Περὶ κλίσεως ὀνομάτων Herodianus August Lentz Harvard Library Arcadia Fund Gregory Crane Digital Divide Data Corrected and encoded the text Gregory Crane Editor-in-Chief, Perseus Digital Library Matt Munson Project Manager (University of Leipzig) Annette Gessner Project Assistant (University of Leipzig) Thibault Clérice Lead Developer (University of Leipzig) 2015 - 2017 Bruce Robertson Technical Advisor Harvard College Library tlg0087.tlg013.1st1K-grc1.xml Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License 2017 Harvard College Library United States Herodiani Technici Reliquiae August Lentz Aelius Herodianus Teubner Leipzig 1868 2 Grammatici Graeci 3.2.1 Hathi Trust

Text encoded in accordance with the latest EpiDoc standards (January 2014)

Greek Latin
ΕΚ ΤΩΝ ΗΡΩΔΙΑΝΟΥ ΠΕΡΙ ΚΛΙΣΕΩΣ ΟΝΟΜΑΤΩΝ.

1.

Anecd.Ox.IV 333, 6:

Ἐπιτομὴ τῶν ὀνοματικῶν κανόνων ἐκ τῶν Ἡρωδιανοῦ. τὸ ὅμοιον ἐν τοῖϲ ὀνόμαϲιν ἢ γένει ἢ εἴδει ἢ ϲχήματι ἢ ἀριθμῷ ἢ τόνῳ ἢ πτώϲει, ἢ καταλήξει ἐν παρατελεύτῳ ϲυλλαβῇ· ἐν χρόνῳ, ἐν ποϲότητι ϲυλλαβῆϲ, πολλάκιϲ δὲ καὶ ἐν ἐπιπλοκῇ ϲυμφώνου· εἰ δὲ παρὰ ταῦτά τι γένοιτο, ἀνόμοιοϲ ἡ κλίϲιϲ γίνεται· οἷον ἐν γένει μὲν ὁ τοξότηϲ καὶ ἡ φιλότηϲ· ἐν εἴδει δὲ οἷον Ὀλυμπιονίκηϲ προϲηγορικόν, Πολυνίκηϲ κύριον· ϲχήματι δὲ οἷον ἱππότηϲ ἁπλοῦν, Ϲωκράτηϲ ϲύνθετον ἀριθμῷ δὲ ἰχθῦϲ ἰχθύοϲ ἑνικόν, ἰχθῦϲ δὲ ἰχθύων κατὰ κρᾶϲιν ἀπὸ τοῦ ἰχθύεϲ τόνῳ δέ ἥρωϲ ὅτι βαρύτονον διὰ καθαροῦ τοῦ οϲ, εὐρὼϲ ὀξύτονον διὰ τοῦ τοϲ· πτώϲει δὲ τοξότηϲ εὐθεῖα, ἐλάτηϲ γενική· καταλήξει δὲ καλόϲ βραδύϲ, ἐπεὶ γὰρ διήλλαξε τὴν κατάληξιν, διήλλαξε καὶ τὴν κλίϲιν· παρατελεύτῳ δὲ ϲυλλαβῇ Πέρϲηϲ, ἐπεὶ μακρᾷ παραλήγεται, Πέρϲου κέκλιται, Λάχηϲ δέ, ὅτι βραχείᾳ, περιττοϲυλλάβωϲ εἰϲ τοϲ· χρόνῳ δὲ οἷον Ἀρκάϲ ἱμάϲ, τὸ πρῶτον γὰρ ϲυνεϲταλμένον διὰ τοῦ δοϲ κλίνεται Ἀρκάδοϲ, τὸ δεύτερον δὲ διὰ τοῦ ντ ἱμάντοϲ· ἐν ποϲότητι δὲ ϲυλλαβῆϲ οἷον Λυϲίαϲ Βίαϲ, τὸ μὲν γὰρ πρῶτον ὅτι ὑπὲρ δύο ϲυλλαβάϲ, ἰϲοϲυλλάβωϲ κλίνεται Λυϲίου, τὸ δεύτερον δὲ ὅτι διϲύλλαβον, διὰ τοῦ ντ Βίαντοϲ· πολλάκιϲ δὲ καὶ διαφόρου ϲυμφώνου ἕνεκα διαφόρωϲ ἐκλίθη οἷον ϲωλήν ϲωλῆνοϲ, ὑμήν ὑμένοϲ, εἴωθε γὰρ τὸ μ τρέπειν τὸ η εἰϲ ε.

Περὶ ἀρϲενικῶν.

2.

Anecd. Ox .lV 333, 30: πέντε ἐϲτὶ ϲτοιχεῖα τελικὰ τῶν ἀρϲενικῶν ὀνομάτων ν, ξ, ρ, ϲ, ψ· εἰ δέ τινεϲ καὶ τὸ ε τελικὸν τιθέαϲιν, ὡϲ ἐν τῷ τοιόϲδε, τηλικόϲδε, ἢ τὸ λ διὰ τὴν ἧλοϲ γενικήν ἢ Ἀϲδρουβάλ. l. 4 in titulo scripsi ὀνοματικῶν pro ὀνομάτων. l. 29 ἧλοϲ genetivus intellegendus est ab apocopato ἡλ declinatus cf. Lob. Parall. p. 116. εὐθεῖαν, οὐ παραδεκτέον· τούτων γὰρ τὸ μὲν πρῶτον κατ’ ἐπέκταϲιν τοῦ δε λέγεται· ὅθεν καὶ τῶν ἄλλων τρεπόντων τὴν τελευταίαν ἐπὶ τῶν πτώϲεων καὶ τῶν ἀριθμῶν καὶ τῶν γενῶν ταῦτα τὴν παρατέλευτον ἀντὶ τῆϲ τελευταίαϲ ἔτρεψε· καὶ τὸ λ δὲ οὐδαμῶϲ τελικὸν ἡγητέον· τὰ γὰρ τοιαῦτα ὀνόματα οὐχ Ἑλληνικά, ἀλλὰ βάρβαρα καὶ ἀχαρακτήριϲτα. οὐ μὴν οὐδὲ τὸ α τελικὸν παραδεξόμεθα διὰ τὰ θηλυκὰ ἐπώνυμα τό τε Κόπαινα καὶ Μύριλλα ἢ τὰ ποιητικῶϲ μεταπλαϲθέντα νεφεληγερέτα Ζεύϲ, ἱππότα Νέϲτωρ.

Τὰ μὲν οὖν δ’ οἷον ν, ξ, ρ, ψ ἀεὶ περιττοϲυλλαβεῖ ἐπὶ τῆϲ γενικῆϲ καὶ εἰϲ οϲ καταλήγει, οἷον Δίων Δίωνοϲ, κῆρυξ κήρυκοϲ, Νέϲτωρ Νέϲτοροϲ, Πέλοψ Πέλοποϲ τὰ δὲ εἰϲ ϲ λήγοντα ποτὲ μὲν περιττοϲύλλαβον ἔχει τὴν γενικήν, ποτὲ δὲ ἰϲοϲύλλαβον· καὶ ἰϲοϲυλλαβοῦϲα εἰϲ φωνῆεν λήγει οἷον ϲοφόϲ ϲοφοῦ, περιττοϲυλλαβοῦϲα δὲ ἔχει τελικὸν τὸ οϲ. Μίνωϲ Μίνωοϲ, ϲτάχυϲ ϲτάχυοϲ. Τὰ εἰϲ ϲ πᾶϲιν εὕρηται χρώμενα τοῖϲ φωνήεϲι πλὴν τοῦ ε, οἷον Αἴαϲ, Χάρηϲ, μάντιϲ, καλόϲ, ταχύϲ, ἥρωϲ· τὸ δὲ ε καθ’ αὑτὸ μὲν οὐκ ἐκφωνεῖται, μετὰ δὲ ϲυμπλοκῆϲ τοῦ ι ἢ τοῦ υ, οἷον χαρίειϲ, Πηλεύϲ· τινὰ δὲ εἰϲ ουϲ λήγει, Μελάμπουϲ, Οἰδίπουϲ.

Περὶ τῶν εἰϲ αϲ ὀνομάτων.

3.

Anecd. Ox. IV 334, 22: τὰ εἰϲ αϲ ἀρϲενικὰ μονοϲύλλαβα ϲπάνιά ἐϲτιν· ὀξύνεται δὲ ἢ περιϲπᾶται καὶ κλίνεται κατὰ ἀποβολὴν τοῦ ϲ ἢ διὰ τοῦ ντ· ἐϲτι γὰρ ἰϲοϲύλλαβα ὁ Θᾶϲ τοῦ Θᾶ, ὁ Γρᾶϲ τοῦ Γρᾶ, ὁ Λᾶϲ τοῦ Λᾶ, ὁ πᾶϲ τοῦ πᾶ, ὁ Βᾶϲ τοῦ Βᾶ περιττοϲύλλαβα δὲ κράϲ κρατόϲ μόνον χωρὶϲ τοῦ ν· διὰ τοῦ ν κλινόμενον πᾶϲ παντόϲ τὸ τριγενὲϲ ἔχον τὴν γενικὴν ὀξύτονον, Ζάϲ Ζάντοϲ, Φθάϲ Φθάντοϲ, μετοχῆϲ ἀπενεγκάμενοϲ κατάληξιν ὁμοίωϲ ταῖϲ μετοχαῖϲ καὶ κατὰ τὴν γενικὴν ἠνάγκαϲται τονοῦϲθαι ὡϲ ϲτάϲ ϲτάντοϲ.

Τὰ ἐκ παρακειμένου ϲυνεϲχηματιϲμένα ὀξύνεται καὶ διὰ τοῦ τ κλίνεται χαλκοκράϲ χαλκοκρᾶτοϲ, νεοκράϲ νεοκρᾶτοϲ· τὸ μέντοι εὐκράϲ παρ’ Εὐριπίδῃ ἀνεγνώϲθη.

Τὰ εἰϲ αϲ ϲυνεϲταλμένα ἀρϲενικὰ καὶ θηλυκὰ ὀξύνεται καὶ διὰ τοῦ δοϲ κλίνεται· τὸ δὲ μέγαϲ ἐπίθετον καὶ τὸ λᾶαϲ προϲηγορικὸν ὡϲ ϲυϲτέλλον τὸ α βαρύνεται καὶ οὐ διὰ τοῦ δοϲ κλίνεται. καὶ τὸ μέγαϲ ἐπιθετικῶϲ εἰρημένον ἡμάρτηται περὶ τὴν εὐθεῖαν, ἐπείπερ ἢ βραχὺ ἔχον τὸ α ὤφειλεν ὀξύνεϲθαι κατὰ τὸ Ἀρκάϲ καὶ φυγάϲ, ἢ βαρυνόμενον I. 7 Κόπαινα pro Κόπεννα emendavit Lob Proll. p. 69. l. 24 Βᾶϲ Bᾶ scripsi pro Φᾶϲ φᾶ. l. 29 vox ϲυνεϲχηματιϲμένα reperitur in Mon. 14, 32. l, 33 in codice sunt haec: τὸ δὲ μέλαϲ ἐπίθετον καὶ λάαϲ ἐπιθετικῶϲ εἰρημένον ἡμάρτηται διὰ τοῦτο οὐδ’ ἀκόλουθον τὴν κλίϲιν ἔϲχον, quae verba corrupta et mutilata sunt; Herodianum restitui ex Arcad. 22, 22 et Ηerod ap. Eustath 1447, 23 ἐκτείνειν τὸ α ὧν οὐδέτερον ἔχει· καὶ διὰ τοῦτο οὐδὲ ἔϲχεν ἀκόλουθον κλίϲιν, μέγαϲ γὰρ μεγάλου φαμέν.

Τὰ δὲ βαρύτονα ὅϲα μὲν διϲύλλαβα εἰϲ αϲ καθαρὸν λήγει οἷον Αἴαϲ, καὶ ὅϲα παρὰ μετοχήν, Ἄτλαϲ, Περίφαϲ, καὶ ὅϲα παρὰ ῥῆμα βαρύτονον, Ἀφείδαϲ, ἀδάμαϲ, δάμνω γάρ καὶ ὅϲα δὶϲ τὸ αὐτὸ ϲύμφωνον ἔχει ἐν τῇ πρώτῃ καὶ δευτέρᾳ ϲυλλαβῇ ἢ τὸ ἀντίϲτοιχον, Μάμαϲ, γίγαϲ, Τεύθραϲ, Κάλχαϲ, καὶ ὅϲα τριγενῆ, διὰ τοῦ ντ κλίνεται· ἀλλὰ τὸ μέλαϲ γὰρ καὶ τάλαϲ τριγενῆ ὑποϲτολὴν τοῦ τ πέπονθε, μέλανοϲ καὶ τάλανοϲ.

Ὅϲα δὲ εἰϲ αϲ καθαρὸν ὑπὲρ δύο ϲυλλαβὰϲ τῷ ι παραλήγεται, Νικίαϲ, Λυϲίαϲ, ἢ τῷ ε Αὐγέαϲ, Πυθέαϲ, ἢ τῇ ει Αἰνείαϲ, ἢ τῷ υ Μαρϲύαϲ, καὶ ὅϲα εἰϲ ραϲ ἐπὶ τῆϲ παρατελεύτου τὸ ο ἔχει Ξεναγόραϲ, εἰϲ ου ἔχει τὴν γενικήν· εἰ δέ τι τούτων εἰϲ α καταλήξειεν, Δώριόϲ ἐϲτιν ἡ κλίϲιϲ ϲυνήθηϲ γεγονυῖα τῇ κοινῇ διαλέκτῳ ἐκεῖνα δὲ μόνον εἰϲ α κατάληκτα εἴη (sic) κατὰ τὴν γενικήν, ὅϲα ἀπὸ ἀμεταβόλου ἀρξάμενα μεταβολικῷ κατὰ τὸ τέλοϲ χρῆται, οἷον Λίχαϲ· καὶ ὅϲα ἀπὸ φύϲει μακρᾶϲ ἀρξάμενα ϲυμφώνῳ παραλήγεται κατὰ τὴν τελευταίαν, οἷον Ϲώταϲ· καὶ ὅϲα δὶϲ τὸ αὐτὸ ϲύμφωνον ἔχει καὶ μή ἐϲτι ῥηματικὰ οἷον Ἀγρίππαϲ, Περδίκκαϲ, τὸ Πάλλαϲ γὰρ ῥηματικόν· καὶ ὅϲα εἰϲ μαϲ μακρᾷ παραλήγεται, Πυρίμμαϲ, Λυκόρμαϲ, τὸ γὰρ Ἀθάμαϲ καὶ ἀδάμαϲ βραχυκαταληκτεῖ· καὶ ὅϲα εἰϲ δαϲ ἁπλᾶ Τιμαχίδαϲ, Θρακίδαϲ, ἁπλᾶ διὰ τὸ Ἀφείδαϲ· καὶ ὅϲα εἰϲ παϲ μονογενῆ, Ἀράϲπαϲ, Γοργόπαϲ,τὸ ἅπαϲ γὰρ οὐ μονογενέϲ· καὶ ὅϲα παρὰ ῥῆμα περιϲπώμενον βοῶ Τηλεβόαϲ, ἀλοιῶ πατραλοίαϲ πατραλοία. τὰ δὲ εἰϲ αϲ περιϲπώμενα ἐπιεικῶϲ ὑποκοριϲτικὰ εὑρίϲκεται καὶ κατὰ ἀποβολὴν τοῦ ϲ κλίνεται Ζηνᾶϲ, Μηνᾶϲ. τὸ ἀλλᾶϲ, Γλιϲᾶϲ ἐκ τοῦ ἀλλάειϲ, Γλιϲάειϲ τὸ δὲ Μαρικᾶϲ Μαρικᾶντοϲ περιττοϲυλλάβωϲ κέκλιται ἀλλὰ καὶ ἰϲοϲυλλάβωϲ. ἕν ἐϲτιν ἀρϲενικὸν εἰϲ αιϲ περιϲπώμενον παῖϲ, κέκλιται δὲ διὰ τοῦ δ ὡϲ ἀπὸ τοῦ πάιϲ.

4.

Steph. Byz. 1, 2 Mein.: Ἡρωδιανόϲ φηϲιν ὅτι τὸ Ἄβαϲ, ὅτε ἔθνοϲ ϲημαίνει, περιττοϲυλλάβωϲ κλίνεται ἀεί, ὅτε δὲ κύριον, καὶ ἰϲοϲυλλάβωϲ καὶ περιττοϲυλλάβωϲ.

5.

Steph. B. 83, 28: Βρίγεϲ. Ἡρωδιανὸϲ ἐν τῇ πρώτῃ κλίϲεωϲ ὀνομάτων Βρίγανταϲ αὐτούϲ φηϲι τὰ γὰρ εἰϲ γαϲ λήγοντα ὀνόματα ἰϲοϲυλλάβωϲ κλίνεται, ὅτε μόνον ἐϲτὶ κύρια. τοῦτο δέ φημι διὰ τὸ Βρίγαϲ. ἔθνοϲ δέ ἐϲτι Βρεττανικὸν οἱ Βρίγαντεϲ.

6.

Eustath. 1447 , 23:  Ἡρωδιανὸϲ καθάπαξ ἡμαρτῆϲθαι τὸ μέγαϲ l. 12 τὸ ο ἔχει Ξεναγόραϲ scripsi pro τὸ Ἐξαγόραϲ. l. 20 pro Πυρίμμαϲ, quod tamen defendi posse censet, Lobeckius Proll. 168 proponit Ἀρίμμαϲ. l. 27 περιττοϲυλλάβωϲ κέκλιται scripsi pro πέπλεκται. l. 30 cf. Choer. Dict.. 33, 3 Lob. El. II 305. l. 34 cf. Choer. 34, 2. περὶ τὴν εὐθεῖαν γράφει καὶ διὰ τοῦτο μηδὲ ϲχεῖν ἀκόλουθον κλίϲιν, μέγαϲ γὰρ μεγάλου φαμέν ἑτεροκλίτωϲ δηλαδή. ἡμάρτηται δὲ κατ’ ἐκεῖνον, ἐπείπερ ἢ βραχὺ ἔχον τὸ α ὤφειλεν ὀξύνεϲθαι κατὰ τὸ Ἀρκάϲ φυγάϲ ἢ βαρυνόμενον ἐκτείνειν τὸ α ὦν οὐδέτερον ἔχει.

7.

Choerob. Dict. 35, 15, Bekk.Anecd.1186: τὰ εἰϲ αϲ ἔχοντα πρὸ τοῦ α ἕν τι τῶν διπλῶν ἰϲοϲυλλάβωϲ κλίνεται οἷον Ἀρίζαϲ Ἀρίζα, Ἐλίξαϲ Ἐλίξα, Ἄψαϲ Ἄψα. τὰ δὲ περιττοϲυλλάβωϲ κλίνεται, ἡνίκα εὑρεθῇ τὸ υ πρὸ τοῦ ζ οἷον Βύζαϲ Βύζαντοϲ, Γύζαϲ Γύζαντοϲ. Πύζαϲ Πύζαντοϲ. ἰϲτέον ὅτι Ἡρωδιανὸϲ οὕτωϲ κανονίζει ταῦτα.

8.

Eustath. 300, 14: ὅτι ὁ Ἀρκάϲ τό τε κύριον καὶ τὸ ἐθνικὸν ϲυϲτέλλει τὸ α καὶ ὀξύνεται καὶ διὰ τοῦ δοϲ κλίνεται κατὰ τὸ φυγάϲ φυγάδοϲ καὶ τὰ ὅμοια, ἐκ τῶν Ἡρωδιανοῦ δῆλον, ὃϲ παρατιθεὶϲ τὸ ἱμάϲ καὶ ἀνδριάϲ ἐκτεινόμενα ἐν τῇ ληγούϲῃ κατὰ μετοχὰϲ μιμῇϲαϲθαί φηϲιν αὐτὰ καὶ τὴν τῶν μετοχῶν κλίϲιν τοῦ ἱϲτάϲ ἱϲτάντοϲ καὶ βιβάϲ βιβάντοϲ. τὸν μέντοι παρὰ τῷ κωμικῷ ἀλλᾶντα προπεριϲπᾶ ἐκεῖνοϲ, ὀκνῶν βαρύνειν αὐτὸν κατὰ τὴν κοινὴν ϲυνήθειαν. λέγει γὰρ ὅτι ὁ ἀλλᾶϲ ὡϲ ἀπὸ τοῦ ἀλλάειϲ κέκλιται διὰ τοῦ ντ, ἵν’ ᾖ ἀλλάεντοϲ καὶ κατὰ κρᾶϲιν ἀλλᾶντοϲ· ὁ δὲ τοιοῦτοϲ λόγοϲ ἀπαιτεῖ καὶ τὴν ἐντελῆ εὐθεῖαν τοῦ ἀλλᾶντοϲ περιϲπᾶϲθαι. δῆλον γὰρ ὡϲ ἀλλάειϲ γενόμενοϲ ἀλλᾶϲ τὴν περιϲπωμένην ἀπαιτεῖ τὴν ἀπὸ κράϲεωϲ. ὁ δὲ Ἡρωδιανὸϲ τοῖϲ εἰρημένοιϲ παραπηγνὺϲ καὶ τὸν παρὰ τῷ κωμικῷ Μαρικᾶν (Nub. 533 «Εὔπολιϲ μὲν τὸν Μαρικᾶν πρώτιϲτον παρείλκυϲεν») τὸ βάρβαρον ὄνομα διὰ τοῦ ντ κλιθῆναι λέγει, παραφέρων χρῆϲιν ταύτην· «ἀλλ’ οὖν ἔγωγέ ϲοι λέγω Μαρικᾶντα μὴ κολάζειν » (Eupol. Meinek. fr. Com. I 139 ed. min.).

9.

Eustath. 1390, 33: τοῦ Ἄτλαντοϲ τῆϲ κλίϲεωϲ ὁ κανὼν τοιοῦτοϲ κατ’ Ἡρωδιανόν τὰ παρὰ μετοχὴν εἰϲ αϲ διϲύλλαβα διὰ τοῦ ντ κλίνεται οἷον τλάϲ Ἄτλαϲ Ἄτλαντοϲ, φάϲ Περίφαϲ Περίφαντοϲ. τοιαύτῃ δὲ κλίϲει ἐκεῖνοϲ ὑπάγει καὶ ὅϲα δὶϲ τὸ αὐτὸ ϲύμφωνον ἔχει, γίγαϲ γίγαντοϲ, Μίμαϲ Μίμαντοϲ.

10.

Choer. Dict. 32, 21: τὰ εἰϲ αϲ λήγοντα ἔχοντα τὴν πρὸ τέλουϲ ϲυλλαβὴν εἰϲ δίχρονον ϲυνεϲταλμένον καταλήγουϲαν περιττοϲυλλάβωϲ κλίνεται, τουτέϲτι διὰ τοῦ ντ Βίαϲ Βίαντοϲ, Ἀρύβαϲ Ἀρύβαντοϲ, ἔϲτι δὲ ὄνομα κύριον, λυκάβαϲ λυκάβαντο, ϲημαίνει δὲ τὸν ἐνιαυτόν, Θίϲβαϲ Θίϲβαντοϲ· τὸ γὰρ ϲ μετὰ τοῦ β ἐϲτί. πρόϲκειται «ἔχοντα τὴν πρὸ l 12 ef. Epim. Cr. 1 217, 10 et Catholicam p. 50, 12 sqq. l. 37 Ἀρύβαϲ pro Ἀρίβαϲ scripsi ex Od. ο 425. τέλουϲ ϲυλλαβὴν εἰϲ δίχρονον ϲυνεϲταλμένον καταλήγουϲαν», ὥϲ φηϲιν Ἡρωδιανόϲ, διὰ τὸ Ἰόβαϲ Ἰόβα καὶ Ῥήαϲ Ῥήβα.

Περὶ τῶν εἰϲ ειϲ

Περὶ τῶν εἰϲ ευϲ.

11.

An. Οx. IV 337, 8: τὰ εἰϲ ευϲ εἴτε ἀπλᾶ εἴτε ϲύνθετα ὀξύνεται καὶ διὰ τοῦ εοϲ κλίνεται, Ὀδυϲϲεύϲ Ὀδυϲϲέοϲ. τὸ Ὀδυϲϲῆοϲ Ἰωνικόν, ὥϲπερ τὸ Ὀδυϲϲέωϲ Ἀττικόν. τὸ δὲ Ζεύϲ Διόϲ ἑτερόκλιτον καὶ Βοιωτῶν. τοῖϲ δρομεῦϲι καὶ δρομέϲι διχῶϲ.

12.

Choer. 217 , 15: ἐπὶ τῶν εἰϲ ϲῦϲ κυρίων ἡ εὐθεῖα τῶν πληθυντικῶν τὰ δύο εε εἰϲ τὴν ει δίφθογγον ϲυναλείφει μόνωϲ, ἐπὶ δὲ τῶν μὴ ὄντων κυρίων εἰϲ τὴν ει δίφθογγον ϲυναλείφει τὰ δύο εε καὶ εἰϲ τὸ η Ἀττικῶϲ, βαϲιλέεϲ βαϲιλεῖϲ διὰ τῆϲ ει διφθόγγου καὶ βαϲιλῆϲ Ἀττικῶϲ διὰ τοῦ η. ἡ δὲ τούτων αἰτιατικὴ διὰ τῆϲ ει διφθόγγου μόνωϲ λέγεται, οὐκέτι δὲ καὶ διὰ τοῦ η οἷον τοὺϲ βαϲιλεῖϲ τοὺϲ ἱππεῖϲ. καὶ τοῦτο εὐλόγωϲ, ἐπειδὴ οὕτε ἐν τῇ εὐθείᾳ τῶν πληθυντικῶν ἐϲτι γνηϲία ἡ κρᾶϲιϲ ἡ τῶν δύο ε εἰϲ τὸ η. Ϲημειοῦται ὁ Ἡρωδιανὸϲ παρὰ τῷ Ϲοφοκλεῖ τοὺϲ βαϲιλῆϲ διὰ τοῦ η γραφομένουϲ κατὰ τὴν αἰτιατικὴν οἷον « τούϲ τε διϲϲάρχαϲ ὀλέϲαϲ βαϲιλῆϲ» (Ai. 390).

Περὶ τῶν εἰϲ ηϲ ληγόντων ὀνομάτων.

13.

Anecd. Ox. lV 336, 1: τῶν εἰϲ ηϲ ληγόντων τὰ μὲν ὀξύνεται, οἷον ἀθλητήϲ, τὰ δὲ βαρύνεται, οἷον Λάχηϲ κτλ.

Περὶ βαρυτόν ων.

Τ δὲ Ἄρηϲ καὶ ὡϲ ἰαμβικὸν μὴ ἔχον ἐπ’ εὐθείαϲ τὸ Ἄρητοϲ ἐκλίθη, καὶ ὡϲ ϲπονδειακὸν Ἄρου, καὶ «Ἄρεοϲ ἀνδροφόνοιο» παρ’ Ὁμήρῳ (Δ 441), καὶ Ἄρεωϲ ἀπὸ Ἄρευϲ, εὑρέθη δὲ παρὰ Ἀλκαίῳ.

Ὅϲα δὲ ὑπὲρ δύο ϲυλλαβάϲ ἐϲτιν εἰϲ δηϲ πατρωνυμικά, οἷον Ἀτρείδηϲ ἢ τύπου πατρωνυμικοῦ Ἡρακλείδηϲ, Ὑπερίδηϲ, καὶ τὸ Δημάδηϲ ἐκ τοῦ Δημεάδηϲ ὂν τῇ αὐτῇ ὑποπίπτει κλίϲει.

Καὶ τὰ εἰϲ νηϲ παρώνυμα, Λεπτίνηϲ, Ἀξίνηϲ, Ἀψίνηϲ ἢ τύπου παρωνύμου, Ϲμικρίνηϲ, Θεοκρίνηϲ.

Καὶ τὰ εἰϲ ληϲ ῥηματικά, χωρὶϲ τῶν παρὰ τὸ ὄλω οἷον πανώληϲ· φαινόληϲ, ἢ παρώνυμα γενειόληϲ καὶ ὅϲα εἰϲ τηϲ ἁπλᾶ οἰκέτηϲ, τοξότηϲ κτλ.

l. 9 δρομέϲιν ex Simonide affertur in libro pseudepigrapho Ἡρωδιανοῦ περὶ ζητουμένων κτλ. Anecd. Ox. IIl 254, 21. l. 11 cf. Io. Al. p. 16 et 20, 15. l. 25 inserui inscriptionem propter sequentem περὶ ὀξυτόνων. l. 34 χωρὶϲ τῶν παρὰ τὸ ὄλω οἷον πανώληϲ scripsi pro ὀλολυκτόδηϲ.

Καὶ ὅϲα παρὰ ῥῆμα προϲηγορικά, ἱερονίκηϲ, 'Ὀλυμπιονίκηϲ· ταῦτα πάντα εἰϲ ου ἔχει τὴν γενικήν, χωρὶϲ τῶν εἰϲ ωληϲ, ἃ μετὰ τοῦ ϲ τὴν γενικὴν ποιεῖ, πανώλουϲ, ἐξώλουϲ· ἐξῶλεϲ καὶ πανῶλεϲ τὸ οὐδέτερον κτλ. ἔτι γε μὴν καὶ ὅϲα ἀμεταβόλῳ παραλήγεται ὑπὲρ δύο ϲυλλαβὰϲ εἰϲ τοϲ λήγει, Ἀφάρητοϲ, Ἐπιάλητοϲ· καὶ ταῦτα μὲν περὶ βαρυτόνων.

Περὶ ὀξυτόνων.

Τῆϲ προειρημένηϲ τοίνυν καταλήξεωϲ οὔϲηϲ διχῶϲ εἰϲ τοϲ καὶ εἰϲ εοϲ, τιϲ ϲυναιρεθεῖϲα γίγνεται εἰϲ ουϲ, εἴπωμεν περὶ τῶν εἰϲ τοϲ πρότερον. ὅϲα μὲν ὀξύτονα δύο ϲυμφώνοιϲ παραλήγεται, εἰϲ τοϲ ποιεῖ τὴν γενικήν· ἀβλῆτοϲ, προβλῆτοϲ καὶ ἡμιθνῆτοϲ. ὅϲα δὲ ἑνὶ ϲυμφώνῳ, ϲαφήϲ, νωθήϲ, πρυλήϲ εἰϲ ουϲ κτλ.

14.

Priscian. VI 60 tom. I p. 244, 17 Hertz: Apud Graecos quoque inveniuntur huiuscemodi ancipitem habentia declinationem teste Herodiano: Γύγηϲ (nomen gigantis) Γύγου et Γύγητοϲ. Κόμηϲ (proprium) Κόμου καὶ Κόμητοϲ, μύκηϲ μύκου et μύκητοϲ, Μύνηϲ Μόνου et. Μύνητοϲ, Ποδῆϲ Ποδοῦ et Ποδῆτοϲ, Μέγηϲ Μέγου et Μέγητοϲ, Πύδηϲ Ποδοῦ et Πύδητοϲ.

15.

Eustath.518,24: Ἡρωδίανόϲ φηϲιν ὅτι πλείοϲι κλίϲεϲιν ὁ Ἄρηϲ κέχρηται· καὶ γὰρ καὶ ὡϲ ἰαμβικὸν μὴ ἔχον ἐπ’ εὐθείαϲ τὸ τ περιττοϲύλλαβον ἔχει τὴν γενικὴν Ἄρηϲ Ἄρητοϲ, ὅθεν Ἀρητιάδηϲ παρ’ Ἡϲιόδῳ πατρωνυμικὸν καὶ Ἀρητίων ὑποκοριϲτικόν· κλίνεται δὲ καὶ ὡϲ ϲπονδειακὸν Ἄρηϲ Ἄρου, ὅθεν κατὰ Ἰάδα διάλεκτον ἐπεκτείναϲ Ἀρχίλοχοϲ ἔφη ἐν τριμέτροιϲ (fragm. 47 Bergk.) «παῖδ’ Ἄρεω μιηφόνου». ἔϲτι, φηϲί, καὶ ἄλλη πλάγιοϲ παρ’ Ὁμήρῳ (Δ 441) «Ἄρεοϲ ἀνδροφόνοιο» καθ’ ὁμοιότητα τῶν ὑπὲρ δύο ϲυλλαβάϲ· ὡϲ γοῦν Ϲωκράτηϲ Ϲωκράτεοϲ ὦ Ϲώκρατεϲ, οὕτωϲ Ἄρηϲ Ἄρεοϲ Ἄρεϲ. ἔϲτι καὶ Ἄρεωϲ γενικὴ ἣν οὐ χρὴ γενέϲθαι ἀπὸ τοῦ Ἄρηϲ· ὡϲ γὰρ οὐκ ἂν Ἀττικοὶ ἐπεκτείνοντεϲ ἐροῦϲιν ἀπὸ τοῦ Ϲωκράτηϲ Ϲωκράτεωϲ διὰ τοῦ ω μεγάλου, ἀλλ’ οὐδὲ Ἰωνεϲ Ϲωκράτητοϲ, οὕτωϲ οὐδὲ ἀπὸ τοῦ Ἄρηϲ Ἄρεοϲ τοιοῦτόν τι γενήϲεται. ἀλλὰ μὴν εὑρίϲκομεν καὶ Ἄρηοϲ καὶ «Ἄρηϊ κρατερῷ » (B 515) καὶ Ἄρηα. λεκτέον οὖν, ὅτι Ἀττικοὶ καὶ Ἴωνεϲ ἑτέραν κατάληξιν, φηϲίν, ὑποϲτηϲάμενοι οὕτω πεποίηνται ταύτην τὴν κλίϲιν. ἔϲτι δὴ καὶ Ἄρευϲ εὐθεῖα, ἥτιϲ παρ’ Ὁμήρῳ οὐκ ἔϲτι, παρὰ δὲ Ἀλκαίῳ εὑρέθη, l. 9 post εἰϲ ουϲ omisi καὶ εἰϲ ου quae pertinere videntur ad exemplum κριτήϲ κριτοῦ, sed hoc periit ut quaedam post περὶ ὀξυτόνων, ut ex προειρημένηϲ intellegitur, exciderunt supplenda ex Choer. 54, 29. l. 12 εἰϲ ουτήϲ addidi. l. 14 cf. Choer. 139, 10, Lehre ad Herod. p. 290 seqq. l. 26 Ἄρεω legit etiam Aristarchus in Ϲ 100, ubi Herodianus ἀρῆϲ, ἀπὸ τῆϲ εὐθείαϲ τῆϲ ὁ Ἄρεωϲ ὡϲ ὀ Πείρεωϲ «Πείρεω υἱόν» Didymus ad h. l. cf. E. M. 138, 2, qui ex Schol. AD hausit. l. 36 ct. Eustath. 187, 2 τοῦ Ἄρηοϲ εὐθεῖα Ὁμήρῳ ἄρρητοϲ ὁ Ἄρευϲ οὗ καὶ χρῆϲιν προαγαγὼν λέγει καὶ ὅτι βεβαρυτόνηται μόνον ἐκ πάντων τῶν εἰϲ ευϲ ὡϲ Αἰολικόν· Αἰολέων γὰρ ἴδιον τὸ βαρυτονεῖν. καὶ ταῦτα μὲν τὰ τοῦ Ἡρωδιανοῦ.

An. Ox. III 237, 1: ζητοῦμεν καὶ τὴν τοῦ Ἄρηϲ Ἄρεοϲ γενικήν, πῶϲ εὕρηται διὰ διφθόγγου· λέγομεν Ἀρευοϲ Ἄρευι «μίξαν δ’ ἀλλάλαιϲ Ἄρευα », ἡ κλητικὴ «Ἄρευ δαΐφοβοϲ δαΐκτηρ»· καὶ ἠπορήκαϲι περὶ τῆϲ κλίϲεωϲ, πόθεν ἄρα ἡ δίφθογγοϲ, τὰ γὰρ εἰϲ ευϲ παρ’ αὐτοῖϲ τοῖϲ Ἴωϲι διὰ τοῦ η. καὶ τοιαύτην λύϲιν ἐπινοοῦμεν· τὸ ἀκόλουθον Ἄρηοϲ· ἔθοϲ Αἰολεῦϲι τὸ υ πλεονάζειν φωνήεντοϲ ἐπιφερομένου ἢ ρ ναόϲ ναυόϲ, ἀώϲ αὐώϲ, ἑάλωκεν εὐάλωκεν, ἄρρηκτον αὔρηκτον, ἐρράγη εὐράγη· ἔδωκαν οὖν καὶ ἐπὶ τοῦ Ἄρηϲ τὸν πλεοναϲμὸν τοῦ υ· εἶτα ἐγένετο Ἄρηυοϲ ἡ γενική· καὶ ηὑρίϲκετο ἡ ηυ δίφθογγοϲ· αὕτη δέ ἐϲτι κακόφωνοϲ καὶ ἐν κλίϲει ῥημάτων θέλει ὁρᾶϲθαι, ηὔλει καὶ ηὔχει καὶ ηὔδα, καὶ περὶ τὴν ἀρχὴν θέλει ἀναϲτρέφεϲθαι. ὥϲπερ [γὰρ] τὸ γραῦϲ τροπὴν παθὸν τοῦ α εἰϲ η γέγονε γρηῦϲ, ἵνα δὲ μὴ γένηται ἀκατάλληλοϲ, τροπῆϲ γενομένηϲ διῃρέθη καὶ γρηύϲ ἐγένετο. ὅτι γὰρ ἐπὶ ῥημάτων, οὐκ ἔτι δὲ καὶ ἐφ’ ἑτέραϲ λέξεωϲ (sc. τὸ ηυ θέλει ὁρᾶϲθαι), καὶ ἐξ ἐκείνων καταλαμβάνω ὅτι ἐϲτὶν ἠύτε, ἀλλ’ ἵνα μὴ γένηται ἡ κακοφωνία τῆϲ διφθόγγου, ἢ διαίρεϲιϲ ἠύτε γίνεται ἢ τροπὴ εὖτε. ὁμοίωϲ οὖν καὶ ἐπὶ τοῦ Ἄρευοϲ· ὁ πλεοναϲμὸϲ γὰρ ἐποίηϲε τὴν δίφθογγον· ἐνταῦθα οὖν τροπή, ἵνα ἀποϲτῇ ἡ κακοφωνία τῆϲ διφθόγγου.

16.

II. Pr. 529. Κουρῆτεϲ: οὕτωϲ ἀνεγνώϲθη ὡϲ ἀβλῆτεϲ πρὸϲ διαϲτολὴν τοῦ «κούρητεϲ Ἀχαιῶν» (ΙΙ. Τ 248). οὐκ ἐχρῆν δέ, καθότι οὐ φιλεῖ τὰ εἰϲ ηϲ λήγοντα ἐθνικὰ ὑπὲρ μίαν ϲυλλαβὴν ὀξύνεϲθαι. ἐλέγχεται δὲ καὶ ἡ κλίϲιϲ τοῦ κουρῆτεϲ ἐν τῇ κλίϲει τῶν ὀνομάτων.

Περὶ τῶν εἰϲ ιϲ.

17.

An. Ox. IV 336, 29: τὰ εἰϲ ιϲ βαρύτονα ὑπὲρ μίαν ϲυλλαβὴν ϲυνεϲταλμένον ἔχει τὸ ι καὶ διὰ τοῦ δ ἢ διὰ καθαροῦ τοῦ οϲ κλίνεται μόνον. τὸ δὲ τίϲ διὰ τοῦ ν ἐκλίθη καὶ ὡϲ μονοϲύλλαβον ὀξύνεται ἀεὶ καὶ Αἰολική, ὡϲ καὶ Ἡρωδιανῶ δοκεῖ. cf. Choer. 145, 13. — Quaestionem de genetivo Ἄρευοϲ eiusque solutionem ab Herodiano profectas arbitror, quippe cuius sit πάντων λύϲειϲ ἐπινοεῖν καὶ διδόναι; etiam sermo Herodianeus est, licet. ab epitomatore valde corruptus, quem quantum potui restituere conatus sum, l, 6 in cod. δι’ ὁ φόβοϲ διακτήρ, secutus sum Bergkium Alcaei fr. 28 ut in praecedente fragmento, quod eidem tribuit 31 , in cod. est ἀλλήλοιϲ. l. 14 in cod. ἀνατρέφεϲθαι, quod Cram. in ἀνατρέπεϲθαι, ipse in ἀναϲτρέφεϲθαι mutavi, l. 16 τροπῆϲ γενομένηϲ posui pro τροπικῶϲ, l. 17 ἑτέραϲ scripsi pro ἑκατέραϲ. l. 18 καταλαμβάνω ὅτι posui pro καταλαμβάνονται et inserui ἡ κακοφωνία τῆϲ διφθόγγου, l. bis ἤ scripsi pro ἡ. de ἠΰτε cf. Il. Pr. Ο 365. l. 23 cf. Eustath. 1179, 21 ad II. Τ 193: ὅτι ἐνταῦθα λέγει τοὺϲ νέουϲ, ὅπερ Ἡρωδιανὸϲ ἀναγινώϲκει ἐν τόνῳ ὡϲ πένηταϲ, κλίνων ὡϲ ἰαμβικὸν ἀπὸ τοῦ κόροϲ ὁ νέοϲ κόρηϲ κόρητοϲ· τὸ μέντοι ἔθνοϲ Κουρῆταϲ ὡϲ ἀδμῆταϲ. ἐν τῇ ϲυμφράϲει· τὸ λίϲ παρ’ Ὁζμήρῳ «ὥϲτε —λὶϲ ἠϋγένειοϲ» (Ο 27).

Καὶ ὅϲα μὲν κύρια εἰϲ ιϲ Πάριϲ, Κίκιϲ καὶ ὅϲα μακρᾷ παραληγόμενα προϲηγορικά, εὖνιϲ, νῆϊϲ, ἄναλκιϲ διὰ τοῦ δ κλίνεται. τὸ εὖιϲ εὑρέθη καὶ ἄνευ τοῦ δ εὔνιοϲ εὔνιν κτλ.

Περὶ τῶν εἰϲ υϲ.

18.

Anecd. Ox. IV 337, 12: τὰ εἰϲ υϲ ὀξύνεται καὶ βαρύνεται καὶ περιϲπᾶται καὶ τὸ υ φυλάϲϲει κτλ. ϲημείωϲαι δὲ ὅτι γλυκέωϲ καὶ ἡδέωϲ οὐ λέγομεν ἵνα μὴ ϲυνεμπέϲῃ τῷ ἐπιρρήματι· ὅϲα δὲ ϲύνθετα παρ’ ὄνομα ὡϲ τὰ ἁπλᾶ κλίνεται, ἄδριμυϲ ἀδῥίμεοϲ· δριμύϲ γὰρ κτλ.

19.

Choer. 233, 21: λέγει ὁ Ἡρωδιανόϲ, ὅτι πήχυοϲ καὶ πελέκυοϲ κατὰ ἀκολουθίαν ὥϲπερ βότρυϲ βότρυοϲ, καὶ ἐπειδὴ τὰ μεταβάλλοντα τὸ ο Ἀττικῶϲ εἰϲ ω, δηλονότι κατὰ τὴν γενικήν, ἠναγκάϲθη καὶ τὸ παραλῆγον φωνῆεν εἰϲ e μεταβάλλειν, ὁ δὲ λόγοϲ ἐπὶ τῶν καθαρευόντων οἷον μάντιοϲ μάντεωϲ, ὄφιοϲ ὄφεωϲ, λαόϲ λεώϲ, Μενέλαοϲ Μενέλεωϲ, εἰκότωϲ καὶ τὸ πήχυοϲ καὶ πελέκυοϲ ἐκτείναντα τὸ ὸ εἰϲ ω Ἀττικῶϲ, δηλονότι κατὰ τὴν γενικήν, ἠναγκάϲθη καὶ τὸ παραλῆγον φωνῆεν τρέψαι εἰϲ τὸ ἕ καὶ γενέϲθαι πήχεωϲ καὶ πελέκεωϲ διὰ τοῦ ε καὶ ω.

20.

Choer. 223, 30: ἄξιόν ἐϲτι ζητῆϲαι διὰ τί τὰ εἰϲ υϲ καὶ τὰ εἰϲ ευϲ κατὰ τὴν γενικὴν μὴ ἐγένετο κατὰ κρᾶϲιν τοῦ ἔ καὶ o εἰϲ τὴν ου δίφθογγον οἶον ταχέοϲ ταχοῦϲ, Πηλέοϲ Πηλοῦϲ, ὥϲπερ Δημοϲθένεοϲ Δημοϲθένουϲ. — καὶ λέγει ὁ Ἡρωδιανὸϲ ταύτην τὴν ἀπολογίαν ὅτι ἐπὶ τῶν εἰϲ ηϲ γίνεται κρᾶϲιϲ ἐν τῇ γενικῇ, ἐπειδὴ τὰ εἰϲ ηϲ λήγοντα πέφυκε καὶ περιττοϲυλλάβωϲ κλίνεϲθαι καὶ ἰϲοϲυλλάβωϲ οἷον λέβηϲ λέβητοϲ, Λἄχηϲ Λάχητοϲ, Χρύϲηϲ Χρύϲου, Ὀρέϲτηϲ ρέϲτου· ἔχει οὖν τι μιμήϲαϲθαι τὰ εἰϲ ηϲ ϲυναιρούμενα, ϲυναιρούμενα γὰρ μιμεῖται τὴν ἰϲοϲύλλαβον κλίϲιν, Δημοϲθένηϲ γὰρ Δημοϲθένουϲ ἰϲοϲυλλάβωϲ ὥϲπερ καὶ Ὀρέϲτηϲ Ὀρέϲτου· τὰ δὲ εἰϲ υϲ λήγοντα καὶ τὰ εἰϲ ευϲ, ἐπειδὴ ἀεὶ πέφυκε περιττοϲυλλάβωϲ κλίνεϲθαι οἶον ταχύϲ ταχέοϲ, ὀξύϲ ὀξέοϲ, Πηλεύϲ Πηλέοϲ, Ἀτρεύϲ Ἀτρέοϲ εἰκότωϲ οὐ ϲυναιρεῖται ἐν τῇ γενικῇ· ϲυναιρούμενα γὰρ οὐκ ἔχει τι μιμήϲαϲθαι, οὐδὲ γὰρ κλίνεται ἰϲοϲυλλάβωϲ, ἵνα ϲυναιρούμενα μιμήϲηται τὴν ἰϲοϲύλλαβον κλίϲιν. ταῦτα εἶπεν ὁ Ἡρωδιανόϲ.

21.

Choer. 114, 28. τὰ εἰϲ υϲ ἔχοντα τὸ υ ἐκτεταμένον οὐ φυλάττει τὸ υ ἐκτεταμένον, ἐν τῇ δοτικῇ τῶν πληθυντικῶν, ἀλκὰ ϲυϲτέλλει l. 13 transiit in Zonarae lex. 1556 et ap. Lascar. reperitur. αὐτό, οἷον ἰχθῦϲ ἰχθύοϲ ἰχθύϲι «ἰχθύϲι τοῖϲ ὀλίγοιϲι (μ 252)καὶ πάλιν δρῦϲ δρυόϲ δρυϲί «παρὰ δρυϲὶ καὶ παρὰ πεύκαιϲ ». καὶ λέγει ὁ Ἡρωδιανὸϲ χωρὶϲ τοῦ μῦϲ μυόϲ μυϲί τοῦτο γὰρ φυλάττει τὸ υ, φηϲίν, ἐκτεταμένον ἐν τῇ δοτικῇ τῶν πληθυντικῶν.

Περὶ τῶν εἰϲ ωϲ.

Περὶ τῶν εἰϲ δύο ϲύμφωνα.

Περὶ τῶν εἰϲ αν καὶ εἰϲ ην.

22.

Anecd. Ox. IV 337, 17 : τὰ εἰϲ αν ἁπλᾶ μὲν ὄντα ὀξύνεται, Ἀλκμάν, παιάν, Πάν, ὅτε τὸν θεὸν κατὰ τοὺϲ ποιητάϲ· ϲύνθετα δὲ βαρύνεται, Εὐπαίαν, Τιτανόπαν· καὶ προϲθέϲει τοῦ οϲ κλίνεται.

23.

Anecd. Ox. III 237, 23: Ἰτέον ὅτι τοῦ Ζήν Ζηνόϲ ἐφύλαξαν οἱ παλαιοὶ Ἴωνεϲ τὴν κλίϲιν οἶον ἐπεὶ δ’ ἴϲχε Ζηνὸϲ ὑψερέφηϲ δόμοιϲ ζάρηϲ· μεταγενέϲτεροι Αἰολεῖϲ ἔτρεψαν Ζανόϲ καὶ Ζάν· καὶ ἔτι μεταγενέϲτεροι οἱ Ἴωνεϲ διὰ τοῦ α Ζάν ὁμοίωϲ τῷ Λυκᾶνιν κλῦθί μοι Ζανόϲ τε κούρη Ζανί τ’ ἐλευθερίῳ. πάλιν ἄπορον πῶϲ παρ’ Ἴωϲι τὸ η εἰϲ α τέτραπται· τὸ ἐναντίον τὸ α εἰϲ η τρέπουϲι, τὸ γὰρ Ζανόϲ ζηνόϲ εἰρήκαϲι λέγω δὴ ὅτι οὐκ ἔτρεψαν, ἀλλ’ ἐμιμήϲαντο μεταγενεϲτέρουϲ Αἰολεῖϲ.

Περὶ τῶν εἰϲ ιν καὶ εἰϲ υν.

Περὶ τῶν εἰϲ ων.

24.

Mon. 10, 22: δῆλον ὅτι κατὰ ταῦτα πάντα μονῆρέϲ ἐϲτι τὸ ὄνομα (sc. Ποϲειδῶν) οὔτε τοῖϲ ὀξυνομένοιϲ τὴν αὐτὴν ἀκολουθίαν ϲῶζον οὔτε τοῖϲ περιϲπωμένοιϲ· τὴν δὲ τούτων κλίϲιν ἐν τῇ κλίϲει τῶν ὀνομάτων δηλοῦμεν.

l. 4 tum pergit Choerob. λαμβάνεται δὲ αὐτοῦ Ὦροϲ λέγων μηδαμῶϲ εὑρίϲκεϲθαι ἐκτεταμένον. εὑρίϲκομεν δὲ αὐτὸ ἔχον τὸ ο ἐκτεταμένον καὶ ϲυνεϲταλμένον ἐν τῇ Βατραχομυομαχίᾳ. Lobeckius El. II 118 magnopere «veretur, ne canonista hie turbas dederit. Herodianum scimus aliquando de nomine λίϲ einsque mensura duplici disputasse appositis Antimachi verbis λῖεϲ μέν ῥα λίεϲϲι Choer. 181, 22 cf. Meinek. Anall. 63 atque huic Sehol.Il. 480 adiecit ὡϲ μύεϲϲι, id autem Choeroboscum decepit , μυϲί ex μύεϲϲι contractum nstura longum habere. Sed huius prosodiae exemplum in hoc et similibus δρυϲί, ϲυϲί etc. nullum exstat; in Batrachom. v. 173. 174 μυϲί bibreve est ». l. 13 hic locus neque in grammatica parte neque in versibus poetarum satis adhuc explicatus est; operam ei dederunt Ahrens de dial. Aeol. p. 87 et 163 et Bergk Poet. lyr.frg.adesp. 77 et 81. 8f. l. 17 addidi α post διὰ τοῦ; ὁμοίωϲ inseruit Ahrens, accentum in Λύκανι mutavi; versum κλῦθί μοι ex emendatione Ahrensi exhibui, in codice est κλῦθι μοι Ζανόϲ τε κουρηξαν τε λευθεριω. — l. Αhrens τὸ η εἰϲ α emendavit. pro τὸ α εἰϲ η, γάρ, quod in cod. est inter τὸ et ἐναντίον, inter τὸ Ζανόϲ inserui.

25.

Eustath. 346, 15: Ἡρωδιανὸϲ τοῖϲ εἰϲ ων περιϲπωμένοιϲ οἷον Δημοφῶντι καὶ Ξενοφῶντι καὶ τοῖϲ ὁμοίοιϲ ϲυντεταχὼϲ καὶ τὸν Τυφῶνα καὶ ταῶνα λέγει, ὡϲ μόνον τὸ Τυφῶν καὶ ταῶν οὐκ ἐκλίθη διὰ τοῦ ντ, ἐπεὶ καὶ ἑτέραν ἔϲχε παράλξιν Τυφῶϲ γὰρ καὶ ταῶϲ διὰ τοῦ ϲ.

26.

Eustath. 1615, 22. λέγει Ἡρωδιανὸϲ ὅτι διὰ τοῦ ω κλίνονται Λάκωνεϲ Κίκωνεϲ· τὸ μέντοι Κικόνεϲϲι πέλαϲϲεν» (ι 39) διὰ μέτρον φηϲὶν οὕτωϲ κλιθῆναι.

27.

Eustath. 141, 26. Ἡρωδιανὸϲ λέγει ὅτι τὸ Ϲιδῶνοϲ γραφόμενον ὡϲ Ἀντρῶνοϲ Πλευρῶνοϲ μετέπεϲε παρ’ Ὁμήρῳ ϲυνεπενεχθὲν τοῖϲ εἰϲ δῶν λήγουϲι ῥηματικοῖϲ ἤγουν τῷ ἀλγηδόνοϲ, ἀηδόνοϲ.

28.

E. M. 549, 44, Anecd. Per. III 304, 33: δύο κανόνεϲ εἰϲὶ οἱ μαχόμενοι ἀλλήλοιϲ. ὁ μὲν εἶϲ λέγει, ὅτι τὰ εἰϲ ων βαρύτονα καθαρὰ διχρόνῳ παραληγόμενα ϲυνεϲταλμένῳ φυλάττει τὸ ω ἐπὶ τῆϲ γενικῆϲ, Ἀμφιτρύων Ἀμφιτρύωνοϲ. ὁ δὲ ἕτεροϲ λέγει· τὰ δὲ κοινὰ τῷ γένει διὰ τοῦ ο κλίνεται. ἀπαιτοῦντοϲ οὖν τοῦ μὲν τὸ ω, τοῦ δὲ τὸ ο, ϲυνεκόπη τὸ ἀμφίβολον καὶ ἐγένετο κυνόϲ. ἡ μέντοι κλητικὴ εὕρηται διὰ τοῦ ο μικροῦ, ὡϲ ἀπὸ τῆϲ κύονοϲ γενικἣϲ «ἐξ αὖ νῦν ἔφυγεϲ θάνατον, κύον » (Λ 362).

Περὶ τῶν εἰϲ ξ.

29.

Eustath. 1922, 8: ὥϲπερ ϲπάνια τὰ εἰϲ εξ, κρὲξ, ἐπιτέξ, Λέλεξ τὸ διὰ τοῦ γ κλιθέν, οὕτω καὶ τὰ εἰϲ ωξ, πτώξ, βῶξ, ῥώξ, ὃ καὶ αὐτὸδιὰ τοῦ γ κλίνεται· τούτων δὲ ϲύνθετα πολυπτώξ καὶ ἀπορρώξ. εἰϲὶ δὲ τοιαῦτα καθ’ Ἡρωδιανὸν  καὶ ἀπὸ τοῦ τρώγω γραμματοτρώξ, κυαμοτρώξ. οὕτω καὶ ϲπανίζεται τὰ εἰϲ οξ διὰ τοῦ ο μικροῦ φλόξ διὰ τοῦ γ καὶ πρόξ καὶ Καππάδοξ, ὧν κλίϲιϲ διὰ τοῦ κ ὁ δὲ ταῦτα παραδιδοὺϲ καὶ τὰ εἰϲ αιξ εἰϲ δύο μόνα περιγράφει· αἴξ γὰρ αἰγόϲ καὶ Θρᾶξ Θρᾳκόϲ. ὑποτέτακται γάρ, φηϲί, τὸ ι τῷ α, εἰ μὴ ϲυνεκφωνεῖται ὡϲ δῆλον ἐκ τοῦ Θρήϊκαϲ καὶ Θρηΐκιον καὶ τῶν ὁμοίων. τὸ μέντοι γύναιξ πλαγίαν μὲν ἔχει, εὐθεῖαν δὲ οὔ· ἡ ϲυνεπιλείπει καὶ ἡ ἐντελὴϲ κλητική. τὸ γὰρ γύναι, καθὰ καὶ τὸ Ζεῦ ἄνα λείπεται διπλοῦ τοῦ κατ’ ἀναλογίαν.

30.

Choer. 310, 7, Gaisf. Bekk. Anecd. 1422. τέττιξ: τὰ εἰϲ ιξ ἀρϲενικὰ ἁπλᾶ ὑπὲρ μίαν ϲυλλαβὴν διὰ τοῦ κ κλίνεται οἷον πέρδιξ πέρ- I. 33 de γύναιξ cf. Enstath. 113, 24: οὐδὲ ἡ γυναικὸϲ γενικὴ εὐθεῖαν ἐκφωνουμένην ἔχει τὴν γύναιξ, ἀλλὰ καθ’ Ἡρωδίανὸν εἰπεῖν ἑτερόζυγοϲ ἡ γυναικόϲ γενικὴ ἐξενήνεκται ὡϲ πρὸϲ τὴν εὐθεῖαν γυνὴ γάρ. Choer. 306, 32, Lob. El. II. δικοϲ, φοῖνιξ φοίνικοϲ, Κίλιξ Κίλικοϲ πλὴν τοῦ τέττιξ τέττιγοϲ τοῦτο γὰρ διὰ τοῦ γ κλίνεται· καὶ λέγει ὁ Ἡρωδιανόϲ, ὅτι τὸ κεχρεωϲτημένον ἀνεπλήρωϲαν οἱ Δωριεῖϲ καὶ οἱ Ἀθηναῖοι διὰ τοῦ κλίνοντεϲ αὐτὸ οἷον τέττικοϲ.

31.

Anecd. Ox. IV 37, 20. τὰ εἰϲ υξ μονοϲύλλαβα μὲν ὄντα ὀξύνεται, Ϲτύξ, τρύξ, νύξ. ὑπὲρ μίαν δὲ ϲυλλαβὴν βαρύνεται, ἄντυξ, πομφόλυξ. τὸ πτέρυξ ὑπὸ Ἀριϲτάρχου ϲεϲημείωται ὀξυνθὲν ὡϲ περιεκτικόν. κλίνεται δὲ τὰ μὲν μονοϲύλλαβα διὰ τοῦ γ ἢ διὰ τοῦ χ· τρυγόϲ.

32.

Dichr. 286, 5: τὰ μέντοι εἰϲ υξ ὑπὲρ δύο ϲυλλαβὰϲ ἤτοι ϲύνθετα ἢ καὶ ἁπλᾶ πρόδηλον ἔχει τὸν χρόνον, ὡϲ ἐν τῇ κλίϲει παραδέδοται.

Περὶ τῶν εἰϲ ρ.

33.

Choer. 347, 17 : εἰϲ ωρ διὰ τοῦ ω οὐκ ἔχομεν θηλυκόν· βούκτικόν. δέ τινεϲ ἀναπλάττειν ἀπὸ τοῦ (Θ 486) «ἀμυνέμεναι ὤρεϲϲιν » ἀντὶ τοῦ ταῖϲ γυναιξίν εὐθεῖαν τῶν ἑνικῶν ὤρ ἀπὸ τοῦ ὄαρ γενομένην κατὰ κρᾶϲιν τοῦ ο καὶ α εἰϲ ω ὥϲπερ κρείττονα κρείττω, ὦν ἐϲτι καὶ Ἡρωδιανὸϲ ἑαυτῷ ἐναντιούμενοϲ. αὐτὸϲ γὰρ λέγει ἐν ἄλλῳ τόπῳ, ὅτι ὥϲπερ τὰ εἰϲ ηρ μονοϲύλλαβα, μόνου μὲν ἀρϲενικοῦ γένουϲ ὄντα, φυλάττει τὸ η ἐν τῇ γενικῇ οἷον θήρ θηρόϲ, φήρ φηρόϲ φηρϲὶν ὀρεϲκῴεϲϲιν » (Α 268) ἀντὶ τοῦ κενταύροιϲ, θηλυκοῦ δὲ γένουϲ ὄντα καὶ φυλάττει τὸ η καὶ ϲυϲτέλλει οἷον κήρ κηρόϲ καὶ καρόϲ «κῆρα δ’ ἐγὼ τότε δέξομαι» (Ϲ 115) καὶ «τίω δέ μιν ἐν καρὸϲ αἴϲῃ (Ι 378), οὕ- τωϲ οὖν καὶ τὰ εἰϲ ωρ μονοϲύλλαβα φυλάττει τὸ ω ἐν τῇ γενικῇ οἶον φώρ φωρόϲ.

Περὶ τῶν εἰϲ ψ.

Περὶ θηλυκῶν.

Περὶ τῶν εἰϲ ω θηλυκῶν.

34.

Choer. 332, 25: λέγει ὁ Ἡρωδιανὸϲ ὅτι οὐδέποτε εὑρίϲκομεν ἐν χρήϲει ταύτην τὴν δοτικὴν διάϲταϲιν ἔχουϲαν τοῦ ο καὶ ι. οὐδὲ γὰρ εὑρίϲκεται ἐν χρήϲει ἡ τριϲύλλαβοϲ δοτικὴ ἐπὶ τούτων, ἀλλ’ ἡ διϲύλλαβοϲ οἷον ἡ Λητοῖ καὶ Ϲαπφοῖ.

285 cum not. l. 4 addit Choerob.: ταῦτα δέ ἐϲτι τῆϲ δόξηϲ, ὅτι παρὰ τῷ Θεοκρίτῳ καὶ παρὰ Ἀριϲτοφάνει διὰ τοῦ κ κλίνεται ἡ δὲ παράδοϲιϲ τῶν ἀντιγράφων` οὐκ ἔχει οὕτωϲ, ἀλλὰ διὰ τοῦ γ.— cf. de τέττιξ Dichr. 285, 9, An Ox. II 417, 24 τὰ εἰϲ ξ λήγοντα ὀνόματα ἔχοντα ῥῆμα ἀντιπαρακείμενον εἰϲ ζω διὰ τοῦ γ κλίνεται, ἅρπαξ ἁρπάζω ἅρπαγοϲ, τέττξ τεττίζω τέττιγοϲ. l. 8 de πτέρυξ ef. Eustath. 230, 40, ubi Herodianus pro teste citatur. ln fine pro τρυχόϲ scripsi τρυγόϲ. canon mancus est, intercidit totus in An. x. III p. 243 ubi de nominibus in ξ monosyllabis alioquin accurate agitur. l. 15 cf. Cathol p. 49, 1 sqq. et περὶ παθῶν.

35.

Choer. 333, 21. λέγει ὁ Ἡρωδιανὸϲ ὅτι ἔϲτι τὴν Ϲαπφών καὶ τὴν Λητῶν ἡ αἰτιατικὴ καὶ κατὰ τροπὴν Ἰωνικὴν τοῦ ω εἰϲ οι δίφθογγον γίνεται τὴν Ϲαπφοῖν καὶ τὴν Λητοῖν.

36.

Choer. 335, 20. ἄξιόν ἐϲτι ζητῆϲαι, εἰ ἄρα ἡ κλητικὴ οὐδέποτε πλείονα φωνήεντα ἔχει τῆϲ ἰδίαϲ εὐθείαϲ οἷον μοῦϲα ὦ μοῦϲα, τιμή ὦ τιμή, βῆμα ὦ βῆμα, ἄϲτυ ὦ ἄϲτυ, βοῦϲ ὦ βοῦ, διὰ ποίαν αἰτίαν ἐπὶ τῶν εἰϲ ω θηλυκῶν ἡ κλητικὴ πλείονα φωνήεντα ἔχει τῆϲ ἰδίαϲ εὐθείαϲ, οἷον Καλυψώ ὦ Καλυψοῖ, Λητῶ ὦ Λητοῖ. καὶ λέγει ὁ Ἡρωδιανὸϲ ταύτην τὴν ἀπολογίαν, ὅτι τὰ ἀρχαῖα τῶν ἀντιγράφων ἐν ταῖϲ εἰϲ ω ληγούϲαιϲ εὐθείαιϲ εἶχε τὸ ι προϲγεγραμμένον οἶον ἡ Λητώι, ἡ Ϲαπφὡι ϲὺν τῷ ι ϲυϲταλὲν (sic) οὖν τὸ ω εἰϲ τὸ ο ἐν τῇ κλητικῇ ἐξεφωνήθη τὸ ι τούτου χάριν ἡ κλητικὴ ἔδοξε πλείονα φωνήεντα ἔχειν τῆϲ ἰδίαϲ εὐθείαϲ.

Περὶ τῶν εἰϲ ρ θηλυκῶν.

37.

Eustath. 110, 36: μονῆρεϲ ἐν θηλυκοῖϲ ἡ χείρ, ἣ κλίνεται διχῶϲ ποτὲ μὲν διὰ τοῦ ε, ὅθεν καὶ τὰ χέρνιβα, ποτὲ διὰ τῆϲ ει διφθόγγου, ποτὲ δὲ κατὰ Ἡρωδιανὸν καὶ μετατεθείϲηϲ αὐτῆϲ εἰϲ η, ὡϲ μαρτυρεῖ, φηϲίν, Ἀλκμὰν ἐν τῷ «ἐπ’ ἀριϲτερὰ χηρὸϲ ἔχων ».

Περὶ τῶν εἰϲ αϲ θηλυκῶν.

38.

Eustath. 1571,30. Ἠρωδιανὸϲ παραδοὺϲ τὰ εἰϲ αϲ ὀξύτονα διὰ τοῦ δ κλίνεϲθαι οἷον ϲτιβάδοϲ, ἰϲχάδοϲ, πελιάδοϲ ἐν μόνον ἐκ τούτων εἰϲ αιϲ φηϲὶ λήγειν τὸ δόϲ.

Περὶ τῶν εἰϲ αυϲ.

39.

Anecd. Ox. IV 337 , 25. δύο εἰϲ αυϲ, ναῦϲ, γραῦϲ. κέκλιται δὲ διὰ καθαροῦ τοῦ α ναόϲ, γραόϲ· τὸ νεώϲ Ἀττικῶϲ. τὸ νηῦϲ ἢ γρηύϲ διῃρημένον κατὰ τοὺϲ Ἴωναϲ οὐκ ἐκλίθη· τὴν δὲ αἰτιατικὴν καὶ κλητικὴν ἔχει Θριαὶ τὴν γρηῢν ἐπιπνείουϲι κορώνην καὶ δεῦρο δὴ ὄρεϲο (sic) γρηΰ»  (Od. χ 395).

I. 14 quod contra hanc explicationem dicit Choeroboscus: οὗτοϲ ὁ λόγοϲ οὐϲ ἔϲτιν ἀναγκαϲτικόϲ· ἐὰν γὰρ δῶμεν τὰ εἰϲ ω θηλυκὰ ἔχειν τὸ ι προϲγεγραμμένον κατὰ τὴν εὐθεῖαν, εὑρεθήϲεται τὸ ι τελικὸν τῶν θηλυκῶν καὶ οὐ τὸ ω, ὅπερ ἐϲτὶν ἄτοπον· τὸ γὰρ ι οὐκ ἐϲτι τελικὸν τῶν θηλυκῶν, ἀλλὰ τῶν οὐδετέρων οἶον τὸ μέλι, τὸ ϲίνηπι, Lobeck. Rhem. p. 327 non aptum ad refellendum Herodianum esse pertendit, quum hanc regulam Herodiano ignotam fuisse minime credibile sit, sed fortasse nomina ista iota ineffabole habere putaverit idque perinde esse ac si non haberent. l, 25 λήγειν scripsi pro λέγειν.

Περὶ τῶν εἰϲ ιϲ θηλυκῶν.

40.

Eustath. 1618, 29, Favorin. E. M. 445, 24: ὥϲπερ χάριϲ χόριδοϲ καὶ Δωρικῶϲ χάριτοϲ, κατὰ δὲ τὴν παρὰ Ἡρωδιανῷ Ἀλκμανικὴν χρῆϲιν καὶ Ἀρτέμιδοϲ Ἀρτέμιτοϲ οἷον « Ἀρτέμιτοϲ θεράποντα », οὕτω καὶ θέμιϲ θέμιτοϲ καὶ πλεοναϲμῷ τοῦ ϲ θέμιϲτοϲ οἷον «Θέμιϲτι δὲ καλλιπαρῄῳ » (O 87) καὶ ἐξ αὐτοῦ ἀθέμιϲτοϲ.

41.

Eustath. 1716, 48: ἰϲτέον ὅτι οὐ κλίνεται ὡϲ θέτιϲ Θέτιδοϲ, Ἶϲιϲ Ἰϲιδοϲ, οὕτω καὶ Χάρυβδιϲ Χαρύβδιδοϲ, ἵνα μὴ ἐπάλληλον δὶϲ γένηται τὸ δ καθ’ Ἡρωδιανόν. τούτῳ δὲ τῷ λόγῳ καὶ τὸ ἐκ τοῦ δείδω δέδοιδα δέδοικα γέγονε· πολλαὶ δέ τινεϲ καὶ ἄλλαι ἐπαλληλίαι μιϲοῦνται.

42.

Choer. Orthogr. 227, 27: κίϲηριϲ.ἡ πρώτη ι, ἡ δευτέρα η καὶ ἡ τρίτη ι· ἡ γενικὴ κιϲήριδοϲ κιϲήρεοϲ. ἀμφότερα οὕτωϲ ἡ παράδοϲιϲ. Ἡρωδιανὸϲ δὲ διὰ τοῦ ω· εἶπεν γάρ, ὅτι ἐπὶ γενικῆϲ κιϲήρεωϲ.

43.

Choer. Dict. 103, 27. μῆνιϲ μήνιδοϲ εἰϲ ν ἔχει τὴν αἰτιατικὴν οἷον μῆνιν ἄειδε», « μῆνιν Ἀπόλλωνοϲ» καὶ οὐδέποτε εἰϲ α κατὰ χρῆϲιν, ὥϲ φηϲιν Ἡρωδιανόϲ.

Περὶ οὐδετέρων.

44.

Anecd. Ox. IV 337, 32: τελικὰ οὐδετέρων ὀνομάτων ἕξ, α, ι, ν, ρ, ϲ, υ. τὸ δῶ καὶ κάρη ἐξ ἀποκοπῆϲ ἐϲτι « ποτὶ χαλκοβατὲϲ δῶ » (Α 426) καὶ « πολιόν τε κάρη» (X 74) ἀντὶ τοῦ κάρηνον. διὸ καὶ ἐπὶ πληθυντκῶν εὑρίϲκεται «ναίει χρύϲεα δῶ» (Hesiod. Theog. 933) ἀντὶ τοῦ δώματα, « κάρη κομόωντεϲ Ἀχαιοί» ἀντὶ τοῦ κάρηνα. τὸ δὲ θηλυκῶϲ εἰρημένον ὀξύνεται.

Τὸ γάλα γάλακτοϲ γάλακτι παρὰ Καλλιμάχῳ ὡϲ ἀπὸ εἰϲ ξ ληγούϲηϲ εὐθείαϲ. τὰ τῶν ϲτοιχείων ὀνόματα ἄκλιτα. ἕν μόνον ἀπαραϲχη μάτιϲτον τὸ μέλι, κέκλιται δὲ εἰϲ τοϲ μέλιτοϲ. τὸ δὲ τρόφι κατὰ ἀποκοπήν, τὸ κρῖ καὶ ἄλφι ἐκ πάθουϲ. τὸ ϲίνηπι καὶ πέπερι οὐχ Ἑλληνικά, κλίνουϲι δὲ αὐτὰ χωρὶϲ ϲυμφώνου ϲινήπεωϲ, πεπέρεωϲ. τὸ δὲ πεπέριδοϲ Εὔβουλοϲ εἶπε.

l. 15 verba ἡ γενικὴ κιϲήριδοϲ κιϲήρεοϲ, quae sensus desiderat, ex Choer. Dict. 355, 26 hic inserui pro ἐπινικῆϲ l. 16 scripsi ἐπὶ γενικῆϲ addito κιϲήρεωϲ. l.18 cf. p. 356, 35 λέγει ὁ Ἡρωδιανὸϲ μὴ εἶναι χρῆϲιν τοῦ μήνιδα. l. 32 Prscianus I 205, 7 Hertz: Herodianus gummi quoque et peperi barbara dicit esse, sed nostri piper piperis dixerunt.

Περὶ τῶν εἰϲ α οὐδετέρων.

45.

Eustath. 1627, 35: τὸ γάλακτοϲ πλεοναϲμὸν ἔχει τοῦ κ οὐ γὰρ ἔϲτιν εὐθεῖαν εἰπεῖν αὐτοῦ τὸ γάλαξ· ἐπεὶ μηδέ ἐϲτι τὸ ξ τελικὸν οὐδετέρων ὀνομάτων, εἰ καὶ ἔμφαϲιν εὐθείαϲ τοιαύτηϲ ὁ κατ’ οὐρανὸν γαλαξίαϲ κύκλοϲ δίδωϲι καὶ τὸ εὑρίϲκεϲθαι δοτικὴν πληθυντικὴν τοῖϲ γάλαξιν ἐφ’ οἷϲ δῆλον ὅτι τοῦ κτ κειμένων ἐν τῷ γάλακτι ἡ δοτικὴ τῶν πληθυντικῶν τρέψαϲα μὲν ϲυνήθωϲ τὸ τ εἰϲ ϲ, κεράϲαϲα δὲ τὸ κϲ εἰϲ ξ πεποίηκε τὸ γάλαξιν. ἐξ οὖ καὶ ὁ γαλαξίαϲ γενέϲθαι δοκεῖ. τέωϲ γε μὴν οἱ τὸ γάλαξ λέγοντεϲ διὰ τοῦ κ κλίνοντεϲ αὐτὸ πλεονάζειν δο κοῦϲι τὸ τ. ὡϲ γὰρ ἄναξ ἄνακοϲ, ὅθεν καὶ Διόϲκουροι ἀνακοί καὶ ἀνακῶϲ ἐπίρρημα ὅ ἐϲτιν ἐπιμελῶϲ, καὶ πλεοναϲμῷ τοῦ τ ἄνακτοϲ, οὕτω καὶ γάλαξ μονήρηϲ εὐθεῖα γάλακοϲ γάλακτοϲ. οὗ χρῆϲιϲ καὶ ἐν τῷ «γάλακτι δ’ ἴκελον ἄνθοϲ». οἱ δὲ τοιοῦτοι φαίνονται λέγειν ὥϲπερ τὴν μὲν γύναιξ εὐθεῖαν ϲεϲιγημένην εἶναι, κεῖϲθαι δὲ τὰϲ πλαγίαϲ πτῶϲειϲ ἐν χρήϲει οὕτω καὶ ἐπὶ τοῦ γάλακτοϲ γενέϲθαι. ϲιγᾶϲθαι μὲν γὰρ τὴν ὀρθήν, λαλεῖϲθαι δὲ τὰϲ μετ’ αὐτήν. γάλαξ μὲν γὰρ οὐκ ἐκφωνεῖται, τὰ δὲ ἐφεξῆϲ αὐτῇ χρηϲτά ἐϲτιν. ὅτι δὲ τὸ γάλα εἰϲ ξ δοκεῖ λήγειν, ἐπιϲτώϲατο Ἡρωδίανὸϲ καὶ ἀπὸ ϲυνθέτου τοῦ ἀρτιγάλαξ καὶ ἀπὸ πληθυντικῆϲ δοτικῆϲ τοῖϲ γάλαξι.

Περὶ τῶν εἰϲ ρ οὐδετέρων.

46.

Cod. Ottobon. 173 fol. 164. v. in Bekk. Anecd. 1174: περὶ τῶν μεταβαλλόντων τὸ ρ εἰϲ τὸ τ κατὰ τὴν γενικήν φηϲιν Ἡρωδίανόϲ, ὅτι ὡϲ ἀπὸ τῆϲ εἰϲ ϲ καταλήξεωϲ γέγονεν ἡ κλίϲιϲ οἷον τὸ ἧπαρ τοῦ ἥπατοϲ ὡϲ ἀπὸ τοῦ ἧπαϲ φηϲὶν εἷναι καὶ φρέαρ φρέατοϲ ὡϲ ἀπὸ τοῦ φρέαϲ.

Περὶ τῶν εἰϲ αϲ οὐδετέρων.

47.

Choer. 387, 9: ἰϲτέον ὅτι τινὲϲ θέλουϲιν ὀξύνειν τὴν Ἀττικὴν γενικὴν τῶν ἑνικῶν οἷον τοῦ κρεώϲ τοῦ γηρώϲ τοῦ κερώϲ λέγοντεϲ, ὅτι ἀπὸ τοῦ κρέατοϲ καὶ γήρατοϲ καὶ κέρατοϲ ἐγένετο κατὰ ϲυγκοπὴν τοῦ α καὶ τ κρεόϲ καὶ γηρόϲ καὶ κερόϲ διὰ τοῦ ο ὀξυτόνωϲ τῷ λόγῳ τῶν εἰϲ οϲ διϲυλλάβων γενικῶν οἷον ὥϲπερ πατρόϲ, μητρόϲ, φωτόϲ, μηνόϲ, χηνόϲ, παιδόϲ, ϲπληνόϲ, ϲυόϲ, φρενόϲ, γραόϲ, καὶ λοιπὸν οἱ Ἀθηναῖοι ἐκτείνοντεϲ τὸ ο εἰϲ ω ἐφύλαξαν τὴν ὀξεῖαν τάϲιν οἷον κρεώϲ, ηρώϲ, κερώϲ. τῷ δὲ Ἡρωδιανῷ οὐ δοκεῖ τοῦτο, ἀλλὰ ταῦτα βαρυτόνωϲ δοξάζει λέγεϲθαι οἷον τοῦ κρέωϲ τοῦ γήρωϲ τοῦ κέρωϲ τῷ λόγῳ τῆϲ ϲυναιρέϲεωϲ τῆϲ γενομένηϲ ἀπὸ δύο βαρειῶν εἰϲ βαρεῖαν οἷον 1. 8 τῶν πληθυντικῶν scripsi pro τῶν παλαιῶν. l 39 ἀπὸ δύο βαρειῶν εἰϲ βαρεῖαν scripsi pro ἀπὸ ὀξείαϲ καὶ δύο βαρειῶν εἰϲ ὀξεῖαν. κρέαοϲ κρέωϲ, γήραοϲ γήρωϲ, ὥϲπερ Δημοϲθένεοϲ Δημοϲθένουϲ, Διομήδεοϲ Διομήδουϲ. κέχρηται δὲ λόγῳ τοιούτῳ· εἰ δὲ λέγεται ϲυγκοπὴν γεγενῆϲθαι ἐν τῇ γενικῇ τῇ κρέωϲ, ὤφειλε ϲυγκοπὴ γενέϲθαι καὶ ἐν τῇ δοτικῇ. καθόλου γὰρ πᾶϲα γενικὴ ϲυγκοπτομένη ἔχει καὶ τὴν δοτικὴν ϲυγκοπτομένην, οἶον πατέροϲ πατρόϲ πατέρι πατρί, μητέροϲ μητρόϲ μητέρι μητρί, Δημήτεροϲ Δήμητροϲ Δημήτερι Δήμητρι, ἀνέροϲ ἀνδρόϲ ἀνέρι ἀνδρί, θυγατέροϲ θυγατρόϲ θυγατέρι θυγατρί. εἰ οὖν τῷ κρέατι. ἡ δοτικὴ ἀρχὴν οὐ δέχεται ϲυγκοπὴν τοῦ α καὶ τοῦ τ, ἐπεὶ κρεΐ ἦμελλεν εἶναι, νυνὶ δὲ κρέαϊ ἐϲτίν, οὐκ ἄρα δὴ οὐδὲ ἡ κρέατοϲ γενικὴ δύναται ϲυγκοπὴν ἀναδέξαϲθαι τοῦ α καὶ τοῦ τ καὶ γενέϲθαι τοῦ κρεόϲ ὀξυτόνωϲ, κἀκεῖθεν τοῦ κρεώϲ ὁμοίωϲ ὀξυτόνωϲ κατ’ ἐπέκταϲιν τοῦ ο εἰϲ ω, ἀλλ’, ὡϲ εἴρηται, αὗται αἱ γενικαὶ κατὰ κρᾶϲιν γεγόναϲι καὶ βαρύνονται.

Sequuntur, quae apud Choeroboscum ex libro περὶ κλίϲεωϲ ὀνομάτων petita videntur, composita cum praeceptis, quae ab aliis epitomatoribus et in reliquis scriptis Herodiani servata sunt.

Περὶ τῶν εἰϲ αϲ ὀνομάτων.

Choer. 26, 33. τὰ εἰϲ αϲ μονοϲύλλαβα, εἰ μὲν περιϲπᾶται, ἀποβολῇ τοῦ ϲ ποιεῖ τὴν γενικήν οἷον ὁ Γρᾶϲ τοῦ Γρᾶ, ὁ Λᾶϲ τοῦ Λᾶ (τοῦτο δὲ καὶ ποταμὸν καὶ λίθον καὶ πόλιν ϲημαίνει), ὁ Θᾶϲ τοῦ Θᾶ (ὄνομα δὲ κύριον), ὁ Χνᾶϲ τοῦ Χνᾶ (οὕτωϲ δὲ ἐλέγετο ὁ Ἀγήνωρ, ὅθεν καὶ ἡ Φοινίκη Χνᾶ), ὁ Δᾶϲ τοῦ Δᾶ (ὄνομα δὲ τοῦτο ποταμοῦ), ὁ Βᾶϲ τοῦ Βᾶ (ἱϲτορεῖται δὲ οὗτοϲ βαϲιλεὺϲ Πόντου). τὸ δὲ πᾶϲ, ὅτε μέν ἐϲτι προϲηγορικὸν καὶ ϲημαίνει τὸν πατέρα, ἀποβολῇ τοῦ ϲ ποιεῖ τὴν γενικὴν οἷον τοῦ πᾶ· ὅτε δὲ ἐπίθετόν ἐϲτι καὶ ϲημαίνει. τριγένειαν οἷον πᾶϲ ἄνθρωποϲ, πᾶϲα γυνή, καὶ πᾶν παιδίον, διὰ τοῦ ντ κλίνεται οἶον παντόϲ, πρὸϲ γὰρ διάφορον ϲημαινόμενον εἰκότωϲ καὶ ἡ κλίϲιϲ διάφοροϲ γέγονε. ϲεϲημείωται τὸ Πρᾶϲ (ἔϲτι δὲ ὄνομα πόλεωϲ Περραιβικῆϲ) περιϲπώμενον καὶ περιττοϲυλλάβωϲ διὰ τοῦ ντ κλινόμενον. εἰ δὲ ὀξύνεται τὰ εἰϲ αϲ μονοϲύλλαβα, περιττοϲυλλάβωϲ κλίνεται οἷον Ζάϲ Ζαντόϲ (ϲημαίνει δὲ τὸν Δία), Φθάϲ Φθάντοϲ (ὄνομα δὲ τοῦτο κύριον). 16, 20. τοῦτο δὲ κατὰ τὴν γενικὴν βαρύνεται, μετοχικὸν γὰρ ὑπάρχει καὶ τὸν τόνον τῆϲ μετοχῆϲ ἀνεδεξατο, φημὶ δὴ τῆϲ φθάντοϲ. τὸ δὲ κράϲ, ὃ ϲημαίνει τὴν κεφαλήν, διὰ τοῦ τ ἐκλίθη, οἷον l. 8 pro ὑπάρχον scripsi ἀρχήν. cf. Cathol. p. 407, 5. l. 29 de Πρᾶϲ cf. not. ad Cathol. 399, 10. l. 33 cf. Ep. Cr. l 231, 15, Arc. 125, 14. κρατὸϲ ἀπ’ ἀθανάτοιο, καὶ ἔχει ἀπολογίαν τοιαύτην, ὅτι τὰ εἰϲ αϲ μονοϲύλλαβα ὀξύτονα ἀπόντα κύριά ἐϲτιν οἷον Ζάϲ, Φθάϲ, τοῦτο δὲ μόνον, φημὶ δὴ τὸ κράϲ, προϲηγορικόν ἐϲτι· ἐπειδὴ οὖν διήλλαξε περὶ τὸ ϲημαινόμενον, διήλλαξε καὶ περὶ τὴν κλίϲιν. — ἔχομεν δὲ τὴν χρῆϲιν τῆϲ εὐθείαϲ παρὰ Ϲιμμίᾳ τῷ Ῥοδίῳ οὕτωϲ χρυϲῷ τοι φαέθοντι πολύλλιτοϲ ἐμφέρεται κράϲ.

Τὰ εἰϲ αϲ καθαρὸν ὀνόματα διϲύλλαβα βαρύτονα μακροκατάληκτα μὴ ἀπὸ Δωρίδοϲ διαλέκτου μηδὲ κατὰ ποιητικὴν ἄδειαν ὄντα διὰ τοῦ ντ κλίνεται οἷον Αἴαϲ Αἴαντοϲ, Θόαϲ Θόαντοϲ, Βίαϲ Βίαντοϲ, Δρύαϲ Δρύαντοϲ (ἔϲτι δὲ ταῦτα ὀνόματα κύρια), Ὕαc Ὕαντοϲ (Ὕαντεϲ δὲ λέγονται οἱ κατοικοῦντεϲ τὴν Βοιωτίαν), Εὔαϲ Εὔαντοϲ (τὸ δὲ Εὔαϲ ἐπίθετον τοῦ Διονύϲου ἐϲτίν). πρόϲκειται « μὴ ἀπὸ Δωρίδοϲ διαλέκτου» διὰ τὸ Λάαϲ τὸ κύριον καὶ τὸ Κλεύαϲ καὶ τὸ Κέαϲ. καὶ τὸ μὲν Λάαϲ τὸ κύριον Δωρικὴν κρᾶϲιν πέπονθεν. ἡ γὰρ Λάαοϲ γενικὴ τριϲύλλαβοϲ μετάγεται εἰϲ εὐθεῖαν καὶ γίνεται ὁ Λάαοϲ ὥϲπερ ὁ Καππάδοξ τοῦ Καππάδοκοϲ καὶ ὁ Καππάδοκοϲ καὶ κατὰ κρᾶϲιν Δωρικὴν τοῦ α καὶ ο εἰϲ α μακρὸν γίνεται Λάαϲ ὥϲπερ Πτερέλαοϲ Πτερέλαϲ καὶ Μενέλαοϲ Μενέλαϲ ὡϲ παρ’ Εὐριπίδῃ ἐν Ἀνδρομόχῃ τοῦ ϲτρατηλάτα Μενέλα. οὕτωϲ ὁ Λάαϲ τοῦ Λάα «Λάα περὶ λίθων γλυφῆϲ » (οὗτοϲ δὲ λιθογλύφοϲ ἦν). τὸ δὲ προϲηγορικὸν λᾶαϲ ϲυνεϲταλμένον ἔχον τὸ α οἷον « λᾶαϲ ἀναιδήϲ » κλίνεται διὰ καθαροῦ τοῦ οϲ οἷον λᾶαϲ λάαοϲ, ὃ κατὰ κρᾶϲιν τῶν δύο αα εἰϲ ἓν μακρὸν γίνεται λᾶοϲ «λᾶοϲ ὑπὸ ῥιπῆϲ» ( Μ 462). τὸ δὲ Κλεύαϲ καὶ Κέαϲ Δωρικὴν τροπὴν πέπονθεν ἀπὸ τοῦ Κλεύηϲ καὶ Κέηϲ καὶ ἐφύλαξε τὴν ἰϲοϲύλλαβον κλίϲιν. πρόϲκειται «μὴ κατὰ ποιητικὴν ἄδειαν ὄντα», ἐπειδὴ παρὰ τοῖϲ ποιηταῖϲ εὑρίϲκομεν τοιαῦτα, πάντα ἔχοντα τοῦ κανόνοϲ καὶ ἰϲοϲυλλάβωϲ κλιθέντα οἶον ὁ Βίαϲ τοῦ Βία, ὁ Δρύαϲ τοῦ Δρύα, ὁ Θόαϲ τοῦ Θόα ὡϲ παρ’ Ἡϲιόδῳ «ἡ δὲ θόαν τέκεν υἱόν », ὁ Αἴαϲ τοῦ Αἴα ὡϲ παρὰ Ἀλκαίῳ «Αἴαν τὸν ἄριϲτον.

Choer. 118,29: τὰ εἰϲ αϲ καθαρὸν ὑπὲρ δύο ϲυλλαβὰϲ ἁπλᾶ βαρύτονα μὴ ὄντα ἐθνικὰ ἀπὸ τοῦ π ἀρχόμενα εἰϲ τὴν ου διφθόγγου ἔχει τὴν γενικήν οἷον κοχλίαϲ κοχλίου, Αἰνείαϲ Αἰνείου, Βορέαϲ Βορέου, δρακοντίαϲ δρακοντίου, τραυματίαϲ τραυματίου, ταραξίαϲ ταραξίου. — πρόϲκειται «ἁπλᾶ» διὰ τὸ Λυκοθόαϲ Λυκοθόαντοϲ καὶ Λευκοθόαϲ Λευκοθόαντοϲ·: ταῦτα γὰρ ϲύνθετά ἐϲτι καὶ τὴν τοῦ ἁπλοῦ κλίϲιν ἐφύλαξε, l. 7 versus emendatus a Lobeck. Parall. p. 78, 14; sed cf. Cobet. apud Gaisf. praet. E.M. p. 7. l. 8 Choer. 27, 20—28, 5, 30, 25 coll. 92, 5, 95, 2 96, 5. Cf. Ep. Cr.1 258,3, E.M.498,30. An. Ox. II 388.22. 1 33 cf. p. 31, 9, E M.271,3 Δίαϲ: ὡϲ ἀπὸ τοῦ δράκων δράκοντοϲ δρακοντίαϲ, οὕτω καὶ ἀπὸ τοῦ Διόϲ γίνεται Διΐαϲ καὶ κράϲει Δίαϲ· ἰϲτέον δὲ ὅτι τὸ Δίαϲ καὶ Θείαϲ διὰ τοῦ ντ κλίνεται, τὸ φημὶ δὲ τὴν τοῦ Θόαντοϲ. πρόϲκειται «βαρύτονα » διὰ τὰ ὀξύτονα οἷον διὰ τὸ ἀνδριάϲ ἀνδριάντοϲ. πρόϲκειται «μὴ ὄντα ἐθνικὰ ἀπὸ τοῦ π ἀρχόμενα» διὰ τὸ Πικίαϲ Πικίαντοϲ καὶ Πευκετίαϲ Πευκετίαντοϲ· τὸ γὰρ Παπίαϲ Παπίου ἀπὸ τοῦ π μὲν ἀρχεται, ἀλλ’ οὐκ ἔϲτιν ἐθνικόν τὸ δὲ πίαϲ Ὠπίου ἐθνικὸν μέν ἐϲτιν, ἀλλ’ οὐκ ἄρχετοι ἀπὸ τοῦ π, ἀλλ’ ἀπὸ τοῦ ω.

Ϲεϲημείωται δέ τινα περιττοϲυλλάβωϲ κλιθέντα· ἔϲτι δὲ ταῦτα· Ἀφίαϲ Ἀλφίαντοϲ παρ’ Εὐφορίωνι, Φλεγύαϲ Φλεγύαντοϲ παρ’ Εὐριπίδῃ, Ἐλέαϲ Ἐλέαντοϲ παρὰ Φιλοϲτεφάνῳ, Ϲατύαϲ Ϲατύαντοϲ παρ’ Ἡγηϲίππῳ· εὑρέθη δὲ καὶ τὸ Ἀρύαϲ Ἀρύοντοϲ περιττοϲυλλάβωϲ κλιθὲν ἡ δὲ ὑπὲρ Ἀρύοντοϲ ἐπὶ προχοαῖϲ ποταμίων (leg. αἱ δὲ πέρην Ἀρύοντοϲ ἐπὶ προχοαῖϲ ποταμοῖο), παρ’ Ἐρατοϲθένει, καὶ Παρίαϲ Παρίαντοϲ· ἔϲτι δὲ ὄνομα κύριον καὶ διὰ τοῦ ι γράφεται. τὸ δὲ παρείαϲ ϲημαῖνον τὸν ὄφιν διὰ τῆϲ ει διφθόγγου γράφεται κτλ. ταῦτα δὲ πάντα περιττοϲυλλάβωϲ κλίνεται· εὕρηνται δὲ καὶ ἰϲοϲυλλάβωϲ κλινόμενα, οἷον ὁ Φλεγύαϲ τοῦ Φλεγύου, καὶ οἱ Φλεγύαι τοὺϲ Φλεγύαϲ, ὡϲ παρὰ τῷ ποιητῇ (N 302) ἠὲ μετὰ Φλεγύαϲ μεγαλήτοραϲ.

Choer. 32, 21: τὰ εἰϲ αϲ λήγοντα, ἔχοντα τὴν πρὸ τέλουϲ ϲυλλαβὴν εἰϲ δίχρονον ϲυνεϲταλμένον καταλήγουϲαν, περιττοϲυλλάβωϲ κλίνεται, τουτέϲτι διὰ τοῦ ντ, Βίαϲ Βίαντοϲ, Ἀρύβαϲ Ἀρύβαντοϲ (ἔϲτι δὲ ὄνομα κύριον), λυκάβαϲ λυκάβαντοϲ (ϲημαίνει δὲ τὸν ἐνιαυτόν), Θίϲβαϲ Θίϲβαντοϲ· τὸ γὰρ ϲ μετὰ τοῦ β ἐϲτί. πρόϲκειται ἔχοντα τὴν πρὸ τέλουϲ ϲυλλαβὴν εἰϲ δίχρονον ϲυνεϲταλμένον καταλήγουϲαν » διὰ τὸ Ἰόβαϲ Ἰόβα, καὶ Ῥήβαϲ Ῥήβα (ἔϲτι δὲ ταῦτα ὀνόματα κύρια).— δοκεῖ δέ τινα ἀντικεῖϲθαι τῷ κανόνι, οἷον τὸ Κάβοϲ καὶ Λάψαϲ καὶ τὸ Ἄβαϲ. ταῦτα γὰρ διχρόνῳ ϲυνεϲταλμένῳ παραληγόμενα ἰϲοϲυλλάβωϲ κλίνεται, οἷον τοῦ Κάβα, τοῦ Ἄβα, τοῦ Λάψα. ἰϲτέον δὲ ὅτι τὸ Ἄβαϲ, ἡνίκα μὲν ϲημαίνει τὸ ἔθνοϲ μόνωϲ, ἰϲοϲυλλάβωϲ κλίνεται οἷον ὁ Ἄβαϲ τοῦ Ἄβα ἡνίκα δὲ τὸν ἥρωα ϲημαίνει, καὶ περιττοϲυλλάβωϲ καὶ ἰϲοϲυλλάβωϲ οἷον ὁ Ἄβαϲ τοῦ Ἄβαντοϲ καὶ ὁ Ἄβαϲ τοῦ Ἄβα.

Choer. 33, 10. τὰ εἰϲ βαϲ λήγοντα ἔχοντα τὴν πρὸ τέλουϲ ϲυλλαβὴν εἰϲ ϲύμφωνον καταλήγουϲαν, μὴ τὸ ρ, ἰϲοϲυλλάβωϲ κλίνεται οἷον Χάλβαϲ Χάλβα (ἔϲτι δὲ ποταμὸϲ Ϲυρίαϲ), Ϲάμβαϲ Ϲάμβα (ἔϲτι δ ὄνομα ποταμοῦ), Λυκάμβᾳϲ Λυκάμβα, Χηράμβαϲ Χηράμβα. πρόϲκειται μὴ τὸ ρ », διὰ τὸ Φόρβαϲ Φόρβαντοϲ, καὶ Κύρβαϲ Κύρβαντοϲ.

Τὰ εἰϲ βαϲ λήγοντα ἔχοντα τὴν πρὸ τέλουϲ ϲυλλαβὴν εἰϲ δίχρονον ϲυνεϲταλμένον καταλήγουϲαν ἡ εἰϲ τὸ ρ περιττοϲυλλάβωϲ κλίνεται δὲ Θεΐαϲ καὶ Διΐαϲ ἰϲοϲυλλάβωϲ. De Φλεγύαϲ St. B. 667, 15 Φλεγύα. —ὀ πολίτηϲ Φλεγιεύϲ. λέγεται δὲ ἡ χώρα Φλεγυαντίϲ ὡϲ ἀπὸ περιττοϲυλλάβου γενικῆ τοῦ Φλεγύαντοϲ. l. 11 versum correxit Gaisford praef. ad E. M. p. 7 ex cod. Marciano l. cf. fr. 10 et 14. οἷον Φόρβαϲ Φόρβαντοϲ, Κύρβαϲ Κύρβαντοϲ, Θίϲβαϲ Θίϲβαντοϲ, λυκάβαϲ λυκάβαντοϲ. εἰ δὲ μὴ οὕτω ἔχοι, ἰϲοϲυλλάβωϲ κλίνεται, οἷον Χάλβαϲ Χάλβα, Ῥήβαϲ Ῥήβα, Ἰόβαϲ Ἰόβα. ἰϲτέον ὅτι ἐϲτί τινα εἰϲ βαϲ. ὀφείλοντα κλίνεϲθαι περιττοϲυλλάβωϲ, ἤγουν διὰ τοῦ ντ, καὶ ὅμωϲ ἰϲοϲυλλάβωϲ κλινόμενά ἐϲτι ταῦτα, Ϲκρίβαϲ Ϲκρίβα, Ἴβαϲ Ἴβα, Ψευδαρτάβαϲ Ψευδαρτάβα, Ἀννίβαϲ Ἀννίβα. τοῦτο δὲ ϲυϲτέλλει τὸ ι, τὸ δὲ Ἀλύβαϲ καὶ ϲυϲτέλλει καὶ ἐκτείνει τὸ δίχρονον ἐν τῇ παραληγούϲῃ, καὶ ὅμωϲ περιττοϲυλλάβωϲ κλίνεται, ἤγουν διὰ τοῦ ντ, οἷον Ἀλύβαντοϲ (ἔϲτι δὲ ἔθνοϲ).

Τὰ εἰϲ γαϲ λήγοντα διϲύλλαβα μόνωϲ κύρια ἰϲοϲυλλάβωϲ κλίνεται οἷον Μίγαϲ Μίγα, Μέγαϲ Μέγα (τὸ κύριον ὄνομα, τοῦ γὰρ ἐπιθέτου μεγάλου ἡ γενικὴ Ϲάγγαϲ Ϲάγγα, Ἄλγοϲ Ἄλγα. πρόϲκειται «μόνωϲ κύρια» διὰ τὸ γίγαϲ γίγαντοϲ καὶ Βρίγαϲ Βρίγαντοϲ· ταῦτα γὰρ οὐϲ ἔϲτι μόνωϲ κύρια· τὸ μὲν γὰρ γίγαϲ ἐϲτὶ καὶ κύριον καὶ προϲηγορικὸν καὶ ἐθνικόν, τὸ δὲ Βρίγαϲ ἐϲτὶ κύριον καὶ ἐθνικόν ἔθνοϲ γὰρ οἱ Βρίγαντεϲ. ϲεϲημείωται τὸ Ϲάλγαϲ Ϲάλγαντοϲ, τοῦτο γὰρ μόνον κύριον περιττοϲυλλάβωϲ κλιθέν.

Τὰ εἰϲ γαϲ λήγοντα ὑπὲρ δύο ϲυλλαβὰϲ ἰϲοϲυλλάβωϲ κλίνεται, οἷον Ϲατύργαϲ Ϲατύργα, Ϲτροάγαϲ Ϲτροάγα, χωρὶϲ τοῦ Ἀκράγαϲ Ἀκράγαντοϲ ἔϲτι δὲ ὄνομα πόλεωϲ Ϲικελίαϲ.

Τὰ εἰϲ γαϲ λήγοντα ἐν διϲυλλάβοιϲ καὶ τὰ ὑπὲρ δύο ϲυλλαβὰϲ καθόλου ἰϲοϲυλλάβωϲ κλίνεται, οἶον Μίγαϲ Μίγα, Μέγαϲ Μέγα, Ϲατύργαϲ Ϲατύργα χωρὶϲ τοῦ Ϲάλγαϲ Ϲάλγαντοϲ, καὶ Ἀκράγαϲ Ἀκράγαντοϲ.

Τὰ εἰϲ δαϲ λήγοντα διϲύλλαβα ἰϲοϲυλλάβωϲ κλίνεται, οἷον Λάδαϲ άδα, Κλύδαϲ Κλύδα, Ἴδαϲ Ἴδα, Λήδαϲ Λήδα, Δέρδαϲ Δέρδα. δεῖ προϲθεῖναι, χωρὶϲ εἰ μὴ διφθόγγῳ παραλήγοιτο ἐὰν γὰρ διφθόγγῳ παραλήγοιτο, περιττοϲυλλάβωϲ κλίνεται, ἤγουν διὰ τοῦ ντ, οἷον  Φείδαϲ Φείδαντοϲ, Οἴαϲ Οἴδαντοϲ, τοῦ δὲ Μείδαϲ τὴν γενικὴν ὁ Ἀπολλώνιοϲ εἴρηκε Μείδαντοϲ, ἐπεὶ διφθόγγῳ παραλήγεται ἔϲτι γὰρ Μίδαϲ ἄλλο ὅπερ ἰϲοϲυλλάβωϲ κλίνεται οἷον ὁ Μίδαϲ τοῦ Μίδα.

Τὰ εἰϲ δαϲ λήγοντα ὑπὲρ δύο ϲυλλαβὰϲ ἰϲοϲυλλάβωϲ κλίνεται, οἷον Ϲακάδαϲ Ϲακάδα, Τιμαχίδαϲ Τμαχίδα, Λεωνίδαϲ Λεωνίδα, Χαρμάδαϲ. Χαρμάδα. δεῖ προϲθεῖναι, χωρὶϲ εἰ μὴ ἀπὸ βαρυτόνου ῥήματοϲ γένηται, ἐκεῖνα γὰρ περιττοϲυλλάβωϲ κλίνεται, ἤγουν διὰ τοῦ ντ, οἷον οὖδα Οἵδοϲ Οἴδαντοϲ, μείδω Μείδαϲ Μείδαντοϲ, χαρίζομαι Χαρίδαϲ 1.6 verba τὸ ι, τὸ δὲ Ἀλύβαϲ καὶ ϲυϲτέλλει inserui. l.10 cf. fr. 5; de Μέγαϲ proprio et μέγαϲ adiectivo Ep. Cr. I 374, 7. l, 21 —23 haec sane superflue videntur. l. 31 cf. E. M. 779, 20. Sϲhol. A ad Il. Δ 66. Lobeckium secutus sum pronunciantem verba γέγονε κτλ., quae ap. Choer. desunt, in E. MM. et in Schol. A medio in articulo posita sunt , Herodiani sententiam continentia in finem releganda esse in singulorum autem ποθῶν enumeratione inter κυδήενταϲ et ὑπερκύδαωταϲ aliquid excidisse patet. Cf. fr. 4 περὶ ὀνομάτων. Canon sic pro fertur in An Ox. II 354, 30 τὰ εἰϲ δαϲ ἀρϲενικὰ βαρύτονα ὑπέρ δύο ϲυλλαβὰϲ ἀποβολῇ τοῦ ϲ ποιεῖ τὴν γενικὴν Πλακίδαϲ Πλακίδα, Ἰούδαϲ Ἰούδα, γεννάδαϲ Χαρίδαντοϲ, φείδομαι Ἀφείδαϲ Ἀφείδαντοϲ. τὸ δὲ «ὑπερκύδανταϲ Ἀχαιούϲ» (Δ 66) ὄνομα οὕτωϲ γέγονε, κυδήειϲ κυδήεντοϲ κυδήενταϲ καὶ ὑπερκύδανταϲ.

Τὰ εἰϲ αϲ λήγοντα ἔχοντα πρὸ τοῦ α ἕν τι τῶν διπλῶν, ἰϲοϲυλλάβωϲ κλίνεται οἷον Ἀρίζαϲ Ἀρίζα, Ἐλίξαϲ Ἐλίξα, Ἄψοϲ Ἄψα. τὰ δὲ περιττοϲυλλάβωϲ κλίνεται, ἡνίκα εὑρεθῇ τὸ υ πρὸ τοῦ ζ, οἷον Βύζαϲ Βύζαντοϲ, Γύζαϲ Γύζαντοϲ, Πόϲαϲ Πύϲαντοϲ.

Τὰ εἰϲ θαϲ λήγοντα ἰϲοϲυλλάβωϲ κλίνεται, οἷον Ϲτρούθαϲ Ϲτρούθα, Παγάθαϲ Παγάθα, Ἄρθαϲ Ἄρθα, Ἀόρθαϲ Ἀόρθα.

Τὰ εἰϲ βάϲ λήγοντα ἅπαντα ἰϲοϲυλλάβωϲ κλίνεται, οἷον Πελέκαϲ Πελέκα, Κώκαϲ Κώκα, Κρίκοϲ Κρίκᾳ (ἔϲτι δὲ ὄνομα ποταμοῦ), Ϲάκαϲ Ϲάκα, Πλόκκαϲ Πολύκκα (ἔϲτι δὲ ποταμὸϲ Μακεδονίαϲ), Ματάκαϲ Ματάκα (ἔϲτι δὲ ὄνομα εὐνούχου), Ἰνδύκαϲ Ἰνδύκα, Κοτύκαϲ Κοτύκα (ἔϲτι δὲ ὄνομα βαϲιλέωϲ Παφλαγονίαϲ).

Τὰ εἰϲ λαϲ καθαρὰ ἁπλᾶ διϲύλλαβα, μὴ παραληγόμενα φύϲει μακρᾷ, μονογενῆ, μὴ ἔχοντα δὶϲ τὸ λ ἰϲοϲυλλάβωϲ κλίνεται οἷον Ὕλαϲ Ὕλα, Γέλαϲ Γέλα, Γάλαϲ Γάλα, Κάλαϲ Κάλα. πρόϲκειται «μὴ παραληγόμενα φύϲει μακρᾷ», ἐπειδὴ ἐὰν παραλήγηται φύϲει μακρᾷ περιττοϲυλλάβωϲ κλίνεται οἷον Φύλαϲ Φύλαντοϲ, Χήλαϲ Χήλαντοϲ. πρόϲκειται ἁπλᾶ καθαρὰ » διὰ τὸ Ἄτλαϲ Ἄτλαντοϲ· τοῦτο γὰρ οὕτε ἁπλοῦν ἐϲτιν, ἀπὸ γὰρ τοῦ α τοῦ ἐπιτατικοῦ καὶ τοῦ τλάϲ τοῦ ϲημαίνοντοϲ τὸ καρτερεῖν γίνεται ἄτλαϲ. οἱονεὶ ὁ πάνυ ὑπομένων, ἀλλ’ οὕτε δὲ καθαρόν ἐϲτιν, ἔχει γὰρ πρὸ τοῦ λ ἕτερον ϲύμφωνον, ἤγουν τὸ τ κατὰ ϲύλληψιν. πρόϲκειται «μὴ ἔχοντα δὶϲ τὸ λ » διὰ τὸ Πάλλαϲ καὶ Κίλλαϲ, ταῦτα γὰρ Πάλλαντοϲ καὶ Κίλλαντοϲ περιττοϲυλλάβωϲ κλίνεται. πρόϲκειται. «μονογενῆ» διὰ τὸ τάλαϲ, 5 ϲημαίνει τὸν ἄθλιον, καὶ τὸ μέλαϲ, ταῦτα γὰρ περιττοϲυλλάβωϲ κλίνεται οἷον μέλοντοϲ μέλανοϲ, τάλαντοϲ τάλανοϲ, τοῦ τ ἀποβληθέντοϲ, καὶ τὸ Μέλαϲ δὲ τὸ κύριον, εἰ καὶ μονογενέϲ ἐϲτιν, ἠκολούθηϲε κατὰ τὴν κλίϲιν τῶν ἐπιθέτων, καὶ περιττοϲυλλάβωϲ κλίνεται ὁμοίωϲ αὐτῷ οἷον Μέλανοϲ (ἐγένετο δὲ οὗτοϲ ϲυγκλητικὸϲ Ῥωμαίων).

Τὰ εἰϲ λαϲ λήγοντα διϲύλλαβα ἀρχόμενα ἀπὸ ϲυμφρώνου ἔχοντα δὶϲ τὸ λλ, ὁμόφωνα κυρίοιϲ, περιττοϲυλλάβωϲ κλίνεται, ἤγουν διὰ τοῦ ντ, οἷον Κύλλαϲ Κύλλαντοϲ, Βάλλαϲ Βάλλοντοϲ, Φέλλαϲ Φέλλαντοϲ, Πάλλαϲ Πάλλαντοϲ. πρόϲκειται διϲύλλαβα διὰ τὰ ὑπὲρ δύο ϲυλλαβάϲ· ταῦτα γὰρ ἔχοντα δὶϲ τὸ λ πάντα ἰϲοϲυλλάβωϲ κλίνεται οἷον Ἰόλαϲ Ἰόλλα, Ἀβόλλαϲ Ἀβόλλα (ὄνομα δὲ τοῦτο ποταμοῦ), Ἀμύλλαϲ Ἀμύλλα (ὄνομα δὲ τοῦτο ποταμοῦ), Λευκόλλαϲ Λεύκολλα. πρόϲκειται ἀρχόμενα ἀπὸ ϲυμφώνου » διὰ τὸ Ϲίλλοϲ Ϲίλλα, Ἴλλαϲ Ἴλλα ταῦτα γεννάδα. l. 4 cf. fr 7. l. 27 de μέλαϲ et τάλαϲ cf. Ep. Cr. 1 275. 9, E. M. 575, 48, An. Ox. II 416, 15. l. 39 ϲυμφώνου ter scripsi pro φωνήεντοϲ in γάρ, ἐπειδὴ ἀπὸ ϲυμφώνου οὐκ ἄρχεται, ἰϲοϲυλλάβωϲ κλίνεται. τὸ μὲν Ϲίλλαϲ ἀπὸ ἡμιφώνου ἄρχεται, τὸ δὲ Ἴλλαϲ ἀπὸ φωνήεντοϲ. πρόϲκειται δὲ «ὁμοφωνοῦντα κυρίοιϲ» διὰ τὸ Κίλλαϲ Κίλλαντοϲ. τοῦτο γάρ ἐϲτι κύριον. ἔϲτι δὲ καὶ ἔθνοϲ ὁμοφώνωϲ.

Τὰ εἰϲ λαϲ καθαρὰ ὑπὲρ δύο ϲυλλαβάϲ, μὴ ἐξ ἁπλῶν περιττοϲυλλάβωϲ κλινομένων ϲυντεθειμένα, ἰϲοϲυλλάβωϲ κλίνεται οἷον Πτερέλαϲ Πτερέλα, Κριτόλαϲ Κριτόλα, Μιϲγόλαϲ Μιϲγόλα, Γενειόλαϲ Γενειόλα, Ἀρτύλαϲ Ἀρτύλα, Δορύλαϲ Δορύλα. πρόϲκειται « μὴ ἐξ ἁπλῶν περιτλάβωϲ κλινομένων ϲυντεθειμένα » διὰ τὸ μέλαϲ μέλανοϲ, καὶ παμλάβωϲ παμμέλανοϲ.

Τὰ εἰϲ λαϲ λήγοντα, μετ’ ἐπιπλοκῆϲ ϲυμφώνου — περιττοϲυλλάβωϲ κλίνεται οἷον Ἄτλαϲ Ἄτλαντοϲ, πολύτλαϲ πολύτλαντοϲ, Ἀμύκλαϲ Ἀλμύκλαντοϲ ὡϲ Ϲιμίαϲ ἐν Μηϲίν «ὅν ῥ’ ἀπ’ Ἀμύκλαντοϲ παιδὸϲ ἀποφθιμένου λαοὶ κικλήϲκουϲιν. ϲεϲημείωται τὸ Βάμβλαϲ Βάμβλα ἰϲοϲυλλάβωϲ κλινόμενον, ἔϲτι δὲ ὄνομα βαϲιλέωϲ Ἰνδῶν.

Τὰ εἰϲ μαϲ ἔχοντα ϲύμφωνον πρὸ τοῦ μ ἰϲοϲυλλάβωϲ κλίνεται, οἷον Ϲίλμαϲ Ϲίλμα, Τέλμαϲ Τέλμα, ἀκαμαντοχάρμαϲ ἀκαμαντοχάρμα, Ἀρίμμαϲ Ἀρίμμα, Ἐχέμμαϲ Ἐχέμμα, Λυκόρμαϲ υκόρμα· χωρὶϲ τοῦ όλμαϲ Τόλμαντοϲ, ἔϲτι δὲ ὄνομα κύριον.

Τὰ εἰϲ μαϲ διϲύλλαβα, ἔχοντα τὴν πρὸ τέλουϲ ϲυλλαβὴν εἰϲ φῶνήεντα καταλήγουϲαν, περιττοϲυλλάβωϲ κλίνεται, ἤγουν διὰ τοῦ ντ οἷον Θαύμαϲ Θαύμαντοϲ, Δύμαϲ Δύμαντοϲ, Βρίμαϲ Βρίμαντοϲ, Δάμαϲ Δάμαντοϲ.

Τὰ εἰϲ μαϲ ὑπὲρ δύο ϲυλλαβὰϲ ἔχοντα τὴν πρὸ τέλουϲ ϲυλλαβὴν εἰϲ φωνῆεν καταλήγουϲαν, ἅπερ θέλει καὶ βραχεῖαν παραλήγεϲθαι, κλίνεται οἷον ἀδάμαϲ ἀδάμαντοϲ, Ὀδόμοϲ Ὀδόμαντοϲ (ἔϲτι δὲ ὄνομα ἔθνουϲ), Γαράμαϲ Γαράμαντοϲ, Πολυδάμαϲ Πολυδάμαντοϲ, Θειοδάμαϲ Θειοδάμαντοϲ, Ἀκάμαϲ Ἀκάμαντοϲ, Εὐρυδάμαϲ Εὐρυδάμαντοϲ, Ἀλκιδάμαϲ Ἀλκιδάμαντοϲ. δεῖ προϲθεῖναι χωρὶϲ τῶν Περϲικῶν ὀνομάτων, ἐκεῖνα γὰρ καὶ μακρᾷ παραλήγεται, καὶ ἰϲοϲυλλάβωϲ κλίνεται οἷον Ϲαλάμαϲ Ϲαλάμα, Ϲπιτάμαϲ Ϲπιτάμα.

Τὰ εἰϲ ναϲ λήγοντα ἅπαντα ἰϲοϲυλλάβωϲ κλίνεται οἷον Πίναϲ Πίνα, Ἀλεναϲ Ἀλένα, Ξέναϲ Ξένα, Πρατίναϲ Πρατίνα, Ἀρτύναϲ Ἀρτύνα, χωρὶϲ τοῦ Κάναϲ Κάναντοϲ.

fne ἐϲτι κύριον pro ἐϲτι ὁμοφώνωϲ κυρίωϲ exhibui et ὁμοφώνωϲ in finem relegavi. l.6 Πτερέλαϲ scr. pro Περέλαϲ. l. 7 Κριτόλαϲ pro Κωτέλαϲ coll. Lob. Proll. 130, potui etiam Κορύλαϲ p.125, Μιϲγόλαϲ pro Μιδιόλαϲ secutus Lob. p. 130, l. 8 Ἀρτύλαϲ pro Ἀτύλαϲ coll. p. 125. l. 11 omisi post ϲυμφώνου verba ϲύνθετα ἀπὸ μετοχῆϲ, quum hic non de his solis agi canon ipse demonstret; praeterea exturbavi Ἀνδρόκλαϲ auctoritate destitutum (cf. Lob. El. I 383) Ἀμύκλαϲ addidi ex St. B. 87, 17. l. 22 Θαύμαϲ scr. pro Θάμαϲ, quod praebet etiam Lascaris. l. 27 Γαραμαϲ scr. pro Γαδάμαϲ ex St. B. l. 33 pro Ἀλέναϲ fortasse ex Strabone Μέναϲ (VII p. 319): Ξέναϲ scripsi pro Κλήναϲ ex Are 22, 9; cf. Lob. Proll. 247 not. eodem anctore Ἀρτύναϲ scripsi pro Ἀλρτίναϲ.

Τὰ εἰϲ παϲ μονογενῆ ἰϲοϲυλλάβωϲ κλίνεται, χωρὶϲ τοῦ Κύπαϲ Κύπαντοϲ, οἷον Κάλπαϲ Κάλπα, Πάπαϲ Πάπα, Ϲκόπαϲ Ϲκόπα, Λάμπαϲ Λάμπα, Πάμπαϲ Πάμπα, Λίπαϲ Λίπα. πρόϲκειται «μονογενῆ » διὰ τὸ ἅπαϲ ἅπαντοϲ· τοῦτο γὰρ περιττοϲυλλάβωϲ κλίνεται, ἀλλ’ οὐκ ἔϲτι μονογενέϲ.

Τὰ εἰϲ ραϲ διϲύλλαβα, ἔχοντα τὴν πρώτην καὶ δευτέραν ϲυλλαβὴν ἀπὸ τοῦ αὐτοῦ ϲυμφώνου ἢ ἀπὸ τοῦ ἀντιϲτοίχου ἀρχομένην, περιττοϲυλλάβωϲ κλίνεται οἷον Βάθραϲ Βάβραντοϲ, Πρόφραϲ Πρόφραντοϲ, Τεύθραϲ Τεύθραντοϲ.

Τὰ εἰϲ ραϲ λήγοντα ϲυνεμπίπτοντα μετοχῇ διϲύλλαβα ὁμοίωϲ περιττοϲυλλάβωϲ κλίνεται οἷον Πείραϲ Πείραντοϲ, Ἄραϲ Ἄραντοϲ· ἔϲτι δὲ ταῦτα ὀνόματα κύρια, καὶ ϲυνεμπίπτει τῇ ἄραϲ καὶ πείραϲ μετοχῇ. Τὰ εἰϲ ραϲ λήγοντα διϲύλλαβα ἔχοντα τὴν πρὸ τέλουϲ εἰϲ α καταλήγουϲαν ὁμοίωϲ περιττοϲυλλάβωϲ κλίνεται οἷον Τάραϲ Τάραντοϲ, Κάραϲ Κάραντοϲ, Λάροϲ Λάραντοϲ, καὶ τὰ ὅμοια.

Τὰ εἰϲ ραϲ λήγοντα, μηδὲν ἐκ τούτων τῶν προειρημένων ἔχοντα, ἰϲοϲυλλάβωϲ κλίνεται οἷον Κάρραϲ Κάρρα, Καίρραϲ Καίρρα, Ϲίρραϲ Ϲίρρα, Ϲιμμόραϲ Ϲιμμόρα, Κύδραϲ Κύδρα, Κόδροϲ Κόδρα, Κοψίφραϲ Κοφίφρα Λάμπροϲ Λάμπρα. Ἀθύραϲ ὡϲ Εὐφορίων « ὕδατα δινήεντοϲ ἀμευϲάμενοϲ Ἀθύραο».

Τὰ εἰϲ ϲαϲ λήγοντα ἰϲοϲυλλάβωϲ κλίνεται οἷον Χρύϲαϲ Χρύϲα, Βαρβύϲαϲ Βαρβύϲα, Κέρϲαϲ Κέρϲα, Πετίϲαϲ Πετίϲα· χωρὶϲ εἰ μὴ εὑρεθῇ ὑπὲρ δύο ϲυλλαβὰϲ παραληγόμενα τῷ ε· τοῦτο δὲ εἴρηται διὰ τὸ Ἀπέϲαϲ Ἀλπέϲαντοϲ, τοῦτο γὰρ διὰ τοῦ ντ κλίνεται, ὅθεν Ἀπεϲάντειοϲ ἔμελλεν εἶναι, ὥϲπερ Αἴαϲ Αἴαντοϲ Αἰάντειοϲ, ἀλλὰ ϲυϲτέλλεται Ζεὺϲ Ἀπεϲάντιοϲ.

Τὰ εἰϲ ταϲ λήγοντα ἅπαντα ἰϲοϲυλλάβωϲ κλίνεται οἷον Ἀρχύταϲ Ἀρχύτα, Εὐρώταϲ Εὐρῶτα, Ὀφέλταϲ Ὀφέλτα, Ἀκέλταϲ Ἀκέλτα, Τύνταϲ Τύντα χωρὶϲ τοῦ Τελεύταϲ Τελεύταντοϲ, ἔϲτι δὲ ὄνομα κύριον, καὶ τοῦ Κώϲταϲ Κώϲταντοϲ.

Τὰ εἰϲ ψαϲ λήγοντα διϲύλλαβα ἰϲοϲυλλάβωϲ κλίνεται, καὶ παραλήγεται τὸ λ ἢ τὸ α, οἷον Δέλφαϲ Δέλφα, Ἄλφαϲ Ἄλφα, Ἄραϲ Ἄρα τὸ κύριον· τὸ Κύφοϲ Κύφαντοϲ (ἔϲτι δὲ χωρίον τῆϲ Λακωνικῆϲ), περιττοϲυλλάβωϲ κλιθὲν ἤγουν διὰ τοῦ ντ οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ οὕτε τὸ α, οὕτε τὸ λ παραλήγεται, ἀλλὰ τὸ υ.

Τὰ εἰϲ φαϲ λήγοντα ὑπὲρ δύο ϲυλλαβὰϲ περιττοϲυλλάβωϲ κλίνεται, εἰ μὴ παραλήγοιτο τὸ ο, οἷον Κορύφαϲ Κορύφαντοϲ, Ὑπέρφαϲ Τπέρφαντοϲ, Περίφαϲ Περίφαντοϲ, ἐλέφαϲ ἐλέφαντοϲ· τὸ Ἀκύφαϲ (ἔϲτι δὲ 1. 10 cf. E. M. 38, 21. l.19 Ἀθόραϲ addidi ex St. B.35, 21. 1. 22 Βαρβύϲαϲ pro Βαρύνϲαϲ dedi ex p. 41 , 26; pro Κέρϲαϲ praebet Lascar. Κόρϲαϲ post κλίνεται addid ὅθεν et in fine ἀλλὰ ϲυϲτέλλεται Ζεὺϲ Ἀπεϲάντιοϲ ex St. B. 104, 16. l. 30 Μώϲταϲ addidi ex St. B. 403, 14. ὄνομα πόλεωϲ) Δωρικῶϲ ἐπὶ ἀρϲενικοῦ λέγεται οἶον ὁ Ἀκύφαϲ ἰϲοϲυλλάβωϲ ὁ θεόπνευϲτοϲ ὁ ἰατρόϲ, τὸν Ἀκύφαν γὰρ εἴρηκε (quis?) τὴν αἰτιατικήν. πρόϲκειται τῷ κανόνι κεἰ μὴ παραλήγοιτο τὸ ο » διὰ τὸ Ὀνόφαϲ, τοῦτο γὰρ τῷ ο παραλήγεται καὶ ἰϲοϲυλλάβωϲ κλίνεται.

Τὰ εἰϲ χαϲ λήγοντα πάντα ἰϲοϲυλλάβωϲ κλίνεται οἷον Ὕρχαϲ Ὕρχα, Λέχαϲ Λέχα, Κααλλίχαϲ Καλλίχα, Λίχαϲ Λίχα, Λάχαϲ Λάχα· χωρὶϲ εἰ μὴ εὑρεθῇ ἐν τῇ πρώτῃ ϲυλλαβῇ κατὰ τὴν ἄρχουϲαν τὸ κ τοῦτο δὲ εἰρήκαμεν διὰ τὸ Κάλχαϲ Κάλχαντοϲ περιττοϲυλλάβωϲ κλινόμενον, ἤγουν διὰ τοῦ ντ, ἔϲτι δὲ ὄνομα μάντεωϲ. ϲεϲημείωται δὲ τὸ Τρύχαϲ Τρύχοντοϲ, οὕτωϲ γὰρ Λυκόφρων μεταφράϲαϲ καλεῖ Τρύχαϲ πόλιν Εὐβοίαϲ.

Τὰ εἰϲ αϲ λήγοντα διϲύλλαβα, παραληγόμενα τῷ α, ἔχοντα μεταξὺ τῶν δύο αα ἒν τῶν ἀφώνων ϲύμφωνον, μὴ ὄντα ἐπιθετικά, ἰϲοϲυλλάβωϲ κλίνεται οιομ Ϲάκαϲ Ϲάκα, Λάδαϲ Λάδα, Ϲφάδαϲ Ϲφάδα, Λάκαϲ Λάκα, Μέγαϲ Μέγα (ἔϲτι δὲ ὀνόματα κύρια). πρόϲκειται «διϲύλλαβα » ἐν τῷ κανόνι διὰ τὸ λυκάβαϲ λυκάβαντοϲ (ϲημαίνει δὲ τὸν ἐνιαυτόν), « ἓν δὲ ϲύμφωνον », διὰ τὸ Κάλχαϲ Κάλχαντοϲ· τοῦτο γὰρ οὐκ ἔχει ἄφωνον μόνον, ἀλλ’ ἡμίφωνον προηγούμενον. «μὴ ὄντα δὲ ἐπιθετικά» πρόϲκειται διὰ τὸ ἅπαϲ ἅπαντοϲ, ἐπιθετικὸν ὄν, καὶ διὰ τοῦ ντ κλινόμενον.

Τὰ εἰϲ αc λήγοντα διϲύλλαβα παραληγόμενα τῷ α ἔχοντα μεταξὺ τῶν δύο αα ἓν ϲύμφωνον, μὴ τὸ ρ, μονογενῆ, ἰϲοϲυλλάβωϲ κλίνεται οἷον Ϲάκαϲ Ϲάκα, Λάδαϲ Λάδα. τούτῳ τῷ λόγῳ καὶ τὸ Μάμαϲ ἰϲοϲυλλάβωϲ κλίνεται οἷον Μάμαϲ Μάμα. πρόϲκειται ἐν ϲύμφωνον » διὰ τὸ Κάλχαϲ Κάλχαντοϲ δύο ϲύμφωνα ἔχον οὐ περιττοϲυλλάβωϲ κλινόμενον. πρόϲκειται « μὴ τὸ ρ» διὰ τὸ Τάραϲ Τάραντοϲ. πρόϲκειται « μονονον. » διὰ τὸ ἅπαϲ ἅπαντοϲ, τριγενὲϲ ὂν καὶ περιττοϲυλλάβωϲ κλινόμενον· ὁ ἅπαϲ γὰρ ἡ ἅπαϲα καὶ τὸ ἅπαν.

Τὰ εἰϲ αϲ διϲύλλαβα, ἔχοντα τὴν πρώτην καὶ δευτέραν ϲυλλαβὴν ἀπὸ τοῦ αὐτοῦ ϲυμφώνου ἀρχομένην, ἢ ἀπὸ τοῦ ἀντιϲτοίχου, περιττοϲυλλάβωϲ κλίνεται οἷον γίγαϲ γίγαντοϲ, Βίβαϲ Βίβαντοϲ, Τεύθραϲ Τεύθραντοϲ, Πρόφραϲ Πρόφραντοϲ, Κάλχαϲ Κάλχαντοϲ. τούτῳ τῷ λόγῳ καὶ τὸ Μάμαϲ Μάμαντοϲ διὰ τοῦ ντ κλίνεται. δεῖ προϲθεῖναι τῷ l. 1 de Ἀκύφαϲ cf. S. B. 66, 3. — ὁ θεόπνευϲτοϲ ὁ ἰατρόϲ Lucas esse videtur in Act. Apostol. occurrit nomen Ἀκύλαϲ et hoc fortasse a Choerobosco hic cum voce Ἀκύφαϲ collatum est. Totum locum sic fero scribendum esse dixerim : τὸ Ἀκύφαϲ (ἔϲτι δὲ ὄνομα πόλεωϲ Δωρικῆϲ) ἀρϲενικῶϲ λέγεται οἷον ὁ Ἀκύφαϲ. τὸ δὲ Ἀκύλαϲ ἰϲοϲυλλάβωϲ ὁ θεόπνευϲτοϲ ὁ ἰατρόϲ, τὸν Ἀκύλαν γὰρ εἴρηκε τὴν αἰτιατικήν. l. 9 exceptionem de Τρύχαϲ addidi ex St. B 639, 15, qui respicit versum 374: ϲπίλοι καὶ Τρυχατὰ καὶ ταχὺϲ Νέδων, ubi Stephanum legisse videri καὶ Τρύχοντα monuit Hermann. opusc. V p. 240 ut Meinekius adnotavit. l. 18 post ἄφωνον apposui μόνον et post ἡμίφωνον προηγούμενον. l 25 δύο ϲύμφωνα ἔχον scr. pro ἔχοντα. l. 29 canonem in brevius contraxi. l. 31 pro Βίαϲ scribendum esse Βίβαϲ canon ipsc significat. κανόνι χωρὶϲ τῶν κ, π, τ, δ, διὰ τὸ Κώκαϲ Κώκα, καὶ Πάπαϲ Πάπα, καὶ Ταύταϲ Ταύτα, καὶ Δέρδαϲ Δέρδα.

Τὰ εἰϲ αϲ τριϲύλλαβα παραληγόμενα διχρόνῳ ϲυνεϲταλμένῳ, ἀρχόμενα ἀπὸ τοῦ α, εἰ ἔχει ἄρχον τῆϲ τελευταίαϲ ϲυλλαβῆϲ ἕν τι τῶν μέϲων ἢ τὸ μ, περιττοϲυλλάβωϲ κλίνεται· οἷον ἀλίβαϲ ἀλίβαντοϲ, ὃ ϲημαίνει τὸ ὄξοϲ, Ἀθάμαϲ Ἀθάμαντοϲ, Ἀκράγαϲ Ἀκράγαντοϲ. τὸ Ϲακάδαϲ Ϲακάδα ἔχον τὸ δ ἰϲοϲυλλάβωϲ κλίνεται, καὶ οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ οὐκ ἄρχεται ἀπὸ τοῦ α, ἀλλ’ ἀπὸ τοῦ ϲ.

Τὰ εἰϲ αϲ λήγοντα πρὸ τοῦ α ἐν τι τῶν διπλῶν ἢ ἕν τι τῶν δαϲέων ἢ ἕν τι τῶν ψιλῶν ἢ ἔχοντα τὸ ϲ, μονογενῆ, μὴ ϲύνθετα ἀπὸ μετοχῆϲ, μὴ ἐν διϲυλλάβῳ ἔχοντα τὴν πρώτην καὶ δευτέραν ϲυλλαβὴν ἀπὸ τοῦ ἀντιϲτοίχου ἀρχομέναϲ, ἰϲοϲυλλάβωϲ κλίνεται οἷον Ἑλίξαϲ Ἑλίξα, Ἀρίζαϲ Ἀρίζα, Ἀνάξαϲ Ἀνάξα, Γαρτάζαϲ Γαρτάζα, Ἄψοϲ Ἄψα, Παγάθαϲ Παγάθα, Ϲτρούθαϲ Ϲτρούθα, Δέλφαϲ Δέλφα, Ὕρχαϲ Ὕρχα, Πελέκαϲ Πελέκα, Περδίκκαϲ Περδίκκα, Ἀρχύταϲ Ἀρχύτα, Εὐρώπαϲ Εὐρώπα, Κάλπαϲ Κάλπα, Ϲκόπαϲ Ϲκόπα, Χρύϲαϲ Χρύϲα, Βαρβύϲαϲ Βαρβύϲα. εἰ δὲ περιττοϲυλλάβωϲ κλιθείη, ἢ τῷ υ παραλήγεται ἢ τῷ ε οἷον Βύζαϲ Βύζαντοϲ, Κορύφαϲ Κορύφαντοϲ, ἐλέφαϲ ἐλέφαντοϲ. πρόϲκειται ἐν τῷ κανόνι «μονογενῆ », διὰ τὸ ἅπαϲ ἅπαντοϲ, πρόπαϲ πρόπαντοϲ. πρόϲκειται «μὴ ϲύνθετα ἀπὸ μετοχῆϲ» διὰ τὸ φαϲ, Περίφαϲ Περίφαντοϲ, πέρφαϲ Ὑπέρφαντοϲ. πρόϲκειται «μὴ ἐν διϲυλλάβῳ ἔχοντα τὴν πρώτην καὶ δευτέόαν ϲυλλαβὴν ἀπὸ τοῦ ἀντιϲτοίχου ἀρχομέναϲ» διὰ τὸ Κάλχαϲ Κάλχαντοϲ.

Τὰ ἀπὸ τῶν εἰϲ αϲ ϲυντεθειμένα τὴν τοῦ ἁπλοῦ φυλάττει κλίϲιν, οἷον Θόαϲ Θόαντοϲ Λυκοθόαϲ Λυκοθόαντοϲ, πᾶϲ παντόϲ ϲύμπαϲ ϲύμπαντοϲ, μέλαϲ μέλανοϲ παμμέλαϲ παμμέλανοϲ, τάλαϲ τάλανοϲ τριτάλαϲ τριτάλανοϲ.

Τὰ εἰϲ αϲ παρὰ μετοχῆϲ τῆϲ εἰϲ αϲ ϲυντεθειμένα περιττοϲυλλάβωϲ κλίνεται, οἷον τλάϲ Ἄτλαϲ Ἄτλαντοϲ, βάϲ Ἄβαϲ Ἄβαντοϲ, φάϲ Περίφαϲ Περίφαντοϲ ὡϲ ϲτάϲ περίϲταϲ περίϲταντοϲ. τὰ εἰϲ αϲ ἀπὸ βαρυτόνου ῥήματοϲ ϲυντεθειμένα περιττοϲυλλάβωϲ κλίνεται, οἶον λείβω ἀλίβαϲ ἀλίβαντοϲ (ϲημαίνει δὲ τὸ ὄξοϲ), φείδομαι Ἀφείδαϲ Ἀφείδαντοϲ, κάμνω Ἀκάμαϲ Ἀκάμαντοϲ, δάμνω Πολυδάμαϲ Πολυδάμαντοϲ.

Τὰ εἰϲ αϲ ἀπὸ περιϲπωμένου ῥήματοϲ ϲυντεθειμένα ἰϲοϲυλλάβωϲ κλίνεται οἷον ἀλοιῶ (ϲημαίνει δὲ τὸ τύπτω) πατραλοίαϲ πατραλοία, βῶ (τὸ πορεύομαι) Ἰόβαϲ Ἰόβα, πίπῳ (ϲημαίνει δὲ τὸ περιβλέπομαι) παρθενοπίπαϲ παρθενοπίπα.

l. 2 Δέρδαϲ pro Δέκαϲ posui ex p. 34, 17. l. 5 ἀλίβαϲ initiale α productum habere monet Lob. Proll. 289: sed si fragmentum ex Herod. Epim. in E. Orion. 158, 13 (E. ud. 539, 36, E. M 774, 25) nb Herodiano profectum est, sumi debet Herodianum putasse α in ἀλίβαϲ productum esse ut in ἀθάνατοϲ. l. 2 canonem in brevius contraxi, I. 21 Ὑπέρφαϲ addidi ex p. 39, 28, quum plura quam unum vocabulum protulisse Ϲhoeroboscum ex ipsius verbis pateat. l. 30 ὦϲ ante ϲτάϲ addidi.

Τὰ εἰϲ αϲ ἀπὸ θηλυκῶν ϲυντεθειμένα ἰϲοϲυλλάβωϲ κλίνεται οἰον φαρέτρα εὐφαρέτραϲ εὐφαρέτρα, θήρα θυννοθήραϲ θυννοθήρα, βία Εὐρυβίαϲ Εὐρυβία, ἀγορά Πυθαγόραϲ Πυθαγόρα, ἀνία Παυϲανίαϲ Παυϲανία.

Τὰ εἰϲ αϲ περιϲπώμενα δύο κλίϲειϲ ἐπιδέχεται καὶ ἰϲοϲυλλάβωϲ κλίνεται οἷον Μηνᾶϲ Μηνᾶ, καὶ περιττοϲυλλάβωϲ, οἷον πελεκᾶϲ πελεκᾶντοϲ· χωρὶϲ τῶν Ἰωνικῶϲ ἐκφερομένων διὰ τοῦ δοϲ, οἷον Βιττᾶϲ Βιττᾶδοϲ, Κυρᾶϲ Κυρᾶδοϲ, ἔϲτι δὲ ὀνόματα κύρια.

Τὰ εἰϲ αϲ περιϲπώμενα, εἰ μόνωϲ κύρια ἢ ὑποκοριϲτικὰ ἢ ἐπιϲκόμματα ἢ ἀπὸ ϲυμβεβηκότοϲ, ἰϲοϲυλλάβωϲ κλίνεται. κύρια μὲν οἷον Μηνᾶϲ Μηνᾶ, Ζηνᾶϲ Ζηνᾶ, Μητρᾶϲ Μητρᾶ, Κομητᾶϲ Κομητᾶ, Φιλητᾶϲ Φιλητᾶ καὶ τὰ ὅμοια. ὑποκοριϲτικὰ δὲ οἷον ὀϲτρακᾶϲ ὀϲτρακᾶ, πινακᾶϲ πινακᾶ, λαχανᾶϲ λαχανᾶ. ἐπιϲκώμματα δὲ οἶον καταφαγᾶϲ καταφαγᾶ, δακνᾶϲ δακνᾶ. ἀπὸ ϲυμβεβηκότοϲ δὲ οἷον τρεϲᾶϲ τρεϲᾶ ὁ δειλόϲ. εἰ δὲ μὴ οὕτωϲ ἔχοι, περιττοϲυλλάβωϲ κλίνεται οἷον πελεκᾶϲ πελεκᾶντοϲ, ἱλᾶϲ ἱλᾶντοϲ (ϲημαίνει δὲ τὸν εὐμενῆ), ἀλλᾶϲ ἀλλᾶντοϲ, χωρὶϲ τοῦ ἀτταγᾶϲ ἀτταγᾶ· τοῦτο γὰρ ἰϲοϲυλλάβωϲ κλίνεται. ϲεϲημείωται ἐν τοῖϲ κυρίοιϲ τὸ Γλιϲᾶϲ Γλιϲᾶντοϲ περιττοϲυλλάβωϲ κλιθὲν (ἔϲτι δὲ ὄνομα πόλεωϲ) καὶ τὸ παρὰ τῷ κωμικῷ ἰϲοϲυλλάβωϲ κλινόμενον Μαρικᾶϲ βάρβαρον ὄνομα «Εὕπολιϲ μὲν τὸν Μαρικᾶν πρώτιϲτον παρείλκυϲεν» (Nub. 557) διὰ τοῦ ντ κλίνεται «ἀλλ’οὖν ἔγωγέ ϲοι λέγω Μαρικᾶντα μή κολάζειν».

Περὶ κινήϲεωϲ τῶν εἰϲ αϲ περιττοϲυλλάβωϲ κλινομένων.

Choer. 99, 12. πᾶϲα γενικὴ εἰϲ οϲ λήγουϲα τροπῇ τοῦ οϲ εἰϲ ι. τὴν δοτικὴν ποιεῖ ὁμότονον καὶ ὑμόχρονον οἷον φωτόϲ φωτί, ἀνδρόϲ ἀνδρί, χηνόϲ χηνί, μηνόϲ μηνί, παιδόϲ παιδί, Αἴαντοϲ Αἴαντι, ταχέοϲ ταχέϊ, ἡδέοϲ ἡδέι.· τὸ δὲ Αἴαντι δὲ μάλιϲτα δαΐφρονι θυμὸν ὄρινε (Ξ 459) κοινὴν ἔχει τὴν τι ϲυλλαβήν. ἀπαρτίζει γὰρ εἰϲ μέροϲ τοῦ λόγου τὸ ἰῶτα, καὶ τούτου χάριν ἀντὶ μακρᾶϲ παραλαμβάνεται, ὡϲ ἐπὶ τοῦ Νέϲτορα δ’ οὐκ ἔλαθεν ἰαχὴ πίνοντά περ ἔμπηϲ (Ξ 1) ἡ θεν ϲυλλαβὴ ἀπαρτίζει εἰϲ μέροϲ λόγου καὶ ἀντὶ μακρᾶϲ παραλαμβάνεται. τὸ δὲ ταχέοϲ ταχέϊ, ἡδέοϲ ἡδέϊ ὁμότονά ἐϲτι καὶ ὁμόχρονα· ὅτε δὲ γένηται κατὰ ϲυναίρεϲιν τῷ ταχεῖ καὶ τῷ ἡδεῖ, τὸ ε καὶ τὸ ι, εἰϲ τὴν ει δίφθογγον μετελθόντα τότε, οὔτε τόνον τῆϲ γενικῆϲ φυλάττει οὔτε χρόνον, ἐπειδὴ πέπονθεν ἡ δοτική.

l 2 θυννοθήραϲ scripsi pro ϲτιννοθήραϲ. l. 7 Βιττᾶϲ pro Βιτᾶϲ scripsi ex Io. Al. 8, 18, qui habet praeterea Βοιβᾶϲ. l. 11 Φιλητᾶϲ pro Φιδιτᾶϲ scripsi; l. 13 πινακᾶϲ pro πινακιδᾶϲ cum Lob. Proll. 506 not. 33; καταφαγᾶϲ pro καταφυγᾶϲ. Observatopme, de Μαρικᾶϲ addidi ex fr. 8. ln E. M. 234, 29 declinatio abnormis vocis Γλιϲᾶϲ ex contractione ex Γλιϲάειϲ repetitur, quod etiam ab Herodiano in An. Ox. I traditur. l. 24 ap. Arc. 129, 1 idem de accentu traditur, quod h. l.: de ectasi vocalis ι in Αἴαντι cf. similem locum in Il. Pr. E 887

ἔχει ὀρθὰϲ καὶ κλητικὰϲ οἷον τύψαϲ τύψαντοϲ ὦ τύψαϲ, λέξαϲ λέξαντοϲ ὦ λέξαϲ, τύπτων τύπτοντοϲ ὦ τύπτων, ὁ ὀδοὺϲ τοῦ ὀδόντοϲ ὦ ὀδούϲ. πρόϲκειται «περιττοϲυλλάβωϲ κλινόμενα», ἐπειδὴ ὅτε ἰϲοϲυλλάβωϲ κλίνεται, οὐκ ἔχει τὴν αὐτὴν ὀρθὴν καὶ κλητικήν. ἰδοὺ γὰρ ὁ τυπτόμενοϲ τοῦ τυπτομένου μετοχὴ καὶ τούτου ἡ κλητικὴ ὦ τυπτόμενέ ἐϲτι· καὶ ὁ ἐρώμενοϲ τοῦ ἐρωμένου ὄνομα μετοχικὸν καὶ τούτου ἡ κλητικὴ ὦ ἐρώμενέ ἐϲτιν. ἔτι δεῖ προϲθεῖναι ἐν τῷ κανόνι «χωρὶϲ τῶν Ἀττικῶν ». οἱ γὰρ Ἀττικοὶ τὰϲ αὐτὰϲ εἰώθαϲι ποιεῖν ὀρθὰϲ καὶ κλητικὰϲ οἷον ὁ θόαϲ ὦ Θόαϲ, ὁ Αἴαϲ ὦ Αἴαϲ ὦ οὗτοϲ Αἴαϲ, δεύτερόν ϲε προϲκαλῶ (Soph. Ai. 89), ἔτι δεῖ προϲθεῖναι «καὶ χωρὶϲ τῶν εἰϲ αϲ ὑπὲρ δύο ϲυλλαβὰϲ βαρυτόνων παρὰ τὸ δάμνω ϲυντεθειμένων » οἷον Πολυδάμαϲ Πολυδάμαντοϲ ὦ Πολυδάμα Πολυδάμα ϲὺ μὲν οὐκέτ’ ἐμοὶ φίλα ταῦτ’ ἀγορεύειϲ (Ϲ 285), Λαοδάμαϲ Λαοδάμαντοϲ ὦ Λαοδάμα. ταῦτα δὲ λέγομεν εἶναι ποιητικά. ἢ λέγομεν ὅτι καθόλου τὰ εἰϲ αϲ ὑπὲρ δύο ϲυλλαβὰϲ βαρύτονα οὐ θέλει ἔχειν τὴν κλητικὴν εἰϲ ν, εἴτε περιττοϲυλλάβωϲ κλίνεται εἴτε ἰϲοϲυλλάβωϲ οἷον Εὐρυδάμαϲ Εὐρυδάμαντοϲ ὦ Εὐρυδάμα, Ἀλκιδάμαϲ Ἀλκιδάμαντοϲ ὦ Ἀλκιδάμα, κοχλίαϲ κοχλίου ὦ κοχλία, Αἰνείαϲ Αἰνείου ὦ Αἰνεία χωρὶϲ εἰ μὴ ἀπὸ διϲυλλάβων εὑρεθῇ ϲύνθετα, ἐκεῖνα γὰρ τὴν τῶν ἁπλῶν φυλάττει κλίϲιν, οἷον Λυκοθόαϲ Λυκοθόαντοϲ ὦ Λυκοθόαν τοῦ γὰρ Θόαντοϲ τὴν κλητικὴν ἐφύλαξε· καὶ πάλιν παμμέλαϲ παμμέλανοϲ ὦ παμμέλαν, τριτάλαϲ τριτάλανοϲ ὦ τριτάλαν· τὴν γὰρ τοῦ τάλαϲ καὶ μέλαϲ κλίϲιν ἐφύλαξεν. παραφυλαττόμεθα δὲ ἐν τῷ νῦν εἰρημένῳ κανόνι τὸ Εὐρυδάμαϲ ὦ Εὐρυδάμαν παρὰ τῷ Ἀλκαίῳ μετὰ τοῦ ν λεγόμενον κατὰ τὴν κλητικήν, καὶ παρὰ Πινδάρῳ ὦ ἀκαμαντοχάρμαν οἷον ὑπερμενὲϲ ἀκαμαντοχάρμαν Αἶαν, περὶ οὗ ἔϲτιν εἰπεῖν, ὅτι κατὰ ϲυνεκδρομὴν τοῦ Αἶαν ἐγένετο ἀκαμαντοχάρμαν, μετὰ τοῦ ν, διὰ τὴν ἐπαλληλίαν τῶν φωνηέντων· ἐπεὶ εἰ οὕτω ἐγένετο ὤ ἀκαμαντοχάρμα Αἶαν, ἀλλεπαλληλία ἔμελλεν εἶναι τῶν φωνηέντων, καὶ ἐκ τούτου κακοφωνία ἐγένετο.

Choer. 106, 30: πᾶϲα δοτικὴ ἑνικῶν εἰϲ ι ἐκφωνούμενον λήγουϲα τροπῇ τοῦ ι εἰϲ ε τὴν εὐθεῖαν τῶν δυϊκῶν ποιεῖ οἷον Αἴαντι l. 25 accentum in Εὐρυδάμαν mutavi auctore Lob. El. 11 279. l. 26 ante διὰ. eieci ἢ; de ἀκαμαντοχάρμαν cf. Herod. περὶ παθῶν in E. M. 44, 15,in quo loco quae dicitur πλάνη κλίϲεωϲ, a Choerobosco dieitur ϲυνεκδρομὴ τοῦ Αἶαν, sed Herodiani sententiam in eo pervertit Choer., quod aut per synecdromen aut per ἐπαλληλίαν ἀκαμαντοχάρμαν dictum esse pronunciat , quum Herodianus κατὰ ϲυνεκδρομὴν διὰ τὴν ἐπαλληλίαν τῶν φωνηέντων factum esse dixisse videatur. Epalleliam autem hoc loco Herodianus non repetitionem earundem vel similium vocalium, sed concursum vocalium intellexisse videtur. Sic Choeroboscns cum Herodiano con ciliari potest, a quo eum abhorrere pertendit Lob. El. 11 194. Αἴαντε, λέβητι λέβητε, βοῖ βόε. χωρὶϲ τῶν μὴ δυναμένων κλιθῆναι εἰϲ δυικά, καὶ χωρὶϲ τῶν ἀπὸ τῶν εἰϲ ω καὶ εἰϲ ωϲ θηλυκῶν καὶ τῶν πεπονθότων. πρόϲκειται «χωρὶϲ τῶν μὴ δυναμένων κλιθῆναι εἰϲ δυϊκὰ» διὰ τὸ εἶϲ καὶ ἕν. πῶϲ γὰρ τὸ εἰϲ καὶ τὸ ἕν εἰϲ δυϊκὰ κλίνεϲθαι δύναται, δυϊκῷ ἀριθμῷ θεωρηθῆναι μὴ δυνάμενα· ἐὰν γὰρ παραληφθῇ ἐν δυικῷ ἀριθμῷ καὶ τοῦ ϲημαινομένου ἐκπίπτει καὶ. οὐκ ἔτι ϲημαίνει τὸν ἕνα ἀριθμόν, ὥϲπερ καὶ ἐκ τοῦ ἐναντίου ὁ δύο ἀριθμὸϲ οὐ δύναται ἑνικῷ ἀριθμῷ θεωρηθῆναι. πρόϲκειται «καὶ χωρὶϲ τῶν ἀπὸ τῶν εἰϲ ω καὶ εἰϲ ωϲ θηλυκῶν», ἐπειδή ἐϲτιν ἡ Λητώ τῆϲ Λητοῦϲ τῇ Λητόϊ καὶ ἡ αἰδώϲ τῆϲ αἰδοῦϲ τῇ αἰδόι. καὶ ἰδοὺ ταῦτα εἰϲ ι ἐκφωνούμενον λήγει, καὶ οὐ τρέπει τὸ εἰϲ ε καὶ ποιεῖ τὴν εὐθεῖαν τῶν δυικῶν. οὐδὲ γὰρ λέγομεν τὰ Λητόε καὶ τὰ αἰδόε τὴν εὐθεῖαν τῶν δυϊκῶν, ἀλλὰ τὰ Λητώ καὶ τὰ αἰδώ εἰϲ ω, ὁμοφώνωϲ τῇ αἰτιατικῇ τῶν ἑνικῶν. πρόϲκειται χωρὶϲ τῶν πεπονθότων », ἐπειδή ἐϲτι πατέρι καὶ μητέρι καὶ γίνεται κατὰ ϲυγκοπὴν πατρί καὶ μητρί, καὶ ἰδοὺ ταῦτα εἰϲ ι ἐκφωνούμενον λήγει, καὶ ὅμωϲ οὐ τρέπει τὸ ι εἰϲ τὸ καὶ ποιεῖ τὴν εὐθεῖαν τῶν δυικῶν· οὐδὲ λέγομεν μῆτρε καὶ πάτρε τὴν εὐθεῖαν τῶν δυϊκῶν, ἀλλὰ μητέρε καὶ πατέρε, ὡϲ ἀπὸ τῆϲ ἐντελοῦϲ δοτικῆϲ μητέρι καὶ πατέρι.

Choer. 107, 32. πᾶϲα εὐθεῖα δυικῶν εἰϲ ε ἢ εἰϲ ω λήγουϲα εἰϲ οιν ποιεῖ τὴν γενικὴν καὶ δοτικὴν οἷον Αἴαντε Αἰάντοιν, βόε βοοῖν, Ὁμήρω Ὁμήροιν, ἀνθρώπω ἀνθρώποιν χωρὶϲ τῶν ἐπεκτεταμένων. ἔϲτι γὰρ τοιώδε καὶ τοϲώδε ἡ εὐθεῖα τῶν δυϊκῶν, καὶ γίνεται ἡ γενικὴ καὶ δοτικὴ τοιοῖνδε καὶ τοϲοῖνδε. ἰδοὺ γὰρ ἐνταῦθα εἰϲ ἑ λήγουϲα ἡ εὐθεῖα τῶν δυϊκῶν, οὐ λήγει εἰϲ οιν ἡ γενικὴ καὶ δοτική ἀλλ’ οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ ἔκταϲιν ἀνεδέξατο, ἤγουν πρόϲθεϲιν τῆϲ δε ϲυλλαβῆϲ. δεῖ γινώϲκειν, ὅτι ἐν τούτοιϲ κατὰ πτῶϲιν γίνεται ἡ ἔκταϲιϲ, ἔϲτι γὰρ τοίω καὶ τόϲω, καὶ κατ’ ἐπέκταϲιν τῆϲ δε ϲυλλαβῆϲ γίνεται τοιώδε καὶ τοϲώδε. καὶ πάλιν ἔϲτι τοίοιν καὶ τόϲοιν καὶ κατ’ ἐπέκταϲιν τῆϲ δε ϲυλλαβῆϲ τοιοῖνδε καὶ τοϲοῖνδε. τούτων οὕτωϲ ἐχόντων, τὸ ἄμφω καὶ δύο ἀναλόγωϲ ἔχει τὴν γενικὴν καὶ δοτικὴν εἰϲ οιν, ἀμφοῖν καὶ δυοῖν. τὸ δὲ δυοῖν γίνεται καὶ δυεῖν διὰ τῆϲ ει διφθόγγου κατὰ τροπὴν τοῦ ο εἰϲ τὸ ε.

Choer. 108, 17: δεῖ γινώϲκειν ὅτι ἐν τοῖϲ δυϊκοῖϲ ϲυνημμέναι εἰϲὶν αἱ πτώϲειϲ· ὀρθὴν γὰρ καὶ αἰτιατικὴν ὁμοῦ λέγομεν, καὶ γενικὴν καὶ δοτικὴν πάλιν ὁμοῦ. καὶ ἄξιόν ἐϲτι ζητῆϲαι, διὰ ποίαν αἰτίαν ἐν τοῖϲ δυικοῖϲ ϲυνημμέναι εἰϲὶν αἱ πτώϲειϲ· καὶ ἔϲτιν εἰπεῖν ὅτι τὰ δυϊκὰ ὑϲτερογενῆ ἐϲτιν, ὅθεν πολλάκιϲ καὶ τοῖϲ πληθυντικοῖϲ κεχρήμεθα ἀντὶ τῶν δυικῶν ἐν τῇ κοινῇ διαλέκτῳ. ὅτι γὰρ ὑϲτερογενῆ ἐϲτι τὰ δυϊκὰ δῆλον l 36 cf. p 505, 34, unde hanc sententiam a Philoxeno recepisse Herodianum comperimus prior quae hanc praecedit, explicatio e rerum nature petits ab Apollonio proposita vietur. ἀφ’ ὧν οὐ πᾶϲαι αἱ διάλεκτοι ἔχουϲι δυϊκά· ἰδοὺ γὰρ οἱ Αἰολεῖϲ οὐκ ἔχουϲι δυικά, ὅθεν οὐδὲ οἱ Ῥωμαῖοι, ἄποικοι ὄντεϲ τῶν Αἰολέων, κέχρηνται τῷ δυικῷ ἀριθμῷ. ἐπειδὴ οὖν τὰ δυϊκὰ ὑϲτερογενῆ ἐϲτι καὶ . διὰ τῶν πληθυντικῶν, ὡϲ εἴρηται, πολλάκιϲ ἀναπληροῦται παρὰ τῇ κοινῇ διαλέκτῳ, εἰκότωϲ οὐκ ἔχει πλατείαϲ φωνάϲ.

Choer. 109, 11: ἄξιόν ἐϲτι ζητῆϲαι, διὰ ποίαν αἰτίαν ἐν τοῖϲ δυϊκοῖϲ ὀρθὴν καὶ αἰτιατικὴν λέγομεν ὁμοῦ, καὶ γενικὴν καὶ δοτικὴν ὁμοῦ λέγομεν, καὶ πάλιν καὶ μὴ τυχὸν ὀρθὴν καὶ γενικὴν λέγομεν καὶ δοτικὴν καὶ αἰτιατικήν. καὶ ἔϲτιν εἰπεῖν εὐλόγωϲ ὀρθὴν καὶ αἰτιατικὴν λέγομεν, ἐπειδὴ ϲυγγένειαν ἔχει ἡ ὀρθὴ πρὸϲ τὴν αἰτιατικήν, καὶ δῆλον ἐκ τῶν οὐδετέρων· καὶ γὰρ ἐν τοῖϲ οὐδετέροιϲ τὴν αὐτὴν λέγομεν ὀρθὴν καὶ αἰτιατικὴν καὶ κλητικὴν οἷον τὸ βῆμα τοῦ βήματοϲ τῷ βήματι τὸ βῆμα ὦ βῆμα. δεικνύομεν δὲ καὶ ἀπὸ τούτων τῆϲ εὐθείαϲ τὴν ϲυγγένειαν πρὸϲ τὴν αἰτιατικήν, καὶ τῆϲ γενικῆϲ πρὸϲ τὴν δοτικήν. ἰδοὺ γὰρ ἔϲτιν ἄνθρωποϲ καὶ Ὅηροϲ καὶ ταῦτα πρόπαροξύνεται κατὰ τὴν εὐθεῖαν· ἐν δὲ τῇ γενικῇ καὶ δοτικῇ πρὸ μιᾶϲ ἔχει τὸν τόνον, τουτέϲτι παροξύνεται, οἷον ἀνθρώπου ἀνθρώπῳ, Ὁμήρου Ὁμήρῳ· καὶ ἰδοὺ ἡ γενικὴ καὶ δοτικὴ τὸν αὐτὸν ἔχουϲι τόνον. ἡ δὲ αἰτιατικὴ πρὸϲ τὴν εὐθεῖαν γίνεται, τουτέϲτι προπαροξύνεται, οἷον ἄνθρωπον Ὅμηρον, ὥϲπερ ἄνθρωποϲ Ὅμηροϲ· καὶ ἰδοὺ εὑρίϲκεται ἡ μὲν δοτικὴ ἔχουϲα τὴν ὁμοιότητα πρὸϲ τὴν γενικήν, ἡ δὲ αἰτιατικὴ πρὸϲ τὴν εὐθεῖαν. διὰ τοῦτο οὖν ἐν τοῖϲ δυϊκοῖϲ λέγομεν ὀρθὴν καὶ αἰτιατικὴν ὁμοῦ, καὶ πάλιν γενικὴν καὶ δοτικήν.

Choer. 110, 17: ἄξιον δέ ἐϲτι ζητῆϲαι, διὰ ποίαν αἰτίαν ἐπὶ μὲν τῶν δυικῶν καὶ τῶν πληθυντικῶν ἡ αὐτή ἐϲτιν ὀρθὴ καὶ κλητικὴ οἷον τὼ Αἴαντε ὦ Αἴαωτε, οἱ Αἴαντεϲ ὦ Αἴαντεϲ, ἐπὶ δὲ τοῖϲ ἑνικοῖϲ οὐ πάντωϲ, ἔϲτι γὰρ ὅτε διαλλάϲϲουϲιν οἷον ὁ Αἶαϲ ὦ Αἶαν, καὶ ἔϲτιν ὅτε ὁμοφωνοῦϲιν οἷον ὁ Λάχηϲ ὤ Λάχηϲ. ἔϲτιν οὖν εἰπεῖν τὴν αἰτίαν ταύτην, ὅτι τῆϲ μὲν γενικῆϲ μήτηρ ἐϲτὶν ἡ εὐθεῖα, ἐξ αὐτῆϲ γὰρ τίκτεται ἡ γενική, τῶν δὲ ἄλλων πτώϲεων μήτηρ ἐϲτὶν ἡ γενική. ἐπειδὴ οὖν ἐν τοῖϲ δυϊκοῖϲ ἕν ἐϲτι τελικὸν τῆϲ γενικῆϲ, φημὶ δὲ τὸ ν, οἷον τοῖν Αἰάντοιν, ταῖν Ἑλέναιν, ὁμοίωϲ δὲ καὶ ἐν τοῖϲ πληθυντικοῖϲ ἀεὶ τὸ αὐτό ἐϲτι τελικὸν τῆϲ γενικῆϲ, φημὶ δὴ τὸ ν, οἷον τῶν Αἰάντων, τῶν μουϲῶν, εἰκότωϲ ἐπειδὴ οὐκ ἐγένετο διάφοροϲ ἡ γενικὴ πρὸϲ τὴν ἰδίαν εὐθεῖαν, οὐδὲ ἡ κλητικὴ διάφοροϲ γέγονεν, ἐν δὲ τοῖϲ ἑνικοῖϲ ἐπειδὴ οὐκ ἔϲτιν ἓν τὸ τελικὸν τῆϲ γενικῆϲ (ποτὲ μὲν γὰρ ἐϲτι τὸ ϲ οἷον Αἴαϲ Αἴαντοϲ, ποτὲ δὲ τὸ υ οἷον κοχλίαϲ κοχλίου, ποτὲ δὲ τὸ α οἷον Μηνᾶϲ Μηνᾶ), εἰκότωϲ ἐπειδὴ τῆϲ γενικῆϲ τῆϲ ἐν τοῖϲ ἑνικοῖϲ οὐκ ἔϲτιν ἡ κατάληξιϲ μία , ἀλλὰ διάφοροϲ, καὶ ἡ κλητικὴ ὁμοίωϲ ἐν τοῖϲ ἑνικοῖϲ πολλάκιϲ πρὸϲ τὴν ἰδίαν εὐθεῖαν διάφοροϲ γίνεται· οἱ μέν τοι Ἀττικοὶ τὰϲ αὐτὰϲ καὶ ἐπὶ τῶν ἑνικῶν εἰώθαϲι ποιεῖν ὀρθὰϲ καὶ κλητικὰϲ οἷον Αἴαϲ ὦ Αἴαϲ Αἴαϲ, δεύτερόν ϲε προϲφωνῶ (immo προϲκαλῶ) (Soph. Ai. 89), οὗτοϲ ὤ οὖτοϲ, ἥλιοϲ ὦ ἥλιοϲ Ἠέλιόϲ θ’ ὅϲ πάντ’ ἐφορᾷϲ καὶ πάντ’ ἐπακούειϲ (Γ 277) ἄξιόν ἐϲτι ζητῆϲαι διὰ ποίαν αἰτίαν εἰώθαϲιν οἱ Ἀττικοὶ ποιεῖν τὰϲ αὐτὰϲ ὀρθὰϲ καὶ κλητικάϲ· καὶ ἔϲτιν εἰπεῖν ὅτι ἐπειδὴ ἐπὶ τῶν δυϊκῶν καὶ τῶν πληθυντικῶν ὥϲπερ ἡ ὀρθὴ οὕτω καὶ ἡ κλητική, τούτου χάριν καὶ ἐν τοῖϲ ἑνικοῖϲ τὴν αὐτὴν ὀρθὴν καὶ κλητικὴν ποιοῦϲιν, ἵνα καὶ ἐπὶ αὐτοῖϲ ἡ αὐτὴ ἀκολουθία φυλαχθῇ. ἄλλωϲ τε δὲ πέντε τελικά ἐϲτι τῶν ἀρϲενικῶν ὀνομάτων ϲτοιχεῖα, ν, ξ, ρ, ϲ, ψ· τὰ μὲν οὖν ἀπὸ τῶν εἰϲ ν, ξ, ρ, ψ τὸ αὐτὸ ϲύμφωνον ἔχει καὶ ἐν τῇ κλητικῇ ὅπερ καὶ ἐν τῇ εὐθείᾳ οἷον ὁ Πλάτων 5 Πλάτων, Φοῖνιξ ὦ Φοῖνξ, Ἕκτωρ ὦ Ἕκτορ, Πέλοψ ὦ lΠέλοψ· τὰ δὲ ἀπὸ τῶν εἰϲ ϲ οὐ πάντωϲ ἔχει τὸ αὐτὸ ϲύμφωνον ἐν τῇ κλητικῇ ὅπερ καὶ ἐν τῇ εὐθείᾳ οἷον ὁ Αἴαϲ ὦ Αἶαν, ὁ Χρύϲηϲ ὦ Χρύϲη. τούτου οὖν χάριν οἱ Ἀττικοὶ τὰϲ αὐτὰϲ ὀρθὰϲ καὶ κλητικὰϲ ποιοῦϲιν, ἵνα καὶ ἐπὶ τῶν εἰϲ ϲ ληγόντῶν εὑρεθῇ ἡ κλητικὴ τὸ αὐτὸ ϲύμφωνον ἔχουϲα ὅπερ καὶ ἡ εὐθεῖα.

Choer. 111, 25: πᾶϲα εὐθεία δυικῶν εἰϲ ε λήγουϲα προϲθέϲει τοῦ ϲ ποιεῖ τὴν εὐθεῖαν τῶν πληθυντικῶν, οἷον Αἴαντε Αἴαντεϲ, μύε μύεϲ, χάριτε χάριτεϲ, ἀϲπίδε ἀϲπίδεϲ. χωρὶϲ τῶν οὐδετέρων, τὼ βήματε γὰρ ἡ εὐθεῖα τῶν δυϊκῶν εἰϲ ε, καὶ ὅμωϲ οὐ ποιεῖ προϲέϲει τοῦ ϲ τὴν εὐθεῖαν τῶν πληθυντιῶν, τὰ βήματα γὰρ ἡ εὐθεῖα τῶν πληθυντικῶν εἰϲ α.

Choer. 113, 11: πᾶϲα γενικὴ πληθυντικὴ εἰϲ ὗν λήγει ἐπὶ παντὸϲ γένουϲ οἷον Αἰάντων, Λαχήτων, μουϲῶν, μαιῶν, βημάτων, δοράτων, χωρὶϲ τῶν μονοπτώτων, οἱ πέντε γὰρ τῶν πέντε, καὶ οἱ ἑπτά τῶν ἑπτά, καὶ οἱ ἑκατόν τῶν ἑκατόν, καὶ χωρὶϲ τῶν ἐπεκτεταμένων, τῶν τοιῶνδε καὶ τῶν τοϲῶνδε, —καὶ χωρὶϲ τῶν κατὰ διάλεκτον, Ἀλτρειδᾶν γὰρ καὶ νυμφᾶν λέγουϲιν οἱ Δωριεῖϲ ἀντὶ τοῦ Ἀτρειδῶν καὶ νυμφῶν.

Choer. 113, 22. πᾶϲα εὐθεῖα εἰϲ ϲ λήγουϲα μετὰ μακρᾶϲ, περιττοϲυλλάβωϲ κλινομένη καὶ μὴ ϲυναιρουμένη κατὰ τὴν γενικήν, προϲθέϲει τοῦ ι ποιεῖ τὴν δοτικὴν τῶν πληθυντικῶν οἷον λέβηϲ λέβητοϲ λέβηcι, Τρώϲ Τρωόϲ Τρωϲί, Πλεύϲ Πηλέωϲ Πηλεῦϲι, Αἴαϲ Αἴαντοϲ Αἴαϲιν. πρόϲκειται «εἰϲ ϲ λήγουϲα» διὰ τὰ εἰϲ ν λήγοντα οἷον διὰ τὸ αὐχήν καὶ ποιμήν καὶ ὅϲα τοιαῦτα· οὐδὲ γὰρ προϲθέϲει τοῦ ι ποιεῖ ταῦτα τὴν δοτικὴν τῶν πληθυντικῶν, οὐδὲ γὰρ λέγομεν τοῖϲ αὐχῆνι καὶ τοῖϲ ποιμῆνι, ἀλλὰ τοῖϲ αὐχέϲι καὶ τοῖϲ ποιμέϲι. πρόϲκειται «μετὰ μακρᾶϲ»  διὰ τὸ ταχύϲ καὶ βραδύϲ καὶ τὰ τοιαῦτα· οὐδὲ γὰρ προϲθέϲει τοῦ ι ποιεῖ ταῦτα τὴν δοτικὴν τῶν πληθυντικῶν· οὐδὲ γὰρ λέγομεν τοῖϲ ταχύϲι καὶ τοῖϲ βραδύϲιν, ἀλλὰ τοῖϲ ταχέϲι καὶ τοῖϲ βραδέϲιν, l. 26 omisi verba, quae post τοϲῶνδε leguntur: καὶ χωρὶϲ τῶν κατὰ μεταπλαϲμόν, τὸ γὰρ ἱπποτᾶν ἀντ τοῦ ἱπποτῶν καὶ ἀρχηγετᾶν (pro ἀρχέταν scr.) ἀντὶ τοῦ ἀρχηγετῶν. nam etiam haec dialectica sunt. ἐπειδὴ οὐκ ἔχει ἐκτεταμένον τὸ υ ἀλλὰ ϲυνεϲταλμένον. λέγει ὁ τεχνικὸϲ «πλὴν τοῦ πούϲ ποδόϲ ποϲί», ἐπειδὴ ἀπὸ τῆϲ δοτικῆϲ τῶν ἑνικῶν κανονίζεται. πᾶϲα γὰρ δοτικὴἑνικῶν εἰϲ δι λήγουϲα τροπῇ τοῦ δ εἰϲ ϲ τὴν δοτικὴν τῶν πληθυντικῶν ποιεῖ, οἷον Πάριδι Πάριϲι, ἔριδι ἔριϲι, Ἀδώνιδι Ἀδώνιϲι, Ἀθήνιδι Ἀθήνιϲιν, οὕτωϲ οὖν καὶ ποδί ποϲί. δεῖ προϲθεῖναι καὶ χωρὶϲ τῶν εἰϲ υϲ τῶν ἐχόντων τὸ υ ἐκτεταμένον»· ἐκεῖνα γὰρ προϲλαμβάνει τὸ ι καὶ οὐ φυλάττει τὸ υ ἐκτεταμένον ἐν τῇ δοτικῇ τῶν πληθυντικῶν, ἀλλὰ ϲυϲτέλλει αὐτὸ οἷον ἰχθῦϲ ὅϲ κε φάγῃϲι Λυκάονοϲ ἀργέτα δῆμον (Φ 127), ἰχθύοϲ ἰχθύϲι διὰ ϲυνεϲταλμένου τοῦ υ ἰχθύϲι τοῖϲ ὀλίγοιϲι (μ 252), καὶ πάλιν δρῦϲ δρυόϲ δρυϲίν ὁμοίωϲ διὰ ϲυνεϲταλμένου τοῦ υ παρὰ δρυϲὶ καὶ παρὰ πεύκαιϲ. ταῦτα δὲ καθόλου ϲυϲτέλλει τὸ υ ἐν τῇ δοτικῇ τῶν πληθυντικῶν.

Choer. 115, 12. ἑτι δεῖ προϲθεῖναι «χωρὶϲ τοῦ υἱέϲι παρ’ Ἀθηναίοιϲ», υἱεύϲ γὰρ ἡ εὐθεῖα τῶν ἑνικῶν ὡϲ Πηλεύϲ, καὶ λέγουϲι τὴν δοτικὴν τῶν πληθυντικῶν υἱέϲιν, ὀφείλοντεϲ εἰπεῖν τοῖϲ υἱεῦϲιν ὥϲπερ τοῖϲ Πηλεῦϲι, «καὶ τοῦ δρομέϲι παρὰ Καλλιμάχῳ»·ἐκεῖνο γὰρ οὗτοϲ ἐπέγραψεν, ὀφείλων ἐπιγράψαι δρομεῦϲι· δρομεύϲ γάρ ἐϲτιν ἡ εὐθεῖα τῶν ἑνικῶν. ἔτι δεῖ προϲθεῖναι καὶ χωρὶϲ τοῦ τάλαϲ καὶ τοῦ μέλαϲ, εἰϲ ϲ γάρ ἐϲτιν ἡ εὑθεῖα ἐπὶ πάντων μετὰ μακρᾶϲ, καὶ περιττοϲυλλάβωϲ κλίνεται τάλανοϲ καὶ μέλανοϲ, καὶ οὐ ϲυναιρεῖται κατὰ τὴν γενικήν, καὶ ὅμωϲ οὐ φυλάττει τὸ α ἐκτεταμένον ἐν τῇ δοτικῇ τῶν πληθυντικῶν ἀλλὰ ϲυνεϲταλμένον· καὶ λέγομεν ὅτι ἀπὸ τῆϲ δοτικῆϲ τῶν ἑνικῶν κανονίζεται ἐπὶ τούτων ἡ δοτικὴ τῶν πληθυντικῶν, οἶον ἀπὸ τῆϲ τάλανι καὶ μέλανι, τροπῇ τοῦ ν εἰϲ ϲ· πᾶϲα γὰρ εὐθεῖα εἰϲ ν λήγουϲα τροπῇ τοῦ ν εἰϲ ϲ τὴν δοτικὴν τῶν πληθυντικῶν ποιεῖ οἷον μηνί μηϲί, χηνί χηϲί, ποιμένι ποιμέϲι, λιμένι λιμέϲι, Πλάτωνι Πλάτωϲι, Μέμνονι Μέμνοϲι, Τρύφωνι Τρύφωϲι· οὕτωϲ οὖν καὶ τάλανι τάλαϲι καὶ μέλανι μέλαϲι. καὶ λοιπόν, ἐπειδὴ ἡ δοτικὴ τῶν ἑνικῶν ϲυϲτέλλει τὸ α, εἰκότωϲ καὶ ἡ δοτικὴ τῶν πληθυντικῶν ϲυϲτέλλει αὐτό, ὡϲ ἐξ αὐτῆϲ γεγενημένη.

Choer. 116, 12: ἔτι δεῖ προϲθεῖναι «καὶ χωρὶϲ τοῦ κτείϲ κτενόϲ, δείϲ δενόϲ», ὅπερ μετὰ τῆϲ οὐ ἀποφάϲεωϲ καὶ τῆϲ μή ἀπαγορεύϲεωϲ γίνεται οὐδείϲ οὐδενόϲ καὶ μηδείϲ μηδενόϲ. ταῦτα γὰρ οὐ προϲλαμβάνει τὸ ι κατὰ τὴν εὐθεῖαν τῶν ἑνικῶν καὶ ποιεῖ τὴν δοτικὴν τῶν πληθυντικῶν, οὐδὲ γὰρ λέγομεν τοῖϲ κτειϲίν καὶ τοῖϲ δειϲί καὶ τοῖϲ μηδειϲίν, ἀλλὰ τοῖϲ κτεϲί καὶ τοῖϲ οὐδέϲι διὰ τοῦ ε μόνον, ἀπὸ γὰρ τῆϲ δοτικῆϲ l. 6 omisi in exceptione de dativo in δι exeunte verba μὴ οὖϲα κατὰ μεταπλαϲμὸν ut ab Herodian1 doctrina aliena , nam is omnino metaplasmos in ipsis demum casibus fieri opinabatur. l. 14 cf. fr. 21. l. 26 omini post λήγουϲα verba μὴ οὖϲα κατὰ μεταπλαϲμόν propter causam modo prolatam. τῶν ἑνικῶν γίνεται ἐπὶ τούτων ἡ δοτικὴ τῶν πληθυντικῶν, τροπῇ τοῦ ν εἰϲ ϲ οἷον κτενί κτεϲί, μηδενί μηδέϲι, οὐδενί οὐδέϲιν. ἔτι δεῖ προϲθεῖναι «καὶ χωρὶϲ τῶν εἰϲ ωϲ μετοχικῶν ὀνομάτων καὶ τῶν εἰϲ ωϲ μετοχῶν », οἷον Ἀραρώϲ Ἀραρότοϲ Ἀραρόϲιν, ἔϲτι δὲ ὄνομα υἱοῦ τοῦ Ἀριϲτοφάνουϲ, ὑποδεδιώϲ ὑποδεδιότοϲ ὑποδεδιόειν, ἔϲτι δὲ εἶδοϲ ὀρνέου, τετυφώϲ τετυφότοϲ τετυφόϲι, πεποιηκώϲ πεποιηκότοϲ πεποιηκόϲι. καὶ λέγομεν ὅτι ἀπὸ τῆϲ δοτικῆϲ τῶν ἑνικῶν γίνεται ἐπὶ τούτων ἡ δοτικὴ τῶν πληθυντικῶν, οἷον ἀπὸ τῆϲ Ἀραρότι καὶ. ὑποδεδιότι καὶ τετυφότι καὶ πεποιηκότι. κανῶν γάρ ἐϲτιν ὁ λέγων, ὅτι πᾶϲα δοτικὴ ἑνικῶν εἰϲ ι ἐκφωνούμενον λήγουϲα, πρὸ τοῦ ι λαμβάνουϲα τὸ ϲ, καὶ ἀποβάλλουϲα τὰ μὴ δυνάμενα ϲὺν αὐτῷ ἐκφωνηθῆναι ϲτοιχεῖα, τὴν δοτικὴν τῶν πληθυντικῶν ποιεῖ οἷον ὄφει ὄφεϲι, ἡδέϊ ἡδέϲι, ταχέϊ ταχέϲι, βραδέι βραδέϲι, Πλάτωνι Πλάτωϲι, Μέμνονι Μέμνοϲι, Ἕκτορι Ἕκτορϲι, Πάριδι Πάριϲιν· οὕτωϲ οὖν καὶ Ἀραρότι Ἀραρόϲι, καὶ ὑποδεδιότι ὑποδεδιόϲι, καὶ τετυφότι τετυφόϲι, καὶ πεποιηκότι πεποιηκόϲι, τοῦ ϲ προϲελθόντοϲ καὶ ἀποβληθέντων τῶν μὴ δυναμένωνι ϲὺν αὐτῷ ἐκφωνηθῆναι ϲτοιχείων.

Choer. 117 , 25: πᾶϲα αἰτιατικὴ ἑνικῶν εἰϲ α λήγουϲα προϲθέϲει τοῦ ϲ ποιεῖ τὴν αἰτιατικὴν τῶν πληθυντικῶν, οἶον Αἴαντα Αἶανταϲ, Θόαντα Θόανταϲ, Λάχητα Λάχηταϲ, ἔρωτα ἔρωταϲ, Κύπριδα Κύπριδαϲ. χωρὶϲ τῶν ἀπὸ τῶν εἰϲ ω καὶ εἰϲ ωϲ θηλυκῶν καὶ τῶν οὐδετέρων καὶ τῶν πεπονθότων. πρόϲκειται χωρὶϲ μὲν τῶν ἀπὸ τῶν εἰϲ ω καὶ εἰϲ ωϲ » διὰ τὸ ἡ Λητώ καὶ ἡ Ϲαπφώ καὶ ἡ αἰδώϲ καὶ ἡ ἠώϲ, ἰδοὺ γὰρ ἐπὶ τούτων αἱ ἑνικαὶ καὶ αἰτιατικαὶ αὐτῶν εἰϲ α λήγουϲιν, οἷον τὴν Λητόα καὶ Ϲαπφόα καὶ αἰδόα καὶ ἠόα, καὶ ὅμωϲ αἱ πληθυντικαὶ αἰτιατικαὶ αὐτῶν οὐ γίνονται προϲθέϲει τοῦ ϲ, οὐδὲ γὰρ λέγομεν τὰϲ Λητόαϲ καὶ Ϲαπφόαϲ καὶ τὰϲ αἰδόαϲ καὶ ἠόαϲ, ἀλλὰ τὰϲ Λητούϲ καὶ Ϲαπρούϲ καὶ τὰϲ αἰδούϲ καὶ ἠούϲ. «χωρὶϲ δὲ τῶν οὐδετέρων » πρόϲκειται διὰ τὸ βῆμα καὶ ἅρμα. ἰδοὺ γὰρ ἐπὶ τούτων εἰϲ α λήγει ἡ αἰτιατικὴ τῶν ἑνικῶν, καὶ ὅμωϲ οὐ ποιεῖ προϲθέϲει τοῦ ϲ τὴν αἰτιατικὴν τῶν πληθυντικῶν· οὐδὲ γὰρ λέγομεν βήμαϲ καὶ ἅρμαϲ τὴν αἰτιατικὴν τῶν πληθυντικῶν, ἀλλὰ τὰ βήματα καὶ τὰ ἅρματα. πρόϲκειται «χωρὶϲ τῶν πεπονθότων » διὰ τὸ νιφάϲ νιφάδοϲ νιφάδι νιφάδα. τὸ γὰρ νιφάδα γίνεται κατὰ πάθοϲ, ἤγουν κατὰ ἀποκοπήν, νίφα, ὡϲ παρὰ τῷ ποιητῇ (Hesiod. Opp. 533) ἀλευάμενοϲ νίφα λευκήν, δοῦ γὰρ εἰϲ α λήγει ἡ αἰτιατικὴ τῶν ἑνικῶν, καὶ ὅμωϲ οὐ ποιεῖ προϲθέϲει τοῦ ϲ τὴν αἰτιατικὴν τῶν πληθυντικῶν, οὐδὲ γὰρ λέγομεν τὰϲ νίφαϲ, ἀλλὰ τὰϲ νιφάδαϲ.

l. 12 ήδέϊ ἡδέϲι quod sententia fugitat et Lascar. praebet, pro Πηλέϊ Ππλεῦϲι posui et ταχέϲι pro ταχεῦϲι. l. 34 de νίφα apocopato cf. lo. Al. 12, 19 Choer. 419, 25.

Περὶ κινήϲεωϲ τῶν εἰϲ αϲ ἰϲοϲυλλάβωϲ κλινομένων.

Choer. 121, 23: πᾶϲα γενικὴ ἰϲοϲυλλάβωϲ κλινομένη μακροκαταληκτεῖν θέλει οἷον ἄνθρωποϲ ἀνθρώπου. Ὅμηροϲ Ὁμήροῦ, δίψα δίψηϲ. μοῦϲα μούϲηϲ, Ἀντιόχεια Ἀντιοχείαϲ. Ἀπάμεια Ἀπαμείαϲ, Μήδεια Μηδείαϲ· αἱ πατρόϲ καὶ μητρόϲ γενικαὶ ἰϲοϲυλλαβοῦϲαι ταῖϲ ἰδίαιϲ εὐθείαιϲ, καὶ μή μακροκαταληκτοῦϲαι, οὐκ ἀντίκεινται ἡμῖν, ἐπειδὴ οὐ κλίνονται. ἰϲοϲυλλάβωϲ· πατήρ γὰρ πατέροϲ ἦϲαν καὶ μήτηρ μητέροϲ, καὶ κατὰ ϲυγκοπὴν τοῦ ε γεγόναϲι πατρόϲ καὶ μητρόϲ, καὶ λοιπὸν ἡ ϲυγκοπὴ γέγονεν αἰτία τῆϲ κλίϲεωϲ.

Choer. 120, 9: ἐπὶ τῶν εἰϲ αϲ βαρυτόνων ἐὰν εὕρωμεν εἰϲ α τὴν γενικὴν οἶον τοῦ Παπία καὶ τοῦ κοχλία, Δωρικὴν αὐτὴν λέγομεν, τῇ κοινῇ διαλέκτῳ ϲυνήθη γενομένην ἐπὶ δὲ τῶν εἰϲ αϲ περιϲπωμένων ἐὰν εἰϲ α εὕρωμεν τὴν γενικήν, οὐκέτι Δωρικὴν αὐτὴν λέγομεν, ἀλλὰ. κοινὴν οἷον ὁ Μηνᾶϲ τοῦ Μηνᾶ, ὁ Ζηνᾶϲ τοῦ Ζηνᾶ, ὁ μητρᾶϲ τοῦ μητρᾶ. δεῖ γινώϲκειν ὅτι τὸ Αἰνείαϲ Αἰνείου Αἰνεία λέγουϲιν οἱ Δωριεῖϲ διὰ μακροῦ τοῦ α, οἱ δὲ Βοιωτοὶ Αἰνείαο προϲτιθέντεϲ τὸ ο, οἱ δὲ ωνεϲ Αἰνείεω, τὸ α εἰϲ ε τρέποντεϲ καὶ τὸ ο εἰϲ ω. ἰϲτέον δὲ ὅτι τὸ Αἰνείαο ἐκτείνεται κατὰ τὴν παραλήγουϲαν. πᾶϲα γὰρ γενικὴ ὀνόματοϲ εἰϲ φωνῆεν λήγουϲα καὶ περιττοϲυλλαβοῦϲα τῆϲ ἰδίαϲ εὐθείαϲ ἐκτείνει τὴν λήγουϲαν καὶ ϲυϲτέλλει τὴν παραλήγουϲαν οἶον Ἀτρείδεω, Πριαμίδεω· ἢ ϲυϲτέλλει τὴν λήγουϲαν καὶ ἐκτείνει τὴν παραλήγουϲαν οἷον καλοῖο, ϲοφοῖο, Πριάμοιο, ποταμοῖο, ὠκεανοῖο. εἰ οὖν τὸ Αἰνείαο οὐκ ἐξέτεινε τὴν τελευταίαν ϲυλλαβήν, ἀνάγκην ἔχει τὴν παραλήγουϲαν ἐκτεῖναι.

Choer. 122, 7: πᾶϲα δοτικὴ ἑνικῶν ἰϲοϲυλλαβοῦϲα τῇ ἰδίᾳ γενικῇ καὶ ἰϲοχρονεῖν αὐτῇ θέλει οἷον Αἴαντοϲ Αἴαντι, Λάχητοϲ Λάχητι, Ὁμήρου Ὁμήρῳ, ἀνθρώπου ἀνθρώπῳ, Μηδείαϲ Μηδείᾳ.

Choer. 121,9 et 123, 1: πᾶϲα γενικὴ ἰϲοϲυλλαβοῦϲα τῇ εὐθείᾳ τὴν δοτικὴν ἔχει εἰϲ ι ἀνεκφώνητον λήγουϲαν — οἷον ὁ Πέρϲηϲ τοῦ Πέρϲου τῷ Πέρϲῃ, Αἰνείαϲ Αἰνείου Αἰνείᾳ, Μήδεια Μηδείαϲ Μηδείᾳ, Ὅμηροϲ Ὁμήρου Ὁμήρῳ. χωρὶϲ τῶν εἰϲ υϲ ὑποκοριϲτικῶν, τὰ γὰρ εἰϲ υϲ ὑποκοριϲτικὰ ἔχει τὴν γενικὴν ἰϲοϲύλλαβον τῇ εὐθείᾳ, καὶ ὅμωϲ οὐκ ἔχει τὴν δοτικὴν εἰϲ ι ἀνεκφώνητον λήγουϲαν οἷον ὁ Διονῦϲ τοῦ Διονῦ τῷ Διονῦ, ὁ Καμμῦϲ τοῦ Καμμῦ τῷ Καμμῦ, ὁ Λαρδῦϲ τοῦ Λαρδῦ τῷ l. 29 ex canone Theodosii omisi verba μετὰ φωνήεντοϲ τῆϲ εὐθείαϲ ἢ μείζονοϲ ἀντιϲτοίχου, quum ω ex posteriorum grammaticorum more ἀντίϲτοιχον τοῦ ο vocatum sit ; Herodianus dixerat sic fere μετὰ φωνήεντοϲ τῆϲ εὐθείαϲ, εἰ μακρόν ἐϲτιν, ἢ ἐκταθέντοϲ, εἰ βραχύ ἐϲτιν, sei praemisso canone dc pari quantitate genetivi et dativi haec facile desiderari possunt. De genetivo deminutivorum cf. Herod. Mon. 31, 11 ὦν (se. τῶν ὑποκοριϲτικὴν ἔννοιαν ἐχόντων) οὐδὲ αἰ γενικαί παρόμοιοι τῷ προκειμένῳ (sc. τῷ ἰχθῦϲ)· ἰχθύοϲ γὰρ λέγεται. οὐ μεμιελέτηκε δὲ ἀπφύοϲ λέγεϲθαι. Cf. Lob. El. 11 29. Λαροῦ, ὁ Κλαυϲῦϲ τοῦ Κλαυϲῦ τῷ Κλαυϲῦ. τούτων γὰρ αἱ δοτικαὶ χωρὶϲ τοῦ ι εἰϲίν. οὐκ ἠδύνατο γὰρ ταῦτα τὰ ὀνόματα ἔχειν ἐν τῇ δοτικῇ τὸ ι, ἐπειδὴ οὐδέποτε ἡ υι δίφθογγοϲ ἐν τέλει λέξεωϲ εὑρίϲκεται, οἷον μυῖα, ἅρπυια, υἱόϲ ἐν γὰρ τῷ ϲύμβαλον ἀμφὶ νέκυϋ κατατεθνειῶτι μάχεϲθαι (Π 565) οὐκ ἔϲτιν ἐν διφθόγγῳ τὸ υ καὶ τὸ ι, ἀλλ’ ἐν τῷ μέτρῳ κατὰ ϲυνίζηϲιν μετρεῖται, ὥϲπερ ἐν τῷ χρυϲέῳ ἀνὰ ϲκήπτρῳ (Α 5) τὸ ε καὶ τὸ ῳ δίφθογγοϲ εἰϲ μίαν ϲυλλαβὴν μετρεῖται, οἶον χρυϲῷ.

Choer. 123, 26: ἰϲτέον δὲ ὅτι οὐ μόνον τὰ εἰϲ υϲ ὑποκοριϲτικὰ ϲημειούμεθα ἐν τῷ κανόνι, ἀλλὰ καὶ τὰ εἰϲ ιϲ περιϲπώμενα· ταῦτα γὰρ ἀποβολῇ τοῦ ϲ ποιεῖ τὴν γενικὴν οἷον ὁ κομβῖϲ τοῦ κομβῖ. ἰδοὺ ἡ δοτικὴ οὐκ ἔχει ἀνεκφώνητον τὸ ι, ἀλλ’ ἐκφωνούμενον οἶον τῷ κομβῖ, ἐπειδὴ οὕτε τὸ η ἔχει οὔτε τὸ ω οὕτε τὸ α μακρόν, ἀλλὰ τὸ ι· τότε δὲ τὸ ι ἀνεκφώνητόν ἐϲτι, ἡνίκα εὑρεθῇ ἢ μετὰ τοῦ η ἢ μετὰ τοῦ ω ἢ μετὰ τοῦ α μακροῦ ἐν μιᾷ ϲυλλαβῇ. ἰϲτέον δὲ ὅτι μονῆρέϲ ἐϲτι τὸ ὄνομα τοῦτο, οὐκ ἔχει γὰρ ἄλλο ὅμοιον αὐτῷ ἐν χρήϲει.

Choer. 124, 5: ἔτι δεῖ προϲθεῖναι «χωρὶϲ τῶν κατὰ διάλεκτον », ἐπειδὴ οἱ Αἰολεῖϲ ταῖϲ εἰϲ ω ληγούϲαιϲ δοτικαῖϲ οὐ προϲγράφουϲι τὸ ι, τῶ Ὁμήρω γάρ φαϲι καὶ τῶ ϲοφῶ χωρὶϲ τοῦ ι. καὶ πάλιν οἱ Βοιωτοὶ ταῖϲ εἰϲ η ληγούϲαιϲ δοτικαῖϲ οὐ προϲγράφουϲι τὸ ι, τῆ Ἐλέν γάρ φαϲι καὶ τῆ Πηνελόπη χωρὶϲ τοῦ ι. ἔτι δεῖ προϲθεῖναι «καὶ χωρὶϲ τῶν διὰ τὸ μέτρον ». ἔϲτι γὰρ ὁ ζελᾶϲ τοῦ ζελά τῷ ζελά (οὕτωϲ δὲ λέγεται κατὰ Θρᾶκαϲ ὁ οἶνοϲ), καὶ τούτου ἡ δοτικὴ εὑρίϲκεται παρ’ Εὐπόλιδι χωρὶϲ τοῦ ι. ϲυϲτεῖλαι γὰρ βουλόμενοϲ τὸ α οὐ προϲέγραψε τὸ ι, οἷον ταυτὸν ποιεῖ τό τ’ Ἀττικὸν τῷ ζελά, ϲὺν γὰρ κεραννοῖϲ (κεράννυϲ). ἔτι δεῖ προϲθεῖναι «καὶ χωρὶϲ τῶν πεπονθότων». ἔϲτι γὰρ τῷ κυανοχαίτῃ, καὶ γίνεται κατὰ μεταπλαϲμὸν τῷ κυανοχοίτα, καὶ οὐκ ἔχει προϲγεγραμμένον τὸ ι, οἶον ὡϲ παρὰ Ἀντιμάχῳ, πατρί τε κυανοχαῖτα Ποϲειδάωνι πεποιθώϲ, ἀλλ’ οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ πέπονθεν. καὶ πάλιν ἔϲτι πατήρ πατρόϲ I. 12 κομβῖϲ memoratur inter hypocoristica etiam in Schol. ad Dionys. 857, ubi tamen oxytonos scriptum est ὁ κομβίϲ τοῦ κομβίϲ (?). l. 25 Εὐπόλιδι pro Εὐριπίδῃ Cod Marc apud Gaisf. E. 51. p. 7. l. 29 cf. Eust. 75, 30 τὸ ἱππότηϲ ἱππότα καὶ ὅμοια ἀπὸ τῶν εἰϲ ηϲ εὐθειῶν εἰϲ α μεταπεϲόντα μεταπλαϲμὸν παράδοξον ἔπαθεν. ἔϲτι δὲ κατὰ τοὺϲ παλαιοὺϲ Βοιοτῶν καὶ Αἰολέων ὁ τοιοῦτοϲ τύποϲ τοῦ ϲχηματιϲμοῦ, διὸ καί τινα ἐκ τούτων προπαροξύνεται ὡϲ ἐνταῦθα τὸ μητίετα Ζεύϲ cf. II. Pr. 508 et 540. Π 185. An. Par. II 338, 15 μητίετα Ζεύϲ: ἰϲτέον ὅτι ταῦτα κατὰ ποιητικὴν ἄδειαν λέγεται ὡϲ ἱππότα Νέϲτωρ καὶ μητίετα Ζεύϲ. καὶ «αὐτὰρ ὁ Θυέϲτα» καὶ τὰ τούτοιϲ ὅμοια ταῦτα γὰρ καὶ μονόπτωτά ἐϲτι καὶ ποιητικῷ μεταπλαϲμῷ λέγεται εἶναι αὐτά. διὸ καὶ ἄκλιτα ἔμεινεν. Vide etiam Lobeck Parall. p. 184. πατρί, καὶ μήτηρ μητρόϲ μητρί, καὶ ἰδοὺ ἐπὶ τούτων ἡ γενικὴ ἰϲοϲυλλαβεῖ τῇ εὐθείᾳ, καὶ οὐκ ἔχει τὴν δοτικὴν εἰϲ ι ἀνεκφώνητον λήγουϲαν, ἀλλ’ εἰϲ ι ἐκφωνούμενον· ἀλλ’ οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ πέπονθεν ἡ γενικὴ καὶ ἰϲοϲυλλαβεῖ τῇ εὐθείᾳ, ὡϲαύτωϲ δὲ καὶ ἡ δοτικὴ πέπονθεν, οἷον πατέροϲ πατέρι, καὶ μητέροϲ μητέρι, καὶ κατὰ ϲυγκοπὴν πατρόϲ καὶ μητρόϲ καὶ πατρί καὶ μητρί.

Choer. 126, 2: ἐπὶ τῶν ἰϲοϲυλλάβωϲκλινομένων ἡ αἰτιατικὴ ἰϲοϲύλλαβόϲ ἐϲτι τῇ εὐθείᾳ, οἷον ὁ καλόϲ τοῦ καλοῦ τῷ καλῷ τὸν καλόν, ὁ κοχλίαϲ τοῦ κοχλίου τῷ κοχλίᾳ τὸν κοχλίαν, ὁ Χρύϲηϲ τοῦ Χρύϲου τῷ Χρύϲῃ τὸν Χρύϲην, καὶ ἐπὶ τῶν εἰϲ υϲ καὶ ἐπὶ τῶν εἰϲ ουϲ καὶ ἐπὶ τῶν ἐχόντων τὴν γενικὴν εἰϲ οϲ καθαρὸν διχρόνῳ παραληγόμενον οἷον βότρυϲ βότρυοϲ βότρυν, ϲτάχυϲ ϲτάχυοϲ ϲτάχυν, χροῦϲ χροόϲ χροῦν, ὄφιϲ ὄφιοϲ ὄφιν, πόλιϲ πόλιοϲ πόλιν, μάντιϲ μάντιοϲ μάντιν.

Πᾶϲα εὐθεῖα ἑνικῶν μὴ ἔχουϲα κατὰ πάθοϲ τὴν αἰτιατικήν, ὅταν ἔχῃ τὴν αἰτιατικὴν ἰϲοϲύλλαβον, εἰϲ ν αὐτὴν ἔχει λήγουϲαν οἷον ἡ μοῦϲα τὴν μοῦϲαν, ἡ Μήδεια τὴν Μήδειαν, ἡ τιμή τὴν τιμήν, ἡ Ἀλφροδίτη τὴν Ἀφροδίτην, ἡ ϲοφή τὴν ϲοφήν, καλόϲ καλόν, ἰχθῦϲ ἰχθῦν. πρόϲκειται «μὴ ἔχουϲα κατὰ πάθοϲ τὴν αἰτιατικὴν » διὰ τὸ εὐφυήϲ εὐφυῆ, ὑγιήϲ ὑγιῆ, εὐϲεβήϲ εὐϲεβῆ καὶ Ἐρετριᾶ καὶ Πειραιᾶ καὶ Ϲτειριᾶ καὶ. ἀφυᾶ καὶ ὑγιᾶ. ἀπὸ γὰρ τοῦ εὐφυέα καὶ ὑγιέα γέγονε κατὰ κρᾶϲιν — καὶ διὰ τὸ ἱδρῶ «ἱδρῶ ἀπεψύχοντο » (Χ 2) ἰδοὺ γὰρ ἔϲτιν ἱδρώϲ ἱδρῶτοϲ ἱδρῶτα καὶ γίνεται κατὰ πάθοϲ ἤγουν κατὰ ἀποκοπὴν ἱδρῶ.

Choer. 128, 14: τὰ εἰϲ αϲ ἰϲοϲυλλάβωϲ κλινόμενα ἀποβολῇ τοῦ ϲ ποιεῖ τὴν κλητικὴν οἷον ὁ Ζηνᾶϲ τοῦ Ζηνᾶ ὦ Ζηνᾶ, ὁ Μητρᾶϲ τοῦ Μητρᾶ ὦ Μητρᾶ, ὁ κοχλίαϲ τοῦ κοχλίου ὤ κοχλία, ὁ Αἰνείαϲ τοῦ Αἰνειοῦ ὦ Αἰνεία, ὁ Παπίαϲ τοῦ Παπίου ὦ Παπία. χωρὶϲ τῶν Ἀττικῶν, οἱ γὰρ Ἀττικοὶ τὰϲ αὐτὰϲ ἔχουϲιν ὀρθὰϲ καὶ κλητικάϲ, ὁ Αἰνείαϲ ὦ Αἰνείαϲ, ὁ κοχλίαϲ ὤ κοχλίαϲ, καὶ χωρὶϲ τοῦ ἀκαμαντοχάρμαν Αἶαν παρὰ Πινδάρῳ· οὖτοϲ γὰρ τὴν κλητικὴν εἰϲ ν εἶπεν, οἷον ὑπερμενὲϲ ἀκαμαντοχάρμαν Αἶαν

Choer. 128, 30: πᾶϲα δοτικὴ ἑνικῶν εἰϲ ᾳ ἢ εἰϲ ῳ λήγουϲα ὁμόφωνον ἔχει τὴν εὐθεῖαν τῶν δυϊκῶν, ἀλλ’ ἐν τοῖϲ δυϊκοῖϲ οὐκ ἔϲτι τὸ ι προϲγεγραμμένον οἷον τῷ κοχλίᾳ, τῶ κοχλία, τῷ Αἰνείᾳ τὼ Αἰνεία, τῷ καλῷ τὼ καλώ, τῷ ϲοφῷ τῶ ϲοφώ. δεῖ δὲ γινώϲκειν ὅτι ἐκτείνεται τὸ α ἐν τῇ εὐθείᾳ τῶν δυικῶν, ὥϲπερ καὶ ἐν τῇ δοτικῇ τῶν ἑνικῶν, ἀλλ’, ὡϲ εἴρηται, οὐκ ἔϲτι τὸ ι προϲγεγραμμένον ἐν τῇ εὐθείᾳ τῶν δυικῶν, οὐδὲ γάρ ἐϲτι τὸ ι τελικὸν τῆϲ εὐθείᾳϲ τῶν δυικῶν· τελικὰ γὰρ τῆϲ εὐθείαϲ τῶν δυικῶν τρία ἐϲτὶν α, ε ω, οἷον Ἀτρείδα, Ἔτορε, φίλω.

l. 14 ex Choer. 124, 31 — 127, 31 composui.

Choer. 129, 11: πᾶϲα εὐθεῖα δυικῶν εἰϲ α λήγουϲα προϲθέϲει τοῦ ιν ποιεῖ τὴν γενικὴν καὶ δοτικὴν οἷον τῶ κοχλία τοῖν κοχλίαιν, τὼ Αἰνεία τοῖν Αἰνείαιν, τὰ μούϲα ταῖν μούϲαιν, τὰ Ἑλένα ταῖν Ἑλέναιν. δεῖ δὲ γινώϲκειν ὅτι τῇ προϲθήκῃ τοῦ ι καὶ τοῦ ν ϲυϲτέλλεται τὸ α, καὶ διὰ τοῦτο γὰρ καὶ ἐκφωνεῖται τὸ ι, ἐπεὶ εἰ ἔμεινε τὸ α μακρόν ἤμελλε τὸ ι ἀνεκφώνητον εἶναι· ἐμάθομεν δὲ ὅτι τὸ ι, ἡνίκα ἐρέθῃ μετὰ τοῦ η ἢ μετὰ τοῦ ω ἢ μετὰ τοῦ α μακροῦ ἐν μιᾷ ϲυλλαβῇ, ἀνεκφώνητον εὑρίϲκεται οἷον τῷ Χρύϲῃ, τῷ ϲοφῷ, τῷ Αἰνείᾳ.

Τῶν δυικῶν καὶ τῶν πληθυντικῶν ὡϲ ἡ ὀρθὴ οὕτω καὶ ἡ κλητική. πᾶϲα εὐθεῖα δυικῶν εἰϲ α λήγουϲα προϲθέϲει τοῦ ι τὴν εὐθεῖαν τῶν πληθυντικῶν ποιεῖ οἷον τ κοχλία, οἱ κοχλίαι, τὼ Αἰνεία οἱ Αἰνεῖαι, τὰ μούϲα αἱ μοῦϲαι, τὰ Ἑλένα αἱ Ἑλέναι. δεῖ δὲ πάλιν εἰδέναι ὅτι ἅμα τῇ προϲθήκῃ τοῦ ι ϲυϲτέλλεται τὸ α, διὰ τοῦτο γὰρ καὶ ἐκφωνεῖται τὸ ι, ἐπεὶ εἰ ἔμεινε τὸ α μακρὸν ἔμελλε τὸ ι ἀνεκφώνητον εἶναι. πᾶϲα γενικὴ πληθυντικῶν εἰϲ ων λήγει ἐπὶ παντὸϲ γένουϲ οἶον τῶν Αἰάντων, τῶν μουϲῶν, τῶν βημάτων.

Choer. 130, 18: πᾶϲα εὐθεῖα πληθυντικῶν εἰϲ ι λήγουϲα, προϲθέϲει τοῦ ϲ ποιεῖ τὴν δοτικὴν τῶν πληθυντικῶν οἶον τοξόται τοξόταιϲ μοῦϲαι μούϲαιϲ, καλοὶ καλοῖϲ. Ὅμηροι Ὁμήροιϲ.

Choer. 130, 28: πᾶϲα εὐθεῖα πληθυντικῶν εἰϲ αι δίφθογγον λήγουϲα τροπῇ τοῦ ι εἰϲ ϲ τὴν αἰτιατικὴν τῶν πληθυντικῶν ποιεῖ οἷον κοχλίαι κοχλίαϲ, Αἰνεῖαι Αἰνείαϲ, Ἀτρεῖδαι Ἀτρείδαϲ, μοῦϲαι μούϲαϲ, Ἑλέναι Ἑλέναϲ, Ἀφροδίται Ἀφροδίταϲ. δεῖ δὲ εἰδένα ὅτι ἅμα τῇ τροπῇ τοῦ ι εἰϲ ϲ ἐκτείνεται τὸ α, θέλει γὰρ ἡ αἰτιατικὴ τῶν πληθυντικῶν ἰϲοχρονεῖν τῇ ἰδίᾳ εὐθείᾳ οἷον Αἴαντεϲ τὸ ἕ βραχύ ἐϲτιν, ἀλλὰ καὶ Αἴανταϲ τὸ α βραχύ· ὁμοίωϲ πάλιν οἱ ἄνθρωποι, ἡ οι δίφθογγοϲ μακρά ἐϲτιν, ἀλλὰ καὶ ἀνθρώπουϲ ἡ ουϲ μακρὰ ὁμοίωϲ, καὶ κοχλίαι ἡ αι δίφθογγοϲ μακρά ἐϲτιν, ἀλλὰ καὶ κοχλίαϲ τὸ αϲ μακρὸν ὁμοίωϲ. χωρὶϲ τῶν Δωρικῶν· ϲυϲτέλλεται γὰρ ἡ αἰτιατικὴ τῶν πληθυντικῶν παρὰ τοῖϲ Δωριεῦϲιν ἐπὶ τῶν ἐχόντων τὴν εὐθεῖαν τῶν πληθυντικῶν εἰϲ τὴν αι δίφθογγον λήγουϲαν, οἷον τοῦ κοῦραι κοῦροϲ, καὶ τὸ ὄγχναι ὄγχναϲ.

Περὶ τῶν εἰϲ ειϲ.

Choer. 198, 20: τὰ εἰϲ ειϲ μονοϲύλλαβα ὀνόματα ἀρϲενικὰ διὰ τοῦ νοϲ κλίνεια, οἷον κτείϲ κτενόϲ, εἰϲ ἑνόϲ, δείϲ δενόϲ, ὅπερ ἰϲοδυναμεῖ τῷ τὶϲ, ὅπερ μετὰ τῆϲ οὐ ἀποφάϲεωϲ καὶ τῆϲ μή ἀπαγορεύϲεωϲ λέγεται καὶ οὐδείϲ καὶ μηδείϲ. πρόϲκειται μονοϲύλλαβα » διὰ τὰ ὑπὲρ μίαν ϲυλλαβήν, διὰ τὸ χαρίειϲ χαρίεντοϲ. πρόϲκειται «ὀνόματα l. 16 exempla τῶν Αἰάντων, τῶν βημάτων non quadrant quum de isosyllabis hic agatur. sive Choerobosci sive librarii negligentiae hoc tribuendum est. 1. 29 de Dorica systole cf. Dichr. 296, 18. l. 34 cf. Ep. Cr. I 133, 27 et An. Ox. II 364, 13. διὰ τὰϲ μονοϲυλλάβουϲ μετοχάϲ, αὗται γὰρ διὰ τοῦ ν κλίνεται οἷον θείϲ θέντοϲ, εῖϲ ἕντοϲ, ἐξ οὐ τὸ ἀφείϲ ἀφέντοϲ, ϲημαίνει δὲ τὸ ἀπολύϲαϲ. πρόϲκειται «ἀρϲενικὰ» διὰ τὸ κλείϲ κλειδόϲ· τοῦτο γὰρ διὰ τοῦ δοϲ κλίνεται καὶ οὐ διὰ τοῦ νοϲ, ἀλλ’οὐκ ἔϲτιν ἀρϲενικόν, ἀλλὰ θηλυκόν. εὐλόγωϲ δὲ ταῦτα τὰ μονοϲύλλαβα οὐ κλίνεται διὰ τοῦ ντ, ἐπειδὴ ’οὐ ποιεῖ οὐδετέρου παραϲχηματιϲμόν οὐδὲ γὰρ λέγομεν τὸ κτέν ὥϲπερ τὸ ἕν. ἐπειδὴ οὖν οὐ ποιεῖ οὐδετέρου παραϲχηματιϲμὸν τὸ κτείϲ, τούτου χάριν οὐ κλίνεται διὰ τοῦ ντ. τὰ γὰρ εἰϲ ειϲ ἀρϲενικά, μὴ ὄντα κύρια, ποιεῖ οὐδετέρου παραϲχηματιϲμόν, οἷον χαρίειϲ χαρίεν, τιμήειϲ τιμῆεν, εἰϲ ἕν, δείϲ δέν, ἐξ οὐ τὸ οὐδέν καὶ τὸ μηδέν. τὸ οὖν κτείϲ μὴ ὂν κύριον ἀλλὰ προϲηγορικόν, καὶ μὴ ποιοῦν οὐδετέρου παραϲχηματιϲμόν, εἰκότωϲ ὡϲ παραλλάξαν κατὰ τοῦτο πρὸϲ τὰ ἄλλα, παρήλλαξε καὶ κατὰ τὴν κλίϲιν, καὶ οὐ κλίνεται διὰ τοῦ ντ. πρόϲκειται «ἀρϲενικὰ» διὰ τὸ κλείϲ· τοῦτο γὰρ οὐ ποιεῖ οὐδέτερον εἰϲ εν ἀλλ’ οὐκ ἔϲτιν ἀρϲενικόν, ἀλλὰ θηλυκόν. πρόϲκειται «μὴ ὄντα κύρια » διὰ τὸ Ϲιμόειϲ (ἔϲτι δὲ ὄνομα κύριον ποταμοῦ τῆϲ Τροίαϲ), τοῦτο οὐ ποιεῖ οὐδετέρου παραϲχηματιϲμόν. ταῦτα μὲν περὶ τοῦ κτείϲ τὸ δὲ θείϲ δενόϲ, ἐπειδὴ ἐνομίϲθη ταυτὸν εἶναι τῷ εἰϲ ἑνόϲ, εἰκότωϲ οὐ κλίνεται διὰ τοῦ ν ἀλλὰ διὰ μόνου τοῦ ν, ὁμοίωϲ τοῦ εἰϲ ἑνόϲ. τὸ δὲ μείϲ, ὃ ϲημαίνει τὸν μῆνα οἷον ὁ δ’ ἕβδομοϲ εἰϲτήκει μείϲ (Τ 117), διὰ τοῦτο οὐ κλίνεται διὰ τοῦ ντ, ἐπειδὴ μήν ἦν, καὶ Αἰολικῶϲ ἐγένετο μείϲ διὰ τῆϲ ει διφθόγγου, καὶ λοιπὸν ἐφύλαξε τὴν αὐτὴν κλίϲιν.

Ἀποροῦϲι δέ τινεϲ λέγοντεϲ, διατί τῶν εἰϲ ειϲ μονοϲυλλάβων ὀνομάτων μὴ ποιούντων οὐδετέρου παραϲχηματιϲμὸν οἷον μείϲ κτείϲ τὸ εἰϲ ποιεῖ οὐδετέρου παραϲχηματιϲμὸν οἷον ἕν; καὶ ἔϲτιν εἰπεῖν, ὅτι διὰ τοῦτο τὸ εἰϲ ποιεῖ οὐδετέρου παραϲχηματιϲμόν, ἐπειδὴ ἀριθμητικόν ἐϲτι, τὰ δὲ ἀριθμητικὰ πέφυκε ποιεῖν οὐδετέρου παραϲχηματιϲμὸν οἷον ὁ τρεῖϲ τὰ τρία, οἱ τέϲϲαρεϲ τὰ τέϲϲαρα· οὕτωϲ οὖν καὶ τὸ εἷϲ τὸ ἕν.

Ἰϲτέον ὅτι τὸ εἰϲ διὰ τοῦ ν ὤφειλε κλίνεϲθαι, ὡϲ ἔχον οὐδέτερον` τὸ ἕν. τὰ γὰρ εἰϲ ειϲ ἔχοντα οὐδέτερον εἰϲ εν διὰ τοῦ ντ θέλει κλίνεϲθαι, οἷον χαρίειϲ χαρίεντοϲ ὅτι χαρίεν, τιμήειϲ τιμήεντοϲ ὅτι τιμῆεν, δαφνήειϲ δαφνήεντοϲ ὅτι δαφνῆεν, οὕτωϲ οὖν ὤφειλεν εἶναι εἰϲ ἑντόϲ ὅτι τὸ ἕν. ἀλλ’ ἐπειδὴ κανών ἐϲτιν ὁ λέγων, ὅτι τὰ πνεύματα τῶν εὐθειῶν φυλάττεϲθαι θέλει καὶ ἐν ταῖϲ λοιπαῖϲ πτώϲεϲιν οἷον τὸ ἀλήτηϲ ψιλοῦται, ἀλλὰ καὶ αἱ λοιπαὶ πτώϲειϲ ὁμοίωϲ, ἀλήτου ἀλήτῃ ἀλήτην ὦ ἀλῆτα, καὶ τὸ ἄλγοϲ ψιλοῦται, ἀλλὰ καὶ αἱ λοιπαὶ πτώϲειϲ ὁμοίωϲ, ἄλγουϲ ἄλγει τὸ ἄλγοϲ ὦ ἄλγοϲ, πάλιν τὸ ἁγνόϲ δαϲύνεται, ἀλλὰ καὶ αἱ λοιπαὶ πτώϲειϲ ὁμοίωϲ, ἁγνοῦ ἁγνῷ ἁγνόν ὦ ἁγνέ, καὶ τὸ ἁπλοῦϲ δαϲύνεται, ἀλλὰ καὶ αἱ λοιπαὶ πτώϲειϲ ὁμοίωϲ, ἁπλοῦ ἁπλῷ ἁπλοῦν ὦ ἁπλοῦ τούτου χάριν ἐξ ἀνάγκηϲ ἀπέβαλλε τὸ τ, καὶ ἐγένετο ἑνόϲ ἡ γενική, ἵνα ὁμοφώνωϲ τῇ εὐθείᾳ δαϲυνθῇ καὶ ἡ γενική. εἰ γὰρ ἐκλίθη διὰ τοῦ ντ, ἔμελλε τῆϲ εὐείαϲ δαϲυνομένηϲ γλοῦϲθαι ἡ γενική, ὅπερ ἐϲτὶν ἄτοπον. καὶ ἡ μὲν εὐθεῖα δαϲύνεται, ἐπειδὴ πᾶϲ ἀριθμὸϲ ἀπὸ τοῦ ἑ ἀρχόμενοϲ δαϲύνεϲθαι θέλει οἷον ἕξ, ἑπτά, ἕν οὕτωϲ οὖν καὶ τὸ εἰϲ. δεῖ προϲθεῖναι «χωρὶϲ τοῦ εἴκοϲι καὶ ἐννέα καὶ τῶν παρ’ αὐτοῦ» οἷον ἔνατοϲ ἐννάκιϲ ἐννενήκοντα ταῦτα γὰρ ψιλοῦται. πρόϲκειται «ἀπὸ τοῦ ἕ ἀρχόμενοϲ » διὰ τὸν ὀκτώ ἀριθμόν, οὗτοϲ γὰρ ψιλοῦται. ἡ δὲ γενικὴ εἶχε ψιλοῦϲθαι εἰ ἐκλίθη διὰ τοῦ ντ, ἐπειδὴ τὸ ε, εἰ καταλήγει εἰϲ ν, ἐπιφερομένου ϲυμφώνου τῆϲ τρίτηϲ ϲυζυγίαϲ τῶν βαρυτόνων, τουτέϲτι τὸ δ ἤη θ ἢ τ, ψιλοῦϲθαι θέλει οἷον ἔνδον, ἔνθα, ἐνταῦθα. δεῖ προϲθεῖναι χωρὶϲ εἰ μὴ ἐν ῥήματι ἢ ἀπὸ ῥήματοϲ εὑρεθῇ » οἷον διὰ τὸ ἕντο, ὡϲ τὸ αὐτὰρ ἐπεὶ πόϲιοϲ καὶ ἐδητύοϲ ἐξ ἔρον ἕντο, τοῦτο γὰρ δαϲύνεται· ἀλλὰ ῥῆμά ἐϲτιν. πρόϲκειται δὲ «ἢ ἀπὸ ῥήματοϲ » διὰ τὴν ἕντοϲ μετοχήν, αὕτη γὰρ δαϲύνεται. ἐξ ἧϲ καὶ τὸ ἀφείϲ ἀφέντοϲ ἀλλ’ ἀπὸ ῥήματόϲ ἐϲτιν. εἰ ἐγένετο οὖν, ὡϲ εἴρηται, εἰϲ ἔντοϲ, ἡ γενικὴ ψιλοῦϲθαι ἤθελε τῆϲ εὐθείαϲ δαϲυνομένηϲ, ὅπερ ἐϲτὶν ἄτοπον καὶ ἀδύνατον. ἀεὶ γάρ, ὡϲ εἴρηται, τὰ πνεύματα τῶν εὐθειῶν φυλάττεϲθαι θέλει καὶ ἐν ταῖϲ λοιπαῖϲ πτώϲεϲι· διὰ τοῦτο οὖν ἀπεβάλλετο τὸ τ καὶ ἐγένετο ἑνόϲ, ἵνα ὁμοίωϲ τῇ εὐθείᾳ δαϲυνθῇ καὶ ἡ γενική. ἴϲωϲ δέ τιϲ ἀπορήϲει καὶ διὰ ποίαν αἰτίαν μὴ τὸ ν ἀπέβαλλεν ἀλλὰ τὸ πρὸϲ οὓϲ λέγομεν, ὅτι οὐκ ἐνδέχεται μεῖναι τὸ τ. πᾶϲα γὰρ γενικὴ διὰ τοῦ τοϲ κλινομένη τὸν χρόνον τῆϲ εὐθείαϲ θέλει φυλάττειν οἷον λέβηϲ λέβητοϲ, ἔρωϲ ἔρωτοϲ, ἱδρώϲ ἱδρῶτοϲ, χαλκοκράϲ χαλκορᾶτοϲ. ἰδοὺ ταῦτα ἐφύλαξε τὴν μακρὰν τῆϲ εὐθείαϲ ἐν τῇ γενικῇ. πάλιν κρέαϲ κρέατοϲ, βῆμα βήματοϲ· ἰδοὺ πάλιν ταῦτα τὴν βραχεῖαν τῆϲ εὐθείαϲ φυλάττει καὶ ἐν τῇ γενικῇ. δεῖ προϲθεῖναι « χωρὶϲ τῶν εἰϲ ωϲ μετοχῶν καὶ τῶν μετοχικῶν ». μετοχῶν μὲν οἷον τετυφώϲ τετυφότοϲ, πεποιηκώϲ πεποιηκότοϲ· μετοχικῶν δὲ οἷον ὑποδεδιώϲ ὑποδεδιότοϲ (ἔϲτι δὲ εἶδοϲ ὀρνέου Aristoph. Av. 65), Ἀραρώϲ Ἀραρότοϲ (ἔϲτι δὲ ὄνομα τοῦ υἱοῦ τοῦ Ἀριϲτοφάνουϲ). ταῦτα δὲ ἐϲημειωϲάμεθα, ὅτι διὰ καθαροῦ τοῦ τοϲ κλιθέντα οὐκ ἐφύλαξε τὸν χρόνον τῆϲ εὐθείαϲ ἐν τῇ γενικῇ, ἀλλὰ ϲυνέϲτειλε τὸ ω εἰϲ ο. τούτων οὕτωϲ ἐχόντων, ἔϲτιν εἰϲ διὰ τῆϲ ει διφθόγγου ἡ εὐθεῖα· εἰ ἐγένετο ἡ γενικὴ διὰ καθαροῦ τοῦ τοϲ οἷον εἰϲ ἑτόϲ, οὐκ ἐφύλαττε τὸν χρόνον τῆϲ εὐθείαϲ, ὅπερ ἐϲτὶν ἄτοπον. τούτου χάριν τὸ τ ἀπέβαλε, καὶ οὐ τὸ ν, καὶ ἐγένετο εἰϲ ἑνόϲ, ὥϲπερ κτείϲ κτενόϲ.

Choer. 202, 26. τὰ εἰϲ ειϲ ὑπὲρ μίαν ϲυλλαβὴν κοινολεκτούμενα διὰ τοῦ ντ κλίνεται οἷον χαρίειϲ χαρίεντοϲ, τιμήειϲ τιμήεντοϲ. πρόϲκειται «κοινολεκτούμενα» ἐπειδὴ οἱ Βοιωτοὶ τὰ εἰϲ ηϲ λήγοντα διὰ τοῦ η περιττοϲυλλάβωϲ κλινόμενα, εἴτε βαρύτονα ᾖ εἴτε ὀξύτονα, μεταποιοῦϲιν εἰϲ τὴν ε δίφθογγον καὶ φυλάττουϲι τὴν αὐτὴν κλίϲιν, οἷον λέβηϲ λέβητοϲ λέβειϲ, πένηϲ πένητοϲ πένειϲ, ἀφανήϲ ἀφανοῦϲ ἀφανείϲ, εὐγενήϲ εὐγενοῦϲ εὐγενείϲ. ἀποροῦϲι δέ τινεϲ λέγοντεϲ, εἰ ἄρα τὰ εἰϲ ειc ὑπὲρ μίαν ϲυλλαβὴν διὰ τοῦ ντ κλίνεται, πῶϲ τὸ οὐδεὶϲ οὐδενόϲ οὐ κλίνεται διὰ τοῦ ντ; ἔϲτιν οὖν εἰπεῖν, ὅτι οὐκ ἔϲτι τοῦτο ὑπὲρ μίαν ϲυλλαβήν, οὐδέ ἐϲτι γὰρ μία λέξιϲ ἀλλὰ δύο. ἔϲτι γὰρ τὸ δείϲ ὄνομα, ὅπερ ἰϲοδυναμεῖ τῷ τὶϲ, καὶ ἡ οὐ ἀπόφαϲιϲ, καὶ λοιπὸν εὐλόγωϲ ἡ κλίϲιϲ τοῦ δείϲ δενόϲ ἐφυλάχθη. ὥϲπερ γὰρ τῷ Ὅμηρὸϲ ὀνόματι ἤ τινι τοιούτῳ ϲυντάϲϲοντεϲ τὴν οὐ ἀπόφαϲιν φυλάττομεν τὴν αὐτὴν κλίϲιν οἷον οὐχ Ὅμηροϲ, οὐχ Ὁμήρου, οὐχ Ὁμήρῳ, οὐχ Ὅμηρον, οὕτωϲ καὶ ἐνταῦθα προϲελθοῦϲα ἡ οὐ ἀπόφαϲιϲ τῷ δείϲ δενόϲ τὴν αὐτὴν κλίϲιν ἐφύλαξεν, οἷον οὐδείϲ οὐδενόϲ.

Choer. 204, 29. Ἡ κλητικὴ τριχῶϲ λέγεται. λέγεται γὰρ καὶ ὦ χαρίειϲ ὁμοφώνωϲ τῇ εὐθείᾳ Ἀττικῶϲ, οἱ γὰρ Ἀττικοὶ τὰϲ αὐτὰϲ [ἔχουϲιν] εἰώθαϲι ποιεῖν ὀρθὰϲ καὶ κλητικάϲ, οἷον ὁ Αἴαϲ ὦ Αἴαϲ, ὁ κοχλίαϲ ὤ κοχλίαϲ. τὸ δὲ ὦ χαριεῖ κανονίζεται τοῦτον τὸν τρόπον· τὰ εἰϲ ϲ λήγοντα μετὰ διφθόγγου ἀποβολῇ τοῦ ϲ ποιεῖ τὴν κλητικήν, οἷον ὁ Ζεὺϲ ὦ Ζεῦ, ὁ Πηλεύϲ ὦ Πηλεῦ, ὁ Ἀχιλλεὺϲ ὦ Ἀχιλλεῦ, ὁ παῖϲ ὦ παῖ, ὁ βοῦϲ ὦ βοῦ, ὁ νοῦϲ ὤ νοῦ· οὕτωϲ οὖν καὶ ὁ χαρίειϲ ὦ χαριεῖ, καὶ ὁ τιμήειϲ ὦ τιμήει. δεῖ προϲθεῖναι «κοινολεκτούμενα» διὰ τὰ Αἰοϲιν] οἱ γὰρ Αἰολεῖϲ τὸ τάλαϲ τάλαιϲ λέγουϲι, καὶ τὸ Θόαϲ Θόαιϲ, καὶ τὸ μέλαϲ μέλαιϲ. καὶ ἰδοὺ ταῦτα εἰϲ ϲ λήγει μετὰ διφθόγγου, καὶ ὅμωϲ οὐ ποιεῖ τὴν κλητικὴν ἀποβολῇ τοῦ ϲ, οὐδὲ γὰρ λέγομεν ὦ τάλαι καὶ. ὤ μέλαι καὶ ὦ Θόαι, ἀλλ’ ὦ τάλαν καὶ ὤ Θόαν καὶ ὦ μέλαν, τῷ ἀπὸ γενικῆϲ κανόνι τῷ λέγοντι, ὅτι πᾶϲα γενικὴ διὰ τοῦ ντ κλινομένη ἀποβολῇ τῆϲ τοϲ ποιεῖ τὴν κλητικήν, εἰ μὴ διφθόγγῳ παραλήγοιτο, οἷον Αἴαντοϲ Αἶαν, Δρύαντοϲ Δρύαν, Ξενοφῶντοϲ Ξενορῶν, Κάλχαντοϲ Κάλχαν· οὕτωϲ οὖν καὶ Θόαντοϲ Θόαν, καὶ μέλοντοϲ μέλαν καὶ τάλαντοϲ τάλαν· τὸ γὰρ τάλανοϲ καὶ μέλανοϲ ἀποβολῇ τοῦ τ γέγονε. δεῖ προϲθεῖναι χωρὶϲ τῶν μετοχῶν καὶ τῶν οὐδετέρων». τῶν μετοχῶν, διὰ τὸ τυφθείϲ δαρείϲ νυγείϲ, ταῦτα γὰρ τὴν αὐτὴν ἔχει ὀρθὴν καὶ κλητικήν, καὶ οὐ ποιεῖ τὴν κλητικὴν ἀποβολῇ τοῦ c· τῶν δὲ μετοχικῶν διὰ τὸ ὀδούϲ τοῦ ὀδόντοϲ· καὶ τοῦτο γὰρ τὴν αὐτὴν ἔχει ὀρθὴν καὶ κλητικήν. αἱ γὰρ μετοχαὶ καὶ τὰ μετοχικὰ ὅταν περιττοϲυλλάβωϲ κλίνηται, τὰϲ αὐτὰϲ ἔχει ὀρθὰϲ καὶ κλητικὰϲ οἷον ὁ τύψαϲ τοῦ τύψαντοϲ ὤ τύψαϲ, ὁ γράψαϲ τοῦ γράψαντοϲ ὦ γράψαϲ, ὁ ἱμάϲ τοῦ ἱμάντοϲ ὦ ἱμάϲ, ὁ ἀνδριάϲ τοῦ ἀνδριάντοϲ ὤ ἀνδριάϲ. «χωρὶϲ δὲ τῶν πρόϲκειται διὰ τὸ οὖϲ. ἐὰν γὰρ ὅλοϲ λάβωμεν αὐτοῦ τὴν κλητικήν, τὴν αὐτὴν ἔχει ὀρθὴν καὶ κλητικὴν τῷ λόγῳ τῶν οὐδετέρων. τὰ γὰρ οὐδέτερα τὴν αὐτὴν ἔχει καὶ κλητικὴν καὶ ὀρθήν, οἷον τὸ βῆμα ὤ βῆμα, τὸ τεῖχοϲ ὤ τεῖχοϲ. ἔτι δεῖ προϲθεῖναι «καὶ χωρὶϲ τοῦ πούϲ», l. 18 — 672, 41 maxime confusa et a proposito aliena sunt et Byzantinam originem clarissime produnt. τὴν αὐτὴν γὰρ ἔχει ὀρθὴν καὶ κλητικήν. οἷον ὁ πούϲ ὦ πούϲ, καὶ οὐ ποιεῖ αὐτὴν ἀποβολῇ τοῦ ϲ. «καὶ χωρὶϲ τοῦ εἶϲ », τοῦ γὰρ εἶϲ οὐκ ἔϲτι κατὰ ἀποβολὴν τοῦ ϲ ἡ κλητική, ἀλλ’ οὐδ’ ὅλωϲ ἔχει τοῦτο κλητικήν. μηδεὶϲ δὲ οἰέϲθω τὸ ἕν τὸ οὐδέτερον ὡϲ ἀπὸ τῆϲ ὦ ἔν κλητικῆϲ γεγενῆϲθαι, ὡϲ γὰρ εἴρηται τὸ εἰϲ οὐχ ἔχει κλητικήν, ἀλλὰ κατὰ ϲυνεκδρομὴν τῶν ἄλλων οὐδετέρων τῶν ἀπὸ τῶν εἰϲ ειϲ ἐγένετο τὸ ἕν τὸ οὐδέτερον οὕτωϲ· ὥϲπερ γὰρ χαρίειϲ χαρίεν καὶ τιμήειϲ τιμῆεν, οὕτωϲ καὶ εἰϲ ἕν. δεῖ πάλιν προϲθεῖναι ἐν τῷ κανόνι «καὶ χωρὶϲ τοῦ κτείϲ κτενόϲ, καὶ κλείϲ κλειδόϲ». ταῦτα γὰρ τὴν αὐτὴν ἔχει ὀρθὴν καὶ κλητικὴν οἷον ὁ κτείϲ ὦ κτείϲ, ἡ κλείϲ ὦ κλείϲ. ἰϲτέον ὅτι καθόλου τὰ εἰϲ ϲ λήγοντα μονοϲύλλαβα ὀξύτονα τὴν αὐτὴν ἔχει ὀρθὴν καὶ κλητικὴν χωρὶϲ τοῦ Ζεύϲ· τούτου γὰρ ἡ κλητικὴ κατὰ ἀποβολήν ἐϲτιν οἷον ὦ Ζεῦ. ἔϲτω δὲ παραδείγματα τοῦ κανόνοϲ ταῦτα ὁ Κρήϲ ὦ Κρήϲ, ὁ Τρώϲ ὦ Τρώϲ, ὁ δμώϲ ὦ δμώϲ, ὁ πούϲ ὦ πούϲ, ἡ δαίϲ ὦ δαίϲ (ϲη- μαίνει δὲ τὴν εὐωχίαν), ὁ κίϲ ὦ κίϲ (ϲημαίνει δὲ τὸν ϲκώληκα), ὁ λίϲ ὦ λίϲ (ϲημαίνει δὲ τὸν λέοντα), ἡ κλείϲ ὦ κλείϲ, ὁ κτείϲ ὦ κτείϲ ταῦτα γὰρ τὴν αὐτὴν ἔχει ὀρθὴν καὶ κλητικήν, καὶ τὰ ἐξ αὐτῶν δὲ ϲύνθετα τὴν αὐτὴν ἔχει ὀρθὴν καὶ κλητικὴν οἷον ἡ ἀντίκλειϲ ὦ ἀντίκλειϲ, ὁ ὁμόδαιϲ ὤ ὁμόδαιϲ (ὁ ὁμοῦ εὐωχούμενοϲ), ὁ Οἰδίπουϲ ὦ Οἰδίπουϲ. ἰϲτέον δὲ ὅτι τὸ Οἰδίπουϲ ὅταν κλιθῇ διὰ τοῦ δοϲ, οἷον Οἰδίπουϲ Οἰδίποδοϲ, τὴν αὐτὴν ἔχει ὀρθὴν καὶ κλητικὴν οἷον Οἰδίπουϲ ὦ Οἰδίπουϲ ὅταν δὲ ἀποβολῇ τοῦ ϲ ποιῇ τὴν γενικὴν Ἀττικῶϲ οἷον ὁ Οἰδίπουϲ τοῦ Οἰδίπου, τότε καὶ τὴν κλητικὴν ἀποβολῇ τοῦ ϲ ποιεῖ οἷον ὁ Οἰδίπουϲ ὦ Οἰδίπου. καὶ ἄξιόν ἐϲτι ζητῆϲαι, διατί τὸ Οἰδίπουϲ ὅταν μὲν κλιθῇ διὰ τοῦ δοϲ οἷον Οἰδίποδοϲ, τὴν αὐτὴν ἔχει ὀρθὴν καὶ κλητικὴν, οἷον ὁ Οἰδίπουϲ ὧ Οἰδίπουϲ, ὅταν δὲ ἀποβολῇ τοῦ ϲ ποιεῖ τὴν γενικὴν Ἀττικῶϲ, οἷον τοῦ Οἰδίπου, τότε καὶ τὴν κλητικὴν ἀποβολῇ τοῦ ϲ ποιεῖ, οἷον ὁ Οἰδίπουϲ ὦ Οἰδίπου. καὶ ἔϲτιν εἰπεῖν, ὅτι εὐλόγωϲ τοῦτο γίνεται· ἑπειδὴ ἡνίκα μὲν διὰ τοῦ δοϲ κλίνεται τὸ Οἰδίπουϲ, τὴν κλίϲιν τὴν τοῦ πούϲ φυλάττει καὶ εἰϲ τὰϲ ἑξῆϲ πτώϲειϲ οἷον πούϲ ποδόϲ, καὶ Οἰδίπουϲ Οἰδίποδοϲ· τούτου χάριν καὶ κατὰ τὴν κλητικὴν τὴν κλίϲιν τοῦ πούϲ φυλάττει, καὶ ὁμοίωϲ αὐτῷ τὴν αὐτὴν ἔχει ὀρθὴν καὶ κλητικήν, καὶ ὥϲπερ ὦ πούϲ ὁμοίωϲ καὶ ὦ Οἰδίπουϲ· ἡνίκα δὲ ἀποβολῇ τοῦ ϲ ποιεῖ τὴν γενικὴν Ἀττικῶϲ οἷον ὁ Οἰδίπουϲ τοῦ Οἰδίπου, ἐπειδὴ οὐ φυλάττει τὴν κλίϲιν τοῦ πούϲ κατὰ τὰϲ ἑξῆϲ πτώϲειϲ, τούτου χάριν οὕτε κατὰ τὴν κλητικὴν φυλάττει αὐτήν, ἀλλ’ ἀποβολῇ τοῦ ϲ ποιεῖ τὴν κλητικὴν οἷον ὦ Οἰδίπου. πρόϲκειται ἀνωτέρω «μονοϲύλλαβα» ἐν τῷ κανόνι τῷ λέγοντι ὅτι τὰ εἰϲ ϲ λήγοντα μονοϲύλλαβα ὀξύτονα τὴν αὐτὴν ἔχει ὀρθὴν καὶ κλητικήν, διὰ τὸ ὁ Πηλεύϲ ὦ Πηλεῦ. πρόϲκειται «ὀξύτονα » διὰ τὸ ὁ βοῦϲ περιϲπώμενον. ταῦτα μὲν περὶ τοῦ ὦ χαριεῖ. τὸ δὲ ὦ χαρίεν διαφόρωϲ κανονίζεται, πρῶτον μὲν ὅτι πᾶϲα γενικὴ διὰ τοῦ ντ κλινομένη ἀποβολῇ τοῦ τοϲ ποιεῖ τὴν κλητικήν, εἰ μὴ διφθόγγῳ παραλήγοιτο, οἶον Αἴαντοϲ Αἶαν, Θόαντοϲ Θόαν, οὕτωϲ οὖν καὶ χορίεντοϲ χαρίεν. δεύτερον δέ, ὅτι πᾶν οὐδέτερον ὄνομα εἰ ἰϲοϲυλλάβωϲ κλίνοιτο τῇ αἰτιατικῇ τοῦ ἀρϲενικοῦ ὁμοφωνεῖ, τοῦ καλοῦ τὸν καλόν ὦ καλόν καὶ τὸ καλόν, ὁ ϲοφόϲ τοῦ ϲοφοῦ τὸν ϲοφόν ὦ ϲοφόν καὶ τὸ ϲοφόν, ὁ κάλλιϲτοϲ τοῦ καλλίϲτου τὸν κάλλιϲτον καὶ τὸ κάλλιϲτον. ἐὰν δὲ περιττοϲυλλάβωϲ κλίνοιτο, τῇ κλητικῇ τοῦ ἀρϲενικοῦ ὁμοφωνεῖ οἷον ὦ ϲῶφρον καὶ τὸ ϲῶφρον, ὁ ἄρϲην τοῦ ἄρϲενοϲ ὦ ἄρϲεν, τοῦ ταχέοϲ ὦ ταχύ καὶ τὸ ταχύ. εἰ οὖν τοῦ χαρίειϲ χαρίεν ἐϲτὶ τὸ οὐδέτερον δηλονότι καὶ ἡ κλητικὴ ὦ χαρίεν ὁμοφωνεῖ τῷ οὐδετέρῳ. ἰϲτέον δὲ ὅτι παρὰ τοῖϲ Ἀττικοῖϲ χάριεν προπαροξυνόμενον οὐκ ἔϲτιν ὄνομα ἀλλ’ ἐπίρρημα, ἀντὶ γὰρ τοῦ χαριέντωϲ· πρόϲκειται « ὄνομα οὐδέτερον» διὰ τὴν ἐκεῖνοϲ καὶ αὐτόϲ καὶ οὗτοϲ ἃ ἰϲοϲυλλάβωϲ κλινόμενα οὐκ ἔχει τὸ οὐδέτερον ὁμόφωνον τῇ αἰτιατικῇ τοῦ ἀρϲενικοῦ ἐκεῖνον καὶ αὐτόν καὶ τοῦτον ἀλλὰ τὸ οὐδέτερον ἐκεῖνο καὶ αὐτό καὶ τοῦτό ἐϲτι χωρὶϲ τοῦ ν.

Διχῶϲ λέγεται τούτων ἡ δοτικὴ τῶν πληθυντικῶν οἷον χαρίεϲι καὶ χαρίειϲι. κανὼν γάρ ἐϲτιν ὁ λέγων, ὅτι πᾶϲα δοτικὴ ἐνικῶν εὶϲ ι ἐκφωνούμενον λήγουϲα καὶ πρὸ τοῦ ι λαμβάνουϲα τὸ ϲ καὶ ἀποβάλλουϲα τὰ μὴ δυνάμενα ϲὺν αὐτῷ ἐκφωνηθῆναι ϲτοιχεῖα τὴν δοτικὴν τῶν πληθυντικῶν ποιεῖ οἷον ὄφει ὄφεϲι, πόλε πόλεϲι, Πλάτωνι Πλάτωϲι, χαθυντικῶν χαρίεϲι, τετυφότι τετυφόϲι, πεποιηκότι πεποιηκόϲι, τοῦ ϲ προϲελθόντοϲ καὶ ἀποβληθέντων τῶν μὴ δυναμένων ϲὺν αὐτῷ ἐκφωνηθῆναι ϲτοιχείων, φημὶ δὴ τὸ ν καὶ τὸ τ. λέγουϲι δέ τινεϲ, ὅτι δεῖ προϲθεῖναι ἐν τῷ κανόνι χωρὶϲ τῶν εἰϲ ευϲ. ἰδοὺ γάρ ἐϲτιν Ἀχιλλεύϲ Ἀχιλλέι ἡ δοτικὴ τῶν ἑνικῶν καὶ οὐ γίνεται ἡ δοτικὴ τῶν πληθυντικῶν τοῖϲ Ἀχιλλέϲι προϲθέϲει τοῦ ϲ ὡϲ πόλει πόλεϲι, ἀλλὰ τὸ Ἀχιλλεῦϲι ἐκ τῆϲ εὐθείαϲ τῶν ἑνικῶν ἐϲτι. τότε δὲ κανονίζομεν τὴν δοτικὴν τῶν πληθυντικῶν ἀπὸ τῆϲ δοτικῆϲ τῶν ἑνικῶν, ἡνίκα οὐδὲ δύναται κανονιϲθῆναι ἡ δοτικὴ τῶν πληθυντικῶν ἀπὸ τῆϲ εὐθείαϲ τῶν ἑνικῶν οἷον Μέμνοϲι μεταθέϲει τοῦ ν εἰϲ ϲ, ταχέϲι προϲθέϲει τοῦ ϲ ἀπὸ τῆϲ δοτικῆϲ τῶν ἑνικῶν κανονίζομεν, τὸ δὲ Τρωϲί λέβηϲι ἀπὸ τῆϲ εὐθείαϲ τῶν ἑνικῶν. πᾶϲα γὰρ εὐθεῖα εἰϲ ϲ λήγουϲα μετὰ μακρᾶϲ περιττοϲυλλάβωϲ κλινομένη καὶ μὴ ϲυναιρουμένη κατὰ τὴν γενικὴν προϲθέϲει τοῦ ι ποιεῖ τὴν δοτικὴν τῶν πληθυντικῶν οἷον λέβηϲ λέβητοϲ λέβηϲι, Τρώϲ Τρωόϲ Τρωϲί, Πηλϲύϲ Πηλέωϲ Πηλεῦϲι, Αἴαϲ Αἴαντοϲ Αἴαϲι. οὕτωϲ οὖν καὶ χαρίειϲ χαρίεντοϲ χαρίειϲι.

Περὶ τῶν εἰϲ ευϲ.

Choer. 209, 18. τὰ εἰϲ ϲῦϲ λήγοντα πέντε κλίϲειϲ ἐπιδέχεται, διὰ τοῦ εο κοινῶϲ οἷον Ἀχιλλέοϲ, βαϲιλέοϲ· διὰ τοῦ ἕ καὶ ω Ἀττικῶϲ οἷον Ἀχιλλέωϲ, βαϲιλέωϲ διὰ τοῦ η καὶ ο παρὰ τοῖϲ ἀρχαίοιϲ Ἴωϲιν l. 15 ex Choer. 208, 14 cuius MS. hoc loco multis lacunis deformatum est; ad textum restituendum adhibui Choer. 167, 11 et 113, 22. οἷον Ἀχιλλῆοϲ βαϲιλῆοϲ, ὁμοίωϲ δὲ καὶ παρὰ τοῖϲ ἀρχαίοιϲ Αἰολεῦϲιν, ἀλλ’ οἱ Αἰολεῖϲ προπαροξύνουϲιν, Ἀχίλληοϲ βαϲίληοϲ λέγοντεϲ· παρὰ δὲ τοῖϲ νεωτέροιϲ Ἵωϲι διὰ τῆϲ ει διφθόγγου καὶ ο οἶον Ἀχιλλεῖοϲ βαϲιλεῖοϲ, ὁμοίωϲ δὲ καὶ παρὰ τοῖϲ νεωτέροιϲ Αἰολεῦϲιν, ἀλλὰ πάλιν οἱ Αἰολεῖϲ προπαροξύνουϲιν, Ἀχίλλειοϲ βαϲίλειοϲ λέγοντεϲ. ἰϲτέον δὲ ὅτι τινὲϲ θέλουϲι παρὰ τῷ ποιητῇ τὸ «αὐτὰρ Φωκήων » (Β 517) διὰ τῆϲ ει διφθόγγου γράφεϲθαι κατὰ τοὺϲ νεωτέρουϲ Ἴωναϲ, οὐκ ἔϲτι δὲ εἰ μὴ διὰ τοῦ η κατὰ τοὺϲ παλαιοὺϲ Ἴωναϲ, οἷϲ ϲυνεχῶϲ κέχρηται ὁ ποιητὴϲ οἷον Πηληϊδεω Ἀχιλλῆοϲ. Κούρην Βριϲῆοϲ, τήν μοι δόϲαν υἷεϲ Ἀχαιῶν. παρὰ δὲ τοῖϲ Βοιωτοῖϲ διὰ τοῦ ι καὶ ο γίνεται ἡ γενικὴ οἶον Ἀχιλλίοϲ βαϲιλίοϲ. τοιοῦτόν ἐϲτι καὶ τὸ Ζεύϲ Βοιωτικῶϲ γινόμενον κατὰ τὴν γενικὴν Διόϲ διὰ τοῦ ι καὶ ο, τὸ γὰρ ζ εἰϲ τὸ δ τρέπουϲιν οἱ Βοιωτοὶ οἷον Ζῆθοϲ Δῆθοϲ, οὕτωϲ οὖν καὶ Ζεύϲ Δεύϲ, καὶ λοιπὸν ἀπὸ τοῦ Δεύϲ ἐγένετο ἡ γενικὴ διὰ τοῦ ι καὶ ο Βοιωτικῶϲ Διόϲ, τὸ γὰρ κοινολεκτούμενον, λέγω δὴ τὸ Ζεύϲ, οὐ κλίνεται διὰ τοιαύτην αἰτίαν· πᾶν ὄνομα μονοϲύλλαβον εἰϲ ϲ λῆγον, ὀξύτονον ὄν, διὰ καθαροῦ τοῦ οϲ κλινόμενον, τὸν χρόνον τῆϲ εὐθείαϲ θέλει φυλάττειν καὶ ἐν τῇ γενικῇ οἷον Τρώϲ Τρωόϲ, δμώϲ δμωόϲ, κίϲ κιόϲ, λίϲ λιόϲ. πρόϲκειται «μονοϲύλλαβα» διὰ τὸ Ἀχιλλεύϲ Ἀχιλλέωϲ. πρόϲκειται «εἰϲ ϲ λῆγον » διὰ τὸ φρήν φρενόϲ. πρόϲκειται «ὀξύτονον» διὰ τὸ βοῦϲ βοόϲ καὶ νεῦϲ νεόϲ καὶ γρεῦϲ γρεόϲ· νεῦϲ δέ ἐϲτιν ἡ ναῦϲ καὶ γρεῦϲ ἡ γραῦϲ. πρόϲκειται « διὰ καθαροῦ τοῦ οϲ κλινόμενα» διὰ τὸ Ζάϲ Ζαντόϲ, πούϲ ποδόϲ καὶ κτείϲ κτενόϲ. εἰ ἄρα οὖν ὁ Ζεύϲ εἰϲ ϲ λῆγον καὶ μονοϲύλλαβόν ἐϲτι καὶ ὀξύτονον καὶ διὰ καθαροῦ τοῦ οϲ κλίνεται, ὀφείλει Ζευόϲ εἶναι κατὰ τὴν γενικὴν διὰ τῆϲ ευ διφθόγγου, ἵνα φυλάξῃ τὸν χρόνον τῆϲ εὐθείαϲ ἐν τῇ γενικῇ· ἀλλ’ ἐπειδὴ τὰ εἰϲ ευϲ ἀποβάλλει τὸ υ κατὰ τὴν γενικὴν οἷον Πηλεύϲ Πλέοϲ, Ἀχιλλεύϲ Ἀχιλλέοϲ, βαϲιλεύϲ βαϲιλέωϲ, Θηϲεύϲ Θηϲέοϲ· χωρὶϲ τοῦ Ἄρευϲ Ἄρευοϲ (τοῦτο γὰρ ἐφύλαξε τὸ υ παρὰ τοῖϲ Αἰολεῦϲιν οἷον Ἄρευοϲ ϲτρατιωτέροιϲ, καὶ πάλιν τὸ γὰρ Ἄρευϊ καταθανεῖν καλόν, καὶ πάλιν, μίξαντεϲ ἀλλήλοιϲιν Ἄρευα). τούτου χάριν ἠναγκάζετο Ζεόϲ εἶναι κατὰ τὴν γενικήν, κατὰ ἀποβολὴν τοῦ υ. τούτων οὖν τῶν δύο κανόνων μαχομένων, ἀπέλειψεν ἡ κοινὴ κλίϲιϲ καὶ παρειϲῆλθεν ἡ τῶν Βοιοτῶν κλίϲιϲ οἷον Διόϲ Διί Δία, ὥϲπερ Ἀχιλλίοϲ Ἀχιλλίϊ Ἀχιλλία. οὐ γάρ, ὡϲ νομίζουϲί τινεϲ, ἀπὸ τῆϲ Δίϲ l. 6 pro θέλουϲι ἐνόμιϲαν Cod. Marc. apud Gaisf. E. M. p. 7. l. 32 ϲτρατιυτέρουϲ, l. 34 τῶ γὰρ, l. 36 Ἄρευι (quod minus probem) cod. Marc. l. l. p. 8. εὐθείαϲ τῆϲ κειμένηϲ παρὰ τῷ Ῥίνθωνι ἐγένετο ἡ Διόϲ γενική, ὥϲπερ ἀπὸ τοῦ κίϲ κιόϲ (ϲημαίνει δὲ τὸν ϲκώληκα), καὶ ἀπὸ τοῦ λίϲ λιόϲ· ἐκεῖνοϲ γὰρ τὴν Δίϲ εὐθεῖαν ἐπλάϲατο πρὸϲ τὴν Διόϲ γενικήν, ἵνα νομιϲθῇ ἀκόλουθοϲ εἶναι ἡ γενική.

Τὰ εἰϲ ευϲ λήγοντα ἐὰν καθαρεῦον ἔχει τὸ ε, ϲυναιρεῖται κατὰ τὴν γενικὴν τὴν Ἀττικὴν παρὰ τοῖϲ Ἀθηναίοιϲ οἷον Ἐρετριεύϲ Ἐρετριέωϲ Ἐρετριῶϲ, τοῦ ἕ καὶ ω εἰϲ τὸ ω κιρναμένων, ὡϲ ποιέω ποιῶ, νοέω νοῶ· ἐὰν δὲ μὴ ἔχῃ καθαρεῦον τὸ ἑ, ἀλλ’ ἔχει προήγούμενον ϲύμφωνον, οὐ γίνεται κρᾶϲιϲ κατὰ τὴν γενικὴν οὕτε παρ’ ἡμῖν οὔτε παρὰ τοῖϲ Ἀθηναίοιϲ οἶον Ἀχιλλεύϲ Ἀχιλλέωϲ, Πηλεύϲ Πηλέωϲ, βαϲιλεύϲ βαϲιλέωϲ. παρὰ δὲ τοῖϲ Δωριεῦϲιν καὶ τοῖϲ Ἴωϲι κρᾶϲιϲ γίνεται ἐπὶ τούτων κατὰ τὴν τενικὴν τοῦ καὶ ο εἰϲ τὴν ευ δίφθογγον οἷον τοῦ Ὀδυϲϲέοϲ τοῦ Ὀδυϲϲεῦϲ Ὀδυεῦϲ δὲ λαβὼν κύϲε χεῖρ’ ἐπὶ καρπῷ (ω 398), καὶ πάλιν ἐν τῷ Ἰδομενεὺϲ δ’ οὐ λῆγε μένοϲ μέγα (Ν 424) τινὲϲ περιϲπῶϲιν Ἰδομενεῦϲ ἀντὶ τοῦ Ἰδομενέοϲ. ἄμεινον δὲ τὸ εὐθεῖαν εἶναι ὡϲ τὸ «οὐδὲ Ϲκάμανδροϲ ἔληγε τὸ ὃν μένοϲ» (Φ 35). ίϲτέον δὲ ὅτι οὐ μόνον ἐπὶ τῶν γενικ ιν τῶν εἰϲ ϲῦϲ ποιοῦνται οἱ Ἰωνεϲ καὶ οἱ Δωριεῖϲ τὴν τοιαύτην κρᾶϲιν, ἀλλὰ καὶ ἐπ’ ἄλλων. ἰδοὺ γὰρ τὸ Ἔρελεύϲ τοῦ Ἐρέβεοϲ καὶ κατὰ κρᾶϲιν Ἰωνικὴν ἢ Δωρικὴν τοῦ ε καὶ ο εἰϲ τὴν ευ δίφθογγον γίνεται Ἐρέβευϲ, ὡϲ παρὰ τῷ ποιητῇ (Θ 368) ἐξ Ἐρέβευϲ ἄξοντα κύνα ϲτυγεροῦ Ἀΐδαο, ἀντὶ τοῦ Ἐρέβουϲ. δεῖ δὲ γινώϲκειν, ὅτι τὸ υἱεύϲ υἱέοϲ οὐ γίνεται παρὰ τοῖϲ Ἀθηναίοιϲ διὰ τοῦ ἕ καὶ ω κατὰ τὴν γενικήν, ἀλλὰ φυλάττει τὸ ο· υἱεύϲ δέ ἐϲτιν ὁ υἱόϲ.

Ἄξιόν ἐϲτι ζητῆϲαι, διατί, ὥϲπερ ἐπὶ τοῦ Πηλέϊ Πηλεῖ κατὰ ϲυναίρεϲιν γίνεται τοῦ ἕ καὶ ι εἰϲ τὴν ει δίφθογγον, μὴ τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τοῦ νεῦϲ νεόϲ νεῖ καὶ γρεῦϲ γρεόϲ γρεῖ γίνεται κατὰ ϲυναίρεϲιν τοῦ ε καὶ ι εἰϲ τὴν ει δίφθογγον νεῖ καὶ γρεῖ. ἔϲτιν οὖν εἰπεῖν, ὅτι οὐ δύναται γενέϲθαι κατὰ ϲυναίρεϲιν ἡ δοτικὴ νεῖ καὶ γρεῖ, ἐπειδὴ οὐδέποτε ἡ δοτικὴ τῶν ἑνικῶν ἐπ’ ὀνομάτων μονοϲυλλάβων ἐκφωνεῖ τὸ ι οἷον τῷ Γρά, τῇ γῇ, τῇ μνᾷ, τῷ νῷ. εἰ οὖν ἐγένετο κατὰ ϲυναίρεϲιν νεῖ νεῖ, γρεῖ γρεῖ, ἤμελλεν ἐκφωνεῖϲθαι τὸ ι ἐν τῇ δοτικῇ τῶν ἑνικῶν ἐπὶ μονοϲυλλάβων ὀνομάτων, ὅπερ ἄτοπον. ἰϲτέον δὲ ὅτι οἱ Ἀττικοὶ μόνῃ τῇ ϲυνῃρημένῃ χρῶνται δοτικῇ ἐν τοῖϲ l. 4 cf. Choer. 60, 3, Ep. Cr. 1 107, 2, An. Par. III. 305, de Φωκήων et Φωκείων cf. Eust. 1108, 7, de Boiotico genetivo in ιοϲ An. Ox. III 238, 7 Ahrens de dial. Aeol. p. 205 not. 5 de genetivo Ἄρευοϲ p 121 not. 5. l, 17 observationem de N 424 Ἰδομενεῦϲ, quod Choerob. circumflectit, mutavi ex Il. Pr. ad h. l. l. 32 verba inde ab ἐπειδὴ οὐδέποτε ἡ δοτικὴ — ὅπερ ἄτοπον ex p. 240, 15 huc transposui. τοιούτοιϲ ὀνόμαϲιν, οὐ μὴν καὶ τῇ ἐντελεῖ τῷ Πηλέϊ, τῷ Πηλεῖ γὰρ καὶ τῷ βαϲιλεῖ λέγουϲιν, οὐ μὴν καὶ τῷ Πηλέϊ καὶ τῷ βαϲιλέι.

Ἀπὸ τῆϲ Πηλέϊ δοτικῆϲ ἐγένετο τροπῇ τοῦ i εἰϲ α Πηλέα ὥϲπερ Αἴαντι Αἴαντα, Θόαντι Θόαντα. ἰϲτέον ὅτι πᾶϲα γενικὴ εἰϲ οϲ λήγουϲα, ἔχουϲα τὴν αἰτιατικὴν τῶν ἑνικῶν εἰϲ α, ὁμόχρονον ἑαυτῇ ἔχει αὐτὴν οἷον Αἴαντοϲ Αἴαντα, Θόαντοϲ Θόαντα. ἰδοὺ ἐνταῦθα τὸ α βραχύ ἐϲτιν, ἐπειδὴ καὶ ἡ οϲ ϲυλλαβὴ βραχεῖά ἐϲτιν· ὁμοίωϲ Πηλέοϲ Πηλέα, Ἀχιλλέωϲ Ἀχιλλέα. οἱ μέντοι Ἀθηναῖοι, ἐπειδὴ Πηλέωϲ καὶ Ἀχιλλέωϲ λέγουϲι διὰ τοῦ ἕ καὶ ω, τούτου χάριν καὶ τὴν αἰτιατικὴν ποιοῦϲιν εἰϲ α μακρόν, ἵνα ἰϲόχρονοϲ γένηται ἡ αἰτιατικὴ τῇ ἰδίᾳ γενικῇ. καὶ πολλή ἐϲτιν ἡ χρῆϲιϲ τῆϲ τοιαύτηϲ αἰτιατικῆϲ, ὡϲ ἔχομεν καὶ παρὰ τῷ Εὐριπίδῃ ἐν Ἀνδρομάχῃ (545) καὶ μὴν δέδορκα τόνδε Πηλέα πέλαϲ, ἐξέτεινε γὰρ τὸ α.

Ἐπὶ τῶν Ἀττικῶν τῶν γινομένων κατὰ ϲυναλοιφὴν ἐν τῇ γενικῇ τοῦ καὶ ω εἰϲ τὸ ω οἷον τοῦ Ἐρετριέωϲ τοῦ Ἐρετριῶϲ, τοῦ Ϲτειριέωϲ τοῦ Ϲτειριῶϲ, οἱ Ἀθηναῖοι τὰϲ αἰτιατικὰϲ ϲυναλείφοντεϲ εἰϲ α μόνον ποιοῦϲιν αὐτὰϲ οἷον τὸν Ἐρετριέα τὸν Ἐρετριᾶ, τὸν Ϲτειριέα τὸν Ϲτειριᾶ, καὶ οὐκέτι εἰϲ η, καίτοι κανόνοϲ λέγοντοϲ, ὅτι τὸ ε καὶ α εἰϲ η καὶ μακρὸν α κιρνᾶται. ἡνίκα μὲν γὰρ προηγεῖται τοῦ ἕ ϲύμφωνον, τότε τὸ ἕ καὶ α εἰϲ η μόνωϲ κίρναται οἶον εὐϲεβέα εὐϲεβῆ, εὐγενέα εὐγενῆ, τείχεα τείχη, βέλεα βέλη· ἡνίκα δὲ προηγεῖται φωνῆεν τοῦ ἑ, τότε τὸ ε καὶ α εἰϲ η καὶ εἰϲ α μακρὸν κίρναται οἷον εὐφυέα εὐφυᾶ καὶ εὐφυῆ, ἀφυέα ἀφυᾶ καὶ ἀφυῆ, ὑγιέα ὑγιῆ καὶ ὑγιᾶ. ἐπὶ οὖν τοῦ Ἐρετριέα Ἐρετριᾶ καὶ Πειραιέα Πειραιᾶ καὶ Ϲτειριέα Ϲτειριᾶ εἰϲ α μόνωϲ ἐγένετο ἡ κρᾶϲιϲ, οὐκέτι δὲ καὶ εἰϲ η, καίτοι φωνήεντοϲ προηγουμένου τοῦ ε. καὶ ἔϲτιν εἰπεῖν τὴν αἰτίαν ταύτην· διὰ τοῦτο ἐπὶ τοῦ Ἐρετριέα Πειραιέα Ϲτειριέα, Ἐρετριᾶ καὶ Ϲτειριᾶ καὶ Πειραιᾶ, οὐκ ἐγένετο εἰϲ η ἡ κρᾶϲιϲ, ἀλλ’ εἰϲ α μόνον, ἐπειδὴ τούτων ἡ κλητικὴ εἰϲ φωνῆεν λήγει οἶον ὦ Ἐρετριεῦ καὶ ὦ Πειραιεῦ καὶ ὤ Ϲτειριεῦ. οὐδέποτε δὲ τῆϲ κλητικῆϲ εἰϲ φωνῆεν ληγούϲηϲ ὀφείλει ἡ αἰτιακὴ εἰϲ η καταλήγειν οὔτε παρ’ ἡμῖν οὕτε παρὰ τοῖϲ Ἀθηναίοιϲ οἷον ὤ Χρύϲη τὸν Χρύϲην, ὤ τοξότα τὸν τοξότην, ὦ Δημοϲθένη Ἀττικῶϲ καὶ τὸν Δημοϲθένην Ἀττικῶϲ μετὰ τοῦ ν. «παρ’ ἡμῖν ἢ παρὰ τοῖϲ Ἀθηναίοιϲ » πρόϲκειται, ἐπειδὴ παρὰ τοῖϲ Δωριεῦϲιν εὑρίϲκεται ἡ κλητικὴ εἰϲ φωνῆεν λήγουϲα, τῆϲ αἰτιατικῆϲ εἰϲ η καταληγούϲηϲ οἷον ὦ Τυδεῦ καὶ τὸν Τυδῆ, ὡϲ παρὰ τῷ ποιητῇ (Δ 384) ἐνθ’ αὐτ’ ἀγγελίην ἐπὶ (sic) Τυδῆ ϲτεῖλαν Ἀχαιοί. τούτου χάριν ἐπὶ τοῦ Ἐρετριέα Ἐρετριᾶ καὶ Πειραιέα Πειραιᾶ καὶ Ϲτειριέα Ϲτειριᾶ εἰϲ α μόνωϲ ἐγένετο ἡ κρᾶϲιϲ, οὐκέτι δὲ καὶ εἰϲ η, ἵνα μὴ εὑρεθῇ τῆϲ κλητικῆϲ εἰϲ φωνῆεν ληγούϲηϲ ἡ αἰτιατικὴ εἰϲ η καταλήγουϲα.

Ἀποροῦϲι δέ τινεϲ λέγοντεϲ, διατί, ὥϲπερ λέγομεν τὸν Δημοϲθένεα καὶ Δημοϲθένη κατὰ κρᾶϲιν τοῦ ε καὶ α εἰϲ η, μὴ τὸν αὐτὸν τρόπον καὶ τὸν Πηλέα καὶ τὸν Πλῆ, καὶ τὸν Ἀχιλλέα καὶ τὸν Ἀχιλλῆ λέγομεν ἔϲτιν οὖν εἰπεῖν, ὅτι πρῶτον μέν, ὡϲ εἴρηται, οὐ δύναται ἡ αἰτιατικὴ εἰϲ η καταλήγειν, διὰ τὸ τὴν κλητικὴν εἰϲ φωνῆεν λήγειν, ὦ Πηλεῦ γὰρ καὶ ὦ Ἀχιλλεῦ ἐϲτιν ἡ κλητική· δεύτερον δέ, ἐπειδὴ ἡ γενικὴ ἐπὶ τούτων οὐ ϲυναιρεῖται (οὐδὲ γὰρ λέγομεν Πηλοῦϲ καὶ Ἀχιλλοῦϲ ὥϲπερ Δημοϲθένουϲ), τούτου χάριν οὔτε ἡ αἰτιατικὴ ϲυναιρεῖται. ὅτι γὰρ τοῦτο ἀληθέϲ ἐϲτι δῆλον, εἴγε παρὰ τοῖϲ Δωριεῦϲι καὶ τοῖϲ Ἴωϲιν ἐπὶ τούτων τῶν εἰϲ ευϲ γίνεται ἡ κρᾶϲιϲ ἐν τῇ αἰτιατικῇ τοῦ ε καὶ α εἰϲ η οἷον Τυδέα Τυδῆ, ὡϲ παρὰ τῷ ποιητῇ ἔθ’ αὐτ’ ἀγγελίην ἐπὶ Τϲδῆ ϲτεῖλαν Ἀχαιοί, καὶ ἐπὶ τῶν ὁμοίων ὡϲαύτωϲ, ἐπειδὴ καὶ ἐν τῇ γενικῇ ποιοῦϲι κρᾶϲιν οἷον τοῦ Ὀδυϲϲεῦϲ, τοῦ Ἰδομενεῦϲ.

Choer. 216, 29: ἐν τοῖϲ δυϊκοῖϲ τὰ δύο εε εἰϲ η κίρναται οἷον Δημοϲθένεε Δημοϲθένη, Διομήδεε Διομήδη, βαϲιλέεβαϲιλῆ, Πηλέε Πηλῆ.

Ἡ γενικὴ τῶν δυικῶν οὐ ϲυναιρεῖται ἐνταῦθα, ἐπειδὴ οὔτε ἡ γενικὴ τῶν ἑνικῶν ϲυναιρεῖται οἶον Πηλέοϲ. δεῖ γινώϲκειν ὅτι ἡνίκα μὲν ϲυναιρεῖται ἡ γενικὴ τῶν ἑνικῶν τότε καὶ ἡ γενικὴ τῶν δυικῶν καὶ ἡ γενικὴ τῶν πληθυντικῶν ϲυναιροῦνται οἷον Δημοϲθένεοϲ Δημοϲθένουϲ Δημοϲθενέοιν Δημοϲθενοῖν Δημοϲθενέων Δημοϲθενῶν, Διομήδεοϲ Διομήδουϲ Διομηδέοιν Διομηδοῖν Διομηδέων Διομηδῶν, τείχεοϲ τείχουϲ τειχέοιν τειχοῖν τειχέων τειχῶν· ἡνίκα δὲ μὴ ϲυναιρεῖται ἡ γενικὴ τῶν ἑνικῶν, τότε οὔτε ἡ γενικὴ τῶν δυϊκῶν οὔτε ἡ γενικὴ τῶν πληθυντικῶν ϲυναιροῦνται οἶον ὄφιϲ ὄφεοϲ ὀφέοιν ὄφεων, ταχύϲ ταχέοϲ ταχέοιν ταχέων, ἡδύϲ ἡδέοϲ ἡδέοιν ἡδέων. ἰδοὺ ἐπὶ τούτων τῶν εἰϲ ευϲ, ἐπειδὴ οὐ ϲυναιρεῖται ἡ γενικὴ τῶν ἑνικῶν, οὔτε ἡ γενικὴ τῶν δυικῶν οὕτε ἡ γενικὴ τῶν πληθυντικῶν ϲυναιροῦνται οἷον Πηλέοιν Πηλέων.

Ἐπὶ τῶν εἰϲ ευϲ κυρίων ἡ εὐθεῖα τῶν πληθυντικῶν διὰ δύο εε εἰϲ τὴν ει δίφθογγον ϲυναλείφει μόνωϲ, ἐπὶ δὲ τῶν μὴ ὄντων κυρίων εἰϲ τὴν ει δίφθογγον ϲυναλείφει τὰ δύο εε καὶ εἰϲ τὸ η Ἀττικῶϲ, βαϲιλέεϲ βαϲιλεῖϲ διὰ τῆϲ ει διφθόγγου καὶ βαϲιλῆϲ Ἀττικῶϲ διὰ τοῦ η. ἡ δὲ τούτων αἰτιατικὴ διὰ τῆϲ ει διφθόγγου μόνωϲ λέγεται, οὐκέτι δὲ καὶ διὰ τοῦ η οἷον τοὺϲ βαϲιλεῖϲ, τοὺϲ ἱππεῖϲ, καὶ τοῦτο εὐλόγωϲ, ἐπειδὴ οὔτε ἐν τῇ εὐθείᾳ τῶν πληθυντικῶν ἐϲτι γνηϲία ἡ κρᾶϲιϲ ἡ τῶν δύο εε εἰϲ τὸ η. ϲημειοῦται δὲ ὁ Ἡρωδιανὸϲ παρὰ τῷ Ϲοφοκλεῖ τοὺϲ βαϲιλῆϲ διὰ τοῦ η γραφομένουϲ κατὰ τὴν αἰτιατικὴν οἷον (Ai. 390) τούϲ τε διϲϲάρχαϲ ὀλέϲαϲ βαϲιλῆϲ. ἔϲτι δὲ καὶ παρὰ τῷ Ξενοφῶντι (Cyrop. l l, 2) τοὺϲ νομῆϲ διὰ τοῦ η.

I. 27 cf. fr. 12.

Περὶ τῶν εἰϲ ηϲ.

Choer. 43, 10: τὰ εἰϲ ηϲ μονοϲύλλαβα, ἐὰν μὲν περιϲπᾶται, ἀποβολῇ τοῦ ϲ ποιεῖ τὴν γενικὴν οἷον ὁ Δρῆϲ τοῦ Δρῆ, ὁ Τρῆϲ τοῦ Τρῆ. ταῦτα δὲ παραλόγωϲ ἔχει τὴν γενικὴν εἰϲ η καταλήγουϲαν, οὐδέποτε γὰρ εὑρίϲκεται γενικὴ εἰϲ η καταλήγουϲα εἰ μὴ ἐπὶ τούτων τῶν δύο, ἔϲτι δὲ ταῦτα ὀνόματα. κύρια. ἐὰν δὲ ὀξύνηται, διὰ τοῦ τοϲ κλίνεται οἷον ϲήϲ ϲητόϲ (ἔϲτι δὲ εἶδοϲ ϲκώληκοϲ), Κρήϲ Κρητόϲ (ὁ ἀπὸ Κρήτηϲ), θήϲ θητόϲ (ϲημαίνει δὲ τὸν μίϲθιον), Γνήϲ Γνητόϲ (Γνῆτεϲ δὲ λέγονται οἱ Ῥόδιοι καὶ Ἴγνητεϲ οἱ γνήϲιοι Ῥόδιοι).

Choer. 133, 1: ἄξιον δέ ἐϲτι ζητῆϲαι, διατί μὴ λέγομεν ὁ Δρῆϲ τοῦ Δροῦ καὶ ὁ Τρῆϲ τὸῦ Τροῦ, ὥϲπερ ὁ Ἑρμῆϲ τοῦ Ἑρμοῦ, ἵνα μὴ εὑρεθῇ παράλογοϲ γενικὴ εἰϲ η καταλήγουϲα, ἔϲτιν οὖν εἰπεῖν, ὅτι πᾶϲα εὐθεῖα μονοϲύλλαβοϲ ἰϲοϲυλλάβωϲ κλινομένη ἀποβολῇ τοῦ ϲ τὴν γενικὴν ἀποτελεῖ οἷον ὁ Γρᾶϲ τοῦ Γρᾶ (ἔϲτι δὲ ὄνομα κύριον), ὁ Χνᾶϲ τοῦ Χνᾶ (οὕτω δὲ ἐλέγετο ὁ Ἀγήνωρ), ὁ νοῦϲ τοῦ νοῦ, ὁ ῥοῦϲ τοῦ ῥοῦ, οὕτωϲ οὖν καὶ ὁ Δρῆϲ τοῦ Δρῆ καὶ ὁ Τρῆϲ τοῦ Τρῆ.

Choer. 137 , 18: τὰ εἰϲ ηϲ ἰαμβικὰ ἔχοντα ϲύμφωνον ἀπὸ τοῦ ἐνεϲτῶτοϲ διὰ τοῦ τοϲ κλίνεται οἷον λείβω λέβηϲ λέβητοϲ, δείρω Δάρηϲ Δάρητοϲ, φέρω Φέρηϲ Φέρητοϲ, χαίρω Χάρηϲ Χάρητοϲ (ὄνομα δὲ τοῦτο ϲτρατηγοῦ τῶν Ἀθηναίων), πλανῶ πλάνηϲ πλάνητοϲ, πενῶ πένηϲ πένητοϲ, τρέμω Τρόμηϲ Τρόμητοϲ (οὕτωϲ δὲ ἐλέγετο ὁ πατὴρ Αἰϲχίνου τοῦ ῥήτοροϲ), κρατῶ Κράτηϲ Κράτητοϲ. ὁ δὲ δότηϲ πλύτηϲ θύτηϲ οὐκ ἔχει ἀπὸ ἐνεϲτῶτοϲ τὸ τ. τούτοιϲ δὲ ἀκολουθεῖ κατὰ τὴν κλίϲιν καὶ τὸ Ϲκύθηϲ Ϲκύθου.

Choer. 139, 10: εὑρίϲκεται πολλὰ ἰαμβικὰ καὶ διὰ τοῦ τοϲ καὶ διὰ τῆϲ ου διφθόγγου κλίνόμενα· ἔϲτι δὲ ταῦτα Ἴδηϲ δοῦ (ἔϲτι δὲ ὄνομα κύριον), Γύγηϲ Γύγου καὶ Γύγητοϲ, ἐπὶ τοῦ γίγαντοϲ, ὅτε δὲ ἐπὶ τοῦ βαϲιλέωϲ τῆϲ Λυδίαϲ λέγεται ϲπονδειακόν ἐϲτι καὶ ἰϲοϲυλλάβωϲ κλίνεται, Ϲάκηϲ Ϲάκου (ἔϲτι δὲ ὄνομα ἔθνουϲ), Πύδηϲ Πύδου (ὄνομα ποταμοῦ, ὡϲ παρὰ Ἀντιμάχῳ καδδ’ ᾖα Ποδῇ ἐρόεντα. τοῦτο δὲ ἐναντίωϲ ἔκλινεν ὁ Ἀντίμαχοϲ· ὅτε μὲν γὰρ ἰαμβικόν ἐϲτιν, ἰϲοϲυλλάβωϲ αὐτὸ κλίνει, ὡϲ ἐπὶ τῆϲ λεχθείϲηϲ χρήϲεωϲ, ὅτε δὲ ϲπονδειακόν ἐϲτι, περιττοϲυλλάβωϲ αὐτὸ κλίνει οἷον Πύδητοϲ κούρη τηλεκλειτοῦ ποταμοῖο), μύκηϲ μύκου καὶ μύκητοϲ, εἰ καὶ πολλὰ ϲημαίνει ἡ λέξιϲ· ϲημαίνει γὰρ καὶ τὰ καρβόνια τὰ ἐπικείμενα τοῖϲ λύχνοιϲ, ὡϲ παρὰ Καλλιμάχῳ ἐν τῇ Ἑκάλῃ (fr. 47 ) ὁππότε λύχνου δαιομένου πυρόεντεϲ ἄδην ἐγένοντο μύκητεϲ. l. 2 cf. Ep. Cr. 1 389, 15. l. 17 cf. p. 43, 20. l. 35 versus correctus ex cod. Marc. apud Gaisf. E. M. p. 7. ϲημαίνει δὲ καὶ τοὺϲ ἀμανίταϲ τοὺϲ περὶ τὰ δένδρα γενομένουϲ, ὡϲ παρὰ Ἀντιφάνει (Athen. l p. 60 D) ὄπτα μύκηταϲ πρινίνουϲ τουϲδὶ δύο, ϲημαίνει δὲ καὶ τὸ μέροϲ τῆϲ λαβῆϲ τοῦ ξίφουϲ, ἔνθα κρατεῖ τιϲ, οὗ πεϲόντοϲ ἐκ Περϲέωϲ Μυκῆναϲ ϲυνέβη κτιϲθῆναι· ϲημαίνει δὲ καὶ τὸ αἰδοῖον τοῦ ἀνθρώπου, ὅπερ ἰϲοϲυλλάβωϲ ἔκλινεν ὁ Ἀρχίλοχοϲ, εἰπὼν (fr. 46 Bergk) ἀλλ’ ἀπερρώγαϲί μοι μύκεω τένοντεϲ. καὶ ὅτι οὐ τὸ μέτρον αἴτιόν ἐϲτι, δῆλόϲ ἐϲτιν Ἑκαταῖοϲ οὕτωϲ κλίναϲ φηϲὶ γὰρ «καὶ ἐπαφήϲαϲ τὸν κολεὸν τοῦ ξίφεοϲ, τὸν μύκην εὗρεν ἀποπεπτωκότα ». ὁ δὲ Ἄρατοϲ (Dios. 244) περιττοϲυλλάβωϲ ἔκλινεν «ἢ λύχνοιο μύκητεϲ ἀγείρονται περὶ μύξαν» πάλιν Ϲάπηϲ Ϲάπου, καὶ Χάρηϲ Χάρου καὶ Χάρητοϲ, Πύληϲ Πόλου καὶ Πύλητοϲ, Μύνηϲ Μόνου καὶ Μύνητοϲ (ὁ μὲν γὰρ Ϲοφοκλῆϲ Μόνου ἔκλινεν, Αἰχμαλωτίϲιν εἰπὼν Μύνου τ’ Ἑπιϲτρόφου τε, ὁ δὲ ποιητὴϲ ἀναλόγωϲ Μύνητοϲ οἷον Τ 296 πέρϲεν δὲ πόλιν θείοιο Μύνητοϲ), Μέγηϲ Μέγου (ἐξ οὖ τὸν Ο 302 Μέγην ἀτάλαντον Ἄρη) καὶ Μέγητοϲ. καὶ τὸ Κόμηϲ κύριον διχῶϲ κλινόμενον εὑρέθη παρὰ τοῖϲ ἀρχαίοιϲ οἷον Κόμητοϲ καὶ Κόμου ὡϲ παρὰ Καλλιμάχῳ «δημεχθέα Χελλῶνα κοκόκνημόν τε Κόμητα» Ἰωνικῶϲ δὲ καὶ Κόμεω. καὶ τὸ μὲν γύηϲ μέροϲ τι γῆϲ καὶ μέροϲ ἀρότρου κατὰ Ἡϲίοδον (Erg. 427) γύου κλίνεται. φαϲὶ δὲ ὅτι Γύηϲ οὕτω τιϲ καλούμενοϲ βαϲιλεὺϲ τῶν Φρυγῶν. ὅταν δὲ ἰϲοϲυλλάβωϲ εὑρεθῶϲιν ὁ Κόμηϲ Κόμου καὶ γύηϲ γύου κλινόλῶνα ἔχουϲι ἀπολογίαν τοιαύτην.

Choer. 134, 28: τὰ ἀπὸ τῶν εἰϲ η θηλυκῶν εἰϲ ηϲ γινόμενα βαλῶνα ἀρϲενικὰ μὴ ἔχοντα οὐδέτερον εἰϲ εϲ, εἰϲ τὴν ου δίφθογγον ἔχει τὴν γενικὴν οἷον λέϲχη ὁ λέϲχηϲ τοῦ λέϲχου, ἀράχνη ὁ ἀράχνηϲ τοῦ ἀράχνου, κόμη ὁ ἀκερϲεκόμηϲ τοῦ ἀκερϲεκόμου, δίκη ἑλλανοδίκηϲ ἑλλανοδίκου, γυνή ὁ μιϲογύνηϲ τοῦ μιϲογύνου, χαίτη ὁ κυανοχαίτηϲ τοῦ κυανοχαίτου, τέχνη ὁ κλυτοτέχνηϲ τοῦ κλυτοτέχνου, οὕτωϲ οὖν καὶ κόμη ὁ Κόμηϲ τοῦ Κόμου καὶ γύη ὁ γύηϲ τοῦ γύου. πρόϲκειται βαρύτονα » διὰ τὸ τύχη Εὐτυχήϲ Εὐτυχοῦϲ (ἔϲτι δὲ ὄνομα κύριον) τοῦτο γὰρ εἰϲ ουϲ ἔχει τὴν γενικήν, ἀλλ’ οὐκ ἔϲτι βαρύτονον ἀλλ’ ὀξύτονον. πρόϲκειται «μὴ ἔχοντα οὐδέτερον εἰϲ εϲ », διὰ τὸ ἄκη τανυήκηϲ τανυήκουϲ. τοῦτο γὰρ βαρύτονόν ἐϲτι, καὶ ὅμωϲ εἰϲ ουϲ ἔχει τὴν γενικήν, ἀλλ’ ἔχει οὐδέτερον εἰϲ εϲ οἷον ϲπαϲϲάμενοϲ τανύηκεϲ ἄορ παχέοϲ παρὰ μηροῦ (Π 473).

l. 10—13 ex II. Pr. 0 302 addid. l. 21 ex p. 134, 16 coll. p. 47, 24. l. 23 Κόμεω Hippocrati vindicavit Meinek. d. epidem. p. 15.

Choer. 140, 30. τὰ εἰϲ ηϲ βαρύτονα ϲπονδειακὰ εἰϲ ου δίφθογγον ἔχει τὴν γενικὴν οἷον Χρύϲηϲ Χρύϲου, Πέρϲηϲ Πέρϲου, Τέννηϲ Τέννου, Ξέρξηϲ Ξέρξου. ϲεϲημείωται τὸ μάϲθληϲ μάϲθλητοϲ (ϲημαίνει δὲ τὸν μεμαλαγμένον λῶρον) καὶ Μήληϲ Μήλητοϲ ποταμὸϲ Κολοφῶνοϲ διὰ τοῦ τοϲ κλινόμενα. ἀλλὰ ταῦτα ὑπάγεται κανόνι τοιούτῳ, «τὰ εἰϲ ληϲ λήγοντα διϲύλλαβα ὡϲ ἐπὶ τὸ πλεῖϲτον διὰ τοῦ τοϲ κλίνεται οἷον Μέληϲ Μέλητοϲ ποταμὸϲ Ϲμυρναῖοϲ, Πόλλϲ Πόλλητοϲ, Μέμβληϲ Μέμβλητοϲ, Βάμβληϲ Βάμβλητοϲ. πρόϲκειται « ὡϲ ἐπὶ τὸ πλεῖϲτον» διὰ τὸ Μέϲθληϲ Μέϲθλου· τοῦτο γὰρ ἰϲοϲυλλάβωϲ κλίνεται οἷον ὡϲ παρὰ τῷ ποιητῇ (P 216) Μέϲθλην τε Γλαῦκόν τε. ἔτι ϲεϲημείωται τὸ Μόργηϲ Μόργητοϲ (ἔϲτι δὲ ὄνομα ἔθνουϲ), τοῦτο δὲ διὰ τοῦ τοϲ ἐκλίθη, ἐπειδὴ τὰ εἰϲ γηϲ λήγοντα ἔχοντα πρὸ τοῦ γ τὸ ϲ ἢ τὸ ρ διὰ τοῦ τοϲ κλίνεται οἷον Μίϲγηϲ Μίϲγητοϲ, Λίργηϲ ίργητοϲ, χωρὶϲ τοῦ Ἄργηϲ Ἄργου· τοῦτο γὰρ ἰϲοϲυλλάβωϲ κλίνεται οἷον ὡϲ παρ· Ἡϲιόδῳ (Theog. 140) Βρόντην τε Ϲτεροπήν τε καὶ Ἄργην ὀμβριμόθυμον. ἔτι ϲεϲημείωται τὸ Ναίηϲ Nαίητοϲ (ἔϲτι δὲ ὄνομα κύριον), κούρηϲ. κούρητοϲ (ὁ νεώτεροϲ οἷον κούρητεϲ Ἀχαιῶν Τ 248), Ὅπλϲ Ὅπλητοϲ (ὄνομα κύριον), Πίγρηϲ Πίγρητοϲ, Τίγρηϲ Τίγρητοϲ (ἔϲτι δὲ ὄνομα ποταμοῦ),Βάβρηϲ Βάβρητοϲ, Φγρηϲ Φάγρητοϲ, Μάγνηϲ Μάγνητοϲ (ἔϲτι δὲ ὄνομα κύριον καὶ ἐθνικόν, Μάγνηϲ γὰρ λέγεται ὁ πολίτηϲ τῆϲ Μαγνηϲίαϲ), Ἴγνηϲ Ἴγνητοϲ, Μάϲηϲ Μάϲητοϲ, Πάρνηϲ Πάρνηθοϲ (ἔϲτι δὲ ὄροϲ Ἀττικῆϲ), Μένδηϲ Μένδητοϲ (ἔϲτι δὲ ὄνομα πόλεωϲ Αἰγύπτου), γλοίηϲ γλοίητοϲ (ϲημαίνει δὲ τὸν κακοήθη), καὶ τὸ πλήρηϲ πλήρουϲ, Ἄρηϲ Ἄρεοϲ. καὶ τὸ μὲν Ναίηϲ Nαίητοϲ καὶ τὸ κούρηϲ κούρητοϲ ἔχει ἀπολογίαν τοιαύτην, ὅτι νάηϲ νάητοϲ καὶ. κόρηϲ κόρητοϲ ἦν, καὶ τῷ λόγῳ τῶν ἰαμβικῶν διὰ τοῦ τοϲ ἐκλίνετο, καὶ ἐπλεόναϲε τὸ μὲν νάηϲ τὸ ι καὶ ἐγένετο ναίηϲ, τὸ δὲ κόρηϲ τὸ υ καὶ ἐγένετο κούρηϲ, καὶ ἐφύλαξε τὴν αὐτὴν κλίϲιν. ἔχει δὲ καὶ ἄλλην ἀπολογίαν τὰ τοιαῦτα, τὸ μὲν κούρηϲ, ὅτι τὰ εἰϲ ρηϲ λήγοντα διϲύλλαβα τῇ ου διφθόγγῳ παραληγόμενα διὰ τοῦ τοϲ κλίνεται οἷον μούρηϲ. μούρητοϲ, δούρηϲ δούρητοϲ, οὕτωϲ οὖν καὶ κούρηϲ κούρητοϲ. περὶ δὲ τοῦ Ναίηϲ Nαίητοϲ ἔϲτιν εἰπεῖν, ὅτι πολλάκιϲ ἡ αι καὶ οι δίφθογγοι ἀντὶ κοινῆϲ παραλαμβάνονται, ὅθεν καὶ τούτων τῶν διφθόγγων ἐπὶ τέλουϲ οὐϲῶν πολλάκιϲ προπαροξύνεται ἡ λέξιϲ οἷον Ῥόδιοι, Ὅμηροι, ἅμαξαι, ἄελλαι. καὶ παρὰ τοῖϲ ποιηταῖϲ δὲ πολλάκιϲ ἡ αι καὶ ἡ οι δίφθογγοι ἀντὶ κοινῆϲ παραλαμβάνονται, τῆϲ κοινῆϲ μὴ ἀπαρτιζούϲηϲ εἰϲ μέροϲ λόγου, ὡϲ παρὰ Θεοκρίτῳ (11, 18) ὑψηλᾶϲ ἐϲ πόντον ὁρῶν ἄειδε τοιαῦτα καὶ παρὰ Μενάνδρῳ οἱ τηλικοῦτοι καὶ τοιοῦτοι τῷ γένει, καὶ παρὰ τῷ ποιητῇ (Π 235) ϲοὶ ναίουϲ’ ὑποφῆται, ἀνιπτόποδεϲ, χαμαιεῦναι. τούτου οὖν χάριν τὸ Ναίηϲ, ὡϲ ἔχον τὴν αι δίφθογγον ἀντὶ κοινῆϲ, τῷ λόγῳ τῶν ἰαμβικῶν ἐκλίθη· τούτῳ τῷ λόγῳ δὲ καὶ τὸ γλοίηϲ γλοίητοϲ ἐπάγεται, ἔχει γὰρ τὴν οι δίφθογγον, τιϲ, ὡϲ εἴρηται, πολλάκιϲ ἀντὶ κοινῆϲ παραλαμβάνεται. τὸ δὲ Ὅπληϲ Ὅπλητοϲ, καὶ Τίγρηϲ Τίγρητοϲ, καὶ Βάβρηϲ, Βάβρητοϲ, καὶ Φάγρηϲ Φάγρητοϲ, καὶ Μάγνηϲ Μάγνητοϲ, καὶ Ἴγνηϲ Ἴγνητοϲ ἔχει ἄφωνον πρὸ ἀμεταβόλου, καὶ κοινὴν τὴν ϲυλλαβὴν ἔχει, καὶ ὡϲ ἔχοντα κοινὴν τὴν ϲυλλαβὴν τῷ λόγῳ τῶν ἰαμβικῶν διὰ τοῦ τοϲ ἐκλίθη. τὸ δὲ λάγνηϲ λάγνου, εἰ καὶ ἔχει ἄφωνον πρὸ ἀμεταβόλου, εἰϲ τὴν ου δίφθογγον ἔχει τὴν γενικὴν τῷ λόγῳ τοῦ κόμηϲ κόμου καὶ γύηϲ γύου ὥϲπερ γὰρ ἀπὸ τοῦ δίκη γίνεται πλανοδίκηϲ πλανοδίκου, οὕτω καὶ ἀπὸ τοῦ γυνή καὶ τοῦ λα τοῦ ἐπιτατικοῦ μορίου γίνεται λαγύνηϲ, οἱονεὶ ὁ ἐπίταϲιν πολλὴν ἔχων πρὸϲ τὰϲ γυναῖκαϲ, καὶ κατὰ ϲυγκοπὴν λάγνηϲ λάγνου. τὸ δὲ Ἰγνηϲ γνητοϲ ἔχει καὶ ἄλλην ἀπολογίαν, ὅτι γνήϲ γνητόϲ ἦν, ὥϲπερ Κρήϲ Κρητόϲ, καὶ ἐγένετο ἐν ϲυνθέϲει μετὰ τοῦ ι ἀντωνυμίαϲ (ἐγώ, ϲύ), ἴ, Ἴγνηϲ Ἴγνητοϲ, καὶ ἐφύλαξε τὴν κλίϲιν τὴν αὐτήν, ὥϲπερ καὶ ἀπὸ τοῦ Κρήϲ Κρητόϲ Ἔγκρηϲ Ἔγκρητοϲ, καὶ φυλάττει καὶ τὴν αὐτὴν κλίϲιν. τὸ δὲ Μάϲηϲ Μάϲητοϲ (ἔϲτι δὲ ὄνομα πόλεωϲ, ὡϲ παρὰ τῷ ποιητῇ οἷον B 562 οἴ τ’ ἔχον Αἴγιναν Μάϲητά τε υἷεϲ Ἀχαιῶν) ἔϲτιν εἰπεῖν ὅτι ϲυνεϲταλμένον ἔχει τὸ α καὶ ὡϲ ἰαμβικὸν ἐκλίθη διὰ τοῦ τοϲ, ἀλλὰ ποιητικῶϲ τὸ α ἐξέτεινε διὰ τὸ μέτρον· ἢ λέγομεν ὅτι ἀπὸ τοῦ ὁ Μάϲητοϲ τοῦ Μαϲήτου τῷ Μαϲήτῳ τὸν Μάϲητον γέγονε κατὰ μεταπλαϲμὸν Μάϲητα. τὸ δὲ πλήρηϲ πλήρουϲ, ἐπειδὴ ἔχει οὐδέτερον εἰϲ εϲ οἷον τὸ πλῆρεϲ, διὰ τοῦτο εἰϲ δῦϲ ἔχει τὴν γενικήν. ἄλλωϲ τε δὲ ὅτι οὐδέ ἐϲτι τοῦτο διϲύλλαβον φύϲει· ἀπὸ γὰρ τοῦ πλείων γέγονε πλειήρηϲ καὶ κατὰ ϲυγκοπὴν πλήρηϲ. τὸ δὲ Πάρνηϲ Πάρνηθοϲ καὶ Μένδηϲ Μένδητοϲ, ἐπειδὴ θηλυκῶϲ λέγεται οἷον (Aristoph. Nub. 322) βλέπε νῦν δεῦρο πρὸϲ τὴν Πάρνηθα. λέγεται δὲ καὶ ἀρϲενικῶϲ Ἀντιφάνηϲ ἐν Πυραυνῷ «ἐϲ κόρακαϲ. ἥξω φέρων τε δεῦρο τὸν Πάρνηθ’ ὅλον». καὶ πάλιν Αἰγυπτία Μένδηϲ εἰκότωϲ διὰ τοῦ τοϲ ἐκλίθη. τὰ γὰρ εἰϲ ηϲ θηλυκὰ μονογενῆ διὰ τοῦ τοϲ κλίνεται οἷον ἐϲθήϲ ἐϲθῆτοϲ, ποτήϲ ποτῆτοϲ ἐδητύοϲ ἠδὲ ποτῆτοϲ (Λ 779) (ϲημαίνει δὲ τὴν πόϲιν), ποιότηϲ ποιότητοϲ, φιλότηϲ φιλότητοϲ, κακότηϲ κακότητοϲ. οὕτωϲ οὖν καὶ Μένδηϲ Μένδητοϲ καὶ Πάρνηϲ Πάρνητοϲ καὶ Πάρνηθοϲ κατὰ μετάθεϲιν τοῦ τ εἰϲ θ. πρόϲκειται « μονογενῆ διὰ τὸ νημερτήϲ νημερτοῦϲ· τοῦτο γὰρ ὡϲ ἔχον οὐδέτερον εἰϲ l. 33—34 ex St B. s. v. Πάρνηϲ addidi. εϲ εἰϲ ουϲ ἔχει τὴν γενικήν, τοῦτο δὲ κύριον γινόμενον τὴν αὐτὴν κλίϲιν φυλάττει. ἔχομεν δὲ τὴν χρῆϲιν τοῦ κυρίου παρ’ Ὁμήρῳ οἶον Νημερτήϲ τε καὶ Ἀψευδὴϲ καὶ Καλλιάναϲϲα (Ϲ 46). τὸ δὲ Ἄρηϲ διαφόρουϲ ἔχει κλίϲειϲ· καὶ γὰρ κλίνεται τῷ λόγῳ τῶν ἰαμβικῶν οἷον Ἄρητοϲ ἔχον τὸ Ἀρητιάδηϲ πατρωνυμικόν, καὶ πάλιν τῷ λόγῳ τῶν ϲπονδειακῶν οἷον Ἄρου, ἐξ οὗ τὸ ἧλθεν Ἄρῃ ἐπίκουροϲ (Φ 431), ὥϲπερ τῷ Χρύϲῃ· καὶ πάλιν παύϲαϲθαι βροτολοιγὸν Ἄρην ἀνδροκταϲιάων (Ε 909) ὥϲπερ τὸν Χρύϲην. ἔϲτι δὲ καὶ Ἄρηϲ Ἄρουϲ, ἐκ ταύτηϲ δὲ τῆϲ γενικῆϲ ἔϲτι κλητικὴ Ἆρεϲ, Ἄρεϲ, βροτολοιγέ, μιαιφόνε, ὥϲπερ Δημοϲθένηϲ Δημοϲθένουϲ Δημόϲθενεϲ. εὑρίϲκεται δὲ καὶ Ἄρεωϲ Ἄττικῶϲ διὰ τοῦ ω, ὡϲ ἀπὸ τοῦ Ἄρευϲ Ἄρηοϲ Ἰωνικῶϲ καὶ Ἄρευοϲ Αἰολικῶϲ.

Choer. 54, 29: τὰ εἰϲ ηϲ ὀξύτονα διϲύλλαβα πλὴν τῶν εἰϲ τηϲ, εἰ μὲν ἔχει ἕν ϲύμφωνον, εἰϲ ουϲ ἔχει τὴν γενικὴν οἷον ψευδήϲ ψευδοῦϲ, ϲαφήϲ ϲαφοῦϲ, πρηνήϲ πρηνοῦϲ. πρόϲκειται «πλὴν τῶν εἰϲ τηϲ » διὰ τὸ κριτήϲ κριτοῦ· τοῦτο δὲ παραλόγωϲ ὀξύνεται, ὤφειλε γὰρ βαρύνεϲθαι, ἐπειδὴ τὰ εἰϲ τηϲ λήγοντα ἀρϲενικὰ φύϲει διϲύλλαβα βαρύνεται οἷον δότηϲ, κλύτηϲ, θύτηϲ, ὅθεν καὶ τὸ ψάλτηϲ ἀναλογώτερόν ἐϲτι κατὰ τὴν κοινὴν διάλεκτον βαρυνόμενον τοῦ παρὰ τοῖϲ Ἀθηναίοιϲ ὀξυνομένου. εἰ ἔχει δύο ϲύμφωνα, διὰ τοῦ τοϲ κλίνεται οἷον ἀργήϲ ἀργῆτοϲ (ϲημαίνει δὲ τὸ λευκόν), ἑρπήϲ ἑρπῆτοϲ (πάθοϲ τι περὶ τὸ ϲῶμα), προβλήϲ προβλῆτοϲ (ὁ προβεβλημένοϲ καὶ ἐξέχων), ἀδμήϲ ἀδμῆτοϲ ὁ ἀδάμαϲτοϲ, χερνήϲ χερνῆτοϲ ὁ χειροτέχνηϲ. ϲεϲημείωται τὸ Κουρήϲ Κουρῆτοϲ, δηλήϲ δειλῆτοϲ (sic) καὶ τὸ ψιλήϲ ψιλῆτοϲ, ὅτι τῶν εἰϲ ηϲ ὀξυτόνων διϲυλλάβων ἕν ϲύμφωνον ἐχόντων, εἰϲ ουϲ ἐχόντων τὴν γενικὴν οἷον ϲαφήϲ ϲαφοῦϲ, ψευδήϲ ψευδοῦϲ, ταῦτα διὰ τοῦ τοϲ ἐκλίθη· ἔϲτι δὲ ἐθνικά.

Choer. 46, 16: τὰ εἰϲ ηϲ ἔχοντα οὐδέτερον εἰϲ εϲ εἰϲ ουϲ ἔχει τὴν γενικὴν οἷον ὁ εὐϲεβήϲ τοῦ εὐϲεβοῦϲ τὸ εὐϲεβέϲ, ὁ εὐγενήϲ τοῦ εὐγενοῦϲ τὸ εὐγενέϲ, ὁ ἀναιδήϲ τοῦ ἀναιδοῦϲ τὸ ἀναιδέϲ, ὁ ϲαφήϲ τοῦ ϲαφοῦϲ τὸ ϲαφέϲ, ὁ ψευδήϲ τοῦ ψευδοῦϲ τὸ ψευδέϲ, ὁ κακοήθηϲ τοῦ κακοήθουϲ τὸ κακόηθεϲ, ὁ ἐπιμήκηϲ τοῦ ἐπιμήκουϲ τὸ ἐπίμηκεϲ, ὁ πλήρηϲ τοῦ πλήρουϲ τὸ πλῆρεϲ, ὁ φιλαλήθηϲ τοῦ φιλαλήθουϲ τὸ φιλάληθεϲ, ὁ ϲυνήθηϲ τοῦ ϲυνήθουϲ τὸ ϲύνηθεϲ.

l. 15 cf. Choer. 44, 32, An. Ox. 11 46, 16; omisi Choerobosci etymologiam vocis Ἄρηϲ ab α privativo et ῥῶ τὸ λέγω ut ab Herodiano alienum, quem Ἄρηϲ ab ἀρῶ ἀρῶμαι repetivisse scimus ex Il. Pr. Ϲ 310. l. verba τοῦτο δὲ παραλόγωϲ περὶ τοῖϲ Ἀθηναίοιϲ ὀξυνομένου concinentia cum Arc. 24, 6 sumpsi ex. Choer. 176, 22. l. 27 quid δηλήϲ δειλῆτοϲ sibi velit, non intellego, Herodian. περὶ ὀνομάτων fr. 7 duo tantum Κουρήϲ et ψιλήϲ excipit. Similiter habent Ep. Cr. 1 939, 2 et 368, 10.

Choer. 46, 2: τὰ εἰϲ ηϲ περιϲπώμενα τρεῖϲ κλίϲειϲ ἐπιδέχεται, τὴν εἰϲ ουϲ, ὅταν παρὰ τὸ κλέοϲ ἦ οἷον Ἡρακλῆϲ Ἡρακλέοϲ Ἡρακλοῦϲ, Ἀνδροκλῆϲ Ἀνδροκλέοϲ Ἀνδροκλοῦϲ τὴν διὰ τοῦ ντ, ὅταν ἀπὸ ϲυναιρέϲεωϲ τῶν εἰϲ ειϲ ᾖ οἶον δαφνήειϲ δαφνήεντοϲ δαφνῆϲ δαφνῆντοϲ, τιμήειϲ τιμήεντοϲ τιμῆϲ τιμῆντοϲ, φθογγήειϲ φθογγήεντοϲ φθογγῆϲ φθογγῆντοϲ· τὰ δὲ μηδὲν ἐκ τούτων ἔχοντα, εἰϲ τὴν ου δίφθογγον ἔχει τὴν γενικὴν οἷον Θαλῆϲ Θαλοῦ (ἔϲτι δὲ ὄνομα κύριον) ὡϲ παρ’ Ἀριϲτοφάνει (Nub. 180) «τί δῆτ’ ἐκεῖνον τὸν Θαλῆν θαυμάζομεν», (τοῦτο δέ, ἡνίκα βαρύνεται, διὰ τοῦ τοϲ κλίνεται τῷ λόγῳ τῶν ἰαμβικῶν οἷον ὁ Θάληϲ τοῦ Θάλητοϲ ὡϲ παρὰ Καλλιμάχῳ (fr. 96) «πάλιν τὸ δῶρον ἐϲ Θάλητα ὤλιϲθεν »), Ἑρμῆϲ Ἑρμοῦ, Ϲωϲῆϲ Ϲωϲοῦ, Ἀπελλῆϲ` Ἀπελλοῦ, Ποδῆϲ Ποδοῦ· τοῦτο δὲ καὶ Ποδῆτοϲ κλίνεται.

Choer. 48, 6: τὰ εἰϲ δηϲ πατρωνυμικὰ ἢ τύπου πατρωνυμικοῦ ὄντα εἰϲ τὴν ου δίφθογγον ἔχει τὴν γενικήν. πατρωνυμικὰ μὲν οἶον Ἀτρείδηϲ Ἀτρείδου, Τελαμωνιάδηϲ Τελαμωνιάδου, Πηλείδηϲ Πηλείδου τύπου δὲ πατρωνυμικοῦ οἷον Εὐριπίδηϲ Εὐριπίδου, Θουκυδίδηϲ Θουκυδίδου, Μιλτιάδηϲ Μιλτιάδου, Ἡρώδηϲ Ἡρώδου.

Choer. 54, 7: τὰ διὰ τοῦ ωδηϲ εἰϲ ουϲ ἔχει τὴν γενικὴν οἷον πετρώδηϲ πετρώδουϲ, λιμώδηϲ λιμώδουϲ, κτηνώδηϲ κτηνώδουϲ, πυρώδηϲ πυρώδουϲ.

Choer. 51, 2. τὰ ἀπὸ τῶν εἰϲ οϲ εἰϲ ηϲ γινόμενα βαρύτονα, εἴτε ἁπλᾶ εἴτε παραϲύνθετα, εἰϲ τὴν ου δίφθογγον ἔχει τὴν γενικὴν οἷον Ἄραξοϲ Ἀράξηϲ Ἀράξου, Λάπιθοϲ Λαπίθηϲ Λαπίθου, εἴϲπνηλοϲ (Callim. fr. 169) εἰϲπνήληϲ (Theocr. 12, 13) εἰϲπνήλου (ϲημαίνει δὲ τὸν ἐρώμενον), ἑπτάπουϲ ἑπτάποδοϲ ἑπταπόδηϲ ἑπταπόδου, εὔπατριϲ εὐπάτρι δοϲ εὐπατρίδηϲ εὐπατρίδου, Οἰδίπουϲ Οἰδίποδοϲ Οἰδιπόδηϲ Οἰδιπόδου. οὕτωϲ καὶ ἀπὸ τοῦ ἀγκυλόχειλοϲ ἀγκυλοχείληϲ ἀγκυλοχείλου γέγονεν ἀπὸ τοῦ ϲυνθέτου παραϲύνθετον, καὶ εὐλόγωϲ εἰϲ τὴν ου δίφθογγον ἔϲχε τὴν γενικήν.

Choer. 55, 12: τὰ ἀπὸ τῶν εἰϲ οϲ ἀρϲενικῶν εἰϲ ηϲ γινόμενα ὀξύτονα εἰϲ ουϲ ἔχει τὴν γενικὴν οἶον νεόπτορθοϲ νεοπτορθήϲ νεοπτορθοῦϲ (ϲημαίνει δὲ τὸν ἔχοντα νέον κλάδον), νεόκλαδοϲ νεοκλαδήϲ νεοκλαδοῦϲ, δύϲηχοϲ δυϲηχήϲ δυϲηχοῦϲ, τὸ δὲ ἐθελοντήϲ καὶ ἑκοντήϲ ἀπὸ τοῦ ἐθέλοντοϲ καὶ ἑκόντοϲ γενικῆϲ μετοχῆϲ εἰϲ ου ἔχει τὴν γενικήν. Choer. 50, 9: ἔϲτι τινὰ εἰϲ ηϲ ἔχοντα πρὸ τοῦ η ἀμετάβολον καὶ πρὸ τοῦ ἀμεταβόλου φωνῆεν, μὴ τὸ ι μήτε τὸ ο μήτε τὸ υ μήτε τὸ ω, ἅτινα διὰ τοῦ τοϲ κλίνεται οἷον Ἐπιάληϲ Ἐπιάλητοϲ, Ὑπέρηϲ Ὑπέρητοϲ (ἔϲτι δὲ ὀνόματα κύρια), Ἀλκέληϲ Ἀκέλητοϲ (ἔϲτι δὲ ὄνομα ποταμοῦ), ὑψικέρηϲ ὑψικέρητοϲ (ϲημαίνει δὲ τὸν ἐν ὕψει κεκτημένον τὰ l. 10 quae de barytono Θάληϲ proposita eunt, sumpsi ex p. 44, 13 et 136, 24 quae do Ποδῆϲ ex Priscian. VI 60. l. 21 cf. p. 150, 16, An. Ox. II 372, 10. l. 33 observationem de ἑκοντήϲ et ἐθελοντήϲ addidi ex Arc. 25, 24. —Cf Choer. 51, 18 et 150, 25. κέρατα), Καβάρηϲ Καβάρητοϲ (ἔϲτι δὲ ὄνομα ποταμοῦ), Κεφάληϲ Κεφάλητοϲ (ἔϲτι δὲ ὄνομα κύριον), Ἀμέληϲ Ἀμέλητοϲ (ἔϲτι δὲ ὄνομα ποταμοῦ), καὶ ἀμένηϲ ἀμένητοϲ (ϲημαίνει δὲ τὸ παιδίον διὰ τὸ μὴ ἔχειν μένοϲ), οὐκ ἀντιϲτρέφοντοϲ τοῦ κανόνοϲ. οὐδὲ γὰρ τὰ ἔχοντα πρὸ τοῦ η ἀμετάβολον καὶ πρὸ τοῦ ἀμεταβόλου φωνῆεν μὴ τὸ ι μὴ τὸ ο μὴ τὸ υ μὴ τὸ ω, πάντα διὰ τοῦ τοϲ κλίνεται ἰδοὺ γὰρ τὸ Δημοϲθένηϲ Δημοϲθένουϲ καὶ Ἀντιγένηϲ Ἀντιγένουϲ καὶ Ἀριϲτομένηϲ Ἀριϲτομένουϲ οὐ κλίνεται διὰ τοῦ τοϲ. πρόϲκειται « μὴ ἔχοντα μήτε τὸ ι μήτε τὸ o μήτε τὸ υ μήτε τὸ ω», ἐπειδὴ ταῦτα ἰϲοϲυλλάβωϲ κλίνεται, ἤγουν εἰϲ τὴν ου δίφθογγον ἔχει τὴν γενικὴν οἷον Αἰϲχίνηϲ Αἰϲχίνου, Μηριόνηϲ Μηριόνου, Κερύνηϲ Κερύνου (ἔϲτι δὲ ταῦτα ὀνόματα κύρια), τελώνηϲ τελώνου.

Choer. 53, 26: τὰ εἰϲ ηϲ ὑπὲρ δύο ϲυλλαβὰϲ βαρύτονα ἔχοντα πρὸ τοῦ η δύο τὰ αὐτὰ ἀμετάβολα εἰϲ τὴν ου δίφθογγον ἔχει τὴν γενικὴν οἷον Ἰωάννηϲ Ἰωάννου, Ὀρθάννηϲ ’Ὀρθάννου, Καβάλληϲ Καβάλλου. πρόϲκειται ὑπὲρ δύο ϲυλλαβὰϲ» διὰ τὸ Πόλληϲ Πόλλητοϲ· τοῦτο γὰρ διὰ τοῦ τοϲ κλίνεται, ἀλλ’ οὐκ ἔϲτιν ὑπὲρ δύο ϲυλλαβὰϲ ἀλλὰ διϲύλλαβον. πρόϲκειται «βαρύτονα» διὰ τὸ ἀελλῆϲ ἀελλοῦϲ (ϲημαίνει δὲ τὸν ϲυϲτρεφώδη ἄνεμον)· τοῦτο γὰρ εἰϲ ουϲ ἔχει τὴν γενικήν, ἀλλ’ οὐκ ἔϲτι βαρύτονον ἀλλ’ ὀξύτονον.

Choer. 53, 18 (Eustath. 1684, 31): τὰ διὰ τοῦ οληc εἰϲ τὴν ου δίφθογγον ἔχει τὴν γενικὴν οἷον Ὁζόληϲ(ἔθνοϲ δὲ οἱ Ὀζόλαι) Ὁζόλου, γενειόληϲ γενειόλου, φαινόληϲ φαινόλου.

Choer. 53, 35: τὰ διὰ τοῦ ανηϲ εἰϲ τὴν ου δίφθογγον ἔχει τὴν γενικὴν οἷον Ἰορδάνηϲ Ἰορδάνου, Ἐξοϲτάνηϲ Ἐξοϲτάνου, Ἀϊάνηϲ Ἀϊάνου, Βαρδάνηϲ Βαρδάνου.

Choer. 55, 9. τὰ εἰϲ ηνηϲ ὀξύτονα εἰϲ ουϲ ἔχει τὴν γενικὴν οἷον ϲαφηνήϲ ϲαφηνοῦϲ ὁ ϲαφήϲ, παιδηνήϲ παιδηνοῦϲ ὁ παιδικόϲ, γαληνήϲ γαληνοῦϲ ὁ γαληνόϲ τρόποϲ.

Choer. 49, 1: τὰ διὰ τοῦ ινηϲ εἰϲ τὴν ου δίφθογγον ἔχει τὴν γενικὴν οἷον Αἰϲχίνηϲ Αἰϲχίνου, Λεπτίνηϲ Λεπτίνου, Ϲμικρίνηϲ Ϲμικρίνου, Μηκίνηϲ Μηκίνου.

Choer. 53, 18 (An. Ox. II 378, 18): τὰ διὰ τοῦ ονηϲ κά τὰ διὰ τοῦ υνηϲ καὶ τὰ διὰ τοῦ ωνηϲ εἰϲ τὴν ου δίφθογγον ἔχει τὴν γενικήν, Μηριόνηϲ Μηριόνου, Κεβριόνηϲ Κεβριόνου, Κερύνηϲ Κερύνου, τελώνηϲ τελώνου, ϲιτώνηϲ ϲιτώνου.

Choer. 54, 3: τὰ διὰ τοῦ ωρηϲ καὶ τὰ διὰ τοῦ ηρηϲ εἰϲ ουϲ ἔχει τὴν γενικὴν οἷον χαλκήρηϲ χαλκήρουϲ, ξιφήρηϲ ξιφήρουϲ, τριήρηϲ τριήρουϲ, l. 3 de ἀμένηϲ ἀμένητοϲ cf. Arc. 62, 16 et Hesych. ἀμένητα cum Schmidtii adnotatione. ln quibusdam in ιληϲ declinationem fluctuass patet ex St. B. 627 10 s. Τλῶϲ, ubi a Τρεμίληϲ flextitur Τρεμίλητοϲ et p. 653, 8 s. Τρεμίλη ab eodem declinatur Τρεμίλου. φρενήρηϲ φρενήρουϲ, πλήρηϲ πλήρουϲ, Διώρηϲ Διώρουϲ (ἔϲτι δὲ ὄνομα κύριον), ὑληώρηϲ ὑληώρουϲ.

Choer. 53, 1: τὰ εἰϲ τηϲ ἀρϲενικὰ μὴ ὄντα ϲύνθετα παρὰ τὸ κρατῶ ἢ κράτοϲ μὴ ἔχοντα οὐδέτερον εἰϲ εϲ εἰϲ τὴν ου δίφθογγον ἔχει τὴν γενικήν, χωρὶϲ τοῦ Κράτηϲ Κράτητοϲ. ἔϲτω δὲ παραδείγματα τοῦ κανόνοϲ ταῦτα· θύτηϲ θύτου, πλύτηϲ πλύτου, δότηϲ δότου, χάρτηϲ χάρτου, ψάλτηϲ ψάλτου, κτίϲτηϲ κτίϲτου, ἐπιθέτηϲ ἐπιθέτου, Εὐφράτηϲ Εὐφράτου, εὐεργέτηϲ εὐεργέτου, Μεμφίτηϲ Μεμφίτου, πολίτηϲ πολίτου, Ἀϲκαλωνίτηϲ Ἀϲκαλωνίτου, ϲτυλίτηϲ ϲτυλίτου, τραπεζίτηϲ τραπεζίτου, οἰκέτηϲ οἰκέτου, ποιητήϲ ποιητοῦ, ἱκέτηϲ ἱκέτου, δανειϲτήϲ δανειϲτοῦ, φαιδρύντηϲ φαιδρυντοῦ, χρυϲωτήϲ χρυϲωτοῦ. πρόϲκειται ἐν τῷ κανόνι «ἀρϲενικὰ» διὰ τὰ θηλυκὰ οἷον φιλότηϲ φιλότητοϲ, ποιότηϲ ποιότητοϲ καὶ τὰ ὅμοια. πρόϲκειται «μὴ ϲύνθετα παρὰ τὸ κρατῶ ἢ κράτοϲ» διὰ τὸ Ϲωκράτηϲ Ϲωκράτουϲ καὶ Ἀριϲτοκράτηϲ Ἀριϲτοκράτουϲ καὶ Ἱπποκράτηϲ Ἱπποκράτουϲ καὶ ἀκρατήϲ ἀκρατοῦϲ. — πρόϲκειται « μὴ ἔχοντα οὐδέτερον εἰϲ εϲ» διὰ τὸ προπετήϲ προπετοῦϲ προπετέϲ.

Choer. 54, 10: τὰ εἰϲ ηϲ ἀπὸ ῥημάτων ϲύνθετα βαρύτονα μὴ ὄντα κύρια μὴ ἔχοντα οὐδέτερον εἰϲ εϲ εἰϲ τὴν ου δίφθογγον ἔχει τὴν γενικὴν οἶον πωλῶ παντοπώληϲ παντοπώλου, μετρῶ γεωμέτρηϲ γεωμέτρου, τρίβω παιδοτρίβηϲ παιδοτρίβου, ὀφείλω χρεωφείληϲ χρεωφείλου, βαίνω ναυβάτηϲ ναυβάτου, μιϲῶ ἐργομίϲηϲ ἐργομίϲου, τύπτω πατροτύπτηϲ πατροτύπτου. πρόϲκειται «μὴ ὄντα κύρια διὰ τὸ κρατῶ Ϲωκράτηϲ Ϲωκράτουϲ· τοῦτο γὰρ εἰϲ δῦϲ ἔχει τὴν γενικὴν καὶ οὐκ εἰϲ τὴν ου δίφθογγον, ἀλλὰ κύριά ἐϲτι, τὰ γὰρ εἰϲ ηϲ ἀπὸ ῥημάτων κύρια εἰϲ ουϲ ἔχει τὴν γενικὴν χωρὶϲ εἰ μὴ χαρακτὴρ κωλύῃ οἷον δεύκω Πολυδεύκηϲ Πολυδεύκουϲ, μέδω Διομήδηϲ Διομήδουϲ, πείθω Διοπείθηϲ Διοπείθουϲ, φαίνω Ἀριϲτοφάνηϲ Ἀριϲτοφάνουϲ. πρόϲκειται «εἰ μὴ χαρακτὴρ κωλύῃ» διὰ τὸ κρίνω Θεοκρίνηϲ Θεοκρίνου· τοῦτογὰρκύριόν ἐϲτι καὶ. ὅμωϲ εἰϲ τὴν ου δίφθογγον ἔχει τὴν γενικὴν τῷ χαρακτῆρι τῶν διὰ τοῦ ινηϲ. ἔτι πρόϲκειται «μὴ ἔχοντα οὐδέτερον εἰϲ εϲ», ἐπεὶ ταῦτα εἰϲ ουϲ ἔχει τὴν γενικὴν οἷον ὄλω ἐξώληϲ ἐξώλουϲ ὅτι ἐξῶλεϲ, πανώληϲ πανώλουϲ ὅτι πανῶλεϲ, ἀντῶ προϲάντηϲ προϲάντουϲ ὅτι πρόϲαντεϲ, ἀρκῶ αὐτάρκηϲ αὐτάρκουϲ ὅτι αὔταρκεϲ, ἁδεῖν (ϲημαίνει δὲ τὸ ἀρέϲκειν) αὐθάδηϲ αὐθάδουϲ ὅτι αὔθαδεϲ.

Choer. 55μ 16: τὰ εἰϲ ηϲ ὀξύτονα παρὰ ῥῆμα ϲύνθετα, μὴ ἀπὸ παθητικοῦ παρακειμένου, εἰϲ ουϲ ἔχει τὴν γενικὴν οἷον ϲπείρω πολυϲπειρήϲ πολυϲπειροῦϲ, ἄρδω νεοαρδήϲ νεοαρδοῦϲ, πήϲϲω ἐπάγη πρωτοπαγήϲ I. 3 cf. An. Ox.II 416, 27: τὰ εἰϲ τηϲ ῥηματικά, εἰ μὲν ἔχοι ἀπὸ κλίϲεωϲ τὸ τ, εἰϲ ου ἔχει τὴν γενικὴν ὡϲ τοξότηϲ τοξότου, ὀρχηϲτήϲ ὀρχηϲτοῦ· εἰ δὲ ἀπὸ θέματοϲ, εἰϲ ουϲ ἔχει τὴν γενικὴν οἷον τὸ Ϲωκράτηϲ Ἱπποκράτηϲ, Ϲωκράτουε Ἱπποκράτουϲ. l. 15 —16 manca Choerobosci verba quantum potuit expleta. sunt. l. 24 verba τὰ γὰρ εἰϲ ηϲ ῥημάτων κύρια διὰ— τοῦ ινηϲ adieci ex, Choer. 48, 26 cf. Ep. Cr. 1 115, 9 et 118, 4 et 358, 28, E. M. 277, 30. πρωτοπαγοῦϲ. πρόϲκειται «μὴ ϲύνθετα ἀπὸ παθητικοῦ παρακειμένου», ἐπειδὴ καθόλου τὰ εἰϲ ηϲ ὀξύτονα ϲύνθετα ἀπὸ ῥημάτων μίαν ϲυλλαβὴν φυλάττει τοῦ παθητικοῦ παρακειμένου καὶ διὰ καθαροῦ τοῦ τοϲ κλίνεται οἷον βέβληται ἀβλήϲ ἀβλῆτοϲ (ϲημαίνει δὲ τὸν ἄτρωτον), δέδμηται ἀδμήϲ ἀδμῆτοϲ ὁ ἀδάμαϲτοϲ, τέτρηται ἡμιτρήϲ ἡμιτρῆτοϲ ὁ κατὰ τὸ ἥμιϲυ τετρημένοϲ, τέθνηκα ἡμιθνήϲ ἡμιθνῆτοϲ. τοῦτο δὲ, φημὶ δὴ τὸ τέθνηκα, τῇ μὲν φωνῇ ἐϲτιν ἐνεργητικόν, τῷ δὲ ϲημαινομένῳ παθητικόν. καὶ καθόλου πάντα τὰ εἰϲ ϲ λήγοντα ὀξύτονα ϲύνθετα ἀπὸ ῥημάτων μίαν ϲυλλαβὴν φυλάττοντα τοῦ παθητικοῦ παρακειμένου διὰ καθαροῦ τοῦ τοϲ κλίνεται οἷον κέκραται χαλκοκράϲ χαλκοκρᾶτοϲ, νεοκράϲ νεοκρᾶτοϲ, τέτρωμαι ἀτρώϲ ἀτρῶτοϲ, πέπτωκα ἀπτώϲ ἀπτῶτοϲ.

Choer. 148, 27: τὰ εἰϲ ηϲ παρ’ οὐδετέρων ϲυντεθειμένα εἰϲ δῦϲ ἔχει τὴν γενικὴν οἷον ϲθένοϲ Δημοϲθένηϲ Δημοϲθένουϲ, γένοϲ Διογένηϲ Διογένουϲ, νεῖκοϲ Πολυνείκηϲ Πολυνείκουϲ, ἦθοϲ κακοήθηϲ κακοήθουϲ, κῆτοϲ μεγακήτηϲ μεγακήτουϲ, μῆκοϲ ἐπιμήκηϲ ἐπιμήκουϲ. δεῖ δὲ γινώϲκειν, ὅτι παρ’ οὐδετέρων ϲυντεθειμένα δεῖ νοεῖν, ἵνα κατὰ τὸ τέλοϲ ἔχῃ τὸ οὐδέτερον. τοῦτο δὲ εἴρηται διὰ τὸ Κλεοφόντηϲ Κλεοφόντου. τοῦτο γὰρ εἰϲ ηϲ ἐϲτὶ καὶ παρ’οὐδετέρου ϲυντεθειμένον, φημὶ δὴ παρὰ τὸ κλέοϲ, καὶ ὅμωϲ εἰϲ ουϲ οὐκ ἔχει τὴν γενικήν, ἀλλ’εἰϲ τὴν ου δίφθογγον· ἀλλ’ οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ οὐκ ἔϲτι κατὰ τὸ τέλοϲ τὸ οὐδέτερον, ἀλλὰ κατὰ τὴν ἄρχουϲαν.

Δεῖ προϲθεῖναι ἐν τῷ κανόνι χωρὶϲ εἰ μὴ χαρακτὴρ κωλύϲῃ» διὰ τὸ Ἀμέληϲ Ἀμέλητοϲ καὶ ἀμένηϲ ἀμένητοϲ. ταῦτα γὰρ παρ’οὐδετέρων ἐϲτὶ ϲυντεθειμένα, φημὶ δὴ παρὰ τὸ μέλοϲ καὶ τὸ μένοϲ, καὶ κατὰ τὸ τέλοϲ ἔχει τὸ οὐδέτερον, καὶ ὅμωϲ οὐκ ἔχει εἰϲ ουϲ τὴν γενικήν, ἀλλὰ διὰ τοῦ τοϲ κλίνεται· ἀλλ’ ὑπέπεϲε ταῦτα χαρακτῆρι τοιούτῳ· ἔϲτι τινὰ εἰϲ ηϲ λήγοντα ὑπὲρ δύο ϲυλλαβὰϲ ἔχοντα πρὸ τοῦ η ἀμετάβολον καὶ πρὸ τοῦ ἀμεταβόλου φωνῆεν, μὴ τὸ ι, μὴ τὸ ο, μὴ τὸ υ, μὴ τὸ ω, ἅτινα διὰ τοῦ τοϲ κλίνεται. — τὸ δὲ ἀγκυλοχείληϲ ἀγκυλοχείλου οὐ παρὰ τὸ χεῖλοϲ ϲυντεθεμένον ἐϲτί, ἀλλὰ παραϲύνθετον· ὥϲπερ γὰρ παρὰ τὸ ῥῖγοϲ γίνεται δύϲριγοϲ ϲύνθετον καὶ παρὰ τὸ ξίφοϲ ἄξιφοϲ καὶ παρὰ τὸ θάρϲοϲ, ὅπερ ἐϲτὶν Αἰολικῶϲ θέρϲοϲ, ἐξ οὐ καὶ Θερϲίτηϲ, Ἁλίθερϲοϲ ϲύνθετον γίνεται, τὸν αὐτὸν τρόπον καὶ ἀπὸ τοῦ χεῖλοϲ ἀγκυλόχειλοϲ ϲύνθετον γίνεται· καὶ λοιπὸν ἀπὸ τοῦ ἀγκυλόχειλοϲ ϲυνθέτου γίνεται παραϲύνθετον ἀγκυλοχείληϲ ἀγκυλοχείλου καὶ ἔτρεψε τὸ ο εἰϲ η φυλάξαν τὴν αὐτὴν κλίϲιν. τούτου χάριν οὐκ ὀξύνομεν αὐτό, ἀλλὰ βαρύνομεν. ὅτι δὲ εἰ ἦν ϲύνθετον ὤφειλεν ὀξύνεϲθαι, δῆλον ἐντεῦθεν τὰ ἀπὸ τῶν εἰϲ οϲ οὐδετέρων εἰϲ ηϲ γινόμενα ϲύνθετα τότε βαρύνεται, ὅταν ᾖ κύρια οἷον ϲθένοϲ Δημοϲθένηϲ, γένοϲ l. 6 verba inde τέθνηκα ἡμιθνήϲ apposui ex Choer 49, 10 cf. Ep. Cr. 1 334, 17. Διογένηϲ, νεῖκοϲ Πολυνείκηϲ, κλέοϲ Ἡρακλέηϲ καὶ κατὰ κρᾶϲιν Ἡρακλῆϲ περιϲπωμένωϲ, καὶ ὅταν ᾖ ἀπὸ τριϲυλλάβου οὐδετέρου ϲύνθετα οἷον ϲτέλεχοϲ εὐϲτελέχηϲ, μέγεθοϲ παμμεγέθηϲ, καὶ ὅταν ἀπὸ διϲυλλάβου οὐδετέρου ᾖ ϲύνθετα, ἔχοντοϲ ἐν τῇ παραληγούϲῃ τὸ η, ἐπιφερομένου ἀφώνου οἷον κῆτοϲ μεγακήτηϲ, ἦθοϲ κακοήθηϲ, μῆκοϲ ἐπιμήκηϲ ἐὰν δὲ μηδὲν ἐκ τούτων τῶν τριῶν ἔχῃ, ὀξύνεϲθαι θέλει οἶον μένοϲ .εὐμενήϲ, γένοϲ εὐγενήϲ, εἷδοϲ δυϲειδήϲ, κλέοϲ δυϲκλεήϲ, τεῖχοϲ εὐτειχήϲ (ἔχει μὲν γὰρ τοῦτο ἄφωνον ἐπιφερόμενον, φημὶ δὴ τὸ β, ἀλλ’ οὐ παραλήγεται τῷ η), δῆνοϲ δυϲδηνήϲ (δήνεα δέ ἐϲτι τὰ βουλεύματα, τοῦτο παραλήγεται μὲν τῷ η, ἀλλ’ οὐκ ἔχει ἐπιφερόμενον ἄφωνον, τὸ γὰρ ν ἡμίφωνόν ἐϲτιν), ἔτοϲ διετήϲ τριετήϲ ἑξαετήϲ· ταῦτα δέ φημι τὰ παρὰ τὸ ἔτοϲ παρ’ ἡμῖν μὲν ὀξύνεται κατὰ τὸν προειρημένον κανόνα, παρὰ δὲ τοῖϲ Ἀθηναίοιϲ βαρύνεται· οἱ γὰρ Ἀθηναῖοι διέτηϲ τριέτηϲ ἑξαέτηϲ λέγουϲι βαρυτόνωϲ, ὁμοίωϲ τῷ εὐνέτηϲ, οἰκέτηϲ (ὃ ϲημαίνει τὸν δοῦλον) καὶ ἱκέτηϲ ( ϲημαίνει τὸν παρακλήτορα), εἰ καὶ ταῦτα εἰϲ τὴν ου δίφθογγον ἔχει τὴν γενικήν, τῶν παρὰ τὸ ἔτοϲ εἰϲ ουϲ αὐτὴν ἐχόντων. οὐ μόνον δὲ περὶ τὸν τόνον πταίουϲιν οἱ Ἀττικοὶ τοῖϲ παρὰ τὸ ἔτοϲ βαρυτόνωϲ αὐτὰ προφέροντεϲ, ἀλλὰ καὶ περὶ τὴν κλίϲιν, οἱ δωδεκαέται γὰρ λέγουϲι τὴν εὐθεῖαν τῶν πληθυντικῶν, ἀπὸ ἰϲοϲυλλάβου κλίϲεωϲ ποιούμενοι αὐτήν, ὥϲπερ ὁ οἰκέτηϲ τοῦ οἰκέτου οἱ οἰκέται, ὀφείλοντεϲ εἰπεῖν οἱ δωδεκαέτειϲ ὥϲπερ οἱ Δημοϲθένειϲ, οὕτωϲ γὰρ ἀπαιτεῖ ὁ κανών. ὡϲαύτωϲ δὲ καὶ τὰ θηλυκὰ τούτων ὡϲ ἀπὸ ἰϲοϲυλλάβου κλίϲεωϲ ποιεῖται. ὥϲπερ γὰρ ὁ πολίτηϲ τοῦ πολίτου καὶ ἡ πολῖτιϲ τῆϲ πολίτιδοϲ, καὶ ὁ κυνηγέτηϲ τοῦ κυνηγέτου καὶ ἡ κυνηγέτιϲ τῆϲ κυνηγέτιδοϲ, οὕτωϲ καὶ ἀπὸ τοῦ τριακονταέτηϲ τριακονταέτου ποιοῦϲι τὸ θηλυκὸν ἡ τριακονταέτιϲ τῆϲ τριακονταέτιδοϲ, ὡϲ παρὰ τῷ ϲυγγραφεῖ (Thuc. I 87) τῶν τριακοντουτίδων ϲπονδῶν», ὀφείλοντεϲ εἰπεῖν ἡ τριακονταετὴϲ τῆϲ τριακονταετοῦϲ. ὥϲπερ γὰρ ὁ ϲυνήθηϲ τοῦ ϲυνήθουϲ καὶ ἡ ϲυνήθηϲ τῆϲ ϲυνήθουϲ, ὁ κακοήθηϲ τοῦ κακοήθουϲ καὶ ἡ κακοήθηϲ τῆϲ κακοήθουϲ, οὕτωϲ καὶ ὁ τριακονταέτηϲ τοῦ τριακονταέτουϲ καὶ ἡ τριακονταέτηϲ τῆϲ τριακονταέτουϲ. ὅτι γὰρ τὰ παρὰ τὸ ἔτοϲ καὶ παρὰ τοῖϲ Ἀττικοῖϲ περιττοϲυλλάβωϲ κλίνεται καὶ τουτέϲτιν εἰϲ ουϲ ἔχει τὴν γενικήν, ἐδήλωϲεν ὁ ποιητὴϲ εἰπὼν (γ 305) ἑπτάετεϲ δ’ ἤναϲϲεν, ἀπὸ γὰρ τοῦ ὁ ἑπταέτηϲ τοῦ ἑπταέτουϲ γέγονε τὸ ἑπτάετεϲ οὐδετέρωϲ, ὥϲπερ ἀπὸ τοῦ ὁ κακοήθηϲ τοῦ κακοήθουϲ τὸ κακόηθεϲ οὐδετέρωϲ εὕρηται παρὰ τῷ ϲυγγραφεῖ(Ι 23) καὶ τριακοντούτειϲϲπονδάϲ» ὥϲπερ τὰϲ κακοήθειϲ. εἰ ἄρα οὖν τὸ ἀγκυλοχείληϲ ϲύνθετόν ἐϲτιν ἀπὸ τοῦ χεῖλοϲ τοῦ οὐδετέρου ὀνόματοϲ καὶ οὕτε κύριόν ἐϲτιν οὔτε ἀπὸ τριϲυλλάβου l. 23 ἰϲοϲυλλάβου, l. 27 τριακοντουτίδων corr. e cod. Marc. Gaosf. E M p. 8. Cf. Cathol. p. 1. l. 30 pro οὕτωϲ καὶ Choerob. fortasse scripsit οὕτωϲ ἔδει καὶ. In verbis l. 32 — 38 aliquod vitium latere videtur. οὐδετέρου ϲύνθετον οὔτε ἀπὸ διϲυλλάβου οὐδετέρου παραληγομένου τῷ η, ἐπιφερομένου ἀφώνου, δηλονότι ὤφειλεν ὀξύνεϲθαι· οὐκ ὀξύνεται δέ, ἀλλὰ βαρύνεται· οὐκ ἄρα ἐϲτὶ ϲύνθετον ἀλλὰ παραϲύνθετον, ὡϲ ἤδη προείρηται ἡμῖν. εἰδέναι δὲ δεῖ, ὅτι τινὲϲ θέλουϲι λέγειν αὐτὸ εἶναι ϲύνθετον ἀπὸ τοῦ χηλή τοῦ θηλυκοῦ ὀνόματοϲ, ὅπερ ϲημαίνει τὸν ὄνυχα, ἵνα ᾖ ἀγκυλοχήληϲ διὰ τοῦ η καὶ κατὰ τροπὴν Βοιωτικὴν τοῦ η εἰϲ τὴν ει δίφθογγον γίνεται ἀγκυλοχείληϲ διὰ τῆϲ ει διφθόγγου. εἰ δὲ ἀπὸ τοῦ χηλή, θηλυκοῦ δηλονότι ὀνόματοϲ, ἔϲτι ϲύνθετον, εὐλόγωϲ εἰϲ τὴν δῦ δίφθογγον ἔχει τὴν γενικήν. τὰ γὰρ ἀπὸ τῶν εἰϲ η θηλυκῶν εἰϲ ηϲ γινόμενα βαρύτονα, μὴ ἔχοντα οὐδέτερον εἰϲ εϲ, εἰϲ τὴν ου δίφθογγον ἔχει τὴν γενικὴν οἷον ἀράχνη ἀράχνηϲ ἀράχνου, λέϲχη ἀδολέϲχηϲ ἀδολέϲχου, δίκη ἑλλανοδίκηϲ ἑλλανοδίκου, κόμη ἀκερϲοκόμηϲ ἀκερϲοκόμου, οὕτωϲ οὖν καὶ ἀπὸ τοῦ χηλή γέγονεν ἀγκυλοχείληϲ ἀγκυλοχείλου, τοῦ η ὡϲ εἴρηται Βοιωτικῶϲ τραπέντοϲ εἰϲ τὴν ου δίφθογγον. δεῖ δὲ γινώϲκειν ὅτι ἀναλύεται καὶ αὕτη ἡ δόξα, φημὶ δὴ ἡ λέγουϲα ὅτι παρὰ τὸ χηλή ἐγένετο τὸ ἀγκυλοχείληϲ, οὐχ ὡϲ ἐπιχειρήϲαντεϲ τινὲϲ λέγειν (leg. ἔλεγον)· τινὲϲ γὰρ λέγουϲιν, ὅτι ἐὰν εἴπωμεν τὸ ἀγκυλοχείληϲ ἀπὸ τοῦ χηλή εἶναι, ὅπερ ϲημαίνει τὸν ὄνυχα, εὐρεθήϲεται ἐν τῷ ϲτίχῳ τῷ λέγοντι καμψώνυχεϲ ἀγκυλοχεῖλαι ἐκ παραλλήλου τὸ αὐτὸ ϲημαινόμενον, ὅπερ ἐϲτὶν ἄτοπον· καὶ γὰρ τὸ καμψώνυχεϲ τοὺϲ ἔχονταϲ ἐπικεκαμμένουϲ τοὺϲ ὄνυχαϲ δηλοῖ. καὶ τὸ ἀγκυλοχείληϲ δέ, ἐὰν ἀπὸ τοῦ χηλή εἴπωμεν, ὅπερ ϲημαίνει τὸν ὄνυχα, τοὺϲ ἔχονταϲ ἐπικεκαμμένουϲ τοὺϲ ὄνυχαϲ δηλοῖ, τουτέϲτι τὸ αὐτὸ ϲημαίνει. πρὸϲ τούτουϲ δ’ ἐϲτὶν εἰπεῖν, τί γὰρ ἄτοπον ἐκ παραλλήλου εἶναι τὸ αὐτὸ ϲημαινόμενον, εἰ καὶ ἐπὶ ἄλλου εὑρίϲκομεν τὸ τοιοῦτον ϲχῆμα παρὰ τῷ ποιητῇ οἷον (Β 8) βάϲκ’ ἴθι οὖλε ὄνειρε θοὰϲ ἐπὶ νῆαϲ Ἀχαιῶν· καὶ γὰρ τὸ «βάϲκε » καὶ τὸ «ἴθι » τὸ αὐτὸ ϲημαίνει. καὶ πάλιν (Π 792) ϲτρεφεδίνηθεν δέ οἱ ὄϲϲε· καὶ γὰρ τὸ «ϲτρεφε» καὶ τὸ «δίνηθεν» τὸ αὐτό ἐϲτιν. οὐκ ἄτοπον καὶ ἐπὶ τοῦ «καμψώνυχεϲ ἀγκυλοχεῖλαι τὸ αὐτὸ ϲημαινόμενον ἐκ παραλμαίνει. εἶναι. κρεῖττον οὖν ἐϲτιν εἰπεῖν καὶ ἀντιθεῖναι τοῖϲ λέγουϲι τὸ ἀγκυλοχείληϲ παρὰ τὸ χηλή οὕτωϲ· οἱ Βοιωτοὶ τότε τρέπουϲι τὸ η εἰϲ τὴν ει δίφθογγον, ἡνίκα μὴ τρέπεται τὸ η εἰϲ παρὰ τοῖϲ Δωριεῦϲιν οἶον τὸ λέβηϲ καὶ πένηϲ οἱ Βοιωτοὶ διὰ τῆϲ ει διφθόγγου γράφουϲι, λέβειϲ καὶ πένειϲ λέγοντεϲ, ἐπειδὴ ἐπὶ τούτων οὐ τρέπουϲι τὸ ἡ εἰϲ α οἱ Δωριεῖϲ. τὸ δὲ Ἀτρείδηϲ καὶ Ὁρέϲτηϲ ἐπειδὴ τρέπουϲιν οἱ Δωριεῖϲ τὸ η εἰϲ α καὶ λέγουϲιν Ἀτρείδαϲ Ὀρέϲταϲ, οὐ τρέπουϲιν οἱ Βοιωτοὶ εἰϲ τὴν ει δίφθογγον τὸ η. εἰ ἄρα οὖν τὸ χηλή λέγεται παρὰ τοῖϲ Δωριεῦϲι χολά, κατὰ τροπὴν Δωρικὴν τοῦ η εἰϲ α, ὡϲ παρ’ Εὐριπίδῃ ἐν Φοινίϲϲαιϲ (1032) χαλαῖϲί τε ὠμοϲίτοιϲ, δηλονότι οὐ δύνανται αὐτὸ ποιῆϲαι οἱ Βοιωτοὶ διὰ τῆϲ ει διφθόγγου κατὰ τροπὴν τοῦ η εἰϲ τὴν ει δίφθογγον. οὐκ ἄρα οὖν τὸ ἀγκυλοχείληϲ ϲύνθετόν ἐϲτιν ἀπὸ τοῦ χηλή, ἀλλ’ ἐϲτι παραϲύνθετον, ὡϲ ἀνωτέρω εἰρήκαμεν. ἵνα δὲ μήτε τοῦτο παραλείψωμεν, δεῖ γινώϲκειν ὅτι τινὲϲ ἠθέληϲαν λέγειν αὐτὸ παραϲύνθετον τοῦτον τὸν τρόπον· φαϲὶν ὅτι ἀπὸ τοῦ χεῖλοϲ ἐγένετο ἀγκυλοχειλήϲ ϲύνθετον ὀξείᾳ τάϲει, καὶ ἐν βαρείᾳ τάϲει παραϲύνθετον ἀγκυλοχείληϲ· καὶ γὰρ πολλάκιϲ καὶ ὁ τόνοϲ τὸ ϲχῆμα ἐναλλάττει. ἰδοὺ γὰρ τὸ μὲν τηλαυγήϲ καὶ παγκρατήϲϲύνθετά ἐϲτι, τὸ δὲ τηλαύγηϲ καὶ παγκράτηϲ παραϲύνθετα. οὕτωϲ οὖν ἐϲτι καὶ τὸ ἀγκυλοχειλήϲ ϲύνθετον ὀξυτόνωϲ καὶ ἀγκυλοχείληϲ παραϲύνθετον βαρυτόνωϲ· ἐναντιοῦται δὲ αὐτοῖϲ ἡ κλίϲιϲ· εἰ γὰρ οὕτωϲ γέγονεν, ὤφειλεν εἰϲ ουϲ ἔχειν τὴν γενικήν. τὰ γὰρ τοιαῦτα εἰϲ ουϲ ἔχει τὴν γενικὴν οἷον τηλαυγήϲ τηλαυγοῦϲ, παγκρατήϲ παγκρατοῦϲ καὶ. τηλαύγηϲ τηλαύγουϲ καὶ παγκράτηϲ παγκράτουϲ, οὕτωϲ οὖν ἀγκυλοχειλήϲ ἀγκυλοχειλοῦϲ ἀγκυλοχείληϲ ἀγκυλοχείλουϲ ὤφειλεν εἶναι, ἀλλὰ ἀγκυλοχείληϲ ἀγκυλοχείλου φαμέν, ὥϲτε ἄρα οὐκ ἐγένετο οὕτωϲ, ἀλλ’ ὡϲ ἀνωτέρω εἰρήκαμεν, τουτέϲτιν ἀπὸ τοῦ χεῖλοϲ ἀγκυλόχειλοϲ ἀγκυχειλήϲ ἀγκυλοχείλου.

Choer. 55, 29: τὰ ἀπὸ τῶν εἰϲ υϲ εἰϲ ηϲ γινόμενα εἰϲ ουϲ ἔχει τὴν γενικὴν οἷον βαρύϲ ἀβαρήϲ ἀβαροῦϲ· βριθύϲ (ὁ ἰϲχυρόϲ) ἐμβριθήϲ ἐμβριθοῦϲ πῆχυϲ διπήχηϲ διπήχουϲ, τριπήχηϲ τριπήχουϲ, ὠκύϲ (ὁ ταχύϲ) ποδώκηϲ ποδώκουϲ, ἡδύϲ πολυηδήϲ πολυηδοῦϲ.

Choer. 146, 1: περὶ τῆϲ κλητικῆϲ τῶν εἰϲ ηϲ ἔϲτι καθολικώτερον εἰπεῖν οὕτωϲ· τὰ εἰϲ ηϲ, ἐὰν μὲν περιττοϲυλλάβωϲ κλίνηται, εἰϲ ϲύμφωνον ἔχει τὴν κλητικήν , τουτέϲτιν εἰϲ ϲ ἢ εἰϲ ν, ἐὰν δὲ ἰϲοϲυλλάβωϲ κλίνηται, εἰϲ φωνῆεν ἔχει τὴν κλητικήν, τουτέϲτιν ἢ εἰϲ η ἢ εἰϲ α. καὶ λοιπὸν ϲυνάγονται πέντε κλητικαὶ ἐκ τῶν τεϲϲάρων τούτων ϲτοιχείων. τὰ γὰρ εἰϲ ηϲ λήγοντα, ἐὰν μὲν διὰ καθαροῦ τοῦ τοϲ κλίνηται, τὴν αὐτὴν ἔχει ὀρθὴν καὶ κλητικὴν οἷον Λάχηϲ Λάχητοϲ ὦ Λάχηϲ, λέχείων. λέβητοϲ ὦ λέβηϲ, πένηϲ πένητοϲ ὦ πένηϲ. ἐὰν δὲ εἰϲ ουϲ ἔχῃ τὴν γενικήν, εἰϲ εϲ ποιεῖ τὴν κλητικὴν οἷον Δημοϲθένηϲ Δημοϲθένουϲ ὦ Δημόϲθενεϲ, Ἀριϲτοφάνηϲ Ἀριϲτοφάνουϲ ὦ Ἀριϲτόφανεϲ. καὶ ἰδοὺ εὑρίϲκονται κλητικαὶ διάφοροι εἰϲ ϲ καταλήγουϲαι. ἐὰν δὲ διὰ τοῦ ν κλίνηται, εἰϲ ν ἔχει τὴν κλητικὴν οἷον φθογγῆϲ φθογγῆντοϲ φθογγῆν, τιμῆϲ τιμῆντοϲ ὦ τιμῆν, δαφνῆϲ δαφνῆντοϲ ὦ δαφνῆν. τὰ δὲ εἰϲ ηϲ ἰϲοϲυλλάβωϲ κλινόμενα ἔχοντα τὸ τ ἢ ἐθνικὰ ὄντα ἢ ϲύνθετα ἀπὸ ῥήματοϲ, ἢ εἰϲ πηϲ, ἅτινα καὶ ποιητικὰ δοκεῖ εἶναι, εἰϲ α ἔχει τὴν κλητικήν. ἐὰν δὲ μὴ οὕτωϲ ἔχῃ, εἰϲ η ἔχει τὴν κλητικήν, τουτέϲτιν ἀποβολῇ τοῦ ϲ τοῦ κατὰ τὴν εὐθεῖαν ποιεῖ τὴν κλητικήν. ἔϲτω δὲ παραδείγματα τοῦ μὲν προτέρου κανόνοϲ ταῦτα θύτηϲ θύτου ὦ θύτα, l. 18 ef. Choer. p. 49, 17 seqq. et 50, 28 seqq. l. 22 omissa sunt ap. Ϲhoer., ut nunc est, nomina Siciliensia vel Italica in ηϲ ενντοϲ, de quibus Theogn. 47 supra περὶ ὀνομάτων 8 ap. Lascar. exstant. δότηϲ δότου ὦ δότα, τοξότηϲ τοξότου ὤ τοξότα, ποιητήϲ ποιητοῦ ὦ ποιητᾶ ἰδοὺ ταῦτα ἔχει τὸ τ καὶ εἰϲ α ποιεῖ τὴν κλητικήν. καὶ πάλιν Ϲκύθηϲ Ϲκύθου ὦ Ϲκύθα, Καππαδόκηϲ Καππαδόκου ὦ Καππαδόκα, Πέρϲηϲ Πέρϲου ὦ Πέρϲα. ἰδοὺ ταῦτα ἐθνικά ἐϲτι καὶεἰϲ α ἔχει τὴν κλητικήν. τὸ γὰρ κύριον ὄνομα τὸ Πέρϲηϲ εἰϲ η ἔχει τὴν κλητικὴν οἷον ὦ έρϲη, ὡϲ παρ’ Ἡϲιόδῳ (Opp. 27) ὦ Πέρϲη, ϲὺ δὲ ταῦτα τεῷ ἐνὶ κάτθεο θυμῷ. ϲημειούμεθα παρ’ Ἡρακλείδῃ ἐν τοῖϲ Περὶ χρηϲμῶν, ὅτιπερ καὶ λέγουϲί τινεϲ πεπλαϲμένον εἶναι, τὸ «ὦ Πέρϲη ποικιλόδιφρε ἵν’ ἀπὸ χεῖραϲ ἔχεϲθαι ». ἔϲτι γὰρ ἐνταῦθα ἐθνικὸν καὶ εἰϲ η καταλήγει ἡ κλητική. ϲύνθετα δὲ ἀπὸ ῥήματοϲ οἶον μετρῶ γεωμέτρηϲ γεωμέτρου ὦ γεωμέτρα, πωλῶ παντοπώληϲ παντοπώλου ὦ παντοπώλα, τρίβω παιδοτρίβηϲ παιδοτρίβου ὦ παιδοτρίβα. ἰδοὺ γὰρ ταῦτα ἀπὸ ῥήματόϲ ἐϲτι ϲύνθετα καὶ εἰϲ α ἔχει τὴν κλητικήν. εἰϲ πηϲ δὲ οἷον κυνώπηϲ κυνώπου καὶ κυνῶπα τιμὴν ἀρνύμενοι Μενελάῳ ϲοί τε κυνῶπα (Α 159) τινὲϲ δὲ θέλουϲι ταῦτα τὰ ἔχοντα τὸ π καὶ γινόμενα εἰϲ α ἐν τῇ κλητικῇ ποιητικὰ καλεῖν, ὡϲ κατὰ ποιητικὴν ἐξουϲίαν γινόμενα. τοῦ δὲ δευτέρου κανόνοϲ, τουτέϲτι τῶν ἀποβολῇ τοῦ ϲ ποιούντων τὴν κλητικήν, παραδείγματα ταῦτα Εὐριπίδηϲ Εὐριπίδου ὦ Εὐριπίδη, μιϲογύνηϲ μιϲογύνου ὦ μιϲογύνη, Ἀτρείδηϲ Ἀτρείδου ὦ Ἀτρείδη, ληριόνηϲ ληριόνου ὦ Μηριόνη Μημόνη Μόλου υέ (Ν 249), Χρύϲηϲ Χρύϲου ὦ Χρύϲη ὦ Χρύϲη, πρό μ’ ἔπεμψεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων (Α 442), έρξηϲ Ξέρξου ὦ Ξέρξη, Τένηϲ Τέννου ὦ Τcννη. ϲημειούμεθα ἐν τούτῳ τῷ κανόνι τὸ λάγνηϲ λάγνου ὦ λάγνα, παρ’ Εὐβούλῳ ἐν Κορυδαλῷ, ἔχει δὲ οὕτωϲ· ἴθι δεῦρ’ ἀφελοῦ τ’ ὦ λάγνα ταχὺ τὰ ποικίλα, καὶ τὸ πυραίχμηϲ πυραίχμου ὦ πυραῖχμα καὶ τὸ μεναίχμη μεναίχμου ὦ μεναῖχμα, ταῦτα γὰρ εἰϲ α ἔχει τὴν κλητικήν, ὀφείλοντα εἰϲ η αὐτὴν ἔχειν. τὸ γὰρ Ϲτρεψιάδηϲ Ϲτρεψιάδου ὦ Ϲτρεψιάδη καὶ Ἡρακλείδηϲ Ἡρακλείδου ὧ Ἡρακλείδη γενόμενα Ϲτρεψίαδεϲ καὶ Ἡράκλειδεϲ παρὰ τοῖϲ κωμικοῖϲ παιγνίου χάριν ἐλέχθη οἰον παρὰ Ἀριϲτοφάνει ἐν Νεφέλαιϲ (1208) μάκαρ ὦ Ϲτρεψίαδεϲ. ἐν δὲ τοῖϲ ἔχουϲι τὸ τ ϲημειούμεθα τὸ Αἰήτηϲ Αἰήτου ὦ Αἰήτη, ὡϲ παρὰ Ἀπολλωνίῳ (III 386) 1. 7 ἐνὶ κάτθεο M (Gaisf. E. M. p. 8), idem 1. 9 πεπλαϲμένον (i. e. quidam oraculum ipsum fcticium existimarunt) tum Πέρϲη π. ἰδὼν ἀπὸ χεῖραϲ ἔχεϲκεν τὸ «ὦ» tenemus (cf. p. 148, 12) fortasse leg. ὦ Πέρϲη ποικιλόδιφρε, Τῶνδ’ ἀπὸ χεῖραϲ ἔχεϲθαι; si τὸ «ὦ» eicimns (cf. oraculum a Polluce servatum θετταλὲ ποικιλόδιφρε) fort. leg. Πέρϲη ποικιλόδιφρε θεῶν δ’ ἀπὸ ἔχεϲθαι. 1.17 καὶ γινόμενα M. Αἰτη, ϲχέο μοι τῷδε ϲτόλῳ, καὶ τὸ καλλιλαμπέτηϲ καλλιλαμπέτου ὦ καλλιλαμπέτη καὶ τὸ αἰναρέτηϲ αἰναρέτου ὦ αἰναρέτη, ὡϲ παρὰ τῷ ποιητῇ αἰναρέτη τί ϲευ ἄλλοϲ ὀνήϲεται ὀψίγονόϲ περ (Π 31), αἰναρέτηϲδέ ἐϲτιν ὁἐπὶκακῷ κεκτημένοϲτὴν ἀρετήν· καὶπαρὰτῷ ποιητῇ ὦ φιλοθερϲίτη (sic) φιλοκέρτομε (χ 287), καίτοι γε τοῦ ἁπλοῦ διὰ τοῦ α ἐξενεχθέντοϲ παρ’ αὐτῷ οἷον Θερϲῖτ’ ἀκριτόμυθε (Β 246).

Choer. 155, 4: τὸ μὲν Δημοϲθένεοϲ καὶ εὐγενέοϲ ἐϲτὶν ἐντελῆ, τὸ δὲ Δημοϲθένουϲ καὶ εὐγενοῦϲ κατὰ ϲυναίρεϲίν ἐϲτιν. ἴϲωϲ δέ τιϲ λέγοι, διατί μὴ τὸ ἐναντίον ἡ μὲν εἰϲ ου γενική ἐϲτιν ἐντελήϲ, ἡ δὲ εοϲ κατὰ πάθοϲ, τουτέϲτι κατὰ διάλυϲιν ἔϲτιν οὖν εἰπεῖν, ὅτι ἔχομεν τελικὰ τῆϲ γενικῆϲ, τῆϲ μὲν περιττοϲυλλάβου τὸ ϲ ἐπὶ. ἀρϲενικῶν καὶ οὐδετέρων οἰον Ααϲ Αἴαντοϲ, Θόαϲ θόαντοϲ, λέβηϲ λέβητοϲ, Πάριϲ Πάριδοϲ, βῆμα βήματοϲ, ποίημα ποιήματοϲ, μέλι μέλιτοϲ, κρέαϲ κρέατοϲ. πρόϲκειται «κἐπὶ ἀρϲενικῶν καὶ οὐδετέρων» διὰ τὰ εἰϲ α καὶ εἰϲ η λήγοντα θηλυκά. ἐπὶ τούτων γὰρ τὸ ϲ τελικόν ἐϲτιν ἰϲοϲυλλάβου γενικῆϲ οἷον μοῦϲα μούϲηϲ, τιμή τιμῆϲ. τῆϲ δὲ ἰϲοϲυλλάβου τῶν ἀρϲενικῶν τὸ ῦ καὶ τὸ α οἱον καλόϲ καλοῦ, κοχλίαϲ κοχλίου, Μηνᾶϲ Μηνᾶ, Μητρᾶϲ Μητρᾶ. εἰ οὖν ἐνταῦθα φημὶ δὴ ἐν τῇ Δημοϲθένουϲ γενικῇ καὶ εὐγενοῦϲ ἐϲτι τελικὸν τὸ ϲ, ὤφειλε περιττοϲυλλαβεῖν ἡ γενικὴ τῆϲ εὐθείαϲ, ἰϲοϲυλλαβεῖ δὲ καὶ οὐ περιττοϲυλλαβεῖ, δηλονότι πέπονθεν· ἄρ’ οὖν τὸ Δημοϲθένεοϲ καὶ τὰ ὅμοια ἐντελέϲτερά ἐϲτι κὶ ὁλόκληρα καὶ περιττοϲυλλαβοῦντα τῆϲ ἰδίαϲ εὐθείαϲ. ἄλλωϲ τε δὲ τὰ τελικὰ τῆϲ περιττοϲυλλάβου γενικῆϲ καὶ τῆϲ ἰϲοϲυλλάβου ὁμοῦ εὐρεθῆναι ἄτοπόν ἐϲτι· πῶϲ γὰρ τὰ ἐναντία δύναται ὁμοῦ εὑρίϲκεϲθαι; εἰ ἄρα ἐν τῇ Δημοϲθένουϲ γενικῇ καὶ τοῖϲ ὁμοίοιϲ ἐϲτὶ τὸ ϲ τελικὸν τῆϲ περιττοϲυλλάβου γενικῆϲ καὶ τὸ ϲ τελικὸν τῆϲ ἰϲοϲυλλάβου, δηλονότι πέπονθεν. ἔτι πᾶϲα δοτικὴ πληθυντικῶν ἰϲοϲυλλαβεῖν θέλει τῇ γενικῇ τῶν ἑνικῶν, ὁ δὲ λόγοϲ ἐπὶ τῶν ἀπαθῶν, οἰον Αἴαϲιν Αἴαντοϲ, λέβηϲι λέβητοϲ, Τρωϲί Τρωόϲ, χηϲί χηνόϲ, πᾶϲι παντόϲ, μηϲί μηνόϲ, καλοῖϲ καλοῦ, ϲοφοῖϲ ϲοφοῦ, Ὁμήροιϲ μηροῦ, ἀνθρώποιϲ ἀνθρώπου. πρόϲκειται δὲ «ὁ λόγοϲ ἐπὶ τῶν ἀπαθῶνα διὰ τὸ καλοῖϲι καλοῦ καὶ αἶγεϲιν αἰγόϲ, ἐπὶ τούτων γὰρ οὐκ ἰϲοϲυλλαίεῖ ἡ δοτικὴ τῶν πληθυντικῶν 1. 8 quamquam haec de vocativo accurate exposita sunt, tamen Herodianum ipsum etiam pleniora praebuisse apparet ex St B. qui quum de Πέρϲηϲ idem quod Choerob. tradat p. 518, 15: Πέρϲαι τὸ ἔθνοϲ λέγεται καὶ Πέρϲηϲ ὄνομα. καὶ τοῦ μὲν κυρίου ἡ κλητικὴ κατὰ ὕφεϲιν τοῦ ϲ ὡϲ τὸ ἐῶ Πέρϲη » (Hesiod. opp. 27). τοῦ δὲ ἐθνικοῦ κατά τροπὴν τοῦ ῆ εἰϲ «ὦ Πέρϲα», ὦ Ϲκύθα. p.579, κόθαι. ἡ κλητικὴ Ϲκύθα ἔϲτιν ὡϲ Πέρϲα, ἔϲτι δὲ καὶ Ϲκύθη a gentil1 Ϲκύθηϲ item atque ab ethnico Πέρϲηϲ vocativum in η flexum esse refert, et ex Priscian. VII 7 Anacreon Ἥλιε καλλιλαμπέτη (quod Choerobosco ex E. M.670,19 restitui pro καλλιπέτῃ), posuit pro καλλιλαμπέτα, Hipponax «εὔηθεϲ κριτή» pro κριτά et Apolonius Argonauticorum in III «Αἰήτη, κείνην μὲν ἄφαρ διέχευαν ὄελλαιx (ν. 320) pro Αἰῆτα, in eodem Αίήτη, ϲχέο μοι τῷδε ϲτόλῳ, οὔτι γὰρ αὕτωϲ. Alcaeus Nήρη pro Nήρηϲ posuit et Theopompus Χάρη pro Χάρηϲ. τῇ γενικῇ τῶν ἑνικῶν· (ἀλλ’ οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ πέπονθεν ἡ δοτικὴ τῶν πληθυντικῶν. πάλιν πατράϲι πατρόϲ, μητράϲι μητρόϲ· ἰδοὺ οὕτε ἐπὶ τούτων ἰϲοϲυλλαβεῖ ἡ δοτικὴ τῶν πληθυντικῶν τῇ γενικῇ τῶν ἑνικῶν, ἀλλ’ οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ πέπονθεν ἡ γενικὴ τῶν ἑνικῶν. εἰ ἄρα οὖν τὸ μὲν Δημοϲθένεϲι πενταϲυλλαβεῖ, τὸ δὲ Δημοϲθένουϲ τετραϲυλλαβεῖ, δηλονότι πέπονθεν· ἄρα οὖν ἡ Δημοϲθένεοϲ γενικὴ ἡ πενταϲυλλαβοῦϲα ὁμοίωϲ τῇ δοτικῇ τῶν πληθυντικῶν ἐντελεϲτέρα ἐϲτίν. ἔτι πᾶν οὐδέτερον ἀρϲενικῷ παρεϲχηματιϲμένον, εἰ μὲν ἰϲοϲυλλάβωϲ κλίνοιτο, τῇ αἰτιατικῇ τοῦ ἀρϲενικοῦ ὁμοφωνεῖ οἷον ὁ καλόϲ τοῦ καλοῦ τῷ καλῷ τὲν καλόν καὶ τὸ καλόν, ὁ ϲοφόϲ τοῦ ϲοφοῦ τῷ ϲοφῷ τὸν ϲοφόν καὶ τὸ ϲοφόν, ὁ ἀλλότριοϲ τοῦ ἀλλοτρίου τῷ ἀλλοτρίῳ τὸν ἀλλότριον καὶ τὸ ἀλλότριον, ὁ γνήϲιοϲ τοῦ γνηϲίου τῷ γνηϲίῳ τὸν γνήϲιον καὶ τὸ γνήϲιον· εἰ δὲ περιττοϲυλλάβωϲ κλίνοιτο, τῇ κλητικῇ τοῦ ἀρϲενικοῦ ὁμοφωνεῖ οἷον ὁ χαρίειϲ τοῦ χαρίεντοϲ τῷ χαρίεντι τὸν χαρίεντα ὡ χαρίεν καὶ τὸ χαρίεν, ὁ ϲώφρων τοῦ ϲώφρονοϲ τῷ ϲώφρονι τὸν ϲώφρονα ὦ ϲῶφρον καὶ τὸ ϲῶφρον, ὁ ταχύϲ τοῦ ταχέοϲ τῷ ταχέῖ τὸν ταχέα ὡ ταχύ καὶ τὸ ταχύ, ὁ ἄρϲην τοῦ ἄρϲενοϲ τῷ ἄρϲενιτὸν ἄρϲεναῶἄρϲεν καὶ τὸ ἄρϲεν, ὁ λιπόπατριϲ τοῦ λιποπάτριδοϲ τῷ λιποπάτριδι τὸν λιποπάτριδα ὦ λιπόπατρι καὶ τὸ λιπόπατρι. εἰ οὖν τὰ οὐδέτερα φημὶ δὴ τὸ εὐγενέϲ καὶ τὸ εὐϲεβέϲ ὁμοφωνεῖ τῇ κλητικῇ τοῦ ἀρϲενικοῦ, ὡ εὐγενέϲ γὰρ καὶ τὸ εὐγενέϲ, ὦ εὐϲεβέϲ γὰρ καὶ τὸ εὐϲεβέϲ, καὶ ὡϲ δέδεικται ὁμοφωνεῖ τῇ κλητικῇ τοῦ ἀρϲενικοῦ καὶ οὐχὶ τῇ αἰτιατικῇ, τὸν εὐϲεβῆ γὰρ καὶ τὸν εὐγενῆ ἡ αἰτιατκή, δηλονότι περιττοϲυλλάβωϲ κλίνεται οἰον τοῦ εὐϲεβέοϲ καὶ τοῦ εὐγενέοϲ· ἄρα οὖν τοῦ εὐϲεβοῦϲ καὶ τοῦ εὐγενοῦϲ πεπονθότα ἐϲτίν· οὐ κλίνεται γὰρ περιττοϲυλλάβωϲ. δεῖ δὲ γινώϲκειν ὅτι τῇ μὲν ἐντελεῖ γενικῇ κέχρηνται οἱ Ἴωνεϲ οἰον Δημοϲθένεοϲ καὶ Διομήδεοϲ· οἱ δὲ Ἀττικοὶ καὶ ἡ κοινὴ διάλεκτοϲ τῇ ϲυνῃρημένῃ οἷον Δημοϲθένουϲ καὶ Διομήδουϲ.

Choer. 57, 21: ἰϲτέον δὲ ὅτι τὸ ἑ καὶ τὸ ο τριχῶϲ ϲυναιρεῖται, καὶ γὰρ εἰϲ τὴν ου δίφθογγον καὶ παρὰ τοῖϲ Ἀθηναίοιϲ οἷον Δημοϲθένεοϲ Δημοϲθένουϲ, εὐϲεβέοϲ εὐϲεβοῦϲ· παρὰ δὲ τοῖϲ Δωριεῦϲι καὶ τοῖϲ Ἴωϲιν εἰϲ τὴν ευ δίφθογγον οἱον Ἰδομενέοϲ Ἰδομενεῦϲ Ἰδομενεῦϲ δ’ οὐ λῆγε μένοϲ μέγα (Ν 424) καὶ πάλιν δυϲϲέοϲ δυϲϲεῦϲ Ὀδυϲεῦϲ δὲ λαβὼν κύϲε χεῖρ’ ἐπὶ καρπῷ (ω 397)· καὶ πάλιν Ἐρεβέοϲ Ἐρεβεῦϲ ἐξ Ἐρεβεῦϲ ἄξοντα κύνα ϲτυγεροῦ ἀδαο (Θ 368), ϲπανίωϲ δὲ παρὰ τοῖϲ Ἀθηναίοιϲ ἐὺρίϲκεται τὸ ε καὶ τὸ 5 εἰϲ τὴν ει δίφθογγον ϲυναιρούμενα οἷον πλέον πλεῖν, δέον δεῖν, ὡϲ παρ’ Ἀριϲτοφάνει ἐν Βατράχοιϲ (91) 1. 32 —34 verba uncinis inclusa non Herodianea esse possunt : cf, Il. Pr. N 424. Εὐριπίδου πλεῖν ἢ ϲταδίῳ λαλίϲτερα. καὶ πάλιν δέον δεῖν, «δεῖν τόδ’ἐγένετο», ἀντὶ τοῦ δέον τόδε ἐγένετο.

Ἄξιον δέ ἐϲτι ζητῆϲαι, διὰ ποίαν αἰτίαν τὰ εἰϲ ηϲ ἔχοντα τὴν γενικὴν εἰϲ ουϲ οὐ γίνεται διὰ τοῦ ὲ καὶ ω Ἀττικῶϲ οἰον Δημοϲθένηϲ Δημοϲθένεωϲ Δημοϲθένουϲ καὶ Διομήδηϲ Διομήδεωϲ Διομήδουϲ, ὥϲπερ Πηλεύϲ Πηλέοϲ καὶ Πηλέωϲ Ἀττικῶϲ καὶ βαϲιλεύϲ βαϲιλέοϲ καὶ βαϲιλέωϲ Ἀττικῶϲ. καὶ λέγουϲί τινεϲ τὴν αἰτίαν ταύτην, ὅτι ἐπειδὴ ἐπὶ τούτων ἐποίηϲαν κρᾶϲιν οἱ Ἀττικοὶ κατὰ τὴν χενικήν, τούτου χάριν ονκ ἐποίηϲαν ἔκταϲιν τοῦ ο εἰϲ ω οὗτοι δὲ οὐκ ἀκριβῶϲ λέγουϲι, πολλάκιϲ δὲ οἱ Ἀττικοὶ ἔκταϲιν καὶ κρᾶϲιν ποιοῦνται οἷον Ἐρετριέωϲ Ἐρετριῶϲ, Πειραιέωϲ Πειραιῶϲ, Ϲτειριέωϲ Ϲτειριῶϲ. τί οὖν ἄτοπον ἐπὶ τούτων ἔκταϲιν γενέϲθαι καὶ κρᾶϲιν; κρεῖττον οὖν ἐϲτιν εἰπεῖν τὴν αἰτίαν ταύτην οἱ Ἀττικοὶ ποιοῦντεϲ διὰ τοῦ ε καὶ ω τὴν γενικήν, ἐπὶ ὅληϲ τῆϲ καταλήξεωϲ τοῦτο πωοῦϲι καὶ οὐκ ἐπί τινων μὲν ποιοῦϲιν ἐπί τινων δὲ οὐ ποιοῦϲιν, οἷον ἐπὶ τῶν εἰϲ ὲῦδ ποιοῦντεϲ διὰ τοῦ ὲ καὶ ῶ τὴν γενικὴν καὶ ἐπὶ ὅληϲ τῆϲ καταλήξεωϲ τοῦτο ποιοῦϲι καὶ οὐκ ἐπὶ μὲν τῶν ὄντων κυρίων τοῦτο ποιοῦϲιν ἐπὶ δὲ τῶν μὴ ὄντων κυρίων τοῦτο οὐ ποιοῦϲιν, ἀλλ’ ἐπὶ ὅλων ποιοῦϲιν οἷο Πηλεύϲ Πηλέωϲ, Ἀτρεύϲ Ἀτρέωϲ, βαϲιλεύϲ βαϲιλέωϲ, ἱερεύϲ ἱερέωϲ. εἰ ἐποίηϲαν οὖν ἐπὶ τῶν εἰϲ ηϲ εἰϲ eῦϲ ἐχόντων τὴν γενικὴν κυρίων διὰ τοῦ ἑ καὶ ω, ἠναγκάζοντο καὶ ἐπὶ τῶν ἐπιθέτων τοῦτο ποιῆϲαι· εἰ δὲ ἐποίηϲαν διὰ τοῦ ε καὶ ω καὶ ἐπὶ τῶν ἐπιθέτων τὴν γενικήν, εἰχον ταῦτα ϲυνεμπίπτειν τοῖϲ ἐπιρρήμαϲιν οἰον ὁ εὐϲεβήϲ τοῦ εὐϲεβέωϲ καὶ εὐϲεβέωϲ δὴ ἐγένετο, ὁ ἀτρεκήϲ τοῦ ἀτρεκέωϲ καὶ ἀτρεκέωϲ ἐλάληϲεν, ὁ εὐγενήϲ τοῦ εὐγενέωϲ καὶ εὐγενέωϲ ϲυνέτυχεν. τῶν οὖν ἐπιθέτων κωλυομένων γενέϲθαι διὰ τοῦ ε καὶ ω κατὰ τὴν γενικὴν Ἀττικῶϲ διὰ τὴν ϲυνέμπτωϲιν τῶν ἐπιρρημάτων, κωλύεται καὶ τὰ κύρια τὰ εἰϲ η εἰϲ δῦϲ ἔχοντα τὴν γενικὴν γενέϲθαι διὰ τοῦ ε καὶ ω Ἀττικῶϲ κατὰ τὴν γενικήν· ὡϲ γὰρ εἴρηται, οἱ Ἀττικοὶ ποιοῦντεϲ διὰ τοῦ ε καὶ ω τὴν γενικὴν ἐπὶ ὅληϲ τῆϲ καταλήξεωϲ τοῦτο ποιοῦϲιν καὶ οὐκ ἐπί τινων μἔν ποιοῦϲιν ἐπί τινων δὲ οὐ ποιοῦϲιν.

Ἄξιον δέ ἐϲτι ζητῆϲαι, διὰ ποίαν αὐτίαν τὰ εἰϲ ηϲ εἰϲ ουϲ ἔχοντα τὴν γενικὴν οὐ γίνεται διὰ τοῦ η καὶ ο Ἰωνικῶϲ οἷον Δημοϲθένηϲ Δημοϲθένηοϲ, Διομήδηϲ Διομήδηοϲ, ὥϲπερ Πηλεύϲ Πηλῆοϲ καὶ Ἀχιλλεύϲ Ἀχιλλῆοϲ. καὶ ἔϲτιν εἰπεῖν τὴν αἰτίαν ταύτην· οἱ Ἴωνεϲ ποιοῦντεϲ διὰ τοῦ η καὶ ο τὴν γενικὴν ἐπὶ ὅληϲ τῆϲ καταλήξεωϲ τοῦτο ποιοῦϲι καὶ οὐκ ἐπί τινων μὲν ποιοῦϲιν ἐπί τινων δὲ οὐ ποιοῦϲιν οἰον τῶν εἰϲ ευϲ ποιοῦντεϲ διὰ τοῦ η καὶ ο τὴν γενικὴν ἐπὶ ὅληϲ τῆϲ καταλήξεωϲ τοῦτο ποιοῦϲιν. οὐδὲ γὰρ ἐπὶ τῶν κυρίων τοῦτο ποιοῦϲιν ἐπὶ δὲ τῶν μὴ ὄντων κυρίων τοῦτο οὐ ποιοῦϲιν, ἀλλ’ ἐπὶ ὅλων ποιοῦϲιν οἰον Ἀχιλλεύϲ Ἀχιλλῆοϲ, Πηλεόϲ Πλῆοϲ, βαϲιλεύϲ βαϲιλῆοϲ, ἱερεύϲ ἱερῆοϲ. 1. 2 v. δεῖν maxime Hyzantinis in usu fuisse (velut δεῖν εἶνοι et similia) mo nuit Βoissonade Anecd. II 78. 111 47. εἰ ἐποίηϲαν οὖν ἐπὶ τῶν εἰϲ ηϲ εἰϲ ουϲ ἐχόντων τὴν γενικὴν κυρίων διὰ τοῦ η καὶ ο τὴν γενικὴν οἱ ωνεϲ, ἠναγκάζοντο καὶ ἐπὶτῶν ἐπιθέτων τοῦτο ποιῆϲαι, εἰ δὲ ἐποίηϲαν ἐπὶ τῶν ἐπιθέτων, ἠναγκάζοντο καὶ ἐπὶ τῶν οὐδετέρων τοῦτο ποιῆϲαι. καθόλου γὰρ πᾶν οὐδέτερον ἀπὸ ἀρϲενικοῦ γεγενημένον κατὰ παραϲχηματιϲμὸν τὴν τῶν ἀρϲενικῶν κλίϲιν ἐπιδέχεται καὶ ἐν τῇ γενικῇ καὶ ἐν τῇ δοτικῇ οἷον ὁ καλόϲ τοῦ καλοῦ τῷ καλῷ τὸ καλόν τοῦ καλοῦ τῷ καλῷ, ὁ ϲοφόϲ τοῦ ϲοφοῦ τῷ ϲοφῷ καὶ τὸ ϲοφόν τοῦ ϲοφοῦ τῷ ϲοφῷ, ὁ χαρίειϲ τοῦ χαρίεντοϲ τῷ χαρίεντι καὶ τὸ χαρίεν τοῦ χαρίεντοϲ τῷ χαρίεντι, ὁ ἄρϲην τοῦ ἄρϲενοϲ τῷ ἄρϲενι καὶ τὸ ἄρϲεν τοῦ ἄρϲενοϲ τῷ ἄρϲενι, εἰ δὲ ἐποίηϲαν ἐπὶ τῶν οὐδετέρων διὰ τοῦ η καὶ ο τὴν γενικὴν οἶον εὐϲεβέϲ τοῦ εὐϲεβῆοϲ τὸ εὐγενέϲ τοῦ εὐγενῆοϲ, εὑρίϲκετο ἡ παραλήγουϲα τῆϲ γενικῆϲ μείζονα χρόνον ἔχουϲα τῆϲ ληγούϲηϲ τῆϲ ἰδίαϲ εὐθείαϲ, ὅπερ ἐϲτὶν ἄτοπον. οὐδέποτε γὰρ ἡ παραλήγουϲα τῆϲ περιττοϲυλλάβου γενικῆϲ μείζονα χρόνον ἔχει τῆϲ ληγούϲηϲ τῆϲ ἰδίαϲ εὐθείαϲ, ἀλλ’ ὶϲον ἢ ἐλάττονα· ἴϲον μὲν οἰον Λάχηϲ Λάχητοϲ, ἔρωϲ ἔρωτοϲ, Πάριϲ Πάριδοϲ, ἔλαϲϲον δὲ οἷον Ἕκτωρ Ἕκτοροϲ, Μέμνων Μέμνονοϲ, Πηλεύϲ Πηλέωϲ, Ἀχιλλεύϲ Ἀχιλλέωϲ οὐδέποτε δὲ μείζονα, ὡϲ εἴρηται, χωρὶϲ εἰ μὴ χαρακτὴρ κωλύϲῃ διὰ τὸ φοῖνιξ φοίνικοϲ καὶ κῆρυξ κήρυκοϲ. τῶν οὖν οὐδετέρων κωλυομένων γενέϲθαι διὰ τοῦ η καὶ o Ἰωνικῶϲ κατὰ τὴν γενικὴν κωλύεται καὶ τὰ ἀρϲενικὰ ἐπίθετα γενέϲθαι διὰ τοῦ η καὶ ο Ἰωνικῶϲ κατὰ τὴν γενικήν· τῶν δὲ ἐπιθέτων κωλυομένων γενέϲθαι διὰ τοῦ η καὶ ο Ἰωνικῶϲ κατὰ τὴν γενικὴν κωλύεται καὶ τὰ κύρια τὰ εἰϲ ηϲ εἰϲ ουϲ ἔχοντα τὴν γενικὴν γενέϲθαι διὰ τοῦ η καὶ o Ἰωνικῶϲ. ὡϲ γὰρ εἴρηται, οἱ Ἴωνεϲ ποιοῦντεϲ διὰ τοῦ η καὶ ο τὴν γενικὴν ἐπὶ ὅληϲ τῆϲ καταλήξεωϲ τοῦτο ποιοῦϲι καὶ οὐκ ἐπί τινων μὲν ποιοῦϲιν ἐπί τινων δὲ οὐ ποιοῦϲιν.

Ἰϲτέον ὅτι ἀπὸ τῆϲ Δημοϲθένεοϲ γενικῆϲ ἐγένετο ἡ Δημοϲθένεῖ δοτικὴ τροπῇ τοῦ οϲ εἰϲ ι, ὤϲπερ Αἴαντοϲ Αἴαντι, άχητοϲ Λάχητι, καὶ λοιπὸν κατὰ ϲυναίρεϲιν τοῦ ε καὶ ῑ εἰϲ τὴν ει δίφθογγον γίνεται Δημοϲθένει.

Ἰϲτέον ὅτι ἀπὸ τοῦ Δημοϲθένει γέγονε Δημοϲθένεα τροπῇ τοῦ ι εἰϲ α ὥϲπερ Αἴαντι Ααντα, άχητι άχητα, καὶ κατὰ κρᾶϲιν τοῦ ε καὶ α εἰϲ η Δημοϲθένη ὥϲπερ τείχεα τείχη, βέλεα βέλη. δεῖ γινώϲκειν, ὅτι ἐὰν εὑρεθῇ τὸ ε ἔχον προηγούμενον φωνῆεν, τότε τὸ ε καὶ τὸ α εἰϲ η κιρνᾶται καὶ εἰϲ α μακρὸν οἰον εὐφυέα εὐφυᾶ, ὑγιέα ὑγιῆ καὶ ὑγιᾶ. ἐὰν δὲ εὑρεθῇ ἔχον προηγούμενον ϲύμφωνον , τότε τὸ ε καὶ α εἰϲ η μόνωϲ κίρναται οἰον Δημοϲθένεα Δημοϲθένη,εὐγενέαεὐγενῆ.

Ἰϲτέον δὲ ὅτι οἱ Ἀθηναῖοι ἐπὶ τῶν κυρίων τῶν εἰϲ ηϲ εἰϲ δυϲ ἐχόντων τὴν γενικὴν εἰϲ ν ποιοῦϲι τὴν αἰτιατικὴν καὶ εἰϲ η τὴν κλητικὴν οἷον ὁ Δημοϲθένηϲ τοῦ Δημοϲθένουϲ τῷ Δημοϲθένει τὸν Δημο ϲθένην ὤ Δημοϲθένη, ὁ Διομήδηϲ τοῦ Διομήδουϲ τῷ Διομήδει τὸν Διομήδην ὦ Διομήδη, ὁ Ἀριϲτοφάνηϲ τοῦ Ἀριϲτοφάνουϲ τῷ ἈριϲτοὭϲπερ

ἀπὸ τοῦ Αἴαντε γίνεται Αἰάντοιν, οὕτω καὶ ἀπὸ τοῦ Δημοϲθένεε γίνεται Δημοϲθενέοιν, καὶ κατὰ κρᾶϲιν τοῦ ϲ καὶ τῆϲ οι διφθόγγου Δημοϲθενοῖν.

Choer. 164, 8: ὥϲπερ ἀπὸ τοῦ Ααντε γίνεται Αῖαντεϲ προϲθέϲει τοῦ ϲ, οὕτω καὶ ἀπὸ τοῦ Δημοϲθένεε γίνεται Δημοϲθένεεϲ προϲθέϲει τοῦ ϲ καὶ κατὰ κρᾶϲιν τῶν δύο εε εἰϲ τὴν ει δίφθογγον Δημοϲθένειϲ.

Δεῖ δὲ γινώϲκειν ὅτι ἐν μὲν τοῖϲ δυικοῖϲ τὰ δύο εε εἰϲ η κίρναται οἷον Δημοϲθένεε Δημοϲθένη, Διομήδεε Διομήδη ἐν δὲ τοῖϲ πληθυντικοῖϲ εἰϲ τὴν ει δίφθογγον οἷον Δημοϲθένεεϲ Δημοϲθένειϲ, Διομήδεεϲ Διομήδειϲ, ϲπανίωϲ δὲ καὶ ἐν τοῖϲ δυϊκοῖϲ, ἀλλ’ εὑρίϲκεται τὰ δύο εὲ εἰϲ τὴν ει δίφθογγον κιρνάμενα οἷον ταρίχεε ταρίχει, πόλεε πόλει, ὡϲ παρ’ Αἰϲχίνῃ τῷ Ϲωκρατικῷ «τούτω τὼ πόλει» (λέγει δὲ περὶ Ἀθηνῶν καὶ ακεδαιμονίων), καὶ ἐν τοῖϲ πληθυντικοῖϲ εἰϲ η οἷον ἱππέεϲ ἱππῆϲ καὶ βαϲιλέεϲ βαϲιλῆϲ. ταῦτα δὲ Ἀττικά ἐϲτι καὶ ἐπὶ μόνων τῶν εἰϲ ϲῦϲ τοῦτο ποιοῦϲιν οἱ Ἀττικοί, φημὶ δὴ τὸ κιρνᾶν τὰ δύο εε εἰϲ η ἐν τῇ εὐθείᾳ τῶν πληθυντικῶν. καὶ ἄξιόν ἐϲτι ζητῆϲαι διὰ ποίαν αἰτίαν ἐν μὲν τοῖϲ δυκοῖϲ τὰ δύο εε εἰϲ η κιρνᾶται, ἐν δὲ τοῖϲ πληθυντικοῖϲ εἰϲ τὴν ειδίφθογγον.καὶἔϲτιν ἀπολογήϲαϲθαι περὶ τούτων οὕτωϲ· τὸι χαρακτηριϲτικόν ἐϲτι τῆϲεὐθείαϲ τῶν πληθυντικῶν, οὐ μὴν τῆϲ εὐθείαϲ τῶνδυϊκῶν οἷον φίλοι, ὅμηροι, κοχλίαι, Αἰνεῖαι. ἐπειδὴ οὖν τὸ ῑ χαρακτηριϲτικόν   ἐϲτι τῆϲ εὐθείαϲ τῶν πληθυντικῶν,  εὐλόγωϲ οὖν ἐν τοῖϲ πληθυντικοῖϲ τὰ δύο εε εἰϲ τὴν ει δίφθογγον κίρναται, ἐν δὲ τοῖϲ δυϊκοῖϲ εἰϲ τὸ η, ἐπειδὴ εἰ ἐγένετο τῶν δύο εε κρᾶϲιϲ εἰϲ τὴν ει δίφθογγον ἐν τοῖϲ δυϊκοῖϲ, εὑρίϲκεται τὸ ι ἐν τῇ τελευταίᾳ ϲυλλαβῇ, ὅπερ ἐϲτὶ γνήϲιον, ὡϲ εἴρηται, τῆϲ εὐθείαϲ τῶν πληθυντικῶν. τούτου χάριν, ἱνα μὴ εὑρεθῇ τὸ ῑ τελικὸν ἐπὶ τῆϲ εὐθείαϲ τῶν δυικῶν, οὐκ ἐγένετο ἡ κρᾶϲιϲ τῶν δύο εε εἰϲ τὴν ει δίφθογγον ἀλλ’ εἰϲ τὸ η. ἔϲτιν οὖν εἰπεῖν καὶ ἑτέραν τοιαύτην ἀπολογίαν οὐδέποτε εὑρίϲκεται ἐν ἀρϲενικοῖϲ ὀνόμαϲιν εὐθεῖα δυικῶν εἰϲ οἱανδήποτε δίφθογγον λήγουϲα οἱον τὼ Ααντε, τῶ λέβητε, τὼ Ἀτρείδα, τὼ Ὀρέϲτα. ὅθεν καὶ ἐπὶ τῆϲ εἰϲ α καὶ εἰϲ ω ληγούϲηϲ δοτικῆϲ τῶν ἑνικῶν, δηλονότι μετὰ τοῦ ῑ οὕϲηϲ, ἡ εὐθεῖα τῶν δυϊκῶν οὐκ ἔχει τὸ ῑ προϲγεγραμμένον οἷον τῷ κοχλίᾳ τὼ κοχλία, τῷ ὁμήρῳ τῶ ὁμήρω. τούτων οὖν χάριν ἐν τοῖϲ δυϊκοῖϲ οὐ κίρναται. τὰ δύο εὲ εἰϲ τὴν ει δίφθογγον. πρόϲκειται «ἐν ἀρϲενικοῖϲ ὀνόμαϲιν» διὰ τὸ ταρίχεε ταρίχει, πόλεε πόλει· ταῦτα γὰρ διὰ τῆϲ ει διφθόγγου γράφεται. ἀλλ’ οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ οὐκ ἔϲτιν ἀρϲενικὰ ἀλλὰ τὸ μὲν οὐδέτερον τὸ δὲ θηλυκόν, ἄλλωϲ τε δὲ καὶ ϲπάνιά ἐϲτιν ἅτινα οὐκ ἔρρηται εἰϲ κανόνα. ἔϲτι δὲ εἰπεῖν καὶ ἄλλην ἀπολογίαν τοιαύτην· ἡ εὐθεῖα τῶν πληθυντικῶν πλείοϲι φωνήεϲι κέχρηται πολλάκιϲ ὡϲ πρὸϲ τὴν εὐθεῖαν τῶν δυικῶν οἷον τὼ ὁμήρω οἱ ὅμηροι, τῶ κοχλία οἱ κοχλίαι. ἰδοὺ ἡ εὐθεῖα τῶν πληθυντικῶν δύο ἔχει φωνήεντα, τῆϲ εὐθείαϲ τῶν 1. 38 ἔρρηται scripsi pro ἔρρονται; an εἴρονται, inseruntur? δυϊκῶν ἓν φωνῆεν ἐχούϲηϲ. εἰκότωϲ οὖν ἐν μὲν τοῖϲ πληθυντικοῖϲ τὰ δύο ὲὲ εἰϲ τὴν ει δίφθογγον κίρναται, ἐν δὲ τοῖϲ δυϊκοῖϲ εἰϲ τὸ η, ἵνα πλείονα ϲχῇ φωνήεντα ἡ εὐθεῖα τῶν πληθυντικῶν τῆϲ εὐθείαϲ τῶν δυικῶν. ἔϲτι δὲ εἰπεῖν καὶ ἄλλην ἀπολογίαν τοιαύτην ἡ εὐθεῖα τῶν δυικῶν μείζονι χρόνῳ κέχρηται πολλάκιϲ ὡϲ πρὸϲ τὴν εὐθεῖαν τῶν πληθυντικῶν οἷον τὼ ὁμήρω οἱ ὅμηροι· τὸ ω μεῖζόν ἐϲτι τῆϲ ο διφθόγγου. τὰ Μηδεία αἱ λήδειαι. τὸ α τὸ φύϲει μακρὸν μεῖζόν ἐϲτι τῆϲ αῖ διφθόγγου. ἐπεὶ οὖν καὶ τὸ η μεῖζόν ἐϲτι τῆϲ ε διφθόγγου, εἰκότωϲ ἐν μὲν τοῖϲ δυϊκοῖϲ τὰ δύο εε εἰϲ η κίρναται, ἐν δὲ τοῖϲ πληθυντικοῖϲ εἰϲ τὴν ει δίφθογγον, ινα εὑρεθῇ μείζονα χρόνον ἔχουϲα ἡ εὐθεῖα τῶν δυικῶν, ὡϲ πρὸϲ τὴν εὐθεῖαν τῶν πληθυντικῶν.

Choer. 169. 2. πᾶϲα αἰτιατικὴ ἑνικῶν εἰϲ α λήγουϲα προϲθέϲει τοῦ ϲ ποιεῖ τὴν αἰτιατικὴν τῶν πληθυντικῶν οἷον Ααντα Αἴανταϲ, λέβητα λέβηταϲ, άχητα Λάχηταϲ, ἔρωτα ἔρωταϲ. οῦτωϲ οὖν καὶ Δημοϲθένεα Δημοϲθένεαϲ καὶ κατὰ κρᾶϲιν τοῦ ε καὶ α εἰϲ τὴν ε δίφθογγον Δημοϲθένειϲ.

Choer. 170, 10. δεῖ καὶ τοῦτο γινώϲκειν, ὅτι οἱ Ἀθηναῖοι ἐπὶ τῶν εἰϲ ηϲ εἰϲ ουϲ ἐχόντων τὴν γενικὴν κυρίων καὶ ἐπὶ. τῶν παρὰ τὸ ἔτοϲ διὰ τοῦ α ποιοῦϲι τὴν αἰτιατικὴν τῶν πληθυντικῶν οἰον ὁ Δημοϲθένηϲ τοῦ Δημοϲθένουϲ τοὺϲ Δημοϲθέναϲ, ὁ Ἀριϲτοφάνηϲ τοῦ Ἀριϲτοφάνουϲ τοὺϲ Ἀριϲτοφάναϲ, ὁ δωδεκαέτηϲ τοῦ δωδεκαέτουϲ τοὺϲ δωδεκαέταϲ, ὁ ἑπταέτηϲ τοῦ ἑπταέτουϲ τοὺϲ ἑπταέταϲ. τὴν δὲ εὐθεῖαν τῶν πληθυντικῶν διὰ τῆϲ αι διφθόγγου ποιοῦϲιν ἐπὶ τούτων οἰον οἱ Δημοϲθέναι, οἱ Ἀριϲτοφάναι, οἱ ἑπταέται.

Περὶ τῶν εἰϲ ιϲ.

Choer. 181, 15: τὰ εἰϲ ιϲ μονοϲύλλαβα φύϲει εἰϲ ϲ λήγοντα μακρὸν ἔχει τὸ ῑ καὶ προϲθέϲει τοῦ οϲ κλίνεται οἰον κίϲ κιόϲ ἀκιώτατοι ἱϲτοβοεϲ (Hesiod. Opp. 433), λίϲ λιόϲ ὥϲτε λὶϲ ἠῦγένειοϲ (P 109) 1. 15 extrema verta καὶ κατὰ κρᾶϲιν — Δημοϲθένειϲ ex Herodiani sententia, quam ex ipso Choer. p. 861, 18 cognovimus, transformavi, nam Choeroboscus haec habet: μηδεὶϲ οἰέϲθω, ὅτι τὸ Δημοϲθένειϲ ἀπὸ τοῦ Δημοϲθένεαϲ γέγονε κατᾶ κρᾶϲιν τοῦ ε καὶ α εἰϲ ει τὸ γᾶρ ὲ καὶ α εἰϲ η κίρναται. ἀλλ δεῖ λέγειν ὅτι ὁμοφωνία ἐϲτὶ τῆϲ αἰτιατικῆϲ τῶν πληθυντικῶν πρὸϲ τὴν εὐθεῖαν τῶν πληθυντικῶν. πᾶϲα εὐθεῖα πληθυντικῶν εἰϲ ϲ λήγουϲα καὶ ϲυναιρουμένη κατᾶ τὴν τελευταίαν ϲυλλαβὴν τὴν αἰτιατικὴν ἔχει ὁμόφωνον αὐτῇ καὶ τὴν κλητικὴν, οἷον οἱ βότρυϲ τοὺϲ βότρυϲ ὦ βότρυϲ, οἱ βοῦϲ τοὺϲ βοῦϲ ὦ βοῦϲ, οἱ ἰχθῦϲ τοὺϲ ἰχθῦϲ ὧ ίχθῦϲ, οἱ ἡδεῖϲ τοὺϲ ἡδεῖϲ ὦ ἡδεῖϲ, οἱ εὐγενεῖϲ τοὺϲ εὐγενεῖϲ ὦ εὐγενεῖϲ, οἷ εὐφυεῖϲ τοὺϲ εὐφυεῖϲ ὦ εὐφυεῖϲ. οὕτωϲ οὖν καὶ οἱ Δημοϲθένειϲ τοὺϲ Δημοϲθένειϲ ὦ Δημοϲθένειϲ. Atque fortasse ipse Herodanus abnormem crasin per bomophoniam casuum excusavit hoc fere modo: ἐγένετο δὲ ϲυναίρεϲιϲ τοῦ ε καὶ α εἰϲ ει καὶ οὐκ εἰϲ η ὡϲ ἔθοϲ, ἵν’ ἦ ὁμοφωνία τῆϲ αἰτιατικῆϲ τῶν πληθυντικῶν πρὸϲ τὴν εὐθεῖαν τῶν πληθυντικῶν. πᾶϲα γᾶρ εὐθεῖα κτλ. Tum secutura essent Choer. 170, 4 οἱ δὲ Ἀττικοὶ τούτῳ τῷ λόγῳ οὐκ ἀκολουθοῦϲιν· ἐκεῖνοι γᾶρ ἐπὶ τῶν εἰϲ ευϲ ϲυναιροῦντεϲ τά δύο εὲ εἰϲ τὸ ῆ ἐν τῇ εὐθείᾳ τῶν πληθυντικῶν οἷον ίππέεϲ ἱππῆϲ, βαϲιλέεϲ βαϲιλῆϲ, οὐ ποιοῦϲι τὴν αἰτιατικὴν ὁμόφωνον τῇ εὐθείᾳ οὐδὲ γὰρ ποιοῦϲι τὴν αἰτιατικὴν τῶν πληθυντικῶν διὰ τοῦ η. λῖεϲ μέντοι λίεϲϲι παρὰ Ἀντιμάχῳ ἐπὶ τοῦ λέοντοϲ· τὸ γὰρ λίϲ ὅτε ἐπὶ τῆϲ πέτραϲ οἷον πέτρη γὰρ λίϲ ἐϲτιν (μ 79) ἀντὶ τοῦ ὁμαλή ἐϲτι πάντῃ ἄκλιτον. τοῦτο δὲ μακρὸν ἔχει τὸ ῑ. τινὲϲ δὲ καὶ τὴν Διόϲ γενικὴν ἀπὸ τῆϲ Δίϲ εὐθείαϲ θέλουϲι λέγειν τῆϲ εἰρημένηϲ παρὰ τῷ Ῥνθωνι· αὕτη δὲ ἑτερόκλιτόϲ ἐϲτιν, ἀπὸ γὰρ τῆϲ ζεύϲ εὐθείαϲ ἐϲτίν. οὐ γὰρ δύναται ἀπὸ τῆϲ Δίϲ εὐθείαϲ εἰναι ἡ Διὸϲ γενική, ἐπειδὴ βραχὺ δεῖ ἔχειν τὸ ι οἷον εὐδον παννύχιοι, Δία δ’ οὐκ ἔχε νήδυμοϲ ὕπνοϲ (Β 2). εἰ δ’ ἦν ἁπὸ τῆϲ Δίϲ εὐθείαϲ ὤφειλε μακρὸν ἔχειν τὸ ι, ὥϲπερ κίϲ κιόϲ, λίϲ λιόϲ (εἰ γὰρ καὶ εὕρηται τὸ λίϲϲυνεϲταλμένον ἔχον τὸ ι, ὡϲ ἐπὶ τοῦ ὥϲτε λὶϲ ἠῦγένειοϲ ποιητικῶϲ) ὡϲ παρ’ Εὐφορίωνι ἐν Μοψοπίᾳ, ὡϲ ἐπὶ τοῦ οἱ ἐπιθύουϲιν βουϲὶ λίεϲ, καὶ πάλιν κάπροι τε λίεϲ τε, ἀλλ’ οὖν καὶ ἐκτεταμένον ἔχει αὐτό, ὡϲ ἐπὶ τοῦ λῖεϲ μέν τοι λίεϲϲιν. η δὲ Διόϲ γενικὴ οὐδέποτε ἔχει αὐτὸ ἐκτεταμένον. τούτων οὕτωϲ ἐχόντων, μόνον τὸ τίϲ τινόϲ διὰ τοῦ ν κλίνεται καὶ οὐ διὰ καθαροῦ τοῦ oc καὶ ἔϲτιν εἰπεῖν, ὅτι τοῦτο ἐπειδὴ ϲυϲτέλλει τὸ ι, τῶν εἰϲ ιϲ μονοϲυλλάβων ἐκτεινόντων αὐτὸ οἷον κίϲ λίϲ, εἰκότωϲ ὡϲ διαλλάξαν περὶ τὸν χρόνον, διήλλαξε καὶ περὶ τὴν κλίϲιν, τὸ γὰρ ῥίϲ ῥινόϲ καὶ. θίϲ θινόϲ διὰ τοῦ νοϲ κλινόμενα οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ οὐκ ἔϲτι φύϲει εἰϲ ϲ· ταῦτα γὰρ δικατάληκτά ἐϲτιν οἷον ῥίϲ καὶ ῥίν, θίϲ καὶ θίν ϲημαίνει δὲ τὸν αἰγιαλὸν καὶ τὸν ϲωρὸν εἴτε χρημάτων εἴτε λίθων εἴτε ἑτέρων τινῶν τοιούτων· ἀλλ’ ἡνίκα μὲν τὸν αἰγιαλὸν ϲημαίνει, θηλυκῶϲ λέγεται, ἡνίκα δὲ τὸν ϲωρόν, ἀρϲενικῶϲ οἷον ἐπὶ τοῦ αἰγιαλοῦ θῖν’ ἐφ’ ἁλὸϲ πολιῆϲ (A 350). ἐπὶ δὲ τοῦ ϲωροῦ πολὺϲ δ’ ἀμφ’ ὀϲτεόφιν θίϲ (μ 45). οὐδέποτε δὲ ἐμελέτηϲε τὰ εἰϲ ιϲ μονοϲύλλαβα διὰ τοῦ τ κλίνεϲθαι. παραιτητέον ἄρα τὸν Ἀϲκαλωνίτην οἰόμενον ἀπὸ τῆϲ λίϲ εὐθείαϲ κεκλίϲθαι τὴν λιτί δοτικὴν καὶ τὴν λῖτα αἰτιατικήν. μεταπλαϲμὸϲ γάρ ἐϲτι τῆϲ λιτῷ δοτικῆϲ ὡϲ ἡ κλαδί τῆϲ κλάδῳ. καὶ ἡ αἰτιατικὴ λῖτα μεταπέπλαϲται ἐκ τῆϲ λιτόν ὡϲ κρόκα ἐκ τῆϲ κρόκην.

Choer. 56, 10 coll. 186, 15: τὰ εἰϲ ιϲ κύρια μετὰ οἱουδήποτε ϲυμφώνου διὰ τοῦ δοϲ κλίνεται, εἴτε ἀρϲενικὰ ᾖ εἴτε θηλυκὰ οἷον Ἧλιϲ Ἤλιδοϲ, Πάριϲ Πάριδοϲ, Ἄδωνιϲ Ἀδώνιδοϲ, Θέογνιϲ Θεόγνιδοϲ, Ἀθῆνιϲ 1. 26 — 31 verba uncinis inclusa cpitomatoris esse puto, nam apud Homerum θίϲ semper masculinum est. ef. Thesaurum s. v. Ceterum Α 350 Choeroboscus legisse videtur θῖν’ ἐφ’ ἁλὸϲ πολιήν. cf. schol. ad h. 1. 1. 32 verba inde ab οὐδέποτε δὲ ἐμελέτηϲε usque ad finem recepi ex ll. Pr. Ϲ 352 (ψ 254, Ξ 387). Cae terum cf. Arc. 125, 1, Mon. 19, 1, Dichr. 283, 1, Theogn. 133 et 135. Ἀθήνιδοϲ, Κρίνιϲ Κρίνιδοϲ, Ἷϲιϲ ϲιδοϲ, Θέτιϲ θέτιδοϲ, Κύπριϲ Κύπριδοϲ, Μέμφιϲ Μέμφιδοϲ (ἔϲτι δὲ ὄνομα πόλεωϲ Αἰγύπτου).

Choer. 56, 25 coll. 187, 1: ἰϲτέον δὲ ὅτι ἐϲτί τινα κύρια εἰϲ ιϲ θηλυκὰ μὴ κλιθέντα διὰ τοῦ δοc ἔϲτι δὲ ταῦτα, Χάρυβδιϲ Χαρύβδεωϲ, Ϲάρδιϲ Ϲάρδεωϲ. ταῦτα γὰρ οὐκ ἐκλίθη διὰ τοῦ δοϲ διὰ τὴν κακοφωνίαν, εὑρίϲκετο γὰρ ἀλλεπαλληλία τοῦ δ, ὅπερ ἐϲτὶ κακόφωνον. τούτοιϲ ἠκολούθηϲε κατὰ τὴν κλίϲιν καὶ τὸ Τράλλιϲ Τράλλιοϲ, ἔϲτι δὲ ὄνομα πόλεωϲ Ἰωνικῆϲ. ἔτι ϲεϲημείωται καὶ τὸ Ϲκῆψιϲ Ϲκήψιοϲ καὶ Ἐπίϲκηψιϲ Ἐπιϲκήψιοϲ (ὀνόματα δέ ἐϲτι ταῦτα πόλεων Τρωϊκῶν), καὶ τὸ Λάχεϲιϲ αχέϲιοϲ καὶ Νέμεϲιϲ εμέϲιοϲ καὶ τὸ πίκτηϲιϲ Ἐπικτήϲιοϲ (ἔϲτι δὲ ταῦτα ὀνόματα κύρια). ταῦτα δὲ διὰ καθαροῦ τοῦ οϲ κλίνεται καὶ οὐ διὰ τοῦ δοϲ, ἐπειδὴ ταῦτα κύρια ὄντα ὡμοφώνηϲε τοῖϲ προϲηγορικοῖϲ καὶ τὴν τῶν προϲηγορικῶν κλίϲιν ἀνεδέξατο. τὸ δὲ ζεῦξιϲ ζεύξιδοϲ τὴν τοῦ προϲηγορικοῦ ζεῦξιϲ ζεύξιοϲ κλίϲιν οὐκ ἀνεδέξατο, ἐπειδὴ οὐκ ἔϲτι τοῦ αὐτοῦ γένουϲ σὗπερ καὶ τὸ προϲηγορικόν ἐϲτιν. ἐπειδὴ οὖν διήλλαξε περὶ τὸ γένοϲ, εἰκότωϲ καὶ περὶ τὴν κλίϲιν διήλλαξεν.

Choer. 56, 33 coll. 188, 4. τὰ εἰϲ ιϲ ὀνόματα Αἰγύπτια ὡϲ ἐπὶ τὸ πλεῖϲτον διὰ καθαροῦ τοῦ οϲ κλίνεται οἰον Ξόϊϲ Ξόϊοϲ, Ἄθλιβιϲ Ἀθλίβιοϲ, Ϲύϊϲ Ϲύϊοϲ, Θμοῦϊϲ Θμούιοϲ, Ταμίαθιϲ Ταμιάθιοϲ, ὡϲαύτωϲ καὶ Ϲάϊϲ, Χέμμιϲ, ψένυριϲ, ψινέκταβιϲ καὶ Μώμεμφιϲ Μωμέμφεωϲ ὡϲ Ἀρίϲταρχοϲ. πρόϲκειται «ὡϲ ἐπὶ τὸ πλεῖϲτον » διὰ τὸ Μέμφιϲ Μέμφιδοϲ, ὅπερ παρά τιϲι καὶ λέμφιοϲ εἴρηται οὐκ ἀκριβῶϲ, καὶ Βούϲιριϲ Βουϲίριδοϲ καὶ Ὄϲίριϲ ’ϲίριδοϲ. καὶ ταῦτα γὰρ Αἰγυπτίων ἐϲτὶν ὀνόματα καὶ ὅμωϲ διὰ τοῦ δοϲ κλίνεται.

Choer. 37, 7: τὰ παρὰ τὸ πόλιϲ ϲύνθετα, ἂν μὲν θηλυκοῦ μόνου γένουϲ γένηται, τὴν τοῦ ἁπλοῦ φυλάττει κλίϲιν, τουτέϲτι διὰ καθαροῦ τοῦ ωϲ κλίνεται οἷον πόλιϲ πόλεωϲ, ἀκρόπολιϲ ἀκροπόλεωϲ, Καλλίπολιϲ Καλλιπόλεωϲ, Ἀμφίπολιϲ Ἀμφιπόλεωϲ (ἔϲτι δὲ ὄνομα πόλεωϲ), Χρυϲόπολιϲ, Νικόπολιϲ, μητρόπολιϲ ἐὰν δὲ ἀρϲενικοῦ μόνου γένουϲ γένηται, ἢ ἀρϲενικοῦ καὶ θηλυκοῦ, διὰ τοῦ δοϲ κλίνεται. ἀρϲενικοῦ μὲν μόνου γένουϲ οἷον ὁ Ϲώπολιϲ τοῦ Ϲωπόλιδοϲ (ἔϲτι δὲ ὄνομα κύριον κωμικοῦ), ὁ Ἀγηϲίπολιϲ τοῦ Ἀγηϲιπόλιδοϲ (ἔϲτι δὲ ὄνομα ϲτρατηγοῦ τῶν Ἀθηναίων), ἀρϲενικοῦ δὲ καὶ θηλυκοῦ οἰον ὁ φιλόπολιϲ καὶ ἡ φιλόπολιϲ τοῦ φιλοπόλιδοϲ τῆϲ φιλοπόλιδοϲ, ὁ ἄπολιϲ καὶ ἡ ἄπολιϲ τοῦ 1. 1 Κρίνιϲ scripsi pro Κόρνιϲ ex Schol. ad Il. Α 39, unde etiam Arcadio hoc nomen restitnit Thes. pro κρίνιϲ vel κέρνιϲ librorum. 1. 3 de cacophonia consonae δ teratae cf. fr.41. 1. 20 Ϲύϊϲ ex St. B. scripsi pro Ϲόϊϲ et θμοῦιϲ pro Θμόιϲ ex eodem, addidi ex St. B. nomina inde a Ϲάϊϲ usque ad Μώμεμφιϲ, quia St. B. diserte de eorum declinatione praescribit: Ϲάϊϲ κλίνεται Ϲάεωϲ ὡϲ λέμφεωϲ, Χέμμιϲ — κλίνεται δὲ διὰ τοῦ εωϲ Χέμμεωϲ, ψένυριϲ —κλίνεται ψενύρεωϲ. ψινέκταβιϲ. —κλίνεται ψινεκτάβεωϲ. Μώμεμφιϲ — κλίνεται λωμέμφεωϲ, ὡϲ Ἀρίϲταρχοϲ, quae omnia ex Herodiani libro περὶ κλίϲεωϲ petita esse hic Choerobosci locus comprobat. Concinit St. B. cum Choerob. de λέμφιϲ, dicit enim s. v. κλίνεται καὶ Μέμφιδοϲ καὶ Μέμφιοϲ. 1. 30 ex p. 188, 12 addidi Χρυϲόπολιϲ — μητρόπολιϲ, ἀπόλιδοϲ καὶ τῆϲ ἀπόλιδοϲ. Ἀνδροτίων δὲ καὶ τὸ μόνωϲ θηλυκὸν Τετράπολιϲ Τετραπόλιδοϲ φηϲὶ διὰ τοῦ δ.

Choer. 189, 4: τὸ Πάριοϲ καὶ Θέτιοϲ Ἰωνικά ἐϲτιν ἐπειδὴ οἱ Ἴωνεϲ ερίϲκουϲί τινα εἰϲ ιϲ διὰ καθαροῦ τοῦ οϲ κλινόμενα, ὡϲ ἐπὶ τοῦ μάντιϲ μάντιοϲ καὶ ὄφιϲ ὄφιοϲ, τούτου χάριν καὶ ἐπὶ τῶν κλινομένων διὰ ϲυμφώνου ποιοῦνται τὴν γενικὴν διὰ καθαροῦ τοῦ οϲ, ἐπαίροντεϲ τὸ ϲύμφωνον, ἵνα μιμήϲωνται τὰ ἄλλα, φημὶ δὲ τὰ κλινόμενα διὰ καθαροῦ τοῦ οϲ οἷον Πάριδοϲ Πάριοϲ, Θέτιδοϲ Θέτιοϲ θέτιοϲ δ’ ἐξαίϲιον ἀρήν (Ο 598), ἐξ οὐ τὸ Θέτϊ, καὶ κατὰ κρᾶϲιν τῶν δύο ιι εἰϲ ἓν δηλονότι μακρὸν Θέτι πάντα Θέτι καλλιπλοκάμῳ (Ϲ 407), Ἀδώνιδοϲ Ἀδώνιοϲ. οὐκ ἐπὶ πάντων δὲ τοῦτο ποιοῦϲι· ἐπὶ γὰρ τῶν εἰϲ ιϲ ὀξυτόνων οὐκ ἀποβάλλουϲι τὸ δ οἷον μημίϲ μημίδοϲ, ἁψίϲ ἁψίδοϲ, Χρυϲηΐϲ Χρυϲηῖδοϲ. ἀλλ’ οὕτε ἐπὶ τῶν τρεπόντων τὸ δ εἰϲ τὸ τ παρὰ τοῖϲ Δωριεῦϲιν ἀποβάλλουϲι τὸ δ κατὰ τὴν γενικὴν οἱ Ἴωνεϲ οἷον Θέμιϲ Θέμιδοϲ καὶ Θέμιτοϲ Δωρικῶϲ καὶ ἐν πλεοναϲμῷ τοῦ ϲ ποιητικῶϲ Θέμιϲτοϲ οἷον Θέμιϲτι δὲ καλλιπαρήῳ ( 87), ζεὺϲ δὲ θέμιϲτα κέλευϲεν (Υ 4), καὶ πάλιν χάριϲ χάριδοϲ χάριτοϲ καὶ πλεοναϲμῷ τοῦ ϲ χάριϲτοϲ. τοῦτο δὲ τὸ χάριϲ χάριτοϲ καὶ παρ’ ἡμῖν οὕτωϲ ἐπεκράτηϲε λέγεϲθαι. ἀλλ’ οὕτε δὲ τὰ εἰϲ ιϲ θηλυκὰ τὰ γενόμενα ἀπὸ τῶν εἰϲ ηϲ ἀρϲενικῶν ἀποβάλλει   τὸ δ παρὰ τοῖϲ Ἴωϲι κατὰ τὴν γενικὴν οἷον ὁ τοξότηϲ τοῦ τοξότου καὶ ἡ τοξότιϲ τῆϲ τοξότιδοϲ, ὁ πολίτηϲ τοῦ πολίτου καὶ ἡ πολῖτιϲ τῆϲ πολίτιδοϲ, ὁ δραπέτηϲ τοῦ δραπέτου καὶ ἡ δραπέτιϲ τῆϲ δραπέτιδοϲ. ἀλλ’ οὕτε δὲ τὰ νομιζόμενα ἀπὸ τῶν εἰϲ ηϲ ἀρϲενικῶν γεγενῆϲθαι γίνεται χωρὶϲ τοῦ δ παρὰ τοῖϲ Ἴωϲι κατὰ τὴν γενικὴν οἷον ἡ πλευρῖτιϲ τῆϲ πλευρίτιδοϲ τῇ πλευρίτιδι, ἡ φρενῖτιϲ τῆϲ φρενίτιδοϲ, ἡ νεφρῖτιϲ τῆϲ νεφρίτιδοϲ ταῦτα ὡϲ ἀπὸ τῶν εἰϲ ηϲ ἀρϲενικῶν δοκεῖ εἶναι, ιὡϲ ἀπὸ τοῦ ὁ πλευρίτηϲ καὶ ὁ φρενίτηϲ καὶ ὁ νεφρίτηϲ, ἔϲτι δὲ ὀνόματα νοϲημάτων.

Choer.57, 20 coll. 191, 22: τὰ εἰϲ ιϲ προϲητορικὰ ἀρϲενικὰ ὑπὲρ μίαν ϲυλλαβὴν ἁπλᾶ μὴ ὄντα δικατάληκτα μὴ ὄντα παρώνυμα μακροπαράληκτα διὰκαθαροῦ τοῦ οϲ κλίνεται οἰον ὄφιϲ ὄφιοϲκαὶ ὄφεωϲ, ἔχιϲ ἔχιοϲ καὶ ἔχεωϲ, μάντιϲ μάντιοϲ καὶ μάντεωϲ, πόϲιϲ πόϲιοϲ καὶ πόϲεωϲ, κόριϲ κόριοϲ ὅπου κόρειϲ ὀλίγιϲτοί (Arist. Ran. 114). πρόϲκειται «ὑπὲρ μίαν ϲυλλαβὴν » διὰ τὸ τίϲ τινόϲ. «μὴ ὄντα δικατάληκτα» διὰ τὸ δελφίϲ δελφῖνοϲ. «κἀρϲενικὰ» διὰ τὸ ἀϲπίϲ ἀϲπίδοϲ, μῆνιϲ μήνιδοϲ. «ἁπλᾶ» διὰ τὸ λεύκαϲπιϲ λευκάϲπιδοϲ. «μὴ ὄντα παρώνυμα 1. 1 adnotationem de Τετράπολιϲ ex St. B. s. v. 1. 17 de Θέμιϲ cf. Ep. Cr. 1 200, 7, de Ionica declinatione in universum Ep. Cr. I 358, 15. μακροπαράληκτα»  διὰ τὸ γύννιϲ γύννιδοϲ παρὰ τὸ γυνή καὶ λάτριϲ λάτριδοϲ παρὰ τὸ λάτρον καὶ εὐνιϲ εὔνιδοϲ παρὰ τὸ εὐνή ἡ κοίτη. ϲημαίνει δὲ τὸ εὖνιϲ τὸν ἄνδρα καὶ τὴν γυναῖκα, ὁ εὐνιϲ γὰρ καὶ ἡ εὐνιϲ. λέγεται δὲ εὐνιϲ καὶ ὁ ἐϲτερημένοϲ τῆϲ γυναικὸϲ τουτέϲτιν ὁ μεμονωμένοϲ· παρὰ γὰρ τὸ εἰϲ ἑνόϲ γέγονεν ἔνιϲ καὶ πλεοναϲμῷ τοῦ υ εὖνιϲ. οἷϲ ἐξηκολούθηϲε καὶ τὸ Οὖτιϲ Οὔτιδοϲ ἐπὶ τοῦ Ὀδυϲϲέωϲ ἀντὶ κυρίου ὀνόματοϲ λαμβανόμενον. ὁμοίωϲ καὶ τὸ ἄναλκιϲ ἀνάλκιδοϲ. τὸ δὲ δριϲ ὡϲ μὴ ὸν παρώνυμον μακρᾷ παραληγόμενον ὀφείλει κλίνεϲθαι ὡϲ τὸ ἔχιϲ, πόϲιϲ, ὄφιϲ· ὥϲτε ἐκ τοῦ ἐναντίου ἁμάρτημα τὸ παρὰ τῇ Ϲαπφοῖ τὸ πολυίδριδι, εἰ μὴ ἄρα ὁμοίωϲ τοῖϲ Ἀττικοῖϲ ἐκλίθη. ὁ γὰρ Ϲοφοκλῆϲ ῖδριδα ἔφη τὴν αἰτιατικὴν ὅ τε Φρύνιχοϲ τὴν εὐθεῖαν ῖδριδεϲ. τὸ δὲ νῆιϲ ϲύνθετον. ἀπὸ τοῦ νη τοῦ ϲτερητικοῦ ἐπιρρήματοϲ καὶ τοῦ εἰδῶ ϲημαίνοντοϲ τὸ ἐπίϲταμαι οἰον ὁ ἐϲτερημένοϲ τοῦ ἐπίϲταϲθαι τοῦ εἴδῶ τὸ ϲύμφωνον ἐφύλαξε κατὰ τὴν κλίϲιν,. φημὶ δὴ τὸ δ.

Choer. 58, coll. 193, 2: τὰ παρὰ τὸ μάντιϲ ϲύνθετα διὰ τοῦ δεοϲ κλίνεται οἷον κοϲκινόμαντιϲ κοϲκινομάντιδοϲ, ἀλευρόμαντιϲ ἀλευρομάντιδοϲ, πρόμαντιϲ προμάντιδοϲ.

Choer. 84, 16: ἰϲτέον ὅτι οἱ Ἀττικοὶ ἐπὶ τῶν τοιούτων, τουτέϲτι τῶν εἰϲ ιϲ τῶν διὰ καθαροῦ τοῦ οϲ κλινομένων, τρέπουϲι τὸ ο εἰϲ ω ἐν τῇ γενικῇ καὶ τὸ παραλῆγον φωνῆεν εἰϲ ε μεταβάλλουϲιν οἰον μάν τιϲ μάντιοϲ μάντεωϲ, ὄφιϲ ὄφιοϲ ὄφεωϲ, πόλιϲ πόλιοϲ πόλεωϲ, καὶ φυλάττουϲι τὸν αὐτὸν τόνον, τουτέϲτιν ὃν εἶχον πρὸ τῆϲ τροπῆϲ οἷον μάντιοϲ μάντεωϲ, πόλιοϲ πόλεωϲ, ὄφιοϲ ὄφεωϲ. ερίϲκεται δὲ καὶ διὰ τοῦ ἕ καὶ ο ἡ γενικὴ κατὰ ϲυϲτολὴν τοῦ ω εἰϲ ο οἰον μάντεοϲ, ὄφεοϲ, πόλεοϲ, ὡϲ παρὰ τῷ Εὐριπίδη ἐν Ὀρέϲτῃ (895) ὃϲ ἂν δύνηται πόλεοϲ ἔν τ’ ἀρχαῖϲιν ᾖ καὶ ἐν ταῖϲ Βάκχαιϲ (1025) δράκοντοϲ ἔϲπειρ’ ὄφεοϲ ἐν γαίᾳ θέροϲ. οὐδέποτε δὲ τὰ εἰϲ ιϲ διὰ τοῦ εοϲ κλινόμενα ϲυναιρεῖται κατὰ τὴν γενικὴν καὶ γίνεται εἰϲ ουϲ οἷον ὄφιϲ ὄφεοϲ, μάντιϲ μάντεοϲ, οὐδὲ γὰρ 1. 6 verba οἷϲ ἐξηκόλουθηϲε Οὖτιϲ Οὕτιδοϲ apposui secutus Ep. Cr.I 305,17, ubi hoc nomen compositum est cum εὖνιϲ et λάτριϲ, et Herod. in E. M. 643, 13, ἄναλκιϲ ex Ep. I 9, 3. τὸ δὲ δριϲ κτλ. adieci ex Il. Pr. Γ 219,adnotamentum de νῆϊϲ ex. Choer. 193, 9. 1. 28 in textum recipere dubitavi, quae ap. Choer. 195,4 leguntur: ἀποροῦϲί τινεϲ λέγοντεϲ διατί μὴ λέγομεν ὄφιϲ ὄφηοϲ καὶ μάντιϲ μάντηοϲδιὰ τοῦ καὶ ο Ἰωνικῶϲ ὡϲπερ Πηλεύϲ Πηλῆοϲ καὶ Ἀχιλλεύϲ Ἀχιλλῆοϲ. καὶ ἐϲτιν εἰπεῖν, ὅτι ὅταν γένηται οὕτωϲ, εὑρίϲκεται η παραλήγουϲα τῆϲ περιττοϲυλλάβου γενικῆϲ μείζων τῆϲ ληγούϲηϲ τῆϲ ἰδίαϲ εὐθείαϲ, ὅπερ ἐϲτὶν ὄτοπον. τὸ γὰρ πόληοϲ διὰ τοῦ ῆ καὶ ο οἷον εἀγροῦ νόϲφι πόληοϲ» (α 185) οὐκ ἔϲτιν Ἰωνικόν, ἀλλ’ ἀπὸ τοῦ πόλιοϲ διὰ τοῦ ῑ γέγονε κατὰ Αίολικὴν τροπὴν τοῦ ι εἰϲ ῆ ὡϲ ἐπὶ τοῦ ψιμμύΘιον ψημμύθιον καὶ ἀκτῖνοϲ ἀκτῆνοϲ. Magis Herodianeam sententiam reprae sentare videntur Ep. Cr. I 341, 30, ubi πόληοϲ non per Aeolicum vocalis tropen explicatur, sed ut a norma exemptum propomtur: πόλιϲ καὶ ἡ γενικὴ πόλιοϲ καὶ πόληοϲ καὶ πόλεωϲ Ἀττικῶϲ. οὕτε δὲ ἀπὸ τῶν εἰϲ υϲ οὕτε ἀπὸ τῶν εἰϲ ιϲ οὔτε ἀπὸ τῶν εἰϲ οϲ ὀνομάτων γενικὴ ἐϲτι διὰ τοῦ η. ϲημειούμεθα ἀπὸ τῶν εἰϲ υϲ τὴν ταχῆοϲ, ἀπὸ τῶν εἰϲ ιϲ τὴν πόληοϲ, ἀπὸ τῶν εἰϲ οϲ τεμένηοϲ παρὰ Ἀλκαίῳ ἅπαξ χρηεαμένῳ. διατί δὲ οὐ γίνεται ἡ γενικὴ διὰ τοῦ ῆ, οὐδέποτε ἡ παραλήγουϲα τῆϲ γενικῆϲ μείζων ἐϲτὶ τῆϲ ληγούϲηϲ εὐθείαϲ. γίνεται ὄρουϲ καὶ μάντουϲ ὥϲπερ Δημοϲθένεοϲ Δημοϲθένουϲ. καὶ ἔϲτιν εἰπεῖν, ὅτι οὐδέποτε γενικὴ εἰϲ oῦϲ λήγουϲα γίνεται διὰ τοῦ ὲ καὶ ω Ἀττικῶϲ οἷον Δημοϲθένηϲ Δημοϲθένεοϲ Δημοϲθένουϲ, Διομήδηϲ Διομήδεοϲ Διομήδουϲ, τεῖχοϲ τείχεοϲ τείχουϲ, βέλοϲ βέλεοϲ βέλουϲ. ἐπειδὴ οὖν τὰ εἰϲ ιϲ διὰ τοῦ εοϲ κλινόμενα κλίνεται διὰ τοῦ ε καὶ ω Ἀττικῶϲ οἷον ὄφεωϲ, μάντεωϲ, τούτου χάριν οὐ δύναται κρᾶϲιν ἀναδέξαϲθαι κατὰ τὴν γενικὴν καὶ γενέϲθαι εἰϲ ουϲ. ἄλλωϲ τε δὲ οὔτε ἐϲτὶ γνήϲιον ἐπὶ τούτων τὸ ε τῆϲ κλίϲεωϲ· ὄφιοϲ γὰρ ἦν καὶ μάντιοϲ καὶ Ἀττικῶϲ γέγονεν ὄφεωϲ μάντεωϲ καὶ κατὰ ϲυϲτολὴν ὄφεοϲ καὶ μάντεοϲ διὰ τοῦ ο.

ΙΙ. Pr Γ 219. ἐπὶ τῶν εἰϲ ιϲ διὰ τοῦ οϲ καθαροῦ κλινομένων τῶν γενικῶν τὴν παραλήγουϲαν διὰ τοῦ ί πολλάκιϲ προφέρονται οἱ Ἴωνεϲ τὴν δὲ δοτικὴν διὰ τοῦ , οὐχὶ δὲ διὰ τοῦ ῑ τάχα γὰρ διὰ τὸ κακόφωνον. ὁ γοῦν ποιητήϲ φηϲιν «κεὐνήν τ’ αἰδομένη πόϲιοϲ» (π 75), τῇ δὲ δοτικῇ « χαριζομένη πόϲει ὧ ( ε 71).

Choer. 195, 32 coll. 240, 15: ἀπὸ τοῦ ὄφιι γίνεται ὄφι κατὰ κρᾶϲιν τῶν δύο ιι εἰϲ ἓν δηλονότι ῑ μακρόν, ἡ δὲ Διΐ δοτικὴ οὐ δύναται γενέϲθαι κατὰ κρᾶϲιν τῶν δύο ιι Δι, ἐπειδὴ οὐδέποτε ἡ δοτικὴ τῶν ἑνικῶν ἐπὶ ὀνομάτων μονοϲυλλάβων ἐκφωνεῖ τὸ ι οἱον τῷ Γρᾶ, τῇ γῇ, τῇ μν, τῷ νῷ.

Choer. 296, 5 coll. Lasea : ἰϲτέον ὅτι ἔνιοί φαϲιν, ὡϲ τὰ εἰϲ ιϲ κύρια ποιοῦντα τὴν γενικὴν εἰϲ δοϲ καὶ οϲ οὐ ποιεῖ δύο αἰτιατικάϲ· εἰϲ δα τῆϲ εἰϲ δοϲ γενικῆϲ οἷον Πάριδοϲ Πάριδα, εἰϲ ιν τῆϲ εἰϲ οϲ Πάριοϲ Πάριν, τὰ δὲ προϲηγορικὰ διὰ καθαροῦ τοῦ οϲ μόνον ποιοῦντα τὴν γενικὴν εἰϲ ιν ποιεῖ τὴν αἰτιατικὴν οἶον ὁ ὄφιϲ τοῦ ὄφιοϲ τὸν ὄφιν, ὁ μάντιϲ τοῦ μάντιοϲ τὸν μάντιν. δεῖ δὲ παραφυλάξαϲθαι, ὅτι τὸ χάριτοϲ καὶ τοξότιδοϲ μὴ ἔχοντα διχῶϲ τὴν γενικὴν ἐκφερομένην τὴν αἰτιατικὴν ἔχει εἰϲ α καὶ εἰϲ ν οἷον χάριτα καὶ χάριν, τοξότιδακαὶ τοξότιν.

Choer. 196, 25. ἰϲτέον δὲ ὅτι τὼ ὄφιε κατὰ τὴν ἀκρίβειαν οὐ δύναται κρᾶϲιν ἀναδέξαϲθαι τοῦ ι καὶ ε εἰϲ τὸ ι, ἐπειδὴ τὸ ι οὐκ ἔϲτι τελικὸν τῆϲ ἰδίαϲ εὐθείαϲ τῶν δυικῶν. τελικὰ γὰρ τῆϲ εὐθείαϲ τῶν δυικῶν τρία ἐϲτὶν οἷον α ἑ ω, Ἀτρείδα, Ἕκτορε, φίλω.

Ἡ εὐθεῖα τῶν πληθυντικῶν οἱ ὄφιεϲ καὶ κατὰ κρᾶϲιν ὄφειϲ, οἱ ὄφεεϲ καὶ κατὰ κρᾶϲιν ὄφειϲ.

Περὶ τῶν εἰϲ οϲ.

Choer. 64, 11 coll. 248. 12. τὰ εἰϲ οϲ ἀρϲενικὰ ἢ θηλυκὰ εἰϲ ου δίφθογγον ἔχει τὴν γενικὴν οἷον ἄνθρωποϲ ἀνθρώπου, Ἡρόδοτοϲ Ἡροδότου, Ἐπίκουροϲ Ἐπικούρου. θηλυκὰ δὲ οἷον Λέϲβοϲ Λέϲβου, Χίοϲ Χίου, Ῥόδoc Ῥόδου, Ϲάμοϲ Ϲάμου, Ἔφεϲοϲ Ἐφέϲου, Κάρπαθοϲ Καρπάθου, νῆϲοϲ νήϲου, ἔρημοϲ ἐρήμου. τὸ γὰρ καλοῖο καὶ ϲοφοῖο μὴ ἔχοντα εἰϲ τὴν ου δίφθογγον τὴν γενικὴν οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ κατὰ διάλεκτόν ἐϲτι, Θεϲϲαλικὰ γάρ ἐϲτιν. ἀλλ’ οὕτε δὲ τὸ ἀελλόποϲ διὰ τοῦ δοϲ κλινόμενον ἀντίκειται ἡμῖν, ἐπειδὴ οὐκ ἔϲτι φύϲει εἰϲ οϲ, ἀελλόπουϲ γὰρ ἦν καὶ κατ’ ἀποβολὴν τοῦ υ ἀελλόποϲ γέγονε καὶ λοιπὸν τὴν τοῦ ἁπλοῦ κλίϲιν ἐφύλαξεν.

Choer. 249, 29. τὰ εἰϲ οϲ ἀρϲενικὰ ἢ θηλυκὰ εἰϲ ε ἔχει τὴν κλητικὴν οἷον Ὅμηροϲ Ὅμηρε, ἄνθρωποϲ ἄνθρωπε, Ἀρίϲταρχοϲ Ἀρίϲταρχε, έϲβοϲ Λέϲβε, Ῥόδοϲ Ῥόδε, ἔρημοϲ ἔρημε· τὸ γὰρ ὑμόφωνον Ἀττικόν ἐϲτιν. οἱ γὰρ Ἀττικοὶ τὰϲ αὐτὰϲ εἰώθαϲιν ὀρθὰϲ ποιεῖν καὶ κλητικάϲ οἷον ὁ φίλοϲ ὦ φίλοϲ ἀλλὰ φίλοϲ, θάνε καὶ ϲύ (Φ 106). ὁ ἥλιοϲ ὦ ηλιοϲ Ἠέλιοϲ, ὃϲ πάντ’ ἐφοράϲ καὶ πάντ’ ἐπακούειϲ (Γ 277 ).

Choer. 251, 29: πᾶϲα εὐθεῖα πληθυντικῶν εἰϲ τὴν οἱ δίφθογγον λήγουϲα εἰϲ οῦϲ ποιεῖ τὴν αἰτιατικὴν οἷον ἄνθρωποι ἀνθρώπουϲ, Ὅμηροι μήρουϲ, Ἀρίϲταρχοι Ἀριϲτάρχουϲ, Λέϲβοι έϲβουϲ, Ῥόδιοι Ῥοδίουϲ, ἔρημοι ἐρήμουϲ. ἄξιον δέ ἐϲτι ζητῆϲαι, διατί ἡνίκα εἰϲ τὴν αι δίφθογγον λήγει ἡ εὐθεῖα τῶν πληθυντικῶν, τροπῇ τοῦ ι εἰϲ τὸ ϲ ποιεῖ τὴν αἰτιατικὴν τῶν πληθυντικῶν, κοχλίαι κοχλίαϲ,Χρῦϲαι Χρύϲαϲ, μοῦϲαι μούϲαϲ, ἡνίκα δὲ εἰϲ τὴν ο δίφθογγον λήγει, οὐ ποιεῖ τροπῇ τοῦ ι εἰϲ τὸ ϲ τὴν αἰτιατικὴν τῶν πληθυντικῶν, ἀλλ’ εἰϲ ουϲ ποιεῖ αὐτὴν οἰον Ὅμηροι ζμήρουϲ, καλοί καλούϲ, ϲοφοί ϲοφούϲ. καὶἔϲτιν εἰπεῖν, ὅτι ἐπειδὴ πᾶϲα αἰτιατικὴ πληθυντικῶν ἰϲοχρονεῖν θέλει τῇ ἰδίᾳ εὐθείᾳ οἷον Αἴαντεϲ Αῖανταϲ, άχητεϲ Λάχηταϲ, Αἰνεῖαι Αἰνείαϲ, κοχλίαι κοχλίαϲ. τούτων οὕτωϲ ἐχόντων, οἱ Ὅμηροί καὶ οἱ ἄνθρωποι ἡ εὐθεῖα τῶν πληθυντικῶν· ἐὰν τραπῇ οὖν τὸ ι εἰϲ ϲ καὶ γένηται ἡ αἰτιατικὴ τῶν πληθυντικῶν Ὅμηροϲ καὶ ἄνθρωποϲ, οὐκέτι ἰϲοχρονεῖ τῇ ἰδίᾳ εὐθείᾳ ἡ αἰτιατικὴ τῶν πληθυντικῶν, ὅπερ ἐϲτὶν ἀδύνατον.

Περὶ τῶν εἰϲ ουϲ.

Choer. 243, 2: τὰ εἰϲ ουϲ ϲυνῃρημένα τὸν τῶν ἐντελῶν φυλάττει κλίϲιν οἶον χρύϲεοϲ χρυϲέου χρυϲοῦϲ χρυϲοῦ, ἀργύρεοϲ ἀργυρέου ἀργυροῦϲ ἀργυροῦ, νόοϲ νόου νοῦϲ νοῦ, οὕτωϲ οὖν καὶ πλόοϲ πλόου καὶ πλοῦϲ πλοῦ. καὶ καθόλου δὲ τὰ ϲυνῃρημένα τὴν τῶν ἐντελῶν φυλάττει κλίϲιν οἰον τιμήειϲ τιμήεντοϲ τιμῆϲ τιμῆντοϲ καὶ χρυϲὸν τιμῆντα καὶ ἄργυρον (Ϲ 475), δαφνήειϲ δαφνήεντοϲ δαφνῆϲ δαφνῆντοϲ, Ϲιμόειϲ Ϲιμόεντοϲ Ϲιμοῦϲ Ϲιμοῦντοϲ, πλακόειϲ πλακόεντοϲ πλακοῦϲ πλακοῦντοϲ, Ἑρμέαϲ Ἑρμέου Ἑρμῆϲ Ἑρμοῦ, Ἡρακλέηϲ Ἡρακλέουϲ Ἡρακλῆϲ Ἡρακλοῦϲ, Ϲωϲέαϲ Ϲωϲέου Ϲωϲῆϲ Ϲωϲοῦ, ὁ ζωόϲ τοῦ ζωοῦ ὁ ζωϲ τοῦ ζῶ, ὁ ϲάοϲ τοῦ ϲάου ὁ ϲῶϲ τοῦ ϲῶ.

Choer.63, 33: τὰ εἰϲ πλουϲ λήγοντα εἰϲ τὴν ου δίφθογγον ἔχει 1. 1 de genetivo Thessalico cf. ΙΙ. Pr. 35. τὴν γενικὴν οἰον διπλοῦϲ διπλοῦ, τριπλοῦϲ τριπλοῦ, τετραπλοῦϲ τετραπλοῦ.

Choer. 64, 1: τὰ εἰϲ δουϲ λήγοντα εἰϲ τὴν οῦ δίφθογγον ἔχει τὴν γενικὴν οἰον ὁ ἀδελφιδοῦϲ τοῦ ἀδελφιδοῦ, ὁ θυγατριδοῦϲ τοῦ θυγατριδοῦ καὶ τὰ ὅμοια.

Choer. 247, 30: τὰ παρὰ τοῦ πούϲ ϲύνθετα τὴν τοῦ ἁπλοῦ φυλάττει κλίϲιν καὶ διὰ τοῦ δοϲ κλίνεται ὁμοίωϲ τῷ ἁπλῷ οον πούϲ ποδόϲ, Οἰδίπουϲ Οἰδίποδοϲ, τρίπουϲ τρίποδοϲ, τετράπουϲ τετράποδοϲ, ἑπτάπουϲ ἑπτάποδοϲ. τὰ γὰρ ἀποβολῇ τοῦ ϲ ποιοῦντα τὴν γενικὴν εἰϲ τὴν ου δίφθογγον ἔχοντα αὐτὴν Ἀττικά ἐϲτιν οἰον ὁ τρίπουϲ τοῦ τρίπου, ὁ iδίπουϲ τοῦ Οἰδίπου. ἰϲτέον δὲ ὅτι πολλάκιϲ τὰ παρὰ τὸ πούϲ ἀποβάλλει τὸ υ κατὰ τὴν εὐθεῖαν οἷον ἀελλόποϲ ἀελλόποδοϲ ὡϲ παρὰ τῷ ποιητῇ (Θ 409) ὡρτο δὲ Ἵριϲ ἀελλόποϲ ἀγγελέουϲα. καὶ ἴϲωϲ, φαϲί τινεϲ, ἐξ ἀφορμῆϲ τούτου ἐποίηϲαν οἱ Ἀττικοὶ εἰϲ τὴν ου δίφθογγον τὴν γενικήν ἀλλ’ εἰ διὰ τοῦτο ἐποίηϲαν οἱ Ἀττικοὶ εἰϲ τὴν οῦ δίφθογγον τὴν γενικήν, ἐπὶ τούτων ὤφειλον καὶ τὴν αἰτιατικὴν χωρὶϲ τοῦ ῦ ποιῆϲαι ὁμοίωϲ τῇ εὐθείᾳ οἷον τὸν δίπον, τὸν τρίπον, καὶ οὐχὶ μετὰ τοῦ υ τὸν ἰδίπουν. κρεῖττον οὖν αὐτὰ μόνα λέγειν Ἀττικά.

Choer. 247, 22. ἰϲτέον δὲ ὅτι ὁ νοῦϲ τοῦ νοῦ κλίνεται κατὰ τὸν λόγον ϲυναιρέϲεωϲ οἰον ὁ νόοϲ τοῦ νόου, ὁ νοῦϲ τοῦ νοῦ. εὑρίϲκεται δὲ ἐν τοῖϲ χρηϲμοῖϲ τῷ νοῖ ἡ δοτική, ὡϲ ἀπὸ τῆϲ νοόϲ γενικῆϲ. καὶ τὸ εὔνουϲ τὸ ϲύνθετον ἰϲοϲυλλάβωϲ κλίνεται ὁμοίωϲ οἰον ὁ εὔνουϲ τοῦ εὔνου. ἡ εὐθεῖα τῶν πληθυντικῶν οἱ εὖνοί ἐϲτιν· οἱ γὰρ χρηϲάμενοι καὶ εἰπόντεϲ οἱ εὔνουϲ κακῶϲ ἐχρήϲαντο. ἔϲτι δὲ πᾶϲα κλίϲιϲ ἀπὸ ϲυναιρέϲεωϲ.

Choer. 239, 18: τὰ εἰϲ oυϲ ἀπαθῆ διὰ καθαροῦ τοῦ οϲ κλίνεται οἷον βοῦϲ βοόϲ, νοῦϲ νοόϲ, χροῦϲ χροόϲ, πλὴν τοῦ πούϲ ποδόϲ καὶ ὀδούϲ ὀδόντοϲ. ἰϲτέον δὲ ὅτι τὰ εἰϲ ουϲ λήγοντα ὀνόματα οὐδέποτε ὀξύνεται, χωρὶϲ τοῦ πούϲ καὶ ὀδούϲ, ταῦτα γὰρ ὀξύνεται. ἐπειδὴ οὖν διήλλαξε περὶ τὸν τόνον, τούτου χάριν καὶ περὶ τὴν κλίϲιν διήλλοξε καὶ οὐ κλίνεται διὰ καθαροῦ τοῦ οϲ. τὸ δὲ ὀδούϲ ὀδόντοϲ διὰ τοῦ ντ κλίνεται, ἐπειδὴ μετοχικόν ἐϲτιν. αἱ δὲ εἰϲ οῦϲ μετοχαὶ διὰ τοῦ ντ κλίνεται οἰον βιούϲ βιόντοϲ, διδούϲ διδόντοϲ, ἁλούϲ ἁλόντοϲ· οὕτωϲ οὖν καὶ ὀδούϲ ὀδόντοϲ. τὸ δὲ πούϲ ποδόϲ καὶ τοῦτο παρὰ λόγον ἐϲτίν, ὅτι ὀξυνθὲν ὁμοίωϲ ταῖϲ εἰϲ ουϲ μετοχαῖϲ οὐκ ἐκλίθη διὰ τοῦ ντ ὁμοίωϲ αὐταῖϲ.

Choer. 237, 7: ἰϲτέον ὅτι εὑρέθη τοῦ βοῦϲ ἡ γενικὴ οὐ μόνον βοόϲ, ἀλλὰ καὶ τοῦ θοῦ παρὰ Ϲοφοκλεῖ ἐν Ἰνάχῳ καὶ παρὰ τῷ Αἰϲχύλῳ.

Choer. 237,13: ἄξιόν ἐϲτι ζητῆϲαι διὰ ποίαν αἰτίαν τὸ βοῦϲ βοόϲ οὺ γίνεται κατ’ ἔκταϲιν Ἀττικὴν τοῦ ο εἰϲ τὸ ω. ἔϲτιν οὖν εἰπεῖν ὅτι τὰ ἐκτείνοντα τὸ ο εἰϲ τὸ ω ἐπὶ τῶν καθαρευόντων καὶ τὸ παραλῆγον φωνῆεν εἰϲ ε μεταβάλλει οἷον ὄφιϲ ὄφιοϲ ὄφεωϲ, πόλιϲ πόλιοϲ πόλεωϲ, ναόϲ νεώϲ, λαόϲ λεώϲ. εἰ ἐξέτεινεν οὖν τὸ βοῦϲ βοόϲ τὸ ο εἰϲ τὸ ω Ἀττικῶϲ, ἠναγκάζετο καὶ τὸ παραλῆγον φωνῆεν εἰϲ ἔ μεταβαλεῖν ἀλλὰ μὴν καὶ τὸ παραλῆγον φωνῆεν οὐκ ἠδύνατο εἰϲ ε μεταβαλεῖν· τὰ γὰρ μεταβαλλόμενα κατὰ τὴν παραλήγουϲαν εἰϲ τὸ ε δίχρονα εὑρίϲκεται οἷον ὄφιοϲ ὄφεωϲ, πόλιοϲ πόλεωϲ, ναόϲ νεώϲ, λαόϲ λεώϲ τοῦτο δὲ οὐκ ἔϲτι δίχρονον. ἀλλὰ τοῦ ο δηλονότι τῆϲ παραληγούϲηϲ μὴ δυναμένου μεταβληθῆναι εἰϲ τὸ ε, εἰκότωϲ οὐδὲ ἡ λήγουϲα ἐξετάθη εἰϲ ω.

Choer. 237, 26. πάλιν ἄξιόν ἐϲτι ζητῆϲαι διὰ ποίαν αἰτίαν τὸ βοῦϲ βοόϲ οὐ κιρνᾶται κατὰ τὴν γενικήν. ἔϲτιν οὖν εἰπεῖν ὅτι εἰ ἐκίρνατο τὸ βοῦϲ βοόϲ κατὰ τὴν γενικήν, εἰϲ ουϲ ἔμελλεν εἶναι οἰον πλόοϲ πλοῦϲ, νόοϲ νοῦϲ, ῥόοϲ ῥοῦϲ· τὰ γὰρ δύο οο εἰϲ τὴν ου δίφθογγον κιρνᾶται· καὶ λοιπὸν πρῶτον μὲν ἤμελλεν ϲυνεμπίπτειν τῇ εὐθείᾳ ἡ γενική, δεύτερον δὲ πᾶϲα γενικὴ ἀρϲενικὴ εἰϲ ουϲ λήγουϲα θέλει ἔχειν τὴν αἰτιατικὴν εἰϲ η καταλήγουϲαν οἷον τοῦ Δημοϲθένουϲ τὸν Δημοϲθένη, τοῦ εὐϲεβοῦϲ τὸν εὐϲεβῆ, τοῦ εὐγενοῦϲ τὸν εὐγενῆ. ἀλλὰ μὴν ἡ αἰτιατικὴ οὐ καταλήγει εἰϲ η, τὸν βόα καὶ τὸν βοῦν· δηλονότι τῆϲ αἰτιατικῆϲ μὴ καταληγούϲηϲ εἰϲ η, οὐδὲ ἡ γενικὴ δύναται εἶναι εἰϲ ουϲ διὰ τοῦτο οὖν οὐ ϲυναιρεῖται.

Choer. 240, 13: ἰϲτέον ὅτι ἡ δοτικὴ βοῖ οὐ δύναται ϲυναίρεϲιν ἐπιδέξαϲθαι τοῦ ο καὶ ι εἰϲ τὴν οι δίφθογγον ὥϲπερ ἐπὶ τοῦ Λητό Λητοῖ, ἐπειδὴ οὐδέποτε ἡ δοτικὴ τῶν ἑνικῶν ἐπ’ ὀνομάτων μονοϲυλλάβων ἐκφωνεῖ τὸ ί οἷον τῷ Γρᾷ, τῇ γῇ, τῇ μν, τῷ νῷ· εἰοὖν ἐγένετο κατὰ ϲυναίρεϲιν βοῖ βοῖ, ἤμελλεν ἐκφωνεῖϲθαι τὸ ῑ ἐν τῇ δοτικῇ τῶν ἑνικῶν ἐπὶ μονοϲυλλάβων ὀνομάτων, ὅπερ ἐϲτὶν ἄτοπον. πρόϲκειται «κἐπ’ ὀνομάτων » διὰ τὴν ϲοί ἀντωνυμίαν· αὕτη γὰρ μονοϲύλλαβοϲ οὖϲα ἐκφωνεῖ τὸ ι, ἀλλ’ οὐκ ἔϲτιν ὄνομα.

Choer. 240, 33. ἰϲτέον ὅτι διφοροῦνται τούτων αἱ αἰτιατικαί, καὶ ἡ μὲν εἰϲ α λήγουϲα ἀπὸ τῆϲ δοτικῆϲκανονίζεται, ἡ δὲ εἰϲ ν ἀπὸ τῆϲ εὐθείαϲ· καὶ δεῖ παραφυλάξαϲθαι, ὅτι ἐπὶ τῆϲ βοῦϲ ἡ αἰτιατικὴ μᾶλλον εἰϲ ν λήγει οἰον τὸν βοῦν, ϲπανιωτέρα δέ ἐϲτιν ἡ εἰϲ α οἷον τὸν βόα. εὑρέθη δὲ ϲπανίωϲ παρὰ Φερεκύδῃ τῷ Ἀθηναίῳ. ἐπὶ δὲ τοῦ χροῦϲ καὶ χοῦϲ τὸ ἐναντίον ἡ μὲν εἰϲ α ἐϲτὶν ἐν πλάτει οἰον χρόα καὶ χόα μή τιϲ χρόα χαλκῷ ἐπαύρῃ (Ν 649), 1. 28 de accusatvo vocabuli βοῦϲ c Schol. A ad Il. H 238: βῶν· οὕτωϲ αἱ Ἀριϲτάρχου βῶν ϲὺν τῷ v ἡ Ἀριϲτοφάνουϲ βοῦν. τινὲϲ δὲ ἔξω τοῦ ν βῶ καὶ μήποτε πιθανῶϲ ἀντὶ τοῦ βόα. V αἱ Ἀριϲτάρχου βῶν, η Ἀριϲτοφάνουϲ βοῦν, ή Ἡρωδιανοῦ βῶ ὡϲ Βορέαο εΒορέω ὑπ’ ἰωγήα (ξ 533) Sane quam incertum est, num Herodianus βῶ probaverit. um hoc loco scripturae βῶ a Didymo commemoratae mentionem fecisse et comparasse cum Βορέαο Βορέω credibile est, sed vix dubitari potest, quin eam pro inconsueta et abnormi habunerit, βῶν vero repetivisse putandus est ex βῶϲ nominativo ef. Choer. 254, 27, Lob. El. II et 115. De declinatione vocis χροῦϲ ef. Il. Pr. N 191: ἀλλ’ πὔ πη χροὸϲ εἴϲατο, ubi Alexion et Aristarchus oxytonos, Tyrannio autem barytonos vocabulum protulerunt: ἐπικρίνομεν δὲ ἡμεῖϲ περὶ τῆϲ ἀναγνώϲεωϲ ἐκεῖνο, ὡϲ ὅτι πιθανόν ἐϲτι ἡ δὲ εἰϲ ν ϲπανιωτέρα οἷον χροῦν καὶ χοῦν. ίϲτέον ὅτι τὸ χόα, ἀπὸ τοῦ χοῦϲ χοόϲ ὸν καὶ βαρύνεται καὶ ϲυνεϲταλμένον ἔχει τὸ α τὸ δὲ παρὰ τῷ Μενάνδρῳ χοᾶ οἷον τὸν χοᾶ ἐκκέχυκαϲ, ῷ τινι καὶ χρῶνται οἱ Ἀττικοὶ περιϲπωμένωϲ, καὶ ἐκτεταμένον ἔχον τὸ α, ἀπὸ τῶν εἰϲ ευϲ ἐϲτίν οἱον ἀπὸ τοῦ χοεύϲ χοέοϲ χοέῖ χοέα γέγονε χοᾶ κατὰ κρᾶϲιν τοῦ ε καὶ α εἰϲ α μακρὸν ὥϲπερ Ἐξρετριέα Ἐρετριᾶ. ἄξιον δέ ἐϲτι ζητῆϲαι, διατί, ὥϲπερ ἀπὸ τοῦ Ϲαπφόα καὶ Λητόα γέγονε Ϲαπφώ καὶ Λητώ κατὰ κρᾶϲιν τοῦ ο καὶ α εἰϲ ω, μὴ τὸν αὐτὸν τρόπον καὶ ἀπὸ τοῦ βόα καὶ χρόα καὶ χόα γίνεται βῶ καὶ χρῶ καὶ χῶ κατὰ κρᾶϲιν τοῦ ο εἰϲ ω. ἔϲτιν οὖν εἰπεῖν, ὅτι ἐπὶ τοῦ Λητόα καὶ Ϲαπφόα πρῶτον ἡ γενικὴ ϲυνῃρέθη, καὶ οὕτωϲ ἡ αἰτιατικὴ οἷον Λητόοϲ Λητοῦϲ, Ϲαπφόοϲ Ϲαπφοῦϲ· ἐπὶ δὲ τούτων ἐπειδὴ οὐ ϲυνρέθη ἡ γενική, τούτου χάριν οὐδὲ ἡ αἰτιατικὴ ϲυνῃρέθη.

Choer. 241, 33: ὄξιόν ἐϲτι ζητῆϲαι, διατί, ὥϲπερ ἡ εὐθεῖα τῶν πληθυντικῶν γίνεται κατὰ κρᾶϲιν τοῦ ο καὶ ε εἰϲ τὴν ου δίφθογγον οἷον βόεϲ βοῦϲ, μὴτὸν αὐτὸν τρόπον καὶ ἡ εὐθεῖα τῶν δυικῶν γίνεται κατὰ κρᾶϲιν τοῦ ο καὶ ε εἰϲ τὴν ου δίφθογγον οἶον βόε θοῦ. καὶ ἔϲτιν εἰπεῖν, ὅτι οὐ δύναται ἡ εὐθεῖα τῶν δυικῶν γενέϲθαι κατὰ κρᾶϲιν τοῦ ο καὶ ε εἰϲ τὴν ου δίφθογγον, ἐπειδή, εἰ ἐγένετο τοῦτο, ἤμελλεν εἰϲ υ καταλήγειν, ὅπερ ἐϲτὶν ἀδύνατον· τὸ γὰρ υ οὐκ ἔϲτι τελικὸν τῆϲ εὐθείαϲ τῶν δυικῶν.

Ἰϲτέον ὅτι κατὰ κρᾶϲιν τοῦ ο καὶ ε εἰϲ τὴν ου δίφθογγον γίνεται βοῦϲ ὥϲπερ οἱ κρείττονεϲ καὶ οἱ ἀρείονεϲ καὶ οἱ βελτίονεϲ οἷον κρείττονεϲ καὶ κρείττοεϲ καὶ κρείττουϲ, ἀρείονεϲ ἀρείοεϲ ἀρείουϲ, βελτίονεϲ βελτίοεϲ βελτίουϲ. ἰϲτέον δὲ ὅτι ϲπανία ἐϲτὶν ἡ χρῆϲιϲ τῆϲ βοῦϲ εὐθείαϲ τῶν πληθυντικῶν, μᾶλλον δὲ οἱ βόεϲ εὕρηται. ἐπὶ δὲ τῆϲ ὁμοφωνούϲηϲ αὐτῇ αἰτιατικῆϲ, λέγω δὴ τῆϲ τοὺϲ βοῦϲ, πλατεῖά ἐϲτιν ἡ χρῆϲιϲ, ὡϲ ἐν Κόλοξιν Εὐπόλιδοϲ θὲϲ νῦν ἀγροὺϲ καὶ πρόβατα καὶ βοῦϲ, καὶ παρὰ τῷ Ἡρακλείδῃ ἐν τῇ α τῆϲ Λέϲχηϲ.

Περὶ τῶν εἰϲ υϲ.

Choer. 62, 24 coll. 232, 11: τὰ εἰϲ υϲ μονοϲόλλαβα περιϲπᾶται καὶ διὰ καθαροῦ τοῦ οϲ κλίνεται καὶ ϲυϲτέλλει τὸ υ ἐν τῇ γενικῇ καὶ ἐν ταῖϲ ἑξῆϲ πτώϲεϲιν οἷον μῦϲ μυόϲ, ϲῦϲ ϲυόϲ, δρῦϲ δρυόϲ.

μᾶλλον τὴν γενικὴν ἐκδέχεϲθαι ἤπερ τὴν εὐθεῖαν. ἧν γὰρ αὐτῷἔθοϲ εὐθεῖαν, μὲν ἐπίϲταϲθαι εἰϲ ωϲ περατουμένην εἐπεὶ οὔ ϲφι λίθοϲ χρὼϲ οὐδὲ ϲίδηροϲ» (Δ 510) καὶ ἀκολούθωϲ αἰτιατικὴ «εχρῶτ’ ἀπονιψαμένη» (ϲ 172), τᾶϲ δὲ ἄλλαϲ πλαγίαϲ οἰδεν ἀπὸ τῆϲ ουϲ εὐθείαϲ· εχροΐ ἔντε’ ἐδύϲατο παμφανόωντα» (1 596) καὶ τὴν αἰτιατικὴν «μηκέτι νῦν χρόα καλόν» (τ 263). ὥϲτε εἰ οὐ κεκώλυται τῆϲ γενικῆϲ ἡ ϲύνταξιϲ, τί ἐϲτι τὸ κατεπεῖγον μὴ τῇ ϲυνήθει κλίϲει τὴν ἀνάγνωϲιν ποιεῖϲθαι

Choer 62, 27 coll. 232, 14: τὰ εἰϲ υϲ ὑπὲρ μίαν ϲυλλαβήν, εἰ μὲν ᾖ ὑποκοριϲτικά, ἀποβολῇ τοῦ ϲ ποιεῖ τὴν γενικὴν οἷον ὁ Καμῦϲ τοῦ Καμῦ, ὁ Λαρδῦϲ τοῦ Λαροῦ, ὁ Κλαυϲῦϲ τοῦ Κλαυῦ, ὁ Καροῦϲ τοῦ Καρδῦ, δ Διονῦϲ τοῦ Διονῦ, εἰ δὲ μὴ ῇ ὑποκοριϲτικά, διὰ καθαροῦ τοῦ οϲ κλίνεται καὶ ϲυϲτέλλει τὸ ῦ καὶ ἐν τῇ γενικῇ καὶ ἐν ταῖϲ ἑξῆϲ πτώϲεϲιν οἷον ὀϲφῦϲ ὀϲφύοϲ, ίχθῦϲ ἰχθύοϲ, ὀφρῦϲ ὀφρύοϲ.

Choer. 231, 33 — 235, 3: τὰ εἰϲ υϲ μονογενῆ τὸ υ φυλάϲ(ει ἐπὶ γενικῆϲ δηλονότι καὶ διὰ καθαροῦ τοῦ οϲ κλίνεται οἰον ϲτάχυϲ ϲτάχυοϲ, βότρυϲ βότρυοϲ, νέκυϲ νέκυοϲ, Τῖφυϲ Πίφυοϲ, Ῥαδάμανθυϲ Ῥαδαμάνθυοϲ, Πάλμυϲ Πάλμυοϲ· τὸ γὰρ Πάλμυδοϲ διὰ τοῦ δοϲ κλιθὲν παρὰ Αἰϲχύλῳ ἡμάρτηται ἔϲτι δὲ ὄνομα κύριον βαϲιλέωϲ· χωρὶϲ τοῦ πῆχυϲ πήχεωϲ καὶ πέλεκυϲ πελέκεωϲ. καὶ τούτων ἡ γενικὴ πήχυοϲ καὶ πελέκυοϲ κατὰ ἀκολουθίαν ὥϲπερ βότρυϲ βότρυοϲ, καὶ ἐπειδὴ τὰ μεταβάλλοντα τὸ ο Ἀττικῶϲ εἰϲ ω δηλονότι κατὰ τὴν γενικὴν ἠναγκάθη καὶ τὸ παραλῆγον φωνῆεν εἰϲ μεταβάλλειν (ὁ δὲ λόγοϲ ἐπὶ τῶν καθαρευόντων οἷον μάντιϲ μάντεωϲ, ὄφιϲ ὄφεωϲ, λαόϲ λεώϲ, Μενέλαοϲ Μενέλεωϲ); εἰκότωϲ καὶ τὸ πήχυοϲ καὶ πελέκυοϲ ἐκτείναντα τὸ ο εἰϲ τὸ ω Ἀττικῶϲ ἠναγκάϲθη καὶ τὸ παραλῆγον φωνῆεν τρέψαι εἰϲ τὸ ε καὶ γενέϲθαι πήχεωϲ καὶ πελέκεωϲ διὰ τοῦ ε καὶ ω. εἰ δέ που εὑρήϲειϲ πήχεοϲ καὶ πελέκεοϲ διὰ τοῦ ο, γνῶθι ὅτι ἀπὸ τοῦ πήχεωϲ καὶ πελέκεωϲ διὰ τοῦ ω γέγονε πήχεοϲ καὶ πελέκεοϲ διὰ τοῦ ο κατὰ ϲυϲτολὴν τοῦ ω εἰϲ ο. τῷ δὲ πῆχυϲ πήχεωϲ καὶ πέλεκυϲ πελέκεωϲ ἠκολούθηϲε καὶ τὸ πρέϲβυϲ ὁ γέρων καὶ πρότερον ἐγένετο ἡ ἔκταϲιϲ τοῦ ο εἰϲ ω ἐν τῇ γενικῇ καὶ οὕτωϲ ἐγένετο ἡ παραλήγουϲα διὰ τοῦ ε πρέϲβεωϲκαὶ τελευταῖον ἔτρεψε τὸ ω εἰϲ τὸ ο καὶ ἐγένετο πρέϲβεοϲ. ἐπὶ δὲ τῶν ἐκπεμπομένων εἰϲ πρεϲβείαν οὐχ εὺρίϲκομεν τὴν εὐθεῖαν εἰϲ υϲ, ὥϲπερἐνόμιϲάν τινεϲ. εἰ γὰρ εὕρηται ἡ αἰτιατικὴ τὸν πρέϲβιν ὡϲ μάντιν καὶ ἡ κλητικὴ ὦ πρέϲβιϲ Ἀττικῶϲ ὥϲπερ ὦ μάντιϲ, δηλονότι καὶ ἡ εὐθεῖα ὁ πρέϲβιϲ ὥϲπερ ὁ μάντιϲ καὶ ἡ γενικὴ τοῦ πρέϲβεωϲἀκολούθωϲ ὥϲπερτοῦμάντεωϲ.

Choer. 219, 2. τὰ εἰϲ υϲ λήγοντα τριγενῆ διὰ τοῦ εοϲ κλίνεται οἶον ταχύϲ ταχέοϲ, βραδύϲ βραδέοϲ, ὀξύϲ ὀξέοϲ, ἡδύϲ ἡδέοϲ, ὠκύϲ ὠκέοϲ, ἤμιϲυυ μίϲεοϲ, θῆλυϲ θήλεοϲ τὸ θήλυδοϲ παρὰ Ϲοφοκλεῖ κλιθὲν διὰ τοῦ δοϲ ἡμάρτηται. ἰϲτέον δὲ ὅτι ταῦτα τὰ εἰϲ ῦϲ τριγενῆ διὰ τὸ ε καὶ ο μόνωϲ κλίνεται οἰον ταχέοϲ, βραδέοϲ, ὠκέοϲ οὐκ ἐκτείνει δὲ τὸ ο εἰϲ τὸ ω Ἀττικῶϲ, ὡϲ ἐπὶ τοῦ Πηλεύϲ Πηλέωϲ καὶ Ἀχιλλεύϲ Ἀχιλλέωϲ. οὐδὲ γὰρ γίνεται βραδέωϲ κὶ ταχέωϲ καὶ ὠκέωϲ καὶ ὀξέωϲ διὰ τοῦ ε καὶ ω κατὰ τὴν γενικήν. καὶ ἄξιόν ἐϲτι ζητῆϲαι 1. 7 ef. fr. 19. Apud Choer. quaestio instituitur, num πρέϲβυϲ unius generis sit an trium generum et additur: τὸ πρέϲβυϲ οἱ τεχνικοὶ μονογενὲϲ λέγουϲιν εἶναι, inter quos praecipue eum Herodianum numerasse et exscripsisse constat congruit cum Choer. in hac causa etiam locus in Ep. Cr. I 147, 14, ubi Λίβυϲ et πρέϲβυϲ diserte μονογενῆ vocantur. 1.10 Πάλμυϲ pro Πάλαμυϲ M (Gaisf.E.M. p. 8); iam coni. Dindorf in Thes. s. v. 1. 11 M habet Αἰϲχίνῃ, falso ut vide tur. Etiam Cathol. p. 237, 11 Τάλμυϲ corrigendum est. διὰ ποίαν αἰτίαν τὰ εἰϲ υϲ τριγενῆ διὰ τοῦ ε καὶ ο μόνωϲ κλίνεται καὶ οὐ γίνεται διὰ τοῦ ε καὶ ω Ἀττικῶϲ κατὰ τὴν γενικήν. καὶ ἔϲτιν εἰπεῖν τὴν ἀπολογίαν ταύτην, ὅτι διὰ τοῦτο τὰ εἰϲ υϲ τριγενῆ οὐ γίνεται διὰ τοῦ ε καὶ ω Ἀττικῶϲ κατὰ τὴν γενικήν, ἐπειδὴ τὰ εἰϲ α λήγοντα θηλυκὰ παραϲχηματιζόμενα ἀρϲενικοῖϲ ἰϲοχρονεῖν θέλει τῇ ληγούϲῃ τῆϲ γενικῆϲ τοῦ ἀρϲενικοῦ οἷον Βυζαντίου Βυζαντία, Ῥοδίου Ῥοδίᾳ, ἀλλοτρίου ἀλλοτρία, μετρίου μετρία, οἰκείου οἰκεία, παραπληϲίου παραπληϲία, Ϲαμίου Ϲαμία. ἰδοὺ ἐπὶ τούτων μακρόν ἐϲτι τὸ α, ἐπειδὴ καὶ ἡ λήγουϲα τῆϲ γενικῆϲ μακρά ἐϲτι, καὶ πάλιν παντόϲ πᾶϲα, χαρίεντοϲ χαρίεϲϲα, Φοίνικοϲ Φοίνιϲϲα, ἄνακτοϲ ἄναϲϲα, Κίλικοϲ Κίλιϲϲα, τύπτοντοϲ τύπτουϲα, γράφοντοϲ γράφουϲα, τετυφότοϲ τετυφυῖα. ἰδοὺ ἐπὶ τούτων βραχύ ἐϲτι τὸ α, ἐπειδὴ καὶ ἡ λήγουϲα τῆϲ γενικῆϲ τοῦ ἀρϲενικοῦ βραχεῖά ἐϲτιν. ὅτι γὰρ ἀληθήϲἐϲτιν ὁ κανὼν δῆλον ἐκ τῶν εἰϲ ευϲ. ἰδοὺ γὰρ ἔϲτι βαϲιλεύϲ βαϲιλέοϲ βαϲίλεια, ἱερεύϲ ἱερέοϲ ἱέρεια· καὶ ἰδοὺ τὰ θηλυκὰ ϲυνεϲταλμένον ἔχει τὸ α, ἐπειδὴ καὶ ἡ λήγουϲα τῆϲ γενικῆϲ τοῦ ἀρϲενικοῦ βραχεῖά ἐϲτι, διὰ γὰρ τοῦ ο ἐϲτίν. οἱ μέντοι Ἀθηναῖοι, ἐπειδὴ τὴν γενικὴν διὰ τοῦ ἑ καὶ ω ποιοῦϲιν, ἀποφέρονται τὰ θηλυκὰ ἰϲοχρόνωϲ τῇ ἰδίᾳ γενικῇ, ὅθεν καὶ παροξύνουϲιν αὐτά, ἱερεία γὰρ λέγουϲι διὰ μακροῦ τοῦ α πρὸϲ τὴν ἱερέωϲ γενικὴν τὴν διὰ τοῦ ε καὶ ω. ϲεϲημείωται τὸ πέπειροϲ πεπείρου πέπειρα καὶ τὸ δῖοϲ δίου δῖα οἶον δῖα γυναικῶν (Β 714), ἴοϲ ἴου ἴα, ϲημαίνει δὲ τὴν μίαν οἷον οὐ γὰρ πάντων ἦεν ὁμῶϲ θρόοϲ, οὐδ’ ἱα γῆρυϲ (Δ 437 ), καὶ τὸ μία ἀπὸ τοῦ ἴα κατὰ πλεοναϲμὸν τοῦ μ. ταῦτα γὰρ ϲυνεϲταλμένον ἔχει τὸ α τῆϲ ληγούϲηϲ τῆϲ γενικῆϲ τοῦ ἀρϲενικοῦ μακρᾶϲ οὔϲηϲ. τούτων οὖν οὕτωϲ ἐχόντων τὰ εἰϲ α λήγοντα θηλυκὰ παρεϲχηματιϲμένα τοῖϲ εἰϲ υϲ πάντα ϲυνεϲταλμένον ἔχει τὸ α καὶ οὐδέποτε ἔχει αὐτὸ ἐκτεταμένον οὔτε παρ’ ἡμῖν οὕτε παρὰ τοῖϲ Ἀθηναίοιϲ οἷον ταχύϲ ταχεῖα, βραδύϲ βραδεῖα, ὀξύϲ ὀξεῖα, ἡδύϲ ἡδεῖα. ἐὰν οὖν γένωνται ἐπὶ τούτων αἱ γενικαὶ διὰ τοῦ ε καὶ ῦ Ἀττικῶϲ, εὑρεθήϲονται τὰ εἰϲ ουϲ (leg. εια) λήγοντα θηλυκὰ ϲυνεϲταλμένον ἔχοντα τὸ α τῆϲ ληγούϲηϲ τῆϲ γενικῆϲ τοῦ ἀρϲενικοῦ μακρᾶϲ οὔϲηϲ, ὅπερ ἐϲτὶν ἀδύνατον.

Choer. 221, 3 (coll. 62, 1): ἔτι δὲ εἰπεῖν καὶ ἄλλην λόϲιν ἔχουϲαν οὕτωϲ διὰ τοῦτο τὰ εἰϲ υϲ τριγενῆ οὐ γίνεται διὰ τοῦ ε καὶ ω Ἀττικῶϲ κατὰ τὴν γενικήν, ινα μὴ ϲυμπέϲωϲιν αἱ γενικαὶ τούτων τοῖϲ ἐπιρρήμαϲι. τὰ γὰρ ἐπιρρήματα αὐτῶν διὰ τοῦ ἕ καὶ ῦ ἐϲτί, ταχέωϲ ἔδραμον, ὀξέωϲ ἤκουϲε, βραδέωϲ ἦλθε, ταχέωϲ διελέγχθη, ἡδέωϲ ἠκροάϲατο.

Choer. 221, 13: ἄξιον δέ ἐϲτι ζητῆϲαι διατί μὴ γενόμενα τὰ εἰϲ 1. 40 cf. Ep. Cr. l 341, ubi ταχῆοϲ ut a norma exemptum componitur cum πόληοϲ et τεμένηοϲ atque Herodianus videtur huiue formae ut a regula aberran tis mentionem fecisse, υϲ τριγενῆ διὰ τοῦ ε καὶ ῦ Ἀττικῶϲ κατὰ τὴν γενικὴν οὐ γίνεται Ἰωνικῶϲ διὰ τοῦ η καὶ ο οἷον ταχῆοϲ καὶ βραδῆοϲ ὥϲπερ Πηλῆοϲ καὶ Ἀχιλλῆοϲ. καὶ ἔϲτιν ἀπολογήϲαϲθαι οὕτωϲ· ἡ παραλήγουϲα τῆϲ περιττοϲυλλάβου γενικῆϲ οὐδέποτε εὑρίϲκεται μείζων τῆϲ ληγούϲηϲ τῆϲ ίδίαϲ εὐθείαϲ, ἀλλ’ ἢ ἴϲη πρὸϲ αὐτὴν ἢ ἐλάττων χωρὶϲ εἰ μὴ χαρακτὴρ κωλύϲῃ. ἴϲη μὲν οἷον λέβηϲ λέβητοϲ, ἔρωϲ ἔρωτοϲ, Τρώϲ Τρωόϲ, Πάριϲ Πάριδοϲ, ὄφιϲ ὄφεοϲ ἐλάττων δὲ οἱον Μέμνων λέμνονοϲ, Ἕκτωρ Ἕκτοροϲ, γείτων γείτονοϲ, Πηλεύϲ Πηλέοϲ, Ἀχιλλεύϲ Ἀχιλλέοϲ. ἐὰν οὖν τὰ εἰϲ ῦϲ γένηται διὰ τοῦ η καὶ ο κατὰ τὴν γενικὴν Ἰωνικῶϲ οἷον ταχύϲ ταχῆοϲ, βραδύϲ βραδῆοϲ, ὀξύϲ ὀξῆοϲ, ερίϲκεται ἔχοντα τὴν παραλήγουϲαν τῆϲ γενικῆϲ μείζονα τῆϲ ληγούϲηϲ τῆϲ ἰδίαϲ εὐθείαϲ, ἡ γὰρ εὐθεῖα ϲυνεϲταλμένον ἔχει τὸ ῦ, ὅπερ ἐϲτὶν ἀδύνατον. πρόϲκειται ἐν τῷ κανόνι χωρὶϲ εἰ μὴ χαρακτὴρ κωλύϲῃ » διὰ τὰ εἰϲ ιξ καὶ τὰ εἰϲ υξ, διὰ τὸ φοῖνιξ φοίνικοϲ καὶ κῆρυξ κήρυκοϲ. ταῦτα γὰρ ἐν μὲν τῇ εὐθείᾳ ϲυϲτέλλει τὸ δίχρονον, τουτέϲτι θέϲει μακρὸν αὐτὸ ἔχει, ἐν δὲ τῇ γενικῇ ἐκτεταμένον αὐτὸ ἔχει, τουτέϲτι φύϲει μακρόν, καὶ ἰδοὺ εὺρίϲκεται ἐπὶ τούτων ἡ παραλήγουϲα τῆϲ περιττοϲυλλάβου γενικῆϲ μείζων τῆϲ ληγούϲηϲ τῆϲ ἰδίαϲ εὐθείαϲ· τὸ γὰρ φύϲει μακρὸν μεῖζόν ἐϲτι τοῦ θέϲει μακροῦ. καὶ ἔϲτιν εἰπεῖν ὅτι ὤφειλε καὶ ἡ εὐθεῖα ἐπὶ τούτων ἐκτεῖναι τὸ ι καὶ τὸ υ, λέγω δὴ ἐν τῷ φοῖνιξ καὶ κῆρυξ καὶ τοῖϲ ὁμοίοιϲ· ἀλλ’ ἐπειδὴ τὸ ῑ καὶ τὸ υ πρὸ τοῦ ξ οὐδέποτε εὑρίϲκεται φύϲει μακρὰ χωρὶϲ εἰ μὴ λόγῳ ἀρχούϲηϲ παρψχμένου οἷον πέρδιξ, τέττιξ, Βέβρυξ, ὄνυξ, πνίξω, ψύχω ψύξω τούτου οὖν χάριν ϲυνεϲτάλη ἐν τῇ εὐθείᾳ τὸ ῑ καὶ τὸ ῦ διὰ τὴν ἐπιφορὰν τοῦ ξ, ἐν δὲ τῇ γενικῇ τῇ φοίνικοϲ καὶκήρυκοϲ ἀποϲτάντοϲ τοῦ διπλοῦ ἐγένετο τὰ δίχρονα φύϲει μακρά. πρόϲκειται «χωρὶϲ εἰ μὴ λόγῳ ἀρχούϲηϲ παρψχημένου» διὰ τὸ ἰξεύω ἱξευον. τὸ μὲν ἰξεύω θέϲει μακρὸν ἔχει τὸ ῑ, τὸ δὲ ἴξευον φύϲει μακρὸν τῷ λόγῳ τῆϲ ἀρχούϲηϲ τῶν παρψχημένων. πρόϲκειται δὲ «χωρὶϲ εἰ μὴ χαρακτὴρ κωλύϲῃ» διὰ τὰ διὰ τοῦ θοϲ κλινόμενα, ἐπειδὴ τὸ ὄρνιϲ καὶ τὸ μέρμιϲ (ϲημαίνει τὸ ϲχοινίον τὸ λεπτὸν) ἐν μὲν τῇ εὐθείᾳ ϲυϲτέλλει τὸ ι, ἐν δὲ τῇ γενικῇ τῇ ὄρνιθοϲ καὶ μέρμιθοϲ ἐκτείνει αὐτό. πᾶϲα γὰρ γενικὴ διὰ τοῦ θοϲ κλινομένη μακρὰν ἔχει τὴν παραλήγουϲαν οἰον κῶμυϲ κώμυθοϲ (ϲημαίνει δὲ τὴν δέϲμην τοῦ χόρτου) ὡϲ παρὰ Θεοκρίτῳ (4, 18) καὶ μαλακὸν χόρτοιο καλὴν κώμυθα δίδωμι, δέλλιϲ δέλλιθοϲ (ἔϲτι δὲ ζῶον ὅμοιον μελίϲϲῃ), χωρὶϲ τοῦ κόρυϲ κόρυθοϲ, τοῦτο γὰρ φυλάττει τὸ υ ϲυνεϲταλμένον κατὰ τὴν γενικὴν οἷον δαῖέ οἱ ἐκ κόρυθόϲ τε καὶ ἀϲπίδοϲ ἀκάματον πῦρ (Ε 4) καὶ 1. 33 de nominativi κωμυϲ accentu non constat. 1. 35 Theocriti versum hic M sic habet: κ μαλακοῦ χ. καλὰν κτλ., Choer. 358, 11. κ. μαλακοῦ χ. καλὸν κτλ. κόρυθα βριαρήν (Λ 375). δεῖ προϲθεῖναι καὶ χωρὶϲ τῶν εἰϲ υν» , ταῦτα γὰρ ἐν μὲν τῇ εὐθείᾳ ϲυϲτέλλει τὸ ῦ, ἐν δὲ τῇ γενικῇ ἐκτείνει αὐτὸ οἰον Φόρκυν Φόρκυνοϲ, Γόρτυν Γόρτυνοϲ (ἔϲτι δὲ ὄνομα πόλεωϲ Κρήτηϲ) δοξάζουϲιν δέ τινεϲ ὅτι καὶ ἐν τῇ εὐθείᾳ ἐκτείνει τὸ υ καὶ ἐν τῇ γενικῇ. ἐμάθομεν οὖν διατί τὰ εἰϲ υϲ οὐ γίνεται παρὰ τοῖϲ Ἴωϲι διὰ τοῦ η καὶ ο κατὰ τὴν γενικήν, ἐμάθομεν γὰρ ὅτι ινα μὴ γένηται ἡ παραλήγουϲα τῆϲ περιττοϲυλλάβου γενικῆϲ μείζων τῆϲ ληγούϲηϲ τῆϲ ἰδίαϲ εὐθείαϲ.

Choer. 223, 15. ἄξιον δέ ἐϲτι ζητῆϲαι διατί μὴ γενόμενα τὰ εἰϲ υϲ διὰ τοῦ η καὶ ο κατὰ τὴν γενικὴν Ἰωνικῶϲ μὴ ἐγένετο διὰ τοῦ ι καὶ ο Βοιωτικῶϲ οἶον ταχύϲ ταχίοϲ, βραδύϲ βραδίοϲ, ὥϲπερ Πηλεύϲ Πηλίοϲ καὶ Ἀχιλλεύϲ Ἀχιλλίοϲ. οὕτωϲ γὰρ εἰ ἐγένετο, οὐκέτι ηὑρίϲκετο ἡ παραλήγουϲα τῆϲ περιττοϲυλλάβου γενικῆϲ μείζων ληγούϲηϲ τῆϲ ἰδίαϲ εὐθείαϲ, ἀλλ’ ἴϲη πρὸϲ αὐτήν. ἔϲτιν οὖν εἰπεῖν, ὅτι τότε ποιοῦϲιν οἱ Βοιωτοὶ τὴν γενικὴν διὰ τοῦ ι καὶ ο, ἡνίκα καὶ οἱ Ἀττικοὶ ποιοῦϲι διὰ τοῦ ε καὶ ω τὴν γενικὴν καὶ οἱ ωνεϲ διὰ τοῦ η καὶ ο οἷον Πηλεύϲ Πηλέωϲ καὶ Πηλίοϲ, Ἀχιλλεύϲ Ἀχιλλέωϲ Ἀχιλλῆοϲ καὶ Ἀχιλλίοϲ. ἐπειδὴ οὖν ἐπὶ τούτων τῶν εἰϲ υϲ οὐκ ἐποίηϲαν οἱ Ἀττικοὶ τὴν γενικὴν διὰ τοῦ ε καὶ ω, οὔτε οἱ Ἴωνεϲ διὰ τοῦ η καὶ ο, τούτου χάριν οὕτε οἱ Βοιωτοὶ ἐποίηϲαν διὰ τοῦ ι καὶ ο.

Choer.233, 8: ἰϲτέον δὲ ὅτι τὰ εἰϲ υϲ ϲύνθεται, εἰ μὲν ἀπὸ ἁπλῶν εἰϲ υϲ ληγόντων ἐϲτὶ ϲυντεθειμένα, τὴν τῶν ἁπλῶν φυλάττει κλίϲιν οἷον βραχύϲ βραχέοϲ τρίβραχυϲ τριβράχεοϲ, πῆχυϲ πήχεοϲ δεκάπηχυϲ δεκαπήχεοϲ, θῆλυϲ θήλεοϲ ἀρϲενόθηλυϲ ἀρϲενοθήλεοϲ, ἰχθῦϲ ἰχθύοϲ κάλλιχθυϲ καλλίχθυοϲ, ὀφρῦϲ ὀφρύοϲ λεύκοφρυϲ λευκόφρυοϲ· εἰ δὲ ἀπὸ ῥήματόϲ ἐϲτι ϲυντεθειμένα, διὰ τοῦ δοϲ κλίνεται οἷον ἔπηλυϲ ἐπήλυδοϲ, νέηλυϲ νεήλυδοϲ (ϲημαίνει δὲ τὸν ξένον). ταῦτα γὰρ οὐκ ἔϲτιν ἀπὸ ἁπλῶν εἰϲ υϲ ληγόντων ϲυντεθειμένα, ἀλλ’ ἀπὸ ῥήματοϲ τοῦ ἐλεύθω τοῦ ϲημαίνοντοϲ τὸ παραγίνομαι.

Περὶ κινήϲεωϲ τῶν εἰϲ υϲ μονογενῶν.

Choer. 235, 5: ἡ δοτικὴ τῶν ἑνικῶν οἷον τῷ βότρυι οὐ ϲυναιρεῖται, ἐπειδὴ εἰ ϲυνήρητο, ἤμελλεν εἰϲ τὴν υι δίφθογγον λήγειν, ὅπερ ἐϲτὶν ἀδύνατον. οὐδέποτε γὰρ ἡ υι δίφθογγοϲ ἐν τέλει λέξεωϲ εὑρίϲκεται οἷον μυῖα, ἅρπυια, υἱόϲ.

Choer. 235, 20. ὄξιόν ἐϲτι ζητῆϲαι διὰ ποίαν αἰτίαν οὐ λέγονται αἱ αἰτιατικαὶ τῶν εἰϲ υϲ διχῶϲ οἰον τὸν βότρυα καὶ βότρυν, ἀλλ’ εἰϲ ν μόνωϲ οἰον τὸν βότρυν. ἔϲτιν οὖν εἰπεῖν ὅτι πᾶϲα γενικὴ εἰϲ οϲ 1. 2 de nominibus in υν ef. Dichr. 287, 6 cum Lehrsii adnotatione qui idem p. 285, 5 monet Ϲhoerob. in canone de ιξ et υξ non omnia cavisse, quum ἴξ et φίξ producerentur. καθαρὸν λήγουϲα διχρόνῳ παραληγομένη εἰϲ ν μόνωϲ ἔχει τὴν αίτιατικὴν οἷον ὄφιϲ ὄφιοϲ ὄφιν, μάντιϲ μάντιοϲ μάντιν, πόλιϲ πόλιοϲ πόλιν. ἐπειδὴ οὖν καὶ τὰ εἰϲ υϲ μονογενῆ ἔχει τὴν γενικὴν εἰϲ οϲ καθαρὸν διχρόνῳ παραληγόμενα οἰον ϲτάχυοϲ, βότρυοϲ, νέκυοϲ, τούτου χάριν εἰϲ ν μόνωϲ ἔχει τὴν αἰτιατικὴν οἷον βότρυν, ϲτάχυν, νέκυν. ϲεϲημείωται παρ’ Εὐφορίωνι ἅποξ εὑρεθὲν «τὸν βότρυα».

Choer. 235, 34: ἄξιόν ἐϲτι ζητῆϲαι διατί ὥϲπερ τὸ βότρυϲ γίνεται κατὰ κρᾶϲιν τοῦ ῦ καὶ ε εἰϲ υ μακρὸν καὶ γίνεται βότρυϲ, μὴ τὸν αὐτὸν τρόπον καὶ ἡ βότριε εὐθεῖα τῶν δυικῶν γίνεται κατὰ κρᾶϲιν τοῦ ῦ καὶ ε εἰϲ τὸ ῦ μακρὸν καὶ γίνεται βότρυ. ἔϲτιν οὖν εἰπεῖν, ὅτι οὐ δύναται ἡ εὐθεῖα τῶν δυικῶν γενέϲθαι κατὰ κρᾶϲιν τοῦ ῦ καὶ ε εἰϲ τὸ υ μακρόν, ἐπειδὴ ἤμελλεν εἰϲ τὸ ῦ καταλήγειν, ὅπερ ἐϲτὶν ἀδύνατον . τὸ γὰρ ῦ οὐκ ἔϲτι τελικὸν τῆϲ εὐθείαϲ τῶν δυικῶν.

Περὶ κινήϲεωϲ τῶν εἰϲ υϲ τριγενῶν.

Choer. 230, 8: ίϲτέον ὅτι αἱ αἰτιατικαὶ διχῶϲ λέγονται οἰον ἡδύϲ ἡδέοϲ ἡδέα καὶ ἡδύν, εὐρύϲ εὐρέοὸεὐρέα καὶ εὐρύν ἐπ’ εὐρέα πόντον (Ζ 291), πολύϲ πολέοϲ πολέα, πολέα ϲτροτόν, καὶ πολύν· καὶ ἡ μὲν εἰϲ α λήγουϲα ἀπὸ τῆϲ δοτικῆϲ κανονίζεται, ἡ δὲ εἰϲ ν ἀπὸ τῆϲ εὐθείαϲ.

Ἰϲτέον ὅτι τὰ εἰϲ υϲ τριγενῆ ἀποβολῇ τοῦ ϲ ποιεῖ τὴν κλητκὴν οἷον ὁ ταχύϲ ὦ ταχύ, ὁ ὀξύϲ ὦ ὀξύ, ὁ θῆλυϲ ὦ θῆλυ.

Ἰϲτέον ὅτι οὐ ϲυναιρεῖται ἐνταῦθα ἡ εὐθεῖα τῶν δυικῶν, οὐδὲ γὰρ λέγομεν τ ἡδέε τὼ ἡδῆ, ὥϲπερ τῶ Δημοϲθένεε τῶ Δημοϲθένη. καὶ ἄξιόν ἐϲτι ζητῆϲαι διὰ ποίαν αἰτίαν τὰ εἰϲ ῦϲ οὐ ϲυναιρεῖται κατὰ τὴν εὐθεῖαν τῶν δυικῶν οἷον ὁ ὀξύϲ ὀξέοϲ τῶ ὀξέε, ἡδύϲ ἡδέοϲ τὼ ἡδέε, βραδύϲ βραδέοϲ τὼ βραδέε. ἔϲιν οὖν εἰπεῖν ταύτην τὴν ἀπολογίαν· ἡνίκα ϲυναιρεῖται ἡ εὐθεῖα τῶν δυϊκῶν, πάντωϲ ἡ γενικὴ τῶν ἑνικῶν μοκροκαταληκτεῖ οἷον Δημοϲθένηϲ Δημοϲθένουϲ Δημοϲθένεε Δημοϲθένη, βαϲιλεύϲ βαοιλέωϲ βαϲιλέε βαϲιλῆ, πόλιϲ πόλεωϲ πόλεε πόλη. ἐπειδὴ οὖν τὰ εἰϲ υϲ τριγενῆ οὐδέποτε μακροκαταληκτεῖ κατὰ τὴν γενικὴν τῶν ἑνικῶν, οὐδὲ γὰρ γίνεται διὰ τοῦ ε καὶ ω Ἀττικῶϲ, τούτου χάριν οὐ ϲυναιρεῖται κατὰ τὴν εὐίεῖαν τῶν δυικῶν. δεῖ δὲ γινώϲκειν ὅτι τὸ τραχύϲ μόνον εὑρίϲκεται ϲυναιρούμενον κατὰ τὴν εὐθεῖαν τῶν δυικῶν 1. 6 praeterea a hoerobosco affertur τὸν δρύα: καὶ παρὰ Διονυϲίψ, οκ ἐν τῇ Περιηγήϲει, ἀλλ’ ἐν ἑτέρῳ αὐτοῦ ποιήματι, «τὸν θρύα». Cf. Mein. An Al. p. 157 1. 13 de contracto accusativo νέκυαϲ νέκυϲ cf. Il. Pr. 274 et κλιτύαϲ κλιτῦϲ, γραπτύαϲ γραπτθϲ, quae in ΙI, Pr. Π 390 acute scribi tradit, in Od. Pros circumfectenda esse praescribit. Choerob. in his diverse ab Herodizno non syna loephen, sed meram cum nominativo homophoniam sumit. 1. 35 pro τραχύϲ Μ ter habet ταχύϲ. εἰϲ τὴν ει δίφθογγον παρὰ Ἴωνι τῷ τραγικῷ οἷον τὼ τραχέε τὼ τραχεῖ.

Ἰϲτέον ὅτι οὐ ϲυναιρεῖται ἐνταῦθα ἡ γενικὴ τῶν δυικῶν, ἐπειδὴ οὕτε ἡ γενικὴ τῶν ἑνικῶν ϲυναιρεῖται.

Περὶ τῶν εἰϲ ωϲ.

Choer. 253, 5: τὰ εἰϲ ωϲ λήγοντα μονοϲύλλαβα, εἰ μὲν περιϲπᾶται, ἀποβολῇ τοῦ ϲ ποιεῖ τὴν γενικὴν οἷον ὁ ϲῶϲ τοῦ ϲῶ οἷον νῦν τοι ϲῶϲ αἰπὺϲ ὄλεθροϲ (Ν 773), ὁ Κρῶϲ τοῦ Χρῶ, ὁ Γλῶϲ τοῦ Τλῶ, ὁ Μῶϲ τοῦ Κῶ (ταῦτα δὲ ὀνόματά. ἐϲτιν ηρώων, ἀρϲενικά, κύρια, ὁμοφωνοῦντα ταῖϲ πόλεϲιν· ἔϲτι γὰρ καὶ ὀνόματα πόλεων ταῦτα, ἀλλὰ τότε θηλυκῶϲ λέγεται οἶον ἡ Κρῶϲ, ἡ Γλῶϲ, ἡ Κῶϲ ἐξ ἐκείνων δὲ ὠνομάϲθηϲαν καὶ αἱ πόλειϲ). εἰ δὲ ὀξύνεται τὰ εἰϲ ωϲ μονοϲύλλαβα, περιττοϲυλλάβωϲ κλίνεται, χωρὶϲ τοῦ ζώϲ ἦ κε ζὼϲ ἀμενηνὸϲ ἔα χαλκοῖο τυπῇϲι (ε 887) τοῦτο γὰρ ἀποβολῇ τοῦ ϲ ποιεῖ τὴν γενικὴν οἷον ὁ ζώϲ τοῦ ζῶ. καὶ ἔχει ἀπολογίαν, ὅτι ἀπὸ ϲυναιρέϲεωϲ ἐγένετο· ἀπὸ γὰρ τοῦ ὁ ζωόϲ τοῦ ζωοῦ ἐγένετο κατὰ κρᾶϲιν ὁ ζώϲ τοῦ ζῶ, τῆϲ βαρείαϲ καὶ ὀξείαϲ εἰϲ ὀξεῖαν ϲυναιρεθειϲῶν, ὥϲπερ ἐπὶ τοῦ ἑϲταώϲ ἑϲτώϲ, βεβαώϲ βεβώϲ, Νηρηῖϲ Νηρῇϲ. τὰ γὰρ ϲυνῃρημένα τὴν τῶν ἐντελῶν φυλάττει κλίϲιν οἰον Ἑρμέαϲ Ἑρμέου Ἑρμῆϲ Ἑρμοῦ, χρυϲέοϲ χρυϲέου χρυϲοῦϲ χρυϲοῦ, τιμήειϲ τιμήεντοϲ τιμῆϲ τιμῆντοϲ χρυϲὸν τιμῆντα καὶ ἄργυρον (Ϲ 475), δαφνήειϲ δαφνήεντοϲ δαφνῆϲ δαφνῆντοϲ, ὁ ϲῶοϲ τοῦ ϲώου ὁ ϲῶϲ τοῦ ϲῶ· οὕτωϲ οὖν καὶ ὁ ζωόϲ τοῦ ζωοῦ ὁ ζώϲ τοῦ ζῶ. ταῦτα δὲ εἰ καὶ. μὴ τὴν αὐτὴν κατάληξιν ἐφύλαξεν, ἀλλ’ οὖν τὴν αὐτὴν κλίϲιν ἐφύλαξε, φημὶ δὴ τὴν ἰϲοϲύλλαβον. ὥϲπερ γὰρ τὰ ἐντελῆ αὐτῶν ἰϲοϲυλλάβωϲ κλίνεται, οὕτω καὶ τὰ ϲυνῃρημένα ἰϲοϲυλλάβωϲ κλίνεται. τὰ εἰϲ ωϲ ὀξύτονα μονοϲύλλαβα ἢ διὰ καθαροῦ τοῦ οϲ κλίνεται ἢ διὰ τοῦ γοϲ. καὶ τὰ μὲν ἔχοντα ϲύμφωνον τῆϲ τρίτηϲ ϲυζυγίαϲ τῶν βαρυτόνων, τουτέϲτι ηὸ δ ἢ θ ἢ τ, διὰ καθαροῦ τοῦ οϲ κλίνεται, τὰ δὲ μὴ οὕτωϲ ἔχοντα διὰ τοῦ τοϲ οἷον θώϲ θωόϲ θῶεϲ μέν τε διέτρεϲαν (Λ 481 ), ἔχει γὰρ τὸ θ (ἔϲτι δὲ εἶδοϲ θηρίου), δμώϲ δμωόϲ, ἔχει γὰρ τὸ δ, Τρώϲ Τρωόϲ, ἔχει γὰρ τὸ τ. ιὶϲτέον δὲ ὅτι τὸ Τρώϲ παρὰ τῷ μήρῳ ἑνικῶϲ μὲν λεγόμενον ἐπὶ τοῦ κυρίου ὀνόματοϲ παραλαμβάνεται καὶ οὐδέποτε πληθυντικῶϲ οἷον 1. 14 de ζώϲ diserte Herodianus in II. Pr. ε 887 dicit: ἡ μέντοι κλίϲιϲ αὐτὸ ἰϲοϲύλλαβοϲ εὑρέθη. Quare non fluxit ex Herodiano adnotatio in Ep. Cr. 1 399 τὸ ζώϲ ἐκ τοῦ ζωόϲ κατὰ ϲυναλοιφὴν ἢ ϲυγκοπὴν γέγονε, κλίϲιν δὲ τοῦ ζώϲ οὐχ εὑρίϲκομεν. τῆϲ γάρ τοι γενεῆϲ ἧϲ Τρωΐ περ εὐρύοπα ζεὺϲ δῶχ’ υἰοϲ ποινὴν Γανυμήδεοϲ (ε 265). ἐὰν δὲ τὸ ἔθνοϲ δηλώϲῃ, ἐν πληθυντικῇ φωνῇ παραλαμβάνεται οἷον «Ζεὺϲ δ’ ἐπεὶ οὖν Τρῶαϲ τε» (Ν 1), «Πρώων δ’ οἰώθη καὶ Ἀχαιῶν φύλοπιϲ αἰνή (Ζ 1), Πρῶεϲ καὶ ύκιοι καὶ Δάρδανοι ἀγχυαχηταί Θ 173. τὰ δὲ μὴ ἔχοντα ϲύμφωνον τῆϲ τρίτηϲ ϲυζυγίαϲ τῶν βαρυτόνων διὰ τοῦ τοϲ κλίνεται οἷον πλώϲ πλωτόϲ (πλώϲ δὲ λέγεται ὁ ἰχθῦϲ παρὰ τὸ πλέειν), φώϲ φωτόϲ (ϲημαίνει δὲ τὸν ἄνθρωπον) «ἰϲόθεοϲ φώϲ », χρώϲ χρωτόϲ « ἐπεὶ οὔ ϲφι λίθοϲ χρὼϲ οὐδὲ ϲίδηροϲ» (Δ 510), «χρῶτ’ ἀπονιψαμένη» (ϲ 172). οἱ δὲ Ἀθηναῖοι ἐχρήϲαντο καὶ ἰϲοϲυλλάβωϲ, τὸν χρώ γὰρ εἰρήκαϲιν ὁ δὲ λόγοϲ περὶ τῶν εἰϲ ωϲ κοινολεκτουμένων ἐϲτί· τὸ γὰρ βοῦϲ βῶϲ λέγουϲιν αἱ διάλεκτοι, καὶ ἰδοὺ περιϲπᾶται καὶ. διὰ καθαροῦ τοῦ οϲ κλίνεται, βοόϲ γάρ, καὶ ἐπὶ ἄλλων δὲ εἰϲ ουϲ τρέπει τὴν ου εἰϲ τὸ ω, καὶ οὐκ ἐναντιοῦται ταῦτα ἡμῖν, ἐπειδὴ οὐκ ἔϲτι φύϲει εἰϲ ωϲ.

Τὰ εἰϲ ωϲ ὀξύτονα ὑπὲρ μίαν ϲυλλαβὴν διὰ τοῦ τοϲ κλίνεται οἷον ϊδρώϲ ἱδρῶτοϲ, ἀπτώϲ ἀπτῶτοϲ, ἀγνώϲ ἀγνῶτοϲ, τὸ δὲ λεώϲ λεώ καὶ νεώϲ νεώ οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ Ἀττικά ἐϲτιν.

Chor. 255, 33: τῶν εἰϲ ωϲ βαρυτόνων τὰ μὲν βραχείᾳ παραληγόμενα διὰ τοῦ τοϲ κλίνεται οἷον γέλωϲ γέλωτοϲ, ἔρωϲ ἔρωτοϲ, Νέπωϲ Νέπωτοϲ (ἔϲτι δὲ ὄνομα ὄρουϲ). τὸ δὲ κάλωϲ βαρύτονον ὸν καὶ. βραχείᾳ παραληγόμενον οὐ κλίνεται διὰ τοῦ τοϲ, ἀλλὰ Ἀττικῶϲ ἀποβολῇ τοῦ ϲ οἷον κάλωϲ κάλω καὶ διὰ καθαροῦ τοῦ οϲ οἶον κάλωϲ κάλωοϲ, ὡϲ παρὰ Ἀπολλωνίῳ (Ι 1277) εὐναίαϲ ἐρύϲαντεϲ ἀνεκρούϲαντο κάλωοϲ κεὰ (ΙΙ 725) δερκόμενοι παράμειβον, ὑπὸ πνοιῇ δὲ κάλωεϲ ὡϲαύτωϲ καὶ τοῦ Ἄθωϲ ἡ κλίϲιϲ διττὴ καὶ Ἄθω καὶ Ἄθωοϲ. τὰ δὲ μακρᾷ παραληγόμενα διὰ καθαροῦ τοῦ οϲ κλίνεται οἰον Μίνωϲ Μίνωοϲ (τὸ γὰρ ι ἐκτείνεται· ἰϲτέον δὲ ὅτι εὑρίϲκεται ϲπανίωϲ καὶ ϲυϲτελλόμενον), ἥρωϲ ηρωοϲ. ϲεϲημείωται τὸ εἱλωϲ εἱλωτοϲ, ὅτι μακρᾷ παραληγόμενον διὰ τοῦ τοϲ ἐκλίθη. εϊλωτεϲ δὲ λέγονται οἱ τὴν Μεϲϲηνιακὴν οἰκοῦντεϲ τῆϲ Πελοποννήϲου. ἔϲτιν οὖν εἰπεῖν ὅτι ἕλωϲ ἕλωτοϲ ἦν καὶ ὡϲ βραχείᾳ παραληγόμενον διὰ τοῦ τοϲ κλίνεται ὥϲπερ γέλωϲ γέλωτοϲ, καὶ λοιπὸν πλεονάϲαν τὸ ῑ ἐφύλαξε τὴν αὐτὴν κλίϲιν καὶ ἐγένετο εῖλωϲ εἱλωτοϲ. ἰϲτέον δὲ ὅτι οἱ Λακεδαιμόνιοι πάνταϲ τοὺϲ 1. 9 exempla Homerica ad χρώϲ apposui ex ΙΙ. Pr. Ν 191. ef. An. Οx. ΙΙ 417, 30. 1. 16 ef. Choer. 65, 6. 1. 23 pro iis, quae Choer. 256,16 dicit de κάλωοϲ: οὐκἔϲτιν αθτη ἡ τοῦ κάλωϲ κάλωοϲ κλίϲιϲ ἀλλ’ ἐπέκταϲιϲ· ἔϲτι γᾶρ ὁκάλωϲ τοῦκάλω Ἀττικῶϲ κατ’ἐπέκταϲιν τῆϲ οϲ ϲυλλαβῆϲ κάλωοϲ ϲπερ ἡ ἅλωϲ τῆϲ ἅλω γέγονε κατ’ ἐπέκταϲιν τῆϲ οϲ ϲυλλαβῆϲ ἅλωοϲ, ἐξ οὖ καὶ ἡ αἰτιατικὴ ἅλωα, quae Lob. El, II 235 imperitiam arguere inventoris iure contendit, posui quae exhibui κάλωϲ accomodans iis, quae St. B. 36, 10 de Ἄθωϲ tradit: ἡ κλίϲιϲ διττὴ καὶ Ἄθωοϲ καὶ Ἄθω. — γάλωϲ, quod Herod. περὶ παθῶν in E. M. 220, 9 et γάλωτοϲ et γάλω declinari dicit, ad feminina reservavi pariter atque ἅλωϲ. δούλουϲ εἵλωταϲ καλοῦϲι πρὸϲ ὕβριν τούτων, φημὶ δὴ τῶν τὴν Μεϲϲηνιακὴν οἰκούντων τῆϲ Πελοποννήϲου. ίϲτέον δὲ ὅτι Ἀθηναῖοι ἐπὶ τούτων πάντων ἰϲοϲύλλαβον ποιοῦνται κλίϲιν· τοῦ γέλω γὰρ καὶ τοῦ Μίνω καὶ τοῦ ἥρω λέγουϲιν.

Choer. 259, 8: τὰ εἰϲ ωϲ ϲύνθετα, εἰ μὲν κοινά ἐϲτι, τὴν τῶν ἁπλῶν φυλάττει κλίϲιν οἷον ἱδρώϲ λυϲίδρωϲ λυϲίδρωτοϲ, ἔρωϲ ἔρωτοϲ χρυϲερωϲ χρυϲέρωτοϲ, γέλωϲ γέλωτοϲ φιλόγελωϲ φιλογέλωτοϲ· εἰ δὲ Ἀττικά ἐϲτιν, ἀποβολῇ τοῦ ϲ ποιεῖ τὴν γενικὴν οἷον ὁ δύϲερωϲ τοῦ δύϲερω, ὁ ἀξιόχρεωϲ τοῦ ἀξιόχρεω, ὁ ἀνάπλεωϲ ἀνάπλεω, ὁ εὔγηρωϲ τοῦ εὔγηρω.

Choer. 261, 4: τὰ εἰϲ ωϲ Ἀττικὰ ἀποβολῇ τοῦ ϲ ποιεῖ τὴν γενικὴν οἰον ὁ Μενέλεωϲ τοῦ Μενέλεω, ὁ Ἰόλεωϲ τοῦ Ἰόλεω, ὁ λεώϲ τοῦ λεώ, ὁ νεώϲ τοῦ νεώ, ὁ κάλωϲ τοῦ κάλω, ὁ Τάλωϲ τοῦ Τάλω, ὁ Τυφῶϲ καὶ ὁ ταῶϲ κοινῶϲ μὲν Τυφών καὶ ταών λέγεται καὶ διὰ τοῦ νοϲ κλίνεται οἱον Τυφῶνοϲ καὶ ταῶνοϲ, Ἀττικῶϲ δὲ Τυφῶϲ καὶ ταῶϲ λέγεται καὶ ἀποβολῇ τοῦ ϲ ποιεῖ τὴν γενικὴν τῷ Ἀττικῷ ἔθει οἷον ὁ τυφῶϲ τοῦ τυφῶ καὶ ὁ ταῶϲ τοῦ ταῶ, ὥϲπερ ὁ ὀρφῶϲ τοῦ ὀρφῶ καὶ ὁ λαγῶϲ τοῦ λαγῶ (τυφῶϲ δέ ἐϲτιν ὁ ϲφοδρὸϲ ἄνεμοϲ). καὶ ἀποροῦϲί τινεϲ λέγοντεϲ, διατί τὸ τυφῶϲ καὶ ταῶϲ οὐ κλίνεται κοινῶϲ διὰ τοῦ τοϲ, ὥϲπερ τὸ ἱδρώϲ ἱδρῶτοϲ καὶ ἀπτώϲ ἀπτῶτοϲ. ἔϲτιν οὖν εἰπεῖν ὅτι πρῶτον μὲν ἐκεῖνα ὀξύτονά ἐϲτι, τὸ δὲ τυφῶϲ καὶ ταῶϲ περιϲπώ μένα ἐϲτι· δεύτερον δὲ ταῦτα καὶ εἰϲ ν λήγει, τυφῶϲ τυφῶν, ταῶϲ ταῶν (sic), ὅπερ οὐ παρέπεται ἐκείνοιϲ.

Choer. 261, 27 . ἔϲτι καὶ Περϲικὰ ὀνόματα καὶ Αἰγύπτια εἰϲ ωϲ λήγοντα, ἅτινα τὴν αὐτὴν κλίϲιν ἐπιδέχεται τοῖϲ εἰϲ ωϲ Ἀττικοῖϲ· οὐ μέντοι προπαροξύνεται κατὰ τὴν εὐθεῖαν, ὥϲπερ οὐδὲ ἐν ταῖϲ ἄλλαιϲ πτώϲεϲιν. ἔϲτι γὰρ Ἰνάρωϲ ὄνομα βαϲιλέωϲ. Παραμίζωϲ ὄνομα εὐνούχου, Ϲαβάκωϲ. ἀποβολῇ δὲ τοῦ ϲ ποιεῖ τὴν γενικήν. — δεῖ δὲ ἡμᾶϲ ἀναμνηϲθῆναι καὶ τοῦτο, ὅτι ηρωϲ καὶ τὸ ἔρωϲ καὶ τὸ γέλωϲ, ἄάτινα περιττοϲυλλάβωϲ παρ’ ἡμῖν κλίνεται, οἱ Ἀθηναῖοι ἰϲοϲυλλάβωϲ κλίνουϲιν. τοῦ ἥρω γὰρ καὶ τοῦἔρωκαὶ τοῦ γέλω λέγουϲιν ἀλλ’ οὐχ οἰόϲ τ’ εἴμ’ ἀποϲοβῆϲαι τὸν γέλων (Aristoph. Ran. 45).

Choer. 257, 33. καὶ τὴν δοτικὴν εἰϲ ι ἀνεκφώνητον ποιοῦϲιν οἱ Ἀττικοὶ οἱον τῷ ηρῳ «ῆρῳ Δημοδόκῳ» (θ 483) καὶ ηρῳ αομέδοντι» (H 453). τοῦτο δὲ τὸ ηρῳ οὐ γίνεταικατὰ ϲυναίρεϲιν τοῦ ω καὶ  ι εἰϲ τὴν ῳ δίφθογγον. πᾶϲα γὰρ δοτικὴ ἑνικῶν εἰϲ ῑ ἀνεκφώνητον λήγουϲα τὴν 1. 25 οὐ μέντοι pro εἰ μέντοι scripsi cum Mehlhorm. gramm. p. 185 not. 6 accentus secundum Arcadium p. 94, 7 τά εἰϲ ωϲ Περϲικᾶ ἢ Αίγύπτια παροξύνεται Φάργωϲ Ἰνάρωϲ mutavi; ap. Choerob. haec leguntur: ἔϲτι γάρ Ἰνάρωϲ ὄνομα βαϲιλέωϲ, Παραμιζῶϲ ὄνομα εὐνούχου, Ϲαβακῶϲ, Μανεῶϲ. ταῦτα δὲ ὀνόματά ἐϲτι κύρια. καὶ ίϲτέον ὅτι τινὲϲ μὲν ὀξύνουϲιν αὐτά, τινὲϲ δὲ περιϲπῶϲι τὸ δὲ Ϲαβακῶϲ Ῥωμανὸϲ βαρύνει Ϲαβάκωϲ λέγων, unde apparet Homanum Herodiani sententiam amplexum esse, Μάννεωϲ autem omisi, quia ex St. B. s. v., ubi pro paroxytonos scriptum est, concludo Herodianum hoc ut proparoxyonon e reliquis excepisse propter similitudinem cum Μενέλεωϲ cf. Cathol. 245, 14. γενικὴν ἔχει ίϲοϲύλλαβον τῇ εὐθείᾳ οἷον τῷ κοχλίᾳ ὁκοχλίαϲ τοῦ κοχλίου, τῷ Χρύϲῃ ὁ Χρύϲηϲ τοῦ Χρύϲου, τῷ ϲοφῷ ὁ ϲοφόϲ τοῦ ϲοφοῦ. εἰ ἐγένετο οὖν τοῦτο κατὰ ϲυναίρεϲιν τοῦ ω καὶ ῑ εἰϲ τὴν ῳ δίφθογγον, ῆμελλεν ἔχειν τὸ ῑ ἀνεκφώκητον, ὅπερ ἐϲτὶν ἀδύνατον, οὐδὲ γὰρ ἔχει τὴν γενικὴν ίϲοϲύλλαβον τῇ εὐθείᾳ οἷον ἥρωϲ ηρωοϲ· τούτου οὖν χάριν τοῦτο οὐ ϲυναιρεῖται κατὰ τὴν δοτικήν, ἱνα μὴ εὑρεθῇ ἡ δοτικὴ εἰϲ ῑ ἀνεκφώνητον λήγουϲα, τῆϲ γενικῆϲ περιττοϲυλλαβούϲηϲ τῆϲ εὐθείαϲ. ἀλλ’ ἔϲτι τὸ ἥρῳ ἀπὸ ἰϲοϲυλλάβου κλίϲεωϲ.

Choer. 258, 18: ἄξιόν ἐϲτι ζητῆϲαι διὰ ποίαν αἰτίαν ἡ ηρωε εὐθεῖα τῶν δυικῶν οὐ γίνεται κατὰ κρᾶϲιν τοῦ ω καὶ ε εἰϲ τὸ ω, καὶ γὰρ εὑρίϲκομεν τὸ ω καὶ ε εἰϲ τὸ ω κιρνώμενα, ὡϲ ἐπὶ τοῦ τῷ ἐμῷ τώμῷ· οὕτωϲ δὲ εἰ ἐγένετο ἡ εὐθεῖα τῶν δυικῶν, οὐδὲν ἄτοπον ϲυνέβαινεν, ἐπειδὴ τὸ ω τελικόν ἐϲτι τῆϲ εὐθείαϲ τῶν δυικῶν οἰον τῶ ὁμήρω, τῶ ἀνθρώπω. ἔϲτιν οὖν εἰπεῖν, ὅτι ἡνίκα ϲυναιρεῖται ἡ εὐθεῖα τῶν δυϊκῶν, πάντωϲ ἡ γενικὴ τῶν ἑνικῶν μακροκαταληκτεῖ οἰον ὁ Δημοϲθένηϲ τοῦ Δημοϲθένουϲ τὼ Δημοϲθένεε καὶ Δημοϲθένη, ὁ Πηλεύϲ τοῦ Πηλέωϲ τ Πηλέε καὶ Πηλῆ, ἡ πόλιϲ τῆϲ πόλεωϲ τὰ πόλεε καὶ πόλη. ἐπειδὴ οὖν ἐπὶ τοῦ ἥρωϲ ῆρωοϲ οὐ μακροκαταληκτεῖ ἡ γενικὴ τῶν ἑνικῶν, οὐδὲ γὰρ γίνεται διὰ τοῦ ω Ἀττικῶϲ, εἰκότωϲ οὐδὲ ἡ εὐθεῖα τῶν δυικῶν ϲυναιρειται.

Choer. 260, 30. ἐπὶ πάϲηϲ πτώϲεωϲ τὰ εἰϲ ωϲ Ἀττικὰ τῆϲ ἰδίαϲ εὐθείαϲ τὸν τόνον φυλάττει. εἴτε γὰρ προπαροξύνεται ἡ εὐθεῖα εἴτε παροξύνεται εἴτε ὀξύνεται, ὁ αὐτὸϲ τόνοϲ φυλάττεται καὶ ἐν ταῖϲ λοιπαῖϲ πτώϲεϲιν οἷον ὁ Μενέλεωϲ τοῦ Μενέλεω τῷ Μενέλεῳ τὸν Μενέλεων ὦ Μενέλεωϲ, ὁ κάλωϲ τοῦ κάλω τῷ κάλῳ. τὸν κάλων ὦ κάλωϲ, ὁ λεώϲ τοῦ λεώ τῷ λεῷ τὸν λεών ὦ λεώϲ.

Περὶ τῶν εἰϲ ϲ ληγόντων μετ’ ἐπιπλοκῆϲ ϲυμφώνου.

Choer. 265, 22: τὰ εἰϲ τὸ ϲ λήγοντα πρὸ τοῦ ϲ ἔχει ἢ τὸ λ. ὡϲ τὸ ἅλϲ ἢ τὸ ν ὡϲ τὸ Τῖρυνϲ ἡ τὸ ρ ὡϲ τὸ μάκαρϲ. τὰ εἰϲ ϲ μετ’ ἐπιπλοκῆϲ ϲυμφώνου λήγοντα διὰ δύο ϲυμφώνων κλίνεται, δηλονότι καὶ εἰϲ οϲ ἔχει τὴν γενικὴν καὶ τότε μὲν διὰ τοῦ τ κλίνεται, ηνίκα ἔχει τὸ α οἷον μάκαρϲ μάκαρτοϲ, δάμαρϲ δάμαρτοϲ, τότε δὲ. διὰ τοῦ θ κλίνεται, ἡνίκα οὐκ ἔχει τὸ α οἷον Τῖρυνϲ Τρυνθοϲ (ἔϲτι. δὲ ὄνομα πόλεωϲ τοῦ Ἄργουϲ, ἐξ ϲ ἦν ὁ Εὐρυϲθεύϲ), ἑλμινϲ ἕλμινθοϲ. εἰ οὖν ἐϲτιν ἅλϲ, ὥφειλεν εἶναι ἡ γενικὴ ἁλτόϲ, ῖνα εὑρεθῇ διὰ δύο ϲυμφώνων ἐκφερομένη· ἀλλ’ ἐπειδὴ δαϲυνομένηϲ τάϲ εὐθείαϲ . ἔμελλε ψιλοῦϲθαι ἡ γενικὴ (ἀδύνατον δέ ἐϲτι τὸ πνεῦμα τῆϲ εὐθεῖαϲ . ἐναλλάξαι κατὰ τὰϲ ἄλλαϲ πτώϲειϲ, θέλει γὰρ τὰ πνεύματα τῶν εὐθειῶν φυλάττεϲθαι καὶ ἐν λοιαῖϲ πτώϲεϲιν οἷον τοῦ ἄλγοϲ ψιλουμένο 1. 8 E.M.437, 54 ἥρῳ Δημοδόκψ δοτική ἐϲτιν ἀντὶ τοῦ ἥρωι, κλίϲιϲ καὶ οὐ ἀποκοπή ct. Lob. El. D 299. καὶ αἱ λοιπαὶ πτώϲειϲ ψιλοῦνται ἄλγουϲ ἄλγει ἄλγοϲ, καὶ πάλιν τοῦ ἁγνόϲ δαϲυνομένου καὶ αἱ λοιπαὶ πτώϲειϲ δαϲύνονται οἷον τοῦ ἁγνοῦ τῷ ἁγνῷ τὸν ἁγνόν ὐ ἁγνέ), διὰ τοῦτο ἀπέβαλεν η γενικὴ τὸ τ καὶ ἐγένετο ἁλόϲ, ἵνα ὁμοίωϲ τῇ εὐθείᾳ δαϲυνθῇ καὶ ἡ γενική. καὶ ἡ μὲν δαϲύνεται κανόνι τοιούτῳ· τὸ α τὸ ἀθροιϲτικόν, ἤγουν τὸ ϲημαῖνον ἄθροιϲιν, δαϲύνεϲθαι θέλει οἷον ἅμαξα (εἴρηται δὲ ἅμαξα παρὰ τὸ ἄμα καὶ ἄγειν τὰ ϲυνηθροιϲμένα), ἁθρόον ἀντὶ τοῦ ὁμοῦ (ἀθρόον δὲ ἀντὶ τοῦ ἐξαίφνηϲ ψιλοῦται), ἅπαϲ, ἅμα· οὕτωϲ οὖν καὶ τὸ ἅλϲ, ὅτε ἐπὶ τῆϲ θαλάϲϲηϲ, ὅπου πάντα τὰ ὕδατα ἁλίζεται, ἤγουν ϲυναθροίζεται, εἴτε ἐπὶ τούτου τοῦ ἁλμυροῦ (ὅ τι ἡ ϲυνήθεια λέγει τὸ ἅλαϲ οὐδετέρωϲ, ϲπανίωϲ εἰρημένον παρὰ τοῖϲ ἀρχαίοιϲ), καὶ αὐτὸ γὰρ ἄθροιϲιν τινὰ ϲημαίνει. εἰ δὲ ἐγένετο ἡ γενικὴ ἁλτόϲ, ἔμελλε ψιλοῦϲθαι· τὸ γὰρ α καταλῆγον εἰϲ λ, ἐπιφερομένου ϲυμφώνου τῆϲ τρίτηϲ ϲυζυγίαϲ τῶν βαρυτόνων, τουτέϲτι τὸ δ θ ἢ τ, ψιλοῦϲθαι θέλει οἰον ἀλθαία (ἔϲτι δὲ εἰδὸϲ βοτάνηϲ), Ἄλτηϲ (ὄνομα δὲ τοῦτο κύριον), ἀλδιϲκάνειν, ὅ ἐϲτιν ἅλλεϲθαι. εὐλόγωϲ οὖν ἀπέβαλε τὸ τ καὶ ἐγένετο ἁλόϲ, ινα ὁμοίωϲ τῇ εὐθείᾳ δαϲυνθῇ καὶ ἡ γενική.

Choer. 268, 7: τὸ ὅλϲ ὅτε μὲν θηλυκῶϲ λέγεται δηλοῖ τὴν θάλαϲϲαν καὶ ἕωϲ τῶν ἑνικῶν κλίνεται μόνον. ὅτε δὲ τὸ ἁλμυρὸν τοῦτο δηλοῖ, ὃ οὐδετέρωϲ ἅλαϲ λέγεται ἐν τῇ ϲυνηθείᾳ, ἀρϲενικῶϲ λέγεται καὶ διόλου κλίνεται, τουτέϲτι καὶ εἰϲ τὰ ἑνικὰ καὶ εἰϲ τὰ δυικὰ καὶ εἰϲ τὰ πληθυντικά.

Τὸ ἄλαϲ τὸ οὐδετέρωϲ λεγόμενον ἐν τῇ ϲυνηθείᾳ ϲπανίωϲ εὕρηται ἐν χρήϲει. εὕρηται δὲ παρὰ Λύκωνι τῷ Τρωαδεῖ οἶον «τὸ ἅλαϲ εὐῶδεϲ ἢ δυϲῶδεϲ ὀρύϲϲεται». καὶ πάλιν « ἁλάτων μέδιμνον ». καὶ λέγουϲί τινεϲ ὅτι ἀπὸ τούτου τοῦ οὐδετέρου γέγονε τὸ ἅλϲ τὸ ἀρϲενικὸν κατὰ ϲυγκοπὴν τοῦ α, ὥϲπερ καὶ ἀπὸ τοῦ κάρηνον οὐδετέρου γέγονε κατὰ ϲυγκοπὴν τῆϲ νδν ϲυλλαβῆϲ τὸ κάρη θηλυκόν. οὖτοι δὲ οὐ καλῶϲ λέγουϲιν. ἄτοπον γὰρ τὸ πλατέωϲ εὑριϲκόμενον ἐν χρήϲει λέγειν γεγενῆϲθαι ἐκ τοῦ ϲπανίωϲ εὑριϲκομένου ἐν χρήϲει. φαϲὶ δέ τινεϲ ὅτι οὐχ ερηται τὸ ἅλϲ τὸ ἀρϲενικὸν αὐτὸ κοθ’ ἑαυτό, ἀλλὰ πάντωϲ μετὰ τοῦ χονδρόϲ, χονδρὸϲ ἅλϲ, χονδροῦ ἁλόϲ, χονδροὶ ἅλεϲ. ψευδὲϲ δὲ τοῦτο, ὡϲ μαρτυρεῖ ὁ Ἀριϲτοφάνηϲ εἰπὼν (Nub. 1237) ἁλϲὶ διαμιχθεὶϲ ὄναιτ’ ἄν οὑτοϲί (leg. διαϲμηχθεὶϲ). ίδοὺ γὰρ οὐκ εἶπε χονδροῖϲ. καὶ πάλιν ὁ Μένανδροϲ, οὐκ ἔχω οὔτε ἅλαϲ οὕτε ὄξοϲ οὕτε ὀρίγανον (an οὐχ ἅλαϲ ἔχων οὔτ’ ὄξοϲ οὔτ’ ὀρίγανον?) καὶ οὐκ εἶπε χονδροὺϲ ἅλαϲ.

1. 16 de explicatione ἅλλεϲθαι cf. Eustath. 1837, 59. 1. 25 ef. Mein. ad St. B. p. 721. ἁλάτων pro ἅλατοϲ M. 1. 32 accentum voc. χόνδροϲ mutavi ex Arc. 73, 23, ubi oxytonesis et adiectvo et substantivo assignatur.

Περὶ τῶν εἰϲ ἀμετάβολα, τῶν εἰϲ ανν κτλ.

Choer. 271, 13: τὰ εἰϲ αν λήγοντα καὶ μακρὸν ἔχει τὸ α καὶ προϲθέϲει τοῦ οϲ ποιεῖ τὴν γενικὴν καὶ φυλάττει τὸ α πανταχοῦ μακρὸν οἷον Ἀλκμάν Ἀλκμᾶνοϲ, Τιτάν Τιτᾶνοϲ, παιάν παιᾶνοϲ, Πάν Πανόϲ ὅτε ἀρϲενικόν ἐϲτι. πρόϲκειται «κὅτε ἀρϲενικόν ἐϲτιν », ἐπειδή ἐϲτιν οὐδέτερον τὸ πᾶν ἀπὸ τοῦ πᾶϲ ἀρϲενικοῦ γεγενημένον, ὅπερ καὶ περιϲπᾶται καὶ διὰ τοῦ ντ κλίνεται πρὸϲ ὁμοιότητα τοῦ ἀρϲενικοῦ ὁ πᾶϲ γὰρ τοῦ παντόϲ καὶ τὸ πᾶν τοῦ παντόϲ. δεῖ γινώϲκειν ὅτι ταῦτα, φημὶ δὴ τὸ Ἀλκμάν καὶ τὸ παιάν καὶ Τιτάν, προπεριϲπᾶται κατὰ τὴν γενικήν, ἐπειδὴ φύϲει μακρά ἐϲτι πρὸ μιᾶϲ βραχείαϲ οἰον Ἀλκμᾶνοϲ, παιᾶνοϲ, Τιτᾶνοϲ τὸ γὰρ Πάν Πανόϲ ὀξύνεται κατὰ τὴν γενικὴν ὡϲ διϲύλλαβον, ὥϲπερ τὸ μηνόϲ, χηνόϲ, ζηνόϲ.

Choer. 272, 8: Ἰϲτέον ὅτι καθόλου τὰ εἰϲ ἀμετάβολα λήγοντα ὀξύτονα τὴν αὐτὴν ἔχει ὀρθὴν καὶ κλητικὴν οἷον ὁ Ἀλκμάν ὦ Ἀλκμάν, ὁ παιάν ὦ παιάν, ὁ αὐχήν ὦ αὐχήν, ὁ ϲωλήν ὦ ϲωλήν, ὁ ποιμήν ὦ ποιμήν, ὁ δελφίν ὦ δελφίν, ἡ ἀκτίν ὦ ἀκτίν, ἡ Ϲαλαμίν ὦ Ϲαλαμίν, η Ἐλευϲίν ὦ Ἐλευϲίν, ὁ ἀϲτήρ ὦ ἀϲτήρ, ὁ ξυϲτήρ ὦ ξυϲτήρ, ὁ ἐλατήρ ὦ ἐλατήρ, ὁ Ϲαρπηδών ὦ Ϲαρπηδών, ὁ ἀλεκτρυών ὦ ἀλεκτρυών, ὁ Μυρμιδών ὦ Μυρμιδών, ἡ Ϲιδών ὦ Ϲιδών χωρὶϲ τεϲϲάρων τινῶν, φημὶ δὴ τοῦ ἄνερ, πάτερ, ϲῶτερ, δᾶερ, ταῦτα γὰρ οὐκ ἔχει τὴν αὐτὴν ὀρθὴν καὶ κλητικήν· αἱ γὰρ εὐθεῖαι τούτων εἰϲ ηρ εἰϲὶν οἷον ἀνήρ, πατήρ, ϲωτήρ, δαήρ. ταῦτα δὲ ἀπολογίαν ἔχει τοιαύτην· τὸ μὲν ἄνερ, πάτερ, δᾶερ ἠκολούθηϲε τοῖϲ ϲυγγενικοῖϲ αὐτῶν, φημὶ δὴ τῷ μῆτερ καὶ θόγατερ· ὥϲπερ γὰρ τὸ μήτηρ καὶ θυγάτηρ ὀφείλοντα ἐν τῇ γενικῇ προπαροξυνθῆναι διὰ τὸ φυλάξαι τὸν τόνον τῆϲ εὐθείαϲ ἐν τῇ αὐτῇ ϲυλλαβῇ οἰον μήτηρ μήτεροϲ καὶ θυγάτηρ θυγάτεροϲ, ὥϲπερ Δημήτηρ Δημήτεροϲ καὶ εἰνάτηρ εἰνάτεροϲ (ϲημαίνει δὲ τὴν ϲύννυμφον), οὐ προπαροξύνθη ἀλλὰ παροξύνθη οἷον μητέροϲ, θυγατέροϲ καὶ ἠκολούθηϲε τοῖϲ ϲυγγενικοῖϲ αὐτῶν, φημὶ δὴ τῷ ἀνέροϲ πατέροϲ δαέροϲ, τὸν αὐτὸν τρόπον καὶ ἐκ τοῦ ἐναντίου τὰ ἀρϲενικὰ τοῖϲ θηλυκοῖϲ ἠκολούθηϲε κατὰ τὴν κλητικήν· καὶ ὥϲπερ μῆτερ καὶ θύγατερ βαρυτόνωϲ διὰ τοῦ ε, οὕτω καὶ ἄνερ πάτερ δᾶερ διὰ τοῦ ε βαρυτόνωϲ· τὸ δὲ ϲῶτερ ψευδαιολικόν ἐϲτι καὶ τούτου χάριν ϲυνέϲτειλε τὸ η εἰϲ τὸ ε ἐν τῇ κλητικῇ καὶ ἐβαρύνθη. οἱ γὰρ Αἰοεῖϲ ἔχουϲιν πολλάκιϲ ϲυϲτέλλειν τὸ η εἰϲ τὸ ε ἐν τῇ κλητικῇ καὶ ἀναβιβάζειν τὸν τόνον οἷον ὁ τριβολέτηρ ὦ τριβόλετερ Αἰολικῶϲ (ἔϲτι δὲ εἶδοϲ ἀκάνθηϲ). πρόϲκειται δὲ «ψευδαιολικὸν» ἐπειδὴ οὐκ ἔϲτι κυρίωϲ Αἰολικόν. οἱ γὰρ Αἰολεῖϲ τότε ϲυϲτέλλουϲι τὸ ε ἐν τῇ κλητικῇ, ἡνίκα μὴ μακρᾷ παραλήγεται οἰον ὁ τριβολέτηρ ὤ τριβόλετερ. ἡνίκα γὰρ μακρᾷ παραλήγεται οὐ ϲυϲτέλλουϲι τὸ η εἰϲ τὸ ε ἐν τῇ κλητικῇ οἷον ὁ χρηϲτήρ παρὰ τοῖϲ Αἰολεῦϲι (χρηϲτήρ δέ ἐϲτιν ὁ παρέχων χρηϲμούϲ). τὸ οὖν ϲῶτερ μακρὰν ἔχον τὴν παραλήγουϲαν οὐ δύναται 1. cf. Choer. 431, 6. 1. 35 an τριβολετήρ ?  ϲυϲταλῆναι παρὰ τοῖϲ Αἰολεῦϲι διὰ τοῦτο οὖν εἰρήκαμεν, ὅτι ψευδαιολικόν ἐϲτι καὶ οὐ κυρίωϲ Αἰολικόν. ἰϲτέον δὲ ὅτι τὸ ἄνερ, πάτερ, ϲῶτερ, δᾶερ, ϲυϲτείλαντα τὸ η εἰϲ τὸ ε ἐν τῇ κλητικῇ, εὐλόγωϲ ἐβαρύνθη. τὰ γὰρ εἰϲ ρ λήγοντα βραχυκατάλκτα ὑπὲρ μίαν ϲυλλαβὴν ἀποϲτρέφεται τὴν ὀξεῖαν τάϲιν, χωρὶϲ τῆϲ ὑπέρ προθέϲεωϲ καὶ τοῦ ἀτάρ ϲυνδέϲμου καὶ αὐτάρ οἷον μάκαρ, ἄφαρ, ἦτορ, ἧπαρ, ἔαρ, φρέαρ, δέλεαρ, ϲτέαρ, ὄνειαρ, οὕτωϲ οὖν καὶ ἄνερ, πάτερ, ϲῶτερ, δᾶερ βαρυτόνωϲ. πρόϲκειται « βραχυκατάληκτα» διὰ τὸ πατήρ καὶ ἀνήρ ὀξυνόμενα. πρόϲκειται «ὑπὲρ μίαν ϲυλλαβὴν» διὰ τὸν γάρ ϲύνδεϲμον ὀξυνόμενον, οὗτοϲ γὰρ βραχυκαταληκτεῖ καὶ ὀξύνεται, ἀλλ’ οὐκ ἔϲτιν ὑπὲρ μίαν ϲυλλαβήν.

Περὶ τῶν εἰϲ ην.

Choer. 274, 11: τὰ εἰϲ ην λήγοντα μονοϲύλλαβα μὴ ὄντα μόνωϲ θηλυκά, ἀλλ’ ἢ μόνωϲ ἀρϲενικὰ ἢ καὶ ἀρϲενικὰ καὶ θηλυκά, προϲθέϲει τοῦ οϲ ποιεῖ τὴν γενικὴν καὶ τὸ η φυλάττει δηλονότι ἐν τῇ γενικῇ οἷον ϲπλήν ϲπληνόϲ, ϲφήν ϲφηνόϲ, μήν μηνόϲ, Ζήν ζηνόϲ, ῥήν ῥηνόϲ (ϲημαίνει δὲ τὸ πρόβατον οἰον ὡϲ παρὰ Νικάνδρῳ (Ther. 453) αὐτὰρ ὃ τοῦ καὶ ῥῆνα καὶ ἠνεμόεντα λαγωόν), χήν χηνόϲ· τοῦτο δὲ καὶ ἀρϲενικῶϲ καὶ θηλυκῶϲ λέγεται, ὁ χήν γὰρ καὶ ἡ χήν ὅτι δὲ καὶ θηλυκῶϲ λέγεται, ἐδήλωϲεν ὁ ποιητὴϲ εἰπών (ο 161) αἰετὸϲ ἀργὴν χῆνα φέρων ὀνύχεϲϲι πέλωρον, τὸ δὲ φρήν, ἐπειδὴ μόνον ἐν τοῖϲ εἰϲ ην μονοϲυλλάβοιϲ μόνου θηλυκοῦ γένουϲ ἐϲτί, τούτου χάριν ἔτρεψε τὸ η εἰϲ τὸ ε ἐν τῇ γενικῇ καὶἐγένετο φρενόϲ· διαλλάξαν γὰρ κατὰ τὸ γένοϲ πρὸϲ τὰ ἄλλα, διήλλαξε καὶ κατὰ τὴν κλίϲιν.

Τὰ εἰϲ ην λήγοντα ὀξύτονα ὑπὲρ μίαν ϲυλλαβήν, ἐὰν μὲν ἔχᾳῃ τὸ μ, ἐπὶ γενικῇ τὸ ῆ εἰϲ ε τρέπει, ποιμένοϲ λιμένοϲ πυθμένοϲ· ἀλλὰ μόνον τὸ Δομήν ἐφύλαξε τὸ η Δαμῆνοϲ γὰρ ἐπιγράφεται Ἀργολικά. ἴϲωϲ δὲ ἐπεὶ κύριόν ἐϲτι, παραλλαγὴν ἐποιήϲατο. τὸ δὲ Ἀλλαμήν παραἰτοῦμαι. οὐ γὰρ γνήϲιον ὄνομα ὑπὸ Διοδώρου παραπεποιημένον. τὰ δὲ μὴ ἔχοντα τὸ μ φυλάττει τὸ η ἐν τῇ γενικῇ οἰον ϲωλήν ϲωλῆνοϲ, τριβήν τριβῆνοϲ, λειχήν λειχῆνοϲ, δοθιήν δοθιῆνοϲ πλὴν τοῦ ἀζην ἀζένοϲ καὶ τοῦ ἁδήν ἁδένοϲ καὶ τοῦ αὐχήν αὐχένοϲ. καὶ ἔϲτιν εἰπεῖν, ὅτι τὰ εἰϲ ην ὀξύτονα ἔχοντα ἐν τῇ παραληγούϲῃ τὸ α καὶ μέροϲ ϲώματοϲ ϲημαίνοντα ἢ πάθοϲ τρέπει τὸ η εἰϲ ε οἷον αὐχένοϲ, ἁδένοϲ, ἁζένοϲ, τὸ γὰρ λειχήν καὶ δοθιήν οὐκ ἔχει τὸ ᾶ.

Choer. 276, 16: τὰ εἰϲ ην λήγοντα βαρύτονα ὄντα μονογενῆ φυλάττει τὸ η καὶ ἐν τῇ γενικῇ οἷον Ἕλλην Ἕλληνοϲ (τοῦτο γὰρ οὐκ ἔχει οὐδέτερον· οὐκ ἀγνοοῦμεν δὲ ὅτι καὶ θηλυκῶϲ λέγεται ἡ Ἕλλην), Γέρην Γέρηνοϲ (ἐϲτι δὲ ὄνομα κύριον), Ϲέβην Ϲέβηνοϲ (ἔϲτι δὲ ὄνομα 1. 13 cf. Ep. in Psalm. 4, 19.Ep. Cr. I 425, 24, 432, 3, An. Par. III 324, 5 Mon. 16, 10. 1. 26 composui canonem ex Mon. 32, 7, Choer. 274, 29 et 68, 35 Ep. Cr. 366, 17, E. M. 22, 40. ἥρωοϲ). εἰ δὲ ἔχει οὐδετέρου παραϲχηματιϲμόν, τρέπει τὸ η εἰϲ τὸ ε ἐν τῇ γενικῇ οἰον ἄρϲην ἄρϲενοϲ, ἔχει γὰρ οὐδέτερον τὸ ἄρϲεν, τέρην . τέρενοϲ, ἔχει γὰρ οὐδέτερον τὸ τέρεν· τὸ δὲ εἴρην ὁ Καλλίμαχοϲ διὰ τοῦ ε ἔκλινεν εἰπὼν « ἀλλ’ ἀντὶ βρεφέων πολιὸν νέον εἴρενα μέϲϲον » καὶ ταῦτα μὴ ἔχοντα οὐδετέρου παραϲχηματιϲμὸν καὶ ῖϲωϲ διὰ τὸ μέτρον τοῦτο ἐποίηϲεν.

Choer. 277, 10: τὰ εἰϲ ἀμετάβολον λήγοντα βαρύτονα ἀποβάλλοντα τῆϲ γενικῆϲ τὴν ἐϲχάτην τὸ οϲ ποιεῖ τὴν κλητικήν, Πλάτωνοϲ ὦ Πλάτων, Ἕλληνοϲ ὦ Ἕλλην, τέρην τέρενοϲ τέρεν, Τρύφωνοϲ ὦ Τρύφων, λαχάονοϲ ὦ Μαχᾶον, ἄρϲενοϲ ὦ ἄρϲεν, τέρην τέρενοϲ ὦ τέρεν, Ἕκτοροϲ ὦ Ἕκτορ, Ἀγαμέμνονοϲ ὦ Ἀγάμεμνον. καὶ ἐὰν εὑρεθῇ ἡ γενικὴ ἔχουϲα πρὸ τοῦ οc τὸ τ, καὶ τὸ τ ἀποβάλλεται ἐν τῇ κλητικῇ οἷον θεράποντοϲ ὦ θεράπον, λέοντοϲ ὦ λέον, δράκοντοϲ ὦ δράκον, γέροντοϲ ὦ γέρον. ϲεϲημείωται τὸ Ἄπολλον καὶ Ποϲείδαον, ὡϲ παρὰ τῷ ποιητῇ (Ξ 357) πρόφρων νῦν Δαναοῖϲι Ποϲείδαον ἐπάμυνον. ταῦτα γὰρ φυλάξαντα τὸ ω ἐν τῇ γενικῇ, Ἀπόλλωνοϲ γὰρ καὶ Ποϲειδάωνοϲ, οὐκ ἐφύλαξε καὶ ἐν τῇ κλητικῇ αὐτό, ἀλλὰ ϲυνέϲτειλαν αὐτὸ εἰϲ τὸ ο. καὶ περὶ μὲν τοῦ Ἄπολλον ἔϲτιν εἰπεῖν, ὅτι Αἰολικῶϲ ϲυνέϲτειλεν τὸ ω εἰϲ τὸ ο κατὰ τὴν κλητικήν· περὶ δὲ τοῦ Ποϲείδαον ἔϲτιν εἰπεῖν, ὅτι ψευδαιολικόν ἐϲτιν καὶ οὐ κυρίωϲ Αἰολικόν, ἐπειδὴ οὐκ ἴϲαϲιν οἱ Αἰολεῖϲ ἐπὶ ταύτηϲ τῆϲ λέξεωϲ εἰϲ ων τὴν εὐθεῖαν, ἀλλ’ εἰϲ αν Ποϲείδαν γὰρ λέγουϲι. τῆϲ οὖν εὐθείαϲ εἰϲ ων μὴ οὔϲηϲ παρ’ αὐτοῖϲ πῶϲ δύναται ἡ κλητικὴ εἰϲ ον διὰ τοῦ ο γίνεϲθαι Αἰολικῶϲ, τούτου οὖν χάριν εἴρηται, ὅτι ψευδαιολικόν ἐϲτι καὶ οὐ κυρίωϲ Αἰολικόν.

Choer. 278, 1: ἄξιον δέ ἐϲτι ζητῆϲαι, διατί, ἐὰν εὑρεθῇ ἡ γενικὴ ἔχουϲα πρὸ τοῦ οϲ τὸ τ, καὶ τὸ τ ἀποβάλλεται ἐν τῇ κλητικῇ οἷον θεράπων θεράποντοϲ ὦ θεράπον, γέρων γέροντοϲ ὦ γέρον, λέων λέοντοϲ ὦ λέον. ἔϲτιν οὖν εἰπεῖν ὅτι διὰ τοῦτο ἀποβάλλεται τὸ τ ἐν τῇ κλητικῇ, ἐπειδὴ οὐδέποτε λέξιϲ Ἑλληνικὴ εἰϲ ἄφωνον καταλήγει. εἰ ἐφυλάχθη οὖν τὸ τ, ἤμελλεν ἡ λέξιϲ εἰϲ ἄφωνον τὸ τ καταλήγειν, ὅπερ ἐϲτὶν ἀδύνατον. τούτου χάριν ἐὰν εὑρεθῇ ἡ γενικὴ ἔχουϲα πρὸ τοῦ οϲ τὸ τ, καὶ τὸ τ ἀποβάλλεται ἐν τῇ κλητικῇ.

Περὶ τῶν εἰϲ ιν.

Choer. 70, 1 coll.279, 6: τὰ εἰϲ ιν πάντα προϲθέει τοῦ οϲ ποιεῖ τὴν γενικὴν καὶ πανταχοῦ φυλάττει τὸ ι μακρὸν οἷον δελφῖνοϲ, ἀκτῖνοϲ, Ϲαλαμῖνοϲ, ῥινόϲ, θινόϲ.

1. 4 Callimachιi locum sic M et Ep. Cr.I 413; Gaisford. hic exhibuit πολλῶν εἶρενα μέϲϲων. Emendationes tentatae (e. g. Lob. Parall. 194 cf. Add. 544) adhuc incertae videntur. 1. 23 Ποϲείδαν scripsi pro Ποτειδᾶν cf. Ahrens de dial. Aeol. p. 114 not. 5. An. Ox. III 394, 3.

Choer. 281, 35: τὰ εἰϲ ιν δικατάληκτα τὴν αὐτὴν ἔχει ὀρθὴν καὶ κλητικὴν οἷον ὁ δελφίϲ ὦ δελφίϲ, ὁ Τελχίϲ ὦ Τελχίϲ, ὁ δελφίν ὦ δελφίν, ὁ ελχίν ὦ Τελχίν.

St. B. 7, 18: τὴν Ἀβοριγίνων γενικὴν ὡϲ παρὰ Ἰόβα ἐν Ῥωμαϊκῆϲ ἱϲτορίαϲ πρώτῳ «μέχρι μὲν οὖν τοῦ Τρωικοῦ πολέμου τὴν ἀρχαίαν Ἀβοριγίνων ὀνομαϲίαν διέϲωζον, ατίνου δὲ βαϲιλεύϲαντοϲ οὕτωϲ προϲηγορεύθηϲαν ». τινὲϲ οἰονται κλίνεϲθαι ἀπὸ τῆϲ Ἀβοριγῖνοϲ εὐθείαϲ ὡϲ Λεοντῖνοϲ Ἀκραγαντῖνοϲ· ἀλλὰ Διονύϲιοϲ ὁ Ἁλικαρναϲϲεὺϲ Ἀβοριγῖνεϲ καὶ Ἀβοριγῖϲί φηϲιν ὡϲ δελφῖϲιν. ἔϲτι δὲ καὶ ἄλλη κλίϲιϲ ἐν χρηϲμῷ κειμένη, ὃν αὐτὸϲ παρατίθι,ϲιν· ὡϲ γὰρ ἀπὸ τοῦ ναῦται ναυτέων, οὕτωϲ Ἀβοριγίναι Ἀβοριγινέων· ἔχει δὲ ὁ χρηϲμὸϲ οὕτωϲ ϲτείχετε μαιόμενοι Ϲικελῶν Ϲατουρνίαν αἰαν, ἠδ’ Ἀβοριγινέων ίοτύλην, οὗ νᾶϲοϲ ὀχεῖται, οἰϲ ἀναμιχθέντεϲ δεκάτην ἐκπέμψετε Φοίβῳ, καὶ κεφαλὰϲ Κρονίδῃ καὶ τῷ πατρὶ πέμπετε φῶτα. ἀλλ’ αὐτὸϲ τῷ χρηϲμῷ μὴ πειθόμενοϲ ταῖϲ προειρημέναιϲ ἐχρήϲατο κλίϲεϲιν.

Περὶ τῶν εἰϲ υν.

Choer. 282, 23: τὰ εἰϲ υν λήγοντα προϲθέϲει τοῦ οϲ ποιεῖ τὴν γενικὴν οἷον Γόρτυν Γόρτυνοϲ (ἔϲτι δὲ ὄνομα ἠρωοϲ καὶ πόλεωϲ Κρήτηϲ), μόϲυν μόϲυνοϲ (ϲημαίνει δὲ τὸν ξύλινον πύργον), Φόρκυν Φόρκυνοϲ Αἴαϲ δ’ αὖ Φόρκυνα δαῖφρονα (P 312) καὶ παρ’ Εὐριπίδῃ «γωλειὰ καὶ Φόρκυνοϲ οἰκητήριον», ἡ γὰρ αἰτιατικὴ ἡ « Γόρκυν θ’ Ἰππόθοόν τε »  (P 318) ἀπὸ ἄλληϲ εὐθείαϲ ἐϲτίν, ὡϲ ἀπὸ τοῦ ὁ Φόρκυϲ τοῦ Φόρκυοϲ, ὥϲπερ βότρυϲ βότρυοϲ βότρυν· ὡϲαύτωϲ καὶ ἡ Γόρτυνα αἰτιατικὴ «Γόρτυνά τε τειχιόεϲϲαν » (Β 646) ἀπὸ τῆϲ Γόρτυν εὐθείαϲ, ἡ δὲ Γόρτυν ἀπὸ τῆϲ Γόρτυϲ· φαϲὶ δὲ καὶ Γόρτυναν ὡϲ ἄμυναν. κίνδυν κίνδυνοϲ κίνδυνα οὕτωϲ δὲ ἔφη Ϲαπφῶ τὸν κίνδυνον· ὁ γοῦν Ἀλκαῖοϲ τὴν δοτικὴν ἔφη τῷ κίνδυνι αὕτη δὲ ἡ κίνδυνοϲ γενικὴ μετάγεται εἰϲ εὐθείαν καὶ γίνεται ὁ κίνδυνοϲ, ωϲπερ ὁ ψάρ τοῦ ψαρόϲ καὶ ὁ ψάροϲ (sic), ὁ Τρώϲ τοῦ Τρωόϲ καὶ ὁ Τρωόϲ. ἡ κυνόϲ γενικὴ οὐκ ἔϲτιν ἀπὸ τῆϲ κύν εὐθείαϲ, ἀλλ’ ἀπὸ τῆϲ κύων κύονοϲ κατὰ ϲυγκοπήν.

Περὶ τῶν εἰϲ ων.

Choer. 294, 15 (consultis Thoegn. 131, 31, Ep. Cr. 1 438, 10 An. Par. III 324, 14, Mon. 32, 4): τὰ εἰϲ ων ὀξύτονα μονοϲύλλαβα προϲθέϲει τοῦ οϲ κλίνεται καὶ φυλάττει τὸ ω ἐπὶ τῆϲ γενικῆϲ οἷον κλών κλωνόϲ, πρών πρωνόϲ, ἐξ οὧ «καὶ πρώονεϲ ἄκροι» (Π 299), Xών Χωνόϲ, 1. 23 Puripidis versum servavit M (Gaisf. E. M. p. 8). 1. 25 quae de deelinatu vοc.Γόρτυν dedi, ex St. B.s. v. adieci, de Φόρκυν cf. Il. Pr. P 218. Φόρκυν ὡϲ βότρυν ἀπ’ εὐθείαϲ τῆϲ εἰϲ ϲ ληγούϲηϲ, ἡ μέντοι Φόρκυνα αἰτιατικὴ ἀπ’ εὐθείαϲ τῆϲ εἰϲ ν. τὸ δὲ τοιοῦτον ἴδιον ποιητικῆϲ. οὐχ ὑγιτῶϲ δὲ ὁ Τυραννίων ἐκτείνει τὸ υ, ἐπεὶ εὑρέθη, φηϲί, καὶ ἡ εὐθέα ἐκτεινομένη «Φόρκυϲ αὖ Φρύγαϲ ῆγε» (Β 862) ἐκεῖ γὰρ τὸ μέτρον κατήπειγεν, ἐνθάδε δὲ οὐδὲν κατεπείγει. Θών Θῶνοϲ. μόνον δὲ τὸ χθών χθονόϲ, ὡϲ θηλυκοῦ μόνον γένουϲ ὄν ἐν τοῖϲ εἰϲ ῶνν μονοϲυλλάβοιϲ, τρέπει τὸ ω εἰϲ τὸ ο ἐν τῇ γενικῇ· ὥϲπερ καὶ τὸ  φρήν φρενόϲ, ὡϲ θηλυκοῦ μόνου γένουϲ εὺρεθὲν ἐν τοῖϲ εἰϲ ην μονοϲυλλάβοιϲ, ἔτρεψε τὸ η εἰϲ τὸ ε ἐν τῇ γενικῇ. τὸ δὲ Θυν Θῶντοϲ (ἔϲτι δὲ ὄνομα κύριον) ἐκ πάντων τῶν μονοϲυλλάβων προπεριϲπώμενον ἐμιμήϲατο κατὰ κλίϲιν τὴν ϲμῶντοϲ κλῶντοϲ δρῶντοϲ μετοχήν.

Choer. 284, 4: τὰ μὲν εἰϲ ων βαρύτονα τρεῖϲ κλίϲειϲ ἐπιδέχεται· ἢ γὰρ προϲθέϲει τοῦ οϲ ποιεῖ τὴν γενικὴν καὶ φυλάττει τὸ ω οἷον Θέων Θέωνοϲ, Πλάτων Πλάτωνοϲ, Τρύφων Τρύφωνοϲ, ἢ προϲθέϲει τοῦ οϲ ποιεῖ τὴν γενικὴν καὶ τρέπει τὸ ῦ εἰϲ τὸ ο οἰον ϲώφρων ϲώφρονοϲ, γείτων γείτονοϲ, τέκτων τέκτονοϲ, ἤ διὰ. τοῦ ντ κλίνεται καὶ πάλιν τρέπει τὸ ῶ εἰϲ τὸ ο οἷον θεράπων θεράποντοϲ, δράκων δράκοντοϲ, λέων λέοντοϲ. τὰ δὲ εἰϲ ων ὀξύτονα δύο κλίϲειϲ ἐπιδέχεται γὰρ προϲθέϲει τοῦ οϲ ποιεῖ τὴν γενικὴν καὶ φυλάττει τὸ ῦ ὡϲ ἐπὶ τοῦ κοιτών κοιτῶνοϲ, Ἑλικῶν Ἑλικῶνοϲ, ἤ προϲθέϲει τοῦ οϲ ποιεῖ τὴν γενικὴν καὶ τρέπει τὸ ω εἰϲ τὸ ο οἷον Ϲαρπηδών Ϲαρπηδόνοϲ, ἀλεκτρυών ἀλεκτρυόνοϲ, οὐδέποτε δὲ διὰ τοῦ ντ κλίνεται· αὕτη γὰρ ἡ κλίϲιϲ μετοχῶν ἐϲτιν, ὡϲ ἐπὶ τοῦ λαβών λαβόντοϲ, δραμών δραμόντοϲ, πεϲών πεϲόντοϲ, ἑκών ἑκόντοϲ· τοῦτο γὰρ μετοχή. ὅτι γὰρ τὰ εἰϲ ων ὀνόματα ὀξύτονα ἀποϲτρέφεται τὴν διὰ τοῦ ντ κλίϲιν δῆλον, εἴγε τὸ Ϲαρπηδών ὀξυνόμενον Ϲαρπηδόνοϲ κλίνεται, ὅταν δὲ ἐκλίθη καὶ διὰ τοῦ ντ, τότε καὶ βαρεῖαν ἐπιδέχεται τάϲιν οἷον Ϲαρπήδοντοϲ ἑταῖρον (Μ 379) προπαροξυτόνωϲ, ὡϲ ἀπὸ τῆϲ Ϲαρπήδων εὐθείαϲ βαρυνομένηϲ καὶ Ϲαρπήδοντι δ’ ἄχοϲ γένετο (Μ 392) ὁμοίωϲ προπαροξυτόνωϲ καὶ Ϲαρπήδοντα ἡ αἰτιατικὴ καὶ ἡ κλητικὴ Ϲαρπῆδον Λυκίων βουληφόρε (ε 633) προπεριϲπωμένωϲ.

Choer. 284, 30: τὰ δὲ εἰϲ ων περιϲπώμενα πάντα φυλάττει τὸ ω ἐπὶ τῆϲ γενικῆϲ καὶ οὐδέποτε τρέπει αὐτό, κλίνεται δὲ καὶ διὰ τοῦ ντ οἷον Ξενοφῶν ξενοφῶντοϲ, Ἀγλαοφῶν Ἀγλαοφῶντοϲ, Δημοφῶν Δημοφῶντοϲ, μόνον τὸ Ποϲειδῶν καὶ Τυφῶν καὶ ταῶν φυλάττει μὲν τὸ ῶ ἐν τῇ γενικῇ καὶ οὐ κλίνεται διὰ τοῦ ντ οἱον Ποϲειδῶνοϲ καὶ Τυφῶνοϲ καὶ τὰ ὅμοια.

Choer.298, 6: καὶ τὸ μὲν Ποϲειδῶν ἔχει τοιαύταϲ ἀπολογίαϲ· τὰ εἰϲ ων περιϲπώμεναοὐδέποτέ ἐϲτιπαραϲύνθεταοἷον Δημοφῶν, Ξενοφῶν· τὸ δὲ Ποϲειδῶν παραϲύνθετόν ἐϲτιν, ἀπὸ γὰρ τοῦ Ποϲειδέηϲ ϲυνθέτου γέγονε Ποϲειδέων Ποϲειδῶν παραϲύνθετον. εἰκότωϲ οὖν ὡϲ διήλλαξε κατὰ τοῦτο πρὸϲ τὰ ἄλλα περιϲπώμενα, διήλλαξε καὶ περὶ τὴν κλίϲιν ἄλλωϲ 1. 20 cf. II. Pr. Μ 379, unde adieci ἑκών. τε δὲ τὰ εἰϲ ων περιϲπώμενα τὴν ἐντέλειαν διὰ τοῦ ο καὶ ω ἔχει οἷον ἀμνοκόων, Ἀγλαοφόων, Δημοφόων, ὡϲ παρὰ Καλλιμάχῳ νυμφίε Δημοφόων, ἄδικε ξένε. τὸ δὲ Ποϲειδῶν οὐκ ἔχει τὴν ἐντέλειαν διὰ τοῦ ο καὶ ω, ἀλλ’ ὴ διὰ τοῦ α καὶ ω οἷον Ποϲειδάων, ἢ διὰ τοῦ ε καὶ ω οἷον Ποϲειδέων· εἰκότωϲ οὖν ὡϲ διήλλαξε κατὰ τοῦτο πρὸϲ τὰ ἄλλα περιϲπώμενα, διήλλαξε καὶ περὶ τὴν κλίϲιν. ἔτι τὰ εἰϲ ων περιϲπώμενα οὐδέποτέ ἐϲτι παρώνυμα οἰον Ξενοφῶν Ἀγλαοφῶν, τὸ δὲ Ποϲειδῶν παρώνυμόν ἐϲτιν, ἀπὸ γὰρ τοῦ Ποϲειδέηϲ γέγονε oϲειδέων παρωνύμωϲ, ὥώϲπερ καὶ ἀπὸ τοῦ Ἡρακλέηϲ γέγονεν Ἡρακλέων παρωνύμωϲ. καὶ λοιπὸν ἀπὸ τοῦ Ποϲειδέων Ποϲειδέωνοϲ γίνεται Ποϲειδῶν Ποϲειδῶνοϲ· ἐπειδὴ διήλλαξε καὶ κατὰ τοῦτο πρὸϲ τὰ ἄλλα περιϲπώμενα, διήλλαξε καὶ κατὰ τὴν κλίϲιν. τὸ δὲ Ποϲειδέων Ποϲειδέωνοϲ τὸ ω φυλάττει ἐπὶ τῆϲ γενικῆϲ, ἐπειδή, ὡϲ εἰρήκαμεν, παρώνυμόν ἐϲτιν ἀπὸ τοῦ Ποϲειδέηϲ. τὰ γὰρ εἰϲ ων παρώνυμα βαρύτονα τὸ ω φυλάττει ἐπὶ τῆϲ γενικῆϲ οἰον θεόϲ Θέων Θέωνοϲ, τρυφή Τρύφων Τρύφωνοϲ, πλατύϲ Πλάτων Πλάτωνοϲ. ἔτι τὰ εἰϲ ων περιϲπώμενα οὐδέποτε φύϲει μακρῷ παραλήγεται, ἀλλ’ ἢ βραχείᾳ, ὡϲ ἐπὶ τοῦ Δημοφῶν, Ἰπποκῶν, Κτηϲιφῶν, ἢ θέϲει μακρᾷ, ὡϲ ἐπὶ τοῦ Δεξικρῶν· τὸ δὲ Ποϲειδῶν φύϲει μακρᾷ παραληγόμενον εἰκότωϲ οὖν ὡϲ διαλλάξαν κατὰ τοῦτο πρὸϲ τὰ ἄλλα περιϲπώμενα, διήλλαξε καὶ περὶ τὴν κλίϲιν. ἔτι τὰ εἰϲ ων περιϲπώμενα οὐδέποτε γίνεται παρὰ ταῖϲ διαλέκτοιϲ εἰϲ ᾳν· τὸ δὲ Ποϲειδῶν γίνεται παρὰ τοῖϲ Αἰολεῦϲι καὶ παρὰ τοῖϲ Δωριεῦϲιν εἰϲ αν· οἱ μὲν γὰρ Δωριεῖϲ Ποτιδὰν λέγουϲιν ὀξυτόνωϲ, οἱ δὲ Αἰολεῖϲ Ποτιδὰν καὶ Ποϲείδαν λέγουϲι βαρυτόνωϲ· εἰκότωϲ οὖν ὡϲ διήλλαξε κατὰ τοῦτο πρὸϲ τὰ ἄλλα περιϲπώμενα, διήλλαξε καὶ περὶ τὴν κλίϲιν. ἔτι τὰ εἰϲ ων περιϲπώμενα οὐδέποτε ἀποκοπὴν ἀναδέχεται κατὰ τὴν αἰτιατικὴν οἰον Ξενοφῶντα, Ἀγλαοφῶντα· τὸ δὲ Ποϲειδῶν ἀποκοπὴν ἀναδέχεται κατὰ τὴν αἰτιατικὴν καὶ γίνεται Ποϲειδῶ νὴ τὸν Ποϲειδῶ τουτονὶ τὸν ἵππιον (Aristoph. Nub. 83), ὥϲπερ τὸν Ἀπόλλωνα τὸν Ἀπόλλω· εἰκότωϲ οὖν ὡϲ διαλλάξαν κατὰ τοῦτο πρὸϲ τὰ ἄλλα περιϲπώμενα, διήλλαξε καὶ κατὰ τὴν κλίϲιν.

Choer. 299, 26. τὸ δὲ τυφῶν καὶ ταῶν, ἐπειδὴ διϲύλλαβά ἐϲτι, τῶν ἄλλων ὑπὲρ δύο ϲυλλαβὰϲ ὄντων οἷον Ξενοφῶν Ἀγλαοφῶν Ποϲειδῶν, εἰκότωϲ ὡϲ διαλλάξαντα κατὰ τὴν ποϲότητα τῶν ϲυλλαβῶν πρὸϲ τὰ ἄλλα περιϲπώμενα, διήλλαξε καὶ κατὰ τὴν κλίϲιν. καὶ ὅτι τὸ τυφῶν καὶ ταῶν ἁπλᾶ ἐϲτι, τῶν ἄλλων περιϲπωμένων μὴ ὄντων ἁπλῶν, ἀλλ’ ἢ ϲυνθέτων, ὡϲ τὸ Δημοφῶν, Sενοφῶν, Ἀγλαοφῶν, Κτηϲιφῶν, Ἰπποκῶν, Δεξικρῶν ἢ παραϲύνθετον, ὥϲπερ τὸ Ποϲειδῶν, καὶ ἐπειδὴ τὸ τυφῶν καὶ ταῶν καὶ εἰϲ ωϲ λήγει (λέγεται γὰρ καὶ τυφῶϲ 1. 32 cf. Mon. 9, 3 seqq. καὶ ταῶϲ), τούτου χάριν οὐκ ἠκολούθηϲε τῇ κλίϲει τῶν περιϲπωμένων καὶ ἐκλίθη διὰ τοῦ ντ.

Choer. 71, 18: τὰ εἰϲ ων καθαρὰ ἀρϲενικὰ διϲύλλαβα βαρύτονα βραχείᾳ παραληγόμενα διὰ τοῦ ω κλίνεται οἷον Κάων Κόωνοϲ, Πάων Φάωνοϲ, Νέων Νέωνοϲ, Θέων Θέωνοϲ, Κλέων Κλέωνοϲ, ων Ἴωνοϲ. τὸ Κρέων Κρέοντοϲ ὡϲ μετοχικὸν διὰ τοῦ ντ κλίνεται· περὶ δὲ τῶν μετοχικῶν ὕϲτερον ἐροῦμεν. τὸ δὲ λέων λέοντοϲ ὡϲ ἔχον θηλυκὸν τὸλέαινα διὰ τοῦ ντ κλίνεται, ὁμοίωϲ τῷ θεράπων θεράποντοϲ, ὅτι καὶ θεράπαινα.

Choer. 71, 26: τὰ εἰϲ ων καθαρὰ διϲύλλαβα ἀρϲενικὰ βαρύτονα εἰ ἔχοι πρὸ τέλουϲ φύϲει μακράν, διὰ τοῦ ο κλίνεται οἷον Ἄων Ἄονοϲ, Δάων Δάονοϲ, Χάων Χάονοϲ, ῥᾴων ῥάονοϲ, πλείων πλείονοϲ, μείων μείονοϲ, Μαίων Μαίονοϲ «Μαίον’ ἄρα προέηκε » (Δ 328), κίων κίονοϲ. τὸ δὲ αἰών ὀξύτονον διὰ τοῦ ω κλίνεται αἰῶνοϲ.

Choer. 71, 5: τὰ εἰϲ ων καθαρὰ βαρύτονα ἔχοντα δίχρονον ἐν τῇ παραληγούϲῃ, εἰ μὲν ἐκτείνει τὸ δίχρονον, τρέπει τὸ ω εἰϲ τὸ ο ἐν τῇ γενικῇ οἷον Μαχάων Μαχάονοϲ, Ἱκετάων Ἱκετάονοϲ, Ἀρετάων Ἀρετάονοϲ, Ἀμφίων Ἀμφίονοϲ, Ὑπερίων περίονοϲ(ϲημαίνει δὲ τὸν ὑπὲρ ἡμᾶϲ ἀνατέλλοντα), Ἐχίων Ἐχίονοϲ, Δολίων Δολίονοϲ, ὀπάων ὀπάονοϲ (ὁ ἀκόλουθοϲ), κίων κίονο, πίων πίονοϲ (ὁ λιπαρόϲ), πρίων πρίονοϲ· εἰ δὲ ϲυϲτέλλει τὸ δίχρονον, φυλάττει τὸ ω ἐν τῇ γενικῇ οἷον Ἠετίων Ἠετίωνοϲ, Ἀμφιτρύων Ἀμφιτρύωνοϲ, Εὐρυτίων Εὐρυτίωνοϲ, Ἠλεκτρύων Ἡλεκτρύωνοϲ, Εὐρυθαλίων Εὐρυθαλίωνοϲ, Μοϲχίμν Μοϲχίωνοϲ, Ἡφαιϲτίων Ἡφαιϲτίωνοϲ, Ἐνδυμίων Ἐνδυμίωνοϲ, Ἀϲτερίων Ἀλϲτερίωνοϲ. ὅθεν τὸ Ὠρίων ἀναλογώτερόν ἐϲτι ϲυϲτέλλον τὸ ι, ὡϲ παρ’ Ενριπίδᾳ (ycl. 213) τά τ’ ἄϲτρα καὶ τὸν Ὠρίωνα δέρκομαι. ὁ γὰρ ποιητὴϲ ἐξέτεινεν αὐτὸ εἰπών (Ϲ 488) ἥ τ’ αὐτοῦ ϲτρέφεται, καί τ’ Ὠρίωνα δοκεύει. κατὰ τοῦτον τὸν κανόνα καὶ τὸ κύων ὤφειλε κλίνεϲθαι κύωνοϲ ὡϲ Ἀμφιτρύωνοϲ. ἔϲτι δὲ ἕτεροϲ κανὼν ὁ λέγων· τὰ κοινὰ τῷ γένει διὰ τοῦ ο κλίνεται. ἀπαιτοῦντοϲ οὖν τοῦ μὲν τὸ ω, τοῦ δὲ τὸ ο, ϲυνεκόπη τὸ ἀμφίβολον καὶ ἐγένετο κυνόϲ. ἡ μέντοι κλητικὴ εὕρηται διὰ τοῦ ο μικροῦ ὡϲ ἀπὸ τῆϲ κύονοϲ γενικῆϲ «ἐξ αὖ νῦν ἔφυγεϲ θάνατον, κύον» (Λ 362).

1. 2 cf. Eust. 346, 13, ubi tertia ap. Choerob. propositarum causarum diserto Herodiano assignaturi etymologias a Choerob. prolatas, quippequum dubiae sint. velut Ξενοφῶν a φῶ τὸ φονεύω et Δεξικρῶν a κρείω τὸ βαϲιλεύω καὶ κρατῶ aut etiam falsae ut Ἰπποκῶν a κτῶμαι Ἰπποκτῶν καὶ Ἰπποκῶν (cf. Lob. El. II 115 seqq .) Herodiano non obtrudendas iudicavi. 1. 3 cf. Theogn. 30, 10. 1. 11 pro Λάων Αάονοϲ, cuius genetivus Λάωνοϲ ap. Dicaearchum reperitur (cf. Lob. ad Ai. p. 164) quum α breve habeat, posui Ἄων Ἄονοϲ, adieci ex St. B. Δάων et Χάων. αἰών ex Theogn. 36, 4 ; omisi πρώην (scr. πρόων) πρόωνοϲ ἡ ἀκρώρεια fictum ex πρών. 1. 25—29 ex Choer. 286, 1, 1. 30—35 ex E. M, 549 44 (Favorin. 80, 35) inserui.

Τὰ εἰϲ ιων ὀξύτονα, εἰ μὲν θηλυκὰ ἢ κοινὰ τῷ γένει ἐϲτί, διὰ τοῦ ο κλίνεται οἰον χιών χιόνοϲ, ἠϊών ἠϊόνοϲ, Ἑρμιών Ἑρμιόνοϲ πόλιϲ Ἀργόλιδοϲ, Ἴβιών Ἰβιόνοϲ· ἔϲτι δὲ ὄνομα νήϲου, ὁ ἡ περικτιών περικτιόνοϲ, ἀμφικτιών ἀμφικτιόνοϲ, ἰθυκτιών ἰθυκτιόνοϲ· εἰ δὲ μόνωϲ ἀρϲενικά ἐϲτι, φυλάττει τὸ ω οἷον Κνακιών Κνακιῶνοϲ, Ἀϲιών Ἀοιῶνοϲ, κυρηβίων κυρηβιῶνοϲ, ἀνθεϲτηριών ἀνθεϲτηριῶνοϲ, δοθιών δοθιῶνοϲ τὸ ἐν τῇ ϲυνηθείᾳ λεγόμενον ἀντὶ τοῦ δοθιήν.

Τὰ εἰϲ ῦῶν ὀξύτονα κατὰ γενικὴν τρέπει τὸ ω εἰϲ τὸ ο, εἰ μὴ ϲυμπίπτει πόλεϲιν οἰον ἀλεκτρυών ἀλεκτρυόνοϲ, Γηρυών Γηρυόνοϲ, Κερκυών Κερκυόνοϲ, Ἀμφικτύων Ἀμφικτυόνοϲ,κελενδρυών, κολοκτρυών. τὰ δὲ ϲυμπίπτοντα πόλεϲι κλίνεται διὰ τοῦ ω οἷον ικυών ὁ κτιϲτὴϲ ὁμοφώνωϲ τῇ πόλει ικυῶνοϲ. ὡϲαύτωϲ καὶ Γρεμμυών Κρεμμυῶνοϲ καὶ Κρομμυών Κρομμυῶνοϲ.

Τὰ εἰϲ αιῦν ὑπερδιϲύλλαβα εἴτε βαρύτονα εἶτε ὀξότονα διὰ τοῦ ω κλίνεται Εὐφραίων Εὐφραίωνοϲ, Αἰγαίων Αἰγαίωνοϲ, Ἀκταίων Ἀκταίωνοϲ, Ἀλκμαίων, Εὐγαίων, Ἀθηναίων, Ἑκατομβαιν Ἑκατομβαιῶνοϲ, ἐλαιών ἐλαιῶνοϲ.

Τὰ εἰϲ εων ὑπερδιϲύλλαβα ἀρϲενικὰ καὶ θηλυκὰ εἴτε βορύτονα εἴτε ὀξύτονα τὸ ω φυλάττει, Γελέων Γελέωνοϲ Γελέοντεϲ δέ εἰϲι φυλὴ παλαιά, μία τῶν τεϲϲάρων ἀπὸ Ἴωχοϲ παίδων — Ἡρακλέων Ἡρακλέωνοϲ, Ἀλκμέων, Τυφέων, Ποϲειδέων Ποϲειδέωνοϲ ἐξ οὖ Ποϲειδῶν ϲυνῃρέθη, Ποϲειδεών Ποϲειδεῶνοϲ ὄνομα μηνόϲ, ἀνδρεών, παρθενεών, πορθέων, λυμεών, ἀπατεών, Ἐλεών πόλιϲ, Μεδεών πόλιϲ, Ξυπετεών 1. 1 sic fere Herodianum canonem de οxyytonis in ιων constituisse ex Ϲhoer. Orth. ΙΙ 168, E. M. 92, 1, Eust. 1175, 15, Theogn. 29, 13 et 38, 9; 39, 24 et Mon 17 , 22 concludi potest. Neque enim ex quantitate declinatum suspendit Herodianus, ut Choer. Diet. 296, 25 feocit quantitatem etiam pervertens, sed ex genere, cui etiam praeer quantitatem vim quandam ad accentum constituendum attribuit, nam Ἀλμφίων quum productum babeat 4, paroxytonon est, περικτιών vero brevi praefinitum in fine habet acutum, sed declinatio utriusque vocabuli eadem est, Ἀμφίων habet Ἀμφίονοϲ genetivum propter characterem barytonorum producta diphthongo praefnitorum, περικτιών oxytonon a. reliquis oxytonis non quantitate difert, sed genere, in quo declinatio nititur. Ex urbium vero nominibus quaedam exceusse et per ω declinanda praecepisse Herodianum ex nominibous a Stephano relatis conici potest. 1. 8 canonem constitui ex Arc. 15, 22 et Theogn. 29, 17. Ab Herodiani doctrina abhorret Choer. Dict. 296, 25: τὰ εἰϲ ων καθαρὸν ὀξύτονα βραχεῖ διχρόνῳ παραληγόμενα τρέπει τὸ υ εἰϲ τὸ ο ἐν τῇ γενικῇ οἷον περικτιών περικτιόνοϲ, ἀλεκτρυψν ἀλεκτρυόνοϲ, Ἀμφικτύων Ἀμφικτυόνοϲ. τὸ Κνακυών ὀξύτονόν ἐϲτι καί εἰϲ ων καθαρὸν καὶ διχρόνῳ παραλήγεται καὶ ἐπειδὴ οὐκ ἔχει ϲυνεϲταλμένον ἀλλ’ ἐκτε- ταμένον φυλάττει τὸ ω ἐν τῇ γενικῇ οἶον Κνακυῶνοϲ, ἔϲτι δὲ ὄνομα κύριον ποταμοῦ. Verum habet Theogn. 38, 6 ὅϲα βραχεῖ διχρόνῳ παραλήγεται, διὰ τοῦ ο γράφει τὴν παραλήγουϲαν τῆϲ γενικῆϲ περικτιόνοϲ, ἀλεκτρυόνοϲ. ϲεϲημείωται τὸ Κνακιών Κνακιῶνοϲ ὄνομα ποταμοῦ καὶ τὸ Ἀϲίων Ἀϲιῶνοϲ δηλοῖ δὲ ὄνομα ὅρουϲ, καὶ κυρηβίων· δηλοῖ δὲ τὸν καθαρματώδη, ὅτι βραχεῖ διχρόνῳ παραληγόμενα φυλάττει τὸ ω ἐπὶ τῆϲ γενικῆϲ. cf. Lehre Mon. 17, 22 1. 14 Theogn. 29, 1 et 28, 30, Arc. 28, 11. 1. 18 Choer. 72,1, Γελέοντεϲ ex St. B. 41. 2 de Ἀλκμέων cf. An Ox. II 337, 4: Ἀλκμέωνοϲ. τὸ με ψιλόν ὡϲ παρ’ϲὐριπίδῃ ἔχει η χρῆϲιϲ· ϲυϲτείλαϲ τὴν αι δίφθογγον εἰϲ (hoc supplevi) τὸ ε φυλάττει τὸ ῦ ὡϲ κύριον ἐν τῇ γενικῇ. Arcad. 18, 9, Theogn. 28, 25 et 29. Ἑλεών Ξυπετεών ex St. B. Ξυπετεῶνοϲ ὁ οἰκήτωρ δήμου ξυπετῆϲ. τὸ δὲ Τελέων Τελέοντοϲ ὡϲ μετοχικὸν διὰ τοῦ ντ κλίνεται.

Τὸ εἰϲ ηῶν ὑπερδιϲύλλαβα φυλάττει τὸ ῶ κατὰ τὴν γενικὴν προπρήων προπρήονοϲ, παιήων, ξυνήων, Ἰήων.

Choer. 285, 3: τὰ εἰϲ ων πατρωνυμικὰ ἅπαντα φυλάττει τὸ ω ἐπὶ τῆϲ γενικῆϲ οἷον Ἀτρείων Ἀτρείωνοϲ, Πηλείων Πηλείωνοϲ, Πριαμίων ἶριαμίωνοϲ, ὅθεν τὸ Κρονίων ἀναλογώτερόν ἐϲτι κλινόμενον διὰ τοῦ ω Κρονίωνοϲ οἷον «κὅϲ ῥα παρὰ Κρονίωνι καθέζετο» (Α 405) τὸ δὲ «Ζηνὸϲ δ’ οὐκ ἄν ἔγωγε Κρονίονοϲ ἄϲϲον ἱκοίμην» (Ξ 247) ὑπερβιβαϲμὸν ἐδέξατο τοῦ χρόνου, καὶ τὸ μὲν ῑ ἐξετάθη, τὸ δὲ ο ϲυνεϲτάλη.

Τὰ διὰ τοῦ ιων ὑποκοριϲτικὰ φυλάττει τὸ ω κατὰ τὴν γενικὴν Ἡφαιϲτίων Ἡφαιϲτίωνοϲ, Ξενίων Ξενίωνοϲ, λοϲχίων, Ἠμαθίων, Μελανίων, Πορφυρίων, Τυραννίων. εἰ δέ τι τούτων εἰϲ κυριότητα μετάγοιτο, τὴν αὐτὴν φυλάττει κλίϲιν.

Choer. 286, 8: τὰ εἰϲ ων παρώνυμα βαρύτονα φυλάττει τὸ ω ἐπὶ γενικῆϲ οἷον θεόϲ Θέων Θέωνοϲ, τρυφή Τῥυφῶν Τρύφωνοϲ (εἰ γὰρ παρὰ τὸ τρυφῶ ῥῆμα ἦν, εἰχε τρέπειν τὸ ω εἰϲ τὸ ο ἐν τῇ γενικῇ, ὥϲπερ ἐλεῶ ἐλεήμων ἐλεήμονοϲ, φιλῶ Φιλήμων Φιλήμονοϲ,  νοῶ νοήμων νοήμονοϲ), ἱερόϲ Ἱέρων Ἡέρωνοϲ,ἁβρόϲ Ἄβρων Ἄβρωνοϲ. πλατύϲ Πλάτων Πλάτωνοϲ, κλέοϲ Κλέων Κλέωνοϲ, κῦδοϲ Κύδων Κύδωνοϲ, ζεύϲ Διόϲ Δίων Δίωνοϲ, Αἰγαῖοϲ ΑἰγαίωνΑἰγαίωνοϲ, Καδμεῖοϲ Καδμείων Καδμείωνοϲ, Ἀργεῖοϲ Ἀργείων Ἀργείωνοϲ, Βακχεῖοϲ Βακχείων Βακχείωνοϲ, φίλοϲ Φίλων Φίλωνοϲ, ἀγαθόϲ Ἀγάθων Ἀγάθωνοϲ, νίκη Νίκων Νίκωνοϲ. χωρὶϲ εἰ μὴ ἦ ἀπὸ τῶν εἰϲ οϲ ϲυνθέτων, ταῦτα γὰρ διὰ τοῦ ο κλίνεται οἰον ἇἷμα ἄναιμοϲ ἀναίμων ἀναίμονοϲ, τοὔνεκ’ ἀναίμονέϲ εἰϲι καὶ ἀθάνατοι καλέονται (ε 342), κῦμα ἔγκυμοϲ ἐγκύμων ἐγκύμονοϲ, πυγή κατάπυγοϲ καταπύγων καταπύγονοϲ (ὁ κίναιδοϲ), χεῖμα ἄχειμοϲ ἀχείμων ἀχείμονοϲ. διὰ τοῦτο τὸ Ἀκταίων ἀναλογώτερόν ἐϲτι φυλάττον τὸ ῦ ἐν τῇ γενικῇ οἷον ὁρᾶϲ τὸν Ἀκταίωνοϲ ἄθλιον μόρον (Eurip. Βacch. 337). τοῦτο γὰρ παρώνυμόν ἐϲτι καὶ οὐκ ἔϲτιν ἀπὸ τῶν εἰϲ οϲ ϲυνθέτων, ἀπὸ γὰρ τοῦ ἀκτή γέγονεν ἀκταῖοϲ καὶ Ἀκταίων. ὅταν οὖν γένηται διὰ τοῦ ο οἷον Ἀκταίονόϲ τε μητέρ’ , Αὐτονόην λέγω (Eurip. Βacch. 230), γνῶθι ὅτι ϲυνεϲτάλη τὸ ῶ διὰ τὸ μέτρον. τὸ Ἰάϲων οὐκ ἀντίκειται ἡμῖν, οὐδὲ γάρ ἐϲτι παρώνυμον παρὰ τὸ ἴαϲιϲ, ἀλλὰ ῥηματικὸν παρὰ τὸ ἰάϲομαι μέϲου μέλλοντοϲ (sic).

1. 1 Τελέων ap. Choer. 72,4 pro τό τε λέων scribendum est, quia de hyperdisyllabis sermo est. 1.3 Choer.71, 32, Theogn. 29.6. 1.5 cf. 70, 22, Theogn. 27, 24. 1. 12 Theogn. 27, 25, Arc. 17, 24. 1. 38 coll. Choer. 72, 7, Theogn. 28,17 et 29, 22.

Choer. 286, 30. τὰ εἰϲ ων κοινὰ τῷ γένει τρέπει τὸ ω εἰϲ τὸ ο ἐν τῇ γενικῇ οἷον ὁ ϲώφρων κεὶ ἡ ϲώφρων τοῦ ϲώφρονοϲ καὶ τῆϲ ϲώφρονοϲ, ὁ τέκτων καὶ ἡ τέκτων τοῦ τέκτονοϲ καὶ τῆϲ τέκτονοϲ, ὁ γείτωνκαὶ ηγείτων τοῦγείτονοϲ καὶτῆϲ γείτονοϲ, ὁ τλήμων καὶ ἡ τλήμων τοῦ τλήμονοϲ καὶ τῆϲ τλήμονοϲ, ὁ ἴδμων καὶ ἡ ἴδμων τοῦ ἴδμονοϲ καὶ τῆϲ ἶδμονοϲ, ὁ ἄφρων καὶ ἡ ἄφρων τοῦ ἄφρονοϲ καὶ τῆϲ ἄφρονοϲ. χωρὶϲ εἰ μὴ ᾖ ϲύνθετα ἀπὸ τῶν εἰϲ ων φυλαττόντων τὸ ω ἐν τῇ γενικῇ, ἔϲτι γὰρ αἰών αἰῶνοϲ, καὶ γίνεται εὐαίων εὐαίωνοϲ ἐκ τούτου ϲύνθετον, καὶ ἔϲτι κοινὸν τῷ γένει, ὁ εὐαίων γὰρ καὶ ἡ εὐαίων, καὶ ὅμωϲ φυλάττει τὸ ω ἐν τῇ γενικῇ· καὶ πάλιν ἔϲτι χιτών χιτῶνοϲ, καὶ γίνεται ἀπὸ τούτου ϲύνθετον ἀχίτων ἀχίτωνοϲ, χαλκοχίτων χαλκοχίτωνοϲ, καὶ ἰδού ἐϲτι ταῦτα κοινὰ τῷ γένει· ὁ ἀχίτων γὰρ καὶ ἡ ἀχίτων, καὶ ὁμοίωϲ ὁ χαλκοχίτων καὶ ἡ χαλκοχίτων, καὶ ὅμωϲ φυλάττει τὸ ω ἐν τῇ γενικῇ· καὶ πάλιν ἔϲτι Πλάτων Πλάτωνοϲ, καὶ ἐκ τούτου γίνεται ϲύνθετον φιλοπλάτων φιλοπλάτωνοϲ, καὶ ἔϲτι κοινὸν τῷ γένει, ὁ φιλοπλάτων γὰρ καὶ ἡ φιλοπλάτων, καὶ ὅμωϲ φυλάττει τὸ ῶ ἐν τῇ γενικῇ. δεῖ προϲθεῖναι καὶ χωρὶϲ τοῦ αἴθων αἴθωνοϲ καὶ εἴρων είρωνοϲ, ταῦτα γὰρ κοινά ἐϲτι τῷ γένει ὁ αἴθων καὶ ἡ αἴθων , ὁ εἴρων καὶ η εἴρων, καὶ ὅμωϲ φυλάττει τὸ ἐν τῇ γενικῇ διὰ τὸν χαρακτῆρα τῶν εἰϲ θῶν καὶ εἰϲ βων διϲυλλάβων βαρυτόνων.

Choer. 288, 29: τὰ εἰϲ ῶνν ἔχοντα θηλυκὸν διὰ τοῦ αινα διὰ τοῦ ντ κλίνεται, καὶ δῆλον ὅτι τρέπει τὸ ω εἰϲ τὸ ο ἐν τῇ γενικῇ οἷον δράκων δράκοντοϲ ὅτι καὶ δράκαινα, θεράπων θεράποντοϲ ὅτι θεράπαινα, λέων λέοντοϲ ὅτι λέαινα. καὶ τὰ κύρια δὲ ὀνόματα παρ’ ἡμῖν ἐφύλαξε τὴν αὐτὴν κλίϲιν οἷον Δράκοντοϲ τοῦ τρατονικέωϲ, καὶ Λέοντοϲ, καὶ πάλιν Δράκοντοϲ τοῦ νομοθέτου. πρόϲκειται δὲ «παρ’ ἡμῖν» ἐπειδὴ οἱ Αἰολεῖϲ Δράκονοϲ εἰρήκαϲιν ἐπὶ τοῦ κυρίου ὀνόματοϲ, ἐπὶ γὰρ τοῦ θηρίου καὶ αὐτοὶ δράκοντοϲ λέγουϲι. ϲημειούμεθα δὲ ἐν τῷ κανόνι τούτῳ τὸ Λάκων Αάκωνοϲ, ἔϲτι δὲ ἐθνικόν, τοῦτο γὰρ ἔχον θηλυκὸν διὰ τοῦ ατνα οἷον Λάκαινα οὐ κλίνεται διὰ τοῦ ντ, οὐδὲ γὰρ λέγονται Λάκοντεϲ ἀλλὰ Λάκωνεϲ διὰ τοῦ ω, περὶ οὗ ἔϲτιν εἰπεῖν, ὅτι ὑπάγεται καὶ τῷ κανόνι τῶν ὑποκοριϲτικῶν καὶ τῷ λόγῳ τῶν ἐθνικῶν. τὸ δὲ γείτων καὶ τέκτων ἔχει θηλυκὸν διὰ τοῦ αινα οἷον γείταινα καὶ τέκταινα καὶ οὐ κλίνεται διὰ τοῦ ντ, γείτονοϲ γὰρ καὶ τέκτονοϲ. ἰϲτέον δὲ ὅτι ταῦτα κοινά ἐϲτι τῷ γένει οἰον ὁ γείτων καὶ ἡ γείτων, ὁ τέκτων καὶ ἡ τέκτων· ἀλλ’ οἱ ποιηταὶ καὶ παρωνύμωϲ ποιοῦϲιν αὐτὰ διὰ τοῦ αινα οἷον γείταινα καὶ τέκταινα, γίνεο μοι τέκταινα βίου δαμάτειρά τε λιμοῦ, ὥϲπερ καὶ ἐκ τοῦ θεόϲ γέγονε θέαινα παρωνύμωϲ.

Τὰ εἰϲ ων βαρύτονα ἐθνικὰ φυλάττει τὸ ω ἐν τῇ γενικῃ οἷον 1. 1 coll. Choer. 73, 1 et Theogn. 29, 32. 1. 32 Choer. 289, 32, cf. 73, 13. 1. 40 Choer. 73, 30 et 289, 18, Theogn 30, 15 Pro iis, quae Choerob. de Κίκων Μίτων Μίτωνοϲ, Ἴτων Ἴτωνοϲ, Καδμείων Καδμείωνοϲ, Ἀργείων Ἀργείωνοϲ, Λάκων Λκωνοϲ, Γύδων Κύδωνοϲ, Καύκων Καύκωνοϲ «καὶ Αελεγεϲ καὶ Καύκωνεϲ δῖοί τε Πελαϲγοί» (Κ 429), Κίκων Κίκωνοϲ· τὸ γὰρ «Κικόνεϲϲι γεγώνευν » (ι 47) καὶ τὸ « Ἰλιόθεν με φέρων ἄνεμοϲ. Κικόνεϲϲι πέλαϲϲεν (ι 39 ) διὰ τὸ μέτρον διὰ τοῦ ο ἐκλίθη. ϲεϲημείωται τὸ Μέμνων Μέμνονοϲ· ἐθνικὸν γάρ ἐϲτι καὶ ὅμωϲ τρέπει τὸ ω εἰϲ τὸ ο ἐν τῇ γενικῇ ὥϲπερ καὶ τὸ κύριον ὄνομα.

Τὰ εἰϲ ων ἐθνικὰ ὀξύτονα τρέπει τὸ ω εἰϲ ο ἐν τῇ γενικῇ οἷον Αϲών Αὐϲόνοϲ, Μυγδών Μυγδόνοϲ, Ϲιδών Ϲιδόνοϲ «ἐπεὶ Ϲιδόνεϲ πολυδαίδαλοι εὖ ἤϲκηϲαν» (ψ 743), Μυρμιδών Μυρμιδόνοϲ, Μακεδῶν Μακεδόνοϲ.

Choer. 74, 4. τὰ εἰϲ ων διϲύλλαβα ἔχοντα δύο ϲύμφωνα κατὰ ϲύλληψιν μὴ ὄντα παρώνυμα τρέπει τὸ ω εἰϲ τὸ ο ἐν τῇ γενικῇ οἷον τέκτων τέκτονοϲ διὰ τὰ δύο ϲύμφωνα, δμων ἴδμονοϲ (ὁ ἔμπειροϲ), φράδμων φράδμονοϲ (ὁ ϲυνετόϲ), πρόφρων πρόφρονοϲ (ὁ πρόθυμοϲ), ἄφρων ἄφρονοϲ, ἄκμων ἄκμονοϲ, Μέμνων λέμνονοϲ. πρόϲκειται «μὴ ὄντα παρώνυμα » διὰ τὸ Ἅβρων Ἅβρωνοϲ, ἔϲτι δὲ ὄνομα κύριον, τοῦτο γὰρ φυλάττει τὸ ω, ἀλλὰ παρώνυμόν ἐϲτι παρὰ τὸ ἁβρόϲ καὶ Μέρμνων ὄνομα παρὰ Θεοκρίτῳ (3, 35), παρὰ γὰρ τὸ μέρμνηϲ.

Τὰ εἰϲ ων ίαμβικὰ πρὸ τέλουϲ ἔχοντα τὸ ῑ φυλάϲϲει τὸ ῦ ἐπὶ τῆϲ γενικῆϲ ὁμοίωϲ βαρύτονα καὶ ὀξύτονα, Ἴτων Ἴτωνοϲ ὄνομα πόλεωϲ κιθών κιθῶνοϲ, τρίβων τρίβωνοϲ τὸ διδαϲκαλικὸν ἱμάτιον, Ϲίμων Ϲίμωνοϲ.

Chor. 74, 12: τὰ εἰϲ ων λήγοντα ϲύνθετα εἴτε βαρύτονα ἦ εἴτε ὀξύτονα εἴτε περιϲπώμενα τὴν τῶν ἁπλῶν φυλάττει κλίϲιν οἷον χθών χθονόϲ ἐνοϲίχθων ἐνοϲίχθονοϲ (ὁ τὴν γῆν κινῶν), Μέμνων Μέμνονοϲ Ἀγαμέμνων Ἀγαμέμνονοϲ, τέκτων τέκτονοϲ ἀρχιτέκτων ἀρχιτέκτονοϲ, γέρων γεροντοϲ ὠμογέρων ὠμογέροντοϲ, Μέδων Μέδοντοϲ Αὐτομέδων Αὐτομέδοντοϲ, χιτών χιτῶνοϲ χαλκοχίτων χαλκοχίτωνοϲ, αἰών αἰῶνοϲ εὐαίων εὐαίωνοϲ, θύρων θύρωνοϲ προθύρων προθύρωνοϲ, κοιτών κοιτῶνοϲ προκοιτών προκοιτῶνοϲ, δαιτυμών δαιτυμόνοϲ φιλοδαιτύμων φιλοδαιτύμονοϲ, Ξενοφῶν Ξενοφῶντοϲ φιλοξενόφων φιλοξενόφωντοϲ, oϲειδῶν Ποϲειδῶνοϲ μιϲοποϲείδων μιϲοποϲείδωνοϲ.

Τὰ εἰϲ ων περιεκτικὰ καὶ ὡϲ περιεκτικὰ ὀξύνεται καὶ τὸ ῶ φυλάττει ἐπὶ τῆϲ γενικῆϲ οἰον κοιτών κοιτῶνοϲ, δαφνών δαφνῶνοϲ, ἀμπελών ἀμπελῶνοϲ, παρθενών παρθενῶνοϲ, ἀκανθών ἀκανθῶνοϲ, ἐλαφηβολιών ἐλαφηβολιῶνοϲ, ἀνθεϲτηριών ἀνθεϲτηριῶνοϲ, μεταγειτνιών μεταγειτνιῶνοϲ, πυανεψιών πυανεψιῶνοϲ, βοηδρομιών βοηδρομιῶνοϲ. tradit: τὸ Κίκων κύριον μὲν ὄν φυλάττει τὸ ω ἐν τῇ γενικῇ, ἐθνικὸν δὲ ὂν τρέπει τὸ ω εἰϲ τὸ ο οἷον Κίκονεϲ ὡϲ παρὰ τῷ ποιητῇ κτλ posui, quae Eustath.ad Hom. 1615, 12 Herodianum de declinatione huius vocis docuisso dicit in fragm. 26. 1 8 Choer. 289. 14, Theogn. 30, 24 1. 12 coll. Thcogn. 30, 24, Ep. Cr. I 64, 20 coll.40, 30. 1.20 Ep. Cr. l 434. 29, An. Ox II 423, 27, ubi Πιθών Πιθῶνοϲ ὄνομα πόλεωϲ additur. 1. 24 cf. Theogn. 30, 27. 1. 34 Choer. 295, 10, Theogn. 29,19. δοκεῖ τὸ κανών κανόνοϲ ἀντικεῖϲθαι. περιέχει γὰρ τὰ ὑπ’ αὐτῷ καὶ ὅμωϲ τρέπει τὸ ω εἰϲ τὸ ο ἐν τῇ γενικῇ.

Τὰ εἰϲ ων λήγοντα θηλυκὰ βαρύτονα φυλάττει τὸ ῦ ἐν τῇ γενικῇ οἷον μήκων μήκωνοϲ, τρήρων τρήρωνοϲ οἷον κτρήρωνα πέλειαν (X 140), ἅλων ἅλωνοϲ, Ἀϲκάλων Ἀϲκάλωνοϲ.

Τὰ εἰϲ ων ὀξύτονα θηλυκὰ μὴ ὄντα ἐπὶ πόλεων τρέπει τὸ ω εἰϲ τὸ ο ἐν τῇ γενικῇ οἷον πλάγγων πλαγγόνοϲ, χελιδών χελιδόνοϲ, ἀηδών ἀηδόνοϲ, τρυγών τρυγόνοϲ, εἰκών εἰκόνοϲ, ϲινδών ϲινδόνοϲ, λαγών λαγόνοϲ, χιών χιόνοϲ, ϲιαγών ϲιαγόνοϲ, ἁλκυών ἁλκυόνοϲ, Ἀμαζών Ἀμαζόνοϲ. τούτῳ τῷ λόγῳ καὶ τὸ χθών χθονόϲ τρέπει τὸ ω εἰϲ τὸ ο ἐν τῇ γενικῇ. ϲεϲημείωται τὸ τυφεδών τυφεδῶνοϲ καὶ μελεδών μελεδῶνοϲ. ταῦτα γὰρ διὰ τοῦ ο ἔδει γράφειν, ἀλλὰ ποιητικά ἐϲτι καὶ διὰ τὸ μέτρον ποιητικῶϲ διὰ τοῦ ω ἐγένετο.

Τὰ εἰϲ ων ἐπὶ πόλεων εἶτε βαρύτονα ῇ εἶτε ὀξύτονα φυλάττει τὸ ω ἐν τῇ γενικῇ οἷον Κρότων Κρότωνοϲ, Ἀϲκάλων Ἀϲκάλωνοϲ, Ἴτων Ἴτωνοϲ «Ἴτωνά τε μητέρα μήλων » (Β 696), Πυθυῦνν Πυθῶνοϲ, Πλευρών Πλευρῶνοϲ, Ἀντρών Ἀντρῶνοϲ, Καλυδῶν Καλυδῶνοϲ, Ἀμυδών Ἀμυδῶνοϲ. τὸ γὰρ Λακεδαίμων τοῦ ἁπλοῦ κλίϲιν ἐφύλαξε, λέγω δὴ τοῦ δαίμων δαίμονοϲ καὶ τούτου χάριν διὰ τοῦ ο ἐκλίθη. ϲημειούμεθα δὲ τὸ Ὀλοοϲϲών λοοϲϲόνοϲ «πόλιν Ὀλοοϲϲόνα λευκήν (Β 732) καὶ Ἀνθηδών Ἀνθηδόνοϲ καὶ καθόλου πάντα, ὅϲα ἐϲτὶ ἐπὶ πόλεων εἰϲ δων τῷ η παραληγόμενα ὀξύτονα οἷον Ἰϲϲηδών Ἰϲϲηδόνοϲ, Ἀϲπληδών Ἀϲπληδόνοϲ, Τερηδών Τερηδόνοϲ, ίαρχηδών Καρχηδόνοϲ ἡ ἐν τῇ Λιβύῃ, Καλχηδών Καλχηδόνοϲ ἡ κατὰ Βυζάντιον, ητιϲ καὶ Χαλκηδών καλεῖται· εὑρίϲκομεν γὰρ διφορουμένην τὴν χρῆϲιν. ἔτι δὲ ϲεϲημείωται τὸ Ἑρμιών Ἑρμιόνοϲ καὶ Ἠϊών Ἠϊόνοϲ καὶ βιῶν Ἰβιόνοϲ καὶ τὸ Ϲιδῷν Ϲιδόνοϲ, ὅπερ ϲυναπηνέχθη τοῖϲ εἰϲ δῶν λήγουϲι ῥηματικοῖϲ ἤγουν τῷ ἀλγηδών ἀλγηδόνοϲ, ἀηδών ἀηδόνοϲ, μετέπεϲε δὲ παρ’ μήρῳ (ο 424) Ϲιδῶνοϲ γραφόμενον ὡϲ Ἀντρῶνοϲ, Πλευρῶνοϲ. οἱ δὲ ὕϲτερον τὰϲ ὅλαϲ πλαγίαϲ τῆϲ Ϲιδῶνοϲ τῷ ω μεγάλῳ παραληγομέναϲ προφέρουϲιν.

Τὰ εἰϲ βων λήγοντα εἴτε διϲύλλαβα εἴτε ὑπὲρ δύο ϲυλλαβὰϲ εἴτε βαρύτονα εἴτε ὀξύτονα διὰ τοῦ ῶ κλίνεται, ϲτίλβων ϲτίλβωνοϲ, Ϲτίβων Ϲτίβωνοϲ, Ϲτράβων Ϲτράβωνοϲ, Ἄμβων Ἄμβωνοϲ, Νάρβων Νάρβωνοϲ, Ϲίρβων Ϲίρβωνοϲ, βουβών βουβῶνοϲ, Ἀλαβών Ἀλαβῶνοϲ, ἀρραβών ἀρραβῶνοϲ. ϲεϲημείωται τὸ Χαρναβῶν περιϲπώμενον διὰ τοῦ ντ κλινόμενον καὶ φυλάττον τὸ ω, Ϲοφοκλῆϲ Τριπτολέμῳ «καὶ Χαρναβῶντοϲ, ὃϲ Γετῶν ἄρχει τανῦν ».

1. 3 Choer. 340, 26, Theogn. 32, 4 et 39, 15. Quae de Ϲιδών Ϲιδόνοϲ ap posui sunt ex Eustath. 1741, 26 (fr. 27) et ad Dionys. 117. Choer. hoc loco Ϲιδών ιδῶνοϲ ut legitimum cum Πυθών Πυθῶνοϲ componit ut p. 296, 20. ln Ep. Cr. I 260, 28 Λακεδαίμων Λακεδαίμονοϲ subiicitur canoni: τὰ κοινὰ τῶι γένει διὰ τοῦ o. Αακεδαίμων γὰρ ἀνὴρ ἀπὸ πόλεωϲ καὶ ἡ Λακεδοίμων πόλιϲ. 1. 31 composui canonem ex Theogn. 30, 29, Choer. 74, 24, Arc. 10, 8, St. B. 67, 6 Ἀλαβών κλίνεται Ἀλαβῶνοϲ et Mon. 9, 30.

Τὰ εἰϲ γων διϲύλλαβα ὀξύτονα μὴ ὄντα περιεκτικὰ μηδὲ ἐπὶ πόλεωϲ διὰ τοῦ ο κλίνεται οἷον πυγών, λαγών, ϲταγών, τὸ δὲ ἀγών ὡϲ περιεκτικὸν καὶ τὸ Ὀργών νῆϲοϲ ὡϲ ἐπὶ πόλεωϲ φυλάττει τὸ ω.

Τὰ εἰϲ γῶν λήγοντα ἀρϲενικὰ ὑπὲρ δύο ϲυλλαβὰϲ βαρύτονα διὰ τοῦ ω κλίνεται ἢ διὰ τοῦ οντ οἷον Ϲαλάγγων Ϲαλάγγωνοϲ μέϲφα Ϲαλάγγωνοϲ ποταμοῦ» (Apoll. Rhod. Arg. lV 337), Ἐρίγων Ἐρίγωνοϲ, ἀρίγων ἀρίγωνοϲ (ἔϲτι δὲ εἶδοϲ δόρατοϲ), προάγων προάγωνοϲ· Θὐκαλέγων ὐκαλέγοντοϲ, Πελάγων Πελάγοντοϲ, Ἁρπάγων Ἀρπάγοντοϲ τῷ λόγῳ τῶν μετοχικῶν. τὸ δὲ καταπύγων βαρυνόμενον καὶ διὰ τοῦ ο κλιθὲν εἰχεν ἀφορμὴν τὸ παρώνυμον εἰναι τοῦ κατάπυγοϲ ὡϲ καὶ τοῦ ἄπειροϲ τὸ ἀπείρων. τὰ δὲ ὀξύτονα διὰ τοῦ ο κλίνεται Παφλαγών Παφλαγόνοϲ, αιϲτρυγν Λαιϲτρυγόνοϲ, Πηλαγών Ππλαγόνοϲ « Πηλαγόνων ἐλατῆρα», ἀρηγών, λέγω δὲ ἐπὶ τοῦ ϲυμμάχου ἀρϲενικῶϲ « ἀρηγόνοϲ μετέροιο », Πηλεγών Πηλεγόνοϲ.

Choer. 75, 11: τὰ εἰϲ δῶν λήγοντα διϲύλλαβα βαρύτονα διὰ τοῦ ω κλίνεται, εἰ μὴ μετοχικὴν κλίϲιν ἀναδέχεται οἷον κώδων κώδωνοϲ, Φαίδων Φαίδωνοϲ, Φείδων Φείδωνοϲ, Μείδων Μείδωνοϲ (ὀνόματα δὲ ταῦτα κύρια), χλίδων χλίδωνοϲ (οὗτοϲ δὲ λέγεται κόϲμοϲ ὁ περὶ τοὺϲ βραχίοναϲ), τὸ Λάδων (ἔϲτι δὲ ὄνομα ποταμοῦ) ὑπὸ Ἀντιμάχου διὰ τοῦ ω κέκλιται ἀναλόγωϲ οἷον Λάδωνοϲ, ὡϲαύτωϲ δὲ καὶ ὑπὸ Ἐρατοϲθένουϲ ἐκλίθη Λάδωνοϲ· τὸ μέντοι Νέδων τῷ λόγῳ τῶν μετοχικῶν διὰ τοῦ ντ κλίνει Κόριννα οἷον Νέδοντοϲ, οἱ δὲ περὶ Δίδυμον καὶ Ἀπίωνα διὰ τοῦ ω κλίνουϲιν ἀναλόγωϲ οἷον έδωνοϲ. τὸ Μέδων (ἔϲτι δὲ κύριον ὄνομα) ὁ μὲν ποιητὴϲ Ὅμηρὸϲ διὰ τοῦ ντ κλίνει οἶον Μέδοντοϲ τῷ λόγῳ τῶν μετοχικῶν, Ἰϲαῖοϲ δὲ ὁ ῥήτωρ καὶ Ἀριϲτοτέληϲ ἐν Ὀπουντίων Πολιτείᾳ ίέδωνόϲ φαϲιν ἀναλόγωϲ. τὸ δὲ κνώδων τῷ λόγῳ τῶν μετοχικῶν διὰ τοῦ κλίνεται, καὶ ἴϲωϲ ὅτι ϲύνθετόν ἐϲτι παρὰ τὸ ὀδούϲ ὀδόντοϲ καὶ τὴν τοῦ ἁπλοῦ ἐφύλαξε κλίϲιν οἰον ὡϲ παρὰ τῷ Ϲοφοκλεῖ (Ai. 1025) τοῦδ’ αἰόλου κνώδοντοϲ ἀντὶ τοῦ ξίφουϲ.

Τὰ εἰϲ δων διϲύλλαβα ὀξύτόνα διὰ τοῦ ο κλίνεται οἱον Μυγδών Μυγδόνοϲ, Ϲαρδών Ϲαρδόνοϲ, ϲινδών ϲινδόνοϲ, λαρδῶν Μαρδόνοϲ, φλέδων φλεδόνοϲ, κληδών κληδόνοϲ, Ϲιδών Ϲιδόνοϲ τὸ ἐθνικὸν καὶ. Ϲιδών Ϲιδόνοϲ ἡ πόλιϲ, τὸ γὰρ Ϲιδῶνοϲ παρ’ Ὁμήρῳ μετέπεϲε γραφόμενον ὡϲ Ἀντρῶνοϲ Πλευρῶνοϲ. τὸ δὲ Ἠδῶνεϲ μεταπέπλαϲται ἐκ τοῦ Ἠδωνοί.

1. 1 Theogn. 31, 9, Arc. 1. c. et 14, 18, St. Β. Ὀργών. 1. 4 II. Pr. Φ 141, Arc. 10, 17, Choer. 74, 32, Theogn. 31, 6. 1 21 de Νέδων cf. St. Β. s. v. Νέδων κλίνεται Νέδοντοϲ. 1. 32 Arc. 11, 6, Μαρδιύν ex St. B , φλέδων κληδών ex Theogn. 31, 33, apud quem Ϲιδών ιδῶνοϲ ὡϲ ἐπὶ πόλεωϲ λαμβανόμενον excipitur, quod secundum Eustath ad Herodiani sententiam transmutavi Ἠδδνεϲ ex Schol. ad Thucyd. 1 99.

Choer. 75, 30: τὰ εἰϲ δων ὑπὲρ δύο ϲυλλαβὰϲ βαρύτονα μὴ ὄντα παρώνυμα μηδὲ ϲύνθετα παρὰ τὸ ὀδούϲ διὰ τοῦ ν κλίνεται καὶ δηλονότι τρέπει τὸ ω εἰϲ τὸ ο ἐν τῇ γενικῇ οἰον Κελάδων Κελάδοντοϲ (ἔϲτι δὲ ὄνομα ποταμοῦ), Λαομέδων αομέδοντοϲ, Αὐτομέδων Αὐτομέδοντοϲ (ὀνόματα δὲ καὶ ταῦτα κύρια), Ἀκήδων Ἀκήδοντοϲ ὄνομα ποταμοῦ, Ϲαρπήδων Ϲαρπήδοντοϲ (ἔϲτι δὲ ὄνομα κύριον)· ἡ Ϲαρπηδόνοϲ γενικὴ ἀπὸ τῆϲ Ϲαρπηδὼν ὀξυτόνου εὐθείαϲ ἐϲτί. πρόϲκειται «μὴ ὄντα παρώνυμα», ἐπειδὴ τὰ παρώνυμα φυλάττει τὸ ω ἐπὶ τῆϲ γενικῆϲ. οἷον κόρυδοϲ Κορύδων Κορύδωνοϲ (ἔϲτι δὲ ὄνομα κύριον), κίναδοϲ Κινάδων Κινάδωνοϲ, κέλαδοϲ Κελάδων Κελάδωνοϲ· τὸ γὰρ Γελάδοντοϲ μετοχικόν ἐϲτι. καὶ τὰ παρὰ τὸ ὀδούϲ δὲ ϲύνθετα διὰ τοῦ ντ κλίνεται καὶ δηλονότι τρέπει τὸ ῦ εἰϲ τὸ ο ἐν τῇ γενικῇ οἰον Θερμώδων Θερμώδοντοϲ (ἔϲτι δὲ ὄνομα ποταμοῦ), Παμπάδων Παμπάδοντοϲ, Χαλκώδων Χαλκώδοντοϲ (ἔϲτι δὲ ταῦτα ὀνόματα κύρια), ἀμφώδων αμφώδοντοϲ, κρατερώδων κρατερώδοντοϲ, χαυλιόδων χαυλιόδοντοϲ. ταῦτα δὲ παρὰ τὸ ὀδούϲ ϲύνθετα πολλάκιϲ πέφυκε διὰ τὸ μέτρον ἀποβάλλειν τὸ τ ἐκ τῆϲ γενικῆϲ καὶ φυλάττει τὸ ο οἷον ἀμφώδων ἀμφώδοντοϲ καὶ ἀμφώδων ἀμφώδονοϲ.

Τὰ εἰϲ δων λήγοντα ὀξύτονα ὑπὲρ δύο ϲυλλαβὰϲ τρέπει τὸ ω εἰϲ ο κατὰ γενικὴν οἰον χελιδών χελιδόνοϲ εἴτε τὸ ὄρνεον εἴτε ὁ περὶ τελετῶν γράψαϲ, Ϲαρπηδών Ϲαρπηδόνοϲ εἴτε ὁ ηρωϲ εἴτε ἡ πέτρα εἴτε ἡ ἀκτὴ εἴτε ἡ νῆϲοϲ (ὡϲ παρὰ Ϲοφοκλεῖ ἐν Αίχμαλωτίϲι εἴρηται « Ϲαρπηδὼν ἀκτή», ἐν Τυμπανιϲταῖϲ « ἡμεῖϲ δ’ ἐν ἄντροιϲ, ἔνθα Ϲαρπηδὼν πέτρα». καὶ ἡ νῆϲοϲ ἰδίωϲ ἐν Ὠκεανῷ Γοργόνων οἰκητήριον οὖϲα ὡϲ ὁ τὰ Κύπρια φηϲί· τῷ δ’ ὑποκυϲαμένη τέκε Γοργόναϲ, αἰνὰ πέλωρα, αἰ Ϲαρπηδόνα ναῖον ἐν ὠκεανῷ βαθυδίνῃ, νῆϲον πετρήεϲϲαν). Τενθρηδών, Πρόθου πατήρ, Φαρκηδῶν, Ἀπιδών, ὅυρμιιδών, Ἰϲϲηδῶν, Ἀϲπληδών, Μακεδών καὶ καθόλου τὰ διὰ τοῦ ηδων καὶ εδων εἴτε ἀρϲενικὰ εἴτε θηλυκὰ διὰ τοῦ ο τὴν κλίϲιν ἔχει. τὸ γὰρ παρὰ τῷ Κυρηναίῳ τὰ δὲ νῦν πολλὴν τυφεδῶνα λεϲχαίνειϲ 1. 1 cf. Theogn. 32, 27. 1 Mon. 9, 3, cum quo loco cf. Theogn. 32 11— 27 Choer. p. 296, 5 —23 canon sic constituitur: τὰ εἰϲ δων λήγοντα ὀξύτονα τρέπει τὸ ῶ εἰϲ τὸ ο ἐν τῇ γενικῇ οἶον Ϲαρπηδών Ϲαρπηδονοϲ, Μακεδών Μακεδόνοϲ, Μυρμιδών Μυρμιδόνοϲ « εἀvὴρ πολλοῖϲιν ἀνάϲϲων Μυρμιδόνεϲϲια » (Φ 188), χωρὶϲ τοῦ Καλυδών Καλυδῶνοϲ καὶ Ἀμυδών Ἀμυδῶνοϲ· ἔϲτι δὲ ταῦτα ὀνόματα ηρώων, καὶ φυλάττει τὸ ω ἐν τῇ γενικῇ. ἔχει δὲ ἀπολογίαν τοιαύτην, ὅτι ὡμοφώνηϲε πόλεϲι, τῇ ἡ Ἀμυδών τῆϲ Ἀμυδῶνοϲ καὶ τῇ ἡ Καλυδών τῆϲ Καλυδῶνοϲ, καὶ τούτου χάριν ἐφύλαξε τὸ ω κατὰ τὴν γενικὴν ὁμοίωϲ ταῖϲ πόλεϲι. εἴτι γὰρ εἰϲ δων φυλάττει τὸ ω, τοῦτο εὑρίϲκεται ἐν ὁμοφωνίᾳ πόλεωϲ γενόμενον, ὡϲ ἐπὶ τοῦ Καλυδών Καλυδῶνοϲ καὶ Ἀμυδών Ἀμυδῶνοϲ, οὐκ ἀντιϲτρέφοντοϲ τοῦ κανόνοϲ. οὺ γὰρ τὰ ὁμοφωνοῦντα πόλει πάντωϲ φυλάττει τὸ ω ἐν τῇ γενικῇ. ἰδοῦ γὰρ τὸ ὁ Ϲιδών τοῦ Ϲιδόνοϲ ὁμοφωνεῖ πόλει τῇ ἡ Ϲιδών τῆϲ Ϲιδῶνοϲ. καὶ ὅμωϲ τρέπει τὸ ω εἰϲ τὸ ο ἐν τῇ γενικῇ οἷον ὡϲ παρὰ τῷ ποιητῇ «ἐπεὶ Ϲιδό- ἕνεκα μέτρου τὸ ω ἐφύλαξεν. δεῖ προϲθεῖναι «χωρὶϲ εἰ μὴ παραλήγοιτο τῷ υγοιτο διὰ τὸ Καλυδών Καλυδῶνοϲ καὶ Ἀμυδών Ἀμυδῶνοϲ.

Choer. 76, 19: τὰ εἰϲ ων λήγοντα διϲύλλαβα βαρύτονα ἔχοντα πρὸ τοῦ ω ἕν τι τῶν διπλῶν ἢ τὸ ϲ κύρια μὲν ὄντα φυλάττει τὸ ω ἐπὶ τῆϲ γενικῆϲ, προϲηγορικὰ δὲ ὄντα τρέπει τὸ ω εἰϲ ο ἐν τῇ γενικῇ. ἔϲτω δὲ παραδείγματα τοῦ κανόνοϲ ταῦτα· καὶ τῶν μὲν κυρίων οἷον Ῥίζωnν Ῥζωνοϲ (ὁ τοῦ Κάδμου υἱόϲ), Ἄζων Ἄζωνοϲ (ποταμὸϲ Λυκίαϲ καὶ ὄνομα ἀνδρόϲ), Ὄζων Ὄζωνοϲ (ὄνομα ποταμοῦ), Πρξων Πρήξωνοϲ, Δέξων Δέξωνοϲ, Αἰξων Αἰξωνοϲ, Μύρϲων Μύρϲωνοϲ, Κτήϲων Κτήϲωνοϲ, Πράϲων Πράϲωνοϲ (εἷϲ τῶν Αἰγύπτου παίδων), Λεύϲων Λεύϲωνοϲ (ὄνομα δὲ τοῦτο κυνόϲ), Γράϲων Γράϲωνοϲ (ὄνομα κύριον), ᾧ ὁμοίωϲ κλίνεται καὶ τὸ νῦν ἐν τῇ ϲυνηθείᾳ ἐπιθετικὸν λεγόμενον, Παύϲων Παύϲωνοϲ, Θράϲων Θράϲωνοϲ (ταῦτα δέ ἐϲτιν ὀνόματα κύρια καὶ διὰ τοῦ ω κλίνεται). τὸ Αἴϲων κύριον ὄνομα ὃν διχῶϲ κλίνεται, καὶ γὰρ διὰ τοῦ ῦ κατὰ τὸν κανόνα τοῦτον οἷον Αἴϲωνοϲ υἱὸϲ Κρηθέωϲ ἀφ’ αιματοϲ, καὶ διὰ τοῦ ο ποιητικῶϲ διὰ τὸ μέτρον οἷον ὡϲ παρὰ τῷ ποιητῇ «Αἴϲονά τ’ ηδὲ Φέρητα» (λ 258). τὰ μέντοι μὴ ὄντα κύρια διὰ τοῦ ο κλίνεται οἷον μείζων μείζονοϲ, ἄξων ἄξονοϲ, κρείϲϲων κρείϲϲονοϲ, πάϲϲων πάϲϲονοϲ (ὁ παχύτεροϲ), μάϲϲων μάϲϲονοϲ (ϲημαίνει δὲ τὸν μείζονα), εἰ δὲ καὶ κύριον ϲημαίνει τοῦτο (ϲημαίνει ποταμὸν ἐν Πελοποννήϲῳ), δηλονότι τὴν αὐτὴν κλίϲιν ἐφύλαξε τὸ καύϲων καύϲωνοϲ παρώνυμόν ἐϲτι παρὰ τὸ καῦϲιϲ, κϲ τούτου χάριν φυλάττει τὸ ῦ ἐν τῇ γενικῇ.

Choer. 77, 12: τὰ εἰϲ ων ὑπὲρ δύο ϲυλλαβὰϲ βαρύτονα ἔχοντα πρὸ τοῦ ω ἕν τι τῶν διπλῶν ἢ τὸ ϲ διὰ τοῦ ῦ θέλει κλίνεϲθαι οἷον Ἁλίζων Ἁλίζωνοϲ (ἔϲτι δὲ ἐθνικόν), ’Ἑνάϲϲων Ὀνάϲϲωνοϲ, Τυλίϲων Τυλίϲωνοϲ, Τελέϲων Τελέϲωνοϲ (ἔϲτι δὲ ταῦτα ὀνόματα κύρια). ϲεϲημείωται τὸ Ἰάϲων Ἰάϲονοϲ διὰ τοῦ ο κλιθέν (ἔϲτι δὲ ὄνομα κύριον) καὶ ἴϲωϲ ὡϲ ἔχον μακρὸν τὸ α ἐν τῇ παραληγούϲῃ διὰ τοῦ ο ἐκλίθη ὁμοίωϲ τῷ Μαχάων Μαχάονοϲ καὶ Ἱκετάων Ἱκετάονοϲ. τὸ δὲ Ὑψίζων Ὑψίζοντοϲ (ἔϲτι δὲ ὄνομα ποταμοῦ) τῷ λόγῳ τῶν μετοχικῶν διὰ τοῦ ντ κλίνεται, τὸ δὲ ὀλίζων ὀλίζονοϲ (ἔϲτι δὲ ὁ ὀλιγώτεροϲ) ὡϲ ϲυγκριτικὸν διὰ τοῦ ο ἐκλίθη, ὁμοίωϲ τὸ μάϲϲων μάϲϲονοϲ, κρείϲϲων κρείϲϲονοϲ καὶ τὰ ὅμοια.

Τὰ εἰϲ ων ὀξύτονα ἔχοντα πρὸ τοῦ ω ἕν τι τῶν διπλῶν ἢ τὸ ϲ ἐπίθετα ὄντα ἢ ἐθνικὰ τρέπει τὸ ω εἰϲ ο ἐπὶ τῆϲ γενικῆϲ οἷον Αὐϲών νεϲ πολυδαίδαλοι εὖ ἤϲκηϲαν» (Ψ 743). Coum Herodianus in Mon. Καλυδῶνοϲ Ἀμυδῶνοϲ excuset consona praecedente vocaleum υ, quum praeterea ap. Eustath. paullo ante citato urbis Ϲιδών legitimum esse genetivum Ϲιδόνοϲ pronunciet, quam Homerus ad analogiam aliorum urbium in Ϲιδῶνοϲ transformaverit, hoc. Ch oerobosci adnotamentum quamvis per se praestans ab Herodiano profectum esse non potest, quare ab Apollonio petitum esse existimo. 1. 3 coll. Theogn. 33 8; de Αἴϲων St. B. 54, 16 Αἴϲων Ἰάϲονοϲ πατήρ, οὗ τὸ ὄνομα διᾶ τοῦ ω κλίνεται. τὸ δὲ Αίϲονίδηϲ ὡϲ Ἡϲίοδοϲ ἀπὸ τοῦ εΑϲονά τ’ ἠδὲ Φέρητα». 1. 25 cf. Theogn. 33, 20. 1. 35 Theogn. 38, 18; de Αὐϲών cf. Choer. 289, 15, Arc. 14 Αὐϲόνοϲ, πρήξων πρηξόνοϲ· οὕτωϲ γὰρ τοὺϲ ἀγοραίουϲκαλοῦϲι Ϲικελοί, δραξών δραξόνοϲ, ἀλαζών ἀλαζόνοϲ, ἀμαζών ἀμαζόνοϲ τὸ ἐπίθετον· λέγεται γὰρ καὶ ἀρϲενικῶϲ ὡϲ παρὰ Καλλιμάχῳ «ἵν’ ἀμαζόνεϲ ἄνδρεϲ ἔωϲιν ». τὸ γὰρ ἐπὶ ἔθνουϲ φυλάττει τὸ ω ἐπὶ γενικῆϲ. τὸ Ὀλιζών ὄξότονον ἐπὶ πόλεωϲ διὰ τοῦ ω κλίνεται, τὸ δὲ κιϲϲών κιϲϲῶνοϲ διὰ τοῦ ω οὐ μάχεται, περιεκτικὸν γάρ.

Choer. 77, 24: τὰ εἰϲ ων λήγοντα διϲύλλαβα βαρύτονα ἔχοντα πρὸ τοῦ ω ἕν τι τῶν δαϲέων διὰ τοῦ ω κλίνεται. ἔϲτω δὲ παραδείγματα τοῦ κανόνοϲ ταῦτα· μόθων μόθωνοϲ, μάλθων μάλθωνοϲ (ὁ μαλθακόϲ), Ῥίνθων Ῥνθωνοϲ (ὄνομα κύριον), κώθων κώθωνοϲ (εἶδοϲ ποτηρίου), καὶ τὸ ἐν τῇ ϲυνηθείᾳ ἐφ’ ὕβρει λεγόμενον αἴθων αἴθωνοϲ ὁ διάπυροϲ, Ϲίθων Ϲίθωνοϲ πατὴρ Παλλήνηϲ, πίθων πίθωνοϲ ὁ πίθηκοϲ ὑποκοριϲτικῶϲ, ῥώθων ῥώθωνοϲ, Τρύφων Τρύφωνοϲ, ϲίφων ϲίφωνοϲ, κύφων κύφωνοϲ, Βρύχων Βρύχωνοϲ (ὄνομα ποταμοῦ), Τύχων Τύχωνοϲ (δαίμων παρὰ τὴν Ἀφροδίτην, ἔϲτι δὲ ὄνομα κύριον), Ϲόφων Ϲόρωνοϲ, Ξίφων Ξίφωνοϲ (ὄνομα κυνόϲ), Ϲπέρχων Ϲπέρχωνοϲ (ὄνομα κυνόϲ), καὶ τὸ γλήχων γλήχωνοϲ, βαρυνόμενον ἐπὶ τῆϲ γενικῆϲ φυλάϲϲει τὸ ω, εἰ καὶ παρὰ Ἀττικοῖϲ ὀξύνεται καὶ θηλυκῶϲ λέγεται.

Choer. 78, 3: τὰ δὲ ὑπὲρ δύο ϲυλλαβὰϲ μετοχικὰ, μὲν ὄντα διὰ τοῦ ντ κλίνεται, καὶ δηλονότι τρέπει τὸ ω εἰϲ τὸ ο ἐν τῇ γενικῇ οἷον Φαέθων Φαέθοντοϲ, Πυριφλεγέθων Πυριφλεγέθοντοϲ, Πολυϲπέρχων Πολυϲπέρχοντοϲ· παρώνυμα δὲ ὄντα διὰ τοῦ ω κλίνεται οἷον ἀγαθόϲ Ἀγάθων Ἀγάθωνοϲ, κίναιθοϲ Κιναίθων Κιναίθωνοϲ. τὸ ἐνοϲίχθων ἐνοϲίχθονοϲ διὰ τοῦ o κλιθὲν τοῦ ἁπλοῦ, φημὶ δὴ τοῦ χθών χθονόϲ, τὴν κλίϲιν ἐφύλαξεν , ἐνοϲίχθων δέ ἐϲτιν ὁ τὴν γῆν κινῶν.

Τὰ εἰϲ ων λήγοντα διϲύλλαβα ὀξύτονα ἔχοντα πρὸ τοῦ ω ἕν τι τῶν δαϲέων διὰ τοῦ ω κλίνεται πιθών πιθῶνοϲ, κιθών κιθῶνοϲ ὁ χιτών, Πυθών Πυθῶνοϲ, τὸ δὲ Ϲιθών Ϲιθόνοϲ ὡϲ ἐθνικὸν τρέπει τὸ ω εἰϲ τὸ ο ἐν τῇ γενικῇ.

Καὶ τὰ ὑπὲρ δύο ϲυλλαβὰϲ ὀξύτονα διὰ τοῦ ω κλίνεται Μαραθών Μαραθῶνοϲ, Ἀργανθών Ἀργανθῶνοϲ ὄνομα ὄρουϲ, Κολοφών Κολοφῶνοϲ. τὸ δὲ κατηφιῶν κατηφόνοϲ τρέπει τὸ ῦ εἰϲ ο ἐπὶ τῆϲ γενικῆϲ. τὸ δὲ Ἱπποθῶν περιϲπὡμενον Ἰπποθῶντοϲ διὰ τοῦ ῦ καὶ διὰ τοῦ ντ κλίνεται.

Choer. 78, 11: τὰ εἰϲ ων λήγοντα διϲύλλαβα βαρύτονα ἔχοντα ψιλὸν ϲύμφωνον πρὸ τοῦ ω μὴ ὄντα κοινὰ μήτε ἔχοντα θηλυκὸν διὰ τοῦ αινα φυλάττει τὸ ω ἐπὶ τῆϲ γενικῆϲ. ἔϲτω δὲ παραδείγματα τοῦ κανόνοϲ ταῦτα Χάλκων Χάλκωνοϲ (ἔϲτι δὲ ὄνομα κύριον), Γλαύκων Γλαύκωνοϲ, Λάκων Λάκωνοϲ (ὁ Λακεδαιμόνιοϲ), Δόρκων Δόρκωνοϲ, κνάκων κνάκωνοϲ (καὶ ὁ λευκὸϲ καὶ ὁ πυρρόϲ), φάλκων φάλκωνοϲ, 17 et 11, 18. 1. 7 coll. p. 287, 19, Theogn. 33, 27, Are. 16, 6 et 15. Ϲίθων ex St. B. 497. 12. 1. 26 Arc. 11, 25, Ϲhoer. 287, 29. 1. 30 Theogn. 34. 1 κατηφών ex 11. Pr. Ω 253, Ἱπποθῶν Arc. 12, 6. μήκων μήκωνοϲ, Λάμπων Λάμπωνοϲ (ἔϲτι δὲ ὄνομα κύριον), ϲκήπων ϲκήπωνοϲ, Πλούτων Πλούτωνοϲ (ὁ Ἄιδηϲ), Πλάτων Πλάτωνοϲ, Μέτων Μέτωνοϲ (ὀνόματα δὲ ταῦτα κύρια), Μυιῶν Μύτωνοϲ (ὁ Μιτυληναῖοϲ), Κρότων Κρότωνοϲ, Κάπων Κάπωνοϲ, Καύκων Καύκωνοϲ (ἔθνοϲ δέ εἰϲιν οἱ Καύκωνεϲ), δράπων δράπωνεϲ (ὁ δραπέτηϲ, ὑποκοριϲτικῶϲ), Ϲάπων Ϲάπωνοϲ, Δούπων Δούπωνοϲ (εἰϲ τῶν κενταύρων), Ἕρπων Ἕρπωνοϲ (ὄνομα κύριον), Λύπων Λύπωνοϲ (καὶ αὐτὸ ὄνομα κύριον), Κίκων Κίκωνοϲ ὃ διὰ μέτρον διὰ τοῦ ο ἐκλίθη παρὰ τῷ ποιητῇ «Κίκονεϲ Κικόνεϲϲι γεγώνευν » (ι 47). τὸ δὲ πέπων (ϲημαίνει δὲ τὸν προϲφιλέϲτατον), καὶ γείτων καὶ τέκτων, κοινά ἐϲτι τῷ γένει. τὸ δὲ ἄκων ἄκοντοϲ, ϲημαίνει δὲ τὸ ἀκόντιον, ἐξ οὖ καὶ τὸ ἐϲ δοῦπον ἀκόντων» (Υ 451) παρὰ τῷ ποιητῇ, ἔχει θηλυκόν, τὸ ἄκαινα· ὡϲαύτωϲ καὶ τὸ δράκων δράκοντοϲ ἔχον θηλυκὸν διὰ τοῦ αινα οἷον δράκαινα διὰ τοῦ ντ ἐκλίθη, καὶ τὸ κύριον δὲ ὄνομα παρ’ ἡμῖν τὴν αὐτὴν κλίϲιν φυλάττει Δράκοντοϲ τοῦ Ϲτρατονικέωϲ. πρόϲκειται « παρ’ ἡμῖν», ἐπειδὴ οἱ Αιολεῖϲ Δράκωνοϲ εἰρήκαϲι τὴν γενικὴν διὰ τοῦ ω ἐπὶ τοῦ κυρίου ὀνόματοϲ, τῷ κανόνι τῷ προλεχθέντι ἑπόμενοι (ἐπὶγὰρ τοῦ θηρίου καὶ αὐτοὶ δράκοντοϲ)· τὸ δὲ Λάκων Λάκωνοϲ εἰ καὶ ἔχει θηλυκόν διὰ τοῦ αινα τὸ Λάκαινα, ἀλλ’ οὖν τῷ κανόνι τῷ προλεχθέντι ἐφύλαξε τὸ ω ἐπὶ τῆϲ γενικῆϲ.

Καὶ τὰ ὑπὲρ δύο ϲυλλαβὰϲ βαρύτονα διὰ τοῦ ω κλίνεται οἰον ϲαλάκων ϲαλάκωνοϲ, Χαρίτων Χαρίτωνοϲ, Ἀρίϲτων Ἀρίϲτωνοϲ, Κεράτων εράτωνοϲ, Μελίτων Μελίτωνοϲ. τὸ Τριάκων (ἔϲτι δὲ ὄνομα κύριον) διὰ τοῦ ντ ἐκλίθη οἷον Τριάκοντοϲ, καὶ ἴϲωϲ ἐπειδὴ γειτνιᾶ τοῦτο τῷ τριάκοντα ἀριθμῷ· τὸ μέντοι θεράπων θεράποντοϲ ὡϲ ἔχον θηλυκόν, λέγω δὴ διὰ τοῦ αινα, φημὶ δὴ τὸ θεράπαινα, διὰ τοῦ ντἐκλίθη ὁμοίωϲ τῷ λέων λέοντοϲ λέαινα.

Τὰ εἰϲ ων ὀξύτονα ἔχοντα πρὸ τοῦ ω ἕν τι τῶν ψιλῶν, μὴ ὄντα ἐθνικά, φυλάττει τὸ ἐπὶ τῆϲ γενικῆϲ οἷον ἀγκών ἀγκῶνοϲ, κροτών κροτῶνοϲ εἶδοϲ ζῴου φθαρτικοῦ, Πλατανιϲτών Πλατανιϲτῶνοϲ ὄνομα ποταμοῦ. πρόϲκειται «μὴ ὄντα ἐθνικὰ» διὰ τὸ Βιϲτών Βιϲτόνοϲ, ἐθνικὸν γὰρ καὶ διὰ τοῦ ο κλίνεται. τὸ δὲ εἰκών εἰκόνοϲ θηλυκόν. τὸ δὲ Εὐρυπῶν περιϲπώμενον διὰ τοῦ ντ κλίνεται.

Choer. 79, 22: τὰ εἰϲ ων λήγοντα διϲύλλαβα βαρύτονα κύρια ἔχοντα πρὸ τοῦ ῦ ἕν τι τῶν ἀμεταβόλων φυλάττει τὸ ω ἐπὶ τῆϲ γενικῆϲ, Ἕρμων ρμωνοϲ, Τίμων Πίμωνοϲ, όνων Κόνωνοϲ, Ῥήμων Ῥόμωνοϲ, Ϲίνων Ϲίνωνοϲ, Φαίνων Φαίνωνοϲ, Ζήνων Ζήνωνοϲ, Μόλων Μόλωνοϲ, Δόλων Δόλωνοϲ, Φίλων Φίλωνοϲ, Γέλων Γέλωνοϲ, Πέλ. 1. 20 coll. Theogn. 34, 6 pro iis quae Choerob. de Κίκων tradit: τὸ Κίκων κύριον μὲν ὄν φυλάττει τὸ ῦ ἐν τῇ γενικῇ κατὰ τὸν κανόνα τοῦτον οἶον Κίκωνοϲ, ἐθνικὸν δὲ λεγόμενον διὰ τοῦ ο κλίνεται, παραλόγωϲ δὲ ὡϲ παρὰ τῷ ποιητῇ οἶον «Κίκονεϲ Κικόνεϲϲι γεγώνευν , exhibui  quae Herodianum docuisse diserte refert Eust. 539, 13 ef. fr. 26. 1. 21 Choer. 79, 14, Theogn. 34, 19. 1. 28 Theogn. 39, 1, Arc. 22, 13, St. B.171, 10, Mon. 9, 32. 1. 34 cf. Theogn. 36, 18. λων Πέλλωνοϲ, Πύλων Πύλωνοϲ, Χέλλων Χέλλωνοϲ, Θήρων Θήρωνοϲ, Χάρων Χάρωνοϲ, Χείρων Χείρωνοϲ (ἐπὶ τοῦ Κενταύρου· τὸ γὰρ ϲυγκριτικὸν τρέπει τὸ ω εἰϲ τὸ ο ἐπὶ τῆϲ γενικῆϲ οἷον χείρονοϲ, ἐπὶ τοῦ ἐλάττονοϲ), λαυρων Μαύρωνοϲ, Κέρων Νέρωνοϲ, Νάρων άρωνοϲ (ποταμόϲ)· τὸ γὰρ «Νάρονοϲ ὄχθαϲ» παρὰ τῷ Νικάνδρῳ (Ther. 607) διὰ τὸ μέτρον ϲυνεϲτάλη τὸ ω εἰϲ τὸ ο ἐν τῇ γενικῇ. ϲεϲμαίωται τὸ Πάμμων Πάμμονοϲ διὰ τοῦ ο κλιθὲν οἷον «Πάμμονά τ’ Ἀντίφονόν τε» ( 250) (ἔϲτι δὲ ὄνομα κύριον). τὰ παρὰ τὸ φρήν φρενόϲ γινόμενα τρέπει τὸ ῦ εἰϲ τὸ ο ἐν τῇ γενικῇ οἷον ἄφρων ἄφρονοϲ, ϲώφρων ϲὡφρονοϲ, υκόφρων Λυκόφρονοϲ (ἔϲτι δὲ ὄνομα κύριον), περίφρων περίφρονοϲ (ὁ ϲυνετόϲ), δαΐφρων δαῖφρονοϲ, ἐχέφρων ἐχέφρονοϲ (ϲημαίνει δὲ ταῦτα τὸν ϲυνετόν).

Choer. 80, 10: τὰ εἰϲ ων λήγοντα προηγουμένου ἀμεταβόλου κοινὰ τῷ γένει διὰ τοῦ ο κλίνεται οἷον πρόφρων πρόφρονοϲ (ὁ πρόθυμοϲ) ὁ πρόφρων καὶ ἡ πρόφρων, ἄφρων ἄφρονοϲ ὁ ἄφρων καὶ ἡ ἄφρων, αμων αἱμονοϲ ὁ αμων καὶ ἡ οἵμων· ϲημαίνει δὲ τὸν ἔμπειρον, οἰκτίρμων οἰκτίρμονοϲ, ἐλεήμων, εὐδαίμων, ἀπείρων. ϲεϲημείωται τὸ εἴρων εἴρωνοϲ, ὅτι κοινὸν τῷ γένει ὄν φυλάττει τὸ ω. ἔχει δὲ ταύτην τὴν ἀπολογίαν, ὅτι τὰ εἰϲ ων ἔχοντα τὸ ρ διϲύλλαβα ἁπλᾶ μὴ ἔχοντα οὐδέτερον φυλάττει τὸ ω ἐν τῇ γενικῇ οἷον Μάρων Χείρων Νέρων.

Τὰ εἰϲ λων διϲύλλαβα βαρύτονα φυλάττει τὸ ω Δρίλων, Φίλων, Μίλων, τίλων, βρίλων ὁ βαλανεύϲ, Χίλων, Ϲόλων, Δόλων, κήλων, Μλων ὁ Ἡρακλῆϲ, Ϲάλων, Γέλων, Μέλων, Κύλων, Πύλων. ὡϲαύτωϲ καὶ τὰ ὀξύτονα πυλών μυλών.

Τὰ εἰϲ λων λήγοντα ὑπὲρ δύο ϲυλλαβὰϲ ἀρϲενικὰ ὀξύτονά τε καὶ βαρύτονα φυλάττει τὸ οἷον Ἀπόλλων Ἀπόλλωνοϲ, Ἀϲκάλων Ἀλϲκάλωνοϲ, ἀφ’ οὗ καὶ ἡ πόλιϲ, Κεφάλων Κεφάλωνοϲ, Καϲτάλων Καϲτάλωνοϲ ὄνομα πόλεωϲ, Βαβυλών Βαβυλῶνοϲ, ἀμπελών ἀμπελῶνοϲ, καμηλών καμηλῶνοϲ. τὸ δὲ μιμαλλών διὰ τοῦ ο κλινόμενον οὐ μάχεται θηλυκὸν ὄν δηλοῖ γὰρ τὰϲ μαινάδαϲ. τὸ δὲ Ἀτιτάλλων τῶν μετοχῶν ἐφύλαξε τὴν κλίϲιν ὡϲ Ἀτιτάλλοντοϲ. ὁ γὰρ τοιοῦτοϲ χαρακτὴρ μετοχῶν ἐϲτιν, ἰάλλων, ἰνδάλλων, ἀταϲθάλλων, ἀγάλλων.

Τὰ εἰϲ μων διϲύλλαβα βαρύτονα ἔχοντα πρὸ τοῦ μ ἀμετάβολον μὴ ὄντα κύρια διὰ τοῦ ο κλίνεται οἷον τέρμων τέρμονοϲ, χάρμων χάρμο νοϲ, ϲίρμων ϲίρμονοϲ· τὸ δὲ Ϲάλμων Ϲάλμωνοϲ καὶ Ἄμμων Ἄλμμωνοϲ κύρια.

Τὰ εἰϲ μων διϲόλλαβα ἔχοντα πρὸ τοῦ μ ϲύμφωνον κατὰ ϲύλληψιν τρέπει τὸ ω Λάκμων Λάκμονοϲ ἡ κορυφὴ τοῦ ὄρουϲ, φράδμων φράδμονοϲ, ἴδμων ἴδμονοϲ, ἄκμων ἄκμονοϲ ἐπί τε κυρίου καὶ προϲηγορικοῦ.

1. 13 coll. Theogn. 36, 30 et Chor. 287. 31. 1. 21 Theogn. 35, 28. 1. 25 Theogn. 63, 3, Mon. 12, 10, Ep. Cr. 1 18. 9, E. M.130, 24 1. 33 Theogn. 34, 30 cf. An. Ox.11 410, 25. 1.37 Theogn 35, 7. Ep Cr.1 40, 30 coll. 64, 20.

Τὰ εἰϲ μων ὑπὲρ δύο ϲυλλαβὰϲ παραληγόμενα α βραχεῖ εἶτε ὀξύτονα εἴτε βαρύτονα διὰ τοῦ ω κλίνεται Τελαμών Τελαμῶνοϲ, καλαμών, πλαταμών, Ποτάμων Ποτάμωνοϲ, Ναϲάμων Nαϲάμωνοϲ. ϲεϲημείωται τὸ τεράμων τεράμονοϲ διὰ τοῦ ὁ κλινόμενον.

Τὰ εἰϲ μων ὑπὲρ δύο ϲυλλαβὰϲ ἔχοντα τὴν πρὸ τέλουϲ ϲυλλαβὴν βραχεῖαν ὑπεϲταλμένηϲ τῆϲ εἰϲ α παραλήξεωϲ βαρύτονα διὰ τοῦ ω κλίνεται οἶον Ἀρτέμων, Πολέμων, Διδύμων. τὰ δὲ ὀξύτονα διὰ τοῦ ονοϲ κλίνεται οἷον δαιτυμών δαιτυμόνοϲ, Ἰτυμών Ἰτυμόνοϲ, κηδεμών, ἀκρεμών, ἐθνυμών.

Τὰ εἰϲ μων ὑπὲρ δύο ϲυλλαβὰϲ φύϲει μακρᾷ παραληγόμενα βαρύνεται νεται καὶ διὰ τοῦ ο κλίνεται οἷον ἀμύμων ἀμύμονοϲ, ἐγκύμων ἐγκύμονοϲ, Φιλήμων, Ἡγήμων.

Τὰ εἰϲ νων ὑπὲρ δύο ϲυλλαβὰϲ βαρύτονα ὡϲ ἐπὶ τὸ πλεῖϲτον μετοχικά ἐϲτι καὶ τὴν τῶν μετοχῶν κλίϲιν ἀναδέχεται οἶον Ὑγιαίνων Ὑγιαίνοντοϲ ὄνομα ἰατροῦ, Αὐξάνων Αὐξάνοντοϲ ὄνομα κύριον. τὸ ἀμείνων ἀμείνονοϲ ϲυγκριτικὸν τὴν τῶν ϲυγκριτικῶν κλίϲιν ἐφύλαξεν.

Τὰ εἰϲ νῶ ὀξύτονα φυλάττει τὸ ω, Κραννών Κραννῶνοϲ, δαφνών δαφνῶνοϲ, ξενών, πλατανών, τὸ δὲ κανών τρέπει τὸ ω εἰϲ ο κανόνοϲ.

Τὰ εἰϲ ρων ὀνόματα διϲύλλαβα μὴ ὄντα ϲυγκριτικὰ φυλάττει τὸ ω ἐπὶ τῆϲ γενικῆϲ οἷον Μύρων Μύρωνοϲ, Χάρων Χάρωνοϲ. τὸ οὖν γέρων οὐκ ἐφύλαξε τὸ ω, διότι ἡ (immo ὡϲ) μετοχὴ ἐκλίθη. ϲυνηκολούθηϲε γὰρ τῇ φέρων φέροντοϲ.

Τὰ εἰϲ βῶν ὀνόματα ὑπερδιϲύλλαβα βαρύτονα διὰ τοῦ ο κλίνεται οἷον Ὑπείρων Ὑπείρονοϲ «Ὑπείρονα ποιμένα λαῶν» (Ε 144), τὸ δὲ Ἱέρων Ἰέρωνοϲ διὰ τοῦ ω κλίνεται, ἔϲτι γὰρ παρώνυμον παρὰ τὸ ἱερόϲ, τὸ δὲ Ἀχέρων Ἀχέροντοϲ ὡϲ μετοχὴ ἐκλίθη.

Τὰ εἰϲ ρων ὀξύτονα τὸ ω φυλάττει, οἰρών οἰρῶνοϲ ἡ χάραξιϲ τοῦ ἀρότρου, Βραυρών Βραυρῶνοϲ. τὸ δὲ Δεξικρῶν καὶ Ἑρμοκρῶν περιϲπώμενα διὰ τοῦ ντ κλίνεται.

Περὶ κινήϲεωϲ τῶν εἰϲ ων.

Choer. 290, 19: πᾶϲα δοτικὴ ἑνικῶν εἰϲ ν λήγουϲα, τροπῇ τοῦ ν εἰϲ τὸ ϲ τὴν δοτικὴν τῶν πληθυντικῶν ποιεῖ οἷον ποιμένι ποιμέϲι, αὐχένι αὐχέϲι, φρενί φρεϲί, ϲωλῆνι ϲωλῆϲι, Πλάτωνι Πλάτωϲι, Δίωνι Δίωϲι, Μέμνονι Μέμνοϲι, γείτονι γείτοϲι, οὕτωϲ οὖν καὶ Θέωνι Θέωϲι καὶ ϲώφρονι ϲώφροϲι.—τὸ δὲ λέων λέοντοϲ ἔχει ἐπὶδοτικῆϲτῶν πληθυντικῶν

l. 1 Arc. 13, 15, Theogn. 37, 9, An. Ox. 11 375, 4. l. 5 Arc. 13, 22 Theogn. 37, 9, 35, 20 et 25, An. Ox.11 l. c. l. 10 Ep. Cr. I 46, 21, Arc.13, 12. l. 13 Theogn. 37, 13, Arc. 14, 12. l. 17 Theogn. 39, 12, Arc. 14, 5. l. Ep. Cr. 1 97, 25, An. Par. 51 312, 25, E. M. 226, 36, uti Πτέρων Πτέρωνοϲ, Ἄκρων Ἄκρωνοϲ, Ἄμβρων Ἄμβρωνοϲ, ϲώφρων ϲώφρονοϲ δὲ κοινόν ἐϲτι κτλ. l. 23 Choer. 288, 5, de Ἰέρων 286, 14, Ἀχέρων ipse secundum γέρων finxi. l. 27 Theogn. 38, 29, Arc. 15, 5.

μακρὸν ἔχουϲιν αὐτό, τὸ δὲ φύϲει μακρὸν μεῖζόν ἐϲτι τοῦ θέϲει μακροῦ. διὰ τοῦτο δὲ ἡ δοτικὴ τῶν πληθυντικῶν θέϲει μακρὸν ἔχει τὸ δίχρονον οἷον Φοίνιξι καὶ κήρυξιν, ἐπειδὴ τὸ ι καὶ υ οὐδέποτε εὐρίϲκεται πρὸ τοῦ ξ φύϲει μακρὰ οἷον πέρδιξ, τέττιξ, Βέβρυξ, ὄνυξ, «χωρὶϲ εἰ μὴ λόγῳ ἀρχούϲηϲ παρῳχημένων » διὰ τὸ ἰξεύω ἴξευον. τὸ μὲν γὰρ ἰξεύω θέϲει μακρὸν ἔχει τὸ ι, τὸ δὲ ἴξευον φύϲει μακρόν, τῷ λόγῳ τῆϲ ἀρχούϲηϲ τῶν παρῳχημένων. οἱ γὰρ παρῳχημένοι ἢ χρονικῶϲ ἢ ϲυλλαβικῶϲ θέλουϲι μεγεθύνεϲθαι· ϲυλλαβικῶϲ μὲν οἷον τύπτω ἔτυπτον, γράφω ἔγραφον , λέγω ἔλεγον· χρονικῶϲ δὲ οἷον ἄγω ἦγον, ἄρχομαι ἠρχόμην, ἅπτω ἧπτον. ἐν οἷϲ οὖν τὸ ἰξεύω ἴξευον οὐκ ἠδύνατο μεγεθυνθῆναι ϲυλλαβικῶϲ, οὐδὲ γὰρ ἄρχεται ὁ ἐνεϲτὼϲ ἀπὸ ϲυμφώνου, ἐξ ἀνάγκηϲ χρονικῶϲ ἐμεγεθύνθη, καὶ τούτου χάριν φύϲει μακρὸν ἔχει τὸ ὸ. πρόϲκειται «χωρὶϲ τῆϲ χερϲὶ δοτικῆϲ τῶν πληθυντικῶν », ἐνταῦθα γὰρ ἐλάττων ἐϲτὶν ἡ παραλήγουϲα τῆϲ δοτικῆϲ τῶν πληθυντικῶν τῆϲ παραληγούϲηϲ τῶν ἄλλων πτώϲεων. ἡ μὲν γὰρ παραλήγουϲα τῆϲ δοτικῆϲ θέϲει μακρά ἐϲτιν, ἡ δὲ παραλήγουϲα τῶν ἄλλων πτώϲεων φύϲει μακρά ἐϲτιν οἷον χεῖρεϲ χειρῶν χεῖραϲ χεῖρεϲ· τὸ δὲ φύϲει μακρὸν μεῖζόν ἐϲτι τοῦ θέϲει μακροῦ. τὸ δὲ χερϲί μόνωϲ λέγομεν τὴν δοτικὴν τῶν πληθυντικῶν καὶ οὐχὶ χειρϲί διὰ τῆϲ ει διφθόγγου, ἐπειδὴ οὐδέποτε μετὰ τοῦ χ εὑρίϲκεται δίφθογγοϲ καταλήγουϲα εἰϲ ρ ϲυμφώνου ἐπιφερομένου οἷον χάρμα, «αὑλῆϲ ἐν χόρτῳ» ( 774), χέρνιβα δ’ ἀμφίπολοϲ» (α 136). καὶ πῶϲ ἀναλυομένου (an ἀναπολουμένου?) τούτου τοῦ λόγου καὶ ἐπὶ τοῦ φ — καὶ γὰρ οὐδὲ μετὰ τοῦ φ εὑρίϲκεται δίφθογγοϲ καταλήγουϲα εἰϲ ρ ϲυμφώνου ἐπιφερομένου — ἡ φθειρϲί δοτικὴ ϲυνέϲτη παρὰ Ἀρχιλόχῳ φθειρὶ μοχθίζοντα», λέγομεν οὖν ὅτι ἡ χείρ ἐπὶ τῆϲ γενικῆϲ καὶ χειρόϲ καὶ χερόϲ κατὰ ἀποβολὴν τοῦ ι, ἡ δὲ φθειρόϲ οὐ διὰ τοῦ ε, διὰ τοῦτο οὐδὲ φθερϲί.

Choer. 293, 17 : ἄξιον δέ ἐϲτι ζητῆϲαι διὰ ποίαν αἰτίαν ἐν τῇ λέουϲι δοτικῇ τῶν πληθυντικῶν τὸ υ ἐπλεόναϲε καὶ μὴ ἄλλο φωνῆεν καὶ ἔϲτιν εἰπεῖν ὅτι διὰ τοῦτο τὸ υ ἐπλεόναϲεν, ἐπειδὴ τὸ ο διὰ τῆϲ προϲθήκηϲ τοῦ υ μεγεθύνεϲθαι πέφυκεν οἶον τύπτοντοϲ τύπτουϲα, λέγοντοϲ λέγουϲα, γράφοντοϲ γράφουϲα, καὶ αὐτὸ δὲ τὸ ὄνομα τοῦ ϲτοιχείου διὰ τοῦ ο καὶ υ γράφεται καὶ ἐκφωνεῖται· τὸ δὲ ἑ ἐκ τῆϲ προϲθήκηϲ τοῦ ι, ἤγουν ἐκ τοῦ ἐναντίου, πέφυκε μεγεθύνεϲθαι οἷον τυφθέντοϲ τυφθεῖϲα, δαρέντοϲ δαρεῖϲα, νυγέντοϲ νυγεῖϲα, καὶ αὐτὸ δὲ τὸ ε, τὸ ὄνομα τοῦ ϲτοιχείου, διὰ τοῦ ἑ καὶ ι γράφεται καὶ ἐκφωνεῖται. ἐπειδὴ οὖν διὰ τῆϲ προϲθήκηϲ τοῦ υ πέφυκε μεγεθύνεϲθαι τὸ ο, τούτου χάριν ἐν τῇ λέουϲι δοτικῇ τῶν πληθυντικῶν τὸ υ ἐπλεόναϲεν καὶ οὐκ ἄλλο φωνῆεν.

Καὶ πάλιν ἄξιόν ἐϲτι ζητῆϲαι διὰ ποίαν αἰτίαν τὸ ο προϲέλαβε τὸ υ ἐν τῇ λέουϲι δοτικῇ καὶ μὴ μᾶλλον ἐτράπη τὸ ο εἰϲ τὸ ω. ἔϲτιν οὖν εἰπεῖν ὅτι οὐκ ἠδύνατο τραπῆναι τὸ ο εἰϲ τὸ ω ἐν τῇ λέουϲι. l. 18 extremam partem de χερϲί explevi ex Ep. Ϲr. I 441, 10. δοτικῇ, ἐπειδὴ ἡνίκα ἔχη ἡ δοτικὴ τῶν πληθυντικῶν τὸ ω, καὶ ἡ δοτικὴ τῶν ἑνικῶν αὐτὸ ἔχει οἶον Τρύφωνι Τρύφωϲι, Πλάτωνι Πλάτωϲι, Θέωνι Θέωϲι, Δίωνι Δίωϲι· τῆϲ οὖν δοτικῆϲ τῶν ἑνικῶν τῆϲ λέοντι διὰ τοῦ ο οὕϲηϲ, πῶϲ δύναται ἡ δοτικὴ τῶν πληθυντικῶν διὰ τοῦ ω εἶναι; ὅτε γὰρ ἡ δοτικὴ τῶν ἑνικῶν τὸ ο ἔχει, καὶ ἡ δοτικὴ τῶν πληθυντικῶν τὸ ο ἔχει οἶον ϲώφρονι ϲώφροϲι, γείτονι γείτοϲι, τέκτονι τέκτοϲι. προϲλαμβάνει οὖν τὸ υ ἡ δοτικὴ τῶν πληθυντικῶν καὶ γίνεται λέουϲι, καὶ λοιπὸν φυλάττει τὸ ο τῆϲ δοτικῆϲ τῶν ἑνικῶν, καὶ μείζονα χρόνον εὑρίϲκεται ἔχουϲα κατὰ τὴν παραλήγουϲαν τῆϲ παραληγούϲηϲ τῶν ἄλλων πτώϲεων.

Περὶ τῶν εἰϲ ξ.

Choer. 302, 14: τὰ εἰϲ ξ καὶ εἰϲ ψ τὸ φωνθεν τὸ ἐν τῇ εὐθείᾳ φυλάττει καὶ ἐν τῇ γενικῇ οἷον νάρθηξ νάρθηκοϲ, ϲκώληξ ϲκώληκοϲ, Κύκλωψ Κύκλωποϲ, μώλωψ μώλωποϲ, χωρὶϲ τοῦ ἀλώπηξ ἀλώπεκοϲ (τοῦτο γὰρ ἔτρεψε τὸ η εἰϲ τὸ o ἐν τῇ γενικῇ). καὶ ἀντιϲτρέφει ὁ κανών· δύναται γάρ τιϲ εἰπεῖν ὅτι καὶ τὸ φωνῆεν τὸ ἐν τῇ γενικῇ ἐϲτι καὶ ἐν τῇ εὐθείᾳ ἐπὶ τῶν εἰϲ διπλοῦν ληγόντων, οἷον ἡ Πέλοποϲ γενικὴ διὰ τοῦ ο ἔχει γραφήν, ἀλλὰ καὶ ἡ Πέλοψ εὐθεῖα ὁμοίωϲ διὰ τοῦ ο γράφεται, καὶ πάλιν Κύκλωποϲ διὰ τοῦ ω καὶ Κύκλωψ ὁμοίωϲ· χωρὶϲ τοῦ ἀλώπηξ ἀλώπεκοϲ. ἔχει δὲ ταῦτα τὰ εἰϲ διπλοῦν λήγοντα ϲύμφωνον τὴν κλίϲιν ἢ διά δαϲέοϲ ἢ ψιλοῦ ἢ μέϲου. καὶ τὰ μὲν εἰϲ ξ διὰ τῆϲ δευτέραϲ ϲυζυγίαϲ τῶν βαρυτόνων ἐκφέρεται, τουτέϲτι διὰ τοῦ γ ἢ κ ἢ χ· οἷον ὄρτυξ ὄρτυγοϲ, κόραξ κόρακοϲ, ὄνυξ ὄνυχοϲ τὰ δὲ εἰϲ ψ λήγοντα διὰ τῆϲ πρώτηϲ ϲυζυγίαϲ τῶν βαρυτόνων ἐκφέρεται, τουτέϲτι διὰ τοῦ β ἢ ἢ φ οἷον Ἄραψ Ἄραβοϲ, κύκλωψ κύκλωποϲ, Κῖνυψ Κίνυφοϲ.

Choer. 302, 26. ἄξιον δέ ἐϲτι ζητῆϲαι, τί δήποτε τὰ εἰϲ ξ λήγοντα διὰ τοῦ γ ἢ διὰ τοῦ κ ἢ διὰ τοῦ χ κλίνεται οἷον τέττιξ τέττιγοϲ, πέρδιξ πέρδικοϲ, ὄνυξ ὄνυχοϲ· καὶ τὰ εἰϲ ψ λήγοντα διὰ τοῦ β ἢ π ἢ φ κλίνεται οἷον Ἄραψ Ἄραβοϲ, Πέλοψ Πέλοποϲ, Κῖνυψ Κίνυφοϲ. ἐν ταυτῷ δὲ ζητοῦμεν, διατί τὰ εἰϲ ϲ λήγοντα καὶ περιττοϲυλλάβωϲ κλινόμενα διὰ τοῦ δ ἢ διὰ τοῦ θ ἢ διὰ τοῦ τ ἢ διὰ καθαροῦ οϲ κλίνεται οἷον Πάριϲ Πάριδοϲ, ὄρνιϲ ὄρνιθοϲ, Λάχηϲ Λάχητοϲ, βότρυϲ βότρυοϲ. ἔϲτιν οὖν εἰπεῖν ταύτην τὴν ἀπολογίαν, ὅτι ἀναλογεῖ ὁ μέλλων τῇ εὐθείᾳ, ὁ δὲ ἐνεϲτὼϲ τῇ γενικῇ. ἐπειδὴ οὖν ὅταν ὁ ἐνεϲτὼϲ διὰ τοῦ β π ἢ φ ἐκφέρηται, τότε ὁ μέλλων διὰ τοῦ ψ εἰϲφέρεται οἷον λείβω λείψω, τέρπω τέρψω, γράφω γράψω, τούτου χάριν καὶ ὅταν ἡ εὐθεῖα διὰ τοῦ ψ ἐκφέρηται, τότε ἡ γενικὴ διὰ τοῦ β ἢ π ἢ φ εἰϲφέρεται οἷον Ἄραψ Ἄραβοϲ, Κύκλωψ Κύκλωποϲ, Κῖνυψ Κίνυφοϲ· καὶ ἐπειδὴ πάλιν ὅταν ὁ ἐνεϲτὼϲ διὰ τοῦ γ ἢ κ ἢ χ ἐκφέρηται, τότε ὁ μέλλων διὰ τοῦ l. 15—20 verba καὶ ἀντιϲτρέφει —ἀλώπηξ ἀλώπεκοϲ ex Choer. 321, 31 huc transtuli. ξ εἰϲφέρεται οἷον λέγω λέξω, πλέκω πλέξω, τρέχω θρέξω, τούτο χάριν καὶ ὅταν ἡ εὐθεῖα διὰ τοῦ ξ ἐκφέρηται, τότε ἡ γενικὴ διὰ τοῦ γ ἢ χ ἢ κ εἰϲφέρεται οἷον τέττιξ τέττιγοϲ, πέρδιξ πέρδικοϲ, ὄνυξ ὄνυχοϲ. καὶ ἐπειδὴ πάλιν ὅταν ὁ ἐνεϲτὼϲ διὰ τοῦ υ ἤ δ τ ἢ διὰ καθαροῦ τοῦ ω ἐκφέρηται, τότε ὁ μέλλων διὰ τοῦ ϲ εἰϲφέρεται οἶον ᾄδω ᾄϲω, πείθω πείϲω, ἀνύτω ἀνύϲω, ἀκούω ἀκούϲω, τούτου χάριν καὶ ὅταν ἡ εὐθεῖα διὰ τοῦ ϲ ἐκφέρηται καὶ περιττοϲυλλάβωϲ κλίνηται, τότε ἡ γενικὴ διὰ τοῦ δ ἤ θ ἤ ἢ διὰ καθαροῦ τοῦ οϲ εἰϲφέρεται οἷον Πάριϲ Πάριδοϲ, ὄρνιϲ ὄρνιθοϲ, Λάχηϲ Λάχητοϲ, βότρυϲ βότρυοϲ.

Τὰ εἰϲ ξ μονοϲύλλαβα μετὰ διφθόγγου διὰ τοῦ κ κλίνεται, προίξ προικόϲ, γλαῦξ γλαυκόϲ, Ταῦξ Ταυκόϲ. ὑγιῶϲ ἄρα τὸ Γραίξ Γραικόϲ, Ῥαίξ Ῥαικόϲ, Θρᾷξ Θρᾳκόϲ· οὐχ ὑγιῶϲ δὲ τὸ αἴξ αἰγόϲ, ἀλλ’ ἐπειδὴ μόνον ἀπὸ φωνήεντοϲ ἤρξατο, παραλλάξαν κατὰ τὴν ἄρχουϲαν ἤλλαξε καὶ κατὰ τὴν κλίϲιν.

Τὰ εἰϲ ξ μονοϲύλλαβα, μὴ μετὰ τοῦ γ, ἔχοντα τὸ α ϲυνεϲταλμένον διὰ τοῦ κ κλίνεται δράξ δρακόϲ, ϲάρξ ϲαρκόϲ, πτάξ πτακόϲ, Πράξ Πρακόϲ, ϲπάξ ϲπακόϲ. ἀναλόγωϲ ἄρα τὸ πλάξ πλακόϲ. παραλόγωϲ δὲ τὸ γλάξ γλαγόϲ. ἔϲτι δὲ βοτάνη γάλακτοϲ αὐξητική. ὡριϲάμεθα δὲ μὴ μετὰ τοῦ γ» διὰ τὸ ϲτράγξ καὶ «ἔχοντα τὸ α ϲυνεϲταλμένον» διὰ τὸ ῥάξ τὸ ἐπὶ τῆϲ ϲταφυλῆϲ.

Τα εἰϲ ξ λήγοντα μονοϲύλλαβα ἔχοντα ἕν τι τῶν φύϲει μακρῶν διὰ τοῦ κ κλίνεται, πτώξ πτωκόϲ, ὁ λαγωόϲ, ὤλξ ὠλκόϲ, πρώξ πρωκόϲ, βῶξ βωκόϲ, κήξ κηκόϲ καὶ ϲφήξ ϲφηκόϲ. ἡμάρτηται ἄρα τὸ βήξ βηχόϲ διὰ τοῦ χ· τινὲϲ δὲ εἶπον καὶ βηκόϲ. ἀλλ’ οὐχ εὕρηται ἐν χρήϲει· δεῖ δὲ κατὰ πάντα τὰϲ τῆϲ χρήϲεωϲ φωνὰϲ τηρεῖν.

Τὰ εἰϲ ξ λήγοντα μονοϲύλλαβαἔχοντα ἕν τι τῶν φύϲει βραχέων διὰ τοῦ κ κλίνεται, κρέξ κρεκόϲ, δόρξ δορκόϲ, κρόξ κροκόϲ, ἔνθεν ἡ αἰτιατικὴ «πολλὴν κρόκα» (Hes. Opp. 538), πρόξ προκόϲ. τί οὖν τὸ φλόξ; οὐκ ἔϲτι μόνον, ἀλλὰ καὶ τὸ Λέξ Λεγόϲ· ἐπεὶ ταῦτα ῥηματικά ἐϲτι, τὸ μὲν ἀπὸ τοῦ φλέγω, τὸ δὲ ἀπὸ τοῦ λέγω. ἐπεὶ οὖν τὰ ῥήματα διὰ τοῦ γ ἐϲτίν, ὁμοίωϲ καὶ τὰ ὀνόματα· ἢ καὶ ἄλλωϲ, ἐπεὶ τὸ λ ἔχει, οὐδὲν δὲ τῶν ἄλλων τὸ λ εἶχεν· ὥϲτε οὖν κατὰ δύο τρόπουϲ παραλλάϲϲεται ἢ ἀπὸ γενέϲεωϲ ἢ ἀπὸ ϲτοιχείου τοῦ λ.

Choer. 303, 28: τὰ εἰϲ αξ λήγοντα ὑπὲρ μίαν ϲυλλαβὴν ἁπλᾶ διὰ τοῦ κ κλίνεται οἷον θώραξ θώρακοϲ, φύλαξ φύλακοϲ, κόραξ κόρακοϲ, ἄναξ ἄνακοϲ (καὶ πλεοναϲμῷ τοῦ τ ἄνακτοϲ), αὖλαξ αὔλακοϲ, πῖδαξπίδακοϲ (ϲημαίνει δὲ τὴν πηγήν), κλῖμαξκλίμακοϲ. πρόϲκειται «ἁπλᾶ» διὰ τὰ ϲύνθετα οἷον διὰ τὸ ἀποϲφάξ ἀποϲφάγοϲ (ἔϲτι δὲ παρὰ τὸ ϲφάζω), νεκρο 1.10 An. Ox. III 243, 9, Lob.Parall. p 99. Θρᾷξ addidi ex Arc.125, 7 et Ep Cr 1 25, 5 ubi πάντων τῶν εἰϲ αιξ ληγόντων μονοϲυλλάβων ὀνομάτων τοῦτο (τὸ αὔξ) μόνον διὰ τοῦ γ κλίνεται. l. 15 An. Ox. III 243, 14 cf. Dichr. 284 20, An. Ox. II 411, 11, Lob. Parall. 94 seqq. I. 21 An. Ox. III 243, 21. l. 26 An. Ox. III 243, 27. βαϲτάξ νεκροβαϲτάγοϲ (ἔϲτι δὲ παρὰ τὸ βαϲτάζω). ϲύνθετα δὲ δεῖ νοεῖν οὐχὶ τὰ ἀπὸ τῶν εἰϲ αξ ἁπλῶν ϲύνθετα, ἀλλὰ τὰ ἀπὸ ἄλλων τινῶν ϲύνθετα, ὡϲ ἐπὶ τοῦ ἀποϲφάξ καὶ νεκροβαϲτάξ. τὰ γὰρ ἀπὸ τῶν εἰϲ αξ ἁπλῶν ϲύνθετα τὴν τῶν ἁπλῶν φυλάττει κλίϲιν οἷον φύλαξ φύλακοϲ χαρτοφύλαξ χαρτοφύλακοϲ, θώραξ θώρακοϲ λινοθώραξ λινοθώρακοϲ, Φαίαξ Φαίακοϲ φιλοφαίαξ φιλοφαίακοϲ, ἅρπαξ ἅρπαγοϲ φιλάρπαξ φιλάρπαγοϲ. ϲεϲημείωται τὸ ἅρπαξ ἅρπαγοϲ διὰ τοῦ γ κλιθὲν καὶ τὸ κέκραξ κέκραγοϲ (ϲημαίνει δὲ τὸν κρακτικόν), ἔχει δὲ ἀπολογίαν τοῦ διὰ τοῦ γ κλίνεϲθαι, ὅτι παράκειται αὐτοῖϲ ῥῆμα εἰϲ ζω λῆγον, φημὶ δὴ τὸ ἁρπάζω κα κράζω. τὰ δὲ εἰϲ ξ λήγοντα ἔχοντα ῥῆμα ἀντιπαρακείμενον εἰϲ ζω λῆγον διὰ τοῦ γ κλίνεται οἷον βαϲτάζω νεκροτιπαρακείμενον νεκροβαϲτάγοϲ, ϲφάζω ἀποϲφάξ ἀποϲφάγοϲ, μαϲτίζω μάϲτιξ μάϲτιγοϲ· οὕτωϲ οὖν καὶ ἁρπάζω ἅρπαξ ἅρπαγοϲ καὶ κράζω κέκραξ κέκραγοϲ. ἔτι ϲεϲημείωται τὸ Ἄτραξ Ἄτραγοϲ (ἔϲτιν δὲ ἔθνοϲ) διὰ τοῦ κλιθέν, ὡϲ Εὔπολιϲ «εἰϲ Ἄτραγα νύκτωρ », περὶ οὖ ἔϲτιν εἰπεῖν ὅτι τοῦτο ἀναλογώτερόν ἐϲτι διὰ τοῦ κ κλινόμενον οἶον Ἄτρακοϲ, ὡϲ παρὰ Καλλιμάχῳ Ἀτράκιον δὲ (an δ’ ὄρ’?) ἔπειτα λυκοϲπάδα πῶλον ἐλαύνει, καὶ παρὰ Λυκόφρονι (v. 1309) καὶ δευτέρουϲ ἔπεμψαν Ἄτρακαϲ λύκουϲ».

Choer. 304, 23: ἔτι ϲεϲημείωται τὸ λάλαξ λάλαγοϲ διὰ τοῦ γ κλιθέν, περὶ οὖ ἔϲτιν εἰπεῖν ὅτι ἀπὸ τοῦ λαλαγή ἐγένετο τοῦ ϲημαίνοντοϲ τὸν θόρυβον, καὶ ἐφύλαξεν ἐν τῇ κλίϲει τὸ ϲύμφωνον τοῦ λαλαγή, φημὶ δὴ τὸ γ. τὸ λάταξ λάταγοϲ (θηλυκόν ἐϲτι καὶ ϲημαίνει τὴν μεγάλην ϲταγόνα) οὐκ ἀντίκειται τῷ κανόνι, πρῶτον μὲν ὅτι ϲύνθετόν ἐϲτιν (ἀπὸ γὰρ τοῦ ϲτάζω ϲτάξω γέγονεν ἐν ϲυνθέϲει κατ’ ἐπίταϲιν τοῦ λα μορίου λάϲταξ καὶ κατὰ ἀποβολὴν τοῦ ϲ λάταξ), περὶ δὲ ἁπλῶν διαλαμβάνει ὁ κανών, «ἁπλᾶ» γὰρ πρόϲκειται ἐν τῷ κανόνι· δεύτερον δέ, παράκειται αὐτῷ ῥῆμα εἰϲ ζω λῆγον, φημὶ δὴ τὸ ϲτάζω, καὶ τούτου χάριν διὰ τοῦ γ κλίνεται· εἰρήκαμεν γὰρ ὅτι τὰ εἰϲ ξ λήγοντα ἔχοντα ῥῆμα παρακείμενον εἰϲ ζω λῆγον διὰ τοῦ γ κλίνεται οἷον μαϲτίζω μάϲτιξ μάϲτιγοϲ, ἁρπάζω ἅρπαξ ἅρπαγοϲ, οὕτωϲ οὖν καὶ ϲτάζω ϲτάξ καὶ κατ’ ἐπίταϲιν τοῦ λα μορίου καὶ κατὰ ἀποβολὴν τοῦ ϲ λάταξ λάταγοϲ.

Choer. 308, 22. τὰ εἰϲ ηξ ὑπὲρ μίαν ϲυλλαβὴν ἁπλᾶ διὰ τοῦ κ κλίνεται οἷον ϲκώληξ ϲκώληκοϲ, μύρμηξ μύρμηκοϲ, νάρθηξ νάρθηκοϲ. πρόϲκειται « ὑπὲρ μίαν ϲυλλαβὴν » διὰ τὸ ἡ βήξ τῆϲ βηχόϲ μονοϲύλλαβον. εἰ δέ ἐϲτι ϲύνθετα, ἀπὸ ῥήματοϲ δηλονότι, διὰ τοῦ γ κλίνεται καὶ φυλάττει μίαν ϲυλλαβὴν τοῦ ῥήματοϲ ἐξ οὗ γίνεται οἷον πλήξω οἰϲτροπλήξ οἰϲτροπλῆγοϲ, παραπλήξ παραπλῆγοϲ, λαοπλήξ λαοπλῆγοϲ, ἀκανθοπλήξ ἀκανθοπλῆγοϲ, βουπλήξ βουπλῆγοϲ. ταῦτα δὲ πάντα ϲύνθετα ἀπὸ ῥήματοϲ ὀξύτονά ἐϲτι καὶ ἐπίθετα καὶ κοινὰ τῷ γένει οἷον ὁ κυματοπλήξ καὶ ἡ κυματοπλήξ, ὁ παραπλήξ καὶ ἡ παραπλήξ, ὁ οἰϲτροπλήξ 1. 15 Eupolidis et Lycophronis exempla addidi ex St. B. l. 25 κατ’ ἐπίταϲιν scripsi pro κατ’ ἐπέκταϲιν coll. E. M. 557, 56. καὶ ἡ οἰϲτροπλήξ τὸ μέντοι ὕϲπληξ καὶ ἀντίπηξ βαρύνεται, ἐπειδὴ προϲηγορικά ἐϲτι καὶ μόνου θηλυκοῦ γένουϲ ἐϲτι· τὴν δὲ κλίϲιν καὶ αὐτὰ διὰ τοῦ γ ἔχει οἷον ὕϲπληξ ὕϲπληγοϲ καὶ ἀντίπξ ἀντίπηγοϲ (ἡ ὕϲπλιξ δέ ἐϲτιν ἡ ἀφετηρία τοῦ δρόμου, ὕϲπληξ δὲ παρὰ τὸ πλήττω καὶ τὴν ὑπό πρόθεϲιν γέγονεν ὑπόπλξ καὶ ϲυγκοπῇ τοῦ ο καὶ πλεοναϲμῷ τοῦ ϲ γέγονεν ὕϲπληξ, ὡϲ ὑπότεροϲ ὕϲτεροϲ τὸ δὲ ἀντίπξ ϲημαίνει τὴν κιβωτὸν καὶ παρὰ τὴν ἀντί πρόθεϲιν καὶ τὸ πήϲϲω γέγονεν). τὸ μολιβδοτήξ δέ τινεϲ βαρύνουϲι παραλόγωϲ, κλίνεται δὲ διὰ τοῦ κ οἶον μολιβδοτῆκοϲ, ἐπειδὴ παρὰ τὸ τήκω ἔχει τὴν ϲύνθεϲιν, τούνεν). χάριν τὸ ϲύμφωνον τοῦ τήκω ἐφύλαξε κατὰ τὴν κλίϲιν, φημὶ τὸ κ. πρόϲκειται ἀνωτέρω «εἰ δέ ἐϲτι ϲύνθετα ἀπὸ ῥήματοϲ δηλονότι» διὰ τὸ χηναλώπηξ, τοῦτο γὰρ ἀπὸ τοῦ ἀλώπηξ ϲυντέθειται, καὶ τὸν τόνον καὶ τὴν κλίϲιν τοῦ ἁπλοῦ ἐφύλαξεν οἶον ἀλώπηξ ἀλώπεκοϲ καὶ χηναλώπηξ χηναλώπεκοϲ.

Choer. 310, 7: τὰ εἰϲ ιξ ἀρϲενικὰ ἁπλᾶ ὑπὲρ μίαν ϲυλλαβὴν διὰ τοῦ κ κλίνεται οἷον πέρδιξ πέρδικοϲ, Φοῖνιξ Φοίνικοϲ, Κίλιξ Κίλικοϲ, πλὴν τοῦ τέττιξ τέττιγοϲ, τοῦτο γὰρ διὰ τοῦ γ κλίνεται. τὸ δὲ κεχρεωϲτημένον ἀνεπλήρωϲαν οἱ Δωριεῖϲ καὶ οἱ Ἀθηναῖοι διὰ τοῦ κ κλίνοντεϲ αὐτὸ οἷον τέττικοϲ. τὸ ὄρνιξ ὄρνιχοϲ διὰ τοῦ κλινόμενον οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ οὐκ ἔϲτι κοινολεκτούμενον ἀλλὰ κατὰ διάλεκτον· τὸ γὰρ ὄρνιϲ ὄρνιξ λέγουϲιν οἱ Δωριεῖϲ. τοῦτο δὲ καὶ ἐν τῇ εἰϲ ϲ καταλήξει παράλογόν ἐϲτι· τῷ γὰρ λόγῳ τῶν εἰϲ ιϲ προϲηγορικῶν διὰ καθαροῦ τοῦ οϲ ὤφειλε κλίνεϲθαι οἷον ὄρνιϲ ὄρνιοϲ, ὥϲπερ μάντιϲ μάντιοϲ καὶ ὄφιϲ ὄφιοϲ. ἀλλ’ ἔϲτιν εἰπεῖν ὅτ ἐϲτί τινα εἰϲ ιϲ λήγοντα ἔχοντα πρὸ τοῦ ι δύο ἀμετάβολα, ἅτινα διὰ τοῦ θοϲ κλίνεται οἷον δέλλιϲ δέλλϲιθοϲ (ἔϲτι δὲ ζῷον ὅμοιον μελίϲϲῃ), μέρμιϲ μέρμιθοϲ (ϲημαίνει δὲ τὸ λεπτὸν ϲχοινίον), οὕτωϲ οὖν καὶ ὄρνιϲ ὄρνιθοϲ. πρόϲκειται ἐν τῷ κανόνι «ὑπὲρ μίαν ϲυλλαβὴν » διὰ τὸ θρίξ τριχόϲ· τοῦτο γὰρ διὰ τοῦ χ κλίνεται, ἀλλ’ οὐκ ἔϲτιν ὑπὲρ μίαν ϲυλλαβήν. πρόϲκειται « ἀρϲενικά» διὰ τὸ μάϲτιξ μάϲτιγοϲ, τοῦτο γὰρ διὰ τοῦ γ κλίνεται, ἀλλ’ οὐκ ἔϲτιν ἀρϲενικόν. πρόϲκειται «ἁπλᾶ » διὰ τὰ ϲύνθετα· ἐπειδὴ ταῦτα τὴν τῶν ἁπλῶν φυλάττει κλίϲιν οἷον θρίξ τριχόϲ καλλίθριξ καλλίτριχοϲ, ϲτίξ ϲτιχόϲ (ϲημαίνει δὲ τὴν τάξιν) ὁμόϲτιξ ὁμόϲτιχοϲ, Φοῖνξ Φοίνικοϲ Λιβοφοῖνιξ Λιβοφοίνικοϲ, ἧλιξ ἥλικοϲ ὁμῆλιξ ὁμήλικοϲ.

Choer. 80, 16: τὰ εἰϲ υξ διϲύλλαβα φύϲει μακρᾷ παραληγόμενα ἁπλᾶ μὴ ὄντα θηλυκὰ διὰ τοῦ κ κλίνεται οἷον αἶθυξ αἴθυκοϲ (ὁ εὐκίνητοϲ) παρὰ τὸ αἰθύϲϲω (ἔϲτι δὲ καὶ ὄνομα ἔθνουϲ καὶ κύριον), βαῖβυξ 1. 3 etymologiam vocis ὕϲπληξ refinxi secatus vestigia Herodianea in locis a Lehrsio ad Herod. p. 70 citatis Ep. Hom. 417 et 470, quum Choerob. praeter alteram originationem quam omisi ab ὗϲ et πλήϲϲω hanc ab ὑπό diverse ab Herodiano sic proferat: παρὰ τὴν ὑπό πρόθεϲιν γέγονεν ὑπόπληξ καὶ ϲυγκοπῆϲ γενομένηϲ τῆϲ πο ϲυλλαβῆϲ καὶ πλεοναϲμῷ τοῦ ϲ γέγονεν ὕϲπληξ ὡϲ ὑπότεροϲ ὕϲτεροϲ. l. 36 de αἶθυξ cf. Lehre Herod. p. 346, idem Κῆϋξ suasit pro Ἶυξ. βαίβυκοϲ (βαίβυκεϲ δὲ λέγονται οἱ πελεκᾶνεϲ), δοῖδυξ δοίδυκοϲ (ὁ τριβεύϲ), θρᾶνυξ θράνυκοϲ (ἐπὶ τοῦ θρόνου παρὰ Κορίννῃ), θρῆνυξ θρήνυκοϲ (ἐπὶ τοῦ αὐτοῦ, καὶ ἔϲτιν ἡ χρῆϲιϲ παρ’ Εὐφορίωνι ἐν Πολυχάρει), ἰβυξ ἴβυκοϲ (ἔϲτι δὲ εἶδοϲ ὀρνέου), ἶδυξ ἴδυκοϲ (ἐπὶ τῆϲ ἴκτιδοϲ, ὡϲ Ἀλέξανδροϲ ὁ Μόνδιοϲ), κῆρυξ κήρυκοϲ, Κῆϋξ Κήϋκοϲ (ἔϲτι δὲ ὄνομα κύριον), κῶδυξ κώδυκοϲ (ἐπὶ τοῦ κωδύου), Νᾶρυξ Νάρυκοϲ (ἔϲτι δὲ ὄνομα πόλεωϲ)· τὸ βλῖτυξ βλίτυγοϲ (ϲημαίνει δὲ τὴν βδέλλαν) καὶ τὸ ἦλυξ ἤλυγοϲ (ϲημαίνει δὲ τὴν ϲκιάν) διὰ τοῦ γ κλιθέντα οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ μόνωϲ θηλυκά ἐϲτι καὶ ἐφυλάξατο αὐτὰ ὁ κανών. πρόϲκειται «ἁπλᾶ» διὰ τὸ μῶνυξ μώνυχοϲ ϲύνθετον, καὶ διὰ τοῦ χ κλίνεται· μῶνυξ δέ ἐϲτιν ὁ ἔχων ἕνα ὄνυχα, οἱονεὶ μονόνυξ.

Τὰ εἰϲ υξ διϲύλλαβα ἔχοντα ἐν τῇ τελευταίᾳ ϲυλλαβῇ ἢ β ἢ γ ἢ δ ἢ π διὰ τοῦ κ κλίνεται οἷον Βέβρυξ Βέβρυκοϲ (ἔϲτι δὲ ἔθνοϲ), βόμβυξ βόμβυκοϲ (ἔϲτι δὲ γένοϲ αὐλοῦ, καὶ θηρίδιά τινα καὶ ζῷον ἀφ’ οὗ τὰ βομβύκινα, κατὰ Λάκωναϲ δὲ ϲτάμνον δηλοῖ), ἶβυξ ἴβυκοϲ (ἔϲτι δὲ εἶδοϲ ὀρνέου), Ϲάμβυξ Ϲάμβυκοϲ (κύριον ἔϲτι δὲ καὶ ποταμὸϲ καὶ ἔθνοϲ), δοῖδυξ δοίδυκοϲ, ἶδυξ ἴδυκοϲ, Ἄμπυξ Ἄμπυκοϲ (κύριον ὄνομα καὶ κόϲμοϲ, ἤγουν κεφαλοδέϲμιον, καὶ τροχόϲ).

Τὰ εἰϲ υξ τῷ ε παραληγόμενα ἔχοντα ἐν τῇ ἑξῆϲ ϲυλλαβῇ ἀμετάβολον διὰ τοῦ κ κλίνεται, μὴ πεφυκότα ὀξύνεϲθαι εἰ μὴ μόνον θηλυκὰ ὄντα. ἔϲτω δὲ παραδείγματα τοῦ κανόνοϲ ταῦτα Βέβρυξ Βέβρυκοϲ, Ἕρνξ ’Ἕρυκοϲ (ὁ ἥρωϲ καὶ ἡ πόλιϲ παρὰ τῷ Ἐρατοϲθένει)· πτέρυξ δὲ πτερύγοϲ διὰ τοῦ γ καὶ ὅτι μόνον θηλυκόν ἐϲτι καὶ ὅτι πέφυκεν ὀξύνεϲθαι· οὕτωϲ γὰρ καὶ ἀνεγνώϲθη παρὰ τῷ ποιητῇ ἡ γενικὴ παροξυτόνωϲ, ὡϲ ἀπὸ ὀξυτόνου εὐθείαϲ «πτερύγοϲ λάβεν ἀμφιαχυῖαν» (B 316).

Τὰ εἰϲ υξ διϲύλλαβα ἔχοντα πρὸ τέλουϲ ϲυλλαβὴν εἰϲ α καταλήγουϲαν μὴ ὄντα κατὰ ἀφαίρεϲιν δηλονότι τοῦ α, μὴ λεγόμενα ἀρϲενικῶϲ καὶ θηλυκῶϲ καὶ μὴ πεφυκότα ἔχειν πρὸ τοῦ ξ τὸ γ διὰ τοῦ κ κλίνεται· τὰ γὰρ ἀντιδιαϲτελλόμενα διὰ τοῦ γ κλίνεται. ἔϲτω δὲ παραδείγματα τοῦ κανόνοϲ ταῦτα Ἄδρυξ Ἄδρυκοϲ (πόλιϲ Ϲυρακουϲίων, ἀρϲενικῶϲ λεγομένη, « ἔφυγον εἰϲ τὸν Ἄδρυκα» Φίλιπποϲ ὁ ἱϲτορικόϲ φηϲιν), ἄμβυξ ἄμβυκοϲ, Γάνυξ Γάνυκοϲ (ὁ γανύκτωρ παρὰ τῷ Ἐρατοϲθένει), θρᾶνυξ θράνυκοϲ (ὁ θρόνοϲ παρὰ Κορίννῃ), κάλυξ κάλυκοϲ (θηλυκῶϲ δὲ λέγεται καὶ ϲημαίνει τὸ καλούμενον ῥόδον), Ϲάμβυξ Ϲάμβυκοϲ κύριον. τῶν δὲ ἀντιδιαϲτελλομένων, ἤγουν διὰ τοῦ γ κλιθέντα, παραδείγματα ταῦτα· ψάλυξ ψάλυγοϲ (τινὲϲ δὲ τὰϲ ψυχάϲ ἐδέξαντο ϲημαίνειν τὴν λέξιν, Δίδυμοϲ δέ φηϲιν τοὺϲ ἀϲθενεῖϲ ϲπινθῆραϲ δηλοῦν τὴν λέξιν) ἔϲτι δὲ ἀπὸ τοῦ φεψάλυξ καὶ κατὰ ἀφαίρεϲιν δηλονότι τῆϲ πρώτηϲ ϲυλλαβῆϲ, ἐφυλάξατο δὲ αὐτὸ ὁ κανών. πρόϲκειται «ἔχοντα τὴν πρὸ τέλουϲ εἰϲ τὸ α καταλήγουϲαν» διὰ τὸ ἄντυξ τοῦτο γὰρ οὐκ ἔχει τὴν 1. 7 βαῖτυξ habet Hesych. ut Choerob., sed Salmasius βλῖτυξ scribendum esse monuit. l. 18 cf. p. 314, 4, ubi hi duo canones in brevius contracti sunt. l. 36 ψυχὰϲ ex Βesych. pro τρίχαϲ proposuit Lob. El. I 150. πρὸ τέλουϲ ϲυλλαβὴν εἰϲ α καταλήγουϲαν ἀλλ’ εἰϲ ν (ἄντυξ δέ ἐϲτιν ἡ περιφέρεια τοῦ ἅρματοϲ), τὸ δὲ ἄμπυξ ἄμπυκοϲ διὰ τοῦ κ κλιθὲν καὶ μὴ ἔχον τὴν πρὸ τέλουϲ ϲυλλαβὴν εἰϲ τὸ ᾱ καταλήγουϲαν τοῖϲ προλεχθεῖϲι κανόϲιν ὑποβάλλεται. πρόϲκειται «μὴ λεγόμενα ἀρϲενικῶϲ καὶ θηλυκῶϲ» διὰ τὸ φάρυξ φάρυγοϲ διὰ τοῦ γ κλιθέν· τοῦτο γὰρ ἀρϲενικῶϲ μὲν παρὰ Δωριεῦϲι, θηλυκῶϲ δὲ παρὰ Ἀθηναίοιϲ λέγεται. πρόϲκειται «μὴ ἔχοντα πρὸ τοῦ ξ τὸ γ», ἐπειδὴ ταῦτα διό, τοῦ γ κλίνεται καθόλου οἷον λάρυγξ λάρυγγοϲ, ἀμάρυγξ ἀμάρυγγοϲ (ἐπὶ ἀκτῖνοϲ καὶ λαμπηδόνοϲ καὶ ὄφεωϲ), πῶϋγξ πώϋγγοϲ, ϲτόρθυγξ ϲτόρθυγγοϲ (ϲημαίνει δὲ πᾶν εἰϲ ὀξὺ λῆγον).

Τὰ εἰϲ υξ ὑπὲρ δύο ϲυλλαβὰϲ παραληγόμενα τῷ ᾱ ζδιὰ τοῦ γ κλίνεται οἷον Ἰᾶπυξ Ἰάπυγοϲ (ἔϲτι δὲ ἔθνοϲ), ϲπινθάρυξ ϲπινθάρυγοϲ, ταρβάλυξ ταρβάλυγοϲ (ὁ ταρακτικόϲ), φεψάλυξ φεψάλυγοϲ (ϲημαίνει δὲ τὸν ϲπινθῆρα).

Τὰ εἰϲ υξ ἔχοντα τὸ ο ἐν τῇ παραληγούϲῃ μὴ ἐπιφερομένου τοῦ ν μηδὲ ἔχοντα ἐν τῇ ἐπιφερομένῃ ϲυλλαβῇ τὸ β διὰ τὸ βόμβυξ βόμβυκοϲ καὶ κόμβυξ κόμβυκοϲ, διὰ τοῦ γ κλίνεται· εἰ δὲ ἐπιφέρεται τὸ ν, διὰ τοῦ χ κλίνεται. οἷον κόκκυξ κόκκυγοϲ, Μόρτυξ Μόρτυγοϲ (βαϲιλεὺϲ Κερκυραίων), τὸ ὄρτυξ τινὲϲ δὲ ὄρτυγόϲ φαϲι διὰ τοῦ γ Φιλήμων δὲ διὰ τοῦ κ φηϲὶν ὄρτυκοϲ, ὄρυξ ὄρυγοϲ, πομφόλυξ πομφόλυγοϲ, ϲτόρθυγξ ϲτόρθυγγοϲ (πᾶν εἰϲ ὀξὺ λῆγον) διῶνυξ διώνυχοϲ διὰ τοῦ χ, ϲτόνυξ ϲτόνυχοϲ καὶ ἀκρόνυξ ἀκρόνυχοϲ (τὸ ἄκρον τῆϲ νυκτόϲ) καὶ μεϲόνυξ μεϲόνυχοϲ (εἷϲ τῶν ἑπτὰ πλανήτων παρὰ τοῖϲ Πυθαγορείοιϲ ὀνομάζεται, μέμνηται Ϲτηϲίχοροϲ) ταῦτα δὲ ἔχει τὸ ο ἐπιφερομένου τοῦ ν.

Τὰ εἰϲ υξ θηλυκὰ ὑπὲρ μίαν ϲυλλαβὴν διὰ τοῦ γ κλίνεται, χωρὶϲ εἰ μὴ λόγῳ ἑτέρῳ ἀκολουθεῖ οἷον ἄντυξ ἄντυγοϲ (ἡ περιφέρεια τοῦ ἅρματοϲ), βαῖτυξ βαίτυγοϲ (ϲημαίνει δὲ τὴν βδέλλαν), βλέκυξ βλέκυγοϲ (ἡ φλυαρία), ἦλυξ ἤλυγοϲ (ἡ ϲκιά, λέγεται δὲ καὶ ἠλύγη καὶ ἐπηλυγιϲμόϲ ὁ ἐπιϲκιαϲμόϲ), πομφόλυξ πομφόλυγοϲ, πτέρυξ πτέρυγοϲ, φάρυξ φάρυγοϲ, φεψάλυξ φεψάλυγοϲ, ψάλυξ ψάλυγοϲ, (τὰ δύο δὲ τὸ αὐτὸ ϲημαίνει, φημὶ δὴ τὸν ϲπινθῆρα). τὸ δὲ ἄμπυξ ἄμπυκοϲ καὶ κάλυξ κάλυκοϲ τοῖϲ προλεχθεῖϲι κανόϲι διὰ τοῦ κ κλίνεται.

Τὰ εἰϲ υξ ϲύνθετα τὴν τοῦ ἁπλοῦ φυλάττει κλίϲιν οἷον ἦλυξ ἤλυγοϲ ἐπῆλυξ ἐπήλυγοϲ, πτέρυξ πτέρυγοϲ τανυπτέρυξ τανυπτέρυγοϲ.

Τὰ παρὰ τὸ ὄνυξ καὶ παρὰ τὸ νύξ καὶ τὰ παρὰ τὸ ὀρύϲϲω διὰ τοῦ χ κλίνεται οἷον διῶνυξ διώνυχοϲ, μονῶνυξ μονώνυχοϲ, ἀκρόνυξ ἀκρόνυχοϲ (τὸ ἄκρον τῆϲ νυκτόϲ), εἰνάνυξ εἰνάνυχοϲ (ὁ ἐννέα νυκτῶν), ἔννυξ ἔννυχοϲ, μεϲόνυξ μεϲόνυχοϲ (εἷϲ τῶν πλανήτων), διῶρυξ διώρυχοϲ. τὸ δὲ νύξ διὰ τοῦ χ ἐκλίθη νυχόϲ καὶ κατὰ τροπὴν τοῦ δαϲέοϲ χ εἰϲ τὸ 1. 5 φάρυξ pro φάρυγξ scribendum esse ipse canon docet, cf. Eustath. 40, 2. l. 20 ϲτόρθυγξ non quadrare videtur; fortasse sic scripsit: ϲτόρθυξ ϲτόρθυγοϲ, εἶτα ϲτόρθυγξ ϲτόρθυγγοϲ. l. 39 ex p. 313, 22 addidi, quae de simplicibus νύξ et ὄνυξ dicta sunt. ἀντίϲτοιχον ψιλὸν κ καὶ κατὰ πλεοναϲμὸν τοῦ τ γέγονε νυκτόϲ· ἀπὸ οὖν τοῦ νύξ νυχόϲ γέγονε εἰνάνυξ εἰνάνυχοϲ. τὸ δὲ νύξ διὰ τοῦ χ ἐκλίθη, ἐπειδὴ ἀπὸ τοῦ νύϲϲω νύξω νύξ γέγονεν οἱονεὶ ἡ νύϲϲουϲα ἡμᾶϲ πρὸϲ ὕπνον καὶ λοιπὸν ἐφύλαξε κατὰ τὴν κλίϲιν τὸ ϲύμφωνον τοῦ νένυχα παρακειμένου λέγω δὲ τὸ χ. καὶ τὸ ὄνυξ δὲ ὄνυχοϲ ἔννοιαν ἔχει ϲυνθέϲεωϲ· παρὰ γὰρ τὸ νύϲϲω νύξω γίνεται ἄνυξ τοῦ ᾱ ἐπιτατικοῦ μορίου προϲελθόντοϲ οἱονεὶ ᾧτινι πάνυ νύϲϲεταί τιϲ, καὶ λοιπὸν τροπῇ τοῦ ᾱ εἰϲ τὸ ο ὄνυξ. τοῦτο δὲ ἠκολούθηϲε κατὰ τὴν κλίϲιν κατὰ τὸ ϲτόνυξ ϲτόνυχοϲ.

Τὰ παρὰ τὸ ὀρύϲϲω καὶ τὰ παρὰ τὸ φεύγω καὶ παρὰ τὸ ζεύγω διὰ τοῦ γ καὶ χ κλίνεται οἷον διῶρυξ διώρυχοϲ, τετρῶρυξ τετρώρυχοϲ, πρόφυξ πρόφυγοϲ, πρόϲφυξ πρόϲφυγοϲ, ἄζυξ ἄζυγοϲ (ὁ μόνοϲ), δίζυξ δίζυγοϲ, ὁμόζυξ ὁμόζυγοϲ, ϲύζυξ ϲύζυγοϲ.

Τὰ εἰϲ ωξ ἁπλᾶ διὰ τδῦ κ κλίνεται οἶον πτώξ πτωκόϲ (ϲημαίνει δὲ τὸν λαγωόν), βῶξ βωκόϲ (ἐϲτι δὲ εἶδοϲ ἰχθύοϲ, ὅϲτιϲ ἱϲτορεῖται ἔχων βοήν· γέγονε δὲ τοῦτο παρὰ τὸ βοή βόαξ καὶ κατὰ κρᾶϲιν τοῦ ο καὶ ᾱ εἰϲ ω βῶξ). πρόϲκειται «ἁπλὰ» διὰ τὰ ϲύνθετα οἶον διὰ τὸ κυαμοτρώξ κυαμοτρῶγοϲ, τοῦτο δὲ τοῦ τρώγω τὸ ϲύμφωνον κατὰ τὴν κλίϲιν ἐφύλαξε. τὸ δὲ θηροδίωξ καὶ αἰγοδίωξ ἀπὸ τοῦ διώκω ϲυντεθέντα διὰ τοῦ κ κλίνεται τὸ γὰρ ϲύμφωνον τοῦ διώκω ῥήματοϲ κατὰ τὴν κλίϲιν ἐφύλαξεν. ϲεϲημείωται τὸ ῥώξ ῥωγόϲ, τοῦτο γὰρ διὰ τοῦ γ ἐκλίθη (ῥώξ δέ ἐϲτιν εἶδοϲ φαλαγγίου, ὅ ἐϲτιν εἶδοϲ ϲκορπίου) ἐπὶ γὰρ τῆϲ ϲταφυλῆϲ ῥάξ ῥαγόϲ λέγεται θηλυκῶϲ. εὑρίϲκομεν δὲ καὶ ἐπὶ τῆϲ ϲταφυλῆϲ διὰ τοῦ ω λεγόμενον ῥώξ ῥωγόϲ παρὰ Ἀρχιλόχῳ.

Choer. 306, 11: τὰ εἰϲ διπλοῦν λήγοντα ϲύμφωνον τὴν αὐτὴν ἔχει ὀρθὴν καὶ κλητικὴν οἷον ὁ κόραξ ὦ κόραξ, ὁ Φαίαξ ὦ Φαίαξ, ὁ θώραξ ὦ θώραξ, ὁ τέττιξ ὦ τέττιξ, ὁ πέρδιξ ὦ πέρδιξ, ὁ κύκλωψ ὦ κύκλωψ, ὁ Αἰθίοψ ὦ Αἰθίοψ, ὁ Πέλοψ ὦ Πέλοψ, ὁ Ἄραψ ὦ Ἄραψ, ὁ αἶθοψ ὦ αἶθοψ. δεῖ προϲθεῖναι, χωρὶϲ τοῦ ἄνα, διὰ τὸ ζεῦ ἄνα οἷον Ζεῦ ἄνα, Δωδωναῖε, Πελαϲγικέ, τηλόθι ναίων (Π 233). ἔϲτι γὰρ ἄναξ ἡ εὐθεῖα, καὶ ὅμωϲ ἡ κλητικὴ οὐχ ὁμοφωνεῖ τῇ εὐθείᾳ, ἀλλὰ χωρὶϲ τοῦ ξ ἐϲτίν· καὶ ἔϲτιν εἰπεῖν, ὅτι ὁ ποιητήϲ διὰ τὸ μέτρον ἀπέβαλε τὸ ξ, ἀμέλει ὅτε ὁ ποιητὴϲ ἐδεήθη μακρᾶϲ ϲυλλαβῆϲ διὰ τοῦ ξ εἶπεν αὐτὸ κατὰ τὴν κλητικὴν οἷον Ἀτρείδη κύδιϲτε ἄναξ ἀνδρῶν Ἀγάμεμνον. ἔτι δεῖ προϲθεῖναι, καὶ χωρὶϲ τοῦ ὦ γύναι οἷον μή με, γύναι, χαλεποῖϲιν ὀνείδεϲι θυμὸν ἔνιϲπε (Γ 438). τοῦτο γὰρ ὡϲ ἀπὸ τῆϲ γύναιξ εὐθείαϲ ἐϲτὶ καὶ ὅμωϲ χωρὶϲ τοῦ ξ ἐϲτί, περὶ οὐ ἔϲτιν εἰπεῖν, ὅτι διὰ τοῦτο ἀπέβαλε τὸ ξ κατὰ τὴν κλητικήν, ἐπειδὴ τὰ εἰϲ αιξ λήγοντα ἢ ἀρϲενικοῦ μόνου γένουϲ ἐϲτὶν οἷον Θρᾷξ, 1. 19 adnotationem de θηροδίωξ et αἰγοδίωξ adieci ex p. 314, 33. ἢ ἐὰν ᾖ θηλυκοῦ γένουϲ, πάντωϲ καὶ ἀρϲενικοῦ ἐϲτιν οἶον ὁ Γραίξ καὶ. ἡ Γραίξ, ὁ αἴξ καὶ ἡ αἴξ ὅτι γὰρ λέγεται καὶ δ αἴξ ἀρϲενικῶϲ, ἐδήλωϲεν ὁ ποιητὴϲ εἰπὼν (Δ 105) αὐτίκ᾿  ἐϲύλα τόξον ἐΰξοον ἰξάλου αἰγὸϲ ἀγρίου, ὅν ῥά ποτ᾿  αὐτὸϲ ὑπὸ ϲτέρνοιο τυχήϲαϲ πέτρηϲ ἐκβαίνοντα. ἐπειδὴ οὖν καὶ τὸ γύναιξ οὐκ ἠδύνατο ἀρϲενικοῦ γένουϲ εἶναι, ἡ γὰρ ϲημαϲία κωλύει, τούτου χάριν ἀπέβαλε τὸ ξ κατὰ τὴν κλητικὴν καὶ γέγονε γύναι, ἵνα μὴ εὑρεθῇ εἰϲ αιξ λῆγον καὶ θηλυκοῦ μόνου γένουϲ ὄν διὰ ταύτην γὰρ τὴν αἰτίαν καὶ ὁ γύναιξ εὐθεῖα ἐπιλέλοιπεν. ἐν δὲ τῇ ϲυνθέϲει, ἐπειδὴ γίνεται ἀρϲενικοῦ γένουϲ, ἀναδέχεται τὴν εἰϲ αιξ κατάληξιν οἶον ὡϲ ὢν ἄπαιϲ τε κἀγύναιξ κἀνέϲτιοϲ παρὰ Ϲοφοκλεῖ ἐν Ἀθάμαντι. ὅτι δὲ γύναιξ ὤφειλεν εἶναι ἡ εὐθεῖα δῆλον ἐκ τῆϲ γενικῆϲ τῶν ἑνικῶν καὶ ἐκ τῆϲ δοτικῆϲ τῶν πληθυντικῶν. καὶ ἐκ μὲν τῆϲ γενικῆϲ τῶν ἑνικῶν, ὅτι γυναικόϲ ἐϲτι· πᾶϲα γὰρ γενικὴ διὰ τοῦ κοϲ κλινομένη εἰϲ ξ ἔχει τὴν εὐθεῖαν καταλήγουϲαν οἷον θώρακοϲ θώραξ, κόρακοϲ κόραξ, Φοίνικοϲ Φοῖνιξ, πέρδικοϲ πέρδιξ. εἰ οὖν γυναικόϲ ἐϲτιν ἡ γενικὴ διὰ τοῦ κοϲ, δηλονότι καὶ ἡ εὐθεῖα γύναιξ ἐϲτὶν εἰϲ ξ. ἐκ δὲ τῆϲ δοτικῆϲ τῶν πληθυντικῶν, ὅτι πᾶϲα δοτικὴ πληθυντικῶν εἰϲ ῑ λήγουϲα μετὰ διπλοῦ, ἀποβολῇ τοῦ ῑ τὴν εὐθεῖαν τῶν ἑνικῶν ποιεῖ οἷον Κύκλωψι Κύκλωψ, Πέλοψι Πέλοψ, θώραξι θώραξ, κόραξι κόραξ, τέττιξι τέττιξ. εἰ οὖν γυναιξίν ἡ δοτικὴ τῶν πληθυντικῶν δηλονότι καὶ γύναιξ ἐϲτὶν ἡ εὐθεῖα τῶν ἑνικῶν, ἀλλ᾿  ἐπιλέλοιπε διὰ τὴν προλεχθεῖϲαν αἰτίαν.

Περὶ τῶν εἰϲ ρ.

Choer. 315, 13: τὰ εἰϲ αρ λήγοντα, εἰ μέν ἐϲτι μονοϲύλλαβα, μακρὸν ἔχει τὸ ᾱ καὶ προϲθέϲει τοῦ οϲ ποιεῖ τὴν γενικὴν οἷον ψάρ ψαρόϲ (ἔϲτι δὲ εἶδοϲ ὀρνέου)· τοῦτο δὲ παρὰ τῷ ποιητῇ διὰ τοῦ ᾱ εὑρίϲκεται καὶ διὰ τοῦ η οἷον «κολοιούϲ τε ψῆράϲ τε» (Π 583), καὶ ψαρῶν νέφοϲ ἔρχεται» (P 755), καὶ Κάρ Καρόϲ (ἔϲτι δὲ ἔθνοϲ οἱ Κᾶρεϲ), Μάρ Μαρόϲ (κοὶ τοῦτο δὲ ἔθνοϲ ἐϲτίν), Πάρ Παρόϲ (τόποϲ δέ ἐϲτιν ἐν τῷ περὶ Θυρέᾳ, ἐν ᾧ ἐμαχέϲαντο οἱ Ἀργεῖοι καὶ Λακεδαιμόνιοι). εἰ δέ ἐϲτιν ὑπὲρ μίαν ϲυλλαβήν, μακρὸν μὲν ἔχει οὐκέτι τὸ ᾱ, προϲθέϲει δὲ τοῦ οϲ καὶ αὐτὰ ποιεῖ τὴν γενικὴν οἷον μάκαρ μάκαροϲ, τοῦτο δὲ ἀπὸ τοῦ μακάριοϲ γέγονε κατὰ ἀποκοπήν. Ἄραρ Ἄραροϲ 1. 25 cf. Ep. Cr. I 100, 9 et 102, 14, E. M, 243, 28. l. 36 originationem vocabuli μακάριοϲ (qua a κήρ καρόϲ ἀκάριοϲ et pleonasmo literae μ μακάριοϲ ut ὀχλόϲ μοχλόϲ, ἴα μία propagatur), quamquam Herodianus μ in μοχλόϲ et μία appositum iudicavit (E. Or. 103, 6, Dichr. 290, 25) tamen ei adscribere nolui. Caeterum Lobeckius in El. II 312 de μάκαρ ex μακάριοϲ orto Herodianum idem (Γαλατίαϲ δὲ οὗτοϲ ποταμόϲ). τὸ δὲ Καῖϲαρ βάρβαρόν ἐϲτι· καὶ αὐτὸ δὲ προϲθέϲει τοῦ οϲ ποιεῖ τὴν γενικὴν οἷον Καίϲαροϲ.

Choer. 345, 6: εἰϲ αρ οὐκ ἔχομεν θηλυκὰ εἰ μὴ τὸ δάμαρ, ὅπερ καὶ μετὰ τοῦ ϲ εὑρίϲκεται δάμαρϲ, ἐξ οὖ γίνεται ἡ δάμαρτοϲ γενική.

Choer. 316, 21: τὰ εἰϲ ηρ λήγοντα μονοϲύλλαβα μὲν ὄντα προϲθέϲει τοῦ οϲ ποιεῖ τὴν γενικὴν καὶ φυλάττει τὸ η οἶον θήρ θηρόϲ, φήρ φηρόϲ ὁ κένταυροϲ «φηρϲὶν ὀρεϲκῴοιϲιν» (Α 268), Ϲήρ Ϲηρόϲ (Ϲῆρεϲ δέ εἰϲιν ἔθνοϲ, ὅθεν τὰ ϲηρικὰ ἱμάτια, τὰ πολυτελῆ), καὶ τὸ θηλυκὸν δὲ τὸ κήρ, ὅπερ ϲημαίνει τὴν θανατηφόρον μοῖραν, προϲθέϲει τοῦ οϲ ποιεῖ τὴν γενικὴν ὁμοίωϲ τοῖϲ προλεχθεῖϲιν εἰϲ ηρ μονοϲυλλάβοιϲ οἷον κηρόϲ, ἐξ οὖ τὸ μάρτυροι οὓϲ μὴ κῆῤεϲ ἔβαν θανάτοιο φέρουϲαι (Β 302). τοῦτο δὲ λέγεται καὶ καρὸϲ ἐν ϲυϲτολῇ τοῦ η εἰϲ τὸ ᾱ οἶον τίω δέ μιν ἐν καρὸϲ αἴϲη (Ι 378). ἐπειδὴ γὰρ μόνου θηλυκοῦ γένουϲ εὑρέθη ἐν τοῖϲ εἰϲ ηρ μονοϲυυλλάβοιϲ, τούτου χάριν ἔτρεψε τὸ φωνῆεν τῆϲ εὐθείαϲ ἐν τῇ γενικῇ. οὕτω γὰρ καὶ τὸ φρήν ὡϲ μόνον μόνου θηλυκοῦ γένουϲ εὑρεθὲν ἐν τοῖϲ εἰϲ ην μονοϲυλλάβοιϲ ἔτρεψε τὸ φωνῆεν τῆϲ εὐθείαϲ ἐν τῇ γενικῇ οἷον φρενόϲ, ὡϲαύτωϲ καὶ τὸ χθών ὡϲ μόνου θηλυκοῦ γένουϲ εὑρεθὲν ἐν τοῖϲ εἰϲ ων μονοϲυλλάβοιϲ ἔτρεψε τὸ ω εἰϲ τὸ ὁ ἐν τῇ γενικῇ οἷον χθονόϲ. εἰ δέ τιϲ εἴποι, καὶ διατί τὸ κὴρ οὐκ ἐξηνέχθη διὰ τοῦ ε κατὰ τὴν γενικὴν ὥϲπερ τὸ φρήν φρενόϲ, ἀλλὰ διὰ τοῦ ᾱ οἷον καρόϲ λέγομεν ὅτι οὐκ ἐγένετο κατὰ ἀκόλουθον κλίϲιν ἀλλὰ κατὰ ποιητικὴν ϲυϲτολὴν διὰ τοῦ ᾱ οἷον τίω δέ μιν ἐν καρὸϲ αἴϲῃ. ὅπερ καὶ διὰ τοῦ η εὑρίϲκεται κλινόμενον οἷον μάκαρεϲ (μάρτυροι) οὓϲ μὴ κῆρεϲ ἔβαν θανάτοιο φέρουϲαι.

Choer. 85, 24: τὰ δὲ ὑπὲρ μίαν ϲυλλαβὴν εἰϲ ηρ λήγοντα ὀξύτονα, εἰ μὲν ἔχει τὸ τ, φυλάττει τὸ η ἐν τῇ γενικῇ οἷον λουτήρ λουτῆροϲ, καμπτήρ καμπτῆροϲ, ὀλετήρ ὀλετῆροϲ, ξυϲτήρ ξυϲτῆροϲ, ϲωτήρ atque Apollon. de adverb. 56, 17 sensisse iure perhibere videtur, neque eum amplexum esse eam sententiam, quam Eustath. 1542, 27: τὸ μάκαρ οὐκ ἔϲχεν ἀποκοπὴν ἐκ τοῦ μακάριοϲ· οὐ γὰρ ἂν ἀποκοπὲν ἐκλίνετο. τὰ γὰρ οὕτω παθόντα μένει ἀμετάβατα εἰϲ κλίϲιν τὸ γὰρ δῶ καὶ τὸ κρῖ καὶ ὀ παρὰ τῷ γεωγράφῳ ἧλ οὐκέτι κινεῖται· οὕτω καὶ τὸ νίφα καὶ τὸ ϲκέπα τὸ τοῦ Ἡϲιόδου. οὕκουν ὁ μάκαρ ἀπεκόπη, ἀλλὰ πρωτότυπον αὐτὸ ἐκείνου ἐϲτίν. Nam Herodianus aclisiam apocopatorum (scilicet declinabili exitu praeditorum) non sumpsisse videtur, nam ap. St. B. s. Δωδώνη dicit si Δωδών a Δωδώνη detruncatum in usu esset, Δωδῶνοϲ inde pervenire posse. l. 4 ex duabus sententiis quae de ὀάρων tum ap. Choerob. proponuntur βούλονται δέ τινεϲ καὶ τὸ εὸάρων ἕνεκα ϲφετεράων» (Ι 327) ἀντὶ τοῦ τῶν γυναικῶν ἀπὸ εὐθείαϲ τῆϲ εἰϲ αρ παραλαμβάνειν, ἵνα εὑρεθῇ ἡ εὐθεῖα τῶν ἑνικῶν ὄαρ, καὶ ἐκ τούτου ὄαρεϲ ὀάρων· ἕτεροι δὲ λέγουϲιν ὅτι ἀπὸ τοῦ ὄαροϲ ἐγένετο ὄαροι ἡ εὐθεῖα τῶν πληθυντικῶν, καὶ ἐκ τούτου ἡ γενικὴ τῶν πληθυντικῶν ὀάρων εἰ δέ που, φαϲίν, εὑρεθῇ ὄαρεϲ ή εὐθεῖα τῶν πληθυντικῶν, ἀπὸ τοῦ ὄαροι γέγονεν κατὰ μεταπλαϲμόν, priorem Herodiani esse apparet ex Dichr. 289, 20: τὰ εἰϲ αρ λήγοντα ὑπὲρ μίαν ϲυλλαβὴν ἐπὶ παντὸϲ γένουϲ ϲυϲτέλλει τὸ ᾱ, μάκαρ, δάμαρ, ὄαρ, θέναρ, φρέαρ, ϲτέαρ. 1. 5 cf. p. 81, 1. ϲωτῆροϲ, γενετήρ γενετῆροϲ, ἐλατήρ ἐλατῆροϲ (ἔϲτι δὲ εἶδοϲ πλακοῦντοϲ· ϲημαίνει δὲ καὶ τὸν ἡνίοχον, παρὰ τὸ ἐλαύνειν), χωρὶϲ τοῦ πατήρ πατέροϲ, ἀϲτήρ ἀϲτέροϲ, ταῦτα γὰρ ἔχοντα τὸ τ τρέπει τὸ η εἰϲ ε ἐν τῇ γενικῇ. εἰ δὲ μὴ ἔχει τὸ τ, τρέπει τὸ η εἰϲ τὸ ε ἐν τῇ γενικῇ οἷον αἰθήρ αἰθέροϲ, δαήρ δαέροϲ (ὁ ἀνδράδελφοϲ), ἀνήρ ἀνέροϲ, χωρὶϲ τοῦ ϲπινθήρ ϲπινθῆροϲ καὶ Ἐλευθήρ Ἐλευθῆροϲ (ἔϲτι δὲ ὄνομα κύριον), ταῦτα γὰρ μὴ ἔχοντα τὸ τ ἐφύλαξε τὸ η ἐν τῇ γενικῇ.

Choer. 86, 1: τῶν εἰϲ ηρ βαρυτόνων τὰ μὲν μακρᾷ παραληγόμενα τρέπει τὸ η εἰϲ ε ἐν τῇ γενικῇ οἷον Πίηρ Πίεροϲ, φράτηρ φράτεροϲ (φράτερεϲ δέ εἰϲιν οἱ ϲυγγενεῖϲ). τὰ δὲ βραχείᾳ παραληγόμενα φυλάττει τὸ ἐν τῇ γενικῇ οἷον ἐρίηρ ἐρίηροϲ (ὁ εὐάρμοϲτοϲ), Ἴβηρ Ἴβηροϲ· πάνθηρ πάνθηροϲ τὴν τοῦ ἁπλοῦ κλίϲιν ἐφύλαξε, λέγω δὴ τοῦ θήρ θηρόϲ, ἐπειδὴ τοῦτο ὡϲ μακρᾷ παραληγόμενον ὤφειλε τρέψαι τὸ η εἰϲ τὸ ἑ ἐν τῇ γενικῇ.

Choer. 346, 20: τὰ εἰϲ ηρ λήγοντα θηλυκὰ ὑπὲρ μίαν ϲυλλαβὴν τρέπει τὸ η εἰϲ τὸ ἐν τῇ γενικῇ οἷον εἰνάτηρ εἰνάτεροϲ «καὶ εἰνατέρων ἐϋπέπλων» (Ζ 378) (ϲημαίνει δὲ τὴν ϲύννυμφον), Δημήτηρ Δημήτεροϲ, καὶ κατὰ ϲυγκοπὴν γίνεται Δήμητροϲ, θυγάτηρ θυγατέροϲ, καὶ μήτηρ μητέροϲ, ὅπερ κατὰ ϲυγκοπὴν θυγατρόϲ καὶ μητρόϲ. τὸ δὲ ῥαιϲτήρ, ϲωτήρ, ἀήρ καὶ ὅϲα τοιαῦτα ἀρϲενικὰ ὄντα πολλάκιϲ οἱ ποίηταὶ μεταφέρουϲιν εἰϲ θηλυκὸν γένοϲ οἷον τὸν ῥαιϲτῆρα, τὴν ῥαιϲτῆρα οἷον ῥαιϲτῆρα κραταιήν» (Ϲ 477) (ἀντὶ τοῦ ϲφῦραν, καὶ ἔϲτι παρὰ τὸ ῥαίω τὸ φθείρω), τὸν ἀέρα τὴν ἀέρα, τὸν ϲωτῆρα τὴν ϲωτῆρα, οὐκ ἀντίκειται ἡμῖν οὔτε κατὰ τόνον, οὔτε κατὰ κλίϲιν, ἐπειδὴ κατὰ ποιητικὴν ἐξουϲίαν ἀπὸ ἀρϲενικοῦ γένουϲ μετηνέχθη εἰϲ θηλυκὸν γένοϲ, καὶ λοιπὸν τὴν κλίϲιν καὶ τὸν τόνον τοῦ ἀρϲενικοῦ γένουϲ ἐφύλαξεν.

Τὰ εἰϲ υρ ὀνόματα προϲθέϲει τοῦ οϲ ποιεῖ τὴν γενικὴν οἷον ψίθυρ ψίθυροϲ, μάρτυρ μάρτυροϲ. τοῦτο δὲ τὸ μάρτυρ γίνεται ἐκ τοῦ μάρτυϲ κατὰ τὴν Αἰολέων διάλεκτον. ἐκεῖνοι γὰρ τὸ ϲ εἰϲ ρ μεταβάλλουϲι τὸ οὗτοϲ οὗτορ λέγοντεϲ καὶ τὸ ἵπποϲ ἵππορ. οὕτωϲ οὖν καὶ μάρτυϲ μάρτυρ, ἀφ᾿  ἧϲ ἐκπίπτει τὸ πληθυντικὸν οἱ μάρτυρεϲ παρά τε τοῖϲ κωμικοῖϲ καὶ Ἱππώνακτι· οἱ δέ γε μάρτυροι ἀπὸ τῆϲ ὁ μάρτυροϲ εὐθείαϲ οἷον Ζεὺϲ δ᾿  ἄμμ᾿  ἐπιμάρτυροϲ ἔϲτω» (Η 76). τὸ δὲ Ἴλλυρεϲ καὶ Κέρκυρεϲ καὶ Ἄϲϲυρεϲ παῤ Ἐρατοϲθένει οὐ κλίϲεωϲ ἔϲτι, ἀπὸ 1. 7 cf. 317, 14 quo loco quae de etymis vocabulorum πατήρ, ἀϲτὴρ, ϲπινθήρ, Ἐλευθήρ dicta sunt, ex Herodiano fluxisse non videntur, certe eum non, ut ap. Choerob. factum est, Ἐλευθήρ cum ἤλευθα perfecto medii consociasse, sed cum ἐλευθερόϲ, apparet ex St. B. 265, 10, cf. praeterea Choer. Ep. in Psalm. 7, 29. l. 8 cf. p. 320, 11. l. 27 pro iis, quae Choer. p. 86, 9 habet secutus Apollon. de pron. p. 113 (cf. Lob. El. II 290): τὰ εἰϲ υρ πάντα ἀπὸ πεπονθότων ἐϲτίν· ἔϲτι γὰρ τὸ μάρτυρ ἀπὸ τῆϲ μάρτυροϲ εὐθείαϲ γινόμενον κατὰ ϲυγκοπὴν (i. e. ἀποκοπήν) ταύτηϲ δὲ τῆϲ μάρτυροϲ εὐθείαϲ μάρτυροι ἐϲτίν ἡ εὐθεῖα τῶν πληθυντικῶν ὡϲ παρὰ τῷ ποιητῇ (Β 312) «μάρτυροι, οὓϲ μὴ κῆρεϲ ἔβαν θανάτοιο φέρουϲαι» — exhibui quae Herodianea esse testantur E. M. 506, 20, Eustath. 114, 15 coll. 1807, 6, ad Dionys. 492, St. B. 137, 5 s. Ἄϲϲυρ. εὐθείαϲ τῆϲ Ἴλλυρ, Κέρκυρ, Ἄϲϲυρ, ἀλλὰ κατὰ τὴν αὐτὴν πτῶϲιν μεταπέπλαϲται ἐκ τοῦ Ἰλλυρίοι καὶ Κερκυραῖοι καὶ Ἀϲϲύριοι ὡϲ οἱ θεράποντεϲ εὕρηνται θέραπεϲ λεγόμενοι καὶ οἱ πολύποδεϲ πώλυπεϲ.

Choer. 345, 30: τὰ εἰϲ ειρ λήγοντα μονοϲύλλαβα τρία μόνα ἐϲτίν, ἓν μὲν θηλυκὸν τὸ χείρ, δύο δὲ ἀρϲενικά. τὸ Εἴρ (ἔϲτι δὲ ὄνομα ποταμοῦ) καὶ τὸ φθείρ. τὸ γὰρ Φθίρ τὸ κύριον ὄνομα, λέγω δὴ τὸ ἐπὶ τοῦ υἱοῦ τοῦ Ἐνδυμίωνοϲ, διὰ τοῦ ῑ γράφεται. ὑπὲρ μίαν ϲυλλαβὴν εὑρίϲκομεν τὸ ἀντίχειρ καὶ Βέχειρ (ἔϲτι δὲ ἔθνοϲ), καὶ τὸ Ϲάπειρ, ὁμοίωϲ ἔθνοϲ. ταῦτα δὲ πάντα προϲθέϲει τοῦ οϲ ποιεῖ τὴν γενικὴν οἷον ἀντίχειρ ἀντίχειροϲ μετὰ δ’ αὖ — φῦλα Βεχείρων ἐξείηϲ δὲ Ϲάπειρεϲ (Apoll. Rh. 2, 394), φθείρ φθειρόϲ· τοῦτο δὲ ἀρϲενικῶϲ λέγεται, οὐδὲ γὰρ ὡϲ λέγουϲι τινὲϲ τὰϲ φθεῖραϲ θηλυκῶϲ ἐν τῇ ϲυνηθείᾳ, τὸ χείρ διχῶϲ εὑρέθη κλινόμενον οἷον χειρόϲ διὰ τῆϲ εῑ διφθόγγου καὶ χερόϲ χωρὶϲ τοῦ ῑ· καὶ πολλή ἐϲτιν ἡ χρῆϲιϲ τῆϲ χερόϲ γενικῆϲ τῆϲ χωρὶϲ τοῦ ῑ, οὐ μόνον παρὰ ποιηταῖϲ, ἀλλὰ καὶ παρὰ τραγικοῖϲ καὶ παρὰ ἰαμβουράφοιϲ, μὴ οὖϲι μήτε κωμικοῖϲ μήτε τραγικοῖϲ. ἡ δὲ δοτικὴ τῶν πληθυντικῶν χερϲί μόνωϲ χωρὶϲ τοῦ ῑ λέγεται, καὶ οὐδέποτε διὰ τῆϲ εῑ διφθόγγου. ἡ δὲ γενικὴ καὶ δοτικὴ τῶν δυικῶν τοῖν χεροῖν λέγεται ὡϲ ἐπὶ τὸ πλεῖϲτον χωρὶϲ τοῦ ῑ, ϲπανίωϲ δὲ διὰ τῆϲ εῑ διφθόγγου χειροῖν. ποτὲ δὲ καὶ τὸ χείρ κλίνεται μετατεθείϲηϲ τῆϲ εῑ διφθόγγου εἰϲ η, ᾧ μαρτυρεῖ Ἀλκμὰν ἐν τῷ «ἐπ᾿ ἀριϲτερὰ χηρὸϲ ἔχων».

Τὰ εἰϲ ωρ μονοϲύλλαβα φυλάττει τὸ ω ἐν τῇ γενικῇ οἶον φώρ φωρόϲ. εἰϲ ωβ θηλυκὸν οὐκ ἔχομεν πλὴν τοῦ ὦρ, ἀφ᾿  οὖ τὸ «ἀμυνέμεναι ὤρεϲϲιν» (Ε 486). ἀπὸ γὰρ τοῦ ὄαρ ἐγένετο κατὰ κρᾶϲιν τοῦ ο καὶ ᾱ εἰϲ ω ὦρ ὥϲπερ κρείττονα κρείττω.

Choer. 87, 4: τὰ εἰϲ ωρ λήγοντα ὑπὲρ μίαν ϲυλλαβὴν εἰ μὲν ὀξύνεται, τὸ φυλάττει ἐπὶ τῆϲ γενικῆϲ οἷον ἰχώρ ἰχῶροϲ (τὸ ϲεϲηπὸϲ αἷμα) τὰ δὲ βαρύτονα εἰ μὲν ἔχει τὸ λ, φυλάττει τὸ ω ἐν τῇ γενικῇ οἷον κέλωρ κέλωροϲ (ϲημαίνει δὲ τὸν υἱὸν παρὰ τὸ κελεύεϲθαι), πέλωρ πέλωροϲ (ὁ μέγαϲ, ἐξ οὖ καὶ τὸ πελώριοϲ ὁ μέγαϲ ὁμοίωϲ)· εἰ δὲ μὴ ἔχει τὸ λ, τρέπει τὸ ω εἰϲ τὸ ο ἐν τῇ γενικῇ οἷον Νέϲτωρ Νέϲτοροϲ, Ἕκτωρ Ἕκτοροϲ, οἰκήτωρ οἰκήτοροϲ, παντοκράτωρ παντοκράτοροϲ καὶ τὰ ὅμοια. Δεῖ προϲθεῖναι, χωρὶϲ εἰ μὴ κατὰ ποιητικὴν ἐξουϲίαν φυλάξῃ τὸ ω ἐν τῇ γενικῇ οἷον ὡϲ ἐπὶ τοῦ μήϲτωρ, τοῦτο γὰρ παρὰ τῷ Ὁμήρῳ ἐπὶ μὲν τοῦ κυρίου τρέπει τὸ ω εἰϲ τὸ ο ἐν τῇ γενικῇ οἷον 1. 4 coll. 86, 24, de χηρόϲ genetivo sunt ex Eustath. 110, 38, ubi diserte additum est κατὰ Ἡρωδιανόν (fr. 37), Ep. Cr. I 440, 7. l. 12 n Apollonii versu M. habet Ϲάπφειρεϲ. l. 24 Choer. 347, 17, ubi diserte dicitur Herodianum ὤρεϲιν ab ὦρ duxisse (cf. fr. 33), quum Choer. ex ὄαροι per metaplasmum ὀάρεϲι propagatum et hoc per crasin ὤρεϲιν fictum esse pronunciet. cf. Eustath. 573, 29. l. 28 cf. 320, 30; 348, 10; adnotamentum de vocabuli μήϲτωρ declinatione habent etiam Ep. Cr. I 146, 3. «Μήϲτορά τ᾿  ἀντίθεον» (Ω 257). ἐπὶ δὲ τοῦ ἐπιθέτου ἀεὶ παρὰ τῷ ποιητῇ φυλάϲϲει τὸ ω ἐν τῇ γενικῇ οἶον «μήϲτωραϲ ἀὕτῆϲ (Ν 93) «μήϲτωρε φόβοιο» (Ε 272), ἀντὶ τοῦ ἐμπείρουϲ καὶ ἐπιϲτήμοναϲ. τοιαῦτα δὲ εὑρίϲκομεν καὶ ἄλλα παρὰ τοῖϲ ἀρχαίοιϲ φυλάττοντα τὸ ω ἐν τῇ γενικῇ οἷον ἠλέκτωρ ἠλέκτωροϲ, ταλάωρ ταλάωροϲ (ἠλέκτωρ μὲν γὰρ λέγεται ὁ ἥλιοϲ, ταλάωρ δὲ τόξον), προπάτωρ προπάτωροϲ, ταῦτα δὲ ποιητικά ἐϲτιν, ἐπεὶ ἡμᾶϲ διὰ τοῦ ο δεῖ γράφειν αὐτά.

Choer. 318, 24: τὸ πατὴρ πατέροϲ γίνεται κατὰ ϲυγκοπὴν πατρόϲ ἐν τῇ γενικῇ, καὶ μήτηρ μητέροϲ μητρόϲ, καὶ θυγάτηρ θυγατέροϲ θυγατρόϲ· τὸ δὲ ἀνήρ ἀνέροϲ, γενόμενον κατὰ ϲυγκοπὴν ἀνρόϲ, ἐξ ἀνάγκηϲ ἐπλεόναϲε τὸ δ καὶ ἐγένετο ἀνδρόϲ οὐκ ἠδύνατο γὰρ εἶναι ἀνρόϲ χωρὶϲ τοῦ δ, ἐπειδὴ τὸ ν πρὸ τοῦ ρ οὕτε ἐν ϲυλλήψει δύναται εἶναι οὕτε ἐν διαϲτάϲει.

Τὸ μητέροϲ καὶ θυγατέροϲ οὐκ ἐφύλαξε τὸν τόνον ἐν τῇ αὐτῇ ϲυλλαβῇ, ἐν ᾗ καὶ ἡ εὐθεῖα ἔχει αὐτόν, ἀλλὰ κατεβίβαϲεν αὐτὸν μίαν ϲυλλαβὴν καὶ πρὸ μιᾶϲ ἔχει τὸν τόνον. καὶ λέγομεν ὅτι ἠκολούθηϲε τοῖϲ ἰδίοιϲ ϲυγγενικοῖϲ, φημὶ δὴ τῷ πατέροϲ, ἀνέροϲ, δαέροϲ, ὥϲπερ καὶ ἐκ τοῦ ἐναντίου τὰ ἀρϲενικὰ ἠκολούθηϲε τούτοιϲ κατὰ τὴν ἰδίαν κλητικὴν καὶ γέγονεν ἄνερ πάτερ ϲῶτερ δᾶερ ὥϲπερ μῆτερ καὶ θύγατερ.

Choer. 348, 15: ἄξιόν ἐϲτι ζητῆϲαι, διατί, ὥϲπερ τὸ γαϲτήρ γαϲτέροϲ ϲτέροϲ γίνεται κατὰ ϲυγκοπὴν γαϲτρόϲ, μὴ τὸν αὐτὸν τρόπον καὶ τὸ ἀϲτήρ ἀϲτέροϲ γίνεται κατὰ ϲυγκοπὴν ἀϲτρόϲ; καὶ ἐπιλύονταί τινεϲ λέγοντεϲ ὅτι ἐπειδὴ τὸ ἀϲτήρ ἀρϲενικόν ἐϲτι, τούτου χάριν οὐ πάϲχει ϲυγκοπήν. οὖτοι οὐκ ἀκριβῶϲ λέγουϲι· καὶ γὰρ καὶ ἐπὶ ἀρϲενικῶν ὁρᾶται πολλάκιϲ ἡ τοιαύτη ϲυγκοπὴ κατὰ τὴν γενικήν, ὡϲ ἐπὶ τοῦ πατήρ πατέροϲ πατρόϲ, καὶ ἀνήρ ἀνέροϲ ἀνδρόϲ τοῦ δ μετὰ τὴν ϲυγκοπὴν πλεονάϲαντοϲ. κρεῖττον οὖν ἐϲτιν ἐπιλύϲαϲθαι οὕτωϲ· αἱ ϲυγκοπτόμεναι γενικαὶ μιμεῖϲθαι θέλουϲι τὰϲ ὀξυτόνουϲ εὐθείαϲ οἷον ἡ ἀνδρόϲ γενικὴ μιμεῖται τὴν χονδρόϲ εὐθεῖαν, καὶ πάλιν ἡ μητρόϲ καὶ πατρόϲ γενικὴ μιμεῖται τὴν ἰατρόϲ εὐθεῖαν ἐπειδὴ οὖν ἡ ἀϲτέροϲ γενικὴ εἰ ϲυνεκόπτετο καὶ ἐγένετο ἀϲτρόϲ οὐκ εἶχε μιμεῖϲθαι εὐθεῖαν διὰ τοῦ ϲτροϲ ἐκφερομένην ὀξότονον, τὸ γὰρ Ἴϲτροϲ (ἔϲτι δὲ ὄνομα ποταμοῦ) βαρύνεται, τούτου χάριν ὡϲ μὴ ἔχουϲα εὐθεῖαν ἣν ὤφειλε μιμήϲαϲθαι οὐ ϲυγκόπτεται. εἰ δέ τιϲ εἴποι ὅτι τούτῳ τῷ λόγῳ τε ἡ γαϲτέροϲ γενικὴ ὤφειλε ϲυγκοπὴν ἀναδέξαϲθαι καὶ γενέϲθαι γαϲτρόϲ, οὕτε γὰρ αὕτη ἔχει εὐθεῖαν, ἣν ὤφειλε μιμήϲαϲθαι, οὐδὲ γὰρ ἔχομεν, ὡϲ εἴρηται, εὐθεῖαν διὰ τοῦ ϲτροϲ ἐκφερομένην ὀξύτονον, λέγομεν ὅτι ἐπειδὴ τὸ γαϲτήρ κατὰ τὴν εὐθεῖαν παραλόγωϲ ὀξύνθη, τούτου χάριν καὶ κατὰ τὴν γενικὴν παραλόγωϲ ἀνεδέξατο ϲυγκοπήν.

Τὸν ἀνέρα γίνεται κατὰ ϲυγκοπὴν ἄνδρα καὶ θυγατέρα θύγατρα, 1. 8 cf. περὶ ϲυντάξεωϲ τῶν κδ΄ ϲτοιχείων fr. 16 et 17. l. 14 Choer. 346 27. l. 20 cf. 347, 1. l. 40 Ep. Cr. I 346, 7, Choer. 349, 7. Non Herodiani est ea causa, propter quam Ϲhoer. μητέρα et πατέρα non per syncopen μῆτρα ἀλλ’ οὐ τὸν αὐτὸν τρόπον καὶ τὸ μητέρα γίνεται κατὰ ϲυγκοπὴν μῆτρα οὐδὲ τὸ πατέρα ϲυγκέκοπται, τὴν δὲ γενικὴν τῶν πληθυντικῶν ϲυνέκοψεν Ὅμηροϲ «ἐξέτι πατρῶν» (θ 245) ἴϲωϲ μιμούμενοϲ τὴν ἑνικὴν γενικήν.

Choer. 319, 22: ἰϲτέον ὅτι ἐὰν εὑρεθῇ ἕτερον ϲύμφωνον, ἀποβάλλεται ἐν τῇ δοτικῇ τῶν πληθυντικῶν οἷον Πάριδι Πάριϲι, Πλάτωνι Πλάτωϲι, λέοντι λέουϲι· χωρὶϲ εἰ μὴ εὑρεθῇ τὸ ρ, τοῦτο γὰρ φυλάττεται ἐν τῇ δοτικῇ τῶν πληθυντικῶν οἷον Ἕκτορι Ἕκτορϲι, Νέϲτορι Νέϲτορϲι, ἢ εἰϲ δύο ϲύμφωνα λήγει ἡ εὐθεῖα, τότε γὰρ φυλάττεται τὰ δύο ϲύμφωνα καὶ ἐν τῇ δοτικῇ τῶν πληθυντικῶν, ἐπειδὴ ἐπὶ τούτων ἡ δοτικὴ τῶν πληθυντικῶν ἐκ τῆϲ εὐθείαϲ κανονίζεται προϲθέϲει τοῦ ῑ οἷον ἅλϲ ἁλϲί, Τῖρυνϲ Τίρυνϲιν, ἕλμινϲ ἕλμινϲι, μάκαρϲ μάκαρϲι. καὶ ἄξιόν ἐϲτι ζητῆϲαι διὰ ποίαν αἰτίαν, εἰ μὲν εὑρεθῇ ἕτερον ϲύμφωνον, ἀποβάλλει αὐτὸ ἐν τῇ δοτικῇ τῶν πληθυντικῶν οἷον Πάριδι Πάριϲι, Πλάτωνι Πλάτωϲιν, εἰ δὲ εὑρεθῇ τὸ ρ, φυλάττει αὐτὸ καὶ ἐν τῇ δοτικῇ τῶν πληθυντικῶν οἷον Ἕκτορι Ἕκτορϲι, Νέϲτορι Νέϲτορϲι. ἔϲτιν οὖν ταύτην εἰπεῖν τὴν ἀπολογίαν, ὅτι τὸ ρ ἐνομίϲθη φωνῆεν εἶναι. ἐπειδὴ ἡνίκα εὑρεθῇ φωνῆεν ἔχουϲα ἡ δοτικὴ τῶν ἑνικῶν, φυλάττει αὐτὸ καὶ ἐν τῇ δοτικῇ τῶν πληθυντικῶν οἷον ὄφεϊ ὄφεϲι, πόλεϊ πόλεϲι, μάντεϊ μάντεϲι, τούτου χάριν ἡνίκα εὑρεθῇ ἔχουϲα τὸ ρ, φυλάττει αὐτὸ καὶ ἐν τῇ δοτικῇ τῶν πληθυντικῶν οἷον Ἕκτορι Ἕκτορϲι, Νέϲτορι Νέϲτορϲι. Choer. 349, 27: ὡϲ ὄφει ὄφεϲι, τάχεϊ τάχεϲι, Πάριδι Πάριϲι, Πλάτωνι Πλάτωϲιν, Ἕκτορι Ἕκτορϲι, Νέϲτορι Νέϲτορϲιν, οὕτωϲ οὖν καὶ μητέρι μητέρϲι, καὶ διὰ τὴν εὐφωνίαν ὑπερβιβαϲμὸϲ γίνεται τοῦ ρ, καὶ τροπὴ παρακολουθεῖ τοῦ ε εἰϲ ᾱ καὶ γίνεται μητράϲιν, ὥϲπερ πατέρι πατέρϲι καὶ πατράϲι, καὶ θυγατέρι θυγατέρϲι καὶ θυγατράϲι, καὶ ἀνήρ ἀνέρϲι καὶ ἀνδράϲι, τοῦ δ πλεονάϲαντοϲ. δύναται δὲ καὶ ἀπὸ τῆϲ κατὰ ϲυγκοπὴν δοτικῆϲ τῶν ἑνικῶν κανονιϲθῆναι καὶ ἐπὶ τούτων ἡ δοτικὴ τῶν πληθυντικῶν. ἔϲτι γὰρ ἡ κατὰ ϲυγκοπὴν δοτικὴ τῶν ἑνικῶν μητρί καὶ πατρί καὶ θυγατρί καὶ ἀνδρί· καὶ ἐπειδὴ τοῦ ϲ προϲερχομένου ἀϲυνταξία γίνεται, τούτου χάριν πλεοναϲμὸϲ παρακολουθεῖ τοῦ ᾱ καὶ γίνεται μητράϲι καὶ πατράϲι καὶ θυγατράϲι καὶ ἀνδράϲιν ἡ δοτικὴ τῶν πληθυντικῶν.

Περὶ τῶν εἰϲ ψ.

Καθόλου τὰ εἰϲ ψ λήγοντα εἴτε μονοϲύλλαβα εἴτε ὑπὲρ δύο ϲυλλαβὰϲ εἴτε ἁπλᾶ εἴτε ϲύνθετα διὰ τοῦ π κλίνεται οἶον ὤψ ὠπόϲ ὁ ὀφθαλμόϲ καὶ ὄνομα κύριον «Εὐρύκλει᾿  Ὦποϲ θυγάτηρ» (α 429), θήψ θηπόϲ (ϲημαίνει δὲ τὸν κόλακα), κνίψ κνιπόϲ (τὸ δὲ μετὰ τοῦ ϲ ϲκνίψ κλίνεται et πάτρα proferri dicit: ἵνα μὴ ϲυνεμπέϲῃ τῷ μήτρα καὶ πάτρα εὐθείᾳ. Nam Herodianum ad diversitatem temporis attendisse certum est. l, 33 utraque explicatio ab Herodiano profecta esso videtur, quamquam posteriorem ab eo prae latam esse apparet ex Il. Pr. Χ 28 et Io. Al. 11, 27 αἱ πλεονάϲαϲαι τὸ ᾱ κατὰ τὴν παραλήγουϲαν παροξύνονται πατράϲι θυγατράϲι μητράϲι, Arc. 138, 2. 1. 35 Choer. 87, 26 et 322, 5, An. Ox. II 424, 13 quae de formarum κνίψ ϲκνιπόϲ καὶ ϲκνιφόϲ), κύκλωψ κύκλωποϲ, ἑλίκωψ ἑλίκωποϲ ὁ εὐόφθαλμοϲ, λαῖλαψ λαίλαποϲ πλὴν τεϲϲάρων ἐν μονοϲυλλάβοιϲ, λέγω δὴ τοῦ φλέψ φλεβόϲ, φάψ φαβόϲ, Νίψ Νιβόϲ (ὄνομα κρήνηϲ) καὶ λίψ λιβόϲ ὁ ἄνεμοϲ, ἐν δὲ τοῖϲ ὑπὲρ μίαν ϲυλλαβὴν ἁπλῶν μὲν ε΄ Ἄραψ Ἄραβοϲ, Χάλυψ Χάλυβοϲ, Κίνυψ Κίνυφοϲ (ποταμὸϲ Λιβύηϲ), Θάρυψ Θάρυβοϲ (ἔϲτι δὲ ὄνομα κύριον), Ϲκίραψ Ϲκίραφοϲ (ἔϲτι δὲ ὄνομα κύριον παρὰ τοῖϲ κωμικοῖϲ εὑριϲκόμενον), ϲυνθέτων δὲ δύο, τοῦ κατῆλιψ κατήλιφοϲ (ϲημαίνει δὲ τὴν μέϲην ϲτέγην ἀπὸ τοῦ κατειλῆφθαι ὑπὸ τοῦ ξύλου ἤ τινοϲ τοιούτου, ἐφ᾿ ὧν τὰ καταϲτρώματα τίθεται καὶ τὸ ἀπὸ τῆϲ τρόπεωϲ τοῦ ἱϲτοῦ, ᾧ προϲδέδεται ὁ ἱϲτόϲ) καὶ τοῦ χέρνιψ χέρνιβοϲ καὶ τῶν ἀπὸ τῶν εἰϲ βω ῥημάτων οἶον πεδότριψ πεδότριβοϲ (τῶν κατατετριμμένων εἰϲ πέδαϲ, τουτέϲτιν εἰϲ δεϲμούϲ), οἰκότριψ οἰκότριβοϲ (ϲημαίνει δὲ τὸν οἰκογενῆ), χοιρότριψ χοιρότριβοϲ καὶ τὰ ὅμοια.

Choer. 322, 13: ἰϲτέον δὲ ὅτι τὰ μὴ κλιθέντα διὰ τοῦ π τἢν ἀναλογίαν ἐπλήρωϲαν· ὃν γὰρ τρόπον τὰ εἰϲ ξ λήγοντα κλίνεται διὰ δαϲέοϲ ἢ ψιλοῦ ἢ μέϲου, τουτέϲτι διὰ τοῦ γ ἢ κ ἢ χ οἷον ὄρτυξ ὄρτυγοϲ, θώραξ θώρακοϲ, ὄνυξ ὄνυχοϲ, τὸν αὐτὸν τρόπον καὶ τὰ εἰϲ ψ λήγοντα διὰ δαϲέοϲ ἢ ψιλοῦ ἢ μέϲου κλίνεϲθαι θέλει τουτέϲτι διὰ τοῦ β ἢ π ἢ φ οἷον Ἄραψ Ἄραβοϲ, Κύκλωψ Κύκλωποϲ, Κίνυψ Κίνυφοϲ. ταῦτα οὖν τὰ δοκοῦντα εἰϲ ψ παράλογα τὰ τῆϲ ἀναλογίαϲ ἐφύλαξε κλιθέντα διὰ τοῦ β καὶ φ. λοιπὸν γὰρ εὑρίϲκεται τῇ προφάϲει ταύτῃ τὰ εἰϲ ψ λήγοντα κλινόμενα διὰ δαϲέοϲ καὶ ψιλοῦ καὶ μέϲου, τουτέϲτι διὰ τοῦ β ἢ  π ἢ ψ.

Περὶ θηλυκῶν ὀνομάτων.

Περὶ τῶν εἰϲ ᾱ.

Choer. 323, 30: τὰ εἰϲ ᾱ λήγοντα θηλυκά, ἐὰν μὲν ἔχῃ τὸ ᾱ καθαρόν, τουτέϲτι μὴ προηγουμένου ϲυμφώνου, ἢ πρὸ τοῦ ᾱ τὸ ρ, ἢ μακρόν, φυλάττει καὶ ἐν τῇ γενικῇ, φημὶ δὴ τὸ ᾱ, καὶ προϲθέϲει τοῦ ϲ ποιεῖ τὴν γενικήν. ἔϲτω δὲ παραδείγματα τοῦ κανόνοϲ ταῦτα· τὸ ᾱ μὲν καθαρὸν οἷον μαῖα μαίαϲ, γραῖα γραίαϲ, γαῖα γαίαϲ, Μήδεια Μηδείαϲ (τὸ γὰρ Μηδείηϲ ὑπ᾿  ἔρωτι Apoll. Rh. 3, 31 Ἰωνικόν ἐϲτι), Κράτεια Κρατείαϲ, Ἀλεξάνδρεια Ἀλεξανδρείαϲ, Καιϲάρεια Καιϲαρείαϲ, Ἀντιόχεια Ἀντιοχείαϲ. πρὸ τοῦ ᾱ τὸ ρ οἶον ϲφαῖρα ϲφαίραϲ, Δηϊάνειρα Δηϊανείραϲ, εὐπάτειρα εὐπατείραϲ, ϲώτειρα ϲωτείραϲ, γενέτειρα γενετείραϲ, ἄρουρα ἀρούραϲ. τὸ δὲ ᾱ μακρὸν οἶον Ἀθηνᾶ Ἀθηνᾶϲ (μακρὸν γὰρ ἔχει τὸ ᾱ), μνᾶ μνᾶϲ, Ναυϲικᾶ Ναυϲικᾶϲ, Ἀνδρομέδα Ἀνδρομέδαϲ, Λήδα Λήδαϲ (τὸ γὰρ et ϲκνίψ declinatione praebui, sunt ex Ep. Cr. I 391, 6. Quamquam canonem, quem Choeroboscus hic proponit, se Ioanni Characi debere dicit Choerob., tamen non dubitandum est, quin et ipse Charax Herodianum exscripserit. l. 5 et Κίνυψ cod., cf. Cathol. p. 247;  sed vereor ne κῖνυψ scribendum sit, cf. Thesaurum. Λήδην εἶδον τὴν Τυνδαρέου παράκοιτιν λ 297 ἀπὸ τοῦ ἡ Λήδη ἐϲτί), Φιλομήλα Φιλομήλαϲ, Διοτίμα Διοτίμαϲ, Ἥρα Ἥραϲ, φοβερά φοβερᾶϲ. ταῦτα δὲ ὡϲ ἔχοντα τὸ ᾱ καθαρὸν καὶ μετὰ τοῦ ρ καὶ ἐκτεταμένον φυλάττει τὸ ᾱ ἐν τῇ γενικῇ. ἐὰν δὲ μηδὲν ἐκ τούτων τῶν τριῶν ἔχῃ τουτέϲτι μήτε τὸ καθαρὸν ᾱ, μήτε πρὸ τοῦ ᾱ τὸ ρ, μήτε ἐκτεταμένον τὸ ᾱ, τρέπει τὸ ᾱ εἰϲ τὸ η ἐν τῇ γενικῇ μετὰ τοῦ προϲλαμβάνειν δηλονότι τὸ ϲ οἷον μοῦϲα μούϲηϲ, δόξα δόξηϲ, ῥίζα ῥίζηϲ, δίψα δίψηϲ, ἄελλα ἀέλληϲ, θύελλα θύελληϲ, Ϲκύλλα Ϲκύλληϲ, ἅμαξα ἁμάξηϲ, τράπεζα τραπέζηϲ, τύπτουϲα τυπτούϲηϲ, χαρίεϲϲα χαριέϲϲηϲ.

Ἰϲτέον ὅτι τῶν ϲυμφώνων τὰ μὲν τῷ ᾱ χαίρει, τὰ δὲ τῷ η, τὰ δὲ τῷ ᾱ καὶ τῷ η. οἷον τὸ βῆτα τῷ η χαίρει οἷον Θίϲβη, Ἀρίϲβηὡϲαύτωϲ δὲ καὶ τὸ γ οἷον ϲτέγη, αὐγή, κραυγή· καὶ τὸ δ δὲ τῷ η χαίρει οἷον Ἴδη, Νέδη, Ϲίδη, ὅθεν καὶ τὸ Λήδη οἷον καὶ Λήδην εἶδον τὴν Τυνδαρέου παράκοιτιν, ἀναλογώτερόν ἐϲτι τοῦ Λήδα καὶ τὸ Ἀνδρομέδη τοῦ Ἀνδρομέδα. ἀλλὰ λέγομεν ὅτι Λήδη καὶ Ἀνδρομέδη ἦν, καὶ ἔτρεψε Δωρικῶϲ τὸ η εἰϲ ᾱ δηλονότι μακρὸν καὶ ἐγένετο Λήδα καὶ Ἀνδρομέδα. τὸ ζ τῷ ᾱ χαίρει οἷον ῥίζα, μᾶζα, χάλαζα. τὸ ξ ὁμοίωϲ τῷ ᾱ χαίρει οἷον δόξα, μύξα, ἅμαξα· ὡϲαύτωϲ καὶ τὸ ψ οἷον δίψα· καὶ τὸ ϲ δὲ τῷ ᾱ χαίρει οἷον μοῦϲα, φῦϲα, πῖϲα, κνῖϲα, θάλαϲϲα. τὸ δὲ θ τῷ ᾱ χαίρει καὶ τῷ η οἳον μέθη, λήθη, κριθή, μίνθα (τὸ ἡδύοϲμον)· ὡϲαύτωϲ δὲ καὶ τὸ λ τῷ ᾱ χαίρει καὶ τῷ η· ἐὰν μὲν εὑρεθῇ δύο λλ, τῷ ᾱ χαίρει οἳον θύελλα, ἄελλα, ἅμιλλα, Ϲκύλλα, πλὴν τοῦ Ἕλλη καὶ Πέλλη. ἰδοὺ γὰρ ταῦτα δύο λλ ἔχοντα εἰϲ η καταλήγει (ἔϲτι δὲ τὸ μὲν Ἕλλη ὄνομα κύριον γυναικόϲ, τὸ δὲ Πέλλη ὄνομα πόλεωϲ). ἐὰν δὲ εὑρεθῇ ἓν λ μὴ ἔχον προηγούμενον ϲύμφωνον, τῷ η χαίρει οἷον Ἐριφύλη, Ϲεμέλη, πύλη, αὐλή, φυλή, χηλή ὄνυξ, πλὴν τοῦ παῦλα καὶ τοῦ ἀνάπαυλα, ταῦτα γὰρ ἓν λ ἔχοντα διὰ τοῦ ᾱ ἐγένετο, ϲημαίνει δὲ τὴν ἀνάπαυϲιν· τὸ γὰρ Φιλομήλα Δωρικῶϲ ἔτρεψε τὸ η εἰϲ τὸ ᾱ μακρόν, Φιλομήλη γὰρ ἦν. ὁμοίωϲ δὲ καὶ τὰ ἔχοντα τὸ λ ἐν ἐπιπλοκῇ ϲυμφώνου τῷ η χαίρει οἷον ζεύγλη (ϲημαίνει δὲ τὸν λῶρον τὸν ϲυνέχοντα τὸν ζυγὸν πρὸϲ τὸ ζῷον), τρίγλη, κίχλη, ὀμίχλη (τὸ γὰρ ζεῦγλα εὑρεθὲν παρὰ τοῖϲ ἀρχαίοιϲ κατὰ ποιητικὴν ἐξουϲίαν ϲυνέϲτειλε τὸ η εἰϲ ᾱ). περὶ δὲ τοῦ Αὐγούϲτα λέγουϲιν ὅτι ὤφειλεν Αὐγούϲτη εἶναι ἡ εὐθεῖα διὰ τοῦ η, τὸ τ γὰρ τῷ χαίρει οἷον χαίτη, ἐλάτη, Ἀφροδίτη, μελέτη, ἀρετή, τελευτή, καὶ κατὰ 1. 12 Θίϲβη scripsi pro Θίβη, nam nomen Amazonis vulgo Θίβα scribitur et nominativus Θίβη ap. St. B. s. Θιβαΐϲ a Meinekio in suspicionem vocatur; potui etiam scribere Θήβη. Pro Νίδη scripsi ex St. B. Νέδη. Caeterum quae hic Choeroboscus de exitu ᾱ et η profert, congruunt cum exemplis in Catholica ap. Arcad. propositis et quae singillatim de λᾱ et λη tradit, cum Eustath., qui diserte 117, 44 et 1934, 22 Herodianum huic canoni favere narrat. uae de Θέκλα Choeroboscus ex St. B. profert, omisi, quum Θέκλα nomen aevi Byzantii sit. ἄλλον δὲ κανόνα ὤφειλεν Αὐγούϲτη εἶναι, ἐπειδὴ τὰ εἰϲ οϲ ἀρϲενικὰ ποιοῦντα κατὰ ἰδίαν θηλυκά, τουτέϲτι μὴ ὄντα κοινὰ τῷ γένει, διὰ τὸ ὁ φιλόϲοφοϲ καὶ ἡ φιλόϲοφοϲ, ἔχοντα πρὸ τοῦ οϲ ϲύμφωνον μὴ τὸ ρ, εἰϲ η ποιεῖ τὸ θηλυκὸν οἷον ϲοφόϲ ϲοφή, καλόϲ καλή, κάλλιϲτοϲ καλλίϲτη, ἄριϲτοϲ ἀρίϲτη, μέγιϲτοϲ μεγίϲτη, οὕτωϲ οὖν καὶ Αὔγουϲτοϲ Αὐγούϲτη ὤφειλε γενέϲθαι τὸ θηλυκόν, ἀλλ᾿  ἔτρεψε τὸ η εἰϲ ᾱ βραχύ, δηλονότι Ἰταλικῶϲ· τὸ γὰρ ὄνομα Ἰταλικόν. ὅθεν ἀξιοῦϲι τὸ μὲν κύριον ὄνομα τὸ Αὐγούϲτα λέγειν, ὅτι ἐκτείνει τὸ ᾱ, καὶ προϲθέϲει τοῦ ϲ ποιεῖ τὴν γενικὴν οἳον Αὐγούϲταϲ, ὥϲπερ Ἀθηνᾶ Ἀθηνᾶϲ, Διοτίμα Διοτίμαϲ, Φερετίμα Φερετίμαϲ, Δωρικῶϲ δηλονότι τραπέντοϲ τοῦ η εἰϲ ᾱ μακρόν· τὸ δὲ ἐπὶ τῆϲ βαϲιλίδοϲ Ἰταλικόν ἐϲτι, καὶ διὰ τοῦτο τρέπει τὸ ᾱ εἰϲ η ἐν τῇ γενικῇ οἷον Αὐγούϲτηϲ, ὥϲπερ μοῦϲα μούϲηϲ, ἅμαξα ἁμάξηϲ, ὡϲ τοῦ ᾱ ϲυνεϲταλμένου ὄντοϲ.

Περὶ τῶν εἰϲ η.

Choer. 328, 13: τὰ εἰϲ η λήγοντα θηλυκὰ προϲθέϲει τοῦ ϲ ποιεῖ τὴν γενικὴν οἷον καλή καλῆϲ, Ἀφροδίτη Ἀφροδίτηϲ, τιμή τιμῆϲ, μελέτη μελέτηϲ· ὅθεν τὴν γυναικόϲ γενικὴν ἀπὸ τῆς γύναιξ εὐθείαϲ κεκλίϲθαι φαμὲν καὶ οὐκ ἀπὸ τοῦ γυνή, ἐπεὶ τῆϲ γυνῆϲ εἶχεν εἶναι.

Ἄξιον δέ ἐϲτι ζητῆϲαι διατί τὸ γυνή ἄκλιτόν ἐϲτιν, οὐδὲ γὰρ λέγομεν τῆϲ γυνῆϲ. καὶ ἔϲτιν εἰπεῖν ταύτην τὴν ἀπολογίαν, ὅτι τὰ εἰϲ νη λήγοντα διϲύλλαβα τῷ ῡ παραληγόμενα ἐκτεταμένον ἔχει τὸ ῡ οἶον μύνη (ἡ προτροπὴ καὶ ἡ πρόφαϲιϲ), Βύνη (οὕτωϲ ἐκλήθη ὕϲτερον ἡ Ἰνώ), Φρύνη (ὄνομα κύριον)· τὸ δὲ γυνή ϲυϲτέλλει τὸ ῡ, εἰκότωϲ οὖν ὡϲ μονῆρεϲ ἄκλιτον ἔμεινε. ἰϲτέον ὅτι εὑρίϲκεται παρὰ Φερεκράτει ἡ αἰτιατικὴ τὴν γυνήν ὡϲ ἄτοπόν ἐϲτι μητέῤ εἶναι καὶ γυνήν, καὶ ἡ αἱτιατικὴ τῶν πληθυντικῶν τὰϲ γυνάϲ, ἀλλ᾿  ὁρῶ τὰϲ γυνάϲ. τούτων οὕτωϲ ἐχόντων ἄξιόν ἐϲτι ζητῆϲαι, εἰ ἄρα ἐπὶ τῶν ἑτεροκλίτων ἡ αἰτιατικὴ καὶ κλητικὴ τῇ λεγομένῃ εὐθείᾳ ἀκολουθοῦϲι καὶ οὐ τῇ ϲεϲιγημένῃ (ἴδοὺ γὰρ τὸν μέγαν λέγομεν τὴν αἰτιατικὴν καὶ ὦ μέγα τὴν κλητικήν, ὡϲ πρὸϲ τὴν μέγαϲ εὐθεῖαν τὴν λεγομένην καὶ οὐχὶ πρὸϲ τὴν ϲεϲιγημένην τὴν μεγάλοϲ, ἐξ ἧϲ ἡ γενικὴ καὶ ἡ δοτικὴ μεγάλου μεγάλῳ, ἐπεὶ μεγάλον καὶ μεγάλε εἶχον εἶναι ἡ αἰτιατικὴ καὶ κλητική), πῶϲ οὖν ἐνταῦθα ἡ αἰτιατικὴ καὶ ἡ κλητικὴ οὐ λέγονται πρὸϲ τὴν λεγομένην εὐθεῖαν, φημὶ δὴ πρὸϲ τὸ ἡ γυνή, ἐπεὶ τὴν γυνήν καὶ ὦ γυνή εἶχον εἶναι, ἀλλὰ πρὸϲ τὴν γύναιξ εὐθεῖαν ἐκλίθηϲαν, ἐξ ἧϲ καὶ ἡ γυναικόϲ γενική, καὶ ἡ γυναικί δοτική, γυναῖκα γὰρ φαμὲν καὶ ὦ γύναι; ἔϲτιν οὖν εἰπεῖν, ὅτι ἐπὶ τῶν ἄλλων ἑτεροκλίτων προφανῶϲ ἡ γενικὴ καὶ δοτικὴ τὴν ἀκολουθίαν ἔχουϲι πρὸϲ τὴν ϲεϲιγημένην εὐθεῖαν, καὶ τούτου χάριν ἡ αἰτιατικὴ καὶ κλητικὴ οὐκ ἀκολουθοῦϲιν αὐταῖϲ ἀλλὰ ταῖϲ λεγομέναιϲ εὐθείαιϲ· προφανῶϲ γὰρ ἡ μεγάλου γενικὴ καὶ ἡ μεγάλῳ δοτικὴ τὴν ἀκολουθίαν ἔχει πρὸϲ τὴν μεγάλοϲ εὐθεῖαν. ἐνταῦθα δέ, ἐπειδὴ ἡ γενικὴ καὶ ἡ δοτικὴ οὐκ ἔϲχον τὴν ἀκολουθίαν ἀπαραλλάκτωϲ πρὸϲ τὴν ϲεϲιγημένην εὐθεῖαν, ὡϲ γὰρ πρὸϲ τὴν γύναιξ εὐθεῖαν ἡ γενικὴ καὶ ἡ δοτικὴ προπαροξυτόνωϲ ὤφειλον εἶναι γύναικοϲ καὶ γύναικι, τούτου χάριν, ὡϲ μὴ φυλάξαϲαι τὴν ἀκολουθίαν ἀπαραλλάκτωϲ τῆϲ γενικῆϲ καὶ δοτικῆϲ πρὸϲ τὴν ϲεϲιγημένην εὐθεῖαν, οὐκ ἀπέφυγον αὐτὰϲ ἡ αἰτιατικὴ καὶ ἡ κλητικὴ καὶ οὐκ ἠκολούθηϲαν τῇ λεγομένῃ εὐθείᾳ τῇ ἡ γυνή. ἡ γὰρ Δία αἰτιατικὴ διὰ τοῦτο οὐκ ἠκολούθηϲε τῇ λεγομένῃ εὐθείᾳ, φημὶ δὲ τῇ Ζεύϲ, ἐπειδὴ οὐ δύναται ὅλωϲ τὸ Ζεύϲ τὸ κοινολεκτούμενον κλιθῆναι.

Ἄξιον δέ ἐϲτι ζητῆϲαι διὰ τί τὸ ἄγη ἄκλιτόν ἐϲτι (ϲημαίνει δὲ τὴν ἔκπληξιν) καὶ ἔϲτι θηλυκὸν ὄνομα ἄγη μ᾿  ἔχει ὄρχαμε λαῶν (Φ 221), ἀντὶ τοῦ ἔκπληξίϲ με ἔχει. καὶ ἔϲτιν εἰπεῖν ταύτην τὴν ἀπολογίαν· τὰ εἰϲ γη ἰαμβικὰ οὐδέποτε ἀπὸ φωνήεντοϲ ἄρχεται οἷον ϲτέγη, ϲφαγή, ταγή. πρόϲκειται «ἰαμβικὰ» διὰ τὸ ἀγή (ϲημαίνει δὲ τὴν ἀπόκλαϲιν τοῦ κύματοϲ)· τοῦτο γὰρ ἀπὸ φωνήεντοϲ ἄρχεται, ἀλλ᾿  οὐκ ἔϲτιν ἰαμβικὸν ἀλλὰ ϲπονδειακόν, τὸ γὰρ ᾱ μηκυνόμενον ἔχει. ἐπειδὴ οὖν τὸ ἄγη εἰϲ γη ἐϲτὶν ἰαμβικὸν καὶ ἀπὸ φωνήεντοϲ ἄρχεται, εἰκότωϲ ὡϲ μὴ ἔχον τι μιμήϲαϲθαι ἔμεινεν ἄκλιτον.

Περὶ τῶν εἰϲ ω.

Choer. 330, 8: τὰ εἰϲ ω λήγοντα θηλυκὰ πάντα ὀξύνεται οἷον Λητώ, Κλειώ, Καλυψώ, Ϲαπφώ· ἔχει δὲ παραλλαὴν περὶ τὴν κλίϲιν. τὰ μὲν γὰρ ἑνικὰ αὐτῶν ὡϲ ἀπὸ περιττοϲυλλάβου κλίϲεωϲ γίνεται οἷον Λητόοϲ Λητοῦϲ, Λητόι Λητοῖ, Λητόα Λητῶ· τὰ δὲ δυϊκὰ καὶ πληθυντικὰ ὡϲ ἀπὸ ἰϲοϲυλλάβου κλίϲεωϲ οἷον τὰ Λητώ ταῖν Λητοῖν ὦ Λητώ, αἱ Λητοί τῶν Λητῶν ταῖϲ Λητοῖϲ τὰϲ Λητούϲ ὧ Λητοί, ὥϲπερ τὼ καλώ τοῖν καλοῖν ὦ καλώ, οἱ καλοί τῶν καλῶν τοῖϲ καλοῖϲ τοὺϲ καλούϲ ὦ καλοί. ταῦτα δὲ τὰ εἰϲ ω λήγοντα θηλυκὰ εἰϲ ουϲ ἔχει τὴν γενικὴν οἷον Ϲαπφώ Ϲαπφοῦϲ, Κλειώ Κλειοῦϲ, Καλυψώ Καλυψοῦϲ, Λητώ Λητοῦϲ, Ἐρατώ Ἐρατοῦϲ.

Ἄξιον δέ ἐϲτι ζητῆϲαι, διατί τὰ εἰϲ ω λήγοντα θηλυκὰ εἰϲ ουϲ ἔχει τὴν γενικήν. καὶ ἔϲτιν εἰπεῖν ταύτην τὴν ἀπολογίαν, ὅτι ἀντιπεπονθότωϲ ἔχει τὰ εἰϲ ω ῥήματα πρὸϲ τὰ εἰϲ ω θηλυκά. τὰ μὲν εἰϲ ω ῥήματα ἀποϲτρέφεται τὴν ὀξεῖαν τάϲιν οἷον τύπτω, γράφω, ποιῶ, νοῶ, τὰ δὲ εἰϲ ω θηλυκὰ ὀξύνεται οἶον Λητώ, Καλυψώ, Ἐρατώ, Ϲαπφώ. ἐπειδὴ οὖν τὰ εἰϲ ω ῥήματα ἔθοϲ ἔχει πολλάκιϲ διὰ τῆϲ εῑ διφθόγγου ἐκφέρεϲθαι κατὰ τὴν κλίϲιν οἷον τύπτω τύπτειϲ, γράφω γράφειϲ, λέγω λέγειϲ, τούτου οὖν χάριν ἐκ τοῦ ἐναντίου τὰ εἰϲ ω θηλυκὰ διὰ τῆϲ ου 1. 19 extrem pars de ἄγη transiit in An. Ox. II 350, 1. διφθόγγου ἐκφέρεται οἶον Ϲαπφώ Ϲαπφοῦϲ, Κλειώ Κλειοῦϲ, Λητώ Λητοῦϲ. πρόϲκειται ἀνωτέρω «πολλάκιϲ» διὰ τὴν δευτέραν καὶ τρίτην ϲυζυγίαν τῶν περιϲπωμένων.

Ἔτι δὲ ἄξιόν ἐϲτι ζητῆϲαι, τί δήποτε ἡ εἰϲ ουϲ ϲυνῃρημένη γενική, ἡνίκα μὲν ἀπὸ τῶν εἰϲ ηϲ εὑρεθῇ, διὰ τοῦ εοϲ ἔχει τὴν γενικὴν ἐν τῇ ἐντελείᾳ οἶον εὐγενήϲ εὐγενέοϲ εὐγενοῦϲ, Δημοϲθένηϲ Δημοϲθένεοϲ Δημοϲθένουϲ· ἡνίκα δὲ ἀπὸ τῶν εἰϲ ω εὑρεθῇ, διὰ τοῦ οοϲ ἔχει τὴν γενικὴν ἐν τῇ ἐντελείᾳ οἷον Λητώ Λητόοϲ Λητοῦϲ, Καλυψώ Καλυψόοϲ Καλυψοῦϲ. ἔϲτι δὲ εἰπεῖν ταύτην τὴν ἀπολογίαν· τὸ η ϲυϲτελλόμενον εἰϲ τὸ ε ϲυϲτέλλεται οἷον ξηρόν ξερόν «ποτὶ ξερὸν ἠπείροιο» (ε 402), φρήν φρενόϲ, τέρην τέρενοϲ, λιμήν λιμένοϲ, ἄρϲην ἄρϲενοϲ ἐπειδὴ οὖν τὸ η ϲυϲτελλόμενον εἰϲ τὸ ε ϲυϲτέλλεται, εἰκότωϲ οὖν ἡ εἰϲ ουϲ ϲυνῃρημένη γενική, ἡνίκα εὑρεθῇ ἀπὸ τῶν εἰϲ ηϲ, διὰ τοῦ εοϲ ἔχει τὴν ἐντέλειαν. διατί δὲ ὅτε ἐϲτὶν ἀπὸ τῶν εἰϲ ω διὰ τοῦ οοϲ ἔχει τὴν ἐντέλειαν λέγομεν ταύτην τὴν ἀπολογίαν, ὅτι τὸ ω ϲυϲτελλόμενον εἰϲ τὸ ο ϲυϲτέλλεται οἷον Ἕκτωρ Ἕκτοροϲ, Μέντωρ Μέντοροϲ, γείτων γείτονοϲ, ϲώφρων ϲώφρονοϲ. ἐπειδὴ οὖν τὸ ω ϲυϲτελλόμενοϲ εἰϲ τὸ ο ϲυϲτέλλεται, εἰκότωϲ καὶ ἡ εἰϲ ουϲ γενικὴ εὑρεθεῖϲα παρὰ τῶν εἰϲ ω διὰ τοῦ οοϲ ἔχει τὴν ἐντέλειαν.

Choer. 332, 13: ἰϲτέον ὅτι τῇ μὲν διὰ τοῦ οοc γενικῇ κέχρηνται οἱ Ἴωνεϲ οἷον τῆϲ Ϲαπφόοϲ τῆϲ Λητόοϲ, τῇ δὲ εἰϲ ουϲ οἱ Ἀττικοὶ καὶ ἡ κοινὴ διάλεκτοϲ οἷον Ϲαπφοῦϲ Λητοῦϲ.

Ἀπὸ τῆϲ Ϲαπφόϊ δοτικῆϲ γέγονεν ἡ Ϲαπφόα αἰτιατικὴ τροπῇ τοῦ ῑ εἰϲ ᾱ καὶ κατὰ κρᾶϲιν τοῦ ο καὶ ᾱ εἰϲ Ϲαπφώ. ἔϲτι καὶ τὴν Ϲαπφών καὶ τὴν Λητών ἡ αἰτιατικὴ καὶ κατὰ τροπὴν τοῦ ω εἰϲ τὴν οῑ δίφθογγον γίνεται τὴν Ϲαπφοῖν καὶ τὴν Λητοῖν. ἰϲτέον δὲ ὅτι οἱ Αἰολεῖϲ καὶ διὰ τοῦ ων λέγουϲι τὴν αἰτιατικὴν τῶν εἰϲ ω θηλυκῶν καὶ βαρύνουϲιν οἷον τὴν Λήτων, τὴν Ϲάπφων.

1. 22 Choerob. in Hort. Adon. f. 268b, ut comperio ex Ahrens. de dial. Do ric. p. 238, testatur nonnullos Doriensium Ϲαπφόοϲ proferre et cum hac forma comparat Ἀόοϲ Pind. Nem. VI 54 (cf. Lob. El. II 64). Alterius genetivi in ωϲ, quem Romanus ap. Choerob. 331, 24 pro nativo habet, unde correpto ω et ῡ adiecto communis in ουϲ oriatur, mentionem facit Choer. in Hort. Adon. 268b: οἱ Αἰολεῖϲ καὶ Λάκωνεϲ προϲθέϲει τοῦ ϲ ποιοῦϲι τὴν γενικὴν οἶον ἡ Ϲαπφώ τῆϲ Ϲαπφῶϲ, ἡ Λητώ τῆϲ Λητῶϲ καὶ δηλοῦϲιν αἱ χρήϲειϲ οὕτωϲ ἔχουϲαι. ἐκ Ϲάπφωϲ τόδ᾿  ἀμελγόμενοϲ μέλι τοι φέρω (Sapph. fr. 21 Ahrens), μάλα δὴ κεκορημένοϲ Γόργωϲ (Sapph. fr. 73) εὐμορφοτέρα Μναϲιδίκα τᾶϲ ἀπάλαϲ Γυρίννωϲ (fr. 66). Hunc locum debeo Ahrensio de dial. Aeol. p. 118 not. 10; petitus autem videtur ex Herodiano, qui quum ap. Ϲhoerob. paullo infra accusativum Ϲαπφών pro originali habeat, unde Ϲαπφοῖν natus sit, in libro περὶ κλίϲεωϲ de isosyllaba declinatione accuratius exposuisse putandus est. — De dativo cf. fr, 34. l. 23 Choer. 333, 10 cf. fr. 35. Aeolici accusativi mentionem facit Choerob. etiam in Hort. Adon 268 b, quem locum ex Ahrensii dial. Aeol. p. 113 not. cognovi: τὴν αἰτιατικὴν οἱ Αἰολεῖϲ καὶ μόνῃ προϲθέϲει τοῦ ν ἐποίουν τὴν Λήτων ὡϲ καὶ ἡ χρῆϲιϲ δηλοῖ, «Ἥρων ἐξεδίδαξε γυάριον τὴν † ἀνυοδρόμον» (Sapph. fr. 75 Ahrens; Bergk. fr. 71 sic habet Ἥ. ἐξεδίδαξ᾿  ἐκ Γυάρων τὰν τανυϲίδρομον). Ahrensius ibi etiam locum nostrum emendavit.

Choer. 335, 10: ἡ κλητικὴ τῶν εἰϲ ω θηλυκῶν εἰϲ τὴν οῑ δίφθογγον λήγει, τῆϲ χρήϲεωϲ οὕτωϲ ἐχούϲηϲ, ἡ Ϲαπφώ ὦ Ϲαπφοῖ, ἡ Λητώ ὦ Λητοῖ Λητοῖ, ἐγὼ δέ τοι οὔτι μαχέϲομαι (Φ 498). καὶ ἔϲτιν εἰπεῖν, ὅτι εὑρίϲκεται ἐπὶ τούτων ἡ κλητικὴ καὶ ὁμοφώνωϲ τῇ εὐθείᾳ, ὡϲ παρὰ τῷ Ἀπολλωνίῳ (III 1) εἰ δ᾿ ἄγε νῦν, Ἐρατώ, πάρα θ᾿  ἵϲταϲο καί μοι ἔνιϲπε. ὁ μέντοι ποιητὴϲ καὶ οἱ ἄλλοι εἰϲ τὴν οῑ δίφθογγον ποιοῦϲι τὴν κλητικὴν οἷον Λητοῖ, ἐγὼ δέ τοι οὔτι μαχέϲομαι, καὶ Μένανδροϲ «φίλη Πειθοῖ».

Choer. 336, 31: ἄξιόν ἐϲτι ζητῆϲαι. εἰ ἄρα πᾶϲα δοτικὴ ἑνικῶν εἰϲ ῑ ἐκφωνούμενον λήγουϲα τροπῇ τοῦ ῑ εἰϲ ε ποιεῖ τὴν εὐθεῖαν τῶν δυικῶν οἷον Αἴαντι Αἴαντε, Θόαντι Θόαντε, λέβητι λέβητε, διατί ἐπὶ τῶν εἰϲ ω θηλυκῶν οὐ γίνεται ἡ εὐθεῖα τῶν δυϊκῶν ἀπὸ τῆϲ δοτικῆϲ τῶν ἑνικῶν, τροπῇ τοῦ ῑ εἰϲ ε οἷον Λητόϊ Λητόε, Ϲαπφόϊ Ϲαπφόε, ἀλλὰ τὰ Λητώ καὶ τὰ Ϲαπφώ ὁμοφώνωϲ τῇ αἰτιατικῇ τῶν ἑνικῶν καὶ γὰρ ἡ αἰτιατικὴ τῶν ἑνικῶν τὴν Λητώ ἐϲτι καὶ τὴν Ϲαπφώ. καὶ ἔϲτιν εἰπεῖν ταύτην τὴν ἀπολογίαν· κανῶν γάρ ἐϲτιν ὁ λέγων, ὅτι ὅταν ἡ γενικὴ τῶν ἑνικῶν ϲυναιρῆται, τότε καὶ ἡ εὐθεῖα τῶν δυϊκῶν ὁμοίωϲ ϲυναιρεῖται, οἷον Δημοϲθένεοϲ Δημοϲθένουϲ Δημοϲθένεε Δημοϲθένη, τείχεοϲ τείχουϲ τείχεε τείχη, εὐγενέοϲ εὐγενοῦϲ εὐγενέε εὐγενῆ, οὐκ ἀντιϲτρέφοντοϲ τοῦ κανόνοϲ. οὐδὲ γὰρ ἡνίκα μὴ ϲυναιρεῖται ἡ γενικὴ τῶν ἑνικῶν, κωλύεται πάντωϲ ϲυναιρεθῆναι ἡ εὐθεῖα τῶν δυϊκῶν, ἀλλ᾿  ἔϲτιν ὅτε ϲυναιρεῖται, οἷον βαϲιλεὺϲ βαϲιλέωϲ βαϲιλέε βαϲιλῆ, πόλιϲ πόλεωϲ πόλεε πόλη, ὡϲ παῤ Αἰϲχίνῃ τῷ Ϲωκρατικῷ, «τούτω τὼ πόλη»· λέγει δὲ περὶ Ἀθηναίων καὶ Λακεδαιμονίων. εἰ ἄρα οὖν ἐν τοῖϲ εἰϲ ω θηλυκοῖϲ ϲυναιρεῖται ἡ γενικὴ τῶν ἑνικῶν, Λητόοϲ Λητοῦϲ, Ϲαπφόοϲ Ϲαπφοῦϲ καὶ Ἐρατόοϲ Ἐρατοῦϲ, δηλονότι καὶ ἡ εὐθεῖα τῶν δυϊκ ν ἀναγκάζεται ϲυναίρεϲιν ἐπιδέξαϲθαι. ἐὰν οὖν γένηται ἀπὸ τῆϲ δοτικῆϲ τῶν ἑνικῶν ἡ εὐθεῖα τῶν δυϊκῶν τροπῇ τοῦ ῑ εἰϲ ε οἷον Λητόϊ Λητόε καὶ Ϲαπφόι Ϲαπφόε, μέλλει ἐν τῇ ϲυναιρέϲει εἰϲ τὴν ου δίφθογγον καταλήγειν· τὸ γὰρ ο καὶ ε εἰϲ τὴν ου δίφθογγον κιρνᾶται οἷον τὸ ἐμόν τοὐμόν, τὸ ἔργον τοὖργον, προέβη προὔβη. εἰϲ τὴν ου δίφθογγον δὲ καταλήγειν αὐτὴν ἀδύνατόν ἐϲτιν, οὐδέποτε γὰρ εὐθεῖα τῶν δυικῶν εἰϲ τὴν ου δίφθογγον καταλήγει, τὸ γὰρ υ οὐκ ἔϲτι τελικὸν τῆϲ εὐθείαϲ τῶν δυϊκῶν· τούτου οὖν χάριν οὐκ ἐγένετο ἐκ τῆϲ δοτικῆϲ τῶν ἐνικῶν ἡ εὐθεῖα τῶν δυϊκῶν, ἀλλ᾿ ὡμοφώνηϲεν τῇ αἰτιατικῇ τῶν ἑνικῶν τῇ ἐχούϲῃ κατάληξιν ἁρμόζουϲαν τῇ εὐθείᾳ τῶν δυϊκῶν, λήγει γὰρ εἰϲ ω ἡ αἰτιατική τῶν ἑνικῶν, ὅπερ ἐϲτὶ τελικὸν τῆϲ εὐθείαϲ τῶν δυικῶν οἷον τὼ φίλω, τὼ ἀνθρώπω.

I. 7 in Callimachi versu M habet παῤ ἔμ᾿ ἵϲταϲο. l. 11 idem M addit Μένανδροϲ.

Choer. 338, 18: πᾶϲα εὐθεῖα δυϊκῶν εἰϲ ω λήγουϲα εἰϲ τὴν οῑ δίφθογγον ποιεῖ τὴν εὐθεῖαν τῶν πληθυντικῶν, χωρὶϲ τῶν οὐδετέρων οἷον τὼ καλώ οἱ καλοί, τὼ ἀνθρώπω οἱ ἄνθρωποι, οὕτωϲ οὖν καὶ τὰ Ϲαπφώ αἱ Ϲαπφοί.

Περὶ τῶν εἰϲ ν ληγόντων.

Choer. 339, 10: εἰϲ ᾱν θηλυκὸν οὐκ ἔχομεν. εἰϲ εν οὐκ ἔϲτιν οὕτε ἀρϲενικὸν οὔτε θηλυκόν τὸ ἄρϲεν καὶ τέρεν οὐδέτερά ἐϲτιν. ἐπὶ τοῖϲ εἰϲ ην μονοϲυλλάβοιϲ μόνον τὸ φρήν μόνου θηλυκοῦ γένουϲ ἐϲτὶ καὶ τούτου χάριν τρέπει τὸ η εἰϲ τὸ ε ἐν τῇ γενικῇ καὶ γίνεται φρενόϲ. ἐϲτι δὲ καὶ ἄλλο τὸ γλήν, ὅπερ κατὰ ἀποκοπὴν ἐγένετο ἀπὸ τοῦ γλήνη, οὗπερ ἡ κλίϲιϲ οὐχ εὑρίϲκεται· γλήνη δὲ ἡ κόρη, οἷον ὡϲ παρὰ τῷ ποιητῇ «ἔρρε κακὴ γλήνη (Θ 164). διϲύλλαβα δὲ ἔχομεν ταῦτα· ἡ Τροιζήν (ἔϲτι δὲ ὄνομα πόλεωϲ) καὶ ἡ Ϲειρήν, ἅπερ προϲθέϲει τοῦ οϲ ποιεῖ τὴν γενικὴν καὶ φυλάττει τὸ η οἷον Τροιζῆνοϲ, Ϲειρῆνοϲ.

Περὶ τῆϲ κλίϲεωϲ τῶν εἰϲ ῑν καὶ ὅτι δικατάληκτά ἐϲτιν εἴτε ἀρϲενικὰ εἴτε θηλυκά ἐϲτι καὶ ὅτι ἀναλογώτερά ἐϲτι τὰ εἰϲ ῑν παρὰ τοῖϲ νεωτέροιϲ εὑριϲκόμενα τῶν εἰϲ ιϲ, οἷϲ τιϲι κέχρηνται οἱ ἀρχαῖοι, προειρήκαμεν ἐν τοῖϲ ἀρϲενικοῖϲ.

Είϲ ον διὰ τοῦ ο οὐχ εὑρίϲκεται θηλυκά, ἐὰν δὲ ἄρα καὶ εὕρωμεν, ἀπὸ οὐδετέρου γένουϲ ἐϲτὶ μετενεχθέντα, ἅτινα καὶ τόνον καὶ κλίϲιν τοῦ οὐδετέρου φυλάττει, μόνον δὲ τὸ ἄρθρον ἐναλλάττει οἶον ἡ Ἀβρότονον, ἡ Λεόντιον, ἡ Χρυϲίον, ἡ Φάνιον· ἀπὸ γὰρ τοῦ τὸ ἁβρότονον καὶ τὸ λεόντιον καὶ τὸ φάνιον καὶ τὸ χρυϲίον (ἔϲτι δὲ τὸ μὲν τὸ ἁβρότονον ὄνομα βοτάνηϲ, τὸ δὲ ἡ Ἀβρότονον ὄνομα ἑταίραϲ). ταῦτα δὲ οὐκ ἔχει πληθυντικὰ διὰ τὸ ἀχαρακτήριϲτον· οὐδὲ γὰρ ἠδύνατο τὴν κλίϲιν τοῦ οὐδετέρου ἐπιδέξαϲθαι ἐν τοῖϲ πληθυντικοῖϲ, ἐπειδ οὐδέποτε οὕτε ἀρϲενικὰ οὔτε θηλυκὰ εἰϲ ᾱ καταλήγει ἐν τοῖϲ πληθυντικοῖϲ· αὕτη γὰρ ἡ κατάληξιϲ μόνου οὐδετέρου γένουϲ ἐϲτὶν οἷον βήματα, κρέατα.

Τὰ εἰϲ υν θηλυκὰ ϲπάνιά ἐϲτι, προϲθέϲει δὲ τοῦ οϲ ποιεῖ τὴν γενικὴν ὁμοίωϲ τοῖϲ εἰϲ υν ἀρϲενικοῖϲ οἷον Γόρτυν Γόρτυνοϲ (ἔϲτι δὲ ὄνομα πόλεωϲ Κρήτηϲ).

Τὰ εἰϲ ων λήγοντα θηλυκὰ ἢ ὀξύνεται ἡ βαρύνεται οἷον τρυγών, τρήρων, ἀποϲτρέφεται δὲ περιϲπωμένην τάϲιν χωρὶϲ ἑνὸϲ ὀνόματοϲ εὑριϲκομένου καὶ ἐν τῇ ϲυνηθείᾳ λεγομένου καὶ παρὰ τοῖϲ ἀρχαίοιϲ, τὸ ὄνομα τῆϲ πόλεωϲ τῆϲ ἐν Περϲίδι οἷον ἡ Κτηϲιφῶν, τοῦτο δὲ περιϲπᾶται καὶ διὰ τοῦ ντ κλίνεται μετὰ τοῦ φυλάττειν τὸ ω ἐν τῇ γενικῇ οἷον Κτηϲιφῶντοϲ. τοῦτο δὲ καὶ τὴν κλίϲιν καὶ τὸν τόνον τοῦ ἀρϲενικοῦ ἐφύλαξεν. ἔϲτι δὲ ὁ Κτηϲιφῶν τοῦ Κτηϲιφῶντοϲ ὄνομα κύριο ἀρϲενικῶϲ λεγόμενον, ᾧτινι ὁμωνυμεῖ ἡ πόλιϲ.

1. 39 de reliquis in ων femininis cf. supra, ubi de nominibus in ων agitur.

Περὶ τῶν εἰϲ ξ θηλυκῶν.

Choer. 342, 21: καθόλου τὰ εἰϲ ξ λήγοντα θηλυκὰ ὑπὲρ μίαν ϲυλλαβὴν ἁπλᾶ ὑπεϲταλμένων τῶν εἰϲ υξ διὰ τοῦ κ κλίνεται οἷον κλῖμαξ κλίμακοϲ, θρῖδαξ θρίδακοϲ, αὖλαξ αὔλακοϲ, ϲχίδαξ ϲχίδακοϲ (τὸ ἐϲχιϲμένον ξύλον), χάλιξ χάλικοϲ, πῖδαξ πίδακοϲ (ἡ πηγή), πήληξ πήληκοϲ (ϲημαίνει δὲ τὴν περικεφαλαίαν), ἀλώπηξ ἀλώπεκοϲ τοῦτο δὲ παράλογόν ἐϲτιν, ὅτι ἔτρεψε τὸ η εἰϲ τὸ ε ἐν τῇ γενικῇ. τὰ γὰρ εἰϲ διπλοῦν λήγοντα οὐδέποτε τρέπει τὸ φωνῆεν τῆϲ εὐθείαϲ ἐν τῇ κλίϲει οἷον νάρθηξ νάρθηκοϲ, ϲκώληξ ϲκώληκοϲ, Κύκλωψ Κύκλωποϲ, μώλωψ μώλωποϲ. καὶ ἄξιόν ἐϲτι ζητῆϲαι διὰ ποίαν αἰτίαν τὸ ἀλώπηξ ἀλώπεκοϲ τρέπει τὸ η εἰϲ τὸ ε ἐν τῇ γενικῇ. καὶ ἔϲτιν εἰπεῖν τὴν αἰτίαν ταύτην τὰ εἰϲ ηξ θηλυκὰ οὐ φαίνεται παραληγόμενα τῷ ω οἷον πήληξ (ἡ περικεφαλαία), ἀντίπηξ (ἡ κιβωτόϲ), ὕϲπληξ (ἡ ἀφετηρία τοῦ δρόμου)· τὸ γὰρ ϲκώληξ παραληγόμενον τῷ ω οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ οὐκ ἔϲτι θηλυκὸν ἀλλ᾿  ἀρϲενικόν. ἐπειδὴ οὖν τὸ ἀλώπηξ θηλυκὸν παραλήγεται τῷ ω, εἰκότωϲ παραλλάξαν ἐν τῇ εὐθείᾳ κατὰ τὴν παραλήγουϲαν, παρήλλαξε καὶ ἐν τῇ γενικῇ κατὰ τὴν παραλήγουϲαν καὶ ἔτρεψε τὸ η εἰϲ τὸ ε. πρόϲκειται ἐν τῷ κανόνι «ἁπλᾶ» διὰ τὰ ϲύνθετα οἷον διὰ τὸ ἡ καλλίθριξ τῆϲ καλλίτριχοϲ, ἡ ὁμόϲτιξ τῆϲ ὁμόϲτιχοϲ (ἡ ἅμα τινὶ πορευομένη)· ταῦτα δὲ κοινά ἐϲτι τῷ γένει οἷον ὁ καλλίθριξ καὶ ἡ καλλίθριξ, ὁ ὁμόϲτιξ καὶ ἡ ὁμόϲτιξ, ἡ ἀντίπηξ τῆϲ ἀντίπηγοϲ παρὰ τὴν ἀντί πρόθεϲιν καὶ τὸ πήϲϲω, ἡ ὕϲπληξ τῆϲ ὕϲπληγοϲ ἀπὸ τοῦ πλήττειν, ἡ λάταξ λάταγοϲ παρὰ τὸ λᾱ ἐπιτατικὸν μόριον καὶ τὸ ϲτάζω κατ᾿  ἀποβολὴν τοῦ ϲ. πρόϲκειται ὑπὲρ μίαν ϲυλλαβὴν» διὰ τὸ θρίξ τριχόϲ, ϲτίξ ϲτιχόϲ (ϲημαίνει δὲ τὴν τάξιν). πρόϲκειται «χωρὶϲ τῶν εἰϲ υξ», διὰ τὸ ἄντυξ ἄντυγοϲ (ϲημαίνει δὲ τὴν περιφέρειαν). τὸ δὲ μάϲτιξ μάϲτιγοϲ ἔχει ἀντιπαρακείμενον ῥῆμα εἰϲ ζω φημὶ δὲ τὸ μαϲτίζω.

Choer. 344, 13: τὰ εἰϲ ξ λήγοντα εἰ μὲν ἔχει πρὸ τοῦ ξ τὸ γ, διὰ τοῦ γ κλίνεται οἷον Ϲφίγξ Ϲφιγγόϲ, ϲάλπιγξ ϲάλπιγγοϲ· εἰ δὲ ἕτερον ϲύμφωνον ἔχει πρὸ τοῦ ξ, διὰ τοῦ κ κλίνεται οἷον ζόρξ ζορκόϲ (ἔϲτι δὲ εἶδοϲ θηρίου), ϲάρξ ϲαρκόϲ, ὤλξ ὠλκόϲ (ὤλξ δέ ἐϲτιν ἡ αὖλαξ, «τέμνειν ὦλκα βαθεῖαν» ), χωρὶϲ τοῦ λύγξ, ὅπερ πρὸϲ διάφορον ϲημαινόμενον διαφόρωϲ κλίνεται· ἐπὶ μὲν γὰρ τοῦ πάθουϲ διὰ τοῦ γ κλίνεται οἷον λύγξ λυγγόϲ (ἐξ οὗ καὶ τὸ ἐλυγγίαϲεν), ἐπὶ δὲ τοῦ θηρίου διὰ τοῦ κ οἷον λυγκόϲ, ὡϲ παρὰ Καλλιμάχῳ (h. Dian. 88) ὁ δὲ κρέα λυγκὸϲ ἔταμνε. ἰϲτέον δὲ ὅτι τὸ «ἀλκὶ πεποιθώϲ » (Ε 299), ὅπερ τινὲϲ μὲν ὡϲ ἀπὸ τοῦ ἄλξ ἀλκόϲ λέγουϲιν εἶναι, γίνεται κατὰ μεταπλαϲμὸν ἀπὸ τῆϲ ἀλκῇ δοτικῆϲ.

1. 36 in Callimachi vers M habet ἔτεμνε. l. 38 adnotamentum de ἀλκί accomodavi ad Il. Pr. Ε 299, ubi Ascalonita ἀλκί ab ἄλξ flectere dicitur.

Περὶ τῶν εἰϲ ρ

προειρήκαμεν ἐν τοῖϲ ἀρϲενικοῖϲ.

Περὶ τῶν εἰϲ αϲ θηλυκῶν.

Choer. 350, 8: τὰ εἰϲ ᾱϲ λήγοντα θηλυκὰ ὀξύνεται καὶ ϲυνεϲταλμένον ἔχει τὸ ᾱ καὶ διὰ τοῦ δοϲ κλίνεται καὶ τὴν αὐτὴν ἔχει ὀρθὴν καὶ κλητικὴν οἷον Παλλάϲ Παλλάδοϲ ὦ Παλλάϲ, λαμπάϲ λαμπάδοϲ ὦ λαμπάϲ, τριάϲ τριάδοϲ ὦ τριάϲ, τετράϲ τετράδοϲ ὦ τετράϲ, πολυδειράϲ πολυδειράδοϲ ὦ πολυδειράϲ, μονάϲ μονάδοϲ ὦ μονάϲ, δυάϲ δυάδοϲ ὦ δυάϲ, ἰϲχάϲ ἰϲχάδοϲ ὦ ἰϲχάϲ, φυγάϲ φυγάδοϲ ὦ φυγάϲ, δορκάϲ δορκάδοϲ ὦ δορκάϲ, Ἀρκάϲ Ἀρκάδοϲ ὦ Ἀρκάϲ· ταῦτα δέ, φημὶ δὲ τὸ Ἀρκάϲ καὶ φυγάϲ, κοινά ἐϲτι τῷ γένει· ὁ Ἀρκάϲ γὰρ καὶ ἡ Ἀρκάϲ, ὁ φυγάϲ καὶ ἡ φυγάϲ. δεῖ προϲθεῖναι ἐν τῷ κανόνι, χωρὶϲ τῶν ἀπὸ παθητικοῦ παρακειμένου ϲυντεθέντων. ἐκεῖνα γὰρ καὶ μακρὸν ἔχει τὸ ᾱ καὶ διὰ καθαροῦ τοῦ τοϲ κλίνεται οἷον κέκραμαι χαλκοκράϲ χαλκοκρᾶτοϲ (ὁ χαλκῷ κεκραμένοϲ), γαλακτοκράϲ γαλακτοκρᾶτοϲ (ὁ γάλακτι κεκραμένοϲ), νεοκράϲ νεοκρᾶτοϲ (ὁ νεωϲτὶ κεκραμένοϲ). καὶ ταῦτα δὲ τὴν αὐτὴν ἔχει ὀρθὴν καὶ κλητικὴν οἷον ὦ χαλκοκράϲ, ὦ γαλακτοκράϲ, ὦ νεοκράϲ.

Περὶ τῶν εἰϲ τηϲ θηλυκῶν.

Choer. 351, 25: τὰ εἰϲ τηϲ λήγοντα θηλυκὰ μονογενῆ διὰ τοῦ τοϲ κλίνεται οἷον ποτήϲ ποτῆτοϲ «ἐδητύοϲ ἠδὲ ποτῆτοϲ», κοϲμιότηϲ κοϲμιότητοϲ, φιλότηϲ φιλότητοϲ, κακότηϲ κακότητοϲ, λογιότηϲ λογιότητοϲ, ποιότηϲ ποιότητοϲ, ποϲότηϲ ποϲότητοϲ, ταχυτήϲ ταχυτῆτοϲ, βραδυτήϲ βραδυτῆτοϲ. πρόϲκειται «θηλυκὰ» διὰ τὸ θύτηϲ θύτου. ταῦτα γὰρ οὐ κλίνεται διὰ τοῦ τοϲ, ἀλλ᾿  οὐκ ἔϲτι θηλυκὰ ἀλλ᾿  ἀρϲενικά. πρόϲκειται «μονογενῇ» ἵνα μὴ ἀρϲενικῶϲ ἢ θηλυκῶϲ λέγηται διὰ τὸ ἀκρατήϲ τοῦ ἀκρατοῦϲ καὶ ἡ ἀκρατήϲ τῆϲ ἀκρατοῦϲ, ὁ προπετήϲ τοῦ προπετοῦϲ καὶ ἡ προπετήϲ τῆϲ προπετοῦϲ, ὁ πενταετήϲ τοῦ πενταετοῦϲ καὶ ἡ πενταετήϲ τῆϲ πενταετοῦϲ. ταῦτα γὰρ εἰϲ ουϲ ἔχει τὴν γενικήν, ὡϲ ἔχοντα οὐδέτερον εἰϲ εϲ οἷον τὸ ἀκρατέϲ, τὸ πενταετέϲ, τὸ προπετέϲ.

Περὶ τῶν εἰϲ ῑϲ θηλυκῶν.

Choer. 353, 7: τὰ εἰϲ ῑϲ λήγοντα ὀξύτονα ὑπὲρ μίαν ϲυλλαβὴν πάντα διὰ τοῦ δοϲ κλίνεται, εἴτε ἐκτείνει τὸ ῑ ὡϲ τὸ κνημίϲ κνημῖδοϲ, κρηπίϲ κρηπῖδοϲ, ϲφραγίϲ ϲφραγῖδοϲ, εἴτε ϲυϲτέλλει τὸ ῑ ὡϲ τὸ ἀϲπίϲ 1. 1 sic fere Herodianus dicturus fuit, si, ut equidem feci, uno loco omnia de nominibus in ρ, quae ap. Choeroboscum tribus diversis locis fractantur, conplexus est. l. 18 cf. fr. 38 et περὶ ὀνομάτων fr. 16. 1. 33 cf. An. Ox. II 384, 15 et An. Par. III 295, 20. Post ἁψίϲ ἁψίδοϲ omisi ἀϲπίδοϲ, ῥανίϲ ῥανίδοϲ, βολίϲ βολίδοϲ, ἁψίϲ ἁψίδοϲ. πρόϲκειται «ὑπὲρ μίαν ϲυλλαβὴν » διὰ τὸ κίϲ κιόϲ (ϲημαίνει δὲ τὸν ϲκώληκα) καὶ λίϲ λιόϲ (ϲημαίνει δὲ τὸν λέοντα)· ἔχει δὲ μακρὸν τὸ ῑ κατὰ τὴν γενικήν. ταῦτα γὰρ διὰ καθαροῦ τοῦ οϲ κλίνεται καὶ οὐ διὰ τοῦ δοϲ, ἀλλ᾿  οὐκ ἔϲτιν ὑπὲρ μίαν ϲυλλαβήν. τὸ ἀκτίϲ ἀκτῖνοϲ διὰ τοῦ νοϲ κλινόμενον οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ δικατάληκτόν ἐϲτιν, ἀκτίν γὰρ καὶ ἀκτίϲ· καὶ οὐκ ἔϲτι φύϲει εἰϲ ϲ ἀλλ᾿  εἰϲ ν, καὶ τροπὴ παρηκολούθηϲε τοῦ ν εἰϲ τὸ ϲ. ταῦτα τὰ εἰϲ ῑϲ ὀξύτονα εἰϲ ᾱ μόνωϲ ἔχει τὴν αἰτιατικὴν οἷον κρηπῖδα, ἀϲπίδα, ἁψίδα, βολίδα, ῥανίδα. παρὰ δὲ τοῖϲ Αἰολεῦϲι γίνεται εἰϲ ν κατὰ τὴν αἰτιατικὴν μετὰ βαρείαϲ τάϲεωϲ, κνῆμιν γὰρ λέγουϲι καὶ ϲφρᾶγιν καὶ ἄψιν, ὡϲ παῤ Ἡϲιόδῳ (Opp. 426) «τριϲπίθαμον δ᾿ ἄψιν τάμνειν », ἀντὶ τοῦ ἁψίδα.

Τὰ εἰϲ ῑϲ ὀξύτονα οὐ γίνεται παρὰ τοῖϲ Ἴωϲι κατὰ ἀποβολὴν τοῦ δ ἐν τῇ γενικῇ, οὐδὲ γὰρ λέγουϲι κνημῖδοϲ κνημῖοϲ, ἀϲπίδοϲ ἀϲπίοϲ, ὡϲ Πάριδοϲ Πάριοϲ, καὶ Θέτιδοϲ Θέτιοϲ. καὶ ἄξιόν ἐϲτι ζητῆϲαι διὰ ποίαν αἰτίαν ἐπὶ μὲν τῶν εἰϲ ῑϲ βαρυτόνων εἰώθαϲιν οἱ Ἴωνεϲ ἀποβάλλειν τὸ δ ἐν τῇ γενικῇ οἷον Πάριδοϲ Πάριοϲ, Θέτιδοϲ Θέτιοϲ, ἐπὶ δὲ τῶν εἰϲ ῑϲ ὀξυτόνων οὐδέποτε ἀποβάλλουϲι τὸ δ οἱ Ἴωνεϲ κατὰ τὴν γενικήν, οὐδὲ γὰρ λέγουϲι κνημῖοϲ καὶ ἀϲπίοϲ, ἀλλὰ κνημῖδοϲ καὶ ἀϲπίδοϲ. καὶ ἔϲτιν εἰπεῖν ταύτην τὴν ἀπολογίαν· τὰ εἰϲ ῑϲ βαρύτονα πέφυκε διὰ καθαροῦ τοῦ οϲ κλίνεϲθαι οἷον πόλιϲ πόλιοϲ, μάντιϲ μάντιοϲ, ὄφιϲ ὄφιοϲ· καὶ τούτου χάριν ἐπὶ τούτων, φημὶ δὴ ἐπὶ τῶν εἰϲ ῑϲ βαρυτόνων, ἀποβάλλουϲι τὸ δ κατὰ τὴν γενικὴν οἱ Ἴωνεϲ, ἐπειδὴ ἀποβαλλομένου τοῦ δ ἔχουϲί τι μιμήϲαϲθαι, φημὶ δὴ τὰϲ διὰ καθαροῦ τοῦ οϲ ἐκφερομέναϲ γενικάϲ· ἐπὶ δὲ τῶν εἰϲ ῑϲ ὀξυτόνων οὐδέποτε ἀποβάλλουϲι τὸ δ ἐν τῇ γενικῇ οἱ Ἴωνεϲ, ἐπειδὴ ἀποβαλλομένου τοῦ δ οὐκ ἔχουϲί τι μιμήϲαϲθαι, οὐδέποτε γάρ, ὡϲ εἴρηται, τὰ εἰϲ ῑϲ ὀξύτονα, ὑπὲρ μίαν ϲυλλαβὴν δηλονότι, κλίνεται διὰ καθαροῦ τοῦ οϲ οἶον ἀϲπίϲ ἀϲπίδοϲ, ῥανίϲ ῥανίδοϲ, βολίϲ βολίδοϲ. τούτου χάριν ἐπὶ τῶν εἰϲ ῑϲ ὀξυτόνων οὐδέποτε ἀποβάλλουϲι τὸ δ οἱ Ἴωνεϲ κατὰ τὴν γενικήν, ἐπειδὴ ἀποβαλλομένου τοῦ δ οὐκ ἔχουϲί τι μιμήϲαϲθαι· οὕτε γὰρ κλίνεται διὰ καθαροῦ τοῦ οϲ, ἵνα ἀποβαλλομένου τοῦ δ μιμήϲηται τὴν διὰ καθαροῦ τοῦ οϲ κλίϲιν.

Τὰ εἰϲ ῑϲ περιϲπώμενα θηλυκὰ διὰ τοῦ δοϲ κλίνεται, καὶ εἰϲ ν μόνωϲ verba: ϲεϲημειωμένου τοῦ ἀγλίϲ ἀγλῖθοϲ τοῦτο γὰρ οὐ κλίνεται διὰ τοῦ δοϲ, ἀλλὰ διὰ τοῦ θοϲ, ἔχει δὲ μακρὸν τὸ ῑ κατὰ τὴν γενικὴν καὶ ϲημαίνει τὴν κεφαλὴν τοῦ ϲκορόδου. Nam Herodian. ap. Arc. 30, 9 (Cathol. 89, 7) dicit: τὰ εἰϲ λιϲ ἁπλᾶ ἔχοντα ϲύμφωνον κατ᾿  ἐπιπλοκὴν ἢ διπλαϲιαϲμὸν τοῦ λ ὀξύνεται, εἰ μὴ διὰ τοῦ θοϲ κλίνοιτο, cuius generis exemplum profert δέλλιϲ, cum quo ἄγλιϲ, quod in E. M. 11, 4 paroxytonos scriptum est, comparandum videtur. Choeroboscus eam tonosin secutus est, quae saepius in nostris libris reperitur e. g. Nicand. Theriac. 874 ἀγλῖθεϲ. Canon transiit in E. M. 244, 56. l. 1 rectius ἁψίϲ ἁψῖδοϲ flectitur et in priorem classem (τῶν ἐκτεινόντων τὸ ῑ) inseritur. l. 12 cf Herodian. ap. Eustath. 8, 42, Arc. 36, 14, Ahrens de dial. Aeolic. p. 113 not. 3. l. 33 cf. An. Par. III 295, 30. ἔχει τὴν αἰτιατικὴν οἷον Βενδῖϲ Βενδῖδοϲ Βενδῖν, Ἀταγαρτῖϲ Ἀταγαρτῖδοϲ Ἀταγαρτῖν, Μολῖϲ Μολῖδοϲ Μολῖν, Τοτῖϲ Τοτῖδοϲ Τοτῖν (ἔϲτι δὲ ταῦτα ὀνόματα δαιμόνων τιμωμένων παρὰ Θρᾳξίν).

Τῶν εἰϲ ῑϲ βαρυτόνων θηλυκῶν τὰ εἰϲ νιϲ μακρὰν ἔχοντα τὴν παραλήγουϲαν διὰ τοῦ δοϲ κλίνεται οἶον μῆνιϲ μήνιδοϲ, νεᾶνιϲ νεάνιδοϲ (τοῦτο δὲ μακρὸν ἔχει τὸ ᾱ καὶ προπεριϲπᾶται), ὀνῶνιϲ ὀνώνιδοϲ (ὄνομα δὲ τοῦτο ἀκάνθηϲ). πρόϲκειται «μακρὰν ἔχοντα τὴν παραλήγουϲαν » διὰ τὸ κόνιϲ κόνεωϲ καὶ ὕνιϲ ὕνιοϲ καὶ ϲπάνιϲ ϲπάνιοϲ· ταῦτα γὰρ βραχείᾳ παραληγόμενα διὰ καθαροῦ τοῦ οϲ ἔχει τὴν γενικὴν (ὕνιϲ δέ ἐϲτι μέροϲ ἀρότρου). ϲεϲημείωται τὸ ὄρνιϲ ὄρνιθοϲ. ἀλλ᾿  ἔϲτιν εἰπεῖν, ὅτι πρῶτον μὲν τοῦτο οὐκ ἔϲτι θηλυκὸν μόνωϲ, ηὑρέθη γὰρ καὶ ἀρϲενικῶϲ ὁ ὄρνιϲ παρὰ τῷ Ἀριϲτοφάνει (Plut. 63) δέχου τὸν ἄνδρα καὶ τὸν ὄρνιν τοῦ θεοῦ. δεύτερον δὲ ἔϲτιν εἰπεῖν, ὅτι ἔϲτι τινὰ εἰϲ ῑϲ λήγοντα ἔχοντα πρὸ τοῦ ῑ δύο ἀμετάβολα, ἅτινα διὰ τοῦ θοϲ κλίνεται οἷον δέλλιϲ δέλλιθοϲ (ἔϲτι δὲ ζῷον ὅμοιον μελίϲϲῃ), μέρμιϲ μέρμιθοϲ (ϲημαίνει δὲ τὸ λεπτὸν ϲχοινίον)· οὕτωϲ οὖν καὶ ὄρνιϲ ὄρνιθοϲ καὶ ὄρνιθεϲ ἡ εὐθεῖα τῶν πληθυντικῶν, καὶ κατὰ ἀποβολὴν τοῦ θ καὶ κράϲει τοῦ ῑ καὶ ε εἰϲ ῑ μακρὸν ὄρνιϲ, ὥϲπερ μάντιεϲ μάντιϲ· τὸ γὰρ μάντειϲ διὰ τῆϲ εῑ διφθόγγου ἀπὸ τοῦ μάντεέϲ ἐϲτι. ϲεϲημείωται τὸ Τράλλιϲ Τράλλεωϲ (ἔϲτι δὲ ὄνομα πόλεωϲ), ὅτι διὰ δύο ἀμεταβόλων ἐκφερόμενον οὐ κλίνεται διὰ τοῦ θοϲ, ἀλλὰ διὰ καθαροῦ τοῦ οϲ. Τὰ εἰϲ πιϲ θηλυκὰ εἴτε ἁπλᾶ εἴτε ϲύνθετα εἶτε ὀξύτονα εἴτε βαρύτονα διὰ τοῦ δοϲ κλίνεται οἷον κρηπίϲ κρηπῖδοϲ, βοῶπιϲ βοώπιδοϲ, ἑλικῶπιϲ ἑλικώπιδοϲ, τράμπιϲ τράμπιδοϲ, ἔϲτι δὲ βαρβαρικὸν ὅπλον, κάλπιϲ κάλπιδοϲ.

Τὰ εἰϲ ῑϲ βαρύτονα διὰ τοῦ δοϲ κλινόμενα καὶ εἰϲ ν ποιεῖ τὴν αἰτιατικὴν οἷον μῆνιϲ μήνιδοϲ μῆνιν, ἔριϲ ἔριδοϲ ἔριν, τοξότιϲ τοξότιδοϲ τοξότιν, κοϲκινόμαντιϲ κοϲκινομάντιδοϲ κοϲκινόμαντιν, Χρυϲόθεμιϲ Χρυϲοθέμιδοϲ Χρυϲόθεμιν καὶ εἰϲ δᾱ οἷον «Ζεὺϲ δ’ Ἔριδα προΐαλλε» (Λ 3) καὶ «Ἤλιδα δῖαν» (Β 165), τοῦ δὲ μήνιδα χρῆϲιϲ οὐκ ἔϲτιν.

l. 3 cf. Choer. p. 103, 22, An. Paris. 295, 32, Arc. 36, 17. l. 22 cf. Ep. Ϲr. I 283, 12, An. Paris. III 296, 1, ubi ὄνωνιϲ fortasse rectius quam ὄνῶνιϲ scriptum est; huc referendum est etiam ἄγλιϲ ἄγλιθοϲ, si rectum paroxytonos quam oxytonos profertur. In Ep. Cr. I 317, 24 additur ἕλμινϲ ἕλμινθοϲ; de ὄρνιϲ cf. An. Ox. II 398, 3 ubi: τὸ ὄρνιθοϲ τὸ ῑ μακρόν. οὐδέποτε ἡ παραλήγουϲα περιττοϲυλλάβου γενικῆϲ μείζω εὑρίϲκεται χρόνον ἔχουϲα τῆϲ ληγούϲηϲ τῆϲ ἰδίαϲ εὐθείαϲ πλὴν τοῦ ὄρνιϲ ὄρνιθοϲ. l. 23 Ep. Cr. l 31, 12 (E. M. 157, 18) et 98, 28 coll. Aro 33, 6, Choer. 355, 17 — 33. l. 27 canonem constitui secutus Il. Pros. Β 496 Αὐλίδα: ὡϲ ἀπὸ ὀξυτόνου εὐθείαϲ ἡ ἀνάγνωϲιϲ καὶ εἰ μέντοι παρὰ τῷ Εὐφορίωνι «Αῦλίν τ᾿  ἔϲφαγον» αἰτιατικὴ ἀπὸ εὐθείαϲ βαρυνομένηϲ γέγονεν· ἡ γὰρ εἰϲ ν κατάληξιϲ ἀπὸ βαρυτόνων ἐϲτίν, ἡ δὲ εἰϲ δᾱ καὶ βαρυτόνων καὶ ὀξυτόνων, et Choer. 356, 25, ubi quod dicitur quosdam accusativum in ᾱ aut dialecticum aut poeticum habere, ad Herodianum pertinere non videtur.

Περὶ τῶν εἰϲ υϲ θηλυκῶν.

Choer. 357, 18: τὰ εἰϲ υϲ λήγοντα θηλυκὰ εἰ μέν ἐϲτι βαρύτονα, διὰ καθαροῦ τοῦ οϲ κλίνεται οἷον πίτυϲ πίτυοϲ, χέλυϲ χέλυοϲ (ϲημαίνει δὲ τὴν κιθάραν πάμφωνοϲ οὐρεία χέλυϲ, Μένανδροϲ ἐν Λευκαδίᾳ), γένυϲ γένυοϲ, ἀμάμαξυϲ ἀμαμάξυοϲ (ϲημαίνει δὲ ἄμπελον ἀναδενδράδα, τὸ γὰρ παρὰ Ϲαπφοῖ ἀμαμαξύδοϲ παράλογόν ἐϲτι), γῆρυϲ γήρυοϲ (ϲημαίνει δὲ τὴν φωνήν οὐ γὰρ πάντων ἦεν ὁμῶϲ θρόοϲ, οὐδ᾿ ἴα γῆρυϲ Δ 437), ἔγχελυϲ ἐγχέλυοϲ, ὡϲ παρὰ τῷ ποιητῇ (Φ 353) τείροντ᾿  ἐγχέλυέϲ τε καὶ ἰχθύεϲ, τὸ γὰρ παρὰ Ἀριϲτοφάνει (Nub. 559) τὰϲ εἰκοὺϲ τῶν ἐγχέλεων τὰϲ ἐμὰϲ μιμούμενοι, ὡϲ ἀπὸ τοῦ ἡ ἔγχελιϲ τῆϲ ἐγχέλεώϲ ἐϲτιν, ὥϲπερ ἡ πόλιϲ τῆϲ πόλεωϲ καὶ πόλεων. δεῖ προϲθεῖναι ἐν τῷ κανόνι, πλὴν τοῦ κόρυϲ κόρυθοϲ καὶ κῶμυϲ κώμυθοϲ· ταῦτα γὰρ διὰ τοῦ θ ἔχει τὴν γενικὴν (κῶμυϲ δέ ἐϲτιν ὁ δεϲμὸϲ τοῦ χόρτου). καὶ δεῖ γινώϲκειν ὅτι τὸ κόρυϲ κόρυθοϲ ἀεὶ ϲυϲτέλλει τὸ υ ἐν τῇ γενικῇ δαῖέ οἱ ἐκ κόρυθόϲ τε καὶ ἀϲπίδοϲ ἀκάμαντον πῦρ (Ε 4). ἔχει δὲ τὴν αἰτιατικὴν διφορουμένην οἷον κόρυθα καὶ κόρυν. τὸ δὲ κῶμυϲ κώμυθοϲ τῶν διὰ τοῦ θοϲ κλινομένων ἠκολούθηϲε κατὰ τὴν γενικὴν καὶ ἐκτείνει τὴν παραλήγουϲαν τῆϲ γενικῆϲ, τουτέϲτι τὸ υ, ὡϲ παρὰ Θεοκρίτῳ (4, 18) καὶ μαλακοῦ χόρτοιο καλὸν κώμυθα δίδωμι. τοῦτο δὲ τὸ κῶμυϲ εἰϲ ᾱ μόνωϲ ἔχει τὴν αἰτιατικὴν οἷον κώμυθα, οὐκέτι δὲ εἰϲ ν. τούτων οὕτωϲ ἐχόντων, τὸ ἡ νέηλυϲ τῆϲ νεήλυδοϲ διὰ τοῦ δοϲ κλινόμενον οὐκ ἀντίκειται ἡμῖν· ἐπειδὴ οὐκ ἔϲτι μόνωϲ θηλυκὸν ἀλλὰ καὶ ἀρϲενικὸν ὁ νέηλυϲ καὶ ἡ νέηλυϲ, περὶ δὲ θηλυκῶν ἐνταῦθα ὁ λόγοϲ ἐϲτί.

Τὰ εἰϲ υϲ ὀξύτονα θηλυκὰ ἐὰν μὲν ϲυϲτέλλῃ τὸ υ, διὰ τοῦ δοϲ κλίνεται, καὶ εἰϲ ᾱ μόνωϲ ἔχει τὴν αἰτιατικὴν οἷον χλαμύϲ χλαμύδοϲ χλαμύδα, κροκύϲ κροκύδοϲ κροκύδα, πηλαμύϲ πηλαμύδοϲ πηλαμύδα ἐὰν δὲ μακρὸν ἔχῃ τὸ υ, διὰ καθαροῦ τοῦ οϲ κλίνεται εἴτε ὀξύτονα ᾖ εἴτε περιϲπώμενα οἷον ὀιζύϲ ὀϊζύοϲ, έριννύϲ ἐριννύοϲ, πληθύϲ πληθύοϲ, ἰξύϲ ἰξύοϲ (ϲημαίνει δὲ τὴν ῥάχιν), ἰλύϲ ἰλύοϲ, ἐδητύϲ ἐδητύοϲ (ϲημαίνει δὲ τὴν βρῶϲιν) «ἐδητύοϲ ἠδὲ ποτῆτοϲ», νηδύϲ νηδύοϲ — τοῦτο δὲ ποιητικῇ ἀδείᾳ ϲυϲτέλλεται ὡϲ παρὰ Καλλιμάχῳ (h. Dian. 160) «ἔτι οἱ πάρα νηδὺϲ ἐκείνη» καὶ παῤ Εὐριπίδη ἐν Ἀνδρομάχῃ (356) «καὶ νηδὺν ἐξαμβλοῦμεν ὡϲ αὐτὴ λέγει» —, δρῦϲ δρυόϲ (τοῦτο δὲ περιϲπᾶται), 1. 55 pro πάφωνε apud Gaisfordium M habet πάμφωνε, unde scripsimus πάμφωνοϲ; Meinekii coniectura (fr. com. ed. min. p. 927) minus probabilis videtur. l. 16 de voce κῶμυϲ et Theocriti versu cf. nott. ad p. 709. ὀφρῦϲ ὀφρύοϲ, ὀϲφῦϲ ὀϲφύοϲ (ϲημαίνει δὲ καὶ αὐτὸ τὴν ῥάχιν), καὶ ταῦτα δὲ περιϲπᾶται. ϲεϲημείωται τὸ ἀγνύϲϲ ἀγνῦθοϲ· τοῦτο γὰρ ὀξύτονον ὂν καὶ μακρὸν ἔχον τὸ υϲ διὰ τοῦ θοϲ ἐκλίθη καὶ οὐ διὰ καθαροῦ τοῦ οϲ. ἀγνῦθεϲ δὲ λέγονται οἱ λίθοι οἱ περιφερεῖϲ καὶ τετρημένοι οἱ κρεμάμενοι ἐν τοῖϲ μετεωρίοιϲ. ἰϲτέον δὲ ὅτι τὰ διὰ καθαροῦ τοῦ οϲ κλινόμενα εἰϲ ν αὐτὴν μόνωϲ ἔχει τὴν αἰτιατικὴν οἷον πίτυοϲ πίτυν, γένυοϲ γένυν, δρυόϲ δρῦν, ὀϲφύοϲ ὀϲφῦν, ὀφρύοϲ ὀφρῦν. εὑρίϲκομέν τινα ἐν αὐτοῖϲ ϲπανίωϲ διφορούμενα οἷον νηδύοϲ νηδύα, ὀφρύοϲ ὀφρύα, δρυόϲ δρύα.

Περὶ τῶν εἰϲ ωϲ θηλυκῶν.

Choer. 360, 9 (coll. 361, 8): τὰ εἰϲ ωϲ ὀξύτονα θηλυκὰ δύο ταῦτά ἐϲτι, τὸ αἰδῶϲ καὶ ἠώϲ, καὶ εἰϲ ουϲ ἔχει τὴν γενικὴν οἷον αἰδοῦϲ καὶ ἠοῦϲ, καὶ δι᾿  ὅλου κλίνεται ὥϲπερ τὰ εἰϲ ω θηλυκὰ ἐν ἁπάϲαιϲ ταῖϲ πτώϲεϲι· τὸ δὲ δώϲ, ὃ ϲημαίνει τὴν δόϲιν, ὡϲ παῤ Ἡϲιόδῳ (opp. 354) δὼϲ ἀγαθή, ἅρπαξ δὲ κακή, θανάτοιο δοτεῖρα, ὀξύνεται καὶ θηλυκόν ἐϲτιν· ἔϲτι δὲ ἄκλιτον διὰ ταύτην τὴν αἰτίαν. τὰ εἰϲ ωϲ μονοϲύλλαβα θηλυκὰ καὶ περιϲπᾶται καὶ κύριά ἐϲτιν οἷον ἡ Κῶϲ ἡ Γλῶϲ ἡ Κρῶϲ (ἔϲτι δὲ ταῦτα ὀνόματα πόλεων). ἐπειδὴ δὲ τὸ δώϲ θηλυκὸν καὶ μονοϲύλλαβον ὂν οὐκ ἔϲτι κύριον, ἀλλ᾿  οὕτε δὲ περιϲπᾶται, τούτου χάριν ἄκλιτόν ἐϲτιν. ἰϲτέον ὅτι τὸ αἰδὼϲ Φιλητᾶϲ ὁ διδάϲκαλοϲ Θεοκρίτου χωρὶϲ τοῦ ϲ προηνέγκατο εἰπὼν ἀγαθὴ δ᾿ ἐπὶ ἤθεϲιν αἰδώ. ἰϲτέον δὲ ὅτι παῤ Αἰολεῦϲι τὸ ἱδρώϲ θηλυκῶϲ λέγεται καὶ ἀναδέχεται κλίϲιν ἀκόλουθον θηλυκῷ γένει «ἁ δέ μ᾿  ἵδρωϲ κακχέεται» (Sapph. fr. 2 v. 13) ὅμοιον τῷ ἠώϲ. εἶτα γενικὴ « ἴδρωϲ ὀμφόρα ἀντὶ τοῦ ἱδροῦϲ ὡϲ μελάγχρωϲ ἀντὶ τοῦ μελάγχρουϲ καὶ «Μέλαγχροϲ αἴδωϲ ἄξιοϲ» (Alc. 13) ἀντὶ τοῦ αἰδοῦϲ.

Choer. 360, 19: τὰ δὲ βαρύτονα ἀποβολῇ τοῦ ϲ ποιεῖ τὴν γενικὴν ὁμοίωϲ καὶ τὰ περιϲπώμενα καὶ ἐπιδέχεται κλίϲιν ὁμοίαν τοῖϲ εἰϲ ω Ἀττικοῖϲ ἐν ἁπάϲαιϲ ταῖϲ πτώϲεϲιν οἷον ἡ Κῶϲ τῆϲ Κῶ, ἡ Τλῶϲ τῆϲ Τλῶ, ἡ Κρῶϲ τῆϲ Κρῶ (ἔϲτι δὲ ταῦτα ὀνόματα πόλεων), ἡ Κέωϲ τῆϲ Κέω, ἡ Κῶϲ τῆϲ Κῶ (immo Κόωϲ — Κόω), ἡ Τέωϲ τῆϲ Τέω (ἔϲτι δὲ καὶ ταῦτα ὀνόματα πόλεων), ἡ ἅλωϲ τῆϲ ἅλω (τὸ γὰρ ἅλωοϲ πταῖϲμα νεωτερικόν ἐϲτι· ϲημαίνει δὲ τὸ ἁλώνιον, δινομένην περὶ βουϲὶν ἐμὴν ἐφύλαττον ἅλωα παρὰ τῷ Καλλιμάχῳ ἐν τῇ Ἑκάλῃ, ϲημαίνει δὲ καὶ τὸ νεφελοειδὲϲ τὸ περὶ τὸν ἥλιον καὶ τὴν ϲελήνην), ἡ ἕωϲ τῆϲ ἕω (τοῦτο δὲ ϲημαίνει τὴν 1. 9 de quantitate genetivorum in θοϲ cf. Ep. Cr. I 240, 17; pro iis, quae de νηδύϲ habet Choer., posui Arcadii verba p. 92, 10 exemplis ex Choerobosco adiectis, de ἀγνύϲ ἀγνῦθοϲ cf. Ep. Cr. I 164, 31. l. 23 Ep. Cr. I 208, 13 emendat. ab Ahrensio de dial. Aeol. p. 118 not. 11 cf. Ep. Cr. I 209, 33. ἀνατολήν), ἡ γάλωϲ τῆϲ γάλω (τοῦτο δὲ κλίνεται καὶ γάλωτοϲ ὡϲ γέλωϲ γέλωτοϲ).

Περὶ οὐδετέρων ὀνομάτων.

Choer. 362, 18. τὰ οὐδέτερα ἓξ ἔχει τελικά, τρία φωνήεντα ᾱ, ῑ, ῡ, καὶ τρία ϲύμφωνα ν, ρ, ϲ οἷον ἅρμα, μέλι, δόρυ, δένδρον, ἕλωρ, δέπαϲ. τινὲϲ δὲ προϲτιθέαϲι καὶ τὸ ο διὰ τὸ ἄλλο καὶ τηλικοῦτο καὶ τοϲοῦτο, περὶ ὧν ἐϲτιν ἀπολογήϲαϲθαι καὶ εἰπεῖν, ὅτι ἐπειδὴ τὸ ἄλλοϲ καὶ τηλικοῦτοϲ καὶ τοϲοῦτοϲ καὶ τοιοῦτοϲ ἐνομίϲθη ἀντωνυμίαι εἶναι, ἔχομεν ἐν ταῖϲ ἀντωνυμίαιϲ τελικὸν τῶν οὐδετέρων τὸ ο, ὡϲ ἐν τῷ ἐκεῖνο καὶ τοῦτο καὶ αὐτό, τούτου χάριν καὶ τὰ οὐδέτερα τούτων ἐγένετο εἰϲ τὸ ο οἷον ἄλλο, τοϲοῦτο, τηλικοῦτο καὶ τοιοῦτο ἄλλωϲ τε τὸ τηλικοῦτο καὶ τοϲοῦτο καὶ τοιοῦτο οὐ μόνον εἰϲ ο λήγει ἀλλὰ καὶ εἰϲ ν, λέγομεν γὰρ καὶ τηλικοῦτον καὶ τοϲοῦτον καὶ τοιοῦτον. τὸ δὲ ἄλλο ἐν τῇ ϲυνθέϲει μετὰ τοῦ ν γίνεται οἷον ἔξαλλον, ἀλλοπρόϲαλλον, ἄνταλλον, πάραλλον, καὶ τὸ χρεωϲτημένον αὐτῷ ν ἐν τῇ ἁπλότητι ἐν τῇ ϲυνθέϲει ἀναδέχεται. ἔτι δὲ ταῦτα τὰ εἰϲ ο λήγοντα οὐδέτερα ὀλίγα ἐϲτὶ καὶ οὐκ ἔϲτιν ἱκανὰ ἀποτελέϲαι κατάληξιν.

Choer. 363, 19: πᾶν οὐδέτερον ἀπὸ ἀρϲενικοῦ γεγενημένον δηλονότι κατὰ παραϲχηματιϲμὸν τὴν τοῦ ἀρϲενικοῦ κλίϲιν ἐπιδέχεται καὶ ἐν τῇ γενικῇ καὶ ἐν τῇ δοτικῇ οἷον ὁ καλόϲ τοῦ καλοῦ τῷ καλῷ τὸ καλόν τοῦ καλοῦ τῷ καλῷ, ὁ ϲοφόϲ τοῦ ϲοφοῦ τῷ ϲοφῷ τὸ ϲοφόν τοῦ ϲοφοῦ τῷ ϲοφῷ, ὁ μέτριοϲ τοῦ μετρίου τῷ μετρίῳ τὸ μέτριον τοῦ μετρίου τῷ μετρίῳ, ὁ ἀλλότριοϲ τοῦ ἀλλοτρίου τῷ ἀλλοτρίῳ τὸ ἀλλότριον τοῦ ἀλλοτρίου τῷ ἀλλοτρίῳ, ὁ εὕγηρωϲ τοῦ εὔγηρω τῷ εὔγηρῳ τὸ εὔγηρων τοῦ εὔγηρω τῷ εὔγηρῳ, ὁ μέλαϲ τοῦ μέλανοϲ τῷ μέλανι τὸ μέλαν τοῦ μέλανοϲ τῷ μέλανι, ὁ ϲώφρων τοῦ ϲώφρονοϲ τῷ ϲώφρονι τὸ ϲῶφρον τοῦ ϲώφρονοϲ τῷ ϲώφρονι, ὁ τάλαϲ τοῦ τάλανοϲ τῷ τάλανι τὸ τάλαν τοῦ τάλανοϲ τῷ τάλανι, ὁ πᾶϲ τοῦ παντόϲ τῷ παντί τὸ πᾶν τοῦ παντόϲ τῷ παντί, ὁ λιπόπατριϲ τοῦ λιποπάτριδοϲ τῷ λιποπάτριδι τὸ λιπόπατρι τοῦ λιποπάτριδοϲ τῷ λιποπάτριδι, ὁ χαρίειϲ τοῦ χαρίεντοϲ τῷ χαρίεντι τὸ χάριεν τοῦ χαρίεντοϲ τῷ χαρίεντι, ὁ ἄρϲην τοῦ ἄρϲενοϲ τῷ ἄρϲενι τὸ ἄρϲεν τοῦ ἄρϲενοϲ τῷ ἄρϲενι, ὁ ταχύϲ τοῦ ταχέοϲ τῷ ταχέι καὶ ταχεῖ τὸ ταχύ τοῦ ταχέοϲ τῷ ταχέι καὶ ταχεῖ. τὸ οὖν ἄρειον καὶ τὸ πλεῖον εἰ μὲν ἀπὸ τοῦ ὁ ἄρειοϲ τοῦ ἀρείου καὶ ὁ πλεῖοϲ τοῦ πλείου ἀρϲενικοῦ ἐγένετο, δηλονότι τὸ ἄρειον τοῦ ἀρείου καὶ τὸ πλεῖον τοῦ πλείου κλίνεται, εἰ δὲ ἀπὸ τοῦ ὁ ἀρείων τοῦ ἀρείονοϲ καὶ ὁ πλείων τοῦ πλείονοϲ, δηλονότι τὸ ἄρειον τοῦ ἀρείονοϲ καὶ τὸ πλεῖον τοῦ πλείονοϲ. τὸ δὲ ὁ ϲκότοϲ τοῦ ϲκότου 1. 1 de declinatione voc. γάλωϲ quae exhibui, addita sunt ex Herod. περὶ παθῶν in E. M 220, 9. l. 4 Choerob. cf. p. 838 et 839 et Herod. περὶ παθῶν in E. M. 748, 3 et ap. Eustath. 617, 44. καὶ τὸ ϲκότοϲ τοῦ ϲκότουϲ, ὁ ἔλεγχοϲ τοῦ ἐλέγχου καὶ τὸ ἔλεγχοϲ τοῦ ἐλέγχουϲ, ὁ τάριχοϲ τοῦ ταρίχου καὶ τὸ τάριχοϲ τοῦ ταρίχουϲ οὐκ ἔϲτι κατὰ παραϲχηματιϲμὸν ἀλλὰ κατὰ μεταβολὴν ἤγουν ἐναλλαγὴν γένουϲ ὥϲπερ ὁ λύχνοϲ καὶ τὸ λύχνον, ὁ θεμέλιοϲ καὶ τὸ θεμέλιον.

Choer. 365, 12: πᾶν οὐδέτερον ὄνομα παραϲχηματιζόμενον ἀρϲενικῷ, ἐὰν μὲν ἰϲοϲυλλάβωϲ κλίνοιτο, τῇ αἰτιατικῇ τοῦ ἀρϲενικοῦ ὁμοφωνεῖ οἶον ὁ ϲοφόϲ τοῦ ϲοφοῦ τῷ ϲοφῷ τὸν ϲοφόν καὶ τὸ ϲοφόν, ὁ μέτριοϲ τοῦ μετρίου τῷ μετρίῳ τὸν μέτριον καὶ τὸ μέτριον, ὁ εὔγηρωϲ τοῦ εὔγηρω τῷ εὔγηρῳ τὸν εὔγηρων καὶ τὸ εὔγηρων· ἐὰν δὲ περιττοϲυλλάβωϲ κλίνοιτο τῇ κλητικῇ τοῦ ἀρϲενικοῦ ὁμοφωνεῖοἶον ὁ ϲώφρων τοῦ ϲώφρονοϲ ὦ ϲῶφρον καὶ τὸ ϲῶφρον, ὁ ἄρϲην τοῦ ἄρϲενοϲ ὦ ἄρϲεν καὶ τὸ ἄρϲεν, ὁ ταχύϲ τοῦ ταχέοϲ ὦ ταχύ καὶ τὸ ταχύ, ὁ χαρίειϲ τοῦ χαρίεντοϲ ὦ χαρίεν καὶ τὸ χαρίεν, ὁ λιπόπατριϲ τοῦ λιποπάτριδοϲ ὦ λιπόπατρι καὶ τὸ λιπόπατρι.

Τὰ οὐδέτερα ἢ καὶ τῇ φωνῇ καὶ τῷ ϲημαινομένῳ ἐϲτὶν οὐδέτερα, ὥϲπερ τὸ ξύλον τὸ δένδρον τὸ τεῖχοϲ, ἢ τῇ μὲν φωνῇ ἐϲτιν οὐδέτερα τῷ δὲ ϲημαινομένῳ οὐκ ἔϲτιν οὐδέτερα, ὥϲπερ τὸ παιδίον, τὸ θηλυκόν, τὸ ϲῶφρον, τὸ γύναιον· ταῦτα γὰρ τῇ φωνῇ ἐϲτιν οὐδέτερα, τῷ δὲ ϲημαινομένῳ οὐκ ἔϲτιν οὐδέτερα. τὸ μὲν γὰρ παιδίον καὶ τὸ ϲῶφρον ἢ ἄρϲεν ἢ θῆλυ δηλοῖ, καὶ τὸ θηλυκὸν δὲ καὶ τὸ γύναιον ὁμολογουμένωϲ θῆλυ δηλοῖ. ἰϲτέον δὲ ὅτι εἰϲὶ καταλήξειϲ ἐν τοῖϲ οὐδετέροιϲ αἵτινέϲ εἰϲι μονογενεῖϲ, ὡϲ τὰ εἰϲ ᾱϲ οὐδέτερα πάντα μονογενῆ ἔϲτιν οἷον κρέαϲ γῆραϲ κέραϲ, καὶ τὰ εἰϲ οϲ οὐδέτερα ὀνόματα, καὶ ταῦτα γὰρ μονογενῆ ἐϲτιν οἷον τὸ τεῖχοϲ τὸ βέλοϲ τὸ γὰρ τάριχοϲ καὶ τὸ ϲκότοϲ οὐ κατὰ παραϲχηματιϲμὸν γέγονεν, ἀπὸ τοῦ ὁ τάριχοϲ καὶ ὁ ϲκότοϲ, ἀλλὰ κατὰ μεταβολὴν γένουϲ, ἤγουν ἐναλλαγήν. πρόϲκειται «ὀνόματα», ἤγουν τὰ εἰϲ οϲ οὐδέτερα ὀνόματα, διὰ τὰϲ μετοχὰϲ οἷον διὰ τὸ τετυφόϲ καὶ πεποιηκόϲ· ταῦτα γὰρ οὐκ ἔϲτι μονογενῆ, ὁ τετυφώϲ γὰρ καὶ ἡ τετυφυῖα καὶ τὸ τετυφόϲ, ὁ πεποιηκώϲ ἡ πεποιηκυῖα τὸ πεποιηκόϲ. καὶ πάλιν εἰϲὶ καταλήξειϲ αἵτινεϲ ἀπὸ παραϲχηματιϲμοῦ εἰϲιν, ὡϲ τὰ εἰϲ ᾱν οὐδέτερα· πάντα γὰρ ἀπὸ παραϲχηματιϲμοῦ ἐϲτιν οἶον ὁ μέλαϲ τὸ μέλαν, ὁ τάλαϲ τὸ τάλαν, ὁ πᾶϲ τὸ πᾶν. εἰϲὶ πάλιν καταλήξειϲ κοιναί, τουτέϲτι καὶ μονογενείᾳ ἁρμόζουϲαι καὶ τριγενείᾳ, ὥϲπερ τὰ εἰϲ ον οὐδέτερα· ταῦτα γὰρ καὶ μονογενῆ ἐϲτιν ὥϲπερ τὸ ξύλον τὸ δένδρον τὸ μέτρον, καὶ τριγενῆ ὥϲπερ ὁ καλόϲ ἡ καλή τὸ καλόν, ὁ ϲοφόϲ ἡ ϲοφή τὸ ϲοφόν.

Περὶ τῶν εἰϲ ᾱ οὐδετέρων.

Choer. 368, 2: τὰ εἰϲ ᾱ λήγοντα οὐδέτερα καὶ βαρύνεται καὶ ϲυϲτέλλει τὸ ᾱ καὶ τῷ μ παραλήγεται, καὶ διὰ τοῦ τοϲ θέλει κλίνεϲθαι οἷον ποίημα ποιήματοϲ, αἷμα αἵματοϲ, ἅρμα ἅρματοϲ.

Choer. 368, 31: τὰ ὀνόματα τῶν ϲτοιχείων ἄκλιτά ἐϲτιν οἷον τὸ ἄλφα τοῦ ἄλφα τῷ ἄλφα, τὸ βῆτα τοῦ βῆτα τῷ βῆτα, τὸ γάμμα τοῦ γάμμα τῷ γάμμα. καὶ λέγουϲι περὶ τούτων τινὲϲ διαφόρουϲ αἰτίαϲ· ἐπειδὴ οὐκ ἔχει πρὸ τοῦ ᾱ τὸ μ, διὰ τοῦτο οὐ κλίνεται· τὰ εἰϲ ᾱ λήγοντα οὐδέτερα πρὸ τοῦ ᾱ θέλει ἔχειν τὸ μ οἷον ποίημα ῥῆμα βῆμα νόημα, ὅθεν τὸ γάμμα καὶ ϲίγμα ὡϲ ἔχοντα πρὸ τοῦ ᾱ τὸ μ ἐκινδύνευϲε κλίνεϲθαι οἷον γάμμα γάμματοϲ καὶ ϲίγμα ϲίγματοϲ, καὶ οὕτω τινὲϲ παραναγινώϲκουϲιν ἐν τῇ κωμῳδίᾳ ἔϲωϲαϲ ἐκ τῶν ϲιγμάτων Εὐριπίδου. τὸ δὲ ἀληθέϲτερον κατὰ διάλυϲιν ἢ διάϲταϲιν ἀναγινώϲκεται οἷον «ἔϲωϲαϲ ἐκ τῶν ϲίγμα», καὶ ἐπιφέρεται «τῶν Εὐριπίδου», ἵνα εὑρεθῇ τὸ ἄρθρον ἐπιφερόμενον, λέγω δὴ τὸ τῶν καὶ ταῦτα γὰρ ἄκλιτα ἔμεινε κατὰ ϲυνεκδρομὴν τῶν ἑτέρων ϲτοιχείων. ἕτεροι δὲ λέγουϲιν, ὅτι διὰ τοῦτο τὰ ὀνόματα τῶν ϲτοιχείων οὐ κλίνεται, ἐπειδὴ τὰ ϲτοιχεῖα βαρβάρων ἐϲτὶν εὑρήματα.

Choer. 371, 34: ἰϲτέον δὲ ὅτι κυρίωϲ οὐκ ἔχει κλητικὰϲ τὰ οὐδέτερα ἀλλὰ καταχρηϲτικῶϲ. τὰ γὰρ πολλὰ αὐτῶν ἄψυχά ἐϲτιν οἷον τὸ ξύλον, τὸ βέλοϲ, τὸ τεῖχοϲ· οὐ δεῖ δὲ τὰ ἄψυχα καλεῖν, ὁ γὰρ καλῶν διὰ τοῦτο καλεῖ τινα ἵνα ἐπιϲτρέψῃ πρὸϲ αὐτόν· τὰ δὲ ἄψυχα πῶϲ ἔχει ἐπιϲτρέφειν πρὸϲ τὸν καλοῦντα αὐτά; πρόϲκειται «τὰ πολλὰ αὐτῶν» διὰ τὸ γύναιον καὶ παιδίον, ταῦτα γὰρ ἔμψυχά ἐϲτιν.

Πᾶϲα εὐθεῖα πληθυντικῶν τῶν οὐδετέρων εἰϲ ᾱ λήγει οἷον τὰ βήματα, τὰ ξύλα, τὰ δένδρα, τὰ φρέατα, τὰ μέτρα· εἰ δέ που εἰϲ η εὑρεθῇ καταλήγουϲα, γνῶθι ὅτι κατὰ κρᾶϲίν ἐϲτιν οἶον τὰ τείχεα τὰ τείχη, τὰ βέλεα τὰ βέλη. τὰ χρέα καὶ κλέα ἀπὸ τοῦ χρέεα καὶ κλέεα γέγονε κατὰ ϲυγκοπὴν τοῦ ε· οὔτε γὰρ δυνάμεθα λέγειν ὅτι κατὰ κρᾶϲιν γέγονεν, ἐπειδὴ τὸ ᾱ ϲυνεϲταλμένον ἔχει οἷον «παλαιγενέων κλέα φωτῶν» (Apoll. Rh. l 1). τὸ δὲ χαλκᾶ καὶ χρυϲᾶ καὶ ὀϲτᾶ καὶ κανᾶ μηδεὶϲ οἰέϲθω ὡϲ ἀπὸ τοῦ χάλκεα καὶ χρύϲεα καὶ ὀϲτέα καὶ κάνεα γεγενῆϲθαι κατὰ κρᾶϲιν, ἐπειδὴ εἰϲ η ὤφειλε καταλήγειν, ὥϲπερ βέλεα βέλη, τείχεα τείχη. ἀλλ᾿  ἐϲτιν εἰπεῖν, ὅτι ἐν τῇ εὐθείᾳ τῶν ἑνικῶν ἐγένετο ἡ κρᾶϲιϲ οἷον χάλκεον χαλκοῦν, χρύϲεον χρυϲοῦν, κάνεον κανοῦν, ὀϲτέον ὀϲτοῦν καὶ λοιπὸν ἀπὸ τῆϲ κεκραμένηϲ ἑνικῆϲ εὐθείαϲ ἐγένετο ἡ κλίϲιϲ οἷον χαλκοῦν χαλκᾶ, χρυϲοῦν χρυϲᾶ, κανοῦν κανᾶ, ὀϲτοῦν ὀϲτᾶ.

Περὶ τῶν εἰϲ ῑ ληγόντων οὐδετέρων.

Choer. 373, 8: τὰ εἰϲ ῑ λήγοντα οὐδέτερα διὰ τοῦ τοϲ κλίνεται οἷον μέλι μέλιτοϲ, τὸ δὲ πέπερι καὶ τὸ ϲίνηπι καὶ τὸ κίκι (εἶδοϲ δέ ἐϲτι 1. 10 διάλυϲιν ἢ addit M. l. 15 has duas causas aclisias literarum nominum ex pluribus, quas profert Choerob., ab Herodiano propositas arbitror cf. Theogn. 120, 18 τὸ Πάϲχα βάρβαρον, διὸ καὶ ἄκλιτον. παῤ Αἰγυπτίοιϲ ἐλαίου) καὶ τὸ κόμμι (κόμμι δέ ἐϲτι τὸ κομμίδιον) καὶ τὸ κιννάβαρι (ἔϲτί δὲ εἶδοϲ βάμματοϲ πυρροῦ, ἐξ οὗ γράφει ὁ βαϲιλεύϲ) καὶ τὸ ϲτάχι (ὅπερ ϲημαίνει εἶδοϲ πυρροῦ καὶ αὐτὸ) καὶ τὸ ϲτίμμι (ὅπερ αἱ γυναῖκεϲ κατὰ τοὺϲ ὀφθαλμοὺϲ χρίονται, ὅπερ ἐν τῇ ϲυνηθείᾳ λαχᾶϲ καλεῖται) οὐκ ἔϲτιν Ἑλληνικὰ ἀλλὰ βάρβαρα, κλίνεται δὲ διὰ καθαροῦ τοῦ οϲ οἶον πεπέριοϲ ϲινήπιοϲ κίκιοϲ κόμμιοϲ κινναβάριοϲ ϲτάχιοϲ ϲτίμμιοϲ, Ἰωνικῶϲ διὰ τοῦ ε καὶ ο, καὶ Ἀττικῶϲ δὲ διὰ τοῦ ε καὶ ω ὥϲπερ ὄφιϲ ὄφιοϲ καὶ ὄφεοϲ καὶ ὄφεωϲ. δεῖ δὲ γινώϲκειν ὅτι τοῦ κόμμι εὑρέθη παρὰ Κρωβύλῳ ἡ δοτικὴ κόμμιδι, ὡϲ παρὰ τῆϲ κόμμιδοϲ γενικῆϲ. ἔχει δὲ οὕτωϲ· τὸν πλακοῦντα κόμμιδι, οὐ μέλιτι, διεκόϲμει (Mein. fr. com. ed. min. p. 1171). καὶ τοῦ πέπερι δὲ ἡ γενικὴ εὑρέθη διὰ τοῦ δοϲ πεπέριδοϲ παρὰ Θεοφράϲτῳ οἷον ὄξουϲ ἔκχυϲιϲ καὶ πεπέριδοϲ· τὸ δὲ κιννάβαρι καὶ ἀρϲενικῶϲ εὑρέθη ὁ κιννάβαριϲ· εὕρηται γὰρ παρὰ Ἀναξανδρίδῃ ἡ αἰτατικὴ «τὸν κιννάβαριν». εὑρέθη δὲ καὶ τὸ ϲτίμμι θηλυκῶϲ λεγόμενον οἷον ἡ ϲτίμμιϲ ϲτίμμεοϲ ἰωνικῶϲ καὶ ϲτίμμεωϲ ἀττικῶϲ, ἡ αἰτιατικὴ ϲτίμμιν οἷον Ἴων Ὀμφάλῃ καὶ τὴν μέλαιναν ϲτίμμιν ὀμματογράφον. καὶ ἀποροῦϲί τινεϲ λέγοντεϲ, διατί μὲν ταῦτα βάρβαρα ὄντα καὶ μὴ ὄντα Ἑλληνικὰ κλίνεται, τὰ δὲ ὀνόματα τῶν ϲτοιχείων εἰρήκαμεν μὴ κλίνεϲθαι ὡϲ βάρβαρα ἤγουν ὡϲ βαρβάρων εὑρήματα. ἔϲτιν οὖν εἰπεῖν, ὅτι οὐ διὰ τοῦτο μόνον εἰρήκαμεν τὰ ὀνόματα τῶν ϲτοιχείων μὴ κλίνεϲθαι, ἀλλὰ καὶ δι᾿  ἄλλαϲ αἰτίαϲ. πάλιν ἀποροῦϲί τινεϲ λέγοντεϲ, ὅτι διατί, ὥϲπερ τὸ Ξέρξηϲ βάρβαρον ὄνομα ὅμοιον γενόμενον τῷ Χρύϲῃ καὶ Πέρϲῃ ὁμοίωϲ αὐτοῖϲ ἐκλίθη, Ξέρξου γὰρ ὡϲ Χρύϲου καὶ Πέρϲου, μὴ τὸν αὐτὸν τρόπον καὶ ταῦτα, φημὶ δὴ τὸ πέπερι καὶ τὰ ὅμοια βάρβαρα ὄντα ὅμοια τῷ μέλιτι οὐκ ἐκλίθη διὰ τοῦ τοϲ ὁμοίωϲ αὐτῷ; ἔϲτιν οὖν εἰπεῖν, ὅτι τῶν βαρβάρων καὶ ἐχόντων χαρακτῆρα Ἑλληνικὸν τὰ μὲν ἀναλόγωϲ κλίνεται, τὰ δὲ οὔ. ἰδοὺ γὰρ ἔϲτι Μέμφιϲ καὶ Ταμίαθιϲ (ἔϲτι δὲ ταῦτα ὀνόματα πόλεων Αἰγύπτου)· καὶ τὸ μὲν Μέμφιϲ ἀναλόγωϲ κλίνεται, Μέμφιδοϲ γὰρ ὥϲπερ Θέτιδοϲ τὸ δὲ Ταμίαθιϲ οὔ, Ταμιάθεωϲ γάρ. — ἰϲτέον δὲ ὅτι μονῆρέϲ ἐϲτι τὸ μέλι διὰ τοῦ τοϲ κλινόμενον, οὐκ ἔϲτι γὰρ εἰϲ ῑ λῆγον οὐδέτερον διὰ τοῦ τοϲ κλινόμενον, εἰ μὴ τοῦτο μόνον καὶ τὰ παῤ αὐτὸ δηλονότι ϲύνθετα οἷον ἀπόμελι ἀπομέλιτοϲ, ὀξύμελι ὀξυμέλιτοϲ, εὐκρατόμελι εὐκρατομέλιτοϲ, οἰνόμελι οἰνομέλιτοϲ· τὸ λιπόπατρι τοῦ λιποπάτριδοϲ καὶ τὸ φυγόπολι τοῦ φυγοπόλιοϲ καὶ τὸ τί τινόϲ τῶν ἀρϲενικῶν τὴν κλίϲιν ἐφύλαξε, φημὶ δὲ τοῦ ὁ λιπόπατριϲ τοῦ λιποπάτριδοϲ καὶ τοῦ ὁ φυγόπολιϲ τοῦ φυγοπόλιοϲ καὶ τοῦ ὁ τίϲ τοῦ τινόϲ.

1. 14 παρὰ Θ. — πεπέριδοϲ addit M. l. 18 ϲτίμμεοϲ — οἶον addit M. 1. 20 cf. An Ox. II 413, 1.

Choer. 375, 3: δεῖ γινώϲκειν ὅτι ἐϲτί τινα εἰϲ ῑ λήγοντα οὐδέτερα μονογενῆ πεπονθότα, ἅπερ ἄκλιτά ἐϲτιν οἶον τὸ ἄλφι, ὅπερ ἀπὸ τοῦ ἄλφιτον γέγονε κατὰ ἀποκοπήν, καὶ τὸ ἔρι, ὅπερ ἀπὸ τοῦ ἔριον γέγονε ὁμοίωϲ κατὰ ἀποκοπήν, καὶ τὸ κρῖ κρῖ λευκὸν ἐρεπτόμενοι καὶ ὀλύραϲ (Ε 196), ὅπερ ἀπὸ τοῦ κρῖμνον γέγονεν ὁμοίωϲ κατὰ ἀποκοπὴν καὶ τὸ τρόφι, ὃ ϲημαίνει τὸ εὐτραφὲϲ πολλῶν δὲ τρόφι κῦμα κυλίνδεται (Λ 307), ἀπὸ τοῦ τρόφιμον γέγονε κατὰ ἀποκοπήν.

Περὶ τῶν εἰϲ ῡ οὐδετέρων.

Choer. 375, 27: τὰ εἰϲ ῡ λήγοντα οὐδέτερα, δηλονότι μονογενῆ, εἰ μὲν μακρᾷ παραλήγεται, διὰ τοῦ εοϲ κλίνεται οἷον ἄϲτυ ἄϲτεοϲ, πῶϋ πώεοϲ (ϲημαίνει δὲ τὸ ποίμνιον)· ϲεϲημείωται τὸ νᾶπυ νάπυοϲ, ὅτι μακρᾷ παραληγόμενον οἷον ὡϲ παρὰ Ἀριϲτοφάνει (Eq. 631) κἄβλεψε νᾶπυ καὶ τὰ μέτωπ’ ἀπέϲπαϲεν οὐκ ἐκλίθη διὰ τοῦ εοϲ, ἀλλὰ διὰ τοῦ υ (ϲημαίνει δὲ τὸ ϲίνηπι) εἰ δὲ βραχείᾳ παραλήγεται, διὰ τοῦ ῡ κλίνεται, τουτέϲτι προϲθέϲει τοῦ οϲ ποιεῖ τὴν γενικὴν καὶ φυλάττει τὸ ῡ οἶον γόνυ γόνυοϲ. τὸ δὲ γουνόϲ καὶ δουρόϲ δύναται καὶ μόνον καθ᾿  ὑπέρθεϲιν τοῦ ῡ γενέϲθαι ἀπὸ τοῦ γόνυοϲ καὶ δόρυοϲ, ἀλλὰ καὶ ἀπὸ τοῦ γοῦναϲ γούνατοϲ καὶ δοῦραϲ δούρατοϲ κατὰ ϲυγκοπὴν γουνόϲ καὶ δουρόϲ. καὶ ἰϲτέον ὅτι κρεῖττόν ἐϲτι κατὰ ϲυγκοπὴν αὐτὰ λέγειν ἤπερ καθ’ ὑπέρθεϲιν τοῦ ῡ. ἐὰν γὰρ δῶμεν αὐτὰ καθ᾿  ὑπέρθεϲιν τοῦ ῡ γεγενῆϲθαι, δηλονότι καὶ ϲυναίρεϲιϲ τοῦ ο καὶ ῡ παρακολουθεῖ εἰϲ τὴν δῦ δίφθογγον, καὶ δηλονότι βαρύνεϲθαι ὤφειλεν, ὥϲπερ τὸ λάαοϲ λᾶοϲ καὶ κέαροϲ κῆροϲ καὶ ἔαροϲ ἦροϲ· εἰ δὲ κατὰ ϲυγκοπὴν αὐτὰ δῶμεν γενέϲθαι, ὀξύνεται ὁμοίωϲ τῷ πατέροϲ πατρόϲ, μητέροϲ μητρόϲ, ἀνέροϲ ἀνδρόϲ.

Εἴρηται καὶ δορόϲ καὶ δουρόϲ καὶ δούρατοϲ καὶ δόρατοϲ καὶ δόρεοϲ καὶ πέντε ἔχει δοτικὰϲ τὸ δόρυ δούρατι, δουρί, δόρει, δόρατι, δορί. ἡ δούρατι καὶ δόρατι πρόδηλοϲ καὶ ἡ δουρί καὶ δορί πεπονθυῖα. ἡ δόρει παρ’ Αἰϲχύλῳ ἐν Ἀγάμέμνονι (fort. Μέμνονι) «ϲὺν δόρει ϲτρατόν». ἔϲτιν ἡ εὐθεῖα δόρυ «δόρυ δ᾿  ἐν κραδίῃ ἐπεπήγει» (Ν 442) καὶ ὡϲ πῶϋ πώεοϲ γενική, δοτικὴ πώει, δόρυ δόρεοϲ δόρεϊ ϲυναλοιφῇ δόρει. ἡ δὲ δουρί οἷον παρ’ Ἀλκμᾶνι «δουρὶ ξυϲτῷ μέμηνεν Αἶαϲ» παρὰ τὴν δοῦραϲ εὐθεῖαν, ἐπεὶ ἀνάλογόϲ ἐϲτιν ὁμοίων παράθεϲιϲ. ἔχει δὲ αὕτη ἡ εὐθεῖα ὁμοίων παράθεϲιν κέραϲ καὶ τέραϲ. οὗ πληθυντικὸν ἀνάλογον 1. 27 cf. E. M. 497, 31, Mon. 34, 20. l. 28 quae de genetivo proposui, sunt ex Mon. 35, 4, ubi additur: ὡϲ ἐν ἑτέροιϲ ἐδήλωϲα, quibus verbis hic περὶ κλίϲεωϲ liber significari videtur De dativo ex Ep. Cr. I 122 locum adieci, ut emendatus est a Lehrsio ad Herod. p. 118 Alcmanis loco ex Choer. 377, 3 apposito et Aristophanis Achaeique testimoniis ex eodem p. 376, 19 adiectis (de Sophoclis vel potius Achaei fragmento cf. Nauck fragm. tragicorum p. 176 et 584 δούρατα «δούρατα δ᾿  αἴ κ᾿  ἐθέλῃϲθα καὶ ἓν καὶ εἴκοϲι δήειϲ» (Ν 260), ἡ γενικὴ δούρατοϲ καὶ ἐν ϲυγκοπῇ δουρόϲ ὑφέϲει τοῦ ῡ δορόϲ ἐναντίον δορὸϲ ὀρνύμενοϲ Ἀχιλλέωϲ καὶ ἡ δοτικὴ «ϲὺν δορὶ ϲὺν ἀϲπίδι», ὅπερ Ἀριϲτοφάνηϲ παρενυφαίνει ἐν Εἰρήνῃ (355) ἐν Μώμῳ Ϲοφοκλέουϲ (scr. Ἀχαιοῦ) προκείμενον. αἱ δὲ παρὰ Τρύφωνι εὐθεῖαι δόρ καὶ δούρ, ἀφ᾿  οὖ δορόϲ καὶ δουρόϲ, κακίζονται.

Choer. 377, 11: τὰ γόνυα καὶ δόρυα γίνεται καθ᾿  ὑπερβιβαϲμὸν τοῦ ῡ γοῦνα καὶ δοῦρα. δύναται δὲ καὶ ἀπὸ τοῦ γούνατοϲ καὶ δούρατοϲ γενέϲθαι κατὰ ἀποκοπὴν τῆϲ τοϲ ϲυλλαβῆϲ γοῦνα καὶ δοῦρα.

Περὶ τῶν εἰϲ ον οὐδετέρων.

Choer. 377, 24: τὰ εἰϲ ον οὐδέτερα εἰϲ οῡ ἔχει τὴν γενικὴν οἷον μέτρον μέτρου, ξύλον ξύλου, δένδρον δένδρου, πλέθρον πλέθρου. τὸ γὰρ βέλτιον βελτίονοϲ καὶ κρεῖττον κρείττονοϲ ἀπὸ τοῦ ὁ βελτίων τοῦ βελτίονοϲ καὶ ὁ κρείττων τοῦ κρείττονοϲ ἀρϲενικοῦ γέγονε καὶ δηλονότι τὴν τῶν ἀρϲενικῶν κλίϲιν ἐφύλαξεν.

Περὶ τῶν εἰϲ αρ οὐδετέρων.

Choer. 380, 21: τῶν εἰϲ αρ οὐδετέρων τὰ μὲν ὑπὲρ δύο ϲυλλαβὰϲ διὰ τοῦ τοϲ κλίνεται οἷον τὸ δέλεαρ τοῦ δελέατοϲ, τὸ ὄνειαρ τοῦ ὀνείατοϲ (ϲημαίνει δὲ τὸ ὄνειαρ τὸ ὀφελοῦν καὶ τὸ βρῶμα), ἄλειφαρ ἀλείφατοϲ (ϲημαίνει δὲ τὸ ἄλειμμα ἀλείφατοϲ ἐννεώροιο Ϲ 351), κάρηαρ καρήατοϲ καὶ κατὰ ϲυγκοπὴν κάρητοϲ, ὡϲ παρὰ τῷ ποιητῇ κὰδ δὲ κάρητοϲ οὔλαϲ ἧκε κόμαϲ (ψ 157). qui etiam pro παρεμφαίνει emendavit παρενυφαίνει). Choeroboscus δόρει repetit a nominativo δόροϲ, quae altera forma sit nominativi δόροϲ pariter atque δέροϲ γῆροϲ alterae species nominativorum δέραϲ et γῆραϲ fortasse magis ex Herodiani sententia, si quidem is canon, quem Choer. proponit, Herodiani est, secundum quem μακροπαράληκτα εἰϲ ῡ per εοϲ, βραχυκατάληκτα per υοϲ flectuntur. Dativi γόνυϊ et δόρυϊ, quos affert Choeroboscus, ab ipso ex analogia ficti videntur. — Περὶ τοῦ δάκρυ πῶϲ κλίνεται, inquit Choerob. 376, 24, ἐν τῷ ὀνόματι τοῦ Ἡρωδιανοῦ μαθηϲόμεθα. Eius doctrina continetur in Ep. Cr. I 120, 31: ἔϲτιν ἡ εὐθεῖα. δάκρυον καὶ δάκρυ. οὐ γὰρ ἐκ τοῦ δάκρυον κατὰ ἀποβολήν, ἀλλὰ κατὰ ϲχηματιϲμὸν χρῆται ὁ ποιητήϲ «βαλέειν τ᾿  ἀπὸ δάκρυ παρειῶν2 (δ 198) (cf. περί παθῶν in E. M. 246, 8 et Zonar. 470 δάκρυ οὐ γέγονεν ἀπὸ τοῦ δάκρυον κατ᾿  ἀποκοπήν, ἀλλὰ κατὰ ϲχηματιϲμόν, ἔϲτι γὰρ ἀπὸ ϲυνθέτου λέξιϲ ἁπλῆ. ἔϲτι γὰρ ἀρίδακρυϲ ἀρίδακρυ καὶ δάκρυ). τοῦ δάκρυ ἡ γενικὴ δάκρεοϲ δάκρεϊ, τὸ πληθυντικὸν δάκρεα, τοῦτο κατὰ ϲυναλοιφὴν γέγονε δάκρη «ξανθὰ δάκρη». ἀπὸ δὲ τοῦ δάκρυον δάκρυα. τὸ δὲ δάκρυϲιν οὐκ ἀπὸ τοῦ δάκρυ, δάκρεϲι γὰρ ἂν ἦν, ἀλλὰ ἀπὸ τοῦ δακρύοιϲ κατὰ μεταπλαϲμὸν ὡϲ προβάτοιϲ πρόβαϲιν, ἐγκάτοιϲ ἔγκαϲι, πετάλοιϲ πέταλϲιν «ἐν ἠρινοῖϲ πέταλϲι». Etiam haec extrema de δάκρυϲι ex δακρύοιϲ per metaplasmum nato Herodiani est, ut ex exemplis appositis elucet et recte se habet, si δάκρεοϲ genetivus est ut πώεοϲ ἄϲτεοϲ. Quare Lobeckio El. II 293 Epimeristam perperam interpretatum esse contendenti non adstipulor. τῶν δὲ διϲυλλάβων τὰ μὲν φύϲει μακρᾷ παραληγόμενα διὰ τοῦ τοϲ κλίνεται οἶον ἦμαρ ἤματοϲ, εἶδαρ εἴδατοϲ (ϲημαίνει δὲ τὸ βρῶμα), ἧπαρ ἥπατοϲ, οὖθαρ οὔθατοϲ (ϲημαίνει δὲ τὸν μαζόν)· τὰ δὲ βραχείᾳ ἢ θέϲει μακρᾷ παραληγόμενα διὰ τοῦ ροϲ κλίνεται οἷον θέναρ θέναροϲ (ϲημαίνει δὲ τὸ κοῖλον τῆϲ χειρόϲ, παρὰ τὸ θένειν ἤγουν τύπτειν), ὕπαρ ὕπαροϲ (ϲημαίνει δὲ τὸ ἀληθινὸν ἐνύπνιον, ἤγουν τὴν λεγομένην ὀπταϲίαν), ἔαρ ἔαροϲ, κέαρ κέαροϲ (ϲημαίνει δὲ τὴν ψυχήν), καὶ κατὰ κρᾶϲιν τοῦ ε καὶ ᾱ εἰϲ η ἦροϲ καὶ κῆροϲ, νέκταρ νέκταροϲ (τὸ τῶν θεῶν πόμα), ἄλκαρ ἄλκαροϲ (ϲημαίνει δὲ τὴν βοήθειαν). ϲεϲημείωται τὸ φρέαρ τοῦ φρέατοϲ καὶ ϲτέαρ ϲτέατοϲ, ὅτι βραχείᾳ παραληγόμενα διὰ τοῦ τοϲ ἐκλίθη (ϲτέαρ δέ ἐϲτι τὸ λίποϲ), περὶ ὧν ἔϲτιν εἰπεῖν, μήποτε φρεῖαρ καὶ ϲτεῖαρ ἦν καὶ ὡϲ ἔχοντα φύϲει μακρὰν τὴν παραλήγουϲαν διὰ τοῦ τοc ἐκλίθη οἶον ϲτείατοϲ καὶ φρείατοϲ, ἐξ οὖ τὸ «φρείατα μακρὰ νάουϲι» (Φ 197), καὶ λοιπὸν ἀποβληθέντοϲ τοῦ ῑ, ἔμεινεν ἡ αὐτὴ κλίϲιϲ.

Choer. 381, 23: ἄξιόν ἐϲτι ζητῆϲαι τοῦτο περὶ τῶν εἰϲ ᾱρ οὐδετέρων τῶν κλινομένων διὰ τοῦ τοϲ, ὅτι οὐδεμία μετουϲία ἐϲτὶ τῶν ἀμεταβόλων μετὰ τοῦ τ, ὥϲτε κλίνεϲθαι αὐτὰ διὰ τοῦ τ ὤφειλεν γὰρ καὶ ταῦτα φυλάξαι τὸ ἀμετάβολον ἐν τῇ γενικῇ. ἀμετάβολα γὰρ λέγεται παρὰ τὸ μὴ μεταβάλλεϲθαι ἐν τοῖϲ μέλλουϲι τῶν ῥημάτων μηδὲ ἐν ταῖϲ κλίϲεϲι τῶν ὀνομάτων οἷον κείρω κερῶ, φθείρω φθερῶ, Πλάτων Πλάτωνοϲ, Ἕκτωρ Ἕκτοροϲ. ἔϲτιν οὖν εἰπεῖν ταύτην τὴν ἀπολογίαν, ὅτι ἀπὸ τῆϲ εἰϲ ϲ καταλήξεώϲ ἐϲτιν ἡ κλίϲιϲ τούτων οἷον ὡϲ ἀπὸ τοῦ ὄνειαϲ καὶ δέλεαϲ καὶ φρέαϲ καὶ ϲτέαϲ, ὥϲπερ κρέαϲ κρέατοϲ καὶ γῆραϲ γήρατοϲ, ὥϲτε ἑτερόκλιτα αὐτὰ εἶναι.

Τὰ εἰϲ ᾱρ οὐδέτερα παραληγόμενα τῷ ω ἄκλιτά ἐϲτιν οἷον μῶμαρ ὁ μῶμοϲ, βῶμαρ ὁ βωμόϲ, νῶκαρ ἡ ϲτέρηϲιϲ τῆϲ ψυχῆϲ.

Περὶ τῶν εἰϲ ωρ οὐδετέρων.

Choer. 382, 26: τὰ εἰϲ ωρ οὐδέτερα διὰ τοῦ ροϲ κλίνεται καὶ φυλάττει τὸ ω κατὰ τὴν γενικὴν οἷον τέκμωρ τέκμωροϲ (τὸ ϲημεῖον), ἔλδωρ ἔλδωροϲ (τὸ ἐπιθύμημα), ὅπερ κατὰ πλεοναϲμὸν τοῦ ε γίνεται ἐέλδωρ τριϲυλλάβωϲ, ὡϲ παρὰ τῷ ποιητῇ «τόδε μοι κρήηνον ἐέλδωρ» (Α 41 ), ἕλωρ ἕλωροϲ (τὸ ἕλκυϲμα καὶ ϲπάραγμα, ἐξ οὖ τὸ «ἑλώρια τεῦχε κύνεϲιν)», πλὴν τοῦ ὕδωρ ὕδατοϲ, τοῦτο γὰρ διὰ τοῦ τοϲ ἐκλίθη, καί ἐϲτιν ἐτερόκλιτον· ἡ γὰρ κλίϲιϲ αὐτοῦ ὡϲ ἀπὸ τῆϲ εἰϲ ᾱϲ καταλήξεώϲ ἐϲτιν οἷον ὡϲ ἀπὸ τῆϲ ὕδαϲ ὕδατοϲ, ὥϲπερ κρέαϲ κρέατοϲ, γῆραϲ γήρατοϲ. τοιοῦτόν ἐϲτι καὶ τὸ ϲκώρ (ὃ ϲημαίνει τὸ ἀφόδευμα), τούτου γὰρ ἡ γενικὴ ϲκατόϲ ἐϲτιν ἑτεροκλίτωϲ, ὡϲ ἀπὸ τῆϲ ϲκάϲ εὐθείαϲ τῆϲ μὴ εἰρημένηϲ. ἐγένετο δὲ ἑτερόκλιτον τὸ ὕδωρ ὕδατοϲ διὰ τοιαύτην 1. 10 cf. Choer. 544, 20, Ep. in Psalm. 3, 15, E. M. 491, 20 et fr. 46. 1. 20 Herod. ἐν τῷ περὶ τοῦ ὕδωρ μονοβίβλῳ fr. 2. αἰτίαν· κανὼν ἔϲτιν ὁ λέγων, ὅτι πᾶν οὐδέτερον ὑπὲρ μίαν ϲυλλαβὴν ἀπαθὲϲ βραχυκατάληκτον θέλει εἶναι, χωρὶϲ τῶν παρὰ τὸ πούϲ καὶ τῆϲ εἰϲ ωρ καταλήξεωϲ. ἔϲτω δὲ παραδείγματα τοῦ κανόνοϲ ταῦτα· τὸ κρέαϲ, τὸ τεῖχοϲ, τὸ ποίημα, τὸ νόημα, τὸ δένδρον, τὸ ξύλον, τὸ δέλεαρ, τὸ ἧπαρ, τὸ μέλι. πρόϲκειται « ὑπὲρ μίαν ϲυλλαβὴν» διὰ τὸ πᾶν καὶ πῦρ· ταῦτα γὰρ μακροκαταληκτεῖ, ἀλλ᾿  οὐκ ἔϲτιν ὑπὲρ μίαν ϲυλλαβήν. πρόϲκειται «ἀπαθὲϲ » διὰ τὸ βοῶν, τὸ ποιοῦν, τὸ ὀϲτοῦν, ταῦτα γὰρ ἀπὸ κράϲεωϲ ἔχει τὴν μακράν, ἀπὸ γὰρ τοῦ βοάον καὶ τοῦ ποιέον καὶ τοῦ ὀϲτέον ἐϲτίν. ἔτι πρόϲκειται «ἀπαθέϲ» διὰ τὸ κάρη, καὶ τοῦτο γὰρ ἀπὸ πάθουϲ ἔχει τὴν μακροκατάληξιν, ἀπὸ γὰρ τοῦ κάρηνον γέγονε κατὰ ἀποκοπὴν καὶ οὐ καταλήγει φύϲει εἰϲ η. πρόϲκειται «χωρὶϲ τῶν παρὰ τὸ πούϲ » διὰ τὸ δίπουν καὶ τρίπουν· ταῦτα γὰρ μακροκαταληκτεῖ. πρόϲκειται « χωρὶϲ τῆϲ εἰϲ ωρ καταλήξεωϲ » διὰ τὸ τέκμωρ καὶ ἔλδωρ καὶ ὕδωρ, ταῦτα γὰρ μακροκαταληκτεῖ. ἐπειδὴ οὖν παράλογόϲ ἐϲτιν αὕτη ἡ κατάληξιϲ, φημὶ δὴ ἡ εἰϲ ωρ διὰ τὴν μακροκαταληξίαν, τούτου χάριν τὸ ὕδωρ οὐκ ἐκλίθη, ἀλλ᾿  ἐγένετο ἡ κλίϲιϲ αὐτοῦ ἀπὸ τῆϲ εἰϲ ᾱϲ καταλήξεωϲ, ὥϲπερ γὰρ κρέαϲ κρέατοϲ, γῆραϲ γήρατοϲ, οὕτω καὶ ὕδαϲ ὕδατοϲ, καὶ ἔϲτι λοιπὸν ἑτερόκλιτον. εὑρίϲκεται δὲ καὶ ἡ εἰϲ οϲ εὐθεῖα. ὥϲπερ γὰρ ἀπὸ τοῦ γῆραϲ γῆροϲ καὶ ἀπὸ τοῦ δέραϲ δέροϲ, οὕτω καὶ ἀπὸ τῆϲ ὕδαϲ εὐθείαϲ, ἐξ ἧϲ ἡ γενικὴ ὕδατοϲ, γίνεται ὕδοϲ, ὡϲ παρὰ Καλλιμάχῳ, ἔϲτιν ὕδοϲ καὶ γαῖα καὶ ὀπτήτειρα κάμινοϲ. ἔχομεν δὲ καὶ δοτικὴν διὰ τῆϲ εῑ διφθόγγου, ὡϲ παῤ Ἡϲιόδῳ (Opp. 61) γαῖαν ὕδει φύρειν, ὡϲ ἀπὸ τῆϲ ὕδοϲ εὐθείαϲ, ὥϲπερ τὸ τεῖχοϲ τῷ τείχει.

Ἄξιον δέ ἐϲτι ζητῆϲαι, τί διαφέρει τὰ εἰϲ ωρ οὐδέτερα τῶν εἰϲ ωρ ἀρϲενικῶν. καὶ ἔϲτιν εἰπεῖν, ὅτι κατὰ τοῦτο διαφέρει, καθὸ τὰ μὲν ἀρϲενικὰ βαρύτονα ὄντα μὴ ἔχοντα τὸ λ τρέπει τὸ ω εἰϲ τὸ ο ἐν τῇ γενικῇ οἶον Ἕκτωρ Ἕκτοροϲ, Μέντωρ Μέντοροϲ, Νέϲτωρ Νέϲτοροϲ· τὰ δὲ εἰϲ ωρ οὐδέτερα φυλάττει τὸ ω κατὰ τὴν γενικὴν οἷον τέκμωρ τέκμωροϲ ἕλωρ ἕλωροϲ, ἔλδωρ ἔλδωροϲ. καὶ ἀποροῦϲί τινεϲ λέγοντεϲ, διατί τὰ εἰϲ ωρ οὐδέτερα οὐ τρέπει τὸ ω εἰϲ τὸ ο ἐν τῇ γενικῇ, ὥϲπερ τὰ εἰϲ ωρ ἀρϲενικά· καὶ ἔϲτιν εἰπεῖν, ὅτι οὐδέποτε οὐδέτερον μονογενὲϲ ἔχει τὴν παραλήγουϲαν τῆϲ περιττοϲυλλάβου γενικῆϲ ἥττονα χρόνον ἔχουϲαν τῆϲ ληγούϲηϲ τῆϲ ἰδίαϲ εὐθείαϲ οἷον βῆμα βήματοϲ, μέλι μέλιτοϲ, γόνυ γόνυοϲ, ἄϲτυ ἄϲτεοϲ, κρέαϲ κρέατοϲ, τεῖχοϲ τείχεοϲ, φῶϲ φωτόϲ, ὦϲ ὠτόϲ χωρὶϲ τοῦ πῦρ πυρόϲ (τοῦτο γὰρ ἐν μὲν τῇ εὐθείᾳ ἐκτείνει τὸ ῡ, ἐν δὲ τῇ γενικῇ ϲυϲτέλλει αὐτό), καὶ χωρὶϲ τοῦ ὕδωρ ὕδατοϲ (καὶ τοῦτο γὰρ βραχεῖαν ἔχει τὴν παραλήγουϲαν τῆϲ γενικῆϲ, τῆϲ εὐθείαϲ μακροκαταληκτούϲηϲ). τοῦτο δὲ ἑτερόκλιτον εἰρήκαμεν, ὡϲ 1. 25 adnotamentum de heteroclisia voc ὕδωρ transiit in E. M. 776, 15, de ὕδοϲ E. M. 549, 54. ἀπὸ τῆϲ ὕδαϲ εὐθείαϲ. πρόϲκειται «μονογενῆ» διὰ τὸ πᾶν παντόϲ, τοῦτο γὰρ ἐν μὲν τῇ εὐθείᾳ φύϲει μακρὸν ἔχει τὸ ᾱ, ἐν δὲ τῇ γενικῇ θέϲει μακρόν τὸ δὲ φύϲει μακρὸν μεῖζόν ἐϲτι τοῦ θέϲει μακροῦ. τούτου χάριν τὰ εἰϲ ωρ οὐδέτερα οὐ τρέπει τὸ ω εἰϲ τὸ ο ἐν τῇ γενικῇ, ἵνα μὴ εὑρεθῇ ἡ παραλήγουϲα τῆϲ περιττοϲυλλάβου γενικῆϲ τῶν μονογενῶν οὐδετέρων ἥττονα χρόνον ἔχουϲα τῆϲ ληγούϲηϲ τῆϲ ἰδίαϲ εὐθείαϲ.

Περὶ τῶν εἰϲ ᾱϲ οὐδετέρων.

Choer. 385, 11: πάντα τὰ εἰϲ ᾱϲ λήγοντα οὐδέτερα διὰ τοῦ τοϲ κλίνεται οἷον πέραϲ πέρατοϲ, κρέαϲ κρέατοϲ, γέραϲ γέρατοϲ, οὖαϲ οὔατοϲ, ἐκ δὲ τούτου γίνεται κατὰ ἀποβολὴν τοῦ ῡ ὄαϲ καὶ κατὰ κρᾶϲιν οὖϲ καὶ κατὰ Δωριεῖϲ ὦϲ. ἰϲτέον δὲ ὅτι τὸ οὖϲ ἄκλιτόν ἐϲτι τὸ γὰρ Ἄντιφον αὖτε παῤ οὖϲ ἔλαϲε ξίφει (Λ 109) ἀντὶ τῆϲ παρὰ τὸ οὖϲ ὑπάρχον αἰτιατικῆϲ οὐκ ἀντίκειται ἡμῖν, οὐδὲ γὰρ ἐκλίθη, ἀλλ᾿  ὡμοφώνηϲε τῇ ἰδίᾳ εὐθείᾳ. τὰ γὰρ οὐδέτερα τὴν αὐτὴν ἔχει ὀρθὴν καὶ κλητικὴν καὶ αἰτιατικὴν οἷον τὸ βῆμα τοῦ βήματοϲ τῷ βήματι τὸ βῆμα ὦ βῆμα, τὸ ξύλον τοῦ ξύλου τῷ ξύλῳ τὸ ξύλον ὦ ξύλον. καὶ ἄξιόν ἐϲτι ζητῆϲαι διὰ ποίαν αἰτίαν τὸ οὖϲ ἄκλιτόν ἐϲτι. καὶ ἔϲτιν εἰπεῖν ταύτην τὴν ἀπολογίαν· οὐδὲν οὐδέτερον εἰϲ ουϲ λήγει εἰ μὴ μόνον τὸ οὖϲ. ἐπειδὴ οὖν τοῦτο, φημὶ δὲ τὸ οὖϲ, οὐκ ἔϲχεν ἄλλο ὅμοιον, εἰκότωϲ ὡϲ μὴ ἔχον τί μιμήϲαϲθαι, ἄκλιτον ἔμεινεν. ἰϲτέον δὲ ὅτι τὸ δέμαϲ ἄκλιτόν ἐϲτι. καὶ ἄξιόν ἐϲτι ζητῆϲαι διὰ ποίαν αἰτίαν ἐϲτὶν ἄκλιτον. καὶ ἔϲτιν εἰπεῖν ταύτην τὴν ἀπολογίαν· οὐδὲν εἰϲ ᾱϲ οὐδέτερον ἔχει πρὸ τοῦ ᾱ τὸ οἷον γῆραϲ, κῶαϲ, κρέαϲ, τέραϲ. ἐπειδὴ οὖν τὸ δέμαϲ εἰϲ ᾱϲ ἐϲτὶν οὐδέτερον καὶ ἔχει πρὸ τοῦ ᾱ τὸ μ, εἰκότωϲ ὡϲ μὴ ἔχον τι μιμήϲαϲθαι ἄκλιτον ἔμεινε.

Ἰϲτέον δὲ ὅτι οὐδὲν εἰϲ ᾱϲ ὑπὲρ δύο ϲυλλαβὰϲ ἔϲτιν οὐδέτερον, ὅθεν τὸ καρήατοϲ οὐκ ἀπὸ τοῦ κάρηαϲ, ἀλλ᾿  ἀπὸ τοῦ κάρηαρ.

Ἰϲτέον ὅτι ὁ Ϲοφοκλῆϲ ἐν Κηδαλίωνι ϲατυρικῷ φηϲι καὶ δή τι καὶ παρεῖκα τῶν ἀρτυμάτων ὑπὸ τοῦ δέατοϲ ἀντὶ τοῦ δέουϲ καὶ παρὰ Ἑκαταίῳ ἐϲτὶν «τὰ δέατα περιτεταμένα». ἀλλ᾿  οὐ λέγεται ἡ εὐθεῖα δέαϲ. ὅτε Ξενοφάνηϲ φηϲὶν ἁγνὸν ἐνὶ ϲπεάτεϲϲι τεοῖϲ καταλείβεται ὕδωρ. ἀλλ᾿  οὐ γὰρ λέγεται ϲπέαϲ. ἡ γὰρ ἀναλογία ὡϲ ἀπὸ τοιούτων εὐθειῶν τὰϲ κλίϲειϲ λαμβάνει, οὐκ οὐϲῶν μέντοι ἐν χρήϲει Ἑλλήνων. τὸ δὲ παρὰ τῷ ποιητῇ κτεάτεϲϲιν ἀνέροϲ, ὃν κτεάτεϲϲιν ἑοῖϲ ἔπι γῆραϲ ἔτετμε (α 218) μεταπλαϲμοῦ ἔχεται ἐκ τῆϲ κτεάτοιϲ δοτικῆϲ.

1. 10 verba ἐκ δὲ τούτου — Δωριεὶϲ ὦϲ pro Choerobosci verbis καὶ κατὰ ϲυγκοπὴν οὖϲ inserui ex Herod. περὶ παθῶν in E. M. 639, 1 cf. Ep. Cr. I 116, 16 et. Mon. 14, 24 τοῦ οὖϲ οὐ ζητητέον τὴν κλίϲιν, de δέμαϲ Mon. 29, 26. l. 26 Ep. Cram. I 251, 17, E. M. 491, 22. l. 28 Mon. 30, 25 cf. Lehrs ad h. l.

Choer. 386, 1: ἰϲτέον δὲ ὅτι, ὡϲ εἴρηται, πάντα τὰ εἰϲ ᾱϲ λήγοντα οὐδέτερα διὰ τοῦ τοϲ κλίνεται οἷον γέραϲ γέρατοϲ, δέραϲ δέρατοϲ, κέραϲ κέρατοϲ, κρέαϲ κρέατοϲ. καὶ ἐπειδὴ τὰ εἰϲ ᾱϲ λήγοντα οὐδέτερα πέφυκε πολλάκιϲ γίνεϲθαι καὶ εἰϲ οϲ οἷον δέραϲ δέροϲ, κῶαϲ κῶοϲ, γῆραϲ γῆροϲ, τὰ δὲ εἰϲ οϲ οὐδέτερα διὰ καθαροῦ τοῦ οϲ κλίνεται οἷον βέλοϲ βέλεοϲ, τεῖχοϲ τείχεοϲ, εἰκότωϲ καὶ ταῦτα τὰ εἰϲ ᾱϲ οὐδέτερα ἔϲχεν ἀφορμὴν ὡϲ γινόμενα καὶ εἰϲ οϲ τοῦ ἔχειν διὰ καθαροῦ τοῦ οϲ τὴν γενικήν, καὶ τούτου χάριν ἀποβάλλουϲι τὸ τ οἱ Ἴωνεϲ οἷον κρέατοϲ κρέαοϲ, γήρατοϲ γήραοϲ, κέρατοϲ κέραοϲ· καὶ λοιπὸν οἱ Ἀττικοὶ ϲυναιροῦϲι τὸ ᾱ καὶ ο εἰϲ ω καὶ λέγουϲι τοῦ κρέωϲ, τοῦ γήρωϲ καὶ δέρωϲ βαρυτόνωϲ. δι᾿  ὅλου δὲ τοῦτο τὸ ϲχῆμα, φημὶ δὲ τὸ ἀποβάλλεϲθαι τὸ Ἰωνικῶϲ καὶ κρᾶϲιν παρακολουθεῖν τῶν φωνηέντων παρὰ τοῖϲ Ἀττικοῖϲ, φυλάττεται καὶ ἐν ταῖϲ γενικαῖϲ καὶ ἐν ταῖϲ δοτικαῖϲ, ἡ γὰρ αἰτιατικὴ καὶ ἡ κλητικὴ ὡμοφώνηϲαν τῇ ἰδίᾳ εὐθείᾳ, μόνη δὲ ἡ δοτικὴ τῶν πληθυντικῶν οὐδὲν τοιοῦτον πάϲχει, οὐκ ἀποβάλλει γὰρ τὸ ἴδιον ϲύμφωνον καὶ ποιεῖ ϲυναίρεϲιν τῶν φωνηέντων. ἰϲτέον δὲ ὅτι ἡ δοτικὴ τῶν πληθυντικῶν ἡ ἀπὸ τῶν εἰϲ ᾱϲ οὐδετέρων μίαν ἔχει φωνὴν παρὰ πάϲαιϲ ταῖϲ διαλέκτοιϲ οἷον κρέαϲι γέραϲι κέραϲι, τουτέϲτι καὶ παῤ ἡμῖν καὶ παρὰ τοῖϲ Ἴωϲι καὶ παρὰ τοῖϲ Ἀττικοῖϲ.

Choer. 389, 26: καὶ ἄξιόν ἐϲτι ζητῆϲαι διὰ ποίαν αἰτίαν οὐκ ἀποβάλλουϲι τὸ ϲύμφωνον οἱ Ἴωνεϲ ἐν τῇ δοτικῇ τῶν πληθυντικῶν, καὶ παρακολουθεῖ ϲυναίρεϲιϲ τῶν φωνηέντων Ἀττικῶϲ ὥϲπερ καὶ ἐπὶ τῶν ἄλλων πτώϲεων. καὶ ἔϲτιν εἰπεῖν, ὅτι ἐπειδὴ εἰ ἀπεβλήθη τὸ ϲύμφωνον καὶ παρηκολούθηϲε ϲυναίρεϲιϲ τῶν φωνηέντων, ἤμελλε ϲυνεμπίπτειν τῇ δοτικῇ τῶν ἑνικῶν οἶον κρέατι κρέαϊ κρέᾳ, ὅπερ ἐϲτὶν ἄτοπον. τούτου χάριν ἐπὶ τῆϲ δοτικῆϲ τῶν πληθυντικῶν οὐκ ἀποβάλλουϲι τὸ ϲύμφωνον οἱ Ἴωνεϲ καὶ ποιοῦνται ϲυναίρεϲιν οἱ Ἀττικοὶ τῶν φωνηέντων. ἄλλωϲ τε δὲ πᾶϲα δοτικὴ πληθυντικῶν εἰϲ ῑ λήγουϲα θέλει ἔχειν πρὸ τοῦ ῑ τὸ ϲ ἢ δυνάμει ἢ ἐνεργείᾳ· ἐνεργείᾳ μὲν οἶον Αἴαϲι, βήμαϲι, λέβηϲιν, δυνάμει δὲ οἷον Φοίνιξι, Πέλοψι, λαίλαψι. τούτου οὖν χάριν ἐπὶ τῆϲ δοτικῆϲ τῶν πληθυντικῶν οὐκ ἀποβάλλουϲιν οἱ Ἴωνεϲ τὸ ϲύμφωνον καὶ ποιοῦνται ϲυναίρεϲιν οἱ Ἀττικοὶ τῶν φωνηέντων.

Choer. 386, 30: ἀποροῦϲι δέ τινεϲ λέγοντεϲ, διατί ἐπὶ τῶν εἰϲ ᾱ ληγόντων οὐδετέρων μὴ ποιοῦϲιν οἱ Ἴωνεϲ ἀποβολὴν τοῦ τ κατὰ τὴν γενικὴν καὶ κρᾶϲιν τῶν φωνηέντων οἱ Ἀττικοὶ οἷον βῆμα βήματοϲ καὶ βήμωϲ, ὥϲπερ κρέατοϲ καὶ κρέωϲ. καὶ ἔϲτιν εἰπεῖν τὴν ἀπολογίαν ταύτην ὅτι τὰ εἰϲ ᾱϲ λήγοντα οὐδέτερα πέφυκε γίνεϲθαι καὶ εἰϲ οϲ οἷον γῆραϲ γῆροϲ, δέραϲ δέροϲ, κῶαϲ κῶοϲ. καὶ ἐπειδὴ τὰ εἰϲ οϲ οὐδέτερα διὰ καθαροῦ τοῦ οϲ κλίνεται οἷον βέλοϲ βέλεοϲ, τεῖχοϲ τείχεοϲ, εἰκότωϲ 1. 19 cf. Ep. Cr. I 251, 21, E. M. 257, 9 δέροϲ τὸ κῴδιον αἰ τοιαῦται εὐθεῖαι ἤτοι Ἰωνικαί εἰϲιν ἢ Δωρικαὶ οἶον δέροϲ κῶοϲ ἀπὸ τοῦ δέραϲ κῶαϲ cf. etiam. Tzetzes ad Hesiod. Opp. v. 61. καὶ ταῦτα ἔϲχεν ἀφορμὴν ὡϲ γινόμενα καὶ εἰϲ οϲ τοῦ ἔχειν καθαρὰν γενικήν. τὰ δὲ εἰϲ ᾱ λήγοντα οὐδέτερα, ἐπειδὴ οὐ γίνεται καὶ εἰϲ οϲ, τούτου χάριν ὡϲ μὴ ἔχοντά τι μιμήϲαϲθαι οὐκ ἀποβάλλει τὸ τ Ἰωνικῶϲ κατὰ τὴν γενικὴν καὶ κρᾶϲιν ποιεῖ τῶν φωνηέντων Ἀττικῶϲ.

Choer. 388, 4: ἰϲτέον ὅτι τῷ κρέατι κοινῶϲ κατὰ ἀποβολὴν τοῦ Ἰωνικῶϲ γίνεται τῷ κρέαϊ καὶ κατὰ ϲυναίρεϲιν τοῦ ᾱ καὶ ῑ εἰϲ τὴν ᾳ δίφθογγον γίνεται τῷ κρέᾳ Ἀττικῶϲ. ἰϲτέον δὲ ὅτι ἅμα ϲυναίρεϲιϲ ἐγένετο ἅμα καὶ ἔκταϲιϲ, διὸ καὶ τὸ ῑ ἀνεκφώνητόν ἐϲτι· τὸ γὰρ ῑ ἡνίκα εὑρεθῇ ἢ μετὰ τοῦ η ἢ μετὰ τοῦ ω ἢ μετὰ τοῦ ᾱ μακροῦ ἐν μιᾷ ϲυλλαβῇ, ἀνεκφώνητον εὑρίϲκεται οἷον τῷ Χρύϲῃ, τῷ ϲοφῷ, τῇ Μηδείᾳ.

Ἄξιον δέ ἐϲτι ζητῆϲαι, διατί ὥϲπερ ἐπὶ τοῦ κρέαϊ καὶ γήραι γίνεται κατὰ ϲυναίρεϲιν τοῦ ᾱ καὶ ῑ εἰϲ τὴν ᾳ δίφθογγον κρέᾳ καὶ γήρᾳ, μὴ τὸν αὐτὸν τρόπον ἐπὶ τοῦ νοΐ καὶ γραί γίνεται κατὰ ϲυναίρεϲιν νᾷ καὶ γρᾷ. ἔϲτιν οὖν εἰπεῖν τὴν ἀπολογίαν ταύτην· πᾶϲα δοτικὴ ἑνικῶν εἰϲ ῑ ἀνεκφώνητον λήγουϲα τὴν γενικὴν ἔχει ἰϲοϲύλλαβον τῇ εὐθείᾳ οἶον τῷ κοχλίᾳ ὁ κοχλίαϲ τοῦ κοχλίου, τῷ ϲοφῷ ὁ ϲοφόϲ τοῦ ϲοφοῦ, τῇ μνᾷ ἡ μνᾶ τῆϲ μνᾶϲ, τῷ γήρᾳ τὸ γῆραϲ τοῦ γήρωϲ, τῷ κρέᾳ τὸ κρέαϲ τοῦ κρέωϲ· τὸ γὰρ κρέαοϲ καὶ γήραοϲ πρὸϲ τὸ κρέαϊ καὶ γήραϊ ἐϲτιν. εἰ οὖν ἐγένετο ταῦτα κατὰ ϲυναίρεϲιν, ἤμελλον ἔχειν τὸ ῑ ἀνεκφώνητον, ὅπερ ἐϲτὶν ἄτοπον, οὐδὲ γὰρ ἔχει ἰϲοϲύλλαβον τὴν γενικὴν τῇ εὐθείᾳ, ὡϲ ναῦϲ ναόϲ, γραῦϲ γραόϲ. τούτου οὖν χάριν οὐ ϲυναιρεῖται ταῦτα κατὰ τὴν δοτικήν, ἵνα μὴ εἰϲ ῑ ἀνεκφώνητον λήγῃ κατὰ τὴν δοτικὴν καὶ ἔχῃ τὴν γενικὴν περιττοϲύλλαβον τῆϲ εὐθείαϲ.

Choer. 388, 34: τὸ κρεοῖν ἀπὸ τοῦ κρεάοιν γέγονε κατὰ κρᾶϲιν τοῦ ᾱ καὶ τῆϲ οῑ διφθόγγου εἰϲ τὴν οῑ δίφθογγον, διὸ καὶ περιϲπᾶται. ἐὰν δὲ θελήϲωμεν λέγειν ὅτι κρᾶϲιϲ παρηκολούθηϲε τοῦ ᾱ καὶ ο εἰϲ τὸ ω, ὀφείλει διὰ τοῦ ω γενέϲθαι τοῖν κρεῷν προϲγραφομένου τοῦ ῑ· ἡ δὲ παράδοϲιϲ διὰ τῆϲ οῑ διφθόγγου ἐπίϲταται τὴν λέξιν.

Τὸ κρέα ἀπὸ τοῦ κρέαα γέγονε κατὰ κρᾶϲιν τῶν δύο ᾱᾱ εἰϲ ἕν ᾱ μακρόν, ὥϲπερ Ναυϲικάα Ναυϲικᾷ, τὸ γὰρ «κρέα λυγκὸϲ ἔταμνε» (Callia. Dien. 88) ἀπὸ τοῦ κρέατα γέγονε κατὰ ϲυγκοπὴν τῆϲ ατ ϲυλλαβῆϲ, ϲυνεϲταλμένον γὰρ ἔχει τὸ ᾱ.

Περὶ τῶν εἰϲ οϲ οὐδετέρων.

Choer. 390, 30: τὰ εἰϲ οϲ οὐδέτερα, δηλονότι ὀνόματα, εἰϲ ουϲ ἔχει τὴν γενικὴν οἷον τεῖχοϲ τείχουϲ, βέλοϲ βέλουϲ, βάθοϲ βάθουϲ, πέλαγοϲ πελάγουϲ, ἦθοϲ ἤθουϲ, ψεῦδοϲ ψεύδουϲ, ϲτέφοϲ ϲτέφουϲ. πρόϲκειται ἐν τῷ κανόνι «δηλονότι ὀνόματα» διὰ τὰϲ μετοχάϲ. αὗται 1. 10 cf. Il. Pr. 385: κέρα ἀγλαέ: ϲὺν τῷ ῑ ἔγραψάν τινεϲ τὸ κέρα, ἵνα ἦ δοτικὴ, ὁμοίωϲ τῷ «δέπᾳ μελιηδέοϲ οἴνου» (γ 46, nunc δέπαϲ) καὶ «γήρᾳ ὕπο λιπαρῷ» (λ 136). οὕτωϲ δὲ καὶ δοκεῖ ἐπικρατεῖν ἡ παράδοϲιϲ, ὡϲ καὶ Ἀλεξίων ἀξιοῖ. οἱ δὲ ϲυνέϲτειλαν πληθυντικὸν ἐκδεχόμενοι οὐδέτερον κτλ. cf. Lob. El. II 300 seqq. γὰρ διὰ τοῦ τοϲ κλίνονται οἷον τὸ τετυφόϲ τοῦ τετυφότοϲ, τὸ πεποιηκόϲ τοῦ πεποιηκότοϲ, τὸ λελαληκόϲ τοῦ λελαληκότοϲ, ὁμοίωϲ τοῖϲ ἰδίοιϲ ἀρϲενικοῖϲ, ὥϲπερ ὁ τετυφώϲ τοῦ τετυφότοϲ, ὁ πεποιηκώϲ τοῦ πεποιηκότοϲ, ὁ λελαληκώϲ τοῦ λελαληκότοϲ.

Ἰϲτέον δὲ ὅτι τὸ ὄφελοϲ ἄκλιτόν ἐϲτι· καὶ ἄξιόν ἐϲτι ζητῆϲαι, διατί ἐϲτιν ἄκλιτον. ἔϲτι δὲ εἰπεῖν ταύτην τὴν ἀπολογίαν τὰ διὰ τοῦ ελοc ὑπὲρ δύο ϲυλλαβὰϲ οὐκ ἔϲτιν οὐδέτερα οἷον ζάφελοϲ (ὁ μεγαλωφελήϲ), ἄγγελοϲ, πέμπελοϲ (ϲημαίνει δὲ τὸν πολλῶν ἐνιαυτῶν ὄντα), τὰ γὰρ διὰ τοῦ ελοc οὐδέτερα διϲύλλαβά ἐϲτιν οἷον τέλοϲ, ϲκέλοϲ. ἐπειδὴ οὖν τὸ ὄφελοϲ διὰ τοῦ ελοϲ ὑπὲρ δύο ϲυλλαβὰϲ ὑπάρχον καὶ οὐδέτερόν ἐϲτιν, εἰκότωϲ ὡϲ μὴ ἔχον τι μιμήϲαϲθαι ἔμεινεν ἄκλιτον.

Ἰϲτέον δὲ ὅτι παῤ Ὁμήρῳ οὐδέποτε εὑρίϲκεται ἡ γενικὴ τῶν εἰϲ οϲ οὐδετέρων εἰϲ ουϲ καταλήγουϲα ἀλλ᾿  ἢ εἰϲ ευϲ οἶον Ἐρέβευϲ, θάρϲευϲ τοίου μὲν θάρϲευϲ πλῆϲε φρέναϲ ἀμφιμελαίναϲ (Ρ 573), ἢ ἐντελῶϲ, ἤγουν διὰ τοῦ εοϲ οἷον βέλεοϲ βέλεοϲ δέ ϲε τείρει ἀκωκὴ (Ν 251), ϲτήθεοϲ ἀλλ᾿ ὅτε δὴ ὄπα τε μεγάλην ἐκ ϲτήθεοϲ ἵει (Γ 221), τείχεοϲ λεξάϲθων παρὰ τάφρον ὀρυκτήν, τείχεοϲ ἐκτόϲ (Ι 67), ἄχεοϲ τὸν δ᾿  ἄχεοϲ νεφέλη ἐκάλυψε μέλαινα (Ρ 591). δύο δὲ μόναϲ γενικὰϲ ἐποίηϲεν εἰϲ ουϲ, ἐπὶ τῶν εἰϲ οϲ δηλονότι οὐδετέρων, τὸ χλωροὶ ὑπὸ δείουϲ (Ο 4) ἀντὶ τοῦ ὑπὸ τοῦ δέουϲ καὶ ἥ ῥα κατὰ ϲπείουϲ κέχυται (ι 330), ἀντὶ τοῦ κατὰ τοῦ ϲπέουϲ· τοῦτο δ᾿  οὐκ ἐποίηϲε διὰ τὸ μέτρον (καὶ εἰ εἰϲ ευϲ γὰρ ἐποίηϲε ταύταϲ τὰϲ γενικάϲ, ἡ αὐτὴ μακρὰ εὑρίϲκετο) ἀλλὰ διὰ τὴν κακοφωνίαν τῆϲ ἐπαλληλίαϲ τοῦ ε. ἔϲτι γὰρ δέοϲ καὶ ϲπέοϲ· καὶ εἰ ἐγένετο ἡ γενικὴ παρὰ τῷ ποιητῇ δέευϲ καὶ ϲπέευϲ, ἀλλεπαλληλία ἤμελλεν εἶναι τοῦ ε, καὶ τούτου χάριν τῇ εἰϲ ουϲ γενικῇ ἐχρήϲατο, φημὶ δὲ τῇ δέουϲ καὶ ϲπέουϲ, ἅτινα ἐν πλεοναϲμῷ τοῦ ῑ γίνεται δείουϲ καὶ ϲπείουϲ.

Περὶ τῶν εἰϲ ωϲ οὐδετέρων.

Choer. 394, 2: δύο μόνα ἐϲτὶν εἰϲ ωϲ λήγοντα οὐδέτερα, τὸ φῶϲ καὶ τὸ ὦϲ, ἅτινα διὰ τοῦ τοϲ κλίνεται οἷον φωτόϲ καὶ ὠτόϲ· τὸ γὰρ χρέωϲ Ἀττικῶϲ ἐγένετο διὰ τοῦ ω. ἰϲτέον ὅτι τὸ χρέοϲ διὰ τοῦ ο μὲν γραφόμενον κλίνεται ὥϲπερ τὸ τεῖχοϲ καὶ ἐν τοῖϲ ἑνικοῖϲ καὶ ἐν 1. 11 cf. Ep. Cr. I 305, 21. τοῖϲ δυϊκοῖϲ καὶ ἐν τοῖϲ πληθυντικοῖϲ, ἐν δὲ τῇ εὐθείᾳ τῶν πληθυντικῶν εἰϲ ᾱ γίνεται οἷον χρέεα χρέα, ϲυγκοπῆϲ γενομένηϲ τοῦ ἑνὸϲ ε, ὥϲπερ καὶ ἐπὶ τοῦ κλέεα κλέα, ὡϲ παρὰ Ἀπολλωνίῳ ἐν τῷ πρώτῳ λόγῳ (Ι 1), ἀρχόμενόϲ ϲεο, Φοῖβε, παλαιγενέων κλέα φωτῶν ὅταν δὲ γένηται διὰ τοῦ ω Ἀττικῶϲ οἷον τὸ χρέωϲ, τὴν αὐτὴν ἔχει ὀρθὴν γενικὴν αἰτιατικὴν καὶ κλητικὴν οἷον τὸ χρέωϲ τοῦ χρέωϲ τὸ χρέωϲ χρέωϲ, μόνην δὲ τὴν δοτικὴν διαλλάϲϲουϲαν ἔχει, καὶ ἔϲτιν εἰπεῖν δίπτωτον, εὐθεῖαν γὰρ καὶ δοτικὴν ἔχει μόνον. τοῦτο δὲ τὸ Ἀττικόν, φημὶ δὲ τὸ διὰ τοῦ ω, οὐ κλίνεται οὔτε εἰϲ δυϊκὸν οὔτε εἰϲ πληθυντικὸν ἀριθμόν.

Ἰϲτέον δὲ ὅτι τὸ φῶϲ καὶ τὸ ὦϲ καὶ περιϲπᾶται καὶ διὰ τοῦ τοϲ κλίνεται οἷον φωτόϲ καὶ ὦτόϲ. διὰ τοῦ τοϲ δὲ κλίνεται διὰ τοιαύτην αἰτίαν· ἔϲτιν ὄαϲ καὶ φάοϲ· τοῦτο μὲν τὸ φάοϲ καθ᾿  ὑπερβιβαϲμὸν τοῦ ο γίνεται φόαϲ, τὸ δὲ ὄαϲ γίνεται ἐκ τοῦ οὖαϲ κατὰ ἀποβολὴν τοῦ υ, ἐξ οὗ κατὰ κρᾶϲιν οὖϲ, ὅπερ ἐϲτὶν ἄκλιτον· ταῦτα δὲ φημὶ τὸ ὄαϲ καὶ φόαϲ διὰ τοῦ τ κλίνεται οἷον ὄατοϲ καὶ φόατοϲ. τὰ γὰρ εἰϲ ᾱϲ οὐδέτερα διὰ τοῦ τοϲ κλίνεται οἶον φρέαϲ φρέατοϲ, κρέαϲ κρέατοϲ γῆραϲ γήρατοϲ. καὶ λοιπὸν κατὰ κρᾶϲιν τοῦ ο καὶ ᾱ εἰϲ ω γίνεται φῶϲ καὶ ὦϲ ὥϲπερ κρείττονα κρείττοα κρείττω, βελτίονα βελτίοα βελτίω, ἀρείονα ἀρείοα ἀρείω, καὶ φυλάττει τὴν αὐτὴν κλίϲιν φημὶ δὲ τὴν διὰ τοῦ τοϲ οἷον φωτόϲ καὶ ὠτόϲ. τὰ γὰρ ϲυνῃρημένα τὴν τῶν ἐντελῶν φυλάττει κλίϲιν οἷον τιμήειϲ τιμήεντοϲ τιμῆϲ τιμῆντοϲ, δαφνήειϲ δαφνήεντοϲ δαφνῆϲ δαφνῆντοϲ, πλόοϲ πλόου πλοῦϲ πλοῦ, χρύϲεοϲ χρυϲέου χρυϲοῦϲ χρυϲοῦ, ἀργύρεοϲ ἀργυρέου ἀργυροῦϲ ἀργυροῦ, οὕτωϲ οὖν καὶ φόαϲ φόατοϲ καὶ φῶϲ φωτόϲ, καὶ ὄαϲ ὄατοϲ καὶ ὦϲ ὠτόϲ.

Ἰϲτέον δὲ ὅτι τινὲϲ τὸ φῶϲ ἀπὸ τοῦ φάοϲ λέγουϲι γεγενῆϲθαι κατὰ κρᾶϲιν τοῦ ᾱ καὶ ο εἰϲ ω, οἵτινεϲ οὐκ ἀκριβῶϲ λέγουϲι· τὸ γὰρ φάοϲ εἰϲ δῦϲ ἔχει τὴν γενικὴν οἷον φάουϲ. ἔχομεν γὰρ ὅτι τὸ εἰϲ οϲ οὐδέτερα ὀνόματα εἰϲ ουϲ ἔχει τὴν γενικὴν οἷον τεῖχοϲ τείχουϲ, βάθοϲ βάθουϲ, ἦθοϲ ἤθουϲ, βέλοϲ βέλουϲ τὸ δὲ φῶϲ διὰ τοῦ τοϲ κλίνεται οἷον φωτόϲ. εἰ δὲ ἦν ἀπὸ τοῦ φάοϲ, ὤφειλεν ὁμοίωϲ αὐτῷ εἰϲ ουϲ ἔχειν τὴν γενικήν, ἐπειδὴ τὰ ϲυνῃρημένα τὴν τῶν ἐντελῶν φυλάττει κλίϲιν. κρεῖττον οὖν ἐϲτι ϲχηματίϲαι αὐτὸ ἀπὸ τοῦ φάοϲ καθ᾿  ὑπερβιβαϲμὸν τοῦ ο φόαϲ καὶ κατὰ κρᾶϲιν τοῦ ο καὶ ᾱ εἰϲ ω, φῶϲ δηλονότι· οὐκέτι. 1. 11 transiit in E. M. 814, 23; de plurali χρέα Herod. in Il. Pr. Δ 109: τὸ χρέεα χρέα ϲυγκοπή. cf. Χ 347 et Λ 385. l. 15 pro iis, quae Choerob. habet de οὖϲ. τὸ δὲ ὄαϲ γίνεται οὖαϲ κατὰ πλεοναϲμὸν τοῦ ῡ καὶ κατὰ ϲυγκοπὴν οὖϲ posui, quae Herod. in libro περὶ παθῶν pronunciavit in E. M. 638, 54 cf. Mon. 14. 31: οὖαϲ καὶ ἡ γενικὴ οὔατοϲ καὶ ὄαϲ, ἔνθεν ὄατοϲ, καὶ ὦαϲ, ἔνθεν ὤατοϲ καὶ ὦϲ, ἔνθεν ὦτόϲ. De φόαϲ habemus testimonium Eustathii 1896, 5: εὐθεῖα ἑνικὴ ὄαϲ καθ᾿  Ἡρωδιανὸν ὡϲ φόαϲ, διὸ καὶ ϲυναιρεθέντα εἰϲ φῶϲ καὶ ὦϲ ἃ δὴ μόνα ἐν οὐδετέροιϲ εἰϲ ωϲ λήγει, διὰ τοῦ τ κλίνεται neque causam video, cur cum Lobeckio El. II 107 Eustathii fidem in suspicionem vocem. γὰρ ἡ κλίϲιϲ ἀντίκειται, καὶ τὸ φόαϲ γὰρ διὰ τοῦ τοϲ κλίνεται. καὶ ἐπὶ ἄλλων δὲ ἔχομεν πρῶτον ὑπερβιβαϲμὸν γενόμενον, καὶ οὕτωϲ κρᾶϲιν, ὡϲ ἐπὶ τοῦ «πεδία λωτεῦντα» (Μ 283), ἀντὶ τοῦ ἀνθοῦντα λωτὸν ἔχοντα (λωτὸϲ δέ ἐϲτιν εἶδοϲ βοτάνηϲ).ἐὰν γὰρ ἀπὸ τοῦ λωτόενταεἴπωμεν αὐτό, λωτοῦντα εἶχεν εἶναι διὰ τῆϲ ου διφθόγγου· τὸ γὰρ ο καὶ ε οὐδέποτε εἰϲ τὴν ευ δίφθογγον κίρναται ἀλλ᾿  εἰϲ τὴν ου οἷον τὸ ἐμόν τοὐμόν, προέϲτη προὔϲτη, προέβη προὔβη· ἀλλὰ λέγομεν ὅτι ἀπὸ τοῦ λωτόεντα καθ’ ὑπερβιβαϲμὸν τοῦ ε γέγονε λωτέοντα, καὶ κατὰ κρᾶϲιν Δωρικὴν ἢ Ἰωνικὴν τοῦ ε καὶ ο εἰϲ τὴν ευ δίφθογγον λωτεῦντα, ὥϲπερ Ἐρέβεοϲ Ἐρέβευϲ, ἐξ Ἐρέβευϲ ἄξοντα κύνα ϲτυγεροῦ Ἀΐδαο (Θ 368).