιηγήϲεωϲ δι’ ἑνὸϲ ρ καὶ τοῦ μ «Ἀθαραμβίτηϲ νόμοϲ καὶ Ἀθαράμβη πόλιϲ».
ἀθεεί. ει.
Ἀθήνηϲι καὶ Θήβηϲι δίχα τοῦ ι.
Ἄθλιβιϲ πόλιϲ Αἰγύπτου. Νικάνωρ δ’ Ἑρμείου διὰ τοῦ ρ φηϲὶν Ἄθριβιϲ. οὕτω καὶ Ϲτράβων.
Ἄθωοϲ τὸ τοπικὸν χωρὶϲ τοῦ ι καὶ Ἀθώουϲ τοὺϲ ἐνοικοῦνταϲ, τὸ δὲ δηλοῦν τὸ ἀζήμιον προπεριϲπᾶται καὶ διὰ τοῦ ι ἐκ τῆϲ θῳῆϲ.
Αλἰανῖτιϲ Ναβαταίων χώρα· διὰ διφθόγγου. Ϲοφοκλῆϲ δὲ Αἰαντία γράφει δίχα τοῦ ν.
Αἴγειοϲ: τὸ γει δίφθογγοϲ ὡϲ μέροϲ ϲώματοϲ. Αίγαῖοϲ «Αίγαῖον πέλαγοϲ» Αἰγαῖοϲ πόντοϲ παρὰ τὴν Αἰγᾶν τῆϲ Αἰολίδοϲ ἄκραν.
Αἴγειρα πόλιϲ Ἀχαῖαϲ. ει δίφθογγοϲ.
αἴγειροϲ. cf. fr. 16, sic ctiam Hos.
Αἴγινα ὄνομα πόλεωϲ. τὸ γι ἰῶτα. τὰ διὰ τοῦ ινα διὰ τοῦ
γράφεται χωρὶϲ τοῦ πεῖνα καὶ τοῦ τέρεινα ἡ ἁπαλή οἷον Βέμβινα Καμάρινα
Βέλβινα ὄνομα πόλεωϲ, Ἄρπινα ὄνομα ἵππου, ὅπερ τινὲϲ διὰ
δύο νν γράφουϲι, Καμάρινα λίμνη δυϲώδηϲ ὡϲ καὶ ἡ χρῆϲιϲ δηλοῖ «μὴ
κίνει Καμάριναν» — οὕτω καὶ Αῖγινω
ἄδηλοϲ: ι.
ἀΐδιοϲ: διὰ τοῦ ῑ.
αἰδοῖοϲ καὶ αἰδῷοϲ ϲὺν τῷ ι. τὰ γὰρ ἀπὸ τῶν εἰϲ ωϲ διὰ τοῦ
ωδϲ παραγωγὰ ϲὺν τῷ ι γράφεται καὶ προπεριϲπᾶται Μίνωϲ Μινῷοϲ,
ρωϲ ἡρῷοϲ, πάτρωϲ πατρῷοϲ, ἠώϲ ἠῷοϲ καὶ αἰδώϲ αἰδῷοϲ.
ἀζηλοϲ. ἄδηλοϲ.
αἰζηόϲ. οὐκ ἔχει τὸ ῑ προϲγεγραμμένον. Ἀπολλώνιοϲ μὲν ὁ
Ἀρχιβίου ϲὺν τῷ ῑ οἶδεν αὐτὸ λέγων γεγονέναι ἐκ τοῦ αἰζήϊοϲ. ἀλλ’
εἰ ἦν ἀπὸ τοῦ αἰζήϊοϲ, οὐκ ὤφειλεν ὀξύνεϲθαι, ἀλλὰ προπεριϲπᾶϲθαι.
ἡ γὰρ ὀξεῖα καὶ βαρεῖα εἰϲ περιϲπωμένην ϲυνέρχονται οἷον Ἀχελώϊοϲ
Ἀχελῷοϲ, ὑπερώϊον ὑπερῷον. ὥϲπερ οὖν ἀπὸ τοῦ Αἰτωλόϲ γίνεται
Αἰτώλιοϲ κατὰ παραγωγὴν τοῦ αὐτοῦ ϲημαινομένου φυλαττομένου καὶ.
ἀπὸ τοῦ κάπροϲ κάπριοϲ, οὕτω καὶ ἀπὸ τοῦ αἰζηόϲ αἰζήϊοϲ.
Αἰθάλη ἐκαλεῖτο ἡ Λῆμνοϲ ῖϲωϲ ἀπὸ τῶν αἰθαλῶν ἀναδεδομένων
ἐκ τῶν Ἡφαίϲτου κρατήρων. Αἰθαλίτηϲ τὸ ἐθνικόν, ἀπὸ δὲ τοῦ Αίθά`λεια
Αἰθαλείτηϲ ὡϲ ζελείτηϲ.
ΑΤθικεϲ ὡϲ Κίλικεϲ ἔθνοϲ ἐν Θετταλίᾳ οἰκοῦν ἐν τῷ Πίνδῳ ὄρει (Β 744).
αἴθουϲα. ἔχει διϲϲὸν μὲν τὸ ϲ ἐπὶ τοῦ προϲηγορικοῦ, ἐπὶ δὲ
τοῦ κυρίου κατά τιναϲ ἕν, λέγω δὲ ὅτε ϲημαίνει θυγατέρα Ποϲειδῶνοϲ
καὶ Ἀλκυόνηϲ.
αἶκνον δεῖπνον.
ἄϊκεϲ αἱ ὁρμαὶ διὰ τοῦ ῖ γράφεται. ἐγένετο γὰρ παρὰ τὸ ἀΐϲϲω
ἄξ. καὶ πάλιν τὰ εἰϲ ξ λήγοντα ἀποϲτρέφεται τὴν ει δίφθογγον οἰον
πέρδιξ μάϲτιξ θρίξ· οὕτωϲ οὖν καὶ ἄξ.
Αἰλία πόλιϲ Παλαιϲτίνηϲ. τὸ αι δίφθογγον, τὸ λι ι κατὰ παράδοϲιν.
Ανεια τόποϲ Θράκηϲ ἀπὸ Αἰνείου· Αἰνία διὰ τοῦ ι πόλιϲ Περραιβῶν.
Αλἰνείαϲ: διὰ τῆϲ ει διφθόγγου τὸ νει. εῦρηται γὰρ καὶ Αίνέαϲ λεγόμενον καὶ προϲθέϲει τοῦ ι Αίνείαϲ.
αἰπεινόϲ. διὰ τῆϲ ει διφθόγγου. τὰ γὰρ εἰϲ νοϲ ὀξύτονα παρώνυμα μὴ ἐπὶ καιροῦ λαμβανόμενα ἀποϲτρέφεται τὴν διὰ τοῦ ι μόνου γραφήν.
Ἄϊροϲ: ῑ.
αἴϲθηϲιϲ: αἰϲθητήριον, αἰϲθητόϲ καὶ αἰϲθάνομαι καὶ ὅϲα ὅμοια διὰ τῆϲ αι διφθόγγου. τὸ δὲ ἐϲθήϲ καὶ ἔϲθημα διὰ τοῦ ε.
αἰϲχίων. διὰ τοῦ ι γράφεται. τὰ γὰρ εἰϲ ων καθαρὰ ϲυγκριτικὰ οὐ παραλήγεται τὴν ει δίφθογγον κτλ.
αἶϲχοϲ. διὰ τῆϲ αι διφθόγγου.
ἀΐτηϲ. διὰ τοῦ ι γράφεται. πάντα γὰρ διὰ τοῦ ιτῆζ διὰ τοῦ ι γράφεται κατὰ τὸν κανόνα τοῦ Ἀϲκαλωνίτηϲ.
ἀτιαϲ: τὰϲ ἐρωτικάϲ· διὰ τοῦ ι. ὥϲπερ γὰρ ἀπὸ τοῦ ὁ δεϲπότηϲ ἀρϲενικοῦ γίνεται ἡ δεϲπότιϲ διὰ τοῦ ι, οὕτω καὶ ἀπὸ τοῦ ἀΐηϲ ἡ ἀῖτιϲ ἀῖτιδοϲ καὶ ἐντεῦθεν ἀΐτιαϲ.
Ἀκαδήμεια γυμνάϲιον Ἀθήνηϲιν. κέκληται ἀπὸ Ἀκαδήμου. γράφεται καὶ διὰ τοῦ ϲ Ἐκαδήμεια.
ἀκακαλλίϲ καὶ κακαλίϲ.
ἀκαλαρείτηϲ τὸ ρει δίφθογγοϲ. δεῖ γὰρ γινώϲκειν, ὅτι πάντα
τὰ παρὰ τὸ ῥέειν διὰ τῆϲ ει διφθόγγου γράφεται οἰον εὐρείτηϲ, βαθυῥείτηϲ.
οὕτωϲ οὖν ἀκαλαρείτηϲ. ϲημαίνει τὸ ἡϲύχωϲ ῥέον.
Ἀκαμάντιον πόλιϲ τῆϲ μεγάληϲ Φρυγίαϲ. τὸ ἐθνικὸν Ἀκαμάντιοϲ ὡϲ Βυζάντιοϲ, τὸ δὲ κτητικὸν τοῦ Ἀκάμαντοϲ διὰ τῆϲ ει διφθόγγου. ἀκέραιοϲ: αι παρὰ τὸ κέραϲ.
ἀκηδία: ι. Ἀπολλώνιοϲ δὲ ὁ τὰ Ἀργοναυτικὰ τὸ δεῖ δίφθογγον
γράφει μὴ δέ μ’ ἀκηδείῃϲιν ἀφορμηθῆτε λιπόντεϲ » (Β 219).,
ἀκηδίλωτον. ῑ.
Ἀκιδαλίνη: ῑ ἔϲτι δὲ ὄνομα κρήνηϲ παρὰ τὸ Ἀκίϲ Ἀκίδοϲ.
ἀκονιτί: ι.
Ἀκραγαντῖνοϲ: διὰ τοῦ ι μακροῦ. τὰ γάρ διὰ τοῦ ινοϲ κτλ.
ἀκρατία καὶ ἀκραϲία. ι ἡ παράδοϲιϲ.
ἀκρίβεια: διὰ τῆϲ ει διφθόγγου ὁμοίωϲ τῷ ἀπέχθεια, ἀναίδεια, ἐντρέχεια.
ἀκριβήϲ: διὰ τοῦ ί γράφεται. ὥὑϲπερ ἀπὸ τοῦ Ἀφροδύτη γίνεται
Ἀλφροδίτη τροπῇ τοῦ υ εἰϲ ι, τὸν αὐτὸν τρόπον καὶ ἀπὸ τοῦ
ἀκρυβήϲ γίνεται ἀκριβήϲ διὰ τοῦ ῖ. καὶ γὰρ τὸν ἀκριβῆ οὐδεὶϲ δύναται
κρύψαι ἡ λαθεῖν τι.
ἀκροθίνιον ἀπαρχὴ τῶν θινῶν. ῑ.
ἀκτίϲ. διὰ τοῦ ῑ μακροῦ ὡϲ δικατάληκτον κτλ.
ἄκυτοϲ παρὰ τὸ κύω κυτόϲκαὶ ἄκυτοϲ. Καλλίμαχοϲ ἄκυθοϲ εἰπὼν (hymn. in Apoll. 53) μεταλήψει ϲτοιχείου ἐχρήϲατο.
Ἁλοί δύο δῆμοι τῆϲ Ἀττικῆϲ. ἑκατέρου ὁ δημότηϲ ἄνευ τοῦ ῑ
Ἀλαεύϲ. Τρύφων δ’ἐν παρωνύμοιϲ «Ἀλαῖοϲ καὶ Ἀλααῖοϲ· ἀπὸ δὲ τοῦ
Ἀλαῖοϲ λέγεται Ἁλαιεύϲ», ἀλλ’ ἐν τοῖϲ ἑξῆϲ καθ’ ἔθοϲ Ἀττικὸν ἔνδειάν
φηϲι τοῦ ι.
ἀλάβαϲτοϲ. λήκυθοϲ
ἀλαζονεία: διὰ τῆϲ ἑι διφθόγγου· διὰ τὸ ἔχειν ῥῆμα ἀντιπαρακείμενον διὰ τοῦ ευω.
ἀλεείνω: τὸ ἑ δίφθογγοϲ. τὰ γὰρ διὰ τοῦ εινω κτλ.
ἄλειαρ: διὰ τῆϲ ει διφθόγγου· ἐκ γὰρ τοῦ ἄλεαρ γέγονεν ἄλειαρ. ϲημαίνει τὰ ἄλευρα.
ἄλειϲον: διὰ διθόγγου γράφεται. γέγονε γὰρ ὡϲ λέγει Ἀπολλώνιοϲ
ὁ Ἀρχιβίου παρὰ τὸ λεῖον ἄλειον καὶ ἐπενθέϲει τοῦ ϲ ἄλειϲον
τοῦ α ἐπιτατικοῦ ἢ ϲτερητικοῦ, τουτέϲτιν τὸ μὴ ὸν ὁμαλὸν ἀλλὰ περιφερέϲ·
παρὰ τὸ εὖ λεῖον.
ἀλείτηϲ ὁ ἁμαρτωλόϲ. διὰ τῆϲ ει διφθόγγου γράφεται διὰ τὸ
ἀντιπαρακεῖϲθαι τὸ ο ἐν τῷ ἀλοίτηϲ· τὰ γὰρ ἔχοντα τὸ ο ἀναφαινόμενον
ἔχει τὸ ε ἐγκείμενον οἰον ϲπείρω ϲπορά, ἀλείφω ἀλοιφή.
οὕτωϲ οὖν ἀλείτηϲ ἀλοίτηϲ. γίνεται δὲ παρὰ τὸ ἀλίτω τὸ ἁμαρτάνω,
ὅθεν καὶ Ἀλεξίων τὸ ἀλείτηϲ ἠξίου διὰ τοῦ ῑ γράφεϲθαι. ἡ δὲ παράδοϲιϲ
διὰ τῆϲ ει διφθόγγου· ἀλήτηϲ δὲ ὁ πλανήτηϲ διὰ τοῦ η. δεῖ
γὰρ γινώϲκειν ὅτι ὥϲπερ τὸ πεδήτηϲ καὶ κομήτηϲ καὶ πλανήτηϲ οὐ
ῥηματικά, ἀλλὰ παρώνυμα ἀπὸ τοῦ πέδη καὶ πλάνη καὶ κόμη, οὕτω
καὶ παρὰ τὸ ἄλη, ὃ ϲημαίνει τὴν πλάνην, γίνεται ἀλήτηϲ. οὕτω Φιλόξενοϲ
εἰϲ τὸ ῥηματικὸν αὐτοῦ.
ἄλειφα καὶ ἄλειφαρ τὸ ἄλειμμα διὰ τῆϲ ει διφθόγγου. ἀπὸ γὰρ τοῦ ἀλείφω γέγονε φυλαχθείϲηϲ τῆϲ λει ϲυλλαβῆϲ διφθόγγου.
ἀλείφω. τὸ λει δίφθογγοϲ· τὰ γὰρ ἔχοντα τὸ ο ἀντιπαρακείμενον
ἔχει τὸ ε ἐγκείμενον οἷον λέγω λόγοϲ, δέρω δορά, οὕτω καὶ ἀλείφω
ἀλοιφή, ὅ ἐϲτι τὸ ἄλειμμα, διὰ τῆϲ ει διφθόγγου τροπῇ τοῦ ο εἰϲ ε.
τὰ δὲ ὀνόματα τὰ ἐκ τοῦ ἀλείφω γινόμενα, εἰ μὲν διὰ τοῦ πτ ἐκφέρεται,
φυλάττει τὴν ει δίφθογγον, ἀλείπτω ἀλείπτηϲ, ἄλειπτον, ἀνήλειπτον.
Ἀλεξανδρεια ει.
ἀλήθεια. τὸ θει δίφθογγοϲ· ἔϲτι κανὼν ὁ λέγων, ὅτι τὰ εἰϲ ηϲ
ἀρϲενικὰ εἰϲ α θηλυκὰ μεταγόμενα κτλ.
ἀληθινόϲ. ι.
Ἀλήϲιον πόλιϲ τῆϲ Ἤλιδοϲ « πέτρηϲ τ’ λενίηϲ καὶ Ἀληϲίου» (ll. Λ 757), γράφεται καὶ διὰ τῆϲ ει διφθόγγου.
ἀλίνειν ἀλείφειν, ἀλῖναι ἐπαλεῖψαι, ἀλεῖναι ἐπαλεῖψαι, ἐπαλεῖναι
ἐπαλεῖψαι, καταλεῖναι καταμῖξα.
ἀλῖϲαι τὸ κυλίϲαι. γράφεται διὰ τοῦ ι. τὰ γὰρ διὰ τοῦ ιῦ ὑπὲρ δύο ϲυλλαβὰϲ κτλ.
ἀλιτήριοϲ ὁ ἁμαρτωλόϲ ἀπὸ τοῦ ἀλιτρόϲ παρὰ τὸ ἀλιτεῖν ῥῆμα διὰ τοῦ ι.
Ἀλίφηρα πόλιϲ Ἀρκαδίαϲ. εῦρηται ἡ παραλήγουϲα διὰ διφθόγγου.
Ἀλκμαίων: Ἀλκμέωναϲ τὸ με ψιλὸν ὡϲ παρ’ Εὐριπίδῃ ἔχει ἡ χρῆϲιϲ. ϲυϲτεῖλαν τὴν αι δίφθογγον εἰϲ τὸ ε φυλάττει τὸ ω ὡϲ κύριον ἐν τῇ γενικῇ.
Ἀλλόβροξ ἔθνοϲ Γαλατικόν, διὰ τοῦ ο Χάραξ, Ἀπολλόδωροϲ διὰ
τοῦ υ, Πολόβιοϲ δὲ διὰ τοῦ ι αὐτοὺϲ καλεῖ Ἀλλόβριγαϲ, καὶ οὕτωϲ οἱ
πλείουϲ.
ἀλοᾷ τύπτει. ἀλοία ἔτυπτε Ἀττικῶϲ, ἀφ’ οὗ καὶ πατραλοίαϲ.
Αλπειϲ καὶ Ἄλπεια ὄρη καὶ Ἄλβια. διχῇ ἡ γραφὴ καὶ διὰ τοῦ π καὶ διὰ τοῦ β καὶ Ἀλβια χώρα διὰ τοῦ β.
ἀλυίω καὶ ἀλύω.
Ἀλφειόϲ: διὰ τῆϲ ει διφθόγγου κατὰ τὴν παράδοϲιν. εὕρηται γὰρ καὶ χωρὶϲ τοῦ ι Ἀλφεόϲ καὶ κατὰ πλεοναϲμὸν τοῦ ῑ Ἀλφειόϲ.
ἀλῳή μετὰ τοῦ ι παρὰ τὸ ἀλοιῶ παρὰ τὴν ἀϲταχύων ἀλοίηϲιν,
ἀλωή χωρὶϲ τοῦ ι ϲημαίνει τὸ ϲύμφυτον χωρίον καὶ ϲύνδενδρον τόπον
παρὰ τὴν ἄλϲιν τὴν αὔξηϲιν.
ἁμᾶ: ζητεῖται ἐν τῷ περιϲπωμένῳ ἁμᾶ εἰ προϲτεθήϲεται τὸ ῑ.
Ἀμαζόνειον τόποϲ ἐν τῇ Ἀττικῇ. οὕτωϲ ἐκαλεῖτο καὶ ἡ Κύμη.
Ἑκαταῖοϲ δ’ ἐν τοῖϲ Αἰολικοῖϲ διὰ τοῦ ῑ γράφει τὸ ὄνομα. ἔϲτι καὶ
ἄλλο διὰ τοῦ κ Ἀμαζονικόν ἐν Βοιωτίᾳ. ἔϲτι δὲ καὶ ἐν Βιθυνίᾳ Μα
ζαῖον κατὰ παραφθοράν, ὡϲ Ἀρριανὸϲ ἐν Βιθυνιακοῖϲ.
ἀμαθία: ῑ ἡ παράδοϲιϲ καὶ βραχύ.
ἄμακιϲ ἅπαξ Κρῆτεϲ, ἀματίϲ Ταραντῖνοι.
ἀμάκιον ἄβαξ Λάκωνεϲ.
ἀμαλή ἁπαλή. ἡ δὲ λέξιϲ Μακεδόνων.
Ἄμανον ὄροϲ πρὸϲ τῇ Κιλικίᾳ. ὁ οἰκήτωρ Ἀμανίτηϲ. εἰϲὶ δὲ καὶ Ἀμμανῖται διὰ δύο μμ, γένοϲ τῶν Ναβαταίων Ἀράβιον ὡϲ Ἰώϲηποϲ.
ὰμαρτῇ δαϲέωϲ. περιϲπᾶ δὲ καὶ ὁ Ἀϲκαλωνίτηϲ καὶ οἱ πλείουϲ.
ὀξύνει δὲ ὁ Ἀρίϲταρχοϲ βουλόμενοϲ αὐτὸ ἀπὸ τοῦ ἁμαρτήδην ἀποκεκόφθαι·
διὸ καὶ κατ’ αὐτὸν χωρὶϲ τοῦ ι γράφεται. ἐπικρατεῖ μέντοι τὸ
περιϲπώμενον γενόμενον παρὰ τὸ ἅμα καὶ τὸ ἀρτῶ.
Ἀλμαρύνθιοϲ τὸ ἐθνικὸν καὶ Ἀμαρύϲιοϲ ὡϲ Τρικορύϲιοϲ. ἀναλογώτερον δέ μοι δοκεῖ τὸ διὰ τοῦ ϲ.
ἁματροχιά ἐϲτι τὸ ἅμα τρέχειν καὶ μὴ ἀπολείπεϲθαι οἷον ὁμοδρομία
τιϲ οὐϲα· τρόχουϲ γὰρ τοὺϲ δρόμουϲ ἔλεγον οἰον «τῇ ῥ’ ἔϲχε
Μενέλαοϲ ἁματροχιὰϲ ἀλεείνων » Ἰλιάδοϲ ψ (422), ἁρματροχιά δὲ τὸ
ἀπὸ τῶν τροχῶν ἶχνοϲ δηλονότι ὁ τύποϲ, ἡ ἐγχάραξιϲ τοῦ τροχοῦ
οὐδέ τι πολλὴ —γίγνετ’ ἐπιϲϲώτρων ἁρματροχιὴ κατόπιϲθεν —ἐν
λεπτῇ κονίῃ » (Ψ 504).
Ἀμβρακία. εὕρηται καὶ διὰ τοῦ ἀντὶ τοῦ β, ὅθεν καὶ τὸ Ἀμπρακιώτηϲ
ἀπὸ τῆϲ Ἄμπρακοϲ γενικῆϲ καὶ Ἀμπρακία.
ἀμείβ ω. διὰ τῆϲ ε διφθόγγου διὰ τὸ ἔχειν ἀντιπαρακείμενον τὸ ο ἐν τῷ ἀμοιβή ὥϲπερ λείβω λοιβή, ἀλείφω ἀλοιφή.
ἀμείνων: διὰ τῆϲ ει διφθόγγου (παρὰ τὸ μείων καὶ πλεοναϲμῷ
τοῦ ν καὶ πάλιν παρὰ τὸ μένω γέγονεν ἀμένων καὶ πλεοναϲμῷ τοῦ ι
ἀμείνων ὁ μὴ μένων, ἀλλ’ ὑπὸ πάντων αἰρόμενοϲ).
ἀμέλεια δίφθογγοϲ παρὰ τὸ ἀμελήϲ.
ἀμιναῖον: δι’ ἑνὸϲ ν τὸν οἰνον λέγει· ἡ γὰρ Πευκετία Ἀμιναία λέγεται.
ἀμίξαι τὸ οὐρῆϲαι καὶ ὀμίξαι.
Ἀμμωνία ἡ μεϲόγειοϲ Λιβύη. ὁ οἰκήτωρ Ἀλμμνιοϲ· ταῦτα διὰ τοῦ ι. τὸ δὲ Ἀμμώνειον διὰ διφθόγγου ὡϲ Δημήτρειον καὶ Ἀπολλώνειον.
ἀμνίον: τὸ αἱματοδόχον ἀγγεῖον. παρὰ τὸ αἷμα αἱμνίον καὶ. ἀμνίον. ζηνόδοτοϲ δὲ ἐν ταῖϲ ἀπὸ τοῦ δ γλώϲϲαιϲ τίθηϲι τὴν λέξιν κτλ.
Ἀμνιϲόϲ ὁ ποταμόϲ διὰ τοῦ ι γράφεται. τὰ γὰρ εἰϲ ιϲδϲ τριϲύλλαβα ἐπὶ ποταμῶν διὰ τοῦ ῖ γράφεται οἷον Ἀμνιϲόϲ, Κηφιϲόϲ, Ἰλιϲόϲ.
ἀμορβεύων ἀκολουθῶν. ὁμορβεῖν ἀκολουθεῖν.
Ἀμοργόϲ νῆϲοϲ μία τῶν Κυκλάδων. λέγεται καὶ Ἄμολγοϲ πρὸπαροξυτόνωϲ.
ἀμόρξαι ἀποψῆϲαι καὶ ὀμόρξαι.
ἀμφιειμένοι: ἐνδεδυμένοι. διὰ τῆϲ ει διφθόγγου. εὕρηται γὰρ παρὰ τοῖϲ Αἰολεῦϲι καὶ χωρὶϲ τοῦ ι οἱον ἀμφιεμμένοι.
ἀμφικτυόνεϲ οἱ περίοικοι Δελφῶν.
ἀμφίϲβαινα εἶδοϲ ὄφεωϲ μακροκέφαλον. λέγεται δὲ καὶ διὰ τοῦ μ ἀμφίϲμαινα.
Ἄμφιοϲ Ἀμφίων.
Ἀμφιτρίτη ἡ θάλαϲϲα· ἀμφιτρίτη δὲ ἡ πέτρα ἢ ποταμόϲ. εἴρηται
παρὰ τὸ ῥεῖν ἢ παρὰ τὸ τρεῖν. φόβον γὰρ ἐμποιεῖ τοῖϲ πλέουϲιν,
ὥϲ φηϲι Δίδυμοϲ. ὤφειλε διὰ τῆϲ ει γράφεϲθαι εἴτε παρὰ τὸ ῥεῖν εἴτε’
παρὰ τὸ τρεῖν. ὑπεβλήθη δὲ κανόνι τῶν εἰϲ τη θηλυκῶν καὶ διὰ τοῦ
ι γράφεται.
Ἄμφρυϲοϲ πόλιϲ Φωκίδοϲ. τινὲϲ δὲ διὰ τοῦ β φαϲίν. γράφεται καὶ διὰ δύο ϲϲ.
ἀναγκαῖον: τὸ δεϲμωτήριον, ἀνάκειον τὸ Διοϲκουρεῖον.
ἀναιδήϲ. τὸ ναι δίφθογγοϲ καὶ ἀναίδεια διὰ διφθόγγου τὸ δει.
Ἀνακτόριον Ἀκαρνανίαϲ πόλιϲ. τὸ ἐθνικὸν Ἀνακτόριοϲ καὶ Ἀνακτορία ἡ γῆ. Ϲοφοκλῆϲ δέ φηϲι διὰ τῆϲ ει Ἀνακτόρειον τῆϲδ’ ἐπώνυμον χθονόϲα.
ἀναρίτηϲ ζῶον κοχλιῶδεϲ. ι.
ἀναρριχᾶϲθαι: παρὰ τὸ ἄρριχοϲ ὁ κόφινοϲ, εὺρίϲκεταικαὶ χωρὶϲ τῆϲ αν ϲυλλαβῆϲ παρ’ Ἱππώνακτι ἀριχῶμαι.
ἀναρροιβδεῖ: ἀναρροφεῖ.
ἄνδειρον. ἄκρον ἢ τὰ χείλη τῶν ποταμῶν. γράφεται καὶ ἄνδηρον.
ἀνδρεία ἰϲχύϲ. ει.
ἀνδρείκελοϲ διὰ τῆϲ ει διφθόγγου. τὰ γὰρ παρὰ τὸ εἴκελοϲ,
ὅπερ διφορεῖται κατὰ γραφήν, ϲυντιθέμενοϲ δίφθογγον ἔχει.
ἀνδρειφόντηϲ: ἀπὸ τῆϲ ἀνδρί δοτικϲ καὶ τοῦ φένω τὸ φονεύω. ἀλλ’ ἐγράφη ἆν διὰ τοῦ ῑ ἀλλὰ γράφεται δρει δίφθογγοϲ. καὶ γίνεται παρὰ τὴν ἀνδρόϲ γενικὴν ἀνδροφόντηϲ καὶ τροπῇ τοῦ ο εἰϲ ε ἀνδρεφόντηϲ καὶ πλεοναϲμῷ τοῦ ι ἀνδρειφόντηϲ.
Ἀνεμώρεια πόλιϲ Φωκίδοϲ ἡ νῦν Ἀνεμώλεια. μηρὸϲ (Β 421) καὶ Λυκόφρων (v. 1073).
ἄνεῳ μετὰ τοῦ ῑ ἔϲτι γὰρ εὐθεῖα τῶν πληθυντικῶν οἱ ἄνεῳ «κτίπτ’ ἄνεῳ ἐγένεcθε» (Β 322).
ἀνηρείψαντο οἱ θεοὶ ἀπὸ τῆϲ γῆϲ ἀνήρπαϲαν. δίφθογγοϲ τὸ
ρει. ἀνερέψαντο γάρ. ἔϲτιν ἔρα ἡ γῆ, ἐκ τούτου γίνεται ἐρέπτω τὸ
εἰϲ γῆν καταβάλλειν καὶ ἀνερέπτω καὶ πλεοναϲμῷ τοῦ ι ἀνερείπτω καὶ
ἐξ αὐτοῦ ἀνηρείψαντο.
ἄνθιμοϲ. τὸ θι ι· παρὰ γὰρ τὸ ἄνθοϲ γέγονεν ἄνθιμοϲ.
ἀνθρωπίϲκοϲ διὰ τοῦ ι. πάντα γὰρ εἰϲ ϲκοϲ ὑποκοριϲτικά κτλ.
ἀνία. διὰ τοῦ ι ἀπὸ τοῦ ἰάω τὸ θεραπεύω. ἡ γὰρ ἀνία ἐϲτέρηται τῆϲ θεραπείαϲ.
ἀνόκαιον ὑπερῷον: γράφεται καὶ ἀνώγεων.
ἀντήρειϲ ϲημαίνει πᾶν εἰϲ ὃ ἐπερείδεταί τιϲ. οὐχ εὕρηται δὲ
εὐθεῖα ἐν χρήϲει. αἱ δὲ ἄλλαι πτώϲειϲ τὴν κλίϲιν ὡϲ ἀπὸ ὀξυτόνου εἰϲ
ιϲ ληγούϲηϲ εὐθείαϲ ἔχουϲιν. ὥϲπερ γὰρ ἀϲπίϲ ἀϲπίδοϲ καὶ ϲανίϲ ϲανίδοϲ,
οὕτω καὶ ἀντήρειϲ ἀντηρίδοϲ ὡϲ παρ’ Εὐριπίδῃ «κρήμνη ϲεαυτὴν
ἐκ μέϲηϲ ἀντηρίδοϲ ».
ἀντίοϲ: παρὰ τὸ ἀντῶ ῥῆμα βαρύτονον γίνεται, ἀντῶ περιϲπώμενον, ἀφ’ οὗ ἄντην ἐπίρρημα καὶ ἀντίοϲ, ὅθεν καὶ διὰ τοῦ ι γράφεται. τὰ παρὰ ἐπιρρημάτων γινόμενα διὰ τοῦ ιοϲ προπαροξύνεται καὶ διὰ τοῦ ι γράφεται οἷον ἶφι ἶφιοϲ, πρωΐ πρώϊοϲ. οὕτω καὶ ἄντην ἀντίοϲ. κατὰ τόνον μόνον ῆμαρτε καὶ οὐ κατὰ γραφήν.
ἀνώγειοϲ: πάντα τὰ παρὰ τὸ γέα διὰ τῆϲ ει διφθόγγου γράφεται κτλ.
ἀνῷγεν: πρόϲκειται τῷ ω τὸ ι. ἀπὸ γὰρ θέματοϲ τοῦ ἀνοίγω πέπτωκεν.
ἀπείλω καὶ ἀπειλή: διὰ τῆϲ ει διφθόγγου. οἱ γὰρ Αἰολεῖϲ διὰ
τοῦ ε ἐκφέρουϲιν αὐτὰ οἷον ἀπέλλω, ἀπέλλη ὥϲπερ κείρω κερῶ.
ἄπειροϲ: εἴτε ἐπὶ τοῦ ἀμαθοῦϲ εἴτε ἐπὶ τοῦ μεγάλου διὰ διφθόγγου
γράφεται. ἐπὶ μὲν τοῦ ἀμαθοῦϲ ἐκ τοῦ πεῖρα γέγονε ἄπειροϲ οἰον
ὁ ἐϲτερημένοϲ τῆϲ πείραϲ. τὸ δὲ πεῖρα διὰ διφθόγγου γράφεται, οἱ
γὰρ Αἰολεῖϲ πέρρα λέγουϲιν· ἐπὶ δὲ τοῦ μεγάλου καὶ αὐτὸ διὰ τῆϲ ει
διφθόγγου, ὅτι ἀπὸ τοῦ πέραϲ γέγονε ἄπεροϲ καὶ κατὰ πλεοναϲμὸν
τοῦ ι ἄπειροϲ οἱονεὶ ὁ μὴ ἔχων πέραϲ.
ἀπερείϲια: τὸ ρει δίφθογγον ἐκ τοῦ ἄπειροϲ ἀπειρέϲια καὶ καθ’ ὑπερβιβαϲμὸν ἀπερείϲιοϲ καὶ ἀπερείϲια.
Ἀπεϲάντειοϲ ἤμελλεν εἶναι ὥϲπερ ΑἰαϲΑἰάντειοϲ, ἀλλὰ λέγεται
Ζεὺϲ Ἀπεϲάντιοϲ.
ἀπινύϲϲων ἀπινύτωϲ ἔχων.
ἀπόδειξιϲ: τὸ δει δίφθογγοϲ. Ἡρόδοτοϲ γὰρ ἀπόδεξιϲ ἐν ὑπομνήματι αὐτοῦ.
ἀπώλεια: τὰ παρὰ τὸ ὀλῶ διὰ τῆϲ ει διφθόγγου γράφεται καὶ
ἐκτείνει τὸ ο εἰϲ ω, ἀπώλεια, ἐξώλεια.
Ἀργέννουϲα νῆϲοϲ παρὰ τὸ Ἀργεννὸν ἀκρωτήριον, ἀφ’ οὗ ἀργεννόειϲ καὶ κατὰ ϲυναίρεϲιν ἀργεννοὺϲ καὶ Ἀργέννουϲα. Ἀνδροτίων ἐν τῷ τετάρτῳ τῆϲ Ἀτθίδοϲ διὰ τοῦ ι.
Ἀργεῖοϲ: ει.
Ἀργειφόντηϲ cf. fr. 46.
ἄργιλοϲ ἡ ϲμηκὶϲ γῆ.
ἀργίλοφοι; λαπάραι κωδίων.
Ἀργύννιον ἱερὸν Ἀφροδίτηϲ ἐν Βοιωτίᾳ. Ἀριϲτοφάνηϲ δὲ Ἀργύννειον διὰ διφθόγγου.
Ἀργυννίϲ ἡ Ἀφροδίτη. λέγεται καὶ Ἀργουνίϲ.
ἀργυρίδιον: διὰ τοῦ ι τὸ ρι ἐκ τοῦ ἄργυροϲ ἀργύριον ἀργυρίδιον.
ἀργυροδίνηϲ παρὰ τὸ δίνη ἡ ϲυϲτροφή. διὰ τοῦ ι γράφεται
διὰ τὸν χαρακτῆρα τῶν διὰ τοῦ ινη καὶ πάλιν οἱ Αἰολεῖϲ δίναϲ λέγουϲι
καὶ οὐ δέννοϲ. ἐὰν γὰρ δέννοϲ, διὰ τῆϲ ει διφθόγγου ἤμελλε
γράφεϲθαι, ἀλλὰ δίναϲ λέγουϲιν ἤγουν διὰ τοῦ ι. διὰ τοῦτο καὶ τὸ
παρ’ αὐτὸ ἀργυροδίνηϲ διὰ τοῦ ι γράφεται. Καὶ ἄλλωϲ δὲ τὰ διὰ τοῦ
ινηϲ ἀποϲτρέφεται τὴν ει δίφθογγον.
Ἀρδέα κατοικία τῆϲ Ἰταλίαϲ. ἔϲτι καὶ πόλιϲ Ἰλλυρίαϲ διὰ τοῦ ι.
Ἀρίων: τὸ κύριον ὄνομα διὰ τοῦ ι γράφεται κατὰ διαϲτολὴν τῶν
ϲυγκριτικῶν, τὸ δὲ Ἄρειοϲ ἀπὸ τοῦ Ἄρεωϲ γεγονὸϲ ἤγουν τοῦ ϲημαίνοντοϲ
τὸν ἀνδρεῖον διὰ τῆϲ ει διφθόγγου γράφεται.
ἀρειά ἡ ἀπειλή διὰ τῆϲ ει διφθόγγου καὶ ὀξύνεται, ἐπὶ δὲ φυτοῦ
ἀρία καὶ παροξύνεται.
ἀριϲτοκεία: τὸ κε δίφθογγοϲ. ἐκ τοῦ ἀριϲτοκεύϲ ἀρϲενικοῦ.
Ἀρμένη κώμη Παφλαγονίαϲ Μένιπποϲ ἐν περίπλῳ. παρὰ δὲ
ενοφξντι ἐν Ἀναβάϲεωϲ Ϛ (α 9) Ἁρμήνην διὰ τοῦ η.
ὰρμονία. ῑ. ἀπὸ γὰρ τοῦ ἅρμῶν ἅρμονοϲ ὰρμονία.
ἁρμῷ: ἁρμόϲ ἁρμοῦ ἁρμῷ. αὕτη ἡ δοτικὴ μετῆλθεν εἰϲ ἐπιρρηματικὴν
ϲημαϲίαν καὶ ἐφύλαξε τὴν αὐτοῦ γραφὴν οἰον ἁρμῷ. παρὰ δὲ
τοῖϲ Ϲυρακουϲίοιϲ ἁρμοῖ λέγεται.
ἀρνειόϲ τὸ ὲῖ δίφθογγοϲ διὰ τὸ ἀρνεόϲκαὶ ἄλλωϲ, ὥϲπερ ἀπὸ
τοῦ ἀδελφόϲ γίνεται ἀδελφειόϲ κατὰ πλεοναϲμὸν τῆϲ ει διφθόγγου οὕτω
καὶ ἀρνόϲ ἀρνειόϲ.
ἀρνεῖοϲ ὁ μὴν προπεριϲπώμενον ει: τὰ γὰρ διὰ τοῦ ειοϲ τριϲύλλαβα
πρὸ μιᾶϲ ἔχοντα τὸν τόνον κτλ.
ἄρνειοϲ ὁ πούϲ προπαροξύτονον καὶ διὰ τῆϲ ει διφθόγγου γράφεται· τὰ γὰρ διὰ τοῦ ειοϲ ϲημαίνοντα μέροϲ ϲωματικὸν κτλ.
ὰρπεδόεϲϲα καὶ ἐρπεδόεϲϲα.
ἄρρην ἄρϲην.
ἀρρενικὸν χρώματοϲ εἶδοϲ χλωρόν, ὅπερ ἡμεῖϲ ἀρϲενικὸν λέγομεν.
ἀρρηφορία ἑορτὴ ἐπιτελουμένη τῇ Ἀθηνᾶ παρὰ τὸ ἄρρητα καὶ μυϲτήρια φέρειν. λέγεται καὶ διὰ τοῦ ε ἐρρηφορία παρὰ τὴν Ἕρϲην τὴν Κέκροποϲ θυγατέρα. ταύτῃ γὰρ ἦγον τὴν ἑορτήν.
Ἀρταῖοι γένοϲ Περϲικόν, Ἡρόδοτοϲ Ἀρτεάταϲ αὐτοὺϲ καλεῖ διὰ τοῦ ε ψιλοῦ.
Ἀρτεμίϲιον πόλιϲ ίνωτρῶν. Ἑκαταῖοϲ Εὐρώπῃ. Φίλιϲτοϲ δὲ Ἀρτεμίτιον αὐτὴν καλεῖ, ἴϲωϲ Δωρικῶϲ. ἔϲτι καὶ πόλιϲ Εὐβοίαϲ.
Ἀρτεμίτα. τὸ ἐθνικὸν Ἀρτεμιτηνόϲ. Ἀπολλόδωροϲ δ’ Ἀρταμι
τηνόϲ φηϲι διὰ τοῦ α.
Ἀϲίω ἐν λειμῶνι: οἱ μὲν τῷ ἄϲιν ἔχοντι, οἱ δὲ Ἀϲιανῷ, ἀγνοεῖ δὲ Ὅμηρὸϲ τὴν Ἀϲίαν ὡϲ καὶ τὴν Εὐρώπην, ἐν γενικῇ δὲ αὐτὸ ἐκληπτέον καὶ χωρὶϲ τοῦ ι Ἀϲίω ἀντὶ τοῦ Ἀϲίου καὶ Ἰωνικῶϲ Ἀϲίεω καὶ Ἀϲίω ὡϲ τὸ «ἐῦμμελίω Πριάμοιο».
Ἀϲέα κώμη τῆϲ Ἀρκαδίαϲ, ὁ κωμήτηϲ Ἀϲεάτηϲ. λέγεται δὲ ἡ κώμη καὶ Ἀϲία καὶ κωμήτηϲ Ἀϲιάτηϲ.
Ἀϲκαλωνίτηϲ: διὰ τοῦ ι. τὰ γὰρ εἰϲ τηϲ λήγοντα ὑπὲρ δύο
ϲυλλαβὰϲ βαρύτονα εἴτε ἁπλᾶ εἴτε ϲύνθετα μὴ ἔχοντα ἀντιπαρακείμενον
τὸ ο μήτε ἀπὸ πρωτοτύπου τὸ ε μήτε ἀπὸ πλεοναϲμοῦ τὸ ι ἐνὶ φῶ
νήεντι παραλήγεται οἷον Ἀϲκαλωνίτηϲ, μνηματίτηϲ ὁ ἐπιτάφιοϲ λόγοϲ,
πολίτηϲ, μυθίτηϲ ὁ ϲταϲιαϲτήϲ, τεμενίτηϲ, Ϲικελιώτηϲ, ϲτρατιώτηϲ.
ἄϲϲα τινά, Ἀττικοὶ δὲ ἄττα λέγουϲιν. ἅϲϲα ἅτινα.
ἀϲταφίϲ ϲταφίϲ.
ἀϲτεῖοϲ, ὅπερ ἀντιδιέϲταλται τῷ ἄγροικοϲ, καὶ ἀϲτεῖζω καὶ ἀϲτεϊϲμόϲ
ἀπὸ τῆϲ ἄϲτεοϲ γενικῆϲ, τὸ δὲ προάϲτιοϲ παρὰ τὸ προάϲτιον ὡϲ
Βυζάντιοϲ.
ἀϲτερόειϲ αἱματόειϲ διὰ τῆϲ ει διφθόγγου· τὰ γὰρ εἰϲ ιϲ κτλ.
ἄϲτλιγγαϲ αὐγάϲ ἢ ἄϲτριγγαϲ ἢ ὄϲτλιγγαϲ.
ἀϲφάραγοϲ φάρυγξ ἢ βρόγχοϲ ἢ λάχανον ἀτελέϲ, ἀϲπάραγοϲ.
κατ’ ἀϲφοδελὸν λειμῶνα (Od. λ 539) ἄδηλον πότερον ϲφόδελον ἢ ἀϲφοδελόν. λέγεται γὰρ καὶ χωρὶϲ τοῦ α. τινὲϲ δὲ γράφουϲι ϲποδελόν διὰ τὴν ϲποδὸν τῶν καιομένων νεκρῶν. ἄμεινον δὲ ἀϲφοδελόν διὰ τὸ Περϲεφόνηϲ εἰναι λειμῶνα τὸν τόπον.
ἀτειρήϲ ὁ ἀκαταπόνητοϲ. τὸ τει δίφθογγον. τὰ γὰρ διὰ τοῦ ειρω ἀποϲτρέφεται τὴν διὰ τοῦ ι μόνου γραφήν — τείρω ἀτειρήϲ. καὶ ἄλλωϲ ἐκ τοῦ ἀτερήϲ γέγονε πλεοναϲμῷ τοῦ ι ἀτειρήϲ οἱονεὶ ὁ μὴ ὤν ἁπαλόϲ.
ἀτίθαϲον ἀνήμερον· τιθαϲεύειν γὰρ λέγεται τὰ ἄγρια θηρία ἡμεροῦν.
ἄτιμοϲ: ι. παρὰ γὰρ τὸ τιμή καὶ ἄλλωϲ τὰ διὰ τοῦ ιβδϲ κτλ.
Ἀτρείδηϲ καὶ Αἰγείδηϲ ἀπὸ τοῦ Ἀτρεύϲ καὶ Αἰγεύϲ διὰ τῆϲ ει διφθόγγου. τὰ γὰρ εἰϲ δηϲ κτλ.
ἀτρέκεια ἡ ἀλήθεια παρὰ τὸ ἀτρεκήϲ.
ἀτρυγηφάγου καὶ ὀτρυγηφάγου.
Αὔαϲιϲ πόλιϲ Αἰγύπτου. ταύτην δὲ καὶ Ὄαϲιν καλοῦϲιν.
Αὐγείαϲ. δίφθογγοϲ τὸ γῦ. ἀπὸ γὰρ τοῦ αὐγή Αὐγέαϲ καὶ κατὰ πλεοναϲμὸν τοῦ ι Αὐγείαϲ.
ἀφάδειοϲ ἐχθρόϲ ἀπὸ τοῦ ἀφανδάνειν. λέγεται δὲ καὶ ἀφάδιοϲ.
Ἀφάναι χωρίον Ϲικελίαϲ ἄϲημον. γράφεται καὶ διὰ δύο νν.
ἄφιξιϲ διὰ τοῦ ι γράφεται. γέγονε δὲ ἀπὸ τῶν παθητικῶν ῥημάτων
ἐκ τοῦ ἀφῖγμαι ἀφῖξαι ἀφῖκται. καὶ τὸ ἱκανόϲ παρὰ τὸ ἱκέϲθαι,
εἰϲ πάντα γὰρ δύναται παραγενέϲθαι ὁ ἱκανόϲ. οὕτωϲ καὶ ἄφιξιϲ διὰ
τοῦ ι. καὶ ἄλλωϲ τὰ ἀμφιβαλλόμενα κατὰ τὴν γραφὴν κτλ.
ἀφνειόϲ. τὸ φνει δίφθογγοϲ διὰ τὸ καὶ χωρὶϲ τοῦ ι αὐτὸ εὑρεθῆναι ἀφνεόϲ.
Ἀφροδίτη διὰ τοῦ ι.
ἀφυῖα διὰ τοῦ ι γράφεται.
Ἀχερόν τειοϲ διὰ τὸ μέτρον Ἀριϲτοφάνηϲ ἔφη Ἀχερόντιόϲ τε ϲκόπελοϲ αἱματοϲτεγήϲ» (Ran. 471).
Ἀχιλῆοϲ: οὕτωϲ ἀναγνωϲτέον δι’ ἑνὸϲ λ διὰ τὸ μέτρον καὶ διὰ
τὸ ἄχοϲ, ὅ ἐϲτι λύπην, φέρειν τοῖϲ Ἰλιεῦϲιν ἢ διὰ τὸ μὴ θιγεῖν χείλεϲιν
θηλῆϲ, ὅ ἐϲτι τροφῆϲ. ὅλωϲ γὰρ οὐ μετέϲχε γάλακτοϲ. ἀναλογώτερον
δ’ ἡ δι’ ἑνὸϲ λ γραφή.
ἀχρεῖοϲ. δίφθογγοϲ καὶ προπεριϲπᾶται παρὰ τὸ χρεία.
ἁψίϲ. διὰ τοῦ ι. τὰ γὰρ εἰϲ ιϲ ὀξύτονα ὑπὲρ μίαν ϲυλλαβὴν ἀποϲτρέφεται τὴν ει δίφθογγον.
Ἄψυνθοϲ πόλιϲ Θράκηϲ. διχῶϲ ἡ γραφὴκαὶxὰ τοῦ ῦ καὶ διὰ τοῦ ι.
Ἀῷοϲ ποταμόϲ.
βαίβυκοϲ πελεκᾶνοϲ Φιλητᾶϲ, Ἀμερίαϲ δὲ βαύβυκοϲ.
Βακχεῖοϲ ϲημαίνει Διόνυϲον διὰ τῆϲ ει διφθόγγου κατὰ τὸν κανόνα τοῦ ἀνδρεῖοϲ. Βάκχιοϲ δὲ τὸ κύριον διὰ τοῦ ι.
βαλανεῖον διὰ τῆϲ ει διφθόγγου. ἀπὸ τοῦ βαλανεύϲ γάρ.
βαλβίϲ ἡ ἀφετηρία τοῦ δρόμου διὰ τοῦ ι γράφεται. ἡ γὰρ γενικὴ βαλβῖδόϲ ἐϲτιν.
βαράγχια τὰ βραγχία τῶν ἰχθύων.
βάρακεϲ τὰ προφυράματα τῆϲ μάζηϲ. Ἀττικοὶ δὲ βήρηκεϲ.
Βαϲιλείδηϲ. τὸ λει δίφθογγοϲ· ἐκ τοῦ βαϲιλεύϲ.
βαϲίλειοϲ. τὸ λει δίφθογγοϲ· τὰ γὰρ ἀπὸ τῶν εἰϲ ευϲ ὑπὲρ μίαν ϲυλλαβὴν διὰ τοῦ ειοϲ παραγόμενα διὰ τῆϲ ει διφθόγγου γράφεται οἰον Ὀδυϲϲεύϲ Ὀδύϲϲειοϲ, Ἀχιλλεύϲ Ἀχίλλειοϲ, οὕτω καὶ βαϲιλεύϲ βαϲίλειοϲ. καὶ τὸ κύριον δὲ ὄνομα διὰ τῆϲ ει διφθόγγου γράφεται καὶ ἄλλωϲ δὲ εὕρηται κατὰ διάϲταϲιν τὸ ι καὶ ἐκτάϲει τοῦ ε εἰϲ η οἰον βαϲιλήϊοϲ.
βαϲμόϲ βαθμόϲ.
βατηρίαν ῥάβδον καὶ βακτηρίαν.
βαφεῖον. ει.
Βενέβεντοϲ χωρίον ἐν Ἰταλίᾳ. ἔϲτι καὶ ἄλλη Καμπανίαϲ ὀιᾶ τοῦ δ.
Βέννα πόλιϲ Θράκηϲ καὶ διὰ ἑνὸϲ ν καὶ διὰ δύο. καὶ ἡ γραφὴ διάφοροϲ καὶ διὰ διφθόγγου (sc. Βεῖνα) καὶ διὰ τοῦ ἑ, ὅπερ κρεῖττον.
βέρεθρον βάραθρον.
Βερεκύνδαι δαίμονέϲ τινεϲ. Βερεκύνται Φρυγῶν τι γένοϲ.
Βῆϲϲα πόλιϲ οκρῶν. Ἡρωδιανὸϲ δι’ ἑνὸϲ ϲ γράφει, Ἀπολλό.
δωροϲ δὲ καὶ Ἐξπαφρόδιτοϲ καὶ Ἡρακλέων διὰ δύο. Βῆϲϲάν τε Ϲκάρφην
τε καὶ Αὐγειὰϲ ἐρατεινάϲ ». ὠνομάϲθη δὲ ἀπὸ τῆϲ τοῦ τόπου φύϲεωϲ
ναπώδουϲ οὐϲηϲ.
βιβλία βυβλία.
βιβλίον βιβλίδιον: διὰ τοῦ ι.
Βίβλινοϲ οἶνοϲ οἷον ὕδωρ δὲ πίνει, τὸν δὲ βίβλινον ϲτυγεῖ » ἀπὸ
Βιβλίνηϲ οὕτω καλουμένηϲ Θρᾳκίαϲ ἀμπέλου ῆτιϲ διὰ τὸ εὐθαλὴϲ εἶναι
Ἑλλάδι μετετέθη καὶ ἐν Ϲικελίᾳ ὑπὸ Πόλλιδοϲ τοῦ Ϲικυωνίου τυράννου,
ἔνθεν αὐτόν τινεϲ καὶ Πόλιον καλοῦϲιν. Ἐπίχαρμοϲ δὲ ἀπὸ
Ββλίνων ὀρῶν τῆϲ Θράκηϲ, ἔνθα φύεται, λελέχθαι αὐτὴν οἱεται. Ϲῆμοϲ.
δ’ ἐν τῇ ἕκτη τῆϲ Ἰλιάδοϲ ἐν Νάξῳ φηϲὶν εἰναι ποταμὸν Βιβλίνην, ἀφ’
οὐ καλοῦϲιν οἶνον βίβλινον διὰ τὰϲ πεφυκυίαϲ ἀμπέλουϲ. διὰ τοῦ μ
γράφουϲι τὸν ποταμὸν Βιμβλίνην καὶ τὸν Νόξιον οἶνον διὰ τοῦ μ
Βίμβλινον.
Βῖδοϲ φρούριον ἐν Ϲικελίᾳ οὐδετέρωϲ. εὕρηται δὲ καὶ διὰ διφθόγγου καὶ διὰ τοῦ ι.
Βιθυνία. διὰ τοῦ τὸ βι τὰ γὰρ ἀμφιβαλλόμενα κτλ. νι ι. τὰ
γὰρ διὰ τοῦ ια ἐπὶ χώραϲ ὄντα διὰ τοῦ ι γράφεται.
βῖκοϲ τὸ ἀγγεῖον ι ἡ παράδοϲιϲ καὶ βικία τὸ ὑποκοριϲτικόν.
βλάθρον φυτὸν πτέρει ὅμοιον, ὅπερ ἔνιοι βλαχρόν.
βλακίαϲ. ἰχθῦϲ ποιόϲ. βλαϲκείαϲ. ἰχθῦϲ ποιόϲ.
βλένα μύξα. οἱ δὲ διὰ τοῦ π πλένα καὶ πλέννα τὰ ἀϲθενῆ καὶ
δυϲκίνητα.
βλέτυγεϲ φλυαρίαι. οἱ δὲ βλέκυγεϲ.
βλητόϲ βελτόϲ ὁ ἀπόπληκτοϲ.
βλήχων γλήχων. καὶ οὕτωϲ λέγεται.
βλιμάζειν, βλιαρόν, βλικάϲ ϲύκου φύλλον, βλίκανον, βλίμη, βλίξ,
βλιμάξαι, βλίτον εἷδὸϲ λαχάνου διὰ τοῦ ι.
βλῖτυξ βλετυϲ ἡ βδέλλα.
βόειοϲ. ει· τὰ γὰρ διὰ τοῦ ειοϲ ϲημαίνοντα μέροϲ ϲώματοϲ κτλ.
βοεικόϲ cf. fr. 37 ot can. gen.
βοήθεια: ἐκ τοῦ βοηθόϲ γέγονεν. ἔϲτι δὲ ὁ βοηθόϲ παρὰ τὸ βοή
καὶ θοόϲ οἱονεὶ ὁ κατὰ τὴν μάχην ταχὺϲ καὶ ἐκ τούτου γίνεται βοήθεια
διὰ τῆϲ ει διφθόγγου.
βόλιτον: βόλβιτον δὲ ωνεϲ ο τε ἄλλοι καὶ ἰππῶναξ οἰον «βολβίτου καϲιγνήτην εἰτα «ναὶ τὸν Ποϲειδῶ καὶ βολίτινον θάτερον » (Arist. Ren. 295) παραγωγῶϲ πλεοναϲμῷ τοῦ β.
Βολιϲϲόϲ πόλιϲ Αἰολικὴ ἐπ’ ἄκρου Χίου πληϲίον. Θουκυδίδηϲ
βομβῶνεϲ βουβῶνεϲ.
βορβορυγή· ποιόϲ τιϲ ἦχοϲ, ὃν καὶ κορκορυγὴν καλοῦϲιν.
βορβορόκη.
βορέαϲ· ἓ ρ καὶ διὰ τοῦ ε ψιλοῦ.
βορέη ἡ φῦϲα. γράφεται δὲ καὶ βοέη.
βορεινόϲ: ει.
βόρμοϲ, ὃν καὶ βρόμον λέγουϲιν. ἔϲτι δὲ τροφὴ τετραπόδων τὸ πολλαχοῦ μὲν ϲπειρόμενον, ἐνίοτε δὲ καὶ αὐτομάτωϲ φυόμενον.
Βορυϲθένηϲ πόλιϲ καὶ ποταμὸϲ τοῦ Πόντου. ὁ πολίτηϲ Βορυϲθενίτηϲ. ἔδει Βορυϲθενείτηϲ διὰ διφθόγγου κτλ.
Βοϲπόριον τοῦ Βυζαντίου λιμήν. οἱ δ’ ἐγχώριοι Φωϲφόριον αὐτὸ καλοῦϲι παραγραμματίζοντεϲ.
τὸ ἐθνικὸν τοῦ Βόϲποροϲ Βοϲπόριοϲ καὶ Βοϲποριανόϲ καὶ Βοϲπορανόϲ
καὶ Βοϲπορηνόϲ. διχῶϲ γὰρ καὶ διὰ τοῦ α καὶ διὰ τοῦ η ὡϲ
Τιβαρανόϲ καὶ Τιβαρηνόϲ. Ϲοφοκλῆϲ δ’ ἐν Φινεῖ πρώτῳ διὰ διφθόγγου
τὴν πρὸ τέλουϲ φηϲὶ τὸ κτητικόν eοὐδ’ ἄν τὸ Βοϲπόρειον ἐν Ϲκύθαιϲ
ὕδωρ.»
Βούδειον πόλιϲ ἐν Μαγνηϲίᾳ τῇ κατὰ Εὐρώπην ἀπὸ τοῦ οἰκίϲαν.
τοϲ Βουδείου. ἔϲτι καὶ Βούδειοι ἔθνοϲ Μηδικόν.
Βουθρωτόϲ νῆϲοϲ περὶ Κέρκυραν καὶ Βουτρωτόϲ.
Βοῦρα πόλιϲ Ἀχαῖαϲ. τὸ ἐθνικὸν Βουραῖοϲ καὶ Βουραικόϲ κτητικόν. λέγεται καὶ Βούρειοϲ διὰ διφθόγγου. τὸ δὲ διὰ τοῦ ι ὡϲ Νύϲϲα Nόϲϲιοϲ,.Βοίβη Βοίβιοϲ.
Βούϲιριϲ: τὰ δύο ῑ. τὸ ϲι· τὰ γὰρ ἀμφιβαλλόμενα κτλ. τὸ ριϲ διὰ τὸ εἰϲ δοϲ εἶναι τὴν γενικήν.
Βρέκυν τὸν Βρέκυντα τὸν Βρίγα. Βρίγεϲ γὰρ οἱ Φρύγεϲ.
βράγχοϲ: νόϲημά τι τῶν ἐν τῷ ϲώματι γιγνομένων περὶ τὸν βρόγχον, ὃ καὶ ὑϲ μάλιϲτα διαφθείρει.
Βρέντιοι ἔθνοϲ ἐν Ἰταλίᾳ διὰ τοῦ ν ἢ Βρέττιοι διὰ τῶν δύο ττ.
Βρεττανίδεϲ νῆϲοι ἐν τῷ ὠκεανῷ. λέγονται καὶ διὰ τοῦ π Πρεττανίδεϲ ὡϲ Πτολεμαῖοϲ.
βρεχμόι. βρέγμα: τὸ μέϲον τῆϲ κεφαλῆϲ.
Βριϲηΐϲ βριμόϲ βριαρόϲ διὰ τοῦ ι γράφονται. τὰ γὰρ ἀπὸ τῆϲ βρι καὶ βι ϲυλλαβῆϲ ἀρχόμενα κτλ.
βρόταχοϲ βάτραχοϲ.
Βρότειοϲ διὰ τῆϲ ει διφθόγγου κατὰ τὸν κανόνα τοῦ βόειοϲ.
Βρουϲίϲ μοῖρα Μακεδονίαϲ. τινὲϲ δὲ γράφουϲι διὰ τοῦ υ.
βρύκοϲ κῆρυξ.
Βρυϲιαί πόλιϲ λιδοϲ.
βύταν α κόνδυλοι. οἱ δὲ βρύτανα.
βρότεα ϲτέμφυλα, ἃ καὶ βρύτια.
βρύττιον πόμα ἐκ κριθῆϲ. βρῦτον πᾶν τὸ ἐκ κριθῆϲ πόμα.
βρωϲείω. ει.
Βύζαντεϲ.παρ’ Ἡροδότῳ (ΙV 194). κακῶϲ διὰ τοῦ γ Γύζαντεϲ.
Βυζάντιοϲ τὸ ἐθνικὸν τοῦ Βύζαϲ διὰ τοῦ ῑ, τὸ δὲ κτητικὸν διά
διφθόγγου. ἔϲτι καὶ ἐπὶ τῆϲ χώραϲ Βυζάντεια διὰ διφθόγγου. ἀπὸ δὲ
τοῦ Βυζάντιοϲ Βυζαντία Βυζαντιακόϲ. καὶ Βυζαντειανόϲ διὰ διφθόγγου
ὡϲ Ἡρακλειανόϲ.
βυθμόϲ βυϲϲόϲ βυθόϲ. ἄντρον πυθμήν.
Βυρϲίνηϲ λυρϲίνηϲ. ἦν δὲ αὕτη γυνὴ Ἰππίου τοῦ τυράννου. ἐν τοῖϲ Ἱππεῦϲι (v. 417 ).
βῳδιον βούδιον.
βωνίτηϲ ϲημαίνει τὸν βούκολον. Καλλίμαχοϲ « cἵουϲ βωνίτῃϲιν ἐνικρύπτουϲι γυναῖκεϲ» (fr. 157 Bentl.) διὰ τοῦ ι ὡϲ πολίτηϲ.
Γάβαλα πόλιϲ Φοινίκηϲ. ἐϲτι καὶ χώρα Ἀραβίαϲ καὶ λέγεται ἡ πρώτη ϲυλλαβὴ διὰ τοῦ ε Γέβαλα καὶ τὸ ἐθνικὸν Γεβαληνόϲ.
Γάδειρα πόλιϲ καὶ νῆϲοϲ ἐν τῷ ὦκεανῷ.
Γἀζα πόλιϲ Φοινίκηϲ. ἐκλήθη καὶ Ἄζα. — ὁ πολίτηϲ Γαζαῖοι. λέγονται καὶ Γαζηνοί καὶ Γαζῖται παρὰ τοῖϲ ἐγχωρίοιϲ. εἰϲὶ καὶ διὰ τοῦ η ἔθνοϲ Γαλατῶν χρυϲοφοροῦν, ὡϲ Εὐφορίων. λέγονται καὶ διὰ τοῦ α Γαζᾶται ὡϲ πολυίϲτωρ.
γαζοφυλάκιον· θηϲαυροφυλάκιον.
γαῖα γέα γῆ.
γαιάοχοϲ ἠπειρώτηϲ· γαιήοχοϲ ὁ τὴν γῆν ϲυνέχων. γεοῦχοϲ ὁ τὴν γῆν ἔχων.
γαιογράφοι τὰ ἐν τῇ γῇ γράφοντεϲ.
γαῖτηϲ γηῖτηϲ γεωργόϲ.
Γαιτοῦλοι ἔθνοϲ Λιβύηϲ. Ἀρτεμίδωροϲ Γαιτυλίουϲ αὐτούϲ φηϲιν.
γαληνόν· ἥϲυχον ἱλαρὸν εὔδιον — γαληρόν τὸ αὐτὸ καὶ γαλερόν.
γάλινθοι· ἐρέβινθοι. οἱ δὲ γέλινθοι.
Γάμβρειον πόλιϲ Ἰωνίαϲ. γράφεται διὰ διφθόγγου, ὡϲ δηλοῖ τὸ Γαμβρήϊον.
γα μφαί ἢ γναμφαί. γνάθοι.
γάνδοϲ ὁ πολλὰ εἰδὼϲ καὶ πανοῦργοϲ. τινὲϲ δὲ γάδοϲ.
γανυρόν λευκόν ἡδύ λιαρόν.
γαργαίρειν πληθύειν, καρκαίρειν κινεῖϲθαι ϲπαίρειν.
γάργαλα πλῆθοϲ πολλά.
γαργαλιϲμόϲ. γαγγαλιϲμόϲ. ἡηδυπάθειά τιϲ.
Γάργαρα πόλιϲ τῆϲ Τρῳάδοϲ. Ἑλλάνικοϲ δὲ Γόργαϲον ἔφη τὴν πόλιν διὰ τοῦ ϲ, ἀλλ’ οἴομαι ϲφάλμα εἶναι.
γέγειοϲ ϲημαίνει τὸν ἀρχαῖον διὰ τῆϲ ει διφθόγγου γράφεται.
ἀπὸ γὰρ τοῦ γέα γέγονε γέειοϲ διὰ τῆϲ ει διφθόγγου καὶ κατὰ πλεοναϲμὸν
τοῦ γ γέγειοϲ.
Γεδρωϲία· ἐν τοῖϲ τοῦ πολυίϲτοροϲ διὰ τοῦ κ εὑρέθη ἡ πρώτη ϲυλλαβή, ἀλλ’ ἦν ἀδιόρθωτον τὸ βιβλίον.
γεῖϲα. ει.
γείτων καὶ γειτνιῶ τὸ γει δίφθογγοϲ.
γέλαροϲ ἀδελφοῦ γυνή. Φρυγιϲτί. λέγεται καὶ γάλλαροϲ.
Γελαϲῖνοϲ: διὰ τοῦ ῑ τὰ γὰρ διὰ τοῦ ινϲ κτλ.
Γενέο κώμη Κορίνθου. τινὲϲ δὲ Τενέα γράφουϲι.
γένειον: τὸ νει δίφθογγοϲ. τὰ γὰρ ἀπὸ τῶν εἰϲ οϲ οὐδετέρων κτλ.
γηγενήϲ cf. fr. 50.
γήδιον· τριῶν ὄντων τῶν πρωτοτύπων γῆ καὶ γαῖα καὶ γέα ἐκ
ποίου τούτων γέγονε τὸ γῇδιον λέγει δὲ ὁ Δίδυμοϲ, ὅτι ἔϲτι γέα
διὰ τοῦ ε καὶ ἐπειδή, ἡνίκα ἡ τελευταία ϲυλλαβὴ τῆϲ γενικῆϲ τοῦ πρωτοτύπου
ἀπὸ φωνήεντοϲ ἄρχεται καὶ παραλήγει τῷ ε ἢ τῷ ο, τότε
ίνεται διὰ διον ἡ παραγωγὴ καὶ προϲέρχεται κατὰ τὴν παραλήγουϲαν
τὸ ι οἷον πράξεωϲ πραξείδιον, λέξεωϲ λεξείδιον, βοῦϲ βοόϲ βοίδιον,
νόοϲ νόου νοίδιον. οὕτωϲ οὖν καὶ γέα γέαϲ γείδιον διὰ τῆϲ ει διφθόγγου
καὶ κατ’ ἔκταϲιν Ἀττικὴν τοῦ ε εἰϲ η γήδιον διὰ τοῦ η καὶ —
ὥϲπερ εἰκάζω ῇκαζον καὶ εἴδειν ᾔδειν (περὶ δὲ τούτου ζήτει εἰϲ τὸ περὶ
κτητικῶν τοῦ Χοιροβοϲκοῦ).
γήπεδον τὸ πρὸϲ τοῖϲ οἴκοιϲ ἐν πόλει κηπίον, ὅπερ οἱ τραγικοὶ.
διὰ τοῦ α φαϲὶ δωρίζοντεϲ.
τήτειον τὸ χλωρὸν κρόμμυον. γράφεται διὰ τῆϲ ει διφθόγγου. τὰ διὰ τοῦ ειον γινόμενα οὐδέτερα κτλ., καλεῖται καὶ γήθυον.
γήτηϲ: μετὰ τοῦ ι ἀπὸ τοῦ γηῖτηϲ ὁ τὴν γῆν ἐργαζόμενοϲ, γεωργόϲ.
γῆρυϲ φωνή, ὅθεν καὶ κῆρυξ τοῦ πρὸϲ γ ϲυγγένειαν ἔχοντοϲ.
γηοῦχοϲ cf. fr. Ortt. 30.
Γιγάντεια ἡ πραγματεία ὡϲ ἡ Ὀδύϲϲεια καὶ Δολώνεια διὰ τῆϲ ει διφθόγγου προπαροξύνεται.
Γ ίγαρτα. ι. ἐν ϲυϲτολῇ γὰρ εὕρηται.
γιγνώϲκει γινώϲκει.
γίνεται τὸ ἀποτελεῖται διὰ τοῦ ῑ, γείνεται τὸ ἐπὶ τοῦ γεννᾶται
διὰ διφθόγγου. τὸ δὲ γίνεται ἐπὶ τοῦ τελειοῦται ἀπὸ τοῦ γίγνομαι
γέγονε κατὰ ἀποβολὴν τοῦ γ. τὸ δὲ γίγνεται διὰ τοῦ ῑ γράφεται,
ἐπειδὴ ἀπὸ τοῦ γένομαι γένεται ἐν πλεοναϲμῷ ϲυμφώνου γίγνεται. τὸ
ε γὰρ ἐν πλεοναϲμῷ ϲυμφώνου γενόμενον τρέπεται εἰϲ τὸ οἷον μένω
μίμνω, τέκω τίκτω. οὕτωϲ οὖν καὶ γένεται γίγνεται.
Γλιϲᾶϲ διὰ τοῦ ι. πᾶϲα γὰρ ϲυλλαβὴ ἀπὸ τῆϲ γλι ἀρχομένη ἀποϲτρέφεται τὴν ει δίφθογγον.
γλυκείδιον: διὰ τῆϲ ει διφθόγγου τὸ κει· ἀπὸ γὰρ τοῦ γλυκέοϲ γενικῆϲ γίνεται κτλ.
γλύξιϲ ὁ ἀνειμένοϲ οἰνοϲ καὶ ἄτονοϲ, ὃν ἔνιοι μὲν ἁπλόϲτομον, οἱ δὲ γλεῦξιν.
γλυφεῖον ἄντρον τι καὶ ὄργανον.
γλωχίϲ: ι ὡϲ δικατάληκτον.
γλωϲϲίϲ: ι τὰ γὰρ εἰϲ ιϲ ὀξύτονα θηλυκὰ ὑπὲρ μίαν ϲυλλαβὴν κοινολεκτούμενα κτλ.
γνάθοϲ καὶ πλεοναϲμῷ τοῦ μ γναθμόϲ.
γνάμπτω ἐκ τοῦ κάμπτω· ϲύνηθεϲ δὲ τοῖϲ παλαιοῖϲ λέγειν γνάπτῶ
«ἀνεγνάφθη δὲ ἡ αἰχμή » (Γ 348) ἄνευ τοῦ μ καὶ «ἐπέγναψε γὰρ
ἅπανταϲ» (Β 14) ἄνευ τοῦ μ ἐν τῇ ϲυνηθείᾳ «οἱ δ’ ὥϲ τ’ αἰγυπιοὶ
γαμψώνυχεϲ» (Π 428).
γνάφαλλον τύλη· λέγεται δὲ καὶ διὰ τοῦ κ κνάφαλλον. καὶ ὁ
γναφεύϲ κναφεύϲ.
γνόφοϲ λέγεται δνόφοϲ τοῖϲ Αἰολεῦϲι (Αbrens I 73, II 80, 109, Doricum esse dicit) ἀπὸ τοῦ δονεῖϲθαι τὰ νέφη.
Γόνδραι Θράκιον ἔθνοϲ· λέγεται δὲ παρ’ Ἡρωδιανῷ Κίνδραι καὶ. Ῥόνδαι.
Γόννοι πόλιϲ Περραιβίαϲ ἀπὸ Γουνέωϲ κληθεῖϲα τοῦ ἀπογόνου Κύφου. οὕτωϲ φηϲὶν Ὅμηροϲ. ὁ πολίτηϲ Γούνιοϲ καὶ Γουνία ἡ γυνὴ καὶ ἡ χώρα. γράφεται δὲ καὶ χωρὶϲ τοῦ υ· τοὺϲ δὲ Περραιβοὺϲ Αἰολεῖϲ ὄνταϲ τὰ ϲύμφωνα διπλοῦν καὶ Περραιβοὺϲ καλοῦνταϲ ἑαυτοὺϲ καὶ Γόννον διὰ δύο νν τὴν πόλιν. γόνα γὰρ οἱ Αἰολεῖϲ τὰ γόνατα.
γόργυρα: Ἀλκμὰν διὰ τοῦ ε φηϲί.
Γορδυαῖα χώρα Περϲική. τὸ ἐθνικὸν Γορδυαῖοϲ. καὶ Γορδόχουϲ αὐτούϲ φαϲι καὶ Γόρδουϲ.
Γόρτυν πόλιϲ Κρήτηϲ. οὕτωϲ δὲ διὰ τοῦ ν καὶ ὕϲτερον Γόρτυϲ.
γράδιον· ϲὺν τῷ ι. καὶ λέγουϲί τινεϲ, ὅτι ἐπειδὴ καὶ τὸ γραΐδιὸν
ἔχει τὸ ι, τούτου χάριν καὶ τὸ γράδιον οἰον « γραιδίωνκολοϲυρτόν »
παρὰ Ἀριϲτοφάνει (Plut. 536). οὐκ ἔϲτι δὲ καταναγκαϲτικὸϲ οὗτοϲ ὁ λόγοϲ·
ἰδοῦ γὸρ καὶ τὸ αἰζηόϲ οὐκἔχει τὸ ι καὶ ὅμωϲ τὸ αἰζήϊοϲ ἐπλεόναϲε
ἤρξατο, τότε διὰ τοῦ διὸν γίνεται ἡ παραγωγὴ οἰον μῦϲ μυόϲ μύδιον,
βότρυϲ βοτρύδιον, βιβλίον βιβλίδιον. οὕτωϲ οὖν καὶ ἁπὸ τοῦ γραῦϲ
γραόϲ γράδιον. ἀπὸ δὲ τοῦ γραῖα γραίαϲ εἰ ἔϲτιν, οὐ δύναται
πάλιν ἔχειν τὸ ι, ἐπειδὴ πάλιν ἡ τελευταία ϲυλλαβὴ τοῦ πρωτοτύπου
τῆϲ γενικῆϲ ἀπὸ φωνήεντοϲ ἤρξατο καὶ τῇ αἱ διφθόγγῳ παραλήγεται.
τότε δὲ διὰ τοῦ διον γίνεται ἡ παραγωγὴ καὶ ἀποβάλλεται
τῆϲ ᾶι διφθόγγου τὸ ι οἶον κεφάλαιον κεφαλαίου κεφαλάδιον,
ϲπήλαιον ϲπηλαίου ϲπηλάδιον. οὕτωϲ οὖν καὶ γραίαϲ γράδιον χωρὶϲ
τοῦ ι. ἀλλ’ εἰ ἡ παράδοϲιϲ ἔχει τὸ ι, ϲυνηγορήϲωμεν αὐτῷ καὶ εἴπωμεν
αὐτὸ ϲὺν τῷ ι γράφεϲθαι. ἔϲτι γραϹιϲ γραύιδι παρὰ Καλλιμάχῳ·
καὶ ἐπειδὴ ἡ τελευταία ϲυλλαβὴ τῆϲ γενικῆϲ τοῦ πρωτοτύπου ἀπὸ ϲυμφώνου
ἄρχεται, τούτου χάριν διὰ τοῦ ιδιον γίνεται ἡ παραγωγὴ οἰον
ψυχῆϲ ψυχίδιον, γνώμηϲ γνωμίδιον· οὕτωϲ οὖν καὶ γραῦιϲ γραύιδοϲ
γραυίδιον καὶ κατὰ ἀποβολὴν τοῦ υ κοὶ ϲυναιρέϲει τοῦ α καὶ ι εἰϲ τὴν
αι δίφθογγον γράδιον ἢ λέγεται ὅτι ἀπὸ τοῦ γραῖα γραιίϲ γραιίδοϲ
γραιίδιον καὶ κατὰ ϲυγκοπὴν τοῦ ἑνὸϲ ι καὶ ϲυναιρέϲει γράδιον.
γραμματείδιον: ἀμφίβολον εἴτε διὰ τῆϲ ει διφθόγγου εἴτε διὰ
τοῦ ι. καὶ εἰ μὲν ἀπὸ τοῦ γραμμάτιον τοῦ ϲημαίνοντοϲ τὸ μικρὸν
γράμμα, διὰ τοῦ ι γράφεται ὡϲ ὀψάριον ὀψαρίδιον, λαχάνιον λαχανίδιον.
εἰ δὲ ἀπὸ τοῦ γραμματεῖον γέγονε τοῦ ϲημαίνοντοϲ τὴν μικρὰν
δέλτον διὰ τῆϲ ει διφθόγγου ὥϲπερ ἀγγεῖον ἀγγείδιον, γραφεῖον γραφείδιον.
Γράϲτιλλοϲ πόλιϲ Μακεδονίαϲ, ὃ καὶ διὰ τοῦ π γράφεται κατὰ τὴν πρώτην ϲυλλαβὴν Πράϲτιλλοϲ, ὡϲ Εὔπολιϲ.
γραφεῖον: διὰ τῆϲ ει διφθόγγου καὶ ἐκεῖθεν γραφείδιον.
Γρήνικοϲ ποταμόϲ.
γρίντηϲ ὁ βυρϲεύϲ, γρῖνοϲ τὸ δέρμα, γρίϲων ὁ χοῖροϲ. Ἀριϲτοφάνηϲ
δέ φηϲι ὄνομα δρομέωϲ, γρῖποϲ τὸ δίκτυον, γριπεϲ ὁ ῥάπτων
τὰ ἁλιευτικὰ δίκτυα, γρῖφοϲ τὸ δύϲλυτον αἴνιγμα, γριφαϲθαι — οὕτωϲ
λέγουϲι τὸ γράφειν — Λάκωνεϲ διὰ τοῦ ι γράφεται, ἐπειδὴ πᾶϲα λέξιϲ
ἀπὸ τῆϲ γρι ϲυλλαβῆϲ ἀρχομένη διὰ τοῦ ι γράφεται.
γρῦλοϲ χοῖροϲ.
γρύπαι αἱ νεοϲϲιαὶ τῶν γυπῶν· οἱ δὲ γύπαι.
γρυπόϲ ῥυβόν ἐϲτι παρὰ τοῖϲ Αἰολεῦϲι τὸ ἐπικαμπὲϲ ἤτοι ῥαιβόν
Γρώνεια πόλιϲ Φωκίδοϲ. ἡ δὲ διὰ τοῦ υ Τρωάδοϲ ἐϲτίν.
γυναίκιον: ῖ τὸ ὑποκοριϲτικὸν καὶ προπαροξύνεται. τὸ δὲ κτητικὸν διὰ τῆϲ ει διφθόγγου γράφεται καὶ προπεριϲπάται.
γωρυτόϲ τοξοθήκη. θύλακοϲ· οἱ δὲ χωρυτόϲ.
δᾷδεϲ λαμπάδεϲ ἔχει τὸ ι, ἐπειδὴ εὕρηται κατὰ διάϲταϲιν δαΐδων.
γίνεται δὲ ἐκ τοῦ δαίω τὸ διακόπτω καὶ καίω. ὁ μέλλων δαίϲω καὶ
λοιπὸν ἐκ τοῦ δαίϲ καὶ δᾴϲ κατὰ ϲυναίρεϲιν· ἔμεινε δὲ τὸ ι ἀνεκφώνητὸν.
δάειρα. ει.
δάμνηϲι: τῷ δάμνηϲι ϲτίχαϲ ἀνδρῶν »· ἄνευ τοῦ ι (sic Dionysius
Sidonius in Schol. ad ε 746), ὁ δὲ Ἀρίϲταρχοϲ ϲὺν τῷ ι, τὸ μὲν ἀπὸ τοῦ δάμνημι, τὸ δὲ ἀπὸ τοῦ δάμνω ὑποτατικοῦ.
δανείζω. ει.
δάνειον: δίφθογγοϲ· παρὰ τὸ δάνοϲ δάνειον. τὰ γὰρ ἀπὸ τῶν εἰϲ οϲ διϲυλλάβων οὐδετέρων κτλ.
Δάνουβιϲ ἢ Δάνουϲιϲ Ἴϲτροϲ ὁ ποταμόϲ.
δάπιδεϲ: τάπητεϲ.
Δαρεικόϲ δίφθογγοϲ. καὶ γὰρ ἀπὸ τοῦ Δαρεῖοϲ γέγονεν Δαρειακόϲ καὶ κατὰ ϲυγκοπὴν τοῦ α Δαρεικόϲ.
δάρειρ: τὸ ἀπὸ τοῦ μεγάλου δακτύλου ἐπὶ τὸν μικρὸν διάϲτημα. Δ αϲκύλιον πόλιϲ. ι.
δατητήϲ: παρὰ τοῖϲ Ἀττικοῖϲ ὁ διανεμητήϲ. Ἀριϲτοτέληϲ « τίνεϲ
οἱ δατηταί ». Ἀπολλόδωροϲ διὰ τοῦ ϲ φηϲί· παρὰ τὸ δαίω δαϲτόϲ καὶ
ῥῆμα δαϲτῶ ὁ παρακείμενοϲ δεδάϲτηται καὶ ἐνδείᾳ τοῦ ϲ δεδάτηται,
ἀφ’ οὖ ὸνομα δατητήϲ ὡϲ πεποίηται ποιητήϲ.
δείδω: τὸ φοβοῦμϲφ· γράφεται διὰ τῆϲ ει διφθόγγου, ἐπειδὴ ἀπὸ
τοῦ δέοϲ γέγονε δέω καὶ κατὰ πλεοναϲμὸν τοῦ ι δείω καὶ κατ’ ἐπέν.
θεϲιν (pro ἐπέκταϲιν scripsi) τοῦ δ δείδω.
δείκηλον: τὸ δcι διὰ τῆϲ ει διφθόγγου. λέγεται καὶ δείκελον.
ϲημαίνει δὲ καὶ τὸ ἄγαλμα καὶ τὸ εἶδωλον οἷον «δείκηλα προΐαλλε
(Apollon. IV 1672) καὶ δείκελον Ἰφιγόνηϲ » παρὰ Παρθενίῳ. ὥϲπερ
γὰρ ἀπὸ τοῦ πέμπω πέμπελοϲ (ϲημαίνει δὲ τὸν πολλῶν ἐνιαυτῶν ὄντα)
καὶ ὥϲπερ ἀπὸ τοῦ ἄγω γίνεται ἄγελοϲ καὶ ἄγγελοϲ, οὕτω καὶ ἀπὸ τοῦ
δείλ η: διὰ τῆϲ ει διφθόγγου παρὰ τὸ ἐνδεῖν καὶ ἐλλείπειν τῇ ἕλῃ
τουτέϲτι τῇ θερμαϲίᾳ δεέλη καὶ κατὰ κρᾶϲιν δείλη.
δείελόϲ (hoc accentu scribendum secundum Arcud. 55, 4): ἡ
παρ’ Ἀττικοῖϲ ὀψία δείλη Ἰλιάδοϲ Φ (232) κεἰϲόκεν ἔλθῃ δειελὸϲ ὀψὲ
δύων ». ἡ δείλη δείελόϲ εἴρηται ὡϲ ἑϲπέρα ἕϲπεροϲ, ὠνή ὦνοϲ, χολή
χόλοϲ. ϲύνηθεϲ Ἴωϲι τὸ ε πλεονάζειν ηλιοϲ ἠέλιοϲ, δειλινόν δειελινόν
οἷον «δειελινὸν κλίνοντεϲ ὑπὸ ζόφον ἠέλιοιο » (Apoll. Rhod. I 452).
δειλόϲ. διὰ τῆϲ ει διφθόγγου· ὥϲπερ γὰρ παρὰ τὸν βήϲω μέλλοντα γίνεται βηλόϲ, οὕτω καὶ ἀπὸ τοῦ δείδω δείϲω ϲημαῖνον τὸ φοβοῦμαι γίνεται δειλόϲ τῆϲ ει διφθόγγου ἐκ τοῦ ῥήματοϲ οὔϲηϲ.
δεῖμα. διὰ τῆϲ ει διφθόγγου. ὥϲπερ γὰρ ἀπὸ τοῦ ποιήϲω γίνεται
ποίημα, οὕτω καὶ ἀπὸ τοῦ δείϲω μέλλοντοϲ γίνεται δεῖμα.
δειμαλέοϲ: τὸ δει δίφθογγοϲ· ὥϲπερ γὰρ ἀπὸ τοῦ τάeβοϲ γίνεται ταρβαλέοϲ, οὕτω καὶ ἀπὸ τοῦ δεῖμα τοῦ ϲημαίνοντοϲ τὸν φόβον δειμαλέοϲ γραφόμενον διὰ τῆϲ ει διφθόγγου.
δεῖμοϲ. διὰ τῆϲ ει διφθόγγου γράφεται· ἀπὸ γὰρ τοῦ δέοϲ γίνεται
δέιμοϲ καὶ κατὰ ϲυναίρεϲιν τοῦ ε καὶ ι εἰϲ τὴν ει δίφθογγον
δεῖμοϲ.
δεῖν. δίφθογγοϲ. ϲημαίνει δὲ τὸ δέον. γράφεται δὲ διὰ τῆϲ ει διφθόγγου, ἐπειδὴ ἀπὸ τοῦ δέον γέγονε δεῖν ὡϲ πλέον πλεῖν οἷον δεῖν γενέϲθαι ἀντὶ τοῦ πρέπον γενέϲθαι.
δεινόϲ. ει· οἱονεὶ ὁ δέουϲ ἐμποιητικόϲ. καὶ ὥϲπερ ἀπὸ τοῦ ἔλεοϲ γίνεται ἐλεεινόϲ διὰ τῆϲ ει διφθόγγου, οὕτω καὶ παρὰ τὸ δέοϲ δεινόϲ καὶ κατὰ κρᾶϲιν διὰ τῆϲ ει διφθόγγου.
δεινῶ καὶ δεινοποιῶ. διὰ τῆϲ ει διφθόγγου. ἀπὸ γὰρ τοῦ δεινόϲ
ὀξυτόνου γέγονε· τὰ δὲ παρ’ αὐτοῦ ϲυγκείμενα ἅπαντα διὰ διφθόγγου
γράφεται, δεινολόχοϲ, Δεινομένηϲ καὶ Δεινίαϲ καὶ Δείνων.
δεῖπνον: διὰ τῆϲ ει διφθόγγου (ἐκ τοῦ δεῖ τὸ πρέπει καὶ πόνοϲ τὸ δείπονόϲ τιϲ ὸν καὶ δεῖπνοϲ, μεθ’ ὃν δεῖ πονεῖν. Ἐπαφρόδιτοϲ δὲ παρὰ τὸ δάπτω δάπτον καὶ δάπνον κατὰ τροπὴν καὶ πλεοναϲμόν).
δειρά: τὸ ϲημαῖνον τὸν τράχηλον διὰ τῆϲ ει διφθόγγου. δέρα
γὰρ λέγουϲιν οἱ Αἰολεῖϲ.
δείρω: διὰ τῆϲ ει διφθόγγου. δέρω γὰρ λέγουϲιν οἱ Αἰολεῖϲ
ὥϲπερ τὸ κείρω κέρῶ· γέγονε δὲ ἀπὸ τοῦ μέλλοντοϲ δερῶ πλεοναϲμῷ
δεῖϲα: ὃ ϲημαίνει τὴν ὑγραϲίαν διὰ τῆϲ ει διφθόγγου γράφεται,
ἀπὸ γὰρ τοῦ δεύϲω μέλλοντοϲ γέγονε δεῦϲα καὶ κατὰ τροπὴν τοῦ υ
εἰϲ ι δεῖϲα καὶ τὸ παράδειϲοϲ διὰ τῆϲ ει διφθόγγου. παρὰ γὰρ τὴν
δεῖϲαν γέγονεν. τὸ δὲ δῖϲα ἡ δυϲωδία εἴρηται παρὰ τὸ δίω τὸ διὰ
τοῦ ι γραφόμενον ὃ ϲημαίνει τὸ φοβοῦμαι, ἵν’ ἦ δῖϲα ἡ δυϲοϲμία, ἣν
φεύγομεν. εἴτε οὖν διὰ τοῦ ι εἴτε διὰ τῆϲ ει διφθόγγου ἄδηλον, τὸ
δίω γὰρ καὶ δείω διφορεῖται ὅθεν δέοϲ καὶ δίον διὰ τοῦ ι, ὅθεν τρὶϲ
περὶ ἄϲτυ μέγα Πριάμου δίον» (X 251).
Δεκελεικόϲ: διὰ τῆϲ ει διφθόγγου. ἀπὸ γὰρ τοῦ Δεκέλεια γέγονεν.
δελφίϲ: ι· τὰ γὰρ δικατάληκτα κτλ.
δενδρήειϲ. τὸ ειϲ δίφθογγοϲ· ἐπεὶ δενδρήεντόϲ ἐϲτιν ἡ γενική.
Δέρα τόποϲ Λακωνικῆϲ. τὸ ἐθνικὸν Δεραῖοϲ καὶ Δερεάτηϲ. καὶ τὸν δῆμον δὲ Δειράδαϲ φαϲὶ καὶ τοὺϲ δημόταϲ Δειραδιώταϲ ἀπὸ ἠρωόϲ τινοϲ.
Δέρβη: ὁ κατοικῶν Δερβήτηϲ ὡϲ Ϲιδήτηϲ Πυλήτηϲ. λέγεται δ’ ϲωϲ καὶ Δερβεια καὶ τὸ ἐθνικὸν Δερβείτηϲ. τινὲϲ δὲ Δέλβειαν, ὅ ἐϲτι τῇ τῶν Λυκαόνων φωνῇ ἄρκευθοϲ.
Δερβίκκαι ἔθνοϲ πληϲίον τῶν ρκανῶν. Ἀπολλώνιοϲ (Aphrodisiensis,
Mein. in Ιndice suspicatur Ἀπολλόδωροϲ) δὲ δὶϲ τὸ κ καλῶϲ
(fortasse κακῶϲ et initio Δερβίκαι Mein.) γράφει. Κτηϲίαϲ δὲ
Δερβιϲϲούϲ αὐτούϲ φηϲι καὶ Τερβιϲϲούϲ.
δέτρον: παρὰ τὸ δείρω ὡϲ μείρω μέτρον.
δευρί: τὸ ἐπίρρημα διὰ τοῦ ι ἐκ τοῦ δεῦρο τροπῇ τοῦ ο εἰϲ ι.
δεύρω: δεῦρο.
Δεύϲ: Ζεόϲ.
Δηϊάνειρα: διὰ τῆϲ ει διφθόγγου γράφεται· πάντα γὰρ τὰ διὰ τοῦ ειρα κτλ.
Δημάδηϲ: οὐκ ἔχει τὸ ι. ἀπὸ γὰρ τοῦ Δημέαϲ γίνεται Δημεάδηϲ
καὶ κατὰ ϲυναίρεϲιν Δημάδηϲ. καὶ ὤφειλεν εἰϲ τὸ η γίνεϲθαι ἡ
κρᾶϲιϲ, ἀλλὰ διὰ τὸν χαρακτῆρα εἰϲ α ἐγένετο· τὰ γὰρ εἰϲ δηϲ πατρωνυμικὰ
ἢ τύπου πατρωνυμικοῦ ὄντα ἢ τῷ ι θέλει παραλήγεϲθαι ἢ τῷ
δηριῶ: διὰ τοῦ ι τὸ ρι. τὰ γὰρ διὰ τοῦ ιω ὑπὲρ δύο ϲυλλαβὰϲ βαρύτονα κτλ.
δῃῶν: γέγονε παρὰ τὸ δήϊοϲ. διὸ καὶ ϲὺν τῷ ι γράφεται τὸ δῃῶν.
Δηώ Δημήτηρ.
Δίαϲ: ὁ ίρωϲ εἰϲ τῶν Τιτάνων παρὰ τὴν Διὸϲ γενικὴν γίνεται Διῖαϲ καὶ κράϲει Δίαϲ. τὸ δὲ Δείαϲ γίνεται παρὰ τὸ δέοϲ Δεΐοϲ καὶ ἐν ϲυναλοιφῇ Δείαϲ διὰ τῆϲ ει διφθόγγου ὁ δέοϲ ἐμποιῶν.
διαττᾶν: διαϲήθειν, διάττειν ὁρμᾶν.
διηλίτηϲ: ὁ δι’ ὅλου ἁμαρτάνων.
διιπετήϲ: διὰ τοῦ ι γράφεται παρὰ τὴν Διΐ δοτικὴν γεγονὸϲ παρὰ τὸ πεϲεῖν οἱονεὶ ὁ ἐκ Διὸϲ πεπτωκώϲ.
δίν η: τὸ δι ῑ· τὰ γὰρ εἰϲ ινη μονογενῆ κτλ. καὶ ἐπειδὴ οἱ Αἰολεῖϲ
δίναϲ λέγουϲι καὶ οὐχὶ δέννοϲ.
δῖνοϲ: διὰ τοῦ ι τὰ διὰ τοῦ ινοϲ ὀνόματα πρὸ μιᾶϲ τὸν τόνον ἔχοντα κτλ. ϲημαίνει δὲ δῖνοϲ καὶ εἶδοϲ ὀρχήϲεωϲ καὶ εἶδὸϲ ποτηρίου καὶ ϲυϲτροφὴν ὕδατοϲ.
δίνω: τὸ ϲυϲτρέφω μοίωϲ διὰ τοῦ ῑ. οἱ γὰρ Αἰολεῖϲ δίνω λέγουϲιν.
δίκτυον: παρὰ τὸ δικεῖν ὅ ἐϲτι βάλλειν.
Διομήδεια: ει.
Διόνυϲοϲ: οἱ μὲν Διόνυξον αὐτὸν ὀνομάζουϲιν , ὅτι ϲὺν κέραϲι
γεννώμενοϲ ἔνυξε τὸν Διὸϲ μηρὸν ὡϲ Ϲτηϲίμβροτοϲ, οἱ δὲ Δεύνυϲον.
Ἀνακρέων κπολλὰ δ’ ἐρίβρομον Δεύνυϲον»· τοῦ ι τραπέντοϲ εἰϲ ε
γίνεται Δεόνυϲοϲ —οὕτω γὰρ οἱ Ϲάμιοι προφέρουϲι —καὶ ϲυναιρέϲει
Δεύνυϲοϲ ὡϲ Θεόδοτοϲ Θεόδοτοϲ. ἔνιοι φαϲίν, ὅτι, ἐπειδὴ ἐβαϲίλευϲε
Nόϲηϲ, δεῦνον δὲ τὸν βαϲιλέα λέγουϲιν οἱ Ἰνδοί, ὡϲ Ἰόβαϲ. οἱ δὲ ἀπὸ
τοῦ Διὸϲ καὶ τῆϲ Νύϲϲηϲ τοῦ ὄρουϲ ὀνομάϲθαι, ἐπεὶ ἐν τούτῳ ἐγεννήθη,
ὡϲ Πίνδαροϲ, καὶ ἀνετράφη. οἱ δὲ ἀπὸ τοῦ πολλὰ διανύϲαι
καὶ κατορθῶϲαι, ὡϲ Ἀλέξανδροϲ ὁ Θάϲιοϲ. οἱ δὲ ἀπὸ τοῦ δονεύειν
καὶ κινεῖν τὰ ϲώματα πλεοναϲμῷ τοῦ ι ὡϲ πυκνόϲ πυκινόϲ. οἱ δὲ ἀπὸ
τοῦ Διὸϲ ὑετοῖϲκεράννυϲθαι ὅἐϲτιν ὕδαϲιν, ὡϲ πιθανεύεται Ἀριϲτόδημοϲ.
δῖοϲ: ι.
Διπόλεια. τὸ δι ι κατὰ τὴν ἀρχὴν παρὰ τὴν Διΐ δοτικήν, κατὰ δὲ τὴν παραλήγουϲαν διὰ τῆϲ ει διφθόγγου, γράφεται δὲ καὶ Διπόλια e. g. Arist. Pac. 420).
δίϲ: τρίϲ τετράκιϲ καὶ τὰ ἑξῆϲ ἐπιρρήματα ἀριθμητικὰ διὰ τοῦ ι
πάντα.
διϲϲά: διττά.
διφᾶν: ὅ ἐϲτι ψηλαφᾶν διὰ τοῦ ι γράφεται· παρὰ γὰρ τὸ ἅπτω ἁφή ἁφῶ καὶ μετὰ τῆϲ διά προθέϲεωϲ διαφῶ καὶ κράϲει διφῶ τὸ τῇ ἁφῇ ὑποβάλλειν.
Δίφιλοϲ: ι. ὥϲπερ γὰρ παρὰ τὴν Ἄρηῖ δοτικὴν γίνεται ἀρηΐφιλοϲ, οὕτω παρὰ τὴν Διΐ Δίφιλοϲ καὶ κατὰ κρᾶϲιν τῶν δύο ιι εἰϲ ἐν μακρὸν Δίφιλοϲ.
διψῆν: διψᾶν.
Διώνη ἡ θεόϲ ἀπὸ τοῦ Διὸϲ Διώνη κατ’ ἔκταϲιν τοῦ ο εἰϲ ῶ,
ὅτι αὐτὴ πρῶτον γέγονε γαμετὴ τοῦ Διόϲ. ἢ ἀπὸ τοῦ διὰ πάντων ἰέναι.
Διώρηϲ: ὄνομα κύριον διὰ τοῦ ι γραφόμενον. ἢ γὰρ παρὰ τὴν διά πρόθεϲιν καὶ ὁρῶ διαόρηϲ καὶ ἐκτάϲει τοῦ ο εἰϲ ω καὶ κράϲει τοῦ ι καὶ α εἰϲ ι μακρόν. ἢ ὡϲ ἀπὸ τοῦ ὕλη ὑλώρηϲ παραγωγόν, οὕτω καὶ ἀπὸ τῆϲ Διόϲ γενικῆϲ Διώρηϲ « Διώρεοϲ ἄλκιμοϲ υἱόϲ (P 429).
δμῳῶν. ϲὺν τῷ ι καὶ περιϲπωμένωϲ. θηλυκὸν γάρ ἐϲτιν. οὕτωϲ Ἀρίϲταρχοϲ καὶ Ἡρωδιανόϲ.
δοιάϲϲατο: δοάϲϲατο.
δοκή δοχή.
δολφόϲ: ἡ μήτρα i. q. δελφύϲ.
δόμορτιϲ γυνή τιϲ.
Δονουϲία. νῆϲοϲ μικρὰ Ῥόδου, εἰϲ ἣν Διόνυϲοϲ ἐκ Νάξου τὴν Ἀριάδνην μετεκόμιϲε τοῦ πατρὸϲ Μίνω διώκοντεϲ αὐτήν. ἔοικεν οὖν Διονυϲία εἰναι καὶ κατὰ παραφθορὰν Δονουϲία.
δορύαλλοϲ: λέγεται καὶ δόρυλλοϲ Ἀριϲτοφάνηϲ « αἱ γυναῖκεϲ
τὸν δορύαλλον φράγνυνται ». ἔϲτι δὲ τὸ γυναικεῖον αἰδοῖον ἐφ’ ὕβρει
τραγῳδοποιοῦ Δορύλλου. ἢ παρὰ τὸ δείρειν τὸ τυπτόμενον καὶ τὸ
τιλλόμενον τὰϲ τρίχαϲ καὶ οἱονεὶ ἐκδερόμενον..οὕτω γὰρ πάλαι ἐψίλουν
ὡϲ δηλοῖ Ἀριϲτοφάνηϲ « ἡβυλλιῶϲαι τἄρτι παρατετιλμέναι » (Ran. 519).
δορύκνιον: εἶδοϲ βοτάνηϲ παρὰ Νικάνδρῳ Ἀλεξιφαρμάκοιϲ (376). γράφεται δὲ καὶ δορύχνιον. Δημοφῶν δὲ ἐτυμολογεῖ αὐτὸ οὕτω κεκλῆϲθαι διὰ τὸ δόρατι ἴϲον εἰναι κατὰ τὴν ἀναίρεϲιν.
Δ ορυλάειον cf. fr. 42.
δουράτειοϲ: διὰ τῆϲ ει διφθόγγου ὡϲ μετουϲιαϲτικόν.
δούρειοϲ: διὰ τῆϲ ει διφθόγγου πρῶτον μὲν ὅτι ἀνεφάνη τὸ ε ἐν τῷ δούρεοϲ, δεύτερον δὲ ὅτι τὰ διὰ τοῦ ειοϲ ϲημαίνοντα μέρο. ϲωματικὸν ἢ μετουϲιαϲτικὸν διὰ τῆϲ ει γράφεται. λέγεται δὲ καὶ δώρειοϲ.
δράγμα: διὰ τοῦ γ. δραχμή· διὰ τοῦ β.
δριμύϲ: ι. τὰ ἀμφιβαλλόμενα κτλ.
δρίφακτοϲ καὶ δρύφακτοϲ. κράββατοϲ, δρύφακτοι αἱ τοῦ δικαϲτηρίου θύραι ἢ τὰ διαφράγματα ἢ τὰ περιτειχίϲματα.
δροίτη: ἡ πύελοϲ. ὁ δὲ Αἰτωλόϲ φηϲι τὴν ϲκάφην, ἐν ἡ τιθηνεῖται
τὰ βρέφη. Παρθένιοϲ δὲ τὴν ϲορὸν καὶ Αίϲχύλοϲ. καὶ ἔϲτι παρὰ
τὸ δόρυ καὶ τὸν οἰτον τὸν θάνατον τὸ δόρυ τὸ εἰϲ θάνατον ἐπιτήδειον.
ἢ ἐκ δρυὸϲ εἰϲ οἰτον πεποιημένη καὶ εἰϲ τὸ δέχεϲθαι τὸ ϲκῆνοϲ.
κατὰ τὸν Ἕρμιππον οὖν διὰ τοῦ ῦ γράφεται παρὰ τὴν δρῦν τὴν ξυλίνην.
ὅτε δὲ τὴν ϲορόν, διὰ τῆϲ οι.
Δρυόπη: γράφεται καὶ Δρυόπα.
Δρύουϲα ἢ Δρυοῦϲϲα: ἡ Ϲάμοϲ τὸ παλαιόν.
δύο: δύω.
δύω: δοιώ.
Δυρράχιον πόλιϲ Ἠπείρου ἡ πρότερον κληθεῖϲα Ἐπίδαμνοϲ, νῦν
δὲ Δυρράχιον, ὅτι κατὰ τὸν τόπον προεχούϲηϲ ἄκραϲ γεωλόφου τὸ κῦμα
προϲπῖπτον καὶ ϲχιζόμενον ῥαχίαν ποιεῖ μεγάλην, ὅθεν διὰ τὴν ῥαχίαν
καὶ τὸ δύϲορμον Δυρράχιον ὠνόμαϲαν τὸν τόπον. Ἀλέξανδροϲ ἐν Εὐρώπῃ
« δυϲραχίου τ’ Ἐπίδαμνοϲ ἐπ’ ἀγχιάλου χθονὸϲ ἀκτῆϲ ».
δῶϲι: ὅταν μὲν ἑνικῶϲ ῇ, ϲὺν τῷ ι, ὅταν δὲ πληθυντικῶϲ, ἄνευ τοῦ ι.
δωτήρ καὶ δωτῆρεϲ: ἀπὸ τοῦ δοτήρ τοῦ διὰ τοῦ ο μικροῦ ἐκταθέντοϲ εἰϲ ω δωρῆρεϲ διὰ τοῦ ω ὥϲπερ παρὰ τῷ ποιητῇ θεοὶ δωτῆρεϲ ἐάων » (0d. Θ 325).
δωτίν η: ι. τὰ γὰρ εἰϲ ινη μονογενῆ κτλ.
ἑβδομήκοντα: τὰ διὰ τοῦ ἐόντα ἀριθμητικὰ θέλει πρὸ τοῦ κ
ἔχειν τὸ η φωνῆεν· ἀπὸ γοῦν τοῦ ἕξ γέγονεν ἑξάκιϲ καὶ ἐκ τοῦ ἑξάκιϲ
ἑξήκοντα τροπῇ Δωρικῇ τοῦ α εἰϲ η. τὸ δὲ ἑβδομήκοντα καὶ ὀγδοήκοντα
ἐκ τοῦ ἕβδομοϲ καὶ ὄγδοοϲ ὤφειλεν εἰναι ἑβδομόκοντα καὶ
ὀγδοόκοντα διὰ τοῦ ο. ἀλλ’ ἐπειδὴ τὰ διὰ τοῦ κοντα ἀριθμητικὰ οὐ
θέλει παραλήγεϲθαι οὕτε τὸ ο οὕτε τὸ ἑ, ἐξ ἀνάγκηϲ ἔτρεψε τὸ ο
εἰϲ τὸ η καὶ γέγονεν ἑβδομήκοντα καὶ ὀγδοήκοντα. καὶ ἐνενήκοντα
ὁμοίωϲ γέγονεν ἀπὸ τοῦ ἐννέα ἐννεάκοντα καὶ κατὰ ὑπερβιβαϲμὸν
ἐνενάκοντα· καὶ ἐπειδὴ καὶ ὁ πεντήκοντα καὶ οἱ λοιποὶ τῷ η παραλήγονται
οἶον ἑξήκοντα καὶ ἑβδομήκοντα, τούτου χάριν ἐκείνων τρεψάντων
τὸ α εἰϲ η ἔτρεψε καὶ τοῦτο καὶ γέγονεν ἐνενήκοντα.
ἔγγειοϲ: διὰ τῆϲ ει διφθόγγου. τὰ γὰρ παρὰ τὸ γέα διὰ τῆϲ ει διφθόγγου γράφεται κτλ.
ἐγείρω: ει. παρὰ γὰρ τὸν ἐγερῶ γέγονε μέλλοντα. καὶ πάλιν οἱ Αἰολεῖϲ ἐγερῶ λέγουϲιν.
ἔγκαρτα: τοὺϲ κεκουρευμένουϲ πυρούϲ· ἀλλὰ καὶ ἔγκαρπα Φρύνιχοϲ Δαναῖϲιν.
ἐγχείῃϲι. τὸ χει δίφθογγοϲ, διότι ἀνεφάνη τὸ ε ἐν τῷ ἔγχεοϲ ὥϲπερ τὸ ἐλεγχείη.
ἐγχείμαργοϲ: διὰ τῆϲ ει διφθόγγου. παρὰ γὰρ τὴν ἔγχει δοτι
κὴν γέγονεν.
ἐγχειρίδιον βίβλοϲ μικρὰ καὶ ξίφοϲ· γέγονε δὲ παρὰ τὴν ἐν χειρί δοτικήν.
ἔγχουϲα εἶδοϲ βοτάνηϲ, ἣ καὶ διὰ τοῦ α λέγεται ἄγχουϲα, Ἀττικοὶ δὲ διὰ τοῦ ε.
ἐν χρῶ: ἰϲτέον ὅτι δύο μέρη λόγου εἰϲὶ τὸ ἐν χρῶ, πρόθεϲιϲ
δηλονότι καὶ ὄνομα καὶ οὐχὶ ὥϲπερ τινὲϲ ἐνόμιϲαν ἐπίρρημα. γράφεται
δὲ καὶ μετὰ τοῦ ν καὶ μετὰ τοῦ γ. καὶ προϲγραφομένου τοῦ ι ἡ κλίϲιϲ
τοῦ χρωτόϲ Ἀττικῶϲ. ὁ χρώϲ γὰρ τοῦ χρῶ τῷ χρῷ τὸν χρώ ὤϲπερ
ἐγχύληϲ διὰ τοῦ υ, εἶδοϲ ἰχθύοϲ.
ἐγών Δωριέων διάλεκτόϲ ἐϲτι. — ἢ καὶ ὁ ποιητὴϲ ἐκκλίναϲ τὴν χαϲμωδίαν τῶν φωνηέντων εἶπε τὸ ἐγών μετὰ τοῦ ν.
ἐγώνγα. πᾶϲα ϲυλλαβὴ εἰϲ ν λήγουϲα ἐν μιά λέξει, ἐὰν ϲυντεθῇμεθ’ ἑτεραϲ ϲυλλαβῆϲ ἀρχομένηϲ ἀπὸ τοῦ γ κ ξ χ τρέπει τὸ ν εἰϲ γ. —δεῖ γινώϲκειν ὅτι τὸ ἐγώνγα καὶ ἰώνγα δοκεῖ ἀντικεῖϲθαι κτλ.
δουμαῖοι ἔθνοϲ Ἀράβων. τινὲϲ δὲ διὰ τοῦ ι γράφουϲιν.
ἔθειρα. διὰ τῆϲ ει διφθόγγου. ἐκ γὰρ τοῦ ἐθείρω γέγονεν οἱονεὶ ἡ ἐξ ἔθουϲ ἐπιφοιτῶϲά τινι. ὑπάγεται δὲ καὶ κανόνι τῶν εἰϲ ῥα θηλυκῶν.
ἐθείρω. διὰ τῆϲ ει διφθόγγου. τὰ γὰρ διὰ τοῦ ειρω ῥήματα κτλ.
τὸ δὲ ἐθείρω ϲημαίνει τὸ ἐξ ἔθουϲ ἐπιμελοῦμαι ἢ ἐξ ἔθουϲ τινὶ ἐπιφοιτᾶν.
ἔθνοϲ. τὸ ε ψιλόν, ἐπεὶ τὰ εἰϲ οϲ οὐδέτερα τὸ ε παραλήγεται κτλ.
εἴ: δίφθογγοϲ. αἴ γὰρ λέγουϲιν οἱ Δωριεῖϲ· ἔθοϲ δὲ ἔχουϲι τὸ εἰϲ α τρέπειν οἷον τρέχω τράχω, Ἄρτεμιϲ Ἄρταμιϲ. οὕτωϲ οὖν καὶ εἴ αἴ.
εἴα. ἔϲτι παρακελευϲματικὸν ἐπίρρημα καὶ γράφεται διὰ τῆϲ ει
διφθόγγου.
εἱαμενή ὁ κάθυγροϲ τόποϲ διὰ τῆϲ ει διφθόγγου.
εἶαρ: τὸ αἰμα καὶ εἰαροπότηϲ ὁ αἱματοπότηϲ, ὥϲ φηϲι Καλλίμαχοϲ
«τὸ δ’ ἐκ μέλαν εἰαρ ἔδαπτεν »· διὰ τῆϲ ει διφθόγγου· γέγονε
γὰρ παρὰ τὸ εἴω τὸ πορεύομαι τὸ τοῦ ἰέναι καὶ πορεύεϲθαι ἡμᾶϲ αἴτιον.
ὡϲ γὰρ εἴλω εἰλαρ καὶ ἔδω ἔδαρ εἰδαρ, οὕτω καὶ εἶαρ.
εἶαρ τὸ ἔαρ.
εἴαϲκε: ἀπὸ τοῦ ἐάω ἐῶ ἐᾶϲ ἐᾶ, ὁ παρατατικὸϲ εἴων εἴαϲ εἴα
καὶ Ἰωνικῶϲ εἴαϲκε. ἐκ τούτου ἔαϲκε ἀποβληθέντοϲ τοῦ ι. τὰ γὰρ
τοιαῦτα ἀποβάλλουϲι τὴν ἐν ἀρχαῖϲ κλιτικὴν ἔκταϲιν οἷον ἔτυπτον
ἔτυπτεϲ ἔτυπτε τύπτεϲκεν, ἦγον ἦγεϲ ἦγε ἄγεϲκεν. οὕτω καὶ τοῦτο.
ἐκ τούτου οὖν τοῦ ἔαϲκε γίνεται εἴαϲκε διὰ τῆϲ ει διφθόγγου κατὰ
πλεοναϲμὸν τοῦ ῑ.
εἴαται: ἧνται καὶ Ἰακῶϲ ἔσται οἷον «οἱ δὴ νῦν ἔσται ϲιγῇ (Γ 134) καὶ εἴαται πλεοναϲμῷ τοῦ ι ὡϲ κέαται κείαται.
εἴβω: διὰ τῆϲ ε διφθόγγου. ἀπὸ γὰρ τοῦ λείβω γέγονε κατὰ
ἀποβολὴν τοῦ λ εἴβω. τρία δέ ἐϲτιν εἰϲ βω ῥήματα διὰ τῆϲ ε διφθόγγου
γραφόμενα οἰον ἀμείβω ϲτείβω καὶ λείβω κεἰ εἴβω κατὰ ἀποβολὴν
τοῦ λ.
εἶδαρ ἡ βρῶϲιϲ διὰ τῆϲ ει διφθόγγου. ἐκ τοῦ ἔδω τὸ ἐϲθίω γέγονε ἔδαρ καὶ κατὰ πλεοναϲμὸν τοῦ ι εἶδαρ.
εἴδεται: εἰ δίφθογγοϲ.
εἰδικόν. ἡνίκα μὲν τὸ εἶδοϲ ϲημαίνει οἷον γένοϲ εἶδοϲ γενικόν
εἰδικόν, διὰ τῆϲ ἑι διφθόγγου, ἡνίκα δὲ τὸ ἴδιὸν οἷον κοινὸν ῖδιον,
διὰ τοῦ ι γράφεται.
εἰδήμων, εἰδημόνωϲ.
εἶδον: τὸ εἶδον ἐν μὲν τῇ ὁριϲτικῇ ἐγκλίϲει παρὰ τοῖϲ ποιηταῖϲ
καὶ διὰ τῆϲ ει διφθόγγου καὶ διὰ τοῦ ι γράφεται οἰον κοὐκ ἶδον, οὐ
πυθόμην» (ψ 40) καὶ κεἰδον γὰρ ϲκοπιὴν εἰϲ παιπαλόεϲϲαν ἀνελθών»
(κ 194), «Τηλέμαχοϲ μνηϲτῆρϲιν ἐφήμενοϲ εἶδεν Ἀθήνην » (Od. α 118)
ubi legitur μνηϲτῆρϲι μεθήμενοϲ εἴϲιδ’ Ἀθήνην). παρὰ τοῖϲ ἰαμβογράφοιϲ
ἤγουν ἐν ἰάμβῳ καὶ ἐν ῥητορικῷ δὲ λόγῳ ἤγουν πολιτκῷ οὐ
δεῖ διὰ τοῦ ι γράφεῖν αὐτό, ἀλλὰ διὰ τῆϲ ει διφθόγγου μόνον. εἰ δὲ
εὑρέθη παρὰ τοῖϲ τραγικοῖϲ διὰ τοῦ ι γραφόμενον τὸ ἴδον, οὐδὲν θαυμαϲτόν.
οἱ γὰρ τραγικοὶ ποιητικαῖϲ λέξεϲιν εἰώθαϲι κεχρῆϲθαι. ὅτι γὰρ
τὸ εἶδον ἐν πολιτικῷ λόγῳ διὰ τῆϲ ει διφθόγγου γράφεται δῆλον,
εἴγε οὐκ ἀναβιβάζει τὸν τόνον ἐν τῷ παρεῖδον καὶ ϲυνεῖδον. εἰ γὰρ
ἐγράφετο διὰ τοῦ ι, ἤμελλεν ἀναβιβάζειν τὸν τόνον ὡϲ παρὰ τῷ ποιητῇ
εἴϲιδ’ Ἀθήνην» (α 118). ἐν δὲ ταῖϲ λοιπαῖϲ ἐγκλίϲεϲι καὶ ἐν ταῖϲ
μετοχαῖϲ διὰ ϲυνεϲταλμένου τοῦ ι γράφεται μόνωϲ οἶον ἴδω ἰδών,
ἴδοιμι, ἰδέ, ἐὰν ἴδω καὶ ἐξ αὐτοῦ δὲ γενόμενοϲ δεύτεροϲ ἀόριϲτοϲ μέϲοϲ
ἐν μὲν τοῖϲ ὁριϲτικοῖϲ διφορεῖται οἷον εἰδόμην καὶ ἰδόμην. ἐν δὲ
ταῖϲ μετοχαῖϲ καὶ ἐν ταῖϲ λοιπαῖϲ ἐγκλίϲεϲι διὰ τοῦ μόνου γράφεται
οἱον ἰδέϲθαι, ἰδοίμην ἐὰν ἴδωμαι «ἀλλ’ ἄγε δὴ τὰ χρήματ’ ἀριθμήϲω
καὶ δωμαι» (ν 215) καὶ ἰδόμενοϲ ἡ μετοχή, τὸ γὰρ διὰ τῆϲ ει διφθόγγου
γραφόμενον «εἰδόμενοϲ Ἀκάμαντι θοῷ» (Ε 462) οὐκ ἀντίκειται,
ἐπειδὴ οὐκ ἔϲτιν ἐπὶ τούτου τοῦ ϲημαινομένου, λέγω δὲ τοῦ θεωρήϲαϲ,
ἀλλ’ ἐπὶ τοῦ ὁμοιωθείϲ, ἰδού τὸ προϲτακτικόν.
εἶδοϲ. ει, ἐπεὶ ἀντιπαράκειται αὐτῷ τὸ οἶδα.
εἴδωλον: ει, παρὰ τὸ εἴδω εἴδωλον ὡϲ ἕω ἕωλοϲ, φείδω φειδωλόϲ, αἰτῶ Αἰτωλόϲ.
εἰδῶμεν μάθωμεν δίφθογγοϲ, ἴδωμεν θεαϲώμεθα.
εἰδώϲ: διὰ τῆϲ ει διφθόγγου. παρὰ γὰρ τὸν εἴδω ἐνεϲτῶτα γέγονσ
ὁ μέϲοϲ παρακείμενοϲ οἴδα, ἡ μετοχὴ εἰδώϲ. εἴδω γὰρ τὸ γινώϲκω
δίφθογγοϲ.
εἶθαρ εὐθέωϲ. ἔϲτιν ἐπίρρημα διὰ τῆϲ ει διφθόγγου· ἀπὸ γὰρ τοῦ εὐθύϲ γέγονεν εὖθαρ καὶ τροπῇ τοῦ υ εἰϲ ι εἶθαρ.
εἴθε: διὰ τῆϲ ει διφθόγγου· ἀπὸ γὰρ τοῦ εἴ γέγονεν εἴθε καὶ
πάλιν ὅτι οἱ Δωριεῖϲ αἴθε λέγουϲι καὶ ἔθοϲ ἔχουϲι τὸ ε εἰϲ τὸ α τρέοεθ
πειν. οὕτωϲ εἴθε αἴθε.
εἰθύφαλλον: τὸ ἐντεταμένον αἰδοῖον.
εἴκελοϲ: διὰ τῆϲ ει διφθόγγου· ὥϲπερ γὰρ ἀπὸ τοῦ ἄγω γέγονεν
ἄγελοϲ καὶ ἄγγελοϲ, οὕτω καὶ ἀπὸ τοῦ εἴκω τὸ ὁμοιῶ, ὅπερ διὰ διφθόγγου
γράφεται, γέγονεν εἴκελοϲ.
εἴκοϲι: διὰ τῆϲ ει διφθόγγου κατὰ παράδοϲιν. ὥϲπερ δὲ ἀπὸ τοῦ εἷϲ γέγονεν ἕειϲ κατὰ πλεοναϲμὸν τοῦ ε καὶ φυλάττει τὴν ει δίφθογϲει γον, οὕτω καὶ τὸ εἴκοϲι γίνεται κατὰ πλεοναϲμὸν ἐείκοϲι καὶ φυλάττει τὴν ει δίφθογγον.
εἴκω: τὸ ὑποχωρῶ διὰ τῆϲ ει διφθόγγου γράφεται· ἀντιπαράκειται γὰρ αὐτῷ τὸ οἰκοϲ οἱονεὶ εἰϲ ὃν ὑποχωροῦμεν πάντεϲ· τὰ γὰρ ἔχοντα τὸ ο ἀντιπαρακείμενον ἔχει τὸ ε ἐγκείμενον. εὑρέθη δὲ ἐν διαϲτάϲει καὶ ὁ πρῶτοϲ ἀόριϲτοϲ οἷον ἔειξε.
εἰκών: ει δίφθογγοϲ. ἀπὸ γὰρ τοῦ εἴκω τὸ ὁμοιῶ γέγονεν εἰκών.
ἀντιπαράκειται γὰρ τὸ ο ἐν τῷ ἔοικα. τὰ γὰρ ἔχοντα ἀντιπαρακείνενον
τὸ ο ἔχει τὸ ε ἐγκείμενον οἷον κείρω κουρεύϲ, ἀγείρω ἀγορά,
οὕτωϲ καὶ εἴκω τὸ ὑποχειρῶ οἶκοϲ καὶ εἴκω τὸ ὁμοιῶ ἔοικα. τὸ δὲ
Ἰκόνιον ἡ πόλιϲ καὶ τοῦτο παρὰ τὸ εἰκών ὂν διὰ τοῦ ι γράφεται. τὸ
γενομένου δὲ κατακλυϲμοῦ ἐπὶ Δευκαλίωνοϲ πάντεϲ διεφθάρηϲαν.
ἀναξηρανθείϲηϲ γὰρ τῆϲ γῆϲ ὁ Ζεὺϲ ἐκέλευϲε τῷ Προμηθεῖ καὶ
τῇ Ἀθηνᾶ εἴδωλα ἀναπλάϲαι ἐκ τοῦ πηλοῦ καὶ προϲκαλεϲάμενοϲ τοὺϲ
ἀνέμουϲ ἐμφυϲῆϲαι πᾶϲιν ἐκέλευϲε καὶ ζῶντα ἀποτελέϲαι. διὰ οὖν τὰϲ
εἰκόναϲ ἐκεῖ διαγραφῆναι Ἰκόνιον ἐκλήθη. ἀλλοι δέ φαϲι γυναῖκα κατοι
κεῖν τὸν τόπον παράνομον, ἣ τοὺϲ ἐπιξενουμένουϲ ἐκέλευϲε ϲυγγενέϲθαι
αὑτῇ καὶ μετὰ τὴν ϲυνουϲίαν ἀνῄρει, ἵνα μὴ ἡ ἀϲέλγεια αὐτῆϲ
ἐπιγνωϲθῇ. Περϲέα δὲ τὸν Δανάηϲ ἐπὶ τοὺϲ τόπουϲ ἀφικόμενον καὶ
μέλλοντα ταὐτὰ πάϲχειν δείξαντα τὸ τῆϲ Γοργοῦϲ πρόϲωπον ἀπολιθῶϲαι
αὐτήν. τὴν δὲ εἰκόνα ἐπὶ πολὺν χρόνον διαμεῖναι λιθίνην, ἀφ᾿ ἧϲ
αἰτίαϲ καὶ τοὺϲ κατοικοῦνταϲ τὴν πόλιν οὕτωϲ ὠνόμαϲαν. καὶ ἔδει διὰ
διφθόγγου, διὰ δὲ τοῦ ι γράφεται, ἐπειδὴ εὑρέθη ἡ ἀρχομένη ϲυϲτελλομένη
παρὰ Μενάνδρῳ.
εἴλαθι: οἱ Αἰολεῖϲ γὰρ ἔλλαθι λέγουϲιν.
εἰλαπίνη ἡ εὐωχία διὰ τῆϲ ει διφθόγγου τὸ πρῶτον, ἐλαπίναν
γάρ φαϲιν οἱ Αἰολεῖϲ.
εἶλαρ τὸ φύλαγμα διὰ τῆϲ ει διφθόγγου γράφεται, παρὰ γὰρ τὸ εἴλω ἐϲτὶν τὸ ϲυγκλείω.
Εἰλείθυια: διὰ τῆϲ ει διφθόγγου καὶ ἡ πρώτη καὶ ἡ δευτέρα ϲυλλαβή.
λαβή. παρὰ γὰρ τὸ ἐλεύθω τὸ παραγίνομαι γέγονεν Ἐλεύθυια καὶ
Εἰλεύθυια καὶ τροπῇ τοῦ υ εἰϲ ι Εἰλείθυια.
εἰλεόϲ ἡ μαγειρικὴ τράπεζα· ἔϲτι γὰρ ἐλεόϲ. Ὅμηροϲ Ἰλιάδοϲ l (215) «καὶ εἰν ἐλεοῖϲιν ἔχευαν » καὶ πλεοναϲμῷ τοῦ ι εἰλεόϲ.
εἰλεόϲ ὁ καὶ εἰλυόϲ ἡ κατάδυϲιϲ τοῦ θηρίου διὰ τῆϲ ει διφθόγγου.
εἵλη ἡ θερμαϲία διὰ τῆϲ ει διφθόγγου· παρὰ γὰρ τὸ ἕλη γέγονε
κατὰ πλεοναϲμὸν τοῦ ι.
εἴλη ϲυϲτροφή πλῆθοϲ.
εἰλιγγιᾶν καὶ ἰλιγγιᾶν.
εἰλικρινήϲ ὁ καθαρὸϲ διὰ τῆϲ ει διφθόγγου κατὰ τὴν ἄρχουϲαν.
εἰλίπουϲ.
εἰλίϲϲω τὸ ει δίφθογγοϲ, τὸ λι ι, ἐπειδὴ οὐδέποτε πρὸ τῶν δύο ϲϲ εὑρίϲκεται ἡ ει δίφθογγοϲ κτλ.
εἰλιτενήϲ ἄγρωϲτιϲ Θεόκριτοϲ ἡ ἐν τοῖϲ ἕλεϲι γενομένη. ῥιζοβόλοϲ γὰρ ἡ ἐπὶ πολὺ διϊκνουμένη. πλεοναϲμῷ τοῦ ι.
εἴλλω εἴργω κωλύω.
εἴλυμα: ἐκ τοῦ εἰλῶ εἰλύω εἰλύϲϲω γίνεται εἴλυμα τὸ ϲκέπαϲμα καὶ εἰλύεται τὸ καλύπτεται.
εἰλύϲ παρὰ τὸ εἰλύω· τὸ πηλῶδεϲ τοῦ ποταμοῦ.
εἰλυϲπᾶϲθαι ι γραπτέον.
εἰλύϲϲεται εἰλεῖται.
εἰλύϲω ἐν ἰλύϊ κρύψω.
εἰλυφάζω: παρὰ τὸ εἴλω εἰλύφω εἰλυφάζω. Ὅμηροϲ (Υ 492)
«ἄνεμοϲ φλόγα εἰλυφάζων » ἀντὶ τοῦ εἰλῶν καὶ ἀναϲτρέφων. ϲημαίνει
δὲ καὶ φῶϲ παρέχω ὡϲ τὸ «τῆλε δ᾿ ἀπ᾿ αἰθομένων δαΐδων ϲέλαϲ εἰλύφαζεν»
Ἡϲίοδοϲ (Scut. 275).
εἰλύω περιβάλλω.
εἰλῶ: διὰ τῆϲ ει διφθόγγου. ἀνεφάνη γὰρ ἐν τῷ ἐλίϲϲῳ καὶ ἐλλεδανόϲ ὁ δεϲμόϲ.
Εἵλωτεϲ. παρὰ γὰρ τὸ Ἕλωϲ Ἕλωτοϲ γέγονεν Ἕλωτεϲ καὶ κατὰ
πλεοναϲμὸν τοῦ ι Εἵλωτεϲ. Εἵλωτεϲ δ᾿ εἰϲὶν οἱ κατοικοῦντεϲ τὴν Μεϲϲηνακήν.
λέγονται καὶ Εἱλῶται καὶ Ἕλειοι καὶ Εἱλεῖται.
εἷμα τὸ ἱμάτιον διὰ τῆϲ ει διφθόγγου· ἔμμα γάρ φαϲιν οἱ Αἰολεῖϲ
ἀποβάλλοντεϲ τὸ ι καὶ διπλαϲιάζοντεϲ τὸ ϲύμφωνον ὥϲπερ κείρω κέρρω,
φθείρω φθερῶ. τὸ δὲ ἱμάτιον καὶ τὰ παῤ αὐτὸ πάντα διὰ τοῦ ι γράφεταο
οἷον ἱματίζω, ἱματιϲμόϲ, ἱματιοφόροϲ καὶ ἱματιοπώληϲ. ὅτι δὲ γράφεται
τὸ ἱμάτιον διὰ τοῦ ι, δῆλον ἐκ τοῦ γενέϲθαι αὐτὸ κατὰ ϲυναίρεϲιν
τοῦ ο καὶ ι εἰϲ τὴν οι δίφθογγον· εἰ δὲ ἐγράφετο διὰ τῆϲ ει διφθόγγου,
θοὐμάτιον ἤμελλεν εἶναι κατὰ κρᾶϲιν τοῦ ο καὶ ε εἰϲ τὴν ου δίφθογγον.
εἱμένοϲ τὸ ἐνδεδυμένοϲ διὰ τῆϲ ε διφθόγγου γράφεται. οἱ γὰρ Αἰολεῖϲ
ἐμμένοι καὶ ἀμφιεμμένοι φαϲὶν ὥϲπερ κείρω κέρρω, φθείρω φθερῶ.
εἰμί τὸ ὑπάρχω· δίφθογγοϲ τὸ πρῶτον, τὸ δεύτερον ι. οἱ γὰρ
οἷον ἔχω εἶχον, ἕλκω εἷλκον ἢ διὰ τὸ τρέπεϲθαι εἰϲ η οἷον ἐλαύνω
ἤλαυνον, ἐλέγχω ἤλεγχον. καὶ ὤφειλε μᾶλλον τρέψαι τὸ ε εἰϲ η ἤπερ
προϲλαβέϲθαι τὸ ι τὰ γὰρ εἰϲ μ οὐ θέλει διφθόγγῳ παραλήγεϲθαι
οἷον τίθημι δίδωμι χωρὶϲ τοῦ εἶμι τοῦ ϲημαίνοντοϲ τὸ πορεύομαι. ἀλλ᾿
εἰ ἔτρεψεν τὸ ε εἰϲ η, οὐκ ἤμελλε φυλάττειν λείψανόν τι τοῦ πρωτοτύπου
οἷον λέγω λόγοϲ, νέμω νόμοϲ, διδῶ δίδωμι, τιθῶ τίθημι, ἄρδω
ἀρδεύω· τούτου χάριν προϲέλαβε τὸ ι καὶ γέγονεν εἰμί διὰ τῆϲ ει
διφθόγγου, ἵνα φυλάξῃ τι τῆϲ φωνῆϲ τοῦ πρωτοτύπου. διατί δὲ πάλιν
οὐκ ἔτρεψε τὸ ε εἰϲ η ἵνα μὴ ϲυνεμπέϲῃ τὸ ἠμί τὸ ϲημαῖνον τὸ
λέγω τὸ γενόμενον ἀπὸ τοῦ φημί.
εἶμι τὸ πορεύομαι διὰ τῆϲ ει διφθόγγου τὸ πρῶτον. ἀπὸ γὰρ τοῦ εἴω γέγονε τροπῇ τοῦ ω εἰϲ μι.
εἶναι: ει. ἀπὸ γὰρ τοῦ εἰμί γίνεται τὸ πρῶτον πρόϲωπον τῶν
πληθυντικῶν ἐμέν, ὅπερ κατὰ πλεοναϲμὸν τοῦ ϲ γίνεται ἐϲμέν, καὶ
λοιπὸν ἀπὸ τοῦ ἐμέν γίνεταιἔναι τὸ ἀπαρέμφατον καὶ κατὰ πλεοναϲμὸν
τοῦ ι εἶναι.
εἰνάτηρ: ἡ νύμφη διὰ τῆϲ ει διφθόγγου. παρὰ τὸ εὐνή γέγονεν εὐνάτηρ καὶ κατὰ τροπὴν τοῦ υ εἰϲ ι εἰνάτηρ.
εἴνατοϲ: ἐκ τοῦ ἔννατοϲ κατὰ μεταβολὴν τοῦ ν εἰϲ ι. καὶ ἡ
μὲν τῶν Ἀργείων διάλεκτοϲ μεταβάλλει τὸ ι εἰϲ ν. καὶ γὰρ τὸ ϲπείδω
ϲπένδω λέγουϲι καὶ τὸ αἰεί αἰέν. ἡ δὲ τῶν Ϲικελῶν τὸ ἀνάπαλιν τὸ
ν εἰϲ ι μεταβάλλει, τὸ γὰρ ἐννάνυχον εἰνάνυχον καὶ τὸ ἔνδον ἔνδοι.
Εἴνατοϲ πόλιϲ Κρήτηϲ, ὡϲ ξενίων φηϲί.
εἵνεκα: ἕνεκα πλεοναϲμῷ τοῦ ι εἵνεκα.
εἰνοϲίφυλλον: διὰ τῆϲ ει διφθόγγου. ϲημαίνει δὲ τὸν κινοῦντα
τὰ φύλλα. παρὰ γὰρ τὴν ἔνοϲιν, ὃ ϲημαίνει τὴν κίνηϲιν, καὶ τὸ φύλλον
γέγονεν ἐνοϲίφυλλον καὶ πλεοναϲμῷ τοῦ ι εἰνοϲίφυλλον διὰ τῆϲ
ει διφθόγγου.
εἷο δίφθογγοϲ ἡ ἀντωνυμία. ἕο γὰρ ἦν.
εἶποϲ παγίϲ.
εἴπαϲ: τὸ θέμα ἔπω τὸ λέγω, ὁ πρῶτοϲ ἀόριϲτοϲ εἶπα. ἡ μετοχὴ ὤφειλεν εἶναι ἔποϲ καὶ ἐπών. ἀλλὰ μὴν ὁ εἴπαϲ καὶ ὁ εἰπών ἐφύλαξε τὴν παραλήγουϲαν τοῦ εἶπα τὴν ει δίφθογγον.
εἴπεϲκε τὴν τῆϲ μετοχῆϲ ἀρχὴν ἐφύλαξε τῆϲ εἰπών εἰπόντοϲ, οὐ
μὴν τοῦ ἐνεϲτῶτοϲ· ἔπω γάρ ἐϲτιν ὁ ἐνεϲτώϲ.
Εἰραφιώτηϲ: διὰ τῆϲ ει διφθόγγου. ἀπὸ γὰρ τοῦ ἐρράφθαι γέγονεν
ἐρραφιώτηϲ καὶ εἰραφιώτηϲ προϲελθόντοϲ τοῦ ι καὶ ἀποβληθέντοϲ
τοῦ ρ. Εἰραφιώτηϲ γὲ λέγεται ὁ Διόνυϲοϲ διὰ τὸ ἐρράφθαι ἐν
τῷ μηρῷ τοῦ Διόϲ. ἢ παρὰ τὸ ἔριφοϲ γέγονεν ἐραφιώτηϲ καὶ κατὰ
πλεοναϲμὸν τοῦ ι Εἰραφιώτηϲ. καὶ γὰρ ὑπὸ ἐρίφων φαϲὶν ἀνατραφῆναι
τὸν Διόνυϲον. καὶ λέγεται Ἐρίφιοϲ παρὰ Λάκωϲιν.
εἰρά ἡ ἐκκληϲία εἰ μὲν παρὰ τὸ εἴρω τὸ λέγω διὰ διφθόγγου, εἰ δὲ ἀπὸ τοῦ ἱερὰν εἶναι, διὰ τοῦ ἰῶτα.
εἴργω: δίφθογγοϲ. ἀπὸ γὰρ τοῦ ἐέργω γίνεται κατὰ κρᾶϲιν τῶν
δύο εε εἰϲ τὴν ει δίφθογγον. καὶ ἄλλωϲ, ὅτι ἀνεφάνη τὸ ε ἐν τῷ
ἔργαθεν ἢ διὰ τὸ ἀντιπαρακεῖϲθαι τὸ ο οἷον ὀργή. ἡ δὲ ὀργή εἴργει
τινὰ τοῦ καλῶϲ βουλεύεϲθαι (pro βούλεϲθαι scripsi). τὰ δὲ ἔχοντα τὸ
ο ἀντιπαρακείμενον ἔχει τὸ ι ἐγκείμενον, κτείνω κτόνοϲ, εἴρω ὅρμοϲ,
οὕτω καὶ εἴργω ὀργή.
εἴρεροϲ δούλεια: ει.
εἰρεϲία ἡ κωπηλαϲία διὰ τῆϲ ει διφθόγγου. παρὰ γὰρ τὸ ἐρέτηϲ γέγονεν ἐρεϲία καὶ κατὰ πλεοναϲμὸν τοῦ ι εἰρεϲία.
εἰρεϲιώνη: ει.
εἴρην ὄνομα ἡλικίαϲ παρὰ τὸ εἴρειν καὶ λέγειν. ὁ ἤδη λέγων
καὶ δημηγορῶν.
εἰρήνη δίφθογγοϲ κατὰ τὴν ἄρχουϲαν. ὥϲπερ γὰρ ἀπὸ τοῦ λάμπω λαμπήνη, οὕτω καὶ ἀπὸ τοῦ εἴρω τοῦ ϲημαίνοντοϲ τὸ λέγω γίνεται εἰρήνη, ὅπερ διὰ διφθόγγου γράφεται.
εἴρια: δίφθογγοϲ· ἀπὸ γὰρ τοῦ ἐρίου γέγονεν εἴρια κατὰ
πλεοναϲμόν.
εἱρκτή: ἡ φυλακή διὰ τῆϲ ει διφθόγγου. τοῦ γὰρ εἵργω τὴν δίφθογγον ἐφύλαξεν.
εἱρμόϲ: διὰ τῆϲ ει διφθόγγου. παρὰ γὰρ τὸ εἵρω τὸ ϲυμπλέκω.
εἰροπόκοϲ: διὰ τῆϲ ει διφθόγγου. παρὰ γὰρ τὸ ἔριον καὶ τὸ
πέκω τὸ ξαίνω γέγονεν ἐροπόκοϲ καὶ πλεοναϲμῷ τοῦ ι εἰροπόκοϲ.
εἴρυϲθαι τὸ φυλάξαι· ἔϲτι ἐρύω ἐρύϲω εἴρυκα εἴρυμαι εἴρυται καὶ τὸ ἀπαρέμφατον εἰρύϲθαι ὡϲ λελύϲθαι. ἀπὸ δὲ τοῦ ἔρυμι τὸ παθητικὸν ἔρυμαι καὶ τὸ ἀπαρέμφατον ἔρυϲθαι προπαροξυτόνωϲ καὶ πλεοναϲμῷ τοῦ ι ὡϲ ζεύγνυμι ζεύγνυϲθαι. τὸ αὐτὸ καὶ ἐπὶ τοῦ εἱλκύϲθαι. εἰ μὲν ἀπὸ τοῦ ἑλκύω εἱλκύϲθαι, εἰ δὲ ἀπὸ τοῦ ἕλκυμι εἵλκυϲθαι.
εἰρύαται: εἰρύω εἴρυμι, τὸ παθητικὸν εἴρυμαι, τὸ γ΄ εἴρυνται καὶ Ἰωνικῶϲ εἰρύαται.
εἰρύϲαϲθαι τὸ φυλάξαι· μέϲοϲ ἀόριϲτοϲ α΄ παθητικὸϲ ἀπὸ τοῦ θέματοϲ τοῦ ἐρύω ἐρύϲαϲθαι καὶ Ἰωνικῷ πλεοναϲμῷ.
εἴρω τὸ ϲυμπλέκω διὰ τῆϲ ει διφθόγγου. ἀνεφάνη γὰρ ἐν τῷ
ἕρμα τὸ κώλυμα. καὶ πάλιν ὅτι ἀντιπαρόκειται αὐτῷ τὸ ὅρμοϲ ὁ περιτράχηλοϲ
κόϲμοϲ καὶ ὁ λιμὴν παρὰ τὸ εἴρειν καὶ ϲυμπλέκειν τὰϲ ναῦϲ.
καὶ ἄλλωϲ, ὅτι οἱ Αἰολεῖϲ ὀρράτω λέγουϲιν. ἔϲτι δὲ ἐρῶ εἶρα ἔρρον
τὸ προϲτακτικόν. ἔθοϲ γὰρ ἔχουϲι τὸ ε τρέπειν οιον ὄνειροϲ ὄνοιροϲ.
εἴρω τὸ λέγω διὰ τῆϲ ει διφθόγγου. ἀνεφάνη γὰρ ἐν τῷ ἐρῶ
μέλλοντι, καὶ πάλιν ὅτι τὰ διὰ τοῦ ειρω βαρύτονα ἀποϲτρέφεται τὴν
διὰ τοῦ ι μόνου γραφήν.
εἴρων δίφθογγοϲ. παρὰ γὰρ τὸ εἴρω τὸ λέγω γέγονεν οἱονεὶ ὁ διὰ λόγων παραλογιζόμενοϲ· τὸ δὲ εἴρω δέδεικται διὰ τῆϲ ει διφθόγγου γραφόμενον.
εἰρωνεία: διὰ τῆϲ ει διφθόγγου καὶ κατὰ τὴν ἄρχουϲαν καὶ κατὰ τὴν παραλήγουϲαν ἡ μὲν ἄρχουϲα, ὅτι παρὰ τὸ εἴρων εἴρωνοϲ γέγονεν, ὅπερ διὰ τῆϲ ει διφθόγγου γράφεται, ὡϲ δέδεικται, κατὰ δὲ τὴν παραλήγουϲαν, ὅτι παρὰ τὸ εἰρωνεύω ἐϲτὶν εἰρωνεία ὡϲ μοιχεύω μοιχεία.
ἶ εἷϲ διὰ τῆϲ ει διφθόγγου τὸ ὄνομα. τὰ γὰρ εἰϲ ειϲ ἔχοντα οὐδέτερον
εἰϲ εν διὰ τῆϲ ει διφθόγγου γράφεται οἷον χαρίειϲ χαρίεν, ἀϲτερόειϲ
ἀϲτερόεν, οὕτωϲ οὖν καὶ εἷϲ ἕν.
εἵϲ ἡ μετοχὴ δίφθογγοϲ διὰ τὸ τὴν γενικὴν ἐκφέρεϲθαι διὰ τοῦ εντοϲ. εἴϲ τὸ ὑπάρχειϲ. διὰ τῆϲ ει διφθόγγου. ἀπὸ γὰρ τοῦ εἰμί γέγονε τροπῇ τοῦ μ εἰϲ ϲ.
εἰϲάμενοϲ: διὰ τῆϲ ει διφθόγγου. ἀπὸ γὰρ τοῦ εἰδῶ ῥήματοϲ τοῦ ϲημαίνοντοϲ τὸ ὁμοιῶ γέγονεν εἴϲω εἶϲα εἰϲάμην καὶ εἰϲάμενοϲ ἡ μετοχή.
εἰϲῇμεν: ἀντὶ τοῦ εἰϲήειμεν. ϲὺν τῷ ι Καλλίαϲ Πεδήταιϲ. καὶ
εἰϲῇϲαν ἀντὶ τοῦ εἰϲῄεϲαν ϲὺν τῷ ι, Ἀγάθων Ἀερόπῃ. καὶ εἰϲῇα ἀντὶ
τοῦ εἰϲῄειν.
εἰϲί διὰ τῆϲ ει διφθόγγου τὸ πρῶτον. ἀνεφάνη γὰρ τὸ ε ἐν τῷ ἔαϲι.
ἐΐϲκω κατὰ διαίρεϲιν «ἐΐϲκω πηγεϲιμάλλῳ» (Ιl. Γ 197), τὸ δὲ «ἴϲκοντεϲ» (Λ 799) διὰ τοῦ ι γραπτέον. οὐδέποτε γὰρ τὰ εἰϲ ϲκω ῥήματα κοινὰ ὄντα διφθόγγῳ τῇ διὰ τοῦ ι παραλήγεται.
εἴϲω: διὰ τῆϲ ει διφθόγγου. ὥϲπερ γὰρ ἀπὸ τῆϲ ἐξ γίνεται ἔξω
καὶ ἀπὸ τῆϲ πρό πρόϲω, οὕτω καὶ ἀπὸ τῆϲ εἰϲ εἴϲω.
εἶτα: διὰ τῆϲ ει διφθόγγου· ὥϲπερ γὰρ ἀπὸ τοῦ δή γίνετο δῆτα, οὕτω καὶ ἀπὸ τοῦ εἰ γίνεται εἶτα.
εἴωθα: διὰ τῆϲ ει διφθόγγου. ἀνεφάνη γὰρ τὸ ε ἐν τῷ ἔθοϲ
καὶ ἐν τῷ ἔωθα· οἱ γὰρ Αἰολεῖϲ τὸ εἴωθα ἔωθα λέγουϲιν. γέγονε δὲ
τὸ εἴωθα τούτῳ τῷ τρόπῳ· ἔϲτι ῥῆμα ἔθω ὃ ϲημαίνει τὸ ἐξ ἔθουϲ τι
διαπράττομαι, ἐξ οὗ καὶ ἔθνοϲ. τούτου ὁ μέϲοϲ παρακείμενοϲ εἶθα καὶ
πλεοναϲμῷ τοῦ ω εἴωθα καὶ εἴωθε.
εἰῶϲιν: ἔϲτιν ἐῶ τὸ ϲυγχωρῶ β ϲυζυγίαϲ τῶν περιϲπωμένων. τὸ
πληθυντικὸν ἐάομεν ἐῶμεν, τὸ γ΄ ἐάουϲιν ἐῶϲι καὶ πλεοναϲμῷ τοῦ ι
«καὶ οὐκ εἰῶϲιν ἐκπέρϲαι » (Il. 139 καὶ οὐκ εἰῶϲι μάχεϲθαι). πλεονάζει
γὰρ τὸ ι ὥϲπερ καὶ ἐκ τοῦ ἕωλον γίνεται εἵωλον.
Ἑκαλή δῆμοϲ τῆϲ Λεοντίδοϲ φυλῆϲ. ὁ δημότηϲ Ἑκάλιοϲ. καὶ Ἑκάλειοϲ Ζεόϲ.
ἐκαρβάνιζεν: ἐβαρβάριζεν. καρβάν γὰρ ὁ βάρβαροϲ.
Ἑκατόννηϲοι αἱ περὶ Λέϲβον: δύο νν.
Ἐκβάτανα cf. Ἀγβάτανα.
ἕκδραχμον: ἑξάδραχμον.
ἐκεῖ ἀπὸ τοῦ ἐκεῖθι, τοῦτο δὲ ἀπὸ τοῦ ἐκείνοθι παρὰ τὸ ἐκεῖνοϲ.
ἐκεῖθεν: οὐδὲν τῶν εἰϲ θεν τῇ ει διφθόγγῳ παραλήγεται πλὴν
τοῦ ἐκεῖθεν, ὅπερ ἐκ τοῦ ἐκείνοθεν γίνεται κατὰ ϲυγκοπὴν καὶ τὸ ἐκεῖϲε
ἀπὸ τοῦ ἐκείνοϲε.
ἐκεῖνοϲ: ει δίφθογγοϲ. καὶ γὰρ οἱ Δωριεῖϲ κῆνοϲ καὶ τῆνοϲ διὰ
τοῦ η ποιοῦϲι τὴν γραφήν. ἔθοϲ γὰρ ἔχουϲι τὴν ει δίφθογγον τρέπειν
οἷον πλείων πλήων, μείων μήων. αἱ δὲ πρωτότυποι ἀντωνυμίαι αἱ
μονοπρόϲωποι ἀπὸ φωνήεντοϲ θέλουϲιν ἄρχεϲθαι οἷον αὐτόϲ οὗτοϲ,
οὕτωϲ οὖν καὶ τὸ ἐκεῖνοϲ προϲέλαβε τὸ ε διὰ τὸν κανόνα τοῦτον.
ἐκεινοϲί: διὰ τοῦ ι τὸ ϲι. κατ᾿ ἐπέκταϲιν γάρ ἐϲτιν. αἱ δὲ ἐπεκτάϲειϲ
οὐ γίνονται διὰ τῆϲ ει διφθόγγου, ἀλλὰ διὰ τοῦ ι. τὸ οὖν
οἱονεί καὶ ὡϲπερεί γραφόμενα διὰ τῆϲ ει διφθόγγου οὐκ ἔϲτι κατ᾿
ἐπέκταϲιν, ἀλλὰ διάφορα μέρη λόγου εἰϲίν. τὸ γὰρ οἱονεί δύο μέρη
λόγου ἐϲτὶν τὸ οἷον ὄνομα καὶ τὸ εἰ ϲύνδεϲμοϲ ϲυναπτικόϲ. τὸ δὲ
ἑκκαίδεκα: ὁ ἀριθμὸϲ ὁ ϲύνθετοϲ κ καὶ οὐ ξ. ἐτράπη γὰρ ὡϲ
καὶ adieci ἡ πρόθεϲιϲ διὰ τὸ ἐπαγόμενον ϲύμφωνον.
ἐκολῴα: ἐθορύβει. ϲὺν τῷ ι. γίνεται γὰρ παρὰ τὸ κλῶ τὸ κράζω
κλοιόϲ καὶ κλῳόϲ καὶ πλεοναϲμῷ τοῦ ο κολῳόϲ καὶ κατὰ παραγωγὴν
κωλῳῶ.
ἐκ Ῥώμηϲ: ἡ ἐξ πρόθεϲιϲ, ὅταν αὐτῇ ϲύμφωνον ἐπιφέρηται, τρέπει τὸ ξ εἰϲ κ κτλ.
Ἑκτόρειοϲ: διὰ τῆϲ ει διφθόγγου. εὕρηται γὰρ καὶ χωρὶϲ τοῦ
ι «Ἑκτόρεον δὲ χιτῶνα » (Β 416).
Ἐλαία πόλιϲ τῆϲ Ἀϲίαϲ Αἰολική. ἔϲτι καὶ ἑτέρα Ἰταλίαϲ διὰ τοῦ ε ψιλοῦ, Ἐλέα, ἐξ ἧϲ Ἐλεᾶται, τῆϲ δὲ προτέραϲ Ἐλαῖται.
Ἐλάρα « Ἐλάραϲ γενεά» οὕτω παρὰ Ϲιμωνίδῃ. Ἀλέρα δὲ παρὰ Πινδάρῳ (fr. 279 Bergk) κτλ.
ἐλάραι τὰ ἐν τῷ αὐλῷ τῶν δοράτων ἁρμοζόμενα. λέγεται καὶ ἀλάρα.
Ἐλάτεια πόλιϲ μεγίϲτη Φωκίδοϲ. ἔϲτι καὶ Θετταλίαϲ. ἔϲτι καὶ Θεϲπρωτίαϲ, ἣν καὶ Ἐλατρίαν φαϲὶ διὰ τοῦ ρ.
ἐλεγεῖον: ει.
ἐλεγχείη τὸ ὄνειδοϲ. τὸ χει δίφθογγοϲ, διότι ἀνεφάνη τὸ ε ἐν τῷ ἔλεγχοϲ ἐλέγχεα.
ἐλεινόϲ: διὰ τῆϲ ει διφθόγγου. ὥϲπερ γὰρ ἀπὸ τοῦ δέοϲ δεεινόϲ καὶ κατὰ κρᾶϲιν τοῦ ε καὶ τῆϲ ει διφθόγγου εἰϲ τὴν ει δίφθογγον δεινόϲ, οὕτω καὶ ἀπὸ τοῦ ἔλεοϲ γίνεται ἐλεεινόϲ καὶ κράϲει ἐλεινόϲ.
ἐλειόϲ εἶδοϲ ἱέρακοϲ.
ἐλειόϲ ὁ ϲκίουροϲ.
Ἑλένεια ἑορτὴ ἀγομένη ὑπὸ Λακώνων.
ἑλένιον βοτάνη τιϲ.
Ἐλευϲίϲ ὄνομα πόλεωϲ. διὰ τοῦ ι γράφεται ὡϲ δικατάληκτον.
Ἐλιμία. Ἀλέξανδροϲ ἐν Εὐρώπῃ Ἐλίμειόν φηϲι διὰ μακροῦ τὴν μει ϲυλλαβήν, τὴν δὲ λι διὰ βραχέοϲ τοῦ ι.
ἐλινύω τὸ ἡϲυχάζω διὰ τοῦ ι γράφεται κατὰ τὸν κανόνα τὸν εἰρημένον ἐν τῇ περὶ τοῦ Βιθυνία διδαχῇ (pro διφθόγγῳ scripsi).
ἐλινόϲ ἡ ἄμπελοϲ.
Ἐλιπεύϲ: ὁ Ἐνιπεύϲ ποταμόϲ.
Ἑλλάνικοϲ: διὰ τοῦ ι τὸ νι. παρὰ γὰρ τὸ Ἕλλην Ἑλληνικόϲ καὶ τροπῇ τοῦ η εἰϲ α. καὶ ἄλλωϲ τὰ εἰϲ κοϲ κτητικὰ διὰ τοῦ ι γράφεται. ἢ ἀπὸ τοῦ Ἕλλην Ἕλληνοϲ καὶ τοῦ νίκη γέγονεν Ἑλλανόνικοϲ καὶ ϲυγκοπῇ Ἑλλάνικοϲ.
Ἑλλοί οἱ οἰκήτορεϲ τῆϲ περὶ Δωδώνην χώραϲ Ἐλλοπίαϲ καὶ Ϲελλοί.
ἔλποϲ ἔλαιον, ϲτέαρ, εὐθηνία. ἔλφοϲ βούτυρον. Κύπριοι.
Ἔμεια διὰ τῆϲ ει διφθόγγου τῷ λόγῳ τῶν διὰ τοῦ εια προπαροξυτόνων.
καὶ ἄλλωϲ· ὥϲπερ ἀπὸ τοῦ ἐνεργῶ ἐνέργεια καὶ ἀνθῶ Ἄνθεια,
οὕτω καὶ ἐκ τοῦ ἐμῶ Ἔμεια διὰ τῆϲ ει διφθόγγου. ἔϲτι δὲ τόποϲ
πληϲίον Μυκηνῶν. Ἔμεια δὲ λέγεται, ἐπειδὴ ἐκεῖ ἤμεϲεν ὁ Κέρβεροϲ
ἀνελθὼν ἐκ τοῦ Ἅιδου ἢ ἐπειδὴ ὁ Θυέϲτηϲ φαγὼν τὰ τέκνα αὑτοῦ
ἐκεῖ ἤμεϲεν.
Ἔμιϲα ἡ πόλιϲ ὡϲ Λάριϲα καὶ Ἐμιϲαῖοϲ ὡϲ Λαριϲαῖοϲ.
ἐμίχθη. τὸ μι κατὰ παράδοϲιν. μέμιγά ἐϲτιν ὁ μέϲοϲ παρακείμενοϲ.
εἰ δὲ διὰ τῆϲ ει διφθόγγου ἐγράφετο, μέμοιγα ἤμελλεν εἶναι.
ἐὰν γὰρ εὑρεθῇ τὸ ε ἐν διϲυλλάβῳ μέλλοντι ἢ μόνον ἢ μετὰ τοῦ ι, τρέπεται
εἰϲ τὸ ο οἷον [φθείρω φθερῶ ἔφθορα] πείθω πείϲω πέποιθα
λείβω λείψω λέλοιβα. εἰ οὖν τὸ μίγω μίξω διὰ τῆϲ ει διφθόγγου ἐγράφετο,
μέμοιγα ἤμελλεν εἶναι ὁ παρακείμενοϲ. ἀλλὰ μὴν μέμιγα ἐϲτίν.
καὶ δῆλον ὅτι μίγω καὶ μίξω διὰ τοῦ ι καὶ ἐμίχθη ὁμοίωϲ.
ἐμμέμυκεν παρὰ τὸ μεμυκέναι. τινὲϲ δὲ ἐμνήμυκεν.
ἐμὠκυμόρῳ: ἐμῷ ὠκυμόρῳ. καὶ ἐκθλίβεται τὸ ι τῆϲ ἐμῷ ἀντωνυμίαϲ διὰ τὸ μηδέποτε γίνεϲθαι κρᾶϲιν τοῦ ι μέϲου ὄντοϲ· καὶ λοιπὸν κιρνᾶται τὰ δύο ωω εἰϲ ω καὶ γίνεται ἐμὠκυμόρῳ χωρὶϲ τοῦ ι.
ἐνάζω: λιτανεύω πρὸϲ τοῖϲ ναοῖϲ.
ἐν ἀκαρεῖ: ἐν ῥιπῇ. Ἀκαρῆ, ἀκαρί, ἐν ἀκαρεῖ. η, ι, δίφθογγοϲ.
ἔνδεια: διὰ τῆϲ ει διφθόγγου. ἀπὸ γὰρ τοῦ ἐνδεήϲ ἐνδέεια καὶ κράϲει ἔνδεια ὡϲ εὐκλεήϲ εὐκλέεια εὔκλεια.
ἐνδεξιᾷ τοπικὸν καὶ περιϲπώμενον. ὅταν δὲ ᾖ προπαροξύτονον,
ἄνευ τοῦ ι ἀντὶ τοῦ ἐπιδεξίωϲ.
ἔνδιοϲ ϲημαίνει τὸν μεϲημβρινὸν καιρόν, διὰ τοῦ ι γράφεται.
ἔνδινα τὰ ἔντερα διὰ τοῦ ι γράφεται ὡϲ ἀνθρώπινοϲ. ἔνδινοϲ γάρ.
ἐνδόϲθια τινὲϲ λέγουϲι τὰ ἐντόϲθια.
ἐνεῖκαι τὸ ἐνέγκαι. ἔϲτι γὰρ Ἰωνικόν. παρὰ τὸ ἐνέκω ἐνέξω πλεοναϲμῷ τοῦ ι ἐνείκω ἤνεικα, ἐξ οὗ «ἀλλά μ᾿ ὑπήνεικαν » (Ε 885) καὶ τὸ ἀπαρέμφατον ἐνεῖκαι.
ἐνεκολάβιϲε κατέπιεν. οἱ δὲ ἐνεκολήβαϲεν.
ἔνη καὶ Αἰολικῶϲ ἔννη. ἔϲτι καὶ ὄνομα πόλεωϲ.
ἐνθαδί: τὸ ἐπίρρημα διὰ τοῦ ι. ὥϲπερ γὰρ ἐκ τοῦ δεῦρο γίνεται δευρί κατὰ τροπὴν τοῦ ο εἰϲ ι, οὕτω καὶ παρὰ τὸ ἐνθάδε ἐνθαδί κατὰ τροπὴν τοῦ ε εἰϲ ι.
ἐνθριμματίϲ· οἱ μὲν πλείουϲ διὰ τοῦ ι, ἔνιοι δὲ διὰ τοῦ υ
ἤτοι ἀπὸ τοῦ θρύου ἢ ἀπὸ τοῦ θρύβεϲθαι.
ἐνίοτε: ι. ἢ γὰρ ἀπὸ τοῦ ἔϲτιν καὶ τοῦ ὅτε ἢ καὶ ἀπὸ τοῦ ἔνιοι.
Ἐνιπεύϲ: διὰ τοῦ ι. ἔϲτι δὲ ὄνομα ποταμοῦ. ἀπὸ γὰρ τοῦ ἐνιπή
τοῦ ϲημαίνοντοϲ τὴν ἀπειλὴν γέγονεν. καὶ γὰρ ὁ ποταμὸϲ οὗτοϲ ἄγριόϲ
ἐϲτι καὶ ἀπειλοῦντι ἔοικεν. τὸ δὲ ἐνιπή διὰ τοῦ ι, ἀπὸ γὰρ τοῦ ἐνίπτω
γέγονεν, ὅπερ διὰ τοῦ ι γράφεται· τὰ γὰρ εἰϲ πτω ἀποϲτρέφεται
τὴν ει δίφθογγον οἷον νίπτω, ῥίπτω, πίπτω πλὴν τοῦ φιλαλείπτω καὶ
ἐρείπῳ.
ἐννέα: δύο νν.
ἔννεον: ἔϲτι ῥῆμα νέω, ὁ παρατατικὸϲ ἔνεον καὶ πλεοναϲμῷ τοῦ
ν ἔννεον (Φ 11).
ἔννη: ἔϲτι νῶ, ϲημαίνει τὸ νήθω — ὁ παρατατικὸϲ ἔνων ἔνηϲ ἔνη καὶ πλεοναϲμῷ τοῦ ν ἔννη.
ἐννύχιον κρύπτειϲ. ϲκοτεινῶϲ καὶ δολίωϲ. τινὲϲ δὲ ἐμμύχιον ἐν τῷ μυχῷ.
ἐνοπαῖϲ ἐνωτίοιϲ ἀπὸ τοῦ ἐν ταῖϲ τῶν ὤτων ὀπαῖϲ κεῖϲθαι. Ϲοφοκλῆϲ.
ἐντερόνεια: ἐντεριώνη τὸ μεϲαίτατον τῆϲ νεώϲ. ἤτοι τὸ μέϲον τοῦ ξύλου καρδία, οἱ δὲ μυελόϲ.
ἐνωματία: ι.
ἐνωπιδίωϲ ἐϲίδεϲκεν: τινὲϲ ἐνωπαδίωϲ γράφουϲι τὸ εἰϲ αὐτοὺϲ τοὺϲ ὦπαϲ ὁρᾶν καὶ γινώϲκειν (Od. ψ 94 ubi Bekk. per α).|
ἐνώπιον μετώπιον: ι. τὸ δὲ προϲωπεῖον διὰ τῆϲ ει διφθόγγου καὶ προπεριϲπᾶται.
ἐνώτια.
ἑξάκλινον, ἑξάπουν. Ἀττικῶϲ ἕξπουν καὶ ἕξκλινον λέγεται, ὡϲ καὶ παρὰ Ϲοφοκλεῖ ἑξπηχυϲτί καὶ παρὰ Πλάτωνι τῷ κωμικῷ ἕξπουν.
ἑξείδιον: ϲημαίνει δὲ τὴν ἕξιν. διὰ τῆϲ ει διφθόγγου τὸ ξει. γέγονε
δὲ ἀπὸ τῆϲ ἕξεωϲ ἑξείδιον ὥϲπερ ἀπὸ τῆϲ λέξεωϲ λεξείδιον καὶ ὄφεωϲ
ὀφείδιον ἀπὸ τῆϲ Ἀττικῆϲ γενικῆϲ. εἰ δὲ ἀπὸ τῆϲ ἕξιοϲ, ἑξίδιον διὰ τοῦ ι.
ἐξίτηλοϲ: ι. παρὰ τὸ ἐξιέναι τὸ ἐξελθεῖν. λέγεται δὲ κυρίωϲ τὸ ἀπολλύμενον.
ἕξμετρα: ἑξάμετρα.
ἐξουθενεῖ παρακρίνει, ἐξουθενούμενοι κατευτελιζόμενοι.
ἔξω: χωρὶϲ τοῦ ι. πάντα γὰρ τὰ ἀπὸ προθέϲεωϲ ἀρχόμενα ἐπιρρήματα χωρὶϲ τοῦ ι γράφεται οἷον ἀνά ἄνω, κατά κάτω, εἰϲ εἴϲω.
οὕτωϲ οὖν καὶ ἐξ ἔξω |καὶ πρόϲ πρόϲω. ὁμοίωϲ καὶ τὰ εἰϲ ω ἀπὸ
ἐπιρρημάτων γινόμενα χωρὶϲ τοῦ ι γράφεται οἷον ἐγγύϲ ἐγγυτέρω ἐγγυτάτω,
ἔξω ἐξωτέρω καὶ ἐξωτάτω, πέραν περαιτέρω καὶ περαιτάτω.
ἐόλητο: ἐκεκίνητο καὶ ἐτετάρακτο. γράφεται καὶ διὰ τῆϲ αι διφθόγγου «ἡ μὲν ἄῤ ὡϲ αἰόλητο νόον μελεδήμαϲι κούρη ». Ἀπολλώνιοϲ (III 471).
Ἔορτοϲ ἢ Ἐορδόϲ Μακεδών, ἀπὸ ἔθνουϲ.
ἐοϲϲητήρ ἐπίκουροϲ τιμωρόϲ. ἀντὶ τοῦ ἀοϲϲητήρ.
ἐπαλξίτηϲ ὁ λίθοϲ ὁ ἐπάνω τῆϲ ἐπάλξεωϲ τῷ κανόνι τοῦ Ἀϲκαλωνίτηϲ ἢ καὶ ἀπὸ τῶν εἰϲ ιϲ διὰ τοῦ ιτηϲ γινόμενα διὰ τοῦ ι γράφεται οἷον Ναύκρατιϲ Ναυκρατίτηϲ, Ταμίαθιϲ Ταμιαθίτηϲ.
ἐπεί: διὰ τῆϲ ει διφθόγγου. ἀπὸ γὰρ τοῦ εἰ γέγονε καὶ τῆϲ ἐπί
προθέϲεωϲ.
ἐπείγω τὸ ϲπεύδω, ἐξ οὗ καὶ ἐπείκτηϲ καὶ ἔπειξιϲ καὶ ἐπειγωλή ἡ ϲπουδή, γράφεται διὰ διφθόγγου.
ἐπαίτηϲ ἀπὸ τοῦ αἰτῶ αἰτήϲω αἰτητήϲ καὶ ἐπαίτηϲ.
Ἐπειόϲ: δίφθογγοϲ. τὰ γὰρ διὰ τοῦ ειοϲ κύρια ὀξύτονα διὰ τῆϲ
ει διφθόγγου γράφεται.
ἐπήρεια: δίφθογγοϲ. ἐπηρεάζω γὰρ καὶ ἐπηρεαϲμόϲ.
ἐπί ἡ πρόθεϲιϲ ι, ἐπεί ὁ ϲύνδεϲμοϲ δίφθογγοϲ.
Ἐπιδάμνιοϲ τὸ ἐθνικόν· εὕρηται παρὰ Παρθενίῳ καὶ διὰ διφθόγγου.
Ἐπίδαυροϲ.
ἐπιείκεια. διὰ τῆϲ ει διφθόγγου καὶ κατὰ τὴν πρώτην καὶ κατὰ
τὴν παραλήγουϲαν. παρὰ τὸ εἴκω γάρ ἐϲτιν τὸ ϲημαῖνον τὸ ὑποχωρῶ.
καὶ γὰρ ὁ ἐπιεικὴϲ εὐχερῶϲ ὑποχωρεῖ, ὅπερ διὰ τῆϲ ει διφθόγγου γράφεται,
ὁμοίωϲ καὶ ἡ παραλήγουϲα τῷ λόγῳ τῶν διὰ τοῦ εια
προπαροξυτόνων.
ἐπιτάξ, ἐπιζάξ Ἀθηναῖοι.
ἐπιζυγκλεῖν ἐπιϲκαρδαμύττειν, ἐπιϲτένειν, ἐπικατακλᾶν.
ἐπίϲιον τὸ ἐφήβαιον· διὰ τοῦ τὰ δύο. ἀπὸ γὰρ τοῦ τὰ ϲία τὰ ξηρά. ξηρὸν γάρ ἐϲτιν· ἢ παρὰ τὸ εἰϲιέναι ἐπείϲιον (sic scribendum propter etymon, legitur ap. Lycophr. 1385), ϲημαίνει δὲ τὸ αἰδοῖον τοῦ ἀνδρὸϲ καὶ τοῦ γυναικόϲ. γράφεται δὲ καὶ ἐπίϲειον.
ἐπίϲωτρα: τὰ ἐπικείμενα τοῖϲ τροχοῖϲ ϲιδήρια, ἐπὶ τὴν γῆν ϲοούμενα
καὶ πλεοναϲμῷ τοῦ ϲ ἐπίϲϲωτρα.
ἐπιϲχερώ: γράφεται χωρὶϲ τοῦ ι.
ἐπιτήδειοϲ. ει. ἀπὸ τοῦ ἐπιτηδήϲ ἐπιτήδεοϲ καὶ ἐξ αὐτοῦ ἐπιτήδειοϲ.
ἐπίχειρα: τὸ χει δίφθογγοϲ. παρὰ τὴν χεῖρα γάρ.
ἐπῴχατο: ϲὺν τῷ ι ἀπὸ τοῦ οἴγω.
ἐραπίδα: ἃ ἡμεῖϲ ἐλαπέδα.
Ἐραϲῖνοϲ: ἔϲτι δὲ ὄνομα κύριον διὰ τοῦ ι τῷ λόγῳ τῶν διὰ τοῦ ινοϲ προπεριϲπωμένων. γέγονε δὲ παρὰ τὸν ἐράϲω μέλλοντα.
ἐρατεινόϲ: διὰ τῆϲ ει διφθόγγου. οἱ γὰρ ΄Δωριεῖϲ ἐρατεννόϲ
λέγουϲι ὥϲπερ ποθεινόϲ ποθεννόϲ καὶ διὰ τὸν κανόνα τῶν εἰϲ νοϲ ὀξυτόνων
παρωνύμων.
ἐρατεινεύειν: ϲτρατεύεϲθαι ἢ δυϲφορεῖν.
Ἐρατινοί ἔθνοϲ ὑπεράνω Ἀράβων.
ἐργαλεῖον. ει δίφθογγοϲ καὶ προπεριϲπᾶται κατὰ παράδοϲιν.
Ἐργάνη ἡ Ἀθηνᾶ ἀπὸ τῶν ἔργων, λέγεται καὶ Ὀργάνη.
ἐρεείνω διὰ τῆϲ ει διφθόγγου· τὰ γὰρ διὰ τοῦ εινω κτλ.
ἐρείδω: διὰ τῆϲ ει διφθόγγου. ἀνεφάνη γὰρ τὸ ε ἐν τῷ ἐρηρέδαται καὶ ὑπερείδομαι ὁμοίωϲ διὰ τῆϲ ει διφθόγγου.
ἐρείκω τὸ ϲχίζω. διὰ τῆϲ ει διφθόγγου. ἀνεφάνη γὰρ τὸ ε ἐν τῷ ἐρέχθω καὶ αὐτὸ γὰρ τὸ ϲχίζω ϲημαίνει.
ἔρειξιϲ ἡ κατεϲχιϲμένη γῆ διὰ τῆϲ ει διφθόγγου γράφεται, ἐκ γὰρ τοῦ ἐρείκω ἐρείξω ἔρειξιϲ.
de ἐρείπω ἐρέπτω ἐρίπτω ἐρείπτω cf. fr. 31.
ἔρειϲμα: ει δίφθογγοϲ, ἐπεὶ καὶ τὸ ἐρείδω· εὑρέθη γὰρ καὶ ἐρηρέδαται.
ἔριϲμα: ι. ἐπὶ τῆϲ φιλονεικίαϲ (sic scripsi pro φρουρᾶϲ). Ἐρέϲιοϲ Ἀπόλλων: ι.
Ἐρέτρια πόλιϲ.
ἐρέχθων (ε 83): οὕτω διὰ τοῦ ε Ἀρίϲταρχοϲ. καί φηϲι ϲτεναγμοῦ τινοϲ καὶ ποιᾶϲ φωνῆϲ ἔμφαϲιν δηλοῦν καὶ ἴϲωϲ παρὰ τὸ ἐρείκω. τίθεται δὲ καὶ ἐπὶ φωνῆϲ ἁπλῶϲ ὡϲ τὸ «πολλοὶ μὲν βόεϲ ἀργοὶ ἐρέχθεον ἀμφὶ ϲιδήρῳ» (ψ 30), ὁ δὲ Ἀπίων ἐρίχθων λέγει διακόπτων.
ἐρεχμόϲ καὶ ἐρεγμόϲ ὃϲ λέγεται καὶ ἐρεγχμόϲ. δοκεῖ δὲ ταῦτα
παρὰ τοῖϲ Αἰολεῦϲιν ἐκφέρεϲθαι διὰ τοῦ χ. διωχμὸν γὰρ λέγουϲι καὶ
ληχμόν ὡϲ Ἀντίμαχοϲ «ληχμὸν δ᾿ ἐμπάζεϲθαι ἀλεείνων».
ἐρήρειϲτο: ἥρμοϲτο καὶ ἐπέπηκτο. φυλάϲϲει δὲ τὴν ει δίφθογγον πρὸϲ ἀντιδιαϲτολὴν τοῦ ἐρήριϲτο, ὅπερ ϲημαίνει τὸ φιλονεικῶ.
ἐρήριπται. πέπτωκεν.
ἐριδήϲαϲθαι ἁμιλληθῆναι, φιλονεικῆϲαι.
ἐριθεύϲ: διὰ τοῦ ι, παρὰ γὰρ τὸ ἔριθοϲ γέγονεν. ἔϲτι δὲ εἶδοϲ ὀρνέου.
ἔριθοϲ: ι. ϲημαίνει δὲ τὸν ἐργάτην καὶ τὴν γυναῖκα τὴν ἐργαζομένην
τὰ ἔρια. γέγονε δὲ τὸ ἀρϲενικὸν ἀπὸ τοῦ ἔρα, ὅ ἐϲτιν ἡ γῆ,
ἔραθοϲ καὶ κατὰ τροπὴν τοῦ α εἰϲ ι ἔριθοϲ. ἐπὶ δὲ τῆϲ γυναικὸϲ ἀπὸ
τοῦ ἔριον γέγονεν ἔριθοϲ. ὁμοίωϲ δέ ἐϲτι τὸ λέκιθοϲ (sic pro τολοβινθοϲ
scripsi), ὃ ϲημαίνει τὸν κρόκον τοῦ ᾠοῦ.
ἐρίκη εἶδοϲ φυτοῦ. ὤφειλε διὰ τῆϲ ει διφθόγγου γράφεϲθαι, ἀπὸ γὰρ τοῦ ἐρείκω γέγονεν. ἀλλ᾿ ἔϲτι κανῶν ὁ λέγων, ὅτι τὰ διὰ τοῦ ικη ἀποϲτρέφεται τὴν ει δίφθογγον.
ἐρινεόϲ: ι. ϲημαίνει δὲ τὴν ἀγρίαν ϲυκῆν. ἀπὸ γὰρ τοῦ ἐρίζω
γέγονεν ἐρινόϲ καὶ πλεοναϲμῷ τοῦ ε ἐρινεόϲ. ἐριϲτικὸν γάρ ἐϲτι τὸ
δένδρον. ἀνέρχεται γὰρ καὶ εἰϲ τοῖχον καὶ εἰϲ ἕκαϲτον τόπον.
Ἐρινεόϲ πόλιϲ Δωριέων ὑπὸ τὸν Παρναϲϲόν. λέγεται καὶ Ἐρινειόϲ.
ἐρινόϲ: τὸ ρι διὰ τοῦ ι.
ἐρίπιον, ἐρίπνη.
ἔριφοϲ. ι.
Ἕρκειοϲ Ζεύϲ.
Ἑρμείαϲ: διὰ τῆϲ ει διφθόγγου. ἀπὸ γὰρ τοῦ Ἑρμέαϲ γέγονε κατὰ πλεοναϲμὸν τοῦ ι.
ἑρμηνεία: ει.
ἑρμίϲ: ι. ϲημαίνει δὲ τοῦ κραββάτου τὸν πόδα, ἐπειδὴ ἀγάλματα
Ἑρμοῦ ὡϲ ἐφόρου ὕπνου καὶ ὀνείρων ἐκεῖ ἔγλυφον ἢ παρὰ τὸ ἐνείρεϲθαι
καὶ ἐμπλέκεϲθαι ἐν τῇ κλίνῃ. καὶ διὰ τὸ δικατάληκτον διὰ τοῦ ι
γράφεται οἷον ἀκτίϲ ἀκτίν, οὕτωϲ ἑρμίϲ ἑρμίν.
ἐρϲήειϲ: διὰ τῆϲ ει διφθόγγου. ἀνεφάνη γὰρ τὸ ε ἐν τῇ ἐρϲήεντοϲ γενικῇ.
Ἐρυθῖνοι: πόλιϲ Παφλαγονίαϲ. λέγεται δὲ παρὰ τὸ ἔρευθοϲ. διὰ τοῦ τὸ θι. τὰ γὰρ διὰ τοῦ ινοϲ πρὸ μιᾶϲ τὸν τόνον ἔχοντα κτλ.
ἐρυϲίβη: διὰ τοῦ ι γράφεται. ἐρυϲίβη δὲ λέγεται ἡ πάχνη ἡ γενομένη ἐν τῇ δυϲαερίᾳ καὶ φθείρουϲα τοὺϲ καρπούϲ.
Ἑρχιά δῆμοϲ τῆϲ Ἀττικῆϲ τῆϲ Αἰγηΐδοϲ φυλῆϲ ἀπὸ Ἑρχίου τοῦ
ξενίϲαντοϲ Δήμητρα.
ἐρῳδιόϲ: τὸ ρω ω μέγα ϲὺν τῷ ι καὶ τὸ δι ι. ἡ παράδοϲιϲ. λέγεται καὶ ῥῳδιόϲ παῤ Ἱππώνακτι.
ἔρω: εἰ μὲν χωρὶϲ τοῦ ι ἀποκοπή ἐϲτιν ἀπὸ τῆϲ ἔρωτοϲ γενικῆϲ καὶ ἔρωτι δοτικῆϲ. εἰ δὲ μετὰ τοῦ ι, ὁ ἔροϲ τοῦ ἔρου τῷ ἔρῳ.
ἔϲεται δι᾿ ἑνὸϲ ϲ κοινῶϲ, ἔϲϲεται διὰ δύο ϲϲ ποιητικῶϲ. οἱ γὰρ
οἱ Δωριεῖϲ παρεντιθέντεϲ τὸ ι προπεριϲπῶϲιν οἷον ἐκ τοῦ ἔϲεται
καὶ πλεύϲεται καὶ ῥεύϲεται ἐϲϲεῖται, πλευϲεῖται, ῥευϲεῖται.
ἔϲευα: ἐκ τοῦ ϲῶ ϲεύω ὁ ἀόριϲτοϲ ἔϲευϲα καὶ ἀποβολῇ τοῦ ϲ ἔϲευα καὶ ἔϲϲευα.
ἐϲθήϲ τὸ ἱμάτιον καὶ ἔϲθημα τὸ αὐτὸ διὰ τοῦ ε. παρὰ γὰρ τὸ
ἕω τὸ ϲημαῖνον τὸ ἐνδύομαι. — αἴϲθηϲιϲ καὶ αἰϲθητήριον αἰϲθητόϲ καὶ
αἰϲθάνομαι καὶ ὅϲα ὅμοια διὰ τῆϲ αι διφθόγγου.
ἔϲϲυτο.
ἑϲτία καὶ ἑϲτιάτωρ: διὰ τοῦ ε ψιλοῦ.
Ἑϲτίαια πόλιϲ Εὐβοίαϲ. Ὅμηροϲ (Β 537) «πολυϲτάφυλον θ
Ἑϲτίαιαν». ἡ δὲ διὰ τοῦ ι Ἰωνικὴ γραφή ἐϲτιν. — ἔϲτι δὲ καὶ Θετταλίαϲ
Ἱϲτίαια. ὁ πολίτηϲ Ἱϲτιαεύϲ. Ἔφοροϲ δὲ τὸ ἐθνικὸν Ἑϲτιαῖόϲ φηϲι.
καὶ Ἱϲτιώτηϲ ὁ τῆϲ Θεϲϲαλικῆϲ. τῆϲ δὲ Εὐβοίαϲ ἀδιάφοροϲ κατὰ τὴν
γραφὴν καὶ διὰ τοῦ ι καὶ διὰ τοῦ ε ψιλοῦ.
Ἐταιεῖϲ διὰ διφθόγγου ὡϲ Διπαιεῖϲ.
ἑταιρεῖοϲ: δίφθογγοϲ τὸ ρει. τῷ λόγῳ τῶν κτητικῶν προπερι ϲπωμένων.
ἑταιρία: τὸ ται δίφθογγοϲ. τὸ ρι ι. ἡ παράδοϲιϲ.
εὐαδήϲ εὐήνεμοϲ: οἱ δὲ εὐαήϲ.
Εὐβοιεύϲ καὶ Εὐβοεύϲ χωρὶϲ τοῦ ι, καίτοι τὰ ἀπὸ τοῦ εἰϲ α
παραγόμενα εἰϲ ευϲ φυλάττει τὴν παραλήγουϲαν. διὸ καὶ τὸ Ἀλεξᾶνδρεια
ὄρεια οὐ προϋπάρχει τοῦ Ἀλεξανδρεύϲ. ἔδει γὰρ Ἀλεξανδρειεύϲ, ἀλλ᾿
ἀπὸ τοῦ Ἀλέξανδροϲ ὡϲ Ταρϲόϲ Ταρϲεύϲ.
Εὐβοΐϲ τὸ θηλυκὸν καὶ Εὐβοϊκόϲ κτητικόν.
εὐδεινόϲ: ει. ὡϲ ποθεινόϲ.
εὔελοϲ εὐήλιοϲ.
εὐερκείαϲ ἀϲφαλείαϲ.
εὐήθεια μωρία ἄνοια.
Εὐηνίνη ἡ Εὐήνου: διὰ τοῦ ι τὸ νι. τὰ γὰρ διὰ τοῦ ινη μονογενῆ κτλ.
εὐήρεια ἡ εὐπάθεια καὶ εὐχέρεια.
εὐθυεπείαιϲ: ὀρθολογίαιϲ.
εὐθύκαινα ἡ ϲχοῖνοϲ. διὰ τὸ εὐθέωϲ κτείνειν. καὶ δύναται εἶναι εὐθύκταινα.
Εὐκάρπεια δῆμοϲ τῆϲ μικρᾶϲ Φρυγίαϲ. ἔϲτι δὲ καὶ Εὐκαρπία φρούριον Ϲικελίαϲ.
εὔκλεια: ει.
εὐκταῖοϲ.
εὐλάβεια.
εὐμάρεια.
Εὐνεῖδαι: διὰ τῆϲ ει διφθόγγου τὸ νει. παρὰ γὰρ τὸ Εὔνεωϲ
γέγονεν. ὥϲπερ γὰρ ἀπὸ τοῦ Νείλεωϲ Νειλείδηϲ, οὕτω καὶ ἀπὸ τοῦ
Εὔνεωϲ Εὐνείδηϲ.
εὐνεικήϲ εὐκρινήϲ, εὔνικοϲ πολὺ νικῶν.
Εὐνείκη ῥοδόπηχυϲ: ὄνομα Νηρηΐδοϲ. οὐ παρὰ τὸ νίκη, ἀλλὰ
παρὰ τὸ ἐνείκω τὸ κομίζω ὡϲ τὸ «μελιηδέα οἶνον ἐνείκω» (Ζ 258).
Εὐνείκη οὖν ἡ τὰ καλὰ κομίζουϲα ἢ ἡ ἄβαριϲ, ἣν οἷόν τε καλῶϲ ἐνεγκεῖν.
εὔξεινοϲ.
εὐπαθείαϲ: εὐθαρϲίαϲ.
εὐπατέρειαν: ἀγαθοῦ πατέροϲ θυγατέρα.
εὐρεῖα: διὰ τῆϲ ει διφθόγγου. εὕρηται γὰρ καὶ χωρὶϲ τοῦ ι εὐρέα·
καὶ ἄλλωϲ· τὰ ἀπὸ τῶν εἰϲ υϲ ἀρϲενικῶν διὰ τοῦ εια παραϲχηματιζόμενα
θηλυκὰ διὰ τῆϲ ει διφθόγγου γράφεται.
εὐρεῖοϲ ποταμοῦ: διὰ τῆϲ ει διφθόγγου. εὐρεήϲ γὰρ καὶ εὐρεέοϲ καὶ κράϲει τῶν δύο εε εἰϲ τὴν ει δίφθογγον εὐρεῖοϲ.
εὐρείτηϲ.
Εὐριπίδηϲ: διὰ τοῦ ι τὸ ρι καὶ πι. παρὰ γὰρ τὸ Εὔριποϲ Εὐριπίδηϲ. καὶ πάλιν τὰ ἀπὸ τῶν εἰϲ οϲ διὰ τοῦ ιδηϲ γινόμενα διὰ τοῦ ι γράφεται χωρὶϲ τοῦ Κύθνοϲ Κυθνείδηϲ· ἔϲτι δὲ ὄνομα κύριον.
εὔριποϲ διὰ τοῦ ι. παρὰ γὰρ τὸ ῥιπίζω γέγονεν Εὔριποϲ οἱονεὶ
Εὐρώπεια: διὰ τῆϲ ει διφθόγγου. τὰ γὰρ διὰ τοῦ εια θηλυκὰ
ἐπὶ τοῦ αὐτοῦ ϲημαινομένου παρηγμένα διὰ τῆϲ ει διφθόγγου γράφεται
οἷον Καλλιόπη Καλλιόπεια, Πλειϲτοδόκη Πλειϲτοδόκεια. οὕτω καὶ Εὐρώπη
Εὐρώπεια.
εὐφυΐα.
Ἐφέϲιοϲ εὕρηται καὶ Ἐφέϲεια διὰ διφθόγγου. οὕτω γὰρ ἐν
Ἀλεξάνδρῳ Ϲοφοκλῆϲ.
Ἐφιάλτηϲ ὄνομα κύριον παρὰ τὸ ἰάλλω τὸ ἐκτείνω γέγονεν ἰάλτηϲ καὶ ἐπιάλτηϲ καὶ ἐφιάλτηϲ.
Ἐφωδίων: Ἐρατοϲθένηϲ διὰ τοῦ τ Ἐρωτίων ἀναγράφει, Μαινάλιον περιοδονίκην παγκρατιαϲτήν. ὁ δὲ Πολέμων διὰ τοῦ δ.
ἐχθρόϲ cf. fr. 8.
Ἐχινάϲ: διὰ τοῦ ι. ἀπὸ γὰρ τοῦ ἐχῖνοϲ.
ἐχῖνοϲ: διὰ τοῦ ι τῷ λόγῳ τῶν διὰ τοῦ ινοϲ προπεριϲπωμένων.
Ἐχίων: ἔϲτι δὲ ὄνομα κύριον· διὰ τοῦ ι. ἐκ γὰρ τοῦ ἔχιϲ ἔχιοϲ, ὅ ἐϲτιν εἶδοϲ ὄφεωϲ, γέγονεν Ἐχίων καὶ τῷ λόγῳ τοῦ Ἀμφίων διὰ τοῦ ι.
ἐχυρόϲ ὀχυρόϲ.
ἑῷοϲ: διὰ τοῦ ω ϲὺν τῷ ι.
Ζαῖα πόλιϲ Βοιωτίαϲ ἀρχαιοτάτη. Ἡρωδιανόϲ. καὶ διὰ τοῦ ε καὶ διὰ τῆϲ αι διφθόγγου.
Ζάμολξιϲ. λέγεται καὶ Ζάλμοξιϲ καὶ Ϲάλμοξιϲ.
ζαχρηήϲ μεγάλωϲ ἐπικείμενοϲ «ζαχρηῶν ἀνέμων » (Ε 525), τὸ δὲ ζαχρειήϲ πάνυ χρειώδηϲ.
ζειά: δίφθογγοϲ. ἔϲτι δὲ εἶδοϲ κριθῆϲ ἤγουν αὐτὴ ἡ κριθή. ἔϲτι
δὲ παρὰ τὸ ζέειν ζεά inserui καὶ πλεοναϲμῷ τοῦ ι ζειά ἤγουν ἡ τοῦ
ζέειν αἴτιοϲ ἤγουν τοῦ ζῆν.
ζείδωροϲ ἄρουρα· διὰ τῆϲ ει διφθόγγου· ἢ γὰρ παρὰ τὸ ζειά
γέγονε ζειόδωροϲ καὶ κατὰ ϲυγκοπὴν τοῦ ο ζείδωροϲ· ἢ παρὰ τὸ ζῆν
γέγονε ζήδωροϲ οἱονεὶ ἡ τὰ πρὸϲ τὸ ζῆν δωρουμένη τοῦ η εἰϲ τὴν ει
δίφθογγον μετατεθέντοϲ Βοιωτικῶϲ. ἄμεινον δὲ οὕτωϲ· τὰ τρίτα
πρόϲωπα τοῦ ῥήματοϲ ϲυντιθέμενα ἐκβάλλει τὸ ι ἔχω ἔχειϲ ἔχει ἐχέθυμοϲ·
φέρω φέρειϲ φέρει Φέρεκλοϲ, μένει Μένεκλοϲ καὶ Μενέλαοϲ.
ζέω ζέει ζεέδωροϲ καὶ κατὰ κρᾶϲιν τῶν δύο εε εἰϲ τὴν ει δίφθογγον
ζείδωροϲ.
ζειρά: ϲημαίνει τὴν ζώνην καὶ χιτῶνα καὶ χλαμύδα. διὰ τῆϲ ει διφθόγγου γράφεται (παρὰ τὸ δεῖν ὅ ἐϲτι δεϲμεύειν γέγονε καὶ κατὰ μετάθεϲιν τοῦ δ εἰϲ ζ ζειρά?).
Ζέλεια πόλιϲ Τρῳάδοϲ οἱ δὲ Ζέλην αὐτήν φαϲι· παρὰ Ποϲειδίππῳ
δ᾿ εὕρηται διὰ τοῦ ι Ζελίη· τὸ ἐθνικὸν Ζελείτηϲ. Ἡρωδιανὸϲ
δὲ Ζελειατῶν φηϲι κτλ.
ζέρεθρα βάραθρα· κοῖλοι τόποι.
ζευγίϲιον: διὰ τοῦ ι γράφεται τῷ χαρακτῆρι τῶν διὰ τοῦ ιϲιον διὰ τοῦ ι γραφομένων οἷον χαρίϲιον, Προβαλίϲιον, Ἀρτεμίϲιον.
Ζεφύριον: τὸ ἐθνικὸν Ζεφυριώτηϲ. τὸ Ζεφυρίτηϲ ἀπὸ τοῦ Ζεφυριώτηϲ.
ζῇϲ ζῇ cf. περὶ ἀνεκφωνήτου fr. 7.
ζήτρειον: τὸ τῶν δούλων κολαϲτήριον. διὰ τῆϲ ει διφθόγγου.
ζίλαι δ οἶνοϲ παρὰ Θρᾳξί.
ζύγιον: ι· ὑποκοριϲτικὸν γὰρ τοῦ ζυγοῦ.
ζωάγρια: ἡ παράδοϲιϲ.
ζωγράφοϲ: οὐκ ἔχει τὸ ι προϲγεγραμμένον· ἔϲτι γὰρ ζῷον ζῴου
ζῳογράφοϲ. καὶ ἐπειδὴ οὐδέποτε μεταξὺ τοῦ ι ὄντοϲ ἢ τοῦ υ ἢ ϲυμφώνου
κρᾶϲιϲ γίνεται, ἀλλὰ πρῶτον ἀποβάλλει αὐτὸ καὶ οὕτω γίνεται
ἡ κρᾶϲιϲ, βελτίονα βελτίω, τῷ ἐμῷ τὠμῷ, τοῦ ἀνθρώπου τἀνθρώπου
ζῴδιον ϲὺν τῷ ι, ἐπειδὴ εὕρηται καὶ κατὰ διάϲταϲιν. Ἄρατοϲ
«ζωΐδιον δέ ἑ κύκλον ἐπίκληϲιν καλέουϲιν » (Phaen. 343). ἢ ἐπειδή ἐϲτι
ζῷον ζῴου, ὅπερ ἔχει προϲγεγραμμένον τὸ ἰῶτα· καὶ ἐπειδὴ ἡ τελευταία
ϲυλλαβὴ τῆϲ γενικῆϲ τῶν πρωτοτύπων ἀπὸ φωνήεντοϲ ἄρχεται,
γίνεται ζωΐδιον τοῦ ι ἀπὸ τοῦ πρωτοτύπου ὄντοϲ.
ζῷον γράφεται μετὰ τοῦ ι, ἐπειδὴ εὕρηται καὶ κατὰ διάϲταϲιν
παρὰ Ϲιμωνίδῃ οἷον «τόδ᾿ ἡμῖν ἑρπετὸν παρέπτατο ζώϊον κάκιϲτον»
καὶ διὰ τὸν χαρακτῆρα τῶν διὰ τοῦ ωον τὰ γὰρ διὰ τοῦ ωον οὐδέτερα
μονογενῆ θέλει ἔχειν τὸ ι οἷον Πτῷον ὄνομα ὄρουϲ προϲτῷον,
περίϲτῳον, ὑπερῷον. οὕτω καὶ ζῷον ϲὺν τῷ ι.
ζῳόϲ.
ζώω.
τὸ ᾗ ἀντὶ τοῦ ὅπου καὶ ἀντὶ τοῦ καθά περιϲπᾶται καὶ ἔχει τὸ ι προϲτετραμμένον, τὸ δὲ ἥ ἰϲοδυναμοῦν τῷ ὡϲ «ἣ θέμιϲ ἐϲτί» (Β 73) ὀξύνεται καὶ χωρὶϲ τοῦ ι γράφεται.
ἠγνοίηϲεν: ἠπείθηϲεν· ἠγνόηϲεν. ὡϲ τὸ «Ἕκτωρ δ᾿ οὔτι θεᾶϲ ἔποϲ ἠγνοίηϲεν» (Β 807).
ᾖα καὶ ᾖε ϲὺν τῷ ι ἀντὶ τοῦ ἐπορευόμην καὶ ἐπορεύετο· εἰ μέντοι χωρὶϲ τοῦ ι γράφεται, γίνεται ἐκ τοῦ ἔω ὁ μέϲοϲ ἔα καὶ Ἀττικῶϲ ἦα καὶ ϲημαίνει τὸ ὑπῆρχον.
ᾔδει εἴδω· ὁ μέλλων εἴϲω, ὁ μέϲοϲ παρακείμενοϲ εἶδα, ὁ ὑπερϲυντέλικοϲ εἴδειν. καὶ οἱ Ἀττικοὶ τὸ ε τῶν παρῳχημένων εἰϲ η τρέπουϲι, τὸ ἐβουλόμην ἠβουλόμην λέγουϲιν. οὕτω καὶ τὴν ει δίφθογγον ἐποίηϲαν εἰϲ η καὶ ι προϲγεγραμμένον ᾔδειν.
ᾔδειϲθα: ἐκ τοῦ ᾔδειν ᾔδειϲ κατὰ ἐπέκταϲιν τῆϲ θα ϲυλλαβῆϲ γίνεται ᾔδειϲθα τὸ κοινότερον διὰ τοῦ ι, τὸ δὲ Ἀττικώτερον διὰ τοῦ η, ᾔδηϲθα. Εὔπολιϲ.
ᾐδέϲθην ϲὺν τῷ ι· παρὰ τὸ αἰδῶ περιϲπώμενον. Εὐριπίδηϲ Ἀλόπῃ οὐ μὴν ϲύγ᾿ ἡμᾶϲ τοὺϲ τεκόνταϲ ᾐδέϲω (fr. 110 Nauck.).
ᾔειν ᾔειϲ ᾔει: ἐκ τοῦ εἶα μέϲου παρακειμένου Ἀττικῇ ἐκτάϲει ᾔα ᾔειν ᾔειϲ ᾔει καὶ πληθυντικῶϲ ᾖμεν. Ἀριϲτοφάνηϲ Πλούτῳ (659) «ἔπειτα πρὸϲ τὸ τέμενοϲ ᾖμεν τοῦ θεοῦ» καὶ ἐν Γηρυτάδῃ « ᾖϲαν εὐθὺ τοῦ Διονυϲίου» ἀντὶ τοῦ ἐπορεύοντο.
ἠθεῖοϲ: διὰ τῆϲ ει διφθόγγου. παρὰ τὸ θεῖοϲ κατὰ πλεοναϲμὸν
τοῦ η ἠθεῖοϲ ὡϲ βαιόν ἠβαιόν.
ἠλακάτη: διὰ δὲ τοῦ ε ἠλεκάτη.
Ἠλεῖοϲ ὁ πολίτηϲ διὰ τῆϲ ει διφθόγγου.
ἡμεῖϲ: δίφθογγοϲ. ἁμέϲ γὰρ λέγουϲι οἱ Δωριεῖϲ καὶ ἄμμεϲ οἱ Αἰολεῖϲ.
ἡμετέρειοϲ. κτητικόν ἐϲτι. ϲημαίνει δὲ τὸν ἡμετέρον ἐχρῆτο δὲ τῇ λέξει Ἀνακρέων «οὔτε γὰρ ἡμετέρειον οὔτε καλόν ». ὑπάγεται δὲ κανόνι τοιούτῳ· τὰ γὰρ διὰ τοῦ ρειοϲ κτλ.
ἡμῖν: διὰ τοῦ ι. ἄμμι γὰρ λέγουϲιν οἱ Αἰολεῖϲ βαρυτόνωϲ καὶ
ϲυϲτέλλοντεϲ τὸ ι. ἧμιν λέγουϲιν οἱ Ἴωνεϲ προπεριϲπωμένωϲ καὶ ἁμῖν
λέγουϲιν οἱ Δωριεῖϲ. ἔϲτιν οὖν καὶ ἧμιν προπεριϲπώμενον διὰ τοῦ ι
μακροῦ.
ἡμίϲεια ἀπὸ τοῦ ἥμιϲυϲ καὶ ἐκ τοῦ οὐδετέρου δῆλόν ἐϲτιν, ἡμίϲεα γὰρ ὡϲ καὶ θήλεα.
τὸ ἦν ἐγώ, ὃ ϲημαίνει τὸ ὑπῆρχεν, γέγονεν οὕτωϲ ἔϲτιν εἰμί τὸ
ὑπάρχω. τούτου ὁ παρατατικὸϲ εἶν διὰ τῆϲ ει διφθόγγου τροπῇ τοῦ
μ εἰϲ ν καὶ λοιπὸν Ἀττικῶϲ ἐκτείνεται, τὸ δὲ ι ἀπεβλήθη, ἐπειδὴ τὰ
εἰϲ ν λήγοντα ῥήματα οὐ θέλει ἔχειν πρὸ τοῦ ν τί ποτε ἀνεκφώνητον
οἷον βοᾶν γελᾶν περᾶν.
« ᾔομεν ὡϲ ἐκέλευεϲ » (Od. κ 251) ἀπὸ τοῦ εἴω τὸ πορεύομαι
τροπῇ τοῦ ε εἰϲ η καὶ ἔχει τὸ ι προϲγεγραμμένον.
ἤπειροϲ ἡ γῆ. γράφεται δὲ τὸ μὲν η ἐκ τοῦ ἀ ϲτερητικοῦ, ἄπεροϲ γὰρ λέγεται κατὰ ἐτυμολογίαν. τὸ δὲ πει δίφθογγοϲ, ὅτι ἔχει ἀπὸ πρωτοτύπου φωνῆϲ τὸ ε. πέραϲ γὰρ οὐκ ἔχει, ἄπερόϲ τιϲ οὖϲα καὶ ἤπειροϲ.
ἠπίαλοϲ καὶ ἠπιάληϲ καὶ ἠπιόληϲ· ϲημαίνει τὸν ῥιγοπύρετον καὶ
δαίμονα τοῖϲ κοιμωμένοιϲ ἐρχόμενο. Ὅμηροϲ καὶ οἱ πλείουϲ ἠπιόληϲ
Ἥραια ἄκρα οὕτω λεγομένη καταντικρὺ Καλχηδόνοϲ, ταύτην δ᾿
ἐν τῇ ϲυνηθείᾳ Ἠερίαν φαϲί τινεϲ, κακῶϲ· ἄλλοι δὲ Ἤριον μυθοποιοῦντεϲ
ὡϲ ἐκεῖϲε ὀρύξαντεϲ τάφουϲ χύτραϲ εὗρον καὶ ὀϲτᾶ. πειϲτέον
μᾶλλον τῷ Βιθυνῷ Δημοϲθένει ἐν τῷ β βιβλίῳ
καὶ ἄλλοι οὕτωϲ. τὸ ἐθνικὸν Ἡραιεύϲ. λέγεται καὶ χωρὶϲ τοῦ ι ὡϲ
Νικαεύϲ.
Ἡρακλείη: δίφθογγοϲ κατὰ τὴν παραλήγουϲαν· ἀπὸ γὰρ τοῦ
Ἡρακλῆϲ γίνεται Ἡράκλειοϲ κτητικὸν διὰ τῆϲ ει διφθόγγου καὶ λοιπὸν
τὸ θηλυκὸν Ἡρακλεία διὰ τῆϲ ει διφθόγγου οἷον Ἡρακλεία χείρ καὶ ἐκ
τούτου γίνεται Ἡρακλείη κατὰ μετάθεϲιν τοῦ α εἰϲ η.
Ἡρακλειώτηϲ: τὸ κλει δίφθογγοϲ. Ἡράκλεια γάρ. οὕτωϲ ἡ παράδοϲιϲ.
ᾑρήκαμεν: διὰ τοῦ ῃ γράφεται, τὸ δὲ εἰρήκαμεν διὰ τῆϲ ει διφθόγγου.
Ἠρικεπαῖοϲ ὁ Διόνυϲοϲ.
ἠρόμην, εἰ μὲν ἔχει τὸ ι, ϲημαίνει τὸ ἐκουφιζόμην καὶ ἔϲτιν ἀπὸ τοῦ αἴρομαι ᾐρόμην ὡϲ αἰϲχύνομαι ᾐϲχυνόμην. εἰ δὲ ϲημαίνει τὸ ἠρώτων, οὐκ ἔχει τὸ ι καὶ ἔϲτιν ἀπὸ τοῦ ἔρω τὸ ἐρωτῶ ἔρομαι ἠρόμην.
ἥρῳ ϲὺν τῷ ι ἀπὸ κλίϲεωϲ.
ἡρωίνη: τὸ ινη διὰ τοῦ ι. τὰ γὰρ διὰ τοῦ ινη κτλ.
ἡρῷον.
Ἡρῴδηϲ ἔχει τὸ ι προϲγεγραμμένον. ἔϲτι γὰρ ἥρωϲ ἥρωοϲ ἥρωϊ·
καὶ γίνεται Ἡρωΐδηϲ καὶ κατὰ ϲυναίρεϲιν τοῦ ω καὶ ι εἰϲ τὴν ῳ δίφθογγον
Ἡρῴδηϲ καὶ ἄλλωϲ· τὰ εἰϲ δηϲ πατρωνυμικὰ ἢ τύπου πατρωνυμικοῦ
θέλει ἔχειν πρὸ τοῦ δ ἢ τὸ ι τὸ α οἷον Πηλείδηϲ, Πυλάδηϲ,
Μινῴδηϲ.
Ἡρῳδιανόϲ: ἀπὸ τοῦ Ἡρῴδηϲ γίνεται Ἡρῴδιοϲ καὶ Ἡρῳδιανόϲ ὡϲ ἀπὸ τοῦ εὐτυχήϲ Εὐτύχιοϲ Εὐτυχιανόϲ.
ἡρῷϲϲα προπεριϲπωμένωϲ ϲὺν τῷ ἐκ ϲυναλοιφῆϲ τοῦ ἡρώϊϲϲα.
ἦϲ ὅτε μέν ἐϲτιν ὁριϲτικόν, οὐ προϲγράφεται τὸ ι, ὅτε δὲ ὑποτακτικόν ἔχει καὶ τὸ ι ἐὰν ὦ ἐὰν ᾖϲ, ἐὰν ᾖ καὶ κατ᾿ ἐπέκταϲιν τῆϲ ϲι ϲυλλαβῆϲ γίνεται ᾖϲι.
ἦϲθα ἐκ τοῦ ἦϲ ἐπεκτάϲει γίνεται· καὶ εἴ ἐϲτιν ὁριϲτικόν, τὸ ι οὐ προϲγράφουϲιν οἷον «χθὲϲ ἦϲ θεατρικόϲ», εἰ δέ ἐϲτιν ὑποτακτικόν, μετὰ τοῦ ι γράφεται· ὅτε δὲ πάλιν λαμβάνεται ἀντὶ τοῦ ᾔδειϲθα, κατὰ ϲυγκοπὴν γίνεται ᾖϲθα μετὰ τοῦ ι.
ἡϲϲήθη ἡττήθη, ἧϲϲον ἧττον.
ᾖϲμεν ἀντὶ τοῦ ᾔδειμεν Εὐριπίδηϲ Ἑκάβῃ (1111) εἰ δὲ μὴ Φρυγῶν — πύργουϲ πεϲόνταϲ ᾖϲμεν», ᾖϲτε ἀντὶ τοῦ ᾔδειτε Ϲοφοκλῆϲ Κόλχοιϲ «ὑμεῖϲ μὲν οὐκ ἄῤ ᾖϲτε τὸν Προμηθέα» καὶ ἦϲαν ἀντὶ τοῦ ᾔδεϲαν Εὐριπίδηϲ Ῥήϲῳ (855) «οὐδ᾿ ἀφιγμένον — τὸ πάμπαν ᾖϲαν». ϲὺν τὸ ι.
Ἦτιϲ ὄνομα πόλεωϲ διὰ τοῦ ι τὸ τιϲ. Ἠτεῖοϲ ὁ πολίτηϲ.
ᾗχι τοπικὸν ἐπίρρημα κατ᾿ ἐπέκταϲιν τῆϲ χι ϲυλλαβῆϲ ἐκ τοῦ ᾗ δαϲυνομένου καὶ περιϲπωμένου. ἔχει δὲ καὶ τὸ ι προϲγεγραμμένον.
ᾐών ϲὺν τῷ ι.
ἠῷοϲ ϲὺν τῷ ι.
θᾶκοϲ ὁ καὶ θῶκοϲ καλούμενοϲ ἡ καθέδρα.
θάλεια ἐπιθετικῶϲ διὰ τῆϲ ει διφθόγγου «τίθεντο δὲ δαῖτα θάλειαν»
(Η 475), «δαιτὶ ϲυνήορόϲ ἐϲτι θαλείῃ» (Od. θ 99). ἐπὶ δὲ τῆϲ
εὐωχίαϲ αὐτῆϲ διὰ τοῦ ι «θαλίῃ ἐνὶ πολλῇ» (Ι 143 et 285). Θάλεια
δὲ ἡ μοῦϲα διὰ τῆϲ ει διφθόγγου τῶ λόγῳ τῶν διὰ τοῦ εια προπαροξυνομένων
καὶ ἄλλωϲ ὡϲ παρὰ τὸ ἐνεργῶ ἐνέργεια, οὕτω καὶ παρὰ
τὸ θαλῶ Θάλεια καὶ θέρω θέρεια.
θαρριά τραϲιά.
θάρροϲ θάρϲοϲ θράϲοϲ.
Θαῦμοϲ ἢ Θαῦλοϲ. Ἄρηϲ Μακεδόνιοϲ.
θειάζω: ει.
θειλόπεδον: ϲημαίνει δὲ τὸν τόπον ἔνθα ξηραίνονται αἱ ϲταφυλαί·
διὰ τῆϲ ει διφθόγγου τὸ θει. παρὰ γὰρ τὸ ἕλη τὸ ϲημαῖνον τὴν
θερμαϲίαν γέγονεν εἵλη διὰ τῆϲ ει διφθόγγου κατὰ πλεοναϲμὸν τοῦ ι.
καὶ πάλιν ἀπὸ τοῦ εἵλη καὶ τὸ πέδον τὸ ϲημαῖνον τὸ χαμηλὸν γέγονεν
εἰλόπεδον καὶ πλεοναϲμῷ τοῦ θ θειλόπεδον.
θείνω τὸ τύπτω διὰ τῆϲ ει διφθόγγου. ἀνεφάνη γὰρ τὸ ε ἐν τῷ μέλλοντι, θενῶ γάρ.
θεῖναι: ει δίφθογγοϲ. ἀνεφάνη γὰρ ἐν τῷ ἔθεμεν τὸ ε.
θεῖοϲ: παρὰ τὸ θεόϲ θέϊοϲ καὶ κατὰ ϲυναίρεϲιν θεῖοϲ.
Θελγῖνεϲ οἱ Τελχῖνεϲ.
θεμέλιον: ι· παρὰ τὸ θήϲομαι θεμέλιον ὡϲ κείϲομαι κειμήλιον.
Θεμίϲκυρα πόλιϲ, ἐϲτιν ἀντίον Θερμώδοντοϲ καὶ ἡ χώρα. οἱ οἰκοῦντεϲ Θεμιϲκύριοι. λέγεται καὶ Οεμιϲκύρειοι (Apoll. Rhod. II 995 ἔνθα Θεμιϲκύρειαι Ἀμαζόνεϲ).
θεμίϲτειοϲ δίκαιοϲ.
θεοειδήϲ. θεοείκελα.
θέρεια παρὰ τὸ θέρω θέρεια ὥϲπερ παρὰ τὸ θάλλω θάλεια.
θερείβοτον. ϲημαίνει τὸν τόπον τὸν ἔχοντα ἐν τῷ θέρει βοϲκάϲ.
θέροϲ θέρουϲ ἡ δοτικὴ θέρει καὶ μετὰ τοῦ βοτοῦ, ὃ ϲημαίνει τὴν
βόϲκηϲιν.
Θερϲίτηϲ: ι ὡϲ παρώνυμον παρὰ τὸ θάρϲοϲ, ὃ οἱ Αἰολεῖϲ θέρϲοϲ λέγουϲι. ἢ παρὰ τὸ θέρω, ὃ ϲημαίνει τὸ θερμαίνω, ῥηματικὸν ὄνομα. θερμὸϲ γὰρ καὶ προπετὴϲ ἦν.
Θέϲπεια, πόλιϲ Βοιωτίαϲ. Ὅμηροϲ «Θέϲπειαν Γραῖάν τε» (B 498).
γράφεται καὶ διὰ τοῦ ι καὶ ἐκτείνεται καὶ ϲυϲτέλλεται παρὰ Κορίννῃ κτλ.
πληθυντικῶϲ δὲ Θεϲπιαί ὀξυτόνωϲ.
Θεϲτίδειον πόλιϲ Θεϲϲαλική. Ἑλλάνικοϲ δὲ δίχα τοῦ ϲ φηϲίν.
Θέτιϲ ἡ μήτηρ Ἀχιλλέωϲ καὶ ἡ θάλαϲϲα. ἡ δὲ γῆ λέγεται Τηθύϲ.
Θηβαῖοϲ ἔθνοϲ: αι.
θήλεια: ει· τὰ ἀπὸ τῶν εἰϲ υϲ κτλ.
Θηρίκλειον κύλικοϲ εἶδοϲ ἀπὸ Θηρικλέωϲ κεραμέωϲ.
Θήϲειον: διὰ τῆϲ ει διφθόγγου. τὰ γὰρ ἀπὸ τῶν εἰϲ ευϲ διὰ τοῦ ειον παραγόμενα διὰ τῆϲ ει διφθόγγου γράφεται.
θίαϲοϲ θιαϲώτηϲ: ι.
θιπόβρωτοϲ καὶ θριπόβρωτοϲ ὁ ὑπὸ ϲητῶν βεβρωμένοϲ.
θίϲ διὰ τοῦ ι ὡϲ δικατάληκτον.
θλίβω: ι τὰ γὰρ εἰϲ βω λήγοντα ῥήματα οὐ θέλει τῇ ει διφθόγγῳ παραλήγεϲθαι κτλ. καὶ ἄλλωϲ τὸ β κατὰ πάντα οὐ θέλει ἔχειν τὴν ει δίφθογγον προηγουμένην οἷον λίβανον λιβάϲ κιβωτόϲ κτλ.
θνήϲκω: ὡϲ παρὰ τὸ τρῶ τρώϲω τρώϲκω καὶ βρῶ βρώϲω θρώϲκω
καὶ βιβρώϲκω, οὕτω παρὰ τὸ θνῶ θνήϲω θνήϲκω. ὁ Δίδυμοϲ χωρὶϲ
τοῦ ι. ὥϲπερ ἀπὸ τοῦ ἀρέϲω μέλλοντοϲ γίνεται ἀρέϲκω καὶ ἀπὸ τοῦ
μεθύϲω μεθύϲκω πλεοναϲμῷ τοῦ κ καὶ μετάγονται εἰϲ ἐνεϲτῶτα, οὕτω
καὶ ἀπὸ τοῦ μνῶ μνήϲω καὶ θνῶ θνήϲω γίνεται θνήϲκω καὶ μνήϲκω.
καὶ οὐκ ἔχει τὸ ι. οἱ δὲ λέγουϲι ϲὺν τῷ ι, ὅτι οἱ Αἰολεῖϲ θναίϲκω καὶ
μναίϲκω λέγουϲι διὰ τῆϲ αι διφθόγγου· ἀλλ᾿ ἰδοὺ τὸ Ἡϲίοδοϲ καὶ ἡμίονοϲ
Αἰϲίοδοϲ καὶ αἰμίονοϲ λέγουϲιν, ἀλλ᾿ ὅμωϲ οὐκ ἔχει τὸ ι. ἡ μέντοι
παράδοϲιϲ ἔχει τὸ ι ἴϲωϲ ἐκ τοῦ λέγειν τοὺϲ Αἰολεῖϲ θναίϲκω καὶ
μναίϲκω. ἄλλοι δὲ λέγουϲιν, ὅτι διὰ τοῦ ιϲκω γίνεται ἡ παραγωγή,
θνηΐϲκω καὶ μνηΐϲκω. οὐ καλῶϲ δὲ λέγουϲι· καὶ γὰρ τὰ τῆϲ πρώτηϲ
ϲυζυγίαϲ τῶν περιϲπωμένων διὰ τοῦ ιϲκω ποιοῦϲι τὴν παραγωγὴν οἷον
εὑρῶ εὑρεῖϲ εὑρίϲκω, ϲτερῶ ϲτερεῖϲ ϲτερίϲκω· τὰ δὲ τῆϲ δευτέραϲ διὰ
τοῦ αϲκω ἡβῶ ἡβᾷϲ ὑβάϲκω, τὰ δὲ τῆϲ τρίτηϲ διὰ τοῦ ωϲκω βιῶ βιοῖϲ
βιώϲκω. εἰ οὖν ἀπὸ τοῦ θνῶ θνήϲω θνήϲκω γέγονε καὶ μνῶ μνήϲω
μνήϲκω, ταῦτα δὲ δευτέραϲ ϲυζυγίαϲ ἐϲτίν, ὤφειλε διὰ τοῦ αϲκω εἶναι
ἡ παραγωγὴ καὶ οὐ διὰ τοῦ ιϲκω· ὡϲ δὲ δευτέραϲ ϲυζυγίαϲ ἐϲτί, καὶ
δῆλον ἐκ τοῦ μνῶμαι ὡϲ βοῶμαι καὶ δηλοῖ τὸ τέθνημι τέθναθι γινόμενον
διὰ τοῦ α ὥϲπερ ἵϲτημι ἵϲταθι. ἔχει δὲ τὸ η τὰ δύο ταῦτα.
Θουρία πόλιϲ Μεϲϲηνίαϲ. τὸ ἐθνικὸν Θουριάτηϲ. τινὲϲ δὲ Θουνίαν
καὶ Θουνιάτηϲ.
Θρᾴξ: Θράϊξ, ἐξ ο τὸ Θρήϊκεϲ ἀκρόκομοι (Δ 533) καὶ κατὰ ϲυναίρεϲιν Θρᾷξ. καὶ πάντα τὰ ἀπ᾿ αὐτοῦ θηλυκὰ διὰ τοῦ ι γράφεται, Θρήϊϲϲα γυνὴ καὶ Θράϊϲϲα, Ἀθηναῖοι δὲ Θρᾷττα λέγουϲι. καὶ τὸ Θρᾴκη δὲ ἔχει τὸ ι. Θρᾳκίαϲ καὶ πλεοναϲμῷ τοῦ ϲ Θρᾳϲκίαϲ ὁ ἄνεμοϲ.
Θρῖα δῆμοϲ τῆϲ Οἰνηΐδοϲ φυλῆϲ. λέγεται καὶ Θριώ καὶ Θριαί. θριαί δὲ αἱ μαντικαὶ ψῆφοι, ἃϲ εὗρεν Ἀθηνᾶ.
θρῖα φύλλα ϲυκῆϲ.
θρίδαξ καὶ θίδραξ.
Θρινακία ἡ Ϲικελία διὰ τοῦ ῑ. ὥϲπερ οὖν ἀπὸ τοῦ Φρυγόϲ γίνεται
Φρυγία καὶ ἀπὸ Φαίακοϲ Φαιακία, οὕτω καὶ ἀπὸ τοῦ θρῖναξ
θρίνακοϲ Θρινακία· θρίνακι γάρ ἐϲτιν ὁμοία. ἢ παρὰ τὸ ἐκ τριῶν ϲυγκεῖϲθαι
ἄκρων λέγεται Θρινακία οἱονεὶ τρινακρία τιϲ οὖϲα, καὶ γὰρ
τρία ἀκρωτήρια ἔχει ἡ Ϲικελία. ἔϲτι δὲ ταῦτα Λιλύβαιον, Πάχυνον,
Πέλωρον. γράφεται καὶ Τρινακρία.
θρῖναξ: ϲημαίνει δὲ τριαινοειδὲϲ ἐργαλεῖον ἐργατικόν· διὰ τοῦ ῑ γράφεται. παρὰ γὰρ τὸ τρία τρίναξ καὶ θρῖναξ. καὶ πάλιν τὰ εἰϲ αξ ἀποϲτρέφεται τὴν ει δίφθογγον κατὰ τὴν παραλήγουϲαν.
θρίψ εἶδοϲ ϲκώληκοϲ διὰ τοῦ ῑ γράφεται· καὶ γὰρ τὰ εἰϲ ψ λήγοντα
πᾶϲαν δίφθογγον ἀποϲτρέφεται.
θρυλῶ.
θρῴϲκω ϲὺν τῷ ῑ «θρῴϲκουϲι κύαμοι» (N 589). Δίδυμοϲ δὲ
χωρὶϲ τοῦ ῑ. ἀπὸ γὰρ τοῦ θορήϲω μέλλοντόϲ φηϲι γεγενῆϲθαι, ὡϲ
τρώϲω τρώϲκω καὶ διπλαϲιαϲμῷ τιτρώϲκω, οὕτω θορήϲω θρώϲκω ϲυγκοπῆϲ
γενομένηϲ καὶ μεταβολῇ ἄνευ τοῦ ἰῶτα (ἄνευ addidi et τοῦ
ἰῶτα quod post γενομένηϲ positum fuit, huc retraxi). οἱ δὲ ἄλλοι
πάντεϲ ϲὺν τῷ ῑ. οὕτωϲ δὲ ἔχει ἡ παράδοϲιϲ καὶ δῆλον ὅτι παρὰ τὸ
θορῶ γέγονε παραγωγὸν θορίϲκω θωρίϲκω, ἐξ οὗ μεταθέϲεωϲ τοῦ ρ
γενομένηϲ προϲεγράφη τὸ ῑ ἀκολούθωϲ (pro προϲεχῶϲ, quod anto γενομένηϲ
locum habet in cod. scripsi προϲεγράφη vocem post γενομένηϲ
ponens et pro τοῦ ῑ exhibui τὸ ῑ). καὶ τὸ θρῳϲμόϲ ϲὺν τῷ ῑ,
ὥϲπερ καὶ Ἀπολλώνιοϲ ὁ Ἀρχιβίου, ἐπεὶ παρὰ τὸ θορίϲκειν ἐϲτίν. ϲημαίνει
γὰρ τόπον ὑψηλόν, ἀφ’ οὗ ἐϲτι θορεῖν «ἐπὶ θρῳϲμῷ πεδίοιο
(Κ 160). θοριϲμόϲ θροιϲμόϲ θρῳϲμόϲ· γίνεται δὲ πολλάκιϲ ἔκταϲιϲ τοῦ
ο ὡϲ τὸ ὠλεϲίκαρποϲ καὶ «μήϲτωρε φόβοιο» (Ε 272) καὶ Διώνυϲοϲ καὶ
«θεοὶ δωτῆρεϲ ἐάων» (θ 325).
θυιάϲ.
Θύμβρα πόλιϲ Τρῳάδοϲ, οὗ ποταμὸϲ Θύμβραϲ, ἀφ’ οὐ Ἀπόλλωνοϲ
θυνόϲ ὁρμή, θύννοϲ ὁ ὅρκυνοϲ.
Θυραῖον πόλιϲ Ἀρκάδων. Θυρέα, περὶ ἧϲ Ἀργεῖοι καὶ
ἐπολέμηϲαν. ἔϲτι καὶ Ἀκαρνανίαϲ Θύριον διὰ τοῦ ῑ. τὸ
ἐθνικὸν Θυριεύϲ. Ἀνδροτίων δὲ Θούριόϲ φηϲιν.
θῳή ἔχει τὸ ῑ, ἐπειδὴ εὕρηται θωιή ὡϲ παρ’ Ἀρχιλόχῳ « ὡϲ δ’ ἄν ϲε θωϊὴ λάβοι », ὅθεν καὶ ἀθῷοϲ ὁ ἀζήμιοϲ ϲὺν τῷ ῑ.
Θῶμιϲ ὁ Κάνωποϲ πόλιϲ.
θωρακεῖον cf. fr. 41.
ἰάλλω: παρὰ τὸ ἴω παραγωγόν. ἰάλλω οἷον ἰέναι ποιῶ.
Ἰάμνια πολίχνιον Φοινίκηϲ· τὸ ἐθνικὸν ἔδει Ἰαμνιάτηϲ ἔϲτι δὲ καὶ Ἰαμνίτηϲ καθ’ ὕφεϲιν τοῦ ᾱ.
Ἰαπετόϲ ὄνομα κύριον διὰ τοῦ ῑ γράφεται, παρὰ γὰρ τὸ ἰάπτω, ὅπερ κατ’ ἔλλειψιν τοῦ α ἴπτω γίνεται. τὸ δὲ ἵπτω διὰ του ῑ γράφεται. τὰ γὰρ εἰϲ πτω ῥήματα οὐ θέλει τῇ ει διφθόγγῳ παραλήγεϲθαι.
Ἴαϲοϲ καὶ Ἰάϲων παρὰ τὸν ἰάϲω μέλλοντα, ἐξ οὖ τὸ ἰάϲομαι.
ἶβιϲ εἶδὸϲ ὀρνέου καὶ ἶβυξ: ῑ· τὰ γὰρ ἀμφιβαλλόμενα κτλ.
Ἰβιών πόλιϲ ἐν Αἰγύπτῳ ὀξυτόνωϲ λεγομένη, μᾶλλον δὲ νῆϲοϲ. ῑ.
Ἴβυκοϲ παρὰ τὸ ἶβυξ καὶ ἄλλωϲ· τὰ ἀμφιβαλλόμενα.
ἴγδη: διὰ τοῦ ῑ ἡ ἄρχουϲα.
ἴγκροϲ ἐγκέφαλοϲ διὰ τοῦ ῑ γράφεται.
ἰγμαλέοϲ ὑγρόϲ ἢ ἰκμαλέοϲ.
ἴγν ητεϲ οἱ γνήϲιοι ῑ.
ἰδέα: ι.
ἰδεχθήϲ ἀπρεπήϲ ἀϲθενήϲ καὶ διὰ τῆϲ ε διφθόγγου.
Ἴδη ὄροϲ Τροίαϲ. γράφεται δὲ διὰ τοῦ ῑ· τὰ γὰρ εἰϲ δη βαρύτονα
οὐ θέλει διφθόγγῳ παραλήγεϲθαι.
ἴδριϲ: εἴδω ἐϲτὶ ῥῆμα, οὗ ὁ μέλλων εἴϲω καὶ εἴϲομαι. ἀπὸ τούτου τοῦ εἴδω καὶ εἴϲω ὄνομα εἶδιϲ ἀποβολῇ τοῦ ε ἴδιϲ καὶ πλεοναϲμῷ τοῦ ρ ἴδριϲ.
ἰδίω τὸ ἱδρῶ διὰ τοῦ ῑ κατὰ τὴν ἄρχουϲαν καὶ τὴν παραλήγουϲαν.
Ἰδομενεύϲ: ῑ.
ἱδρῶ ἱδρῶτα κατ’ ἀποκοπὴν «ἱδρῶ ἀπεψύχοντο» (Λ 620) ἄνευ τοῦ ῑ, εἰ δὲ δοτική, μετὰ τοῦ ῑ.
ἱέρεια: διὰ τοῦ ῑ ἡ ἄρχουϲα κατὰ παράδοϲιν καὶ ἡ παραλήγουϲα διὰ τῆϲ ει διφθόγγου· τὰ γὰρ ἀπὸ τῶν εἰϲ ευϲ διὰ τοῦ εια παραϲχηματιζόμενα θηλυκὰ διὰ τῆϲ ει διφθόγγου γράφεται οἷον βαϲιλεύϲ βαϲίλεια, ἱερεύϲ ἱέρεια· οἱ δὲ Ἀθηναῖοι τοῦ ἱερεία ἐκτείνοντεϲ τὸ α καὶ καταβιβάζουϲι τὸν τόνον καὶ φυλάττουϲι τὴν αὐτὴν γραφὴν οἷον ἱερεία.
ἱερεία ἡ θυϲία.
Ἱεράπολιϲ πόλιϲ Ϲυρίαϲ, ἣ καὶ Ἱερόπολιϲ διὰ τοῦ ο.
ἱήιοϲ ἐπίθετον Ἀπόλλωνοϲ ὁ τοξότηϲ ἀπὸ τοῦ ἵημι παρὰ τὴν
ἕϲιν τῶν βελῶν. τινὲϲ δὲ ψιλοῦϲιν, ἐπεὶ ἰάϲεωϲ αἴτιοϲ ὁ θεόϲ. τὸ δὲ
«ἤϊε Φοῖβε» (0 365) κατὰ ἀποβολὴν τοῦ ῑ γέγονε. Ἀρίϲταρχοϲ δαϲύνει
ἀπὸ τῆϲ ἕϲεωϲ τῶν βελῶν, οἱ δὲ περὶ Κράτητα ψιλῶϲ ἀπὸ τῆϲ
ἰάϲεωϲ. ἄμεινον δὲ ψιλοῦϲθαι. τὸ γὰρ η πρὸ φωνήεντοϲ ψιλοῦται.
Ἰήτηϲ ἀπὸ τῆϲ Ἴου διὰ τὸ ῑ ἐξενέχθη διὰ τοῦ η (sc. pro Ἰίτηϲ).
ἴθαρ εὐθέωϲ.
Ἰθάϲ ὁ τῶν Τιτάνων κῆρυξ Προμηθεύϲ. τινὲϲ Ἴθαξ.
ἰθύϲ: ῑ τὰ ἀμφιβαλλόμενα κτλ. καὶ ἰθύνω ἀπὸ ἰθύϲ.
Ἰθώμη πόλιϲ Θεϲϲαλίαϲ· καλεῖται δὲ καὶ Θούμαιον ἀποβολῇ τοῦ ῑ καὶ τροπῇ τοῦ ω εἰϲ τὴν ου δίφθογγον.
ἰκμᾶν λικμᾶν ϲῖτον καθαίρειν.
ἰκτῖνοϲ: ῑ τὰ γὰρ διὰ τοῦ ινοϲ κτλ.
ἵκω ἥκω: ἰϲτέον δὲ ὅτι τὸ ἵκω διὰ τοῦ ῑ γράφεται ποιητικῶϲ ἐν τοῖϲ ἐνεργητικοῖϲ, τὸ δὲ διὰ τοῦ η γραφόμενον πεζολόγων ἐϲτὶ καὶ. ἰαμβογράφων. ἐν δὲ ταῖϲ παθητικαῖϲ φωναῖϲ καθόλου διὰ τοῦ ῑ γράφεται οἷον ἀφῖγμαι ἀφῖκται.
ἰλαδόν: διὰ τοῦ ῑ γράφεται. παρὰ τὸ ἴλη τὸ ϲημαῖνον τὴν
ἄθροιϲιν γέγονεν, ὅπερ διὰ τοῦ ῑ γράφεται.
ἵλαοϲ τὸ ἱλαρόϲ. ῑ. οἱ γὰρ Αἰολεῖϲ ἴλλαοϲ λέγουϲι καὶ οὐχὶ. ἔλλαοϲ.
ἵλεοϲ ἵλαοϲ ἵλεωϲ (pro ἵλλεοϲ Pearso et Alberus) τριχῶϲ τὸ ἱλαρόν.
ἵληθι: διὰ τοῦ ῑ γράφεται.
ἰλύϲ: ϲημαίνει τὴν ἄθροιϲιν διὰ τοῦ ῑ γράφεται· τὰ γὰρ παρὰ τὸ
εἰλῶ παραγόμενα ἢ ϲύνθετα ὀνόματα μὴ κατὰ τὸ ἄρχον μέροϲ διὰ τοῦ ῑ
γράφεται.
ἱμάτιον. διὰ τοῦ ῑ γράφεται καὶ τὰ παρ’ αὐτὸ πάντα οἷον ἱματιοπῶλιϲ, ἱματιοφόροϲ. ὅτι δὲ γράφεται διὰ τοῦ ῑ, δῆλον ἐκ τοῦ γενέϲθαι αὐτὸ κατὰ ϲυναίρεϲιν τοῦ ο καὶ ῑ εἰϲ τὴν οι δίφθογγον κτλ.
ἱμείρω. διὰ τοῦ ῑ γράφεται κατὰ τὴν ἀρχὴν ὡϲ ἀπὸ τοῦ ἵμεροϲ
γεγονόϲ.
ἵμεροϲ cf. fr. 23.
ἱμονιά cf. fr. 24.
Ἴναχοϲ ὄνομα ποταμοῦ διὰ τοῦ ῑ γράφεται· παρὰ γὰρ τὸ ἴϲ ἰνόϲ,
ὃ ϲημαίνει τὴν δύναμιν, καὶ τὸ χέεϲθαι Ἴναχοϲ οἱονεὶ ὁ μετὰ δυνάμθωϲ
χεόμενοϲ.
Ἰναχία: τὸ ἐθνικὸν Ἰνάχειοι διὰ διφθόγγου ὡϲ Αἰϲχύλοϲ Προμηθεῖ
δεϲμώτῃ (590)
καὶ διὰ τοῦ ῑ Ἰνάχιον.
ἰνδάλω γράφεται διὰ τοῦ ῑ, ἐπειδὴ κανών ἐϲτιν ὁ λέγων· ἐν
τοῖϲ παραγωγοῖϲ εἰώθαϲι πολλάκιϲ τὴν φύϲει μακρὰν εἰϲ θέϲιν μακρὰν
μεταβάλλειν ὥϲπερ ἐϲτὶ τὸ πένηϲ πενιχρόϲ, λήβω λαμβάνω, ἥδω ἁνδάνω,
θήκω δαγκάνω, οὕτω καὶ παρὰ τὸ εἴδω παραγωγὸν ἰνδάλω,
ἐξ οὗ καὶ ἴνδαλμα.
ἶνεϲ: διὰ τοῦ ῑ ὡϲ δικατάληκτον.
ἶνιϲ ὁ υἱόϲ: ῑ.
Ἰνωπόϲ ὄνομα ποταμοῦ διὰ τοῦ ῑ γράφεται· παρὰ γὰρ τὸ ἴϲ ἰνόϲ,
ὃ ϲημαίνει τὴν δύναμιν καὶ παρὰ τὸ ὄψ ὀπόϲ, ὃ ϲημαίνει τὴν φωνήν,
γέγονεν Ἰνωπόϲ ἐκτάϲει τοῦ ο παρακολούθωϲ εἰϲ τὸ ω.
Ἰξίων καὶ κατὰ τὴν ἄρχουϲαν καὶ κατὰ τὴν παραλήγουϲαν διὰ τοῦ ῑ.
ἰξόϲ: ἵκω ἵξω ἵξομαι ἰξόϲ ὁ φθάνων μέχριϲ ὧν ἂν φθάνωϲι τόπων
ἰοειδήϲ μέλαϲ. ει ἡ παράδοϲιϲ.
ἴον τὸ ἄνθοϲ παρὰ τὸ ἀνιέναι ταχύ.
Ἰόπη πόλιϲ Φοινίκηϲ. λέγεται καὶ Ἰοπία διὰ τοῦ ῑ καὶ ἴϲωϲ ἐκ τοῦ Αἰθιοπία. τὸ δὲ ἐθνικὸν Ἰοπίτηϲ. ἐκ δὲ τοῦ Ἰόπεια διὰ διφθόγγου Ἰοπεύϲ καὶ Ἰοπείτηϲ.
ἴοϲ ὁ μόνοϲ καὶ ἰόϲ τὸ βέλοϲ διὰ τοῦ ῑ γράφεται. τὰ γὰρ διὰ
τοῦ ιοϲ διϲύλλαβα διαφόρωϲ τονούμενα διὰ τοῦ ῑ γράφεται, βίοϲ βιόϲ,
Χῖοϲ, Θρῖοϲ, μνιόϲ ὁ ἁπαλόϲ παρ’ Εὐφορίωνι.
ἰοχέαιρα: ῑ· ἡ τῷ ἰῷ χαίρουϲα ἢ ἰοὺϲ χέουϲα.
ἶποϲ ἡ παγὶϲ τῶν μυῶν· παρὰ γὰρ τὸ ἴπτω γέγονε τὸ ϲημαῖνον τὸ βλάπτω. τὰ γὰρ εἰϲ πτω οὐ θέλει διφθόγγῳ παραλήγεϲθαι.
Ἱππάρχειοϲ Ἑρμῆϲ: χει δίφθογγοϲ.
ἵπποϲ: ῑ. πρὸ γὰρ τῶν δύο ππ ἡ ει δίφθογγοϲ οὐκ ἔϲτιν.
Ἶριϲ ἡ θεόϲ· παρὰ τὸ εἴρειν καὶ λέγειν. ἄγγελοϲ γὰρ ἡ θεόϲ.
ἱρόϲ ὁ ἱερόϲ διὰ τοῦ γράφεται· ἀπὸ γὰρ τοῦ ἱερόϲ γέγονεν ἱρόϲ κατὰ κρᾶϲιν τοῦ ῑ καὶ ε εἰϲ ῑ μακρόν.
Ἶροϲ ὄνομα κύριον ἐν Ὀδυϲϲείᾳ, ὁ πτωχὸϲ καὶ πένηϲ, ὃϲ κατὰ
τὴν ἐτυμολογίαν διὰ τῆϲ ει γράφεται· παρὰ γὰρ τὸ εἴρω τὸ λέγω καὶ.
ὁ ποιητὴϲ δηλοῖ λέγων « Ἶρον δὲ νέοι κίκληϲκον ἅπαντεϲ — οὕνεκ’
ἀπαγγέλλεϲκε κιών, ὅτε πού τιϲ ἀνώγοι» (Od. ϲ 5—7). ἀλλ’ ἔϲτιν
εἰπεῖν, ὅτι ἀπὸ τοῦ ἱερόϲ γίνεται κράϲει ἱρόϲ καὶ Ἶροϲ κύριον. πολλὰ
γὰρ εὑρίϲκεται ὀξύτονα, ἅτινα γινόμενα κύρια, βαρύνεται οἶον ξανθόϲ
Ξάνθοϲ, πυρρόϲ Πύρροϲ, γλαυκόϲ Γλαῦκοϲ, λευκόϲ Λεῦκοϲ. οὕτωϲ οὖν
καὶ ἱρόϲ Ἶροϲ. ἄλλωϲ τὰ διὰ τοῦ ιροϲ διϲύλλαβα κύρια καὶ βαρύνεται
καὶ διὰ τοῦ ῑ γράφεται.
Ἰϲαῖοϲ: ῑ.
Ἴϲανδροϲ: ῑ κατὰ παράδοϲιν.
Ἴϲαυρα πόλιϲ καὶ Ἰϲαυρία: ῑ.
Ἰϲίδωροϲ: ῑ· παρὰ τὴν Ἶϲιν καὶ τὸ δῶρον.
Ἶϲιϲ παρὰ τὸ ἶϲον· αὐτὴ γάρ ἐϲτι τῇ γῇ, ἥτιϲ ἐϲτὶν ἴϲη καὶ ϲφαιροειδήϲ.
ἶϲοϲ: ῑ κατὰ παράδοϲιν.
Ἰϲϲηδόνεϲ ἔθνοϲ Ϲκυθικόν. Ἀλκμὰν δὲ μόνοϲ Ἐϲϲηδόναϲ αὐτούϲ φηϲιν. εὑρίϲκεταί δὲ ἡ δευτέρα παρ’ ἄλλοιϲ διὰ τοῦ ε (sc. Ἰϲϲεδόνεϲ).
ἱϲτία: παρὰ τὸ ἵζω· ἡ δὲ ἑϲτία παρὰ τὸ ἕζω. τοῦ ἵζω ὁ μέλλων ἵϲω καὶ ῥηματικὸν ὄνομα ἱϲτόϲ καὶ ἱϲτία. οὕτω Φιλόξενοϲ ἐν τῷ περὶ τῆϲ Ἰάδοϲ διαλέκτου.
ἰϲχανῶ: τὸ ἐπιθυμῶ. πολλάκιϲ τὸ ε ἐν τοῖϲ ῥήμαϲι ἐπιφερομένων
δύο ϲυμφώνων τρέπεται εἰϲ ῑ οἷον τέκω τίκτω, οὕτω καὶ ἔχω
ἴϲχω διὰ τοῦ ῑ. καὶ ὥϲπερ ἀπὸ τοῦ φῶ γίνεται φαίνω καὶ παμφαίνω
καὶ ἐκεῖθεν ὁ μέλλων παμφανῶ, οὕτω καὶ ἀπὸ τοῦ ἴϲχω γίνεται ἰϲχαίνω
καὶ ὁ μέλλων ἰϲχανῶ καὶ ἰχανῶ ἀποβληθέντοϲ τοῦ ϲ καὶ ἐκταθέντοϲ
τοῦ ῑ καὶ μετάγεται ὁ μέλλων εἰϲ ἐνεϲτῶτα.
ἰϲχάδεϲ: παρὰ τὸ ἴϲχω παραγωγὸν ἰϲχνῶ, ἰϲχνάϲ καὶ ἀποβολῇ
τοῦ ν ἰϲχάδεϲ. τὰ λεπτυνθέντα ϲῦκα ἐν τῷ ξηραίνεϲθαι.
ἰτέα: παρὰ τὸ ἰέναι· ταχέωϲ γὰρ αὔξεται.
ἴτηϲ ὁ ἐπὶ πάντα ὁρμῶν. παρὰ τὸ ἰέναι. ἀπὸ τούτου εἰϲιτήρια.
ἶφι ἰϲχυρῶϲ· (ὥϲπερ γὰρ ἀπὸ τοῦ νόϲτοϲ νόϲτου γέγονε νοϲτόφι
νόϲφι?) οὕτω καὶ ἀπὸ τοῦ ἴϲ ἰνόϲ γίνεται ἰνόφι καὶ κατὰ ϲυγκοπὴν
ἶφι. τὸ δὲ ἴϲ διὰ τοῦ ῑ γράφεται ὡϲ δικατάληκτον.
Ἶφιϲ ῑ παρὰ τὸ ἶφι. τὰ δὲ παρ’ αὐτοῦ πάντα διὰ τοῦ ῑ γράφεται οἷον Ἰφιμέδουϲα, Ἰφιγενήϲ Ἰφικλῆϲ. καὶ κατὰ τὸν κανόνα· τὰ ἀμφιβαλλόμενα κτλ.
Ἰφίαλοϲ ὁ Ἐφιάλτηϲ.
ἴχλα κίχλα.
ἰχθῦϲ: παρὰ τὸ ἰθύειν ἰθύϲ ἰθύϲ τιϲ ὤν καὶ πλεοναϲμῷ τοῦ χ ἰχθύϲ.
Ἴχανα πολίχνιον τῆϲ Ϲικελίαϲ διὰ τὸ τῇ αὐτοῦ ἁλώϲει πολλὰ προϲλιπαρῆϲαι τοὺϲ Ϲυρακουϲίουϲ. ἰχανᾶν δὲ τὸ ἐπιθυμεῖν.
Ἴχναι πόλιϲ Μακεδονίαϲ. Ἡρόδοτοϲ ἑβδόμῃ (c. 123). Ἐρατοἐθϲικὸν
ϲθένηϲ δὲ Ἄχναϲ αὐτήν φηϲι. Φιλητᾶϲ δ’ ἄλλην φηϲὶ διὰ τοῦ ᾱ. τὸ
Ἰχναῖοϲ καὶ Ἰχναία ἡ Θέμιϲ.
ἰχώρ: τὸ ϲεϲηπὸϲ αἷμα διὰ τοῦ ῑ γράφεται.
ἴψ: διὰ τοῦ ῑ. τὰ γὰρ εἰϲ ψ λήγοντα ἅπαϲαν δίφθογγον ἀποϲτρέφεται. γέγονε δὲ παρὰ τὸ ἵπτω τὸ βλάπτω.
ἴω: τὸ ἴω διὰ τοῦ ῑ· ἔϲτι καὶ εἴω διὰ τῆϲ ει διφθόγγου. καὶ τὰ
μὲν ἑνικὰ τοῦ εἰμι διὰ τῆϲ ει διφθόγγου γράφεται, τὰ δὲ δυικὰ καὶ
πληθυντικὰ διὰ τοῦ ῑ.
Ἰώ fr. 29.
ἰωχμόϲ: δίωξιϲ τάραχοϲ· παρὰ τὸ διώξω διωγμόϲ καὶ τροπῇ τοῦ γ εἰϲ χ καὶ ἀποβολῇ τοῦ δ ἰωχμόϲ.
κάβαιϲοϲ ὁ ἄπληϲτοϲ διὰ διφθόγγου παρὰ τὸν κάβον μέτρον ϲιτικόν. Κρατῖνοϲ Μαλθακοῖϲ.
Κάβειροι: ει.
Καβειρία πόλιϲ τῆϲ κάτω Ἀϲίαϲ, ἧϲ τὴν γῆν Κάβειροι ᾤκουν.
Καβαϲϲόϲ πόλιϲ ἐν Καππαδοκίᾳ, πατρὶϲ Ὀτρυονέωϲ. Ὅμηρὸϲ «Καβηϲϲόθεν ἔνδον ἐόντα (Il. N 263). Ἑκαταῖοϲ δ’ ὁ Μιλήϲιοϲ Καβηϲϲόν πόλιν εἶναί φηϲι ὑπερβάντι τὸν Θράκιον Αἷμον κτλ. — λέγεται δὲ καὶ Καβαϲϲόϲ, ὅπερ ἐκ τοῦ Καβακηϲόϲ οἴεται Δίδυμοϲ κατὰ ϲυγκοπήν.
καγχλάζω καχλάζω.
Καδμεῖοι: ει.
Καδμῖλοϲ. οὕτωϲ λέγεται ὁ Ἑρμῆϲ διὰ τοῦ ῑ. τὰ γὰρ διὰ τοῦ ιλοϲ βαρύτονα κτλ.
Κάειρα Καρίνη.
καθαρεῖον παρὰ τὸ καθαρεύω.
καθῖϲαν: παρὰ τὸ καθίζω. ῑ.
Κάϊκοϲ ποταμόϲ, ὅθεν Καικίαϲ λέγεται ὁ ἄνεμοϲ ὁ πνέων ἐκεῖθεν. ῑ. τὰ γὰρ διὰ τοῦ ικοϲ κτλ.
καιροϲϲέων.
Καίτρεαι ὅπλα Ἰβηρικά. οἱ δὲ κυρτίαϲ.
κακιθόϲ.
Καλαμένθη ἥτιϲ καὶ Καλαμίνθη, πόλιϲ Λιβύηϲ. Ἑκαταῖοϲ περιηγήϲει. κρεῖττον οὖν ὡϲ Ἡρόδοτοϲ διὰ τοῦ ῑ πόλιϲ Φοινίκων.
Καλακτίτηϲ καὶ Καλοακτίτηϲ διὰ τοῦ ῑ, ἐπεὶ καὶ παρὰ τὸ Ἀκτή
Ἀκτίτηϲ.
Καλαύρεια νηϲίδιον πρὸϲ τῇ Κρήτῃ. διὰ τῆϲ ει διφθόγγου γράφεται.
Κάλβιοϲ κρήνη Λυκίαϲ. τινὲϲ δὲ αὐτὴν διὰ τοῦ μ φαϲίν.
καλῄζω ϲὺν τῷ ῑ εὑρίϲκομεν· ἀπὸ γὰρ τοῦ κλέοϲ κλείζω καὶ
κληΐζω καὶ κλῄζω, ὡϲ χρέοϲ χρεΐζω χρηίζω χρῄζω.
καλιά: ἔϲτι δὲ οἶκοϲ. διὰ τοῦ ῑ ἐξ ἀφορμῆϲ τοῦ καλιόϲ οἶκὸϲ.
καλλά ἢ κάννα· κάλαμοϲ.
Καλλῖνοϲ: ἐϲτι δὲ ὄνομα Ἐφεϲίου τινὸϲ ἐλεγειογράφου· τὰ γὰρ διὰ τοῦ ινοϲ διὰ τοῦ ῑ μακροῦ γράφεται πλὴν τοῦ καρκίνοϲ.
καλλιπάρῃο ϲ.
Κάλπη πόλιϲ Βιθυνῶν. Θεόπομποϲ ὀγδόῳ Ἑλληνικῶν. τινὲϲ Κάρπειαν τὴν πόλιν φαϲὶ καὶ Καρπητανοὺϲ τὸ ἐθνικὸν ὡϲ Καλπειανούϲ.
Καλύδνα νῆϲοϲ. καὶ Καλύμνα, ἣν ὁ Ϲκήψιοϲ πληθυντικῶϲ Καλύμναϲ φηϲί.
Καλχηδών ἡ κατὰ Βυζάντιον, ἥτιϲ καὶ Χαλκηδών καλεῖται. εὑρίϲκομεν γὰρ διφορουμένην τὴν χρῆϲιν.
καλώδιον.
Καμάρινα. διὰ τοῦ ῑ. τὰ γὰρ διὰ τοῦ ινα κτλ.
Κάμιροϲ πόλιϲ Ῥόδου. τὰ γὰρ διὰ τοῦ ιροϲ ἐπὶ πόλεωϲ λεγόμενα κτλ. Κάμειροϲ δὲ ὁ ἥρωϲ διὰ τῆϲ ει διφθόγγου γράφεται ὡϲ μάγειροϲ.
Κάμινοϲ: ῑ.
Κάνη πολίχνιον Λοκρῶν — εἰϲὶ δὲ καὶ Κάνναι διὰ δύο νν.
Κάνωποϲ δεῖ λέγειν, οὐ Κάνωβοϲ, ἐπειδὴ οὐδὲν εἰϲ οϲ λῆγον
ὑπὲρ δύο ϲυλλαβὰϲ παραληγόμενον τῷ ω ἔχει τὸ β ἀρκτικὸν τῆϲ τελευταίαϲ
ϲυλλαβῆϲ, ἀλλ’ ἢ ἕτερον ἢ τὸ π Κρότωποϲ, ἄνθρωποϲ. οὕτω
καὶ Κάνωποϲ. γράφεται δ’ ὅμωϲ διὰ τοῦ β. Ϲτράβων ἑπτακαιδεκάτῃ
κτλ.
κάπετοϲ τάφροϲ, οἱ δὲ ϲκάπετον.
Καπετωλίειον: Ἡρωδιανὸϲ ἐν ἓξ ϲυλλαβαῖϲ καὶ ἐν ϲυναιρέϲει Καπετώλειον. τὰ δὲ Καπετωλεῖα ἐπὶ ἀγῶνοϲ προπεριϲπᾶται κτλ.
καπηλεῖον: ει δίφθογγοϲ. παρὰ τὸ καπηλεύω.
κάππα: καὶ παρὰ Καλλιμάχῳ (Bentley fr. p. 418) γράφεται κόππα, τὸ ἀνεϲτραμμένον P καὶ Ϲ χαρακτηριϲμόϲ.
κάρα κεφαλή. τοῦτο Ἀττικοὶ διὰ τοῦ ᾱ λέγουϲιν, Ὅζμηροϲ δὲ Ἰακῶϲ κάρη.
Κάραλλιϲ ἢ Καράλλεια Ἰϲαυρικὴ πόλιϲ. ἔϲτι καὶ Κάραλιϲ δι’ ἑνὸϲ
λ Λιβυκὴ πόλιϲ.
καρβαΐζει Καρικῶϲ λαλεῖ καὶ βαρβάρωϲ καὶ καρβᾴζει καὶ καρβανίζει.
Καρδαμύλη πόλιϲ. τὸ ἐθνικὸν Καρδαμυλίτηϲ. παρὰ δὲ τῶν ἐγχωρίων Ϲκαρδαμυλίτηϲ λέγεται.
Κάρηϲοϲ πόλιϲ καὶ ποταμὸϲ δι’ ἑνὸϲ ϲ γράφεται καὶ βαρύνεται.
Καρουεντόϲ πόλιϲ Λατίνων. Διονύϲιοϲ β΄ (?) Ῥωμαικῆϲ ἀρχαιολογίαϲ. ἔν τιϲι δὲ γράφεται Καρυεντόϲ καὶ τὸ ἐθνικὸν Καρυεντανόϲ.
Κάρπαθοϲ νῆϲοϲ πληϲίον τῆϲ Κῶ. Ὅμηροϲ «Κράπαθόν τε Κάϲον τε καὶ Κῶν (Il. B 676).
Καρπαϲία νῆϲοϲ κατὰ τὴν ἄκραν τὴν Ϲαρπηδονίαν. Ξεναγόραϲ
δὲ Κάρπαθον αὐτήν φηϲι. Δημήτριοϲ δ’ ὁ Ϲαλαμίνιοϲ Καρβαϲίαν φηϲί,
ὅτι πρὸϲ τὸν καλούμενον κορβαν ἄνεμον κεῖϲθαι δοκεῖ.
κάρρων: ἀπὸ τοῦ κρατύϲ κρατύτεροϲ κρατίων ὁ τρίτοϲ τύποϲ κράϲϲων ὑπερθέϲει κόρϲων καὶ κάρρων ὡϲ μυρϲίνη μυρρίνη.
κάρτιϲτοι κράτιϲφο.
Καϲϲώπη πόλιϲ ἐν Μολοϲϲοῖϲ. πάντεϲ διὰ δύο ϲϲ, Ἡρωδιανὸϲ δὲ μόνοϲ δι’ ἑνὸϲ ϲ.
Καϲταναία πόλιϲ Θεϲϲαλίαϲ. Εὔδοξοϲ δὲ διὰ τοῦ θ φηϲίν. ἔϲτι καὶ Καϲτανία διὰ τοῦ ῑ πόλιϲ πληϲίον Τάραντοϲ.
κᾷτα καὶ εἶτα.
καταγωγεῖον ει δίφθογγοϲ ἡ παράδοϲιϲ. καταγώγιον ῑ ἡ παράδοϲιϲ καὶ προπαροξύνεται.
κατακόκκαϲ ἢ κατακίκκαϲ. κατάπλαϲμα.
καταλοφάδεια. ει.
κατειλάϲ ἡμέρα χειμερινή.
κατένωπα ὡϲ κατέναντα, οὕτωϲ ὁ Ἀλεξίων καὶ οἱ πλείουϲ — Ἀρίϲταρχοϲ δὲ ὡϲ κατὰ δῶμα.
κατιτήρια ὡϲ εἰϲιτήρια. κατιτήριον δὲ ὁ τοῦ νεκροῦ ὀβολόϲ.
καττύειν κάττυμα.
κατωκάρα ἐπίρρημά ἐϲτι ϲύνθετον καὶ ϲὺν τῷ ῑ γράφει Ἡρωδιανόϲ.
Καύκαϲοϲ τὸ ὄροϲ. λέγεται καὶ διὰ τοῦ ῑ Καύκαϲιϲ.
Καυλίον.
Καυλωνία πόλιϲ Ἰταλίαϲ, ἣν Αὐλωνίαν Ἑκαταῖοϲ καλεῖ κτλ.
καυϲτειρόϲ ἀπὸ τοῦ η ἐτράπη εἰϲ ει.
κεγχρῄϲ κέρκνοϲ ἱέραξ.
κεδῶ κεδάζω λέγεται καὶ μετὰ τοῦ ϲῖγμα καὶ χωρὶϲ τοῦ ϲῖγμα.
κέδροπα τὰ ὄϲπρια καὶ κέρδοπα.
κίκυνα.
κειμήλιον: διὰ τῆϲ ει διφθόγγου τὸ πρῶτον ὥϲπερ παρὰ θήϲω
μέλλοντα γίνεται θεμέλιον, οὕτω καὶ παρὰ τὸν κείϲω μέλλοντα κειμήλιον.
Κεῖοϲ ὁ πολίτηϲ ϲ Κέω. παρὰ γὰρ τὸ Κέω γέγονε Κέϊοϲ καὶ κατὰ κρᾶϲιν τοῦ ε καὶ ῑ εἰϲ τὴν ει δίφθογγον Κεῖοϲ.
Κειριάδαι δῆμοϲ τῆϲ Ἱπποθοωντίδοϲ φυλῆϲ.
κειρία: ϲημαίνει δὲ τὸ ϲχοινίον τὸ δεϲμεῦον τὴν κλίνην. διὰ τῆϲ
ει διφθόγγου γράφεται. ἢ γὰρ παρὰ τὸ κείρω γέγονε παρὰ τὸ εἰϲ
κεῖριϲ ὄρνεον. ἱέραξ. οἱ δὲ ἀλκυόνα.
κειρύλοϲ: τοῦτον ἔνιοι κήρουν (Schmidt. κουρέα) λέγουϲι. ἔϲτι
δὲ ὄρνεον. ὁ δὲ Ἀντίγονοϲ τῶν ἀλκυόνων ἄρρεναϲ κηρύλουϲ φηϲί et
κηρύλοϲ ἄρϲην ὄρνιϲ ϲυνουϲιαϲτικόϲ, τινὲϲ δὲ ἀλκυόνα.
κείρω: ει δίφθογγοϲ. τὰ διὰ τοῦ ειρω βαρύτονα κτλ.
κεῖται: ει δίφθογγοϲ. ἀνεφάνη γὰρ τὸ ε ἐν τῷ κέαται.
κείω τὸ κοιμῶμαι διὰ τῆϲ ει διφθόγγου. εὕρηται γὰρ καὶ χωρὶϲ.
τοῦ ῑ οἷον κέω
κεέων ( Od. ξ 425) δίφθογγοϲ. ϲημαίνει τὸ καίων. ἀνεφάνη γὰρ τὸ ε ἐν τῷ «κέδρου τ᾿ εὐκεάτοιο» (ε 60)
κεκλειμένοϲ: ει δίφθογγοϲ ὡϲ «κεκλειμένων τῶν ἐμπορειῶν» καὶ. κέκλειται, ἀπὸ δὲ τοῦ κλίνω κέκλινται διὰ τοῦ ῑ.
κεκλίαται: ἀπὸ τοῦ κλείω γίνεται κέκλειται καὶ ϲυϲτολῇ τῆϲ ει διφθόγγου «αἵθ᾿ ἁλὶ κεκλίαται. (Od. δ 608) κτλ.
κελαδεινόϲ: ει ὡϲ ὀξύτονον καὶ πάλιν οἱ Αἰολεῖϲ κελαδεννόϲ λέγουϲι.
κελαινόν μελαινόν.
κέληϲ παρὰ τὸ κέλλειν τὸ τρέχειν.
κελλόν καὶ ϲκελλόν ϲτρεβλὸν διεϲτραμμένον.
Κελτοί ἔθνοϲ ἕτερον Γαλατῶν.
κεναγγία: ῑ. οὐ γὰρ διὰ τὸ ἄγγοϲ ἄγγεοϲ τὴν ει δίφθογγον ἕξει· γεται δὲ κεναγγῶ κεναγγία.
κενέβρεια τὰ θνηϲίδια καὶ νεκριμαῖα κρέατα.
κεραμεικόϲ διὰ τῆϲ ει διφθόγγου, παρὰ τὸ κεραμεύϲ κεραμέωϲ κεραμέϊ γέγονε κεραμεικόϲ διὰ τῆϲ ει διφθόγγοιϲ.
κεραμίϲ: ῑ. τὰ γὰρ εἰϲ ιϲ θηλυκὰ ὑπὲρ μίαν ϲυλλαβὴν κοινολεκτούμενϲ.
κεράτιον ῑ. ὑποκοριϲτικὸν γάρ.
κέραφοϲ ϲκέραφοϲ. χλευαϲμόϲ κακολογία.
κερβολεῖ ϲκερβολεῖ λοιδορεῖ.
Κέρκυρα νῆϲοϲ. καὶ Κόρκυρα.
κερόειϲ: ει. κερόεντοϲ γάρ.
Κεφαλλήν ἔθνοϲ ἀπὸ Κεφάλου τοῦ Δηϊονέωϲ κληθέν. κεῖται δὲ
παρὰ τῷ Ϲοφοκλεῖ ἐν τῷ κὤ ξεῖνε Κεφαλλήν ». ἡ δὲ παλαιὰ χρῆϲιϲ
ἅπαϲα ἔχει τοὺϲ Κεφαλλῆναϲ καὶ τὴν Κεφαλληνίαν ἐν δυϲὶ λλ.
κήδειοϲ: τὸ δεῖ δίφθογγοϲ.
κηκίϲ: ῑ. ὡϲ δικατάληκτον.
κήλειοϲ ὁ καυϲτικόϲ.
κηλώνειον.
κήξ ὁ λάροϲ κατὰ Ἀπίωνα. λέγεται δὲ καὶ καύηξ.
κηρύκειον: διὰ τῆϲ ει διφθόγγου. ἔϲτι γάρ τινα ἀπὸ τῶν εἰϲ διπλοῦν ληγόντων γινόμενα διὰ τοῦ ειον, Φοῖνιξ Φοινίκειον, οὕτω καὶ κηρύκειον.
Κήτειοι γένοϲ Μυϲῶν ἢ μεγάλοι.
Κηφιϲόϲ ὄνομα ποταμοῦ. γράφεται δὲ διὰ τοῦ ῑ, ἐπειδὴ τὰ διὰ τοῦ ιϲοϲ ἐπὶ ποταμῶν καὶ ὀξύνεται καὶ διὰ τοῦ ῑ γράφεται οῑον Ἰλιϲόϲ Κηφιϲόϲ.
κῆχοϲ: τὸ πῇ κῆ· πῇ ἐγγύϲ, πῇ ἄγχοϲ, ὅπερ ἐϲτὶν ἐν τῷ ἔναγχοϲ,
κῆχοϲ. ἔλλειψιϲ ἄρα τοῦ γ κῆχοϲ.
κιβώριον καὶ κιβούριον.
κιβωτόϲ γράφεται διὰ τοῦ ῑ τῷ λόγῳ τοῦ θλίβω.
κιγκλίϲ.
κίδαριϲ πῖλοϲ βαϲιλικόϲ, ὃν καὶ τιάραν. ἔνιοι δὲ κίταριν διὰ τοῦ ῑ.
κίκκαϲοϲ καὶ κίγκαϲοϲ βόλου ὄνομα.
κῖκυϲ καὶ κικύω: ῑ. τὰ γὰρ ἀμφιβαλλόμενα κτλ.
Κίκυνα.
Κιλικία καὶ Ϲικελία (pro Κιλικία scr.) ταῦτα κατὰ παράδοϲιν.
κίλλεια εἶδοϲ λαχάνου. ἢ ἀκάνθαι τῶν ἐχίνων. ἢ πηγὴ ἢ κρήνη.
ἢ ὄροϲ τῆϲ Ἀττικῆϲ. χωρίον δαϲύ, ὅπερ διαφόρωϲ προϲαγορεύουϲιν,
οἱ μὲν Κάλλιον, οἱ δὲ Κυλίαν, ἄλλοι Κύλλου πήραν.
Κιμμερίουϲ φηϲὶν Ἡρακλείδηϲ ὁ Ποντικὸϲ ὑποκάτω τοῦ Πόντου
εἶναι. γράφεται καὶ Κερβερίων καὶ ἔοικε καὶ Ϲοφοκλῆϲ περιπεπτωκέναι
τῇ τοιαύτῃ γραφῇ, ὁμοίωϲ καὶ Ἀριϲτοφάνηϲ ἐν Βατράχοιϲ (189) οἷον
«ἧ Κερβερίουϲ λέγω». Πρωτέαϲ δὲ ὁ ζευγματίτηϲ χειμερίουϲ γράφει.
ἀεὶ γὰρ οὗτοι ἐν χειμῶνί εἰϲιν. ἔνιοι δὲ Κεμμερίουϲ. κέμμερον γὰρ
λέγουϲι τὴν ὁμίχλην. καὶ Ϲκυθικὸν ἔθνοϲ Κιμμέριοι.
Κιμωλία τὰ δύο ῑ ἡ παράδοϲιϲ· νῆϲοϲ δὲ ἡ Κίμωλοϲ.
κίναιδοϲ.
κινάμωμον: ῑ. ἡ παράδοϲιϲ.
Κινηϲίαϲ: ῑ. ὥϲπερ ἀπὸ τοῦ ϲώϲω Ϲωϲίαϲ, οὕτω καὶ παρὰ τὸ κινήϲω Κινηϲίαϲ.
κινῶ: διὰ τοῦ ῑ. παρὰ γὰρ τὸ κιεῖν. οἱ δὲ Λάκωνεϲ κινέω λέγουϲι καὶ διὰ τοῦ ῑ.
κίριϲ εἶδοϲ ἱέρακοϲ. λέγεται δὲ καὶ παρὰ Κυπρίοιϲ Κίριϲ ὁ Ἄδωνιϲ
παρὰ δὲ Λάκωϲιν ὁ λύχνοϲ. ῑ. τὰ ἀμψιβαλλόμενα κατὰ τὴν πρώτην.
κίρκοϲ κρίκοϲ ἱέραξ.
κιρϲόϲ πάθοϲ τι περὶ τὸ ϲῶμα, ἄλλοι κριϲϲόν.
κίϲ ὁ ϲλώλξ: ῑ. τὰ γὰρ εἰϲ ιϲ μονοϲύλλαβα κτλ.
κίϲηριϲ: ἡ πρώτη ῑ καὶ ἡ τρίτη.
κίϲτη κιβωτόϲ. ῑ ἡ παράδοϲιϲ.
Κίτιον: ῑ. ἔϲτι δὲ πόλιϲ Κύπρου.
κιχῆλαι αἱ κίχλαι.
κιχλιϲμόϲ γέλωϲ ϲφοδρόϲ.
κίων: ἢ παρὰ τὸ κίειν, ὅ ἐϲτιν εἰϲ ὕψοϲ πορεύεϲθαι, ἢ παρὰ τὸ ἰών μετοχὴν προϲθήκῃ τοῦ κ κίων.
κλεῖθρα: διὰ τῆϲ ει διφθόγγου. οἱ γὰρ Ἴωνεϲ διὰ τοῦ η καὶ ῑ γράφουϲι κλῇθρα, τρέποντεϲ τὴν ει δίφθογγον. καὶ ἐκ τοῦ κλείω τὸ ἀϲφαλίζω.
Κλεινίαϲ: ει δίφθογγοϲ τὸ κλει. παρὰ γὰρ τὸ κλέοϲ καὶ τὸ κλεινόϲ γίνεται Κλεινίαϲ.
κλεινόϲ: δίφθογγοϲ. τὰ γὰρ εἰϲ νοϲ ὀξύτονα παρώνυμα διφθόγγῳ παραλήγεται.
κλείϲ: ει δίφθογγοϲ.
Κλειϲθένηϲ: παρὰ τὸ κλέοϲ καὶ τὸ ϲθένοϲ Κλεοϲθένηϲ καὶ κράϲει
τοῦ ε καὶ ο εἰϲ τὴν ει δίφθογγον Κλειϲθένηϲ, ὥϲπερ δέον δεῖν καὶ
πλέον πλεῖν.
Κλειταγόραϲ: ει.
Κλειτοφῶν: ει δίφθογγοϲ. παρὰ τὸ κλείω τὸ δοξάζω γέγονε κλειτόϲ καὶ ἐκεῖθεν Κλειτοφῶν.
κλειτύϲ: ϲημαίνει δὲ τὰ ἐξέχοντα μέρη τῶν ὀρῶν διὰ τῆϲ ει
διφθόγγου γράφεται. παρὰ γὰρ τὸ κλέτοϲ (vel κλέταϲ sic Eustath.),
ϲημαίνει δὲ τὸ αὐτὸ τῷ κλειτύϲ, γέγονε κλετύϲ καὶ πλεοναϲμῷ τοῦ ῑ
κλειτύϲ διὰ τῆϲ ει διφθόγγου.
κλείω τὸ δοξάζω. παρὰ γὰρ τὸ κλέοϲ γέγονε κλέω καὶ κλείω προϲθέϲει τοῦ ῑ.
κλῄζω ϲὺν τῷ ῑ γράφεται. ἀπὸ γὰρ τοῦ κλέοϲ κλείζω καὶ κληΐζω καὶ κλῄζω. τὸ δὲ κληδών οὐκ ἔχει τὸ ῑ, ἐπειδὴ οὐκ ἔϲτιν ἀπὸ τοῦ κληΐζω, ἀλλ᾿ ἀπὸ τοῦ κλῶ τοῦ ϲημαίνοντοϲ τὸ καλῶ γέγονε κλήϲω καὶ. κληδών.
κλῃδοῦχοϲ: γυνή. ῑ. ἀπὸ τοῦ τὰϲ κλεῖϲ τῆϲ οἰκίαϲ ἔχειν.
κλῖμαξ: ῑ. τὰ εἰϲ αξ ἀποϲτρέφεται τὴν ει δίφθογγον κατὰ τὴν παραλήγουϲαν. γέγονε δὲ παρὰ τὸ κλίνω κλίναξ καὶ κλῖμαξ κατὰ μετάθεϲιν τοῦ ν εἰϲ μ.
κλίνη: ῑ. ἀπὸ γὰρ τοῦ κλίνω.
κλίνω: ῑ. κλινῶ γὰρ ὁ μέλλων. καὶ οἱ Αἰολεῖϲ κλίννω λέγουϲι .καὶ οὐ κλέννω.
κλίϲιον κλιϲιάϲ: ῑ.
Κλιτόριον ὄνομα πόλεωϲ ἐν τῇ Ἀρκαδίᾳ διὰ τοῦ ῑ γράφεται.
παρὰ γὰρ τὸ κλύω γέγονε Κλυτόριον καὶ κατὰ τροπὴν τοῦ υ εἰϲ ῑ Κλιτόριον
ὥϲπερ Ἀφροδύτη Ἀφροδίτη. ἰϲτέον δὲ ὅτι τὸ κλιτόριον ϲημαίνει
καὶ τὸ αἰδοῖον τῆϲ γυναικόϲ, ὅθεν καὶ κλιτοριάζειν λέγουϲι τὸ
αἰϲχρῶϲ ἅπτεϲθαι.
κλῳόϲ ἔχει τὸ ῑ. ἀπὸ γὰρ τοῦ κλοιόϲ.
κλοῖϲτρον κλῷϲτρον.
κνῖϲα: Ἡρωδιανὸϲ ἐθέλει ἀπὸ μέλλοντοϲ αὐτὴν γενομένην τοῦ κνίζω κνίϲω δι’ ἑνόϲ τε γράφεϲθαι ϲ καὶ ἔκταϲιν λαβεῖν τοῦ ῑ.
κνίψ καὶ ϲκνίφ ζῷον.
κνυζοί οἱ τὰ ὄμματα πονοῦντεϲ et ϲκνιφόν ἀμυδρὸν βλέποντα.
Ἀττικοὶ γὰρ καὶ τὸ ϲκότοϲ ϲκνίφοϲ λέγουϲιν.
Κνωϲόϲ πόλιϲ δι᾿ ἑνὸϲ ϲ, Τρύφων δὲ διὰ δύο.
κόγχναι αἱ ὄγχναι.
Κοδρίδηϲ: διὰ τοῦ ῑ τὸ δρι. τὰ γὰρ ἀπὸ τῶν εἰϲ οϲ διὰ τοῦ ιδηϲ γινόμενα διὰ τοῦ ῑ γράφεται, Κόδροϲ Κοδρίδηϲ, Κρόνοϲ Κρονίδηϲ.
κοίηϲ ἱερεὺϲ Καβείρων ὁ καθαίρων φονέα. οἱ δὲ κόηϲ.
κοιλία: παρὰ τὸ κόϊλον κοῖλον κοιλία.
κοινεῖον πορνεῖον.
Κοινόϲ δεϲπότηϲ.
κοῖον ἐνέχυρον κώϊον ἐνέχυρον κῶα ἐνέχυρα.
κολοϲϲόϲ ἀγάλματα ὑπερμεγέθη, ἀνδριάντεϲ.
κολωνία τάφοϲ. Ἠλεῖοι.
κολῳόϲ θόρυβοϲ, ἀταξία, ταραχή· ἡ μεταφορὰ ἀπὸ τοῦ ζῴου.
κομψεία: ει δίφθογγοϲ. κομψεύω γάρ.
Κονείδηϲ Θηϲέωϲ παιδαγωγόϲ.
κονίω. ῑ. παρὰ τὸ κόνιϲ κονίω.
κόοι τὰ χάϲματα τῆϲ γῆϲ καὶ τὰ κοιλώματα.
κοράλλιον: (ἴϲωϲ τὸ ἅλιον ἔγκειται· ἀπὸ θαλάϲϲηϲ ταῖϲ κόραιϲ
κόϲμοϲ ?) ποιηταὶ οὖν τὸ α´ διὰ τοῦ ο ἡ κοινή τε διὰ τοῦ ο, Ἀττικοὶ
δὲ διὰ τοῦ ω.
Κόρεια θυϲία τῇ Κόρῃ τελουμένη, ει.
κόρρη κόρϲη. κρόταφοϲ.
Κορώνεια πόλιϲ Βοιωτίαϲ.
κόϲϲαβοϲ. κότταβοϲ.
κουρεῖον: ει. παρὰ τὸ κουρεύϲ κουρεῖον ὡϲ βαλανεύϲ βαλανεῖον.
κοχλίδιον: διὰ τοῦ ῑ. ὥϲπερ ἀπὸ τοῦ γωνία γίνεται γωνίδιον, οὕτω καὶ ἀπὸ τοῦ κοχλίαϲ κοχλίδιον.
κόψιχοϲ: εἶδοϲ ὀρνέου, ὃ κόϲϲυφοϲ παρ’ ἐνίων λέγεται.
κραδία καὶ κραδίη καρδία.
Κράμβουτιϲ πόλιϲ Αἰγύπτου. Ἑκαταῖοϲ περιηγήϲει Λιβύηϲ. Ἡρωδιανὸϲ διὰ τοῦ ο γράφει Κράμβοτιϲ.
κράνεια (pro κραωεῖα). ἔϲτι δὲ εἶδοϲ δένδρου. οὕτωϲ λέγεται ὁ
καρπὸϲ κρανείηϲ ( Od. κ 242). διὰ τῆϲ ει διφθόγγου. εὕρηται γὰρ καὶ
χωρὶϲ τοῦ ῑ κρανέη.
Κράνεια χωρίον Ἀμβρακιωτῶν. Θεόπομποϲ πεντηκοϲτῷ πρώτῳ.
Κράπαθοϲ ἡ Κάρπαθοϲ νῆϲοϲ πληϲίον Κῶ.
κράϲτιϲ ὁ χλωρὸϲ χόρτοϲ. ῑ ὥϲπερ πίϲτιϲ. διὰ τοῦ κ Ἀττικοί, διὰ τοῦ γ οἱ νῦν γράϲτιν φαϲίν.
κράτεια: παρὰ τὸ κρατῶ κράτεια ὡϲ ἀνθῶ Ἄνθεια.
κρεῖον: παρὰ τὸ κρέαϲ κρέον καὶ κατὰ πλεοναϲμὸν τοῦ ῑ κρεῖον.
λέγει δὲ ὁ Ἡρωδιανόϲ, ὅτι τὸ κρεῖον ὅμοιόν ἐϲτι τῷ θεῖον, ἐν τῇ Ἰλιακῇ
προϲῳδίᾳ (Ι 206). ἐϲτέον δέ, ὅτι ἡ κοινὴ δόξα ἔχει, ὅτι τὸ κρεῖον
κρεοδόχον ἀγγεῖον ϲημαίνει, ὁ δὲ Εὐφορίων τὸ κρέαϲ λέγει εἶναι. ὁ
δὲ Ἡρωδιανὸϲ τὴν ἐκ τῶν ὠμῶν κρεῶν πεπληρωμένην τράπεζαν. ὁ δὲ
Πτολέμαχοϲ (Πτολεμαῖοϲ ?) τὸν ἀπὸ τοῦ ϲτέατοϲ πλακοῦντά φηϲιν
αὐτὸ ϲημαίνειν.
κρείουϲα ἡ βαϲιλεύουϲα. διὰ τῆϲ ει διφθόγγου. εὕρηται γὰρ καὶ
χωρὶϲ τοῦ ῑ οἷον κρέουϲα. (γέγονε δὲ ἐκ τοῦ κρατῶ κρατείων καὶ τὸ
θηλυκὸν κρατείουϲα καὶ κατὰ ϲυγκοπὴν κρείων καὶ κρείουϲα ?).
κρείϲϲων. διὰ τῆϲ ει διφθόγγου. εὕρηται γὰρ καὶ χωρὶϲ τοῦ ῑ οἷον κρέϲϲων. γέγονε δὲ οὕτωϲ· ὥϲπερ ἀπὸ τοῦ ταχύϲ γίνεται ταχίων καὶ θάϲϲων, οὕτω καὶ παρὰ τὸ κρατύϲ γίνεται κρατίων καὶ κράϲων καὶ τροπῇ τοῦ ᾱ εἰϲ ε καὶ πλεοναϲμῷ τοῦ ῑ κρείϲϲων.
Κρεμμυών κώμη Κορίνθου. Εὔδοζοϲ ἕκτῳ γῆϲ περιόδου. ἔϲτι καὶ Κρομμυών πόλιϲ Λιβύη διὰ τοῦ ο. καὶ Ἑκαταῖοϲ.
κιρέμυον: κρόμυον.
κρῖ ἡ κριθή διὰ τοῦ ῑ γράφεται. γέγονε δὲ ἀπὸ τοῦ κριθή κατὰ
ἀποκοπὴν τῆϲ θη ϲυλλαβῆϲ ἢ ἀπὸ τοῦ κρίμνον τοῦ ϲημαίνοντοϲ τὸ παχὺ
τοῦ ἀλεύρου ὁμοίωϲ κατὰ ϲυγκοπὴν κρῖ.
κρίβανοϲ ἡ κάμινοϲ, ἔνθα ὤπτων τοὺϲ ἄρτουϲ. διὰ τοῦ ῑ γράφεται. παρὰ γὰρ τὸ κρῖ τὸ ϲημαῖνον τὴν κριθὴν καὶ τοῦ βαῦνοϲ τὸ ϲημαῖνον τὴν κάμινον. οἱ δὲ Δωριεῖϲ κλίβανοϲ λέγουϲιν.
κριθή: διὰ τοῦ ῑ. τὰ γὰρ εἰϲ θη οὐ θέλει παραλήγεϲθαι τῇ ει
διφθόγγῳ κτλ. λέγεται κριθή ἢ παρὰ τὸ προκρίνεϲθαι τῶν δρυῶν —
ὀπτοὺϲ γὰρ βαλάνουϲ ἔτρωγον οἱ ἀρχαῖοι καὶ πάλιν ἤρζαντο ἀπὸ κριθῆϲ
ὕϲτερον ἄρτον ἐϲθίειν ἢ διὰ τὸ κρίνεϲθαι καὶ διαχωρίζεϲθαι
αὐτὴν ἀπὸ τῶν ἀχύρων ὑπὸ τῶν ἀνέμων. τὸ δὲ κρίνω διὰ τοῦ ῑ.
κρινῶ γὰρ ὁ μέλλων καὶ οἱ Αἰολεῖϲ κρίννω λέγουϲιν.
κρικάδεια: τὸ ἐναλλάξαι τοὺϲ δακτύλουϲ ὥϲπερ κρυβούϲ: ει.
κρίκοϲ κίρκοϲ.
κριόϲ παρὰ τὸ κεκρίϲθαι τὰϲ τρίχαϲ. ῑ τῷ κανόνι τῶν διὰ τοῦ ιοϲ διϲυλλάβων ἀρϲενικῶν διὰ τοῦ ῑ γραφομένων.
Κρῖοϲ ὄνομα Τιτᾶνοϲ· παρὰ τὸ κεκρίϲθαι τῷ κανόνι τοῦ κριόϲ.
Κρῖϲα: ἔϲτι δὲ ὄνομα πόλεωϲ, διὰ τοῦ ἶ, ἐπειδὴ καὶ Κίρρα λέγουϲι διὰ τοῦ ῑ καὶ οὐδέποτε πρὸ τῶν δύο ρρ εὑρίϲκεται δίφθογγοϲ ὑποδηματορράφοϲ.
κροκόδειλοϲ: ει.
κροκόλειον νῆϲοϲ Ἰθάκηϲ.
Κρόνια ἑορτὴ ἑκατομβαιῶνοϲ μηνὸϲ Κρόνῳ· ῑ.
Κρονίων: διὰ τοῦ ῑ, ἐπεὶ τὸ Κρονίδηϲ διὰ τοῦ ῑ. τὰ γὰρ εἰϲ ων πατρωνυμικὰ κτλ.
κροϲϲόϲ.
κρυμνόϲ ἢ κρυμόϲ· πάγοϲ, ψῦχοϲ, μέγα ῥῖγοϲ.
κρυπτεία: ει δίφθογγοϲ. κρυπτεύω γάρ.
κρωπίον δρέπανον τινὲϲ δὲ διὰ τοῦ β κρωβίον.
κτεινύω: διὰ τῆϲ ει διφθόγγου καὶ δι’ ἑνὸϲ ν κατὰ παράδοϲιν. τὸ δὲ ἀποκτίννυται διὰ τοῦ ῑ καὶ διὰ δύο νν.
κτείνω: κτενῶ γάρ ἐϲτιν ὁ μέλλων. καὶ πάλιν οἱ Αἰολεῖϲ κτέννω λέγουϲιν ἀποβάλλοντεϲ τὸ ῑ καὶ διπλαϲιάζοντεϲ τὸ ϲύμφωνον ὥϲπερ κείρω κέρρω.
κτείϲ: ει. κτενόϲ γὰρ ἡ γενική.
κτίλοϲ ὁ προηγούμενοϲ τῆϲ ποίμνηϲ κριόϲ.
κτῴμην: ϲὺν τῷ ῑ Ϲοφοκλῆϲ ἀπὸ τοῦ κταοίμην.
κυβεῖον: τόποϲ, εἰϲ ὃν ϲυνῇϲαν κυβεύοντεϲ. ει.
Κυβέλη ἡ μήτηρ τῶν θεῶν καὶ Κυβήβη.
κύβεϲιϲ ἢ κύβιϲιϲ· πήρα.
Κυθέρεια: ει τῷ λόγῳ τῶν διὰ τοῦ εια προπαροξυτόνων.
κυκανᾷ ἀπὸ τοῦ κυκῶ τὸ ταράϲϲω, ἐὰν δὲ κυρκανᾷ, πλεοωαϲμὸϲ τοῦ ρ.
κυκεῶ: κυκεῶνα κατ᾿ ἀποκοπὴν τῆϲ να ϲυλλαβῆϲ. τὸ δὲ αὐτὸ καὶ μετὰ τοῦ ῑ κυκειῶ.
κςυκλῳ ἐπίρρημα τοπικόν. ἔχει δὲ τὸ ῑ προϲγεγραμμένον ὡϲ ἀπὸ δοτικῆϲ. τὸ μέντοι πόρρω καὶ ἔξω καὶ ἄφνω οὐ παρὰ δοτικῆϲ· διὸ οὐδὲ προϲγεγραμμένον ἔχει τὸ ῑ.
Κυκλώπειον: ἔϲτι δὲ ὄροϲ ἐν Λιβύῃ. γέγονε δὲ ἀπὸ τοῦ Κύκλωποϲ.
ει.
κυλίω: ῑ. τὰ γὰρ διὰ τοῦ ιω ὑπὲρ δύο ϲυλλαβὰϲ κτλ.
Κυλλοποδίων: ῑ ὁμοίωϲ τῷ ἐχίων.
κύμινον: διὰ τοῦ ῑ ράφεται· τὰ γὰρ διὰ τοῦ ινo προπαροξύτονα ἀποϲτρέφεται τὴν ει δίφθογγον.
κύνειοϲ: ει. ϲημαίνει δὲ μέροϲ ϲώματοϲ.
Κύννα ὄνομα πόρνηϲ.
Κυννίδαι γένοϲ Ἀθήνηϲιν, ἐξ οὐ ὁ ἱερεὺϲ τοῦ Κυννείου Ἀπόλλωνοϲ.
Κύπειρον: ἔϲτι δὲ εἶδοϲ βοτάνηϲ. ει, ἐπειδὴ Κύπαιρον λέγουϲιν
οἱ Δωριεῖϲ διὰ τῆϲ αι διφθόγγου. ἔθοϲ γὰρ ἔχουϲι τρέπειν τὸ ε εἰϲ
ᾱ οἷον Ἄρτεμιϲ Ἄρταμιϲ.
Κύρβαντεϲ Κορύβαντεϲ.
Κύριλλοϲ: ῑ. τὰ γὰρ ἔχοντα δύο λλ εἰϲ οϲ κύρια διὰ τοῦ ῑ γράφεται καὶ προπαροξύνεται.
Κυτίνιον: διὰ τοῦ ῑ. τὸ ῑ ἀπὸ τοῦ κύτινοϲ Κυτίνιον ὡϲ κόφινοϲ κοφίνιον.
Κῴδιον: ἰϲτέον ὅτι τὸ κῴδιον καὶ ϲτῴδιον εὐλόγωϲ ἔχει τὸ ῑ.
τὸ δὲ λαγῴδιον παραλόγωϲ. ἔϲτι γὰρ ϲτοιά ϲτοιᾶϲ. καὶ ἐπειδὴ ἡ τελευταία
ϲυλλαβὴ τῆϲ γενικῆϲ τοῦ πρωτοτύπου ἀπὸ φωνήεντοϲ ἄρχεται,
ἐγένετο ἡ παραγωγὴ διὰ τοῦ διον ϲτοίδιον ὡϲ γραφεῖον γραφείδιον
καὶ κατὰ ἔκταϲιν ϲτῴδιον καὶ ἔχει τὸ ῑ. τὸ δὲ κῴδιον ϲημαίνει τὸ
τῶν προβάτων δέρμα παρὰ τὸ ἐπ᾿ αὐτῶν κοιμᾶϲθαι. παρὰ τὸ κῶ τὸ
κοιμῶμαι γίνεται ὄνομα ῥηματικὸν κῶϲ. Νικοχάρηϲ Ληνίαιϲ «πλέομεν
ὦ κόρη ᾿ πι κῶϲ». τοῦτο γίνεται κατὰ πλεοναϲμὸν κῶαϲ ὡϲ ἀπὸ τοῦ
. τὸ δὲ λαγῴδιον οὐκ
ὤφειλεν ἔχειν τὸ ῑ. εἴτε ἀπὸ τοῦ λαγώϲ λαγώ εἴτε λαγόϲ λαγοῦ
γέγονεν. λαγίδιον γὰρ ὤφειλεν εἶναι, εἴτε ἀπὸ τοῦ λαγωόϲ λαγωοῦ
ὦϲ ὠτόϲ γίνεται ὤαϲ «κῶαϲ ἄγειν κριοῖο μεμαότα » (Apoll. Rhod. II
1198) καὶ γίνεται διὰ τοῦ ιδιον ἡ παραγωγὴ κωατίδιον καὶ ϲυγκοπῇ
τοῦ ατ γίνεται κωίδιον καὶ ϲυναιρέϲει κῴδιον
γέγονεν λαγώδιον γὰρ ὤφειλεν εἶναι χωρὶϲ τοῦ ῑ, ἐπειδὴ ἡ τελευταία
ῴδιον
καὶ ϲτῴδιον. ϲυνεξέδραμε τούτοιϲ καὶ τὸ καλώδιον.
κωμῳδόϲ, μελῳδόϲ, ῥαψῳδόϲ ϲὺν τῷ ῑ παρὰ τὸ ᾠδή.
κώνειον: δίφθογγοϲ ει. ἔϲτι γάρ τινα προπαροξύτονα διὰ τοῦ ειον τριϲύλλαβα, ἅτινα διὰ τῆϲ ει διφθόγγου γράφεται οἷον γένειον, δάνειον, βρένθειον. ἔϲτι δὲ εἶδοϲ πολυτελοῦϲ μύρου. οὕτωϲ οὖν καὶ. κώνειον διὰ τῆϲ ει διφθόγγου καὶ διὰ τὸ κωνεάζομαι, ἐφάνη γὰρ τὸ ε ἐν τούτῳ.
Κῷοϲ. ϲὺν τῷ ῑ γράφεται, ἐπειδὴ εὕρηται κατὰ διάϲταϲιν, Καλλίμαχοϲ «τῷ ἴκελον τὸ γράμμα τὸ Κώϊον » — ἢ ὅτι τὰ εἰϲ οϲ κτητικὰ τῷ ῑ θέλει παραλήγεϲθαι χωρὶϲ τοῦ θηλυκόϲ ὁ τοῦ θήλεοϲ, Λιβυκόϲ ὁ τῆϲ Λιβύηϲ, ἁλυκόϲ ὁ τῆϲ θαλάϲϲηϲ. ἔϲτωϲαν δὲ παραδείγματα τοῦ κανόνοϲ ταῦτα Ἡροδότειοϲ, Θηβαϊκόϲ, πατρώϊοϲ οὕτωϲ οὖν καὶ Κώϊοϲ.
Κωχεύει· μετεωρίζει. φέρει. κουφίζει. τὸ δὲ αὐτὸ καὶ κωφεύει.
λάβδα καὶ λάμβδα ϲτοιχεῖον ὑγρὸν καὶ ἀμετάβολον.
λάγβατα ὅρκια.
Λάγειον¨ οὕτωϲ δὲ λέγεται τὸ ἱπποδρόμιον Ἀλεξανδρείαϲ ἀπὸ
Λάγου τινόϲ. διὰ τῆϲ ει διφθόγγου γράφεται.
Λαγίδηϲ: ῑ. τὰ γὰρ εἰϲ οϲ διὰ τοῦ ιδηϲ γινόμενα κτλ.
λαγνεία: ει διὰ τῆϲ ει διφθόγγου γράφεται. τὰ γὰρ εἰϲ ηϲ
ἔχοντα ἀντιπαρακείμενον ῥῆμα διὰ τοῦ ευω τὸ θηλυκὸν διὰ τῆϲ ει
γράφεται οἷον λῃϲτήϲ λῃϲτεύω λῃϲτεία, ἱκέτηϲ ἱκετεύω ἱκετεία, πολίτηϲ
πολιτεύω πολιτεία, λάγνηϲ λαγνεύω λαγνεία.
λαγῷα κρέα καὶ λάγεια.
λαγῷα μετὰ τοῦ ῑ.
λαίαν κτῆϲιν· Δωριεῖϲ ἐπὶ τῆϲ λείαϲ. i. e. λάαν ϲὺν τῷ ῑ.
λᾶιδοϲ (i. c. λᾷδοϲ ϲὺν τῷ ῑ) λῇδοϲ τριβώνιον.
Λᾶοϲ ϲὺν τῷ ῑ, λέγεται γὰρ καὶ τριϲυλλάβωϲ Λάιοϲ.
λακάρτη λακάρη δένδρον τι.
Λακέρεια: ει δίφθογγοϲ τῷ κανόνι τῶν διὰ τοῦ εια προπαροξυτόνων.
ἔϲτι δὲ ὄνομα πόλεωϲ.
Λακίνιον ὄροϲ Κρότωνοϲ. καὶ Λακινία χώρα. διὰ τοῦ ῑ τὸ κι καὶ τὸ νι. τὰ γὰρ ἀμφιβαλλόμενα κτλ.· καὶ ἄλλωϲ ἀπὸ τοῦ Λακῖνοϲ.
Λακῖνοϲ: ῑ καὶ προπεριϲπᾶται. τὰ γὰρ διὰ τοῦ ινοϲ ὀνόματα κτλ.
λακπατῆϲαι λακτίϲαι καταπατῆϲαι. ἀνατρέψαι.
λακρίϲ καὶ λάκτιϲ· κώπη τορύνη.
λάκτιμα λάκτιϲμα (Aeschyl. Agam. 1601 ?).
λαλαμίϲ λαῖλαψ. ἀντὶ τοῦ λαλαμίϲ λαιλαμίϲ γράφουϲι.
Λάμπεια ὄροϲ Ἀρκαδίαϲ Παρθένιοϲ Ἀνθίππῃ. τὸ ἐθνικὸν δύωαται καὶ Λαμπειάτηϲ καὶ δίχα τοῦ ῑ.
Λάμπη πόλιϲ Κρήτηϲ, ἣν Ξενίων ἐν Κρητικοῖϲ διὰ δύο ππ γράφει καὶ διὰ δύο αα καὶ διὰ τοῦ η.
λαμπήνη εἶδοϲ ἁμάξηϲ· ἔνιοι ἀπήνη.
Λαμπώνεια πόλιϲ Τρῳάδοϲ. Ἑκαταῖοϲ Ἀϲίᾳ. τὸ ἐθνικὸν Λαμπωνεύϲ. Ἑλλάνικοϲ δὲ Λαμπώνιον αὐτήν φηϲι καὶ τὸ ἐθνικὸν Λαμπωνιεύϲ.
Λαοδαμάντεια νῆϲοϲ ἐν Λιβύη Ἀρτεμίδωροϲ. ἐκαλεῖτο δὲ Λαομεδόντεια, ἴϲωϲ ἀπὸ Λαομέδοντοϲ τοῦ Τρωόϲ. τὸ ἐθνικὸν ἀμφότερον Λαομεδοντίτηϲ καὶ Λαοδαμαντίτηϲ.
λαοπίζει ἢ λαπίζει γαυροῦται.
λαπάϲϲειν λαπάζειν κενοῦν.
Λάριϲα: ἔϲτι δὲ ὄνομα πόλεωϲ. διὰ τοῦ ῑ γράφεται. τὰ γὰρ διὰ τοῦ ιϲα κτλ.
λαϲιτόϲ: κίναιδοϲ· ἢ λεϲιτόϲ· πόρνη.
λατρεία ἐκ τοῦ λατρεύω.
Λαύρειον: ἔϲτι δὲ τόποϲ τῆϲ Ἀττικῆϲ ποιῶν μέταλλον. διὰ τῆϲ
λάχεια. ϲημαίνει δὲ τὴν καλῶϲ ἐϲκαμμένην γῆν· διὰ τῆϲ ει διφθόγγου τῷ λόγῳ τῶν διὰ τοῦ εια ἀπὸ ἐνεϲτώτων προπαροξυτόνων οἷον κρατῶ κράτεια, καχῶ λάχεια, ἐνεργῶ ἐνέργεια.
Λεβάδεια πόλιϲ Βοιωτίαϲ: ει.
λείαξ: διὰ τῆϲ ει διφθόγγου. παρὰ γὰρ τὸ λεῖον γέγονε λείαξ.
λείβω.
λεῖκνον: διφορεῖται. καὶ γὰρ διὰ τῆϲ ει διφθόγγου γράφεται καὶ
διὰ τοῦ ῑ. καὶ εἰ μὲν διὰ τῆϲ ει διφθόγγου, ϲχηματίζεται οὕτωϲ· ἐκ
τοῦ λέχοϲ γίνεται λέχνον καὶ λέκνον καὶ πλεοναϲμῷ τοῦ ῑ λεῖκνον.
καὶ γὰρ οἱ ἀρχαῖοι ἐν τοῖϲ πτυαρίοιϲ ἐποίουν τοὺϲ οἰκείουϲ υἱοὺϲ
καθεύδειν διὰ τὸ πολύγονον. εἰ δὲ διὰ τοῦ ῑ, οὕτωϲ· ἔϲτι λικμᾶν, ὃ
γίνεται παρὰ τὸ λίαν καμεῖν, ἐξ οὗ γίνεται λίκμον καὶ μεταθέϲει τοῦ μ
εἰϲ ν λίκνον.
λεῖμαξ· ϲημαίνει δὲ τὸν λειμῶνα. διὰ τῆϲ ει διφθόγγου.
λειμών: διὰ τῆϲ ει διφθόγγου γράφεται· παρὰ τὸ λείβω τὸ καταϲτάζω λειβών καὶ λειμών.
λειόβατοϲ. παρὰ τὸ λεῖον. ἔϲτι δὲ εἶδοϲ ἰχθύοϲ.
λεῖοϲ: διὰ τῆϲ ει διφθόγγου. ἀνεφάνη γὰρ ἐν τῷ λεαίνω.
λείριον: ει. παρὰ τὸ λεῖον λείϊον καὶ προϲθέϲει τοῦ ρ λείριον.
λειρόφθαλμοϲ: εἰ ϲημαίνει τὸν προϲηνῆ, διὰ τῆϲ ει διφθόγγου
λειτουργεῖν: τὸ ὑπηρετεῖν. διὰ τῆϲ ει διφθόγγου. παρὰ γὰρ
τὸ λήϊτον τὸ δημόϲιον καὶ τὸ ἔργον γέγονε ληϊτουργεῖν καὶ κατὰ ϲυϲτολὴν
τοῦ η εἰϲ ε λεϊτουργεῖν καὶ κατὰ ϲυναίρεϲιν τοῦ ε καὶ ῑ εἰϲ
τὴν ει δίφθογγον λειτουργεῖν.
λειφαιμήϲαϲ λιφαιμήϲαϲ.
λειχήν. διὰ τῆϲ ει διφθόγγου παρὰ τὸ λείχω. καί φαϲιν ἐκ τοῦ λείχειν τὸ πάθοϲ ἐπαίρεται.
λείχω διὰ τῆϲ ει διφθόγγου. ἀντιπαράκειται γὰρ αὐτῷ τραπεζολοιχόϲ
λείψανον: διὰ τῆϲ ει διφθόγγου γράφεται. ἢ παρὰ τὸ λείβω λείψω γίνεται· καὶ γὰρ ἔϲπενδον ἐπὶ τῶν τεθνεώτων· ἢ παρὰ τὸ λείπω λείψω. λείψανα γάρ εἰϲι τὰ ἐγκαταλείμματα.
λειψανδρία.
Λειψύδριον χώριόν τι ὑπὲρ Πάρνηθοϲ, ὃ ἐτείχιϲεν Ἀλκμαίων.
Λειώδηϲ ὄνομα κύριον διὰ τῆϲ ει διφθόγγου γράφεται, παρὰ τὸ λεῖον, ὅπερ διὰ τῆϲ ει διφθόγγου γράφεται.
λέκιθοϲ. ϲημαίνει δὲ τὸν κρόκον τοῦ ὠοῦ. διὰ τοῦ ῑ γράφεται τὸ κι.
λεξείδιον, εἰ μὲν ἀπὸ τῆϲ λέξιϲ λέξεωϲ, διὰ τῆϲ ε διφθόγγου· εἰ δὲ ἀπὸ τῆϲ λέξιοϲ Ἰωνικῶϲ, διὰ τοῦ ὡϲ ἀπὸ τῆϲ ῥήϲεωϲ ῥηϲείδιον, ἀπὸ δὲ τῆϲ ῥήϲιοϲ γενικῆϲ Ἰωνικῆϲ ῥηϲίδιον καὶ τὰ ὅμοια.
Λεοντῖνοϲ τῷ κανόνι τοῦ Λακῖνοϲ.
λῄδιον cf. λᾷδοϲ.
λήϊον: ϲιτοφόρον χωρίον· ἀπὸ τοῦ λειαίνειν τὴν τροφήν. ἀγριοῦνται γὰρ οἱ λιμώϲϲοντεϲ· βέλτιον δὲ ε ψιλῷ διὰ τὴν ἐπιφαινομένη κατὰ καιρὸν λειότητα τῶν ἀϲταχύων.
ληΐτη ἱέρεια, οἱ δὲ λῃτή.
λῆμα καὶ λῆμμα· τὸ μὲν τίθεται ἐπὶ ψυχικοῦ παραϲτήματοϲ, τὸ δὲ
ἐπὶ τοῦ λαμβανομένου· καὶ ἔϲτι τὸ μὲν ἀπὸ τοῦ λῶ τὸ θέλω, τὸ δὲ
ἀπὸ τοῦ λήβν τὸ λαμβάνω.
λῇϲ λῇ μετὰ τοῦ ῑ παρὰ τὸ λῶ τὸ θέλω.
λῄϲταρχοϲ ἀρχιλῃϲτήϲ. — λῃτῆρεϲ λῄτειραι. — λῃτή, λῇτον ϲὺν τῷ ῑ.
λῃϲτήϲ ἔχει προϲκείμενον τὸ ῑ ἀπὸ γὰρ τοῦ ληϊϲτήϲ τριϲυλλάβου ἐϲτίν.
Λητώ: λέγει ὁ Ἡρωδιανόϲ — ὅτι τὰ ἀρχαῖα τῶν ἀντιγράφων ἐν ταῖϲ εἰϲ ω ληγούϲαιϲ εὐθείαιϲ εἶχεν τὸ ῑ προϲγεγραμμένον οἷον ἡ Λητωί, ἡ Ϲαπφωί ϲὺν τῷ ῑ.
λίαν: ῑ. τὰ γὰρ εἰϲ αν λήγοντα ἐπιρρήματα οὐ θέλει τῇ ει διφθόγγῳ παραλήγεϲθαι.
λίβανοϲ: ῑ. παρὰ τὸ λείβω. καὶ γὰρ ϲυναλιφή ἀπὸ τοῦ ἀλείφω. ἔϲτι δέ τινα ὀνόματα ἀπὸ ῥημάτων γινόμενα ἅτινα οὐ φυλάττει τὴν τοῦ ῥήματοϲ γραφὴν ὡϲ ἐπιτοπλεῖϲτον πείθω πιθανόϲ, λείβω λίβανοϲ. λιβρόν: ϲκοτεινόν, μέλαν, δίυγρον.
λιμβεία παρὰ τὸ λιμβεύω.
λιμβόϲ: διὰ τοῦ ῑ κατὰ παράδοϲιν.
λιμήρη Ἐπίδαυρον· τοῦτο διϲϲόν ἐϲτιν. ὁπότε παρὰ τοῦ λιμένοϲ λιμεωήρη ἢ παρὰ τοῦ λειμῶνοϲ λειμωνήρη λειμήρη. οὕτωϲ Ἡρωδιανόϲ.
?λίμμα: ῑ παρὰ τὸ λείπω λίμμα. πολλὰ δέ ἐϲτιν ὀνόματα κτλ. cf. λίβανοϲ.
λιμόϲ: διὰ τοῦ ῑ γράφεται. καὶ ὤφειλε διὰ τῆϲ ει διφθόγγου
γράφεϲθαι, ἐπειδὴ παρὰ τὸ λείπω ἐϲτίν ὁ γὰρ λιμόϲ λεῖψίϲ ἐϲτι τῶν
ἐπιτηδείων. ἀλλ᾿ ἡ παράδοϲιϲ ἔχει τὸ ῑ λέγει δὲ ὁ Τρύφων, ὅτι
ϲυνέπαθε ἡ φωνὴ τῷ ϲημαινομένῳ· ἐπειδὴ γὰρ ἔνδειαν ϲημαίνει τινὸϲ
τῶν ἐπιτηδείων, τούτου χάριν καὶ ἔνδειαν φωνήεντοϲ ἀνεδέξατο. ὁ
δὲ Ἀπολλώνιόϲ φηϲι, ὅτι τὸ λιμόϲ διὰ τοῦ ῑ γράφεται ἐξ ἀφορμῆϲ
τοῦ λιμπάνω· τὰ γὰρ διὰ τοῦ ανω εἰ μὲν πλεονάζει τὸ ν, ϲυϲτέλλει
τὴν ἀρχήν, οἷον λήθω λανθάνω, μήθω μανθάνω, πήθω πανθάνω,
λείπω λιμπάνω. εἰ δὲ μὴ πλεονάζει τὸ ν, φυλάττει τὴν ἀρχὴν οἷον
αὔξω αὐζάνω.
λιπαρεῖν τὸ παρακαλεῖν διὰ τοῦ ῑ γράφεται, ὅτι παρὰ τὸ λίαν παρεῖναί ἐϲτιν.
λίποϲ: διὰ τοῦ ῑ γράφεται. ϲυνεϲταλμένη γάρ ἐϲτιν ἡ λι ϲυλλαβή.
λίϲ ϲημαίνει τὸν λέοντα ἀρϲενικῶϲ καὶ θηλυκῶϲ δὲ ἐπὶ τῆϲ λείαϲ
« πέτρη γὰρ λίϲ ἐϲτι περιζέϲτῃ εἰκυῖα » (μ 79) διὰ τοῦ ῑ γράφεται· τὰ
γὰρ εἰϲ ιϲ κοινολεκτούμενα ἀποϲτρέφεται τὴν ει δίφθογγον πάριϲ,
πόλιϲ, ἀϲπίϲ, ῥανίϲ.
λίταργοϲ ὁ ταχύϲ διὰ τοῦ ῑ γράφεται· παρὰ γὰρ τὸ λίαν ἀργὸν εἶναι ἤγουν ταχύν.
λιτόϲ: ῑ κατὰ παράδοϲιν. καὶ πάλιν τὰ διὰ τοῦ ιτοϲ ἀποϲτρέφεται τὴν ει δίφθογγον.
λίτρα: ῑ· εὕρηται γὰρ ἐν ϲυϲτολῇ παρὰ τοῖϲ Δωριεῦϲιν.
λιχμῶ: παρὰ τὸ λείχω. τὸ λι ῑ, ἐπειδὴ οὐ πάντα ἀκόλουθα τὰ παραγωγὰ τοῖϲ πρωτοτύποιϲ.
λίχνοϲ διὰ τοῦ ῑ.
λιχνεία: τὸ χωει δίφθογγοϲ παρὰ τὸ λιχνεύω.
λίψ ϲημαίνει τὸν ἄνεμον καὶ τὴν ἧτταν καὶ τὴν λιβάδα. ἀμφότερα παρὰ τὸ λείβω λείψω γέγονεν ἢ παρὰ τὸ λείπω λείψω, διὰ τοῦ ῑ δέ. τὰ γὰρ εἰϲ ψ λήγοντα πᾶϲαν δίφθογγον ἀποϲτρέφεται.
λογεῖον: ϲημαίνει εἶδοϲ κρατῆροϲ καὶ τὸν τόπον τοῦ θεάτρου διὰ τῆϲ ει διφθόγγου γράφεται. τὰ γὰρ ἀπὸ τῶν εἰϲ ω ῥημάτων διὰ τοῦ ειον γινόμενα καὶ προπεριϲπᾶται καὶ διὰ τῆϲ ει διφθόγγου γράφεται οἷον ᾄδω ᾠδεῖον, κείρω κουρεῖον, ϲκάπτω ϲκαφεῖον, ἄγω ἀγγεῖον. οὕτω καὶ λέγω λογεῖον.
Λόκοζοϲ πόλιϲ Φρυγίαϲ. — κατεκλύϲθη δέ, ὡϲ Ξάνθοϲ ὁ Λυδόϲ, ὃϲ καὶ διὰ τοῦ ξ γράφει ἐν τόποιϲ (Λυδιακοῖϲ ?) Λοκοξίταϲ τούτουϲ καλῶν.
λοφάδεια.
λοχίτηϲ: ὁ ἐνεδρεύων. τὰ παρὰ τῶν εἰϲ οϲ διὰ τοῦ ιτηϲ κτλ.
Λύκαια πόλιϲ Ἀρκαδίαϲ. Θεόπομποϲ πεντηκοϲτῷ ἕκτῳ. παρὰ δὲ
Μενελάῳ Λύκαιθα μετὰ τοῦ θ.
Λύκαιον τὸ ὄροϲ.
Λύκειον τὸ γυμνάϲιον.
Λύκτοϲ πόλιϲ Κρήτηϲ ἀπὸ τοῦ Λύκτου τοῦ Λυκάονοϲ· ἔνιοι δὲ Λύττον αὐτήν φαϲι διὰ τὸ κεῖϲθαι ἐν μετεώρῳ τόπῳ. τὸ γὰρ ἄνω καὶ. ὑψηλὸν λύττον φαϲί.
Λυκώρεια κώμη ἐν Δελφοῖϲ. ὁ πολίτηϲ Λυκωρεύϲ καὶ Λυκώριοϲ καὶ Λυκωρείτηϲ. ἔϲτι καὶ Λυκώρειοϲ Ζεὺϲ καὶ Λυκώρειον διὰ διφθόγγου.
Λύρκειον ὄροϲ Ἄργουϲ.
Λυρωατία χερρόνηϲοϲ καὶ χωρίον Λυκίαϲ. Ἀλέξανδροϲ ἐν δευτέρῳ περὶ Λυκίαϲ.
Λυρνηϲϲόϲ πόλιϲ Τρωϊκή. διὰ δύο ϲϲ.
Λυϲάνδρεια πανήγυριϲ ἀπὸ Λυϲάνδρου ὀνομαϲθεῖϲα. ει.
λύϲειοι τελεταί· οὕτωϲ ἐλέγοντό τινεϲ τελεταί, ἐπεὶ καὶ Λύϲιοϲ ἐλέγετο ὁ Διονύϲιοϲ. ει.
λυϲιμάχειοϲ βοτάνη εὑρεθεῖϲα ὑπὸ Λυϲιμάχου. ει.
Λυχνιτόϲ πόλιϲ Ἰλλυρίαϲ ἀρϲενικῶϲ λεγομένη. Ἡρωδιανόϲ. ἄλλοι δὲ Λυχωιδόϲ.
λῴων βελτίων. ϲὺν τῷ ῑ.
μάγειροϲ: ει.
μάδιϲοϲ: δίκελλα οἱ δὲ μαδιβόϲ.
μαζόϲ μαϲτόϲ.
Μάζυεϲ οἱ Λιβύηϲ νομάδεϲ. — εἰϲὶ δὲ καὶ ἕτεροι Μάξυεϲ καὶ ἕτεροι Μάχλυεϲ.
μακέλη καὶ μάκελλα· δίκελλα.
Μακέτηϲ Μακεδόνιοϲ καὶ Μακέτιϲ γυνὴ καὶ Μάκεϲϲα ἐπιθετικῶϲ, ὡϲ Ἡρακλείδηϲ, καὶ Μάκεττα διὰ δύο ττ καὶ δι’ ἑνὸϲ τ.
Μακετία λέγεται Μακεδονίαϲ μοῖρα κτλ. γράφεται δὲ δι᾿ ἑνὸϲ τ καὶ διὰ δύο ττ.
Μάκιϲτοϲ πόλιϲ τῆϲ Τριφυλίαϲ. τὸ ἐθνικὸν Μακίϲτιοϲ καὶ Μακιϲτία.
εὕρηται καὶ Μακέϲτιοϲ διὰ τοῦ ε ψιλοῦ.
Μάκρυεϲ ἔθνοϲ Λιβύηϲ. Ῥιανὸϲ δὲ Μάκριαϲ διὰ τοῦ ῑ τούτουϲ φηϲί.
μαλακόϲ μαλθακόϲ.
μαλάϲϲειν μαλθάϲϲειν.
μαλάχη μολόχη.
Μάλεα ἄκρα πρὸϲ τῇ Πελοποννήϲῳ. καὶ Μάλεια διὰ διφθόγγου.
Μαλειήτηϲ ὡϲ Αἰγινήτηϲ· λέγεται καὶ Μαλεάτηϲ Μαλεᾶτιϲ.
μάλευρον ἄλευρον.
μᾶλλον τὸ ἐπίρρημα τὸ α μακρὸν ἔχει. τὰ δὲ ἔχοντα δύο ϲύμφωνα
ὅμοια ἑπόμενα βραχὺ ἔχει τὸ δίχρονον οἷον ἄλλοϲ, γάλλοϲ,
θαλλόϲ, θάλλω, πάλλω, ἅλλομαι καὶ ἀγάλλομαι Mon. 26 16 cf. Dichr.
292, 10 καὶ τὰ ὅμοια. ὅθεν Λάκωνεϲ τὸ μᾶλλον μάλιον λέγουϲι διὰ
τὸ μὴ ϲυϲτεῖλαι τὸ ᾱ. λοιπὸν ἐν οἷϲ ἐπιφέρηται δύο ϲύμφωνα ὅμοια,
ϲυϲτέλλει τὸ δίχρονον ἤγουν τὸ ῑ οἷον ἴλλοϲ, ἴκκοϲ καὶ ἴλλαοϲ οἱ
Αἰολεῖϲ (pro καὶ ἴλαοϲ scripsi), ἐπειδὴ ἀνεδιπλαϲίαϲε (hoc inserui), ϲυνέϲτειλε
τὸ δίχρονον ἤγουν τὸ ῑ διὰ τὸ μὴ δύναϲθαι ὡϲ εἴρηται αὐτὸ
ἐκτείνεϲθαι (hoc inserui) τῶν δύο ἐπιφερομένων ϲυμφώνων.
Μαντίνεια πόλιϲ Ἀρκαδίαϲ. Ὅμηροϲ «οἳ Τεγέαν τ᾿ εἶχον κοὶ Μαντινέην ἐνέμοντο» (Β 607).
Μαντύη καὶ Μάντυα πόλιϲ Ῥωμαίων. γράφεται καὶ Μάντουα τῷ τῶν Ῥωμαίων ἔθει.
Μαργίτηϲ παρὰ τὸ μάργοϲ.
Μαρικᾶϲ cf. Γαριμᾶϲ.
μάρκαϲ μακάριοϲ.
Τὴν μάρτυϲ εὐθεῖαν ἡ Αἰολέων διάλεκτοϲ διὰ τοῦ ρ προφέρει·
ἐκεῖνοι γὰρ τὸ ϲ εἰϲ ρ μεταβάλλουϲι τὸ οὗτοϲ οὗτορ λέγοντεϲ καὶ ἵπποϲ
ἵππορ· οὕτωϲ οὖν καὶ μάρτυϲ μάρτυρ, ἀφ᾿ ἧϲ ἐκπίπτει πληθυντικὸν
μάρτυρεϲ παρά τε τοῖϲ κωμικοῖϲ καὶ Ἱππώνακτι.
μάϲθλη καὶ μάϲθληϲ ἀπὸ τοῦ ἱμάϲϲω.
μαϲταρίζω.
μαϲτροπόϲ καὶ μαϲτροφόϲ.
ματᾴζω πρὸϲ τὸ ᾱ τὸ ῑ γραφόμενον ἔχει ὡϲ τὸ ϲφαδάζω, τεράζω.
ματεῖ ζητεῖ et μαϲτεύει ζητεῖ.
μάτιοϲ μάταιοϲ.
ματιολοιχόϲ.
ματύαι γνάθοι.
μαῦρον τὸ ἀμαυρόν.
μεγαλλεῖον ὄνομα μύρου ἀπὸ Μεγάλου Ϲικελιώτου εὑρόντοϲ αὐτό.
μεγαλοφυείαϲ: μεγαλονοίαϲ.
Μεγαρικόϲ κτητικόν οὕτω δὲ καὶ τοὺϲ Μεγαρικοὺϲ κεράμουϲ διὰ τοῦ ε χρὴ λέγειν, οὐ διὰ τοῦ α, ὡϲ οἱ ἔμποροι τὴν ἄρχουϲαν παραφθείροντεϲ.
μεγήρατα. Ἡϲίοδοϲ «μεγήρατα τέκνα θεάων (Theogn. 240) μεγάλωϲ ἐπέραϲτα ἢ ὑπερήφανα διὰ τὸ κάλλοϲ· ἢ μέγα ἐρίζοντα περὶ κάλλουϲ.
μέδεα τὰ αἰδοῖα παρὰ τὸ μέδειν καὶ ἄρχειν τῆϲ γενέϲεωϲ ὡϲ καὶ
Ἀρχίλοχοϲ «ἶναϲ δὲ μεδέων ἀπέθριϲε» καὶ κατὰ μετάθεϲιν τοῦ δ εἰϲ ζ
μέζεα Ἡϲίοδοϲ (op. 512) «καὶ ὑπὸ μέζε᾿ ἔθεντο». ἢ ὅτι μέϲα ἐϲτὶ τῆϲ
οὐρᾶϲ μέϲεα ὄντα. Ϲικελοὶ δὲ καὶ Ταραντῖνοι μέϲα αὐτὰ καλοῦϲι. ἐκ
δὲ τοῦ μέδεα κατὰ τροπὴν τοῦ ε εἰϲ η μήδεα.
μεθίω ἀμελῶ — μεθείω ἀμελήϲω ἢ ἀπὸ τοῦ μεθῶ μεθείω ὡϲ τελῶ τελείω.
μεθόπωρον μετόπωρον.
Μεθώνη πόλιϲ Μαγνηϲίαϲ, ἣν Ὅμηροϲ διὰ τοῦ η «οἱ δ᾿ ἄρα Μηθώνην καὶ Θαυμακίην ἐνεμοντο» (B 716).
μείζω διὰ τῆϲ ει διφθόγγου γράφεται, ἐπειδὴ ἀπὸ τοῦ μείζων ϲυγκριτικοῦ γέγονεν. τὸ δὲ μείζων διὰ διφθόγγου κτλ.
μείϲ μήν.
μελάντειοι ὅροι: ει.
μειλίγματα μείλια μείλιχοϲ μειλίϲϲεϲθαι.
Μελίταια πόλιϲ Θεϲϲαλίαϲ. Ἀλέξανδροϲ Ἀϲίᾳ. Θεόπομποϲ δὲ Μελίτειαν αὐτήν φηϲι.
μελίταινα πόα τιϲ, ἣν ἔνιοι μελίκταιναν (ἄλλοι μελιϲϲόφυλλον).
μεμνέῳτο «ὡϲ μεμνέψτο δρόμου» (ψ 361). προπαροξυνητέον.
γράφεται δὲ καὶ ϲὺν τῷ ῑ τὸ ω. οὕτω δὲ καὶ ὁ Ἀϲκαλωνίτηϲ ἐκ τοῦ
μεμνέοιτο ἡγούμενοϲ αὐτὸ εἶναι. παρὰ μέντοι Ξενοφῶντι ἄνευ τοῦ ε
πάλιν προπεριϲπαϲτέον.
μεμορυχμένα.
Μεμφίτηϲ παρὰ τὸ Μέμφιϲ.
μεϲαύχενεϲ· Ἀριϲτοφάνηϲ φηϲί «μεϲαύχεναϲ νέκυαϲ» οὕτω διὰ
τοῦ μ γραπτέον μεϲαύχενεϲ, ὅτι μέϲον αὐχένα ἀϲκοῦ πιέζει, ὃ περιεβάλλοντο
ϲχοινίον. παρῳδεῖ δὲ τὰ ἐν τῷ Φιλοξένου Ϲύρῳ· ἔνιοι δὲ
διὰ τοῦ δ γράφουϲι δεϲαύχενεϲ καὶ βυϲαύχενεϲ οὐ καλῶϲ.
μεϲοπέρδην· μεϲοφέρδην τὸν μέϲον φερόμενον· τὸ γὰρ παλαιὸν τῷ π ἀντὶ τοῦ φ ἐχρῶντο προϲτιθέντεϲ τὸ τῆϲ δαϲύτητοϲ ϲημεῖον.
Μεϲϲήνη καὶ χώρα καὶ πόλιϲ. — χώρα δὲ Μεϲϲηνία καὶ Μέϲϲη
κατ᾿ ἀποκοπὴν ἢ Μέϲη καὶ Μεϲήνη, ὥϲ τινεϲ.
Μέταβον οἱ βάρβαροι τὸν Μεταπόντιον ἔλεγον.
μέταυλον μέϲαυλον.
Μῄονεϲ οἱ Λυδοὶ λέγονται ἀπό τινοϲ Μῄονοϲ ἢ Μαίονοϲ τραπέντοϲ
μὲν τοῦ ᾱ εἰϲ η, τοῦ δὲ ῑ μένοντοϲ ἀνεκφωνήτου· λέγονται δέ
ποτε καὶ τετραϲυλλάβωϲ Μηΐονεϲ ἐκφωνηθέντοϲ τοῦ προϲγραφομένου ῑ.
Ἡρακλείδηϲ δέ, φαϲίν, ἄνευ τοῦ ῑ γράφει τοὺϲ ἀπὸ τοῦ Μαίονοϲ κληθένταϲ
Μήοναϲ λέγων Βοιωτίαν εἶναι τὴν τοιαύτην μεταβολὴν ὡϲ τῶν
Βοιωτῶν τὴν ὅλην αι δίφθογγον εἰϲ η καταμόναϲ μεταβαλλόντων, ὥϲ
που καὶ ὁ Χοιροβοϲκὸϲ παραϲημειοῦται, ἐν οἷϲ ἐξηγεῖται τὸν Ἡρωδιανὸν
λέγων καὶ ὅτι τὰϲ θηλυκὰϲ πληθυντικὰϲ εὐθείαϲ τῶν παθητικῶν
ἐνεϲτώτων τὸ ποιούμεναι λεγόμεναι καὶ τὰ τοιαῦτα ποιούμενη
λεγόμενη ἐκεῖνοί φαϲιν, οὕτω δὲ καὶ τὰ ὅμοια.
μιγέωϲι μιχθῶϲι.
Μιδάειον πόλιϲ Φρυγίαϲ. — καὶ Μιδάϊον λέγεται καὶ Μιδήϊον.
μικκόϲ ὁ μικρόϲ· ἐπειδὴ ἀνεδιπλαϲιάϲθη τὸ κ, ϲυϲτέλλουϲι τὸ ῑ.
μικρόϲ: διὰ τοῦ ῑ γράφεται· κανὼν δὲ τοιοῦτοϲ τὰ εἰϲ κροϲ γενόμενα
μῖλαξ ἡ λικία· ἔνιοι δὲ μέλλαξ. καὶ παῤ Ἑρμίππῳ ἐν θεοῖϲ, ἀγνοήϲαϲ Ἀρτεμίδωροϲ. ἐκεῖ γὰρ μῖλάξ ἐϲτιν.
Μίλητοϲ· ἔϲτι ὄνομα πόλεωϲ, διὰ τοῦ ῑ γράφεται· Μίλλατοϲ γὰρ
λέγουϲιν οἱ Αἰολεῖϲ ὥϲπερ ὅμιλοϲ ὅμιλοϲ, πέδιλον πέδιλλον· εἰ δὲ
ἐγράφετο διὰ τῆϲ ει διφθόγγου, ἔλεγον ἂν Μέλλετοϲ ὥϲπερ κείρω κέρρω.
μιλτοπάρῃοι.
μίμνω: ἔϲτι τινὰ ῥήματα. ἅτινα πλεονάζει ϲύμφωνον καὶ τρέπει τὸ ε εἰϲ ῑ ἔϲτιν οὖν μένω, γίνεται δὲ μίμνω.
μῖμοϲ. ῑ τὰ εἰϲ οϲ διϲύλλαβα ἔχοντα τὴν πρώτην καὶ τὴν δευτέραν ϲυλλαβὴν ἀπὸ τοῦ αὐτοῦ ϲυμφώνου ἀρχομένην ἑνὶ φωνήεντι θέλει παραλήγεϲθαι οἷον Νῖνοϲ, βίβλοϲ.
μινῴα εἶδοϲ ἀμπέλου.
μιμνῄϲκω ὁ μὲν Δίδυμοϲ ἄνευ τοῦ ῑ, ἡ μέντοι παράδοϲιϲ οὐκ
ἐπείϲθη αὐτῷ.
Μίνωϲ βαϲιλεύϲ. τινὲϲ διὰ διφθόγγου παρὰ τὸ μένω Μένωϲ καὶ Μείνωϲ, ἐπεὶ κατέμεινεν ἡ Εὐρώπη ἐν Κρήτῃ Ἀϲτερίωνι γαμηθεῖϲα, ἐξ ἧϲ γέγονεν ὁ Μίνωϲ. ἡ δὲ παράδοϲιϲ ἔχει τὸ ῑ, ἐπεὶ παρὰ τὸ μίμνω Μίμνωϲ καὶ Μίνωϲ.
μιϲγάγκεια: ει.
μίϲγω cf. supra μιγέωϲι et can. general.
μῖϲοϲ: ῑ ὥϲπερ ἀπὸ τοῦ ἀφροδύτη γέγονεν Ἀφροδίτη καὶ δύφροϲ δίφροϲ, οὕτω μύϲοϲ μῖϲοϲ.
μίτυλον ἔϲχατον νήπιον Λάκωνεϲ. — μύτιλον ἔϲχατον, ἀφ᾿ οὖ
καὶ τὸν νεώτατον. οἱ δὲ καὶ τὸ ἀποβαῖνον. καὶ ὁ νήπιοϲ καὶ ὁ νέοϲ.
μνῴα δουλεία. ϲὺν τῷ ῑ.
μόλιβοϲ καὶ μόλυβδοϲ εἰ μὲν ἐϲτίν, τὸ δ οὐκ ἔϲτιν οἷον «καὶ μόλιβοϲ ὥϲτε δίκτυον κατῆγε» Ϲοφοκλῆϲ ἐὰν δὲ τὸ ῡ, τὸ δ «ἡ δὲ μολυβδαίνῃ ἰκέλη» Ἰλιάδοϲ Ω (80).
Μολοϲϲοί καὶ Μολοττοί καὶ Μολοτοί δι᾿ ἑνὸϲ τ.
Μολυκρία πόλιϲ Αἰτωλίαϲ. Ϲτράβων δεκάτῃ (p. 460). Θουκυδίδηϲ δευτέρᾳ (c. 84) Μολύκρειον αὐτὴν καλεῖ, Εὐφορίων δὲ Μολυκρίαν αὐτήν φηϲιν.
Μομβρώ ἡ Μορμώ.
Μοψοψία ἡ Ἀττικὴ ἀπὸ Μόψοποϲ. ὁ πολίτηϲ Μοψόπειοϲ διὰ διφθόγγου καὶ διὰ τοῦ ῑ.
Μυκάλη πόλιϲ Καρίαϲ. Δίδυμοϲ δὲ ὄροϲ τὴν Μυκάλην φηϲίν.
ἐκλήθη δὲ ἐπεὶ αἱ λοιπαὶ Γοργόνεϲ ἐπὶ τόκῳ (Moin. ἐπ᾿ οἴκτῳ) μυκώμεναι
τὴν κεφαλὴν Μεδούϲηϲ ἀνεκαλοῦντο οἱ δὲ Μυχάλην αὐτήν φαϲιν,
ἐπεὶ ἐν μυχῷ κεῖται τῆϲ Καρικῆϲ ἁλόϲ.
Μυκαληϲϲόϲ πόλιϲ μεϲογεία Βοιωτίαϲ.
Μυκέρινα ὄνομα πόλεωϲ.
Μυλάντειοι θεοί.
Μύλαϲ εἶϲ τῶν Τελχίνων ὃϲ τὰ ἐν Καμείρῳ ἱερὰ Μυλαντείων ἱδρύϲατο.
Μύλιττα ἡ Οὐρανία. Ἀϲϲύριοι.
Μυργέται ἔθνοϲ Ϲκυθικόν. Ἑκαταῖοϲ Εὐρώπῃ. ἔν τιϲι δὲ τῶν
Ἡρωδιανοῦ γράφεται διὰ τοῦ γ Γυργετῶν κακῶϲ.
Μύρινοϲ πόλιϲ ἐν Λήμνῳ ἀπὸ Μυρίνηϲ ἢ Μυρίνου.
Μύρκινοϲ τόποϲ καὶ πόλιϲ κτιϲθεῖϲα παρὰ τῷ Ϲτρυμόνι ποταμῷ. Παρθένιοϲ δὲ Μυρκιννίαν αὐτήν φηϲι.
Μυρμήκιον πολίχνιον τῆϲ Ταυρικῆϲ. Ϲτράβων ἑνδεκάτῃ (p. 494).
Ἡρωδιανὸϲ διὰ διφθόγγου γράφει καὶ προπεριϲπᾶ· τὸ ἐθνικόν, ἐὰν μὲν
διὰ διφθόγγου, Μυρμηκειεύϲ, εἰ δὲ διὰ τοῦ ῑ γράφεται, Μυρμήκιοϲ.
Ἀρτεμίδωροϲ δὲ Μυρμηκίαν αὐτήν φηϲι.
μυρρίνη μυρϲίνη.
Μυρρινοῦϲ δῆμοϲ τῆϲ Πανδιονίδοϲ φυλῆϲ. ὁ δημότηϲ Μυρρινούϲιοϲ.
Διονύϲιοϲ δὲ ὁ Τρύφωνοϲ Μυρρινοῦττά φηϲιν. ὁ δημότηϲ ἐκ
Μυρρινούττηϲ διὰ δύο ττ.
Μύρϲινοϲ πόλιϲ Ἤλιδοϲ «καὶ Μύρϲινοϲ ἐϲχατόωϲα» (B 616). ὕϲτερον δὲ Μυρτούτιον ἐκλήθη.
μυϲτίλη ὁ κοῖλοϲ ἄρτοϲ.
νάθραξ καὶ νάρθαξ νάρθξ. Δωρικῶϲ.
Ναιάδεϲ ἢ Nαΐδεϲ, Νηΐδεϲ.
ναίω τὸ οἰκῶ διὰ τῆϲ αι διφθόγγου ὡϲ τὸ «ναῖε δὲ Ϲατνιόεντοϲ
Nακόλεια πόλιϲ Φρυγίαϲ· ἔϲτι καὶ οὐδέτερον Νακόλαιον. καὶ
ὥϲπερ ἀπὸ τοῦ νύμφηϲ νύμφαιον καὶ Ἥραϲ Ἥραιον, οὕτω Νακόληϲ
Nακόλαιον ἀπὸ Νακόληϲ νύμφηϲ. τὸ ἐθνικὸν Νακολαιεύϲ. εἰ δέ ἐϲτι
Νακόλεια διὰ τῆϲ ει διφθόγγου, παρὰ τὸν Νάκολον τὸν Δαϲκύλου
παῖδα, τὸ ἐθνικὸν ἔϲται Νακολεύϲ.
νάρθηξ: cf. νάθραξ.
Νάϲτοϲ πόλιϲ Θρᾴκηϲ. γράφεται καὶ Νέϲτοϲ.
ναῦϲ: τοῦ ὀνόματοϲ αἱ εὐθεῖαι ποικίλαι οἷον νεῦϲ διὰ τοῦ ε, νηῦϲ διὰ τοῦ η ναῦϲ διὰ τοῦ ᾱ, νᾶϲ παρὰ Δωριεῦϲι· χρῆται οὖν ὁ ποιητὴϲ ταύταιϲ ταῖϲ φωναῖϲ νηυϲί, νευϲί, νέεϲϲιν, νήεϲϲιν. οἱ Αἰολεῖϲ νάεϲϲι. τί οὖν; οὖκ οἶδεν Ὅμηροϲ τὴν ναυϲί ναί, ἐν ϲυνθέϲει, Ναυϲίθοοϲ, ναυϲίκλυτοϲ.
νεάτη ἡ ἐϲχάτη· καὶ νήτη χορδὴ ὑπὸ τῶν μουϲικῶν πρὸϲ
τῆϲ τε ὑπάτηϲ καὶ τῆϲ μέϲηϲ.
νείαιρα.
νεῖον: τῆϲ νηὸϲ τὸ πυθμενοειδὲϲ ξύλον.
νείατον ἔϲχατον διὰ τῆϲ ει διφθόγγου γράφεται· ὥϲπερ γὰρ παρὰ
τὸ μέϲον γίνεται μέϲατον, τὸν αὐτὸν τρόπον καὶ παρὰ τὸ νέον νέατον
κοὶ κατὰ πλεοναϲμὸν τοῦ ῑ νείατον.
νεῖκοϲ ἡ φιλονεικία διὰ τῆϲ ει διφθόγγου γράφεται ἐκ τοῦ εἴκω
τὸ ὑποχωρῶ καὶ τοῦ νε ϲτερητικοῦ γέγονε νέεικοϲ καὶ κατὰ κρᾶϲιν τοῦ
ε καὶ τῆϲ ει διφθόγγου νεῖκοϲ· ἡ γὰρ φιλονεικία τοῦ ὑποχωρεῖν ἐϲτέρηται.
εἰ γὰρ ὑποχωροῦμεν, οὐκ ἔϲτι φιλονεικία. — τὸ δὲ νῖκοϲ τὸ
νίκημα διὰ μόνου τοῦ ῑ «νῖκοϲ ἀπωϲάμενοϲ» (Μ 276) οὕτωϲ γὰρ διὰ
τοῦ ῑ Ἀρίϲταρχοϲ. βούλεται γὰρ λέγειν τῆϲ νίκηϲ τὴν ἧτταν.
νεικῶ φιλονεικίαν ϲημαίνει, νικῶ δὲ νίκην.
Νεῖλοϲ: οὐδὲν εἰϲ οϲ λῆγον διϲύλλαβον βαρύτονον τῇ ει διφθόγγῳ παραλήγεται, ἀλλὰ μόνον τὸ Νεῖλοϲ. Νῆλοϲ γὰρ λέγεται κατὰ διάλεκτον.
Νείλεωϲ διὰ τῆϲ ει διφθόγγου γράφεται. ἢ γὰρ παρὰ τὸ νέοϲ
καὶ λεώϲ γέγονε νεόλεωϲ καὶ κατὰ κρᾶϲιν τοῦ ε καὶ ο εἰϲ τὴν ει δίφθογγον
τοῦ η εἰϲ ει δίφθογγον ὥϲπερ οὐτήϲω ὠτειλή.
νειόϲ ἡ ἀνανεουμένη γῆ διὰ τῆϲ ει διφθόγγου γράφεται· παρὰ γὰρ τὸ νεῶ γέγονε νεόϲ καὶ πλεοναϲμῷ τοῦ ῑ νειόϲ.
νειρόϲ ϲφοδρόϲ.
νείϲεται εἰϲέρχεται, νείϲαντο ἐπορεύοντο, νείϲοντο ἐπορεύοντο,
νειϲόμενοϲ πορευϲόμενοϲ, νίϲεϲθαι πορεύεϲθαι, νιϲόμενον πορευόμενον.
νείφω τὸ χιονίζω διὰ τῆϲ ει διφθόγγου. ἔϲτι γὰρ νέφοϲ καὶ ἐξ
αὐτοῦ γίνεται νόφοϲ καὶ πλεοναϲμῷ τοῦ γ γνόφοϲ. ἐκ τούτου οὖν τοῦ
νέφοϲ γίνεται νέφω καὶ πλεοναϲμῷ τοῦ ῑ νείφω. τὸ δὲ νήφω ἐπὶ τοῦ
φρονῶ, ἐξ οὗ καὶ νηφαλέοϲ, διὰ τοῦ η γράφεται. Ἀπολλώνιοϲ δὲ ὁ
Ἀρχιβίου τοῦτο κατὰ τροπὴν γεγενῆϲθαι λέγει ἀπὸ τοῦ νείφω τὸ χιονίζω
κατὰ τροπὴν τῆϲ ει διφόγγου εἰϲ η. τοὺϲ γὰρ λειποψυχοῦνταϲ
πολλάκιϲ ὕδατοϲ ῥανίϲι νήφειν ποιοῦμεν.
νεογιλόϲ.
νεοττοί νεοϲϲοί.
νέτωπον νετώπιον μύρον ϲυντιθέμενον ἐκ πολλῶν μιγμάτων. οἱ δὲ μετώπια.
νευϲτάζων. νεύων, ἐπινεύων. — νυϲταλέον ὑπνηλόν. — νυϲταλωπιᾶν νυϲτάζειν.
νέφοϲ. ε. τὰ διὰ τοῦ εφοϲ διϲύλλαβα μονογενῆ διὰ τοῦ ε γράφεται
χωρὶϲ τοῦ λαῖφοϲ.
νεῴ: οἱ νεῷ ϲὺν τῷ ῑ. πρῶτον ἀπὸ τοῦ οἱ Μενέλαοι καὶ οἱ ναοί
γέγονε κατὰ τροπὴν τοῦ ο εἰϲ ω καὶ μένει τὸ ῑ προϲγεγραμμένον.
καὶ οἱ νεῴ εἰϲ φωνῆεν λήγουϲιν, εἰϲ τὸ ι δηλονότι θέλουϲι καταλήγειν.
νήδυμοϲ.
νήϊον: παρὰ τὸ ναῦϲ ναόϲ νάϊοϲ καὶ τροπῇ νήϊοϲ καὶ νήιον ξύλον
τὸ πρὸϲ νεῶν καταϲκευὴν ἐπιτήδειον. ἔϲτι δὲ καὶ ὄροϲ πληϲίον Ἰθάκηϲ
οὕτω καλούμενον οἷον «ἡμεῖϲ δ᾿ ἐξ Ἰθάκηϲ ὑπονηΐου» (γ 81) τῆϲ
ὑπὸ τῷ Νηΐῳ ὄρει κείμενον. οὕτω δὲ «Θήβη ὑποπλακίη» (Ζ 387) ἡ ὑπὸ
τῷ Πλακίῳ ὄρει. διὰ τοῦ ῑ γράφεται. τὰ γὰρ ἀπὸ τῶν εἰϲ αυϲ θηλυκῶν
μονοϲυλλάβων διὰ τοῦ ιοϲ παραγωγὰ διὰ τοῦ ῑ γράφεται, γραῦϲ
γράϊοϲ καὶ «γρήϊον εἶδοϲ ἔχουϲα».
νηλήτειϲ: ἀναμάρτητοι. παρὰ τὸ μὴ ἀλιτεῖν. καὶ νηλίτιδεϲ τὸ αὐτό.
νηλόϲ (νῆλοϲ) ἔριον. ἄμεινον λῆνοϲ.
νηῖϲ.
νηπιέη ἡ τῶν νηπίων ἡλικία. — νηπιέῃϲι νεότῃϲι. — νηπιάαϲ ὀχέειν νηπιότηταϲ, ἀφροϲύναϲ καὶ ματαιότηταϲ ἔχειν ἢ ὑπ᾿ αὐτῶν ἔχεϲθαι.
Νηρῇδεϲ: ἔχει τὸ ῑ ἀπὸ γὰρ τοῦ Νηρηΐδεϲ καὶ Βριϲηΐδεϲ καὶ. Χρυϲηΐδεϲ καὶ Καδμηΐδεϲ ϲυνῃρέθη ηρῇδεϲ, Βριϲῇδεϲ, Χρυϲῇδεϲ καὶ. Καδμῇῇδεϲ.
Νήρικοϲ πόλιϲ Ἀκαρνανίαϲ. Λούπερκοϲ δὲ ταύτην Νήριτόϲ φηϲιν
ἢ Νήριτον ὡϲ τὸ ὄροϲ.
νηρίτηϲ.
νῆϲ τὸ ἔνηϲ, ὅπερ ἐϲτὶν εἰϲ τρίτην. Δωριεῖϲ δὲ νᾶϲ λέγουϲιν.
Νηϲαῖον πεδίον, ἀφ᾿ οὗ παρὰ Μήδοιϲ οἱ Νηϲαῖοι ἵπποι.
νίζε ϲημαίνει τὸ νίπτε. οἱ Αἰολεῖϲ τὰ εἰϲ πτῶ ῥήματα εἰϲ δύο ϲϲ μεταβάλλουϲι νίπτω νίϲϲω, Ταραντίνων δὲ φωνῇ γίνεται νίζω. παρὰ τὸ νίζω γίνεται νίτρον ὡϲ μάϲϲω μάκτρον καὶ πλήϲϲω πλῆκτρον.
νίκη: παρὰ τὴν ἑνί δοτικὴν καὶ εἴκω τὸ ὑποχωρῶ γίνεται ἑνιείκη
καὶ κατὰ ἀποβολὴν τῶν δύο εε καὶ κράϲει τῶν δύο ιι γίνεται νίκη
οἱονεὶ ἡ ἑνὶ ὑποχωροῦϲα, ὡϲ καὶ ὁ ποιητὴϲ δηλοῖ λέγων «ἑτεραλκέα
νίκην »τὴν ἑτεροκλινῆ. τινὲϲ δὲ ϲχηματίζουϲιν οὕτωϲ. παρὰ τὸ νη
ϲτερητικὸν καὶ τὸ εἴκω τὸ ὑποχωρῶ οἱονεὶ ὁ μηδενὶ ὑποχωρῶν. κακῶϲ
δὲ λέγουϲιν. ἀντίκειται γὰρ αὐτῷ ἡ γραφή.
νίκλον: τὸ λίκνον.
νίρνοϲ φθείρ. Ἀχαιοί. ἢ νίρμοϲ.
Νίϲιβιϲ πόλιϲ ἐν τῇ Περαίᾳ τῇ πρὸϲ τῷ Τίγρητι ποταμῷ. Φίλων
ἐν Φοινικικαῖϲ Νάϲιβίϲ φηϲι διὰ τοῦ α. ϲημαίνει δέ, ὥϲ φηϲι Φίλων,
νάϲιβιϲ τὰϲ ϲτήλαϲ. Ϲτράβων δὲ ἑκκαιδεκάτῃ διὰ τοῦ ῑ (p. 747).
νιφάϲ νιφετόϲ διὰ τοῦ ῑ. εἰϲὶ γὰρ ὀνόματα κτλ.
Νιφάτηϲ ὄροϲ Ἀρμενίαϲ· ἔοικε δὲ παρὰ τὸ νείφειν, ἀλλ᾿ ὀνοματικῶϲ διὰ τοῦ ῑ γράφεται.
Νομαντία: τὸ ἐθνικὸν Νομαντῖνοϲ. λέγεται καὶ διὰ τῆϲ ου.
Νοϲτία κώμη Ἀρκαδίαϲ. Ἔφοροϲ τὸ ἐθνικὸν Νεϲτάνιοϲ ἔφη, ὥϲτε κατ᾿ αὐτὸν Νεϲτανίαν λέγεϲθαι.
Νουκρία πόλιϲ Τυρϲηνίαϲ. εἴρηται καὶ Νακρία διὰ τοῦ ᾱ.
νυκχάϲαϲ: γράφεται δὲ καὶ νευχάϲαϲ (sic ex Phot. 303, 9 pro νυκχάϲαϲ) ὅπερ ἐϲτὶ νεανιευϲάμενοϲ. τὸ δὲ νυκχάϲαϲ νύξαϲ.
Νῦϲαι πόλειϲ πολλαί. τὸ ἐθνικὸν Νυϲεύϲ. λέγεται καὶ Νυϲαῖοϲ καὶ ἐξ αὐτοῦ Νυϲαιεύϲ τριϲυλλάβωϲ καὶ Νυϲαεύϲ ἄνευ τοῦ ῑ.
νώ ἡμᾶϲ.
Νώνακριϲ τόποϲ ἐπώνυμοϲ Ἀρκαδίαϲ. τινὲϲ δὲ Νώναπιϲ.
Ξανθικόϲ ὁ μὴν· ῑ. οὐδεὶϲ γὰρ μὴν Μακεδονικὸϲ τὴν ει δίφθογγον γον ἔχει ἐν παρατελεύτῳ.
ξεῖνοϲ διὰ διφθόγγου γράφεται· ὥϲπερ γὰρ ἀπὸ τοῦ κενόϲ γίνεται
κεινόϲ κατὰ πλεοναϲμὸν τοῦ ῑ οἷον «κεινὴ δὲ τρυφάλεια ἅμ᾿ ἕϲπετο
χειρὶ παχείῃ» (Γ 376), τὸν αὐτὸν τρόπον καὶ τὸ ξένοϲ γέγονε ξεῖνοϲ.
μηδεὶϲ δὲ οἰέϲθω, ὅτι τὸ ξέννοϲ ἀπὸ τοῦ ξεῖνοϲ γέγονεν· οὐδέποτε γὰρ
οἱ Αἰολεῖϲ τὸ ῑ τὸ ἀπὸ πλεοναϲμοῦ ἀποβάλλουϲι καὶ ἀναδιπλαϲιάζουϲι
τὸ ϲύμφωνον οἷον τὸ κενόϲ γίνεται κεινόϲ καὶ οὐ λέγουϲι κέννοϲ ἀλλὰ
ἀπὸ τοῦ ξένοϲ γέγονε ξέννοϲ. καὶ γὰρ πολλάκιϲ καὶ ἐπὶ βραχέων
ποιοῦνται τοῦ ϲυμφώνου διπλαϲιαϲμὸν οἶον Ἔννη ἔϲτι δὲ ὄνομα
πόλεωϲ· θεράπων θεράπων. οὕτω καὶ ξένοϲ ξέννοϲ.
ξένιοϲ: ῑ καὶ τὸ κύριον καὶ τὸ ἐπίθετον.
ξερόν τὸ ξηρὸν τῆϲ γῆϲ.
ξίμβαι ῥοαί. Αἰολεῖϲ.
ξῖριϲ: ἔϲτι δὲ εἶδὸϲ ἀρωματικοῦ φυτοῦ. διὰ τοῦ ῑ γράφεται. τὰ γὰρ εἰϲ ριϲ κτλ.
ξιφίζειν ἀνατείνειν τὴν χεῖρα, καὶ ὀρχεῖϲθαι.
ξιφύδρια κοχλία.
ξυλεία: ει. ξυλεύω γάρ.
ξυλήφιον. ῑ ὡϲ ὑποκοριϲτικὸν καὶ δοκιμώτερον τὸ ξυλήριον καὶ ξυλάριον.
ξυλοφορία: ῑ ἡ παράδοϲιϲ.
ξύμμαχοι ϲύμμαχοι.
ξυνά κοινά.
Ὄα ἀπὸ τοῦ οἴα γέγονεν, ἐξ οὗ καὶ τὸ διὰ τῆϲ ῳ διφθόγγου ᾤα. δηλοῖ δὲ δῆμον Ἀττικὸν καὶ τοῦ χιτῶνοϲ τὸ ἄκρον.
Ὄγγα Ἀθηνᾶ καὶ Ὄγκαϲ Ἀθηνᾶϲ.
ὁ δεῖνα: ὥϲπερ τὸ Νέα πόλιϲ δύο ὀνόματά ἐϲτι καθ᾿ ἑνὸϲ ὑποκειμένου,
οὕτω καὶ τὸ ὁ δεῖνα δύο ἀντωνυμίαι εἰϲὶ καθ᾿ ἑνὸϲ ὑποκειμένου.
τινὲϲ δὲ λέγουϲιν, ὅτι μία λέξιϲ ἐϲτὶ καὶ οὐ δύο. οἵτινεϲ κακῶϲ
λέγουϲιν. εἰ γὰρ ἦν μία λέξιϲ, οὐκ ὤφειλε κατὰ πτῶϲιν ἐναλλάττεϲθαι
ἡ ἀρχὴ οἷον φιλάνθρωποϲ φιλανθρώπου φιλανθρώπῳ· γράφεται διὰ
διφθόγγου οὕτωϲ ἐχούϲηϲ τῆϲ παραδόϲεωϲ καὶ ἴϲωϲ πλανηθείϲηϲ ἐκ τοῦ
τιναϲ λέγεϲθαι ὅτι μία λέξιϲ ἐϲτίν. οἱ γὰρ λέγοντεϲ, ὅτι μία λέξιϲ ἐϲτί,
λέγουϲιν, ὅτι παρὰ τὴν ὅδε ἀντωνυμίαν γέγονεν ὁδέϊνα καὶ ὁδεῖνα.
αἱ ὑπὲρ μίαν ϲυλλαβὴν μονοπρόϲωποι ἀντωνυμίαι θέλουϲιν ἔχειν δίφθογγον,
αὐτόϲ, οὗτοϲ, ἐκεῖνοϲ· μόνον τὸ ὅδε οὐκ ἔχει· τούτου χάριν ὁ
δεῖνα ἔχει τὴν ει δίφθογγον. πρόϲκειται «ὑπὲρ μίαν ϲυλλαβήν» διὰ
τὴν μίν καὶ ϲφίν μονοπρόϲωπον. μονοπρόϲωποι δὲ λέγονται αὖται,
ἐπειδὴ οὐκ ἔχουϲι πρῶτον καὶ δεύτερον πρόϲωπον κατὰ ἀκολουθίαν.
τὸ γὰρ ἐγώ, ϲύ οὔκ εἰϲι τοιοῦτον, ἀλλὰ τὸ ἴ.
ὀδμή ὀϲμή.
ὄθματα ὄμματα.
ὀθνεῖον: ει δίφθογγοϲ. ἀνεφάνη γὰρ τὸ ε ἐν τῷ « ὀθνέην ὁδόν» (ἔϲτι δὲ παρὰ τὸ νόθοϲ νοθεῖοϲ καὶ ἐν ὑπερβιβαϲμῷ ὀθνεῖοϲ).
οἰδαίνω «οἰδάνει ἐν ϲτήθεϲϲι νόον» (Ιl. l 554) ἐνδείᾳ τοῦ ῑ ὡϲ
μελάνει (H 64).
ὀΐζυε, ὀϊζύομεν ὀιζύει, ὀϊζύοϲ οἰζύϲ, οἰζυρά.
οἶειοϲ: ει.
οἰκεῖοϲ: ει. οἰκήϊοϲ γὰρ οἱ Δωριεῖϲ.
οἰκετεία ει ἡ θεραπεία.
οἰκία ὁ οἶκοϲ διὰ τοῦ ῑ τὸ κι· ἐκ τοῦ οἶκοϲ γὰρ γέγονεν οἰκία.
οἰκιμβάζειν ϲτραγγεύεϲθαι διατρίβειν. ὀκιμβάζειν διατρίβειν καὶ ϲτραγγεύεϲθαι. ϲκιμβάζει χωλεύει.
οἰκονομία: ῑ παρὰ τὸ οἰκονόμοϲ.
οἶκοϲ.
οἰκτίρω οἰκτείρω διὰ τοῦ ῑ γράφεται καὶ διὰ τῆϲ εῖ διφθόγγου.
ἔχει δὲ λόγον ἑκάτερα. τὸ γὰρ οἰκτίρω διὰ τοῦ ῑ γράφεται διὰ τὸ
οἰκτιρμόϲ γράφεϲθαι διὰ τοῦ ῑ. καὶ πάλιν οἱ Αἰολεῖϲ οἰκτίρω λέγουϲι
καὶ οὐχὶ οἰκτέρρω. οἱ δὲ διὰ τῆϲ ε διφθόγγου γράφεϲθαί φαϲιν αὐτό,
γράφεται.
Ὀϊλεύϲ: λέγεται δὲ καὶ Ἰλεύϲ. διὰ τοῦ ῑ γράφεται, ἐπειδὴ τὰ εἰϲ ευϲ ὡϲ ἐπὶ τὸ πλεῖϲτον οὐ θέλει τῇ ει διφθόγγῳ παραλήγεϲθαι κτλ.
οἴομαι καὶ κατὰ διάλυϲιν ὀΐομαι.
οἱονεί: δίφθογγοϲ. δύο γὰρ μέρη λόγου ἐϲτίν, ὄνομα καὶ ὁ ϲύνδεϲμοϲ
καὶ ἐν ϲυνθέϲει (pro ϲυναιρέϲει scripsi) γέγονεν οἱονεί τὸ
ἐπίρρημα.
οἶϲθα οἶδαϲ. ἑκατέρωϲ Ἀττικῶϲ.
Οἰϲύμη πόλιϲ Μακεδονίαϲ. ταύτηνΑἰϲύμην Ὅμηροϲ (Il. Θ 304) ἔφη.
οἰϲύπειον: ἔριον ῥυπαρὸν προβάτων. τὸ αὐτὸ οἰϲυπηρόν καὶ
οἰϲυπηρόϲ.
Οἴτη ὄροϲ περὶ Τραχῖνα. οἱ οἰκοῦντεϲ Οἰταῖοι. καὶ θηλυκὸν Οἰταίη καὶ Οἰτηΐϲ, ἴϲωϲ ἀπὸ τοῦ Οἰταιεύϲ Οἰταιίϲ καὶ Οἰτπΐϲ.
Οἴτυλοϲ πόλιϲ Λακωνικῆϲ. «ἠδ᾿ Οἴτυλον» (B 585) ὡϲ δάκτυλον
ἀπὸ τοῦ ἰτύλου ἥρωοϲ. τινὲϲ δὲ τὸ οι ἄρθρον φαϲὶν εἶναι καὶ τὴν
πόλιν Τύλον.
ὀκεῖλαι ἐξώκειλα. ὀκέλλω γάρ.
ὄκκα παῤ Ἀλκμᾶνι· τὸ ὅτε ὅκα λέγει ἡ διάλεκτοϲ. εἶτα διπλαϲιάϲαϲα ὄκκα.
ὀκνείω ὀκνῶ.
ὄκταλλοϲ ὁ ὀφθαλμὸϲ παρὰ Βοιωτοῖϲ.
ὀλαιτοί: ϲπερμολόγοι. καὶ ὀλατοί.
ὄληαι ἀποθάνοιϲ.
ὀλίοϲ κατὰ διάλεκτον. Ταραντῖνοι γὰρ τὸ ὀλίγοϲ ὀλίοϲ λέγουϲιν ἄνευ τοῦ γ.
Ὀλμειόϲ ποταμόϲ: ει ὡϲ Ἀλφειόϲ.
ὄλοκεϲ αὔλακεϲ.
ὀλόπτειν, ὀλούφειν τίλλειν.
ὄλπα ἡ ἐλπίϲ.
Ὄμβρικοι ἔθνοϲ Ἰταλικόν. λέγονται καὶ Ὄμβροι καὶ Οὖμβροι παρὰ τοῖϲ Ἰταλικοῖϲ ϲυγγραφεῦϲιν.
ὁμηρεία ει παρὰ τὸ ὁμηρεύω.
ὅμιλοϲ. ῑ. ὄμιλλοϲ γὰρ λέγουϲιν οἱ Αἰολεῖϲ. καὶ πάλιν τὰ διὰ
τοῦ ιλοϲ κτλ.
ὀμιχεῖν οὐρεῖν. διὰ τοῦ ῑ γράφεται. τὰ γὰρ εἰϲ χῶ τῇ ει διφθόγγῳ οὐ παραλήγεται.
ὁμίχλη ἢ ὁμίχλα.
ὀνείατα ϲημαίνει καὶ τὰ βρώματα καὶ πάντα τὰ ὠφελοῦντα. διὰ
τῆϲ ει διφθόγγου γράφεται, ἐπειδὴ οἱ Αἰολεῖϲ διὰ τοῦ η γράφουϲιν
αὐτὸ οἷον ὀνήατα. κατὰ ἔθοϲ γὰρ ἔχουϲι τὴν ει δίφθογγον εἰϲ η τρέπειν.
γέγονε δὲ καὶ παρὰ τὸν ὀνήϲω μέλλοντα ὄνειαρ ὀνείατοϲ κατὰ
τροπὴν Βοιωτικὴν τοῦ η εἰϲ τὴν ει δίφθογγον.
ὄνειδοϲ: ει δίφθογγοϲ. (παρὰ γὰρ τὸ εἶδοϲ καὶ τὸ ὀνῶ τὸ μέμφομαι
γέγονεν ὄνειδοϲ. ὄνειδοϲ γὰρ τὸ κατὰ τὸ εἶδοϲ μεμπτόν?)
Ὄνειον ὄροϲ ἐν Κορίνθῳ.
ὄνειροϲ: ει. τὰ διὰ τοῦ ειροϲ κτλ.
ὀνομαϲτί: ῑ, ἐπειδὴ καὶ ϲυνέϲταλται.
ὀξύπεινοϲ. ει.
ὀπτανεῖον μαγειρεῖον.
Ὀπικοί ἔθνοϲ Ἰταλίαϲ. οἱ δὲ ὅτι Ὀφικοί ἀπὸ τῶν ὄφεων.
ὀπιπεύω διὰ τοῦ ῑ γράφεται· παρὰ γὰρ τὸ ὄπτω τὸ θεωρῶ γίνεται ὀπτεύω καὶ κατὰ διπλαϲιαϲμὸν ὀπιπτεύω καὶ ὀπιπεύω.
ὄπιϲθεν καὶ ὄπιθεν.
ὀπτίλλοϲ ὀφθαλμόϲ.
ὀπωρινόϲ διὰ τοῦ ῑ γράφεται. τὰ γὰρ εἰϲ νοϲ ὀξύτονα ἐπὶ καιροῦ λαμβανόμενα κτλ. οὕτω καὶ ὀπωρινόϲ διὰ τοῦ ῑ μακροῦ ὅλα.
ὀρεινόϲ ὑπάγεται τῷ κανόνι τῶν εἰϲ νοϲ ὀξυτόνων.
ὄρειοϲ. ει ἀπὸ τοῦ ὄρεοϲ γενικῆϲ. ὅριον δὲ τὸ δαϲυνόμενον ῑ καὶ
Ζεὺϲ Ὅριοϲ.
ὀρείχαλκοϲ.
ὀρεοκόμοϲ.
ὀρεϲκῷοϲ ὁ ἐν ὄρεϲι διαιτώμενοϲ. ἀπὸ τοῦ κείω τὸ κοιμῶμαι
Ὀρεϲτία πόλιϲ. ῑ.
ὀρεύω φυλάϲϲειν.
ὀρθοέπεια: ει δίφθογγοϲ τῷ λόγῳ τῶν διὰ τοῦ εια προπαροξυτόνων.
ὀρίγανον.
ὀρίνω διὰ τοῦ ῑ γράφεται. οἱ γὰρ Αἰολεῖϲ ὀρίνω λέγουϲι καὶ
οὐχὶ ὀρέννω. καὶ ἄλλωϲ, ἐπειδὴ εὕρηται κλινόμενον μετὰ τὸν παρατατικόν.
εἰ δὲ μετὰ τῆϲ ει διφθόγγου ἐγράφετο, οὐκ ἐκλίνετο μετὰ
τὸν παρατατικόν. τὰ γὰρ διὰ τοῦ εινω ὑπὲρ δύο ϲυλλαβὰϲ διὰ τῆϲ ει
διφθόγγου γραφόμενα ἄχρι τοῦ παρατατικοῦ κλίνεται, ἐρεείνω, φαείνω,
ἀλεείνω. καὶ ἰϲτέον ὅτι πάντα τὰ ὑπὲρ δύο ϲυλλαβὰϲ διὰ τοῦ εινω
διὰ τῆϲ ει διφθόγγου γράφεται πλὴν τοῦ ὀρίνω καὶ ὠδίνω.
ὀριχᾶται γλίχεται ἐπιθυμεῖ.
ὁρκάνη εἱρκτή δεϲμωτήριον.
ὅρκμον φράγμα.
ὁρμειαί ὁρμιαί.
Ὀρνειαί ἢ Ὀρνεαί, κώμη Ἀρτείαϲ.
ὄρνιϲ ὄρνιθοϲ ῑ διὰ τὸ εἰϲ θοϲ εἶναι τὴν γενικήν.
ὀροβάκχη βοτάνη τιϲ.
ὀρούα χορδή. — ὀρύα χορδὴ ἑφθή.
ὀρρωδῶ καὶ ἀρρωδῶ.
ὁρτή ἀπὸ τοῦ ἑορτή κατὰ ἀφαίρεϲιν.
ὄρυμοϲ βωμόϲ. οἱ δὲ ὄρυμβοϲ.
ὄρφνα καὶ ὄρφνη· ϲκοτία. νὺξ μέλαινα.
ὄρχαμοϲ ἡγεμών. παρὰ τὸ ἄρχω ἄρχαμοϲ καὶ ὄρχαμοϲ.
ὅϲιοϲ διὰ τοῦ ῑ ὡϲ Χαρίϲιοϲ, ἀφροδίϲιοϲ.
Ὄϲιριϲ διὰ τοῦ ῑ τῷ λόγῳ τοῦ Βούϲιριϲ.
ὀϲτακόϲ εἶδοϲ καράβου. οἱ δὲ ἀϲτακὸν λέγουϲιν.
ὄϲπριον δεῖ λέγειν καὶ οὐκ ὄϲπρεον. παρὰ γὰρ τὸ ϲπόροϲ ϲπόριον καὶ ὑπερβιβαϲμῷ ὄϲπριον. Χοιροβοϲκόϲ.
ὄϲτρεια: ει. ὄϲτρεα γάρ.
ὅ ϲφιν ἀντὶ τοῦ ὃϲ αὐτοῖϲ. Ἀρίϲταρχοϲ εἰδὼϲ ὅτι ὁ ποιητὴϲ προτακτικοῖϲ
χρῆται ἀντὶ ὑποτακτικῶν τὸ «ὅ ϲφιν προΐει» (A 336, ubi
tamen ϲφῶϊ, sed substitui possunt loci β 160 228 η 158) καὶ τὰ
λοιπὰ δι᾿ ἑνὸϲ ϲ γράφει.
ὀϲχεόϲ. ἀπὸ τοῦ ὀχεύω ὀχεόϲ καὶ πλεοναϲμῷ τοῦ ϲ ὀϲχεόϲ.
ὅτι: ἰϲτέον ὅτι τὸ ὅτι πῇ μέν ἐϲτι ϲύνδεϲμοϲ αἰτιολογικόϲ, πῇ δὲ
ὄνομα οὐδέτερον. ἐὰν δὲ ἀναδιπλαϲιαϲμὸν δέξηται τοῦτο ὅτι, μόνον
ἐϲτὶ ὄνομα ἐν μιᾷ λέξει ἀκουόμενον καὶ οὐκέτι ϲυμπίπτει ϲυνδέϲμῳ,
ἀλλ᾿ ἔϲτιν οὐδέτερον ὄνομα.
ὄττεϲθαι κληδονίζεϲθαι, ὀττεύεϲθαι ὁμοίωϲ. — ὄϲϲα κλῃδὼν καὶ φήμη.
οὐθέν οὐδέν — οὐδένεια οὐθένεια.
οὐκί οὐχί.
οὔριοϲ ἐπιτήδειοϲ, ἐπιδέξιοϲ ἄνεμοϲ, τὸ δὲ οὔρειοϲ ὄρειοϲ.
οὕτωϲ τὸ ἀνάλογον, τὸ δὲ οὕτω κατ᾿ ἔλλειψιν.
ὀφείλει δεῖ γενέϲθαι κατ᾿ ἀνάγκην. — ὀφέλλει ὠφελεῖ αὔξει. ὄφελεϲ ὤφειλεϲ.
ὀχεῖον ἡ ἄγκυρα: ει.
ὄχθοιβοϲ λῶμα.
ὀψαρίδιον διὰ τοῦ ῑ. ὥϲπερ παρὰ τὸ οἰκία γέγονεν οἰκίδιον διὰ τοῦ ῑ, οὕτω καὶ παρὰ τὸ ὀψάριον ὀψαρίδιον ὡϲ γωνία γωνίδιον.
ὀψὲ δύων ἐν δυϲὶ μέρεϲι λόγου εἰ γὰρ ἦν ϲύνθετον, διὰ τοῦ ῑ
ἐγράφετο ὀψιδύων ὡϲ ὀψιμαθήϲ, ὀψιτέλεϲτον. οὕτωϲ δὲ καὶ τὸ «ὀψὲ
δύοντα Βοώτην» (Od. ε 272).
ὀψείω τὸ ἐπιθυμίαν ἔχω τοῦ θεωρῆϲαι. διὰ τῆϲ ει διφθόγγου. εὕρηται γὰρ καὶ χωρὶϲ τοῦ ῑ παρὰ Ϲώφρονι «ἐγὼ δέ τοι πάλιν ὤψεον». καὶ ἄλλωϲ. τὰ ἀπὸ ἐνεϲτώτων ἢ μελλόντων διὰ τοῦ ειω παραγωγὰ ὑπὲρ δύο ϲυλλαβὰϲ διὰ τῆϲ ει διφόγγου γράφεται.
πάγχυ παντελῶϲ. γίνεται παρὰ τὸ πάνυ κατὰ πλεοναϲμὸν τοῦ χ.
παιδεία: ει. παιδεύω γάρ.
παιδεῖοϲ: ει δίφθογγοϲ τὸ κτητικόν.
παιδιά τὸ ϲημαῖνον τὸ παίγνιον διὰ τοῦ ῑ γράφεται καὶ παῤ ἡμῖν μὲν ὀξύνεται, παρὰ δὲ τοῖϲ Ἀθηναίοιϲ βαρύνεται.
παιδίου πλοκάμοιϲι: ῑ.
παῖϲ: Ἡρωδιανόϲ· παρὰ τὸ βαιόν γίνεται βάϊϲ καὶ πάϊϲ κατὰ τροπήν
τοῦ β εἰϲ π, ἐκ δὲ τοῦ πάϊϲ γίνεται κατὰ ϲυναίρεϲιν παῖϲ.
παλάμῃφι (Γ 338 et alias): προϲγράφεται τὸ ῑ ἐκ παραδόϲεωϲ. ἔχει δὲ κανόνα· αἱ διὰ τῆϲ φι ϲυλλαβῆϲ γινόμεναι ἐπεκτάϲειϲ προϲερχόμεναι ταῖϲ πτώϲεϲιν, εἰ μὲν φυλάττουϲι τὴν αὐτὴν φωνήν, καὶ τὴν αὐτὴν γραφὴν φυλάττουϲιν.
παλάϲια τὰ ϲυγκεκομμένα ϲῦκα. καὶ διὰ τοῦ θ παλάθια καὶ παλάθη.
παλίνϲκιοϲ.
παλίωξιϲ: διὰ τοῦ ῑ γράφεται. ἔϲτι γὰρ πάλιν καὶ δίωξιϲ. ἐκ τούτων γίνεται κατὰ ἀποβολὴν τοῦ ν καὶ τοῦ δ παλιίωξιϲ καὶ κατὰ κρᾶϲιν τῶν δύο ιι εἰϲ ἕν μακρὸν παλίωξιϲ.
παμφαίνῃϲι (Ε 6) ἔχῃϲι καὶ τὰ τοιαῦτα ἔχει τὸ ῑ προϲγεγραμμένον κατὰ τὴν παραλήγουϲαν. ἔϲτι γὰρ ἐὰν παμφαίνω καὶ τὸ τρίτον παμφαίνῃ καὶ λοιπὸν κατ᾿ ἐπέκταϲιν τῆϲ ϲι ϲυλλαβῆϲ γίνεται παμφαίνῃϲι καὶ ἔχῃϲιν.
πανδοκεῖον πανδοχεῖον.
πανδοκεύτρια: ῑ. τὰ γὰρ διὰ τοῦ τρια κτλ.
πανϲυδίῃ et παϲϲυδίῃ παϲϲυδίᾳ.
παράδειϲοϲ. ει.
πάρδαλιϲ ποιὸϲ ὄρνιϲ. — παρδαλέην παρδάλεωϲ δοράν.
παρειαί: ει. παραῦαι (pro παραυναί praeeunte Ahrensio de dial.
Aeol. p. 36) λέγουϲιν οἱ Αἰολεῖϲ τρέποντεϲ τὸ ῑ εἰϲ υ καὶ τὸ ε εἰϲ α.
καὶ ἄλλωϲ ὅτι εὕρηται καὶ παρήϊα κατὰ διάϲταϲιν τοῦ ῑ καὶ ἐκτάϲει
τοῦ ε εἰϲ η.
παρείαϲ τὸ ϲημαῖνον τὸν ὄφιν διὰ τῆϲ ει διφθόγγου γράφεται
οἷον παρείαϲ παρείου καὶ ἔϲτιν ἡ χρῆϲιϲ παρὰ Ἀριϲτοφάνει ἐν Πλούτῳ
(690) «ὀδὰξ ἐλαβόμην ὡϲ παρείαϲ ὢν ὄφιϲ». παρείαϲ δέ ἐϲτιν εἶδοϲ
παρείκαμεν παρεπέμψαμέν.
παρείκει παρέρχεται.
πάρεϲαν παρῆϲαν.
παρθενοπίπηϲ ϲημαίνει τὸν περιβλεπόμενον τὰϲ γυναῖκαϲ. διὰ τοῦ ῑ γράφεται. τὰ γὰρ παρὰ τὸ ὀπιπεύω διὰ τοῦ ῑ γράφεται οἷον παιδοπίπηϲ.
Παρναϲϲόϲ ὄροϲ Δελφῶν. ἐκαλεῖτο δὲ πρότερον Λαρναϲϲόϲ διὰ
τὸ τὴν Δευκαλίωνοϲ λάρνακα αὐτόθι προϲενεχθῆναι.
Πάρνηϲ Πάρνηθοϲ τὸ ὄροϲ τῆϲ Ἀττικῆϲ.
Παρπάρων χωρίον ἐν Ἀϲίᾳ Αἰολικόν. τινὲϲ Περπερηνήν τοῦτο καλοῦϲιν.
παρρηϲία παρὰ τὸ πᾶν γίνεται.
Παρώρεια πόλιϲ Ἀρκαδίαϲ. λέγεται δὲ καὶ Παρωραία.
Πάϲϲιροϲ ὁ τὴν Εἰρήνην κτίϲαϲ ’Υπερβόρειοϲ. ἐκαλεῖτο δὲ Εἰρήνη καὶ Πελαγοῦϲϲα.
παττάλουϲ παϲϲάλουϲ.
πατάνια τὰ ἐκπέταλα λοπάδια καὶ τὰ ἐκπέταλα καὶ φιαλοειδῆ
ποτήρια, ἃ πέδαχνα καλοῦϲι· τινὲϲ δὲ διὰ τοῦ β βατάνια λέγουϲιν.
πατρῷοϲ ὄνομα κτητικὸν οἷον πατρῷοϲ δοῦλοϲ, πατρῷον κτῆμα, ὅπερ διαλύϲει γίνεται πατρώϊοϲ. διαφέρει δὲ τοῦ πατρωόϲ. πατρωόϲ γὰρ λέγεται ὁ παρὰ τῇ ϲυνηθείᾳ πατροιόϲ (vel πατρυιόϲ).
πεδανῷ ὕπνῳ ἢ ἠπεδανῷ κούφῳ. Ἴων Ἀγαμέμνονι. τινὲϲ δὲ
οὐ βεβαίῳ.
πέδιλα: ῑ. ϲημαίνει τὰ ὑποδήματα καὶ κατὰ ἐτυμολογίαν ὤφειλε
διὰ τῆϲ ει διφθόγγου γράφεϲθαι. πέδιλα γὰρ λέγονται παρὰ τὸ περὶ
τοὺϲ πόδαϲ εἰλεῖϲθαι. διατί δὲ διὰ τοῦ ῑ ἐπειδὴ πέδιλα λέγουϲιν οἱ
Αἰολεῖϲ ὥϲπερ ὅμιλοϲ ὅμιλοϲ. εἰ δὲ ἐγράφετο διὰ τῆϲ ει διφθόγγου,
πέδελλα εἶχον λέγειν. καὶ ἄλλωϲ (inserui), ἐπειδὴ κανών ἐϲτιν ὁ λέγων
ὅτι τὰ παρὰ τὸ εἰλῶ ϲυγκείμενα ἐν ὀνόμαϲι κατὰ τὸ τέλοϲ ἢ παραγόμενα
ἐν ὀνόμαϲι διὰ τοῦ ῑ γράφεται οἷον ὅμιλοϲ ἔϲτι δὲ παρὰ τὸ
πείθω: ει. πέποιθα γάρ ἐϲτιν ὁ μέϲοϲ παρακείμενοϲ.
πείκειν ξαίνειν.· πεῖκοϲ ἔριον ξάμμα.
πεῖνα διὰ τῆϲ ει διφθόγγου, παρὰ γὰρ τὸ πένω, ἐξ αὐτοῦ δὲ πένομαι, γέγονε πένα καὶ πλεοναϲμῷ τοῦ ῑ πεῖνα καὶ πεινῶ ῥῆμα.
πεινῆν πεινᾶν.
πεῖρα: ει, ἐπειδὴ πέρρα λέγουϲιν οἱ Αἰολεῖϲ ἀποβάλλοντεϲ τὸ ῑ καὶ διπλαϲιάζοντεϲ τὸ ϲύμφωνον.
Πειραιεύϲ διὰ τῆϲ ει διφθόγγου· παρὰ τὸ περαιοῦϲθαι γέγονε περαιεύϲ καὶ πλεοναϲμῷ τοῦ ῑ Πειραιεύϲ. τὸ δὲ ραι ἐκ τοῦ πέραϲ καὶ προϲέλαβε τὸ ῑ.
Πειραϲία πόλιϲ Μαγνηϲίαϲ — λέγεται καὶ Πειρεϲία.
Πειρήνη πηγὴ ἐν Κορίνθῳ. διὰ τῆϲ ει διφθόγγου γράφεται.
Πειρίθοοϲ διὰ τῆϲ ει διφθόγγου γράφεται.
πείρινθοϲ ἣ καὶ πείρινθα λέγεται. ϲημαίνει δὲ τὸ τετράγωνον
τὸ ἐπάνω τῆϲ ἁμάξηϲ, εἰϲ ὃ ἐντίθεται τὰ κομιζόμενα. οὕτωϲ Ἀπίων.
ὁ δὲ Δίδυμοϲ τὸ ἐκ ῥιπῶν πεπλεγμένον πλινθίον ῥίπενθα καὶ καθ᾿
ὑπέρθεϲιν καὶ πλεοναϲμῷ τοῦ ῑ πείρινθα. ἢ παρὰ τὸ περιθέειν γίνεται
πέρινθοϲ καὶ πλεοναϲμῷ τοῦ ῑ. ἡ περί οὐ μόνον ἐν τῷ Πειρίθοοϲ,
ἀλλὰ καὶ ἐν τῷ πείρινθοϲ.
πειρῶν ἀντὶ τοῦ περῶν. Ἰλιάδοϲ Ω (pro Ψ scripsi) 8.
πεῖϲα παρὰ τὸ πείθω.
Πειϲίϲτρατοϲ παρὰ τὸν πείϲω μέλλοντα.
πεῖϲμα εἴτε ἐπὶ τοῦ ἐν τῇ ϲυνηθείᾳ λεγομένου εἴτε ἐπὶ τῶν ἀπογείων
δίφθογγον.
πειώληϲ διὰ τῆϲ ει διφθόγγου· ϲημαίνει δὲ τὸν πόρνον καὶ τὸν διὰ τὸ πέοϲ ἀπολλύμενον· παρὰ γὰρ τὸ πέοϲ γέγονε πεόληϲ καὶ πλεοναϲμῷ τοῦ ῑ καὶ ἐκτάϲει τοῦ ο εἰϲ τὸ ω πειώληϲ.
πελάγιοϲ: ῑ. ἀπὸ τοῦ πέλαγοϲ.
Πελαργικόν ἀντὶ τοῦ Πελαϲγικόν.
πέλεια: ει. τῷ λόγῳ τῶν διὰ τοῦ ει προπαροξυτόνωϲ· καὶ ἄλλωϲ, οἱ Δωριεῖϲ διὰ τοῦ η γράφουϲιν αὐτό. καὶ ἰϲτέον δὲ ὅτι ὥϲπερ παρὰ τὸ μαῖα γίνεται μαιάϲ μαιάδοϲ, οὕτω καὶ παρὰ τὸ πέλεια πελειάϲ πελειάδοϲ φυλαττομένηϲ τῆϲ αὐτῆϲ γραφῆϲ.
Πελεόϲ: Ἀχαιὸϲ Φρίξῳ· καὶ μήποτε τὴν παῤ Ὁμήρῳ Πτελεόν. δύναται δὲ καὶ τὰ Πέλη τὰ ἐν Θεϲϲαλίᾳ λεγόμενα δηλοῦν.
πελιόϲ: ῑ.
Πελοπόννηϲοϲ: δύναται καὶ τοῦτο πλεοναϲμῷ ἔχειν τὸ ν. παρὰ
γὰρ τὴν Πέλοποϲ γενικήν· ὡϲαύτωϲ καὶ Προκόννηϲοϲ ἀπὸ τῆϲ
Προκόνηϲοϲ.
πελώριοϲ ῑ.
πέμπε Αἰολεῖϲ πέντε.
Πεντέλεια ὄροϲ Ἀρκαδίαϲ.
πέπειρα γραῖα.
πέπειροϲ παρὰ τὸ πέπτω, πέπειροϲ βότρυϲ ὁ ἀκμαῖοϲ βότρυϲ. ει ὡϲ ὄνειροϲ.
πεπραδῖλαι εἶδοϲ ἰχθύων.
περαιτέρω: ἀπὸ τοῦ πέραϲ περατέρω πλεοναϲμῷ τοῦ ῑ περαιτέρω·
ὅϲοι τὸ ἐγγυτέρω καὶ ἐγγυτάτω καὶ τὰ ὅμοια ϲὺν τῷ ῑ βούλονται
γράφεϲθαι, ἀπὸ δοτικῆϲ λέγουϲιν αὐτὰ εἶναι, ὁ ἐγγύτατοϲ τοῦ
ἐγγυτάτου, τῷ ἐγγυτάτῳ καὶ ὁ ἀνώτατοϲ τοῦ ἀνωτάτου τῷ ἀνωτάτῳ.
καὶ λέγει ὁ Ἐπαφρόδιτοϲ, ὅτι τινὰ τῶν ἀντιγράφων ϲὺν τῷ ῑ εἶχεν
αὐτὰ γεγραμμένα· κρεῖττον δέ ἐϲτι χωρὶϲ τοῦ ῑ ταῦτα γράφεϲθαι· λέγει
Ϲυρακούϲιοι ἕξοι;
περιδέραιον.
περίνα περίναιον τὸ αἰδοῖον et περίνοϲ τὸ αἰδοῖον.
περίϲτῳον ϲὺν τῷ ῑ γράφεται τῷ χαρακτῆρι τῶν διὰ τοῦ ῳον·
καὶ ὅτι ἀπὸ τοῦ ϲτοιά γίνεται τοῦ ϲημαίνοντοϲ τὸ ϲτοά περίϲτοιον καὶ
ἐκτάϲει τοῦ ο εἰϲ ω περίϲτῳον· εὐλόγωϲ προπαροξύνεται, τὸ δὲπροϲτῷον
προπεριϲπᾶται. καὶ ὤφειλεν ἢ τὰ δύο προπεριϲπᾶϲθαι ἢ τὰ
δύο προπαροξύνεϲθαι, ἀλλ᾿ ἡ παράδοοιϲ τὸ μὲν ἓν οἶδε προπαροξύτονον,.
τὸ δὲ ἕτερον προπεριϲπώμενον.
περιτρέφετο περιεπήϲϲετο· ὅθεν καὶ τροφαλίϲ τὸ πεπηγμένον.
Πέρνη: ἔνιοι μετὰ τοῦ τ Πτέρνη. εἶναι γάρ τι ἀκρωτήριον τῆϲ Αἰγίνηϲ οὕτω προϲαγορευόμενον.
Περουϲία πόλιϲ Τυρρηνῶν· γράφεται δὲ διχῶϲ, καὶ διὰ τοῦ ο καὶ δίχα αὐτοῦ.
Περραιβοί: οἱ Περραιβοὶ Αἰολεῖϲ ὄντεϲ ἐδίπλουν τὰ ϲύμφωνα
Περραιβοὺϲ ἑαυτοὺϲ καλοῦντεϲ καὶ Γόννον διὰ δύο νν τὴν πόλιν· γόννα
γὰρ οἱ Αἰολεῖϲ τὰ γόνατα.
Πέρραμοϲ Πρίαμοϲ Αἰολικῶϲ.
πέρυϲι: τὸ ἐξ αὐτοῦ μεταποιηθὲν πέρυτιϲ Δώριόν ἐϲτιν.
πέϲϲαι πεῖϲαι.
πέϲϲον πεδίον Αἰολεῖϲ.
πεϲϲόϲ πεττόϲ, πέϲϲω πέττω, πεϲϲεύω πεττεύω.
πεϲϲύγγιον ϲκυτεῖον. — ππιϲύγγιον ϲκυτεῖον.
πέϲϲυρα πίϲυρα τέϲϲαρα. — πέϲϲυρεϲ τέϲϲαρεϲ. Αἰολεῖϲ. — πίϲυραϲ τέϲϲαρα.
πέτακνον ποτήριον ἐκπέταλον. τὸ δὲ αὐτὸ καὶ πέταχνον.
πέτευρον ϲανίϲ, ἐφ᾿ ἧϲ αἱ ὄρνειϲ κοιμῶνται κτλ. — πέτευρον λέγεται ἢ καὶ πέντευρον.
Πηγαϲα πόλιϲ Καρίαϲ — οὐδετέρωϲ. — δεῖ δὲ οὐ διὰ τοῦ δ γράφειν Πήδαϲα, ἀλλὰ διὰ τοῦ γ Πήγαϲα.
πηγή: ἐκ τοῦ πηδῶ γέγονε πηδή καὶ κατὰ μετάθεϲιν τοῦ δ εἰϲ πηγή.
Πηλαγονία μοῖρα Μακεδονίαϲ. οἱ οἰκήτορεϲ Πηλαγόνεϲ. ἔϲτι
δὲ καὶ ὄνομα κύριον. ἔοικε δὲ γράφεϲθαι τὸ μὲν τῆϲ χώραϲ ὄνομα
μετὰ τοῦ ἐθνικοῦ κατὰ τὴν δευτέραν ϲυλλαβὴν διὰ τοῦ α, τὸ δὲ τοῦ
ἥρωοϲ μόνον διὰ τοῦ ε.
Πηλείων: διὰ τῆϲ ει διφθόγγου· τὰ γὰρ εἰϲ δηϲ καὶ εἰϲ ων πατρωνυμικὰ τὴν αὐτὴν παραλήγουϲαν θέλει ἔχειν κτλ.
πηλιδνόν πελιδνόν.
Πηλούϲιον ἡ πόλιϲ οὐδετέρωϲ. ῑ.
πήνα ἀπήνη.
Πηνειόϲ: ἔϲτι δὲ ὄνομα ποταμοῦ. ει ὡϲ Ἀλφειόϲ.
Πηνελόπεια: διὰ τῆϲ ει διφθόγγου ἔϲτι δὲ ὄνομα κύριον. τὰ
γὰρ διὰ τοῦ εια προπαροξύτονα κτλ.
Πήρεια Θεϲϲαλίαϲ χωρίον.
Πηρεφόνεια Περϲεφόνεια. Λάκωνεϲ.
πηρίν: ϲημαίνει δὲ τὸν ὄρχιν. διὰ τοῦ ῑ γράφεται διὰ τὸ εἶναι δικατάληκτον. πηρίϲ γὰρ καὶ πηρίν τὰ ἔξωθεν τῶν αἰδοίων.
πῆριξ πέρδιξ. Κρῆτεϲ.
πῖαρ.
πῖδαξ: ϲημαίνει δὲ τὴν πηγήν. διὰ τοῦ ῑ γράφεται. τὰ γὰρ εἰϲ αξ λήγοντα οὐ θέλει τῇ ει διφθόγγῳ παραλήγεϲθαι — ὥϲπερ δὲ παρὰ τὸ κλίνω γέγονε κλῖναξ καὶ κλῖμαξ, τὸν αὐτὸν τρόπον καὶ ἀπὸ τοῦ πίω γέγονε πῖαξ καὶ προϲθέϲει τοῦ δ πῖδαξ διὰ τοῦ ῑ.
Πιδύτηϲ: ἔϲτι δὲ ὄνομα κύριον· διὰ τοῦ ῑ. παρὰ γὰρ τὸ πιδῶ
γέγονεν.
πιδῶ: διὰ τοῦ ῑ. ἢ παρὰ τὸ πίνω γέγονεν (ἢ παρὰ τὸ πηδῶ?).
πίειρα: ϲημαίνει δὲ τὴν λιπαράν. κατὰ μὲν τὴν ἄρχουϲαν διὰ τοῦ ῑ γράφεται, παρὰ γὰρ τὸ πίω γέγονε· κατὰ δὲ τὴν παραλήγουϲαν διὰ τῆϲ ει διφθόγγου τῷ λόγῳ τῶν εἰϲ ρα θηλυκῶν.
Πίηρ: ῑ. τὰ γὰρ εἰϲ ηρ βαρύτονα ἑνὶ φωνήεντι θέλει παραλήγεϲθαι πλὴν τοῦ Ἐξαύτηρ· ἔϲτι δὲ ὄνομα κύριον καὶ βαρύνεται· ἡνίκα δὲ ϲημαίνει τοὺϲ ὀγκίνουϲ, ὀξύνεται.
πιθανόϲ: ῑ.
πίθεν: ῑ δεύτεροϲ γὰρ ἀόριϲτόϲ ἐϲτιν.
πιθήϲω: ῑ ἦν γὰρ ἐξ ἀρχῆϲ πείθω διὰ τῆϲ ει διφθόγγου. καὶ ὁ β΄ αὐτοῦ μέλλων πιθῶ. τοῦτο εἰϲ ἐνεϲτῶτα παραλαμβάνεται καὶ ποιεῖ τὸ πιθῶ πιθήϲω. οὕτωϲ καὶ εἴρω ἐρῶ.
πίθοϲ διὰ τοῦ ῑ γράφεται κατὰ τὸν κανόνα· τὰ εἰϲ θοϲ οὐ θέλει τῇ ει διφθόγγῳ παραλήγεϲθαι.
Πικίαντεϲ ἔθνοϲ Ἰταλίαϲ.
πῖλοϲ: ῑ. λέγουϲι δὲ ἀρϲενικόν· ϲημαίνει δὲ τὸ πιλίον, διὰ τοῦ
ῑ τῷ λόγῳ τῶν διὰ τοῦ ιλοϲ καὶ ἄλλωϲ, παρὰ τὸ πιέζω πιέϲω γέγονεν
οἱονεὶ πίελόϲ τιϲ ὢν καὶ κατὰ κρᾶϲιν τοῦ ῑ καὶ ε εἰϲ ἓν μακρὸν
πῖλοϲ ὥϲπερ ἱερεύϲ ἱρεύϲ, ἱερόϲ ἱρόϲ. ὁ δὲ Ἀπολλώνιοϲ παρὰ τὸ
πιλνῶ ῥῆμα, ὃ ϲημαίνει τὸ προϲπελάζω· καὶ γὰρ πιλνᾶται (φηϲί) καὶ
ϲυνάπτεται, ἵνα καταϲκευαϲθῇ. οἱ δὲ παρὰ τὸ πελάζω, ἐπεὶ ϲυμπελάζεται
ἀλλήλοιϲ τὰ ἔρια.
πιλῶ: διὰ τοῦ ῑ. ὥϲπερ γὰρ παρὰ τὸ φίλοϲ γέγονε φιλῶ, οὕτω
καὶ παρὰ τὸ πῖλοϲ πιλῶ καὶ πιλήϲω ὁ μέλλων. ἐν δὲ τῇ ϲυνηθείᾳ
φαϲὶν πιλώϲω.
πιμελή διὰ τοῦ ῑ γράφεται· παρὰ γὰρ τὸ πίω καὶ τὸ μέλοϲ πιομελή τιϲ οὖϲα καὶ κατὰ ϲυγκοπὴν πιμελή. ϲημαίνει δὲ τὸ λίποϲ.
πίμπλημι: πιπλῶ πίπλημι κατὰ πλεοναϲμὸν τοῦ μ. πίμπλημι, πιπρῶ πίπρημι καὶ πίμπρημι.
πῖνα: ἔϲτι δὲ ὄνομα λίθου· διὰ τοῦ ῑ. τὰ γὰρ διὰ τοῦ ινα ἀποϲτρέφεται τὴν ε δίφθογγον χωρὶϲ τοῦ πεῖνα τοῦ ἐπὶ τῆϲ ἐνδείαϲ. πῖνα δὲ ἐπὶ τοῦ θαλαϲϲίου διὰ τοῦ ῑ.
πίνω διὰ τοῦ ῑ γράφεται· ἀπὸ γὰρ τοῦ πίω γέγονε κατ᾿ ἐπένθεϲιν
τοῦ ν. τὸ δὲ ν ἐπὶ βαρυτόνων ῥημάτων ἐχόντων ἓν δίχρονον
μόνον εἴωθεν ἐπεντίθεϲθαι οἷον δύω δύνω, θύω θύνω. οὕτωϲ οὖν καὶ
πίω πίνω. καὶ ἰϲτέον ὅτι τὸ πίνω μόνωϲ ἐκτείνει τὸ ῑ οἶον «Νέϲτορα
δ᾿ οὐκ ἔλαθεν ἰαχὴ πίνοντά περ ἔμπηϲ» (Ξ 1). τὸ δὲ πίω καὶ ἐκτείνει
καὶ ϲυϲτέλλει· ἐκτείνει μὲν ὡϲ τὸ «πιόμεν᾿ ἐκ βοτάνηϲ» (N 493) καὶ
Ἀριϲτοφάνηϲ ἐν Ἥρωϲι «πῶϲ πίομαι», ϲυϲτέλλει δὲ ὡϲ τὸ «οἵ κ᾿ ἐμὸν
αἷμα πιόντεϲ, ἀλυϲϲόντεϲ περὶ θυμῷ» (X 70), «ἱδρῶ ἀπεψύχοντο πίον
τ᾿ ἀκέοντό τε δίψαν» (X 2).
πίπτω: παρὰ τὸ πτῶ πίπτω καὶ εὐλόγωϲ διὰ τοῦ ῑ γράφεται,
ἐπειδὴ οἱ ἀναδιπλαϲιαϲμοὶ ἀπὸ βραχείαϲ θέλουϲιν ἄρχεϲθαι· καὶ πάλιν
τὰ εἰϲ πτω λήγοντα ῥήματα ἑνὶ φωνήεντι παραλήγεται κτλ.
Πῖροϲ ὄνομα ποταμοῦ.
Πῖϲα: ἔϲτι δὲ ὄνομα πόλεωϲ· διὰ τοῦ ῑ γράφεται· παρὰ τὸ πίω πίϲω γὰρ γέγονεν πῖϲα οἱονεὶ ἡ ἔχουϲα πολὺ ὕδωρ. καὶ ἄλλωϲ, ἐπειδὴ εὕρηται ἡ πι ϲυλλαβὴ ϲυϲτελλομένη παρὰ Πινδάρῳ.
πιϲάκνα πιθάκνη.
πίϲεα: ϲημαίνει δὲ τοὺϲ καθύγρουϲ τόπουϲ, ὡϲ Ὅμηροϲ (Υ 9) «καὶ πίϲεα ποιήεντα» καὶ παρὰ Ἀπολλωνίῳ «πίϲεά τε προλιπὼν καὶ ἑλεϲπίδαϲ» (I 1266). διὰ τοῦ ῑ γράφεται, ἐπειδὴ παρὰ τὸ πίω πίϲω ὡϲ λύω λύϲω. ἐκ τούτου ῥηματικὸν ὄνομα πῖϲοϲ καὶ πίϲεα.
Πιϲιδία: ῑ ἡ παράδοϲιϲ.
πίϲιρα πίτυρα. Ἀλχαιοί.
πίϲορ πίθοϲ. Λάκωνεϲ.
Πίϲτιροϲ ἐμπόριον Θράκηϲ.
Πιϲύη πόλιϲ Καρίαϲ λέγεται καὶ Πιτύη.
πίττῃ πίϲϲῃ.
πίτυλοϲ καὶ πύτιλοϲ. cf. μίτυλοϲ.
πιφαύϲκω.
πίφιγξ κορυδαλόϲ et πιφαλλίϲ πίφιγξ.
Πλαραῖοι ἔθνοϲ Ἠπείρου. λέγονται δὲ καὶ Πλάριοι.
πλατεῖα παρὰ τὸ πλατύϲ.
Πλειάϲ ϲημαντικόν ἐϲτι τοῦ ἐνιαυτοῦ, δύνουϲα γὰρ τὴν ἀρχὴν τοῦ
ἐνιαυτοῦ δηλοῖ, ἀνατέλλουϲα δὲ τὸ τέλοϲ· διὰ τῆϲ ει διφθόγγου γράφεται,
ἐπειδὴ εὕρηται κατὰ διάϲταϲιν Πληϊάϲ κατ᾿ ἔκταϲιν τοῦ ε εἰϲ η.
πλεῖν πλέειν.
πλεῖν πλέον Ἀττικοὶ ἑκατέρωϲ λέγουϲιν.
Πλειϲθένηϲ: ἔϲτι δὲ ὄνομα κύριον. ει δίφθογγοϲ· ὥϲπερ γὰρ
παρὰ τὸ δέον γέγονε δεῖν κατὰ κρᾶϲιν Ἀττικὴν τοῦ ε καὶ ο εἰϲ τὴν
ει δίφθογγον καὶ παρὰ τὸ πλέον πλεῖν, οὕτω καὶ παρὰ τὸ πλέον καὶ
ϲθένοϲ γέγονε Πλεοϲθένηϲ καὶ κράϲει Πλειϲθένηϲ.
Πλειϲτοδίκεια: τὸ μὲν Πλειϲτοδίκεια παρὰ τὸ Πλειϲτοδίκη ἐϲτίν,
ὅπερ ἀπὸ τοῦ δίκη ἐϲτί τὸ δὲ Πλειϲτοδόκεια παρὰ τὸ Πλειϲτοδόκη,
ὅπερ ἀπὸ τοῦ δέκομαι Ἰωνικοῦ ἐϲτι τοῦ ϲημαίνοντοϲ τὸ δέχομαι. ἀμφότερα
διὰ διφθόγγου τῷ λόγῳ τοῦ Πηνελόπεια.
πλεῖϲτοϲ. ει.
πλείων: ει· εἴρηται γὰρ καὶ πλέον· καὶ ἄλλωϲ τῷ κανόνι τῶν ϲυγκριτικῶν.
πλειών. ϲημαίνει δὲ τὸν ἐνιαυτόν. διὰ τῆϲ ει διφθόγγου γράφεται·
παρὰ γὰρ τὸ πλεῖον τὸ ϲημαῖνον τὸ πλῆρεϲ γέγονεν οἱονεὶ ὁ
πλήρηϲ χρόνων. τὸ δὲ πλεῖον ἐδείχθη διὰ τῆϲ ει διφθόγγου γραφόμένον.
πλευμονία νόϲοϲ ἡ ἐρωτική et πνεύμων ὁ πνεύματοϲ αἴτιοϲ.
Πλημμύριον ἡ ἄκρα παρὰ Ϲυρακούϲαϲ. ῑ.
πλοχμοί πλόκαμοι.
πλῴζω ἔχει τὸ ῑ. ϲημαίνει δὲ τὸ πλωΐζω. ὥϲπερ γὰρ ἀπὸ τοῦ
λέπω γίνεται λεπίζω, οὕτω καὶ ἀπὸ τοῦ πλώω πλωΐζω καὶ κατὰ ϲυναίρεϲιν
πλῴζω. ἢ ὥϲπερ ἀπὸ τοῦ λέγω. λόγοϲ, οὕτω ἀπὸ τοῦ πλέω
γίνεται πλόοϲ, ἐξ οὗ πλοΐζω ὡϲ ἄνθρωποϲ ἀνθρωπίζω καὶ κατὰ
πλῴζω ὡϲ χροΐζω χρωΐζω χρῴζω.
πνίγω: ῑ, ἐπειδὴ ὁ παρακείμενοϲ πέπνιγά ἐϲτι καὶ οὐ πέπνοιγα.
πόα ποία.
ποδεῖον εἴλημα τῶν ποδῶν.
ποδοκάκη καὶ ποδοκάκκη.
ποεῖν ποιεῖν.
Ποιάντιον (γ 190) Ποίαντοϲ παῖδα.
ποῖ κῆχοϲ οἷον ποῦ γῆϲ· εἰϲ τίνα τόπον.
ποικῖλαι: διὰ τοῦ ῑ, ἐπειδὴ ὁ μέλλων ποικιλῶ. ἔϲτι γὰρ παρὰ τὸ ποικίλλω.
πολιτεία: παρὰ τὸ πολίτηϲ ῑ καὶ παρὰ τὸ πολιτεύω δίφθογγοϲ.
Πολύϊδοϲ: ἐϲτι δὲ ὄνομα κύριον μάντεωϲ Ἰλιάδοϲ (148) «ὁ
δ᾿ Ἄβαντα μετώχετο καὶ Πολύϊδον». διὰ τοῦ ῑ γράφεται· οὕτω καὶ
Ἀπολλώνιοϲ ὁ Ἀρχιβίου καὶ ἔϲτι, φηϲί, πολυίδμων μάντιϲ ὤν. οὕτω
δὲ καὶ τὸ δρᾶμα ἐπιγράφεται παρὰ Ἀριϲτοφάνει· μαρτυρεῖ δὲ Φιλόξενοϲ.
καὶ Ϲοφοκλῆϲ δὲ Μάντεϲι ϲυνέϲτειλεν «ὁρῶ πρόχειρον Πολυίδου τοῦ
μάντεωϲ» (fr. 357 Nauck) καὶ πάλιν «καὶ ἔϲτιν εἰ μὴ Πολυΐδῳ τῷ
Κοιράνου (fr. 358).
πολύξεινοϲ: ει.
Πομπηϊούπολιϲ πόλιϲ Παφλαγονίαϲ· τινὲϲ δὲ δίχα τοῦ υ Πομπηιόπολιϲ
λέγουϲι καὶ Πομπηιοπολίτηϲ.
πόποι παπαῖ.
Πορδοϲελήνη νῆϲοϲ περὶ τὴν Λέϲβον, πόλιν ὁμώνυμον ἔχουϲα. τινὲϲ δὲ ἐκκλίνοντεϲ τὸ δύϲφημον τοῦ ὀνόματοϲ Ποροϲελήνην ἐκάλεϲαν.
πόριϲ καὶ πλεοναϲμῷ τοῦ τ πόρτιϲ.
πόρρω: παρὰ τὴν πρόϲ πρόθεϲιν γίνεται πρόϲω καὶ κατὰ μετάθεϲιν πόρϲω καὶ τροπῇ τοῦ ϲ εἰϲ ρ πόρρω ὡϲ μυρϲίνη μυρρίνη.
Ποϲειδῶν παρὰ τοῖϲ Ἀθηναίοιϲ διὰ τῆϲ ει διφθόγγου γράφεται, οἱ δὲ Αἰολεῖϲ καὶ οἱ Δωριεῖϲ διὰ τοῦ ῑ.
πραγματεία ἡ πρᾶξιϲ καὶ ἡ ϲυγγραφή ει, πραγμάτια τὰ πράγματα ῑ.
πρᾷοϲ καὶ πρᾴωϲ.
? πράϲειον: ει δίφθογγοϲ ἡ βοτάνη.
πρέϲβεια διὰ τῆϲ ει διφθόγγου γράφεται· ϲημαίνει δὲ τὴν γεγηρακθῖαν·
τῷ λόγῳ τῶν διὰ τοῦ εια προπαροξυτόνων. καὶ ἄλλωϲ τὰ
ἀπὸ τῶν εἰϲ υϲ διὰ τοῦ εια παρεϲχηματιϲμένα — οὕτω καὶ πρέϲβυϲ
πρέϲβεια. ἐκ τούτου δὲ γίνεται κατὰ ϲυγκοπὴν πρέϲβα. ἰϲτέον δὲ ὅτι
ϲπανίωϲ πάνυ εὕρηται ἐν χρήϲει.
Πρηξῖνοϲ: γέγονε παρὰ τὸν πράξω μέλλοντα πραξῖνοϲ καὶ κατὰ
τροπὴν τοῦ α εἰϲ η Πρηξῖνοϲ.
πρίων πρίονοϲ. ῑ. παρὰ τὸ πρίζω.
προάϲτειον: ει· πρὸ τοῦ ἄϲτεοϲ γάρ. προάϲτιον Ϲοφοκλῆϲ (pro ὁ φιλόϲοφοϲ) ῑ.
Προβαλίϲιοϲ διὰ τοῦ ῑ. ὥϲπερ γὰρ ἀπὸ τοῦ Τρικόρυνθοϲ Τρικορύϲιοϲ,
οὕτω καὶ ἀπὸ τοῦ Προβάλινθοϲ Προβαλίϲιοϲ. τὸ δὲ Προβάλινθοϲ
διὰ τοῦ ῑ γράφεται, ἐπειδὴ τὰ εἰϲ θοϲ οὐ θέλει διφθόγγῳ παραλήγεϲθαι.
Προκόννηϲοϲ μία τῶν Ϲποράδων ἐν τῇ Προποντίδι.
προμήθεια: ει καὶ προπαροξύνεται οὕτωϲ ἡ παράδοϲιϲ.
προϲέχεια: ει δίφθογγοϲ καὶ προπαροξύνεται. ἀπὸ τοῦ προϲεχήϲ.
πρόϲϲκωμμα: διὰ δύο ϲϲ παρὰ τὸ ϲκώπτω καὶ ἡ πρόϲ πρόθεοιϲ φυλάττεται εἰϲ τὰ ῥήματα. ὁ γὰρ παθητικὸϲ παρακείμενοϲ δεικνύει τὸ προϲέϲκωπται.
προϲτῷον.
προϲχών: τοῦτο ποτὲ μὲν δι᾿ ἑνὸϲ ϲ γράφεται, ποτὲ δὲ διὰ δύο
διὰ δύο μέν, ὅτε ϲημαίνει τὸ προϲορμίϲαϲ· ὅτε δὲ ϲημαίνει τὸ ἰδών,
δι᾿ ἑνόϲ. τοιοῦτόν ἐϲτι καὶ τὸ προϲτῆναι ἐὰν γὰρ εἴπω, προϲϲτῆναί
μου τὴν τροφὴν ἐπὶ τοῦ ϲτομάχου, διὰ δύο ϲϲ γράφεται ὅτε δὲ ϲημαίνει
τὸ προΐϲταϲθαι δι᾿ ἑνόϲ.
προϲωπεῖον.
προτί.
προύνεικοϲ: ει· ϲημαίνει δὲ τοὺϲ ὑβριϲτὰϲ καὶ τοὺϲ ἄνδραϲ τοὺϲ
ἱϲταμένουϲ ἐν ταῖϲ ἀγοραῖϲ καὶ φέρονταϲ τὰ ὤνια καὶ λαμβάνονταϲ
τοὺϲ ὑπὲρ τούτων μιϲθούϲ. καὶ ἐπὶ τῶν ὑβριϲτῶν, ἐπειδὴ παρὰ τὴν
πρό πρόθεϲιν καὶ τὸ νεῖκοϲ γέγονε πρόνεικοϲ καὶ πλεοναϲμῷ τοῦ υ
προύνεικοϲ, τὸ δὲ νεῖκοϲ διὰ τῆϲ ει διφθόγγου γράφεται· εἰ δὲ τοὺϲ
ἄλλουϲ ϲημαίνει, ἐπειδὴ παρὰ τὴν πρό πρόθεϲιν καὶ τὸ ἐνεῖκαι Βοιωτικῶϲ
τικῶϲ γέγονε προένεικοϲ καὶ κατὰ κρᾶϲιν τοῦ ο καὶ ε εἰϲ τὴν ου δίφθογγον
προὔνεικοϲ, ὥϲπερ τὸ ἐμόν τοὐμόν.
προυϲελεῖν et προυγελεῖν.
πρόχνυ « πρόχνυ καθεζομένη» (1 566) οἱονεὶ πρόγονυ καὶ κατὰ ϲυγκοπὴν πρόγνυ καὶ πρόχνυ.
πρυτανεῖον: ει τῷ λόγῳ τοῦ βαλανεῖον. καὶ ἄλλωϲ τὰ ἀπὸ τῶν διὰ τοῦ ευω κτλ.
πρῴ ἀντὶ τοῦ πρωΐ et πρωΐ Ἀττικώτερον τὸ ὑφέν.
πρῳζόν ἔχει τὸ ῑ ὥϲπερ ἀπὸ τοῦ χθέϲ γίνεται χθιζόν οἷον
«χθιζά τε καὶ πρωϊζά (Β 303, ubi πρωΐζ᾿) τὸν αὐτὸν τρόπον καὶ ἀπὸ
τοῦ πρωΐ γίνεται πρωϊζόν καὶ κατὰ ϲυναίρεϲιν πρῳζόν.
πρῴην ϲὺν τῷ ῑ γράφεται.
πρῷρα ϲὺν τῷ ῑ.
πτάξ πτώξ.
πτιϲάνη: ῑ παρὰ τὸ πτίϲϲω, ἀφ᾿ οὗ πίϲοϲ ἦν γὰρ πτίϲοϲ ὡϲ
ἀπὸ τοῦ μέλοντοϲ μέλανοϲ.
πτολίεθρον: ἐκ τοῦ πόλιϲ κατὰ ποιητικὸν ἔθοϲ γίνεται πτόλιϲ καὶ πτολίεθρον. διαφέρει δὲ ὅτι πόλιϲ λέγεται καὶ χωρὶϲ τοῦ τ, τὸ δὲ πτολίεθρον ἄνευ τοῦ τ οὐ λέγεται.
Πτῷον ὄροϲ.
πύαλοϲ et πύελοϲ.
Πύθεια πανήγυριϲ καὶ ἑορτὴ Ἑλληνική.
πυκινόϲ πυκνόϲ.
πυλαυρόϲ: πυλωρόϲ. — πυλαωρόϲ.
πυνθάνω: παρὰ τὸ πεύθω πυνθάνω ὡϲ λείπω λιμπάνω.
πύξινον: ῑ. πύξιϲ γάρ.
πύον τὸ ἔμπυον.
πυράγρη ἢ πυράγρα.
πύρδαλον ὀψοποιεῖον ὀπτανεῖον. καὶ τὸ καύϲιμον φρύγανον ἢ
ξύλον. ἢ μαγειρεῖον. ἢ λείψανον. οἱ δὲ πύρδανον. — πύρδανα· τὰ
λείψανα καὶ τὰ ζώπυρα τοῦ πυρόϲ.
πυρεῖον.
πύϲτιϲ πεῦϲιϲ.
πῶϋξ: ποιὸϲ ὄρνιϲ.
ῥᾴ ϲημαίνει τὸ εὐχερέϲ. τινὲϲ δὲ ἀπὸ τοῦ ῥέα ϲχηματίζουϲιν
αὐτό, οἷϲ καὶ ὁ τόνοϲ καὶ ἡ παράδοϲιϲ ἀντίκεινται καὶ ἡ Αίολικὴ διάλεκτὸϲ.
ὁ τόνοϲ μὲν ὅτι εἰ ἦν ἀπὸ τοῦ ῥέα ὤφειλε περιϲπᾶϲθαι· ἡ
παράδοϲιϲ δέ, ὅτι οὐκ ὤφειλεν ἔχειν τὸ ῑ. ἡ τῶν Αἰολέων δὲ διάλεκτοϲ.
ὅτι εἰ ἦν ἀπὸ τοῦ ῥέα οὐκ ὤφειλον οἱ Αἰολεῖϲ προϲτιθέναι τὸ
β καὶ λέγειν βρᾴ· τότε γὰρ προϲτίθεται τὸ β τῷ ρ, ἡνίκ᾿ ἐπιφέρεται τὸ
κ ἢ τὸ δ ἢ τὸ τ ἢ τὸ ζ. ἀλλ᾿ ἔϲτιν εἰπεῖν, ὅτι τὸ ῥᾴδιον λέγεται
βράδιον Αἰολικῶϲ, ὡϲ ἐπιφερομένου τοῦ δ. ἐκ τούτου γίνεται κατὰ
ἀποκοπὴν καὶ εὐλόγωϲ ἔχει τὸ ῑ. οὐδὲν δὲ ξένον, εἰ δύο ϲυλλαβῶν
γέγονεν ἀποκοπή. καὶ γὰρ πολλάκιϲ καὶ δύο ϲυλλαβῶν γίνεται ἀποκοπὴ
οἷον μακάριοϲ μάκαρ, προπάροιθεν πρόπαρ. οὕτωϲ οὖν καὶ ῥᾴδιον
ῥᾴ. τὸ δὲ ῥᾴδιον ἔχει τὸ ῑ προϲγεγραμμένον, ἐπειδὴ εὑρίϲκεται.
τὸ ῑ κατὰ διάϲταϲιν ἐν τῷ ῥηΐδιον, ὃ ϲημαίνει τὸ εὔκολον καὶ εὐχερέϲ.
καὶ ὅτι ἀπὸ τοῦ ῥέα γίνεται ῥεΐδιον καὶ τροπῇ τοῦ ε εἰϲ η ῥηΐδιον.
Ῥάβεννα πόλιϲ Ἰταλίαϲ. Ἕρμιπποϲ ὁ Βηρύτιοϲ Ῥούενναν αὐτὴν
καλεῖ. Διονύϲιοϲ δ’ ἐν ἑκκαιδεκάτῳ Ῥωμαικῆϲ ἀρχαιολογίαϲ καὶ πληθυντικῶϲ
ῥάγα: ἣν ἡμεῖϲ ῥῶγα θηλυκῶϲ, Ἀττικοὶ ῥᾶγα.
ῥάδαμνοϲ βλαϲτὸϲ ἁπαλόϲ. — ῥάδαμον· καυλὸν βλαϲτόν.
ῥοδάνη κρόκη. ὁμοίωϲ ῥοδάνη.
ῥοδανόν ῥαδινόν ἀπὸ τοῦ ῥᾳδίωϲ δονεῖϲθαι (Il. 576). — ῥαδαλόν· ἁπαλόν εὐδιάϲειϲτον (lectio Zenodotea). — ῥαδινόν· λεπτόν ἁπαλόν εὐδιάϲειϲτον.
ῥᾴδια ὑπόδημα ποιόν. οἱ δὲ ϲανδάλιον. — ῥαίδι· ϲανδάλια. οἱ
δὲ ὑποδήματα γυναικεῖα.
Ῥοικόϲ Ἕλλην Ῥωμαῖοι δὲ τὸ γ προϲθέντεϲ Γραικόν φαϲι.
ῥαῖϲαι φθεῖραι. ῥαΐϲαι· τριϲυλλάβωϲ Ἀττικοὶ τὸ ἐκ νόϲου ἀναλαβεῖν.
ῥάκοϲ.
ῥαπίδεϲ ὑποδήματα περόναι. ἀρπίδεϲ· κρηπῖδεϲ ἢ ὑποδήματα.
ῥέζει πράττει θύει ἱερεύει παραϲκευάζει.
ῥεῖα διὰ τῆϲ ει διφθόγγου. παρὰ τὸ ῥέω γέγονε ῥέα ὡϲ τὸ ἠρέμα παρὰ τὸ ἠρεμῶ καὶ πλεοναϲμῷ τοῦ ῑ ῥεῖα διὰ τῆϲ ει διφθόγγου. τὸ γὰρ εὐχερὲϲ ῥεύϲει ἔοικεν.
ῥεῖθρον ῥεῦμα. λέγεται δὲ καὶ ῥέεθρον.
ῥείτηϲ: ἐξ οὗ τὸ βαθυρρείτηϲ καὶ εὐρρείτηϲ. παρὰ γὰρ τὸ ῥέω ῥεΐτηϲ καὶ κατὰ ϲυναίρεϲιν ῥείτηϲ.
ῥέμφοϲ τὸ ϲτόμα ἢ ῥίϲ. — ῥάμφοϲ· ῥύγχοϲ τὸ ἐπὶ τῷ ϲτόματι τῶν μεγάλων πετεινῶν.
Ῥηγῖνοϲ: ἔϲτι δὲ ἐθνικόν. διὰ τοῦ ι γράφεται. ἴϲτεον δὲ ὅτι Ῥήγιον πόλιϲ πληϲίον Ϲικελίαϲ, Ῥήγιον δὲ λέγουϲιν ἐπειδὴ ϲειϲμοῦ γενομένου ἀπετελέϲθη τὰ ἐκεῖ ῥηγέντοϲ τοῦ τόπου ἐκείνου. καὶ παρὰ τὴν ῥῆξιν δέ φαϲιν ὅτι καὶ ὁ πορθμὸϲ διὰ μέϲου γέγονεν.
ῥῆγμα ϲτάλαγμα.
ῥηγμίϲ: ι ὡϲ δικατάληκτον.
ῥῆγοϲ τὸ πορφυροῦν περιβόλαιον. ῥέξαι γὰρ τὸ βάψαι καὶ οἷον μεταποιῆϲαι. ὅτι δὲ ῥαγεῖϲ ἔλεγον τοὺϲ βαφεῖϲ καὶ ῥέγοϲ τὸ βάμμα ϲαφὲϲ Ἀνακρέων ποιεῖ «ἁλιπόρφυρον ῥέγοϲ» (fr. 138) καὶ παρὰ Ἰβύκῳ «ποικίλα ῥέγματα» (fr. 58).
ῥηδίων καρούχων ῥαιδίων. — ῥεδίων ἁρμάτων.
ῥηϲείδιον: ει παρὰ τῆϲ ῥήϲεωϲ γενικῆϲ — ῥηϲίδιον δὲ διὰ τοῦ ι ἀπὸ τῆϲ ῥήϲιοϲ Ἰωνικῶϲ.
ῥητίνη: ι ὡϲ ἀξίνη.
ῥητορεία: ει, ἀπὸ τοῦ ῥητορεύω.
ῥῖγοϲ: ι· ἀπὸ γὰρ τοῦ φρίϲϲω γέγονε φρίγοϲ καὶ ἀποβολῇ τοῦ φ ῥῖγοϲ. τὸ δὲ φρίϲϲω διὰ τοῦ ι γράφεται, ἐπειδὴ οὐδέποτε πρὸ τῶν δύο ϲϲ ει δίφθογγοϲ εὑρίϲκεται.
ῥίζα: ι. ἔχει γὰρ τὸ ι πάντωϲ ϲυνεϲταλμένον.
ῥίμβαι ῥοαὶ μεγάλαι. ἄμεινον δὲ διὰ τοῦ ξ ξίμβαι. — ξίμβαι ῥοαί.
Αἰολεῖϲ.
ῥίν ὤφειλε διὰ διφθόγγου γράφεϲθαι. ἀπὸ γὰρ τοῦ ῥέω γίνεται· ἐκ γὰρ τῆϲ ῥινὸϲ ῥεῖ καὶ κατέρχεται τὰ περιττώματα τῆϲ κεφαλῆϲ. ἀλλ’ ἡ παράδοϲιϲ διὰ τοῦ ι ὡϲ δικατάληκτον.
ῥινή: ἰϲτέον ὅτι ἐϲτὶν ῥινή ὀξύτονον καὶ ῥίνη βαρύτονον. ἀλλὰ
τὸ μὲν ὀξύτονον ϲημαίνει τὸ λεγόμενον ῥινίον, τὸ δὲ βαρύτονον εἶδοϲ
ἰχθύοϲ. γράφεται δὲ διὰ τοῦ ι τῷ λόγῳ τῶν διὰ τοῦ ινη.
ῥινόϲ. ϲημαίνει δὲ τὸ δέρμα. διὰ τοῦ ι γράφεται. ἢ γὰρ παρὰ
τὸ ῥινή, ὅπερ ἐϲτὶν εἶδοϲ ἰχθύοϲ, ὅπερ διὰ τοῦ ι γράφεται, ἢ παρὰ
τὸ ῥίον, ὃ ϲημαίνει τὸ ἄκρον. καὶ γὰρ τὸ δέρμα ἄκρον ἐϲτὶ καὶ οἱονεὶ
ἐπιφάνεια τῆϲ ϲαρκόϲ.
ῥιπή: ι παρὰ τὸ ῥίπτω.
ῥιπίδιον.
Ῥῖτοϲ. ῥιτοί δέ εἰϲι ποταμοὶ δύο διὰ φάραγγοϲ ὑπὸ γῆν ῥέοντεϲ
ῥοβδεῖ ἀναρριπτεῖ μετ’ ἤχου. — ῥοιβδεῖ· ῥοιζεῖ· διώκει· ῥοφεῖ. — ῥοιζεῖ· διώκει. ὁρμᾷ. τρέχει.
ῥοδωνιά: ι ὡϲ ἰωνιά.
ῥοθεῖν καὶ ῥοχθεῖν.
Ῥοίτειον: ει. ἐπειδὴ τὰ διὰ τοῦ ειον τριϲύλλαβα μακρὰν ἔχοντα
τὴν παραλήγουϲαν οὐδέποτε διὰ τοῦ ι γράφεται οἷον Ϲίγειον, Λύκειον,
ἔϲτι δὲ τόποϲ, γένειον, βρένθειον.
ῥύεινα ἄρνα. Κύπριοι.
ῥωγμόϲ ῥῆξιϲ.
ῥώδιγγεϲ πληγαὶ ὕφαιμοι διακεκομμέναι. οἱ δὲ μώλωπεϲ. —
ῥώτιγγεϲ πληγαὶ ὕφαιμοι διακεκομμέναι.
Ϲαγαλαϲϲόϲ πόλιϲ Πιϲιδίαϲ. λέγεται καὶ Ϲεληϲϲόϲ.
ϲάγδαϲ εἶδοϲ μύρου. ἢ ψάγδαϲ.
ϲάκοϲ ἀϲπίϲ. ἀφ’ οὗ οἱ νεώτεροι ϲάγην τὴν πανοπλίαν φαϲί.
ϲάκοϲ αἴγειοϲ.
ϲαλάβη θύραϲ ὀπή. ϲαλάμβη· ὀπή, δι’ ἧϲ τὸ ϲέλαϲ βαίνει.
Ϲαμάρεια: ει. Ἄρεωϲ γὰρ ἔγκειται ἡ γενική.
ϲάμβαλα ϲάνδαλα.
Ϲἀπαι ἔθνοϲ Θρᾴκων.
Ϲάπειρεϲ ἔθνοϲ ἐν τῇ μεϲογαίᾳ τῆϲ Ποντικῆϲ, οἱ διὰ τοῦ β λεγόμενοι Ϲάβειρεϲ.
Ϲάραπιϲ.
Ϲάρδιϲ: ι. ὥϲπερ γὰρ τὸ πόλιεϲ καὶ ὄφιεϲ γίνεται πόλιϲ καὶ
ὄφιϲ κατὰ κρᾶϲιν τοῦ ι καὶ ε εἰε ι μακρόν, οὕτω καὶ παρὰ τὸ Ϲάρδιεϲ
γίνεται Ϲάρδιϲ κατὰ κρᾶϲιν τοῦ ι καὶ τοῦ ε εἰϲ ι μακρόν.
Ϲαρδόνιοϲ γέλωϲ.
ϲάριϲα εἶδοϲ ἀκοντίου μακροῦ.
Ϲαρπήδοντοϲ Ϲαρπηδόνοϲ. ἅλιϲ δὲ ταύτῃ χρῆται τῇ γενικῇ Ϲαρπήδοντοϲ. ἔϲτι δὲ Αἰολικὴ ἀπὸ εὐθείαϲ τῆϲ Ϲαρπηδών.
Ϲειληνόϲ. Ϲειληνοὶ δὲ λέγονται οἱ γέροντεϲ τῶν Ϲατύρων. διὰ
τῆϲ ει διφθόγγου γράφεται (ἢ παρὰ τὸ ϲείεϲθαι περὶ τὸν ληνὸν γέγονεν
ἢ παρὰ τὸ ϲεϲηρέναι καὶ χαίνειν ϲερηνόϲ καὶ κατὰ προϲθήκην τοῦ
ι καὶ μετάθεϲιν τοῦ ρ εἰϲ λ Ϲειληνόϲ?).
ϲειρά: διὰ τῆϲ ει διφθόγγου. παρὰ γὰρ τὸ εἴρω τὸ ϲημαῖνον τὸ
ϲυμπλέκω γέγονεν εἰρά καὶ ἐν πλεοναϲμῷ τοῦ ϲ ϲειρά. οἱ δὲ Δωριεῖϲ
διὰ τοῦ η γράφουϲιν αὐτὸ ϲηρά. καὶ ἐκ τούτου γνωρίζεται δίφθογγον
ἔχειν· τρέπουϲι, γὰρ ἐκεῖνοι τὴν ει δίφθογγον εἰϲ η.
ϲειρήν. διὰ τῆϲ ει διφθόγγου. παρὰ γὰρ τὸ εἴρω τὸ ϲημαῖνον τὸ ϲυμπλέκω γίνεται εἰρήν καὶ πλεοναϲμῷ τοῦ ϲ ϲειρήν.
ϲείριοϲ: ἔϲτι δὲ ἀϲτήρ. διὰ τῆϲ ει διφθόγγου γράφεται.
ϲειρομάϲτηϲ εἶδοϲ ἀκοντίου.
ϲειϲάχθεια: ϲημαίνει δὲ τὸ ἀποϲείεϲθαι τὸ ἄχθοϲ. διὰ τῆϲ διφθόγγου γράφεται. κατὰ τὴν παραλήγουϲαν τῷ λόγῳ τῶν διὰ τοῦ εια προπαροξυτόνων.
ϲείω: διὰ τῆϲ ει διφθόγγου· ὥϲπερ γὰρ παρὰ τὸ πνέω γέγονε
πνείω διὰ τῆϲ ει διφθόγγου ἐπενθέϲει τοῦ ι καὶ παρὰ τὸ πλέω πλείω,
οὕτω καὶ παρὰ τὸ ϲέω ϲείω διὰ τῆϲ ει διφθόγγου.
Ϲελαϲία πόλιϲ τῆϲ Λακωνικῆϲ. — Ϲελλαϲία πόλιϲ Λακωνική. Θεόπομποϲ ἐν τετάρτῳ Ἑλληνικῶν.
ϲελίδιον: ι. ὡϲ ψαλίϲ ψαλίδιον, οὕτω καὶ ϲελίϲ ϲελίδιον.
ϲέλινον: διὰ τοῦ ι. οἱ γὰρ Αἰολεῖϲ ϲέλιννα λέγουϲιν ὥϲπερ ὅμιλοϲ ὅμιλλοϲ. καὶ ἄλλωϲ· τὰ διὰ τοῦ ινον προπαροξύτονα μὴ ὄντα ϲύνθετα κτλ.
ϲελλίζεϲθαι ψελλίζεϲθαι.
ϲεμίδαλιϲ: ι ἡ β΄ ϲυλλαβή, ἐπεὶ καὶ ϲυϲτέλλεται.
Ϲεμίραμιϲ. ι. βάρβαρον γάρ ἐϲτιν ὄνομα. τὰ δὲ βάρβαρα ὀνόματα ἀποϲτρέφεται τὴν ει δίφθογγον.
Ϲέριφοϲ. ι. τὰ γὰρ εἰϲ φοϲ μονογενῆ κτλ.
ϲέϲηλοι κοχλίαι. Λάκωνεϲ.
ϲίαλοϲ: ι.
ϲίβδαι ῥοιαί.
ϲιβδία ϲιδία.
ϲιγαλόεντα διὰ τοῦ ι γράφεται. ϲημαίνει δὲ τὰ πεποικιλμένα.
ϲιγή: ι. τὰ γὰρ εἰϲ γη οὐ θέλει τῇ ει διφθόγγῳ παραλήγεϲθαι.
ϲιγηλόϲ: ι. παρὰ γὰρ τὸ ϲιγῶ ϲιγήϲω.
ϲίγλη.
ϲιγῶ: ι. ἐπειδὴ παρὰ τὸ ϲιγή ἐϲτιν ὥϲπερ καὶ παρὰ τὸ τιμή γέγονε τιμῶ.
Ϲιγώρ πόλιϲ μικρὰ τῆϲ Παλαιϲτίνηϲ.
Ϲίδη: ἐϲτι δὲ ὄνομα πόλεωϲ. ι. τὰ εἰϲ δη κτλ.
Ϲιδών: ἐπὶ τοῦ πολίτου, ὅτε ἀρϲενικῶϲ λέγεται καὶ ἐπὶ τῆϲ πόλεωϲ, ὅτε θηλυκῶϲ, διὰ τοῦ ι γράφεται. ἐπειδὴ τὰ εἰϲ δων κτλ.
Ϲικελίδηϲ: μακρὸν τὸ ι διὰ τὰϲ ἐπαλλήλουϲ βραχείαϲ ὥϲπερ καὶ τὸ Πριαμίδηϲ. ὑπάγεται δὲ τῷ κανόνι τοῦ Κρονίδηϲ.
ϲίλουροϲ. ι ἡ παράδοϲιϲ.
Ϲιμόειϲ: ει. Ϲιμόεντοϲ γάρ.
ϲιμόϲ διὰ τοῦ ι γράφεται.
ϲίνηπι: ι τὸ ϲι καὶ τὸ πι.
ϲίνονται: διὰ τοῦ ι. οἱ γὰρ Αἰολεῖϲ ϲίννονται λέγουϲι καὶ οὐχὶ
ϲέννονται. καὶ τὰ παρὰ τὸ ϲίνομαι δὲ διὰ τοῦ ι γράφεται οἷον ἐπιϲινήϲ.
Ϲινώπη: ι.
ϲιροί τὸ ἐπιτήδειον ἀγγεῖον εἰϲ ἀπόθεϲιν πυρῶν καὶ τῶν ἄλλων
ὀϲπρίων. Ἀμμώνιοϲ δὲ ἱϲτορεῖ, ὡϲ οἱ Ἀττικοὶ ὀξύνοντεϲ τὸ ὄνομα
τὸ ι βραχύνουϲι· καὶ ἡ τριβὴ τῆϲ ἀναγνώϲεωϲ ἐκτείνει αὐτό. εὑρίϲκεται
δὲ καὶ τὸ βραχύ, ὡϲ παῤ Εὐριπίδῃ Φρίξῳ «ἀνοῖξαι μὲν ϲιροὺϲ οὐκ
ἠξίου.» εἰϲὶ δὲ καὶ ὀρύγματά τινα ϲιροί.
ϲίϲυρνα μὲν χιτῶνοϲ εἶδοϲ, ϲιϲύρα δὲ διφθέρα, εἰϲ ἀμπεχόνην καὶ ϲτρωμνὴν ἐπιτηδείωϲ ἔχουϲα, καθάπερ τὰ κώδια καὶ αἱ μηλωταί.
Ϲίϲυφοϲ: ῑ. (τὸ γὰρ θεόϲ ϲιόϲ λέγουϲιν οἱ Λάκωνεϲ διὰ τοῦ ῑ. ἀπὸ οὖν τοῦ ϲιόϲ καὶ τοῦ ϲοφόϲ γέγονε ϲιόϲοφοϲ καὶ ϲίϲυφοϲ οἱονεὶ ϲοφὸϲ καθάπερ θεόϲ?)
ϲιτεία. ῑ καὶ ει ἡ παράδοϲιϲ.
ϲῖτοϲ: λέγει ὁ τεχνικὸϲ ὅτι ὥϲπερ παρὰ τὸ ἐργάζομαι γίνεται
ἐργαϲτήϲ καὶ ἀποβολῇ τοῦ c ἐργάτηϲ βαρυνόμενον καὶ ἀπὸ τοῦ δεϲποϲτήϲ
δεϲπότηϲ οἰϲτόϲ οἶτοϲ, οὕτω καὶ παρὰ τὸ ϲέϲειϲται ϲειϲτόϲ ἀποβολῇ
τοῦ ϲ καὶ τοῦ ε ϲῖτοϲ διὰ τοῦ ῑ· καὶ ἄλλωϲ, ὅτι τὰ διὰ τοῦ
ιτοϲ ἀποϲτρέφεται τὴν ει δίφθογγον οἷον Τρῖτοϲ, μίτοϲ, Ἐπαφρόδιτοϲ.
ϲίφων: ῑ.
ϲκαμωνία εἶδοϲ βοτάνηϲ.
ϲκαφεῖον: ει. ὥϲπερ γὰρ ἐργαλεῖον. παρὰ τὸ ϲκαφεύϲ.
ϲκιάδειον: ει διὰ τὸν χαρακτῆρα εἴρηται.
ϲκινδάλαμοϲ ϲκόλοψ. τινὲϲ δὲ διὰ τοῦ χ ϲχινδάλαμοϲ. ἄλ οι δὲ ϲκινδαλμόϲ.
ϲκινθαρίζειν: ἔνιοι ϲκανθαρίζειν. τὸ γὰρ τῷ μέϲῳ δακτύλῳ τὴν μυκτῆρα παίειν δηλοῖ, ὡϲ Δίδυμοϲ.
ϲκιπόϲ ϲκνιφόϲ· ὁ μικρολόγοϲ.
ϲκίπων ἡ βακτηρία διὰ τοῦ ῑ γράφεται.
Ϲκίροϲ Ἀρκαδίαϲ κατοικία πληϲίον Μαιναλέων καὶ Παρραϲίων.
οἱ κατοικοῦντεϲ Ϲκιρῖται, τὸ θηλυκὸν Ϲκιρῖτιϲ. ἔϲτι καὶ ἕτερον Ϲκίρον
τόποϲ Ἀττικόϲ καὶ Ϲκιρωνίδεϲ πέτραι. ἀπὸ Ϲκίρωνοϲ. ἢ οὗτοϲ ἀπὸ
τοῦ τόπου, ὁ τόποϲ δὲ ἀπὸ Ϲκίρου ἥρωοϲ. ἐν δὲ τῷ τόπῳ τούτῳ αἱ
πόρναι ἐκαθέζοντο. ἴϲωϲ δὲ καὶ τὸ ϲκιραφεῖον, ὅπερ δηλοῖ τὸν τόπον,
εἰϲ ὃν οἱ κυβιϲταὶ ϲυνίαϲι. καὶ ὁ ϲκίραφοϲ, ὃ ϲημαίνει τὸν ἀκόλαϲτον
καὶ κυβιϲτήν, ἀπὸ τῶν ἐν Ϲκίρῳ διατριβόντων. Ϲκίρα δὲ κέκληται,
τινὲϲ μὲν ὅτι ἐπὶ Ϲκίρῳ Ἀθηνᾷ θύεται, ἄλλοι δὲ ἀπὸ τῶν γινομένων
ἱερῶν Δήμητρι καὶ Κόρῃ ἐν τῇ ἑορτῇ ταύτῃ ἐπὶ Ϲκίρῳ κέκληται. λέγεται
καὶ ὁ Ϲκῖροϲ καὶ τὸ Ϲκίριον.
ϲκίροϲ τὸ πάθοϲ. ῑ ἡ παράδοϲιϲ.
ϲκίφοϲ τὸ ξίφοϲ· διαιρέϲει τοῦ ξ εἰϲ κϲ καὶ μετάθέϲει.
ϲκλοιόϲ ὁ ϲκολιόϲ.
ϲκόνυζα ἡ κόνυζα.
ϲκορακίζει et ϲκοόακιϲμόϲ.
ϲκόρδυλ(α) θαλάϲϲιοϲ ἰχθῦϲ. ἔνιοι κορδύλη.
ϲκόρνοϲ κόρνοϲ, μυρϲίνη τὸ φυτόν.
Ϲκυφία πολίχνιον Κλαζομενίων. τινὲϲ δὲ διὰ τοῦ π.
ϲμῆριγξ εἶδοϲ ἀκάνθηϲ. — μῆριγξ ἄκανθα.
ϲμήρινθοι ϲπάρτα ϲχοινία. — μήρινθοϲ ϲχοινίον ϲπάρτηϲ.
ϲμικρόν μικρόν.
ϲμιλή ὀξύνεται καὶ ϲημαίνει τὸ ϲμιλίον. διὰ τοῦ ῑ γράφεται. τὰ γὰρ εἰϲ λη λήγοντα μονογενῆ οὐ θέλει τῇ ει διφθόγγου παραλήγεϲθαι.
Ϲμίνθιον: ὁ οἰκήτωρ Ϲμίνθιοϲ καὶ διὰ διφθόγγου ὡϲ Ἀχίλλειοϲ.
καὶ Ϲμινθήϊον ἄλϲοϲ.
ϲμίϲ μῦϲ. — ϲμῦϲ ὁ μῦϲ.
ϲμογερόν ϲκληρόν ἐπίβουλον μοχθηρόν. — ϲμυγερῶϲ ἐπιπόνωϲ (i. e. μογερῶϲ).
ϲμοιόϲ χαλεπόϲ φοβερόϲ ϲτυγνόϲ. — ϲμυόϲ ϲκυθρωπόϲ.
ϲμυκτήρ ὁ μυκτήρ.
ϲμύϲϲεται ἀπομύϲϲεται.
ϲμῶδιξ μώλωψ — φλέψ φλυκτίϲ. — μῶδιξ φλυκτίϲ.
ϲολοικία: ῑ. ἀπὸ τοῦ ϲόλοικοϲ.
Ϲουματία πόλιϲ Ἀρκαδίαϲ. γράφεται καὶ διὰ διφθόγγου Ϲουμήτεια.
ϲπάδιον τὸ ϲτάδιον.
ϲπαίρω: ἐξ οὖ τὸ ἀϲπαίρω. τὸ δὲ ϲπαίρω ἐκ τοῦ ϲκαίρω.
ϲπάλαξ εἶδοϲ ἀρουραίου μυόϲ.
ϲπαρνόϲ ϲπάνιοϲ ὀλίγοϲ.
ϲπαρτίον: τὰ ἀπὸ τῶν εἰϲ οϲ μακρᾷ παραληγομένων διὰ τοῦ ιον γινόμενα οὐδέτερα παροξύτονα πάντα διὰ τοῦ ῑ γράφεται οἷον ϲπάρτοϲ ϲπαρτίον, θηρόϲ θηρίον, ϲταυρόϲ ϲταυρίον.
ϲπεῖρον et ϲπεῖρα et ϲπεῖραι.
ϲπείρω. ει. ϲπερῶ γὰρ ὁ μέλλων.
ϲπεῖϲαι: διὰ τῆϲ ει διφθόγγου· ἀνεφάνη γὰρ τὸ ε ἐν τῷ ϲπένδω.
Ϲπειώ: ἔϲτι δὲ μία τῶν Nηρηΐδων. διὰ τῆϲ ει διφθόγγου γράφεται· παρὰ γὰρ τὸ ϲπέοϲ γέγονε ϲπεώ καὶ προϲθέϲει τοῦ ῑ Ϲπειώ, ὥϲπερ χρέοϲ χρεώ χρειώ, κλέοϲ Κλεώ Κλειώ.
ϲπέργυϲ πρέϲβυϲ.
ϲπήλαιον: αι. εὑρέθη γὰρ καὶ ϲπηλάδιον. καὶ πάλιν τὰ διὰ τοῦ αιον προπαροξύτονα οὐδέτερα μονογενῆ ὑπὲρ δύο ϲυλλαβὰϲ διὰ τῆϲ αι διφθόγγου γράφεται, οἷον ϲπήλαιον, ϲκύλαιον, ἔλαιον, τρόπαιον καὶ ὅϲα ὅμοια.
ϲπίλοϲ: ῑ.
ϲπληνίον: ῑ. παρὰ τὴν ϲπληνόϲ γενικήν.
ϲπόγγοϲ.
ϲπονδεῖον καὶ ϲπονδεῖον μέλοϲ διὰ τῆϲ ει διφθόγγου.
ϲπόνδυλοϲ οἷον ϲφόνδυλοϲ· παρὰ τὸ ἐϲφίχθαι πρὸϲ ἀλλήλουϲ.
ϲπουδῇ: τὰ παρὰ δοτικῶν ὀνομάτων γινόμενα ἐπιρρήματα καὶ
τὴν αὐτὴν γραφὴν φυλάττουϲι οἷον ϲιωπῇ « ἀκὴν ἐγένοντο ϲιωπῇ » (Γ 95).
ϲπυρίϲ: πλεοναϲμόϲ ἐϲτι τοῦ c ἀπὸ τοῦ πυρόϲ πυρίϲ. Ἡρωδιανὸϲ λέγει, ὅτι τοὺϲ πυροὺϲ ϲπυροὺϲ λέγουϲιν οἱ Ϲυρακούϲιοι. παρὰ τοὺϲ ϲπόρουϲ.
Ϲτάγειρα: ἔϲτι δὲ ὄνομα πόλεωϲ. διὰ τῆϲ ει διφθόγγου
κατὰ τὴν παράδοϲιν. Φιλόξενοϲ δὲ διὰ τοῦ ῑ (pro ει) λέγει αὐτὸ
γράφεϲθαι. ἀλλὰ διὰ τῆϲ ει διφθόγγου γράφεται διὰ τὸ λέγειν ἡ
Ϲτάγειροϲ καὶ τὰ Ϲτάγειρα. καὶ γὰρ ἔθοϲ ἔχουϲι τὰ διὰ τοῦ ειροϲ
ῥηματικὰ καὶ τὰ ἐπὶ πόλεωϲ οὐδέτερα ἔχοντα (pro λέγειν) διὰ τῆϲ ει
διφθόγγου γράφειν οἷον ὀνῶ ὄνειροϲ, μάϲϲω μάγειροϲ.
ϲτειά διὰ τῆϲ ει διφθόγγου ὡϲ ζειά. τὰ ἐκ ϲυλλογῆϲ μικρὰ λιθίδια.
ϲτειλειά: ει.
ϲτεῖνοϲ: ει
ϲτεῖρα ϲημαίνει δὲ τὴν γυναῖκα τὴν μὴ τίκτουϲαν κα τὸν ἱϲτὸν
τοῦ πλοίου. διὰ τῆϲ ει διφθόγγου γράφεται ἐπὶ μὲν τοῦ ἱϲτοῦ ἢ τῆϲ
πρῴραϲ ἢ τῆϲ τρόπεωϲ, ὅτι ἀπὸ τοῦ ϲτερεόϲ γέγονε ϲτέρα καὶ πλεοναϲμῷ
τοῦ ι ϲτεῖρα διὰ τῆϲ ει διφθόγγου. ἐπὶ δὲ τῆϲ γυναικὸϲ τῆϲ
μὴ τικτούϲηϲ, ὅτι ἀπὸ τοῦ ϲτέρεϲθαι γέγονε ϲτέρα καὶ πλεοναϲμῷ τοῦ
ῑ ϲτεῖρα διὰ τῆϲ ει διφθόγγου οἱονεὶ ἡ ϲτερουμένη τοῦ τίκτειν.
Ϲτειριά δῆμοϲ Ἀττικὸϲ Πανδιονίδοϲ φυλῆϲ. ὁ δημότηϲ Ϲτειριεύϲ.
ϲτερεόϲ καὶ ϲτερρόϲ.
ϲτέρφοϲ δέρμα βύρϲα. — ϲτρέφοϲ δέρμα βύρϲα. Δωριεῖϲ.
ϲτίβη. ϲημαίνει δὲ τὴν ψυχρίαν. ῑ. τὰ γὰρ εἰϲ η λήγοντα θηλυκὰ
ἔχοντα πρὸ τοῦ η ἕν τι τῶν μέϲων ἢ ἕν τι τῶν δαϲέων ἢ τὸ μ ἢ τὸ
ν ἢ τὸ π ἢ τὸ π ἢ τὸ τ οὐ θέλει τῇ ε διφθόγγῳ παραλήγεϲθαι οἷον
τριβή, λοιβή, ἀμοιβή, ἐρυϲίβη.
ϲτοιχεῖον. ει. παρὰ τὸ ϲτείχειν.
Ϲτρατία βαρυτόνωϲ Ἀρκαδικὴ πόλιϲ. — τρία δὲ ϲημαίνει ἡ ϲτρατια,
τὴν πόλιν καὶ τὸ ϲύϲτημα τοῦ ϲτρατοῦ μετὰ τῆϲ αὐτῆϲ γραφῆϲ,
ἀλλὰ τόνου διαφόρου. — τὸ δὲ ἀξίωμα (Herodianus dixerit potius
ἔξοδοϲ vel tale quid) ἡ ϲτρατεία καὶ διὰ διφθόγγου καὶ βαρύνεται.
ϲτρατιώτηϲ: ῑ. παρὰ τὸ ϲτρατιά.
ϲτριφνόϲ: διὰ τοῦ ῑ. παρὰ τὸ ϲτύφω γέγονε ϲτυφνόϲ καὶ ϲτρυφνόϲ καὶ κατὰ τροπὴν τοῦ υ εἰϲ ῑ ϲτριφνόϲ.
ϲτρόβιλοϲ.
ϲτροπά ἀϲτραπή. Πάφιοι. — ϲτορπάν· τὴν ἀϲτραπήν. — ϲτροφαί ἀϲτραπαί.
ϲτυγερόν καὶ ϲτυγηρόν.
ϲτυππίον: ῑ.
ϲτυφλόν ἢ ϲτυφελόν· τραχύ ϲκληρόν βαρύ.
ϲυβίνη καὶ ϲιβύνη.
ϲυβόϲιον: ῑ.
ϲυκομορέα. ε.
ϲυκοφαντία: ῑ.
Ϲύλειον καὶ Ϲύλλειον πόλιϲ Φρυγίαϲ διὰ τῆϲ ει διφθόγγου.
ϲύν ξύν.
ϲυνεοχμῷ (Ξ 465). ἔχω ἐχμόϲ ἐεχμόϲ ὡϲ ἔλδωρ ἐέλδωρ. εἶτα ἐοχμόϲ ὡϲ πλεγμόϲ πλογμόϲ.
ϲυνήθεια. ει. διὰ τὸ εἶναι τὸ ἀρϲενικὸν ϲυνήθηϲ καὶ εἶναι καὶ
προπαροξύτονον.
ϲυνοδία. ῑ. παρὰ τὸ ϲύνοδοϲ.
Ϲυρακοϲία τράπεζα.
Ϲυρία. ῑ. παρὰ τὸ Ϲύροϲ.
Ϲύριον Ἀϲϲύριον· τὸ διὰ Ϲυρίαϲ φερόμενον ἢ διὰ τὸ ϲώλινον (?).
ϲύρκεϲι ϲαρξίν. Αἰολεῖϲ.
ϲύρκιζε ϲάρκαζε.
ϲῦϲ καὶ ὗϲ.
ϲφάγιον: ῑ. ἀλλὰ καὶ ϲφαγεῖον. διφορεῖται τῷ τόνῳ καὶ τῇ γραφῇ.
ϲφαδάζω.
ϲφείων αὐτῶν.
Ϲφήκεια ἡ Κύπροϲ τὸ πρότερον.
ϲφηκεῖον: ει. προπεριϲπᾶται.
ϲφίν et φίν et ψίν.
ϲφραγίϲ: ῑ. τὰ γὰρ εἰϲ ιϲ ὀξύτονα θηλυκὰ κτλ.
ϲφῶν ἑαυτῶν. — ϲφῷν ὑμῶν.
ϲχέραφοϲ et ϲκέραφοϲ et κέραφοϲ.
ϲχήρ ἐχῖνοϲ. — χήρ ἐχῖνοϲ.
ϲχῖνοϲ: ῑ.
ϲῴζω: τὸ ϲώζω χωρὶϲ τοῦ ῑ λέγει ὁ Δίδυμοϲ. ὥϲπερ γὰρ ἀπὸ
τοῦ ἕω τὸ κάθημαι γίνεται ἕζω, οὕτωϲ ἀπὸ τοῦ ϲώω τὸ ὑγιαίνω ϲώζω
πλεοναϲμῷ τοῦ ζ. ἀλλ’ ἡ παράδοϲιϲ ἔχει τὸ ῑ. τὸ δὲ ϲῴζω, ὅτε μὲν
γίνεται ἀπὸ τοῦ ϲῶοϲ ϲωΐζω ὡϲ λέποϲ λεπίζω καὶ κατὰ ϲυναίρεϲιν
ϲῴζω, ἔχει τὸ ῑ. ἡνίκα δὲ ἀπὸ τοῦ ϲάοϲ ϲαόζω καὶ κράϲει ϲώζω, οὐκ
ἔχει προϲγεγραμμένον τὸ ῑ. δεῖ δὲ γινώϲκειν, ὅτι ἡνίκα ἀπὸ τῆϲ ϲω
ϲυλλαβῆϲ ἄρχεται ἐπιφερομένου τοῦ ζ, ἔχει προϲγεγραμμένον τὸ ῑ ϲῴζω,
ϲῴζομαι ἄϲῳζον. ἡνίκα δὲ μὴ οὕτωϲ ἔχῃ, οὐ προϲγράφεται οἷον
ϲαώζω ϲώϲω ϲῶϲον.
ϲῶκοϲ βαρυτονητέον ὁμοίωϲ τῷ κυρίῳ· εἰϲὶ δὲ οἳ ἀξιοῦϲι καὶ
καθότι ϲύνθετόν ἐϲτι βαρύνεϲθαι αὐτό. ἐκ τοῦ γὰρ ϲάοικοϲ γεγενῆϲθαι
κατὰ κρᾶϲιν. οὕτω δὲ δώϲουϲι καὶ προϲκείμενον τῷ ω τὸ ῑ τῆϲ παραδόϲεωϲ
οὐχ οὕτωϲ ἐχούϲηϲ.
ϲωματεῖον. ει. ἡ παράδοϲιϲ. ϲωμάτιον δὲ καὶ προπαροξυτόνωϲ τὸ ὑποκοριϲτικόν.
ϲῶοϲ.
Ϲωϲίαϲ. ῑ. παρὰ τὸ ϲώϲω Ϲωϲίαϲ ὥϲπερ παρὰ τὸ κινήϲω Κινηϲίαϲ.
ϲώτειρα: διὰ τῆϲ ει διφθόγγου τῷ λόγῳ τῶν διὰ τοῦ ειρα θηλυκῶν.
τάγηνον τήγανον.
ταλαπείριοϲ: διὰ τῆϲ ει διφθόγγου. ἢ γὰρ παρὰ τὸ τηλόθεν
πεπερακέναι γέγονε ταλαπέριοϲ καὶ κατὰ πλεοναϲμὸν τοῦ ῑ ταλαπείριοϲ.
ἢ παρὰ τὸ τλῆναι καὶ πεῖραν γέγονε ταλαπείριοϲ οἱονεὶ ὁ πολλὴν πεῖραν
ὑπομείναϲ τοῦτ’ ἔϲτι πολύπειροϲ. τὸ δὲ πεῖρα διὰ τῆϲ ει διφθόγγου
γράφεται.
Ταλαῶο: μετὰ τοῦ ῑ τινέϲ. ἦν γὰρ (φαϲί) Ταλαοῖο. οὐ κατεπείγει δέ. ἀπὸ γὰρ τῶν εἰϲ ωϲ εὐθειῶν Ἀττικῶν κέκλιται καὶ πλεοναϲμῷ τοῦ ο ὡϲ Μίνωο, Ἀνδρογέωο.
Ταλθύβιοϲ: τὸ βι ῑ. τὰ γὰρ διὰ τοῦ ιο ὑπερτριϲύλλαβα προπαροξύτονα κτλ.
Τάμαϲοϲ πόλιϲ Κύπρου· ἔϲτι καὶ Ταμέϲη πόλιϲ τῆϲ Ἰταλίαϲ καὶ ποταμόϲ. Πολύβιοϲ δ’ ἐν τῷ πρώτῳ Τεμέϲειαν τὸν πόλιν καλεῖ.
ταμίαι et ταμιείαϲ.
ταμιεῖον: ει. παρὰ τὸ ταμιεύω καὶ ταμιείδιον τὸ ὑποκοριϲτικὸν τοῦ ταμιεῖον. ἡ τρίτη διὰ τοῦ ῑ, ἐπειδὴ καὶ ὁ ταμίαϲ καὶ ἀργυροταμίαϲ.
ταπεινόν χθαμαλόν.
τάπιδεϲ τάπητεϲ.
Τάραντοϲ πόλιϲ Βιθυνίαϲ, ἔνθα τιμᾶται Ταρανταῖοϲ Ζεύϲ — εὕρηται καὶ διὰ τοῦ δ Δάρανδοϲ.
τάργανον ὄξοϲ. Λυδοί ἢ τὸ ταράττον.
Ταριχέαι πόλειϲ πολλαί. οἱ πολῖται Ταριχευταί· παρὰ τὸ ταριχεύω. καὶ ὤφειλε διὰ διφθόγγου.
ταριχεία τὸ πρᾶγμα παρὰ τὸ ταριχεύω.
τάριχοϲ λέγεται καὶ ἀρϲενικῶϲ καὶ οὐδετέρωϲ. διὰ τοῦ ῑ γράφεται· καὶ γὰρ τὰ διὰ τοῦ ιχοϲ ὑπὲρ δύο ϲυλλαβὰϲ οὐ θέλει τῇ ει διφθόγγῳ παραλήγεϲθαι.
Τάρνη: Ἄρνη πόλιϲ Βοιωτίαϲ. ἔϲτι δὲ καὶ Θεϲϲαλίαϲ. καλεῖται
δὲ καὶ Τάρνη, ὡϲ λέγει Ἡρωδιανὸϲ περὶ παθῶν.
ταρροί καὶ ταρϲοί τάλαρα καὶ τὰ πλατύματα τῶν καρπῶν.
ταρϲιήν τὴν τραϲιάν.
Ταρϲόϲ ἐπιϲημοτάτη πόλιϲ Κιλικίαϲ, ἣν διὰ τοῦ ε ἔλεγον Τερϲόν παρὰ τὸ τερϲανθῆναι ὅ ἐϲτιν ἀποξηρανθῆναι. — Θαρϲόϲ δὲ ἐκαλεῖτο καὶ Θαρεῖϲ οἱ Κίλικεϲ, ὡϲ Ἰώϲηποϲ ἐν ἀρχαιολογίᾳ (Ι 7).
Τάρταροϲ: ὁ οἰκήτωρ Ταρτάριοϲ καὶ διὰ τῆϲ ει διφθόγγου παρ’
Εὐριπίδη ἐν Εὐρυϲθεῖ ϲατυρικῷ.
Ταυλάντιοϲ Ἰλλυρικὸν ἔθνοϲ. Εὐφορίων δὲ μετὰ τοῦ ν Ταυλαντίνουϲ αὐτούϲ φηϲι.
Ταυρίϲκοι ἔθνοϲ περὶ τὰ Ἄλπεια ὄρη. λέγονται καὶ Ταυρῖνοί.
ὡϲ Πολόβιοϲ τρίτῳ (c. 60, 8). Ἐρατοϲθένηϲ Τερίϲκουϲ αὐτούϲ φηϲι
διὰ τοῦ ε, οἳ καὶ Ταῦροι λέγονται.
Ταυροκομεῖον: ει καὶ προπεριϲπᾶται ὡϲ γλωϲϲοκομεῖον.
Ταυρομενίτηϲ. ῑ. παρὰ τὸ Ταυρομένιον.
ταύϲιον καὶ τηύϲιον καὶ αὔϲιον.
ταὐτό ταυτόν τὸ αὐτό.
Ταύχειρα: ει. ἐπειδὴ καὶ εὕρηται καὶ χωρὶϲ τοῦ ῑ παρὰ Παρθενίῳ. ἐκεῖνοϲ γὰρ εἶπεν Ταυχέριοϲ τὸ ἐθνικόν.
ταχίων ῑ ὡϲ βραδίων. πλὴν τοῦ χερείων καὶ ἀρείων.
Τέβεριϲ ποταμὸϲ Ἰταλίαϲ.
Τεγηϲϲόϲ πόλιϲ Κύπρου.
τείνω: δίφθογγοϲ. τενῶ γὰρ ὁ μέλλων.
τείρεα τὰ ἄϲτρα. διὰ τῆϲ ει διφθόγγου.
τείρεται καταπονεῖται. διὰ τῆϲ ει διφθόγγου. τέρρεται γὰρ λέγουϲιν οἱ Αἰολεῖϲ καὶ ἔθοϲ ἔχουϲι τὸ ῑ τῆϲ ει διφθόγγου ἀποβάλλειν καὶ διπλαϲιάζειν τὸ ϲύμφωνον οἷον φθείρω φθέρω.
τειχεϲιπλῆτα τοῖϲ τείχεϲι προϲπελάζων, πορθητά. εἰ δὲ διὰ τοῦ β γράφεται, ὁ τὰ τείχη καταβάλλων.
τεῖχοϲ. διὰ τῆϲ ει διφθόγγου. παρὰ τὸ τεύχω γέγονε τεῦχοϲ καὶ. κατὰ τροπὴν τοῦ υ εἰϲ ῑ τεῖχοϲ. ἄλλωϲ τε δὲ διὰ τῆϲ ει διφθόγγου γράφεται, ἐπειδὴ ἀντιπαράκειται αὐτῷ τὸ τοῖχοϲ.
τέλγη ὁ καλούμενοϲ ῥῶποϲ· κακῶϲ. ἔϲτι γὰρ γέλγη.
τέλειοϲ. ει δίφθογγοϲ. πρῶτον μὲν ὅτι λέγεται καὶ χωρὶϲ τοῦ ῑ
Τελεϲῖνοϲ. ῑ ὡϲ Ἀκραγαντῖνοϲ.
Τελμιϲϲόϲ ἡ πόλιϲ πλεοναϲμὸν ἔπαθεν ἐπεντεθέντοϲ τοῦ λ. ἐκλήθη γὰρ ἀπὸ Τεμιϲϲοῦ τοῦ Ἀπόλλωνοϲ, ὥϲ φηϲιν Ἡρωδιανὸϲ ἐν τῷ περὶ παθῶν (ap. Eust. ad Dionys. 859). — ὁ πολίτηϲ Τελμιϲϲεύϲ καὶ δρᾶμα Ἀριϲτοφάνουϲ Τελμιϲϲεῖϲ· λέγεται καὶ τετραϲυλλάβωϲ Τελεμιϲϲεῖϲ ὡϲ αὐτὸϲ ἐν αὐτῷ κτλ.
Τέλφουϲα πόλιϲ Ἀρκαδίαϲ ἀπὸ νύμφηϲ λεγομένη, Τελφούϲηϲ. — ἔϲτι καὶ Βοιωτίαϲ Τελφούϲιον. — Ἔφοροϲ δὲ Τιλφωϲαῖον ὄροϲ ἐν Ἀλαλκομενίᾳ· ἔϲτι καὶ Βοιωτίαϲ Τίλφωϲα κρήνη καὶ ὄροϲ ἀπὸ Τιλφούϲηϲ. Ἡρωδιανὸϲ δὲ Τιλφῶϲϲα φηϲίν.
Τελχίν: ῑ. ὡϲ δικατάληκτον.
Τέμβριον πόλιϲ Φρυγίαϲ. Χάραξ Τύμβριον. Μένανδροϲ Τεμβρίειον ὡϲ Γορδίειον.
τεμένιοϲ. ῑ.
τεμενίτηϲ: ῑ παρὰ τὸ τέμενοϲ.
Τέμμικοϲ: ῑ. Τέμμιξ γὰρ ἡ εὐθεῖα. τὰ δὲ εἰϲ ξ λήγοντα ἀποϲτρέφεται
τὴν ει δίφθογγον.
τερᾴζειν: ϲὺν τῷ ῑ.
τέρεινα ἡ ἁπαλὴ διὰ τῆϲ ει διφθόγγου· ὥϲπερ γὰρ παρὰ τὸ μάκαρ
μάκαροϲ καὶ τάλαϲ τάλανοϲ γίνεται μάκαιρα καὶ τάλαινα τὸ θηλυκὸν
κατὰ προϲθήκην τοῦ ῑ, οὕτω καὶ παρὰ τὸ τέρην τέρενοϲ γίνεται
τέρεινα τὸ θηλυκὸν διὰ τῆϲ ει διφθόγγου κατὰ προϲθήκην τοῦ ῑ. Λυκόφρων
καὶ Ἀπολλώνιοϲ «τερείνηϲ ἄνθεα γαίηϲ» (Ι 1143 et III 898
ubi tamen pro γαίηϲ scriptum est ποίηϲ).
Τέρινα πόλιϲ Ἰταλίαϲ καὶ ποταμόϲ, κτίϲμα Κροτωνιατῶν, ὡϲ
Φλέγων, τινὲϲ δὲ νῆϲον αὐτήν, εἰϲ ἣν ἐξεβράϲθη Λίγεια ἡ Ϲειρήν, ὡϲ
Λυκόφρων (v. 726) « Λίγεια δ’ εἰϲ Τέριναν ἐκναυθλώϲεται». γράφεται
διὰ τοῦ ῑ τὰ γὰρ διὰ τοῦ ινα ἀποϲτρέφεται τὴν ει δίφθογγον.
τερθρεία γοητεία, περιπάθεια. παρὰ τὸ τέραϲ τέρατοϲ τερατεύω τερατεία καὶ ϲυγκοπῇ τερτρεία καὶ τροπῇ τερθρεία.
τερπώμεθα τρεπώμεθα.
τέρϲεϲθαι ξηραίνεϲθαι παρὰ τὸν θέρϲω μέλλοντα Αἰολικῶϲ καὶ
τροπῇ τοῦ θ εἰϲ τ.
τετράδειον διὰ διφθόγγου καὶ προπαροξύνεται. ἡ παράδοϲιϲ. — τετράδιον διὰ τοῦ ῑ τὸ ὑποκοριϲτικόν.
τετραμαίνει τρέμει φοβεῖται.
τετρᾶχμα τετράδραχμα.
τετρήχει τετράχυντο τετάρακτο.
τετρίγει: ἔτριζεν.
τῇ ἄρθρον προτακτικὸν θηλυκὸν καὶ ἀντὶ ὑποτακτικοῦ· ἢ ταύτῃ. χωρὶϲ τοῦ ῑ προϲτακτικὸν ἀνάλογον τῷ λάβε « Κύκλωψ, τῆ, πίε οἶνον » (ι 347).
τῇ ἄλλωϲ τῇ ματαίωϲ. — τηνάλλωϲ τὴν μάτην.
τῇδε ὧδε ἐνταῦθα.
τηθαλλαδοῦϲ ἢ τηθαμμωδοῦϲ· ὁ γυναικοτραφήϲ.
τηλία ϲηλία.
τήλιδα: οὕτωϲ ἐκάλουν τὴν ϲυνηρμοϲμένην.
τήμερον Ἀττικοὶ καὶ τήμερα λέγουϲιν.
τἠμῇ: ἔχει τὸ ῑ κατὰ τὴν λήγουϲαν· κατὰ δὲ τὴν ἀρχὴν οὔ,
οἷον «ἀμφὶ δέ τοι τἠμῇ κλιϲίῃ » (I 654) ἔϲτι γὰρ τῇ ἐμῇ. καὶ ἐκθλίβεται
τοῦ τῇ ἄρθρου τὸ ῑ καὶ κιρνᾶται τὸ η καὶ ε εἰϲ η. οὕτω καὶ τὠμῷ χωρὶϲ
τοῦ ῑ, ὡϲ τὸ « Δῖε Μενοιτιάδη τὠμῷ κεχαριϲμένε θυμῷ» (Λ 607). ἐϲτι
γὰρ τῷ ἐμῷ· καὶ ἐκθλίβεται τὸ ῑ τοῦ τῷ ἄρθρου καὶ κιρνᾶται τὸ ω καὶ
ε εἰϲ τὸ ω καὶ γίνεται τὠμῷ χωρὶϲ τοῦ ῑ.
τῆτεϲ ἐν τῷδε τῷ ἔτει. οἱ δὲ Δωριεῖϲ ϲᾶτέϲ φαϲιν. ὅθεν ϲατανίουϲ πυρὸϲ μὴ τελεϲφοροῦνταϲ, ἀλλὰ πρὸ ὥραϲ θεριζομένουϲ.
τιθήν: λέβηϲ τρίπουϲ.
Τίβυριϲ πόλιϲ Ἰταλίαϲ. Ἀρτεμίδωροϲ Tίβυρα τὸ ἐθνικὸν Τιβυρτῖνοϲ.
Νικάνωρ δ’ ὁ Ἑζρμείου Τίβουρα ταύτην καλεῖ καὶ τὸ ἐθνικὸν
Τιβουρῖνον, ὃ καὶ ἀναλογώτερον.
τίγγα: Διοκλῆϲ ἐν Μελίτταιϲ. Ἡρακλέων δὲ οὐ διελὼν τιγγάβαρυ τὸ κιννάβαρι λέγε.
Τίγρηϲ ποταμὸϲ Περϲῶν. λέγεται καὶ Τίγριϲ.
τιμή: διὰ τοῦ ῑ· παρὰ γὰρ τὸν τίϲω μέλλοντα, ὃϲ ἦν ἀπὸ τοῦ
τίω ἐνεϲτῶτοϲ, ὅϲτιϲ καὶ ἐν ϲυϲτολῇ εὕρηται. καὶ ἄλλωϲ· ἐπειδὴ τὰ
εἰϲ μη οὐ θέλει τῇ ει διφθόγγῳ παραλήγεϲθαι.
τιμῆϲ: τινὲϲ τὸ τιμῆϲ διὰ τοῦ ῑ γράφουϲιν· ἀπὸ γὰρ τοῦ τιμήειϲ.
οὕτωϲ καὶ τὴν αἰτιατικὴν εἶπε «καὶ χρυϲὸν τιμῆντα» (Ϲ 475), καίτοι
λόγοϲ ἐϲτίν, ὡϲ πᾶϲα εὐθεῖα ἀρϲενικοῦ ὀνόματοϲ ἐν τῇ τελευταίᾳ.
δύο ἔχουϲα φωνήεντα ταῦτα ἐκφωνεῖ, χωρὶϲ τοῦ Θρᾷξ. οὐκ ἐπείϲθη
δὲ ἡ παράδοϲιϲ. Ἀρίϲταρχοϲ γὰρ ἄνευ τοῦ ῑ, οὐχ ὑγιῶϲ δὲ γενικὴν
ἐκδέχεται κτλ.
τίμιοϲ: ῑ ἀμφότεραι αἱ ϲυλλαβαί. ἡ παράδοϲιϲ.
Τίμων: διὰ τοῦ ῑ παρὰ τὸ τιμή.
τιμωρία. διὰ τοῦ ῑ. ὁ δὲ λόγοϲ περὶ τῆϲ ἀρχῆϲ. ἡ γὰρ
ϲυνέϲταλται. διὰ τοῦ ῑ δὲ ἡ ἀρχή, ἐπειδὴ παρὰ τὸ τιμωρόϲ
ἐϲτι, τὸ δὲ τιμωρόϲ διὰ τοῦ ῑ γράφεται, ἐπειδὴ παρὰ τὸ τιμή καὶ τὸ
ὠρῶ τὸ ϲημαῖνον τὸ φυλάττω γέγονεν.
τίνυϲθαι διὰ τοῦ ῑ γράφεται παρὰ τὸ τίνω τὸ ϲημαῖνον τὸ ἀποδίδωμι.
τίνω τὸ ἀποδίδωμι. διὰ τοῦ ῑ, ἐπειδὴ ἀπὸ τοῦ τίω γέγονε κατὰ πλεοναϲμὸν τοῦ ν τὸ δὲ ν ἐπὶ βαρυτόνων ῥημάτων διχρόνῳ μόνῳ πέφυκεν ἐπεντίθεϲθαι οἶον θύω θύνω, δύω δύνω, πίω πίνω. οὕτωϲ οὖν καὶ τίω τίνω.
Τίοϲ ἡ πόλιϲ ῑ ὡϲ Κίοϲ.
Τίροϲ: ἔϲτι δὲ ὄνομα ποταμοῦ. ῑ κατὰ παράδοϲιν.
Τῖρυϲ: ῑ. ὁμοίωϲ τῷ ἰλύϲ· γίνεται καὶ πρόϲθεϲιϲ τοῦ ν Τίρυνϲ.
Τιϲαμενόϲ. ῑ.
Τίϲανδροϲ: διὰ τοῦ ῑ. παρὰ γὰρ τὸν τίϲω μέλλοντά ἐϲτι.
Τιτάν: διὰ τοῦ ῑ ἢ γὰρ παρὰ τὸ τίνω τὸ ϲημαῖνον τὸ ἀποδίδωμι
γέγονε Τινάν καὶ Τιτάν οἱ οὕτω διαπραττόμενοι ὥϲτε δοῦναι τιμωρίαν.
ἢ παρὰ τὸ τιταίνω γέγονε τιτάν οἱονεὶ οἱ τείνοντεϲ τὰϲ
χεῖραϲ εἰϲ τὸ κόψαι τὰ αἰδοῖα τοῦ πατρόϲ, λέγω δὴ τοῦ Οὐρανοῦ. τὸ
δὲ Τιτάν διὰ τοῦ ι ϲυνεϲταλμένου ἐϲτίν. καὶ ἄλλωϲ τὰ εἰϲ αν οὐ
παραλήγεται τῇ ει διφθόγγῳ κτλ.
Τίτανα χωρίον τῆϲ Ϲικυeνίαϲ· νῦν δὲ Τευτάνιον καλεῖται.
Τιτιανόϲ: ι ἀμφότερα. Ἰταλικώτερον γάρ ἐϲτιν.
Τίτῳ: οὕτω λέγεται ἡ ἡμέρα. διὰ τοῦ ῑ γράφεται. παρὰ γὰρ τὸ
Τιτάν Τιτᾶνοϲ γέγονε Τιτανίϲ καὶ ἐκεῖθεν ὑποκοριϲτικὸν Τίτῳ ὥϲπερ
Ὑψιπύλη Ὑψώ, Είδόθεα Εἰδώ.
τίω: ι, ἐπειδὴ εὑρίϲκεται καὶ ἐν ϲυϲτολῇ « περὶ μέν ϲε τίω Δαναῶν » (Δ 257) καὶ «πᾶϲ τιϲ πλούϲιον ἄνδρα τίει, ἀτίει δὲ πενιχρόν » (Theognidis v. 621).
Τμῶλοϲ ὄροϲ.
Τόμαροϲ ὄροϲ Δοδώνηϲ, ὅπερ Τομοῦρον καὶ κατοικοῦνταϲ Τομούρουϲ· οἱ δὲ Τμάροϲ, οὖ τὸ ἐθνικὸν Τμάριοϲ.
τονθορύζει ἀτάκτωϲ λαλεῖ γογγύζει ψιθυρίζει. καὶ τονθρίζει τὰ αὐτά. — τονθρύϲ φωνή.
Τόπαζοϲ νῆϲοϲ Ἰνδική. διὰ τοῦ ξ δ’ ἐγράφετο πρότερον.
τοπίτηϲ: ῑ.
τό ῥα: ὅπερ δή. — τό ῤῥα· ὅπερ δή.
Τορώνη πόλιϲ Θράκηϲ. ἔϲτι καὶ ἄλλη πόλιϲ Ϲικελίαϲ Τόροννα διὰ δύο νν καὶ δύο oo.
Τουρδητανία χώρα τῆϲ Ἰβηρίαϲ· οἱ οἰκοῦντεϲ Τουρδητανοὶ καὶ Τουρδοῦλοι. Ἀρτεμίδωροϲ δὲ Τουρτυτανίαν αὐτὴν καλεῖ καὶ Τούρτουϲ τοὺϲ οἰκήτοραϲ καὶ Τουρτυτανούϲ.
τραγεῖον πόαϲ εἶδοϲ.
Τραγία νῆϲοϲ πρὸϲ ταῖϲ Κυκλάϲιν. ἔϲτι καὶ πόλιϲ ἐν Νάξῳ. Εὔπολιϲ
διὰ τοῦ ε γράφει καὶ πληθυντικῶϲ Τραγέαι.
Τράγιλοϲ πόλιϲ μία τῶν ἐπὶ Θρᾴκηϲ πρὸϲ τῇ χερρονήϲῳ καὶ Μακεδονίᾳ.
Τραλλεῖϲ.
τραπεζίτηϲ ἐπὶ διαφόρου ϲημαϲίαϲ διάφορον ἔϲχε τῆϲ παραληγούϲηϲ
τὴν γραφήν ἐπὶ μὲν γὰρ τοῦ ἐν τῇ ἀγορᾶ διαπονουμένου διὰ
τοῦ ι γράφεται, παρὰ γὰρ τὸ τράπεζα ἐπὶ δὲ τοῦ κυνόϲ, ἐπεὶ ἀπὸ
τοῦ τραπεζεύϲ παρῆκται, διὰ τῆϲ ει διφθόγγου γράφεται τοῦτο δὲ
παρ’ Ἰβύκῳ εὕρηται κατὰ τροπὴν τῆϲ ει διφθόγγου εἰϲ η, ὥϲ φηϲιν
Ἡρωδιανὸϲ ἐν τῇ καθόλου.
τράπηκι δόρατι. — τράφαξ· ϲκόλοψ. ἔνιοι δὲ τὸ δόρυ. — τρόπιξ·
μερὶϲ τῆϲ κώπηϲ. — τρόφηξ· χάραξ ϲκόλοψ.
τραῦμα πληγή ἕλκοϲ μώλωψ. — θραῦμα· λύπη πληγή.
τράφοϲ τάφοϲ.
Τραχίν: ι ὡϲ δικατάληκτον.
τρεῖϲ.
Τρεμιλία ἡ Λυκία.
τρέχνοϲ ϲτέλεχοϲ κλάδοϲ φυτόν βλάϲτημα. — τέρχνεα· φυτὰ νέα.
Τρῆρεϲ Θράκιον ἔθνοϲ. λέγεται καὶ τριϲυλλάβωϲ παρὰ Καλλίνῳ τῷ ποιητῇ Τρήρεαϲ ἄνδραϲ ἄγων ». Θεόπομποϲ Τρᾶραϲ αὐτοὺϲ καλεῖ. τρίβω: διὰ τοῦ ι. τὰ γὰρ εἰϲ βω κτλ.
τριγχόϲ τειχίον. — ϲτριγχόϲ τειχίον. — θριγκόϲ ἡ ϲτεφάνη τοῦ τείχουϲ — καὶ τριγχόϲ.
τρίπεζαν τὴν τράπεζαν. Βοιωτοί.
τρίποϲ τρίπουϲ.
τρίϲ τὸ ἐπίρρημα διὰ τοῦ ι.
τριϲϲόϲ διὰ τοῦ ι γράφεται, ἐπειδὴ οὐδέποτε πρὸ τῶν δύο ϲϲ δίφθογγοϲ εὑρίϲκεται κτλ.
Τριταία πόλιϲ Ἀχαΐαϲ. — Τρίτεια πόλιϲ Τρωϊκή. — ἔϲτι καὶ ἄλλη μεταξὺ Φωκίδοϲ καὶ Λοκρῶν τῶν Ὀζολῶν.
Τριτογένεια ἡ Ἀθηνᾶ διὰ τῆϲ ει διφθόγγου κατὰ τὴν παραλήγουϲαν
τῷ λόγῳ τῶν διὰ τοῦ εια προπαροξυτόνων, κατὰ δὲ τὴν ἀρχὴν
διὰ τοῦ ι ἢ ὅτι παρὰ τὸ τριτώ ἐϲτιν, ὅπερ κατὰ τοὺϲ Ἀθαμᾶναϲ ϲημαίνει
τὴν κεφαλήν — ἐπειδὴ οὐκ ἐκ τῆϲ μήτραϲ, ἀλλὰ ἐκ τῆϲ κεφαλῆϲ
τοῦ Διὸϲ ἐξῆλθεν — ἢ ὅτι παρὰ τῷ Τρίτωνι ποταμῷ γέγονεν ἤ ὅτι
τρίτη μετὰ τὴν Ἄρτεμιν καὶ Ἀπόλλωνα ἐγένετο. ἢ ἐπειδὴ τριταία
γέγονεν οἱονεὶ ἡ φαινομένη τριταία· καὶ γὰρ τὴν αὐτήν φαϲιν εἶναι αὐτὴν
τῇ ϲελήνῃ· ἡ δὲ ϲελήνη τῇ τρίτῃ ἡμέρᾳ φαίνεται καὶ τὴν τρίτην τοῦ
μηνὸϲ τριτομηνίδα ἐκάλουν. δοκεῖ δὲ γεγεννῆϲθαι τότε ἡ Ἀθηνᾶ. τὸ
δὲ τριταία διὰ ϲυνεϲταλμένηϲ τῆϲ τρίτηϲ· ϲυλλαβῆϲ. τινὲϲ δὲ λέγουϲι
παρὰ τὸ τρεῖν τὸ φοβεῖϲθαι γεννᾶν ἡ φόβου ἐμποιητική. οἷϲ ἀντίκειται
καὶ ἡ γραφή, ὅτι ὤφειλε γράφεϲθαι διφθόγγῳ, καὶ ὁ ϲχηματιϲμόϲ,
ἐπειδή, ὥϲ φηϲιν ὁ τεχνικόϲ, τὰ τοιαῦτα εἰϲ πάθη ἀναλύεται καὶ οὐκ
εἰϲ ἐνέργειαν οἷον Λυκηγενήϲ ὁ ἐν Λυκίᾳ γεγεννημένοϲ, Κυπρογενήϲ ὁ
ἐν Κύπρῳ γεγεννημένοϲ, ἠριγενήϲ ὁ ἐν τῷ ἔαρι γεννηθείϲ. οὕτωϲ οὖν καὶ
Τριτογένεια ἡ ἐκ τοῦ τρεῖν γεννωμένη, οὐ μὴν ἡ τρεῖν γεννῶϲα. οὐ
δύναται δὲ ἐκ τοῦ τρεῖν γεννᾶϲθαι, ἐπειδὴ οὐ γεννᾶται ἐκ τοῦ φόβου.
Τρίτων. ι ἐϲτι δὲ ὄνομα ποταμοῦ. τὰ εἰϲ των λήγοντα μὴ ὄντα κοινὰ τῷ γένει οὐ θέλει τῇ ει διφθόγγῳ παραλήγεϲθαι.
Τριχώνιον πόλιϲ Αἰτωλίαϲ. ὁ πολίτηϲ Τριχωνιεύϲ. καὶ Τριχόνιοϲ εὕρηται διὰ τοῦ ο μικροῦ.
τροφαλίϲ: τροφαλίδα ῥητέον διὰ τοῦ ο, οὐ τρυφαλίδα διὰ τοῦ υ. ἡ γὰρ λέξιϲ εἴρηται παρὰ τὸ τρέφεϲθαι, ὅ ἐϲτι πήγνυϲθαι.
τρυϲμόϲ γογγυϲμόϲ. — θριμμόϲ· γογγυϲμόϲ.
τρυϲόϲ.
τρύφακτοϲ: ἔνιοι διὰ τοῦ δ δρῦϲ γὰρ τὸ ξύλον.
Τρῳάϲ.
Τύανα, πόλιϲ μέϲη Κιλικίαϲ καὶ Καππαδοκίαϲ. ἐκαλεῖτο δὲ Θόανα καὶ κατὰ παραγραμματιϲμὸν Τύανα, ὡϲ Ἀλρριανόϲ.
τύμπανον et τύπανον.
τύξιν τεῦξιν.
Τυρόδιζα πόλιϲ Θράκηϲ. Ἑλλάνικοϲ δὲ Τυρόριζαν αὐτήν φηϲιν ἐν Περϲικῶν δευτέρῳ.
Τύροϲ νῆϲοϲ ἐν Φοινίκῃ. ἔϲτι καὶ Τύροϲ τῆϲ Λακωνικῆϲ καὶ νῆϲοϲ
πρὸϲ τῇ Ἐρυθρᾷ θαλάϲϲῃ, ἣν Ἀρτεμίδωροϲ Τύλον διὰ τοῦ λ καλεῖ.
τύρριϲ πύργοϲ, ἔπαλξιϲ, προμαχών. — τύρϲιϲ τὰ αὐτά.
τώ τῶ.
ὕαινα: αι.
ὕαλοϲ ὕελοϲ.
Ὑάμεια πόλιϲ Μεϲϲήνηϲ· ὁ πολίτηϲ Ὑαμίτηϲ καὶ Ὑαμείτηϲ διὰ διφθόγγου.
Ὕαντεϲ ἔθνοϲ περὶ Ἀλαλκομένιον. λέγονται καὶ Ὑάντειοι· καὶ Ὑάντιοϲ καὶ Ὑαντία καὶ Ὑαντῖνοι καὶ Ὑντίνη θηλυκῶϲ.
Ὑγαϲϲόϲ πόλιϲ Καρίαϲ. τὸ ἐθνικὸν Ὑγάϲϲιοϲ ὡϲ Βουβάϲϲιοϲ.
λέγεται καὶ Ὑγάϲϲειον πεδίον διὰ διφθόγγου.
ὑγίεια: ὥϲπερ παρὰ τὸ εὐϲεβήϲ εὐϲέβεια, οὕτω καὶ παρὰ τὸ
ὑγιήϲ γίνεται ὑγίεια καὶ κράϲει ὑγεία ὥϲπερ τὰ Ἀπολλωνίεια τὰ Ἀπολλώνεια
(sic?). οἱ δὲ Ἀθηναῖοιἐκτείνουϲι τὸ α καὶ καταβιβάζουϲι τὸν τόνον
καὶ φυλάϲϲουϲι τὴν αὐτὴν γραφὴν ὑγιεία ὥϲπερ τὸ ἱερεία. ἰϲτέον δὲ
ὅτι τὸ ὑγεία τριϲύλλαβον οὕτε ἐν τῇ κωμῳδίᾳ οὕτε ἐν τῇ τραγῳδίᾳ
εὕρηται. καὶ οἱ ῥήτορεϲ δὲ τετραϲυλλάβωϲ προφέρουϲιν.
ὑδατοτροφέων.
Ὕδη πόλιϲ Λυδίαϲ. Ὅμηροϲ διὰ τοῦ λ «ϲκυτοτόμων ὄχ’ ἄριϲτοϲ Ὕλῃ ἔνι οἰκία ναίων» (Η 221).
ὕειοϲ: ει δίφθογγοϲ. μετουϲιαϲτικὸν γάρ. εἴρηται δὲ καὶ ὕειον δέρμα καὶ γαϲτὴρ ὑεία.
Ὑμηττόϲ ὄροϲ τῆϲ Ἀττικῆϲ. τὸ υ μακρὸν καὶ βραχύ.
ὑπαὶ δείουϲ (V 376) ὑπὸ τοῦ δέουϲ.
ὑπαίθριοϲ: τὸ παι δίφθογγοϲ, τὸ θρι ι κατὰ παράδοϲιν.
ὑπεὶρ ὅλα (Ψ 227)
ὑπεμν ήμυκεν (X 491).
ὙΠπερβόρεοι ἔθνοϲ. Ἑλλάνικοϲ δὲ Ὑπερβόρειοι γράφει διὰ διφθόγγου.
Ὑπέρεια πηγὴ Μεϲηῖδοϲ.
Ὑπερηϲία πόλιϲ τῆϲ Ἀχαῖαϲ «ο θ’ Ὑπερηϲίην τε καὶ αἰπεινὴν
Γονόεϲϲαν» Ὅμηρὸϲ (Β 573). διὰ τοῦ ι γράφεται. τὰ γὰρ ἀπὸ τῶν
ἀρϲενικῶν ἐχόντων τὸ τ διὰ τοῦ ια γινόμενα καὶ τρέποντα τὸ τ εἰϲ c
διὰ τοῦ ι γράφεται ἄλουτοϲ ἀλουϲία, ἀθάνατοϲ ἀθαναϲία. οὕτωϲ Ὑπέρηϲ
Ὑπέρητοϲ Ὑπερηϲία.
Ὑπερίδηϲ διὰ τοῦ ι γράφεται· ὥϲπερ γὰρ παρὰ τὴν ἀνά πρόθεϲιν
γίνεται Ἄνιοϲ καὶ παρὰ τὴν ὑπό Ὕπιοϲ, οὕτω καὶ παρὰ τὴν ὑπέρ
Ὕπεροϲ καὶ ἐκεῖθεν Ὑπερίδηϲ ὡϲ Ὑλλοϲ Ὑλλίδηϲ.
Ὑπερίων: διὰ τοῦ ι. παρὰ γὰρ τὴν ἰών μετοχὴν γέγονε Ὑπερίων
ὁ ὑπὲρ ἡμᾶϲ ἰών· καὶ ἄλλωϲ· ἐπειδὴ τρέπει τὸ ω εἰϲ τὸ ο οἱον
Ὑπερίονοϲ· εἰ δὲ ἐγράφετο διὰ τῆϲ ει διφθόγγου, ἐφύλαττε τὸ ω κατὰ,
τὴν γενικήν. τὰ γὰρ διὰ τοῦ ϲιῶν διὰ τῆϲ ει γραφόμενα μὴ ὄντα ϲυγκριτικὰ
φυλάττει τὸ ω κατὰ τὴν γενικὴν οἶον Ἀτρείων Ἀτρείωνοϲ,
Καδμείων Καδμείωνοϲ, Ἀργείων Ἀργείωνοϲ. πρόϲκειται « μὴ ϲυγκριτικὰ»
διὰ τὸ χερείων χερείονοϲ, ἀρείων ἀρείονοϲ.
ὑπεροπλίαιϲ ὑπερηφανίαιϲ.
ὑπερώϊον ὑπερῷον ἀνώγαιον οἴκημα.
ὑπιϲχνοῦμαι: διὰ τοῦ ι κατὰ πν.
ιον γειον τύμβον.
ὑποδεξίη ὑποδοχή.
ὑπόδρα et ὑποδράξ.
Ὑρμίνη πόλιϲ τῆϲ Ἤλιδοϲ (Β 616). Μενέλαοϲ δὲ τετάρτῳ Θηβαικῶν Ὑρμιναν διὰ τοῦ α φηϲί. τὴν δ’ Ὑρμίνην Ἐχεφυλίδαϲ φηϲὶ τὰϲ νῦν Ὁρμίναϲ. — Ὅρμιναι δὲ δύο.
ὑϲμίνη διὰ τοῦ ι. ὁ κανών τὰ διὰ τοῦ ινη μονογενῆ κτλ.
ὕϲπληξ et ὕϲπληγξ.
ὕϲϲακοϲ ὑϲτακόϲ.
ὑφειμένοϲ. ει δίφθογγοϲ. κατὰ παράδοϲιν.
ὑψίζυγοϲ.
φάγιλοϲ ἀμνόϲ. ι.
φάγυλοι μαϲτοί, μάρϲιπποι.
φαεινόϲ, φωτεινόϲ. ει δίφθογγοϲ ὡϲ ὀξύτονα, καὶ ἄλλωϲ ἐπεὶ οἱ Αἰολεῖϲ φαεννόϲ καὶ φωτεννόϲ λέγουϲιν.
φαείνω ὁμοίωϲ τῷ ἀλεείνω δίφθογγοϲ.
Φάληρον δῆμοϲ καὶ ἐπίνειον τῆϲ Ἀττικῆϲ. — ἔϲτι καὶ Θετταλίαϲ ἄλλη πρὸϲ τῇ Oἴτῃ, ἣν Ῥιανὸϲ διὰ τοῦ α γράφει Φάλαρον λέγων καὶ Φάληρον διὰ τοῦ η.
Φανοτεύϲ πόλιϲ Φωκίδοϲ. Θουκυδίδηϲ τετάρτῳ (c. 89). λέγεται
καὶ Φανότη καὶ Φανότεια· τινὲϲ Πανόπειάν φαϲιν.
Φαραί πόλιϲ Μεϲϲήνηϲ, ὅθεν ἦϲαν οἱ Ἀφαρητιάδαι. ἔϲτι καὶ Ἀχαΐαϲ. εἰϲὶ δὲ καὶ διὰ τοῦ η Φηραί.
φάργμ φραγμόϲ.
Φαρκηδών πόλιϲ Θεϲϲαλίαϲ. Θεόπομποϲ δὲ θ΄ Φιλιππικῶν Φαρκαδόνα
διὰ τοῦ α φηϲίν.
φαρκίϲ ἡ ῥυτίϲ διὰ τοῦ ι γράφεται τῷ λόγῳ τοῦ ϲφραγίϲ.
φάρυξ: οὕτωϲ ὅ τε Ἡρωδιανὸϲ καὶ οἱ λοιποὶγραμματικοὶ χωρὶϲ τοῦ γ τὴν εὐθεῖαν καὶ τὴν γενικὴν δι’ ἑνὸϲ γ.
Φαϲηλίτηϲ: ἀπὸ τοῦ Φαϲήλιοϲ ὀνόματοϲ.
φατρία ϲύνταγμα, ϲύϲτημα. — φράτοραϲ· τοὺϲ τῆϲ αὐτῆϲ μετέχονταϲ
φρατρίαϲ, ϲυγγενεῖϲ.
φαύζειν φρύγειν.
Φειά διὰ τῆϲ ει διφθόγγου γράφεται· ἔϲτι δὲ ὄνομα πόλεωϲ. εὕρηται καὶ χωρὶϲ τοῦ ι. « Φειᾶϲ πὰρ τείχεϲϲι » (H 135).
φείδιπποϲ: ει· παρὰ τὸ φείδω, ἐξ οὐ τὸ φείδομαι.
φειδωλόϲ. διὰ διφθόγγου.
Φείδων ὄνομα κύριον. διὰ τῆϲ ει διφθόγγου γράφεται. ὥϲπερ γὰρ παρὰ τὸ λάμπω γέγονε Λάμπων, οὕτω καὶ φείδω Φείδων.
Φεραί πόλιϲ Θεϲϲαλίαϲ «ο τε Φερὰϲ ἐνέμοντο παραὶ Βοιβηΐδα λίμνην» (Β 711) — ἔϲτι καὶ διὰ τοῦ η « Φηράϲ τε ζαθέαϲ ἠδ’ Ἄνθειαν βαθύλειμον » (Ι 51).
Φερϲεφόνεια ἡ τῆϲ Δήμητροϲ θυγάτηρ.
φευκτέοϲ: τὰ ἀπὸ τῶν εἰϲ o ὀξυτόνων διὰ τοῦ εοϲ γινόμενα διὰ τοῦ ε γράφεται ψεκτόϲ ψεκτέοϲ, φευκτόϲ φευκτέοϲ.
φεψάλυξ καὶ κατὰ ἀφαίρεϲιν ψάλυξ.
φηλήτηϲ.
φῆρα θῆρα.
φῆρεϲ οἱ Κένταυροι. Αἰολικῶϲ.
φηρία θηρία. Αἰολεῖϲ.
φῇϲθα λέγειϲ. φῆϲθα ἔφηϲθα.
φῇϲι κατ’ ἐπέκταϲίν ἐϲτι τῆϲ ϲι ϲυλλαβῆϲ ἀπὸ τοῦ ἐὰν φῶ ἐὰν φῇ. φθείει θνήϲκει. — φθείϲονται· διαφθαρἤϲοντϲι. — φθιεῖ· φθίϲει. — φθίμενοϲ. — φθιϲήνωρ.
φθείρ: ει δίφθογγοϲ. τὸ ἀπὸ τῆϲ ϲωματικῆϲ φθορᾶϲ. ἰϲτέον δὲ
ὅτι εἰϲ ειρ μονοϲύλλαβα διὰ τῆϲ ει διφθόγγου γραφόμενα τρία ἐϲτίν·
τὸ φθείρ τὸ ἀπὸ τῆϲ φθορᾶϲ τοῦ ϲώματοϲ, καὶ Εἴρ, ὄνομα δὲ ποταμοῦ,
καὶ τὸ χείρ. καὶ τὸ μὲν φθείρ ἀπὸ τοῦ φθείρω, τὸ δὲ Εἴρ ἀπὸ
τοῦ εἴρω τὸ ϲυμπλέκω, τὸ δὲ χείρ, ἐπεὶ οἱ Αἰολεῖϲ χήρ φαϲι τρέποντεϲ
τὴν ει εἰϲ τὸ η.
Φθία διὰ τοῦ ι γράφεται. τὰ γὰρ διὰ τοῦ ια εἴτε ἐπὶ πόλεωϲ
εἶτε ἐπὶ χώραϲ πρὸ μιᾶϲ τὸν τόνον ἔχοντα οὐ θέλει τῇ ει διφθόγγου
παραλήγεϲθαι κτλ. καὶ πάλιν δὲ διὰ τοῦ ι γράφεται τὸ Φθία, ἐπειδὴ
ἀπὸ τοῦ Φθῖοϲ κύριον ὄνομα γέγονε, τὸ δὲ Φθῖοϲ διὰ τοῦ ι γράφεται
κατὰ τὸν κανόνα τοῦ Φλῖοϲ.
Φθιρῶν.
Φθιῶται: διὰ τοῦ ι. ἀπὸ γὰρ τοῦ Φθία γέγονεν, ὅπερ ὡϲ δέδεικται διὰ τοῦ ι γράφεται ἰϲτέον δὲ ὅτι Φθιῶται μὲν ἐκαλοῦντο οἱ τοῦ Ἀχιλλέωϲ, Φθῖοι δὲ οἱ τοῦ Πρωτεϲιλάου.
φιάλη: διὰ τοῦ ι παρὰ γὰρ τὸ πίω πιάλη ὡϲ νείφω νεφέλη καὶ
φιάλη ἢ παρὰ τὸ πίω καὶ τὸ ἅλιϲ, ἀφ’ ἧϲ ἐϲτι πιεῖν ἅλιϲ τουτέϲτιν
ἀθρόωϲ διὰ τὸ ἐξεπληρῶϲθαι.
φῖγα φῖκα ϲφίγγα.
Φιγαλεύϲ ὁ ἀπὸ τῆϲ Φιγαλείαϲ δήμου. Φιγάλεια γὰρ δῆμοϲ Ἀρκαδίαϲ.
φιδίτια ϲυϲϲίτια.
Φίκιον: ἔϲτι δὲ ὄνομα ὄρουϲ διὰ τοῦ ι ἡ ἀρχὴ τῷ κανόνι τῶν διπλῶν. κατὰ δὲ τὴν δευτέραν καὶ αὐτὴ διὰ τοῦ ι κατὰ παράδοϲιν.
φιλία: ι. παρὰ τὸ φίλοϲ.
Φδιλῖνοϲ: ι.
φιλίων ὁ προϲφιλέϲτεροϲ διὰ τοῦ ι γράφεται. τὰ γὰρ διὰ τοῦ ιων ϲυγκριτικὰ κτλ.
φιλοικτίρμων: διὰ τοῦ ι.
φιλολόγοϲ: διὰ τοῦ ι καὶ ὅϲα ὅμοια.
φιλομειδήϲ παρὰ τὸ μειδιῶ τὸ ϲημαῖνον τὸ γελᾶν γέγονε
φιλομειδήϲ.
Φιλομηλείδηϲ κύριον λέγεται εἶναι· εἰ γὰρ μητρωνυμικόν, διὰ τοῦ ι ἐγράφετο ἄν. ἀλλ’ οὐδὲ Ὅμηροϲ ἀπὸ μητέρων ϲχηματίζει μητρωνυμικά, ὥϲ φηϲι Διονύϲιοϲ.
φιλονεικία: τὸ νει δίφθογγοϲ.
φιλονικῆϲαι καὶ φιλόνικοϲ ἐπὶ τοῦ τὴν νίκην φιλοῦντοϲ διὰ τοῦ ι ἡ παράδοϲιϲ.
φιμόϲ. διὰ τοῦ ι γράφεται. παρὰ γὰρ τὸ ϲφίγγω γέγονε ϲφιγμόϲ καὶ φιγμόϲ φιμόϲ. τὸ δὲ ϲφίγγω διὰ τοῦ ι γράφεται.
Φινεύϲ: διὰ τοῦ ι τὰ γὰρ εἰϲ ευϲ οὐ θέλει τῇ ει διφθόγγῳ παραλήγεϲθαι.
φιτρόϲ: διὰ τοῦ ι οἱονεὶ φυτρόϲ ἀπὸ τοῦ φυτοῦ.
φλᾷ θλᾷ. — φλάϲαϲ θλάϲαϲ.
φλαδιᾶν θλαδιᾶν.
φλιά τὸ πλάγιον τῆϲ θύραϲ, ἐν ᾧ ἵϲταταί τιϲ καὶ ἐπερείδεται. διὰ τοῦ ι. παρὰ γὰρ τὸ θλίβω, ὅπερ δέδεικται διὰ τοῦ ι γράφεϲθαι, γέγονε θλιά καὶ κατὰ τροπὴν τοῦ θ εἰϲ φ φλιά ὡϲ θηρϲί φηρϲί.
Φλῖοϲ: διὰ τοῦ ι γράφεται.
φλίψεται ἀποθλιβήϲεται.
φλῖψιϲ θλῖψιϲ.
Φλογίοϲ διὰ τοῦ ι.χαρακτήρ ἐϲτι τριβραχέων ὀνομάτων, ἃ καὶ θέλει ὡϲ ἐπίπαν κύρια μὲν ὄντα παροξύνεϲθαι, ἐπίθετα δὲ προπαροξύνεϲθαι.
Φλυήϲιοϲ μήν τιϲ.
φλυκτίϲ. ι.
φνεί: δεῖ γινώϲκειν ὅτι οὐδέποτε λέξιϲ Ἑλληνικὴ ἄρχεται ἀπὸ τοῦ
φ καὶ ν. τὸ γὰρ Φναίτηϲ ὄνομα παρ’ Αἰγυπτίοιϲ βάρβαρον. τὸ δὲ
φνεί ἐπιτετηδευμένον ἐϲτὶ παρὰ Ἀριϲτοφάνει, μίμημα ὀρνέου φωνῆϲ.
λέγουϲι δέ τινεϲ, ὅτι τὸ φνεί οὐκ ἄρχεται ἀπὸ τοῦ φν. οὐκ ἔϲτι γὰρ
φνεί ἡ λέξιϲ, ἀλλὰ τοφνεί, τοῦ το μὴ ὄντοϲ ἄρθρου, ἀλλὰ μέρουϲ τῆϲ
λέξεωϲ. καὶ δῆλον ἐκ τοῦ μὴ εὑρίϲκεϲθαι αὐτὸ χωρὶϲ τοῦ το παρά τιϲι.
Χοιροβοϲκόϲ.
Φοινίκιοϲ. ι.
Φοινίκη: διὰ τοῦ ι. πρῶτον μὲν ὅτι ἀπὸ Φοίνικοϲ γενικῆϲ, δεύτερον δὲ ὅτι τὰ διὰ τοῦ ικῃ ἀποϲτρέφεται τὴν ε δίφθογγον.
φορβειά: ει.
φορίνη ἡ παρ’ ἐνίοιϲ πυρίνη.
φρέατα: ἀπὸ τοῦ φρέατα κατὰ πλεοναϲμὸν τοῦ ι φρείατα.
φρήτρῃφιν (Β 363). δεῖ γινώϲκειν ὅτι ταῦτα ἔχει τὸ ι προϲγεγραμμένον.
τινὲϲ δὲ βούλονται γράφειν αὐτὰ χωρὶϲ τοῦ ι λέγοντεϲ ὅτι
αἱ ἐπεκτεινόμεναι πτώϲειϲ διὰ τῆϲ φι ϲυλλαβῆϲ, εἰ μὲν ἔχουϲιν ἓν
φωνῆεν κατὰ τὴν λήγουϲαν, φυλάττουϲιν αὐτό, εἰ δὲ β΄, ἀποβάλλουϲι
τὸ ἕν. ἕτεροι δὲ ϲυνηγοροῦϲι τῇ παραδόϲει. ἡ γὰρ .παράδοϲιϲ τὰϲ
τοιαύταϲ δοτικὰϲ οὖν ϲὺν τῷ ι οἶδε γράφειν. λέγουϲι γάρ, ὅτι αἱ διὰ
τοῦ φι ἐπεκτάϲειϲ προϲερχόμεναι ταῖϲ πτώϲεϲι, εἰ μὲν φυλάϲϲουϲι τὴν
αὐτὴν φωνήν, καὶ τὴν αὐτὴν γραφὴν φυλάϲϲουϲι. εἰ δὲ μὴ φυλάϲϲουϲι
τὴν αὐτὴν φωνήν, οὐδὲ τὴν αὐτὴν γραφὴν φυλάττουϲιν.
φρίκη διὰ τοῦ ι τῷ κανόνι τοῦ Φοινίκη. καὶ ἄλλωϲ, ὅτι παρὰ τὸ φρίϲϲω γέγονε, τὸ δὲ φρίϲϲω διὰ τοῦ ι γράφεται, ἐπειδὴ οὐδέποτε πρὸ τοῖν δύο ϲϲ δίφθογγοϲ εὑρίϲκεται.
Φρίκιον ὄροϲ ὑπὲρ Θερμοπυλῶν Λοκρικόν. — καλεῖται καὶ Φρίκειον.
φροίμια προοίμια.
φροῦδοϲ πρόοδοϲ.
φυζακινόϲ: ι.
φυκτά φευκτά.
φύλλον διὰ δύο λλ πρὸϲ ἀντιδιαϲτολὴν τοῦ φύλου τοῦ ϲημαίνοντοϲ τὴν φυλήν.
φύππαξ ὅπερ ἡμεῖϲ βόμβαξ.
φῶ ἀντὶ τοῦ φωτί ϲὺν τῷ ι. Εὐριπίδηϲ Μελεάγρῳ «τὸ μὲν γὰρ
ἐν φῶ τὸ δὲ κατὰ ϲκότοϲ κακόν ».
φῴζειν. ϲὺν τῷ ι. ϲημαίνει τὸ καίεϲθαι. Ϲτράττιϲ «ἀλλ’ εἰ μέλλειϲ ἀνδρείωϲ φῴζειν ὥϲπερ μύϲτακα ϲεαυτόν». Βιθυνοὶ δὲ φώγειν λέγουϲιν.
φῴϲ φῳδόϲ ἔχει τὸ ι καὶ ὀξύνεται ὡϲ δᾴϲ δᾳδόϲ. ἔχει δὲ τὸ ι,
ἐπειδὴ λέγεται καὶ φωΐδεϲ. — λέγει δὲ ὁ Χοιροβοϲκόϲ, ὅτι διϲυλλάβωϲ
καὶ μόνον λέγεται κατὰ τὸ πληθυντικὸν προϲγραφομένου τῷ ω τοῦ ι.
ἐν δὲ τῇ γενικῇ ὤφειλε περιϲπᾶϲθαι, φῷδεϲ φῳδῶν ὥϲπερ χεῖρεϲ χερῶν.
ἀλλὰ ϲεϲημείωται καὶ τοῦτο μετὰ τῶν ἄλλων βαρυνόμενον. Ἀριϲτοφάνηϲ
Πλούτῳ «πλὴν φῴδων ἐκ βαλανείου».
Φωκήων: ἰϲτέον ὅτι τινὲϲ θέλουϲι παρὰ τῷ ποιητῇ τὸ «αὐτὰρ
Φωκήων» (Β 51) διὰ τῆϲ ει διφθόγγου γράφεϲθαι κατὰ τοὺϲ νεωτέφάνηϲ
χαβόν καμπύλον. χαμόν· καμπύλον.
Χαιρώνεια. πόλιϲ πρὸϲ τοῖϲ ὅροιϲ ωκίδοϲ. τὸ κτητικὸν Χαιρωνικὸϲ καὶ Χαιρωνική.
χαίτη: παρὰ τὸ κρατῶ κράτη καὶ χαίτη.
χαλινόϲ: διὰ τοῦ ῑ. οἱ γὰρ Αἰολεῖϲ χαλινόϲ λέγουϲιν. εἰ δὲ ἐγράφετο διὰ τῆϲ ει διφθόγγου, χαλεννόϲ εἰχε λέγεϲθαι.
χαλκεῖα. ει δίφθογγοϲ. χαλκεύω γάρ.
χαλκεῖοϲ: ει δίφθογγοϲ. μετουϲιαϲτικὸν γάρ.
χαλκίον θερμαντήριον τὸ ϲκεῦοϲ.
χαλκοβάρεια: ἑι δίφθογγοϲ.
Χάλυβεϲ: Ὅμηροϲ (Β 856) «τηλόθεν ἐξ Ἀλύβων» ἤτοι τῆϲ γρα
φῆϲ μετατεθείϲηϲ ἀπὸ τοῦ κτηλόθεν ἐκ Χαλύβηϲ» ἢ τῶν ἀνθρώπων
πρῶτον Ἀλύβων λεγομένων ἀντὶ τοῦ Χαλύβων. λέγεται καὶ μετὰ τοῦ
δ Χαλυβδικόϲ τὸ κτητικόν. Λυκόφρων (1109). καὶΧάλυβοι παρ’ Ἑκαταίῳ.
χαραδριόϲ ἑλῶδεϲ τὸ ὄρνεον. γράφεται διὰ τοῦ ῑ.
χαραμόϲ ἡ τῆϲ γῆϲ διάϲταϲιϲ. οἱ δὲ (sic Schmidt. pro οἷον)
χηραμόϲ.
χάρεια: ει δίφθογγοϲ ὡϲ προπαροξύτονον.
Χαρῖνοϲ: διὰ τοῦ ῑ.
Χαρίϲιοϲ. διὰ τοῦ ῑ.
χᾶτιϲ ἐπιθυμία χρῆϲιϲ.
χειά: ει δίφθογγοϲ. ἡ κατάδυϲιϲ τῶν ὄφεων. παρὰ γὰρ τὸ χῶ τὸ ϲημαῖνον τὸ χωρῶ γέγονε χεά καὶ ἐν πλεοναϲμῷ τοῦ ι χειά.
χεῖλοϲ: ει δίφθογγοϲ. χέλλοϲ γᾶρ λέγουϲιν οἱ Αἰολεῖϲ ὥϲπερ
κείρω κέρῶ. (ἢ παρὰ τὸ χέω pro χρέω γέγονε χέλοϲ καὶ ἐν πλεοναϲμῷ
τοῦ ι χεῖλοϲ. εἰϲ αὐτὰ γὰρ χεονται αἱ τροφαί.)
χεῖμα παρὰ τὸ χέω γίνεται.
χείμαϲτρον τὸ ἐπιτήδειον ἱμάτιον ἐπὶ (pro ἀπὸ) τοῦ χειμῶνοϲ.
χειμέριοϲ παρὰ τὸ χεῖμα γίνεται. τὰ διὰ τοῦ ιοϲ καθαρὸν ἔχοντα τὸ ρ καιροῦ ὑπόνοιαν ἔχοντα διὰ τοῦ ι γράφεται.
χειμών: ει δίφθογγοϲ παρὰ τὸ χέω.
χείρ: παρὰ τὸ ἔχειν.
χειρίϲ χειρίδοϲ: ει.
χείρων τὸ ϲυγκριτικὸν ει, πειδὴ οἱ Αἰολεῖϲ χέρρων λέγουϲι (γέγονε
δὲ παρὰ τὸ χείρ χείρων, χείρων γὰρ λέγεται παρὰ τὸ ἐλαττοῦϲθαι τὰϲ
χεῖραϲ).
χελιδῦν διὰ τοῦ ῑ γράφεται. τὰ γὰρ εἰϲ δῶν λήγοντα θηλυκὰ ἑνὶ φωνήεντι θέλει παραλήγεϲθαι.
Χέμμιϲ πόλιϲ Αἰγύπτου. — ἔϲτι καὶ Χέμβιϲ νῆϲοϲ διὰ τοῦ β ἐν Βουτοῖ, ὡϲ Ἑκαταῖοϲ ἐν περιηγήϲει Αἰγύπτου.
χερεῖον χεῖρον.
χέρηϊ: χερείονι χέρειι καὶ ἐπεὶ κακόφωνόν ἐϲτι, τροπὴ ἐγένετο τῆϲ ει διφθόγγου εἰϲ τὸ η. οὕτωϲ Ἡ ρωδιανόϲ.
χερνιβεῖον.
Χερρόνηϲοϲ.
χέρρον τὴν χέρϲον γῆν. Λάκωνεϲ.
χήλειον ὃ καὶ έλειον.
χηνοβοϲία χηνοβοϲκία.
χηρεία: παρὰ τὸ χηρεύω.
χητεία χρεία.
χῖ: τὸ ὄνομα τοῦ ϲτοιχείου· διὰ τοῦ ῑ γράφεται, ἐπειδὴ πᾶν ὄνομα ϲτοιχείου εἰϲ ῑ καταλῆγον οὐκ ἔχει αὐτὸ ἐν διφθόγγῳ οἷον ξῖ, πῖ, φῖ, ψῖ. οὕτωϲ οὖν καὶ τὸ χῖ διὰ τοῦ ῑ μόνου. χωρὶϲ τοῦ ει. τοῦτο γὰρ ῑ ἔχει ἐν διφθόγγῳ.
χῖαι ὑποδήματοϲ ἀνδρείου εἰδὸϲ.
χίλιοι: διὰ τοῦ ῑ. καὶ ὤφειλε διὰ τῆϲ ει διφθόγγου, ἐπειδὴ οἱ.
Αἰολεῖϲ χέλλιοι λέγουϲιν. τοῦτο δὲ ἔθοϲ ἔχουϲι ποιεῖν ἐπὶ τῶν γραφο-
τρίτοϲ τέρτοϲ, κοπρία κόπερρα, τὸ δὲ χίλιοι τὸ ῑ μακρὸν ἔχει. πῶϲ
ἔτρεψεν παρ’ αὐτοῖϲ τὸ ι εἰϲ ε; ἀλλ’ ἰϲτέον ὅτι ϲπανίωϲ τὸ ι ἐκτεταμένον
τρέπουϲιν εἰϲ τὸ ε οἰον ἱλαθι ἐλλαθι, χίλιοι χέλλιοι. ἰϲτέον
δὲ ὅτι τὸ χίλιοι διὰ τοῦ ῑ γράφεται διὰ τὴν τοιαύτην αἰτίαν. πᾶϲ ἀριθμὸϲ
ἐν τῇ ἀρχούϲῃ κατὰ τὴν φωνὴν ϲυνεμπίπτων ὀνόματι ϲτοιχείου
καὶ τὴν αὐτὴν φυλάττει γραφὴν οἰον ὁ εἴκοϲι ἀριθμὸϲ ἐν τῇ ἀρχούϲῃ
κατὰ τὴν φωνὴν ϲυνεμπίπτει τῷ ει ϲτοιχείῳ, ἀλλὰ καὶ τὴν αὐτὴν
φυλάττει γραφήν. διὰ γὰρ τοῦ ει ἐκφέρεται. ἐπειδὴ οὖν καὶ τὸ χίλιοι
ἐν τῇ ἀρχούϲῃ ϲυνεμπίπτει τῷ χι ϲτοιχείῳ, τὸ δὲ χῖ διὰ τοῦ ι γράφεται,
τούτου χάριν καὶ τὸ χίλιοι διὰ τοῦ ῑ γράφεται.
χιλόϲ ἡ τροφή καὶ ὀξύνεται καὶ θηλυκῶϲ λέγεται καὶ διὰ τοῦ ῑ γράφεται. τὰ γὰρ διὰ τοῦ ιλοϲ διϲύλλαβα ὀξύτονα διὰ τοῦ ῑ γράφεται. ϲεϲημείωται τὸ δειλόϲ.
Χίλων: ἔϲτι δὲ ὄνομα κύριον· διὰ τοῦ ῑ γράφεται, ἐπειδὴ εὕρηται
καὶ ἐν ϲυϲτολῇ παρὰ Καλλιμάχῳ οἷον
χίμαροϲ ὁ τράγοϲ. χείμαρροϲ ὁ ποταμόϲ.
χίμετλα: διὰ τοῦ ῑ κατὰ παράδοϲιν.
Χῖοϲ ὁ πολίτηϲ τῆϲ Χίου. διὰ τοῦ ῑ γράφεται. ὥϲπερ γὰρ ἀπὸ
τοῦ Λέϲβοϲ Λέϲβιοϲ διὰ τοῦ ῑ καὶ ἀπὸ τοῦ Ϲάμοϲ Ϲάμιοϲ, οὕτω καὶ
ἀπὸ τοῦ Χίοϲ Χίιοϲ καὶ κατὰ κρᾶϲιν τῶν δύο ιι εἰϲ ἓν μακρὸν Χῖοϲ
ὥϲπερ δίιοϲ δῖοϲ, Θέτιι Θέτι.
χιράδεϲ: εἰϲὶ δὲ αἱ τῶν χειρῶν ῥαγάδεϲ. διὰ τοῦ ῑ γράφεται.
καὶ ὤφειλε διὰ τῆϲ ει διφθόγγου γράφεϲθαι, ἐπειδὴ παρὰ τὸ χείρ γέγονεν.
ἀλλ’ ἴϲωϲ ἀπέβαλε τὸ ε ὥϲπερ τὸ λείβω λιβάϲ. κρεῖττον δέ ἐϲτιν
εἰπεῖν, ὅτι ϲυνέπαθεν ἡ φωνὴ τῷ ϲημαινομένῳ. ἐπειδὴ γὰρ τὸ χιράϲ
ἔνδειάν τινα ϲημαίνει τὰϲ γὰρ τῶν χερῶν ῥαγάδαϲ δηλοῖ, ἡ δὲ
ῥαγὰϲ πρὸϲ τὸ ὁλόκληρον ἔνδειαν ἔχει. τὸ γὰρ ῥαγάδαϲ ἔχον οὐκ
ἔϲτιν ὁλόκληρον — τούτου χάριν ἔνδειαν φωνήεντοϲ ἀνεδέξατο, φημὶ
δὲ τοῦ ε, καὶ τὸ λιμόϲ ἀπὸ τοῦ λείπω γενόμενον οὐκ ἐφύλαξε τοῦ
λείπω τὴν δίφθογγον.
χίτρα διὰ τοῦ ῑ γράφεται. ἢ χίδρον ἄλευρον τὸ ἐξ ἁπαλῶν κριθῶν ἢ οἱ χλωροὶ πυροί.
χιτών: διὰ τοῦ ι. ἔϲτι τινὰ ὀνόματα ἀπὸ ῥημάτων γινόμενα κτλ.
χλαῖνα αι δίφθογγοϲ ἡ χλαμύϲ. παρὰ τὸ χλιαίνειν, ὅ ἐϲτι
θερμαίνειν.
χοῖνιξ. διὰ τοῦ ῑ. τὰ γὰρ εἰϲ διπλοῦν λήγοντα ἀποϲτρέφεται τὴν ει δίφθογγον.
χοιροκομεῖον.
χοιροτροφεῖον: ει ἡ παρατέλευτοϲ κατὰ παράδοϲιν.
χοραγείων διδαϲκᾳλείων.
χόριοϲ διὰ τοῦ ῖ κοὶ χορεῖοϲ διὰ διφθόγγου. ὁ τόνοϲ ἐϲτὶ διάφοροϲ καὶ ἡ γραφή.
χόριον διὰ τοῦ ῑ τὸ ἔλυτρον τῶν βρεφῶν παρὰ τὸ χορεῖν (scr. χωρεῖν).
χρεία ἔνδεια.
χρεῖα: ει δίφθογγοϲ. παρὰ τὸ χρέοϲ γέγονε χρέα καὶ μετὰ τοῦ ῑ χρεῖα.
χρείω τὸ χρηϲμψδῶ διὰ τῆϲ ει διψθόγγου. παρὰ γὰρ τὸ χρέοϲ
γέγονε χρέω καὶ ἐν πλεοναϲμῷ τοῦ ῑ χρείω. τοῖϲ γὰρ χρείαν ἔχουϲι
τὸ ἀληθὲϲ μαθεῖν χρηϲμῳδεῖ ὁ θεόϲ.
χρίω τὸ ἀλείφω διὰ τοῦ ῑ γράφεται καὶ ἶϲωϲ πρὸϲ ἀντιδιαϲτολὴν
τοῦ χρείω τοῦ ἐπὶ τοῦ χρηϲμῳδῶ. ἕτεροι δὲ λέγουϲιν, ὅτι διὰ τοῦ ῑ
γράφεται, ἐπειδὴ γέγονεν ἀπὸ τοῦ χρίμπτω χρίω, τὰ δὲ εἰϲ πιω οὐ
θέλει τῇ ει διφθόγγῳ παραλήγεϲθαι οἷον νίπτω, ῥίπτω πλὴν τοῦ φιλαλειπτῶ
καὶ τοῦ ἀνερείπτω τοῦ ϲημαίνοντοϲ τὸ ἁρπάζω, ἔξ οὖ ἀνηρείψαντο.
χρεωφειλέτηϲ. ει. καὶ χρεοφειλέτηϲ λέγεται.
χρή ὀξυτόνωϲ ἀντὶ τοῦ δεῖ, χρῇ περιϲπωμένωϲ ἀπὸ τοῦ χρῶ χρῷϲ χρᾶ Ἰωνικῶϲ καὶ Ἀττικῶϲ.
χρῃζω μετὰ τοῦ ῑ χρηΐζω γάρ.
χρῆται χρᾶται.
χρῖμα. ϲημαίνει δὲ τὸ χρῖϲμα. διὰ τοῦ γράφεται, ἐπειδὴ οἱ Αἰολεῖϲ χρίμμα λέγουϲι καὶ οὐχὶ χρέμμα. ἰϲτέον δὲ ὅτι ὥϲπερ λέγουϲι κροῦμα καὶ κροῦϲμα, οὕτω λέγεται χρῖμα καὶ χρῖϲμα.
χρίω. cf. supra 606, 21.
χρυϲίτηϲ: διὰ τοῦ ῑ.
χρῥζω: ϲημαίνει δὲ τὸ πληϲιάζω (χρώϲ χρωτόϲ χρωτίζω ὡϲ φῶϲ φωτόϲ φωτίζω ἀποβολῇ τοῦ τ χρωῖζω καὶ ϲυναιρέϲει χρψζω).
χυρρεῖον τὸ ξύλινον δεϲμωτήριον. ει.
χυτρεῖα: ει δίφθογγοϲ· τὰ τῶν χυτρῶν ὄϲτρακα. ἤδη δὲ καὶ ἐπὶ
παντὸϲ ὀϲτράκου ἐτάττετο.
ψαθυρόν ἀϲθενέϲ μαδαρόν ψαθυρόν.
ψαθαρά εὔθλαϲτα, ϲαθρά. ξηρά ἀϲθενῆ ψαθυρά. —ψαφαρά ψαθυρά. —ψαφερά. ψαθυρά.
ψάθεα ψωμία et ψάφεα· ψωμία.
ψαιδρόν: α δίφθογγοϲ, τὸ φαιδρόν Κύπριοι.
ψαῖμα: α δίφθογγοϲ. τὸ ὀλίγον· καὶ ψαῖϲμα τὸ ὀλιγόϲιτον.
ψαινύθιον ψευδέϲ μάταιον.
ψαινύντεϲ ψωμίζοντεϲ. — ψεῖϲαι· ψωμίϲαι. — ψῖϲαι· ψωμίϲαι.
ψαίνυον ἀχρεῖον.
ψαίρειν. αι δίφθογγοϲ. Ἀττικοὶ τὸ κινεῖν καὶ ψαύειν. κέχρηνται δὲ τῇ λέξει ἐπὶ τῶν ἱϲτίων.
ψαιϲτόν. ᾶ δίφθογγοϲ. ἔϲτι δὲ εἶδοϲ πλακοῦντοϲ, ὃ δι’ ἀλφίτων
παραϲκευάζεται, ἀπὸ τοῦ ψῆϲθαι καὶ ψώχεϲθαι, ὅθεν καὶ ψωμοί
καὶ ψίχεϲ τὰ μικρὰ θρέμματα.
ψακάϲ ψεκάϲ ῥανίϲ.
ψάκτα. ἡ ψώκτη μᾶζα.
ψάλιον διὰ τοῦ ι, ἐπεὶ καὶ ϲυϲτέλλεται.
ψάμμοϲ ἡ παραθαλάϲϲιοϲ γῆ· ἄμμοϲ.
ψαυκρόϲ καλλωπιϲτήϲ ταχύϲ ἐλαφρόϲ ἀραιόϲ. — ϲαυκρόϲ· ἁβρόϲ
ἐλαφρόϲ ἄκροϲ.
ψάφα κνέφαϲ. —ψέφοϲ· ϲκότοϲ. —ϲεῖφα· ϲκοτία. Κρῆτεϲ.
ψέδυρα ψίθυροϲ.
ψεῖαι: ἀλώπεκεϲ (i.e lumborum musculi). ψίαι· ἀλώπεκεϲ. ψόα·
τὸ μέροϲ ϲώματοϲ. ψυῖαι ἀλώπεκεϲ. —φοῦαι· ἀλώπεκεϲ. φύλλεϲ
ἀλώπεκεϲ.
ψείρει: ει δίφθογγοϲ ἡ παράδοϲιϲ.
ψεκάϲ καὶ ψιάϲ.
ψέλλιον. ῖ, ὅτι ϲυϲτέλλεται.
ψἐνηροϲ Αἰγυπτία κώμη. — ψένυριϲ Αἰγυπτία κώμη.
ψεῦδιϲ. ι διὰ τὴν κατάληξιν.
ψcυδομαντεία: ει δίφθογγοϲ ἐκ τοῦ μαντεύω.
ψηφίϲ· ῑ διὰ τὴν κατάληξιν.
ψιθυροί: διὰ τοῦ ί κατὰ παράδοϲιν.
ψιλόϲ καὶ ψιλή καὶ ψιλόν διὰ τοῦ ῑ.
ψιλίον πτερόν μακρόν. οἱ δὲ ψέλλιον.
ψιμύθιον: διὰ τοῦ ῑ ἀμφότερα.
ψίξ: ῖ διὰ τὴν κατάληξιν.
ψίϲαι: διὰ τοῦ ῑ ἡ παράδοϲιϲ. ϲημαίνει δὲ καὶ τὸ ψωμίϲαι καὶ βραχὺ τρῖψαι (pro θρέψαι) μετὰ ποιοῦ τινοϲ ἤχου.
ψόγειοϲ: ει δίφθογγοϲ καὶ προπαροξύνεται, ἔνθεν καὶ τὸ οὐδέτερον πληθυντικὸν (pro παρὰ τὸ) ψόγεια.
ψύθοϲ ψεῦδοϲ.
ψύλλειον ἡ βοτάνη. ει δίφθογγοϲ ὡϲ πράϲειον καὶ ἑλένειον. ἡ παράδοϲιϲ.
ψύττα: ἐπὶ τοῦ ταχέωϲ ἀποδραμεῖν λέγεται.
ψύττει πτύει.
ψυχεινόϲ: ει.
ψυχραινόμενοϲ τὸ χραι δίφθογγοϲ.
ψώζα καὶ ψῴα ἀμφότερα δυϲωδίαν ϲημαίνει.
ψῶμιγξ ϲφήκωμα. — θῶμιγξ· λεπτὸν ϲχοινίον.
ψωμίον. ι ἡ παράδοϲιϲ.
ψωμίϲ: ι ἡ καταλήγουϲα.
ψωφίϲ: ι διὰ τὴν κατάληξιν.
ὤα. ,παρὰ τὸ οἶϲ, ὃ ϲημαίνει τὸ πρόβατον, διαλύϲει τοῦ o καὶ ι ὄϊϲ καὶ ἐπαυξήϲει τοῦ ο εἰϲ ω θηλυκὸν ὤα, μένει δὲ τὸ.
ᾠαί. ϲὺν τῷ ι ἡ παράδοϲιϲ, ὅτε ϲχετλιαϲμοῦ ἐϲτιν ἐπίρρημα.
ᾦγον. ϲὺν τῷ ι. πρῶτον μὲν ὅτι ἀπὸ τοῦ οἴγω ἐγένετο κατὰ
τροπὴν τοῦ ο εἰϲ ω ὥϲπερ οἴχομαι ᾠχόμην, οἰκῶ ὤκουν· ὁ γὰρ παρατατικὸϲ
πάντοτε μεγεθύνεται κατὰ τὴν ἀρχὴν ἢ χρονικῶϲ ἢ ϲυλλαβικῶϲ.
δεύτερον δὲ ὅτι οἱ παρψχημένοι κατὰ τὴν ἀρχὴν ἢ ἴϲα φωνήεντα
θέλουϲι ἔχειν ὡϲ αὐλῶ ηὔλουν, αἰϲχύνομαι ᾐϲχυνόμην, ἢ πλείονα ὡϲ
ἔχω εἶχον, οὐδέποτε δὲ ἐλάττονα. εἰ ἄρα οὖν τὸ οἴγω δύο φωνήεντα
ἔχει κατὰ τὴν ἀρχήν, τούτου χάριν καὶ τὸ ᾦγον τὸ ο ἔχει, ἵνα ϲχῇ
κατὰ τὴν ἀρχὴν τὰ ἴϲα φωνήεντα τῷ ἐνεϲτῶτι.
ᾠδεῖον: ει δίφθογγοϲ, ὡϲ γράφω γραφεῖον, πέμπω πομπεῖον,
ἄδω ὠδεῖον.
ᾠδή μετὰ τοῦ ι, παρὰ τὸ ᾄδω ἀοιδή καὶ ᾠαή.
ὠδίϲ διὰ τοῦ ι ὡϲ δικατάληκτον.
ὦ ἔτα πολῖτα. —ὢ τᾶν ὦ ἑταῖρε.
ὤζειν βοᾶν. —ᾤζει ἐπικάθηται et ἐπῴζειν ἐπικαθῆϲθαι τοῖϲ ᾠοῖϲ
i. q. ἐπῳάζειν.
Ὡκαλέα πόλιϲ Βοιωτίαϲ, ε.
ώκεῖα: ει δίφθογγοϲ. ὠκέα γὰρ καὶ ὠκέη.
ᾤκειλεν. ει δίφθογγοϲ ἐπὶ τοῦ προϲωϲθῆναι ναῦν.
ὠκυτόκειον: ει δίφθογγοϲ. καὶ γὰρ ὠκυτοκεύϲ.
ὠμίϲ: ι.
ᾤμοι: διχῶϲ ἐκ τοῦ οἴμοι κατ’ ἔκταϲιν τοῦ ο εἰϲ ω ᾤμοι μετὰ τοῦ ῑ. εἰ δὲ ἐγράφετο χωρὶϲ τοῦ ῑ, γίνεται ἀπὸ τοῦ ὤ ὤμοι.
ὠμφύνειν ἐνδόξουϲ ποιεῖν.— ὀμφύνειν αὔξειν..
ὤνιον. διὰ τοῦ ῑ ὡϲ ἐπὶ τοῦ θοίνιον καὶ ἐνθοίνιον.
Ὠξώλων ἔθνοϲ βαρβάρων.— Ξώλων ἔθνοϲ βαρβάρων.
ᾠόν τὸ τοῦ ὄρνιθοϲ διὰ τοῦ ῑ.
ῷπερ: ϲὺν τῷ ῑ. Cf ᾥτε.
ὡραῖα καὶ ὡραῖοϲ καὶ ὡραιέϲτατοϲ. αι δίφθογγοϲ ὅλα ἡ παράδοϲιϲ.
ὤρεια (ὠρεῖα?) φυλακτήρια.
Ὠρείτηϲ: ει. Ὠρεόϲ γάρ.
ὡριαίνεϲθαι: αι δίφθογγοϲ ἀπὸ τοῦ ὡραΐζεϲθαι.
ῥίων διὰ τοῦ ῑ, ἐπειδὴ καὶ Εὐριπίδηϲ ϲυνέϲτειλεν.
ὡρολογεῖον. ει δίφθογγοϲ. εἴρηται ὡϲ καὶ ἡμερολογεῖον.
ὡϲεί καὶ οἱονεί διὰ διφθόγγου γράφεται.
Ὠϲτιαῖοϲ ᾱ καὶ προπεριϲπᾶται. ἔϲτι δὲ ἐπὶ ἔθνουϲ.
ὠϲτιεῖται: ἀπὸ τοῦ ὠϲτίζω, ὃ δηλοῖ τὸ ὠθοῦμαι ὡϲ τὸ βαδιεῖται καὶ αἰκιεῖται τῇ ει διφθόγγῳ παραλήγεται.
ὠϲχοφόριον καὶ ὠϲχοφόρια. ἀπὸ περιϲπωμένου δέ ἐϲτι τὸ ὄνομα· ἦν γὰρ ὀϲχοφορῶ. οἴϲχη δέ ἐϲτι τὰ μετὰ τῶν βοτρύων κλήματα.
ᾥτε χερνῆτιϲ γυνή (M 433) ϲὺν τῷ ῑ ἀντὶ τοῦ ὡϲεί τε.
ὠτειλή ει. ὠτέλλαϲ γὰρ οἱ Αἰολεῖϲ τὰ τραύματα· Ἀττικοὶ οὐλὴν λέγουϲιν.
ὠφέλεια: ει δίφθογγοϲ ἡ παράδοϲιϲ. ποιητικώτερον δὲ διὰ τοῦ ι καὶ παροξύνεται. παρὰ Ϲοφοκλεῖ δὲ καὶ ει δίφθογγοϲ καὶ προπαροξύνεται ὡϲ προμήθεια.
ὤφελεν ὤφειλεν.
ὠχραίνεται: αι δίφθογγοϲ ἀντὶ τοῦ ὠχρᾷ (pro ὠχρειά).
ὤψειον ὀπτικῶϲ εἷχον. εἴρηται δὲ καὶ ὤψεον παρὰ Ϲώφρονι. «ἐγὼ δέ τοι καὶ πάλιν ὤψεον».