Text encoded in accordance with the latest EpiDoc standards (January 2014)
ἄρϲην· παρὰ τὸ ἄρδω τὸ ποτίζω καὶ τὸ μετεγχέω·
ὁ γὰρ ἀνὴρ τῇ γυναικὶ ἐπαρδεύει. ἄρδω ἄρϲω ἄρϲην ὁ ἄρδων
τὴν θήλειαν. καὶ γὰρ διὰ τοῦτο πόϲιϲ λέγεται ὁ ἀνὴρ παρὰ τὸ ποτίζεῖν
τῇ γονῇ. ἢ παρὰ τὸ ἔρδω τὸ πράττω· ὁ μέλλων ἔρϲω καὶ ἄρϲην
ἐξ αὐτοῦ, τουτέϲτιν ὁ πρακτικόϲ. οὕτωϲ Ἡρωδιανὸϲ ἐν τῳ περὶ.
γάμου καὶ ϲυμβιώϲεωϲ.