Text encoded in accordance with the latest EpiDoc standards (January 2014)
τὰ εἰϲ μι ὑπέλαβον τινὲϲ Αἰολικὰ εἶναι, ἐπειδὴ πολλὰ παῤ
αὐτῶν εὑρίϲκεται εἰϲ μι, τὸ γὰρ γελῶ γέλαιμι λέγουϲι καὶ τὸ δοκιμῶ δοκίμωμι
ἐπειδὴ γὰρ οἱ Αἰολεῖϲ βαρυντικοί εἰϲι (τὸ γὰρ Ἀτρεύϲ Ἄτρευϲ λέγουϲι), τὰ δὲ εἰϲ
μι ἀποϲτρέφεται τὴν ὀξεῖαν τάϲιν, εἶμι ὃ ϲημαίνει τὸ πορεύομαι, χωρίϲ τοῦ εἰμί
τοῦ ϲημαίνοντοϲ τὸ ὑπάρχω καὶ τοῦ φημί καί τοῦ ἠμί τοῦ ϲημαίνοντοϲ τὸ λέγω,
ὅπερ ἀπὸ τοῦ φημί γέγονε κατὰ ἀποβολὴν τοῦ φ, τούτου χάριν οἱ Αἰολεῖϲ τὰ
εἰϲ ω περιϲπώμενα μεταποιοῦϲιν εἰϲ μι, ἵνα μεταδιώξωϲι χαρακτῆρα ἀποϲτρεφόμενον
τὴν ὀξεῖαν τάϲιν. ἰϲτέον δὲ ὅτι ἐλέγχεται ἀπὸ πλείϲτων μὴ ὄντα Αἰολικά·
καὶ γὰρ ἀπὸ τόνου καὶ ἀπὸ κλίϲεωϲ καὶ ἀπὸ γραφῆϲ καὶ ἀπὸ πνεύματοϲ καὶ ἀπὸ
ποϲότητοϲ ϲυλλαβῶν καὶ ἀπὸ τῶν πρωτοτύπων. καὶ ἀπὸ μὲν τοῦ τόνου, ὅτι
πᾶϲαν λέξιν ὑπὲρ μίαν ϲυλλαβὴν παρ’ ἡμῖν ὀξύτονον βαρύνουϲι, χωρὶϲ τῶν προθέϲεων
καὶ τῶν ϲυνδέϲμων οἷον Ἀχιλλεύϲ, ϲοφόϲ, Ἀχίλλευϲ, ϲόφοϲ· τὸ δὲ ἠμί
καὶ τὸ φημί ὀξύνεται, δῆλον οὖν ὅτι οὐκ ἔϲτι Αἰολικά. πρόϲκειται «χωρὶϲ τῶν
προθέϲεων καὶ τῶν ϲυνδέϲμων», ἐπειδὴ ἐπὶ τούτων οἱ Αἰολεῖϲ φυλάττουϲι τὴν
ὀξεῖαν τάϲιν οἶον ἀνά, κατά, ἀτάρ, αὐτάρ. ἀπὸ δὲ κλίϲεωϲ δείκνυται μὴ ὄντα
Αἰολικὰ τὰ εἰϲ μι, ὅτι τὰ εἰϲ μι ἐν τῷ δευτέρῳ προϲώπῳ παρ’ ἡμῖν προϲλαμβάνοντα
τὸ ῑ τὸ τρίτον ποιεῖ οἷον τίθημι τίθηϲ τίθηϲι τὰ δὲ Αἰολικὰ ἀποβολῇ τοῦ
ϲ ποιεῖ τὰ τρίτα οἷον γέλαιμι γέλαιϲ γέλαι δῆλον οὖν ὅτι οὐκ ἔϲτιν Αἰολικά.
ἀπὸ γραφῆϲ δέ, ὅτι τὰ εἰϲ μι οὐ θέλει παρ’ ἡμῖν διφθόγγῳ παραλήγεϲθαι οἶον
τίθημι, δίδωμι· ϲεϲημειωμένου τοῦ εἰμί τοῦ ϲημαίνοντοϲ τὸ ὑπάρχω καὶ τοῦ εἶμι
τοῦ ϲημαίνοντοϲ τὸ πορεύομαι· παρὰ δὲ τοῖϲ Αἰολεῦϲι πολλὰ εὑρίϲκεται διφθόγγῳ
παραληγόμενα οἶον ἵϲταιμι, κίχραιμι, γέλαιμι διὰ τῆϲ αι διφθόγγου δῆλον οὖν ὅτι
οὐκ ἐϲτιν Αἰολικά. ἀπὸ πνεύματοϲ δέ, ὅτι οἱ Αἰολεῖϲ ψιλωτικοί ἐϲτιν οἷον ὔμμεϲ,
ἄμμιν· τὸ δὲ ἵημι καὶ ἵϲτημι δαϲύνεται· ἄρα οὐκ ἔϲτι τὰ εἰϲ μι Αἰολικά. ἀπὸ
ποϲότητοϲ δὲ ϲυλλαβῶν, ὅτι οὐδέποτε παρ’ ἡμῖν τὰ εἰϲ μι ἁπλᾶ ὄντα ὑπερβαίνει.
τὰϲ τρεῖϲ ϲυλλαβὰϲ οἶον τίθημι, δίδωμι, ὄμνυμι, χωρὶϲ τοῦ ὀρέγνυμι καὶ κορέννυμι
καὶ πετάννυμι καὶ ὀμόργνυμι καὶ ὀνίνημι ὃ ϲημαίνει τὸ ὠφελῶ· παρὰ δὲ
τοῖϲ Αἰολεῦϲι πολλάκιϲ εὑρίϲκεται εἰϲ μι ὑπερβαίνοντα τὰϲ τρεῖϲ ϲυλλαβὰϲ οἷον
ἐλευθέρωμι, δοκίμωμι· δῆλον οὖν οὐκ ἔϲτιν Αἰολικὰ τὰ εἰϲ μι. πρόϲκειται «ἁπλᾶ
ὄντα» διὰ τὸ ἀποδίδωμι καὶ ϲυνίϲτημι καὶ ἀποτίθημι· ταῦτα γὰρ ὑπερβαίνει τὰϲ
τρεῖϲ ϲυλλαβὰϲ ἀλλ’ οὐκ ἔϲτιν ἁπλᾶ. ἀπὸ τῶν πρωτοτύπων δείκνυται, ὅτι οὐδέποτε
παρὰ τοῖϲ Αἰολεῦϲιν ἀπὸ βαρυτόνων γίνεται τὰ εἰϲ μι, ἀλλ’ ἀπὸ τῶν περιϲπωμένων
οἶον ἐλευθερῶ ἐλευθέρωμι, δοκιψιῶ δοκίμωμι, γελῶ γέλαιμι· καὶ ἡ
αἰτία δήλη ἐϲτίν· ἐπειδὴ γάρ, ὡϲ προείρηται, οἱ Αἰολεῖϲ βαρυντικοί εἰϲι, τὰ δὲ
εἰϲ μι ἀποϲτρέφεται τὴν ὀξεῖαν τάϲιν, χωρὶϲ τοῦ φημί καὶ ἠμί καὶ εἰμί τὸ ὑπάρχω,
τούτου χάριν τὰ εἰϲ υ περιϲπώμενα μεταποιοῦϲιν εἰϲ μι, ἵνα μεταδιώξωϲι χαρακτῆρα
δέδεικται οὖν διὰ πάντων, ὅτι τὰ εἰϲ μι οὐκ ἔϲτιν Αἰολικά.
Ἰϲτέον δὲ ὅτι τὰ εἰϲ μι παραγωγά ἐϲτι. δεῖ δὲ γινώϲκειν, ὅτι τὸ δίδωμι ἐπὶ
τοῦ παρέχω τρίτηϲ ἐϲτὶ ϲυζυγίαϲ τῶν εἰϲ μι ἐπὶ γὰρ τοῦ δεϲμεύω πρώτηϲ ἐϲτὶ
ϲυζυγίαϲ οἶον διδῶ διδεῖϲ δίδημι, ἀντὶ τοῦ δεϲμεύω, ὅθεν δήϲω ὁ μέλλων, ὡϲ
θήϲω, καὶ ἔδηϲα ἀόριϲτοϲ, καὶ δέδεκα ὁ ἐνεργητικὸϲ παρακείμενοϲ, καὶ δέδεμαι ὁ
παθητικὸϲ καὶ ἐδέθην ὁ πρῶτοϲ ἀόριϲτοϲ. ἰϲτέον ὅτι τῆϲ τρίτηϲ ἐϲτὶ ϲυζυγίαϲ
οὐδαμοῦ ὁ ἐνεϲτώϲ, πλὴν τοῦ δίδωμι. πρόϲκειται «ἐνεϲτῶτοϲ» διὰ τὸ ἐβίων
καὶ ἥλων δευτέρου ἀορίϲτου ταῦτα τρίτηϲ ϲυζυγίαϲ ἐϲτὶ τῶν εἰϲ μι, ὡϲ ἀπὸ
τοῦ βίωμι καὶ ἅλωμι, ἀλλ᾿ οἱ ἐνεϲτῶτεϲ οὗτοι, φημὶ δὴ ὁ βίωμι καὶ ἅλωμι,
οὐχ εὑρίϲκονται ἐν χρήϲει ὡϲαύτωϲ δὲ καὶ τοῦ ἔγνων δευτέρου ἀορίϲτου οὐχ
εὕρηται ἐν χρήϲει ὁ ἐνεϲτὼϲ ὁ γνῶμι. ἡ δὲ τετάρτη ϲυζυγία τῶν εἰϲ μι μὴ
ἔχουϲα τετάρτην ϲυζυγίαν τῶν περιϲπομένων, ἐξ ἧϲ ὤφειλε παραχθῆναι, ἀπὸ
τῆϲ ἕκτηϲ τῶν βαρυτόνων παράγεται, οἶον ἀπὸ τοῦ πηγνύω πήγνυμι· καὶ εὐλόγωϲ
ἀπὸ τῆϲ ἕκτηϲ ϲυζυγίαϲ τῶν βαρυτόνων ἡ τετάρτη ϲυζυγία τῶν εἰϲ μι,
ἐπειδὴ καὶ αἰ τρεῖϲ ϲυζυγίαι τῶν περιϲπωμένων ὅϲον κατὰ τὴν ἐντέλειαν τῆϲ
ἕκτηϲ ϲυζυγίαϲ τῶν βαρυτόνων εἰϲί. τὸ γὰρ τιθῶ ἀπὸ τοῦ τιθέω ἐϲτὶ καὶ
τὸ ϲτῶ ἀπὸ τοῦ ἱϲτάω καὶ τὸ διδῶ ἀπὸ τοῦ διδόω· τὸ δὲ τιθέω καὶ ἱϲτάω
καὶ διδόω ἕκτηϲ ϲυζυγίαϲ τῶν βαρυτόνων ἐϲτί. παράγεται δὲ ἐκ τῶν τριῶν ϲυζυγιῶν
τῶν περιϲπωμένων τὰ εἰϲ μι καὶ τούτου χάριν καὶ ἀπὸ τῆϲ ἕκτηϲ ϲυζυγίαϲ
τῶν βαρυτόνων ἡ τετάρτη ϲυζυγία τῶν εἰϲ μι· ἐπειδὴ γὰρ τὰ εἰϲ μι οὐ θέλει
ϲυμφώνῳ παραλήγεϲθαι οἶον τίθημι, πλὴν τοῦ ἐϲμί τοῦ ϲημαίνοντοϲ τὸ ὑπάρχω,
ὅπερ οὐδὲ εὑρίϲκεται ἐν χρήϲει, ἀλλ’ ὑπόμνηϲιν αὐτοῦ ἔχομεν τὸ ἐϲϲί. ἐπειδὴ
οὖν ἡ μὲν ἕκτη ϲυζυγία τῶν βαρυτόνων διὰ καθαροῦ τοῦ ω ἐκφέρεται, αἱ δὲ ἄλλαι
ϲυζυγίαι τῶν βαρυτόνων διὰ ϲυμφώνων, εἰκότωϲ ἀπὸ τῆϲ ἕκτηϲ ϲυζυγίαϲ τῶν
βαρυτόνων παράγεται τὰ εἰϲ μι οἶον ὀλλύω, ὄλλυμι καὶ οὐκ ἀπὸ τῶν λοιπῶν
ϲυζυγιῶν τῶν βαρυτόνων, οἷον ἀπὸ τοῦ λέγω καὶ φέρω τροπῇ τοῦ ω εἰϲ μι λέγμι
καὶ φέρμι· ἤμελλε γὰρ ϲυμφώνῳ παραλήγεϲθαι, ὅπερ ἐϲτὶν ἀδύνατον. Εἰ δέ τιϲ
εἴποι, διὰ τ γὰρ μὴ ὡϲ ἐκ τοῦ τιθῶ καὶ διδῶ καὶ ἱϲτῶ γέγονε τίθημι καὶ
δίδωμι καὶ ἵϲτημι, οὕτωϲ καὶ ἀπὸ τοῦ λέγω λέγημι, φέρω φέρημι, οὕτω γὰρ
ἐὰν γένηται, οὐκέτι εὑρίϲκηται ϲυμφώνῳ παραληγόμενα; λέγομεν, ὅτι οὐ δύναται
οὕτω γενέϲθαι, ἐπειδὴ τὰ εἰϲ μι, ἐὰν μὲν ἀπὸ βαρυτόνων παραχθῇ, ἰϲοϲυλλαβεῖν
θέλει τοῖϲ ἰδίοιϲ πρωτοτύποιϲ οἷον ζευγνύω ζεύγνυμι· εἰ δὲ ἀπὸ περιϲπωμένων,
μιᾷ ϲυλλαβῇ περιττεύει τῶν ἰδίων πρωτοτύπων οἶον τιθῶ τίθημι, ἱϲτῶ ἵϲτημι·
ἐὰν οὖν ταῦτα γένηται λέγημι καὶ φέρημι, μέλλει περιττοϲυλλαβεῖν τῶν ἰδίων πρωτοτύπων
τοῦ λέγω καὶ φέρω, ἀπὸ βαρυτόνων παραχθέντα.
θέλει δὲ τὰ εἰϲ μι φύϲει μακρᾷ παραλήγεϲθαι. καὶ παραλήγονται
ἡ μὲν α΄ καὶ β΄ ϲυζυγία τῶν εἰϲ μι τῷ η οἷον τιθῶ τιθεῖϲ τίθημι, ἱϲτῶ
ἱϲτᾷϲ ἵϲτημι, ἀλλ’ ἐν τῇ ϲυϲτολῇ διαφέρουϲιν· ἡ μὲν γὰρ πρώτη ϲυζυγία τῶν εἰϲ
μι διὰ τοῦ ε ϲυϲτέλλεται ἐν τοῖϲ πληθυντικοῖϲ οἶον τίθεμεν, ἀφίεμεν· ἡ δὲ δευτέρα
διὰ τοῦ ᾱ ϲυνεϲταλμένου, ἵϲταμεν, κίχραμεν· ἠ δὲ γ΄ παραλήγεται τῷ ω
οἶον δίδωμι, ὅπερ ϲυϲτελλόμενον διὰ τοῦ ο ϲυϲτέλλεται ἐν τοῖϲ πληθυντικοῖϲ οἶον
δίδομεν ἡ δὲ δ’ διχρόνῳ ἐκτεταμένῳ παραλήγεται οἷον ζευγνύω ζεύγνυμι, ὄλλυμι·
ϲυϲτελλομένη δὲ τὸ δίχρονον μόνον ϲυϲτέλλει οἶον ζεύγνυμεν, πήγνυμεν,
διὰ ϲυνεϲταλμένου τοῦ υ. εὐλόγωϲ δὲ ἡ μὲν α΄ ϲυζυγία τῶν εἰϲ μι τῷ η παραλήγεται
παραλήγεϲθαι, εὐλόγωϲ διὰ τοῦ τρέπεϲθαι εἰϲ η μεγεθύνεται ὡϲαύτωϲ δὲ καὶ ἡ
β΄ ϲυζυγία τῶν εἰϲ μι εὐλόγωϲ τῷ η παραλήγεται οἶον ἵϲτημι, ἐπειδὴ τὸ ἐντελὲϲ
τοῦ πρωτοτύπου τὸ ᾱ ἔχει οἶον ἱϲτάω ἱϲτῶ, τὸ δὲ ᾱ μεγεθυνόμενον ἐν τοῖϲ
ῥήμαϲιν εἰϲ η τρέπεται οἶον ἀκούω, ἤκουον· ἡ δὲ γ΄ τῷ ω παραλήγεται οἶον
δίδωμι, ἐπειδὴ ἡ ἐντέλεια τοῦ πρωτοτύπου τὸ ο ἔχει οἶον διδόω, διδῶ, τὸ δὲ
ο μεγεθυνόμενον εἰϲ ω τρέπεται οἶον ὀμνύω ὤμνυον ἡ δὲ δ΄ ϲυζυγία τῶν εἰϲ μι
διχρόνῳ ἐκτεταμένῳ παραλήγεται οἶον ζεύγνυμι, ἐπειδὴ καὶ τὸ πρωτότυπον τὸ
υ ἔχει οἶον ζευγνύω, τὸ δὲ υ μεγεθυνόμενον ἐν τοῖϲ ῥήμαϲιν εἰϲ ἑαυτὸ μεγεθύνεται,
τουτέϲτι φύϲει μακρὸν γίνεται, καὶ οὐ τρέπεται εἰϲ ἄλλο φωνῆεν οἶον
ὑδρεύω ὕδρευον, ὑφαίνω ὕφαινον.
ἄξιον δέ ἐϲτι ζητῆϲαι, διὰ τί τὰ εἰϲ μι ἀεὶ φύει
μακρᾷ παραλήγεται οἶον τίθημι. λέγει δὲ ὁ Ἡρωδιανὸϲ ταύτην τὴν
ἀπολογίαν ἐπειδὴ ἡ τελευταία ϲυλλαβὴ τὸν μακρὸν χρόνον ἔτρεψεν
εἰϲ βραχύν (τροπῇ γὰρ τοῦ ω εἰϲ μι γίνεται) τούτου χάριν ὑπερβιβαϲμὸν
ἀνεδέξατο τοῦ χρόνου, καὶ ἐποίηϲαν τὴν παραλήγουϲαν φύϲει μακράν,
ἵνα τὸν μακρὸν χρόνον τὸν κεχρεωϲτημένον τῇ ληγούϲῃ ἀναδέξηται
ἡ παραλήγουϲα.
ἰϲτέον δὲ ὅτι οὐ θέλει τὰ εἰϲ μι ὁριϲτικὰ διφθόγγῳ παραλήγεϲθαι
οἶον τίθημι, ὄλλυμι, ὅθεν ϲεϲημείωται τὸ εἰμί τὸ ϲημαῖνον τὸ ὑπάρχω καὶ
τὸ εἶμι τὸ ϲημαῖνον τὸ πορεύομαι διφθόγγῳ παραληγόμενα. πρόϲκειται «ὸριϲτικὰ»
διὰ τὰ εὐκτικὰ οἶον τύπτοιμι, λέγοιμι. καὶ περὶ τοῦ εἰμί τοῦ ϲημαίνοντοϲ τὸ
ὑπάρχω ἀπολογούμεθα οὕτωϲ ἔϲτιν ἔω τὸ ϲημαῖνον τὸ ὑπάρχω· τοῦτο τροπῇ
τοῦ ω εἰϲ μι γέγονεν ἐμί, ὥϲπερ ζευγνύω ζεύγνυμι, καὶ ἐπειδὴ τὰ εἰϲ μι φύϲει
μακρᾷ παραλήγεϲθαι θέλει οἶον τίθημι, ἠναγκάζετο δὲ τοῦτο φύϲει μακρᾷ παραλήγεϲθαι,
καὶ λοιπὸν ἠναγκάζετο ἢ τρέψαι τὸ ε εἰϲ η ἢ παραλαβεῖν τὸ ῖ, καὶ μᾶλλον
ὤφειλε τρέψαι τὸ ε εἰϲ η ἤπερ προϲλαμβάνειν τὸ ῑ, ἐπειδή, ὡϲ εἴρηται, τὰ
εἰϲ μι ὁριϲτικὰ οὐ θέλει διφθόγγῳ παραλήγεϲθαι οἶον τίθημι, ἵϲτημι· ἀλλ᾿ ἐπειδὴ
αἱ παραγωγοὶ λέξειϲ θέλουϲι φυλάττειν λείψανόν τι τῆϲ φωνῆϲ τοῦ πρωτοτύπου
οἶον τιθῶ τίθημι, ἄρδω ἀρδεύω, τούτου χάριν, ἵνα καὶ αὐτὴ ἡ λέξιϲ ἡ ἐμί φυλάξῃ
λείψανόν τι τῆϲ φωνῆϲ τοῦ πρωτοτύπου, προϲέλαβε τὸ ῑ καὶ γέγονεν εἰμί
διά τῆϲ ει διφθόγγου, καὶ ἐφύλαξε τὸ ε τοῦ πρωτοτύπου, φημὶ δὲ τοῦ ἔω· εἰ
γὰρ ἔτρεψε τὸ ε εἰϲ η, οὐκ ἐφυλάττετο τῆϲ φωνῆϲ τὸ πρωτότυπον. τὸ δὲ εἶμι
τὸ ϲημαῖνον τὸ πορεύομαι διὰ τοῦτο τῇ διφθόγγῳ παραλήγεται, ἐπειδὴ ἀπὸ τοῦ
εἴω ἐϲτίν· ἔϲτι γὰρ εἴω διὰ τῆϲ ει διφθόγγου, ὃ ϲημαίνει τὸ πορεύομαι· ἐκ τούτου
οὖν τοῦ εἴω γέγονε τὸ εἶμι, τροπῇ τοῦ ω εἰϲ μι, ὥϲπερ τὸ ζευγνύω ζεύγνυμι,
καὶ λοιπὸν ἐκ τοῦ πρωτοτύπου ἔχει τὴν ει δίφθογγον.
δεῖ δὲ γινώϲκειν, ὅτι ὁ Ἀπολλώνιοϲ τὸ εἶμι διὰ
μακροῦ τοῦ ῑ γράφει, ἐκ τοῦ καὶ τὰ δυϊκὰ καὶ τὰ πληθυντικὰ διὰ ϲυνεϲταλμένου
τοῦ ῑ εἶναι οἷον ἴτον ἴτον ἴμεν τε καὶ ἐν ϲυνθέϲει ἔξιτον
εἶϲ οἷον «τῇ δ᾿ εἶϲ, ᾖ ϲ᾿ ἂν ἐγώ περ ἄγω καὶ ἀοιδὸν ἐοῦϲαν» (Hesiod.
op. 206) καὶ τὸ τρίτον τῶν ἑνικῶν εἶϲιν οἶον
τὸ πορεύομαι καὶ ἴω διὰ τοῦ ῑ κατὰ μὲν τὰ ἑνικὰ διὰ τῆϲ
ει διφθόγγου ἐϲτί· τὰ δὲ δυϊκὰ καὶ τὰ πληθυντικὰ ἀπὸ τοῦ ἴω τοῦ
διὰ τοῦ ῑ. δεῖ δὲ γινώϲκειν, ὅτι τὸ ἶϲι τρίτον πληθυντικῶν διὰ τοῦτο
ἐκτεταμένον ἔχει τὸ ῑ, τῶν δυϊκῶν καὶ τῶν πληθυντικῶν ϲυϲτελλόντων
αὐτό, ἐπειδὴ τὰ εἰϲ ῑ λήγοντα ῥήματα μακρᾷ θέλει παραλήγεϲθαι οἷον
τετύφαϲιν, ἱϲτᾶϲι, διδοῦϲι· ἀμέλει τὸ ἴαϲι «καί τ’ ἀγεληδὸν ἴαϲιν»
(Π 160), ἐπειδὴ τὸ ῑ οὐκ ἔϲτι κατὰ τὴν παραλήγουϲαν, ϲυϲτέλλεται.
ἰϲτέον δὲ ὅτι τὰ εἰϲ μι ἀποϲτρέφεται τὴν ὀξεῖαν τάϲιν οἶον
τίθημι, εἶμι ὃ ϲημαίνει τὸ πορεύομαι, χωρίϲ τοῦ εἰμί τοῦ ϲημαίνοντοϲ τὸ ὑπάρχω
καὶ τοῦ φημί καὶ τοῦ ἠμί τοῦ ϲημαίνοντοϲ τὸ λέγω. ἔϲτι δὲ ἀπολογήϲαϲθαι περὶ
τοῦ εἰμί καὶ φημί, ὅτι διά τοῦτο ταῦτα ὀξύνεται, ἐπειδὴ ἐγκλιτικά ἐϲτι οἶον ἄνθρωπόϲ
εἰμι, αἰδεῖϲθαί φηϲι· τὰ δὲ ἐγκλιτικὰ αὐτὰ καθ᾿ ἑαυτὰ ὄντα ἐν τῇ τελευταίᾳ
ϲυλλαβῇ θέλει ἔχειν τὸν τόνον οἶον ἐϲτί, τινῶν, πῶϲ, τέ. πρόϲκειται «αὐτὰ
καθ’ ἑαυτὰ ὄντα», ἐπειδὴ ἐν τῇ ϲυντάξει ἀναπέμπει τὸν ἴδιον τόνον ἢ τῇ προηγουμένῃ
λέξει οἷον ἄνθρωπόϲἐϲτιν, ὑπέρ τινων, καί πωϲ, Ἀρκεϲίλαόϲ τε, ἢ τῇ προηγουμένῃ
ϲυλλαβῇ οἷον ἤκουϲαν ἥμων, δέδωκεν ἥμιν· οὕτωϲ οὖν καὶ τὸ εἰμί καὶ
τὸ φημί ἐγκλιτικὰ ὄντα οἶον ἄνθρωπόϲ εἰμι, ἐγώ φημι, εἰκότωϲ ἐν τῇ τελευταίᾳ
ϲυλλαβῇ ἔχει τὸν τόνον αὐτὰ καθ᾿ ἑαυτὰ ὄντα ἐν δὲ τῇ τελευταίᾳ ἔχοντα τὸν
τόνον εὐλόγωϲ ὀξύνεται καὶ οὐ περιϲπᾶται, ἐπειδὴ βραχυκαταληκτεῖ· περιϲπωμένη
οὔτε ἐπάνω βραχείαϲ τίθεται, οὕτε ἐπάνω θέϲει μακρᾶϲ· τὸ δὲ εἶμι τὸ
ϲημαῖνον τὸ πορεύομαι οὐκ ἔϲτιν ἐγκλιτικόν, ὡϲ δηλοῖ ὁ τόνοϲ· βαρύνεται γάρ.
Ἰϲτέον, ὅτι τὰ εἰϲ μ οὐ θέλει ϲυμφώνῳ παραλήγεϲθαι οἶον τίθημι, ἵϲτημι,
ὅθεν ἡμάρτηται ϲυμφώνῳ παραληγόμενον τὸ ἐϲμί, ϲημαίνει δὲ τὸ ὑπάρχω· τούτου
χάριν, ὡϲ ἀνωτέρω εἴρηται, τὰ παραγόμενα εἰϲ μι ἀπὸ βαρυτόνων ἀπὸ τῆϲ
ἕκτηϲ ϲυζυγίαϲ παράγεται οἶον ζευγνύω ζεύγνυμι, καὶ οὐκ ἀπὸ τῶν ἄλλων ϲυζυγιῶν
τῶν βαρυτόνων εἰ γὰρ ἐγένετο ἀπὸ τῶν ἄλλων ϲυζυγιῶν τῶν βαρυτόνων,
ἔμελλε παραλήγεϲθαι ϲυμφώνῳ, ἅτε δὴ τῶν ἄλλων ϲυζυγιῶν τῶν βαρυτόνων διὰ
ϲυμφώνου ἐκφερομένων, ὅπερ ἐϲτίν ἀδύνατον. ἰϲτέον δὲ ὅτι οὐ μόνον κατὰ τοῦτο
ἡμάρτηται τὸ ἐϲμί, ἀλλά καὶ ὅτι θέϲει μακρᾷ παραλήγεται, τῶν εἰϲ μι, ὥϲπερ
εἴρηται, φύϲει μακρᾷ παραλήγεϲθαι θελόντων οἶον τίθημι, δίδωμι, ζεύγνυμι· τοῦτο
δὲ τὸ ἐϲμί οὔτε ἔϲτιν ἐν χρήϲει, ἀλλ’ ἐν ὑπομνήϲει. ἔχομεν ἐξ αὐτοῦ τὸ ἐϲϲί καὶ
τὸ ἐϲτί.
Ἰϲτέον δὲ ὅτι τὰ εἰϲ μι ἀναδιπλαϲιαζόμενα κατὰ τὸν ἐνεϲτῶτα τούτῳ τῷ
τρόπῳ ἀναδιπλαϲιάζεται· εἰ μὲν τὸ πρωτότυπον ἀπὸ φωνήεντοϲ ἄρχεται, διὰ τοῦ
ἀμεταβόλου, διὰ τοῦ ῑ μόνου γίνεται ὁ ἀναδιπλαϲιαϲμὸϲ οἶον ϲτῶ ἱϲτῶ ἵϲτημι,
εἰ δέ ἐϲτιν ἄφωνον πρὸ ἀμεταβόλου, τότε δι᾿ αὐτοῦ τοῦ ϲυμφώνου, φημὶ δὴ τοῦ
ἀφώνου, γίνεται ὁ ἀναδιπλαϲιαϲμὸϲ τοῦ ῑ οἶον πρῶ πιπρῶ πίπρημι, καὶ πίμπρημι
κατὰ πλεοναϲμὸν τοῦ μ, πλῶ πιπλῶ πίπλημι καὶ κατὰ πλεοναϲμὸν τοῦ μ πίμπλημι,
χρῶ κιχρῶ κίχρqημι, τοῦ δαϲέωϲ χ διὰ τὴν κακοφωνίαν τραπέντοϲ εἰϲ τὸ
ἀνίϲτοιχον τὸ ψιλόν, φημὶ δὴ εἰϲ τὸ κ. τούτων οὕτιωϲ ἐχόντων, ἀποροῦϲί τινεϲ
λέγοντεϲ, διὰ ποίαν αἰτίαν, ὥϲπερ ἀπὸ τοῦ θῶ γίνεται κατὰ πλεοναϲμὸν τιθῶ
τίθημι καὶ ἀπὸ τοῦ δῶ διδῶ δίδωμι, μὴ τὸν αὐτὸν τρόπον καὶ ἀπὸ τοῦ φῶ
γίνεται μετά ἀναδιπλαϲιαϲμοῦ πιφῶ καὶ πίφημι, ἀλλὰ φημί γίνεται ἄνευ διπλαϲιαϲμοῦ.
ἔϲτιν οὖν εἰπεῖν, ὅτι οὐ δύναται τὸ φημί ἀναδιπλαϲιαϲθῆναι, ἐπειδὴ
ἐγκλιτικόν ἐϲτιν οἶον αἰδεῖϲθαί φημι· κανὼν δέ ἐϲτιν ὁ λέγων, ὅτι τὰ ἐγκλιτικὰ
οὐ θέλει ὑπερβαίνειν τὴν διϲυλλαβίαν οἶον εἰμί τιϲ, πῶϲ ἐϲτε, ἡμῖν ἐϲτι· εἰ οὖν
ἀνεδιπλαϲιάϲθη τὸ φημί, ἤμελλε τριϲυλλαβεῖν ἐγκλιτικὸν ὄν, ὅπερ ἀδύνατον.
Τῶν εἰϲ μι ληγόντων ἡ πρώτη ϲυζυγία ῥήματα οὐκ ἔχει πολλά. τό τε γὰρ τίθημι ἐϲτὶ καὶ τὸ ἵημι κτλ.
Ἔϲτι δέ τινα δυνάμενα κατὰ ϲυζυγίαν εἰϲ δευτέραν χωρεῖν ὡϲ τὸ
πίπλημι καὶ πίπρημι. καὶ τὸ γηράϲ δὲ γηράντοϲ καὶ τὸ γηράναι τὸ
\ἀπαρέμφατον ἀπὸ δευτέραϲ τῶν εἰϲ μι. τὸ δὲ γήρηϲε (an γήρηϲι ?) καὶ
ἀνδρὸϲ γηρέντοϲ ἀπὸ πρώτηϲ. καὶ ἄλλα πολλὰ τοιαῦτα ἐνδείκνυται
ϲχήματα τὴν ἀπὸ τῶν εἰϲ μι κίνηϲιν ὥϲπερ καὶ τὸ κεῖμαι καὶ τὸ ἧμαι.
ἀλλὰ καὶ ἀπὸ δευτέραϲ ϲυζυγίαϲ τὸ γὰρ ἔραμαι καὶ ἄγαμαι καὶ δύναμαι
καὶ τὸ παρὰ Δωριεῦϲι πέταμαι.
Τοιαύτη δὲ καὶ ἡ τρίτη τῶν εἰϲ μι. καὶ γὰρ τὸ ἔγνων καὶ ἐβίων ἐξ αὐτῆϲ εἰϲι κινήματα, ἀλλ’ οὐ καὶ τὰ θέματα.
Ἡ δὲ τετάρτη ὑπομνήϲειϲ ἔϲχεν ὥϲπερ ἔχει ἔφυν ἔφυϲ ἔφυ κτλ.
καὶ τ ἔδυν ἔδυϲ ἔδυ. τοιοῦτον δέ ἐϲτι καὶ τὸ χύντο ἐκχύμενοι καὶ.
ὅϲα ἄλλα τοιαῦτα ὑπόμνηϲιν ποιούμενα οὐ κλίϲειϲ δὲ διηνεκεῖϲ. — καὶ
ὑπερϲυντελικοὶ εὑρέθηϲάν τινεϲ ὡϲ τὸ πέπειϲθι καὶ κέκραχθι καὶ ἄλλα
πολλά. ἀπὸ μέντοι παρακειμένων οὐχ εὕρομεν χρῆϲιν αὐτῶν εἰϲ ε.
αὐταῖϲ δὲ φωναῖϲ μετατιθέντεϲ τὸ νοηθὲν εἰώθαϲιν οἱ παρακείμενοι
τρέπειν τὸ α εἰϲ ω καὶ ποιεῖν ἐνεϲτῶτα. πολὺ δὲ τοιοῦτον ἔθοϲ παρὰ
Ϲυρακουϲίοιϲ· ὄλωλα ὀλώλω, δέδοικα δεδοίκω καὶ τὸ κέκλυκε δὲ παρ’
Ἐπιχάρμῳ ἀπὸ θέματοϲ τοῦ κεκλύκω καὶ εὕρηκε ἀπὸ τοῦ εὑρήκω.
ϲημείωϲαι ὅτι τὸ ἐϲϲί ϲχηματίζεται ὁ Τρύφων καὶ ὁ τούτου μαθητὴϲ Ἀπολλώνιοϲ καὶ ὁ τοῦ Ἀπολλωνίου υἱὸϲ ὁ Ἡρωδιανὸϲ ἀπὸ τοῦ ἐϲμί.
ἰϲτέον ὅτι τὰ εἰϲ μι λήγοντα τροπῇ τῆϲ μι εἰϲ ϲ
τὰ δεύτερα πρόϲωπα ποιεῖ οἷον τίθημι τίθηϲ, ἵημι ἵηϲ, κίχρημι κίχρηϲ,
δίδωμι δίδωϲ, ζεύγνυμι ζεύγνυϲ, ὄμνυμι ὄμνυϲ, δείκνυμι δείκνυϲ, εἰμί εἴϲ
ὀξυτόνωϲ οἷον
οἷον δέδοικα δεδοίκω ὡϲ ὄλωλα ὀλώλω, Ζon. 186, ubi βέβρωθα βεβρώθω pro
ὄλωλα ponitur; Epim. cod. Coisl. 387 in An. Par.IΙΙ 295,1 μεταβάλλει τὸ τέλοϲ
Ϲικελικῶϲ (sc. μέμονα μενοινῶ) ὡϲ τὸ λήθω λέληθα καὶ Ἰακῶϲ λέλαθα· τὸν οὖν
λέλαθα παρακείμενον οὑτοι λελάθω λέγουϲιν ὡϲ τὸ πεποίηκα πεποιήκω, ἀφ’ οὗ
καὶ «ἐκλέλαθον κιθαριϲτύν» (Β 600) καὶ ἀπὸ τοῦ βρωθῶ βέβρωθα μεταβόλλοντεϲ
λέγουϲι βεβρώθω «ὠμὸν βεβρώθοιϲ Πρίαμον » (Δ 35); Ep. Cr. I 374, 23 ταῦτα ϲυνεχῶϲ
Ϲυρακουϲίοιϲ, ἀλλὰ καὶ παρ’ ἡμῖν ἕϲτηκα καὶ ἑϲτήκω, ὁ μέλλων ἑϲτήξω «ἑϲτήξειν
δὲ τὸ τεῖχοϲ ἐπ’ ἀρχαίοιϲι θεμέθλοιϲ» (Callim.hymn.in Apoll. 15)καὶ ἀπὸ τοῦ
ἐγρήγορα ἐγρηγορῶ. περὶ μον. 43, 33 δειδίω non a δίω duphlicatum, sed ex δείδια
transformatum dicitur; κεκλήγω, πεπλήγω affert Arcad. 151,1.Il.Pr.Μ 125.
δεῖ δὲ ζητῆϲαι, πόθεν ἐγένετο τὸ εἶ. ἔνιοι λέγουϲιν,
ὅτι ἐκ τοῦ εἴϲ κατὰ ἀποβολὴν τοῦ ϲ ἐγένετο εἶ· πρὸϲ οὓϲ λέγει ὁ Ἀπολλώνιοϲ,
ὅτι πρῶτον μέν, εἰ ἐγένετο ἐκ τοῦ εἰϲ κατὰ ἀποβολὴν τοῦ ϲ,
ὤφειλε τρίτον πρόϲωπον εἶναι τὸ εἶ τὰ γὰρ β πρόϲωπα ἀποβάλλοντα
τὸ ϲ τρίτα γίνεται· πῶϲ οὖν τὸ εἴϲ ἀποβάλλον τὸ ϲ καὶ γινόμενον εἶ
δεύτερον ἔμεινεν: δεύτερον, εἰ ἐγένετο τὸ εἶ ἐκ τοῦ εἴϲ, ὤφειλε φυλάξαι
τὸν αὐτὸν τόνον, τουτέϲτιν ὁμοίωϲ τῷ εἴϲ· τὰ γὰρ ἀποβάλλοντα
τὸ ϲ ἐὰν φυλάξῃ τὸ αὐτὸ ϲημαινόμενον, τὸν αὐτὸν τόνον φυλάττει
οἷον πολλάκιϲ πολλάκι, μέχριϲ μέχρι· δεῖ προϲθεῖναι, εἰ μὴ χαρακτὴρ
κωλύϲῃ, διὰ τὸ χωρίϲ χῶρι· τὸ γὰρ χῶρι βαρύνεται πρὸϲ τὸν χαρακτῆρα
τοῦ νόϲφι, αὖθι, ἶφι, ἦχι. πρόϲκειται «ἐὰν φυλάξῃ τὸ αὐτὸ
ϲημαινόμενον, φυλάττει καὶ τὸν αὐτὸν τόνον» διὰ τὸ ἄντικρυϲ ἀντικρύ·
ἐνταῦθα, ἐπειδὴ οὐκ ἐφυλάχθη τὸ αὐτὸ ϲημαινόμενον (τὸ μὲν γὰρ ἄντικρυϲ
τὸ φανερῶϲ ϲημαίνει, τὸ δὲ ἀντικρύ τὸ ἐξ ἐναντίαϲ), τούτου
χάριν οὕτε ὁ αὐτὸϲ τόνοϲ ἐφυλάχθη· καὶ πάλιν βαϲιλεύϲ βαϲιλεῦ· ἰδοὺ
γὰρ οὔτε ἐνταῦθα ἐφυλάχθη ὁ αὐτὸϲ τόνοϲ (τὸ μὲν γὰρ βαϲιλεύϲ ὀξύνεται,
τὸ δὲ βαϲιλεῦ περιϲπᾶται), ἀλλ’ οὐκ ἐφυλάχθη τὸ αὐτὸ ϲημαινόμενον·
τὸ μὲν γὰρ εὐθείαϲ ἐϲτί, τὸ δὲ κλητικῆϲ. ἀλλ’ οὐκ ἀντιϲτρέφοντοϲ
τοῦ λόγου· οὐδὲ γὰρ ἐὰν τοῦ ϲημαινομένου γένηται ἐναλλαγὴ
μετὰ τὴν ἀποβολὴν τοῦ ϲ πάντωϲ καὶ ὁ τόνοϲ ἐναλλάϲϲεται· ἰδοὺ γὰρ
λέγειϲ λέγει, ὁ Χρύϲηϲ τῷ Χρύϲῃ, ὁ Φιλητᾶϲ τοῦ Φιλητᾶ ἰδοὺ ταῦτα
μὲ φυλάξαντα τὸ αὐτὸ ϲημαινόμενον (τὸ μὲν γὰρ δευτέρου προϲώπου
ἐϲτί, τὸ δὲ τρίτου, καὶ τὰ μὲν εὐθείαϲ, τὰ δὲ γενικῆϲ καὶ δοτικῆϲ),
ὅμωϲ τὸν αὐτὸν τόνον ἐφύλαξε· τοῦτο οὖν τὸ εἶ φυλάξαν τὸ ϲημαινόμενον
τοῦ εἴϲ, ἀμφότερα γὰρ τὸ ὑπάρχειϲ δηλοῖ καὶ ἀμφότερα δευτέρου
προϲώπου ἐϲτὶ καὶ μὴ φυλάξαν τὸν αὐτὸν τόνον· τὸ μὲν γὰρ εἶ
περιϲπᾶται, τὸ δὲ εἰϲ ὀξύνεται· δηλονότι οὐ γέγονεν ἀπὸ τοῦ εἴϲ κατὰ
ἀποβολὴν τοῦ ϲ. ϲχηματίζει οὖν ὁ Ἀπολλώνιοϲ τὸ εἶ τοῦτον τὸν τρόπον
ἔϲτιν ἔω τὸ ϲημαῖνον τὸ ὑπάρχω· ἐκ τούτου γίνεται παθητικὸν ἢ
μέϲον ἔομαι. ἐκ τούτου λοιπὸν τοῦ ἔομαι τὸ δεύτερον πρόϲωπον γίνεται
κοινῶϲ μὲν ἔῃ διὰ τοῦ η καὶ ι, ὥϲπερ βούλῃ, Ἀττικῶϲ δὲ ἔει, διὰ
τῆϲ ει διφθόγγου, ὥϲπερ βούλει, ὡϲ παρὰ Μενάνδρῳ (frg. com. ed.
Meinek. IV 457)
δὴ τὸ λέγειν ὅτι ἀπὸ τοῦ ἔω τὸ ὑπάρχω γίνεται τὸ παθητικὸν ἔομαι·
οὐδέποτε γάρ, φηϲί, τὰ ὑπαρκτικὰ εἰϲ πάθοϲ λαμβάνεται, ἤγουν οὐκ
ἔχει παθητικόν· οὐδὲ γὰρ τὸ ὑπάρχω γίνεται ὑπάρχομαι· πῶϲ γὰρ δύναται
ἔχειν τὰ παθητικά, ὅπου οὕτε ἐνέργειαν ϲημαίνει, τὸ γὰρ ζῶ,
πλουτῶ, ὑπάρχω, οὐδέτερα καλοῦϲι διὰ τὸ μήτε ἐνέργειαν ϲημαίνειν
μήτε πάθοϲ.
πᾶν δεύτερον πρόϲωπον τῶν εἰϲ μι, ἐπὶ ἐνεϲτῶτοϲ δηλονότι
χρόνου, προϲθέϲει τοῦ ῑ τὸ τρίτον ποιεῖ οἷον τίθηϲ τίθηϲι. ἀπὸ τοῦ εἰμί, τοῦ,
ϲημαίνοντοϲ τὸ ὑπάρχω, τὸ τρίτον τῶν ἑνικῶν ὀφείλει γενέϲθαι εἰϲίν ἵνα δὲ μὴ
ϲυνεμπέϲῃ τῷ τρίτῳ τῶν πληθυντικῶν, λέγω δὲ τῷ εἰϲὶν ἐκεῖνοι, καὶ κατὰ τὴν
γραφὴν καὶ κατὰ τὸν τόνον, τούτου χάριν ἐπιλέλοιπε. τούτων οὕτωϲ ἐχόντων,
καὶ ἀπὸ τῆϲ ἐϲμί τροπῇ τοῦ μ εἰϲ ϲ ὤφειλε γενέϲθαι τὸ τρίτον τῶν ἑνικῶν ἐϲϲί,
ἀλλ’ ἐπειδὴ προελήφθη ἡ φωνὴ ἐπὶ τοῦ ἰδίου δευτέρου προϲώπου, καὶ γὰρ τὸ
δεύτερον πρόϲωπον ἐϲϲί, τούτου χάριν τροπὴ Δωρικὴ παρηκολούθηϲε τοῦ ϲ εἰϲ
τὸ τ, καὶ ἐγένετο ἐϲτί, ὥϲπερ ϲύ τύ, εἴκοϲι εἴκοτι. δεῖ δὲ γινώϲκειν ὅτι οὐκ
ἔϲτιν αὕτη ἡ τροπὴ ἡ ἐν τῷ ἐϲτί κυρίωϲ Δωρικὴ· οἱ γὰρ Δωριεῖϲ τὸ τρίτον πρόϲωπον
τῶν ἑνικῶν εἰϲ τι ποιοῦϲι, μὴ προηγουμένου ϲυμφώνου οἶον φηϲί φατί,
δίδωϲι δίδωτι· εἰ οὖν ἐν τῷ ἐϲϲί προηγεῖται ϲύμφωνον, οὐκ ἐτράπη τοῦτο Δωρικῶϲ
τὸ ϲ εἰϲ τὸ τ, ἀλλὰ κατᾶ μίμηϲιν Δωρικήν· τὸ δὲ τρίτον τῶν πληθυντικῶν
εἰϲ τι ποιοῦϲιν οἱ Δωριεῖϲ προηγουμένου ϲυμφώνου τοῦ ν οἷον δίδοντι, φάντι.
ὅτι δὲ δυνάμει ἐν τῷ ἐϲτί ὑπάρχει τὸ ϲ, δηλοῖ τὸ ν προϲερχόμενον αὐτῷ οἷον
ἐϲτίν, ὅτε γάρ ἐϲτι τὸ ϲ πρὸ τοῦ ῑ ἢ δυνάμει ἢ ἐνεργείᾳ, τότε τοῦ ν ἐφελκυϲτικὸν
γίνεται τὸ ῑ οὕτωϲ οὖν καὶ ἐϲτί ἐνταῦθα γὰρ δυνάμει τὸ ϲ ἐϲτί πολλάκιϲ
δὲ καὶ τοῦ φ προηγουμένου γίνεται τὸ ῑ ἐφελκυϲτικὸν τοῦ ν οἷον ναῦφιν,
«ναῦφιν ἀμυνόμενοι» (N 700).
Ἄξιον δέ ἐϲτι ζητῆϲαι τοῦτο, πάντων τῶν δευτέρων προϲώπων τῶν εἰϲ ϲ
ληγόντων ἀποβαλλόντων τὸ ϲ καὶ ποιούντων τὸ τρίτον πρόϲωπον οἷον τύπτειϲ
τύπτει, ἐτύφθηϲ ἐτύφθη (περὶ γὰρ τοῦ παρακειμένου καὶ τοῦ ἀορίϲτου α ἐμάθομεν,
ὅτι καὶ τροπὴ παρηκολούθηϲε τοῦ α εἰϲ ε διὰ τὴν ὁμοφωνίαν τὴν πρὸϲ τὸ
πρῶτον πρόϲωπον), διὰ τί μόνα τὰ εἰϲ μι κατὰ τὸν ἐνεϲτῶτα οὐκ ἀποβάλλει τὸ
ϲ ἐν τῷ τρίτῳ προϲώπῳ, ἀλλὰ τοὐναντίον καὶ τὸ ῑ προϲλαμβάνει. καὶ ἔϲτιν εἰπεῖν,
ὅτι ἀναλογώτεροί εἰϲιν οἱ Αἰολεῖϲ, ἀποβολῇ τοῦ ϲ τὰ τρίτα ἐπὶ τούτων ποιοῦντεϲ
οἷον τίθηϲι τίθηϲ τίθη, ζεύγνυμι ζεύγνυϲ ζεύγνυ, δίδωμι δίδωϲ δίδω.
ἰϲτέον ὅτι τὰ εἰϲ μι ὁριϲτικ τροπῇ τῆϲ μι εἰϲ μεν ποιεῖ τὸ
πρῶτον πρόϲωπον τῶν πληθυντικῶν, μετὰ τοῦ ϲυϲτέλλειν τὴν παραλήγουϲαν
εἰϲ τὴν παραλήγουϲαν τὴν ἐν τέλει τοῦ πρωτοτύπου· καὶ ἡ μὲν πρώτη ϲυζυγία
εἰϲ τὸ ε ϲυϲτέλλει τὴν παραλήγουϲαν οἷον τίθημι τίθεμεν, ἵημι ἵεμεν καὶ
ἀφίεμεν, ἐπειδὴ ἡ ἐντέλεια τοῦ πρωτοτύπου ἔχει τὸ οἷον τιθέω, ἱέω· ἡ
δὲ δευτέρα εἰϲ τὸ α ϲυνεϲταλμένον ϲυϲτέλλει τὴν παραλήγουϲαν οἶον ἵϲτημι ἵϲταμεν,
οὕτωϲ ἐχόντων, καὶ ἀπὸ τοῦ εἰμί τοῦ ϲημαίνοντοϲ τὸ ὑπάρχω γίνεται τὸ
πρῶτον πρόϲωπον τῶν πληθυντικῶν ἐμέν, ἐπειδὴ τὸ πρωτότυπον τῷ ε παραλήγεται,
ἔω γάρ, ὅπερ ἐμέν κατὰ πλεοναϲμὸν τοῦ ϲ γίνεται ἐϲμέν· δύναται δὲ
τὸ ἐϲμέν ἀπὸ τοῦ ἐϲμί εἶναι. τοῦ δὲ εἰμι τοῦ ϲημαίνοντοϲ τὸ πορεύομαι τὸ
πρῶτον πρόϲωπον τῶν πληθυντικῶν ἴμεν ἐϲτὶ διᾶ ϲυνεϲταλμένου τοῦ ι, περὶ
οὖ ἐν τοῖϲ προλαβοῦϲιν ἐμάθομεν, ὅτι τοῦτο ἐν μὲν τοῖϲ ἑνικοῖϲ διὰ τῆϲ ει
διφθόγγου γράφεται ἀπὸ τοῦ εἴω, τοῦ διὰ τῆϲ ει διφθόγγου γραφομένου καὶ
ϲημαίνοντοϲ τὸ πορεύομαι, ἐν δὲ τοῖϲ δυικοῖϲ καὶ πληθυντικοῖϲ διὰ ϲυνεϲταλμένου
τοῦ ι, ἀπὸ τοῦ ἴω τοῦ διὰ τοῦ ι γραφομένου καὶ ϲημαίνοντοϲ τὸ πορεύομαι.
πρόϲκειται ἐν τῷ κανόνι «ὁριϲτικὰ» οἶον «τὰ εἰϲ μι ὁριϲτικὰ τροπῇ τῆϲ μι εἰϲ
μεν ποιεῖ τὸ πρῶτον πρόϲωπον τῶν πληθυντικῶν μετὰ τοῦ ϲυϲτέλλειν τὴν παραλήγουϲαν»
διὰ τὰ εἰϲ μι εὐκτικά· ταῦτα γὰρ τροπῇ τῆϲ μι εἰϲ μεν ποιεῖ τὸ πρῶτον
πρόϲωπον τῶν πληθυντικῶν, οὐ ϲυϲτέλλει δὲ τὴν παραλήγουϲαν οἶον τύπτοιμι
τύπτοιμεν.
εἴρηται ὅτι ἐπὶ ἐνεϲτώτων [καὶ μελλόντων] τὸ
τρίτον πρόϲωπον τῶν πληθυντικῶν ὁμόφωνον γίνεται τῇ δοτικῇ τῶν
πληθυντικῶν τῆϲ ἰδίαϲ μετοχῆϲ οἷον οἱ τύπτοντεϲ τῶν τυπτόντων τοῖϲ
τύπτουϲι καὶ τύπτουϲιν ἐκεῖνοι. οὕτωϲ οὖν καὶ ἐν τοῖϲ .τιθεῖϲι καὶ τιθεῖϲιν
ἐκεῖνοι, καὶ τοῖϲ ἱϲτᾶϲι καὶ ἱϲτᾶϲιν ἐκεῖνοι, καὶ τοῖϲ διδοῦϲι καὶ
διδοῦϲιν ἐκεῖνοι, καὶ τοῖϲ ζευγνῦϲι καὶ ζευγνῦϲιν ἐκεῖνοι. ϲεϲημείωται
τὸ φαϲί καὶ εἰϲίν, ὅτι τῆϲ μετοχῆϲ βαρυνομένηϲ τὸ ῥῆμα ὠξυτονήθη·
ἔϲτι γὰρ ἡ μετοχὴ τῶν φάντων τοῖϲ φᾶϲι βαρυτόνωϲ καὶ τὸ ῥῆμα φαμέν
φατέ φαϲίν ὀξυτόνωϲ· καὶ πάλιν ὁ εἴϲ τοῦ ἔντοϲ τῷ ἔντι τὸν ἔντα ἀντὶ
τοῦ ὑπάρχοντα, ὡϲ καὶ ἡ χρῆϲιϲ δηλοῖ οὕτωϲ ἔχουϲα «παῖδα ἔντα »
ἀντὶ τοῦ παῖδα ὑπάρχοντα· καὶ λοιπὸν τὰ πληθυντικὰ οἱ ἔντεϲ τῶν
ἔντων τοῖϲ εἶϲι βαρυτόνωϲ καὶ τὸ ῥῆμα ἐϲμέν ἐϲτέ εἰϲίν ὀξυτόνωϲ.
ἰϲτέον δὲ ὅτι ταῦτα, φημὶ δὴ τὰ τρίτα πρόϲωπα τῶν πληθυντικῶν
τοῦ ἐνεϲτῶτοϲ τῶν εἰϲ μι, οἱ Ἀττικοὶ προϲόδῳ τοῦ α καὶ ϲυϲτολῇ τῆϲ
παραληγούϲηϲ προφέρονται οἷον τιθεῖϲι τιθέαϲι, διδοῦϲι διδόαϲι, ζευγνῦϲι ζευγνύαϲιν
ἐπὶ δὲ τῆϲ δευτέραϲ ϲυζυγίαϲ οὐδὲν τοιοῦτον ποιοῦϲι διὰ τὴν κακοφωνίαν·
ἀπὸ τοῦ ἱϲτᾶϲι γὰρ εἰ ἐποίηϲαν προϲόδῳ τοῦ α ἰϲτάαϲιν, ἀλλεπαλληλία τοῦ α
ηὑρίϲκετο, καὶ ἐκ τούτου κακοφωνία ἐγένετο.
Ἰϲτέον δὲ ὅτι τὸ τιθέαϲι καὶ διδόαϲι καὶ ζευγνύαϲι μακρὸν ἔχουϲι τὸ α, ἐπειδὴ
τὰ εἰϲ ι λήγοντα ῥήματα μακρὰ θέλει παραλήγεϲθαι οἷον τετύφαϲι. τούτων οὕτωϲ
ἐχόντων, τὸ ἱεῖϲιν ὃ ϲημαίνει τὸ πέμπουϲι γίνεται ἱέαϲι προϲόδῳ τοῦ α καὶ ϲυϲτολῇ
τῆϲ παραληγούϲηϲ, καὶ κατὰ κρᾶϲιν Ἀττικὴν τοῦ ε καὶ α εἰϲ α μακρὸν ἱᾶϲι προπεριϲπωμένωϲ,
καὶ ἐν ϲυνθέϲει ἀφιᾶϲιν.
ἰϲτέον δέ, ὁ μὲν Ἡρωδιανὸϲ φηϲίν, ὅτι κυρίωϲ
l. 30 de «παῖδα ἔντα» v. Ahrens dial. dor. p. 324, qui propter παρέντων, quod
apud Alcmanem erat, hoc fortasse eidem Alemani tribuendum conicit.
εἰϲ τὸ υ ϲυναιρεῖται, καὶ πάλιν ἐν τῷ βόαϲ βοῦϲ τὸ ο καὶ α εἰϲ τὴν
ου δίφθογγον ϲυναιρεῖται· οὐκοῦν καὶ ἐν τῷ τιθεῖϲι τιθέαϲιν ἡ ει δίφθογγοϲ
εἰϲ τὸ ε καὶ α διῃρέθη, καὶ ἐν τῷ ζευγνῦϲι καὶ ζευγνύαϲι τὸ υ εἰϲ
τὸ υ καὶ α διῃρέθη, καὶ ἐν τῷ διδοῦϲι διδόαϲιν ἡ ου δίφθογγοϲ εἰϲ
τὸ ο καὶ α διῃρέθη.
ἰϲτέον δὲ ὅτι ὁ Ἡρωδιανὸϲ ἄλλην ἀπολογίαν
ἔχει. ἔχει δὲ οὕτωϲ· καθόλου τὸ τρίτον πρόϲωπον τῶν πληθυντικῶν
τοῦ ἐνεϲτῶτοϲ πρὸϲ τὸ τρίτον πρόϲωπον τῶν πληθυντικῶν τοῦ παρατατικοῦ
ἢ ἰϲοϲυλλαβεῖν θέλει ἢ πλεονοϲυλλαβεῖν· καὶ ἰϲοϲυλλαβεῖν μέν,
ὅταν ἄρχηται ἀπὸ ϲυμφώνου οἷον τύπτουϲιν ἔτυπτον, βοῶϲιν ἐβόων,
δῆλον ὅτι χωρὶϲ τῶν ἀπὸ προθέϲεωϲ ἀρχομένων, καταγράφουϲι γὰρ
πενταϲυλλάβωϲ, καὶ κατέγραφον τετραϲυλλάβωϲ· πλεονοϲυλλαβεῖν δέ,
ὅταν ἀπὸ φωνήεντοϲ ἄρχηται, οἷον ἄγουϲιν ἦγον, ἑρμηνεύουϲιν ἡρμήνευον·
ἐνταῦθα οὖν ἐν τοῖϲ εἰϲ μι εἰ μὴ ἐγένετο αὕτη ἡ δοκοῦϲα διαίρεϲιϲ
κατὰ τὸ τρίτον πρόϲωπον τῶν πληθυντικῶν τοῦ ἐνεϲτῶτοϲ, τὸ ἐναντίον
ϲυνέβαινεν, ὅπερ ἐϲτὶν ἄτοπον· ἤμελλε γὰρ ἀπὸ ϲυμφώνου ἄρχεϲθαι τὰ
τρίτα πρόϲωπα τῶν πληθυντικῶν τοῦ ἐνεϲτῶτοϲ καὶ μὴ ἰϲοϲυλλαβεῖν τοῖϲ
τρίτοιϲ προϲώποιϲ τῶν πληθυντικῶν τοῦ παρατατικοῦ, ὅπερ ἐϲτὶν ἄτοπον,
οἷον τιθεῖϲιν ἐτίθεϲαν, διδοῦϲιν ἐδίδοϲαν, ζευγνῦϲιν ἐζεύγνυϲαν·
καὶ πάλιν ἤμελλεν ἀπὸ φωνήεντοϲ ἄρχεϲθαι τὰ τρίτα πρόϲωπα τῶν
πληθυντικῶν τοῦ ἐνεϲτῶτοϲ καὶ ἰϲοϲυλλαβεῖν τοῖϲ τρίτοιϲ προϲώποιϲ
τῶν πληθυντικῶν τοῦ παρατατικοῦ, ὅπερ ἐϲτὶν ἄτοπον, οἶον ἱεῖϲι τὸ
πέμπουϲιν ἵεϲαν καὶ ἀφίεϲαν ἐν ϲυνθέϲει. τούτου οὖν χάριν γίνεται
αὕτη ἡ δοκοῦϲα διαίρεϲιϲ, ἵνα φυλαχθῇ ἡ ἀκολουθία Οἷον τιθέαϲιν ἐτίθεϲαν,
διδόαϲιν ἐδίδοϲαν, ζευγνύαϲιν ἐζεύγνυϲαν, ὀλλύαϲιν ὤλλυϲαν.
ἰδοὺ γὰρ εὑρίϲκεται ἀπὸ ϲυμφώνου ἀρχόμενα τὰ τρίτα πρόϲωπα τῶν
πληθυντικῶν τοῦ ἐνεϲτῶτοϲ ἰϲοϲυλλαβοῦντα τοῖϲ τρίτοιϲ προϲώποιϲ
τῶν πληθυντικῶν τοῦ παρατατικοῦ ἀπὸ φωνήεντοϲ ἀρχομένων, δῆλον
ὅτι τῶν τρίτων προϲώπων τῶν πληθυντικῶν τοῦ παρατατικοῦ, ὡϲ ἡ
.
ἀκολουθία ἀπαιτεῖ
πᾶϲ ἐνεϲτὼϲ ὁριϲτικὸϲ εἰϲ μι λήγων τρέπων τὴν
μι εἰϲ ν καὶ τὴν ἄρχουϲαν ἐκτείνων χρονικῶϲ ἢ ϲυλλαβικῶϲ τὸν παρατατικὸν
ποιεῖ· ἵημι τὸ πέμπω ἵην, δίδωμι ἐδίδων, ὄλλυμι ὤλλυν, ὀμόργνυμι
ὠμόργνυν. ἰϲτέον δὲ ὅτι, ὡϲ ὁ Ἡρωδιανὸϲ λέγει, τὸ ἐδίδων
ἡ παράδοϲιϲ διὰ τῆϲ ου διφθόγγου οἶδεν οἷον ἐδίδουν, ὡϲ ἀπὸ τοῦ
διδῶ διδοῖϲ ὥϲπερ χρυϲῶ χρυϲοῖϲ ἐχρύϲουν· τὸ δὲ ἐτίθην καὶ ἵην, ϲημαίνει
δὲ τὸ ἔπεμπον, διὰ τῆϲ ει διφθόγγου οἷον ἐτίθειν καὶ ἵειν, ἐξ
οὐ τὸ ἐτίθει καὶ ἵει, ὡϲ παρὰ τῷ ποιητῇ (Α 25) «ἀλλὰ κακῶϲ ἀφίει » ·
τὸ δὲ « ἦν ἐγώ » ὃ ϲημαίνει τὸ ὑπῆρχον γέγονεν οὕτωϲ· ἔϲτιν εἰμί ὃ
ϲημαίνει τὸ ὑπάρχω, τούτου ὁ παρατατικὸϲ εἶν διὰ τῆϲ ει διφθόγγου
τροπῇ τῆϲ μι εἰϲ ν καὶ λοιπὸν Ἀττικῶϲ ἐπεκτείνεται τὸ ε εἰϲ τὸ η
ὥϲπερ ἔμελλον ἤμελλον, ἐβουλόμην ἠβουλόμην, ἐδυνάμην ἠδυνάμην,
τὸ δὲ ι ἀπεβλήθη, ἐπειδὴ τὰ εἰϲ ην ῥήματα οὐ θέλει ἔχειν πρὸ τοῦ ν
τί ποτε ἀνεκφώνητον οἷον ἐτύφθην, καὶ καθόλου τὰ εἰϲ ν λήγοντα
ῥήματα οὐ θέλει ἔχειν πρὸ τοῦ ν τί ποτε ἀνεκφώνητον οἷον βοῶν,
γελῶν, περῶν. ἔχομεν δὲ τὴν χρῆϲιν τοῦ « ἦν ἐγώ » παρὰ Ἀριϲτοφάνει
Πλούτῳ (28)
δὲ ν ἀπεβλήθη τοῦ ἦν ἐν τῷ ἔα, ἐπειδὴ τὸ α ἀποβλητικόν ἐϲτι τοῦ ν
οἷον Ξέρξην Ξέρξεα, ἐτετύφειν ἐτετύφεα τὸ γὰρ μοῦϲα μοῦϲαν καὶ
ἔτυψα ἔτυψαν ἀπὸ κλίϲεωϲ ἔχει τὸ ν καὶ οὐ κατὰ πάθοϲ ἐϲτὶν ὥϲπερ
ταῦτα. καὶ λοιπὸν ἀπὸ τοῦ ἔα κατὰ κρᾶϲιν ποιοῦνται οἱ Ἀττικοὶ τοῦ
ἑ καὶ α εἰϲ η ὥϲπερ τείχεα τείχη καὶ λέγουϲιν ἦ, ὡϲ παρ’ Ἀριϲτοφάνει
ἐν Ὄρνιϲιν (97)
ἦν πρώτου προϲώπου καὶ τοῦ ἦϲ δευτέρου ὤφειλε τὸ τρίτον κατὰ ἀποβολὴν
τοῦ ϲ εἶναι ἦ, ὥϲπερ ἐτύφθηϲ ἐτύφθη. ἀλλ’ ἔτι τὸ « ἦν ἐκεῖνοϲ »,
ὥϲπερ εἴρηται, ἀπὸ τῶν εἰϲ ω γέγονεν οὕτωϲ· ἔϲτιν ἔω τὸ ϲημαῖνον
τὸ ὑπάρχω, τούτου ὁ μέϲοϲ παρακείμενοϲ ἦα, ὡϲ παρὰ τῷ ποιητῇ (ξ 212)
πᾶν πρῶτον πρόϲωπον εἰϲ ν λῆγον μετὰ φυϲικῆϲ μακρᾶϲ
μὴ ἔχον τὸ μ κλιτικὸν τροπῇ τοῦ ν εἰϲ ϲ ποιεῖ τὸ δεύτερον πρόϲωπον οἷον ἐτύπην
ἐτύπηϲ, ἐτύφθην ἐτύφθηϲ, ἐδάμην ἐδάμηϲ· τὸ γὰρ μ οὐκ ἔϲτι κλιτικὸν ἀλλὰ
θεματικόν· ἀπὸ γὰρ τοῦ ἐνεϲτῶτοϲ ἔχει αὐτὸ δαμνῶ γάρ ἐϲτιν ὁ ἐνεϲτώϲ καὶ
ἔχει τὸ μ· οὕτωϲ οὖν καὶ ἐτίθην ἐτίθηϲ τροπῇ τοῦ ν εἰϲ ϲ καὶ ἵϲτην ἵϲτηϲ καὶ
ἐδίδων ἐδίδωϲ καὶ ἐζεύγνυν ἐζεύγνυϲ καὶ ἦν ἀντὶ τοῦ ὑπῆρχον ἦϲ καὶ κατ’ ἐπέκταϲιν
τῆϲ θα ϲυλλαβῆϲ ἧϲθα, ὥϲπερ ἔφην ἔφηϲ ἔφηϲθα· τοιοῦτόν ἐϲτι καὶ τὸ
οῖϲθα, τὸ γὰρ οἶδα οἴδημι φαϲὶν οἱ Αἰολεῖϲ, εἶτα τούτου τὸ δεύτερον οἴδηϲ καὶ
κατ’ ἐπέκταϲιν τῆϲ θα ϲυλλαβῆϲ οἴδηϲθα καὶ κατὰ ϲυγκοπὴν οἶϲθα.
πᾶν πρῶτον ἐνικὸν εἰϲ ν λῆγον μὴ ἔχον τὸ μ κλιτικὸν πρὸ
τοῦ ν λαμβάνον τὸ με τὸ πρῶτον πρόϲωπον τῶν πληθυντικῶν ποιεῖ οἷον ἔτυπτον
ἐτύπτομεν, ἐχρύϲουν ἐχρυϲοῦμεν, ἐβόων ἐβοῶμεν, ἐτύφθην ἐτύφθημεν,
ἔγνων ἔγνωμεν· ἐπὶ δὲ τοῦ παρατατικοῦ τῶν εἰϲ μι καὶ ϲυϲτολὴ παρακολουθεῖ
τῆϲ παραληγούϲηϲ ἐν τοῖϲ πληθυντικοῖϲ οἷον ἐτίθην ἐτίθεμεν, ἵϲτην ἵϲταμεν, ἐδίδων
ἐδίδομεν, ἐζεύγνυν ἐζεύγνυμεν, ἔφην ἔφαμεν· τὸ γὰρ ἔφημεν δευτέρου ἀορίϲτου
ἐϲτίν ὥϲπερ ἔϲτην ἔϲτημεν καὶ ἔβην ἔβημεν· τὸ ἦν ἦμεν λόγῳ ἀρχούϲηϲ
ἐφύλαξε τὸ η, ἐπειδὴ γὰρ τοῦτο διϲύλλαβόν ἐϲτι καὶ τὴν αὐτὴν ἔχει ἄρχουϲαν
καὶ παραλήγουϲαν, τούτου χάριν τῷ λόγῳ τῆϲ ἀρχούϲηϲ ἐφύλαξε τὸ η καὶ οὐ
τῷ λόγῳ τῆϲ παραληγούϲηϲ ϲυνέϲτειλεν αὐτό. διὰ τοῦτο δὲ ἐπὶ τοῦ παρατατικοῦ
τῶν εἰϲ μι καὶ ϲυϲτολὴ παρακολουθεῖ τῆϲ παραληγούϲηϲ ἐν τοῖϲ πληθυντικοῖϲ,
ἐπειδὴ ὁ παρατατικὸϲ ϲυγγένειαν ἔχει πρὸϲ τὸν ἐνεϲτῶτα· παρῳχημένοϲ γάρ ἐϲτιν
αὐτοῦ, καὶ διὰ τοῦτο δὲ ἐξ αὐτοῦ κανονίζεται. ἐπειδὴ οῦν ἐπὶ τῶν εἰϲ μι ὁ ἐνεϲτὼϲ
ϲυϲτέλλει τὴν παραλήγουϲαν ἐν τοῖϲ πληθυντικοῖϲ οἷον τίθημι τίθεμεν, ἵϲτημι
ἵϲταμεν, δίδωμι δίδομεν, ζεύγνυμι ζεύγνυμεν, καὶ ἡ αἰτία προείρηται, ὅτι τοῦτο
γίνεται πρὸϲ τὴν παραλήγουϲαν τῆϲ γενικῆϲ τῆϲ μετοχῆϲ (ταῦτα γὰρ βραχεῖαν
ἔχει τὴν παραλήγουϲαν, ἤγουν θέϲει μακράν), τούτου χάριν καὶ ὁ παρατατικὸϲ
ἐπὶ τῶν εἰϲ μι πρὸϲ ἀναλογίαν τοῦ ἐνεϲτῶτοϲ ϲυϲτέλλει τὴν παραλήγουϲαν αὐτοῦ
ἐν τοῖϲ πληθυντικοῖϲ. ἰϲτέον δὲ ὅτι ὁ δεύτεροϲ ἀόριϲτοϲ ὁ ἐνεργητικὸϲ ἐπὶ τῶν
εἰϲ μι οὐ ϲυϲτέλλει τὴν παραλήγουϲαν αὐτοῦ ἐν τοῖϲ πληθυντικοῖϲ οἷον ἔϲτην
ἔϲτημεν, ἔβην ἔβημεν, ἔγνων ἔγνωμεν, ἥλων ἥλωμεν, ἐβίων ἐβίωμεν, ἔφην ἔφημεν·
τὸ γὰρ ἔφαμεν παρατατικόϲ ἐϲτι. ϲεϲημείωται τὸ ἔδων ἔδομεν καὶ ἔθην
ἔθεμεν καὶ ἧν ἕμεν, ὅτι δευτέρου ἀορίϲτου ὄντα ϲυνέϲτειλε τὴν παραλήγουϲαν ἐν
τοῖϲ πληθυντικοῖϲ.
ἐπὶ τῶν εἰϲ μι ἐκ τοῦ μέλλοντοϲ κανονίζεται ἡ ἄρχουϲα τοῦ
παρακειμένου. ἔϲτιν οὖν θήϲω ὁ μέλλων καὶ τέθηκα ὁ παρακείμενοϲ διὰ τοῦ η
ὥϲπερ ποιήϲω πεποίηκα καὶ κατὰ τροπὴν Βοιωτικὴν τοῦ η εἰϲ τὴν ει δίφθογγον
γέγονε τέθειμαι. τούτων οὕτωϲ ἐχόντων, ἀπὸ τοῦ ἵϲτημι ϲτήϲω ὤφειλεν εἶναι
ὁ ἐνεργητικὸϲ παρακείμενοϲ ἕϲτηκα διὰ τοῦ η, ἐπειδὴ καὶ ὁ μέλλων τὸ η ἔχει
οἷον ϲτήϲω ὥϲπερ ποιήϲω πεποίηκα· οὐ λέγομεν δὲ οὕτωϲ ἀλλὰ ἕϲτακα διὰ τοῦ
α. ἔϲτι δὲ εἰπεῖν τὴν ἀπολογίαν ταύτην ἔϲτιν ἑϲτήκω ὁ ἐνεϲτώϲ, ὅϲτιϲ φωνὴν
μὲν ἔχει ἐνεργητικὴν, πάθοϲ δὲ ϲημαίνει (οὐδὲν γὰρ ϲημαίνει τὸ ἑϲτήκω ἄλλο Ι
ἀλλά τὸ ἵϲταμαι ἐγώ), ἐξ οὗ ὁ μέλλων ἑϲτήξω καὶ τὸ ἀπαρέμφατονἑϲτήξειν, ὡϲ
παρὰ Καλλιμάχῳ (Η. Ap. 15)
ἡμαρτημένοϲ δὲ κατὰ τὴν ἄρχουϲαν, καθὸ οὐκ ἐμεγεθύνθη χρονικῶϲ τὸ γὰρ ε
διχῶϲ πέφυκε μεγεθύνεϲθαι· ἢ γὰρ διὰ τῆϲ προϲθήκηϲ τοῦ ι οἷον ἔχω εἶχον, ἕλκω
(ἷλκον, διὰ τοῦ τρέπεϲθαι εἰϲ η οἷον ἐλεῶ ἠλέουν. ἵνα οὖν μὴ ϲυνεμπέϲῃ τῷ
ἕϲτηκα μέϲῳ παρακειμένῳ, τῷ ὄντι ἀπὸ τοῦ ἑϲτήκω ἐνεϲτῶτοϲ, ὁ ἕϲτηκα ὁ
ἐνεργητικὸϲ παρακείμενοϲ ὁ ὢν ἀπὸ τοῦ ἵϲτημι ἐνεϲτῶτοϲ τούτου χάριν πρὸϲ ἀντιδιαϲτολὴν
ἐκείνου διὰ τοῦ α ἐξενέχθη κατὰ τὴν παραλήγουϲαν.
ἰϲτέον ὅτι ἐν τοῖϲ εἰϲ μι οὐκ ἔϲτι μέϲοϲ παρακείμενοϲ, καὶ ἡ
αἰτία ἐϲτὶν αὕτη· ἡνίκα ὁ πρῶτοϲ ἀόριϲτοϲ ὁ ἐνεργητικὸϲ περιττοϲυλλαβεῖ τοῦ
δευτέρου ἀορίϲτου τοῦ ἐνεργητικοῦ, τότε καὶ ὁ ἐνεργητικὸϲ παρακείμενοϲ περιττοϲυλλαβεῖ
τοῦ μέϲου παρακειμένου οἶον κτυπῶ κτυπήϲω ἐκτύπηϲα ἔκτυπον ἐκτύπηκα
ἔκτυπα, δουπῶ δουπήϲω ἐδούπηϲα ἔδουπον καὶ δεδούπηκα δέδουπα· ὅτε δὲ
ὁ α΄ ἀόριϲτοϲ ὁ ἐνεργητικὸϲ ἰϲοϲυλλαβεῖ τῷ δευτέρῳ ἀορίϲτῳ τῷ ἐνεργητικῷ, τότε
καὶ ὁ ἐνεργητικὸϲ παρακείμενοϲ ἰϲοϲυλλαβεῖ τῷ μέϲῳ παρακειμένῳ, ἔϲτειλα ἔϲταλον
ἔϲταλκα ἔϲτολα. ἐνταῦθα οὖν ἐν τοῖϲ εἰϲ μι, ἐπειδὴ ἀεὶ περιττοϲυλλαβε ὁ
πρῶτοϲ ἀόριϲτοϲ ὁ ἐνεργητικὸϲ τοῦ δευτέρου ἀορίϲτου τοῦ ἐνεργητικοῦ, ἔϲτηϲα
γὰρ καὶ ἔϲτην, ἔδωκα ἔδων, ἔθηκα ἔθην, ἧκα ἧν, εἰ ἐγένετο ὁ μέϲοϲ παρακείμενοϲ,
ἤμελλε περιττοϲυλλαβεῖϲθαι ἐκ τοῦ ἐνεργητικοῦ παρακειμένου, τοῦ βέβηκα
τοῦ δέδωκα καὶ τοῦ ἔγνωκα καὶ τοῦ ἕϲτακα τριϲυλλαβούντων, αὐτόϲ, φημὶ δὴ
ὁ μέϲοϲ παρακείμενοϲ, εἰϲ διϲυλλαβίαν περιπίπτων ὅπερ ἐϲτὶν ἀδύνατον οὐδέποτε
γὰρ ὁ μέϲοϲ παρακείμενοϲ διϲύλλαβοϲ εὑρίϲκεται ἐν χρήϲει, χωρὶϲ τοῦ οἷδα
καὶ τοῦ εἶκα ὃ ϲημαίνει τὸ ὁμοιῶ, ὡϲ παρὰ Ἀλκμᾶνι
μὴ ὄντοϲ, εἰκότωϲ οὕτε μέϲοϲ ὑπερϲυντελικόϲ ἐϲτιν, ἐπειδὴ ἐκ τοῦ μέϲου
παρακειμένου κανονίζεται ὁ μέϲοϲ ὑπερϲυντελικόϲ.
ἰϲτέον ὅτι πᾶϲ μέλλων ἀπὸ τῶν εἰϲ μι τρέπων τὴν ϲω εἰϲ
καὶ ἑάλω, ὥϲπερ καὶ ἀπὸ τοῦ ἤγη γίνεται ἐάγη κατὰ διάλυϲιν τοῦ η εἰϲ ε καὶ
ᾱ. πάλιν ἵϲτημι ϲτήϲω καὶ ὁ δεύτεροϲ ἀόριϲτοϲ ὁ ἐνεργητικὸϲ ἔϲτην· οὖτοϲ
ἐνεργητικὴν μὲν ἔχει φωνήν, παθητικὴν δὲ ϲημαϲίαν καὶ ϲύντοξιν οὕτε γὰρ λέγομεν
ἔϲτην ϲε, ἀλλ’ ἔϲτην ὑπὸ ϲοῦ, ὥϲπερ ἐϲτάθην ὑπὸ ϲοῦ.
ϲημείωϲαι, ὅτι ἐπὶ τῶν εἰϲ μι ἐπὶ δευτέρου ἀορίϲτου
φυλάττεται ἡ λήγουϲα αὐτοῦ, ἤγουν τοῦ δευτέρου ἀορίϲτου, ἐν τοῖϲ
πληθυντικοῖϲ παραλήγουϲα ἡ αὐτὴ οἷον ἵϲτημι· ὁ β΄ ἀόριϲτοϲ ἔϲτην ἔϲτημεν
ἔϲτητε. γνῶμι· ὁ β΄ ἀόριϲτοϲ ἔγνων ἔγνωμεν ἔγνωτε. πλὴν τοῦ
ἔθην ἔθεμεν ἔθετε, ἔδων ἔδομεν ἔδοτε, ἧν ἕμεν ἕτε. καὶ διὰ τί πλὴν
τούτων διότι, φηϲὶν ὁ τεχνικόϲ, τὰ ἑνικὰ οἶον ἔθην ἔδων ἧν οὐχ
εὑρίϲκεται ἐν χρήϲει· τούτου χάριν τὰ πληθυντικὰ αὐτῶν εὑριϲκόμενα
ἐν χρήϲει ἐναλλάϲϲεται κείμενα ὡϲ ἔτυχεν.
πᾶϲ ἐνεϲτὼϲ εἰϲ μι λήγων τρέπων τὴν μι εἰϲ ω καὶ τὴν
ἄρχουϲαν ἀποβάλλων, ἐὰν ἔχῃ ὥϲπερ ἀναδιπλαϲιαϲμὸν διά τοῦ ῑ, μέλλων γίνεται
οἷον κίχρηι χρήϲω, πίμπλημι πλήϲω, βίβημι βήϲω (τὸ πορεύομαι)· ἐάν δὲ μὴ
ἔχῃ διπλαϲιαϲμὸν διὰ τοῦ ῑ, οὐκ ἀποβάλλει τὴν ἄρχουϲαν ἐν τῷ μέλλοντι, ἀλλὰ
μόνον τροπῇ τῆϲ μι εἰϲ ω γίνεται οἶον φημί φήϲω, δῦμι δύϲω, φῦμι φύϲω, ἐξ
οὖ τὸ ἔφυν, κλῦμι κλύϲω, ἐξ οὖ τὸ ἔκλυν, καὶ τὸ προϲτακτικὸν κλῦθι, βίωμι
βιώϲω, ἡ γὰρ βι ϲυλλαβὴ ἐνταῦθα οὐκ ἔϲτιν ἀπὸ διπλαϲιαϲμοῦ, ἀπὸ γὰρ τοῦ βιῶ
βιοῖϲ γέγονε.
Ἰϲτέον δὲ ὅτι τὰ τῆϲ δ΄ ϲυζυγίαϲ τῶν εἰϲ μι ο κλίνεται, εἰ μὴ ἄχρι τοῦ παρατατικοῦ· ὁ δὲ λόγοϲ περὶ τῶν ὑπὲρ δύο ϲυλλαβὰϲ οἷον ζεύγνυμι, ὄμνυμι· τὰ γὰρ διϲύλλαβα κλίνεται καὶ μετὰ τὸν παρατατικὸν οἶον δῦμι δύϲω ἔδυν.
ἰϲτέον ὅτι ὥϲπερ ἐν τοῖϲ εἰϲ μι καθόλου ὁ μέϲοϲ παρακείμενοϲ
ἐπιλιμπάνει δι᾿ ἣν εἰρήκαμεν αἰτίαν, οὕτω καὶ ὁ δεύτεροϲ μέλλων ὁ ἐνεργητικὸϲ
ὁριϲτικὸϲ καθόλου ἐπιλιμπάνει ἐπὶ τῶν εἰϲ μι διὰ ταύτην τὴν αἰτίαν·
ἡνίκα ὁ δεύτεροϲ ἀόριϲτοϲ ἐνδεῖ τοῦ πρώτου ἀορίϲτου, τότε καὶ ὁ δεύτεροϲ μέλλων
ἐνδεῖ τοῦ δευτέρου ἀορίϲτου οἶον ἐμύκηϲα ἔμυκον μυκήϲω μυκῶ, ἐβλάϲτηϲα.
ἔβλαϲτον βλαϲτήϲω βλαϲτῶ ἰδοὺ ἐπὶ τούτων ἐπειδὴ ὁ δεύτεροϲ ἀόριϲτοϲ ἐνδεῖ
τοῦ α΄ ἀορίϲτου, τούτου χάριν ὁ β΄ μέλλων ἐνδεῖ τοῦ β΄ ἀορίϲτου. τούτων οὕτωϲ
ἐχόντων, ἐν τοῖϲ εἰϲ μι ἀεὶ ὁ β΄ ἀόριϲτοϲ ἐνδεῖ τοῦ α΄ ἀορίϲτου οἷον ἔϲτηϲα ἔϲτην,
ἔγνωϲα ἔγνων, ἔδωκα ἔδων. ἀναγκάζεται οὖν ὁ δεύτεροϲ μέλλων ἐνδεῖν τοῦ
δευτέρου ἀορίϲτου· καὶ ἐπειδὴ ἐν τοῖϲ εἰϲ μι ὡϲ ἐπὶ τὸ πλεῖϲτον ὁ δεύτεροϲ ἀόριϲτοϲ
οὐχ ὑπερβαίνει τὴν διϲυλλαβίαν οἷον ἔϲτην, ἔγνων, (πρόϲκειται « ὡϲ ἐπὶ τὸ
πλεῖϲτον» διὰ τὸ ἐβίων δευτέρου ἀορίϲτου, ὁ γὰρ ἑάλων ἀπὸ τοῦ ἥλων διϲυλλάβου
ἐϲτίν) ὁ δεύτεροϲ μέλλων εὑρεθήϲεται εἰϲ μονοϲυλλαβίαν περιιϲτάμενοϲ,
ὅπερ ἐϲτὶν ἀδύνατον· οὐδέποτε γὰρ δύναται μέλλων μονοϲύλλαβοϲ εὑρίϲκεϲθαι.
καὶ καθόλου δὲ οὐδέποτε μονοϲύλλαβον ῥῆμα ὁριϲτικὸν εἰϲ ω λῆγον εὑρίϲκεται
ἐν χρήϲει, χωρὶϲ εἰ μὴ εὑρεθῇ δευτέραϲ ϲυζυγίαϲ τῶν περιϲπωμένων οἷον δρῶ,
θλῶ, κλῶ, ϲμῶ. πρόϲκειται «ὁριϲτικὸν» διὰ τὸ ἐὰν θῶ, ἐὰν δῶ. πρόϲκειται «εἰϲ
ω λῆγον» διὰ τὸ κλεῖϲ καὶ χεῖϲ καὶ ῥεῖϲ διὰ τοῦτο γὰρ ταῦτα κατὰ τὸ τρίτον
ἰϲτέον ὅτι πᾶϲ ἐνεϲτὼϲ ὁριϲτικὸϲ εἰϲ μι λήγων, τροπῇ τῆϲ
μι εἰϲ μαι παθητικὸϲ γίνεται μετὰ τοῦ ϲυϲτέλλειν τὴν παραλήγουϲαν πρὸϲ τὴν
παραλήγουϲαν τοῦ πρώτου προϲώπου τῶν πληθυντικῶν τῶν ἐνεργητικῶν. καὶ
δεῖ γινώϲκειν, ὅτι ἡ μὲν πρώτη ϲυζυγία τῶν εἰϲ μι ϲυϲτέλλει τὴν παραλήγουϲαν
διά τοῦ ε οἷον τίθεμαι, ἡ δὲ δευτέρα διὰ τοῦ ᾱ ϲυνεϲταλμένου, ἡ δὲ τρίτη διὰ
τοῦ ο, ἡ δὲ δ΄ τὸ δίχρονον μόνον ϲυϲτέλλει· εὐλόγωϲ ἡ μὲν πρώτη ϲυζυγία διὰ
τοῦ ε ϲυϲτέλλει τὴν παραλήγουϲαν οἷον τίθημι τίθεμαι, ἐπειδὴ καὶ τὸ πρωτότυπον
τὸ ε ἔχει· ἡ δὲ δευτέρα διὰ τοῦ ᾱ, ἐπειδὴ καὶ τὸ πρωτότυπον ἔχει τὸ ᾱ
καὶ ἡ τρίτη διὰ τοῦ ο ο, ἐπειδὴ καὶ τὸ πρωτότυπον τὸ ο ἔχει· ἡ δὲ τετάρτη τὸ
δίχρονον μόνον ϲυϲτέλλει, ἐπειδὴ καὶ τὸ πρωτότυπον διὰ διχρόνου ϲυνεϲταλμένου
ἐϲτί. τούτων οὕτωϲ ἐχόντων, τοῦ εἶμι τοῦ ϲημαίνοντοϲ τὸ πορεύομαι τὸ
παθητικὸν ὤφειλεν εἶναι ἴμαι διὰ τοῦ ῑ, ἐπειδὴ καὶ τὸ πληθυντικὸν τὸ ἐνεργητικὸν
ἴμεν ἐϲτὶ διὰ τοῦ ῑ· ἀλλ᾿ ἐπειδὴ ἐνταύθα οὐδὲν πλέον ἤμελλε ϲημαίνειν τὸ παθητικὸν
τοῦ ἐνεργητικοῦ (καὶ τὸ παθητικὸν γὰρ ὁμοίωϲ τὸ εἶμι τὸ πορεύομαι ἤμελλε
δηλοῦν), τούτου χάριν ἐπιλέλοιπε τὸ παθητικόν, ὡϲ τὴν αὐτὴν τῷ ἐνεργητικῷ
μέλλον ἔχειν ϲημαϲίαν καὶ ἀπὸ τοῦ εἰμὶ τοῦ ϲημαίνοντοϲ τὸ ὑππάρχω τὸ παθητικὸν
ἔμαι ὤφειλεν εἶναι διὰ τοῦ ε, ἐπειδὴ καὶ τὸ πληθυντικὸν τὸ ἐνεργητικὸν
ἔμεν ἐϲτὶ διὰ τοῦ ἐ, ὅπερ κατὰ πλεοναϲμὸν τοῦ ϲ γίνεται ἐϲμέν· ἀλλ’ ἐποιδὴ τὰ
ὑπαρκτικὰ οὐκ ἔχει παθητικά, τὸ γὰρ ὑπάρχω οὐ κλίνεται εἰϲ παθητικὸν καὶ γίνεται
ὑπάρχομαι, τούτου χάριν ἐπιλέλοιπε τὸ ἔμαι.
ζητεῖται δὲ περὶ τοῦ ἐπίϲταμαι, ὅτι πόθεν γέγονε; καὶ λέγει
ὁ Ἀπολλώνιοϲ, ὅτι ἀπὸ τοῦ ἵϲτημι γίνεται ἵϲταμαι, καὶ προϲερχομένη ἡ ἐπί πρόθεϲιϲ
ὤφειλε τρέψαι τὸ π εἰϲ φ, ἵνα ῇ ἐφίϲταμαι, καὶ γὰρ τὸ ἵϲταμαι δαϲύνεται
οἷον καθίϲταμαι, ὑφίϲταμαι, ἀλλὰ γέγονεν ἐπίϲταμαι, τοῦ π φυλαχθέντοϲ Ἰωνικῶϲ·
καὶ γὰρ τὸ ἥλιοϲ δαϲύνεται, καὶ ὅμωϲ ἀπηλιώτηϲ Ἰωνικῶϲ ἐπεκράτηϲε λέγεϲθαι
διά τοῦ π καὶ οὐκ ἀφηλιώτηϲ διὰ τοῦ καὶ πάλιν ὁ Ἥφαιϲτοϲ δαϲύνεται,
καὶ ὅμωϲ «ἐπ’ Ἡφαίϲτοιο θύρῃϲιν» Ἰωνικῶϲ εἶπεν ὁ ποιητήϲ· οὕτωϲ οὖν, ὡϲ
εἴρηται, καὶ τὸ ἐπίϲταμαι Ἰωνικῶϲ ἐφύλαξε τὸ π, εἰ οὖν οὕτωϲ γέγονεν ἀπὸ τοῦ
ἵϲταμαι· ἢ ἀπὸ τοῦ ἰϲῶ ἴϲημι ὃ ϲημαίνει τὸ γινώϲκω γέγονεν ἴϲαμαι καὶ ἐν πλεοναϲμῷ
τοῦ τ ἴϲταμαι καὶ ἐκεῖθεν ἐπίϲταμαι, καὶ εὐλόγωϲ ἐφύλαξε τὸ π τῆϲ ἐπί
προθέϲεωϲ, ἐπειδὴ τὸ ἴϲημι ψιλοῦται. ὁ δὲ Φιλόξενοϲ λέγει, ὅτι ἔϲτιν εἴδω εἴϲω
ὃ ϲημαίνει τὸ γινώϲκω, ἀφ’ οὖ τὸ ἰϲτόϲ ὃ ϲημαίνει τὸ ἐπιϲτήμων· γράφεται δέ
διὰ τοῦ ῑ τὸ ἰϲτόϲ, ἐπειδὴ τὸ εἴδω ἐν ταῖϲ ϲυνθέϲεϲι ταῖϲ ὀνοματικαῖϲ καὶ ταῖϲ
παραγογαῖϲ ταῖϲ ὀνοματικαῖϲ ἀποβάλλει τὸ ε οἶον ἴδμων, ἱϲτορία, νῆϊϲ (ὁ ἄπειροϲ,
ὁ τοῦ εἰδέναι ἐϲτερημένοϲ), Πολύϊδοϲ (ἔϲτι δὲ ὄνομα μάντεωϲ)· τὸ γὰρ εἰδήμων
γραφόμενον διὰ τῆϲ ει διφθόγγου οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ οὐκ ἔϲτιν ἀπὸ
τοῦ εἴδω βαρυτόνου, ἀλλ’ ἀπὸ περιϲπωμένου τοῦ εἰδῶ εἰδῇϲ εἰδήμων. ἐκ τοῦ
οὖν ἰϲτόϲ ὃ ϲημαίνει τὸ ἐπιϲτήμων γέγονεν ἰϲτῶ ἰϲτήϲω ἰϲτήμων καὶ ἐπιϲτήμων,
ἐκ τούτου δὲ τοῦ ἰϲτῶ τοῦ ϲημαίνοντοϲ τὸ γινώϲκω γέγονεν ἴϲτημι καὶ ἴϲταμαι καὶ
ἐκεῖθεν ἐπίϲταμαι, καὶ εὐλόγωϲ ἐφυλάχθη τὸ π, ἐπειδὴ ψιλοῦται αὕτη ἡ κίνηϲιϲ,
ὡϲ ἐκ τοῦ εἴδυ γεγενημένη, ὅπερ ψιλοῦται.
τὰ ἔχοντα τὴν ἐνεργητικὴν μετοχὴν εἰϲ ϲ μετ’ ὀξείαϲ τάϲεωϲ
τροπῇ τοῦ τ τοῦ ἐν τῷ τρίτῳ προϲώπῳ εἰϲ ϲ ποιεῖ τὰ δεύτερα πρόϲωπα
οἷον πεποίηται πεποίηϲαι, πεποιηκὼϲ γὰρ ἡ ἐνεργητικὴ μετοχὴ εἰϲ ϲ μετ’ ὀξείαϲ
τάϲεωϲ, καὶ δύναται δύναϲαι ὅτι δυνάϲ, καὶ ἐπίϲταται ἐπίϲταϲαι, ὅτι ἐπιϲτάϲ εἰ
l. 30 ἐπ’ Ἡφ. θύρῃϲιν etiam ap. Apollon d. adv. p. 562 affertur; homericus
quidem locus non est.
προϲγεγραμμένον.
ἤμην τὸ ϲημαντικὸν τοῦ ὑπάρχειν ϲπανίωϲ εὑρίϲκεται κατὰ τὴν χρῆϲιν τῶν Ἑλλήνων, οὗ τὰ ὑποδείγματα δίδομεν ἐν τῷ περὶ τῶν εἰϲ μι. ὁ μέντοι ποιητὴϲ οὐκ ἐχρήϲατο.
ἰϲτέον ὅτι τὸ ἤμην ἐπὶ τοῦ ὑπῆρχον ἀπηγόρευται ἀντὶ γάρ
τοῦ ἤμην «ἦν ἐγώ» λέγουϲιν, ὡϲ Ἀριϲτοφάνηϲ (Plut. 28)
(ν. Hel. 931)
πᾶϲ ἐνεργητικὸϲ παρακείμενοϲ ἐπὶ τῶν εἰϲ μι τρέπων τὴν
τελευταίαν ϲυλλαβὴν εἰϲ μαί καὶ τὴν παραλήγουϲαν ϲυϲτέλλων παθητικὸϲ γίνετα
οἷον δέδωκα δέδομαι, πέπωκα πέπομαι (ἐξ οὗ τὸ ἐπόθην καὶ κατεπόθην), βέβηκα
βέβαμαι (ἐξ οὖ τὸ ἐβάθην καὶ παρεβάθην), ἕϲτηκα, ὅϲον κατὰ τὴν ἀναλογίαν, ἀπὸ
τοῦ ἵϲτημι ϲτῶ, καὶ ἕϲταμαι ὁ παθητικὸϲ παρακείμενοϲ. πρόϲκειται «ὅϲον κατὰ
τὴν ἀναλογίαν», ἐπειδὴ ἕϲτακά ἐϲτιν ὁ ἐνεργητικὸϲ παρακείμενοϲ τοῦ ἵϲτημι πρὸϲ
ἀντιδιαϲτολὴν τοῦ ἕϲτηκα μέϲου παρακειμένου τοῦ ὄντοϲ ἀπὸ τοῦ ἑϲτήκω ἐνεϲτῶτοϲ,
ὡϲ ἐν τοῖϲ προλαβοῦϲιν εἴρηται. τέθεικα τέθεμαι καὶ κατὰ πλεοναϲμὸν τοῦ
ῑ τέθειμαι διὰ τῆϲ ει διφθόγγου· οὐ γὰρ δυνάμεθα τὸ τέθειμαι Βοιωτικὸν λέγειν,
ὥϲπερ τὸ ἐνεργητικὸν τὸ τέθεικα τὸ διὰ τῆϲ ει διφθόγγου, ἐπειδὴ τὸ μὲν τέθεικα
ἐνεργητικὸν τὸ διὰ τῆϲ ει διφθόγγου ἀπὸ τοῦ τέθηκα κοινοῦ γέγονε τοῦ διὰ τοῦ
η κατὰ τροπὴν Βοιωτικὴν τοῦ η εἰϲ τὴν ει δίφθογγον ὥϲπερ Λάχηϲ Λάχειϲ· τὸ
δὲ παθητικὸν οὐκ ἔϲτι τέθημαι διὰ τοῦ η, ἵνα τὸ τέθειμαι τὸ διὰ τῆϲ ει διφθόγγου
Βοιωτικὸν εἴπωμεν κατὰ κρᾶϲιν (leg. τροπὴν) τοῦ η εἰϲ τὴν ει δίφθογγον.
ἰϲτέον ὅτι ἀπὸ τοῦ τέθειμαι παρακειμένου, ὁ γὰρ τέθειμαι
κατὰ πλεοναϲμὸν ἔχει τὸ ῑ, γέγονεν ὁ παθητικὸϲ πρῶτοϲ ἀόριϲτοϲ ἐτέθην τροπῇ
τῆϲ μαι εἰϲ θην καὶ ἀποβολῇ τοῦ κατ’ ἀρχὴν ϲυμφώνου δεῖ δὲ γινώϲκειν, ὅτι
ἀπὸ τοῦ τέθειμαι παρακειμένου τραπείϲηϲ τῆϲ μαι ϲυλλαβῆϲ εἰϲ θην ἐθέθην ὤφειλεν
εἶναι ὁ παθητικὸϲ πρῶτοϲ ἀόριϲτοϲ· ἀλλὰ διὰ τὴν κακοφωνίαν τῆϲ ἐπαλληλίαϲ
τοῦ δαϲέωϲ θ τροπὴ παρηκολούθηϲε τοῦ πρώτου θ εἰϲ τ καὶ γέγονεν ἐτέθην
ὥϲπερ τὸ τέθυμαι ἐθύθην καὶ ἐτύθην. εἰ δέ τιϲ εἴποι, διὰ τί γὰρ τὸ πρῶτον
θ ἐτράπη, καὶ μὴ τὸ τελευταῖον λέγομεν ὅτι οὐκ ἠδύνατο τὸ τελευταῖον θ τραπῆναι,
ἐπειδὴ ὁ πρῶτοϲ ἀόριϲτοϲ ὁ παθητικὸϲ εἰϲ θην θέλει λήγειν οἶον ἐτύφθην.
τούτων οὕτωϲ ἐχόντων, τὸ ἐγνώϲθην καὶ ἠδυνάϲθην καὶ ἐδυνήθην, μακρᾷ παραληγόμενα,
οὐκ ἔϲτιν ἀπὸ τῶν εἰϲ μι ἀλλ’ ἀπὸ τῶν εἰϲ ω· εἰ γὰρ ῆϲαν ἀπὸ τῶν
εἰϲ μι οὕτωϲ ἤμελλον εἶναι· γνῶμι γνώϲω ἔγνωκα ἔγνομαι ἐγνόθην διὰ τοῦ ο
ὥϲπερ δίδωμι δώϲω δέδωκα δέδομαι ἐδόθην, πῶμι πώϲω πέπωκα πέπομαι ἐπόθην,
καὶ πάλιν ἀπὸ τοῦ δύνημι δυνήϲω δεδύνηκα εἶχεν εἶναι δεδύναμαι ἐδυνάθην ὥϲπερ
βίβημι βήϲω βέβηκα βέβαμαι καὶ ἐβόθην, ἐξ οὖ τὸ παρεβάθην ἀλλ᾿ , ὡϲ εἴρηται,
ἀπὸ τῶν εἰϲ ω ἐϲτίν καὶ τὸ μὲν ἐγνώϲθην γέγονε τοῦτον τὸν τρόπον· ἔϲτι γνώω
τῆϲ ἕκτηϲ ϲυζυγίαϲ, ἐξ οὗ τὸ ὑποτακτικὸν παρὰ τῷ ποιητῇ (Α 302)
ἀπὸ τοῦ δυνῶ δυνᾷϲ περιϲπωμένου τῆϲ δευτέραϲ ϲυζυγίαϲ γίνεται δυνήϲω δεδύνηκα
δεδύνημαι ἐδυνήθην, καὶ κατὰ ἔκταϲιν Ἀττικὴν τοῦ ἔ εἰϲ τὸ η ἠδυνήθην.
ἀόριϲτοϲ δεύτεροϲ ἐν τοῖϲ παθητικοῖϲ τῶν εἰϲ μι οὐκ ἔϲτιν,
ἐπειδὴ προελήφθη ὁ χρόνοϲ ἐν τοῖϲ ἐνεργητικοῖϲ· καὶ γὰρ δεύτεροϲ ἀόριϲτοϲ ὁ
παθητικὸϲ μακροκαταληκτεῖν θέλει. ἐπειδὴ οὖν ὁ δεύτεροϲ ἀόριϲτοϲ ἐνεργητικὸϲ
μακροκαταληκτεῖ ἐν τοῖϲ εἰϲ μι οἶον ἔϲτην, ἔγνων, ἔδων, τούτου χάριν ὡϲ προληφθέντοϲ
τοῦ χρόνου, ἤγουν τῆϲ μακροκαταληξίαϲ, ἐν τοῖϲ ἐνεργητικοῖϲ, ἐπιλέλοιπε
τὸ παθητικόν.
δοῦναι οὐδὲν εἰϲ ναι λῆγον ἀπαρέμφατον τῇ ου διφθόγγῳ
παραλήγεται, ἀλλ’ εἰ παραλήγεται διφθόγγῳ, τῇ ει παραλήγεται,
εἶναι, εἴτε δαϲυνόμενον ἀορίϲτου χρόνου. ϲημειῶδεϲ ἄρα τὸ δοῦναι.
ὅτι γὰρ οὐδέν ἐϲτι τὸ λέγειν δῶναι ὡϲ γνῶναι βιῶναι, δῆλον μὲν
ἐκ τῆϲ χρήϲεωϲ τῆϲ Ὁμηρικῆϲ «κέλεαι δέ με τήνδ’ ἀποδοῦναι» (Α 134),
δῆλον δὲ ἔϲται ἐκ τοῦ κατ’ ἀναλογίαν κινήματοϲ ἐν ἑτέροιϲ.
τὰ ἔχοντα τὴν μετοχὴν εἰϲ ϲ μετ’ ὀξείαϲ τάϲεωϲ εἰϲ ναι
ποιεῖ τὸ ἀπαρέμφατον ἐπὶ τῶν εἰϲ μι καὶ ϲυϲτολὴ παρακολουθεῖ δηλονότι τῆϲ παραληγούϲηϲ
κατὰ τὰ ἀπαρέμφατα ἐν τῷ ἐνεϲτῶτι καὶ παρατατικῷ οἶον ἐτίθην τιθείϲ
τιθέναι καὶ ἵϲτην ἱϲτάϲ ἱϲτάναι, ἐδίδου διδούϲ διδόναι, ἐζεύγνυ ζευγνύϲ ζευγνύναι.
πρόϲκειται «ἐν τῷ ἐνεϲτῶτι καὶ παρατατικῷ» διὰ τὸν δεύτερον ἀόριϲτον, τὰ γὰρ
ἀπαρέμφατα τῶν εἰϲ μι τοῦ δευτέρου ἀορίϲτου τοῦ ἐνεργητικοῦ οὐ ϲυϲτέλλει τὴν
παραλήγουϲαν· ἔϲτη ϲτάϲ ϲτῆναι, ἔγνων γνούϲ γνῶναι, ἥλω ἁλούϲ ἁλῶναι, βιούϲ
βιῶναι· ϲεϲημείωται τὸ δοῦναι, θεῖναι, εἶναι (ὃ ϲημαίνει τὸ ἀπολῦϲαι, ἐξ οὖ τὸ
ἀφεῖναι), ὅτι ἀπαρέμφατα ὄντα δευτέρου ἀορίϲτου ἐνεργητικοῦ οὐκ ἐφύλαξε τὸ
φωνῆεν τοῦ ἀορίϲτου, ἀλλὰ διὰ διφθόγγου ἐγένετο, ἔδων γὰρ διὰ τοῦ ω καὶ δοῦναι
διὰ τῆϲ ου διφθόγγου, καὶ πάλιν ἔθην καὶ ἧν (ϲημαίνει δὲ τὸ ἀπέλυϲα), θεῖναι,
εἶναι διὰ τῆϲ ει διφθόγγου. διὰ τοῦτο δὲ τὰ ἀπαρέμφατα τῶν εἰϲ μι κατὰ μὲν
τὸν ἐνεϲτῶτα καὶ παρατατικὸν ϲυϲτέλλει τὴν παραλήγουϲαν, κατὰ δὲ τὸν β΄ ἀόριϲτον
τὸν ἐνεργητικὸν οὐ ϲυϲτέλλει τὴν παραλήγουϲαν, ἐπειδὴ καὶ ἐν τοῖϲ ὁριϲτικοῖϲ
ὁ μὲν ἐνεϲτὼϲ καὶ ὁ παρατατικὸϲ τῶν εἰϲ μι ϲυϲτέλλουϲι τὴν παραλήγουϲαν
ἐν τοῖϲ πληθυντικοῖϲ οἷον τίθημι τίθεμεν, δίδωμι δίδομεν· ὁ δὲ δεύτεροϲ
ἀόριϲτοϲ ὁ ἐνεργητικὸϲ οὐ ϲυϲτέλλει τὴν παραλήγουϲαν ἐν τοῖϲ πληθυντικοῖϲ οἶον
ἔϲτην ἔϲτημεν, ἔγνων ἔγνωμεν, ϲεϲημειωμένου τοῦ ἔδομεν καὶ ἔθεμεν καὶ ἕμεν
(ὃ ϲημοίνει τὸ ἀπελύϲαμεν). θέλει δὲ τὰ εἰϲ ναι ἀπαρέμφατα τὴν παραλήγουϲαν
φυλάττειν τοῦ πρώτου προϲώπου τῶν πληθυντικῶν τοῦ ἰδίου ὁριϲτικοῦ οἶον ἐτύφθημεν 40)
τυφθῆναι· οὕτωϲ οὖν καὶ ἐτίθεμεν τιθέναι καὶ ἵϲταμεν ἱϲτάναι καὶ ἐδίδομεν
διδόναι καὶ ἐζεύγνυμεν ζευγνύναι διὰ ϲυνεϲταλμένου τοῦ υ καὶ ἔϲτημεν ϲτῆναι
καὶ ἔβημεν βῆναι καὶ ἔγνωμεν γνῶναι καὶ ἥλωμεν ἁλῶναι καὶ ἐβίωμεν βιῶναι·
περὶ γὰρ τοῦ ἔδομεν δοῦναι καὶ ἔθεμεν θεῖναι καὶ ἕμεν εἶναι, ὅτι οὐκ ἐφύλαξε
τὴν παρολήγουϲαν τοῦ πρώτου προϲώπου τῶν πληθυντικῶν τοῦ ἰδίου ὁριϲτικοῦ,
ἀλλὰ διὰ διφθόγγου ἐγένετο καὶ ὑπὲρ τοῦ παρακειμένου καὶ ὑπερϲυντελικοῦ, τετύφαμεν
γὰρ διὰ τοῦ ᾱ τὸ πρῶτον πρόϲωπον τῶν πληθυντικῶν τοῦ ὁριϲτικοῦ καὶ
τετυφέναι διὰ τοῦ ε, ἐν τοῖϲ εἰϲ ω μεμαθήκαμεν.
ἰϲτέον δὲ ὅτι τὸ εἶναι τὸ ἐπὶ τοῦ ὑπάρχειν ὤφειλεν εἶναι
ἕναι διὰ τοῦ ε καὶ οὐ διά τῆϲ ει διφθόγγου, ἐπειδὴ τὸ πρῶτον πρόϲωπον τῶν
πληθυντικῶν τοῦ ἰδίου ὁριϲτικοῦ, φημὶ δὲ τοῦ εἰμί, ἐμέν ἐϲτίν, ὅπερ κατὰ πλεοναϲμὸν
τοῦ ϲ γίνεται ἐϲμέν. ἔϲτιν οὖν εἰπεῖν ὅτι εὕρηται καὶ εἰμέν διὰ τῆϲ ει
διφθόγγου κατὰ πλεοναϲμὸν τοῦ ῑ «ήμεῖϲ δ’ εἰμὲν τοῖοι» (H 231). οὐκ ἄτοπον
οὖν ἐκ τοῦ εἰμὲν τοῦ διὰ τῆϲ ει διφθόγγου γενέϲθαι τὸ εἶναι ἐπὶ τοῦ ὑπάρχειν
διὰ τῆϲ ει διφθόγγου. τὸ δὲ εἶναι ἀπαρέμφατον τὸ ἐπὶ τοῦ πορευθῆναι, ἐξ
οὗ τὸ ἀπεῖναι, καὶ αὐτὸ διὰ τῆϲ ει διφθόγγου ἔχει τὴν παραλήγουϲαν, ὀφεῖλον
διὰ τοῦ ῑ εἶναι πρὸϲ τὸ ἴμεν πρῶτον πρόϲωπον τῶν πληθυντικῶν τοῦ ἰδίου ὁριϲτικοῦ.
ἰϲτέον ὅτι τὰ προϲτακτικὰ τῶν εἰϲ μι τοῦ ἐνεϲτῶτοϲ καὶ
παρατατικοῦ διχῶϲ κανονίζεται· κανονίζεται γὰρ ἐκ τοῦ παρατατικοῦ τῷ κοινῷ
λόγῳ, τουτέϲτιν ὥϲπερ τὰ εἰϲ ω τοῦ τρίτου προϲώπου τὴν ἐν ἀρχαῖϲ κλιτικὴν
ἔκταϲιν ἀποβάλλοντα οἷον ἐτίθει τίθει ϲύ, ἵϲτη ἵϲτη ϲύ, ἐμπίπλη πίπλη ϲύ, γίνεται
δὲ καὶ τῷ λόγῳ τῆϲ μετοχῆϲ εἰϲ θι· καθόλου γὰρ πᾶϲα μετοχὴ εἰϲ ϲ λήγουϲα
μετ’ ὀξείαϲ τάϲεωϲ εἰϲ θι ποιεῖ τὸ προϲτακτικὸν οἶον ἐτύφθη τυφθείϲ τυφθέντοϲ
τύφθηθι καὶ διὰ τὴν ἐπαλληλίαν τῶν δαϲέων κατὰ μετάθεϲιν τοῦ θ εἰϲ τὸ τ τύφθητι·
τὰ δὲ εἰϲ μι κατὰ τὸν ἐνεϲτῶτα καὶ παρατατικὸν καὶ ϲυϲτέλλει τὴν παραλήγουϲαν
ἐν τοῖϲ προϲτακτικοῖϲ πρὸϲ τὴν παραλήγουϲαν τοῦ πρώτου προϲώπου
τῶν πληθυντικῶν τοῦ ἰδίου ὁριϲτικοῦ οἶον ἱϲτάϲ ἱϲτάντοϲ ἵϲταμεν ἵϲταθι, διδούϲ
διδόντοϲ δίδομεν δίδοθι τὸ γὰρ παρὰ τῷ ποιητῇ (γ 380)
ἔϲτημεν ϲτῆθι, βάϲ βάντοϲ ἔβημεν βῆθι, γνούϲ γνόντοϲἔγνωμεν γνῶθι. ϲεϲημείωται
δὲ δόϲ, θέϲ, ἕϲ (ὃ ϲημαίνει τὸ πέμψον καὶ ἀπολῦϲον, ἐξ οὖ τὸ ἄφεϲ καὶ
πρόεϲ), ὅτι ταῦτα ἔχοντα τὴν μετοχὴν εἰϲ ϲ μετ’ ὀξείαϲ τάϲεωϲ οἷον δούϲ δόντοϲ,
θείϲ θέντοϲ, εἴϲ ἕντοϲ, ἐξ οὖ τὸ ἀφείϲ ἀφέντοϲ, οὐκ ἔχει εἰϲ θι τὸ προϲτακτικόν,
δόϲ γὰρ καὶ θέϲ καὶ ἕϲ τὰ προϲτακτικὰ τούτων· τὸ δὲ ἕϲ ὡϲ παρὰ
τῷ ποιητῇ (Α 127)
ὤφειλε παραλήγεϲθαι ἀορίϲτου χρόνου ὄντα ἀλλὰ μὴν φύϲει μακρᾷ οὐκ ἡδύναντο
παραλήγεϲθαι, ἐπειδὴ ἕτερόϲ ἐϲτι κανὼν ὁ λέγων, ὅτι τὰ εἰϲ θι προϲτακτικὰ
παραλήγουϲαν ἔχει τὴν παραλήγουϲαν τοῦ πρώτου προϲώπου τῶν πληθυντικῶν
τοῦ ἰδίου ὁριϲτικοῦ οἷον ἐτύπημεν τύπηθι, ἔϲτημεν ϲτῆθι, ἵϲταμεν ἵϲταθι,
ἐδίδομεν δίδοθι, ζεύγνυμι ζεύγνυθι εἰ οὖν τὰ ὁριϲτικὰ τούτων κατὰ τὸ α πρόϲωπον.
βραχεῖαν ἔχει τὴν παραλήγουϲαν οἷον ἔδομεν ἔθεμεν ἕμεν, δηλονότι οὐ δύναται
τὰ προϲτακτικὰ τούτων εἰϲ θι ὄντα φύϲει μακρᾷ παραλήγεϲθαι. τῶν οὖν
δύο κανόνων μαχομένων καὶ τοῦ μὲν ἑνὸϲ φύϲει μακρᾷ ἀπαιτοῦντοϲ ποραλήγεϲθαι
τὰ εἰϲ θι προϲτακτικά, τοῦ δὲ ἑτέρου βραχείᾳ, ἐπιλέλοιπε τὰ εἰϲ θι προϲτακτικὰ.
τούτων καὶ οὐκ ἐγένοντο εἰϲ θι τὰ προϲτακτικὰ αὐτῶν. τούτων οὕτωϲ ἐχόντων,
τὸ ἴθι (ὃ ϲημαίνει τὸ πορεύου οἷον
γέγονεν οὕτωϲ· ἔϲτιν εἰμί τὸ ϲημαῖνον τὸ ὑπάρχω, τούτου τὸ πληθυντικὸν ἐμέν,
ὅπερ κατὰ πλεοναϲμὸν τοῦ ϲ γίνεται ἐϲμέν· ἀπὸ τοῦ ἐμέν ἀναλόγωϲ γέγονε προϲτακτικὸν
ἔθι καὶ πλεοναϲμῷ τοῦ ϲ ἐτράπη τὸ ε εἰϲ τὸ ῑ καὶ γέγονεν ἴϲθι, ἀντὶ.
τοῦ ὕπαρχε, ὥϲπερ ἐπὶ τοῦ ἔχω, καὶ πλεοναϲμῷ τοῦ ϲ καὶ τρέπεται τὸ ε εἰϲ τὸ
ῑ καὶ γίνεται ἴϲχω· πολλάκιϲ γὰρ πλεονάζοντοϲ ϲυμφώνου τρέπεται τὸ ε εἰϲ ῑ
ὥϲπερ ἐπὶ τοῦ μένω μίμνω, τέκω τίκτω· τοῦτο δὲ τὸ ἴϲθι τὸ ϲημαῖνον τὸ ὕπαρχέ
κατὰ τὸ τρίτον πρόϲωπον τὸ ὀφειλόμενον ε ἀναδέχεται καὶ γίνεται ἔϲτω. τὸ δὲ
ἴϲθι τὸ ϲημαῖνον τὸ γίνωϲκε γέγονεν οὕτωϲ· ὥϲπερ ἀπὸ τοῦ ἵϲτημι γέγονεν
ῖϲταμαι καὶ ἵϲταθι, οὕτω καὶ ἀπὸ τοῦ ἴϲημι τοῦ ϲημαίνοντοϲ τὸ γινώϲκω, ὅπερ
Δωρικῶϲ γίνεται ἴϲαμι, ὡϲ δηλοῖ ὁ Θεόκριτοϲ λέγων (5 , 119)
Ἀπολλώνιοϲ δὲ ἐὰν τεθείκωμαί φηϲιν αὐτὸ ἀμαρτύρωϲ, ὥϲ φηϲιν Ἡρωδιανόϲ.
ἐλέγχει δὲ αὐτὸν (sc. Apolloniuuιn) ὁ Ἡρωδιανόϲ,
λέγων, ὅτι οὐ καλῶϲ δοξάζει οὐδὲ γάρ, φηϲίν, εὕρηται παντελῶϲ
ἐν χρήϲει τὸ ἐὰν τεθείκωμαι καὶ ἐὰν δεδώκωμαι, ἀλλ’ ἐὰν τεθῶμαι
καὶ ἐὰν δεδῶμαι· ἄλλωϲ τε εἰ ὑπῆρχεν ἀληθὴϲ ὁ λόγοϲ τοῦ Ἀπολλωνίου,
καὶ ἀπὸ τῶν ὑποτακτικῶν ἐνεργητικῶν τοῦ παρακειμένου καὶ
ὑπερϲυντελικοῦ ἐγίνετο τὸ ὑποτακτικὸν παθητικὸν προϲθέϲει τῆϲ μα ,
ὤφειλεν ἐὰν τετύφωμαι εἶναι καὶ μὴ ἀναπληροῦϲθαι διὰ μετοχῆϲ, διὰ
τὸ τὸν τέτυμμαι παθητικὸν παρακείμενον ἔχειν πρὸ τοῦ μ ϲύμφωνον·
ἰϲτέον δὲ ὅτι ἐν τοῖϲ εἰϲ μι κατὰ τὸν ἐνεϲτῶτα καὶ παρατατικὸν
καὶ τὸν δεύτερον ἀόριϲτον τὸν ἐνεργητικὸν ἐπὶ μὲν τῆϲ πρώτηϲ ϲυζυγίαϲ
διὰ τῆϲ ει διφθόγγου ἐκφέρεται ἡ μετοχὴ οἰον ἐτίθην τιθείϲ, ἵην τὸ ἔπεμπον ἱείϲ
καὶ ἀφιείϲ, ἧν ἐπὶ τοῦ αὐτοῦ ϲημαινομένου εἵϲ καὶ ἀφείϲ. ἐπὶ δὲ τῆϲ δευτέραϲ
ϲυζυγίαϲ εἰϲ αϲ ἐϲτὶν ή μετοχὴ διὰ ἐκτεταμένου τοῦ α οἶον ἵϲτην ἱϲτάϲ, ἔϲτην
ϲτάϲ, ἔπτην πτάϲ. ἐπὶ δὲ τῆϲ τρίτηϲ ϲυζυγίαϲ εἰϲ ουϲ ἐϲτὶν ἡ μετοχὴ οἶον ἐδίδων
διδούϲ, ἥλων ἁλούϲ. ἐπὶ δὲ τῆϲ δ ϲυζυγίαϲ εἰϲ υϲ ἐϲτὶν ἡ μετοχὴ διὰ ἐκτεταμένου
τοῦ ῦ, ἔδυν δύϲ καὶ ὑποδύϲ. ϲὐλόγωϲ δὲ ἐπὶ τῆϲ πρώτηϲ ϲυζυγίαϲ τῶν
εἰϲ μι διὰ διφθόγγου ἐϲτὶν ἡ μετοχὴ, ἐπειδὴ καὶ ή ἐντέλεια τοῦ πρωτοτύπου τὸ
ε ἔχει οἶον τιθέω τὸ δὲ ε διὰ τῆϲ προϲθήκηϲ τοῦ ῑ πέφυκε μεγεθύνεϲθαι οἰον
τυφθέντοϲ τυφθεῖϲα, οὐκ ἠδύνατο γὰρ τὸ ἤ τοῦ ἰδίου ὁριϲτικοῦ, φημὶ δὴ τοῦ
τίθημι, καὶ γενέϲθαι εἰϲ ηϲ διὰ τοῦ ῆ, ἐπειδὴ θέλουϲιν ἔχειν αἰ μετοχαὶ κατάλη ηξιν
ἁρμόζουϲαν τριγενείᾳ καὶ κλίϲιν τὴν διὰ τοῦ ντ εἰϲ ηϲ δὲ οὐκ ἔχομεν ὀνὸματα,
φημὶ δὲ διὰ τοῦ η κλινόμενα διὰ τοῦ ντ καὶ ποιοῦντα τριγένειαν, ἀλλὰ
καὶ αὐτὰ τὰ διὰ τοῦ τοϲ κλινόμενα οὐκ ἔχει τριγένειαν οἶον λέβηϲ λέβητοϲ τὰ
γὰρ εἰϲ ηϲ διὰ τοῦ εοϲ κλινόμενα ἔχει μὲν τριγένειαν οἶον ὁ εὐϲεβήϲ ἡ εὐϲεβήϲ
τὸ εὐϲεβέϲ· οὐκ ἔχει δὲ κλίϲιν ἁρμόζουϲαν μετοχαῖϲ, φημὶ δὴ τὴν διὰ τοῦ ντ τὰ
γὰρ εἰϲ ηϲ οὐδέποτε κλίνεται διὰ τοῦ ντ τὸ γὰρ φθογγῆϲ φθογγῆντοϲ καὶ τιμῆϲ
τιμῆντοϲ πεπονθότα ἐϲτίν. ἡ δὲ δευτέρα ϲυζυγία εἰκότωϲ διὰ τοῦ α ἔχει τὴν μετοχὴν
οἶον ἵϲτημι ἱϲτάϲ, ἔπειδὴ ἡ ἐντέλεια τοῦ πρωτοτύπου τὸ α ἔχει· ἔχομεν
δὲ καὶ εἰϲ αϲ ὀνόματα κλινόμενα διὰ τοῦ ντ καὶ ποιοῦντα τριγένειαν οἶον ἅπαϲ
ἅπαντοϲ ἅπαϲα ἅπαν. περὶ δὲ τῆϲ μετοχῆϲ τῆϲ τρίτηϲ ϲυζυγίαϲ τῶν εἰϲ μι λέγομεν,
ὅτι διὰ τοῦτο οὐκ ἐφύλαξε τὸ ω τοῦ δίδωμι, ἐπειδὴ οὐκ ἔχομεν εἰϲ ωϲ ὀνόματα
κλινόμενα διὰ τοῦ τοϲ καὶ ποιοῦντα τριγένειαν οἶον ἱδρώϲ ἱδρῶτοϲ μὴ δυναμένη
οὖν ἡ μετοχὴ τῆϲ τρίτηϲ ϲυζυγίαϲ τῶν εἰϲ μι γενέϲθαι εἰϲ ωϲ, ἐφύλαξε
τὸ ο τὸ ὑπάρχον ἐν τῇ ἐντελείᾳ τοῦ πρωτοτύπου, φημὶ δὴ τοῦ διδόω, καὶ προϲέλαβε
τὸ υ καὶ ἐγένετο διὰ τῆϲ ου διφθόγγου διδούϲ. τὸ γὰρ ο διὰ τῆϲ προϲθήκηϲ
τοῦ υ πέφυκε μεγεθύνεϲθαι οἷον τύπτοντοϲ τύπτουϲα. ἡ δὲ μετοχὴ τῆϲ δ’
ϲυζυγίαϲ τῶν εἰϲ μυ εἰκότωϲ ἔχει τὸ υ ἐκτεταμένον, ἐπειδὴ καὶ τὸ πρωτότυπον
ἔχει αὐτό. ὄξιον δέ ἐϲτι ζητῆϲαι, εἰ ἄρα τὰ εἰϲ ουϲ καὶ τὰ εἰϲ υϲ ὀνόματα οὐ
κλίνεται διὰ τοῦ ντ, πλὴν τοῦ ὀδούϲ ὀδόντοϲ, οἷον βοῦϲ βοόϲ, ἡδύϲ ἡδέοϲ (τὸ γὰρ
πλακοῦϲ πλακοῦντοϲ καὶ Ϲιμοῦϲ Ϲιμοῦντοϲ πεπονθότα ἐϲτίν ἀπὸ γὰρ τοῦ πλακόειϲ
καὶ Ϲιμόειϲ γέγονε) πῶϲ αἰ εἰϲ ουϲ καὶ εἰϲ υϲ μετοχαὶ ἐκλίθηϲαν διὰ τοῦ
ντ οἶον διδούϲ διδόντοϲ, πηγνύϲ πηγνύντοϲ ἔϲτιν οὖν εἰπεἶν, ὅτι κατὰ ϲυνεκδρομὴν
ἐγένοντο τῶν ἄλλων μετοχῶν ἐπειδὴ πᾶϲα μετοχὴ περιττοϲυλλάβωϲ κλινομένη
διὰ τοῦ ντ κλίνεται, χωρὶϲ τῶν εἰϲ ωϲ μετοχῶν τοῦ παρακειμένου καὶ ὑπερϲυντελικοῦ·
αὗται γὰρ διὰ καθαροῦ τοῦ τοϲ κλίνονται.