Text encoded in accordance with the latest EpiDoc standards
Ι. Τῶν φυτῶν τὰς διαφορὰς καὶ τὴν ἄλλην φύσιν ληπτέον κατά τε τὰ μέρη καὶ τὰ πάθη καὶ τὰς γενέσεις καὶ τοὺς βίους· ἤθη γὰρ καὶ πράξει. οὐκ ἔχουσιν ὥσπερ τὰ ζῶα. εἰσὶ δ᾿ αἱ μὲν κατὰ τὴν γένεσιν καὶ τὰ πάθη καὶ τοὺς βίους εὐθεωρητότεραι καὶ ῥᾴους, αἱ δὲ κατὰ τὰ μέρη πλείους ἔχουσι ποικιλίας. αὐτὸ γὰρ τοῦτο πρῶτον οὐχ ἱκανῶς ἀφώρισται τὰ ποῖα δεῖ μέρη καὶ μὴ μέρη καλεῖν, ἀλλ᾿ ἔχει τινὰ ἀπορίαν.
Τὸ μὲν οὖν μέρος ἅτε ἐκ τῆς ἰδίας φύσεως ὂν ἀεὶ
δοκεῖ διαμένειν ἢ ἁπλῶς ἢ ὅταν γένηται, καθάπερ
ἐν τοῖς ζώοις τὰ ὕστερον γενησόμενα, πλὴν εἴ τι
Τάχα δὲ οὐχ ὁμοίως ἅπαντα ζητητέον οὔτε
ἐν τοῖς ἄλλοις οὔθ᾿ ὅσα πρὸς τὴν γένεσιν,
αὐτά τε τὰ γεννώμενα μέρη θετέον οἶον τοὺς
καρπούς. οὐδὲ γὰρ τὰ ἔμβρυα τῶν ζώων. εἰ
δὲ ἐν τῇ ὥρᾳ ὄψει τοῦτό γε κάλλιστον.
Πολλὰ δὲ καὶ τὰ μὲρη κατ᾿ ἐνιαυτὸν ἀποβάλλει, καθάπερ οἵ τε ἔλαφοι τὰ κέρατα καὶ τὰ φωλεύοντα τὰ πτερὰ καὶ τρίχας τετράποδα· ὥστ᾿ οὐδὲν ἄτοπον ἄλλως τε καὶ ὅμοιον ὄν τῷ φυλλοβολεῖν τὸ πάθος.
Ὡσαύτως δ᾿ οὐδὲ τὰ πρὸς τὴν γένεσιν· ἐπεὶ καὶ ἐν τοῖς ζώοις τὰ μὲν συνεκτίκτεται τὰ δ᾿ ἀποκαθαίρεται καθάπερ ἀλλότρια τῆς φύσεως. ἔοικε δὲ παραπλησίως καὶ τὰ περὶ τὴν βλάστησιν ἔχειν. ἡ γάρ τοι βλάστησις γενέσεως χάριν ἐστὶ τῆς τελείας.
Ὅλως δὲ καθάπερ εἴπομεν οὐδὲ πάντα
ὁμοίως καὶ ἐπὶ τῶν ζώων ληπτέον. δι᾿ ὃ καὶ ὁ
ἀριθμὸς ἀόριστος· πανταχῆ γὰρ βλαστητικὸν
ἅτε καὶ πανταχῆ ζῶν. ὥστε ταῦτα μὲν οὕτως
ὑποληπτέον οὐ μόνον εἰς τὰ νῦν ἀλλὰ καὶ τῶν
μελλόντων χάριν· ὅσα γὰρ μὴ οἶόν τε ἀφομοιοῦν
περίεργον τὸ γλίχεσθαι πάντως, ἵνα μὴ
καὶ τὴν οἰκείαν ἀποβάλλωμεν θεωρίαν. ἡ δὲ
ἱστορία τῶν φυτῶν ἐστιν ὡς ἁπλῶς εἰπεῖν ἤ κατὰ
Ληπτέον δ᾿ ἐν αὐτοῖς ποῖά τε πᾶσιν ὑπάρχει ταὐτὰ καὶ ποῖα ἴδια καθ᾿ ἕκαστον γένος, ἔτι δὲ τῶν αὐτῶν ποῖα ὅμοια· λέγω δ᾿ οἷον φύλλον ῥίζα φλοιός. οὐ δεῖ δὲ οὐδὲ τοῦτο λανθάνειν εἴ τι κατ᾿ ἀναλογίαν θεωρητέον, ὥσπερ ἐπὶ τῶν ζώων, τὴν ἀναφορὰν ποιουμένους δῆλον ὅτι πρὸς τὰ ἐμφερέστατα καὶ τελειότατα. καὶ ἁπλῶς δὲ ὅσα τῶν ἐν φυτοῖς ἀφομοιωτέον τῷ ἐν τοῖς ζώοις, ὡς ἄν τίς τῴ γ᾿ ἀνάλογον ἀφομοιοῖ. ταῦτα μὲν οὖν διωρίσθω τὸν τρόπον τοῦτον.
Αἱ δὲ τῶν μερῶν διαφοραὶ σχεδὸν ὡς τύπῳ
λαβεῖν εἰσιν ἐν τρισίν, ἢ τῷ τὰ μὲν ἔχειν
τὰ δὲ μή, καθάπερ φύλλα καὶ καρπόν, ἢ τῷ
μὴ ὅμοια μηδὲ ἴσα, ἢ τρίτον τῷ μὴ ὁμοίως.
τούτων δὲ ἡ μὲν ἀνομοιότης ὁρίζεται σχήματι
χρώματι πυκνότητι μανότητι τραχύτητι λειότητι
καὶ τοῖς ἄλλοις πάθεσιν, ἔτι δὲ ὅσαι διαφοραὶ
τῶν χυλῶν. ἡ δὲ ἀνισότης ὑπεροχῇ καὶ ἐλλείψει
κατὰ πλῆθος ἢ μέγεθος. ὡς δ᾿ εἰπεῖν τύπῳ
ὅλως δὲ τὸ τῆς θέσεως ἐν τούτοις καὶ τοῖς φύλλοις καὶ ἐν τοῖς βλαστοῖς ληπτέον.
Διαφέρει δὲ ἔνια καὶ τῇ τάξει· τὰ μὲν ὡς ἔτυχε, τῆς δ᾿ ἐλάτης οἱ κλῶνες κατ᾿ ἀλλήλους ἑκατέρωθεν· τῶν δὲ καὶ οἱ ὄζοι ὄι᾿ ἴσου τε καὶ κατ᾿ ἀριθμὸν ἴσοι, καθάπερ τῶν τριόζων.
Ὅστε τὰς μὲν διαφορὰς ἐκ τούτων ληπτέον ἐξ ὦν καὶ ἡ ὅλη μορφὴ συνδηλοῦται καθ᾿ ἕκαστον.
Αὐτὰ δὲ τὰ μέρη διαριθμησαμένους πειρατέον
περὶ ἑκάστου λέγειν. ἔστι δὲ πρῶτα μὲν καὶ
μέγιστα καὶ κοινὰ τῶν πλείστων τάδε, ῥίζα
καυλὸς ἀκρεμὼν κλάδος, εἰς ἃ διέλοιτ᾿ ἄν τις
Ἔστι δὲ ῥίζα μὲν δι᾿ οὗ τὴν τροφὴν ἐπάγεται. καυλὸς δὲ εἰς ὃ φέρεται. καυλὸν δὲ λέγω τὸ ὑπὲρ γῆς πεφυκὸς ἐφ᾿ ἕν· τοῦτο γὰρ κοινότατον ὁμοίως ἐπετείοις καὶ χρονίοις, ὃ ἐπὶ τῶν δένδρων καλεῖται στέλεχος· ἀκρεμόνας δὲ τοὺς ἀπὸ τούτου σχιζομένους, οὓς ἔνιοι καλοῦσιν ὄζους. κλάδον δὲ τὸ βλάστημα τὸ ἐκ τούτων ἐφ᾿ ἕν, οἷον μάλιστα τὸ ἐπέτειον.
Καὶ ταῦτα μὲν οἰκειότερα τῶν δένδρων. ὁ δὲ καυλός, ὥσπερ εἴρηται, κοινότερος· ἔχει δὲ οὐ πάντα οὐδὲ τοῦτον, οἷον ἔνια τῶν ποιωδῶν. τὰ δ᾿ ἔχει μὲν οὐκ ἀεὶ δὲ ἀλλ᾿ ἐπέτειον, καὶ ὅσα χρονιώτερα ταῖς ῥίζαις. ὅλως δὲ πολύχουν τὸ φυτὸν καὶ ποικίλον καὶ χαλεπὸν εἰπεῖν καθόλου· σημεῖον δὲ τὸ μηδὲν εἶναι κοινὸν λαβεῖν ὃ πᾶσιν ὑπάρχει, καθάπερ τοῖς ζώοις στόμα καὶ κοιλία.
τὰ δὲ ἀναλογίᾳ ταὐτὰ τὰ δ᾿
ἄλλον τρόπον. οὔτε γὰρ ῥίζαν πάντ᾿ ἔχει οὔτε καυλὸν
οὔτε ἀκρεμόνα οὔτε κλάδον οὔτε φύλλον οὔτε
ἄνθος οὔτε καρπὸν οὔτ᾿ αὖ φλοιὸν ἢ μήτραν ἢ ἶνας ἢ
φλέβας, οἷον μύκης ὕδνον· ἐν τούτοις δὲ ἡ οὐσία
καὶ ἐν τοῖς τοιούτοις· ἀλλὰ μάλιστα ταῦτα
Σχεδὸν δὲ καὶ τὰς ἄλλας μορφὰς ἑκάστων ταῦτα διασημαίνει. διαφ έρουσι γὰρ πλήθει τῷ τούτων καὶ ὀλιγότητι καὶ πυκνότητι καὶ μανότητι καὶ τῷ ἐφ᾿ ἕν ἤ εἰς πλείω σχίζεσθαι καὶ τοῖς ἄλλοις τοῖς ὁμοίοις. ἔστι δὲ ἕκαστον τῶν εἰρημένων οὐχ ὁμοιομερές· λέγω δὲ οὐχ ὁμοιομερὲς ὅτι ἐκ τῶν αὐτῶν μὲν ὁτιοῦν μέρος σύγκειται τῆς ῥίζης καὶ τοῦ στελέχους, ἀλλ᾿ οὐ λέγεται στέλεχος τὸ ληφθὲν ἀλλὰ μόριον, ὡς ἐν τοῖς τῶν ζώων μέλεσίν ἐστιν. ἐκ τῶν αὐτῶν μὲν γὰρ ὁτιοῦν τῆς κνήμης ἢ τοῦ ἀγκῶνος, οὐχ ὁμώνυμον δὲ καθάπερ σὰρξ καὶ ὀστοῦν, ἀλλ᾿ ἀνώνυμον· οὐδὲ δὴ τῶν ἄλλων οὐδενὸς ὅσα μονοειδῆ τῶν ὀργανικῶν· ἁπάντων γὰρ τῶν τοιούτων ἀνώνυμα τὰ μέρη. τῶν δὲ πολυειδῶν ὠνομασμένα καθάπερ ποδὸς χειρὸς κεφαλῆς, οἶον δάκτυλος ῥὶς ὀφθαλμός. καὶ τὰ μὲν μέγιστα μέρη σχεδὸν ταῦτά ἐστιν.
ΙΙ. Ἄλλα δὲ ἐξ ὧν ταῦτα φλοιὸς ξύλον μήτρα.
ὅσα ἔχει μήτραν. πάντα δ᾿ ὁμοιομερῆ. καὶ τὰ
τούτων δὲ ἔτι πρότερα καὶ ἐξ ὧν ταῦτα, ὑγρὸν ἵς
Ἄλλα δ᾿ ἐστὶν ὥσπερ ἐπέτεια μέρη τὰ πρὸς
τὴν καρποτοκίαν, οἷον φύλλον ἄνθος μίσχος·
τοῦτο δ᾿ ἐστὶν ᾧ συνήρτηται πρὸς τὸ φυτὸν τὸ
φύλλον καὶ ὁ καρπός· ἔτι δὲ ἕλιξ βρύον, οἷς
ὑπάρχει, καὶ ἐπὶ πᾶσι σπέρμα τὸ τοῦ καρποῦ·
καρπὸς δ᾿ ἐστὶ τὸ συγκείμενον σπέρμα μετὰ τοῦ
περικαρπίου. παρὰ δὲ ταῦτα ἐνίων ἴδια ἄττα,
καθάπερ ἡ κηκὶς δρυὸς καὶ ἡ ἕλιξ ἀμπέλου.
Καὶ τοῖς μὲν δένδρεσιν ἔστιν οὕτως διαλαβεῖν. τοῖς δ᾿ ἐπετείοις δῆλον ὡς ἅπαντα ἐπέτεια· μέχρι γὰρ τῶν καρπῶν ἡ φύσις. ὅσα δὴ ἐπετειόκαρπα καὶ ὅσα διετίζει, καθάπερ σέλινον καὶ ἄλλ᾿ ἄττα, καὶ ὅσα δὲ πλείω χρόνον ἔχει, τούτοις ἅπασι καὶ ὁ καυλὸς ἀκολουθήσει κατὰ λόγον· ὅταν γὰρ σπερμοφορεῖν μέλλωσι, τότε ἐκκαυλοῦσιν, ὡς ἕνεκα τοῦ σπέρματος ὄντων τῶν καυλῶν.
Ταῦτα μὲν οὖν ταύτῃ διῃρήσθω. τῶν δὲ ἄρτι εἰρημένων μερῶν πειρατέον ἕκαστον εἰπεῖν τί ἐστιν ὡς ἐν τύπῳ λέγοντας.
Τὸ μὲν οὖν ὑγρὸν φανερόν· ὃ δὴ καλοῦσί τινες
ἀπλῶς ἐν ἅποσιν ὀπόν, ὥσπερ καὶ Mενέστωρ, οἱ
εἰλημμένων δὲ τῶν μερῶν μετὰ ταῦτα ληπτέον τὰς τούτων διαφοράς· οὕτως γὰρ ἅμα καὶ ἡ οὐσία φανερὰ καὶ ἡ ὅλη τῶν γενῶν πρὸς ἄλληλα διάστασις.
Ἡ μὲν οὖν τῶν μεγίστων σχεδὸν εἴρηται· λέγω δ᾿ οἶον ῥίζης καυλοῦ τῶν ἄλλων· αἱ γὰρ δυνάμεις καὶ ὧν χάριν ἕκαστον ὕστερον ῥηθήσονται. ἐξ ὧν γὰρ καὶ ταῦτα καὶ τὰ ἄλλα σύγκειται πειρατέον εἰπεῖν ἀρξαμένους ἀπὸ τῶν πρώτων.
Πρῶτα δέ ἐστι τὸ ὑγρὸν καὶ θερμόν· ἅπαν γὰρ φυτὸν ἔχει τινὰ ὑγρότητα καὶ θερμότητα σύμφυτον ὥσπερ καὶ ζῶον, ὧν ὑπολειπόντων γίνεται γῆρας καὶ φθίσις, τελείως δὲ ὑπολιπόντων θάνατος καὶ αὔανσις.
ἐν μὲν οὖν τοῖς πλείστοις ἀνώνυμος
Ἄλλα δ᾿ ἤδη ἕτερα τῶν ἐντός, ἃ καθ᾿ ἑαυτὰ μέν ἐστιν ἀνώνυμα, διὰ δὲ τὴν ὁμοιότητα ἀπεικάζεται τοῖς τῶν ζώων μορίοις. ἔχουσι γὰρ ὥσπερ ἶνας· ὅ ἐστι συνεχὲς καὶ σχιστὸν καὶ ἐπίμηκες, ἀπαράβλαστον δὲ καὶ ἄβλαστον.
ἔτι δὲ φλέβας. αὗται
δὲ τὰ μὲν ἄλλα εἰσὶν ὅμοιαι τῇ ἰνί, μείζους δὲ καὶ
παχύτεραι καὶ παραβλάστας ἔχουσαι καὶ ὑγρότητα.
ἔτι ξύλον καὶ σάρξ. τὰ μὲν γὰρ ἔχει
σάρκα τὰ δὲ ξύλον. ἔστι δὲ τὸ μὲν ξύλον σχιστόν,
ἡ δὲ σὰρξ πάντη διαιρεῖται ὥσπερ γῆ καὶ
ὅσα γῆς· μεταξὺ δὲ γίνεται ἰνὸς καὶ φλεβός·
φανερὰ δὲ ἡ φύσις αὐτῆς ἐν ἄλλοις τε καὶ ἐν τοῖς
τῶν περικαρπίων δέρμασι. φλοιὸς δὲ καὶ μήτρα
κυρίως μὲν λέγεται, δεῖ δὲ αὐτὰ καὶ τῷ λόγῳ
διορίσαι. φλοιὸς μὲν οὖν ἐστι τὸ ἔσχατον καὶ
χωριστὸν τοῦ ὑποκειμένου σώματος. μήτρα δὲ
τὸ μεταξὺ τοῦ ξύλου, τρίτον ἀπὸ τοῦ φλοιοῦ οἷον
ἐν τοῖς ὀστοῖς μυελός. καλοῦσι δέ τινες τοῦτο
Τὰ μὲν οὖν μόρια σχεδόν ἐστι τοσαῦτα. σύγκειται δὲ τὰ ὕστερον ἐκ τῶν προτέρων· ξύλον μὲν ἐξ ἰνὸς καὶ ὑγροῦ, καὶ ἔνια σαρκός· ξυλοῦται γὰρ σκληρυνομένη, οἷον ἐν τοῖς φοίνιξι καὶ νάρθηξι καὶ εἴ τι ἄλλο ἐκξυλοῦται, ὥσπερ αἱ τῶν ῥαφανίδων ῥίζαι· μήτρα δὲ ἐξ ὑγροῦ καὶ σαρκός· φλοιὸς δὲ ὁ μέν τις ἐκ πάντων τῶν τριῶν, οἷον ὁ τῆς δρυὸς καὶ αἰγείρου καὶ ἀπίου· ὁ δὲ τῆς ἀμπέλου ἐξ ὑγροῦ καὶ ἰνός· ὁ δὲ τοῦ φελλοῦ ἐκ σαρκὸς καὶ ὑγροῦ. πάλιν δὲ ἐκ τούτων σύνθετα τὰ μέγιστα καὶ πρῶτα ῥηθέντα καθαπερανεὶ μέλη, πλὴν οὐκ ἐκ τῶν αὐτῶν πάντα οὐδὲ ὡσαύτως ἀλλὰ διαφόρως.
Εἰλημμένων δὲ πάντων τῶν μορίων ὡς εἰπεῖν τὰς τούτων διαφορὰς πειρατέον ἀποδιδόναι καὶ τὰς ὅλων τῶν δένδρων καὶ φυτῶν οὐσίας.
ΙΙΙ. Ἐπεὶ δὲ συμβαίνει σαφεστέραν εἶναι τὴν μάσησιν διαιρουμένων κατὰ εἴδη, καλῶς ἔχει τοῦτο ποιεῖν ἐφ᾿ ὧν ἐνδέχεται. πρῶτα δέ ἐστι καὶ μέγιστα καὶ σχεδὸν ὑφ᾿ ὧν πάντ᾿ ἢ τὰ πλεῖστα περιέχεται τάδε, δένδρον θάμνος φρυγανον πόα.
Δένδρον μὲν οὖν ἐστι τὸ ἀπὸ ῥίζης μονοστέλεχες
Δεῖ δὲ τοὺς ὅρους οὕτως ἀποδέχεσθαι καὶ λαμβάνειν ὡς τύπῳ καὶ ἐπὶ τὸ πᾶν λεγομένους· ἔνια γὰρ ἴσως ἐπαλλάττειν δόξειε, τὰ δὲ καὶ παρὰ τὴν ἀγωγὴν ἀλλοιότερα γίνεσθαι καὶ ἐκβαίνειν τῆς φύσεως, οἷον μαλάχη τε εἰς ὕψος ἀναγοιένη καὶ ἀποδενδρουμένη· συμβαίνει γὰρ τοῦτο καὶ οὐκ ἐν πολλῷ χρόνῳ ἀλλ᾿ ἐν ἓξ ἢ ἑπτὰ μησὶν. ὥστε μῆκος καὶ πάχος δορατιαῖον γίνεσθαι, δι᾿ ὃ καὶ βακτηρίαις αὐταῖς χρώνται, πλείονος δὲ χρόνου γινομένου κατὰ λόγον ἡ ἀπόδοσις· ὁμοίως δὲ καὶ ἐπὶ τῶν τεύτλων· καὶ γὰρ ταῦτα λαμβάνει μέγεθος· ἔτι δὲ μᾶλλον ἄγνοι καὶ ὁ παλίουρος καὶ ὁ κιττός, ὥσθ᾿ ὁμολογουμένως ταῦτα γίνεται δένδρα· καί τοι θαμνώδη γέ ἐστιν.
ὁ δὲ μύρρινος
μὴ ἀνακαθαιρόμενος ἐκθαμνοῦται καὶ ἡ ἡρακλεωτικὴ
καρύα. δοκεῖ δὲ αὕτη γε καὶ τὸν καρπὸν
βελτίω καὶ πλείω φέρειν ἐὰν ῥάβδους τις ἐᾷ
Τάχα δ᾿ ἄν τις φαίη καὶ ὅλως μεγέθει καὶ μικρότητι διαιρετέον εἶναι, τὰ δὲ ἰσχύι καὶ ἀσθενείᾳ καὶ πολυχρονιότητι καὶ ὀλιγοχρονιότητι. τῶν τε γὰρ φρυγανωδῶν καὶ λαχανωδῶν ἔνια μονοστελέχη καὶ οἶον δένδρου φύσιν ἔχοντα γίνεται, καθάπερ ῥάφανος πήγανον, ὅθεν καὶ καλοῦσί τινες τὰ τοιαῦτα δενδρολάχανα, τά τε λαχανώδη πάντα ἡ τὰ πλεῖστα ὅταν ἐγκαταμείνῃ λαμβάνει τινὰς ὥσπερ ἀκρεμόνας καὶ γίνεται τὸ ὅλον ἐν σχήματι δενδρώδει πλὴν ὀλιγοχρονιώτερα.
Διὰ δὴ ταῦτα ὥσπερ λέγομεν οὐκ ἀκριβολογητέον
τῷ ὅρῳ ἀλλὰ τῷ τύπῳ ληπτέον τοὺς
ἀφορισμούς· ἐπεὶ καὶ τὰς διαιρέσεις ὁμοίως, οἶον
ἡμέρων ἀγρίων, καρποφόρων ἀκάρπων, ἀνθοφόρων
ἀνανθῶν, ἀειφύλλων φυλλοβόλων. τὰ μὲν γὰρ
ἄγρια καὶ ἥμερα παρὰ τὴν ἀγωγὴν εἶναι δοκεῖ·
πᾶν γὰρ καὶ ἄγριον καὶ ἥμερόν φησιν Ἵππων
γίνεσθαι τυγχάνον ἡ μὴ τυγχάνον θεραπείας.
Ἀλλ᾿ ὅμως τοιαῦτα διαιρετέον· ἔχει γάρ τι τῆς
φύσεως κοινὸν ὁμοίως ἐν δένδροις καὶ θάμνοις καὶ
τοῖς φρυγανικοῖς καὶ ποιώδεσιν· ὑπὲρ ὦν καὶ τὰς
αἰτίας ὅταν τις λέγῃ περὶ πάντων κοινῇ δῆλον ὅτι
λεκτέον οὐχ ὁρίζοντα καθ᾿ ἕκαστον· εὔλογον δὲ
καὶ ταύτας κοινὰς εἶναι πάντων. ἄμα δὲ καὶ
φαίνεταί τινα ἔχειν φυσικὴν διαφορὰν εὐθὺς ἐπὶ
τῶν ἀγρίων καὶ τῶν ἡμέρων, εἴπερ ἔνια μὴ δύναται
ζῆν ὥσπερ τὰ γεωργούμενα μηδ᾿ ὅλως δέχεται
θεραπείαν ἀλλὰ χείρω γίνεται, καθάπερ ἐλάτη
πεύκη κήλαστρον καὶ ἁπλῶς ὅσα ψυχροὺς τόπους
φιλεῖ καὶ χιονώδεις, ὡσαύτως δὲ καὶ τῶν φρυγανικῶν
καὶ ποιωδῶν, οἶον κάππαρις καὶ θέρμος.
ἥμερον δὲ καὶ ἄγριον δίκαιον καλεῖν ἀναφέροντα
πρός τε ταῦτα καὶ ὅλως πρὸς τὸ ἡμερώτατον· ὁ
δ᾿ ἄνθρωπος ἡ μόνον ἡ μάλιστα ἥμερον.
IV. Φανεραὶ δὲ καὶ κατ᾿ αὐτὰς τὰς μορφὰς αἱ
διαφοραὶ τῶν ὅλων τε καὶ μορίων, οἶον λέγω
Αὗταί τε δὴ φυσικαί τινες ὥσπερ εἴρηται διαφοραί, καὶ ἔτι δὴ μᾶλλον τῶν ἀκάρπων καὶ καρποφόρων καὶ φυλλοβόλων καὶ ἀειφ ύλλων καὶ ὅσα ἄλλα τοιαῦτα. πάντων δὲ ληπτέον ἀεὶ καὶ τὰς κατὰ τοὺς τόπους· οὐ γὰρ οὐδ᾿ οἶόν τε ἴσως ἄλλως. αἱ δὲ τοιαῦται δόξαιεν ἄν γενικόν τινα ποιεῖν χωρισμόν, οἶον ἐνύδρων καὶ χερσαίων, ὥσπερ ἐπὶ τῶν ζώων. ἔστι γὰρ ἔνια τῶν φυτῶν ἃ οὐ δύναται μὴ ἐν ὑγρῷ ζῆν· διῄρηται δὲ ἄλλο κατ᾿ ἄλλο γένος τῶν ὑγρῶν, ὥστε τὰ μὲν ἐν τέλμασι τὰ δὲ ἐν λίμναις τὰ δ᾿ ἐν ποταμοῖς τὰ δὲ καὶ ἐν αὐτῇ τῇ θαλάττῃ φύεσθαι, τὰ μὲν ἐλάττω καὶ ἐν τῇ παρ᾿ ἡμῖν τὰ δὲ μείζω περὶ τὴν ἐρυθράν. ἔνια δὲ ὡσπερεὶ κάθυγρα καὶ ἕλεια, καθάπερ ἰτέα καὶ πλάτανος, τὰ δὲ οὐκ ἐν ὕδατι δυνάμενα ζῆν οὐδ᾿ ὅλως ἀλλὰ διώκοντα τοὺς ξηροὺς τόπους· τῶν δ᾿ ἐλαττόνων ἔστιν ἃ καὶ τοὺς αἰγιαλούς.
Οὐ μὴν ἀλλὰ καὶ τουτων εἴ τις ἀκριβολογεῖσθαι
θέλοι, τὰ μὲν ἂν εὕροι κοινὰ καὶ ὥσπερ
ἀμφίβια, καθάπερ μυρίκην ἰτέαν κλήθραν, τὰ δὲ
καὶ τῶν ὁμολογουμένων χερσαίων πεφυκότα ποτὲ
ἐν τῇ θαλάττῃ βιοῦν, φοίνικα σκίλλαν ἀνθέρικον.
ἀλλὰ τὰ τοιαῦτα καὶ ὅλως τὸ οὕτω σκοπεῖν οὐκ
οἰκείως ἐστὶ σκοπεῖν· οὐδὲ γὰρ οὐδ᾿ ἡ φύσις οὕτως
οὐδ᾿ ἐν τοῖς τοιούτοις ἔχει τὸ ἀναγκαῖον. τὰς
μὲν οὖν διαιρέσεις καὶ ὅλως τὴν ἱστορίαν τῶν φυτῶν
οὕτω ληπτέον. ἅπαντα δ᾿ οὖν καὶ ταῦτα καὶ
τὰ ἄλλα διοίσει καθάπερ εἴρηται ταῖς τε τῶν
ὅλων μορφαῖς καὶ ταῖς τῶν μορίων διαφοραῖς, ἢ
τῷ ἔχειν τὰ δὲ μὴ ἔχειν, ἢ τῷ πλείω τὰ δ᾿
ἐλάττω, ἢ τῷ ἀνομοίως ἢ ὅσοι τρόποι διῄρηνται
πρότερον.
οἰκεῖον δὲ ἴσως καὶ τοὺς τόπους συμπαραλαμβάνειν
ἐν οἷς ἕκαστα πέφυκεν ἢ μὴ
πέφυκε γίνεσθαι. μεγάλη γὰρ καὶ αὕτη διαφορὰ
καὶ οὐχ ἥκιστα οἰκεία τῶν φυτῶν διὰ τὸ συνηρτῆσθαι
τῇ γῇ καὶ μὴ ἀπολελύσθαι καθάπερ
τὰ ζῶα.
V. Πειρατέον δ᾿ εἰπεῖν τὰς κατὰ μέρος διαφορὰς
ὡς ἂν καθόλου λέγοντας πρῶτον καὶ κοινῶς,
Ἔστι δὲ τὰ μὲν ὀρθοφυῆ καὶ μακροστελέχη καθάπερ ἐλάτη πεύκη κυπάριττος, τὰ δὲ σκολιώτερα καὶ βραχυστελέχη οἷον ἰτέα συκῆ ῥοιά, καὶ κατὰ πάχος δὲ καὶ λεπτότητα ὁμοίως. καὶ πάλιν τὰ μὲν μονοστελέχη τὰ δὲ πολυστελέχη· τοῦτο δὲ ταὐτὸ τρόπον τινὰ καὶ τῷ παραβλαστητικὰ ἡ ἀπαράβλαστα εἶναι· καὶ πολυκλαδῆ καὶ ὀλιγόκλαδα καθάπερ ὁ φοῖνιξ. καὶ ἐν αὐτοῖς τούτοις ἔτι κατὰ ἰσχὺν ἡ πάχος ἡ τὰς τοιαύτας διαφοράς.
πάλιν τὰ μὲν λεπτόφλοια,
καθάπερ δάφνη φίλυρα, τὰ δὲ παχύφλοια.
καθάπερ δρῦς. ἔτι τὰ μὲν λειόφλοια, καθάπερ
μηλέα συκῆ, τὰ δὲ τραχύφλοια, καθάπερ ἀγρία
δρῦς φελλὸς φοῖνιξ. πάντα δὲ νέα μὲν ὄντα
λειοφλοιότερα, ἀπογηράσκοντα δὲ τραχυφλοιότερα,
ἔνια δὲ καὶ ῥηξίφλοια, καθάπερ ἄμπελος, τὰ
δὲ καὶ ὡς περιπίπτειν, οἷον ἀνδράχλη μηλέα
κόμαρος. ἔστι δὲ καὶ τῶν μὲν σαρκώδης ὁ φλοιός,
οἶον φελλοῦ δρυὸς αἰγείρου· τῶν δὲ ἰνώδης καὶ
ἄσαρκος ὁμοίως δένδρων καὶ θάμνων καὶ ἐπετείων,
οἷον ἀμπέλου καλάμου πυροῦ. καὶ τῶν μὲν
πολύλοπος, οἷον φιλύρας ἐλάτης ἀμπέλου λινοσπάρτου
κρομύων, τῶν δὲ μονόλοπος, οἷον συκῆς
Τῶν δὲ ξύλων αὐτῶν καὶ ὅλως τῶν καυλῶν οἱ μέν εἰσι σαρκώδεις, οἷον δρυὸς συκῆς, καὶ τῶν ἐλαττόνων ῥάμνου τεύτλου κωνείου· οἱ δὲ ἄσαρκοι, καθάπερ κέδρου λωτοῦ κυπαρίττου. καὶ οἱ μὲν ἰνώδεις· τὰ γὰρ τῆς ἐλάτης καὶ τοῦ φοίνικος ξύλα τοιαῦτα· τὰ δὲ ἄϊνα, καθάπερ τῆς συκῆς. ὡσαύτως δὲ καὶ τὰ μὲν φλεβώδη τὰ δ᾿ ἄφλεβα. περὶ δὲ τὰ φρυγανικὰ καὶ θαμνώδη καὶ ὅλως τὰ ὑλήματα καὶ ἄλλας τις ἂν λάβοι διαφοράς· ὁ μὲν γὰρ κάλαμος γονατῶδες, ὁ δὲ βάτος καὶ ὁ παλίουρος ἀκανθώδη. ἡ δὲ τύφη καὶ ἔνια τῶν ἑλείων ἢ λιμναίων ὁμοίως ἀδιάφρακτα καὶ ὁμαλῆ, καθάπερ σχοῖνος. ὁ δὲ τοῦ κυπείρου καὶ βουτόμου καυλὸς ὁμαλότητά τινα ἔχει παρὰ τούτους· ἔτι δὲ μᾶλλον ἴσως ὁ τοῦ μύκητος.
Αὗται μὲν δὴ δόξαιεν ἂν ἐξ ὦν ἡ σύνθεσις. αἱ
δὲ κατὰ τὰ πάθη καὶ τὰς δυνάμεις οἷον σκληρότης
μαλακότης γλισχρότης κραυρότης
Δεῖ δὲ καὶ τὰς τοιαύτας ὑπολαμβάνειν νῆς φύσεως. εὔσχιστον μὲν γὰρ ἡ ἐλάτη τῷ εὐθυπορεῖν, εὔθραυστον δὲ ἡ ἐλάα διὰ τὸ σκολιὸν καὶ σκληρόν. εὔκαμπτον δὲ ἡ φίλυρα καὶ ὅσα ἄλλα διὰ τὸ γλίσχραν ἔχειν τὴν ὑγρότητα. βαρὺ δὲ ἡ μὲν πύξος καὶ ἡ ἔβενος ὅτι πυκνά, ἡ δὲ δρῦς ὅτι γεῶδες. ὡσαύτως δὲ καὶ τὰ ἄλλα πάντα πρὸς τὴν φύσιν πως ἀνάγεται.
VI. Διαφέρουσι δὲ καὶ ταῖς μήτραις· πρῶτον μὲν εἰ ἔνια ἔχει ἢ μὴ ἔχει, καθάπερ τινές φασιν ἄλλα τε καὶ τὴν ἀκτήν· ἔπειτα καὶ ἐν αὐτοῖς τοῖς ἔχουσι· τῶν μὲν γάρ ἐστι σαρκώδης τῶν δὲ ξυλώδης τῶν δὲ ὑμενώδης. καὶ σαρκώδης μὲν οἷον ἀμπέλου συκῆς μηλέας ῥοιᾶς ἀκτῆς νάρθηκος. ξυλώδης δὲ πίτυος ἐλάτης πεύκης, καὶ μάλιστα αὕτη διὰ τὸ ἔνδᾳδος εἶναι. τούτων δ᾿ ἔτι σκληρότεραι καὶ πυκνότεραι κρανείας πρίνου δρυὸς κυτίσου συκαμίνου ἐβένου λωτοῦ.
Διαφέρουσι δὲ αὐταὶ καὶ τοῖς χρώμασι·
μέλαιναι γὰρ τῆς ἐβένου καὶ τῆς δρυός, ἣν καλοῦσι
μελάνδρυον. ἅπασαι δὲ σκληρότεραι καὶ κραυρότεραι
Διαφέρουσι δὲ καὶ ταῖς ῥίζαις. τὰ μὲν γὰρ πολύρριζα καὶ μακρόρριζα, κσθάπερ συκῆ δρῦς πλάτανος· ἐὰν γὰρ ἔχωσι τόπον, ἐφ᾿ ὁσονοῦν προέρχονται. τὰ δὲ ὀλιγόρριζα, καθάπερ ῥοιὰ μηλέα· τὰ δὲ μονόρριζα, καθάπερ ἐλάτη πεύκη· μονόρριζα δὲ οὕτως, ὅτι μίαν μεγάλην τὴν εἰς βάθος ἔχει μικρὰς δὲ ἀπὸ ταύτης πλείους. ἔχουσι δὲ καὶ τῶν μὴ μονορρίζων ἔνια τὴν ἐκ τοῦ μέσου μεγίστην καὶ κατὰ βάθους, ὥσπερ ἀμυγδαλῆ· ἐλάα δὲ μικρὰν ταύτην τὰς δὲ ἄλλας μείζους καὶ ὡς κεκαρκινωμένας. ἔτι δὲ τῶν μὲν παχεῖαι μᾶλλον τῶν δὲ ἀνωμαλεῖς, καθάπερ δάφνης ἐλάας· τῶν δὲ πᾶσαι λεπταί, καθάπερ ἀμπέλου.
διαφέρουσι
δὲ καὶ λειότητι καὶ τραχύτητι καὶ πυκνότητι.
πάντων γὰρ αἱ ῥίζαι μανότεραι τῶν ἄνω,
Ἔστι δὲ καὶ τὰ μὲν βαθύρριζα, καθάπερ δρῦς. τὰ δ᾿ ἐπιπολαιόρριζα, καθάπερ ἐλάα ῥοιὰ μηλέα κυπάριττος. ἔτι δὲ αἱ μὲν εὐθεῖαι καὶ ὁμαλεῖς, αἱ δὲ σκολιαὶ καὶ παραλλάττουσαι· τοῦτο γὰρ οὐ μόνον συμβαίνει διὰ τοὺς τόπους τῷ μὴ εὐοδεῖν ἀλλὰ καὶ τῆς φύσεως αὐτῆς ἐστιν, ὥσπερ ἐπὶ τῆς δάφνης καὶ τῆς ἐλάας· ἡ δὲ συκῆ καὶ τὰ τοιαῦτα σκολιοῦται διὰ τὸ μὴ εὐοδεῖν.
Ἅπασαι δ᾿ ἔμμητροι καθάπερ καὶ τὰ στελέχη καὶ οἱ ἀκρεμόνες· καὶ εὔλογον ἀπὸ τῆς ἀρχῆς. εἰσὶ δὲ καὶ αἱ μὲν παραβλαστητικαὶ εἰς τὸ ἄνω, καθάπερ ἀμπέλου ῥόας, αἱ δὲ ἀπαράβλαστοι. καθάπερ ἐλάτης κυπαρίττου πεύκης. αἱ αὐταὶ δὲ διαφοραὶ καὶ τῶν φρυγανικῶν καὶ τῶν ποιωδῶν καὶ τῶν ἄλλων· πλὴν εἰ ὅλως ἔνια μὴ ἔχει. καθάπερ ὕδνον μύκης πέζις κεραύνιον. τὰ μὲν πολύρριζα καθάπερ πυρὸς τίφη κριθή, πᾶν τὸ τοιοῦτο, καθάπερ εἰκαζούσαις· τὰ δ᾿ ὀλιγόρριζα καθάπερ τὰ χεδροπά.
σχεδὸν δὲ καὶ τῶν λαχανωδῶν
τὰ πλεῖστα μονόρριζα, οἷον ῥάφανος
Ὅλως δὲ πλείους αἱ διαφοραὶ τῶν ῥιζῶν ἐν τοῖς ὑλήμασι καὶ λαχανώδεσιν· εἰσὶ γὰρ αἱ μέν ξυλώδεις, ὥσπερ αἱ τοῦ ὠκίμου· αἱ δὲ σαρκώδεις. ὧσπερ αἱ τοῦ τεύτλου καὶ ἔτι δὴ μᾶλλον τοῦ ἄρου καὶ ἀσφοδέλου καὶ κρόκου· αἱ δὲ ὤσπερ ἐκ φλοιοῦ καὶ σαρκός, ὥσπερ αἱ τῶν ῥαφανίδων καὶ γογγυλίδων· αἱ δὲ γονατώδεις, ὥσπερ αἱ τῶν καλάμων καὶ ἀγρώστεων καὶ εἴ τι καλαμῶδες, καὶ μόναι δὴ αὗται ἢ μάλισθ᾿ ὅμοιαι τοῖς ὑπὲρ γῆς· ὥσπερ γὰρ κάλαμοί εἰσιν ἐρριζωμένοι ταῖς λεπταῖς. αἱ δὲ λεπυρώδεις ἢ φλοιώδεις, οἷον αἵ τε τῆς σκίλλης καὶ τοῦ βολβοῦ καὶ ἔτι κρομύου καὶ τῶν τούτοις ὁμοίων. αἰεὶ γὰρ ἔστι περιαιρεῖν αὐτῶν.
Πάντα δὲ τὰ τοιαῦτα δοκεῖ καθάπερ δύο γένη
ῥιζῶν ἔχειν· τοῖς δὲ καὶ ὅλως τὰ κεφαλοβαρῆ
καὶ κατάρριζα πάντα· τήν τε σαρκώδη ταύτην
Ἔτι δ᾿ αἱ μὲν ἄλλαι κατὰ τὸ πλάγιον ἀφιᾶσι
ῥίζας, αἱ δὲ τῶν σκιλλῶν καὶ τῶν βολβῶν οὐκ
ἀφιᾶσιν· οὐδὲ τῶν σκορόδων καὶ τῶν κρομύων.
ὅλως δέ γε ἐν ταύταις αἱ κατὰ μέσον ἐκ τῆς
κεφαλῆς ἠρτημέναι φαίνονται ῥίζαι καὶ τρέφονται.
τοῦτο δ᾿ ὥσπερ κῦμα ἢ καρπός, ὅθεν καὶ οἱ
ἐγγεοτόκα λέγοντες οὐ κακῶς· ἐπὶ δὲ τῶν ἄλλων
τοιοῦτο μὲν οὐδέν ἐστιν· ἐπεὶ δὲ πλεῖον ἡ φύσις
ἢ κατὰ ῥίζαν ταύτῃ ἀπορίαν ἔχει. τὸ γὰρ δὴ
πᾶν λέγειν τὸ κατὰ γῆς ῥίζαν οὐκ ὀρθόν· καὶ γὰρ
ἂν ὁ καυλὸς τοῦ βολβοῦ καὶ ὁ τοῦ γηθύου καὶ
Τάχα δὲ τοῦτο μὲν ὀρθῶς λέγεται, ῥίζα δὲ οὐδὲν ἦττόν ἐστιν· ἀλλὰ διαφορά τις αὕτη τῶν ῥιζῶν, ὥστε τὴν μέν τινα τοιαύτην εἶναι τὴν δὲ τοιαύτην καὶ τρέφεσθαι τὴν ἑτέραν ὑπὸ τῆς ἑτέρας. καίτοι καὶ αὐταὶ αἱ σαρκώδεις ἐοίκασιν ἕλκειν. τὰς γοῦν τῶν ἄρων πρὸ τοῦ βλαστάνειν στρέφουσι καὶ γίγνονται μείζους κωλυόμεναι διαβῆναι πρὸς τὴν βλάστησιν. ἐπεὶ ὅτι γε πάντων τῶν τοιούτων ἡ φύσις ἐπὶ τὸ κάτω μᾶλλον ῥέπει φανερόν· οἱ μὲν γὰρ καυλοὶ καὶ ὅλως τὰ ἄνω βραχέα καὶ ἀσθενῆ, τὰ δὲ κάτω μεγάλα καὶ πολλὰ καὶ ἰσχυρὰ οὐ μόνον ἐπὶ τῶν εἰρημένων ἀλλὰ καὶ ἐπὶ καλάμου καὶ ἀγρώστιδος καὶ ὅλως ὅσα καλαμώδη καὶ τούτοις ὅμοια. καὶ ὅσα δὴ ναρθηκώδη, καὶ τούτων ῥίζαι μεγάλαι καὶ σαρκώδεις.
Πολλὰ δὲ καὶ τῶν ποιωδῶν ἔχει τοιαύτας ῥίζας,
οἷον σπάλαξ κρόκος καὶ τὸ περδίκιον καλούμενον·
καὶ γὰρ τοῦτο παχείας τε καὶ πλείους ἔχει τὰς
ῥίζας ἡ φύλλα· καλεῖται δὲ περδίκιον διὰ τὸ τοὺς
πέρδικας ἐγκυλιεσθαι καὶ ὀρύττειν. ὁμοίως δὲ
φανερώτατα δὲ καὶ πλείστην ἔχοντα πρὸς τὰ ἄλλα διαφορὰν τὸ σίλφιον καὶ ἡ καλουμένη μαγύδαρις· ἀμφοτέρων γὰρ τούτων καὶ ἀπάντων τῶν τοιούτων ἐν ταῖς ῥίζαις μᾶλλον ἡ φύσις. ταῦτα μὲν οὖν ταύτῃ ληπτέα.
Ἔνιαι δὲ τῶν ῥιζῶν πλείω δόξαιεν ἂν ἔχειν
διαφορὰν παρὰ τὰς εἰρημένας· οἷον αἵ τε τῆς ἀραχίδνης
καὶ τοῦ ὁμοίου τῷ ἀράκῳ· φέρουσι γὰρ
ἀμφότεραι καρπὸν οὐκ ἐλάττω τοῦ ἄνω· καὶ μίαν
μὲν ῥίζαν τὸ ἀρακῶδες τοῦτο παχεῖαν ἔχει τὴν
κατὰ βάθους, τὰς δ᾿ ἄλλας ἐφ᾿ ὧν ὁ καρπὸς
λεπτοτέρας καὶ ἐπ᾿ ἄκρῳ καὶ σχιζομένας πολλαχῆ·
φιλεῖ δὲ μάλιστα χωρία τὰ ὕφαμμα· φύλλον
δὲ οὐδέτερον ἔχει τούτων οὐδ᾿ ὅμοια τοῖς
φύλλοις, ἀλλ᾿ ὥσπερ ἀμφίκαρπα μᾶλλόν ἐστιν· ὃ
καὶ φαίνεται θαυμάσιον. αἱ μὲν οὖν φύσεις
καὶ δυνάμεις τοσαύτας ἔχουσι διαφοράς.
VΙΙ. Αὐξάνεσθαι δὲ πάντων δοκοῦσιν αἱ ῥίζαι
πρότερον τῶν ἄνω· καὶ γὰρ φύεται εἰς βάθος·
οὐδεμία δὲ καθήκει πλέον ἢ ὅσον ὁ ἥλιος ἐφικνεῖται·
τὸ γὰρ θερμὸν τὸ γεννῶν· οὐ μὴν ἀλλὰ
Δόξειε δὲ ὡς εἰπεῖν ἡ συκῆ μακρορριζότατον εἶναι καὶ ὅλως δὲ μᾶλλον τὰ μανὰ καὶ εὐθύρριζα. πάντα δὲ τὰ νεώτερα τῶν παλαιῶν, ἐὰν εἰς ἀκμὴν ἥκωσιν, ἤδη βαθυρριζότερα καὶ μακρορριζότερα. συμφθίνουσι γὰρ καὶ αἱ ῥίζαι τῷ ἄλλῳ σώματι. πάντων δὲ ὁμοίως οἱ χυλοὶ τοῖς φυτοῖς δεινότεροι. τοῖς δὲ ὡς ἐπίπαν· δι᾿ ὃ καὶ ἐνίων πικραὶ ὧν οἱ καρποὶ γλυκεῖς· αἱ δὲ καὶ φαρμακώδεις· ἔνιαι δ᾿ εὐώδεις, ὥσπερ αἱ τῆς ἴριδος.
Ἰδία δὲ ῥίζης φύσις καὶ δύναμις ἡ τῆς Ἰνδικῆς συκῆς· ἀπὸ γὰρ τῶν βλαστῶν ἀφίησι, μέχρι οὗ ἂν συνάψῃ τῇ γῇ καὶ ῥιζωθῇ, καὶ γίνεται περὶ τὸ δένδρον κύκλῳ συνεχὲς τὸ τῶν ῥιζῶν οὐχ ἁπτόμενον τοῦ στελέχους ἀλλ᾿ ἀφεστηκός.
Παραπλήσιον δὲ τούτῳ μᾶλλον δὲ τρόπον τινὰ θαυμασιώτερον εἴ τι ἐκ τῶν φύλλων ἀφίησι ῥίζαν, οἷόν φασι περὶ Ὀποῦντα ποιάριον εἶναι, ὃ και ἐσθίεσθαί ἐστιν ἡδύ. τὸ γὰρ αὖ τῶν θέρμων θαυμαστὸν ἧττον, ὅτι ἂν ἐν ὕλῃ βαθείᾳ σπαρῇ διείρει τὴν ῥίζαν πρὸς τὴν γῆν καὶ βλαστάνει διὰ τὴν ἰσχύν. ἀλλὰ δὴ τὰς μὲν τῶν ῥιζῶν διαφορὰς ἐκ τούτων θεωρητέον.
VIII. Τῶν δένδρων τὰς τοιαύτας ἄν τις λάβοι
διαφοράς. ἔστι γὰρ τὰ μὲν ὀζώδη τὰ δ᾿ ἄνοζα
καὶ φύσει καὶ τόπῳ κατὰ τὸ μᾶλλον καὶ ἧττον.
ἄνοζα δὲ λέγω οὐχ ὥστε μὴ ἔχειν ὅλω—οὐδὲν
γὰρ τοιοῦτο δένδρον, ἀλλ᾿ εἴπερ, ἐπὶ τῶν ἄλλων
οἷον σχοῖνος τύφη κύπειρος ὅλως ἐπὶ τῶν λιμνωδῶν—ἀλλ᾿
ὥστε ὀλίγους ἔχειν. φύσει μὲν οἷον
ἀκτὴ δάφνη συκῆ ὅλως πάντα τὰ λειόφλοια καὶ
ὅσα κοῖλα καὶ μανά. ὀζῶδες δὲ ἐλάα πεύκη
κότινος· τούτων δὲ τὰ μὲν ἐν παλισκίοις καὶ
νηνέμοις καὶ ἐφύδροις, τὰ δὲ ἐν εὐηλίοις καὶ χειμερίοις
καὶ πνευματώδεσι καὶ λεπτοῖς καὶ ξηροῖς·
τὰ μὲν γὰρ ἀνοζότερα, τὰ δὲ ὀζωδέστερα τῶν
Ἔτι δὲ κατὰ τὴν φυτείαν τὰ μὲν πυκνὰ ἄνοζα καὶ ὀρθά, τὰ δὲ μανὰ ὀζωδέστερα καὶ σκολιώτερα· συμβαίνει γὰρ ὥστε τὰ μὲν ἐν παλισκίῳ εἶναι τὰ δὲ ἐν εὐηλίῳ. καὶ τὰ ἄρρενα δὲ τῶν θηλειῶν ὀζωδέστερα ἐν οἷς ἐστιν ἄμφω, οἷον κυπάριττος ἐλάτη ὀστρυῒς κρανεία· καλοῦσι γὰρ γένος τι θηλυκρανείαν· καὶ τὰ ἄγρια δὲ τῶν ἡμέρων, καὶ ἀπλῶς καὶ τὰ ὑπὸ ταὐτὸ γένος, οἷον κότινος ἐλάας καὶ ἐρινὸς συκῆς καὶ ἀχρὰς ἀπίου. πάντα γὰρ ταῦτα ὀζωδέστερα· καὶ ὡς ἐπὶ τὸ πολὺ πάντα τὰ πυκνὰ τῶν μανῶν· καὶ γὰρ τὰ ἄρρενα πυκνότερα καὶ τὰ ἄγρια· πλὴν εἴ τι διὰ πυκνότητα παντελῶς ἄνοζον ἢ ὀλίγοζον, οἷον πύξος λωτός.
Εἰσὶ δὲ τῶν μὲν ἄτακτοι καὶ ὡς ἔτυχεν οἱ ὄζοι,
τῶν δὲ τεταγμένοι καὶ τῷ διαστήματι καὶ τῷ
πλήθει καθάπερ εἴρηται· δι᾿ ὃ καὶ ταξιόζωτα
ταῦτα καλοῦσιν. τῶν μὲν γὰρ οἷον δι᾿ ἴσου τῶν
δὲ μεῖζον αἰεὶ τὸ πρὸς τῷ πάχει. καὶ τοῦτο κατὰ
λόγον. ὅπερ μάλιστα ἔνδηλον καὶ ἐν τοῖς κοτίνοις
καὶ ἐν τοῖς καλάμοις· τὸ γὰρ γόνυ καθάπερ
ὄζος. καὶ οἱ μὲν κατ᾿ ἀλλήλους, ὥσπερ οἱ τῶν
δι᾿ ὃ καὶ ἰσχυρὸν ἡ ἐλάτη. ἰδιώτατοι δὲ οἱ τῆς μηλέας· ὅμοιοι γὰρ θηρίων προσώποις, εἷς μὲν ὁ μέγιστος ἄλλοι δὲ περὶ αὐτὸν μικροὶ πλείους. εἰσὶ δὲ τῶν ὄζων οἱ μὲν τυφλοί, οἱ δὲ γόιιμοι. λέγω δὲ τυφλοὺς ἀφ᾿ ὧν μηδεὶς βλαστός. οὗτοι δὲ καὶ φύσει καὶ πηρώσει γίνονται, ὅταν ἢ μὴ λυθῇ καὶ ἐκβιάζηται ἢ καὶ ἀποκοπῇ καὶ οἷον ἐπικαυθεὶς πηρωθῇ· γίνονται δὲ μᾶλλον ἐν τοῖς παχέσι τῶν ἀκρεμόνων, ἐνίων δὲ καὶ ἐν τοῖς στελέχεσιν. ὅλως δὲ καὶ τοῦ στελέχους καὶ τοῦ κλάδου καθ᾿ ὃ ἂν ἐπικόψῃ ἢ ἐπιτέμῃ τις, ὄζος γίνεται καθαπερανεὶ διαιρῶν τὸ ἓν καὶ ποιῶν ἑτέραν ἀρχήν, εἴτε διὰ τὴν πήρωσιν εἴτε δι᾿ ἄλλην αἰτίαν· οὐ γὰρ δὴ κατὰ φύσιν τὸ ὑπὸ τῆς πληγῆς.
Αἰεὶ δὲ ἐν ἅποσιν οἱ κλάδοι φαίνονται πολυοζότεροι
διὰ τὸ μήπω τἀνὰ μέσον προσηυξῆσθαι,
καθάπερ καὶ τῆς συκῆς οἱ νεόβλαστοι τραχύ·
τατοι καὶ τῆς ἀμπέλου τὰ ἄκρα τῶν κλημάτων.
ὡς γὰρ ὄζος ἐν τοῖς ἄλλοις οὕτω καὶ ὀφθαλμὸς
Ἔνια δὲ καὶ ἴσχει τοὺς καλουμένους ὑπο τινων
ἢ γόγγρους ἢ τὸ ἀνάλογον, οἷον ἡ ἐλάα· κυριώτατον
γὰρ ἐπὶ ταύτης τοῦτο τοὔνομα καὶ πάσχειν
δοκεῖ μάλιστα τὸ εἰρημένον· καλοῦσι δ᾿ ἔνιοι
τοῦτο πρέμνον οἱ δὲ κροτώνην οἱ δὲ ἄλλο ὄνομα.
τοῖς δὲ εὐθέσι καὶ μονορρίζοις καὶ ἀπσραβλά
στοις οὐ γίνεται τοῦθ᾿ ὅλως ἢ ἧττον· φοῖνιξ δὲ
παραβλαστητικόν· ἡ δὲ ἐλάα καὶ ὁ κότινος
καὶ τὰς οὐλότητας ἰδίας ἔχουσι τὰς ἐν τοῖς
στελέχεσι.
IX. Ἔστι μὲν οὑν τὰ μὲν ὡς εἰς μῆκος αὐξητικὰ
μάλιστ᾿ ἢ μόνον, οἷον ἐλάτη φοῖνιξ κυπάριττος
καὶ ὅλως τὰ μονοστελέχη καὶ ὅσα μὴ
πολύρριζα μηδὲ πολύκλαδα·
Ἱκανὸν δὲ κἀκεῖνο πρὸς πίστιν ὅτι καὶ τῶν
λαχάνων ἔνια λαμβάνει δένδρου σχῆμα, καθάπερ
εἴπομεν τὴν μαλάχην καὶ τὸ τεῦτλον· ἅπαντα
δ᾿ ἐν τοῖς οἰκείοις τόποις εὐαυξῆ
Ἔστι δὲ τὰ μὲν ἀείφυλλα τὰ δὲ φυλλοβόλα.
τῶν μὲν ἡμέρων ἀείφυλλα ἐλάα φοῖνιξ
δάφνη μύρρινος πεύκης τι γένος κυπάριττος· τῶν
δ᾿ ἀγρίων ἐλάτη πεύκη ἄρκευθος μίλος θυία καὶ
ἣν Ἀρκάδες καλοῦσι φελλόδρυν φιλυρέα κέδρος
πίτυς ἀγρία μυρίκη πύξος πρῖνος κήλαστρον
φιλύκη ὀξυάκανθος ἀφάρκη, ταῦτα δὲ φύεται
περὶ τὸν Ὄλυμπον, ἀνδράχλη κόμαρος τέρμινθος
Τῶν μὲν οὖν δένδρων ταῦτα. τῶν δὲ θαμνωδῶν
κιττὸς βάτος ῥάμνος κάλαμος κεδρίς· ἔστι
γάρ τι μικρὸν ὃ οὐ δενδροῦται. τῶν δὲ φρυγανικῶν
καὶ ποιωδῶν πήγανον ῥάφανος ῥοδωνία ἰωνία
ἀβρότονον ἀμάρακον ἕρπυλλος ὀρίγανον σέλινον
ἱπποσέλινον μήκων καὶ τῶν ἀγρίων εἴδη πλείω.
διαμένει δὲ καὶ τούτων ἔνια τοῖς ἄκροις τὰ δὲ
ἄλλα ἀποβάλλει οἶον ὀρίγανον σέλινον
Πάντα δὲ καὶ τῶν ἄλλων τὰ ἀείφυλλα στενοφυλλότερα
καὶ ἔχοντά τινα λιπαρότητα καὶ
εὐωδίαν. ἔνια δ᾿ οὐκ ὄντα τῇ φύσει παρὰ τὸν
τόπον ἐστὶν ἀείφυλλα, καθάπερ ἐλέχθη περὶ τῶν
ἐν Ἐλεφαντίνῃ καὶ Μέμφει· κατωτέρω δ᾿ ἐν τῷ
Δέλτα μικρὸν πάνυ χρόνον διαλείπει τοῦ μὴ ἀεὶ
βλαστάνειν. ἐν Κρήτῃ δὲ λέγεται πλάτανόν
τινα εἶναι ἐν τῇ Γορτυναίᾳ πρὸς πηγῇ τινι ἣ οὐ
φυλλοβολεῖ· μυθολογοῦσι δὲ ὡς ὑπὸ ταύτῃ
ἐμίγη τῇ Εὐρώπῃ ὁ Ζεύς· τὰς δὲ πλησίας πάσας
φυλλοβολεῖν. ἐν δὲ Συβάρει δρῦς ἐστιν εὐσύνοπτος
ἐκ τῆς πόλεως ἣ οὐ φυλλοβολεῖ· φασὶ
Φυλλοβολεῖ δὲ πάντα τοῦ μετοπώρου καὶ μετὰ τὸ μετόπωρον, πλὴν τὸ μὲν θᾶττον τὸ δὲ βραδύτερον ὥστε καὶ τοῦ χειμῶνος ἐπιλαμβάνειν. οὐκ ἀνάλογοι δὲ αἱ φυλλοβολίαι ταῖς βλαστήσεσιν. ὥστε τὰ πρότερον βλαστήσαντα πρότερον φυλλοβολεῖν, ἀλλ᾿ ἔνια πρωϊβλαστεῖ μὲν οὐδὲν δὲ προτερεῖ τῶν ἄλλων, ἀλλά τινων καὶ ὑστερεῖ, καθάπερ ἡ ἀμυγδαλῆ.
Τὰ δὲ ὀψιβλαστεῖ μὲν οὐδὲν δὲ ὡς εἰπεῖν ὑστερεῖ τῶν ἄλλων, ὥσπερ ἡ συκάμινος. δοκεῖ δὲ καὶ ἡ χώρα συμβάλλεσθαι καὶ ὁ τόπος ὁ ἔνικμος πρὸς τὸ διαμένειν. τὰ γὰρ ἐν τοῖς ξηροῖς καὶ ὅλως λεπτογείοις πρότερα φυλλοβολεῖ καὶ τὰ πρεσβύτερα δὲ τῶν νέων. ἔνια δὲ καὶ πρὸ τοῦ πεπᾶναι τὸν καρπὸν ἀποβάλλει τὰ φύλλα, καθάπερ αἱ ὄψιαι συκαῖ καὶ ἀχράδες.
Τῶν δ᾿ ἀειφύλλων ἡ ἀποβολὴ καὶ ἡ αὔανσις κατὰ μέρος· οὐ γὰρ δὴ ταὐτὰ αἰεὶ διαμένει, ἀλλὰ τὰ μὲν ἐπιβλαστάνει τὰ δ᾿ ἀφαυαίνεται. τοῦτο δὲ περὶ τροπὰς μάλιστα γίνεται θερινάς. εἰ δέ τινων καὶ μετ᾿ Ἀρκτοῦρον ἢ καὶ κατ᾿ ἄλλην ὥραν ἐπισκεπτέον. καὶ τὰ μὲν περὶ τὴν φυλλοβολίαν οὕτως ἔχει.
X. Τὰ δὲ φύλλα τῶν μὲν ἄλλων δένδρων ὅμοια πάντων αὐτὰ ἑαυτοῖς, τῆς δὲ λεύκης καὶ τοῦ κιττοῦ καὶ τοῦ καλουμένου κρότωνος ἀνόμοια καὶ ἑτεροσχήμονα· τὰ μὲν γὰρ νέα περιφερῆ τὰ δὲ παλαιότερα γωνοειδῆ, καὶ εἰς τοῦτο ἡ μετάστασις πάντων. τοῦ δὲ κιττοῦ ἀνάπαλιν νέου μὲν ὄντος ἐγγωνιώτερα πρεσβυτέρου δὲ περιφερέστερα· μεταβάλλει γὰρ καὶ οὗτος. ἴδιον δὲ καὶ τὸ τῇ ἐλάᾳ καὶ τῇ φιλύρᾳ καὶ τῇ πτελέᾳ καὶ τῇ λεύκῃ συμβαῖνον· στρέφειν γὰρ δοκοῦσιν τὰ ὕπτια μετὰ τροπὰς θερινάς, καὶ τούτῳ γνωρίζουσιν ὅτι γεγένηνται τροπαί.
πάντα δὲ τὰ φύλλα διαφέρει κατὰ τὰ ὕπτια καὶ τὰ
πρανῆ. καὶ τῶν μὲν ἄλλων τὰ ὕπτια ποιωδέστερα
καὶ λειότερα· τὰς γὰρ ἶνας καὶ τὰς φλέβας ἐν
τοῖς πρανέσιν ἔχουσιν, ὥσπερ ἡ χεὶρ .
τῆς δ᾿ ἐλάας λευκότερα καὶ ἦττον λεῖα ἐνίοτε
καὶ τὰ ὕπτια. πάντα δὴ ἢ τά γε πλεῖστα ἐκφανῆ
ἔχει τὰ ὕπτια καὶ ταῦτα γίνεται τῷ ἡλίῳ φανερά.
καὶ στρέφεται τὰ πολλὰ πρὸς τὸν ἥλιον· δι᾿ ὃ καὶ
οὐ ῥᾴδιον εἰπεῖν ὁπότερον πρὸς τῷ κλῶνι μᾶλλόν
ἐστιν· ἡ μὲν γὰρ ὑπτιότης μᾶλλον δοκεῖ ποιεῖν τὸ
πρανές, ἡ δὲ φύσις οὐχ ἦττον βούλεται τὸ ὕπτιον,
ἄλλως τε καὶ ἡ ἀνάκλασις διὰ τὸν ἥλιον· ἴδοι δ᾿
Οἴονται δέ τινες καὶ τὴν τροφὴν τῷ ὑπτίῳ διὰ τοῦ πρανοῦς εἶναι, διὰ τὸ ἔνικμον ἀεὶ τοῦτο καὶ χνοῶδες εἶναι, οὐ καλῶς λέγοντες. ἀλλὰ τοῦτο μὲν ἴσως συμβαίνει χωρὶς τῆς ἰδίας φύσεως καὶ διὰ τὸ μὴ ὁμοίως ἡλιοῦσθαι, ἡ δὲ τροφὴ διὰ τῶν φλεβῶν ἢ ἰνῶν ὁμοίως ἀμφοτέροις· ἐκ θατέρου δ᾿ εἰς θάτερον οὐκ εὔλογον μὴ ἔχουσι πόρους μηδὲ βάθος δι᾿ οὗ· ἀλλὰ περὶ μὲν τροφῆς διὰ τίνων ἕτερος λόγος.
Διαφέρουσι δὲ καὶ τὰ φύλλα πλείοσι διαφοραῖς·
τὰ μὲν γάρ ἐστι πλατύφυλλα, καθάπερ
ἄμπελος συκῆ πλάτανος, τὰ δὲ στενόφυλλα,
καθάπερ ἐλάα ῥόα μύρρινος· τὰ δ᾿ ὥσπερ ἀκανθόφυλλα,
καθάπερ πεύκη πίτυς κέδρος· τὰ δ᾿ οἷον
σαρκόφυλλα· τοῦτο δ᾿ ὅτι σαρκῶδες ἔχουσι τὸ
φύλλον, οἷον κυπάριττος μυρίκη μηλέα, τῶν δὲ
φρυγανικῶν κνέωρος στοιβὴ καὶ ποιωδῶν ἀείζωον
πόλιον· τοῦτο δὲ καὶ πρὸς τοὺς σῆτας τοὺς ἐν
τοῖς ἱματίοις ἀγαθόν· τὰ γὰρ αὖ τῶν τευτλίων
ἢ ῥαφάνων ἄλλον τρόπον σαρκώδη καὶ τὰ τῶν
πηγανίων καλουμένων· ἐν πλάτει γὰρ καὶ οὐκ ἐν
στρογγυλότητι τὸ σαρκῶδες. καὶ τῶν θαμνωδῶν
δὲ ἡ μυρίκη σαρκῶδες τὸ φύλλον ἔχει.
ἔνια δὲ
ἔνια δὲ
καὶ ἐντομὰς ἔχοντα, καθάπερ τὰ τῆς πτελέας καὶ
τὰ τῆς Ἡρακλεωτικῆς καὶ τὰ τῆς δρυός. τὰ δὲ
καὶ παρακανθίζοντα καὶ ἐκ τοῦ ἄκρου καὶ ἐκ τῶν
πλαγίων, οἷον τὰ τῆς πρίνου καὶ τὰ τῆς δρυὸς
καὶ μίλακος καὶ βάτου καὶ παλιούρου καὶ τὰ τῶν
ἄλλων. ἀκανθῶδες δὲ ἐκ τῶν ἄκρων καὶ τὸ τῆς
πεύκης καὶ πίτυος καὶ ἐλάτης ἔτι δὲ κέδρου καὶ
κεδρίδος. φυλλάκανθον δὲ ὅλως ἐν μὲν τοῖς
δένδροις οὐκ ἔστιν οὐδὲν ὧν ἡμεῖς ἴσμεν, ἐν δὲ
τοῖς ἄλλοις ὑλήμασίν ἐστιν, οἷον ἥ τε ἄκορνα καὶ
ἡ δρυπὶς καὶ ὁ ἄκανος καὶ σχεδὸν ἅπαν τὸ τῶν
ἀκανωδῶν γένος· ὥσπερ γὰρ φύλλον ἐστὶν ἡ
ἄκανθα πᾶσιν· εἰ δὲ μὴ φύλλα τις ταῦτα θήσει,
Πάλιν δ᾿ ὅτι τὰ μὲν ἄμισχα, καθάπερ τὰ τῆς σκίλλης καὶ τοῦ βολβοῦ, τὰ δ᾿ ἔχοντα μίσχον. καὶ τὰ μὲν μακρόν, οἷον ἡ ἄμπελος καὶ ὁ κιττός, τὰ δὲ βραχὺν καὶ οἷον ἐμπεφυκότα, καθάπερ ἐλάα καὶ οὐχ ὥσπερ ἐπὶ τῆς πλατάνου καὶ ἀμπέλου προσηρτημένον. διαφορὰ δὲ καὶ τὸ μὴ ἐκ τῶν αὐτῶν εἶναι τὴν πρόσφυσιν, ἀλλὰ τοῖς μὲν πλείστοις ἐκ τῶν κλάδων τοῖς δὲ καὶ ἐκ τῶν ἀκρεμόνων, τῆς δρυὸς δὲ καὶ ἐκ τοῦ στελέχους, τῶν δὲ λαχανωδῶν τοῖς πολλοῖς εὐθὺς ἐκ τῆς ῥίζης, οἷον κρομύου σκόρδου κιχορίου, ἔτι δὲ ἀσφοδέλου σκίλλης βολβοῦ σισυριγχίου καὶ ὅλως τῶν βολβωδῶν· καὶ τούτων δὲ οὐχ ἡ πρώτη μόνον ἔκφ υσις ἀλλὰ καὶ ὅλος ὁ καυλὸς ἄφυλλον. ἐνίων δ᾿ ὅταν γένηται, φύλλα εἰκός, οἷον θριδακίνης ὠκίμου σελίνου καὶ τῶν σιτηρῶν ὁμοίως. ἔχει δ᾿ ἔνια τούτων καὶ τὸν καυλὸν εἶτ᾿ ἀκανθίζοντα, ὡς ἡ θριδακίνη καὶ τὰ φυλλάκανθα πάντα καὶ τῶν θαμνωδῶν δὲ καὶ ἔτι μᾶλλον, οἷον βάτος παλίουρος.
Κοινὴ δὲ διαφορὰ πάντων ὁμοίως δένδρων καὶ
τῶν ἄλλων ὅτι τὰ μὲν πολύφυλλα τὰ δ᾿ ὀλιγόφυλλα.
ὡς δ᾿ ἐπὶ τὸ πᾶν τὰ πλατύφυλλα ταξίφυλλα,
καθάπερ μύρρινος, τὰ δ᾿ ἄτακτα καὶ ὡς
ἔτυχε, καθάπερ σχεδὸν τὰ πλεῖστα τῶν ἄλλων
ἦν. ἴδιον δὲ ἐπὶ τῶν λαχανωδῶν, οἷον κρομύου
γητείου, τὸ κοιλόφυλλον.
Ἁπλῶς δ᾿ αἱ διαφοραὶ τῶν φύλλων ἢ μεγέθει ἢ πλήθει ἡ σχήματι ἢ πλατύτητι ἢ στενότητι ἢ κοιλότητι ἢ τραχύτητι ἢ λειότητι καὶ τῷ παρακανθίζειν ἢ μή. ἔτι δὲ κατὰ τὴν πρόσφυσιν ὅθεν ἢ δι᾿ οὗ· τὸ μὲν ὅθεν, ἀπὸ ῥίζης ἢ κλάδου ἢ καυλοῦ ἢ ἀκρεμόνος· τὸ δὲ δι᾿ οὗ, ἢ διὰ μίσχου ἢ δι᾿ αὐτοῦ καὶ εἰ δὴ πολλὰ ἐκ τοῦ αὐτοῦ. καὶ ἔνια καρποφόρα, μεταξὺ περιειληφότα τὸν καρπόν, ὥσπερ ἡ Ἀλεξανδρεία δάφνη ἐπιφυλλόκαρπος.
Αἱ μὲν οὖν διαφοραὶ τῶν φύλλων κοινοτέρως πᾶσαι εἴρηνται καὶ σχεδόν εἰσιν ἐν τούτοις.
(Σύγκειται δὲ τὰ μὲν ἐξ ἰνὸς καὶ φλοιοῦ καὶ σαρκός, οἷον τὰ τῆς συκῆς καὶ τῆς ἀμπέλου, τὰ δὲ ὥσπερ ἐξ ἰνὸς μόνον, οἷον τοῦ καλάμου καὶ σίτου.
τὸ δὲ ὑγρὸν ἀπάντων κοινόν· ἅπασι γὰρ ἐνυπάρχει
καὶ τούτοις καὶ τοῖς ἄλλοις τοῖς ἐπετείοις
μίσχος ἄνθος καρπὸς εἴ τι ἄλλο μᾶλλον δὲ καὶ
τοῖς μὴ ἐπετείοις· οὐδὲν γὰρ ἄνευ τούτου. δοκεῖ
δὲ καὶ τῶν μίσχων τὰ μὲν ἐξ ἰνῶν μόνον συγκεῖσθαι,
καθάπερ τὰ τοῦ σίτου καὶ τοῦ καλάμου, τὰ
δ᾿ ἐκ τῶν αὐτῶν, ὥσπερ οἱ καυλοί.
Τῶν δ᾿ ἀνθῶν τὰ μὲν ἐκ φλοιοῦ καὶ φλεβὸς καὶ σαρκός, ??τὰ δ᾿ ἐκ σαρκὸς?? μόνον, οἷον τὰ ἐν μέσῳ τῶν ἄρων.
Ὁμοίως δὲ καὶ ἐπὶ τῶν καρπῶν· οἱ μὲν γὰρ ἐκ σαρκὸς καὶ ἰνός, οἱ δὲ ἐκ σαρκὸς μόνον, οἱ δὲ καὶ ἐκ δέρματος σύγκεινται· τὸ δὲ ὑγρὸν ἀκολουθεῖ καὶ τούτοις. ἐκ σαρκὸς μὲν καὶ ἰνὸς ὁ τῶν κοκκυμήλων καὶ σικύων, ἐξ ἰνὸς δὲ καὶ δέρματος ὁ τῶν συκαμίνων καὶ τῆς ῥόας. ἄλλοι δὲ κατ᾿ ἄλλον τρόπον μεμερισμένοι. πάντων δὲ ὡς εἰπεῖν τὸ μὲν ἔξω φλοιὸς τὸ δ᾿ ἐντὸς σὰρξ τῶν δὲ καὶ πυρήν.)
XI. Ἔσχατον δ᾿ ἐν ἅπασι τὸ σπέρμα. τοῦτο δὲ ἔχον ἐν ἑαυτῷ σύμφυτον ὑγρὸν καὶ θερμόν, ὧν ἐκλιπόντων ἄγονα, καθάπερ τὰ ὠά. καὶ τῶν μὲν εὐθὺ τὸ σπέρμα μετὰ τὸ περιέχον, οἷον φοίνικος καρύου ἀμυγδάλης, πλείω δὲ τούτων τὰ ἐμπεριέχοντα, ὡς τὰ τοῦ φοίνικος. τῶν δὲ μεταξὺ σὰρξ καὶ πυρήν, ὥσπερ ἐλάας καὶ κοκκυμηλέας καὶ ἑτέρων. ἔνια δὲ καὶ ἐν λοβῷ, τὰ δ᾿ ἐν ὑμένι, τὰ δ᾿ ἐν ἀγγείῳ, τὰ δὲ καὶ γυμνόσπερμα τελείως.
Ἐν λοβῷ μὲν οὐ μόνον τὰ ἐπέτεια, καθάπερ τὰ
χεδροπὰ καὶ ἕτερα πλείω τῶν ἀγρίων, ἀλλὰ καὶ
τῶν δένδρων ἔνια, καθάπερ ἥ τε κερωνία, ἥν τινες
καλοῦσι συκῆν Αἰγυπτίαν, καὶ ἡ κερκὶς καὶ ἡ
κολοιτία περὶ Λιπάραν· ἐν ὑμένι δ᾿ ἔνια τῶν
τῶν δὲ δένδρων οὐδὲν γυμνόσπερμον ἀλλ᾿ ἢ σαρξὶ περιεχόμενον ἢ κελύφεσιν, τὰ μὲν δερματικοῖς, ὥσπερ ἡ βάλανος καὶ τὸ Εὐβοϊκόν, τὰ δὲ ξυλώδεσιν, ὥσπερ ἡ ἀμυγδάλη καὶ τὸ κάρυον. οὐδὲν δὲ ἐναγγειόσπερμον, εἰ μή τις τὸν κῶνον ἀγγεῖον θήσει διὰ τὸ χωρίζεσθαι τῶν καρπῶν.
Αὐτὰ δὲ τὰ σπέρματα τῶν μὲν εὐθὺ σαρκώδη, καθάπερ ὅσα καρυηρὰ καὶ βαλανηρά· τῶν δὲ ἐν πυρῆνι τὸ σαρκῶδες ἔχεται, καθάπερ ἐλάας καὶ δαφνίδος καὶ ἄλλων. τῶν δ᾿ ἐμπύρηνα μόνον ἢ πυρηνώδη γε καὶ ὥσπερ ξηρά, καθάπερ τὰ κνηκώδη καὶ κεγχραμιδώδη καὶ πολλὰ τῶν λαχανηρῶν. ἐμφανέστατα δὲ τὰ τοῦ φοίνικος· οὐδὲ γὰρ κοιλότητα ἔχει τοῦτο οὐδεμίαν ἀλλ᾿ ὅλον ξηρόν· οὐ μὴν ἀλλ᾿ ὑγρότης δή τις καὶ θερμότης ὑπάρχει δῆλον ὅτι καὶ τούτῳ, καθάπερ εἴπομεν.
Διαφέρουσι δὲ καὶ τῷ τὰ μὲν ἀθρόα μετ᾿ ἀλλήλων εἶναι, τὰ δὲ διεστῶτα καὶ στοιχηδόν, ὥσπερ τὰ τῆς κολοκύντης καὶ σικύας καὶ τῶν δένδρων, ὡς Περσικῆς μηλέας. καὶ τῶν ἀθρόων τὰ μὲν ἑνί τινι περιέχεσθαι, καθάπερ τὰ τῆς ῥόας καὶ τῆς ἀπίου καὶ μηλέας καὶ τῆς ἀμπέλου καὶ συκῆς· τὰ δὲ μετ᾿ ἀλλήλων μὲν εἶναι, μὴ περιέχεσθαι δὲ ὑφ᾿ ἑνός, ὥσπερ τὰ σταχυηρὰ τῶν ἐπετείων, εἰ μή τις θείη τὸν στάχυν ὡς περιέχον· οὕτω δ᾿ ἔσται καὶ ὁ βότρυς καὶ τἆλλα τὰ βοτρυώδη καὶ ὅσα δὴ φέρει δι᾿ εὐβοσίαν καὶ χώρας ἀρετὴν ἀθρόους τοὺς καρπούς, ὥσπερ ἐν Συρίᾳ φασὶ καὶ ἄλλοθι τὰς ἐλάας.
Ἀλλὰ καὶ αὕτη δοκεῖ τις εἶναι διαφορὰ τὸ τὰ
μὲν ἀφ᾿ ἑνὸς μίσχου καὶ μιᾶς προσφύσεως
ἀθρόα γίνεσθαι, καθάπερ ἐπί τε τῶν βοτρυηρῶν
καὶ σταχυηρῶν εἴρηται μὴ περιεχόμενα κοινῷ
τινι γίνεσθαι· τὰ δὲ μὴ γίνεσθαι. ἐπεὶ καθ᾿
ἔκαστόν γε λαμβάνοντι τῶν σπερμάτων ἢ τῶν
περιεχόντων ἰδίαν ἀρχὴν ἔχει τῆς προσφύσεως,
οἷον ἥ τε ῥὰξ καὶ ἡ ῥόα καὶ πάλιν ὁ πυρὸς καὶ ἡ
κριθή. ἥκιστα δ᾿ ἂν δόξειεν τὰ τῶν μήλων καὶ
τὰ τῶν ἀπίων, ὅτι συμψαύει τε καὶ περιείληπται
καθάπερ ὑμένι τινὶ δερματικῷ περὶ ὃν τὸ περικάρπιον·
ἀλλ᾿ ὅμως καὶ τούτων ἕκαστον ἰδίαν
ἀρχὴν ἔχει καὶ φύσιν· φανερώτατα δὲ τῷ
καὶ γὰρ τούτῳ ἔχουσι διαφορὰν καίπερ ἀμφότερα περιεχόμενα σαρκώδει τινὶ καὶ τῷ τοῦτο περιειληφότι μετὰ τῶν ἄλλων· τὰ μὲν γὰρ περὶ ἕκαστον ἔχει πυρῆνα τὸ σαρκῶδες τοῦτο τὸ ὑγρόν, αἱ δὲ κεγχραμίδες ὥσπερ κοινόν τι πᾶσαι, καθάπερ καὶ τὸ γίγαρτον καὶ ὅσα τὸν αὐτὸν ἔχει τρόπον. ἀλλὰ τὰς μὲν τοιαύτας διαφορὰς τάχ᾿ ἄν τις λάβοι πλείους· ὧν δεῖ τὰς κυριωτάτας καὶ μάλιστα τῆς φύσεως μὴ ἀγνοεῖν.
XII. Αἱ δὲ κατὰ τοὺς χυλοὺς καὶ τὰ σχήματα
καὶ τὰς ὅλας μορφὰς σχεδὸν φανεραὶ πᾶσιν, ὥστε
μὴ δεῖσθαι λόγου· πλὴν τοσοῦτόν γ᾿ ὅτι σχῆμα
οὐδὲν περικάρπιον εὐθύγραμμον οὐδὲ γωνίας ἔχει.
τῶν δὲ χυλῶν οἱ μέν εἰσιν οἰνώδεις, ὥσπερ ἀμπέλου
συκαμίνου μύρτου· οἱ δ᾿ ἐλαώδεις, ὥσπερ
ἐλάας δάφνης καρύας ἀμυγδαλῆς πεύκης πίτυος
ἐλάτης· οἱ δὲ μελιτώδεις, οἷον σύκου φοίνικος
διοσβαλάνου· οἱ δὲ δριμεῖς, οἷον ὀριγάνου θύμβρας
καρδάμου νάπυος· οἱ δὲ πικροί, ὥσπερ ἀψινθίου
κενταυρίου. διαφέρουσι δὲ καὶ ταῖς εὐωδίαις,
οἷον ἀννήσου κεδρίδος· ἐνίων δὲ ὑδαρεῖς ἂν δόξαιεν,
οἷον οἱ τῶν κοκκυμηλέων· οἱ δὲ ὀξεῖς, ὥσπερ ῥοῶν
Ἔχει δὲ καὶ ἡ τῶν δένδρων αὐτῶν ὑγρότης.
ὥσπερ ἐλέχθη, διάφορα εἴδη· ἡ μὲν γάρ ἐστιν
ὀπώδης, ὥσπερ ἡ τῆς συκῆς καὶ τῆς μήκωνος· ἡ
δὲ πιττώδης, οἷον ἐλάτης πεύκης τῶν κωνοφόρων·
ἄλλη δ᾿ ὑδαρής, οἷον ἀμπέλου ἀπίου μηλέας, καὶ
τῶν λαχανωδῶν δέ, οἷον σικύου κολοκύντης θριδακίνης·
αἱ δὲ ἤδη δριμύτητά τινα ἔχουσι, καθάπερ
ἡ τοῦ θύμου καὶ θύμβρας· αἱ δὲ καὶ εὐωδίαν,
ὥσπερ αἱ τοῦ σελίνου ἀνήθου μαράθου καὶ τῶν
τοιούτων. ὡς δ᾿ ἁπλῶς εἰπεῖν ἅπασαι κατὰ τὴν
ἰδίαν φύσιν ἑκάστου δένδρου καὶ ὡς καθ᾿ ὅλου
εἰπεῖν φυτοῦ· πᾶν γὰρ ἔχει κρᾶσίν τινα καὶ μίξιν
ἰδίαν, ἥπερ οἰκεία δῆλον ὅτι τυγχάνει τοῖς ὑποκειμένοις
καρποῖς· ὧν τοῖς πλείστοις συνεμφαίνεταί
τις ὁμοιότης οὐκ ἀκριβὴς οὐδὲ σαφής· ἀλλ᾿
ἐν τοῖς περικαρπίοις· διὸ μᾶλλον κατεργασίαν
λαμβάνει καὶ πέψιν καθαρὰν καὶ εἰλικρινῆ ἡ τοῦ
Ἔχει δὲ αὐτὰ τὰ σπέρματα καὶ οἱ χιτῶνες οἱ περὶ αὐτὰ διαφορὰν τῶν χυλῶν. ὡς δ᾿ ἀπλῶς εἰπεῖν ἅπαντα τὰ μόρια τῶν δένδρων καὶ φυτῶν, οἷον ῥίζα καυλὸς ἀκρεμὼν φύλλον καρπός, ἔχει τινὰ οἰκειότητα πρὸς τὴν ὅλην φύσιν, εἰ καὶ παραλλάττει κατά τε τὰς ὀσμὰς καὶ τοὺς χυλούς, ὡς τὰ μὲν εὔοσμα καὶ εὐώδη τὰ δ᾿ ἄοσμα καὶ ἄχυλα παντελῶς εἶναι τῶν τοῦ αὐτοῦ μορίων.
Ἐνίων γὰρ εὔοσμα τὰ ἄνθη μᾶλλον ἢ τὰ φύλλα, τῶν δὲ ἀνάπαλιν τὰ φύλλα μᾶλλον καὶ οἱ κλῶνες, ὥσπερ τῶν στεφανωματικῶν· τῶν δὲ οἱ καρποί· τῶν δ᾿ οὐδέτερον· ἐνίων δ᾿ αἱ ῥίζαι· τῶν δέ τι μέρος. ὁμοίως δὲ καὶ κατὰ τοὺς χυλούς· τὰ μὲν γὰρ βρωτὰ τὰ δ᾿ ἄβρωτα τυγχάνει καὶ ἐν φύλλοις καὶ περικαρπίοις. ἰδιώτατον δὲ τὸ ἐπὶ τῆς φιλύρας· ταύτης γὰρ τὰ μὲν φύλλα γλυκέα καὶ πολλὰ τῶν ζώων ἐσθίει, ὁ δὲ καρπὸς οὐδενὶ βρωτός· ἐπεὶ τό γε ἀνάπαλιν οὐδὲν θαυμαστόν, ὥστε τὰ μὲν φύλλα μὴ ἐσθίεσθαι τοὺς δὲ καρποὺς οὐ μόνον ὑφ᾿ ἡμῶν ἀλλὰ καὶ ὑπὸ τῶν ἄλλων ζώων. ἀλλὰ καὶ περὶ τούτου καὶ τῶν ἄλλων τῶν τοιούτων ὕστερον πειρατέον θεωρεῖν τὰς αἰτίας.
XIII. Νῦν δὲ τοσοῦτον ἔστω δῆλον, ὅτι κατὰ
πάντα τὰ μέρη πλείους εἰσὶ διαφοραὶ πολλαχῶς·
Ἐν δὲ τοῖς ἐπετείοις σχεδὸν τά γε πλείω τοιαῦτα καὶ δίχροα καὶ διανθῆ. λέγω δὲ διανθὲς ὅτι ἕτερον ἄνθος ἐν τῷ ἄνθει ἔχει κατὰ μέσον. ὥσπερ τὸ ῥόδον καὶ τὸ κρίνον καὶ τὸ ἴον τὸ μέλαν. ἔνια δὲ καὶ μονόφυλλα φύεται διαγραφὴν ἔχοντα μόνον τῶν πλειόνων, ὥσπερ τὸ τῆς ἰασιώνης· οὐ γὰρ κεχώρισται ταύτης ἐν τῷ ἄνθει τὸ φύλλον ἕκαστον· οὐδὲ δὴ τοῦ λειρίου τὸ κάτω μέρος, ἀλλὰ ἐκ τῶν ἄκρων ἀποφύσεις γωνιώδεις. σχεδὸν δὲ καὶ τὸ τῆς ἐλάας τοιοῦτόν ἐστιν.
Διαφέρει δὲ καὶ κατὰ τὴν ἔκφυσιν καὶ θέσιν·
τὰ μὲν γὰρ ἔχει περὶ αὐτὸν τὸν καρπόν, οἷον ἄμπελος
Ἄλλα δὲ ἰδιωτέρως, οἷον ὁ κιττὸς καὶ ἡ συκάμινος· ἐν αὐτοῖς μὲν γὰρ ἔχει τοῖς ὅλοις περικαρπίοις, οὐ μὴν οὕτε ἐπ᾿ ἄκροις οὕτ᾿ ἐπὶ περιειληφόσι καθ᾿ ἕκαστον, ἀλλ᾿ ἐν τοῖς ἀνὰ μέσον· εἰ μὴ ἄρα οὐ σύνδηλα διὰ τὸ χνοῶδες.
Ἔστι δὲ καὶ ἄγονα τῶν ἀνθῶν ἔνια, καθάπερ
ἐπὶ τῶν σικύων ἃ ἐκ τῶν ἄκρων φύεται τοῦ κλήματος,
(Γίνεται δὲ καὶ τό γε τῆς ῥόας ἄνθος πολὺ καὶ πυκνὸν καὶ ὅλως ὁ ὄγκος πλατὺς ὥσπερ ὁ τῶν ῥόδων· κάτωθεν δ᾿ ἑτεροῖος· οἷος δίωτος μικρὸς ὥσπερ ἐκτετραμμένος ὁ κύτινος ἔχων τὰ χείλη μυχώδη.)
Φασὶ δέ τινες καὶ τῶν ὁμογενῶν τὰ μὲν ἀνθεῖν τὰ δ᾿ οὔ, καθάπερ τῶν φοινίκων τὸν μὲν ἄρρενα ἀνθεῖν τὸν δὲ θῆλυν οὐκ ἀνθεῖν ἀλλ᾿ εὐθὺ προφαίνειν τὸν καρπόν.
Τὰ μὲν οὖν τῷ γένει ταὐτὰ τοιαύτην τὴν διαφορὰν
XIV. Διαφέρει δὲ τὰ δένδρα καὶ τοῖς τοιούτοις κατὰ τὴν καρποτοκίαν· τὰ μὲν γὰρ ἐκ τῶν νέων βλαστῶν φέρει τὰ δ᾿ ἐκ τῶν ἔνων τὰ δ᾿ ἐξ ἀμφοτέρων. ἐκ μὲν τῶν νέων συκῆ ἄμπελος· ἐκ δὲ τῶν ἔνων ἐλάα ῥόα μηλέα ἀμυγδαλῆ ἄπιος μύρρινος καὶ σχεδὸν τὰ τοιαῦτα πάντα· ἐκ δὲ τῶν νέων ἐὰν ἄρα τι συμβῇ κυῆσαι καὶ ἀνθῆσαι (γίνεται γὰρ καὶ ταῦτ᾿ ἐνίοις, ὥσπερ καὶ τῷ μυρρίνῳ καὶ μάλισθ᾿ ὡς εἰπεῖν περὶ τὰς βλαστήσεις τὰς μετ᾿ Ἀρκτοῦρον) οὐ δύναται τελεοῦν ἀλλ᾿ ἡμιγενῆ φθείρεται· ἐξ ἀμφοτέρων δὲ καὶ τῶν ἔνων καὶ τῶν νέων εἴ τινες ἄρα μηλέαι τῶν διφόρων ἢ εἴ τι ἄλλο κάρπιμον· ἔτι δὲ ὁ ὄλυνθος ἐκπέττων καὶ σῦκα φέρων ἐκ τῶν νέων.
Ἰδιωτάτη δὲ ἡ ἐκ τοῦ στελέχους ἔκφυσις.
ὥσπερ τῆς ἐν Αἰγύπτῳ συκαμίνου· ταύτην γάρ
φασι φέρειν ἐκ τοῦ στελέχους· οἱ δὲ ταύτῃ τε καὶ
ἐκ τῶν ἀκρεμόνων, ὥσπερ τὴν κερωνίαν· αὕτη γὰρ
καὶ ἐκ τούτων φέρει πλὴν οὐ πολύν· καλοῦσι δὲ
κερωνίαν ἀφ᾿ ἧς τὰ σῦκα τὰ Αἰγύπτια καλούμενα.
Αἱ δὲ τοιαῦται τῆς ὅλης οὐσίας φαίνονται· δῆλον
ὅτι τὰ μὲν ἥμερα τὰ δ᾿ ἄγρια· καὶ τὰ μὲν κάρπιμα
τὰ δ᾿ ἄκαρπα· καὶ ἀείφυλλα καὶ φυλλοβολα,
καθάπερ ἐλέχθη, τὰ δ᾿ ὅλως ἄφυλλα· καὶ τὰ μὲν
ἀνθητικὰ τὰ δ᾿ ἀνανθῆ· καὶ πρωιβλαστῆ δὲ καὶ
πρωΐκαρπα τὰ δὲ ὀψιβλαστῆ καὶ ὀψίκαρπα·
ὡσαύτως δὲ καὶ ὅσα παραπλήσια τούτοις. και
πως τά γε τοιαῦτα ἐν τοῖς μέρεσιν ἢ οὐκ ἄνευ τῶν
μερῶν ἐστιν. ἀλλ᾿ ἐκείνη ἰδιωτάτη καὶ τροπόν τινα
μεγίστη διάστασις, ἥπερ καὶ ἐπὶ τῶν ζώων, ὅτι τὰ
μὲν ἔνυδρα τὰ δὲ χερσαῖα· καὶ γὰρ τῶν φυτῶν
πάντων δὲ τῶν δένδρων ὡς ἁπλῶς εἰπεῖν καὶ τῶν φυτῶν εἴδη πλείω τυγχάνει καθ᾿ ἕκαστον γένος· σχεδὸν γὰρ οὐδέν ἐστιν ἀπλοῦν· ἀλλ᾿ ὅσα μὲν ἥμερα καὶ ἄγρια λέγεται ταύτην ἐμφανεστάτην καὶ μεγίστην ἔχει διαφοράν, οἷον συκῆ ἐρινεός, ἐλάα κότινος, ἄπιος ἀχράς· ὅσα δ᾿ ἐν ἑκατέρῳ τούτων τοῖς καρποῖς τε καὶ φύλλοις καὶ ταῖς ἄλλαις μορφαῖς τε καὶ τοῖς μορίοις. ἀλλὰ τῶν μὲν ἀγριων ἀνώνυμα τὰ πλεῖστα καὶ ἔμπειροι ὀλίγοι· τῶν δὲ ἡμέρων καὶ ὠνομασμένα τὰ πλείω καὶ ἡ αἴσθησις κοινοτέρα· λέγω δ᾿ οἷον ἀμπέλου συκῆς ῥόας μηλέας ἀπίου δάφνης μυρρίνης τῶν ἄλλων· ἡ γὰρ χρῆσις οὖσα κοινὴ συνθεωρεῖν ποιεῖ τὰς διαφοράς.
Ἴδιον δὲ καὶ τοῦτ᾿ ἐφ᾿ ἑκατέρων· τὰ μὲν γὰρ ἄγρια τῷ ἄρρενι καὶ τῷ θήλει ἢ μόνοις ἢ μάλιστα διαιροῦσι, τὰ δὲ ἥμερα πλείοσιν ἰδέαις. ἔστι δὲ τῶν μὲν ῥᾷον λαβεῖν καὶ διαριθμῆσαι τὰ εἴδη, τῶν δὲ χαλεπώτερον διὰ τὴν πολυχοίαν.
Ἀλλὰ δὴ τὰς μὲν τῶν μορίων διαφορὰς καὶ τῶν ἄλλων οὐσιῶν ἐκ τούτων πειρατέον θεωρεῖν. περὶ δὲ τῶν γενέσεων μετὰ ταῦτα λεκτέον· τοῦτο γὰρ ὥσπερ ἐφεξῆς τοῖς εἰρημένοις ἐστίν.
Ι. Αἱ γενέσεις τῶν δένδρων καὶ ὅλως τῶν φυτῶν ἢ αὐτόμαται ἢ ἀπὸ σπέρματος ἢ ἀπὸ ῥίζης ἢ ἀπὸ παρασπάδος ἢ ἀπὸ ἀκρεμόνος ἢ ἀπὸ κλωνὸς ἢ ἀπ᾿ αὐτοῦ τοῦ στελέχους εἰσίν, ἢ ἔτι τοῦ ξύλου κατακοπέντος εἰς μικρά· καὶ γὰρ οὕτως ἔνια φύεται. τούτων δὲ ἡ μὲν αὐτόματος πρώτη τις, αἱ δὲ ἀπὸ σπέρματος καὶ ῥίζης φυσικώταται δόξαιεν ἄν· ὥσπερ γὰρ αὐτόμαται καὶ αὐταί· δι᾿ ὃ καὶ τοῖς ἀγρίοις ὑπάρχουσιν· αἱ δὲ ἄλλαι τέχνης ἢ δὴ προαιρέσεως.
Ἅπαντα δὲ βλαστάνει κατά τινα τῶν τρόπων
τούτων, τὰ δὲ πολλὰ κατὰ πλείους· ἐλάα μὲν
γὰρ πάντως φύεται πλὴν ἀπὸ τοῦ κλωνός· οὐ
γὰρ δύναται καταπηγνυμένη, καθάπερ ἡ συκῆ
τῆς κράδης καὶ ἡ ῥόα τῆς ῥάβδου. καίτοι φασί
γέ τινες ἤδη καὶ χάρακος παγείσης καὶ πρὸς τὸν
κιττὸν συμβιῶσαι καὶ γενέσθαι δένδρον· ἀλλὰ
σπάνιόν τι τὸ τοιοῦτον· θάτερα δὲ τὰ πολλὰ τῆς
φύσεως. συκῆ δὲ τοὺς μὲν ἄλλους τρόπους
Ὅλως γὰρ ὀλίγα τὰ ἀπὸ τῶν ἄνω μᾶλλον βλαστάνοντα καὶ γεννώμενα, καθάπερ ἄμπελος ἀπὸ τῶν κλημάτων· αὕτη γὰρ οὐκ ἀπὸ τῆς πρῴρας ἀλλ᾿ ἀπὸ τοῦ κλήματος φύεται, καὶ εἰ δή τι τοιοῦτον ἕτερον ἢ δένδρον ἢ φρυγανῶδες, ὥσπερ δοκεῖ τό τε πήγανον καὶ ἡ ἰωνία καὶ τὸ σισύμβριον καὶ ὁ ἕρπυλλος καὶ τὸ ἑλένιον. κοινοτάτη μὲν οὖν ἐστὶ πᾶσιν ἥ τε ἀπὸ τῆς παρασπάδος καὶ ἀπὸ σπέρματος. ἅπαντα γὰρ ὅσα ἔχει σπέρματα καὶ ἀπὸ σπέρματος γίνεται· ἀπὸ δὲ παρασπάδος καὶ τὴν δάφνην φασίν, ἐάν τις τὰ ἔρνη παρελὼν φυτεύσῃ. δεῖ δὲ ὑπόρριζον εἶναι μάλιστά γε τὸ παρασπώμενον ἢ ὑπόπρεμνου. οὐ μὴν ἀλλὰ καὶ ἄνευ τούτου θέλει βλαστάνειν καὶ ῥόα καὶ μηλέα ἐαρινή· βλαστάνει δὲ καὶ ἀμυγδαλῆ φυτευομένη.
κατὰ πλείστους δὲ τρόπους ὡς εἰπεῖν ἡ ἐλάα
βλαστάνει· καὶ γὰρ ἀπὸ τοῦ στελέχους καὶ ἀπὸ
τοῦ πρέμνου κατακοπτομένου καὶ ἀπὸ τῆς ῥίζης
καὶ ἀπὸ τοῦ ξύλου καὶ ἀπὸ ῥάβδου καὶ χάρακος
ὥσπερ εἴρηται. τῶν δ᾿ ἄλλων ὁ μύρρινος· καὶ
γὰρ οὗτος ἀπὸ τῶν ξύλων καὶ τῶν πρέμνων
Τὰ μὲν οὖν δένδρα βλαστάνει καὶ γίνεται κατὰ τοὺς εἰρημένους τρόπους· αἱ γὰρ ἐμφυτεῖαι καὶ οἱ ἐνοφθαλμισμοὶ καθάπερ μίξεις τινές εἰσιν ἢ κατ᾿ ἄλλον τρόπον γενέσεις, περὶ ὦν ὕστερον λεκτέον.
II. Τῶν δὲ φρυγανωδῶν και ποιωδῶν τὰ μὲν πλεῖστα ἀπὸ σπέρματος ἢ ῥίζης τὰ δὲ και ἀμφοτέρως· ἔνια δὲ καὶ ἀπὸ τῶν βλαστῶν, ὥσπερ εἴρηται. ῥοδωνία δὲ καὶ κρινωνία κατακοπέντων τῶν καυλῶν, ὥσπερ καὶ ἡ ἄγρωστις. φύεται δὲ ἡ κρινωνία καὶ ἡ ῥοδωνία καὶ ὅλου τοῦ καυλοῦ τεθέντος. ἰδιωτάτη δὲ ἡ ἀπὸ δακρύου· καὶ γὰρ οὕτω δοκεῖ τὸ κρίνον φύεσθαι, ὅταν ξηρανθῇ τὸ ἀπορρυέν. φασὶ δὲ καὶ ἐπὶ τοῦ ἱπποσελίνου· καὶ γὰρ τοῦτο ἀφίησι δάκρυον. φύεται δέ τις καὶ κάλαμος, ἐάν τις διατέμνων τὰς ἠλακάτας πλαγίας πιθῇ καὶ κατακρύψῃ κόπρῳ καὶ γῇ. ἰδίως δὲ ἀπὸ ῥίζης τῷ φύεσθαι καὶ τὰ κεφαλόρριζα.
Τοσαυταχῶς δὲ οὔσης τῆς δυνάμεως τὰ μὲν
πολλὰ τῶν δένδρων, ὥσπερ ἐλέχθη πρότερον, ἐν
πλείοσι τρόποις φύεται· ἔνια δὲ ἀπὸ σπέρματος
ὥς φασί τινες
μολεύειν. κυπάριττος δὲ παρὰ μὲν τοῖς ἄλλοις
ἀπὸ σπέρματος, ἐν Κρήτῃ δὲ καὶ ἀπὸ τοῦ στελέχους,
οἷον ἐπὶ τῆς ὀρείας ἐν Τάρρᾳ· παρὰ τούτοις
γάρ ἐστιν ἡ κουριζομένη κυπάριττος· αὕτη δὲ ἀπὸ
τῆς τομῆς βλαστάνει πάντα τρόπον τεμνομένη
καὶ ἀπὸ γῆς καὶ ἀπὸ τοῦ μέσου καὶ ἀπὸ τοῦ ἀνωτέρω·
βλαστάνει δὲ ἐνιαχοῦ καὶ ἀπὸ τῶν ῥιζῶν
σπανίως δέ.
Περὶ δὲ δρυὸς ἀμφισβητοῦσιν· οἱ μὲν γὰρ ἀπὸ σπέρματός φασι μόνον, οἱ δὲ καὶ ἀπὸ ῥίζης γλίσχρως· οἱ δὲ καὶ ἀπ᾿ αὐτοῦ τοῦ στελέχους κοπέντος. ἀπὸ παρασπάδος δὲ καὶ ῥίζης οὐδὲν φύεται τῶν μὴ παραβλαστανόντων.
Ἁπάντων δὲ ὅσων πλείους αἱ γενέσεις, ἡ ἀπὸ
παρασπάδος καὶ ἔτι μᾶλλον ἡ ἀπὸ παραφυάδος
ταχίστη καὶ εὐαυξής, ἐὰν ἀπὸ ῥίζης ἡ παραφυὰς
ᾖ. καὶ τὰ μὲν οὕτως ἢ ὅλως ἀπὸ φυτευτηρίων
πεφυτευμένα πάντα δοκεῖ τοὺς καρποὺς ἐξομοιοῦν.
ὅσα δ᾿ ἀπὸ τοῦ καρποῦ τῶν δυναμενων καὶ οὕτως
βλαστάνειν, ἅπανθ᾿ ὡς εἰπεῖν χείρω, τὰ δὲ καὶ
ὅλως ἐξίσταται τοῦ γένους, οἷον ἄμπελος μηλέα
συκῆ ῥοιὰ ἄπιος· ἔκ τε γὰρ τῆς κεγχραμίδος οὐδὲν
γίνεται γένος ὅλως ἥμερον, ἀλλ᾿ ἢ ἐρινεὸς ἢ
ἀγρία συκῆ, διαφέρουσα πολλάκις καὶ τῇ χροίᾳ·
καὶ γὰρ ἐκ μελαίνης λευκὴ καὶ ἐκ λευκῆς μέλαινα
Φύονται δὲ καὶ ἐκ τῶν τῆς ἐλάας πυρήνων ἀγριέλαιος, καὶ ἐκ τῶν τῆς ῥόας κόκκων τῶν γλυκέων ἀγεννεῖς, καὶ ἐκ τῶν ἀπυρήνων σκληραί, πολλάκις δὲ καὶ ὀξεῖαι. τὸν αὐτὸν δὲ τρόπον καὶ ἐκ τῶν ἀπίων καὶ ἐκ τῶν μηλέων· ἐκ μὲν γὰρ τῶν ἀπίων μοχθηρὰ ἡ ἀχράς, ἐκ δὲ τῶν μηλέων χείρων τε τῷ γένει καὶ ἐκ γλυκείας ὀξεῖα, καὶ ἐκ στρουθίου Κυδώνιος. χείρων δὲ καὶ ἡ ἀμυγδαλῆ καὶ τῷ χυλῷ καὶ τῷ σκληρὰ ἐκ μαλακῆς· δι᾿ ὃ καὶ αὐξηθεῖσαν ἐγκεντρίζειν κελεύουσιν, εἰ δὲ μὴ τὸ μόσχευμα μεταφυτεύειν πολλάκις.
Χείρων δὲ καὶ ἡ δρῦς· ἀπὸ γοῦν τῆς ἐν Πύρρᾳ
πολλοὶ φυτεύσαντες οὐκ ἐδύνανθ᾿ ὁμοίαν ποιεῖν.
δάφνην δὲ καὶ μυρρίνην διαφέρειν ποτέ φασιν, ὡς
ἐπὶ τὸ πολὺ δ᾿ ἐξίστασθαι καὶ οὐδὲ τὸ χρῶμα
διασώζειν, ἀλλ᾿ ἐξ ἐρυθροῦ καρποῦ γίνεσθαι
μέλαιναν, ὥσπερ καὶ τὴν ἐν Ἀντάνδρῳ· πολλάκις
δὲ καὶ τὴν κυπάριττον ἐκ θηλείας ἄρρενα.
μάλιστα δὲ τούτων ὁ φοῖνιξ δοκεῖ διαμένειν
ὥσπερ εἰπεῖν τελείως τῶν ἀπὸ σπέρματος, καὶ
πεύκη ἡ κωνοφόρος καὶ πίτυς ἡ φθειροποιός.
ταῦτα μὲν οὖν ἐν τοῖς ἡμερωμένοις. ἐν δὲ τοῖς
Διαφέρουσι δὲ καὶ τόποι τόπων καὶ ἀὴρ ἀέρος· ἐνιαχοῦ γὰρ ἐκφέρειν ἡ χώρα δοκεῖ τὰ ὅμοια, καθάπερ καὶ ἐν Φιλίπποις· ἀνάπαλιν ὀλίγα καὶ ὀλιγαχοῦ λαμβάνειν μεταβολήν, ὥστε ἐκ σπέρματος ἀγρίου ποιεῖν ἥμερον ἢ ἐκ χείρονος ἀπλῶς βέλτιον· τοῦτο γὰρ ἐπὶ τῆς ῥόας μόνον ἀκηκόαμεν ἐν Αἰγύπτῳ καὶ ἐν Κιλικίᾳ συμβαίνειν· ἐν Αἰγύπτῳ μὲν γὰρ τὴν ὀξεῖαν καὶ σπαρεῖσαν καὶ φυτευθεῖσαν γλυκεῖαν γίνεσθαί πως ἢ οἰνώδη· περὶ δὲ Σόλους τῆς Κιλικίας περὶ ποταμὸν τὸν Πίναρον, οὗ ἡ μάχη πρὸς Δαρεῖον ἐγένετο, πᾶσαι γίνονται ἀπύρηνοι.
8 Εὔλογον δὲ καὶ εἴ τις τὸν παρ᾿ ἡμῶν φοίνικα φυτεύοι ἐν Βαβυλῶνι, κάρπιμόν τε γίνεσθαι καὶ ἐξομοιοῦσθαι τοῖς ἐκεῖ. τὸν αὐτὸν δὲ τρόπον καὶ εἴ τις ἑτέρα προσάλληλον ἔχει καρπὸν τόπῳ· κρείττων γὰρ οὗτος τῆς ἐργασίας καὶ τῆς θεραπείας. σημεῖον δ᾿ ὅτι μεταφερόμενα τἀκεῖθεν ἄκαρπα τὰ δὲ καὶ ὅλως ἀβλαστῆ γίνεται.
Μεταβάλλει δὲ καὶ τῇ τροφῇ καὶ διὰ τὴν
Ὡσαύτως δὲ καὶ ὅπου τὰ κάρπιμα ἄκαρπα γίνεται, καθάπερ τὸ πέρσιον τὸ ἐξ Αἰγύπτου καὶ ὁ φοῖνιξ ἐν τῇ Ἑλλάδι καὶ εἰ δή τις κομίσειε τὴν ἐν Κρήτῃ λεγομένην αἴγειρον. ἔνιοι δέ φασι καὶ τὴν ὄην ἐὰν εἰς ἀλεεινὸν ἔλθῃ σφόδρα τόπον ἄκαρπον γίνεσθαι· φύσει γὰρ ψυχρόν. εὔλογον δὲ ἀμφότερα συμβαίνειν κατὰ τὰς ἐναντιώσεις, εἴπερ μηδ᾿ ὅλως ἔνια φύεσθαι θέλει μεταβάλλοντα τοὺς τόπους. καὶ κατὰ μὲν τὰς χώρας αἱ τοιαῦται μεταβολαί.
11 Κατὰ δὲ τὴν φυτείαν τὰ ἀπὸ τῶν σπερμάτων
φυτευόμενα, καθάπερ ἐλέχθη· παντοῖαι γὰρ αἱ
ἐξαλλαγαὶ καὶ τούτων. τῇ θεραπείᾳ δὲ μεταβάλλει
ῥόα καὶ ἀμυγδαλῆ· ῥόα μὲν κόπρον ὑείαν
λαβοῦσα καὶ ὕδατος πλῆθος ῥυτοῦ· ἀμυγδαλῆ δὲ
ὅταν πάτταλόν τις ἐνθῇ, καὶ τὸ δάκρυον ἀφαιρῇ
τὸ ἐπιρρέον πλείω χρόνον καὶ τὴν ἄλλην ἀποδιδῷ
ὡσαύτως δὲ δῆλον ὅτι καὶ ὅσα ἐξημεροῦται τῶν ἀγρίων ἢ ἀπαγριοῦται τῶν ἡμέρων· τὰ μὲν γὰρ θεραπείᾳ τὰ δ᾿ ἀθεραπευσίᾳ μεταβάλλει· πλὴν εἴ τις λέγοι μηδὲ μεταβολὴν ἀλλ᾿ ἐπίδοσιν εἰς τὸ βέλτιον εἶναι καὶ χεῖρον· οὐ γὰρ οἷόν τε τὸν κότινον ποιεῖν ἐλάαν οὐδὲ τὴν ἀχράδα ποιεῖν ἄπιον οὐδὲ τὸν ἐρινεὸν συκῆν. ὃ γὰρ ἐπὶ τοῦ κοτινου φασὶ συμβαίνειν, ὥστ᾿ ἐὰν περικοπεὶς τὴν θαλιαν ὅλως μεταφυτευθῇ φέρειν φαυλίας, μετακίνησίς τις γίνεται οὐ μεγάλη. ταῦτα μὲν οὖν ὁποτέρως δεῖ λαβεῖν οὐθὲν ἂν διαφέροι.
III. Φασὶ δ᾿ οὖν αὐτομάτην τινὰ γίνεσθαι τῶν
τοιούτων μεταβολήν, ὁτὲ μὲν τῶν καρπῶν ὁτὲ δὲ
καὶ ὅλως αὐτῶν τῶν δένδρων, ἂ καὶ σημεῖα νομίζουσιν
οἱ μάντεις· οἷον ῥόαν ὀξεῖαν γλυκεῖαν
ἐξενεγκεῖν καὶ γλυκεῖαν ὀξεῖαν· καὶ πάλιν ἁπλῶς
αὐτὰ τὰ δένδρα μεταβάλλειν, ὥστε ἐξ ὀξείας
γλυκεῖαν γίνεσθαι καὶ ἐκ γλυκείας ὀξεῖαν· χεῖρον
δὲ τὸ εἰς γλυκεῖαν μεταβάλλειν. καὶ ἐξ ἐρινεοῦ
συκῆν καὶ ἐκ συκῆς ἐρινεόν· χεῖρον δὲ τὸ ἐκ
συκῆς. καὶ ἐξ ἐλάας κότινον καὶ ἐκ κοτίνου
ἐλάαν· ἥκιστα δὲ τοῦτο. πάλιν δὲ συκῆν ἐκ
Καὶ ταῦτα μὲν ὡς τέρατα καὶ παρὰ φύσιν ὑπολαμβάνουσιν· ὅσα δὲ συνήθη τῶν τοιούτων οὐδὲ θαυμάζουσιν ὅλως· οἷον τὸ τὴν κάπνειον ἄμπελον καλουμένην καὶ ἐκ μέλανος βότρυος λευκὸν καὶ ἐκ λευκοῦ μέλανα φέρειν· οὐδὲ γὰρ οἱ μάντεις τὰ τοιαῦτα κρίνουσιν· ἐπεὶ οὐδὲ ἐκεῖνα, παρ᾿ οἷς πέφυκεν ἡ χώρα μεταβάλλειν, ὥσπερ ἐλέχθη περὶ τῆς ῥόας ἐν Αἰγύπτῳ· ἀλλὰ τὸ ἐνταῦθα θαυμαστόν, διὰ τὸ μίαν μόνον ἢ δύο, καὶ ταύτας ἐν τῷ παντὶ χρόνῳ σπανίας. οὐ μὴν ἀλλ᾿ εἴπερ συμβαίνει, μᾶλλον ἐν τοῖς καρποῖς γίνεσθαι τὴν παραλλαγὴν ἢ ἐν ὅλοις τοῖς δένδροις.
3 Ἐπεὶ καὶ τοιαύτη τις ἀταξία γίνεται περὶ τοὺς
καρπούς· οἷον ἤδη ποτὲ συκῆ τὰ σῦκα ἔφυσεν ἐκ
τοῦ ὄπισθεν τῶν θρίων· καὶ ῥόα δὲ καὶ ἄμπελος
ἐκ τῶν στελεχῶν, καὶ ἄμπελος ἄνευ φύλλων καρπὸν
ἤνεγκεν. ἐλάα δὲ τὰ μὲν φύλλα ἀπέβαλε τὸν
δὲ καρπὸν ἐξήνεγκεν· ὃ καὶ Θετταλῷ τῷ Πεισιστράτου
γενέσθαι λέγεται. συμβαίνει δὲ καὶ διὰ
χειμῶνας τοῦτο καὶ δι᾿ ἄλλας αἰτίας ἔνια τῶν
δοκούντων εἶναι παρὰ λόγον οὐκ ὄντων δέ· οἷον
ἐλάα ποτ᾿ ἀποκαυθεῖσα τελέως ἀνεβλάστησεν
ὅλη, καὶ αὐτὴ καὶ ἡ θαλία. ἐν δὲ τῇ Βοιωτίᾳ
καταβρωθέντων τῶν ἐρνῶν ὑπ᾿ ἀττελέβων πάλιν
IV. Τῶν δὲ ἄλλων τό τε σισύμβριον εἰς μίνθαν δοκεῖ μεταβάλλειν, ἐὰν μὴ κατεχηται τῇ θεραπείᾳ, δι᾿ ὃ καὶ μεταφυτεύουσι πολλάκις, καὶ ὁ πυρὸς εἰς αἶραν. ταῦτα μὲν οὖν ἐν τοῖς δένδροις αὐτομάτως, εἴπερ γίνεται. τὰ δ᾿ ἐν τοῖς ἐπετείοις διὰ παρασκευῆς· οἷον ἡ τίφη καὶ ἡ ζειὰ μεταβάλλουσιν εἰς πυρὸν ἐὰν πτισθεῖσαι σπείρωνται. καὶ τοῦτ᾿ οὐκ εὐθὺς ἀλλὰ τῷ τρίτῳ ἔτει. σχεδὸν δὲ παραπλήσιον τοῦτό γε τῷ τὰ σπέρματα κατὰ τὰς χώρας μεταβάλλειν· μεταβάλλει γὰρ καὶ ταῦτα καθ᾿ ἑκάστην χώραν καὶ σχεδὸν ἐν τῷ ἴσῳ χρόνῳ καὶ ἡ τίφη. μεταβάλλουσι δὲ καὶ οἱ ἄγριοι πυροὶ καὶ αἱ κριθαὶ θεραπευόμεναι καὶ ἐξημερούμεναι κατὰ τὸν ἴσον χρόνον.
Καὶ ταῦτα μὲν ἔοικε χώρας τε μεταβολῇ και
θεραπείᾳ γίνεσθαι· καὶ ἔνια ἀμφοτέροις, τὰ δὲ τῇ
θεραπείᾳ μόνον· οἷον πρὸς τὸ τὰ ὄσπρια μὴ γίνεσθαι
ἀτεράμονα βρέξαντα κελεύουσιν ἐν νίτρῳ
Γίνεται δὲ καὶ ἐν τοῖς λαχάνοις μεταβολὴ διὰ τὴν θεραπείαν· οἷον τὸ σέλινον, ἐὰν σπαρὲν καταπατηθῇ καὶ κυλινδρωθῇ, ἀναφ ύεσθαί φασιν οὖλον. μετσβάλλει δὲ καὶ τὴν χώραν ἐξαλλάττοντα, καθάπερ καὶ τἆλλα. καὶ τὰ μὲν τοιαῦτα κοινὰ πάντων ἐστίν. εἰ δὲ κατά τινα πήρωσιν ἢ ἀφαίρεσιν μέρους δένδρον ἄγονον γίνεται, καθάπερ τὰ ζῶα, τοῦτο σκεπτέον· οὐδὲν γοῦν φανερὸν κατά γε τὴν διαίρεσιν εἰς τὸ πλείω καὶ ἐλάττω φέρειν ὥσπερ κακούμενον, ἀλλ᾿ ἢ ἀπόλλυται τὸ ὅλον ἢ διαμένον καρποφορεῖ. τὸ δὲ γῆρας κοινή τις φθορὰ πᾶσιν.
Ἄ τοπον δ᾿ ἂν δόξειε μᾶλλον εἰ ἐν τοῖς ζώοις
αἱ τοιαῦται μεταβολαὶ φυσικαὶ καὶ πλείους· καὶ
γὰρ κατὰ τὰς ὥρας ἔνια δοκεῖ μεταβάλλειν, ὥσπερ
ὁ ἱέραξ καὶ ἔποψ καὶ ἄλλα τῶν ὁμοίων
ὀρνέων. καὶ κατὰ τὰς τῶν τόπων ἀλλοιώσεις,
ὥσπερ ὁ ὕδρος εἰς ἔχιν ξηραινομένων τῶν λιβάδων.
V. Ἐπεὶ δὲ καὶ αἱ ἐργασίαι καὶ αἱ θεραπεῖαι μεγάλα συμβάλλονται, καὶ ἔτι πρότερον αἱ φυτεῖαι καὶ ποιοῦσι μεγάλας διαφοράς, λεκτέον καὶ περὶ τούτων.
Καὶ πρῶτον περὶ τῶν φυτειῶν. αἱ μὲν οὖν ὧραι πρότερον εἴρηνται καθ᾿ ἃς δεῖ. τὰ δὲ φυτὰ λαμβάνειν κελεύουσιν ὡς κάλλιστα καὶ ἐξ ὁμοίας γῆς εἰς ἣν μέλλεις φυτεύειν, ἢ χειρονος· τοὺς δὲ γυροὺς προορύττειν ὡς πλείστου χρόνου καὶ βαθυτέρους αἰεὶ καὶ τοῖς ἐπιπολαιορριζοτέροις.
Λέγουσι δέ τινες ὡς οὐδεμία κατωτέρω διικνεῖται τριῶν ἡμιποδίων· δι᾿ ὃ καὶ ἐπιτιμῶσι τοῖς ἐν μείζονι βάθει φυτεύουσιν· οὐκ ἐοίκασι δὲ ὀρθῶς λέγειν ἐπὶ πολλῶν· ἀλλ᾿ ἐὰν ἡ χώματος ἐπιλάβηται βαθέος ἢ καὶ χώρας τοιαύτης ἢ καὶ τόπου, πολλῷ μακροτέραν ὠθεῖ τὸ τῇ φύσει βαθύρριζον. πεύκην δέ τις ἔφη μεταφυτεύων μεμοχλευμένην μείζω τὴν ῥίζαν ἔχειν ὀκτάπηχυν καίπερ οὐχ ὅλης ἐξαιρεθείσης ἀλλ᾿ ἀπορραγεισης.
Τὰ δὲ φυτευτήρια ἐὰν μὲν ἐνδέχηται ὑπόρριζα, εἰ δὲ μή, δεῖ μᾶλλον ἀπὸ τῶν κάτω ἢ τῶν ἄνω λαμβάνειν, πλὴν ἀμπέλου· καὶ τὰ μὲν ἔχοντα ῥίζας ὀρθὰ ἐμβάλλειν, τὰ δὲ μὴ ἔχοντα ὑποβάλλειν τοῦ φυτευτηρίου ὅσον σπιθαμὴν ἢ μικρῷ πλεῖον. ἔνιοι δὲ κελεύουσι καὶ τῶν ὑπορρίζων ὑποβαλλειν, τιθέναι δὲ καὶ τὴν θέσιν ὁμοίως ἥνπερ εἶχεν ἐπὶ τῶν δένδρων τὰ πρόσβορρα καὶ τὰ πρὸς ἕω καὶ τὰ πρὸς μεσημβρίαν. ὅσα δὲ ἐνδέχεται τῶν φυτῶν καὶ προμοσχεύειν· τὰ μὲν ἐπ᾿ αὐτῶν τῶν δένδρων, οἷον ἐλάας ἀπίου μηλέας συκῆς· τὰ δ᾿ ἀφαιροῦντας, οἷον ἀμπέλου· ταύτην γὰρ οὐχ οἷόν τε ἐπ᾿ αὐτῆς μοσχεύειν.
Ἑὰν δὲ μὴ ὑπόρριζα τὰ φυτὰ μηδὲ ὑπόπρεμνα
Παραπλησία καὶ τῶν ἀμπέλων, ὅταν ἀπὸ τοῦ παττάλου· προοδοποιεῖ γὰρ ὁ πάτταλος ἐκείνῳ τῷ κλήματι διὰ τὴν ἀσθένειαν· φυτεύουσιν οὕτω καὶ ῥόαν καὶ ἄλλα τῶν δένδρων. ἡ συκῆ δέ, ἐὰν ἐν σκίλλῃ φυτευθῇ, θᾶττον παραγίνεται καὶ ἧττον ὑπὸ σκωλήκων κατεσθίεται. ὅλως δὲ πᾶν ἐν σκίλλῃ φυτευόμενον εὐβλαστὲς καὶ θᾶττον αὐξάνεται. ὅσα δὲ ἐκ τοῦ στελέχους καὶ διακοπτόμενα φυτεύεται, κάτω τρέποντα τὴν τομὴν δεῖ φυτεύειν, διακόπτειν δὲ μὴ ἐλάττω σπιθαμιαίων, ὥσπερ ἐλέχθη, καὶ τὸν φλοιὸν προσεῖναι· φύεται δ᾿ ἐκ τῶν τοιούτων ἔρνη· βλαστανόντων δ᾿ ἀεὶ προσχωννύειν, ἄχρι οὗ ἂν γένηται ἄρτιον· αὕτη μὲν οὖν τῆς ἐλάας ἰδία καὶ τοῦ μυρρίνου, αἱ δ᾿ ἄλλαι κοινότεραι πᾶσιν.
Ἄριστον δὲ καὶ ῥιζώσασθαι καὶ φυτείας μάλιστα
τῆς τυχούσης ἡ συκῆ. φυτεύειν δὲ ῥόας μὲν
Μέγιστον δὲ ὡς εἰπεῖν τὸ τὴν πρόσφορον ἑκάστῳ χώραν ἀποδιδόναι· τότε γὰρ εὐθενεῖ μάλιστα. ὡς δ᾿ ἀπλῶς εἰπεῖν ἐλάᾳ μὲν καὶ συκῇ καὶ ἀμπέλῳ τὴν πεδειν ήν φασιν οἰκειοτάτην εἶναι, τοῖς δὲ ἀκροδρύοις τὰς ὑπωρείας. χρὴ δὲ καὶ ἐν ωὐτοῖς τοῖς ὁμογενέσι μὴ ἀγνοεῖν τὰς οἰκείας. ἐν πλείστῃ δὲ ὡς εἰπεῖν διαφορᾷ τὰ τῶν ἀμπέλων ἐστίν· ὅσα γάρ ἐστι γῆς εἴδη, τοσαῦτά τινές φασι καὶ ἀμπέλων εἶναι. φυτευόμενα μὲν οὖν κατὰ φύσιν ἀγαθὰ γίνεσθαι παρὰ φύσιν δὲ ἄκαρπα. ταῦτα μὲν οὖν ὥσπερ κοινὰ πάντων.
VI. Τῶν δὲ φοινίκων ἴδιος ἡ φυτεία παρὰ
αἆλλα καὶ ἡ μετὰ ταῦτα θεραπεία. φυτεύουσι
γὰρ πλείους εἰς ταὐτὸ τιθέντες δύο κάτω καὶ δύο
ἄνωθεν ἐπιδοῦντες, πρανεῖς δὲ πάντας. τὴν γὰρ
ἔκφυσιν οὐκ ἐκ τῶν ὑπτίων καὶ κοίλων ποιεῖται,
καθάπερ τινές φασιν, ἀλλ᾿ ἐκ τῶν ἄνω, δι᾿ ὃ καὶ
ἐν τῇ ἐπιζεύξει τῶν ἐπιτιθεμένων οὐ δεῖ περικαλύπτειν
τὰς ἀρχὰς ὅθεν ἡ ἔκφυσις· φανεραὶ δ᾿
Ἡ μὲν οὖν ἀπὸ τῶν καρπῶν φυτεία τοιαύτη τις· ἡ δ᾿ ἀφ᾿ αὑτοῦ, ὅταν ἀφέλωσι τὸ ἄνω ἐν ᾧπερ ὁ ἐγκέφαλος· ἀφαιροῦσι δὲ ὅσον δίπηχυ· σχίσαντες δὲ τοῦτο κάτω τιθέασι τὸ ὑγρόν· φιλεῖ δὲ χώραν ἁλμώδη· δι᾿ ὃ καὶ ὅπου μὴ τοιαύτη τυγχάνει περιπάττουσιν ἄλας οἱ γεωργοί· τοῦτο δὲ δεῖ ποιεῖν μὴ περὶ αὐτὰς τὰς ῥίζας ἀλλ᾿ ἄποθεν ἀποστήσαντα περιπάττειν ὅσον ἡμίεκτον· ὅτι δὲ τοιαύτην ζητεῖ χώραν κἀκεῖνο ποιοῦνται σημεῖον· πανταχοῦ γὰρ ὅπου πλῆθος φοινίκων ἁλμώδεις αἱ χῶραι· καὶ γὰρ ἐν Βαβυλῶνί φασιν, ὅπου οί φοίνικες πεφύκασι, καὶ ἐν Λιβύῃ δὲ καὶ ἐν Αἰγύπτῳ καὶ Φοινίκῃ καὶ τῆς Συρίας δὲ τῆς κοίλης, ἐν ᾗ γ᾿ οἱ πλεῖστοι τυγχάνουσιν, ἐν τρισὶ μόνοις τόποις ἁλμώδεσιν εἶναι τοὺς δυναμένους θησαυρίζεσθαι· τοὺς δ᾿ ἐν τοῖς ἄλλοις οὐ διαμένειν ἀλλὰ σήπεσθαι, χλωροὺς δ᾿ ἡδεῖς εἶναι καὶ καταναλίσκειν οὕτω.
Φιλεῖ δὲ καὶ ὑδρείαν σφόδρα τὸ δένδρον· περὶ
δὲ κόπρου διαμφισβητοῦσιν· οἱ μὲν γὰρ οὔ φασι
χαίρειν ἀλλ᾿ ἐναντιώτατον εἶναι, οἱ δὲ καὶ
χρῆσθαι καὶ ἐπίδοσιν πολλὴν ποιεῖν. δεῖν δ᾿
ὑδρεύειν εὗ μάλα κατὰ τῆς κόπρου, καθάπερ οἱ ἐν
Μεταφυτεύουσι δὲ οἱ μὲν ἄλλοι τοῦ ἦρος· οἱ δὲ ἐν Βαβυλῶνι περὶ τὸ ἄστρον, ὅτε καὶ ὅλως οἵ γε πολλοὶ φυτεύουσιν, ὡς καὶ παραγινομένου καὶ αὐξανομένου θᾶττον. νέου μὲν ὄντος οὐχ ἅπτονται, πλὴν ἀναδοῦσι τὴν κόμην, ὅπως ὀρθοφυῆ τ᾿ ᾖ καὶ αἱ ῥάβδοι μὴ ἀπαρτῶνται. μετὰ δὲ ταῦτα περιτέμνουσιν, ὁπόταν ἁδρὸς ἤδη γένηται καὶ πάχος ἔχῃ. ἀπολείπουσι δὲ ὅσον σπιθαμὴν τῶν ῥάβδων. φέρει δὲ ἕως μὲν ἂν ᾖ νέος ἀπύρηνον τὸν καρπόν, μετὰ δὲ τοῦτο πυρηνώδη.
Ἄλλοι δέ τινες λέγουσιν ὡς οἵ γε κατὰ Συρίαν
οὐδεμίαν προσάγουσιν ἐργασίαν ἀλλ᾿ ἢ διακαθαίρουσι
καὶ ἐπιβρέχουσιν, ἐπιζητεῖν δὲ μᾶλλον
τὸ ναματιαῖον ὕδωρ ἡ τὸ ἐκ τοῦ Διός· εἶναι δὲ
πολὺ τοιοῦτον ἐν τῷ αὐλῶνι ἐν ᾧ καὶ τὰ φοινικόφυτα
τυγχάνει, τὸν αὐλῶνα δὲ τοῦτον λέγειν
τοὺς Σύρους ὅτι διατείνει διὰ τῆς Ἀραβίας μέχρι
τῆς ἐρυθρᾶς θαλάσσης καὶ πολλοὺς φάσκειν
ἐληλυθέναι· τούτου δὲ ἐν τῷ κοιλοτάτῳ πεφυκέναι
τοὺς φοίνικας. ταῦτα μὲν οὖν τάχ᾿ ἀμφοτέρως
ἂν εἴη· κατὰ γὰρ τὰς χώρας, ὥσπερ καὶ
Γένη δὲ τῶν φοινίκων ἐστὶ πλείω· πρῶτον μὲν
καὶ ὥσπερ ἐν μεγίστῃ διαφορᾷ τὸ μὲν κάρπιμον
τὸ δὲ ἄκαρπον, ἐξ ὦν οἱ περὶ Βαβυλῶνα τάς τε
κλίνας καὶ τἆλλα σκεύη ποιοῦνται. ἔπειτα τῶιν
καρπίμων οἱ μὲν ἄρρενες αἱ δὲ θήλειαι· διαφέρουσι
δὲ ἀλλήλων, καθ᾿ ἃ ὁ μὲν ἄρρην ἄνθος πρῶτον
φέρει ἐπὶ τῆς σπάθης, ἡ δὲ θήλεια καρπὸν εὐθὺ
μικρόν. αὐτῶν δὲ τῶν καρπῶν διαφοραὶ πλείους·
οἱ μὲν γὰρ ἀπύρηνοι οἱ δὲ μαλακοπύρηνοι· τὰς
χροιὰς οἱ μὲν λευκοὶ οἱ δὲ μέλανες οἱ δὲ ξανθοί·
τὸ δ᾿ ὅλον οὐκ ἐλάττω χρώματά φασιν εἶναι τῶν
συκῶν οὐδ᾿ ἀπλῶς τὰ γένη· διαφέρειν δὲ καὶ κατὰ
τὰ μεγέθη καὶ κατὰ τὰ σχήματα· καὶ γὰρ σφαιροειδεῖς
ἐνίους ὡσανεὶ μῆλα καὶ τὰ μεγέθη τηλικούτους
ὡς τέτταρας εἰς τὸν πῆχυν εἶναι, ἔπτα
καὶ εὐπόδους· ἄλλους δὲ μικροὺς ἡλίκους ἐρεβίνθους.
καὶ τοῖς χυλοῖς δὲ πολὺ διαφέροντας.
Κράτιστον δὲ καὶ τῶν λευκῶν καὶ τῶν μελάνων
τὸ βασιλικὸν καλούμενον γένος ἐν ἑκατέρῳ καὶ
μεγέθει καὶ ἀρετῇ· σπάνια δ᾿ εἶναι ταῦτα λέγουσι·
σχεδὸν γὰρ ἐν μόνῳ τῷ Βαγῴου κήπῳ τοῦ
παλαιοῦ περὶ Βαβυλῶνα. ἐν Κύπρῳ δὲ ἴδιόν τι
γένος φοινίκων ἐστὶν ὃ οὐ πεπαίνει τὸν καρπόν,
ἀλλ᾿ ὠμὸς ὢν ἡδὺς σφόδρα καὶ γλυκύς ἐστι· τὴν
δὲ γλυκύτητα ἰδίαν ἔχει. ἔνιοι δ᾿ οὐ μόνον διαφέρουσι
Ἕτερον δ᾿ ἔτι γένος ἐν Κύπρῳ, ὃ καὶ τὸ φύλλον πλατύτερον ἔχει καὶ τὸν καρπὸν μείζω πολλῷ καὶ ἰδιόμορφον· μεγέθει μὲν ἡλίκος ῥόα τῷ σχήματι δὲ προμήκης, οὐκ εὔχυλος δὲ ὥσπερ ἄλλοι ἀλλ᾿ ὅμοιος ταῖς ῥόαις, ὥστε μὴ καταδέχεσθαι ἀλλὰ διαμασησαμένους ἐκβάλλειν. γένη μὲν οὖν, ὧσπερ εἴρηται, πολλά. θησαυρίζεσθαι δὲ μόνους δύνασθαι φασι τῶν ἐν Συρίᾳ τοὺς ἐν τῷ αὐλῶνι, τοὺς δ᾿ ἐν Αἰγύπτῳ καὶ Κύπρῳ καὶ παρὰ τοῖς ἄλλοις χλωροὺς ἀναλίσκεσθαι.
Ἔστι δὲ ὁ φοῖνιξ ὡς μὲν ἁπλῶς εἰπεῖν μονοστέλεχες καὶ μονοφυές· οὐ μὴν ἀλλὰ γίνονταί τινες καὶ διφυεῖς, ὥσπερ ἐν Αἰγύπτῳ, καθάπερ δικρόαν ἔχοντες· τὸ δ᾿ ἀνάστημα τοῦ στελέχους ἀφ᾿ οὗ ἡ σχίσις καὶ πεντάπηχυ· πρὸς ἄλληλα δέ πως ἰσάζοντα. φασὶ δὲ καὶ τοὺς ἐν Κρήτῃ πλείους εἶναι τοὺς διφυεῖς, ἐνίους δὲ καὶ τριφυεῖς· ἐν δὲ τῇ Λαπαίᾳ τινὰ καὶ πεντακέφαλον· οὐκ ἄλογον γοῦν ἐν ταῖς εὐτροφωτέραις χώραις πλείω γίνεσθαι τὰ τοιαῦτα καὶ τὸ ὅλον δὲ τὰ εἴδη πλείω καὶ τὰς διαφοράς.
Ἄλλο δέ τι γένος ἐστὶν ὅ φασι γίνεσθαι πλεῖστον περὶ τὴν Αἰθιοπίαν, ὃ καλοῦσι κόικας· οὗτοι δὲ θαμνώδεις, οὐχὶ ἓν τὸ στέλεχος ἔχοντες ἀλλὰ πλείω καὶ ἐνίοτε συνηρτημένα μέχρι τινὸς εἰς ἕν, τὰς δὲ ῥάβδους οὐ μακρὰς μὲν ἀλλ᾿ ὅσον πηχυαίας, ἀλλὰ λείας, ἐπὶ δὲ τῶν ἄκρων τὴν κόμην. ἔχουσι δὲ καὶ τὸ φύλλον πλατὺ καὶ ὥσπερ ἐκ δυοῖν συγκείμενον ἐλαχίστοιν. καλοὶ δὲ καὶ τῇ ὄψει φαίνονται· τὸν δὲ καρπὸν καὶ τῷ σχήματι καὶ τῷ μεγέθει καὶ τῷ χυλῷ διάφορον ἔχουσι· στρογγυλώτερον γὰρ καὶ μείζω καὶ εὐστομώτερον ἧττον δὲ γλυκύν. πεπαίνουσι δὲ ἐν τρισὶν ἔτεσιν ὥστ᾿ ἀεὶ καρπὸν ἔχειν, ἐπικαταλαμβάνοντος τοῦ νέου τὸν ἔνον· ποιοῦσι δὲ καὶ ἄρτους ἐξ αὐτῶν· περὶ μὲν οὖν τούτων ἐπισκεπτέον.
Οἱ δὲ χαμαιρριφεῖς καλούμενοι τῶν φοινίκων ἕτερόν τι γένος ἐσ τὶν ὥσπερ ὁμώνυμον· καὶ γὰρ ἐξαιρεθέντος τοῦ ἐγκεφάλου ζῶσι καὶ κοπέντες ἀπὸ τῶν ῥιζῶν παραβλαστάνουσι. διαφέρουσι δὲ καὶ τῷ καρπῷ καὶ τοῖς φύλλοις· πλατὺ γὰρ καὶ μαλακὸν ἔχουσι τὸ φύλλον, δι᾿ καὶ πλέκουσιν ἐξ αὐτοῦ τάς τε σπυρίδας καὶ τοὺς φορμούς· πολλοὶ δὲ καὶ ἐν τῇ Κρήτῃ γίνονται καὶ ἔτι μᾶλλον ἐν Σικελίᾳ. ταῦτα μὲν οὖν ἐπὶ πλεῖον εἴρηται τῆς ὑποθέσεως.
Ἐν δὲ ταῖς τῶν ἄλλων φυτείαις ἀνάπαλιν τίθενται τὰ φυτευτήρια, καθάπερ τῶν κλημάτων. οἱ μὲν οὖν οὐθὲν διαφέρειν φασὶν ἥκιστα δὲ ἐπὶ τῶν ἀμπέλων· ἔνιοι δὲ ῥόαν δασύνεσθαι καὶ σκιάζειν μᾶλλον τὸν καρπόν· ἔτι δὲ ἦττον ἀποβάλλειν τοὺς κυτίνους. συμβαίνειν δὲ τοῦτό φασι καὶ ἐπὶ τῆς συκῆς· οὐ γὰρ ἀποβάλλειν ἀνάπαλιν φυτευθεῖσαν, ἔτι δ᾿ εὐβατωτέραν γίνεσθαι· οὐκ ἀποβάλλειν δὲ οὐδ᾿ ἐάν τις ἀποκλάσῃ φυομένης εὐθὺς τὸ ἄκρον.
Αἱ μὲν οὖν φυτεῖαι καὶ γενέσεις ὃν τρόπον ἔχουσι σχεδὸν ὡς τύπῳ περιλαβεῖν εἴρηνται.
VII. Περὶ δὲ τῆς ἐργασίας καὶ τῆς θεραπείας τὰ μέν ἐστι κοινὰ τὰ δὲ ἴδια καθ᾿ ἕκαστον. κοινὰ μὲν ἥ τε σκαπάνη καὶ ἡ ὑδρεία καὶ ἡ κόπρωσις, ἔτι δὲ ἡ διακάθαρσις καὶ ἀφαίρεσις τῶν αὔων. διαφέρουσι δὲ τῷ μᾶλλον καὶ ἧττον. τὰ μὲν φίλυδρα καὶ φιλόκοπρα τὰ δ᾿ οὐχ ὁμοίως, οἶον ἡ κυπάριττος, ἥπερ οὐ φιλόκοπρον οὐδὲ φίλυδρον, ἀλλὰ καὶ ἀπόλλυσθαί φασιν ἐάν γε νέαν οὖσαν ἐφυδρεύωσι πολλῷ. ῥόα δὲ καὶ ἄμπελος φίλυδρα. συκῆ δὲ εὐβλαστοτέρα μὲν ὑδρευομένη τὸν δὲ καρπὸν ἴσχει χείρω πλὴν τῆς Λακωνικῆς· αὕτη δὲ φίλυδρος.
Διακαθαίρεσθαι δὲ πάντα ζητῖ· βελτίω γὰρ
τῶν αὔων ἀφαιρουμένων ὥσπερ ἀλλοτρίων, ἃ και
τὰς αὐξήσεις καὶ τὰς τροφὰς ἐμποδίζει. δι᾿ ὃ
καὶ
Δεῖσθαι δέ φησιν Ἀνδροτίων καὶ κόπρου δριμυτάτης καὶ πλείστης ὑδρείας, ὥσπερ καὶ τῆς διακαθάρσεως, ἐλάαν καὶ μύρρινον καὶ ῥόαν· οὐ γὰρ ἔχειν μήτραν οὐδὲ νόσημα κατὰ γῆς οὐδέν· ἀλλ᾿ ἐπειδὰν παλαιὸν ᾖ τὸ δένδρον, ἀποτέμνειν δεῖν τοὺς ἀκρεμόνας ἔπειτα τὸ στέλεχος θεραπεύειν ὡσπερὰν ἐξ ἀρχῆς φυτευθέν· οὕτω δε φασι πολυχρονιώτερα καὶ ἰσχυρότατα μύρρινον εἶναι καὶ ἐλάαν. ταῦτα μὲν οὖν ἐπισκέψαιτ ἄν τις, εἰ καὶ μὴ πάντα ἀλλὰ περί γε τῆς μήτρας.
Ἡ δὲ κόπρος οὕτε πᾶσιν ὁμοίως οὖθ᾿ ἡ αὐτὴ
πᾶσιν ἁρμόττει· τὰ μὲν γὰρ δριμείας δεῖται τὰ
δ᾿ ἦττον τὰ δὲ παντελῶς κούφης. δριμυτάτη δὲ
ἡ τοῦ ἀνθρώπου· καθάπερ καὶ Χαρτόδρας
ἀρίστην μὲν ταύτην εἶναί φησι, δευτέραν δὲ τὴν
ὑείαν, τρίτην δὲ αἰγός, τετάρτην δὲ προβάτου,
Τὴν δὲ σκαπάνην πᾶσιν οἴονται συμφέρειν,
ὥσπερ καὶ τὴν ὄσκαλσιν τοῖς ἐλάττοσιν· εὐτραφέστερα
γὰρ γίνεσθαι. τρέφειν δὲ δοκεῖ καὶ ὁ κονιορτὸς
ἔνια καὶ θάλλειν ποιεῖν, οἶον τὸν βότρυν, δι᾿
ὃ καὶ ὑποκονίουσι πολλάκις· οἱ δὲ καὶ τὰς συκᾶς
ὑποσκάπτουσιν ἔνθα τούτου δεῖ. Μεγαροῖ δὲ
καὶ τοὺς σικύους καὶ τὰς κολοκύντας, ὅταν οἱ
ἐτησίαι πνεύσωσι, σκάλλοντες κονιορτοῦσι καὶ
οὕτω γλυκυτέρους καὶ ἁπαλωτέρους ποιοῦσιν
οὐχ ὑδρεύοντες. τοῦτο μὲν οὖν ὁμολογούμενον.
τὴν δ᾿ ἄμπελον οὕ φασί τινες δεῖν ἢ ὑποκονίειν
οὐδ᾿ ὅλως ἅπτεσθαι περκάζοντος τοῦ βότρυος,
ἀλλ᾿ εἴπερ ὅταν ἀπομελανθῇ. οἱ δὲ τὸ ὅλον μηδὲ
τότε πλὴν ὅσον ὑποτῖλαι τὴν βοτάνην· ὑπὲρ μὲν
οὖν τούτων ἀμφισβητοῦσιν.
Ἐὰν δέ τι μὴ φέρῃ καρπὸν ἀλλ᾿ εἰς βλάστησιν
τρέπηται, σχίζουσι τοῦ στελέχους τὸ κατὰ γῆν
καὶ λίθον ἐντιθέασιν ὅπως ἂν ῥαγῇ, καί φασι
φέρειν. ὁμοίως δὲ καὶ ἐάν τις τῶν ῥιζῶν τινας
περιτέμῃ, δι᾿ ὃ καὶ τῶν ἀμπέλων ὅταν τραγῶσι
τοῦτο ποιοῦσι τὰς ἐπιπολῆς. τῶν δὲ συκῶν
πρὸς τῷ περιτέμνειν καὶ τέφραν περιπάττουσι
καὶ κατασχάζουσι τὰ στελέχη καί φασι φέρειν
μᾶλλον. ἀμυγδαλῇ δὲ καὶ πάτταλον ἐγκόψαντες
Ταὐτὸν δὲ τοῦτο καὶ ἐπὶ τῆς ἀπίου καὶ ἐπ᾿ ἄλλων τινὲς ποιοῦσιν. ἐν Ἀρκαδίᾳ δὲ καὶ εὐθύνειν καλοῦσι τὴν ὄαν· πολὺ γὰρ τὸ δένδρον τοῦτο παρ᾿ αὐτοῖς ἐστι. καί φασιν, ὅταν πάθῃ τοῦτο, τὰς μὲν μὴ φερούσας φέρειν τὰς δὲ μὴ πεττούσας ἐκπέττειν καλῶς. ἀμυγδαλῆν δὲ καὶ ἐκ πικρᾶς γίγνεσθαι γλυκεῖαν, ἐάν τις περιορύξας τὸ στέλεκχος καὶ τιτράνας ὅσον τε παλαιστιαῖον τὸ πανταχόθεν ἀπορρέον δάκρυον ἐπὶ ταὐτὸ ἐᾷ καταρρεῖν. τοῦτο μὲν οὖν ἂν εἴη πρός τε τὸ φέρειν ἄμα καὶ πρὸς τὸ εὐκαρπεῖν.
VIII. Ἀποβάλλει δὲ πρὸ τοῦ πέψαι τὸν καρπὸν
ἀμυγδαλῆ μηλέα ῥόα ἄπιος καὶ μάλιστα δὴ
πάντων συκῆ καὶ φοῖνιξ, πρὸς ἃ καὶ τὰς βοηθείας
ζητοῦσι· ὅθεν καὶ ὁ ἐρινασμός· ἐκ γὰρ τῶν
ἐκεῖ κρεμαννυμένων ἐρινῶν ψῆνες ἐκδυόμενοι κατεσθίουσι
καὶ πιαίνουσι τὰς κορυφάς. διαφέρουσι
δὲ καὶ αἱ χῶραι πρὸς τὰς ἀποβολάς· περὶ γὰρ
Ἰταλίαν οὔ φασιν ἀποβάλλειν, δι᾿ οὐδ᾿ ἐρινάζουσιν·
Οἱ δὲ ψῆνες ἐκδύονται μὲν ἐκ τοῦ ἐρινεοῦ, καθάπερ εἴρηται· γίνονται δ᾿ ἐκ τῶν κεγχραμίδων. σημεῖον δὲ λέγουσιν, ὅτι ἐπειδὰν ἐκδύωσιν οὐκ ἔνεισι κεγχραμίδες. ἐκδύονται δὲ οἱ πολλοὶ ἐγκαταλιπόντες ἡ πόδα ἡ πτερόν. γένος δέ τι καὶ ἕτερὸν ἐστι τῶν ψηνῶν, ὃ καλοῦσι κεντρίνας· οὗτοι δ᾿ ἀργοὶ καθάπερ κηφῆνες· καὶ τοὺς εἰσδυομένους τῶν ἑτέρων κτείνουσιν αὐτοὶ δὲ ἐναποθνήσκουσιν. ἐπαινοῦσι δὲ μάλιστα τῶν ἐρινῶν τὰ μέλανα τὰ ἐκ τῶν πετρωδῶν χωρίων· πολλὰς γὰρ ἔχει ταῦτα κεγχραμίδας.
γιγνώσκεται δὲ
τὸ ἐρινασμένον τῷ ἐρυθρὸν εἶναι καὶ ποικίλον καὶ
ἰσχυρόν· τὸ δ᾿ ἀνερίναστον λευκὸν καὶ ἀσθενές·
προστιθέασι δὲ τοῖς δεομένοις ὅταν ὕσῃ. ὅπου
δὲ πλεῖστος κονιορτός, ἐνταῦθα πλεῖστα καὶ
Τοῖς δὲ φοίνιξιν αἱ ἀπὸ τῶν ἀρρένων πρὸς τοὺς. θήλεις· οὗτοι γάρ εἰσιν οἱ ἐπιμένειν ποιοῦντες καὶ ἐκπέττειν, ὃ καλοῦσί τινες ἐκ τῆς ὁμοιότητος ὀλυνθάζειν. γίνεται δὲ τόνδε τὸν τρόπον. ὅταν ἀνθῇ τὸ ἄρρεν, ἀποτέμνουσι τὴν σπάθην ἐφ᾿ ἧς τὸ ἄνθος εὐθὺς ὧσπερ ἔχει, τόν τε χνοῦν καὶ τὸ ἄνθος καὶ τὸν κονιορτὸν κατασείουσι κατὰ τοῦ καρποῦ τῆς θηλείας· κἂν τοῦτο πάθῃ, διατηρεῖ καὶ οὐκ ἀποβάλλει. φαίνεται δ᾿ ἀμφοῖν ἀπὸ τοῦ ἄρρενος τοῖς θήλεσι βοήθεια γίνεσθαι· θῆλυ γὰρ καλοῦσι τὸ καρποφόρον· ἀλλ᾿ ἡ μὲν οἶον μῖξις· ἡ δὲ κατ᾿ ἄλλον τρόπον.
I. Ἐπεὶ δὲ περὶ τῶν ἡμέρων δένδρων εἴρηται. λεκτέον ὁμοίως καὶ περὶ τῶν ἀγρίων, εἴ τέ τι ταὐτὸν καὶ ἕτερον ἔχουσι τοῖς ἡμέροις εἴ θ᾿ ὅλως ἴδιον τῆς φύσεως.
Αἱ μὲν οὖν γενέσεις ἁπλαῖ τινες αὐτῶν εἰσι· πάντα γὰρ ἢ ἀπὸ σπέρματος ἢ ἀπὸ ῥίζης φύεται. τοῦτο δ᾿ οὐχ ὡς οὐκ ἐνδεχόμενον καὶ ἄλλως, ἀλλ᾿ ἴσως διὰ τὸ μὴ πειρᾶσθαι μηδένα μηδὲ φυτεύειν· ἐκφύοιτο δ᾿ ἂν εἰ λαμβάνοιεν τόπους ἐπιτηδείους καὶ θεραπείαν τὴν ἁρμόττουσαν· ὥσπερ καὶ νῦν τὰ ἀλσώδη καὶ φίλυδρα, λέγω δ᾿ οἷον πλάτανον ἰτέαν λεύκην αἴγειρον πτελέαν· ἅπαντα γὰρ ταῦτα καὶ τὰ τοιαῦτα φυτευόμενα βλαστάνει καὶ τάχιστα καὶ κάλλιστα ἀπὸ τῶν παρασπάδων, ὥστε καὶ μεγάλας οὔσας ἤδη καὶ ἰσοδένδρους ἄν τις μεταθῇ διαμένειν· φυτεύεται δὲ τὰ πολλὰ αὐτῶν καὶ καταπηγνύμενα, καθάπερ ἡ λεύκη καὶ ἡ αἴγειρος.
Τούτων μὲν οὖν πρὸς τῇ σπερματικῇ καὶ τῇ
ἀπὸ τῶν ῥιζῶν καὶ αὕτη γένεσίς ἐστι· τῶν δὲ
Ἀλλὰ τὴν ἰτέαν ταχὺ προκαταβάλλειν πρὸ τοῦ τελείως ἁδρῦναι καὶ πέψαι τὸν καρπόν· δι᾿ ὃ καὶ τὸν ποιητὴν οὐ κακῶς προσαγορεύειν αὐτὴν ὠλεσίκαρπον.
Τῆς δὲ πτελέας κἀκεῖνο σημεῖον ὑπολαμβάνουσιν·
ὅταν γὰρ ἀπὸ τῶν πνευμάτων εἰς τοὺς
ἐχομένους τόπους ὁ καρπὸς ἀπενεχθῇ, φύεσθαί
φασι. παραπλήσιον δὲ ἔοικεν εἶναι τὸ συμβαῖνον
ὃ καὶ ἐπὶ τῶν φρυγανικῶν καὶ ποιωδῶν τινών
ἐστιν· οὐκ ἐχόντων γὰρ σπέρμα φανερόν, ἀλλὰ
Ταύτας τε δὴ τὰς γενέσεις ὑποληπτέον εἶναι
τῶν ἀγρίων καὶ ἔτι τὰς αὐτομάτους, ἃς καὶ οἱ
φυσιολόγοι λέγουσιν· Ἀναξαγόρας μὲν τὸν ἀέρα
πάντων φάσκων ἔχειν σπέρματα καὶ ταῦτα
συγκαταφερόμενα τῷ ὕδατι γεννᾶν τὰ φυτά·
Διογένης δὲ σηπομένου τοῦ ὕδατος καὶ μίξιν
τινὰ λαμβάνοντος πρὸς τὴν γῆν· Κλείδημος δὲ
συνεστάναι μὲν ἐκ τῶν αὐτῶν τοῖς ζώοις, ὅσῳ
δὲ θολερωτέρων καὶ ψυχροτέρων τοσοῦτον ἀπέχειν
τοῦ ζῶα εἶναι. λέγουσι δέ τινες καὶ ἄλλοι περὶ
τῆς γενέσεως.
Ἀλλ᾿ αὕτη μὲν ἀπηρτημένη πώς ἐστι τῆς
αἰσθήσεως. ἄλλαι δὲ ὁμολογούμεναι καὶ ἐμφανεῖς,
οἷον ὅταν ἔφοδος γένηται ποταμοῦ παρεκβάντος
τὸ ῥεῖθρον ἡ καὶ ὅλως ἑτέρωθι ποιησαμένου,
καθάπερ ?? Νέσος ἐν τῇ Ἀβδηρίτιδι πολλάκις
μεταβαίνει, καὶ ἄμα τῇ μεταβάσει τοσαύτην
ὕλην συγγεννᾷ τοῖς τόποις, ὥστε τῷ τρίτῳ ἔτει
συνηρεφεῖν. καὶ πάλιν ὅταν ἐπομβρίαι κατάσχωσι
πλείω χρόνον· καὶ γὰρ ἐν ταύταις βλαστήσεις
γίνονται φυτῶν. ἔοικε δὲ ἡ μὲν τῶν ποταμῶν
ἔφοδος ἐπάγειν σπέρματα καὶ καρπούς, καὶ τοὺς
ὀχετούς φασι τὰ τῶν ποιωδῶν· ἡ δ᾿ ἐπομβρία
ἐνιαχοῦ δε, ἂν μόνον ὑπεργάσωνται καὶ κινήσωσιν, εὐθὺς ἀναβλαστάνει τὰ οἰκεῖα τῆς χώρας, ὥσπερ ἐν Κρήτῃ κυπάριττοι. γίνεται δὲ παραπλήσιόν τι τούτῳ καὶ ἐν τοῖς ἐλάττοσιν· ἄμα γὰρ κινουμένης ἀναβλαστάνει πόα τις ἐν ἑκάστοις. ἐν δὲ τοῖς ἡμιβρόχοις ἐὰν ὑπονεάσῃς φαίνεσθαί φασι τρίβολον. αὗται μὲν οὖν ἐν τῇ μεταβολῇ τῆς χώρας εἰσίν, εἴτε καὶ ἐνυπαρχόντων σπερμάτων εἴτε καὶ αὐτῆς πως διατιθεμένης· ὅπερ ἴσως οὐκ ἄτοπον ἐγκατακλειομένων ἅμα τῶν ὑγρῶν· ἐνιαχοῦ δὲ καὶ ὑδάτων ἐπιγινομένων ἰδιώτερον ἀνατεῖλαι ὕλης πλῆθος, ὥσπερ ἐν Κυρήνῃ πιττώδους τινὸς γενομένου καὶ παχέος· οὕτως γὰρ ἀνεβλάστησεν ἡ πλησίον ὕλη πρότερον οὐκ οὖσα. φασὶ δὲ καὶ τό γε σίλφιον οὐκ ὂν πρότερον ἐκ τοιαύτης τινὸς αἰτίας φανῆναι. τρόποι μὲν οὖν τοιοῦτοι τῶν τοιούτων γενέσεων.
II. Πάντα δὲ κάρπιμα ἢ ἄκαρπα, καὶ ἀείφυλλα
ἢ φυλλοβόλα, καὶ ἀνθοῦντα ἢ ἀνανθῆ· κοιναὶ
τὸ γὰρ μὴ προσδεχόμενον
ἡμέρωσιν, ὥσπερ ἐν τοῖς ζώοις, τοῦτο ἄγριον τῇ
φύσει. καίτοι φησὶν Ἵππων ἅπαν καὶ ἥμερον
καὶ ἄγριον εἶναι, καὶ θεραπευόμενον μὲν ἥμερον
μὴ θεραπευόμενον δὲ ἄγριον, τῇ μὲν ὀρθῶς λέγων
τῇ δὲ οὐκ ὀρθῶς. ἐξαμελούμενον γὰρ ἅπαν
χεῖρον γίνεται καὶ ἀπαγριοῦται, θεραπευόμενον
δὲ οὐχ ἅπαν βέλτιον, ὥσπερ εἴρηται. ὃ δὴ
χωριστέον καὶ τὰ μὲν ἄγρια τὰ δ᾿ ἥμερα λεκτέον,
Ἀλλὰ τοῦτο μὲν οὐδὲν ἴσως διαφέρει ποτέρως ῥητέον. ἅπαν δὲ τὸ ἐξαγριούμενον τοῖς τε καρποῖς χεῖρον γίνεται καὶ αὐτὸ βραχύτερον καὶ φύλλοις καὶ κλωσὶ καὶ φλοιῷ καὶ τῇ ὅλῃ μορφῇ· καὶ γὰρ πυκνότερα καὶ οὐλότερα καὶ σκληρότερα καὶ ταῦτα καὶ ὅλη ἡ φύσις γίνεται, ὡς ἐν τούτοις μάλιστα τῆς διαφορᾶς τῶν ἡμέρων καὶ τῶν ἀγρίων γινομένης. δι᾿ ὃ καὶ ὅσα τῶν ἡμερουμένων τοιαῦτα τυγχάνει, ταῦτα ἄγριά φασιν εἶναι, καθάπερ τὴν πεύκην καὶ τὴν κυπάριττον, ἡ ὅλως ἡ τὴν ἄρρενα, καὶ τὴν καρύαν δὲ καὶ τὴν διοσβάλανον.
Ἔτι τε τῷ φιλόψυχρα καὶ ὀρεινὰ μᾶλλον εἶναι· καὶ γὰρ τοῦτο λαμβάνεται πρὸς τὴν ἀγριότητα τῶν δένδρων καὶ ὅλως τῶν φυτῶν, εἴτ᾿ οὖν καθ᾿ αὑτὸ λαμβανόμενον εἴτε κατὰ συμβεβηκός.
Ὁ μὲν οὖν τῶν ἀγρίων ἀφορισμὸς εἴθ᾿ οὕτως ἡ καὶ ἄλλως ληπτέος, οὐδὲν ἄν ἴσως διενέγκοι πρὸς τὰ νῦν· ἐκεῖνο δὲ ἀληθές, ὥς γε τῷ τύπῳ καὶ ἁπλῶς εἰπεῖν, ὅτι μᾶλλον ὀρεινὰ τὰ ἄγρια καὶ εὐθενεῖ τὰ πλείω καὶ μᾶλλον ἐν τούτοις τοῖς τόποις, ἐὰν μή τις λαμβάνῃ τὰ φίλυδρα καὶ παραποτάμια καὶ ἀλσώδη. ταῦτα γὰρ καὶ τὰ τοιαῦτα τυγχάνει πεδεινὰ μᾶλλον.
οὐ μὴν ἀλλ᾿
ἔν γε τοῖς μεγάλοις ὄρεσιν, οἶον Παρνησῷ τε
καὶ Κυλλήνῃ καὶ Ὀλύμπῳ τῷ Πιερικῷ τε καὶ
τῷ Μυσίῳ καὶ εἴ που τοιοῦτον ἕτερον, ἅπαντα
Οὐδὲν δ᾿ ἄτοπον οὐδ᾿ εἰ ἔνια μὴ οὕτω πάμφορα τῶν ὀρῶν, ἀλλ᾿ ἰδιωτέρας τινὸς ὕλης ἢ πάσης ἢ τῆς πλείστης, οἷον ἐν τῇ Κρήτῃ τὰ Ἰδαῖα· κυπάριττος γὰρ ἐκεῖ· καὶ τὰ περὶ Κιλικίαν καὶ Συρίαν, ἐι οἷς κέδρος· ἐνιαχοῦ δὲ τῆς Συρίας τέρμινθος. αἱ γὰρ διαφοραὶ τῆς χώρας τὴν ἰδιότητα ποιοῦσιν. ἀλλ᾿ εἴρηται τὸ ἴδιον ὡς ἐπὶ πᾶν.
III. Ἴδια δὲ τὰ τοιάδε τῶν ὀρεινῶν, ἃ ἐν τοῖς
πεδίοις οὐ φύεται, περὶ τὴν Μακεδονίαν ἐλάτη
πεύκη πίτυς ἀγρία φίλυρα ζυγία φηγὸς πύξος
ἀνδράχλη μίλος ἄρκευθος τέρμινθος ἐρινὸς
φιλύκη ἀφάρκη καρύα διοσβάλανος πρῖνος. τὰ
δὲ καὶ ἐν τοῖς πεδίοις μυρίκη πτελέα λεύκη ἰτέα
αἴγειρος κρανεία θηλυκρανεία κλήθρα δρῦς λακάρη
ἀχρὰς μηλέα ὀστρύα κήλαστρον μελία παλίουρος
ὀξυάκανθος
Ἅπαντα δὲ ὅσα κοινὰ τῶν ὀρῶν καὶ τῶν πεδίων, μείζω μὲν καὶ καλλίω τῇ ὄψει τὰ ἐν τοῖς πεδίοις γίνεται, κρείττω δὲ τῇ χρείᾳ τῇ τε τῶν ξύλων καὶ τῇ τῶν καρπῶν τὰ ὀρεινά· πλὴν ἀχράδος καὶ ἀπίου καὶ μηλέας· αὗται δ᾿ ἐν τοῖς πεδίοις κρείττους οὐ μόνον τοῖς καρποῖς ἀλλὰ καὶ τοῖς ξύλοις· ἐν γὰρ τοῖς ὄρεσι μικραὶ καὶ ὀζώδεις καὶ ἀκανθώδεις γίνονται· πάντα δὲ καὶ ἐν τοῖς ὄρεσιν, ὅταν ἐπιλάβωνται τῶν οἰκείων τόπων, καὶ καλλίω φύεται καὶ εὐθενεῖ μᾶλλον· ὡς δὲ ἀπλῶς εἰπεῖν τὰ ἐν τοῖς ὁμαλέσι τῶν ὀρῶν καὶ μάλιστα. τῶν δὲ ἄλλων τὰ ἐν τοῖς κάτω καὶ κοίλοις· τὰ δ᾿ ἐπὶ τῶν ἄκρων χείριστα, πλὴν εἴ τι τῇ φύσει φιλόψυχρον· ἔχει δὲ καὶ ταῦτ᾿ αὖ τινα διαφορὰν ἐν τοῖς ἀνομοίοις τῶν τόπων, ὑπὲρ ὧν ὕστερον λεκτέον· νῦν δὲ διαιρετέον ἕκαστον κατὰ τὰς διαφορὰς τὰς εἰρημένας.
Ἀείφυλλα μὲν οὖν ἐστι τῶν ἀγρίων ἃ καὶ πρότερον ἐλέχθη, ἐλάτη πεύκη πίτυς ἀγρία πύξος ἀνδράχλη μίλος ἄρκευθος τέρμινθος φιλύκη ἀφάρκη δάφνη φελλόδρυς κήλαστρον ὀξυάκανθος πρῖνος μυρίκη· τὰ δὲ ἄλλα πάντα φυλλοβολεῖ· πλὴν εἴ τι περιττὸν ἐνιαχοῦ, καθάπερ ἐλέχθη περὶ τῆς ἐν τῇ Κρήτῃ πλατάνου καὶ δρυὸς καί εἴ που τόπος τις ὅλως εὔτροφος.
Κάρπιμα δὲ τὰ μὲν ἄλλα πάντα· περὶ δὲ ἰτέας καὶ αἰγείρου καὶ πτελέας, ὥσπερ ἐλέχθη, διαμφισβητοῦσιν. ἔνιοι δὲ τὴν αἴγειρον μόνην ἀκαρπεῖν φασιν, ὥσπερ καὶ οἱ ἐν Ἀρκαδίᾳ, τὰ δὲ ἄλλα πάντα τὰ ἐν τοῖς ὄρεσι καρποφορεῖν. ἐν Κρήτῃ δὲ καὶ αἴγειροι κάρπιμοι πλείους εἰσί· μία μὲν ἐν τῷ στομίῳ τοῦ ἄντρου τοῦ ἐν τῇ Ἴδῃ, ἐν ᾧ τὰ ἀναθήματα ἀνάκειται, ἄλλη δὲ μικρὰ πλησίον· ἀπωτέρω δὲ μάλιστα δώδεκα σταδίους περί τινα κρήνην Σαύρου καλουμένην πολλαί. εἰσὶ δὲ καὶ ἐν τῷ πλησίον ὄρει τῆς Ἴδης ἐν τῷ Κινδρίῳ καλουμένῳ καὶ περὶ Πραισίαν δὲ ἐν τοῖς ὄρεσιν. οἱ δὲ μόνον τῶν τοιούτων τὴν πτελέαν κάρπιμον εἶναί φασι, κσθάπερ οἱ περὶ Μακεδονίαν.
Μεγάλη δὲ διαφορὰ πρὸς καρπὸν καὶ ἀκαρπίαν καὶ ἡ τῶν τόπων φύσις, ὥσπερ ἐπί τε τῆς περσέας ἔχει καὶ τῶν φοινίκων· ἡ μὲν ἐν Αἰγύπτῳ καρποφορεῖ καὶ εἴ που τῶν πλησίον τόπων, ἐν Ῥόδῳ δὲ μέχρι τοῦ ἀνθεῖν μόνον ἀφικνεῖται. ὁ δὲ φοῖνιξ περὶ μὲν Βαβυλῶνα θαυμαστός, ἐν τῇ Ἑλλάδι δὲ οὐδὲ πεπαίνει, παρ᾿ ἐνίοις δὲ ὅλως οὐδὲ προφαίνει καρπόν.
Ὁμοίως δὲ καὶ ἕτερα πλείω τοιαῦτ᾿ ἐστίν· ἐπεὶ
καὶ τῶν ἐλαττόνων ποαρίων καὶ ὑλημάτων ἐν τῇ
σχεδὸν δὲ ὅσα καλοῦσιν ἄρρενα τῶν ὁμογενῶν ἄκαρπα· καὶ τούτων τὰ μὲν πολλὰ ἀνθεῖν φασι τὰ δ᾿ ὀλίγον τὰ δ᾿ ὅλως οὐδ᾿ ἀνθεῖν· τὰ δὲ ἀνάπαλιν, τὰ μὲ ἄρρενα μόνα καρποφορεῖν, οὐ μὴν ἀλλ᾿ ἀπό γε τῶν ἀνθῶν φύεσθαι τὰ δένδρα, καθάπερ καὶ ἀπὸ τῶν καρπῶν ὅσα κάρπιμα· καὶ ἐν ἀμφοῖν οὕτως ἐνίοτε πυκνὴν εἶναι τὴν ἔκφυσιν ὥστε τοὺς ὀρεοτύπους οὐ δύνασθαι διῖέναι μὴ ὁδοποιησαμένους.
Ἀμφισβητεῖται δὲ καὶ περὶ τῶν ἀνθῶν ἐνίων,
ὥσπερ εἴπομεν. οἱ μὲν γὰρ καὶ δρῦν ἀνθεῖν
οἴονται καὶ τὴν Ἡρακλεῶτιν καρύαν καὶ διοσβάλανον,
ἔτι δὲ πεύκην καὶ πίτυν· οἱ δ᾿ οὐδὲν
τούτων, ἀλλὰ τὸν ἴουλον τὸν ἐν ταῖς καρύαις καὶ
τὸ βρύον τὸ δρύῖνον καὶ τὸν κύτταρον τὸν πίτυῖνον
IV. Ἡ δὲ βλάστησις τῶν μὲν ἅμα γίνεται καὶ τῶν ἡμέρων, τῶν δὲ μικρὸν ἐπιλειπομένη, τῶν δ᾿ ἤδη πλέον, ἁπάντων δὲ κατὰ τὴν ἠρινὴν ὥραν. ἀλλὰ τῶν καρπῶν ἡ παραλλαγὴ πλείων· ὥσπερ δὲ καὶ πρότερον εἴπομεν, οὐ κατὰ τὰς βλαστήσεις αἱ πεπάνσεις ἀλλὰ πολὺ διαφέρουσιν· ἐπεὶ καὶ τῶν ὀψικαρποτέρων, ἃ δή τινές φασιν ἐνιαυτοφορεῖν, οἷον ἄρκευθον καὶ πρῖνον, ὅμως αἱ βλαστήσεις τοῦ ἦρος. αὐτὰ δ᾿ αὑτῶν τὰ ὁμογενῆ τῷ πρότερον καὶ ὕστερον διαφέρει κατὰ τοὺς τόπους· πρῶτα μὲν γὰρ βλαστάνει τὰ ἐν τοῖς ἕλεσιν, ὡς οἱ περὶ Μακεδονίαν λέγουσι, δεύτερα δὲ τὰ ἐν τοῖς πεδίοις, ἔσχατα δὲ τὰ ἐν τοῖς ὄρεσιν.
Αὐτῶν δὲ τῶν καθ᾿ ἕκαστα δένδρων τὰ μὲν
Αἱ δὲ ἀνθήσεις ἀκολουθοῦσι μὲν ὡς εἰπεῖν κατὰ λόγον, οὐ μὴν ἀλλὰ παραλλάττουσι, μᾶλλον δὲ καὶ ἐπὶ πλέον ἡ τῶν καρπῶν τελείωσις. κρανεία μὲν γὰρ ἀποδίδωσι περὶ τροπὰς θερινὰς ἡ πρώιος σχεδὸν ὥσπερ πρῶτον· ἡ δ᾿ ὄψιος, ἣν δή τινες καλοῦσι θηλυκρανείαν, μετ᾿ αὐτὸ τὸ μετόπωρον· ἔστι δὲ ὁ ταύτης καρπὸς ἄβρωτος καὶ τὸ ξύλον ἀσθενὲς καὶ χαῦνον· τοσαυτη δὴ διαφορὰ περὶ ἄμφω.
4 τέρμινθος δὲ περὶ πυροῦ ἀμητὸν ἢ μικρῷ
καὶ τῆς
γε ἐλάτης τὸ ἄνθος κρόκινον καὶ ἄλλως καλόν·
τὸν δὲ καρπὸν ἀφιᾶσι μετὰ δύσιν Πλειάδος.
πεύκη δὲ καὶ πίτυς προτεροῦσι τῇ βλαστήσει μικρόν, ὅσον πεντεκαίδεκα ἡμέραις, τοὺς δὲ καρποὺς ἀποδιδόασι μετὰ Πλειάδα κατὰ λόγον.
Ταῦτα μὲν οὖν μετριωτέραν μὲν ἔχει παραλλαγήν· πάντων δὲ πλείστην ἡ ἄρκευθος καὶ ἡ κήλαστρος καὶ ἡ πρῖνος· ἡ μὲν γὰρ ἄρκευθος ἐνιαύσιον ἔχειν δοκεῖ· περικαταλαμβάνει γὰρ ὁ νέος τὸν περυσινόν. ὡς δέ τινές φασιν, οὐδὲ πεπαίνει, δι᾿ ὃ καὶ προαφαιροῦσι καὶ χρόνον τινὰ τηροῦσιν· ἐὰν δὲ ἐᾷ ἐπὶ τοῦ δένδρου τις, ἀποξηραίνεται.
φασὶ δὲ καὶ τὴν
πρῖνον οἱ περὶ Ἀρκαδίαν ἐνιαυτῷ τελειοῦν· ἅμα
γὰρ τὸν ἔνον πεπαίνει καὶ τὸν νέον ὑποφαίνει·
ὥστε τοῖς τοιούτοις συμβαίνει συνεχῶς τὸν καρπὸν
ἔχειν. φασὶ δέ γε καὶ τὴν κήλαστρον ὑπὸ τοῦ
τὸν δὲ καρπὸν ἄβρωτον
ἔχει παντὶ ζώῳ φίλυρα θηλυκρανεία πύξος.
ὀψίκαρπα δὲ καὶ κιττὸς καὶ ἄρκευθος καὶ
πεύκη καὶ ἀνδράχλη. ὡς δὲ οἱ περὶ Ἀρκαδίαν
φασίν, ἔτι τούτων ὀψικαρπότερα σχεδὸν
δὲ πάντων ὀψιαίτερα τετραγωνία θύεια μίλος.
αἱ μὲν οὖν τῶν καρπῶν ἀποβολαὶ καὶ
πεπάνσεις τῶν ἀγρίων τοιαύτας ἔχουσι διαφορὰς
οὐ μόνον πρὸς τὰ ἥμερα ἀλλὰ καὶ πρὸς ἑαυτά.
V. Συμβαίνει δ᾿ ὅταν ἄρξωνται βλαστάνειν
τὰ μὲν ἄλλα συνεχῆ τήν τε βλάστησιν καὶ τὴν
αὔξησιν ποιεῖσθαι, πεύκην δὲ καὶ ἐλάτην καὶ
δρῦν διαλείπειν, καὶ τρεῖς ὁρμὰς εἶναι καὶ τρεῖς
ἀφιέναι βλαστούς, δι᾿ ὃ καὶ τρίσλοποι· πᾶν γὰρ
δὴ δένδρον ὅταν βλαστάνῃ λοπᾷ· πρῶτον μὲν
ἄκρου ἔαρος εὐθὺς ἱσταμένου τοῦ Θαργηλιῶνος,
ἐν δὲ τῆ Ἴδῃ περὶ πεντεκαίδεκα μάλιστα ἡμέρας·
μετὰ δὲ ταῦτα διαλιπόντα περὶ τριάκοντα ἢ
μικρῷ πλείους ἐπιβάλλεται πάλιν ἄλλους βλαστοὺς
ἀπ᾿ ἄκρας τῆς κορυνήσεως τῆς ἐπὶ τῷ προτέρῳ
βλαστῷ· καὶ τὰ μὲν ἄνω τὰ δ᾿ εἰς τὰ
πλάγια κύκλῳ ποιεῖται τὴν βλάστησιν, οἷον γόνυ
Κατὰ δὲ ταύτην τὴν βλάστησιν καὶ ἡ κηκὶς φύεται πᾶσα, καὶ ἡ λευκὴ καὶ ἡ μέλαινα· φύεται δὲ ὡς ἐπὶ τὸ πολὺ νυκτὸς ἀθρόος· ἐφ᾿ ἡμέραν δὲ μίαν αὐξηθεῖσα, πλὴν τὴς πιττοειδοῦς, ἐὰν ὑπὸ τοῦ καύματος ληφθῇ ξηραίνεται, καὶ ἀναυξὴς ἐπὶ τὸ μεῖζον, ἐγίνετο γὰρ ἂν μείζων τῷ μεγέθει. διόπερ τινὲς αὐτῶν οὐ μεῖζον ἔχουσι κυάμου τὸ μέγεθος. ἡ δὲ μέλαινα καὶ ἐπὶ πλείους ἡμέρας ἔγχλωρός ἐστι, καὶ αὐξάνονται καὶ λαμβάνουσιν ἔνιαι μέγεθος μήλου.
Διαλείποντα δὲ μετὰ τοῦτο περὶ πεντεκαίδεκα ἡμέρας πάλιν τὸ τρίτον ἐπιβάλλεται βλαστοὺς Ἑκατομβαιῶνος, ἐλαχίστας ἡμέρας τῶν πρότερον· ἴσως γὰρ ἓξ ἢ ἑπτὰ τὸ πλεῖστον· ἡ δὲ βλάστησις ὀμοία καὶ τὸν αὐτὸν τρόπον. παρελθουσῶν δὲ τούτων οὐκέτι εἰς μῆκος ἀλλ᾿ εἰς πάχος ἡ αὔξησις τρέπεται.
Πᾶσι μὲν οὖν τοῖς δένδροις αἱ βλαστήσεις
φανεραί, μάλιστα δὲ τῇ ἐλάτῃ καὶ τῇ πεύκῃ διὰ
τὸ στοιχεῖν τὰ γόνατα καὶ ἐξ ἴσου τοὺς ὄζους
ἔχειν. ὥρα δὲ καὶ πρὸς τὸ τέμνεσθαι τὰ ξύλα
τότε διὰ τὸ λοπᾶν· ἐν γὰρ τοῖς ἄλλοις καιροῖς
οὐκ εὐπεριαίρετος ὁ φλοιός, ἀλλὰ καὶ περιαιρεθέντος
μέλαν τὸ ξύλον γίνεται καὶ τῇ ὄψει χεῖρον·
ἐπεὶ καὶ πρός γε τὴν χρείαν οὐδέν, ἀλλὰ καὶ
Ταῦτα μὲν οὖν ἴδια τῶν προειρημένων δένδρων. αἱ δὲ βλαστήσεις αἱ ἐπὶ Κυνὶ καὶ Ἀρκτούρῳ γινόμεναι μετὰ τὴν ἐαρινὴν σχεδὸν κοιναὶ πάντων· ἔνδηλοι δὲ μᾶλλον ἐν τοῖς ἡμέροις καὶ τούτων μάλιστα συκῇ καὶ ἀμπέλῳ καὶ ῥοιᾷ καὶ ὅλως ὅσα εὐτραφῆ καὶ ὅπου χώρα τοιαύτη· δι᾿ ὃ καὶ τὴν ἐπ᾿ Ἀρκτούρῳ πλείστην φασὶ γίνεσθαι περὶ Θετταλίαν καὶ Μακεδονίαν· ἅμα γὰρ συμβαίνει καὶ τὸ μετόπωρον καλὸν γίνεσθαι καὶ μακρόν, ὥστ καὶ τὴν μαλακότητα συμβάλλεσθαι τοῦ ἀέρος. ἐπεὶ καὶ ἐν Αἰγύπτῳ διὰ τοῦθ᾿ ὡς εἰπεῖν αἰεὶ βλαστάνει τὰ δένδρα, ἢ καὶ μικρόν τινα διαλείπει χρόνον.
Ἀλλὰ τὰ μὲν περὶ τὰς ἐπιβλαστήσεις, ὥσπερ
εἴρηται, κοινά, τὰ δὲ περὶ τὰς διαλείψεις ἀπὸ τῆς
πρώτης ἴδια τῶν λεχθέντων. ἴδιον δ᾿ ἐνίοις
ὑπάρχει καὶ τὸ τῆς καλουμένης κάχρυος, οἶον
τοῖς τε προειρημένοις· ἔχει γὰρ καὶ ἐλάτη καὶ
πεύκη καὶ δρῦς, καὶ ἔτι φίλυρα καὶ καρύα καὶ
διοσβάλανος καὶ πίτυς. αὗται δὲ γίνονται δρυὶ
μὲν πρὸ τῆς βλαστήσεως ὑποφαινούσης τῆς
ἠρινῆς ὥρας. ἔστι δ᾿ ὡσπερεὶ κύησις φυλλικὴ
μεταξὺ πίπτουσα τῆς ἐξ ἀρχῆς ἐποιδήσεως καὶ
τῆς φυλλικῆς βλαστήσεως· τῇ δ᾿ ὄῃ ἐστὶ τοῦ
τούτων ἕκαστον ἐκ μικρῶν σύγκειται μορίων φολιδωτῶν τῇ τάξει, καθάπερ οἱ στρόβιλοι τῆς πεύκης, ὥστε μὴ ἀνομοίαν εἶναι τὴν ὄψιν στροβίλῳ νέῳ καὶ χλωρῷ πλὴν προμηκέστερον καὶ σχεδὸν ἰσόπαχες διόλου. τοῦτο δὲ αὔξεται τὸν χειμῶνα· (καὶ ἅμα τῷ ἦρι χάσκει τὰ φολιδωτὰ καὶ ξανθὰ γίνεται), καὶ τὸ μῆκος λαμβάνει καὶ τριδάκτυλον· ὅταν δὲ τοῦ ἦρος τὸ φύλλον βλαστάνῃ, ταῦτ᾿ ἀποπίπτει καὶ τὰ τοῦ καρύου καλυκώδη περικάρπια γίνεται συμμεμυκότα κατὰ τοῦ μίσχου, τοσαῦτα ὅσα καὶ ἦν τὰ ἄνθη· τούτων δ᾿ ἐν ἑκάστῳ κάρυον ἕν. περὶ δὲ τῆς φιλύρας ἐπισκεπτέον, καὶ εἴ τι ἄλλο καχρυοφόρον.
VI. Ἔστι δὲ καὶ τὰ μὲν εὐαυξῆ τὰ δὲ δυσαυξῆ.
εὐαυξῆ μὲν τά τε πάρυδρα, οἶον πτελέα πλάτανος
λεύκη αἴγειρος ἰτέα· καί τοι περὶ ταύτης ἀμφισβητοῦσί
τινες ὡς δυσαυξοῦς· καὶ τῶν καρποφόρων
δὲ ἐλάτη πεύκη δρῦς. εὐαυξέστατον δὲ
Ἡ δὲ αὔξησις καὶ ἡ βλάστησις τῶν μὲν ἄλλων ἄτακτος κατὰ τοὺς τόπους τῶν βλαστῶν, τῆς δ᾿ ἐλάτης ὡρισμένη καὶ συνεχὴς καὶ ὕστερον. ὅταν γὰρ ἐκ τοῦ στελέχους τὰ πρῶτα σχισθῇ, πάλιν ἐξ ἐκείνου ἡ ἑτέρα σχίσις γίνεται κατὰ τὸν αὐτὸν τρόπον, καὶ τοῦτ᾿ ἀεὶ ποιεῖ κατὰ πάσας τὰς ἐπιβλαστήσεις. ἐν δὲ τοῖς ἄλλοις οὐδ᾿ οἱ ὄζοι κατ᾿ ἀλλήλους πλὴν ἐπί τινων ὀλίγων, οἷον κοτίνου καὶ ἄλλων· ἔχει δὲ καὶ τῇδε διαφορὰν ἡ αὔξησις κοινῇ πάντων ὁμοίως ἡμέρων τε καὶ ἀγρίων· τὰ μὲν γὰρ καὶ ἐκ τοῦ ἄκρου τῶν βλαστῶν καὶ ἐκ τῶν πλαγίων φύεται, καθάπερ ἄπιος ῥόα συκῆ μύρρινος σχεδὸν τὰ πλεῖστα· τὰ δ᾿ ἐκ τοῦ ἄκρου μὲν οὐκ ἀνίησιν ἐκ δὲ τῶν πλαγίων, καὶ αὐτὸ προωθεῖται τὸ ὑπάρχον, ὥσπερ καὶ τὸ ὅλον στέλεχος καὶ οἱ ἀκρεμόνες· συμβαίνει δὲ τοῦτο ἐπὶ τῆς Περσικῆς καρύας καὶ τῆς Ἡρακλεωτικῆς καὶ ἄλλων.
ἁπάντων δὲ τῶν τοιούτων εἰς ἓν φύλλον
ἀποτελευτῶσιν οἱ βλαστοί, δι᾿ ὃ καὶ εὐλόγως οὐκ
ἐπιβλαστάνει καὶ αὐξάνεται μὴ ἔχοντα ἀρχήν.
(ὁμοία δὲ τρόπον τινὰ ἡ αὔξησις καὶ τοῦ σίτου·
Βαθύρριζα δὲ οὔ φασί τινες εἶναι τὰ ἄγρια διὰ
τὸ φύεσθαι πάντα ἀπὸ σπέρματος, οὐκ ἄγαν
ὀρθῶς λέγοντες. ἐνδέχεται γὰρ ὅταν ἐμβιώσῃ
πόρρω καθιέναι τὰς ῥίζας· ἐπεὶ καὶ τῶν λαχάνων
τὰ πολλὰ τοῦτο ποιεῖ, καίπερ ἀσθενέστερα ὄντα
καὶ ἐναργῶς φυόμενα
Οἱ μὲν οὖν περὶ Ἀρκαδίαν οὕτω λέγουσιν. οἱ
δ᾿ ἐκ τῆς Ἴδης βαθυρριζότερον ἐλάτην δρυὸς ἀλλ᾿
ἐλάττους ἔχειν καὶ εὐθυρριζοτέραν εἶναι· βαθυρριζότατον
δὲ καὶ τὴν κοκκυμηλέαν καὶ τὴν Ἡρακλεωτικήν,
τὰς δὲ ῥίζας λεπτὰς καὶ ἰσχυρὰς τὴν
Ἡρακλεωτικήν, τὴν δὲ κοκκυμηλέαν πολύρριζον,
ἄμφω δ᾿ ἐμβιῶναι δεῖν· δυσώλεθρον δὲ τὴν
κοκκυμηλέαν. ἐπιπολῆς δὲ σφένδαμνον καὶ
VII. Ἀποκοπέντος δὲ τοῦ στελέχους τὰ μὲν ἄλλα πάνθ᾿ ὡς εἰπεῖν παραβλαστάνει, πλὴν ἐὰν αἱ ῥίζαι πρότερον τύχωσι πεπονηκυῖαι· πεύκη δὲ καὶ ἐλάτη τελέως ἐκ ῥιζῶν αὐτοετεῖς αὐαίνονται καὶ ἐὰν τὸ ἄκρον ἐπικοπῇ. συμβαίνει δὲ ἴδιόν τι περὶ τὴν ἐλάτην· ὅταν γὰρ κοπῇ ἢ κολουσθῇ ὑπὸ πνεύματος ἢ καὶ ἄλλου τινὸς περὶ τὸ λεῖον τοῦ στελέχους ἔχει γὰρ μέχρι τινὸς λεῖον καὶ ἄοζον καὶ ὁμαλὸν ἱκανὸν ἴστῳ πλοίου — περιφύεται μικρόν, ὑποδεέστερον εἰς ὕψος, καὶ καλοῦσιν οἱ μὲν ἄμφαυξιν οἱ δὲ ἀμφίφυαν, τῷ μὲν χρώματι μέλαν τῇ δὲ σκληρότητι ὑπερβάλλον, ἐξ οὗ τοὺς κρατῆρας ποιοῦσιν οἱ περὶ Ἀρκαδίαν· τὸ δὲ πάχος οἷον ἂν τύχῃ τὸ δένδρον, ὅσῳπερ ἂν ἰσχυρότερον καὶ ἐγχυλότερον ἢ παχύτερον.
συμβαίνει δὲ κἀκεῖνο ἴδιον ἐν ταὐτῷ τούτῳ περὶ
Φέρει δὲ τὰ μὲν ἄλλα τόν τε καρπὸν τὸν ἑαυτῶν καὶ τὰ κατ᾿ ἐνιαυτὸν ἐπιγινόμενα ταῦτα, φύλλον ἄνθος βλαστόν· τὰ δὲ καὶ βρύον ἢ ἕλικα· τὰ δὲ πλείω, καθάπερ ἥ τε πτελέα τόν τε βότρυν καὶ τὸ θυλακῶδες τοῦτο, καὶ συκῆ καὶ τὰ ἐρινὰ τὰ προαποπίπτοντα καὶ εἴ τινες ἄρα τῶν συκῶν ὀλυνθοφοροῦσιν· ἴσως δὲ τρόπον τινὰ καρπὸς οὗτος. ἀλλ᾿ ἡ Ἡρακλεωτικὴ καρύα τὸν ἴουλον καὶ ἡ πρῖνος τὸν φοινικοῦν κόκκον ἡ δὲ δάφνη τὸ βότρυον. φέρει μὲν καὶ ἡ καρποφόρος, εἰ μὴ καὶ πᾶσα ἀλλά τοι γένος τι αὐτῆς, οὐ μὴν ἀλλὰ πλέον ἡ ἄκαρπος, ἣν δὴ καὶ ἄρρενά τινες καλοῦσιν. ἀλλ᾿ ἡ πεύκη τὸν προαποπίπτοντα κύτταρον.
Πλεῖστα δὲ πάντων ἡ δρῦς παρὰ τὸν καρπόν,
οἷον τήν τε κηκίδα τὴν μικρὰν καὶ τὴν ἑτέραν
Παραφύει δ᾿ ἐνδοτέρω τῆς τῶν ῥαβδῶν μασχαλίδος
ἕτερον σφαιρίον ἄμισχον ἢ καὶ κοιλόμισχον
ἴδιον καὶ ποικίλον· τοὺς μὲν γὰρ ἐπανεστηκότας
ὀμφαλοὺς ἐπιλεύκους ἢ ἐπεστιγμένους ἔχει μέλανας
τὸ δ᾿ ἀνὰ μέσον κοκκοβαφὲς καὶ λαμπρόν·
ἀνοιγόμενον δ᾿ ἐστὶ μέλαν καὶ ἐπίσαπρον. σπάνιον
δὲ παραφύει καὶ λιθάριον κισσηροειδὲς ἐπὶ
πλεῖον. ἔτι δ᾿ ἄλλο τούτου σπανιαίτερον φυλλικὸν
συμπεπιλημένον πρόμηκες σφαιρίον. ἐπὶ δὲ
τοῦ φύλλου φύει κατὰ τὴν ῥάχιν σφαιρίον λευκὸν
διαυγὲς ὑδατῶδες, ὅταν ἁπαλὸν ᾖ· τοῦτο δὲ καὶ
Ἡ μὲν οὖν δρῦς τοσαῦτα φέρει παρὰ τὸν καρπόν. οἱ γὰρ μύκητες ἀπὸ τῶν ῥιζῶν καὶ παρὰ τὰς ῥίζας φυόμενοι κοινοὶ καὶ ἑτέρων εἰσίν. ὡσαύτως δὲ καὶ ἡ ἰξία· καὶ γὰρ αὕτη φύεται καὶ ἐν ἄλλοις· ἀλλ᾿ οὐδὲν ἧττον, ὥσπερ ἐλέχθη. πλειστοφόρον ἐστίν· εἰ δέ γε δὴ καθ᾿ Ἡσίοδον φέρει μέλι καὶ μελίττας, ἔτι μᾶλλον· φαίνεται δ᾿ οὖν καὶ ὁ μελιτώδης οὗτος χυλὸς ἐκ τοῦ ἀέρος ἐπὶ ταύτῃ μάλιστα προσίζειν. φασὶ δὲ καὶ ὅταν κατακαυθῇ γίνεσθαι λίτρον ἐξ αὐτῆς. ταῦτα μὲν οὖν ἴδια τῆς δρυός.
VΙΙΙ. Πάντων δέ, ὥσπερ ἐλέχθη, τῶν δένδρων ὡς καθ᾿ ἕκαστον γένος λαβεῖν διαφοραὶ πλείους εἰσίν· ἡ μὲν κοινὴ πᾶσιν, ᾗ διαιροῦσι τὸ θῆλυ καὶ τὸ ἄρρεν, ὧν τὸ μὲν καρποφόρον τὸ δὲ ἄκαρπον ἐπί τινων. ἐν οἷς δὲ ἄμφω καρποφόρα τὸ θῆλυ καλλικαρπότερον καὶ πολυκαρπότερον· πλὴν ὅσοι ταῦτα καλοῦσιν ἄρρενα, καλοῦσι γάρ τινες. παραπλησία δ᾿ ἡ τοιαύτη διαφορὰ καὶ ὡς τὸ ἥμερον διήρηται πρὸς τὸ ἄγριον. ἑτέρα δὲ κατ᾿ εἶδος αὐτῶν τῶν ὁμογενῶν· ὑπὲρ ὧν λεκτέον ἅμα συνεμφαίνοντας καὶ τὰς ἰδίας μορφὰς τῶν μὴ φανερῶν καὶ γνωρίμων.
Δρυὸς δὴ γένη—ταύτην γὰρ μάλιστα διαιροῦσι· καὶ ἔνιοί γε εὐθὺς τὴν μὲν ἥμερον καλοῦσι τὴν δ᾿ ἀγρίαν οὐ τῇ γλυκύτητι τοῦ καρποῦ διαιροῦντες· ἐπεὶ γλυκύτατός γε ὁ τῆς φηγοῦ, ταύτην δ᾿ ἀγρίαν ποιοῦσιν· ἀλλὰ τῷ μᾶλλον ἐν τοῖς ἐργασίμοις φύεσθαι καὶ τὸ ξύλον ἔχειν λειότερον, τὴν δὲ φηγὸν τραχὺ καὶ ἐν τοῖς ὀρεινοῖς—γένη μὲν οὖν οἱ μὲν τέτταρα ποιοῦσιν οἱ δὲ πέντε. διαλλάττουσι δ᾿ ἔνια τοῖς ὀνόμασιν, οἷον τὴν τὰς γλυκείας φέρουσαν οἱ μὲν ἡμερίδα καλοῦντες οἱ δ᾿ ἐτυμόδρυν. ὁμοίως δὲ καὶ ἐπ᾿ ἄλλων. ὡς δ᾿ οὖν οἱ περὶ τὴν Ἴδην διαιροῦσι, τάδ᾿ ἐστὶ τὰ εἴδη· ἡμερὶς αἰγίλωψ πλατύφυλλος φηγὸς ἁλίφλοιος· οἱ δὲ εὐθύφλοιον καλοῦσιν. κάρπιμα μὲν πάντα· γλυκύτατα δὲ τὰ τῆς φηγοῦ, καθάπερ εἴρηται, καὶ δεύτερον τὰ τῆς ἡμερίδος, ἔπειτα τῆς πλατυφύλλου, καὶ τέταρτον ἡ ἁλίφλοιος, ἔσχατον δὲ καὶ πικρότατον ἡ αἰγίλωψ.
οὐχ ἅπασαι δὲ
γλυκεῖαι ἐν τοῖς γένεσιν ἀλλ᾿ ἐνίοτε καὶ πικραί,
καθάπερ ἡ φηγός. διαφέρουσι δὲ καὶ τοῖς
μεγέθεσι καὶ τοῖς σχήμασι καὶ τοῖς χρώμασι
τῶν βαλάνων. ἴδιον δὲ ἔχουσιν ἥ τε φηγὸς καὶ
ἡ ἁλίφλοιος· ἀμφότεραι γὰρ παραλιθάζουσιν ἐν
τοῖς ἄρρεσι καλουμένοις ἐξ ἄκρων τῶν βαλάνων
ἑκατέρωθεν, αἱ μὲν πρὸς τῷ κελύφει αἱ δὲ πρὸς
Διαφέρουσι δὲ καὶ τοῖς φύλλοις καὶ τοῖς στελέχεσι καὶ τοῖς ξύλοις καὶ τῇ ὅλῃ μορφῇ. ἡ μὲν γὰρ ἡμερὶς οὐκ ὀρθοφυὴς οὐδὲ λεία οὐδὲ μακρά· περίκομος γὰρ ἡ φυτεία καὶ ἐπεστραμμένη καὶ πολυμάσχαλος, ὥστε ὀζώδη καὶ βραχεῖαν γίνεσθαι· τὸ δὲ ξύλον ἰσχυρὸν μὲν ἀσθενέστερον δὲ τῆς φηγοῦ· τοῦτο γὰρ ἰσχυρότατον καὶ ἀσαπέστατον. οὐκ ὀρθοφυὴς δὲ οὐδ᾿ αὕτη ἀλλ᾿ ἧττον ἔτι τῆς ἡμερίδος, τὸ δὲ στέλεχος παχύτατον, ὥστε καὶ τὴν ὅλην μορφὴν βραχεῖαν εἶναι· καὶ γὰρ ἡ φυτεία περίκομος καὶ ταύτῃ καὶ οὐκ εἰς ὀρθόν. ἡ δὲ αἰγίλωψ ὀρθοφυέστατον καὶ ὑψηλότατον καὶ λειότατον καὶ τὸ ξύλον εἰς μῆκος ἰσχυρότατον. οὐ φύεται δὲ ἐν τοῖς ἐργασίμοις ἢ σπανίως.
Ἡ δὲ πλατύφυλλος δεύτερον ὀρθοφυίᾳ καὶ
μήκει, πρὸς δὲ τὴν χρείαν τὴν οἰκοδομικὴν χείριστον
μετὰ τὴν ἁλίφλοιον, φαῦλον δὲ καὶ εἰς τὸ
καίειν καὶ ἀνθρακεύειν, ὥσπερ καὶ τὸ τῆς ἁλιφλοίου,
καὶ θριπηδέστατον μετ᾿ ἐκείνην· ἡ γὰρ
ἁλίφλοιος παχὺ μὲν ἔχει τὸ στέλεχος χαῦνον δὲ
καὶ κοῖλον ἐὰν ἔχῃ πάχος ὡς ἐπὶ τὸ πολύ, δι᾿
ὃ καὶ ἀχρεῖον εἰς τὰς οἰκοδομάς· ἔτι δὲ σήπεται
τάχιστα· καὶ γὰρ ἔνυγρόν ἐστι τὸ δένδρον· δι᾿ ὃ
καὶ κοίλη γίνεται. φασὶ δέ τινες οὐδ᾿ ἐγκάρδιον
εἶναι μόνῃ. λέγουσιν ὡς καὶ κεραυνοβλῆτες
αὗται μόναι γίνονται καίπερ ὕψος οὐκ ἔχουσαι
Κηκίδας δὲ πάντα φέρει τὰ γένη, μόνη δὲ εἰς τὰ δέρματα χρησίμην ἡ ἡμερίς. ἡ δὲ τῆς αἰγίλωπος καὶ τῆς πλατυφύλλου τῇ μὲν ὄψει παρομοία τῇ τῆς ἡμερίδος, πλὴν λειοτέρα, ἀχρεῖος δέ. φέρει καὶ τὴν ἑτέραν τὴν μέλαιναν ᾗ τὰ ἔρια βάπτουσιν. ὃ δὲ καλοῦσί τινες φάσκον ὅμοιον τοῖς ῥακίοις ἡ αἰγίλωψ μόνη φέρει πολιὸν καὶ τραχύ· καὶ γὰρ πηχυαῖον κατακρεμάννυται, καθάπερ τρύχος ὀθονίου μακρόν. φύεται δὲ τοῦτο ἐκ τοῦ φλοιοῦ καὶ οὐκ ἐκ τῆς κορύνης ὅθεν ἡ βάλανος, οὐδ᾿ ἐξ ὀφθαλμοῦ ἀλλ᾿ ἐκ τοῦ πλαγίου τῶν ἄνωθεν ὄζων. ἡ δ᾿ ἀλίφλοιος ἐπίμελαν τοῦτο φύει καὶ βραχύ.
Οἱ μὲν οὖν ἐκ τῆς Ἴδης οὕτως διαιροῦσιν. οἱ
δὲ περὶ Μακεδονίαν τέτταρα γένη ποιοῦσιν,
ἐτυμόδρυν ἣ τὰς γλυκείας, πλατύφυλλον ἣ τὰς
πικράς, φηγὸν ἣ τὰς στρογγύλας, ἄσπριν· ταύτην
δὲ οἱ μὲν ἄκαρπον ὅλως οἱ δὲ φαῦλον τὸν καρπόν,
ὥστε μηδὲν ἐσθίειν ζῶον πλὴν ὑός, καὶ ταύτην
ὅταν ἑτέραν μὴ ἔχῃ· καὶ τὰ πολλὰ λαμβάνεσθαι
περικεφαλαίᾳ. μοχθηρὰ δὲ καὶ τὰ ξύλα· πελεκηθέντα
τὸ δὲ τῆς ἁλιφλοίου χρήσιμον εἰς
τοὺς ἄξονας μόνον καὶ τὰ τοιαῦτα. δρυὸς μὲν
οὖν ταύτας ποιοῦσι τὰς ἰδέας.
IX. Τῶν δὲ ἄλλων ἐλάττους· καὶ σχεδὸν τά
γε πλεῖστα διαιροῦσι ἄρρενι καὶ θήλει, καθάπερ
εἴρηται, πλὴν ὀλίγων ὦν ἐστι καὶ ἡ πεύκη·
πεύκης γὰρ τὸ μὲν ἥμερον ποιοῦσι τὸ δ᾿ ἄγριον,
τῆς δ᾿ ἀγρίας δύο γένη· καλοῦσι δὲ τὴν μὲν Ἰδαίαν
τὴν δὲ παραλίαν· τούτων δὲ ὀρθοτέρα καὶ μακροτέρα
καὶ τὸ φύλλον ἔχουσα παχύτερον ἡ Ἰδαία,
τὸ δὲ φύλλον λεπτότερον καὶ ἀμενηνότερον ἡ
παραλία καὶ λειότερον τὸν φλοιὸν καὶ εἰς τὰ
δέρματα χρήσιμον· ἡ δὲ ἑτέρα οὔ. καὶ τῶν
στροβίλων ὁ μὲν τῆς παραλίας στρογγύλος τε
καὶ διαχάσκων ταχέως, ὁ δὲ τῆς Ἰδαίας μακρότερος
καὶ χλωρὸς καὶ ἧττον χάσκων ὡς ἂν
ἀγριώτερος· τὸ δὲ ξύλον ἰσχυρότερον τὸ τῆς
παραλίας· δεῖ γὰρ καὶ τὰς τοιαύτας διαφορὰς
Ὀρθότερον δὲ καὶ παχύτερον, ὥσπερ εἴπομεν, ἡ Ἰδαία, καὶ πρὸς τούτοις πιττωδέστερον ὅλως τὸ δένδρον, μελαντέρᾳ δὲ πίττῃ καὶ γλυκυτέρᾳ καὶ λεπτοτέρᾳ καὶ εὐωδεστέρᾳ, ὅταν ᾖ ὠμή· ἑψηθεῖσα δὲ χείρων ἐκβαίνει διὰ τὸ πολὺν ἔχειν τὸν ὀρρόν. ἐοίκασι δ᾿ ἅπερ οὗτοι διαιροῦσιν ὀνόμασιν ἰδίοις οἱ ἄλλοι διαιρεῖν τῷ ἄρρενι καὶ θήλει. φασὶ δ᾿ οἱ περὶ Μακεδονίαν καὶ ἄκαρπόν τι γένος ὅλως εἶναι πεύκης, καὶ τὸ μὲν ἄρρεν βραχύτερόν τε καὶ σκληροφυλλότερον, τὸ δὲ θῆλυ εὐμηκέστερον, καὶ τὰ φύλλα λιπαρὰ καὶ ἁπαλὰ καὶ κεκλιμένα μᾶλλον ἔχειν· ἔτι δὲ τὰ ξύλα τῆς μὲν ἄρρενος περίμητρα καὶ σκληρὰ καὶ ἐν ταῖς ἐργασίαις στρεφόμενα, τῆς δὲ θηλείας εὐεργὰ καὶ ἀστραβῆ καὶ μαλακώτερα.
Σχεδὸν δὲ κοινή τις ἡ διαφορὰ πάντων τῶν
ἀρρένων καὶ θηλειῶν, ὡς οἱ ὑλοτόμοι φασίν. ἅπαν
γὰρ τὸ ἄρρεν τῇ πελεκήσει καὶ βραχύτερον καὶ
ἐπεστραμμένον μᾶλλον καὶ δυσεργότερον καὶ τῷ
χρώματι μελάντερον, τὸ δὲ θῆλυ εὐμηκέστερον·
ἐπεὶ καὶ τὴν αἰγίδα τὴν καλουμένην ἡ θήλεια τῆς
πεύκης ἔχει· τοῦτο δ᾿ ἐστὶ τὸ ἐγκάρδιον αὐτῆς·
Πεύκης μὲν οὖν ταῦτα γένη ποιοῦσιν, ἥμερόν
τε καὶ ἄγριον, καὶ τῆς ἀγρίας ἄρρενά τε καὶ
θήλειαν καὶ τρίτην τὴν ἄκαρπον. οἱ δὲ περὶ τὴν
Ἀρκαδίαν οὔτε τὴν ἄκαρπον λέγουσιν οὔτε τὴν
ἥμερον πεύκην, ἀλλὰ πίτυν εἶναί φασι· καὶ γὰρ τὸ
στέλεχος ἐμφερέστατον εἶναι τῇ πίτυι καὶ ἔχειν
τήν τε λεπτότητα καὶ τὸ μέγεθος καὶ ἐν ταῖς
ἐργασίαις ταὐτὸ τὸ ξύλον· τὸ γὰρ τῆς πεύκης καὶ
παχύτερον καὶ λειότερον καὶ ὑψηλότερον εἶναι·
καὶ τὰ φύλλα τὴν μὲν πεύκην ἔχειν πολλὰ καὶ
λιπαρὰ καὶ βαθέα καὶ κεκλιμένα, τὴν δὲ πίτυν
καὶ τὴν κωνοφόρον ταύτην ὀλίγα τε καὶ αὐχμωδέστερα
καὶ πεφρικότα μᾶλλον·
Ἡ δὲ πίτυς δοκεῖ τῆς πεύκης καὶ διαφέρειν τῷ λιπαρωτέρα τε εἶναι καὶ λεπτοφυλλοτέρα καὶ τὸ μέγεθος ἐλάττων καὶ ἧττον ὀρθοφυής· ἔτι δὲ τὸν κῶνον ἐλάττω φέρειν καὶ πεφρικότα μᾶλλον καὶ τὸ κάρυον πιττωδέστερον· καὶ τὰ ξύλα λευκότερα καὶ ὁμοιότερα τῇ ἐλάτῃ καὶ τὸ ὅλον ἄπευκα. διαφορὰν δ᾿ ἔχει καὶ ταύτην μεγάλην πρὸς τὴν πεύκην· πεύκην μὲν γὰρ ἐπικαυθεισῶν τῶν ῥιζῶν οὐκ ἀναβλαστάνειν, τὴν πίτυν δέ φασί τινες ἀναβλαστάνειν, ὥσπερ καὶ ἐν Λέσβῳ ἐμπρησθέντος τοῦ Πυρραίων ὄρους τοῦ πιτυώδους. νόσημα δὲ ταῖς πεύκαις τοιοῦτόν τι λέγουσι συμβαίνειν οἱ περὶ τὴν Ἴδην ὤσι᾿ , ὅταν μὴ μόνον τὸ ἐγκάρδιον ἀλλὰ καὶ τὸ ἔξω τοῦ στελέχους ἔνδᾳδον γένηται. τηνικαῦτα ὥσπερ ἀποπνίγεσθαι. τοῦτο δὲ αὐτόματον συμβαίνει δι᾿ εὐτροφίαν τοῦ δένδρου, ὡς ἄν τις εἰκάσειεν· ὅλον γὰρ γίνεται δᾴς· περὶ μὲν οὖν τὴν πεύκην ἴδιον τοῦτο πάθος.
Ἐλάτη δ᾿ ἐστὶν ἡ μὲν ἄρρην ἡ δὲ θήλεια, διαφορὰς
δ᾿ ἔχουσα τοῖς φύλλοις· ὀξύτερα γὰρ καὶ
κεντητικώτερα τὰ τοῦ ἄρρενος καὶ ἐπεστρομμένα
μᾶλλον, δι᾿ ὃ καὶ οὐλότερον τῇ ὄψει φαίνεται τὸ
δένδρον ὅλον. καὶ τῷ ξύλῳ· λευκότερον γὰρ καὶ
μαλακώτερον καὶ εὐεργέστερον τὸ τῆς θηλείας καὶ
Διαφέρει δὲ καὶ κατὰ τὸ ξύλον οὐ μικρόν· τὸ
μὲν γὰρ τῆς ἐλάτης ἰνῶδες καὶ μαλακὸν καὶ κοῦφον,
τὸ δὲ τῆς πεύκης δᾳδῶδες καὶ βαρὺ καὶ
σαρκωδέστερον. ὄζους δὲ ἔχει πλείους μὲν ἡ
πεύκη σκληροτέρους δ᾿ ἡ ἐλάτη, σχεδὸν δὲ πάντων
ὡς εἰπεῖν σκληροτέρους, τὸ δὲ ξύλον μαλακώτερον.
ὅλως δὲ οἱ ὄζοι πυκνότατοι καὶ στερεώτατοι
μόνον οὐ διαφανεῖς ἐλάτης καὶ πεύκης καὶ
τῷ χρώματι δᾳδώδεις καὶ μάλιστα διάφοροι τοῦ
ξύλου, μᾶλλον δὲ τῆς ἐλάτης. ἔχει δέ, ὥσπερ ἡ
πεύκη τὴν αἰγίδα, καὶ ἡ ἐλάτη τὸ λευκὸν λοῦσσον
Οἱ δὲ περὶ Ἀρκαδίαν ἀμφότερα καλοῦσιν αἰγίδα καὶ τὴν τῆς πεύκης καὶ τὴν τῆς ἐλάτης, καὶ εἶναι πλείω τὴν τῆς ἐλάτης ἀλλὰ καλλίω τὴν τῆς πεύκης· εἶναι γὰρ τῆς μὲν ἐλάτης πολλήν τε καὶ λείαν καὶ πυκνήν, τῆς δὲ πεύκης ὀλίγην, τὴν μέντοι οὖσαν οὐλοτέραν καὶ ἰσχυροτέραν καὶ τὸ ὅλον καλλίω. οὗτοι μὲν οὖν ἐοίκασι τοῖς ὀνόμασι διαφωνεῖν. ἡ δὲ ἐλάτη ταύτας ἔχει τὰς διαφορὰς πρὸς τὴν πεύκην καὶ ἔτι τὴν περὶ τὴν ἄμφαυξιν, ἣν πρότερον εἴπομεν.
X. Ὀξύη δ᾿ οὐκ ἔχει διαφορὰς ἀλλ᾿ ἐστὶ μονογενές·
ὀρθοφυὲς δὲ καὶ λεῖον καὶ ἄνοζον καὶ πάχος
καὶ ὕψος ἔχον σχεδὸν ἴσον τῇ ἐλάτῃ· καὶ τἆλλα
δὲ παρόμοιον τε τὸ δένδρον· ξύλον δὲ εὔχρουν
ἰσχυρὸν εὔινον καὶ φλοιὸν λεῖον καὶ παχύν, φύλλον
δ᾿ ἀσχιδὲς προμηκέστερον ἀπίου καὶ ἐπακάνθιζον
ἐξ ἄκρου, ῥίζας οὔτε πολλὰς οὔτε κατὰ
βάθους· ὁ δὲ καρπὸς λεῖος βαλανώδης ἐν ἐχίνῳ
οὐκ ἀνακάνθῳ καὶ λείῳ, καὶ οὐχ ὡς ἡ
διοσβάλανος ἀκανθώδει, προσεμφερὴς δὲ καὶ
κατὰ γλυκύτητα καὶ κατὰ τὸν χυλὸν ἐκείνῳ.
γίνεται δὲ καὶ ἐν τῷ ὄρει λευκή, ἣ καὶ χρήσιμον
ἔχει τὸ ξύλον πρὸς πολλά· καὶ γὰρ πρὸς ἁμαξουργίαν
καὶ πρὸς κλινοπηγίαν καὶ εἰς διφρουργίαν
καὶ εἰς τραπεζίαν καὶ εἰς ναυπηγίαν· ἡ δ᾿ ἐν
τοῖς πεδίοις μέλαινα καὶ ἄχρηστος πρὸς ταῦτα·
τὸν δὲ καρπὸν ἔχουσι παραπλήσιον.
Μονογενὴς δὲ καὶ ἡ μίλος, ὀρθοφυὴς δὲ καὶ εὐαυξὴς καὶ ὁμοία τῇ ἐλάτῃ, πλὴν οὐχ ὑψηλὸν οὕτω, πολυμάσχαλον δὲ μᾶλλον. ὅμοιον δὲ καὶ τὸ φύλλον ἔχει τῇ ἐλάτῃ, λιπαρώτερον δὲ καὶ μαλακώτερον. τὸ δὲ ξύλον ἡ μὲν ἐξ Ἀρκαδίας μέλαν καὶ φοινικοῦν, ἡ δ᾿ ἐκ τῆς Ἴδης ξανθὸν σφόδρα καὶ ὅμοιον τῇ κέδρῳ, δι᾿ ὃ καὶ τοὺς πωλοῦντάς φασιν ἐξαπατᾶν ὡς κέδρον πωλοῦντας· πᾶν γὰρ εἶναι καρδίαν, ὅταν ὁ φλοιὸς περιαιρεθῇ· ὅμοιον δὲ καὶ τὸν φλοιὸν ἔχειν καὶ τῇ τραχύτητι καὶ τῷ χρώματι τῇ κέδρῳ, ῥίζας δὲ μικρὰς καὶ λεπτὰς καὶ ἐπιπολαίους. σπάνιον δὲ τὸ δένδρον περὶ τὴν Ἴδην, περὶ δὲ Μακεδονίαν καὶ Ἀρκαδίαν πολύ· καὶ καρπὸν φέρει στρογγύλον μικρῷ μείζω κυάμου, τῷ χρώματι δ᾿ ἐρυθρὸν καὶ μαλακόν· φασὶ δὲ τὰ μὲν λόφουρα ἐὰν φάγῃ τῶν φύλλων ἀποθνήσκειν, τὰ δὲ μηρυκάζοντα οὐδὲν πάσχειν. τὸν δὲ καρπὸν ἐσθίουσι καὶ τῶν ἀνθρώπων τινὲς καὶ ἔστιν ἡδὺς καὶ ἀσινής.
Ἔστι δὲ καὶ ἡ ὄστρυς μονοειδής, ἣν καλοῦσί τινες ὀστρύαν, ὁμοφυὲς τῇ ὀξύᾳ τῇ τε φυτείᾳ καὶ τῷ φλοιῷ· φύλλα δὲ ἀπιοειδῆ τῷ σχήματι, πλὴν προμηκέστερα πολλῷ καὶ εἰς ὀξὺ συνηγμένα καὶ μείζω, πολύϊνα δέ, ἀπὸ τῆς μέσης εὐθείας καὶ μεγάλης τῶν ἄλλων πλευροειδῶς κατατεινουσῶν καὶ πάχος ἐχουσῶν· ἔτι δὲ ἐρρυτιδωμένα κατὰ τὰς ἶνας καὶ χαραγμὸν ἔχοντα κύκλῳ λεπτόν· τὸ δὲ ξύλον σκληρὸν καὶ ἄχρουν, ἔκλευκον· καρπὸν δὲ μικρὸν πρόμακρον ὅμοιον κριθῇ ξανθόν· ῥίζας δὲ ἔχει μετεώρους· ἔνυδρον δὲ καὶ φαραγγῶδες. λέγεται δὲ ὡς οὐκ ἐπιτήδειον εἰς οἰκίαν εἰσφέρειν· δυσθανατεῖν γάρ φασι καὶ δυστοκεῖν οὗ ἂν ᾖ
Τῆς δὲ φιλύρας ἡ μὲν ἄρρην ἐστὶ ἡ δὲ θήλεια·
διαφέρουσι δὲ τῇ μορφῇ τῇ ὅλῃ καὶ τῇ τοῦ ξύλου καὶ
τῷ τὸ μὲν εἶναι κάρπιμον τὸ δ᾿ ἄκαρπον. τὸ μὲν
γὰρ τῆς ἄρρενος ξύλον σκληρὸν καὶ ξανθὸν καὶ
ὀζωδέστερον καὶ πυκνότερόν ἐστι, ἔτι δ᾿ εὐωδέστερον,
τὸ δὲ τῆς θηλείας λευκότερον. καὶ ὁ
φλοιὸς τῆς μὲν ἄρρενος παχύτερος καὶ περιαιρεθεὶς
ἀκαμπὴς διὰ τὴν σκληρότητα, τῆς δὲ θηλείας λεπτότερος
καὶ εὐκαμπής, ἐξ οὖ τὰς κίστας ποιοῦσιν·
καὶ ἡ μὲν ἄκαρπος καὶ ἀνανθής, ἡ δὲ θήλεια
καὶ ἄνθος ἔχει καὶ καρπόν· τὸ μὲν ἄνθος καλυκῶδες
παρὰ τὸν τοῦ φύλλου μίσχον καὶ παρὰ
ὁ δὲ καρπὸς στρογγύλος πρόμακρος ἡλίκος κύαμος ὅμοιος τῷ τοῦ κιττοῦ, γωνίας ἔχων ὁ ἁδρὸς πέντε οἷον ἰνῶν ἐξεχουσῶν καὶ εἰς ὀξὺ συναγομένων· ὁ δὲ μὴ ἁδρὸς ἀδιαρθρότερος· διακνιζόμενος δὲ ὁ ἁδρὸς ἔχει μίκρ᾿ ἄττα καὶ λεπτὰ σπερμάτια ἡλίκα καὶ ὁ τῆς ἀδραφάξυος. τὸ δὲ φύλλον καὶ ὁ φλοιὸς ἡδέα καὶ γλυκέα· τὴν δὲ μορφὴν κιττῶδες τὸ φύλλον, πλὴν ἐκ προσαγωγῆς μᾶλλον ἡ περιφέρεια, κατὰ τὸ πρὸς τῷ μίσχῳ κυρτότατον, ἀλλὰ κατὰ μέσον εἰς ὀξύτερον τὴν συναγωγὴν ἔχον καὶ μακρότερον, ἔπουλον δὲ κύκλῳ καὶ κεχαραγμένον. μήτραν δ᾿ ἔχει τὸ ξύλον μικρὰν καὶ οὐ πολὺ μαλακωτέραν τοῦ ἄλλου· μαλακὸν γὰρ καὶ τὸ ἄλλο ξύλον.
ΧΙ. Τῆς δὲ σφενδάμνου, καθάπερ εἴπομεν, δύο
γένη ποιοῦσιν, οἱ δὲ τρία· ἓν μὲν δὴ τῷ κοινῷ
προσαγορεύουσι σφένδαμνον, ἕτερον δὲ ζυγίαν,
τρίτον δὲ κλινότροχον, ὡς οἱ περὶ Στάγειρα. διαφορὰ
δ᾿ ἐστὶ τῆς ζυγίας καὶ τῆς σφενδάμνου ὅτι
ἡ μὲν σφένδαμνος λευκὸν ἔχει τὸ ξύλον καὶ
εὐινότερον, ἡ δὲ ζυγία ξανθὸν καὶ οὖλον· τὸ δὲ
φύλλον εὐμέγεθες ἄμφω, τῇ σχίσει ὅμοιον τῷ
γίνεται δὲ μάλιστα ἐν τοῖς ἐφύδροις, ὡς οἱ περὶ τὴν Ἴδην λέγουσι, καὶ ἔστι σπάνιον. περὶ ἄνθους δὲ οὐκ ῇδεσαν· τὸν δὲ καρπὸν οὐ λίαν μὲν προμήκη, παρόμοιον δὲ τῷ παλιούρῳ πλὴν προμηκέστερον. οἱ δ᾿ ἐν τῷ Ὀλύμπῳ τὴν μὲν ζυγίαν ὄρειον μᾶλλον, τὴν δὲ σφένδαμνον καὶ ἐν τοῖς πεδίοις φύεσθαι· εἶναι δὲ τὴν μὲν ἐν τῷ ὄρει φυομένην ξανθὴν καὶ εὔχρουν καὶ οὔλην καὶ στερεάν, ᾗ καὶ πρὸς τὰ πολυτελῆ τῶν ἔργων χρῶνται, τὴν δὲ πεδεινὴν λευκήν τε καὶ μανοτέραν καὶ ἧττον οὔλην· καλοῦσι δ᾿ αὐτὴν ἔνιυι γλεῖνον, οὐ σφένδαμνον. . . . καὶ τῆς ἄρρενος οὐλότερα τὰ ξύλα συνεστραμμένα, καὶ ἐν τῷ πεδίῳ ταύτην φύεσθαι μᾶλλον καὶ βλαστάνειν πρωίτερον.
Ἔστι δὲ καὶ μελιας γενη δυο. τούτων δ᾿ ἡ
μὲν ὑψηλὴ καὶ εὐμήκης ἐστὶ τὸ ξύλον ἔχουσα
λευκὸν καὶ εὔινον καὶ μαλακώτερον καὶ ἀνοζότερον
πυκνόρριζον δὲ καὶ παχύρριζον
καὶ μετέωρον. καρπὸν δὲ οἱ μὲν περὶ τὴν Ἴδην
οὐχ ὑπελάμβανον ἔχειν οὐδ᾿ ἄνθος· ἔχει δ᾿ ἐν
λοβῷ λεπτῷ καρπὸν καρυηρὸν ὡς τῶν ἀμυγδαλῶν
ὑπόπικρον τῇ γεύσει. φέρει δὲ καὶ ἕτερ᾿
ἄττα οἷον βρύα, καθάπερ ἡ δάφνη, πλὴν στιφρότερα·
καὶ ἕκαστον καθ᾿ αὑτὸ σφαιροειδές, ὥσπερ
τὰ τῶν πλατάνων· τούτων δὲ τὰ μὲν περὶ τὸν
καρπόν, τὰ δ᾿ ἀπηρτημένα πολύ, καὶ τὰ πλεῖστα
οὕτω. φύεται δὲ ἡ μὲν λεία περὶ τὰ βαθυάγκη
μάλιστα καὶ ἔφυδρα, ἡ δὲ τραχεῖα καὶ περὶ τὰ ξηρὰ
καὶ πετρώδη. ἔνιοι δὲ καλοῦσι τὴν μὲν μελίαν
μεῖζον δὲ καὶ μανότερον ἡ βουμέλιος, δι᾿ ὃ καὶ ἧττον οὖλον. φύσει δὲ τὸ μὲν πεδεινὸν καὶ τραχύ. τὸ δ᾿ ὀρεινὸν καὶ λεῖον· ἔστι δὲ ἡ μὲν ἐν τοῖς ὄρεσι φυομένη εὔχρους καὶ λεία καὶ στερεὰ καὶ γλίσχρα, ἡ δ᾿ ἐν τῷ πεδίῳ ἄχρους καὶ μανὴ καὶ τραχεῖα. (τὸ δ᾿ ὅλον ὡς εἰπεῖν τὰ δένδρα ὅσα καὶ ἐν τῷ πεδίῳ καὶ ἐν τῷ ὄρει φύεται, τὰ μὲν ὀρεινὰ εὔχροά τε καὶ στερεὰ καὶ λεῖα γίνεται, καθάπερ ὀξύη πτελέα τὰ ἄλλα· τὰ δὲ πεδεινὰ μανότερα καὶ ἀχρούστερα καὶ χείρω, πλὴν ἀπίου καὶ μηλέας καὶ ἀχράδος, ὡς οἱ περὶ τὸν Ὄλυμπόν φασι· ταῦτα δ᾿ ἐν τῷ πεδίῳ κρείττω καὶ τῷ καρπῷ καὶ τοῖς ξύλοις· ἐν μὲν γὰρ τῷ ὄρει τραχεῖς καὶ ἀκανθώδεις καὶ ὀζώδεις εἰσίν, ἐν δὲ τῷ πεδίῳ λειότεροι καὶ μείζους καὶ τὸν καρπὸν ἔχουσι γλυκύτερον καὶ σαρκωδέστερον· μεγέθει δὲ αἰεὶ μείζω τὰ πεδεινά.)
ΧΙΙ. Κρανείας δὲ τὸ μὲν ἄρρεν τὸ δὲ θῆλυ,
ἣν δὴ καὶ θηλυκρανείαν καλοῦσιν. ἔχουσι δὲ
φύλλον μὲν ἀμυγδαλῇ ὅμοιον, πλὴν λιπωδέστερον
καὶ παχύτερον, φλοιὸν δ᾿ ἰνώδη λεπτόν· τὸ δὲ
στέλεχος οὐ παχὺ λίαν, ἀλλὰ παραφύει ῥάβδους
ὥσπερ ἄγνος· ἐλάττους δὲ ἡ θηλυκρανεία καὶ
θαμνωδέστερόν ἐστιν. τοὺς δὲ ὄζους ὁμοίως
ἔχουσιν ἄμφω τῇ ἄγνῳ καὶ κατὰ δύο καὶ κατ᾿
τὸ δ᾿ ὕψος τοῦ ἄρρενος δώδεκα μάλιστα πηχέων, ἡλίκη τῶν σαρισσῶν ἡ μεγίστη· τὸ γὰρ ὅλον στέλεχος ὕψος οὐκ ἴσχει. φασὶ δ᾿ οἱ μὲν ἐν τῇ Ἴδῃ τῇ Τρωάδι τὸ μὲν ἄρρεν ἄκαρπον εἶναι τὸ δὲ θῆλυ κάρπιμον. πυρῆνα δ᾿ ὁ καρπὸς ἔχει παραπλήσιον ἐλάᾳ, καὶ ἐσθιόμενος γλυκὺς καὶ εὐώδης· ἄνθος δὲ ὅμοιον τῷ τῆς ἐλάας, καὶ ἀπανθεῖ δὲ καὶ καρποφορεῖ τὸν αὐτὸν τρόπον τῷ ἐξ ἑνὸς μίσχου πλείους ἔχειν, σχεδὸν δὲ καὶ τοῖς χρόνοις παραπλησίως. οἱ δ᾿ ἐν Μακεδονίᾳ καρποφορεῖν μὲν ἄμφω φασὶν τὸν δὲ τῆς θηλείας ἄβρωτον εἶναι· τὰς ῥίζας δ᾿ ὁμοίας ἔχει ταῖς ἄγνοις ἰσχυρὰς καὶ ἀνωλέθρους. γίνεται δὲ καὶ περὶ τὰ ἔφυδρα καὶ οὐκ ἐν τοῖς ξηροῖς μόνον· φύεται δὲ καὶ ἀπὸ σπέρματος καὶ ἀπὸ παρασπάδος.
Κέδρον δὲ οἱ μέν φασιν εἶναι διττήν, τὴν μὲν
Λυκίαν τὴν δὲ Φοινικῆν, οἱ δὲ μονοειδῆ, καθάπερ
οἱ ἐν τῇ Ἴδῃ. παρόμοιον δὲ τῇ ἀρκεύθῳ, διαφέρει
δὲ μάλιστα τῷ φύλλῳ· τὸ μὲν γὰρ τῆς κέδρου
σκληρὸν καὶ ὀξὺ καὶ ἀκανθῶδες, τὸ δὲ τῆς ἀρκεύθου
μαλακώτερον· δοκεῖ δὲ καὶ ὑψηλοφυέστερον εἶναι
ἡ ἄρκευθος· οὐ μὴν ἀλλ᾿ ἔνιοί γε οὐ διαιροῦσι
καρπὸς δ᾿ ὁ μὲν τῆς κέδρου ξανθὸς μύρτου μέγεθος ἔχων εὐώδης ἡδὺς ἐσθίεσθαι. ὁ δὲ τῆς ἀρκεύθου τὰ μὲν ἄλλα ὅμοιος, μέλας δὲ καὶ στρυφνὸς καὶ ὥσπερ ἄβρωτος· διαμένει δ᾿ εἰς ἐνιαυτόν, εἶθ᾿ ὅταν ἄλλος ἐπιφυῇ ὁ περυσινὸς ἀποπίπτει. ὡς δὲ οἱ ἐν Ἀρκαδίᾳ λέγουσι, τρεῖς ἅμα καρποὺς ἴσχει, τόν τε περυσινὸν οὔπω πέπονα καὶ τὸν προπερύσινον ἤδη πέπονα καὶ ἐδώδιμον καὶ τρίτον τὸν νέον ὑποφαίνει. ἔφη δὲ Σάτυρος καὶ κομίσαι τοὺς ὀρεοτύπους αὐτῷ ἀνανθεῖς ἄμφω. τὸν δὲ φλοιὸν ὅμοιον ἔχει κυπαρίττῳ τραχύτερον δέ· ῥίζας δὲ μανὰς ἀμφότεραι καὶ ἐπιπολαίους. φύονται περὶ τὰ πετρώδη καὶ χειμέρια καὶ τούτους τοὺς τόπους ζητοῦσι.
Μεσπίλης δ᾿ ἐστὶ τρία γένη, ἀνθηδὼν σατάνειος
ἀνθηδονοειδής, ὡς οἱ περὶ τὴν Ἴδην διαιροῦσι.
φέρει δὲ ἡ μὲν σατάνειος τὸν καρπὸν
μείζω καὶ λευκότερον καὶ χαυνότερον καὶ τοὺς
πυρῆνας ἔχοντα μαλακωτέρους· αἱ δ᾿ ἕτεραι
φύεται δὲ καὶ ἀπὸ σπέρματος καὶ ἀπὸ παρασπάδος. νόσημα δὲ αὐτῶν ἐστιν ὥστε γηράσκοντα σκωληκόβρωτα γίνεσθαι· καὶ οἱ σκώληκες μεγάλοι καὶ ἴδιοι ἢ οἱ ἐκ τῶν δένδρων τῶν ἄλλων.
Τῶν δ᾿ οἰῶν δύο γένη ποιοῦσι, τὸ μὲν δὴ
καρποφόρον θῆλυ τὸ δὲ ἄρρεν ἄκαρπον· οὐ μὴν
ἀλλὰ διαφέρουσι τοῖς καρποῖς, τῷ τὰς μὲν
στρογγύλον τὰς δὲ προμήκη τὰς δ' ὠοειδῆ φέρειν.
διαφέρουσι δὲ καὶ τοῖς χυλοῖς· ὡς γὰρ ἐπὶ τὸ
φύλλα δ᾿ ἀμφοῖν κατὰ μίσχον μακρὸν ἰνοειδῆ πεφύκασι στοιχηδὸν ἐκ τῶν πλαγίων πτερυγοειδῶς, ὡς ἑνὸς ὄντος τοῦ ὅλου λοβοὺς δὲ ἔχοντος ἐσχισμένους ἕως τῆς ἰνός· πλὴν διεστᾶσιν ἀφ᾿ ἑαυτῶν ὑπόσυχνον τὰ κατὰ μέρος· φυλλοβολεῖ δὲ οὐ κατὰ μέρος ἀλλὰ ὅλον ἅμα τὸ πτερυγῶδες. εἰσὶ δὲ περὶ μὲν τὰ παλαιότερα καὶ μακρότερα πλείους αἱ συζυγίαι, περὶ δὲ τὰ νεώτερα καὶ βραχύτερα ἐλάττους, πάντων δὲ ἐπ᾿ ἄκρου τοῦ μίσχου φύλλον περιττόν, ὥστε καὶ πάντ᾿ εἶναι περιττά. τῷ δὲ σχήματι δαφνοειδῆ τῆς λεπτοφ ύλλου, πλὴν χαραγμὸν ἔχοντα καὶ βραχύτερα καὶ οὐκ εἰς ὀξὺ τὸ ἄκρον συνῆκον ἀλλ᾿ εἰς περιφερέστερον. ἄνθος δὲ ἔχει βοτρυῶδες ἀπὸ μιᾶς κορύνης ἐκ πολλῶν μικρῶν καὶ λευκῶν συγκείμενον.
καὶ ὁ καρπὸς ὅταν εὐκαρπῇ
βοτρυώδης· πολλὰ γὰρ ἀπὸ τῆς αὐτῆς κορύνης.
ὥστ᾿ εἶναι καθάπερ κηρίον. σκωληκόβορος ἐπὶ
τοῦ δένδρου ὁ καρπὸς ἄπεπτος ὢν ἔτι γίνεται
μᾶλλον τῶν μεσπίλων καὶ ἀπίων καὶ ἀχράδων·
καίτοι πολὺ στρυφνότατος. γίνεται δὲ καὶ αὐτὸ
τὸ δένδρον σκωληκόβρωτον καὶ οὕτως αὐαινεται
γηράσκον· καὶ ὁ σκώληξ ἴδιος ἐρυθρὸς δασύς.
καρποφορεῖ δ᾿ ἐπιεικῶς νέα· τριετὴς γὰρ εὐθὺς
φύει. τοῦ μετοπώρου δ᾿ ὅταν ἀποβάλῃ τὸ φύλλον,
εὐθὺς ἴσχει τὴν καχρυώδη κορύνην λιπαρὰν καὶ
ἀνάκανθον δέ ἐστι καὶ ἡ οἴη καὶ ἡ μεσπίλη· φλοιὸν δ᾿ ἔχει λεῖον ὑπολίπαρον. ὅσαπερ μὴ γεράνδρυα, τὴν δὲ χρόαν ξανθὸν ἐπιλευκαίνοντα· τὰ δὲ γεράνδρυα τραχὺν καὶ μέλανα. τὸ δὲ δένδρον εὐμεγεθες ὀρθοφυὲς εὔρυθμον τῇ κόμῃ· σχεδὸν γὰρ ὡς ἐπὶ τὸ πολὺ στροβιλοειδὲς σχῆμα λαμβάνει κατὰ τὴν κόμην. ἐὰν μή τι ἐμποδίσῃ. τὸ δὲ ξύλον στερεὸν πυκνὸν ἰσχυρὸν εὔχρουν, ῥίζας δὲ οὐ πολλὰς μὲν οὐδὲ κατὰ βάθους, ἰσχυρὰς δὲ καὶ παχείας καὶ ἀνω- λέθρους ἔχει. φύεται δὲ καὶ ἀπὸ ῥίζης καὶ ἀπὸ παρασπάδος καὶ ἀπὸ σπέρματος· τόπον δὲ ζητεῖ ψυχρὸν ἔνικμον, φιλόζωον δ᾿ ἐν τούτῳ καὶ δυσώλεθρον· οὐ μὴν ἀλλὰ καὶ φύεται ἐν τοῖς ὄρεσιν.
ΧΙΙΙ. Ἴδιον δὲ τῇ φύσει δένδρον ὁ κέρασός
ἐστι· μεγέθει μὲν μέγα· καὶ γὰρ εἰς τέτταρας
καὶ εἴκοσι πήχεις· ἔστι δ᾿ ὀρθοφυὲς σφόδρα·
πάχος δὲ ὥστε καὶ δίπηχυν τὴν περίμετρον ἀπὸ
τῆς ῥίζης ἔχειν. φύλλον δ᾿ ὅμοιον τῷ τῆς
μεσπίλης σκληρὸν δὲ σφόδρα καὶ παχύτερον,
ὥστε τῇ χροιᾷ πόρρωθεν φανερὸν εἶναι τὸ δένδρον.
φλοιὸν δὲ τὴν λειότητα καὶ τὴν χρόαν καὶ τὸ
πάχος ὅμοιον φιλύρᾳ, δι᾿ ὃ καὶ τὰς κίστας ἐξ
αὐτοῦ ποιοῦσιν ὥσπερ καὶ ἐκ τοῦ τῆς φιλύρας.
περιπέφυκε δὲ οὗτος οὔτε ὀρθοφυὴς οὔτε κύκλῳ
κατ᾿ ἶσον, ἀλλ᾿ ἑλικηδὸν περιείληφε κάτωθεν ἄνω
περιαιρουμένου δὲ ὅταν λοπᾷ τοῦ φλοιοῦ συνεκραίνει καὶ τότε τὴν ὑγρότητα· καὶ ὅταν ὁ ἔξω χιτὼν περιαιρεθῇ, μόνον ὁ ὑπολιπὴς ἐπιμελαίνεται ὥσπερ μυξώδει ὑγρασίᾳ, καὶ πάλιν ὑποφύεται τῷ δευτέρῳ ἔτει χιτὼν ἄλλος ἀντ᾿ ἐκείνου πλὴν λεπτότερος. πέφυκε καὶ τὸ ξύλον ὅμοιον ταῖς ἰσὶ τῷ φλοιῷ στρεπτῶς ἑλιττόμενον· καὶ οἱ ῥάβδοι φύονται τὸν αὐτὸν τρόπον εὐθύς· τοὺς ὄζους δ᾿ αὐξανομένου συμβαίνει τοὺς μὲν κάτω ἀεὶ ἀπόλλυσθαι τοὺς δ᾿ ἄνω αὔξειν.
3 τὸ δ᾿ ὅλον οὐ πολύοζον τὸ δένδρον ἀλλ᾿ ἀνοζότερον πολὺ τῆς αἰγείρου. πολύρριζον δὲ καὶ ἐπιπολαιόρριζον οὐκ ἄγαν δὲ παχύρριζον· ἡ δ᾿ ἐπιστροφὴ καὶ τῆς ῥίζης καὶ τοῦ φλοιοῦ τοῦ περὶ αὐτὴν ἡ αὐτή. ἄνθος δὲ λευκὸν ἀπίῳ καὶ μεσπίλῃ ὅμοιον, ἐκ μικρῶν ἀνθῶν συγκείμενον κηριῶδες. ὁ δὲ καρπὸς ἐρυθρὸς ὅμοιος διοσπύρῳ τὸ σχῆμα, τὸ δὲ μέγεθος ἡλίκον κύαμος, πλὴν τοῦ διοσπύρου μὲν ὁ πυρὴν σκληρὸς τοῦ δὲ κεράσου μαλακός. φύεται δ᾿ ὅπου καὶ ἡ φίλυρα, τὸ δὲ ὅλον ὅπου ποταμοὶ καὶ ἔφυδρα.
Φύεται δὲ καὶ ἡ ἀκτὴ μάλιστα παρ᾿ ὕδωρ καὶ
φύλλον δὲ τὸ μὲν καθ᾿ ἕκαστον μαλακόν, πρόμηκες ὡς τὸ τῆς πλατυφύλλου δάφνης, μεῖζον δὲ καὶ πλατύτερον καὶ περιφερέστερον ἐκ μέσου καὶ κάτωθεν, τὸ δ᾿ ἄκρον εἰς ὀξὺ μᾶλλον συνῆκον κύκλῳ δ᾿ ἔχον χαραγμόν· τὸ δὲ ὅλον, περὶ ἕνα μίσχον παχὺν καὶ ἰνώδη ὡσὰν κλωνίον τὰ μὲν ἔνθεν τὰ δὲ ἔνθεν κατὰ γόνυ καὶ συζυγίαν πεφύκασι τῶν φύλλων διέχοντα ἀπ᾿ ἀλλήλων, ἓν δὲ ἐξ ἄκρου τοῦ μίσχου. ὑπέρυθρα δὲ τὰ φύλλα ἐπιεικῶς καὶ χαῦνα καὶ σαρκώδη· φυλλορροεῖ δὲ τοῦτο ὅλον, διόπερ φύλλον ἄν τις εἴποι τὸ ὅλον. ἔχουσι δὲ καὶ οἱ κλῶνες οἱ νέοι γωνοειδῆ τινα.
τὸ δ᾿ ἄνθος λευκὸν ἐκ μικρῶν λευκῶν πολλῶν
ἐπὶ τῇ τοῦ μίσχου σχίσει κηριῶδες· εὐωδίαν
Πάρυδρον δὲ καὶ ἡ ἰτέα καὶ πολυειδές· ἡ μὲν μέλαινα καλουμένη τῷ τὸν φλοιὸν ἔχειν μέλανα καὶ φοινικοῦν, ἡ δὲ λευκὴ τῷ λευκόν. καλλίους δὲ ἔχει τὰς ῥάβδους καὶ χρησιμωτέρας εἰς τὸ πλέκειν ἡ μέλαινα, ἡ δὲ λευκὴ καπυρωτέρας. ἔστι δὲ καὶ τῆς μελαίνης καὶ τῆς λευκῆς ἔνιον γένος μικρὸν καὶ οὐκ ἔχον αὔξησιν εἰς ὕψος, ὥσπερ καὶ ἐπ᾿ ἄλλων τοῦτο δένδρων, οἷον κέδρου φοίνικος. καλοῦσι δ᾿ οἱ περὶ Ἀρκαδίαν οὐκ ἰτέαν ἀλλὰ ἑλίκην τὸ δένδρον· οἴονται δέ, ὥσπερ ἐλέχθη, καὶ καρπὸν ἔχειν αὐτὴν γόνιμον.
XIV. Ἔστι δὲ τῆς πτελέας δύο γένη, καὶ τὸ μὲν
ὀρειπτελέα καλεῖται τὸ δὲ πτελέα· διαφέρει δὲ τῷ
θαμνωδέστερον εἶναι τὴν πτελέαν εὐαυξέστερον δὲ
τὴν ὀρειπτελέαν. φύλλον δὲ ἀσχιδὲς περικεχαραγμένον
ἡσυχῆ, προμηκέστερον δὲ τοῦ τῆς ἀπίου,
Ἡ δὲ λεύκη καὶ ἡ αἴγειρος μονοειδής, ὀρθοφυῆ δὲ ἄμφω, πλὴν μακρότερον πολὺ καὶ μανότερον καὶ λειότερον ἡ αἴγειρος, τὸ δὲ σχῆμα τῶν φύλων παρόμοιον. ὅμοιον δὲ καὶ τὸ ξύλον τεμνόμενον τῇ λευκότητι. καρπὸν δ᾿ οὐδέτερον τούτων οὐδὲ ἄνθος ἔχειν δοκεῖ.
Ἡ κερκὶς δὲ παρόμοιον τῇ λεύκῃ καὶ τῷ μεγέθει καὶ τῷ τοὺς κλάδους ἐπιλεύκους ἔχειν· τὸ δὲ φύλλον κιττῶδες μὲν ἀγώνιον δὲ ἐκ τοῦ ἄλλου, τὴν δὲ μίαν προμήκη καὶ εἰς ὀξὺ συνήκουσαν· τῷ δὲ χρώματι σχεδὸν ὅμοιον τὸ ὕπτιον καὶ τὸ πρανές· μίσχῳ δὲ προσηρτημένον μακρῷ καὶ λεπτῷ, δι᾿ ὃ καὶ οὐκ ὀρθὸν ἀλλ᾿ ἐγκεκλιμένον. φλοιὸν δὲ τραχύτερον τῆς λεύκης καὶ μᾶλλον ὑπόλεπρον, ὥσπερ ὁ τῆς ἀχράδος. ἄκαρπον δέ.
Μονογενὲς δὲ καὶ ἡ κλήθρα· φύσει δὲ καὶ
Σημύδα δὲ τὸ μὲν φύλλον ἔχει ὅμοιον τῇ
Περσικῇ καλουμένῃ καρύᾳ πλὴν μικρῷ στενότερον,
τὸν φλοιὸν δὲ ποικίλον, ξύλον δὲ ἐλαφρόν·
χρήσιμον δὲ εἰς βακτηρίας μόνον εἰς ἄλλο δὲ
οὐδέν.
δὲ κολυτέα ἔχει τὸ μὲν φύλλον ἐγγὺς τοῦ
τῆς ἰτέας, πολύοζον δὲ καὶ πολύφυλλον καὶ τὸ
δένδρον ὅλως μέγα· τὸν δὲ καρπὸν ἔλλοβον,
καθάπερ τὰ χεδροπά· λοβοῖς γὰρ πλατέσι καὶ
οὐ στενοῖς τὸ σπερμάτιον τὸ ἐνὸν μικρὸν καὶ οὐ
μέγα· σκληρὸν δὲ μετρίως οὐκ ἄγαν· οὐδὲ πολύκαρπον
ὡς κατὰ μέγεθος. σπάνιον δὲ τὸ ἐν
λοβοῖς ἔχειν τὸν καρπόν· ὀλίγα γὰρ τοιαῦτα τῶν
δένδρων.
XV. Ἡ δὲ Ἡρακλεωτικὴ καρύα—φ ύσει γὰρ
καὶ τοῦτ᾿ ἄγριον τῷ τε μηδὲν ἢ μὴ πολὺ
χείρω γίνεσθαι τῶν ἡμέρων τὸν καρπόν, καὶ
τῷ δύνασθαι χειμῶνας ὑποφέρειν καὶ τῷ πολὺ
φύεσθαι κατὰ τὰ ὄρη καὶ πολύκαρπον ἐν τοῖς
ὀρείοις· ἔτι δὲ τῷ μηδὲ στελεχῶδες ἀλλὰ θαμνῶδες
γένη δὲ δύο ἀμφοῖν· αἱ μὲν γὰρ στρογγύλον αἱ δὲ πρόμακρον φέρουσι τὸ κάρυον· ἐκλευκότερον δὲ τὸ τῶν ἡμέρων. καὶ καλλικαρπεῖ μάλιστά γ᾿ ἐν τοῖς ἐφ ύδροις. ἐξημεροῦται δὲ τὰ ἄγρια μεταφυτευόμενα. φλοιὸν δ᾿ ἔχει λεῖον ἐπιπόλαιον λεπτὸν λιπαρὸν ἰδίως στιγμὰς λευκὰς ἔχοντα ἐν αὐτῷ· τὸ δὲ ξύλον σφόδρα γλίσχρον, ὥστε καὶ τὰ λεπτὰ πάνυ ῥαβδία περιλοπίσαντες κανέα ποιοῦσι, καὶ τὰ παχέα δὲ καταξύσαντες. ἔχει δὲ καὶ ἐντεριώνην λεπτὴν ξανθήν, ᾗ κοιλαίνεται. ἴδιον δ᾿ αὐτῶν τὸ περὶ τὸν ἴουλον, ὥσπερ εἴπομεν.
Τῆς δὲ τερμίνθου τὸ μὲν ἄρρεν τὸ δὲ θῆλυ. τὸ
μὲν οὖν ἄρρεν ἄκαρπον, δι᾿ ὃ καὶ καλοῦσιν ἄρρεν·
τῶν δὲ θηλειῶν ἡ μὲν ἐρυθρὸν εὐθὺς φέρει τὸν
καρπὸν ἡλίκον φακὸν ἄπεπτον, ἡ δὲ χλοερὸν
ἐνέγκασα μετὰ ταῦτα ἐρυθραίνει, καὶ ἅμα τῇ
ἀμπέλῳ πεπαίνουσα τὸ ἔσχατον ποιεῖ μέλανα,
μέγεθος ἡλίκον κύαμον, ῥητινώδη δὲ καὶ θυωδέστερον.
ἔστι δὲ τὸ δένδρον περὶ μὲν τὴν Ἴδην
καὶ Μακεδονίαν βραχὺ θαμνῶδες ἐστραμμένον.
περὶ δὲ Δαμασκὸν τῆς Συρίας μέγα καὶ πολὺ
καὶ κσλόν· ὄρος γάρ τί φασιν εἶναι πάμμεστον
ξύλον δὲφ ἔχει γλίσχρον καὶ ῥίζας ἰσχυρὰς κατὰ βάθους. καὶ τὸ ὅλον ἀνώλεθρον· ἄνθος δὲ ὅμοιον τῷ τῆς ἐλάας, τῷ χρώματι δὲ ἐρυθρόν. φύλλον, περὶ ἔνα μίσχον πλείω δαφνοειδῆ κατὰ συζυγίαν. ὥσπερ καὶ τὸ τῆς οἴης· καὶ τὸ ἐξ ἄκρου περιττόν· πλὴν ἐγγωνιώτερον τῆς οἴης καὶ δαφνοειδέστερον δὲ κύκλῳ καὶ λιπαρὸν ἅπαν ἅμα τῷ καρπῷ. φέρει δὲ καὶ κωρυκώδη τινὰ κοῖλα, καθάπερ ἡ πτελέα, ἐν οἶς θηρίδια ἐγγίγνεται κωνωποειδῆ· ἐγγίγνεται δέ τι καὶ ῥητινῶδες ἐν τούτοις καὶ γλίσχρον· οὐ μὴν ἐνθεῦτέν γε ἡ ῥητίνη συλλέγεται ἀλλ᾿ ἀπὸ τοῦ ξύλου. ὁ δὲ καρπὸς οὐκ ἀφίησι ῥητίνης πλῆθος, ἀλλὰ προσέχεται μὲν ταῖς χερσί, κἂν μὴ πλυθῇ μετὰ τὴν συλλογὴν συνέχεται· πλυνόμενος δὲ ὁ μὲν λευκὸς καὶ ἄπεπτος ἐπιπλεῖ, ὁ δὲ μέλας ὑφίσταται.
Ἡ δὲ πύξος μεγέθει μὲν οὐ μεγάλη, τὸ δὲ φύλλον ὅμοιον ἔχει μυρρίνῳ. φύεται δ᾿ ἐν τοῖς ψυχροῖς τόποις καὶ τραχέσι· καὶ γὰρ τὰ Κύτωρα τοιοῦτον, οὗ ἡ πλείστη γίνεται· ψυχρὸς δὲ καὶ ὁ Ὄλυμπος ὁ Μακεδονικός· καὶ γὰρ ἐνταῦθα γίνεται πλὴν οὐ μεγάλη· μεγίστη δὲ καὶ καλλίστη ἐν Κύρνῳ· καὶ γὰρ εὐμήκεις καὶ πάχος ἔχουσαι πολὺ παρὰ τὰς ἄλλας. δι᾿ ὃ καὶ τὸ μέλι οὐχ ἡδὺ ὄζον τῆς πύξου.
Πλήθει δὲ πολὺ κράταιγός ἐστιν, οἱ δὲ κραταιγόνα καλοῦσιν· ἔχει δὲ τὸ μὲν φ ὕλλον ὅμοιον μεσπίλῃ τετανόν, πλὴν μεῖζον ἐκείνου καὶ πλατύτερον ἢ προμηκέστερον, τὸν δὲ χαραγμὸν οὐκ ἔχον ὥσπερ ἐκεῖνο. γίνεται δὲ τὸ δένδρον οὔτε μέγα λίαν οὕτε παχύ· τὸ δὲ ξύλον ποικίλον ἰσχυρὸν ξανθόν· ἔχει δὲ φλοιὸν λεῖον ὅμοιον μεσπίλῃ· μονόρριζον δ᾿ εἰς βάθος ὡς ἐπὶ τὸ πολύ. καρπὸν δ᾿ ἔχει στρογγύλον ἡλίκον ὁ κότινος· πεπαινόμενος δὲ ξανθύνεται καὶ ἐπιμελαίνεται· κατὰ δὲ τὴν γεῦσιν καὶ τὸν χυλὸν μεσπιλῶδες· διόπερ οἷον ἀγρία μεσπίλη δόξειεν ἂν εἶναι. μονοειδὲς δὲ καὶ οὐκ ἔχον διαφοράς.
XVI. Ὁ δὲ πρῖνος φύλλον μὲν ἔχει δρυῶδες,
ἔλαττον δὲ καὶ ἐπακανθίζον, τὸν δὲ φλοιὸν λειότερον
δρυός. αὐτὸ δὲ τὸ δένδρον μέγα, καθάπερ
ἡ δρῦς, ἐὰν ἔχῃ τόπον καὶ ἔδαφος· ξύλον δὲ
πυκνὸν καὶ ἰσχυρόν· βαθύρριζον δὲ ἐπιεικῶς καὶ
πολύρριζον. καρπὸν δὲ ἔχει βαλανώδη· μικρὰ
δὲ ἡ βάλανος· περικαταλαμβάνει δὲ ὁ νέος τὸν
ἔνον· ὀψὲ γὰρ πεπαίνει, δι᾿ ὃ καὶ διφορεῖν τινές
φασι. φέρει δὲ παρὰ τὴν βάλανον καὶ κόκκον
τινὰ φοινικοῦν· ἴσχει δὲ καὶ ἰξίαν καὶ ὑφέαρ·
ὥστε ἐνίοτε συμβαίνει τέτταρας ἅμα καρποὺς
ἔχειν αὐτόν, δύο μὲν τοὺς ἑαυτοῦ δύο δ᾿ ἄλλους
τόν τε τῆς ἰξίας καὶ τὸν τοῦ ὑφέαρος. καὶ τὴν
Οἱ δὲ περὶ Ἀρκαδίαν δένδρον τι σμίλακα καλοῦσιν, ὅ ἐστιν ὅμοιον τῷ πρίνῳ, τὰ δὲ φύλλα οὐκ ἀκανθώδη ἔχει ἀλλ᾿ ἁπαλώτερα καὶ βαθύτερα καὶ διαφορὰς ἔχοντα πλείους· οὐδὲ τὸ ξύλον ὥσπερ ἐκεῖνο στερεὸν καὶ πυκνόν, ἀλλὰ καὶ μαλακὸν ἐν ταῖς ἐργασίαις.
Ὃ δὲ καλοῦσιν οἱ Ἀρκάδες φελλόδρυν τοιάνδε ἔχει τὴν φύσιν· ὡς μὲν ἁπλῶς εἰπεῖν ἀνὰ μέσον πρίνου καὶ δρυός ἐστιν· καὶ ἔνιοί γε ὑπολαμβάνουσιν εἶναι θῆλυν πρῖνον· δι᾿ ὃ καὶ ὅπου μὴ φύεται πρῖνος τούτῳ χρῶνται πρὸς τὰς ἁμάξας καὶ τὰ τοιαῦτα, καθάπερ οἱ περὶ Λακεδαίμονα καὶ Ἠλείαν. καλοῦσι δὲ οι γε Δωριεῖς καὶ ἀρίαν τὸ δένδρον· ἔστι δὲ μαλακώτερον μὲν καὶ μανότερον τοῦ πρίνου, σκληρότερον δὲ καὶ πυκνότερον τῆς δρυός· καὶ τὸ χρῶμα φλοισθέντος τοῦ ξύλου λευκότερον μὲν τοῦ πρίνου, οἰνωπότερον δὲ τῆς δρυός· τὰ δὲ φύλλα προσέοικε μὲν ἀμφοῖν, ἔχει δὲ μείζω μὲν ἡ ὡς πρῖνος ἐλάττω δὲ ἡ ὡς δρῦς· καὶ τὸν καρπὸν τοῦ μὲν πρίνου κατὰ μέγεθος ἐλάττω ταῖς ἐλαχίσταις δὲ βαλάνοις ἴσον, καὶ γλυκύτερον μὲν τοῦ πρίνου πικρότερον δὲ τῆς δρυός. καλοῦσι δέ τινες τὸν μὲν τοῦ πρίνου καὶ τὸν ταύτης καρπὸν ἄκυλον, τὸν δὲ τῆς δρυὸς βάλανον. μήτραν δὲ ἔχει φανερωτέραν ἢ ὁ πρῖνος· καὶ ἡ μὲν φελλόδρυς τοιαύτην τινὰ ἔχει φύσιν.
Ἡ δὲ κόμαρος, ἡ τὸ μεμαίκυλον φέρουσα τὸ ἐδώδιμον, ἐστὶ μὲν οὐκ ἄγαν μέγα, τὸν δὲ φλοιὸν ἔχει λεπτὸν μὲν παρόμοιον μυρίκῃ, τὸ δὲ φύλλον μεταξὺ πρίνου καὶ δάφνης. ἀνθεῖ δὲ τοῦ Πυανεψιῶνος· τὰ δὲ ἄνθη πέφυκεν ἀπὸ μιᾶς κρεμάστρας ἐπ᾿ ἄκρων βοτρυδόν· τὴν δὲ μορφὴν ἕκαστόν ἐστιν ὅμοιον μύρτῳ προμήκει καὶ τῷ μεγέθει δὲ σχεδὸν τηλικοῦτον· ἄφυλλον δὲ καὶ κοῖλον ὥσπερ ὠὸν ἐκκεκολαμμένον τὸ στόμα δὲ ἀνεῳγμένον· ὅταν δ᾿ ἀπανθήσῃ, καὶ ἡ πρόσφυσις τετρύπηται, τὸ δ᾿ ἀπανθῆσαν λεπτὸν καὶ ὥσπερ σφόνδυλος περὶ ἄτρακτον ἢ κάρνειος Δωρικός· ὁ δὲ καρπὸς ἐνιαυτῷ πεπαίνεται, ὥσθ᾿ ἅμα συμβαίνει τοῦτόν τ᾿ ἔχειν καὶ τὸν ἕτερον ἀνθεῖν.
Παρόμοιον δὲ τὸ φύλλον καὶ ἡ ἀνδράχλη ἔχει τῷ κομάρῳ, μέγεθος οὐκ ἄγαν μέγα· τὸν δὲ φλοιὸν λεῖον ἔχει καὶ περιρρηγνύμενον· καρπὸν δ᾿ ἔχει ὅμοιον τῇ κομάρῳ.
Ὅμοιον δ᾿ ἐστὶ τούτοις τὸ φύλλον καὶ τὸ τῆς κοκκυγέας· τὸ δὲ δένδρον μικρόν. ἴδιον δὲ ἔχει τὸ ἐκπαπποῦσθαι τὸν καρπόν· τοῦτο γὰρ οὐδ᾿ ἐφ' ἑνὸς ἀκηκόαμεν ἄλλου δένδρου. ταῦτα μὲν οὖν κοινότερα πλείοσι χώραις καὶ τόποις.
XVII. Ἔνια δὲ ἰδιώτερα, καθάπερ καὶ ὁ φελλός·
γίνεται μὲν ἐν Τυρρηνίᾳ, τὸ δὲ δένδρον ἐστὶ στελεχῶδες
μὲν καὶ ὀλιγόκλαδον, εὕμηκες δ᾿ ἐπιεικῶς
καὶ εὐαυξές· ξύλον ἰσχυρόν· τὸν δὲ φλοιὸν παχὺν
σφόδρα καὶ καταρρηγνύμενον, ὥσπερ ὁ τῆς πίτυος,
πλὴν κατὰ μείζω. τὸ δὲ φύλλον ὅμοιον ταῖς
μελίαις παχὺ προμηκέστερον· οὐκ ἀείφυλλον
ἀλλὰ φυλλοβολοῦν. καρπὸν δὲ αἰεὶ φέρει
βαλανηρὸν ὅμοιον τῇ ἀρίᾳ. περιαιροῦσι δὲ τὸν
φλοιὸν καί φασι δεῖν πάντα ἀφαιρεῖν, εἰ δὲ μὴ
χεῖρον γίνεται τὸ δένδρον· ἐξαναπληροῦται δὲ
πάλιν σχεδὸν ἐν τρισὶν ἔτεσιν.
Ἴδιον δὲ καὶ ἡ κολουτέα περὶ Λιπάραν· δένδρον μὲν εὐμέγεθες, τὸν δὲ καρπὸν φέρει ἐν λοβοῖς ἡλίκον φακόν, ὅς πιαίνει τὰ πρόβατα θαυμαστῶς. φύεται δὲ ἀπὸ σπέρματος καὶ ἐκ τῆς τῶν προβάτων κόπρου κάλλιστα. ὥρα δὲ τῆς φυτείας ἅμα Ἀρκτούρῳ δυομένῳ· δεῖ δὲ φυτεύειν προβρέχοντας ὅταν ἤδη διαφύηται ἐν τῷ ὕδατι. φύλλον δ᾿ ἔχει παρόμοιον τήλει. βλαστάνει δὲ τὸ πρῶτον μονοφυὲς ἐπὶ ἔτη μάλιστα τρία ἐν οἶς καὶ τὰς βακτηρίας τέμνουσι· δοκοῦσι γὰρ εἶναι καλαί· καὶ ἐάν τις κολούσῃ ἀποθνήσκει· καὶ γὰρ ἀπαράβλαστόν ἐστιν· εἶτα σχίζεται καὶ ἀποδενδροῦται τῷ τετάρτῳ ἔτει.
Ἡ δὲ περὶ τὴν Ἴδην, ἣν καλοῦσι κολοιτίαν. ἕτερον εἶδός ἐστιν, θαμνοειδὲς δὲ καὶ ὀζῶδες καὶ πολυμάσχαλον, σπάνιον δέ, οὐ πολύ· ἔχει δὲ φύλλον δαφνοειδὲς πλατυφύλλου δάφνης, πλὴν στρογγυλώτερον καὶ μεῖζον ὥσθ᾿ ὅμοιον φαίνεσθσι τῷ τῆς πτελέας, προμηκέστερον δέ, τὴν χρόαν ἐπὶ θάτερα χλοερὸν ὄπισθεν δὲ ἐπιλευκαῖνον, καὶ πολύίνον ἐκ τῶν ὄπισθεν ταῖς λεπταῖς ἰσὶ ἔκ τε τῆς ῥάχεως καὶ μεταξὺ τῶν πλευροειδῶν ἀπὸ τῆς μέσης κατατεινουσῶν· φλοιὸν δ᾿ οὐ λεῖον ἀλλ᾿ οἶον τὸν τῆς ἀμπέλου· τὸ δὲ ξύλον σκληρὸν καὶ πυκνόν· ῥίζας δὲ ἐπιπολαίους καὶ λεπτὰς καὶ μανὰς οὐλὰς δ᾿ ἐνίοτε, καὶ ξανθὰς σφόδρα. καρπὸν δὲ οὐκ ἔχειν φασὶν οὐδὲ ἄνθος· τὴν δὲ κορυνώδη κάχρυν καὶ τοὺς ὀφθαλμοὺς τοὺς παρὰ τὰ φύλλα λείους σφόδρα καὶ λιπαροὺς καὶ λευκοὺς τῷ σχήματι δὲ καχρυώδεις· ἀποκοπὲν δὲ καὶ ἐπικαυθὲν παραφύεται καὶ ἀναβλαστάνει.
Ἴδια δὲ καὶ τάδε τὰ περὶ τὴν Ἴδην ἐστίν, οἶον ἥ τε Ἀλεξάνδρεια καλουμένη δάφνη καὶ συκῆ τις καὶ ἄμπελος. τῆς μὲν οὖν δάφνης ἐν τούτῳ τὸ ἴδιον, ὅτι ἐπιφυλλόκαρπόν ἐστιν, ὥσπερ καὶ ἡ κεντρομυρρίνη· ἀμφότεραι γὰρ τὸν καρπὸν ἔχουσιν ἐκ τῆς ῥάχεως τοῦ φύλου.
Ἡ δὲ συκῆ θαμνῶδες μὲν καὶ οὐχ ὑψηλόν.
πάχος δ᾿ ἔχον ὥστε καὶ πηχυαῖον εἶναι τὴν περίμετρον·
τὸ δὲ ξύλον ἐπεστραμμένον γλίσχρον·
κάτωθεν μὲν λεῖον καὶ ἄνοζον ἄνωθεν δὲ περίκομον·
Ἡ δὲ ἄμπελος φύεται μὲν τῆς Ἴδης περὶ τὰς Φαλάκρας καλουμένας· ἔστι δὲ θαμνῶδες ῥαβδίοις μικροῖς· τείνονται δὲ οἱ κλῶνες ὡς πυγωνιαῖοι, πρὸς οἶς ῥᾶγές εἰσιν ἐκ πλαγίου μέλαιναι τὸ μέγεθος ἡλίκος κύαμος γλυκεῖαι· ἔχουσι δὲ ἐντὸς γιγαρτῶδές τι μαλακόν· φύλλον στρογγύλον ἀσχιδὲς μικρόν.
XVIII Ἔχει δὲ καὶ τἀλλα σχεδὸν ὅρη φύσεις
τινὰς ἰδίας τὰ μὲν δένδρων τὰ δὲ θάμνων τὰ δ᾿
ἄλλων ὑλημάτων. ἀλλὰ γὰρ περὶ μὲν τῆς ἰδιότητος
εἴρηται πλεονάκις ὅτι γίνεται καθ᾿ ἑκάστους
τόπους. ἡ δὲ ἐν αὐτοῖς τοῖς ὁμογενέσιν διαφορά,
καθάπερ ἡ τῶν δένδρων καὶ τῶν θάμνων, ὁμοίως
ἐστὶ καὶ τῶν ἄλλων, ὥσπερ εἴρηται, τῶν πλείστων,
ὥσπερ καὶ ῥάμνου καὶ παλιούρου καὶ οἴσου καὶ
οἴτου καὶ ῥοῦ καὶ κιττοῦ καὶ βάτου καὶ ἑτέρων
πολλῶν.
Ῥάμνος τε γάρ ἐστιν ἡ μὲν μέλαινα ἡ δὲ λευκή, καὶ ὁ καρπὸς διάφορος, ἀκανθοφόροι δὲ ἄμφω. Τοῦ τε οἴσου τὸ μὲν λευκὸν τὸ δὲ μέλαν· καὶ τὸ ἄνθος ἑκατέρου καὶ ὁ καρπὸς κατὰ λόγον ὁ μὲν λευκὸς ὁ δὲ μέλας· ἔνιοι δὲ καὶ ὥσπερ ἀνὰ μέσον, ὦν καὶ τὸ ἄνθος ἐπιπορφυρίζει καὶ οὔτε οἰνωπὸν οὔτε ἔκλευκόν ἐστιν ὥσπερ τῶν ἑτέρων. ἔχει δὲ καὶ τὰ φύλλα λεπτότερα καὶ λειότερα καὶ τὰς ῥάβδους τὸ λευκόν.
“0 τε παλίουρος ἔχει διαφορὰς οὐχ ἦττον δέ ἐστι
τὸ δένδρον πάρδρον. φυλλοβόλον δὲ καὶ οὐχ
ὥσπερ ἡ ῥάμνος ἀείφυλλον.
Ἔτι δὲ καὶ τοῦ βάτου πλείω γένη, μεγίστην δὲ ἔχοντες διαφορὰν ὅτι ὁ μὲν ὀρθοφυὴς καὶ ὕψος ἔχων, ὁ δ᾿ ἐπὶ τῆς γῆς καὶ εὐθὺς κάτω νεύων καὶ ὅταν συνάπτῃ τῇ γῇ ῥιζούμενος πάλιν, ὃν δὴ καλοῦσί τινες χαμαίβατον. τὸ δὲ κυνόσβατον τὸν καρπὸν ὑπέρυθρον ἔχει καὶ παραπλήσιον τῷ τῆς ῥόας· ἔστι δὲ θάμνου καὶ δένδρου μεταξὺ καὶ παρόμοιον ταῖς ῥόαις, τὸ δὲ φύλλον ἀκανθῶδες.
Τῆς δὲ ῥοῦ τὸ μὲν ἄρρεν τὸ δὲ θῆλυ καλοῦσι τῷ τὸ μὲν ἄκαρπον εἶναι τὸ δὲ κάρπιμον. οὐκ ἔχει δὲ οὐδὲ τὰς ῥάβδους ὑψηλὰς οὐδὲ παχείας. φύλλον δ᾿ ὅμοιον πτελέᾳ πλὴν μικρὸν προμηκέστερον καὶ ἐπίδασυ. τῶν δὲ κλωνίων τῶν νέων ἐξ ἴσου τὰ φύλλα εἰς δύο, κατ᾿ ἄλληλα δὲ ἐκ τῶν πλαγίων ὥστε στοιχεῖν. βάπτουσι δὲ τούτῳ καὶ οἱ σκυτοδέψαι τὰ δέρματα τὰ λευκά. ἄνθος λευκὸν βοτρυῶδες, τῷ σχήματι δὲ τὸ ὁλοσχερὲς ὅστλιγγας ἔχον ὥσπερ καὶ ὁ βότρυς· ἀπανθήσαντος δὲ ὁ καρπὸς ἄμα τῇ σταφύλῃ ἐρυθραίνεται, καὶ γίνοντσι οἶον φακοὶ λεπτοὶ συγκείμενοι· βοτρυῶδες δὲ τὸ σχῆμα καὶ τούτων. ἔχει δὲ τὸ φαρμακῶδες τοῦτο ὃ καλεῖται ῥοῦς ἐν αὐτῷ ὀστῶδες, ὃ καὶ τῆς ῥοῦ διηττημένης ἔχει πολλάκις· ῥίζα δ᾿ ἐπιπόλαιος καὶ μονοφυὴς ὥστε ἀνακάμπτεσθαι ῥᾳδίως ὁλόρριζα· τὸ δὲ ξύλον ἐντεριώνην ἔχει, εὔφθαρτον δὲ καὶ κοπτόμενον. ἐν πᾶσι δὲ γίγνεται τοῖς τόποις, εὐθενεῖ δὲ μάλιστα ἐν τοῖς ἀργιλώδεσι.
Πολυειδὴς δὲ ὁ κιττός· καὶ γὰρ ἐπίγειος, ὁ δὲ
εἰς ὕψος αἰρόμενος· καὶ τῶν ἐν ὕψει πλείω γένη.
τρία δ᾿ οὖν φαίνεται τὰ μέγιστα ὅ τε λευκὸς καὶ
ὁ μέλας καὶ τρίτον ἡ ἕλιξ. εἴδη δὲ καὶ ἑκάστου
τούτων πλείω. λευκὸς γὰρ ὁ μὲν τῷ καρπῷ
μόνον, ὁ δὲ καὶ τοῖς φύλλοις ἐστί. πάλιν δὲ τῶν
λευκοκάρπων μόνον ὁ μὲν ἁδρὸν καὶ πυκνὸν καὶ
συνεστηκότα τὸν καρπὸν ἔχει καθαπερεὶ σφαῖραν,
Ἡ δὲ ἕλιξ ἐν μεγίσταις διαφοραῖς· καὶ γὰρ τοῖς φύλλοις πλεῖστον διαφέρει τῇ τε μικρότητι καὶ τῷ γωνοειδῆ καὶ εὐρυθμότερα εἶναι· τὰ δὲ τοῦ κιττοῦ περιφερέστερα καὶ ἀπλᾶ· καὶ τῷ μήκει τῶν κλημάτων καὶ ἔτι τῷ ἄκαρπος εἶναι. διατείνονται γάρ τινες τῷ μὴ ἀποκιττοῦσθαι τῇ φύσει τὴν ἕλικα ἀλλὰ τὴν ἐκ τοῦ κιττοῦ τελειουμένην. (εἰ δὲ πᾶσα ἀποκιττοῦται, καθάπερ τινές φασιν, ἡλικίας ἄν εἴη καὶ διαθέσεως οὐκ εἴδους διαφορά, καθάπερ καὶ τῆς ἀπίου πρὸς τὴν ἀχράδα.) πλὴν τό γε φύλλον καὶ ταύτης πολὺ διαφέρει πρὸς τὸν κιττόν. σπάνιον δὲ τοῦτο καὶ ἐν ὀλίγοις ἐστὶν ὥστε παλαιούμενον μεταβάλλειν, ὥσπερ ἐπὶ τῆς λεύκης καὶ τοῦ κρότωνος.
εἴδη
δ᾿ ἐστὶ πλείω τῆς ἕλικος, ὡς μὲν τὰ προφανέστατα
καὶ μέγιστα λαβεῖν τρία, ἥ τε χλοερὰ καὶ
ποιώδης ἥπερ καὶ πλείστη, καὶ ἑτέρα ἡ λευκή, καὶ
τρίτη ἡ ποικίλη, ἣν δὴ καλοῦσί τινες Θρᾳκίαν.
Πολύρριζος μὲν οὖν ἅπας κιττὸς καὶ πυκνόρριζος συνεστραμμένος ταῖς ῥίζαις καὶ ξυλώδεσι καὶ παχείαις καὶ οὐκ ἄγαν βαθύρριζος, μάλιστα δ᾿ ὁ μέλας, καὶ τοῦ λευκοῦ ὁ τραχύτατος καὶ ἀγριώτατος· δι᾿ ὃ καὶ χαλεπὸς παραφύεσθαι πᾶσι τοῖς δένδροις· ἀπόλλυσι γὰρ πάντα καὶ ἀφαυαίνει παραιρούμενος τὴν τροφήν. λαμβάνει δὲ μάλιστα πάχος οὖτος καὶ ἀποδενδροῦται καὶ γίνεται αὐτὸ καθ᾿ αὑτὸ κιττοῦ δένδρον. ὡς δ᾿ ἐπὶ τὸ πλεῖον εἶναι πρὸς ἑτέρῳ φιλεῖ καὶ ζητεῖ καὶ ὥσπερ ἐπαλλόκαυλόν ἐστιν.
ἔχει δ᾿ εὐθὺς καὶ τῆς
Ἡ δὲ σμῖλάξ ἐστι μὲν ἐπαλλόκαυλον, ὁ δὲ
καυλὸς ἀκανθώδης καὶ ὥσπερ ὀρθάκανθος, τὸ
δὲ φύλλον κιττῶδες μικρὸν ἀγώνιον, κατὰ τὴν
μίσχου πρόσφυσιν τυληρόν. ἴδιον δ᾿ ὅτι τήν τε
διὰ μέσου ταύτην ὥσπερ ῥάχιν λεπτὴν ἔχει
καὶ τὰς στημονίους διαλήψεις οὐκ ἀπὸ ταύτης,
ὥσπερ τὰ τῶν ἄλλων, ἀλλὰ περὶ αὐτὴν περιφερεῖς
ἠγμένας ἀπὸ τῆς προσφύσεως τοῦ μίσχου τῷ
φύλλῳ. παρὰ δὲ τοῦ καυλοῦ τὰ γόνατα καὶ
παρὰ τὰς διαλείψεις τὰς φυλλικὰς ἐκ τῶν αὐτῶν
μίσχων τοῖς φύλλοις παραπέφυκεν ἴουλος λεπτὸς
καὶ ἑλικτός· ἄνθος δὲ λευκὸν καὶ εὐῶδες λείρινον·
ὁ δὲ καρπὸς ἐρυθρός, ἔχων πυρῆνας τὸ μὲν ἐπὶ πᾶν δύο, ἐν τοῖς μείζοσι τρεῖς ἐν δὲ τοῖς μικροῖς ἕνα· σκληρὸς δ᾿ ὁ πυρὴν εὖ μάλα καὶ τῷ χρώματι μέλας ἔξωθεν. ἴδιον δὲ τὸ τῶν βοτρύων, ὅτι ἐκ πλαγίων τε τὸν καυλὸν παραθριγκίζουσιν, καὶ κατ᾿ ἄκρον ὁ μέγιστος βότρυς τοῦ καυλοῦ, ὥσπερ ἐπὶ τῆς ῥάμνου καὶ τοῦ βάτου. τοῦτο δὲ δῆλον ὡς καὶ ἀκρόκαρπον καὶ πλαγιόκαρπον.
Tὸ δ᾿ εὐώνυμος καλούμενον δένδρον φύεται μὲν
ἄλλοθί τε καὶ τῆς Λέσβου ἐν τῷ ὄρει τῷ Ὀρδύννῳ
καλουμένῳ· ἔστι δὲ ἡλίκον ῥόα καὶ τὸ φύλλον
ἔχει ῥοῶδες, μεῖζον δὲ ἢ χαμαιδάφνης, καὶ μαλακὸν
δὲ ὥσπερ ἡ ῥόα. ἡ δὲ βλάστησις ἄρχεται
μὲν αὐτῷ περὶ τὸν Ποσειδεὥνα· ἀνθεῖ δὲ τοῦ
ἦρος· τὸ δὲ ἄνθος ὅμοιον τὴν χρόαν τῷ λευκῷ
ἴῳ· ὄζει δὲ δεινὸν ὥσπερ φόνου. ὁ δὲ καρπὸς
ἐμφερὴς τὴν μορφὴν μετὰ τοῦ κελύφους τῷ τοῦ
σησάμου λοβῷ· ἔνδοθεν δὲ στερεὸν πλὴν διῃρημένον
κατὰ τὴν τετραστοιχίαν. τοῦτο ἐσθιόμενον
ὑπὸ τῶν προβάτων ἀποκτιννύει, καὶ τὸ
φύλλον καὶ ὁ καρπός, καὶ μάλιστα τὰς αἶγας
ἐὰν μὴ καθάρσεως τύχῃ. καθαίρεται δὲ ἀνόχῳ.
περὶ μὲν οὖν δένδρων καὶ θάμνων
εἴρηται· ἐν δὲ τοῖς ἑξῆς περὶ τῶν λειπομένων
λεκτέον.
Ι. Αἱ μὲν οὖν διαφοραι τῶν ὁμογενῶν τεθεώρηνται πρότερον. ἅπαντα δ᾿ ἐν τοῖς οἰκείοις τόποις καλλίω γίνεται καὶ μᾶλλον εὐσθενεῖ· καὶ γὰρ τοῖς ἀγρίοις εἰσὶν ἑκάστοις οἰκεῖοι, καθάπερ τοῖς ἡμέροις· τὰ μὲν γὰρ φιλεῖ τοὺς ἐφύδρους καὶ ἑλώδεις, οἶον αἴγειρος λεύκη ἰτέα καὶ ὅλως τὰ παρὰ τοὺς ποταμοὺς φυόμενα, τὰ δὲ τοὺς εὐσκεπεῖς καὶ εὐηλίους, τὰ δὲ μᾶλλον τοὺς παλισκίους. πεύκη μὲν γὰρ ἐν τοῖς προσείλοις καλλίστη καὶ μεγίστη, ἐν δὲ τοῖς παλισκίοις ὅλως οὐ φύεται· ἐλάτη δὲ ἀνάπαλιν ἐν τοῖς παλισκίοις καλλίστη τοῖς δ᾿ εὐείλοις οὐχ ὁμοίως.
Ἐν Ἀρκαδίᾳ γοῦν περὶ τὴν Κράνην καλουμένην
τόπος ἐστί τις κοῖλος καὶ ἄπνους, εἰς ὃν
οὐδέποθ᾿ ὅλως ἥλιον ἐμβάλλειν φασίν· ἐν τούτῳ
δὲ πολὺ διαφέρουσιν αἱ ἐλάται καὶ τῷ μήκει καὶ
τῷ πάχει, οὐ μὴν ὁμοίως γε πυκναὶ οὐδ᾿ ὡραῖαι
ἀλλ᾿ ἥκιστα, καθάπερ καὶ αἱ πεῦκαι αἱ ἐν τοῖς
παλισκίοις· δι᾿ ὃ καὶ πρὸς τὰ πολυτελῆ τῶν
ἔργων, οἶον θυρώματα καὶ εἴ τι ἄλλο σπουδαῖον,
οὐ χρῶνται τούτοις ἀλλὰ πρὸς τὰς ναυπηγίας
μᾶλλον καὶ τὰς οἰκοδομάς· καὶ γὰρ δοκοὶ κάλλισται
Χαίρει δὲ σφόδρα καὶ ἡ μίλος τοῖς παλισκίοις
καὶ ἡ πάδος καὶ ἡ θραύπαλος. περὶ δὲ τὰς
κορυφὰς τῶν ὀρέων καὶ τοὺς ψυχροὺς τόπους θυία
μὲν φύεται καὶ εἰς ὕψος, ἐλάτη δὲ καὶ ἄρκευθος
φύεται μὲν οὐκ εἰς ὕψος δέ, καθάπερ καὶ περὶ τὴν
ἄκραν Κυλλήνην· φύεται δὲ καὶ ἡ κήλαστρος
ἐπὶ τῶν ἄκρων καὶ χειμεριωτάτων. ταῦτα μὲν
οὖν ἄν τις θείη φιλόψυχρα· τὰ δ᾿ ἄλλα πάντα
ὡς εἰπεῖν οὐ μᾶλλον χαίρει τοῖς προσείλοις.
οὐ μὴν ἀλλὰ καὶ τοῦτο συμβαίνει κατὰ τὴν
χώραν τὴν οἰκείαν ἑκάστῳ τῶν δένδρων. ἐν
Κρήτῃ γοῦν φασιν ἐν τοῖς Ἰδαίοις ὄρεσι καὶ ἐν τοῖς
Λευκοῖς καλουμένοις ἐπὶ τῶν ἄκρων ὅθεν οὐδέποτ᾿
ἐπιλείπει χιὼν κυπάριττον εἶναι· πλείστη γὰρ
αὕτη τῆς ὕλης καὶ ὅλως ἐν τῇ νήσῳ καὶ ἐν τοῖς
ὄρεσιν.
Ἔστι δέ, ὥσπερ καὶ πρότερον εἴρηται, καὶ τῶν
ἀγρίων καὶ τῶν ἡμέρων τὰ μὲν ὀρεινὰ τὰ δὲ
πεδεινὰ μᾶλλον. ἀναλογίᾳ δὲ καὶ ἐν αὐτοῖς τοῖς
ὄρεσι τὰ μὲν ἐν τοῖς ὑποκάτω τὰ δὲ περὶ τὰς
κορυφάς, ὥστε καὶ καλλίω γίνεται καὶ εὐσθενῆ
πανταχοῦ δὲ καὶ πάσης τῆς ὕλης πρὸς βορρᾶν
τὰ ξύλα πυκνότερα καὶ οὐλότερα καὶ ἁπλῶς
καλλίω· καὶ ὅλως δὲ πλείω ἐν τοῖς προσβορείοις,
φύεται. αὐξάνεται δὲ καὶ ἐπιδίδωσι τὰ πυκνὰ
Σχεδὸν δὲ τὰς αὐτὰς ἔχει διαφορὰς τούτοις καὶ ἐν τοῖς παλισκίοις καὶ ἐν τοῖς εὐείλοις καὶ ἐν τοῖς ἀπνόοις καὶ εὐπνόοις· ὀζωδέστερα γὰρ καὶ βραχύτερα καὶ ἦττον εὐθέα τὰ ἐν τοῖς εὐείλοις ἤ τοῖς προσηνέμοις. ὅτι δὲ ἕκαστον ζητεῖ καὶ χώραν οἰκείαν καὶ κρᾶσιν ἀέρος φανερὸν τῷ τὰ μὲν φέρειν ἐνίους τόπους τὰ δὲ μὴ φέρειν μήτε αὐτὰ γιγνόμενα μήτε φυτευόμενα ῥᾳδίως, ἐὰν δὲ καὶ ἀντιλάβηται μὴ καρποφορεῖν, ὥσπερ ἐπὶ τοῦ φοίνικος ἐλέχθη καὶ τῆς Αἰγυπτίας συκαμίνου καὶ ἄλλων· εἰσὶ γὰρ πλείω καὶ ἐν πλείοσι χώραις τὰ μὲν ὅλως οὐ φυόμενα τὰ δὲ φυόμενα μὲν ἀναυξῆ δὲ καὶ ἄκαρπα καὶ τὸ ὅλον φαῦλα. περὶ ὦν ἴσως λεκτέον ἐφ᾿ ὅσον ἔχομεν ἱστορίας.
ΙΙ. Ἐν Αἰγύπτῳ γάρ ἐστιν ἴδια δένδρα πλείω,
ἥ τε συκάμινος καὶ ἡ περσέα καλουμένη καὶ ἡ
βάλανος καὶ ἡ ἄκανθα καὶ ἕτερ᾿ ἄττα.
Ἔστι δὲ ἡ μὲν συκάμινος παραπλησία πως τῇ
ἐνταῦθα συκαμίνῳ· καὶ γὰρ τὸ φύλλον παρόμοιον
πολύοπον δὲ τὸ δένδρον σφόδρα ἐστὶ καὶ τὸ ξύλον αὐτοῦ εἰς πολλὰ χρήσιμον. ἴδιον δὲ ἔχειν δοκεῖ παρὰ τἆλλα· τμηθὲν γὰρ εὐθὺς χλωρόν ἐστι· αὐαίνεται δὲ ἐμβύθιον· εἰς βόθρον δὲ ἐμβάλλουσι καὶ εἰς τὰς λίμνας εὐθὺς καὶ ταριχεύουσι· βρεχόμενον δ᾿ ἐν τῷ βυθῷ ξηραίνεται· καὶ ὅταν τελέως ξηρὸν γένηται, τότε ἀναφέρεται καὶ ἐπινεῖ καὶ δοκεῖ τότε καλῶς τεταριχεῦσθαι· γίνεται γὰρ κοῦφον καὶ μανόν. ἡ μὲν οὖν συκάμινος ἔχει ταύτας τὰς ἰδιότητας.
Ἔοικε δέ τις παραπλησία ἡ φύσις εἶναι καὶ
τῆς ἐν Κρήτῃ καλουμένης Κυπρίας συκῆς· καὶ
γὰρ ἐκείνη φέρει τὸν καρπὸν ἐκ τοῦ στελέχους
καὶ ἐκ τῶν παχυτάτων ἀκρεμόνων, πλὴν ὅτι
βλαστόν τινα ἀφίησι μικρὸν ἄφυλλον ὥσπερ
ῥιζίον, πρὸς ᾧ γε ὁ καρπός. τὸ δὲ στέλεχος μέγα
(Ταύτῃ δὲ παραπλησία καὶ ἣν οἱ Ἴωνες κερωνίαν καλοῦσιν· ἐκ τοῦ στελέχους γὰρ καὶ αὕτη φέρει τὸν πλεῖστον καρπόν, ἀπὸ δὲ τῶν ἀκρεμόνων, ὥσπερ εἴπομεν, ὀλίγον. ὁ δὲ καρπὸς ἔλλοβος, ὃν καλοῦσί τινες Αἰγύπτιον σῦκον διημαρτηκότες· οὐ γίνεται γὰρ ὅλως περὶ Αἴγυπτον ἀλλ᾿ ἐν Συρίᾳ καὶ ἐν Ἰωνίᾳ δὲ καὶ περὶ Κνίδον καὶ Ῥόδον. ἀείφυλλον δὲ καὶ ἄνθος ἔκλευκον ἔχον καί τι βαρύτητος, μὴ μετεωρίζον δὲ σφόδρα καὶ ὅλως ἐκ τῶν κάτω παραβλαστητικὸν ἄνωθεν δὲ ὑποξηραινόμενον. ἔχει δὲ ἅμα καὶ τὸν ἕνον καὶ τὸν νέον καρπόν· ἀφαιρουμένου γὰρ θατέρου μετὰ Κύνα καὶ ὁ ἕτερος εὐθὺς φανερὸς κυούμενος· κύεται γὰρ ὥσπερ βότρυς ὁμοσ χήμων· εἶτ᾿ αὐξηθεὶς ἀνθεῖ περὶ Ἀρκτοῦρον καὶ ἰσημερίαν· ἀπὸ τούτου δὴ διαμένει τὸν χειμῶνα μέχρι Κυνός. ἡ μὲν οὖν ὁμοιότης ὅτι στελεχόκαρπα καὶ ταῦτα· διαφοραὶ δὲ αἱ εἰρημέναι πρὸς τὴν συκάμινον.)
Ἐν Αἰγύπτῳ δ᾿ ἐστὶν ἕτερον ἡ περσέα καλούμενον,
τῇ μὲν προσόψει μέγα καὶ καλόν, παραπλήσιον
δὲ μάλιστα τῇ ἀπίῳ καὶ φύλλοις καὶ
ἄνθεσι καὶ ἀκρεμόσι καὶ τῷ ὅλῳ σχήματι· πλὴν
δὲ βάλανος ἔχει μὲν τὴν προσηγορίαν ἀπὸ τοῦ καρποῦ· φύλλον δ᾿ αὐτῇ παραπλήσιον τῷ τῆς μυρρίνης πλὴν προμηκέστερον. ἔστι δὲ τὸ δένδρον εὐπαχὲς μὲν καὶ εὐμέγεθες, οὐκ εὐφυὲς δὲ ἀλλὰ παρεστραμμένον. τοῦ καρποῦ δὲ τοῖς κελύφεσι χρῶνται οἱ μυρεψοὶ κόπτοντες· εὐῶδες γὰρ ἔχει τὸν δὲ καρπὸν αὐτὸν ἀχρεῖον. ἔστι δὲ καὶ τῷ μεγέθει καὶ τῇ ὄψει παραπλήσιος τῷ τῆς καππάριος· ξύλον δὲ ἰσχυρὸν καὶ εἰς ἄλλα τε χρήσιμον καὶ εἰς τὰς ναυπηγίας.
Tὸ δὲ καλούμενον κουκιόφορόν ἐστιν ὅμοιον τῷ
φοίνικι· τὴν δὲ ὁμοιότητα κατὰ τὸ στέλεχος
ἔχει καὶ τὰ φύλλα· διαφέρει δὲ ὅτι ὁ μὲν φοῖνιξ
μονοφυὲς καὶ ἁπλοῦν ἐστι, τοῦτο δὲ προσαυξηθὲν
σχίζεται καὶ γίνεται δίκρουν, εἶτα πάλιν ἑκάτερον
Ἡ δὲ ἄκανθα καλεῖται μὲν διὰ τὸ ἀκανθῶδες
ὅλον τὸ δένδρον εἶναι πλὴν τοῦ στελέχους· καὶ
γὰρ ἐπὶ τῶν ἀκρεμόνων καὶ ἐπὶ τῶν βλαστῶν
καὶ ἐπὶ τῶν φύλλων ἔχει. μεγέθει δὲ μέγα, καὶ
γὰρ δωδεκάπηχυς ἐξ αὐτῆς ἐρέψιμος ὕλη τέμνεται.
διττὸν δὲ τὸ γένος αὐτῆς, ἡ μὲν γάρ ἐστι λευκὴ
ἡ δὲ μέλαινα· καὶ ἡ μὲν λευκὴ ἀσθενής τε καὶ
εὔσηπτος· ἡ δὲ μέλαινα ἰσχυροτέρα τε καὶ
ἄσηπτος, δι᾿ ὃ καὶ ἐν ταῖς ναυπηγίαις χρῶνται
πρὸς τὰ ἐγκοίλια αὐτῇ. τὸ δένδρον δὲ οὐκ ἄγαν
ὀρθοφυές. ὁ δὲ καρπὸς ἔλλοβος, καθάπερ τῶν
χεδροπῶν, ᾧ χρῶνται οἱ ἐγχώριοι πρὸς τὰ δέρματα
ἀντὶ κηκίδος. τὸ δ᾿ ἄνθος καὶ τῇ ὄψει καλόν,
ὥστε καὶ στεφάνους ποιεῖν ἐξ αὐτοῦ, καὶ φαρμακὼδες,
Καὶ γὰρ ἡ ἐλάα περὶ τοῦτον τὸν τόπον ἐστί, τῷ ποταμῷ μὲν οὐκ ἀρδευομένη, πλείω γὰρ ἢ τριακόσια στάδια ἀπέχει, ναματιαίοις δ᾿ ὕδασιν· εἰσὶ γὰρ κρῆναι πολλαί. τὸ δ᾿ ἔλαιον οὐδὲν χεῖρον τοῦ ἐνθάδε, πλὴν κακωδέστερον διὰ τὸ σπανίοις τοῖς ἁλσὶ χρῆσθαι· φύσει δὲ τὸ ξύλον τοῦ δένδρου καὶ σκληρὸν καὶ παραπλήσιον τεμνόμενον τὴν χρόαν τῷ λωτίνῳ.
Ἄλλο δέ τι δένδρον ἡ κοκκυμηλέα, μέγα μὲν τῷ μεγέθει καὶ τὴν φύσιν τοῦ καρποῦ ὅμοιον τοῖς μεσπίλοις, καὶ τὸ μέγεθος παραπλήσιον πλὴν ἔχοντα πυρῆνα στρογγύλον· ἄρχεται δὲ ἀνθεῖν μηνὸς Πυανεψιῶνος, τὸν δὲ καρπὸν πεπαίνει περὶ ἡλίου τροπὰς χειμερινάς· ἀείφυλλον δ᾿ ἐστίν. οἱ δὲ περὶ τὴν Θηβαΐδα κατοικοῦντες διὰ τὴν ἀφθονίαν τοῦ δένδρου ξηραίνουσι τὸν καρπὸν καὶ τὸν πυρῆνα ἐξαιροῦντες κόπτουσι καὶ ποιοῦσι παλάθας.
Ὕλημα δὲ ἴδιόν τι φύεται περὶ Μέμφιν, οὐ
κατὰ φύλλα καὶ βλαστοὺς καὶ τὴν ὅλην μορφὴν
Ἅπαντα δὲ ἐν τῇ χώρᾳ τὰ δένδρα τὰ τοιαῦτα
μεγάλα καὶ τοῖς μήκεσι καὶ τοῖς πάχεσιν· ἐν
γοῦν Μέμφιδι τηλικοῦτο δένδρον εἶναι λέγεται
τὸ πάχος, ὃ τρεῖς ἄνδρες οὐ δύνανται περιλαμβάνειν.
ἔστι δὲ καὶ τμηθὲν τὸ ξύλον καλόν· πυκνόν
τε γὰρ σφόδρα καὶ τῷ χρώματι λωτοειδές.
IΙΙ. Ἐν Λιβύῃ δὲ ὁ λωτὸς πλεῖστος καὶ κάλλιστος
καὶ ὁ παλίουρος καὶ ἔν τισι μέρεσι τῇ τε
Νασαμωνικῇ καὶ παρ᾿ Ἄμμωνι καὶ ἄλλοις ὁ
φοῖνιξ· ἐν δὲ τῇ Κυρηναίᾳ κυπάρισσος καὶ ἐλάαι
τε κάλλισται καὶ ἔλαιον πλεῖστον. ἰδιώτατον
δὲ πάντων τὸ σίλφιον· ἔτι κρόκον πολὺν ἡ χώρα
φέρει καὶ εὔοσμον. ἔστι δὲ τοῦ λωτοῦ τὸ μὲν
ὅλον δένδρον ἴδιον εὐμέγεθες ἡλίκον ἄπιος ἤ
μικρὸν ἔλαττον· φύλλον δὲ ἐντομὰς ἔχον καὶ
πρινῶδες· τὸ μὲν ξύλον μέλαν· γένη δὲ αὐτοῦ
πλείω διαφορὰς ἔχοντα τοῖς καρποῖς· ὁ δὲ καρπὸς
Πολὺ δὲ τὸ δένδρον καὶ πολύκαρπον· τό γ᾿ οὖν Ὀφέλλου στρατόπεδον, ἡνίκα ἐβάδιζεν εἰς Καρχηδόνα, καὶ τούτῳ φασὶ τραφῆναι πλείους ἡμέρας ἐπιλιπόντων τῶν ἐπιτηδείων. ἔστι μὲν οὖν καὶ ἐν τῇ νήσῳ τῇ Λωτοφαγιτίδι καλουμένῃ πολύς· αὕτη δ᾿ ἐπίκειται καὶ ἀπέχει μικρόν· οὐ μὴν οὐθέν γε μέρος ἀλλὰ πολλῷ πλεῖον ἐν τῇ ἠπείρῳ· πλεῖστον γὰρ ὅλως ἐν τῇ Λιβύῃ, καθάπερ εἴρηται, τοῦτο καὶ ὁ παλίουρός ἐστιν· ἐν γὰρ Εὐεσπερίσι τούτοις καυσίμοις χρῶνται. διαφέρει δὲ οὗτος ὁ λωτὸς τοῦ παρὰ τοῖς Λωτοφάγοις.
Ὁ δὲ παλίουρος θαμνωδέστερος τοῦ λωτοῦ· φύλλον δὲ παρόμοιον ἔχει τῷ ἐνταῦθα, τὸν δὲ καρπὸν διάφορον· οὐ γὰρ πλατὺν ἀλλὰ στρογγύλον καὶ ἐρυθρόν, μέγεθος δὲ ἡλίκον τῆς κέδρου ἢ μικρῷ μεῖζον· πυρῆνα δὲ ἔχει οὐ συνεσθιόμενον καθάπερ ταῖς ῥοαῖς· ἡδὺν δὲ τὸν καρπόν· καὶ ἐάν τις οἶνον ἐπιχέῃ καὶ αὐτὸν ἡδίω γίνεσθαί φασι καὶ τὸν οἶνον ἡδίω ποιεῖν.
Ἔνιοι δὲ τὸ τοῦ λωτοῦ δένδρον θαμνῶδες εἶναι καὶ πολύκλαδον, τῷ στελέχει δὲ εὐπαχές· τὸν δὲ καρπὸν μέγα τὸ κάρυον ἔχειν· τὸ δ᾿ ἐκτὸς οὐ σαρκῶδες ἀλλὰ δερματωδέστερον· ἐσθιόμενον δὲ οὐχ οὕτω γλυκὺν ὡς εὔστομον· καὶ τὸν οἶνον ὃν ἐξ αὐτοῦ ποιοῦσιν οὐ διαμένειν ἀλλ᾿ ἢ δύο ἢ τρεῖς ἡμέρας εἶτ᾿ ὀξύνειν. ἡδίω μὲν οὖν τὸν καρπὸν τὸν ἐν τοῖς Λωτοφάγοις, ξύλον δὲ κάλλιον τὸ ἐν Κυρηναίᾳ· θερμοτέραν δὲ εἶναι τὴν χώραν τὴν τῶν Λωτοφάγων· τοῦ ξύλου δὲ τὴν ῥίζαν εἶναι μελαντέραν μὲν πολὺ πυκνὴν δὲ ἦττον καὶ εἰς ἐλάττω χρησίμην· εἰς γὰρ τὰ ἐγχειρίδια καὶ τὰ ἐπικολλήματα χρῆσθαι, τῷ ξύλῳ δὲ εῖς τε τοὺς αὐλοὺς καὶ εἰς ἄλλα πλείω.
Ἐν δὲ τῇ μὴ ὑομένῃ τῆς Λιβύης ἄλλα τε πλείω
φύεσθαι καὶ φοίνικας μεγάλους καὶ καλούς· οὐ
μὴν ἀλλ᾿ ὅπου μὲν φοῖνιξ ἁλμυρίδα τε εἶναι καὶ
ἔφυδρον τὸν τόπον, οὐκ ἐν πολλῷ δὲ βάθει ἀλλὰ
μάλιστα ἐπ᾿ ὀργυίαις τρισίν. τὸ δ᾿ ὕδωρ ἔνθα
μὲν γλυκὺ σφόδρα ἔνθα δὲ ἁλυκὸν πλησίον ὄντων
ἀλλήλοις· ὅπου δὲ τὰ ἄλλα φύεται ξηρὸν καὶ
ἄνυδρον· ἐνιαχοῦ δὲ καὶ τὰ φρέατα εἶναι ἑκατὸν
ὀργυιῶν, ὥστε ὑποζυγίοις ἀπὸ τροχηλιᾶς ἀνιμᾷν·
δι᾿ καὶ θαυμαστὸν πῶς ποτε ὠρύχθη τηλικαῦτα
βάθη· τὸ δ᾿ οὖν τῶν ὑδάτων τῶν ὑπὸ τοὺς
φοίνικας καὶ ἐν Ἄμμωνος εἶναι διαφορὰν ἔχον
τὴν εἰρημένην. φύεσθαι δὲ ἐν τῇ μὴ ὑομένῃ τὸ
θύμον πολὺ καὶ ἄλλα ἴδιά τε καὶ πλείω γίνεσθαι
ἀλλὰ ταῦτα μὲν ἄδηλον εἰ ἐκτοπίζει που πιόμενα· (διὰ γὰρ τὸ τάχος δύναται μακράν τε καὶ ταχὺ παραγενέσθαι), ἄλλως τε κεἰ δι᾿ ἡμερῶν τινων πίνουσι, καθάπερ καὶ τὰ ἥμερα παρὰ τρίτην ἢ τετάρτην ποτίζεται ταῦτα· τὸ δὲ τῶν ἄλλων ζώων, οἷον ὄφεων σαυρῶν καὶ τῶν τοιούτων, φανερὸν ὅτι ἄποτα. τοὺς δὲ Λίβυας λέγειν ὅτι τὸν ὄνον ἐσθίει ταῦτα ὃς καὶ παρ᾿ ἡμῖν γίνεται, πολύπουν τε καὶ μέλαν συσπειρώμενον εἰς ἑαυτό· τοῦτον δὲ πολύν τε γίνεσθαι σφόδρα καὶ ὑγρὸν τὴν φύσιν εἶναι.
Δρόσον δὲ ἀεὶ πίπτειν ἐν τῇ μὴ ὑομένῃ πολλήν, ὥστε δῆλον ὅτι τὸν μὲν φοίνικα καὶ εἴ τι ἄλλο φύεται ἐν ἀνύδροις τό τε ἐκ τῆς γῆς ἀνιὸν ἐκτρέφει καὶ πρὸς τούτῳ ἡ δρόσος. ἱκανὴ γὰρ ὡς κατὰ μεγέθη καὶ τὴν φύσιν αὐτῶν ξηρὰν οὖσαν καὶ ἐκ τοιούτων συνεστηκυῖαν. καὶ δένδρα μὲν ταῦτα πλεῖστα καὶ ἰδιώτατα. περὶ δὲ τοῦ σιλφίου λεκτέον ὕστερον ποῖόν τι τὴν φύσιν.
IV. Ἐν δὲ τῇ Ἀσίᾳ παρ᾿ ἑκάστοις ἴδι᾿ ἄττα
τυγχάνει· τὰ μὲν γὰρ φέρουσιν αἱ χῶραι τὰ δ᾿
ἕτερα δὲ ἴδια φέρει καὶ δένδρα
καὶ ὑλήματα· καὶ ἔοικεν ὅλως ὁ τόπος ὁ πρὸς
ἀνατολὰς καὶ μεσημβρίαν ὥσπερ καὶ ζῶα καὶ
φυτὰ φέρειν ἴδια παρὰ τοὺς ἄλλους· οἷον ἥ τε
Μηδία χώρα καὶ Περσὶς ἄλλα τε ἔχει πλείω καὶ
τὸ μῆλον τὸ Μηδικὸν ἢ τὸ Περσικὸν καλούμενον.
ἔχει δὲ τὸ δένδρον τοῦτο φύλλον μὲν ὅμοιον καὶ
σχεδὸν ἴσον τῷ τῆς ἀνδράχλης, ἀκάνθας δὲ οἵας
ἄπιος ἢ ὀξυάκανθος, λείας δὲ καὶ ὀξείας σφόδρα
καὶ ἰσχυράς· τὸ δὲ μῆλον οὐκ ἐσθίεται μέν,
σπείρεται δὲ τοῦ ἦρος εἰς πρασιὰς ἐξαιρεθὲν τὸ σπέρμα διειργασμένας ἐπιμελῶς, εἶτα ἀρδεύεται διὰ τετάρτης ἢ πέμπτης ἡμέρας· ὅταν δὲ ἁδρὸν ᾖ, διαφυτεύεται πάλιν τοῦ ἔαρος εἰς χωρίον μαλακὸν καὶ ἔφυδρον καὶ οὐ λίαν λεπτόν· φιλεῖ γὰρ τὰ τοιαῦτα. φέρει δὲ τὰ μῆλα πᾶσαν ὥραν· τὰ μὲν γὰρ ἀφῄρηται τὰ δὲ ἀνθεῖ τὰ δὲ ἐκπέττει. τῶν δὲ ἀνθῶν ὅσα, ὥσπερ εἴπομεν, ἔχει καθάπερ ἠλακάτην ἐκ μέσου τιν᾿ ἐξέχουσαν, τσῦτά ἐστι γόνιμα, ὅσα δὲ μὴ ἄγονα. σπείρεται δὲ καὶ εἰς ὄστρακα διατετρημένα, καθάπερ καὶ οἱ φοίνικες. τοῦτο μὲν οὖν, ὥσπερ εἴρηται, περὶ τὴν Περσίδα καὶ τὴν Μηδίαν ἐστίν.
Ἡ δὲ Ἰνδικὴ χώρα τήν τε καλουμένην ἔχει
συκῆν, ἣ καθίησιν ἐκ τῶν κλάδων τὰς ῥίζας ἀν᾿
ἕκαστον ἔτος, ὥσπερ εἴρηται πρότερον· ἀφίησι
δὲ οὐκ ἐκ τῶν νέων ἀλλ᾿ ἐκ τῶν ἔνων καὶ ἔτι
παλαιοτέρων· αὗται δὲ συνάπτουσαι τῇ γῇ
ποιοῦσιν ὥσπερ δρύφακτον κύκλῳ περὶ τὸ δένδρον,
ὥστε γίνεσθαι καθάπερ σκηνήν, οὗ δὴ καὶ
Ἔστι δὲ καὶ ἕτερον δένδρον καὶ τῷ μεγέθει μέγα καὶ ἡδύκαρπον θαυμαστῶς καὶ μεγαλόκαρπον· καὶ χρῶνται τροφῇ τῶν Ἰνδῶν οἱ σοφοὶ καὶ μὴ ἀμπεχόμενοι.
Ἕτερον δὲ οὗ τὸ φύλλον τὴν μὲν μορφὴν πρόμηκες τοῖς τῶν στρουθῶν πτεροῖς ὅμοιον, ἃ παρατίθενται παρὰ τὰ κράνη, μῆκος δὲ ὡς διπηχυαῖον.
Ἄλλο τέ ἐστιν οὗ ὁ καρπὸς μακρὸς καὶ οὐκ εὐθὺς ἀλλὰ σκολιὸς ἐσθιόμενος δὲ γλυκύς. οὗτος ἐν τῇ κοιλίᾳ δηγμὸν ἐμποιεῖ καὶ δυσεντερίαν, δι᾿ ὃ Ἀλέξανδρος ἀπεκήρυξε μὴ ἐσθίειν. ἔστι δὲ καὶ ἕτερον οὗ ὁ καρπὸς ὅμοιος τοῖς κρανέοις.
Καὶ ἕτερα δὲ πλείω καὶ διαφέροντα τῶν ἐν τοῖς Ἕλλησιν ἀλλ᾿ ἀνώνυμα. θαυμαστὸν δ᾿ οὐδὲν τῆς ἰδιότητος· σχεδὸν γάρ, ὥς γε δή τινές φασιν, οὐθὲν ὅλως τῶν δένδρων οὐδὲ τῶν ὑλημάτων οὐδὲ τῶν ποιωδῶν ὅμοιόν ἐστι τοῖς ἐν τῇ Ἑλλάδι πλὴν ὀλίγων.
Ἴδιον δὲ καὶ ἡ ἐβένη τῆς χώρας ταύτης· ταύτης δὲ δύο γένη, τὸ μὲν εὔξυλον καὶ καλὸν τὸ δὲ φαῦλον. σπάνιον δὲ τὸ καλὸν θάτερον δὲ πολύ. τὴν δὲ χρόαν οὐ θησαυριζομένη λαμβάνει τὴν εὔχρουν ἀλλ᾿ εὐθὺς τῇ φύσει. ἔστι δὲ τὸ δένδρον θαμνῶδες, ὥσπερ ὁ κύτισος.
Φασὶ δ᾿ εἶναι καὶ τέρμινθον, οἱ δ᾿ ὅμοιον τερμίνθῳ, ὃ τὸ μὲν φύλλον καὶ τοὺς κλῶνας καὶ τἆλλα πάντα ὅμοια ἔχει τῇ τερμίνθῳ τὸν δὲ καρπὸν διάφορον· ὅμοιον γὰρ ταῖς ἀμυγδαλαῖς. εἶναι γὰρ καὶ ἐν Βάκτροις τὴν τέρμινθον ταύτην καὶ κάρυα φέρειν ἡλίκα ἀμύγδαλα διὰ τὸ μὴ μεγάλα· καὶ τῇ ὄψει δὲ παρόμοια, πλὴν τὸ κέλυφος οὐ τραχύ. τῇ δ᾿ εὐστομίᾳ καὶ ἡδονῇ κρείττω τῶν ἀμυγδάλων. δι᾿ ὃ καὶ χρῆσθαι τοὺς ἐκεῖ μᾶλλον.
Ἐξ ὦν δὲ τὰ ἱμάτια ποιοῦσι τὸ μὲν φύλλον
ὅμοιον ἔχει τῇ συκαμίνῳ, τὸ δὲ ὅλον φυτὸν τοῖς
κυνορόδοις ὅμοιον. φυτεύουσι δὲ ἐν τοῖς πεδίοις
αὐτὸ κατ᾿ ὄρχους, δι᾿ ὃ καὶ πόρρωθεν ἀφορῶσι
ἄμπελοι φαίνονται. ἔχει δὲ καὶ φοίνικας ἔνια
Φέρει δὲ καὶ σπέρματα ἴδια, τὰ μὲν τοῖς χεδροποῖς ὅμοια τὰ δὲ τοῖς πυροῖς καὶ ταῖς κριθαῖς. ἐρέβινθος μὲν γὰρ καὶ φακὸς καὶ τἆλλα τὰ παῤ ἡμῖν οὐκ ἔστιν· ἕτερα δ᾿ ἐστὶν ὥστε παραπλήσια ποιεῖν τὰ ἑψήματα καὶ μὴ διαγιγνώσκειν, ὥς φασιν, ἂν μή τις ἀκούσῃ. κριθαὶ δὲ καὶ πυροὶ καὶ ἄλλο τι γένος ἀγρίων κριθῶν, ἐξ ὦν καὶ ἄρτοι ἡδεῖς καὶ χόνδρος καλός. ταύτας οἱ ἵπποι ἐσθίοντες τὸ πρῶτον διεφθείροντο, κατὰ μικρὸν δὲ οὖν ἐθισθέντες ἐν ἀχύροις οὐδὲν ἔπασχον.
Μάλιστα δὲ σπείρουσι τὸ καλούμενον ὄρυζον. ἐξ οὗ τὸ ἕψημα. τοῦτο δὲ ὅμοιον τῇ ζειᾷ καὶ περιπτισθὲν οἶον χόνδρος εὔπεπτον δέ, τὴν ὄψιν πεφυκὸς ὅμοιον ταῖς αἴραις καὶ τὸν πολὺν χρόνον ἐν ὕδατι, ἀποχεῖται δὲ οὐκ εἰς στάχυν ἀλλ᾿ ἶον φόβην, ὥσπερ ὁ κέγχρος καὶ ὁ ἔλυμος. ἄλλο δὲ ὃ ἐκάλουν οἱ Ἕλληνες φακόν· τοῦτο δὲ ὅμοιον μὲν τῇ ὄψει καὶ τὸ βούκερας, θερίζεται δὲ περὶ Πλειάδος δύσιν.
Διαφέρει δὲ καὶ αὕτη ἡ χώρα τῷ τὴν μὲν
φέρειν ἔνια τὴν δὲ μὴ φέρειν· ἡ γὰρ ὀρεινὴ καὶ
ἄμπελον ἔχει καὶ ἐλάαν καὶ τὰ ἄλλα ἀκρόδρυα·
πλὴν ἄκαρπον τὴν ἐλάαν, καὶ σχεδὸν καὶ τὴν
φύσιν ὥσπερ μεταξὺ κοτίνου καὶ ἐλάας ἐστὶ καὶ
Ἐν δὲ τῇ Ἀρίᾳ χώρᾳ καλουμένῃ ἄκανθά ἐστιν. ἐφ᾿ ἧς γίνεται δάκρυον ὅμοιον τῇ σμύρνῃ καὶ τῇ ὄψει καὶ τῇ ὀσμῇ· τοῦτο δὲ ὅταν ἐπιλάμψῃ ὁ ἥλιος καταρρεῖ. πολλὰ δὲ καὶ ἄλλα παρὰ τὰ ἐνταῦθα καὶ ἐν τῇ χώρᾳ καὶ ἐν τοῖς ποταμοῖς γίνεται. ἐν ἑτέροις δὲ τόποις ἐστὶν ἄκανθα λευκὴ τρίοζος, ἐξ ἧς καὶ σκυτάλια καὶ βακτηρίας ποιοῦσιν· ὀπώδης δὲ καὶ μανή· ταύτην δὲ καλοῦσιν Ἡρακλέους.
Ἄλλο δὲ ὕλημα μέγεθος μεν ἡλίκον ῥάφανος. τὸ δὲ φύλλον ὅμοιον δάφνῃ καὶ τῷ μεγέθει καὶ τῇ μορφῇ. τοῦτο δ᾿ εἴ τι φάγοι ἐναποθνήσκει. ὄι᾿ ὃ καὶ ὅπου ἵπποι τούτους ἐφύλαττον διὰ χειρῶν.
Ἐν δὲ τῇ Γεδρωσία χώρᾳ πεφυκέναι φασὶν ἓν μὲν ὅμοιον τῇ δάφνῃ φ ύλλον ἔχον, οὗ τὰ ὑποζύγια καὶ ὁτιοῦν εἰ φάγοι μικρόν ἐπισχόντα διεφθείροντο παραπλησίως διατιθέμενα καὶ σπώμενα ὁμοίως τοῖς ἐπιλήπτοις.
Ἕτερον δὲ ἄκανθάν τινα εἶναι· ταύτην δὲ
φύλλον μὲν οὐδὲν ἔχειν πεφυκέναι δ᾿ ἐκ μιᾶς
ῥίζης· ἐφ᾿ ἑκάστῳ δὲ τῶν ὄζων ἄκανθαν ἔχειν
ὀξεῖαν σφόδρα, καὶ τούτων δὲ καταγνυμένων ἢ
προστριβομένων ὀπὸν ἐκρεῖν πολύν, ὃς ἀποτυφλοῖ
Περιττότερα δὲ τῶν φυομενων καὶ πλεῖστον ἐξηλλαγμένα πρὸς τὰ ἄλλα τὰ εὔοσμα τὰ περὶ Ἀραβίαν καὶ Συρίαν καὶ Ἰνδούς, οἶον ὅ τε λιβανωτὸς καὶ ἡ σμύρνα καὶ ἡ κασία καὶ τὸ ὀποβάλσαμον καὶ τὸ κινάμωμον καὶ ὅσα ἄλλα τοιαῦτα· περὶ ὦν ἐν ἄλλοις εἴρηται διὰ πλειόνων. ἐν μὲν οὗν τοῖς πρὸς ἕω τε καὶ μεσημβρίαν καὶ ταῦτ᾿ ἴδια καὶ ἕτερα δὲ τούτων πλείω ἐστίν.
V. Ἐν. δὲ τοῖς πρὸς ἄρκτον οὐχ ὁμοίως· οὐθὲν γὰρ ὅτι ἄξιον λόγου λέγεται παρὰ τὰ κοινὰ τῶν δένδρων ἃ καὶ φιλόψυχρά τε τυγχάνει καὶ ἔστι καὶ παρ᾿ ἡμῖν, οἶον πεύκη δρῦς ἐλάτη πύξος διοσβάλανος φίλυρα καὶ τὰ ἄλλα δὲ τὰ τοιαῦτα· σχεδὸν γὰρ οὐδὲν ἕτερον παρὰ ταῦτά ἐστιν, ἀλλὰ τῶν ἄλλων ὑλημάτων ἔνια ἃ τοὺς ψυχροὺς μᾶλλον ζητεῖ τόπους, καθάπερ κενταύριον ἀψίνθιον, ἔτι δὲ τὰ φαρμακώδη ταῖς ῥίζαις καὶ τοῖς ὀποῖς, οἶον ἐλλέβορος ἐλατήριον σκαμμωνία, σχεδὸν πάντα τὰ ῥιζοτομούμενα.
Τὰ μὲν γὰρ ἐν τῷ Πόντῳ καὶ τῇ Θράκῃ γίνεται,
Τῶν δὲ ἡμερουμένων ἥκιστά φασιν ἐν τοῖς
ψυχροῖς ὑπομένειν δάφνην καὶ μυρρίνην, καὶ
τούτων δὲ ἦττον ἔτι τὴν μυρρίνην· σημεῖον δὲ
λέγουσιν ὅτι ἐν τῷ Ὀλύμπῳ δάφνη μὲν πολλή,
μύρρινος δὲ ὅλως οὐκ ἔστιν. ἐν δὲ τῷ Πόντῳ
περὶ Παντικάπαιον οὐδ᾿ ἕτερον καίπερ σπουδαζόντων
καὶ πάντα μηχανωμένων πρὸς τὰς ἱεροσύνας·
συκαῖ δὲ πολλαὶ καὶ εὐμεγέθεις καὶ
ῥοιαὶ δὲ περισκεπαζόμεναι· ἄπιοι δὲ καὶ μηλέαι
πλεῖσται καὶ παντοδαπώταται καὶ χρησταί·
αὖται δ᾿ ἐαριναὶ πλὴν εἰ ἄρα ἄψισι· τῆς δὲ
ἀγρίας ὕλης ἐστὶ δρῦς πτελέα μελία καὶ ὅσα
τοιαῦτα· πεύκη δὲ καὶ ἐλάτη καὶ πίτυς οὐκ ἔστιὺ
οὐδὲ ὅλως οὐδὲν ἔνδᾳδον· ὑγρὰ δὲ αὕτη καὶ
χείρων πολὺ τῆς Σινωπικῆς, ὥστ᾿ οὐδὲ πολ
χρῶνται αὐτῇ πλὴν πρὸς τὰ ὑπαίθρια. ταῦτα
Ἐν δὲ τῆ Προποντίδι γίνεται καὶ μύρρινος καὶ δάφνη πολλαχοῦ ἐν τοῖς ὄρεσιν. ἴσως δ’ ἔνια καὶ τῶν τόπων ἴδια θετέον· ἕκαστοι γὰρ ἔχουσι τὰ διαφέροντα, ὥσπερ εἴρηται, κατὰ τὰς ὕλας οὐ μόνον τῷ βελτίω καὶ χείρω τὴν αὐτὴν ἔχειν ἀλλὰ καὶ τῷ φέρειν ἢ μὴ φέρειν· οἷον ὁ μὲν Τμῶλος ἔχει καὶ ὁ Μύσιος Ὄλυμπος πολὺ τὸ κάρυον καὶ τὴν διοσβάλανον, ἔτι δὲ ἄμπελον καὶ μηλέαν καὶ ῥόαν· ἡ δὲ Ἴδη τὰ μὲν οὐκ ἔχει τούτων τὰ δὲ σπάνια· περὶ δὲ Μακεδονίαν καὶ τὸν Πιερικὸν Ὄλυμπον τὰ μὲν ἔστι τὰ δ’ οὐκ ἔστι τούτων· ἐν δὲ τῇ Εὐβοίᾳ καὶ περὶ τὴν Μαγνησίαν τὰ μὲν Εὐβοϊκὰ πολλὰ τῶν δὲ ἄλλων οὐθέν· οὐδὲ δὴ περὶ τὸ Πέλιον οὐδὲ τὰ ἄλλα τὰ ἐνταῦθα ὅρη.
Βραχὺς δ’ ἐστὶ τόπος ὃς ἔχει καὶ ὅλως τὴν ναυπηγήσιμον ὕλην· τῆς μὲν γὰρ Εὐρώπης δοκεῖ τὰ περὶ τὴν Μακεδονίαν καὶ ὅσα τῆς Θρᾴκης καὶ περὶ Ἰταλίαν· τῆς δὲ Ἀσίας τά τε ἐν Κιλικίᾳ καὶ τὰ ἐν Σινώπῃ καὶ Ἀμισῷ, ἔτι δὲ ὁ Μύσιος Ὄλυμπος καὶ ἡ Ἴδη πλὴν οὐ πολλήν· ἡ γὰρ Συρία κέδρον ἔχει καὶ ταύτῃ χρῶνται πρὸς τὰς τριήρεις.
Ἀλλὰ καὶ τὰ φίλυδρα καὶ τὰ παραποτάμια
ταῦθ᾿ ὁμοίως· ἐν μὲν γὰρ τῷ Ἀδρίᾳ πλάτανον οὔ
φασιν εἶναι πλὴν περὶ τὸ Διομήδους ἱερόν·
σπανίαν δὲ καὶ ἐν Ἱταλίᾳ πάσῃ· καίτοι πολλοὶ
καὶ μεγάλοι ποταμοὶ παρ’ ἀμφοῖν· ἀλλ’ οὐκ
Ἔνιοι δὲ πλείστην ἔχουσι πλάτανον, οἱ δὲ πτελέαν καὶ ἰτέαν, οἱ δὲ μυρίκην, ὥσπερ ὁ Αἶμος. ὥστε τὰ μὲν τοιαῦτα, καθάπερ ἐλέχθη, τῶν τόπων ἴδια θετέον ὁμοίως ἔν τε τοῖς ἀγρίοις καὶ τοῖς ἡμέροις. οὐ μὴν ἀλλὰ τάχ’ ἂν εἴη καὶ τούτων ἐπί τινων ὥστε διακοσμηθέντων δύνασθαι τὴν χώραν φέρειν, ὃ καὶ νῦν ξυμβαῖνον ὁρῶμεν καὶ ἐπὶ ζώων ἐνίων καὶ φυτῶν.
VI. Μεγίστην δὲ διαφορὰν αὐτῆς τῆς φύσεως τῶν δένδρων καὶ ἀπλῶς τῶν ὑλημάτων ὑποληπτέον ἣν καὶ πρότερον εἴπομεν, ὅτι τὰ μὲν ἔγγαια τὰ δ’ ἔνυδρα τυγχάνει, καθάπερ τῶν ζώων, καὶ τῶν φυτῶν· οὐ μόνον ἐν τοῖς ἕλεσι καὶ ταῖς λίμναις καὶ τοῖς ποταμοῖς γὰρ ἀλλὰ καὶ ἐν τῇ θαλάττῃ φύεται καὶ ὑλήματα ἔνια ἔν τε τῇ ἔξω καὶ δένδρα· ἐν μὲν γὰρ τῇ περὶ ἡμᾶς μικρὰ πάντα τὰ φυόμενα, καὶ οὐδὲν ὑπερέχον ὡς εἰπεῖν τῆς θαλάττης· ἐν ἐκείνῃ δὲ καὶ τὰ τοιαῦτα καὶ ὑπερέχοντα, καὶ ἕτερα δὲ μείζω δένδρα.
Τὰ μὲν οὖν περὶ ἡμᾶς ἐστι τάδε· φανερώτατα
μὲν καὶ κοινότατα πᾶσιν τό τε φῦκος καὶ τὸ
βρύον καὶ ὅσα ἄλλα τοιαῦτα· φανερώτατα δὲ καὶ
Τὸ δὲ τριχόφυλλον, ὥσπερ τὸ μάραθον, οὐ ποῶδες ἀλλ’ ἔξωχρον οὐδὲ ἔχον καυλὸν ἀλλ’ ὀρθόν πως ἐν αὑτῷ· φύεται δὲ τοῦτο ἐπὶ τῶν ὀστράκων καὶ τῶν λίθων, οὐχ ὥσπερ θάτερον πρὸς τῇ γῇ· πρόσγεια δ’ ἄμφω, καὶ τὸ μὲν τριχόφυλλον πρὸς αὐτῇ τῇ γῇ, πολλάκις δὲ ὥσπερ ἐπικλύζεται μόνον ὑπὸ τῆς θαλάττης, θάτερον δὲ ἀνωτέρω.
Γίνεται δὲ ἐν μὲν τῇ ἔξω τῇ περὶ Ἡρακλέους
στήλας θαυμαστόν τι τὸ μέγεθος, ὥς φασι, καὶ τὸ
πλάτος μεῖζον ὡς παλαιστιαῖον. φέρεται δὲ
τοῦτο εἰς τὴν ἔσω θάλατταν ἅμα τῷ ῥῷ τῷ
ἔξωθεν καὶ καλοῦσιν αὐτὸ πράσον· ἐν ταύτῃ δ’
ἔν τισι τόποις ὥστ’ ἐπάνω τοῦ ὀμφαλοῦ. λέγεται
δὲ ἐπέτειον εἶναι καὶ φ ύεσθαι μὲν τοῦ ἦρος
λήγοντος, ἀκμάζειν δὲ τοῦ θέρους, τοῦ μετοπώρου
δὲ φθίνειν, κατὰ δὲ τὸν χειμῶνα ἀπόλλυσθαι καὶ
ἐκπίπτειν. ἅπόντα δὲ καὶ τἆλλα τὰ φυόμενα
χείρω καὶ ἀμαυρότερα γίνεσθαι τοῦ χειμῶνος.
Καὶ ἐν Κρήτῃ δὲ φύεται πρὸς τῇ γῇ ἐπὶ τῶν πετρῶν πλεῖστον καὶ κάλλιστον ᾧ βάπτουσιν οὐ μόνον τὰς ταινίας ἀλλὰ καὶ ἔρια καὶ ἱμάτια· καὶ ἕως ἂν ᾖ πρόσφατος ἡ βαφή, πολὺ καλλίων ἡ χρόα τῆς πορφύρας· γίνεται δ’ ἐν τῇ προσβόρρῳ καὶ πλεῖον καὶ κάλλιον, ὥσπερ αἱ σπογγιαὶ καὶ ἄλλα τοιαῦτα.
Ἄλλο δ’ ἐστὶν ὅμοιον τῇ ἀγρώστει· καὶ γὰρ τὸ φύλλον παραπλήσιον ἔχει καὶ τὴν ῥίζαν γονατώδη καὶ μακρὰν καὶ πεφυκυῖαν πλαγίαν, ὥσπερ ἡ τῆς ἀγρώστιδος· ἔχει δὲ καὶ καυλὸν καλαμώδη, καθάπερ ἡ ἄγρωστις· μεγέθει δὲ ἔλαττον πολὺ τοῦ φύκους.
Ἄλλο δὲ τὸ βρύον, ὃ φύλλον μὲν ἔχει ποῶδες τῇ χρόᾳ, πλατὺ δὲ καὶ οὐκ ἀνόμοιον ταῖς θριδακίναις, πλὴν ῥυτιδωδέστερον καὶ ὥσπερ συνεσπασμένον. καυλὸν δὲ οὐκ ἔχει, ἀλλ’ ἀπὸ μιᾶς ἀρχῆς πλείω τὰ τοιαῦτα καὶ πάλιν ἀπ’ ἄλλης· φυεται δὲ ἐπὶ τῶν λίθων τὰ τοιαῦτα πρὸς τῇ γῇ καὶ τῶν ὀστράκων. καὶ τὰ μὲν ἐλάττω σχεδὸν ταῦτ’ ἐστίν.
δὲ δρῦς καὶ ἡ ἐλάτη παράγειοι μὲν ἄμφω·
φ ύονται δ’ ἐπὶ λίθοις καὶ ὀστράκοις ῥίζας μὲν οὐκ
ἔχουσαι, προσπεφυκυῖαι δὲ ὧσπερ αἱ λεπάδες.
ἀμφότεραι μὲν οἶον σαρκόφυλλα· προμηκέστερον
δὲ τὸ φύλλον πολὺ καὶ παχύτερον τῆς ἐλάτης
τὸ δ’ ὅλον μέγεθος ἀμφοτέρων ὡς πυγωνιαῖον ἢ μικρὸν ὑπεραῖρον, μεῖζον δὲ ὡς ἀπλῶς εἰπεῖν τὸ τῆς ἐλάτης. χρήσιμον δὲ ἡ δρῦς εἰς βαφὴν ἐρίων ταῖς γυναιξίν. ἐπὶ μὲν τῶν ἀκρεμόνων προσηρτημένα τῶν ὀστρακοδέρμων ζώων ἔνια· καὶ κάτω δὲ πρὸς αὐτῷ τῷ καυλῷ περιπεφυκότων τινῶν γ’ ὅλῳ, ἐν τούτοις δεδυκότες ὀνίννοι τε καὶ ἄλλ’ ἄττα καὶ τὸ ὅμοιον πολύποδι.
Ταῦτα μὲν οὖν πρόσγεια καὶ ῥάδια θεωρηθῆναι· φασὶ δέ τινες καὶ ἄλλην δρῦν εἶναι ποντίαν ἣ καὶ καρπὶν φέρει, καὶ ἡ βάλανος αὐτῆς χρησίμη· τοὺς δὲ σκινθοὺς καὶ κολυμβητὰς λέγειν ὅτι καὶ ἕτεραι μεγάλαι τινὲς τοῖς μεγέθεσιν εἴησαν.
Ἡ δὲ ἄμπελος ἀμφοτέρωσε γίνεται· καὶ γὰρ πρὸς τῇ γῇ καὶ ποντία· μείζω δ’ ἔχει καὶ τὰ φύλλα καὶ τὰ κλήματα καὶ τὸν καρπὸν ἡ ποντία.
‘Η δὲ συκῆ ἄφυλλος μὲν τῷ δὲ μεγέθει οὐ μεγάλη, χρῶμα δὲ τοῦ φλοιοῦ φοινικοῦν.
Ὁ δὲ φοῖνίξ ἐστι μὲν πόντιον βραχυστέλεχες δὲ σφόδρα, καὶ σχεδὸν εὐθεῖαι αἱ ἐκφύσεις τῶν ῥάβδων· καὶ κάτωθεν οὐ κύκλῳ αὖται, καθάπερ τῶν ῥάβδων αἱ ἀκρεμόνες, ἀλλ’ ὡσὰν ἐν πλάτει κατὰ μίαν συνεχεῖς, ὀλιγαχοῦ δὲ καὶ ἀπαλλάττουσαι. τῶν δὲ ῥάβδων ἡ τῶν ἀποφύσεων τούτων ὁμοια τρόπον τινὰ ἡ φύσις τοῖς τῶν ἀκανθῶν φύλλοις τῶν ἀκανικῶν, οἶον σόγκοις καὶ τοῖς τοιούτοις, πλὴν ὀρθαὶ καὶ οὐχ, ὥσπερ ἐκεῖνα, περικεκλασμένοι καὶ τὸ φύλλον ἔχουσαι διαβεβρωμένον ὑπὸ τῆς ἅλμης· ἐπεὶ τό γε δι’ ὅλου ἥκειν τὸν μέσον γε καυλὸν καὶ ἡ ἄλλη ὄψις παραπλησία. τὸ δὲ χρῶμα καὶ τούτων καὶ τῶν καυλῶν καὶ ὅλου τοῦ φυτοῦ ἐξέρυθρόν τε σφόδρα καὶ φοινικοῦν.
Καὶ τὰ μὲν ἐν τῇδε τῇ θαλάττῃ τοσαῦτά ἐστιν. ἡ γὰρ σπογγιὰ και αἱ ἀπλυσίαι καλούμεναι καὶ εἴ τι τοιοῦτον ἑτέραν ἔχει φύσιν.
VII. Ἐν δὲ τῇ ἔξω τῇ περὶ Ἡρακλέους στήλας
τό τε πράσον, ὥσπερ εἴρηται, φύεται καὶ τὰ
ἀπολιθούμενα ταῦτα, οἷον θῦμα καὶ τὰ δαφνοειδῆ
καὶ τὰ ἄλλα. τῆς δὲ ἐρυθρᾶς καλουμένης ἐν τῇ
Ἀραβίᾳ μικρὸν ἐπάνω Κόπτου ἐν μὲν τῇ γῇ
Ἐν δὲ τῇ θαλάττῃ φύεται. καλοῦσι δ’ αὐτὰ
δαφνην καὶ ἐλάαν. ἔστι δὲ ἡ μὲν δάφνη ὁμοία
τῇ ἀρίᾳ ἡ δὲ ἐλάα
Ἐν δὲ τῷ κόλπω τῷ καλουμένῳ Ἡρώων. ἐφ’ ὃν καταβαίνουσιν οἱ ἐξ Λἰγύπτου, φύεται μὲν δάφνη τε καὶ ἐλάα καὶ θύμον, οὐ μὴν χλωρά γε ἀλλὰ λιθοειδῆ τὰ ὑπερέχοντα τῆς θαλάττης, ὅμοια δὲ καὶ τοῖς φύλλοις καὶ τοῖς βλαστοῖς τοῖς χλωροῖς. ἐν δὲ τῷ θύμῳ καὶ τὸ τοῦ ἄνθους χρῶμα διαδηλον ὡσὰν μήπω τελέως ἐξηνθηκός. μήκη δὲ τῶν δενδρυφίων ὅσον εἰς τρεῖς πήχεις.
Οί δέ, ὅτε ἀνάπλους ἦν τῶν ἐξ Ἰνδῶν ὰποστα
λέντων ὑπὸ Ἀλεξάνδρουυ, τὰ ἐν τῇ θαλάττῃ
φυόμενα. μέχρι οὗ μὲν ἂν ᾖ ἐν τῷ ὑγρῷ, χρῶμά
φασιν ἔχειν ὅμοιον τοῖς φυκίοις, ὁπόταν δ’ ἐξενεχθέντα
Ἐν δὲ ταῖς νήσοις ταῖς ὑπὸ τῆς πλημμυρίδος καταλαμβανομέναις δένδρα μεγάλα πεφυκέναι ἡλίκαι πλάτανοι καὶ αἴγειροι αἱ μέγισται· συμβαίνειν δέ, ὅθ’ ἡ πλημμυρὶς ἐπέλθοι, τὰ μὲν ἄλλα κατακρύπτεσθαι ὅλα, τῶν δὲ μεγίστων ὑπερέχειν τοὺς κλάδους, ἐξ ὦν τὰ πρυμνησία ἀνάπτειν, εἶθ' ὅτε πάλιν ἄμπωτις γίνοιτο ἐκ τῶν ῥιζῶν. ἔχειν δὲ τὸ δένδρον φύλλον μὲν ὅμοιον τῇ δάφνῃ, ἄνθος δὲ τοῖς ἴοις καὶ τῷ χρώματι καὶ τῇ ὀσμῇ, καρπὸν δὲ ἡλίκον ἐλάα καὶ τοῦτον εὐώδη σφόδρα· καὶ τὰ μὲν φύλλα οὐκ ἀποβάλλειν, τὸ δὲ ἄνθος καὶ τὸν καρπὸν ἄμα τῷ φθινοπώρῳ γίνεσθαι, τοῦ δὲ ἔαρος ἀπορρεῖν.
Ἄλλα δ’ ἐν αὐτῇ τῇ θαλάττῃ πεφυκέναι, ἀείφυλλα μὲν τὸν δὲ καρπὸν ὅμοιον ἔχειν τοῖς θέρμοις.
Περὶ δὲ τὴν Περσίδα τὴν κατὰ τὴν Καρμανίαν.
καθ’ ἡ πλημμυρὶς γίνεται, δένδρα ἐστὶν εὐμεγέθη
ὅμοια τῇ ἀνδράχλῃ καὶ τῇ μορφῇ καὶ τοῖς φύλλοις·
καρπὸν δὲ ἔχει πολὺν ὅμοιον τῷ χρώματι ταῖς
ὕδωρ δὲ ὅλως οὐκ ἔστιν ἐν τῷ τόπῳ· καταλείπονται δέ τινες διώρυχες δι᾿ ὦν διαπλέουσιν· αὗται δ᾿ εἰσὶ θαλάττης· ᾧ καὶ δῆλον οἴονταί τινες ὅτι τρέφονται ταύτῃ καὶ οὐ τῷ ὕδατι, πλὴν εἴ τι ταῖς ῥίζαις ἐκ τῆς γῆς ἕλκουσιν. εὔλογον δὲ καὶ τοῦθ᾿ ἁλμυρὸν εἶναι· καὶ γὰρ οὐδὲ κατὰ βάθους αἱ ῥίζαι. τὸ δὲ ὅλον ἓν τὸ γένος εἶναι τῶν τ᾿ ἐν τῇ θαλάττῃ φυομένων καὶ τῶν ἐν τῇ γῇ ὑπὸ τῆς πλημμυρίδος καταλαμβανομένων· καὶ τὰ μὲν ἐν τῇ θαλάττῃ μικρὰ καὶ φυκώδη φαινόμενα, τὰ δ᾿ ἐν τῇ γῇ μεγάλα καὶ χλωρὰ καὶ ἄνθος εὔοδμον ἔχοντα, καρπὸν δὲ οἷον θέρμος.
Ἐν Τύλῳ δὲ τῇ νήσῳ, κεῖται δ᾿ αὕτη ἐν τῷ
Ἀραβίῳ κόλπῳ, τὰ μὲν πρὸς ἕω τοσοῦτο πλῆθος
εἶναί φασι δένδρων ὅτ᾿ ἐκβαίνει ἡ πλημμυρὶς
ὥσι᾿ ἀπωχυρῶσθαι. πάντα δὲ ταῦτα μεγέθη μὲν
ἔχειν ἡλίκα συκῆ, τὸ δὲ ἄνθος ὑπερβάλλον τῇ
εὐωδίᾳ, καρπὸν δὲ ἄβρωτον ὅμοιον τῇ ὄψει τῷ
θέρμῳ. φέρειν δὲ τὴν νῆσον καὶ τὰ δένδρα τὰ
ἐριοφόρα πολλά. ταῦτα δὲ φύλλον μὲν ἔχειν
παρόμοιον τῇ ἀμπέλῳ πλὴν μικρόν, καρπὸν δὲ
οὐδένα φέρειν· ἐν ᾧ δὲ τὸ ἔριον ἡλίκον μῆλον
ἐαρινὸν συμμεμυκός· ὅταν δὲ ὡραῖον ᾖ, ἐκπετάννυσθαι
Γίνεται δὲ τοῦτο καὶ ἐν Ἰνδοῖς, ὥσπερ ἐλέχθη. καὶ ἐν Ἀραβίᾳ. εἶναι δὲ ἄλλα δένδρα τὸ ἄνθος ἔχοντα ὅμοιον τῷ λευκοΐῳ, πλὴν ἄοδμον καὶ τῷ μεγέθει τετραπλάσιον τῶν ἴων. καὶ ἕτερον δέ τι δένδρον πολύφυλλον ὥσπερ τὸ ῥόδον· τοῦτο δὲ τὴν μὲν νύκτα συμμύειν ἅμα δὲ τῷ ἡλίῳ ἀνιόντι διοίγνυσθαι, μεσημβρίας δὲ τελέως διεπτύχθαι, πάλιν δὲ τῆς δείλης συνάγεσθαι κατὰ μικρὸν καὶ τὴν νύκτα συμμύειν· λέγειν δὲ καὶ τοὺς ἐγχωρίους ὅτι καθεύδει. γίνεσθαι δὲ καὶ φοίνικας ἐν τῇ νήσῳ καὶ ἀμπέλους καὶ τἆλλα ἀκρόδρυα καὶ συκᾶς οὐ φυλλορροούσας. ὕδωρ δὲ οὐράνιον γίνεσθαι μέν, οὐ μὴν χρῆσθαί γε πρὸς τοὺς καρπούς· ἀλλ’ εἶναι κρήνας ἐν τῇ νήσῳ πολλάς, ἀφ’ ὧν πάντα βρέχειν, ὃ καὶ συμφέρειν μᾶλλον τῷ σίτῳ καὶ τοῖς δένδρεσιν. δι’ ὃ καὶ ὅταν ὕσῃ τοῦτο ἐπαφιέναι καθαπερεὶ καταπλύνοντας ἐκεῖνο. καὶ τὰ μὲν ἐν τῇ ἔξω θαλάττῃ δένδρα τά γε νῦν τεθεωρημένα σχεδὸν τοσαῦτά ἐστιν.
VIII. ‘Υπὲρ δὲ τῶν ἐν τοῖς ποταμοῖς καὶ τοῖς
ἕλεσι καὶ ταῖς λίμναις μετὰ ταῦτα λεκτέον. τρία
δέ ἐστιν εἴδη τῶν ἐν τούτοις, τὰ μὲν δένδρα τὰ δ’
Ἐνιαχοῦ δὲ καὶ βάτοι καὶ παλίουροι καὶ τὰ ἄλλα δένδρα, καθάπερ ἰτέα λεύκη πλάτανος. τὰ μὲν οὖν μέχρι τοῦ κατακρύπτεσθαι, τὰ δὲ ὥστε μικρὸν ὑπερέχειν, τῶν δὲ αἱ μὲν ῥίζαι καὶ μικρὸν τοῦ στελέχους ἐν τῷ ὑγρῷ, τὸ δὲ ἄλλο σῶμα πᾶν ἔξω. τοῦτο γὰρ καὶ ἰτέᾳ καὶ κλήθρᾳ καὶ πλατάνῳ καὶ φιλύρᾳ καὶ πᾶσι τοῖς φιλύδροις συμβαίνει.
Σχεδὸν δὲ καὶ ταῦτα κοινὰ πάντων τῶν ποταμῶν ἐσ τιν· ἐπεὶ καὶ ἐν τῷ Νείλῳ πέφυκεν· οὐ μὴν πολλή γε ἡ πλάτανος, ἀλλὰ σπανιωτέρα ἔτι ταύτης ἡ λεύκη, πλείστη δὲ μελία καὶ βουμέλιος. τῶν γοῦν ἐν Αἰγύπτῳ φυομένων τὸ μὲν ὅλον πολὺ πλῆθός ἐστιν πρὸς τὸ ἀριθμήσασθαι καθ’ ἕκαστον· οὐ μὴν ἀλλ’ ὥς γε ἁπλῶς εἰπεῖν ἀπόντα ἐδώδιμα καὶ χυλοὺς ἔχοντα γλυκεῖς. διαφέρειν δὲ δοκεῖ τῇ γλυκύτητι καὶ τῷ τρόφιμα μάλιστα εἶναι τρία ταῦτα, ὅ τε πάπυρος καὶ τὸ καλούμενον σάρι καὶ τρίτον ὃ μνασίον καλοῦσι.
Φύεται δὲ ὁ πάπυρος οὐκ ἐν βάθει τοῦ ὕδατος
ἀλλ’ ὅσον ἐν δύο πήχεσιν, ἐνιαχοῦ δὲ καὶ ἐν
ἐλάττονι. πάχος μὲν οὖν τῆς ῥίζης ἡλίκον καρπὸς
χειρὸς ἀνδρὸς εὐρώστου, μῆκος δὲ ὑπὲρ τετράπηχυ·
φύεται δὲ ὑπὲρ τῆς γῆς αὐτῆς, πλαγίας
ῥίζας εἰς τὸν πηλὸν καθιεῖσα λεπτὰς καὶ πυκνάς,
ἄνω δὲ τοὺς παπύρους καλουμένους τριγώνους,
χρῶνται δὲ ταῖς μὲν ῥίζαις ἀντὶ ξύλων οὐ μόνον τῷ κάειν ἀλλὰ καὶ τῷ σκεύη ἄλλα ποιεῖν ἐξ αὐτῶν παντοδαπά· πολὺ γὰρ ἔχει τὸ ξύλον καὶ καλόν. αὐτὸς δὲ ὁ πάπυρος πρὸς πλεῖστα χρήσιμος· καὶ γὰρ πλοῖα ποιοῦσιν ἐξ αὐτοῦ, καὶ ἐκ τῆς βίβλου ἱστία τε πλέκουσι καὶ ψιάθους καὶ ἐσθῆτά τινα καὶ στρωμνὰς καὶ σχοινία τε καὶ ἕτερα πλείω. καὶ ἐμφανέστατα δὴ τοῖς ἔξω τὰ βιβλία· μάλιστα δὲ καὶ πλείστη βοήθεια πρὸς τὴν τροφὴν ἀπ’ αὐτοῦ γίνεται. μασῶνται γὰρ ἅπαντες οἱ ἐν τῇ χώρᾳ τὸν πάπυρον καὶ ὠμὸν καὶ ἑφθὸν καὶ ὀπτόν· καὶ τὸν μὲν χυλὸν καταπίνουσι, τὸ δὲ μάσημα ἐκβάλλουσιν. ὁ μὲν οὖν πάπυρος τοιοῦτός τε καὶ ταύτας παρέχεται τὰς χρείας. γίνεται δὲ καὶ ἐν Συρίᾳ περὶ τὴν λίμνην ἐν ᾗ καὶ ὁ κάλαμος ὁ εὐώδης· ὅθεν καὶ Ἀντίγονος εἰς τὰς ναῦς ἐποιεῖτο τὰ σχοινία.
Το δὲ σάρι φύεται μὲν ἐν τῷ ὕδατι περὶ τὰ ἕλη καὶ τὰ πεδία, ἐπειδὰν ὁ ποταμὸς ἀπέλθῃ, ῥίζαν δὲ ἔχει σκληρὰν καὶ συνεστραμμένην, καὶ ἐξ αὐτῆς φύεται τὰ σαρία καλούμενα· ταῦτα δὲ μῆκος μὲν ὡς δύο πήχεις, πάχος δὲ ἡλίκον ὁ δάκτυλος ὁ μέγας τῆς χειρός· τρίγωνον δὲ καὶ τοῦτο, καθάπερ ὁ πάπυρος, καὶ κόμην ἔχον παραπλήσιον. μασώμενοι δὲ ἐκβάλλουσι καὶ τοῦτο τὸ μάσημα, τῇ ῥίζῃ δὲ οἱ σιδηρουργοὶ χρῶνται· τὸν γὰρ ἄνθρακα ποιεῖ χρηστὸν διὰ τὸ σκληρὸν εἶναι τὸ ξύλον.
Τὸ δὲ μνασίον ποιῶδές ἐστιν, ὥστ’ οὐδεμίαν παρέχεται χρείαν πλὴν τὴν εἰς τροφήν.
Καὶ τὰ μὲν γλυκύτητι διαφέροντα ταῦτά ἐστι. φύεται δὲ καὶ ἕτερον ἐν τοῖς ἕλεσι καὶ ταῖς λίμναις ὃ οὐ συνάπτει τῇ γῇ, τὴν μὲν φύσιν ὅμοιον τοῖς κρίνοις, πολυφυλλότερον δὲ καὶ παρ’ ἄλληλσ τὰ φύλλα καθάπερ ἐν διστοιχίᾳ· χρῶμα δὲ χλωρὸν ἔχει σφόδρα. χρῶνται δὲ οἱ ἰατροὶ πρός τε τὰ γυναικεῖα αὐτῷ καὶ πρὸς τὰ κατάγματα.
Ταῦτα δὲ γίνεται ἐν τῷ ποταμῷ εἰ μὴ ὁ ῥοῦς
ἐξέφερεν· συμβαίνει δὲ ὥστε καὶ ἀποφέρεσθαι·
ἕτερα δ’ ἀπ’ αὐτῶν πλείω.
‘Ο δὲ κύαμος φύεται μὲν ἐν τοῖς ἕλεσι καὶ λίμναις,
καυλὸς δὲ αὐτοῦ μῆκος μὲν ὁ μακρότατος
εἰς τέτταρας πήχεις, πάχος δὲ δακτυλιαῖος,
ὅμοιος δὲ καλάμῳ μαλακῷ ἀγονάτῳ. διαφύσεις
δὲ ἔνδοθεν ἔχει δι ὅλου διειλημμένας ὁμοίας τοῖς
κηρίοις· ἐπὶ τούτῳ δὲ ἡ κωδύα, παρομοία σφηκίῳ
περιφερεῖ, καὶ ἐν ἑκάστῳ τῶν κυττάρων κύαμος
μικρὸν ὑπεραίρων αὐτῆς, πλῆθος δὲ οἱ πλεῖστοι
τριάκοντα. τὸ δὲ ἄνθος διπλάσιον ἢ μήκωνος,
χρῶμα δὲ ὅμοιον ῥόδῳ κατακορές· ἐπάνω δὲ τοῦ
ὕδατος ἡ κωδύα. πσραφ ύεται δὲ φύλλα μεγάλα
παρ’ ἕκαστον τῶν κυάμων, ὦν ἴσα τὰ μεγέθη
πετάσῳ Θετταλικῇ τὸν αὐτὸν ἔχοντα καυλὸν τῷ
τῶν κυάμων. συντρίψαντι δ’ ἕκαστον τῶν κυάμων
φανερόν ἐστι τὸ πικρὸν συνεστραμμένον, ἐξ
τὰ μὲν οὖν περὶ τὸν καρπὸν τοιαῦτα. ἡ δὲ ῥίζα παχυτέρα τοῦ καλάμου τοῦ παχυτάτου καὶ διαφύσεις ὁμοίως ἔχουσα τῷ καυλῷ. ἐσθίουσι δ’ αὐτὴν καὶ ὠμὴν καὶ ἑφθὴν καὶ ὀπτήν, καὶ οἱ περὶ τὰ ἔλη τούτῳ σίτῳ χρῶνται. φύεται μὲν οὖν ὁ πολὺς αὐτόματος· οὐ μὴν ἀλλὰ καὶ καταβάλλουσιν ἐν πηλῷ ἀχυρώσαντες εὖ μάλα πρὸς τὸ κατενεχθῆναί τε καὶ μεῖναι καὶ μὴ διαφθαρῆναι· καὶ οὕτω κατασκευάζουσι τοὺς κυαμῶνας· ἂν δ’ ἅπαξ ἀντιλάβηται, μένει διὰ τέλους. ἰσχυρὰ γὰρ ἡ ῥίζα καὶ οὐ πόρρω τῆς τῶν καλάμων πλὴν ἐπακανθίζουσα· δι’ ὃ καὶ ὁ κροκόδειλος φεύγει μὴ προσκόψῃ τῷ ὀφθαλμῷ τῷ μὴ ὀξὺ καθορᾷν· γίνεται δὲ οὗτος καὶ ἐν Συρίᾳ καὶ κατὰ Κιλικίαν, ἀλλ’ οὐκ ἐκπέττουσιν αἱ χῶραι· καὶ περὶ Τορώνην τῆς Χαλκιδικῆς ἐν λίμνῃ τινὶ μετρίᾳ τῷ μεγέθει· καὶ αὐτοῦ πέττεται τελέως καὶ τελεοκαρπεῖ.
Ὁ δὲ λωτὸς καλούμενος φύεται μὲν ὁ πλεῖστος
ἐν τοῖς πεδίοις, ὅταν ἡ χώρα κατακλυσθῇ. τούτου
δὲ ἡ μὲν τοῦ καυλοῦ φύσις ὁμοία τῇ τοῦ
κυάμου, καὶ οἱ πέτασοι δὲ ὡσαύτως, πλὴν ἐλάττους
καὶ λεπτότεροι. ἐπιφύεται δὲ ὁμοίως ὁ
καρπὸς τῷ τοῦ κυάμου. τὸ ἄνθος αὐτοῦ λευκὸν
ἐμφερὲς τῇ στενότητι τῶν φύλλων τοῖς τοῦ
κρίνου, πολλὰ δὲ καὶ πυκνὰ ἐπ’ ἀλλήλοις φύεται.
ταῦτα δὲ ὅταν μὲν ὁ ἥλιος δύῃ συμμύει καὶ συγκαλύπτει
τὴν κωδύαν, ἄμα δὲ τῇ ἀνατολῇ διοίγεται
τῆς δὲ κωδύας τὸ μέγεθος ἡλίκον μήκωνος τῆς μεγίστης, καὶ διέζωσται ταῖς κατατομαῖς τὸν αὐτόν τρόπον τῇ μήκωνι· πλὴν πυκνοτερος ἐν ταύταις ὁ καρπός. ἔστι δὲ παρόμοιος τῷ κέγχρῳ. ἐν δὲ τῷ Εὐφράτῃ τὴν κωδύαν φασὶ καὶ τὰ ἄνθη δύνειν καὶ ὑποκαταβαίνειν τῆς ὀψίας μέχρι μεσῶν νυκτῶν καὶ τῷ βάθει πόρρω· οὐδὲ γὰρ καθιέντα τὴν χεῖρα λαβεῖν εἶναι. μετὰ δὲ ταῦτα ὅταν ὄρθρος ᾖ πάλιν ἐπανιέναι καὶ πρὸς ἡμέραν ἔτι μᾶλλον, ἅμα τῷ ἡλίῳ φανερὸν ὑπὲρ τοῦ ὕδατος καὶ ἀνοίγειν τῇ ἄνθος, ἀνοιχθέντος δὲ ἔτι ἀναβαίνειν· συχνόν δὲ τὸ ὑπεραῖρον εἶναι τό ὕδωρ.
τὰς δὲ κωδύας ταύτας οἱ Αἰγύπτιοι
συνθέντες εἰς τὸ αὐτὸ σήπουσιν· ἐπὰν δὲ
σαπῇ τὸ κέλυφος, ἐν τῷ ποταμῷ κλύζοντες ἐξαιροῦσι
τὸν καρπόν, ξηράναντες δὲ καὶ πτίσαντες
ἄρτους ποιοῦσι καὶ τούτῳ χρῶνται σιτίῳ. ἡ δὲ
ῥίζα τοῦ λωτοῦ καλεῖται μὲν κόρσιον, ἐστὶ δὲ
στρογγύλη, τὸ μέγεθος ἡλίκον μῆλον Κυδώνιον·
φλοιός δὲ περίκειται περὶ αὐτὴν μέλας ἐμφερὴς
τῷ κασταναικῷ καρύῳ· τὸ δὲ ἐντὸς λευκόν, ἑψόμενον
δὲ καὶ ὀπτώμενον γίνεται λεκιθῶδες, ἡδὺ δὲ
ἐν τῇ προσφορᾷ· ἐσθίεται δὲ καὶ ὠμή, ἀρίστη
δὲ ἐν τῷ ὕδατι ἑφθὴ καὶ ὀπτή. καὶ τὰ μὲν
ἐν τοῖς ὕδασιν σχεδόν ταῦτά ἐστιν.
Ἐν δὲ τοῖς ἀμμώδεσι χωρίοις, ἅ ἐστιν οὐ πόρρω
Τοῖς δὲ βουσὶ καὶ τοῖς προβάτοις ἅπαντα μὲν τὰ φυόμενα ἐδώδιμά ἐστιν, ἓν δέ τι γένος ἐν ταῖς λίμναις καὶ τοῖς ἕλεσι φύεται διαφέρον, ὃ καὶ χλωρόν νέμονται καὶ ξηραίνοντες παρέχουσι κατὰ χειμῶνα τοῖς βουσὶν ὅταν ἐργάσωνται· καὶ τὰ σώματα ἔχουσιν εὖ σίτου ἄλλο λαμβάνοντες οὐθέν.
Ἔστι δὲ καὶ ἄλλο παραφυόμενον αὐτόματον ἐν τῷ σίτῳ· τοῦτο δέ, ὅταν ὁ σῖτος ᾖ καθαρός. ὑποπτίσαντες καταβάλλουσι τοῦ χειμῶνος ὑγρὰν εἰς γῆν· βλαστήσαντος δὲ τεμόντες καὶ ξηράναντες παρέχουσι καὶ τοῦτο βουσὶ καὶ ἵπποις καὶ τοῖς ὑποζυγίοις σὺν τῷ καρπῷ τῷ ἐπιγινομένῳ· ὁ δὲ καρπὸς μέγεθος μὲν ἡλίκον σήσαμον, στρογγύλος δὲ καὶ τῷ χρώματι χλωρός. ἀγαθὸς δὲ διαφερόντως. ἐν Αἰγύπτῳ μὲν οὖν τὰ περιττὰ σχεδὸν ταῦτα ἄν τις λάβοι.
IX. Ἕκαστοι δὲ τῶ ποταμῶν ἐοίκασιν ἴδιόν
τι φέρειν, ὥσπερ καὶ τῶν χερσαίων. ἐπεὶ οὐδὲ
ὁ τρίβολος ἐν ἅποσιν οὐδὲ πανταχοῦ φύεται,
ἀλλ’ ἐν τοῖς ἑλώδεσι τῶν ποταμῶν· ἐν μεγίστῳ
δὲ βάθει πενταπήχει ἢ μικρῷ μείζονι, καθάπερ
ἔχει δὲ ἐκ τοῦ ἑνὸς καυλοῦ καὶ παραβλαστήματα πλείω· καὶ γὰρ τρία καὶ τέτταρα, μέγιστον δ’ αἰεὶ τὸ πλησιαίτερον τῆς ῥίζης, εἶτα τὸ μετὰ τοῦτο καὶ τὰ ἄλλα κατὰ λόγον. τὸ δὲ παραβλάστημά ἐστιν ὥσπερ καυλὸς ἄλλος λεπτότερος μὲν τοῦ πρώτου, τὰ δὲ φύλλα καὶ τὸν καρπὸν ἔχων ὁμοίως. ὁ δὲ καρπὸς μέλας καὶ σκληρὸς σφόδρα. ῥίζαν δὲ ἡλίκην καὶ ποίαν ἔχει σκεπτέον. ἡ μὲν οὖν φύσις τοιαύτη. φύεται μὲν ἀπὸ τοῦ καρποῦ τοῦ πίπτοντος καὶ ἀφίησι βλαστὸν τοῦ ἦρος·
φασὶ δὲ οἱ μὲν εἶναι ἐπέτϲιον οἱ δὲ διαμένειν τὴν μὲν ῥίζαν εἰς χρόνον, ἐξ ἦς καὶ τὴν βλάστησιν εἶναι τοῦ καυλοῦ. τοῦτο μὲν οὖν σκεπτέον. ἴδιον δὲ παρὰ τἆλλα τὸ τῶν παραφυομένων ἐκ τοῦ καυλοῦ τριχωδῶν· οὔτε γὰρ φύλλα ταῦτα οὔτε καυλός· ἐπεὶ τό γε τῆς παραβλαστήσεως κοινὸν καλάμου καὶ ἄλλων.
X. Τὰ μὲν οὖν ἴδια θεωρητέον ἰδίως δῆλον ὅτι, τὰ δὲ κοινὰ κοινῶς. διαιρεῖν δὲ χρὴ καὶ ταῦτα κατὰ τοὺς τόπους, οἷον εἰ τὰ μὲν ἕλεια τὰ δὲ λιμναῖα τὰ δὲ ποτάμια μᾶλλον ἢ καὶ κοινὰ πάντων τῶν τόπων· διαιρεῖν δὲ καὶ ποῖα ταὐτὰ ἐν τῷ ὑγρῷ καὶ τῷ ξηρῷ φύεται, καὶ ποῖα ἐν τῷ ὑγρῷ μόνον, ὡς ἁπλῶς εἰπεῖν πρὸς τὰ κοινότατα εἰρημένα πρότερον
Ἐν δ᾿ οὖν τῇ λίμνῃ τῇ περὶ Ὀρχομενὸν τάδ᾿ ἐστὶ τὰ φυόμενα δένδρα καὶ ὑλήματα, ἰτέα ἐλαίαγνος σίδη κάλαμος ὅ τε αὐλητικὸς καὶ ὁ ἕτερος κύπειρον φλεὼς τύφη, ἔτι γε μήνανθος ἴκμη καὶ τὸ καλούμενον ἴπνον. ὃ γὰρ προσαγορεύουσι λίμνα τούτου τὰ πλείω καθ᾿ ὕδατός ἐστι.
Τούτων δὲ τὰ μὲν ἄλλα γνώριμα· ὁ δ᾿ ἐλαίαγνος
καὶ ἡ σίδη καὶ ἡ μήνανθος καὶ ἡ ἴκμη καὶ τὸ
ἴπνον ἴσως μὲν φύεται καὶ ἑτέρωθι, προσαγορεύεται
δὲ ἄλλοις ὀνόμασι· λεκτέον δὲ περὶ αὐτῶν.
ἔστι δὲ ὁ μὲν ἐλαίαγνος φύσει μὲν θαμνῶδες καὶ
παρόμοιον τοῖς ἄγνοις, φύλλον δὲ ἔχει τῷ μὲν
σχήματι παραπλήσιον μαλακὸν δέ, ὥσπερ αἱ
μηλέαι καὶ χνοῶδες. ἄνθος δὲ τῷ τῆς λεύκης
ὅμοιον ἔλαττον· καρπὸν δὲ οὐδένα φέρει. φύεται
δὲ ὁ πλεῖστος μὲν ἐπὶ τῶν πλοάδων νήσων· εἰσὶ
γάρ τινες καὶ ἐνταῦθα πλοάδες, ὥσπερ ἐν Αἰγύπτῳ
Ἡ δὲ σίδη την μὲν μορφήν ἐστιν ὁμοία τῇ μήκωνι· καὶ γὰρ τὸ ἄνω κυτινῶδες τοιοῦτον ἔχει. πλὴν μεῖζον ὡς κατὰ λόγον· μεγέθει δὲ ὅλος ὁ ὄγκος ἡλίκον μῆλον· ἔστι δὲ οὐ γυμνόν, ἀλλὰ ὑμένες περὶ αὐτὴν λευκοί, καὶ ἐπὶ τούτοις ἔξωθεν φύλλα ποώδη παραπλήσια τοῖς τῶν ῥόδων ὅταν ἐν κάλυξιν ὦσι, τέτταρα τὸν ἀριθμόν· ἀνοιχθεῖσα δὲ τοὺς κόκκους ἐρυθροὺς μὲν ἔχει τῷ σχήματι δὲ οὐχ ὁμοίους ταῖς ῥόαις ἀλλὰ περιφερεῖς μικροὺς δὲ καὶ οὐ πολλῷ μείζους κέγχρου· τὸν δὲ χυλὸν ὑδατώδη τινά, καθάπερ ὁ τῶν πυρῶν. ἁδρύνεται δὲ τοῦ θέρους, μίσχον δὲ ἔχει μακρόν. τὸ δὲ ἄνθος ὅμοιον ῥόδου κάλυκι, μεῖζον δὲ καὶ σχεδὸν διπλάσιον τῷ μεγέθει. τοῦτο μὲν οὖν καὶ τὸ φύλλον ἐπὶ τοῦ ὕδατος· μετὰ δὲ ταῦτα, ὅταν ἀπανθήσῃ καὶ συστῇ τὸ περικάρπιον, κατακλίνεσθαί φασιν εἰς τὸ ὕδωρ μᾶλλον, τέλος δὲ συνάπτειν τῇ γῇ καὶ τὸν καρπὸν ἐκχεῖν.
Καρποφορεῖν δὲ τῶν ἐν τῇ λίμνῃ τοῦτο καὶ τὸ
βούτομον καὶ τὸν φλεών. εἶναι δὲ τοῦ βουτόμου
μέλανα, τῷ δὲ μεγέθει παραπλήσιον τῷ τῆς
σίδης. τοῦ δὲ φλεὼ τὴν καλουμένην ἀνθήλην,
Περὶ δὲ τῆς ἴκμης καὶ μηνάνθους καὶ τοῦ ἴπνου σκεπτέον.
Ἰδιώτατον δὲ τούτων ἐστὶν ἡ τύφη καὶ τῷ ἄφυλλον εἶναι καὶ τῷ μὴ πολύρριζον τοῖς ἄλλοις ὁμοίως· ἐπεὶ τἆλλα οὐχ ἦττον εἰς τὰ κάτω τὴν ὁρμὴν ἔχει καὶ τὴν δύναμιν· μάλιστα δὲ τὸ κύπειρον, ὥσπερ καὶ ἡ ἄγρωστις, δι᾿ ὃ καὶ δυσώλεθρα καὶ ταῦτα καὶ ὅλως ἅπαν τὸ γένος τὸ τοιοῦτον. ἡ δὲ ῥίζα τοῦ κυπείρου πολύ τι τῶν ἄλλων παραλλάττει τῇ ἀνωμαλίᾳ, τῷ τὸ μὲν εἶναι παχύ τι καὶ σαρκῶδες αὐτῆς τὸ δὲ λεπτὸν καὶ ξυλῶδες· καὶ τῇ βλαστήσει καὶ τῇ γενέσει· φύεται γὰρ ἀπὸ τοῦ πρεμνώδους ἑτέρα λεπτὴ κατὰ πλάγιον, εἶτ᾿ ἐν ταύτῃ συνίσταται πάλιν τὸ σαρκῶδες, ἐν ᾧ καὶ ὁ βλαστὸς ἀφ᾿ οὗ ὁ καυλός· ἀφίησι δὲ καὶ εἰς βάθος τὸν αὐτὸν τρόπον ῥίζας, δι᾿ ὃ καὶ πάντων μάλιστα δυσώλεθρον καὶ ἔργον ἐξελεῖν.
(Σχεδὸν δὲ παραπλησίως φύεται ἡ ἄγρωστις ἐκ
τῶν γονάτων· αἱ γὰρ ῥίζαι γονατώδεις, ἐξ ἑκάστου
δ᾿ ἀφίησιν ἄνω βλαστὸν καὶ κάτωθεν
ῥίζαν. ὡσαύτως δὲ καὶ ἡ ἄκανθα ἡ ἀκανώδης,
ἀλλ᾿ οὐ καλαμώδης οὐδὲ γονατώδης ἡ ῥίζα ταύτης.
Φύεται δ᾿ ἐν ἀμφοῖν καὶ ἐν τῇ γῇ καὶ ἐν τῷ ὕδατι ἰτέα κάλαμος, πλὴν τοῦ αὐλητικοῦ, κύπειρον τύφη φλεὼς βούτομος· ἐν δὲ τῷ ὕδατι μόνον σίδη. περὶ γὰρ τῆς τύφης ἀμφισβητοῦσι. καλλίω δὲ καὶ μείζω τῶν ἐν ἀμφοῖν φυομένων αἰεὶ τὰ ἐν τῷ ὕδατι γίνεσθαί φασι. φύεσθαι δ᾿ ἔνια τούτων καὶ ἐπὶ τῶν πλοάδων, οἷον τὸ κύπειρον καὶ τὸ βούτομον καὶ τὸν φλεών, ὥστε πάντα τὰ μέρη ταῦτα κατέχειν.
Ἐδώδιμα δ᾿ ἐστὶ τῶν ἐν τῇ λίμνῃ τάδε· ἡ μὲν σίδη καὶ αὐτὴ καὶ τὰ φύλλα τοῖς προβάτοις, ὁ δὲ βλαστὸς τοῖς ὑσίν, ὁ δὲ καρπὸς τοῖς ἀνθρώποις. τοῦ δὲ φλεὼ καὶ τῆς τύφης καὶ τοῦ βουτόμου τὸ πρὸς ταῖς ῥίζαις ἁπαλόν, ὃ μάλιστα ἐσθίει τὰ παιδία. ῥίζα δ᾿ ἐδώδιμος ἡ τοῦ φλεὼ μόνη τοῖς βοσκήμασιν. ὅταν δ᾿ αὐχμὸς ᾖ καὶ μὴ γένηται τὸ κατὰ κεφαλὴν ὕδωρ, ἅπαντα αὐχμεῖ τὰ ἐν τῇ λίμνῃ, μάλιστα δὲ ὁ κάλαμος, ὑπὲρ οὗ καὶ λοιπὸν εἰπεῖν· ὑπὲρ γὰρ τῶν ἄλλων σχεδὸν εἴρηται.
XI. Τοῦ δὴ καλάμου δύο φασὶν εἶναι γένη, τόν
τε αὐλητικὸν καὶ τὸν ἕτερον· ἓν γὰρ εἶναι τὸ
γένος τοῦ ἑτέρου, διαφέρειν δὲ ἀλλήλων ἰσχύι
Περὶ δὲ τοῦ αὐλητικοῦ τὸ μὲν φύεσθαι δι᾿ ἐννεατηρίδος, ὥσπερ τινές φασι, καὶ ταύτην εἶναι τὴν τάξιν οὐκ ἀληθές, ἀλλὰ τὸ μὲν ὅλον αὐξηθείσης γίνεται τῆς λίμνης· ὅτι δὲ τοῦτ᾿ ἐδόκει συμβαίνειν ἐν τοῖς πρότερον χρόνοις μάλιστα δι᾿ ἐννεατηρίδος, καὶ τὴν γένεσιν τοῦ καλάμου ταύτην ἐποίουν τὸ συμβεβηκὸς ὡς τάξιν λαμβάνοντες.
γίνεται δὲ ὅταν ἐπομβρίας γενομένης ἐμμένῃ
τὸ ὕδωρ δύ᾿ ἔτη τοὐλάχιστον, ἂν δὲ πλείω καὶ
καλλίων· τούτου δὲ μάλιστα μνημονεύουσι γεγονότος
τῶν ὕστερον χρόνων ὅτε συνέβη τὰ περὶ
Χαιρώνειαν· πρὸ τούτων γὰρ ἔφασαν ἔτη πλείω
βαθυνθῆναι τὴν λίμνην· μετὰ δὲ ταῦτα ὕστερον,
ὡς ὁ λοιμὸς ἐγένετο σφοδρός, πλησθῆναι μὲν
αὐτήν, οὐ μείναντος δὲ τοῦ ὕδατος ἀλλ᾿ ἐκλιπόντος
χειμῶνος οὐ γενέσθαι τὸν κάλαμον· φασὶ γὰρ
καὶ δοκεῖ βαθυνομένης τῆς λίμνης αὐξάνεσθαι
τὸν κάλαμον εἰς μῆκος, μείναντα δὲ τὸν ἐπιόντα
ἐνιαυτὸν ἁδρύνεσθαι· καὶ γίνεσθαι τὸν μὲν ἁδρυθέντα
ζευγίτην, ᾧ δ᾿ ἂν μὴ συμπαραμείνῃ τὸ
Διαφέρειν δὲ τῶν ἄλλων καλάμων ὡς καθ᾿ ὅλου λαβεῖν εὐτροφίᾳ τινὶ τῆς φύσεως· εὐπληθέστερον γὰρ εἶναι καὶ εὐσαρκότερον καὶ ὅλως δὲ θῆλυν τῇ προσόψει. καὶ γὰρ τὸ φύλλον πλατύτερον ἔχειν καὶ λευκότερον τὴν δὲ ἀνθήλην ἐλάττω τῶν ἄλλων, τινὰς δὲ ὅλως οὐκ ἔχειν, οὓς καὶ προσαγορεύουσιν εὐνουχίας· ἐξ ὧν ἄριστα μέν φασί τινες γίνεσθαι τὰ ζεύγη, κατορθοῦν δὲ ὀλίγα παρὰ τὴν ἐργασίαν.
Τὴν δὲ τομὴν ὡραίαν εἶναι πρὸ Ἀντιγενίδου μέν, ἡνίκ᾿ ηὔλουν ἀπλάστως, ὑπ᾿ Ἄρκτουρον Βοηδρομιῶνος μηνός· τὸν γὰρ οὕτω τμηθέντα συχνοῖς μὲν ἔτεσιν ὕστερον γίνεσθαι χρήσιμον καὶ προκαταυλήσεως δεῖσθαι πολλῆς, συμμύειν δὲ τὸ στόμα τῶν γλωττῶν, ὃ πρὸς τὴν διακτηρίαν εἶναι χρήσιμον.
ἐπεὶ δὲ εἰς τὴν πλάσιν μετέβησαν, καὶ
ἡ τομὴ μετεκινήθη· τέμνουσι γὰρ δὴ νῦν τοῦ
Σκιρροφοριῶνος καὶ Ἑκατομβαιῶνος ὥσπερ πρὸ
τροπῶν μικρὸν ἢ ὑπὸ τροπάς. γίνεσθαι δέ φασι
τρίενόν τε χρήσιμον καὶ καταυλήσεως βραχείας
Ἡ δ᾿ ἐργασία γίνεται τοῦτον τὸν τρόπον· ὅταν συλλέξωσι τιθέασιν ὑπαίθριον τοῦ χειμῶνος ἐν τῷ λέμματι· τοῦ δ᾿ ἦρος περικαθάραντες καὶ ἐκτρίψαντες εἰς τὸν ἥλιον ἔθεσαν. τοῦ θέρους δὲ μετὰ ταῦτα συντεμόντες εἰς τὰ μεσογονάτια πάλιν ὑπαίθριον τιθέασι χρόνον τινά. προσλείπουσι δὲ τῷ μεσογονατίῳ τὸ πρὸς τοὺς βλαστοὺς γόνυ· τὰ δὲ μήκη τὰ τούτων οὐ γίνεται διπαλαίστων ἐλάττω. βέλτιστα μὲν οὖν εἶναι τῶν μεσογονατίων πρὸς τὴν ζευγοποιΐαν ὅλου τοῦ καλάμου τὰ μέσα· μαλακώτατα δὲ ἴσχειν ζεύγη τὰ πρὸς τοὺς βλαστούς, σκληρότατα δὲ τὰ πρὸς τῇ ῥίζῃ· συμφωνεῖν δὲ τὰς γλώττας τὰς ἐκ τοῦ αὐτοῦ μεσογονατίου, τὰς δὲ ἄλλας οὐ συμφωνεῖν· καὶ τὴν μὲν πρὸς τῇ ῥίζῃ ἀριστερὰν εἶναι, τὴν δὲ πρὸς τοὺς βλαστοὺς δεξιάν.
τμηθέντος δὲ δίχα τοῦ μεσογονατίου τὸ στόμα τῆς γλώττης ἑκατέρας γίνεσθαι κατὰ τὴν τοῦ καλάμου τομήν· ἐὰν δὲ ἄλλον τρόπον ἐργασθῶσιν αἱ γλῶτται, ταύτας οὐ πάνυ συμφωνεῖν· ἡ μὲν οὖν ἐργασία τοιαύτη.
Φύεται δὲ πλεῖστος μὲν μεταξὺ τοῦ Κηφισοῦ καὶ τοῦ Μέλανος· οὗτος δὲ ὁ τόπος προσαγορεύεται μὲν Πελεκανία· τούτου δ᾿ ἔστιν ἄττα Χύτροι καλούμενοι βαθύσματα τῆς λίμνης, ἐν οἷς κάλλιστόν φασι γίνεσθαι· δὲ καὶ καθ᾿ ὃ ἡ Προβατία καλουμένη καταφέρεται· τοῦτο δ᾿ ἐστὶ ποταμὸς ῥέων ἐκ Λεβαδείας. κάλλιστος δὲ δοκεῖ πάντων γίνεσθαι περὶ τὴν Ὀξεῖαν καλουμένην Καμπήν· ὁ δὲ τόπος οὗτός ἐστιν ἐμβολὴ τοῦ Κηφισοῦ. γειτνιᾷ δ᾿ αὐτῷ πεδίον εὔγειον, ὃ προσαγορεύουσι Ἱππίαν.
πρόσβορρος δὲ τόπος ἄλλος τῆς Ὀξείας Καμπῆς ἐστιν, ὃν καλοῦσι Βοηδρίαν· φύεσθαι δέ φασι καὶ κατὰ ταύτην εὐγενῆ τὸν κάλαμον. τὸ δὲ ὅλον, οὗ ἂν ᾖ βαθύγειον καὶ εὔγειον χωρίον καὶ ἰλυῶδες καὶ ὁ Κηφισὸς ἀναμίσγεται καὶ πρὸς τούτοις βάθυσμα τῆς λίμνης, κάλλιστον γίνεσθαι κάλαμον. περὶ γὰρ τὴν Ὀξεῖαν Καμπὴν καὶ τὴν Βοηδρίαν πάντα ταῦτα ὑπάρχειν. ὅτι δὲ ὁ Κηφισὸς μεγάλην ἔχει ῥοπὴν εἰς τὸ ποιεῖν καλὸν τὸν κάλαμον σημεῖον ἔχουσι· καθ᾿ ὃν γὰρ τόπον ὁ Μέλας καλούμενος ἐμβάλλει βαθείας οὔσης τῆς λίμνης καὶ τοῦ ἐδάφους εὐγείου καὶ ἰλυώδους, ἢ ὅλως μὴ γίνεσθαι ἢ φαῦλον. ἡ μὲν οὖν γένεσις καὶ φύσις τοῦ αὐλητικοῦ καὶ ἡ κατεργασία καὶ τίνας ἔχει διαφορὰς πρὸς τοὺς ἄλλους ἱκανῶς εἰρήσθω.
Γένη δὲ οὐ ταῦτα μόνον ἀλλὰ πλείω τοῦ καλάμου
τυγχάνει φανερὰς ἔχοντα τῇ αἰσθήσει διαφοράς·
ὁ μὲν γὰρ πυκνὸς καὶ τῇ σαρκὶ καὶ τοῖς
Ὀνόμασι δὲ ἄλλοι ἄλλοις προσαγορεύουσι· κοινότατον δέ πως ὁ δόναξ, ὃν καὶ λοχμωδέστατόν γέ φασιν εἶναι καὶ μάλιστα φύεσθαι παρὰ τοὺς ποταμοὺς καὶ τὰς λίμνας. διαφέρειν δ᾿ ὅμως παντὸς καλάμου πολὺ τόν τε ἐν τῷ ξηρῷ καὶ τὸν ἐν τοῖς ὕδασι φυόμενον. ἴδιος δὲ καὶ ὁ τοξικός, ὃν δὴ Κρητικόν τινες καλοῦσιν· ὀλιγογόνατος μὲν σαρκωδέστερος δὲ πάντων καὶ μάλιστα κάμψιν δεχόμενος, και ὅλως ἄγεσθαι δυνάμενος ὡς ἂν θέλῃ τις θερμαινόμενος.
Ἔχουσι δέ, ὥσπερ ἐλέχθη, καὶ κατὰ τὰ φύλλα
μεγάλας διαφορὰς οὐ πλήθει καὶ μεγέθει μόνον
ἀλλὰ καὶ χροιᾷ. ποικίλος γὰρ ὁ Λακωνικός
καλούμενος. ἔτι δὲ τῇ θέσει καὶ προσφ ύσει·
κάτωθεν γὰρ ἔνιοι πλεῖστα φέρουσι τῶν φύλλων,
αὐτὸς δὲ ὥσπερ ἐκ θάμνου πέφυκε. σχεδὸν δέ
τινές φασι καὶ τῶν λιμναίων ταύτην εἶναι τὴν
διαφοράν, τό πολύφυλλον καὶ παρόμοιον ἔχειν
τρόπον τινὰ τὸ φύλλον τῷ τοῦ κυπείρου καὶ
Γένος δέ τι καλάμου φύεται καὶ ἐπίγειον, ὃ οὐκ
εἰς ὀρθόν ἀλλ' ἐπὶ γῆς ἀφίησι τόν καυλόν, ὥσπερ
ἡ ἄγρωστις, καὶ οὕτως ποιεῖται τὴν αὔξησιν.
ἔστι δὲ ὁ μὲν ἄρρην στερεός, καλεῖται δὲ ὑπό
τινων εἰλετίας
Ὁ δὲ Ἰνδικὸς ἐν μεγίστῃ διαφορᾷ καὶ ὥσπερ ἕτερον ὅλως τὸ γένος· ἔστι δὲ ὁ μὲν ἄρρην στερεός, ὁ δὲ θῆλυς κοῖλος· διαιροῦσι γὰρ καὶ τοῦτον τῷ ἄρρενι καὶ θήλει. φύονται δ’ ἐξ ἑνὸς πυθμένος πολλοὶ καὶ οὐ λοχμώδεις· τὸ δὲ φύλλον οὐ μακρὸν ἀλλ’ ὅμοιον τῇ ἰτεᾳ· τῷ δὲ μεγέθει μεγάλοι καὶ εὐπαγεῖς, ὥστε ἀκοντίοις χρῆσθαι. φύονται δὲ οὗτοι περὶ τὸν Ἀκεσίνην ποταμόν. ἅπας δὲ κάλαμος εὔζωος καὶ τεμνόμενος καὶ ἐπικαιόμενος καλλίων βλαστάνει· ἔτι δὲ παχύρριζος καὶ πολύρριζος, δι’ ὃ καὶ δυσώλεθρος. ἡ δὲ ῥίζα γονατώδης, ὥσπερ ἡ τῆς ἀγρωστίδος, πλὴν οὐ παντὸς ὁμοίως. ἀλλὰ περὶ μὲν καλάμων ἱκανῶς εἰρήσθω.
XII. Κατάλοιπον δὲ εἰπεῖν ὡσὰν ἐκ τοῦ γένους
τούτου περὶ σχοίνου· καὶ γὰρ καὶ τοῦτο τῶν
ἐνύδρων θετέον. ἔστι δὲ αὐτοῦ τρία εἴδη, καθάπερ
τινὲς διαιρνῦσιν, ὅ τε ὀξὺς καὶ ἄκαρπος, ὃν δὴ
καλοῦσιν ἄρρενα, καὶ ὁ κάρπιμος, ὃν μελαγκρανὶν
Ἡ μὲν οὖν μελαγκρανὶς αὐτός τις καθ' αὑτόν· ὁ δ’ ὀξὺς καὶ ὁλόσχοινος ἐκ τοῦ αὐτοῦ φύονται· ὃ καὶ ἄτοπον φαίνεται, καὶ θαυμαστόν γ’ ἦν ἰδεῖν ὅλης κομισθείσης τῆς σχοινιᾶς· οἱ πολλοὶ γὰρ ἦσαν ἄκαρποι πεφυκότες ἐκ τοῦ αὐτοῦ, κάρπιμοι δὲ ὀλίγοι. τοῦτο μὲν οὖν ἐπίσκεπτέον. ἐλάττους δὲ ὅλως οἱ κάρπιμοι· πρὸς γὰρ τὰ πλέγματα χρησιμώτερος ὁ ὁλόσχοινος διὰ τὸ σαρκῶδες καὶ μαλακόν. κορυνᾷ δ’ ὅλως ὁ κάρπιμος ἐξ αὐτοῦ τοῦ γραμμώδους ἐξοιδήσας, κἄπειτα ἐκτίκτει καθάπερ ὠά. πρὸς μιᾷ γὰρ ἀρχῇ γραμμώδει ἔχει τοὺς περισταχυώδεις μίσχους, ἐφ’ ὦν ἄκρων παραπλαγίους τὰς τῶν ἀγγείων ἔχει στρογγυλότητας ὑποχασκούσας· ἐν τούτοις δὲ τὸ σπερμάτιον ἀκιδῶδές ἐστι μέλαν ἑκάστῳ προσεμφερὲς τῷ τοῦ ἀστερίσκου πλὴν ἀμενηνότερον.
ῥίζαν δὲ
ἔχει μακρὰν καὶ παχυτέραν πολὺ τοῦ σχοίνου·
αὕτη δ' αὐαίνεται καθ' ἕκαστον ἐνιαυτόν, εἶθ’
ἑτέρα πάλιν ἀπὸ τῆς κεφαλῆς τοῦ σχοίνου καθίεται·
τοῦτο δὲ καὶ ἐν τῇ ὄψει φανερὸν ἰδεῖν τὰς
μὲν αὔας τὰς δὲ χλωρὰς καθιεμένας· ἡ δὲ κεφαλὴ
ὁμοία τῇ τῶν κρομύων καὶ τῇ τῶν γητείων, συμπεφυκυῖά
Εἰ δὲ καὶ ὁ βάτος καὶ ὁ παλίουρος ἔνυδρά πώς ἐστιν ἢ πάρυδρα, καθάπερ ἐνιαχοῦ, φανεραὶ σχεδὸν καὶ αἱ τούτων διαφοραί· περὶ ἀμφοῖν γὰρ εἴρηται πρότερον.
Τῶν δὲ νήσων τῶν πλοάδων τῶν ἐν Ὀρχομενῷ
τὰ μὲν μεγέθη παντοδαπὰ τυγχάνει, τὰ δὲ μέγιστα
αὐτῶν ἐστιν ὅσον τριῶν σταδίων τὴν περί
μετρον. ἐν Αἰγύπτῳ δὲ μάλιστα μεγάλα σφόδρα
συνίσταται, ὥστε καὶ ὗς ἐν αὐταῖς ἐγγίνεσθαι.
πολλούς, οὓς καὶ κυνηγετοῦσι διαβαίνοντες. καὶ
περὶ μὲν ἐνύδρων ταῦτ᾿ εἰρήσθω.
XIII. Περὶ δὲ βραχυβιότητος φυτῶν καὶ δένδρων
τῶν ἐνύδρων ἐπὶ τοσοῦτον ἔχομεν ὡς ἂν καθ᾿
ὅλου λέγοντες, ὅτι βραχυβιώτερα τῶν χερσαίων
ἐστί, καθάπερ καὶ τὰ ζῶα. τοὺς δὲ καθ᾿ ἕκαστον
βίους ἱστορῆσαι δεῖ τῶν χερσαίων. τὰ μὲν οὖν
ἄγριά φασιν οὐδεμίαν ἔχειν ὡς εἰπεῖν οἱ ὀρεοτύποι
διαφοράν, ἀλλὰ πάντα εἶναι μακρόβια καὶ οὐθὲν
βραχύβιον· αὐτὸ μὲν τοῦτο ἴσως ἀληθὲς λέγοντες·
ἀπαντα γὰρ ὑπερτείνει πολὺ τὴν τῶν ἄλλων
ζωήν. οὐ μὴν ἀλλ᾿ ὅμως ἐστὶ τὰ μὲν μᾶλλον τὰ
δ᾿ ἦττον μακρόβια, καθάπερ ἐν τοῖς ἡμέροις· ποῖα
Τὴν δὲ μακροβιότητα μαρτυροῦσιν ἐπί γέ τινων
καὶ ἡμέρων καὶ ἀγρίων καὶ αἱ παραδεδομέναι
φῆμαι παρὰ τῶν μυθολόγων· ἐλάαν μὲν γὰρ
λέγουσι τὴν Ἀθήνῃσι, φοίνικα δὲ τὸν ἐν Δήλῳ.
κότινον δὲ τὸν ἐν Ὀλυμπίᾳ, ἀφ’ οὗ ὁ στέφανος·
φηγοὺς δὲ τὰς ἐν Ἰλίῳ τὰς ἐπὶ τοῦ Ἴλου μνήματος·
τινὲς δέ φασι καὶ τὴν ἐν Δελφοῖς πλάτανον
Ἀγαμέμνονα φυτεῦσαι καὶ τὴν ἐν Καφύαις τῆς
Ἀρκαδίας. ταῦτα μὲν οὖν ὅπως ἔχει τάχ’ ἂν
ἕτερος εἴη λόγος· ὅτι δέ ἐστι μεγάλη διαφορὰ
τῶν δένδρων φανερόν· μακρόβια μὲν γὰρ τά τε
προειρημένα καὶ ἕτερα πλείω· βραχύβια δὲ καὶ
τὰ τοιαῦτα ὁμολογουμένως, οἶον ῥοιὰ συκῆ μηλέα,
καὶ τούτων ἡ ἠρινὴ μᾶλλον καὶ ἡ γλυκεῖα τῆς
ὀξείας, ὥσπερ τῶν ῥοῶν ἡ ἀπύρηνος. βραχύβια
δὲ καὶ ἀμπέλων ἔνια γένη καὶ μάλιστα τὰ πολύκαρπα·
δοκεῖ δὲ καὶ τὰ πάρυδρα βραχυβιώτερα
Ἔνια δὲ γηράσκει μὲν καὶ σ ήπεται ταχέως, παραβλαστάνει δὲ πάλιν ἐκ τῶν αὐτῶν, ὥσπερ α δάφναι καὶ αἱ μηλέαι τε καὶ αἱ ῥ όαι καὶ τῶν φιλύδρων τὰ πολλά· περὶ ὦν καὶ σκέψαιτ’ ἄν τις πότερα ταὐτὰ δεῖ λέγειν ἡ ἕτερα· καθάπερ εἴ τις τὸ στέλεχος ἀποκόψ ας, ὥσπερ ποιοῦσιν οἱ γεωργοί, πάλιν ἀναθεραπεύοι τοὺς βλαστούς, ἢ εἰ καὶ ὅλως ἐκκόψειεν ἄχρι τῶν ῥιζῶν καὶ ἐπικαύσειεν· καὶ γὰρ ταῦτα ποιοῦσιν, ὁτὲ δὲ καὶ ἀπὸ τοῦ αὐτομάτου συμβαίνει· πότερα δὴ τοῦτο ταὐτὸ δεῖ λέγειν ἢ ἕτερον; ᾗ μὲν γὰρ ἀεὶ τὰ μέρη τας αὐξήσεις καὶ φθίσεις φαίνεται παραλλάττοντα καὶ ἔτι τὰς διακαθάρσεις τὰς ὑπ' αὐτῶν, ταύτῃ μὲν ἄν δόξειε ταὐτὸν εἶναι· τί γὰρ ἂν ἐπὶ τούτων ἢ ἐκείνων διαφέροι; ᾗ δ’ ὥσπερ οὐσία καὶ φύσις τοῦ δένδρου μάλιστ’ ἂν φαίνοιτο τὸ στέλεχος, ὅταν μεταλλάττῃ τοῦτο, κἂν τὸ ὅλον ἕτερον ὑπολάβοι τις, εἰ μὴ ἄρα διὰ τὸ ἀπὸ τῶν αὐτῶν ἀρχῶν εἶναι ταὐτὸ θείη· καίτοι πολλάκις συμβαίνει καὶ τὰς ῥίζας ἑτέρας εἶναι καὶ μεταβάλλειν τῶν μὲν σηπο μένων τῶν δ’ ἐξ ἀρχῆς βλαστανουσῶν.
ἐπεί, ἐὰν
ἀληθὲς ᾖ, ὥς γέ τινές φασι, τὰς ἀμπέλους μακροβιωτάτας
τάχα δ᾿ ἂν εἴη μακροβιώτατον τὸ
πάντως δυνάμενον ἀνταρκεῖν, ὥσπερ ἡ ἐλάα καὶ
τῷ στελέχει καὶ τῇ παραβλαστήσει καὶ τῷ
δυσωλέθρους ἔχειν τὰς ῥίζας. δοκεῖ δὲ ὁ βίος
τῆς γε μιᾶς εἶναι, καθ᾿ ὃν τὸ στέλεχος δεῖ τὴν
ἀρχὴν τιθέντα μέτρον ἀναμετρεῖν τὸν χρόνον.
μάλιστα περὶ ἔτη διακόσια. εἰ δ᾿ ὅπερ ἐπὶ τῶν
ἀμπέλων λέγουσί τινες, ὡς παραιρουμένων τῶν
ῥιζῶν κατὰ μέρος δύναται διαμένειν τὸ στέλεχος.
καὶ ἡ ὅλη φύσις ὁμοία καὶ ὁμοιοφόρος ὁποσονοῦν
χρόνον, μακροβιώτατον ἂν εἴη πάντων. φασὶ δὲδεῖν
οὕτω ποιεῖν ὅταν ἤδη δοκῇ καταφέρεσθαι·
κλήματά τε ἐπιβάλλειν καὶ καρποῦσθαι τὸν
ἐνιαυτόν· μετὰ δὲ ταῦτα κατασκάψαντα ἐπὶ
θάτερα τῆς ἀμπέλου περικαθᾶραι πάσας τὰς
ῥίζας, εἶτ᾿ ἐμπλῆσαι φρυγάνων καὶ ἐπαμήσασθαι
τὴν γῆν· τούτῳ μὲν οὖν τῷ ἔτει κακῶς φέρειν
σφόδρα, τῷ δ᾿ ὑστέρῳ βέλτιον, τῷ δὲ τρίτῳ καὶ
τὰ δὲ μακρόβια καὶ βραχύβια διὰ τῶν εἰρημένων θεωρητέον.
XIV. Νοσήματα δὲ τοῖς μὲν ἀγρίοις οὔ φασι ξυμβαίνειν ὑφ’ ὧν ἀναιροῦνται, φαύλως δὲ διατίθεσθαι καὶ μάλιστα ἐπιδήλως ὅταν χαλαζοκοπηθῇ ἢ βλαστάνειν μέλλοντα ἡ ἀρχόμενα ἡ ἀνθοῦντα, καὶ ὅταν ἡ πνεῦμα ψυχρὸν ἡ θερμὸν ἐπιγένηται κατὰ τούτους τοὺς καιρούς. ὑπὸ δὲ τῶν ὡραίων χειμώνων οὐδὲ ἂν ὑπερβάλλοντες ὦσιν οὐδὲν πάσχειν, ἀλλὰ καὶ ξυμφέρειν πᾶσι χειμασθῆναι· μὴ χειμασθέντα γὰρ κακοβλαστότερα γίνεσθαι.
τοῖς δὲ ἡμέροις ἐστὶ πλείω νοσήματα,
καὶ τὰ μὲν ὥσπερ κοινὰ πᾶσιν ἢ τοῖς
πλείστοις τὰ δ’ ἴδια κατὰ γένη. κοινὰ δὴ τό τε
σκωληκοῦσθαι καὶ ἀστροβολεῖσθαι καὶ ὁ σφακελισμός.
ἅπαντα γὰρ ὡς εἰπεῖν καὶ σκώληκας
Ἡ δ’ ἐλάα πρὸς τῷ τοὺς σκώληκας ἴσχειν, οἳ δὴ καὶ τὴν συκῆν διαφθείρουσιν ἐντίκτοντες, φύει καὶ ἧλον· οἱ δὲ μύκητα καλοῦσιν, ἔνιοι δὲ λοπάδα· τοῦτο δ’ ἐστὶν οἶον ἡλίου καῦσις. διαφθείρονται δ’ ἐνίοτε καὶ αἱ νέαι ἐλάαι διὰ τὴν ὑπερβολὴν τῆς πολυκαρπίας. ἡ δὲ ψώρα καὶ οἱ προσφυόμενοι κοχλίαι συκῆς εἰσιν· οὐ πανταχοῦ δὲ τοῦτο συμβαίνει ταῖς συκαῖς, ἀλλ’ ἔοικε καὶ τὰ νοσήματα γίνεσθαι κατὰ τοὺς τόπους, ὥσπερ τοῖς ζώοις· ἐπεὶ παρ’ ἐνίοις οὐ ψωριῶσι, καθάπερ οὐδὲ περὶ τὴν Αἰνείαν.
Ἁλίσκεται δὲ συκῆ μάλιστα καὶ σφακελισμῷ καὶ κράδῳ. καλεῖται δὲ σφακελισμὸς μὲν ὅταν αἱ ῥίζαι μελανθῶσι, κράδος δ’ ὅταν οἱ κλάδοι· καὶ γὰρ καλοῦσί τινες κράδους, ὅθεν καὶ τοὔνομα τῇ νόσῳ· ὁ δ’ ἐρινὸς οὕτε κραδᾷ οὕτε σφακελίζει οὔτε ψωριᾷ οὔτε σκωληκοῦται ταῖς ῥιζαῖς ὁμοίως· οὐδὲ δὴ τὰ ἐρινά τινες ἀποβάλλουσιν οὐδ’ ἐὰν ἐμφυτευθῶσιν εἰς συκῆν.
Ἡ δὲ ψώρα μάλιστα γίνεται ὅταν ὕδωρ ἐπὶ Πλειάδι γένηται μὴ πολύ· ἐὰν δὲ πολύ, ἀποκλύζεται· συμβαίνει δὲ τότε καὶ τὰ ἐρινὰ ἀπορρεῖν καὶ τοὺς ὀλύνθους. τῶν δὲ σκωλήκων τῶν ἐν ταῖς συκαῖς οἱ μὲν ἐξ αὐτῆς γίνονται οἱ δὲ ἐντίκτονται ὑπὸ τοῦ καλουμένου κεράστου· πάντες δὲ εἰς κεράστην ἀποκαθίστανται· φθέγγονται δὲ οἶον τριγμόν. νοσεῖ δὲ συκῆ καὶ ἐὰν ἐπομβρία γένηται· τά τε γὰρ πρὸς τὴν ῥίζαν καὶ αὐτὴ ἡ ῥίζα ὥσπερ μαδᾷ· τοῦτο δὲ καλοῦσι λοπᾶν.
ἡ δ’ ἄμπελος τραγᾷ· τοῦτο δὲ μάλιστα αὐτῆς ἐστι πρὸς τῷ ἀστροβολεῖσθαι, ἡ ὅταν ὑπὸ πνευμάτων βλαστοκοπηθῇ ἡ ὅταν τῇ ἐργασίᾳ συμπάθῃ ἣ τρίτον ὑπτία τμηθῇ.
Ῥυὰς δὲ γίνεται, ὃ καλοῦσί τινες ψίνεσθαι, ὅταν ἐπινιφθῇ κατὰ τὴν ἀπάνθησιν ἣ ὅταν κρειττωθῇ· τὸ δὲ πάθος ἐστὶν ὥστε ἀπορρεῖν τὰς ῥᾶγας καὶ τὰς ἐπιμενούσας εἶναι μικράς. ἔνια δὲ καὶ ῥιγώσαντα νοσεῖ, καθάπερ ἡ ἄμπελος· ἀμβλοῦνται γὰρ οἱ ὀφθαλμοὶ τῆς πρωτοτόμου· καὶ πάλιν ὑπερθερμανθέντα· ζητεῖ γὰρ καὶ τούτων τὴν συμμετρίαν ὥσπερ καὶ τῆς τροφῆς. ὅλως δὲ πᾶν τὸ παρὰ φύσιν ἐπικίνδυνον.
Μεγάλα δὲ ξυμβάλλεται καὶ τὰ τραύματα καὶ αἱ πληγαὶ τῶν περισκαπτόντων εἰς τὸ μὴ φέρειν τὰς μεταβολὰς ἡ καυμάτων ἢ χειμώνων· ἀσθενὲς γὰρ ἂν διὰ τὴν ἕλκωσιν καὶ τὸν πόνον εὐχειρωτότατόν ἐστι ταῖς ὑπερβολαῖς. σχεδὸν δέ, ὧς τινες οἴονται, τὰ πλεῖστα τῶν νοσημάτων ἀπὸ πληγῆς γίνεται· καὶ γὰρ τὰ ἀστρόβλητα καλούμενα καὶ τὰ σφακελίζοντα διὰ τὸ ἀπὸ ταύτης εἶναι τῶν ῥιζῶν τὸν πόνον. οἴονται δὲ καὶ δύο ταύτας εἶναι μόνας νόσους· οὐ μὴν ἀλλὰ τοῦτό γ ’ οὐκ ἄγαν ὁμολογούμενόν ἐστι.
Πάντων δ’ ἀσθενέστατον ἡ μηλέα ἡ ἠρινὴ καὶ
τούτων ἡ γλυκεῖα.
Ἔνιαι δὲ πηρώσεις οὐκ εἰς φθορὰν γίνονται ὅλων ἀλλ’ εἰς ἀκαρπίαν· οἶον ἐάν τις τῆς πίτυος ἀφέλῃ τὸ ἄκρον ἡ τοῦ φοίνικος, ἄκαρπα γίνεσθαι ἄμφω δοκεῖ καὶ οὐχ ὅλως ἀναιρεῖσθαι.
Γίνονται δὲ νόσοι καὶ τῶν καρπῶν αὐτῶν, ἐὰν μὴ κατὰ καιρὸν τὰ πνεύματα καὶ τὰ οὐράνια γένηται· συμβαίνει γὰρ ὁτὲ μὲν ἀποβάλλειν γενομένων ἢ μὴ γενομένων ὑδάτων, οἶον τὰς συκᾶς, ὁτὲ δὲ χείρους γίνεσθαι σηπομένους καὶ καταπνιγομένους ἢ πάλιν ἀναξηραινομένους παρὰ τὸ δέον. χείριστον δὲ ἐὰν ἀπανθοῦσί τισιν ἐφύσῃ, καθάπερ ἐλάᾳ καὶ ἀμπέλῳ· συναπορρεῖ γὰρ ὁ καρπὸς δι’ ἀσθένειαν.
Ἐν Μιλήτῳ δὲ τὰς ἐλάας, ὅταν ὦσι περὶ το ἀνθεῖν, κάμπαι κατεσθίουσιν, αἱ μὲν τὰ φύλλα αἱ δὲ τὰ ἄνθη, ἕτεραι τῷ γένει, καὶ ψιλοῦσι τὰ δένδρα· γίνονται δὲ ἐὰν ᾖ νότια καὶ εὐδιεινά· ἐὰν δὲ ἐπιλάβῃ καύματα ῥήγνυνται.
Περὶ δὲ Τάραντα προφαίνουσι μὲν ἀεὶ πολὺν καρπόν, ὑπὸ δὲ τὴν ἀπάνθησιν τὰ πολλ' ἀπόλλυται. τὰ μὲν οὖν τοιαῦτα τῶν τόπων ἴδια.
Γίνεται δὲ καὶ ἄλλο νόσημα περὶ τὰς ἐλάας
ἀράχνιον καλούμενον· φύεται γὰρ τοῦτο καὶ διαφθείρει
τὸν καρπόν. ἐπικάει δὲ καὶ καύματά
τινα καὶ ἐλάαν καὶ βότρυν καὶ ἄλλους καρπούς.
οἱ δὲ καρποὶ σκωληκοῦνταί τινων, οἷον ἐλάας
ἀπίου μηλέας μεσπίλης ῥόας. καὶ ὅ γε τῆς ἐλάας
σκώληξ ἐὰν μὲν ὑπὸ τὸ δέρμα γένηται διαφθείρει
τὸν καρπόν, ἐὰν δὲ τὸν πυρῆνα διαφάγῃ ὠφελεῖ.
κωλύεται δὲ ὑπὸ τῷ δέρματι εἶναι ὕδατος ἐπ’
Ἀρκτούρῳ γενομένου. γίνονται δὲ καὶ ἐν ταῖς
δρυπεπέσι σκώληκες, αἵπερ καὶ χείρους εἰς τὴν
ῥύσιν· ὅλως δὲ καὶ δοκοῦσιν εἶναι σαπραί· δι’ ὃ
καὶ γίνονται τοῖς νοτίοις καὶ μᾶλλον ἐν τοῖς
ἐφύδροις. ἐγγίνονται δὲ καὶ κνῖπες ἔν τισι τῶν
δένδρων, ὥσπερ ἐν τῇ δρυῒ καὶ τῇ συκῇ· καὶ
δοκοῦσιν ἐκ τῆς ὑγρότητος συνίστασθαι τῆς ὑπὸ
τὸν φλοιὸν συνισταμένης· αὕτη δέ ἐστι γλυκεῖα
γευομένοις. γίνονται δὲ καὶ ἐν λαχάνοις τισίν,
Καὶ τὰ μὲν νοσήματα σχεδὸν ταῦτα καὶ ἐν τούτοις ἐστίν. ἔνια δὲ πάθη τῶν κατὰ τὰς ὥρας καὶ τῶν κατὰ τοὺς τόπους γινομένων ἀναιρεῖν πέφυκεν, ἃ οὐκ ἄν τις εἴποι νόσους, οἶον λέγω τὴν ἔκπηξιν καὶ ὃ καλοῦσί τινες καυθ μόν. ἄλλα δὲ παρ’ ἑκάστοις πέφυκε πνεύματα ἀπολλύναι καὶ ἀποκάειν· οἶον ἐν Χαλκίδι τῆς Εὐβοίας Ὀλυμπίας ὅταν πνεύσῃ μικρὸν πρὸ τροπῶν ἡ μετὰ τροπὰς χεμερινὰς ψυχρός· ἀποκάει γὰρ τὰ δένδρα καὶ οὕτως αὖα ποιεῖ καὶ ξηρὰ ὡς οὐδ' ἂν ὑφ' ἡλίου καὶ χρόνου πολλοῦ γένοιτ' ἄν, δι’ ὃ καὶ καλοῦσι καυθμόν· ἐγένετο δὲ πρότερον πολλάκις ἤδη καὶ ἐπ’ Ἀρχίππου δι’ ἐτῶν τετταράκοντα σφοδρός.
Πονοῦσι δὲ μάλιστα τῶν τόπων οἱ κοῖλοι καὶ
οἱ αὐλῶνες καὶ ὅσοι περὶ τοὺς ποταμοὺς καὶ
ἀπλῶς οἱ ἀπνευστότατοι· τῶν δένδρων δὲ μάλιστα
συκῆ, δεύτερον δὲ ἐλάα. ἐλάας δὲ μᾶλλον ὁ
κοτινος ἐπόνησεν ἰσχυρότερος ὤν, ὃ καὶ θαυμαστὸν
ἦν· αἱ δὲ ἀμυγδαλαῖ τὸ πάμπαν ἀπαθεῖς· ἀπαθεῖς
δὲ καὶ αἱ μηλέαι καὶ αἱ ἄπιοι καὶ αἱ ῥόαι ἐγένοντο·
δι’ ὃ καὶ τοῦτο ἦν θαυμαστόν. ἀποκάεται δὲ
εὐθὺς ἐκ τοῦ στελέχους, καὶ ὅλως δὲ μᾶλλον καὶ
πρότερον ὡς εἰπεῖν ἅπτεται
Tὰ δ’ ἐκπαγέντα, ὅταν μὴ τελέως ἀπόληται. τάχιστα ἀναβλαστάνει, ὥστε εὐθὺς τὴν ἄμπελον καρποφορεῖν, ὥσπερ ἐν Θετταλίᾳ. ἐν δὲ τῷ Πόντῳ περὶ Παντικάπαιον αἱ μὲν ἐκπήξεις γίνονται διχῶς, ὁτὲ μὲν ὑπὸ ψύχους ἐὰν χειμέριον ᾖ τὸ ἔτος, ὁτὲ δὲ ὑπὸ πάγων ἐάν γε πολὺν χρόνον διαμένωσι. ἀμφότερα δὲ μάλιστα γίγνονται μετὰ τροπὰς περὶ τὰς τετταράκοντα. γίνονται δὲ οἱ μὲν πάγοι ταῖς αἰθρίαις, τὰ δὲ ψύχη μάλιστα ὑφ’ ὦν ἡ ἔκπηξις ὅταν αἰθρίας οὔσης αἱ λεπίδες καταφέρωνται. ταῦτα δ’ ἐστὶν ὥσπερ τὰ ξύσματα πλὴν πλατύτερα, καὶ φερόμενα φανερὰ πεσόντα δὲ οὐ διαμένει· περὶ δὲ τὴν Θράκην ἐκπήγνυνται.
Ἀλλὰ γὰρ αἱ μὲν νόσοι πόσαι τε καὶ ποῖαι καὶ
τίνες γίνονται καὶ πάλιν αἱ δι’ ὑπερβολὴν
χειμῶνος ἡ καυμάτων φθοραὶ καὶ αἱ διὰ πνευμάτων
ψυχρότητα ἡ θερμότητα διὰ τούτων
θεωρείσθωσαν· ὦν ἐνίας οὐθὲν ἂν κωλύοι καὶ τοῖς
ἀγρίοις εἶναι κοινὰς καὶ κατὰ τὴν ὅλην τῶν
δένδρων φθορὰν καὶ ἔτι μᾶλλον κατὰ τὴν τῶν
καρπῶν· ὃ καὶ συμβαῖνον ὁρῶμεν· οὐκ εὐκαρπεῖ
XV. Λοιπὸν δ᾿ εἰπεῖν ὅσα παραιρουμένων τινῶν μορίων ἀπόλλυται. κοινὴ μὲν δὴ πᾶσι φθορὰ τοῦ φλοιοῦ περιαιρεθέντος κύκλῳ· πᾶν γὰρ ὡς εἰπεῖν οὕτως ἀπόλλυσθαι δοκεῖ πλὴν ἀνδράχλη· καὶ αὕτη δὲ ἐάν τις τὴν σάρκα σφόδρα πιέσῃ καὶ τὸν μέλλοντα βλαστὸν διακόψῃ· πλὴν εἰ ἄρα φελλοῦ· τοῦτον γάρ φασι καὶ εὐσθενεῖν μᾶλλον περιαιρουμένου δῆλον ὅτι τοῦ ἔξω καὶ τοῦ κάτω πρὸς τῇ σαρκί, καθάπερ καὶ τῆς ἀνδράχλης. ἐπεὶ καὶ τοῦ κεράσου περιαιρεῖται καὶ τῆς ἀμπέλου καὶ τῆς φιλύρας, ἐξ οὖ τὰ σχοινία, καὶ μαλάχης τῶν ἐλαττόνων, ἀλλ᾿ οὐχ ὁ κύριος οὐδ᾿ ὁ πρῶτος, ἀλλ᾿ ὁ ἐπιπολῆς, ὃς καὶ αὐτόματος ἐνίοτε ἀποπίπτει διὰ τὴν ὑπόφυσιν θατέρου.
Καὶ γὰρ φλοιορραγῆ ἔνια τῶν δένδρων ἐστίν,
ὥσπερ καὶ ἡ ἀνδράχλη καὶ ἡ πλάτανος. ὡς δέ
τινες οἴονται, πάλιν ὑποφύεται νέος, ὁ δὲ ἔξωθεν
ἀποξηραίνεται καὶ ῥήγνυται καὶ αὐτόματος
ἀποπίπτει πολλῶν, ἀλλ᾿ οὐχ ὁμοίως ἐπίδηλος.
φθείρονται μὲν οὖν, ὡς οἴονται, πάντα περιαιρουμένου,
διαφέρει δὲ τῷ θᾶττον καὶ βραδύτερον καὶ
δεῖ δὲ ἄμα τῇ τῆς χώρας ἀρετῇ καὶ τῇ τοῦ ἀέρος κράσει καὶ τὰ ἐπιγιγνόμενα τοιαῦτα εἶναι· χειμώνων γὰρ ἢ καυμάτων ἐπιγινομένων σφοδρῶν εὐθὺς ἀπόλλυνται· διαφέρουσι δὲ καὶ αἱ ὦραι· περὶ γὰρ τὴν βλάστησιν ἐλάτης ἢ πεύκης, ὅτε καὶ λοπῶσι, τοῦ Θαργηλιῶνος ἢ Σκιρροφοριῶνος ἄν τις περιέλῃ, παραχρῆμα ἀπόλλυται. τοῦ δὲ χειμῶνος πλείω χρόνον ἀντέχει καὶ ἔτι μᾶλλον τὰ ἰσχυρότατα, καθάπερ πρῖνος καὶ δρῦς· χρονιωτέρα γὰρ ἡ τούτων φθορά.
δεῖ δὲ καὶ τὴν περιαίρεσιν ἔχειν τι πλάτος,
πάντων μὲν μάλιστα δὲ τῶν ἰσχυροτάτων· ἐπεὶ
ἄν τις μικρὰν παντελῶς ποιήσῃ, οὐθὲν ἄτοπον τὸ
μὴ ἀπόλλυσθαι· καίτοι φασί γέ τινες, ἐὰν ὁποσονοῦν,
συμφθείρεσθαι πάντως· ἀλλ’ ἐπὶ τῶν
ἀσθενεστέρων τοῦτ’ εἰκός. ἔνια γὰρ κἂν μὴ
κύκλῳ περιαιρεθῇ φθείρεσθαί φασιν, ἃ καὶ
XVI. Ἣν δὲ καλοῦσιν ἐπικοπὴν τῶν δένδρων. μόνον πεύκης ἐλάτης πίτυος φοίνικος, οἱ δὲ καὶ κέδρου καὶ κυπαρίττου φασί. ταῦτα γάρ, ἐὰν περιαιρεθῇ τὴν κόμην ἄνωθεν καὶ ἐπικοπῇ τὸ ἄκρον, φθείρεται πάντα καὶ οὐ βλαστάνει, καθάπερ οὐδ’ ἐπικαυθέντα ἣ πάντα ἣ ἔνια. τὰ δ’ ἄλλα πάντα καὶ περικοπέντα βλαστάνει, καὶ ἔνιά γε καλλίω γίνεται, καθάπερ ἡ ἐλάα. διαφθείρεται δὲ τὰ πολλὰ κἂν σχισθῇ τὸ στέλεχος· οὐδὲν γὰρ ὑπομένειν δοκεῖ πλὴν ἀμπέλου καὶ συκῆς καὶ ῥόας καὶ μηλέας· ἔνια δὲ κὰν ἑλκωθῇ καὶ μεῖζον καὶ βαθύτερον ἀπόλλυται. τὰ δ’ οὐδὲν πάσχει, καθάπερ ἡ πεύκη δᾳδουργουμένη. καὶ ἐξ ὧν δὴ τὰς ῥητίνας συλλέγουσιν, οἷον ἐλάτης τερμίνθου· καὶ γὰρ δὴ τούτων εἰς βάθος ἡ τρῶσις καὶ ἕλκωσις. καὶ γὰρ ἐξ ἀφόρων φοράδες γίνονται καὶ ἐξ ὀλιγοφόρων πολυφόροι.
Τὰ δὲ καὶ πελέκησιν ὑπομένει καὶ ὀρθὰ καὶ
πεσόντα ὑπὸ πνεύματος, ὥστε πάλιν ἀνίστασθαι
καὶ ζῆν καὶ βλαστάνειν, οἶον ἰτέα καὶ πλάτανος.
ὅπερ συνέβη καὶ ἐν Ἀντάνδρῳ καὶ ἐν Φιλίπποις·
ἐκπεσούσης γὰρ ὡς ἀπέκοψαν τοὺς ἀκρεμόνας
καὶ ἐπελέκησαν, ἀνεφύη νύκτωρ ἡ πλάτανος
κουφισθεῖσα τοῦ βάρους καὶ ἀνεβίω καὶ ὁ φλοιὸς
περιέφυ πάλιν. παραπεπελεκημένη δ’ ἐτύγχανεν
ἐκ τῶν δύο μερῶν· ἦν δὲ τὸ δένδρον μέγα μῆκος
ἡ δὲ ἐν Φιλίπποις ἰτέα περιεκόπη μὲν τοὺς ἀκρεμόνας, οὐ μὴν παρεπελεκήθη. μάντις δέ τις ἔπεισεν αὐτοὺς θυσίαν τε ποιεῖσθαι καὶ τηρεῖν τὸ δένδρον ὡς σημεῖον ἀγαθὸν γεγονός. ἀνέστη δὲ καὶ ἐν Σταγείροις ἐν τῷ μουσείῳ λευκη τις ἐκπεσοῦσα.
Τῆς δὲ μήτρας ἐξαιρουμένης οὐθὲν ὡς εἰπεῖν φθείρεται δένδρον. σημεῖον δὲ ὅτι πολλὰ κοῖλα τῶν μέγεθος ἐχόντων δένδρων ἐστίν. οἱ δὲ περὶ Ἀρκαδίαν φασὶ μέχρι τινὸς μὲν ζῆν τὸ δένδρον. τελέως δὲ ἐξ ἅπαντος ἐξαιρεθείσης καὶ πεύκην φθείρεσθαι καὶ ἐλατην καὶ ἄλλο πᾶν.
Κοινὴ δὲ φθορὰ πάντων κἂν αἱ ῥίζαι περικοπῶσιν ἡ πᾶσαι ἣ αἱ πλεῖσται καὶ μέγισται καὶ κυριώταται τοῦ ζῆν. αὗται μὲν οὖν ἐξ ἀφαιρέσεως.
Ἡ δ’ ὑπὸ τοῦ ἐλαίου προσθέσει τινὶ μᾶλλον ἢ ἀφαιρέσει· πολέμιον γὰρ δὴ καὶ τοῦτο πᾶσι· καὶ ἔλαιον ἐπιχέουσι τοῖς ὑπολείμμασι τῶν ῥιζῶν. ἰσχύει δὲ μᾶλλον τὸ ἔλαιον ἐν τοῖς νέοις καὶ ἄρτι φυομένοις· ἀσθενέστερα γάρ, δι’ ὃ καὶ ἅπτεσθσ. κσλύουσι.
Φθοραὶ δὲ καὶ ὑπ’ ἀλλήλων εἰσὶ τῷ παραιρεῖσθαι
τὰς τροφὰς καὶ ἐν τοῖς ἄλλοις ἐμποδίζειν.
χαλεπὸς δὲ καὶ ὁ κιττὸς παραφυόμενος, χαλεπὸς
δὲ καὶ ὁ κύτισος· ἀπόλλυσι γὰρ πάνθ’ ὡς εἰπεῖν·
Ἔνια δὲ οὐ φθείρει μὲν χείρω δὲ ποιεῖ ταῖς δυνάμεσι τῶν χυλῶν καὶ τῶν ὀσμῶν, οἶον ἡ ῥάφανος καὶ ἡ δάφνη τὴν ἄμπελον. ὀσφραίνεσθαι γάρ φασι καὶ ἕλκειν. δι᾿ καὶ ὅταν ὁ βλαστὸς πλησίον γένηται πάλιν ἀναστρέφειν καὶ ἀφορᾶν ὡς πολεμίας οὔσης τῆς ὀσμῆς. Ἀνδροκύδης δὲ καὶ παραδείγματι τούτῳ κατεχρήσατο πρὸς τὴν βοήθειαν τὴν ἀπὸ τῆς ῥαφάνου γινομένην πρὸς τὸν οἶνον, ὡς ἐξελαύνουσαν τὴν μέθην· φεύγειν γὰρ δὴ καὶ ζῶσαν τὴν ἄμπελον τὴν ὀσμήν. αἱ μὲν οὖν φθοραὶ πῶς τε γίνονται καὶ πόσαι καὶ ποσαχῶς φανερὸν ἐκ τῶν προειρημένων.
I. Περὶ δὲ τῆς ὕλης, ποία τέ ἐστιν ἑκάστη. καὶ πόθ' ὡραία τέμνεσθαι, καὶ πρὸς ποῖα τῶν ἔργων χρησίμη, καὶ ποία δύσεργος ἢἡ εὕεργος, καὶ εἴ τι ἄλλο τῆς τοιαύτης ἱστορίας ἔχεται, πειρατέον ὁμοίως εἰπεῖν.
Ὡραῖα δὴ τέμνεσθαι τῶν ξύλων τὰ μὲν οὖν
στρογγύλα καὶ ὅσα πρὸς φλοισμὸν ὅταν βλαστάνῃ·
τότε γὰρ εὐπεριαίρετος ὁ φλοιός, ὃ δὴ
καλοῦσι λοπᾶν, διὰ τὴν ὑγρότητα τὴν ὑπογινομένην
αὐτῷ. μετὰ δὲ ταῦτα δυσπεριαίρετος καὶ
τὸ ξύλον μέλαν γίνεται καὶ δυσειδές. τὰ δὲ
τετράγωνα μετὰ τὸν λοπητόν· ἀφαιρεῖται γὰρ
ἣ πελέκησις τὴν δυσείδειαν. ὅλως πᾶν πρὸς
ἰσχὺν ὡραιότατον οὐ μόνον πεπαυμένον τῆς
βλαστήσεως ἀλλ' ἔτι μᾶλλον ἐκπεπᾶναν τὸν
καρπόν. ἀλλὰ διὰ τὸν φλοισμὸν ἀώροις οὖσιν
ὡραίοις συμβαίνει γίνεσθαι τοῖς στρογγύλοις.
ὥστε ἐναντίαι αἱ ὧραι κατὰ συμβεβηκός. εὐχρούστερα
Ἐπεὶ δὲ μάλιστ' ἡ μόνον περιαιροῦσι τὸν φλοιὸν ἐλάτης πεύκης πίτυος, ταῦτα μὲν τέμνεται τοῦ ἦρος· τότε γὰρ ἡ βλάστησις· τὰ δὲ ἄλλα ὁτὲ μὲν μετὰ πυροτομίαν, ὁτὲ δὲ μετὰ τρυγητὸν καὶ Ἀρκτοῦρον, οἶον ἀρία πτελέα σφένδαμνος μελία ζυγία ὀξύα φίλυρα φηγός τε καὶ ὅλως ὅσα κατορύττεται· δρῦς δὲ ὀψιαίτατα κατὰ χειμῶνα μετὰ τὸ μετόπωρον· ἐὰν δὲ ὑπὸ τὸν λοπητὸν τμηθῇ, σήπεται τάχιστα ὡς εἰπεῖν, ἐάν τε ἔμφλοιος ἐάν τε ἄφλοιος· καὶ μάλιστα μὲν τὰ ἐν τῷ πρώτῳ λοπητῷ, δεύτερα δὲ τὶ ἐν τῷ δευτέρῳ. τρίτα δὲ καὶ ἥκιστα τὰ ἐν τῷ τρίτῳ· τὰ δὲ μετὰ τὴν πέπανσιν τῶν καρπῶν ἄβρωτα διαμένει, κὰν ἀλόπιστα ᾖ· πλὴν ὑπὸ τὸν φλοιὸν ὑποδυόμενοι σκώληκες ἐπιπολῆς ἐγγράφουσι τὸ στέλεχος. οἶς καὶ σφραγῖσι χρῶνταί τινες· ὡραῖον δὲ τμηθὲν τὸ δρύϊνον ἀσαπές τε καὶ ἀθριπηδέστατον γίνεται καὶ σκληρὸν καὶ πυκνὸν ὥσπερ κέρας· πᾶν γὰρ ὅμοιόν ἐστιν ἐγκαρδίῳ· πλὴν τό γε τῆς ἁλιφλοιου καὶ τότε φαῦλον.
Συμβαίνει δὲ καὶ τοῦτο ὑπεναντίον, ὅταν τε
κατ τὴν βλάστησιν τέμνωνται καὶ ὅταν μετα
τοὺς καρπούς. τότε μὲν γὰρ ἀναξηραίνεται τὰ
στελέχη καὶ οὐ βλαστάνει τὰ δένδρα· μετὰ δὲ
τοὺς καρποὺς παραβλαστάνει. δυστομώτερα δὲ
δι’ καὶ πειρῶνταί τινες ὁρίζειν καθ' ἑκάσ την· οἶον πεύκην μὲν καὶ ἐλάτην ὅταν ὑπολοπῶσιν· ἔτι δὲ ὀξύαν καὶ φἰλυραν καὶ σφένδαμνον καὶ ζυγίαν τῆς ὀπώρας· δρῦν δέ, ὥσπερ εἴρηται, μετὰ τὸ φθινόπωρον. φασὶ δέ τινες πεύκην ὡραίαν εἶναι τοῦ ἦρος, ὅταν γε ἔχῃ τὴν καλουμένην κάχρυν, καὶ τὴν πίτυν ὅταν ὁ βότρυς αὐτῆς ἀνθῇ. ποῖα μὲν οὖν ὡραῖα καθ' ἕκαστον χρόνον οὕτω διαιροῦνται. πάντων δὲ δῆλον ὅτι βελτίω τὰ τῶν ἀκμαζόντων δένδρων ἡ τῶν νέων κομιδῆ καὶ γεγηρακότων· τὰ μὲν γὰρ ὑδατώδη, τὰ δὲ γεώδη.
Πλείστας δὲ χρείας καὶ μεγίστας ἡ ἐλάτη καὶ
ἡ πεύκη παρέχονται, καὶ ταῦτα κάλλιστα καὶ
μέγιστα τῶν ξύλων ἐστί. διαφέρουσι δὲ ἀλλήλων
ἐν πολλοῖς· ἡ μὲν γὰρ πεύκη σαρκωδεστέρα τε
καὶ ὀλιγόινος· ἡ δ’ ἐλάτη καὶ πολύϊνος καὶ
ἄσαρκος, ὥστε ἐναντίως ἑκάτερον ἔχειν τῶν
μερῶν, τὰς μὲν ἶνας ἰσχυρὰς τὴν δὲ σάρκα
ἔχει δὲ καὶ ὄζους πλείους μὲν ἡ πεύκη, σκληροτέρους δὲ ἡ ἐλάτη πολλῷ, μᾶλλον δὲ καὶ σκληροτάτους πάντων· ἄμφω δὲ πυκνοὺς καὶ κερατώδεις καὶ τῷ χρώματι ξανθοὺς καὶ δᾳδώδεις. ὅταν δὲ τμηθῶσι, ῥεῖ καὶ ἐκ τῶν τῆς ἐλάτης καὶ ἐκ τῶν τῆς πεύκης ἐπὶ πολὺν χρόνον ὑγρότης καὶ μᾶλλον ἐκ τῶν τῆς ἐλάτης. ἔστι δὲ καὶ πολύλοπον ἡ ἐλάτη, καθάπερ καὶ τὸ κρόμυον· ἀεὶ γὰρ ἔχει τινὰ ὑποκάτω τοῦ φαινομένου, καὶ ἐκ τοιούτων ἡ ὅλη.
δι’ ὃ καὶ τὰς κώπας ξύοντες ἀφαιρεῖν πειρῶνται καθ’ ἔνα καὶ ὁμαλῶς· ἐὰν γὰρ οὕτως ἀφαιρῶσιν, ἰσχυρὸς ὁ κωπεών, ἐὰν δὲ παραλλάξωσι καὶ μὴ κατασπῶσιν ὁμοίως, ἀσθενής· πληγὴ γὰρ οὕτως, ἐκείνως δ’ ἀφαίρεσις. ἔστι δὲ καὶ μακρότατον ἡ ἐλάτη καὶ ὀρθοφυέστατον. δι’ ὃ καὶ τὰς κεραίας καὶ τοὺς ἱστοὺς ἐκ ταύτης ποιοῦσιν. ἔχει δὲ καὶ τὰς φλέβας καὶ τὰς ἶνας ἐμφανεστάτας πάντων.
αὐξάνεται δὲ πρῶτον εἰς μῆκος, ἄχρι οὖ δὴ ἐφίκηται τοῦ ἡλίου· καὶ οὔτε ὄζος οὐδεὶς οὕτε παραβλάστησις οὔτε πάχος γίνεται· μετὰ δὲ ταῦτα εἰς βάθος καὶ πάχος· οὕτως αἱ τῶν ὄζων ἐκφύσεις καὶ παραβλαστήσεις.
Ταῦτα μὲν οὖν ἴδια τῆς ἐλάτης, τὰ δὲ κοινὰ καὶ πεύκης καὶ ἐλάτης καὶ τῶν ἄλλων. ἔστι γὰρ ἡ μὲν τετράξοος ἡ δὲ δίξοος. καλοῦσι δὲ τετραξόους μὲν ὅσαις ἐφ’ ἑκάτερα τῆς ἐντεριώνης δύο κτηδόνες εἰσὶν ἐναντίαν ἔχουσαι τὴν φύσιν· ἔπειτα καθ' ἑκατέραν τὴν κτηδόνα ποιοῦνται τὴν πελέκησιν ἐναντίας τὰς πληγὰς κατὰ κτηδόνα φέροντες, ὅταν ἐφ’ ἑκάτερα τῆς ἐντεριώνης ἡ πελέκησις ἀναστρέφῃ. τοῦτο γὰρ ἐξ ἀνάγκης συμβαίνει διὰ τὴν φύσιν τῶν κτηδόνων. τὰς δὲ τοιαύτας ἐλάτας καὶ πεύκας τετραξόους καλοῦσι. εἰσὶ δὲ καὶ πρὸς τὰς ἐργασίας αὗται κάλλισται· πυκνότατα γὰρ ἔχουσι τὰ ξύλα καὶ τὰς αἰγίδας αὖται φύουσιν.
αἱ δίξοοι δὲ κτηδόνα μὲν ἔχουσι μίαν ἐφ’ ἑκάτερα τῆς ἐντεριώνης, ταύτας δὲ ἐναντίας ἀλλήλαις, ὥστε καὶ τὴν πελέκησιν εἶναι διπλῆν, μίαν καθ’ ἑκατέραν κτηδόνα ταῖς πληγαῖς ἐναντίαις· ἁπαλώτατα μὲν οὖν ταῦτά φασιν ἔχειν τὰ ξύλα, χείριστα δὲ πρὸς τὰς ἐργασίας· διαστρίφεται γὰρ μάλιστα. μονοξόους δὲ καλοῦσι τὰς ἐχούσας μίαν μόνον κτηδόνα· τὴν δὲ πελέκησιν αὐτῶν γίνεσθαι τὴν αὐτὴν ἐφ’ ἑκάτερα τῆς ἐντεριώνης· φασὶ δὲ μανότατα μὲν ἔχειν τῇ φύσει τὰ ξύλα ταῦτα πρὸς δὲ τὰς διαστροφὰς ἀσφαλέστατα.
Διαφορὰς δὲ ἔχουσι τοῖς φλοιοῖς, καθ’ ἃς
γνωρίζουσιν ἰδόντες εὐθὺς τὸ δένδρον πεφυκὸς
ἔστι δὲ ὅλα μὲν τὰ τοιαῦτα ἰσχυρὰ τμηθέντα δὲ ἀσθενῆ διὰ τὸ πολλὰς ἔχειν παραλλαγάς. καλοῦσι δὲ οἱ τέκτονες ἐπίτομα ταῦτα διὰ τὸ πρὸς τὴν χρείαν οὕτω τέμνειν. ὅλως δὲ χείρω τὰ ἐκ τῶν ἐφύγρων καὶ εὐδιεινῶν καὶ παλισκίων καὶ συνηρεφῶν καὶ πρὸς τὴν τεκτονικὴν χρείαν καὶ πρὸς τὴν πυρευτικήν. αἱ μὲν οὖν τοιαῦται διαφοραὶ πρὸς τοὺς τόπους εἰσὶν αὐτῶν τῶν ὁμογενῶν ὥς γε ἀπλῶς εἰπεῖν.
II. Διαιροῦσι γάρ τινες κατὰ τὰς χώρας, καί
φασιν ἀρίστην μὲν εἶναι τῆς ὕλης πρὸς τὴν
τεκτονικὴν χρείαν τῆς εἰς τὴν Ἑλλάδα παραγινομένης
τὴν Μακεδονικήν· λεία τε γάρ ἐστι
καὶ ἀστραβὴς καὶ ἔχουσα θυῖον. δευτέραν δὲ
τὴν Ποντικήν, τρίτην δὲ τὴν ἀπὸ τοῦ Ῥυνδάκου,
Ἰσχυρότατα δὲ τῶν ξύλων ἐστὶ τὰ ἄοζα καὶ λεῖα· καὶ τῇ ὄψει δὲ ταῦτα κάλλιστα. ὀζώδη δὲ γίνεται τὰ κακοτροφηθέντα καὶ ἤτοι χειμῶνι πιεσθέντα ἡ καὶ ἄλλῳ τινὶ τοιούτῳ· τὸ γὰρ ὅλον τὴν πολυοζίαν εἶναι ἔνδειαν εὐτροφίας. ὅταν δὲ κακοτροφήσαντα ἀναλάβῃ πάλιν καὶ εὐσθενήσῃ, συμβαίνει καταπίνεσθαι τοὺς ὄζους ὑπὸ τῆς περιφ ὕσεως· εὐτροφοῦν γὰρ καὶ αὐξανόμενον ἀναλαμβάνει καὶ πολλάκις ἔξωθεν μὲν λεῖον τὸ ξύλον διαιρούμενον δὲ ὀζῶδες ἐφάνη. δἰ ὃ καὶ σκοποῦνται τῶν σχιστῶν τὰς μήτρας· ἐὰν γὰρ αὗται ἔχωσιν ὄζους, ὀζώδη καὶ τὰ ἐκτός· καὶ οὗτοι χαλεπώτεροι τῶν ἐκτὸς καὶ φανεροί.
Γίνονται δὲ καὶ αἱ σπεῖραι διὰ χειμῶνας τε
καὶ κακοτροφίαν. σπείρας δὲ καλοῦσιν ὅταν ῇ
συστροφή τις ἐν αὐτῇ μείζων καὶ κύκλοις περιεχομένη
πλείοσιν οὖθ’ ὥσπερ ὁ ὄζος ἁπλῶς οὅθ᾿
ὡς ἡ οὐλότης ἡ ἐν αὐτῷ τῷ ξύλῳ· δἰ ὅλου γάρ
πως αὕτη καὶ ὁμαλίζουσα· χαλεπώτερον δὲ
τοῦτο πολὺ καὶ δυσεργότερον τῶν ὄζων. ἔοικε
δὲ παραπλησίως καὶ ὡς ἐν τοῖς λίθοις ἐγγίνεσθαι
ἐν τούτῳ γὰρ διασχιζομένῳ κνημῖδες εὑρέθησαν καὶ ἄλλ᾿ ἄττα τῆς Ἀττικῆς ἐργασίας κρεμαστά, τοῦ κοτίνου οῦ ἀνετέθη τὸ πρῶτον ἐγκοιλανθέντος. τούτου δ᾿ ξτι μικρὸιν τὸ λοιπόν. πολλαχοῦ δὲ καὶ ἄλλοθι γίνεται πλείονα τοιαῦτα. καὶ ταῦτα μέν, ὥσπερ εἴρηται κοινὰ πλειόνων.
ΙΙΙ. Κατὰ δὲ τὰς ἴδας ἑκάστου φύσεις αἱ τοιαῦταί εἰσι διαφοραί, οἶον πυκνότης μανότης βαρύτης κουφότης σκληρότης μαλακότης, ὡσαύτως δὲ καὶ εἴ τις ἄλλη τοιαύτη· κοιναὶ δὲ ὁμοίως αὗται καὶ τῶν ἡμέρων καὶ τῶν ἀγρίων, ὥστε περὶ πάντων λεκτέον.
Πυκνότατα μὲν οὖν δοκεῖ καὶ βαρύτατα πύξος εἶναι καὶ ἔβενος· οὐδὲ γὰρ οὐδ' ἐπὶ τοῦ ὅδατος ταῦτ’ ἐπινεῖ. καὶ ἡ μὲν πύξος ὅλη, τῆς δὲ ἐβένου ἡ μήτρα, ἐν ῇ καὶ ἡ τοῦ χρώματός ἐστι μελανία. τῶν δ’ ἄλλων ὁ λωτός. πυκνὸν δὲ καὶ ἡ τῆς δρυὸς μήτρα, ἣν καλοῦσι μελάνδρυον· καὶ ἔτι μᾶλλον ἡ τοῦ κυτίσου· παρομοία γὰρ αὕτη δοκεῖ τῇ ἐβένῳ εἶναι.
Μέλαν δὲ σφόδρα καὶ πυκνὸν το τῆς τερμίνθου· περὶ γοῦν Συρίαν μελάντερόν φασιν εἶναι τῆς ἐβένου· καὶ ἐκ τούτου γὰρ καὶ τὰς λαβὰς τῶν ἐγχειριδίων ποιεῖσθαι, τορνεύεσθαι δὲ ἐξ αὐτῶν καὶ κύλικας Θηρικλείους, ὥστε μηδένα ἄν διαγνῶναι πρὸς τὰς κεραμέας· λαμβάνειν δὲ τὸ ἐγκάρδιον· δεῖν δὲ ἀλείφειν τὸ ξύλον· οὕτω γὰρ γίνεσθαι καὶ κάλλιον καὶ μελάντερον.
Εἶναι δὲ καὶ ἄλλο τι δένδρον, ὃ ἄμα τῇ μελανίᾳ
καὶ ποικιλίαν τινὰ ἔχει ὑπέρυθρον, ὥστε εἶναι
τὴν ὄψιν ὡσὰν ἐβένου ποικίλης· ποιεῖσθαι δ’ ἐξ
αὐτοῦ καὶ κλίνας καὶ δίφρους καὶ τὰ ἄλλα τὰ
σπουδαζόμενα. τὸ
Ταῦτα μὲν οὖν ἄμα τῇ μελανίᾳ καὶ πυκνοτητα ἔχει.
πυκνὸν δὲ καὶ ἡ σφένδαμνος καὶ
ἡ ζυγία καὶ ὅλως πάντα τὰ οὖλα· καὶ ἡ ἐλάα
δὲ καὶ ὁ κότινος, ἀλλὰ κραῦρα. μανὰ δὲ τῶν
μὲν ἀγρίων καὶ ἐρεψίμων τὰ ἐλάτινα μάλιστα,
Θερμὸν δὲ καὶ κιττὸς καὶ δάφνη καὶ ὅλως ἐξ ὦν τὰ πυρεῖα γίνεται· Μενέστωρ δέ φησι καὶ συκάμινον. ψυχρότατα δὲ τα ἔνυδρα καὶ ὑδατώδη. καὶ γλίσχρα δὲ τὶ ἰτέινα καὶ ἀμπέλινα, ὄἰ ὃ καὶ τάς ἀσπίδας ἐκ τούτων ποιοῦσι· συμμύει γὰρ πληγέντα· κουφότερον δὲ τὸ τῆς ἰτέας, μανότερον γάρ, ὄἰ ὃ καὶ τούτῳ μᾶλλον χρῶνται. τὸ δὲ τῆς πλατάνου γλισχρότητα μὲν ἔχει, φύσει δὲ ὑγρότερον τοῦτο καὶ τὸ τῆς πτελέας. σημεῖον δέ ἐστιν, μετὰ τὴν τομὴν ὀρθὸν ὅταν σταθῇ, πολὺ ὕδωρ ἀφίησι. τὸ δὲ τῆς συκαμίνου πυκνὸν ἄμα καὶ γλίσχρον.
Ἐστι δὲ καὶ ἀστραβέστατον τὸ τῆς πτελέας.
ὄἰ ὃ καὶ τοὺς στροφεῖς τῶν θυρῶν ποιοῦσι
πτελείνους· ἐὰν γὰρ οὗτοι μένωσι, καὶ αἱ θύραι
μένουσιν ἀστραβεῖς, εἰ δὲ μή, διαστρέφονται.
ποιοῦσι δ᾿ αὐτοὺς ἔμπαλιν τιθέντες τὶ ξύλα τό
τε ἀπὸ τῆς ῥίζης καὶ τὸ ἀπὸ τοῦ φύλλου·
Τὰς δὲ θύρας οὐκ εὐθὺς συντελοῦσιν, ἀλλὰ πήξαντες ἐφιστᾶσι, κἄπειτα ὑστέρῳ οἱ δὲ τῷ τρίτῳ ἔτει συνετέλεσαν ἐὰν μᾶλλον σπουδάζωσι· τοῦ μὲν γὰρ θέρους ἀναξηραινομένων διίστανται, τοῦ δὲ χειμῶνος συμμύουσιν. αἴτιον δ’ ὅτι τῆς ἐλάτης τὰ μανὰ καὶ σαρκώδη ἕλκει τὸν ἀέρα ἔνικμον ὄντα.
Ὁ δὲ φοῖνιξ κοῦφος καὶ εὕεργος καὶ μαλακός, ὥσπερ ὁ φελλός, βελτίων δὲ τοῦ φελλοῦ ὅτι γλίσχρος· ἐκεῖνο δὲ θραυστόν. διὰ τοῦτο τὰ εἴδωλα νῦν ἐκ τοῦ τῶν φοινίκων ποιοῦσι, τὸν δὲ φελλὸν παρήκασι. τὰς ἶνας δὲ οὐ ὄἰ ὅλου ἔχει οὐδ’ ἐπὶ πολὺ καὶ μακρὰς οὐδ' ὡσαύτως τῇ θέσει ἐγκειμένας πάσας ἀλλὰ παντοδαπῶς. ἀναξηραίνεται δὲ καὶ λεαινόμενον καὶ πριόμενον τὸ ξύλον.
Τὸ δὲ θύον, οἱ δὲ θύαν καλοῦσι, παρ’ Ἄμμωνι
τε γίνεται καὶ ἐν τῇ Κυρηναίᾳ, τὴν μὲν μορφὴν
ὅμοιον κυπαρίττῳ καὶ τοῖς κλάδοις καὶ τοῖς φύλλοις
καὶ τῷ στελέχει καὶ τῷ καρπῷ, μᾶλλον δ’
ὦσπερ κυπάριττος ἀγρία· πολὺ μὲν καὶ ὅπου
IV. Βαρέα δὲ καὶ κοῦφα δῆλον ὡς τῇ πυκνότητι καὶ μανότητι καὶ ὑγρότητι καὶ ξηρότητι καὶ τῷ γλοιώδει καὶ σκληρότητι καὶ μαλακότητι ληπτέον. ἔνια μὲν οὖν ἄμα σκληρὰ καὶ βαρέα, καθάπερ πύξος καὶ δρῦς· ὅσα δὲ κραῦρα καὶ τῇ ξηρότητι σκληρότατα, ταῦτ᾿ οὐκ ἔχει βάρος. ἅπαντα δὲ τὰ ἄγρια τῶν ἡμέρων καὶ τὰ ἄρρενα τῶν θηλειῶν πυκνότερά τε καὶ σκληρότερα καὶ βαρύτερα καὶ τὸ ὅλον ἰσχυρότερα, καθάπερ καὶ πρότερον εἴπομεν. ὡς δ᾿ ἐπὶ τὸ πᾶν καὶ τὰ ἀκαρπότερα τῶν καρπίμων καὶ τὰ χείρω τῶν καλλικαρποτέρων· εἰ μή που καρπιμώτερον τὸ ἄρρεν, ὥσπερ ἄλλα τέ φασι καὶ τὴν κυπάριττον καὶ τὴν κράνειαν. ἀλλὰ τῶν γε ἀμπέλων φανερῶς αἱ ὀλιγοκαρπότεραι καὶ πυκνοφθαλμότεραι καὶ στερεώτεραι· καὶ μηλεῶν δὲ καὶ τῶν ἄλλων ἡμέρων.
Ἀσαπῆ δὲ φύσει κυπάριττος κέδρος ἔβενος
λωτὸς πύξος ἐλάα κότινος πεύκη ἔνδᾳδος ἀρία
δρῦς καρύα Εὐβοική. τούτων δὲ χρονιώτατα
δοκεῖ τὰ κυπαρίττινα εἶναι· τὰ γοῦν ἐν Ἐφέσῳ,
ἐξ ὦν αἱ θύραι τοῦ νεωστὶ νεώ, τεθησαυρισμένα
τέτταρας ἔκειτο γενεάς. μόνα δὲ καὶ στιλβηδόνα
δέχεται, δἰ ὃ καὶ τὰ σπουδαζόμενα τῶν ἔργων ἐκ
τούτων ποιοῦσι. τῶν δὲ ἄλλων ἀσαπέστατον
μετὰ τὰ κυπαρίττινα καὶ τὰ θυώδη τὴν συκάμινον
εἶναί φασι, καὶ ἰσχυρὸν ἄμα καὶ εὕεργον τὸ
ξύλον· γίνεται δὲ τὸ ξύλον καὶ παλαιούμενον
μέλαν, ὥσπερ λωτός.
Eτ δὲ ἄλλο πρὸς ἄλλο καὶ ἐν ἄλλῳ ἀσαπές. οἶον πτελέα μὲν ἐν τῷ ἀέρι, δρῦς δὲ κατορυττομένη καὶ ἐν τῷ ὕδατι καταβρεχομένη· δοκεῖ γἀρ ὅλως ἀσαπὲς εἶναι· ὄἰ ὃ καὶ εἰς τοὺς ποταμοὺς καὶ εἰς τὰς λίμνας ἐκ τούτων ναυπηγοῦσιν· ἐν δὲ τῇ θαλάττῃ σήπεται. τὰ δὲ ἄλλα διαμένει μᾶλλον, ὅπερ καὶ εὔλογον, ταριχευόμενα τῇ ἄλμῃ.
Δοκεῖ δὲ καὶ ἡ ὀξύη πρὸς τὸ ὕδωρ ἀσαπὴς
εἶναι καὶ βελτίων γίνεσθαι βρεχομένη. καὶ ἡ
καρύα δὲ ἡ Εὐβοῖκὴ ἀσαπής. φασὶ δὲ καὶ τὴν
πεύκην ἐλάτης μᾶλλον ὑπὸ τερηδόνος ἐσθίεσθαι·
τὴν μὲν γἀρ εἶναι ξηράν, τὴν δὲ πεύκην ἔχειν
γλυκύτητα, καὶ ὅσῳ ἐνδᾳδωτέρα, μᾶλλον· πάντσ
καὶ ἔστι ταῦτα εὐίατα· πιττοκοπηθέντα γάρ ὅταν εἰς τὴν θάλατταν ἑλκυσθῇ στέγει· τὰ δὲ ὑπὸ τῶν τερηδόνων ἀνίατα. τῶν δὲ σκωλήκων τῶν ἐν τοῖς ξύλοις οἱ μέν εἰσιν ἐκ τῆς οἰκείας σήψεως, οἱ δ’ ἐντικτόντων ἑτέρων· ἐντίκτει γάρ, ὥσπερ καὶ τοῖς δένδροις, ὁ κεράστης καλούμενος, ὅταν τιτράνῃ καὶ κοιλάνῃ περιστραφεὶς ὡσπερεὶ μυοδόχον. φεύγει δὲ τά τε ὀσμώδη καὶ πικρὶ καὶ σκληρα διὶ τὸ μὴ δύνασθαι τιτρᾶναι, καθάπερ τὴν πύξον.
φασὶ δὲ καὶ τὴν ἐλάτην φλοισθεῖσαν ὑπὸ τὴν βλάστησιν ἀσαπῆ διαμένειν ἐν τῷ ὕδατι· φανερὸν δὲ γενέσθαι ἐν Φενεῷ τῆς Ἀρκαδίας, ὅτε αὐτοῖς ἐλιμνώθη τὸ πεδίον φραχθέντος τοῦ βερέθρου· τότε γὰρ τς γεφύρας ποιοῦντες ἐλατίνας καί, ὅταν ἐπαναβαίνῃ τὸ ὕδωρ, ἄλλην καὶ ἄλλην ἐφιστάντες, ὡς ἐρράγη καὶ ἀπῆλθε, πάντα εὑρεθῆναι τὰ ξύλα ἀσαπῆ. τοῦτο μὲν οὖν ἐκ συμπτώματος.
Ἐν Τύλῳ δὲ τῇ νήσῳ τῇ περὶ τὴν Ἀραβίαν εἶναί τί φασι ξύλον ἐξ οὖ τὰ πλοῖα ναυπηγοῦνται· τοῦτο δὲ ἐν μὲν τῇ θαλάττῃ σχεδὸν ἄσηπτον εἶναι· διαμένει γὰρ ἔτη πλείω ἤ διακόσια καταβυθιζόμενον· ἐἀν δὲ ἔξω, χρόνιον μὲν θᾶττον δὲ σήπεται. (θαυμαστὸν δὲ καὶ ἕτερον λέγουσι, οὐδὲν δὲ πρὸς τὴν σῆψιν. εἶναι γάρ τι δένδρον ἐξ οὗ τὲς βακτηρίας τέμνεσθαι, καὶ γίνεσθαι καλὰς σφόδρα ποικιλίαν τινὶ ἐχούσας ὁμοίαν τῷ τοῦ τίγριος δέρματι· βαρὺ δὲ σφόδρα τὸ ξύλον τοῦτο· ὅταν δέ τις ῥίψῃ πρὸς στερεώτερον τόπον, κατάγνυσθαι καθάπερ τά κεράμια.)
Καὶ τὸ τῆς μυρίκης δὲ ξύλον οὐχ ὥσπερ ἐνταῦθα ἀσθενές, ἀλλ' ἰσχυρὸν ὥσπερ πρίνινον ἤ καὶ ἄλλο τι τῶν ἰσχυρῶν. τοῦτο μὲν οὖν ἄμα μηνύει χώρας τε καὶ ἀέρος διαφορς καὶ δυνάμεις. τῶν δὲ ὁμογενῶν ξύλων, οἶον δρυίνων πευκίιων, ὅταν ταριχεύωνται-ταριχεύουσι γρ οὐκ ἐν ἴσῳ βάθει πάντα δύοντες τῆς θαλάττης, ἀλλὶ τὶ μὲν πρὸς αὐτῇ τῇ γῇ, τὶ δὲ μικρὸν ἀνωτέρω, τὰ δ' ἐν πλείονι βάθει· πάντων δὲ τὶ πρὸς τὴν ῥίζαν θὲττον δύεται καθ’ ἥδατος, κἄν ἐπινῇ μᾶλλο ῥέπει κάτω.
V. Ἒστι δὲ τὰ μὲν εὕεργα τῶν ξύλων, τὲ δὲ
δύσεργα· εὕεργα μὲν τὰ μαλακά, καὶ πάντων
Μήτραν δὲ πάντα μὲν ἔχειν φασὶν οἱ τέκτονες φανερὰν δ’ εἶναι μάλιστα ἐν τῇ ἐλάτῃ· φαίνεσθαι γὰρ οἶον φλοιώδη τινὶ τὴν σ ύνθεσιν αὐτῆς τῶν κύκλων. ἐν ἐλάᾳ δὲ καὶ πύξῳ καὶ τοῖς τοιούτοις οὐχ ὁμοίως· ὄἰ ὃ καὶ οὕ φασί τινες ἔχειν τῇ δυνάμει πύξον καὶ ἐλάαν· ἥκιστα γἀρ ἕλκεσθαι ταῦτα τῶν ξύλων. ἔστι δὲ τὸ ἕλκεσθαι τὸ συμπεριίστασθαι κινουμένης τῆς μήτρας. ζῇ γὰρ ὡς ἔοικεν ἐπὶ χρόνον πολύν· δι’ ὃ πανταχόθεν μὲν ἄμα μάλιστα δ’ ἐκ τῶν θυρωμάτων ἐξαιροῦσιν, ὅπως ἀστραβῆ ῇ· καὶ διὶ τοῦτο σχίζουσιν.
Ἄτοπον δ’ ἂν δόξειεν ὅτι ἐν μὲν τοῖς ξύλοις
τοῖς στρογγύλοις ἄλυπος ἡ μήτρα καὶ ἀκίνητος,
ἐν δὲ τοῖς παρακινηθεῖσιν, ἐὰν μὴ ὅλως ἐξαιρεθῇ,
εἰ δ’ ἡ μήτρα
διὰ τὸ ξηρὸν σκεπτέον. διαστρέφει δὲ ἑλκομένη
τὰ ξύλα καὶ ἐν τοῖς σχιστοῖς καὶ πριστοῖς, ὅταν
μὴ ὡς δεῖ πρίωσι· δεῖ γὰρ ὀρθὴν τὴν πρίσιν εἶναι
καὶ μὴ πλαγίαν. οἶον οὕσης τῆς μήτρας ἐφ’ ἣν
τὸ α, μὴ παρὶ τὴν βγ τέμνειν, ἀλλὶ παρὶ τὴν
βδ. φθείρεσθαι γαρ οὕτω φασίν, ἐκείνως δὲ ζῆν.
ὅτι δὲ πᾶν ξύλον ἔχει μήτραν ἐκ τούτων οἴονται
φανερὸν γάρ ἐστι καὶ τὰ μὴ δοκοῦντα πάντ’ ἔχειν,
οἶον πύξον λωτὸν πρῖνον. σημεῖον δέ· τοὺς γὰρ
στρόφιγγας τῶν θυρῶν τῶν πολυτελῶν ποιοῦσι
μὲν ἐκ τούτων, συγγράφονται δὲ οἱ ἀρχιτέκτονες
οὕτως
παντὸς δὲ
Γῶν δὲ ξύλων τὶ μὲν σχιστὰ τὰ δὲ πελεκητὶ τὰ δὲ στρογγύλα· σχιστ μέν, ὅσα διαιροῦντες κατὰ τὸ μέσον πρίζουσι· πελεκητὶ δέ, ὅσων ἀποπελεκῶσι τὰ ἔξω· στρογγύλα δὲ δῆλον ὅτι τὰ ὅλως ἄψαυστα. τούτων δὲ τὰ σχιστὶ μὲν ὅλως ἀρραγῆ διὰ τὸ γυμνωθεῖσαν τὴν μήτραν ξηραίνεσθαι καὶ ἀποθνήσκειν· τὰ δὲ πελεκητὶ καὶ τὰ στρογγύλα ῥήγνυται· μᾶλλον δὲ πολὺ τὰ στρογγύλα διὰ τὸ ἐναπειλῆφθαι τὴν μήτραν· οὐδὲν γἀρ ὅτι τῶν ἁπάντων οὐ ῥήγνυται. τοῖς δὲ λωτίνοις καὶ τοῖς ἄλλοις οἶς εἰς τοὺς στρόφιγγας χρῶνται πρὸς τὸ μὴ ῥήγνυσθαι βόλβιτον περιπλάττουσιν, ὅπως ἀναξηρανθῇ καὶ διαπνευσθῇ κἄτι μικρὸν ἡ ἐκ τῆς μήτρας ὑγρότης. ἡ μὲν οὖν μήτρα τοιαύτην ἔχει δύναμιν.
VΙ. Βάρος δὲ ἐνεγκεῖν ἰσχυρὶ καὶ ἡ ἐλάτη
καὶ ἡ πεύκη πλάγιαι τιθέμεναι· οὐδὲν γἀρ ἐνδιδόασιν,
Ἡ δὲ ἐλάτη μάλιστα ὡς εἰπεῖν ἰσχυρόν. πρὸς δὲ τάς τῶν τεκτόνων χρείας ἐχέκολλον μὲν μάλιστα ἡ πεύκη διά τε τὴν μανότητα καὶ τὴν εὐθυπορίαν· οὐδὲ γὰρ ὅλως οὐδὲ ῥήγνυσθαί φασιν ἐὰν κολληθῇ. εὐτορνότατον δὲ φιλύκη, καὶ ἡ λευκότης ὥσπερ ἡ τοῦ κηλάστρου. τῶν δὲ ἄλλων ἡ φίλυρα· τὸ γὰρ ὅλον εὔεργον, ὥσπερ ἐλέχθη. διὰ μαλακότητα. εὔκαμπτα δὲ ὡς μὲν ἁπλῶς εἰπεῖν ὅσα γλίσχρα. διαφέρειν δὲ δοκεῖ συκάμινος καὶ ἐρινεός, δι’ ὃ καὶ τὰ ἴκρια καὶ τὰς στεφάνας καὶ ὅλως ὅσα περὶ τὸν κόσμον ἐκ τούτων ποιοῦσι.
Εὔπριστα δὲ καὶ εὔσχιστα τὰ ἐνικμότερα τῶν
Εὐπελεκητότερα δὲ καὶ εὐτορνότερα καὶ εὐξοώτερα τὰ χλωρά· προσκάθηταί τε γὰρ τὸ τορνευτήριον μᾶλλον καὶ οὐκ ἀποπηδᾷ. καὶ ἡ πελέκησις τῶν μαλακωτέρων ῥᾴων, καὶ ἡ ξέσις δὲ ὁμοίως καὶ ἔτι λειοτέρα. ἰσχυρότατον δὲ καὶ ἡ κράνεια, τῶν δὲ ἄλλων οὐχ ἥκιστα ἡ πτελέα, δι’ ὃ καὶ τοὺς στροφέας, ὥσπερ ἐλέχθη, ταῖς θύραις πτελείνους ποιοῦσιν. ὑγρότατον δὲ μελία καὶ ὀξύη· καὶ γὰρ τὰ κλινάρια τὰ ἐνδιδόντα ἐκ τούτων.
VII. Ὅλως δὲ πρὸς ποῖα τῆς ὕλης ἑκάστη χρησίμη καὶ ποία ναυπηγήσιμος καὶ οἰκοδομική, πλείστη γὰρ αὕτη ἡ χρεία καὶ ἐν μεγίστοις, πειρατέον εἰπεῖν, ἀφορίζοντα καθ’ ἕκαστον τὸ χρήσιμον.
Ἐλάτη μὲν οὖν καὶ πεύκη καὶ κέδρος ὡς ἁπλῶς
καὶ τὰ μὲν ἄλλα ἐκ τούτων· τὴν δὲ τρόπιν τριήρει μὲν δρυίνην, ἵνα ἀντέχῃ πρὸς τὰς νεωλκίας, ταῖς δὲ ὁλκάσι πευκίνην· ὑποτιθέασι δ’ ἔτι καὶ δρυίνην ἐπὰν νεωλκῶσι, ταῖς δ’ ἐλάττοσιν ὀξυίνην· καὶ ὅλως ἐκ τούτου τὸ χέλυσμα.
Οὐχ ἅπτεται δὲ οὐδὲ κατὰ τὴν κόλλησιν ὁμοίως τὸ δρύινον τῶν πευκίνων καὶ ἐλατίνων· τὰ μὲν γὰρ πυκνὰ τὰ δὲ μανά, καὶ τὰ μὲν ὅμοια τὰ δ’ οὕ. δεῖ δὲ ὁμοιοπαθῆ εἶναι τὰ μέλλοντα συμφ ύεσθαι καὶ μὴ ἐναντία, καθαπερανεὶ λίθον καὶ ξύλον.
Ἡ δὲ τορνεία τοῖς μὲν πλοίοις γίνεται συκαμίνου
μελίας πτελέας πλατάνου· γλισχρότητα
γὰρ ἔχειν δεῖ καὶ ἰσχύν. χειρίστη δὲ ἡ τῆς
πλατάνου· ταχὺ γὰρ σήπεται. ταῖς δὲ τριήρεσιν
ἔνιοι καὶ πιτυίνας ποιοῦσι διὰ τὸ ἐλαφρόν. τὸ
δὲ στερέωμα, πρὸς ᾧ τὸ χέλυσμα, καὶ τὰς ἐπωτίδας,
μελίας καὶ συκαμίνου καὶ πτελέας· ἰσχυρὰ
Οἰκοδομικὴ δὲ πολλῷ πλείων, ἐλάτη τε καὶ πεύκη καὶ κέδρος, ἔτι κυπάριττος δρῦς καὶ ἄρκευθος· ὡς δ’ ἀπλῶς εἰπεῖν πᾶσα χρησίμη πλὴν εἴ τις ἀσθενὴς πάμπαν· οὐκ εἰς ταὐτὸ γὰρ πᾶσαι, καθάπερ οὐδ’ ἐπὶ τῆς ναυπηγίας. αἱ δ’ ἄλλαι πρὸς τὰ ἴδια τῶν τεχνῶν, οἶον σκεύη καὶ ὄργανα καὶ εἴ τι τοιοῦτον ἕτερον. πρὸς πλεῖστα δὲ σχεδὸν ἡ ἐλάτη παρέχεται χρείαν· καὶ γὰρ πρὸς τοὺς πίνακας τοὺς γραφομένους. τεκτονικῇ μὲν οὖν ἡ παλαιοτάτη κρατίστη, ἐὰν ᾖ ἀσαπής· εὐθετεῖ γὰρ ὡς εἰπεῖν πᾶσι χρῆσθαι· ναυπηγικῇ δὲ διὰ τὴν κάμψιν ἐνικμοτέρᾳ ἀναγκαῖον· ἐπεὶ πρός γε τὴν κόλλησιν ἡ ξηροτέρα συμφέρει. ἵσταται γὰρ καινὰ τὰ ναυπηγούμενα καὶ ὅταν συμπαγῇ καθελκυσθέντα συμμύει καὶ στέγει, πλὴν ἐὰν μὴ παντάπασιν ἐξικμασθῇ· τότε δὲ οὐ δέχεται κόλλησιν ἢ οὐχ ὁμοίως.
Δεῖ δὲ καὶ καθ’ ἕκαστον λαμβάνειν εἰς ποῖα
χρήσιμός ἐστιν. ἐλάτη μὲν οὖν καὶ πεύκη.
καθάπερ εἴρηται, καὶ πρὸς ναυπηγίαν καὶ πρὸς
Σφένδαμνός τε καὶ ζυγία πρὸς κλινοπηγίαν καὶ πρὸς τὰ ζυγὰ τῶν λοφούρων. μίλος δὲ εἰς παρακολλήματα κιβώτοις καὶ ὑποβάθροις καὶ ὅλως τοῖς τοιούτοις. πρῖνος δὲ πρὸς ἄξονας ταῖς μονοστρόφοις ἁμάξαις καὶ εἰς ζυγὰ λύραις καὶ ψαλτηρίοις. ὀξύη δὲ πρὸς ἁμαξοπηγίαν καὶ διφροπηγίαν τὴν εὐτελῆ. πτελέα δὲ πρὸς θυροπηγίαν καὶ γαλεάγρας· χρῶνται δὲ καὶ εἰς τὰ ἁμαξικὰ μετρίως. πηδὸς δὲ εἰς ἄξονάς τε ταῖς ἀμάξαις καὶ εἰς ἕλκηθρα τοῖς ἀρότροις. ἀνδράχλη δὲ ταῖς γυναιξὶν εἰς τὰ περὶ τοὺς ἱστούς. ἄρκευθος δὲ εἰς τεκτονίας καὶ εἰς τὰ ὑπαίθρια καὶ εἰς τὰ κατορυττόμενα κατὰ γῆς διὰ τὸ ἀσαπές.
ὡσαύτως δὲ καὶ ἡ Εὐβοϊκὴ καρύα, καὶ πρός γε
τὴν κατόρυξιν ἔτι μᾶλλον ἀσαπής. πύξῳ δὲ
χρῶνται μὲν πρὸς ἔνια, οὐ μὴν ἀλλ’ ἥ γε ἐν τῷ
Ὀλύμπῳ γινομένη διὰ τὸ βραχεῖά τε εἶναι καὶ
ὀζώδης ἀχρεῖος. τερμίνθῳ δὲ οὐδὲν χρῶνται
Διῄρηται δὲ καὶ πρὸς τὰ τεκτονικὰ τῶν ὀργάνων ἕκαστα κατὰ τὴν χρείαν· οἶον σφυρίον μὲν καὶ τερέτριον ἄριστα μὲν γίνεται κοτίνου· χρῶνται δὲ καὶ πυξίνοις καὶ πτελείνοις καὶ μελείνοις· τὰς δὲ μεγάλας σφ ύρας πιτυίνας ποιοῦσιν. ὁμοίως δὲ καὶ τῶν ἄλλων ἕκαστον ἔχει τινὰ τάξιν. καὶ ταῦτα μὲν αἱ χρεῖαι διαιροῦσιν.
VIII. Ἑκάστη δὲ τῆς ὕλης, ὥσπερ καὶ πρότερον
ἐλέχθη, διαφέρει κατὰ τοὺς τόπους· ἔνθα μὲν γὰρ
λωτὸς ἔνθα δὲ κέδρος γίνεται θαυμαστή, καθάπερ
καὶ περὶ Συρίαν· ἐν Συρίᾳ γὰρ ἔν τε τοῖς ὄρεσι
διαφέροντα γίνεται τὰ δένδρα τῆς κέδρου καὶ τῷ
ὕψει καὶ τῷ πάχει· τηλικαῦτα γάρ ἐστιν ὥστ’
ἔνια μὲν μὴ δύνασθαι τρεῖς ἄνδρας περιλαμβάνειν·
ἔν τε τοῖς παραδείσοις ἔτι μείζω καὶ καλλίω.
φαίνεται δὲ καὶ ἐάν τις ἐᾷ καὶ μὴ τέμνῃ τόπον
οἰκεῖον ἕκαστον ἔχον γίνεσθαι θαυμαστὸν τῷ
μήκει καὶ πάχει. ἐν Κύπρῳ γοῦν οὐκ ἔτεμνον οἱ
βασιλεῖς, ἄμα μὲν τηροῦντες καὶ ταμιευόμενοι, ἄμα
πλεῦσαι γάρ ποτε τοὺς Ῥωμαίους βουλομένους κατασκευάσασθαι πόλιν ἐν τῇ νήσῳ πέντε καὶ εἴκοσι ναυσί, καὶ τηλικοῦτον εἶναι τὸ μέγεθος τῶν δένδρων ὥστε εἰσπλέοντας εἰς κόλπους τινὰς καὶ λιμένας διασχισθεῖσι τοῖς ἱστοῖς ἐπικινδυνεῦσαι. καὶ ὅλως δὲ πᾶσαν τὴν νῆσον δασεῖαν καὶ ὥσπερ ἠγριωμένην τῇ ὕλῃ· δι’ ὃ καὶ ἀποστῆναι τὴν πόλιν οἰκίζειν· διαβάντας δέ τινας ἀποτεμέσθαι πάμπολυ πλῆθος ἐκ τόπου βραχέος, ὥστε τηλικαύτην ποιῆσαι σχεδίαν ἢ ἐχρήσατο πεντήκοντα ἱστίοις· οὐ μὴν ἀλλὰ διαπεσεῖν αὐτὴν ἐν τῷ πελάγει. Κύρνος μὲν οὖν εἴτε διὰ τὴν ἄνεσιν εἴτε καὶ τὸ ἔδαφος καὶ τὸν ἀέρα πολὺ διαφέρει τῶν ἄλλων.
Ἡ δὲ τῶν Λατίνων ἔφυδρος πᾶσα· καὶ ἡ μὲν
πεδεινὴ δάφνην ἔχει καὶ μυρρίνους καὶ ὀξύην
θαυμαστήν· τηλικαῦτα γὰρ τά μήκη τέμνουσι
ὥστ’ εἶναι διανεκῶς τῶν Τυρρηνίδων ὑπὸ τὴν
τρόπιν· ἡ δὲ ὀρεινὴ πεύκην καὶ ἐλάτην. τὸ δὲ
IX. Τὸ δὲ καὶ πρὸς τὴν πύρωσιν πῶς ἑκάστη τῆς ὕλης ἔχει λεκτέον ὁμοίως καὶ πειρατέον λαβεῖν. ἄνθρακες μὲν οὖν ἄριστοι γίνονται τῶν πυκνοτάτων, οἶον ἀρίας δρυὸς κομάρου· στερεώτατοι γάρ, ὥστε πλεῖστον χρόνον ἀντέχουσι καὶ μάλιστα ἰσχύουσι· δι’ ὃ καὶ ἐν τοῖς ἀργυρείοις τούτοις χρῶνται πρὸς τὴν πρώτην τούτων ἕψησιν. χείριστοι δὲ τούτων οἱ δρύινοι· γεωδέστατοι γάρ· χείρους δὲ καὶ οἱ τῶν πρεσβυτέρων τῶν νέων, καὶ μάλιστα οἱ τῶν γερανδρύων διὰ ταὐτό· ξηρότατοι γάρ, δι’ ὃ καὶ πηδῶσι καιόμενοι· δεῖ δὲ ἔνικμον εἶναι.
Βέλτιστοι δὲ οἱ τῶν ἐν ἀκμῇ καὶ μάλιστα οἱ
τὸν τόπον ξηρότερον
πυκνότερα, ἐξ ἁπάντων βελτίω διὰ τὴν αὐτὴν
αἰτίαν. χρεία δὲ ἄλλων ἄλλη· πρὸς ἔνια γὰρ
ζητοῦσι τοὺς μαλακούς, οἶον ἐν τοῖς σιδηρείοις
τοὺς τῆς καρύας τῆς Εὐβοϊκῆς, ὅταν ἤδη κεκαυμένος
ᾖ, καὶ ἐν τοῖς ἀργυρείοις τοὺς πιτυίνους.
χρῶνται δὲ καὶ αἱ τέχναι τούτοις. ζητοῦσι δὲ καὶ οἱ χαλκεῖς τοὺς πευκίνους μᾶλλον ἡ δρυίνους· καίτοι ἀσθενέστεροι ἀλλ’ εἰς τὴν φύσησιν ἀμ;είνους ὡς ἦσσον καταμαραινόμενοι· ἔστι δὲ ἡ φλὸξ ὀξυτέρα τούτων. τὸ δὲ ὅλον ὀξυτέρα φλὸξ καὶ ἡ τούτων καὶ ἡ τῶν ξύλων τῶν μανῶν καὶ κούφων καὶ ἡ τῶν αὔων· ἡ δ’ ἐκ τῶν πυκνῶν καὶ χλωρῶν νωθεστέρα καὶ παχυτέρα· πασῶν δὲ ὀξυτάτη ἡ ἐκ τῶν ὑλημάτων· ἄνθρακες δὲ ὅλως οὐ γίνονται διὰ τὸ μὴ ἔχειν τὸ σωματῶδες.
Τέμνουσι δὲ καὶ ζητοῦσι εἰς τὰς ἀνθρακιὰς τὰ
Δύσκαπνα δὲ τῷ γένει μὲν ὅλως τὰ ὑγρά· καὶ τὶ χλωρὰ διὰ τοῦτο δύσκαπνα. λέγω δὲ τὰ ὑγρὰ τὰ ἕλεια, οἶον πλάτανον ἰτέαν λεύκην αἴγειρον· ἐπεὶ καὶ ἡ ἄμπελος ὅτε ὑγρ δύσκαπνος. ἐκ δὲ τῆς ἰδίας φύσεως ὁ φοῖνιξ, ὃν δὴ καὶ μάλιστά τινες ὑπειλήφασι δύσκαπνον· ὅθεν καὶ Χαιρήμων ἐποίησε “τοῦ τε δυσκαπνοτάτου φοίνικος ἐκ γῆς ῥιζοφοιτήτους φλέβας.”
δριμύτατος δὲ ὁ καπνὸς συκῆς καὶ ἐρινεοῦ καὶ εἴ τι ἄλλο ὀπῶδες· αἰτία δὲ ἡ ὑγρότης· φλοϊσθέντα δὲ καὶ ἀποβρεχθέντα ἐν ὕδατι ἐπιρρύτῳ καὶ μετὰ ταῦτα ξηρανθέντα πάντων ἀκαπνότατα καὶ φλόγα μαλακωτάτην ἀνίησιν, ἄτε καὶ τῆς οἰκείας ὑγρότητος ἐξῃρημένης. δριμεῖα δὲ καὶ ἡ τέφρα καὶ ἡ κονία ἡ ἀπ᾿ αὐτῶν. μάλιστα δέ φασι τὴν ἀπὸ τῆς ἀμυγδαλῆς.
Πρὸς δὴ τὰς καμινίας καὶ τὰς ἄλλας τέχνας ἄλλη ἄλλοις χρησίμη. ἐμπυρεύεσθαι δὲ ἄριστα συκῆ καὶ ἐλάα· συκῆ μέν, ὅτι γλίσχρον τε καὶ μανόν, ὥστε ἕλκει τε καὶ οὐ δίεισιν· ἐλάα δέ, ὅτι πυκνὸν καὶ λιπαρόν.
Πυρεῖα δὲ γίνεται μὲν ἐκ πολλῶν, ἄριστα δέ. ὥς φησι Μενέστωρ, ἐκ κιττοῦ· τάχιστα γὰρ καὶ πλεῖστον ἀναπνεῖ. πυρεῖον δέ φασιν ἄριστον μὲν ἐκ τῆς ἀθραγένης καλουμένης ὑπό τινων· τοῦτο δ᾿ ἐστὶ δένδρον ὅμοιον τῇ ἀμπέλῳ καὶ τῄ οἰνάνθῃ τῇ ἀγρίᾳ· ὥσπερ ἐκεῖνα καὶ τοῦτο ἀναβαίνει πρὸς τὶ δένδρα.
δεῖ δὲ τὴν ἐσχάραν ἐκ τούτων ποιεῖν τὸ δὲ τρύπανον ἐκ δάφνης· οὐ γὰρ ἐκ ταὐτοῦ τὸ ποιοῦν καὶ πάσχον, ἀλλ᾿ ἕτερον εὐθὺ δεῖ κατὰ φύσιν, καὶ τὸ μὲν δεῖ παθητικὸν εἶναι τὸ δὲ ποιητικόν. οὐ μὴν ἀλλὰ καὶ ἐκ τοῦ αὐτοῦ γίνεται καί, ὥς γέ τινες ὑπολαμβάνουσιν. οὐδὲν διαφέρει. γίνεται γὰρ ἐκ ῥάμνου καὶ πρίνου καὶ φιλύρας καὶ σχεδὸν ἐκ τῶν πλείστων πλὴν ἐλάας· ὃ καὶ δοκεῖ ἄτοπον εἶναι· καὶ γὰρ σκληρότερον καὶ λιπαρὸν ἡ ἐλάα· τοῦτο μὲν οὖν ἀσύμμετρον ἔχει δῆλον ὅτι τὴν ὑγρότητα πρὸς τὴν πύρωσιν. ἀγαθὰ δὲ τὰ ἐκ ῥάμνου· ποιεῖ δὲ τοῦτο καὶ τὴν ἐσχάραν χρηστήν· πρὸς γὰρ τῷ ξηρὰν καὶ ἄχυμον εἶναι δεῖ καὶ μανοτέραν, ἵν᾿ ἡ τρίψις ἰσχύῃ, τὸ δὲ τρύπανον ἀπαθέστερον· ὄἰ ὃ τὸ τῆς δάφνης ἄριστον· ἀπαθὲς γὰρ ὂν ἐργάζεται τῇ δριμύτητι. πάντα δὲ τὰ πυρεῖα βορείοις μὲν θᾶττον καὶ μᾶλλον ἐξάπτεται, νοτίοις δὲ ἧττον· καὶ ἐν μὲν τοῖς μετεώροις μᾶλλον, ἐν δὲ τοῖς κοίλοις ἦττον.
Ἀνίει δὲ τῶν ξύλων τὰ κέδρινα καὶ ἁπλῶς ὧν
I. Περὶ μὲν οὖν δένδρων καὶ θάμνων εἴρηται πρότερον· ἑπόμενον δ᾿ εἰπεῖν περί τε τῶν φρυγανικῶν καὶ ποιωδῶν καὶ εἴ τινες ἐν τούτοις ἕτεραι συμπεριλαμβάνονται φύσεις· οἶον ἥ γε σιτηρὰ ποιώδης ἐστί.
Πρῶτον δὲ λέγωμεν περὶ τῆς φρυγανικῆς· αὕτη γὰρ ἐγγυτέρω τῶν προειρημένων διὰ τὸ ξυλώδης. εἶναι. πανταχοῦ μὲν οὖν ἴσως αἰεὶ τὸ ἄγριον τοῦ ἡμέρου πλεῖον, εἰ δὲ μή, περί γε τὴν φρυγανικὴν οὐσίαν· ὀλίγον γὰρ τὸ ἥμερον αὐτῆς, ὅπερ σχεδὸν ἐν τοῖς στεφανωτικοῖς ἐστιν, οἶον ῥοδωνία ἰωνία διόσανθος ἀμάρακος ἡμεροκαλλές, ἔτι δὲ ἕρπυλλος σισύμβριον ἑλένιον ἀβρότονον. ἅπαντα γὰρ ταῦτα ξυλώδη καὶ μικρόφυλλα, δι᾿ ὃ καὶ φρυγανικά.
καὶ ἐπὶ τῶν λαχανηρῶν δ᾿
Μεγίστην δ᾿ ἄν τις λάβοι διαφοράν τῶν ὅλων γενῶν, ὅτι τὰ μὲν ἀνάκανθα τὰ δὲ ἀκανθώδη τυγχάνει. πάλιν δ᾿ ἐν ἑκατέρῳ τούτων πολλαὶ διαφοραὶ γενῶν καὶ εἰδῶν, ὑπὲρ ὧν καθ᾿ ἑκάτερα πειρατέον εἰπεῖν.
Τῶν ἀκανθικῶν δὴ τὰ μὲν ἁπλῶς εἰσιν ἄκανθαι, ὥσπερ ἀσφάραγος καὶ σκορπίος· οὐ γὰρ ἔχουσι φύλλον οὐδὲν παρὰ τὴν ἄκανθαν. τὰ δὲ φυλλάκανθα, καθάπερ ἄκανος ἠρύγγιον κνῆκος· ταῦτα γὰρ καὶ τὰ τοιαῦτα ἐπὶ τῶν φύλλων ἔχει τὴν· ἄκανθαν, δι᾿ ὃ καὶ φυλλάκανθα καλεῖται. τὰ δὲ καὶ παρὰ τὴν ἄκανθαν ἕτερον ἔχει φύλλον, ὥσπερ ἡ ὀνωνὶς καὶ ὁ τρίβολος καὶ ὁ φέως, ὃν δή τινες καλοῦσι στοιβήν. ὁ δὲ τρίβολος καὶ περικαρπιάκανθός ἐστιν· ἔχει γὰρ ἀκάνθας ἐν τῷ περικαρπίῳ, δι᾿ ὃ καὶ τοῦτο ἴδιον πρὸς ἅπαντα ὡς εἰπεῖν· ἐπεὶ πτορθάκανθά γε πολλὰ καὶ τῶν δένδρων καὶ τῶν θαμνωδῶν ἐστιν, οἷον ἀχρὰς ῥόα παλίουρος βάτος ῥοδωνία κάππαρις. ἐν μὲν οὖν τοῖς ἀκανθικοῖς ταύτας ἄν τις ὡς εἰπεῖν τύπῳ λάβοι τάς διαφοράς.
Ἐν δὲ τοῖς ἀνακάνθοις οὐκ ἔστιν οὕτως διαλαβεῖν τοῖς γένεσιν· ἡ γὰρ τῶν φύλλων ἀνωμαλία μεγέθει καὶ μικρότητι καὶ σχήμασιν ἄπειρος καὶ ἀσαφής· ἀλλὰ δεῖ πειρᾶσθαι κατ᾿ ἄλλον τρόπον διαιρεῖν. πλείω δέ ἐστι τὶ γένη τὰ τούτων καὶ διαφορὰς ἔχοντα μεγάλας, οἷον κίσθος μήλωθρον ἐρευθεδανὸν σπειραία κνέωρον ὀρίγανος θύμβρα σφάκος ἐλελίσφακος πράσιον κόνυζα μελισσόφυλλον ἕτερα τοιαῦτα· πρὸς τούτοις ἔτι τὰ ναρθηκώδη καὶ ἐννευρόκαυλα, καθάπερ μάραθον ἱππομάραθον ναρθηκία νάρθηξ καὶ τὸ καλούμενον ὑπό τινων μυοφόνον καὶ ὅσα ὅμοια τούτοις. ἅπαντα γὰρ ἄν τις καὶ ταῦτα καὶ ὅλως εἴ τι ναρθηκῶδές ἐστι τῆς φρυγανικῆς θείη φύσεως.
II. Εἴδη δὲ καὶ διαφοραὶ καθ᾿ ἕκαστον τῶν εἰρημένων εἰσὶ τῶν μὲν φανερώτεραι τῶν δὲ ἀφανέστεραι. καὶ γάρ κίσθου δύο γένη διαιροῦσι, τὸ μὲν ἄρρεν τὸ δὲ θῆλυ, τῷ τὸ μὲν μεῖζον καὶ σκληρότερον καὶ λιπαρώτερον εἶναι καὶ τὸ ἄνθος ἐπιπορφυρίζον· ἄμφω δὲ ὅμοια τοῖς ἀγρίοις ῥόδοις, πλὴν ἐλάττω καὶ ἄοσμα.
Δύο δὲ εἴδη καὶ τοῦ κνεώρου· ὁ μὲν γὰρ λευκὸς
ὁ δὲ μέλας. ἔχει δὲ ὁ μὲν λευκὸς τὸ φύλλον
Καὶ τῆς ὀριγάνου δὲ ἡ μέλαινα ἄκαρπος ἡ δὲ λευκὴ κάρπιμος. καὶ θύμον τὸ μὲν λευκὸν τὸ δὲ μέλαν εὐανθὲς δὲ σφόδρα· περὶ τροπὰς γὰρ ἀνθεῖ θερινάς. ἀφ᾿ οὗ καὶ ἡ μέλιττα λαμβάνει τὸ μέλι, καὶ τούτῳ φασὶν οἱ μελιττουργοὶ δῆλον εἶναι. πότερον εὐμελιτοῦσι ἢ οὔ· καλῶς γὰρ ἀπανθήσαντος εὐμελιτεῖν· βλάπτει δὲ καὶ ἀπόλλυσι τὴν ἄνθησιν ἐάν ὕδωρ ἐπιγένηται.
Σπέρμα δὲ κάρπιμον ἡ μὲν θύμβρα καὶ ἔτι μᾶλλον ἡ ὀρίγανος ἔχει φανερόν, τοῦ θύμου δ᾿ οὐκ ἔστι λαβεῖν, ἀλλ᾿ ἐν τῷ ἄνθει πως ἀναμέμικται· σπείρουσι γάρ τοῦτο καὶ ἀναβλαστάνει.
ζητοῦσι δὲ καὶ λαμβάνουσιν οἱ ἐξάγειν Ἀθήνῃσι
βουλόμενοι τὸ γένος. ἴδιον δὲ ἔχει καὶ πρὸς
ταῦτα καὶ σχεδὸν πρὸς τὶ ἄλλα τὸ κατὰ τοὺς
τόπους· οὐ γάρ φασι δύνασθαι φύεσθαι καὶ
Σφάκος δὲ καὶ ἐλελίσφακος διαφέρουσιν ὡσὰν τὸ μὲν ἥμερον τὸ δὲ ἄγριον· λειότερον γὰρ τὸ φύλλον τοῦ σφάκου καὶ ἔλαττον καὶ αὐχμηρότερον, τὸ δὲ τοῦ ἐλελισφάκου τραχύτερον.
Δύο δὲ γένη καὶ τοῦ πρασίου· τὸ μὲν γὰρ ἔχει ποῶδες τὸ φύλλον καὶ μᾶλλον ἐπικεχαραγμένον, ἔτι δὲ τάς ἐντομὰς ἐνδήλους σφόδρα καὶ βαθείας, ᾧ καὶ οἱ φαρμακοπῶλαι χρῶνται πρὸς ἔνια· τὸ δὲ ἕτερον στρογγυλότερον καὶ αὐχμῶδες σφόδρα, καθάπερ τοῦ σφάκου, καὶ τὰς ἐντομὰς ἀμαυροτέρας ἔχον καὶ ἐπικεχαραγμένον ἧττον.
Κονύζης δὲ τὸ μὲν ἄρρεν τὸ δὲ θῆλυ. διαφορὰς
δὲ ἔχει καθάπερ τὰ ἄλλα τὰ οὕτω διαιρούμενα·
τὸ μὲν γὰρ θῆλυ λεπτοφυλλότερον καὶ
ξυνεστηκὸς μᾶλλον καὶ τὸ ὅλον ἔλαττον, τὸ
δὲ ἄρρεν μεῖζόν τε καὶ παχυκαυλότερον καὶ
πολυκλωνότερον καὶ τὸ φύλλον μεῖζον καὶ
λιπαρώτερον ἔχον, ἔτι δὲ τὸ ἄνθος λαμπρότερον.
καρποφόρα δὲ ἄμφω· τὸ δὲ ὅλον ὀψιβλαστεῖ
καὶ ὀψιανθεῖ περὶ Ἀρκτοῦρον καὶ μετ᾿
Ταῦτα μὲν οὖν καὶ τὰ τοιαῦτα ὥσπερ διαφέροντα. πάλιν δὲ ἄλλα μονοειδῆ τυγχάνοντα καὶ τῶν πρότερον εἰρημένων καὶ ἕτερα παρὰ ταῦτα· πλείω γάρ ἐστι.
Τὸ δὲ ναρθηκῶδες, καὶ γὰρ καὶ τοῦτο τῶν φρυγανικῶν, πολλὰς περιείληφεν ἰδέας· ἐν οἷς πρῶτον ὑπὲρ τοῦ κοινοῦ πᾶσι λεκτέον, ὑπὲρ νάρθηκός τε καὶ ναρθηκίας, εἴτε τὸ αὐτὸ γένος ἐστὶν ἀμφοῖν διαφέρον δὲ κατὰ μέγεθος, εἴτε καὶ ἕτερον ὥσπερ τινές φασιν. ἡ δ᾿ οὖν φανερὰ. φύσις ἀμφοῖν ὁμοία πλὴν κατὰ τὸ μέγεθος· ὁ μὲν γὰρ νάρθηξ γίνεται μέγας σφόδρα ἡ δὲ ναρθηκία μικρά. μονόκαυλα δ᾿ ἄμφω καὶ γονατώδη, ἀφ᾿ ὧν τά τε φύλλα βλαστάνει καὶ καυλοί τινες μικροί·
βλαστάνει δὲ παραλλὰξ τὰ φύλλα·
λέγω δὲ παραλλὰξ ὅτι οὐκ ἐκ τοῦ αὐτοῦ μέρους
τῶν γονάτων ἀλλ᾿ ἐναλλάξ· περιειληφότα δὲ τὸν
καυλὸν ἐπὶ πολύ, καθάπερ τὰ τοῦ καλάμου, πλὴν
ἀποκεκλιμένα ταῦτα μᾶλλον διὰ τὴν μαλακότητα
καὶ τὸ μέγεθος· μέγα γὰρ τὸ φύλλον καὶ
μαλακὸν καὶ πολυσχιδές, ὥστε εἶναι σχεδὸν
τριχῶδες· ἔχει δὲ μέγιστα τὰ κάτω πρὸς τὴν
γῆν καὶ ἀεὶ κατὰ λόγον. ἄνθος δὲ μηλινοειδὲς
ἀμαυρόν, καρπὸν δὲ παρόμοιον τῷ ἀνήθῳ πλὴν
Τὸν δ᾿ ἄλλων τὰ μὲν ὁμοιότερα τούτῳ τὸν
καυλὸν ἔχει
III. Μέγισται δὲ καὶ ἰδιώταται φύσεις ἥ τε τοῦ σιλφίου καὶ ἡ τοῦ παπύρου ἐν Ἀἰγύπτῳ· ναρθηκώδη γὰρ καὶ ταῦτά ἐστιν· ὑπὲρ ὦν τοῦ μὲν παπύρου πρότερον εἴπομεν ἐν τοῖς ἐνύδροις, ὑπὲρ θατέρου δὲ νῦν λεκτέον.
Τὸ δὲ σίλφιον ἔχει ῥίζαν μὲν πολλὴν καὶ
παχεῖαν, τὸν δὲ καυλὸν ἡλίκον νάρθηξ, σχεδὸν
δὲ καὶ τῷ πάχει παραπλήσιον, τὸ δὲ φύλλον, ὃ
καλοῦσι μάσπετον, ὅμοιον τῷ σελίνῳ· σπέρμα
ὀπὸν δὲ διττὸν ἔχει, τὸν μὲν ἀπὸ τοῦ καυλοῦ τὸν δὲ ἀπὸ τῆς ῥίζης, δι᾿ ὃ καλοῦσι τὸν μὲν καυλίαν τὸν δὲ ῥιζίαν. ἡ δὲ ῥίζα τὸν φλοιὸν ἔχει μέλανα, καὶ τοῦτον περιαιροῦσιν. ἔστι δὲ ὥσπερ μέταλλα τῶν ῥιζοτομιῶν αὐτοῖς, ἐξ ὧν ὁπόσον ἂν δοκῇ συμφέρειν ταμιευόμενοι πρὸς τὰς τομὰς καὶ τὸ προϋπάρχον τέμνουσιν· οὐκ ἔξεστι γὰρ οὕτε παρατέμνειν οὔτε πλεῖον τῶν τεταγμένων· καὶ γὰρ διαφθείρεται καὶ σήπεται τὸ ἀργὸν ἐὰν χρονίζῃ. κατεργάζονται δὲ ἄγοντες εἰς τὸν Πειραιᾶ τόνδε τὸν τρόπον· ὅταν βάλωσι εἰς ἀγγεῖα καὶ ἄλευρα μίξωσι, σείουσι χρόνον συχνόν, ὅθεν καὶ τὸ χρῶμα λαμβάνει καὶ ἐργασθὲν ἄσηπτον ἤδη διαμένει. τὰ μὲν οὖν κατὰ τὴν ἐργασίαν καὶ τομὴν οὕτως ἔχει.
Τόπον δὲ πολὺν ἐπέχει τῆς Λιβύης· πλείω
γάρ φασιν ἢ τετρακισχίλια στάδια· πλεῖστα δὲ
γίνεσθαι περὶ τὴν σύρτιν ἀπὸ τῶν Εὐεσπερίδων.
ἴδιον δὲ τὸ φεύγειν τὴν ἐργαζομένην καὶ ἀεὶ
συνεργαζομένης καὶ συνημερουμένης ἐξαναχωρεῖν,
Οἱ μὲν οὖν οὕτω λέγουσιν. οἱ δὲ τοῦ σιλφίου τὴν ῥίζαν φασὶ γίνεσθαι πηχυαίαν ἢ μικρῷ μείζω. ταύτην δὲ ἔχειν ἐπὶ τοῦ μέσου κεφαλήν, ὃ καὶ μετεωρότατον ἐστι καὶ σχεδὸν ὑπὲρ γῆς, καλεῖσθαι δὲ γάλα· ἐξ ἧς δὴ φύεσθαι μετὰ ταῦτα καὶ τὸν καυλόν, ἐκ δὲ τούτου μαγύδαριν τὸ καὶ καλούμενον φύλλον· τοῦτο δ᾿ εἶναι σπέρμα· καὶ ὅταν νότος λαμπρὸς πνεύσῃ μετὰ Κύνα διαρρίπτεσθαι, ἐξ οὗ φύεσθαι τὸ σίλφιον. τῷ αὐτῷ δὲ ἔτει τήν τε ῥίζαν γίνεσθαι καὶ τὸν καυλόν· οὐθὲν δὲ τοῦτο ἴδιον, καὶ γὰρ ἐπ᾿ ἄλλων, εἰ μὴ τοῦτο λέγουσιν ὅτι εὐθὺς φύεται μετὰ τὴν διάρριψιν.
Καὶ τοῦτο ἴδιον καὶ διάφορον τοῖς πρότερον, ὅτι
φασὶ δεῖν ὀρύττειν ἐπέτειον· ἐὰν δὲ ἐαθῇ, φέρειν
μὲν τὸ σπέρμα καὶ τὸν καυλόν, χείρω δὲ γίνεσθαι
καὶ ταῦτα καὶ τὴν ῥίζαν, ὀρυττομένας δὲ βελτίους
γίνεσθαι διὰ τὸ μεταβάλλεσθαι τὴν γῆν. ἐναντίον
δὲ τοῦτο τῷ φεύγειν τὴν ἐργάσιμον. ἐσθίεσθαι
καὶ τὰς ῥίζας προσφάτους κατατεμνομένας
εἰς ὄξος. τὸ δὲ φύλλον τῇ χροιᾷ χρυσοειδὲς
ἐναντίον δὲ καὶ τὸ μὴ καθαίρεσθαι τὰ πρόβατα τὸ φύλλον ἐσθίοντα· φασὶ γὰρ καὶ τοῦ ἦρος καὶ τοῦ χειμῶνος εἰς ὄρος ἀφιέναι, νέμεσθαι δὲ τοῦτό τε καὶ ἕτερον ὅμοιον ἀβροτόνῳ· θερμαντικὰ δ᾿ ἄμφω δοκεῖ εἶναι καὶ κάθαρσιν μὲν οὐ ποιεῖν, ἀναξηραίνειν δὲ καὶ συμπέττειν· ἐὰν δέ τι νοσοῦν ἢ κακῶς ἔχον εἰσέλθῃ πρόβατον, ὑγιάζεσθαι ταχέως ἢ ἀποθνήσκειν, ὡς δ᾿ ἐπὶ τὸ πολὺ σώζεσθαι μᾶλλον. ταῦτα μὲν ὁποτέρως ἔχει σκεπτέον.
Ἡ δὲ καλουμένη μαγύδαρις ἕτερόν ἐστι τοῦ
σιλφίου μανότερόν τε καὶ ἧττον δριμὺ καὶ τὸν
ὀπὸν οὐκ ἔχει· διάδηλος δέ ἐστι καὶ τῇ ὄψει τοῖς
ἐμπείροις. γίνεται δὲ περὶ Συρίαν καὶ οὐκ ἐν
Κυρήνῃ· φασὶ δὲ καὶ ἐν τῷ Παρνασίῳ ὄρει
πολλήν· ἔνιοι δὲ σίλφιον τοῦτο καλοῦσιν. εἰ δὲ
φεύγει τὴν ἐργάσιμον ὥσπερ τὸ σίλφιον σκεπτέον,
ὡσαύτως δὲ καὶ εἴ τι ὅμοιον ἢ παραπλήσιον
ἔχει φύλλου τε πέρι καὶ καυλοῦ, καὶ εἰ ὅλως
ἀφίησί τι δάκρυον. τὴν μὲν οὖν ναρθηκώδη
καὶ ὅλως τὴν ἀκανθώδη φύσιν ἐν τοῖς τοιούτοις
θεωρητέον.
IV. Τῆς δ᾿ ἀκανθικῆς, ἑπόμενον γὰρ τοῦτο
εἰπεῖν, ἐπειδὴ διήρηται τὸ μὲν ἀκανθῶδες ὅλως τὸ
δὲ φυλλάκανθον, ὑπὲρ ἑκατέρου χώρις λεκτέον,
Ἀμφότερα δὲ ταῦτα ἀνθεῖ μετὰ ἰσημερίαν φθινοπωρινήν. ὁ μὲν σκορπίος ἐν τῷ σαρκώδει τῷ ἐποιδοῦντι τῷ ὑπὸ τὸ ἄκρον τῆς ἀκάνθης ἔχων τὸ ἄνθος ἐξ ἀρχῆς μὲν λευκὸν ὕστερον δ᾿ ἐπιπορφυρίζον. ὁ δὲ ἀσφάραγος ἐκφύων παρὰ τὰς ἀκάνθας κορυνῶδες μικρόν, ἐκ τούτου δέ ἐστι τὸ ἄνθος μικρόν. ὁ δὲ σκορπίος μονόρριζον καὶ βαθύρριζον, ὁ δὲ ἀσφάραγος βαθύρριζόν τε εὖ μάλα καὶ πολύρριζον πυκναῖς ταῖς ῥίζαις, ὥστε τὸ ἄνω συνεχὲς εἶναι αὐτῶν, ἀφ᾿ οὗ καὶ αἱ βλαστήσεις αὐτῶν τῶν καυλῶν· ἀναβλαστάνει δὲ ὁ καυλὸς ἐκ τῆς ἀσφαραγιᾶς τοῦ ἦρος καὶ ἐδώδιμός ἐστιν· εἶθ᾿ οὕτως ἀποτραχύνεται καὶ ἐξακανθοῦται προιούσης τῆς ὥρας· ἡ δὲ ἄνθησις οὐκ ἐκ τούτου μόνον ἀλλὰ καὶ ἐκ τῶν πρότερον· οὐ γὰρ ἐπετειόκαυλόν ἐστι. τὰ μὲν οὖν ὅλως ἀκανθώδη τοιαύτην τινὰ ἔχει φύσιν.
Τῶν δὲ φυλλακάνθων τὸ πλεῖστον γένος ὡς
καὶ τἆλλα, πλείω γάρ ἐστι. διαφέρουσι δ᾿ ἀλλήλων πρὸς τοῖς εἰρημένοις τῷ τὰ μὲν πολύκαυλα εἶναι καὶ ἀποφύσεις ἔχειν, ὥσπερ ὁ ἄκανος, τὰ δὲ μονόκαυλα καὶ μὴ ἔχειν, ὥσπερ ὁ κνῆκος, ἔνια δ᾿ ἄνωθεν ἔχειν ἐξ ἄκρου, καθάπερ τὸ ῥύτρος. καὶ τὰ μὲν εὐθὺς τοῖς πρώτοις ὑετοῖς βλαστάνειν τὰ δ᾿ ὕστερον, ἔνια δὲ καὶ τοῦ θέρους, ὥσπερ καὶ ἡ τετράλιξ ὑπό τινων καλουμένη καὶ ἡ ἰξίνη· καὶ ἐπὶ τῶν ἀνθῶν ὁμοίως· ὀψιανθὴς γὰρ ὁ σκόλυμος καὶ ἐπὶ πολὺν χρόνον.
Διαφοραὶ δὲ τῶν μὲν ἀκάνων οὐκ εἰσί, τῆς κνήκου δ᾿ εἰσίν· ἡ μὲν γὰρ ἀγρία ἡ δ᾿ ἥμερος. τῆς δ᾿ ἀγρίας δύο εἴδη, τὸ μὲν προσεμφερὲς σφόδρα τῷ ἡμέρῳ πλὴν εὐθυκαυλότερον, δι᾿ ὃ καὶ πηνίοις ἔνιαι τῶν ἀρχαίων ἐχρῶντο γυναικῶν. καρπὸν δὲ ἔχει μέλανα καὶ μέγαν καὶ πικρόν. ἡ δ᾿ ἑτέρα δασεῖα καὶ τοὺς καυλοὺς ἔχει σογκώδεις, ὥστε τρόπον τινὰ ἐπιγειόκαυλος γίνεται· διὰ γὰρ μαλακότητα τῶν καυλῶν κατακλίνεται πρὸς τὰς ἀρούρας· καρπὸν δ᾿ ἔχει μικρὸν πώγωνος· σπερματώδεις πᾶσαι, πλὴν μειζόσι καὶ πυκνοτέροις αἱ ἄγριαι. ἴδιον δὲ ἔχει πρὸς τὰ ἄλλα ἄγρια· τὰ μὲν γὰρ σκληρότερα καὶ ἀκανθωδέστερα τῶν ἡμέρων, αὕτη δὲ μαλακωτέρα καὶ λειοτέρα.
Ἡ δ᾿ ἄκορνα προσεμφερὴς ὡς ἁπλῶς εἰπεῖν
κατὰ τὴν πρόσοψιν τῇ κνήκῳ τῇ ἡμέρῳ. χρῶμα
δ᾿ ἐπίξανθον ἔχει καὶ χυλὸν λιπαρόν. ἀτρακτυλὶς δέ τις καλεῖται καὶ λευκοτέρα τούτων· ἴδιον
δὲ ἔχει τὸ περὶ τὸ φύλλον, ὅτι ἀφαιρούμενον καὶ
τῇ σαρκὶ προσφερόμενον αἱματώδη ποιεῖ τὸν
χυλόν, δι᾿ ὃ καὶ φόνον ἔνιοι καλοῦσι τὴν ἄκανθαν
ταύτην· ἔχει δὲ καὶ τὴν ὀσμὴν δεινὴν καὶ φονώδη·
ὀψὲ δὲ καὶ τελειοῖ τὸν καρπὸν πρὸς τὸ μετόπωρον.
Τοῦ σκολύμου δὲ οὐχ ὅτι τοῦτο μόνον ἴδιον, ὅτι τὴν ῥίζαν ἐδώδιμον ἔχει καὶ ἑφθὴν καὶ ὠμήν. ἀλλὰ καὶ ὅτι τότε ἀρίστην ὅταν ἀνθῇ καὶ ὅτι σκληρυνομένη ἀφίησιν ὀπόν. ἴδιον δὲ καὶ τὸ τῆς ἀνθήσεως· ἐπεὶ περὶ τροπάς.
Σαρκώδης δὲ καὶ ἐδώδιμος ἡ τοῦ σόγκου· ἡ δὲ κύησις οὐκ ἀκανώδης ἀλλὰ προμήκης αὐτοῦ· καὶ τοῦτ᾿ ἴδιον μόνον ἔχει τῶν φυλλακάνθων ἀντεστραμμένως ἢ ὁ χαμαιλέων· ὁ μὲν γὰρ ἀφυλλάκανθος ὢν ἀκαιίζει. γηράσκον δὲ τὸ ἄνθος ἐκπαπποῦται, καθάπερ τὸ τῆς ἀπάπης καὶ τὸ τῆς μυρίκης καὶ ὅσα παραπλήσια τούτοις. παρακολουθεῖ δὲ μέχρι τοῦ θέρους τὸ μὲν κυοῦν τὸ δὲ ἀνθοῦν τὸ δὲ σπέρμα τίκτον, μικρὰν ἰκμάδα καὶ κέντρον ἔχον· ξηραινόμενον δὲ τὸ φύλλον διαχεῖται καὶ οὐκέτι κεντεῖ.
Ἡ ἰξίνη δὲ φύεται μὲν οὐ πολλαχοῦ, ῥιζόφυλλον
δέ ἐστιν. ἀπὸ δὲ τῆς ῥίζης μέσης ὁ σπερματικὸς
ἄκανος ἐπιπέφυκεν, ὥσπερ μῆλον εὖ
Ἡ δὲ κάκτος καλουμένη περὶ Σικελίαν μόνον, ἐν τῇ Ἑλλάδι δὲ οὐκ ἔστιν. ἴδιον δὲ παρὰ τἆλλα τὸ φυτόν· ἀφίησι γὰρ εὐθὺς ἀπὸ τῆς ῥίζης καυλοὺς ἐπιγείους, τὸ δὲ φύλλον ἔχει πλατὺ καὶ ἀκανθῶδες· καλοῦσι δὲ τοὺς καυλοὺς τούτους κάκτους· ἐδώδιμοι δέ εἰσι περιλεπόμενοι μικρὸν ἐπίπικροι, καὶ θησαυρίζουσιν αὐτοὺς ἐν ἅλμῃ.
Ἕτερον δὲ καυλὸν ὀρθὸν ἀφίησιν, ὃν καλοῦσι πτέρνικα· γίνεται δὲ καὶ οὗτος ἐδώδιμος πλὴν ἀθησαύριστος. τὸ δὲ περικάρπιον, ἐν ᾧ τὸ σπέρμα, τὴν μὲν μορφὴν ἀκανῶδες, ἀφαιρεθέντων δὲ τῶν παππωδῶν σπερμάτων ἐδώδιμον καὶ τοῦτο καὶ ἐμφερὲς τῷ τοῦ φοίνικος ἐγκεφάλῳ· καλοῦσι δὲ αὐτὸ σκαλίαν. τὰ μὲν οὖν φυλλάκανθα σκεπτέον ἐν τοιαύταις διαφοραῖς.
V. Τὰ δὲ καὶ παρὰ τὴν ἄκανθαν ἔχοντα
φύλλον, οἶον τὰ τοιαῦτα φέως ὄνωνις παντάδουσα
τρίβολος ἱππόφεως μυάκανθος
Τὸ δὲ τῆς καππάριος ἴδιον, ὥσπερ ἐλέχθη, παρὰ ταῦτα· καὶ γὰρ τὸ φύλλον ἐπακανθίζον ἔχει καὶ τὸν καυλόν, οὐχ ὥσπερ ὁ φέως καὶ ἱππόφεως ἀνάκανθα τοῖς φύλλοις· μονόρριζον δὲ καὶ ἐπίγειον καὶ χαμαίκαυλον· βλαστάνει δὲ καὶ ἀνθεῖ τοῦ θέρους καὶ διαμένει τὸ φύλλον χλωρὸν ἄχρι Πλειάδος. χαίρει δὲ ὑφάμμοις. καὶ λεπτογείοις χωρίοις· λέγεται δὲ ὡς ἐν τοῖς ἐργασίμοις οὐ θέλει φύεσθαι, καὶ ταῦτα περὶ τὰ ἄστη καὶ ἐν εὐγείοις τόποις φυομένη καὶ οὐχ ὥσπερ σίλφιον ἐν ὀρεινοῖς· τοῦτο μὲν ??οὖν?? οὐ πάντως ἀληθές.
Ὁ δὲ τρίβολος ἴδιον ἔχει, διότι περικαρπιάκανθός ἐστι. δύο δ᾿ αὐτοῦ γένη· τὸ μὲν γὰρ ἔχει φύλλον ἐρεβινθῶδες, ἕτερος δὲ φυλλάκανθος· ἐπίγειοι δὲ ἄμφω καὶ πολλαχῆ σχιζόμενοι· ὀψιβλαστὴς δὲ μᾶλλον ὁ φυλλάκανθος καὶ φύεται περὶ τὰς αὐλάς. τὸ δὲ σπέρμα τοῦ μὲν πρωΐου σησαμῶδες, τοῦ δὲ ὀψίου στρογγύλον ἐπίμελαν ἐν λοβῷ. καὶ τὰ μὲν οὖν παρὰ τὰ φύλλα καὶ ἄκανθαν ἔχοντα σχεδὸν ἐν τούτοις.
Ἡ δ᾿ ὄνωνίς ἐστι πτορθάκανθον· ἐπέτειον δὲ
τὸ φύλλον ἔχει πηγανῶδες παραπεφυκὸς παρ᾿
φύεται δ᾿ ἐν τῇ γλίσχρᾳ καὶ γανώδει καὶ μάλιστα ἐν τῇ σπορίμῳ καὶ γεωργουμένῃ. δ᾿ ὃ καὶ πολέμιον τοῖς γεωργοῖς· καὶ ἔστι δυσώλεθρος· ὅταν γὰρ λάβῃ χώρας βάθος, ὠθεῖται κάτω εὐθὺς καὶ καθ᾿ ἕκαστον ἔτος ἀποφύσεις ἀφεμένη εἰς τὰ πλάγια πάλιν εἰς τὸ ἕτερον ὠθεῖται κάτω· σπαστέα μὲν οὖν ὅλη· τοῦτο δὲ βραχείσης γίνεται τῆς γῆς καὶ ἀπόλλυται ῥᾷον· ἐὰν δὲ καὶ μικρὸν ἀπολειφθῇ, ἀπὸ τούτου πάλιν βλαστάνει· ἄρχεται δὲ τῆς βλαστήσεως θέρους τελειοῦται δὲ μετοπώρου. τὰ μὲν οὖν ἄγρια τῶν φρυγανικῶν ἐκ τούτων θεωρείσθω.
VI. Τὰ δὲ ἥμερα βραχεῖάν τινα ἔχει θεωρίαν. ἅπερ ἐν τοῖς στεφανωματικοῖς ἐστι.
Τὰ δὲ καθ᾿ ὅλου πειρατέον περὶ στεφανωμάτων εἰπεῖν, ὅπως ἅπαν περιληφθῇ τὸ γένος. ἡ γὰρ στεφανωματικὴ φύσις ἰδίαν τινὰ ἔχει τάξιν, ἐπιμιγνυμένη δὲ τὰ μὲν τοῖς φρυγανικοῖς τὰ δὲ τοῖς ποιώδεσι· δι᾿ ὃ κἀκεῖνα συμπεριληπτέον ἐπιμιμνησκομένους ὡς ἂν ᾖ ὁ καιρός, ἀρξαμένους πρῶτον ἀπὸ τῶν φρυγανικῶν.
διχῆ δὲ ἡ τούτων
Τῶν δὲ ἄλλων μᾶλλον δὲ τῶν πάντων αἱ μὲν ὅλαι μορφαὶ σχεδὸν πᾶσι φανεραί· εἰ δέ τινας ἄλλας ἰδιότητας ἔχουσι, ταύτας λεκτέον, οἶον εἰ τὰ μὲν ἀπλᾶ δοκεῖ τοῖς εἴδεσιν εἶναι τὰ δὲ ἔχειν διαφοράς.
Ἁπλᾶ μὲν οὖν τὰ ξυλώδη, καθάπερ ἕρπυλλος
σισύμβριον ἑλένιον· πλὴν εἰ τὰ μὲν ἄγρια τὰ δὲ
ἥμερα καὶ
Τῶν δὲ ῥόδων πολλαὶ διαφοραὶ πλήθει τε φύλλων καὶ ὀλιγότητι καὶ τραχύτητι καὶ λειότητι καὶ εὐχροίᾳ καὶ εὐοσμίᾳ. τὰ μὲν γὰρ πλεῖστα πεντάφυλλα, τὰ δὲ δωδεκάφυλλα καὶ εἰκοσίφυλλα, τὰ δ᾿ ἔτι πολλῷ πλεῖον ὑπεραίροντα τούτων· ἔνια γὰρ εἶναί φασιν ἃ καὶ καλοῦσιν ἑκατοντάφυλλα· πλεῖστα δὲ τὰ τοιαῦτά ἐστι περὶ Φιλίππους· οὗτοι γὰρ λαμβάνοντες ἐκ τοῦ Παγγαίου φυτεύουσιν· ἐκεῖ γὰρ γίνεται πολλά· σμικρὰ δὲ σφόδρα τὰ ἐντὸς φύλλα· ἡ γὰρ ἔκφυσις αὐτῶν οὕτως ὥστε εἶναι τὰ μὲν ἐκτὸς τὰ δ᾿ ἐντός· οὐκ εὔοσμα δὲ οὐδὲ μεγάλα τοῖς μεγέθεσιν. ἐν δὲ τοῖς μεγάλοις εὐώδη μᾶλλον ὧν τραχὺ τὸ κάτω.
τὸ δὲ
ὅλον, ὥσπερ ἐλέχθη, καὶ ἡ εὔχροια καὶ ἡ εὐοσμία
παρὰ τοὺς τόπους ἐστίν· ἐπεὶ καὶ τὰ ἐν γῇ τῇ
αὐτῇ γινόμενα ποιεῖ τινα παραλλαγὴν εὐοσμίας
καὶ ἀοσμίας. εὐοσμότατα δὲ τὰ ἐν Κυρήνῃ, δι᾿
ὃ καὶ τὸ μύρον ἥδιστον. ἁπλῶς δὲ καὶ τῶν ἴων
καὶ τῶν ἄλλων ἀνθῶν ἄκρατοι μάλιστα ἐκεῖθι
φύεται μὲν οὖν ἡ ῥοδωνία καὶ ἐκ τοῦ σπέρματος· ἔχει δὲ ὑπὸ τὸ ἄνθος ἐν τῷ μήλῳ κνηκῶδες ἢ ἀκανῶδες, ἔχον δέ τινα χνοῦν ὥστε ἐγγὺς εἶναι τῶν παππωδῶν σπερμάτων· οὐ μὴν ἀλλὰ διὰ τὸ βραδέως παραγίνεσθαι κατακόπτοντες, ὡς ἐλέχθη, τὸν καυλὸν φυτεύουσιν. ἐπικαιομένη δὲ καὶ ἐπιτεμνομένη βέλτιον φέρει τὸ ἄνθος· ἐωμένη γάρ ἐξαύξεται καὶ ἀπολοχμοῦται. δεῖ δὲ καὶ μεταφυτεύειν πολλάκις· καὶ γὰρ οὕτω φασὶ κάλλιον γίνεσθαι τὸ ῥόδον. αἱ δ᾿ ἄγριαι τραχύτεραι καὶ ταῖς ῥάβδοις καὶ τοῖς φύλλοις, ἔτι δὲ ἄνθος ἀχρούστερον ἔχουσι καὶ ἔλαττον.
Τὸ δὲ ἴον τὸ μέλαν τοῦ λευκοῦ διαφέρει κατά τε ἄλλα καὶ κατ᾿ αὐτὴν τὴν ἰωνίαν, ὅτι πλατύφυλλός τε καὶ ἐγγειόφυλλος καὶ σαρκόφυλλός ἐστι, πολλὴν ἔχουσα ῥίζαν.
Τὰ δὲ κρίνα τῇ μὲν χροιᾷ τὴν εἰρημένην ἔχει
διαφοράν. μονόκαυλα δέ ἐστιν ὡς ἐπὶ πᾶν,
δικαυλεῖ δὲ σπανίως· τάχα δὲ τοῦτο χώρας καὶ
ἀέρος διαφορᾶς. καθ᾿ ἕκαστον δὲ καυλὸν ὁτὲ μὲν
ἓν κρίνον ὁτὲ δὲ πλείω γίνεται· βλαστάνει γὰρ
τὸ ἄκρον· σπανιώτερα δὲ ταῦτα· ῥίζαν δὲ ἔχει
πολλὴν σαρκώδη καὶ στρογγύλην· ὁ δὲ καρπὸς
Ὁ δὲ νάρκισσος ἢ τὸ λείριον, οἱ μὲν γὰρ τοῦτο
οἱ δ᾿ ἐκεῖνο καλοῦσι, τὸ μὲν ἐπὶ τῇ γῇ φύλλον
ἀσφοδελῶδες ἔχει, πλατύτερον δὲ πολύ, καθάπερ
ἡ κρινωνία, τὸν δὲ καυλὸν ἄφυλλον μὲν ποώδη
δὲ καὶ ἐξ ἄκρου τὸ ἄνθος, καὶ ἐν ὑμένι τινὶ
καθάπερ ἐν ἀγγείῳ
Ὁ δὲ κρόκος ποώδης μὲν τῇ φύσει, καθάπερ καὶ
ταῦτα, πλὴν φύλλῳ στενῷ, σχεδὸν γὰρ ὥσπερ
τριχόφυλλόν ἐστιν· ὀψιανθὲς δὲ σφόδρα καὶ
ὀψιβλαστὲς ἢ πρωιανθές, ὁποτέρως τις λαμβάνοι
τὴν ὥραν· Πλειάδα γὰρ ἀνθεῖ καὶ ὀλίγας
ἡμέρας· εὐθὺς δ᾿ ἅμα τῷ φύλλῳ καὶ τὸ ἄνθος
ὠθεῖ· δοκεῖ δὲ καὶ πρότερον· ῥίζα δὲ πολλὴ καὶ
σαρκώδης, καὶ τὸ ὅλον εὔζωον· φιλεῖ δὲ καὶ
πατεῖσθαι καὶ γίνεται καλλίων κατατριβομένης
Ταῦτα μὲν οὖν οὕτω γεννᾶται. τὶ δ᾿ ἄλλα ἄνθη τὰ προειρημένα πάντα σπείρεται, οἷον ἰωνία διόσανθος ἴφυον φλὸξ ἡμεροκαλλές· καὶ γὰρ αὐτὰ καὶ αἱ ῥίζαι ξυλώδεις· σπείρεται δὲ καὶ ἡ οἰνάνθη· καὶ γὰρ καὶ τοῦτο ἀνθῶδες. τὰ μὲν οὖν ἀνθικὰ σχεδὸν ἐν τούτοις καὶ τοῖς ὁμοίοις ληπτέον.
VII. Τὰ δὲ ἕτερα πάντα μὲν ἀνθεῖ καὶ σπερμοφορεῖ, δοκεῖ δὲ οὐ πάντα διὰ τὸ μὴ φανερὸν εἶναί τινων τὸν καρπόν· ἐπεὶ καὶ τὸ ἄνθος ἐνίων ἀμαυρόν· ἀλλ᾿ ὅτι βραδέως καὶ χαλεπωτέρως παραγίνεται, τῇ φυτείᾳ χρῶνται μᾶλλον, ὥσπερ ἐλέχθη καὶ κατ᾿ ἀρχάς.
καίτοι διατείνονται
τινες ὡς οὐκ ἐχόντων καρπόν· οἵ τε
πεπειρᾶσθαι φάσκοντες καὶ τούτων εἰσίν, αὐτοὶ
γὰρ ξηρᾶναι πολλάκις καὶ ἀποτρίψαι καὶ σπεῖραι,
καὶ οὐδεπώποτε βλαστεῖν οὔτε ἕρπυλλον οὔτε
ἑλένιον οὔτε σισύμβριον οὔτε μίνθαν· πεπειρᾶσθαι
γὰρ καὶ ταύτης. ἀλλ᾿ ὅμως ἐκεῖνο ἀληθέστερον,
ἥ τε τῶν ἀγρίων φύσις ἐπιμαρτυρεῖ· καὶ γὰρ
ἕρπυλλός ἐστιν ἄγριος, ὃν κομίζοντες ἐκ τῶν
ὀρῶν φυτεύουσι καὶ ἐν Σικυῶνι καὶ Ἀθήνῃσιν ἐκ
τοῦ Ὑμηττοῦ· παρ᾿ ἄλλοις δὲ ὅλως ὄρη πλήρη
καὶ λόφοι, καθάπερ ἐν τῇ Θρᾴκῃ· καὶ σισύμβριον
Ἀβρότονον δὲ μᾶλλον ἀπὸ σπέρματος βλαστάνει ἢ ἀπὸ ῥίζης καὶ παρασπάδος· χαλεπῶς δὲ καὶ ἀπὸ σπέρματος· προμοσχευόμενον ἐν ὀστράκοις, ὥσπερ οἱ Ἀδώνιδος κῆποι, τοῦ θέρους· δύσριγον γὰρ σφόδρα καὶ ὅλως ἐπίκηρον καὶ ὅποι ὁ ἥλιος σφόδρα λάμπε· ἐμβιῶσαν δὲ καὶ αὐξηθὲν. μέγα καὶ ἰσχυρὸν καὶ δενδρῶδες ὥσπερ τὸ πήγανον, πλὴν ξυλωδέστερον πολὺ τοῦτο καὶ ξηρότερον καὶ αὐχμωδέσ τερον.
Ὁ δὲ ἀμάρακος ἀμφοτέρως φύεται, καὶ ἀπὸ παρασπάδος καὶ ἀπὸ σπέρματος· πολύσπερμον δέ, καὶ τὸ σπέρμα εὔοσμον ὀσμῇ μαλακωτέρᾳ· δύναται δὲ καὶ μεταφυτεύεσθαι. πολύσπερμον δὲ καὶ τὸ ἀβρότονον καὶ οὐκ ἄοσμον. τοῦτο δὲ ῥίζας μὲν ἔχει ὀρθὰς καὶ κατὰ βάθους. ἔστι γὰρ ὥσπερ μονόρριζον τῇ παχείᾳ τὰς δ᾿ ἄλλας ἀπ᾿ αὐτῆς· ὁ δ᾿ ἀμάρακος καὶ ὁ ἕρπυλλος καὶ τὸ σισύμβριον καὶ τὸ ἑλένιον ἐπιπολαίους καὶ πολυσχιδεῖς καὶ ταρρώδεις· ξνλώδεις δὲ πᾶσαι. πολὺ δὲ μᾶλλον ἡ τοῦ ἀβροτόνου καὶ διὰ τὸ μέγεθος καὶ τῇ ξηρότητι.
Τοῦ δὲ ἑρπύλλου ἴδιος ἡ αὔξησις ἡ τῶν βλαστῶν· δύναται γὰρ ἐφ᾿ ὁσονοῦν προϊέναι κατὰ μῆκος χάρακα λαβὼν ἢ πρὸς αἱμασιὰν φυτευθεὶς ἢ κάτω καθιέμενος· εὐαυξέστατος δὲ εἰς φρέαρ. εἴδη δὲ τοῦ μὲν ἡμέρου λαβεῖν οὐκ ἔστι, καθάπερ ἐλέχθη. τοῦ δὲ ἀγρίου φασὶν εἶναι. τοῦ γὰρ ἐν τοῖς ὄρεσιν τὸν μὲν θυμβρώδη τινὰ καὶ δριμύτατον τὸν δ᾿ εὔοσμον εἶναι καὶ μαλακώτερον.
Ὥρα δὲ τῆς φυτείας πλείστων μετόπωρον, ἐν ᾧ σπεύδουσιν ὡς πρῶτα φυτεύειν· οὐ μὴν ἀλλ᾿ ἔνια καὶ τοῦ ἦρος φυτεύουσιν. ἅπαντα φιλόσκια καὶ φίλυδρα καὶ φιλόκοπρα μάλιστα· αὐχμὸν δὲ δέχεται καὶ ὅλως ὀλιγοϋδρότατος ὁ ἕρπυλλος. κόπρῳ δὲ χαίρει, μάλιστα δὲ καὶ τῇ τῶν λοφούρων· φασὶ δὲ καὶ μεταφυτεύειν δεῖν πολλάκις· καλλίω γάρ. τὸ δὲ σισύμβριον, ὥσπερ ἐλέχθη, καὶ ἐξίσταται μὴ μεταφυτευόμενον.
VIII. Τῶν δ᾿ ἀνθῶν τὸ μὲν πρῶτον ἐκφαίνεται
τὸ λευκόϊον, ὅπου μὲν ὁ ἀὴρ μαλακώτερος εὐθὺς
τοῦ χειμῶνος, ὅπου δὲ σκληρότερος ὕστερον,
ἐνιαχοῦ τοῦ ἦρος. ἅμα δὲ τῷ ἴῳ ἢ μικρόν τι
ὕστερον καὶ τὸ φλόγινον καλούμενον τὸ ἄγριον·
τὸ δὲ ῥόδον
ὑστερεῖ τούτων καὶ τελευταῖον μὲν φαίνεται,
πρῶτον δ᾿ ἀπολείπει τῶν ἐαρινῶν· ὀλιγοχρονία
γὰρ ἡ ἄνθησις. ὀλιγοχρόνια δὲ καὶ τῶν ἀγρίων
τὰ λοιπὰ πλὴν τῆς ὑακίνθου καὶ τῆς ἀγρίας
καὶ τῆς σπαρτῆς· αὕτη δὲ διαμένει καὶ τὸ λευκὸν
ἴον καὶ ἔτι πλείω τὸ φλόγινον· τὸ δὲ δὴ μέλαν ἴον,
ὥσπερ εἴρηται, δι᾿ ἐνιαυτοῦ θεραπείας τυγχάνον.
ὡσαύτως δὲ καὶ ἡ οἰνάνθη, καὶ γὰρ τοῦτο ἀνθικὸν
μὲν ποῶδες δὲ τὴν φύσιν, ἐάν τις ἀποκνίζῃ
καὶ ἀφαιρῇ τὸ ἄνθος καὶ μὴ ἐᾷ σπερματοῦσθαι
καὶ ἔτι τόπον εὔειλον ἔχῃ· τὸ δὲ ἄνθος βοτρυῶδες
καὶ λευκὸν καθάπερ τῶν ἀγρίων
Τὰ δὲ θερινὰ μᾶλλον ἥ τε λυχνὶς καὶ τὸ
διόσανθος καὶ τὸ κρίνον καὶ τὸ ἴφυον καὶ ὁ
Καὶ ταῖς μὲν ὥραις οὕτως ἑκάστων ἡ γένεσις. ὡς δὲ ἁπλῶς εἰπεῖν οὐδεὶς διαλείπεται χρόνος οὐδ᾿ ἔστιν ἀνανθής, ἀλλὰ καὶ ὁ χειμὼν ἔχει καίπερ ἄγονος δοκῶν εἶναι διὰ τὴν κατάψυξιν τῶν μετοπωρινῶν μεταλαμβανόντων, ἐὰν δὲ δὴ καὶ μαλακὸς ᾖ, πολλῷ μᾶλλον. ἁπλῶς γὰρ πάντ᾿ ἢ τὰ πολλὰ καὶ ἐπεκτείνεται τῆς οἰκείας ὥρας, καὶ ἐὰν ὁ τόπος εὔειλος ᾖ μᾶλλον· δι᾿ ὃ καὶ συνέχεια γίνεται. χρόνοι μὲν οὖν οὗτοι καὶ ὧραι κατὰ τὰς γενέσεις.
Βίος δὲ ἰωνίας μὲν τῆς λευκῆς ἔτη μάλιστα
τρία· γηράσκουσα δὲ ἐλαττοῦται καὶ ἴα λευκότερα
φέρει. ῥοδωνίας δὲ πέντε τὰ πρὸς τὴν
ἀκμὴν μὴ ἐπικαομένης· χείρω δὲ καὶ ταύτης τὰ
ῥόδα γηρασκούσης. πρὸς εὐοσμίαν δὲ καὶ ῥόδων
καὶ ἴων καὶ τῶν ἄλλων ἀνθῶν μέγιστον ὁ τόπος
Δοκεῖ δὲ πολὺ πρὸς εὐοσμίαν διαφέρειν, ὥσπερ ἐλέχθη, καὶ ὁ ἐνιαυτὸς τοῖος ἢ τοῖος γενόμενος, οὐ μόνον ἐπομβρίαις καὶ αὐχμοῖς ἀλλὰ καὶ τῷ κατὰ καιρὸν γίνεσθαι καὶ ὕδατα καὶ πνεύματα καὶ ἁπλῶς τὰς τοῦ ἀέρος μεταβολάς. τὰ δὲ ἐν τοῖς ὄρεσιν ὡς ἁπλῶς εἰπεῖν καὶ ῥόδα καὶ ἴα καὶ τὰ ἄλλα μὲν ἀνθεῖν τῇ δὲ ὀσμῇ πολλὰ χείρω γίνεσθαι. καὶ περὶ μὲν τῶν στεφανωματικῶν καὶ ἁπλῶς τῶν φρυγανικῶν σχεδὸν ἐν τούτοις καὶ τοῖς ὁμοίοις ἐστὶν ἡ ἱστορία.
Ι. Ἑπόμενον δὲ τοῖς εἰρημένοις περὶ τῶν ποιωδῶν εἰπεῖν· τοῦτο γάρ ἐστι λοιπὸν τῶν ἐξ ἀρχῆς διαιρεθέντων γενῶν, ἐν ᾧ συμπεριλαμβανονταί πως τὸ λαχανηρὸν καὶ τὸ σιτῶδες. καὶ πρῶτον περὶ τοῦ λαχανώδους λεκτέον ἀρξαμένους ἀπὸ τῶν ἡμέρων, ἐπεὶ γνώριμα μᾶλλον τυγχάνει τῶν ἀγρίων.
Εἰσὶ δὴ τρεῖς ἄροτοι πάντων τῶν κηπευομένων, ἐν οἷς ἕκαστα σπείρουσι διαιροῦντες ταῖς ὥραις. εἷς μὲν οὖν ὁ χειμερινός, ἄλλος δὲ ὁ θερινός, τρίτος δὲ ὁ μεταξὺ τούτων μεθ᾿ ἡλίου τροπὰς χειμερινάς.
καλοῦσι δ᾿ οὕτως οὐ πρὸς τὴν
σπορὰν βλέποντες ἀλλὰ πρὸς τὴν γένεσιν καὶ
τὴν χρείαν ἑκάστου· ἐπεὶ ἥ γε σπορὰ σχεδὸν
ἐν τοῖς ἐναντίοις γίνεται. τοῦ χειμερινοῦ μὲν
γὰρ ἀρχὴ μετὰ τροπὰς θερινὰς τοῦ Μεταγειτνιῶνος
μηνός, ἐν ᾧ σπείρουσι ῥάφανον ῥαφανίδα
γογγυλίδα καὶ τὰ καλούμενα ἐπίσπορα· ταῦτα
δ᾿ ἐστὶ τεύτλιον θριδακίνη εὔζωμον λάπαθον
νᾶπυ κορίαννον ἄνηθον κάρδαμον· καλοῦσι δὲ
Διαφύεται δ᾿ οὐκ ἐν ἴσοις πάντα χρόνοις, ἀλλὰ
τὰ μὲν θᾶττον τὰ δὲ βραδύτερον ὅσα δυσφυῆ.
τάχιστα μὲν οὖν ὤκιμον καὶ βλίτον καὶ εὔζωμον
καὶ τῶν χειμερινῶν ῥαφανίς· τριταῖα γὰρ
ὡς εἰπεῖν. θριδακίναι δὲ τεταρταῖαι ἢ πεμπταῖαι.
σίκυος δὲ καὶ κολοκύντη περὶ τὰς πέντε
ἢ ἕξ, οἱ δέ φασιν ἑπτά· πρότερον δὲ καὶ θᾶττον
ὁ σίκυος. ἀνδράχνη δ᾿ ἐν πλείοσι τούτων. ἄνηθον
δὲ τεταρταῖον. κάρδαμον δὲ καὶ νᾶπυ πεμπταῖα.
τευτλίον δὲ θέρους μὲν ἑκταῖον χειμῶνος
δὲ δεκαταῖον. ἀδράφαξυς δὲ ὀγδοαία. ῥάφανος
δὲ δεκαταία. πράσον δὲ καὶ γήθυον οὐκ ἐν
ἴσοις, ἀλλὰ τὸ μὲν ἐννεακαιδεκαταῖον ἐνιαχοῦ
δὲ εἰκοσταῖον, γήθυον δὲ δεκαταῖον ἢ δωδεκαταῖον.
κορίαννον δὲ δυσφυές· οὐδὲ γὰρ ἐθέλει
βλαστάνειν τὸ νέον ἐὰν μὴ βρεχθῇ. θύμβρα δὲ
καὶ ὀρίγανος ἐν πλείοσιν ἢ τριάκοντα. δυσφυέστατον
δὲ πάντων τὸ σέλινον· τεσσαρακοσταῖον
γάρ φασιν οἱ τὰ συντομώτερα λέγοντες,
Ὅλως δὲ ὅσα κατὰ πλείους ὥρας σπείρεται, ταῦτ᾿ οὐδὲν θᾶττον τέλεια γίνεται τοῦ θέρους. καὶ θαυμαστὸν εἰ καὶ μηθὲν ἡ ὥρα συμβάλλεται καὶ ὁ ἀὴρ πρὸς τὸ θᾶττον, ἐὰν δὲ μοχθηρὰ καὶ ψυχρὰ καὶ τῷ ἀέρι περισκεπὴς βραδύτερον· ἐπεὶ καὶ χειμώνων ἢ εὐδιῶν ἐπιγινομένων τοῖς ἀρότοις ὁτὲ μὲν βραδύτερον ὁτὲ δὲ θάττον ἡ βλάστησις· διαφέρει δὲ ταῦτα κατὰ τοὺς ἀρότους ἑκάστων· πρωϊαίτατον γὰρ ἐν τοῖς εὐείλοις καὶ εὐκρᾶσιν.
Ὡς γὰρ ἁπλῶς εἰπεῖν ἐν πλείοσι δεῖ τὰς αἰτίας ὑπολαβεῖν τῶν τοιούτων, ἔν τε τοῖς σπέρμασιν αὐτοῖς καὶ ἐν τῇ χώρᾳ καὶ τῷ ἀέρι καὶ ταῖς ὥραις αἷς ἕκαστα σπείρουσι καὶ χειμώνων καὶ εὐδιῶν. ἀλλὰ τοῦτο μὲν σκεπτέον, ἐφ᾿ ὧν τε παραλλάττουσιν οἱ χρόνοι καὶ ἐφ᾿ ὧν οὔ· καὶ γὰρ τὴν ῥαφανίδα φασί τινες τριταίαν καὶ θέρους καὶ χειμῶνος, τὸ δὲ τεύτλιον, ὥσπερ εἴρηται, παραλλάττει κατὰ τὰς ὥρας. χρόνοι δ᾿ οὖν οὗτοι τῆς βλαστήσεως εἰσι καὶ λέγονται καθ᾿ ἕκαστον.
Διαφέρει δὲ πρὸς τὸ θᾶττον καὶ βραδύτερον
καὶ ἡ τῶν σπερμάτων παλαιότης. τὰ μὲν γὰρ
ἀπὸ νέων παραγίνεται θᾶττον, οἷον πράσον γήθυον
Ἕκαστον δὲ τῶν σπερμάτων, ἐὰν ἁδρυνθέντα ἀποπέσῃ, διαμένει πρὸς τὴν ὥραν τὴν ἑαυτοῦ καὶ οὐ πρότερον ἐκβλαστάνει· καὶ κατὰ λόγον ἐστί· καὶ γὰρ ἐπὶ τῶν ἀγρίων ὁρῶμεν συμβαῖνον, ἐὰν μὴ φθαρῇ. αἱ δὲ τελειώσεις τῶν καρπῶν ἁπάντων γίνονται τοῦ θέρους, πρότερον δὲ καὶ θᾶττον ὡς ἁπλῶς εἰπεῖν τῶν πρότερον σπαρέντων. διαφέρει δὲ καὶ ἡ ὥρα· τὰ γὰρ ἐν ταῖς θερμημερίαις σπαρέντα θᾶττον ἐκκαυλεῖ καὶ ἐκσπερματοῦται, καθάπερ ῥαφανὶς γογγυλίς. ἔνια δὲ οὐκ ἐνιαύσια φέρει τὸν καρπὸν ἀλλὰ δίενα, καθάπερ σέλινον πράσον γήθυον, ἃ καὶ διαμένει χρόνον πλείονα καὶ οὐκ ἔστιν ἐπέτεια· τὰ γὰρ πολλὰ τούτων ἅμα τῇ τελειώσει τῶν σπερμάτων αὐαίνεται.
Πάντα δὲ ὡς εἰπεῖν ὅσα ἐκκαυλεῖ καὶ τελειοῖ τὸν καρπὸν ἀποτελειοῦται κατὰ τὸ σχῆμα τοῦ παραβλαστήσεις ἐκ τῶν καυλῶν ἔχειν ἀκρεμονικάς, πλὴν ὅσα μονόκαυλα, καθάπερ πράσον καὶ γήθυον καὶ κρόμυον καὶ σκόροδον.
Φίλυδρα δὲ καὶ φιλόκοπρα πάντα, μᾶλλον δὲ
II. Φύεται δὲ πάντα ἀπὸ τοῦ σπέρματος, ἔνια δὲ καὶ ἀπὸ παρασπάδος καὶ κλωνὸς καὶ ῥίζης. ἀπὸ μὲν παρασπάδος ἡ ῥάφανος· δεῖ γάρ τι καὶ ῥιζῶδες προσλαβεῖν. ἀπὸ δὲ τῶν βλαστῶν πήγανον ὀρίγανος ὤκιμον· ἀποφυτεύουσι γὰρ καὶ τοῦτο ὅταν σπιθαμιαῖον ἢ μεῖζον γένηται τεμόντες εἰς τὸ ἥμισυ. ἀπὸ ῥίζης δὲ σκόροδον καὶ κρόμυον καὶ βολβὸς καὶ ἄρον καὶ ἁπλῶς τὰ τοιαῦτα τῶν κεφαλορρίζων. φύεται δὲ καὶ εἴ τινων αἱ ῥίζαι διαμένουσιν ἐπὶ πλείονα χρόνον ἐπετειοκαύλων ὄντων. ὅτι δὲ ἀπὸ σπέρματος πάντα βλαστάνει φανερόν· καὶ γὰρ τὸ πήγανον, ὅπερ οὔ φασί τινες. ἀλλὰ βραδέως, δι᾿ ὃ καὶ ἀποφυτεύουσιν.
Ὅσα δὲ ἀπὸ ῥίζης φύεται, τούτων ἡ μὲν ῥίζα
χρόνιος αὐτὰ δὲ ἐπετειόκαυλα, δι᾿ ὃ καὶ παραβλαστάνουσιν
αἱ ῥίζαι τῶν τοιούτων καὶ γίνονται
πλείους οὐ μόνον ἐν τοῖς ἡμέροις καὶ κηπευομένοις
ἀλλὰ καὶ ἐν τοῖς ἀγρίοις, ὥσπερ εἴπομεν,
οἷον βολβοῖς γηθύοις σκίλλαις καὶ τοῖς ἄλλοις.
παραβλαστάνει δ᾿ ἔνια καὶ τῶν μὴ κεφαλορρίζων
χρονιωτέρων δέ, οἷον σέλινον καὶ τεύτλιον· ἀφιᾶσι
γὰρ ῥίζας ἀφ᾿ ὧν φύονται φύλλα καὶ καυλοί.
τάχα δὲ ταῦτα καὶ ὁμογενῆ
καὶ σύνεγγύς πως τῇ τοῦ κρομύου φύσει, δι᾿ ὃ
καὶ οὐ θαυμαστόν. ἀλλ᾿ ὁμοίως καὶ ἐπὶ πάντων
καὶ ἡμέρων καὶ ἀγρίων, ὅσα χρονιώτερα μέν
ἐστιν ἐπετειόκαυλα δέ, τούτων καὶ αἱ ῥίζαι ἐπιβλαστάνουσιν,
ὥσπερ καὶ ἐπὶ τῶν φρυγανικῶν
καὶ τῶν θαμνωδῶν· ἀλλ᾿ ἐπὶ τῶν κρομύων καὶ
σκορόδων καὶ βολβῶν καὶ ὥσπερ ἀριθμός τις
γίνεται τούτων. ἡ δὴ γένεσις, ὥσπερ εἴρηται.
τριχῶς ἐστιν, ἀπὸ σπέρματος μὲν πάντων, ἀπὸ δὲ
καυλοῦ καὶ ῥίζης τῶν εἰρημένων.
Τῶν δὲ καυλῶν κολουσθέντων πάντα μὲν ὡς
εἰπεῖν βλαστάνει πλὴν τῶν ἀποκαύλων, ἐμφανέστατα
δ᾿ ὥσπερ καὶ εἰς χρείαν ὤκιμον θρῖδαξ
ῥάφανος. καὶ τῆς μὲν θρίδακος ἡδίους φασὶ τοὺς
παλιμβλαστεῖς εἶναι καυλούς· τὸν γὰρ πρῶτον
ὀπώδη καὶ πικρὸν εἶναι ὡς ἄπεπτον· οἱ δὲ τὸ
ἐναντίον ὀπωδεστέρους τούτους ἀλλ᾿ ἕως ἂν ὦσιν
ἁπαλοὶ φαίνεσθαι γλυκυτέρους. ἀλλ᾿ ἐπὶ τῆς
Διαμένουσι δὲ αἱ ῥίζαι πλειόνων, ἀλλ᾿ αἱ μὲν βλαστάνουσι πάλιν αἱ δὲ οὔ. ῥαφανὶς γοῦν καὶ γογγυλὶς διαμένουσι γῆς ἐπιβληθείσης ἄχρι θέρους καὶ αὔξησιν λαμβάνουσιν, ὅπερ ποιοῦσί τινες ἐξεπίτηδες τῶν κηπουρῶν· οὐ βλαστάνουσι δὲ οὐδ᾿ ἀφιᾶσι φύλλον οὐδ᾿ εἴ τις ἀφέλοι τὴν ἐπισεσαγμένην γῆν. ἰδεῖν δὲ τοῦτο καὶ ἐπὶ τῶν ἄλλων ἐστί. τὶ δὲ πλεῖστα τῶν λαχάνων μονόρριζα τῇ παχείᾳ κατὰ βάθους ῥίζῃ· καὶ γὰρ ὅσα παραφύει τὰς ἰσοπαχεῖς ταύτας, ὥσπερ σέλινον καὶ τεύτλιον, ἀπὸ τῆς μέσης πως ἡ παράφυσίς ἐστι καὶ οὐκ εὐθὺς ἀπὸ τῆς ἀρχῆς ἡ σχίσις· ἐκ δὲ ταύτης τῆς μιᾶς ἀπήρτηνται αἱ ἀποφυάδες αἱ μικραὶ καὶ τῆς ῥαφανίδος καὶ τῆς γογγυλίδος. καὶ αὗται μὲν δὴ πᾶσι φανεραὶ διὰ τὴν χρείαν.
Ἡ δὲ τοῦ τευτλίου μία μὲν μακρὰ καὶ παχεῖα καὶ ὀρθή, καθάπερ ἡ τῶν ῥαφανίδων, ἀποφύσεις δὲ ἔχει παχείας ὁτὲ μὲν δύο ὁτὲ δὲ καὶ τρεῖς ὁτὲ δὲ καὶ μίαν, τὰς δὲ μικρὰς ἐκ τούτων. σαρκώδης δὲ ἡ ῥίζα καὶ τῇ γεύσει γλυκεῖα καὶ ἡδεῖα, δι᾿ ὃ καὶ ὠμὴν ἐσθίουσί τινες· ὁ δὲ φλοιὸς οὐ παχὺς οὐδὲ ἀφαιρετός, ὥσπερ ὁ τῶν ῥαφανίδων, ἀλλὰ μᾶλλον οἷος ὁ τῶν ἱπποσελίνων. ὡσαύτως δὲ καὶ ἡ τῆς ἀδραφάξυος μία μὲν εἰς βάθος ἐκ ταύτης δὲ ἄλλαι.
Μονορριζότατον δὲ τούτων πάντων τὸ λάπαθον· οὐ γὰρ ἔχει παχείας ἀποφύσεις ἀλλὰ τὰς λεπτάς· βαθυρριζότατον δὲ πάντων, ἔχει γάρ μείζω τριῶν ἡμιποδίων· τὸ δ᾿ ἄγριον βραχυτέραν. πολύκαυλον δὲ καὶ πολύκλαδον καὶ ἡ ὅλη μορφὴ τελειωθεῖσα παραπλησία τῇ τοῦ τευτλίου· πολυχρονιώτερον δὲ καὶ τοῦ ἀγρίου καὶ ὅλως δὲ πάντων τῶν λαχάνων ὡς εἰπεῖν· διαμένει γὰρ ὁποσονοῦν χρόνον ὥς φασιν. ἔχει δὲ σαρκώδη τὴν ῥίζαν καὶ ἔνικμον, δι᾿ ὃ καὶ ἐξαιρεθεῖσα ζῇ πολὺν χρόνον.
Τὸ δ᾿ ὤκιμον μίαν μὲν τὴν παχεῖαν τὴν κατὰ βάθους τὰς δ᾿ ἄλλας τὰς ἐκ πλαγίου λεπτὰς ἐπιεικῶς εὐμήκεις.
Ἔνια δ᾿ οὐκ ἔχει τὴν μίαν τὴν ὀρθήν, οἷον τὸ βλίτον, ἀλλ᾿ εὐθὺ πολλὰς ἐξ ἄκρου καὶ εὐπαχεῖς καὶ μακροτέρας τῆς ἀδραφάξυος.
Τῶν δὲ ῥιζῶν ξυλωδέσταται πασῶν αἱ τοῦ
ὠκίμου, καθάπερ καὶ ὁ καυλός. ἡ γὰρ τοῦ βλίτου
καὶ τῆς ἀδραφάξυος καὶ τῶν τοιούτων ἧττον
ξυλώδης. εἰσὶ γὰρ ὡς ἁπλῶς εἰπεῖν πασῶν αἱ
μὲν σαρκώδεις αἱ δὲ ξυλώδεις. , οἷον ἡ
τοῦ τευτλίου καὶ τοῦ σελίνου καὶ ἱπποσελίνου καὶ
λαπάθου καὶ ῥαφανίδος καὶ γογγυλίδος καὶ πάντων
μάλιστα τῶν κεφαλοβαρῶν· οὐδὲ γὰρ ἀναξηραινόμεναι
σκληρύνονται τελείως. ξυλώδεις δέ,
καὶ λαπάθου καὶ
κοριάννου καὶ ἁπλῶς τῶν νευροκαύλων· ἔχει γὰρ
δὴ καὶ τὸ ἄνηθον καὶ τὸ κορίαννον ὄντα μονόρριζα
ξυλώδη τε τὴν ῥίζαν καὶ οὐ μακρὰν οὐδὲ τὰς
λεπτὰς ἀποφυάδας ἔχουσαν πολλάς· πολύκαυλα
δὲ ἄμφω καὶ πολύοζα, δι᾿ ὃ καὶ οὐ κατὰ λόγον
οὐδενὶ τούτων τὸ ἄνω πρὸς τὸ κάτω.
Βραχύρριζα δὲ ταῦτά ἐστιν, οἷον θρῖδαξ ἀνδράχνη, τῇ ὀρθῇ καὶ ταῖς εἰς τὰ πλάγια. ἡ δὲ θρῖδαξ, ὥσπερ οὐκ ἔχει τὰς τοιαύτας ἀποφύσεις ἀλλὰ μόνον τὰς λεπτάς, καὶ μάλιστα δὴ μονόρριζον ὡς εἰπεῖν. ἁπλῶς δὴ πάντα τὰ θερινὰ βραχύρριζα· καὶ γὰρ ὁ σίκυος καὶ ἡ κολοκύντη καὶ ἡ σικύα καὶ διὰ τὴν ὥραν καὶ ἴσως ἔτι μᾶλλον διὰ τὴν φύσιν, ἥπερ συνηκολούθηκε τῇ ὥρᾳ. ἡ δὲ μεταφυτευομένη θρῖδαξ βραχυτέραν ἔχει τὴν ῥίζαν τῆς σπαρείσης· παραβλαστάνει γὰρ ἐκ τῶν πλαγίων μᾶλλον· βραχυτέραν δὲ καὶ ἡ ἀγρία τῆς ἡμέρου, καὶ ἐκ τῶν ἄνωθεν πολυκαυλοτερα.
III. Ἀνθεῖ δὲ τῶν μὲν ἄλλων ἕκαστον ἀθρόον,
τὸ δὲ ὤκιμον κατὰ μέρος, τὰ κάτω πρῶτον εἶτ᾿
ὅταν ταῦτα ἀπανθήσῃ τὰ ἄνω, δι᾿ ὃ καὶ πολυχρόνιον
Τὰ δὲ σπέρματα διαφέρει καὶ τοῖς σχήμασι· τὰ μὲν γὰρ πλεῖστα στρογγύλα τὰ δὲ προμήκη τὰ δ᾿ αὖ πλατέα καὶ φυλλώδη, καθάπερ τὰ τῆς ἀδραφάξυος· ὅμοιον γὰρ τῷ τοῦ σιλφίου· τὰ δὲ στενὰ καὶ γραμμώδη, καθάπερ τοῦ κυμίνου. καὶ τοῖς χρώμασιν ὁμοίως, τὰ μὲν μέλανα τὰ δὲ ξυλώδη τὰ δὲ λευκότερα. πάντα δὴ ἐλλοβοσπέρματα ἢ γυμνοσπέρματα ἢ ἐμφλοιοσπέρματα ἢ παπποσπέρματα· ῥαφανὶς μὲν γὰρ καὶ νᾶπυ καὶ γογγυλὶς ἐλλοβοσπέρματα, κορίαννον δὲ καὶ μάραθον καὶ ἄνηθον καὶ κύμινον γυμνοσπέρματα, βλίτον δὲ καὶ τεύτλιον καὶ ἀδράφαξυς καὶ ὤκιμον ἐμφλοιοσπέρματα, θριδακίνη δὲ παπποσπέρματον.
Πάντα δὲ πολύκαρπα καὶ πολυβλαστῆ, πολυκαρπότατον δὲ τὸ κύμινον. ἴδιον δὲ καὶ ὃ λέγουσι κατὰ τούτου· φασὶ γὰρ δεῖν καταρᾶσθαί τε καὶ βλασφημεῖν σπείροντας, εἰ μέλλει καλὸν ἔσεσθαι καὶ πολύ.
Δυσξήραντα δὲ πάντα μὲν ὡς εἰπεῖν πλὴν τοῦ
κυμίνου, οὐχ ὡς ὁ σῖτος· οὗτος γὰρ κἂν ἅπαξ
Ἔστι δὲ τὰ μὲν ἀκρόκαρπα, καθάπερ ὤκιμον
πράσον κρόμυον· τὰ δὲ πλαγιόκαρπα μᾶλλον,
οἷον ῥαφανὶς γογγυλὶς καὶ τὰ τοιαῦτα· τὰ δ᾿
ἀμφοτέρως, οἷον βλίτον ἀδράφαξυς· ἀμφότερα
γὰρ ταῦτα καὶ ἐκ τοῦ πλαγίου, καὶ τό γε βλίτον
εὐθὺς παῤ ἕκαστον ὄζον προσκαθήμενον ἔχει τὸ
σπέρμα βοτρυῶδες. τὰ δ᾿ ἐκ παλαιοτέρων σπερμάτων
θᾶττον ἐκκαυλεῖ, τάχιστα δὲ τὰ ἐκ τῶν
ἀκμαζόντων· ἔστι γάρ τις ἀκμὴ καὶ τούτων. ἀνὰ
λόγον δὲ καὶ τὸ κάλλος ἀκολουθεῖ τῶν
Δοκεῖ δὲ καὶ εἰς τὸ αὐτὸ ἀθρόα θεμένων καλλίω γίνεσθαι καὶ βλαστάνειν· οὕτω γὰρ τὸ τοῦ πράσου καὶ τὸ τοῦ σελίνου τιθέασιν ἀποδήσαντες εἰς ὀθόνιον καὶ γίνονται μεγάλα.
Συμβάλλεται δέ τι καὶ ὁ τόπος πρὸς αὔξησιν· κελεύουσι γοῦν, ὅταν τις μεταφυτεύῃ τὰ σέλινα, πάτταλον κατακρούειν ἡλίκον ἂν βούληται ποιεῖν τὸ σέλινον· τιθέναι δὲ καὶ ἐν ὀθονίῳ πάτταλον κατακρούσαντα καὶ πλήσαντα κόπρου καὶ γῆς.
Ἔνια δὲ καὶ τοῖς σχήμασιν ἐξομοιοῦται καὶ τοῖς τόποις· ἡ γὰρ σικύα ὁμοιοσχήμων γίνεται ἐν ᾧ ἂν τεθῇ ἀγγείῳ.
Καὶ διαφορὰν λαμβάνει κατὰ τοὺς χυμοὺς ἔνια προθεραπευθέντα τῶν σπερμάτων, οἷον τὸ τοῦ σικύου ἐὰν ἐν γάλακτι βρέξαντες σπείρωσιν. ἀλλὰ τὰ μὲν τοιαῦτα ἴσως οἰκειότερα τῆς θεραπείας.
IV, Γένη δὲ τῶν μέν ἐστι πλείω τῶν δ᾿ οὐκ
ἔστιν, οἷον ὠκίμου λαπάθου βλίτου καρδάμου
εὐζώμου ἀδραφάξυος κοριάννου ἀνήθου πηγάνου·
τούτων γὰρ οὔ φασιν εἶναι
Οἷον τῆς ῥαφανῖδος
Γογγυλίδος δὲ οἱ μέν φασιν εἶναι οἱ δ᾿ οὔ φασιν, ἀλλὰ τῷ ἄρρενι καὶ τῇ θηλείᾳ διαφέρειν. γίνεσθαι δὲ ἐκ τοῦ αὐτοῦ σπέρματος ἄμφω. πρὸς δὲ τὸ ἀποθηλύνεσθαι πηγνύναι δεῖν μανάς· ἐὰν γὰρ πυκνάς, πάσας ἀπαρρενοῦσθαι, τὸν αὐτὸν δὲ τρόπον κἂν ἐν γῇ μοχθηρᾷ σπαρῶσι· δι᾿ ὃ καὶ πρὸς σπερματισμὸν μεταφέροντες φυτεύουσι τὰς ἐκφύσεις καὶ πλατείας. ἔστι δὲ καὶ τὸ σπέρμα τῇ ὄψει τὸ χεῖρον καὶ βέλτιον φανερόν· τῆς μὲν γὰρ χρηστῆς λεπτὸν τῆς δὲ μοχθηρᾶς ἁδρόν. χειμαζομένη δὲ χαίρει καὶ αὕτη καὶ ἡ ῥαφανίς· οἴονται γὰρ ἅμα γλυκαίνεσθαί τε καὶ τὴν αὔξησιν εἰς τὴν ῥίζαν τρέπεσθαι καὶ οὐκ εἰς τὰ φύλλα. τοῖς δὲ νοτίοις καὶ ταῖς εὐδίαις ἐκκαυλεῖ ταχύ. τοῦτο μὲν οὖν λόγου δεῖται τῆς ὁμοιώσεως ἐν ἀμφοῖν εἶναι τὰς διαφοράς.
Τῆς δὲ ῥαφάνου τριχῆ διαιρουμένης, οὐλοφύλλου
τε καὶ λειοφύλλου καὶ τρίτης τῆς ἀγρίας,
Εὐχυλότερον δὲ καὶ τῶν τευτλίων τὸ λευκὸν τοῦ μέλανος καὶ ὀλιγοσπερμότερον, ὃ καλοῦσί τινες Σικελικόν.
Ὡσαύτως δὲ καὶ τῆς θριδακίνης· ἡ γὰρ λευκὴ γλυκυτέρα καὶ ἁπαλωτέρα. γένη δὲ αὐτῆς ἐστὶν ἄλλα τρία, τό τε πλατύκαυλον καὶ στρογγυλόκαυλον καὶ τρίτον τὸ Λακωνικόν· αὕτη δὲ τὸ μὲν φύλλον ἔχει σκολυμῶδες, ὀρθὴ δὲ καὶ εὐαυξὴς καὶ ἀπαράβλαστος ἐκ τοῦ καυλοῦ. τῶν δὲ πλατειῶν οὕτω τινὲς πλατύκαυλοι γίνονται ὥστ᾿ ἐνίους φασὶ καὶ θύραις χρῆσθαι κηπουρικαῖς. τὸ δὲ ὀπῶδες σφόδρα καὶ μικρόφυλλον καὶ λευκοκαυλότερον ἔοικεν ἀγρίᾳ.
Τῶν δὲ σελίνων καὶ ἐν τοῖς φύλλοις καὶ ἐν τοῖς καυλοῖς αἱ διαφοραί· τὸ μὲν γὰρ πυκνὸν καὶ οὖλον καὶ δασὺ τὸ φύλλον ἔχει, τὸ δὲ μανότερον καὶ πλατύτερον καυλὸν δὲ μείζω. τούτων δὲ πάλιν τὰ μὲν λευκόκαυλα τὰ δὲ πορφυρόκαυλα ἢ ποικιλόκαυλα· τὸ δ᾿ ὅλον ἅπαν τὸ τοιοῦτον ἐμφερέστερον τῷ ἀγρίῳ.
Σικύου δὲ καὶ κολοκύντης τοῦ μὲν εἶναί φασι γένη τῆς δ᾿ οὐκ εἶναι, καθάπερ τῆς ῥαφανῖδος καὶ τῆς γογγυλίδος, ἀλλ᾿ ἐν τῷ αὐτῷ γένει τὰς μὲν βελτίους τὰς δὲ χείρους. τοῦ δὲ σικύου τρία, Λακωνικὸν σκυταλίαν Βοιώτιον· τούτων δὲ ὁ μὲν Λακωνικὸς ὑδρευόμενος βελτίων, οἱ δ᾿ ἕτεροι ἀνύδρευτοι.
Διαφέρει δὲ γένει καὶ τὰ κρόμυα καὶ τὰ σκόροδα. πλείω δὲ τοῦ κρομύου τὰ γένη, οἷον τὰ κατὰ τὰς χώρας ἐπικαλούμενα Σάρδια Κνίδια Σαμοθράκια, καὶ πάλιν τὰ σητάνια καὶ σχιστὰ καὶ Ἀσκαλώνια. τούτων δὲ τὰ μὲν σητάνια μικρὰ γλυκέα δὲ εὖ μάλα, τὰ δὲ σχιστὰ καὶ ἀσκαλώνια καὶ ταῖς θεραπείαις διαφέροντα καὶ δῆλον ὅτι τῇ φύσει· τὸ γὰρ σχιστὸν τῷ μὲν χειμῶνι μετὰ τῆς κόμης ἐῶσιν ἀργόν, ἅμα δὲ τῷ ἦρι τὰ φύλλα περιαιροῦσι τὰ ἔξω καὶ τὰ ἄλλα θεραπεύουσι· περιαιρεθέντων δὲ τῶν φύλλων ἕτερα βλαστάνει καὶ ἅμα κάτω σχίζεται, δι᾿ ὃ καλοῦσι σχιστά. οἱ δὲ καὶ ὅλως φασὶ πάντων δεῖν, ὅπως ἡ δύναμις εἰς τὸ κάτω καὶ μὴ σπερμοφυῇ.
τῶν δὲ Ἀσκαλωνίων ἰδία τις ἡ φύσις·
μόνα γὰρ σχιστὰ καὶ ὥσπερ ἄγονα ἀπὸ τῆς
ῥίζης, ἔτι δὲ ἐν αὐτοῖς ἀναυξῆ καὶ ἀνεπίδοτα·
Διαφέρει δ ἔνια καὶ τοῖς χρώμασιν· ἐν Ἰσσῷ γὰρ τὰ μὲν ἄλλα ὅμοια τοῖς ἄλλοις, λευκὰ δὲ σφόδρα τῇ χροιᾷ· φέρειν δέ φασιν ὅμοια τοῖς Σαρδιανοῖς. ἰδιωτάτη δὲ ἡ φύσις ἡ τῶν Κρητικῶν, παραπλησία δὲ τρόπον τινὰ τοῖς Ἀσκαλωνίοις, εἰ μὴ ἄρα καὶ ἡ αὐτή. ἐν Κρήτῃ γάρ ἐστί τι γένος ὃ σπειρόμενον μὲν ῥίζαν ποιεῖ φυτευόμενον δὲ καυλὸν καὶ σπέρμα, κεφαλὴν δὲ οὐκ ἴσχει, γλυκὺ δὲ τῷ χυμῷ· τοῦτο γὰρ οἷον ἀνάπαλιν ἔχει τοῖς ἄλλοις.
ἅπαντα γὰρ πηγνύμένα καὶ βελτίω
καὶ θᾶττον παραγίνεται. πάντα δὲ φυτεύεται
μετ᾿ Ἀρκτοῦρον ἔτι θερμῆς οὔσης τῆς γῆς, ὅπως
τὰ ὕδατα πεφυτευμένα καταλαμβάνῃ. καὶ ὅλα
δὲ φυτεύεται καὶ διατεμνόμενα παρὰ τὴν κεφαλήν.
οὐχ ὅμοιαι δὲ αἱ ἐκβλαστήσεις, ἀλλ᾿ ἐκ
μὲν τοῦ κάτω γίνεται κρόμυον, ἐκ δὲ τοῦ ἄνω
Τὸ δὲ σκόροδον φυτεύεται μὲν μικρὸν πρὸ τροπῶν ἢ μετὰ τροπὰς διαιρούμενον κατὰ γέλγεις. διαφορὰ δέ ἐστιν αὐτῶν ἥ τε τῶν ὀψίων πρὸς τὰ πρώϊα· γένος γάρ τι τυγχάνει τοιοῦτον ὃ ἐν ἑξήκοντα ἡμέραις τελειοῦται, καὶ μεγέθει καὶ μικρότητι. καὶ τῷ μεγέθει γένος τι διάφορόν ἐστι, μάλιστα δὲ τὸ Κύπριον καλούμενον τοιοῦτον, ὅπερ οὐχ ἑψοῦσιν ἀλλὰ πρὸς τοὺς μυττωτοὺς χρῶνται, καὶ ἐν τῇ τρίψει θαυμαστὸν ποιεῖ τὸν ὄγκον ἐκπνευματούμενον. καὶ ἔτι τῷ μὴ ἔχειν ἔνια τὰς γέλγεις. ἡ δὲ γλυκύτης καὶ ἡ εὐωδία καὶ ἡ ἁδρότης σχεδὸν παρὰ τὰς χώρας γίνεται καὶ τὰς θεραπείας, ὥσπερ καὶ τῶν ἄλλων. τελειοῦται δὲ καὶ ἀπὸ σπέρματος ἀλλὰ βραδέως· τῷ πρώτῳ γὰρ ἔτει κεφαλὴν ἡλίκην πράσου λαμβάνει, τῷ δ᾿ ὕστερον γελγιδοῦται, καὶ τῷ τρίτῳ τέλειον γίνεται, καὶ οὐδὲν χεῖρον ἀλλ᾿ ἔνιοί γε καὶ κάλλιόν φασι τοῦ πηκτοῦ.
τῆς δὲ ῥίζης ἡ
γένεσις οὐχ ὁμοία τοῦ τε σκορόδου καὶ τοῦ
κρομύου· ἀλλὰ τοῦ μὲν σκορόδου ὅταν ἀνοιδήσῃ
ἡ γελγὶς κυρτοῦται πᾶσα καὶ ἐνταῦθα αὐξηθεῖσα
διαιρεῖται πάλιν εἰς τὰς γέλγεις καὶ ἐξ ἑνὸς πολλὰ
γίνεται τῷ τελειοῦσθαι τὴν κεφαλήν, τὸ δὲ
V. Φίλυδρα δὲ πάντα τὰ ἄλλα λάχανα καὶ φιλόκοπρα πλὴν πηγάνου, τοῦτο δὲ ἥκιστα φιλόκοπρον. τὰ χειμερινὰ δὲ οὐχ ἧττον τῶν θερινῶν καὶ τὰ ἐπίκηρα τῶν ἰσχυρῶν. κόπρον δὲ μάλιστα ἐπαινοῦσι τὴν συρματῖτιν, τὴν δὲ τῶν ὑποζυγίων μοχθηρὰν διὰ τὸ μάλιστα ἐξικμάζεσθαι· ζητοῦσι δὲ τὴν κόπρον ἅμα τῷ σπόρῳ μάλιστα συναναμιχθεῖσαν· οἱ δὲ καὶ σπείροντες ἐπιβάλλουσι· χρῶνται δὲ καὶ τῇ ἀνθρωπίνῃ ὠμῇ πρὸς τὴν χύλωσιν. φιλυδρότερα δὲ τὰ χειμερινὰ τῶν θερινῶν καὶ τὰ ἀσθενῆ τῶν ἰσχυρῶν, ἔτι δὲ τὰ πλείστης δεόμενα τροφῆς. φίλυδρα καὶ τὸ κρόμυον καὶ τὸ γήθυον· καίτοι φασί τινες οὐ ζητεῖν, ἐὰν τὸ πρῶτον ἐπιγένηται δὶς ἢ τρίς.
τῶν δὲ ὑδάτων ἄριστα τὲ πότιμα καὶ τὰ ψυχρά.
χείριστα δὲ τὰ ἁλυκὰ καὶ δυσμανῆ, δι᾿ ὃ καὶ
ἐκ τῶν ὀχετῶν οὐ χρηστά· συμπεριφέρει γὰρ
σπέρματα πόας. ἀγαθὰ δὲ τὰ ἐκ διός· ταῦτα
γινόμενα τὰ
γόνιμα κατεσθίοντα. φασὶ δέ τινες οὔτε τοῖς
σικύοις συμφέρειν οὔτε τοῖς κρομύοις. ἀρδεύουσι
δὲ τὰ μὲν ἄλλα πρωῒ ἢ πρὸς ἑσπέραν, ὅπως μὴ
καθέψηται, τὸ δὲ ὤκιμον καὶ μεσημβρίας· καὶ
γὰρ διαβλαστάνειν θᾶττόν φασι θερμῷ τὸ πρῶτον
ἀρδευόμενον. τὸ δὲ πολὺ λίαν ὕδωρ δοκεῖ συμφέρειν
ἄλλως τε καὶ ἐὰν μὴ ἔχῃ κόπρον·
πολλάκις γὰρ πεινῆν τά λάχανά φασι, καὶ ταῦτα.
γνωρίζειν τοὺς ἐμπείρους τῶν κηπουρῶν.
Μεταφυτευόμενα δὲ πάντα καλλίω καὶ μείζω
γίνεται· καὶ γὰρ τὰ τῶν πράσων μεγέθη καὶ τὰ
τῶν ῥαφανίδων ἐκ μεταφυτείας. μάλιστα δὲ
μεταφ υτεύουσι πρὸς τοὺς σπερματισμούς· καὶ
τὰ μὲν ἄλλα ὑπομένει, οἶον γήθυον πράσον
Θηρία δὲ γίνεται ταῖς μὲν ῥαφανῖσι ψύλλαι,
τῇ δὲ ῥαφάνῳ κάμπαι καὶ σκώληκες, καὶ ἐν τῇ
θριδακίνῃ καὶ ἐν τοῖς πράσοις καὶ ἐν ἄλλοις δὲ
πλείοσιν αἱ πρασοκουρίδες. ταύτας μὲν οὖν ἡ
κράστις ἀθροισθεῖσα ἀπόλλυσι καὶ ὅταν κόπρος
Τῶν δὲ σπερμάτων τὰ μέν ἐστιν ἰσχυρότερα τὰ δὲ ἀσθενέστερα πρὸς διαμονήν· ἰσχυρότερα μὲν οἷον κορίαννον τεύτλιον πράσον κάρδαμον νᾶπυ εὔζωμον θύμβρα, ἁπλῶς τὰ δριμέα. πάντα· ἀσθενέστερα δὲ γήθυον, τοῦτο γὰρ οὐκ ἐθέλει μένειν, ἀδράφαξυς ὤκιμον κολοκύντη σίκυος, ἁπλῶς τὰ θερινὰ τῶν χειμερινῶν μᾶλλον. Διαμένει δὲ οὐδὲν πλέον τεττάρων ἐτῶν ὥστε ἔτι χρήσιμον εἶναι πρὸς τοὺς σπόρους· ἀλλὰ διένα μὲν βελτίω, τὰ δὲ τριένα οὐδὲν χείρω, τὸ δ᾿ ὑπερτεῖνον ἤδη χεῖρον.
Πρὸς δὲ τὴν μαγειρικὴν χρείαν ἐπὶ πλείω διαμένει,
VI. Περὶ δὲ τῶν ἀγρίων καὶ τῶν καλουμένων ἀρουραίων πειρατέον ὁμοίως εἰπεῖν. τυγχάνει δὲ τὰ μὲν ὁμώνυμα τοῖς ἡμέροις· ἅπαντα γάρ ἐστι τὰ γένη ταῦτα καὶ ἄγρια, καὶ σχεδὸν τά γε πολλὰ παραπλησίαν ἔχοντα τὴν ὄψιν τοῖς ἡμέροις, πλὴν τοῖς γε φύλλοις ἐλάττω ταῦτα καὶ τραχύτερα καὶ τοῖς καυλοῖς καὶ μάλιστα τοῖς χυλοῖς δριμύτερα καὶ ἰσχυρότερα, καθάπερ ἥ τε θύμβρα καὶ ἡ ὀρίγανος ἥ τε ῥάφανος καὶ τὸ πήγανον· ἐπεὶ καὶ τὸ λάπαθον ἄγριον, καίπερ εὐστομώτερον τοῦ ἡμέρου ὄν, τὸν χυλὸν ὅμως ὀξύτερον ἔχει καὶ τούτῳ μάλιστα διαφέρει. πάντα δὲ καὶ ξηρότερα τῶν ἡμέρων, καὶ ἴσως αὐτῷ τούτῳ τά γε πολλὰ καὶ δριμύτερα καὶ ἰσχυρότερα.
Ἰδίως δὲ ἡ ῥάφανος ἔχει παρὰ τὰ ἄλλα τοὺς
καυλοὺς περιφερεστέρους καὶ λειοτέρους τῆς ἡμέρου,
Ἡ δὲ γογγυλὶς καὶ τὴν ῥίζαν ἔχει μακρὰν καὶ ῥαφανιδώδη καὶ τὸν καυλὸν βραχύν.
Θριδακίνη δὲ τό τε φύλλον βραχύτερον τῆς ἡμέρου, καὶ τελεουμένης ἀκανθοῦται, καὶ τὸν καυλὸν ὁμοίως, τὸν ὀπὸν δὲ δριμὺν καὶ φαρμακώδη. φύεται δ᾿ ἐν ταῖς ἀρούραις· ὀπίζουσι δ᾿ αὐτὴν ὑπὸ πυραμητόν, καί φασι καθαίρειν ὕδρωπα καὶ ἀχλὺν ἀπ᾿ ὀφθαλμῶν ἀπάγειν καὶ ἄργεμα ἀφαιρεῖν ἐν γάλακτι γυναικείῳ.
Τὸ δ᾿ ἱπποσέλινον καὶ ἐλειοσέλινον καὶ ὀρεοσέλινον
καὶ πρὸς ἑαυτὰ διαφορὰν ἔχει καὶ πρὸς
τὸ ἥμερον· τὸ μὲν γὰρ ἐλειοσέλινον τὸ παρὰ τοὺς
ὀχετοὺς καὶ ἐν τοῖς ἕλεσι φυόμενον μανόφυλλόν
τε καὶ οὐ δασὺ γίνεται, προσεμφερὲς δέ πως τῷ
σελίνῳ καὶ τῇ ὀσμῇ καὶ τῷ χυλῷ καὶ τῷ σχήματι.
τὸ δ᾿ ἱπποσέλινον φύλλον μὲν ἐμφερὲς τῷ
ἐλειοσελίνῳ, δασὺ δὲ καὶ μεγαλόκαυλον καὶ τὴν
ῥίζαν ὥσπερ ῥαφανὶς ἔχει τὸ πάχος μέλαιναν·
μέλας δὲ καὶ ὁ καρπός, μέγεθος δὲ μεῖζον ὀρόβου.
χρήσιμα δ᾿ ἄμφω φασὶ πρὸς στραγγουρίαν εἶναι
ἐν οἴνῳ γλυκεῖ λευκῷ καὶ τοῖς λιθιῶσι· φύεται δὲ
Τὸ δὲ ὀρεοσέλινον μείζους ἔτι διαφορὰς ἔχει· τὸ μὲν γὰρ φύλλον ἔοικε κωνείῳ, ῥίζα δὲ λεπτή, τὸν δὲ καρπὸν ἔχει καθάπερ ἄνηθον πλὴν ἐλάττω· διδόασι δὲ τοῦτον ἐν οἴνῳ αὐστηρῷ τῶν γυναικείων χάριν.
Ἔνια δὲ ὅλως ἀσύμβλητα τοῖς ἡμέροις ἐστὶ κατά γε τοὺς χυλοὺς καὶ τὰς δυνάμεις, ὥσπερ σίκυος ὅ τε ἄγριος καὶ ὁ ἥμερος, ἀλλ᾿ ἐκ τῆς προσόψεως ἔχει τὴν ὁμοιότητα, καθάπερ καὶ ἐν τοῖς στεφανώμασιν ἡ ἰωνία· τὸ γὰρ φύλλον ἔχει παρόμοιον. τούτων μὲν οὖν ἐν τοῖς εἰρημένοις αἱ διαφοραί.
VII. Τῶν δὲ ἀρουραίων λεγομένων μετὰ ταῦτα
ῥητέον, καὶ ὅλως εἴ τι ποιῶδές ἐστιν ὃ μὴ τυγχάνει
βρωτόν. καλοῦμεν γὰρ λάχανα τὰ πρὸς
τὴν ἡμετέραν χρείαν· ἐν δὲ τῷ καθ᾿ ὅλου κἀκεῖνα
περιέχεται, δι᾿ ὃ καὶ περὶ ἐκείνων λεκτέον. λάχανα
μὲν δὴ καὶ τὰ τοιαῦτα καλεῖται, κιχόρη
ἀπάπη χόνδρυλλα ὑποχοιρὶς ἠριγέρων, καὶ ὅλως
Ὁμοίως δὲ καὶ ὅσα ἄλλα τοιαύτας μὲν ἰδέας
ἔχει τοὺς δὲ χυλοὺς ἐδωδίμους ἢ ὠμοὺς ἢ ἑφθούς·
ἔνια γὰρ δεῖται πυρώσεως, ὥσπερ μαλάχη καὶ
τευτλὶς καὶ τὸ λάπαθον καὶ ἡ ἀκαλύφη καὶ τὸ
παρθένιον· τὸν δὲ στρύχνον καὶ ὠμὸν ἐσθίουσιν,
ὃν καὶ εὐκήπευτόν τινες πρότερον
Φύεται δὲ τὰ μὲν καὶ ἀπὸ τῶν ῥιζῶν καὶ ἀπὸ
τῶν σπερμάτων, τὰ δὲ ἕτερα μόνον ἀπὸ σπέρματος,
Διαφορὰ δὲ τῶν ἀνθῶν πολλή, περὶ ἧς ἐν τοῖς πρότερον εἴρηται· σχεδὸν γάρ ἐστι κοινὸν ἁπάντων· ἔνια δὲ καὶ ὅλως ἀνανθῆ, καθάπερ καὶ τὸ ἐπίπετρον. συμβαίνει δὲ τοῖς ἅμα τῷ καυλῷ τὸ ἄνθος ἀφιεῖσι ταχεῖαν εἶναι τὴν ἀπάνθησιν· πλὴν ἡ μὲν ἀπάπη γηράσαντος τοῦ πρώτου πάλιν ἄλλο καὶ ἄλλο παραφύει, καὶ τοῦτο ποιεῖ παρ᾿ ὅλον τὸν χειμῶνα καὶ τὸ ἔαρ ἄχρι τοῦ θέρους. πολὺν δὲ χρόνον καὶ ὁ ἠριγέρων. τὰ δὲ ἄλλα οὐ ποιεῖ τοῦτο, καθάπερ οὐδὲ ὁ κρόκος οὔτε ὁ εὔοσμος οὔθ᾿ ὁ λευκὸς οὐθ᾿ ὁ ἀκανθώδης· οὗτοι δὲ ἄοσμοι.
VIII. Κοινὴ δὲ διαφορὰ πάντων τῶν ποιωδῶν
ἡ τοιάδε· τὰ μὲν γάρ ἐστιν ὀρθόκαυλα καὶ νευρόκαυλα,
Ἔτι δὲ καὶ τῶν ποιωδῶν τὰ μὲν πολύκαυλα τὰ
δὲ μονόκαυλα· καὶ τῶν μονοκαύλων τὰ μὲν ἀπαράβλαστα
κατὰ τὸν καυλὸν τὰ δὲ παραβλαστικά,
καθάπερ καὶ ἐν τοῖς ἡμέροις ἥ τε ῥαφανὶς καὶ
ἄλλ᾿ ἄττα. πολύκαυλα δὲ ὡς ἀπλῶς εἰπεῖν τὰ
ἐπιγειόκαυλα, μονόκαυλα δὲ καὶ ὀλιγόκαυλα τὰ
ὀρθόκαυλα. τούτων δὲ ἀπαράβλαστα τὰ λειόκαυλα
κρόμυον πράσον σκόροδον, ὥσπερ καὶ ἐν
τοῖς ἡμέροις καὶ τὰ μὲν εὐθύκαυλα τὰ δὲ σκολιόκαυλα
καὶ τούτων τοῖς ἡμέροις ὑπάρχει.
Διαφορὰ δέ τις καὶ τοιάδε τῶν ποιωδῶν ἐστι·
τὰ μὲν γὰρ ἐπιγειόφυλλα τὰ δ᾿ ἐπικαυλόφυλλα
τυγχάνει τὰ δ᾿ ἀμφοτέρως. ἐπιγειόφυλλα μὲν
IX. Ἔστι δὲ καὶ τὰ μὲν ἄκαρπα τὰ δὲ κάρπιμα. καὶ ὅλως τῶν ποιωδῶν τὰ μὲν ἄχρι τῶν φύλλων ἀφικνεῖται, τὰ δὲ καυλὸν ἔχει καὶ ἄνθος καρπὸν δὲ οὔ. τὰ δὲ καὶ καρπὸν ὥσπερ τελειοτάτην φύσιν, εἰ μή τι καὶ ἄνευ τοῦ ἄνθους καρποφόρον, ὥσπερ ἐπὶ τῶν δένδρων.
Διαφέρει δὲ καὶ τὰ φύλλα σχεδὸν οὐκ ἐλάττοσιν ἀλλὰ πλείοσι διαφοραῖς ἢ τὰ τῶν δένδρων· καὶ πρὸς αὐτὰ δὲ ἐκεῖνα διαφορὰς ἔχει· μεγίστην μὲν ὡς εἰπεῖν ὅτι τὰ μὲν ἀπὸ μίσχου προσπέφυκε, τὰ δὲ αὐτὰ μὲν ὡς ἀπλῶς, τὰ δὲ καυλικῇ τινι προσφύσει. καὶ τῶν μὲν ἐν τῇ βλαστήσει προτερεῖ , τῶν δὲ πλείστων τὰ φύλλα, καὶ σχεδὸν ἐν τῇ ἀρχῇ μέγιστα γίνονται καὶ μάλιστα ἐδώδιμα· τὰ δὲ ἐκ τῶν δένδρων προωθεῖ τινα καυλόν.
Διαφέρουσι δὲ καὶ τοῖς ἄνθεσι πολύ· ἐν μὲν
γὰρ τοῖς δένδρεσι τά γε πλεῖστα λευκά, τὰ δὲ
μικρὸν ἐπιπορφυρίζοντα, τὰ δὲ ποώδη καὶ χλοώδη,
κεχρωσμένον δὲ ἀνθινῷ
Πολλαὶ δὲ καὶ τῶν ῥιζῶν διαφοραὶ καὶ τρόπον τινὰ αἱ τούτων φανερώτεραι· εἰσὶ γὰρ αἱ μὲν ξυλώδεις αἱ δὲ σαρκώδεις καὶ ἰνώδεις, ὥσπερ καὶ τῶν ἡμέρων, καθάπερ αἵ τε τοῦ σίτου καὶ τῆς πόας τῆς πλείστης. αὐτῶν δὲ τούτων ἕκασται πλείστας ἔχουσι διαφορὰς χρώμασιν ὀσμαῖς χυμοῖς μεγέθεσιν· αἱ μὲν γὰρ λευκαὶ αἱ δὲ μέλαιναι αἱ δ᾿ ἐρυθραί, καθάπερ ἥ τε τῆς ἀγχούσης καὶ τοῦ ἐρευθεδάνου· αἱ δ᾿ ὥσπερ ξανθαὶ καὶ ξυλοειδεῖς· καὶ γλυκεῖαι δὲ καὶ πικραὶ καὶ δριμεῖαι καὶ εὐώδεις καὶ κακώδεις, καὶ ἔνιαι φαρμακώδεις, ὡς ἐν ἄλλοις εἴρηται.
Διαφοραὶ δὲ καὶ τῶν σαρκωδῶν· αἱ μὲν γὰρ
στρογγύλαι αἱ δὲ προμήκεις καὶ βαλανώδεις,
ὥσπερ ἀσφοδέλου καὶ κρόκου· καὶ αἱ μὲν λεπυριώδεις,
ὥσπερ ἡ τοῦ βολβοῦ καὶ τῆς σκίλλης καὶ
ὅσαι βολβώδεις καὶ κρομύου δὲ καὶ γηθύου καὶ
τὸν αὐτὸν δὲ τρόπον καὶ φύλλα καὶ καυλοί, καθάπερ τοῦ ἀψινθίου καὶ τοῦ κενταυρίου. διαφορὰ δὲ καὶ κατὰ τὴν βλάστησιν καὶ κατὰ τὴν ἄνθησιν, οἷον ἀρχομένου χειμῶνος καὶ μεσοῦντος καὶ πάλιν ἦρος ἢ θέρους ἢ μετοπώρου. καὶ ἐπὶ τῶν καρπῶν δὲ ὁμοίως τῷ βρωτοὺς εἶναι καὶ ἐγχύλους ἐνίοις καὶ φύλλα καὶ σπέρματα καὶ ῥίζας· καὶ ἐν αὐτοῖς τούτοις κατὰ τοὺς χυλούς, οἷον ὀξύτητι καὶ δριμύτητι καὶ γλυκύτητι καὶ αὐστηρότητι καὶ ταῖς ἄλλαις ταῖς τοιαύταις ἀπλῶς τε καὶ κατὰ τὸ μᾶλλον. τὰς μὲν οὖν διαφορὰς ἐν τούτοις ληπτέον.
X. Διῃρημένων δὲ κατὰ τὰς ὥρας ἑκάστων
πρός τε τὰς βλαστήσεις καὶ κατὰ τὰς ἀνθήσεις
καὶ τελειώσεις τῶν καρπῶν, οὐδὲν ἀναβλαστάνει
πρὸ τῆς οἰκείας ὥρας οὔτε τῶν ῥιζοφυῶν οὔτε
τῶν σπερμοφυῶν, ἀλλ᾿ ἕκαστον ἀναμένει τὴν
δι᾿ ὃ κἂν ταύτῃ δόξαιεν ἂν
διαφέρειν τῶν δένδρων. τῶν μὲν γὰρ ἅμα πως
πάντων ἢ ἐγγὺς ἡ βλάστησις, εἰ δὲ μὴ κατὰ μίαν
γε ὥραν ὡς εἰπεῖν· τούτων δὲ ἐν πολλαῖς μᾶλλον
δὲ ἐν ἁπάσαις ἡ βλάστησις καὶ ἔτι μᾶλλον ἡ
ἄνθησις, ὥστε εἴ τις ἐθέλει κατανοεῖν σχεδὸν
συνεχὴς γίνεται καθ᾿ ὅλον ἐνιαυτὸν καὶ ἡ βλάστησις
καὶ ἡ ἄνθησις· αἰεὶ γὰρ ἕτερον ἐξ ἑτέρου
διαδεχόμενον πάσας καταλαμβάνει τὰς ὥρας·
οἷον μετὰ τὴν ἀπάπην κρόκος ἔσται καὶ ἀνεμώνη
καὶ ὁ ἠριγέρων καὶ τὰ ἄλλα χειμερινά, μετὰ δὲ
ταῦτα τὰ ἠρινὰ
πολλὰ δέ, ὥσπερ ἐλέχθη, διὰ τὸ κατὰ μέρος ἀνθεῖν
ἐπιτείνεται ταῖς ὥραις· ἔνια γὰρ οὕτως ἀνθεῖ,
καθάπερ ἥ τε ἀπάπη καὶ τὸ ὀνοχειλὲς καὶ τὸ
κιχόριον καὶ τὸ ἀρνόγλωσσον καὶ ἄλλα· διὰ δὲ
τὴν συνέχειαν καὶ τὴν περικατάληψιν τὴν ὑπ᾿
ἀλλήλων οὐ φαίνεται ῥᾴδιον ἐν ἐνίοις οὐδ᾿ ὁρίσαι
ποῖα πρῶτα βλαστάνει καὶ ποῖα ὀψιβλαστῆ·
πλὴν εἴ τις ὑποθοῖτο τοῦ ἔτους τὴν ἀρχήν τινα
καὶ αὐτῶν δὲ τούτων τὰς γενέσεις καὶ τὰς ὥρας ὅταν τελειωθέντων τῶν καρπῶν πάλιν ἄλλας ἀρχὰς ἐνίστωνται τῆς γενέσεως· ὅπερ μάλιστα δοκεῖ συμβαίνειν μετ᾿ ἰσημερίαν μετοπωρινήν· τότε γὰρ ἤδη τὰ σπέρματα πλεῖστα τετελείωται καὶ τῶν δενδρικῶν καρπῶν οἱ πολλοί, καὶ ἅμα μεταβολή τις αὐτοῦ τούτου προσγίνεται καὶ τῆς ὥρας· ὅσα δὲ ἀτελῆ καὶ ἄπεπτα περικαταλαμβάνεται, τούτοις κατὰ λόγον ἐκ περιόδου καὶ ἡ βλάστησις γίνεται καὶ ἡ ἄνθησις καὶ ἡ τελείωσις· δι᾿ ὃ συμβαίνει τὰ μὲν ὑπὸ τροπὰς ἀνθεῖν τὰ δ᾿ ὑπὸ Κύνα τὰ δὲ καὶ μετὰ Ἀρκτοῦρον καὶ ἰσημερίαν μετοπωρινήν.
Ἀλλὰ ταῦτα μὲν ἔοικε κοινοτέραν ἔχειν σκέψιν εἰς ἀφορισμὸν ἀρχῆς. ὅτι δὲ αἱ διαφοραὶ πλείους ἢ οὐκ ἐλάττους ἐν τούτοις φανερόν. ἐπεὶ καὶ ἀείφυλλα τῶν τοιούτων ἐστὶν ἔνια, καθάπερ τὸ πόλιον καὶ ἡλιοτρόπιον καὶ τὸ ἀδίαντον.
XI. Ἀφωρισμένων οὖν τούτων περὶ τἀς διαφορὰς
ἐν οἷς γίνονται καὶ πῶς λεκτέον ἤδη τὰς
καθ᾿ ἕκαστον ἱστορίας
Σταχυώδη μὲν οὖν ἐστιν ὅ τε κύνωψ ὑπό τινων καλούμενος πλείους ἔχων ἰδέας ἐν ἑαυτῷ· καὶ ὁ ἀλωπέκουρος καὶ ὁ στελέφουρος ὑπ᾿ ἐνίων δὲ ἀρνόγλωσσον τῶν δὲ ὄρτυξ καλούμενος· παρόμοιον δὲ τούτῳ τρόπον τινὰ καὶ ἡ θρυαλλίς. ἀπλᾶ δὲ καὶ μονοειδῆ τρόπον τινὰ ταῦτα καὶ στάχυν οὐκ ὀξὺν οὐδ᾿ ἀθερώδη ἔχοντα· ὁ δ ἀλωπέκουρος μαλακὸν καὶ χνοωδέστερον, ὅτι καὶ ὅμοιον ταῖς τῶν ἀλωπέκων οὐραῖς, ὅθεν καὶ τοὔνομα μετείληφεν. ὅμοιος δὲ τούτῳ καὶ ὁ στελέφουρος, πλὴν οὐχ ὥσπερ ἐκεῖνος ἀνθεῖ κατὰ μέρος ἀλλὰ δι᾿ ὅλου τοῦ στάχυος ὥσπερ ὁ πυρός. ἡ δὲ ἄνθησις ἀμφοῖν χνοώδης, καθάπερ καὶ τοῦ σίτου· παρόμοιον δὲ τῇ ὅλῃ μορφῇ τῷ πυρῷ πλὴν πλατυφυλλότερον. ὡσαύτως δὲ τούτοις καὶ τὰ ἄλλα τὰ σταχυώδη λεκτέον.
Τὰ δὲ κιχοριώδη πάντα μὲν ἐπετειόφυλλα
καὶ ῥιζόφυλλα, βλαστάνει δὲ μετὰ Πλειάδα πλὴν
τῆς ἀπάπης, τοῖς δὲ καυλοῖς καὶ ταῖς ῥίζαις
Ἡ δὲ ὑποχοιρὶς λειοτέρα καὶ ἡμερωτέρα τῇ προσάψει καὶ γλυκυτέρα καὶ οὐχ ὥσπερ ἡ χόνδρυλλα· τὸ γάρ ὅλον οὐκ ἐδώδιμος αὕτη καὶ ἄβρωτος καὶ ἐν τῇ ῥίζῃ δριμὺν ὀπὸν ἔχει καὶ πολύν.
Ἄβρωτος δὲ καὶ πικρὰ ἡ ἀπάπη· πρωϊανθὴς δὲ καὶ ταχὺ γηράσκει καὶ ἀποπαπποῦται, εἶτ᾿ ἄλλο φύεται πάλιν καὶ ἄλλο καὶ τοῦτο παρ᾿ ὅλον ποιεῖ τὸν χειμῶνα καὶ τὸ ἔαρ ἄχρι τοῦ θέρους· τὸ δ᾿ ἄνθος μηλινοειδές.
Ὡσαύτως δὲ καὶ ἡ πικρίς· καὶ γὰρ αὕτη τῷ
ἦρι ἀνθεῖ, καὶ παραπλησία δι᾿ ὅλου τοῦ χειμῶνος
καὶ τοῦ θέρους παρανθεῖ· τῇ γεύσει δὲ πικρά, δι᾿
ὃ καὶ τοὔνομα εἴληφε. ταῦτα μὲν οὖν ἐν ταύταις
XII. Πολὺ δέ τι γένος ἐστὶ καὶ τῶν σαρκορρίζων ἢ κεφαλορρίζων, ἃ καὶ πρὸς τὰ ἄλλα καὶ καθ᾿ αὑτὰ τὰς διαφορὰς ἔχει ῥίζαις τε καὶ φύλλοις καὶ καυλοῖς καὶ ταῖς ἄλλαις μορφαῖς. τῶν γὰρ ῥιζῶν, ὥσπερ εἴρηται πρότερον, αἱ μὲν λεπυριώδεις αἱ δὲ σαρκώδεις, καὶ αἱ μὲν ἔχουσαι φλοιὸν αἱ δ᾿ ἄφλοιοι, ἔτι δὲ αἱ μὲν στρογγύλαι αἱ δὲ προμήκεις καὶ αἱ μὲν ἐδώδιμοι αἱ δ᾿ ἄβρωτοι. ἐδώδιμοι μὲν γὰρ οὐ μόνον βολβοὶ καὶ τὰ ὅμοια τούτοις, ἀλλὰ καὶ ἡ τοῦ ἀσφοδέλου ῥίζα καὶ ἡ τῆς σκίλλης, πλὴν οὐ πάσης ἀλλὰ τῆς Ἐπιμενιδείου καλουμένης, ἣ ἀπὸ τῆς χρήσεως ἔχει τὴν προσηγορίαν· αὕτη δὲ στενοφυλλοτέρα τε καὶ λειοτέρα τῶν λοιπῶν ἐστιν.
Ἐδώδιμος δὲ καὶ ἡ τοῦ ἄρου καὶ αὐτὴ καὶ τὰ
φύλλα προαφεψηθέντα ἐν ὄξει καί ἐστιν ἡδεῖά
τε καὶ πρὸς τὰ ῥήγματα ἀγαθή. πρὸς δὲ τὴν
αὔξησιν αὐτῆς, ὅταν ἀποφυλλίσωσιν, ἔχει δὲ
μέγα σφόδρα τὸ φύλλον, ἀνορύξαντες στρέφουσιν,
ὅπως ἂν μὴ διαβλαστάνῃ ἀλλὰ πᾶσαν ἕλκῃ τὴν
τροφὴν εἰς ἑαυτήν, ὃ καὶ ἐπὶ τῶν βολβῶν τινες
Ἀλλὰ ἡ τοῦ φασγάνου καλουμένου γλυκεῖά τε ἑψηθεῖσα, καὶ τριφθεῖσα μιγνυμένη τῷ ἀλεύρῳ ποιεῖ τὸν ἄρτον γλυκὺν καὶ ἀσινῆ· στρογγύλη δέ ἐστι καὶ ἄφλοιος καὶ ἀποφύσεις ἔχουσα μικράς, ὥσπερ τὸ γήθυον· πολλὰς δὲ εὑρίσκουσιν ἐν ταῖς σκαλοπιαῖς· χαίρει γὰρ καὶ συλλέγει τὸ ζῶον.
Ἡ δὲ τοῦ θησείου τῇ μὲν γεύσει πικρά, τριβομένη δὲ κοιλίαν ὑποκαθαίρει. φαρμακώδεις δέ τινές εἰσι καὶ ἕτεραι, πολλῶν δὲ οὔτε φαρμακώδεις οὔτε ἐδώδιμοι. καὶ αὗται μὲν ἐν ταῖς ῥίζαις αἱ διαφοραί.
XIII. Κατὰ δὲ τὰ φύλλα τοῖς τε μεγέθεσιν καὶ τοῖς σχήμασιν. ὁ μὲν ἀσφόδελος μακρὸν καὶ στενότερον καὶ ὑπόγλισχρον ἔχει τὸ φύλλον, ἡ δὲ σκίλλα πλατὺ καὶ εὐδιαίρετον, τὸ δὲ φάσγανον ὑπό τινων δὲ καλούμενον ξίφος ξιφοειδές, ὅθεν ἔσχε καὶ τοὔνομα, ἡ δὲ ἶρις καλαμωδέστερον· τὸ δὲ τοῦ ἄρου πρὸς τῇ πλατύτητι καὶ ἔγκοιλον καὶ σικυῶδές ἐστιν· ὁ δὲ νάρκισσος στενὸν καὶ πολὺ καὶ λιπαρόν· βολβὸς δὲ καὶ τὰ βολβώδη παντελῶς στενὰ καὶ τοῦ κρόκου δ᾿ ἔτι στενότερον.
Καυλὸν δὲ τὰ μὲν οὐκ ἔχει τὸ ὅλον οὐδ᾿ ἄνθος,
ὥσπερ τὸ ἄρον τὸ ἐδώδιμον· τὰ δὲ τὸν τοῦ
ἄνθους μόνον, ὥσπερ ὁ νάρκισσος καὶ ὁ κρόκος·
ἔνια δὲ ἔχει, καθάπερ ἡ σκίλλα καὶ ὁ βολβὸς καὶ
ἡ ἶρις καὶ τὸ ξίφιον· μέγιστον δὲ πάντων ἀσφόδελος·
τὴν ἄνθησιν ποιεῖται κατὰ μέρος, ὥσπερ καὶ ἐπὶ τῆς σκίλλης, ἄρχεται δὲ πρῶτον ἀπὸ τῶν κάτωθεν. ἐν δὲ τῷ ἀνθερίκῳ συνίσταται σκώληξ, ὃς εἰς ἄλλο μεταβάλλει ζῶον ἀνθρηνοειδές, εἶθ᾿ ὅταν ὁ ἀνθέρικος αὐανθῇ διεσθίον ἐκπέταται. δοκεῖ δὲ ἴδιον ἔχειν πρὸς τὰ ἄλλα τὰ λειόκαυλα, διότι στενὸς ὢν ἀποφύσεις ἄνωθεν ἔχει. πολλὰ δὲ εἰς τροφὴν παρέχεται χρήσιμα· καὶ γὰρ ὁ ἀνθέρικος ἐδώδιμος σταθευόμενος καὶ τὸ σπέρμα φρυγόμενον καὶ πάντων δὲ μάλιστα ἡ ῥίζα κοπτομένη μετὰ σύκου καὶ πλείστην ὄνησιν ἔχει καθ᾿ Ἡσίοδον.
Ἅπαντα μὲν οὖν φιλόζωα τὰ κεφαλόρριζα
μάλιστα δ᾿ ἡ σκίλλα· καὶ γὰρ κρεμαννυμένη ζῇ
καὶ πλεῖστόν γε χρόνον διαμένει· δύναται δὲ καὶ
τὰ θησαυριζόμενα σώζειν, ὥσπερ τὴν ῥόαν ἐμπηγνυμένου
τοῦ μίσχου, καὶ τῶν φυτευομένων δ᾿ ἔνια
βλαστάνει θᾶττον ἐν αὐτῇ· λέγεται δὲ καὶ πρὸ
τῶν θυρῶν τῆς εἰσόδου φυτευθεῖσαν ἀλεξητήριον
εἶναι τῆς ἐπιφερομένης δηλήσεως. πάντα δὲ
ταῦτα ἀθρόα φύεται, καθάπερ καὶ τὰ κρόμυα
καὶ τὰ σκόροδα· παραβλαστάνουσι γὰρ ἀπὸ τῆς
Ἀλλ᾿ ἴδιον τοῦτο τοῦ βολβοῦ λέγεται, τὸ μὴ ἀπὸ πάντων βλαστάνειν ἅμα τῶν σπερμάτων, ἀλλὰ τοῦ μὲν αὐτοετὲς τοῦ δ᾿ εἰς νέωτα, καθάπερ τὸν αἰγίλωπά φασι καὶ τὸν λωτόν. τοῦτο μὲν οὖν εἴπερ ἀληθὲς κοινὸν ἑτέρων. κοινὸν δὲ ἴσως καὶ τὸ μέλλον λέγεσθαι, πλὴν οὐ πολλῶν, θαυμαστὸν δὲ ἐπὶ πάντων, ὅπερ ἐπί τε τῆς σκίλλης καὶ τοῦ ναρκίσσου συμβαίνει· τῶν μὲν γὰρ ἄλλων καὶ τῶν ἐξ ἀρχῆς φυτευομένων καὶ τῶν βλαστανόντων καθ᾿ ὥραν ἔτους τὸ φύλλον ἀνατέλλει πρῶτον, εἶθ᾿ ἥστερον ὁ καυλός· ἐπὶ δὲ τούτων ὁ καυλὸς πρότερον.
Τοῦ ναρκίσσου δὲ ὁ τοῦ ἄνθους μόνον εὐθὺ
προωθῶν τὸ ἄνθος· τῆς δὲ σκίλλης καθ᾿ αὑτόν,
εἰς ὕστερον ἐπὶ τούτῳ τὸ ἄνθος ἀνίσχον προσκαθήμενον·
ποιεῖται δὲ τὰς ἀνθήσεις τρεῖς, ὧν ἡ
μὲν πρώτη δοκεῖ σημαίνειν τὸν πρῶτον ἄροτον, ἡ
δὲ δευτέρα τὸν μέσον, ἡ δὲ τρίτη τὸν ἔσχατον· ὡς
γὰρ ἂν αὗται γένωνται καὶ οἱ ἄροτοι σχεδὸν
οὕτως ἐκβαίνουσιν· ὅταν δὲ οὗτος ἀπογηράσῃ.
τότε ἡ τῶν φύλλων βλάστησις πολλαῖς ἡμέραις
ὕστερον· ὡσαύτως δὲ καὶ ἐπὶ τοῦ ναρκίσσου,
πλὴν οὔτε καυλὸν ἕτερον ἔχει παρὰ τὸν τοῦ ἄν.
θους, ὥσπερ εἴπομεν, οὔτε καρπὸν φανερόν, ἀλλ᾿
Πρὸς μὲν οὖν τὰ ἄλλα τὰ συνάμφω ταῦτα ἴδια·
πρὸς δὲ τὰ προανθοῦντα τῶν φύλλων καὶ τῶν
καυλῶν, ὅπερ δοκεῖ ποιεῖν τὸ τίφυον καὶ ἕτερα
τῶν ἀνθικῶν, ἔτι τε τῶν δένδρων ἡ ἀμυγδαλῆ
μάλιστα ἢ μόνον, ὅτι ταῦτα μὲν ἅμα τῷ ἄνθει
προφαίνει τὸ φύλλον ἢ εὐθὺς κατόπιν, ὥστε καὶ
διαζητεῖσθαι περί τινων, ἐπὶ δὲ τούτων οἷον ἀφ᾿
ἑτέρας ἀρχῆς φαίνεται καὶ διὰ τὸ πλῆθος τῶν
ἡμερῶν καὶ διὰ τὸ μὴ πρότερον βλαστάνειν πρὶν
τοῦ μὲν τὸ ἄνθος τοῦ δὲ καὶ ὁ καυλὸς ὅλος ἀπογηράσῃ.
ἡ δὲ βλάστησις προτέρα μὲν τῆς σκίλλης,
ὑστέρα δὲ τοῦ ναρκίσσου· πολὺ δὲ πλέον τὸ
φύλλον οὗτος ἀφίησι, καί ἐστιν ἡ ῥίζα αὐτὴ μικρὰ
καὶ οὐ μεγάλη, προσεμφερὴς δὲ κατὰ τὸ σχῆμα
τῷ βολβῷ, πλὴν
Τῶν δὲ βολβῶν ὅτι πλείω γένη φανερόν, καὶ
γὰρ τῷ μεγέθει καὶ τῇ χρόᾳ καὶ τοῖς σχήμασι
διαφέρουσι καὶ τοῖς χυλοῖς· ἐνιαχοῦ γὰρ οὕτω
γλυκεῖς ὥστε καὶ ὠμοὺς ἐσθίεσθαι, καθάπερ ἐν
Χερρονήσῳ τῇ Ταυρικῇ. μεγίστη δὲ καὶ ἰδιωτάτη
διαφορὰ τῶν ἐριοφόρων· ἔστι γάρ τι γένος τοιοῦτον,
ὃ φύεται μὲν ἐν αἰγιαλοῖς ἔχει δὲ τὸ ἔριον
ὑπὸ τοὺς πρώτους χιτῶνας, ὥστε ἀνα μέσον εἶναι
Πλείω δὲ καὶ τὰ βολβώδη καὶ ἐλάττω. ταῦτα
δὲ
XIV. Ἴδια δὲ καὶ ταῦτα ἐν τοῖς ποιώδεσιν,
οἶον τό τε ἐπὶ τοῦ ἀδιάντου συμβαῖνον· οὐδὲ γὰρ
ὑγραίνεται τὸ φύλλον βρεχόμενον οὐδ᾿ ἐπίδροσόν
ἐστι διὰ τὸ μὴ τὴν νοτίαν ἐπιμένειν, ὅθεν καὶ ἡ
προσηγορία. γένη δὲ αὐτοῦ δύο, τὸ μὲν λευκὸν
τὸ δὲ μέλαν, χρήσιμα δ᾿ ἀμφότερα πρὸς ἔκρυσιν
κεφαλῆς τριχῶν ἐν ἐλαίῳ τριβόμενα. φύεται δὲ
Τῶν δὲ κατὰ μέρος ἀνθούντων ἴδιον τὸ περὶ τὸ ἄνθεμον, ὅτι τῶν μὲν ἄλλων πάντων τὰ κάτω πρῶτον ἀπανθεῖ τούτου δὲ τὰ ἄνω· τυγχάνει δ᾿ αὐτοῦ τὸ μὲν κύκλῳ τὸ λευκὸν ἄνθος τὸ δὲ ἐν τῷ μέσῳ τὸ χλωρόν· καὶ καρπὸς ὃς ἐκπίπτει, καθάπερ τοῖς ἀκανθώδεσι, καταλιπὼν τὴν πρόσφυσιν κενήν· εἴδη δ᾿ αὐτοῦ πλείω.
Ἴδιον δὲ καὶ τὸ περὶ τὴν ἀπαρίνην, ἣ καὶ τῶν ἱματίων ἀντέχεται διὰ τὴν τραχύτητα καί ἐστι δυσαφαίρετον· ἐν τούτῳ γὰρ ἐγγίνεται τῷ τραχεῖ τὸ ἄνθος οὐ προιὸν οὐδὲ ἐκφαῖνον ἀλλ᾿ ἐν ἑαυτῷ πεττόμενον καὶ σπερμογονοῦν· ὥστε παρόμοιον εἶναι τὸ συμβαῖνον ὥσπερ ἐπὶ τῶν γαλεῶν καὶ ῥινῶν· ἐκεῖνά τε γὰρ ἐν ἑαυτοῖς ὠοτοκήσαντα ζωογονεῖ, καὶ αὕτη τὸ ἄνθος ἐν ἑαυτῇ κατέχουσα καὶ πέττουσα καρποτοκεῖ.
XV. Ὅσα δὲ τὰς ἀνθήσεις λαμβάνουσι ἀκολουθοῦντα τοῖς ἄστροις, οἷον τὸ ἡλιοτρόπιον καλούμενον καὶ ὁ σκόλυμος, ἅμα γὰρ ταῖς τροπαῖς καὶ οὗτος, ἔτι δὲ τὸ χελιδόνιον, καὶ γὰρ τοῦτο ἅμα τῷ χελιδονίᾳ ἀνθεῖ, ταῦτα δὲ δόξειεν ἂν τῇ μὲν φυσικὴν ἔχειν τὴν αἰτίαν τῇ δὲ συμπτωματικήν.
Πολλὰ δὲ τοιαῦτά ἐστι καὶ ἐν ἑτέροις ἴδια· οἷον καὶ ἡ τοῦ ἀειζώου φύσις τὸ διαμένειν ὑγρὸν ἀεὶ καὶ χλωρόν, φύλλον σαρκῶδες ἔχον καὶ λεῖον καὶ πρόμηκες. φύεται δὲ ἔν τε τοῖς ἁλιπέδοις τοῖς τε ἐπὶ τῶν τειχῶν ἀνδήροις καὶ οὐχ ἥκιστα ἐπὶ τῶν κεράμων, ὅταν ἐπιγένηται γῆς τις ἀμμώδης συρροή.
Πολλὰ δ᾿ ἄν τις ἴσως λάβοι καὶ ἕτερα περιττά. χρὴ δέ, ὥσπερ πολλάκις εἴρηται, τὰς ἰδιότητας θεωρεῖν καὶ τὰς διαφορὰς πρὸς τὰ ἄλλα. τὰ μὲν ἐν πλείοσιν ἰδέαις ἐστὶ καὶ σχεδὸν οἷον ὁμωνύμοις, ὥσπερ ὁ λωτός· τούτου γὰρ εἴδη πολλὰ διαφέροντα καὶ φύλλοις καὶ καυλοῖς καὶ ἄνθεσι καὶ καρποῖς, ἐν οἷς καὶ ὁ μελίλωτος καλούμενος· καὶ δυνάμει δὲ τῇ κατὰ τὴν προσφοράν, ἔτι τε τῷ μὴ τοὺς αὐτοὺς τόπους ζητεῖν. ὁμοίως δὲ καὶ ἕτερα πλείω.
Τὰ δὲ ἐν ἐλάττοσιν, ὥσπερ ὁ στρύχνος ὁμωνυμίᾳ τινὶ παντελῶς εἰλημμένος· ὁ μὲν γὰρ ἐδώδιμος καὶ ὥσπερ ἥμερον, καρπὸν ἔχων ῥαγώδη, ἕτεροι δὲ δύο εἰσιν, ὧν ὁ μὲν ὕπνον ὁ δὲ μανίαν ἐμποιεῖν δύναται, πλείων δ᾿ ἔτι δοθεὶς καὶ κτείνει. ὁμοίως δὲ τοῦτο καὶ ἐφ᾿ ἑτέρων ἐστὶ λαβεῖν, ἃ πολλὴν ἔχει διάστασιν. περὶ μὲν οὖν τῶν ἄλλων τῶν ποιωδῶν ἱκανῶς εἴρηται. περὶ δὲ τοῦ σίτου καὶ τῶν σιτωδῶν μετὰ ταῦτα λεκτέον· τοῦτο γὰρ ἔτι κατάλοιπον ἦν.
I. Περὶ μὲν οὖν τῶν ἄλλων ποιωδῶν ἱκανῶς εἰρήσθω· περὶ δὲ σίτου καὶ τῶν σιτωδῶν λέγωμεν ὁμοίως τοῖς πρότερον· τοῦτο γὰρ κατάλοιπον ἦν τῶν ποιωδῶν.
Δύο δὲ αὐτοῦ γένη τὰ μέγιστα τυγχάνει· τὰ μὲν γὰρ σιτώδη, οἷον πυροὶ κριθαὶ τίφαι ζειαὶ τὰ ἄλλα τὰ ὁμοιόπυρα ἢ ὁμοιόκριθα· τὰ δὲ χεδροπά, οἷον κύαμος ἐρέβινθος πισὸς καὶ ὅλως τὰ ὄσπρια προσαγορευόμενα· τρίτον δὲ παρ᾿ αὐτὰ κέγχρος ἔλυμος σήσαμον καὶ ἀπλῶς τὰ ἐν τοῖς θερινοῖς ἀρότοις ἀνώνυμα κοινῇ προσηγορίᾳ.
Ἔστι δὲ ἡ μὲν γένεσις αὐτῶν μία καὶ ἁπλῆ·
φύεται γὰρ ἀπὸ σπέρματος, ἐὰν μή τι σπάνιον
καὶ ὀλίγον ἀπὸ τῆς ῥίζης. ὧραι δὲ τοῦ σπόρου
τῶν πλείστων δύο· πρώτη μὲν καὶ μάλιστα ἡ
περὶ Πλειάδος δύσιν, ᾗ καὶ Ἡσίοδος ἠκολούθηκε
Πρωίσπορα μὲν οὖν ἐστι πυρὸς κριθή, καὶ τούτων ἡ κριθὴ πρωϊσπορώτερον· ἔτι δὲ ζειὰ τίφη ὀλύρα καὶ εἴ τι ἕτερον ὁμοιόπυρον· ἁπάντων γὰρ σχεδὸν ὁ αὐτὸς χρόνος τῆς σπορᾶς· τῶν δὲ χεδροπῶν μάλιστα ὡς εἰπεῖν κύαμος καὶ ὦχρος· ταῦτα γὰρ διὰ τὴν ἀσθένειαν προλαβεῖν τῇ ῥιζώσει βούλεται τοὺς χειμῶνας· πρωίσπορον δὲ καὶ ὁ θέρμος· ἀπὸ τῆς ἅλω γάρ φασι δεῖν καταβάλλειν εὐθύς.
Ὀψίσπορα δὲ τούτων γε αὐτῶν ὅσα διαφέρει
τοῖς γένεσιν, οἷον πυρῶν τέ τι γένος καὶ κριθῶν ὃ
καλοῦσι τρίμηνον διὰ τὸ ἐν τοσούτῳ τελειοῦσθαι·
καὶ τῶν χεδροπῶν τὰ τοιάδε, φακὸς ἀφάκη πισός.
ἐν ἀμφοτέραις δὲ ταῖς ὥραις τῶν χεδροπῶν, καθάπερ
ὄροβος ἐρέβινθος· οἱ δὲ καὶ τὸν κύαμον ὀψὲ
σπείρουσιν, ἐὰν ὑστερήσωσι τῶν πρώτων ἀρότων.
ἀπλῶς δὲ πρωϊσποροῦσι τὰ μὲν δι᾿ ἰσχὺν ὡς
δυνάμενα φέρειν τοὺς χειμῶνας, τὰ δὲ δι᾿ ἀσθένειαν,
ὅπως προλάβωσι ταῖς εὐδίαις τὴν αὔξησιν.
δύο μὲν οὖν αὗται. τρίτη δὲ τῶν θερινῶν ἣν
Βλαστάνει δὲ τὸ μὲν θᾶττον τὸ δὲ βραδύτερον· καὶ κριθὴ μὲν καὶ πυρὸς ἑβδομαῖα μάλιστα· προτερεῖ δὲ ἡ κριθὴ μᾶλλον· τὰ δ᾿ ὄσπρια τεταρταῖα ἢ πεμπταῖα πλὴν κυάμων· κύαμος δὲ καὶ τῶν σιτωδῶν ἔνια πλείοσιν· ἐνιαχοῦ γὰρ καὶ πεντεαιδεκαταῖος, ὁτὲ δὲ καὶ εἰκοσταῖος· δυσφυέστατον γὰρ τοῦτο πάντων, ἐὰν δὲ δὴ καὶ σπαρέντος ἐπὶ πλέον ὕδωρ ἐπιγένηται, καὶ παντελῶς. εἰ δὲ τῶν ἐν τοῖς ἠρινοῖς ἀρότοις θᾶττον ἡ ἔκφυσις διὰ τὴν ὥραν σκεπτέον.
Χρὴ δὲ τὰς ἀναβλαστήσεις καὶ τὰς διαφύσεις ταύτας ὡς ἐπὶ τὸ πᾶν διαλαβεῖν· ἐνίοτε γὰρ ἐνιαχοῦ καὶ ἐν ἐλάττοσιν ἡμέραις, καθάπερ ἐν Αἰγύπτῳ · τριταίαν γάρ φασι καὶ τεταρταίαν ἀνατέλλειν· παρ᾿ ἄλλοις δὲ ἐν πλείοσι τῶν εἰρημένων, ὅπερ καὶ οὐκ ἄλογον, ὅταν καὶ χώρα καὶ ἀὴρ διαφέρῃ καὶ πρωἵαίτερον ἢ ὀψιαίτερον ἀρόσῃ καὶ τὰ ἐπιγινόμενα ἀνόμοια τυγχάνῃ. ἡ μὲν γὰρ μανὴ καὶ κούφη καὶ εὐκράτῳ ἀέρι ταχὺ καὶ ῥᾳδίως ἀναδίδωσιν, ἡ δὲ γλίσχρα καὶ βαρεῖα βραδέως, ἡ δὲ τοῖς τόποις αὐχμωδεστέρα βραδύτερον.
Ἔτι δὲ ἂν χειμῶνες ἐπιγένωνται καὶ αὐχμοὶ
καὶ εὐδίαι καὶ πάλιν ὕδατα· καὶ γὰρ ἐν τούτοις
πολὺ παραλλάττουσιν. ὡσαύτως δὲ καὶ ἐὰν ἡ
ΙΙ. Βλαστάνει δὲ τὰ μὲν ἐκ τοῦ αὐτοῦ τὴν ῥίζαν ἀφιέντα καὶ τὸ φύλλον, τὰ δὲ ἑκάτερον ἐξ ἑκατέρου τοῦ ἄκρου. πυρὸς μὲν οὖν καὶ κριθὴ καὶ τίφη καὶ ὅλως ὅσα σιτώδη πάντα ἐξ ἑκατέρου ὥσπερ ἐν τῷ στάχυϊ πέφυκεν, ἀπὸ μὲν τοῦ κάτων τοῦ παχέος τὴν ῥίζαν ἀπὸ δὲ τοῦ ἄνω τὸν βλαστόν· ἓν δέ τι καὶ συνεχὲς γίνεται τὸ ἀμφοῖν τῆς τε ῥίζης καὶ τοῦ καυλοῦ. κύαμος δὲ καὶ τὶ ἄλλα χεδροπὰ οὐχ ὁμοίως, ἀλλ᾿ ἐκ τοῦ αὐτοῦ τὴν ῥίζαν καὶ τὸν καυλόν, καθ᾿ ὃ καὶ ἡ πρόσφυσις αὐτῶν ἐστι πρὸς τὸν λοβόν, ἐν ᾧ καὶ ἔχουσιν οἷον ἀρχήν τινα φανεράν· ἐπ᾿ ἐνίων δὲ καὶ αἰδοιῶδες φαίνεται, καθάπερ ἐπὶ τῶν κυάμων καὶ τῶν ἐρεβίνθων καὶ μάλιστα τῶν θέρμων· ἐκ τούτου γὰρ ἡ μὲν ῥίζα κάτω τὸ δὲ φύλλον καὶ ὁ καυλὸς ἄνω χωρεῖ.
Ταύτῃ μὲν οὖν πη διαφέρει. τῇ δὲ ὁμοίως
ἔχει τῷ πάντα κατὰ τὴν πρόσφυσιν τοῦ λοβοῦ
καὶ τοῦ στάχυος ἀφιέναι τὴν ῥίζαν καὶ μὴ
Ἀναφύεται δὲ ἡ μὲν κριθὴ καὶ ὁ πυρὸς μονόφυλλα,
ὁ δὲ πισὸς καὶ ὁ κύαμος καὶ ὁ ἐρέβινθος
πολύφυλλα. ῥίζαν δὲ ἔχει τὰ μὲν χεδροπὰ πάντα
ξυλώδη καὶ μίαν ἀπὸ δὲ ταύτης καὶ ἀποφ ύσεις
λεπτάς. βαθυρριζότατον δὲ ὡς εἰπεῖν τούτων
ὁ ἐρέβινθος, ἐνίοτε δὲ καὶ παρακαθίησιν· ἀλλ᾿
ὁ πυρὸς καὶ ἡ κριθὴ καὶ τὰ ἄλλα τὰ σιτώδη
πολύρριζα καὶ λεπτόρριζα, δι᾿ ὃ καὶ ταρρώδη.
καὶ πολύκλαδα καὶ πολύκαυλα πάντα τὰ τοιαῦτα.
σχεδὸν δὲ καὶ ἐναντίωσίς τις ἑκατέρων ἐστί· τὰ
μὲν γὰρ χεδροπὰ μονόρριζα ὄντα πολλὰς ἄνωθεν
ἀπὸ τῶν καυλῶν ἀποφύσεις ἔχει πλὴν κυάμου·
τὰ δὲ σιτηρὰ πολύρριζα πολλοὺς μὲν ἀνίησι
Τὸν μὲν οὖν χειμῶνα ἐν τῇ χλόῃ μένει τὰ σιτώδη, διαγελώσης δὲ τῆς ὥρας καυλὸν ἀφίησιν ἐκ τοῦ μέσου καὶ γονατοῦται. συμβαίνει δ᾿ εὐθὺς ἐν τῷ τρίτῳ γόνατι, τοῖς δὲ ἐν τῷ τετάρτῳ. καὶ τὸν στάχυν ἔχειν ἀλλ᾿ οὐ φανερὸν ἐν τῷ ὄγκῳ· —γίνεται δὲ ἐν τῷ ὅλῳ καλάμῳ πλείω τούτων· ὥστε σχεδὸν ἄμα τῷ καλαμοῦσθαι συνίστασθαι μικρὸν ὕστερον· ἀλλ᾿ οὐ πρότερον φανερὸς γίνεται πρὶν ἂν προαυξηθεὶς ἐν τῇ κάλυκι γένηται, τότε δὲ ἡ κύησις φανερὰ διὰ τὸν ὄγκον.
Ἀπολυθεὶς δ᾿ εὐθὺς ἀνθεῖ μεθ᾿ ἡμέρας τέτταρας
ἡ πέντε καὶ πυρὸς καὶ κριθὴ καὶ ἀνθεῖ σχεδὸν
τὰς ἴσας, οἱ δὲ τὰς πλείστας λέγοντες ἐν ταῖς
ἑπτά φασιν ἀπανθεῖν. ἀλλὰ τῶν χεδροπῶν
χρόνιος ἡ ἄνθησις· χρονιωτάτη δὲ τῶν μὲν ἄλλων
ὀρόβου καὶ ἐρεβίνθου, τούτων δ᾿ ἀπάντων τοῦ
κυάμου καὶ ἐν μεγίστῃ διαφορᾷ· τετταράκοντα
γὰρ ἡμερῶν ἀνθεῖν λέγουσι· πλὴν οἱ μὲν ἀεὶ
παρανθοῦντος ἑτέρου καὶ ἑτέρου λέγουσι, κατὰ
μέρος γὰρ ἀνθεῖν, οἱ δὲ ἀπλῶς. ἡ γὰρ ἄνθησις
τῶν μὲν σταχυηρῶν ἀθρόως τῶν δὲ ἐλλοβωδῶν
καὶ χεδροπῶν πάντων κατὰ μέρος· πρῶτα γὰρ
ἀνθεῖ τὰ κάτω, καὶ ὅταν ταῦτα ἀπανθήσῃ τὰ
ἐχόμενα, καὶ οὕτως αἰεὶ βαδίζει πρὸς τὰ ἄνω.
Μετὰ δὲ τὴν ἀπάνθησιν ἁδρύνονται καὶ τελειοῦνται πυρὸς μὲν καὶ κριθὴ τετταρακοσταῖα μάλιστα· παραπλησίως δὲ καὶ τίφη καὶ τἆλλα τὰ τοιαῦτα. τετταρακοσταῖον δέ φασι καὶ τὸν κύαμον, ὥστε ἐν ἴσαις ἀνθεῖν καὶ τελειοῦσθαι· τὰ δ᾿ ἄλλα ἐν ἐλάττοσιν· ἐλαχίσταις δὲ ὁ ἐρέβινθος, εἴπερ ἀπὸ τῆς σπορᾶς ἐν τετταράκοντα τελειοῦται ταῖς ἀπάσαις ὥσπερ τινές φασιν· ἐπεὶ τό γ᾿ ὅλον ὅτι τάχιστα φανερόν. οἱ δὲ κέγχροι καὶ τὰ σήσαμα καὶ οἱ μέλινοι καὶ ὅλως τὰ θερινὶ σχεδὸν ὁμολογεῖται τάς τεττσράκονθ᾿ ἡμέρας λαμβάνειν· οἱ δέ φασι καὶ ἐλάττους.
Διαφέρει δὲ καὶ πρὸς τὴν τελείωσιν χώρα τε χώρας καὶ ἀὴρ ἀέρος· ἐν ἐλάττοσι γὰρ ἔνιαι δοκοῦσιν ἐκφέρειν, ὥσπερ ἄλλαι τε καὶ μάλιστα ἐπιδήλως Αἴγυπτος· ἐκεῖ γὰρ κριθαὶ μὲν ἐν ἑξαμήνῳ πυροὶ δὲ ἐν τῷ ἑβδόμῳ θερίζονται· περὶ δὲ τὴν Ἑλλάδα κριθαὶ μὲν ἐν τῷ ἑβδόμῳ παρὶ δὲ τοῖς πλείστοις ὀγδόῳ, πυροὶ δὲ ἔτι προσεπιλαμβάνουσιν. οὐ μὴν οὐδὲ ἐκεῖ τό γε πᾶν πλῆθος οὕτως, ἀλλ᾿ ὅσον εἰς ἀπαρχήν· κομίζεται γὰρ πρὸς ἱερῶν τινῶν χρείαν ἄλφιτα νέα τῷ ἕκτῳ μηνὶ καὶ ταῦτα ἐκ τῶν ἄνω τόπων ὑπὲρ Μέμφιν.
Λέγεται δὲ καὶ ἐν Σικελίᾳ τῆς Μεσσηνίας ἐν
Ὑπερβάλλον δ᾿ ἔτι τούτου καὶ πάντων θαυμασιώτερον τὸ περὶ Χαλκίαν τὴν νῆσον τὴν Ῥοδίων γινόμενον· ἐκεῖ γάρ φασιν εἶναί τινα τόπον πρώϊον οὕτω καὶ εὔφορον ὡς σπαρεισῶν κριθῶν ἅμα ταῖς ἄλλαις θερίσαντες ταύτας σπείρουσιν εἶτα πάλιν, εἶτα θερίζουσιν ἅμα τοῖς λοιποῖς· μεγίστη μὲν οὖν, εἴπερ ἀληθής, αὕτη διαφορά. τὸ γὰρ εἰς ἑτέραν χώραν μετενεχθέντα διαφέρειν, ὥσπερ ἐκ Κιλικίας φασὶν εἰς Καππαδοκίαν καὶ ὅλως τὴν ἐπέκεινα τοῦ Ταύρου, ἧττον ἄτοπον· φανερὰ γὰρ ἡ τῶν τόπων διάστασις.
Τὸ δὲ τὴν αὐτὴν διφορεῖν, ἐν ᾧπερ γε ἅπαξ αἱ ἄλλαι, σύνορον οὖσαν καὶ μίαν θαυμασιώτατον· αὕτη μὲν οὖν ἐν μεγίστῃ διαφορᾷ.
Τὰ δὲ κατὰ τὰς ἄλλας χώρας οὐ πολλὴν ἢ οὐδεμίαν ὡς εἰπεῖν τοῦ γε χρόνου λαμβάνει διάστασιν· προτερεῖ γὰρ ταῖς ὥραις τὰ Ἀθήνῃσι τῶν περὶ Ἑλλήσποντον ἡμέραις τριάκοντα μάλιστα ἢ οὐ πολλῷ πλείοσιν· εἰ μὲν οὖν καὶ ὁ σπορητὸς πρότερον, μετάθεσις ἂν εἴη τῆς ὥρας· εἰ δ᾿ ἅμα, δῆλον ὅτι πλείων ἂν ὁ χρόνος.
Οὐ μικρὶν δὲ ποιοῦσι διαφοράν οὐδὲ οἱ τόποι, καίπερ ἔνιοι συνεγγὺς ὄντες· τὰ γὰρ ἐν Σαλαμῖνι προτερεῖ πολὺ τῶν ἄλλων τῶν ἐν τῇ Ἀττικῇ καὶ ὅλως τὶ ἐπιθαλάττια καὶ εἰς ταῦτα καὶ εἰς τοὺς ἄλλους καρπούς, ὡς τὶ περὶ τὴν Ἀκτὴν καλουμένην τῆς Πελοποννήσου καὶ τὶ ἐν Φαλύκῳ τῆς Μεγαρίδος· πλὴν ἐνταῦθά γε συμβάλλεται καὶ τὸ λεπτόγεων εἶναι καὶ ψαφαρὰν τὴν χώραν. καὶ τὶ μὲν περὶ τὴν γένεσιν καὶ τὴν τελείωσιν οὕτως ἔχει.
III. Διαφέρει δὲ καθ᾿ ὅλα τὰ γένη τὶ διήρημένα
τῶν γενῶν, οἷον σῖτος χεδροπὰ τὰ θερινά,
καὶ καθ᾿ ἕκαστον γένος τὶ ὁμογενῆ. τὶ μὲν γὰρ
σιτώδη τὸ φύλλον ἔχει καλάμου, τῶν δὲ χεδροπῶν
Πάλιν ὁ καυλὸς τῶν μὲν γονατώδης καὶ κοῖλος, δι᾿ καὶ καλεῖται κάλαμος· ὁ δὲ τοῦ κυάμου κοῖλος, τῶν δ᾿ ἄλλων χεδροπων ξυλωδέστερος, ξυλωδέστατος δὲ ὁ ἐρέβινθος· τῶν δὲ θερινῶν κέγχρου μὲν καὶ μελίνου καλαμώδης, σησάμου δὲ καὶ ἐρυσίμου ναρθηκώδης μᾶλλον. καὶ τὰ μέν ἐστιν ὀρθόκαυλα, καθάπερ πυρὸς καὶ κριθὴ καὶ ὅλως τὰ σιτώδη καὶ θερινά, τὰ δὲ πλαγιόκαυλα μᾶλλον, οἷον ἐρέβινθος ὄροβος φακός, τὰ δ᾿ ἐπιγειόκαυλα, καθάπερ ὦχρος πισὸς λάθυρος· ὁ δὲ δόλιχος, ἐὰν παρακαταπήξῃ τις ξύλα μακρά. ἀναβαίνει καὶ γίνεται κάρπιμος, εἰ δὲ μή, φαῦλος καὶ ἐρυσιβώδης· μόνος δ᾿ ἡ μάλιστα τῶν χεδροπῶν ὀρθόκαυλος ὁ κύαμος.
Ἔχει δὲ καὶ τὰ ἄνθη διαφορὰν καὶ τῇ φύσει
καὶ τῇ θέσει, περὶ ὧν σχεδὸν ἐν τοῖς καθ᾿ ὅλου
διείλομεν, ὅτι τὰ μὲν χνοώδη, καθάπερ σίτου καὶ
παντὸς τοῦ σταχυώδους· τὰ δὲ φυλλώδη, καθάπερ
τῶν χεδροπῶν, καὶ τῶν πλείστων κολοβά·
Ὁμοίως δὲ καὶ τὰ κατὰ τοὺς καρπούς, ὅτι τὰ μὲν ἔχει στάχυν, τὰ δὲ χεδροπὰ λοβόν, τὰ δὲ κεγχρώδη φόβην· ἡ δὲ καλαμώδης ἀπόχυσις φόβη. τὸ δ᾿ ὅλον ἐναγγειόσπερμα, τὰ δὲ ἐνυμενόσπερμα, τὰ δὲ γυμνόσπερμα· καὶ ἔτι τὰ μὲν ἀκρόκαρπα, τὰ δὲ πλαγιόκαρπα, καὶ ὅσα δὴ ἄλλα ταύτης ἔχεται τῆς θεωρίας.
Ὅλως δὲ πολυκαρπότερα καὶ πολυχούστερα τὰ χεδροπά, τούτων δ᾿ ἔτι μᾶλλον τὰ θερινὰ κέγχρος καὶ σήσαμον, αὐτῶν δὲ τῶν χεδρόπων μάλιστα φακός.
ἀπλῶς δὲ τὰ μικροσπερμότερα
μᾶλλον ὡς εἰπεῖν, ὥσπερ καὶ τῶν λαχανωδῶν
κύμινον ἀπάντων ὄντων πολυσπέρμων. ἰσχυρότερα
δὲ πρὸς μὲν τὸν χειμῶνα καὶ ὅλως τὰ
τοῦ ἀέρος τὰ σιτηρά, πρὸς δὲ τὴν τροφὴν τὰ
IV. Τὰ μὲν οὖν ὅλα γένη τοιαύτας ἔχει διαφοράς· τὰ δὲ ὁμογενῆ δῆλον ὅτι κατὰ τὴν τῶν μερῶν ἀνωμαλίαν, οἶον τῶν σιτωδῶν πυρὸς κριθῆς στενοφυλλότερον καὶ λειοκαυλότερον καὶ πυκνότερον καὶ γλισχρότερον ἔχει τὸν καυλὸν καὶ δυσθλαστότερον· ἄμα δὲ καὶ ὁ μὲν ἐν χιτῶσι πολλοῖς ἡ δὲ γυμνόν· μάλιστα γὰρ δὴ γυμνοσπέρματον ἡ κριθή. πολύλοπον δὲ καὶ ἡ τίφη καὶ ἡ ὀλύρα καὶ πάντα τὰ τοιαῦτα καὶ μάλιστα πάντων ὡς εἰπεῖν ὁ βρόμος. ἔστι δὲ καὶ ὑψηλότερος ὁ κάλαμος τοῦ πυροῦ ἡ τῆς κριθῆς, καὶ τὸν στάχυν ἀπηρτημένον ἔχει τοῦ φύλλου μᾶλλον ὁ πυρὸς.
Ἴδιον δὲ καὶ τὸ ἄχυρον τοῦ κριθίνου τὸ πύρινον· ἐγχυλότερον γὰρ καὶ μαλακώτερον. διαφέρει δὲ ἡ κριθὴ καὶ τουτῳ τῶν πυρῶν·
ἡ μὲν γὰρ στοιχειώδης, ὁ δὲ πυρὸς ἄστοιχος καὶ πανταχόθεν ὁμαλής τις.
Τῷ μὲν οὖν ὅλῳ γένει πρὸς γένος τοιαῦτἄί
τινές εἰσι διαφοραί. καθθ' ἑκάτερον δὲ τούτων
πάλιν, οἶον πυρῶν καὶ κριθῶν, πολλ γένη καὶ
τοῖς καρποῖς αὐτοῖς διαφέροντα καὶ τοῖς στάχυσι
καὶ ταῖς ἄλλαις μορφαῖς καὶ ἔτι ταῖς δυνάμεσι
Πολλὰ δὲ γένη καὶ τῶν πυρῶν ἐστιν εὐθὺς
ἀπὸ τῶν χωρῶν ἔχοντα τὰς ἐπωνυμίας, οἷον
Λιβυκοὶ Ποντικοὶ Θρᾷκες Ἀσσύριοι Αἰγύπτιοι
Σικελοί. διαφορὰς δὲ καὶ ταῖς χροιαῖς καὶ τοῖς
μεγέθεσι καὶ τοῖς εἴδεσι καὶ ταῖς ἰδιότησιν
ἔχουσι καὶ ἐν ταῖς δυνάμεσι ταῖς τε ἄλλαις καὶ
μάλιστα ταῖς πρὸς τὴν σίτησιν. τινὲς καὶ ἀπ᾿
Ὁμοίως δὲ καὶ εἴ τι παραπλήσιον τούτοις
ἢ τοῖς πρότερον εἰρημένοις κατὰ τὰς δυνάμεις.
αἱ γὰρ τοιαῦται φυσικώταται δόξαιεν ἂν εἶναι
τῶν διαφορῶν. ἐν αἷς καὶ τὸ τῶν τριμήνων καὶ
τὸ τῶν διμήνων καὶ εἴ τι γένος ἐν ἐλάττοσιν
ἡμέραις τελειοῦται, καθάπερ φασὶν εἶναι περὶ
τὴν Αἰνείαν, οἳ τετταράκοντα ἡμέραις ἀπὸ τῆς
σπορᾶς ἁδρύνονται καὶ τέλος ἴσχουσιν· εἶναι δ᾿
ἰσχυρὸν τοῦτον καὶ βαρὺν οὐχ ὥσπερ τὸν τρίμηνον
κοῦφον, δι᾿ ὃ καὶ τοῖς οἰκέταις παρέχειν,
καὶ γὰρ οὐδὲ πίτυρον ἔχειν πολύ. σπανιώτατος
μὲν οὖν καὶ τάχιστος εἰς τελείωσιν
κουφότατος μὲν οὖν ὡς ἁπλῶς εἰπεῖν
πυρὸς ὁ Ποντικός· βαρύτερος δὲ τῶν εἰς τὴν
Ἑλλάδα πσραγινομένων ὁ Σικελός· τούτου δ᾿
ἔτι βαρύτερος ὁ Βοιωτός· σημεῖον δὲ λέγουσιν ὅτι
οἱ μὲν ἀθληταὶ ἐν τῇ Βοιωτίᾳ τρί᾿ ἡμιχοίνικα
μόλις ἀναλίσκουσιν, Ἀθήναζε δὲ ὅταν ἔλθωσι
πένθ᾿ ἡμιχοίνικα ῥᾳδίως. κοῦφος δὲ καὶ ὁ ἐν
τῇ Λακωνικῇ. τούτων μὲν οὖν ἔν τε ταῖς χώραις
καὶ τῷ ἀέρι τὸ αἴτιον· ἐπεὶ καὶ περὶ τὴν
Ἀσίαν οὐ πόρρω Βάκτρων ἐν μέν τινι τόπῳ
οὕτως ἁδρὸν εἶναί φασι τὸν σῖτον ὥστε πυρῆνος
ἐλαίας μέγεθος λαμβάνειν, ἐν δὲ τοῖς Πισσάτοις
καλουμένοις οὕτως ἰσχυρὸν ὥστ᾿ εἰ τις πλεῖον
προσενέγκοιτο διαρρήγνυσθαι, καὶ τῶν Μακεδόνων
καὶ πολλοὺς τοῦτο παθεῖν. ἄτοπον δὲ
καὶ ἀνομολογούμενον πρὸς τὴν τῶν τριμήνων
κουφότητα τὸ περὶ τοὺς Ποντικοὺς συμβαῖνον·
εἰσὶ γὰρ οἱ μὲν σκληροὶ ἠρινοὶ οἱ δὲ μαλακοὶ
χειμερινοί· πολὺ γὰρ διαφέρει τῇ κουφότητι ὁ
μαλακός. ὁμοίως δὲ καὶ δύο ἀρότους ὡς ἔοικε
.
Εἰσὶ δὲ καὶ οἱ μὲν καθαροὶ αἰρῶν, ὥσπερ ὁ Ποντικὸς καὶ ὁ Αἰγύπτιος· καθαρὸς δὲ ἐπιεικῶς καὶ ὁ Σικελὸς καὶ μάλιστα ὁ Ἀκραγαντῖνος οὐκ αἰρώδης.
Ὁ δὲ Σικελὸς ἴδιον ἔχει τὸ μελάμπυρον καλούμενον, ὅ ἐστιν ἀβλαβὲς καὶ οὐχ ὥσπερ ἡ αἶρα βαρὺ καὶ κεφαλαλγές. ἀλλὰ τὰ μὲν τοιαῦτα, καθάπερ ἐλέχθη, ταῖς χώραις ἀναθετέον καὶ ὅσον ἐπιβάλλει τοῖς γένεσιν.
V. Ἐν δὲ τοῖς ὀσπρίοις οὐχ ὁμοίως ἐστὶ λαβεῖν τὰς τοιαύτας διαφοράς, εἴτ᾿ οὖν διὰ τὸ μὴ ἐξετάζειν ὁμοίως εἴτε καὶ διὰ τὸ μονοειδέστερα τυγχάνειν· ἔξω γὰρ ἐρεβίνθου καὶ φακοῦ καὶ ἐπ᾿ ὀλίγου κυάμου καὶ ὀρόβου, καθ᾿ ὅσον ἡ τῶν χρωμάτων καὶ τῶν χυλῶν διαφορά, τῶν γ᾿ ἄλλων οὐ ποιοῦσιν ἰδέας. οἱ δὲ ἐρέβινθοι καὶ τοῖς μεγέθεσι καὶ τοῖς χυλοῖς καὶ τοῖς χρώμασι καὶ ταῖς μορφαῖς διαφέρουσιν, οἷον κριοὶ ὀροβιαῖοι οἱ ἀνὰ μέσον. ἐπὶ πᾶσι δὲ τὰ λευκὰ γλυκύτερα· καὶ γὰρ ὁ ὄροβος καὶ φακὸς καὶ ἐρέβινθος καὶ κύαμος καὶ σήσαμον· ἔστι γὰρ καὶ σήσαμον λευκόν.
Ἀλλὰ μᾶλλον ἐν τοῖς τοιοῖσδε ποιεῖν ἐστι τὰς
διαφορὰς οἷον, ἐπεὶ πάντα ταῦτ᾿ ἔλλοβα, τὰ μὲν
Καὶ παραπλήσιαι δὲ ἴσως αἱ τοιαῦται καὶ ἃς ἐπὶ τῶν σιτηρῶν ἐλέγομεν περὶ τῶν σταχύων καὶ αὐτῶν τῶν καρπῶν· ἐπεὶ καὶ οἱ καλούμενοι λοβοὶ σχεδὸν ἀκόλουθοι τοῖς σπέρμασίν εἰσιν, οἱ μὲν ἐπιπλατεῖς, ὥσπερ οἱ τοῦ φακοῦ καὶ τῆς ἀφάκης, οἱ δὲ κυλινδρώδεις μᾶλλον, ὡς οἱ τοῦ ὀρόβου καὶ τοῦ πισου· τὰ γὰρ σπέρματα ἑκατέρων τοιαῦτα τοῖς σχήμασι· ἀλλὰ τὰς μὲν τοιαύτας διαφορὰς πολλὰς ἄν τις εὕροι καθ᾿ ἕκαστον, ὧν αἱ μὲν κοιναὶ πᾶσιν αἱ δὲ ἴδιαι κατὰ γένος.
Ὅτι δὲ πάντα προσπέφυκε τοῖς λοβοῖς καὶ
ἔχει καθάπερ ἀρχήν τινα, τὰ μὲν προέχουσαν.
ὥσπερ ὁ κύαμος καὶ ὁ ἐρέβινθος, τὰ δὲ καὶ
ἔγκοιλον, ὥσπερ θέρμος καὶ ἄλλ᾿ ἄττα, τὰ δὲ
οὕτω μὲν οὐ φανερὰν ἐλάττω δὲ κσὶ ὥσπερ ἀποσημαίνουσαν
μόνον, δῆλον μὲν ἀπὸ τῆς ὄψεως· ἐξ
ἧς καὶ ὅταν σπαρῇ βλαστάνει καὶ ῥιζοῦται,
καθάπερ ἐλέχθη, κατ᾿ ἀρχὰς δὲ καὶ αὐτὰ τρέφεται
προσηρτημένα τῷ λοβῷ, μέχρι οὗ ἂν
VI. Σπείρειν δὲ ξυμφέρει πάντα μάλιστα μὲν ἐν τοῖς ὡραίοις ἀρότοις· οὐ μὴν ἀλλὰ καὶ ἐν ξηρᾷ τινες καταβάλλουσι καὶ οὐχ ἥκιστα πυροὺς καὶ κριθὰς ὡς μάλιστα αὐταρκεῖν δυνάμενα, ὅπου μὴ ὄρνισιν ἢ ἄλλοις θηρίοις ἐπισινὴς ἡ χώρα. δοκεῖ γὰρ ὡς ἐπὶ πᾶν ὁ πρῶτος ἄροτος ἀμείνων εἶναι, χείριστος δὲ σπόρος ἐν ταῖς ἡμιβρόχοις· ἀπόλλυται γὰρ καὶ ἐκγαλακτοῦται τὰ σπέρματα, καὶ ἅμα ξυμβαίνει πόαν ἀναφύεσθαι πολλήν. μετὰ δὲ τὴν σπορὰν ὕδωρ ἐπιγίνεσθαι πᾶσι ξυμφέρει. πλὴν ὅσα δυσβλαστῆ γίνεται μᾶλλον, ὥσπερ ὅ τε κύαμος δοκεῖ καὶ τῶν θερινῶν σήσαμον καὶ κύμινον καὶ ἐρύσιμον.
Πυκνοσπορεῖν δὲ καὶ μανοσπορεῖν καὶ πρὸς τὰς
χώρας βλέποντα χρή· πλεῖον γὰρ ἡ πίειρα καὶ
ἀγαθὴ δύναται φέρειν τῆς ὑφάμμου τε καὶ λεπτῆς.
καίτοι λέγεταί τις λόγος ὡς ὁτὲ μὲν πλέον ὁτὲ δὲ
ἔλαττον ἡ αὐτὴ δέχεται χώρα· καὶ οἰωνίζονται
τὸ πλέον ὡς οὐκ ἀγαθόν, πεινῆν γὰρ εὐθύς φασι
τὴν γῆν· οὗτος μὲν οὖν ἴσως εὐηθέστερος λόγος.
εἰ δέ τις πρὸς τὰ σπέρματα θεωροίη καὶ μάλιστά
γε πρὸς αὐτοὺς τοὺς τόπους ἅμα τῷ ἐδάφει
καὶ τὴν θέσιν ἀναθεωρῶν τήν γε πρὸς τὰ πνεύματα
Ἀνὰ λόγον δὲ ἔχει καὶ ἡ κόπρισις τοῖς σπόροις πρὸς τὰς χώρας· νειὸς δ᾿ ἀμείνων ἡ χειμέριος τῆς ἐαρινῆς. ἐνιαχοῦ δὲ οὐ ξυμφέρειν βαθεῖαν ἀροτριᾶν, ὥσπερ καὶ ἐν Συρίᾳ, δι᾿ ὃ μικροῖς ἀρότροις χρῶνται. παρ᾿ ἄλλοις δὲ τὸ λίαν ἐξεργάζεσθαι βλάπτει, καθάπερ ἐν Σικελίᾳ, δι᾿ ὃ καὶ τῶν ξένων ὡς ἔοικε πολλοὶ διαμαρτάνουσι. πάντα μὲν οὖν πρὸς τὰς χώρας.
Διαιροῦσι δὲ καὶ τὰ σπέρματα ποίᾳ ποῖον πρόσφορον· ἐν γὰρ ταῖς χειμεριναῖς πυρὸν μᾶλλον ἢ κριθήν, καὶ ὅλως σῖτον ἢ χεδροπὰ κελεύουσιν ἐν ταῖς χέρσοις καὶ διὰ χρόνου κινουμέναις· καὶ γὰρ αὗται πυρὸν φέρουσι μᾶλλον ἢ κριθήν. δέχεται δὲ καὶ ἐπομβρίαν μᾶλλον πυρὸς τῆς κριθῆς, καὶ ἐν τοῖς ἀκόπροις φέρει μᾶλλον. ὡσαύτως δὲ καὶ αὐτῶν τῶν πυρῶν ποῖος τῇ ποίᾳ πρόσφορος, οἷον ἀγαθῇ καὶ πιείρᾳ καὶ ψαφαρᾷ καὶ λεπτῇ ταῖς ἄλλαις ὁμοίως.
Ὕδωρ δὲ ὅταν μὲν χλοηφορήσῃ καὶ κυήσῃ
πλεῖον ἅπασι ξυμφέρει· ἀνθοῦσι δὲ πυροῖς μὲν
καὶ κριθαῖς καὶ τοῖς σιτώδεσι βλαβερόν· ἀπόλλυσι
Ἐν Ἀἰγύπτῳ δὲ καὶ Βαβυλῶνι καὶ Βάκτροις. ὅπου μὴ ὕεται ἡ χώρα σπανίως, αἱ δρόσοι τὸ ὅλον ἐκτρέφουσιν. ἔτι καὶ οἱ περὶ Κυρήνην καὶ Εὐεσπερίδας τόποι. καιριώτατα δὲ πᾶσιν ὡς ἀπλῶς εἰπεῖν τὰ ἠρινά· δι᾿ ὃ καὶ ἡ Σικελία πολύσιτος· πολλὰ γὰρ τοῦ ἦρος καὶ μαλακὰ γίνεται, τοῦ δὲ χειμῶνος ὀλίγα. ζητεῖ δὲ ἡ μὲν. λεπτόγεως πολλὰ κατὰ μικρόν· ἡ δὲ πίειρα καὶ πλῆθος μὲν ἐνεγκεῖν δύναται καὶ ἀϋδρίαν— πρὸς δὲ τὴν χώρας ἀϋδρίαν πόντια πνεύματα καὶ αὖραι δοκοῦσι ξυμφ έρειν, ἄλλα δὲ παῤ ἄλλοις τοιαῦτα, καθάπερ καὶ πρότερον εἴρηται,— ὡς ἐπὶ τὸ πᾶν δὲ μᾶλλον αὐχμὸς ἡ ἐπομβρία ξυμφέρει τῷ σίτῳ·
οἱ γὰρ ὄμβροι καὶ ἄλλως ἐναντίοι καὶ πολλάκις
αὐτὰ τὰ σπέρματα διαφθείρουσιν, εἰ δὲ μὴ πλῆθός
VΙΙ. Τῶν μὲν οὖν ἄλλων σπερμάτων οὐδὲν εἰς ἄλλο πέφυκε μεταβάλλειν φθειρόμενον, πυρὸν δὲ καὶ κριθὴν εἰς αἶράν φασι καὶ μᾶλλον τὸν πυρόν, γίνεσθαι δὲ τοῦτ᾿ ἐν ταῖς ἐπομβρίαις καὶ μάλιστα ἐν τοῖς εὐύδροις καὶ ὀμβρώδεσι χωρίοις. ὅτι δ᾿ οὐκ ἔστιν ἠριιὸν ἡ αἶρα καθάπερ ἡ ἄλλη πόα, πειρῶνται γάρ τινες τοῦτο λέγειν, ἐκεθεν δῆλον· εὐθὺς γὰρ τοῦ χειμῶνος φανερὰ γίνεται πεφυκυῖα· καὶ διαφέρει πολλοῖς· ἔχει γὰρ τὸ φύλλον στενὸν καὶ δασὺ καὶ λιπαρόν, καὶ τούτων ἰδιώτατον τὸ λιπαρόν· ἡ γὰρ δασύτης καὶ τοῖς τοῦ αἰγίλωπος ὑπάρχει, ἀλλ᾿ ἐκφανὴς γίνεται ἐπὶ τοῖς τοῦ αἰγίλωπος τοῦ ἦρος. τοῦτο μὲν οὖν ἴδιον τούτων, καὶ ἔτι τοῦ λίνου· καὶ γὰρ ἐκ τούτου φασὶ γίνεσθαι τὴν αἶραν.
Τοῦ δὲ ἐρεβίνθου πρὸς τὰ ἄλλα χεδροπὰ τό τε
περὶ τὴν ἄνθησιν λεχθὲν καὶ τὸ τάχιστα τελειοκαρπεῖν
ἰσχυρότατον ὂν καὶ ξυλωδέστατον, καὶ
Tὰ δὲ ἐν τοῖς θερινοῖς ἀρότοις ὀλίγου δεῖ πάντα, φασὶ δὲ καὶ τὰ ναματιαῖα συμφέρειν μᾶλλον αὐτοῖς τῶν ἐκ διός, μέλινοι δὲ καὶ κέγχροι ἐλάττους ὕδατος· ἐὰν γὰρ ἔχωσι πλεῖον φυλλοβολοῦσιν. ἰσχυρότερον δὲ ὁ κέγχρος· οἱ δὲ μέλινοι γλυκύτεροι καὶ ἀσθενέστεροι. σήσαμον δὲ οὐδὲν ἐσθίει χλωρὸν οὐδὲ θέρμον. εἰ δὲ μηδ᾿ ἐρύσιμον μηδὲ ὅρμινον σκεπτέον· καὶ ταῦτα πικρά. ἔστι δὲ τὸ μὲν ἐρύσιμον ὅμοιον σησάμῳ καὶ λῖπος ἔχει· τὸ δὲ ὅρμινον κυμινῶδες μέλαν· σπείρεται δὲ ἅμα καὶ τὸ σήσαμον. περὶ μὲν οὖν τούτων σκεπτέον.
Ἐν δὲ ταῖς ἀγαθαῖς χώραις πρὸς τὸ μὴ φυλλομανεῖν
ἐπινέμουσι καὶ ἐπικείρουσι τὸν σῖτον,
Φύεται δὲ καὶ ἀπὸ ῥιζῶν πυρὸς καὶ κριθὴ
πολλαχοῦ τῷ ὑστέρῳ ἔτει· αὐτοετὴς δὲ καὶ ἀπὸ
τῶν εἰς κράστιν κειρομένων ἑτέρου καλάμου παραβλαστάνοντος.
ὡσαύτως δὲ κἂν ὑπὸ χειμῶνος
ἐκπαγῇ· παραβλαστάνει γὰρ ὑδάτων ἐπιγινομένων·
ὁ δὲ στάχυς ἀτελὴς καὶ μικρὸς ἀπὸ τῶν
τοιούτων. βλαστάνουσι δὲ τῷ ὑστέρῳ ἔτει καὶ
ἀπὸ τῶν καταπονουμένων καὶ συμπατουμένων,
ὥστε μηδὲν εἶναι δῆλον ὡς εἰπεῖν, οἶον ὅταν
Πρὸς αὔξησιν δὲ καὶ τροφὴν μέγιστα μὲν ἡ τοῦ ἀέρος κρᾶσις συμβάλλεται, καὶ ὅλως ἡ τοῦ ἔτους κατάστασις· εὐκαίρων γὰρ ὑδάτων καὶ εὐδιῶν καὶ χειμώνων γινομένων ἅπαντα εὔφορα καὶ πολύκαρπα, κἂν ἐν ἁλμώδεσι καὶ λεπτογείοις ᾖ· δι᾿ ὃ καὶ παροιμιαζόμενοι λέγουσιν οὐ κακῶς ὅτι “ ἔτος φέρει οὐχὶ ἄρουρα.”
Μέγα δὲ καὶ αἱ χῶραι διαφέρουσιν οὐ μόνον τῷ πίειραι καὶ λεπταὶ καὶ ἔπομβροι καὶ αὐχμώδεις ἀλλὰ καὶ τῷ ἀέρι τῷ περιέχοντι καὶ τοῖς πνεύμασιν· ἔνιαι γὰρ οὖσαι λεπταὶ καὶ φαῦλαι τελεσφοροῦσι διὰ τὸ πρὸς τὰ πνεύματα τὰ πόντια κεῖσθαι καλῶς.
ἄλλα δὲ ἄλλαις τοιαῦτα, καθάπερ πολλάκις εἴρηται· ταῖς μὲν γὰρ τὰ ζεφυρικὰ ταῖς δὲ τὰ βόρεια ταῖς δὲ τὰ νότια.
Συμβάλλεται δὲ καὶ οὐ μικρὰ ἡ ἐργασία καὶ
μάλισθ᾿ ἡ τοῦ σπόρου· κατεργασθεῖσα γὰρ
ῥᾳδίως ἐκφέρει. καὶ ἡ κόπρος δὲ μεγάλα βοηθεῖ
τῷ διαθερμαίνειν καὶ συμπέττειν· προτρέχει γὰρ
τὰ κοπριζόμενα τῶν ἀκόπρων καὶ εἴκοσιν ἡμέραις·
VIII. Τῶν δὲ σπερμάτων ἕκαστα καὶ πρὸς τὴν τῆς χώρας φύσιν ἁρμόττει, καὶ ὅλως γένη πρὸς γένος καὶ ἐν αὐτοῖς τοῖς ὁμογενέσιν, ἃ δὴ πειρῶνται διαιρεῖν. μεταβάλλει δὲ τὰ ξενικὰ τῶν σπερμάτων μάλιστα μὲν ἐν τρισὶν ἔτεσιν εἰς τὰ ἐπιχώρια. συμφέρει δὲ ἐκ τῶν ἀλεεινῶν εἰς τὰ μικρὸν ἦττον ἀλεεινὰ καὶ ἐκ τῶν ψυχεινῶν ἀνὰ λόγον ποιεῖσθαι τὴν μεταβολήν. τὰ δ᾿ ἐκ τῶν δυσχειμερινῶν ἐν τοῖς πρωίοις ὀψὲ ἀποχεῖται, ὥστ᾿ ἀπ᾿ αὐχμοῦ φθείρεται, ἐὰν μὴ ὄψιον ὕδωρ σώσῃ. διὰ τοῦτο καὶ εὐλαβητέον φασὶ τὸ μίσγειν τὰ ξενικὰ τοῖς ἐπιχωρίοις ἐὰν μὴ ἐξ ὁμοίας, ὅτι ἀσύμφωνα τῇ χώρᾳ κατὰ τὸν σπόρον καὶ κατὰ τὴν γένεσιν, ὥστε καὶ ἐργασίας ἑτέρας δεῖται· τάς τε τῆς γῆς διαφορὰς καὶ τὰς τῶν σπερμάτων δυνάμεις καὶ ἔτι τὰς ἑκάστων ὥρας.
Ὅταν δὲ εὐετηρία γένηται, καὶ πολυνοστότερα
τὰ σπέρματα γίνεται. Ἀθήνῃσι γοῦν αἱ κριθαὶ
Γένος δ᾿ ὅλον ἐξαλλάττειν εἰς ἕτερον οὐδὲν
ἄλλο πέφυκε πλὴν τίφη καὶ ζειά, καθάπερ εἴπομεν
ἐν τοῖς πρώτοις λόγοις, καὶ ἡ αἶρα δ᾿ ἐκ τῶν
πυρῶν καὶ κριθῶν διαφθειρομένων· ἢ εἰ μὴ τοῦτο
ἀλλὰ φιλεῖ γε μάλιστα ἐν τοῖς πυροῖς γίνεσθαι,
καθάπερ καὶ ὁ μελάμπυρος ὁ Ποντικὸς καὶ τὸ
τῶν βολβῶν σπέρμα, καὶ ἄλλα δὲ ἐν ἄλλοις τῶν
σπερμάτων· ἐπεὶ καὶ ὁ αἰγίλωψ δοκεῖ μᾶλλον ἐν
ταῖς κριθαῖς, ἐν δὲ τοῖς φακοῖς ἄρακος τὸ τραχὺ
καὶ σκληρόν, ἐν δὲ ταῖς ἀφάκαις ὁ πελεκῖνος
ὅμοιον τῇ ὄψει τῷ πελέκει· σχεδὸν δὲ καθ᾿
ἕκαστόν ἐστι τὸ συνεκτρεφόμενον καὶ συναναμιγνύμενον
ἔνια δὲ καὶ φανερῶς ἐστι κοινὰ πλειόνων, ἀλλὰ διὰ τὸ μάλιστα ἔν τισιν εὐθενεῖν ἴδια τούτων φαίνεται, καθάπερ ἡ ὀροβάγχη τῶν ὀρόβων καὶ ἡ ἀπαρίνη τῶν φακῶν· ἀλλὰ ἡ μὲν μάλιστα ἐπικρατεῖ τῶν ὀρόβων διὰ τὴν ἀσθένειαν· ἡ δὲ ἀπαρίνη μάλιστα ἐν τοῖς φακοῖς εὐτροφεῖ· τρόπον δέ τινα καὶ παραπλήσιόν ἐστι τῇ ὀροβάγχῃ ἐπιβάλλειν καὶ κατέχειν ὅλον ὥσπερ πλεκτάναις· ἀποπνίγει γὰρ οὕτως, ὅθεν καὶ τοὔνομα εἴληφε.
Τὸ δ᾿ ὑποφυόμενον εὐθὺς ἐκ τῆς ῥίζης τῷ
κυμίνῳ καὶ τῷ βουκέρῳ τὸ αἱμόδωρον καλούμενον
μᾶλλον ἰδίᾳ. ἔστι δὲ τὸ αἱμόδωρον μονόκαυλον
οὐκ ἀπεμφερές τῷ καυλῷ, πλὴν βραχύτερόν τε
πολύ, καὶ ἄνωθέν τι κεφαλῶδες ἔχει ῥίζαν δὲ
ὑποστρόγγυλον· οὐθὲν δὲ ἕτερον ἀφαυαίνεται
παρὰ τὸ βούκερας. γίνεται δὲ ταῦτα ἐν ταῖς
λεπταῖς οὐκ ἐν ταῖς πιείραις, ὥσπερ καὶ τῆς
Εὐβοίας ἐν τῷ Ληλάντῳ μὲν οὐ γίνεται περὶ δὲ
τὸν Κάνηθον καὶ εἴ τις ἄλλος τοιοῦτος τόπος.
Τὸ δὲ τέραμον καὶ ἀτέραμον λέγεται μὲν ἐπὶ τῶν ὀσπρίων μόνον, οὐκ ἄλογον δὲ καὶ ἐπὶ τῶν σιτωδῶν παραπλήσιον ἢ καὶ ταὐτό τι συμβαίνειν, ἀλλὰ διὰ τὸ μὴ τὴν αὐτὴν εἶναι χρείαν οὐχ ὁμοίως ἐμφανές· ἐπεὶ οὐδ᾿ ἐπὶ τούτων ἀπάντων ὁμοίως ἀλλὰ μάλιστα ἐπὶ τῶν κυάμων λέγεται καὶ φακῶν, εἴτ᾿ οὖν καὶ μάλιστα πασχόντων εἴτε καὶ διὰ τὴν χρείαν φαινομένων. γίνεται γοῦν πλεοναχῶς· πολλαχοῦ γὰρ τόποι τινές εἰσιν οἳ αἰεὶ φέρουσι τεράμονα καὶ ἄλλλοι πάλιν ἀτεράμονα· τὸ δὲ ὡς ἐπὶ πᾶν οἱ λεπτόγεω μᾶλλον τεράμονα·
καὶ ἀέρος κατάστασίς τις ποιεῖ τὴν
τοιαύτην παραλλαγήν· σημεῖον δὲ ὅτι ταὐτὰ
χωρία καὶ ὁμοίως ἐργασθέντα φέρει ποτὲ μὲν
τεράμονα
IX. Καρπίζεται τὴν γῆν μάλιστα πυρὸς εἶτα κριθή, δι᾿ ὃ καὶ ὁ μὲν ἀγαθὴν ζητεῖ χώραν ἡ δὲ κριθὴ δύναται καὶ ἐν ταῖς ψαφαρωτέραις ἐκφέρειν· τῶν δὲ χεδροπῶν μάλιστα ἐρέβινθος καίπερ ἐλάχιστον χρόνον ἐν τῇ γῇ μένων, ὁ δὲ κύαμος, ὥσπερ ἐλέχθη, καὶ ἄλλως οὐ βαρὺ καὶ ἔτι κοπρίζειν δοκεῖ τὴν γῆν διὰ μανότητα καὶ εὐσηψίαν· δι᾿ ὃ καὶ οἱ περὶ Μακεδονίαν καὶ Θετταλίαν ὅταν ἀνθῶσιν ἀνατρέπουσι τὰς ἀρούρας.
Τῶν δὲ ὁμοιοπύρων καὶ ὁμοιοκρίθων, οἷον ζειᾶς
τίφης ὀλύρας βρόμου αἰγίλωπος, ἰσχυρότατον
καὶ μάλιστα καρπιζόμενον ἡ ζειά· καὶ γὰρ
πολύρριζον καὶ βαθύρριζον καὶ πολυκάλαμον· ὁ
δὲ καρπὸς κουφότατος καὶ προσφιλὴς πᾶσι τοῖς
ζώοις. τῶν δὲ ἄλλων ὁ βρόμος· πολύρριζος γὰρ
καὶ οὗτος καὶ πολυκάλαμος. ἡ δὲ ὀλύρα μαλακώτερον
καὶ ἀσθενέστερον τούτων. ἡ δὲ τίφη
πάντων κουφότατον· καὶ γὰρ καὶ μονοκάλαμον
Ἐπικαρπίζεται δὲ σφόδρα καὶ ὁ αἰγίλωψ τὴν γῆν, καί ἐστι πολύρριζον καὶ πολυκάλαμον· ἡ δὲ αἶρα παντελῶς ἀπηγριωμένον. τῶν δὲ ἐν τοῖς θερινοῖς ἀρότοις τὸ σήσαμον δοκεῖ χαλεπώτατον εἶναι τῇ γῇ καὶ μάλιστα καρπίζεσθαι· καίτοι πολυκαλαμώτερον καὶ παχυκαλαμώτερον καὶ πολυρριζότερον κέγχρος. διαφέρει δὲ τά τε πρὸς τὴν γῆν κοῦφα καὶ τὰ πρὸς τὴν ἡμετέραν τροφήν. ἔνια γὰρ ἐναντίως, ὥσπερ τὰ χεδροπὰ καὶ οἱ κέγχροι· καὶ τὰ πρὸς ἡμᾶς δέ, ὥσπερ ἐλέχθη, καὶ τἆλλα ζῶα. καὶ περὶ μὲν τούτων ἅλις.
Χ. Νοσήματα δὲ τῶν σπερμάτων τὰ μὲν κοινὰ
πάντων ἐστίν, οἷον ἡ ἐρυσίβη, τὰ δ᾿ ἴδιά τινων,
οἷον ὁ σφακελισμὸς τοῦ ἐρεβίνθου, καὶ τὸ ὑπὸ
καμπῶν κατεσθίεσθαι καὶ ὑπὸ ψυλλῶν, τινὰ δὲ
καὶ ὑπ᾿ ἄλλων θηριδίων. ἔνια δὲ καὶ ψωριᾷ καὶ
ἁλμᾷ, καθάπερ καὶ τὸ κύμινον. τὰ δ᾿ ἐπιγινόμενα
ζῶα μὴ ἐξ αὐτῶν ἀλλ᾿ ἐκ τῶν ἔξωθεν οὐχ
ὁμοίως βλάπτει. ἐπιγίνεται γὰρ ἡ μὲν κανθαρὶς
Ἐρυσιβᾷ δ᾿ ὡς ἁπλῶς εἰπεῖν τὰ σιτώδη μᾶλλον τῶν ὀσπρίων· αὐτῶν δὲ τούτων κριθὴ μᾶλλον ἢ πυρός· καὶ τῶν κριθῶν ἕτεραι ἑτέρων, μάλιστα δ᾿ ὡς εἰπεῖν ἡ Ἀχιλληΐς. διαφέρει δὲ καὶ ἡ τῶν χωρίων θέσις καὶ ἡ φύσις οὐ μικρόν· τὰ γὰρ προσήνεμα καὶ μετέωρα οὐκ ἐρυσιβᾷ ἢ ἧττον, ἀλλὰ τὰ ἔγκοιλα καὶ ἄπνοα· γίνεται δὲ ἡ ἐρυσίβη πανσελήνοις μάλιστα.
ἀπόλλυται δὲ καὶ ὑπὸ τῶν πνευμάτων καὶ πυρὸς καὶ κριθή, ὅταν ἢ ἀνθοῦντα ληφθῇ ἢ ἄρτι ἀπηνθηκότα καὶ ἀσθενῆ· μᾶλλον δὲ κριθή, πολλάκις δ᾿ ἤδη ἐν τῷ ἁδρύνεσθαι οὖσα, ἐὰν μεγάλα καὶ πλείω χρόνον ἐπιγένηται· ξηραίνει γὰρ καὶ ἀφαυαίνει, ὃ καλοῦσί τινες ἐξανεμοῦσθαι. διαπόλλυσι δὲ καὶ ἥλιος ὁ ἐκνέφελος ἄμφω καὶ μᾶλλον πυρὸν ἢ κριθήν, ὥστε μηδ᾿ ἐπίδηλον εἶναι τὸν στάχυν τῇ ὄψει ὄντα κενόν.
Τὴν δὲ πυρὸν ἀπολλύουσι καὶ οἱ σκώληκες οἱ
μὲν εὐθὺς κατεσθίοντες φυόμενοι τὰς ῥίζας, οἱ δὲ
ὅταν αὐχμῶντες ἀποχυθῆναι μὴ δύνωνται· τότε
γὰρ ἐγγινόμενος ὁ σκώληξ ἐσθίει τὸν ἀποπηνιζόμενον
κάλαμον· ἐσθίει δὲ ἄχρι τοῦ στάχυος, εἶτ᾿
Σκώληκες δὲ γίνονται καὶ ἐν τοῖς ὤχροις καὶ τοῖς λαθύροις καὶ τοῖς πισοῖς, ὅταν ὑγρανθῶσι καὶ θερμημερίαι γένωνται, καθάπερ καὶ ἐν τοῖς ἐρεβίνθοις αἱ κάμπαι. πάντα δὲ ἐξαναλώσαντα τὰς τροφὰς ἀπόλλυται καὶ ἐν τοῖς χλωροῖς καὶ ἐν τοῖς ξηροῖς καρποῖς, οἷον οἵ τε ἶπες καὶ οἱ ἐν τοῖς κυάμοις ἐγγινόμενοι καὶ ἐν τοῖς ἄλλοις, ὥσπερ καὶ ἐν τοῖς δένδρεσι καὶ ἐν τοῖς ξύλοις ἐλέχθη, πλὴν τῶν κεραστῶν καλουμένων. πρὸς ἅπαντα δὴ ταῦτα μεγάλα διαφέρουσιν αἱ χῶραι οὐκ ἀλόγως· ὁ γὰρ ἀὴρ εὐθὺς διάφορος τῷ θερμὸς ἢ ψυχρὸς εἶναι ἢ ὑγρὸς ἢ ξηρός· οὗτος δ᾿ ἦν ὁ γονεύων· δι᾿ ὃ καὶ ἐν οἷς εἰώθασι γίνεσθαι οὐκ ἀεὶ γίνονται.
XI. Τῶν δὲ σπερμάτων οὐχ ἡ αὐτὴ δύναμίς
ἐστιν εἴς τε τὴν βλάστησιν καὶ εἰς θησαυρισμόν.
Γίνεται δὴ φθειρομένοις σπέρμασι ἴδια ζῶα, καθάπερ ἐλέχθη, πλὴν ἐρεβίνθου· μόνος γὰρ οὗτος οὐ ζωογονεῖ. καὶ σηπομένοις μὲν πᾶσι σκώληξ κοπτομένοις δὲ καθ᾿ ἕκαστον ἴδιον. πάντων δὲ μάλιστα διαμένουσιν ἐρέβινθος καὶ ὄροβος, τούτων δ᾿ ἔτι μᾶλλον ὁ θέρμος· ἀλλ᾿ ἔοικέ γ᾿ οὗτος ὥσπερ ἀγρίῳ.
Διαφέρει δὲ ὡς ἔοικε χώρα χώρας καὶ ἀὴρ
ἀέρος εἰς τὸ κόπτεσθαι καὶ μὴ τὰ σπέρματα· ἐν
Ἀπολλωνίᾳ γοῦν τῇ περὶ τὸν Ἰόνιον οὐκ ἐσθίεσθαί
φασιν ὅλως κύαμον, δι᾿ ὃ καὶ εἰς θησαυρισμὸν
ἀποτίθεσθαι· διαμένει δὲ καὶ περὶ Κυζικὸν
ἐπὶ πλείω. μέγα δὲ πρὸς διαμονὴν καὶ τὸ ξηρὰ
θερίζειν· ἐλάττων γὰρ ἡ ὑγρότης· θερίζουσι δ᾿
ἐγχυλότερα τὰ μὲν χεδροπὰ πρὸς τὸ μᾶλλον καὶ
ῥᾷον συλλέξαι, ταχὺ γὰρ καταρρεῖ καὶ αὐανθέντα
Δἰ ὃ καὶ εἰς θώμους συντιθέασι καὶ πυροὺς καὶ κριθάς, καὶ δοκοῦσιν ἁδρύνεσθαι ἐν θώμῳ μᾶλλον ἢ λιποσαρκεῖν. οὐκ ἐσθίεται δὲ σῖτος, ὅταν ὑσθεὶς θερισθῇ· ἀθέριστος δὲ μάλιστα διαμένει ὁ πυρός, ἔτι δὲ μᾶλλον ὁ θέρμος· οὐδὲ γὰρ θερίζουσι τοῦτον πρότερον ἢ ὕδωρ γενέσθαι, διὰ τὸ ἐκπηδᾶν θεριζόμενον καὶ ἀπόλλυσθαι τὸ σπέρμα.
Πρὸς ἔκφυσιν δὲ καὶ τὴν ὅλην σπορὰν ἄριστα δοκεῖ τὰ ἑνάενα· τὰ δὲ δίενα χείρω καὶ τὰ τρίενα, τὰ δ᾿ ὑπερτείνοντα σχεδὸν ἄγονα, πρὸς δὲ τὴν σίτησιν ἀρκοῦντα. βίος γάρ ἐστιν ἑκάστοις ὡρισμένος εἰς γονήν. καίτοι καὶ ταύταις παραλλάττει ταῖς δυνάμεσι διὰ τοὺς τόπους ἐν οἷς ἂν θησαυρίζωνται. τῆς γοῦν Καππαδοκίας ἐν χωρίῳ τινὶ τῷ καλουμένῳ Πέτρᾳ καὶ τετταράκοντα ἔτη διαμένειν φασὶ γόνιμα καὶ χρήσιμα πρὸς σπόρον, εἰς δὲ τὴν σίτησιν ἑξήκοντα ἢ ἑβδομήκοντα· τὸ γὰρ ὅλον οὐ κόπτεσθαι· τὰ δὲ ἱμάτια καὶ τὴν ἄλλην γάζαν κόπτεσθαι.
τὸ γὰρ χώριον ἄλλως τε
ὑψηλὸν εἶναι καὶ εὔπνουν καὶ ἔναυρον αἰεὶ καὶ
ἀπ᾿ ἀνατολῆς ἔχουσι καὶ δύσεως καὶ μεσημβρίας.
Δοκεῖ δὲ καὶ γῆ τις εἶναι παρά τισιν ἣ διαπαττομένη συντηρεῖ τὸν πυρόν, ὥσπερ ἥ τε ἐν Ὀλόνθῳ καὶ ἐν Κηρίνθῳ τῆς Εὐβοίας· ποιεῖ δὲ χείρω μὲν εἰς τὴν σίτησιν ἁδρότερον δὲ τῇ προσόψει· παραπάττουσι δὲ χοίνικα εἰς τὸν μέδιμνον.
Πυρωθέντα πάντα τὰ σπέρματα ἀπόλλυται
καὶ ἀβλαστῆ γίνεται· καίτοι περί γε Βαβυλῶνά
φασι τὰς κριθὰς καὶ τοὺς πυροὺς ἐπὶ τῆς ἅλω
πηδᾶν, ὥσπερ τὰ φρυγόμενα· ἀλλὰ δῆλον ὅτι
διαφορά τίς ἐστι τῆς θερμότητος, ἢ ἁπλῶς πως
θερμασίᾳ γίνεται καὶ ἡ πήδησις. καὶ τὰ μὲν
τοιαῦτα σχεδὸν ὡσπερεὶ κοινὰ δόξειεν ἂν εἶναι
πάντων ἢ τῶν πλείστων.
Ἔνια δὲ ἔχει τινὰ ἰδιότητα καὶ τῶν δοκούντων ὥσπερ ἀγρίων εἶναι καὶ κατὰ τὴν γένεσιν καὶ τὴν ἔκφυσιν, ὥσπερ ὁ θέρμος καὶ ὁ αἰγίλωψ· ὁ μὲν γὰρ θέρμος καίπερ ἰσχυρότατος ὢν ὅμως, ἐὰν μὴ εὐθὺς ἀπὸ τῆς ἅλω καταβληθῇ, κακοφυὴς γίνεται. καθάπερ ἐλέχθη, καὶ τὸ ὅλον δὲ οὐκ ἐθέλει κρύπτεσθαι τῇ γῇ, δι᾿ καὶ οὐχ ὑπαροῦντες σπείρουσι· πολλάκις δὲ κὰν εἰς ὕλην ἢ βοτάνην τινὰ πέσῃ, διωσάμενος ταύτην συνάπτει τὴν ῥίζαν τῇ γῇ καὶ βλαστάνει. χώραν δὲ ὕφαμμον ζητεῖ καὶ φαύλην μᾶλλον, τὸ δὲ ὅλον οὐκ ἐθέλει φύεσθαι ἐν διειργασμένῃ.
Ὁ δὲ αἰγίλωψ ἀνάπαλιν· ἐν γὰρ τῇ γεωργουμένῃ κάλλιον· καὶ ἐνιαχοῦ δὲ πρότερον ἀβλαστὴς ὢν ἐὰν γεωργηθῇ βλαστάνει καὶ γίνεται πολύς, καὶ ὅλως δὲ φιλεῖ χώραν ἀγαθήν. ἴδιον δὲ αὐτοῦ λέγεται πρὸς τὰ ἄλλα τὰ σιτώδη σπέρματα καὶ ἡ παῤ ἐνιαυτὸν βλάστησις ἑκατέρου τῶν σπερμάτων. δι᾿ καὶ οἱ βουλόμενοι τελέως φθεῖραι, δύσφθαρτον γὰρ δὴ φύσει τυγχάνει, τὰς ἀρούρας ἀνιᾶσιν ἀσπόρους ἐπὶ δύο ἔτη, καὶ ὅταν ἀναβλαστήσῃ τὰ πρόβατα ἐπαφιᾶσι πολλάκις, ἕως ἂν ἐκνεμηθῶσι, καὶ αὕτη γίνεται φθορὰ παντελής· ἅμα δὲ τοῦτο μαρτυρεῖ καὶ τὴν παρὰ μέρος βλάστησιν.
Ι. Ἡ ὑγρότης οἰκεία τῶν φυτῶν, ἣν δὴ καλοῦσί τινες ὀπὸν ὀνόματι κοινῷ προσαγορεύοντες· δύναμιν δὲ ἔχει δῆλον ὅτι τὴν καθ᾿ αὑτὴν ἑκάστη. χυμὸς δὲ ταῖς μὲν μᾶλλον ταῖς δ᾿ ἧττον ἀκολουθεῖ, ταῖς δ᾿ ὅλως οὐκ ἂν δόξειεν, οὕτως ἀσθενὴς καὶ ὑδαρής τίς ἐστι. πλείστη μὲν οὖν ὑπάρχει πᾶσι κατὰ τὴν βλάστησιν, ἰσχυροτάτη δὲ καὶ μάλιστα ἐκφαίνουσα τὴν ἑαυτῆς φύσιν ὅταν ἤδη παύσηται καὶ βλαστάνοντα καὶ καρπογονοῦντα. συμβαίνει δέ τισι τῶν φυτῶν καὶ χρόας ἰδίας ἔχειν· τοῖς μὲν λευκὰς οἷον τοῖς ὀπώδεσι, τοῖς δ᾿ αἱματώδεις οἷον τῷ κενταυρίῳ καὶ τῇ ἀτρακτυλίδι καλουμένῃ ἀκάνθῃ, τοῖς δὲ χλωρόν, τοῖς δ᾿ ἐν ἄλλῃ χρόᾳ. ἔνδηλα δὲ μᾶλλον ταῦτα ἐν τοῖς ἐπετείοις καὶ τοῖς ἐπετειοκαύλοις ἢ τοῖς δένδροις.
Ἡ δ᾿ ὑγρότης τῶν μὲν πάχος ἔχει μόνον, ὥσπερ
τῶν ὀπωδῶν· τῶν δὲ καὶ δακρυώδης γίνεται, καθάπερ
ἐλάτης πεύκης τερεβίνθου πίτυος ἀμυγδαλῆς
κεράσου προύμνης ἀρκεύθου κέδρου τῆς ἀκάνθης
τῆς Αἰγυπτίας πτελέας, καὶ γὰρ αὕτη φέρει κόμμι
Ἅπαντα δὲ ταῦτα εὔοσμα καὶ σχεδὸν ὅσα πιότητά τινα ἔχει καὶ λῖπος· ὅσα δ᾿ ἀλιπῆ ταῦτα δ᾿ ἄοσμα, καθάπερ τὸ κόμμι καὶ τὸ τῆς ἀμυγδαλῆς. ἔχει δὲ δάκρυον καὶ ἡ ἰξία ἡ ἐν Κρήτῃ καὶ ἡ τραγάκανθα καλουμένη· ταύτην δὲ πρότερον ᾤοντο μόνον ἐν Κρήτῃ φύεσθαι, νῦν δὲ φανερὰ καὶ ἐν Ἀχαΐδι τῆς Πελοποννήσου καὶ ἄλλοθι καὶ τῆς Ἀσίας περὶ τὴν Μήδειαν. καὶ τούτων μὲν πάντων ἔν τε τοῖς καυλοῖς καὶ τοῖς στελέχεσι καὶ τοῖς ἀκρεμόσι τὸ δάκρυον· ἐνίων δ᾿ ἐν ταῖς ῥίζαις, ὥσπερ τοῦ ἱπποσελίνου καὶ τῆς σκαμμωνίας καὶ ἄλλων πολλῶν φαρμακωδῶν. τῶν δὲ καὶ ἐν τῷ καυλῷ καὶ ἐν τῇ ῥίζῃ· καὶ γὰρ τὸν καυλὸν ὀπίζουσιν ἐνίων καὶ τὰς ῥίζας, ὥσπερ καὶ τοῦ σιλφίου.
Τὸ μὲν οὖν τοῦ ἱπποσελίνου παρόμοιον τῇ
σμύρνῃ· καί τινες ἀκούσαντες ὡς ἐντεῦθεν ἡ
σμύρνα ἡγοῦνται βλαστάνειν ἐξ αὐτῆς ἱπποσέλίνον·
Πάντων δὲ τῶν εἰρημένων τὰ μὲν αὐτομάτως συνίσταται, τὰ δ᾿ ἀπ᾿ ἐντομῆς, τὰ δ᾿ ἀμφοτέρωθεν· τέμνουσι δὲ δῆλον ὅτι τὰ χρήσιμα καὶ τὰ μᾶλλον ἐπιζητούμενα. τοῦ δ᾿ ἀπὸ τῆς ἀμυγδαλῆς οὐδεμία χρεία δακρύου, δι᾿ ὃ κοὐκ ἀφελκοῦσι. πλὴν ἐκεῖνό γε φανερὸν ὅτι ὧν αὐτόματος ἡ πῆξις τούτων πλείων ἡ ἐπιρροὴ τῆς ὑγρότητος.
οὐ τὴν αὐτὴν δ᾿ ὥραν ἁπάντων αἱ ἐντομαὶ καὶ ἡ πῆξις, ἀλλὰ τὸ μὲν τῆς ἀμπέλου μάλιστα συνίστασθαί φασιν ἐὰν μικρὸν πρὸ τῆς βλαστήσεως τμηθῇ, τοῦ δὲ μετοπώρου καὶ ἀρχομένου τοῦ χειμῶνος ἧττον· καίτοι πρός γε καρποτοκίαν αἱ ὡραιόταται ταῖς γε πλείσταις αὗται. τῆς δὲ τερμίνθου καὶ τῆς πεύκης καὶ εἰ ἔκ τινων ἄλλων ῥητίνη γίνεται μετὰ τὴν βλάστησιν· τὸ δ᾿ ὅλον οὐκ ἐπέτειος ἡ τούτων, ἀλλ᾿ εἰς πλείω χρόνον ἡ ἐντομή. τὸν δὲ λιβανωτὸν καὶ τὴν σμύρναν ὑπὸ Κύνα φασὶ καὶ ταῖς θερμοτάταις ἡμέραις ἐντέμνειν· ὡσαύτως δὲ καὶ τὸ ἐν Συρίᾳ βάλσαμον.
Ἀκριβεστέρα δὲ καὶ ἐλάττων ἡ καὶ τούτων
II. Ἡ δὲ ῥητίνη γίνεται τόνδε τὸν τρόπον· ἐν μὲν τῇ πεύκῃ ὅταν ἀφελκωθείσης ἡ δᾷς ἐξαιρεθῇ, συρρεῖ γὰρ εἰς τὸ ἕλκωμα τοῦτο πλείων ἡ ὑγρότης, ἐν δὲ τῇ ἐλάτῃ καὶ τῇ πίτυϊ ὅταν γευσάμενοι τῶν ξύλων ἀφελκώσωσιν· οὐ γὰρ πᾶς ἀφορισμὸς ὁμοίως· ἀφελκοῦσι γὰρ καὶ τὰς τερμίνθους ἐν ἀμφοῖν καὶ ἐν τῷ στελέχει καὶ ἐν τοῖς ἀκρεμόσιν· αἰεὶ δὲ πλείων καὶ βελτίων ἡ εἰς τὸ στέλεχος συρρέουσα τῆς εἰς τοὺς ἀκρεμόνας.
Διαφέρουσι δὲ καὶ κατὰ τὰ δένδρα. βελτίστη
μὲν γὰρ ἡ τερμινθίνη· καὶ γὰρ συνεστηκυῖα καὶ
εὐωδεστάτη καὶ κουφοτάτη τῇ ὀσμῇ ἀλλ᾿ ὀλίγη.
δευτέρα δὲ ἡ ἐλατίνη καὶ πιτυίνη, κουφότεραι
γὰρ τῆς πευκίνης. πλείστη δὲ ἡ πευκίνη καὶ
Ἔνιοι δέ φασι καὶ τὴν πίτυν καὶ τὴν κέδρον δὲ τὴν Φοινικικήν· ἀλλὰ ταῦτα μὲν ὡς ἐνδεχόμενα ληπτέον διὰ τὸ σπάνιον· ἐπεὶ οἱ γε περὶ Μακεδονίαν οὐδὲ τὴν πεύκην πιττοκαυτοῦσιν ἀλλ᾿ ἢ τὴν ἄρρενα· καλοῦσι γὰρ ἄρρενα τὴν μὴ καρποφόρον. τῆς δὲ θηλείας ἐάν τινα τῶν ῥιζῶν λάβωσιν· ἅπασα γὰρ ἔνδᾳδος πεύκη ταῖς ῥίζαις. καλλίστη δὲ πίττα γίνεται καὶ καθαρωτάτη ἡ ἐκ τῶν σφόδρα προσείλων καὶ προσβόρρων, ἐκ δὲ τῶν παλισκίων βλοσυρωτέρα καὶ βορβορώδης· ἐν γὰρ τοῖς σφόδρα παλισκίοις οὐδὲ φύεται πεύκη τὸ παράπαν.
Ἔστι δὲ καὶ ἀφορία τις καὶ εὐφορία καὶ πλήθους καὶ καλλονῆς· ὅταν μὲν γὰρ χειμὼν μέτριος γίνηται, πολλὴ γίνεται καὶ καλὴ καὶ τῷ χρώματι λευκοτέρα, ὅταν δὲ ἰσχυρός, ὀλίγη καὶ μοχθηροτέρα. καὶ ταῦτά γέ ἐστι τὰ ὁρίζοντα πλῆθος καὶ καλλονὴν πίττης, οὐχ ἡ πολυκαρπία τῶν πευκῶν.
Οἱ δὲ περὶ τὴν Ἴδην φασί, διαιροῦντες τὰς πεύκας καὶ τὴν μὲν καλοῦντες Ἰδαίαν τὴν δὲ παραλίαν, τὴν ἐκ τῆς Ἰδαίας πλείω καὶ μελαντέραν γίνεσθαι καὶ γλυκυτέραν καὶ τὸ ὅλον εὐωδεστέραν ὠμήν, ἑψηθεῖσαν δὲ ἐλάττω ἐκβαίνειν· πλείω γὰρ ἔχειν τὸν ὀρρόν, δι᾿ ὃ καὶ λεπτοτέραν εἶναι. τὴν δὲ τῆς παραλίας ξανθοτέραν καὶ παχυτέραν ὠμήν, ὥστε καὶ τὴν ἄφεψιν ἐλάττω γίνεσθαι, δᾳδωδεστέραν δὲ τὴν Ἰδαίαν. ὡς δὲ ἁπλῶς εἰπεῖν ἐκ τῆς ἴσης δᾳδὸς πλείω καὶ ὑδαρεστέραν ἐν ταῖς ἐπομβρίαις γίνεσθαι ἢ ἐν τοῖς αὐχμοῖς, καὶ ἐκ τῶν χειμερινῶν καὶ παλισκίων τόπων ἢ ἐκ τῶν εὐείλων καὶ εὐδιεινῶν. ταῦτα μὲν οὖν οὕτως ἑκάτεροι λέγουσιν.
Ἀναπληροῦσθαι δὲ συμβαίνει τὰ κοιλώματα
πρὸς τὸ πάλιν ἐξαιρεῖν τῶν μὲν ἀγαθῶν πευκῶν
ἐνιαυτῷ, τῶν δὲ μετριωτέρων ἐν δυσὶν ἔτεσι, τῶν
δὲ μοχθηρῶν ἐν τρισίν. ἡ δὲ ἀναπλήρωσις οὐ
τοῦ ξύλου καὶ τῆς συμφύσεως ἀλλὰ τῆς πίττης
ἐστίν· ἐπεὶ τὸ ξύλον ἀδύνατον συμφῦναι καὶ ἓν
γενέσθαι πάλιν, ἀλλ᾿ ἡ ἐργασία διὰ τοσούτου
χρόνου γίνεται τῆς πίττης· ἀναγκαῖον δὲ δῆλον,
ὅτι καὶ τῷ ξύλῳ γίνεσθαί τινα πρόσφυσιν, εἴπερ
Οἱ δὲ περὶ τὴν Ἴδην φασίν, ὅταν λεπίσωσι τὸ στέλεχος,— λεπίζουσι δὲ τὸ πρὸς ἥλιον μέρος ἐπὶ δύο ἢ τρεῖς πήχεις ἀπὸ τῆς γῆς— ἐνταῦθα τῆς ἐπιρροῆς γινομένης ἐνδᾳδοῦσθαι ἐνιαυτῷ μάλιστα, τοῦτο δ᾿ ὅταν ἐκπελεκήσωσιν ἐν ἑτέρῳ πάλιν ἐνδᾳδοῦσθαι καὶ τὸ τρίτον ὡσαύτως, μετὰ δὲ ταῦτα διὰ τὴν ὑποτομὴν ἐκπίπτειν τὸ δένδρον ὑπὸ τῶν πνευμάτων σαπέν· τότε δ᾿ ἐξαιρεῖν αὐτοῦ τὴν καρδίαν, τοῦτο γὰρ μάλιστα δᾳδῶδες, ἐξαιρεῖν δὲ ἐκ τῶν ῥιζῶν· καὶ γὰρ ταύτας, ὥσπερ εἴπομεν, ἐνδᾴδους πασῶν.
Εἰκὸς δὲ δῆλον ὅτι τὰς μὲν ἀγαθάς, ὥσπερ ἐλέχθη, συνεχῶς τοῦτο δρᾶν τὰς δὲ χείρονας διὰ πλείονος χρόνου· καὶ ταμιευομένων μὲν πλείω χρόνον ἀντέχειν, ἐὰν δὲ πᾶσαν ἐξαιρῶσιν ἐλάττω· δύναται δ᾿ ὡς ἔοικε τρεῖς μάλιστα τοιαύτας ἐξαιρέσεις ὑπομένειν. οὐχ ἅμα δὲ καρποφοροῦσιν αἱ πεῦκαι καὶ δᾳδοφοροῦσι· καρποφοροῦσι μὲν γὰρ εὐθὺς νέαι, δᾳδοφοροῦσι δὲ ὕστερον πολλῷ πρεσβύτεραι γινόμεναι.
III. Τὴν δὲ πίτταν καίουσι τόνδε τὸν τρόπον·
ὅταν κατασκευάσωσιν ὁμαλῆ τόπον ὥσπερ ἅλω
συνθέντες οὖν αὐτὴν οὕτως καὶ κατασκεπάσαντες ὕλῃ γῆν ἐπιβαλόντες κατακρύπτουσιν ὅπως μηδαμῶς διαλάμψῃ τὸ πῦρ, ἀπόλλυται γὰρ ἡ πίττα τούτου συμβάντος· ὑφάπτουσι δὲ κατὰ τὴν ὑπολειπομένην δίοδον· εἶτα δὲ καὶ ταῦτα ἐπιφράξαντες τῇ ὕλῃ καὶ ἐπιχώσαντες τηροῦσιν ἀναβαίνοντες κατὰ κλίμακος, ᾗ ἂν ὁρῶσι τὸν καπνὸν ὠθούμενον, καὶ ἐπιβάλλουσιν αἰεὶ τῆς γῆς ὅπως μηδ᾿ ἀναλάμψῃ. κατεσκεύασται δὲ ὀχετὸς τῇ πίττῃ διὰ τῆς συνθέσεως τῆς ἀπορροῆς εἰς βόθυνον ὅσον ἀπέχοντα πεντεκαίδεκα πήχεις· ἡ δ᾿ ἀπορρέουσα τῆς πίττης ψυχρὰ γίνεται κατὰ τὴν ἁφήν.
καίεται δὲ μάλιστα
δύο ἡμέρας καὶ νύκτας· τῇ γὰρ ὑστεραίᾳ
πρὸ ἡλίου δύναντος ἐκκεκαυμένη γίνεται καὶ
ἐνδέδωκεν ἡ πυρά· τοῦτο γὰρ συμβαίνει μηκέτι
ῥεούσης. τοῦτον δὲ τὸν χρόνον ἅπαντα τηροῦσιν
Ἐν δὲ τῇ Ἀσίᾳ φασὶ περὶ Συρίαν οὐκ ἐκπελεκῶντας τὴν δᾷδα ἀλλ᾿ ἐπ᾿ αὐτῷ τῷ δένδρῳ προσκαίειν φέροντας ὄργανόν τι περιπεποιημένον καὶ τούτῳ περιάπτοντας, εἶθ᾿ ὅταν ἐκτήξωσι ταύτην πάλιν ἐπ᾿ ἄλλο καὶ ἄλλο μεταφέρειν· ὅρος δέ ἐστιν αὐτοῖς τις καὶ σημεῖα τοῦ παύεσθαι καὶ μάλιστα δῆλον ὅτι τὸ μηκέτι ῥεῖν. πιττοκαυτοῦσι δέ, ὥσπερ καὶ πρότερον ἐλέχθη, τὰς τερμίνθους· πεύκην γὰρ οὐ φέρουσιν οἱ τόποι. τὰ μὲν οὖν περὶ τὴν ῥητίνην καὶ τὴν πίτταν οὕτως ἔχει.
IV. Περὶ δὲ λιβανωτοῦ καὶ σμύρνης καὶ βαλσάμου καὶ εἴ τι τοιοῦτον ἕτερον ὅτι μὲν καὶ ἀπ᾿ ἐντομῆς γίνεται καὶ αὐτομάτως εἴρηται. ποία δὲ τις ἡ τῶν δένδρων φύσις καὶ εἴ τι περὶ τὴν γένεσιν ἢ τὴν συλλογὴν ἢ τῶν ἄλλων ἴδιον αὐτοῖς ὑπάρχει πειρατέον εἰπεῖν, ὡσαύτως δὲ καὶ περὶ τῶν λοιπῶν εὐόσμων· σχεδὸν γὰρ τά γε πλεῖστα ἀπὸ τῶν τόπων ἐστὶ τῶν τε πρὸς μεσημβρίαν καὶ ἀνατολήν.
Γίνεται μὲν οὖν ὁ λίβανος καὶ ἡ σμύρνα καὶ ἡ
κασία καὶ ἔτι τὸ κινάμωμον ἐν τῇ τῶν Ἀράβων
Χερρονήσῳ περί τε Σαβὰ καὶ Ἁδραμύτα καὶ
Τὴν δὲ σμύρναν ἔλαττον ἔτι τῷ μεγέθει καὶ θαμνωδέστερον δέ, τὸ δὲ στέλεχος ἔχειν σκληρὸν καὶ συνεστραμμένον ἐπὶ τῆς γῆς, παχύτερον δὲ ἢ κνημοπαχές· φλοιὸν δὲ ἔχειν λεῖον ὅμοιον τῇ ἀνδράχλῃ. ἕτεροι δὲ οἱ φάσκοντες τεθεωρηκέναι περὶ μὲν τοῦ μεγέθους σχεδὸν συμφωνοῦσιν· οὐδέτερον γὰρ εἶναι μέγα τῶν δένδρων, ἔλαττον δὲ τὸ τῆς σμύρνης καὶ ταπεινότερον· φύλλον δὲ ἔχειν τὸ τοῦ λιβανωτοῦ δαφνοειδὲς καὶ λειόφλοιον δ᾿ εἶναι· τὸ δὲ τῆς σμύρνης ἀκανθῶδες καὶ οὐ λεῖον, φύλλον δὲ προσεμφερὲς ἔχειν τῇ πτελέᾳ, πλὴν οὖλον ἐξ ἄκρου δὲ ἐπακανθίζον, ὥσπερ τὸ τῆς πρίνου.
Ἔφασαν δὲ οὗτοι κατὰ τὸν παράπλουν ὃν ἐξ
Ἡρώων ἐποιοῦντο κόλπου ζητεῖν ἐκβάντες ὕδωρ
ἐν τῷ ὄρει καὶ οὕτω θεωρῆσαι τὰ δένδρα καὶ τὴν
συλλογήν. εἶναι δ᾿ ἀμφοτέρων ἐντετμημένα καὶ
τὸ δὲ ὄρος ἅπαν μεμερίσθαι τοῖς Σαβαίοις, τούτους γὰρ εἶναι κυρίους, δικαίους δὲ τὰ πρὸς ἀλλήλους, δι᾿ ὃ καὶ οὐδένα τηρεῖν· ὅθεν καὶ αὐτοὶ δαψιλῶς εἰς τὰ πλοῖα λαβόντες ἐνθέσθαι τοῦ λιβανωτοῦ καὶ τῆς σμύρνης ἐρημίας οὔσης καὶ ἀποπλεῖν. ἔλεγον δ᾿ οὗτοι καὶ τόδε καὶ ἔφασαν ἀκούειν, ὅτι συνάγεται πανταχόθεν ἡ σμύρνα καὶ ὁ λιβανωτὸς εἰς τὸ ἱερὸν τὸ τοῦ ἡλίου· τοῦτο δ᾿ εἶναι μὲν τῶν Σαβαίων ἁγιώτατον δὲ πολὺ τῶν περὶ τὸν τόπον, τηρεῖν δέ τινας Ἄραβας ἐνόπλους·
ὅταν δὲ κομίσωσιν, ἕκαστον σωρεύσαντα
τὸν αὑτοῦ καὶ τὴν σμύρναν ὁμοίως καταλιπεῖν
τοῖς ἐπὶ τῆς φυλακῆς, τιθέναι δὲ ἐπὶ τοῦ
σωροῦ πινάκιον γραφὴν ἔχον τοῦ τε πλήθους τῶν
μέτρων καὶ τῆς τιμῆς ἧς δεῖ πραθῆναι τὸ μέτρον
ἕκαστον· ὅταν δὲ οἱ ἔμποροι παραγένωνται, σκοπεῖν
τὰς γραφάς, ὅστις δ᾿ ἂν αὐτοῖς ἀρέσκῃ
Ἄλλοι δέ τινες τὸ μὲν τοῦ λιβανωτοῦ δένδρον ὅμοιον εἶναί φασι σχίνῳ καὶ τὸν καρπὸν ταῖς σχινίσι φύλλον δὲ ὑπέρυθρον· εἶναι δὲ τὸν μὲν ἐκ τῶν νέων λιβανωτὸν λευκότερον καὶ ἀοδμότερον, τὸν δ᾿ ἐκ τῶν παρηκμακότων ξανθότερον καὶ εὐοσμότερον· τὸ δὲ τῆς σμύρνης ὅμοιον τῇ τερμίνθῳ, τραχύτερον δὲ καὶ ἀκανθωδέστερον, φύλλον δὲ μικρῷ στρογγυλότερον, τῇ δὲ γεύσει διαμασωμένοις ὅμοιον τῷ τῆς τερμίνθου· εἶναι δὲ καὶ τούτων τὰ παρηκμακότα εὐοσμότερα.
Γίνεσθαι δὲ ἀμφότερα ἐν τῷ αὐτῷ τόπῳ· τὴν δὲ
γῆν ὑπάργιλον καὶ πλακώδη, καὶ ὕδατα πηγαῖα
σπάνια. ταῦτα μὲν οὖν ὑπεναντία τῷ νίφεσθαι
καὶ ὕεσθαι καὶ ποταμοὺς ἐξιέναι· τὸ δὲ παρόμοιον
εἶναι τὸ δένδρον τῇ τερμίνθῳ καὶ ἄλλοι τινὲς
λέγουσιν, οἱ δὲ καὶ ὅλως τέρμινθον εἶναι· κομισθῆναι
γὰρ ξύλα πρὸς Ἀντίγονον ὑπὸ τῶν Ἀράβων
τῶν τὸν λιβανωτὸν καταγόντων, ἂ οὐδὲν
διέφερε τῶν τῆς τερμίνθου· πλὴν οὗτοί γε μεῖζον
διόπερ ἐκεῖνος ὁ λόγος πιθανώτερος ὁ
παρὰ τῶν ἀναπλευσάντων ἐξ Ἡρώων πόλεως·
ἐπεὶ καὶ τὸ ὑπὲρ Σάρδεων πεφυκὸς τοῦ λιβανωτοῦ
δένδρον ἐν ἱερῷ τινι δαφνοειδὲς ἔχει τὸ φύλλον,
εἴ τι δεῖ σταθμᾶσθαι τοῦτο· ὁ λιβανωτὸς δ᾿
ἔχει, καὶ ὁ ἐκ τοῦ στελέχους καὶ ὁ ἐκ τῶν ἀκρεμόνων,
ὁμοίως καὶ τῇ ὄψει καὶ τῇ ὀσμῇ θυμιώμενος
τῷ ἄλλῳ λιβανωτῷ. πέφυκε δὲ τοῦτο μόνον
τὸ δένδρον οὐδεμιᾶς τυγχάνειν
Ἔνιοι δὲ λέγουσιν ὡς πλείων μὲν ὁ λιβανωτὸς ἐν τῇ Ἀραβίᾳ γίνεται, καλλίων δὲ ἐν ταῖς ἐπικειμέναις νήσοις ὧν ἐπάρχουσιν· ἐνταῦθα γὰρ καὶ σχηματοποιεῖν ἐπὶ τῶν δένδρων οἷον ἂν θέλωσι· καὶ τάχα τοῦτό γε οὐκ ἀπίθανον· ἐνδέχεται ὁποίαν ἂν βούλωνται ποιεῖν τὴν ἐντομήν. εἰσὶ δέ τινες καὶ μεγάλοι σφόδρα τῶν χόνδρων, ὥστ᾿ εἶναι τῷ μὲν ὄγκῳ χειροπληθιαίους σταθμῷ δὲ πλέον ἢ τρίτον μέρος μνᾶς. ἀργὸς δὲ κομίζεται πᾶς ὁ λιβανωτός, ὅμοιος δὲ τῇ προσόψει φλοιῷ. τῆς σμύρνης δὲ ἡ μὲν στακτὴ ἡ δὲ πλαστή. δοκιμάζεται δ᾿ ἡ μὲν ἀμείνων τῇ γεύσει, καὶ ἀπὸ ταύτης τὴν ὁμόχρων λαμβάνουσι. περὶ μὲν οὖν λιβανωτοῦ καὶ σμύρνης σχεδὸν τοσαῦτα ἀκηκόαμεν ἄχρι γε τοῦ νῦν.
V. Περὶ δὲ κιναμώμου καὶ κασίας τάδε λέγουσι· θάμνους μὲν ἀμφότερα ταῦτ᾿ εἶναι οὐ μεγάλους ἀλλ᾿ ἡλίκους ἄγνου, πολυκλάδους δὲ καὶ ξυλώδεις. ὅταν δὲ ἐκκόψωσιν, ὅλον τὸ κινάμωμον διαιρεῖν εἰς πέντε μέρη· τούτων δὲ τὸ πρῶτον πρὸς τοῖς βλαστοῖς βέλτιστον εἶναι, ὃ τεμνεται σπιθαμιαῖον ἢ μικρῷ μεῖζον· ἑπόμενον δὲ τὸ δεύτερον, ὃ καὶ τῇ τομῇ ἔλαττον· εἶτα τὸ τρίτον καὶ τέταρτον· ἔσχατον δὲ τὸ χείριστον τὸ πρὸς τῇ ῥίζῃ· φλοιὸν γὰρ ἐλάχιστον ἔχειν· χρήσιμος δὲ οὗτος, οὐ τὸ ξύλον· δι᾿ ὃ καὶ τὸ ἀκροφυὲς κράτιστον, πλεῖστον γὰρ ἔχειν καὶ τὸν φλοιόν. οἱ μὲν οὕτω λέγουσιν.
Ἄλλοι δὲ θαμνῶδες μὲν καὶ ἔτι μᾶλλον φρυγανῶδες εἶναί φασι· δύο δ᾿ αὐτοῦ γένη, τὸ μὲν μέλαν τὸ δὲ λευκόν. λέγεται δέ τις καὶ μῦθος ὑπὲρ αὐτοῦ· φύεσθαι μὲν γάρ φασιν ἐν φάραγξιν, ἐν ταύταις δ᾿ ὄφεις εἶναι πολλοὺς δῆγμα θανάσιμον ἔχοντας, πρὸς οὓς φραξάμενοι τὰς χεῖρας καὶ τοὺς πόδας καταβαίνουσι καὶ συλλέγουσιν, εἶθ᾿ ὅταν ἐξενέγκωσι διελόντες τρία μέρη διακληροῦνται πρὸς τὸν ἥλιον, καὶ ἣν ἂν λάχῃ ὁ ἥλιος καταλείπουσιν· ἀπιόντες δ᾿ εὐθὺς ὁρᾶν φασι καιομένην ταύτην· οὗτος μὲν οὖν τῷ ὄντι μῦθος.
Τὴν δὲ κασίαν φασὶ τὰς μὲν ῥάβδους παχυτέρας
ἔχειν, ἰνώδεις δὲ σφόδρα καὶ οὐκ εἶναι
περιφλεῦσαι· χρήσιμον δὲ καὶ ταύτης τὸν φλοιόν.
VI. Τὸ δὲ βάλσαμον γίνεται μὲν ἐν τῷ αὐλῶνι τῷ περὶ Συρίαν. παραδείσους δ᾿ εἶναί φασι δύο μόνους, τὸν μὲν ὅσον εἴκοσι πλέθρων τὸν δ᾿ ἕτερον πολλῷ ἐλάττονα. τὸ δὲ δένδρον μέγεθος μὲν ἡλίκον ῥόα μεγάλη πολύκλαδον δὲ σφόδρα· φύλλον δὲ ἔχειν ὅμοιον πηγάνῳ, πλὴν ἔκλευκον, ἀείφυλλον δὲ εἶναι· καρπὸν δὲ παρόμοιον τῇ τερμίνθῳ καὶ μεγέθει καὶ σχήματι καὶ χρώματι· εὐῶδες σφόδρα καὶ τοῦτο καὶ μᾶλλον τοῦ δακρύου.
Τὸ δὲ δάκρυον ἀπὸ ἐντομῆς συλλέγειν, ἐντέμνειν
δὲ ὄνυξι σιδηροῖς ὑπὸ τὸ ἄστρον, ὅταν μάλιστα
πνίγη ὦσι, καὶ τὰ στελέχη καὶ τὰ ἄνω. τὴν
δὲ συλλογὴν ὅλον τὸ θέρος ποιεῖσθαι· οὐκ εἶναι
δὲ πολὺ τὸ ῥέον, ἀλλ᾿ ἐν ἡμέρᾳ τὸν ἄνδρα συλλέγειν
ὅσον κόγχην· τὴν δ᾿ ὀσμὴν διαφέρουσαν καὶ
πολλήν, ὥστε ἀπὸ μικροῦ πολὺν ἐφικνεῖσθαι τόπον.
ἀλλ᾿ οὐ φοιτᾶν ἐνταῦθα ἄκρατον ἀλλὰ τὸ
συνηγμένον κεκραμένον· πολλὴν γὰρ δέχεσθαι
καθαίρειν γὰρ καὶ τῶνδε ἕνεκα καί του διαφόρου· πωλεῖσθαι τίμια. καὶ τὴν ἐργασίαν τὴν περὶ τὰ δένδρα σχεδὸν ἐν ταὐτῇ αἰτίᾳ εἶναι καὶ τὴν βροχήν· βρέχεσθαι γὰρ συνεχῶς. συναιτίαν δὲ δοκεῖν εἶναι τοῦ μὴ μεγάλα γίνεσθαι τὰ δένδρα καὶ τὴν τῶν ῥαβδίων τομήν. διὰ γὰρ τὸ πολλάκις ἐπικείρεσθαι ῥάβδους ἀφιέναι καὶ οὐκ εἰς ἓν ἐκτείνειν τὴν ὁρμήν.
Ἄγριον δὲ οὐδὲν εἶναι βάλσαμον οὐδαμοῦ· γίνεσθαι δὲ ἐκ μὲν τοῦ μείζονος παραδείσου ἀγγείδια δώδεκα ὅσον ἡμιχοαῖα, ἐκ δὲ τοῦ ἑτέρου δύο μόνον· πωλεῖσθαι δὲ τὸ μὲν ἄκρατον δὶς πρὸς ἀργύριον τὸ δ᾿ ἄλλο κατὰ λόγον τῆς μίξεως· καὶ τοῦτο μὲν διαφέρον τι φαίνεται κατὰ τὴν εὐοσμίαν.
VII. Ὁ δὲ κάλαμος γίνεται καὶ ὁ σχοῖνος ὑπερβάλλοντι
τὸν Λίβανον μεταξὺ τοῦ τε Λιβάνου
καὶ ἄλλου τινὸς ὄρους μικροῦ ἐν τῷ αὐλωνίσκῳ
τούτῳ, καὶ οὐχ ὥς τινές φασι τοῦ Ἀντιλιβάνου· ὁ
γὰρ Ἀντιλίβανος μακρὰν ἀπέχει τοῦ Λιβάνου
καὶ μεταξὺ τούτων ἐστὶν ὃν αὐλῶνα καλοῦσι πεδίον
πολὺ καὶ καλόν. ὅπου δὲ ὁ κάλαμος καὶ ὁ
σχοῖνος φύεται λίμνη μεγάλη τυγχάνει, πρὸς
ταύτην δὲ ἐν τῷ ἕλει τῷ ἀνεξηραμμένῳ πεφύκασι·
οὐ μὴν πορρωτέρω γε ἡ ἀποπνοὴ γίνεται, καθάπερ τινές φασι, ταῖς προσφερομέναις ναυσὶ πρὸς τὴν χώραν· καὶ γὰρ ὁ τόπος οὗτος ἀπὸ θαλάττης ἀπέχει πλείους ἢ ἑκατὸν πεντήκοντα σταδίους· ἀλλ᾿ ἐν τῇ Ἀραβίᾳ τὴν ἀποπνοὴν εἶναί φασι τὴν ἀπὸ τῆς χώρας εὔοσμον.
Ἐν μὲν οὖν Συρίᾳ τὰ περιττὰ τῇ ὀσμῇ σχεδὸν ταῦτ᾿ ἐστίν· ἡ γὰρ χαλβάνη βαρύτερον καὶ μᾶλλον φαρμακῶδες· ἐπεὶ καὶ αὕτη γίνεται περὶ Συρίαν ἐκ τοῦ πανάκους καλουμένου. τὰ δὲ ἄλλα πάντα τὰ εὔοσμα οἷς πρὸς τὰ ἀρώματα χρῶνται, τὰ μὲν ἐξ Ἰνδῶν κομίζεται κἀκεῖθεν ἐπὶ θάλατταν καταπέμπεται, τὰ δ᾿ ἐξ Ἀραβίας, οἷον πρὸς τῷ κιναμώμῳ καὶ τῇ κασίᾳ καὶ κώμακον· ἕτερον δ᾿ εἶναι τὸ κώμακον καρπόν· τὸ δ᾿ ἕτερον παραμίσγουσιν εἰς τὰ σπουδαιότατα τῶν μύρων. τὸ δὲ καρδάμωμον καὶ ἄμωμον οἱ μὲν ἐκ Μηδείας, οἱ δ᾿ ἐξ Ἰνδῶν καὶ ταῦτα καὶ τὴν νάρδον καὶ τὰ ἄλλα ἢ τὰ πλεῖστα.
Οἷς μὲν οὖν εἰς τὰ ἀρώματα χρῶνται σχεδὸν
τάδς ἐστί· κασία κινάμωμον καρδάμωμον νάρδος
ναῖρον βάλσαμον ἀσπάλαθος στύραξ ἶρις νάρτη
Αὕτη δ᾿ ἀρίστη ἐν Ἰλλυριοῖς, οὐκ ἐν τῇ πρὸς θάλατταν χώρᾳ, ἀλλ᾿ ἐν τῇ ἀνακεχωρηκυίᾳ κειμένῃ δὲ μᾶλλον πρὸς ἄρκτον. τόποι δὲ τόπων διαφέρουσιν ἐν οἷς ἀμείνων· ἐργασία δὲ περὶ αὐτὴν οὐδεμία πλὴν τοῦ περικαθήραντα ἀναξηρᾶναι.
Τὰ γὰρ ἐν τῇ Θράκῃ φυόμενα ῥιζία, καθάπερ τό τε τῇ νάρδῳ προσεμφερῆ τὴν ὀσμὴν ἔχον καὶ ἕτερ᾿ ἄττα, μικράν τινα καὶ ἀσθενῆ τὴν εὐωδίαν ἔχει. καὶ περὶ μὲν τῶν εὐόσμων ἐπὶ τοσοῦτον εἰρήσθω.
VIII. Περὶ δὲ τῶν ὀπῶν ὅσα μὴ πρότερον εἴρηται, λέγω δ᾿ οἷον εἴ τινες φαρμακώδεις ἢ καὶ ἄλλας ἔχουσι δυνάμεις, πειρατέον ὁμοίως εἰπεῖν· ἅμα δὲ καὶ περὶ ῥιζῶν, καὶ γὰρ τῶν ὀπῶν τινες ἐκ τούτων καὶ χωρὶς αὐταὶ καθ᾿ αὑτὰς πολλὰς καὶ παντοίας ἔχουσι δυνάμεις, ὅλως δὲ περὶ πάντων φαρμακωδῶν, οἷον καρποῦ χυλισμοῦ φύλλων ῥιζῶν πόας· καλοῦσι γὰρ καὶ πόαν ἔνια τῶν φαρμακωδῶν οἱ ῥιζοτόμοι.
Τῶν δὲ ῥιζῶν πλείους μέν εἰσιν αἱ δυνάμεις καὶ πρὸς πλείω· ζητοῦνται δὲ μάλιστα αἱ φαρμακώδεις ὡς χρησιμώταται, διαφέρουσαι τῷ τε μὴ πρὸς ταὐτὰ καὶ τῷ μὴ ἐν τοῖς αὐτοῖς ἔχειν τὴν δύναμιν. ὡς δ᾿ οὖν ἐπὶ πᾶν αἱ πλεῖσται μὲν ἐν αὑταῖς ἔχουσι καὶ τοῖς καρποῖς καὶ τοῖς ὀποῖς, ἔνιαι δὲ καὶ ἐν τοῖς φύλλοις· τὰς δὲ φυλλώδεις δυνάμεις τὰς πολλὰς σχεδὸν πόας καλοῦσιν, ὥσπερ εἴρηται μικρῷ πρότερον, οἱ ῥιζοτόμοι.
Ὁ μὲν οὖν ὀπισμὸς γίνεται τῶν ὀπιζομένων ὡς
ἐπὶ τὸ πολὺ τοῦ θέρους, τῶν μὲν ἐνισταμένου τῶν
δὲ προεληλυθότος. ἡ δὲ ῥιζοτομία γίνεταί τινων
καὶ ὑπὸ πυροτομίαν καὶ μικρῷ πρότερον, οὐ μὴν
ἀλλ᾿ ἥ γε πλείων τοῦ μετοπώρου μετ᾿ Ἀρκτοῦρον,
ὅταν φυλλορροήσωσιν, ὅσων δὲ καὶ ὁ καρπὸς
χρήσιμος, ὅταν ἀμερθῶσι τὸν καρπόν. ἔστι δὲ ὁ
ὀπισμὸς ἢ ἀπὸ τῶν καυλῶν, ὥσπερ τοῦ τιθυμάλλου
καὶ τῆς θριδακίνης καὶ σχεδὸν τῶν πλείστων,
ἢ ἀπὸ τῶν ῥιζῶν, ἢ τρίτον ἀπὸ τῆς κεφαλῆς, ὥσπερ
τῆς μήκωνος· ταύτης γὰρ μόνης οὕτω καὶ τοῦτ᾿
ἴδιον αὐτῆς. τῶν μὲν οὖν καὶ αὐτόματος ὁ ὀπὸς
Ἐνίων δ᾿ οὐδ᾿ ὀπισμὸς ἀλλ᾿ οἷον χυλισμός ἐστιν, ὥσπερ ὅσα κόψαντες ἢ τρίψαντες καὶ ὕδωρ ἐπιχέαντες ἀπηθοῦσι καὶ λαμβάνουσι τὴν ὑπόστασιν· ξηρὸς δὲ δῆλον ὅτι καὶ ἐλάττων ὁ χυλὸς τούτων. ἔστι δὲ τῶν μὲν ἄλλων ῥιζῶν τὸ χύλισμα ἀσθενέστερον τοῦ καρποῦ, τοῦ κωνείου δὲ ἰσχυρότερον, καὶ τὴν ἀπαλλαγὴν ῥᾴω ποιεῖ καὶ θάττω μικρὸν πάνυ καταπότιον δοθέν· ἐνεργότερον δὲ καὶ εἰς τὰς ἄλλας χρείας. ἰσχυρὸν δὲ καὶ τὸ τῆς θαψίας. τὰ δὲ ἄλλα πάντα ἀσθενέστερα. οἱ μὲν οὖν ὀπισμοὶ σχεδὸν τοσαυταχῶς γίνονται.
Τῆς δὲ ῥιζοτομίας οὐκ ἔστι τοιαύτη διαφορὰ
πλὴν ἐν ταῖς ὥραις οἷον θέρους ἢ μετοπώρου, καὶ
τῷ τάσδε ἢ τάσδε τῶν ῥιζῶν· οἷον τοῦ ἐλλεβόρου
τὰς κάτω τὰς λεπτάς· τὴν γὰρ ἄνω τὴν παχεῖαν
τὴν κεφαλώδη φασὶν ἀχρεῖον εἶναι καὶ διδόναι
Ἔτι δὲ ὅσα οἱ φαρμακοπῶλαι καὶ οἱ ῥιζοτόμοι τὰ μὲν ἴσως οἰκείως τὰ δὲ καὶ ἐπιτραγωδοῦντες λέγουσι. κελεύουσι γὰρ τὰς μὲν κατ᾿ ἄνεμον ἱσταμένους τέμνειν, ὥσπερ ἑτέρας τέ τινας καὶ τὴν θαψίαν, ἀλειψάμενον λίπα· τὸ γὰρ σῶμα ἀνοιδεῖν ἐὰν ἐξ ἐναντίας. κατ᾿ ἄνεμον δὲ καὶ τοῦ κυνοσβάτου τὸν καρπὸν συλλέγειν, εἰ δὲ μὴ κίνδυνον εἶναι τῶν ὀφθαλμῶν. τὰς δὲ νύκτωρ τὰς δὲ μεθ᾿ ἡμέραν, ἐνίας δὲ πρὶν τὸν ἥλιον ἐπιβάλλειν, οἷον καὶ τὸ καλούμενον κλύμενον.
Καὶ ταῦτα μὲν καὶ τὰ παραπλήσια τούτοις τάχ᾿ ἂν οὐκ ἀλλοτρίως δόξειεν λέγειν· ἐπισινεῖς γάρ τινων αἱ δυνάμεις· ἐξάπτειν γάρ φασιν ὥσπερ πῦρ καὶ κατακαίειν· ἐπεὶ καὶ ὁ ἐλλέβορος ταχὺ καρηβαρεῖν ποιεῖ, καὶ οὐ δύνανται πολὺν χρόνον ὀρύττειν, δι᾿ καὶ προεσθίουσι σκόροδα καὶ ἄκρατον ἐπιπίνουσιν. ἀλλὰ τὰ τοιαῦτα ὥσπερ ἐπίθετα καὶ πόρρωθεν, οἷον τὴν παιωνίαν, οἱ δὲ γλυκυσίδην καλοῦσι, νύκτωρ κελεύουσιν ὀρύττειν· ἐὰν γὰρ ἡμέρας καὶ ὀφθῇ τις ὑπὸ δρυοκολάπτου τὸν μὲν καρπὸν ἀπολέγων κινδυνεύειν τοῖς ὀφθαλμοῖς, τὴν δὲ ῥίζαν τέμνων ἐκπίπτειν τὴν ἔδραν.
Φυλάττεσθαι δὲ καὶ τὴν κενταυρίδα τέμνοντα
τριόρχην, ὅπως ἂν ἄτρωτος ἀπέλθῃ. καὶ ἄλλας
δέ τινας αἰτίας. τὸ δ᾿ ἐπευχόμενον τέμνειν οὐθὲν
ἴσως ἄτοπον· ἀλλ᾿ εἴ τι καὶ ἄλλο προστιθέασιν,
οἷον ὅταν τὸ πάνακες τὸ Ἀσκληπίειον καλούμενον·
ἀντεμβάλλειν γὰρ τῇ γῇ παγκαρπίαν
Καὶ ἄλλα δὲ τοιαῦτα πλείω. περιγράφειν δὲ
καὶ τὸν μανδραγόραν εἰς τρὶς ξίφει, τέμνειν δὲ
πρὸς ἑσπέραν βλέποντα. τὸν δ᾿ ἕτερον κύκλῳ
περιορχεῖσθαι καὶ λέγειν ὡς πλεῖστα περὶ ἀφροδισίων.
τοῦτο δ᾿ ὅμοιον ἔοικε τῷ περὶ τοῦ
κυμίνου λεγομένῳ κατὰ τὴν βλασφημίαν ὅταν
σπείρωσι. περιγράφειν δὲ καὶ τὸν ἐλλέβορον
τὸν μέλανα καὶ τέμνειν ἱστάμενον πρὸς ἕω καὶ
κατευχόμενον· ἀετὸν δὲ φυλάττεσθαι καὶ ἐκ
δεξιᾶς καὶ ἐξ ἀριστερᾶς· κίνδυνον γὰρ εἶναι τοῖς
τέμνουσιν, ἐάνπερ ἐγγὺς ἐπιγένηται ὁ ἀετός, ἀποθνήσκειν
IX. Ἕστι δέ, ὥσπερ ἐλέχθη, τῶν μὲν πάντα χρήσιμα καὶ ἡ ῥίζα καὶ ὁ καρπὸς καὶ ὁ ὀπός, ὥσπερ ἄλλων τε καὶ τοῦ πανάκους· τῶν δὲ ἡ ῥίζα καὶ ὁ ὀπός, οἷον τῆς σκαμμωνίας καὶ τοῦ κυκλαμίνου καὶ τῆς θαψίας καὶ ἑτέρων, καθάπερ καὶ τοῦ μανδραγόρου· τοῦ γὰρ μανδραγόρου τὸ φύλλον χρήσιμον εἶναί φασι πρὸς τὰ ἕλκη μετ᾿ ἀλφίτου, τὴν δὲ ῥίζαν πρὸς ἐρυσίπελας ξυσθεῖσάν τε καὶ ὄξει δευθεῖσαν καὶ πρὸς τὰ ποδαγρικὰ καὶ πρὸς ὕπνον καὶ πρὸς φίλτρα· διδόασι δ᾿ ἐν οἴνῳ ἢ ὄξει· τέμνουσι δὲ τροχίσκους ὥσπερ ῥαφανῖδος καὶ ἐνείραντες ὑπὲρ γλεύκους ἐκρέμασαν ἐπὶ καπνῷ.
Ὁ δὲ ἐλλέβορος ἐπὶ ταὐτὰ τῇ τε ῥίζῃ καὶ τῷ
καρπῷ χρήσιμος, εἴπερ οἱ ἐν Ἀντικύρᾳ, καθάπερ
φασί, τῷ καρπῷ καθαίρουσιν· ἔχει δὲ
Πλείω δὲ καὶ τοῦ πανάκους τὰ χρήσιμα καὶ οὐ
πάντα πρὸς τὰ αὐτά· ἀλλ᾿ ὁ μὲν καρπὸς πρὸς τὰς
ἐξαμβλώσεις καὶ τὰς δυσουρίας, ὁ δὲ ὀπὸς ἡ
χαλβάνη καλουμένη πρός τε τὰς ἐξαμβλώσεις
καὶ πρὸς τὰ σπάσματα καὶ τοὺς τοιούτους
πόνους, ἔτι δὲ πρὸς τὰ ὦτα καὶ τὰς φωνασκίας·
Τοῦ δὲ κυκλαμίνου ἡ μὲν ῥίζα πρός τε τὰς ἐκπυήσεις τῶν φλεγμονῶν καὶ πρόσθετον γυναιξὶ καὶ πρὸς τὰ ἕλκη ἐν μέλιτι· ὁ δὲ ὀπὸς πρὸς τὰς ἀπὸ κεφαλῆς καθάρσεις ἐν μέλιτι ἐγχεόμενος, καὶ πρὸς τὸ μεθύσκειν, ἐὰν ἐν οἴνῳ διαβρέχων διδῷ τις πίνειν. ἀγαθὴν δὲ τὴν ῥίζαν καὶ ὠκυτόκιον περίαπτον καὶ εἰς φίλτρα· ὅταν δὲ ὀρύξωσι, κατακαίουσιν εἶτ᾿ οἴνῳ δεύσαντες τροχίσκους ποιοῦσιν, ὥσπερ τῆς τρυγὸς ᾗ ῥυπτόμεθα.
Καὶ τοῦ σικύου δὲ τοῦ ἀγρίου τὴν μὲν ῥίζαν
Τῆς δὲ χαμαίδρυος τὰ μὲν φύλλα πρὸς τὰ ῥήγματα καὶ πρὸς τὰ τραύματα ἐν ἐλαίῳ τριβόμενα καὶ πρὸς τὰ νεμόμενα ἕλκη· τὸν δὲ καρπὸν καθαίρειν χολήν· ἀγαθὸν δὲ καὶ ὀφθαλμοῖς· πρὸς δὲ τὰ ἄργεμα προσάγειν τὸ φύλλον τρίψαντα ἐν ἐλαίῳ. ἔχει δὲ φύλλα μὲν οἶάπερ δρῦς, τὸ δὲ ἀνάστημα τῆς ὅλης ὅσον σπιθαμιαῖον· εὔοσμον δὲ καὶ ἡδύ.
Τὸ μὲν οὖν μὴ πρὸς ταὐτὸ πάντα τὰ μέρη
χρήσιμα τυγχάνειν οὐκ ἴσως ἄτοπον· τὸ δὲ τῆς
καθαίρειν, καθάπερ τὸ ἐλατήριον, οὐθὲν ἄτοπον.
Ἔχει δὲ ἡ θαψία φύλλον μὲν ὅμοιον τῷ μαράθῳ πλὴν πλατύτερον καυλὸν δὲ ναρθηκώδη ῥίζαν δὲ λευκήν.
Ἡ δ᾿ ἰσχὰς ἢ ἄπιος φύλλον μὲν ἔχει πηγανῶδες βραχὺ καυλοὺς δ᾿ ἐπιγείους τρεῖς ἢ τέτταρας ῥίζαν δὲ οἵανπερ ὁ ἀσφόδελος πλὴν λεπυριώδη· φιλεῖ δὲ ὀρεινὰ χωρία καὶ κοχλακώδη. συλλέγεται δὲ τοῦ ἦρος. τοῦτο μὲν οὖν ἴδιον τῶν εἰρημένων.
X. Ὁ δὲ ἐλλέβορος ὅ τε μέλας καὶ ὁ λευκὸς
ὥσπερ ὁμώνυμοι φαίνονται· περὶ δὲ τῆς ὄψεως
διαφωνοῦσιν· οἱ μὲν γὰρ ὁμοίους εἶναι, πλὴν τῷ
χρώματι μόνον διαφέρειν τὴν ῥίζαν τοῦ μὲν
λευκὴν τοῦ δὲ μέλαιναν· οἱ δὲ τοῦ μὲν μέλανος
τὸ φύλλον δαφνῶδες τοῦ δὲ λευκοῦ πρασῶδες,
τὰς δὲ ῥίζας ὁμοίας πλὴν τῶν χρωμάτων. οἱ δ᾿
οὖν ὁμοίους λέγοντες τοιάνδε φασὶν εἶναι τὴν
μορφήν· καυλὸν μὲν ἀνθερικώδη βραχὺν σφόδρα·
φύλλον δὲ πλατύσχιστον, παρόμοιον σφόδρα τῷ
τοῦ νάρθηκος, μῆκος δ᾿ ἔχον· εὐθὺ δ᾿ ἐκ τῆς ῥίζης
Ἀναιρεῖν δὲ τὸν μὲν μέλανα καὶ ἵππους καὶ βοῦς καὶ ὗς, δι᾿ ὃ καὶ οὐδὲν νέμεσθαι τούτων· τὸν δὲ λευκὸν νέμεσθαι τὰ πρόβατα καὶ ἐκ τούτου πρῶτον συνοφθῆναι τὴν δύναμιν καθαιρομένων ἐκείνων· ὡραῖος δὲ μετοπώρου, τοῦ δ᾿ ἦρος ἄωρος· ἀλλὰ πρὸς τὴν πυλαίαν οἱ ἐκ τῆς Οἴτης συλλέγουσι· πλεῖστος γὰρ ἐνταῦθα φύεται καὶ ἄριστος· μοναχοῦ δὲ φύεται τῆς Οἴτης περὶ τὴν Πυράν.
Μίσγεται δὲ πρὸς τὴν πόσιν, ὅπως εὐεμὲς ᾖ, τὸ τῆς ἐλλεβορίνης σπέρμα· τοῦτο δ᾿ ἐστὶ ποάριον.
Φύεται δὲ ὁ μὲν μέλας πανταχοῦ· καὶ γὰρ ἐν τῇ Βοιωτίᾳ καὶ ἐν Εὐβοίᾳ καὶ παρ᾿ ἄλλοις πολλοῖς· ἄριστος δὲ ὁ ἐκ τοῦ Ἑλικῶνος, καὶ ὅλως τὸ ὄρος εὐφάρμακον. ὁ δὲ λευκὸς ὀλιγαχοῦ· βέλτιστοι δὲ καὶ οἶς χρῶνται μάλιστα τέτταρες ὁ Οἰταῖος ὁ Ποντικὸς ὁ Ἐλεάτης ὁ Μαλιώτης. φασὶ δὲ τὸν Ἐλεάτην ἐν τοῖς ἀμπελῶσι φύεσθαι καὶ ποιεῖν τὸν οἶνον οὕτω διουρητικὸν ὥστε λαγαροὺς εἶναι πάνυ τοὺς πίνοντας.
Ἄριστος δὲ πάντων καὶ τούτων καὶ τῶν ἄλλων
ὁ Οἰταῖος. ὁ δὲ Παρνάσιος καὶ ὁ Αἰτωλικός,
γίνεται γὰρ καὶ ἐνταῦθα καὶ πολλοὶ καὶ ὠνοῦνται
καὶ πωλοῦσιν οὐκ εἰδότες, οὐχ ὅτε σκληροὶ καὶ
Καλοῦσι δὲ τὸν μέλανά τινες ἔκτομον Μελαμπόδιον, ὡς ἐκείνου πρῶτον τεμόντος καὶ ἀνευρόντος. καθαίρουσι δὲ καὶ οἰκίας αὐτῷ καὶ πρόβατα συνεπᾴδοντές τινα ἐπῳδὴν καὶ εἰς ἄλλα δὲ πλείω χρῶνται.
XI. Πολλὰ δέ ἐστι καὶ τὰ πανάκη καὶ οἱ τιθύμαλλοι καὶ ἕτερ᾿ ἄττα. πάνακες γὰρ καλοῦσι πρῶτον μὲν τὸ ἐν Συρίᾳ, περὶ οὗ μικρῷ πρότερον εἴρηται. ἄλλα δὲ τὰ τρία, τὸ μὲν Χειρώνειον καλούμενον τὸ δ᾿ Ἀσκληπίειον τὸ δ᾿ Ἡράκλειον. ἔχει δὲ τὸ μὲν Χειρώνειον φύλλον μὲν ὅμοιον. λαπάθῳ μεῖζον δὲ καὶ δασύτερον, ἄνθος δὲ χρυσοειδές, ῥίζαν δὲ μικράν· φιλεῖ δὲ μάλιστα τὰ χωρία τὰ πίονα· χρῶνται δὲ πρός τε τοὺς ἔχεις καὶ τὰ φαλάγγια καὶ τοὺς σῆπας καὶ τὰ ἄλλα ἑρπετὰ διδόντες ἐν οἴνῳ καὶ ἀλείφοντες μετ᾿ ἐλαίου· τοῦ δ᾿ ἔχεως τὸ δῆγμα καὶ καταπλάττοντες καὶ ἐν ὀξίνῃ πιεῖν διδόντες· ἀγαθὴν δέ φασι καὶ ἑλκῶν ἐν οἴνῳ καὶ ἐλαίῳ καὶ φυμάτων ἐν μέλιτι.
Τὸ δ᾿ Ἀσκληπίειον τὴν ῥίζαν μῆκος μὲν ὡς
σπιθαμὴν λευκὴν δὲ καὶ παχεῖαν σφόδρα, καὶ
φλοιὸν παχὺν καὶ ἁλυκώδη· καυλὸν δὲ ἔχει γονατώδη
πανταχόθεν, φύλλον δὲ οἷόνπερ ἡ θαψία
πλὴν παχύτερον· ἀγαθὸν δὲ εἶναί φασι ἑρπετῶν
Τὸ δ᾿ Ἡράκλειον φύλλον μὲν ἔχει μέγα καὶ πλατὺ καὶ τρισπίθαμον πανταχῆ, ῥίζαν δὲ ὡς δακτύλου τὸ πάχος δίκραν ἢ τρίκραν, τῇ γεύσει μὲν ὑπόπικρον τῇ δ᾿ ὀσμῇ καθάπερ λιβανωτοῦ καθαροῦ· ἀγαθὴν δὲ τῆς ἱερᾶς νόσου μιγνυμένην φώκης πιτύᾳ ὅσον τεταρτημόριον πίνειν, καὶ ὀδύνῆς κατὰ γαστέρα ἐν οἴνῳ γλυκεῖ, καὶ ἑλκῶν τῶν μὲν ὑγρῶν ξηρὰν τῶν δὲ ξηρῶν ἐν μέλιτι. αὗται μὲν οὖν ταύτας ἔχουσι διαφοράς τε καὶ δυνάμεις.
Ἄλλα δὲ πανάκη τὸ μὲν λεπτόφυλλον τὸ δὲ οὔ· αἱ δὲ δυνάμεις ἀμφοῖν αἱ αὐταί, πρόσθετόν τε γυναιξὶ καὶ κατάπλασμα μετ᾿ ἀλφίτου καὶ πρὸς τὰ ἕλκη τὰ ἄλλα καὶ πρὸς τὰ νεμόμενα.
Συνώνυμοι δὲ καὶ οἱ στρύχνοι καὶ οἱ τιθύμαλλοι.
Ὁ δὲ μανικός, οἱ δὲ θρύορον καλοῦσιν αὐτὸν οἱ δὲ περιττόν, λευκὴν ἔχει τὴν ῥίζαν καὶ μακρὰν ὡς πήχεως καὶ κοίλην. δίδοται δ᾿ αὐτῆς, ἐὰν μὲν ὥστε παίζειν καὶ δοκεῖν ἑαυτῷ κάλλιστον εἶναι, δραχμὴ σταθμῷ· ἐὰν δὲ μᾶλλον μαίνεσθαι καὶ φαντασίας τινὰς φαίνεσθαι, δύο δραχμαί· ἐὰν δ᾿ ὥστε μὴ παύεσθαι μαινόμενον τρεῖς, καὶ συμπαραμιγνύναι φασὶν ὀπὸν κενταυρίου· ἐὰν δὲ ὥστε ἀποκτεῖναι, τέτταρες. ἔχει δὲ τὸ μὲν φύλλον ὅμοιον εὐζώμῳ πλὴν μεῖζον, τὸν δὲ καυλὸν ὥσπερ ὀργυίας, κεφαλὴν δὲ ὥσπερ γηθύου μείζω δὲ καὶ δασυτέραν· ἔοικε δὲ καὶ πλατάνου καρπῷ.
Τῶν δὲ τιθυμάλλων ὁ μὲν παράλιος καλούμενος κόκκινον φύλλον ἔχει περιφερές, καυλὸν δὲ καὶ τὸ ὅλον μέγεθος ὡς σπιθαμῆς τὸν δὲ καρπὸν λευκόν. ἀμᾶται δὲ ὅταν ἄρτι περκάζῃ σταφυλή, καὶ ξηρανθεὶς ὁ καρπὸς δίδοται πίνειν τριφθεὶς ὅσον τρίτον μέρος ὀξυβάφου.
Ὁ δ᾿ ἄρρην καλούμενος τὸ μὲν φύλλον ἐλαιῶδες ἔχει, τὸ δὲ ὅλον μέγεθος πηχυαῖον. τοῦτον ὀπίζουσιν ἄμα τρυγήτῳ καὶ θεραπεύσαντες οὕτως ὡς δεῖ χρῶνται· καθαίρει δὲ κάτω μᾶλλον.
Ὁ δὲ μυρτίτης καλούμενος τιθύμαλλος λευκός· τὸ μὲν φύλλον ἔχει καθάπερ ὁ μύρρινος, πλὴν ἀκανθῶδες ἀπ᾿ ἄκρου· κλήματα δ᾿ ἀφίησιν ἐπὶ τὴν γῆν ὡς σπιθαμιαῖα, ταῦτα δ᾿ οὐχ ἄμα φέρει τὸν καρπὸν ἀλλὰ παρ᾿ ἔτος, τὰ μὲν νῦν τὰ δ᾿ εἰς νέωτα, πεφυκότα ἀπὸ τῆς αὐτῆς ῥίζης. φιλεῖ δὲ ὀρεινὰ χωρία. ὁ δὲ καρπὸς αὐτοῦ καλεῖται κάρυον. ἀμῶσι δ᾿ ὅταν ἀδρύνωνται αἱ κριθαὶ καὶ ξηραίνοντες καὶ ἀποκαθαίροντες· αὐτὸν τὸν καρπὸν πλύναντες ἐν ὕδατι καὶ πάλιν ξηράναντες διδόασι πιεῖν συμμιγνύντες δύο μέρη τῆς μελαίνης μήκωνος, τὸ δὲ συναμφότερον ὅσον ὀξύβαφον· καθαίρει δὲ φλέγμα κάτω· ἐὰν δὲ τὸ κάρυον αὐτὸ διδῶσι, τρίψαντες ἐν οἴνῳ γλυκεῖ διδόασιν ἢ ἐν σησάμῳ πεφρυγμένῳ κατατραγεῖν. ταῦτα μὲν οὖν τοῖς τε φύλλοις καὶ τοῖς ὀποῖς καὶ τοῖς καρποῖς χρήσιμα.
Τῶν δὲ λιβανωτίδων, δύο γάρ εἰσιν, ἡ μὲν ἄκαρπος ἡ δὲ κάρπιμος, ἡ μὲν καὶ τῷ καρπῷ καὶ τῷ φύλλῳ χρησίμη ἡ δὲ μόνον τῇ ῥίζῃ. καλεῖται δὲ ὁ καρπὸς κάχρυ. ἔχει δὲ αὕτη τὸ μὲν φύλλον ἐοικὸς σελίνῳ ἑλείῳ μεῖζον δὲ πολύ, καυλὸν δὲ μέγεθος πήχεως ἢ μείζω, ῥίζαν δὲ μεγάλην καὶ παχεῖαν λευκὴν ὄζουσαν ὥσπερ λιβανωτοῦ, καρπὸν δὲ λευκὸν τραχὺν προμήκη· φύεται δὲ μάλιστα ὅπου ἂν αὐχμηρὰ χωρία ᾖ καὶ πετρώδη· χρησίμη δὲ ἡ μὲν ῥίζα πρός τε τὰ ἕλκη καὶ πρὸς τὰ γυναικεῖα πινομένη ἐν οἴνῳ αὐστηρῷ μέλανι· ὁ δὲ καρπὸς πρός τε τὰς στραγγουρίας καὶ πρὸς τὰ ὦτα καὶ ἄργεμα καὶ πρὸς ὀφθαλμίας καὶ ὥστε γάλα γυναιξὶν ἐμποιεῖν.
Ἡ δὲ ἄκαρπος ἔχει τὸ φύλλον ὅμοιον θριδακίνης τῆς πικρᾶς τραχύτερον δὲ καὶ λευκότερον. ῥίζαν δὲ βραχεῖαν. φύεται δὲ ὅπουπερ ἐρείκη πλείστη. δύναται δὲ ἡ ῥίζα καθαίρειν καὶ ἄνω καὶ κάτω· τὸ μὲν γὰρ πρὸς τὴν βλάστην ἄνω, τὸ δὲ πρὸς τὴν γῆν κάτω· κωλύει δὲ καὶ εἰς ἱμάτια τιθεμένη τοὺς σῆτας. συλλέγεται δὲ περὶ πυροτομίας.
XII. Χαμαιλέων δὲ ὁ μὲν λευκὸς ὁ δὲ μέλας·
αἱ δὲ δυνάμεις τῶν ῥιζῶν καὶ αὐταὶ δὲ αἱ ῥίζαι
τοῖς εἴδεσι διάφοροι. τοῦ μὲν γὰρ λευκὴ καὶ
παχεῖα καὶ γλυκεῖα καὶ ὀσμὴν ἔχουσα βαρεῖαν·
χρήσιμον δέ φασι πρός τε τοὺς ῥοῦς, ὅταν ἑψηθῇ
Ὁ δὲ μέλας τῷ μὲν φύλλῳ παρόμοιος, σκολυμῶδες γὰρ ἔχει πλὴν ἔλαττον καὶ λειότερον, αὐτὸς δ᾿ ὅλος ἐστὶν ὥσπερ σκιάδιον, ἡ δὲ ῥίζα παχεῖα καὶ μέλαινα διαρραγεῖσα δὲ ὑπόξανθος. χωρία δὲ φιλεῖ ψυχρὰ καὶ ἀργά· δύναται δὲ λέπραν τε ἐξελαύνειν ἐν ὄξει τριβόμενος καὶ ξυσθεὶς ἐπαλειφόμενος καὶ ἀλφὸν ὡσαύτως· ἀναιρεῖ δὲ καὶ τοὺς κύνας.
Μήκωνες δ᾿ εἰσὶν ἄγριαι πλείους· ἡ μὲν κερατῖτις
καλουμένη μέλαινα· ταύτης τὸ φύλλον ὥσπερ
Ἑτέρα δὲ μήκων ῥοιὰς καλουμένη παρομοία κιχορίῳ τῷ ἀγρίῳ, δι᾿ ὃ καὶ ἐσθίεται· ἐν τοῖς ἀρουραίοις δὲ φύεται, μάλιστα ἐν ταῖς κριθαῖς· ἄνθος δ᾿ ἔχει ἐρυθρὸν κωδύαν δ᾿ ὅσην ὄνυχα τοῦ δακτύλου. συλλέγεται δὲ πρὸ τοῦ θερισμοῦ τῶν κριθῶν, ἐγχλωροτέρα δὲ μᾶλλον. καθαίρει δὲ κάτω.
Ἑτέρα δὲ μήκων Ἡρακλεία καλεῖται τὸ μὲν φύλλον ἔχουσα οἶον στρουθός, ᾧ τὰ ὀθόνια λευκαίνουσι, ῥίζαν δὲ λεπτὴν ἐπιπόλαιον, τὸν δὲ καρπὸν λευκόν. ταύτης ἡ ῥίζα καθαίρει ἄνω· χρῶνται δέ τινες πρὸς τοὺς ἐπιλήπτους ἐν μελικράτῳ. ταῦτα μὲν οὖν ὥσπερ ὁμωνυμίᾳ τινὶ συνείληπται.
XIII. Τῶν δὲ ῥιζῶν καὶ ἐν τοῖς χυμοῖς αἱ
διαφοραὶ καὶ ἐν ταῖς ὀσμαῖς· αἱ μὲν γάρ εἰσι
δριμεῖαι αἱ δὲ πικραὶ αἱ δὲ γλυκεῖαι, καὶ αἱ μὲν
εὔοδμοι αἱ δὲ βαρεῖαι. γλυκεῖα μὲν ἥ τε νυμφαία
καλουμένη· φύεται δ᾿ ἐν ταῖς λίμναις καὶ ἐν τοῖς
ἑλώδεσιν, οἶον ἔν τε τῇ Ὀρχομενίᾳ καὶ Μαραθῶνι
Γλυκεῖα δὲ καὶ ἡ Σκυθική· καὶ ἔνιοι δὲ καλοῦσιν εὐθὺς γλυκεῖαν αὐτήν· γίνεται δὲ περὶ τὴν Μαιῶτιν· χρησίμη δὲ πρός τε τὰ ἄσθματα καὶ πρὸς τὴν βῆχα ξηρὰν καὶ ὅλως τοὺς περὶ τὸν θώρακα πόνους· ἔτι δὲ πρὸς τὰ ἕλκη ἐν μέλιτι· δύναται δὲ καὶ τὴν δίψαν παύειν, ἐάν τις ἐν τῷ στόματι ἔχῃ· δι᾿ ὃ ταύτῃ τε καὶ τῇ ἱππάκῇ διάγειν φασὶ τοὺς Σκύθας ἡμέρας καὶ ἕνδεκα καὶ δώδεκα.
Ἡ δὲ ἀριστολοχία τῇ ὀσφρήσει μὲν εὔοδμος τῇ
δὲ γεύσει πικρὰ σφόδρα τῇ χροιᾷ δὲ μέλαινα.
φύεται δὲ ἐν τοῖς ὄρεσιν ἡ βελτίστη· φύλλον δὲ
ἔχει προσεμφερὲς τῇ ἀλσίνῃ πλὴν στρογγυλότερον·
χρησίμη δὲ πρὸς πολλά, καὶ ἀρίστη πρὸς
κεφαλῆς ἀγαθὴ δὲ καὶ πρὸς τὰ ἄλλα ἕλκη, καὶ
πρὸς τὰ ἑρπετὰ καὶ πρὸς ὕπνον καὶ πρὸς ὑστέραν.
τὰ μὲν οὖν προσάγειν κελεύουσιν ἐν ὕδατι ἀναδεύσαντα
καὶ καταπλάττοντα, τὰ δὲ ἄλλα εἰς
μέλι ἐνξύσαντα καὶ ἔλαιον· πρὸς δὲ τὰ τῶν
ἑρπετῶν ἐν οἴνῳ ὀξίνῃ πίνειν καὶ ἐπὶ τὸ δῆγμα
ἐπιπλάττειν· εἰς ὕπνον δὲ ἐν οἴνῳ μέλανι αὐστηρῷ
κνίσαι· ἐὰν δὲ αἱ μῆτραι προπέσωσι, τῷ ὕδατι
ἀποκλύζειν.
Αὗται μὲν οὖν γλυκεῖαι. ἄλλαι δὲ πικραί, αἱ δὲ βαρεῖαι τῇ γεύσει. γίνονται δέ τινες τῶν γλυκειῶν αἱ μὲν ἐκστατικαί, καθάπερ ἡ ὁμοία τῷ σκολύμῳ περὶ Τεγέαν, ἣν καὶ Πάνδειος ὁ ἀνδριαντοποιὸς φαγὼν ἐργαζόμενος ἐν τῷ ἱερῷ ἐξέστη. αἱ δὲ θανατηφόροι, καθάπερ ἡ περὶ τὰ μέταλλα ἐν τοῖς ἔργοις τοῖς ἐν Θράκῃ· κούφη δὲ καὶ ἡδεῖα πάνυ τῇ γεύσει καὶ τὸν θάνατον ὑπνώδη τινὰ ποιοῦσα καὶ ἐλαφρόν. ἔχουσι δὲ καὶ τοῖς χρώμασι διαφορὰς οὐ τῷ λευκῷ καὶ μέλανι καὶ ξανθῷ μόνον, ἀλλ᾿ ἔνιαι καὶ οἰνοχρῶτες, αἱ δ᾿ ἐρυθραί, καθάπερ ἡ τοῦ ἐρευθεδανοῦ.
Ἡ δὲ τοῦ πενταφύλλου ἢ πενταπετοῦς, καλοῦσι γὰρ ἀμφοτέρως, ὀρυττομένη ἐρυθρὰ ξηραινομένη δὲ μέλαινα γίνεται καὶ τετράγωνος· ἔχει δὲ τὸ φύλλον ὥσπερ οἴναρον μικρὸν δὲ καὶ τὴν χροιὰν ὅμοιον· καὶ αὐξάνεται καὶ φθίνει ἅμα τῇ ἀμπέλῳ· πάντα δὲ πέντε τὰ φύλλα, δι᾿ ὃ καὶ ἡ προσηγορία· καυλοὺς δὲ ἐπὶ γῆν ἵησι λεπτοὺς καὶ κνήμας ἔχει.
Τὸ δὲ ἐρευθεδαιὸν φύλλον ὅμοιον κιττῷ πλὴν στρογγυλότερον· φύεται δ᾿ ἐπὶ γῆς ὥσπερ ἄγρωστις, φιλεῖ δὲ παλίσκια χωρία. οὐρητικὴ δέ, δι᾿ ὃ καὶ χρῶνται πρὸς τὰ τῆς ὀσφύος ἀλγήματα καὶ πρὸς τὰς ἰσχιάδας.
Ἔνιαι δὲ ἰδιόμορφοί τινες, ὥσπερ ἥ τε τοῦ
σκορπίου καλουμένου καὶ ἡ τοῦ πολυποδίου. ἡ
XIV. Πασῶν δὲ τῶν ῥιζῶν αἱ μὲν πλείω χρόνον αἱ δὲ ἐλάττω διαμένουσιν. ὁ μὲν γὰρ ἐλλέβορος καὶ τριάκοντα ἔτη χρήσιμος, ἡ δὲ ἀριστολοχία πέντε ἢ ἕξ, χαμαιλέων δὲ ὁ μέλας τετταράκοντα, κενταυρὶς δὲ δέκα ἢ δώδεκα· πίειρα δὲ ἡ ῥίζα καὶ πυκνή· πευκέδανον δὲ πέντε ἢ ἕξ, ἀμπέλου δὲ ἀγρίας ἐνιαυτόν, ἐὰν ἐν σκιᾷ ᾖ καὶ ἄπληκτος, εἰ δὲ μή, σαπρὰ καὶ σομφώδης· ἄλλαι δὲ ἄλλους ἔχουσαι χρόνους. πάντων δὲ ὅλως τῶν φαρμάκων πλεῖστον διαμένει χρόνον τὸ ἐλατήριον, καὶ τὸ παλαιότατον ἄριστον. ἰατρὸς δ᾿ οὖν τις ἔλεγεν οὐκ ἀλαζὼν οὐδὲ ψεύστης ὡς εἴη παρ᾿ αὐτῷ καὶ διακοσίων ἐτῶν θαυμαστὸν δὲ τῇ ἀρετῇ, δοῦναι δὲ αὐτῷ τινα δῶρον.
αἰτία δὲ τῆς
χρονιότητος ἡ ὑγρότης· διὰ γὰρ ταύτην καὶ ὅταν
κόψωσι τιθέασι εἰς τέφραν ὑγρόν, καὶ οὐδ᾿ ὣς
γίνεται ξηρόν, ἀλλ᾿ ἄχρι πεντήκοντα ἐτῶν σβέννυσι
προσαγομενον τοὺς λύχνους. φασὶ δὲ μόνον
Τῶν δὲ ῥιζῶν ὅσαι μὲν γλυκύτητά τινα ἔχουσι ξυμβαίνει θριπηδέστους γίνεσθαι χρονιζομένας, ὅσαι δὲ δριμεῖαι, τοῦτο μὲν μὴ πάσχειν ἀμαυροῦσθαι δ᾿ αὐτῶν τὰς δυνάμεις μανουμένων καὶ κενουμένων. τῶν δ᾿ ἔξω θηρίων ἄλλο μὲν οὐδὲν ἅπτεται ῥίζης δριμείας, ἡ δὲ σφονδύλη πασῶν· τοῦτο μὲν οὖν ἴδιον τῆς τοῦ ζώου φύσεως.
Πᾶσαν δὲ χείρω γίνεσθαι ῥίζαν, ἐὰν ἐάσῃ τις
τελειωθῆναι καὶ ἁδρυνθῆναι τὸν καρπόν· ὡσαύτως
δὲ καὶ τὸν καρπόν, ἐὰν ὀπίσῃς τὴν ῥίζαν· ὡς
ἐπὶ τὸ πολὺ δὲ αἱ φαρμακώδεις οὐκ ὀπίζονται,
ὧν δ᾿ ἂν τὰ σπέρματα φαρμακώδη, αὗται δὴ
ὀπίζονται· χρῆσθαι δέ τινές φασι μᾶλλον ταῖς
ῥίζαις, ὅτι ἰσχυρότερος ὁ καρπὸς ὥσθ᾿ ὑπενεγκεῖν
τὸ σῶμα. φαίνεται δὲ οὐ καθ᾿ ὅλου τοῦτο ἀληθές·
ἐπεὶ καὶ οἱ ἐν Ἀντικύρᾳ τοῦ σησαμώδους
ἐλλεβόρου διδόασιν, ὅτι ὁ καρπὸς ὅμοιος
σησάμῳ.
XV. Φαρμακώδεις δὲ δοκοῦσιν εἶναι τόποι
μάλιστα τῶν μὲν ἔξω τῆς Ἑλλάδος οἱ περὶ τὴν
Τυρρηνίαν καὶ τὴν Λατίνην, ἐν ᾗ καὶ τὴν Κίρκην
εἶναι λέγουσιν· καὶ ἔτι μᾶλλόν γε, ὡς Ὅμηρός
Οἱ δὲ τόποι πάντες πως φαίνονται μετέχειν τῶν φαρμάκων, ἀλλὰ τῷ μᾶλλον καὶ ἧττον διαφέρειν· καὶ γὰρ οἱ πρὸς ἄρκτον καὶ μεσημβρίαν καὶ οἱ πρὸς ἀνατολὰς ἔχουσι θαυμαστὰς δυνάμεις. ἐν Αἰθιοπίᾳ γὰρ ᾗ τοὺς ὀιστοὺς χρίουσι ῥίζα τίς ἐστι θανατηφόρος. ἐν δὲ Σκύθαις αὕτη τε καὶ ἕτεραι πλείους, αἱ μὲν παραχρῆμα ἀπαλλάττουσαι τοὺς προσενεγκαμένους, αἱ δ᾿ ἐν χρόιοις αἱ μὲν ἐλάττοσιν αἱ δ᾿ ἐν πλείοσιν, ὥστ ἐνίους καταφθίνειν. ἐν Ἰνδοῖς δὲ καὶ ἕτερα γένη πλείω, περιττότατα δέ, εἴπερ ἀληθῆ λέγουσιν, ἥ τε δυναμένη τὸ αἷμα διαχεῖν καὶ οἶον ὑποφεύγειν, καὶ πάλιν ἡ συνάγουσα καὶ πρὸς ἑαυτὴν ἐπισπωμένη, ἃ δή φασιν εὑρῆσθαι πρὸς τὰ τῶν ὀφιδίων τῶν θανατηφόρων δήγματα.
Περὶ δὲ τὴν Θρᾴκην εἶναι μὲν καὶ ἑτέρας οὐκ
ὀλίγας, ἰσχυροτάτην δὲ ὡς εἰπεῖν τὴν ἴσχαιμον,
ἣν δὴ λέγουσιν οἱ μὲν κεντηθείσης τῆς φλεβὸς
ταῦτα μὲν οὖν, ὥσπερ εἴπομεν,
ἔοικε δηλοῦν τὸ κοινόν. τῶν μὲν οὖν ἔξω
τόπων οἱ φαρμακωδέστατοι οὗτοι.
Τῶν δὲ περὶ τὴν Ἑλλάδα τόπων φαρμακωδέστατον τό τε Πήλιον τὸ ἐν Θετταλίᾳ καὶ τὸ Τελέθριον τὸ ἐν Εὐβοίᾳ καὶ ὁ Παρνασός, ἔτι δὲ καὶ ἡ Ἀρκαδία καὶ ἡ Λακωνική· καὶ γὰρ αὗται φαρμακώδεις ἀμφότεραι· δι᾿ ὃ καὶ οἵ γε Ἀρκάδες εἰώθασιν ἀντὶ τοῦ φαρμακοποτεῖν γαλακτοποτεῖν περὶ τὸ ἔαρ, ὅταν οἱ ὀποὶ μάλιστα τῶν τοιούτων φύλλων ἀκμάζωσι· τότε γὰρ φαρμακωδέστατον τὸ γάλα· πίνουσι δὲ βόειον· δοκεῖ γὰρ πολυνομώτατον καὶ παμφαγώτατον εἶναι πάντων ὁ βοῦς.
Φύεται δὲ παρ᾿ αὐτοῖς ὅ τε ἐλλέβορος ἀμφότερος καὶ ὁ λευκὸς καὶ ὁ μέλας· ἔτι δὲ δαῦκον δαφνοειδὲς κροκόεν, καὶ ἣν ἐκεῖνοι μὲν ῥάφανον ἀγρίαν καλοῦσι τῶν δ᾿ ἰατρῶν τινες κεράϊν, καὶ ἣν οἱ μὲν ἀλθαίαν ἐκεῖνοι δὲ μαλάχην ἀγρίαν, καὶ ἡ ἀριστολοχία καὶ τὸ σέσελι καὶ τὸ ἱπποσέλινον καὶ τὸ πευκέδανον καὶ ἡ Ἡράκλεια καὶ ὁ στρύχνος ἀμφότερος ὅ τε φοινικοῦν ἔχων τὸν καρπὸν καὶ ὁ μέλανα.
Φύεται δὲ καὶ ὁ σίκυος ὁ ἄγριος, ἐξ οὗ τὸ
ἐλατήριον συντίθεται· καὶ ὁ τιθύμαλλος, ἐξ οὗ τὸ
ἱπποφάες· ἄριστον δὲ τοῦτο περὶ Τεγέαν κἀκεῖνο
μάλιστα σπουδάζεται· φύεται δ᾿ ἐκεῖ ἐπὶ πλέον·
Ἡ δὲ πανάκεια γίνεται κατὰ τὸ πετραῖον περὶ Ψωφίδα καὶ πλείστη καὶ ἀρίστη. τὸ δὲ μῶλυ περὶ Φενεὸν καὶ ἐν τῇ Κυλλήνῃ. φασὶ δ᾿ εἶναι καὶ ὅμοιον ᾧ ὁ Ὅμηρος εἴρηκε, τὴν μὲν ῥίζαν ἔχον στρογγύλην προσεμφερῆ κρομύῳ τὸ δὲ φύλλον ὅμοιον σκίλλῃ· χρῆσθαι δὲ αὐτῷ πρός τε τὰ ἀλεξιφάρμακα καὶ τὰς μαγείας· οὐ μὴν ὀρύττειν γ᾿ εἶναι χαλεπόν, ὡς Ὅμηρός φησι.
Τὸ δὲ κώνειον ἄριστον περὶ Σοῦσα καὶ ἐν τοῖς ψυχροτάτοις τόποις. γίνεται δὲ καὶ ἐν τῇ Λακωνικῇ τὰ πολλὰ τούτων· καὶ γὰρ αὕτη πολυφάρμακος. ἐν Ἀχαίᾳ δὲ ἥ τε τραγάκανθα πολλὴ καὶ οὐδὲν χείρων ὡς οἴονται τῆς Κρητικῆς ἀλλὰ καὶ τῇ ὄψει καλλίων· καὶ δαῦκον περὶ τὴν Πατραϊκὴν διαφέρον· τοῦτο δὲ θερμαντικὸν φύσει, ῥίζαν δὲ ἔχει μέλαιναν. φύεται δὲ τὰ πολλὰ τούτων καὶ ἐν τῷ Παρνασῷ καὶ περὶ τὸ Τελέθριον. καὶ ταῦτα μὲν κοινὰ πλειόνων χώρων.
XVI. Τὸ δὲ δίκταμνον ἴδιον τῆς Κρήτης, θαυμαστὸν
δὲ τῇ δυνάμει καὶ πρὸς πλείω χρήσιμον
μάλιστα δὲ πρὸς τοὺς τόκους τῶν γυναικῶν. ἔστι
δὲ τὸ μὲν φύλλον παρόμοιον τῇ βληχοῖ, ἔχει δέ
τι καὶ κατὰ τὸν χυλὸν ἐμφερὲς τὰ δὲ κλωνία
λεπτότερα. χρῶνται δὲ τοῖς φύλλοις, οὐ τοῖς
κλωσὶν οὐδὲ τῷ καρπῷ· χρήσιμον δὲ πρὸς πολλὰ
μὲν καὶ ἄλλα, μάλιστα δέ, ὥσπερ ἐλέχθη, πρὸς
Τὸ δὲ ψευδοδίκταμνον τῷ μὲν φύλλῳ ὅμοιον τοῖς κλωνίοις δ᾿ ἔλαττον τῇ δυνάμει δὲ πολὺ λειπόμενον. βοηθεῖ μὲν γὰρ καὶ ταὐτά, χεῖρον δὲ πολλῷ καὶ ἀσθενέστερον. ἔστι δὲ εὐθὺς ἐν τῷ στόματι φανερὰ τοῦ δικτάμνου ἡ δύναμις· διαθερμαίνει γὰρ ἀπὸ μικροῦ σφόδρα. τιθέασι δὲ τὰς δεσμίδας ἐν νάρθηκι ἢ καλάμῳ πρὸς τὸ μὴ ἀποπνεῖν· ἀσθενέστερον γὰρ ἀποπνεῦσαν. λέγουσι δέ τινες ὡς ἡ μὲν φύσις μία ἡ τοῦ δικτάμνου καὶ ἡ τοῦ ψευδοδικτάμνου, διὰ δὲ τὸ ἐν εὐγειοτέροις φύεσθαι τόποις χεῖρον γίνεσθαι, καθάπερ καὶ ἄλλα πολλὰ πλείω τούτων κατὰ τὰς δυνάμεις. τὸ γὰρ δίκταμνον φιλεῖ χώραν τραχεῖαν.
Ἔστι δὲ καὶ ἕτερον δίκταμνον ὥσπερ ὁμώνυμον,
οὔτε τὴν ὄψιν οὔτε τὴν δύναμιν ἔχον τὴν αὐτήν·
φύλλον γὰρ ἔχει ὅμοιον σισυμβρίῳ τοὺς δὲ κλῶνας
μείζους· ἔτι δὲ τὴν χρείαν καὶ τὴν δύναμιν
οὐκ ἐν τοῖς αὐτοῖς. τοῦτο μὲν οὖν, ὥσπερ ἐλέχθη,
θαυμαστὸν ἅμα καὶ ἴδιον τῆς νήσου. φασὶ δέ
Τὸ δ᾿ ἀκόνιτον γίνεται μὲν καὶ ἐν Κρήτῃ καὶ ἐν Ζακύνθῳ, πλεῖστον δὲ καὶ ἄριστον ἐν Ἡρακλείᾳ τῇ ἐν Πόντῳ. ἔχει δὲ φύλλον μὲν κιχοριῶδες, ῥίζαν δὲ ὁμοίαν τῷ σχήματι καὶ τῷ χρώματι καρίδι, τὴν δὲ δύναμιν τὴν θανατηφόρον ἐν ταύτῃ· τὸ δὲ φύλλον καὶ τὸν καρπὸν οὐθέν φασι ποιεῖν· καρπὸς δέ ἐστι πόας οὐχ ὑλήματος. βραχεῖα δὲ ἡ πόα καὶ οὐδὲν ἔχουσα περιττόν, ἀλλὰ παρομοία τῷ σίτῳ τὸ δὲ σπέρμα οὐ σταχυηρόν. φύεται δὲ πανταχοῦ καὶ οὐκ ἐν ταῖς Ἀκόναις μόνον, ἀφ᾿ ὧν ἔχει τὴν προσηγορίαν· αὕτη δέ ἐστι κώμη τις τῶν Μαριανδυνῶν· φιλεῖ δὲ μάλιστα τοὺς πετρώδεις τόπους· οὐ νέμεται δὲ οὔτε πρόβατον οὔτ᾿ ἄλλο ζῶον οὐδέν.
συντίθεσθαι δὲ τρόπον τινὰ πρὸς τὸ
ἐργάζεσθαι καὶ οὐ παντὸς εἶναι· δι᾿ ὃ καὶ τοὺς
ἰατροὺς οὐκ ἐπισταμένους συντιθέναι σηπτικῷ τε
χρῆσθαι καὶ πρὸς ἄλλα ἄττα· πινόμενον δ᾿
οὐδεμίαν αἴσθησιν ποιεῖν οὔτ᾿ ἐν οἴνῳ οὔτ᾿ ἐν
μελικράτῳ· συντίθεσθαι δὲ ὥστε κατὰ χρόνους
τακτοὺς ἀναιρεῖν, οἶον δίμηνον τρίμηνον ἑξάμηνον
ἐνιαυτόν, τοὺς δὲ καὶ δύο ἔτη· χείριστα δὲ ἀπαλλάττειν
Ἀλλὰ τοῦ ἐφημέρου τὸ φάρμακον εὑρῆσθαι·
ἕτερον γάρ τι ῥίζιον εἶναι ὃ ἐφήμερον ἀπαλλάττει·
τοῦτο δὲ φύλλον ὅμοιον ἔχειν τῷ ἐλλεβόρῳ ἢ τῷ
λειρίῳ· καὶ τοῦτο πάντας εἰδέναι· δι᾿ καὶ τὰ
ἀνδράποδά φασι πολλάκις παοργισθέντα χρῆσθαι,
κἄπειτα ἰατρεύειν αὐτὰ πρὸς τοῦτο ὁρμῶντα,
καὶ γὰρ οὐδὲ ταχεῖαν ποιεῖσθαι τὴν ἀπαλλαγὴν
οὐδὲ ἐλαφρὰν ἀλλὰ δυσχερῆ καὶ χρόνιον· εἰ μὴ
ἄρα διὰ τὸ εὐθεράπευτον εἶναι καὶ ἀκατασκεύαστον
ὡς δεῖ. φασὶ γοῦν καὶ παραχρῆμα ἀπαλλάττεσθαι
καὶ ὕστερον χρόνῳ τοὺς δὲ καὶ εἰς
ἐνιαυτὸν ἄγειν, καὶ τὰς δόσεις ἀβοηθήτους εἶναι.
τοῦτο μὲν οὐδὲν ἄτοπον, εἰ τρόπον μέν τινα ἀβοήθητον ἄλλως δὲ βοηθήσιμον, ὥσπερ καὶ ἕτερα τῶν θανατηφόρων.
Τὸ δὲ ἀκόνιτον ἄχρηστον, ὥσπερ εἴρηται, τοῖς μὴ ἐπισταμένοις· οὐδὲ κεκτῆσθαι δὲ ἐξεῖναι, ἀλλὰ θάνατον τὴν ζημίαν· τὴν δὲ τῶν χρόνων διαφορὰν ἀκολουθεῖν κατὰ τὰς συλλογάς· ἰσοχρόνους γὰρ τοὺς θανάτους γίνεσθαι τοῖς ἀπὸ τῆς συλλογῆς χρόνοις.
Θρασύας δ᾿ ὁ Μαντινεὺς εὑρήκει τι τοιοῦτον, ὥσπερ ἔλεγεν, ὥστε ῥᾳδίαν ποιεῖν καὶ ἄπονον τὴν ἀπόλυσιν τοῖς ὀποῖς χρώμενος κωνείου τε καὶ μήκωνος καὶ ἑτέρων τοιούτων, ὥστε εὔογκον εἶναι σφόδρα καὶ μικρὸν ὅσον εἰς δραχμῆς ὁλκήν. ἀβοήθητον δὲ πάντη καὶ δυνάμενον διαμένειν ὁποσονοῦν χρόνον καὶ οὐδὲν ἀλλοιούμενον. ἐλάμβανε δὲ τὸ κώνειον οὐχ ὅθεν ἐτύγχανεν ἀλλ᾿ ἐκ Σούσων καὶ εἴ τις ἄλλος τόπος ψυχρὸς καὶ παλίσκιος· ὡσαύτως δὲ καὶ τἆλλα. συνετίθει δὲ καὶ ἕτερα φάρμακα πολλὰ καὶ ἐκ πολλῶν. δεινὸς δὲ καὶ Ἀλεξίας ὁ μαθητὴς αὐτοῦ καὶ οὐχ ἧττον ἔντεχνος ἐκείνου· καὶ γὰρ τῆς ἄλλης ἰατρικῆς ἔμπειρος.
Ταῦτα μὲν οὖν εὑρῆσθαι δοκεῖ πολλῷ μᾶλλον νῦν ἢ πρότερον. ὅτι δὲ διαφέρει τὸ χρῆσθαί πως ἑκάστῳ φανερὸν ἐκ πολλῶν· ἐπεὶ καὶ Κεῖοι τῷ κωνείῳ πρότερον οὐχ οὕτω ἀλλὰ τρίβοντες ἐχρῶντο, καθάπερ οἱ ἄλλοι· νῦν δ᾿ οὐδ᾿ ἂν εῖς τρίψειεν, ἀλλὰ περιπτίσαντες καὶ ἀφελόντες τὸ κέλυφος, τοῦτο γὰρ τὸ τὴν δυσχέρειαν παρέχον δυσκατέργαστον ὄν, μετὰ ταῦτα κόπτουσιν ἐν τῷ ὅλμῳ καὶ διαττήσαντες λεπτὰ ἐπιπάττοντες ἐφ᾿ ὕδωρ πίνουσιν, ὥστε ταχεῖαν καὶ ἐλαφρὰν γίνεσθαι τὴν ἀπαλλαγήν.
XVII. Ἀπάντων δὲ τῶν φαρμάκων αἱ δυνάμεις ἀσθενέστεραι τοῖς συνειθισμένοις τοῖς δὲ καὶ ἀνενεργεῖς τὸ ὅλον. ἔνιοι γὰρ ἐλλέβορον ἐσθίοντες πολὺν ὥστε ἀναλίσκειν δέσμας ὅλας οὐδὲν πάσχουσιν· ὅπερ ἐποίει καὶ Θρασύας δεινότατος ὢν ὡς ἐδόκει περὶ τὰς ῥίζας. ποιοῦσι δὲ τοῦθ᾿ ὡς ἔοικε καὶ τῶν νομέων τινές· δι᾿ ὃ καὶ πρὸς τὸν φαρμακοπώλην τὸν θαυμαζόμενον ὡς κατήσθιε ῥίζαν μίαν ἢ δύο παραγενόμενος ὁ ποιμὴν καὶ ἀναλώσας ὅλην τὴν δέσμην ἐποίησεν ἀδόκιμον· ἐλέγετο δ᾿ ὅτι καθ᾿ ἑκάστην ἡμέραν τοῦτο ποιεῖ καὶ αὐτὸς καὶ ἕτεροι.
Κινδυνεύει γὰρ ἔνια τῶν φαρμάκων τῇ ἀσυνηθείᾳ
φάρμακα γίνεσθαι, τάχα δὲ ἀληθέστερον
ὁ δὲ Χῖος Εὔδημος
πίνων ἐλλέβορον οὐκ ἐκαθαίρετο. καί ποτε ἔφη
πιεῖν ἐν μιᾷ ἡμέρᾳ δύο καὶ εἴκοσι πόσεις ἐν τῇ
ἀγορᾷ καθήμενος ἐπὶ τῶν σκευῶν καὶ οὐκ ἐξαναστῆναι
πρὸ τοῦ δείλην γενέσθαι· τότε δ᾿ ἐλθὼν
καὶ λούσασθαι καὶ δειπνεῖν ὥσπερ εἰώθει καὶ οὐκ
ἐξεμέσαι· πλὴν οὗτός γε βοήθειάν τινα παρασκευασάμενος
κατέσχε· κίσσηριν γὰρ ἐπιπάττων
ἐπ᾿ ὄξος δριμὺ πιεῖν ἔφη μετὰ τὴν ἑβδόμην πόσιν.
καὶ πάλιν ὕστερον ἐν οἴνῳ τὸν αὐτὸν τρόπον· τὴν
δὲ τῆς κισσήριδος οὕτως ἰσχυρὰν εἶναι δύναμιν
ὥστ᾿ ἐάν τις εἰς πίθον ζέοντα
Ὅτι δὲ καὶ τὸ ἔθος ἰσχυρὸν φανερὸν ἐκ πολλῶν·
XVIII. Αἱ δὲ ῥίζαι καὶ τὰ ὑλήματα, καθάπερ εἴρηται, πολλὰς ἔχουσι δυνάμεις οὐ πρὸς τὰ ἔμψυχα σώματα μόνον ἀλλὰ καὶ πρὸς τὰ ἄψυχα. λέγουσι γὰρ ἄκανθάν τινα εἶναι ἢ πήγνυσι τὸ ὕδωρ ἐμβαλλομένη· πηγνύναι δὲ καὶ τὴν τῆς ἀλθαίας ῥίζαν, ἐάν τις τρίψας ἐμβάλῃ καὶ θῇ ὑπαίθριον· ἔχει δὲ ἡ ἀλθαία φύλλον μὲν ὅμοιον τῇ μαλάχῃ πλὴν μεῖζον καὶ δασύτερον, τοὺς δὲ καυλοὺς μαλακούς, ἄνθος δὲ μήλινον, καρπὸν δ᾿ ὅμοιον τῇ μαλάχῃ. ῥίζαν δὲ ἰνώδη λευκὴν τῇ γεύσει δὲ ὥσπερ τῆς μαλάχης ὁ καυλός· χρῶνται δὲ αὐτῇ πρός τε τὰ ῥήγματα καὶ τὰς βῆχας ἐν οἴνῳ γλυκεῖ καὶ ἐπὶ τὰ ἕλκη ἐν ἐλαίῳ.
Ἑτέραν δέ τινα συνεψομένην τοῖς κρέασι συνάπτειν εἰς ταὐτὸ καὶ οἶον πηγνύναι· τὰς δὲ καὶ ἕλκειν, ὥσπερ ἡ λίθος καὶ τὸ ἤλεκτρον. καὶ ταῦτα μὲν ἐν τοῖς ἀψύχοις.
Τὸ δὲ θηλύφονον, οἱ δὲ σκορπίον καλοῦσι διὰ
τὸ τὴν ῥίζαν ὁμοίαν ἔχειν τῷ σκορπίῳ, ἐπιξυόμενον
ἐν δὲ τοῖς
ἡμετέροις σώμασι χωρὶς τῶν πρὸς ὑγείαν καὶ
νόσον καὶ θάνατον καὶ πρὸς ἄλλα δυνάμεις ἔχειν
φασὶν οὐ μόνον τῶν σωματικῶν ἀλλὰ καὶ τῶν
τῆς ψυχῆς
XIX. Πρὸς δὲ τὴν ψυχὴν τὸν μὲν στρύχνον ὥστε παρακινεῖν καὶ ἐξιστάναι, καθάπερ ἐλέχθη πρότερον, ἡ δὲ τοῦ ὀνοθήρα ῥίζα δοθεῖσα ἐν οἴνῳ πρᾳότερον καὶ ἱλαρώτερον ποιεῖ τὸ ἦθος. ἔχει δὲ ὁ μὲν ὀνοθήρας τὸ μὲν φύλλον ὅμοιον ἀμυγδαλῇ μικρότερον δέ, τὸ δὲ ἄνθος ἐρυθρὸν ὥσπερ ῥόδον· αὐτὸς δὲ μέγας θάμνος· ῥίζα δὲ ἐρυθρὰ καὶ μεγάλη, ὄζει δὲ αὐανθείσης ὥσπερ οἴνου· φιλεῖ δὲ ὀρεινὰ χωρία. φαίνεται δὲ οὐ τοῦτο ἄτοπον· οἷον γὰρ προσφορά τις γίνεται δύναμιν ἔχοντος οἰνώδη.
Ἀλλὰ τάδε εὐηθέστερα καὶ ἀπιθανώτερα τά τε τῶν περιάπτων καὶ ὅλως τῶν ἀλεξιφαρμάκων λεγομένων τοῖς τε σώμασι καὶ ταῖς οἰκίαις. καὶ ὡς δή φασι τὸ τριπόλιον καθ᾿ Ἡσίοδον καὶ Μουσαῖον εἰς πᾶν πρᾶγμα σπουδαῖον χρήσιμον εἶναι, φι᾿ ὃ καὶ ὀρύττουσιν αὐτὸ νύκτωρ σκηνὴν πηξάμενοι. καὶ τὰ περὶ τῆς εὐκλείας δὲ καὶ εὐδοξίας ὁμοίως ἡ καὶ μᾶλλον· εὔκλειαν γάρ φασι ποιεῖν τὸ ἀντίρρινον καλούμενον· τοῦτο δ᾿ ὅμοιόν ἐστι τῇ ἀπαρίνῃ· ῥίζα δὲ οὐχ ὕπεστιν· ὁ δὲ καρπὸς ὥσπερ μόσχου ῥῖνας ἔχει. τὸν δ᾿ ἀπὸ τούτου ἀλειφόμενον εὐδοξεῖν.
εὐδοξεῖν δὲ καὶ ἐάν τις τοῦ ἐλειοχ ρύσου τῷ ἄνθει στεφανῶται μύρῳ ῥαίνων ἐκ χρυσίου ἀπύρου. ἔχει δὲ ὁ ἐλειόχρυσ ος τὸ μὲν ἄνθος χρυσοειδές, φύλλον δὲ λευκὸν καὶ τὸν καυλὸν δὲ λεπτὸν καὶ σκληρὸν ῥίζαν δὲ ἐπιπόλαιον καὶ λεπτήν. χρῶνται δὲ αὐτῷ πρὸς τὰ δακετὰ ἐν οἴνῳ καὶ πρὸς τὰ πυρίκαυστα κατακαύσαντες καὶ μίξαντες μέλιτι. τὰ μὲν οὖν τοιαῦτα, καθάπερ καὶ πρότερον ἐλέχθη, συναύξειν βουλομένων ἐστὶ τὰς ἑαυτῶν τέχνας.
Αἱ δὲ τῶν ῥιζῶν καὶ τῶν καρπῶν καὶ τῶν ὀπῶν
φύσεις ἐπεὶ πολλὰς ἔχουσι καὶ παντοίας δυνάμεις,
ὅσαι ταὐτὸ δύνανται καὶ τῶν αὐτῶν αἰτίαι,
XX. Τὸ δὴ πέπερι καρπὸς μέν ἐστι διττὸν δὲ αὐτοῦ τὸ γένος· τὸ μὲν γὰρ στρογγύλον ὥσπερ ὄροβος, κέλυφος ἔχον καὶ σάρκα καθάπερ αἱ δαφνίδες, ὑπέρυθρον· τὸ δὲ πρόμηκες μέλαν σπερμάτια μηκωνικὰ ἔχον· ἰσχυρότερον δὲ πολὺ τοῦτο θατέρου· θερμαντικὰ δὲ ἄμφω· δι᾿ ὃ καὶ πρὸς τὸ κώνειον βοηθεῖ ταῦτά τε καὶ ὁ λιβανωτός.
Ὁ δὲ Κνίδιος κόκκος στρογγύλον ἐρυθρὸν τῇ χροιᾷ μεῖζον δὲ τοῦ πεπέριος ἰσχυρότερον δὲ πολὺ τῇ θερμότητι, δι᾿ καὶ ὅταν δίδωσι κατάποτον, διδόασι γὰρ πρὸς κοιλίας λύσιν, ἐν ἄρτῳ ἢ στέατι περιπλάττοντες· κάει γὰρ ἄλλως τὸν φάρυγγα.
Θερμαντικὸν δὲ καὶ ἡ τοῦ πευκεδάνου
Δαῦκον δὲ περὶ Πατραϊκὴν τῆς Ἀχαΐας διαφέρον, θερμαντικὸν φύσει· ῥίζαν δὲ ἔχει μέλαιναν.
Θερμαντικὸν δὲ καὶ δριμὺ καὶ τῆς ἀμπέλου τῆς ἀγρίας ῥίζα· δι᾿ ὃ καὶ εἰς ψίλωθρον χρήσιμον καὶ ἐφηλίδας ἀπάγειν· τῷ δὲ καρπῷ ψιλοῦσι τὰ δέρματα. τέμνεται δὲ πᾶσαν ὥραν ὀπώρας δὲ μάλιστα.
Δρακοντίου δὲ ῥίζα βῆχας ἐν μέλιτι διδομένη παύειν χρησίμη. καυλὸν δὲ ἔχει ποικίλον ὀφιώδη· σπέρματι δ᾿ οὐ χρῶνται.
Ἡ δὲ τῆς θαψίας ἐμετική· ἐὰν δέ τις κατάσχῃ, καθαίρει καὶ ἄνω καὶ κάτω· δύναται δὲ καὶ τὰ πελιώματα ἐξαιρεῖν· ὑπώπια δὲ ποιεῖ ἄλλα ἔκλευκα. ὁ δὲ ὀπὸς ἰσχυρότερος αὐτῆς καθαίρει καὶ ἄνω καὶ κάτω· σπέρματι δ᾿ οὐ χρῶνται· γίνεται δὲ καὶ ἄλλοθι μὲν ἀτὰρ καὶ ἐν τῇ Ἀττικῇ· καὶ τὰ βοσκήματα ταύτης οὐχ ἅπτεται τὰ ἐγχώρια, τὰ δὲ ξενικὰ βόσκεται καὶ διαρροίᾳ διαφθείρεται.
Τὸ δὲ πολυπόδιον μετὰ τὰ ὕδατα ἀναβλαστεῖ σπέρμα δὲ οὐ φύει.
Τὸ δὲ τῆς ἐβένου ξύλον κατὰ μὲν τὴν πρόσοψιν ὅμοιον πύξῳ φλοϊσθὲν δὲ μέλαν γίνεται· χρήσιμον δὲ πρὸς ὀφθαλμίας ἀκόνῃ τριβόμενον.
Ἡ δὲ ἀριστολοχία παχεῖα καὶ ἐσθιομένη πικρὰ τῷ χρώματι μέλαινα καὶ εὔοσμος, τὸ δὲ φύλλον στρογγύλον, οὐ πολὺ δὲ τὸ ὑπὲρ τῆς γῆς. φύεται δὲ καὶ μάλιστα ἐν τοῖς ὄρεσι· καὶ αὕτη βελτίστη. τὴν δὲ χρείαν αὐτῆς εἰς πολλὰ καταριθμοῦσιν· ἀρίστη μὲν πρὸς τὰ κεφαλόθλαστα, ἀγαθὴ δὲ καὶ πρὸς τὰ ἄλλα ἕλκη καὶ πρὸς τὰ ἑρπετὰ καὶ πρὸς ὕπνον καὶ πρὸς ὕστέραν ὡς πεσσός, τὰ μὲν σὺν ὕδατι ἀναδευομένη καὶ καταπλαττομένη, τὰ δ᾿ ἄλλα εἰς μέλι ξυομένη καὶ ἔλαιον· τῶν δὲ ἑρπετῶν ἐν οἴνῳ ὀξίνῃ πινομένη καὶ ἐπὶ τὸ δῆγμα ἐπιπαττομένη· εἰς ὕπνον δὲ ἐν οἴνῳ μέλανι αὐστηρῷ κνισθεῖσα· ἐὰν δὲ αἱ μῆτραι προπέσωσι, τῷ ὕδατι ἀποκλύζειν. αὕτη μὲν οὖν ἔοικε διαφέρειν τῇ πολυχρηστίᾳ.
Τῆς δὲ σκαμμωνίας ὥσπερ ἐξ ἐναντίας ὁ ὀπὸς μόνον χρήσιμος ἄλλο δ᾿ οὐδέν.
Ἡ δὲ τῆς πτερίδος ῥίζα μόνον τῷ χυλῷ γλυκύστρυφνος· ἕλμινθα δὲ πλατεῖαν ἐκβάλλει· σπέρμα δὲ οὐκ ἔχει οὐδὲ ὀπόν· τέμνεσθαι δὲ ὡραίαν μετοπώρου φασίν.
δ᾿ ἕλμις σύμφυτον ἐνίοις ἔθνεσιν· ἔχουσι γὰρ ὡς ἐπὶ πᾶν Αἰγύπτιοι Ἄραβες Ἀρμένιοι Ματαδίδες Σύροι Κίλικες· Θρᾷκες δ᾿ οὐκ ἔχουσιν οὐδὲ Φρύγες· τῶν δὲ Ἑλλήνων Θηβαῖοί τε οἱ περὶ τὰ γυμνάσια καὶ ὅλως Βοιωτοί· Ἀθηναῖοι δ᾿ οὔ.
Πάντων δὲ τῶν φαρμάκων ὡς ἀπλῶς εἰπεῖν
βελτίω τὰ ἐκ τῶν χειμερινῶν καὶ προσβόρρων
Περὶ μὲν οὖν τῶν ῥιζῶν ὅσαι φαρμακώδεις καὶ ὁποιασοῦν ἔχουσι δυνάμεις εἴτε ἐν αὐταῖς εἴτε ἐν τοῖς ὀποῖς ἡ καὶ ἄλλῳ τινὶ τῶν μορίων, καὶ τὸ ὅλον εἴ τι φρυγανικὸν ἡ ποῶδες ἔχει τοιαύτας δυνάμεις, καὶ περὶ τῶν χυλῶν τῶν τε εὐόσμων καὶ τῶν ἀόσμων καὶ ὅσας ἔχουσι διαφοράς, αἴπερ οὐθὲν ἦττον φυσικαί εἰσιν, εἴρηται.