Text encoded in accordance with the latest EpiDoc standards
Ι. Αἱ ὀσμαὶ τὸ μὲν ὅλον ἐκ μίξεώς εἰσι καθάπερ οἱ χυμοί· τὸ γὰρ ἄμικτον ἅπαν ἄοδμον ὥσπερ ἄχυμον, διὸ καὶ τὰ ἀπλᾶ ἄοδμα, οἷον ὕδωρ ἀὴρ πῦρ· ἡ δὲ γῆ μάλιστ᾿ ἢ μόνη ὀδμὴν ἔχει διὸ μάλιστα μικτή.
Τῶν δ᾿ ὀδμῶν αἱ μὲν ὥσπερ ἀειδεῖς καὶ ὑδαρεῖς καθάπερ ἐπὶ τῶν χυμῶν, αἱ δ᾿ ἔχουσαί τινας ἰδέας. αἱ δ᾿ ἰδέαι δοκοῦσι μὲν ἀκολουθεῖν ταῖς τῶν χυμῶν, οὐ μὴν ἔχουσί γε πᾶσαι τὰς αὐτὰς προσηγορίας, ὥσπερ ἐν τοῖς πρότερον εἴπομεν, οὐδ᾿ ὅλως οὕτω διωρισμέναι τοῖς εἴδεσιν ὥσπερ οἱ χυμοὶ ἀλλ᾿ ὡς ἄν τοῖς γένεσιν, ὅτι τὰ μὲν εὔοσμα τὰ δὲ κάκοσμα.
τῆς δ᾿ εὐωδίας καὶ κακωδίας οὐκέτι τὰ εἴδη κατωνόμασται καίπερ ἔχοντα διαφορὰς μεγάλας ἐπί γ᾿ αὐτῶν τῶν γλυκέων καὶ πικρῶν, ἀλλὰ δριμεῖα λέγεται καὶ ἰσχυρὰ καὶ μαλακὴ καὶ γλυκεῖα καὶ βαρεῖα ὀδμή· κοιναὶ δ᾿ ἔνιαι τούτων καὶ τῶν κακωδῶν.
Ἡ δὲ καθόλου καὶ ὥσπερ ἐπὶ πᾶσι τοῖς διαφθειρομένοις σαπρότης. ἅπαν γὰρ τὸ σηπόμενον κακῶδες, εἰ μή τις τὴν ὀξύτητα λέγει τοῦ οἴνου σαπρότητα τῇ ὁμοιότητι τῆς φθορᾶς.
ἐν ἅπασι δ᾿ ἐστὶν ἡ τοῦ σαπροῦ κακωδία καὶ ἐν φυτοῖς καὶ ἐν ζώοις καὶ ἐν τοῖς ἀψύχοις· ἐν ἅπασι δὲ διαφθειρομένοις ὧν μὴ ἡ σύστασις εὐθὺς ἐκ τοιαύτης ὕλης· ἔχει γὰρ ἔνια καὶ τὴν τῆς ὕλης ὀσμήν, οὐ μὴν ἐπὶ πάντων γε τοῦτ᾿ ἀκολουθεῖ. πολλὰ γὰρ οὐ κακώδη τὰ ἐκ τῶν σαπρῶν, ὡς οὐδ᾿ οἱ μύκητες οἱ ἐκ τῆς κόπρου φυόμενοι· τὰ δ᾿ ἐκ σήψεως φυόμενα καὶ συνιστάμενα κακώδη. εὔοσμα μὲν οὖν ὡς ἀπλῶς εἰπεῖν τὰ πεπεμμένα καὶ λεπτὰ καὶ ἥκιστα γεώδη· τὸ γὰρ τῆς ὀσμῆς ἐν ἀναπνοῇ· κακώδη δὲ δηλονότι τἀναντία. πολλὰ δὲ ὥσπερ τῶν γλυκέων ἐμφαίνει τινὰ πικρότητα, καὶ τῶν εὐωδῶν βαρύτητα ταῖς ὀσμαῖς.
II. Ἔχει δὲ ἕκαστον ὀσμὴν ἰδίαν καὶ ζώων
καὶ φυτῶν καὶ τῶν ἀψύχων ὅσα ὀσμώδη· πολλὰ
Εἰσὶ μὲν οὖν ἔνιαι τῶν εὐόσμων καὶ ἐν ταῖς
τροφαῖς, οἶον αἱ τῶν ἀκροδρύων καὶ ἀπίων καὶ
μήλων· αὗται Φὰρ ἄνευ τῆς προσφορᾶς ἡδεῖαι,
καὶ μᾶλλον ὡς εἰπεῖν. οὐ μὴν ἀλλ᾿ ὥς γ᾿ ἀπλῶς
διελεῖν αἱ μέν εἰσι καθ᾿ αὑτὰς αἱ δὲ κατὰ συμβεβηκός·
αἱ μὲν τῶν χυλῶν καὶ τῆς τροφῆς κατὰ
συμβεβηκός, αἱ δ᾿ ὥσπερ τῶν ἀνθῶν καθ᾿ αὑτάς.
ὡς δ᾿ ἐπίπαν τὰ εὔοσμα, καθάπερ καὶ πρότερον
ἐλέχθη, δύσχυμα καὶ στρυφνὰ καὶ ὑπόπικρα.
Ἐπεὶ δὲ τῶν ὀσμῶν αἱ μὲν ἐν φυτοῖς καὶ τοῖς
τούτων μορίοις, οἷον κλωσὶ φύλλοις φλοιοῖς
καρποῖς δακρύοις, αἱ δὲ ὥσπερ διείλομεν ἐν ζώοις
καὶ φυτοῖς καὶ τοῖς ἀψύχοις, αὗται μὲν φανερὸν
ὅτι πέψιν ἕκασται λαμβάνουσιν ἐν τοῖς οἰκείοις
αἷς· καὶ τὸ εὐῶδες καὶ κακῶδες ἀκολουθεῖ κατὰ
τὰς οἰκείας φύσεις, ἡ δὲ πέψις τῷ οἰκείῳ θερμῷ.
ἐν δὲ τοῖς ἀψύχοις ταῖς τῶν ἁπλῶν δυνάμεσι καὶ
γίνονται καὶ μεθίστανται καθάπερ οἱ χυμοί.
III. Ὅσαι δὲ δὴ κατὰ τέχνην καὶ ἐπίνοιαν
γίνονται περὶ τούτων πειρατέον εἰπεῖν ὥσπερ καὶ
περὶ τῶν χυλῶν. ἐν ἀμφοῖν δὲ δῆλον ὡς ἀεὶ
πρὸς τὸ βὲλτιον ἦν ἡμῖν ἡ ἀναφορά· πᾶσα γὰρ
τέχνη στοχάζεται τούτου. εἰσὶ μὲν οὖν καὶ τοῖς
ἀμίκτοις ὀσμαί τινες πρὸς ἃς συνεργεῖν πειρῶνται
καὶ ταῖς παρα
Ἐκ δυοῖν γὰρ τούτων καὶ ἡ τῶν χυλῶν καὶ τῶν ὀσμῶν γένεσις· ὡς μὲν οἱ τὰ ἀρώματα καὶ τὰ διαπάσματα συντιθέντες ξηροῖς πρὸς ξηρά· ὡς δ᾿ οἱ τὰ μύρα κεραννύντες ἢ τῷ οἴνῳ ἐπιχέοντες ὑγροῖς πρὸς ὑγρά. τὸ δὲ τρίτον, ὃ καὶ πλεῖστόν ἐστιν, ὡς οἱ μυρεψοὶ ξηροῖς πρὸς ὑγρά· παντὸς γὰρ μύρου καὶ χρίσματος ἡ σύνθεσις αὕτη. δεῖ δ᾿ εἰδέναι ποῖαι ποίοις εὔμικτοι καὶ ποῖαι ποίοις συνεργοῦσιν εἰς τὸ ποιεῖν μίαν ὥσπερ ἐπὶ τῶν χυμῶν. καὶ γὰρ ἐκεῖ ταὐτὸ τοῦτο ζητοῦσιν οἱ μιγνύντες καὶ οἶον ἀρτύοντες. ταῦτα μὲν οὖν ἐν οἷς καὶ δι᾿ ὧν αἱ τέχναι ποιοῦνται τὰ τέλη.
Μίγνυνται δὲ τὰ μὲν αὐτῆς τῆς ὀσμῆς ἕνεκα
καὶ πρὸς ταύτην τὴν αἴσθησιν, τὰ δ᾿ ὥσπερ
ἡδύνειν βουλόμενα τὴν γεῦσιν, οἶον ὡς οἱ τὰ μύρα
τοῖς οἴνοις ἐπιχέοντες ἢ τὰ ἀρώματα ἐμβάλλοντες.
Ἀπορήσειε δ᾿ ἄν τις ἴσως διὰ τί ποτε μύρον καὶ τἆλλα εὔοσμα τοὺς μὲν οἴνους ἡδύνει τῶν δὲ βρωμάτων οὐδέν, ἀλλὰ πάντα λυμαίνεται καὶ ἀπύρωτα καὶ πεπυρωμένα. τὸ δ᾿ αἴτιον ὑποληπτέον ὅτι συμβαίνει τῶν μὲν ξηρῶν ἀφαιρεῖσθαί τε τὸν οἰκεῖον χυλὸν διὰ τὴν ἰσχὺν καὶ ἄμα συνεπιφαίνειν τὸν αὑτοῦ ὄντα στρυφνὸν καὶ ὑπόπικρον· ἅπαν γὰρ τὸ εὔοσμον τοιοῦτον, διαμασωμένοις δὲ καὶ μᾶλλον ἐμφανὲς διά τε τὴν θλίψιν καὶ τομὴν καὶ ἔτι τῷ χρονίζεσθαι.
τὸν
δ᾿ οἶνον οὐδέτερον ποιεῖ· καὶ γὰρ ὁ χυλὸς ἰσχυρότατος
καὶ πλείων εἰς τὸ μὴ κρατεῖσθαι καὶ οὐδένα
τῇ γεύσει χρόνον ἐπιδιατρίβων ἀλλ᾿ ὅσον ἐπιθιγγάνων,
ὥστε τὸ μὲν ἡδὺ ἐνδιδόναι τῇ αἰσθήσει
τὸ δὲ πικρὸν καὶ δύσχυμον τῇ γεύσει μὴ ἐμφαινειν,
ἀλλὰ συμβαίνειν τῷ ὄντι καθάπερ ἥδυσμα
γίνεσθαι τῷ πόματι τὴν ὀσμήν· τῷ μὲν γὰρ
γλυκεῖ καὶ μάλιστα δεομένῳ διὰ τὸ μηδὲν ἔχειν,
τοῖς δ᾿ ἄλλοις ὥσπερ μιᾶς ἐξ ἀμφοῖν γενομένης
Ἔχει δ᾿ ἀπόρησιν καὶ τόδε, διὰ τί τὰ μὲν ἄνθη καὶ τὰ στεφανώματα ἀσθενέστερα ὄντα ταῖς ὀσμαῖς καὶ πόρρωθεν ὄζει, ἡ δ᾿ ἶρις καὶ τὸ νάρδον καὶ τἆλλα τὰ εὔοσμα τῶν ξηρῶν ἰσχυρότερα ἐγγύθεν· καὶ ἔνιά γε προσενεγκαμένοις, ἔνια δὲ καὶ τρίψεως προσδεῖται καὶ διαιρέσεως, τὰ δὲ καὶ πυρώσεως, ὥσπερ ἡ σμύρνα καὶ ὁ λιβανωτὸς καὶ πᾶν τὸ θυμιατόν.
αἴτιον δ᾿ ὅτι τῶν μὲν
ἀνθῶν ἐπιπολῆς τὸ ποιοῦν τὴν ὀσμὴν ἄτε μανῶν
ὄντων καὶ οὐκ ἐχόντων βάθος, τῶν δὲ ῥιζῶν καὶ
πάντων τῶν στερεῶν ἐν βάθει, τὰ δ᾿ ἔξωθεν
ἀπεξηραμμένα καὶ πεπυκνωμένα· διὸ καὶ ἀφιᾶσι
πόρρω τὰς ἀποπνοίας, τὰ δ᾿ οἶον ἀνοίξεως δέονται
τῶν πόρων, ὅθεν διαιρούμενα καὶ κοπτόμενα
πάντ᾿ εὐωδέστερα, τὰ δ᾿ ἄνθη κακωδέστερα τριβόμενα·
τὰ μὲν γὰρ ἐκφαίνει τὸ οἰκεῖον τὰ δὲ
προσλαμβάνει τὸ ἀλλότριον. ὁ δὲ λιβανωτὸς
καὶ ἡ σμύρνα πυκνοτέραν ἔτι τὴν φύσιν ἔχοντα
προσδέονται πυρώσεως μαλακῆς, ἢ κατὰ μικρὸν
ἐκθερμαίνουσα ποιήσει τὴν ἀναθυμίασιν. ἐὰν
γὰρ κόπτῃ τις ἢ τρίβῃ ταῦτα, προσοίσονται μέν
IV. Τῶν δὲ μύρων ἡ σύνθεσις καὶ ἡ κατασκευὴ τὸ ὅλον οἶον εἰς θησαυρισμόν ἐστι τῶν ὀσμῶν· διόπερ εἰς τοὔλαιον τίθενται· τοῦτο γὰρ χρονιώτατον καὶ ἄμα πρὸς τὴν χρείαν μάλισθ᾿ ἁρμόττον. ἐπεὶ φύσει ἥκιστα δεκτικὸν ὀσμῆς διὰ τὴν πυκνότητα καὶ τὸ λίπος, αὐτῶν δὲ τούτων τὸ λιπαρώτατον, οἶον τὸ ἀμυγδάλινον· τὸ δὲ σησάμινον καὶ τὸ ἐκ τῶν ἐλαιῶν μάλιστα.
Χρῶνται δὲ μάλιστα τῷ ἐκ τῆς βαλάνου τῆς
Αἰγυπτίας καὶ Συρίας, ἥκιστα γὰρ λιπαρόν· ἐπεὶ
καὶ τῷ ἐκ τῶν ἐλαιῶν μάλιστα χρῶνται τῷ
ὠμοτριβεῖ τῆς φαυλίας· δοκεῖ γὰρ ἀλιπέστατον
ἔχειν καὶ λεπτότατον· καὶ τούτῳ νέῳ καὶ μὴ
παλαιῷ· τὸ γὰρ ὑπὲρ ἐνιαυτὸν ἀχρεῖον παχύτερον
καὶ λιπαρώτερον γενόμενον. ἔλαιον μὲν
οὖν τὸ τοιοῦτον οἰκειότατον, ἀλιπέστατον γάρ.
φασὶ δέ τινες καὶ
φασὶ δὲ
καὶ εἰς τὰ σπουδαῖα τῶν μύρων ἁρμόττειν, ὥσπερ
καὶ τὸ ἐκ τῆς βαλάνου καὶ αὐτό· ποιεῖ δὲ
Χρῶνται δὲ πρὸς πάντα τοῖς ἀρώμασι, τοῖς μὲν ἐπιστύφοντες τὸ ἔλαιον τοῖς δὲ καὶ τὴν ὀσμὴν ἐκ τούτων ἐμποιοῦντες. ὑποστύφουσι γὰρ πᾶν εἰς τὸ δέξασθαι μᾶλλον τὴν ὀσμήν, ὥσπερ τὰ ἔρια εἰς τὴν βαφήν. ὑποστύφεται δὲ τοῖς ἀσθενεστέροις τῶν ἀρωμάτων, εἶθ᾿ ὕστερον ἐμβάλλουσιν ἀφ᾿ οὗ ἂν βούλωνται τὴν ὀσμὴν λαβεῖν· ἐπικρατεῖ γὰρ ἀεὶ τὸ ἔσχατον ἐμβαλλόμενον καὶ ἂν ἔλαττον ᾖ· οἶον ἐὰν εἰς κοτύλην σμύρνης ἐμβληθῇ μνᾶ καὶ ὕστερον ἐμβληθῶσι κιναμώμου δραχμαὶ δύο, κρατοῦσιν αἱ τοῦ κιναμώμου δύο δραχμαί.
Θαυμάσειε δ᾿ ἄν τις ἴσως τοῦτό τε καὶ διὰ
τί ποτε τὰ ἀρώματα προεμβαλλόμενα δεκτικώτερον
ποιεῖ τοὔλαιον ὀσμὴν ἔχοντα· δεῖ γὰρ
ἀῶδες εἶναι τὸ δεξόμενον, τὸ δὲ κατειλημμένον
ἐφ᾿ ἑτέρου οὐκ ἀῶδες, ὥσθ᾿ ἦττον ἐχρῆν εἶναι
δεκτικόν. αἴτιον δ᾿ ἀμφοτέρων ἡ πάντων τὸ
αὐτό. ξηρὰ γὰρ ὄντα τὸ λίπος ἕλκει πρὸς ἑαυτὰ
καὶ τοῦ λίπους ἀφαιρεθέντος
ἐν ᾧ καὶ ἡ οἰκεία μάλιστα ὀσμή, δεκτικώτερον
ἐγένετο τοῦ ἐπιβαλλομένου διὰ τὸ μὴ
ἀντιστατεῖν.
Ἡ δὲ ἀπὸ τῶν ἀρωμάτων ὀδμὴ καὶ ἀσθενὴς ἅτε εἰς τὸ λιπαρὸν ἀνηλωμένη, καὶ ἔτι κατέχεται τούτῳ διὰ τὸ πληρῶσαι τοὺς πόρους. ὥστε κατὰ λόγον κἂν ἔλαττον ᾖ τὸ ἐπιβαλλόμενον ἐπικρατεῖν τὴν τούτου ὀσμήν· εἰς ἀσθενέστατον γὰρ ἐμπίπτει καὶ δεκτικώτερον. ἀνὰ λόγον δ᾿ ἔχει καὶ ἡ πολυχρονιότης ἡ ἐν ἑκάστῳ καὶ ἡ πρὸς τὴν πύρωσιν εὐσθένεια καὶ τἆλλα τὰ τοιαῦτα. τὸ γὰρ δεκτικώτατον, οἷον τῆς βαλάνου, καὶ χρονιώτατον, καὶ διὰ τὴν αὐτὴν αἰτίαν· μάλιστα γὰρ ὥσπερ ἓν γίνεται καὶ συμφυὲς τὸ μάλιστα δεχόμενον· ἀεὶ γὰρ τὸ τοιοῦτον διαμονώτατον, διὸ καὶ πυρούμενον μάλιστα ἀπαθές.
Ὡσαύτως δὲ καὶ τῶν ἄλλων τὸ σησάμινον,
τοῦτο γὰρ δεκτικώτατον· τὸ δὲ ἀμυγδάλινον παρακμάζει
ταχὺ καὶ ὀλιγοχρονιώτατον διὰ τὴν ἐναντίαν
αἰτίαν· τὸ γὰρ ἥκιστα δεξάμενον τάχιστα
μεθίησι. τοῦ ῥοδίνου δὲ μάλιστα δεκτικὸν τὸ
V. Τὰ δ᾿ ἀρώματα πάντα σχεδὸν καὶ εὔοσμα πλὴν τῶν ἀνθῶν ξηρὰ καὶ θερμὰ καὶ στυπτικὰ καὶ δηκτικά. τὰ δὲ καὶ ἔχοντά τινα πικρότητα, καθάπερ καὶ ἐν τοῖς πρότερον εἴπομεν, ὥσπερ ἶρις σμύρνα λιβανωτός, ὡς δ᾿ ἀπλῶς εἰπεῖν καὶ τὰ μύρα. κοινόταται δὲ τῶν δυνάμεων τό τε στυπτικὸν καὶ τὸ θερμαντικόν, ἃ δὴ καὶ ἐργάζονται.
Ὑποστύφονται μὲν οὖν πάντα πυρούμενα, τὰς δ᾿ ὀσμὰς τὰς κυρίας ἔνια λαμβάνει ψυχρὰ καὶ ἀπύρωτα. καὶ ἔοικεν ὥσπερ τῶν ἀνθῶν τὰ μὲν ψυχροβαφῆ τὰ δὲ θερμοβαφῆ παραπλησίως ἔχειν καὶ ἐπὶ τῶν ὀσμῶν. πάντων δὲ ἡ ἕψησις εἴς τε τὴν ὑπόστυψιν καὶ τὰς κυρίας ὀσμὰς ἐνισταμένων τῶν ἀγγείων ὕδατι γίνεται καὶ οὐκ αὐτῷ τῷ πυρὶ χρωμένων· τοῦτο δέ, ὅτι μαλακὴν εἶναι δεῖ τὴν θερμότητα, καὶ ἀπουσία πολλὴ γένοιτ᾿ ἂν τῇ φλογὶ χρωμένων, καὶ ἔτι καῦσιν ἄν ὄζοι.
Ποιεῖ δ᾿ ἐλάττω τὴν ἀπουσίαν ὅσα πυρούμενα
λαμβάνει τὰς κυρίας ὀσμὰς μᾶλλον ἡ ὅσα ψυχρὰ
διὰ τὸ προφυρᾶσθαι τὰ πυρούμενα, τὰ μὲν οὔνῳ
εὐώδει, τὰ δὲ ὕδατι· ἧττον γὰρ ἀναπίνει· τὰ δὲ
ψυχρὰ ξηρὰ ὄντα μᾶλλον, καθάπερ ἶρις κοπεῖσα.
Γίνεται δὲ τὸ βέλτιον ἴρινον ἐὰν ᾖ ξηρὰ καὶ ἀπύρωτος ἡ ἶρις· ἀκρατεστέρα γὰρ ἡ δύναμις ἢ ἐὰν φυραθεῖσα καὶ πυρουμένη. συμβαίνει δὲ ὥσπερ καὶ ἐκθλίβεσθαι μᾶλλον ἐκ τῶν προπεφυραμένων διὰ τὸ ἧττον ἀναδέχεσθαι καὶ ἕλκειν εἰς αὑτό· προστύφοντες δὲ οὐ πολὺν χρόνον ἐῶσι τὰ ἀρώματα ἀλλ᾿ ἐξαιροῦσιν, ὅπως μὴ πολὺ ἐκπίνωσιν.
Πρὸς ἕκατον δὲ τῶν μύρων ἐμβάλλουσι τὰ πρόσφορα τῶν ἀρωμάτων, οἷον εἰς μὲν τὴν κύπρον καρδάμωμον ἀσπάλαθον ἀναφυράσαντες τῷ εὐώδει. εἰς δὲ τὸ ῥόδινον σχοῖνον ἀσπάλαθον κάλαμον. ἡ δ᾿ ἀναφύρασις ὁμοίως. καὶ τοῖς ἄλλοις ἀεὶ τὰ ἁρμόττοντα. τῷ ῥοδίνῳ δ᾿ ἐμβάλλονται καὶ ἅλες πολλοὶ καὶ τοῦτ᾿ ἴδιον παρὰν τἆλλα, διὸ καὶ πλείστη ἀπουσία γίνεται· μίγνυται γὰρ εἰς τὸν ἀμφορέα δύο μέδιμνοι.
Τῆς δὲ κύπρου ἡ μὲν ἐργασία παραπλησία τῇ
VI. Ἅπαντα δὲ συντίθενται τὰ μύρα τὰ μὲν ἀπ᾿ ἀνθῶν τὰ δὲ ἀπὸ φύλλων τὰ δὲ ἀπὸ κλωνὸς τὰ δ᾿ ἀπὸ ῥίζης τὰ δ᾿ ἀπὸ ξύλων τὰ δ᾿ ἀπὸ καρποῦ τὰ δ᾿ ἀπὸ δακρύων. μικτὰ δὲ πάνθ᾿ ὡς εἰπεῖν. ἀπ᾿ ἀνθῶν μὲν οἷον τὸ ῥόδινον καὶ τὸ λευκόϊνον. καὶ τὸ σούσινον· καὶ γὰρ τοῦτο ἐκ τῶν κρίνων· ἔτι δὲ τὸ σισύμβρινον καὶ τὸ ἑρπύλλινον καὶ ἡ κύπρος καὶ πρὸς τούτοις τὸ κρόκινον· βέλτιστος δ᾿ ἐν Αἰγίνῃ καὶ Κιλικίᾳ. ἀπὸ δὲ τῶν φύλλων οἷον τό τε μύρρινον καὶ τὸ οἰνάνθινον· αὕτη δ᾿ ἐν Κύπρῳ φύεται ὀρεινὴ καὶ πολύοδμος· ἀπὸ δὲ τῆς ἐν τῇ Ἑλλάδι οὐ γίνεται διὰ τὸ ἄοδμον.
Ἀπὸ ῥιζῶν δὲ τό τε ἴρινον καὶ τὸ νάρδινον καὶ
τὸ ἀμαράκινον ἐκ τοῦ κόστου· τοῦτο γὰρ ἀνομάζουσι
Ἔτι δ᾿ ἐκ πλειόνων τούτου τὸ μεγαλεῖον· καὶ
γὰρ ἐκ κιναμώμου
Τὸ δὲ μεγαλεῖον ἐκ ῥητίνης κεκαυμένης συντίθεσθαι
καὶ ἐλαίου βαλανίνου· μίγνυσθαι δὲ
κασίαν κινάμωμον σμύρναν. πλείστην δὲ πραγματείαν
περὶ τὸ μεγαλεῖον καὶ τὸ Αἰγύπτιον εἶναι,
Ποιοῦσι δὲ καὶ τὶ μὲν ἀχρωμάτιστα τὰ δὲ κεχρωματισ μένα. χρωματίζουσι δὲ ἀμαράκινον ῥόδινον μεγαλεῖον, ἀχρωμάτιστα δὲ τῶν μὲν πολυτελῶν Αἰγύπτιον μήλινον κύπρος, τὰ δ᾿ εὐτελῆ πάντα· ταῦτα δὲ ἀχρωμάτιστα διότι τὸ μὲν Αἰγύπτιον καὶ τὴν κύπρον λευκὰ εἶναι βούλονται, τῷ δὲ μηλίνῳ τὴν τῶν μήλων χρόαν, τοῖς δ᾿ εὐτελέσιν οὐ λυσιτελεῖ τὸ χρῶμα προστιθέναι. χρωματίζουσι δὲ τὰ μὲν ἐρυθρὶ τῇ ἀγχούσῃ, τὸ δ᾿ ἀμαράκινον τῷ καλουμένῳ χρώματι· τοῦτο δ᾿ ἐστὶ ῥιζίον ὅ ἄγουσιν ἐκ τῆς Συρίας.
VII. Συνεργεῖν δὲ δοκοῦσι πρὸς τάς γεύσεις
οὐχ αἱ ὀδμαὶ μόνον ἀλλὰ καὶ αἱ δριμύτητες καὶ
αἱ θερμότητες ἐνίων, διὸ καὶ τῶν οἴνων τισὶ τὰ
τοιαῦτα μιγνύντες ὥσπερ κέντρον ἐμποιοῦσιν.
ἔστι δὲ ἡ μὲν σμύρνη θερμὴ καὶ δηκτικὴ μετὰ
Ὁ δὲ σχοῖνος δηκτικώτερον μὲν τοῦ καλάμου
καὶ θερμότερον, στυπτικὰ δὲ ὁμοίως ἄμφω.
τούτων δὲ στυπτικώτερον τὸ κύπειρον. στύφει
δὲ καὶ ἡ ἀσπάλαθος ἡ εὐώδης. ἡ δὲ νάρδος
δηκτικὴ μετὰ θερμότητος. τὸ δὲ μάρον καὶ τὸ
χρῶμα τὸ εἰς τὸ ἀμαράκινον ἐμμιγνύμενον θερμαντικά.
συνεργεῖ δὲ καὶ τῆς ἀγχούσης τὸ
ῥιζίον εἰς τὴν χρόαν τοῦ ῥοδίνου καὶ τῆς ἴριδος.
Νέα μὲν οὖν ὄντα τῶν ἀρωμάτων ἔνια δυνάμεις
μὲν εὐθὺς ἔχει βαρείας καὶ δριμείας, παλαιούμενα
δὲ μέχρι τῆς ἀκμῆς γλυκαίνεται, εἶτ᾿ ἀναλύεται
πάλιν. οἷον ἡ ἶρις εἰς μὲν τὴν ἐργασίαν ἀκμάζει
μετὰ τὴν συλλογὴν τρία ἔτη, καὶ διαμένει δὲ
πλεῖστον χρόνον ἓξ ἔτη. τὸ δὲ μάρον ἔτη δύο.
ἡ δὲ σμύρνα δέκα ἔτη διαμένει βελτίων γενομένη.
παραπλησίως δὲ τούτοις ἡ τῆς ἀκμῆς διαμονὴ
καὶ τοῦ κιναμώμου καὶ τοῦ κόστου καὶ τῆς
κασίας. σχοῖνος δὲ καὶ κάλαμος παρακμάζει
ταχύ. τῶν δ᾿ ἀνθῶν τὰ μὲν εὐθὺς χλωρὰ ὄντα
Τὰς μὲν οὖν φύσεις καὶ δυνάμεις τῶν ἀρωμάτων ἐκ τούτων θεωρητέον.
VIII. Δοκεῖ δὲ τὸ μεγαλεῖον ἀφλέγμαντον εἶναι παντὸς τραύματος· τὸ δὲ ῥόδινον ἄριστον πρὸς τὰ ὦτα. ταῦτα δ᾿ οὐκ ἀλόγως. τοῦ μὲν γὰρ ἡ σύνθεσις ἐκ ῥητίνης κεκαυμένης, ὥσπερ ἐλέχθη, καὶ κασίας καὶ κιναμώμου καὶ σμύρνης, ἅπαντα δὲ ταῦτα στυπτικὰ καὶ ξηραντικά. τὸ δὲ ῥόδινον τοῖς ὠσὶν ἀγαὸν ὅτι ἐν ἁλσὶν ἡ ποίησις· ἀναξηραίνει γὰρ καὶ ἐκθερμαίνει διὰ τοὺς ἄλας· διὸ καὶ ἡ ἁλοσάχνη ἀγαθόν. ἀλλὰ τὸ τῆς στραγγουρίας λόγου δεῖται· καὶ γὰρ ταύτῃ λέγουσι μάλιστα βοηθεῖν. αἴτιον δ᾿ ἂν εἴη διότι πᾶν τὸ ὑπεξάγειν μέλλον ἀναλῦσαι δεῖ πρότερον τὸ ὑπεξαχθησόμενον· τοῦτο δὲ οἱ ἅλες ποιοῦσιν, ἡ δ᾿ εὐωδία τὴν ὁρμὴν ἀπέδωκε.
Διὰ τί δὲ τὸ ἴρινον εὔοσμον μὲν οὐ ποιεῖ δὲ τὴν
ὁρμήν; ἢ διότι στυπτικὸν καὶ συνάγει τοὺς
πόρους, ὥστε συγκλείσει κωλύειν τὴν δίοδον;
ἀλλὰ καὶ κοιλίας λυτικὴ διά τε τὴν θερμότητα
καὶ διὰ τὸ ἀποστύφειν τοὺς ἐπὶ τὴν κύστιν
πόρους· ἀποκλειομένων γὰρ τούτων εἰς τὴν
κοιλίαν ἡ συρροή. τὸ δὲ ὅλον φαρμακῶδες καὶ
IX. Κρᾶσις δὲ καὶ μῖξις οὐκ ἔστιν ὡρισμένη
τῶν ἀρωμάτων, ὥστ᾿ ἐκ τῶν αὐτῶν ἀεὶ χρηστὰ
καὶ ὅμοια γίνεσθαι, ἀλλοῖα δὲ συμβαίνει διὰ τὴν
ἀνωμαλίαν τῶν δυνάμεων τῶν ἐν τοῖς ἀρώμασι.
τῆς δ᾿ ἀνωμαλίας αἰτίαι πλείους. μία μέν, ἥπερ
καὶ τοῖς ἄλλοις καρποῖς, ἡ τοῦ ἔτους κατάστασις·
αὕτη γὰρ πολυχουστέρας ὁτὲ δ᾿ ἀσθενεστέρας
τὰς δυνάμεις
Τούτων δὲ τὸ μὲν τῶν ἐτῶν οὐκ ἐφ᾿ ἡμῖν, πλὴν εἰς τὸ εἰδέναι τὰ ποῖα σφοδροτέρας καὶ ἀσθενεστέρας ἔχει τὰς δυνάμεις· τὰ δὲ κατὰ τὰς ἀκμὰς τῆς τε συλλογῆς καὶ μετὰ τὴν συλλογὴν ἐφ᾿ ἡμῖν ἐστί, τῷ εἰδότι μᾶλλον τὸ ἐπιτυγχάνειν.
Ἡ μὲν οὖν γένεσις καὶ σύνθεσις τῶν μύρων ἐκ τούτων.
Πολυχρονιώτστον δ᾿ ἐστὶ τό τ᾿ Αἰγύπτιον καὶ τὸ ἴρινον καὶ τὸ ἀμαράκινον καὶ τὸ νάρδινον, πάντων δὲ μάλιστα ἡ στακτή, διαμένει γὰρ ὁποσονοῦν χρόνον. μυροπώλης δέ τις ἔφη παρ᾿ αὐτῷ μεμενηκέναι Αἰγύπτιον μὲν ὀκτὼ ἔτη, ἴρινον δὲ εἴκοσι, καὶ ἔτι διαμένειν βέλτιον ὂν τῶν ἀκμαζόντων. ἡ μὲν οὖν χρονιότης ἐν τούτοις.
Τὰ δ᾿ ἄνθινα πάντα ἀσθενῆ. συμβαίνει δὲ τοῖς ἀνθίνοις ἀκμάζειν μὲν ὡς ἐπὶ τὸ πᾶν μετὰ δίμηνον, μεταβάλλειν δ᾿ ἐπὶ τὸ χεῖρον ἐνιαυτοῦ προελθόντος καὶ περικαταλαβούσης τῆς ὥρας ἐν ᾗ τὴν ἀκμὴν λαμβάνει τὸ ἄνθος. ἀνὰ λόγον δὲ τῇ ἀσθενείᾳ καὶ τὸ εὐπέπαντα εἶναι καὶ ὅλως εὐδιάπνευστα· τὰ δ᾿ ἐκ τῶν ῥιζῶν καὶ τῶν λοιπῶν χρονιώτερα· πλείων γὰρ ἡ ὀσμὴ καὶ ἰσχυροτέρα καὶ σωματωδεστέρα.
Διαφθείρει δὲ τὰ μύρα καὶ ὥρα θερμὴ καὶ τόπος καὶ ὁ ἥλιος, ἂν τεθῶσι· διὸ καὶ οἱ μυροπῶλαι ζητοῦσι τὰς οἰκίας ὑπερῴους καὶ μὴ προσηλίους ἀλλ᾿ ὅτι μάλιστα παλισκίους· ἀφαιρεῖται γὰρ τὰς ὀσμὰς ὁ ἥλιος καὶ τὸ θερμὸν καὶ ὅλως ἐξίστησι τῆς φύσεως μᾶλλον τοῦ ψυχροῦ· τὸ δὲ ψυχρὸν καὶ ὁ πάγος, εἰ καὶ ἀοσμότερον ποιεῖ διὰ τὸ συστέλλειν, ἀλλ᾿ οὐκ ἀφαιρεῖταί γε τὴν δύναμιν τελέως. ἡ πονηρὰ γὰρ φθορά, καθάπερ τῶν οἴνων καὶ τῶν ἄλλων χυλῶν, τῷ τὸ οἰκεῖον ἀφαιρεῖσθαι θερμόν.
διὸ καὶ εἰς ἀγγεῖα
μολυβδᾶ ἐγχέουσι καὶ τοὺς ἀλαβάστρους ζητοῦσι
τοιούτου λίθου· ψυχρὸν γὰρ καὶ πυκνὸν καὶ ὁ
X. Κεφαλαλγῆ δὲ τῶν μὲν πολυτελῶν τὸ ἀμαράκινον καὶ τὸ νάρδινον καὶ μεγαλεῖον, τῶν δ᾿ εὐτλῶν ὅλως μὲν τὰ πλεῖστα μάλιστα δὲ τὸ δάφνινον. ἐλαφρότατα δὲ τὸ ῥόδινον καὶ ἡ κύπρος, ἃ καὶ τοῖς ἀνδράσι μάλιστα ἁρμόττειν δοκεῖ, καὶ πρὸς τούτοις τὸ κρίνον· ταῖς δὲ γυναιξὶν ἡ στακτὴ καὶ τὸ μεγαλεῖον καὶ τὸ Αἰγύπτιον καὶ τὸ ἀμαράκινον καὶ τὸ νάρδινον· διὰ γὰρ τὴν ἰσχὺν καὶ τὸ πάχος οὐκ εὐαπόπνοα οὐδ᾿ εὐαφαίρετα· ζητοῦσι τὰ χρόνια.
Ἐπεὶ δὲ τὰ μὲν ἀσθενῆ τὰ δ᾿ ἰσχυρά, καὶ
ἰσχυρότερα τὰ ἀπὸ τῶν ῥιζῶν καὶ τὰ ἄλλα τὰ
προειρημένα, διὰ τοῦτο τὰ μὲν ἄνθινα μὴ τριβόμενα
εὐοσμότερα, τὰ δ᾿ ἀπὸ τῶν ῥιζῶν καὶ
τὰ λοιπὰ τριβόμενα· τὰ μὲν γὰρ διαπνεῖταί
τε καὶ ἅμα διαθερμαινόμενα διὰ τὴν τρῖψιν
ἐξίσταται καὶ ἀλλοιοῦται, τὰ δὲ διὰ τὴν ἰσχὺν
ὃ καὶ ἐπ᾿ αὐτῶν
τῶν ῥιζῶν καὶ ὅλως τῶν στερεῶν συμβαίνει,
καθάπερ ἐλέχθη. κατὰ δὲ τῶν ἀνθῶν ἐναντίως,
ὥστε ἠκολούθηκεν ἑκάτερα τῇ ἀρχῇ. τὰ δ᾿ ἐκ
τῆς σμύρνης εὐλογώτατα δι᾿ ἄμφω· καὶ γὰρ
μίγνυται μᾶλλον καὶ
Τῶν δὲ μύρων τὸ Αἰγύπτιον καὶ ἡ στακτὴ καὶ
εἴ τι ἄλλο πολύοδμον καὶ μιγνύμενα τῷ οἴνῳ τῷ
εὐώδει ἡδίω· παραιρεῖται γὰρ ἡ βαρύτης αὐτῶν·
ἐπεὶ καὶ ἡ σμύρνη αὐτὴ πρὸς τὴν ἀναθυμίασιν
βρεχθεῖσα ἐν τῷ γλυκεῖ, καθάπερ ἐν τοῖς πρότερον
ἐλέχθη.
Πρὸς δὲ τὰς δυνάμεις σκοπουμένοις δόξειεν ἂν
ἄτοπον εἶναι τὸ συμβαῖνον ἐπὶ τοῦ ῥοδίνου· κουφότατον
γὰρ ὂν καὶ ἀσθενέστατον ἀφανίζει τὰς
τῶν ἄλλων ὀσμὰς ὅταν προμυρισθῶσι· διὸ καὶ
οἱ μυροπῶλαι τοὺς ἐπιδιστάζοντας καὶ μὴ ὠνουμένους
παρ᾿ αὐτῶν ἐπιμυρίζουσι τούτῳ πρὸς τὸ
μὴ αἰσθάνεσθαι τὰ παρὰ τῶν ἄλλων. αἴτιον
δ᾿ ὅτι λεπτότατον ὂν καὶ προσφιλὲς τῇ αἰσθήσει
διὰ τὴν κουφότητα μάλιστα διικνεῖται καὶ συμπληροῖ
δύο γάρ εἰσι τρόποι, τάχα δὲ τρεῖς, οἱ κωλύοντες τὴν κρίσιν. εἷς μὲν ὁ νῦν εἰρημένος· ἄλλος δ᾿ ὁ ἀπὸ τῶν ἰσχυρῶν ὥσπερ μεθύσκων τὴν αἴσθησιν καὶ καρηβαρᾶν ποιῶν· τρίτος δ᾿ ὅταν προκαταληφθῇ τῷ βελτίονι· τὸ γὰρ ἐπεισάγειν τὸ χεῖρον οὐ ῥᾴδιον· οὐ δέχεται γὰρ ἡ αἴσθησις, ὥσπερ οὐδ᾿ ἐπὶ τῶν χυλῶν καὶ ὅλως τῶν κατὰ τὴν τροφήν.
Κατισχναίνειν δὲ δοκεῖ τὸ ῥόδον καὶ τὴν σύνθετον ὀσμήν· ὅταν γὰρ ἀκμάζῃ τὸ ἄνθος, ῥοδίζουσι τὰς συνθέσεις, ἀνοιγόμεναι δ᾿ ἐξόζουσι τούτου μόνου καὶ μάλιστα. παύεται δὲ ταχὺ καὶ λήγει διὰ τὴν ἀσθένειαν καὶ λεπτότητα, δι᾿ ἣν καὶ ἐξόζει τῶν ἄλλων· λεπτὴ γὰρ οὖσα ἡ ἀναπνοὴ καὶ ἠθροισμένη τῇ κατακλείσει προτερεῖ τε τῶν λοιπῶν καὶ διαδίδοται πανταχοῦ. διὰ ταὐτὸ δὲ τοῦτο καὶ ἀπολήγει ταχὺ καὶ κατακρατεῖται πάλιν· ἀσθενεῖ γὰρ τὸ λεπτὸν καὶ μαλακόν.
Ποιοῦσι δέ τινες τοῦτο καὶ τῶν οἴνων, ὥστε
προποθέντες ἀφανίζειν τὴν τῶν ἄλλων ἡδονήν.
ἔνιοι δ᾿ ὥστε μὴ ἐπιδέχεσθαι ῥᾳδίως τοὺς ἄλλους.
Ἡ δ᾿ αἰτία φανερὰ διὰ τῶν προειρημένων, εἴπερ ἐπικρατεῖ καὶ διαδύεται πανταχοῦ. τὰ μὲν γὰρ ἄλλ᾿ ὅσα κεφαλαλγῆ βαρέα διὰ τὸ ἐκ τοιούτων συγκεῖσθαι τὰ μὲν ῥιζῶν τὰ δ᾿ ὀπῶν· τοῦτο δὲ καὶ τῇ ὀσμῇ ἐλαφρὸν καὶ τῇ θερμότητι σύμμετρον εἰς τὸ συμπέψαι καὶ διανοῖξαι τοὺς πόρους. οἱ γὰρ δὴ πόνοι τῆς κεφαλῆς ἢ καθυγραινομένης ἢ πνευματουμένης τῷ ἐναπολαμβάνεσθαι, ὥστε τὸ μὲν ἐκκρῖναι δεῖ τὸ δὲ πέψαι ἢ ἀφελεῖν.
Πρὸς ἅπαντα δὲ ἡ θερμότης χρήσιμον, καὶ εἰς
ἀφαίρεσιν καὶ ἔτι μᾶλλον εἰς τὸ πέττειν καὶ διανοίγειν
τοὺς πόρους, εἰς συμβάλλεται τὸ ἐν τῷ
ἁλὶ πεποιῆσθαι· καὶ γὰρ ἀναστομοῦσι καὶ διαθερμαίνουσιν
οἱ ἅλες. ἡ δ᾿ εὐοσμία καὶ ὁρμήν
τινα ποιεῖ πρὸς τὴν κίνησιν. ἀγαθὸν δὲ καὶ
δοκεῖ πρὸς τοὺς κόπους εἶναι τῇ θερμότητι σύμμετρον
ὂν καὶ τῇ κουφότητι καὶ τῇ διαδύσει πρὸς
τοὺς ἐντὸς πόρους· ὡς δέ τινές φασιν, οὐχ ἧττον
ἡ κύπρος ἔτι τούτου· μαλακὴ γὰρ ἡ ὀσμὴ καὶ
XI. Τοῦ ῥοδίνου δὲ αἱ μίξεις καὶ ἐν ταῖς ὀσμαῖς καὶ ἐν τοῖς χυμοῖς, ἐὰν ἡρμοσμέναι τυγχάνωσιν, ἔχουσί τινα χρείαν, αἱ μὲν ἀφαιροῦσαι τὴν βαρύτητα καὶ τὴν ἰσχύν, αἱ δ᾿ εὐοδμίαν τινὰ αἱ δὲ γλυκύτητα ἐμποιοῦσαι, καθάπερ καὶ ἐπὶ τῶν οἴνων. καὶ γὰρ ὁ ἐν Θάσῳ ὁ ἐν τῷ πρυτανείῳ διδόμενος, θαυμαστός τις ὡς ἔοικε τὴν ἡδονήν, ἠρτυμένος ἐστίν· ἐμβάλλουσι γὰρ εἰς τὸ κεράμιον σταῖς μέλιτι φυράσαντες, ὥστε τὴν μὲν ὀσμὴν ἀπ᾿ αὐτοῦ, τὴν δὲ γλυκύτητα ἀπὸ τοῦ σταιτὸς λαμβάνειν τὸν οἶνον.
Συμβαίνειν δὲ τοῦτο καὶ κατὰ τὰς τῶν οἴνων μίξεις· οἷον ἐάν τις κεράσῃ σκληρὸν καὶ εὔοσμον μαλακῷ καὶ ἀόσμῳ, καθάπερ τὸν Ἡρακλεώτην καὶ τὸν Ἐρυθραῖον, τοῦ μὲν τὴν μαλακότητα τοῦ δὲ τὴν εὐοσμίαν παρεχομένου· συμπίπτει γὰρ ἄμα τὰ κακὰ ἀλλήλων ἀφανίζειν τῇ μαλακότητι θατέρου 〈καὶ τῇ εὐοσμίᾳ θατέρου〉. πολλὰς δὲ καὶ ἄλλας οἱ ἔμπειροι λέγουσι καὶ ἴσασι μίξεις. ὃ καὶ ἐπὶ τῶν ὀσμῶν εὔλογον συμβαίνειν, καὶ ἐπὶ τῶν χρωμάτων ἄν τις λαμβάνῃ τὰς ἁρμοττούσας μίξεις. τοῦτο μὲν οὖν ἴδιον τοῦ ῥοδίνου.
Τὸ δὲ κοινὸν ἐπὶ πάντων ἀπόρημα, τί δή ποτε
Ἀπορεῖται δὲ δίοτι οἱ μὴ εἰωθότες μυρίζεσθαι μᾶλλον ἐξόζουσι τῶν συνεχῶς μυριζομένων· εἴη μὲν γὰρ ἂν λέγειν καὶ ὅτι φαντασίαι καὶ οὐκ ἀλήθειαι διὰ τὸ μὴ εἰωθός· εἰ δ᾿ οὖν καὶ ἀληθές, ἔοικε τὸ μὲν οἷον συναναμίγνυσθαι πλείοσιν ὀσμαῖς ἑτέραις ὑφ᾿ ὧν ἀμαυροῦται, συγκαταμιγνυμένου καὶ τοῦ χρωτός, τὸ δὲ ὥσπερ ἀκέραιον δέχεσθαι τὸ μανὸν καὶ ἐκφαίνειν τῇ αἰσθήσει χρονιζόμενον. εἴη δ᾿ ἂν καὶ ἐναντίως λαβεῖν ὡς ἧττον δεχομένου διὰ τὸ ἀσύνηθες, βραδύτερον δ᾿ ἀναμιγνύμενα πλείω χρόνον ἐξόζειν. καὶ τοῦτο μὲν ἔλαττον καὶ οὐ φανερῶς ὁμολογούμενον.
Ἅπτεται δὲ μάλιστα τοῦ χρωτὸς καὶ κεφαλῆς
καὶ τῶν ἄλλων καὶ πλεῖστον χρόνον ἐμμένει τὰ
Ἔνια δὲ καὶ εἰς τὴν ὑστεραίαν οὐ χεῖρον ὄζει, διαπεπνευκυίας εἴ τις ἐνῆν βαρύτης. τὰ δὲ καὶ ὅλως ἔμμονα μᾶλλον, ὥσπερ ἡ νάρδος καὶ τὸ ἴρινον, πάντων δὲ μάλιστα ἰσχυρότατα. καὶ τὰ μὲν ἔν τε τοῖς λουτροῖς καὶ τῇ ἀνέσει διατηρεῖ πως τὴν ὀσμὴν ἢ οὐ συγκακύνει· τὰ δὲ κακυνόμενα πλείω ποιεῖ δυσωδίαν αὐτῶν τῶν ἱδρώτων, ὡς ἂν σήψεώς τινος ἢ διαφθορᾶς γινομένης.
Καὶ τὰ μὲν περὶ τῆς τῶν μύρων ποιήσεώς τε καὶ δυνάμεως ἐπὶ τοσοῦτον εἰρήσθω.
XII. Τὰ δὲ περὶ τὴν τῶν ξηρῶν μίξιν, ἐξ ὧν
διαπάσματα καὶ αἱ συνθέσεις, οὐκ ἔτι ζητεῖ
μίξιν τῶνδέ τινων ὡρισμένων, ἀλλ᾿ ὅσῳ ἄν τις
πλείω καὶ ποικιλώτερα μίξῃ, τοσούτῳ καὶ ἡ ὀσμὴ
λαμπροτέρα καὶ ἡδίων, ὥσπερ καὶ ἐξ αὐτῶν
τῶν ἀρωμάτων τῶν προχείρων· εἰς ταὐτὸ γὰρ
μιγνύντες ἅπαντα χρῶνται. ζητοῦσι δ᾿ ἐν τούτοις
καὶ σπεύδουσιν ὥστε μὴ ἑνὸς ἀλλὰ πάντων
Βρέχουσι δὲ συντιθέντες τῷ οἴνῳ τῷ εὐώδει·
ἔοικε δ᾿ οὖν χρήσιμος εἶναι πρὸς τὰς εὐοσμίας, εἴ
γε καὶ οἱ μυρεψοὶ χρῶνται. μένουσι δὲ πολὺν
χρόνον αἱ συνθέσεις. ἡ δὲ χρῆσις τούτων μὲν εἰς
τὴν τῶν ἱματίων ὀσμήν, τῶν δὲ διαπασμάτων εἰς
τὴν στρωμνήν, ὅπως πρὸς τὸν χρῶτα προσπίπτῃ·
καὶ γὰρ ἅπτεται μᾶλλον καὶ ἐμμονώτερον τοῦτο,
καὶ ὥσπερ ἀντ᾿ ἐκείνου τοῦτο ποιοῦσιν. οἱ δὲ
πρότερον ἐνέβαλον οἴνῳ καταβρέχοντες εὐώδει
πρὸς τὸ παραιρεῖσθαι τὴν ὀσμήν, ἔνια δὲ καὶ
μελικράτῳ καὶ οἴνῳ μιγνύντες ἀνέδευον, τὰ δὲ
καὶ αὐτῷ τῷ μελικράτῳ. τὸ γὰρ ὅλον ἄμφω
ταῦτα συνεργεῖ πρὸς εὐοσμίαν. διαμένουσι δὲ
αἱ συνθέσεις. φανερὸν δ᾿ ἐκ τούτων ὅπερ καὶ
πρότερον ἐλέχθη, διότι τὰ ξηρὰ καὶ εὐοσμότερα
πρὸς ἄλληλα
Εὐλόγως δὲ τὰ μύρα φαρμακώδη διὰ τὴν τῶν
XIII. Αἱ δὲ τῶν ζώων ὀσμαὶ κατὰ τὰς ἰδίας
καὶ κατὰ τὰς ἀκμὰς καὶ ὅταν εὖ ἔχωσιν ἑαυτῶν,
ἔτι δὲ ἡδίους ἁπαλῶν καὶ νέων ὄντων. πλεῖσται
δὲ καὶ κακωδέσταται περὶ τὰς ὀχείας καὶ ὅλως
συντηκομένων καὶ καμνόντων σωμάτων· διὸ καὶ
οἱ τράγοι καὶ οἱ ἔλαφοι καὶ λαγοὶ καὶ τἆλλα
τότε μάλιστα ὄζει.
Θαυμαστὸν δὲ καὶ ἴδιον τὸ συμπάσχειν τὰς
Συμβαίνει δὲ τρόπον τινὰ καὶ ἐν ἄλλοις ἡ
τοιαύτη συμπάθεια· καὶ γὰρ ὁ οἶνος ἅμα τῇ
σταφυλῇ δοκεῖ συνανθεῖν καὶ τὰ σκόροδα καὶ τὰ
κρόμυα τότε δριμύτατον ὄζειν, ὅταν
XIV. Τί δή ποτε Δημόκριτος τοὺς μὲν χυμοὺς
πρὸς τὴν γεῦσιν ἀποδίδωσι, τὰς δ᾿ ὀσμὰς καὶ τὰς
χρόας οὐχ ὁμοίως πρὸς τὰς ὑποκειμένας αἰσθήσεις;
ἔδει γὰρ ἐκ τῶν σχημάτων. ἢ τοῦτό γε
πρὸς ἅπαντας κοινόν; ἅπαντες γὰρ οἱ μὲν μόνης
Ἀλλὰ μᾶλλον ἐν φωναῖς, ὀξὺ καὶ βαρύ. ἔτι δὲ τὰ μὲν μικτὰ τὰ δ᾿ ἄμικτα. ἄμικτοι χυλοὶ οἱ μὲν τῷ μὴ καταμερίζεσθαι ὥστ᾿ ἐξ ἀμφοῖν, οἷον ὕδωρ ἔλαιον φλέγμα αἷμα, ὅλως πᾶν τὸ ἐπινέον ἢ τὸ διαιροῦν, ὥσπερ τὸ ὄξος καὶ τὸ γάλα. τὸ γὰρ τῇ πιέσει καὶ τρίψει μιγνύμενον ἕτερον εἶδος. ἄλλον δὲ τρόπον οἱ μὴ εὔμικτοι πρὸς τὴν χρείαν ἢ καὶ λυμαινόμενοι ἀλλήλους, οἷον ἡ θάλαττα καὶ τὰ νιτρώδη καὶ πικρὰ ὕδατα τοὺς οἴνους καὶ τὰ πότιμα, ἐὰν μὴ εὐθὺς χρῆταί τις.
Ὀσμαὶ δὲ αἱ μὲν οὕτως ἄμικτοι πλείους καὶ
ὥστε καθόλου λαβεῖν αἱ κακώδεις ταῖς κακώδεσι.
ὡς δὲ βέλτιόν τι τὸ ἐξ ἀμφοῖν ἔργον εὑρεῖν εἰ
Τὰ γὰρ διαπάσματα ὅσῳ ἂν ᾖ πλειόνων ἀμείνω. ποιεῖ δὲ καὶ ἡ τοῦ οἴνου κατάμιξις καὶ μύρα ἔνια καὶ θυμιάματα εὐοσμότερα, καθάπερ τὴν σμύρναν. δοκεῖ δὲ καὶ τὸ μύρον ἡδύνειν τοὺς οἴνους, διὸ καὶ οἱ μὲν ἐν τῇ οἰνοποιΐᾳ μιγνύουσιν οἱ δὲ οὕτως ἐπιχεόμενον πίνουσιν. οὐκ ἄλογον δὲ συνέγγυς τὰς αἰσθήσεις οὔσας καὶ ἐν τοῖς αὐτοῖς ὑποκειμένοις ἔχειν τινὰ ἐπικοινωνίαν· ὡς γὰρ ἐπὶ τὸ πᾶν οὐδεὶς οὔτε χυλὸς ἄοσμος οὔτε ὀσμὴ ἄχυλος· τοῦτο δὲ ὅτι οὐδεμία ἐκ μὴ ἔχοντος χυλόν.
Συμβαίνει δὲ καὶ μεταβάλλειν τὰς ὀσμὰς ἅμα
τοῖς χυλοῖς, ὥσπερ ἐπί τε τοῦ οἴνου καὶ ἐπὶ
καρπῶν τινῶν· ἐνίων δὲ καὶ ἐν τῷ ἄνθει πρότερον.
ὥσπερ τῶν βοτρύων· ἡ δὲ τῶν μύρων εἰς ἀκμὴν
μόνον καὶ οἷον φθίσιν. μετακινοῦνται δ᾿ ἐν ταῖς
ἐτείαις ὥραις πάνθ᾿ ὡς εἰπεῖν, μάλιστα δὲ τὰ
Τὰς συνθέσεις ποιοῦσιν ἐκ τῶν ἀρωμάτων·
θραύσαντες πολλὰ καὶ μίξαντες εἰς ταὐτὸ κλείουσιν
εἰς κιβώτιον, εἶτ᾿ ἀνοίγοντες διά τινων
ἡμερῶν ὅτι ἂν μάλιστα ὄζειν δοκῇ τοῦτ᾿ αἴρουσι,
καὶ πάλιν δὲ καὶ πάλιν διαλείποντες χρόνον,
ὅπως ἂν μηδενὸς ἐξόζῃ. θαυμαστὴν δ᾿ ὀσμὴν
λαμβάνει τὰ ἱμάτια εἰς ταῦτα τιθέμενα.
Τὸ δὲ τῆς βαλάνου τῆς Αἰγυπτίας μύρον αὐτὸ
μὲν οὐκ ἄγαν ἀναπνεῖ, μιγνύμενον δὲ ποιεῖ τἆλλα
βελτίω μάλιστα δὲ τὴν ἶριν