Text encoded in accordance with the latest EpiDoc standards (January 2014)
A ΤΟΙΣ ἀδελφοῖς τοῖς κατʼ Αἴγυπτον Ἰουδαίοις χαίρειν οἱ ἀδελφοὶ οἱ ἐν Ἰεροσολύμοις Ἰουδαῖοι καὶ οἱ ἐν τῇ χώρᾳ τῆς Ἰουδαίας. εἰρήνην ἀγαθήν·
καὶ ἀγαθοποιῆσαι ὑμῖν ὁ θεός, καὶ μνησθῆναι τῆς διαθήκης αὐτοῦ τῆς πρὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ τῶν δούλων αὐτοῦ τῶν πιστῶν.
καὶ δώῃ ὑμῖν καρδίαν πᾶσιν εἰς τὸ σέβεσθαι αὐτὸν καὶ ποιεῖν αὐτοῦ τὰ θελήματα καρδίᾳ μεγάλῃ καὶ ψυχῇ βουλομένῃ·
καὶ διανοίξαι τὴν καρδίαν ὑμῶν ἐν τῷ νόμῳ αὐτοῦ καὶ ἐν τοῖς προστάγμασιν, καὶ εἰρήνην ποιήσαι
καὶ ὑπακούσαι ὑμῶν τῶν δεήσεων, καὶ καταλλαγείη ὑμῖν, καὶ μὴ ὑμᾶς ἐγκαταλείποι ἐν καιρῷ πονηρῷ.
Καὶ νῦν ὧδέ ἐσμεν προσευχόμενοι περὶ ὑμῶν.
βασιλεύοντος Δημητρίου, ἔτους ἐκατοστοῦ ἑξηκοστοῦ ἐνάτου, ἡμεῖς οἱ Ἰουδαῖοι γεγράφαμεν ὑμῖν ἐν τῆ θλίψει καὶ ἐν τῇ ἀκμῇ τῇ ἐπελθούσῃ ἡμῖν ἐν τοῖς ἔτεσιν τούτοις, ἀφʼ οὖ ἀπέστη Ἰάσων καὶ οἱ μετ᾿ αὐτοῦ ἀπὸ τῆς ἁγίας γῆς καὶ τῆς βασιλείας·
καὶ ἐνεπύρισαν τὸν πυλῶνα, καὶ ἐξέχεαν ἀἷμα ἀθῷον· καὶ ἐδεήθημεν τοῦ κυρίου καὶ εἰσηκούσθημεν· προσηνέγκαμεν θυσίαν καὶ σεμίδαλιν, καὶ ἐξηγάγομεν τοὺς λύχνους, καὶ προεθήκαμεν τοὺς ἄρτους.
καὶ νῦν ἴνα ἄγητε τὰς ἡμέρας τῆς σκηνοπηγίας τοῦ Χασελεὺ μηνός.
ἔτους ὀγδοηκοστοῦ καὶ ὀγδόου ἐν Ἰεροσολύμοις.
Καὶ οἱ ἐν τῇ Ἰουδαίᾳ καὶ ἡ γερουσία καὶ Ἰούδας Ἀριστοβούλῳ
διδασκάλῳ Πτολεμαίου τοῦ βασιλέως, ὄντι δὲ ἀπὸ τοῦ τῶν χριστῶν
ἐκ μεγάλων κιωδύνων ὑπὸ τοῦ θεοῦ σεσωσμένοι μεγάλως εὐχαριστοῦμεν αὐτῷ, ὡς ἂν πρὸς βασιλέα παρατασσόμενοι.
αὐτὸς γὰρ ἐξέβρασεν τοὺς παρατασσομένους ἐν τῇ ἁγίᾳ πόλει εἰς τὴν Περσίδα.
γενόμενος γὰρ ὁ ἡγεμὼν καὶ ἡ περὶ αὐτὸν ἀνυπόστατος δοκοῦσα εἶναι δύναμις, κατεκόπησαν ἐν τῷ τῆς Ναναίας ἱερῷ, παραλογισμῷ χρησαμένων τῶν περὶ τὴν Ναναίαν ἱερέων.
ὡς γὰρ συνοικῶν αὐτῇ παρεγένετο εἰς τὸν τόπον ὅ τε Ἀντίοχος καὶ οἱ σὺν αὐτῷ φίλοι, χάριν τοῦ λαβεῖν τὰ χρήματα πλείονα εἰς φερνῆς λόγον·
καὶ προθέντων αὐτὰ τῶν ἱερέων τοῦ Ναναίου, κἀκείνου προσελθόντος μετʼ ὀλίγων εἰς τὸν περίβολον τοῦ τεμένους, συγκλείσαντες τὸ ἱερόν, ὡς εἰσῆλθεν Ἀντίοχος,
ἀνοίξαντες τὴν τοῦ φατνώματος κρυπτὴν θύραν, βάλλοντες πέτρους συνεκεραύνωσαν τὸν ἡγεμόνα, καὶ μέλη ποιήσαντες καὶ τὰς κεφαλὰς τοῖς ἔξω παραρίψαντες.
κατὰ πάντα εὐλογητὸς ἡμῶν ὁ θεός, ὃς ἔδωκεν τοὺς ἀσεβήσαντας.
Μέλλοντεςς ἅγειν ἐν τῷ Κασελεὺ πέμπτῃ καὶ εἰκάδι τὸν καθαρισμὸν τοῦ ἱεροῦ, δέον ἡγησάμεθα διασαφῆσαι ὑμῖν, ἴνα καὶ αὐτοὶ ἄγητε σκηνοπηγίας καὶ τοῦ πυρός, ὅτε Νεεμίας, ὁ οἰκοδομήσας τότε τὸ ἱερὸν καὶ τὸ θυσιαστήριον, ἀνήνεγκεν θυσίας.
καὶ γὰρ ὅτε εἰς τὴν Περσικὴν ἥγοντο ἡμῶν οἱ πατέρες, οἵ τε εὐσεβεῖς ἱερεῖς λαβόντες ἀπὸ τοῦ πυρὸς τοῦ θυσιαστηρίου λαθραίως, κατέκρυψαν ἐν κοιλώματι φρέατος τάξιν ἔχοντος ἄνυδρον, ἐν ᾧ κατησφαλίσαντο, ὥστε πᾶσιν ἄγνωστον εἶναι τὸν τόπον.
διελθόντων δέ ἐτῶν ἱκανῶν, ὅτε ἔδοξεν τῷ θεῷ, ἀποσταλεὶς Νεεμίας ἀπὸ τοῦ βασιλέως τῆς Περσίδος τοὺς ἐκγόνους τῶν ἱερέων τῶν ἀποκρυψάντων ἔπεμψεν ἐπὶ τὸ πῦρ.
ὡς διεσάφισαν ἡμῖν μὴ εὑρηκέναι πῦρ ἀλλὰ ὕδωρ παχύ, ἐκέλευσεν αὐτοὺς ἀποβάψαντας φέρειν· ὡς δὲ ἀνηνέχθη τὰ τῶν θυσιῶν, ἐκέλευσεν τοὺς ἱερεῖς Νεεμίας ἐπιρᾶναι τῷ ὕδατι τά τε ξύλα καὶ τὰ ἐπικείμενα.
ὡς δὲ ἐγένετο καὶ χρόνος διῆλθεν ὅ τε ἥλιος ἀνέλαμψεν ἐπινεφὴς ὤν, ἀνήφθη πυρὰ μεγάλη, ὥστε θαυμάσαι πάντας.
προσευχὴν δὲ ἐποιήσαντο οἱ
ἦν δὲ ἡ προσευχὴ τὸν τρόπον ἔχουσα τοῦτον Κύριε ὁ θεός, ὁ πάντων κτίστης, ὁ φοβερὸς καὶ ὁ ἰσχυρὸς καὶ δίκαιος καὶ ἐλεήμων, ὁ μόνος βασιλεὺς καὶ χρηστός,
ὁ μόνος χορηγός, ὁ μόνος δίκαιος καὶ παντοκράτωρ καὶ αἰώνιος, ὁ διασώζων τὸν Ἰσραὴλ ἐκ παντὸς κακοῦ, ὁ ποιήσας τοὺς πατέρας ἐκλεκτούς, καὶ ἁγιάσας αὐτοὺς·
πρόσδεξαι τὴν θυσίαν ὑπέρ παντὸς τοῦ λαοῦ σου Ἰσραήλ, καὶ διαφύλαξον τὴν μερίδα σου καὶ καθαγίασον.
ἐπισυνάγαγε τὴν διασπορὰν ἡμῶν, ἐλευθέρωσον τοὺς δουλεύοντας ἐν τοῖς ἔθνεσιν, τοὺς ἐξουθενημένους καὶ βδελυκτοὺς ἔφιδε· καὶ γνώτωσαν τὰ ἔθνη ὅτι σὺ ὁ θεὸς ἡμῶν.
βασάνισον τοὺς καταδυναστεύοντας καὶ ἐξυβρίζοντας ἐν ὑπερηφανία·
καταφύτευσον τὸν λαόν σου εἰς τὸν τόπον τὸν ἅγιόν σου, καθὼς εἶπεν Μωσῆς.
Οἱ δὲ ἱερεῖς ἐπέψαλλον τοὺς ὕμνους.
καθὼς δὲ ἀνηλώθη τὰ τῆς θυσίας, καὶ τὸ περιλειπόμενον ὕδωρ ὁ Νεεμίας ἐκέλευσεν λίθους μείζονας καταχεῖν.
ὡς δὲ τοῦτο ἐγενήθη, φλὸξ ἀνήφθη· τοῦ δὲ ἀπὸ τοῦ θυσιαστηρίου ἀντιλάμψαντος φωτὸς ἐδαπανήθη.
ὡς δὲ φανερὸν ἐγενήθη τὸ πρῆγμα, καὶ διηγγέλη τῷ βασιλεῖ τῶν Περσῶν ὅτι εἰς τὸν τόπον οὗ τὸ πῦρ ἔκρυψαν οἱ μεταχθέντες ἱερεῖς τὸ ὕδωρ ἐφάνη, ἀφʼ οὖ καὶ οἱ περὶ τὸν Νεεμίαν ἥγνισαν τὰς θυσίας,
περιφράξας δὲ ὁ βασιλεὺς ἱερὸν ἐποίησεν, δοκιμάσας τὸ πρᾶγμα·
καὶ οἷς ὁ βασιλεὺς πολλὰ διάφορα ἐλάμβανεν, καὶ μετεδίδου.
προσηγόρευσαν δὲ οἱ περὶ τὸν Νεεμίαν τοῦτο Νεφθάρ, ὁ διερμηνεύεται Καθαρισμός· καλεῖται δὲ παρὰ τοῖς πολλοῖς Νεφθάρ.
Εὑρίσκεται δὲ ἐν ταῖς ἀπογραφαῖς Ἰερεμίας ὁ προφήτης ὅτι ἐκέλευσεν τοῦ πυρὸς λαβεῖν τοὺς μεταγενομένους, ὡς σεσήμανται·
καὶ ὡς ἐνετείλατο τοῖς μεταγενομένοις ὁ προφήτης, δοὺς αὐτοῖς τὸν νόμον, ἵνα μὴ ἐπιλάθωνται τῶν προσταγμάτων τοῖ κυρίου, καὶ ἴνα μὴ ἀποπλανηθῶσιν ταῖς διανοίαις, βλέποντες ἀγάλματα χρυσᾶ καὶ ἀργυρᾶ καὶ τὸν περὶ αὐτὰ κόσμον.
καὶ ἕτερα τοιαῦτα
ἦν δὲ ἐν τῇ γραφῇ, ὡς τὴν σκηνὴν καὶ τὴν κιβωτὸν ἐκέλευσεν ὁ προφήτης χρηματισμοῦ γενηθέντος αὐτῷ συνακολουθεῖν, ὡς δὲ ἐξῆλθεν εἰς τὸ ὄρος οὗ ὁ Μωυσῆς ἀναβὰς ἐθεάσατο τὴν τοῦ θεοῦ κληρονομίαν.
καὶ ἐλθὼν ὁ Ἱερεμίας εὗρεν οἶκον ἀντρώδη, καὶ τὴν σκηνὴν καὶ τὴν κιβωτὸν καὶ τὸ θυσιαστήριον τοῦ θυμιάματος εἰσήνεγκεν ἐκεῖ, καὶ τὴν θύραν ἐνέφραξεν·
καὶ προσελθόντες τινές τῶν συνακολουθούντων ὥστε ἐπισημάνασθαι τὴν ὁδόν, καὶ οὐκ ἐδυνήθησαν εὑρεῖν.
ὡς δὲ ὁ Ἱερεμίας ἔγνω, μεμψάμενος αὐτοῖς εἶπεν ὅτι Καὶ ἄγνωστοι ὁ τόπος ἔσται, ἕως ἂν συνάγῃ ὁ θεὸς ἐπισυναγωγὴν τοῦ λαοῦ, καὶ ἔλεος γένηται.
καὶ τότε ὁ κύριος ἀναδείξει ταῦτα, καὶ ὀφθήσεται ἡ δόξα τοῦ κυρίου καὶ ἡ νεφέλη, ὡς ἐπὶ Μωσῇ ἐδηλοῦτο, ὡς καὶ ὁ Σαλωμὼν ἠξίωσεν, ἵνα ὁ τόπος καθαγιασθῇ μεγάλως.
διεσαφεῖτο δὲ καὶ ὡς σοφίαν ἔχων ἀνήνεγκεν θυσίαν ἐγκαινισμοῦ καὶ τῆς τελειώσεως τοῦ ἱεροῦ.
καθὼς καὶ Μωυσῆς προσηύξατο πρὸς Κύριον, καὶ κατέβη πῦρ ἐκ τοῖ οὐρανοῦ καὶ τὰ τῆς θυσίας ἐδαπάνησεν, οὕτως Σαλωμὼν προσηύξατο πρὸς Κύριον, καὶ καταβὰν τὸ πῦρ ἀνήλωσεν τὰ ὁλοκαυτώματα·
καὶ εἶπεν Μωσῆς Διὰ τὸ μὴ βεβρῶσθαι τὸ περὶ τῆς ἁμαρτίας ἀνηλώθη.
ὡσαύς καὶ ὁ Σαλωμὼν τὰς ὀκτὼ ἡμέρας ἤγαγεν.
Ἐξηγοῦντο δὲ καὶ ἐν ταῖς ἀναγραφαῖς καὶ ἐν τοῖς ὑπομνηματισμοῖς τοῖς κατὰ τὸν Νεεμίαν τὰ αὐτά, καὶ ὡς καταβαλλόμενος βιβλιοθήκην ἐπισυνήγαγεν τὰ περὶ τῶν βασιλέων καὶ προφητῶν βιβλία, καὶ τὰ τοῦ Δαυείδ, καὶ ἐπιστολὰς βασιλέων περὶ ἀναθεμάτων.
ὡσαύτως δὲ καὶ Ἰούδας τὰ διαπεπτωκότα διὰ τὸν γεγονότα πόλεμον ἡμῖν ἐπισυνήγαγεν ταῦτα, καὶ ἔστιν παρʼ ἡμῖν.
ὧν οὖν ἐὰν χρείαν ἔχητε, τοὺς ἀποκομιοῦντας ὑμῖν ἀποστέλλετε.
Μέλλοντες οὗν ἄγειν τὸν καθαρισμὸν ἐγράψαμεν ὑμῖν· καλῶς οὗν ποιήσετε ἄγειν τὰς ἡμέρας.
ὁ δὲ θεὸς ὁ σώσας τὸν πάντα λαὸν αὐτοῦ, καὶ ἀποδοὺς τὴν κληρονομίαν αὐτοῦ πᾶσιν καὶ τὸ βασίλειον καὶ τὸ ἱεράτευμα καὶ τὸν ἁγιασμόν,
καθὼς ἐπηγγείλατο
Τὰ δὲ κατὰ τὸν Ἰούδαν τὸν Μακκαβαῖον καὶ τοὺς τούτου ἀδελφοὺς καὶ τὸν τοῦ ἱεροῦ τοῦ μεγίστου καθαρισμὸν καὶ τὸν τοῦ βωμοῦ ἐγκαινισμόν,
ἔτι τε τοὺς πρὸς Ἀντίοχον τὸν Ἐπιφανῆ καὶ τὸν τούτου υἱὸν Εὐπάτορα πολέμους,
καὶ τὰς ἐξ οὐρανοῦ γενομένας ἐπιφανείας τοῖς ὑπέρ τοῦ Ἰουδαισμοῦ φιλοτίμως ἀνδραγαθήσασιν, ὡς τὴν ὅλην χώραν ὀλίγους ὄντας λεηλατεῖν, καὶ τὰ βάρβαρα πλήθη διώκειν,
καὶ τὸ περιβόητον καθʼ ὅλην τὴν οἰκουμένην ἱερὸν ἀνακομίσασθαι, καὶ τὴν πόλιν ἐλευθερῶσαι, καὶ τοὺς μέλλοντας καταλύεσθαι νόμους ἐπανορθῶσαι, τοῦ κυρίου μετὰ πάσης ἐπιεικίας ἵλεω γενομένου αὐτοῖς,
ὑπὸ Ἰάσωνος τοῦ Κυρηναίου δεδηλωμένα διὰ πέντε βιβλίων, πειρασόμεθα δι᾿ ἑνὸς συντάγματος ἐπιτεμεῖν.
συνορῶντες γὰρ τὸ χύμα τῶν ἀριθμῶν, καὶ τὴν οὖσαν δυσχέρειαν τοῖς θέλουσιν εἰσκυκλεῖσθαι τοῖς τῆς ἱστορίας διηγήμασιν διὰ τὸ πλῆθος τῆς ὕλης,
ἐφροντίσαμεν τοῖς μέν βουλομένοις ἀναγινώσκειν ψυχαγωγίαν, τοῖς δέ φιλοφρονοῦσιν εἰς τὸ διὰ μνήμης ἀναλαβεῖν εὐκοπίαν, πᾶσιν δὲ τοῖς ἐντυγχάνουσιν ὡφέλειαν.
καὶ ἡμῖν μέν τοῖς τὴν κακοπάθειαν ἐπιδεδιγμένοις τῆς ἐπιτομῆς οὐ ῥᾴδιον, ἱδρῶτος δὲ καὶ ἀγρυπνίας τὸ πρᾶγμα·
καθάπερ τῷ παρασκευάζοντι συμπόσιον, καὶ ζητοῦντι τὴν ἑτέρων λυσιτέλειαν, οὐκ εὐχερές· ὅμως διὰ τὴν τῶν πολλῶν εὐχαριστίαν ἡδέως τὴν κακοπάθειαν ὑποίσομεν·
τὸ μέν διακριβοῦν περὶ ἑκάστων τῷ συγγραφεῖ παραχωρήσαντες, τὸ δὲ ἐπιπορεύεσθαι τοῖς ὑπογραμμοῖς τῆς ἐπιτομῆς ἀτονοῦντες.
καθάπερ γὰρ τῆς καινῆς οἰκίας ἀρχιτέκτονι τῆς ὅλης καταβολῆς φροντιστέον, τῷ δὲ ἐνκαινίζειν καὶ ζωγραφεῖν ἐπιχειροῦντι τὰ ἐπιτήδεια πρὸς διακόσμησιν ἐξεταστέον, οὕτως δοκῶ καὶ ἐπὶ ἡμῶν.
τὸ μέν
τὸ δὲ σύντομον τῆς λέξεως μεταδιώκειν, καὶ τὸ ἐξεργαστικὸν τῆς πραγματίας παραιτεῖσθαι, τῷ τὴν μετάφρασιν ποιουμένῳ συνχωρητέον.
Ἐντεῦθεν οὖν 'ρξώμεθα τῆς διηγήσεως, τοῖς προειρημένοις τοσοῦτον ἐπιζεύξαντες· εὔηθες γὰρ τὸ μὲν πρὸ τῆς ἱστορίας πλεονάζειν, τὴν δὲ ἱστορίαν ἐπιτέμνειν.
Γῆς ἁγίας πόλεως κατοικουμένης μετὰ πάσης εἰρήνης, καὶ τῶν νόμων ὅτι κάλλιστα συντηρουμένων διὰ τὴν Ὀνείον τοῦ ἀρχιερέως εὐσέβειάν τε καὶ μισοπονηρίαν,
συνέβαινεν καὶ αὐτοὺς τοὺς βασιλεῖς τιμᾷν τὸν τόπον, καὶ τὸ ἱερὸν ἀποστολαῖς ταῖς κρατίσταις δοξάζειν·
ὥστε καὶ Σέλευκον τὸν τῆς Ἀσίας βασιλέα χορηγεῖν ἐκ τῶν ἰδίων προσόδων πάντα τὰ πρὸς τὰς λειτουργίας τῶν θυσιῶν ἐπιβάλλοντα δαπανήματα.
Σίμων δέ τις ἐκ τῆς Βενιαμεὶν φυλῆς προστάτης τοῦ ἱεροῦ καθεσταμένος, διηνέχθη τῷ ἀρχιερεῖ περὶ τῆς κατὰ τὴν πόλιν ἀγορανομίας.
καὶ νικῆσαι τὸν Ὀνίαν μὴ δυνάμενος, ἦλθεν πρὸς Ἀπολλώνιον Θρασαίου, τὸν κατʼ ἐκεῖνον τὸν καιρὸν Κοίλης Συρίας καὶ Φοινίκης στρατηγόν.
καὶ προσήγγειλεν περὶ τοῦ χρημάτων ἀμυθήτων γέμειν τὸ ἐν Ἰεροσολύμοις γαζοφυλάκιον, ὥστε τὸ πλῆθος τῶν διαφόρων ἀναρίθμητον εἶναι, καὶ μὴ προσενεγκεῖν αὐτὰ πρὸς τὸν τῶν θυσιῶν λόγον, εἶναι δὲ δυνατὸν ὑπὸ τὴν τοῦ βασιλέως ἐξουσίαν πεσεῖν ταῦτα.
συμμίξας δὲ Ἀπολλώνιος τῷ βασιλεῖ, περὶ τῶν μηνυθέντων αὐτῷ χρημάτων ἐνεφάνισεν· ὁ δέ προχειρισάμενος Ἡλιόδωρον τὸν ἐπὶ τῶν πραγμάτων ἀπέστειλεν, δοὺς ἐντολὰς τὴν τῶν προειρημένων χρημάτων ἐκκομιδὴν ποιήσασθαι.
εὐθέως δὲ ὁ
Ἡλιόδωρος ἐποιεῖτο τὴν πορίαν, τῇ μέν ἐνφάσει ὡς τὰς κατὰ
Κοίλην Συρίαν καὶ Φοινίκην πόλεις ἐφοδεῦσαι, τῷ πράγματι δὲ τὴν τοῦ
παραγενηθεὶς δὲ εἰς Ἰεροσόλυμα, καὶ φιλοφρόνως ὑπὸ τοῦ ἀρχιερέως τῆς πόλεως ἀποδεχθείς, ἀνέθετο περὶ τοῦ γεγονότος ἐμφανισμοῦ, καὶ τίνος ἕνεκεν πάρεστιν διεσαφήνισεν· ἐπυνθάνετο δὲ εἰ ταῖς ἀληθείαις ταῦτα οὕτως ἔχοντα τυγχάνει.
τοῦ δὲ ἀρχιερέως ὑποδείξαντος παρακαταθήκας εἶναι χηρῶν τε καὶ ὀρφανῶν,
τινὰ δὲ καὶ Ὑρκανοῦ τοῦ Γωβίου σφόδρα ἀνδρὸς ἐν ὑπεροχῇ κειμένου—οὐχ οὕτως διαβάλλων ὁ δυσσεβὴς Σίμων—τὰ δὲ πάντα ἀργυρίου τετρακόσια τάλαντα, χρυσίου δὲ διακόσια·
ἀδικῆσαί τε τοὺς πεπιστευκότας τῇ τοῦ τόπου ἁγιωσύνῃ καὶ τῇ τοῦ τετιμημένου κατὰ τὸν σύμπαντα κόσμον ἱεροῦ σεμνότητι καὶ ἀσυλία, παντελῶς ἀμήχανον εἶναι
ὁ δ᾿ ἕτερος, δι᾿ ἂς εἶχεν βασιλικὰς ἐντολάς, πάντως ἔλεγεν εἰς τὸ βασιλικὸν ἀναλημπτέα ταῦτα εἶναι.
Ταξάμενος δέ ἡμέραν εἰσῄει τὴν περὶ τούτων ἐπίσκεψιν οἰκονομήσων· ἦν δὲ οὐ μικρὰ καθʼ ὅλην τὴν πόλιν ἀγωνία.
οἱ δὲ ἱερεῖς πρὸ τοῦ θυσιαστηρίου ἐν ταῖς ἱερατικαῖς στολαῖς ῥίψαντες ἑαυτοὺς ἐπεκαλοῦντο εἰς οὐρανὸν τὸν περὶ παρακαταθήκης νομοθετήσαντα τοῖς παρακαταθεμένοις ταῦτα σῷα διαφυλάξαι.
ἦν δὲ ὁρῶντα τὴν τοῦ ἀρχιερέως εἰδέαν τιτρώσκεσθαι τὴν διάνοιαν· ἡ γὰρ ὄψις καὶ τὸ τῆς χρόας παρηλλαγμένον ἐνέφαινεν τὴν κατὰ ψυχὴν ἀγωνίαν·
περιεκέχυτο γὰρ ἐπὶ τὸν ἄνδρα δέος τι καὶ φρικασμὸς σώματος, δι᾿ ὧν πρόδηλον ἐγίνετο τοῖς θεωροῦσιν τὸ κατὰ καρδίαν ἐνεστὸς ἄλγος.
οἱ δὲ ἐκ τῶν οἰκιῶν ἀγεληδὸν ἐξεπήδων ἐπὶ πάνδημον ἱκετίαν, διὰ τὸ μὴ μέλλειν εἰς καταφρόνησιν ἔρχεσθαι τὸν τόπον.
ὑπεζωσμέναι δὲ ὑπὸ τοὺς μαστοὺς αἱ γυναῖκες σάκκους κατὰ τὰς ὁδοὺς ἐπλήθυνον· αἱ δὲ κατάκλειστοι τῶν παρθένων, αἱ μέν συνέτρεχον ἐπὶ τοῖς πυλῶνας, αἱ δὲ ἐπὶ τὰ τείχη, τινὲς δὲ διὰ τῶν θυρίδων διέκυπτον.
πᾶσαι δέ προτείνουσαι τὰς χεῖρας εἰς τὸν οὐρανὸν ἐποιοῦντο τὴν λιτανείαν·
ἐλεεῖν δὲ τὴν τοῦ πλήθους πανμιγῆ πρόπτωσιν, τὴν τε τοῦ μεγάλως ἀγωνιῶντος ἀρχιερέως προσδοκίον.
Ιἱ μέν οὗν ἐπεκαλοῦντο τὸν πανκρατῆ κύριον τὰ
ὁ δὲ Ἡλιόδωρος τὸ διεγνωσμένον ἐπετέλει.
αὐτόθι δὲ αὐτοῦ σὺν τοῖς δορυφόροις κατὰ τὸ γαζοφυλάκιον ἤδη παρόντος, ὁ τῶν πνευμάτων καὶ πάσης ἐξουσίας δυνάστης ἐπιφανίαν μεγάλην ἐποίησεν, ὥστε πάντας τοὺς κατατολμήσαντας συνελθεῖν, καταπλαγέντας τὴν τοῦ θεοῦ δύναμιν, εἰς ἔκλυσιν καὶ δειλίαν τραπῆναι.
ὤφθη γάρ τις ἵππος αὐτοῖς φοβερὸν ἔχων τὸν ἐπιβάτην, καὶ καλλίστῃ σαγῇ διακεκοσμημένος, φερόμενος δὲ Ῥύθην ἔσεισεν τῷ Ἡλιοδώρῳ τὰς ἐνπροθεσίους ὁπλάς· ὁ δὲ ἐπικαθήμενος ἐφαίνετο χρυσῆν πανοπλίαν ἔχων.
ἕτεροι δὲ δύο ἐφάνησαν αὐτῷ νεανίαι τῇ ῥώμῃ μέν ἐκπρεπεῖς, κάλλιστοι δέ τὴν γλῶσσαν, διαπρεπεῖς δὲ τὴν περιβολήν· οἳ καὶ παριστάντες ἐξ ἑκατέρου μέρους ἐμαστίγουν αὐτὸν ἀδιαλείπτως, πολλὰς ἐπιριπτοῦντες αὐτῷ πληγάς.
ἄφνω δέ πεσόντα πρὸς τὴν γῆν καὶ πολλῷ σκότει περιχυθέντα συναρπάσαντες καὶ εἰς φόριον ἐνθέντες,
τὸν ἄρτι μετὰ πολλῆς παραδρομῆς καὶ πάσης δορυφορίας εἰς τὸ προειρημένον εἰσελθόντα γαζοφυλάκιον, ἔφερον ἀβοήθητον αὐτὸν τοῖς ὅλοις καθεστῶτα, φανερῶς τὴν δυναστίαν ἐπεγνωωκότα.
καὶ ὁ μέν διὰ τὴν θείαν ἐνέργειαν ἄφωνος καὶ πάσης ἐστερημένος ἐλπίδος καὶ σωτηρίας ἔριπτο·
οἱ δὲ τὸν κύριον εὐλόγουν τὸν παραδοξάζοντα τὸν ἑαυτοῦ τόπον· καὶ τὸ μικρῷ πρότερον δέους καὶ ταραχῆς γέμον ἱερόν, τοῦ παντοκράτορος ἐπιφανέντος κυρίου, χαρᾶς καὶ εὐφροσύνης ἐπλήρωτο.
Ταχὺ δέ τινες τῶν τοῦ Ἡλιοδώρου συνήθων ἠξίουν τὸν Ὀνίαν ἐπικαλέσασθαι τὸν ὕψιστον, καὶ τὸ ζῆν χαρίσασθαι τῷ παντελῶς ἐν ἐσχάτῃ πνοῇ κειμένῳ.
ὕποπτος δέ γενόμενος ὁ ἀρχιερεὺς μή ποτε διάλημψιν
ὁ βασιλεὺς σχῇ κακουργίαν τινὰ περὶ τὸν Ἡλιόδωρον ὑπὸ τῶν
Ἰουδαίων συντετελέσθαι, προσήγαγεν θυσίαν ὑπέρ τῆς τοῦ ἀνδρὸς
ποιουμένου δὲ τοῦ ἀρχιερέως τὸν ἱλασμὸν οἱ αὐτοὶ νεανίαι πάλιν ἐφάνησαν τῷ Ἡλιοδώρῳ ἐν ταῖς αὐταῖς ἐσθήσεσιν ἐστολισμένοι, καὶ στάντες εἶπαν Πολλὰ Ὀνίᾳα τῷ ἀρχιερεῖ χάριτας ἔχε, διὰ γὰρ αὐτὸν σοὶ κεχάρισται τὸ ζῆν Κύριος.
σὺ δὲ ἐξ οὐρανοῦ μεμαστιγωμένος διάγγελλε πᾶσι τὸ μεγαλεῖον τοῦ θεοῦ κράτος. ταῦτα δὲ εἰπόντες ἀφανεῖς ἐγένοντο.
ὁ δὲ Ἡλιόδωρος θυσίαν ἀνενεγκὼν τῷ θεῷ, καὶ εὐχὰς μεγίστας εὐξάμενος τῷ τὸ ζῆν περιποιήσαντι, καὶ τὸν Ὀνίαν ἀποδεξάμενος, ἀνεστρατοπέδευσεν πρὸς τὸν βασιλέα·
ἐξεμαρτύρει δὲ πᾶσιν ἅπερ ἦν ὑπʼ ὄψιν τεθεαμένος ἔργα τοῦ μεγίστου θεοῦ.
Τοῦ δὲ βασιλέως ἐπερωτήσαντος τὸν Ἡλιόδωραν ποῖός τις εἴη ἐπιτήδειος ἔτι ἅπαξ διαπεμφθῆναι εἰς Ἰεροσόλυμα, ἔφησεν
Εἴ τινα ἔχεις πολέμιον ἡ πραγμάτων ἐπίβουλον, πέμψον αὐτὸν ἐκεῖ, καὶ μεμαστιγωμένον αὐτὸν προσδέξῃ, ἐάνπερ καὶ διασωθῇ, διὰ τὸ περὶ τὸν τόπον ἀληθῶς εἶναί τινα θεοῦ δύναμιν.
αὐτὸς γὰρ ὁ τὴν κατοικίαν ἐπουράνιον ἔχων ἐπόπτης ἐστὶν καὶ βοηθὸς ἐκείνου τοῦ τόπου, καὶ τοὺς παραγινομένους ἐπὶ κακώσει τύπτων ἀπολλύει.
καὶ τὰ μέν καθʼ Ἡλιόδωρον καὶ τὴν τοῦ γαζοφυλακίου τήρησιν οὕτως ἐχώρησεν.
Ὁ δὲ προειρημένος Σίμων, ὁ τῶν χρημάτων καὶ τῆς πατρίδος ἐνδείκτης γεγονώς, ἐκακολόγει τὸν Ὀνίαν ὡς οὗτός τε εἴη τὸν Ἡλιόδωρον ἐπισεσεικὼς καὶ τῶν κακῶν δημιουργὸς καθεστηκώς·
καὶ τὸν εὐεργέτην τῆς πόλεως καὶ τὸν κηδεμόνα τῶν ὁμοεθνῶν καὶ ζηλωτὴν τῶν νόμων, ἐπίβουλον τῶν πραγμάτων ἐτόλμα λέγειν.
τῆς δέ ἔχθρας ἐπὶ τοσοῦτον προβαινούσης, ὥστε καὶ διά τινος τῶν ὑπὸ τοῦ Σίμωνος δεδοκιμασμένων φόνους συντελεῖσθαι,
συνορῶν Ὄνίας τὸ χαλεπὸν τῆς φιλονεικίας καὶ Ἀπολλώνιον Μενεσθέως, τῶν Κοίλης Φοινίκης καὶ Συρίας στρατηγόν, συναύξοντα τὴν κακίαν τοῦ Σίμωνος,
πρὸς τὸν βασιλέα διεκοσμήθη, οὐ γινόμενος τῶν πολιτῶν
κατήγορος, τὸ δὲ σύμφορον κοινῇ καὶ κατʼ ἰδίαν παντὶ τῷ πλήθει
ἑώρα γὰρ ἄνευ βασιλικῆς προνοίας ἀδύνατον εἶναι τυχεῖν
Μεταλλάξαντος δέ τὸν βίον Σελεύκου, καὶ παραλαβόντος τὴν βασιλείαν Ἀντιόχου τοῦ προσαγορευθέντος Ἐπιφανοῦς, ὑπενόθευσεν Ἰάσων ὁ ἀδελφὸς Ὀνίου τὴν ἀρχιερωσύνην·
ἐπαγγειλάμενος τῷ βασιλεῖ δι᾿ ἐντεύξεως ἀργυρίου τάλαντα ἑξήκοντα πρὸς τοῖς τριακοσίοις, καὶ προσόδου τινὸς ἄλλης τάλαντα ὀγδοήκοντα.
πρὸς δέ τούτοις ὑπισχνεῖτο καὶ ἕτερα διαγράφειν πεντήκοντα πρὸς τοῖς ἑκατόν, ἐὰν ἐπιχορηγηθῇ διὰ τῆς ἐξουσίας αὐτοῦ γυμνάσιον καὶ ἐφηβίαν αὐτῷ συστήσασθαι, καὶ τοὺς ἐν Ἰεροσολύμοις Ἀντιοχεῖς ἀναγράψαι.
ἐπινεύσαντος δὲ τοῦ βασιλέως καὶ τῆς ἀρχῆς κρατήσας, εὐθέως πρὸς τὸν Ἑλληνικὸν χαρακτῆρα τοὺς ὁμοφύλους μετέστησε.
καὶ τὰ κείμενα τοῖς Ἰουδαίοις φιλάνθρωπα βασιλικὰ διὰ Ἰωάννου τοῦ πατρὸς Εὐπολέμου, τοῦ ποιησαμένου τὴν πρεσβίαν ὑπέρ φιλίας καὶ συμμαχίας πρὸς τοὺς Ῥωμαίους, παρώσας, καὶ τὰς μέν νομίμας καταλύων πολιτίας, παρανόμους ἐθισμοὺς ἐκαίνιζεν.
ἀσμένως γὰρ ὑπʼ αὐτὴν ἀκρόπολιν γυμνάσιον καθίδρυσεν, καὶ τοὺς κρατίστους τῶν ἐφʼ ἡμῶν ὑποτάσσων ὑπὸ πέτασον ἤγαγεν.
ἧυ δʼ οὕτως ἀκμὴ τοῦ Ἑλληνισμοῦ καὶ πρόσβασις ἀλλοφυλισμοῦ διὰ τὴν τοῦ ἀσεβοῦς καὶ οὐκ ἀρχιερέως Ἰάσονος ὑπερβάλλουσαν ἀναγνείαν,
ὥστε μηκέτι περὶ τὰς τοῦ θυσιαστηρίου λειτουργίας προθύμους εἶναι τοὺς ἱερεῖς, ἀλλὰ τοῦ μέν νεὼ καταφρονοῦντες καὶ τῶν θυσιῶν ἀμελοῦντες ἔσπευδον μετέχειν τῆς ἐν παλαίστρῃ παρανόμου χορηγίας, μετὰ τὴν τοῦ δίσκου πρόσκλησιν·
καὶ τὰς μέν πατρῴας τιμὰς ἐν οὐδενὶ τεθειμένοι, τὰς δὲ Ἐλληνικὰς δόξας καλλίστας ἡγούμενοι.
ὦς καὶ χάριν περιέσχεν αὐτοὺς χαλεπὴ περίστασις, καὶ ὧν ἐζήλουν τὰς ἀγωγὰς καὶ καθʼ ὃ ἅπαν ἤθελον ἐξομοιοῦσθαι, τοὺς πολεμίους καὶ τιμωρητάς ἔσχον.
ἀσεβεῖν γὰρ εἰς τοὺς θείους νόμους
Ἀγομένου δέ πενταετηρικοῦ ἀγῶνος ἐν Τύρῳ, καὶ τοῦ βασιλέως παρόντος,
ἀπέστειλεν Ἰάσων ὁ μιερὸς θεωροὺς ὡς ἀπὸ Ἰεροσολύμων Ἀντιοχέας παρακομίζοντας ἀργυρίου δραχμὰς τριακοσίους εἰς τὴν τοῦ Ἡρακλέους θυσίαν, ἃς καὶ ἠξίωσαν οἱ παρακομίζοντες μὴ χρῆσθαι εἰς θυσίαν,
ἕνεκα δὲ τῶν παρόντων εἰς τὰς τῶν τριηρέων κατασκευάς.
Ἀποσταλέντος δέ εἰς Αἴγυπτον Ἀπολλωνίου τοῦ Μενεσθέως διὰ τὰ πρωτοκλήσια ξοῦ Φιλομήτορος βασιλέως, μεταλαβὼν Ἀντίοχος ἀλλότριον αὐτὸν τῶν αὐτοῦ γεγονότων πραγμάτων, τῆς καθʼ αὐτὸν ἀσφαλίας ἐφρόντιζεν· ὅθεν εἰς Ἰόππην παραγενόμενος. κατήντησεν εἰς Ἰεροσόλυμα.
μεγαλομερῶς δὲ ὑπὸ τοῦ Ἰάσονος καὶ τῆς πόλεως ἀποδεχθεὶς μετὰ δᾳδουχίας καὶ βοῶν εἰσεδέχθη· εἶθ᾿ οὕτως εἰς τὴν Φοινίκην κατεστρατοπέδευσεν.
Μετὰ δὲ τριετῆ χρόνον ἀπέστειλεν Ἰάσων Μενέλαον, τὸν τοῦ προσημαινομένου Σίμωνος ἀδελφόν, παρακομίζοντα τὰ χρήματα τῷ βασιλεῖ, καὶ περὶ πραγμάτων ἀναγκαίων ὑπομνηματισμοὺς τελέσοντα.
ἡ δὲ συσταθεὶς τῷ βασιλεῖ καὶ δοξάσας αὐτὸν τῷ προσώπῳ τῆς ἐξουσίας, εἰς ἑαυτὸν κατήντησεν ἀρχιερωσύνην, ὑπερβάλλων τὸν Ἰάσονα τάλαντα ἀργυρίου τριακόσια.
λαβὼν δὲ τὰς βασιλικὰς ἐντολὰς παρεγίνετο, τῆς μέν ἀρχιερωσύνης οὐδὲν ἄξιον φέρων, θυμοὺς δὲ ὠμοῦ τυράννου καὶ θηρὸς βαρβάρου ὀργὰς ἔχων.
καὶ ὁ μέν Ἰάσων ὁ τὸν ἴδιον ἀδελφὸν ὑπονοθεύσας, ὑπονοθευθεὶς ὑφʼ ἑτέρου φυγὰς εἰς τὴν Ἀμμανῖτιν χώραν συνήλαστο.
ὁ δὲ Μενέλαος τῆς μέν ἀρχῆς ἐκράτει, τῶν δὲ ἐπηγγελμένων τῷ βασιλεῖ χρημάτων οὐδὲν εὐτάκτει·
ποιουμένου δὲ τὴν ἀπαίτησιν Σωστράτου τοῦ τῆς ἀκροπόλεως ἐπάρχου· πρὸς τοῦτον γὰρ ἦν ἡ τῶν διαφόρων πρᾶξις· δι᾿ ἣν αἰτίαν οἱ δύο ὑπὸ τοῦ βασιλέως προσεκλήθησαν·
καὶ ὁ μέν Μενέλαος ἀπέλειπεν τῆς ἀρχιερωσύνης διάδοχον λυσίμαχον τὸν ἑαυτοῦ ἀδελφόν, Σώστρατος δέ Κράτητα τὸν ἐπὶ τῶν Κυπρίων.
Τοιούτων
θᾶττον οὖν ὁ βασιλεὺς ἧκεν καταστεῖλαι τὰ πράγματα, καταλείπων τὸν διαδεχόμενον Ἀνδρόνικον, τῶν ἐν ἀξιώματι κεμένων.
νομίσας δὲ ὁ Μενέλαος εἰληφέναι καιρὸν εὐφυῆ, χρυσώματά τινα τῶν τοῦ ἱεροῦ νοσφισάμενος ἐχαρίσατο τῷ Ἀνδρονίκῳ, καὶ ἕτερα ἐτύγχανεν πεπρακὼς εἰς τε Τύρον καὶ τὰς κύκλῳ πόλεις.
καὶ σαφῶς ἐπεγνωκὼς ὁ Ὀνείας, ἀπήνεγκεν ἀποκεχωρηκώς εἰς ἄσυλον τόπον, ἐπὶ Δάφνης τῆς πρὸς Ἀντιοχείας κειμένης.
ὅθεν ὁ Μενέλαος λαβὼν ἰδίᾳ τὸν Ἀνδρόνικον, παρεκάλει χειρώσασθαι τὸν Ὀνίαν· ὁ δὲ παραγενόμενος ἐπὶ τὸν Ὀνίαν καὶ πεισθεὶς ἐπὶ δόλῳ καὶ δεξιασθεὶς μεθʼ ὅρκων, δοὺς δεξιάν, καίπερ ἐν ὑποψίᾳ κείμενος, ἔπεισεν ἐκ τοῦ ἀσύλου προελθεῖν· ὃν καὶ παραχρῆμα παρέκλεισεν, οὐκ αἰδεσθεὶς τὸ δίκαιον.
δι᾿ ἣν αἰτίαν οὐ μόνον Ἰουδαῖοι, πολλοὶ δὲ καὶ τῶν ἄλλων ἐθνῶν ἐδείναζον καὶ ἐδυσφόρουν ἐπὶ τῷ τοῦ ἀνδρὸς ἀδίκῳ φόνῳ.
τοῦ δὲ βασιλέως ἐπανελθόντος ἀπὸ τῶν κατὰ Κιλικίαν τόπων, ἐνετύγχανον οἱ κατὰ πόλιν Ἰουδαῖοι, συνμισοπονηρούντων καὶ τῶν Ἐλλήνων, ὑπέρ τοῦ παρὰ λόγον τὸν Ὀνίαν ἀπεκτονῆσθαι.
ψυχικῶς οὗν ὁ Ἀντίοχος ὑπολυπηθεὶς καὶ τραπεὶς ἐπὶ ἔλεος, καὶ δακρύσας διὰ τὴν τοῦ μετηλλαχότος σωφροσύνην καὶ πολλὴν εὐταξίαν,
καὶ πυρωθεὶς τοῖς θυμοῖς, παραχρῆμα τὴν τοῦ Ἀνδρονίκου πορφύραν περιελόμενος καὶ τοὺς χιτῶνας περιρήξας, περιαγαγὼν καθʼ ὁλην τὴν πόλιν ἐπʼ αὐτὸν τὸν τόπον οὕπερ τὸν Ὀνίαν ἠσέβησεν, ἐκεῖτὸν μιαιφόνον ἀπεκόσμησεν, τοῦ κυρίου τὴν ἀξίαν αὐτῷ κόλασιν ἀποδόντος.
Γενομένων δὲ πολλῶν ἱεροσυλημάτων κατὰ τὴν πόλιν ὑπὸ τοῦ Λυσιμάχου μετὰ τῆς τοῦ Μενελάου γνώμης. καὶ διαδοθείσης ἔξω τῆς φήμης. ἐπισυνήχθη τὸ πλῆθος ἐπὶ τὸν Λυσίμαχον. χρυσωμάτων ἤδη πολλῶν διενηνεγμένων.
ἐπεγειρομένων δὲ τῶν ὄχλων καὶ ταῖς ὀργαῖς
διεμπιπλαμένων, καθοπλίσας ὁ Λυσίμαχος πρὸς τρισχιλίους,
συνειδότες δὲ καὶ τὴν ἐπίθεσιν τοῦ λυσιμάχου, συναρπάσαντες οἱ μέν πέτρους, οἱ δὲ ξύλων πάχη, τινὲς δὲ ἐκ τῆς παρακειμένης σποδοῦ δρασσόμενοι, φύρδην ἐνετίνασσον εἰς τοὺς περὶ τὸν Λυσίμαχον.
δι᾿ ἣν αἰτίαν πολλοὺς μέν αὐτῶν τραυματίας ἐποίησαν, τινὰς δέ κατέβαλον, πάντας δὲ εἰς φυγὴν συνήλασαν, αὐτὸν δὲ τὸν ἱερόσυλον παρὰ τὸ γαζοφυλάκιον ἐχειρώσαντο.
Περὶ δὲ τούτων ἐνέστη κρίσις ἐπὶ τὸν Μενέλαον.
καταντήσαντος δὲ τοῦ βασιλέως εἰς Τύρον, ἐπʼ αὐτοῦ τὴν δικαιολογίαν ἐποιήσαντο οἱ πεμφθέντες τρεῖς ἄνδρες ὑπὸ τῆς γερουσίας.
ἤδη δὲ λελιμμένος ὁ Μενέλαος ἐπηγγείλατο χρήματα ἱκανὰ τῷ Πτολεμαίῳ Δορυμένους, πρὸς τὸ πεῖσαι τὸν βασιλέα.
ὅθεν ἀπολαβὼν ὁ Πτολεμαῖος εἰς τι περίστυλον ὡς ἀναψύχοντα τὸν βασιλέα μετέθηκεν.
καὶ τὸν μέν τῆς ὅλης κακίας αἴτιον Μενέλαον ἀπέλυσεν τῶν κατηγορημένων, τοῖς δὲ ταλαιπώροις, οἵτινες εἰ καὶ ἐπὶ Σκυθῶν ἔλεγον ἀπελύθησαν ἀκατάγνωστοι, τούτοις θάνατον ἀπέκρινεν.
ταχέως οὗν τὴν ἄδικον ζημίαν ὑπέσχον οἱ περὶ πόλεως καὶ δήμων καὶ τῶν ἱερῶν σκευῶν προηγορήσαντες.
δι᾿ ἣν αἰτίαν καὶ Τύριοι μισοπονηρεύσαντες τὰ πρὸς τὴν κηδίαν αὐτῶν μεγαλομερῶς ἐχορήγησαν.
ὁ δὲ Μενέλαος διὰ τὰς τῶν κρατούντων πλεονεξίας ἔμενεν ἐπὶ τῇ ἀρχῇ, ἐπιφυόμενος τῇ κακίᾳ, μέγας τῶν πολιτῶν ἐπίβουλος καθεστώς.
Περὶ δὲ τὸν καιρὸν τοῦτον τὴν δευτέραν ἄφοδον ὁ Ἀντίοχος εἰς Αἴγυπτον ἐστείλατο.
συνέβη δὲ καθʼ ὅλην τὴν πόλιν σχεδὸν ἐφʼ ἡμέρας τεσσεράκοντα φαίνεσθαι διὰ τῶν ἀέρων τρέχοντας ἱππεῖς διαχρύσους στολὰς ἔχοντας, καὶ λόγχας σπειρηδὸν ἐξωπλισμένους,
καὶ μαχαιρῶν σπασμούς, καὶ εἴλας ἵππων διατεταγμένας,
καὶ προσβολὰς γινομένας καὶ καταδρομὰς ἑκατέραων, καὶ ἀσπίδων
κινήσεις, καὶ καμάτων πλήθη, καὶ βελῶν βολάς, καὶ χρυσέων κόσμων
διὸ πάντες ἠξίουν
Γενομένης δὲ λάλας ψευδοῦς, ὡς μετηλλαχότος Ἀντιόχου τὸν βίον, παραλαβὼν ὁ Ἰάσων οὐκ ἐλάττους τῶν χιλίων, ἐφνιδίως ἐπὶ τὴν πόλιν συνετελέσατο ἐπίθεσιν· τῶν δὲ ἐπὶ τῷ τείχει συνελασθέντων, καὶ τέλος ἤδη κταταλαμβανομένης τῆς πόλεως, ὁ Μενέλαος εἰς τὴν ἀκρόπολιν ἐφυγάδευκεν.
ὁ δὲ Ἰάσων ἐποιεῖτο σφαγὰς τῆς πόλεως τῶν ἰδίων ἀφειδῶς, οὐ συννοῶν τὴν εἰς τοὺς συγγενεῖς εὐημερίαν δυσημερίαν εἶναι τὴν μεγίστην, δοκῶν δὲ πολεμίων καὶ οὐχ ὁμοεθνῶν τρόπαια καταβάλλεσθαι.
τῆς μέν ἀρχῆς οὐκ ἐκράτησεν, τὸ δέ τέλος τῆς ἐπιβουλῆς αἰσχύνην λαβών, φυγὰς πάλιν εἰς τὴν Ἀμμανῖτιν παρῆλθεν.
πέρας οὖν κακῆς καταστροφῆς ἔτυχεν, ἐγκλεισθεὶς πρὸς Ἀρέταν τὸν τῶν Ἀράβων τύραννον, πόλιν ἐκ πόλεως φεύγων, διωκόμενος ὑπὸ πάντων, στυγούμενος ὡς τῶν νόμων ἀποστάτης καὶ βδελυσσόμενος ὡς πατρίδος καὶ πολιτῶν δήμιος, εἰς Αἴγυπτον ἐξεβράσθη.
ὁ συχνοὺς τῆς πατρίδος ἀποξενώσας ἐπὶ ξένης ἀπώλετο, πρὸς Λακεδαιμονίους ἀναχθείς, ὡς διὰ τὴν συγγενίαν τευξόμενος σκέπης·
καὶ ὁ πλῆθος ἀτάφων ἐκρίψας ἀπένθητος ἐγενήθη, καὶ κηδίας οὐδ’ ἥστινος οὔτε πατρῴου νόμου μετέσχεν.
Προσπεσόντων δέ τῷ βασιλεῖ περὶ τῶν γεγονότων, διέλαβεν ἀποστάτιν τὴν Ἰουδαίαν· ὅθεν ἀναζεύξας ἐξ Αἰγύπτου τεθηριωμένος τῇ ψυχῇ, ἔλαβεν τὴν μέν πόλιν δοριάλωτον.
καὶ ἐκέλευσεν τοῖς στρατιώταις κόπτειν ἀφειδῶς τοὺς ἐνπίπτοντας, καὶ τοὺς ἐν ταῖς οἰκίαις ἀναβαίνοντας κατασφάζειν.
ἐγίνετο δὲ νέων καὶ πρεσβυτέρων ἀναίρεσις, ἀνήβων τε καὶ γυναικῶν καὶ τέκνων ἀφανισμός, παρθένων τε καὶ νηπίων σφαγαί.
ὀκτὼ δὲ μυριάδες ἐν ταῖς πάσαις ἡμέραις τρισὶν κατεφθάρησαν, τέσσαρες μέν ἐν χεῖρῶν νόμοις, οὐχ ἧττον δὲ τῶν ἐσφαγμένων ἐπράθησαν.
οὐκ ἄρκεσθεὶς
καὶ ταῖς μιεραις χερσὶν τὰ ἱερὰ σκεύη λαμβάνων, καὶ τὰ ὑπὸ πολλῶν βασιλέων ἀνασταθέντα πρὸς αὔξησιν καὶ δόξαν τοῦ τόπου καὶ τιμήν, ταῖς βεβήλοις χερσὶν συνσύρων.
καὶ ἐμετεωρίζετο τὴν διάνοιαν ὁ Ἀντίοχος, οὐ συνορῶν ὅτι διὰ τὰς ἁμαρτίας τῶν τὴν πόλιν οἰκούντων ἀπώργισται βραχέως ὁ δεσπότης, διὸ γέγονεν περὶ τὸν τόπον παρόρασις.
εἰ δέ μὴ συνέβη προσενέχεσθαι πολλοῖς ἁμαρτήμασιν, καθάπερ ἦν ὁ Ἡλιόδωρος ὁ πεμφθεὶς ὑπὸ Σελεύκου τοῦ βασιλέως ἐπὶ τὴν ἐπίσκέψιν τοῦ γαζοφυλακίου, οὗτος προαχθεὶς παραχρῆμα μαστιγωθεὶς ἀνετράπη τοῦ θράσους.
ἀλλʼ οὐ διὰ τὸν τόπον τὸ ἔθνος, ἀλλὰ διὰ τὸ ἔθνος τὸν τόπον ὁ κύριος ἐξελέξατο.
διόπερ καὶ αὐτὸς ὁ τόπος συνμετασχῶν τοῦ ἔθνους δυσπετημάτων γενομένων, ὕστερον εὐεργετημάτων ἐκοινώνησεν· καὶ ὁ καταληφθεὶς ἐν τῇ τοῦ παντοκράτορος ὀργῇ, πάλιν ἐν τῇ τοῦ μεγάλου δεσπότου καταλλαγῇ μετὰ πάσης δόξης ἐπανωρθώθη.
Ὁ οὖν Ἀντίοχος ὀκτακόσια πρὸς τοῖς χιλίοις ἀπενεγκάμενος ἐκ τοῦ ἱεροῦ τάλαντα θᾶττον εἰς τὴν Ἀντιοχίαν ἐχωρίσθη, οἰόμενος ἀπὸ τῆς ὑπερηφανίας τὴν μέν γῆν πλωτὴν καὶ τὸ πέλαγος πορευτὸν θέσθαι, διὰ τὸν μετεωρισμὸν τῆς καρδίας.
κατέλειπεν δέ καὶ ἐπιστάτας τοῦ κακοῦν τὸ γένος, ἐν μέν Ἰεροσολύμοις Φίλιππον τὸ μέν γένος Φρύγα, τὸν δὲ τρόπον βαρβαρώτερον ἔχοντα τοῦ καταστήσαντος·
ἐν δὲ Γαριζεὶν Ἀνδρόνικον· πρὸς δὲ τούτοις Μενέλαος χείριστα τῶν ἄλλων ὑπερῄρετο τοῖς πολίταις, ἀπεχθῆ δὲ πρὸς τοὺς πολίτας Ἰουδαίους ἔχων διάθεσιν.
ἔπεμψεν δὲ τὸν μυσάρχην Ἀπολλώνιον μετὰ στρατεύματος, δισμυρίους δὲ τοῖς δισχιλίοις, προστάξας τοὺς ἐν ἡλικίᾳ πάντας κατασφάξαι, τὰς δέ γυναῖκας καὶ τοὺς νεωτέρους πωλεῖν.
οὗτος
καὶ τοὺς ἐλθόντας πάντας ἐπὶ τὴν θεωρίαν συνεξεκέντησεν, καὶ εἰς τὴν πόλιν σὺν τοῖς ὅπλοις εἰσδραμὼν ἱκανὰ κατέστησεν πλήθη.
Ἰούδας δὲ ὁ καὶ Μακκαβαῖος, δέκατός που γενηθεὶς καὶ ἀναχωρήσας, ἐν τοῖς ὄρεσιν θηρίων τρόπον διέζη σὺν τοῖς μετʼ αὐτοῦ· καὶ τὴν χορτώδη τροφὴν σιτούμενοι διετέλουν, πρὸς τὸ μὴ μετασχεῖν τοῦ μολυσμοῦ.
Μετʼ οὐ πολὺν δέ χρόνον ἐξαπέστειλεν ὁ βασιλεὺς γέροντα Ἀθηναῖον, ἀναγκάζειν τοὺς Ἰουδαίους μεταβαίνειν ἀπὸ τῶν πατρίων νόμων, καὶ τοῖς τοῦ θεοῦ νόμοις μὴ πολιτεύεσθαι·
μολῦναι δὲ καὶ
τὸν ἐν Ἰεροσολύμοις νεὼ καὶ προσονομάσαι Διὸς Ὀλυμπίου, καὶ
τὸν ἐν ΓΑριζειν, καθὼς ἐτύγχανον οἱ τὸν τόπον οἰκοῦντες, Διὸς
ξενίου.
χαλεπὴ δὲ καὶ τοῖς ὅλοις ἦν δυσχερὴς ἡ ἐπίστασις τῆς κακίας.
τὸ μέν γὰρ ἱερὸν ἀσωτίας καὶ κώμαον ὑπὸ τῶν ἐθνῶν ἐπεπληροῦτο ῥᾳθυμούντων μεθʼ ἑταιρῶν, καὶ ἐν τοῖς ἱεροῖς περιβόλων γυναιξὶ πλησιαζόντων, ἔτι δὲ τὰ μὴ καθήκοντα ἔνδον εἴσφερόντων.
τὸ δὲ θυσιαστήριον τοῖς ἀποδιεσταλμένοις ἀπὸ τῶν νόμων ἀθεμίτοις ἐπεπλήρωτο.
ἦν δʼ οὔτε σαββατίζειν, οὔτε πατρῴους ἑορτὰς διαφυλάττειν, οὔτε ἀπλῶς Ἰουδαῖον ὁμολογεῖν εἶναι.
ἦγον δὲ μετὰ πικρᾶς ἀνάγκης εἰς τὴν κατὰ μῆνα τοῦ βασιλέως γενέθλιον ἡμέραν ἐπὶ σπλαγχνισμόν· γενομένης δέ Διονυσίων ἑορτῆς ἠναγκάζοντο κισσοὺς ἔχοντες πομπεύειν τῷ Διονύσῳ.
ψήφισμα δὲ ἐξέπεσεν εἰς τὰς ἀστυγείτονας Ἑλληνίδας πόλεις, Πτολεμαίου ὑποθεμένου, τὴν αὐτὴν ἀγωγὴν κατὰ τῶν Ἰουδαίων ἄγειν καὶ σπλαγχνίζειν,
τοὺς δέ μὴ προαιρουμένους μεταβαίνειν ἐπὶ τὰ Ἑλληνικὰ κατασφάζειν. παρῆν οὖν ὁρᾷν τὴν ἐνεστῶσαν ταλαιπωρίαν.
δύο
ἕτεροι δὲ πλησίον συνδραμόντες εἰς τὰ σπήλαια λεληθότως ἅγειν τὴν ἑβδομάδα, μηνυθέντες τῷ Φιλίππῳ συνεφλογίσθησαν, διὰ τὸ εὐλαβῶς ἔχειν βοηθῆσαι αὐτοῖς κατὰ δόξαν τῆς σεμνοτάτης ἡμέρας.
Παρακαλῶ οὗν τοῖς ἐντυγχάνοντας τῇδε τῇ βίβλῳ μὴ συστέλλεσθαι διὰ τὰς συμφοράς, λογίζεσθαι δὲ τὰς τιμωρίας μὴ πρὸς ὄλεθρον, ἀλλὰ πρὸς παιδίαν τοῦ γένους ἡμῶν εἶναι.
καὶ γὰρ τὸ μὴ πολὺν χρόνον ἐᾶσθαι τοὺς δυσσεβοῦντας, ἀλλʼ εὐθέως περιπίπτειν τοῖς ἐπιτίμοις, μεγάλης εὐεργεσίας σημεῖόν ἐστιν.
οὐ γὰρ καθάπερ καὶ ἐπὶ τῶν ἄλλων ἐθνῶν ἀναμένει μακροθυμῶν ὁ δεσπότης μέχρι τοῦ καταντήσαντας αὐτοὺς πρὸς ἐκπλήρωσιν ἁμαρτιῶν κολάσῃ, οὕτως καὶ ἐφʼ ἡμῶν ἔκρινεν εἶναι·
ἴνα μὴ πρὸς τέλος ἀφικομένων ἡμῶν τῶν ἁμαρτιῶν ὕστερον ἡμᾶς ἐκδικᾷ.
διόπερ οὐδέποτε μέν τὸν ἔλεον ἀφʼ ἡμῶν ἀφίστησιν· παιδεύων δέ μετὰ συμφορᾶς οὐκ ἐνκαταλείπει τὸν ἑαυτοῦ λαόν.
πλὴν ἕως ὑπομνήσεως ταῦθʼ ἡμῖν εἰρήσθω· δι᾿ ὀλίγων δὲ ἐλευστέον ἐπὶ τὴν διήγησιν.
Ἐλεάζαρός τις τῶν πρωτευόντων γραμματέων, ἀνήρ ἤδη προβεβηκὼς τὴν ἡλικίαν καὶ τὴν πρόσοψιν τοῦ προσώπου κάλλιστος, ἀναχαίνων ἠναγκάζετο φαγεῖν ὕειον κρέας.
ὁ δὲ τὸν μετʼ εὐκλείας θάνατον μᾶλλον ἡ τὸν μετὰ μύσους βίον ἀναδεξάμενος αὐθαιρέτως ἐπὶ τὸ τύμπανον προσῆγεν,
προπτύσας δέ, καθʼ ὃν ἔδει τρόπον προσέρχεσθαι τοὺς ὑπομένοντας ἀμύνασθαι ὦν οὐ θέμις γεύσασθαι διὰ τὴν πρὸς τὸ ζῆν φιλοστοργίαν.
οἱ δὲ πρὸς τῷ παρανόμῳ σπλαγχνισμῷ
τεταγμένοι διὰ τὴν ἐκ τῶν παλαιῶν χρόνων πρὸς τὸν ἄνδρα γνῶσιν
ἀπολαμβάνοντες αὐτὸν κατʼ ἰδίαν ἐνεκάλουν, ἐνεγκόντα κρέα, οἷς
καθῆκον αὐτῷ χρᾶσθαι, δι᾿ αὐτοῦ παρασκευασθέντα, ὑποκρῖναι δὲ ὡς
ἴνα τοῦτο πράξας ἀπολυθῇ τοῦ θανάτου, καὶ διὰ τὴν ἀρχαίαν πρὸς αὐτοὺς φιλίαν τύχοι φιλανθρωπίας.
ὁ δὲ λογισμὸν ἀστεῖον ἀναλαβὼν καὶ ἄξιον τῆς ἡλικίας καὶ τῆς τοῦ γήρους ὑπεροχῆς καὶ τῆς ἐπικτήτου καὶ ἐπιφανοῦς πολιτείας καὶ τῆς ἐκ παιδὸς καλλίστης ἀναστροφῆς, μᾶλλον δὲ τῆς ἁγίας καὶ θεοκτίστου νομοθεσίας ἀκολούθως ἀπεφήνατο, ταχέως λέγων προπέμπειν εἰς τὸν ᾄδην
Οὐ γὰρ τῆς ἡμετέρας ἡλικίας ἄξιόν ἐστιν ὑποκριθῆναι, ἵνα πολλοὶ τῶν νέων ὑπολαβόντες Ἐλεάζαρον τὸν ἐνενηκονταετῆ μεταβεβηκέναι εἰς ἀλλοφυλισμόν,
καὶ αὐτοὶ διὰ τὴν ἐμὴν ὑπόκρισιν καὶ δᾶ τὸ μικρὸν καὶ ἀκαριαῖον ζῇν πλανηθῶσιν δι᾿ ἐμέ, καὶ μύσος καὶ κηλῖδα τοῦ γήρως κατακτήσωμαι.
εἰ γὰρ καὶ ἐπὶ τοῦ παρόντος ἐξελοῦμαι τὴν ἐξ ἀνθρώπων τιμωρίαν, ἀλλὰ τὰς τοῦ παντοκράτορος χεῖρας οὔτε ζῶν οὔτε ἀποθανὼν ἐκφεύξομαι.
διόπερ ἀνδρείως μέν νῦν διαλλάξας τὸν βίον τοῦ μέν γήρως ἄξιος φανήσομαι,
τοῖς δὲ νέοις ὑπόδιγμα γενναῖον καταλελοιπὼς εἰς τὸ προθύμως καὶ γενναίως ὑπέρ τῶν σεμνῶν καὶ ἁγίων νόμων ἀπευθανατίζειν. τοσαῦτα δὲ εἰπὼν ἐπὶ τὸ τύμπανον εὐθέως ἦλθεν,
τῶνδε ἀγόντων πρὸς αὐτὸν τὴν μικρῷ πρότερον εὐμένειαν δυσμένειαν διὰ τὴν τῶν προειρημένων λόγων, ὡς αὐτοὶ ὑπελάμβανον, ἀπόνοιαν.
μέλλων δὲ ταῖς πληγαῖς τελευτᾷν, ἀναστενάξας εἶπεν Τῷ κυρίῳ τῷ τὴν ἁγίαν γνῶσιν ἔχοντι φανερόν ἐστιν ὅτι δυνάμενος ἀπολυθῆναι τοῦ θανάτου, σκληρὰς ὑποφέρω κατὰ σῶμα ἀλγηδόνας μαστιγούμενος, κατὰ ψυχὴν δὲ ἡδέως διὰ τὸν αὐτοῦ φόβον ταῦτα πάσχω.
καὶ οὗτος οὗν τοῦτον τὸν τρόπον μετήλλαξεν, οὐ μόνον τοῖς νέοις, ἀλλὰ καὶ τοῖς πλείστοις τοῦ ἔθνους τὸν ἑαυτοῦ θάνατον ὑπόδιγμα γενναιότητος καὶ μνημόσυνον ἀρετῆς καταλείπων.
Συνέβη δὲ καὶ ἑπτὰ ἀδελφοὺς μετὰ τῆς μητρὸς συλλημφθέντας
εἰς δὲ αὐτῶν γενόμενος προήγορος εἶπεν Μέλλεις ἐρωτᾶν καὶ μανθάνειν ἡμῶν; ἕτοιμοι γὰρ ἀποθνήσκειν ἐσμὲν ἢ πατρῴους νόμους παραβαίνειν.
ἔκθυμος δὲ γενόμενος ὁ βασιλεὺς προσέταξεν τήγανα καὶ λέβητας ἐκπυροῦν.
τῶν δὲ παραχρῆμα ἐκπυρωθέντων, τὸν γενόμενον αὐτῶν προήγορον προσέταξεν γλωσσοτομεῖν, καὶ περισκυθίσαντας ἀκρωτηριάζειν, τῶν λοιπῶν ἀδελφῶν καὶ τῆς μητρὸς συνορώντων.
ἄχρηστον δὲ αὐτὸν τοῖς λοιποῖς γενόμενον ἐκέλευσεν τῇ πῦρ προσάγειν ἔνπνουν καὶ τηγανίζειν. τῆς δὲ ἀτμίδος ἐφʼ ἱκανὸν διδούσης τοῦ τηγάνου ἀλλήλους παρεκάλουν σὺν τῇ μητρὶ γενναίως τελευτᾷν, λέγοντες οὕτως
Ὁ κύριος
ὁ θεὸς ἐφορᾷ, καὶ ταῖς ἀληθείαις ἐφʼ ἡμῖν παρακαλεῖται, καθάπερ διὰ
τῆς κατὰ πρόσωπον ἀντιμαρτυρούσης ᾠδῆς διεσάφησεν Μωσῆς, λέγων
Μεταλλάξαντος δὲ τοῦ πρώτου τὸν τρόπον τοῦτον, τὸν δεύτερον ἦγον ἐπὶ τὸν ἐμπαιγμόν· καὶ τὸ τῆς κεφαλῆς δέρμα σὺν ταῖς θριξὶν περισύροντες ἐπηρώτων Εἰ φάγεσθαι πρὸ τοῦ τιμωρηθῆναι κατὰ μέλος τὸ σῶμα;
ὁ δὲ ἀποκριθεὶς τῇ πατρίῳ φωνῇ προσεῖπεν Οὐχί. διόπερ καὶ οὗτος τὴν ἐξῆς ἔλαβεν βάσανον, ὡς ὁ πρῶτος.
ἐν ἐσχάτῃ δέ πνοῇ γενόμενος εἶπεν Σύ μέν, ἀλάστωρ, ἐκ του παρόντος ἡμᾶς ζῆν ἀπολύεις, ὁ δὲ τοῦ κόσμου βασιλεὺς ἀποθανόντας ἡμᾶς ὑπέρ τῶν αὐτοῦ νόμων εἰς αἰώνιον ἀναβίωσιν ζωῆς ἡμᾶς ἀναστήσει.
Μετὰ δὲ τοῦτον ὁ τρίτος ἐνεπαίζετο, καὶ τὴν γλῶσσαν αἰτηθεὶς ταχέως προέβαλλεν καὶ τὰς χεῖρας εὐθαρσέως προέτεινεν·
καὶ γενναίως εἶπεν Ἐξ οὐρανοῦ ταῦτα κέκληται, καὶ διὰ τοὺς αὐτοῦ νόμους ὑπερορῶ ταῦτα, καὶ παρʼ αὐτοῦ ταῦτα πάλιν ἐλπίζω κομίζεσθαι
ὥστε αὐτὸν τὸν βασιλέα καὶ
τοὺς σὺν αὐτῷ ἐκπλήσσεσθαι τὴν τοῦ νεανίσκου ψυχήν, ὡς ἐν
Καὶ τούτου δὲ μεταλλάξαντος
καὶ γενόμενος πρὸς τῷ τελευτᾶν οὕτως ἔφη Αίρετὸν μεταλλάσσοντας ἀπὸ ἀνθρώπων τὰς ὑπὸ τοῦ θεοῦ προσδοκᾷν ἐλπίδας πάλιν ἀναστήσεσθαι ὑπʼ αὐτοῦ· σοὶ μέν γὰρ ἀνάστασις εἰς ζωὴν οὐκ ἔσται.
Ἐχι μένως δὲ τὸν πέμπτον προσάγοντες ᾐκίζοντο.
ὁ δὲ πρὸς αὐτὸν ἰδὸν εἶπεν Ἐξουσίαν ἐν ἀνθρώποις ἔχων ὃ θέλεις ποιεῖς, φθαρτὸς ὤν· μὴ δόκει δὲ τὸ γένος ἡμῶν ὑπὸ τοῦ θεοῦ καταλελεῖφθαι.
σὺ δὲ καρτέρει, καὶ θεώρει τὸ μεγαλεῖον αὐτοῦ κράτος, ὡς σέ καὶ τὸ σπέρμα σου βασανιεῖ.
Μετὰ δὲ τοῦτον ἦγον τὸν ἕκτον, καὶ μέλλων ἀποθνήσκειν ἔφη Μὴ πλανῶ μᾶλλον, ἡμεῖς γὰρ διʼ ἑαυτοὺς ταῦτα πάσχομεν, ἁμαρτόντες εἰς τὸν ἑαυτῶν θεόν· ἄξια θαυμασμοῦ γέγονεν·
σὺ δέ μὴ νομίσῃς ἀθῷος ἔσεσθαι θεομαχεῖν ἐπιχειρήσας.
Ὑπεραγόντως δέ ἡ μήτηρ ἀγαθὴ καὶ μνήμης ἀγαθῆς ἀξία, ἥτις ἀπολλυμένους υἱοὺς ἑπτὰ συνορῶσα μιᾶς ὑπὸ καιρὸν ἡμέρας εὐψύχως ἔφερεν διὰ τὰς ἐπὶ Κύριον ἐλπίδας.
ἕκαστον δὲ τῶν ἀνθρώπων παρεκάλει τῇ πατρίῳ φωνῇ, γενναίῳ πεπληρωμένη φρονήματι καὶ τὸν θῆλυν λογισμὸν ἄρσενι θυμῷ διεγείρασα, λέγουσα πρὸς αὐτοὺς
Οὐκ οἶδ᾿ ὅπως εἰς τὴν ἐμὴν ἐφάνητε κοιλίαν, οὐδὲ ἐγὼ τὸ πνεὐμα καὶ τὴν ζωὴν ὑμῖν ἐχαρισάμην, καὶ τὴν ἐκάστου στοιχείωσιν οὐκ ἐγὼ διερύθμισα.
τοιγαροῦν ὁ τοῦ κόσμου κτίστης, ὁ πλάσας ἀνθρώπου γένεσιν καὶ πάντων ἐξευρὼν γένεσιν, καὶ τὸ πνεῦμα καὶ τὴν ζωὴν ὑμῖν πάλιν ἀποδίδωσιν μετʼ ἐλέους, ὡς νῦν ὑπερορᾶτε ἑαυτοὺς διὰ τοὺς αὐτοῦ νόμους.
Ὁ δὲ Ἀντίοχος οἰόμενος καταφρονεῖσθαι καὶ τὴν ὀνειδίζουσαν ὑφορώμενος φωνήν, ἔτι τοῦ νεωτέρου περιόντος, οὐ μόνον διὰ λόγων ἐποιεῖτο τὴν παράκλησιν, ἀλλὰ καὶ δι᾿ ὅρκων ἐπίστου ἅμα πλουτιεῖν καὶ μακαριστὸν ποιήσειν καὶ μεταθέμενον ἀπὸ τῶν πατρίων, καὶ φίλον ἕξειν καὶ χρείας ἐμπιστεύσειν.
τοῦ δὲ νεανίου μηδαμῶς προσέχοντος, προσκαλεσάΠενος ὁ βασιλεὺς τὴν μητέρα παρῄνει γενέσθαι τοῦ μειρακίου σύμβουλον ἐπὶ σωτηρίᾳ.
πολλὰ δὲ αὐτοῦ παραινέσαντος, ἐπεδέξατο πείσειν τὸν υἱόν.
προσκύψασα δὲ αὐτῷ, χλευάσασα τὸν ὡμὸν τύραννον, οὕτως ἔφησεν τῇ πατρίῳ φωνῇ Υἱέ, ἐλέησόν με τὴν ἐν γαστρὶ περιενέγκασάν σε μῆνας ἐννέα, καὶ θηλάσασάν σε ἔτη τρία, καὶ ἐκθρέψασάν σε καὶ ἀγαγοῦσαν εἰς τὴν ἡλικίαν ταύτην καὶ τροφοφορήσασαν.
ἀξιῶ σε, τέκνον, ἀναβλέψαντα εἰς τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὰ ἐν αὐτοῖς πάντα ἰδόντα γνῶναι, ὅτι οὐκ ἐξ ὄντων ἐποίησεν αὐτὰ ὁ θεός, καὶ τὸ τῶν ἀνθρώπων γένος οὕτω γίνεται.
μὴ φοβηθῇς τὸν δήμιον τοῦτον, ἀλλὰ τῶν ἀδελφῶν σου ἄξιος γενόμενος ἐπίδεξαι τὸν θάνατον, ἴνα ἐν τῷ ἐλέει σὺν τοῖς ἀδελφοῖς σου κομίσωμαί σε.
Ἔτι δὲ ταύτης καταληγούσης ὁ νεανίας εἶπεν Τίνα μένετε; οὐχ ὑπακούω τοῦ προστάγματος τοῦ βασιλέως· τοῦ δὲ προστάγματος ἀκούω τοῦ νόμου τοῦ δοθέντος τοῖς πατράσιν ἡμῶν διὰ Μωσῇ.
σὺ δὲ πάσης κακίας εὑρετὴς γενόμενος εἰς τοὺς Ἐβραίους οὐ μὴ διαφύγῃς τὰς χεῖρας τοῦ θεοῦ.
ἡμεῖς γὰρ διὰ τὰς ἑαυτῶν ἁμαρτίας πάσχομεν·
εἰ δὲ χάριν ἐπιπλήξεως καὶ παιδίας ὁ ζῶν κύριος ἡμῶν βραχέως ἐπώργισται, καὶ πάλιν καταλλαγήσεται τοῖς ἑαυτοῦ δούλοις.
σὺ δέ, ὦ ἀνόσιε καὶ πάντων ἀνθρώπων μιαρώτατε, μὴ μάτην μετεωρίζου φρυττόμενος αδήλοις ἐλπίσιν, ἐπὶ τοὺς οὐρανίους παῖδας ἐπαράμενος χεῖρα·
οὔπω γὰρ τὴν τοῦ παντοκράτορος ἐπόπτου θεοῦ κρίσιν ἐκπέφευγας. ³⁶οἱ μέν γὰρ νῦν ἡμέτεροι ἀδελφοὶ βραχὺν ἐπενέγκαντες πόνον ἀενάου ζωῆς ὑπὸ διαθήκην θεοῦ πεπτώκασιν· σὺ δὲ τῇ τοῦ θεοῦ κρίσει δίκαια τὰ πρόστιμα τῆς ὑπερηφανίας ἀποίσῃ.
ἐγὼ δὲ καθάπερ οἱ ἀδελφοὶ καὶ σῶμα καὶ τύχην προδίδωμι περὶ τῶν πατρίων νόμων, ἐπικαλούμενοι τὸν θεὸν ἵλεων ταχὺ τῷ ἔθνει γενέσθαι, καὶ σέ μετὰ ἐτασμῶν καὶ μαστίγων ἐξομολογήσασθαι διότι μόνος αὐτὸς θεός ἐστιν·
ἐν ἐμοὶ δὲ καὶ τοῖς ἀδελφοῖς μου στῆσαι τὴν τοῦ παντοκράτορος ὀρχὴνμ τὴν ἐπὶ τὸ σύμπαν ἡμῶν γένος δικαίως ἐπημμένην.
ἔκθυμος δὲ γενόμενος ὁ βασιλεὺς τούτῳ παρὰ τοὺς ἄλλους
καὶ οὗτος οὖν καθαρῶς μετήλλαξεν, παντελῶς ἐπὶ τῷ κυρίῳ πεποιθώς.
ἐσχάτη δὲ τῶν υἱῶν ἡ μήτηρ ἐτελεύτησεν.
Τὰ μὲν οὖν περὶ τοὺς σπλαγχνισμοὺς καὶ τὰς ὑπερβαλλούσας αἰκίας ἐπὶ τοσοῦτον δεδηλώσθω.
Ἰούδας δὲ ὁ καὶ Μακκαβαῖος καὶ οἱ σὺν αὐτῷ παρεισπορευόμενοι λεληθότως εἰς τὰς κώμας προσεκαλοῦντο τοὺς συγγενεῖς, καὶ τοὺς μεμενηκότας ἐν τῷ Ἰουδαισμῷ προσλαμβανόμενοι συνήγαγον εἰς ἑξάκισχιλίους.
καὶ ἐπεκαλοῦντο τὸν κύριον ἐφιδεῖν τὸν ὑπὸ πάντων καταπονούμενον λαόν, οἰκτεῖραι δὲ καὶ τὸν ναὸν τὸν ὑπὸ τῶν ἀσεβῶν ἀνθρώπων βεβηλωθέντα·
ἐλεῆσαι δὲ καὶ τὴν κΠταφθειρομένην πόλιν καὶ μέλλουσαν ἰσόπεδον γίνεσθαι, καὶ τῶν καταβοώντων πρὸς αὐτὸν αἱμάτων εἰσακοῦσαι·
καὶ μνησθῆναι δέ καὶ τῆς τῶν ἀναμαρτήτων νηπίων παρανόμου ἀπωλίας, καὶ περὶ τῶν γενομένων εἰς τὸ ὄνομα αὐτοῦ βλασφημιῶν, καὶ μισοπονηρῆσαι.
γενόμενος δὲ ὁ Μακκαβαῖος ἐν συστέματι, ἀνυπόστατος ἤδη τοῖς ἔθνεσιν ἐγίνετο, τῆς ὀργῆς τοῦ κυρίου εἰς ἔλεον τραπείσης.
πόλεις δὲ καὶ χώρας ἀπροσδοκήτως ἐρχόμενος ἐνεπίμπρα· καὶ τοὺς ἐπικαίρους τόπους ἀπολαμβάνων, οὐκ ὀλίγους τῶν πολεμίων τροπούμενος,
μάλιστα τὰς νύκτας πρὸς τὰς τοιαύτας ἐπιβολὰς συνεργοὺς ἐλάμβανεν· καὶ λαλιὰ τῆς εὐανδρείας αὐτοῦ διηχεῖτο πανταχῇ.
Συωορῶν δὲ ὁ Φίλιππος κατὰ μικρὸν εἰς προκοπὴν ἐρχόμενον τὸν ἄνδρα, πυκνότερον δὲ ἐν ταῖς εὐημερίαις προβαίνοντα, πρὸς Πτολεμαῖον τὸν Κοίλης Συρίας καὶ Φοινίκης στρατηγὸν ἔγραψεν ἐπιβοηθεῖν τοῖς τοῦ βασιλέως πράγμασιν.
ὁ δὲ ταχέως προχειρισάμενος Νικάνορα τὸν τοῦ Πατρόκλου, τῶν
πρώτων φίλων, ἀπέστειλεν, ὑποτάξας πανφύλων ἔθνη οὐκ ἐλάττους
τῶν δισμυρίων, τὸ πᾶν τῆς Ἰουδαίας ἐξᾶραι γένος συνέστησαν δὲ
διεστήσατο δὲ ὁ Νικάνωρ τὸν φόρον τῷ βασιλεῖ τοῖς Ῥωμαίοις, ὄντα ταλάντων δισχιλίων, ἐκ τῆς τῶν Ἰουδαίων αἰχμαλωσίας ἐκπληρώσειν.
εὐθέως δὲ εἰς τὰς παραθαλασσίους πόλεις ἀπέστειλεν προκαλούμενος ἐπʼ ἀγορασμὸν Ἰουδαίων σωμάτων, ὑπισχνούμενος ἐνενήκοντα σώματα ταλάντου παραχωρήσειν· οὐ προσδεχόμενος τὴν παρὰ τοῦ παντοκράτορος μέλλουσαν παρακολουθοῦσαν αὐτῷ δίκην.
τῷ δὲ Ἰούδᾳ προσέπεσεν περὶ τῆς τοῦ Νικάνορος ἐφόδου· καὶ μεταδόντος τοῖς σὺν αὐτῷ τὴν παρουσίαν τοῦ στρατοπέδου,
οἱ δειλανδροῦντες καὶ ἀπιστοῦντες τὴν τοῦ θεοῦ δίκην διεδίδρασκον ἑαυτοὺς καὶ ἐξετόπιζον·
οἱ δὲ τὰ περιλελιμμένα πάντα ἐπώλουν, ὁμοῦ δὲ τὸν κύριον ἠξίουν ῥύσασθαι τοὺς ὑπὸ τοῦ δυσσεβοῦς Νικάνορος πρὶν συντυχεῖν πεπραμένους·
καὶ εἰ μὴ δι᾿ αὐτούς, ἀλλὰ διὰ τὰς πρὸς τοὺς πατέρας αὐτῶν διαθήκας, καὶ ἕνεκα τῆς ἐπʼ αὐτοὺς ἐπικλήσεως τοῦ σεμνοῦ καὶ μεγαλοπρεποῦς ὀνόματος αὐτοῦ.
Συναγαγὼν δὲ ὁ Μακκαβαῖος τοὺς περὶ αὐτὸν ὄντας ἀριθμὸν ἑξακισχιλίους παρεκάλει μὴ καταπλαγῆναι τοῖς δεσμίο μηδὲ εὐλαβεῖσθαι τὴν τῶν ἀδίκως παραγενομένων ἐπʼ αὐτοὺς ἐθνῶν πολυπληθείαν, ἀγωνίσασθαι δὲ γενναίως,
πρὸ ὀφθαλμῶν λαβόντας τὴν ἀνόμως εἰς τὸν ἅγιον τόπον συντετελεσμένην ὑπʼ αὐτῶν ὕβριν καὶ τὸν τῆς ἐμπεπαιγμένης πόλεως αἰκισμόν, ἔτι δὲ τὴν τῆς προγονικῆς πολιτίας κατάλυσιν.
οἱ μέν γὰρ ὅπλοις πεποίθασιν ἄμα καὶ τόλμαις, ἔφησεν, ἡμεῖς δὲ ἐπὶ τῷ παντοκράτορι θεῷ, δυναμένῳ καὶ τοὺς ἐρχομένους ἐφʼ ἡμᾶς καὶ τὸν ὅλον κόσμον ἑνὶ νεύματι καταλαβεῖν, πεποίθαμεν.
προσαναλεξάμενος δὲ αὐτοῖς καὶ τὰς ἐπὶ τῶν προγόνων γενομένας ἀντιλήμψεις, καὶ τὴν ἐπὶ Σενναχηρείμ, ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδες ὡς ἀπώλοντο,
καὶ τὴν ἐν τῇ Βαβυλωνίᾳ
τὴν πρὸς τοὺς Γαλάτας παράταξιν γενομένην, ὡς οἱ πάντες ἐπὶ τὴν
χρείαν ἦλθον ὀκτακισχίλιοι σὺν Μακεδόσιν τετρακισχιλίοις, τῶν
ἐφ᾿ οἷς εὐθαρσεῖς αὐτοὺς παραστήσας καὶ ἑτοίμους ὑπέρ τῶν νόμων καὶ τῆς πατρίδος ἀποθνήσκειν τετραμερές τι ἐποίησεν τὸ στράτευμα·
τάξας ἀδελφοὺς αὐτοῦ προηγουμένους ἑκατέρας τάξεως, Σίμωνα καὶ Ἰώσηπον καὶ Ἰωνάθην, ὑποτάξας ἑκάστῳ χιλίους πρὸς τοῖς πεντακοσίοις,
ἔτι δὲ καὶ Ἐλεάζαρον· παραναγνοὺς τὴν ἱερὰν βίβλον, καὶ δοὺς σύνθημα ΘεοΥ ΒΟΗΘεαc, τῆς πρώτης σπείρης αὐτὸς προηγούμενος συνέβαλε τῷ Νικάνορι.
γενομένου δὲ αὐτοῖς τοῦ παντοκράτορος συμμάχου κατέσφαξαν τῶν πολεμίων ὑπέρ τοὺς ἐννακισχιλίους, τραυματίας δὲ καὶ τοῖς μέλεσιν ἀναπήρους τὸ πλεῖον μέρος τῆς τοῦ Νικάνορος στρατείας, πάντας δὲ φεύγειν ἡνάγκασαν.
τὰ δέ χρήματα τῶν παραγενομένων ἐπὶ τὸν ἀγορασμὸν αὐτῶν ἔλαβον συνδιώξαντες δὲ αὐτοὺς ἐφʼ ἱκανὸν ἀνέλυσαν ἀπὸ τῆς χώρας συνκλειόμενοι·
ἦν γὰρ ἡ πρὸ τοῦ σαββάτου δίκη, δι᾿ ἣν αἰτίαν οὐκ ἐμακροτόνησαν κατατρέχοντες αὐτούς.
ὁπ λολογήσαντες δὲ αὐτοὺς καὶ τὰ σκῦλα ἐκδύσαντες τῶν πολεμίων περὶ τὸ σάββατον ἐγίνοντο, περισσῶς εὐλογοῦντες καὶ ἐξομολογούμενοι τῷ κυρίῳ τῷ διασώσαντι εἰς τὴν ἡμέραν ταύτην, ἀρχὴν ἐλέους τάξαντος αὐτοῖς.
μετὰ δὲ τὸ σάββατον τοῖς ᾐκισμένοις καὶ ταῖς χήραις καὶ τοῖς ὀρφανοῖς μερίσαντες ἀπὸ τῶν σκύλων, τὰ λοιπὰ αὐτοὶ καὶ τὰ παιδία διεμερίσαντο.
ταῦτα δὲ διαπραξάμενοι, καὶ κοινὴν ἱκετίαν ποιησάμενοι, τὸν ἐλεήμονα κύριον ἠξίουν εἰς τέλος καταλλαγῆναι τοῖς αὐτοῦ δούλοις.
καὶ τοῖς περὶ Τιμόθεον καὶ Βακχίδην συνερείσαντες ὑπέρ τοὺς δισμυρίους αὐτῶν ἀνεῖλον, καὶ ὀχυρωμάτων ὑψηλῶν εἶ μάλα ἐνκρατεῖς ἐγένοντο, καὶ λάφυρα πλείονος ἐμερίσαντο, ἰσομοίρους αὐτοὺς καὶ τοῖς ᾐκισμένοις καὶ ὀρφανοῖς καὶ χήραις ἔτι δὲ καὶ πρεσβυτέροις ποιήσαντες.
ὁπλολογήσαντες δὲ αὐτοὺς ἐπιμελῶς πάντα συνέθηκαν
τὸν δὲ φυλάρχην τῶν περὶ Τιμοθεον ἀνεῖλον, ἀνοσιώτατον ἄνδρα καὶ πολλὰ τοὺς Ἰουδαίους ἐπιλελυπηκότα.
ἐπινίκια δὲ ἄγοντες ἐν τῇ πατρίδι τοὺς ἐμπρήσαντας τοὺς ἱεροὺς πυλῶνας καὶ Καλλισθένην ὑφῆψαν εἰς ἐνοίκιον πεφευγότα· καὶ τὸν ἄξιον τῆς δυσσεβείας ἐκομίσατο μισθόν.
ὁ δὲ τρισαλιτήριος Νικάνωρ, ὁ τρισχιλίους ἐμπόρους ἐπὶ τὴν πρᾶσιν τῶν Ἰουδαίων ἀγαγών,
ταπεινωθεὶς ὑπὸ τῶν καθʼ αὑτὸν νομιζομένων ἐλαχίστων εἶναι, τῇ τοῦ κυρίου βοηθείᾳ, τὴν δοξικὴν ἀποθέμενος ἐσθῆτα, διὰ τῆς μεσογείου, δραπέτου τρόπον ἔρημον ἑαυτὸν ποιήσας, ἧκεν εἰς Ἀντιόχειαν, ὑπέρ ἅπαν εὐημερηκὼς ἐπὶ τῇ τοῦ στρατοῦ διαφθορᾷ.
καὶ ὁ τοῖς Ῥωμαίοις ἀναδεξάμενος φόρον ἀπὸ τῆς τῶν ἐν Ἰεροσολύμοις αἰχμαλωσίας κατορθώσασθαι, κατήγγελλεν ὑπέρμαχον ἔχειν τοὺς Ἰουδαίους, καὶ διὰ τὸν τρόπον τοῦτον ἀτρώτους εἶναι τοὺς Ἰουδαίους, διὰ τὸ ἀκολουθεῖν τοῖς ἑαυτοῦ προστεταγμένοις νόμοις.
Περὶ δὲ τὸν καιρὸν ἐκεῖνον ἐτύγχανεν Ἀντίοχος ἀναλελυκὼς ἀκόσμως ἐκ τῶν περὶ τὴν Περσίδα τόπων.
εἰσεληλύθει γὰρ εἰς τὴν λεγομένην Περσέπολιν, καὶ ἐπεχείρησεν ἱεροσυλεῖν καὶ τὴν πόλιν συνέχειν· διὸ δὴ τῶν πληθῶν ὁρμησάντων, ἐπὶ τὴν τῶν ὅπλων βαήθειαν ἐτράπησαν· καὶ συνέβη τροπωθέντα τὸν Ἀντίοχον ὑπὸ τῶν ἐγχωρίων ἀσχήμονα τὴν ἀναζυγὴν ποιήσασθαι.
ὄντι δὲ αὐτῷ κατʼ Ἐκβάτανα προσέπεσεν τὰ κατὰ Νικάνορα καὶ τοὺς περὶ Τιμόθεον γεγονότα.
ἐπαρθεὶς δὲ τῷ θυμῷ ᾤετο καὶ τῶν πεφυγαδευκότων αὐτὸν κακίαν εἰς τοὺς Ἰουδαίους ἐναπερείσασθαι· διὸ συνέταξεν τὸν ἁρματηλάτην ἀδιαλείπτως ἐλαύνοντα καταλύειν τὴν πορίαν, τῆς ἐξ οὐρανοῦ δὴ κρίσεως συνούσης αὐτῷ· οὕτως γὰρ ὑπερηφάνως εἶπεν Πολυάνδροιν Ἰουδαίων Ἰεροσόλυμα ποιήσω, παραγενόμενος ἐκεῖ.
ὁ δὲ παντεπόπτης κύριος ὁ θεὸς τοῦ Ἰσραὴλ
ἐπάταξεν αὐτὸν ἀνιάτῳ καὶ ἀοράτῳ πληγῇ· ἄρτι δὲ αὐτοῦ καταλήξαντος
πάνυ δικαίως, τὸν πολλαῖς καὶ ξενιζούσαις συμφοραῖς ἑτέρων σπλάγχνα βασανίσαντα.
ὁ δʼ οὐδαμῶς τῆς ἀγερωχίας ἔληγεν, ἔτι δὲ καὶ τῆς ὑπερηφανίας ἐπεπλήρωτο, πῦρ πνέων τοῖς θυμοῖς ἐπὶ τοὺς Ἰουδαίους, καὶ κελεύων ἐποξύνειν τὴν πορίαν· συνέβη δὲ καὶ πεσεῖν αὐτὸν ἀπὸ τοῦ ἄρματος φερομένου ῥοιζῳ, καὶ δυσχερεῖ πτώματι περιπεσόντα πάντα τὰ μέλη τοῦ σώματος ἀποστρεβλοῦσθαι
ὁ δʼ ἀντιδοκῶν τοῖς τῆς θαλάσσης κύμασιν διὰ τὴν ὑπέρ ἀνθρώπων ὑπερηφανίαν, καὶ πλάστιγγι τῶν ὀρέων οἰόμενος ὕψη στήσειν, κατὰ γῆν γενόμενος ἐν φορίῳ παρεκομίζετο, φανερὰν τοῦ θεοῦ πᾶσιν τὴν δύναμιν ἐνδεικνύμενος·
ὥἐστε καὶ ἐκ τοῦ σώματος τοῦ δυσσεβοῦς σκώληκας ἀναζεῖν, καὶ ζῶντος ἐν ὀδύναις καὶ ἀλγηδόσιν τὰς σάρκας αὐτοῦ διαπίπτειν, ὑπὸ δὲ τῆς ὀσμῆς αὐτοῦ πᾶν τὸ στρατόπεδον βαρύνεσθαι τὴν σαπρίαν.
καὶ τὸν μικρῷ πρότερον τῶν οὐρανίων ἄστρων ἄπτεσθαι δοκοῦντα, παρακομίζειν οὐδεὶς ἐδύνατο, διὰ τὸ τῆς ὀσμῆς ἀφόρητον βάρος.
ἐνταῦθα οὗν ἤρξατο τὸ πολὺ τῆς ὑπερηφανίας λήγειν τεθραυσμένος, καὶ εἰς ἐπίγνωσιν ἔρχεσθαι θείᾳ μάστιγι, κατὰ στιγμὴν ἐπιτεινόμενος ταῖς ἀλγηδόσιν.
καὶ μηδέ τῆς ὀσμῆς αὐτοῦ ἀνέχεσθαι δυνάμενος, ταῦτʼ ἔφη Δίκαιον ὑποτάσσεσθαι τῷ θεῷ, καὶ μὴ θνητὸν ὄντα ὑπερήφανα φρονεῖν.
ηὔχετο δὲ ὁ μιερὸς πρὸς τὸν οὐκέτι αὐτὸν ἐλεήσοντα δεσπότην, οὕτως λέγων·
τὴν μέν ἁγίαν πόλιν, ἣν σπεύδων παρεγίνετο ἰσόπεδον ποιῆσαι καὶ πολυάνδριον οἰκοδομῆσαι, ἐλευθέραν ἀναδεῖξαι
τοὺς δὲ Ἰουδαίους, ὡς διεγνώκει μηδέ ταφῆς ἀξιῶσαι, οἰωνοβρώτους σὺν τοῖς νηπίοις ἐκτρίψαι θηρίοις, πάντας αὐτοὺς ἴσους Ἀθηναίοις ποιήσειν·
ὂν δὲ πρότερον ἐσκύλευσεν ἅγιον νεὼ καλλίστοις ἀναθήμασιν κοσμήσειν, καὶ τὰ ἱερὰ σκεύη πολυπλάσια πάντα ἀποδώσειν, τὰς δὲ ἐπιβαλλούσας πρὸς τὰς θυσίας συντάξεις ἐκ τῶν ἰδίων προσόδων χορηγήσειν·
πρὸς δὲ τούτοις καὶ Ἰουδαῖος ἔσεσθαι, καὶ πάντα τόπον οἰκητὸν ἐπελεύσεσθαι καταγγέλλοντα τὸ τοῦ θεοῦ κράτος.
οὺδαμῶς δὲ ληγόντων τῶν πόνων, ἐπεληλύθει γὰρ ἐπʼ αὐτὸν δικαία ἡ τοῦ θεοῦ κρίσις, τὰ κατʼ αὐτὸν ἀπελπίσας ἔγραψεν πρὸς τοὺς Ἰουδαίους τὴν ὑπογεγραμμένην ἐπιστολήν, ἔχουσαν ἱκετηρίας τάξιν, περιέχουσαν δὲ οὕτως
Τοῖς χρηστοῖς Ἰουδαίοις τοῖς πολίταις πολλὰ χαίρειν καὶ ὑγιαίνειν καὶ εὖ πράττειν βασιλεὺς Ἀντίοχος καὶ στρατηγός·
ἔρρωσθε, καὶ τὰ τέκνα· καὶ τὰ ἴδια κατὰ γνώμην ἔσται ὑμῖν. εἰς οὐρανὸν τὴν ἐλπίδα ἔχων,
ὑμῶν τὴν τιμὴν καὶ τὴν εὔνοιαν ἐμνημόνευον φιλοστόργως ἐπαναγαγὼν ἐκ τῶν κατὰ τὴν Περσίδα τόπαων, καὶ περιπεσὼν ἀσθενείᾳ δυσχερίαν ἐχούσῃ, ἀναγκαῖον ἡγησάμην φροντίσαι τῆς κοινῆς πάντων ὑμῶν ἀσφαλείας·
οὐκ ἀπογινώσκων τὰ κατ᾿ ἐμαυτόν, ἀλλὰ ἔχων πολλὴν ἐλπίδα ἐκφεύξεσθαι τὴν ἀσθένειαν.
θεωρῶν δὲ ὅτι καὶ ὁ πατήρ, καθʼ οὓς καιροὺς εἰς τοὺς ἄνω τόπους ἐστρατοπέδευσεν, ἀνέδειξεν τὸν διαδεξάμενον,
ὅπως ἐάν τι παράδοξον ἀποβαίη καὶ προσαπέλθῃ τι δυσχερές, εἰδότες οἱ κατὰ τὴν χώραν ᾦ καταλέλειπται τὰ πράγματα, μὴ ἐπιταράσσωνται·
πρὸς δὲ τούτοις κατανοῶν τοὺς παρακειμένους δυνάστας καὶ γειτνιῶντας τῆς βασιλείας τοῖς καιροῖς ἐπέχοντας καὶ προσδοκῶντας τὸ ἀποβησόμενον, ἀναδέδειχα τὸν υἱὸν Ἀντίοχον βασιλέα, ὃν πολλάκις ἀνατρέχων εἰς τὰς ἐπάνω σατραπείας τοῖς πλείστοις ὑμῶν παρεκατετιθέμην καὶ συνίστων· γέγραφα δὲ πρὸς αὐτὸν τὰ ὑπογεγραμμένα.
παρακαλῶ οὖν ὑμᾶς καὶ ἀξιῶ, μεμνημένους τῶν εὐεργεσιῶν κοινῇ καὶ κατʼ ἰδίαν, ἕκαστον συντηρεῖν τὴν οὖσαν εὔνοιαν εἰς ἐμέ καὶ τὸν υἱόν·
πέπεισμαι γὰρ αὐτὸν ἐπιεικῶς καὶ φιλανθρώπως συωσταθένται τῇ ἐμῇ προαιρέσει συνπεριενεχθήσεσθαι ὑμῖν.
Ὁ μέν οὗν ἀνδροφόνος καὶ βλάσφημος τὰ χείριστα παθών,
ὡς ἑτέρους διέθηκεν, ἐπὶ ξένης ἐν τοῖς ὄρεσιν οἰκτίστῳ μόρῳ κατέστρεψεν
παρεκομίζετο δὲ τὸ σῶμα Φίλιππος ὁ σύντροφος
Μακκαβαῖος δὲ καὶ οἱ σὺν αὐτῷ, τοῦ κυρίου προάγοντος αὐτούς, τὸ μέν ἱερὸν ἐκομίσαντο καὶ τὴν πόλιν·
τοὺς δὲ κατὰ τὴν ἀγορὰν βωμοὺς ὑπὸ τῶν ἀλλοφύλων δεδημιουργημένους, ἔτι δὲ τεμένη, καθεῖλαν.
καὶ τὸν νεὼ καθαρίσαντες, ἕτερον θυσιαστήριον ἐποίησαν· καὶ πυρώσαντες λίθους, καὶ πῦρ ἐκ τούτων λαβόντες, ἀνήνεγκαν θυσίας μετὰ διετῆ χρόνον καὶ θυμίαμα καὶ λύχνους, καὶ τῶν ἄρτων τὴν πρόθεσιν ἐποιήσαντο.
ταῦτα δὲ ποιήσαντες, ἡξίωσαν τὸν κύριον πεσόντες ἐπὶ κοιλίαν, μηκέτι παραπεσεῖν τοιούτοις κακοῖς, ἀλλʼ ἐάν ποτε καὶ ἁμάρτωσιν, ὑπʼ αὐτοῦ μετὰ ἐπιεικείας, μὴ βλασφήμοις καὶ βαρβάροις ἔθνεσιν παραδίδοσθαι
ἐν ἧ δὲ ἡμέρᾳ ὁ νεὼς ὑπὸ ἀλλοφύλων ἐβεβηλώθη, συνέβη κατὰ τὴν αὐτὴν ἡμέραν τὸν καθαρισμὸν γενέσθαι τοῦ ναοῦ, τῇ πέμπτῃ καὶ εἰκάδι τοῦ οὐτοῦ μηνός, τοῦ Χασελεύ.
καὶ μετʼ εὐφροσύνης ἦγον ἡμέρας ὁκτὼ σκηνωμάτων τρόπον, μνημονεύοντες ὡς πρὸ μικροῦ χρόνου τὴν τῶν σκηνῶν ἑορτὴν ἐν τοῖς ὄρεσιν καὶ ἐν τοῖς σπηλαίοις θηρίων τρόπον ἧσαν νεμόμενοι.
διὸ θύρσους καὶ κλάδους ὡραίους, ἔτι δε καὶ φοίνιας ἔχοντες, ηὐχαρίστουν τῷ εὐοδώσαντι καθαρίσαι τὸν ἑαυτοῦ τόπον.
ἐδογμάτισάν τε μετὰ κοινοῦ προστάγματος καὶ ψηφίσματος παντὶ τῷ τῶν Ἰουδαίων ἔθνει κατʼ ἐνιαυτὸν ἅγειν τὰς δεκάτας ἡμέρας.
Καὶτὰ μέν τῆς Ἀντιόχου τοῦ προσαγορευθέντος Ἐπιφανοῦς τελευτῆς οὕτως εἶχεν.
νυνὶ δὲ τὰ κατὰ τὸν ὕπατον Ἀντίοχον, υἱὸν δὲ τοῦ ἀσεβοῦς γενόμενον, δηλώσομεν αὐτά, συντέμνοντες τὰ συνέχοντα τῶν πόλεων κακά.
οὗτος γὰρ παραλαβὼν τὴν βασιλείαν, ἀνέδειξεν ἐπὶ
τῶν πραγμάτων Λυσίαν τινά, Κοίλης δὲ Συρίας καὶ Φοινίκης στρατηγὸν
Πτολεμαῖιος γὰρ ὁ καλούμενος Μάκρων, τὸ δίκαιον συντηρεῖν προηγούμενος πρὸς τοὺς Ἰουδαίους διὰ τὴν γεγονυῖαν πρὸς αὐτοὺς ἀδικίαν, ἐπειρᾶτο τὰ πρὸς αὐτοὺς εἰρηνικῶς διεξάγειν.
ὅθεν κατηγορούμενος ὑπὸ τῶν φίλων πρὸς τὸν Εὐπάτορα, καὶ προδότης παρʼ ἕκαστα ἀκούων, διὰ τὸ τὴν Κύπρον ἐμπιστευθέντα ὑπὸ τοῦ Φιλομήτορος ἐκλιπεῖν καὶ πρὸς Ἀντίοχον τὸν Ἐπιφανῆ ἀναχωρῆσαι, μήτε εὐγενῆ τὴν ἐξουσίαν εὐγενναίσας, φαρμακεύσας ἑαυτὸν ἐξέλειπεν τὸν βίον.
Γοργίας δὲ γενόμενος στρατηγὸς τῶν τόπων, ἐξενοτρόφει, καὶ παρʼ ἕκαστα πρὸς τοὺς ἰδίους ἐπολεμοτρόφει.
ὁμοῦ δὲ τούτων καὶ οἱ Ἰδουμαῖοι ἐγκρατεῖς ἐπικαίρων ὁχυρωμάτων ὄντες, ἐγύμναζον τοὺς Ἰουδαίους, καὶ τοὺς φυγαδεύσαντας ἀπὸ Ἰεροσολύμων προσλαβόμενοι πολεμοτροφεῖν ἐπεχείρουν.
οἱ δὲ περὶ τὸν Μακκαβαῖον, ποιησάμενοι λιτανίαν καὶ ἀξιώσαντες τὸν θεὸν σύμμαχον αὐτοῖς γενέσθαι, ἐπὶ τὰ τῶν Ἰδουμαίων ἀχυρώματα ὥρμησαν·
οἷς καὶ προσβαλόντες εὐρώστως, ἐνκρατεῖς ἐγένοντο τῶν τόπων, πάντας τε τοὺς ἐπὶ τῷ τείχει μαχομένους ἡμύναντο, κατέσφαζόν τε τοὺς ἐνπίπτοντας, ἀνεῖλον δὲ οὐχ ἧττον τῶν δισμυρίων.
συνφυγόντων δὲ οὐκ ἔλαττον τῶν ἐννακισχιλίων εἰς δύο πύργους ὀχυροὺς εὗ μάλα, καὶ πάντα τὰ πρὸς πολιορκίαν ἔχοντας,
ὁ Μακκαβαῖος εἰς ἐπείγοντας τόπους, ἀπολείπων Σίμωνα καὶ Ἰώσηπον, ἔτι δὲ Ζακχαῖονμ καὶ τοὺς σὺν αὐτῷ ἱκανοὺς πρὸς τὴν τούτων πολιορκίαν, αὐτὸς ἐχωρίσθη.
οἱ δὲ περὶ τὸν Σίμωνα φιλαργυρήσαντες ὑπό τινων τῶν ἐν τοῖς πύργοις ἐπείσθησαν ἀργυρίῳ· ἑπτάκις δὲ μυρίας δραχμὰς λαβόντες, εἴασάν τινας διαρρυῆναι.
προσαγγέλλοντες δὲ τῷ Μακκαβαίαῳ περὶ τοῦ γεγονότος, συναγαγὼν τοὺς ἡγουμένους τοῦ λαοῦ, κατηγόρησεν ὡς ἀργυρίου πέπρακαν τοὺς ἀδελφούς, τοὺς πολεμίους κατʼ αὐτῶν ἀπολύσαντες.
τούτους μέν οὖν προδότας γενομένους ἀπέκτεινεν,
τοῖς δὲ ὅπλοις τὰ
Τιμόθεος δὲ ὁ πρῶτον ἡττηθεὶς ὑπὸ τῶν Ἰουδαίων, συναγαγὼν ξένας δυνάμεις πανπληθεῖς καὶ τοὺς τῆς Ἀσίας γενομένους ἵππους συναθροίσας οὐκ ὀλίγους, παρῆν ὡς δοριάλωτον λημψόμενος τὴν Ἰουδαίαν.
οἱ δὲ περὶ τὸν Μακκαβαῖον, συνεγγίζοντος αὐτοῦ, πρὸς ἱκεσίαν τοῦ θεοῦ γῇ τὰς κεφαλὰς καταπάσαντες καὶ τὰς ὀσφύας σάκκοις ζώσαντες,
ἐπὶ τὴν ἀπέναντι τοῦ θυσιαστηρίου κρηπῖδα προσπεσόντες, ἠξίουν ἵλεων αὐτοῖς γενόμενον ἐχθρεῦσαι τοῖς ἐχθροῖς αὐτῶν, καὶ ἀντικεῖσθαι τοῖς ἀντικειμένοις, καθὼς καὶ ὁ νόμος διασαφεῖ
γενόμενοι δὲ ἀπὸ τῆς δεήσεως, ἀναλαβόντες τὰ ὅπλα, προῆγον ἀπὸ τῆς πόλεως ἐπὶ πλεῖον· συνεγγίσαντες δὲ τοῖς πολεμίοις, ἐφʼ ἑαυτῶν ἦσαν.
ἄρτι δὲ τῆς ἀνατολῆς διαχεομένης, προσέβαλλον ἑκάτεροι· οἱ μέν οὖν ἔγγυον ἔχοντες εὐημερίας καὶ νίκης μετὰ ἀρετῆς τὴν ἐπὶ τὸν κύριον καταφυγήν, οἱ δὲ καθηγεμόνα τῶν ἀγώνων ταττόμενοι τὸν θυμόν.
γινομένης δέ καρτεράς μάχης, ἐφάνησαν τοῖς ὑπεναντίοις ἐξ οὐρανοῦ ἐφʼ ἵππων χρυσοχαλίνων πέντε ἄνδρες διαπρεπεῖς, καὶ ἀφηγούμενοι τῶν Ἰουδαίων οἱ δύο
καὶ τὸν Μακκαβαῖον μέσον λαβόντες, καὶ σκεπάζοντες ταῖς ἑαυτῶν πανοπλίαις, ἄτρωτον διεφύλασσον· εἰς δὲ τοὺς ἐναντίους τοξεύματα καὶ κεραυνοὺς ἐξερίπτουν· διὸ συγχυθέντες ἀορασία, διεκόπτοντο ταραχῆς πεπληρωμένοι.
κατεσφάγησαν δὲ δισμύριοι πρὸς τοῖς πεντακοσίοις, ἱππεῖς δέ ἑξακόσιοι.
Αὐτὸς δὲ ὁ Τιμόθεος συνέφυγεν εἰς Γάζαρα λεγόμενον ὁχύρωμα, εὖ μάλα φρούριον, στρατηγοῦντος ἐκεῖ Χαιρέου.
οἱ δὲ περὶ τὸν Μακκαβαῖον ἀσμένως περιεκάθισαν τὸ φρούριον ἡμέρας τεσσεράκοντα.
οἱ δὲ ἔνδον τῇ ἐρυμνότητι τοῦ τοπου πεποιθότες, ὑπεράγαν ἐβλασφήμουν, καὶ λόγους ἀθεμίτους προιέντες.
ὑποφαινούσης δέ τῆς πέμπτης ἡμέρας καὶ εἰκοστῆς,
νεανίαι τῶν περὶ τὸν Μακκαβαῖον πυρωθέντες τοῖς θυμοῖς διὰ τὰς
ἕτεροι δὲ ὁμοίως προσαναβάντες ἐν τῷ περισπασμῷ πρὸς τοὺς ἔνδον, ἐνεπίμπρων τοὺς πύργους, καὶ πυρὰς ἀνάπτοντες, ζῶντας τοὺς βλασφήμους κατέκαιον· οἱ δὲ τὰς πύλας διέκοπτον, εἰσδεξάμενοι δὲ τὴν λοιπὴν τάξιν προκατελάβοντο τὴν πόλιν,
καὶ τὸν Τιμόθεον ἀποκεκρυμμένον ἔν τινι λάκκῳ κατέσφαξαν καὶ τὸν τούτου ἀδελφὸν Χαιρέαν καὶ τὸν Ἀπολλοφάνην.
ταῦτα δὲ διαπραξάμενοι, μεθʼ ὕμνων καὶ ἐξομολογήσεως εὐλόγουν τῷ κυρίῳ τῷ μεγάλως εὐεργετοῦντι τὸν Ἰσραὴλ καὶ τὸ νῖκος αὐτοῖς διδόντι.
Μετʼ ὀλίγον δὲ παντελῶς χρονίσκον Λυσίας ἐπίτροπος τοῦ βασιλέως καὶ συγγενὴς καὶ ἐπὶ τῶν πραγμάτων, λίαν βαρέως φέρων ἐπὶ τοῖς γεγονόσι,
συναθροίσας περὶ τὰς ὀκτὼ μυριάδας καὶ τὴν ἵππον ἅπασαν παρεγίνετο ἐπὶ τοὺς Ἰουδαίους, λογιζόμενος τὴν μὲν πόλιν Ἕλλησιν οἰκητήριον ποιήσειν,
τὸ δὲ ἱερὸν ἀργυρολόγητον, καθὼς τὰ λοιπὰ τῶν ἐθνῶν τεμένη, πρατὴν δὲ κατὰ ἔτος τὴν ἀρχιερωσύνην ποιήσειν·
οὐδαμῶς ἐπιλογιζόμενος τὸ τοῦ θεοῦ κράτος, πεφρενωμένος δὲ ταῖς μυριάσιν τῶν πεζῶν καὶ ταῖς χιλιάσιν τῶν ἱππέων καὶ τοῖς ἐλέφασιν τοῖς ὀγδοήκοντα.
εἰσελθὼν δὲ εἰς τὴν Ἰουδαίαν καὶ συνεγγίσας Βεθσουρών, ὄντι μὲν ἐρυμνῷ χωρίῳ, Ἰεροσολύμων δὲ ἀπέχοντι ὡσεὶ σχοίνους πέντε, τοῦτο ἔθλιβεν.
ὡς δὲ μετέλαβον οἱ περὶ τὸν Μακκαβαῖον πολιορκοῦντα αὐτὸν τὰ ὀχυρώματα, μετὰ ὀδυρμῶν καὶ δακρύων ἱκέτευον σὺν τοῖς ὄχλοις τὸν κύριον ἀγαθὸν ἄγγελον ἀποστεῖλαι πρὸς σωτηρίαν τῷ Ἰσραήλ.
αὐτὸς δὲ πρῶτος ὁ Μακκαβαῖος ἀναλαβὼν τὰ ὅπλα προετρέψατο τοὺς ἄλλους, ἅμα αὐτῷ διακινδυνεύοντας, ἐπιβοηθεῖν τοῖς ἀδελφοῖς αὐτῶν· ὁμοῦ δὲ καὶ προθύμως ἐξώρμησαν.
αὐτόθι δὲ πρὸς τοῖς Ἰεροσολύμοις ὄντων, ἐφάνη προηγούμενος αὐτῶν ἔφιππος ἐν λευκῇ ἐσθῆτι πανοπλίαν χρυσῆν κραδαίνων.
ὁμοῦ δὲ πάντες εὐλόγησαν
προῆγον ἐν διασκευῇ τὸν ἀπʼ οὐρανοῦ σύμμαχον ἔχοντες, ἐλεήσαντος αὐτοὺς τοῦ κυρίου.
λεόντινον δὲ ἐντινάξαντες εἰς τοὺς πολεμίους, κατέστρωσαν αὐτῶν χιλίους πρὸς τοῖς μυρίοις, ἱππεῖς δὲ ἑξακοσίους πρὸς χιλίοις· τοὺς δὲ πάντας ἠνάγκασαν φεύγειν.
οἱ πλείονες δὲ αὐτῶν τραυματίαι γυμνοὶ διεσώθησαν· καὶ αὐτὸς δὲ ὁ Λυσίας αἰσχρῶς φεύγων διεσώθη.
οὐκ ἄνους δὲ ὑπάρχων, πρὸς ἑαυτὸν ἀντιβάλλων τὸ γεγονὸς περὶ αὐτὸν ἐλάττωμα καὶ συννοήσας ἀνικήτους εἶναι τοὺς Ἐβραίους, τοῦ δυναμένου θεοῦ συμμαχοῦντος αὐτοῖς, προσαποστείλας
ἔπεισεν συλλύεσθαι ἐπὶ πᾶσι τοῖς δικαίοις, καὶ διότι καὶ τὸν βασιλέα πείσει, φίλον αὐτοῖς ἀναγκάζων γενέσθαι.
ἐπένευσεν δὲ ὁ Μακκαβαῖος ἐπὶ πᾶσιν οἷς ὁ Λυσίας παρεκάλει, τοῦ συμφέροντος φροντίζων· ὅσα γὰρ ὁ Μακκαβαῖος ἐπέδωκεν τῷ Λυσίᾳ διὰ γραπτῶν περὶ τῶν Ἰουδαίων, συνεχώρησεν ὁ γραμματεύς.
ἦσαν γὰρ γεγραμμέναι τοῖς Ἰουδαίοις ἐπιστολαὶ παρὰ μὲν Λυσίου, περιέχουσαι τὸν τρόπον τοῦτον Λυσίας τῷ πλήθει τῶν Ἰουδαίων χαίρειν.
Ἰωάννης καὶ Ἀβεσσαλὼμ οἱ πεμφθέντες παρʼ ὑμῶν, ἐπιδόντες τὸν ὑπογεγραμμένον χρηματισμόν, ἠξίουν περὶ τῶν δι᾿ αὐτοῦ σημαινομένων.
ὅσα μὲν οὖν ἔδει καὶ τῷ βασιλεῖ προσενεχθῆναι διεσάφησα, ἃ δὲ ἦν ἐνδεχόμενα συνεχώρησεν.
ἐὰν μὲν οὖν συντηρήσητε τὴν εἰς τὰ πράγματα εὔνοιαν, καὶ εἰς τὸ λοιπὸν πειράσομαι παραίτιος ἀγαθῶν γενέσθαι.
ὑπὲρ δὲ τούτων κατὰ μέρος ἐντέταλμαι τούτοις τε καὶ τοῖς παρʼ ἐμοῦ διαλεχθῆναι ὑμῖν.
ἔρρωσθε. ἔτους ἑκατοστοῦ τεσσερακοστοῦ ὀγδόου, Διὸς Κορινθίου τετράδι καὶ εἰκάδι.
Ἡ δὲ τοῦ βασιλέως ἐπιστολὴ περιεῖχεν οὕτως Βασιλεὺς Ἀντίοχος τῷ ἀδελφῷ Λυσίᾳ χαίρειν.
τοῦ πατρὸς ἡμῶν εἰς θεοὺς μεταστάντος, βουλομένου τοὺς ἐκ τῆς βασιλείας ἀταράχους ὄντας γενέσθαι πρὸς τὴν τῶν Ἰουδαίων ἐπιμελίαν,
ἀκηκοότες τοὺς Ἰουδαίους μὴ συνευδοκοῦντας
αἱρούμενοι οὖν καὶ τοῦτο τὸ ἔθνος ἐκτὸς ταραχῆς εἶναι, κρίνομεν τό τε ἱερὸν ἀποκατασταθῆναι αὐτοῖς, καὶ πολιτεύεσθαι κατὰ τὰ ἐπὶ τῶν προγόνων αὐτῶν ἔθη.
εὖ οὖν ποιήσεις διαπεμψάμενός πρὸς αὐτοὺς καὶ δοὺς δεξιάς, ὅπως εἰδότες τὴν ἡμετέραν προαίρεσιν εὔθυμοί τε ᾦσιν, καὶ ἡδέως διαγίνωνται πρὸς τῇ τῶν ἰδίων ἀντιλήμψει.
Πρὸς δὲ τὸ ἔθνος ἡ τοῦ βασιλέως ἐπιστολὴ τοιάδε ἦν Βασιλεὺς Ἀντίοχος τῇ γερουσίᾳ τῶν Ἰουδαίων καὶ τοῖς ἄλλοις Ἰουδαίοις χαίρειν.
ἔρρωσθε, εἴη ἂν ὡς βουλόμεθα· καὶ αὐτοὶ δὲ ὑγιαίνομεν.
ἐνεφάνισεν ἡμῖν Μενέλαος βουλόμενος
κατελθόντας ὑμᾶς γίνεσθαι πρὸς τοῖς ἰδίοις. 30τοῖς οὖν
καταπορευομένοις μέχρι τριακάδος Ξανθικοῦ ὑπάρξει δεξιὰ μετὰ τῆς
ἀδείας,
χρῆσθαι τοὺς Ἰουδαίους τοῖς ἑαυτῶν δαπανήμασιν καὶ νόμοις καθὰ καὶ τὸ πρότερον· καὶ οὐδεὶς αὐτῶν κατʼ οὐδένα τρόπον παρενοχληθήσεται περὶ τῶν ἠγνοημένων.
πέπομφα δὲ καὶ τὸν Μενέλαον παρακαλέσοντα ὑμᾶς.
ἔρρωσθε. ἔτους ἑκατοστοῦ τεσσερακοστοῦ ὀγδόου, Ξανθικοῦ πεντεκαιδεκάτῃ.
Ἔπεμψαν δὲ καὶ οἱ Ῥωμαῖοι πρὸς αὐτοὺς ἐπιστολὴν ἔχουσαν οὕτως Κόιντος Μέμμιος, Τίτος Μάνιος, πρεσβῦται Ῥωμαίων, τῷ δήμῳ τῶν Ἰουδαίων χαίρειν.
ὑπὲρ ὧν Λυσίας ὁ συγγενὴς τοῦ βασιλέως συνεχώρησεν ὑμῖν, καὶ ἡμεῖς συνευδοκοῦμεν.
ἃ δὲ ἔκρινεν προσανενηνέχθαι τῷ βασιλεῖ, πέμψατέ τινα παραχρῆμα ἐπισκεψάμενοι περὶ τούτων, ἵνʼ ἔχωμεν ὡς καθήκει ἡμῖν· ἡμεῖς γὰρ προσάγομεν πρὸς Ἀντιοχίαν.
διὸ σπεύσατε, καὶ πέμψατέ τινας, ὅπως καὶ ἡμεῖς ἐπιγνῶμεν ὁποίας ἐστὲ γνώμης.
ὑγιαίνετε. ἔτους ἑκατοστοῦ τεσσερακοστοῦ ὀγδόου, Ξανθικοῦ πεντεκαιδεκάτῃ.
Γενομένων δὲ τῶν συνθηκῶν τούτων, ὁ μέν Λυσίας ἀπῄει πρὸς
τῶν δὲ κατὰ τόπον στρατηγῶν Τιμόθεος καὶ Ἀπολλώνιος ὁ τοῦ Γενναίου, ἔτι δὲ Ἱερώνυμος καὶ Δημοφών, πρὸς δὲ τούτοις Νικάνωρ ὁ Κυπριάρχης, οὐκ εἴων αὐτοὺς εὐσταθεῖν καὶ τὰς ἡσυχίας ἄγειν.
Ἰοπποῖται δὲ τηλικοῦτο συνετελέσαντο δυσσέβημα, παρακαλέσαντες τοὺς ἐν ἑαυτοῖς οἰκοῦντας Ἰουδαίους ἐμβῆναι εἰς τὰ παρακατασταθέντα ὑπʼ αὐτῶν σκάφη σὺν γυναιξὶν καὶ τέκνοις, ὡς μηδεμιᾶς ἐνεστώσης πρὸς αὐτοὺς δυσμενείας·
μετὰ δὲ τὸ κοινὸν τῆς πόλεως ψήφισμα καὶ τούτων ἐπιδεξαμένων, ὡς ἂν εἰρηνεύειν θελόντων καὶ μηδὲν ὕποπτον ἐχόντων, ἀχθέντας αὐτους ἐβύθισαν ὄντας οὐκ ἔλαττον τῶν διακοσίων.
μεταλαβὼν δὲ ὁ Ἰούδας τὴν γεγονυῖαν εἰς τοὺς ὁμοεθνεῖς ὠμότητα, παραγγείλας τοῖς περὶ αὐτὸν ἀνδράσιν
καὶ ἐπικαλεσάμενος τὸν δίκαιον κριτὴν θεόν, παραγενόμενος ἐπὶ τοὺς μιαιφόνους τῶν ἀδελφῶν, τὸν μὲν λιμένα νύκτωρ ἐνέπρησεν καὶ τὰ σκάφη κατέφλεξεν, τοὺς δὲ ἐκεῖ συμφυγόντας ἐξεκέντησεν.
τοῦ δὲ χωρίου συνκλεισθέντος, ἀνέλυσεν, πάλιν ἥξων καὶ τὸ σύμπαν τῶν Ἰοππιτῶν ἐκριζῶσαι πολίτευμα.
μεταλαβὼν δὲ καὶ τοὺς ἐν Ἰαμνίᾳ τὸν αὐτὸν ἐπιτελεῖν βουλομένους τρόπον τοῖς κατοικοῦσιν Ἰουδαίοις,
καὶ τοῖς Ἰαμνίταις νυκτὸς ἐπιβαλὼν ὑφῆψεν τὸν λιμένα σὺν τῷ στόλῳ, ὥστε ἐπιφαίνεσθαι τὰς αὐγὰς τοῦ φέγγους εἰς τὰ Ἰεροσόλυμα, σταδίων ὄντων διακοσίων τεσσεράκοντα.
Ἐκεῖθεν δὲ ἀποσπάσαντες σταδίους ἐννέα, ποιουμένων τὴν πορίαν ἐπὶ τὸν Τιμόθεον, ἐπέβαλλον Ἄραβες αὐτῷ οὐκ ἐλάττους τῶν πεντακισχιλίων, ἱππεῖς δὲ πεντακόσιοι.
γενομένης δὲ καρτερᾶς μάχης καὶ
τῶν περὶ τὸν Ἰούδαν διὰ τὴν παρὰ τοῦ θεοῦ βοήθειαν εὐημερησάντων,
ἐλαττονωθέντες οἱ νομάδες ἠξίουν δοῦναι τὸν Ἰούδαν δεξιὰν
αὐτοῖς, ὑπισχνούμενοι καὶ βοσκήματα δώσειν καὶ ἐν τοῖς λοιποῖς
Ἰούδας δὲ ὑπολαβὼν ὡς ἀληθῶς ἐν πολλοῖς αὐτοὺς χρησίμους, ὑπεχώρησεν εἰρήνην ἄξειν πρὸς αὐτούς· καὶ λαβόντες δεξιὰς εἰς τὰς σκηνὰς ἐχωρίσθησαν.
Ἐπέβαλεν δὲ καὶ ἐπί τινα πόλιν γεφυροῦν, ὀχυρὰν καὶ τείχεσιν περιπεφραγμένην καὶ πανμιγέσιν ἔθνεσιν κατοικουμένην, ὄνομα δὲ Κασπείν.
οἱ δὲ ἔνδον πεποιθότες τῇ τῶν τειχέων ἐρυμνότητι τῇ τε τῶν βρωμάτων παραθέσει, ἀναγωγότερον ἐχρῶντο τοῖς περὶ τὸν Ἰούδαν, λοιδοροῦντες, καὶ προσέτι βλασφημοῦντες καὶ λαλοῦντες ἃ μὴ θέμις.
οἱ δὲ περὶ τὸν Ἰούδαν ἐπικαλεσάμενοι τὸν μέγαν τοῦ κόσμου δυνάστην, τὸν ἄτερ κριῶν καὶ μηχανῶν ὀργανικῶν κατακρημνίσαντα τὴν Ἰεριχὼ κατὰ τοὺς Ἰησοῦ χρόνους, ἐνέσεισαν θηριωδῶς τῷ τείχει·
καταλαβόμενοί τε τὴν πόλιν τῇ τοῦ θεοῦ θελήσει ἀμυθήτους ἐποιήσαντο σφαγάς, ὥστε τὴν παρακειμένην λίμνην τὸ πλάτος ἔχουσαν σταδίους δύο καταρρεῖν τὸ αἷμα πεπληρωμένην φαίνεσθαι.
Ἐκεῖθεν δὲ ἀποσπάσαντες σταδίους ἑπτακοσίους πεντήκοντα διήνυσαν εἰς τὸν Χάρακα καὶ πρὸς τοὺς λεγομένους Τουβεινοὺς Ἰουδαίους.
καὶ Τιμόθεον μὲν ἐπὶ τῶν τόπων οὐ κατέλαβον, ἄπρακτον τότε ἐκ τῶν τόπων ἐκλελυκότα, καταλελοιπότα δὲ φρουρὰν ἔν τινι τόπῳ καὶ μάλα ὀχυράν.
Δωσίθεος δὲ καὶ Σωσίπατρος, τῶν περὶ τὸν Μακκαβαῖον ἡγεμόνων, ἐξοδεύσαντες τοὺς ὑπὸ Τιμοθέου ἀπώλεσαν καταλειφθέντας ἐν τῷ ὀχυρώματι, πλείους τῶν μυρίων ἀνδρῶν·
ὁ δὲ Μακκαβαῖος, διατάξας τὴν περὶ αὐτὸν στρατιὰν σπειρηδόν, κατέστησεν αὐτοὺς ἐπὶ τῶν σπειρῶν· καὶ ἐπὶ τὸν Τιμόθεον ὥρμησαν ἔχοντα περὶ αὐτὸν μυριάδας δώδεκα πεζῶν, ἱππεῖς δὲ δισχιλίους καὶ πρὸς τοῖς ἑπτακισχιλίοις.
τὴν δὲ ἔφοδον μεταλαβὼν Ἰούδου, προεξαπέστειλεν ὁ Τιμόθεος τὰς γυναῖκας καὶ τὴν ἄλλην ἀποσκευὴν εἰς τὸ λεγόμενον Κάρνιον· ἦν γὰρ δυσπολιόρκητον καὶ δυσπρόσιτον τὸ χωρίον διὰ τὴν πάντων τῶν τόπων στενότητα.
ἐπιφανείσης δὲ τῆς Ἰούδου σπείρης πρώτου, καὶ γενομένου δέους
ἐποιεῖτο δὲ τὸν διωγμὸν εὐτονώτερον Ἰούδας, συνκεντῶν τοὺς ἀλιτηρίους, διέφθειρεν δὲ εἰς μυριάδας τρεῖς ἀνδρῶν.
αὐτὸς δὲ ὁ Τιμόθεος ἐμπεσὼν τοῖς περὶ τὸν Δωσίθεον καὶ Σωσίπατρον ἠξίου μετὰ πολλῆς γοητίας ἐξαφεῖναι ὡς σῷον αὐτόν, διὰ τὸ πλειόνων μὲν γονεῖς, ὧν δὲ ἀδελφοὺς ἔχειν, καὶ τούτους ἀλογηθῆναι συμβήσεται·
πιστώσαντος δὲ αὐτοῦ διὰ πλειόνων τὸν ὁρισμὸν ἀποκαταστῆσαι τούτους ἀπημάντους, ἀπέλυσαν αὐτὸν ἕνεκα τῆς τῶν ἀδελφῶν σωτηρίας.
Ἐξελθὼν δὲ ἐπὶ τὸ Κάρνιον καὶ τὸ Ἀτεργάτιον, κατέσφαξεν μυριάδας σωμάτων δύο πεντακισχιλίους.
μετὰ δὲ τὴν τούτων τροπὴν καὶ ἀπώλειαν ἐπεστράτευσεν καὶ ἐπὶ Ἐφρών, πόλιν ὀχυράν, ἐν ᾗ πάμφυλα ἐν αὐτῇ πλήθη· νεανίαι δὲ ῥωμαλέοι πρὸ τῶν τειχέων καθεστῶτες εὐρώστως ἀπεμάχοντο· ἔνθα ὀργάνων καὶ βελῶν πολλαὶ παραθέσεις ὑπῆρχον.
ἐπικαλεσάμενοι δὲ τὸν δυνάστην τὸν μετὰ κράτους συντρίβοντα τὰς τῶν πολεμίων ὁλκάς, ἔλαβον τὴν πόλιν ὑποχείριον, κατέστρωσαν δὲ τῶν ἔνδον εἰς μυριάδας δύο πεντακισχιλίους.
ἀναζεύξαντές τε ἐκεῖθεν, ὥρμησαν ἐπὶ Σκυθῶν πόλιν, ἀπέχουσαν ἀπὸ Ἰεροσολύμων σταδίους ἑξακοσίους.
ἀπομαρτυρησάντων δὲ τῶν ἐκεῖ καθεστώτων Ἰουδαίων ἣν οἱ Σκυθοπολεῖται ἔσχον πρὸς αὐτοὺς εὔνοιαν, καὶ ἐν τοῖς τῆς ἀτυχίας καιροῖς ἥμερον ἀπάντησιν,
εὐχαριστήσαντες καὶ προσπαρακαλέσαντες καὶ εἰς τὰ λοιπὰ πρὸς τὸ γένος εὐμενεῖς εἶναι, παρεγενήθησαν εἰς Ἰεροσόλυμα, τῆς τῶν ἑβδομάδων ἑορτῆς οὔσης ὑπογύου.
Μετὰ δὲ τὴν λεγομένην πεντηκοστὴν ὥρμησαν ἐπὶ Γοργίαν τὸν τῆς Ἰδουμαίας στρατηγόν.
ἐξῆλθεν δὲ μετὰ πεζῶν τρισχιλίων, ἱππέων δὲ τετρακοσίων·
παραταξαμένους δὲ συνέβη πεσεῖν ὀλίγους τῶν Ἰουδαίων.
Δωσίθεος δέ τις τῶν τοῦ Βακήνορος, ἔφιππος ἀνὴρ καὶ καρτερός, εἴχετο τοῦ Γοργίου, καὶ λαβόμενος τῆς χλαμύδος, ἦγεν αὐτὸν εὐρώστως, καὶ βουλομένου τὸν κατάρατον λαβεῖν ζωγρείαν, τῶν ἱππέων τινὸς Θρᾳκῶν ἐπενεχθέντος αὐτῷ καὶ τὸν ὦμον καθελόντος, διέφυγεν Γοργίας εἰς Μαρισά.
τῶν δὲ περὶ τὸν Ἔσδριν ἐπὶ πλεῖον μαχομένων καὶ κατακόπων ὄντων, ἐπικαλεσάμενος Ἰούδας τὸν κύριον σύμμαχον φανῆναι καὶ προοδηγὸν φανῆναι τοῦ πολέμου,
καταρξάμενος τῇ πατρίῳ φωνῇ τὴν μεθʼ ὕμνων κραυγήν, ἐνσείσας ἀπροσδοκήτως τοῖς περὶ τὸν Γοργίαν τροπὴν ἐποιήσατο αὐτῶν.
Ἰούδας δὲ ἀναλαβὼν τὸ στράτευμα ἧκεν εἰς Ὀδολλὰμ πόλιν· τῆς δὲ ἑβδομάδος ἐπιβαλλούσης, κατὰ τὸν ἐθισμὸν ἁγνισθέντες αὐτόθι τὸ σάββατον διῆγεν.
τῇ δὲ ἐχομένῃ ἦλθον οἱ περὶ τὸν Ἰούδαν, καθʼ ὃν χρόνον τὸ τῆς χρείας ἐγεγόνει, τὰ σώματα τῶν προπεπτωκότων ἀνακομίσασθαι καὶ μετὰ τῶν συγγενῶν ἀποκαταστῆσαι εἰς τοὺς πατρῴους τάφους.
εὗρον δὲ ἑκάστου τῶν τεθνηκότων ὑπὸ τοὺς χιτῶνας ἱερώματα τῶν ἀπὸ Ἰαμνίας εἰδώλων, ἀφʼ ὧν ὁ νόμος ἀπήργει τοὺς Ἰουδαίους· τοῖς δὲ πᾶσι σαφὲς ἐγένετο διὰ τήνδε τὴν αἰτίαν τούσδε πεπτωκέναι.
πάντες οὖν εὐλογησαντες τὰ τοῦ δικαιοκρίτου κυρίου τοῦ τὰ κεκρυμμένα φανερὰ ποιοῦντος,
εἰς ἱκεσίαν ἐτράπησαν, ἀξιώσαντες τὸ γεγονὸς ἁμάρτημα τελείως ἐξαλειφθῆναι· ὁ δὲ γενναῖος Ἰούδας παρεκάλεσε τὸ πλῆθος συντηρεῖν αὑτοὺς ἀναμαρτήτους εἶναι, ὑπ᾿ ὄψιν ἑωρακότας τὰ γεγονότα διὰ τὴν τῶν προπεπτωκότων ἁμαρτίαν.
ποιησάμενός τε κατʼ ἀνδρολογεῖον εἰς ἀργυρίου δραχμὰς δισχιλίας ἀπέστειλεν εἰς Ἰεροσόλυμα προσαγαγεῖν περὶ ἁμαρτίας θυσίαν, πάνυ καλῶς καὶ ἀστείως πράττων, ὑπὲρ ἀναστάσεως ἀναλογιζόμενος.
εἰ μὴ γὰρ τοὺς προπεπτωκότας ἀναστῆναι προσεδόκα, περισσὸν καὶ ληρῶδες ὑπὲρ νεκρῶν εὔχεσθαι·
εἴτε ἐμβλέπων τοῖς
μετʼ εὐσεβίας κοιμωμένοις κάλλιστον ἀποκείμενον εὐχαριστήριον,
Τῷ δὲ ἐνάτῳ καὶ τεσσερακοστῷ καὶ ἑκατοστῷ ἔτει προσέπεσεν τοῖς περὶ τὸν Ἰούδαν Ἀντίοχον τὸν Εὐπάτορα παραγενέσθαι σὺν πλήθεσιν ἐπὶ τὴν Ἰουδαίαν,
καὶ σὺν αὐτῷ Λυσίαν τὸν ἐπίτροπον καὶ ἐπὶ τῶν πραγμάτων, ἕκαστον ἔχοντα δύναμιν Ἑλληνικὴν πεζῶν μυριάδας ἕνδεκα καὶ ἱππέων πεντακισχιλίους τριακοσίους καὶ ἐλεφάντας εἴκοσι δύο, ἅρματα δὲ δρεπανηφόρα τριακόσια.
συνέμιξεν δὲ αὐτοῖς καὶ Μενέλαος, καὶ παρεκάλει μετὰ πολλῆς εἰρωνίας τὸν Ἀντίοχον, οὐκ ἐπὶ σωτηρίας τῆς πατρίδος, οἰόμενος δὲ ἐπὶ τῆς ἀρχῆς κατασταθήσεσθαι.
ὁ δὲ βασιλεὺς τῶν βασιλέων ἐξήγειρεν τὸν θυμὸν τοῦ Ἀντιόχου ἐπὶ τὸν ἀλιτήριον, καὶ Λυσίου ὑποδείξαντος τοῦτον αἴτιον τῶν κακῶν εἶναι καὶ πάντων προσέταξεν, ὡς ἔθος ἐστὶν ἐν τῷ τόπῳ, προσαπολέσαι, ἀγαγόντας εἰς Βέροιαν.
ἔστιν δὲ ἐν τῷ τόπῳ πύργος πεντήκοντα πήχεων πλήρης σποδοῦ, ὄργανον δὲ εἶχεν περιφερὲς πάντοθεν ἀπόκρημνον εἰς τὴν σποδόν.
ἐνταῦθα τὸν ἱεροσυλίας ἔνοχον, ἢ καί τινων ἄλλων κακῶν ὑπεροχὴν πεποιημένον, ἅπαντες προσωθοῦσιν εἰς ὄλεθρον.
τοιούτῳ μόρῳ τὸν παράνομον συνέβη θανεῖν, μηδὲ τῆς γῆς τυγχάνοντα Μενέλαον·
πάνυ δικαίως· ἐπεὶ γὰρ συνετελέσατο πολλὰ περὶ τὸν βωμὸν ἁμαρτήματα, οὗ τὸ πῦρ ἁγνὸν ἦν καὶ ἡ σποδός, ἐν σποδῷ τὸν θάνατον ἐκομίσατο.
Τοῖς δὲ φρονήμασιν ὁ βασιλεὺς βεβαρημένος ἤρχετο, τὰ χείριστα τῶν ἐπὶ τοῦ πατρὸς αὐτοῦ γεγονότων ἐνδειξόμενος τοῖς Ἰουδαίοις.
μεταλαβὼν δὲ Ἰούδας ταῦτα, παρήγγειλεν τῷ πλήθει δι᾿ ἡμέρας καὶ νυκτὸς ἐπικαλέσασθαι τὸν κύριον, εἴ ποτε καὶ ἄλλοτε, καὶ νῦν ἐπιβοηθεῖυ
τοῖς τοῦ νόμου καὶ πατρίδος καὶ ἱεροῦ ἁγίου στερεῖσθαι μέλλουσιν, καὶ τὸν ἄρτι βραχέως ἀνεψυχότα λαὸν μὴ ἐᾶσαι τοῖς δυσφήμοις ἔθνεσιν ὑποχειρίους γενέσθαι.
πάντων δὲ τὸ αὐτὸ ποιησάντων ὁμοῦ καὶ καταξιωσάντων
τὸν ἐλεήμονα κύριον μετὰ κλαυθμοῦ καὶ νηστειῶν καὶ προπτώσεως
ἐπὶ ἡμέρας τρεῖς ἀδιαλείπτως, παρακαλέσας αὐτοὺς ὁ Ἰούδας ἐκέλευσεν
καθʼ ἑαυτὸν δὲ σὺν τοῖς πρεσβυτέροις γενόμενος ἐβουλεύσατο πρὶν εἰσβαλεῖν τὸ στράτευμα τοῦ βασιλέως ἐπὶ τὴν Ἰουδαίαν καὶ γενέσθαι τῆς πόλεως ἐγκρατεῖς, ἐξελθόντας κρῖναι τὰ πράγματα τῇ τοῦ θεοῦ βοηθείᾳ.
δοὺς δὲ τὴν ἐπιτροπὴν τῷ κυρίῳ τοῦ κόσμου, παρακαλέσας τοὺς σὺν αὐτῷ γενναίως ἀγωνίσασθαι μέχρι θανάτου περὶ νόμων, ἱεροῦ, πόλεως, πατρίδος, πολιτίας· περὶ δὲ Μωδιεὶμ ἐποιήσατο τὴν στρατιάν.
ἀναδοὺς δὲ τοῖς περὶ αὐτὸν σύνθημα ΘΕΟΥ ΝΙΚΗΝ, μετὰ νεανίσκων ἀρίστων κεκριμένων ἐπιβαλὼν νύκτωρ ἐπὶ τὴν βασιλικὴν αὐλήν, τὴν παρεμβολὴν ἀνεῖλεν εἰς ἄνδρας δισχιλίους, καὶ τὸν πρωτεύοντα τῶν ἐλεφάντων σὺν τῷ κατʼ οἰκίαν ὄντι συνέθηκεν·
καὶ τὸ τέλος τὴν παρεμβολὴν δέους καὶ ταραχῆς ἐπλήρωσαν, καὶ ἐξέλυσαν εὐημεροῦντες.
ὑποφαινούσης δὲ ἤδη τῆς ἡμέρας τοῦτο ἐγεγόνει, διὰ τὴν ἐπαρήγουσαν αὐτῷ τοῦ κυρίου σκέπην.
Ὁ δὲ βασιλεὺς εἰληφὼς γεῦμα τῆς τῶν Ἰουδαίων εὐτολμίας, κατεπείρασεν διὰ μεθόδων τοὺς τόπους,
καὶ ἐπὶ Βαιθσούροις φρούριον ὀλίγον τῶν Ἰουδαίων· προσῆγεν, ἐτροποῦτο, προσενέκρουσεν, ἠλαττονοῦτο.
τοῖς δὲ ἔνδον Ἰούδας τὰ δέοντα εἰσέπεμψεν.
προσήγγειλεν δὲ τὰ μυστήρια τοῖς πολεμίοις Ῥόδοκος ἐκ τῆς Ἰουδαικῆς τάξεως· ἀνεζητήθη καὶ κατελήμφθη καὶ κατεκλείσθη.
ἐδευτερολόγησεν ὁ βασιλεὺς τοῖς ἐν Βαιθσούροις, δεξιὰν ἔδωκεν, ἔλαβεν, ἀπῄει,
προσέβαλεν τοῖς περὶ τὸν Ἰούδαν, ἥττων ἐγένετο, μετέλαβεν ἀπονενοῆσθαι τὸν Φίλιππον ἐν Ἀντιοχίᾳ τὸν ἀπολελιμμένον ἐπὶ τῶν πραγμάτων, συνεχύθη, τοὺς Ἰουδαίους παρεκάλεσεν, ὑπετάγη, καὶ ὤμοσεν ἐπὶ πᾶσι τοῖς δικαίοις, συνελύθη καὶ θυσίαν προσήγαγεν, ἐτίμησεν τὸν νεὼ καὶ τὸν τόπον, ἐφιλανθρώπησεν
καὶ τὸν Μακκαβαῖον ἐπεδέξατο, κατέλειπεν στρατηγὸν ἀπὸ Πτολεμαίδος ἕως τῶν Γεννήρων Ἡγεμονίδην,
ἦλθεν εἰς Πτολεμαίδα· ἐδυσφόρουν περὶ τῶν συνθηκῶν οἱ Πτολεμαεῖς, ἐδειλίαζον γὰρ ὑπεράγαν· ἠθέλησαν ἀθετεῖν τὰς διαστάλσεις.
προσῆλθεν ἐπὶ τὸ βῆμα Λυσίας, ἀπελογήσατο ἐνδεχομένως, συνέπεισεν
Μετὰ δὲ τριετῆ χρόνον προσέπεσεν τοῖς περὶ τὸν Ἰούδαν, Δημήτριον τὸν τοῦ Σελεύκου διὰ τοῦ κατὰ Τρίπολιν λιμένος εἰσπλεύσαντα μετὰ πλήθους ἰσχυροῦ καὶ στόλου
κεκρατηκέναι τῆς χώρας, ἐπανελόμενον Ἀντίοχον καὶ τὸν τούτου ἐπίτροπον Λυσίαν.
Ἄλκιμος δέ τις προγεγονὼς ἀρχιερεύς, ἑκουσίως δὲ μεμολυσμένος ἐν τοῖς τῆς ἀμιξίας χρόνοις, συννοήσας ὅτι καθʼ ὁντιναοῦν τρόπον οὐκ ἔστιν αὐτῷ σωτηρία οὐδέ πρὸς τὸ ἅγιον θυσιαστήριον ἔτι πρόσοδος,
ἦλθεν πρὸς τὸν βασιλέα Δημήτριον ὡς πρώτῳ καὶ ἑκατοστῷ καὶ πεντηκοστῷ ἔτει, προσάγων αὐτῷ στέφανον χρυσοῦν καὶ φοίνικα, πρὸς δὲ τούτοις τοῖς νομιζομένοις θαλλῶν τοῦ ἱεροῦ· καὶ τὴν ἡμέραν ἐκείνην ἡσυχίαν ἔσχεν.
καιρὸν δὲ λαβὼν τῆς ἰδίας ἀνοίας συνεργόν, προσκληθεὶς εἰς συνέδριον ὑπὸ τοῦ Δημητρίου καὶ ἐπερωτηθεὶς ἐν τίνι διαθέσει καὶ βουλῇ καθέστηκαν οἱ Ἰουδαῖοι, πρὸς ταῦτα ἔφη
Οἱ λεγόμενοι τῶν Ἰουδαίων Ἁσιδαῖοι, ὧν ἀφηγεῖται Ἰούδας ὁ Μακκαβαῖος, πολεμοτροφοῦσιν καὶ στασιάζουσιν, οὐκ ἐῶντες τὴν βασιλείαν εὐσταθείας τυχεῖν.
ὅθεν ἀφελόμενος τὴν προγονικὴν δόξαν, λέγων δὲ τὴν ἀρχιερωσύνην, δεύτερον νῦν ἐλήλυθα,
πρῶτον μὲν ὑπὲρ τῶν ἀνηκόντων τῷ βασιλεῖ γνησίως φρονῶν, δεύτερον δὲ καὶ τῶν ἰδίων πολιτῶν στοχασάμενος· τῇ μὲν γὰρ τῶν προειρημένων ἀλογιστίᾳ τὸ σύμπαν ἡμῶν γένος οὐ μικρῶς ἀκληρεῖ.
ἕκαστα δὲ τούτων ἐπεγνωκὼς σύ, βασιλεῦ, καὶ τῆς χώρας καὶ τοῦ περιισταμένου γένους ἡμῶν προσνοήθητι, καθʼ ἣν ἔχεις πρὸς ἅπαντας εὐαπάντητον φιλανθρωπίαν.
ἄχρι γὰρ Ἰούδας περίεστιν, ἀδύνατον εἰρήνης τυχεῖν τὰ πράγματα.
τοιούτων δὲ ῥηθέντων ὑπὸ τούτου,
θᾶττον οἱ λοιποὶ φίλοι δυσμενῶς ἔχοντες τὰ πρὸς τὸν Ἰούδαν
προχειρισάμενος δὲ εὐθέως τὸν Νικάνορα τὸν γενόμενον ἐλεφαντάρχην, καὶ στρατηγὸν ἀναδείξας τῆς Ἰουδαίας, ἐξαπέστειλεν·
δοὺς ἐπιστολάς, αὐτὸν μὲν τὸν Ἰουδὰ ἐπανελέσθαι, τοὺς δὲ σὺν αὐτῷ σκορπίσαι, καταστῆσαι δὲ Ἄλκιμον ἀρχιερέα τοῦ μεγίστου ἱεροῦ.
οἱ δὲ ἐπὶ τῆς Ἰουδαίας πεφυγαδευκότες τὸν Ἰούδαν ἔθνη συνέμισγον ἀγεληδὸν τῷ Νικάνορι, τὰς τῶν Ἰουδαίων ἀτυχίας καὶ συμφορὰς ἰδίας εὐημερίας δοκοῦντες ἔσεσθαι.
Ἀκούσαντες δὲ τὴν τοῦ Νικάνορος ἔφοδον καὶ τὴν ἐπίθεσιν τῶν ἐθνῶν, καταπασάμενοι γῆν ἐλιτάνευσαν τὸν ἄχρι αἰῶνος συστήσαντα τὸν αὑτοῦ λαόν, ἀεὶ δὲ μετʼ ἐπιφανείας ἀντιλαμβανόμενον τῆς ἑαυτοῦ μερίδος.
προστάξαντος δὲ τοῦ ἡγουμένου, ἐκεῖθεν εὐθέως ἀναζεύξας συνμίσγει αὐτοῖς ἐπὶ κώμην Λεσσαού.
Σίμων δὲ ὁ ἀδελφὸς Ἰούδα συμβεβληκὼς ἦν τῷ Νικάνορι, βραδέως δέ, διὰ τὴν ἐφνίδιον τῶν ἀντιπάλων ἀφασίαν ἐπταικώς.
ὅμως δὲ ἀκούων ὁ Νικάνωρ ἣν εἶχον οἱ περὶ τὸν Ἰούδαν ἀνδραγαθίαν καὶ ἐν τοῖς περὶ τῆς πατρίδος ἀγῶσιν εὐψυχίαν, ὑπευλαβεῖτο τὴν κρίσιν δι᾿ αἱμάτων ποιήσασθαι.
διόπερ ἔπεμψεν Ποσιδώνιον καὶ Θεόδοτον καὶ Ματταθίαν, δοῦναι καὶ λαβεῖν δεξιάς.
πλείονος δὲ γενομένης περὶ τούτων ἐπισκέψεως, καὶ τοῦ ἡγουμένου τοῖς πλήθεσιν ἀνακοινωσαμένου, καὶ φανείσης ὁμοιοψήφου συγγνώμης, ἐπένευσαν ταῖς συνθήκαις.
ἐτάξαντο δὲ ἡμέραν ἐν ᾗ κατʼ ἰδίαν ἥξουσιν εἰς τὸ αὐτό· καὶ προῆλθεν παρʼ ἑκάστου δίφραξ, ἔθεσαν δίφρους.
διέταξεν Ἰούδας ἐνόπλους ἑτοίμους ἐν τοῖς ἐπικαίροις τόποις, μή ποτε ἐκ τῶν πολεμίων ἐφνιδίως κακουργία γένηται· τὴν ἁρμόζουσαν ἐποιήσαντο κοινολογίαν.
διέτριβεν ὁ Νικάνωρ ἐν Ἰεροσολύμοις, καὶ ἔπραττεν οὐθὲν ἄτοπον· τοὺς δὲ συναχθέντας ἀγελαίους ὄχλους ἀπέλυσεν.
καὶ εἶχεν τὸν Ἰούδαν διὰ παντὸς ἐν προσωπῳ·
παρεκάλεσεν αὐτὸν γῆμαι καὶ
Ο δὲ Ἄλκιμος συνιδὼν τὴν πρὸς ἀλλήλους εὔνοιαν καὶ τὰς γενομένας συνθήκας λαβὼν ἦκεν πρὸς τὸν Δημήτριον, καὶ ἔλεγεν τὸν Νικάνορα ἀλλότρια φρονεῖν τῶν πραγμάτων· τὸν γὰρ ἐπίβουλον τῆς βασιλείας αὐτοῦ Ἰούδαν διάδοχον ἀπέδειξεν.
ὁ δὲ βασιλεὺς ἔκθυμος γενόμενος καὶ ταῖς τοῦ πανπονήρου διαβολαῖς ἐρεθισθείς, ἔγραψεν Νικάνορι ὑπὲρ μὲν τῶν συνθηκῶν φάσκων βαρέως φέρειν, κελεύων δὲ τὸν Μακκαβαῖον δέσμιον ἐξαποστέλλειν εἰς Ἀντιοχίαν ταχέως
προσπεσόντων δὲ τούτων τῷ Νικάνορι, συνεκέχυτο, καὶ δυσφόρως ἔφερεν, εἰ τὰ διεσταλμένα ἀθετήσει μηδὲν τἀνδρὸς ἠδικηκότος.
ἐπεὶ δὲ τῷ βασιλεῖ ἀντιπράττειν οὐκ ἦν, εὔκαιρον ἐτήρει στρατηγήματι τοῦ ἐπιτελέσαι.
ὁ δὲ Μακκαβαῖος αὐστηρότερον διεξαγαγόντα συνιδὼν τὸν Νικάνορα τὰ πρὸς αὐτόν, καὶ τὴν ἠθισμένην ἀπάντησιν ἀγροικότερον ἐσχηκότα, νοήσας οὐκ ἀπὸ τοῦ βελτίστου τὴν αὐστηρίαν εἶναι, συστρέψας οὐκ ὀλίγους τῶν περὶ αὐτόν, συνεκρύπτετο τὸν Νικάνορα.
Συγγνοὺς δὲ ὁ ἕτερος ὅτι γενναίως ὑπὸ τοῦ ἀνδρὸς ἐστρατήγηται, παραγενόμενος ἐπὶ τὸ μέγιστον καὶ ἅγιον ἱερόν, τῶν ἱερέων τὰς καθηκούσας θυσίας προσαγόντων, ἐκέλευσεν παραδιδόναι τὸν ἄνδρα.
τῶν δὲ μεθʼ ὅρκων φασκόντων μὴ γινώσκειν ποῦ ποτʼ ἐστὶν ὁ ζητούμενος,
προτείνας τὴν δεξιὰν ἐπὶ τὸν νεώ, ὤμοσεν ταῦτα Ἐὰν μὴ δέσμιόν μοι τὸν Ἰούδαν παραδῶτε, τόνδε τὸν τοῦ θεοῦ σηκὸν εἰς πεδίον ποιήσω, καὶ τὸ θυσιαστήριον κατασκάψω, καὶ ἱερὸν ἐνταῦθα τῷ Διονύσῳ ἐπιφανὲς ἀναστήσω.
τοσαῦτα δὲ εἰπὼν ἀπῆλθεν· οἱ δε ἱερεῖς προτείναντες τὰς χεῖρας εἰς τὸν οὐρανὸν ἐπεκαλοῦντο τὸν διὰ παντὸς ὑπέρμαχον τοῦ ἔθνους ἡμῶν, ταῦτα λέγοντες
Σύ, Κύριε, τῶν ὅλων ἀπροσδεὴς ὑπάρχων, ηὐδόκησας ναὸν τῆς σῆς σκηνώσεως ἐν ἡμῖν γενέσθαι.
καὶ νῦν, ἅγιε παντὸς ἁγιασμοῦ κύριε, διατήρησον εἰς αἰῶνα ἀμίαντον
Ῥαζεὶς δέ τις τῶν ἀπὸ Ἰεροσολύμων πρεσβυτέρων ἐμηνύθη τῷ Νικάνορι ἀνὴρ φιλοπολίτης καὶ σφόδρα καλῶς ἀκούων, καὶ κατὰ τὴν εὔνοιαν πατὴρ τῶν Ἰουδαίων προσαγορευόμενος.
ἦν γὰρ ἐν τοῖς ἔμπροσθεν χρόνοις τῆς ἀμιξίας κρίσεις εἰσενηνεγμένος Ἰουδαισμοῦ, καὶ σῶμα καὶ ψυχὴν ὑπέρ τοῦ Ἰουδαισμοῦ παραβεβλημένος μετὰ πάσης ἐκτενίας.
βουλόμενος δὲ Νικάνωρ πρόδηλον ποιῆσαι ἣν εἶχεν πρὸς τοὺς Ἰουδαίους δυσμενίαν, ἀπέστειλεν στρατιώτας ὑπὲρ τοὺς πεντακοσίους συλλαβεῖν αὐτόν.
ἔδοξεν γὰρ ἐκεῖνον συλλαβὼν τούτοις ἐνεργάσασθαι συμφοράν.
τῶν δὲ πληθῶν μελλόντων τὸν πύργον καταλαβέσθαι καὶ τὴν αὐλαίαν θύραν βιαζομένων καὶ κελευόντων πῦρ προσάγειν καὶ τὰς θύρας ὑφάπτειν, περικατάλημπτος γενόμενος ὑπέθηκεν ἑαυτῷ τὸ ξίφος·
εὐγενῶς θέλων ἀποθανεῖν ἤπερ τοῖς ἀλιτηρίοις ὑποχείριος γενέσθαι, καὶ τῆς ἰδίας εὐγενείας ἀναξίως ὑβρισθῆναι.
τῇ δὲ πληγῇ μὴ κατευθικτήσας διὰ τὴν τοῦ ἀγῶνος σπουδήν, καὶ τῶν ὄχλων ἔσω τῶν θυρωμάτων εἰσβαλλόντων, ἀναδραμὼν γενναίως ἐπὶ τὸ τεῖχος, κατεκρήμνισεν ἑαυτὸν ἀνδρωδῶς εἰς τοὺς ὄχλους.
τῶν δὲ ταχέως ἀναποδισάντων, γενομένου διαστήματος, ἦλθεν κατὰ μέσον τὸν κενεῶνα.
ἔτι δὲ ἔμπνους ὑπάρχων καὶ πεπυρωμένος τοῖς θυμοῖς, ἐξαναστὰς φερομένων κρουνηδὸν τῶν αἱμάτων, καὶ δυσχερῶν τῶν τραυμάτων ὄντων, δρόμῳ τοὺς ὄχλους διελθών, καὶ στὰς ἐπί τινος πέτρας ἀπορρῶγος,
παντελῶς ἔξαιμος ἤδη γινόμενος, προβαλὼν τὰ ἔντερα καὶ λαβὼν ἑκατέραις ταῖς χερσίν, ἐνέσεισε τοῖς ὄχλοις· καὶ ἐπικαλεσάμενος τὸν δεσπόζοντα τῆς ζωῆς καὶ τοῦ πνεύματος τὰ αὐτὰ αὐτῷ πάλιν ἀποδοῦναι, τόνδε τὸν τρόπον μετήλλαξεν.
Ὁ δὲ Νικάνωρ μεταλαβὼν τοὺς περὶ τὸν Ἰούδαν ὄντας ἐν τοῖς κατὰ Σαμάρειαν τόποις, ἐβουλεύσατο τῇ τῆς καταπαύσεως ἡμέρᾳ μετὰ πάσης ἀσφαλείας αὐτοῖς ἐπιβαλεῖν.
τῶν δὲ κατὰ ἀνάγκην συνεπομένων
ὁ δὲ τρισαλιτήριος ἐπηρώτησεν εἰ ἔστιν ἐν οὐρανῷ ὁ δυνάστης ὁ προστεταχὼς ἄγειν τὴν τῶν σαβάτων ἡμέραν·
τῶν δʼ ἀποφηναμένων Ἔστιν ὁ κύριος ζῶν αὐτὸς ἐν οὐρανῷ δυνάστης ὁ κελεύσας ἀσκεῖν τὴν ἑβδομάδα·
ὁ δὲ ἕτερος Κἀγώ, φησίν, δυνάστης ἐπὶ τῆς γῆς, ὁ προστάσσων αἴρειν τὰ ὅπλα καὶ τὰς βασιλικὰς χρείας ἐπιτελεῖν. ὅμως οὐ κατέσχεν ἐπιτελέσαι τὸ σχέτλιον αὐτοῦ βούλημα.
Καὶ ὁ μὲν Νικάνωρ μετὰ πάσης ἀσφαλείας ὑψαυχενῶν, διεγνώκει κοινὸν τῶν περὶ τὸν Ἰούδαν συστήσασθαι τρόπον.
ὁ δὲ Μακκαβαῖος ἦν ἀδιαλείπτως πεποιθὼς μετὰ πάσης ἐλπίδος ἀντιλήμψεως τεύξασθαι παρὰ τοῦ κυρίου.
καὶ παρεκάλει τοὺς σὺν αὐτῷ μὴ δειλιᾶν τὴν τῶν ἐθνῶν ἔφοδον, ἔχοντας δὲ κατὰ νοῦν τὰ προγεγονότα αὐτοῖς ἀπʼ οὐρανοῦ βοηθήματα, καὶ τὰ νῦν προσδοκᾷν τὴν παρὰ τοῦ παντοκράτορος ἐσομένην αὐτοῖς νίκην.
καὶ παραμυθούμενος αὐτοὺς ἐκ τοῦ νόμου καὶ τῶν προφητῶν, προσυμνήσας δὲ αὐτοὺς καὶ τοὺς ἀγῶνας οὓς ἦσαν ἐκτετελεκότες, προθυμοτέρους αὐτοὺς κατέστησεν.
καὶ τοῖς θυμοῖς διεγείρας αὐτοὺς παρήγγειλεν, ἅμα παρεπιδεικνὺς τὴν τῶν ἐθνῶν ἀθεσίαν καὶ τὴν τῶν ὅρκων παράβασιν.
ἕκαστον δὲ αὐτῶν καθοπλίσας οὐ τὴν ἀσπίδων καὶ λογχῶν ἀσφαλίαν, ὡς τὴν ἐν τοῖς ἀγαθοῖς λόγοις παράκλησιν, καὶ προσηγησάμενος ὄνειρον ἀξιόπιστον ὑπέρ τι πάντας ηὔφρανεν.
ἦν δὲ ἡ τούτου θεωρία τοιάδε· Ὀνίαν τὸν γενόμενον ἀρχιερέα ἄνδρα καλὸν καὶ ἀγαθόν, αἰδήμονα μὲν τὴν ἀπάντησιν, πρᾷον δὲ τὸν τρόπον, καὶ λαλιὰν προιέμενον πρεπόντως καὶ ἐκ παιδὸς ἐκμεμελετηκότα πάντα τὰ τῆς ἀρετῆς ἴδια, τοῦτον τὰς χεῖρας προτείναντά κατεύχεσθαι τῷ παντὶ τῶν Ἰουδαίων συστήματι·
εἶθ᾿ οὕτως ἐπιφανῆναι ἄνδρα πολιᾷ καὶ δόξῃ διαφέροντα,
θαυμαστὴν δέ τινα καὶ μεγαλοπρεπεστάτην εἶναι τὴν περὶ
ἀποκριθέντα δὲ τὸν Ὀνίαν εἰπεῖν Ὁ φιλάδελφος οὗτός ἐστιν ὁ πολλὰ προσευχόμενος περὶ τοῦ λαοῦ καὶ τῆς ἁγίας πόλεως Ἰερεμίας ὁ τοῦ θεοῦ προφήτης.
προτείναντα δὲ Ἰερεμίαν τὴν δεξιὰν παραδοῦναι τῷ Ἰούδᾳ ῥομφαίαν χρυσῆν, διδόντα δὲ προσφωνῆσαι τάδε
Λάβε τὴν ἁγίαν ῥομφαίαν δῶρον παρὰ τοῦ θεοῦ, δι᾿ ἧς θραύσεις τοὺς ὑπεναντίους.
Παρακληθέντες δὲ τοῖς Ἰούδου λόγοις πάνυ καλοῖς καὶ δυναμένοις ἐπʼ ἀρετὴν παρορμῆσαι καὶ ψυχὰς νέων ἐπανδρῶσαι, διέγνωσαν μὴ στρατεύεσθαι, γενναίως δὲ ἐνφέρεσθαι, καὶ μετὰ πάσης εὐανδρείας ἐμπλακέντες κρῖναι τὰ πράγματα, διὰ τὸ καὶ τὴν πόλιν καὶ τὰ ἅγια καὶ τὸ ἱερὸν κινδυνεύειν.
ἦν γὰρ ὁ περὶ γυναικῶν καὶ τέκνων, ἔτι δὲ ἀδελφῶν καὶ συγγενῶν, ἐν ἥττονι μέρει κείμενος αὐτοῖς, μέγιστος δὲ καὶ πρῶτος ὁ περὶ τοῦ καθηγιασμένου ναοῦ φόβος.
ἦν δὲ καὶ τοῖς ἐν τῇ πόλει κατειλημμένοις οὐ πάρεργος ἀγωνία, ταρασσομένοις τῆς ἐν ὑπαίθρῳ προσβολῆς.
Καὶ πάντων ἤδη προσδοκώντων τὴν ἐσομένην κρίσιν, καὶ ἤδη προσμιξάντων τῶν πολεμίων καὶ τῆς στρατιᾶς ἐκταγείσης, καὶ τῶν θηρίων ἐπὶ μέρος εὔκαιρον ἀποκατασταθέντων, τῆς δὲ ἵππου κατὰ κέρας τεταγμένης·
συνιδὼν ὁ Μακκαβαῖος τὴν τῶν πληθῶν παρουσίαν καὶ τῶν ὅπλων τὴν ποικίλην παρασκευήν, τήν τε τῶν θηρίων ἐπὶ μέρος εὔκαιρον ἀγριότητα, ἀνατείνας χεῖρας εἰς τὸν οὐρανόν, ἐπεκαλέσατο τὸν τερατοποιὸν κύριον, γινώσκων ὅτι οὐκ ἔστιν δι᾿ ὅπλων, καθὼς δὲ ἐὰν αὐτῷ κριθῇ, τοῖς ἀξίοις περιποιεῖται τὴν νίκην.
ἔλεγεν δὲ ἐπικαλούμενος τόνδε τὸν τρόπον Σύ, δέσποτα, ἀπέστειλας τὸν ἄγγελόν σου ἐπὶ Ἑζεκίου τοῦ βασιλέως τῆς Ἰουδαίας, καὶ ἀνεῖλεν ἐκ τῆς παρεμβολῆς Σενναχηρεὶμ εἰς ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας.
καὶ νῦν, δυνάστα τῶν οὐρανῶν, ἀπόστειλον ἄγγελον ἀγαθὸν ἔμπροσθεν ἡμῶν εἰς δέος καὶ τρόμον·
μεγέθει βραχίονός σου καταπλαγείησαν οἱ μετὰ βλασφημίας
Οἱ δὲ περὶ τὸν Νικάνορα μετὰ σαλπίγγων καὶ παιάνων προσῆγον·
οἱ δὲ περὶ τὸν Ἰούδαν μετὰ ἐπικλήσεως καὶ εὐχῶν συνέμιξαν τοῖς πολεμίοις.
καὶ ταῖς μὲν χερσὶν ἀγωνιζόμενοι, ταῖς δὲ καρδίαις πρὸς τὸν θεὸν εὐχόμενοι, κατέστρωσαν οὐδὲν ἧττον μυριάδων τριῶν καὶ πεντακισχιλίων, τῇ τοῦ θεοῦ μεγάλως εὐφρανθέντες ἐπιμελείᾳ.
Γενόμενοι δὲ ἀπὸ τῆς χρείας καὶ μετὰ χαρᾶς ἀναλύοντες, ἐπέγνωσαν προπεπτωκότα Νικάνορα σὺν τῇ πανοπλίᾳ.
γενομένης δὲ κραυγῆς καὶ ταραχῆς, εὐλόγουν τὸν δυνάστην τῇ πατρίῳ φωνῇ.
καὶ προσέταξεν ὁ καθʼ ἅπαν σώματι καὶ ψυχῇ πρωταγωνιστὴς ὑπέρ τῶν πολιτῶν, ὁ τὴν τῆς ἡλικίας εὔνοιαν εἰς ὁμοεθνεῖς διαφυλάξας, τὴν τοῦ Νικάνορος κεφαλὴν ἀποτεμόντας, καὶ τὴν χεῖρα σὺν τῷ ὤμῳ, περιφέρειν εἰς Ἰεροσόλυμα.
παραγενόμενος δὲ ἐκεῖ, καὶ συνκαλεσάμενος τοὺς ὁμοεθνεῖς καὶ τοὺς ἱερεῖς πρὸ τοῦ θυσιαστηρίου στήσας, μετεπέμψατο τοὺς ἐκ τῆς ἄκρας.
καὶ ἐπιδεξάμενος τὴν τοῦ μιεροῦ Νικάνορος κεφαλὴν καὶ τὴν χεῖρα τοῦ δυσφήμου, ἣν ἐκτείνας ἐπὶ τὸν ἅγιον τοῦ παντοκράτορος οἶκον ἐμεγαλαύχησεν,
καὶ τὴν γλῶσσαν τοῦ δυσσεβοῦς Νικάνορος ἐκτεμών, ἔφη μετὰ μέρος τοῖς ὀρνέοις, τὰ δʼ ἐπίχειρα τῆς ἀνοίας κατέναντι τοῦ ναοῦ κρεμάσαι.
οἱ δὲ πάντες εἰς τὸν οὐρανὸν εὐλόγησαν τὸν ἐπιφανῆ κύριον, λέγοντες Εὐλογητὸς ὁ διατηρήσας τὸν ἑαυτοῦ τόπον ἀμίαντον.
ἐξέδησεν δὲ τὴν τοῦ Νικάνορος προτομὴν ἐκ τῆς ἄκρας ἐπίδηλον πᾶσιν, καὶ φανερὸν τῆς τοῦ κυρίου βοηθείας σημεῖον.
ἐδογμάτισαν δὲ πάντες μετὰ κοινοῦ ψηφίσματος μηδαμῶς ἐᾶσαι ἀπαρασήμαντον τήνδε τὴν ἡμέραν· (37)ἔχειν δὲ ἐπίσημον τὴν τρισκαιδεκάτην τοῦ δωδεκάτου μηνός —Ἀδὰρ λέγεται τῇ κυριακῇ φωνῇ —πρὸ μιᾶς ἡμέρας τῆς Μαρδοχαικῆς ἡμέρας.
Τῶν οὖν κατὰ Νικάνορα χωρησάντων οὕτως, καὶ ἀπʼ ἐκείνων
καὶ εἰ μὲν καλῶς, εὐθίκτως τῇ συντάξει, τοῦτο καὶ αὐτὸς ἤθελον· εἰ δὲ εὐτελῶς καὶ μετρίως, τοῦτο ἐφικτὸν ἦν μοι.
καθάπερ οἶνον κατὰ μόνας πίνειν, ὡσαύτως δὲ καὶ ὕδωρ πάλιν πολέμιον· ὃν δὲ τρόπον οἶνος ὕδατι συνκερασθεὶς ἤδη καὶ ἐπιτερπῆ τὴν χάριν ἀποτελεῖ, οὕτως καὶ τὸ τῆς κατασκευῆς τοῦ λόγου τέρπει τὰς ἀκοὰς τῶν ἐντυγχανόντων τῇ συντάξει.
Ἐνταῦθα δὲ ἔσται ἡ τελευτή.