Text encoded in accordance with the latest EpiDoc standards (January 2014)
1.
Choer. 7, 10: οἱ περὶ Ἀπολλώνιον καὶ Ἡρωδιανὸν καὶ Ῥωμανὸν
τὰ εἴδη προτάϲϲουϲι τῶν γενῶν οἷον εἴδη γένη, ἐπειδὴ ὅπου εἶδοϲ,
οὐ πάντωϲ καὶ γένοϲ ἐϲτίν. ἰδοὺ γοῦν ἐν τοῖϲ ὀνόμαϲίν ἐϲτι γένη,
ἀρϲενικὸν θηλυκὸν οὐδέτερον, ἀλλὰ καὶ εἴδη πρωτότυπον καὶ παραγωγὸν
οἷον ἀνήρ ἀνδρεῖοϲ. ὅπου δὲ εἶδοϲ, οὐ πάντωϲ καὶ γένοϲ ἐϲτίν.
ἰδοὺ γὰρ ἐν τοῖϲ ῥήμαϲίν ἐϲτιν εἴδη, πρωτότυπον καὶ παραγωγὸν ἄρδω
ἀρδεύω καὶ οὐκ ἔϲτι γένη. οὐδὲ γὰρ ἔχει τὸ ῥῆμα ἀρϲενικὸν θηλυκὸν
καὶ οὐδέτερον. πάλιν ἐν τοῖϲ ἐπιρρήμαϲίν ἐϲτιν εἴδη, πρωτότυπον
καὶ παραγωγὸν οἷον ἐγγύϲ ἐγγύθεν καὶ οὐκ ἔϲτι γένη. οὐδὲ γὰρ ἔχει
τὰ ἐπιρρήματα ἀρϲενικὸν θηλυκὸν οὐδέτερον. Ἐπειδὴ οὖν ὅπου μὲν
εἶδοϲ οὐ πάντωϲ καὶ γένοϲ ἐϲτὶ παρὰ γραμματικοῖϲ, ὅπου δὲ γένοϲ
ἐκεῖ πάντωϲ καὶ εἶδοϲ, τούτου χάριν προτερεύει τὰ εἴδη τῶν γενῶν.
2.
An. Ox. lV 328, 25: Φαϲὶν ὅτι προτάττεται τὸ ὄνομα, ἐπειδὴ
καὶ πᾶϲαι αἱ λέξειϲ ἐπικοίνωϲ τῇ προϲηγορίᾳ ὄνομα καλοῦνται, καθό
φαμεν καλοῖϲ ὀνόμαϲι χρῆϲθαι Πλάτωνα· εἰ γὰρ ὄνομά ἐϲτι τὸ ὀνοματικὸν
καὶ ϲημαντικόν, ἕκαϲτον δὲ τῶν μερῶν τοῦ λόγου ϲημαντικόν
ἐϲτι καὶ ϲυϲτατικόν, δῆλον ὅτι ἕκαϲτον ὄνομα ἂν κληθείη. οὕτωϲ
οὖν καὶ Διόδωροϲ ὁ ἐπικληθεὶϲ Κρόνοϲ λέγεται τὸν οἰκέτην αὐτοῦ καλεῖν
Ἀλλαμήν.
3.
Choer. Gaisf. 16,17, Βekk. Anecd. 1181. Ὁ Ἡρωδιανὸϲ ἐν τῷ
ὀνοματικῷ λέγει αὐτὸ (sc. Πράϲ Πραντόϲ ὄνομα πόλεωϲ) περιϲπᾶϲθαι
καὶ διὰ τοῦ νι κλίνεϲθαι, ἐν δὲ τῇ καθόλου ὀξύνεϲθαι, ὁμοίωϲ
δὲ καὶ διὰ τοῦ ν κλίνεϲθαι.
4.
Choer. 35. 10, E. M. 779, 29, Schol. A ad Il. Δ 66: ὑπερκύδανταϲ:
λέγουϲί τινεϲ, ὅτι ἐν τοῖϲ Ἐπιμεριϲμοῖϲ Ἡρωδιανὸϲ λέγει,
ὅτι μετοχή ἐϲτιν· κυδαίνω ἐκύδανα κυδάναϲ κυδάναντοϲ καὶ κατὰ ϲυγκοπὴν
καὶ ἐν ϲυνθέϲει ὑπερκύδαντοϲ. ἐν δὲ τῷ Ὀνοματικῷ λέγει, ὅτι
ὄνομά ἐϲτι. καὶ μᾶλλον δεῖ ὄνομα λέγειν ἤπερ μετοχήν. τὸ γὰρ ὀνοματικὸν
αὐτοῦ ὡμολόγηται εἶναι. οἱ δὲ Ἐπιμεριϲμοὶ οὔκ εἰϲιν αὐτοῦ
πάντεϲ, ἀλλὰ εἰϲὶ καὶ ψευδεπίγραφοι.
5.
Ep. Cr.I 134, 2: ὁ εἷϲ καὶ τὸ θηλυκὸν ἀπέλειψε· δύο γὰρ κανόνεϲ
εἰϲὶν οἱ μαχόμενοι. ὁ μὲν εἰϲ λέγει, ὅτι οἱ ἀριθμοὶ κοινοὶ θέλουϲιν
εἶναι οἷον οἱ δύο καὶ αἱ δύο, οἱ τρεῖϲ καὶ αἱ τρεῖϲ. [ἢ οὕτω τὰ ἀριθμητικὰ
ὀνόματα κοινά ἐϲτι τῷ γένει καὶ ὁμοφωνεῖ τὰ θηλυκὰ τοῖϲ ἀρϲενικοῖϲ
οἷον οἱ πέντε καὶ αἱ πέντε, οἱ ἑπτά καὶ αἱ ἑπτά.] ὁ δὲ ἕτεροϲ
λέγει ὅτι πᾶϲα γενικὴ διὰ τοῦ ντ κλινομένη τὸ τέλοϲ τῆϲ γενικῆϲ τρέπουϲα
εἰϲ α (ϲα?)καὶ τὴν παραλήγουϲαν θέϲει μακρὰν ποιοῦϲα τὸ θηλυκὸν
ποιεῖ ἐπ’ ὀνομάτων οἷον χαρίειϲ χαρίεντοϲ χαρίεϲϲα, δαφνήειϲ δαφνήεντοϲ.
δαφνήεϲϲα, εἰϲ ἕντοϲ ὤφειλεν εἶναι τὸ θηλυκὸν ἕϲϲα. τῶν οὖν
δύο κανόνων μαχομένων, τοῦ μὲν ἑνὸϲ ἀπαιτοῦντοϲ ὁμοφωνεῖν τῷ
ἀρϲενικῷ, τοῦ δὲ ἑτέρου κατὰ παραϲχηματιϲμὸν ἕϲϲα ἀπέλειψε καὶ ἐγέ
νετο ὡϲ ἀπὸ τοῦ ἴοϲ ἀρϲενικοῦ, ὃ ϲημαίνει τὸν μόνον, τὸ θηλυκὸν ἴα
καὶ πλεοναϲμῷ τοῦ μ μία. καὶ κλίνεται μιᾶϲ. καὶ λέγει ὁ κανῶν τὸν
τόνον· τὸ γὰρ μιᾶϲ καὶ ἰᾶϲ Ἰωνικὴν ἔχει τάϲιν, ἐπειδὴ κανών ἐϲτιν ὁ
λέγων· ἐπὶ τῶν εἰϲ α βραχυκαταλήκτων εἰώθαϲιν οἱ Ἴωνεϲ βαρύνειν
τὰϲ λέξειϲ, ὡϲ καὶ ἡμεῖϲ οἷον ὄργυια, ἄγυια, Πλάταια, Θέϲπεια ὅταν
δὲ γένηται ἡ τελευταία ϲυλλαβὴ μακρά, Ἰωνικῷ ἔθει καταβιβάζεται ὁ
τόνοϲ οἷον ἀγυιά, ὀργυιά, Θεϲπειά. τοῦτο οὖν ἐϲτιν εἰρημένον τῷ
τεχνικῷ· τὸ μιᾶϲ γὰρ καὶ ἰᾶϲ· ἐπειδὴ γὰρ τὸ ἴα καὶ μία ἐν τῇ γενικῇ
καὶ δοτικῇ μακροκαταληκτεῖ, τούτου χάριν τῷ Ἰωνικῷ ἔθει καταβιβάζεται
ὁ τόνοϲ. καὶ περιεϲπάϲθη οἷον ἰᾶϲ ἰᾷ μιᾶϲμιᾷ· ὅθεν καὶ ἡ αἰτιατική,
ἐπειδὴ οὐκ ἐγένετο μακροκατάληκτοϲ, οὐ κατεβίβαϲε τὸν τόνον,
ἀλλὰ παροξύνεται ὁμοίωϲ τῇ εὐθείᾳ οἷον ἴαν μίαν.
6.
Eustath. 114, 1: ἐϲιγήθη ἡ προϲφυὴϲ εὐθεῖα τοῦ Διόϲ, πρόκειται
δὲ τὸ Ζεύϲ ἑτερόκλιτον ἀντ’ αὐτῆϲ διὰ τὸ κοινότερον· ϲυνηθέϲτερον
γὰρ ὁ Ζεύϲ ἤπερ ὁ Ζάν καὶ ὁ Ζήν καὶ ὁ Δίϲ καὶ ὁ Δάν καὶ ὅϲα
ἄλλα. κεῖται παρὰ τῷ παλαιῷ τεχνικῷ.
7. Ιl. Pr. Ε 9: Δάρηϲ ὡϲ Χάρηϲ. ὁμολογεῖ καὶ ἡ γενική Δάρητοϲ γὰρ ὡϲ Χάρητοϲ. εἰ γὰρ ὠξύνετο, ἡ γενικὴ ἐγένετο Δαροῦϲ ὡϲ ϲαφοῦϲ, ὅτι τὰ εἰϲ ηϲ διϲύλλαβα ὀξύτονα ἐν ἔχοντα ϲύμφωνον εἰϲ ουϲ περατοῦται κατὰ τὴν γενικὴν ϲαφοῦϲ, πρηνοῦϲ, προλοῦϲ, φραδοῦϲ « φραδέοϲ νόου ἔργα» (Ιl. 354). τοιαύτη ἄρα ἐγίνετο καὶ ἡ τοῦ προκειμένου ὀνόματοϲ κλίϲιϲ· περὶ δὲ τοῦ ψιλῆτοϲ παρ’ Αἰϲχύλῳ καὶ τοῦ «Κουρῆτεϲ τ’ἐμάχοντο» (Ιl.1529) καὶ τοῦ κριτήϲ ἐν τοῖϲ περὶ ὀνομάτων ἀποδώϲομεν τὸν λόγον.
8.
Theogn.47, 32, Bekk.An.1390: τὸ Κλήμηϲ Κλήμεντοϲ καὶ Κρήϲκηϲ
Κρήϲκεντοϲ, Οὐάληϲ Οὐάλεντοϲ, Μλάνηϲ Μάνεντοϲ, διὰ τοῦ εντοϲ κλινόμενα
καὶ τὰϲ εὐθείαϲ ἔχοντα διὰ τοῦ η, οὐ τῆϲ κοινῆϲ, ἀλλὰ τῆϲ
Ϲικελικῆϲ ἀρχαιότητοϲ ἴδιον, ὥϲ φηϲιν Ἡρωδιανὸϲ ἐν τῶ ὀνοματικῷ.
ματικῷ.
9.
Choerob. 454, 32: Περὶ τοῦ κίϲ κιόϲ καὶ λίϲ λιόϲ — αὐτὸϲ (sc.
Ἡρωδιανὸϲ) ἐν ἑτέροιϲ ἐϲημειώϲατο λέγων ἡμαρτημένα εἶναι εἴτε
κατὰ τόνον εἴτε κατὰ κλίϲιν. ἢ γάρ, φηϲίν, ὀξύτονα ὄντα ὤφειλε διὰ
ϲυμφώνου κλίνεϲθαι, εἴτε διὰ καθαροῦ τοῦ οϲ κλινόμενα οὐκ ὤφειλε
ὀξυτονεῖϲθαι κατὰ τὴν εὐθεῖαν. τὰ γὰρ εἰϲ ιϲ ὀξύτονα οὐδέποτε διὰ
καθαροῦ τοῦ οϲ κλίνεται, ἀϲπίϲ ἀϲπίδοϲ, βολίϲ βολίδοϲ, κρηπίϲ κρηπῖδοϲ,
κνημίϲ κνημῖδοϲ, βαϲιλίϲ βαϲιλίδοϲ. καὶ κέχρηται τοιούτῳ παραδείγματι,
.ὅτι, ὥϲπερ Πάριϲ Πάριδοϲ καὶ Θέτιϲ Θέτιδοϲ καὶ μῆνιϲ
μήνιδοϲ, ἐπειδὴ βαρύτονά ἐϲτι κατὰ τὴν εὐθεῖαν, γίνεται παρὰ τοῖϲ
Ἴωϲι διὰ καθαροῦ τοῦ οϲ κατὰ τὴν γενικὴν οἷον Πάριοϲ Θέτιοϲ μήνιοϲ.
(ἴδιον γάρ ἐϲτι τῶν εἰϲ ιϲ βαρυτόνων τὸ διὰ καθαροῦ τοῦ οϲ κλίνεϲθαι
οἷον ὄφιϲ ὄφιοϲ, μάντιϲ μάντιοϲ, πόλιϲ πόλιοϲ), τὰ μέντοι εἰϲ ιϲ ὀξύτονα
οἷον κρηπίϲ κρηπῖδοϲ, ἀϲπίϲ ἀϲπίδοϲ, ῥανίϲ ῥανίδοϲ, οὐ γίνεται παρὰ τοῖϲ
Ἴωϲι διὰ καθαροῦ τοῦ οϲ (τοῦτο γὰρ ἀλλότριόν ἐϲτι τῶν εἰϲ ιϲ ὀξυτόνων,
λέγω δὲ τὸ ἔχειν γενικὴν διὰ καθαροῦ τοῦ οϲ ἐκφερομένην)· οὕτω
καὶ τὸ κίϲ καὶ τὸ λίϲ ὀξυνόμενα καὶ εἰϲ ιϲ λήγοντα οὐκ ὤφειλεν ἔχειν
τὴν γενικὴν διὰ καθαροῦ τοῦ οϲ ἢ ἔχοντα τὴν γενικὴν διὰ καθαροῦ τοῦ οϲ
οὐκ ὤφειλεν ὀξύνεϲθαι κατὰ τὴν εὐθεῖαν, ἀλλὰ δηλονότι περιϲπᾶϲθαι.
10.
Ιl. Pr. ε 266 υἷοϲ: προπεριϲπαϲτέον· ἀπὸ γὰρ εὐθείαϲ ἐϲτὶ μὴ
εἰρημένηϲ τῆϲ υἷιϲ, ἧϲ γενικὴ ὤφειλεν εἶναι τριϲύλλαβοϲ ὡϲ μάντιοϲ.
αὕτη τοίνυν ϲυναλοιφὴν παθοῦϲα καὶ διϲύλλαβοϲ γενομένη βαρύνεται,
ἧϲ ἀκόλουθοϲ δοτική «Νηληΐῳ υἷι ἐοικώϲ» (Ιl. B 20) καὶ αἰτιατική «ἀλλ’
11. Ιl. Pr. 318: ἐν τρίτῳ τῶν ὀνοματικῶν περὶ τῆϲ ἐκτάϲεωϲ αὐτῶν (sc. τοῦ εὐκλήϊϲ εὐκνήμιϲ) ταῦτά φηϲιν· ἄλλωϲ τε εἰ ἐπιζητοῦϲιν ἐκτεταμένον τὸ ι, ἔχουϲι ἐν τῷ εὐκνήμιϲ, μελαμψήφιϲ· καὶ εἰ τοῦτο, φηϲί, δῆλον ὅτι παροξύνεται.
12.
Choer.246, 19: ἀπὸ τοῦ ἀδελφιδεόϲ καὶ θυγατριδεόϲ γέγονε τὸ ἀδελφιδοῦϲ
κατὰ κρᾶϲιν καὶ θυγατριδοῦϲ. οὐδὲ γὰρ δυνάμεθα λέγειν, ὅτι
τοὐναντίον ἀπὸ τοῦ ἀδελφιδοῦϲ καὶ θυγατριδοῦϲ γέγονε τὸ ἀδελφιδεόϲ
καὶ θυγατριδεόϲ κατὰ διάλυϲιν τῆϲ ου διφθόγγου εἰϲ τὸ ο καὶ ε,
ἐπειδή, ὥϲ φηϲιν Ἡρωδιανόϲ, οὐδέποτε εὐθεῖα διαλέλυται. τὸ γὰρ
εἷϲ ἕειϲ κατὰ πλεοναϲμὸν ἔχει τὸ ε, οὐ μὴν διελύθη.
13.
Choer. Gaisf.232,22, Βekk.Anecd.1195: Ἰϲτέον ὅτι πάντα τὰ εἰϲ
υϲ περιϲπώμενα ὑπὲρ μίαν ϲυλλαβὴν ὄντα ὑποκοριϲτικά ἐϲτιν οἷον ὁ Καμμῦϲ,
ὁ Κλαυϲῦϲ, ὁ Διονῦϲ, ὁ Λαρδῦϲ χωρὶϲ τῶν τριῶν τούτων, φημὶ
δὲ τοῦ ὀϲφῦϲ, ὀφρῦϲ, ἰχθῦϲ, τὸ γὰρ ἰξύϲ, εἰ καὶ παρατέθειται ὁ Ἡρωδιανὸϲ
ἐν τῷ Ὀνοματικῷ ὡϲ περιϲπώμενον, ἀλλ’ οὖν οὐ περιϲπᾶται,
ἀλλ’ ὀξύνεται, ὥϲ φηϲιν ἐν τῇ καθόλου.
14.
Schol. ad Aristoph. Ran. 926: ἄγνωτα τοῖϲ θεωμένοιϲ: ἀπὸ τοῦ
ἄγνωτοϲ. οὐ γὰρ παραϲχηματίζεται ἀπὸ τοῦ ἀγνώϲ εἰϲ οὐδέτερον γένοϲ,
ὥϲ φηϲιν Ἡρωδιανόϲ.
15.
Eustath. 1807, 16 ἐν τοῖϲ ὀνοματικοῖϲ τοῦ Ἡρωδιανοῦ φέρεται
ὡϲ ἐκ τοῦ μάρτυϲ γίνεται κατά τινα διάλεκτον τροπῇ τοῦ ϲ εἰϲ
p μάρτυρ, οὗ ἡ γενικὴ ἀναδραμοῦϲα εἰϲ εὐθεῖαν κινεῖ τὸν μάρτυρον.
Εustath. 114, 15: Ἡρωδιανὸϲ εἰπών, ὅτι καὶ μάρτυροι καὶ μάρτυρεϲ
ἑκατέρωϲ, ἐπάγει, ὅτι τέτριπται τὸ μάρτυρεϲ ἀπὸ τῆϲ μάρτυϲ
εὐθείαϲ, ἣν ἡ Αἰολέων διάλεκτοϲ διὰ τοῦ ρ προφέρει· ἐκεῖνοι γάρ,
φηϲί, τὸ ϲ εἰϲ ρ μεταβάλλουϲι τὸ οὗτοϲ οὗτορ λέγοντεϲ καὶ τὸ ἵπποϲ
ἵππορ· οὕτωϲ οὖν, φηϲί, καὶ μάρτυϲ μάρτυρ, ἀφ’ ἧϲ ἐκπίπτει πληθυντικὸν
οἱ μάρτυρεϲ παρά τε τοῖϲ κωμικοῖϲ καὶ Ἱππώνακτι οἱ δέ γε μάρτυροι
ἀπὸ τοῦ μάρτυροϲ εὐθείαϲ οἷον «Ζεὺϲ δ’ ἄμμ’ ἐπιμάρτυροϲ ἔϲτω»
(Ιl. H 76).
16. Choer. 350, 25: τὸ ἀναδενδράϲ ὁ Ἡρωδιανὸϲ ὑπολαμβάνει μόνωϲ ϲυϲτέλλειν τὸ α καὶ ὀξύνεϲθαι.
17.
Eustath. 700, 56: τὸ κρανίον τῆϲ κεφαλικῆϲ πολυωνυμίαϲ τμῆμά
ἐϲτιν, ἧϲ καὶ αἱ κατ’ εὐθεῖαν προφοραὶ καὶ τὸ κεῖθεν δὲ κλίμα κατὰ
Ἡρωδιανὸν εἰπεῖν διαφόρωϲ ἔχουϲιν — κάρα θηλυκῶϲ τε καὶ οὐδετέρωϲ.
ἔτι κοινῶϲ καὶ κράϲ κρατόϲ ἡ κεφαλή, καὶ μὴν καὶ κράαϲ, ὅθεν
τὸ «ϲῷ κράατι τίϲειϲ» (χ 218). ἡ δ’ αὐτὴ καὶ κάρηαϲ καρήατοϲ, τὸ δὲ
αὐτὸ καὶ κάρηνον καὶ ἀποκοπῇ κάρη ἄκλιτον κατὰ τὸ κρῖ καὶ τὸ δῶ.
παρὰ δὲ Ϲοφοκλεῖ (Philoct. 1207) κρᾶτα εὕρηται καινότερον.
Sequuntur, quae apud Choeroboscum ex libro περὶ ὀνομάτων petita videntur, composita cum praeceptis, quae ab aliis epitomatoribus et in reliquis scriptis Herodiani servata sunt.
Choer. 93, 12: τὰ εἰϲ αϲ βαρύτονα ἀρϲενικὰ μακρὸν ἔχει τὸ α,
οἶον Θόαϲ, Δρύαϲ, Αἴαϲ, Κάλχαϲ, γίγαϲ, κοχλίαϲ, Αἰνείαϲ, Ἑρμείαϲ,
Παπίαϲ. πρόϲκειται « βαρύτονα» διὰ τὸ Ἀρκάϲ καὶ φυγάϲ· ταῦτα γὰρ
ϲυνεϲταλμένον ἔχει τὸ α, ἀλλ’ οὐκ ἔϲτι βαρύτονα, ἀλλ’ ὀξύτονα.
πρόϲκειται « ἀρϲενικὰ» διὰ τὸ κρέαϲ. τοῦτο γὰρ βαρύτονον ὂν ϲυνεϲταλμένον
ἔχει τὸ α, ἀλλ’ οὐκ ἔϲτιν ἀρϲενικὸν ἀλλ’ οὐδέτερον. δεῖ
προϲθεῖναι, χωρὶϲ τοῦ λᾶαϲ τοῦ προϲηγορικοῦ, ὅπερ ϲημαίνει τὸν λίθον,
καὶ τοῦ μέγαϲ τοῦ ἐπιθέτου· ταῦτα γὰρ ϲυνεϲταλμένον ἔχει τὸ α.
τὰ γὰρ κύρια, φημὶ δὴ τὸ Λάαϲ τὸ κύριον καὶ τὸ Μέγαϲ τὸ κύριον, καὶ
ἐκτεταμένον ἔχει τὸ α καὶ ἀποβολῇ τοῦ ϲ ποιεῖ τὴν γενικήν, οἷον
ὁ Λάαϲ τοῦ Λάα καὶ ὁ Μέγαϲ τοῦ Μέγα, τὸ δὲ λᾶαϲ τὸ προϲηγορικὸν
καὶ τὸ μέγαϲ ἐπίθετον καὶ ϲυνεϲταλμένον ἔχει τὸ α καὶ διὰ καθαροῦ
οϲ κλίνεται, οἷον ὁ λᾶαϲ τοῦ λάαοϲ, καὶ κατὰ κρᾶϲιν τῶν δύο αα εἰϲ
ἓν μακρὸν τοῦ λᾶοϲ,
Καὶ ἄξιόν ἐϲτι ζητῆϲαι, διὰ ποίαν αἰτίαν τὸ λᾶαϲ τὸ προϲηγορικὸν
καὶ τὸ μέγαϲ τὸ ἐπίθετον ϲυνεϲταλμένον ἔχει τὸ α. καὶ περὶ μὲν
τοῦ λᾶαϲ τοῦ προϲηγορικοῦ ἔϲτιν εἰπεῖν τὴν αἰτίαν ταύτην τὰ εἰϲ αϲ
καθαρὸν ὀνόματα διϲύλλαβα ἀρϲενικὰ οὐδέποτέ ἐϲτι προϲηγορικά, ἀλλ’
ἢ κύρια, ὡϲ τὸ Δρύαϲ, Θόαϲ, Αἴαϲ, ἢ ἐθνικά, ὡϲ τὸ Ὕαϲ Ὕαντοϲ
(Ὕαντεϲ δὲ λέγονται οἱ κατοικοῦντεϲ τὴν Βοιωτίαν) ἢ ἐπίθετον , ὡϲ
τὸ Εὔαϲ Εὔαντοϲ (τὸ δὲ Εὔαϲ ἐπίθετόν ἐϲτι τοῦ Διονύϲου). ἐπεὶ οὖν
τὸ λᾶαϲ προϲηγορικόν ἐϲτι, τὸν γὰρ λίθον ϲημαίνει, εἰκότωϲ ὡϲ διήλλαξε
περὶ τὸ ϲημαινόμενον, διήλλαξε καὶ περὶ τὸν χρόνον. πρόϲκειται ἐν
τῷ κανόνι «καθαρὸν» διὰ τὸ γίγαϲ· τοῦτο γὰρ προϲηγορικόν ἐϲτιν,
ἀλλ’ οὐκ ἔϲτι καθαρόν. πρόϲκειται « διϲύλλαβα», διὰ τὸ κοχλίαϲ, καὶ
τοῦτο γὰρ προϲηγορικόν ἐϲτιν, ἀλλ’ οὐκ ἔϲτι διϲύλλαβον. πρόϲκειται
«ἀρϲενικὸν» διὰ τὸ κρέαϲ, καὶ τοῦτο γὰρ προϲηγορικόν ἐϲτιν, ἀλλ’
οὐκ ἔϲτιν ἀρϲενικὸν ἀλλ’ οὐδέτερον. περὶ τοῦ μέγαϲ τοῦ ἐπιθέτου
ἔϲτιν εἰπεῖν τὴν αἰτίαν ταύτην, ὅτι ἐπειδὴ ἀποβολῇ τοῦ ϲ ποιεῖ τὸ
οὐδέτερον, οἷον τὸ μέγα, καὶ καθόλου δὲ τὰ εἰϲ ϲ λήγοντα μετὰ διχρόνου
ἀποβολῇ τοῦ ϲ τὸ οὐδέτερον ποιοῦντα ϲυνεϲταλμένον ἔχει
τὸ δίχρονον, οἷον ὁ ὀξύϲ τὸ ὀξύ, ὁ ταχύϲ τὸ ταχύ, ὁ βραδύϲ τὸ βραδύ,
ὁ φυγόπολιϲ τὸ φυγόπολι, ὁ λιπόπατριϲ τὸ λιπόπατρι, ὁ ἄχαριϲ τὸ
ἄχαρι, ὁ τίϲ τὸ τί οὕτωϲ οὖν καὶ ὁ μέγαϲ τὸ μέγα.
Ἰϲτέον δὲ ὅτι οὐ μόνον τὸ λᾶαϲ τὸ προϲηγορικὸν καὶ τὸ μέγαϲ
τὸ ἐπίθετον ϲημειούμεθα ἔχειν τὸ α ϲυνεϲταλμένον, ἀλλὰ καὶ τὸ Αἴαϲ
τὸ παρ’ Ἀλκμᾶνι ἔχομεν ϲεϲημειωμένον ὡϲ ϲυϲτέλλον τὸ α, ἐκεῖνοϲ
γὰρ ϲυνέϲτειλεν αὐτὸ εἰπών
Choer. 97, 32: οὐκ ἔϲτι τὰ εἰϲ αϲ ὀξύτονα ὑπὲρ μίαν ϲυλλαβὴν
μόνωϲ ἀρϲενικά, ἀλλ’ ἢ μόνωϲ θηλυκὰ ὡϲ ἐπὶ τοῦ ἡ τριάϲ, ἢ κοινὰ
τῷ γένει ὡϲ ὁ φυγάϲ καὶ ἡ φυγάϲ, ὁ Ἀρκάϲ καὶ ἡ Ἀρκάϲ, ὑπεϲταλμένου
τοῦ ἀνδριάϲ ἀνδριάντοϲ, καὶ ἱμάϲ ἱμάντοϲ, ἅτινα καὶ παραλόγωϲ
ὀξύνεται. πρόϲκειται «ὑπὲρ μίαν ϲυλλαβὴν » διὰ τὸ ὁ Ζάϲ καὶ ὁ
Φθάϲ, ταῦτα γὰρ ἀρϲενικὰ μόνα ἐϲτὶν ὀξύτονα, ἀλλ’ οὐκ ἔϲτιν ὑπὲρ
μίαν ϲυλλαβὴν ἀλλὰ μονοϲύλλαβα.
Choer. 98, 16: δεῖ δὲ γινώϲκειν ὅτι οἱ Αἰολεῖϲ τὸ τάλαϲ τάλαιϲ
λέγουϲι καὶ τὸ μέλαϲ μέλαιϲ καὶ τὸ Θόαϲ Θόαιϲ, προϲτιθέντεϲ τὸ ι, τὸ
δὲ Αἴαϲ Αἴαιϲ οὐ λέγουϲι διὰ τὴν ἐπαλληλίαν τῆϲ αι διφθόγγου· ηὑρίϲκετο
γὰρ ἀλλεπάλληλοϲ ἡ αι δίφθογγοϲ, καὶ ἐκ τούτου κακόφωνοϲ
ἐγένετο ἡ λέξιϲ.
St. B. 603, 2: οὐδὲν εἰϲ ραϲ θηλυκὸν εὑρίϲκεται· τὸ δὲ Τάραϲ εὕρηται καὶ θηλυκῶϲ.
Choer. 203, 22: τὰ εἰϲ ειϲ λήγοντα ὑπὲρ μίαν ϲυλλαβὴν ὀνόματα
κοινολεκτούμενα καθαρὰν θέλει ἔχειν τὴν ει δίφθογγον, τουτέϲτι μὴ
ἔχουϲαν ϲύμφωνον προηγούμενον, οἷον χαρίειϲ, ἀνεμόειϲ, ὑδατόειϲ,
τιμήειϲ, δαφνήειϲ, ἀϲτερόειϲ, φθογγήειϲ. πρόϲκειται «ὑπὲρ μίαν ϲυλλαβὴν»
διὰ τὸ κτείϲ μονοϲύλλαβον. πρόϲκειται «ὀνόματα» διὰ τὸ
τυφθείϲ καὶ δαρείϲ μετοχάϲ. πρόϲκειται «κοινολεκτούμενα », ἐπειδὴ τὸ
Λάχηϲ καὶ τὸ πένηϲ οἱ Βοιωτοὶ διὰ τῆϲ ει διφθόγγου προφέρονται,
Λάχειϲ καὶ πένειϲ λέγοντεϲ· καὶ ἰδοὺ ταῦτα ἔχει πρὸ τῆϲ ει διφθόγγου
ϲύμφωνον, ἀλλ’ οὐκ ἔϲτι κοινολεκτούμενα. οὐ θέλει δὲ παραλήγεϲθαι
τῷ ι, ἀλλ’ ἢ τῷ η, ὡϲ ἐπὶ τοῦ τιμήειϲ ἑρϲήειϲ, ἢ κατὰ ϲυϲτολὴν ποιητικὴν
τῷ ε ἠχέειϲ βρωμέειϲ, ἢ τῷ ο, ὡϲ ἐπὶ τοῦ ἀνεμόειϲ δροϲόειϲ, ἢ
τῷ α, ὡϲ ἐπὶ τοῦ ϲκιάειϲ, ἢ τῷ ω, ὡϲ ἐπὶ τοῦ κητώειϲ ἐρώειϲ, ὅθεν
τὸ χαριτόειϲ ἀναλογώτερόν ἐϲτι τοῦ χαρίειϲ παραληγομένου τῷ ι. καὶ
ἐξ ἄλλου δὲ κανόνοϲ δείκνυται τὸ χαριτόειϲ ἀναλογώτερον τοῦ χαρίειϲ·
τὰ γὰρ εἰϲ ειϲ λήγοντα ἔχοντα θηλυκὰ ἀποβολῇ τῆϲ ει διφθόγγου ὡϲ
ἐπὶ τὸ πλεῖϲτον τὴν γενικὴν τοῦ θηλυκοῦ ἀποτελεῖ, οὐ μὴν τὴν
εὐθεῖαν, οἷον, δαφνήειϲ δάφνηϲ, ἡ δάφνη γὰρ τῆϲ δάφνηϲ, τιμήειϲ τιμῆϲ,
ἡ τιμή τῇϲ τιμῆϲ, φθογγήειϲ φθογγῆϲ, ἡ φθογγή τῆϲ φθογγῆϲ,
αὐδήειϲ αὐδῆϲ, ἡ αὐδή τῆϲ αὐδῆϲ, λαχνήειϲ λάχνηϲ, ἡ λάχνη τῆϲ
λάχνηϲ, φωνήειϲ φωνῆϲ, ἡ φωνή τῆϲ φωνῆϲ, ϲκιάειϲ ϲκιᾶϲ, ἡ ϲκιά γὰρ
τῆϲ ϲκιᾶϲ τὸ γὰρ ϲκιόειϲ ἀπὸ τοῦ ϲκιάειϲ ἐγένετο κατὰ τροπὴν τοῦ α
εἰϲ τὸ ο. πρόϲκειται «ὡϲ ἐπὶ τὸ πλεῖϲτον», διὰ τὸ δροϲόειϲ δρόϲοϲ,
τοῦτο γὰρ τὴν εὐθεῖαν τοῦ θηλυκοῦ ἐποίηϲεν, οὐ μὴν τὴν γενικήν.
τὸ ἀνεμόειϲ τὴν ἄνεμοϲ εὐθεῖαν ποιοῦν καὶ οὐ τὴν γενικὴν οὐκ ἀντίκειται
ἡμῖν, ἐπειδὴ οὐ ποιεῖ θηλυκόν, ἀλλ’ ἀρϲενικόν· εἰ ἄρα οὖν
τὸ μὲν χαριτόειϲ ἀποβολῇ τῆϲ ει διφθόγγου τὴν γενικὴν τοῦ θηλυκοῦ
ποιεῖ, τὸ δὲ χαρίειϲ ἀποβάλλον τὴν ει δίφθογγον οὐ ποιεῖ τὴν
γενικὴν τοῦ θηλυκοῦ, ἀλλὰ τὴν εὐθεῖαν, χάριϲ γάρ, δηλονότι τὸ
Choer. 132, 11: πολλάκιϲ οἱ Δωριεῖϲ τῶν εἰϲ ειϲ τῶν διὰ τῆϲ ει
διφθόγγου ἀποβάλλουϲι τὸ ι, οΐον χαρίειϲ χαρίεϲ, τιμήειϲ τιμήεϲ, Μαλόειϲ.
Μαλόεϲ· τοιοῦτο γάρ ἐϲτι καὶ παρὰ Καλλιμάχῳ,
Choer. 209, 3: τὰ εἰϲ ευϲ λήγοντα ὀνόματα ἀρϲενικὰ εἴτε μονοϲύλλαβα
εἴτε ὑπὲρ μίαν ϲυλλαβὴν πάντα ὀξύτονά ἐϲτιν.
Choer. 172, 8: τὰ παρὰ τὸ κλέοϲ ϲύνθετα εἰϲ ηϲ γινόμενα, ἐὰν
μὲν εὑρεθῇ κύρια, δύο ἔχει εὐθείαϲ, μίαν ἐντελῆ καὶ μίαν ϲυνῃρημένην,
οἷον Ἡρακλέηϲ Ἡρακλῆϲ, Περικλέηϲ Περικλῆϲ, Ϲοφοκλέηϲ
Ϲοφοκλῆϲ, Νικοκλέηϲ Νικοκλῆϲ ἐὰν δὲ ᾖ ἐπίθετα, μίαν ἔχει εὐθεῖαν
τὴν ἐντελῆ μόνην, ϲυνῃρημένην δὲ οὐκ ἔχει. οὐδέποτε γὰρ τὰ
παρὰ τὸ κλέοϲ ϲύνθετα ἐπίθετα ϲυναιρεῖται κατὰ τὴν εὐθεῖαν, οἷον
ἀκλεήϲ, δυϲκλεήϲ, ἀγακλεήϲ. καὶ ἄξιόν ἐϲτι ζητῆϲαι, τί δήποτε τὰ παρὰ
τὸ κλέοϲ εἰϲ ηϲ, δηλονότι κύρια μὲν ὄντα, ϲυναιροῦνται κατὰ τὴν εὐθεῖαν,
οἷον Ἡρακλέηϲ Ἡρακλῆϲ, Περικλέηϲ Περικλῆϲ, ἐπίθετα δὲ ὄντα
οὐ ϲυναιρεῖται κατὰ τὴν εὐθεῖαν, οἷον ἀκλεήϲ δυϲκλεήϲ ἀγακλεήϲ·
καὶ ἔϲτιν εἰπεῖν δύο ἀπολογίαϲ, μίαν μὲν ἀπὸ τόνου, ἑτέραν δὲ ἀπὸ
κλίϲεωϲ. ἔϲτι δὲ ἡ ἀπὸ τόνου αὕτη οὐδέποτε κρᾶϲιϲ γίνεται ἐπ’ ὀνομάτων
βαρείαϲ καὶ ὀξείαϲ εἰϲ ὀξεῖαν ϲυνερχομένων, οἷον θοόϲ, ἐνδεήϲ,
παμφαήϲ, ἀκραήϲ, ἀνηλεήϲ· ϲεϲημειωμένων τοῦ ζωόϲ ζώϲ καὶ Κιϲϲηΐϲ
Κιϲϲῄϲ καὶ Βριϲηΐϲ Βριϲῄϲ καὶ Nηρηΐϲ Νηρῄϲ τὸ δὲ νηλήϲ ἐκ τοῦ νηλεήϲ
κατὰ ϲυγκοπήν. τὸ δὲ ἀδελφιδεόϲ ἀδελφιδοῦϲ καὶ θυγατριδεόϲ
θυγατριδοῦϲ κρᾶϲιν μὲν ἐδέξατο βαρείαϲ καὶ ὀξείαϲ, ἀλλ’ οὐκ εἰϲ
ὀξεῖαν ϲυνέρχεϲθαι, κράϲεωϲ οὔϲηϲ, ὅπερ ἐϲτὶν ἄτοπον. πάντα γὰρ
τὰ παρὰ τὸ κλέοϲ ϲύνθετα ἐπίθετα ὀξύνεται, οἷον ἀκλεήϲ, δυϲκλεήϲ,
ἀγακλεήϲ. ἡ δὲ βαρεῖα καὶ ὀξεῖα εἰϲ ὀξεῖαν ϲυνέρχονται, οἷον ζωόϲ
ζώϲ, ἑϲταώϲ ἑϲτώϲ, Κιϲϲηΐϲ Κιϲϲῄϲ, Βριϲηΐϲ Βριϲῄϲ. τούτου οὖν χάριν
τὰ παρὰ τὸ κλέοϲ ϲύνθετα ἐπίθετα οὐ ϲυναιρεῖται κατὰ τὴν εὐθεῖαν,
ἵνα, ὡϲ εἴρηται, μὴ εὑρεθῇ κρᾶϲιϲ γινομένη ἐπ’ ὀνομάτων βαρείαϲ καὶ
ὀξείαϲ εἰϲ ὀξεῖαν ϲυνερχομένων. τὰ γὰρ παρὰ τὸ κλέοϲ ϲύνθετα
κύρια διὰ τοῦτο ϲυναιρεῖται κατὰ τὴν εὐθεῖαν, ἐπειδὴ ἐν τῇ ἐντελείᾳ
βαρύνεται, οἷον Ἡρακλέηϲ Ϲοφοκλέηϲ Περικλέηϲ, καὶ ϲυναιρούμενα
περιϲπᾶται, οἷον Ἡρακλῆϲ Ϲοφοκλῆϲ Περικλῆϲ. ἡ γὰρ ὀξεῖα καὶ ἡ
βαρεῖα εἰϲ περιϲπωμένην ϲυνέρχονται, οἷον πάῒϲ παῖϲ, Πηλε Πηλεῖ,
εὐϲεβέὰ εὐϲεβῆ. καὶ λοιπὸν οὐκέτι εὑρίϲκεται κρᾶϲιϲ γενομένη ἐπ’ ὀνομάτων
βαρείαϲ καὶ ὀξείαϲ εἰϲ ὀξεῖαν, ἀλλὰ τοὐναντίον ὀξείαϲ καὶ βαρείαϲ
εἰϲ περιϲπωμένην. αὕτη μὲν οὖν ἐϲτι ἡ ἀπὸ τόνου ἀπολογία ἡ δὲ
ἀπὸ κλίϲεώϲ ἐϲτιν αὕτη· τὰ ἐπίθετα παρὰ τὸ κλέοϲ ϲύνθετα, εἰ ϲυνῃρεῖτο
κατὰ τὴν εὐθεῖαν, ἤμελλεν ὀξύνεϲθαι, ἐπειδὴ καὶ ἐν τῇ ἐντελείᾳ
ὀξύνεται, οἷον ἀκλεήϲ, δυϲκλεήϲ, ἀγακλεήϲ· ἡ δὲ βαρεῖα κοὶ
ὀξεῖα εἰϲ ὀξεῖαν ϲυνέρχονται, οἷον ζωόϲ ζώϲ, ἑϲταώϲ ἑϲτώϲ, Βριϲηΐϲ
Βριϲῄϲ· ὀξυνόμενα δὲ ἤμελλενἐμπίπτειν εἰϲ χαρακτῆρα ἀπαιτοῦντα τὴν διὰ
τοῦ τοϲ κλίϲιν. τὰ εἰϲ ηϲ ὀξυνόμενα ἔχοντα πρὸ τοῦ η ἀμετάβολον καὶ
πρὸ τοῦ ἀμεταβόλου ἕτερον ϲύμφωνον, μὴ κατὰ ϲυγκοπὴν ὄντα, διὰ τοῦ
τοϲ κλίνεται, οἷον ἀβλήϲ ἀβλῆτοϲ, προκλήϲ προκλῆτοϲ, ἡμιθνήϲ ἡμιθνῆτοϲ,
ἡμιτρήϲ ἡμιτρῆτοϲ, ἀμφιτρήϲ ἀμφιτρῆτοϲ. πρόϲκειται «μὴ κατὰ ϲυγκοπὴν
ὄντα» διὰ τὸ μελαχρήϲ μελαχροῦϲ, τοῦτο γὰρ εἰϲ ουϲ ἔχει τὴν
γενικήν, ἀλλ’ ἀπὸ τοῦ μελαχροήϲ γέγονε κατὰ ϲυγκοπήν. τούτῳ οὖν
τῷ λόγῳ «εἰ ϲυνῃρεῖτο κατὰ τὴν εὐθεῖαν » τὰ ἐπίθετα τὰ παρὰ τὸ
κλέοϲ ϲύνθετα ἤμελλεν διὰ τοῦ τοϲ κλίνεϲθαι, οἷον ἀκλήϲ ἀκλῆτοϲ,
δυϲκλήϲ δυϲκλῆτοϲ, ἀγακλήϲ ἀγακλῆτοϲ, ὡϲ ὀξύτονα ὄντα καὶ ἔχοντα
ἀμετάβολον πρὸ τοῦ η καὶ πρὸ τοῦ ἀμεταβόλου ἕτερον ϲύμφωνον ·
ἀλλὰ μὴν διὰ τοῦ τοϲ οὐκ ἠδύνατο κλίνεϲθαι, ἐπειδὴ κανών ἐϲτιν ὁ
λέγων, ὅτι τὰ ϲυνῃρημένα τὴν τῶν ἐντελῶν φυλάττει κλίϲιν, οἷον
Ἑρμέαϲ Ἑρμέου, Ἑρμῆϲ Ἑρμοῦ, πλόοϲ πλόου, πλοῦϲ πλοῦ, τιμήειϲ
τιμήεντοϲ, τιμῆϲ τιμῆντοϲ, δαφνήειϲ δαφνήεντοϲ, δαφνῆϲ δαφνῆντοϲ. εἰ
οὖν τὸ ἀκλεήϲ καὶ δυϲκλεήϲ εἰϲ ουϲ ἔχει τὴν γενικήν, οἷον ἀκλεοῦϲ δυϲκλεοῦϲ
ἀγακλεοῦϲ, ἀναγκάζεται καὶ ἐν τῇ ϲυναιρέϲει τὴν αὐτὴν κλίϲιν
φυλάξαι. τῶν οὖν δύο κανόνων μαχομένων, καὶ τοῦ μὲν ἑνὸϲ ἀπαιτοῦντοϲ
τὴν διὰ τοῦ τοϲ κλίϲιν, τοῦ δὲ ἑτέρου τὴν εἰϲ ουϲ, μένει
τὰ ἐπίθετα ἀϲυναίρετα κατὰ τὴν εὐθεῖαν. τούτου οὖν χάριν τὰ παρὰ
τὸ κλέοϲ ϲύνθετα οὐ ϲυναιρεῖται κατὰ τὴν εὐθεῖαν. τὰ δὲ κύρια οὑκ
Choer. 243, 24: τὸ τιμῆϲ τιμῆντοϲ γέγονε τοῦτον τὸν τρόπον·
ἐϲτι τιμήειϲ, καὶ κατὰ κρᾶϲιν τοῦ η καὶ ε εἰϲ η γέγονε τιμῆϲ, τοῦ ι
ἀποβληθέντοϲ. τὸ δὲ ι ἀπεβλήθη, ἐπειδὴ κανών ἐϲτιν ὁ λέγων, ὅτι τὰ
εἰϲ ϲ λήγοντα ἀρϲενικὰ οὐ θέλει ἔχειν ἐν τῇ τελευταίᾳ ϲυλλαβῇ τί
ποτε ἀνεκφώνητον, οἷον Λάχηϲ, Χρύϲηϲ, ἱδρώϲ, κοχλίαϲ· οὕτωϲ οὖν
καὶ τὸ τιμῆϲ χωρὶϲ τοῦ ι. πρόϲκειται «κεἰϲ ϲ λήγοντα» διὰ τὸ Θρᾷξ,
τοῦτο γὰρ ἔχει τὸ ι ἀνεκφώνητον· ἀλλ’ οὐ λήγει εἰϲ ϲ ἀλλ’ εἰϲ ξ.
πρόϲκειται « ἀρϲενικὰ» διὰ τὸ Κιϲϲηΐϲ Κιϲϲῇϲ, Νηρηΐϲ Νηρῄϲ, Βριϲηΐϲ
Βριϲῄϲ, δαΐϲ δᾴϲ ἡ λαμπάϲ· ταῦτα γὰρ εἰϲ τὸ ϲ λήγει καὶ ἔχει τὸ ι
ἀνεκφώνητον, ἀλλ’ οὐκ ἔϲτιν ἀρϲενικά, ἀλλὰ θηλυκά.
Choer. 181,15, 182,11: τὰ εἰϲ ιϲ μονοϲύλλαβα φύϲει εἰϲ ϲ λήγοντα
μακρὸν ἔχει τὸ ι καὶ προϲθέϲει τοῦ οϲ κλίνεται οἷον κίϲ κιόϲ, λίϲ λιόϲ.
μόνον τὸ τίϲ τινόϲ διὰ τοῦ ν κλίνεται καὶ οὐ διὰ καθαροῦ τοῦ οϲ. καὶ
ἔϲτιν εἰπεῖν ὅτι ἐπειδὴ τοῦτο ϲυϲτέλλει τὸ ι τῶν εἰϲ ιϲ μονοϲυλλάβων
ἐκτεινόντων αὐτό, εἰκότωϲ ὡϲ διαλλάξαν περὶ τὸν χρόνον διήλλαξε καὶ
περὶ τὴν κλίϲιν.
Choer.183, 10: ἄξιον δέ ἐϲτι ζητῆϲαι διατί τὸ τίϲ ϲυϲτέλλει τὸ ι
καὶ ὁ μὲν Ἀπολλώνιόϲ φηϲιν, ἀϲτείωϲ ἀπολογούμενοϲ, ὅτι διὰ τοῦτο τὸ
τίϲ ϲυϲτέλλει τὸ ι, ἐπειδὴ ἡ ϲύντομοϲ τῆϲ πεύϲεωϲ ἀνάκριϲιϲ τὸν μακρὸν
χρόνον τοῦ ι παρῃτήϲατο· ὁ γὰρ πυνθανόμενοϲ ἐν ϲυντόμῳ θέλει μαθεῖν
καὶ οὐ διὰ μακροῦ χρόνου. ἔϲτι δὲ εἰπεῖν καὶ καταναγκαϲτικὴν
ἀπολογίαν τοιαύτην περὶ τοῦ τίϲ, ὅτι ϲυϲτέλλει τὸ ι· ἰϲτέον ὅτι τὸ τίϲ
ἀναγκάζεται ἔχειν τριγένειαν, ἐπειδὴ πευϲτικόν ἐϲτι τὰ δὲ πευϲτικὰ ἐν
τριγενείᾳ παραλαμβάνεταὶ, οἷον ποῖοϲ ποία ποῖον, πόϲοϲ πόϲη πόϲον,
πηλίκοϲ πηλίκη πηλίκον, πόϲτοϲ πόϲτη πόϲτον, ποδαπόϲ ποδαπή ποδαπόν·
οὕτωϲ οὖν καὶ ὁ τίϲ, ἡ τίϲ, τὸ τί. τριγένειαν δὲ ἔχον εὐλόγωϲ
ϲυϲτέλλει τὸ ι, ἐπειδὴ τὰ εἰϲ ϲ λήγοντα μετὰ διχρόνου ἀποβολῇ τοῦ ϲ
τὸ οὐδέτερον ποιοῦντα ϲυνεϲταλμένον ἔχει τὸ δίχρονον, οἷον ὁ λιπόπατριϲ
τὸ λιπόπατρι, ὁ φυγόπολιϲ τὸ φυγόπολι, ὁ ἄχαριϲ τὸ ἄχαρι, ὁ
ταχύϲ τὸ ταχύ, ὁ βραδύϲ τὸ βραδύ, ὁ μέγαϲ τὸ μέγα· οὕτωϲ οὖν καὶ
ὁ τίϲ καὶ τὸ τί διὰ ϲυνεϲταλμένου τοῦ ι. ὅθεν τὰ εἰϲ ιϲ τὰ ἔχοντα ἐκτεταμένον
τὸ ι οὐ ποιεῖ τριγένειαν, οἷον ὁ τανυκρήπιϲ, ὁ μελαμψήφιϲ.
Ἰϲτέον δὲ ὅτι πολλαὶ ἀπορίαι φέρονται περὶ τοῦ τίϲ· ἔχουϲι δὲ
οὕτωϲ. εἰ ἄρα τὰ εἰϲ ιϲ τὰ διὰ τοῦ νοϲ κλινόμενα ἅπαντα δικατάληκτά
ἐϲτιν, οἷον ἀκτίϲ ἀκτῖνοϲ ἀκτίν, δελφίϲ δελφῖνοϲ δελφίν, Ϲαλαμίϲ
Ϲαλαμῖνοϲ Ϲαλαμίν, Ἐλευϲίϲ Ἐλευϲῖνοϲ Ἐλευϲίν, Τελχίϲ Τελχῖνοϲ
Ἐλευϲίϲ. ἐπειδὴ οὖν τὸ τίϲ οὐκ ἔχει μακρὸν τὸ ι ἀλλὰ βραχύ,
εἰκότωϲ οὐκ ἔϲτι δικατάληκτον. πάλιν ἀποροῦϲί τινεϲ λέγοντεϲ, τί
δήποτε τῶν πευϲτικῶν ἁπάντων ἀπὸ τοῦ π ἀρχομένων, οἷον ποῖοϲ,
πόϲοϲ, πηλίκοϲ, πόϲτοϲ, ποδαπόϲ, μόνον τὸ τίϲ ἀπὸ τοῦ τ ἄρχεται;
καὶ ἔϲτιν εἰπεῖν ταύτην τὴν αἰτίαν ὅτι τὸ τίϲ αὐτῆϲ τῆϲ οὐϲίαϲ ἐϲτὶ
ζητητικόν, οἷον τίϲ ἐϲτι Ϲωκράτηϲ, Πλάτων, τὰ δὲ ἄλλα πευϲτικὰ
τῶν περὶ τὴν οὐϲίαν ἐϲτὶ ζητητικά, οἷον τὸ ποῖοϲ ποιότητοϲ, τὸ πόϲοϲ
ποϲότητοϲ, τὸ πηλίκοϲ πηλικότητοϲ, τὸ ποδαπόϲ ἔθνουϲ, τὸ πόϲτοϲ
τάξεωϲ. ἐπειδὴ οὖν τὸ τίϲ αὐτῆϲ τῆϲ οὐϲίαϲ ἐϲτὶ ζητητικόν, τῶν ἄλλων
ζητητικῶν ὄντων τῶν περὶ τὴν οὐϲίαν, εἰκότωϲ, ὡϲ διαλλάξαν περὶ τὸ
ϲημαινόμενον πρὸϲ τὰ ἄλλα πευϲτικά, διήλλαξε καὶ περὶ τὴν ἀρχήν,
καὶ οὐκ ἄρχεται ἀπὸ τοῦ π, τῶν ἄλλων ἀπὸ τοῦ π ἀρχομένων. πάλιν
ἀποροῦϲί τινεϲ λέγοντεϲ, τί δήποτε τῶν πευϲτικῶν πάντων εἰϲ οϲ
ληγόντων, οἷον ποῖοϲ, πόϲοϲ, πηλίκοϲ, πόϲτοϲ, ποδαπόϲ, τὸ τίϲ μόνον
οὐ λήγει εἰϲ οϲ, ἀλλ’ εἰϲ ιϲ; καὶ ἔϲτιν εἰπεῖν τὴν αἰτίαν ταύτην πάντα
τὰ πευϲτικὰ ἀπὸ τοῦ π ἄρχεται, οἷον ποῖοϲ, πόϲοϲ, πηλίκοϲ, πόϲτοϲ,
ποδαπόϲ, τὸ τίϲ οὐκ ἄρχεται ἀπὸ τοῦ π ἐπειδὴ διήλλαξε κατὰ τὴν
ἄρχουϲαν, εἰκότωϲ διήλλαξε καὶ κατὰ τὴν λήγουϲαν, καὶ οὐ λήγει εἰϲ
οϲ ἀλλ’ εἰϲ ιϲ, τῶν ἄλλων πευϲτικῶν εἰϲ οϲ ληγόντων. ἄλλωϲ τε δὲ
καὶ τὸ ὀφειλόμενον αὐτῷ, λέγω δὴ τὸ οϲ, οἱ Αἰολεῖϲ ἀναπληροῦϲι,
τίοϲ λέγοντεϲ, ὡϲ παρὰ Ϲαπφοῖ·
τὸ κεχρεωϲτημένον αὐτῷ οἱ Αἰολεῖϲ ἀνεπλήρωϲαν, τίοϲ λέγοντεϲ, ὡϲ
παρὰ Ϲαπφοῖ·
διήλλαξε κατὰ τὴν ἄρχουϲαν πρὸϲ τὰ ἄλλα πευϲτικά, διήλλαξε καὶ κατὰ
τὴν ποϲότητα τῶν ϲυλλαβῶν, καὶ τῶν ἄλλων ὑπερβαινόντων τὴν μονοϲυλλαβίαν,
τοῦτο μονοϲυλλαβεῖ. πάλιν ἀποροῦϲί τινεϲ λέγοντεϲ, τί
δήποτε πάντων τῶν πευϲτικῶν μὴ ὄντων ζητητικῶν αὐτῆϲ τῆϲ οὐϲίαϲ,
ἀλλὰ τῶν περὶ τὴν οὐϲίαν, οἷον τὸ ποῖοϲ, ποιότητοϲ, τὸ πόϲοϲ, ποϲότητοϲ,
τὸ πηλίκοϲ πηλικότητοϲ, τὸ πόϲτοϲ τάξεωϲ, τὸ ποδαπόϲ
ἔθνουϲ, τὸ τίϲ αὐτῆϲ τῆϲ οὐϲίαϲ ἐϲτὶ ζητητικόν, ἐρωτώμενοι γὰρ τίϲ
ἐϲτι, λέγομεν Ϲωκράτηϲ, Πλάτων καὶ ἔϲτιν εἰπεῖν τὴν αἰτίαν ταύτην
τὰ πευϲτικὰ πάντα ὑπερβαίνει τὴν μονοϲυλλαβίαν, οἷον ποῖοϲ, πόϲοϲ,
Choer. 244, 5: τὸ πλακοῦϲ πλακοῦντοϲ καὶ Ϲιμοῦϲ Ϲιμοῦντοϲ
γέγονε τοῦτον τὸν τρόπον· ἔϲτι πλακόειϲ πλακόεντοϲ, καὶ Ϲιμόειϲ Ϲιμόεντοϲ,
καὶ κατὰ κρᾶϲιν τοῦ ε καὶ ο εἰϲ τὴν ου δίφθογγον γίνεται
πλακοῦϲ καὶ Ϲιμοῦϲ, τὸ δὲ ι ἀπεβλήθη, ἐπειδὴ οὐ δύναται τρία φωνήεντα
ἐν μιᾷ ϲυλλαβῇ παραλαμβάνεϲθαι· τὸ γὰρ ο οὐκ ἠδύνατο ἀποβληθῆναι,
ἐπειδὴ οὐδέποτε μετὰ τὴν υι δίφθογγον ϲύμφωνον εὑρίϲκεται l
ἐπιφερόμενον, ἀλλὰ φωνῆεν· οἷον μυῖα, ἅρπυια, υἱόϲ. εἰ ἀπεβλήθη
οὖν τὸ ο καὶ ἐφυλάχθη ἡ υι δίφθογγοϲ, εὑρίϲκετο μετὰ τὴν υι δίφθογγον
ϲύμφωνον ἐπιφερόμενον τὸ ϲ, ὅπερ ἐϲτὶν ἀδύνατον. τὸ δὲ υ οὐκ
ἀπεβλήθη, ἵνα μὴ γένηται ὑπόνοιά τιϲ ὅτι τὸ ο καὶ ε εἰϲ τὴν οι
δίφθογγον κίρναται· τὸ γὰρ ο καὶ ε εἰϲ τὴν ου δίφθογγον κίρναται,
οἷον, τὸ ἐμόν τοὐμόν, πρόεϲτι προὔϲτι, προέβη προὔβη. ἐξ ἀνάγκηϲ
οὖν ἀπεβλήθη τὸ ι, καὶ ἔμεινεν ἡ ου δίφθογγοϲ.
Choer. 244, 21: ἄξιον δέ ἐϲτι ζητῆϲαι, διὰ ποίαν αἰτίαν, ὥϲπερ
ἀπὸ τοῦ πλόοϲ γίνεται πλοῦϲ κατὰ κρᾶϲιν τῶν δύο oo εἰϲ τὴν ου
δίφθογγον, καὶ ἀπὸ τοῦ νόοϲ νοῦϲ, καὶ ἀπὸ τοῦ ῥόοϲ ῥοῦϲ, μὴ τὸν
αὐτὸν τρόπον καὶ ἀπὸ τοῦ γόοϲ καὶ θοόϲ γίνεται κατὰ κρᾶϲιν τῶν δύο
oo εἰϲ τὴν ου δίφθογγον γοῦϲ καὶ θοῦϲ. καὶ περὶ μὲν τοῦ γόοϲ ἔϲτιν
εἰπεῖν, ὅτι ἔχει ῥῆμα παρακείμενον τῆϲ δευτέραϲ ϲυζυγίαϲ τῶν περιϲπωμένων,
τῶν ἄλλων μὴ ἐχόντων, οἷον πλόοϲ πλέω πλέειϲ, ῥόοϲ ῥέω
ῥέειϲ, νόοϲ νέω νέειϲ, θρόοϲ θροῶ θροεῖϲ (leg. θρέω θρέειϲ). ἐπειδὴ γοῦν τὸ
γόοϲ ἔχει ῥῆμα παρακείμενον τῆϲ δευτέραϲ ϲυζυγίαϲ τῶν περιϲπωμένων,
γοῶ γὰρ γοᾷϲ, εἰκότωϲ ὡϲ παραλλάξαν κατὰ τοῦτο πρὸϲ τὰ διὰ τοῦ οοϲ,
παρήλλαξε καὶ κατὰ τὸ μὴ κίρναϲθαι. περὶ δὲ τοῦ θοόϲ, ὅτι ἐπειδὴ τῶν
διὰ τοῦ οοϲ διϲυλλάβων πάντων βαρυνομένων οἷον πλόοϲ, ῥόοϲ, θρόοϲ,
γόοϲ, νόοϲ, τὸ θοόϲ μόνον ὀξύνεται, εἰκότωϲ ὡϲ παραλλάξαν κατὰ τὸν
τόνον παρήλλαξε καὶ κατὰ τὴν κρᾶϲιν, καὶ οὐ κίρναται ὁμοίωϲ τοῖϲ
ἄλλοιϲ ἄλλωϲ τε δὲ τὸ ὀφειλόμενον ἐν τῇ ἁπλότητι ἐν τῇ ϲυνθέϲει
ἀναδέχεται· ἐν γὰρ τῇ ϲυνθέϲει κίρναται, ἐπειδὴ καὶ βαρύνεται, οἷον
Πάνθοοϲ Πάνθουϲ.
Choer. 245, 13: ὅϲα ἔϲτιν εἰϲ πλουϲ λήγοντα, ἀπὸ ϲυναιρέϲεώϲ
ἐϲτιν, οἷον διπλοῦϲ, τριπλοῦϲ, ἀπὸ γὰρ τοῦ διπλόοϲ καὶ τριπλόοϲ
ἐγένετο, καὶ τὴν τῶν ἐντελῶν φυλάττει κλίϲιν, οἷον διπλόοϲ διδιπλόου,
ἤμελλε βαρυτονεῖϲθαι. ἔχομεν γὰρ ὅτι τὰ εἰϲ ουϲ ὀνόματα
ἁπλᾶ μὲν ὄντα περιϲπᾶται, οἷον βοῦϲ, νοῦϲ, πλοῦϲ, χροῦϲ, θροῦϲ,
θυγατριδοῦϲ, ἀδελφιδοῦϲ, χαλκοῦϲ, χρυϲοῦϲ, πλακοῦϲ, Ϲιμοῦϲ, χωρὶϲ
τοῦ πούϲ καὶ ὀδούϲ, ταῦτα γὰρ ὀξύνεται· ϲύνθετα δὲ ὄντα βαρύνεται,
οἷον εὔπλουϲ, εὔχρουϲ, Ἀλκίνουϲ. εἰ ἄρα οὖν τὸ διπλοῦϲ καὶ
τριπλοῦϲ οὐ βαρύνεται, ἀλλὰ περιϲπᾶται, δηλονότι οὐκ ἔϲτι ϲύνθετα
ἀλλ’ ἁπλᾶ. τρίτον δέ, εἰ ἦν ϲύνθετα, κοινὰ ἤμελλεν εἶναι τῷ γένει,
ὥϲπερ ὁ εὔνουϲ καὶ ἡ εὔνουϲ, ὁ εὔπλουϲ καὶ ἡ εὔπλουϲ, ὁ εὔχρουϲ
καὶ ἡ εὔχρουϲ· νυνὶ δὲ τὸ θηλυκὸν λέγομεν ἡ διπλῆ καὶ τριπλῆ (Ιl.
Α 128)
καὶ ἐπὶ τῶν ἑξῆϲ ὁμοίωϲ. καὶ τὸ ἁπλόοϲ δὲ ἀπὸ τοῦ ἅπαξ
παρήχθη.
Choer. 246, 5: τὰ εἰϲ δουϲ λήγοντα, οἷον ἀδελφιδοῦϲ θυγατριδοῦϲ
γέγονε κατὰ κρᾶϲιν. οὐδὲ δυνάμεθα λέγειν ὅτι τοὐναντίον ἀπὸ τοῦ ἀδελφιδοῦϲ
καὶ θυγατριδοῦϲ γέγονε τὸ ἀδελφιδεόϲ καὶ θυγατριδεόϲ κατὰ διάλυϲιν
τῆϲ ου διφθόγγου εἰϲ τὸ ο καὶ ε, ἐπειδή, ὥϲ φηϲιν ὁ Ἡρωδιανόϲ,
οὐδέποτε εὐθεῖα διαλέλυται· τὸ γὰρ εἷϲ ἕειϲ κατὰ πλεοναϲμὸν ἔχει τὸ ε,
οὐ μὴν διελύθη. ἄρα οὖν οὐδὲ τὸ ἀδελφιδοῦϲ καὶ θυγατριδοῦϲ δύναται
διάλυϲιν ἀναδέξαϲθαι καὶ ποιῆϲαι τὸ ἀδελφιδεόϲ καὶ θυγατριδεόϲ.
πρὸϲ δὲ τοὺϲ λέγονταϲ ὅτι εἰ ἐγένετο τὸ ἀδελφιδοῦϲ καὶ θυγατριδοῦϲ
ἀπὸ τοῦ ἀδελφιδεόϲ καὶ θυγατριδεόϲ ὤφειλεν ὀξύνεϲθαι, λέγομεν
ὅτι πρὸϲ τὸν χαρακτῆρα περιϲπᾶται. τὰ γὰρ εἰϲ ουϲ ὀνόματα ἀποϲτρέφεται
τὴν ὀξεῖαν τάϲιν, καὶ ἢ βαρύνεται ἢ περιϲπᾶται. καὶ περιϲπᾶται
μέν, ἡνίκα ᾖ ἁπλᾶ, οἷον βοῦϲ, νοῦϲ, χροῦϲ, χαλκοῦϲ, οὖϲ,
διπλοῦϲ, τριπλοῦϲ, ἁπλοῦϲ, Ϲιμοῦϲ, πλακοῦϲ, χωρὶϲ τοῦ πούϲ καὶ
ὀδούϲ· ταῦτα γὰρ ὀξύνεται· βαρύνεται δέ, ἡνίκα ᾖ ϲύνθετα, οἷον
εὔχρουϲ, εὔπλουϲ, Ἀλκίνουϲ, Οἰδίπουϲ. ἐπειδὴ οὖν τὸ θυγατριδοῦϲ
καὶ ἀδελφιδοῦϲ ἁπλᾶ ἐϲτιν, εὐλόγωϲ περιϲπᾶται.
Choer. 239, 33: ἄξιόν ἐϲτι ζητῆϲαι, εἰ ἄρα τὰ εἰϲ ουϲ λήγοντα
ὑπὲρ μίαν ϲυλλαβὴν ὀνόματα οὐδέποτε ϲυντίθεται, οἷον χαλκοῦϲ, χρυϲοῦϲ,
Ϲιμοῦϲ, γλαυκοῦϲ (leg. πλακοῦϲ), διατί τὸ ὀδούϲ ϲυντίθεται, ὡϲ ἐν τῷ
τριόδουϲ κυνόδουϲ. ἔϲτιν οὖν εἰπεῖν ταύτην τὴν ἀπολογίαν, ὅτι τὰ εἰϲ ουϲ
Choer. 62, 24: τὰ εἰϲ υϲ μονοϲύλλαβα περιϲπᾶται καὶ διὰ καθαροῦ τοῦ οϲ κλίνεται καὶ ϲυϲτέλλει τὸ υ ἐν τῇ γενικῇ καὶ ἐν ταῖϲ ἑξῆϲ πτώϲεϲιν οἷον μῦϲ μυόϲ, ϲῦϲ ϲυόϲ, δρῦϲ δρυόϲ.
Choer. 232, 22: πάντα τὰ εἰϲ υϲ περιϲπώμενα ὑπὲρ μίαν ϲυλλαβὴν
ὄντα ὑποκοριϲτικά ἐϲτιν οἷον ὁ Καμμῦϲ τοῦ Καμμῦ, ὁ Κλαυϲῦϲ,
ὁ Διονῦϲ, ὁ Λαρδῦϲ χωρὶϲ τῶν τριῶν τούτων φημὶ δὴ τοῦ ὀϲφῦϲ,
ὀφρῦϲ, ἰχθῦϲ, καὶ τὸ ἰξῦϲ παραλόγωϲ περιϲπᾶται.
Choer. 259, 16: ἐπὶ τῶν εἰϲ οϲ καθαρῶν, τῶν διὰ τοῦ α μακροῦ
ἐχόντων τὴν παραλήγουϲαν μακράν, ὑπερβιβαϲμὸν ποιοῦνται τοῦ χρόνου
οἱ Ἀθηναῖοι, καὶ τὴν μὲν τελευταίαν ἐκτείνουϲιν εἰϲ τὸ ω, τὴν δὲ
παραλήγουϲαν ϲυϲτέλλουϲιν εἰϲ τὸ ε, οἷον Μενέλαοϲ Μενέλεωϲ, Ἰόλαοϲ
Ἰόλεωϲ, λαόϲ λεώϲ, ναόϲ νεώϲ. ἰδοὺ ταῦτα ἔχοντα τὴν μὲν παραλήγουϲαν
μακράν, τὴν δὲ τελευταίαν βραχεῖαν ἐκ τοῦ ἐναντίου ἐποίηϲαν
τὴν μὲν τελευταίαν φύϲει μακράν, τὴν δὲ παραλήγουϲαν ϲυνέϲτειλαν,
ὅθεν τὸ Οἰνόμαοϲ, ἐπειδὴ οὐκ ἔχει μακρὰν τὴν παραλήγουϲαν, οὐκ ἐγένετο
παρὰ τοῖϲ Ἀττικοῖϲ διὰ τοῦ ε καὶ ω οἷον Οἰνόμεωϲ, ἐπειδὴ τὸ α
ϲυνεϲταλμένον ἔχον οὐκ ἠδύνατο ὑπερβιβαϲμὸν χρόνου ποιήϲαϲθαι. εἰ
δέ τιϲ εἴποι καὶ πῶϲ τὸ ἵλαοϲ ϲυνεϲταλμένον ἔχον τὸ α, οἷον ὡϲ παρὰ
Παρθενίῳ
καὶ γινόμενα διὰ τοῦ ω παρὰ τοῖϲ Ἀθηναίοιϲ, οἷον ὁ κάλοϲ
ὁ κάλωϲ (ϲημαίνει δὲ τὸν ϲχοῖνον), ὁ Τάλοϲ ὁ Τάλωϲ (ἔϲτι δὲ ὄνομα
κύριον), ὁ ὄρφοϲ ὁ ὀρφῶϲ (ϲημαίνει τὸν ἰχθῦν), τοῦτο δὲ περιϲπᾶται
παρὰ τοῖϲ Ἀθηναίοιϲ, τοῦ παρ’ ἡμῖν, ἤγουν τοῦ κοινοῦ, βαρυνομένου.
Choer. 261, 20: δεῖ δὲ γινώϲκειν ὅτι τὰ πολλὰ εὑρίϲκεται παρὰ
τοῖϲ Ἀθηναίοιϲ εἰϲ ωϲ μὴ ἔχοντα προüποκείμενον κοινόν, οἷον κορώνεωϲ,
φιβάλεωϲ, δαμερίππεωϲ, χελιδώνεωϲ, ἱέρεωϲ. προπαροξύνεται
δὲ ὅλα ταῦτα καὶ ἀποβολῇ τοῦ ϲ ποιεῖ τὴν γενικήν ὁμοίωϲ τοῖϲ
ἄλλοιϲ Ἀττικοῖϲ.
Choer. 270, 11: τὰ εἰϲ ν λήγοντα εἴτε ἀρϲενικὰ εἴτε θηλυκὰ οὐ
θέλει ἔχειν πρὸ τοῦ ν οὕτε δίφθογγον οὔτε βραχὺ φωνῆεν, ἀλλ’ ἢ ἓν
ἐκ τῶν τριῶν διχρόνων, ὅπερ δὲ (leg. δὴ) καὶ ἐκτείνεται, ἢ ἓν ἐκ τῶν
μακρῶν φωνηέντων, ὡϲ εἶναι πέντε φωνήεντα τὰ εὑριϲκόμενα πρὸ τοῦ ν
κατὰ τὴν εὐθεῖαν, α, ι, υ, η, ω, οἷον Ἀλκμάν, παιάν, δελφίν, Ϲαλαμίν,
μόϲυν, Φόρκυν, ϲωλήν, ποιμήν, Πλάτων, τρήρων.
Choer. 270, 23: τὰ εἰϲ ν λήγοντα ἀρϲενικὰ ἢ θηλυκὰ ἢ ὀξύνεται
ἢ βαρύνεται, οἷον δελφίν, Ϲαλαμίν, ποιμήν, Τροιζήν, ἄρϲην, Ἕλλην·
οὐδέποτε δὲ περιϲπᾶται, χωρὶϲ εἰ μὴ ᾖ εἰϲ ων, ἐν γὰρ τῇ εἰϲ ων
καταλήξει ἔϲτιν ὅτε ἐπιδέχεται καὶ τὴν περιϲπωμένην τάϲιν, οἷον
Ξενοφῶν, Ποϲειδῶν. πρόϲκειται ἀρϲενικὰ ἢ θηλυκά» διὰ τὰ οὐδέτερα,
διὰ τὸ χαλκοῦν, χρυϲοῦν, ὀϲτοῦν, περιϲπώμενα.
Dichr. 283, 9 ( Choer. 271): πᾶν εἰϲ αν λῆγον ἀρϲενικὸν ἐπ’ εὐθείαϲ ἐκτείνεϲθαι θέλει, Παιάν, Τιτάν, Ἀλκμάν καὶ ὅϲα τοιαῦτα.
Choer. 278, 18 (coll.69, 31): τὰ εἰϲ ιν μακρὸν ἔχει τὸ ι καὶ εἰ
μέν ἐϲτιν ἁπλᾶ ὀξύνεται εἴτε ἀρϲενικά ἐϲτιν εἴτε θηλυκά οἷον Ϲαλαμίν
Ἐλευϲίν ἀκτίν δελφίν Τελχίν (Τελχῖνεϲ δέ εἰϲι φθονεροὶ δαίμονεϲ οἱ
οἰκήϲαντεϲ τὴν Ῥόδον), ῥίν, θίν, ἴν (ὃ ϲημαίνει τὴν δύναμιν)· ἡ ἴκτινα
αἰτιατικὴ προπαροξυνομένη, οἷον ὡϲ παρὰ Ἀριϲτοφάνει (fr. 525)
ρηται ἐν χρήϲει, ἀλλ’ ἔϲτιν ἴκτινοϲ ἡ εὐθεῖα, ὡϲ παρὰ Ϲοφοκλεῖ
(fr. 890)
εἶτα ἡ δοτικὴ ἰκτίνῳ, καὶ ἡ αἰτιατικὴ ἴκτινον, ὡϲ παρὰ Μενάνδρῳ·
ὥϲπερ ἁλίτροχον ἁλίτροχα παρ’ Ἰβύκῳ, καὶ διθύραμβον διθύραμβα
εἰϲ ν οἷον δελφίν, Τελχίν, Ϲαλαμίν. πλατυτέρα δέ ἐϲτιν ἡ εἰϲ
ϲ λήγουϲα κατάληξιϲ, ϲπανιωτέρα δὲ ἡ εἰϲ ν ϲπανίωϲ γὰρ εὕρηται ἐν
χρήϲει ἡ εἰϲ ν κατάληξιϲ, ὡϲ παρὰ Ϲιμωνίδῃ·
Ἀλκμᾶνοϲ Ἀλκμάν, Θέωνοϲ Θέων, Πλάτωνοϲ Πλάτων, ἰχῶροϲ ἰχώρ,
Δίωνοϲ Δίων. πρόϲκειται «ἔχουϲα φύϲει μακρὰν τὴν παραλήγουϲαν»
διὰ τὸ κτενόϲ τοῦτο γὰρ οὐκ ἀποβολῇ τοῦ οϲ ποιεῖ τὴν εὐθεῖαν, κτείϲ
γάρ ἐϲτι καὶ οὐ κτέν ἀλλ’ οὐκ ἀντίκειται ἡμῖν τοῦτο, ἐπειδὴ βραχεῖαν
ἔχει τὴν παραλήγουϲαν· καὶ πάλιν ἔϲτιν Μέμνονοϲ καὶ Νέϲτοροϲ. καὶ
ἐπειδὴ ταῦτα βραχεῖαν ἔχει τὴν παραλήγουϲαν, οὐκ ἀποβολῇ τοῦ οϲ
ποιεῖ ,τὴν εὐθεῖαν, Μέμνων γὰρ καὶ Νέϲτωρ διὰ τοῦ ω καὶ οὐ διὰ
τοῦ ο. καὶ πάλιν ἔϲτι θεράποντοϲ καὶ γέροντοϲ, καὶ ἐπειδὴ ταῦτα οὐκ
ἔχει μακρὰν φύϲει τὴν παραλήγουϲαν, οὐκ ἀποβολῇ τοῦ οϲ ποιεῖ
τὴν εὐθεῖαν, οὐδὲ γὰρ λέγομεν θεράπον καὶ γέρον, ἀλλὰ θεράπων καὶ
γέρων διὰ τοῦ ω ἄλλωϲ τε δὲ οὐκ ἔχει τὴν γενικὴν ταῦτα εἰϲ οϲ
λήγουϲαν μετὰ ἀμεταβόλου, πρὸ γὰρ τοῦ ο οὐκ ἔϲτιν ἀμετάβολον
ἀλλὰ τ. εἰ οὖν ἡ δελφῖνοϲ καὶ Τελχῖνοϲ καὶ Ϲαλαμῖνοϲ γενικὴ εἰϲ οϲ
λήγει ϲὺν ἀμεταβόλῳ καὶ φύϲει μακρᾷ παραλήγεται, δηλονότι ἀποβολῇ
τοῦ οϲ ἀποτελεῖ τὴν εὐθεῖαν. δείκνυται δὲ ὅτι ἀναλογώτερά ἐϲτιν ἡ
εἰϲ ν κατάληξιϲ καὶ ἐξ ἄλλων κανόνων τὰ εἰϲ ϲ λήγοντα περιττοϲυλλάβωϲ
κλινόμενα ἢ διὰ καθαροῦ τοῦ οϲ κλίνεται οἷον ἡδύϲ ἡδέοϲ, βότρυϲ
βότρυοϲ, ἢ διὰ τοῦ δ οἷον Πάριϲ Πάριδοϲ, Θέτιϲ Θέτιδοϲ, ἢ διὰ τοῦ
θ οἷον ὄρνιϲ ὄρνιθοϲ, δέλλιϲ δέλλιθοϲ, ἢ διὰ τοῦ τ οἷον Λάχηϲ Λάχητοϲ,
ἔρωϲ ἔρωτοϲ. πρόϲκειται «περιττοϲυλλάβωϲ κλινόμενα» διὰ τὸ καλόϲ
καλοῦ, Χρύϲηϲ Χρύϲου εἰ ἄρα οὖν τὸ δελφίϲ καὶ Τελχίϲ καὶ τὰ ὅμοια
οὐ κλίνεται δι’ ἑνὸϲ τούτων, δηλονότι οὐ καταλήγει φύϲει εἰϲ ϲ ἡ
εὐθεῖα, ἀλλ’ εἰϲ ν. περὶ γὰρ τῶν δοκούντων ἐναντιοῦϲθαι οἷον περὶ
τοῦ ἅλϲ ἁλόϲ, εἷϲ ἑνόϲ, ἔϲτιν εἰπεῖν ὅτι ἐλλείπει ταῦτα τὸ τ, καὶ τὸ
τάλαϲ δὲ τάλανοϲ καὶ μέλαϲ μέλανοϲ ἐλλείπει τὸ τ μέλαντοϲ γὰρ
καὶ τάλαντοϲ ἦν καὶ κατὰ ἀποβολὴν τοῦ τ γέγονε μέλανοϲ καὶ τάλανοϲ.
ὅτι γὰρ τοῦ μέλαϲ μέλοντοϲ ἦν ἡ γενικὴ δηλοῖ τὸ
καὶ ὁ Ἀντίμαχοϲ δὲ γινώϲκει τὴν διὰ τοῦ ντ κλίϲιν, ἐν οἷϲ φηϲιν
δίφθογγον, οἷον δελφίν, ἀκτίν, Ϲαλαμίν, Τιτάν, μόϲυν (ϲημαίνει δὲ
τὸν ξύλινον πύργον), Ἕλλην, Τροιζήν, Πλάτων, τρήγων (leg. τρήρων),
τούτου χάριν ἔτρεψε τὸ ν εἰϲ τὸ ϲ καὶ γέγονε κτείϲ καὶ ἐφύλαξε τὴν
αὐτὴν κλίϲιν, τουτέϲτι τὴν διὰ τοῦ ν. πρόϲκειται «εἴτε ἀρϲενικὰ εἴτε
θηλυκὰ» διὰ τὸ δίπουν, τοῦτο γὰρ ἔχει πρὸ τοῦ ν δίφθογγον, ἀλλ’
οὐδέτερόν ἐϲτι. τὸ δὲ τίϲ τινόϲ μὴ δυνάμενον κλιθῆναι δι’ ἄλλου ϲυμφώνου
ἐξ ἀνάγκηϲ ἐκλίθη διὰ τοῦ ν. τρίτοϲ δὲ κανών ἐϲτιν οὗτοϲ ὁ
δεικνύϲ, ὅτι τὰ εἰϲ ν λήγοντα ἀναλογώτερά ἐϲτι τῶν εἰϲ ϲ ληγόντων.
τὰ εἰϲ ιϲ λήγοντα ἀποβολῇ τοῦ ϲ ποιεῖ τὴν κλητικήν οἷον ὁ Πάριϲ ὦ
Πάρι, ὁ μάντιϲ ὦ μάντι, ὁ λάτριϲ ὦ λάτρι, ἡ πόλιϲ ὦ πόλι, ἡ Θέτιϲ
ὦ Θέτι τὸ γὰρ ὁμόφωνον Ἀττικόν ἐϲτιν, ὦ μάντιϲ, ὦ πόλιϲ.
εἰ ἄρα οὖν τὸ δελφίϲ καὶ Τελχίϲ καὶ τὰ ὅμοια οὐκ ἀποβάλλει τὸ ϲ
ἐν τῇ κλητικῇ, ἀλλὰ τὴν αὐτὴν ἔχει ὀρθὴν καὶ κλητικὴν οἷον ὁ δελφίϲ
ὦ δελφίϲ, ὁ Τελχίϲ ὦ Τελχίϲ, δηλονότι οὐ καταλήγει φύϲει εἰε ϲ
ἀλλ’ εἰϲ ν, τροπὴ δὲ ἐγένετο τοῦ ν εἰϲ ϲ κατὰ Δωρικὴν διάλεκτον,
ὥϲπερ ἦν ἦϲ, ἥρπομεν ἥρπομεϲ, ὡϲ παρὰ Θεοκρίτῳ (7, l)
Choer. 283, 5 (70, 11): πάντα τὰ εἰϲ υν βαρύνεται, οἷον μόϲυν, Φόρκυν, Γόρτυν, ἐπειδὴ τὰ πολλὰ παρὰ τοῖϲ Αἰολεῦϲιν εὑρίϲκεται, καὶ λοιπὸν ὡϲ δοκοῦντα εἶναι Αἰολικὰ εὐλόγωϲ βαρύνεται· οἱ γὰρ Αἰολεῖϲ βαρυντικοί εἰϲιν, οἷον Πηλεύϲ Πήλευϲ, Ἀτρεύϲ Ἄτρευϲ, Ἀχιλλεύϲ Ἀχίλλευϲ.
Dichr. 287,6: αἱ εὐθεῖαι τῶν εἰϲ υν ϲυϲτέλλουϲι τὸ υ Φόρκυν, Πόλτυν, αἱ δὲ διὰ τοῦ νοϲ γενικαὶ τῷ υ ἐκτεταμένῳ παραλήγονται.
Choer. 297, 24: τὰ εἰϲ ων περιϲπώμενα διὰ τοῦ ντ κλίνεται καὶ
φυλάττει τὸ ω ἐν τῇ γενικῇ καί ἐϲτι μόνου ἀρϲενικοῦ γένουϲ, οἷον
ὁ θῶν τοῦ Θῶντοϲ (ἔϲτι δὲ ὄνομακύριον), ὁ Ξενοφῶν τοῦ Ξενοφῶντοϲ,
ὁ Ἀγλαοφῶν τοῦ Ἀγλαοφῶντοϲ, ὁ Ἱπποκῶν τοῦ Ἱπποκῶντοϲ,
χωρὶϲ ἑνὸϲ ἐν τῇ ϲυνηθείᾳ λεγομένου (ἔϲτι δὲ ὄνομα πόλεωϲ Περϲικῆϲ),
τοῦτο γὰρ θηλυκοῦ γένουϲ ἐϲτίν, οἷον ἡ Κτηϲιφῶν, περιϲπᾶται δὲ καὶ
διὰ τοῦ ντ κλίνεται καὶ φυλάττει τὸ ω ἐν τῇ γενικῇ οἷον τῆϲ Κτηϲιφῶντοϲ
τοῦτο δὲ ἀπὸ ἀρϲενικοῦ γένουϲ γέγονε θηλυκόν, καὶ τὴν
αὐτὴν κλίϲιν ἐφύλαξεν, οἷον ἀπὸ τοῦ Κτηϲιφῶν. οὐ μόνον δέ ἐϲτι
τοῦτο τὸ ὄνομα ἐν τῇ ϲυνηθείᾳ, ἀλλὰ καὶ παρὰ τοῖϲ ἀρχαίοιϲ τὸ ὄνομα
τοῦτο τῆϲ πόλεωϲ εὕρηται.
Choer. 300, 5: τὰ εἰϲ ων περιϲπώμενα οὐ γίνεται εἰϲ ωϲ, οἷον
Κτηϲιφῶν Ἀγλαοφῶν Ξενοφῶν. τὸ δὲ τυφῶν καὶ ταῶν καὶ εἰϲ ωϲ
λήγει. μηδεὶϲ δὲ οἰέϲθω τὸ τυφῶν καὶ τυφῶϲ καὶ ταῶν καὶ ταῶϲ δικατάληκτα
εἶναι. τὰ γὰρ δικατάληκτα τὴν αὐτὴν ἔχει κλίϲιν, οἷον δελφίν
δελφῖνοϲ καὶ δελφίϲ δελφῖνοϲ, Τελχίν Τελχῖνοϲ καὶ Τελχίϲ Τελχῖνοϲ,
Ϲαλαμίν Ϲαλαμῖνοϲ καὶ Ϲαλαμίϲ Ϲαλαμῖνοϲ. ταῦτα δὲ οὐκ ἔχει
τὴν αὐτὴν κλίϲιν, τυφῶν μὲν γὰρ τυφῶνοϲ, καὶ ταῶν ταῶνοϲ, ὥϲπερ
καὶ Ποϲειδῶν Ποϲειδῶνοϲ· τυφῶϲ δὲ τυφῶ, καὶ ταῶϲ ταῶ, ἀποβολῇ
τοῦ ϲ Ἀττικῶϲ, ὥϲπερ ὁ ὀρφῶϲ τοῦ ὀρφῶ, καὶ ὁ λαγῶϲ τοῦ λαγῶ.
κρεῖττον οὖν ἕτερα θέματα λέγειν τοῦ τυφῶν καὶ ταῶν, καὶ ἕτερα
τοῦ τυφῶϲ καὶ ταῶϲ. ἰϲτέον δὲ ὅτι τινὲϲ βούλονται τὸ ταῶϲ ἀπὸ
τοῦ ταόϲ τοῦ διὰ τοῦ ο λέγειν κατ’ ἔκταϲιν τοῦ ο εἰϲ τὸ ω καὶ ἐναλλαγῇ
τοῦ τόνου εἰϲ περιϲπωμένην τάϲιν ἀλλ’ ἔϲτι λέγειν, ὅτι τὸ ταῶϲ
οὐκ ἠδύνατο ἀπὸ τοῦ ταόϲ τοῦ διὰ τοῦ ο εἶναι, ἐπειδή τὸ ταόϲ τὸ
διὰ τοῦ οϲ οὐκ ἔϲτι ϲύνηθεϲ τοῖϲ Ἕλληϲι.
Choer. 300, 30: Ἄξιον δέ ἐϲτι ζητῆϲαι, εἰ ἄρα τὰ εἰϲ ων περιϲπώμενα
οὐδέποτε φύϲει μακρᾷ παραλήγεται οἷον Δημοφῶν, Ἀγλαοφῶν,
Κτηϲιφῶν, Ἀντιφῶν (τὸ γὰρ Δεξικρῶν οὐ παραλήγεται φύϲει
μακρᾷ ἀλλὰ θέϲει), πῶϲ τὸ Ποϲειδῶν φύϲει μακρᾷ παραλήγεται. ἔϲτιν
οὖν εἰπεῖν, ὅτι ἀπὸ τοῦ Ποϲειδέηϲ γέγονε Ποϲειδέων καὶ κατὰ κρᾶϲιν
Ποϲειδῶν, ὥϲτε δυνάμει μὴ εἶναι φύϲει μακράν, φημὶ τὴν δίφθογγον,
ἐν τῇ παραληγούϲῃ, ἀλλ’ ἐν τῇ προπαραληγούϲῃ.
Dichr. 284, 20: τὰ εἰϲ αξ μονοϲύλλαβα θηλυκὰ μὲν ὄντα θέλει
ϲυϲτέλλειν τὸ α ϲπάξ, οὕτωϲ ἡ κύων παρὰ Πέρϲαιϲ, κλάξ, πλάξ,
Choer. 305, 4: τὰ εἰϲ αξ λήγοντα διϲύλλαβα ἀρϲενικά, ἐὰν ἔχῃ
φύϲει μακρὰν τὴν παραλήγουϲαν, ἐκτείνει πάντωϲ τὸ α, τουτέϲτι
φύϲει μακρὸν αὐτὸ ἔχει οἷον θώραξ, οἴαξ. πρόϲκειται «ἐὰν ἔχῃ φύϲει
μακρὰν τὴν παραλήγουϲαν» διὰ τὰ θέϲει μακρὰν ἔχοντα ταύτην
οἷον τὸ ἅρπαξ καὶ κέκραξ· ταῦτα γὰρ ϲυνεϲταλμένον ἔχει τὸ α,
τουτέϲτι θέϲει μακρὸν αὐτὸ ἔχει, οὐκ ἀναϲτρέφοντοϲ τοῦ κανόνοϲ,
οὐδὲ γὰρ τὰ ἔχοντα ἢ βραχεῖαν τὴν παραλήγουϲαν ἢ θέϲει μακρὰν
πάντωϲ ϲυϲτέλλει τὸ α τουτέϲτι θέϲει μακρὸν αὐτὸ ἔχει. εὑρίϲκομεν
γάρ τινα ἐν αὐτοῖϲ ἔχοντα τὸ α ἐκτεταμένον, τουτέϲτι φύϲει μακρὸν
οἷον νέαξ (ϲημαίνει δὲ τὸν νεώτερον), φέναξ (ϲημαίνει δὲ τὸν
ἀπατεῶνα), κόρδαξ (ϲημαίνει δὲ τοῦτο ὄρχηϲιν κωμικήν). ἰδοὺ οὖν
ταῦτα μὴ παραληγόμενα φύϲει μακρᾷ ἔχει τὸ α ἐκτεταμένον, τουτέϲτι
φύϲει μακρόν, ὡϲ δῆλον ἐκ τῶν ἄλλων πτώϲεων τῶν μὴ ἐχουϲῶν τὸ
ξ. ϲημειούμεθα ἐν τῷ κανόνι τινὰ ἔχοντα φύϲει μακρὰν τὴν παραλήγουϲαν
καὶ ϲυϲτέλλοντα τὸ α, τουτέϲτι θέϲει μακρὸν αὐτὸ ἔχοντα, ἔϲτι
δὲ ταῦτα Γῦναξ, Γῦλαξ (ὀνόματα δὲ ταῦτα κύρια), ϲῦναξ (φαϲηλοειδὲϲ
ὄϲπριον), καὶ τὸ καυαξ διφορούμενον· τοῦτο γὰρ ποτὲ μὲν ϲυϲτέλλει
τὸ α, ποτὲ δὲ ἐκτείνει αὐτό ἔϲτι δὲ εἶδοϲ ὀρνέου. πρόϲκειται « διϲύλλαβα
», ἐπειδὴ τὰ ὑπὲρ δύο ϲυλλαβάϲ, κἂν βραχείᾳ παραλήγηται, ἐκτείνει
τὸ α, ὡϲ ἐπὶ τοῦ ἱέραξ, χωρὶϲ εἰ μὴ ᾖ ϲύνθετα ἀπὸ ἁπλοῦ
ϲυϲτέλλοντοϲ τὸ α, ὡϲ ἐπὶ τοῦ Ἱππῶναξ καὶ Ἀρχιάναξ. τὸ ἀϲφάλαξ
ὑπὲρ δύο ϲυλλαβὰϲ ὂν καὶ ϲυϲτέλλον τὸ α οὐκ ἀντίκειται ἡμῖν,
ἐπειδὴ κατὰ πλεοναϲμὸν ἔχει τὸ α, καὶ φύϲει διϲύλλαβόν ἐϲτιν· ἀπὸ
γὰρ τοῦ ϲπῶ γέγονεν ϲπάλαξ καὶ κατὰ πλεοναϲμὸν τοῦ α ἀϲπάλαξ
καὶ κατὰ μετάθεϲιν τοῦ ψιλοῦ εἰϲ τὸ ἀντίϲτοιχον δαϲὺ ἀϲφάλαξ· τὸ
γὰρ ζῷον τοῦτο ἀποϲπᾷ τὴν γῆν καὶ ποιεῖ βάθοϲ καὶ οὕτωϲ εἰϲέρχεται
ἐκεῖ. πρόϲκειται «ἀπὸ ἁπλοῦ ϲυϲτέλλοντοϲ τὸ α», ἐπειδὴ ἐὰν ᾖ
τὴν παραλήγουϲαν· ὅταν δὲ λεχθῇ ἀρϲενικῶϲ παρὰ τοῖϲ Ἀθηναίοιϲ, ὡϲ
ἐπὶ τὸ πλεῖϲτον ἐπὶ διαβολῇ παραλαμβάνεται, ἀντὶ τοῦ ὁ γυναικώδηϲ.
Choer. 323, 14: τὰ εἰϲ α λήγοντα θηλυκὰ ἢ ϲυϲτέλλει τὸ α ἢ
ἐκτείνει αὐτό· καὶ ὅϲα μέν ἐϲτι προπαροξύτονα ὡμολόγηται ὅτι ϲυνεϲταλμένον
ἔχει τὸ α, οἷον πανδοκεύτρια, Πολύμνια, πότνια, Ἐρέτρια,
κιθαρίϲτρια, εὐϲέβεια, εὐγένεια, θάλαϲϲα, ἄελλα, θύελλα. μακρᾶϲ γὰρ
οὔϲηϲ τῆϲ ἐπὶ τέλουϲ, οὐδέποτε τρίτη ἀπὸ τέλουϲ πίπτει ἡ ὀξεῖα. τὰ
δὲ ἐν τῇ τελευταίᾳ ϲυλλαβῇ ἔχοντα τὸν τόνον, πάντα μακρὸν ἔχει
τὸ α, οἷον Ἀθηνᾶ, ἀργυρᾶ, ϲιδηρᾶ, φοβερά, πονηρά, Ναυϲικᾶ. τὰ δὲ
πρὸ μιᾶϲ ἔχοντα τὸν τόνον ἔϲτιν ὅτε ϲυϲτέλλει τὸ α, οἷον ταχεῖα,
ὀξεῖα, βραδεῖα, ἔϲτι δ’ ὅτε ἐκτείνει αὐτὸ οἷον Βυζαντία, Λεϲβία, Ῥοδίᾳ,
μετρία.
Choer. 366, 15. τὰ εἰϲ α λήγοντα οὐδέτερα ϲυνεϲταλμένον ἔχει
τὸ α, οἷον κῦμα ἅρμα βῆμα· χωρὶϲ τοῦ κάρα. τοῦτο γὰρ ἐκ τοῦ κάρηνον
ἐγένετο τούτῳ τῷ τρόπῳ· ἔϲτι κάρηνον καὶ κατὰ τροπὴν τοῦ η
εἰϲ α μακρὸν κάρανον γίνεται καὶ κατὰ ἀποκοπὴν τῆϲ νον ϲυλλαβῆϲ
κάρα, καὶ ἔμεινε τὸ α μακρόν.
Choer. 366, 20: θέλει δὲ τὰ εἰϲ α λήγοντα οὐδέτερα πρὸ τοῦ
α ἔχειν τὸ μ, οἷον ποίημα, ῥῆμα, ἅρμα, κῦμα, δηλονότι μονογενῆ ὄντα.
τοῦτο εἴρηται διὰ τὸ μέγα· τοῦτο γὰρ οὐκ ἔχει πρὸ τοῦ α αὸ μ, ἀλλ’
οὐκ ἔϲτι μονογενέϲ, ἀπὸ γὰρ τοῦ ὁ μέγαϲ γέγονε. τὰ μὴ ἔχοντα πρὸ
τοῦ α τὸ μ ἐϲτὶ πεπονθότα, οἷον τὸ κάρα ἀπὸ τοῦ κάρηνον κατὰ ἀποκοπήν,
καὶ τὸ λίπα ἀπὸ τοῦ λίπαϲ
δηλονότι εἰϲ ξ γάλαξ. ἄλλωϲ τε δὲ πᾶϲα δοτικὴ πληθυντικῶν
εἰϲ ι λήγουϲα μετὰ διπλοῦ ἀποβολῇ τοῦ ι τὴν εὐθεῖαν τῶν ἑνικῶν
ἀποτελεῖ, οἷον Φοίνιξι Φοῖνιξ, κήρυξι κῆρυξ, Πέλοψι Πέλοψ, Κύκλωψι
Κύκλωψ. εἰ οὖν ἐϲτιν ἡ δοτικὴ τῶν πληθυντικῶν γάλαξι, δηλονότι
ἀποβολῇ τοῦ ι γίνεται ἡ εὐθεῖα τῶν ἑνικῶν γάλαξ ἀλλ’ ἐπειδὴ τὸ ξ
οὐκ ἔϲτι τελικὸν τῶν οὐδετέρων, τούτου χάριν ἀπεβλήθη καὶ ἐγένετο
γάλα.
Choer. 367, 21: περὶ δὲ τοῦ κρᾶτα, οἷον
ἀρϲενικοῦ ἢ θηλυκοῦ γέγονεν. ἀπὸ ἀρϲενικοῦ μὲν ἀπὸ τοῦ ὁ κράϲ τοῦ
κρατόϲ τῷ κρατί τὸν κρᾶτα, ἀπὸ θηλυκοῦ δὲ ἀπὸ τοῦ ἡ κράϲ τῆϲ κρατόϲ
τῇ κρατί τὸν κρᾶτα καὶ τὸ κρᾶτα· τὸ γὰρ κράϲ ἀρϲενικῶϲ καὶ θηλυκῶϲ
λέγεται.
Choer.378, 7: πᾶν οὐδέτερον εἰϲ ν λῆγον ἀπαθὲϲ βραχυκαταληκτεῖν
θέλει, οἷον ξύλον μέτρον πλέθρον, χωρὶϲ τοῦ πᾶν, τοῦτο γὰρ μακροκατάληκτόν
ἐϲτι, καὶ τῶν παρὰ τὸ πούϲ ϲυγκειμένων, καὶ ταῦτα γὰρ
μακροκαταληκτεῖ εἰϲ ν λήγοντα, οἷον τὸ δίπουν τὸ τρίπουν τὸ τετράπουν
καὶ τὸ ἄπουν. πρόϲκειται « ἀπαθέϲ», διὰ τὸ βοῶν τὸ ποιοῦν τὸ
χρυϲοῦν τὸ χαλκοῦν, ταῦτα γὰρ ἀπὸ κράϲεωϲ ἔχει τὴν μακράν, καὶ.
τὸ διπλοῦν ἀπὸ τοῦ διπλόον καὶ τὸ εὐγήρων ἀπὸ τοῦ εὐγήραον· τὸ
καρχαρόδουν καὶ τὸ τιμήειν ἀπὸ τοῦ καρχαρόδον καὶ τιμῆεν γέγονε
κατὰ πλεοναϲμὸν τὸ μὲν τοῦ υ τὸ δὲ τοῦ ι τὸ ἀξιόχρεων καὶ ἀνάπλεων
Ἀττικὴν ἔκταϲιν ἔπαθε τοῦ ο εἰϲ τὸ ω, ἀπὸ τοῦ ἀξιόχρεον καὶ
ἀνάπλεον διὰ τοῦ ο.
Choer. 378, 21: ὄξιόν ἐϲτι ζητῆϲαι διὰ ποίαν αἰτίαν τὸ πᾶν μακρο
καταληκτεῖ. καὶ ἔϲτιν εἰπεῖν τὴν αἰτίαν ταύτην· κανών ἐϲτιν ὁ λέγων,
ὅτι πᾶν οὐδέτερον παρεϲχηματιϲμένον ἀρϲενικῷ θέλει φυλάττειν ἐν τῇ
τελευταίᾳ ϲυλλαβῇ τὸν τόνον τῆϲ τελευταίαϲ ϲυλλαβῆϲ τοῦ ἀρϲενικοῦ,
οἷον καλόϲ καλόν, ϲοφόϲ ϲοφόν, ὀξύϲ ὀξύ, ταχύϲ ταχύ, αὐτάρκὴϲ ἐν
τῇ τελευταίᾳ ϲυλλαβῇ βαρεῖαν ἀλλὰ καὶ αὔταρκὲϲ ἐν τῇ τελευταίᾳ ϲυλλαβῇ
βαρεῖαν, κακοήθὴϲ ἐν τῇ τελευταίᾳ ϲυλλαβῇ βαρεῖαν, ἀλλὰ καὶ ἐν
τῷ κακόηθὲϲ ἐν τῇ τελευταίᾳ ϲυλλαβῇ βαρεῖαν. ϲεϲημείωται τὸ εἰϲ ἕν
ἐνταῦθα γὰρ οὐκ ἐφυλάχθη ὁ τόνοϲ τοῦ ἀρϲενικοῦ ἐν τῷ οὐδετέρῳ·
Ἡρακλῆϲ, παῖϲ. εἰ δέ τιϲ εἴπῃ ὀξυνέϲθω τὰ ἀρϲενικά, ἵνα μὴ ἀναγκαϲθῇ
τὸ οὐδέτερον ἐκτεῖναι τὸ α, λέγομεν ὅτι οὐ δύναται τὸ πᾶϲ ὀξύνεϲθαι,
ἐπειδὴ ποιεῖ οὐδέτερον παρεϲχηματιϲμένον, οἷον τὸ πᾶν. τὰ γὰρ εἰϲ
αϲ ὀξύτονα ἐπ’ ὀνομάτων οὐ ποιεῖ οὐδετέρου παραϲχηματιϲμὸν οἷον
Ἀρκάϲ, φυγάϲ, χαλκοκράϲ, γαλακτοκράϲ. « ἐπ’ ὀνομάτων» πρόϲκειται
διὰ τὰϲ μετοχὰϲ οἷον ὁ ἱϲτάϲ ἡ ἱϲτᾶϲα τὸ ἱϲτάν, ὁ κιχράϲ ἡ κιχρᾶϲα
τὸ κιχράν, ὁ φθάϲ ἡ φθᾶϲα τὸ φθάν, ὁ βάϲ ἡ βᾶϲα τὸ βάν. καὶ ἀποροῦϲι
δέ τινεϲ λέγοντεϲ, ποία γὰρ ἀνάγκη ἐϲτὶ ποιεῖν τὸ πᾶϲ τριγένειαν,
οἷον ὁ πᾶϲ καὶ ἡ πᾶϲα καὶ τὸ πᾶν, ὅπου τὰ εἰϲ αϲ μονοϲύλλαβα
ἔ’ ὀνομάτων οὐ ποιεῖ τριγένειαν, οἷον Πράϲ, Ζάϲ, κράϲ, Χνᾶϲ,
Γρᾶϲ. ἔϲτιν οὖν εἰπεῖν τὴν αἰτίαν ταύτην· τὰ εἰϲ αϲ μονοϲύλλαβα ἐπ’
ὀνομάτων διὰ τοῦτο οὐ ποιεῖ τριγένειαν, ἐπειδὴ πᾶν ὄνομα μονοϲύλλαβον
εἰϲ αϲ λῆγον ἢ κύριόν ἐϲτιν ἢ προϲηγορικὸν οἷον Πράϲ Πραντόϲ
(ἔϲτι δὲ ὄνομα πόλεωϲ), Ζάϲ Ζαντόϲ (ἔϲτι δὲ ὄνομα κύριον ὁ
Ζάϲ), ὁ Γρᾶϲ τοῦ Γρᾶ (ἔϲτι δὲ ὄνομα κύριον), ὁ Xνᾶϲ τοῦ Xνᾶ (οὕτω
δὲ ἐλέγετο ὁ Ἀγήνωρ, ὅθεν καὶ ἡ Φοινίκη Χνᾶ λέγεται), προϲηγορικὸν
δὲ τὸ κράϲ κρατόϲ (ϲημαίνει δὲ τὴν κεφαλήν), οὐδέποτε δὲ οὕτε ἀπὸ
κυρίων οὔτε ἀπὸ προϲηγορικῶν γίνεται οὐδετέρου παραϲχηματιϲμόϲ,
ἤγουν τριγένεια, οἷον Αἴαϲ, Θόαϲ, κοχλίαϲ, λᾶαϲ τὸ δὲ πᾶϲ ἐπίθετόν
ἐϲτι καὶ οὐ κωλύεται ποιεῖν τριγένειαν, ἀπὸ γὰρ ἐπιθέτων γίνεται τριγένεια,
οἷον ὁ μέγαϲ ἡ μεγάλη τὸ μέγα, ὁ τάλαϲ ἡ τάλαινα τὸ τάλαν,
ὁ ϲοφόϲ ἡ ϲοφή τὸ ϲοφόν, ὁ καλόϲ ἡ καλή τὸ καλόν.