Μονόβιβλον περὶ τοῦ μὴ πάντα τὰ ῥήματα κλίνεσθαι εἰς πάντας τοὺς χρόνους Herodianus August Lentz Harvard Library Arcadia Fund Gregory Crane Digital Divide Data Corrected and encoded the text Gregory Crane Editor-in-Chief, Perseus Digital Library Matt Munson Project Manager (University of Leipzig) Annette Gessner Project Assistant (University of Leipzig) Thibault Clérice Lead Developer (University of Leipzig) 2015 - 2017 Bruce Robertson Technical Advisor Harvard College Library tlg0087.tlg018.1st1K-grc1.xml Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License 2017 Harvard College Library United States Herodiani Technici Reliquiae August Lentz Aelius Herodianus Teubner Leipzig 1868 2 Grammatici Graeci 3.2.1 Hathi Trust

Text encoded in accordance with the latest EpiDoc standards (January 2014)

Greek Latin
ΜΟΝΟΒΙΒΛΟΝ ΠΕΡΙ ΤΟΥ ΜΗ ΠΑΝΤΑ ΤΑ ΡΗΜΑΤΑ ΚΛΙΝΕϹΘΑΙ ΕΙϹ ΠΑΝΤΑϹ ΤΟΥϹ ΧΡΟΝΟΥϹ.

1.

ἰϲτέον ὅτι τὸ μὲν εἶπα καὶ ἤνεγκα κλίνεται καὶ εἰϲ μετοχὰϲ καὶ τὰϲ λοιπὰϲ ἐγκλίϲειϲ, εἶπαι γὰρ καὶ ἐνέγκαι τὸ ἀπαρέμφατον ὥϲπερ τύψαι καὶ γράψαι καὶ εἶπον καὶ ἤνεγκον τὸ προϲτακτικὸν ὡϲ τύψον καὶ γράψον, ὡϲ παρὰ Μενάνδρῳ «εἶπον δὲ τί ποιεῖν μέλλετε» ἀντὶ τοῦ εἰπέ καὶ εἴπαιμι καὶ ἐνέγκαιμι τὸ εὐκτικὸν ὥϲπερ τύψαιμι καὶ γράψαιμι καὶ ἐὰν εἴπω καὶ ἐνέγκω τὸ ὑποτακτικὸν ὥϲπερ καὶ ἐὰν τύψω καὶ ἐὰν γράψω καὶ εἴπαϲ καὶ ἐνέγκαϲ ἡ μετοχὴ ὥϲπερ τύψαϲ καὶ γράψαϲ οἷον «εἴπαϲ ἥλιε χαῖρε Κλεόμβροτε» παρὰ Καλλιμάχῳ ἀντὶ τοῦ εἰπών τὸ δὲ ἔδωκα ἔθηκα ἧκα οὐ κλίνεται οὔτε εἰϲ μετοχὰϲ οὔτε εἰϲ τὰϲ λοιπὰϲ ἐγκλίϲειϲ, ὁριϲτικὰ γὰρ μόνον ἔχει.

2.

ἡνίκα ὁ παθητικὸϲ παρακείμενοϲ ὁ ὁριϲτικὸϲ ἔχει πρὸ τοῦ μ ϲύμφωνον ἢ τὸ ῡ φωνῆεν, τότε τὸ εὐκτικὸν διὰ μετοχῆϲ ἀναπληροῦται καὶ ὑπαρκτικοῦ ῥήματοϲ· ϲύμφωνον μὲν πρὸ τοῦ μ οἷον τέτυμμαι 1. 7 cf. Lob. Rhem. 39, qui rectius νίφω scribi pertendit. l. 9 afferuntur haec verba Choerobosco, quia Philoponus primae coniugationis verbum esse pronunϲianit: τὰ ἔχοντα ρ ὑπὲρ μίαν ϲυλλαβὴν μὴ προηγουμένου ϲυμφώνου διά τοῦ ᾱ ἔχει τὸν μέλλοντα οἶον περάω περάϲω χωρὶϲ τοῦ ξυρῶ ξυρήϲω τοῦτο δὲ ὁ μὲν Φιλόπονοϲ πρώτηϲ ϲυζυγίαϲ φηϲὶν οἶον ξυρῶ ξυρεῖϲ ὁ δὲ Ἡρωδιανὸϲ δευτέραϲ οἷον ξυρῶ ξυρᾷϲ. De re cf. Lob. ad Buttm. s. v., ad Phrynich, p. 205, ad Aiac. 180. l. 14 cf. Choer. 903, 20. τετυμμένοϲ εἴην, κέκαρμαι κεκαρμένοϲ εἴην, λέλεγμαι λελεγμένοϲ εἴην· τὸ δὲ ῡ πρὸ τοῦ μ, οἷον τέθυμαι τεθυμένοϲ εἴην, λέλυμαι λελυμένοϲ εἴην, πεπαίδευμαι πεπαιδευμένοϲ εἴην, λέλουμαι λελουμένοϲ εἴην. διὰ τοῦτο δὲ γίνεται, ἐπειδὴ τὰ εἰϲ μην εὐκτικὰ θέλει πρὸ τοῦ μ δίφθογγον ἔχειν τὴν μετὰ τοῦ ῑ, οἶον τυπτοίμην, τυψαίμην· ἐὰν οὖν, ἡνίκα εὑρεθῇ πρὸ τοῦ μ τὸ ῡ, γένηται εὐκτικὸν κατὰ τὴν ἀναλογίαν τοῦ ῑ πρὸ τοῦ μ προϲερχομένου, μέλλει εἶναι τὸ εὐκτικὸν τεθυίμην καὶ λελυίμην, ὅπερ ἐϲτὶν ἀδύνατον οὐδέποτε γὰρ μετὰ τὴν υι δίφθογγον ϲύμφωνον εὑρίϲκεται ἐπιφερόμενον, οἷον μυῖα καὶ τὰ λοιπά ἀλλὰ καὶ ἡνίκα εὑρεθῇ πρὸ τοῦ μ ϲύμφωνον, ἐὰν γένηται τὸ εὐκτικὸν κατὰ ἀναλογίαν, μέλλει τοῦ ῑ πρὸ τοῦ μ προϲεχρομένου εἶναι τὸ εὐκτικὸν τετυμίμην καὶ ἐφθαρίμην καὶ λελεγίμην καὶ ἐϲπαρίμην, καὶ οὐκέτι εὑρίϲκεται πρὸ τοῦ μ τὸ ῑ ἐν διφθόγγῳ, ὅπερ ἐϲτὶν ἄτοπον· ὡϲ γὰρ εἴρηται, τὰ εἰϲ μην εὐκτικὰ θέλει πρὸ τοῦ μ δίφθογγον ἔχειν τὴν μετὰ τοῦ ῑ οἷον τυπτοίμην τυψαίμην τυφθηϲοίμην. τούτου οὖν χάριν, ἡνίκα εὑρεθῇ πρὸ τοῦ μ ϲύμφωνον ἢ τὸ ῡ ἐν τῷ παθητικῷ παρακειμένῳ τῷ ὁριϲτικῷ, τὸ εὐκτικὸν διὰ μετοχῆϲ ἀναπληροῦται καὶ ὑπαρκτικοῦ ῥήματοϲ. εἰ δέ τιϲ εἴποι καὶ γενέϲθαι κατὰ ὑπερβιβαϲμὸν τοῦ ῑ, ἵνα εὑρεθῇ ἐν διφθόγγῳ τὸ ῑ οἷον τετυίμμην, λελείγμην, ἐϲπαίρμην, λέγομεν ὅτι πρῶτον μὲν ἐν τῷ τετυίμμην εὑρεθήϲεται μετὰ τὴν υι δίφθογγον ϲύμφωνον ἐπιφερόμενον, ὅπερ ἀδύνατον, ἄλλωϲ τε δὲ ἐν τῷ λελείγμην καὶ ἐϲπαίρμην οὐχ εὑρεθήϲεται τὸ ῑ πρὸ τοῦ μ καὶ ἐν διφθόγγῳ, ἀλλὰ πρὸ τοῦ ἑτέρου ϲυμφώνου, ὅπερ ἐϲτὶν ἀδύνατον. ὡϲ γὰρ εἴρηται, τὰ εἰϲ μην εὐκτικὰ πρὸ τοῦ μ θέλει ἔχειν τὴν μετὰ τοῦ ῑ δίφθογγον οἷον τυπτοίμην, τυψαίμην. εἰ δέ τιϲ εἴποι πάλιν ἀποβάλλεϲθαι τὸ πρὸ τοῦ μ ϲύμφωνον καὶ λοιπὸν εὑρίϲκεται πρὸ τοῦ μ τὸ ῑ ἐν διφθόγγῳ οἷον λελείμην, ἐϲπαίμην, λέγομεν ὅτι ἐὰν ἀποβληθῇ τὸ ἓν ϲύμφωνον, ἀϲήμαντοϲ μένει ἡ λέξιϲ.

3.

ἰϲτέον ὅτι ἡ δ᾿ ϲυζυγία τῶν εἰϲ μῑ οὐκ ἔχει ὑποτακτικὰ διὰ τοιαύτην αἰτίαν. τὰ ὑποτακτικὰ τῶν εἰϲ μῑ θέλει ὁμοφωνεῖν τοῖϲ πρωτοτύποιϲ τῶν εἰϲ μῑ οἶον τιθῶ τίθημι ἐὰν τιθῶ, ἱϲτῶ ἵϲτημι ἐὰν ἱϲτῶ, διδῶ δίδωμι ἐὰν διδῶ. κατὰ τοῦτον οὖν τὸν κανόνα καὶ τὰ ὑποτακτικὰ τῆϲ δ ϲυζυγίαϲ τῶν εἰϲ μῑ ἀναγκάζεται ὁμοφωνεῖν τοῖϲ πρωτοτύποιϲ τῶν εἰϲ μῑ οἷον ζευγνύω ζεύγνυμι ἐὰν ζευγνύω, ὀλλύω ὄλλυμι ἐὰν ὀλλύω, πηγνύω πήγνυμι ἐὰν πηγνύω. ἀλλὰ μὴν οὕτωϲ οὐκ ἠδύνατο εἶναι, ἐπειδὴ κανών ἐϲτιν ὁ λέγων, ὅτι πᾶϲ παρῳχημένοϲ 1. 19 in codd. τετυΐμμην λελεΐγμην, in quibus diaeresin sustuli. Ÿ— cod. Coisl. ἐϲπερίμην, Barocc. ἐπαίρμην, quod correxi ἐϲπαίρμην scribens, ibidem iterum τετυΐμμην. l. 22 in codd. ἐλελεΐγμην; tum in Coisl. ἐϲπερίμην, in Barocc. ἐπαίρμην, l. 27 cod. Coisl. λελυίμην, ἐϲπαρυίμην. recte Barocc. λελείμην ἐϲπαίμην. l. 30 cf. Buttm. grammat. maior. § 107 adn. 36. l. 36 pro ὀλλῶ bis scripsi ὀλλύω. ὁριϲτικόϲ, μὴ ἔχων τὸ μ κλιτικόν, τρέπων τὴν τελευταίαν ϲυλλαβὴν εἰϲ ω καὶ ἀποβάλλων τὴν ἐν ἀρχαῖϲ κλιτικὴν ἔκταϲιν τὸ ὑποτακτικὸν ποιεῖ· οἷον ἔτυπτον ἐὰν τύπτω, ἔμαθον ἐὰν μάθω. καὶ περιϲπᾶται τὰ ἔχοντα τὴν μετοχὴν εἰϲ ϲ μετ᾿  ὀξείαϲ τάϲεωϲ καὶ διὰ τοῦ ντ κλινομένην οἷον ἐτύφθην τυφθείϲ τυφθέντοϲ ἐὰν τυφθῶ, ἐτύπην τυπείϲ τυπέντοϲ ἐὰν τυπῶ, ἐνύγην νυγείϲ νυγέντοϲ ἐὰν νυγῶ, ἐδάρην δαρείϲ δαρέντοϲ ἐὰν δαρῶ, ἐτίθην τιθείϲ τιθέντοϲ ἐὰν τιθῶ, ἵϲτην ἱϲτάϲ ἱϲτάντοϲ ἐὰν ἱϲτῶ, ἐδίδων διδούϲ διδόντοϲ ἐὰν διδῶ. οὕτωϲ οὖν καὶ ἀπὸ τοῦ παρατατικοῦ τοῦ ἐπήγνυν καὶ ἐζεύγνυν καὶ ὤλλυν τροπῇ τῆϲ ἐϲχάτηϲ εἰϲ ω καὶ ἀποβολῇ τῆϲ ἐν ἀρχῇ κλιτικῆϲ ἐκτάϲεωϲ ἐὰν πηγῶ καὶ ἐὰν ὀλλῶ καὶ ἐὰν ζευγνῶ, καὶ ἀναγκάζεται γενέϲθαι περιϲπωμένωϲ, ἐπειδὴ καὶ ταῦτα ἔχει τὴν μετοχὴν εἰε ϲ μετ᾿  ὀξείαϲ τάϲεωϲ καὶ διὰ τοῦ ντ κλινομένην οἷον πηγνύϲ πηγνύντοϲ, ὀλλύϲ ὀλλύντοϲ, ζευγνύϲ ζευγνύντοϲ, ὀμνύϲ ὀμνύντοϲ. τῶν οὖν δύο κανόνων μαχομένων καὶ τοῦ μὲν ἑνὸϲ ἀπαιτοῦντοϲ αὐτὰ ὁμοφωνεῖν τοῖϲ πρωτοτύποιϲ τῶν εἰϲ μι, τοῦ δὲ ἑτέρου τὴν εἰϲ ω μετὰ περιϲπωμένου τόνου κατάληξιν οἶον ἐὰν πηγνῶ, ἐὰν ζευγνῶ, ἐὰν ὀμνῶ, ἐξ ἀνάγκηϲ ἐπιλιμπάνει τὰ ὑποτακτικὰ τῆϲ δ᾿  ϲυζυγίαϲ τῶν εἰϲ μι.

4.

ἰϲτέον ὅτι ἡνίκα ὁ παθητικὸϲ παρακείμενοϲ ὁ ὁριϲτικὸϲ οὐκ ἔχει πρὸ τοῦ μ ϲύμφωνον, τότε τῷ κοινῷ κανόνι ποιεῖ τὸ ὑποτακτικὸν, τουτέϲτι πρὸ τοῦ μ δεχόμενοϲ τὸ ω οἶον πεποίημαι ἐὰν πεποιῶμαι, κέκτημαι ἐὰν κεκτῶμαι, μέμνημαι ἐὰν μεμνῶμαι, προπεριϲπωμένωϲ, καὶ τῆϲ ἐν ἀρχῇ κλιτικῆϲ ἐκτάϲεωϲ φυλαττομένηϲ, ἡνίκα δὲ ὁ παθητικὸϲ παρακείμενοϲ ὁ ὁριϲτικὸϲ ἔχει πρὸ τοῦ μ ϲύμφωνον, τότε τὸ ὑποτακτικὸν διὰ μετοχῆϲ ἀναπληροῦται καὶ ὑπαρκτικοῦ ῥήματοϲ οἷον τέτυμμαι ἐὰν τετυμμένοϲ ὦ, ἔφθαρμαι ἐὰν ἐφθαρμένοϲ ὦ, ἔϲπαρμαι ἐὰν ἐϲπαρμένοϲ ὦ, ἐπειδὴ τὰ εἰϲ μαῑ ὑποτακτικὰ θέλει ἔχειν πρὸ τοῦ μ τὸ ω οἷον ἐὰν τύπτωμαι, ἐὰν τύψωμαι, ἐὰν λάβωμαι, ἐὰν ποιῶμαι. ἐὰν οὖν ἡνίκα εὑρεθῇ πρὸ τοῦ μ ϲύμφωνον γένηται ὑποτακτικὸν κατὰ ἀναλογίαν, μέλλει τοῦ ω πρὸ τοῦ μ προϲερχομένου εἶναι ὑποτακτικὸν ἐὰν τετύπωμαι καὶ ἐὰν ἐφθάρωμαι καὶ ἐὰν ἐϲπάρωμαι καὶ ἐὰν λελέγωμαι, καὶ λοιπὸν γίνεται τὸ ὑποτακτικὸν περιττοϲυλλαβοῦν τοῦ ἰδίου ὁριϲτικοῦ, ὅπερ ἐϲτὶν ἄτοπον. τούτου χάριν ἡνίκα εὑρεθῇ πρὸ τοῦ μ ϲύμφωνον, τὸ ὑποτακτικὸν διὰ μετοχῆϲ ἀναπληροῦται καὶ ὑπαρκτικοῦ ῥήματοϲ.

5.

ἰϲτέον, ὅτι φηϲὶν ὁ Ἡρωδιανὸϲ ἐν τῷ μονοβίβλῳ, ἐν ᾧ διαλαμβάνει περὶ τοῦ μὴ πάντα τὰ ῥήματα κλίνεϲθαι εἰϲ πάνταϲ τοὺϲ χρόνουϲ, ὅτι καὶ ἐὰν εὑρεθῇ ἐν τῷ παθητικῷ παρακειμένῳ τῷ ὁριϲτικῷ πρὸ τοῦ μ δίφθογγοϲ ἡ διὰ τοῦ ῡ, τὸ ὑποτακτικὸν διὰ μετοχῆϲ ἀναπληροῦται καὶ ὑπαρκτικοῦ ῥήματοϲ· πεπαίδευμαι ἐὰν πεπαιδευμένοϲ ὦ, λέλουμαι ἐὰν λελουμένοϲ ὦ.

6.

περὶ ἀκλίτων ῥημάτων Αἰλίου Ἡρωδιανοῦ.

Τὰ εἰϲ βω λήγοντα ῥήματα, ἂν ἐν τῇ πρὸ τέλουϲ ϲυλλαβῇ ἔχῃ τὸ ε, μὴ ὑποτεταγμένου αὐτῷ τοῦ ῑ, οὐ κλίνεται παρὰ τοῖϲ παλαιοῖϲ εἰ μὴ ἄχρι τοῦ παρατατικοῦ οἷον ἐϲτι τὸ ῥέμβομαι καὶ ϲέβω ϲέβομαι. εὑρέθη δὲ παρὰ τῷ Ϲοφοκλεῖ ἐϲέφθην.

Τὰ εἰϲ ϲκω ἄχρι τοῦ παρατατικοῦ κλίνεται, γηράϲκω, τιτρώϲκω, ἀρέϲκω, πιφαύϲκω τὸ φανερῶ, μεθύϲκω, ϲτερίϲκω, πιπράϲκω χωρὶϲ τοῦ θνήϲκω θνήξω καὶ ἀλύϲκω ἀλύξω. τὸ γὰρ δεδίδαχα οὐκ ὀφείλει ἀπὸ τοῦ διδάϲκω κανονίζεϲθαι, ἀλλ᾿  ἀπὸ τοῦ διδάχω, ἔνθεν ἡ διδαχή ὡϲ ἰάχω ἰαχή. τὸ δὲ διδαϲκῆϲαι παρὰ Ἡϲιόδῳ (Opp. 64) ὡϲ ἀπὸ περιϲπωμένου διδαϲκῶ ὡϲ ἀπὸ τοῦ ἀϲκῶ ἀϲκήϲω. οὕτω δὲ καὶ τὸ βοϲκήϲω ἀπὸ τοῦ βοϲκῶ περιϲπωμένου. τὸ γὰρ βαρυνόμενον ἄκλιτον ἐπίϲταϲιν ἔχει.

Κανών ἐϲτιν ὁ λέγων, ὅτι τὰ εἰϲ χω λήγοντα βαρύτονα διϲύλλαβα τῷ ᾱ καθαρῷ παραληγόμενα ϲπάνιά ἐϲτι, τὸ ἄχομαι καὶ τὸ μάχομαι. καὶ ταῦτα μὲν ἄχρι τοῦ παρατατικοῦ κλίνεται ὡϲ βαρύτονα, ἀπὸ δὲ τοῦ παρατατικοῦ ὡϲ περιϲπώμενα ποιεῖται τὴν κλίϲιν. Ἡρωδιανόϲ.

Τὰ εἰϲ αθω λήγοντα ῥήματα ἄχρι τοῦ παρατατικοῦ μόνου κλίνεται οἶον κιάθω τὸ πορεύομαι, ἀμυνάθω βοηθῶ. ϲημείωϲαι ὅτι ϲκιάϲω καὶ ἐϲκίαϲται καὶ ὅϲα τοιαῦτα κινήματα ἀπὸ τοῦ θέματόϲ ἐϲτι τοῦ ϲκιάζω. ὁμοίωϲ καὶ τὸ πελάϲω ἁπὸ τοῦ πελάζω.

Τὰ διὰ τοῦ εθω ἄχρι παρατατικοῦ κλίνεται οἷον ἐρέθω τὸ ἐρεθίζω, φλεγέθω, ἐμέθω τὸ ἐμῶ.

Τὰ διὰ τοῦ υθω ῥήματα ἄχρι παρατατικοῦ κλίνεται οἷον βαρύθω, μινύθω, φθινύθω.

Τὰ εἰϲ θω ῥήματα μετ᾿  ἐπιπλοκῆϲ ϲυμφώνου ἄχρι παρατατικοῦ κλίνεται οἷον ἐρέχθω, ἄχθω.

Τὰ διὰ τοῦ ανω βαρύτονα ἄχρι τοῦ παρατατικοῦ κλίνεται, λαμθάνω, 1. 5 εἰ μὴ ἄχρι τοῦ παρατατικοῦ pro ἀπὸ τοῦ παρακειμένου scripsi coll. p. 372. cf. Choer. Dict. 489, 16, Ep. in Psalm. 17, 24, E. M. 231, 54. l. 9 verba ἀρέϲκω — ἀλύξω et tum γὰρ post τὸ addidi ex Choer. Dict. 489, 27, E. M. 231, 39. initio ϲκω scripsi pro θω et in fine ἐπίϲταϲιν pro ἐπίταϲιν exhibui; cf. Eustath. 1715. 53 et An. Par. III 308, 28: ὀλέκοντο: ἔϲτιν ἄκλιτον τὰ τοιαῦτα μέλλοντα οὐκ ἔχει, ἐπειδὴ ἀπὸ μελλόντων μετήχθη εἰϲ ἐνεϲτῶτα «ὄρϲεο Λαομεδοντιάδη» (Γ 250), «ἄξετε δὲ Πριάμοιο βίην» (Γ 105). γέγονε δὲ τοῦτο ἀπὸ τοῦ ὀλῶ ὀλέϲω πλεοναϲμῷ τοῦ κ ὀλέϲκω καὶ κατ᾿ ἔνδειαν τοῦ ϲ ὀλέκω ὡϲ ἀπὸ τοῦ μεθύω μεθύϲω μεθύϲκω καὶ ἀρῶ ἀρέϲω ἀρέϲκω πλεοναϲμῷ τοῦ κ, διὸ καὶ οὐ κλίνεται ὡϲ ἀπὸ μέλλοντοϲ. l. 16 ex E. Gud. 382, 10 (Ep. Cr. 245, 3) huc traxi. cf. Lob. Rhem. 66. l. 21 verba τὰ εἰϲ αθω — βοηθῶ supplevi ex Choer.489,12, E. M. 231, 52. l. 25 Choer. 489, 14, Ep. Cr. I 87, 4, E. M. 231, 52 et 739, 51. l. 27 Choer. 489 15, E. M. 231, 50, An. Paris. ' III 360, 31. l. 29 Ep. Cr. 1 355, 15 ubi πάϲχω μέλλοντα οὐκ ἔχει. καὶ τὰ εἰϲ ϲyω (scripsi θω) etc. l. 31 Choer. 489, 8, E. μανθάνω, κιχάνω, λανθάνω, ἐρυγγάνω τὸ ἐρεύγομαι. πρόϲκειται «βαρύτονα» διὰ τὰ περιϲπώμενα οἷον διὰ τὸ ϲτεφανῶ ϲτεφανώϲω.

Τὰ εἰϲ νω βαρύτονα τῷ ε παραληγόμενα ἄχρι παρατατικοῦ κλίνεται ὡϲ ϲτένω, ϲθένω. τὸ γὰρ μένω ὡϲ ἀπὸ περιϲπωμένου ἔχει τὴν κλίϲιν.

Τὰ διὰ τοῦ εινω ὑπὲρ δύο ϲυλλαβὰϲ βαρύτονα ἄχρι παρατατικοῦ μόνου κλίνεται οἷον ἐρεείνω, φαείνω, ἀλεείνω. πρόϲκειται «ὑπὲρ δύο ϲυλλαβὰϲ» διὰ τὸ τείνω τενῶ. πρόϲκειται «βαρύτονα» διὰ τὸ ταπεινῶ ταπεινώϲω.

Τὰ εἰϲ μνω οἷον μίμνω, τέμνω, κάμνω ἄχρι παρατατικοῦ κλίνεται· ὁμοίωϲ ἔχει καὶ δέμω, τέμω. ὁ γὰρ παρακείμενοϲ αὐτῶν ὡϲ ἀπὸ περιϲπωμένου.

Τὰ διὰ τοῦ ειω παραγωγὰ ἢ ἀπὸ ἐνεϲτῶτοϲ ἢ ἀπὸ μέλλοντοϲ οἷον κιχῶ κιχείω, θῶ θείω, ϲῶ ϲείω, βρώϲω βρωϲείω, πολεμήϲω πολεμηϲείω ἄχρι τοῦ παρατατικοῦ κλίνεται.

Τὰ διὰ τοῦ υω ὑπὲρ δύο ϲυλλαβὰϲ ποιοῦντα παραγωγὰ εἰϲ μῑ καὶ τὰ ἀπὸ τούτων παραγόμενα εἰϲ μῑ ἄχρι παρατατικοῦ μόνου κλίνεται οἷον πηγνύω πήγνυμι, ὀμνύω ὄμνυμι, ὀλλύω ὄλλυμι, δεικνύω δείκνυμι, ῥηγνύω ῥήγνυμι, ὀρνύω ὄρνυμι.

Τὰ εἰϲ ω καθαρὸν τῇ ῡῑ διφθόγγῳ παραληγόμενα οἷον ὀπυίω, ἀλυίω, ἄχρι τοῦ παρατατικοῦ κλίνεται.

Ἐὰν ἔχῃ ἡ ε΄ ϲυζυγία τῶν βαρυτόνων τὴν πρώτην ϲυλλαβὴν δεδιπλαϲιαϲμένην καὶ λήγει εἰϲ ἀμετάβολον οἷον καρκαίρω, μαρμαίρω, παμφαίνω, μορμύρω, ὁμοίωϲ τὰ εἰϲ ω λήγοντα ἔχοντα πρὸ τοῦ ω δύο ϲύμφωνα κατ᾿  ἐπιπλοκήν, ὧν τὸ β΄ ἐϲτὶν ἀμετάβολον οἷον μέμβλω, ὄφλω, ἔγρω, δάκνω ἄχρι παρατατικοῦ κλίνεται.

Τὰ Ἀττικῶϲ βαρυνθέντα, ἀλέξω, αὔξω, ἕψω καὶ τὰ ποιητικὰ παρὰ μέλλοντοϲ εἰϲ ἐνεϲτῶτα μεταγόμενα ὡϲ τὸ ὄρϲω, ἐξ οὗ τὸ ὄρϲεο, ἄξω «ἄξετε δὲ Πριάμοιο βίην» (Γ 105), οἴϲω οἶϲε, καὶ τὰ εἰϲ δω, εἰ ἔχει πρὸ τοῦ δ ἢ τὸ λ ἢ τὸ ν οἷον ϲπένδω, κυλίνδω, ἔλδω, μέλδω, ταῦτα πάντα ἄχρι τοῦ παρατατικοῦ κλίνεται.

M. 231, 42. 1. 3 E. M. 231, 56. l. 6 Choer. 489, 31, Ep. Cr. I 29, 19 E. M.231, 38, Choer. Orth. 244, 10. l. 10 E. M, 232, 1. l. 13 Ep. Cr. I 407, Choer 489, 35. An. Par. III 306, 2, E. M. 231, 43. Schol. ad Od. γ 396 κείω μέλλοντα οὐκ ἔχει καὶ τὰ ἄλλα ὅμοια, διὸ χρῆται τῷ ἐνεϲτῶτι ἀντὶ μέλλοντοϲ. l. 16 Choer. 490, 11, Ep. in Psalm. 129, 1. 1. 20 Choer. 490, 29 cf. E. M. 72, 24: τοῦ ὀπυίω καὶ ἀλυίω καὶ τῶν παραπληϲίων ἐπιλελοίπαϲιν οἱ χρόνοι οἱ διὰ ϲυμφώνου γινόμενοι οὐδέποτε γὰρ μετὰ τὴν ῡῑ δίφθογγον ϲύμφωνα ἐπιφέρεται οἷον μυῖα καὶ αἴθυια. ἐπιλέλοιπε δὲ ὅ τε παρακείμενοϲ καὶ ὁ ὑπερϲυντέλικοϲ καὶ ὁ ἀόριϲτοϲ καὶ ὁ μέλλων. l. 22 Choer. 490, 24, E. M. 232, 3. l. 27 Choer. 490, 32, E. M. 232, 12 et de praesentibus e futuro propagatis Ep. Cr. I 322, 1 et 19; omisi ut a Choerobosco addita verba καὶ τὰ ποιητικὰ ὡϲ τὸ ὄϲϲω ἔκ τοῦ ὄπτω καὶ λεύϲϲω ἐκ τοῦ βλέπω καὶ πέϲϲω ἐκ τοῦ πέπτω καὶ κορύϲϲω ἐκ τοῦ κορύπτω, nam a λεύϲϲω flexit Herodianus futurum λεύϲω, unde praesens λεύϲω repetivit An. Par. III 332, 16.

Τὸν πίϲω μέλλοντα ὁ τεχνικὸϲ μὴ εἰρῆϲθαί φηϲι καὶ ταῦτα εἰρημένου αὐτοῦ καὶ παρὰ Πινδάρῳ οἷον « πίϲω γε Δίρκηϲ ὕδωρ»  (lsthm. VI 108) καὶ παρ’ Εὐπόλιδι « τῷ δ’ ἄν οἶνοϲ εἴη πολύϲ, πίϲει ». ἀλλὰ μήποτέ ἐϲτιν εἰπεῖν μὴ εἰρῆϲθαι ἐν πλάτει.