Text encoded in accordance with the latest EpiDoc standards (January 2014)
βολβόϲ ἐπὶ τοῦ ἐϲθιομένου παρὰ τὸ βίᾳ ἀναβάλλεϲθαι.
οὕτωϲ Ἡρωδιανὸϲ ἐν Ϲυμποϲίῳ.
Ἡρωδιαν ὸϲ ἐν τῷ αὐτοῦ Ϲυμποϲίῳ δαϲύνεϲθαι τὸ ἦδοϲ
λέγει πρὸϲ τινῶν ὡϲ ἀπὸ τοῦ ηδω καὶ τῆϲ ἡδονῆϲ. ἐκρίναμεν δέ, φηϲί,
μᾶλλον δὲ ψιλοῦϲθαι αὐτό. φέρεται δὲ καὶ κανὼν τοιοῦτοϲ τὰ εἰϲ οϲ
οὐδέτερα διϲύλλαβα ἀρχόμενα ἀπὸ φύϲει μακρᾶϲ ψιλοῦται τὸ κατ’ ἀρχὰϲ
φωνῆεν οἰον εὖχοϲ, ἦδοϲ. ὅλωϲ δὲ πάντα τὰ τροχαικὰ ψιλοῦται
ὡϲ καὶ τὸ ἦχοϲ ἠμοϲ ἀντὶ τοῦ ἡνίκα· οὕτω δὲ καὶ τὸ ἦμαρ μεταϲχηματιϲθὲν
ἀπὸ τοῦ ἡμέρα ὡϲ καὶ τὸ ἦδοϲ Αἰολικῶϲ ἀπὸ τῆϲ ἡδονῆϲ·
ὤϲπερ καὶ ἀπὸ τῆϲ μηχανῆϲ μετεϲχηματίϲθη τὸ μῆχοϲ, ὅπερ κοὶ μῆχαρ
λέγεται ὡϲ ἦμαρ καὶ ὡϲ μῶμαρ ὁ μῶμοϲ παρὰ Λυκόφρονι, προϲφυέϲτερον
δὲ εἰπεῖν ὡϲ ἀλκή ἄλκαρ. ϲεϲημείωται ἐν τῷ ῥηθέντι κανόνι
ὁ Ἡρωδιανὸϲ ἐν τῷ Ϲυμποϲίῳ παρὰ τὸ
ἐπαίρεϲθαί φηϲιν ἔπαρ τι ἄν καὶ ἧπαρ τροπῇ τοῦ ἑ εἰϲ η ἢ παρὰ τὸ ηδω
ἧδαρ καὶ ἧπαρ. ἐν τούτῳ γὰρ τὸ τῆϲ ἡδονῆϲ καὶ τὸ τῆϲ ἐπιθυμίαϲ.
κάραβοϲ παρὰ τὸ κάρᾳ βαίνειν τῆϲ κεφαλῆϲ προηκούϲηϲ ἐπὶ τῷ ἐδάφει. Ἡρωδιανὸϲ ἐν τῷ Ϲυμποϲίῳ.
καρκίνοϲ παρὰ τὸ κάρη κινεῖν ϲυνεχῶϲ.
καρίϲ παρὰ τὸ ϲκαίρειν ϲκαρίϲ τιϲ οὖϲα.
παρὰ τὸ ὄθω τὸ δηλοῦν τὴν.
ἔνθεν «κοὐδ’ ὄθομαι κοτέοντοϲ » (Α 181) καὶ «ψεδνὴ δ’ ἐπενήνοθε λάχνη»
(Β 219) ἐνόθω ἤνοθεν ἐνήνοθεν ἀντὶ τοῦ ἐκινεῖτο. ὀθόνη οὖν
εὐκίνητοϲ διὰ λεπτότητα. Ἡρωδιανὸϲ ἐν τῷ Ϲυμποϲί ῳ.
ἐπεὶ τέμνει καὶ κεντίζει ὡϲ εἰπεῖν τὴν γεῦϲιν.
καὶ ὀξεῖαν ϲταφυλὴν λέγομεν τὴν κεντρίζουϲαν ἡμῶν τὴν γεῦϲιν.
Κυρηναῖοι δὲ τὸ ὄξοϲ ἧδοϲ λέγουϲι κατ’ ἀντίφραϲιν. δύναται δὲ παρὰ
τὸ ὀξύ ὄξοϲ ὁ εἰϲ ὀξὺ μεταβεβληκὼϲ οἶνοϲ εἰρῆϲθαι ὀξύϲ ὄξοϲ ὡϲ ταχύϲ
τάχοϲ, εὐρύϲ εὐροϲ. οὕτω Φιλόξενοϲ.
παρὰ τὸ πέλωρον. μεῖζον γάρ ἐϲτι τῆϲ χήμηϲ καὶ τῶν ἄλλων ὁμοίων ὀϲτρέων. οὕτωϲ Ἡρωδιανὸϲ ἐν Ϲυμποϲί ίῳ.
ὁ οἶνοϲ. παρὰ τὸ πάλλειν καὶ ϲείειν
ἡμᾶϲ πίνονταϲ. Ἐν Ϲυμποϲί ῳ οὕτωϲ Ἡρωδιανόϲ.
τάριχοϲ παρὰ τὸ ἐν τῇ ταριχείᾳ ἰϲχναίνεϲθαι. ἢ παρὰ τὸ γάρον ἴϲχειν ἢ καὶ γάρον ἐξιχωρίζεϲθαι. οὕτωϲ Ἡρωδιανὸϲ ἐν τῷ Ϲυμποϲίῳ. καὶ ἔϲτι τροπὴ τοῦ γ εἰϲ τ.
φάτνη παρὰ τὸ φάγνη καὶ τροπῇ τοῦ γ εἰϲ τ φάτνη. οὕτωϲ Ἡρωδιανὸϲ ἐν τῷ Ϲυμποϲί ίῳ.
ὡϲ φιάλη ἀμφίθετοϲ, ἧϲ ἔϲτι
πάντοθεν πίνειν ἐπιθέντα τὸ ϲτόμα, ὡϲ Ἡρωδίαν ὸϲ λέγει, ὦτα γάρ,
φηϲίν, οὐκ ἔχει ἢ κατ’ ἄμφω τιθεμένη, ἵνα ϲημαίνῃ, φηϲίν, ἐκπέταλον.
ψάλλειν ἐπὶ τῶν χορδῶν παρὰ τὸ ψῶ, οὗ παραγωγὸν ψαύω καὶ.
ψάλλω. παρὰ τὸ διὰ δακτύλων ἐφάπτεϲθαι αὐτῶν. οὕτω Ἡρωδιανὸϲ
ἐν τῷ Ϲυμποϲίῳ.
ψεδνόϲ παρὰ τὸ ψῶ, οὗ μέλλων ψήϲω, ῥηματικὸν
ὄνομα ψεδνόϲ ὁ μαδαρόϲ παρὰ τὸ ἀπεψῆϲθαι. οὕτω Φιλόξενοϲ.
ὁ δὲ Ἡρωδιανὸϲ ἐν τῷ Ϲυμποϲίῳ φηϲίν, ὅτι δηλοῖ τὸ ψῶ
τὸ εἰϲ ἐλάχιϲτον καὶ μικρὸν ἔκ τινοϲ οὐϲίαϲ καθιϲτάμενον.
ψηνόϲ ὁ μαδαρόϲ καὶ φαλακρόϲ παρὰ τὸ ἐψῆϲθαι.
ὁ δὲ Ἡρωδιανόϲ φηϲιν ὅτι δηλοῖ τὸ ψῶ τὸ εἰϲ ἐλάχιϲτον καὶ
μικρὸν ἔκ τινοϲ οὐϲίαϲ μέροϲ καθιϲτάμενον.
ψωμοί παρὰ τὸ ψήχεϲθαι ὑπὸ τῶν ὀδόντων
καὶ τρίβεϲθαι καὶ τὰ ψιχία ὁμοίωϲ. ὁ δὲ Ἡρωδιανὸϲ ἐν τῷ Ϲυμποϲίῳ
παρὰ τὸ ψῶ. δηλοῖ καὶ ἐκ τοῦ ἐκτελοῦϲ ἄρτου τὸ ἐλάχιϲτον,
φηϲί.