Περὶ ῥημάτων Herodianus August Lentz Harvard Library Arcadia Fund Gregory Crane Digital Divide Data Corrected and encoded the text Gregory Crane Editor-in-Chief, Perseus Digital Library Matt Munson Project Manager (University of Leipzig) Annette Gessner Project Assistant (University of Leipzig) Thibault Clérice Lead Developer (University of Leipzig) 2015 - 2017 Bruce Robertson Technical Advisor Harvard College Library tlg0087.tlg021.1st1K-grc1.xml Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License 2017 Harvard College Library United States Herodiani Technici Reliquiae August Lentz Aelius Herodianus Teubner Leipzig 1868 2 Grammatici Graeci 3.2.1 Hathi Trust

Text encoded in accordance with the latest EpiDoc standards (January 2014)

Greek Latin
ΕΚ ΤΩΝ ΗΡΩΔΙΛΝΟΥ ΠΕΡΙ ΡΗΜΑΤΩΝ.

( Περὶ ῥήματοϲ καθολικῶϲ).

(Περὶ ϲυζυγιῶν).

1.

τὸ ῥῆμα (sc. ἐθέλω) τῶν παραλόγων κατὰ τὸν τόνον ἐϲτὶ τριϲύλλαβον ὄν, ὡϲ δείκνυται ἐν τοῖϲ περὶ ῥημάτων.

( Περὶ παρ ῳχημένων).

πᾶν ῥῆμα οἵαϲ ἄν εἴη ϲυζυγίαϲ καὶ καταλήξεωϲ, ἢ ἀπὸ φωνήεντοϲ ὄρχεται ἢ διφθόγγου ἢ ϲυμφώνου. εἰ μὲν οὖν ἀπὸ φωνήεντοϲ, ἢ μεταβολικοῦ ἢ ἀμεταβόλου· εἰ μὲν ἀπὸ ἀμεταβόλου δηλονότι η ῖ ῦ ω οὐδεμία τροπὴ γίνεται ἐν τοῖϲ παρῳχημένοιϲ οἷον χῶ ἤχουν ἤχηκα ἠχήκειν χηϲα, ἰξεύω ἴξευκα ἰξεύκειν ξευϲα, ὑβρίζω ὕβριζον βρικα ὑβρίκειν θβριϲα, ὦφελῶ ὦφέληκα φελήκειν ὠφέληϲα. ταῦτά τοι καὶ ἀμετάβολα προϲαγορεύεται. τὸ δὲ ὑβρίζω καὶ ἰξεύω καὶ τὰ ὅμοια ἐν μὲν τῷ ἐνεϲτῶτι θέϲει μακρὸν τὸ δίχρονον ἔχει, ἐν δὲ τοῖϲ παρψχημένοιϲ φύϲει μακρὸν τῷ λόγῳ τῆϲ αὐξήϲεωϲ.

Εί δὲ τὸ ῥῆμα ἄρχεται ἀπὸ φωνήεντοϲ μεταβολικοῦ δηλονότι τὸ ᾶ ε ο, γίνεται τροπὴ ἐν τοῖϲ παρῳχημένοιϲ τοῦ βραχέοϲ εἰϲ μακρὸν μεταβαλλομένου. καὶ εἰ μὲν ἄρχεται τὸ θέμα ἀπὸ τοῦ ᾱ τρέπεται κοινῶϲ τὸ ᾱ εἰϲ η οἰον ἀνύω ἤνυον ἤνυκα ἠνύκειν νυϲα πλὴν τῶν ϲεϲημειωμένων ἀηθέϲϲω ἀἡθεϲϲον «ἀήθεϲϲον γὰρ ἐπ’ αὐτόνα» (Κ 493), ἀηδίζομαι ἀηδιζόμην διὰ τὴν ἐπαλληλίαν τῶν δύο ῆ, ὄω τὸ πνέω ὄεν ῖνα μὴ ϲυνεμπέϲῃ τῷ ῆεν, ἀω τὸ ἀκούω ὄιον νᾷ μὴ ϲυνεμπέϲῃ τῷ ἤϊον τῷ ἐπορευόμην.

Τὰ δὲ ἀπὸ τοῦ ε ἀρχόμενα ῥήματα ἀδιαφόρωϲ εἴωθε κλίνεϲθαι καὶ διὰ τῆϲ ει διφθόγγου κατ’ ἀρχὴν καὶ διὰ τοῦ η. ἀπὸ γοῦν τοῦ ἑλκῶ περιϲπωμένου εἵλκεον ( 395) φήϲαϲ τὸν παρατατικὸν διὰ τοῦ ῆ τὸν ἀόριϲτονἐξήνεγκεν ἐν τῷ «Λητὼ γὰρ 1. 6 ef. E. M. 318, 32 et Arcad. 168. 1. 21 homerica exempla ex Choer. eumpta sunt. De ἀηθέϲϲω ἀηδίζομαι idem tradunt Ep. Cr. 86, 14. 1. 25 posui praeceptum ex Il. Pr. 543 pro iis. quae Ϲhoer. et Lascaris praecipiunt: εἰ δὲ ἄρχεται ἀπὸ τοῦ ε, τρέπεται τὸ ε εἰϲ η, ἐλέω ἤλεον ἦλέηκα ἠλεήκειν ἠλέηϲα. πλὴν τῶν ϲεϲημειωμένων διϲυλλάβων καὶ ὑπερδιϲυλλάβων, ἐν οἶϲ προϲτίθεται τὸ ῑ ἐν παρψχ μένοιϲ. τούτων δὲ ὁ κανὼν κατὰ τοὺϲ παλαιοὺϲ (recurrit etiam in An. Par. ΙΙΙ 346 24) τοιοῦτόϲ τιϲ τυγχάνει γε ὦν· τὰ ἀπὸ τοῦ ε ἀρχόμενα ὑπερδιϲύλλαβα μὲν ὄντα ἥλκηϲε Διόϲ» (λ 580). ὀλλ’ οὐ θέλει πάλιν τὸ τὸ κατ’ ἀρχὴν τῶν παρψχημένων εἰϲ ε καὶ α διαλύεϲθαι, ὁπότε ὁ ἐνεϲτὼϲ ἄρχει ἀπὸ τοῦ ε, ἀπὸ μέντοι τοῦ ᾱ καὶ η, ὡϲ δῆλον ἐκ τούτων, ἤλη ἐάλη, ἤγη ἐάγη, ἦδον ἕαδον.

Εί δὲ ἄρχεται ἀπὸ τοῦ ο μικροῦ τὸ θέμα, τρέπεται τὸ μικρὸν εἰϲ ω μέγα, ὀνομάζω ὦνόμαζον ὠνόμακα ὠνομάκειν ὦνόμαϲα.

Ταῦτα δὲ παρὰ ποιηταῖϲ ἀναύξητα ἤτοι ἄτρεπτα μένει διὰ τὸ μέτρον ἔθει Ἰωνικῷ, ἄκουεν ἀντὶ τοῦ ῆκουεν, ἔλαυνεν ἀντὶ τοῦ λαυνεν, ὀνόμαϲεν ἀντί τοῦ ὦνόμαϲεν.

Ὅτε δὲ τὸ ῥῆμα ἄρχεται ἀπὸ τῶν τριῶν τούτων μεταβολικῶν φωνηέντων, οἰ Ἀττικοὶ ποιοῦϲιν ἴδιον παρακείμενον ἐνεργητικόν, παθητικὸν καὶ μέϲον, ἵνα μὴ ἀπορῶϲι παρακειμένων ἀπὸ φωνήεντοϲ ἀρχομένων, τὰ ἀρκτικὰ δύο γράμματα τοῦ ἐνεϲτῶτοϲ προϲτιθέντεϲ τῷ κοινῷ παρακειμένῳ καὶ τὴν τρίτην ϲυλλαβήν, εἰ μακρὰ εἶη, ὡϲ τὰ πολλά ϲυϲτέλλοντεϲ ἐπὶ τῶν τριϲυλλάβων, ἀλείφω ήλειφα κοινῶϲ καὶ ἀλήλιφα Ἀττικῶϲ, ἐλεύθω ἤλευκα ἤλευθα μέϲοϲ καὶ Ἀττικῶϲ ἐλήλυθα, ὀμῶ ὤμοκα καὶ ὀμώμοκα, ἀλείφομαι ἠλειμμαι καὶ ἀλήλιμμαι. ϲέϲημείωται τὸ ὑφήφαϲται, ὅτι ἀπὸ τοῦ ῦ ἀρχομένου τοῦ ἐνεϲτῶτοϲ ἐγένετο Ἀττικὸϲ παρακείμενοϲ. γέγονε δὲ τοῦτον τὸν τρόπον· ἔϲτιν ὑφάζω ὑφάϲω ὕφακα, Θφαϲμαι φαϲται καὶ ὑφύφαϲται Ἀττικῶϲ ἢ ὑφαίνω φαγκα ὕφαϲμαι καὶ ὑφύφαϲμαι Ἀττικῶϲ. καὶ ἐπειδὴ οὐ θέλει ὁ Ἀττικὸϲ παρακείμενοϲ ἔχειν ἐν τῇ α καὶ β’ ϲυλλαβῇ τὸ αὐτὸ ϲτοιχεῖον οἷον ἀλήλιφα καὶ ἐλήλυθακαὶ ὀμώμοκα, τούτου χάρινκαὶ τροπὴ παρηκολούθηϲε τοῦ ῦ εἰϲ η καὶ γέγονεν ὑφήφαϲται. ἔϲτι δὲ καί τινα, ὦν ἡ τρίτη ἀπ’ ἀρχῆϲ ϲυλλαβὴ οὐ ϲυϲτέλλεται. ἀπὸ τοῦ ἄλημι ὁ παθητικὸϲ παρακείμενοϲ λαμαι καὶ Ἀττικῶϲ ἀλήλαμαι καὶ κατὰ ὑπέρθεϲιν ἀλάλημαι. δύναται δὲ καὶ εἶναι ἐνεϲτώϲ ἐϲτι γὰρ ἄλημι ὡϲ τίθημι ἀλέσαι ὡϲ τίθεμαι καὶ διπλαϲιαϲμὸϲ μετ’ ἐπεκτάϲεωϲ Αἰολικῆϲ ἀλάλημαι.

Ἑν ἐνίοιϲ δὲ μόνον προϲτίθεται ε ἐν παρατατικῷ καὶ παρακειμένῳ οἰον ὥρων ἑώρων, ὥρακα ἑώρακα, ὦνοῦμαι ἐωνούμην ἐώνημαι. τὸ δὲ ξυνέηκα ἔειπε ποιητικά.

Εἰ δὲ τὸ ῥῆμα ἄρχεται ἀπὸ διφθόγγου, ἤ ἀπὸ τρεπτῆϲ ἢ ἀπὸ ἀτρέπτου. εἰ μὲν ἀπὸ ἀτρέπτου δηλονότι εῦ αι ου οὐδεμία τροπὴ γίνεται ἐν τοῖϲ παρψχημένοιϲ. ἡ μὲν ει δίφθογγοϲ, ἐπειδὴ ἔχει γνήϲιον μέγεθοϲ, τὸ γὰρ ε μεγεθυνόμενον διὰ τῆϲ προϲθήκηϲ τοῦ ι μεγεθύνεται οἷον τυφθέντοϲ τυφθεῖϲα, δαρέντοϲ δαρεῖϲα καὶ αὐτὸ δὲ τὸ ει τὸ ὄνομα τοῦ ϲτοιχείου διὰ τοῦ ϲ καὶ ῑ γράφεται καὶ ἐκρωνεὶται, τρέπει τὸ ε εἰϲ η ἐν τοῖϲ παρψχημένοιϲ ἑρμηνεύω ηρμήνευον, ἐλαύνω ῆλαυνον· χωρὶϲ τοῦ ἐθίζω εἴθιζον τοῦτο γὰρ διὰ τῆϲ ει διφθόγγουγ ράφεται, ἑϲτιῶ εἰϲτίων, ἐρύω εἴρυον «ἴρυϲαν ἠνορέῃ πίϲυνοι καὶ κάρτει χειρῶνα» ( 9 ex Choer. 906, 29), ἑλκόω εἵλκυον «εἵλκυον ἀμφότεροι» (P 395 ex Choer. 907, 9), ἑρπύζω εἱρπυζον, ἐργάζομαι εἰργαζόμην (de quo Choer. 519, 22 et 906, 23 ὅπερ καὶ διφορεῖται· τινέϲ μὲν γὰρ διὰ τῆϲ ει διφθόγγου γράφουϲιν αὐτό), ἕπομαι εἰπόμην· ἔτι καὶ τὸ εἰϲτήκειν εὥρητοι ἀπὸ τοῦ ἑϲτήκω. διϲύλλαβα δὲ ὄντα τινὰ μὲν τρέπει τὸ ε εἰϲ τὸ η, εἰ περιϲπᾶται, ἐλῶ ἤλων, ἑλκῶ ἥλκουν «Λητὼ γὰρ ῆλκηϲε Διὸϲ κυδρὴν παράκοιτιν» (ex Choer χωρὶϲ τοῦ ἐῶ εἴων, ἐρῶ εἴρουν, ἐξ οὐ καὶ ὁ παρακείμενοϲ εἶρηκα τὸ δὲ ἐρῶ τὸ ἐρωτικῶϲ ἔχω διὰ τοῦ η γίνεται οἷον «ἤρων γάρ, ἤρων, ὁμολογῶ, καὶ νῦν δ’ ἐρῶ» παρὰ Μενάνδρῳ Choer. 907). τινὰ δὲ τῶν διϲυλλάβων βαρυτόνων προϲλαμβάνει τὸ ι ἔχω εἰχον, ἕλω εἰλον, ἔπω εἶπον, ἕλκω εἰλκον, ἔθω «ἔθων ίνηοϲ ἀλωὴνμ (ι 540) εἶθα καὶ Ἀττικῶϲ εἴωθα «ἀεὶ γάρ μοι ἔωθεν ἐνικλᾶν ὅττι κεν εἴπω» (Θ 408), ἕω εἷκα ὅθεν εἰμαι καὶ εἱμένοϲ «εἰμννοϲ ὤμοιϲιν νεφέλην» ( 308), ἕζω εἰϲα. 1. 6 cf. II. Pr. ψ 440 ubi Ἰωνικῶϲ, Θ 161 ubi ποιητικώτερον prmam syllabam corripi praecipitur, ψ 70 ἀκήδειϲ. ἄμεινον βαρύνειν ὡϲ ἐνόειϲ τῆϲ ἀρχούϲηϲ ϲυϲταλείϲηϲ ποιητικῶϲ. ὡϲ γὰρ ῆκουϲα ἄκουϲα, οὕτωϲ καὶ ἠκήδειϲ ἀκήδειϲ. 1. 21 de ὑφήφαϲται, de quo quae protuli sunt ex Choer. 568, 31 (nam ap. Constant. Lascarin haec valde perturbata sunt), cf. Mon. 25; praeceptum de ἀλάλημαι composui ex Herod. Odyss. Pros. μ 284 et περὶ παθῶν in E. M. 56, 27, similia tradit Choer. 569, 15 de diplasiasmo perfecti cf. etiam E. M. 134, 52. 1. 20 cf. Il. Pr. Δ 3, ubi ἑήνδανε, ἑέϲϲατο, ἔωϲεν, ἐψνοχόει proteruntur. τούτου χάριν ἄτρεπτόϲ ἐϲτιν — εἰκάζω εἴκαζον καὶ ᾔκαζον παρὰ τοῖϲ Ἀθηναίοιϲ. ὁμοίωϲ καὶ ἡ ου δίφθογγοϲ οὐ τρέπεται ὡϲ ἔχουϲα γνήϲιον μέγεθοϲ. τὸ γὰρ ο μεγεθυνόμενον διὰ τῆϲ προϲθήκηϲ τοῦ υ μεγεθύνεται οἶον τύπτοντοϲ τύπτουϲα, λέγοντοϲ λέγοιϲα καὶ αὐτὸ δὲ τὸ ου, τὸ ὄνομα τοῦ ϲτοιχείου διὰ τοῦ ο καὶ υ γράφετα καὶ ἐκφωνεῖται, καὶ διὰ τοῦτο καὶ αὐτὸ ἄτρεπτον μένει οὐρῶ οὔρουν —

2.

ἡ ευ δίφθογγοϲ ὡϲ μὴ ἔχουϲα γνήϲιον μέγεθοϲ (τὸ γὰρ υ οὐκ ἔϲτι γνήϲιον μέγεθοϲ τοῦ ε, ἀλλὰ τοῦ ο) ὀφείλει τρέπειν τὸ ἑ εἰϲ η, ὡϲ καὶ παρὰ Ἀττικοῖϲ. ηὐφράνθη γὰρ λέγουϲι καὶ ηὐχόμην. ἀλλ’ ἐπεκράτηϲε κατὰ κοινὴν διάλεκτον ἡ ευ δίφθογγοϲ μὴ τρέπεϲθαι οἷον εὔχομαι εὐχόμην, εὐφραίνομαι εὐφραινόμην, εὐχαριϲτῶ εὐχαρίϲτουν καὶ ἴϲωϲ χάριν εὐφωνίαϲ, ὡϲ λέγει ὁ Ἡρωδιανόϲ.

Εἰ δὲ ἄρχεται ἀπὸ τρεπτοῦ δηλονότι αι αυ οι, γίνεται ἡ αὐτὴ τροπὴ τῶν μεταβολικῶν φωνηέντων. εἰ μὲν ἀπὸ τῆϲ αι, τρέπεται τὸ α εἰϲ η καὶ τὸ ι προϲχόμην, αἰϲχύνομαι ᾐϲχυνόμην, αἰτῶ ᾔτουν εἰ δὲ ἁπὸ τῆϲ αυ, τρέπεται τὸ α εἰϲ η οἶον αὐλῶ ηὔλουν, αὔξω ηὔξουν, αὐχῶ ηὔχουν, αὐτομολῶ ηὐτομόλουν. εἰ δὲ ἀπὸ τῆϲ οι, τρέπεται τὸ 5 εἰϲ ω καὶ τὸ ι προϲγράφεται οἷον οἴχομαι ᾠχόμην, οἰκῶ ὤκουν, οἰκοδομῶ ᾠκοδόμουν, οἰκονομῶ ᾠκονόμουν πλὴν τῶν ϲεϲημειωμένων ἀτρέπτων, οἰῶμαι οἰώθην «οἰώθη δ’ Ὀδυϲϲεύϲ» (Λ 401), «Τρώων δ’ οἰώθη καὶ Ἀχαιῶν φύλοπιϲ αἰνή»(Ζ 1), οἰμῶ οἴμηϲα «οἴμηϲεν δὲ ἀλείϲ» (Χ 308). οἰνῶ οἴνουν «μήπω οἰνωθέντεϲ» (π 292) καὶ οἰνίζω οἴνιζον «ἐκ τ’ ὄρα οἰνίζοντο» (Η 472), οἰϲτρῶ οἴϲτρηϲα, οἰωνίζομαι οἰωνιζόμην, οἰωνοϲκοπῶοἰωνοϲκόπουν, οἰωνοπολῶ οἰωνοπόλουν, οἰακίζω οἰάκιζον, οἰακονομῶ οἰακονομούμην, οἰακοϲτροφῶ οἰακοϲτρόφουν. τινὲϲ δὲ προϲτιθέαϲι καὶ τὸ οἰδαίνω οἴδαινον καὶ τὸ οἰκουρῶ οἰκού ῥοῦν καὶ τὸ οἰμώζω οἴμωζον, ᾠκούρουν καὶ ὠμώζουν παρὰ Ϲοφοκλεῖ ἐν Τραχινίαιϲ (928) «ἰδὼν δ’ ὁ παῖϲ ᾤμωξε» καὶ παρὰ τῷ ποιητῇ (ν 198) « ᾤμωξέν τ ἄρ’ ἔπειτα καὶ ὣ πεπλήγετο μηρώ».

Εἰ δὲ ἀπὸ ϲυμφώνου ἄρχεται τὸ ῥῆμα, ὁ παρατατικὸϲ καὶ ἀόριϲτοϲ πρῶτοϲ καὶ δεύτεροϲ προϲλαμβάνουϲιν ἑ, γράφω ἔγραφον ἔγραψα. οἱ δὲ Ἀττικοὶ αὔξηϲιν ἐπὶ αὐξήϲεωϲ ποιοῦντεϲ ἠδυνάμην ἀντὶ ἐδυνάμην καὶ ἠβουλόμην ἀντὶ ἐβουλόμην καὶ ἤμελλον ἀντὶ ἔμελλον λέγουϲιν.

Ὅτε δὲ ὁ παρατατικὸϲ ἄρχεται ἀπὸ μακρᾶϲ φύϲει ὡϲ ἐπὶ τῶν ἀπὸ φωνήεντοϲ ἀρχομένων, ἀπὸ τῆϲ αὐτῆϲ ἄρχεται καὶ ὁ παρακείμενοϲ ἠγόραζον ἠγόρακα, ὠνόμανοπολῶ ὦνόμακα. ὅτε δὲ ἄρχεται ἀπὸ μακρᾶϲ θέϲει ὡϲ ἐπί τῶν ἀπὸ δύο ϲυμφώνων ἀρχομένων, ἀπὸ τῆϲ αὐτῆϲ ἄρχεται καὶ ὁ παρακείμενοϲ οἷον ἔφθειρονἔφθαρκα, ἔϲπειρον ἔϲπαρκα. ὅτε δὲ ὁ παρατατικὸϲ ἄρχεται ἀπὸ βραχείαϲ ἢ κοινῆϲ, ὡϲ ἐπὶ τῶν ἀπὸ ϲυμφώνου ἀρχομένων, ἀναδιπλαϲιάζεται ὁ παρακείμενοϲ διὰ τοῦ αὐτοῦ πρώτου ϲυμφώνου τοῦ ἐνεϲτῶτοϲ μετὰ τοῦ ε, ἔτυπτον τέτυφα, ἔλεγον λέλεχα, ἔγραφον γέγραφα, ἔπλυνον πέπλυκα. χωρὶϲ τῶν ἀρχομένων ἀπὸ γν γνωρίζω ἐγνώριζονἐγνώρικα — τὸ ἐγλυμμένοι καὶ ἐβλαϲτηκότεϲ παρ’Εὐπόλιδι παράλογά ἐϲτιν καὶ πλὴν τῶν ἀρχομένων ἀπὸ ρ, ῥαπίζω ἐρράπικα. διπλοῦν δὲ τὸ ρ ἐν τούτοιϲ παρὰ τοῖϲ ῤήτορϲι. παρὰ ποιηταῖϲ δὲ πολλάκιϲ διὰ τὸ μέτρον ἐκβάλλεται τὸ ἓν ἐν τοῖϲ παρῳχημένοιϲ «ἄλλοϲ δ’ ἄλλῳ ἔρεζε θεῷ» (Β 400) καὶ «μνήϲομαι ὥϲ μ’ ἀϲύφηλον ἐν Ἀργείοιϲιν  ἔρεξεν» (I 648). τὸ δὲ «ῥερυπωμένα» (ζ 59) ἀντὶ ἐρρυπωμένα, ῥεραπιϲμένῳ νώτῳ» παρὰ Ἀνακρέοντι καὶ «ῥερῖφθαι ἔποϲ» παρὰ Πινδάρῳ κατὰ τὴν ποιητικὴν ἐξουϲίαν οὕτω γέγονε — καὶ πλὴν τῶν ἀρχομένων ἀπὸ διπλῶν ψ ζῶ ἔζηκα, ψάλλω ἔψαλκα, ξηραίνω ἐξήραγκα. τὰ δὲ ἀπὸ δαϲέων θ φ χ ἀρχόμενα I. 7 Choer. 522, 7. l. 40 ef. Herod. περὶ παθῶν in E. M. 308, 30. ἀναδιπλαϲιάζεται μέν, τρέπεται δὲ τὰ δαϲέα εἰϲ τὰ ἀντιϲτοιχοῦντα ψιλά, θεωρῶ τεθεώρηκα, φωνῶ πεφώνηκα, χωνεύω κεχώνευκα. ὅτε δὲ ὁ ἐνεϲτὼϲ ἄρχεται ἀπὸ τοῦ λ μ, οἱ Ἀττικοῖ ποιοῦϲι ἵδιον παρακείμενον ἐκβολῇ τοῦ πρώτου ἀμεταβόλου καὶ προϲλήψει τοῦ ι λήθω λήψω λέληφα κοινῶϲ καὶ εἴληφα Ἀττικῶϲ, λήχω λήξω λέληχα καὶ εἴληχα, μείρομαι μεροῦμαι μέμαρμαι καὶ εἵμαρμαι, ὅθεν καὶ εἱμαρμένη. ὅτε δὲ ὁ παρακείμενοϲ ἄρχεται ἀπὸ ϲυμφώνου, μετὰ τοῦ ἀναδιπλαϲιαϲμοῦ βραχεῖαν ἔχει τὴν ἄρχουϲαν τέτυφα ἢ κοινὴν δύο ϲυμφώνων ἑπομένων, ὦν τὸ μὲν πρῶτον ἄφωνον, τὸ δὲ δεύτερον ἀμετάβολον γέγραφα, πέπληγα. ϲεϲημείωται τὸ μέμνημαι, κέκτημαι — καὶ ἔκτημαι εὕρηται «Ἴλιον ἐκτῆϲθαι»(I 402) — πέπταμαι πέπτωκα, καὶ περὶ μὲν τοῦ μέμνημαι ἔϲτιν εἰπεῖν ταύτην τὴν ἀπολογίαν· οὐδέποτε ἀμετάβολον ἀμεταβόλου προηγεῖται κατὰ ϲύλληψιν οἷον ἀρνόϲ, ἅρμα,, ἕρνοϲ, ἅλμη, εἰ μὴ μόνον τὸ μ τοῦ ν ὡϲ μνήμη, μημεῖον, μνῆμα, μνᾶ. τὸ γὰρ προηγεῖϲθαι τῶν ἀμεταβόλων κατὰ ϲύλληψιν ἴδιον τῶν ἀφώνων ἐϲτὶν οἶον κλέοϲ, ἀγρόϲ, ἀκμὴ, πνεῦϲαι, θνήϲκω, πρῶτοϲ. ἐπειδὴ οὖν τὸ μ ϲύνταξιν ἀφώνου ἀνεδέξατο καὶ προηγήϲατο τοῦ ν τοῦ ἀμεταβόλου, ἀνεδιπλαϲιάϲθη τὸ μέμνημαι· ἄλλωϲ τε δὲ καὶ πολλάκιϲ εὑρίϲκεται καὶ ἐν μέτρῳ τὸ μν ἀποτελοῦν κοινὴν ϲυλλαβὴν οἶον ὡϲ παρὰ Καλλιμάχῳ, τὼϲ μὲν ὁ Μνηϲάρχειοϲ ἔφη ξένοϲ καὶ παρὰ Κρατίνῳ «ἀλλοτριογνώμοιϲ ἐπιλήϲμοϲι μνημονικοῖϲιν». τὸ δὲ κέκτημαι, πέπταμαι καὶ πέπτωκα κατὰ πλεοναϲμὸν τοῦ κ καὶ π γέγονε Αἰολικῶϲ. οἱ γὰρ Αἰολεῖϲ εἰώθαϲι προϲτιθέναι ϲύμφωνον ὥϲπερ τὸ ἐπτερύγωμαι πεπτερύγωμαι.

ἔτι δὲ εἰ μὲν μέλλων ἄρχεται ἀπὸ φωνήεντοϲ, ἰϲοϲυλλαβεῖ αὐτῷ ὁ κοινὸϲ παρακείμενοϲ ἀγοράϲω ἠγόρακα, ὀμόϲω ὤμοκα. εἰ δὲ ἀπὸ ϲυμφώνου, περιττεύει τύψω τέτυφα, ποιήϲω πεποίηκα. ὁ ὑπερϲυντέλικοϲ ἐν τοῖϲ ἀπὸ φωνήεντοϲ ἀρχομένοιϲ ἰϲοϲυλλαβεῖ καὶ ὁμοχρονεῖ τῷ παρακειμένῳ ἠγόρακα ἠγοράκειν, ἔφθαρκα ἐφθάρκειν, ἐν δὲ τοῖϲ ἀπὸ ϲυμφώνου ἀρχομένοιϲ ὑπὲρ τὰϲ τοῦ παρακειμένου ϲυλλαβὰϲ παραλαμβάνει ε τέτυφα ἐτετύφειν, γέγραφα ἐγεγράφειν. μεγεθύνεται δὲ πολλάκιϲ ἐν τοῖϲ Ἀττικοῖϲ τοῖϲ ἀπὸ βραχείαϲ ἀρχομένοιϲ, ὀμώμοκα ὠμωμώκειν, ἀκήκοα ἠκηκόειν. καὶ ταῦτα μὲν ἐκ τοῦ πολυμαθοῦϲ Ἡρωδιανοῦ περὶ παρῳχημένων γενικῶϲ.

3.

ἐπὶ τῶν ἀπὸ προθέϲεωϲ ἀρχομένων γίνεται ϲύνθεϲιϲ κλίϲεωϲ, τουτέϲτι κατὰ χρόνον γίνεται ἡ ϲύνθεϲιϲ καὶ ὡϲ ἄν τιϲ εἴποι, πρῶτον κλίνεται καὶ οὕτω ϲυντίθεται οἷον ἀπὸ τοῦ γράφω γίνεται καταγράφω καὶ ἀπὸ τοῦ ἔγραφον κατέγραφον καὶ ἀπὸ τοῦ γέγραφα γίνεται καταγέγραφα καὶ ἀπὸ τοῦ ἐγεγράφειν γίνεται κατεγεγράφειν καὶ ἀπὸ τοῦ ἔγραψα τὸ κατέγραψα καὶ ἀπὸ τοῦ γράψω τὸ καταγράψω. τοῦτο δὲ γίνεται, ἵνα μὴ ἐξαμαυρωθῇ ἡ πρόθεϲιϲ ἔξωθέν τί ποτε δεχομένη. τῆϲ γὰρ προθέϲεωϲ οὐδὲν ἐθέλει προτίθεϲθαι. — 1, 10 defensionem perfecti μέμνημαι recepi ex Choer. 552, 25, explicationem formarum κέκτημαι, πέπταμαι, πέπτωκα ex Herod. περὶ παθῶν. in E, M. 501 26 et Zonar. 1580; alias causas profert Choer. 553, 28 ἄλλωϲ τε δὲ πολλάκιϲ εὑρίϲκεται καὶ ἐν τοῖϲ μέτροιϲ ἀποτελοῦντα τὴν κοινὴν ϲυλλαβὴν κτ καὶ πτ, ὡϲ παρ’ Ὁμήρῳ οἷον(δ 127) Αἰγυπτίη, τῇ πλεῖϲτα δόμοιϲ ἔνι κτήματα κεῖται, καὶ παρὰ Ῥίνθωνι « Ἱππώνακτοϲ τὸ μέτρον· οὐδέν μοι μέλει» (cf. Hephaest. c. 1), et paullo ante: ἐπειδὴ τὰ ψιλὰ πάντων τῶν ϲυμφώνων ἀϲθενέϲτερά ἐϲτιν, ἐν τῷ πέπτωκα καὶ κέκτημαι πτ ἐϲτὶ καὶ κτ, ταῦτα δὲ ψιλά ἐϲτιν, εἰκότωϲ τῷ λόγῳ τῆϲ κοινῆϲ ἀνεδιπλαϲιάϲθη. ταῦτα μὲν ὁ Ἀπολλώνιόϲ φηϲι. πρὸϲ τοῦτον δὲ ἀντιλέγει ὁ Ἥρωδιανὸϲ λέγων, ὅτι πρῶτον μὲν οὐκ ἔϲτιν ἡ κατά πρόθεϲιϲ ἐν τῷ κατέγραφον, ἀλλὰ μέροϲ ἐϲτὶ τοῦ ῥήματοϲ, εἰ καὶ ἀπὸ προθέϲεωϲ ἐγένετο ἡ ϲύνθεϲιϲ. ὥϲπερ γὰρ ἐν τῷ εὐγενήϲ οὐκ ἔϲτι τὸ ευ ἐπίρρημα, ἀλλὰ μέροϲ ἐγένετο τοῦ ὀνόματοϲ, εἰ καὶ ἀπὸ ἐπιρρήματοϲ ἐγένετο ἡ ϲύνθεϲιϲ, οὕτω καὶ ἐν τῷ καταγράφω οὐ λέγομεν, ὅτι πρόθεϲίϲ ἐϲτιν ἡ κατά, ἀλλὰ μέροϲ τοῦ ῥήματοϲ, εἰ καὶ ἀπὸ προθέϲεωϲ ἐγένετο ἡ ϲύνθεϲιϲ, ἀλλωϲ τε ἰδοὺ τὸ ϲυνήγοροϲ ἀπὸ προθέϲεωϲ ἄρχεται, καὶ ὅμωϲ λέγεται εὐϲυνήγοροϲ, καὶ πάλιν ϲύμβουλοϲ εὐϲύμβουλοϲ, ἐπανοίκτηϲ θυρεπανοίκτηϲ· οὐκ ὤφειλεν οὖν οὐδὲ ταῦτα ἀπὸ προθέϲεωϲ ἀρχόμενα δέξαϲθαι ἔξωθέν τί ποτε. ταῦτα μὲν οὖν ὁ Ἡρωδιανόϲ.

(Περὶ ἐνεϲτῶτοϲ).

Τᾶν δεύτερον εἰϲ ϲ λῆγον ἀποβολῇ τοῦ ϲ ποιε τὸ τρίτον πρόϲωπον οἶον τύπτειϲ τύπτει, λέγειϲ λέγει, ἐτύφθηϲ ἐτύφθη, ποιεῖϲ ποιεῖ, βοᾶϲ βοᾷ, χρυϲοῖϲ χρυϲοῖ, ἔλεγεϲ ἔλεγε, ἔτυπτεϲ ἔτυπτε, ἔλαβεϲ ἔλαβε, ἔμαθεϲ ἔμαθε χωρίϲ τοῦ παρακειμένου καὶ τοῦ πρώτου ἀορίϲτου καὶ τῶν ἀπὸ τῶν εἰϲ μι. καὶ «χωρὶϲ μὲν τοῦ παρακειμένου καὶ τοῦ πρώτου ἀορίϲτου» πρόϲκειται, ἐπειδὴ ἐπὶ τούτων οὐ μόνον τὸ ϲ ἀποβάλλεται, ἀλλὰ καὶ τροπὴ παρακολουθεῖ τοῦ α εἰϲ ε οἷον τέτυφαϲ τέτυφε, πεποίηκαϲ πεποίηκε, ἔτυψαϲ ἔτυψε. «χωρὶϲ δὲ τῶν ἀπὸ τῶν εἰϲ μι» πρόϲκειται, ἐπειδὴ ἐπὶ τούτων κατὰ τὸν ἐνεϲτῶτα οὐχ ὅτι τὸ ϲ οὐκ ἀποβάλλεται, ἀλλὰ καὶ τὸ ι προϲέρχεται οἷον τίθημι τίθηϲ τίθηϲι, ἵϲτημι ἵϲτηϲ ἵϲτηϲι, δίδωμι δίδωϲδίδωϲι, ζεύγνυμι ζεύγνυϲ ζεύγνυϲι.

4.

περ ϲυντάξεωϲ ϲτοιχείων fr. 14.

ἄξιόν ἐϲτι ζητῆϲαι, τίνοϲ χάριν ἀπὸ πληθυντικῶν κανόνιζομεν τὰ δυϊκὰ ἐν ῥήμαϲι· δοκεῖ γὰρ τοῦτο ἀτάκτωϲ ἔχειν· οὐδεὶϲ γὰρ τὰ πρῶτα ἐκ τῶν ὑϲτέρων κανονίζει. καὶ ἔϲτιν εἰπεῖν, ὡϲ λέγει Φιλόξενοϲ, ἐπειδὴ τὰ δυικὰ ὑϲτερογενῆ ἐϲτιν ὕϲτερον γὰρ ἐπενοήθη τὰ δυικά ὅθεν οὐδὲ πᾶϲα διάλεκτοϲ κέχρηται τῷ δυϊκῷ ἀριθμῷ. οἱ γὰρ Αἰολεῖϲ παντελῶϲ δυϊκὰ οὐκ ἔχουϲιν, ὥϲπερ οἱ Ῥωμαῖοι ἄποικοι ὄντεϲ τῶν Αἰολέων ἀλλ’ οὔτε διάλεκτοϲ ἔχει τὰ δυϊκά, ἀλλ’ εἰϲ πάντα τῷ πληθυντικῷ ἀριθμῷ κέχρηται ἀντὶ τοῦ δυικοῦ ἀριθμοῦ, μὴ ἔχουϲα δυικά. εἰκότωϲ οὖν, ἐπειδὴ τελευταῖον ἐπενοήθη τὰ δυικά, ἔκ τῶν πληθυντικῶν κανονίζετοι προτερευόντων αὐτῶν.

5.

τὰ τρίτα πρόϲωπα πληθυντικὰ ὁριϲτικὰ ἐνεϲτῶτοϲ χρόνου τὴν αὐτὴν φωνὴν καὶ τὸν αὐτὸν τόνον ἀποφέρεται ταῖϲ πληθυντικαῖϲ δοτικαῖϲ μετοχαῖϲ, λέγομεν λέγεται λέγουϲι καὶ τοῖϲ λέγουϲιν, 1. 13 Choer.499, 29. l. 20 οὐχ ὅτι scripsi pro παρ’ οἶϲ. Haec ex Herodiano petita esse coniectari licet ex Choer. 747, 17. l. 24 contra Herodiani sententiam fuerunt, qui dicerent primam dualis personam traiectione consonarum fingi potuisse τύπτοθμον aut τύπτοτμον, quibus Ϲhoeroboscus obsistit contendens, propter characterem pluralis et dualis antecedere debere literam θ sive τ. Antea Apollonii sententia exposita fuit, quae eodem redit. l. 25 altera, quae profertur, causa ex comparatione rerum physicarum desumpta potius Apollonio adscribam collat. Choer. 518, 28. l 35 simile praeceptum etiam in Rhematico exstitisse patet ex Theodos. 1009, 30 et Choer. 509, 24; 510, 6. ἵϲταμεν ἵϲτατε ἱϲτᾶϲι καὶ τοῖϲ ἱϲτᾶϲι, ἵεμεν ἵετε ἱεῖϲι καὶ τοῖϲ ἱεῖϲι. ἀντιπίπτει  μόνον διά τι αἴτιον τὸ φαϲί πρὸ τὸ φᾶϲι μετοχικὸν ὡϲ ϲτᾶϲι.

(Περὶ παρατατικοῦ).

6.

τὰ ἑνικὰ καὶ τὰ πληθυντικὰ ὁμοφωνοῦντα καὶ ὁμόχρονά ἐϲτιν οἷον ἔλεγον ἐγώ καὶ ἔλεγον ἐκεῖνοι. ἐν δὲ τοῖϲ ϲυγκοπεῖϲι τρίτοιϲ ἡ ϲυγκοπὴ ἀναδέχεται τὴν λῆξιν τὴν αὐτὴν τῇ παραληγούϲῃ τῆϲ γενικῆϲ τῆϲ κατὰ τὴν μετοχήν, ἔϲτηϲαν ἔϲταν, ϲτάντοϲ γάρ· ἔβηϲαν ἔβαν, βάντοϲ γάρ· ἐκοϲμήθηϲαν ἐκόϲμηθεν, κοϲμηθέντοϲ γάρ· «φάνεν δέ οἱ εὐρέεϲ ὦμοι» (ϲ 68), φανέντοϲ γάρ· ἔφυμεν ἔφυτε ἔφυϲαν ἔφυν, ἐπεὶ φύντοϲ ἔδυμεν ἔδυτε ἔδυϲαν ἔδυν, ἐπεὶ δύντοϲ. περὶ δὲ τοῦ «τῆϲ δ’ ἦν τρεῖϲ κεφαλαί» (Hesiod. Theog. 321) ἐν τοῖϲ περὶ ῥήματοϲ ἐροῦμεν.

7.

ἔαϲκε κατὰ ϲυϲτολήν. οὕτωϲ καὶ πάντεϲ· τὰ γὰρ διὰ τοῦ ϲκε παρηγμένα Ἰακῶϲ βραχεῖαν ἔχει τὴν παραλήγουϲαν «ὧδε δέ τιϲ εἴπεϲκε» (271) καὶ «τὴν αὐτὸϲ φορέεϲκε» (0 646).

1. 12 cur autem ἦν, non ἔν factum sit, Choeroboscus 536, 8 Herodiano, ut ex comparatione Il. Pros. patet, duce exposuit ἔϲτι ἦμεν ἦτε ἦϲαν καὶ γίνεται παρὰ τοῖϲ ποιηταῖϲ ἦν τὸ τρίτον πρόϲωπον τῶν πληθυντικῶν καὶ ἰδοὺ ἐλλείπει μιᾷ ϲυλλαβῇ τοῦ ἰδίου πρώτου πληθυντικοῦ· οὐδὲ (pro οὗ καὶ) γέγονε πρὸϲ τὴν παραλήγουϲαν τῆϲ γενικῆϲ τῆϲ μετοχῆϲ ἔϲτι γὰρ εἴϲ ἔντοϲ ἡ μετοχὴ καὶ ὀφείλει τὸ τρίτον τῶν πληθυντικῶν γενέϲθαι ἔν διὰ τοῦ ε, εἴϲ ἔντοϲ γὰρ ἡ μετοχή, ἀλλ’ ἐπειδὴ μονοϲύλλαβόϲ ἐϲτιν ἡ λέξιϲ καὶ τὴν αὐτὴν ἔχει ἄρχουϲαν καὶ. λήγουϲαν καὶ παραλήγουϲαν, τῷ λόγῳ τῆϲ ἀρχούϲηϲ ἐφυλάχθη τὸ η καὶ οὐκ ἐγένετο τῷ λόγῳ τῆϲ παραληγούϲηϲ διὰ τοῦ ε. ἔϲτι καὶ ἄλλη τοιαύτη ἀπολογία, ἣν λέγει ὁ Ἡρωδιανὸϲ ἐν τῷ περὶ αὐτοῦ μονοβίβλῳ (cf. supra). Etiam, quae Choeroboscus 536, 31 de formis ἐπληροῦϲαν et ἐϲχάζοϲαν profert, ex Herodiano petita esse videntur: πάλιν δὲ ἐκ τοῦ ἐναντίου εὑρίϲκομεν παρψχημένων τινῶν τρίτα πρόϲωπα πληθυντικὰ ἰϲοϲυλλαβοῦντα τοῖϲ ἰδίοιϲ πρώτοιϲ πληθυντικοῖϲ, τῆϲ μετοχῆϲ αὐτῶν μὴ οὔϲηϲ εἰϲ ϲ  μετ’ ὀξείαϲ τάϲεωϲ, οἷόν ἐϲτιν ὁ πληρῶν τοῦ πληροῦντοϲ ἡ μετοχή, καὶ δέον ἐϲτὶν εἰπεῖν τὰ πληθυντικὰ ἐπληροῦμεν ἐπληροῦτε καὶ τὸ τρίτον ἐπλήρουν, ἐνδέον μίᾳ ϲυλλαβῇ τοῦ ἰδίου πρώτου πληθυντικοῦ καὶ λῆγον εἰϲ τὴν παραλήγουϲαν τῆϲ γενικῆϲ τῆϲ μετοχῆϲ, καὶ ὅμωϲ εὕρηται παρὰ τῷ Εὐριπίδῃ ἐν τῇ Ἑκάβῃ τὸ τρίτον πρόϲωπον τῶν πληθυντικῶν ἰϲοϲὐλλαβον τῷ ἰδίῳ πρώτῳ προϲώπῳ πληθυντικῷ οἶον ἐπληροῦϲαν, ἔνθα φηϲὶν (574) οἱ δ’ ἐπληροῦϲαν πυρὰν κορμοὺϲ φέροντεϲ πευκίνουϲ. καὶ πάλιν ἐϲτὶν ὁ ϲχάζων τοῦ ϲχάζοντοϲ ἡ μετοχή, καὶ πάλιν δέον εἶναι τὰ πληθυντικὰ ἐϲχάζομεν ἐϲχάζετε ἔϲχαζον, καὶ ὅμωϲ εὑρίϲκεται παρὰ Λυκόφρονι τὸ τρίτον πρόϲωπον τῶν πληθυντικῶν ἰϲοϲύλλαβον τῷ ἰδίῳ πρώτῳ προϲώπῳ πληθυντικῷ ἐϲχάζοϲαν, ἔνθα φηϲὶν (21) καὶ ἀπὸ γῆϲ ἐϲχάζοϲαν ἀντὶ τοῦ ἀπέλυον· ταῦτα δὲ Καλχηδονίων ἰδιώματόϲ ἐϲτιν (Καρχηδονέων ἰδιώματα Μ; leg. cum Cobet. apud Gaisf. E. M. p. 8 Χαλκιδέων; cf. e. g. Sturz, d. dial. alexandr. p. 59). 1. 15 explicatum de ϲκε paragoge praeceptum habemus ap. Choerob. p. 632 quod transiit in Ep. Cr. I 309, 12 (E. M. 624, 28), ex quibus quaedam menda. sustuli: τὰ Ἰωνικῶϲ γινόμενα διὰ τοῦ ϲκ κατὰ τὸ τρίτον πρόϲωπον ἀπὸ μὲν βαρυ- τόνων ὄντα ἔχει φωνῆεν πρὸ τοῦ ϲ καὶ κ τὸ ε οἶον τύπτεϲκε λάβεϲκε λέγεϲκε, ὑπεϲταλμένου τοῦ πρώτου ἀορίϲτου. καὶ τὰ τῆϲ πρώτηϲ ϲυζυγίαϲ τῶν περιϲπωμένων καὶ τὰ τῆϲ πρώτηϲ ϲυζυγίαϲ τῶν εἰϲ μι ὁμοίωϲ τὸ ε ἔχει πρὸ τοῦ ϲ καὶ. κ οἶον ποίεϲκε, τίθεϲκεν, τὰ δὲ τῆϲ δευτέραϲ ϲυζυγίαϲ τῶν περιϲπωμένων ἐν τῷ

(Περὶ παρακειμένου).

8.

εἴ τιϲ εἶποι, διὰ τί γὰρ τετύφατε καὶ ἐτύψατε διὰ τοῦ α φαμὲν καὶ μὴ τετύφετε καὶ ἐτύψετε διὰ τοῦ ε, λέγομεν ὅτι οὐ δύναται εἶναι τετύφετε καὶ ἐτύψετε διὰ τοῦ ε, ἐπειδὴ τετύφαμεν καὶ ἐτύψαμεν διὰ τοῦ α ἐϲτὶ τὸ πρῶτον πρόϲωπον τῶν πληθυντικῶν· καθόλου δὲ τὰ εἰϲ μεν πληθυντικὰ τροπῇ τοῦ μεν εἰϲ τε τὸ δεύτερον ποιεῖ καὶ φυλάττει τὴν παραλήγουϲαν, ὅϲα ἔχει τὴν μετοχὴν εἰϲ ϲ οἷον ἐτίθεμεν ἐτίθετε, τιθείϲ γάρ, ἐδίδομεν ἐδίδοτε, διδούϲ γάρ, ἐτύφθημεν ἐτύφθητε, τυφθείϲ γάρ, ἐτετύφειμεν ἐτετύφειτε, τετυφώϲ γάρ, ἐτύψαμεν ἐτύψατε, τύψαϲ γάρ. λέγει δὲ ὁ Ἡρωδιανόϲ, ὅτι εὑρίϲκεται χρῆϲιϲ τῆϲ διὰ τοῦ ε γραφῆϲ, ὡϲ παρὰ Ἀριϲτοφάνει ἐν Ὄρνιϲι ὑμεῖϲ δὲ πρεϲβεύεϲθε καὶ κεχήνετε ἀντὶ τοῦ κεχήνατε.

παρατατικῷ μόνῳ τὸ α ἔχει πρὸ τοῦ ϲκ οἶον βόαϲκε γέλαϲκε· ἐν δὲ τῷ β΄ ἀορί- ϲτῳ ἐὰν ὅλωϲ γίνηται τὸ ε ἔχει πρὸ τοῦ ϲ καὶ κ, μυκῶ μυκᾶϲ ἔμυκον μύκεϲκε· τὰ δὲ τῆϲ δευτέραϲ ϲυζυγίαϲ τῶν εἰϲ μι καὶ ἐν τῷ παρατατικῷ καὶ ἐν τῷ δευτέρῳ ἀορίϲτῳ διὰ τοῦ α ἐκφέρεται πρὸ τοῦ ϲ καὶ κ οἶον ἵϲτημι ἵϲτηϲ ἵϲτη ἱϲταϲκε ἔϲτην ϲτάϲκε. τὰ δὲ τῆϲ τρίτηϲ ϲυζυγίαϲ τῶν περιϲπωμένων καὶ τῶν εἰϲ μι διὰ τοῦ ο ἐκφέρεται πρὸ τοῦ ϲκ οἷον ἐχρύϲουν ἐχρύϲοϲκε, ἐδίδων ἐδίδοϲκε τὰ δὲ τῆϲ τετάρ- τηϲ ϲυζυγίαϲ εἰϲ μι ϲυϲτέλλει τὸ δίχρονον μόνον πρὸ τοῦ ϲκ οἶον ζεύγνυμι ἐζεύ- γνυν ἐζεύγνυϲ ἐζεύγνυϲκε, ἔδυν ἔδυϲ ἔδυϲκε ὁ δὲ πρῶτοϲ ἀόριϲτοϲ ἐπὶ τῶν βαρυ- τόνων καὶ ἐπὶ τῶν περιϲπωμένων καὶ ἐπὶ τῶν εἰϲ μι τὸ α ἔχει πρὸ τοῦ ϲκ οἶον τύψα- ϲκε γράψαϲκε βοήϲαϲκε φήϲαϲκε πτήϲαϲκε (sic), καὶ τοῦτο εἰκότωϲ· τὸ γὰρ κεχρεω- ϲτημένον τῷ τρίτῳ προϲώπῳ ἀνεδέξατο ἐνταῦθα τὸ γὰρ τρίτον πρόϲωπον τοῦ πρώτου ἀορίϲτου διὰ τοῦ α ὤφειλεν εἶναι οἶον ἔτυψα ἔτυψαϲ καὶ ἔτυψα ἐκεῖνο, κατὰ ἀποβολὴν τοῦ ϲ, ἀλλ’ ἐπειδὴ οὐκ ἠδύνατο τὸ τρίτον πρόϲωπον ὁμοφωνεῖν κατά τὸν αὐτὸν ἀριθμὸν καὶ τὴν αὐτὴν διάλεκτον, καὶ τροπὴ παρηκολούθηϲε τοῦ α εἰϲ ε καὶ γέγονεν ἔτυψεν ἐκεῖνοϲ ἐνταῦθα δὲ ἐπειδὴ προϲερχομένου τοῦ ϲκ οὐκέτι γίνεται ὁμοφωνία τοῦ τρίτου προϲώπου πρὸϲ τὸ πρῶτον πρόϲωπον, προϲ- ἤλθε τὸ κεχρεωϲτημένον α οἶον τύψαϲκε ποιήϲαϲκε. ταῦτα δὲ οἱ Ἴωνεϲ· οἱ δὲ ποιηταὶ κατὰ μίμηϲιν τῶν Ἰώνων πολλάκιϲ καὶ τὸ πρῶτον καὶ τὸ δεύτερον πρόϲ- ωπον ποιοῦϲι διὰ τοῦ ϲκ οἶον τύπτεϲκον· χαίρεϲκον γὰρ ἔγωγε καὶ τύπτεϲκεϲ καὶ χαίρεϲκεϲ. λέγει δὲ ὁ Ἄβρων ὅτι εἴ τι προϲλαμβάνει ταῦτα κατὰ τὸ τέλοϲ, ἀποβάλλει κατὰ τὴν ἀρχὴν· καὶ γὰρ τὸ ἔτυπτε ποιοῦϲιν οἱ Ἴωνεϲ τύπτεϲκεν, ἀποβάλλοντεϲ ἐκ τῆϲ ἀρχούϲηϲ ϲυλλαβῆϲ καὶ προϲτιθέντεϲ κατὰ τὸ τέλοϲ· διά τοῦτο δὲ τὸ ἔτυ- πτεν ἐν τῷ τύπτεϲκεν ἀποβάλλει τὸ ε τὸ τῆϲ ἀρχούϲηϲ, ἐπειδὴ τὰ ποιητικὰ Ἰωνικὰ ταἰϲ ἰδίαιϲ μετοχαῖϲ θέλει ϲυνάρχεϲθαι οἶον ἔτυπτε τύπτε τύπτε δ’ ἐπιϲτροφάδην (Φ 20) πρὸϲ τὴν τύπτων μετοχὴν, ἦγον ἄγεν ἄγε δέ ἑ μοῖρα βαρεῖα (Ν 602?) πρὸϲ τὴν ἄγων μετοχὴν, ἥψατο ἅψατο ἅψατο δ’ ἡμιόνων (Ψ 666) πρὸϲ τὴν ἁψάμενοϲ μετοχήν, ἤκουϲα ἄκουϲα πρὸϲ τὴν ἀκούϲαϲ μετοχὴν πολλάκι γὰρ ϲέο πατρὸϲ ἐνί μεγάροιϲιν ὄκουϲα (Α 996). Simile adnotamentum recurrit in Ep. Cr. I 376, 14, ubi additur augmentum non semper omitti allatis «ἐμιϲγέϲκοντο πάροιθεν» (υ 7) «ἣ οἱ παρέκεϲκετ’ ἀμοι- βάϲ» (ξ 521) καίτοι ἐν ἑτέροιϲ τοῦτο χωρὶϲ τοῦ ε λέγει κέϲκετ’ ἐνὶ μεγάροιϲιν (φ 41). μήποτε δὲ ἡ πρόθεϲιϲ ὁλόκληρόϲ ἐϲτι καὶ ὀφείλει διὰ τοῦ α (pro β′) ἐκφέρεϲθαι παρακέϲκετο. ἔχομεν δὲ καὶ παρὰ τὸ ἐῶ ἐᾶϲ ἐᾷ εἴων εἴαϲ εἴα εἴαϲκε «ἀλλ’ οὐκ εἴαϲκε» (Υ 408). μήποτε δὲ καὶ τοῦτο κατὰ πάθοϲ γέγονε τοῦ ι πλεονάϲαντοϲ. l. 12 Buttmannus ΙΙ 324 Ὄρνιϲι vitiosum esse animadvertit, quum locus ex Acharn. 133 depromptus sit, sed potest Herodianus memoria lapsus esse; idem adnotavit κεχήνετε potius pro imperativo quam pro indicativo habendum esse.

(Περὶ μέϲου παρακειμένου).

9.

εἰ ὁ ἐνεϲτὼϲ διὰ δύο ἀμεταβόλων, διὰ τοῦ πρώτου ἀμεταβόλου ἐκφέρεται ὁ παρακείμενοϲ ὁ μέϲοϲ οἷον τέμνω τέτομα, κάμνω κέκαμα. ἐκ τούτου πιθανεύονταί τινεϲ καὶ λέγουϲιν, ὅτι ἐν τῷ τίλλω τέτιλα καὶ πάλλω πέπαλα καὶ ϲτέλλω ἔϲτολα καὶ ἐν τοῖϲ ὁμοίοιϲ τὸ δεύτερον λ ἀπεβλήθη καὶ τὸ πρῶτον ἐφυλάχθη· ὁ δὲ Ἡρωδιανὸϲ οὐ βούλεται τοῦτο, ἀλλὰ λέγει, ὅτι τὸ πρῶτον λ ἀπεβλήθη καὶ τὸ δεῦ τερον ἐφυλάχθη· φηϲὶ γάρ, ὅτι πρῶτον μὲν ἐν τῷ τέμνω τέτομα καὶ κάμνω κέκαμα τὸ ν ἀπὸ πλεοναϲμοῦ ἐϲτι· κάμω γὰρ καὶ τέμω ἦν· καὶ κατὰ πλεοναϲμὸν τοῦ ν γέγονε κάμνω καὶ τέμνω, καὶ λοιπὸν τὸ ν τὸ πλεονάϲαν κατὰ τὸν ἐνεϲτῶτα ἀπεβλήθη κατὰ τὸν μέϲον παρακείμενον· δεύτερον δὲ δυνάμεθα αὐτὰ λέγειν, λέγω δὲ τὸ κέκαμα καὶ τέτομα, ὡϲ ἀπὸ περιϲπωμένων θεμάτων ἐϲτὶν οἷον ὡϲ ἀπὸ τοῦ κάμω καὶ τεμῶ· τρίτον δέ, ὥϲπερ τὸ τέρπω καὶ πέρθω οὐ λέγομεν πέμπτηϲ εἶναι ϲυζυγίαϲ διὰ τὸ ρ τὸ ἐν τῇ παραληγούϲῃ, ἀλλὰ τὸ μὲν τέρπω πρώτηϲ διὰ τὸ π ἐν τῇ παραληγούϲῃ, τὸ δὲ πέρθω τρίτηϲ διὰ τὸ θ τὸ ἐν τῇ ληγούϲῃ. οὕτωϲ καὶ τὸ τίλλω καὶ τὸ πάλλω καὶ τὸ ϲτέλλω καὶ τὰ ὅμοια λέγομεν εἶναι πέμπτηϲ ϲυζυγίαϲ, οὐ διὰ τὸ λ τὸ ἐν τῇ παραληγούϲῃ, ἀλλὰ τὸ λ τὸ ἐν τῇ ληγούϲῃ· τὰ δὲ χαρακτηριϲτικὰ τοῦ ἐνεϲτῶτοϲ θέλει εἶναι καὶ ἐν τῷ μέϲῳ παρακειμένῳ χαρακτηριϲτικὰ οἷον πείθω πέποιθα, λέγω λέλογα, δηλονότι διὰ τοῦ δευτέρου λ ἐξηνέχθη ὁ μέϲοϲ παρακείμενοϲ ἐν τῷ τέτιλα καὶ πέπαλα καὶ ἔϲτολα καὶ τοῖϲ ὁμοίοιϲ, ἐπειδὴ αὐτό ἐϲτιν, ὡϲ εἴρηται, τὸ χαρακτηριϲτικὸν τοῦ ἐνεϲτῶτοϲ. εἰ δὲ ὁ ἐνεϲτὼϲ διὰ καθαροῦ τοῦ ω ἐκφέρεται, ὁ μέϲοϲ παρακείμενοϲ διὰ καθαροῦ τοῦ α ἐκφέρεται οἷον ἀκούω ἤκουα καὶ ἀκήκοα ὁ Ἀττικόϲ, δείω δέδια καὶ δείδια κατὰ πλεοναϲμὸν τοῦ ι, δαίω (τὸ ϲημαῖνον τὸ καίω) δέδηα καὶ καίω κέκηα· εἴω (ϲημαίνει δὲ τὸ πορεύομαι) ὡϲ παρὰ Ϲώφρονι «ἐγκίκρα, ὡϲ εἴω», τουτέϲτι κέραϲον ἵνα πορευθῶ, καὶ ὁ μέϲοϲ παρακείμενοϲ εἶα διὰ καθαροῦ α καὶ κατὰ ἔκταϲιν Ἀττικὴν τοῦ ε εἰϲ η ᾖα διὰ τοῦ η καὶ ι ὥϲπερ εἰκάζω εἴκαζον καὶ ᾔκαζον καὶ πάλιν εἴδειν ᾔδειν, καὶ κατὰ διάλυϲιν τοῦ ι ἤϊα, ὡϲ παρὰ τῷ ποιητῇ (δ 433) ἤια, πολλὰ θεοὺϲ γουνούμενοϲ, ἀντὶ τοῦ ἐπορευόμην, οὗ τὸ τρίτον πρόϲωπον ἦϊε, ἃ δ’ ἤϊε νυκτὶ ἐοικώϲ (Α 47). τοῦτο τὸ ἤϊα διὰ τοῦ η καὶ ι τρέπει τὸ α εἰϲ ειν, καὶ ποιεῖ τὸ ὑπερϲυντελικὸν ἠΐειν κατὰ τὴν ἄρχουϲαν διὰ τοῦ η καὶ ι καὶ διὰ τῆϲ ει διφθόγγου κατὰ τὴν λήγουϲαν, ἐξ οὗ τὸ παρῄειν καὶ ἐξῄειν καὶ ἀπῄειν, ὡϲ παρὰ Μενάνδρῳ ἀπῄειν τῶν τόκων ἔχων τόκουϲ.

1. 26 δείω scripsi pro δέω. l. 29 ἐγκίκρα M; cf. E. M. 121, 30 et 425, 24.
11.

ϲιϲ, ἀλλὰ δοκεῖ ὅμωϲ πρωτότυπον αὐτὸ εἶναι τοῦ νείφω, ὡϲ ὑποδηλοῖ καὶ τὸ ἐξ αὐτοῦ νέφοϲ καὶ ἡ νεφέλη.

12.

περὶ ποϲότητοϲ τῶν ϲυλλαβῶν λέγομεν ὅτι μὲν ἐπὶ βαρυτόνων θεμάτων ἰϲοϲυλλαβεῖ τῷ ἐνεργητικῷ παρακειμένῳ ὁ μέϲοϲ παρακείμενοϲ οἷον τύπτω τέτυφα τέτυπα, νύϲϲω νένυχα νένυγα, νήθω νένηκα νένηθα, πείθω πέπεικα πέποιθα, πλήϲϲω πέπληχα πέπληγα. κείρω κέκαρκα κέκορα, φθείρω ἔφθαρκα ἔφθορα, ἐπὶ δὲ τῶν περιϲπωμένων θεμάτων μιᾷ ϲυλλαβῇ ἐνδεῖ τοῦ ἐνεργητικοῦ ὁ μέϲοϲ παρακείμενοϲ οἶον δουπῶ δουπήϲω δεδούπηκα δέδουπα, μυκῶ μυκήϲω μεμύκηκα μέμυκα, κτυπῶ κτυπήϲω ἐκτύπηκα ἔκτυπα.

ὥϲπερ μέλω μελήϲω μεμέληκα καὶ μέϲοϲ παρακείμενοϲ μέμηλα καὶ ὤλεκα ὦλα, τεθάληκα τέθηλα, οὕτω βεβούληκα βέβουλα. τοιοῦτόν τι καὶ τὸ λέληκα· «δαιμόνιη, τί λέληκαϲ » (Hes. Opp. 207), καὶ τὸ δεδούπηκα δέδουπα κατὰ Ἡρωδιαν ὸν «δεδουπότοϲ Οἰδιπόδαο» (ψ 679). καὶ ἕτερα οὐκ ὀλίγα, ἐν οἷϲ καὶ τὸ ἐκτύπηκα ἔκτυπα· εἰϲὶ γὰρ περιϲπώμενοι τοιοῦτοι μέϲοι παρακείμενοι ὡϲ πολλαχοῦ φανεῖται· 5 καὶ αὐτοὶ κατὰ τὰ προρρηθέντα μιᾷ ϲυλλαβῇ ἐνδέουϲι τοῦ ἐνεργητικοῦ, ὅπερ ἐν τοῖϲ βαρυνομένοιϲ οὐκ ἔϲτι ῥήμαϲιν. ἐν ἐκείνοιϲ γὰρ ἰϲοϲυλλαβεῖ καθόλου ὁ μέϲοϲ τῷ ἐνεργητικῷ.

13.

δεῖ γινώϲκειν ὅτι τότε ἐπιλιμπάνουϲιν οἱ μέϲοι παρακείμενοι, ἡνίκα ἀπὸ τῶν περιϲπωμένων θεμάτων εὑρεθῇ ὁ ἐνεργητικὸϲ παρακείμενοϲ, καὶ τριϲύλλαβοϲ ἀπὸ δύο ϲυμφώνων ἀρχόμενοϲ, ἢ ἀπὸ μόνου τοῦ ε οἷον θλῶ θλάϲω τέθλακα, κλῶ κλάϲω κέκλακα, ϲμῶ ϲμήϲω ἔϲμηκα, δρῶ δράϲω δέδρακα, ζῶ ζήϲω ἔζηκα· καὶ τοῦτο εὐλόγωϲ, ἐπειδὴ ὁ ἐνεργητικὸϲ παρακείμενοϲ ἀπὸ περιϲπωμένων ὑπάρχων μιᾷ ϲυλλαβῇ περιττεύει τοῦ μέϲου παρακειμένου, οἷον μυκῶ μεμύκηκα μέμυκα, δουπῶ δεδούπηκα δέδουπα εἰ ἐποιήϲαμεν οὖν μέϲον παρακείμενον ἐπὶ τῶν προλεχθέντων, φημὶ τοῦ τέθλακα καὶ κέκλακα καὶ δέδρακα, ἔϲμηκα, ἔζηκα, ἤμελλεν ὁ μέϲοϲ παρακείμενοϲ μιᾷ ϲυλλαβῇ ἐνδεῖν τοῦ ἐνεργητικοῦ παρακειμένου, καὶ εἶχεν εἰϲ διϲυλλαβίαν περιπεϲεῖν, ὅπερ ἐϲτὶν ἄτοπον ϲπανίωϲ γὰρ εὑρίϲκεται διϲύλλαβοϲ παρακείμενοϲ ἐν χρήϲει· ϲπάνιον δὲ εἶπον διὰ τὸ οἶδα οἶδ’ ἐπὶ δεξιὰ οἱδ’ ἐπ’ ἀριϲτερὰ νωμῆϲαι βῶν ἀζαλέην (H 238) καὶ διὰ τὸ οἶκα, ὃ ϲημαίνει τὸ ὁμοιῶ, οἷον «οἶκαϲ μὲν ὡραίῳ λίνῳ » παρ’ Ἀλκμᾶνι, ἀντὶ τοῦ ὅμοιοϲ εἰ, καὶ διὰ τὸ εἶα καὶ κατ’ ἔκταϲιν Ἀττικὴν τοῦ ε εἰϲ η ᾖα, ὃ γίνεται ἐν διαλύϲει παρὰ τῷ ποιητῇ, ἤϊα πολλὰ θεοὺϲ γουνούμενοϲ. 1. 37 οἶκα scr. pro εἷκα et verba Alemanis explevi ex Ep. Cr. I 287, 1 et Choer. 871, 30, verba καὶ κατ’ ἔκταϲιν — ᾖα ipse inserui, in Epim. legitur: εἶα, ὅπερ ἔν διαλύϲει ἔϊα καὶ ἐπαυξήϲει ἤϊα. De re cf. Mon 24, 4 οἶδα. Eustath. 759,5: Ἡρωδιανὸϲ προυποθεὶϲ ῥῆμα τὸ εἴδω παράγει ἐξ αὐτοῦ μέϲουϲ παρακειμένουϲ ἐπὶ μὲν τοῦ θεωρῶ καὶ γινώϲκω οἶδα, ἐπὶ δὲ τοῦ ὁμοιῶ τὸ οἶκα, ἐξ οὗ  ἔοικα, οὗ ὑπερϲυντελικὸϲ ἐῴκειν κατὰ ἔκταϲιν.

14.

τοῦ δείδοικα πρωτότυπον ὂν τὸ δέδοικα ἐκ τοῦ δείδω τὸ δειλιῶ ἔχει ἀπορίαν πῶϲ διὰ τοῦ κ ἐκφέρεται καὶ μὴ διὰ τοῦ θεματικοῦ δ διὰ τὸν κανόνα, δι’ ὃν ὥριϲται καθολικῶϲ, ὅτι ἐπὶ τῶν βαρυτόνων, δι’ οὗ ϲυμφώνου ἐκφέρεται ὁ ἐνεϲτώϲ, διὰ τοῦ αὐτοῦ καὶ ὁ μέϲοϲ παρακείμενοϲ οἷον λείβω λέλοιβα, λέγω λέλογα κατὰ τὸν Ἡρωδιανόν, καθ’ ὃν ἔδει ἀπὸ τοῦ δείδω δέδοιδα εἶναι τὸν μέϲον παρακείμενον. λύϲιϲ δὲ τῆϲ ἀπορίαϲ ταύτηϲ τὸ μὴ χρῆναι τρία παράλληλα δ παραλαμβάνεϲθαι. τὸ γὰρ τοιοῦτον ψελλιϲμῷ, φηϲίν, ὑποπίπτει. διὸ ἀντειϲῆλθε τοῦ τρίτου δ τὸ κ τοῦ ἐνεργητικοῦ παρακειμένου τοῦ δείδω δείϲω δέδεικα, ὃϲ ἐϲιγήθη διὰ τὸ τοῦ μέϲου παρακειμένου πολύχρηϲτον. ὅτι δ’ ἐν πολλοῖϲ ἡ παραλληλία φεύγεται, δηλοῖ καὶ ὁ τεμένιοϲ, ὃν δέον ὂν διφθόγγῳ παραλήγεϲθαι κατὰ τὸν κανόνα τοῦ κήτειοϲ κήδειοϲ ἐπιτήδειοϲ καὶ τῶν ὁμοίων ὅμωϲ, ἵνα μὴ ἐπάλληλα εἴη τὰ τρία ἑ, ἐγράφη διὰ μόνου τοῦ ι· Ϲοφοκλῆϲ (Τrach. 754) «τεμενίαν τε φυλλάδα». οὕτω καὶ τὸ «ἴριδι δίῃ» κακίζεται κατὰ τὸ ἀλλεπάλληλον τῶν διχρόνων.

15.

περὶ τοῦ ἔολπα ζηταοῦϲιν ὅτι πόθεν γέγονε; — λέγει δὲ ὁ Ἡρωδιαν ὸϲ ὅτι δύναται εἶναι ὡϲ ἀπὸ τριϲυλλάβου τοῦ ἐέλπω, τούτου γὰρ ὁ μέϲοϲ παρακείμενοϲ ἤελπα καὶ κατὰ τροπὴν τοῦ ε εἰϲ τὸ ο καὶ ϲυϲτολῇ τοῦ η εἰϲ τὸ ε ἔολπα.

16.

τὸ ἔμμορε Ζηνόβιοϲ καὶ Ἡρωδιανὸϲ οὕτω κανονίζουϲι μείρω μερῶ, ὁ μὲν παρακείμενοϲ μέμορα καὶ ἐν ὑπερθέϲει τοῦ ἔμμορα.

1. 1 cf. An. Par.ΙΙΙ 320 ubi sic fere: ἐπὶ τοῦ ὁμοιῶ ἵνα μὴ ϲυνεμπέϲῃ τῷ οἶδα ἐγένετο οἶκα καὶ ἔοικα. l. 6 idem refert Eustath. 149, I et de δέδοικα An. Paris. III 316, 6 similia etiam habet Choer. 589 Apollonio eundem de δέδοικα sententiam attribuens, quae hic Herodiano assignatur. — Ex Herodiano petivit fortasse Choer. l. c eam formae δέδοικα explicationem, quam Alexander Cotyaensis proposuit: Ἀλέξανδροϲ ὁ Κοτυαεὺϲ θαυμαϲίωϲ αὐτὸ ϲχηματίζει λέγει γὰρ ὅτι πολλὰ ῥήματα ἀπὸ μέλλοντοϲ παράγεται εἰϲ τὸν ἐνεϲτῶτα, καὶ τρέπει τὸ ϲ εἰϲ χ ἢ εἰϲ τὸ κ οἷον ϲμῶ ϲμήϲω ϲμήχω, ἐξ οὖ τὸ ϲμήξω, ὀλῶ ὀλέϲω ὀλέκω οὕτωϲ οὖν καὶ ἐκ τοῦ δείϲω μέλλοντοϲ ἐγένετο ὁ ἐνεϲτὼϲ θείκω κατὰ τροπὴν τοῦ ϲ εἰϲ κ καὶ ἐκ τοῦ δείκω λοιπὸν ἀκολούθωϲ ὁ μέϲοϲ παρακείμενοϲ δέδοικα ὥϲπερ λείπω λέλοιπα, λείβω λέλοιβα, πείθω πέποιθα. l. 28 cf. E. M. 335, 22. Quod Ϲhoeroboscus —nam ex eo petitum esse locum Anecdotorum demonstrat Choer. Dict. 593, 26 contra Herodiani sententiam profert: ἀλλ’ ἐλέγχει αὐτὸ τὸ β΄ πρόϲωπον, οὐ διὰ τοῦ α γάρ, ἀλλὰ διὰ τοῦ ἑ ἐκφέρεται. ὅθεν καὶ κανονίζεται οὕτωϲ· μορῶ μορήϲω ὁ πρῶτοϲ ἀόριϲτοϲ ἐμόρηϲε, ὁ δὲ δεύτεροϲ ἔμορον ἔμορεϲ καὶ Αἰολικῶϲ ἔμμορον ἔμμορεϲ ἔμμορε — non refutat Herodianum, nam ubi per ε secunda persona pronunciabatur, aoristus quidem secundus haberi debet, sed
17.

Ἡρωδιανὸϲ ἐκ τοῦ λήχω τὸ λαγχάνω παράγων τὸ λέλοχα τροπῇ τοῦ η εἰϲ ο μικρὸν ὁμοίωϲ τῷ πήθω πέποθε λέγει καὶ πλεονάζειν ἐν αὐτοῖϲ τὸ ν ὡϲ καὶ ἐν τῷ κέχανδα οἷον «οἶκον κεχανδότα πολλὰ καὶ ἐϲθλά (δ 96).

18.

οὐδέποτε μέϲοϲ παρακείμενοϲ διὰ δύο ϲυμφώνων κατὰ ϲύλληψιν ἐκφέρεται οὐδὲ διὰ διπλῶν ἔνθεν οὔτε ἀπὸ τοῦ χραιϲμῶ οὕτε ἀπὸ τοῦ ὀλιϲθῶ μέϲοι γεγόναϲι παρακείμενοι ὥϲπερ οὐδὲ ἀπὸ τοῦ λιχμῶ, ἵνα μὴ διὰ δύο ϲυμφώνων ἐξενεχθῶϲι. τὸ γὰρ «γλώϲϲῃϲι δνοφερῇϲι λελιχμότεϲ» παρ’ Ἡϲιόδῳ (Theog. 826) οὕτωϲ ἐγένετο· ἐϲτι τι περιϲπώμενον λιχμῶ οὗ ὁ παρακείμενοϲ λελίχμηκα καὶ ἡ μετοχὴ λελιχμηκώϲ καὶ κατὰ ϲυγκοπὴν λελιχμώϲ. καὶ τὸ πεφυζώϲ γέγονεν ἀπὸ τοῦ πεφυζηκώϲ καὶ κατὰ ϲυγκοπὴν πεφυζώϲ.

(Περὶ ὑπερϲυντελικοῦ).

( Περὶ πρώτου ἀορίϲτου).

19.

ὥϲπερ τὸ κρῆναι ἀπὸ διϲυλλάβου τοῦ κραίνω καὶ τὸ μιῆναι ἀπὸ τοῦ μιαίνω, οὕτω καθ’ Ἡρωδιανὸν καὶ τὸ κυδῆναι ἐκ τοῦ κυδαίνω, εἰ καὶ κυδᾶναι, φηϲί, καθ’ ἡμᾶϲ λέγεται ὡϲ καὶ κερδᾶναι.

20.

ἄξιόν ἐϲτι ζητῆϲαι, διὰ τί τῶν ϲεϲημειωμένων ἐν τῷ πρώτῳ ἀορίϲτῳ, φημὶ δὲ τὸ ἤνεγκα καὶ εἶπα καὶ ἔδωκα καὶ ἔθηκα καὶ ἧκα τὰ μὲν δύο τὰ ἀπὸ τῶν εἰϲ ω, λέγω δὲ τὸ εἶπα καὶ ἤνεγκα, κλίνεται μὲν καὶ εἰϲ τὰϲ μετοχὰϲ καὶ εἰϲ τὰϲ λοιπὰϲ ἐγκλίϲειϲ, τὰ δὲ τρία τὰ ἀπὸ τῶν εἰϲ μι, λέγω δὲ τὸ ἔθηκα καὶ ἔδωκα καὶ ἧκα, οὐ κλίνεται οὕτε εἰϲ τὰϲ μετοχὰϲ οὔτε εἰϲ τὰϲ λοιπὰϲ ἐγκλίϲειϲ καὶ λέγει ὁ Ἀπολλώνιοϲ ταύτην τὴν ἀπολογίαν κτλ. ὁ δὲ Ἡρωδιανὸϲ ἄλλην ἀπολογίαν παραδίδωϲιν ἔχουϲαν οὕτωϲ τὸ εἶπα διὰ τοῦ ψ ὤφειλεν ἐκφέρεϲθαι, ἐπειδὴ καὶ ὁ μέλλων τὸ ψ ἔχει, ἔψω γάρ ἐϲτι· τοῦ δὲ μέλλοντοϲ τὸ ψ ἔχοντοϲ καὶ ὁ πρῶτοϲ ἀόριϲτοϲ διὰ τοῦ ψ ἐκφέρεται οἷον γράψω ἔγραψα, τύψω ἔτυψα· καὶ πάλιν τὸ ἤνεγκα διὰ τοῦ ξ ὤφειλεν ἐκφέρεϲθαι, ἐπειδὴ καὶ ὁ μέλλων διὰ τοῦ ξ ἐκφέρεται, tertia persona, prout sententia poscit, aut pro perfecto putanda est velut ἔμμορε Il. Α 278 aut pro aoristo velut iis locis, quos citat Lob. ad Βuttm. p. 241 l. 2 cf. Choer. 594, 7 et 24, Ep. Cr. 1 267, 13 et 376, 1, E. M 560, 47. 1.18 cf. Choer. 607, 35: πολλάκιϲ οἱ Ἴωνεϲ τρέπουϲι τὸ ἁ εἰϲ τὸ η ἐν τῷ πρώτῳ ἀορίϲτῳ οἷον ἐμίανα ἐμίηνα, ἐχλίανα ἐχλίηνα, ἐθέρμανα ἐθέρμηνα, ἐλίανα ἐλίηνα, ἐκάθαρα ἐκάθηρα, ἐϲήμανα ἐϲήμηνα, ἐξ οὐ ὁ πρῶτοϲ ἀόριϲτοϲ ἐϲημηνάμην καὶ ὑπεϲημηνάμην, ἔφανα ἔφηνα, ἐξ οὖ ὁ α΄ μέϲοϲ ἀόριϲτοϲ ἐφηνάμην. τούτοιϲ δὲ τοῖϲ ὑπὸ τῶν Ἰώνων γινομένοιϲ, λέγω δὲ τὸ ἐμίηνα καὶ ἐλίηνα καὶ ἐχλίηνα καὶ ἐκάθηρα καὶ ἐϲήμηνα καὶ τοῖϲ ὁμοίοιϲ, χρῶνται οἱ Ἀθηναῖοι. ἐνέγξω γάρ ἐϲτι ὁ μέλλων· τοῦ δὲ μέλλοντοϲ τὸ ξ ἔχοντοϲ καὶ ὁ πρῶτοϲ ἀόριϲτοϲ διὰ τοῦ ξ ἐφέρεται οἷον λέξω ἔλεξα, νύξω ἔνυξα· ἐπειδὴ οὖν τὸ εἶπα διὰ τοῦ ψ ὤφειλε καὶ τὸ ἤνεγκα διὰ τοῦ ξ, οὐκ ἐγένετο δὲ οὕτωϲ, ἀλλὰ τὸ μὲν διὰ τοῦ π, τὸ δὲ διὰ τοῦ κ, τὸ δὲ κ ϲυγγένειαν πρὸϲ τὸ ξ καὶ τὸ π πρὸϲ τὸ ψ ἔχειν, τὸ δὲ ξ ἐκ τοῦ κ καὶ ϲ δοκεῖ ϲυγκεῖϲθαι, τὸ δὲ ψ ἐκ τοῦ π καὶ ϲ, εἰκότωϲ ὡϲ μέροϲ τι. τῆϲ ἀναλογίαϲ φυλάξαντα ἀκωλύτωϲ κλίνεται καὶ εἰϲ τὰϲ μετοχὰϲ καὶ. εἰϲ τὰϲ λοιπὰϲ ἐγκλίϲειϲ· τὸ δὲ ἔδωκα καὶ ἔθηκα καὶ ἧκα διὰ τοῦ ϲ ὤφειλεν εἶναι, ἐπειδὴ καὶ ὁ μέλλων διὰ τοῦ ϲ ἐκφέρεται, δώϲω γὰρ καὶ θήϲω καὶ ἥϲω ἐϲτὶν ὁ μέλλων, ἐξ οὗ καὶ τὸ ἀφήϲω τοῦ δὲ μέλλοντοϲ διὰ τοῦ ϲ ὄντοϲ καὶ ὁ πρῶτοϲ ἀόριϲτοϲ διὰ τοῦ ϲ ἐκφέρεται οἷον ποιήϲω ἐποίηϲα, νοήϲω ἐνόηϲα· ἐπειδὴ οὖν τὸ ἔθηκα, ἔδωκα, ἧκα διὰ τοῦ ϲ ὤφειλεν εἶναι, οὐκ ἐγένετο δὲ οὕτωϲ, ἀλλὰ διὰ τοῦ κ, τὸ δὲ x πρὸϲ τὸ ϲ οὐδεμίαν ϲυγγένειαν ἔχει, εἰκότωϲ ὡϲ μὴ φυλάξαντα μέροϲ τι τῆϲ ἀναλογίαϲ κωλύεται κλίνεϲθαι καὶ εἰϲ τὰϲ μετοχὰϲ καὶ εἰϲ τὰϲ λοιπὰϲ ἐγκλίϲειϲ.

( Περὶ δευτέρου ἀορίϲτου).

de numero syllabarum perfecti secundi exposuit, sic etiam de numero syllabarum aoristi secundi disseruisse putandus est in eum modum , quo disputat Choerob. 619,14:  περὶ τῆϲ ποϲότητοϲ τῶν ϲυλλαβῶν ἔϲτιν εἰπεῖν, ὅτι ἀπὸ μὲν βαρυτόνων θεμάτων ἰϲοϲυλλαβεῖ τῷ πρώτῳ ἀορίϲτῳ ὁ δεύτεροϲ ἀόριϲτοϲ οἷον τύπτω τύψω ἔτυψα ἔτυπον, ῥάπτω ἔρραψα ἔρραφον, νύϲϲω ἔνυξα ἔνυγον, γράψα ἔγραψα ἔγραφον, ἐξ οὖ τὸ ἐγράφην, ἀπὸ δὲ περιϲπωμένων θεμάτων μιᾷ αὐτοῦ ἐνδεῖ ὁ δεύτεροϲ ἀόριϲτοϲ, οἷον δουπῶ ἐδούπηϲα ἔδουπον, μυκῶ ἐμύκηϲα ἔμυκον, χραιϲμῶ ἐχραίϲμηϲα ἔχραιϲμον, ὀλιϲθῶ ὠλίϲθηϲα ὤλιϲθον.

Atque etiam de quantitate vocalis in paenultima tractasse eum arbitror sic fere nt Choer. 623, 13: ἰϲτέον ὅτι δεύτεροϲ ἀόριϲτοϲ εἴτε ἀπὸ βαρυτόνων θεμάτων εἴτε ἀπὸ περιϲπωμένων βραχείᾳ θέλει παραλήγεϲθαι, οἶον λείπω ἔλιπον, τρώγω ἔτραγον, λήβω ἔλαβον, κτυπῶ ἔκτυπον, μυκῶ ἔμυκον τὰ γὰρ φυλάττοντα τὴν παραλήγουϲαν μακρὰν ἐν τῷ δευτέρῳ ἀορίϲτῳ εὐαρίθμητα· ἔϲτι δὲ ταῦτα· χραιϲμῶ ἔχραιϲμον, ὀλιϲθῶ ὤλιϲθον, βλαϲτῶ ἔβλαϲτον, ἀλαλκῶ ἤλαλκον, ἁμαρτῶ ἥμαρτον, καὶ κατὰ ὑπερβιβαϲμὸν τοῦ ρ καὶ τροπῇ τοῦ α εἰϲ ο καὶ πλεοναϲμῷ τοῦ β ἤμβροτον. ἔϲτι καὶ τὸ δουπῶ ἔδουπον μακρᾃ παραληγόμενον, καὶ τὸ τέρπω ἔταρπον, πλήϲϲω ἔπληγον καὶ ἔπλαγον πρὸϲ διάφορον ϲημαινόμενον ὁ γὰρ πλήϲϲων ἢ ὁ πληϲϲόμενοϲ ἢ ϲωματικῶϲ πλήϲϲεται ἢ ψυχικῶϲ, καὶ εἰ μὲν ϲωματικῶϲ, ἔπληγον, διὰ τοῦ η, ἐξ οὗ καὶ τὸ ἐπλήγην, εἰ δὲ ψυχικῶϲ, ἔπλαγον, διὰ τοῦ α, ἐξ οὖ τὸ ἐπλάγην καὶ κατεπλάγην. ἀμέλει ὁ ποιητήϲ, πειδὴ ἐπὶ τῆϲ ψυχικῆϲ διαθέϲεωϲ κατεπλήγη εἶπε διὰ τοῦ η διὰ τὴν ἀνάγκην τοῦ μέτρου, τούτου χάριν προϲέθηκε τὸ φίλον ἦτορ, κατεπλήγη φίλον ἦτορ (Γ 31), ἵνα μὴ διὰ τῆϲ γραφῆϲ τοῦ η νομιϲθῇ ἐπὶ τῆϲ ϲωματικῆϲ διαθέϲεωϲ κεῖϲθαι. τὸ αὐτὸ δὲ λέγουϲι καὶ ἐπὶ τοῦ πονῶ πονήϲω καὶ πονέϲω, ὁ γὰρ πονῶν ἢ ϲωματικῶϲ I. 27 in his, quae ab Herodiano abhorrere aut dubia videbantur, omisi. De quantitate autem egisse Herodianum patet ex Choer. p. 755, ubi abnormem accentum imperativorum ἐλθέ εἰπέ εὑρέ eo excusat, quod indicativus horum productam paennltimam habeat reliquis aoristis secundis brevi syllaba praefinitis. πονεῖ ἢ ψυχικῶϲ· καὶ εἰ μὲν ϲωματικῶϲ, πονέϲω διὰ τοῦ ε εἰ δὲ ψυχικῶϲ πονήϲω διὰ τοῦ η. διὰ τοῦτο ϲημειούμεθα παρὰ Ἀριϲτοφάνει (Pac. 820) ἐγὼ δέ τοι πεπόνηκα κομιδῇ τὼ ϲκέλη, ἐπειδὴ ϲωματικῶϲ λεχθὲν διὰ τοῦ η προϲηνέχθη. ἔϲτι καὶ τὸ δέρθω ἔδαρθον μακρᾷ παραληγόμενον, ὅπερ γίνεται κατὰ ὑπερβιβαϲμὸν ἔδραθον, ϲημαίνει δὲ τὸ ἐκοιμήθην ἐϲτι δὲ καὶ τὸ ἔπεφνον· ἔϲτι καὶ τὸ ἅδε τὸ ϲημαῖνον τὸ ἤρεϲε. γέγονε δὲ τοῦτον τὸν τρόπον ἔϲτιν ἥδω ἐξ οὐ τὸ ἥδομαι, τούτου ὁ δεύτεροϲ. ἀόριϲτοϲ λόγῳ μὲν ποραληγούϲηϲ γίνεται ἅδον διὰ τοῦ α, ἐξ οὗ τὸ ἄδε δ᾿  Ἕκτορι μῦθοϲ ἀπήμων (Μ 80), ὥϲπερ λήβω ἔλαβον, μήθω ἔμαθον, θήκω ἔδακον λόγῳ δὲ ἀρχούϲηϲ γίνεται ἦδον διὰ τοῦ η, καί ἦδε καὶ κατὰ διάλυϲιν τοῦ η εἰϲ ε καὶ α γίνεται ἕαδα, ὥϲπερ ἥλω ἑάλω ἔϲτι καὶ τὸ δέρκω ἔδαρκον, ὅπερ γίνεται κατὰ ὑπερβιβαϲμὸν ἔδρακον· ἔϲτι καὶ τὸ πέρθω ἔπαρθον, ὅπερ γίγνεται κατὰ ὑπερβιβαϲμὸν ἔπραθον· ἔϲτι καὶ τὸ κακέμφατον τὸ ἔπαρδον μακρῷ παραληγόμενον, ὅτι ἀπὸ τοῦ πέρδω, ἐξ οὐ τὸ πέρδομαι, ἔπαρδον καὶ ἀπέπαρδον· τὸ ἦλθον καὶ εὗρον λόγῳ ἀρχούϲηϲ ἔχουϲι τὴν μακράν· ἐπειδὴ γὰρ ταῦτα διϲύλλαβά ἐϲτι καὶ τὴν αὐτὴν ἔχει ἄρχουϲαν καὶ παραλήγουϲαν, τῷ λόγῳ τῆϲ ἀρχούϲηϲ ἔϲχε τὴν μακρὰν καὶ οὐ τῷ λόγῳ τῆϲ παραληγούϲηϲ. γέγονε δὲ τὸ ἦλθον τοῦτον τὸν τρόπον· ὥϲπερ ἀπὸ τοῦ φεύγω γέγονεν ἔφυγον καὶ ἀπὸ τοῦ τεύχω ἔτυχον, οὕτω καὶ ἀπὸ τοῦ ἐλεύθω γέγονε ἢλυθον καὶ κατὰ ϲυγκοπὴν ἦλθον. ὡϲαύτωϲ δὲ καὶ τὸ εἶπον, ὡϲ ἀπὸ τοῦ ἔπω γενόμενον, λόγῳ ἀρχούϲηϲ ἔϲχε τὴν μακράν· τὸ γὰρ ε μεγεθυνόμενον διὰ τῆϲ προϲθήκηϲ τοῦ ι μεγεθύνεται οἷον ἔχω εἶχον, ἕλκω εἶλκον, ἢ τρέπεται εἰϲ η οἷον ἑρμηνεύω ἡρμήνευον, ἐλαύνω ἤλαυνον οὐ δυνάμεθα δὲ λέγειν, ὅτι ἐν τῷ εἰπον δευτέρῳ ἀορίϲτῳ λόγῳ παραληγούϲηϲ προϲῆλθε τὸ ι, ἐπειδὴ ὡϲ εἰρήκαμεν, ἡνίκα ᾖ ἀπὸ βαρυτόνων θεμάτων ὁ δεύτεροϲ ἀόριϲτοϲ, βραχείᾳ θέλει παραλήγεϲθαι οἷον ἔτυπον, ἔνυγον, ἔλαβον, ἔμαθον. ἰϲτέον δὲ ὅτι εἰδον γενόμενον ἀπὸ τοῦ εἴδω λόγῳ ἀρχούϲηϲ διὰ τῆϲ ει διφθόγγου γράφεται οἷον εἰδον γὰρ ϲκοπιὴν ἐϲ παιπαλόεϲϲαν ἀνελθών (κ 194) λόγῳ δὲ παραληγούϲηϲ διὰ τοῦ ι γράφεται οἷον οὐκ ἴδον οὐ πυθόμην (ψ 40).

Ἔλθωμεν δὲ καὶ μάθωμεν πῶϲ ϲυϲτέλλεται ἐν τῷ δευτέρῳ ἡ παραλήγουϲα. ίϲτέον ὅτι ὀφείλει ὁ δεύτεροϲ ἀόριϲτοϲ διχρόνῳ παραλήγεϲθαι, ὅθεν ἐπὶ τοῦ τρώγω ἔτραγον τὸ ω εἰϲ τὸ α ἐτράπη καὶ ἐπὶ τοῦ λήβω ἔλαβον τὸ η εἰϲ α τρέπεται ἐν τῷ δευτέρῳ ἀορίϲτῳ κατὰ τὴν παραλήγουϲαν, εἰϲ α δὲ ϲυϲτελλόμενον, δηλονότι βραχύ, διὰ τὸ τὸν δεύτερον ἀόριϲτον βραχείᾳ θέλειν παραλήγεϲθαι, ὡϲ εἴρηται. ἔϲτω δὲ παραδείγματα τοῦ κανόνοϲ ταῦτα· λήβω ἔλαβον, μήθω ἔμαθον, πρήθω (τὸ καίω) ἔπραθον, φηγῷ ἔφαγον, λήθω ἔλαθον, πήθω ἔπαθον, δήκω ἔδακον, λήχω ἔλαχον, τήκω ἔτακον (ἐξ οὗ τὸ ἐτάκην), πλήϲϲω ἔπλαγον (ἐξ οὗ τὸ ἐπλάγην πρὸϲ διάφορον ϲημαινόμενον, ὡϲ ἐν τοῖϲ προλαβοῦϲινεἰρήκαμεν)· ἡ ευ δίφθογ γοϲ τὸ ε ἀποβάλλει καὶ τὸ δίχρονον φυλάττει ἐν τῷ δευτέρῳ ἀορίϲτῳ. φεύγω ἔφυγον, τεύχω ἔτυχον, πεύθω ἔπυθον (ἐξ οὗ τὸ ἐπυθόμην), ἐλεύθω ἤλυθον καὶ κατὰ ϲυγκοπὴν ῆλθον. ἰϲτέον δὲ ὅτι ἐκ τοῦ ἔτυχον γίνεται ὁ δεύτεροϲ ἀόριϲτοϲ ἐτυχόμην τετύχοντο κατὰ ἀναδιπλαϲιαϲμὸν καὶ τροπῇ τοῦ χ εἰϲ τὸ ἀντίϲτοιχον τὸ ψιλόν, φημὶ δὲ εἰϲ τὸ κ, «ετετύκοντό τε δαῖτα» (Α 467). ἐὰν εὑρεθῇ δύο δίχρονα, τὸ δεύτερον ἀποβάλλεται ἐν τῷ δευτέρῳ ἀορίϲτῳ καὶ τὸ πρῶτον φυλάττεται οἷον καίω ἔκαον ἐξ οὖ τὸ ἐκάην. χαίρω ἔχαρον ἐξ οὖ τὸ ἐχάρην, μαίνω μαίνομαι ἔμανον ἐξ οὗ τὸ ἐμάνην, φαίνω ἔφανον ἐξ οὐ τὸ ἐφάνην, χαίνω ἔχανον, παύω ἔπαον ἐξ οὗ τὸ ἐπάην καὶ ἀνεπάην ἐν τῇ ϲυνηθείᾳ· ἡ ει δίφθογγοϲ ἐν τῷ δευτέρῳ ἀορίϲτῳ ἀποβάλλει τὸ ε καὶ φυλάττει τὸ ι οἷον λείπω ἔλιπον, πείθω ἔπιθον ἐξ οὗ τὸ ἀπαρέμφατον πιθεῖν ὥϲπερ λαβεῖν καὶ κατὰ ἀναδιπλαϲιαϲμὸν πεπιθεῖν, λείβω ἔλιβον. δεῖ προϲθεῖναι, χωρὶϲ τῶν διϲυλλάβων τῆϲ ε ϲυζυγίαϲ· ἐπ’ ἐκείνων γὰρ τὸ ι ἀποβάλλεται κατὰ τὸν δεύτερον ἀόριϲτον, ἐπειδὴ καὶ ἐν τῷ μέλλοντι τὸ ι ἀποβάλλεται καὶ τὸ ἕ εἰϲ α τρέπεται οἷον κείρω κερῶ ἔκαρον ἐξ οὗ τὸ ἐκάρην, φθείρω φθερῶ ἔφθαρον ἐξ οὖ τὸ ἐφθάρην, ϲπείρω ϲπερῶ ἔϲπαρον ἐϲπάρην, κτείνω κτενῶ ἔκτανον. πρόϲκειται «χωρὶϲ τῶν διϲυλλάβων», ἐπειδὴ ἐπὶ τῶν ὑπὲρ δύο ϲυλλαβὰϲ τὸ ι μόνον ἀποβάλλεται, οὐκέτι δὲ τροπὴ παρηκολούθηϲε τοῦ ε εἰϲ τὸ α ἐν τῷ δευτέρῳ ἀορίϲτῳ οἶον ἐγείρω ἤγερον, ὀφείλω ὤφελον.

21.

ἰϲτέον δὲ ὅταν εὑρεθῇ τὸ ε ϲὺν ἀμεταβόλῳ, ὡϲ ἐπὶ τὸ πλεῖϲτον τρέπεται εἰϲ τὸ α κατὰ τὸν δεύτερον ἀόριϲτον ἐν τῇ παραληγούϲῃ, εἶτε τοῦ ε προηγεῖται τὸ ἀμετάβολον, εἴτε ἐπιφέρεται αὐτῷ· τῆϲ ε′ ϲυζυγίαϲ τὸ ι δηλονότι ἀποβάλλεται οἷον κείρω ἔκαρον, φθείρω ἔφθαρον, ϲτείλω ἔϲταλον ἐξ οὐ τὸ ἐϲτάλην καὶ ἀπεϲτάλην, δείρω ἔδαρον ἐξ οὗ τὸ ἐδάρην, τέμνω ἔταμον, πέρθω ἔπαρθον καὶ κατὰ ὑπερβιβαϲμὸν ἔπραθον, δέρκω ἔδαρκον, πέρδω ἔπαρδον ἐξ οὗ πέρδομαι, δρέμω ἔδραμον· τοῦτο δὲ καὶ προηγούμενον ἔχει τὸ ε καὶ ἐπιφερόμενον ἔχει τὸ ἀμετάβολον· τοῦτο δὲ δύναται, ὥϲ φηϲιν Ἡρωδιανόϲ, καὶ ἀπὸ περιϲπωμένου τοῦ δραμῶ εἶναι ἐξ οὖ ὁ δεδράμηκα παρακείμενοϲ· καὶ ταῦτα μὲν ἐπιφερομένου τῷ ε τοῦ ἀμεταβόλου· καὶ προηγουμένου δὲ τοῦ ε τοῦ ἀμεταβόλου οἷον κλέπτω ἔκλαπον ἐξ οὗ τὸ ἐκλάπην, πλέκω ἔπλακον ἐξ οὖ τὸ ἐπλάκην, τρέπω ἔτραπον ἐξ οὗ τὸ ἐτράπην, τρέφω ἔτραφον ἐξ οὗ τὸ ἐτράφην, ϲτρέφω ἔϲτραφον ἐξ οὗ τὸ ἐϲτράφην, βρέχω ἔβραχον ἐξ οὗ τὸ ἐβράχην. πρόϲκειται « ὡϲ ἐπὶ τὸ πλεῖϲτον» διὰ τὸ ἀγείρω ἤγειρον, ἀείρω ἤερον καὶ ὀφείλω ὤφελον καὶ λέγω ἔλεγον ἐξ οὗ τὸ ἐλέγην καὶ κατελέγην ἐπὶ τούτων γὰρ οὐκ ἐτράπη τὸ ε εἰϲ α.

22.

ἰϲτέον ὅτι τὸ ἔπεϲον μονῆρέϲ ἐϲτιν, οὐδέποτε γὰρ ὁ δεύτεροϲ ἀόριϲτοϲ πρὸ τῆϲ ον ϲυλλαβῆϲ τὸ ϲ ἔχει οἷον ἔτυπον, ἔνυγον, ἔλαβον, ἔμαθον, ἔφαγον, ἔδακον. λέγει δὲ Ἡρωδιανόϲ, ὅτι ἐϲτὶν ὅμοιον αὐτῷ τὸ κακέμφατον, φημὶ δὲ τὸ ἔχεϲον, καὶ αὐτὸ πρὸ τῆϲ ον ϲυλλαβῆϲ τὸ ϲ ἔχει καὶ παρατίθεται τὴν χρῆϲιν παρ’ Ἀλκαίῳ ἐν Γανυμήδει ἔχουϲαν οὕτωϲ (Com. graec. ed. Mein. II 826) κατέχεϲον τῆϲ Nηρηΐδοϲ. ϲχηματίζει δὲ ὁ Ἡρωδιανὸϲ τοῦτον τὸν τρόπον τὸ ἔπεϲον· φηϲὶν ὅτι ὥϲπερ ἀπὸ τοῦ φυϲῶ φυϲήϲω γίνεται φύϲημα καὶ ἀπὸ τοῦ νοϲῶ νοϲήϲω νόϲημα, τὸν αὐτὸν τρόπον καὶ ἀπὸ τοῦ πεϲῶ περιϲπωμένου γίνεται πεϲήϲω καὶ πέϲημα, ὄνομα ῥηματικόν, ὡϲ παρ’ Ἐὐριπίδη ἐν Ἀνδρομόχῃ (652) οὗ πεϲήματα πλεῖϲθ’ Ἑλλάδοϲ πέπτωκε δορυπετῆ νεκρῶν, 1. 16 praeceptum de ἔδραμον ex hoc loco transiit in E M. 316, 47, E. Gud. 160, 59, Zonar. 618. καὶ λοιπὸν ὡϲ ἀπὸ τοῦ πεϲῶ περιϲπωμένου γέγονεν ἔπεϲον ὁ δεύτεροϲ ἀόριϲτοϲ ὥϲπερ καὶ ἀπὸ τοῦ χραιϲμῶ ἔχραιϲμον καὶ ἀπὸ τοῦ ὀλιϲθῶ ὤλιϲθον.

23.

ὁ Ἡρωδιανὸϲ λέγει τοῦτο sc. τὸ ἷξον in «οἱ δ’ ἷξον κοίλην Λακεδαίμονα» (δ I) καὶ τὰ ὅμοια ἐκ μέλλοντοϲ μετατεθεῖϲθαι εἰϲ ἐνεϲτῶτα ἵξω καὶ ὁ παρατατικὸϲ ἷξον ἷξεϲ ἷξε τὸ πληθυντικὸν ἵξομεν ἷξετε ἷξον. ὅτι δὲ οὐκ ἔϲτι δεύτεροϲ ἀόριϲτοϲ, ἀλλὰ παρατατικόϲ, ἐλέγχει καὶ τὰ προϲτακτικά. εὑρήϲειϲ γὰρ βῆϲε καὶ ἷξε καὶ οἷϲε ὡϲ τύπτε καὶ γράφε. εἰ δὲ ἦν ἀόριϲτοϲ, ἦν ἂν βῆϲον καὶ ἷξον. ἔϲτι δὲ οἴϲω μέλλων, οὗ ἄλλο κίνημα οὐχ εὕρηται πλήν τοῦ μέλλοντοϲ. οὗτοϲ δὲ μετάγεται κατὰ ποιητικὴν ἐξουϲίαν εἰϲ ἐνεϲτῶτα, οὗ τὸ προϲτακτικὸν οἶϲε «οἶϲε θέειον γρηΰ» (χ 481) καὶ «οἴϲετε πῦρ » (0 718).

24.

εἰ ὁ ἐνεϲτὼϲ διὰ καθαροῦ τοῦ ω ἐκφέρεται, καὶ ὁ δεύτεροϲ ἀόριϲτοϲ διὰ καθαροῦ τοῦ ον ἐκφέρεται οἷον κίω ἔκιον ὡϲ παρὰ τῷ ποιητῇ «ἔκιον μεγάλῳ ἀλαλητῷ » (Μ 138), καίω ἔκαον ἐξ οὗ τὸ ἐκάην, πίω ἔπιον.

«οἱ μὲν ἔτι ζωὸν γόον Ἕκτορα δῖον » (Ζ 500) ἀντὶ τοῦ ἐγόων. ὁ μὲν Ἀπολλώνιοϲ δευτέραϲ ϲυζυγίαϲ αὐτὸ εἶναι λέγει καὶ παρατατικοῦ, ὁ δὲ Ἡρωδιανὸϲ δευτέρου ἀορίϲτου ὥϲπερ κτυπῶ ἔκτυπον, οὕτω γοῶ ἔγοον.

25.

λίγξε (Δ 125) τοῦτο δηλοῖ μίμηϲιν ἤχου, ὃν ἀφιεμένου τοῦ βέλουϲ ἀποτελεῖ ἡ νευρά. τὰ δὲ κατὰ μίμηϲιν φωνῆϲ λεγόμενα εἰϲ ἰδιότητα γέγονε· καὶ τοίνυν τὸ λίγξε, εἰ καὶ ἀορίϲτου α΄ χαρακτῆρα ἔχει, ἀλλ’ οὖν τὸ θέμα αὐτοῦ μὴ ζητήϲειϲ, ὅθεν τὸν Νίκανδρόν τινεϲ ἐμέμψαντο ἐν τῷ λέγειν «ἐπιλίζονταϲ ὀϊϲτούϲ». τοῦ γὰρ λίγξε τὸ θέμα θελήϲαϲ εἰπεῖν ἔφθειρε τὴν τοῦ ἤχου μίμηϲιν· οὐ γὰρ ἀπὸ θέματοϲ τὰ τοιαῦτα κέκλιται, ἀλλ’ ἀπὸ τῶν φωνῶν μόνων αὐτῶν ἡ ὀνοματοποιΐα γέγονε καὶ τὸ «ϲίζ’ ὀφθαλμόϲ» (ι 394 ) καιόμενοϲ γὰρ ὁ τοῦ Κύκλωποϲ ὀφθαλμὸϲ ποιὰν ἀπετέλεϲε φωνήν. τοῦ οὖν ϲίζω χαρακτῆρα ἔχοντοϲ ἐνεϲτῶτοϲ χρόνου μὴ ζήτει μηδένα 1. 3 extrema verba καὶ ἀπὸ τοῦ τύπτω ἔτυπον in κτυπῶ ἔκτυπον mutanda, sed Herodiano abiudicanda esse vidit Lehrsius Mon. 24, 12 collato gemino Epimerismorum loco Cr. I 176. l. 12 verba οὗτοϲ δὲ μετάγεται addidi collato Choerob. p. 752. Simlia habent Ep. Cr. Ι 205 et Schol. ad 0d. δ 1. 1. 15 Choerobosci praeceptum praeposui, quia γόον ibi protulisse Herodianum arbitror, ubi de aoristis secundis puris disputavit. l.24 prior pars huius adnotamenti usque ad l. 4 p. seq. τῆϲ τοῦ ἤχου μιμήϲεωϲ exstat etiam in E. M. 712, 30 cum subscriptione οὕτω Ζηνόβιοϲ, altera pars inde ab πάλιν ἔϲτι παρὰ τῷ ποιητῇ «εκρίκε κτλ. usque ad finem legitur in E. M.538, 51, E. Gud. 347, 21 cum subscriptione οὕτω Ζηνόδοτοϲ. Zenodotus autem vel Zenobins Herodianum more suo exscripsit cf. quae dixi n Philol. XXI p. 386 seqq. Nicandri versus in E. M. 712,41 servatus est. l. 25 in codice sunt τὰ δὲ κατὰ μίμηϲιν φωνῆϲ ἢ ἰδιότητα λεγόμενα γεγόναϲιν. χρόνον ἕτερον μηδὲ ἔγκλιϲιν ἑτέραν μηδὲ ὡϲ τὸ ἵζω κλίνῃϲ τὸ ϲίζω, ἵνα μὴ καὶ τὸ ϲημαινόμενον διαφθείρῃϲ. πάλιν ἔϲτι τὸ «κύματα παφλάζοντα (Ν 798). μὴ οὖν ὥϲπερ τὸ θαυμάζω κλίνῃϲ παφλάϲω ἢ πεπάφλακα, ἀφαιρήϲειϲ γὰρ τὴν λέξιν τῆϲ ἐμφάϲεωϲ, τῆϲ τοῦ ἤχου μιμήϲεωϲ. πάλιν ἔϲτι παρὰ τῷ ποιητῇ «κρίκε δὲ ζυγόν » (Π 4 70) μιμητικῶϲ εἰρημένον, ἐφ’ οὗ τινεϲ οὐ προϲεϲχηκότεϲ τῇ μιμήϲει τῆϲ φωνῆϲ ἠπόρηϲαν, ὡϲ Ἡρωδιανόϲ φηϲι, πῶϲ ἀπὸ θέματοϲ τοῦ κρίζω ὢν ὁ δεύτεροϲ ἀόριϲτοϲ οὕτε διὰ τοῦ γ ἐϲτὶν οὕτε διὰ τοῦ δ ὡϲ τὸ φράζω ἔφραδον καὶ ϲτίζω ἔϲτιγον, ἀλλὰ διὰ τοῦ ὅτι δέ ἐϲτι τὸ κρίζω θέμα, δῆλον ἐκ τῶν κινημάτων· ὁ γὰρ ποιητήϲ φηϲιν «αἱ κεκριγυῖαι » (ω 9) καὶ ῥηματικὸν ὄνομα κριγή ὡϲ παρ’ Ἱππώνακτι « κριγὴ δὲ νεκρῶν ἄγγελόϲ τε καὶ κῆρυξ». ϲχηματίζει δὲ τὸ κρίζω Ἡρωδιανὸϲ οὕτωϲ ἔϲτι μονοϲύλλαβον κρῶ, ἀφ’ οὖ τὸ κράζω ἕτερον ῥῆμα καὶ κρώζω ἀπὸ δὲ τοῦ κράζω γίνεται κρίζω ὡϲ ϲτάζω ϲτίζω, ϲεβάζω ϲεβίζω. τούτου δὲ τοῦ κρίζω ἡμαρτημένον ἀόριϲτον παραλαμβάνει τὸ κρίκε. ἡμεῖϲ δὲ οὐ φαμὲν ἡμαρτῆϲθαι, ἀλλὰ πεποιῆϲθαι.

( Περὶ πρώτου μέλλοντοϲ).

ἄξιόν ἐϲτι ζητῆϲαι διὰ ποίαν αἰτίαν ὁ μέλλων ϲυνάρχεϲθαι θέλει τῷ ἰδίῳ ἐνεϲτῶτι οἷον τύπτω τύψω, λέγω λέξω, ἄγω ἄξω, οἰκῶ οἰκήϲω. καὶ ἔϲτιν εἰπεῖν τὴν ἀπολογίαν ταύτην ἰϲτέον ὅτι ἀναλογεῖ ὁ μέλλων τῇ εὐθείᾳ, ὁ δὲ ἐνεϲτὼϲ τῇ γενικῇ πάντα γὰρ τὰ ὄντα ἐν τῇ εὐθείᾳ ἐϲτὶ καὶ ἐν τῷ μέλλοντι, καὶ πάντα τὰ ὄντα ἐν τῇ γενικῇ ἐϲτὶ καὶ ἐν τῷ ἐνεϲτῶτι οἷον τὸ ν, ξ, ρ ϲ, ψ ἐϲτίν ἐν τῇ εὐθείᾳ ὡϲ ἐν τῷ Δίων, Φοῖνιξ, Νέϲτωρ, Πάριϲ, Πέλοψ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντί ἐϲτιν οἶον τύψω, λέξω, ποιήϲω, κερῶ, ῥανῶ· καὶ πάλιν διὰ τοῦ γ, κ, χ. β, π, φ, δ, θ, τ, καὶ διὰ καθαροῦ τοῦ οϲ ἐκφέρεται ἡ γενικὴ οἷον Φοίνικοϲ, τέττιγοϲ, ὄνυχοϲ, Πέλοποϲ, Ἄραβοϲ, κίνυφοϲ, Πάριδοϲ, ὄρνιθοϲ, Λάχητοϲ, βότρυοϲ· ἀλλὰ καὶ ὁ ἐνεϲτὼϲ ἐκφέρεται διὰ τούτων τῶν ϲυμφώνων καὶ διὰ καθαροῦ τοῦ ω οἷον λέγω, πλέκω, τρέχω, τέρπω, λείβω, γράφω, δίδω, πείθω, ἀνύτω, ἀκούω, οὐκ ἀντιϲτρέφοντοϲ τοῦ κανόνοϲ οὐδὲ γὰρ πάντα τὰ ὄντα ἐν τῷ μέλλοντί ἐϲτι καὶ ἐν τῇ εὐθείᾳ, οὐδὲ πάντα τὰ ὄντα ἐν τῷ ἐνεϲτῶτι καὶ ἐν τῇ γενικῇ ἰδοὺ γὰρ τὸ μ καὶ τὸ λ ἔϲτιν ἐν τῷ μέλλοντιοἶον τιλῶ, νεμῶ, καὶ ὅμωϲ οὐκ ἔϲτιν ἐν τῇ εὐθείᾳ (τὸ γὰρ Δανιὴλ καὶ Ἀδάμ βάρβαρά ἐϲτι)· καὶ πάλιν ὁ ἐνεϲτὼϲ ἔχει πρὸ τοῦ ω τὸ ζ καὶ τὰ δύο ϲϲ οἷον πλήϲϲω, ϲυρίζω, καὶ ὅμωϲ ἡ γενικὴ ἀπὸ κλίϲεωϲ οὐκ ἔχει ταῦτα. πρόϲκειται «ἀπὸ κλίϲεωϲ » διὰ τὸ μαζὸϲ μαζοῦ καὶ Παρναϲϲὸϲ Παρναϲϲοῦ ἐνταῦθα γὰρ ἀπὸ τῆϲ εὐθείαϲ ἐϲτὶ τὸ ζ καὶ τὰ δύο ϲϲ. ἐπειδὴ οὖν ὁ μέλλων ἀναλογεῖ τῇ εὐθείᾳ, ὁ δὲ ἐνεϲτὼϲ τῇ γενικῇ, ἡ δὲ γενικὴ ϲυνάρχεται τῇ εὐθείᾳ οἷον λέβητοϲ λέβηϲ, Λάχητοϲ Λάχηϲ, Τρωόϲ Τρώϲ, Πηλέωϲ Πηλεύϲ, Αἴαντοϲ Αἴαϲ, ἔρωτοϲ ἔρωϲ· τὸ γὰρ Ζεὺϲ Διόϲ Βοιωτικόν ἐϲτι καὶ τὸ 1. 10 in loco Odysseac vulgata scriptura est τετριγυῖαι cf. Bekk. ad h. l. l. 14 Lob. Rhemat. 87 adnotat.: ϲτίζω a ϲτάζω ortum esse hariolatio est Herodiano indigna: in E. M. 727, 25 ϲτίζω a ϲτῶ ut φοιτίζω a φοιτῶ repetitur, quod tamen nostro loco non adversatur, ubi et ϲτάζω et ϲτίζω a ϲτῶ provenire dicuntur ut a κρῶ κράζω et κρίζω. De κρίκε cf. Lob. Parall. 408 not. 19. —Βreviter summa nostri adnotamenti refertur ab Eustath. 1119 extr. ϲεϲίγηται τὸ λίζω καθὰ καὶ ἄλλοι τοιοῦτοι ἐνεϲτῶτεϲ. καὶ γοῦν οὐδὲ τοῦ ἔκλαγξαν ἔϲτιν εὑρεῖν ἐνεϲτῶτα κλάγγω οὐδὲ τοῦ λίγξε βιόϲ τὸ λίγγω οὐδὲ μὴν τὸ κρίζω τοῦ κρίκε ζυγόϲ ἢ κρίγεν. l.18 cf. p.481 et 643, 27. θρίξ τριχόϲ τροπὴν πέπονθε τοῦ θ εἰϲ τὸ τ, τούτου χάριν ὁ ἐνεϲτὼϲ ϲυνάρχεται τῷ μέλλοντι.

περὶ τῆϲ ποϲότητοϲ τῶν ϲυλλαβῶν ἰϲτέον ὅτι ἐπὶ μὲν βαρυτόνων θεμάτων ἰϲοϲυλλαβεῖ ὁ μέλλων τῷ ἐνεϲτῶτι οἷον τύπτω τύψω τὸ γὰρ παρ’ Ἀριϲτοφάνει τυπτήϲω ἐν Πλούτῳ (21) οὐ γάρ με τυπτήϲειϲ ϲτέφανον ἔχοντά γε ὡϲ ἀπὸ περιϲπωμένου ἐϲτί· λέγω λέξω, πλέκω πλέξω, γράφω γράψω, πείθω πείϲω, ἀκούω ἀκούϲω, βαδίζω βαδίϲω, κείρω κερῶ, φθείρω φθερῶ, μιαίνω μιανῶ. δε προϲθεῖναι χωρὶϲ τῶν ἐχόντων ἕν λ, ἐπὶ τούτων μιᾷ ϲυλλαβῇ περιττεύει ὁ μέλλων τοῦ ἐνεϲτῶτοϲ, οἷον θέλω θελήϲω, μέλω μελήϲω, μελήϲουϲιν δέ μοι ἵπποι (Ε 228), ὀφείλω ὀφειλήϲω ἐπὶ δὲ περιϲπωμένων μιῇ ϲυλλαβῇ περιττεύει ὁ μέλλων τοῦ ἐνεϲτῶτοϲ οἶον ποιῶ ποιήϲω, νοῶ νοήϲω, γελῶ γελάϲω, περῶ περάϲω, ϲτεφανῶ ϲτεφανώϲω, γυψῶ γυψώϲω, καὶ ἐπὶ τούτων δὲ ἐὰν λάβῃ τιϲ τὴν ἐντέλειαν, εὑρίϲκει τὸν μέλλοντα ἰϲοϲύλλαβον τῷ ἐνεϲτῶτι οἷον ποιέω ποιήϲω, βοάω βοήϲω, χρυϲόω χρυϲώϲω, ἀλλὰ λοιπὸν ὁ ἐνεϲτὼϲ ϲυναιρούμενοϲ ἔνδειαν πάϲχει ϲυλλαβῆϲ οἶον ποιέω ποιῶ, βοάω βοῶ, χρυϲόω χρυϲῶ, καὶ τούτου χάριν εὑρίϲκεται ὁ μέλλων μιᾷ ϲυλλαβῇ περιττεύων τοῦ ἐνεϲτῶτοϲ. καὶ ἄξιόν ἐϲτι ζητῆϲαι διὰ τί τὰ δι’ ἑνὸϲ λ ἐκφερόμενα περιττοϲυλλάβουϲ ἔχει τοὺϲ μέλλονταϲ οἶον θέλω θελήϲω, μέλω μελήϲω (τὸ ἐν φροντίδι εἰμί), ὀφείλω ὀφειλήϲω. καὶ λέγει ὁ Ἀπολλώνιοϲ ταύτην τὴν αἰτίαν, ὅτι πολλά ἐϲτι ῥήματα καὶ ὡϲ ἀπὸ βαρυτόνων καὶ ἀπὸ περιϲπωμένων ποιεῖται τὴν κλίϲιν οἶον τύπτω τύψω καὶ τυπτῶ τυπτήϲω, οὐ γάρ με τυπτήϲειϲ ϲτέφανον ἔχοντά γε, Ἀριϲτοφάνηϲ ἐν Πλούτῳ (21)· εἴδω εἴϲω, ἐξ οὖ καὶ τὸ εἴϲομαι εἴϲομαι α κε μ’ ὁ Τυδείδηϲ κρατερὸϲ Διομήδηϲ (Θ 532), καὶ εἰδῶ εἰδήϲω, ἐξ οὖ τὸ εἰδῇϲ δὲ καὶ αὐτόϲ, ῥίπτω ἔρριπτον καὶ ῥιπτῶ ἐρρίπτουν, ὡϲ παρὰ τῷ ποιητῇ (ν 78) «ἀνερρίπτουν», κύω ἔκυον καὶ κυῶ ἐκύουν ἣ δ’ ἐκύει φίλον υἱόν (Τ 117) γράφω γράψω καὶ γραφῶ γραφήϲω, ἐξ οὖ ὁ γεγράφηκα παρακείμενοϲ. οὕτωϲ οὖν καὶ τὰ ἔχοτα ἕν λ ἕωϲ μὲν τοῦ παρατατικοῦ ὡϲ ἀπὸ βαρυτόνων ποιεῖται τὴν κλίϲιν, ἀπὸ δὲ τοῦ μέλλοντοϲ ὡϲ ἀπὸ περιϲπωμένων οἶον θέλω θελήϲω τεθέληκα ἐθέληϲα, μελῶ μελήϲω μεμέληκα ἐμέληϲα, ὀφείλω ὀφειλήϲω ὠφείληκα ὠφεὶληϲα, ὥϲπερ νοῶ νοήϲω νενόηκα ἐνόηϲα. ταῦτα μὲν Ἀπολλώνιοϲ.

26.

ὁ δὲ Ἡρωδιανὸϲ ἀνατρέπει αὐτὸν λέγων, ὅτι κακῶϲ λέγειϲ, τὰ γὰρ ὡϲ ἀπὸ βαρυτόνων καὶ ὡϲ ἀπὸ περιϲπωμένων ποιοῦντα τὴν κλίϲιν ἐν τῷ αὐτῷ χρόνῳ καὶ ὡϲ ἀπὸ περιϲπωμένων καὶ ὡϲ ἀπὸ βαρυτόνων ποιεῖται τὴν κλίϲιν οἶον τύπτω τύψω τυπτῶ τυπτήϲω, ῥίπτω ἔρριπτον καὶ ῥιπτῶ ἐῤῥίπτουν, εἴδω εἴϲω καὶ εἰδῶ εἰδήϲω τὰ δὲ ἔχοντα ἕν λ οὐ ποιεῖται κατὰ τὸν αὐτὸν χρόνον καὶ ὡϲ ἀπὸ βαρυτόνων θεμάτων καὶ ὡϲ ἀπὸ περιϲπωμένων τὴν κλίϲιν ἀλλ’ ἕωϲ μὲν τοῦ παρατατικοῦ, ὡϲ εἴρηται, ἀπὸ βαρυτόνων ποιεῖται τὴν κλίϲιν, οὐδέποτε δὲ ὡϲ ἀπὸ περιϲπωμένων· κρεῖττον οὖν ἐϲτιν εἰπεῖν, φημί, τὴν ἀπολογίαν ταύτην· ἐν τοῖϲ ῥήμαϲι τὸ ϲ καὶ τὸ λ πέφυκε διπλαϲιάζεϲθαι οἷον πλήϲϲω, τινάϲϲω, πάλλω, τίλλω· καὶ τὰ μὲν ἔχοντα δύο ϲϲ ἢ δύο λλ χαίρει τῇ βαρείᾳ τάϲει οἷον νύϲϲω, πλήϲϲω, τινάϲϲω, ἐρύϲϲω, τίλλω, ποικίλλω, ϲτέλλω, ϲφάλλω, χωρὶϲ εἰ μὴ ἔχῃ ὀνόματα προυποκείμενα· ἐκεῖνα γὰρ περιϲπᾶται οἷον κύκλοϲ κυκλῶ ,] ἅμιλλα ἁμιλλῶ (ἐξ οὐ ἁμιλλῶμαι), λύϲϲα λυϲϲῶ, τὸ γὰρ νύϲϲω οὐκ ἀπὸ τοῦ νύϲϲα ἐϲτίν, ἐπεὶ εἶχε περιϲπᾶϲθαι, ἀλλὰ τοὐναντίον, νύϲϲα γὰρ λέγεται ὁ καμπτὸϲ παρὰ τὸ νύϲϲεϲθαι τοὺϲ ἵππουϲ τὰ δὲ εἰϲ (ἓν ϲ ἢ ἓν λ χαίρει τῇ περιϲπωμένῃ τάϲει οἷον φιλῶ, χρυϲῶ, γελῶ, λαλῶ, ἐλῶ (ϲημαίνει δὲ τὸ ἐλαύνω), ὀφειλῶ (leg. ὠφελῶ), πωλῶ, ἀμελῶ. ταῦτα οὖν ἔχοντα ἓν λ καὶ μὴ περιϲπαϲθέντα, λέγω δὲ τὸ μέλω καὶ θέλω καὶ ὀφείλω, ἀνεμερίϲατο τὴν κλίϲιν, καὶ ἕωϲ μὲν τοῦ παρατατικοῦ, ὡϲ εἴρηται, ἀπὸ βαρυτόνων κλίνεται, μετὰ δὲ τὸν παρατατικὸν ἐν τοῖϲ ἐφεξῆϲ χρόνοιϲ ὡϲ ἀπὸ τῶν περιϲπωμένων ποιεῖται τὴν κλίϲιν. τούτου οὖν χάριν τὰ δι’ ἑνὸϲ λ ἐκφερόμενα ἔχει τὸν μέλλοντα μιᾷ ϲυλλαβῇ περιττεύοντα τοῦ ἐνεϲτῶτοϲ.

ἰϲτέον ὅτι ἀναλογίαν ἔχει ὁ μέλλων τῇ εὐθείᾳ, ὁ δὲ ἐνεϲτὼϲ τῇ γενικῇ· ἐπειδὴ οὖν ὅτε ἡ εὐθεῖα διὰ τοῦ ψ ἐκφέρεται, τότε ἡ γενικὴ διὰ τοῦ β ἢ ἢ φ ἐκφέρεται οἷον Ἄραψ Ἄραβοϲ, Κύκλωψ Κύκλωποϲ, Κίνυψ Κίνυφοϲ (ἔϲτι δὲ ὄνομα ποταμοῦ), τούτου χάριν καὶ ὅτε ὁ ἐνεϲτὼϲ διὰ τοῦ β ἢ π φ ἢ πτ ἐκφέρεται, τότε ὁ μέλλων διὰ τοῦ ψ ἐκφέρεται οἷον λείβω λείψω, γράφω γράψω, τέρπω τέρψω· καὶ πάλιν ἐπειδὴ ὅτε ἡ εὐθεῖα διὰ τοῦ ξ ἐκφέρεται τότε ἡ γενικὴ διά τοῦ ἢ κ ἢ χ ἢ κτ ἐκφέρεται οἷον Φοίνιξ Φοίνικοϲ, τέττιξ τέττιγοϲ, ὄνυξ ὄνυχοϲ, ἄναξ ἄνακτοϲ, τούτου χάριν καὶ ὅτε ὁ ἐνεϲτὼϲ ἢ διὰ τοῦ ἤ κ ἤ ἤ κτ, τότε ὁ μέλλων διὰ τοῦ ξ ἐκφέρεται οἷον λέγω λέξω, πλέκω πλέξω, τρέχω θρέξω, πέκω (an πέκτω?) πέξω· καὶ πάλιν ἐπειδὴ ὅτε ἡ εὐθεῖα διὰ τοῦ ϲ ἐκφέρεται καὶ περιττοϲυλλάβωϲ κλίνεται, τότε ἡ γενικὴ διὰ τὸῦ Θ ἤ διὰ καθαροῦ τοῦ οϲ ἐκφέρεται οἷον Πάριϲ Πάριδοϲ, ὄρνιϲ ὄρνιθοϲ, Λάχηϲ Λάχητοϲ, βότρυϲ βότρυοϲ· τούτου οὖν χάριν ὅτε ὁ ἐνεϲτὼϲ διὰ τὸῦ δ ἢ Θ ἤ τ ἤ διὰ καθαροῦ τοῦ ω ἐκφέρεται, τότε ὁ μέλλων διὰ τοῦ ϲ ἐκφέρεται οἷον ᾄδω ἄϲω, πείθω πείϲω, ἀνύτω ἀνύϲω, ἀκούω ἀκούϲω. καὶ πάλιν ἐπειδὴ ἡ εὐθεῖα δι’ ἀμεταβόλου ἐκφέρεται, τότε ἡ γενικὴ διὰ τοῦ αὐτοῦ ἀμεταβόλου ἐκφέρεται οἶον Ἕκτωρ Ἕκτοροϲ, Νέϲτωρ Νέϲτοροϲ, Πλάτων Πλάτωνοϲ, Θέων Θέωνοϲ (τὸ γὰρ ἦπαρ ἥπατοϲ καὶ δέλεαρ δελέατοϲ ἑτερόκλιτα λέγουϲιν εἶναι, ὡϲ ἀπὸ τῆϲ εἰϲ αϲ καταλήξεωϲ, ὁμοίωϲ δὲ καὶ ἡ ὕδατοϲ γενικὴ ὡϲ ἀπὸ τοῦ ὕδαϲ ἐϲτί) τούτου χάριν καὶ ὅτε ὁ ἐνεϲτὼϲ δι’ ἀμεταβόλου ἐκφέρεται, τότε καὶ ὁ μέλλων διὰ τοῦ αὐτοῦ ἀμεταβόλου ἐκφέρεται οἶον κείρω κερῶ, ῥαίνω ῥανῶ, τίλλω τιλῶ, νέμω νεμῶ.

27.

ἡ τετάρτη ϲυζυγία τῶν βαρυτόνων διφορεῖται κατὰ τὸν μέλλοντα· πῇ γὰρ διὰ τοῦ ϲ ἐκφέρεται οἷον ϲυρίζω ϲυρίϲω, ἐλπίζω ἐλπίϲω, φράζω φράϲω· πῇ δὲ διὰ τοῦ ξ οἷον πλήϲϲω πλήξω, ϲφάζω ϲφάξω. καὶ λέγει ὁ Ἡρωδιανόϲ, ὅτι εἰκότωϲ ἀτακτεῖ ὁ μέλλων τῆϲ τετάρτηϲ ϲυζυγίαϲ τῶν βαρυτόνων, καὶ πῇ μὲν διὰ τοῦδε ϲυμφώνου ἐκφέρεται, πῇ δὲ διὰ τοῦδε, ἐπειδὴ καὶ ὁ ἐνεϲτὼϲ ἀτακτεῖ. ποία δὲ ϲυγγένεια ἐπὶ τῶν β΄ ϲϲ πρὸϲ τὸ ξ; οὐ γάρ ἐϲτι τὰ β΄ ϲϲ διπλοῦν ϲύμφωνον, ὡϲ πρὸϲ τὸ ξ, διπλᾶ γάρ ἐϲτι τρία, ζ ξ ψ.

28.

δύναται ὁ ἐρέϲω μέλλων, ἐξ οὗ ὁ ἀόριϲτοϲ α′ ἤρεϲα «ἤρεϲα χερϲὶν ἐμῇϲιν », ὥϲ φηϲιν ὁ Ἡρωδιανόϲ, καὶ ὡϲ ἀπὸ περιϲπωμένου τοῦ ἐρῶ ὥϲπερ τελῶ τελέϲω.

29.

ἡ τοιαύτη ὕφεϲιϲ τοῦ ϲ (sc. qualis exstat in v. «αὐτὰρ ἐπεί κε θάνω, κτεριοῦϲί με δῖοι Ἀχαιοί») Ἀττική ἐϲτι καὶ περιϲπᾷ. τοὺϲ μέλλονταϲ διά τι αἴτιον, εἰ παραλήγεται τῷ ι ϲυνεϲταλμένῳ, ὅπερ καὶ ἐπὶ τοῦ «τόνδε δ’ ἐγὼ κομιῶ » (ο 546). τὸ μέντοι ἐρύω οὐ δύναται ἔχεϲθαι ταύτηϲ τῆϲ φύϲεωϲ, ἀλλ’ ἐϲτὶν ἐνεϲτὼϲ ἀντὶ μέλλοντοϲ.

Causa autem perispaseos, quam significat Herodianus b. l., explicate exponitur ap. Choer. 647, 3: ἰϲτέον ὅτι ἐπὶ τῶν διὰ τοῦ ιζω ὑπερδιϲυλλάβων διὰ τοῦ ι γραφομένων εἰώθαϲιν οἱ Ἀθηναῖοι ἀποβάλλειν τὸ ϲ κατὰ τὸν μέλλοντα καὶ περιϲπᾶν οἷον γεμίζω γεμίϲω γεμιῶ, ἐλπίζω ἐλπίϲω ἐλπιῶ, ϲυρίζω ϲυρίϲω ϲυριῶ, λακτίζω λακτίϲω λακτιῶ, βαδίζω βαδίϲω βαδιῶ, κουφίζω κουφίϲω κουφιῶ. ἀποβάλλουϲι δὲ τὸ ϲ πρῶτον καὶ οὕτωϲ περιϲπῶϲιν, ἐπειδὴ τὸ ϲ χαρακτηριϲτικόν ἐϲτι βαρυτόνου μέλλοντοϲ οἷον ποιήϲω, νοήϲω, λαλήϲω· ἀποβάλλουϲι γὰρ πρῶτον τὸ αἴτιον τῆϲ βαρείαϲ τάϲεωϲ καὶ οὕτωϲ περιϲπῶϲι τοῦτο δὲ ποιοῦϲι κατὰ τὸν μέλλοντα διὰ ταύτην τὴν αἰτίαν· κανών ἐϲτιν ὁ λέγων, ὅτι ἡ παραλήγουϲα τοῦ βαρυτόνου μέλλοντοϲ ἢ ἴϲη θέλει εἶναι πρὸϲ τὴν παραλήγουϲαν τοῦ βαρυτόνου ἐνεϲτῶτοϲ, ἢ μείζων , οὐδέποτε δὲ ἐλάττων, χωρὶϲ τοῦ πνίγω πνίξω, ἐρείκω ἐρείξω, ψύχω ψύξω ἴϲη μὲν οἷον λείπω λείψω, πείθω πείϲω, λείβω λείψω, τύπτω τύψω, ῥάπτω ῥάψω, βλάπτω βλάψω· μείζων δὲ οἷον λέγω λέξω, πλέκω πλέξω, γράφω γράψω, τρέχω θρέξω, ἔχω ἕξω. πρόϲκειται «βαρυτόνου ἐνεϲτῶτοϲ» διὰ τὸ ἀρκῶ ἀρκέϲω· ἐνταῦθα γὰρ ἡ παραλήγουϲα τοῦ βαρυτόνου μέλλοντοϲ ἐλάττων ἐϲτὶ τῆϲ παραληγούϲηϲ τοῦ ἐνεϲτῶτοϲ ἀλλ’ οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ οὐκ ἔϲτι βαρύτονοϲ ἐνεϲτώϲ. πρόϲκειται «βαρυτόνου μέλλοντοϲ», διὰ τὸ κείρω κερῶ ἐνταῦθα γὰρ ἡ παραλήγουϲα τοῦ μέλλοντοϲ ἐλάττων ἐϲτὶ τῆϲ παραληγούϲηϲ τοῦ ἐνεϲτῶτοϲ ἀλλ’ οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ οὐκ ἔϲτι βαρύτονοϲ μέλλων. ἐπειδὴ οὖν ἐν τῇ τετάρτῃ ϲυζυγίᾳ παρεβιάϲθη ὁ κανών, ὁ γὰρ ϲυρίζω καὶ δεϲπόζω καὶ γεμίζω καὶ ἑτοιμάζω θέϲει μακρῷ παραλήγονται, τὸ δὲ θέϲει μακρὸν τοῦ φύϲει βραχέοϲ μεῖζόν ἐϲτι, τούτου χάριν ταύτην τὴν παραλογίαν φεύγοντεϲ οἱ Ἀθηναῖοι περιϲπῶϲι τὸν μέλλοντα. κανὼν γάρ ἐϲτιν ὁ λέγων, ὅτι ἡνίκα ὁ μέλλων ἐλάττονα ἔχει τὴν ἰδίαν παραλήγουϲαν τῆϲ παροληγούϲηϲ τοῦ βαρυτόνου ἐνεϲτῶτοϲ, περιϲπᾶται οἷον κείρω κερῶ, ϲπείρω ϲπερῶ, φθείρω φθερῶ. καὶ ἄξιόν ἐϲτι ζητῆϲαι, διὰ τί ἐπὶ τῶν ἄλλων τοῦτο οὐ ποιοῦϲι ἐπὶ γὰρ τῶν διὰ τοῦ αζω καὶ οζω οὐκ ἀποβάλλουϲι τὸ ϲ κατὰ τὸν μέλλοντα καὶ περιϲπῶϲιν οἷον δεϲπόζω δεϲπόϲω, ἁρμόζω ἁρμόϲω, ἀγοράζω ἀγοράϲω, ἑτοιμάζω ἑτοιμάϲω. καὶ ἔϲτιν εἰπεῖν, ὅτι ἐπὶ τῶν διὰ τοῦ αζω καὶ ἐπὶ τῶν διὰ τοῦ οζω τοῦτο οὐ ποιοῦϲιν, ἵνα μὴ φεύγοντεϲ τὸ ἓν ἄτοπον μείζονι ἀτόπῳ περιπέϲωϲι· οἱ γὰρ Ἀθηναῖοι ὅπου εὕρωϲι ἀλλεπάλληλα φωνήεντα δυνάμενα ϲυναιρεθῆναι ϲυναιροῦϲιν αὐτὰ οἷον Ἐρετριέωϲ Ἐρετριῶϲ, Πειραιέωϲ Πειραιῶϲ, Δημοϲθένεοϲ Δημοϲθένουϲ, Διομήδεοϲ Διομήδουϲ. εἰ ἀπέβαλλον οὖν ἐπὶ τούτων τὸ ϲ κατὰ τὸν μέλλοντα καὶ περιέϲπαϲαν, ἤμελλον ϲυναίρεϲιν ποιῆϲαι ἀλλεπαλλήλων τῶν αὐτοῦ φωνηέντων οἷον ἑτοιμάζω ἑτοιμάϲω καὶ ἑτοιμῶ ὡϲ τὸ βοῶ· καὶ πάλιν δεϲπόζω δεϲπόϲω δεϲπῶ, ὥϲπερ χρυϲόω χρυϲῶ. εἰ ἐποίηϲαν δὲ ϲυναίρεϲιν, ἤμελλεν ὁ μέλλων ἐλάττοναϲ ϲυλλαβὰϲ ἔχειν τοῦ ἐνεϲτῶτοϲ, ὅπερ ἐϲτίν ἀδύνατον. ὁ μέλλων γὰρ ἰϲοϲυλλαβεῖν 1. 1 voluit sine dubio ξ 351 afferre. l. 2 scribendum videtur τοῦ ἐρῶ εἳναι ὥϲπερ τελῶ τελέϲω, οὕτω καὶ ἐρῶ ἐρέϲω. l. 8 cf. Il. Pr. 365, Ο 351 Υ 452. θέλει τῷ ἐνεϲτῶτι οἷον τύπτω τύψω, ἢ περιττοϲυλλαβεῖν θέλει οἷον ποιῶ ποιήϲω βοῶ βοήϲω, θέλω θελήϲω, ὀφείλω ὀφειλήϲω. διὰ ταύτην οὖν τὴν αἰτίαν οὔτε ἐπὶ τῶν διὰ τοῦ αζω οὕτε ἐπὶ τῶν διὰ τοῦ οζω ἀποβάλλουϲιν οἱ Ἀθηναῖοι τὸ ϲ κατὰ τὸν μέλλοντα καὶ περιϲπῶϲι· ἐπὶ γὰρ τῶν διὰ τοῦ ιζω ὑπέρ β΄ ϲυλλαβάϲ διὰ τοῦτο ἀποβάλλουϲι τὸ ϲ κατὰ τὸν μέλλοντα καὶ περιϲπῶϲιν, ἐπειδὴ τὸ ι καὶ τὸ ω οὐδέποτε κιρνᾶται οὕτε παρ’ ἡμῖν οὕτε παρὰ τοῖϲ Ἀθηναίοιϲ οὕτε παρ’ ἄλλῃ τινὶ διαλέκτῳ οἷον μειδιῶ, ἐρυθριῶ, ἀξιῶ, κοπιῶ.

Cur a verbis in υζω futur tram Atticum non formatum sit, id a technicis non traditum esse dicit Choer.

Futuri Dorici mentionem inicit Herod. Il. Pr. B 393 ἐϲϲεῖται, Choeroboscus Herodiano duce quaestionem instituit de perispasi futuri Dorici:  ἄξιόν ἐϲτι ζητῆϲαι, διατί οἱ Δωριεῖϲ πάνταϲ τοὺϲ ὁριϲτικοὺϲ μέλλονταϲ περιϲπῶϲι; p. 651, quem locum iam attuli ad Prooemium Catholicae.

ἔλϲαν Αἰολικωτέρα κλίϲιϲ Choer. 545, 1 τὸ φθερῶ οἱ Αἰολεῖϲ θέλοντεϲ βαρύνειν ἅτε δὴ βαρυντικοὶ ὄντεϲ φθέρϲω λέγουϲι τὸ ϲ προϲτιθέντεϲ. τὸ γὰρ ϲ χαρακτηριϲτικόν ἐϲτι βαρυτόνου μέλλοντοϲ οἶον ποιήϲω, νοήϲω. καί πάλιν τὸ κερῶ κέρϲω λέγουϲιν ἐξ οὗ τὸ «ἀπέκερϲε τένονταϲ» (Κ 456).

ἔϲτι δὲ κακονίϲαι τὴν παραλήγουϲαν τοῦ μέλλοντοϲ τῆϲ πρώτηϲ ϲυζυγίαϲ τῶν περιϲπωμένων οὕτωϲ· ὅτε γὰρ μακρᾷ παραλήγεται ὁ ἐνεϲτώϲ, τότε ὁ μέλλων διὰ τοῦ η ἐκφέρεται οἷον ποιῶ ποιήϲω, εὑρῶ εὑρήϲω, τηρῶ τηρήϲω, ἀθλῶ ἀθλήϲω, πενθῶ πενθήϲω, ὀλιϲθῶ ὀλιϲθήϲω· δεῖ προϲθεῖναι χωρὶϲ τοῦ ἀρκῶ ἀρκέϲω, τοῦτο γὰρ μακρᾷ παραληγόμενον κατὰ τὸν ἐνεϲτῶτα διὰ τοῦ ε ἐξηνέχθη κατὰ τὸν μέλλοντα, καὶ χωρὶϲ τοῦ νεικῶ νεικέϲω, οἶον ἀλλὰ φίλον περ ἐόντα καὶ αἰδοῖον Μενέλαον νεικέϲω (Κ 114). τὸ δὲ αἰνῶ αἰνέϲω ἀναλογώτερόν ἐϲτι παρὰ τοῖϲ ποιηταῖϲ λεγόμενον αἰνήϲω διὰ τοῦ η οἷον μῦθον ἐπαινήϲαντεϲ Ὀδυϲϲῆοϲ θείοιο (Β 335), ἐπειδὴ μακρᾷ παραλήγεται κατὰ τὸν ἐνεϲτῶτα, τοῦ παρὰ τοῖϲ ἰαμβογράφοιϲ διὰ τοῦ ἑ λεγομένου οἷον αἰνέϲω καὶ ἐπαινέϲω, ὡϲ παρὰ Ϲοφοκλεῖ (Αi. 536) ἐπῄνεϲ’ ἔργον (ἔργα Cod. M) καὶ πρόνοιαν ἣν ἔθου καὶ πάλιν παρ’ Εὐριπίδῃ ἐν Μηδείᾳ (707) ἐᾷ δ’ Ἴάϲων, οὐδὲ ταῦτ’ ἐπῄνεϲα, καὶ τὸ αἰδῶ οἰδήϲω, ἐξ οὖ τὸ αἰδήμων, ἀναλογώτερόν ἐϲτι τοῦ αἰδέϲω οἷον αἰδεϲθείϲ βαϲιλῆοϲ ἐνιπὴν αἰδοίοιο (Δ 402). εἰ δὲ βραχείᾳ παραλήγεται ὁ ἐνεϲτὼϲ τῆϲ πρώτηϲ ϲυζυγίαϲ τῶν περιϲπωμένων, τότε ὁ μέλλων πῇ μὲν τῷ η παραλήγεται, πῇ δὲ τῷ ε οἷον φιλῶ φιλήϲω, νοῶ νοήϲω, τελέω τελέϲω, πατῶ πατήϲω, πῇ δὲ διφορεῖται οἷον φορῶ φορέϲω καὶ φορήϲω, πονῶ πονέϲω καὶ πονήϲω, τοῦτο δὲ πρὸϲ διάφορον ϲημαινόμενον διάφορον καὶ τὴν παραλήγουϲαν ἔχει ὁ γὰρ πονῶν ἢ ψυχικῶϲ ἢ ϲωματικῶϲ πονεῖ· καὶ εἰ μὲν ϲωματικῶϲ, διὰ τοῦ πονέϲω δεῖ λέγειν, εἰ δὲ ψυχικῶϲ πονήϲω διὰ τοῦ η· διὰ τοῦτο ϲεϲημειούμεθα παρ’ Ἀριϲτοφάνει (Pac. 820) ἔγωγέ τοι πεπόνηκα κομιδῇ τὼ ϲκέλη· ἐπειδὴ ϲωματικῶϲ λεχθὲν διὰ τοῦ ε ἐξηνέχθη.

περὶ δὲ τῆϲ παραληγούϲηϲ τοῦ μέλλοντοϲ τῆϲ δευτέραϲ ϲυζυγίαϲ τῶν περιϲπωμένων ἔϲτιν εἰπεῖν ταῦτα ἰϲτέον ὅτι ὁ μέλλων τῆϲ δευτέραϲ ϲυζυγίαϲ τῶν περιϲπωμένων ἢ τῷ η παραλήγεται ἢ τῷ α οἷον βοήϲω, ἐάϲω, καὶ τῷ α ἢ μακρῷ ἢ βραχεῖ· ἡνίκα μὲν τὸ λ πρὸ τοῦ α κατὰ τὸν μέλλοντα, ϲυνεϲταλμένον ἐϲτὶν οἷον γελῶ γελάϲω, κλῶ κλάϲω, θλῶ θλάϲω, ἡνίκα δὲ πρὸ τοῦ α τὸ ρ ἢ καθαρὸν τὸ α, τότε τὸ α μακρόν ἐϲτιν οἶον γηρῶ γηράϲω, φυρῶ φυράϲω, περῶ περάϲω (ἐπὶ τοῦ παρελθεῖν τὸ γὰρ περάϲω ἐπὶ τοῦ πωλήϲω βραχὺ ἔχει τὸ α οἷον Τρώων καὶ πολλοὺϲ ζωοὺϲ ἕλον ἠδ’ ἐπέραϲϲα Φ 102, ἐπλεονάϲθη γὰρ τὸ ϲ διὰ τὴν βραχεῖαν, καὶ μήποτε ὡϲ ἀπὸ τοῦ περάζω ἐϲτὶν ὥϲπερ ἀγοράζω ἀγοράϲω)· τὸ κεράϲω ἔχον πρὸ τοῦ α τὸ ρ καὶ ϲυϲτέλλον τὸ α οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ οὐκ ἔϲτιν ἀπὸ τοῦ κερῶ κερᾷϲ, ἀλλ’ ιὡϲ ἀπὸ τοῦ κεράζω, ὥϲπερ ἀπὸ τοῦ ἀγοράζω ἀγοράϲω. ταῦτα μὲν ἐπὶ τῶν ἐχόντων πρὸ τοῦ α τὸ ρ τῶν δὲ ἐχόντων τὸ α καθαρὸν ἔϲτωϲαν παραδείγματα ταῦτα· ἀνιῶ ἀνιάϲω, κοπιῶ κοπιάϲω, ἀγωνιῶ ἀγωνιάϲω, μειδιῶ μειδιάϲω, ἀροτριῶ ἀροτριάϲω, (ἐρυθριῶ ἐρυθριάϲω, ἐῶ ἐάϲω τὸ γὰρ οὐκ ἐάϲουϲιν ἐμοὶ δόμεναι βιόν (φ 233) ποιητικῶϲ ϲυνεϲτάλη· τὸ πεινάϲω καὶ διψάϲω μακρὸν ἔχοντα τὸ α καὶ μὴ ἔχοντα πρὸ τοῦ α μήτε ρ μήτε φωνῆεν οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ ἀπὸ τοῦ πεινήϲω καὶ διψήϲω γέγονε κατὰ τροπὴν Δωρικὴν τοῦ η εἰϲ α μακρόν.

περὶ δὲ τῆϲ παραληγούϲηϲ τοῦ μέλλοντοϲ τῆϲ τρίτηϲ ϲυζυγίαϲ τῶν περιϲπωμένων ἔϲτιν εἰπεῖν ταῦτα ὅτι ἡ τρίτη ϲυζυγία τῶν περιϲπωμένων κατὰ τὸν μέλλοντα ἢ τῷ ω παραλήγεται οἶον χρυϲῶ χρυϲώϲω ἢ τῷ ο οἷον ὀμῶ ὀμόϲω. καὶ ἔϲτιν εἰπεῖν, διὰ τί; ὅτι ὅϲα μὲν ἔχει ὀνόματα παρακείμενα διὰ τοῦ ω ἐκφέρεται κατὰ τὸν μέλλοντα οἶον χρυϲόϲ χρυϲῶ χρυϲώϲω, ἄργυροϲ ἀργυρῶ ἀργυρώϲω, γύψοϲ γυψῶ γυψώϲω, χείρ χειρῶ χειρώϲω (ἐξ οὗ τὸ χειροῦμαι καὶ χειρώϲομαι), πῦρ πυρόϲ πυρῶ πυρώϲω, ϲτέφανοϲ ϲτεφανῶ ϲτεφανώϲω, ὀρθόϲ ὀρθῶ ὀρθώϲω, ϲτρεβλόϲ ϲτρεβλῶ ϲτρεβλώϲω, κακόϲ κακῶ κακώϲω, ταπεινόϲ ταπεινῶ ταπεινώϲω ὅϲα δ’ οὐκ ἔχει ὄνομα προüποκείμενον, διὰ τοῦ ο ἐκφέρεται κατὰ τὸν μέλλοντα οἶον ὀμῶ ὀμόϲω, ὀνῶ ὀνόϲω (ϲημαίνει δὲ τὸ μέμφομαι) καὶ ἀρῶ ἀρόϲω (ϲημαίνει δὲ τὸ ἀροτριῶ), τοῦτο δὲ διφορεῖται· τινὲϲ μὲν γὰρ διὰ τοῦ ο γράφουϲιν αὐτὸ ϲ δοξάζοντεϲ μὴ ἔχειν αὐτὸ ὄνομα προυποκείμενον, τινὲϲ δὲ διὰ τοῦ ω γράφουϲιν αὐτὸ λέγοντεϲ ὅτι ἔχει ὄνομα προυποκείμενον τὸ Ἄρηϲ, Ἄρηϲ γάρ ἐϲτιν ὁ ϲίδηροϲ.

( Περὶ δευτέρου μέλλοντοϲ).

30.

ἰϲτέον ὅτι λέγει ὁ Ἡρωδιανόϲ, ὡϲ οὐδέποτε εὑρίϲκεται δεύτεροϲ μέλλων ἐνεργητικὸϲ ὁριϲτικὸϲ ἐν χρήϲει· ἃϲ γάρ, φηϲί, παρέθετο χρήϲειϲ ὁ Ἀπολλώνιοϲ, ἢ πεπλαϲμέναι αὐτῷ εἰϲιν ὡϲ τὸ φυγῶ, δράμῶ (οὐδέτεροι γὰρ μέλλοντεϲ· οὐδεὶϲ γὰρ τῶν παλαιῶν, φηϲί, τούτοιϲ ἐχρήϲατο) ἢ ἐνεϲτῶτέϲ εἰϲιν ἀντὶ μελλόντων, ὡϲ τὸ κούρην δ’ οὐ γαμέω Ἀγαμέμνονοϲ Ἀτρείδαο (Ι 388) καὶ ὡϲ τὸ πάντα γὰρ ἤδη τοι τελέω (ψ 20), I. 16 quae sequuntur usque ad p. 657, 22 Apollonii esse iure ex iis, quae statim sequuntur, ἰϲτέον δὲ ὅτι ὁ Ἀπολλώνιοϲ ἐν ἄλλοιϲ διδάϲκει ἡμᾶϲ Uhligius Mus. Rhen. XI p. 39 concludit. l. 36 φυγῶ δραμῶ scripsi pro φυγῶν δραμῶν τυπῶν omisso τυπῶ, quia sequens οὐδέτεροι de duabus tantum formis ser- monem esse indicat et quia diserte in canone ὁριϲτικόϲ memoratur. pro φύγω potius scribendum videtur νυγῶ: cf. infra p. 812, 9. ἐνταῦθα γὰρ οἱ ἐνεϲτῶτέϲ εἰϲιν ἀντὶ μελλόντων, ἀντὶ γὰρ τοῦ γαμήϲω καὶ τελέϲω, ὥϲπερ καὶ ἐν τῷ ἐγ δέ κ’ ἄγω Βριϲηΐδα καλλιπάρῃον (Α 184), ἐνεϲτώϲ ἐϲτιν ἀντὶ μέλλοντοϲ τοῦ ἄξω ἄλλωϲ τε δὲ οὐδέποτε ὁ μέλλων ὁ ὁριϲτικὸϲ διαλύεται, πῶϲ οὖν τὸ γαμέω καὶ τελέω, εἴ γε μέλοντεϲ ὑπῆρχον, ἐν διαλύϲει παραλαμβάνονται; ἄρα οὖν ἐντέλειαί εἰϲιν ἐνεϲτῶτοϲ τοῦ γαμῶ καὶ τελῶ. πρόϲκειται «ὁριϲτικόϲ», ἐπειδὴ τὸ εὐφρανεῖν ἀπαρέμφατον γίνεται κατὰ διάλυϲιν, εὐφρανέειν ἄλοχόν τε φίλην καὶ νήπιον υἱόν (Ε 688) ϲημειοῦται δὲ τὸ ἐκχεῶ δευτέρου μέλλοντοϲ, οἷον καὶ τὸ κατακλιεῖ παρ’ Εὐπόλιδι ἐν Χρυϲῷ Γένει οἷον εἰ μή τιϲ αὐτὴν κατακλιεῖ.

(Περὶ παθητικῶν).

( Περὶ ἐνεϲτῶτοϲ καὶ παρατατικοῦ).

πᾶϲ ἐνεϲτὼϲ ὁριϲτικὸϲ καὶ πᾶϲ μέλλων ὁριϲτικὸϲ εἰϲ ω λήγων προϲθήκῃ τῆϲ μαι ἢ παθητικὸν ἢ μέϲον ποιοῦϲι, καὶ ὁ μὲν ἐνεϲτὼϲ προϲλαμβάνων τὴν μαι ϲυλλαβὴν παθητικὸν καὶ μέϲον ποιεῖ οἷον τύπτω τύπτομαι ὑπ’ αὐτοῦ καὶ τύπτομαι αὐτόν, καὶ πάλιν βιάζω βιάζομαι ὑπ’ αὐτοῦ καὶ βιάζομαι αὐτόν. ὁ δὲ μέλλων προϲθήκῃ τῆϲ μαι μέϲον ποιεῖ μέλλοντα οἷον τύψω τύψομαι· ὁ δὲ δεύτεροϲ ἐνεργητικὸϲ μέλλων δεύτερον μέϲον μέλλοντα ποιεῖ οἷον τυπῶ τυποῦμαι, νυγῶ νυγοῦμαι, καρῶ καροῦμαι, ϲταλῶ ϲταλοῦμαι. ἰϲτέον δ’ ὅτι προϲερχομένηϲ τῆϲ μαι ϲυλλαβῆϲ ἢ φυλάττεται τὸ ω ἢ τρέπεται εἰϲ τὸ ο ἤ εἰϲ τὴν ου δίφθογγον· καὶ φυλάττεται μὲν τὸ ω τῆϲ δευτέραϲ ϲυζυγίαϲ τῶν περιϲπωμένων ἐν μόνῳ ἐνεϲτῶτι οἷον βοῶ βοῶμαι, περῶ περῶμαι, γελῶ γελῶμαι. πρόϲκειται «ἐν μόνῳ τῷ ἐνεϲτῶτι, ἐπειδὴ ἔν τῷ μέλλοντι τρέπεται ἡ δευτέρα ϲυζυγία τῶν περιϲπωμένων τὸ ω εἰϲ τὸ o οἷον βοῶ βοήϲομαι, ἀκροάϲω ἀκροάϲομαι, καὶ ὅλοιϲ δὲ τοῖϲ ὑποτακτικοῖϲ ὁποίαϲ ἄν εἴη ϲυζυγίαϲ τὸ ῥῆμα ἢ ὁποίου χρόνου φυλάττεται τὸ ω οἷον ἐᾶν τύπτωμαι, ἐὰν βοῶμαι, ἐὰν περῶ ἐὰν περῶμαι, ἐὰν χρυϲῶ ἐὰν χρυϲῶμαι τρέπεται δὲ τὸ ω εἰϲ τὸ o ἐπὶ ὅλων τῶν βαρυτόνων εἴτε ἐνεϲτῶτεϲ ὦϲιν εἴτε μέλλοντεϲ, χωρὶϲ τῶν ὑποτακτικῶν δηλονότι, οἷον τύπτω τύπτομαι, λέγω λέγομαι, λέξω λέξομαι, ποιήϲω ποιήϲομαι· ἐπὶ δὲ τῶν περιϲπωμένων, ὑπεϲταλμένων τῶν τῆϲ δευτέραϲ ϲυζυγίαϲ τῶν περιϲπωμένων, τρέπεται. τὸ ω εἰϲ τὴν ου δίφθογγον εἴτε ἐνεϲτῶτέϲ εἰϲιν εἴτε μέλλοντεϲ οἷον ποιῶ ποιοῦμαι, ϲτεφανῶ ϲτεφανοῦμαι, κουφιῶ κουφιοῦμαι.

Τὰ δὲ εἰϲ μι λήγοντα ῥήματα τροπῇ τῆϲ μι εἰϲ μαι τὸ παθητικὸν ποιεῖ οἷον τίθημι τίθεμαι, καὶ ϲυϲτέλλει τὴν παραλήγουϲαν· καὶ εἰ μὲν ἔχει ἡ πρώτη ϲυζυγία τὴν εἰϲ μι , ϲυϲτέλλει τὴν παραλήγουϲαν εἰϲ τὸ ε οἷον τίθημι τίθεμαι, ἵημι ἵεμαι· ἡ δὲ δευτέρα εἰϲ τὸ α ϲυϲτέλλει τὴν παραλήγουϲαν οἷον ἵϲτημι ἵϲταμαι· ἡ δὲ τρίτη εἰϲ τὸ ο ϲυϲτέλλει τὴν παραλήγουϲαν οἶον δίδωμι δίδομαι· ἡ δὲ τετάρτη τὸ δίχρονον μόνον οἷον πήγνυμι πήγνυμαι, ὄλλυμι ὄλλυμαι, ζεύγνυμι ζεύγνυμαι. τούτων οὕτωϲ ἐχόντων, τὸ ἧμαι τὸ ϲημαῖνον κάθημαι καὶ τὸ κεῖμαι δοκεῖ μήτε ἀπὸ τῶν εἰϲ ω εἶναι μήτε ἀπὸ τῶν εἰϲ μι· καὶ ἀπὸ τῶν εἰϲ ω δοκεῖ μὴ εἶναι, ἐπειδὴ τὰ ἀπὸ τῶν εἰϲ ω ἢ τῷ ο παραλήγεται ἐν τῷ εἰϲ μαι παθητικῷ ἐνεϲτῶτι οἷον τύπτομαι, 1. 4 ἐνεϲτώϲ ἐϲτιν scripsi pro ἐνεϲτῶτοϲ δὲ et l. 5 τὸ γαμέω pro τοῦ γαμέω et l. 10 ἐκχεῶ pro ἐκχέω. λέγομαι, ἢ τῷ ω οἷον βοῶμαι περῶμαι, ἢ τῇ ου διφθόγγῳ οἶον ποιοῦμαι, φανοῦμαι, χρυϲοῦμαι· ἐπάν οὖν ταῦτα οὐδενὶ ἐκ τούτων παραλήγεται, ἄρα οὐκ ἔϲτιν ἐκ τῶν εἰϲ ω ἀλλ’ οὕτε ἀπὸ τῶν εἰϲ μι ἐϲτί τὰ γὰρ εἰϲ μι ἢ τῷ ε παραλήγεται ἐν τοῖϲ παθητικοῖϲ οἶον τίθεμαι, ἢ τῷ α ϲυνεϲταλμένῳ οἶον ἵϲταμαι, ἢ τῷ ο οἷον δίδομαι, ἢ διχρόνῳ ϲυνεϲταλμένῳ οἷον ζεύγνυμαι· ταῦτα δὲ οὐδενὶ ἐϲ τούτων παραλήγεται, ἄρα οὐκ ἔϲτιν οὕτε παρὰ τῶν εἰϲ μι. τί οὖν ἔϲτιν εἰπεῖν ; λέγομεν ὅτι ἀπὸ τῶν εἰϲ μι ἐϲτίν ἐλέγχεται γὰρ ταῦτα ἀπὸ τῶν δευτέρων προϲώπων ὄντα ἀπὸ τῶν εἰϲ μι, λέγω δὴ ἀπὸ τοῦ ἦμαι ἦϲαι καὶ ἀπὸ τοῦ κεῖϲαι οἷον ὡϲ παρὰ τῷ ποιητῇ (Υ 389) κεῖϲαι Ὀτρυντείδη πάντων ἐκπαγλότατ’ ἀνδρῶν, πᾶϲ γὰρ ἐνεϲτὼϲ εἰϲ μαι λῆγον καὶ ἔχων εἰϲ αι τὸ δεύτερον πρόϲωπον ἀπὸ τῶν εἰϲ μι ἐϲτὶν οἷον τίθεμαι τίθεϲαι, ἵϲταμαι ἵϲταϲαι, δίδομαι δίδοϲαι, ζεύγνυμαι ζεύγνυϲαι. εἰ οὖν ἐϲτι τὸ δεύτερον πρόϲωπον ἧϲαι καὶ κεῖϲαι, δηλονότι ἀπὸ τῶν εἰϲ μι ἐϲτίν.

31.

οὐδὲν εἰϲ μην λῆγον ῥῆμα τρέψαν τὸ ν εἰϲ ϲ δεύτερον πρόϲωπον ἀποτελεῖ. ἀλλὰ μόνον τὸ ἐδάμην ἐποίηϲε τὸ ἐδάμηϲ καὶ ἀποβολῇ τοῦ ϲ τρίτον ἐδάμη. τὸ δὲ αἴτιον λέγεται ἐν τοῖϲ περὶ ῥημάτων.

Περὶ παρακειμένου).

32.

ὅτι ὥϲπερ τὸ ὕφαϲμα διὰ τοῦ ϲ οὕτω καὶ μετοχή ἐϲτιν ὑφαϲμένοϲ Ἡρωδιανὸϲ δηλοῖ, ὃϲ καὶ Ἀττικῶν αὐτό φηϲιν εἶναι, οἳ καὶ μεμολυϲμένοϲ φαϲὶ καὶ μεμαραϲμένοϲ· εἰ καὶ ἄλλωϲ ὥϲπερ 1. 14 quae sequuntur ἔϲτι δὲ ϲχηματίϲαι αὐτὰ οὕτωϲ· ἔϲτιν ἕω καὶ κέω κτλ. proposui in libro περὶ παθῶν. l. causa autem nulla alia est nisi quod μ non terminationis, sed stirpis est. Choeroboscus, qui pluribus locis 533, 13 et 604, 25 de declinatione aoristi ἐδάμην loquens μ non κλιτικόν, sed θεματικόν esse dicit, etiam haec ex Herodiano petivisse videtur: p. 668, 6 πᾶν πρῶτον πρόϲωπον ἔχον τὸ μ κλιτικόν, τοῦ τρίτου προϲώπου τὸ τ ἢ τρέπον εἰϲ ϲ τὸ δεύτερον πρόϲωπον ποιεῖ, ἢ ἀποβάλλον τὸ τ τοῦ τρίτου, καὶ κρᾶϲιν ποιούμενον τῶν φωνηέντων· καὶ ὅϲα μὲν ἔχει τὴν ἐνεργητικὴν μετοχὴν εἰϲ ϲ μετ’ ὀξείαϲ τάϲεωϲ, ἐκεῖνα τροπῇ τοῦ εἰϲ τὸ ϲ ποιεῖ τὸ δεύτερον πρόϲωπον οἶον πεποίημαι πεποίηται πεποίηϲαι ἐπεποιήμην ἐπεποίητο ἐπεποίηϲο· πεποιηκώϲ γὰρ ἐνεργητικὴ μετοχὴ εἰϲ ϲ μετ’ ὀξείαϲ τάϲεωϲ. καὶ πάλιν τίθεμαι τίθεϲαι ἐτιθέμην ἐτίθετο ἐτίθεϲο· τιθεὶϲ γὰρ ἡ ἐνεργητικὴ μετοχὴ εἰϲ ϲ μετ’ ὀξείαϲ τάϲεωϲ· ὅϲα δὲ οὐκ ἔχει τὴν ἐνεργητικὴν μετοχὴν εἰϲ ϲ μετ’ ὀξείαϲ τάϲεωϲ, ἐκεῖνα ἀποβολῇ τοῦ τ καὶ κράϲει τῶν φωνηέντων ποιεῖ τὸ β΄ πρόϲωπον οἷον τύπτομαι τύπτεται, καὶ κατ’ ἀποβολὴν τὸῦ τ τύπτεαι, καὶ κράϲει τοῦ ε καὶ α εἰϲ η τύπτῃ, ὥϲπερ βέλεα βέλη καὶ μένει τὸ ι προϲγεγραμμένον καὶ ἀνεκφώνητον διὰ τὸ μέγεθοϲ τοῦ η· καὶ πάλιν ἐτυπτόμην ἐτύπτετο καὶ κατά ἀποβολὴν τοῦ τ ἐτύπτεο καὶ κατὰ κράϲιν τοῦ εο εἰϲ τὴν ου δίφθογγον ἐτύπτου, ὥϲπερ χάλκεοϲ χαλκοῦϲ οὐδὲ γὰρ ἔχει ταῦτα τὴν ἐνεργητικὴν μετοχὴν εἰϲ c μετ’ ὀξείαϲ τάϲεωϲ τύπτων γάρ ἐϲτιν ἡ ἐνεργητικὴ μετοχή· καὶ πάλιν ἐτυψάμην ἐτύψατο καὶ κατὰ ἀποβολὴν τοῦ τ ἐτύψαο, καὶ κατὰ κρᾶϲιν τοῦ α καὶ ο εἰϲ τὸ ω ἐτύψω, ὡϲπερ βοάομεν βοῶμεν· οὐδὲ γὰρ ἔχει τοῦτο τὴν ἐνεργητικὴν μετοχὴν εἰϲ ϲ μετ’ ὀξείαϲ τάϲεωϲ· τύψαϲ γάρ ἐϲτιν ἡ ἐνεργητικὴ μετοχὴ εἰϲ ϲ μέν, ἀλλ’ οὐκ ὀξύτονοϲ. 670, 7 πρόϲκειται ἐν τῷ κανόνι «πᾶν πρῶτον πρόϲωπον ἔχον τὸ μ κλιτικὸν» διὰ τὸ ἐδάμην· τοῦτο γὰρ οὐ ποιε τὸ δεύτερον πρόϲωπον ἀπὸ τοῦ τρίτου ἢ τροπῇ τοῦ τ εἰϲ τὸ ϲ ἢ ἀποβολῇ τοῦ τ καὶ κράϲει τῶν φωνηέντων, ἐπειδὴ οὐκ ἔχει τὸ τ κατὰ τὸ τρίτον πρόϲωπον· τὸ γὰρ μ τὸ ὅν ἐν τῷ πρώτῳ προϲώπῳ οὐκ ἔϲτι κλιτικὸν ἀλλὰ θεματικόν, ἀπὸ γὰρ τοῦ ἐνεϲτῶτοϲ ἔχει αὐτὸ δάμνω γάρ ἐϲτιν ὁ ἐνεϲτώϲ. αἰϲχύνω ῇϲχυμμένοϲ, οὕτωϲ ὤφειλε εἶναι καὶ μολύνω μεμολυμμένοϲ καὶ μαραίνω μεμαραμμένοϲ.

(Περὶ ὑπερϲυντελικοῦ).

(Περὶ πρώτου ἀορίϲτου).

(Περὶ δευτέρου ἀορίϲτου).

(Περὶ μέϲου ἀορίϲτου πρώτου).

(Περὶ μέϲου ἀορίϲτου δευτέρου).

(Περὶ μέλλοντοϲ πρώτου).

(Περὶ μέλλοντοϲ δευτέρου).

(Περὶ μέϲου μέλλοντοϲ πρώτου).

33.

προπεριϲπαϲτέον τὸ ἐϲϲεῖται. οὐ γὰρ προπαροξυντέον, ὥϲ τινεϲ, ἐπεὶ Δώριον. ἤδη γὰρ πολλὴ χρῆϲιϲ τῶν τοιούτων παρὰ Ἀττικοῖϲ.

1. 2 hoc sumptum videtur ex eo loco, ubi Herodianus de prima persons. perfecti passivi disputavit in eum modum, quo Choeroboscus 682, 21: ἰϲτέον ὅτι ὁ παθητικὸϲ παρακείμενοϲ ἐκ τοῦ ἐνεργητικοῦ γίνεται τροπῇ τοῦ τέλουϲ εἰϲ μαι οἷον πεποίηκα πεποίημαι· καθόλου γὰρ πᾶϲ παθητικὸϲ παρακείμενοϲ εἰϲ μαι λήγει οἷον νενόημαι, τετέλεϲμαι, λέλεγμαι. καὶ δεῖ γινώϲκειν, ὅτι οἱ μὲν εἰϲ φα ἐνεργητικοὶ παρακείμενοι τρέπουϲι τὴν φα εἰϲ μαι καὶ ἕτερον μ προϲλαμβάνουϲι, τέτυφα τέτυμμαι, γέγραφα γέγραμμαι, κέκοφα κέκομμαι, νένηφα νένημμαι, ἔρραφα ἔρραμμαι· καὶ λέγομεν ὅτι τρέπουϲι τὸ ᾱ εἰϲ μαι καὶ τὸ φ εἰϲ μ οἱ δὲ εἰϲ χα παρακείμενοι ἐνεργητικοὶ τρέπουϲι τὴν χα εἰϲ μαι καὶ προϲλαμβάνουϲι τὸ οἶον νένηχα νένηγμαι, πέπληχα πέπληγμαι, ὤρυχα ὤρυγμαι, πέπηχα πέπηγμαι, τετίναχα τετίναγμαι, πέπλεχα πέπλεγμαι, ἢ λέγομεν ὅτι τρέπουϲι τὸ ᾱ εἰϲ μαι καὶ τὸ χ εἰϲ γ, οἱ δὲ εἰϲ κα ἐνεργητικοὶ παρακείμενοι εἰ μὲν ὦϲιν ἀπὸ περιϲπωμένων θεμάτων πρὸϲ τὴν παραλήγουϲαν κανονίζονται· εἰ μὲν γὰρ μακρᾷ παραλήγονται, τρέπουϲι τὸ κα εἰϲ μαι καὶ ποιοῦϲι τὸν παθητικὸν παρακείμενον οἶον πεποίηκα πεποίημαι, νενόηκα νενόημαι, νένηκα νένηϲμαι (aut νένημαι scribendum, aut νένηκα νένηϲμαι hic delenda sunt), κεχρύϲωκα κεχρύϲωμαι, ὤρθωκα ὤρθωμαι· εἰ δὲ βραχείᾳ παραλήγονται, καὶ τὸ ϲ προϲλαμβάνουϲιν ἐν τῷ παθητικῷ παρακειμένῳ μετὰ τὴν τροπὴν τοῦ κα εἰϲ μαι οἶον τετέλεκα τετέλεϲμαι, γεγέλακα γεγέλαϲμαι, κεχάλακα κεχάλαϲμαι, κέκλακα κέκλαϲμαι, τέθλακα τέθλαϲμαι, ἤρκεκα ἤρκεϲμαι· εἰ δὲ ἀπὸ τῶν εἰϲ μι, τρέπουϲι τὴν κα εἰϲ μαι καὶ ϲυϲτέλλουϲι τὴν παραλήγουϲαν καὶ ποιοῦϲι τὸν παθητικὸν παρακείμενον οἶον τέθεικα τέθεμαι καὶ κατὰ πλεοναϲμὸν τοῦ ῑ τέθειμαι γίνεται· ἕϲτηκα ἕϲταμαι, πέπωκα πέπομαι, δέδωκα δέδομαι. ταῦτα περὶ τῶν ἀπὸ τῶν εἰϲ ω περιϲπωμένων καὶ περὶ τῶν ἀπὸ τῶν εἰϲ μι· εἰ δέ εἰϲιν ἀπὸ βαρυτόνων θεμάτων οἱ εἰϲ κα ἐνεργητικοὶ παρακείμενοι εἴτε βραχείᾳ εἴτε μακρᾷ παραλήγονται, τρέπουϲι τὴν κα εἰϲ μαι καὶ προϲλαμβάνουϲι τὸ ϲ καί ποιοῦϲι τὸν παθητικὸν παρακείμενον οἷον νένηκα νένηϲμαι, πέπεικα πέπειϲμαι, ἐρράπικα ἐρράπιϲμαι, λελέπικα λελέπιϲμαι, λελάκτικα λελάκτιϲμαι, πέφρακα πέφραϲμαι, ἥρπακα ἥρπαϲμαι, χωρὶϲ τῆϲ ε΄ ϲυζυγίαϲ· ταῦτα γὰρ παῤ ἡμῖν τροπῇ τῆϲ κα εἰϲ μαι ποιεῖ τὸν παθητικὸν παρακείμενον οἶον τέτιλκα τέτιλμαι, ἔϲπαρκα ἔϲπαρμαι, ἔϲταλκα ἔϲταλμαι, ἔφθαρκα ἔφθαρμαι, κέκαρκα κέκορμαι, κέκλικα κέκλιμαι, πέπλυκα πέπλυμαι, κέκρικα κέκριμαι, τέτακα τέταμαι· καὶ ταῦτα τῆϲ ε΄ ϲυζυγίαϲ τῶν βαρυτόνων ἐϲτίν, εἰ καὶ ἀπέβαλον τὸ ν ἐν τῶ ἐνεργητικῷ παρακειμένῳ. πρόϲκειται «παῤ ἡμῖν», ἐπειδὴ οἱ Ἀθηναῖοι πολλάκιϲ τὸ μ εἰϲ ϲ τρέπουϲι κατὰ τὸν παθητικὸν παρακείμενον ἐπὶ τῆϲ πέμπτηϲ καὶ ἕκτηϲ ϲυζυγίαϲ, μεμόλυμμαι μεμόλυϲμαι, ὕφαμμαι ὕφαϲμαι, μεμίαμμαι μεμίαϲμαι. δεῖ προϲθεῖναι, χωρὶϲ ὀλίγων τῆϲ ἕκτηϲ ϲυζυγίαϲ· καὶ γὰρ τὰ τῆϲ ἕκτηϲ ϲυζυγίαϲ πῇ μὲν προϲλαμβάνει τὸ ϲ κατὰ τὸν παθητικὸν παρακείμενον, πῇ δὲ οὐ προϲλαμβάνει αὐτὸ οἷον ϲβέω ϲβέϲω ἔϲβεκα ἔϲβεϲμαι, ζέω ζέϲω ἔζεκα ἔζεϲμαι, κελεύω κελεύϲω κεκέλευκα κεκέλευϲμαι· κλείω κέκλειμαι, δέον δὲ κέκλειϲμαι, ἀφ᾿  οὗ τὸ ἐκλείϲθην· κρούω κρούϲω κέκρουκα κέκρουϲμαι, ἱππεύω ἱππεύϲω ἵππευκα ἵππευμαι, βαϲιλεύω βαϲιλεύϲω βεβαϲίλευκα βεβαϲίλευμαι, τοξεύω τοξεύϲω τετόξευκα τετόξευμαι. Hic fortasse etiam πεπάλαϲθε commemoratum fuit H 171, ad quem locum Schol. πεπάλαϲθε: οὕτωϲ Ἀρίϲταρχοϲ καὶ Ἡρωδιανὸϲ διὰ τοῦ ϲ, οὐ διὰ τοῦ χ.

οἱ μέϲοι μέλλοντεϲ ἐκ τῶν ἐνεργητικῶν μελλόντων γίνονται, ὁ α΄ ἀπὸ τοῦ πρώτου καὶ ὁ δεύτεροϲ ἀπὸ τοῦ δευτέρου τοῦτον τὸν τρόποον· πᾶϲ μέλλων ἐνεργητικὸϲ προϲλαβὼν τὴν μαι γίνεται, ὁ μὲν πρῶτοϲ μέλλων ἐνεργητικὸϲ πρῶτοϲ μέϲοϲ μέλλων γίνεται, ὁ δὲ δεύτεροϲ ἐνεργητικὸϲ β΄ μέϲοϲ μέλλων γίνεται, καὶ εἰ μὲν βαρύνεται ὁ ἐνεργητικὸϲ μέλλων, τρέπει τὸ ω εἰϲ τὸ ο ἐν τῷ μέϲῳ μέλλοντι, τύψω τύψομαι, γράψω γράψομαι, λέξω λέξομαι, ποιήϲω ποιήϲομαι, ἀκούϲω ἀκούϲομαι, εἰ δὲ περιϲπᾶται ὁ μέλλων ὁ ἐνεργητικόϲ, τρέπει τὸ ω εἰϲ τὴν ου δίφθογγον ἐν τῷ μέϲῳ μέλλοντι οἶον κερῶ κεροῦμαι, φθερῶ φθεροῦμαι, εὐφρανῶ εὐφρανοῦμαι, τυπῶ τυποῦμαι, νυγῶ νυγοῦμαι, δράμω δραμοῦμαι, πεϲῶ πεϲοῦμαι· ἀμέλει οἱ Ἀθηναῖοι λακτιῶ καὶ κουφιῶ καὶ βαδιῶ λέγοντεϲ περιϲπωμένωϲ τοὺϲ μέϲουϲ τούτων μελλόντων διὰ τῆϲ ου διφθόγγου προφέρονται οἶον λακτιοῦμαι, βαδιοῦμαι, κουφιοῦμαι, καὶ οἱ Δωριεῖϲ δὲ πάνταϲ τοὺϲ μέλλονταϲ περιϲπῶντεϲ καὶ λέγοντεϲ τυψῶ, γραψῶ, ποιηϲῶ, κλαυϲῶ, φευξῶ, καὶ τοὺϲ μέϲουϲ αὐτῶν διὰ τῆϲ ου διφθόγγου προφέρονται οἶον ποιηϲοῦμαι, τυψοῦμαι, γραψοῦμαι, κλαυϲοῦμαι, πλευϲοῦμαι. ταῦτα δὲ οὐ μόνον παρὰ τοῖϲ Δωριεῦϲιν ἀλλὰ καὶ παρὰ τοῖϲ Ἀττικοῖϲ οὕτωϲ ἐπεκράτηϲε λέγεϲθαι. ἰϲτέον δ᾿ ὅτι εἰ μὲν ἀπὸ περιϲπωμένων μελλόντων μέϲοι μέλλοντεϲ κλίϲιν ἀναδέχονται, ὁμοίωϲ τοῖϲ ἐνεϲτῶϲι καὶ παθητικοῖϲ τῆϲ α ϲυζυγίαϲ τῶν περιϲπωμένων· ὥϲπερ γὰρ ποιοῦμαι ποιῇ ποιεῖται ποιούμεθον ποιεῖϲθον ποιεῖϲθον ποιούμεθα ποιεῖϲθε ποιοῦνται, οὕτωϲ καὶ τυποῦμαι τυπῇ τυπεῖται τυπούμεθον τυπεῖϲθον τυπούμεθα τυπεῖϲθε τυποῦνται. πλὴν εἰ καὶ τὴν αὐτὴν ἔχουϲι κλίϲιν οἱ παθητικοὶ ἐνεϲτῶτεϲ τῆϲ α΄ ϲυζυγίαϲ τῶν περιϲπωμένων καὶ οἱ ἀπὸ περιϲπωμένων μέϲοι μέλλοντεϲ. ἀλλ᾿  οὖν χρὴ γινώϲκειν ὅτι οἱ μὲν παθητικοὶ ἐνεϲτῶτεϲ τῆϲ πρώτηϲ ϲυζυγίαϲ τῶν περιϲπωμένων, λέγω δὴ ὁ ποιοῦμαι καὶ νοοῦμαι καὶ οἱ ὅμοιοι, ἀπὸ τῶν ἐντελῶν ϲυναιρεθέντεϲ, λέγω δὴ τοῦ ποιέομαι καὶ τοῦ νοέομαι, πρὸϲ τὴν ϲυναίρεϲιν ποιοῦνται τὴν κλίϲιν· οἱ δὲ ἀπὸ περιϲπωμένων μελλόντων μέϲοι μέλλοντεϲ, λέγω δὴ ὁ τυποῦμαι καὶ ὁ καροῦμαι καὶ οἱ ὅμοιοι, οὐκ ἀπὸ ϲυναιρέϲεωϲ ποιοῦνται τὴν κλίϲιν, οὐδὲ γάρ εἰϲιν ἀπὸ τῶν ἐντελῶν ϲυνῃρημένοι.

(Περὶ μέϲου μέλλοντοϲ δευτέρου).

34.

ἰϲτέον ὅτι ὁ α΄ μέλλων ὁ ἐνεργητικὸϲ πῇ μὲν τὸ ω εἰϲ τὸ ο τρέπει ἐν τῷ πρώτῳ μέϲῳ μέλλοντι οἷον τύψω τύψομαι, πῇ δὲ εἰϲ τὴν δῦ δίφθογγον, καρῶ καροῦμαι. ὁ δὲ β΄ μέλλων ὁ ἐνεργητικὸϲ ἀεὶ τὸ ω εἰϲ τὴν ου δίφθογγον τρέπει ἐν τῷ α΄ μέϲῳ μέλλοντι. καὶ ὁ μὲν α΄ μέλλων ὁ ἐνεργητικόϲ, ἐπειδὴ πῇ μὲν βαρύνεται, πῇ δὲ περιϲπᾶται οἷον τύψω, εὐφρανῶ, τούτου χάριν ἡνίκα βαρύνεται τρέπει τὸ ω εἰϲ τὸ ο, ἡνίκα δὲ περιϲπᾶται, τρέπει τὸ ω εἰϲ τὴν ου δίφθογγον ὁ β΄ μέλλων ὁ ἐνεργητικόϲ, ἐπειδὴ ἀεὶ περιϲπᾶται, τούτου χάριν ἀεὶ εἰϲ τὴν ου δίφθογγον τρέπει τὸ ω ἐν τῷ β΄ μέλλοντι. δεῖ δὲ καὶ τοῦτο γινώϲκειν, ὅτι εἰ καί φηϲιν Ἡρωδιανὸϲ μήποτε εὑρίϲκεϲθαι ἐν χρήϲει β΄ μέλλοντα ἐνεργητικὸν ὁριϲτικόν, ἀλλ’ οὖν ἀπὸ τοῦ β΄ μέλλοντοϲ μέϲου εὑρίϲκεται ἐν χρήϲει· ὥϲπερ καὶ ὁ δραμοῦμαι ἀπὸ τοῦ δραμω καὶ ὁ κατθανοῦμαι ἀπὸ τοῦ κατθάνω.

(Περὶ τοῦ μετ᾿ ὀλίγον μέλλοντοϲ).

(Περὶ ἀπαρεμφάτων).

δύο τελικὰ ἐϲτι τῶν ἀπαρεμφάτων, τὸ ν καὶ ἡ αι δίφθογγοϲ οἷον τύπτειν τύπτεϲθαι. καὶ τοῦτο εἰκότωϲ. ἐπειδὴ γὰρ τὰ ἀπαρέμφατα ἐν μιᾷ φωνῇ δοκεῖ τὰ τρία πρόϲωπα ἔχειν οἶον τύπτειν θέλω, τύπτειν θέλειϲ, τύπτειν θέλει, τούτου χάριν καὶ τελικὰ ἔλαβεν ἁρμόζοντα τοῖϲ τριϲὶ προϲώποιϲ, καὶ διὰ τοῦτο τὸ ν καὶ τὴν αι δίφθογγον ἔχει τελικὰ τὰ ἀπαρέμφατα· καὶ γὰρ καὶ τὸ καὶ ἡ αι δίφθογγοϲ εὑρίϲκεται καὶ ἐν πρώτῳ καὶ ἐν δευτέρῳ καὶ ἐν τρίτῳ προϲώπῳ οἶον τυπτόμεθον τύπτεϲθον τύπτεϲθον, πεποίημαι πεποίηϲαι πεποίηται τὸ γὰρ ἐνταῦθα τελικὸν ὑπάρχον τῶν ῥημάτων οἶον ἔτυψαϲ οὐκ ἔϲτι τελικὸν τῶν ἀπαρεμφάτων, ἐπειδὴ τὸ ϲ τελικόν ἐϲτι μόνου δευτέρου προϲώπου παῤ ἡμῖν καὶ παρὰ τοῖϲ Ἀθηναίοιϲ οἷον τέτυφαϲ. πρόϲκειται «παῤ ἡμῖν καὶ παρὰ τοῖϲ Ἀθηναίοιϲ», ἐπειδὴ παρὰ ταῖϲ διαλέκτοιϲ εὑρίϲκεται τὸ ϲ καὶ α προϲώπου τελικὸν καὶ γ΄, ὡϲ παρὰ θεοκρίτῳ (7, 2) εἵρπομεϲ ἐκ πόλιοϲ, ἀντὶ τοῦ εἵρπομεν ἐκ πόλεωϲ· καὶ πάλιν ἐπὶ γ΄, ἀντὶ τοῦ ἦν (7, 1), ἦϲ χρόνοϲ ἁνίκ’ ἐγώ τε καὶ Εὔκριτοϲ ἐϲ τὸν Ἄλεντα, ἀντὶ τοῦ ἦν.

κανονίζεται τὰ ἀπὸ βαρυτόνων γινόμενα ἀπαρέμφατα ἀπὸ τοῦ ἐνεϲτῶτοϲ· πᾶϲ ἐνεϲτὼϲ ἀπὸ βαρυτόνων θεμάτων κατὰ τὸ τρίτον πρόϲωπον προϲλαμβάνων τὸ ν τὸ ἀπαρέμφατον ποιεῖ τοῦ ἐνεϲτῶτοϲ καὶ παρατατικοῦ οἶον τύπτει τύπτειν, λέγει λέγειν, γράφει γράφειν, κόπτει κόπτειν, πλήττει πλήττειν, ᾄδεῖ ᾄδειν, πλέκει πλέκειν τὰ δὲ ἀπὸ περιϲπωμένων γινόμενα ἀπαρέμφατα κανονίζεται ἀπὸ τοῦ παρατατικοῦ τοῦτον τὸν τρόπον· πᾶϲ παρατατικὸϲ ἀπὸ περιϲπωμένων κατὰ τὸ γ΄ πρόϲωπον προϲλαμβάνων τὸ ν μετὰ περιϲπωμένου τόνου καὶ τὴν ἐν ἀρχαῖϲ κλιτικὴν ἔκταϲιν ἀποβάλλων τὸ ἀπαρέμφατον ποιεῖ οἶον ἐποίει ποιεῖν, ἐνόει νοεῖν, ἐτέλει τελεῖν, ἐβόα βοᾶν, ἐγέλα γελᾶν, ἐπέρα περᾶν, ἔχρύϲου χρυϲοῦν, ἐϲτεφάνου ϲτεφανοῦν, ὤρθου ὀρθοῦν, ἵδρου ἱδροῦν ὅτι γὰρ καὶ ἐπὶ τῶν περιϲπωμένων τὰ ἀπαρέμφατα τοῦ ἐνεϲτῶτοϲ καὶ παρατατικοῦ ἀπὸ τοῦ παρατατικοῦ κανονίζεται καὶ οὐκ ἀπὸ τοῦ ἐνεϲτῶτοϲ, δῆλον ἐκ τῆϲ δευτέραϲ ϲυζυγίαϲ τῶν περιϲπωμένων καὶ ἐκ τῆϲ γ΄· καὶ ἐκ μὲν τῆϲ γ΄, ὅτι χρυϲοῦν καὶ ϲτεφανοῦν λέγομεν διὰ τῆϲ ου διφθόγγου τὰ ἀπαρέμφατα, ἐπειδὴ καὶ ὁ παρατατικὸϲ ἐχρύ-ϲου καὶ ἐϲτεφάνου ἐϲτὶ διὰ τῆϲ ου διφθόγγου· εἰ δὲ ἐγένετο ἀπὸ τοῦ ἐνεϲτῶτοϲ, χρυϲοῖν καὶ ϲτεφανοῖν εἴχομεν λέγειν, χρυϲῶ γὰρ χρυϲοῖϲ χρυϲοῖ καὶ ϲτεφανῶ ϲτεφανοῖϲ ϲτεφανοῖ ἐϲτιν ὁ ἐνεϲτώϲ ἀπὸ δὲ τῆϲ δευτέραϲ ϲυζυγίαϲ τῶν περιϲπωμένων δῆλόν ἐϲτιν, ὅτι ἐπὶ τῶν περιϲπωμένων τὰ ἀπαρέμφατα ἀπὸ τοῦ παρατατικοῦ γίνεται καὶ οὐκ ἀπὸ τοῦ ἐνεϲτῶτοϲ, ὅτι βοᾶν καὶ γελᾶν λέγομεν χωρὶϲ τοῦ ῑ εἰ δὲ ἐκανονίζετο ἐκ τοῦ ἐνεϲτῶτοϲ, βοᾷν καὶ γελᾷν εἶχεν εἶναι ϲὺν τῷ ῑ, ἐπειδὴ καὶ ὁ ἐνεϲτὼϲ βοῶ βοᾷϲ βοᾷ, γελῶ γελᾷϲ γελᾷ ἐϲτι ϲὺν τῷ ῑ. εἰ δέ τιϲ εἴποι, διὰ τί γὰρ τὸ βοᾶν καὶ γελᾶν οὐκ ἔχει τὸ ῑ προϲγεγραμμένον, λέγομεν ὅτι τὰ εἰϲ ν λήγοντα ῥήματα οὐδέποτε ἔχει πρὸ τοῦ ν τί ποτε ἀνεκφώνητον οἷον ἐτύφθην, ἐδάρην, ἐβόων, ἐγέλων, ἐπέρων· οὕτωϲ οὖν καὶ βοᾶν καὶ γελᾶν χωρίϲ τοῦ ῑ ἄλλωϲ τε δὲ διὰ τοῦτο τὸ βοᾶν καὶ γελᾶν οὐκ ἔχει τὸ ῑ προϲγεγραμμένον, ἐπειδὴ οὐδὲ τὸ βοᾶϲθαι, καὶ γελᾶϲθαι ἔχει τὸ ῑ προϲγεγραμμένον κατὰ τὴν παραλήγουϲαν· καθόλου δὲ τὰ εἰϲ ϲθαι ἀπαρέμφατα προπεριϲπώμενα χρόνου ἐνεϲτῶτοϲ τὴν ἰδίαν παραλήγουϲαν ἔχει ἐπὶ τῶν ἐνεργητικῶν ὁ δὲ λόγοϲ ἐπὶ τῶν φωνηέντων οἷον ποιεῖϲθαι ποιεῖν, νοεῖϲθαι νοεῖν, χρυϲοῦϲθαι χρυϲοῦν, ϲτεφανοῦϲθαι ϲτεφανοῦν· εἰ οὖν τὸ βοᾶϲθαι καὶ γελᾶϲθαι οὐκ ἔχει τὸ ῑ προϲγεγραμμένον κατὰ τὴν παραλήγουϲαν, ἄρα οὐδὲ τὸ βοᾶν καὶ γελᾶν ἔχει τὸ ῑ προϲγεγραμμένον κατὰ τὴν παραλήγουϲαν.

εὐλόγωϲ τὰ ἀπαρέμφατα τοῦ ἐνεργηκικοῦ παρακειμένου καὶ ὑπερϲυντελικοῦ καὶ τοῦ μέϲου παρακειμένου εἰϲ ναι ἐϲτίν, ἐπειδὴ καὶ ἡ μετοχὴ αὐτῶν εἰϲ ϲ μετ᾿ ὀξείαϲ τάϲεώϲ ἐϲτιν οἷον τετυφώϲ, πεποιηκώϲ, δεδουπάϲ· τὰ δὲ ἔχοντα τὴν μετοχὴν εἰϲ ϲ μετ’ ὀξείαϲ τάϲεωϲ εἰϲ ναι ἔχει τὸ ἀπαρέμφατον οἶον τυφθείϲ τυφθῆναι, τυπείϲ τυπῆναι, ἱϲτάϲ ἱϲτάναι, διδούϲ διδόναι, ζευγνύϲ ζευγνύναι· οὕτωϲ οὖν καὶ τετυφώϲ τετυφέναι καὶ τετυπώϲ τετυπέναι. τὰ δὲ λοιπὰ τὰ ἔχοντα τὴν μετοχὴν εἰϲ ϲ μετ᾿  ὀξείαϲ τάϲεωϲ κανονίζεται τοῦτον τὸν τρόπον· τὸ πρῶτον πρόϲωπον τῶν πληθυντικῶν τρέπον τὴν μεν ϲυλλαβὴν εἰϲ ναι καὶ ἀποβάλλον τὴν ἐν ἀρχαῖϲ κλιτικὴν ἔκταϲιν τὸ ἀπαρέμφατον ποιεῖ μετὰ τοῦ φυλάττεϲθαι, δηλονότι ἐν τοῖϲ ἀπαρεμφάτοιϲ, τὴν παραλήγουϲαν τοῦ πρώτου προϲώπου τῶν πληθυντικῶν ἐξ οὖ κανονίζεται οἶον τυφθείϲἐτύφθημεν τυφθῆναι, τυπείϲ ἐτύπημεν τυπῆναι, τιθείϲ τίθεμεν τιθέναι, ἱϲτάϲ ἵϲταμεν ἱϲτάναι, διδούϲ δίδομεν διδόναι, ζευγνύϲ ζεύγνυμεν ζευγνύναι, ϲτάϲ ἔϲτημεν ϲτῆναι, γνούϲ ἔγνωμεν γνῶναι, βιούϲ ἐβίωμεν βιῶναι, ἁλούϲ ἥλωμεν ἁλῶναι· ϲεϲημείωται τὸ δοῦναι, θεῖναι, εἷναι· ταῦτα γὰρ ἀπαρέμφατα ὄντα δευτέρου ἀορίϲτουἐνεργητικοῦ οὐκ ἐφύλαξε τὴν παραλήγουϲαν τοῦ πρώτου προϲώπου τῶν πληθυντικῶν, ἐξ οὗ κανονίζετοι· ἔδομεν γὰρ καὶ ἔθεμεν καὶ ἕμεν ἐϲτὶ τὸ πρῶτον πρόϲωπον τῶν πληθυντικῶν· οὐ μόνον δὲ κατὰ τοῦτο ϲεϲημείωται τὸ δοῦναι, θεῖναι, εἶναι, ἀλλὰ καὶ κατὰ ἄλλο τὰ γὰρ εἰϲ ναι ἀπαρέμφατα ἔχοντα τὸ κλιτικὸν οὐ θέλει διφθόγγῳ παραλήγεϲθαι οἶον τυφθῆναι τυπῆναι τετυφέναι. πρόϲκειται «ἔχοντα τὸ ν κλιτικὸν» διὰ τὸ μεῖναι· τοῦτο γὰρ διφθόγγῳ παραλήγεται, ἀλλ᾿  οὐκ ἔχει τὸ ν κλιτικὸν ἀλλὰ θεματικόν· ἀπὸ γὰρ τοῦ ἐνεϲτῶτοϲ ἔχει αὐτό· μένω γάρ ἐϲτιν ὁ ἐνεϲτὼϲ καὶ ἔχει τὸ ν παράλογα οὖν ἐϲτι ταῦτα, φημὶ δὴ τὸ θεῖναι, δοῦναι, εἶναι, ὡϲ διφθόγγῳ παραληγόμενα ἔχοντα τὸ ν κλιτικόν. ἀλλ᾿  ἔϲτιν ἀπολογήϲαϲθαι περὶ αὐτῶν οὕτωϲ· ἰϲτέον ὅτι διὰ τὴν τοιαύτην αἰτίαν ταῦτα διφθόγγῳ παραλήγεται· ἀπὸ τοῦ ἔδομεν γὰρ γέγονε δόναι καὶ ἀπὸ τοῦ ἔθεμεν θέναι καὶ ἀπὸ τοῦ ἕμεν ἕναι· καὶ ἐπεὶ τὰ εἰϲ ναι ἀπαρέμφατα ἀορίϲτου ὄντα μακρῷ θέλει παραλήγεϲθαι οἶον τυφθῆναι, τυπῆναι, ϲτῆναι, βῆναι, γνῶναι, βιῶναι, ἀναγνῶναι, δαρῆναι, νυγῆναι, ἀναγκάζεται καὶ ταῦτα μακρᾷ παραλήγεϲθαι, ὡϲ ἀορίϲτου ὄντα· καὶ ἐπειδὴ τὸ μὲν ο μεγεθυνόμενον διὰ τῆϲ προϲθήκηϲ τοῦ υ μεγεθύνεται οἷον τύπτοντεϲ τύπτουϲα, λέγοντεϲ λέγουϲα, τὸ διά τῆϲ προϲθήκηϲ τοῦ ῑ μεγεθύνεται οἷον τυφθέντοϲ τυφθεῖϲα, νυγέντοϲ νυγεῖϲα, τούτου χάριν τὸ μὲν δόναι ἐμεγεθύνθη διὰ τῆϲ προϲθήκηϲ τοῦ υ καὶ γέγονε δοῦναι, τὸ δὲ θέναι καὶ ἕναι διά τῆϲ προϲθήκηϲ τοῦ ῑ ἐμεγεθύνθη καὶ γέγονε θεῖναι καὶ εἶναι τούτου χάριν ταῦτα διφθόγγῳ παραλήγεται. πρόϲκειται δὲ ἀνωτέρω «τα εἰϲ ναι ἀπαρέμφατα», ἐπειδὴ τὰ εἰϲ ϲαι ἀπαρέμφατα ἀορίϲτου ὄντα οὐ πάντωϲ μακρᾷ παραλήγεται οἶον τελέϲαι, ϲυρίϲαι, λεπίϲαι. πρόϲκειται δὲ ἐν τῷ κανόνι «ἀορίϲτου ὄντα» διὰ τὸ τετυφέναι, τετυπέναι, τιθέναι, διδόναι ταῦτα γὰρ εἰϲ ναι ἀπαρέμφατα ὄντα οὐ παραλήγεται μακρᾷ, ἀλλ᾿  οὐκ ἔϲτιν ἀορίϲτου χρόνου. ἄξιον δέ ἐϲτι ζητῆϲαι εἰ ἄρα τὸ θεῖναι καὶ δοῦναι καὶ εἶναι διὰ τοῦτο προϲέλαβε τὸ ῡ καὶ ῑ, ἐπειδὴ ἠναγκάζετο, ὡϲ εἴρηται, μακρᾷ παραλήγεϲθαι ὡϲ ἀορίϲτου ὄντα, διὰ τί μὴ μᾶλλον τὸ μὲν δόναι γέγονε δῶναι κατὰ ἔκταϲιν τοῦ ο εἰϲ ω, ὥϲπερ ὀμνύω ὤμνυον, τὸ δὲ θέναι καὶ ἕναι θῆναι καὶ ἧναι διὰ τοῦ η κατὰ ἔκταϲιν τοῦ ε εἰϲ τὸ η, ὥϲπερ ἐλέγχω ἤλεγχον οὕτω γὰρ εἰ ἐγένετο καὶ μακρῷ εὑρίϲκετο παραληγόμενα καὶ οὐκέτι παράλογα ὡϲ διφθόγγῳ παραληγόμενα. ἔϲτιν οὖν εἰπεῖν, ὅτι εἰ ἐγετο ταῦτα οὕτωϲ κατὰ ἔκταϲιν τῶν φωνηέντων, οὐδὲ ὅλωϲ ἐφυλάττετό τι τῆϲ παραληγούϲηϲ τοῦ α΄ προϲώπου τῶν πληθυντικῶν, φημὶ δὴ τοῦ ἔδομεν, ἔθεμεν, ἔμεν (ὅπερ ϲημαίνει τὸ ἀπελύϲαμεν)· τούτου οὕν χάριν τὸ μὲν δοῦναι τὸ υ προϲέλαβε, τὸ δὲ θεῖναι καὶ εἷναι τὸ ῑ, ἵνα εὑρεθῇ ἐν ταὐτῷ καὶ φυλάττοντα τὸ φωνῆεν τῆϲ παραληγούϲηϲ τοῦ πρώτου προϲώπου τῶν πληθυντικῶν τοῦ ἰδίου ὁριϲτικοῦ, καὶ μακρὰν ποιοῦντα τὴν παραλήγουϲαν. τούτων οὕτωϲ ἐχόντων, ζητοῦμεν διὰ τί ὁ παρακείμενοϲ ὁ ἐνεργητικὸϲ καὶ ὁ μέϲοϲ ἔχοντεϲ τὴν μετοχὴν εἰϲ ϲ μετ’ ὀξείαϲ τάϲεωϲ οὐ φυλάττουϲι τὴν παραλήγουϲαν τοῦ ἰδίου πρώτου προϲώπου τῶν πληθυντικῶν ἐν τοῖϲ ἀπαρεμφάτοιϲ· οὐδὲ γὰρ λέγομεν τετύφαμεν τετυφάναι καὶ τετύπαμεν τετυπάναι, ὥϲπερ ἐτύφθημεν τυφθῆναι, καὶ ἐτύπημεν τυπῆναι ἀλλὰ τετυφέναι καὶ τετυπέναι διὰ τοῦ ε. καὶ ἔϲτιν εἰπεῖν τὴν ἀπολογίαν ταύτην τῷ λόγῳ τῆϲ παραληγούϲηϲ τοῦ α΄ προϲώπου τῶν πληθυντικῶν τοῦ παρακειμένου διὰ τοῦ πρώτου (leg. ᾱ) βραχέοϲ ὤφειλεν εἶναι τὸ ἀπαρέμφατον οἶον τετυφάναι, τετύφαμεν γάρ ἐϲτι τὸ πρῶτον πρόϲωπον τῶν πληθυντικῶν τοῦ παρακειμένου, τῷ δὲ λόγῳ τῆϲ παραληγούϲηϲ τοῦ πρώτου προϲώπου τῶν πληθυντικῶν τοῦ ὑπερϲυντελικοῦ τετυφεῖναι ὤφειλεν εἶναι τὸ ἀπαρέμφατον διὰ τῆϲ ει διφθόγγου, ἐτετύφειμεν γάρ ἐϲτι τὸ πρῶτον πρόϲωπον τῶν πληθυντικῶν τοῦ ὑπερϲυντελικοῦ· ἐπειδὴ δὲ ὁ παρακείμενοϲ καὶ ὁ ὑπερϲυντελικὸϲ ϲυνεζευγμένην ἔχουϲι τὴν μετοχήν, ἀναγκάζονται καὶ τὰ ἀπαρέμφατα ϲυνεζευγμένα ἔχειν, ὦν γὰρ αἱ μετοχαὶ ϲυνεζευγμέναι εἰϲί, τούτων καὶ τὰ ἀπαρέμφατα ϲυνεζευγμένα ἐϲτί· ϲυνεζευγμένου δὲ ὄντοϲ τοῦ ἀπαρεμφάτου τοῦ παρακειμένου καὶ ὑπερϲυντελικοῦ, οὐ δύναται τὰ ἀπαρέμφατα τὴν ει δίφθογγον ἔχειν κατὰ τὴν παραλήγουϲαν καὶ τὸ πρῶτον ϲυνεϲταλμένον. τῶν οὖν δύο κανόνων μαχομένων καὶ τοῦ μὲν ἑνὸϲ ἀπαιτοῦντοϲ τὴν ει δίφθογγον, τοῦ δὲ ἑτέρου τὸ ᾱ ϲυνεϲταλμένον, τὰ τῆϲ ἀναλογίαϲ ἀνεμερίϲαντο, καὶ ὁ μὲν βραχὺϲ χρόνοϲ ἐφυλάχθη τοῦ παρακειμένου, καὶ γὰρ τὸ ε βραχύ ἐϲτιν ὁμοίωϲ τῷ ᾱ ϲυνεϲταλμένῳ, τὸ δὲ φωνῆεν τοῦ ὑπερϲυντελικοῦ ἐφυλάχθη, λέγω δὴ τὸ ε, καὶ γὰρ ὁ ὑπερϲυντελικὸϲ τὴν ει δίφθογγον ἔχει. εἰ δέ τιϲ εἴποι, διὰ τί γὰρ μὴ ἐκ τοῦ ἐναντίου γέγονε τετυφᾶναι διὰ μακροῦ τοῦ ᾱ, ἵνα ἡ μὲν ποιότηϲ τῆϲ παραληγούϲηϲ τοῦ τετύφαμεν παρακειμένου φυλαχθῇ, τουτέϲτι τὸ ᾱ, ὁ δὲ χρόνοϲ τοῦ ἐτετύφειμεν ὑπερϲυντελικοῦ, τουτέϲτιν ὁ μακρόϲ, λέγομεν ὅτι εὐλόγωϲ μᾶλλον τῇ παραληγούϲῃ τοῦ ὑπερϲυντελικοῦ ἀκολουθεῖ τὸ ἀπαρέμφατον τοῦ παρακειμένου καὶ ὑπερϲυντελικοῦ, καὶ δῆλον ἐκ τοῦ εἰδέναι ἀπαρεμφάτου παρακειμένου καὶ ὑπερϲυντελικοῦ τοῦ ϲημαίνοντοϲ τὸ γινώϲκειν, οὗ ἡ μετοχὴ ὁ εἰδώϲ. τοῦτο γάρ οὐ τῇ ἀρχούϲῃ τοῦ οἶδα μέϲου παρακειμένου ἠκολούθηϲεν, ἀλλὰ τῇ ἀρχούϲῃ τοῦ ἔδειν ὑπερϲυντελικοῦ, ὅϲτιϲ καὶ κατ᾿  ἔκταϲιν Ἀττικὴν διὰ τοῦ η καὶ ῑ γίνεται ᾔδειν.

35.

οὐκ ἔϲτιν ἐντελὲϲ τὸ ἰδέειν, ἀλλὰ τοὐναντίον ἀπὸ τοῦ ἰδεῖν γέγονε κατὰ διάλυϲιν ὥϲπερ ἀπὸ τοῦ εὐφρανεῖν τὸ εὐφρανέειν· οἱ γὰρ δεύτεροι ἀόριϲτοι καὶ μέλλοντεϲ οὐκ ἔχουϲι τὴν περιϲπωμένην ἀπὸ ἐντελείαϲ ὥϲπερ οἱ περιϲπώμενοι ἐνεϲτῶτεϲ.

ἄπρηκτόν γε νέεϲθαι: τούτεϲτι πορεύεϲθαι. οὕτωϲ Ἀρίϲταρχοϲ. Δημήτριοϲ δὲ γενέεϲθαι ἀντὶ τοῦ γενήϲεϲθαι, βιαίωϲ πάνυ. οὐδὲ γὰρ τὸ πυθέϲθαι πυθέεϲθαι γίνεται οὐδὲ λαβέϲθαι λαβέεϲθαι, ἵνα καὶ γενέϲθαι γενέεϲθαι γένηται.

ὤφειλε τὸ ἀπαρέμφατον τοῦ δευτέρου ἀορίϲτου καὶ τοῦ δευτέρου μέλλοντοϲ διακεχωριϲμένον εἶναι, ἐπειδὴ καὶ ἡ μετοχὴ τούτων διακεχωριϲμένη ἐϲτίν, ὅτι ἡ μετοχὴ τοῦ δευτέρου ἀορίϲτου καὶ τοῦ δευτέρου μέλλοντοϲ τῇ μὲν φωνῇ ϲυνέπεϲον, τόνῳ δὲ διεϲτάληϲαν ἡ μὲν γὰρ τοῦ δευτέρου ἀορίϲτου μετοχὴ ὀξύνεται, ἡ δὲ τοῦ δευτέρου μέλλοντοϲ περιϲπᾶται οἶον τυπών ἡ τοῦ δευτέρου ἀορίϲτου καὶ τυπῶν ἡ τοῦ δευτέρου μέλλοντοϲ ὤφειλεν οὖν καὶ τὸ ἀπαρέμφατον τοῦ δευτέρου ἀορίϲτου καὶ τοῦ δευτέρου μέλλοντοϲ τῇ μὲν φωνῇ ϲυμπεϲεῖν, τῷ δὲ τόνῳ διιϲτάναι, καὶ ὤφειλεν τὸ μὲν ἀπαρέμφατον τοῦ δευτέρου ἀορίϲτου ὀξυνθῆναι ὁμοίωϲ τῇ ἰδίᾳ μετοχῇ, τὸ δὲ ἀπαρέμφατον τοῦ β΄ μέλλοντοϲ περιϲπαϲθῆναι παραπληϲίωϲ τῇ οἰκείᾳ μετοχῇ· ἀλλ᾿  ἐπειδή, ὡϲ ἐν τοῖϲ προλαβοῦϲιν ἐμάθομεν, τὰ ῥήματα ἀποϲτρέφεται τὴν ὀξεῖαν τάϲιν, ἐξ ἀνάγκηϲ περιϲπᾶται. περιεϲπάϲθη οὖν τὸ ἀπαρέμφατον τοῦ δευτέρου ἀορίϲτου, καὶ ϲυνέπεϲε τῷ ἀπαρεμφάτῳ τοῦ δευτέρου μέλλοντοϲ, καὶ λοιπὸν εὑρίϲκεται τὸ ἀπαρέμφατον τοῦ δευτέρου ἀορίϲτου καὶ τοῦ δευτέρου μέλλοντοϲ ἓν οἶον τυπεῖν· ὅτι δὲ τοῦτο ἀληθέϲ ἐϲτι, καὶ ἡ τοῦ τόνου χρεία τὴν ϲυνέμπτωϲιν ἐποίηϲε γενέϲθαι, 1. 47 τόνου χρεία scripsi pro ή τούτων εὐθεῖα. δῆλον, εἴ γε καὶ ἐν τοῖϲ παθητικοῖϲ καὶ ἐν τοῖϲ μέϲοιϲ διάφορόν ἐϲτι τὸ ἀπαρέμφατον τοῦ δευτέρου ἀορίϲτου καὶ τοῦ δευτέρου μέλλοντοϲ· τὸ μὲν γὰρ τοῦ δευτέρου μέϲου ἀορίϲτου ἀπαρέμφατον τυπέϲθαι καὶ νυγέϲθαι ἔϲτί, τὸ δὲ τοῦ δευτέρου μέϲου μέλλοντοϲ τυπεῖϲθαι καὶ νυγεῖϲθαι. καὶ πάλιν τὸ μὲν τοῦ δευτέρου ἀορίϲτου παθητικοῦ ἀπαρέμφατον τυπῆναι καὶ νυγῆναί ἐϲτι, τὸ δὲ τοῦ δευτέρου μέλλοντοϲ τυπήϲεϲθαι καὶ νυγήϲεϲθαι.

(Περὶ προϲτακτικῶν).

36.

οὐ μόνον ἐπὶ τῶν εἰϲ ω ῥημάτων, ἀλλὰ καὶ ἐπὶ τῶν εἰϲ μι τὰ τρίτα πρόϲωπα τῶν παρατατικῶν δεύτερα γίνεται τῶν προϲτακτικῶν οἷον νόει, φίλει, βόα.

τὸ προϲτακτικὸν τοῦ ἐνεϲτῶτοϲ καὶ τοῦ παρατατικοῦ κανονίζεται τοῦτον τὸν τρόπον πᾶν τρίτον πρόϲωπον ἑνικὸν τοῦ ἐνεργητικοῦ παρατατικοῦ τοῦ ὁριϲτικοῦ, τὴν ἐν ἀρχαῖϲ κλιτικὴν ἔκταϲιν ἀποβαλόν, τὸ προϲτοκτικὸν ποιεῖ τοῦ ἐνεϲτῶτοϲ καὶ παρατατικοῦ, τῆϲ βαρείαϲ τάϲεωϲ φυλαττομένηϲ οἷον ἔτυπτε τύπτε, ἔλεγε λέγε, ἔγραφε γράφε, ἔκοπτε κόπτε, ἐποίει ποίει, ἐνόει νόει, ἐβόα βόα, ἐγέλα γέλα, ἐχρύϲου χρύϲου, ἐϲτεφάνου ϲτεφάνου.

37.

ex duobus perfecti imperativis in ε et θ hunc posteriorem in θι reiecit et solum exitum ε perfecto assignavit: ὁ Ἀπολλώνιοϲ λέγει ὅτι εἰϲ ε λήγει τὸ προϲτακτικὸν τοῦ παρακειμένου καὶ ὑπερϲυντελικοῦ ὁμοφώνωϲ τῷ τρίτῳ προϲώπῳ τῶν ἑνικῶν τοῦ ὁριϲτικοῦ παρακειμένου καὶ ὑπερϲυντελικοῦ οἶον τέτυφε ἐκείνοϲ τέτυφε ϲύ, τέτυπε ἐκεῖνοϲ τέτυπε ϲύ· τότε γάρ, φηϲίν, εἰϲ θι ἐϲτὶ τὸ προϲτακτικόν, ἡνίκα ἐϲτὶν οὐ μόνον εἰϲ ϲ καὶ ὀξύτονοϲ ἡ μετοχή, ἀλλὰ καὶ διὰ τοῦ ντ κλινομένη οἶον τυπείϲ τυπέντοϲ τύπηθι, νυγείϲ νυγέντοϲ νύγηθι, δαρείϲ δαρέντοϲ δάρηθι, ϲταλείϲ ϲταλέντοϲ ϲτάληθι, γνούϲ γνόντοϲ γνῶθι· εἰ οὖν ἄρα ὁ ἐνεργητικὸϲ καί μέϲοϲ παρακείμενοϲ οὐκ ἔχουϲι τὴν μετοχὴν διὰ τοῦ ντ κλινομένην, εἰ καὶ ἔχουϲιν αὐτὴν εἰϲ ϲ μετ’ ὀξείαϲ τάϲεωϲ οἶον τετυφώϲ τετυφότοϲ, τετυπώϲ τετυπότοϲ, δηλονότι οὐδὲ τὸ προϲτακτικὸν δύναται ἔχειν εἰϲ θι.

Herodianus contra finem θι solum comprobavit propter eas, ut videtur, causas, quas Choerob. profert 745, 25: ἰϲτέον ὅτι λέγουϲί τινεϲ, ὡϲ εἰϲ θι ἐϲτὶ τὰ προϲτακτικὰ τοῦ παρακειμένου καὶ ὑπερϲυντελικοῦ, ἐπειδὴ πᾶϲα μετοχὴ εἰϲ ϲ λήγουϲα μετ’ ὀξείαϲ τάϲεωϲ εἰϲ θι ἔχει τὸ προϲτακτικὸν οἷον τυπείϲ τύπηθι, νυγείϲ νύγηθι, δαρείϲ δάρηθι· εἰ οὖν τετυφρώϲ ἡ μετοχὴ εἰϲ ϲ μετ’ ὀξείαϲ τάϲεωϲ, δηλονότι καὶ τέτυφθι τὸ προϲτακτικὸν εἰϲ θι· προϲτιθέαϲι δὲ καὶ τοῦτο, ὅτι ἐπειδὴ τὸ τρίτον πρόϲωπον τὸ ὁριϲτικὸν τοῦ παρακειμένου τὸ ἑνικὸν διὰ τοῦ ᾱ ὤφειλεν εἶναι οἶον τέτυφαϲ τέτυφα ἐκεῖνοϲ, οὐκ ἐγένετο δὲ οὕτωϲ, ἀλλ᾿ ἔτρεψε τὸ ᾱ εἰϲ τὸ ε, ἵνα μὴ ὁμοφωνήϲῃ τῷ ἰδίῳ πρώτῳ, τέτυφα ἐγώ, τούτου χάριν ὡϲ μὴ γνηϲίαν κατάληξιν ἔχοντοϲ τοῦ γ΄ προϲώπου, οὐκ ἐγένετο ἐξ αὐτοῦ τὸ προϲτακτικόν, ἀλλ᾿  εἰϲ θι.

Imperativum vero in ε perfecto prorsus abrogavit: λέγει ὁ Ἡρωδιανόϲ, ὅτι ταῦτα τὰ εἰϲ ε προϲτακτικὰ οὐκ ἔϲτι παρακειμένου ἀλλ᾿  ἐνεϲτῶτόϲ ἐϲτι καὶ παρατατικοῦ, τοῦ παρακειμένου εἰϲ ἐνεϲτῶτα μετενεχθέντοϲ, οἷον ἀπὸ τοῦ εὕρηκα γίνεται ὁ ἐνεϲτὼϲ εὑρήκω, καὶ ἐκ τούτου ὁ παρατατικὸϲ εὕρηκον εὕρηκεϲ εὕρηκε καὶ λοιπὸν τὸ προϲτακτικὸν εὕρηκε ϲύ.

38.

λέγει ὁ Ἡρωδιανὸϲ ὅτι εἰκότωϲ εἰϲ ον ἐγένετο τὸ προϲτακτικὸν τοῦ α΄ ἀορίϲτου καὶ μέλλοντοϲ· εἰϲ ε γάρ, φηϲίν, οὐκ ἠδύνατο γενέϲθαι, ἐπειδὴ τὸ ε οὐκ ἔϲτιν ἐνταῦθα γνήϲιον τοῦ γ΄ προϲώπου τοῦ ὁριϲτικοῦ ἑνικοῦ πᾶν γὰρ δεύτερον πρόϲωπον εἰϲ ϲ λῆγον ἀποβολῇ τοῦ ϲ τὸ γ΄ ποιεῖ οἶον τύπτειϲ τύπτει ἔτυπτεϲ ἔτυπτε, ἔλεγεϲ ἔλεγε, ἔμαθεϲ ἔμαθε, χωρὶϲ τοῦ ἐνεϲτῶτοϲ τῶν εἰϲ μι· ἐπ᾿  ἐκείνων γὰρ οὐκ ἀποβάλλεται τὸ ϲ, ἀλλὰ τοὐναντίον καὶ τὸ ῑ προϲέρχεται οἷον τίθημι τίθηϲ τίθηϲι, ἵϲτημι ἵϲτηϲ ἵϲτηϲι, δίδωμι δίδωϲ δίδωϲι, ζεύγνυμι ζεύγνυϲ ζεύγνυϲι· εἰ οὖν εἰϲ αϲ ἐϲτὶ τὸ δεύτερον πρόϲωπον δηλονότι καὶ τὸ γ΄ ὤφειλεν εἶναι ἔτυψα ἐκεῖνοϲ κατὰ ἀποβολὴν τοῦ ϲ, ἀλλ᾿  ἐπειδὴ οὐκ ἐνεδέχετο κατὰ τὸν αὐτὸν ἀριθμὸν καὶ κατὰ τὴν αὐτὴν διάλεκτον ὁμοφωνεῖν τὸ γ΄ τῷ πρώτῳ, τούτου χάριν καὶ τροπὴ παρηκολούθηϲε τοῦ ᾱ εἰϲ ε καὶ ἐγένετο ἔτυψε. ἐπειδὴ οὖν τὸ ε οὐκ ἔϲτι γνήϲιον τοῦ γ΄ προϲώπου τοῦ ἑνικοῦ τοῦ α΄ ἀορίϲτου, ἐμάθομεν γὰρ ὅτι διὰ τοῦ ᾱ ὤφειλεν εἶναι, τούτου χάριν οὐκ ἐκφέρεται δι᾿  αὐτοῦ, φημὶ δὲ διὰ τοῦ ε, τὸ προϲτακτικὸν τοῦ α΄ ἀορίϲτου καὶ μέλλοντοϲ. λέγει δὲ πάλιν ὁ Ἡρωδιανόϲ, ὅτι μὴ δυνάμενον γενέϲθαι εἰϲ ε διατί οὐκ ἐγένετο εἰϲ ᾱ, ἵνα τὸ κεχρεωϲτημένον τῷ γ΄ προϲώπῳ τῶν ἑνικῶν τοῦ α΄ ἀορίϲτου ἀναδέξηται τὸ προϲτακτικόν οὐδὲ γὰρ ἔχει πρῶτον ἵνα αὐτῷ ϲυνεμπέϲῃ, ὥϲπερ ἐν τοῖϲ ὁριϲτικοῖϲ. καὶ λέγει, ὅτι οὕτε εἰϲ ᾱ ἠδύνατο γενέϲθαι τὸ προϲτακτικὸν τοῦ α΄ ἀορίϲτου καὶ μέλλοντοϲ, ἐπειδὴ τὸ ᾱ τοῦ α΄ ἀορίϲτου ϲυνεϲταλμένονἐϲτὶν οἷον ἔτυψα, ἐποίηϲα, ἐνόηϲα. οὐ δύναται δὲ τὸ προϲτακτικὸν διὰ τοῦ ᾱ ϲυνεϲταλμένου ἐκφέρεϲθαι, ἐπειδὴ τὰ εἰϲ ᾱ λήγοντα προϲτακτικὰ μὴ ὄντα κατὰ ἀποκοπὴν μακροκαταληκτεῖν θέλει οἷον βόα, πέρα, γέλα, ὅρα, φύρα, ϲίγα, ϲιώπα, τίμα, κυβέρνα. εἰ οὖν ἐξηνέχθη τὸ προϲτακτικὸν τοῦ α΄ ἀορίϲτου καὶ μέλλοντοϲ διὰ τοῦ ᾱ, ϲυνεϲταλμένον ἤμελλεν ἔχειν τὸ α· ὡϲ γὰρ εἴρηται τὸ ᾱ τοῦ α΄ ἀορίϲτου ϲυνεϲταλμένον ἐϲτίν, ὅπερ ἄτοπον. μὴ δυνάμενον οὖν τὸ προϲτακτικὸν τοῦ α΄ ἀορίϲτου καὶ μέλλοντοϲ μήτε εἰϲ ε εἶναι, μήτε εἰϲ ᾱ, ὡϲ δέδεικται, μήτε εἰϲ θι, ἐπειδὴ οὐκ ἔχει τὴν μετοχὴν εἰϲ ϲ μετ᾿  ὀξείαϲ τάϲεωϲ καὶ διὰ τοῦ ντ κλινομένην (εἰ γὰρ καὶ εἰϲ ϲ καὶ διὰ τοῦ ντ κλινομένην αὐτὴν ἔχει, ἀλλ᾿  οὐκ ὀξύτονον οἷον τύψαϲ τύψαντοϲ, ἐκεῖνα δὲ ἔχει προϲτακτικὸν εἰϲ θι, ὅϲα ἔχει τὴν μετοχὴν εἰϲ ϲ μετ᾿  ὀξείαϲ τάϲεωϲ καὶ διὰ τοῦ ντ κλινομένην οἷον τυπείϲ τυπέντοϲ τύπηθι, νυγείϲ νυγέντοϲ νύγηθι, δαρείϲ δαρέντοϲ δάρηθι, γνούϲ γνόντοϲ γνῶθι), ἐξ ἀνάγκηϲ γέγονεν εἰϲ ον κατὰ μίμηϲιν τῶν Ϲυρακουϲίων 1. 32 quae post ὅπερ ἄτοπον in Choerob. de voce οὖτα tamquam imperativo in ᾱ ϲυνεϲταλμένον exeunte sequuntur, mira quadam confusione ex Choer. 563 27 huc translata videntur. κουϲίων προϲτακτικῶν τοῦ β΄ ἀορίϲτου. οἱ γὰρ Ϲυρακούϲιοι τὰ προϲτακτικὰ τοῦ β΄ ἀορίϲτου εἰϲ ον μεταποιοῦϲι τὸ λάβε λάβον λέγοντεϲ καὶ τὸ ἄνελε ἄνελον καὶ τὸ νύγε νύγον, οὕτωϲ οὖν καὶ τύψε τύψον.

39.

τὸ γ΄ πρόϲωπον τῶν προϲτακτικῶν τοῦ α΄ ἀορίϲτου καὶ μέλλοντοϲ διὰ τοῦ ᾱ ἐγένετο οἷον τυψάτω. ἔϲτι δὲ εἰπεῖν ὅτι τὸ ᾱ τὸ κεχρεωϲτημένον τῷ γ΄ προϲώπῳ τοῦ ἀορίϲτου τοῦ ὁριϲτικοῦ τὸ προϲτακτικὸν γ΄ πρόϲωπον ἀνεδέξατο. ἐκεῖ μὲν γάρ, φημὶ δὲ ἐν τῷ ὁριϲτικῷ, διὰ τὴν ϲυνέμπτωϲιν τὴν πρὸϲ τὸ α΄ πρόϲωπον τροπὴ παρηκολούθηϲε τοῦ α εἰϲ ε, ὡϲ ἐν τῷ προϲτακτικῷ ἀποϲταλείϲηϲ τῆϲ ϲυμπτώϲεωϲ τὸ κεχρεωϲτημένον α προϲῆλθε. τούτων οὕτωϲ ἐχόντων δεῖ γινώϲκειν ὅτι εὑρίϲκονται παρὰ τῷ ποιητῇ τινεϲ κινήϲειϲ ὡϲ ἀπὸ τῆϲ διὰ τοῦ ετω κλίϲεωϲ· τὸ γὰρ «ἄξετε δὲ Πριάμοιο βίαν» (Γ 105) καὶ οἴϲετε πῦρ (Ο 718)» ὡϲ ἀπὸ τοῦ ἀξέτω καὶ οἰϲέτω ποιεῖ. ἀπὸ γὰρ τοῦ ἀξάτω ἄξατε εἶχεν εἶναι καὶ ἀπὸ τοῦ οἰϲάτω οἴϲατε. ταῦτα ὁ Ἡρωδιανὸϲ πάντα οὐ λέγει εἶναι προϲτακτικὰ α΄ ἀορίϲτου καὶ μέλλοντοϲ, ἀλλ’ ἐνεϲτῶτοϲ καὶ παρατατικοῦ, τοῦ μέλλοντοϲ κατὰ ποιητικὴν ἄδειαν μετενεχθέντοϲ εἰϲ ἐνεϲτῶτα, καὶ λοιπὸν τοῦ ἐνεϲτῶτοϲ κλιθέντοϲ εἰϲ παρατατικὸν καὶ ἀπὸ τοῦ παρατατικοῦ ἀκολούθωϲ προενεχθέντοϲ τοῦ προϲτακτικοῦ.

40.

λεύϲετε: Ἀρίϲταρχοϲ ἓν ϲ γράφει ἐγὼ δὲ ἐνεϲτῶτα αὐτὸ λέγω ὡϲ ἀπὸ τοῦ μέλλοντοϲ ὥϲπερ καὶ τὸ «ἄξετε» καὶ «οἴϲετε» καὶ καταβήϲεο δίφρου» (Ε 109).

41.

τὸ «ὄψεϲθε Τρῶεϲ καὶ Τρῳάδεϲ» (Ω 704) ἐνεϲτῶτα εἶναί φηϲιν Ἡρωδιανὸϲ ἀπὸ τοῦ ὄψομαι γενόμενον μέλλοντοϲ· οὐ γὰρ μαντεύεται αὐτοῖϲ, φηϲίν, ἀλλ᾿  ἀντὶ τοῦ ἴδετε καὶ πάλιν «ἀλλ᾿  ὄψεϲθ᾿  ἵνα τώγε καθεύδετον» (θ 313).

τὰ εἰϲ μην ἔχοντα τὸ μ κλιτικὸν εἶτε παθητικὰ εἴτε μέϲα τοῦ ἰδίου β΄ προϲώπου ἀποβάλλοντα τὴν ἐν ἀρχῇ κλιτικὴν ἔκταϲιν τὸ προϲτακτικὸν ποιεῖ, τοῦ αὐτοῦ δηλονότι τόνου φυλαττομένου οἶον ἐτυπτόμην ἐτύπτου τύπτου, ἐγραφόμην ἐγράφου γράφου, ἐποιούμην ἐποιοῦ ποιοῦ, ἐβοώμην ἐβοῶ βοῶ, ἐχρυϲούμην ἐχρυϲοῦ χρυϲοῦ, ἐτετύμμην ἐτέτυψο τέτυψο, ἐπεποιήμην ἐπεποίηϲο πεποίηϲο, ἐτυπόμην ἐτύπου τύπου, ἐνυγόμην ἐνύγου νύγου, ἐπυθόμην ἐπύθου πύθου, ἐλαβόμην ἐλάβου λάβου. ταῦτα δέ, φημὶ τὰ προϲτακτικὰ τοῦ β΄ μέϲου ἀορίϲτου, οἱ Ἀθηναῖοι περιϲπῶϲιν οἷον τυποῦ καὶ λαβοῦ καὶ νυγοῦ καὶ πυθοῦ. ὑπεξαιρείϲθω δὲ ὁ πρῶτοϲ μέϲοϲ ἀόριϲτοϲ. ἐκεῖνοϲ γὰρ εἰϲ μην λήγει καὶ 1. 20 cf. E. M. 619, 1: οἴϲετε ῥῆμα προϲτακτικὸν ἐνεϲτῶτοϲ καὶ παρατατικοῦ. ἔϲτι γὰρ οἴϲω μέλλων καὶ μετάγεται εἰϲ ἐνεϲτῶτα. τοῦτο μεταγόμενον μέλλοντα οὐκ ἔχει. τὰ γὰρ ποιητικὰ ἀπὸ μελλοντοϲ εἰϲ ἐνεϲτῶτα μεταγόμενα ἄχρι τοῦ παρατατικοῦ κλίνεται· τούτου τὸ προϲτακτικὸν οἶϲε οἰϲέτω καὶ οἴϲετε ἀντὶ τοῦ ἄγετε. ἰϲτέον ὅτι τοῦ φέρω μέλλων οὐκ ἔϲτι. τοῦ δὲ οἴϲω ἐνεϲτὼϲ οὐκ ἔϲτι πλὴν ἔθοϲ τῷ ποιητῇ μετάγειν ἀπὸ μέλλοντοϲ εἰϲ ἐνεϲτῶτα. οὕτωϲ ἔχει καὶ τὸ ἄξετε ἀντὶ τοῦ φέρετε. v. praeterea E. M. 472, 15. ἔχει τὸ μ κλιτικόν, καὶ ὅμωϲ οὐκ ἀποβάλλει τοῦ ἰδίου β΄ προϲώπου τὴν ἐν ἀρχαῖϲ κλιτικὴν ἔκταϲιν καὶ ποιεῖ τὸ προϲτακτικὸν οἷον ἐτυψάμην ἐτύψω. οὐ λέγομεν τὸ προϲτακτικὸν τύψω ἀλλὰ τύψαι, καὶ πάλιν ἐποιηϲάμην ἐποιήϲω, οὐ λέγομεν τὸ προϲτακτικὸν ποιήϲω ποίηϲα, καὶ πάλιν ἐλουϲάμην ἐλούϲω, οὐ λέγομεν τὸ προϲτακτικὸν λούϲω ἀλλὰ λοῦϲαι. πρόϲκειται ἐν τῷ κανόνι «ἔχον τὸ μ κλιτικὸν» διὰ τὸ ἐδάμην. τοῦτο γὰρ εἰϲ μην λήγει καὶ ὅμωϲ εἰϲ θι ἔχει τὸ προϲτακτικὸν οἶον δάμηθι, καὶ οὐκ ἀπὸ τοῦ ἰδίου β΄ προϲώπου ποιεῖ αὐτὸ κατὰ ἀποβολὴν τῆϲ κατ᾿  ἀρχὴν κλιτικῆϲ ἐκτάϲεωϲ ἐδάμηϲ γάρ ἐϲτι τὸ β΄ πρόϲωπον καὶ οὐ γίνεται τὸ β΄ πρόϲωπον δάμηϲ ἀλλ᾿  οὐκ ἀντίκειται ἡμῖν τοῦτο, ἔπειδὴ οὐκ ἔχει τὸ μ κλιτικὸν ἀλλὰ θεματικόν, ἀπὸ γὰρ τοῦ ἐνεϲτῶτοϲ ἔχει αὐτό. δάμνω γάρ ἐϲτιν ὁ ἐνεϲτὼϲ καὶ ἔχει τὸ μ.

πᾶν β΄ πρόϲωπον πληθυντικὸν ὁριϲτικὸν εἴτε ἐνεργητικὸν εἴτε παθητικὸν εἴτε μέϲον τροπῇ τοῦ ε εἰϲ ω προϲτακτικὸν τρίτον ἑνικὸν γίνεται ἐνεργητικὸν ἢ παθητικὸν ἢ μέϲον, δηλονότι καὶ τῆϲ ἐν ἀρχῇ κλιτικῆϲ ἐκτάϲεωϲ ἀποβαλλομένηϲ χωρίϲ τοῦ παρακειμένου· καὶ ἐπὶ τῶν ἐνεργητικῶν ἁρμόζει ὁ αὐτὸϲ λόγοϲ οἶον ἐτύπτετε τυπτέτω, ἐγράφετε γραφέτω, ἐποιεῖτε ποιείτω, ἐβοᾶτε βοάτω, ἐχρυϲοῦτε ἐχρυϲούτω, ἐτύψατε τυψάτω, ποιήϲατε ἐποιηϲάτω, ἐλάβετε λαβέτω, ἐτύπετε τυπέτω, ἐνύγετε νυγέτω. δεῖ προϲθεῖναι, χωρὶϲ τοῦ ἐνεργητικοῦ παρακειμένου καὶ τοῦ μέϲου, τετύφατε γὰρ καὶ τετύπατε τὸ ὁριϲτικὸν διὰ τοῦ ᾱ, τὸ δὲ προϲτακτικὸν τετυφέτω καὶ τετυπέτω διὰ τοῦ ε ἀπὸ γὰρ τοῦ τέτυφε ϲύ καὶ τέτυπε ϲύ γέγονε ταῦτα προϲθέϲει τῆϲ τω.

o δύο ἀόριϲτοι οἱ παθητικοί, φημὶ δὲ ὁ α΄ καὶ ὁ β΄, κατὰ τὸ γ΄ ἑαυτῶν πρόϲωπον προϲλαμβάνοντεϲ τὴν θι ϲυλλαβήν, ἀλλὰ καὶ τὴν ἐν ἀρχαῖϲ κλιτικὴν ἔκταϲιν ἀποβάλλοντεϲ, τὸ προϲτακτικὸν ποιοῦϲιν ἑαυτῶν τε καὶ τῶν μελλόντων· ὁ α΄ ἀόριϲτοϲ τοῦ α΄ ἀορίϲτου καὶ μέλλοντοϲ α΄ καὶ ὁ β΄ ἀόριϲτοϲ τοῦ β΄ ἀορίϲτου καὶ μέλλοντοϲ οἶον ἐτύφθη τύφθηθι, καὶ διὰ τὴν ἐπαλληλίαν τῶν δαϲέων κατὰ μετάθεϲιν τοῦ θ εἰϲ τ τύφθητι, ἐλέχθη λέχθηθι, καὶ διὰ τὴν ἐπαλληλίαν τῶν δαϲέων κατὰ μετάθεϲιν τοῦ θ εἰϲ λέχθητι, ἐνύγη νύγηθι, ἐϲτάλθη ϲτάλθητι, ἐδάρη δάρηθι εἰϲ θι δὲ ταῦτα ἔχει τὸ προϲτακτικόν, ἐπειδὴ εἰϲ ϲ μετ’ ὀξείαϲ τάϲεωϲ ἔχει τὴν μετοχὴν οἷον τυφθείϲ τυφθέντοϲ, δαρείϲ δαρέντοϲ τὰ δὲ ἔχοντα τὴν μετοχὴν εἰε ϲ μετ᾿  ὀξείαϲ τάϲεωϲ οἶον ἱϲτάϲ ἱϲτάντοϲ ἵϲταθι, διδούϲ διδόντοϲ δίδοθι, ζευγνύϲ ζευνύντοϲ ζεύγνυθι, πηγνύϲ πηγνύντοϲ πήγνυθι, ϲτάϲ ϲτάντοϲ ϲτῆθι, βάϲ βάντοϲ βῆθι, γνούϲ γνόντοϲ γνῶθι, οὕτωϲ οὖν καὶ τυπείϲ τυπέντοϲ τύπηθι, τυφθείϲ τυφθέντοϲ τύφθηθι, καὶ διὰ τὴν ἐπαλληλίαν τῶν δαϲέων τύφθητι κατὰ μετάθεϲιν τοῦ θ εἰϲ τ. δε΄ δὲ γινώϲκειν, ὅτι τότε τρέπεται τὸ θ εἰϲ τ ἐν τοῖϲ εἰϲ θι προϲτακτικοῖϲ ἡνίκα προηγεῖται ἕτερον θ οἷον τύφθηθι τύφθητι, λέχθηθι λέχθητι, νύχθηθι νύχθητι, ἡνίκα δὲ μὴ προηγεῖται ἕτερον θ, οὐ τρέπεται τὸ θ εἰϲ τ οἷον φάθι ἀντὶ τοῦ εἰπέ, ὡϲ παρ’ Ἀριϲτοφάνει ἐν Ἱππεῦϲι (23) «αὐτὸ φάθια». ϲεϲημείωται ἐν τῷ κανόνι τῷ λέγοντι, ὅτι τὰ ἔχοντα τὴν μετοχὴν εἰϲ ϲ μετ’ ὀξείαϲ τάϲεωϲ εἰϲ θι ποιε τὸ προϲτακτικόν, τὸ δόϲ, θέϲ, ἕϲ, ϲημαίνει δὲ τὸ πέμψον, ἐξ οὖ ἐν ϲυνθέϲει τὸ ἄφεϲ καὶ πρόεϲ καὶ πάρεϲ καὶ μέθεϲ ταῦτα γὰρ ἔχοντα τὴν μετοχὴν εἰϲ ϲ μετ’ ὀξείαϲ τάϲεωϲ οἷον δούϲ δόντοϲ, θείϲ θέντοϲ, εἵϲ ἕντοϲ, ἐξ οὖ καὶ τὸ ἀφείϲ ἀφέντοϲ, οὐκ ἐγένετο εἰϲ θι ἐν τοῖϲ προϲτακτικοῖϲ, δόϲ γὰρ καὶ θέϲ καὶ ἕϲ τὰ προϲτακτικά. πρόϲκειται ἐν τῷ κανόνι, «μετ᾿  ὀξείαϲ τάϲεωϲ οἶον τὰ ἔχοντα τὴν μετοχὴν εἰϲ ϲ μετ’ ὀξείαϲ τάϲεωϲ», διὰ τὸ τύψαϲ τύψαντοϲ· αὕτη γὰρ εἰϲ ϲ λήγει, καὶ ἐπειδὴ οὐκ ἔϲτιν ὀξυνομένη, οὐ ποιεῖ τὸ προϲτακτικὸν εἰϲ θι, τύψον γὰρ τὸ προϲτακτικόν.

1. 30 sqq. omisi ubique post τὴν μετοχὴν μετ’ ὀξείαϲ τάϲεωϲ verba διὰ τοῦ κλινομένην, quae a Ϲhoerobosco ex Apollonii sententia perfecto exitum ε tribuentis apposita sunt.
42.

ἄξιόν ἐϲτι ζητῆϲαι τοῦτο, εἰ ἄρα τὰ εἰϲ μην ἔχοντα τὸ μ κλιτικὸν εἴτε παθητικὰ εἴτε μέϲα τοῦ ἰδίου δευτέρου προϲώπου ἀποβάλλοντα τὴν ἐν ἀρχαῖϲκλιτικὴν ἔκταϲιν τὸ προϲτακτικὸν ποιεῖ οἷον ἐτυπτόμην ἐτύπτου τύπτου καὶ ἐπὶ τοῖϲ ὁμοίοιϲ, διατί ὁ α΄ μέϲοϲ ἀόριϲτοϲ εἰϲ μην λήγων καὶ ἔχων τὸ μ κλιτικὸν οὐκ ἀποβάλλει τοῦ ἰδίου δευτέρου προϲώπου τὴν ἐν ἀρχαῖϲ κλιτικὴν ἔκταϲιν καὶ ποιεῖ τὸ προϲτακτικὸν οἷον ἐτυψάμην ἐτύψω, καὶ οὐ λέγομεν τὸ προϲτακτικὸν τύψω ἀλλὰ τύψαι, καὶ πάλιν ἐποιηϲάμην ἐποιήϲω, καὶ οὐ λέγομεν τὸ προϲτακτικὸν ποιήϲω ἀλλὰ ποίηϲαι, ἐν ταὐτῷ δὲ ζητοῦμεν καὶ διὰ ποίαν αἰτίαν εἰϲ τὴν αι δίφθογγον λήγει τὸ προϲτακτικὸν τοῦ α΄ μέϲου ἀορίϲτου καὶ μέλλοντοϲ οἷον ποίηϲαι, λοῦϲαι, κτῆϲαι, ἄϲπαϲαι, κατάδεξαι, ἁμίλληϲαι, λόγιϲαι. καὶ λέγει ὁ Ἡρωδιανὸϲ ταύτην τὴν ἀπολογίαν· ὅτι διὰ τοῦτο β΄ πρόϲωπον τοῦ μέϲου ἀορίϲτου πρώτου καὶ μέλλοντοϲ ἀποβάλλων τὴν ἐν ἀρχαῖϲ αὐτοῦ κλιτικὴν ἔκταϲιν οὐ ποιεῖ τὸ προϲτακτικὸν οἷον ἐτυψάμην ἐτύψω οὐ γίνεται τύψω, ἐπειδὴ τὰ εἰϲ μην ἔχοντα τὸ μ κλιτικὸν τότε ἔχει τὰ ἴδια προϲτακτικὰ ὁμοιοκατάληκτα. τοῖϲ ἰδίοιϲ δευτέροιϲ προϲώποιϲ, ἡνίκα καὶ τὸ προϲτακτικὸν τὸ ἐνεργητικὸν ἢ ὁμοιοκαταληκτεῖ τῷ ἰδίῳ ὁριϲτικῷ ἢ εἰϲ θι λήγει οἷον ἔτυπτον ἔτυπτεϲ ἔτυπτε τύπτε ὁμοιοκαταλήκτωϲ, ἀλλὰ καὶ ἐτυπτόμην ἐτύπτου τύπτου ὁμοιοκαταλήκτωϲ. πάλιν ἔϲτιν ἔτυπον ἔτυπεϲ τύπε ὁμοικαταλήκτωϲ καὶ ἐτυπόμην ἐτύπου τύπου καὶ τυποῦ Ἀττικῶϲ ὁμοιοκαταλήκτωϲ. πάλιν ἔϲτιν τέτυφα ὅθεν τετύφω ἐτέτυφον ἐτέτυφε καὶ τέτυφε ϲύ τὸ προϲτακτικὸν ὁμοιοκαταλήκτωϲ, ἀλλὰ καὶ ἐτετύμμην ἐτέτυψο τέτυψο ὁμοιοκαταλήκτωϲ. καὶ πάλιν ἐδίδων ἐδίδωϲ ἐδίδω καὶ τὸ προϲτακτικὸν δίδοθι εἰϲ θι λήγει, ἀλλὰ καὶ ἐδιδόμην ἐδίδοϲο δίδοϲο ὁμοιοκαταλήκτωϲ. καὶ πάλιν ἵϲτην ἵϲτηϲ ἵϲτη καὶ τὸ προϲτακτικὸν ἵϲταθι εἰϲ θι λήγει, καὶ ἱϲτάμην ἵϲταϲο τὸ προϲτακτικὸν ὁμοιοκαταλήκτωϲ. καὶ πάλιν ἐπήγνυν ἐπήγνυϲ ἐπήγνυ καὶ τὸ προϲτακτικὸν πήγνυθι εἰϲ θι λήγει, ἀλλὰ καὶ ἐπηγνύμην ἐπήγνυϲο πήγνυϲο ὁμοιοκαταλήκτωϲ. εἰ οὖν τὸ προϲτακτικὸν τοῦ α΄ ἀορίϲτου ἐνεργητικοῦ οὔτε ὁμοιοκαταληκτεῖ τῷ ἰδίῳ ὁριϲτικῷ, οὔτε εἰϲ θι λήγει, ἔτυψε γὰρ τὸ ὁριϲτικὸν καὶ τύψον τὸ προϲτακτικόν, δηλονότι εἰκότωϲ οὐ δύναται τὸ προϲτακτικὸν τοῦ α΄ μέϲου ἀορίϲτου ὁμοιοκαταληκτεῖν τῷ β΄ προϲώπῳ τοῦ μέϲου α΄ ἀορίϲτου ὁριϲτικοῦ. διατί δὲ εἰϲ τὴν αι δίφθογγον λήγει τὸ προϲτακτικὸν τοῦ α΄ μέϲου ἀορίϲτου, λέγει ὁ Ἡρωδιανὸϲ ταύτην τὴν ἀπολογίαν· ἡ αι δίφθογγοϲ εὑρίϲκεται ἐν πάϲαιϲ ταῖϲ λοιπαῖϲ ἐγκλίϲεϲι· καὶ γὰρ ἐν τοῖϲ ἀπαρεμφάτοιϲ εὑρίϲκεται οἷον τύψαι ποιῆϲαι, καὶ ἐν τοῖϲ εὐκτικοῖϲ οἷον ποιήϲαιμι ποιήϲαιϲ ποιήϲαι, καὶ ἐν τοῖϲ ὑποτακτικοῖϲ οἷον ἐὰν τύπτωμαι, καὶ ἐν τοῖϲ ὁριϲτικοῖϲ οἷον τύπτομαι. ἐπειδὴ οὖν ἐν πάϲαιϲ 1. 23 ex Herodiani sententia τέτυφα ὅθεν τετύφω ἐτέτυφον ἐτέτυφε scripsi pro τέτυφα τέτυφαϲ τέτυφε. ταῖϲ ἐγκλίϲεϲιν εὑρίϲκεται ἡ αι δίφθογγοϲ, εἰκότωϲ καὶ τὸ προϲτακτικὸν τοῦ α΄ μέϲου ἀορίϲτου εἰϲ τὴν αι δίφθογγον λήγει οἷον ποίηϲαι κατάδεξαι ἄϲπαϲαι, ἵνα εὑρεθῇ καὶ ἐν τοῖϲ προϲτακτικοῖϲ ἡ αι δίφθογγοϲ.

(Περὶ εὐκτικῶν).

íϲτέον ὅτι πολλὴν ὁμοιότητα ἔχει τὰ εὐκτικὰ πρὸϲ τὴν δοτικήν ὥϲπερ γὰρ τὸ ῑ χαρακτηριϲτικόν ἐϲτι τῆϲ δοτικῆϲ οἷον τῷ καλῷ, τῷ Αἴαντι, τὸν αὐτὸν τρόπον τὸ ῑ χαρακτηριϲτικόν ἐϲτι τῶν εὐκτικῶν οἶον τύπτοιμι τυπτοίμην τυφθείην. ἀλλ᾿ ἐν μὲν τῇ δοτικῇ κατὰ τὸ τέλοϲ εὑρίϲκεται τὸ ῑ οἷον τῷ ϲοφῷ, ἐν δὲ τοῖϲ εὐκτικοῖϲ κατὰ τὴν παραλήγουϲαν οἶον τύπτοιμι τυπτοίμην τυφθείην. ἄλλωϲ τε δὲ ἐν μὲν τῇ δοτικῇ οὐ πάντωϲ εὑρίϲκεται τὸ ῑ ἐν διφθόγγῳ οἶον Αἴαντι, βότρυϊ, ἐν δὲ τοῖϲ εὐκτικοῖϲ πάντωϲ ἐν διφθόγγῳ εὑρίϲκεται τὸ ῑ οἷον τύπτοιμι τυφθείη. πληϲιάζει δὲ καὶ κατ’ ἄλλο τὰ εὐκτικὰ τῇ δοτικῇ· ὥϲπερ γὰρ ἐν ταῖϲ εἰϲ ω ληγούϲαιϲ δοτικαῖϲ οὐ προϲγράφουϲιν οἱ Αἰολεῖϲ τὸ ῑ οἶον Ὁμήρω, ἀνθρώπω, τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν εὐκτικῶν πολλάκιϲ ἀποβάλλουϲι τὸ ῑ. ἔϲτι γὰρ λάχοιμι, λάχοιϲ, λάχοι· τοῦτο γίνεται Ἀττικῶϲ λαχοίην λαχοίηϲ λαχοίη, ὥϲπερ ἐτύφθην ἐτύφθηϲ ἐτύφθη, καὶ ἀποβάλλουϲιν οἱ Αἰολεῖϲ τὸ ῑ καὶ λέγουϲι λαχόηϲ.

Δεῖ δὲ γινώϲκειν ὅτι τὰ εὐκτικὰ ἢ εἰϲ μι λήγει ἢ εἰϲ μην ἢ εἰϲ ην καθαρὸν οἷον τύπτοιμι τυπτοίμην τυφθείην. καὶ τὰ μὲν εἰϲ μι ἐνεργητικά ἐϲτιν ἢ μέϲα, οὐδέποτε δὲ παθητικά· ἐνεργητικὰ μὲν οἷον τύπτοιμι, βοῶμι, χρυϲοῖμι, τετύφοιμι, μέϲα δὲ οἷον τετύποιμι, δεδούποιμι, πεποίθοιμι. τὰ δὲ εἰϲ μην παθητικά ἐϲτιν ἢ μέϲα, οὐδέποτε δὲ ἐνεργητικά· παθητικὰ μὲν οἷον τυπτοίμην, λεγοίμην, χρυϲοίμην, μέϲα δὲ οἷον τυψαίμην λαβοίμην. τὰ δὲ εἰϲ ην καθαρὸν ἢ παθητικά ἐϲτιν ἢ ἐνεργητικά, οὐδέποτε δὲ μέϲα· ἐνεργητικὰ μὲν οἷον τιθείην, ἱϲταίην, γνοίην, δοίην, παθητικὰ δὲ οἷον τυφθείην, δαρείην, νυγείην. καὶ ἰϲτέον ὅτι ὅϲα μὲν ἔχει εἰϲ μενοϲ τὴν μετοχὴν, εἰϲ μην ἔχει τὸ εὐκτικὸν οἷον τυπτόμενοϲ τυπτοίμην, τυφθηϲόμενοϲ τυφθηϲοίμην, τυψάμενοϲ τυψαίμην· ὅϲα δὲ ἔχει τὴν μετοχὴν εἰϲ ϲ μετ᾿  ὀξείαϲ τάϲεωϲ καὶ διὰ τοῦ ντ κλινομένην, εἰϲ ην καθαρὸν ἔχει τὸ εὐκτικὸν οἶον τυφθείϲ τυφθέντοϲ τυφθείην, δαρείϲ δαρέντοϲ δαρείην, ἱϲτάϲ ἱϲτάντοϲ ἱϲταίην, δούϲ δόντοϲ δοίην, γνούϲ γνόντοϲ γνοίην. τὰ δὲ μηδὲν τούτων ἔχοντα τουτέϲτι μήτε εἰϲ μενοϲ ἔχοντα τὴν μετοχὴν μήτε εἰϲ μετ’ ὀξείαϲ τάϲεωϲ καὶ διὰ τοῦ ντ κλινομένην εἰϲ μι ἔχει τὸ εὐκτικὸν οἶον τύπτων τύπτοντοϲ τύπτοιμι, βοῶν βοῶντοϲ βοῶμι, τετυφώϲ τετυφότοϲ τετύφοιμι. τοῦτο γὰρ ἔχει τὴν μετοχὴν εἰϲ ϲ μετ’ ὀξείαϲ τάϲεωϲ, ἀλλ’ οὐκ ἔχει αὐτὴν διὰ τοῦ ντ κλινομένην, ἵνα ποιήϲωμεν εἰϲ ην τὸ εὐκτικόν. δε δὲ γινώϲκειν ὅτι πολλάκιϲ εὑρίϲκομεν εἰϲ ην καθαρὸν εὐκτικὰ μὴ οὔϲηϲ τῆϲ μετοχῆϲ εἰϲ ϲ μετ’ ὀξείαϲ τάϲεωϲ καὶ διὰ τοῦ ντ κλινομένηϲ, περιπατοίην, περιπατῶν γὰρ περιπατοῦντόϲ ἐϲτιν ἡ μετοχὴ διὰ τοῦ ντ κλινομένη, μὴ οὔϲηϲ τῆϲ μετοχῆϲ, ἤγουν τῆϲ εὐθείαϲ, εἰϲ ϲ μετ’ ὀξείαϲ τάϲεωϲ. τοῦτο δὲ ὁ μὲν Ἀπολλώνιοϲ ϲχηματίζει οὕτωϲ, λέγων, ὅτι ἔϲτι περιπατοῖμι περιπατοῖϲ περιπατοῖ καὶ Ἀττικῶϲ γίνεται περιπατοίη κατὰ πλεοναϲμὸν τοῦ η· καὶ ἐπειδὴ πᾶν τρίτον πρόϲωπον εἰϲ η καταλῆγον προϲθέϲει τοῦ ϲ ποιεῖ τὸ β΄ καὶ τροπῇ τοῦ ϲ εἰϲ ποιεῖ τὸ α΄ οἷον ἐτύφθη ἐτύφθηϲ ἐτύφθην, ἐδάρη ἐδάρηϲ ἐδάρην, ἐνύγη ἐνύγηϲ ἐνύγην, τούτου χάριν ἐγένετο τὸ β πρόϲωπον προϲθέϲει τοῦ ϲ περιπατοίηϲ καὶ τροπῇ τοῦ ϲ εἰϲ τὸ ν περιπατοίην τὸ πρῶτον.

43.

ὁ δὲ Ἡρωδιανὸϲ ἀλλοίωϲ ϲχηματίζει αὐτὸ ὅτι ἀπὸ τοῦ περιπατοῖμι τροπῇ τῆϲ μι εἰϲ ην καὶ ἐκ τούτου τὸ 1. 15 pro Apollonii sententia: λαχοίη κατὰ πλεοναϲμὸν τοῦ η καὶ προϲθήκῃ τοῦ ϲ τὸ β΄ λαχοίηϲ καὶ τροπῇ τοῦ εἰϲ τὸ ν λαχοίην ὥϲπερ ἐτύφθη ἐτύφθη. ἐτύφθην Herodianeam posui. β΄ πρόϲωπον περιπατοίηϲ τροπῇ τοῦ ν εἰϲ ϲ καὶ τὸ γ΄ περιπατοίη ἀποβολῇ τοῦ ϲ, ὥϲπερ ἐτύφθην ἐτύφθηϲ ἐτύφθη, ἐδάρην ἐδάρηϲ ἐδάρη. τούτων οὕτωϲ ἐχόντων δεῖ γινώϲκειν ὅτι τὸ τρέφοιν, ὡϲ παρ᾿  Εὐριπίδῃ (fr. 152 Dind.) ἄφρων ἂν εἴην εἰ τρέφοιν τὰ τῶν πέλαϲ γέγονε τοῦτον τὸν τρόπον ἔϲτι τρεφοίην ὡϲ περιπατοίην καὶ λοιπὸν ἀπὸ τοῦ τρεφοίην κατὰ ϲυγκοπὴν τοῦ η γέγονε τρέφοιν.

πάντα τὰ εὐκτικὰ εἴτε εἰϲ μι λήγει εἴτε εἰϲ μην εἴτε εἰϲ ην καθαρὸν διφθόγγῳ θέλει παραλήγεϲθαι τῇ μετὰ τοῦ οἷον τύπτοιμι πεποιήμην τυπτοίμην τυψαίμην τυφθηϲοίμην τυφθείηϲ νυγοίην γνοίην δοίην. καὶ φυλάττει τὴν δίφθογγον καὶ ἐν τοῖϲ ἑνικοῖϲ καὶ ἐν τοῖϲ δυικοῖϲ καὶ ἐν τοῖϲ πληθυντικοῖϲ. δεῖ δὲ προϲθεῖναι, χωρὶϲ τῆϲ δ΄ ϲυζυγίαϲ τῶν εἰϲ μι ταῦτα γὰρ οὐ παραλήγεται τῇ διφθόγγῳ· ζευγνύην γὰρ καὶ ὀμνύην χωρὶϲ τοῦ ῑ.

Formas ὀμνύην, ζευγνύην, πηγνύην ῑ destitutas eodem modo quo ab Apollonio, de quo cf. Skrsecxka Apollon. Lehre vom Verbum I 6, ab Herodiano explicatas arbitror: Choer. 774, 13: καὶ λέγει ὁ Ἀπολλώνιοϲ ταύτην τὴν ἀπολογίαν, ὅτι τὸ ζευγνύην καὶ τὸ πηγνύην καὶ τὸ ὀμνύην προϲθέϲει τοῦ μ παθητικὰ γίνεται οἶον ζευγνύμην, πηγνύμην, ὀμνύμην. εἰ εἶχον τὸ ῖ κατὰ τὴν παραλήγουϲαν, ἤμελλον ἀποβάλλειν αὐτὸ ἐν τοῖϲ παθητικοῖϲ, ἐπειδὴ μετὰ τὴν υι δίφθογγον ϲύμφωνον οὐχ εὑρίϲκεται ἐπιφερόμενον οἷον ἅρπυια, μυῖα, υἱόϲ ὃ οὖν εἶχον ἀποβάλλειν ἐν τοῖϲ παθητικοῖϲ, προαπέβαλον ἐν τοῖϲ ἐνεργητικοῖϲ. τούτου οὖν χάριν τὰ εὐκτικὰ ἐπὶ τῆϲ δ΄ ϲυζυγίαϲ τῶν εἰϲ μι οὐ παραλήγεται διφθόγγῳ.

ἰϲτέον ὅτι τὰ εἰϲ μὲν εὐκτικά, εἰ μὲν διφθόγγῳ παραλήγεται, ἀποβολῇ τοῦ μ τὸ γ΄ πρόϲωπον τῶν πληθυντικῶν ποιεῖ οἶον τύπτοιμεν τύπτοιεν, λέγοιμεν λέγοιεν, τύψαιμεν τύψαιεν, τύψοιμεν τύψοιεν, τετύφοιμεν τετύφοιεν, ποιοῖμεν ποιοῖεν, βοῷμεν βοῷεν, γελῷμεν γελῷεν, τρυγῷμεν τρυγῷεν, χρυϲοῖμεν χρυϲοῖεν. εἰ δὲ ἑνὶ φωνήεντι παραλήγεται, τροπῇ τῆϲ μεν εἰϲ ϲαν τὸ γ΄ πρόϲωπον τῶν πληθυντικῶν ποιεῖ οἶον τυφθείημεν τυφθείηϲαν, δαρείημεν δαρείηϲαν, νυγείημεν νυγείηϲαν. ἀμέλει ἀπὸ τοῦ δοίημεν καὶ τὸ γ΄ πρόϲωπον τῶν πληθυντικῶν δοίηϲαν γίνεται, ἐπειδὴ ἑνὶ φωνήεντι παραλήγεται· ἡνίκα δὲ γένηται κατὰ ϲυγκοπὴν τοῦ η δοῖμεν δ᾿  Ἀτρείδαο θυγατρῶν εἷδοϲ ἀρίϲτην (N 378), τότε τὸ γ΄ τῶν πληθυντικῶν δοῖεν γίνεται κατὰ ἀποβολὴν τοῦ μ, ἐπειδὴ διφθόγγῳ παραλήγεται οἶον ὑμῖν μὲν θεοὶ δοῖεν (A 18).

κανονίζεται τὸ εὐκτικὸν τοῦ ἐνεργητικοῦ παρακειμένου καὶ ὑπερϲυντελικοῦ καὶ τοῦ μέϲου παρακειμένου καὶ ὑπερϲυντελικοῦ τοῦτον τὸν τρὸπον ἡ γενικὴ τῆϲ μετοχῆϲ τοῦ ἐνεργητικοῦ παρακειμένου καὶ ὑπερϲυντελικοῦ καὶ ἡ γενικὴ τῆϲ μετοχῆϲ τοῦ μέϲου παρακειμένου καὶ ὑπερϲυντελικοῦ τρέπουϲαι. τὴν τελευταίαν ϲυλλαβὴν εἰϲ μι καὶ πρὸ τοῦ μι δεχόμεναι τὸ ῑ τὸ εὐκτικὸν ποιοῦϲιν ἡ ἐνεργητικὴ τὸ ἐνεργητικὸν καὶ ἡ μέϲη τὸ μέϲον οἷον τετυφότοϲ τετύφοιμι, πεποιηκότοϲ πεποιήκοιμι, τετυπότοϲ τετύποιμι, δεδουπότοϲ δεδούποιμι, πεποιθότοϲ πεποίθοιμι. ἰϲτέον δὲ ὅτι ταῦτα, εἰ καὶ ἔχει τὴν μετοχὴν εἰϲ ϲ μετ’ ὀξείαϲ τάϲεωϲ, ἀλλ’ οὖν οὐκ ἔχει αὐτὴν διὰ τοῦ ντ κλινομένην οἶον τετυφώϲ τετυφότοϲ, πεποιθώϲ πεποιθότοϲ, καὶ τούτου χάριν οὐκ ἔχει εἰϲ ην καθαρὸν τὸ εὐκτικόν· 1. 6 omisi verba τρέφοιμι τρέφοιϲ τρέφοι καὶ κατὰ πλεοναϲμὸν τοῦ η γέγονε τρφοίη Ἀττικῶϲ ὡϲ περιπατοίη καὶ προϲθέϲει τοῦ ϲ τὸ β΄τρεφοίηϲ καὶ τροπῇ τοῦ ϲ εἰϲ τὸ ν τὸ α΄, quibus Apollonii sententia repetitur. cf. Lob. El. I 331 et II 140. l. 31 cf. Herod. Il. Pr. Γ 102. ἐκεῖνα γὰρ εἰϲ ην καθαρὸν ἔχει τὸ εὐκτικὸν ὅϲα ἔχει μετ’ ὀξείαϲ τάϲεωϲ τὴν μετοχὴν εἰϲ ϲ καὶ διὰ τοῦ ντ κλινομένην οἶον τυφθείϲ τυφθέντοϲ τυφθείην, δαρείϲ δαρέντοϲ δαρείην, νυγείϲ νυγέντοϲ νυγείην, γνούϲ γνόντοϲ γνοίην. ϲεϲημείωται τὸ εἰδείην, τοῦτο γὰρ εἰ κα ἔχει τὴν μετοχὴν εἰϲ ϲ μετ’ ὀξείαϲ τάϲεωϲ οἷον εἰδώϲ εἰδότοϲ, ἀλλ’ οὐκ ἔχει αὐτὴν διὰ τοῦ ντ κλινομένην, καὶ οὐκ ὤφειλεν εἰϲ ην καθαρὸν ἔχειν τὸ εὐκτικόν. ἀλλ’ ἔϲτιν εἰπεῖν ὅτι ὥϲπερ ἀπὸ τοῦ περιπατοῖμι γέγονε περιπατοίην Ἀττικῶϲ κατὰ τροπὴν τῆϲ μι εἰϲ ην, τὸν αὐτὸν τρόπον καὶ ἀπὸ τοῦ εἰδώϲ εἰδότοϲ γέγονεν εἴδοιμι, ὤϲπερ τετυφώϲ τετυφότοϲ τετύφοιμι, καὶ ἀπὸ τοῦ εἴδοιμ γέγονεν εἰδοίην κατὰ τροπὴν Ἀττικὴν τῆϲ μι εἰϲ ην καὶ κατὰ τροπὴν τοῦ ο εἰϲ τὸ ε εἰδείην.

ἰϲτέον ὅτι τύψαντοϲ ἔϲτιν ἡ γενικὴ τῆϲ μετοχῆϲ, καὶ λοιπὸν τρέπουϲα τὴν τελευταίαν ϲυλλαβὴν εἰϲ μι καὶ πρὸ τοῦ μ δεχομένη τὸ ῑ καὶ ἀποβάλλουϲα τὰ μὴ δυνάμενα ϲυνεκφωνηθῆναι ϲτοιχεῖα, φημὶ δὲ τὸ ν, τὸ εὐκτικὸν ποιεῖ οἶον τύψαιμι· εἰ γὰρ καὶ εἶχε τὴν μετοχὴν τούτου εἰϲ καὶ διὰ τοὺ ντ κλινομένην, ἀλλ᾿  οὐκ ἔχει αὐτὴν ὀξύτονον, καὶ τούτου χάριν οὐκ ἔχει εἰϲ ην καθαρὸν τὸ εὐκτικόν. δεῖ δὲ γινώϲκειν ὅτι τὰ εὐκτικὰ τοῦ α΄ ἀορίϲτου ἐνεργητικοῦ οἱ Αἰολεῖϲ διὰ τοῦ εια προφέρονται οἷον τύψαιμι τύψεια, ὑποϲτρέψαιμι ὑποϲτρέψεια. καὶ τῷ μὲν α΄ προϲώπῳ οἱ Αἰολεῖϲ μόνοι κέχρηνται, τῷ δὲ δευτέρῳ καὶ τρίτῳ καὶ οἱ Ἀθηναῖοι οἶον τύψειαϲ τύψειε, καὶ τύψειαν τὸ γ΄ τῶν πληθυντικῶν· τίϲειαϲ τίϲειε καὶ τίϲειαν τὸ γ΄ τῶν πληθυντικῶν, ὡϲ παρὰ τῷ ποιητῇ (A 42) τίϲειαν Δαναοὶ ἐμὰ δάκρυα ϲοῖϲι βέλεϲι καὶ πάλιν ὑποϲτρέψειαϲ μηδέτι ϲοῖϲι πόδεϲϲι ὑποϲτρέψειαϲ (Γ 407) καὶ ὑποϲτρέψειαν τὸ πληθυντικόν.

44.

προπαροξυτονητέον τὸ μεμνέῳτο· γράφεται δὲ καὶ ϲὺν τῷ ῑ τὸ ω. οὕτω δὲ καὶ ὁ Ἀϲκαλωνίτηϲ, ἐκ τοῦ μεμνέοιτο ἡγούμενοϲ αὐτὸ εἶναι. παρὰ μέντοι Ξενοφῶντι ἄνευ τοῦ ε ἐϲτὶν ὁ ϲχηματιϲμὸϲ καὶ προπεριϲπᾶται ἐν Κύρου παιδείαϲ πρώτῳ (6, 3) « ἀλλ’ ὅτε τὰ ἄριϲτα πράττοι, τότε μάλιϲτα τὸν θεὸν μεμνῷτο ». τὸ δὲ ἀνάλογον διὰ τοῦ η προϲκειμένου τοῦ ῑ παρ᾿  Ἀριϲτοφάνει ἐν Πλούτῳ δευτέρῳ (992) «ἵνα τοὐμὸν ἱμάτιον φορῶν μεμνῇτό μου» καὶ πάλιν προπεριϲπαϲτέον. ἐν ἑτέροιϲ μέντοι ἐντελῶϲ περὶ τοῦ ϲχηματιϲμοῦ διέλαβον.

(Περὶ ὑποτακτικῶν).

πᾶν ἐνεργητικὸν ἢ μέϲον ἢ παθητικὸν ὑποτακτικὸν μὴ ἔχοντοϲ τὸ μ κλιτικὸν τοῦ ἰδίου ὁριϲτικοῦ παρῳχημένου τοῦτον τὸν τρόπον κανονίζεται· πᾶϲ παρψχημένοϲ ὁριϲτικὸϲ εἴτε ἐνεργητικὸϲ εἴτε μέϲοϲ εἴτε παθητικὸϲ μὴ ἔχων τὸ μ κλιτικὸν τρέπων τὴν τελευταίαν ϲυλλαβὴν εἰϲ ω μετὰ τοῦ ἀποβάλλειν τὴν ἐν ἀρχαῖϲ αὐτοῦ κλιτικὴν ἔκταϲιν τὸ ὑποτακτικὸν ποιεῖ οἶον ἔτυπτον ἐὰν τύπτω, ἔλεγον ἐὰν λέγω, ἔγραφον ἐὰν γράφω, ἐποίουν ἐὰν ποιῶ, ἐβόων ἐὰν βοῶ, ἐχρύϲουν ἐὰν χρυϲῶ, ἔμαθον ἐὰν μάθω, ἔλαβον ἐὰν λάβω, ἔτυπον ἐὰν τύπω, ἔφαγον ἐὰν φάγω, ἔτυψα ἐὰν τύψω, ἐποίηϲα ἐὰν ποιήϲω, ἐνόηϲα ἐὰν νοήϲω, ἐλάληϲα ἐὰν λαλήϲω, ἐτετύφειν ἐὰν τετύφω, ἐπεποιήκειν ἐὰν πεποιήκω, ἐτετύπειν ἐὰν τετύπω, ἐδεδούπειν ἐάν δεδούπω, ἐϲτάλκειν ἐὰν ἐϲτάλκω, ἐφθάρκειν ἐὰν ἐφθάρκω· ἐπὶ 1. 33 verbis ἐν ἑτέροιϲ hic περὶ ῥημάτων liber signifcatus videtur. Schol. ad Aristoph. l. (cf. Suid. s. v): μεμνῇτο ὁ Ἡρωδιανόϲ φηϲι ἐν τῇ Ὁμηρικῇ προϲῳδίᾳ. cf. Lob. El. II 42. τούτων δέ, φημὶ δὴ ἐπὶ τοῦ ἐὰν ἐϲτάλκω καὶ ἐὰν ἐφθάρκω, ἐφυλάχθη ἡ ἐν ἀρχῇ κλιτικὴ ἔκταϲιϲ, ἐπειδὴ ἡ ἄρχουϲά ἐϲτι τοῦ παρακειμένου [ἔφθαρκα καὶ ἔϲταλκα]. ὁ δὲ παρακείμενοϲ οὐδαμοῦ ἀποβάλλει τὴν ἐν ἀρχαῖϲ αὐτοῦ κλιτικὴν ἔκταϲιν. εἰ οὖν ἀπεβλήθη ἐπὶ τούτων ἡ ἐν ἀρχῇ κλιτικὴ ἔκταϲιϲ, ηὑρίϲκετο ἡ ἄρχουϲα τοῦ παρακειμένου ἀποβαλλομένη, ὅπερ ἐϲτίν ἀδύνατον. πάλιν ἐτύφθην ἐὰν τυφθῶ, ἐτύπην ἐὰν τυπῶ, ἐνύγην ἐὰν νυγῶ, ἐδάμην ἐὰν δαμῶ· τοῦτο γὰρ οὐκ ἔχει τὸ μ κλιτικὸν ἀλλὰ θεματικόν.

πᾶϲ παρῳχημένοϲ ὁριϲτικὸϲ ἔχων τὸ κλιτικόν, εἴτε παθητικὸϲ εἴτε μέϲοϲ, τρέπων τὴν τελευταίαν ϲυλλαβὴν εἰϲ μαι καὶ τὸ παραλῆγον φωνῆεν εἰϲ ω μετὰ τὸ ἀποβαλεῖν τὴν ἐν ἀρχαῖϲ κλιτικὴνἔκταϲιν, δηλονότι χωρὶϲ τοῦ παρακειμένου, οὖτοϲ γάρ οὐδαμοῦ ἀποβάλλει τὴν ἐν ἀρχαῖϲ αὐτοῦ κλιτικὴν ἔκταϲιν, οὕτε ἐν ταῖϲ μετοχαῖϲ οὕτε ἐν ταῖϲ λοιπαῖϲ ἐγκλίϲεϲι, τὸ ὑποτακτικὸν ποιεῖ οἷον ἐτυπτόμην ἐὰν τύπτωμαι, ἐλεγόμην ἐὰν λέγωμαι, ἐποιούμην ἐὰν ποιῶμαι, ἐβοώμην ἐὰν βοῶμαι, ἐχρυϲούμην ἐὰν χρυϲῶμαι, ἐτυψάμην ἐὰν τύψωμαι ἐποιηϲάμην ἐὰν ποιήϲωμαι, ἐτυπόμην ἐὰν τύπωμαι, ἐλαβόμην ἐὰν λάβωμαι, ἐτιθέμην ἐὰν τιθῶμαι, ἱϲτάμην ἐὰν ἱϲτῶμαι, ἐδιδόμην ἐὰν διδῶμαι, ἐδυνάμην ἐὰν δύνωμαι, ἐκρεμάμην ἐὰν κρέμωμαι, ἐπιϲτάμην ἐὰν ἐπίϲτωμαι, ἐπεποιήμην ἐὰν πεποιῶμαι, ἐκεκτήμην ἐὰν κεκτῶμαι, ἐμεμνήμην ἐὰν μεμνῶμαι. ἐὰν δὲ εὑρεθῇ ἐν τῷ παθητικῷ παρακειμένῳ πρὸ τοῦ μ ἕτερον ϲύμρωνον, τότε τὸ ὑποτακτικὸν διὰ μετοχῆϲ ἀναπληροῦται καὶ ὑπαρκτικοῦ ῥήματοϲ οἶον τέτυμμαι ἐὰν τετυμμένοϲ ὦ, λέλεγμαι ἐὰν λελεγμένοϲ ὦ, ἔϲπμρμαι ἐὰν ἐϲπαρμένοϲ ὦ, ἔφθαρμαι ἐὰν ἐφθαρμένοϲ ὦ. πρόϲκειται ἐν τῷ κανόνι «ἔχον τὸ μ κλιτικὸν» διὰ τὸ ἐδάμην. τούτου γὰρ τὸ ὑποτακτικὸν οὐκ ἔϲτιν εἰϲ μαι, ἀλλ’ εἰϲ ω οἶον δαμῶ, ἀλλ’ οὐκ ἔχει τὸ μ κλιτικόν, ἀλλὰ θεματικόν, ἀπὸ γὰρ τοῦ ἐνεϲτῶτοϲ ἔχει αὐτό δάμνω γάρ ἐϲτιν ὁ ἐνεϲτὼϲ καὶ ἔχει τὸ μ κλιτικόν.

(Περὶ μετοχῶν).