Geographiae expositio compendiaria Anonymous Karl Müller Harvard Library Arcadia Fund Gregory Crane Digital Divide Data Corrected and encoded the text Gregory Crane Editor-in-Chief, Perseus Digital Library Matt Munson Project Manager (University of Leipzig) Annette Gessner Project Assistant (University of Leipzig) Thibault Clérice Lead Developer (University of Leipzig) 2015 - 2017 Bruce Robertson Technical Advisor Harvard College Library tlg0092.tlg001.1st1K-grc1.xml Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License 2017 Harvard College Library United States Geographi Graeci Minores Karl Müller Karl Müller Anonymi Geographiae Expositio Compendiaria Didot Paris 1861 2 The Internet Archive

Text encoded in accordance with the latest EpiDoc standards

The following text is encoded in accordance with EpiDoc standards and with the CTS/CITE Architecture.

This pointer pattern extracts sections

This pointer pattern extracts chapters

Greek Latin German created the file
ΑΝΩΝΥΜΟΥ ΥΠΟΤΥΠΩΣΙΣ ΓΕΩΓΡΑΦΙΑΣ ΕΝ ΕΠΙΤΟΜΗ. I. Ἀναμέτρησις τῆ, ὅλης γῆς.

1. Ἡ τῆς ὅλης γῆς περίμετρος σταδίων ,κα μυριάδων καὶ β παραδέδοται. Μῆκος δὲ τῆς οἰκουμένης τὸ μὲν ἀπʼ ἀνατολῆς ἐπὶ δύσιν σταδίων ἀναμεμέτρηται ἑπτακισμυρίων. Τοῦτο δέ ἐστι τὸ ἀπὸ Γάγγου ποταμοῦ ἐκβολῆς, τοῦ ἐν Ἰνδοῖς ἑωθινωτάτου, ἐπὶ τὸ δυτικώτατον τῆς ὅλης οἰκουμένης ἀκρωτήριον, ὃ καλεῖται μὲν Ἱερὸν, τῆς Λυσιτανίας δʼ ἐστὶν ἄκρον· τόδʼ ἐστὶ τῶν Ἡρακλέους στηῦῶν δυτικώτερον σταδίοις που τρισχιλίοις. Τοῦτο μὲν δὴ τὸ μῆκος τῆς ὅλης οἰκουμένης. Τὸ δὲ πλάτος, ᾗ πλατυτάτη οὖσα τυγχάνει, τρισμυρίων ἀναμετρεῖται σταδίων, χιλίων ἔλαττον, ἀπὸ μεσημβρίας ἐπὶ τὰς ἄρκτους.

2. Καὶ τὰ μὲν ἀπὸ τοῦ ἀρκτικοῦ πόλου μέχρι τοῦ ἀρκτικοῦ κύκλου τριάκοντα καὶ ἓξ τμήματα πάντα ἐστὶν ἀοίκητα διὰ κρύος· στάδιοι δʼ εἰσὶν οὗτοι δισμύριοι καὶ ε καὶ σ΄· ἀοίκητα δέ ἐστι καὶ τὰ ἀπὸ τοῦ ἰσημερινοῦ ἐπὶ σταδίους ,ηω, ᾗ ἀρχὴν τῆς καθʼ ἡμᾶς οἰκουμένης ὑποτιθέμεθα, καθάπερ κατʼ ἄρκτους τὰ μετὰ τὸν ἀρκτικὸν εὐθέως κύκλον· ὥστε τοὺς πάντας τῆςςδε τῆς ἐπιφανείας ἀοίκους συνάγεσθαι σταδίους τρισμυρίους καὶ ,δ. Λοιπὸν οὖν καταλείπονται οἰκήσιμοι ὑπὸ τὴν εὔκρατον πεπτωκότες στάδιοι δισμύριοι καὶ θ, ἅπερ ἐστὶ μίλια μὲν ,γχκε΄, σχοῖνοι δὲ, ἐκ σταδίων λ΄, μικρῷ πλέον ἐννακόσιοι· ὃ δὴ καὶ πλάτος ἐστὶ τῆς καθʼ ἡμᾶς οἰκουμένης.

II. Πεφὶ διαιρέσεως τῆς οἰκουμένης.

3. Διαιρεῖται δὲ ἡ ὅλη οἰκουμένη εἰς ἠπείρους τρεῖς, Ἀσίαν τε καὶ Λιβύην καὶ Εὐρώπην. Ἡ δὲ διαίρεσις ἰσθμοῖς ἢ πορθμοῖς. Καί εἰσιν ὅροι τῶν ἠπείρων, τῆς μὲν Εὀρώπης πρὸς τὴν Λιβύην Ειῆλαι τε καὶ προθμὸς Ηράκειος, διʼ οὗ ἡ καθʼ ἡμᾶς εἰσχεῖται θάλασσα· τῆς δὲ Ἀσίας πρὸς τὴν Εὐρώπην ἰσθμὸς, ὃς ἀπὸ τοῦ μυχοῦ τῆς Μαιώτιδος λίμνης ἐπὶ τὴν πρὸς ἄρκτους θάλασσαν διήκει· διαρρεῖ δὲ τὸν ἰσθμὸν τοῦτον ποταμὸς Τάναῖς. Χωρίζεται δὲ καὶ ἡ Ἀσία τῆς Λιβύης ἰσθμῷ πάλιν στενῷ· τοῦτον δὲ ἡ ἀπὸ τῆς κατὰ τὸ Πηλούσιον θαλάσσης ἐπὶ τὸν μυχὸν ἀνιοῦσα τοῦ Ἀραβίου κόλπου γραμμή. Οἱ μέντοι παλαιοὶ τήν τε Λιβύην καὶ τὴν Εὐρώπην, ὥσπερ μίαν οὖσαν, συναμφοτέρας ἐκάλουν ἑνὶ καὶ μόνῳ τῷ τῆς Εὐρώπης ὀνόματι.

IΙI. Πῶς ἔχουσι σχεσεως αἱ τρεῖς ἤπειροι πρὸς τὸν ὁρίζοντα τὴν οἰκουμένην κύκλον.

4. Πάλιν δὲ τῶν τριῶν ἠπείρων ἡ μὲν Εὐρώπη πρὸς ἄρκτους καὶ δύσεις ἐστὶ πᾶσα, ἡ δὲ Λιβύη πρὸς μεσημβρίαν καὶ δύσιν, ἡ δὲ Ἀσία πρὸς τὰς ἀνατολὰς κειμένη ἀντιπαρήκει ταῖς δύο ἠπείροις· ἀπὸ γὰρ τῶν βορειοτάτων ἐπὶ τὰ νοτιώτατα τῆς ἐγνωσμένης ἐκτείνεται.

IV. Περὶ τῶν κατὰ τὴν Εὐρώπην ἐθνῶν.

5. Τούτων ἐκκειμένων, ὑπογραψόμεθα ὁλοσχερῶς κατὰ τὸ τυπωδέστατον τὰ καθʼ ἑκάστην ἤπειρον ἔθνη, καὶ τὰς ἐμπεριεχομένας θαλάσσας, ὡς δύνασθαι ῥᾷστά τινα, διὰ τῆς πρὸς ἄλληλα σχέσεως αὐτῶν, τὴν ὅλην οἰκουμένην μηδὲν εἰκόνος δεηθέντα τῷ νῷ περιαθρῆσαι.

6. Ἕστι τοίνυν κατὰ τὸ κεφαλαιῶδες ἐν μὲν τῇ Εὐρώπῃ ἔθνη τάδε· Ἱσπανίαι τρεῖς, ἃς Ἰβηρίας πρότερον ἐκάλουν. Αὗται δὲ χερρονήσου δίκην περιρρέονται ὑπὸ θαλάσσης κατὰ σφόδρα στενὸν ἰσθμὸν, ἐφ’ οὗ τὰ Πυρηναῖά ἐστιν ὄρη, ἀφαιρούμενα τὰς Γαλλίας ἀπ’ αὐτῶν. Καὶ ἔστιν ἡ μὲν Λυσιτανία πρὸς τῷ δυσμικῷ ὠκεανῷ, ἡ δὲ Βαιτικὴ κατὰ τὴν ἐντὸς θάλασσαν, ὀλίγον τι καὶ τῆς ἔξω μετὰ τὸν πορθμὸν ἐπιλαμβάνουσα· ἡ δὲ Ταρρακωνησία διήκει ἀπὸ τοῦ ὠκεανοῦ ἢ τῆς ἐκτὸς θαλάσσης ἐπὶ τὴν ἐντὸς θάλασσαν.

7. Τῶν δὲ Γαλλιῶν, ἃς πρότερον Γαλατίας ἔλεγον, ἑξῆς κειμένων, ἡ μέν Ἀκουιτανία καὶ Λουγδουνησία καὶ Βελγικὴ, ἐν ᾗ εἰσὶν αἱ δύο Γερμανίαι, πρὸς τὴν ἐκτὸς νενεύκασι θάλασσαν· ἐπιλαμβάνουσι μέντοι ὅσον πλεῖστον τῆς μεσογαίου, καὶ μάλιστα ἡ Λουγδουνησία· πρὸς δὲ τὴν ἐντὸς θάλασσαν ἀντιπαρατείνουσα ταύταις ἡ Ναρβωνησία κεῖται.

8. Πάλιν δὲ μετὰ τὴν Βελγικὴν πρόσεισιν ἐπ’ ἀνατολὰς συχνὸν ὅσον ἡ Γερμανία, νενευκυῖα καὶ αὐτὴ πρὸς τὴν ἐκτὸς θάλασσαν· μετὰ δὲ τὴν Ναρβωνησίαν ἡ Ἰταλία περιεχομένη δύο θαλάσσαις. Ὁρίζεται δὲ ἡ μὲν Γερμανία τῷ Ῥήνῳ ποταμῷ, ὃς ὁρμηθεὶς ἀπὸ τῶν ὑπὲρ τὰς Ἄλπεις ὀρῶν εἰς τὴν ἑκτὸς ἐκδίδωσι θάλασσαν· ἡ δὲ Ἰταλία πρὸς τὴν Ναρβωνησίαν τοῖς παραλίοις Ἄλπεσιν. Αὗται δʼ ἀνιοῦσαι πρὸς ἄρκτους, εἶτα πρὸς ἀνατολὰς ἐπιστραφεῖσαι καὶ τὴν λοιπὴν Ἰταλίαν ἀπὸ τῶν ὑπερκειμένων ἐθνῶν χωρίζουσιν.

9. Οὐ πρὸ πολλοῦ δὲ τῶν τοῦ Ῥήνου πηγῶν τὰς ἀρχὰς ἔχων ὁ Ἴστρος, ὃν μέχρι Νουιοδούνου πόλεως Δάνουβιν καλοῦσιν, ὁρίζει τὴν Γερμανίαν πρὸς τὰ ὑποκείμενα ἔθνη, Ῥαιτίαν μὲν καὶ Οὐινδελικίαν καὶ Νωρικὸν ὑπὲρ τὰς Ἄλπεις καὶ τὴν Ἰταλίαν κείμενα, ἐκτὸς δὲ τῶν Ἄλπιων τὰς δύο Παννονίας, ὑφʼ ἃς ἐστι κατὰ τὰ ἀνατολικὰ Δαλματία καλεῖται.

10. Τῆς Γερμανίας μετὰ τὸν Οὐϊστούλαν ποταμὸν ἔχεται Σαρματία, ἀναλαμβάνουσα πολλὴν γῆν καὶ πολλὰ ἔθνη καὶ τῆς ἑτέρας ἠπείρου μένουσα δέ πως ἀποτερματίζεται παρὰ Εὐρώπῃ λίμνῃ τῇ Μαιώτιδι· εἶτα μετὰ τὸν ἰσθμὸν τῆς Ταυρικῆς χερρονήσου (αὕτη δὲ ἔκκειται πορθμὸν πρὸς τὴν Ἀσίαν ποιοῦσα τὸν καλούμενον Κιμμέριον Βόσπορον) ἀπολαμβάνει τοῦ Πόντου τὰ μέχρι Βορυσθένους ποταμοῦ.

11. Καὶ ἔστιν ὑπὸ μὲν τὰ δυτικώτατα τῆς Σαρματίας ἐπὶ νότον κατιοῦσα μετὰ τοὺς Ἰάζυγας τοὺς Μετανάστας ἡ Δοκία, ὁριζομένη τῷ Ἴστρῳ, ὑπὸ δὲ τὰ λοιπὰ καὶ πρὸς ἀνατολὰς ὑποβέβληται ἡ κάτω Μυσία· ἐπιλαμβάνει δὲ καὶ αὕτη συχνόν τι καὶ τῆς ὑπὲρ τὸν Ἴστρον χώρας, τήν τε παράλιον κατέχει πᾶσαν ὅση ἐστὶν ἀπὸ Βορυσθένους ἐπὶ Μεσημβρίαν πόλιν.

12. Ὑπόκειται δὲ καὶ τῇ Δακίᾳ μετὰ τὸν Ἴστρον ἡ ἄνω Μυσία, συνάπτουσα πρὸς μὲν ἀνατολὰς τῇ κάτω Μυσίᾳ, πρὸς δὲ δύσεις Δαλματίᾳ. Ἔστι δὲ καὶ ὑπὸ τὴν Δαλματίαν καὶ μέρος τῆς ἄνω Μυσίας ἡ Μακεδονία, ὑπὸ δὲ τὸ λοιπὸν ἐκείνης τε καὶ τὴν κάτω ἡ Θρᾴκη. Πρὸς ταύτῃ δέ ἐστι καὶ ἡ ἰδίως καλουμένη Χερρόνησος. Τῆς δὲ Μακεδονίας πρὸς νότον ἐπὶ τὰς δύσεις ἡ Ἤπεριρος κεῖται, ἐπὶ δὲ τὰς ἀνατολὰς ἡ Θεσσαλία, αἷς ὑπάκειται ἡ Ἑλλὰς, κατὰ τὸν ἐν τῷ Κρισσαίῳ κόλπῳ ἰσθμὸν ποιοῦσα τὴν Πελσπόννησον.

13. Νῆσοι δὲ ταύτης τῆς ἠπείρου ἀξιόλογοι ἐν μὲν τῇ ἐκτὸς θαλάσσῃ αἱ Βρεττανικαὶ δύο Ἰουερνία τε καὶ Ἀλουίων. Ἀλλʼ ἡ μὲν Ἰουερνία δυτικωτάτη κειμένη, ἀντιπαρεκτείνεται μέχρι τινὸς τῇ Ἱσπανίᾳ· ἡ δὲ Ἀλουίων, ἔν ᾗ καὶ τὰ στρατόπεδα ἵδροται, μεγίστη τέ ἐστι καὶ ἐπιμηκεστάτη· ἀρξαμένη γὰρ ἀπὸ ἄρκτων ἐπὶ μὲν δύσιν μέχρι τῶν μέσων τῆς Ταρρακωνησίας πρόσεισιν, ἐπʼ ἀνατολὰς δὲ μέχρι τῶν μέσων σχεδὸν τῆς Γερμανίας, Εἴη δʼ ἂν ἀξιόλογος καὶ ἡ Θούλη, καὶ ἡ μεγάλη Σκάνδεια, ἢ κεῖται ὁπὸ τὴν Κιμβρικὴν χερρόνησον· ἔκκειται γὰρ τῆς Γερμανίας πρὸς ἄρκτους καὶ τὸν ἐκείνης ὠκεανὸν ἐπὶ πλεῖστον.

14. Ἐν δὲ τῇ ἐντὸς θαλάσσῃ ὁπὸ μὲν τὰ δυτικώτερα Ἰταλίας ἡ Κύρνος, ἡ καὶ Κορσικὴ, ὑποκειμένην ἔχουσα τὴν Σαρδονίαν, ὑπὸ δὲ τὰ ἀνατολικώτερα καὶ πρὸς τὸν πορθμὸν ἡ Σικελία, καὶ παρὰ μὲν τὴν Ἀττικὴν καὶ τὴν Πελοπόννησον ἐκτεινομένη πρὸς ἀνατολὰς ἡ Κρήτη, παρὰ δὲ τὴν Ἀχαίαν ἡ Εὔβοια.

V. Περὶ τῶν κατὰ τὴν Λιβύην ἐθνῶν.

15. Τῆς δὲ Διβύης ἀρχομένης ἀπὸ τοῦ Ἡρακλείου πορθμοῦ εἰσιν αἱ δύο Μαυριτανίαι, δυτικωτέρα μὲν ἡ Τιγγιτανὴ, ἐχομένη δὲ ταύτης ἡ Καισαρηνσία· μεθʼ ἣν ἡ Ἀφρικὴ, εἶτα ἡ Κυρηναῖκὴ Πεντάπολις, εἶτα ἡ Μαρμαρικὴ, εἶτα ἡ Αἴγυπτος. Ὑπόκειται δὲ ταῖς Μαυριτανίαις ἡ Γαιτουλία, τῇ δὲ Ἀφρικῇ καὶ τῷ Πενταπόλει ἡ ἄβροχός τε καὶ δίαμμος γῆ. Ἐκτείνεται δὲ ἡ ἔρημος αὕτη καὶ μέχρι τῆς Αἰγύπτου κειμένη ἀρχομένης.

16. Ἔθνη δὲ τῆς Λιβύης ἀπὸ δυσμῶν τάδει· Δαράδαι, Πέρορσοι, Ὀδραγγῖδαι, Μίμακες, Νοῦβαι, Γαράμαντες, Δερβίκαι, Μελανογαίτουλοι, Γίγγοι, Νιγρῖται, Ἀφρικέρωνες, Λευκαιθίοπες.

17. Ἐν δὲ τῆ ὑπὸ τὴν Αἴγυπτον Αἰθιοπίᾳ ἡ μὲν πρὸς τῇ θαλάσσῃ πᾶσα ὅση ἐστὶν ἀπὸ Βερονίκης μέχρι τῶν στενῶν τοῦ Ἀραβικοῦ κόλπου καλεῖται Τρωγλοδυτική. Ταύτης δὲ ἐνδοτέρα κεῖται ἡ Ἀζανία, ἐν ᾗ παντοῖοί εἰσι ἐλέφαντες, καὶ ἡ Ἀρωματοφόρος χώρα.

18. Καὶ μετὰ τὸν μέγαν καταράκτην ἀπὸ μὲν δυσμῶν τοῦ Νείλου Εὐωνυμῖται, Σεβρίδαι, Κάτοιποι καὶ πρὸς τῇ Μερόῃ νήσῳ Μέμνονες μεθʼ οὓς Ἐλεφαντοφάγοι Αἰθίοπες εἶτα Πεσενδάραι καὶ Κινναμωμοφόρος χώρα, τούτων δὲ δυτικωτέρα ἐστὶν Φαζανία. Ἀπὸ δὲ ἀνατολῶν Κολοβοὶ, Ἄττεροι, Νοῦβαι ἕτεροι, Βλέμμυες, Στρουθοφάγοι καὶ ἡ Σμυρνοφόρος χώρα. Τὴν δὲ λοιπὴν καὶ μεσημβρινωτάτην, μεθʼ ἣν ἡ ἄγνωστός ἐστι, κατέχουσι πρὸς μὲν τῷ Αἰθιοπικῷ καλουμένῳ Ὑποδρόμῳ Ἱπποφάγοι Αἰθίοπες, ὧν μεσημβρινώτεροι οἱ κοινῶς καλούμενοι Ἑσπέριοι. Τούτων δὲ ἀνατολικώτεροι Ἀθάκαι· τὰ δὲ περὶ τὸν κόλπον τῆς Βραχείας θαλάσσης Ἀνθρωποφάγοι Αἰθίοπες. Τούτων δὲ πρὸς ἀνατολὰς ἅμα καὶ μεσημβρίαν πλησιάζουσα τῇ ἀγνώστῳ ἐστὶ χώρα πολλήκαλουμένη Ἀγίσυμβα.

VI. Περὶ τῶν κατὰ τὴν Ἀσίαν ἐθνῶν.

19. Τὸ δὲ ἐν τῇ Ἀσίᾳ ἔθνη ἔχει οὕτως. Μετὰ γὰρ τὸν ἰσθμὸν καὶ τὸν Τάναῖν ἐπεκταθεῖσα τὸν εἰρημένον τρόπον ἡ Σαρματία, περατοῦται μὲν ὑπὸ μεσημβρινοῦ τοῦ δίχα τέμνοντος τὸ μῆκος τῆς Κασπίας θαλάσσης, ἐκπεριελθοῦσα δὲ μετὰ ταῦτα τῆς Μαιώτιδος καὶ τοῦ Πόντου τὰ μέχρι τοῦ μυχοῦ, διὰ τῆς μεσογαίας ἐπὶ τὴν Κασπίαν ἀφικνεῖται. Ταύτης δὲ ἔχεται πρὸς ἀνατολὰς ἡ Σκυθία· αὕτη δὲ περὶ μὲν τὰς ἀρχὰς οὐ σφόδρα πλατύνεται, περὶ δὲ τὰς ἀνατολὰς καὶ πάνυ· ὀλίγου γὰρ δεῖν συνάπτει τῇ Ἰνδικῇ. Μετὰ δὲ τὴν σύμπασαν Σκυθίαν ἐστὶν ἡ Σηρικὴ, τὸ ἀνατολικώτατον ἀποτερματίζουσα τῆς ἐγνωσμένης.

20. Ὑπόκειται δὲ τῇ Σαρματίᾳ πρὸς μὲν τῷ Πόντῳ ἡ Κολχική, πρὸς δὲ τῇ Κασπίᾳ ἡ Ἀλβανίᾳ, ἧς μεταξὺ κεῖται ἡ Ἰβηρία. Εἶτα τῆς μετὰ τὴν Προποντίδα καὶ τοὺς πορθμοὺς ἠπείρου πρόκειται Ποντοβιθυνία, καὶ ὁ ἐνδοτέρῳ Πόντος, μεθʼ ἧς ἐστιν ἡ Παφλαγονία. Ὑπόκειται δὲ τῇ Ποντοβιθυνίᾳ προϊοῦσα μέχρι τοῦ Δινδύμου ὄρους ἡ Ἀσία· μεθʼ ἥν ἐστιν ἡ Λυκία καὶ ἡ Παμφυλία· Παμφυλίας δὲ καὶ Πόντου μεταξὺ κεῖται Γαλατία. Τούτῳ δὲ τῷ τμήματι, ἀνιοῦσα παρὰ τὴν Κολχίδα πρὸς ἄρκτους, παρήπλωται ἡ Καππασοκία, ᾗ ὑπόκειται παρὰ τῷ Ταύρῳ κειμένη ἡ Κιλικία. Ἡ δὲ τὰ εἰρημένα ἔθνη περιέχουσα ἤπειρος ἔοικε καὶ αὐτὴ χερρονήσῳ πλατὺν ἐχούσῃ τὸν αὐχένα. Εἴη δʼ ἂν οὗτος ἀπὸ τοῦ Ἰσσικοῦ κόλπου ἐπὶ Τραπεζοῦντα πόλιν ἐν τῷ Πόντῳ κειμένην διήκων.

21. Πάλιν δὲ τῇ μὲν Ἰβηρίᾳ καὶ μέρει τῆς Ἀλβανίας ὑπόκειται ἡ Ἀρμενία, χωριζομένη τῆς Καππαδοκίας τῷ Εὐφράτῃ. Ταύτῃ δὲ ὑπόκειται ἡ Μεσοποταμία, δυτικωτέραν ἔχουσα τὴν Συρίαν. Συρία δὲ ὑπόκειται ἡ Ἰουδαία. Ταύτης δὲ κατὰ νότον κειμένης ἀντιπαρεκτείνεται μέχρι τοῦ μυχοῦ τοῦ Ἀραβίου κόλπου ἡ κατὰ τὴν Πέτραν Ἀραβία. Ἡ δὲ μεταξὺ τῶν εἰρημένων ἐθνῶν καὶ τῆς δυτικῆς τοῦ Περσικοῦ κόλπου πλευρᾶς καλεῖται Ἔρημος· ἔχει δὲ καὶ αὕτη ἔθνη Ἀραβικά. Ἡ δὲ περιγραφομένη ἤπειρος ὑπό τε τῶν νοτιωτάτων τῆς Ἐρήμου καὶ τῆς Πετραίας Ἀραβίας καὶ τοῦ Ἀραβίου καὶ κόλπου τῆς Ἐρυθρᾶς θαλάσσης καὶ μέρους τοῦ Περσικοῦ κόλπου, καλεῖται Ἀραβία Εὐδαίμων, καὶ ἐστὶ τῷ μεγέθει μεγίστη.

22. Κεῖται δὲ ὑπὸ μὲν τὴν Κασπίαν θάλασσαν μετὰ τὰ μεθόρια τῆς Ἀρμενίας ἡ Μηδία· ὑπὸ δὲ ταύτην ὡς πρὸς ἀνατολὰς τοῦ Τίγριδος ἡ Ἀσσυρία, εἰς ἣν ἡ Κτησιφῶν. Μετὰ δὲ τὰς συμβολὰς Εὐφράτου τε καὶ Τίγριδος κάτεισιν ἡ Βαβυλωνία μέχρι θαλάσσης, δυτικωτέραν ἔχουσα τὴν Ἔρημον. Ὑπόκειται δὲ τῇ μὲν Ἀσσυρίᾳ μέχρι θαλάσσης ἡ Σουσιανὴ, τῇ δὲ Μηδίᾳ ὁμοίως ἡ Περσίς. Ἔστι δὲ τῆς Μηδίας πρὸς ἀνατολὰς καὶ παρὰ τὴν ὁμώνυμον θάλασσαν ἡ Ὑρκανία· ὑπὸ δὲ ταύτην ἡ Παρθία. Ταύτῃ δὲ ὑποβέβληται ἔρημος Καρμανία, μεθʼ ἣν ἡ ἀληθὴς κεῖται Καρμανία μέχρι θαλάσσης.

23. Πάλιν δὲ τῇ μέχρις Ἰμάου ὅρους Σκυθίᾳ ὑπόκεινται ἀπὸ δύσεως ἀρχόμεναι Μαργιανὴ, εἶτα Σογδιανὴ, εἶτα Σακία. Καὶ ἐστιν ὑπὸ τὴν Μαργιανὴν ὡς ἀπὸ ἀνατολῶν τῆς Παρθίας ἡ Ἀρία· τῇ· δὲ Σογδιανῇ ὑποβέβληται ἡ Βακτριανή εἶτα τῇ μὲν Ἀρίᾳ παραμήκει οὔσῃ ὑπόκειται ἡ Δραγγιανὴ, τῆ δὲ Βακτριανῇ οἱ Παροπανισάδαι, ὑφʼ οὅς ἐστιν ἡ Ἀραχωσία ὑποκείμενα ἔχουσα τὰ δυτικώτερα τῆς Γεδρωσίας, δυτικήν ἐχούσης τὴν Καρμανίαν, ᾗ ὑπόκειται ἡ Δραγγιανή.

24. Τὴν δὲ λοιπὴν τὴν μέχρι τῶν Θινῶν ἤπειρον ἅπασαν, πλείστην οὖσαν καὶ ὑπὸ πολλῶν ἐθνῶν κατοικουμένην, Ἰνδοὶ κατανέμονται, ἀφοριζομένην πρὸς μὲν ἀνατολαῖς Σίναις, πρὸς δὲ ταῖς δύσεσι Γεδρωσίᾳ, πρὸς δὲ ταῖς ἄρκτοις Παροπανισάδαις καὶ Ἀραχωσίᾳ, Σογδιανοῖς τε καὶ Σάκαις, Σκυθία τε καὶ τῇ Σηρικῇ.

25. Ἔστι δὲ καὶ τῆς ἠπείρου ταύτης κατὰ μὲν τὸ Ἰνδικὸν πέλαγος μεγίστη νῆσος, ἡ πάλαι μὲν Σιμοῦνδα καλουμένη, νῦν δὲ Σαλικὴ, ἐν ᾗ φασι πάντα γίνεσθαι τὰ πρὸς τὴν χρῆσιν τὴν βιωτικήν, ἔχειν τε παντοῖα μέταλλα, καὶ τοὺς κατοικοῦντας αὐτὴν ἄνδρας μαλλοῖς γυναικείοις ἀναδεῖσθαι τὰς κεφαλάς· κατὰ δὲ τὴν καθ᾿ ἡμᾶς θάλασσαν ἡ Κύπος. (Ὁμοῦ ἔθνη ρνγ΄.)

VII. Σύγκρισις τῶν τριῶν ἠπείρων.

26. Συγκρινομένων δὲ τῶν τριῶν ἠπείρων πρὸς ἀλλήλας, μεγίστη μὲν ἂν φανείη ἡ Ἀσία, εἶτα ἡ Λιβύη, τελευταία δὲ ἡ Εὐρώπη. Ἀνάπαλιν δὲ πρὸς εὐδαιμονίαν καὶ εὐετηρίαν πρός τε τὰ τῶν ἀέρων καταστήματα καὶ ὑδάτων διὰ παντὸς εὐμοιρίαν καὶ τῶν φυομένων ποικίλην δαψίλειαν κατὰ τὰ ἱστορούμενα εὕροι τις ἂν μακρῷ πασῶν διαφορωτέραν τῶν ἄλλων τὴν Εὐρώπην· εἶτα τῆς ὅλης Ἀσίας σχεδόν τι τὰ ὑπὸ Ῥωμαίοις μόνα· τῆς δὲ Λιβύης τὰ περὶ τὴν θάλασσαν. Τῶν δὲ ἐν αϋταῖς ἐθνῶν, τῆς μὲν Εὐρώπης μεγίστη ἐστὶν Ἱσπανία τε καὶ Ἰταλία, Γερμανία τε καὶ Σαρματία, τῶν δὲ ἐν τῇ Λιβύῃ ἥ τε Ἀφρικὴ καὶ ἡ Αἴγυπτος καὶ τῶν Ἀσιανῶν παρὰ πάντα μὲν ἰδίως ἡ Ἰνδικὴ, μεγίστη δὲ καὶ Σκυθία Σηρική τε καὶ ἡ Εὐδαίαων.

VIII. Περὶ νήσων μεγίστων.

27. Τῶν δὲ νήσων τῶν πάνυ μεγίστων πρωτεύει μὲν παρὰ πάσας ἐν τῇ οἰκουμένῃ ἡ Σαλικὴ, δευτερεύει δὲ ἡ Ἀλουΐων, τὰ δὲ τρίτα φέροιτʼ ἂν ἡ Ἰουερνία. Τῶν δὲ ἄλλων μὲν μεγάλων, ἐλαττόνων δὲ ἢ κατὰ τὰς εἰρημένας, πάλιν τετάξεται πρώτη μὲν Σικελία, δευτέρα δὲ Σαρδονία, τρίτη δὲ Κύπρος, τετάρτη δὲ Κρήτη, πέμπτη ἡ Εὔβοια. Τῶν δὲ λοιπῶν καὶ τρίτην ὥσπερ ἐν μεγέθει τάξιν ἐχουσῶν πρώτη μὲν ἂν εἴη ἡ Κορσικὴ ἡ καὶ Κύρνος, δευτέρα ἡ Λέσβος, τρίτη δὲ ἡ Ῥόδος.

IX. Περὶ ὀρῶν. μεγίστων.

28. Ἔστι δὲ καὶ τῶν ὀρῶν μέγιστα, ἐν μὲν τῇ Ἀσίᾳ ὅ τʼ Ἰμάϊος καὶ τὰ Ἠμωδὰ καὶ τὰ Καυκάσια· ταῦτα δὲ καὶ τὰ Ῥίπαιά φασι παρὰ πάντα ὑψηλότατα εἶναι μέγιστον δʼ ὄρος καὶ ὁ παροπάνισος καὶ ὁ Ταῦρος, τῶν τε κατὰ τὴν Ἰνδικὴν τὰ πλεῖστα· τῶν δὲ Λιβυκῶν ὑψηλότατα μέν ὅ τε μέγας Ἄτλας καὶ τὸ τῶν Θεῶν ὄχημα, μεγάλα δὲ καὶ ἐπιμηκέστατα τὰ Αἰθιοπικά· ἀρξάμενα γὰρ ἀπὸ τῆς μεθορίας τῆς κατʼ Αἴγυπτον κάτεισιν ἐπὶ μεσημβρίαν συνεκτεινόμενα τῇ τοῦ Νείλου πορείᾳ. Ἐν δὲ τῇ Εὐρώπῃ μέγιστά φασιν εἶναι τὰ Σαρματικὰ καὶ τὰ Ἄλπεια, εἴ τις αὐτὰ κατὰ συνάφειαν λαμβάνοι. Ὑψηλὰ δὲ φασιν εἶναι καὶ τὰ Πυρηναῖα καὶ τὴν Ἰδούβαιδαν τῆς Ἱσπανίας, καὶ τὸν Μακεδονικὸν δὲ Ὄλυμπον καὶ τὸν Ἄθω καὶ τῆς Ἠπείρου τὰ Ἀκροκεραύνια· ταῦτα δὲ καὶ ἀπὸ Κανυσίου φασὶν ὁρᾶσθαι.

X. Περὶ ποταμῶν μεγίστων.

29. Τῶν δὲ ἐν τῇ οἰκουμένῃ ποταμῶν μέγιστοι μέν εἶσιν, ἐν μὲν τῆ Ἀσίᾳ πολλῶν ὄντων παρὰ πάντας ὅ τε Γάγγης καὶ ὁ Ἰνδός· οὗτοι γὰρ ἀρξάμενοι ἀπὸ τῶν βορειοτάτων τῆς οἰκουμένης, καὶ προσλαμβάνοντες σχεδὸν πάντας τοὺς ἀξιολόγους, ὅσοι διαρρέουσι τὴν ὅλην Ἰνδικὴν (εἰσὶ δὲ καὶ ὅσοι πλεῖστοι), ἐκδιδόασιν ἐπὶ τὴν πρὸς νότον θάλασσαν. Τῶν δὲ λοιπῶν κατὰ τὴν Ἀσίαν ποταμῶν ἐμβαλόντων τε εἰς διαφόρους θαλάσσας Ἰαξάρτης μὲν καὶ Ὦξος καὶ Ῥύμμος καὶ Ῥᾶς καὶ Κῦρος καὶ Ἀράξης εἰς τὴν Κασπίαν ἵενται θάλασσαν, Φᾶσις δὲ καὶ Θερμώδων καὶ Σάγγαρις εἰς τὸν Πόντον. Οὗιοι δὲ σχεδόν τι περὶ τοὺς αὐτοὺς τόπους τὰς ἐκβολὰς ἔχουσι ταῖς πηγαῖς.

30. Τῶν δὲ ἐν τῇ Εὐρώπη πρωτεύοι μὲν ἂν εἰκότως ὁ Ἴστρος, ὃς φεφόμενος ἀπὸ τῶν πρὸς δύσιν τόπων τοσαῦτά τε διερχόμενος ἔνυη καὶ τόπους ἐκδίδωσιν εἰς τὸν Πόντον· ἐξῆς δὲ μέγιστοι Βορυσθένης, Οὐιστούλας, τάναϊς, Ῥῆνος. Εἰσὶ δὲ καὶ ἄλλοι μεγάλοι ποταμοὶ πρὸς ταῖς ἐκβολαῖς γινόμενοι, μάλιστα Ἠρίδανος, Ἴβηρ, Βαῖτις, Σηκοάνας, Δορίας καὶ οἱ ἀμφὶ Ῥοδανόν.

31. Ἐν δὲ τῇ Λιβύῃ μέγιστός ἐστιν ὁ Νεῖλος· ὁρμιώμενος γὰρ ἐκ τῶν ὑπὲρ τὸν ἰσημερινὸν ἐν βάθει τῆς μεσημβρίας τόπων, ἐκδίδωσιν εἰς τὴν καθʼ ἡμᾶς θάλασσαν, ἐλικογραφῶν, ὡς εἰκὸς, ὅπερ ἐστὶν ἴδιον ποταμῶν, ὡς πιθανὸν εἶναι μᾶλλον ἀπὸ τῶν ἐκεῖ γιγνομένων κατὰ τὸ παῤ ἡμὶν θέρος ὄμβρων ἤπερ ἀπὸ χίονος σύστασιν τὴν πλημμυρίαν ἐνιαυσίῳ χρόνῳ ποιεισθαι. Φαίνεται δὲ καὶ ὁ Βαγράδας ὁ περὶ Καρχηδόνα ῥέων καὶ ὁ Κίνυψ ἀπὸ τῶν νοτιωτάτων. Τῶν δὲ διαρρεόντων σὴν ἐντὸς Αἰθιοπίαν καὶ τάς τε ἀρχὰς καὶ τὰ τέλη ἐν ἠπείρῳ ἐχόντων, μέγιστος ἐστιν ὅ τε Γὶρ καὶ Νίγιρ.

XI. Περὶ τῆς μεγάλης θαλάσσης

32. Τῆς δὲ μεγίστης τε καὶ πρὸς ταῖς ἀνατολαῖς θαλάσσης τὰ μὲν νοτιώτατα καὶ πρὸς τῇ ἀγνώστῳ καλεῖται Πρασώδης θάλασσα· λέγεται γὰρ τῷ χρώματι τοιαύτη τις εἶναι, καὶ βρύον ἔχειν πλεῖστον καὶ μέγιστον ἐμφερὲς πράσῳ, ὅθεν εἰκὸς αὐτῇ καὶ τὴν πρασώδη φαντασίαν προσγίνεσθαι.

33. Μετὰ δὲ ταύτην ὡς πρὸς ἄρκτους ἡ Βραχεῖα κεῖται θάλασσα, ἣ οὐ διὰ βραχύτητα τοῦ μεγέθους (ἐστὶ γὰρ μεγίστη) τούτου τετύχηκε τοῦ ὁδόματος, ἀλλὰ διὰ τὰ ἐν αὐτῇ βράχη· τὰς γὰρ ἀμπώτεις γίνεσθαι κἀκεῖ μεγίστας, μὴ δʼ αὐθήμερον μεταβάλλειν, ἀλλ᾿ ἐπὶ πλεῖστον ἀναχωρεῖν χρόνον τὸ ὕδωρ, καὶ τὰς ῥαχίας μετὰ τὴν ἀναχώρησιν ἀναξηραίνεσθαι, ὥστε τοὺς πλέοντας, εἰ περιπέσοιέν ποτε τούτῳ τῷ πάθει, ὑποστηρίξαντας τὸ πλοῖον ἀναβαίνειν καθάπερ εἰς ἤπειρον.

34. Ταύτης δὲ τῆς θαλάσσης ὑπέρκειται ἡ λοιπὴ ἡ παρὰ τὴν ἤπειρον· καὶ ἔστι μὲν αὐτῆς μέγιστον μὲν Ἰνδικὸν πέλαγος, ἐν ᾧ χερρόνησοι καὶ κόλποι πάνυ μεγάλοι, ὅ τε Θηριώδης καὶ ὁ Μέγας καὶ ὁ Γαγγητικός.

35. Τοῦ δὲ Ἰνδικοῦ πελάγους ἔχεται τὸ Καρμάνιον, προῖὸν ὡς ἐπὶ δύσεις, τούτου δὲ ἡ Ἐρυθρὰ θάλασσα, ὧν περὶ τὰς συμβολὰς καὶ τὸ τοῦ Περσικοῦ κόλπου στόμα κεῖται. Αὐτὸς δὲ ὁ κόλπος περιέχεται μὲν ἀπὸ ἀνατολῶν καὶ μεσημβρίας Καρμανία, ἀπὸ δὲ ἄρκτων μεταβαίνουσιν ἐπὶ δύσεις Περσίδι καὶ Σουσιανῇ καὶ Βαβυλωνίᾳ, ἀπὸ δὲ δόσεως Ἀραβίᾳ Ἐρήμῳ, εἶτα πάλιν ἀπὸ μεσημβρίας τῇ Εὐδαίμονι.

36. Ἀπὸ δὲ τῆς Ἐρυθρᾶς θαλάσσης ἕως Αἰγύπτου ὁ Ἀράβιος κόλπος, ἔνθα μάλιστά ἐστι τὸ στενότατον τῆς ἠπείρου καὶ διεῖργον τὸ μὴ συνάψαι τὴν καθʼ ἡμᾶς θάλασσαν. Οὗ τὸ χρῶμά φασιν ἐρυθρὸν ἔχειν, οὐχ᾿, ὡς σχεδιάζοντες λέγουσιν, ἀπὸ τῶν προσπαρακειμένων δρῶν ἐρυθρῶν ὄντων, ἀφ᾿ ὧν προσπίπτειν τινὰ πρόσπτωσιν γαληναίῳ ὄντι τῷ ὕδατι, καὶ τὴν τοῦ ἐρυθροῦ φαντασίαν ἀπεργάζεσθει, ἀλλὰ τὰ πολλὰ τοῦ πελάγους τούτου ἠρεμαίου ὄντος, ἅτε πνευμάτων, ὡς λόγος, ἐκεῖ μήτε μεγάλων μήτε συνεχῶν γινομένων, διὰ τὸ πλησίον εἶναι τοῦ κατὰ κορυφήν τὸν ἥλιον συστάσεις διερῶν νεφῶν συνίστασθαι, εἰς ἃ ἐμπίπτουσαι αἱ τοῦ ἡλίου αὐγαὶ χρωννύουσιν αὐτὰ, καθὰ παῤ ἡμῖν συνεχῶς τὰ περὶ τὸν ὁρίζοντα πάσχειν εἴωθεν ἀνίσχοντος ἢ καταδιδυκότος ἤδη τοῦ ἡλίου, εἶθ᾿ οὕτω τὰς χρόας δέχεσθαι τὴν θάλασσαν, ὅταν λείαν ἔχη τὴν ἐπιφάνειαν. Μετὰ τὸν Ἀράβιον κόλπον καὶ τὰ λοιπὰ τῆς Ἐρυθρᾶς θαλάσσης ἐστὶν ἡ κατὰ τὴν βαρβαρίαν Αἰθιοπικὴ θάλασσα.

XII. Περὶ τῶν κατὰ τὴν οἰκουμένην ἀνέμων.

37. Αἱ δὲ περὶ τῶν κατὰ τὴν οἰκουμένην ἀνέμων τε καὶ πνευμάτων θέσεις, καὶ ἀφʼ ὧν ἕκαστος ὁρμᾶται τόπων, καὶ διʼ ὧν ἔρχεται, ἔχουσιν οὕτως.

38. Νοηθέντος γὰρ μεγίστου κύκλου περιέχοντος τὸ ἐγνωσμένου, καὶ ἓξ διαμέτροις εἰς ἴσα δώδεκα διαιρεθέντος, ὥστε δύο τῶν πρὸς ὀρθὰς ἀλλήλαις τὴν μὲν ἰσημερινὴν ποιεῖσθαι, τὴν δὲ μεσημβρινήν, τάσσουσιν ἐπὶ μὲν τῆς ἰσημερινῆς πρὸς μὲν ταῖς ἀνατολαῖς ἀπηλιώτην, πρὸς δὲ ταῖς δύσεσι ζέφυρον, καὶ πάλιν ἐπὶ μὲν τῆς μεσημβρινῆς πρὸς ἄρκτους ἀπαρκτίαν, πρὸς δὲ τὴν μεσημβρίαν νότον· εἶτα ἀπηλιώτου μὲν ἑκατέρωθεν ὡς πρὸς μεσημβρίαν εὖρον, πρὸς δὲ ἄρκτους καικίαν· πάλιν δὲ ἀπαρκτίου ὡς πρὸς μὲν ἀνατολὰς βορέαν, ὡς δὲ πρὸς δύσεις θρασκίαν ἢ μέσην καὶ ζεφύρου μὲν πρὸς μεσημβρίαν λίβα, πρὸς δὲ ἄρκτους ἰάπυγα ἢ ἀργέστην, νότου δὲ πρὸς μὲν ἀνατολὰς εὐρόνοτον, ὡς δὲ πρὸς δύσεις λιβόνοτον. Καί εἰσι διάμετροι καὶ ἀντιπνέοντες ἀλλήλοις, ἀπηλώτης μὲν ζεφύρῳ, καικίας δὲ λιβὶ, βορέας δὲ λιβονότῳ, καὶ ἀπαρκτίᾳς μὲν νότῳ, θρασκίας δὲ εὐρονότῳ, καὶ ἰάπυξ εὔρῳ.

XIII. Περὶ μήκους καὶ πλάτους τῆς ὅλης οἰκουμένης.

39. Ἀναγκαῖον δὲ καὶ περὶ μήκους καὶ πλάτους τῆς ὅλης οἰκουμένης εἰπεῖν. Τὸ μῆκος τοίνυν αὐτῆς ληψόμεθα, οὐ τὸ συνακολουθοῦν τῷ ῥομβοειδεῖ σχήματι, ἀλλά τινι κύκλου τμήματι, ὃ τῶν ἄλλων τῶν διʼ ὅλου τοῦ μήκους αὐτῆς ἐρχομένων ἀπάντων ἐστὶ μεῖζον· ὅμοιόν τε γὰρ τὸ ἐπὶ τοῦ ἰσημερινοῦ ἔκπιπτον ἀπὸ δυσμῶν ἐπὶ ἀνατολὰς ἐδείχθη τοῦ ἐγνωσμένου καὶ τὸ πολὺ προτερώτατον ἐπὶ τῶν τε νοτιωτέρων καὶ τῶν βορειοτέρων τούτου. Εἴη δʼ ἂν τὸ τοῦ ἀπέχοντος ἐπὶ τὰ βόρεια τοῦ ἰσημερινοῦ μοίρας εἴκοσι τρεῖς καὶ U+2220΄, δʼ διαφορεῖ δὲ (καὶ) τοῦτο τοῦ μεγίστου κύκλου ὥρᾳ μίᾳ ἡμίσει, μῆκος δὲ ἔχει στάδια μύρια ὀκτὼ, β τ π β΄· ὥστε ἔγγιστα μυριάδων εἶναι σταδίων τὸ μῆκος διὰ τοῦ ὑπὸ τοῦ μεγίστου κύκλου περιεχομένου τὸ ἐγνωσμένον. Τὸ δὲ πλάτος ἐπὶ μεσημβρινοῦ, γραφομένου (δὲ) διὰ τῶν Ἱππικῶν τῆς Σαρματίας ὀρῶν, στάδια τρισμύρια δισχίλια φ΄, ἤτοι μιλίων χιλιάδες δ καὶ τλγ΄.

XIV. Περὶ μήκους καὶ πλάτους τῶν κατὰ τὴν οἰκουμένην θαλασσῶν.

40. Τῶν δὲ τῆς οἰκουμένης θαλασσῶν τὰ μήκη καὶ πλάτη τόνδε τὸν τρόπον ἔχει. Τῆς μὲν καθʼ ἡμᾶς θαλάσσης μῆκος μὲν τὰ ἀπὸ Κώτου, τοῦ τῆς Μαυριτανίας Τιγγιταγῆς ἔκρου, μέχρι τῆς Ἰσσοῦ στάδιοί εἰσι δισμύριοι ευ΄, ἤτοι μίλια γτπϚ΄· πλάτος δὲ ἀπὸ Μασσιλίας (ἐπεὶ τὸ πλεῖστον ἡ Γαλλικὴ θάλασσα ἐνταῦθα πρὸς ἄρκτους ἀνακολποῦται) ἐπ’ Ἰγίλγιλιν κολώνειαν τῆς Μαυριτανίας στάδια εφ΄, μίλια δὲ ψλγ΄.

41. Τοῦ δὲ Πόντου ἀπὸ Τόμων ἐπὶ τὰς τοῦ Φάσιδος ἐκβολὰς μῆκος μὲν στάδια Ϛσ΄, μίλια ωκϚ΄, πλάτος δὲ τὸ ἀπὸ Φαναγορίας ἐν Βοσπόρῳ ἐπὶ τὰς τοῦ Ἄλυος ἐκβολὰς, ἧπερ καὶ πλατύτατός ἐστιν ὁ Πόντος, στάδια βυ΄, μίλια τκ΄.

42. Ἔστι δὲ τῆς Κασπίας θαλάσσης μῆκος μὲν τὸ ἀπὸ τῶν τοῦ Κύρου ἐκβολῶν, ὃς κάτεισιν ἀπὸ τῆς Ἀρμενίας, ἐπὶ τὰς τοῦ Ἰαξάρτου ἐκβολὰς σταδίων ησ΄, ἤτοι μιλίων αU+2220δ΄, πλάτος δὲ πλεῖστον σταδίων βφ΄, μιλίων δὲ τλδ΄.

43. Τῆς δὲ κατὰ τὸ Ἰνδικὸν πέλαγος Βραχείας θαλάσσης, ἐπείπερ αὕτη παρὰ τὰς ἄλλας΄ ἐπὶ πλεῖστον πρὸς ἀνατολὰς καὶ δύσεις ἐκτείνεται, τὸ ἀπὸ Ἐσιναῦ ἐμπορίου τῆς Βαρβαρίας ἢ τῶν Ῥαπτῶν τῆς μητροπόλεως ἐπὶ Κοττίαριν ποταμὸν τῶν Σινῶν σταδίων μυριάδες ε΄ καὶ βφ΄, μίλια δὲ ζ· πλάτος δὲ τὸ ἀπὸ τοῦ μυχοῦ τοῦ Μεγάλου κόλπου ἐπὶ τὴν ἄγνωστον στάδια μυρία τρισχίλια, ἤτοι μίλια αψλγ΄.

44. Τοῦ δὲ Ἀραβίου κόλπου ἐκκλίνοντος πρὸς ἀνατολὰς τὰ μέχρι τῶν στενῶν οὐκ ἔλαττόν ἐστι μυρίων σταδίων, ἃ ἐστι μίλια ατλγ΄, γ΄.

45. Αὕτη δὲ ἡ μεγάλη θάλασσα, ἡ τὴν ὅλην οἰκουμένην περιρρέουσα κοινῶ μὲν ὀνόματι ὠκεανὸς καλεῖται, κατὰ κλίματα δὲ διαφόρους ἔχει ἐπωνυμίας. Ὁ μὲν γὰρ ὑπὸ ταῖς ἄρκτοις πᾶς μὲν ἀρκτικὸς καὶ βόρειος λέγεται, ἤδη δὲ αὐτοῦ τὸ μὲν ἀνατολικώτερον Σκυθικὸς ὠκεανὸς, τὸ δὲ δυτικώτερον Γερμανικός τε καὶ Βρεττανικὸς καλεῖται· ὁ δὲ αὐτὸς οὗτος σύμπας καὶ Κρόνιον πέλαγος καὶ Πεπηγὼς καὶ Νεκρὸς ἐπωνομάζεται. Ὁ δὲ ὑπὸ τῇ μεσημβρία σύμπας μὲν καλεῖται Μεσημβρινός τε καὶ Νότιος ὠκεανός· πάλιν δʼ αὐτοῦ τὸ μὲν ἀνατολικώτερον Ἐρυθρὰ θέλασσα, τὸ δὲ δυτικώτερον Αἰθιοπικὸς ὠκεανὸς προσαγορεύεται. Τῶν δὲ λοιπῶν δύο κλιμάτων τὸ μὲν κατʼ ἀνατολὰς Ἑῷον πέλαγος καὶ Ἰνδικὸς ὠκεανὸς, τὸ δὲ κατὰ τὴν δύσιν, ἀφʼ οὗπερ ἡ καθʼ ἡμᾶς θάλασσα πληροῦται, Ἑσπέριος ὠκεανὸς, καὶ κατʼ ἐξοχὴν Ἀτλαντικὸν προσαγορεύεται πέλαγος.

46. Ἡ δʼ ὑπὸ τούτων περιρρεομένη γῆ τριχῆ νενέμηται ὑπὸ τῶν ἄριστα τὴν οἰκουμένην διελόντων, εἴς τε τὴν Εὐρώπην καὶ τὴν Ἀσίαν καὶ τὴν Λιβύην. Ὅροι δὲ τῆς μὲν Εὐρώπης πρὸς Λιβύην ὁ καθ᾿ Ἡρ??λέους στήλας πορθμὸς, καὶ τὸ διʼ αὐτοῦ πληρούμενον ἐπ’ ἀνατολὴν μέσον πέλαγος ἄχρι τοῦ Κανωβικοῦ στόματος τοῦ Νείλου· τῆς δʼ Ἀσίας πρὸς μὲν τὴν Λιβύην τὸ αὐτὸ τοῦτο στόμα τοῦ Νείλου καὶ ὁ ἐπʼ ὀρθὴν τοῦ ποταμοῦ πόρος ἐπὶ μεσημβρίαν, πρὸς δὲ τὴν Εὐρώπην ὁ Τάναῖς ποταμὸς εἰς τὴν Μαιῶτιν ἐμβάλλων λίμνην· ἡ δὲ εἰς τὸν Εὔξεινον ἐκφέρεται Πόντον, οὗτος δὲ εἰς τὴν Προποντίδα, ἡ δὲ εἰς τὸν Ἑλλήσποντον, μεθʼ ὃν τὸ Αἰγαῖον ἐπὶ μεσημβρίαν ὁμοίως ἀναπέπταται πέλαγος. Ἔνιοι δὲ τὰς προκειμένας ἠπείρους ἰσθμοῖς διορίζουσιν, ἀπὸ μὲν τῆς Ἀσίας τὴν Εὐρώπην τῷ μεταξὸ Κασπίας θαλάσσης καὶ τοῦ Πόντου, τὴν δὲ Λιβύην τῷ μεταξὺ τοῦ Ἀραβίου κόλπου καὶ τῆς κατὰ τὸ Πηλούσιον θαλάσσης.

47. Αἱ μὲν ὁλοσχερεῖς τομαὶ τῆς οἰκουμένης εἰσὶ τοιαῦται. Τῶν δὲ ἐμφερομένων ἐν αὐτῇ πελάγων τὸ μὲν ἀπὸ δύσεως τῶν Ἰβηρικῶν ἄκρων ἐπʼ ἀνατολὴν ἄχρι τοῦ κατὰ τήν Κιλικίαν Ἰσσικοῦ κόλπου διῆκον, στάδιά ἐστι δισμύρια ἐννεακισχίλια, ἤτοι μίλια γωξζ΄. Ἀπὸ μὲν γὰρ τοῦ Ἰσσικοῦ κόλπου μέχρι τῆς Ῥοδίας ε ἀριθμοῦνται, μίλια χξζ΄. Ἐντεῦθεν δὲ ἐπὶ τὸ ἑῷον ἀκρωτήριον τῆς Κρήτης, ὃ Σαμώνιον καλεῖται, χίλιοι στάδιοι, μίλια δὲ ρλγ΄· ἀπὸ δὲ τοῦ Σαμωνίου ἐπὶ Κριοῦ μέτωπον, ἕτερον τῆς Κρήτης ἀκρωτήριον τὸ ἑσπέριον, αφ, ὅπερ ἐστὶ καὶ μῆκος τῆς νήσου. Δίαρμα δʼ ἐντεῦθεν ἐπὶ Πάχυνον ἄκρον τῆς Σικελίας δφ΄, ὃ δὴ καὶ μῆκός ἐστι τοῦ Σικελικοῦ πελάγους. Ἀπὸ Παχύνου δὲ ἐπὶ πορθμὸν πλείονες ἢ χίλιοι· δίαρμα δὲ ἐντεῦθεν ἐπὶ Στήλας μυρίοι καὶ γ. Ἀπὸ δὲ Στηλῶν ἐπὶ τὸ Ἱερὸν ἀκρωτήριον γ. Τοῦτο μὲν δὴ τὸ μῆκος.

48. Τοῦ δὲ πελάγους πλάτος ἐστι τὸ μέγιστον σταδίων ε, τὸ ἀπὸ τοῦ Γαλατικοῦ κόλπου, τοῦ μεταξὺ Νάρβῶνος καὶ Μασσαλίας, ἐπὶ τὴν καταντικρὺ Λιβύην. Ὀνομασίας δὲ ἔχει τὸ σύμπαν κατὰ τόπους διαφόρους. Τὸ μὲν γὰρ στόμα τοῦ πελάγους αὐτὸ πορθμὸς καθʼ Ἡρακλέους στήλας καλεῖται. Ἕστι δὲ οὗτος τὸ μῆκος σταδίων ρκ΄, μιλίων ις΄, πλάτος δὲ ᾖ στενότατον ο΄. Εἰσπλεύσασι δὲ τὸν πορθμὸν τοῦτον εὐθέως ἡ καθʼ ἡμᾶς ἀναφαίνεται θάλασσα, ἦς τὸ μὲν πρὸς τῇ Λιβύῃ μέχρι τῆς Αἰγύπτου Λιβυκὸν καλεῖται πέλαγος, ἐν ᾧ δύο κόλποι συνίστανται οἱ προσαγορευόμενοι Σύρτεις. Τούτων δʼ ἡ μέν ἐλάττων δυτικωτέρα οὖσα τῆς ἑτέρας περίμετρον ἔχει σταδίων αχ΄, μίλια δὲ ρζ΄ ἡ δὲ μείζων ε· ταύτης δὲ βάθος α ἐστὶ καὶ φ΄, ὅσον καὶ τὸ πλάτος τοῦ στόματος.

49. Τὸ δὲ πρὸς τῇ Εὐρώπῃ πέλαγος πλείονας ἔχει τὰς ἐπωνυμίας. Τὸ μὲν γὰρ πρῶτον ἀπὸ τῆς δύσεως Ἴβηρικὸν λέγεται, μετʼ ἐκεῖνο δέ ἐστιν ὁ κατὰ Μασσαλίκν Γαλατικὸς κόλπος. Εἶτα κατὰ μὲν τὴν ἀρχὴν τῆς νῦν Ἰταλίας Λιγυστικὸν ἐκδέχεται πέλαγος, μετὰ δὲ τοῦτο τὸ Σαρδῷον, ἐξῆς δὲ τούτῳ τὸ Τυρρηνικὸν, εἶτα τὸ Σικελικὸν· φθάνει δὲ τοῦτο ἄχρι Παχύνου ἐπὶ μεσημβρίαν, καὶ τῶν ἄκρων τῆς Κρήτης ἐπὶ τὴν ἕω, καὶ τῆς Ἰαπυγίας ὡς ἐπὶ βορρᾶν. Μεθ᾿ ἣν ὁ Ἀδρίας πολὺς ἀναχεῖται κόλπος ἐπὶ τὰς ἄρκτους, εἶτ᾿ εἰς δύσιν ἀποκλίνει, μῆκος μὲν ἔχων ς΄ σταδίων, μιλίων δὲ ω΄, πλάτος δὲ ᾗ πλατύτατος α καὶ σ΄. Τούτου δὶ τὰ δεξιὰ Ἰλλυρίς ἐστι, τὰ δὲ εὐώνυμα ἡ Ἰταλία μέχρι τοῦ κατʼ Ἀκυληίαν μυχοῦ καὶ Πόλας.

50. Μετὰ δὲ τὸ Σικελικὸν πέλαγος ἐκδέχεται τὸ Κρητικὸν, ᾧ συνάπτει τὸ Αἰγύπτιον, μεθʼ ὃ τὸ Φοινίκιον, εἶτ᾿ ἤδη ἐπὶ τὰς ἄρκτους παρεγκλίνει τὴν ἄνω Συρίαν καὶ τὴν Κιλικίαν παραξύον, μεθʼ ἃς ἐπὶ δύσιν ἐπινεύει, καὶ Παμφύλιον προσαγορεύεται πέλαγος ἄχρι Χελιδονίων νήσων καὶ ἄκρας Λυκιακῆς. Ἀπὸ δὲ τῶν Χελιδονίων ἀναπέπταται ὡς πρὸς ἄρκτους τὸ Αἴγαιον, μῆκος ἔχον ἐπὶ βορρᾶν δ σταδίων, μιλίων δὲ φλγ΄, πλάτος δὲ ᾗ πλατύτατον β. Μαθʼ ὃν συνάγεται εἰς στενὸν Ἑλλήσποντος, ἑπτὰ σταδίων ἔχων διάστημα κατὰ Σηστὸν καὶ Ἄβυδον.

51. Εἶτα ἀπʼ αὐτοῦ πλατύνεται ἡ Προποντὶς, μῆκος μὲν ἔχουσα τὸ ἀπὸ τῆς Τρωάδος ἐπὶ τὸ Βυζάντιον σταδίων ,α καὶ φ΄,μιλίων δὲ [σ],πάρισον δέ πως καὶ πλά τος. Μετὰ δὲ τὴν Προποντίδα εἰς τετραστάδιον αὖθις στενοῦται καὶ τὸ στύμα τοῦ Πόντου, καλεῖται Βόσπορος Θρᾴκιος. Ἐντεῦθεν δὲ ἤδη ὁ Πόντος αὐτὸς ἀνοίγεται διθάλασσος ὢν τρόπῳ τινί· κατὰ μέσον γὰρ αὐτοῦ δύο ἀνέχουσιν ἄκραι, ἀλλήλων ἀπέχουσαι δισχιλίους που καὶ φ΄ σταδίους, ὧν ἡ μὲν ἐπὸ τῆς Ἀσίας ἐπʼ ἄρκτους ἀνατείνουσα καλεῖται Κάραμβις, ἡ δὲ ἀπὸ τῆς Εὐρώπης πρὸς νότον Κριοῦ μέτωπον προσαγορεύεται.

52. Καὶ τὰ μὲν ἀριστερὰ τοῦ Πόντου, ἅπερ ἐστὶ πρὸς ἑσπέραν, μῆκος μὲν ἔχει ἀπὸ Βυζαντίου μέχρι τῶν ἐκβολῶν Βορυσθένους σταδίων γω΄, μιλίων δὲφζ΄, πλάτος δὲ β· τὸ δὲ ἑῶον μέρος, ὅπερ ἐστὶ καὶ δεξιὸν τοῖς εἰσπλέουσι, μῆκος ἔχει ε ἢ μικρῷ πλέον ἀπὸ τοῦ στόματος ἐπὶ τὸν κατὰ Διοσκουριάδα μυχὸν, πλάτος δὲ γ.

53. Ἡ δὲ περίμετρος τοῦ σύμπαντος Πόντου δισμύριά ριά ἐστι καὶ ε, ἐοικυῖα Σκυθικῷ τόξῳ. Τὰ μὲν γὰρ δεξιὰ τῇ νευρᾷ παρομοιοῦσι, πάντοθεν γάρ ἐστιν ἰθυτενῆ πλὴν τῆς ἀνεχούσης Καράμβεως, τὸ δὲ λοιπὸν πᾶν τῷ κέρατι τοῦ τόξου διττὴν ἔχοντι τὴν ἐπιστροφὴν, ὥστε δύο κόλπους συνίστασθαι, ὧν ὁ ἑσπέριος κατὰ πολὺ περιφερέστερος ὑπάρχει τοῦ ἑῳθινωτέρου. Τούτου δὲ πρὸς ἄρκτον ἡ Μαιῶτις ὑπέρκειται λίμνη, τὴν περίμετρον θ οὖσα σταδίων, ἧς τὸ στόμα Κιμμερικὸς καλεῖται Βόσπορος. Ἡ μὲν δὴ καθ᾿ ἡμᾶς θάλασσα τοιαύτη.

ΑΠΟΣΠΑΣΜΑΤΑ. A.

Τῶν δʼ εὐμεγεθῶν νήσων Σαρδὼ μὲν τὴν περίμετρον ἔχει σταδίων δυμ΄, μιλίων φϞβ΄, Κύρνος δὲ, ἣν Κορσικὴν κὴν οἱ ἐπιχώριοι καλοῦσι, τὰ κύκλῳ ἔχει σταδίων δυμ΄ Τῆς δὲ Κρήτης τὰ κύκλῳ ἐστὶ σταδίων δτ΄. Ἡ δὲ Κύπρος σταδίων γ. Τῶν δὲ Βρεττανικῶν νήσων ἡ μεγίστη καλουμένη Ἀλβίων τὴν περίμετρον ἔχει σταδίων τρισμυρίων ἐνυακισχιλίων, ἡ δὲ Ἰέρνη ἀναλόγως ταύτης μείζων. Ἡ δὲ Πελοπόννησος σταδίων ἐστὶ τετρακισχιλίων πεντακοσίων. Ῥόδου δὲ ἡ περίμετρος σταδίων ωκε΄, Κῶ δὲ νήσου σταδίων ώ. Χίος δὲ σταδίων αχ΄. Λέσβου δὲ τὰ κύκλῳ αρπ΄. Ἡ δὲ Σαμία νῆσος σταδίων ω΄.

2. Μῆκος τῆς ὅλης γῆς ἀπὸ ἀνατολῶν εἰς δυσμάς φασι σταδίους ὀκτακισμυρίους. Τῆς δʼ ὅλης γῆς τὸ μέγιστον ἐχούσης κύκλῳ εἰς μυριάδας σταδίων κε, τὴν σύμπασαν αὐτῆς ἐπιφάνειαν λογιζόμενοι, τίθεμεν εἰς μυριάδων μυριάδας διακοσίαι· ὧν τὸ τῆς ἡμετέρας οἰκουμένης ὡς τέταρτόν ἐστι τούτου. Μῆκος δὲ τοῦ παντὸς χύματος ἀφʼ Ἡρακλείων στηλῶν ἕως τῆς πρὸς ἀνατολαῖς Συρίας οὐ πολὺ λείπει τρισμυρίων σταδίων.

3. Νάξος νῆσος. — Ἡ Μαραθὼν τῆς Ἀττικῆς σταδίους δίους τριακοσίους ἀπέχουσα τῆς πόλεως. Ἔστι δὲ ὁ Ἑλλήσποντος πορθμὸς, φερόμενος ἀπὸ τῆς Προποντίδος ἐπὶ τὸ Αἰγαῖον πέλαγος, ἔχων τὸ πλάτος σταδίων, δίων ζ΄, ὃν ἔζευξε Ξέρξης. Ἔστι δὲ ἡ Σικελία νῆσος σταδίων τετρακισχιλίων ὀκτακοσίων ἔχουσα τὴν περίμετρον, μιλίων χμε΄.