Esdras A Septuaginta Henry Barclay Swete D.D. Harvard Library Arcadia Fund Gregory Crane Digital Divide Data Corrected and encoded the text Gregory Crane Editor-in-Chief, Perseus Digital Library Matt Munson Project Manager (University of Leipzig) Annette Gessner Project Assistant (University of Leipzig) Thibault Clérice Lead Developer (University of Leipzig) 2015 - 2017 Bruce Robertson Technical Advisor Harvard College Library tlg0527.tlg017.1st1K-grc1.xml Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License 2017 Harvard College Library United States The Old Testament in Greek Henry Barclay Swete D.D. Septuaginta Cambridge University Press Cambridge 1896 2 The Internet Archive

Text encoded in accordance with the latest EpiDoc standards (January 2014)

Greek Latin
ΕΣΔΡΑΣ Α

ΚΑΙ ἤγαγεν Ἰωσείας τὸ πάσχα ἐν Ἰερουσαλὴμ τῷ κυρίῳ αὐτοῦ, B καὶ ἔθυσαν τὸ πάσχα τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τοῦ πρώτου,

στήσας τοὺς ἱερεῖς κατʼ ἐφημερίας ἐστολισμένους ἐν τῷ ἱερῷ τοῦ κυρίου.

καὶ εἶπεν τοῖς Λευείταις, ἱεροδούλοις τοῦ Ἰσραήλ, ἁγιάσαι αὐτοὺς τῷ κυρίῳ ἐν τῇ θέσει τῆς ἁγίας κιβωτοῦ τοῦ κυρίου ἐν τῷ οἴκῳ ᾧ ᾠκοδόμησεν Σαλωμὼν ὁ τοῦ Δαυεὶδ ὁ βασιλεύς·

Οὐκ ἔσται ὑμῖν ἄραι ἐπʼ ὤμῶν αὐτήν· καὶ νῦν λατρεύετε τῷ κυρίῳ θεῷ ὑμῶν, καὶ θεραπεύετε τὸ ἔθνος αὐτοῦ Ἰσραήλ, καὶ ἑτοιμάσατε κατὰ τὰς πατριὰς καὶ τὰς φυλὰς ὑμῶυ )(⁵)κατὰ τὴν γραφὴν Δαυεὶδ βασιλέως Ἰσραὴλ καὶ κατὰ τὴν μεγαλειότητα Σαλωμὼν τοῦ υἱοῦ αὐτοῦ·

καὶ στάντες ἐν τῷ ἁγίῳ κατὰ τὴν μεριδαρχίαν τὴν πατρικὴν ὑμῶν τῶν Λευειτῶν τῶν ἔμπροσθεν τῶν ἀδελφῶν ὑμῶν υἱῶν Ἰσραὴλ

ἐν τάξει, (5) θύσατε τὸ πάσχα, καὶ τὰς θυσίας ἑτοιμάσατε τοῖς ἀδελφοῖς ὑμῶν, καὶ ποιήσατε τὸ πάσχα κατὰ τὸ πρόσταγμα τοῦ κυρίου τὸ δοθὲν τῷ Μωυσῆ.

καὶ ἐδωρήσατο Ἰωσείας τῷ λαῷ τῷ εὑρεθέντι ἀρνῶν καὶ ἐρίφων τριάκοντα χιλιάδας, μόσχ χους τρισχιλίους· (8) ταῦτα ἐκ τῶν βασιλικῶν ἐδόθη κατʼ ἐπαγγελίαν τῷ λαῷ καὶ τοῖς ἱερεῦσιν καὶ Λευείταις.

καὶ ἔδωκεν Κελκείας καὶ Ζαχαρίας καὶ Ἠσύηλος οἱ ἐπιστάται τοῦ ἱεροῦ τοῖς ἱερεῦσιν εἰς πάσχα πρόβατα δισχίλια ἑξακόσια, μόσχους τριακοσίους.

καὶ Ἰεχονίας καὶ Σαμαίας καὶ Ναθαναὴλ ὁ ἀδελφὸς καὶ Σαβίας καὶ Οχίηλος καὶ Ἰωρὰμ χιλίαρχοι Ιnscr ο ιερευς A 1 1 Ἰωσιας BᵇA (ira fere ubique) | αυτου] εαυτου A A | εθυσαν] εθυσε Bᵃᵇ + οι υιοι Ιηλ A | τεσσαρεσκαιδ. (τεσσαρισκαιδ. Bᵃ)] τε ιδ’ A (improb τε A?) 3 Λευιταις A (λευιτ. ubique) | αυτους] εαυτους A | του Δ.] pr υιος A 4 τω κυριω θεω] κω τω θω A | υμων 1⁰] ημων A | τας φυλας] om τας A 5 αγιω] ιερω A 5 6 Ισλ| εν ταξει A 6 του κυριου] κῦ A 7 χιλιάδες A 8 Χελκιας BᵇA | συηλος B*A] η συνοδος Bᵃ? ᵇ | post εξακοσια ras 1 lit A? 0 Οχιηλος] ζιηλος Aᵃ? (? A*) B ἔδωκαν τοῖς Λευείταις εἰς πάσχα πρόβατα χίλια, μόσχους ἑπτακοσίους.

καὶ ταῦτα τὰ γενόμενα· εὐπρεπῶς ἔστησαν οἱ ἱερεῖς καὶ οἱ Λευεῖται, ἔχοντες τὰ ἄζυμα, κατὰ τὰς φυλὰς (¹¹)καὶ κατὰ τὰς μεριδαρχίας τῶν πατέρων ἔμπροσθεν τοῦ λαοῦ, προσενεγκεῖν τῷ κυρίῳ κατὰ τὰ γεγραμμένα ἐν βιβλίῳ Μωυσῆ· καὶ οὕτω τὸ πρωινόν.

καὶ ὤπτησαν τὸ πάσχα ἐν πυρὶ ὡς καθήκει, καὶ τὰς θυσίας ἥψησαν ἐν τοῖς χαλκίοις καὶ λέβησιν μετʼ εὐωδίας, (¹³)καὶ ἀπήνεγκαν πᾶσι τοῖς ἐκ τοῦ λαοῦ.

μετὰ δὲ ταῦτα ἡτοι μασαν ἑαυτοῖς τε καὶ τοῖς ἱερεῦσιν ἀδελφοῖς αὐτῶν υἱοῖς Ἀαρών.

οἱ γὰρ ἱερεῖς ἀνέφερον τὰ στέατα ἕως ἀωρίας· καὶ οἱ Λευεῖται ἡτοίμασαν ἑαυτοῖς καὶ τοῖς ἱερεῦσιν ἀδελφοῖς αὐτῶν υἱοῖς Ἀαρών.

καὶ οἱ ἱεροψάλται υἱοὶ Ἀσὰφ ἦσαν ἐπὶ τῆς τάξεως αὐτῶν κατὰ τὰ ὑπὸ Δαυεὶδ τεταγμένα, καὶ Ἀσὰφ καὶ Ζαχαρίας καὶ Ἐβδεινοῦς οἱ παρὰ τοῦ βασιλέως.

καὶ οἱ θυρωροὶ ἐφʼ ἑκάστου πυλῶος· οὐκ ἔστιν παραβῆναι ἕκαστον τὴν ἑαυτοῦ ἐφημερίαν· οἱ γὰρ ἀδελφοὶ αὐτῶν οἱ Λευεῖται ἡτοίμασαν ἑαυτοῖς.

καὶ συνετελέσθη τὰ τῆς θυσίας τοῦ κυρίου (¹8)ἐν ἐκείνῃ τῇ ἡμέρα, ἀχθῆναι τὸ πάσχα καὶ προσαχθῆναι τὰς θυσίας ἐπὶ τὸ τοῦ κυρίου θυσιαστήριον κατὰ τὴν ἐπιταγὴν τοῦ βασλέως Ἰωσείου.

καὶ ἠγάγοσαν οἱ υἱοὶ Ἰσραὴλ οἱ εὑρεθέντες ἐν τῷ καιρῷ τούτῳ τὸ πάσχα καὶ τὴν ἑορτὴν τῶν ἀζύμων ἡμέρας ἑπτά.

καὶ οὐκ ἤχθη τὸ πάσχα τοιοῦτο ἐν τῷ Ἰσραὴλ ἀπὸ τῶν χρόνων Σαμουὴλ τοῦ προφήτου·

καὶ πάντες οἱ βασιλεῖς τοῦ Ἰσραὴλ οὐκ ἠγάγοσαν πάσχα τοιοῦτον οἷον ἥγαγεν Ἰωσείας καὶ οἱ ἱερεῖς καὶ οἱ Λευεῖται καὶ οἱ Ἰουδαῖοι καὶ πᾶς Ἰσραὴλ ὁ εὑρεθεὶς ἐν τῇ κατοικήσει αὐτῶν ἐν Ἰερουσαλήμ.

ὀκτωκαιδεκάτῳ ἔτει βασιλεύοντος Ἰωσείου ἤχθη τὸ πάσχα τοῦτο.

καὶ ὠρθώθη τὰ ἔργα Ἰωσείου ἐνώπιον τοῦ κυρίου αὐτοῦ ἐν καρδίᾳ πλήρει εὐσεβείας.

καὶ τὰ κατʼ αὐτὸν δὲ ἀναγέγραπται ἐν τοῖς ἔμπροσθεν χρόνοις, περὶ τῶν ἡμαρτηκότων καὶ ἠσεβηκότων εἰς τὸν κύριον παρὰ πᾶν ἔθνος καὶ βασιλείαν, καὶ ἃ ἐλύπησαν αὐτὸν ἔστιν· καὶ οἱ λόγοι A 9 χιλια] πεντακεισχιλια (εισχ sup ras Aᵃ) A 10 ταυτα τα γενο- μενα] τουτων γενομενων A | οι Λευειται] om οι A* (hab superscr A¹) | Μωση A | ουτως A 11 om εν 1ᵇ Bᵃᵇ | ηψησαν] ωπτησαν A | πασιν A | εκ] ε sup ras Aᵃ 12 ουτων] εαυτων A 16 ουτων] ων sup ras Aᵃ 14 υιοι] ιοι sup ras Aᵃ | ουτων] εαυτων A | Εδδινους A | οι παρα] ο παρα A 15 εαυτοις] αυταις A 16 του κυριου] τω κω A | προσαχθηναι] προσενε- χθηναι A 17 ηγαγον A 19 τοιουτο A | ο ευρεθεις] οι ευρεθέντες A 21 εν] ε sup ras Aᵃ | πληρεις BᵃᵇA 22 ησεβηκ.] η 1° sup ras Aᵃ | om α A | εστιν] εν αισθησει A τοῦ κυρίου ἀνέστησαν ἐπὶ Ἰσραήλ.

Καὶ μετὰ πᾶσαν τὴν πρᾶξιν ταύτην Ἰωσείου συνέβη Φαραὼ βασιλέα Αἰγύπτου ἐλθόντα πόλεμον ἐγεῖραι ἐν Καρκαμὺς ἐπὶ τοῦ Εὐφράτου· καὶ ἐξῆλθεν εἰς ἀπάντησιν αὐτῷ Ἰωσείας.

καὶ διεπέμψατο βασιλεὺς Αἰγύπτου πρὸς αὐτὸν λέγων Τί ἐμοὶ καὶ σοί ἐστιν, βασιλεῦ τῆς Ἰουδαίας;

οὐχὶ πρὸς σέ ἐξαπέσταλμαι ὑπὸ Κυρίου τοῦ θεοῦ, ἐπὶ γὰρ τοῦ Εὐφράτου ὁ πόλεμός μού ἐστιν· καὶ νῦν Κύριος μετʼ ἐμοῦ ἐστιν, καὶ Κύριος μετʼ ἐμοῦ ἐπισπεύδων ἐστίν· ἀπόστηθι, καὶ μὴ ἐναντιου τῷ κυρίῳ.

καὶ οὐκ ἀπέστρεψεν ἑαυτὸν Ἰωσείας ἐπὶ τὸ ἄρμα αὐτοῦ, ἀλλὰ πολεμεῖν αὐτὸν ἐπιχειρεῖ, οὐ προσέχων ῥήμασιν Ἰερεμίου προφήτου ἐκ στόματος Κυρίου·

ἀλλὰ συνεστήσατο πρὸς αὐτὸν πόλεμον ἐν τῷ πεδίῳ Μετααδδοῦς· καὶ κατέβησαν οἱ ἄρχοντες πρὸς βασιλέα Ἰωσείαν.

καὶ εἶπεν ὁ βασιλεὺς τοῖς παισὶν αὐτοῦ Ἀποστήσατέ με ἀπὸ τῆς μάχης. ἠσθένησα γὰρ λίαν. καὶ εὐθέως ἀπέστησαν αὐτὸν οἱ παῖδες αὐτοῦ ἀπὸ τῆς παρατάξεως,

καὶ ἀνέβη ἐπὶ τὸ ἄρμα τὸ δευτέριον αὐτοῦ· καὶ ἀποκατασταθεὶς εἰς Ἰερουσαλὴμ μετήλλαξεν τὸν βίον αὐτοῦ, καὶ ἐτάφη ἐν τῷ πατρικῷ τάφῳ.

καὶ ἐν ὅλῃ τῇ Ἰουδαίᾳ ἐπένθησαν τὸν Ἰωσείαν· καὶ ἐθρήνησεν Ἱερεμίας ὁ προφήτης ὑπέρ Ἰωσείου, καὶ οἱ προκαθήμενοι σὺν γυναιξὶν ἐθρηνοῦσαν αὐτὸν ἕως τῆς ἡμέρας ταύτης· καὶ ἐξεδόθη τοῦτο γενέσθαι αἰεὶ εἰς πᾶν τὸ γένος Ἰσραήλ.

ταῦτα δὲ ἀναγέγραπται ἐν τῇ βύβλῳ τῶν ἱστορουμέναων περὶ τῶν βασιλέων τῆς Ἰουδαίας, καὶ τὸ καθʼ ἔν πραχθέν τῆς πράξεως Ἰωσείου καὶ τῆς δόξης αὐτοῦ καὶ τῆς συνέσεως αὐτοῦ ἐν τῷ νόμῳ Κυρίου· τά τε πραχθέντα ὑπʼ αὐτοῦ καὶ τὰ νῦν ἱστόρηται ἐν τῷ βυβλίῳ τῶν βασιλέων Ἰσραὴλ καὶ Ἰούδα.

Καὶ ἀναλαβόντες οἱ ἐκ τοῦ ἔθνους τὸν Ἰεχονίαν υἱὸν Ἰωσείου ἀνέδειξαν βασιλέα ἀντὶ Ἰωσείου τοῦ πατρὸς αὐτοῦ, ὄντα ἐτῶν εἴκοσι τριῶν.

καὶ ἐβασίλευσεν ἐν Ἰσραὴλ καὶ Ἰερουσαλὴμ μῆνας τρεῖς· καὶ ἀπεκατέστησεν αὐτὸν 23 Χαρκαμυς] Καλχαμυς A | Ιωσεις B* (Γωσιας Bᵃ et utᵛiᵈ ο) 24 προς A αυτον βασιλευς Αυγυπτου A 26 αυτου] εαυτου A | επεχειρι (εχ 8up ras Aᵃ?) A 27 Μεταεδδαους A | βασιλεα] pr τον A 28 αυτου 1°] εαυτου A 29 δευτερον Bᵃ | αυτου] εαυτου A (bis) | αποκατασταθει A (ς superscr A¹) 30 επενθησαν] pr και A | εθρηνουσαν] εθρηνουν A | γενε- σθαι B*] γειν. Ba γιν. BᵇA | αει A | παν] απαν A 31 βυβλω βιβλω A | Κυριου] pr του A | πραχθέντα] προπραχθέντα Bᵃᵇ προσπφοαχθ. A | τω βυ- βλίῳ] τη βίβλῳ A | βασιλεων 2⁰] ε sup ras Aᵃ (βασιλαιωνʼ A*ᵛiᵈ) 32 Ἴε. χονιαν] Ιωχαζ A 33 Ισραηλ] Ιουδα A | απεκατεστησεν] απεστη- σεν A B βασιλεὺς Αἰγύπτου βασιλεύειν ἐν Ἰερουσαλήμ,

καὶ ἐζημίωσεν τὸ ἔθνος ἀργυρίου ταλάντοις ἑκατὸν καὶ χρυσίου ταλάντῳ ἑνί.

καὶ ἀνέδειξεν ὁ βασιλεὺς Αἰγύππου βασιλέα Ἰωακειμ τὸν ἀδελφὸν αὐτοῦ βασιλέα τῆς Ἰουδαίας καὶ Ἰερουσαλήμ.

καὶ ἔδησεν Ἰωακεὶμ τοὺς μεγιστᾶνας, Ζάριον δὲ τὸν ἀδελφὸν αὐτοῦ συλλαβὼν ἀνήγαγεν ἐξ Αἰγύπτου.

Ἐτῶν δὲ ἦν εἶκοσι πέντε Ἰωακεὶμ ὅτε ἐβασίλευσεν τῆς Ἰουδαίας καὶ Ἰερουσαλήμ, καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον Κυρίου.

τʼ αὐτὸν δὲ ἀνέβη Ναβουχοδονοσὸρ βασιλεὺς Βαβυλῶνος, καὶ ἔδησεν αὐτὸν ἐν χαλκείῳ δεσμῷ καὶ ἀπήγαγεν εἰς Βαβυλῶνα.

καὶ ἀπὸ τῶν ἱερῶν σκευῶν τοῦ κυρίου λαβὼν Ναβουχοδονοσὸρ καὶ ἀπενέγκας ἀπηρείσατο ἐν τῷ ναῷ αὐτοῦ ἐν Βαβυλῶνι.

τὴ δὲ ἱστορηθέντα περὶ αὐτοῦ καὶ τῆς αὐτοῦ ἀκαθαρσίας καὶ δυσσεβείας ἀναγέγραπται ἐν τῇ βίβλῳ τῶν χρόνων τῶν βασιλέων.

Καὶ ἐβασίλευσεν ἀντʼ αὐτοῦ Ἰωακεὶμ ὁ υἱὸς αὐτοῦ· ὅτε γὰρ ἀνεδείχθη, ἦν ἐτῶν ὀκτώ.

βασιλεύει δὲ μῆνας τρεῖς καὶ ἡμέρας δέκα ἐν Ἰερουσαλήμ, καὶ ἐποίησεν τὸ πονηρὸν ἔναντι Κυρίου.

Καὶ μετʼ ἐνιαυτὸν ἀποστείλας Ναβουχοδονοσὸρ μετήγαγεν αὐτὸν εἰς Βαβυλῶνα ἄμα τοῖς ἱεροῖς σκεύεσιν τοῦ κυρίου,

καὶ ἀνέδειξε Σεδεκίαν βασιλέα τῆς Ἰουδαίας καὶ Ἰερουσαλήμ. Σεδεκίαν ὄντα ἐτῶν εἶκοσι ἑνός· βασιλεύει δὲ ἔτη ἕνδεκα.

καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ οὐκ ἐνετράπη ἀπὸ τῶν ὸηθέντων λόγων ὑπὸ Ἰερεμίωυ τοῦ προφήτου ἐκ στόματος τοῦ κυρίου.

καὶ ὁρκισθεὶς ἀπὸ τοῦ βασιλέως Ναβουχοδονοσὸρ τῷ ὀνόματι τοῦ κυρίου, ἐφιορκήσας ἀπέστη, καὶ σκληρύνας αὐτοῦ τὸν τράχηλον καὶ τὴν καρδίαν αὐτοῦ παρέβη τὰ νόμιμα Κυρίου θεοῦ Ἰσραήλ.

καὶ οἱ ἡγούμενοι δὲ τοῦ λαοῦ καὶ τῶν ἱερέων πολλὰ ἠσέβησαν καὶ ἠνόμησαν ὑπέρ πάσας τὰς ἀκαθαρσίας πάντων τῶν ἐθνῶν, καὶ ἐμίαναν τὸ ἱερὸν τοῦ κυρίου τὸ ἁγιαζόμενον ἐν Ἰερουσαλήμ.

καὶ ἀπέστειλεν ὁ βασιλεὺς τῶν πατέρων A 33 βασιλεύειν] pr του μη BcA 64 αργυριω Bᵃ ᵇ | χρυσίω Bᵃ? 35 ο βασιλευς] om ο A | Ιαωακειμ (ακειμ sup ras) Aᵃ ᵛiᵈ 56 Ιωκειμ A Ιαωκ. Aᵃ | Ζαριον] Ζαρακην A 27 Ιωακειμ| ακειμ sup ras A | ενωπιον] εναντι A 38 μετ] επ A | εδησεν] δησας A | om και 2⁰ A 39 εαυτου A 40 ακαθαρσιας αυτου A 41 ο υιος] om ο A | οκτω] pr δεκα A 44 ανεδειξεν A | βασιλευει] εβασιλευσεν A 46 πηνηρον B *(πον. Bᵇ) 46 επιορκησας BᵃᵇA | αυτου] εαυτου A (bis) 47 ησεβησαν και ηνομ.] ηνομησαν και παρεβησαν A | αγιαζομενον] αγιασθεν A | Ιερουσαλημ| Ιεροσολυμοις A 48 βασιλευς] θς BᵃᵇᵐᵍA αὐτῶν διὰ τοῦ ἀγγέλου αὐτοῦ μετακαλέσαι αὐτούς, καθὸ ἐφείδετο B αὐτῶν καὶ τοῦ σκηνώματος αὐτῦ.

αὐτοὶ δὲ ἐμυκτήρισαν ἐν τοῖς ἀγγέλοις αὐτοῦ, καὶ ᾖ ἡμέρᾳ ἐλάλησεν Κύριος, ἦσαν ἐκπαίζοντες τοὺς προφήτας αὐτοῦ· (52)ἕως οὗ θυμῶντα αὐτὸν ἐπὶ τῷ ἔθνει αὐτοῦ διὰ τὰ δυσσεβήματα προστάξαι ἀναβιβάσαι ἐπʼ αὐτοὺς τοὺς βασιλεῖς τῶν Χαλδαίων.

οὗτοι ἀπέκτειναν τοὺς νεανίσκους αὐτῶν ἐν ῥομφαίᾳ περικυκλῶ τοῦ ἁγίου ἱεροῦ, καὶ οὐκ ἐφείσαντο νεανίσκου καὶ παρθένου καὶ πρεσβύτου καὶ νεαντέρου, (54)ἀλλὰ πάοτας παρέδωκασ εἰς τὰς χεῖρας αὐτῶν,

καὶ πάντα τὰ ἱερὰ σκεύη τοῦ κυρίου, τὰ μεγάλα καὶ τὰ μικρά, καὶ τὰς κιβωτοὺς τοῦ κυρίου καὶ τὰς βασιλικὰς ἀποθήκας ἀναλαβόντες ἀπήνεγκαν εἰς Βαβυλώνα.

καὶ ἐνεπύρισαν τὸν οἶκον τοῦ κυρίου, καὶ ἔλυσαν τὰ τείχη Ἰερουσαλήμ, καὶ τοὺς πύργους αὐτῆς ἐνεπύρισαν ἐν πυρί,

καὶ συνετέλεσαν πάντα τὰ ἔνδοξα αὐτῆς ἀχρεῶσαι· καὶ τοὺς ἐπιλοίπους ἀπήγαγεν μετὰ όομφαίας εἰς Βαβυλώνα.

καὶ ἦσαν παῖδες αὐτῷ καὶ τοῖς υἱοῖς αὐτοῦ μέχρι οὗ βασιλεῦσαι Ιέρσας, εἰς ἀναπλήρωσιν τοῦ ῥήματος τοῦ κυρίου ἐν στόματι Ἰερεμίου

Ἕως τοῦ εὐδοκῆσαι τὴν γῆν τὰ σάββατα αὐτῆς, πάντα τὸν χρόνον τῆς ἐρημώσεως αὐτῆς σαββατιεῖ εἰς συνπλήρωσιν ἐτῶν ἑβδομήκοντα.

Κύρου Ιερσῶν ἔτους πρώτου, εἰς συντέλειαν ῥήΒασιλεύοντος ματος Κυρίου ἐν στόματι Ἰερεμίου,

ἤγειρεν Κύριος τὸ πνεῦμα Κύρου βασιλέως Περσῶν, καὶ ἐκήρυξεν ὅλῃ τῇ βασιλείᾳ αὐτοῦ καὶ ἄμα διὰ γραπτῶν λέγων

Τάδε λέγει ὁ βασιλεὺς Περσῶν Κῦρος Ἐμὲ ἀνέδειξεν βασιλέα τῆς οἰκουμένης ὁ κύριος τοῦ Ἰσραήλ, Κύριος ὁ ὕψιστος,

καὶ ἐσήμηνέν μοι οἰκοδομῆσαι αὐτῷ οἶκον ἐν Ἰερουσαλὴμ τῇ ἐν τῇ Ἰουδαίᾳ.

εἴ τίς ἐστιν οὗν ὑμῶν ἐκ τοῦ ἔθνους αὐτοῦ, ἔστω ὁ κύριος αὐτοῦ μετʼ αὐτοῦ, καὶ ἀναβὰς εἰς τὴν Ἰερουσαλὴμ τὴν ἐν τῇ Ἰουδαίᾳ οἰκοδομείτω τὸν οἶκον τοῦ κυρίου τοῦ Ἰσραήλ· οὗτος ὁ κύριος ὁ κατασκηνώας ἐν Ἰερουσαλήμ.

ὅσοι οὗν κατὰ τοὺς τόπους οἰκοῦσιν, βοηθείτωσαν αὐτῷ οἱ ἐν τῷ τόπῳ αὐτοῦ ἐν χρυσίῳ καὶ ἐν 48 αυτου] εαυτου A (bis) | καθοτι A 49 εμυκτηρισαν] εξεμυκτηριζον A | A ου] του A | θυμωντα] θυμωθέντα A | αυτου 3⁰] εαυτου A 50 αγιου] +αυ- των A | νεωτερου] ουτων A | πανια A | παρεδωκεν A 51 ιερεα B* (ιερα BᵇA) |τας κιβωτους] τα σκευη κιβωτου A 52 του κυριου] om του A | αυτης] αυτων A 53 αχρειωσαι BᵃᵇA | μετα] απο A 54 μεχρι ου] μεχρις ου Bᵃᵇ μεχρι του A | του ρηματος του κυριου] λογου κυ A 55 συμπληρωσιν BᵇA II 2 ολη] pr εν A | αυτου] εαυτου A 4 αυτω] εαυτω A 5 ο κυριος 1⁰] + κὲ A | του κυριου] om του A 6 τους τυπους] om τους A Β ἀργυρίῳ (7)καὶ ἐν δόσεσιν, μεθʼ ἵππων καὶ κτηνῶν, σὺν τοῖς ἄλλοις τοῖς κατʼ εὐχὰς προστεθειμένοις εἰς τὸ ἱερὸν τοῦ κυρίου τὸ ἐν Ἰερουσαλήμ.

Καὶ καταστήσαντες οἱ ἀρχίφυλοι τῶν πατριῶν τῆς Ἰούδα καὶ Βενιαμεὶν φυλῆς, καὶ οἱ ἱερεῖς καὶ οἱ Λευεῖται, καὶ πάντων ὧν ἤγειρεν Κύριος τὸ πνεῦμα ἀναβῆναι οἰκοδομῆσαι οἶκον τῷ κυρίῳ τὸν ἐν Ἰερουσαλήμ·

καὶ οἱ περικύκλω αὐτῶν (9)ἐβοήθησαν ἐν πᾶσιν, ἐν ἀργυρίῳ καὶ χρυσίῳ, ἵπποις, κτήνεσιν καὶ εὐχαῖς ὡς πλείσταις πολλῶν ὧν ὁ νοῦς ἠγέρθη.

καὶ ὁ βασιλεὺς Κῦρος ἐξήνεγκεν τὰ ἅγια σκεύη τοῦ κυρίου, ἃ μετήγαγεν Ναβουχοδονοσὸρ ἐξ Ἰερουσαλὴμ καὶ ἀπηρείσατο αὐτὰ ἐν τῷ εἰδωλίῳ αὐτοῦ.

ἐξενέγκας δὲ αὐτὰ Κῦρος ὁ βασιλεὺς Περσῶν παρέδωκεν αὐτὰ Μιθριδάτῃ τῷ ἑαυτοῦ γαζοφύλακι·

διὰ δὲ τούτου παρεδόθησαν Σαναμασσάρῳ προστάτῃ τῆς Ἰουδαίας.

ὁ δὲ τούτων ἀριθμὸς ἦν, σπονδεῖα χρυσᾶ χίλια, σπονδεῖα ἀργυρᾶ χίλια, θυίσκαι ἀργυραῖ εἴκοσι ἐννέα, φιάλαι χρυσαῖ τριάκοντα, ἀργυραῖ βυ΄ δέκα, καὶ ἄλλα σκεύη χίλια.

τὰ δὲ πάντα σκεύη ἐκομίσθη, χρυσᾶ καὶ ἀργυρᾶ, πεντακισχίλια τετρακόσια ἑξήκοντα ἐννέα·

ἀνηνέχθη δὲ ὑπὸ Σαμανασσάρου ἅμα τοῖς ἐκ τῆς αἰχμαλωσίας ἐκ Βαβυλῶνος εἰς Ἰερουσαλήμ.

Ἐν δὲ τοῖς ἐπὶ Ἀρταξέρξου τοῦ Περσῶν βασιλέως χρόνοις κατέγραψεν αὐτῶν κατὰ τῶν κατοικούντων ἐν τῇ Ἰουδαίᾳ καὶ Ἰερουσαλὴμ Βήλεμος καὶ Μιθραδάτης καὶ Ταβέλλιος καὶ Ῥάθυμος καὶ Βεέλτεθμος καὶ Σαμέλλιος ὁ γραμματεὺς καὶ οἱ λοιποὶ οἱ τούτοις συντασσόμενοι, οἰκοῦντες δὲ ἐν Σαμαρείᾳ καὶ τοῖς ἄλλοις τόποις, τὴν ὑπογεγραμμένην ἐπιστολήν

Βασιλεῖ Ἀρταξέρξῃ (17)κυρίῳ οἱ παῖδές σου Ῥάθυμος ὁ τὰ προσπίπτοντα καὶ Σαμέλλιος ὁ γραμματεὺς καὶ οἱ ἐπίλοιποι τῆς βουλῆς αὐτῶν καὶ οἱ ἐν κοίλῃ Συρίᾳ καὶ Φοινίκῃ.

καὶ νῦν γνωστὸν ἔστω τῷ κυρίῳ βασιλεῖ ὅτι Ἰουδαῖοι A 6 om και 2⁰ A 7 καταστησαντες] κατασταντες A | αρχιφιλοι A* vid (αρ- χιφυλ. A?) 8 om εν 2⁰A | κτηνεσιν] pr και A | ως] ως ταις A* ᵛiᵈ ωσται A? 9 αγια] ιερα A | μετηγαγεν] μετηνεγ|κεν A | ειδωλιω αυτου] εαυτου ειδ. A 10 Μιθριδατῃ A (ατ sup ras Aᵃ) |γαζοφυλακι] αζ sup ras Aᵃ 11 Σαναβασ- σαρω (αναβ sup ras) Aᵃ | προστατη] pr τω A 12 σπονδεια 1⁰] σπονδια B* (-δεια Bᵃᵇ) | σπονδεια 2⁰ (-δια A)] pr και A | χρυσεαι A | βύ] δισχιλιαι τε- τρα|κοσιαι A 13 εκομισθη] διεκομισθη A 14 ανηνεχθη] η 1⁰ sup ras Aᵃ | Σαμαβασσαρου A | Ιεροσολυμα A 15 Αρταρξερξου A | αυτων] αυτω A | Μιθραδατης B*Aᵃ] Μιθριδ. Bᵃᵇ A*ᵛⁱᵈ | Ραθυμος και Βεελτεθμος] Ραθυος και Βα|ελτεθμος (ος και Βα sup ras) Aa | Σεμελλιος A | οικουντες] pr οι A οικο sup ras Aᵃ 16 Αρταρξερξη A | Σαμελλιος] Σεβελλιος A | οι 3­°] pr κραταιοι A 17 κυριω] +μου A | οτι] διοτι A | Ιουδαιοι] pr οι A ἀναβάντες παρʼ ὑμῶν πρὸς ἡμᾶς, ἐλθόντες εἰς Ἰερουσαλήμ, τὴν Β πόλιν τὴν ἀποστάτιν καὶ πονηρὰν οἰκοῦσιν, τάς τε ἀγορὰς αὐτῆς καὶ τὰ τείχη θεραπεύουσιν καὶ ναὸν ὑποβάλλονται.

ἐὰν οὖν ἡ πόλις αὕτη οἰκοδομηθῇ καὶ τὰ τείχη συντελεσθῇ, φορολογίαν οὐ μὴ ὑπομείνωσιν δοῦναι, ἀλλὰ καὶ βασιλεῦσιν ἀντιστήσονται· (20)καὶ ἐπεὶ ἐνεργεῖται τὰ κατὰ τὸν ναόν, καλῶς ἔχειν ὑπολαμβάνομεν μὴ ὑπεριδεῖν τὸ τοιοῦτο (21)ἀλλὰ προσφωνῆσαι τῷ κυρίῳ βασιλεῖ ὅπως, ἂν φαίνηταί σοι, ἐπισκεφθῇ ἐν τοῖς ἀπὸ τῶν πατέρων σου βιβλίοις.

καὶ εὑρήσεις ἐν τοῖς ὑπομνηματισμοῖς τὰ γεγραμμένα περὶ τούτων, καὶ γνώσῃ ὅτι ἡ πόλις ἦν ἐκείνη ἀποστάτις καὶ βασιλεῖς καὶ πόλεις ἐνοχλοῦσα, (²³)καὶ οἱ Ἰουδαῖοι ἀποστάται καὶ πολιορκίας συνεσταμένοι ἐν αὐτῇ ἔτι ἐξ αἰῶνος, δι᾿ ἣν αἰτίαν ἡ πόλις αὕτη ἠρημώθη.

νῦν οὖν ὑποδεικνύομέν σοι, κύριε βασιλεῦ, ὅτι ἐὰν ἡ πόλις αὕτη οἰκοδομηθῇ καὶ τὰ ταύτης τείχη ἀνασταθῇ, ἔξοδός σοι οὐκέτι ἔσται εἰς κοί λην Συρίαν καὶ Φοινίκην.

τότε ἀντέγραψεν ὁ βασιλεὺς Ῥαθύμῳ τῷ γράφοντι τὰ προσπίπτοντα καὶ Βεελτέθμῳ καὶ Σαμελλίῳ γραμματεῖ καὶ τοῖς λοιποῖς τοῖς συντασσομένοις καὶ οἰκοῦσιν ἐν Σαμαρείᾳ καὶ Συρίᾳ καὶ Φοινίκῃ τὰ ὑπογεγραμμένα

Ἀνέγνων τὴν ἐπιστολὴν ἣν πεπόμφατε πρὸς μέ. ἐπέταξα οὖν ἐπισκέψασθαι· καὶ εὑρέθη ὅτι ἐστὶν ἡ πόλις ἐκείνη ἐξ αἰῶνος βασιλεῦσιν ἀντιπαρατάσσουσα,

καὶ οἱ ἄνθρωποι ἀποστάσεις καὶ πολέμους ἐν αὐτῇ συντελοῦντες, καὶ βασιλεῖς ἰσχυροὶ καὶ σκληροὶ ἦσαν ἐν Ἰερουσαλὴμ κυριεύοντες καὶ φορολογοῦντες κοίλην Συρίαν καὶ Φοινίκην.

νῦν οὖν ἐπέταξα ἀποκωλῦσαι τοὺς ἀνθρώπους ἐκείνους τοῦ οἰκοδομῆσαι τὴν πόλιν, καὶ προνοηθῆναι ὅπως μηθὲν παρὰ ταῦτα γένηται (29)καὶ μὴ προβῇ ἐπὶ πλεῖον τὰ τῆς κακίας εἰς τὸ βασιλεῖς ἐνοχλῆσαι.

τότε ἀναγνωσθέντων τῶν παρὰ τοῦ βασιλέως Ἀρταξέρξου γραφέντων ὁ Ῥάθυμος καὶ 17 πονηραν] pr την A | οικουσιν] οικοδομουσιν Ba (οικοδομους B ᵇ?) A A 18 επι B* (επει Bᵃᵇ) | υπερδειν B* (υπεριδειν B?) | το τοιουτο] om το A αν] εαν A | φανηται A 19 υπομνηματισμοις] υπομνημασιν A | αποστατις] απ sup ras Aa | συνεσταμενοι Bᵃᵇ (συνει. B*)] συνισταμενοι A | η πολις 2⁰] pr και A 20 υποδικνυμεν A | οτι] διοτι A | εξοδος] καθοδος A | ουκετι σοι A | Φοινεικ. B* (Φοινικ. Bᵇ: item 21, 23) 21 Bεελ- τεμωθ᾿ A | συντασσομενοις] ο 1⁰ sup ras Aᵃ | Σαμαρεια] pr τη A | om και Συρια A 22 επεταξα] επαταξα B*A* (επετ. B ᵃᵇA ᵃ?) | ηυρεθη A | αντιπαρατασσ.] ι sup ras Aᵃ 24 om ουν A | επεταξα BᵃᵇA] επαταξα B* | μηθεν] μηδεν A | εις το] επι τω A | ενοχλησοι] ενοχλισθαι A 25 Αρ- ταρξερξου A B Σαμέλλιος ὁ γραμματεὺς καὶ οἱ τούτοις συντασσόμενοι, ἀναζεύξαντες κατὰ σπουδὴν εἰς Ἰερουσαλὴμ μεθʼ ἵππου καὶ ὄχλου παρατάξεως, (³¹)ἤρξαντο κωλύειν τοὺς οἰκοδομοῦντας· καὶ ἤργει ἡ οἰκοδομὴ τοῦ ἱεροῦ τοῦ ἐν Ἰερουσαλὴμ μέχρι τοῦ δευτέρου ἔτους τῆς βασιλείας Δαρείου τοῦ Περσῶν βασιλέως.

Καὶ βασιλεὺς Δαρεῖος ἐποίησεν δοχὴν μεγάλην πᾶσιν τοῖς ὑπʼ αὐτόν, καὶ πᾶσιν τοῖς οἰκογενέσιν αὐτοῦ, καὶ πᾶσιν τοῖς μεγιστᾶσιν τῆς Μηδείας καὶ τῆς Περσίδος,

καὶ πᾶσιν τοῖς σατράπαις καὶ στρατηγοῖς καὶ τοπάρχαις τοῖς ὑπʼ αὐτὸν ἀπὸ τῆς Ἰνδικῆς μέχρι Αἰθιοπίας ἐν ταῖς ἑκατὸν εἴκοσι ἑπτὰ σατραπείαις.

καὶ ἐφάγοσαν καὶ ἐπίοσαν, καὶ ἐμπλησθέντες ἀνέλυσαν· ὁ δὲ Δαρεῖος ὁ βασιλεὺς ἀνέλυσεν εἰς τὸν κοιτῶνα καὶ ἐκοιμήθη, καὶ ἔξυπνος ἐγένετο.

τότε οἱ τρεῖς νεανίσκοι οἱ σωματοφύλακες, οἱ φυλάσσοντες τὸ σῶμα τοῦ βασιλέως, εἶπαν ἕτερος πρὸς τὸν ἕτερον

Εἴπωμεν ἕκαστος ἡμῶν ἕνα λόγον ὃς ὑπερισχύσει· καὶ οὗ ἂν φανῇ τὸ ῥῆμα αὐτοῦ σοφώτερον τοῦ ἑτέ. ρου, δώσει αὐτῷ Δαρεῖος ὁ βασιλεὺς δωρεὰς μεγάλας καὶ ἐπινίκια μεγάλα,

καὶ πορφύραν περιβαλέσθαι καὶ ἐν χρυσώμασιν πίνειν καὶ ἐπὶ χρυσῷ καθεύδειν καὶ ἅρμα χρυσοχάλινον καὶ κίδαριν βυσσίνην καὶ μανιάκην περὶ τὸν τράχηλον,

καὶ δεύτερος καθιεῖται Δαρείου διὰ τὴν σοφίαν αὐτοῦ, καὶ συγγενὴς Δαρείου κληθήσεται.

καὶ τότε γράψαντες ἕκαστος τὸν ἑαυτοῦ λόγον ἐσφραγίσαντο καὶ ἔθηκαν ὑπὸ τὸ προσκεφάλαιον Δαρείου τοῦ βασιλέως, (9)καὶ εἶπαν

Ὅταν ἐγερθῇ ὁ βασιλεύς, δώσουσιν αὐτῷ τὸ γράμμα· καὶ ὃν ἂν κρίνῃ ὁ βασιλεὺς καὶ οἱ τρεῖς μεγιστᾶνες τῆς Περσίδος ὅτι οὗ ὁ λόγος αὐτοῦ σοφώτερος, αὐτῷ δοθήσεται τὸ νῖκος, καθὼς γέγραπται.

ὁ εἷς ἔγραψεν Ὑπερισχύει ὁ οἶνος.

ὁ ἕτερος ἔγραψεν Ὑπερισχύει ὁ βασιλεύς.

ὁ τρίτος ἔγραψεν Ὑπερισχύουσιν αἱ γυναῖκες, ὑπὲρ δὲ πάντα νικᾷ ἡ ἀλήθεια.

καὶ ὅτε ἐξηγέρθη ὁ βασιλεύς, λαβόντες τὸ γράμμα ἔδωκαν αὐτῷ, καὶ ἀνέγνω.

καὶ ἐξαποστείλας ἐκάλεσεν πάντας τοὺς μεγιστᾶνας τῆς Περσίδος καὶ τῆς Μηδείας καὶ σατράπας καὶ στρατηγοὺς καὶ τοπάρχας καὶ ὑπάτους, (¹⁵)καὶ ἐκάθισεν ἐν τῷ χρηματιστηρίῳ, A 25 Σεμελλιος A | εις Ιλημ κατα σπουδην A μεθ] μετ A | Δαριου B*A (Δαρειου Bᵃ?ᵇ) III 1 Δαριος B*A (Δαρειος Bᵃ? ᵇ) | Μηδιας A 2 υπ αυτον] μετ αυτων A | Αιθιοπιας Bᵇ (Αιθιοπιαις B*)] pr της A | σατραπιαις BᵇA 3 και 1⁰] + οτε A | εφαγον A | επιον A | ο δε] τοτε A | Δαριος A 4 προς τον ετερον] τω ετερω A 5 αν] εαν A | αυδω B* (αυτω B ᵃᵇ A) 6 τραχηλον] +αυτου A 7 αυτου] εαυτου A 9 om αν A | om ου A | νικος] νικημα A 10 ο εις A¹]] ρις A 12 ο τριτος Bᵃᵇ (οτι τρ. B*)] ο αλλος A 13 εδωκαν] επεδωκαν A καὶ ἀνεγνώσθη τὸ γράμμα ἐνώπιον αὐτῶν.

καὶ εἶπεν Β Καλέσατε τοὺς νεανίσκους, καὶ αὐτοὶ δηλώσουσιν τοὺς λόγους αὐτῶν· καὶ ἐκλήθησαν, καὶ εἰσήλθοσαν.

καὶ εἶπαν αὐτοῖς Ἀπαγγείλατε ἡμῖν περὶ τῶν γεγραμμένων. Καὶ ἤρξατο ὁ πρῶτος ὁ εἴπας περὶ τῆς ἰσχύος τοῦ οἴνου. (18)καὶ ἔφη οὕτως

Ἄνδρες, ῶς ὑπερισχύει ὁ οἶνος. πάντας τοὺς ἀνθρώπους τοὺς πιόντας αὐτὸν πλανᾷ τὴν διάνοιαν,

τοῦ τε βασιλέως καὶ τοῦ ὀρφανοῦ ποιεῖ τὴν διάνοιαν μίαν, τὴν τε τοῦ οἰκέτου καὶ τὴν τοῦ ἐλευθέρου, τὴν τε τοῦ πένητος καὶ τὴν τοῦ πλουσίου·

καὶ πᾶσαν διάνοιαν μεταστρέφει εἰς εὐωχίαν καὶ εὐφροσύνην, καὶ οὐ μέμνηται πᾶσαν λύπην καὶ πᾶν ὀφείλημα·

καὶ πάσας καρδίας ποιεῖ πλουσίας, καὶ οὐ μέμνηται βασιλέα οὐδὲ σατράπην· καὶ πάντα διὰ ταλάντων ποιεῖ λαλεῖν,

καὶ οὐ μέμνηται ὅταν πίνωσιν φιλιάζειν φίλοις καὶ ἀδελφοῖς, καὶ μετʼ οὐ πολὺ σ πῶνται μαχαιρας·

καὶ ὅταν ἀπὸ τοῦ οἴνου ἐγερθῶσιν, οὐ μέμνηται ἃ ἔπραξαν.

ὦ ἄνδρες. οὐχ ὑπερισχύει ὁ οἶνος ὅτι οὕτως ἀναγκάζει ποιεῖν; καὶ ἐσίγησεν οὕταως εἴπας.

Καὶ ἤρξατο ὁ δεύτερος λαλεῖν ὁ εἴπας περὶ τῆς ἰσχύος τοῦ βασιλέως

Ὦ ἄνδρες, οὐχ ὑπερι σχύουσιν οἱ ἄνθραωποι, τὴν γῆν καὶ τὴν θάλασσαν κατακρατοῦντες καὶ πάντα τὰ ἐν αὐτοῖς;

ὁ δὲ βασιλεὺς ὑπερισχύει καὶ κυριεύει αὐτῶν καὶ δεσπόζει αὐτῶν, καὶ πᾶν ὃ ἐὰν εἴπῃ αὐτοῖς ἐνακούουσιν.

ἐὰν εἴπῃ αὐτοῖς ποιῆσαι πόλεμον ἕτερος πρὸς τὸν ἕτερον, ποιοῦσιν· ἐὰν δὲ ἐξαποστείλῃ αὐτοὺς πρὸς τοὺς πολεμίους, βαδίζουσιν καὶ κατεργάζονται τὰ ὄρη καὶ τὰ τείχη καὶ τοὺς πύργους.

φονεύουσιν καὶ φονεύονται, καὶ τὸν λόγον τοῦ βασιλέως οὐ παραβαίνουσιν· ἐὰν δὲ νικήσωσιν, τῷ βασιλεῖ κομίζουσιν πάντα, καὶ ἐὰν προνομεύσαωσιν καὶ τὰ ἄλλα πάντα.

καὶ ὅσοι οὐ στρατεύονται οὐδὲ πολεμοῦσιν ἀλλὰ γεωργοῦσιν τὴν γῆν, πάλιν ὅταν σπείρωσι, θερίσαντες ἀναφέρουσιν τῷ βασιλεῖ· καὶ ἕτερος τὸν ἕτερον ἀναγκάζοντες ἀναφέρουσι τοὺς φόρους τῷ βασιλεῖ.

καὶ αὐτὸς εἰ μόνος ἐστίν, ἐὰν 15 δηλουσουσιν A | αυτων] εαυτων A 17 πινοντας A | τη διανοια A A 18 την 5⁰] ras aliq in τ Β? 20 καρδιας] pr τας A | βασιλεια A (ι improb vid Aᵃ? ᵐᵍ) 21 φιλιαζειν] φιαλιζειν A | μαχαιρας] pr τας A 22 εγερ- θωσιν] γενηθωσιν A | ου] ουδε A | μεμνηται] μνηνται (sic) A | επραξεν A 23 om οτι A | ειπας] ειπων A IV 1 ειπας] ειπων A 2 θρωποι την γηι sup ras Bᵃ?ᵇ 3 βασιλευ A* (βασιλευς A¹) | κυριει B* (κυριυει BᵃᵇA) | αυτων 1⁰] παντων A | παν] πανια A | εαν] αν A | ενακουουσιν] ποιησουσιν A 4ποιουσιν] ποιήσουσιν A | πολεμους A* (πολεμιους A?) 5 εαν 2⁰] pr οσα A 6 σπειρωσιν A | αναφερουσιν (2⁰) A 7 ει B* (εις BᵃᵇA) B εἴπῃ ἀποκτεῖναι, ἀποκτέννουσιν· εἶπεν ἀφεῖναι, ἀφίουσιν·

εἶπε πατάξαι, τύπτουσιν· εἶπεν ἐρημῶσαι, ἐρημοῦσιν· εἶπεν οἰκοδομῆσαι, οἰκοδομοῦσιν·

εἶπεν ἐκκόψαι, ἐκκόπτουσιν· εἶπεν φυτεῦσαι, φυτεύουσιν·

καὶ πᾶς ὁ λαὸς αὐτοῦ καὶ αἱ δυνάμεις αὐτοῦ ἐνακούουσιν. πρὸς δὲ τούτοις αὐτὸς ἀνάκειται, ἐσθίει καὶ πίνει καὶ καθεύδει.

αὐτοὶ δὲ τηροῦσιν κύκλῳ περὶ αὐτόν, καὶ οὐ δύνανται ἕκαστος ἀπελθεῖν καὶ ποιεῖν τὰ ἔργα αὐτοῦ, οὐδὲ παρακούουσιν αὐτοῦ.

ὦ ἄνδρες, πῶς οὐχ ὑπερισχύει ὁ βασιλεὺς ὅτι οὕτως ἐπακουστός ἐστιν; καὶ ἐσίγησεν.

Ὁ δὲ τρίτος ὁ εἴπας περὶ τῶν γυναικῶν καὶ τῆς ἀληθείας, οὗτός ἐστιν Ζοροβαβέλ, ἤρξατο λαλεῖν

Ἄνδρες, οὐ μέγας ὁ βασιλεύς, καὶ πολλοὶ οἱ ἄνθρωποι, καὶ ὁ οἶνος ἰσχύεις τίς οὖν ὁ δεσπόζων αὐτῶν, ἢ τίς ὁ κυριεύων; (¹⁵)οὐχ αἱ γυναῖκες;

αἱ γυναῖκες ἐγέννησαν τὸν βασιλέα καὶ πάντα τὸν λαὸν ὃς κυριεύει τῆς θαλάσσης καὶ τῆς γῆς·

καὶ ἐξ αὐτῶν ἐγένοντο, καὶ αὗται ἐξέθρεψαν αὐτοὺς τοὺς φυτεύσαντας τοὺς ἀμπελῶνας ἐξ ὦν ὁ οἶνος γίνεται,

καὶ αὗται ποιοῦσιν τὰς στολὰς τῶν ἀνθρώπων, καὶ αὗται ποιοῦσιν δόξαν τοῖς ἀνθρώποις, καὶ οὐ δύνανται οἱ ἄνθρωποι εἶναι χωρὶς τῶν γυναικῶν.

ἐὰν δὲ συναγάγωσιν χρυσίον καὶ ἀργύριον καὶ πᾶν πρᾶγμα ὡραῖον, καὶ ἴδωσιν γυναῖκα μίαν καλὴν τῷ εἴδει καὶ τῷ κάλλει, ¹⁹καὶ ταῦτα πάντα ἀφέντες εἰς αὐτὴν κέχηναν, καὶ χάσκοντες τὸ στόμα θεωροῦσιν αὐτήν, καὶ πάντες αὐτὴν αἱρετίζουσιν μᾶλλον ἢ τὸ χρυσίον καὶ τὸ ἀργύριον καὶ πᾶν πρᾶγμα ὡραῖον.

ἄνθρωπος τὸν ἑαυτοῦ πατέρα ἐνκαταλείπει ὃς ἐξέθρεψεν αὐτὸν καὶ τὴν ἰδίαν χώραν, καὶ πρὸς τὴν ἰδίαν γυναῖκα κολλᾶται,

καὶ μετὰ τῆς γυναικὸς ἀφίησι τὴν ψυχήν, καὶ οὔτε τὸν πατέρα μέμνηται οὔτε τὴν μητέρα οὔτε τὴν χώραν.

καὶ ἐντεῦθεν δεῖ ὑμᾶς γνῶναι ὅτι αἱ γυναῖκες κυριεύουσιν ὑμῶν· οὐχὶ πονεῖτε καὶ μοχθεῖτε, καὶ πάντα ταῖς γυναιξὶν δίδοτε καὶ φέρετε;

καὶ λαμβάνει ἄνθρωπος τὴν ῥομφαίαν αὐτοῦ καὶ ἐκπορεύεται ἐξοδεύειν καὶ λῃστεύειν καὶ κλέπτειν, καὶ εἰς τὴν θάλασσαν A 7 αποκτεινουσιν A* αποκτενουσιν A? | ειπεν] εαν ειπη A | αφειναι] αφιεναι A 8 ειπε] ειπεν A | om ειπεν ερημωσαι ερημουσιν A 9 εκκοπτουειν Bedit 10 ενακουουσιν] ν sup ras 2 litt Aᵃ 11 αυτοι] ουτοι A | κυκλω περι αυτον] περι αυτον (ον sup ras Aᵃ) κυκλω A | δυναται A 13 ειπας] ειπων A 14 ανδρες] pr ω A | κυριευων] + αυτων (superscr) Bᵃᵇ 15 κυριει B* (κυριευει B ᵃᵇ A) 16 φυτευοντας A 17 αυται 2⁰ B?A] αυτοι B* | δοξαν. γυναι κων] τας δοξας]| των ανων και ου δυνανται οι ανοι χωρεις των γυν. ειναι A (τας... των γυ sup ras et in mg Aᵃ) 18 και παν πραημα ωραιον και ιδωσιν] ουχι αγαπωσιν A | ιδει B*A (ειδει Bᵃᵇ) 19 κεχηναν] εγκεχηναν A | πραγμαν A* (ν ras A?) 20 εγκαταλειπει A | ος εξεθρεψ sup ras A? 21 αφιη- σιν A 23 αυτου BA*] εαυτου A¹ | εξοδευειν] εις εξοδιαν A | om και 3° A πλεῖν καὶ ποταμούς,

καὶ τὸν λέοντα θεωρεῖ, καὶ ἐν σκότει Β βαδίζει· καὶ ὅταν κλέψῃ καὶ ἁρπάσῃ καὶ λωποδυτήσῃ, τῇ ἐρωμένῃ ἀποφέρει.

καὶ πλεῖον ἀγαπᾷ ἄνθρωπος τὴν ἰδίαν γυναῖκα μᾶλλον ἢ τὸν πατέρα καὶ τὴν μητέρα.

καὶ πολλοὶ ἀπενοήθησαν ταῖς ἰδίαις διανοίαις διὰ τὰς γυναῖκας, καὶ δοῦλοι ἐγένοντο δι᾿ αὐτάς·

καὶ πολλοὶ ἀπώλοντο καὶ ἐσφάλησαν καὶ ἡμάρτοσαν διὰ τὰς γυναῖκας.

καὶ νῦν οὐ πιστεύετέ μοι; οὐχὶ μέγας ὁ βασιλεὺς τῇ ἐξουσίᾳ αὐτοῦ; οὐχὶ πᾶσαι αἱ χῶραι εὐλαβοῦνται ἅψασθαι αὐτοῦ;

ἐθεώρουν αὐτὸν καὶ Ἀπάμην τὴν θυγατέρα Βαρτάκου τοῦ θαυμαστοῦ τὴν παλλακὴν τοῦ βασιλέως καθημένην ἐν δεξιᾷ τοῦ βασιλέως,

καὶ ἀφαιροῦσαν τὸ διάδημα ἀπὸ τῆς κεφαλῆς τοῦ βασιλέως καὶ ἐπιτιθοῦσαν αὑτῇ· καὶ ἐράπιζεν τὸν βασιλέα τῇ ἀριστερᾷ.

καὶ πρὸς τούτοις ὁ βασιλεὺς χάσκων τὸ στόμα ἐθεώρει αὐτήν· καὶ ἐὰν γελάσῃ αὐτῷ, γελᾷ· ἐὰν δὲ πικρανθῇ ἐπʼ αὐτόν, κολακεύει αὐτὴν ὅπως διαλλαγῇ αὐτῷ.

ὦ ἄνδρες, πῶς οὐκ ἰσχυραὶ αἱ γυναῖκες ὅτι οὕτως πράσσουσιν;

καὶ τότε ὁ βασιλεὺς καὶ οἱ μεγιστᾶνες ἔβλεπον εἷς τὸν ἕτερον. καὶ ἤρξατο λαλεῖν περὶ τῆς ἀληθείας

Ἄνδρες. οὐκ ἰσχυραὶ αἱ γυναῖκες; μεγάλη ἡ γῆ, καὶ ὑψηλὸς ὁ οὐρανός, καὶ ταχὺς τῷ δρόμῳ ὁ ἥλιος, ὅτι στρέφεται ἐν τῷ κύκλῳ τοῦ οὐρανοῦ καὶ πάλιν ἀποτρέχει εἰς τὸν ἑαυτοῦ τόπον ἐν μιᾷ ἡμέρᾳ.

οὐχὶ μέγας ὃς ταῦτα ποιεῖ; καὶ ἡ ἀλήθεια μεγάλη καὶ ἰσχυροτέρα παρὰ πάντα.

πᾶσα ἡ γῆ τὴν ἀλήθειαν καλεῖ, καὶ ὁ οὐρανὸς αὐτὴν εὐλογεῖ, καὶ πάντα τὰ ἔργα σείεται καὶ τρέμει, καὶ οὐκ ἔστιν μετʼ αὐτοῦ ἄδικον οὐθέν.

ἄδικος ὁ οἶνος, ἄδικος ὁ βασιλεύς, ἄδικοι αἱ γυναῖκες, ἄδικοι πάντες οἱ υἱοὶ τῶν ἀνθρώπων καὶ ἄδικα πάντα τὰ ἔργα αὐτῶν, πάντα τὰ τοιαῦτα· καὶ οὐκ ἔστιν ἐν αὐτοῖς ἀλήθεια, καὶ ἐν τῇ ἀδικίᾳ αὐτῶν ἀπολοῦνται.

καὶ ἡ ἀλήθεια μένει καὶ ἰσχύει εἰς τὸν αἰῶνα, καὶ ζῇ καὶ κρατεῖ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

καἰ οὐκ ἔστιν παρʼ αὐτὴν λαμβάνειν πρόσωπα οὐδὲ διάφορα, ἀλλὰ τὰ δίκαια ποιεῖ ἀπὸ πάντων τῶν ἀδίκων καὶ πονηρῶν· καὶ πάντες εὐδοκοῦσι τοῖς ἔργοις αὐτῆς,

καὶ οὐκ ἔστιν ἐν τῇ κρίσει αὐτῆς οὐθὲν ἄδικον. καὶ αὕτη ἡ ἰσχὺς καὶ τὸ βασίλειον καὶ ἡ ἐξουσία καὶ 23 πλεῖ A 24 ερωμενη] ερη|μωμενη A 28 ευλαβουνται] + αυτον A A 30 αυτη] εαυτη A | ερραπιζεν Bᵃᵇ 31 αυτην 1 0 B ᵃᵇ A] αυτω B* | προσγε- λαση A | κολοκαυει B* κολοκευει Bᵃ (κολακευει B ᵇ A) 32 ουκ B ᵇ] ουχ B* ουχι A | ισχυραι] pro σ aliq al coep B*vid 33 εβλεπον] ενεβλεπον A | εις] ετερος προς A 34 εαυ B* (εαυτου B ᵃᵇ) 36 ουδεν A 37 αυτων 2⁰] εαυ- των A 38 και η] η δε A | ισχυσει A 39 αυτην] αυτη A | διαφθορα A (διαφορα A?) | ποιειν A* | om και 2⁰ A | ευδοκουσιν A 40 ουδεν A Β ἡ μεγαλειότης τῶν πάντων αἰώνων· εὐλογητὸς ὁ θεὸς τῆς ἀληθείας.

καὶ ἐσιώπησεν τοῦ λαλεῖν· καὶ πᾶς ὁ λαὸς τότε ἐφώνησεν καὶ τότε εἶπον Μεγάλη ἡ ἀλήθεια καὶ ὑπερισχύει.

Τότε ὁ βασιλεὺς εἶπεν αὐτῷ Αἴτησαι ὃ θέλεις πλείω τῶν γεγραμμένων, καὶ δώσομέν σοι, ὃν τρόπον εὑρέθης σοφώτερος· καὶ ἐχόμενός μου καθήσῃ, καὶ συγγενής μου κληθήσῃ.

τότε εἶπεν τῷ βασιλεῖ Μνήσθητι τὴν εὐχὴν ἣν ηὔξω οἰκοδομῆσαι τὴν Ἰερουσαλὴμ ἐν τῇ ἡμέρᾳ ᾗ τὸ βασίλειόν σου παρέλαβες,

καὶ πάντα τὰ σκεύη τὰ λημφθέντα ἐξ Ἰερουσαλὴμ καὶ ἐκπέμψαι ἃ ἐχώρισεν Κῦρος, ὅτε ηὔξατο ἐκκόψαι Βαβυλῶνα, καὶ ηὔξατο ἐξαποστεῖλαι ἐκεῖ

καὶ σὺ εὔξω οἰκοδομῆσαι τὸν ναὸν ὃν ἐνεπύρισαν οἱ Ἰουδαῖοι, ὅτε ἐρημώθη ἡ Ἰουδαία ὑπὸ τῶν Χαλδαίων.

καὶνῦν τοῦτό ἐστιν ὅσα ἀξιῶ, κύριε βασιλεῦ, καὶ ὁ αἰτοῦμαί σε, καὶ αὕτη ἐστὶν ἡ μεγαλωσύνη ἡ παρὰ σοῦ· δέομαι οὖν ἵνα ποιήσῃς τὴν εὐχὴν ἣν ηὔξω τῷ βασιλεῖ τοῦ οὐρανοῦ ποιῆσαι ἐκ στόματός σου.

Τότε ἀναστὰς Δαρεῖος ὁ βασιλεὺς κατεφίλησεν αὐτόν, καὶ ἔγραψεν αὐτῷ τὰς ἐπιστολὰς πρὸς πάντας οἰκονόμους καὶ τοπάρχας καὶ στρατηγοὺς καὶ σατράπας, ἵνα προπέμψωσιν αὐτὸν καὶ τοὺς μετʼ αὐτοῦ πάντας ἀναβαίνοντας οἰκοδομῆσαι τὴν Ἰερουσαλήμ.

καὶ πᾶσι τοῖς τοπάρχαις ἐν κοίλῃ Συρίᾳ καὶ Φοινίκῃ καὶ τοῖς ἐν τῷ Λβάνῳ καὶ ἔγραψεν ἐπιστολάς, μεταφέρειν ξύλα κέδρινα ἀπὸ τοῦ Λιβάνου εἰς Ἰερουσαλήμ, καὶ ὅπως οἰκοδομήσωσιν μετʼ αὐτοῦ τὴν πόλιν.

καὶ ἔγραψεν πᾶσι τοῖς Ἰουδαίοις τοῖς ἀναβαίνουσιν ἀπὸ τῆς βασιλείας εἰς τὴν Ἰουδαίαν ὑπέρ τῆς ἐλευθερίας, πάντα δυνατὸν καὶ σατράπην καὶ τοπάρχην καὶ οἰκονόμον μὴ ἐπελεύσεσθαι ἐπὶ τὰς θύρας αὐτῶν,

καὶ πᾶσαν τὴν χώραν ἣν κρατήσουσιν ἀφορολόγητον αὐτοῖς ὑπάρχειν· καὶ ἵνα οἱ Χαλδαῖοι ἀφίουσι τὰς κώμας ἃς διακρατοῦσιν τῶν Ἰουδαίων·

καὶ εἰς τὴν οἰκοδομὴν τοῦ ἱεροῦ δοθῆναι κατʼ ἐνιαυτὸν τάλαντα εἴκοσι μέχρι τοῦ οἰκοδομηθῆναι.

καὶ ἐπὶ τὸ θυσιαστήριον ὁλοκαυτώματα καρποῦσθαι καθʼ ἡμέραν, καθὰ ἔχουσιν ἐντολὴν ἑπτὰ καὶ δέκα προσφέρειν, ἄλλα τάλαντα, δέκα κατʼ ἐνιαυτόν·

καὶ πᾶσιν τοῖς προσβαίνουσιν ἀπὸ τῆς Βαβυλωνίας κτίσαι A 41 ειπεν A 42 ον τροπον] ανθ ων A | μου 2⁰] μοι A* (μου A) 44 om και 2⁰ A | εχωρισεν] εξεχωρησεν A 45 ηυξω A | Ιουδαιοι] Ιδουμαιοι A | ηρημωθη A 46 οσα] ο σε Bᵃᵇ (ε superscr) A | η μεγαλ.] om η A 47 οικονομους] pr τους A | σατραπας sup ras Aᵃ? | μετ] μ sup ras Aᵃ 48 πασιν A | Φοινικη] Φοινεικη B* (Φοινικ. Bᵇ) Φοινικ sup ras A | om και 4° A 49 πασιν A | μη] και A* (improb Aᵃ?) | επιλευεσθαι B* (σ superscr B ᵃᵇ) 50 κρατησουσιν] κρατουσιν A | Χαλδαιοι]| Ιδουμαιοι A | αφιουσι] αφοριουσι (ορ superscr) Bᵃᵇ αφιωσιν A τὴν πόλιν, ὑπάρχειν τὴν ἐλευθερίαν αὐτοῖς τε καὶ τοῖς τέκνοις αὐτῶν, Β καὶ πᾶσι τοῖς ἱερεῦσι τοῖς προσβαίνουσιν.

ἔγραψεν δὲ καὶ τὴν χορηγίαν καὶ τὴν ἱερατικὴν στολὴν ἐν τίνι λατρεύουσιν ἐν αὐτῇ.

καὶ τοῖς Λευείταις ἔγραψεν δοῦναι τὴν χορηγίαν ἕως τῆς ἡμέρας ᾖ ἐπιτελεσθῇ ὁ οἶκος καὶ Ἰερουσαλὴμ οἰκοδομηθῆναι.

καὶ πᾶσι τοῖς φρουροῦσι τὴν πόλιν, ἔγραψε δοῦναι αὐτοῖς κλήρους καὶ ὀψώνια.

καὶ ἐξαπέστειλεν πάντα τὰ σκεύη ἃ ἐχώρισεν Κῦρος ἀπὸ Βαβυλῶνος· καὶ πάντα ὅσα εἶπεν Κῦρος ποιῆσαι, καὶ αὐτὸς ἐπέταξεν ποιῆσαι καὶ ἐξαποστεῖλαι εἰς Ἰερουσαλήμ.

Καὶ ὅτε ἐξῆλθεν ὁ νεανίσκος, ἄρας τὸ πρόσωπον εἰς τὸν οὐρανὸν ἐναντίον Ἰερουσαλὴμ εὐλόγησεν τῷ βασιλεῖ τοῦ οὐρανοῦ (59)λέγων

Παρὰ σοῦ νίκη, καὶ παρὰ σοῦ ἡ σοφία, καὶ σὴ ἡ δόξα, καὶ ἐγὼ σὸς οἰκέτης.

εὐλογητὸς εἶ, ὃς ἔδωκάς μοι σοφίαν· καὶ σοὶ ὁμολογῶ, δέσποτα τῶν πατέρων.

καὶ ἔλαβεν τὰς ἐπιστολὰς καὶ ἐξῆλθεν εἰς Βαβυλῶνα καὶ ἀπήγγειλεν τοῖς ἀδελφοῖς αὐτοῦ πᾶσιν.

καὶ εὐλόγησαν τὸν θεὸν τῶν πατέρων αὐτῶν, ὅτι ἔδωκεν αὐτοῖς ἄνεσιν καὶ ἄφεσιν

ἀναβῆναι καὶ οἰκοδομῆσαι Ἰερουσαλὴμ καὶ τὸ ἱερὸν οὗ ὠνομάσθη τὸ ὄνομα αὐτοῦ ἐπʼ αὐτῷ· καὶ ἐκωθωνίζοντο μετὰ μουσικῶν καὶ χαρᾶς ἡμέρας ἑπτά.

Μετὰ δὲ ταῦτα ἐξελέγησαν ἀναβῆναι ἀρχηγοὶ οἴκου πατριῶν κατὰ φυλὰς αὐτῶν, καὶ αἰ γυναῖκες αὐτῶν καὶ οἱ υἱοὶ καὶ αἱ θυγατέρες καὶ οἱ παῖδες αὐτῶν, καὶ αἱ παιδίσκαι καὶ τὰ κτήνη αὐτῶν.

καὶ Δαρεῖος συναπέστειλεν μετʼ αὐτῶν ἱππεῖς χιλίους ἕως τοῦ ἀποκαταστῆσαι αὐτοὺς εἰς Ἰερουσαλὴμ μετ᾿ εἰρήνης καὶ μετὰ μουσικῶν, τυμπάνων καὶ αὐλῶν.

καὶ πάντες οἱ ἀδελφοὶ αὐτῶν παίζοντες· καὶ ἐποίησεν αὐτοῖς συναναβῆναι μετʼ ἐκείνων.

Καὶ ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν τῶν ἀναβαινόντων κατὰ πατριὰς αὐτῶν εἰς τὰς φυλὰς ἐπὶ τὴν μεριδαρχίαν αὐτῶν.

οἱ ἱερεῖς υἱοὶ Φινεές υἱοὶ Ἀαρών, Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ τοῦ Σαραίου, καὶ Ἰωακεὶμ ὁ τοῦ Ζοροβαβὲλ τοῦ Σαλαθιὴλ ἐκ τοῦ οἴκου τοῦ Δαυείδ, ἐκ τῆς γενεᾶς Φάρες, φυλῆς δὲ Ἰούδα,

ὃς ἐλάλησεν ἐπὶ Δαρείου τοῦ βασιλέως Περκῶν λόγους σοφοὺς ἐν τῷ δευτέρῳ ἔτει τῆς βασιλείας αὐτοῦ μηνὶ Νισὰν 53 τε και τοις τε | και τοις B* (improb postea ras και τοις τε Bᵃ) | πασιν τ. A ιερευσιν A 55 της πμερας] om της A | om η BA 56 πασιν τ. φρου- ρουσιν A (φρουρουl sup ras A ᵃ) | εγραψεν A 57 εχωρισεν] εξεχωρησεν A 58 ηυλογησεν A 59 νικη] pr η A | ση] σου A 60 σοι] σ sup ras Aᵃ 62 ηυλογησαν A V 1 α|βηναι B*vid (αναβ. B? ) | οικου] σικων A | θυ- γατερες] +αυτων A | παιδισκαι] + αυτων A 2 Δαριος A 3 αυτοις] αυτους A 5 υιοι 1⁰] pr οι A 6 Δαριου A Β τοῦ πρώτου μηνός.

εἰσὶν δὲ οὗτοι οἱ ἐκ τῆς Ἰουδαίας οἱ ἀναβάντες ἐκ τῆς αἰχμαλωσίας τῆς παροικίας, οὓς μετοίκισεν Ναβουχοδονοσὸρ βασιλεὺς Βαβυλῶνος εἰς Βαβυλῶνα,

καὶ ἐπέστρεψεν εἰς Ἰερουσαλὴμ (8)καὶ τὴν λοιπὴν Ἰουδαίαν ἕκαστος εἰς τὴν ἰδίαν πόλιν, οἱ ἐλθόντες μετὰ Ζοροβαβὲλ καὶ Ἰησοῦ, Νεεμίου, Ζαραίου, Ῥησαίου, Ἐνήνιος. Μαρδοχαίου, Βεελσάρου, Ἀσφαράσου, Βορολείου, Ῥοείμου, Βαανά, τῶν προηγουμένων αὐτῶν.

ἀριθμὸς τῶν ἀπὸ τοῦ ἔθνους καὶ οἱ προηγούμενοι αὐτῶν· υἱοὶ Φορός, ἑβδομήκοντα δύο χιλιάδες·

υἱοὶ Ἀρές, ἑπτακόσιοι πεντήκοντα ἕξ,

υἱοὶ Φθαλειμωάβ, εἰς τοὺς υἱοὺς Ἰησοῦ καὶ Ῥοβοάβ, δισχλιοι ὀκτακόσιοι δύο·

υἱοὶ Ἰωλάμου, δύο· υἱοὶ Ζατόν, ἐννακόσιοι ἑβδομήκοντα· υἱοὶ Χορβέ, ἑπτακόσιοι πέντε· υἱοὶ Βανεί, ἑξακόσιοι τεσσεράκοντα ὀκτώ·

υἱοὶ Βηβαί, ἑξακόσιοι τριάκοντα τρεῖς· υἱοὶ Ἀργαί, χίλιοι τριακόσιοι εἴκοσι δύο·

υἱοὶ Ἀδωνεικάμ, τριάκοντα ἑπτά· υἱοὶ Βοσαί, δισχίλιοι ἐξακόσιοι ἕξ· υἱοὶ Ἀδειλίου, τετρακόσιοι πεντήκοντα τέσσαρες·

υἱοὶ Ἀζὴρ Ἐζεκίου, υἱοὶ Κειλὰν καὶ Ἀζητάς, ἐξήκοντα ἑπτά· υἱοὶ Ἀζάρου, τετρακόσιοι τριάκοντα δύο·

υἱοὶ Ἁννείς, ἑκατὸν εἷς· υἱοὶ Ἀρόμ, υἱοὶ Βασσαί, τριακόσιοι εἴκοσι τρεῖς· υἱοὶ Ἀρσειφουρείθ,

υἱοὶ Βαιτηροῦς, τρισχίλιοι πέντε· υἱοὶ ἐκ Ῥαγεθλωμῶν, ἑκατὸν εἴκοσι τρεῖς·

οἱ ἐκ Νετέβας, πεντήκοντα πέντε· οἱ ἐξ Ἐνάτου, ἑκατὸν πεντήκοντα ὀκτώ· οἱ ἐκ Βαιτασμῶν Ζαμμώθ·

οἱ ἐκ Καρταθειαρειός, εἴκοσι πέντε· οἱ ἐκ Πείρας καὶ Βηρόγ, ἑπτακόσιοι·

οἱ Καδιάσαι καὶ Ἁμμίδιοι, τετρακόσιοι A 7 om οι 1⁰A | μετωκισεν A 8 επεστρεψαν BᵃᵇA | μετα] μ sup ras A ᵃ? | Ζοροβαβελ] α sup ras Aᵃ | Ιησους A | Ζαρεου A | Ενηνιος] pr vid Μαιαινα- μινιος Bᵃᵇ ᵐᵍ Ενηνιου A | Βορολειου] Ρεελιου A | Ροειμου] Ρομελιου (ομελιου sup ras) Aᵃ 9 χιλιαδες] + 5 ροβ΄| υιοι Ασαφ τοβ΄ Bᵃᵇᵐᵍ+ και εκατον εβδο- μηκοντα δυο· υιοι Σαφατʼ· τετρακοσιοι εβδομη|κοντα δυο· A 11 Φθαλειμ.] Φααθ᾿ μ. A | του υιου B | Ροβοαβ Ιωαβ A | δυο] pr δεκα A 12 Ιωλαμου] Ηλαμ A | δυο] χιλιοι διακοσιοι| πεντηκοντα τεσσαρες A | Ζατον] Ζαθθουι A | εννακοσιοι improb vid A ᵃ? | εβδομηκοντα] τεσσερακοτα πεντε A | εξακοσιοι] εξακοσι B* (+ οι B ᵃᵇ ᵐᵍ) | τεσσερακοντα] τεσσαρακ. Bb (item 22, 25 4 1. 42) ο sup ras A¹ 13 τριακοντα] εικοσι A | Αργαι] Aστααʼ] A | χιλιοι τριακοσιοι] τρισχιλιοι εξακοσιοι A 14 Αδωνικαμ A | τριακοντα επτα] εξακοσιοι τεσσερακοντα επτα A | Βοσαι] δαγοι A | εξακοσιοι] εξηκοντα A | Αδειλιου] Αδινου A | τετρακοσιοι] τετρακοσι B* (οι superscr B ᵇ?c? 15 Αζηρ] Ατηρ A | Εζεκιου] + ενενηκοντα δυο A | Κιλαν A | Αζαρου] Αζουρου A 16 Αν- νιας A | Bασσα A | Αρσιφρουρειθ A + εκατον δεκα δυο·| A 17 τρεισχ. B* (τρισχ. B ᵇ) | Ραγεθλωμων] Βαιθλωμων A 18 Νετεβας] Νετωφαε A | Ενα- του] Αναθωθ A | Βαιτασμων Ζαμμωθ] Βαιθασμωθ A + τεσσερακοντα δυο A 19 οι εκ (1⁰) A] ει Β | Καριαθιαριος A | Πειρας] Καφιρας A | Βηρογ] Βηρωθ (?Βηρωε) A | επτακοσιοι] +τεσσερακοντα τρεις A 20 οι 1⁰] ου A* (improb υ A ᵃ?) | Χαδιασαι] Καδʼασαι Avid | Αμμιδαιοι A εἴκοσι δύο· οἱ ἐκ Κειράμας Κάββης, ἑξακόσιοι εἵκοσι εἷς·

οἱ Β ἐκ Μακαλῶν, ἑκατὸν εἴκοσι δύο· οἱ ἐκ Βετολιώ, πεντήκοντα δύοΝειφεῖς, ἑκατὸν πεντήκοντα ἕξ·

υἱοὶ Καλαμωκάλου καὶ Ὠνοῦς, ἑπτακόσιοι εἵκοσι πέντε· (²³)υἱοὶ Ἰερέχου, διακόσιοι τεσσεράκοντα πέντε·

υἱοὶ Σαμά, τρισχίλιοι τριακόσιοι εἰς·

οἱ ἱερεῖς (24)οἱ υοὶ Ἰέδδου τοῦ υἱοῦ Ἰησοῦ, εἰς τοὺς υἱοὺς Σαναβείς, ὀκτακόσιοι ἑβδομήκοντα δύο· υἱοὶ Ερμήρου, διακόσιοι πεντήκοντα δύο·

υἱοὶ Φασσόρου, χίλιοι διακόσιοί τεσσεράκοντα ἑπτά· υἱοὶ Χαρμή, διακόσιοι δέκα ἑπτά·

οἱ Λευεῖται υἱοὶ Ἰησουείς, Κοδοήλου καὶ Βάννου καὶ Σουδίου, ἑβδομήκοντα τέσσαρες·

υἱοὶ ἱεροψάλται υἱοὶ Ἀσάφ, ἑκατὸν εἴκοσι ὀκτώ·

οἱ θυρωροί, τετρακόσιοι· οἱ Ἰσμαήλου, υἱοὶ Λακουβάτου, χίλιοι· υἱοὶ Τωβείς, πάντες ἑκατὸν τριάκοντα ἐννέα·

οἱ ἱερόδουλοι, υἱοὶ Ἠσαύ, υἱοὶ Γασειφά, υἱοὶ Γαβαώθ, υἱοὶ Κηράς. υἱοὶ Σουά, υἱοὶ Φαλαίου, υἱοὶ Λαβανά,

υἱοὶ Ἀκούδ, υἱοὶ Οὐτά, υἱοὶ Κητάβ, υἱοὶ Ἁκκαβά, υἱοὶ Συβαεί, υἱοὶ Ἀνάν, υἱοὶ Κουά, υἱοὶ Κεδδούρ,

υἱοὶ Ἰαείρου, υἱοὶ Δαισάν, υἱοὶ Νοεβά, υἱοὶ Χασεβά, υἱοὶ Καζηρά, υἱοὶ Ὀζείου, υἱοὶ Φινόε, υἱοὶ Ἀσαρά, υἱοὶ Βασθαί, υἱοὶ Ἀσσανά, υἱοὶ Μανεί, υἱοὶ Ναφεισεί, υἱοὶ Ἀκούφ, υἱοὶ Ἀχειβά, υἱοὶ Ἀσούρ, υἱοὶ Φαρακέμ, υἱοὶ Βασαλέμ,

υἱοὶ Δεδδά, υἱοὶ Βαχούς, υἱοὶ Σεράρ, υἱοὶ Θόμθει, υἱοὶ Νασεί, υἱοὶ Ἁτεφά·

υἱοὶ παίδων Σαλωμών, υἱοὶ Ἁσσαφείωθ, υἱοὶ Φαρειδά, υἱοὶ Ἰειηλεί, υἱοὶ Λοζών, υἱοὶ Ἰσδαήλ, υἱοὶ Σαφυεί,

υἱοὶ Ἁγιά, υἱοὶ Φακαρὲθ Σαβειή, υἱοὶ Σαρωθεί, υἱοὶ Μεισαιάς, υἱοὶ Γάς, υἱοὶ 20 Κιραμα A | Καββης] και Γαββης A 21 εκ 1⁰] seq lineola in A B* non inst Bᵇ | Βητολιω A | Νειφεις] pr υιοι Bᵃᵇ (superscr) υιοι Φινεις A 22 Καλαμωλαλου A | Ιερειχου Bᵃ Ιεριχου Bᵇ | διακοσιοι] τριακοσιοι A 23 Σαμα] Σαναας A | τρεισχιλιοι B (τρισχιλιοι B ᵇ) | εις] τριακοντα A 24 οι ιερε B* (cum ras in ο) ις superscr Bᵃᵇ | οι υιοι] om οι A | Εδδου A | om υιου A | Σαναβεις] Ανασειβ A | οκτακοσιοι] εννακοσιοι A | Ερμη- ρου] δμμηρουθ A | διακοσιοι] χιλιοι A 25 Φασσουρου A | χιλιοι] ante χ ras 1 lit A | διακοσιοι 2⁰] χιλιοι A 26 οι Λευειται] οι δε Λευιται A (post δε ras 1 lit A?) | Ιησουεις] Ιησουε A | Κοδοηλου] και Καδμι|- ηλου A 27 εικοσι] τεσσερακοντα A | εκατον] ε sup ras A ᵃ? 28 τετρα- κοσιοι Τωβεις] υιοι Σαλουμʼ· υιοι| Aταρʼ υιοι Τολμαν· υιοι Δακουβι·|υιοι Ατητα· υιοι Σαβει A | παντες] pr οι A 29 Τασειφα] Ασειφα A | Ταβωθ A | Σουσα A | Λαβανα] + υιοι Αγαβα Bᵃᵇ ᵐᵍ A 30 υιοι 1⁰] υι sup ras A¹ | Ακκαβα] Γαβα A | υιοι 5⁰] υ sup ras A¹ | Ανναν A | Κουα] Καθουα A | Κεδ. δουρ]| Γεδδουρ A 31 Ιαιρου A | Δεσαν A | Καζηρα] Γαζηρα A | Οζιου A | Ασανα A | Μανει Μαανι A (Μ sup ras A¹) | Ναφισι A | Ακουμ A | Αχιφα A | Φαρακειμ A | Βασαλεμ] Βααλωθ A 32 Δεδδα] Μεεδδα·| υιοι Κουθα (Κ, θ sup ras Aᵃ)· υιοι Χαρεα· A | Βαχους] Bαρχουε A | Θομει A (ε sup ras A ᵃ) | Νασιθ A 33 Ασαφφιωθʼ· A | Φαριδα A | Ιεηλι A | Σαφυθι A 34 Σαβειη] υιοι Σαβιη A | Σαρωθιε A | Μεισαιας] Μασιας Β Ἀδδούς, υἱοὶ Σουβάς, υἱοὶ Ἀφερρά, υἱοὶ Βαρωδείς, υἱοὶ Σαφάγ, υἱοὶ Ἀλλών·

πάντες οἱ ἱερόδουλοι καὶ οἱ υἱοὶ τῶν παίδων Σαλωμὼν τριακόσιοι ἑβδομήκοντα δύο,

οὗτοι ἀναβάντες ἀπὸ Θερμέλεθ καὶ Θελερσάς· ἡγούμενος αὐτῶν Χαρααθαλὰν καὶ Ἀλλάρ.

καὶ οὐκ ἠ ναντο ἀπαγγεῖλαι τὰς πατριὰς αὐτῶν καὶ γενεάς, ὡς ἐκ τοῦ Ἰσραήλ εἰσιν· υἱοὶ Ἀσὰν τοῦ υἱοῦ τοῦ Βαενάν, υἱοὶ Νεκωδάν, ἑξακόσιοι πεντήκοντα δύο,

καὶ ἐκ τῶν ἱερέων οἱ ἐμποιούμενοι ἱεραωσύνης, καὶ οὐχ εὑρέθησαν· υρὶ Ὁββειά, υἱοὶ Ἀκβώς, υἱοὶ Ἰαδδοὺς τοῦ λαβόντος Αὐγίαν γυναῖκα τῶν θυγατέρων Φαηζελδαίου, (39)καὶ ἐκλήθη ἐπὶ τῷ ὀνόματι αὐτοῦ.

καὶ τούτων ζητηθείσης τῆς γενικῆς γραφῆς ἐν τῷ καταλοχισμῷ καὶ μὴ εὑρεθείσης, ἐχωρίσθησαν τοῦ ἱερατεύειν.

καὶ εἶπεν αὐτοῖς Ναιμίας καὶ Ἀτθαρίας μὴ μετέχειν τῶν ἁγίων ἕως ἀναστῇ ἱερεὺς ἐνδεδυμένος τὴν δήλωσιν καὶ τὴν ἀλήθειαν.

Οἱ δὲ πάντες ἤσαν Ἰσραὴλ ἀπὸ δωδεκαετοῦς, χωρὶς παίδων καὶ παιδισκῶν, μυριάδες τέσσαρες δισχίλιοι τριακόσιοι ἕξήκοντα. (42)Παῖδες τούτων καὶ παιδίσκαι ἑπτακισχίλιοι τριακόσιοι τριάκοντα ἑπτά· ψάλται καὶ ψαλτῳδοί, διακόσιοι τεσσεράκοντα πέντε.

κάμηλοι τετρακόσιοι τριάκοντα πέντε, καὶ ἵπποι ἑπτακισχίλιοι τριάκοντα ἕξ, ἡμίονοι διακόσιοι τεσσεράκοντα πέντε, ὑποζύγια πεντακισχίλια πεντακόσια εἴκοσι πέντε.

Καὶ ἐκ τῶν ἡγουμένων κατὰ τὰς πατριὰς ἐν τῷ παραγίνεσθαι αὐτοὺς εἰς τὸ ἱερὸν τοῦ θεοῦ τὸ ἐν Ἰερουσαλὴμ εδξαντο ἐγεῖραι τὸν οἶκον ἐπὶ τοῦ τόπου αὐτοῦ κατὰ τὴν αὐτῶν δύναμιν,

καὶ δοῦναι εἰς τὸ ἱερὸν γαζοφυλάκιον τῶν ἔργων χρυσίου μνᾶς χιλίας καὶ ἀργυρίου μνᾶς πεντακισχιλίας καὶ στολὰς ἱερατικὰς ἑκατόν.

καὶ κατοικίσθησαν οἱ ἱερεῖς καὶ οἱ Λευεῖται καὶ οἱ ἐκ τοῦ λαοῦ αὐτοῦ ἐν Ἰερουσαλὴμ καὶ τῇ χώρᾳ, οἵ τε ἱεροψάλται καὶ οἱ θυρωροὶ καὶ πᾶς Ἰσραὴλ ἐν ταῖς κώμαις αὐτῶν.

Ἐνστάντος δέ τοῦ ἑβδόμου μηνός, καὶ ὄντων τῶν υἱῶν Ἰσραὴλ ἑκάστου ἐν τοῖς ἰδίοις, συνήχθησαν ὁμοθυμαδὸν εἰς τὸ εὐρύχωρον A 34 Αδδους] δ 1⁰ B?ᵐᵍvid | Σαφαγ] Σαφατ A | Aλλων] λδλων A 36 Θε- λερσας] Θελσας A | Χαρααθαλαν καί Αλλαρ] Χαρα· Αθαλαρʼ και Αλαρʼ· A 37 ως sup ras 3 litt Aᵃ | Ακαν] Δαλαν A | Bαεναν] Βαν A 38 εμποιου- μενοιl ras aliq in ι 1⁰ B? (forte εμπορ. B*) | Οββεια] Οβδια A | Ακβως] Ακκως A | Ιοδδους A | Φαηζελδαιου] Ζορ|ζελλεου A 39 om και 2⁰ A 40 Ναιμιας] N εεμιας A | αγιων] + αυτους A | εως] + ου A | αναστη] αν στη A | ιερευς] αρχιερευς A 41 om τριακοσιοι 1⁰. επτακισχ. A 42 κα- μηλοι] pr και A 43 παραγιγνεσθαι A | ηυξαντο A 45 om αυτου A | χωρα] κ 6up ras A | ιεροψαλται] λ sup ras Aᵃ 46 εσταντος BA* εστ. Bᵇ (ἐνστ. A¹) τοῦ πρώτου πυλῶνος τοῦ πρὸς τῆ ἀνατολῇ.

καὶ καταστὰς Β Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ καὶ οἱ ἀδελφοὶ αὐτοῦ οἱ ἱερεῖς καὶ Ζοροβαβὲλ ὁ τοῦ Σαλαθιὴλ καὶ οἱ τούτου ἀδελφοὶ ἡτοίμασαν τὸ θυσιαστήριον τοῦ θεοῦ Ἰσραήλ,

προσενέγκαι ἐπʼ αὐτοῦ ὁλοκαυτώσεις ἀκολούθως τοῖς ἐν τῇ Μωσέως βίβλῳ τοῦ ἀνθρώπου τοῦ θεοῦ διηγορευμένοις.

καὶ ἐπισυνήχθησαν αὐτοῖς ἐκ τῶν ἄλλων ἐθνῶν τῆς γῆς καὶ κατωρθώθησαν ἐπὶ τὸ θυσιαστήριον ἐπὶ τοῦ τόπου αὐτῶν· ὅτι ἐν ἔχθρᾳ ἦσαν αὐτοῖς· κατίσχυσαν αὐτοὺς πάντα τὰ ἔθνη τὰ ἐπὶ τῆς γῆς· καὶ ἀνέφερον θυσίας κατὰ τὸν καιρὸν καὶ ὁλοκαυτώματα Κυρίῳ τὸ πρωινὸν καὶ τὸ δειλινόν.

καὶ ἠγάγοσαν τὴν τῆς σκηνοπηγίας ἑορτὴν ὡς ἐπιτέτακται ἐν τῷ νόμῳ, καὶ θυσίας καθʼ ἡμέραν, ὡς προσῆκον ἦν·

καὶ μετὰ ταῦτα προσφορὰς ἐνδελεχισμοῦ, καὶ θυσίας σαββάτων καὶ νουμηνιῶν καὶ ἑορτῶν πασῶν ἡγιασμένων.

καὶ ὅσοι εὔξαντο εὐχὴν τῷ θεῷ ἀπὸ τῆς νουμηνίας τοῦ πρώτου μηνός, ἤρξατο προσφέρειν θυσίας τῷ θεῷ, καὶ ὁ ναὸς τοῦ θεοῦ οὔπω ᾠκοδόμητο.

καὶ ἔδωκαν ἀργύριον τοῖς λατόμοις καὶ τέκτοσι, καὶ ποτὰ καὶ βρωτὰ καὶ χάρα τοῖς Σειδωνίοις καὶ Τυρίοις εἰς τὸ παράγειν αὐτοὺς ἐκ τοῦ Λιβάνου ξύλα κέδρινα, διαφέρειν σχεδίας εἰς τὸν Ἰόππης λιμένα, καὶ τὸ πρόσταγμα τὸ γραφὲν αὐτοῖς παρὰ Κύρου τοῦ Περσῶν βασιλέως.

καὶ τῷ δευτέρῳ ἔτει παραγενόμενος εἰς τὸ ἱερὸν τοῦ θεοῦ εἰς Ἰερουσαλὴμ μηνὸς δευτέρου ἤρξατο Ζοροβαβὲλ ὁ τοῦ Σαλαθιὴλ καὶ Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ καὶ οἱ ἀδελφοὶ αὐτῶν καὶ οἱ ἱερεῖς οἱ Λευεῖται καὶ πάντες οἱ παραγενόμενοι ἐκ τῆς αἰχμαλωσίας εἰς Ἰερουσαλήμ,

καὶ ἐθεμελίωσαν τὸν ναὸν τοῦ θεοῦ τῇ νουμηνίᾳ τοῦ δευτέρου μηνὸς τοῦ δευτέρου ἔτους ἐν τῷ ἐλθεῖν εἰς τὴν Ἰουδαίαν καὶ Ἰερουσαλήμ.

καὶ ἔστησαν τοὺς Λευείτας ἀπὸ εἰκοσαετοῦς ἐπὶ τῶν ἔργων τοῦ κυρίου· καὶ ἔστη Ἰησοῦς καὶ οἱ υἱοὶ καὶ οἱ ἀδελφοί, καὶ ὁ Δαμαδιὴλ ὁ ἀδελφός, καὶ οἱ υἱοὶ Ἰησοῦ Ἠμαδαβούν, καὶ οἱ υἱοὶ Ἰούδα τοῦ Εἰλιαδοὺν σὺν τοῖς υἱοῖς καὶ ἀδελφοῖς, πάντες οἱ Λευεῖται ὁμοθυμαδὸν ἐργοδιῶκται, 46 την ανατολην A 47 Ισραηλ] pr του A 48 αυτου] αυτο· A | A Μωυσεως A 49 κατωρθωθησαν] κατωρθωσαν A | om επι 1⁰ A | αυτων] αυτου A | κατισχυσαν] pr και Bᵃᵇ (superscr κ) A | Κυριω] pr τω A 50 την της σκ.] τας σκ. A 52 ηυξαντο A | πρωιου] εβδομου A | ηρξαντο A 53 τεκτοσιν A | βρωτα και ποτα A | βρωτα και χ. Β | χαρα] κορρα A | Σιδω- νοις BᵇA | και 7⁰] κατα A | του ΙΙ. β.] των ΙΙ. β. A 55 ναον] οικον A 56 ο Δαμαδιηλ] Καδωηλ A | Ιουδα] Ιωδα A | Ιλιαδουν A B ποιοῦντες εἰς τὰ ἔργα ἐν τῷ οἴκῳ τοῦ κυρίου· καὶ οἰκοδόμησαν οἱ οἰκοδόμοι τὸν ναὸν τοῦ κυρίου.

Καὶ ἔστησαν οἱ ἱερεῖς ἐστολισμένοι μετὰ μουσικῶν καὶ σαλπίγγων, καὶ οἱ Λευεῖται υἱοὶ Ἀσὰφ ἔχοντες τὰ κύμβαλα (60)ὑμνοῦντες τῷ κυρίῳ καὶ εὐλογοῦντες κατὰ Δαυεὶδ βασιλέα τοῦ Ἰσραήλ·

καὶ ἐφώνησαν δι᾿ ὕμνων εὐλογοῦντες τῷ κυρίῳ, ὅτι ἡ χρηστότης αὐτοῦ καὶ ἡ δόξα εἰς τοὺς αἰῶνας παντὶ Ἰσραήλ.

καὶ πᾶς ὁ λαὸς ἐσάλπισαν καὶ ἐβόησαν φωνῇ μεγάλῃ, ὑμνοῦντες τῷ κυρίῳ ἐπὶ τῇ ἐγέρσει τοῦ οἴκου Κυρίου.

καὶ ἤλθοσαν ἐκ τῶν ἱερέων τῶν Λευειτῶν καὶ τῶν προκαθημένων κατὰ τὰς πατριὰς αὐτῶν οἱ πρεσβύτεροι ἑωρακότες τὸν πρὸ τοῦ οἶκον(64)πρὸς τὴν τούτου οἰκοδομὴν μετὰ κραυγῆς καὶ κλαυθμοῦ μεγάλου,

καὶ πολλοὶ διὰ σαλπίγγων, καὶ χαρὰ μεγάλῃ τῇ φωνῇ·

ὥστε τὸν λαὸν μὴ ἀκούειν τῶν σαλπίγγων διὰ τὸν κλαυθμὸν τοῦ λαοῦ· ὁ γὰρ ὄχλος ἦν ὁ σαλπίζων μεγάλως, ὥστε μακρόθεν ἀκούεσθαι.

Καὶ ἀκούσαντες οἱ ἐχθροὶ τῆς φυλῆς Ἰούδα καὶ Βενιαμεὶν ἤλθοσαν ἐπιγνῶναι τίς ἡ φωνὴ τῶν σαλπίγγων,

καὶ ἐπέγνωσαν ὅτι οἱ ἐκ τῆς αἰχμαλωσίας οἰκοδομοῦσιν τὸν ναὸν τῷ κυρίῳ θεῷ Ἰσραήλ.

καὶ προσελθόντες τῷ Ζοροβάβελ καὶ Ἰησοῦ καὶ τοῖς ἡγουμένοις τῶν πατριῶν λέγουσιν αὐτοῖς Συνοικοδομήσομεν ὑμῖν·

ὁμοίως γὰρ ὑμῖν ἀκούομεν τοῦ κυρίου ὑμῶν, καὶ αὐτῷ ἐπιθύσομεν ἀπὸ ἡμερῶν Ἀσβακαφὰθ βασιλέως Ἀσσυρίων, ὃς μετήγαγεν ἡμᾶς ἐνταῦθα.

καὶ εἶπεν αὐτοῖς Ζοροβαβὲλ καὶ Ἰησοῦς καὶ οἱ ἡγούμενοι τῶν πατριῶν τοῦ Ἰσραήλ (⁷¹)Οὐχ ὑμῖν τοῦ οἰκοδομῆσαι τὸν οἶκον Κυρίῳ θεῷ ἡμῶν·

ἡμεῖς γὰρ μόνοι οἰκοδομήσομεν τῷ κυρίῳ τοῦ Ἰσραήλ, ἀκολούθως οἷς προσέταξεν ἡμῖν Κῦρος ὁ βασιλεὺς Περσῶν.

τὰ δὲ ἔθνη τῆς γῆς ἐπικοιμώμενα τοῖς ἐν τῆ Ἰουδαίᾳ καὶ πολιορκοῦντες εἶργον τοῦ οἰκοδομεῖν,

καὶ βουλὰς καὶ δημαγογοῦντες καὶ συστάσεις ποιούμενοι ἀπεκώλυσαν τοῦ ἀποτελεσθῆναι τὴν οἰκοδομὴν πάντα τὸν χρόνον τῆς ζωῆς τοῦ A 56 κυριου 2⁰] θυ A | ωκοδομησαν A 57 υιοι] pr οι A 58 υμνον B* (υμνων BᵃᵇA) | ευλογουντες] ομολογουντες A | παντι] pr εν A 59 μεγαλην A | Κυριου] pr του A 60 ιερων A | εωρακοτες] οι προεωρ. A | προ του] προ τουτου Bᵃ? ᵇ (του 2⁰ superscr) A 61 χαρας A | τη φωνη] om τη A 62 μεγαλως] μεγαλωστι A | ωστε 2⁰] ωστα A 64 θω (sic) A 65 υμιν sup ras 5 ut vid litt Aᵃ? 66 επιθυομεν A | Ασβακαφαθ] Ασβασαρεθ A | εν- τευθα A 67 ειπαν A | υμιν] pr ημιl και A | θεω] pr τω A 70 βουλας] επιβουλας A | δημαγωγουντες] δημαγωγουντας Bᵃᵇ δημαγωγιας A | συστα- σεις] επισυστασις (sic) A | αποτελεσθηναι Βab (αποελ. Β*)] επιτελεσθηναι Α βασιλέως Κύρου· καὶ εἴρχθησαν τῆς οἰκοδομῆς ἔτη δύο ἕως τῆς Δαρείου B βασιλείας.

Ἐν δὲ τῷ δευτέρῳ ἔτει τῆς Δαρείου βασιλείας ἐπροφήτευσεν Ἁγγαῖος καὶ Ζαχαρίας ὁ τοῦ Ἐδδεὶν οἱ προφῆται ἐπὶ τοὺς Ἰουδαίους τοὺς ἐν τῇ Ἰουδαίᾳ καὶ Ἰερουσαλήμ, ἐπὶ τῷ ὀνόματι Κυρίου θεοῦ Ἰσραὴλ ἐπʼ αὐτούς.

τότε στὰς Ζροβαβὲλ ὁ τοῦ Σαλαθιὴλ καὶ Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ ἤρξαντο οἰκοδομεῖν τὸν οἶκον τοῦ κυρίου τὸν ἐν Ἰερουσαλήμ, (3)συνόντων τῶν προφητῶν τοῦ κυρίου βοηθούντων αὐτοῖς.

ἐν αὐτῷ τῷ χρόνῳ παρῆν πρὸς αὐτοὺς Σισίννης ὁ ἔπαρχος Συρίας καὶ Φοινίκης καὶ Σαθραβουζάνης καὶ οἱ συνέταιροι· (4)καὶ εἶπεν αὐτοῖς

Τίνος ὑμῖν συντάξαντος τὸν οἶκον τοῦτον οἰκοδομεῖτε καὶ τὴν στέγην ταύτην καὶ τἄλλα πάντα ἐπιτελεῖτε; καὶ τίνες εἰσὶν οἱ οἰκοδόμοι οἱ ταῦτα τελοῦντες;

καὶ ἔσχοσαν χάριν ἐπισκοπῆς γενόμενοι ἐπὶ τὴν αἰχμαλωσίαν παρὰ τοῦ κυρίου οἱ πρεσβύτεροι τῶν Ἰουδαίων,

καὶ οὐκ ἐκωλύθησαν τῆς οἰκοδομῆς μέχρις οὗ ἀποσημανθῆναι Δαρείῳ περὶ αὐτῶν καὶ προσφωνηθῆναι.

Ἀντίγραφον ἐπιστολῆς ἧς ἔγραψεν Δαρείῳ καὶ ἀπέστειλαν Σισίννης ὁ ἔπαρχος Συρίας καὶ Φοινίκης καὶ Σαθραβουρζάνης καὶ οἱ συνέταιροι οἱ ἐν Συρίᾳ καὶ Φοινίκῃ ἡγεμόνες Βασιλεῖ Δαρείῳ χαίρειν.

πάντα γνωστὰ ἔστω τῷ κυρίῳ ἡμῶν τῷ βασιλεῖ ὅτι παραγενόμενοι εἰς τὴν χώραν τῆς Ἰουδαίας καὶ Ἰερουσαλὴμ τὴν πόλιν κατελάβομεν τῆς αἰχμαλωσίας τοὺς πρεσβυτέρους τῶν Ἰουδαίων ἐν Ἰερουσαλὴμ τῇ πόλει οἰκοδομοῦντας οἶκον τῷ κυρίῳ μέγαν καινόν, (9)διὰ λίθων ξυστῶν πολυτελῶν, ξύλων τιθεμένων ἐν τοῖς οἴκοις,

καὶ τὰ ἔργα ἐκεῖνα ἐπὶ σπουδῆς γινόμενα, καὶ εὐοδούμενον τὸ ἔργον ἐν ταῖς χερσὶν αὐτῶν, καὶ ἐν πάση δόξῃ καὶ ἐπιμελείᾳ συντελούμενα.

τότε ἐπυνθανόμεθα τῶν πρεσβυτέρων τούτων λέγοντες Τίνος ὑμῖν προστάξαντος οἰκοδομεῖτε τὸν οἶκον τοῦτον καὶ τὰ ἔργα ταῦτα ἐθεμελιοῦτε;

ἐπερωτήσαμεν οὖν αὐτοὺς ἕνεκεν τοῦ γνωρίσαι σοι καὶ γράψαι σοι τοὺς ἀνθρώπους τοὺς ἀφηγουμένους, καὶ τὴν ὀνοματογραφίαν ᾐτοῦμεν αὐτοὺς τῶν προκαθηγουμένων.

VI 1 Δαρειου] του Δαριου A | Εδδειν] Αδδω A 3 συνεταιροι] +αυτου A A | ειπαν A 4 συνταξαντος] α 2⁰ sup ras A¹ | om και 3° A | ταυται τα B* (τα 1⁰ improb B ᵃᵇ) | τελουντες] επιτελουντες BᵃᵇA 5 γενομενης A 6 μεχρις ου] μεχρι του A | υποσημανθηναι A 7 απεστειλε] A | Σισιννης BA | Σαθραβουζανης A | χαιρει A 8 Ιερουσαλημ 1⁰] pr ελθοντες εις Εᵃᵇ(mgg)A | πολυτελων] pr και A | οικοις τοιχοις A 9 σπουδην A | γιγνομενα A 11 επερωτησαμεν] μ sup ras A¹ | εινεκεν BᵃᵇA | προκαθη- γουμενων] προκαθημενω A Β

οἱ δὲ ἀπεκρίθησαν ἡμῖν λέγοντες Ἐσμὲν παῖδες τοῦ κυρίου τοῦ κτίσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν.

καὶ οἰκοδομεῖτο ὁ οἶκος ἔμπροσθεν ἐτῶν πλειόνων διὰ βασιλέως τοῦ Ἰσραὴλ μεγάλου καὶ ἰσχυροῦ, καὶ ἐπετελέσθη.

καὶ ἐπεὶ οἱ πατέρες ἡμῶν παραπικράναντες ἥμαρτον εἰς τὸν κύριον τοῦ Ἰσραὴλ τὸν οὐράνιον, παρέδωκεν αὐτοὺς εἰς χεῖρας Ναβουχοδονοσὸρ βασιλέως Βαβυλῶνος, βασιλέως τῶν Χαλδαίων·

τόν τε οἶκον καθελόντες ἐνεπύρισαν, καὶ τὸν λαὸν ᾐχμαλώτευσαν εἰς Βαβυλῶνα.

ἐν δὲ τῷ πρώτῳ ἔτει βασιλεύοντος Κύρου χώρας Βαβυλωνίας ἔγραψεν βασιλεὺς Κῦρος οἰκοδομῆσαι τὸν οἶκον τοῦτον,

καὶ τὰ ἱερὰ σκεύη τὰ χρυσᾶ καὶ τὰ ἀργυρᾶ, ἃ ἐξήνεγκεν Ναβουχοδονοσὸρ ἐκ τοῦ οἵκου τοῦ ἐν Ἰερουσαλὴμ καὶ ἀπηρείσατο αὐτὰ ἐν τῷ αὐτοῦ ναῷ, πάλιν ἐξήνεγκεν αὐτὰ Κῦρος ὁ βασιλεὺς ἐκ τοῦ ναοῦ τοῦ ἐν Βαβυλωνία, καὶ παρεδόθη Ζοροβαβὲλ καὶ Σαβανασσάρῳ τῷ ἐπάρχῳ.

καὶ ἐπετάγη αὐτῷ, καὶ ἀπήνεγκεν πάντα τὰ σκεύη ταῦτα ἀποθεῖναι ἐν τῷ ναῷ τῷ ἐν Ἰερουσαλήμ, καὶ τὸν ναὸν τοῦ κυρίου οἰκοδομηθῆναι ἐπὶ τοῦ τόπου.

τότε ὁ Σαναβάσσαρος παραγενόμενος εἰσεβάλλετο τοὺς θεμελίους τοῦ οἴκου Κυρίου τοῦ ἐν Ἰερουσαλήμ, καὶ ἀπʼ ἐκείνου μέχρι τοῦ νῦν οἰκοδομούμενος οὐκ ἔλαβεν συντέλειαν.

νῦν οὗν κρίνεται, βασιλεῦ· ἐπισκεπήτω ἐν τοῖς βασιλικοῖς βιβλιοφυλακίοις τοῦ κυρίου βασιλέως τοῖς ἐν Βαβυλῶνι,

καὶ ἐὰν εὑρίσκηται μετὰ τῆς γνώμης Κύρου τοῦ βασιλέως γενομένην τὴν οἰκοδομὴν τοῦ κυρίου τοῦ ἐν Ἰερουσαλήμ, καὶ κρίνηται τῷ κυρίῳ βασιλεῖ ἡμῶν, προσφωνησάτω ἡμῖν περὶ τούτων.

Τότε ὁ βασιλεὺς Δαρεῖος προσέταξεν ἐπισκέψασθαι ἐν τοῖς βιβλιοφυλακίοις τοῖς κειμένοις ἐν Βαβυλῶνι, καὶ εὑρέθη ἐν Ἐκβατάνοις τῇ βάρει τῇ ἐν Μηδείᾳ χώρᾳ τόπος ἐν ᾧ ὑπομνημάτιστο τάδε

Ἔτους πρώτου βασιλεύοντος Κύρου βασιλεὺς Κῦρος προσέταξεν τὸν οἶκον τοῦ κυρίου τὸν ἐν Ἰερουσαλὴμ οἰκοδομῆσαι, ὅπου ἐπιθύουσιν A 12 εσμεν] pr ημεις A 13 ωκοδομειτο A 14 Βαβυλωνος] της Βαβυλωιας A 16 βασιλευς] pr ο A | οικοδομησαι τον οικον τουτον] τον οικον τουτον οικοδομηθηναι A 17 αργυρεα A | αυτου] εαυτου A | Βαβυλωνια] Βαβυλωνι A | Σαβανασσαρω] Σα|ναβασσαρω A 18 και απηνεγκεν] απενεγκαντι A | om παντα A | ταυτα τα σκευη A | κυριου] F τουτον A 19 Σαναβασσαρος]+εκεινος A | εισεβαλλετο] ενεβαλλετο Bᵃᵇ ενεβαλετο A | Κυριου] pr του A | οικοδομουμενον A 20 ουν] οὖ (sic) Bᵇ | κρινεται] pr ει A | om βασιλεως τοις εν Βαβυλωνι A 21 κυριου] pr οικου BᵃᵇᵐgA 22 βιβλιοφυλακιοις] pr βασιλικοις A | Μηδια B* (Μηδεια B ᵃᵇA) | τοπος] τομος εις A | υπεμνηματιστο A διὰ πυρὸς ἐνδελεχοῦς,

οὗ τὸ ὕψος πήχεων ἐξήκοντα, Β πλάτος πήχεων ἑξήκοντα, διὰ δόμων λιθίνων ξυστῶν τριῶν καὶ δόμου ξυλίνου ἐγχωρίου καινοῦ ἑνός, καὶ τὸ δαπάνημα δοθῆναι ἐκ τοῦ οἴκου Κύρου τοῦ βασιλέως.

καὶ τὰ ἱερὰ σκεύη τοῦ οἴκου Κυρίου τά τε χρυσᾶ καὶ ἀργυρᾶ, ἃ ἐξήνεγκεν Ναβουχοδονοσὸρ ἐκ τοῦ οἴκου τοῦ ἐν Ἰερουσαλήμ, ἀπήνεγκεν εἰς Βαβυλῶνα, ἀποκατασταθῆναι εἰς τὸν οἶκον τὸν ἐν Ἰερουσαλὴμ οὖ ἦν κείμενα, ὅπως τεθῇ ἐκεῖ·

προσέταξεν δὲ ἐπιμεληθῆναι Σισίννῃ ἐπάρχῳ Συρίας καὶ Φοινίκης καὶ Σαθραβουζάνῃ καὶ τοῖς συνεταίροις καὶ τοῖς ἀποτεταγμένοις ἐν Συρίᾳ καὶ Φοινίκῃ ἡγεμόσιν ἀπέχεσθαι τοῦ τόπου, ἐᾶσαι δὲ τὸν παῖδα Κυρίου Ζοροβαβέλ, ὕπαρχον δὲ τῆς Ἰουδαίας, καὶ τοὺς πρεσβυτέρους τῶν Ἰουδαίων τὸν οἶκον τοῦ κυρίου ἐκεῖνον οἰκοδομεῖν ἐπὶ τοῦ τόπου.

κἀγὼ δὲ ἐπέταξα ὁλοσχερῶς οἰκοδομῆσαι, καὶ ἀτενίσαι ἴνα συνποιῶσιν τοῖς ἐκ τῆς αἰχμαλωσίας τῆς Ἰουδαίας μέχρι τοῦ ἐπιτελεσθῆναι τὸν οἶκον τοῦ κυρίου·

καὶ ἀπὸ τῆς φορολογίας κοίλης Συρίας καὶ Φοινίκης ἐπιμελῶς σύνταξιν δίδοσθαι τούτοις τοῖς ἀνθρώποις εἰς θυσίαν τῷ κυρίῳ, Ζοροβαβὲλ ἐπάρχῳ, εἰς ταύρους καὶ κριοὺς καὶ ἄρνας,

ὁμοίως δὲ καὶ πυρὸν καὶ ἅλα καὶ οἶνον καὶ ἔλαιον ἐνδελεχῶς κατʼ ἐνιαυτόν, καθὼς ἂν οἱ ἱερεῖς οἱ ἐν Ἰερουσαλὴμ ὑπαγορεύσαωσιν ἀναλίσκεσθαι καθʼ ἡμέραν ἀναμφισβητήτως,

ὅπως προσφέρωνται σπονδαὶ τῷ θεῷ τῷ ὑψίστῳ ὑπέρ τοῦ βασιλέως καὶ τῶν παίδων, καὶ προσεύχωνται περὶ τῆς αὐτῶν ζωῆς·

καὶ προστάξαι ἴνα ὅσοι ἐὰν παραβῶσίν τι τῶν γεγραμ- μένων καὶ ἀκυρώσωσιν, λημφθῆναι ξύλον ἐκ τῶν ἰδίων αὐτοῦ καὶ ἐπʼ αὐτοῦ κρεμασθῆναι, καὶ τὰ ὑπάρχοντα αὐτοῦ εἶναι βασιλικά.

διὰ ταῦτα καὶ ὁ κύριος, οὗ τὸ ὄνομα αὐτοῦ ἐπικέκληται ἐκεῖ, ἀφανίσαι πάντα βασιλέα καὶ ἔθνος ὃς ἐκτενεῖ χεῖρα αὐτοῦ κωλῦσαι ἢ κακοποιῆσαι τὸν οἶκον Κυρίου ἐκεῖνον τὸν ἐν Ἰερουσαλήμ.

ἐγὼ βασιλεὺς Δαρεῖος δεδογμάτικα ἐπιμελῶς κατὰ ταῦτα γίγνεσθαι.

24 πηχων A (bis) | εν|χωριου A 25 τα τε χρυσα και αργυρα] τα| A χρυσεα· και τα αργυρεα A | om α A | απηνεγκεν] pr και A 26 Φοινικη] Φοινεικη B* (Φοινικη BᵇA) | om δε 2⁰ A | Κυριου] pr του A | υπαρχον] επαρ- κον A | του κυριου] om του A 27 καγω] και εγω A | om δε A | ολοσχερως B* ολοσ|χερως Bᵇ vid | συμποιωσιν Bᵇ | της Ιουδαιας] των Ιουδαιων A | μεχρι] μεχρεις A 24 θυσιας A 29 κα (1⁰) B* (και Bᵃᵇ) | αναμφισβητη- τως B* αναμφισ|βητητως Bᵇ αναμφισβητως A 31 προσταξαι] προσεταξεν A | εαν] αν A | γεγραμμενων] προειρημενωνl και των προσγεγραμμενων A | και 2⁰] pr η A | επ αυτου] επι τουτω A 32 Κυριου] pr του A 33 γινεσθαι A

Τότε Σισίννης ἔπαρχος κοίλης Συρίας καὶ Φοινίκης καὶ Σαθραβουζάνης καὶ οἱ συνέταιροι, κατακολουθήσαντες τοῖς ὑπὸ τοῦ βασιλέως Δαρείου προσταγεῖσιν,

ἐπεστάτουν τῶν ἱερῶν ἔργων ἐπιμελέστερον συνεργοῦντες τοῖς πρεσβυτέροις τῶν Ἰουδαίων καὶ ἱεροστάταις.

καὶ εὔοδα ἐγίνετο πὰ ἱερὰ ἔργα,(προφητευόντων Ἀγγαίου καὶ Ζαχαρίου τῶν προφητῶν·

καὶ συνετέλεσαν ταῦτα διὰ προστάγματος τοῦ κυρίου θεοῦ Ἰσραήλ, καὶ μετὰ τῆς γνώμης τοῦ Κύρου καὶ Δαρείου καὶ Ἀρταξέρξου βασιλέως Περσῶν.

συνετελέσθη ὁ οἶκος ἕως τρίτης καὶ εἰκάδος μηνὸς Ἄδὰρ τοῦ ἕκτου ἔτους βασιλέως Δαρείου.

καὶ ἐποίησαν οἱ υἱοὶ Ἰσραὴλ καὶ οἱ ἱερεῖς καὶ οἱ Λευεῖται καὶ οἱ λοιποὶ οἱ ἐκ τῆς αἰχμαλωσίας οἱ προστεθέντες ἀκολούθως τοῖς ἐν τῇ Μωσέως βίβλῳ.

καὶ προσήνεγκαν εἰς τὸν ἐνκαινισμὸν τοῦ ἱεροῦ τοῦ κυρίου ταύρους ἑκατόν, κριοὺς διακοσίους, ἄρνας τετρακοσίας,

χιμάρους ὑπὲρ ἁμαρτίας παντὸς τοῦ Ἰσραὴλ δώδεκα, πρὸς ἀριθμὸν ἐκ τῶν φυλάρχων τοῦ Ἰσραὴλ δώδεκα.

καὶ ἔστησαν οἱ ἱερεῖς καὶ οἱ Λευεῖται ἐσπολισμένοι κατὰ φυλὰς ἐπὶ τῶν ἔργων Κυρίου θεοῦ Ἰσραὴλ ἀκολούθως τῇ Μωυσέως βίβλῳ, καὶ οἱ θυρωροὶ ἐφʼ ἑκάστου πυλῶνος.

Καὶ ἠγάγοσαν οἱ υἱοὶ Ἰσραὴλ τῶν ἐκ τῆς αἰχμαλωσίας τὸ πάσχα ἐν τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ πρώτου μηνός, ὅτε ἡγνίσθησαν οἱ ἱερεῖς καὶ οἱ Λευεῖται ἅμα

καὶ πάντες οἱ υἱοὶ τῆς αἰχμαλωσίας· ὅτι ἡγνίσθησαν. ὅτι οἱ Λευεῖται ἅμα πάντες ἡγνίσθησαν,

καὶ ἔθυσαν τὸ πάσχα πᾶσιν τοῖς υἱοῖς τῆς αἰχμαλωσίας καὶ τοῖς ἀδελφοῖς αὐτῶν τοῖς ἱερεῦσιν καὶ ἑαυτοῖς.

καὶ ἐφάγοσαν οἱ υἱοὶ Ἰσραὴλ οἱ ἐκ τῆς αἰχμαλωσίας, πάντες οἱ χωρισθέντες ἀπὸ τῶν βδελυγμάτων τῶν ἐθνῶν τῆς γῆς, ζητοῦντες τὸν κύριον.

καὶ ἠγάγοσαν τὴν ἑορτὴν τῶν ἀζύμων ἑπτὰ ἡμέρας εὐφραινόμενοι ἔναντι Κυρίου,

ὅτι μετέστρεψεν τὴν βουλὴν τοῦ βασιλέως Ἀσσυρίων ἐπʼ αὐτούς, κατισχῦσαι τὰς χεῖρας αὐτῶν ἐπὶ τὰ ἔργα Κυρίου θεοῦ Ἰσραήλ.

Καὶ μεταγενέστερος τούτων ἐστίν, βασιλεύοντος Ἀρταξέρξου τοῦ A VII 1 επαρχος] pr ο A | Φοινεικης B* (Φοινικης B ᵇ A) 2 Ιουδαιων] ιεραιων A 4 του Κυρου] om του A | Αρταρξερξου A | βασιλεων A 5 συνετελεσθη] pr εως του εκτου ετους Δα|ρειου βασιλεως ΙΙερσων A | οικος] | +ο αγιος A 6 λοιποι] + |υιοι Ισλ και οι ιερεις και οι Aευ|ιται· και οι λοιποι A 7 εγκαινισμον BᵃᵇA | τετρακοσιους A 8 φυλαρχων] λαρ | sup ras Aᵃ 9 κατα φυλας εστολισμενοι A | θεου] pr του A | Μωσεως A | 10 του πασχα A | τεσσαρισκαιδεκ. Bᵃᵇ | οτε] οτι A 14 Κυριου] pr του A | VIII 1 εστιν· B εστι A (και...εστιν ad praeced vid pertinere in B) | Αρ- | ταρξερξ. A (item 6, 8, 9, 19, 28) βασιλέως Περσῶν, προσέβη Ἔσρας Ἀζαραίου τοῦ Ζεχρίου τοῦ Χελκείου B τοῦ Σαλήμου

τοῦ Σαδδουλούκου τοῦ Ἀχειτὼβ τοῦ Ἀμαρθείου τοῦ Ὀζείου τοῦ Βοκκὰ τοῦ Ἀβεισαὶ τοῦ Φεινεὲς τοῦ Ἐλεαζὰρ τοῦ Ἀαρὼν τοῦ πρώτου ἱερέως.

οὗτος Ἔσρας ἀνέβη ἐκ Βαβυλῶνος ὡς γραμματεὺς εὐφυὴς ὢν ἐν τῷ Μωυσέως νόμῳ τῷ ἐκδεδομένῳ ὑπὸ τοῦ θεοῦ τοῦ Ἰσραήλ,

καὶ ἔδωκεν αὐτῷ ὁ βασιλεὺς δόξαν, εὑρόντος χάριν ἐναντίον αὐτοῦ ἐπὶ πάντα τὰ ἀξιώματα αὐτοῦ.

καὶ συνανέβησαν ἐκ τῶν υἱῶν Ἰσραὴλ καὶ τῶν ἱερέων καὶ Λευειτῶν καὶ ἱεροψαλτῶν καὶ θυρωρῶν καὶ ἱεροδούλων εἰς Ἰερουσαλήμ,

ἔτους ἑβδόμου βασιλεύοντος Ἀρταξέρξου ἐν τῷ πέμπτῳ μηνί· οὗτος ἐνιαυτὸς ὁ δεύτερος βασιλεῖ· ἐξελθόντος γὰρ ἐκ Βαβυλῶνος τῇ νουμηνίᾳ τοῦ πρώτου μηνὸς (⁷)παρεγένοντο εἰς Ἰερουσαλὴμ κατὰ τὴν δοθεῖσαν αὐτοῖς εὐοδίαν παρὰ τοῦ κυρίου ἐπʼ αὐτῷ.

ὁ γὰρ Ἀψάρος πολλὴν ἐπιστήμην περιεῖχεν, εἰς τὸ μηδὲν παραλείπειν τῶν ἐκ τοῦ νόμου Κυρίου καὶ ἐκ τῶν ἐντολῶν πάντα τὸν Ἰσραήλ, δικαιώματα καὶ κρίματα.

Προσπεσόντος παρὰ Ἀρταξέρξου βασιλέως πρὸς Ἔσραν τὸν ἱερέα καὶ ἀναγνώστην τοῦ νόμου Κυρίου, οὗ ἐστιν ἀντίγραφον τὸ ὑποκείμενον

Βασιλεὺς Ἀρταξέρξης Ἔσρᾳ τῷ ἱερεῖ καὶ ἀναγνώστῃ τοῦ νόμου Κυρίου χαίρειν.

καὶ τὰ φιλάνθρωπα ἐγὼ κρίνας προσέταξα τοὺς βουλομένους ἐκ τοῦ ἔθνους τῶν Ἰουδαίων αἱρετίζοντας καὶ τῶν ἱερέων καὶ τῶν Λευειτῶν καὶ τῶνδε ἐν τῇ ἡμετέρᾳ βασιλείᾳ συμπορεύεσθαί σοι εἰς Ἰερουσαλήμ.

ὅσοι οὖν ἐνθυμοῦνται, συνεξορμάσθωσαν, καθάπερ δέδοκται ἐμοί τε καὶ τοῖς ἑπτὰ φίλοις συμβουλευταῖς·

ὅπως ἐπισκέψωνται κατὰ τὴν Ἰουδαίαν καὶ κατὰ Ἰερουσαλὴμ ἀκολούθως ᾧ ἔχει νόμῳ Κυρίου,

καὶ 1 Περσων βασιλεως A | Εζρας A (Εζρ ubique exc IΧ 1) | Α ζαραιου] A Σαραιου A | Ζεχριου] Εζεριου A | Χελκιου BᵇA 2 Σαδδουλουκου| Σαδ|δουκου A | Αχιτωβ A | Αμαρθειου] Αμαριου A | Οζειου] Οζιου Bᵇ Εζιου A+ του Μαρερωθ· του| Ζαραιου· του Σαουια· A | Αβισουαι A | Φινεες A | Ελεαζαρ]| ras aliq in ζ B? (forte Ελεαρ.. B*) | πρωτου ιερεως] ιερεως) του πρωτου A 3 νομω Μωυσεως A 4 ευροντες A 5 Ιεροσολυμα A 6 ενιαυτος ο δευτερος] ο ενιαυτος εβδομος A | βασιλει] pr τω A | εξελ- θοντες A | μηνος] +εν τη νουμηνια· | του πεμπτου μηνος A | Ιεροσολυμα A | om επ αυτω A 7 Αψαρος] Εζρας A | παραλιπειν Bᵇ | om εκ 2⁰ A | εντολων] + διδαξαι A | τον παντα Ισλ A | δικαιωματα (διωματα B* superscr κ B ᵃᵇ)] pr παντα| τα A | κριματα] pr τα A 8 προσπεσοντος] + δε του γραφεντος προσταγματος A | βασιλεως] pr του A | ιερεαν A 10 και τωνδε] οντω| δε αυτων A | ημετερα] ημερα A 11 συνεξορματωσαν A 12 κατα 1⁰] pr τα A | om κατα 2⁰ A | ω] ως A | νομω] pr εν τω A | Κυριου] pr του A B ἀπενεγκεῖν δῶρα τῷ κυρίῳ ἃ ηὐξάμην ἐγώ τε καὶ οἱ φίλοι εἰς Ἰερουσαλήμ, καὶ πᾶν χρυσίον καὶ ἀργύριον ὃ ἐὰν εὑρεθῇ ἐν τῇ χώρᾳ τῆς Βαβυλωνίας τῷ κυρίῳ εἰς Ἰερουσαλὴμ (¹⁵)σὺν τῷ δεδωρημένῳ ὑπὸ τοῦ ἔθνους εἰς τὸ ἱερὸν τοῦ κυρίου αὐτῶν τὸ ἐν Ἰερουσαλὴμ

συναχθῆναι, τό τε χρυσίον καὶ ἀργύριον εἰς ταύρους καὶ κριοὺς καὶ ἄρνας καὶ τὰ τούτοις ἀκόλουθα,

ὥστε προσενεγκεῖν θυσίας ἐπὶ τὸ θυσιαστήριον τοῦ κυρίου αὐτῶν τὸ ἐν Ἰερουσαλήμ.

καὶ πάντα ὅσα ἂν βούλῃ μετὰ τῶν ἀδελφῶν σου ποιῆσαι χρυσίῳ καὶ ἀργυρίῳ, ἐπιτέλει κατὰ τὸ θέλημα τοῦ θεοῦ σου·

καὶ κατὰ τὰ ἱερὰ σκεύη σου τὰ διδόμενα εἰς τὴν χρείαν τοῦ ἱεροῦ τοῦ θεοῦ σου τοῦ ἐν Ἰερουσαλήμ. (19)καὶ τὰ λοιπὰ ὅσα ἂν ὑποπίπτῃ σοι εἰς τὴν χρείαν τοῦ ἱεροῦ τοῦ θεοῦ σου

δώσεις ἐκ τοῦ βασιλικοῦ γαζοφυλακίου.

καὶ ἐγὼ ἰδοὺ Ἀρταξέρξης ὁ βασιλεὺς προσέταξα τοῖς γαζοφύλαξι Συρίας καὶ Φοινίκης, ἵνα ὅσα ἂν ἀποστείλῃ Ἔσδρας ὁ ἱερεὺς καὶ ἀναγνώστης τοῦ νόμου τοῦ θεοῦ τοῦ ὑψίστου ἐπιμελῶς διδῶσιν αὐτῷ ἕως ἀργυρίου ταλάντων ἑκατόν,

ὁμοίως δὲ καὶ ἕως πυροῦ κόρων ἑκατὸν καὶ οἴνου μετρητῶν ἑκατόν.

κατὰ τὸν τοῦ θεοῦ νόμον ἐπιτελεσθήτω τῷ θεῷ τῷ ὑψίστῳ, ἕνεκα τοῦ μὴ γενέσθαι ὀργὴν εἰς τὴν βασιλείαν τοῦ βασιλέως καὶ τῶν υἱῶν.

καὶ ὑμῖν δὲ λέγεται ὅπως πᾶσι τοῖς ἱερεῦσιν καὶ τοῖς Λευείταις καὶ ἱεροψάλταις καὶ θυρωροῖς καὶ ἱεροδούλοις καὶ πραγματικοῖς τοῦ ἱεροῦ τούτου (25)μηδεμία φορολογία μηδὲ ἄλλη ἐπιβουλὴ γίνηται, μηδένα ἔχειν ἐξουσίαν ἐπιβαλεῖν τούτοις.

καὶ σύ, Ἔσρα, κατὰ τὴν σοφίαν τοῦ θεοῦ ἀνάδειξον κριτὰς καὶ δικαστάς, ὅπως δικάζωσιν ἐν ὅλη Συρίᾳ καὶ Φοινίκῃ πάντας τοὺς ἐπισταμένους τὸν νόμον τοῦ θεοῦ σου· καὶ τοὺς μὴ ἐπισταμένους διδάξεις.

καὶ πάντες ὅσοι ἐὰν παραβαίνωσι καὶ τὸν νόμον τοῦ θεοῦ σου A 13 τω κυριω (1⁰)] + του Ισλ A | om τω κυριω (2⁰) A 13—15 εις Ιερουσαλημ....ωστε in mg et sup ras Aᵃ 13 κυριου] +θυ A | αυτων] διαιτων Aᵃ 14 om τε Aa 15 θυσιας] + τω κω A | κυριου] θῡ A 17 om κατα A | σου 1⁰] του κυ A | διδομενα] + οι A (σοι A¹) | αν] εαν A 18 βασιλικου] ιερου A 19 και εγω ιδου] καγω δε A | Αρταξερξης (Αρταρξ. Bᵃᵇ) ο βασιλευς] ο βασιλευς Αρταρξερξης A | γαζοφυλαξιν A | Φοινεικ. B* (Φοινικ. B ᵇ A: item 23) | αν] εαν A 20 εκατον 2⁰] + και αλλα εκ πληθους| πανια A 21 επιτελεσθητω] + επιμελως A | εις] επι A | υιων] +αυτου A 22 πασιν A | ιεροψαλταις] pr τοις A | τουτου A] του B | αλλη επιβουλη] αλλα βουλη A | γιγνηται A | μηδενα εχειν εξουσιαν] και εξουσιαν μηδενα εχειν A | επιβαλειν] +τι A 23 επισταμενους] + δε A 24 παραβαινουσιν A | om και 2° A καὶ τοῦ βασιλικοῦ ἐπιμελῶς κολασθήσονται, ἐάν τε καὶ θανάτῳ Β ἐάν τε καὶ τιμωρίᾳ, μὴ ἀργυρίῳ ζημίᾳ ἢ ἀπαγωγῇ.

εὐλογητὸς μόνος ὁ κύριος ὁ δοὺς ταῦτα εἰς τὴν καρδίαν μου τοῦ βασιλέως, δοξάσαι τὸν οἶκον αὐτοῦ τὸν ἐν Ἰερουσαλήμ.

καὶ ἐμέ ἐτίμησεν ἔναντι τῶν βασιλευόντων καὶ πάντων τῶν φίλων καὶ μεγιστάνων αὐτοῦ.

καὶ ἐγὼ εὐθαρσὴς ἐγενόμην κατὰ τὴν ἀντίλημψιν Κυρίου θεοῦ μου, καὶ συνήγαγον ἐκ τοῦ Ἰσραὴλ ἄνδρας ὥστε συναναβῆναί μοι.

Καὶ οὗτοι οἱ προηγούμενοι κατὰ τὰς πατριὰς αὐτῶν καὶ τὰς μεριδαρχίας, οἱ ἀναβάντες μετʼ ἐμοῦ ἐκ Βαβυλῶνος ἐν τῇ βασιλείᾳ Ἀρταξέρξου τοῦ βασιλέως.

ἐκ τῶν υἱῶν Φορός, Γαροσότομος· ἐκ τῶν υἱῶν Ἰεταμάρου, Γάμηλος· τῶν υἱῶν Δαυείδ,

Φαρές, Ζαχαρίας. καὶ μετʼ αὐτοῦ ἀπὸ γραφῆς ἄνδρες ἑκατὸν πεντήκοντα·

ἐκ τῶν Μααθμωάβ, Ἐλιαλωνίας Ζαραίου, καὶ μετʼ αὐτοῦ ἄνδρες διακόσιοι·

ἐκ τῶν υἱῶν Ζαθοής, Εἰεχονίας Ἰεθήλου, καὶ μετʼ αὐτοῦ ἄνδρες διακόσιοι· τῶν υἱῶν Ἀδείν, Οὐβὴν Ἰωνάθου, καὶ μετʼ αὐτοῦ ἄνδρες διακόσιοι πεντήκοντα·

ἐκ τῶν υἱῶν Λάμ, Ἐσίας Γοθολίου, καὶ μετʼ αὐτοῦ ἄνδρες ἑβδομήκοντα·

ἐκ τῶν υἱῶν Σοφοτίου, Ζαραίος Μειχαήλου, καὶ μετʼ αὐτοῦ ἄνδρες ἑβδομήκοντα·

ἐκ τῶν υἱῶν Ἰωάβ, Ἀβαδίας Ἰεζήλου, καὶ μετʼ αὐτοῦ ἄνδρες διακόσιοι δέκα δύο·

ἐκ τῶν υἱῶν Βανιάς, Σαλειμὼθ Ἰωσαφίου, καὶ μετʼ αὐτοῦ ἄνδρες ἑκατὸν ἐξήκοντα·

ἐκ τῶν Βαιήρ, Ζαχαριαὶ Βημαί, καὶ μετʼ αὐτοῦ ἄνδρες εἵκοσι ὀκτώ·

υἱοὶ Ἀστάθ, Ἰωάνης Ἀκατάν, καὶ μετʼ αὐτοῦ ἄνδρες ἑκατὸν δέκα·

ἐκ τῶν υἱῶν Ἀδωνιακαὶμ οἱ ἔσχατοι, καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν· Ἐλειφάλα τοῦ Γεουὴλ καὶ Σαμαίας, 24 τον βασιλεικον A | μη] η A | αργυριω] αργυρικη A 25 ευλο- A γητος] pr και ειπεν Εζρας ο γραμματευς·| A | κυριος] + των πα|τερων μου A | om μου A 26 εναντιον A | των βασιλευοντων] του βασιλεως· και των συμβα|σιλευοντων· A 27 και εγω] καγω A | θεου] pr του A 28 ανα- βαντες] αναβαινοντες A | Αρταρξερξου BᵃᵇA 29 Φορος] Φινεες A | Ραροσο- τομος] Ιηρσων A | Ιεταμαρου] Ιθαμαρ A | Γαμηλος] Ι αμαηλ A | των υιων 3⁰] pr εκ A | Δαυειδ] + Aττουςl ο Σεχενιου A 30 Φαρες] των υιων Φορος A | Ζαχαριας και] ζαι (sic) A 31 Μααθμωαβ] υιων Φααθʼμ. A | Ελιαωνιας A 32 Ειεχονιας (Ιεχ. Bᵇ)] Σεχενιας A | Ιεθηλου] Ιετηλου A | διακοσιοι 1°] τριακοσιοι A | των υιων 2⁰] pr εκ A | Αδιν A | Ουβην] Ωβηθ A 33 Λαμ Ελαμ A | Εσιας] Ιεσσιας A 34 om A | Μιχαηλου Bᵇ 35 δεκα δυο] δωδεκα A 36 Βανιας (Βανειας Bᵃᵇ) Σαλειμωθ] Βανι· Ασσαλιμωθ᾿ A | εκατον εξηκοντα] εξηκ. και εκατον A 37 Βαιηρ| υιων Βαβι A | Ζαχαριας A | Βημαι] Βηβαι A | οκτω A (sic) 38 υιοι] εκ των υιων A | Ιωαν- νης A 39 Αδωνικαμ A | ταυτα τα] τα τα B | Ελειφαλα του Γεουηλ] Ελι|φαλατος· Ιεουηλ᾿· A Β καὶ μετʼ αὐτῶν ἄνδρες ἑβδομήκοντα·

ἐκ τῶν υἱῶν Βαναὶ Οὐτοὺ Ἰστακάλκου, καὶ μετʼ αὐτοῦ ἄνδρες ἑβδομήκοντα.

Καὶ> συναγαγὼν αὐτοὺς ἐπὶ τὸν λεγόμενον Ποταμόν, καὶ παρενεβάλομεν αὐτόθι ἡμέρας τρεῖς, καὶ κατέμαθον αὐτούς.

καὶ ἐκ τῶν ἱερέων καὶ ἐκ τῶν Λευειτῶν οὐχ εὑρὼν ἐκεῖ

ἀπέστειλα πρὸς Ἐλεάζαρον καὶ Ἰδούηλον καὶ Μαασμᾶν καὶ Ἐναατὰν καὶ Σαμαίαν καὶ Ἰώριβον, Ναθάν, Ἐννατάν, Ζαχαρίαν καὶ Μεσολαβών, τοὺς ἡγουμένους καὶ ἐπιστήμονας,

καὶ εἶπα αὐτοῖς ἐλθεῖν πρὸς Λααδαῖον τὸν ἡγούμενον τὸν ἐν τῷ τόπῳ γαζοφυλακίου,

ἐντειλάμενος αὐτοῖς διαλεγῆναι Λοδαίῳ καὶ τοῖς ἀδελφοῖς αὐτοῦ καὶ τοῖς ἐν τῷ τόπῳ γαζοφύλαξιν ἀποστεῖλαι ἡμῖν τοὺς ἱερατεύσαντας ἐν τῷ οἴκῳ τοῦ κυρίου ἡμῶν,

ἄνδρα ἐπιστήμονα, τῶν υἱῶν Μοολεὶ τοῦ Λευεὶ τοῦ Ἰσραὴλ Ἀσεβηβίαν, καὶ τοὺς υἱοὺς καὶ τοὺς ἀδελφοὺς δέκα·

οἱ ἐκ τῶν υἱῶν Χανουναίου καὶ οἱ υἱοὶ αὐτῶν, εἵκοσι ἄνδρες·

καὶ ἐκ τῶν ἱεροδούλων ὧν ἔδωκεν Δαυείδ, καὶ οἱ ήγούμενοι εἰς τὴν ἐργασίαν τῶν Λευειτῶν, ἱερόδουλοι, διακόσιοι εἴκοσι· πάντων ἐσημάνθη ὀνοματογραφία.

καὶ εὐξάμην ἐκεῖ νηστείαν τοῖς νεανίσκοις ἔναντι κυρίου ἡμῶν,

ζητῆσαι παρʼ αὐτοῦ εὐοδίαν ἡμῖν τε καὶ τοῖς τέκνοις ἡμῶν καὶ κτήνεσιν.

ἐνετράπην γὰρ ἱππεῖς καὶ πεζοὺς προπομπὴν ἕνεκεν ἀσφαλείας τῆς πρὸς τοὺς ἐναντίους ἡμῖν.

εἴπαμεν γὰρ τῷ βασιλεῖ ὅτι Ἰσχὺς τοῦ κυρίου ἡμῶν ἔσται μετὰ τῶν ἐπιζητούντων αὐτὸν εἰς πᾶσαν ἐπανόρθωσιν.

καὶ πάλιν ἐδεήθημεν τοῦ κυρίου ἡμῶν πάντα ταῦτα, καὶ ἐτύχομεν εὐιλάτου.

καὶ ἐχώρισα τῶν φυλάρχων τῶν ἱερέων ἄνδρας δέκα δύο, καὶ Ἐσερεβίαν καὶ Ἀσσαμίαν, A 40 Bαναι Ουτου Ιστακαλκου] Βαγο· Ουθι ο του Ισταλκουρου A 41 συνα- γαγων] συνηγαγον A | ποταμον] pr Θεραν A 42 ιερεων] υιων των ιεραιων A 43 Ενααταν] Ελναθαν A | Μεσολαβων] Μοσολλαμον A 44 Αααδαιον] Δολδαιον A | γαζοφυλακιου] pr του A 45 διαλεγηναι] διαλεχθηναι A | Αοδαιω] Δολδαιω A | ιερατευσοντας Bᵃᵇ | τω οικω] τοπω A 46 ανδρα επιστημονα] και ηγαγεν ημιν κατα την κραται|αν χειρα του κυ ημων ανδρας επιστημονας A | Μοολι A | Λευι A | υιους] + αυτου A | δεκα] οντας (sup ras A ᵃ) δεκα οκτω A 47 οι 1⁰] και Ασεβιαν· και Αννουνον·] και Ωσαιαν αδελφον A | Χανουναιου και sup ras A ᵃ? | ανδρες εικοσι A 48 ιερο- δουλους διακοσιους A | εικοσι] pr και A | εσημανθη] ονομασθη A | ονοματο- γραφια] pr η A 49 ηυξαμην A | τοις νεανισκοις νηστιαν A | κυριου] + του θυ A 50 τεκνοις] pr συνουσειν (sic) ημιν A 51 ιππεις και πεζους] αι|τησαι τον βασιλεα πεζζους (sic) τε | και ιππεις και A | ασφαλιας A | εναντιους] εναντιουμενους A 53 πανια] κατα A | ετυχομεν ευιλατου] ιλατου (ιλαστου A ᵃ?) ετυχομεν A 54 ανδρας 1⁰] α 2⁰ sup ras Aᵃ | δεκα δυο] δωδεκα A | Ασαμιαν A καὶ μετʼ αὐτῶν ἐκ τῶν ἀδελφῶν αὐτῶν ἄνδρας δέκα.

καὶ Β ἔστησα αὐτοῖς τὸ ἀργύριον καὶ τὸ χρυσίον καὶ τὰ ἱερὰ σκεύη τοῦ οἴκου τοῦ κυρίου ἡμῶν· οὕτως ἐδωρήσατο ὁ βασιλεὺς καὶ οἱ σύμβουλοι αὐτοῦ καὶ μεγιστᾶνες καὶ πᾶς Ἰσραήλ.

καὶ παρέδωκεν αὐτοῖς στήσας τάλαντα ἀργυρίου ἑξακόσια πεντήκοντα, καὶ σκεύη ἀργυρᾶ ταλάντων ἑκατόν, καὶ χρυσίου ταλάντων ἑκατόν, (58)χρυσώματα εἴκοσι, καὶ σκεύη χαλκᾶ ἀπὸ χαλκοῦ χρηστοῦ στίλβοντα σκεύη δέκα.

καὶ εἶπα αὐτοῖς Καὶ ὑμεῖς ἅγιοί ἐστε τῷ κυρίῳ, καὶ τὰ σκεύη τὰ ἅγια καὶ τὸ ἀργύριον καὶ τὸ χρυσίον εὐχὴ τῷ κυρίῳ, κυρίῳ τῶν πατέρων ἡμῶν.

ἀγρυπνεῖτε καὶ φυλάσσετε ἕως τοῦ παραδοῦναι αὐτὰ ὑμᾶς τοῖς φυλάρχοις τῶν ἱερέων καὶ τῶν Λευειτῶν καὶ τοῖς ἡγουμένοις τῶν πατριῶν τοῦ Ἰσραὴλ ἐν Ἰερουσαλὴμ ἐν τοῖς παστοφορίοις τοῦ οἵκου τοῦ κυρίου ἡμῶν.

καὶ οἱ παραλαβόντες οἱ ἱερεῖς καὶ οἱ Λευεῖται τὸ ἀργύριον καὶ τὸ χρυσίον καὶ τὰ σκεύη τὰ ἐν Ἰερουσαλὴμ ἤνεγκαν εἰς τὸ ἱερὸν τοῦ κυρίου.

Καὶ ἀναζεύξαντες ἀπὸ τοῦ τόπου Θερὰ τῇ δωδεκάτῃ τοῦ πρώτου μηνὸς ἕως ἤλθοσαν εἰς Ἰερουσαλὴμ κατὰ τὴν κραταιὰν χεῖρα τοῦ κυρίου ἡμῶν τὴν ἐφʼ ἡμῖν· καὶ ἐρύσατο ἡμᾶς ἀπὸ τῆς εἰσόδου ἀπὸ παντὸς ἐχθροῦ· καὶ ἦλθον εἰς Ἰερουσαλήμ.

καὶ γενομένης αὐτόθι ἡμέρας τρίτης, σταθὲν τὸ ἀργύριον καὶ τὸ χρυσίον παρεδόθη ἐν τῷ οἴκῳ Κυρίου Μαρμωθὶ Οὐρεία ἱερεῖ,

καὶ μετʼ αὐτοῦ Ἐλεαζὰρ ὁ τοῦ Φεινεές· καὶ ἦσαν μετʼ αὐτῶν Ἰωσαβεὲς Ἰησοῦς καὶ Μωὲθ Σαβάννου, οἱ Λευεῖται, πρὸς ἀριθμὸν καὶ ὁλκὴν πάντα· (65)καὶ ἐγράφη πᾶσα ἡ ὁλκὴ αὐτῇ τῇ ὥρᾳ.

οἱ δὲ παραγενόμενοι ἐκ τῆς αἰχμαλωσίας προσήνεγκαν θυσίας τῷ θεῷ τοῦ Ἰσραὴλ Κυρίῳ ἐνενήκοντα ἕξ, (67)ἄρνας ἑβδομήκοντα ἕξ, τράγους ὑπὲρ σωτηρίου δέκα δύοἅπαντα 55 μεγιστανες] pr οι A 56 παρεδωκεν αυτοις (B ᵃᵇ: αυτους B*) Α στησας] στησας παρεδωκα αυτοις A | αργυριου ταλαντα A | πεντηκοντα] pr και A | αργυρεα A | om χρυσιου ταλαντων εκατον A  | χαλκα] χαλκαια A | χρηστου χαλκου A | σκευη 3°] pr χρυσοειδη A | δεκα] δωδεκα A 57 τω κυριω (10)] + ·κς A | τα αγια] om τα A | το χρυσιον και το αργυριον A 58 φυλασσετε (φυλασσεται A) εως] αι ε sup ras A | ηγουμενοις] ηγεμονοις A 60 τοπου] ποταμου A | δωδεκατη του] η τ sup ras A | om πρωτου A | ηλθοσαν] εισηλ|θομεν A | ερρυσατου A | εισοδου] + κς A | ηλθον] ηλθεν Β ηλθομεν A 61 σταθεν] pr τη δε ημερα τη τε|ταρτη A | Κυριου] του κυ ημων A | Μαρμαθι· A | Ουρια Bb Ουρι A 62 Φινεες A | Ιωσαβεες] Ιωσαβδος A | Ιησου A 63 ενενηκοντα...δεκα δυο] ταυρους δωδεκα υπερ παντος Ισλ·| κριους ενενηκοντα εξ· αρνας| εβδομηκοντα δυο· τραγουςl υπερ σωτηριου δωδεκα· A Β θυσίαν τῷ κυρίῳ.

καὶ ἀπέδωκαν τὰ προστάγματα τοῦ βασιλέως τοῖς βασιλικοῖς οἰκονόμοις καὶ τοῖς ἐπάρχοις Συρίας καὶ Φοινίκης, καὶ ἐδόξασαν τὸ ἔθνος καὶ τὸ ἱερὸν τοῦ κυρίου.

Καὶ τούτων τελεσθέντων προσήλθοσάν μοι οἱ ἡγούμενοι λέγοντες

Οὐκ ἐχώρισαν καὶ οἱ ἄρχοντες καὶ οἱ ἱερεῖς καὶ οἱ Λευεῖται (70)καὶ ἀλλογενῆ ἔθνη τῆς γῆς ἀκαθαρσίας αὐτῶν, Χαναναίων καὶ Χετταίων καὶ Φερεζαίων καὶ Ἰεβουσαίων καὶ Μωαβειτῶν καὶ Αἰγυπτίων καὶ Ἰδουμαίων.

συνῴκισάν τινας τῶν θυγατερῶν αὐτῶν, καὶ αὐτοὶ καὶ οἱ υἱοὶ αὐτῶν· καὶ ἐπεμίγη τὸ σπέρμα τὸ ἅγιον εἰς τὰ ἀλλογενῆ ἔθνη τῆς γῆς. καὶ μετεῖχον οἱ προηγούμενοι καὶ οἱ μεγιστᾶνες τῆς ἀνομίας ταύτης ἀπὸ τῆς ἀρχῆς τοῦ πράγματος.

καὶ ἅμα τῷ ἀκοῦσαί με ταῦτα ἔρρηξα τὰ ἱμάτια καὶ τὴν ἱερὰν ἐσθῆτα κατέτεινον τοῦ τριχώματος τῆς κεφαλῆς καὶ τοῦ πώγωνος, καὶ ἐκάθισα σύννους καὶ περίλυπος.

καὶ ἐπισυνήχθησαν πρὸς μὲ ὅσοι ποτέ ἐπεκινοῦντο τῷ ῥήματι Κυρίου τοῦ Ἰσραὴλ ἐμοῦ πενθοῦντος ἐπὶ τῇ ἀνομίᾳ, καὶ ἐκαθήμην περίλυπος ἕως τῆς δειλινῆς θυσίας.

καὶ ἐξεγερθεὶς ἐκ τῆς νηστείας, διερρηγμένα ἔχων τὰ ἱμάτια καὶ τὴν ἱερὰν ἐσθῆτα, κάμψας τὰ γόνατα καὶ ἐκτείνας τὰς χεῖρας πρὸς τὸν κύριον ἔλεγον

Κύριε, ᾔσχυμμαι, ἐντέτραμμαι κατὰ πρόσαωπόν σου.

αἱ γὰρ ἁμαρτίαι ἡμῶν ἐπλεόνασαν ὑπέρ τὰς κεφαλὰς ἡμῶν, αἱ δὲ ἄγνοιαι ἡμῶν ὑπερήνεγκαν ἕως τοῦ οὐρανοῦ

ἀπὸ τῶν χρόνων τῶν πατέρων ἡμῶν, καί ἐσμεν ἐν μεγάλῃ ἁμαρτίᾳ ἕως τῆς ἡμέρας ταύτης.

καὶ διὰ τὰς ἁμαρτίας ἡμῶν καὶ τῶν πατέρων ἡμῶν παρεδόθημεν σὺν τοῖς ἀδελφοῖς ἡμῶν, σὺν τοῖς βασιλεῦσιν ἡμῶν καὶ σὺν τοῖς ἱερεῦσιν ἡμῶν, τοῖς βασιλεῦσιν τῆς γῆς, εἰς ῥομφαίαν καὶ αἰχμαλωσίαν καὶ προνομὴν μετὰ αἰσχύνης μέχρι τῆς σήμερον ἡμέρας.

καὶ νῦν κατὰ πόσον τι ἡμῖν ἐγενήθη ἔλεος παρὰ τοῦ κυρίου Κυρίου, καταλειφθῆναι ἡμῖν ῥίζαν καὶ ὄνομα ἐν τῷ τόπῳ A 64 Συριας] pr κοιλης A | Φοινεικης B* (Φοινικ. Bb A) 65 τουτων A] των B | προσηλθον A 66 και 2⁰] pr το εθνος| του Ισλ A | om και 40 A | αλλογενη] pr τα A | ακαθαρσιας] pr και τας A | αυτων] απο των εθνων A | Χαναναιων] pr των A | Μωαβιτων A 67 συνωκισαν] συντηκησαν γαρ A | τινας (τας B)] μετα A | om και 10 A 68 και 1⁰] + εγενετο A | ερρηξα] διερ- ρηξα A | κατετεινον] και κατετιλα A | περιλυπος] υ pro ε B* (ε B¹) 69 οσοι] +ησαν ζηλωται· και οσοι A | επεκινουντο] ου sup ras Aᵃ? | τω ρηματι] pr επι A | του Ισρ.] θῦ Ισλ A 72 αι δε αγνοιαι] και αι αγνοαι A 73 απο] pr ετι| Α 74 συν 2°] pr και A| τοις βασιλευσιν 2°] pr και Α |om εις B (hab A) 75 εγενηθη ημιν A | του κυριου Κ υριου] σου| κε· A τούτῳ ἁγιάσματος,

καὶ τοῦ ἀνακαλύψαι φωστῆρα ἡμῶν ἐν τῷ Β οἴκῳ τοῦ κυρίου ἡμῶν, δοῦναι ἡμῖν τροφὴν ἐν τῷ καιρῷ τῆς δουλείας ἡμῶν· (81)καὶ ἐν τῷ δουλεύειν ἡμᾶς οὐκ ἐνκατελείφθημεν ὑπὸ τοῦ κυρίου ἡμῶν,

ἀλλὰ ἐποίησεν ἡμᾶς ἐν χάριτι ἐνώπιον τῶν βασιλέων Περσῶν, δοῦναι ἡμῖν τροφὴν

καὶ δοξάσαι τὸ ἱερὸν ἡμῶν καὶ ἐγεῖραι τὴν ἔρημον Σειών, δοῦναι ἡμῖν στερέωμα ἐν τῇ Ἰουδαίᾳ καὶ Ἰερουσαλήμ.

καὶ νῦν τί ἐροῦμεν, Κύριε. ἔχοντες αὐτά; παρέβησαν τὰ προστάγματά σου ἃ ἔδωκας ἐν χειρὶ τῶν παίδων σου τῶν προφητῶν (84) λέγων

ὅτι Ἡ γῆ εἰς ἣν εἰσέρχεσθε κληρονομῆσαι, ἔστιν γῆ μεμολυσμένη μολυσμῷ τῶν ἀλλογενῶν ῆς γῆς, καὶ τῆς ἀκαθαρσίας αὐτῶν ἐνέπλησαν αὐτήν·

καὶ νῦν τὰς θυγατέρας ὑμῶν μὴ συνοικίσητε τοῖς υἱοῖς αὐτῶν, καὶ τὰς θυγατέρας αὐτῶν μὴ λάβητε τοῖς υἱοῖς ὑμῶν,

καὶ οὐ ζητήσετε εἰρηνεῦσαι τὰ πρὸς αὐτοὺς τὸν ἅπαντα χρόνον, ἵνα ἰσχύσαντες φάγητε τὰ ἀγαθὰ τῆς γῆς καὶ κατακληρονομήσητε τοῖς υἱοῖς ὑμῶν ἕως αἰῶνος.

καὶ τὰ συμβαίνοντα πάντα ἡμῖν γίνεται διὰ τὰ ἔργα ἡμῶν τὰ πονηρὰ καὶ τὰς μεγάλας ἁμαρτίας. σύ γάρ, Κύριε, ὁ κουφίσας τὰς ἁμαρτίας ἡμῶν,

ἔδωκας ἡμῖν τοιαύτην ῥίζαν· πάλιν ἀνεκάμψαμεν παραβῆναι τὸν νόμον σου εἰς τὸ ἐπιμιγῆναι τῇ ἀκαθαρσίᾳ τῶν ἐθνῶν τῆς γῆς.

οὐχὶ ὠργίσθης ἡμῖν ἀπολέσαι ἡμᾶς ἕως τοῦ μὴ καταλιπεῖν ῥίζαν καὶ σπέρμα καὶ ὄνομα ἡμῶν.

κύριε τοῦ Ἰσραήλ, ἀληθινὸς εἶ· κατελείφθημεν γὰρ ῥίζα ἐν τῇ σήμερον.

ἰδού ἐσμεν ἐνώπιόν σου ἐν ταῖς ἀνομίαις ἡμῶν· οὐ γὰρ ἔστιν στῆναι ἔτι ἔμπροσθέν σου ἐπὶ τούτοις.

Καὶ ὅτε προσευχόμενος Ἔσρας ἀνθωμολογεῖτο κλαίων χαμαιπετὴς ἔμπροσθεν τοῦ ἱεροῦ, ἐπισυνήχθησαν πρὸς αὐτὸν ἀπὸ Ἰερουσαλὴμ ὄχλος πολὺς σφόδρα, ἄνδρες καὶ γυναῖκες, νεανίαι· κλαυθμὸς γὰρ ἦν μέγας ἐν τῷ πλήθει

καὶ φωνήσας 75 om τουτω A | αγιασματος] του αγιασμ. σου A 76 ανακαλυψαι] A αναψαι A | κυριου] + θυ A | ημων 2⁰] Ιηλ A*vid | δουλιας A | εγκατελει- φθημεν BᵃᵇA | υπο] απο A 77 αλλ A 78 ημων] pr του κυ A | Σιων BᵇA 79 αιρουμεν A | αυτα] ταυτα A | παρεβησαν] παρεβημεν γαρ A 80 μεμολυμμενη A 81 υμων 1⁰] αυτων A | υιοις 1⁰] τεκνοις A | αυτων 1⁰] υμων A | αυτων 2⁰] ημων A | λαβητε] δωτε A | υιοις 2⁰] τεκνοις A | υμων 2⁰] αυτων A 82 αιωνος] pr του A 83 γιγνεται A | αμαριας 1⁰] + ημων A | ο κουφισας] εκουφισας A 44 εδωκας] pr και A 85 κατα- λειπειν A | om ημων B* (hab Bᵃᵇ ᵐᵍ A) 86 om κυριε B* (hab Bᵃᵇ ᵐᵍ [forte prius κς Bᵃ txt)] A) 87 ιδου] + νυν A 88 απο] εξ A | Ιερουσαλημ) ras aliq in σα B? | νεανιαι] pr και A | γαρ| ην sup ras Bᵃᵇ Β Ἰεχονίας Ἰεήλου τῶν υἱῶν Ἰσραὴλ εἶπεν Ἐσρᾳ Ἡμεῖς ἡμάρτομεν εἰς τὸν κύριον· καὶ κατῴκησαν γυναῖκες ἀλλογενεῖς ἐκ τῶν ἐθνῶν τῆς γῆς· (94)καὶ νῦν ἐστιν ἐπάνω πᾶς Ἰσραήλ.

ἐν τούτῳ γενέσθω ἡμῖν ὀρκωμοσία πρὸς τὸν κύριον, ἐκβαλεῖν πάσας τὰς γυναῖκας ἡμῶν τὰς ἐκ τῶν ἀλλογενῶν σὺν τοῖς τέκνοις αὐτῶν, (95)ὡς ἐκρίθη σοι, καὶ ὅσοι πειθαρχήσουσιν τοῦ νόμου τοῦ κυρίου.

ἀναστὰς ἐπιτέλει· (96)πρὸς σὲ γὰρ τὸ πρᾶγμα, καὶ ἡμεῖς μετὰ σοῦ ἰσχὺν ποιεῖν.

καὶ ἀναστὰς Ἔσρας ὥρκισεν τοὺς φυλάρχους τῶν ἱερέων καὶ τῶν Λευειτῶν παντὸς τοῦ Ἰσραὴλ ποιῆσαι κατὰ ταῦτα, καὶ ὤμοσαν.

Καὶ ἀναστὰς Ἔσρας ἀπὸ τῆς αὐλῆς τοῦ ἱεροῦ ἐπορεύθη εἰς τὸ παστοφόριον Ἰωνᾶ τοῦ Νασείβου,

καὶ αὐλισθεὶς ἐκεῖ ἄρτου οὐκ ἐγεύσατο οὐδὲ ὕδωρ ἔπιεν, πενθῶν ὑπὲρ τῶν ἀνομιῶν τῶν μεγάλων τοῦ πλήθους.

καὶ ἐγένετο κήρυγμα ἐν ὁλῃ τῇ Ἰουδαίᾳ καὶ Ἰερουσαλὴμ πᾶσι τοῖς ἐκ τῆς αἰχμαλωσίας, συναχθῆναι εἰς Ἰερουσαλήμ·

καἰ ὅσοι ἅν μὴ ἀπαντἠσουσιν ἐν δυσὶν ἢ τρισὶν ἡμέραις κατὰ τὸ κρίμα τῶν προκαθημένων πρεσβυτέρων, ἀνιερωθήσονται τὰ κτήνη αὐτῶν, καὶ αὐτὸς ἀλλοτριωθήσεται ἀπὸ τοῦ πλήθους τῆς αἰχμαλωσίας.

Καὶ ἐπισυνήχθησαν οἱ ἐκ τῆς φυλῆς Ἰούδα καὶ Βενιαμεὶν ἐν τρισὶν ἡμέραις εἰς Ἰερουσαλήμ· οὗτος ὁ μὴν ἔνατος τῇ εἰκάδι τοῦ μηνός.

καὶ συνεκάθισαν πᾶν τὸ πλῆθος ἐν τῇ εὐρυχώρῳ τοῦ ἱεροῦ τρέμοντες τὸν ἐνεστῶτα χειμῶνα.

καὶ ἀναστὰς Ἐσρας εἶπεν αὐτοῖς Ὑμεῖς ἠνομήσατε καὶ συνοικήσατε γυναιξὶν ἀλλογενέσιν, προσθεῖναι ἁμαρτίαν τῷ Ἰσραήλ.

καὶ νῦν δότε ὁμολογίαν δόξαν τῷ κυρίῳ θεῷ τῶν πατέρων ἡμῶν,

καὶ ποιήσατε τὸ θέλημα αὐτοῦ καὶ χωρίσθητε ἀπὸ τῶν ἐθνῶν τῆς γῆς καὶ ἀπὸ τῶν ἀλλογενῶν.

καὶ ἐφώνησαν πᾶν τὸ πλῆθος καὶ εἶπον μεγάλῃ τῇ φωνῇ Οὕτως ὡς εἴρηκας ποιήσομεν.

ἀλλὰ τὸ πλῆθος πολὺ καὶ ὥρα χειμερινή, καὶ οὐκ ἰσχύσομεν στῆναι αἴθριοι καὶ οὐχ εὕρομεν· καὶ τὸ ἔργον ἡμῖν οὐκ ἔστιν ἡμέρας μιᾶς A 89 Ιεηλ A | των υιων] pr ο A | · Eσρα· B . Εζρα A | κυριον] +θν A | κατωκησαν] συνωκισαμεν A | γυναικας A | εκ] απο A 90 γενεσθω] η|γνεσθω A (sic) | πειθαρχουσιν A | του νομου] τω νομω A | του κυριον] om του A 92 των Λευειτων] om των A IX 1 Εδρας A | Ιωνα] Ιωαναν A | Νασειβου] Ελιασιβου A 2 αυλισθει B* (ς superscr B ᵃᵇ) | ετευσατο A | υπερ] επι A 3 πασιν A 4 αν] εαν A | απαντησωσιν A 6 συνεκαθισεν A 7 συνωκισατε A | γυναικας αλλογενεις A | προσθειναι] pr του A | αμαρτιας A 9 των αλλογενων] pr των γυναικων A 10 παν] | απαν A | ειπαν A 11 ωρα] pr η A | ισχυομεν A | om και ουχ ευρομεν A | ουκ εστιν ημιν A οὐδὲ δύο, ἐπὶ πλεῖον γὰρ ἡμάρτομεν ἐν τούτοις.

στήτωσαν δὲ οἱ B προηγούμενοι τοῦ πλήθους, καὶ πάντες οἱ ἐκ τῶν κατοικιῶν ἡμῶν ὅσοι ἔχουσιν γυναῖκας ἀλλογενεῖς (13)παραγενηθήτωσαν λαβόντες χρόνον·

ἑκάστου τόπου τοὺς πρεσβυτέρους καὶ τοὺς κριτάς, ἕως τοῦ λῦσαι τὴν ὀργὴν Κυρίου ἀφʼ ἡμῶν τοῦ πράγματος τούτου.

Ἰνάθας Ἀζαήλου καὶ Ἑζείας Θοκάνου ἐπεδέξαντο κατὰ ταῦτα, καὶ Μοσόλλαμος καὶ Λευεὶς καὶ Σαββαταῖος συνεβράβευσαν αὐτοῖς.

καὶ ἐποί ησαν κατὰ πάντα ταῦτα οἱ ἐκ τῆς αἰχμαλωσίας.

Καὶ ἐπελέξατο αὐτῷ Ἐσρας ὁ ἱερεὺς ἄνδρας ἡγουμένους τῶν πατριῶν αὐτῶν πάντας κατʼ ὄνομα, καὶ συνεκλείσθησαν τῇ νουμηνίᾳ τοῦ μηνὸς τοῦ δεκάτου ἐτάσαι τὸ πρᾶγμα.

καὶ ἤχθη ἐπὶ πέρας τὰ κατὰ τοὺς ἄνδρας τοὺς ἐπισυναχθέντας γυναῖκας ἀλλογενεῖς ἕως τῆς νουμηνίας τοῦ πρώτου μηνός.

καὶ εὑρέθησαν τῶν ἱερέων οἱ ἐπισυναχθέντες ἀλλογενεῖς γυναῖκας ἔχοντες

ἐκ τῶν υἱῶν Ἰησοῦ τοῦ Ἰωσεδὲκ καὶ τῶν ἀδελφῶν αὐτοῦ Μαεήλας καὶ Ἐλεάζαρος καὶ Ἰώριβος καὶ Ἰώδανος·

καὶ ἐπέβαλον τὰς χεῖρας ἐκβαλεῖν τὰς γυναῖκας αὐτῶν, καὶ εἰς ἐξιλασμὸν κριοὺς ὑπέρ τῆς ἀγνοίας αὐτῶν·

καὶ ἐκ τῶν υἱῶν Ἐμήρ, Ἁνανίας καὶ Ζαβδαῖος καὶ Μάνης καὶ Θαμαῖος καὶ Ἰερεὴλ καὶ Ἀζαρίας·

καὶ ἐκ τῶν υἱῶν Φαισούρ, Ἐλιωναίς, Ἀσσείας, Ἰσμάηλος καὶ Ναθαναῆλος καὶ Ὠκαίληδος καὶ Σάλθας·

καὶ ἐκ τῶν Λευειτῶν, Ἰώζαβδος καὶ Σενσεὶς καὶ Κῶνος, οὗτος Καλειταίς, καὶ Παθαῖος· καὶ Ὠούδας καὶ Ἰωανᾶς,

ἐκ τῶν ἱεροψαλτῶν Ἐλιάσεβος, Βάκχουρος,

ἐκ τῶν θυρωρῶν Σάλλουμος καὶ Τολβάνης·

ἐκ τοῦ Ἰσραὴλ ἐκ τῶν υἱῶν Φορός, Ἰερμὰ καὶ Ἰεζείας καὶ Μελχείας καὶ Μίληλος καὶ Ἐλεάζαρος καὶ Ἁσεβείας καὶ Βανναίας·

ἐκ τῶν υἱῶν Ἠλά, καὶ Ματὰν καὶ Ζαχαρίας. Ἰεζόρικλος καὶ Ὠαβδεῖος καὶ Ἰερεμὼθ καὶ Ἀηδείας·

καὶ ἐκ τῶν υἱῶν Ζαμόθ, Ἐλιαδᾶς, Ἐλειάσειμος, Ὀθονίας, Ἰαρειμὼθ καὶ Σάβαθος 12 κατοικων A 13 εκαστου] και εκ. δε A | τας κιτας A | Κυριου] pr A του A 14 Εζειας] Εζεκιας A | Θωκανου A | λευις A 16 αυτω] εαυτω A | κατ ονομα παντας A | συνεκλεισθησαν] συνεκαθισαν A 17 επισυναχθεν- τας] επισυνεχοντας A | της νουμ.] του νουμ. A 19 om αυτου A | Μαθηλας A | Ιωαδανος A 20 αυτων 1⁰] εαυτων A 21 Εμμηρ A | Φαμαιος] Σαμαιος A 22 Φαισου A | Ελιωναις] pro Ε al lit coep B* Ελιωνας A | Ασσειας] Μασσιας A | om και Ναθαναηλος A | Ωκαιληδος] Ωκειδηλος A | Σαλθας] Σαλοας A 23 Σενσεις] Σεμεις A | Κωνος] Κω|λιος A | Καλειταις και (κε B) Παθαιος] εστιν Καλιτας· και Φαθαιος· A | Ιωνας A 24 Ελιασιβος A 25 θυρωρων A] θυ|γατερων Β | Σαι λουμος B*ᵇ] Σαλλουμου Bᵃ?c? 26 υιων] +υιων A | Ιερμας A | Ιεζειας] Ιεδδιας A | Μελχιας BᵇA | Μιληλος] Μαηλος A | Ασιβιας A 27 Ματαν] Ματθανιας A | om και 2⁰ A | Ιεζορικλος] Ιεζριηλος A | Ωαβδιος A | Αηδιας A 28 Ελιασιμος A | Ιαριμωθ A Β καὶ Ζεραλίας·

καὶ ἐκ τῶν υἱῶν Βηβαί, Ἰωάννης καὶ Ἀνανίας καὶ Ζάβδος καὶ Ἐμαθθίς·

καὶ ἐκ τῶν υἱῶν Μανί, Ὤλαμος, Μάμουχος Ἰεδαῖος, Ἰάσουβος καὶ Ἀσάηλος καὶ Ἰερεμώθ·

καὶ ἐκ τῶν υἱῶν Ἀδδείν, Λάθος καὶ Μοοσσείας, Λακκοῦνος καὶ Ναῖδος, καὶ Βεσκασπασμὺς καὶ Σεσθὴλ καὶ Βαλνοῦς καὶ Μανασσήας·

καὶ ἐκ τῶν υἱῶν Ἁννάν, Ἐλιωδᾶς καὶ Ἀσαίας καὶ Μελχείας καὶ Σαββαίας καὶ Σίμων Χοσάμαος·

καὶ ἐκ τῶν υἱῶν Ἁσόμ, Μαλτανναῖος καὶ Ματταθίας καὶ Σαβανναιοῦς καὶ Ἐλειφαλὰτ καὶ Μανασσὴ καὶ Σεμεεί·

καὶ ἐκ τῶν υἱῶν Βαανεί, Ἰερεμίας, Μομδεῖος, Μάηρος, Ἰουνά, Μαμδαὶ καὶ Πεδίας καὶ Ἀνως, Καραβασειὼν καὶ Ἐνάσειβος καὶ Μαμτάναιμος, Ἐλιασείς, Βαννούς, Ἐδιαλείς, Σομεείς, Σελεμίας, Ναθανίας· καὶ ἐκ τῶν υἱῶν Ἐζωρά, Σεσεἰς, Ἐζρεἰλ, Ἀζάηλος, Σάματος. Ζαμβρεί, Φόσηπος·

ἐκ τῶν Ὀομά, Ζειτίας, Ζαβαδαίας, Ἠδός, Οὐήλ, Βαναίας.

πάντες οὗτοι συνῷκησαν γυναιξὶν ἀλλογενέσιν, καὶ ἀπέλυσαν αὐτὰς σὺν τέκνοις.

Καὶ κατῴκησαν οἱ ἱερεῖς καὶ οἱ Λευεῖται καὶ οἱ ἐκ τοῦ Ἰσραὴλ ἐν Ἰερουσαλὴμ καὶ ἐν τῇ χώρᾳ τῇ νουμηνίᾳ τοῦ ἑβδόμου μηνός, καὶ οἱ υἱοὶ Ἰσραὴλ ἐν ταῖς κατοικίαις αὐτῶν.

Καὶ συνήχθη πᾶν τὸ πλῆθος ὁμοθυμαδὸν ἐπὶ τὸ εὐρύχωρον τοῦ πρὸς ἀνατολὰς ἱεροῦ πυλῶνος,

καὶ εἶπεν Ἐσρᾳ τῷ ἱερεῖ καὶ ἀναγνώστῃ κομίσαι τὸν νόμον Μωσέως τὸν παραδοθέντα ὑπὸ τοῦ θεοῦ Ἰσραήλ.

καὶ ἐκόμισεν Ἔσρας ὁ ἀρχιερεὺς τὸν νόμον παντὶ τῷ πλήθει ἀπὸ ἀνθρώπου ἕως γυναικὸς καὶ πᾶσιν τοῖς ἱερεῦσι, ἀκοῦσαι τὸν νόμον, νουμηνίᾳ τοῦ ἑβδόμου μηνός·

καὶ ἀνεγίνωσκεν ἐν τῷ πρὸ τοῦ ἱεροῦ πυλῶνος εὐρυχώρου ἀπὸ ὄρθρου ἕως μεσημβρινοῦ ἐνώπιον τῶν ἀνδρῶν καὶ γυναικῶν· καὶ ἐπέδωκαν πάντα τὸν νοῦν εἰς τὸν νόμον.

A 28 Ζεραλιας] Ζαρδαιας A 29 om και 10 A | Ζαβδος] Ωζαβαδος A | Εμαθεις A 30 om και 1⁰ A 31 Αδδειν Λαθος] Αδδι· | Νααθος A | Μοοσσειας] Μοος· Σιας A | Ναειδος A | Βεσκασπασμυς] Ματθανιας· A | Βαλνουος A 32 Αννας A | Ελιωνας A | Μελχιας A | Χοσομαιος A 33 Μαλτανναιος] Αλτανναιος A | Σαβανναιους] Βανναιους A | Μανασσῆς A | Σεμει A 34 Βαανι A | Μομδεις A | Μαηρος] Ισμαηρος A | Μανδαι A | Πεδιας] Παιδειας A | Καραβασιων A | Ενασιβος A | Μαμνιταναι|μος A | Εδιαλεις] Ελιαλει) A | Σεσσεις A | Εζριλ A | Αζαηλ A | Ζαμβρις A | Φοσηπος] Ιωσηφος A 35 εκ] pr και A | Οομα Ζειτιας] υιων Νο||ομα· Μαζιτιας A | Ηδος] Ηδαις A | Ουηλ] Ιουηλ A 36 συνωκησαν γυναιξιν αλλογενεσιν] συνωκισαν γυναι|κας αλλογενεις A 37 του εβδομου μηνος] του μηνος του εβδομου A΄ 38 ιερου] pr του A 39 ιερει] αρχιερει A | Μωσεως] Μω|υση A | θεου] pr κυ A 40 εδοκιμασεν Β (εκομισεν A) | ιερευσιν Bᵇ?c?A | τον νομον] του νομου A 41 ανεγιγνωσκεν A | προ] ο sup ras A ᵃ? (πρω A* vid) | ευρυχωρω A | απο] εξ A | μεσημβρινου] μεσου ημερας A | και 20] pr τε A | πανια] παν το πληθος A

καὶ ἔστη Ἔσρας ὁ ἱερεὺς καὶ ἀναγνώστης τοῦ νόμου ἐπὶ τοῦ ξυλίνοῦ Β νοῦ βήματος τοῦ κατασ κευασθέντος·

καὶ ἔστησεν αὐτῷ Ματταθίας, Σαμμού, Ἀνανίας, Ἀζαρίας, Οὐρείας, Ἐζεκίας, Βαάλσαμος ἐκ δεξιῶν.

καὶ ἐξ εὐωνύμων Φαλαδαῖος, Μεισαήλ, Μελχείας, Λωθάσουβος, Ναβαρείας, Ζαχαρίας.

καὶ ἀναλαβὼν Ἔσρας τὸ βιβλίον τοῦ πλήθους ἐνώπιον, προεκάθητο γὰρ ἐπιδόξως ἐνώπιον πάντων,

καὶ ἐν τῷ λῦσαι τὸν νόμον πάντες ὀρθοὶ ἔστησαν· καὶ εὐλόγησεν Ἀζαρίας τῷ ὑψίστῳ θεῷ Παντοκράτορι,

καὶ ἐφώνησεν πᾶν τὸ πλῆθος Ἀμήν, ἀμήν· καὶ ἄραντες ἄνω τὰς χεῖρας προσπεσόντες ἐπὶ τὴν γῆν προσεκύνησαν τῷ θεῷ.

Ἰησοῦς καὶ Ἀννιοὺθ καὶ Σαραβίας, Ἰάδεινος, Ἰαρσούβοος, Ἀβταῖος, Aὑταίας, Μαιάννας καὶ Καλείτας, Ἀζαρίας, Κατέθζαβδος, Ἅννιας, Φαλίας, οἱ Λευεῖται, (49)ἐδίδασκον τὸν νόμον Κυρίου, καὶ πρὸς τὸ πλῆθος ἀνεγίνωσκον τὸν νόμον τοῖ κυρίου, ἐμφυσιοῦντες ἅμα τὴν ἀνάγνωσιν.

Καὶ εἶπεν Ἀτταρατὴ Ἔσρᾳ τῷ ἀρχιερεῖ καὶ ἀναγνώστῃ καὶ τοῖς Λευείταις τοῖς διδάσκουσι τὸ πλῆθος ἐπὶ πάντας

Ἡ ἡμέρα αὕτη ἐστὶν ἁγία τῷ κυρίῳ· καὶ πάντες ἔκλαιον ἐν τῷ ἀκοῦσαι τὸν νόμον·

βαδίσαντες οὖν φάγετε λιπάσματα καὶ ἀποστείλατε ἀποστολὰς τοῖς μὴ ἔχουσιν.

ἁγία γὰρ ἡ ἡμέρα τῷ κυρίη, καὶ μὴ λυπεῖσθε· ὁ γὰρ κύριος δοξάσει ὑμᾶς.

καὶ οἱ Λευεῖται ἐκέλευον τῷ δήμῳ πάντα λέγοντες Ἡ ἡμέρα αὕτη ἁγία, μὴ λυπεῖσθε.

καὶ ᾤχοντο πάντες φαγεῖν καὶ πιεῖν καὶ εὐφραίνεσθαι, καὶ δοῦναι ἀποστολὰς τοῖς μὴ ἔχουσιν, καὶ εὐφρανθῆναι μεγάλως·

ὅτι καὶ ἐνεφυσιώθησαν ἐν τοῖς ῥήμασιν οἷς ἐδιδάχθησαν. καὶ ἐπισυνήχθησαν.

43 εστησαν A | αυτω] pr παρ A | Σαμμους A | Ανανιας] pr και A | Ουριας A BbA 44 Φαλδαιος A | Μισαηλ BᵇA | Μελχιας BᵇA | Ναβαριας BᵇA 45 βιβλιον] +του νομου A | του πλ. ενωπιον] ενωπιον του πλ. A 46 ορθροι A | ηυλογησεν A | Αζαριας] Εζρας A | υψιστω] pr κω θω τω A | θεω] + σα βαωθ A 47 επεφωνησεν A | om αμην 2⁰ A | θεω] κω A 48 Ιησους] ς improb vid Bᵃ | Αννιουθ] Αννους A | Σαραριας A*vid (Σαραβιας A¹) | Ιαδινος A | Ιαρσουβοος] Ιακουβος A | Αβταιος] Σαββαταιας A | Αζαρειας A | Κατεθζαβδος] και Ιωζαβδος A | Αννιας] Ανανιας A | Φαλιας] Φιαθας A | om και προς το πλ ανεγ. τον ν. του κυριου A 49 Aτταρατη] Ατθαρατης A | διδασκουσιν A 50 του νομου A 51 λιπασματα] + και πιετε γλυκασματα A 52 om και A | λυπεισθαι A (item 53) | κυριος] pr θς A 53 τω δημω παντα] τ. δ. παντι Bᵇ τα πανια τω δημω A 54 πιει| sup ras B?⁽ᵐᵍ) 55 om και 10 A Subscr Εσδρας α B Εζρας α A