Proverbia Septuaginta Henry Barclay Swete D.D. Harvard Library Arcadia Fund Gregory Crane Digital Divide Data Corrected and encoded the text Gregory Crane Editor-in-Chief, Perseus Digital Library Matt Munson Project Manager (University of Leipzig) Annette Gessner Project Assistant (University of Leipzig) Thibault Clérice Lead Developer (University of Leipzig) 2015 - 2017 Bruce Robertson Technical Advisor Harvard College Library tlg0527.tlg029.1st1K-grc1.xml Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License 2017 Harvard College Library United States The Old Testament in Greek Henry Barclay Swete D.D. Septuaginta Cambridge University Press Cambridge 1896 2 The Internet Archive

Text encoded in accordance with the latest EpiDoc standards (January 2014)

Greek Latin
ΠΑΡΟΙΜΙΑΙ
B
ΠΑΡΟΙΜΙΑΙ Σαλωμῶντος υἱοῦ Δαυείδ ὃς ἐβασίλευσεν ἐν Ἰσραήλ,
γνῶναι σοφίαν καὶ παιδείαν § C §δέξασθαί τε λόγους φρονήσεως,
δέξασθαί τε στροφὰς λόγων, νοῆσαί τε δικαιοσύνην ἀληθῆ καὶ κρίμα κατευθύνειν·
ἴνα δῷ ἀκάκοις πανουργίαν, παιδὶ δὲ νέῳ αἴσθησίν τε καὶ ἔννοιαν.
τῶνδε γὰρ ἀκούσας σοφὸς σοφώτερος ἔσται, ὁ δὲ νοήμων κυβέρνησιν κτήσεται,
νοήσει τε παραβολὴν καὶ σκοτεινὸν λόγον ῥήσεις τε σοφῶν καὶ αἰνίγματα.
Ἀρχὴ σοφίας φόβος θεοῦ, σύνεσις δὲ ἀγαθὴ πᾶσι τοῖς ποιοῦσιν αὐτήν· εὐσεβέα δὲ εἰς θεὸν ἀρχὴ αἰσθήσεως, σοφίαν δὲ καὶ παιδείαν ἀσεβεῖς ἐξουθενήσουσιν.
ἄκουε, υἱέ, παιδείαν πατρός σου, καὶ μὴ ἀπώσῃ θεσμοὺς μητρός σου·
στέφανον γὰρ χαρίτων δέξῃ σῇ κορυφῇ, καὶ κλοιὸν χρύσεον περὶ σῷ τραχήλῳι
U+05D0AC Ι 1 Σολομωντος A 2 παιδιαν A 5 τωνδε] των τε AC | om γαρ U+05D0* (hab U+05D0c.a) | εσται] εστιν C 6 σκοτινον U+05D0AC 7 θεου] κν AC | ευσεβια U+05D0 | αρχη 2⁰] αρετη A | παιδιαν C | ασεβεις rescr C? | εξου- θενησουσιν] εξουθενουσιν Κ εξουδενησουσιν sup ras CU+05D0 8 παιδειαν] νομους U+05D0AC 9 στεφανος U+05D0* (-νον U+05D0c.a) | δεξη] εξη A
υἱέ, μὴ σε πλανήσωσιν ἄνδρες ἀσεβεῖς, B μηδέ βουληθῇς
ἐὰν παρακαλέσωσί σε λέγοντες Ἐλθὲ μεθʼ ἡμῶν, κοινώνησον αἵματος, κρύψωμεν δὲ εἰς γῆν ἄνδρα δίκαιον ἀδίκως.
καταπίωμεν δέ αὐτὸν ὥσπερ ᾄδης ζῶντα, καὶ ἄρωμεν αὐτοῦ τὴν μνήμην ἐκ γῆς·
τὴν κτῆσιν αὐτοῦ τὴν πολυτελῆ καταλαβώμεθα, πλήσωμεν δὲ οἴκους ἡμετέρους σκύλων·
τὸν δὲ σὸν κλῆρον βάλε ἐν ἡμῖν, κοινὸν δὲ βαλλάντιον κτησώμεθα πάντες καὶ μαρσίππιον ἐν γενηθήτω ἡμῖν.
μὴ πορευθῇς ἐν ὁδῷ μετʼ αὐτῶν, ἔκκλινον δὲ τὸν πόδα σου ἐκ τῶν τρίβων αὐτῶν·
οὐ γὰρ ἀδίκως ἐκτείνεται δίκτυα πτερωτοῖς.
αὐτοὶ γὰρ οἱ φόνου μετέχοντες θησαυρίζουσιν ἑαυτοῖς κακά, ἡ δέ καταστροφὴ ἀνδρῶν παρανόμωνν κακή.
ηὗται αἱ ὁδοί εἰσιν πάνταον τῶν συντελούτωνν τὰ ἄνομα· τῇ γὰρ ἀσεβείᾳ τὴν ἑαυτῶν ψυχὴν ἀφαιροῦνται.
Σοφία ἐν ἐξόδοις ὑμνεῖται, ἐν δὲ πλατείαις παρρησίαν ἄγει·
ἐη᾿ ἄκρων δὲ τειχέων κηρύσσεται, ἐπὶ δὲ πύλαις δυναστῶν παρεδρεύει, ἐπὶ δὲ πύλαις πόλεως θαρροῦσα λέγει
Ὅσον ἂν χρόνον ἄκακοι ἔχωνται τῆς δικαιοσύνης, οὐκ αἰσχυνθήοἱ δὲ ἄφρονες, τῆς ὕβρεως ὄντες ἐπιθυμηταί, ἀσεβεῖς γενόμενοι ἐμίσησαν αἴσθησιν,
καὶ ὑπεύθυνοι ἐγένοντο ἐλέγχοις. ἰδοὺ προήσομαι ὑμῖν ἐμῆς πνοῆς ῥῆσιν, διδάξω δὲ ὑμᾶς τὸν ἐμὸν λόγον.
10 πλανησουσιν C 11 παρακαλεσωσιν U+05D0AC 12 μνημης A* (-μην Aᵃ?) U+05D0AC 13 κτισιν A | πολυτελην U+05D0* (-λη U+05D0c.a) | ημετερων U+05D0 14 om εν 2° U+05D0* superscr U+05D01) | γενηθηθητω U+05D0* (ras θη 2° U+05D0?) 15 μη] pr υιε U+05D0c.a | εν οδω] δους A | ποδα σου] σον ποδα A om ο 1° C*vid (superscr C?) | αυτων 2°] + (16) οι γαρ ποδες ουτων εις κακιαν τρεχουσιν και ταχινοι (+εισιν U+05D0c.a) του εγχβαι ιιμα U+05D0c.aA 20 σοφια] + δε C | πλατειαις] λατιαι sup ras 7 vel 8 | litt Ca 21 πολεως] πολ sup ras A | θαρουσα C 22 υβρεως] ως sup ras Aa | ασεβεις praec coniung A 23 υπευθυνοι εγενοντο BU+05D0c.aAC] υπευθυνοντο U+05D0* B
ἐπειδὴ ἐκάλουν καὶ οὐχ ὑπηκούσατε, καὶ ἐξέτεινον λόγους καὶ οὐ προσείχετε,
ἀλλὰ ἀκύρους ἐποιεῖτε ἐμὰς βουλάς, τοῖς δὲ ἐμοῖς ἐλέγχοις ἠπειθήσατε·
τοιγαροῦν κἀγὼ τῇ ὑμετέρᾳ ἀπωλείᾳ ἐπιγελάσομαι, καταχαροῦμαι δὲ ἡνίκα ἂν ἔρχηται ὑμῖν ὄλεθρος.
καὶ ὡς ἂν ἀφίκηται ὑμῖν ἄφνω θόρυβος, ἡ δὲ καταστροφὴ ὁμοίως καταιγίδι παρῇ. καὶ ὅταν ἔρχηται ὑμῖν θλίψις καὶ πολιορκία, ἢ ὅταν ἔρχηται ὑμῖν ὄλεθρος.
ἕσται γὰρ ὅταν ἐπικαλέσησθέ με, ἐγὼ δὲ οὐκ εἰσακούσομαι ὑμῶν· ζητήσουσίν με κακοί, καὶ οὐχ εὑρήσουσιν.
ἐμίσησαν γὰρ σοφίαν, τὸν δὲ λόγον τοῦ κυρίου οὐ προείλαντο,
οὐδὲ ἤθελον ἐμαῖς προσέχειν βουλαῖς, ἐμυκτήριζον δὲ ἐμοὺς ἐλέγχους.
τοιγαροῦν ἔδονται τῆς ἑαυτῶν ὁδοῦ τοὺς καρπούς, καὶ τῆς ἑαυτῶν ἀσεβείας πλησθήσονται·
ἀνθʼ ὧν γὰρ ἠδίκουν νηπίους φονευθήσονται, καὶ ἐξετασμὸς ἀσεβεῖς ὀλεῖ
ὁ δὲ ἐμοῦ ἀκούων κατασκηνώσει ἐπʼ ἐλπίδι, καὶ ἡσυχάσει ἀφόβως ἀπὸ παντὸς κακοῦ.
Υἱέ, ἐὰν δεξάμενος ῥῆσιν ἐμῆς ἐντολῆς κρύψῃς παρὰ σεαυτῷ,
ὑπακούσεται σοφίας τὸ οὗς σου, καὶ παραβαλεῖς καρδίαν σου εἰς σύνεσιν, παραβαλεῖς δὲ αὐτὴν ἐπὶ νουθέτησιν τῷ υἱῷ σου.
ἐὰν γὰρ τὴν σοφίαν ἐπικαλέσῃ καὶ τῇ συνέσει δῷς φωνήν σου,
καὶ ἐὰν ζητήσῃς αὐτὴν ὡς ἀργύριον καὶ ὡς θησαυροὺς ἐξεραυνήσῃς αὐτήν·
U+05D0AC 24 επειδη] seq ras 3 vel4 litt in C | υπηκουσατε] υπηκουετε U+05D0A 25 ηπει- θησατε] και ου προσειχετε U+05D0* ου προσειχετε U+05D0c.aA (-τ,) C 26 αν] εαν U+05D0 27 και 2⁰] η AC | om η οταν ερχηται υμιν ολεθρος 28 επικαλεσασθαι U+05D0* (-σησθαι U+05D0¹AC) 29 σοφιαν] παιδιαν A | λογον] φοβον U+05D0c.a C | του κυριου] om του U+05D0c.a AC 30 εμου C* (εμους C?) 33 επ] εν U+05D0A | | ησυχασει] η sup ras Aᵃ II 1 εαν] αν 2 αυτην] αυτον C | νου- θετησιν] νουθεσιαν C 3 και τη συνεσει δως φ. σου Cᵃ⁽ᵐᵍ) | σου] +την δε αισθησιν ζητησης μεγαλη τη φωνη Bᵃᵇ ᵐᵍ inf A sup ras Cᵃ (om ut vid (C*) 4 εξερευνησης Bᵃᵇ U+05D0c.a εξεραυνησεις A εξερευνησεις C
τότε συνήσεις φόβον Κυρίου, Β καὶ ἐπίγνωσιν θεοῦ εὑρήσεις.
ὅτι Κύριος δίδωσιν σοφίαν, καὶ ἀπὸ προσώπου αὐτοῦ γνῶσις καὶ σύνεσις·
καὶ θησαυρίζει τοῖς κατορθοῦσι σωτηρίαν,
ὑπερασπιεῖ τὴν πορείαν αὐτῶν ⁸τοῦ φυλάξαι ὁδοὺς δικαιωμάτων, καὶ ὁδὸν εὐλαβουμένων αὐτὸν διαφυλάξει
¶C
πότε συνήσεις δικαιοσύνην καὶ κρίμα, καὶ κατορθώσεις πάντας ἄξονας ἀγαθούς.
ἐὰν γὰρ ἔλθῃ ἡ σοφία εἰς σὴν διάνοιαν, ἡ δὲ αἴοθησις τῇ σῇ ψυχῇ καλὴ εἶναι δόξῃ.
βουλὴ καλὴ φυλάξει σε, ἔννοια δὲ ὁσία τηρήσει σε·
ἵνα ῥύσηταί σε ἀπὸ ὁδοῦ κακῆς καὶ ἀπὸ ἀνδρὸς λαλοῦντος μηδέν πιστόν.
ὦ οἱ ἐγκαταλείποντες ὁδοὺς εὐθείας τοῦ πορεύεσθαι ἐν ὁδοῖς σκότους,
οἱ εὐφραινόμενοι ἐπὶ κακοῖς καὶ χαίροντες ἐπὶ διαστροφῇ κακῇ,
ὧν αἱ τρίβοι σκολιαὶ καὶ καμπύλαι αἱ τροχιαὶ αὐτῶν,
τοῦ μακράν σε ποιῆσαι ἀπὸ ὁδοῦ εὐθείας καὶ ἀλλότριον τῆς δικαίας γνώμης. υἱέ, μή σε καταλάβῃ κακὴ βουλή,
ἡ ἀπολείπουσα διδασκαλίαν νεότητος, καὶ διαθήκην θείαν ἐπιλελησμένη.
ἔθετο γὰρ παρὰ τῷ θανάτῳ τὸν οἶκον αὐτῆς, καὶ παρὰ τῷ ᾄδῃ μετὰ τῶν γηγενῶν τοὺς ἄξονας αὐτῆς·
πάντες οἱ πορευόμενοι ἐν αὐτῇ οὐκ ἀναστρέψουσιν οὐδὲ μὴ καταλάβωσιν τρίβους εὐθείας·
εἰ γὰρ ἐπορεύοντο τρίβους ἀγαθάς. οὐ γὰρ καταλαμβάνονται ὑπὸ ἐνιαυτῶν ζωῆς. εὕροσαν ἂν τρίβους δικαιοσύνης λείους.
6 συνεσεις A 7 κατορθουσιν U+05D0Α κατορθωσιν C | υπερασπιει] + δε U+05D0c.a | U+05D0AC ποριαν U+05D0AC 8 οδους] οδον AC 9 αυξονας A (item 18) 10 η σοφια] σοφια U+05D0* (η σ. U+05D0c.a) | ειναι] ειη A*fort 12 om σε A 13 εγκατα- λιποντες U+05D0 15 τροχειαι B* (τροχιαι Bᵇ U+05D0A) 17 απολιπουσα U+05D0 19 πορευοιμενοι U+05D0 | καταλαμβανωνται A B
ὅτι εὐθεῖς κατασκηνώσουσι γῆν, καὶ ὅσιοι ὑπολειφθήσονται ἐν αὐτῇ·
ὁδοὶ ἀσεβῶν ἐκ γῆς ὀλοῦνται, οἱ δὲ παράνομοι ἐξωσθήσονται ἀπʼ αὐτῆς.
Υἰέ, ἐμῶν νομίμων μὴ ἐπλανθάνου, τὰ δὲ ῥήματά μου τηρείτω σὴ καρδία·
μῆκος γὰρ βίου καὶ ἔτη ζωῆς καὶ εἰρήνην προσθήσουσίν σοι.
ἐλεημοσύναι καὶ πίστεις μὴ ἐκλιπέτωσάν σε, ἄφαψαι δὲ αὐτὰς ἐπὶ σῷ τραχήλῳ, καὶ εὑρήσεις χάριν·
καὶ προνοοῦ καλὰ ἐνώπιον Κυρίου καὶ ἀνθρώπων.
ἴσθι πεποιθὼς ἐν ὅλῃ τῇ καρδίᾳ ἐπὶ θεῷ, ἐπὶ δὲ σῇ σοφίᾳ μὴ ἐπαίρου·
πάσαις ὁδοῖς σου γνώριζε αὐτήν, ἴνα ὀρθοτομῇ τὰς ὁδούς σου.
μὴ ἴσθι φρόνιμος παρὰ σεαυτῷ, φοβοῦ δὲ τὸν θεὸν καὶ ἔκκλινε ἀπὸ παντὸς κακοῦ·
τότε ἴασις ἔσται τῷ σώματί σου, καὶ ἐπιμέλεια τοῖς ὀστέοις σου.
τίμα τὸκύριον ἀπὸ σῶν δικαίων πόνων, καὶ ἀπάρχου αὐτῷ ἀπὸ σῶν καρπῶν δικαιοσύνης·
ἴνα πίμπληται τὰ ταμεῖά σου πλησμονῆς σίτῳ, οἴνῳ δὲ αἱ ληνοί σου ἐκβλύζωσιν.
Υἱέ, μὴ ὀλιγώρει παιδείας Κυρίου, μηδὲ ἐκλύου ὑπʼ αὐτοῦ ἐλεγχόμενος·
ὃν γὰρ ἀγαπῷ Κύριος ἐλέγχει. μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται.
μακάριος ἄνθρωπος ὃς εὗρεν σοφίαν, καὶ θνητὸς ὃς εἶδεν φρόνησιν.
U+05D0A 21 οτι] pr χρηστοι εσονται οικητορες γης και οσιοι υπολιφθησονται εν αυτη U+05D0* + χρ. εσ. οικ. γης ακακοι δε υπολιφθησονται (υπολειφθ. A) εν αυτη U+05D0c.a A | κατασκηνωσουσιν U+05D0 | om και οσιοι...εν αυτη U+05D0 (hab ӄ οσιοι υπολιφθ. εν αυτη U+05D0c.a) 22 οδοι] + δε A III 3 πιστις U+05D0A | εκλειπετωσαν BᵃᵇA | σε τε U+05D0 (σε U+05D0¹) | χαριν] +γραψον δε αυτας επι το πλατος της καρδιας σου A 5 τη καρδια] om τη U+05D0c.aA 6 πασαις] pr εν A | σου 2⁰] + ο δε πους σου μη προσκοπτη U+05D0c.a 7 εκκλινοι A 8 επιμελια U+05D0 10 πιμπλωνται U+05D0* (πιμπληται U+05D0c.a) | ταμεια Bᵃᵇ (-μια B* U+05D0)] ταμιεια A | σιτου U+05D0c.aA | εκ- βλυζωσιν] εκβυζ. U+05D0 (εκβλυζ. U+05D0¹) 11 παιδιας B*U+05D0 (-δειας BᵃᵇA) 12 ελεγχει] παιδευει U+05D0A 13 ιδεν A
κρεῖττον γὰρ αὐτὴν ἐμπορεύεσθαιΒ ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς.
τιμιωτέρα δέ ἐστιν λίθων πολυτελῶν· οὐκ ἀντιτάξεται αὐτῇ οὐδὲν πονηρόν. εὔγνωστός ἐστιν πᾶσιν τοῖς ἐγγίζουσιν αὐτῇ, πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν.
μῆκος γὰρ βίου καὶ ἔτη ζωῆς ἐν τῆ δεξιῷ αὐτῆς, ἐν δὲ τῆ ἀριστερῷ αὐτῆς πλοῦτος καὶ δόξα·
a ¹⁶aἐκ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ.
αἱ ὁδοὶ αὐτῆς ὁδοὶ καλαί, καὶ πάντες οἱ τρίβοι αὐτῆς ἐν εἰρήνῃ·
ξύλον ζωῆς ἐστι πᾶσι τοῖς ἀντεχομένοις αὐτῆς, καὶ τοῖς ἐπερειδομένοις ἐπʼ αὐτὴν ὡς ἐπὶ Κύριον.
ὁ θεὸς τῆ σοφίᾳ ἐθεμελίωσεν τὴν γῆν, ἡτοίμασεν δὲ οὐρανοὺς φρονήσει·
ἐν αἰσθήσει ἄβυσσοι ἐρράγησαν. νέφη δὲ ἐρρύησαν δρόσους.
Υἱέ. μὴ παραρυῇς, τήρησον δὲ ἐμὴν βουλὴν καὶ ἔννοιαν·
ἵνα ζήσῃ ἡ ψυχὴ σου. καὶ χάρις ᾖ περὶ σῷ τραχήλῳ.
aἔσται δὲ ἴασις ταῖς σαρξί σου, καὶ ἐπιμέλεια τοῖς σοῖς ὀστέοις·
ἴνα πορεύῃ πεποιθὼς ἐν εἰρήνῃ πάσας τὰς ὁδούς σου, ὁ δὲ πούς σου οὐ μὴ προσκόψῃ.
ἐὰν γὰρ κάθῃ, ἄφοβος ἔσῃ, ἐὰν δὲ καθεύδῃς, ἡδέως ὑπνώσεις·
καὶ οὐ φοβηθήσῃ πτόησιν ἐπελθοῦσαν οὐδὲ ὁρμὰς ἀσεβῶν ἐπερχομένας·
ὁ γὰρ Κύριος ἔσται ἐπὶ πασῶν ὁδῶν σου, καὶ ἐρείσει σὸν πόδα ἵνα μὴ σαλευθῇς.
μὴ ἀπόσχῃ εὖ ποιεῖν ἐνδεῆ, ἡνίκα ἂν ἔχῃ ἡ χείρ σου βοηθεῖν.
15 αντιτασσεται U+05D0c.aA | εστιν 2⁰] εστι A 17 αι τριβοι Bᵃ?c? | om εν U+05D0 U+05D0A 18 επι Κυριον] + ασφαλη Bᵃᵇ + ασφαλης U+05D0c.a A 19 φρονησει] pr εν U+05D0c.aA 20 αισθησει] +αυτου U+05D0c.a | εφη A* (νεφη A?) | δροσους] δροσω U+05D0c.a 22a σαρ- ξιν U+05D0c.a A | επιμελια U+05D0 | σοις (οις U+05D0* σοις U+05D0¹) οστεοις] οστ. σου U+05D0c.aA 24 om γαρ A 25 ου] + μη A 27 βοηθειν] ευ ποιει (sic) A B
μὴ εἴπῃς Ἐπανελθὼν ἐπάνηκε, αὔριον δώσω, δυνατοῦ σου ὄντος εἶ ποιεῖν· οὐ γὰρ οἶδας τί τέξεται ἡ ἐπιοῦσα.
μὴ τεκτήνῃ ἐπὶ σὸν φίλον κακά, παροικοῦντα καὶ πεποιθότα ἐπὶ σοί.
μὴ φιλεχθρήσῃς πρὸς ἄνθρωπον μάτην, μή τί σε ἐργάσηται κακόν.
μὴ κτήσῃ κακῶν ἀνδρῶν ὀνείδη, μηδέ ζηλώσῃς τὰς ὁδοὺς αὐτῶν.
ἀκάθαρτος γὰρ ἔναντι Κυρίου πᾶς παράνομος, ἐν δὲ δικαίοις οὐ συνεδριάζει.
κατάρα θεοῦ ἐν οἴκοις ἀσεβῶν, ἐπαύλεις δὲ δικαίων εὐλογοῦνται.
Κύριος ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσιν χάριν.
δόξαν σοφοὶ κληρονομήσουσιν, οἱ δὲ ἀσεβεῖς ὕψωσαν ἀτιμίαν.
Ἀκούσατε, παῖδες, παιδείαν πατρός, καὶ προσέχετε γνῶναι ἔννοιαν.
δῶρον γὰρ ἀγαθὸν δωροῦμαι ὑμῖν, τὸν ἐμὸν νόμον μὴ ἐγκαταλίπητε.
υἱὸς γὰρ ἐγενόμην κἀγὼ πατρὶ ὑπήκοος καὶ ἀγαπώμενος ἐν προσώπῳ μητρός,
οἳ ἔλεγον καὶ ἐδίδασκόν με Ἐρειδέτω ὁ ἡμένερος λόγος εἰς σὴν καρδίαν·
φύλασσε ἐντολάς, ⁵μὴ ἐπιλάθῃ· μηδὲ παρίδῃς ῥῆσιν ἐμοῦ στόματος
μηδὲ ἐγκαταλίπῃς αὐτήν, καὶ ἀνθέξεταί σου· ἐράσθητι αὐτῆς, καὶ τηρήσει σε.
περιχαράκαωσον αὐτήν, καὶ ὑψώσει σε· τίμησον αὐτήν, ἴνα σε περιλάβῃ·
U+05D0A 28 επανηκε] επανη|και U+05D0* επανηκε| και U+05D0c.aA 29 τεκτηνη] τεκτενε U+05D0c.aA 30 om σε U+05D0* εις σε U+05D0c.aA 31 ζηλωση A 32 om γαρ U+05D0 IV 1 παιδιαν A 2 εγκαταλειπητ, A 4 καρδιαν] διανοιαν U+05D0 | εντολας] +μου U+05D0c.a 5 επιλαθη] + κτησαι σοφιαν και συνεσιν U+05D0c.a | στοματος] +κτησαι σοφιαν κτησαι συνεσιν μη επιλαθη μηδε εκκλεινης απο ρηματων στοματος μουl A 6 μηδε] μη A | ενκαταλιπης U+05D0 εγκαταλειπης A
ἵνα δῷ τῇ σῇ κεφαλῇ στέφανον χαρίτων. Β στεφάνῳ δέ τρυφῆς ὑπερασπίσῃ σου.
Ἄκουε, υἱέ, καὶ δέξαι ἐμοὺς λόγους. καὶ πληθυνθήσεται ἔτη ζωῆς σου, ἴνα σοι γένωνται πολλαὶ ὁδοὶ βίου.
ὁδοὺς γὰρ σοφίας διδάσκω σε. ἐμββάζω δέ σε τροχιαῖς ὀρθαῖς.
ἐὰν γὰρ πορεύῃ, οὐ συνκλεισθήσεταί σου τὰ διαβήματα· ἐὰν δέ τρέχῃς, οὐ κοπιάσεις.
ἐπιλαβοῦ ἐμῆς παιδείας. μὴ ἀφῇς, ἀλλὰ φύλαξον αὐτὴν σεαυτῷ εἰς ζωὴν σου.
ὁδοὺς ἀσεβῶν μὴ ἐπέλθῃς, μηδέ ζηλώσῃς ὁδοὺς παρανόμων·
ἐν ᾧ ἂν τόπῳ στρατοπεδεύσωσιν, μὴ ἐπέλθῃς ἐκει. ἔκκλινον δὲ ἀπʼ αὐτῶν καὶ παράλλαξον.
οὐ γὰρ μὴ ὑπνώσωσιν, ἐὰν μὴ κακοποιήσωσιν· ἀφήρηται ὁ ὕπνος αὐτῶν, καὶ οὐ κοιμῶνται·
οἵδε γὰρ σιτοῦνται σῖτα ἀσεβείας, οἴνῳ δὲ παρανόμῳ μεθύσκονται.
αἱ δὲ ὁδοὶ τῶν δικαίων ὁμοίως φωτὶ λάμπουσιν, προπορεύονται καὶ φωτίζουσιν ἕως κατορθώσῃ ἡ ἡμέρα.
αἱ δὲ ὁδοὶ τῶν ἀσεβῶν σκοτειναί, οὐκ οἴδασιν πῶς προσκόπτουσιν.
Υἱέ, ἐμῇ ῥήσει πρόσεχε, τοῖς δὲ ἐμοῖς λόγοις παράβαλε σὸν οὖς,
ὅπως μὴ ἐκλίπωσίν σε αἱ πηγαί σου, φύλασσε αὐτὰς ἐν καρδίᾳ·
ζωὴ γάρ ἐστιν τοῖς εὑρίσκουσιν αὐτήν, καὶ πάσῃ σαρκὶ ἴασις.
πάσῃ φυλακῇ τήρει σὴν καρδίαν· ἐκ γὰρ τούτων ἔξοδοι ζωῆς.
9 στεφανω] τρεφανω U+05D0* (στ. U+05D0c.a) 10 πληθυνθησεται] + σοι U+05D0c.aA U+05D0A 11 τροχειαις B* (-χιαις BᵇU+05D0A) 12 συγκλεισθησεται BᵃᵇA 13 παι- διας U+05D0A | om αλλα A 15 om τοπω U+05D0* (hab U+05D0c.a) 16 αυτων] pr απ U+05D0c.a A | om και A 18 κατορθωσει A 19 σκοτιναι U+05D0Α | οιδασι U+05D0 20 παραβαλλε A 21 εκλειπωσιν BᵃᵇA λιπωσιν U+05D0* (εκλιπ. U+05D0c.a) | καρδια] pr ση U+05D0c.a A 22 αυτην] αυτας U+05D0A | σαρκι] + αυτον U+05D0c.aA Β
περίελε σεαυτοῦ σκολιὸν στόμα, καὶ ἄδικα χείλη ἀπὸ σοῦ μακρὰν ἄπωσαι.
οἱ ὀφθαλμοί σου ὀρθὰ βλεπέτωσαν, τὰ δὲ βλέφαρά σου νευέτω δίκαια.
ὀρθὰς τροχιὰς ποίει σοῖς ποσίν, καὶ τὰς ὁδοὺς σου κατεύθυνε.
μὴ ἐκκλίνῃς εἰς τὰ δεξιὰ μηδὲ εἰς τὰ ἀριστερά, ἀπόστρεψον δὲ σὸν πόδα ἀπὸ ὁδοῦ κακῆς.
aὁδοὺς γὰρ τὰς ἐκ δεξῶν οἶδεν ὁ θεός, διεστραμμέναι δέ εἰσιν αἱ ἐξ ἀριστερῶν·
ᵇαὐτὸς δὲ ὀρθὰς ποιήσει τὰς τροχιάς σου, τὰς δὲ πορείας σου ἐν εἰρήνῃ προάξει.
Υἱέ, ἐμῇ σοφίᾳ πρόσεχε, ἐμοῖς δὲ λόγοις παράβαλλε σὸν οὗς,
ἴνα φυλάξῃς ἔννοιαν ἀγαθήν· αἴσθησις δὲ ἐμῶν χειλέων ἐντέλλεταί σοι.
μὴ πρόσεχε φαύλῃ γυναικί μέλι γὰρ ἀποστάζει ἀπὸ χειλέων γυναικὸς πόρνης, ἣ πρὸς καιρὸν λιπαίνει σὸν φάρυγγα·
ὕστερον μέντοι πικρότερον χολῆς εὑρήσεις καὶ ἠκονημένον μᾶλλον μαχαίρας διστόμου.
τῆς γὰρ ἀφροσύνης οἱ πόδες κατάγουσιν τοὺς χραομένους αὐτῇ μετὰ θανάτου εἰς τὸν ἄδήν, τὰ δέ ἴχνη αὐτῆς οὐκ ἐρείδεται
ὁδοὺς γὰρ ζωῆς οὐκ ἐπέρχεται, σφαλεραὶ δέ αἱ τροχιαὶ αὐτῆς καὶ οὐκ εὔγνωστοι.
νῦν οὗν, υἱέ, ἄκουέ μου, καὶ μὴ ἀκύρους ποιήσῃς ἐμοὺς λόγους.
μακρὰν ποίησον ἀπʼ αὐτῆς σὴν ὁδόν, μὴ ἐγγίσῃς πρὸς θύραις οἴκων αὐτῆς·
ἵνα μὴ πρόῃ ἄλλοις ζωήν σου, καὶ σὸν βίον ἀνελεήμοσιν·
U+05D0A 24 μακραν απο σου U+05D0 | απωσον A 26 τροχειας B* (-χιας BᵇU+05D0A) item 27 b 27a αι εξ] om αι U+05D0 27 b ποριας U+05D0Α | προαξαι A V 1 παρα- βαλε U+05D0 2 αισθησιν U+05D0c.a (αισθησις U+05D0*(vid) c.b) A | εντελλομαι U+05D0c.a (εν- τελλεται U+05D0*(vid) A 4 μεντοι] δε A 5 καταγουσι A 6 τροχειαι B* (-χιαι BᵇU+05D0A) | εγνωστοι A 7 ακυρους] μακρυνης U+05D0* (ακ. U+05D0c.a et c.c) | ποιησαι U+05D01?a? (-σης U+05D0*) 8 μη] pr ӄ U+05D0c.a | προς θυραις] προθυροις A 9 ανελαιημοσι U+05D0
ἵνα μὴ πλησθῶσιν ἀλλότριοι σῆς ἰσχύος, οἱ δὲ σοὶ πόνοι εἰς οἴκους ἀλλοτρίων ἔλθωσιν·
καὶ μεταμεληθήσῃ ἐπʼ ἐσχάτων, ἡνίκα ἂν κατατριβῶσιν σάρκες σώματός σου,
καὶ ἐρεῖς Πῶς ἐμίσησα παιδείαν, καὶ ἐλέγχους ἐξέκλινεν ἡ καρδία μου·
οὐκ ἤκουον φωνὴν παιδεύοντός με καὶ διδάσκοντός με. οὐδὲ παρέβαλλον τὸ οὖς μου·
παρʼ ὀλίγον ἐγενόμην ἐν παντὶ κακῷ ἐν μέσῳ ἐκκλησίας καὶ συναγωγῆς.
πῖνε ὕδατα ἀπὸ σῶν ἀγγείων καὶ ἀπὸ σῶν φρεάτων πηγῆς.
μὴ ὑπερεκχείσθω σοι ὕδατα ἐκ τῆς σῆς πηγῆς. εἰς δὲ σὰς πλατείας διαπορευέσθω τὰ σὰ ὕδατα·
ἔστω σοι μόνα ὑπάρχοντα. καὶ μηδεὶς ἀλλότριος μετασχέτω σοι·
ἡ πηγή σου τοῦ ὕδατος ἔστω σοι ἰδία, καὶ συνευφραίνου μετὰ γυναικὸς τῆς ἐκ νεότητός σου.
ἔλαφος φιλίας καὶ πῶλος σῶν χαρίτων ὁμιλείτω σοι, ἡ δὲ ἰδία ἡγείσθω σου καὶ συνέστω σοι ἐν παντὶ καιρῷ ἐν γὰρ τῇ ταύτης φιλίᾳ συνπεριφερόμενος πολλοστὸς ἔσῃ.
μὴ πολὺς ἴσθι πρὸς ἀλλοτρίαν. μηδὲ συνέρχου ἀγκάλαις τῆς μὴ ἰδίας·
ἐνώπιον γάρ εἰσιν τῶν τοῦ θεοῦ ὀφθαλμῶν ὁδοὶ ἀνδρός, εἰς δὲ πάσας τὰς τροχιὰς αὐτοῦ σκοπεύει.
παρανομίαι ἄνδρα ἀγρεύουσιν, σειραῖς δὲ τῶν ἑαυτοῦ ἁμαρτιῶν ἕκαστος σφίγγεται
οὗτος τελευτῷ μετὰ ἀπαιδεύτων, ἐκ δὲ πλήθους τῆς ἑαυτοῦ βιότητος ἐξερίφη καὶ ἀπώλετο δι᾿ ἀφροσύνην.
10 om μη A | ελθωσιν] εισελθωσιν A 11 μεταμεληθηση (μεταμελεηθ. U+05D0A U+05D0* μεταμεληθ. U+05D0¹)] pr μη A | εσχατων] + σου U+05D0c.a 12 παιδιαν U+05D0A 13 παρεβαλον U+05D0 14 κακω] καιρω U+05D0* (κακω U+05D0¹) + μου A 15 αγγειων] αγιων U+05D0* αγγιων U+05D0c.a A 16 om μη U+05D0?A | υδατα 1⁰] pr τα A 17 μονω U+05D0A 19 ιδια] ηδια U+05D0* (ιδ. U+05D0c.a) pr vid φιλια U+05D0c.a ᵐᵍ (φιλη U+05D0c.a fort) | τη ταυτης] ταυτη τη A | συμπεοιφερομενος Bᵇ 20 ισθι] ησθι A | προς] pr μη U+05D0* (om μη U+05D0?) | συνερχου] συνεχου U+05D0A | της μη ιδιας] ταις μη ιδιαις A 21 πασας τας] σας A | τροχειας B*A (-χιας BᵇU+05D0) | αυτου] αυτους A 22 εκαστος των εαυτου αμ. U+05D0 23 ουτος] ος Α* (ουτος Αa) | δι] δια U+05D0Α
B
Υἱέ, ἐὰν ἐγγυήσῃ σὸν φίλον, παραδώσεις σὴν χεῖρα ἐχθρῷ.
παγὶς γὰρ ἰσχυρὰ ἀνδρὶ τὰ ἴδια χείλη, καὶ ἁλίσκεται χείλεσιν ἰδίου στόματος.
ποίει, υἱέ, ἃ ἐγὼ σοι ἐντέλλομαι, καὶ σώζου· ἥκεις γὰρ εἰς χεῖρας κακῶν διὰ σὸν φίλον· ἴσθι μὴ ἐκλυόμενος, παρόξυνε δὲ καὶ τὸν φίλον σου ὃν ἐνεγυήσω.
μὴ δῷς ὕπνον σοῖς ὄμμασιν, μηδέ ἐπινυστάξῃς σοῖς βλεφάροις.
ἵνα σώζῃ ὥσπερ δορκὰς ἐκ βρόχων καὶ ὥσπερ ὄρνεον ἐκ παγίδος.
Ἴοθι πρὸς τὸν μύρμηκα, ὦ ὀκνηρέ, καὶ ζήλωσον ἰδὼν τὰς ὁδοὺς αὐτοῦ, καὶ γενοῦ ἐκείνου σοφώτερος·
ἐκείνῳ γὰρ γεωργίου μὴ ὑπάρχοντος, μηδέ τὸν ἀναγκάζοντα ἔχων μηδὲ ὑπὸ δεσπότην ὤν,
ἑτοιμάζεται θέρους τὴν τροφήν, πολλήν τε ἐν τῷ ἀμήτῳ ποιεῖται τὴν παράθεσιν.
aἢ πορεύθητι πρὸς τὴν μέλισσαν καὶ μάθε ὡς ἐργάτις ἐστιν, τήν τε ἐργασίαν ὡς σεμνὴν ποιεῖται·
ᵇἧς τοὺς πόνους βασιλεῖς καὶ ἰδιῶται πρὸς ὑγείαν προσφέρονται, ποθεινὴ δέ ἐστιν πᾶσιν καὶ ἐπίδοξος·
καίπερ οὖσα τῇ ῥώμῃ ἀσθενής, τὴν σοφίαν τιμήσασα προήχθη.
ἕως τίνος, ὀκνηρέ, κατάκεισαι ; πότε δὲ ἐξ ὕπνου ἐγερθήσῃ
ὀλίγον μέν ὑπνοῖς, ὀλίγον δὲ κάθησαι, μικρὸν δέ νυστάζεις, ὀλίγον δὲ ἐναγκαλίζῃ χερσὶν στήθη·
εἶτ᾿ ἐνπαραγίνεταί σοι ὥσπερ κακὸς ὁδοιπόρος ἡ πενία, U+05D0Α VI 1 εγγυη A | χειρας A 2 τα ιδια χειλη ανδρι A 3 εκ- λυομενος] ειλυομ. B* fort | φιλον σου] σον φιλον U+05D0 | ενεγυησω B* U+05D0A] ενη- γυησω Bᵃᵇ vid 6 ισθι B* U+05D0A¹] ιθι BᵃᵇA* 7 εκεινου U+05D0c.aA | γεωργιου γαρ U+05D0* (γαρ γεωργ. U+05D0c.a) 8 a ως εργατις] ωργατις A 8 b υγειαν U+05D0 (-γιαν B*A)] υγιειαν Bᵃᵇ | προσφερονται] φερονται A 9 υπνου] pr ο U+05D0* (om U+05D01) 11 εμπαραγιν. Bᵇ | om σοι U+05D0 καὶ ἡ ἔνδεια ὥσπερ ἀγαθὸς δρομεύς.
B
ἐὰν δὲ ἄοκνος ᾖς, ἤξει ὥσπερ πηγὴ ὁ ἀμητός σου, ἡ δὲ ἔνδεια ὥσπερ κακὸς δρομεὺς ἀπαυτομολήσει.
Ἀνὴρ ἄφρων καὶ παράνομος πορεύεται ὁδοὺς οὐκ ἀγαθάς·
ὁ δ᾿ αὐτὸς ἐννεύει ὀφθαλμῷ. σημαίνει δὲ ποδί διδάσκει δέ ἐννεύμασιν δακτύλων·
διεστραμμένῃ καρδίᾳ τεκταίνεται κακὰ ἐν παντὶ καιρῷ· ὁ τοιοῦτος ταραχὰς συνίστησιν πόλει.
διὰ τοῦτο ἐξαπίνης ἔρχεται ἡ ἀπώλεια αὐτοῦ. διακοπὴ καὶ συντριβὴ ἀνίατος·
ὅτι χαίρει πᾶσιν οἷς μισεῖ ὁ θεός, συντρίβεται δὲ δι᾿ ἀκαθαρσίαν ψυχῆς·
ὀφθαλμὸς ὑβριστοῦ, γλῶσσα ἄδικος, χεῖρες ἐκχέουσαι αἷμα δικαίου,
καὶ καρδία τεκταινομένη λογισμοὺς κακούς, καὶ πόδες ἐπισπεύδοντες κακοποιεῖν.
ἐκκαίει ψευδῆ μάρτυς ἄδικος, καὶ ἐπιπέμπει κρίσεις ἀνὰ μέσον ἀδελφῶν.
Υἱέ, φύλασσε νόμους πατρός σου, καὶ μὴ ἀπώσῃ θεσμοὺς μητρός σου·
ἄφαψαι δέ αὐτοὺς ἐπὶ σῇ ψυχῇ διὰ παντός, καὶ ἐνκλοίωσαι ἐπὶ σῷ τραχήλῳ.
ἡνίκα ἂν περιπατῇς ἐπάγου αὐτὴν καὶ μετὰ σοῦ ἔστω· ὡς δʼ ἂν καθεύδῃς φυλασσέτω σε, ἴνα ἐγειρομένῳ συλλαλῇ σοι.
ὅτι λύχνος ἐντολὴ νόμου. καὶ φῶς ὁδὸς ζωῆς καὶ ἔλεγχος καὶ παιδεία,
11 a ηξει] pr ω U+05D0* (om ω U+05D0¹ ras U+05D0?) + σοι A | σου] σοι U+05D0 | δρομευς] ανηρ U+05D0A A | απαυτομολησει] απαυτομολογησει U+05D0* (om ογ U+05D0¹ (vid)) αυτομολησει A 13 εννευμασι U+05D0 | δακτυλων sup ras Aᵃ? 14 διεστραμμενη] + δε U+05D0A τεκταινεται] κατασκευαζει Bᵃ? ᵐᵍ | εν παντι καιρω c seqq coniung A 15 δια] | + δε BᵃᵇU+05D0c.aA | απωλια U+05D0 | διακοπη] + δε 16 θεος] κς U+05D0A | συντρι- βεται B (συντρειβ.) U+05D0c.aA] συντριβη U+05D0* | δι] δια A 17 δικαιου] δικαιον U+05D0c.aA 18 επιδπευδοντες A*vid (επισπ. Aᵃ?) 19 κρισις BU+05D0A | αδελφοθ U+05D0* (-φων U+05D0¹) 20 φυλασσε υιε A 21 αηφασψαι U+05D0* (αφαψ. U+05D0¹) | αυτους BU+05D0c.aA] αυτας U+05D0* | εγκλοιωσαι BᵃᵇA (-σε) | επι 2⁰] περι U+05D0c.aA 22 αν 1⁰] εαν U+05D0 | συλλαλη] συνλαλη U+05D0 συλλαλησω A 23 και φως c praec coniung A | οδος] pr και U+05D0c.aA | om και 2⁰ BcU+05D0A | παιδια U+05D0A B
τοῦ διαφυλάσσειν σε ἀπὸ γυναικὸς ὑπάνδρου καὶ ἀπὸ διαβολῆς γλώσσης ἀλλοτρίας.
μή σε νικήσῃ κάλλους ἐπιθυμία, μηδὲ ἀγρευθῇς σοῖς ὀφθαλμοῖς, μηδέ συναρπασθῇς ἀπὸ τῶν αὐτῆς βλεφάρων.
τιμὴ γὰρ πόρνης ὅση καὶ ἑνὸς ἄρτου, γυνὴ δὲ ἀνδρῶν τιμίας ψυχὰς ἀγρεύει.
ἀποδήσει τις πῦρ ἐν κόλπῳ, τὰ δέ ἱμάτια οὐ κατακαύσει;
ἢ περιπατήσει τις ἐπʼ ἀνθράκων πυρός, τοὺς δὲ πόδας οὐ κατακαύσει
οὕτως ὁ εἰσελθὼν πρὸς γυναῖκα ὕπανδρον· οὐκ ἀθῳωθήσεται, οὐδὲ πᾶς ὁ ἁπτόμενος αὐτῆς.
οὐ θαυμαστὸν ἐὰν ἁλῷ τις κλέπτων, κλέπτει γὰρ ἵνα ἐμπλήσῃ τὴν ψυχὴν πεινῶν·
ἐὰν δὲ ἁλῷ, ἀποτίσει ἑπταπλάσια, καὶ πάντα τὰ ὑπάρχοντα αὐτοῦ δοὺς ῥύσεται ἑαυτόν·
ὁ δὲ μοιχὸς δι᾿ ἔνδειαν φρενῶν ἀπώλειαν τῇ ψυχῇ αὐτοῦ περιποιεῖται,
ὀδύνας τε καὶ ἀτιμίας ὑποφέρει· τὸ δὲ ὄνειδος αὐτοῦ οὐκ ἐξαλειφθήσεται εἰς τὸν αἰῶνα.
μεστὸς γὰρ ζήλου θυμὸς ἀνδρὸς αὐτῆς, οὐ φείσεται ἐν ἡμέρᾳ κρίσεως·
οὐκ ἀνταλλάξεται οὐδενὸς λύτρου τὴν ἔχθραν, οὐδὲ μὴ διαλυθῇ πολλῶν δώρων.
Υἱέ, φύλασσε ἐμοὺς λόγους, τὰς δὲ ἐμὰς ἐντολὰς κρύψον παρὰ σεαυτῷ·
aυἱέ, τίμα τὸν κύριον καὶ ἰσχύσεις, πλὴν δὲ αὐτοῦ μὴ φοβοῦ ἄλλον.
φύλαξον ἐμὰς ἐντολὰς καὶ βιώσεις, τοὺς δὲ ἐμοὺς λόγους ὥσπερ κόρας ὀμμάτων·
περίθου δὲ αὐτοὺς σοῖς δακτύλοις, U+05D0Α 24 διαφυλασσειν BU+05D0c.aA] φυλασσειν | αλοτριας U+05D0 25 συναρ- πασης A 27 om ου U+05D0* (superscr U+05D0¹) 29 αθοωθησεται B*U+05D0A (αθωωθ. Bᵃ?ᵇ) 30 εμπλησει A | την ψυχην] om την U+05D0c.aA | πεινων] πινωσαν Α 32 απωλιαν U+05D0 33 εφξαλιφθησεται U+05D0 (improb φ U+05D0¹) 34 om μεστος... αυτης U+05D0 35 αταλλαξεται U+05D0* (αντ. U+05D0c.a) | διαλυθη] δια A VII 1 υιε] + μου U+05D0* (om U+05D0¹) 2 λογους εμους U+05D0* (εμ. λογ. U+05D0c.a) 3 περιθου] περι U+05D0* (περιθου U+05D0c.a) | om δε 1° A | αυτοις A ἐπίγραψον δὲ ἐπὶ τὸ πλάτος τῆς καρδίας σου.
B
εἰπὸν τὴν σοφίαν σὴν ἀδελφὴν εἶναι, τὴν δὲ φρόνησιν γνώριμον περιποίησαι σεαυτῷ,
ἵνα σε τηρήσῃ ἀπὸ γυναικὸς ἀλλοτρίας καὶ πονηρᾶς, ἐάν σε λόγοις τοῖς πρὸς χάριν ἐμβάληται.
ἀπὸ γὰρ θυρίδος ἐκ τοῦ οἴκου αὐτῆς εἰς τὰς πλατείας παρακύπτουσα,
ὃν ἂν ἴδῃ τῶν ἀφρόνων τέκνων νεανίαν ἐνδεῆ φρενῶν,
παραπορευόμενον παρὰ γωνίαν ἐν διόδοις οἴκων αὐτῆς καὶ λαλοῦντα
ἐν σκότει ἑσπερινῷ,
ἡ δὲ γυνὴ συναντᾷ αὐτῷ, εἶδος ἔχουσα πορνικόν. ἡνίκα ἂν ἡσυχία νυκτερινὴ καὶ γνοφώδης, ἣ ποιεῖ νέων ἐξίπτασθαι καρδίας.
ἀνεπτερωμένη δέ ἐστιν καὶ ἄσωτος, ἐν οἴκῳ δὲ οὐχ ἡσυχάζουσιν οἱ πόδες αὐτῆς·
χρόνον γὰρ τινα ἔξω ῥέμβεται, χρόνον δὲ ἐν πλατείαις παρὰ πᾶσαν γωνίαν ἐνεδρεύει.
εἶτα ἐπιλαβομένη ἐφίλησεν αὐτόν, ἀναιδεῖ δὲ προσώπῳ προσεῖπεν αὐτῷ
Θυσία εἰρηνική μοί ἐστιν· σήμερον ἀποδίδωμι τὰς εὐχάς μου·
ἕνεκα τούτου ἐξῆλθον εἰς ὑπάντησίν σοι, ποθοῦσα τὸ σὸν πρόσωπον, εὕρηκά σε.
κειρία τέτακα τὴν κλίνην μου, ἀμφιτάποις δὲ ἔστρωκα τοῖς ἀπʼ Αἰγύπτου·
διέρραγκα τὴν κοίτην μου κρόκῳ, ἐλθὲ καὶ ἀπολαύσωμεν φίλας ἔρωτι. ὄρθρου, τὸν δὲ οἶκόν μου κινναμώμῳ δεῦρο καὶ ἐνκυλισθῶμεν ἔρωτι.
οὐ γὰρ πάρεστιν ὁ ἀνήρ μου ἐν οἴκῳ, πεπόρευται δὲ ὁδὸν μακράν,
3 πλατος] πλαθος U+05D0* (πλατ. U+05D0c.a) 4 τη σοφια U+05D0* (την σοφιαν U+05D01(vid) U+05D0A 9 ενσπερινω U+05D0 | νυκτερινη] + η U+05D0Α | γνοφωδης] γνοφος A 10 η 1°] ει U+05D0* (η U+05D01) 13 om δι U+05D0 | ειπεν U+05D0* (προσειπεν U+05D0c.a) 14 ειρηνικοι U+05D0* (-κη U+05D01) 15 υπαντησιν] συναντησιν BᵃᵇU+05D0A | σοι] μου A 16 κειρια Bᵇ (κειρεια B* κιρια U+05D0*)] κιριαις U+05D0c.a κηριοις A 17 διερραγκα Bᵃᵇ (-νκα B*) A] διερρακα U+05D0 | κροκω B*vidU+05D0c.aA] κροκινω B? (ινω sup ras) U+05D0* 18 ορθου U+05D0 | εγκυ- λισθωμεν BᵃᵇA Β
ἔνδεσμον ἀργυρίου λαβὼν ἐν χειρὶ αὐτοῦ, δἰ ἡμερῶν πολλῶν ἐπανήξει εἰς τὸν οἶκον αὐτοῦ.
ἀπεπλάνησεν δὲ αὐτὸν πολλῇ ὁμιλίᾳ, βρόχοις τε τοῖς ἀπὸ χειλέων ἐξώκειλεν αὐτόν·
ὁ δὲ ἐπηκολούθησεν αὐτῇ κεπφωθείς, ὥσπερ δὲ βοῦς ἐπὶ σφαγὴν ἄγεται, καὶ ὥσπερ κύων ἐπὶ δεσμούς,
ἡ ὡς ἔλαφος τοξεύματι πεπληγὼς εἰς τὸ ἧπαρ· σπεύδει δὲ ὥσπερ ὄρνεον εἰς παγίδα, οὐκ εἰδὼς ὅτι περὶ ψυχῆς τρέχει.
νῦν οὗν, υἱέ, ἄκουέ μου, καὶ πρόσεχε ῥήμασιν στόματός μου.
μὴ ἐκκλινάτω εἰς τὰς ὁδοὺς αὐτῆς ἡ καρδία σου·
πολλοὺς γὰρ τρώσασα καταβέβληκεν, καὶ ἀναρίθμητοί εἰσιν οὓς πεφόνευκεν·
ὁδοὶ ᾅδου ὁ οἶκος αὐτῆς. κατάγουσαι εἰς τὰ ταμεῖα τοῦ θανάτου.
Σὺ τὴν σοφίαν κηρύξεις, ἵνα φρόνησίς σοι ὑπακούσῃ.
ἐπὶ γὰρ τῶν ὑψηλῶν ἄκρων ἐστιν, ἀνὰ μέσον δὲ τῶν τρίβων ἕστηκεν·
παρὰ γὰρ πύλαις δυναστῶν παρεδρεύει, ἐν δὲ εἰσόδοις ὑμνεῖται
Ὑμᾶς, ὦ ἄνθρωποι, παρακαλῶ, καὶ προίεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων.
νοήσατε, ἄκακοι, πανουργίαν, οἱ δὲ ἀπαίδευτοι, ἔνθεσθε καρδίαν.
εἰσακούσατέ μου· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίσω ἀπὸ χειλέων ὀρθά.
ὅτι ἀλήθειαν μελετήσει ὁ φάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ·
μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιὸν οὐδὲ στραγγαλῶδες·
U+05D0A 21 τοις] των U+05D0 22 κεφφωθεις A 23 om δε U+05D0* (hab U+05D0c.a) 24 ρημασιν] ρησιν A 25 om εις τας οδους U+05D0* (hab U+05D0c.a) | σου] +και μη πλανηθης εν ατραποις αυτης U+05D0c.aA 27 εις] pr τα U+05D0* (om U+05D01) | τα ταμεια] om τα U+05D0c.aA | ταμιεια A | του θανατου] om του U+05D0c.a vid VIII 2 αναβμεσον U+05D0* (om β U+05D01c.a) 3 δυνατων U+05D0* (δυναστ. U+05D01) 6 σεμνα] πολλα U+05D0* (σεμνα U+05D0c.a) | ανοισω] ανοιγω A 8 ς πανια τα ρημα sup ras Bᵃᵇ | ρηματα] κρiματα A | μου] σου U+05D0* (μου U+05D01) | στραγγαλιωδες U+05D0c.a
πάντα ἐνώπια τοῖς συνιοῦσιν, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι B γνῶσιν.
λάβετε παιδείαν καὶ μὴ ἀργύριον, καὶ γνῶσιν ὑπέρ χρυσίον δεδοκιμασμένον·
κρείσσων γὰρ σοφία λίθων πολυτελῶν, ᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν.
ἐγὼ ἡ σοφία κατεσκήνωσα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην· κρείσσων γὰρ σοφία λίθων πολυτελῶν.
φόβος Κυρίου μισεῖ ἀδικίαν, ὕβριν τε καὶ ὑπερηφανίαν καὶ ὁδοὺς πονηρῶν· μεμίσηκα δὲ ἐγὼ διεστραμμένας ὁδοὺς κακῶν.
ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις. ἐμὴ δὲ ἰσχύς·
δἰ ἐμοῦ βασιλεῖς βασιλεύουσιν, καὶ οἱ δυνάσται γράφουσιν δικαιοσύνην·
εἰ ἐμοῦ μεγιστᾶνες μεγαλύνονται, καὶ τύραννοι δἰ ἐμοῦ κρατοῦσι γῆς
ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμέ ζητοῦντες εὑρήσουσιν.
πλοῦτος καὶ δόξα ἐμοὶ ὑπάρχει, καὶ κτῆσις πολλῶν καὶ δικαιοσύνη.
βέλτιον ἐμέ καρπίζεσθαι ὑπέρ χρυσίον καὶ λίθον τίμιον. τὰ δὲ ἐμὰ γενήματα κρείσσω ἀργυρίου ἐκλεκτοῦ.
ἐν ὁδοῖς δικαιοσύνης περιπατῶ, καὶ ἀνὰ μέσον τρίβων δικαιώματος ἀναστρέφομαι,
ἵνα μερίσω τοῖς ἐμέ ἀγαπῶσιν ὕπαρξιν, καὶ τοὺς θησαυροὺς αὐτῶν ἐμπλήσω ἀγαθῶν.
aἐὰν ἀναγγείλω ὑμῖν τὰ καθʼ ἡμέραν γινόμενα. μνημονεύσω τὰ ἐξ αἰῶνος ἀριθμῆσαι.
9 ευρισκουσιν U+05D0 10 παιδιαν A | δεδοκιμασμενον] + αντερεισθαι δε U+05D0A αισθησει χρυσιου καθαρου Bᵇ⁽vid)mg inf ανταναιρεισθαι εσθησιν χρυσιου και ργυριου A 12 κρεισσων... πολυτελων unc incl Bᵃ om U+05D0A (hab B*c) 13 αδικιαν] αδικ sup ras Bc vid | υπερηφανιαν υβριν τε και αδικιαν U+05D0* (αδ.υβριν τε και υπ. U+05D0c.a) 14 ασφαλια U+05D0Α 15 γραφουσιν] γαρ αφουσιν A 17 φιλουντας] ζητουντας U+05D0* (φιλ. U+05D0¹) | ευρησουσιν] χαριν U+05D0c.aA 18 κτη- σεις A 19 τιμιον] + πολυν A | κρεισσω] κρισσων U+05D0 κρισσον A 20 τρι- βων] οδων U+05D0* (τριβ. U+05D0c.a ᵐᵍ) | δικαιωματος] κ δικοσυνης U+05D0c.a mg δικαιοσυνς· A 21 θυσαυρους B B
Κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ,
πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέν με ἐν ἀρχῇ,
πρὸ τοῦ τὴν γῆν ποιῆσαι καὶ πρὸ τοῦ τὰς ἀβύσσους ποιῆσαι, πρὸ τοῦ προελθεῖν τὰς πηγὰς τῶν ὑδάτων,
πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ δέ πάντων βουνῶν γεννᾶ με.
Κύριος ἐποίησεν χώρας καὶ ἀοικήτους καὶ ἄκρα οἰκούμενα τῆς ὑπʼ οὐρανῶν.
ἡνίκα ἡτοίμαζεν τὸν οὐρανόν, συνπαρήμην αὐτῴ, καὶ ὅτε ἀφώριζεν τὸν ἑαυτοῦ θρόνον ἐπʼ ἀνέμων·
καὶ ὡς ἰσχυρὰ ἐποίει τὰ ἄνω νέφη, καὶ ὡς ἀσφαλεῖς ἐτίθει πηγὰς τῆς ὑπʼ οὐρανόν,
καὶ ὡς ἰσχυρὰ ἐποίει τὰ θεμέλια τῆς γῆς,
ἤμην παρʼ αὐτῷ ἁρμόζουσα· ἐγὼ ἤμην ᾗ προσέχαιρεν. καθʼ ἡμέραν δὲ εὐφραινόμην ἐν προσώπῳ αὐτοῦ ἐν παντὶ καιρῷ,
ὅτε ἐνευφραίνετο τὴν οἰκουμένην συντελέσας, καὶ εὐφραίνετο ἐν υἱοῖς ἀνθρώπων.
νῦν οὗν, υἱέ, ἄκουέ μου.
μακάριος ἀνὴρ ὃς εἰσακούσεταί μου, καὶ ἄνθρωπος ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. ἀγρυπνῶν ἐπʼ ἐμαῖς θύραις καθʼ ἡμέραν, τηρῶν σταθμοὺς ἐμῶν εἰσόδων.
αἱ γὰρ ἔξοδοί μου ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου.
οἱ δὲ εἰς ἐμέ ἁμαρτάνοντες ἀσεβοῦσιν τὰς ἑαυτῶν ψυχάς. καὶ οἱ μισοῦντές με ἀγαπῶσιν θάνατον.
U+05D0A 23 om εν αρχη A 25 ορη] ο sup ras Aᵃ | εδρασθηναι] + και πλασθηναι την γην U+05D0 26 υπ ουρανων] υπο τον ουρανον U+05D0* υπ ουρανον U+05D0c.aA 27 συμπαρημην Bᵇ 28 και ως (1°)] ηνικα U+05D0A | ουρανον] + εν τω τιθεναι αυτον τη θαλασση ακριβασμον αυτου | και υδατα ου παρελευσονται στοματος αυτου U+05D0c.aA 29 om ως U+05D0A | θεμελια] θεληματα A* (improb Aᵃ) 31 ενευφραινετο] ηυφραινετο A | ευφραινετο] ενηυφραινετο A 32 αυν υιε ακο sup ras B¹?ᵃ? | μου] μακαριοι οι οδους μου φυλασσοντες· (33) ακου- σαται παιδιαν και σοφισθηται και μη αποφραγηται U+05D0c.a—και μακαριοι οι οδ. μ. φυλασσοντες (33) ακουσατε σοφιαν και σοφισθητε και μη αποφραγητε A 34 θυραις καθ ημεραν] θυραν U+05D0* (θυραις κ. η. U+05D0c.a) 36 αμαρτανοντες εις εμε U+05D0 | ασεβουσιν] + εις U+05D0c.aA | om με U+05D0 (hab U+05D0c.a)
Ἡ σοφία οἰκοδόμησεν ἑαυτῇ οἶκον, B καὶ ὑπήρεισεν στύλους ἑπτά·
ἔσφαξεν τὰ ἑαυτῆς θύματα, ἐκέρασεν εἰς κρατῆρα τὸν ἑαυτῆς οἶνον, καὶ ἡτοιμάσατο τὴν ἑαυτῆς τράπεζαν·
ἀπέστειλεν τοὺς ἑαυτῆς δούλους, συγκαλοῦσα μετὰ ὑψηλοῦ κηρύγματος ἐπὶ κρατῆρα, λέγουσα
Ὅς ἐστιν ἄφρων, ἐκκλινάτω πρὸς μέ· καὶ τοῖς ἐνδεέσι φρενῶν εἶπεν
Ἔλθατε, φάγετε τῶν ἐμῶν ἄρτων, καὶ πίετε οἶνον ὃν ἐκέρασα ὑμῖν·
ἀπολείπετε ἀφροσύνην, ἵνα εἰς τὸν αἰῶνα βασιλεύσητε, καὶ ζητήσατε φρόνησιν, καὶ κατορθώσατε ἐν γνώσει σύνεσιν.
Ὁ παιδεύων κακοὺς λήμψεται ἑαυτῷ ἀτιμίαν· ἐλέγχων δὲ τὸν ἀσεβῆ μωμήσεται ἑαυτόν.
μὴ ἔλεγχε κακούς, ἵνα μὴ μισῶσίν σε· ἔλεγχε σοφόν, καὶ ἀγαπήσει σε.
δίδου σοφῷ ἀφορμήν, καὶ σοφώτερος ἔσται· γνώριζε δικαίῳ, καὶ προσθήσει τοῦ δέχεσθαι.
ἀρχὴ σοφίας φόβος Κυρίου, καὶ βουλὴ ἁγίων σύνεσις· τὸ γὰρ γνῶναι νόμον διανοίας ἐστὶν ἀγαθῆς.
τούτῳ γὰρ τῷ τρόπῳ πολὺν ζήσεις χρόνον, καὶ προστεθήσεταί σοι ἔτη ζωῆς σου.
υἱέ, ἐὰν σοφὸς γένῃ σεαυτῷ, σοφὸς ἔσῃ καὶ τοῖς πλησίον· ἐὰν δὲ κακὸς ἀποβῇς, μόνος ἂν ἀντλήσεις κακά.
aὃς ἐρείδεται ἐπὶ ψεύδεσιν, οὗτος ποιμαίνει ἀνέμους. ὁ δʼ αὐτὸς διώξεται ὄρνεα πετόμενα·
ᵇἀπέλιπεν γὰρ ὁδοὺς τοῦ ἑαυτοῦ ἀμπελῶνος, τοὺς δὲ ἄξονας τοῦ ἰδίου γεωργίου πεπλάνηται·
IX 1 ωκοδομησεν U+05D0A 3 συνκαλουσα U+05D0 5 ελθετε U+05D0 6 ινα... U+05D0A βασιλευσητε] ινα ζησεσθαι U+05D0c.a | φρονησιν] + ινα βιωσηται U+05D0c.aA 7 μωμη- σεται εαυτον] μωμησετε αυτον U+05D0 8 μισησωσιν Bᵇ | σε 2°] + ασοφον ӄ μισησι σε U+05D0c.a + ασ. και μισησει σε A 9 γνωριζε] + δι A 10 βου- λημα B (βουλη U+05D0c.a) | γαρ] δε U+05D0c.aA 11 ζησεις] ζηση A | om σου A 12 εαν 1°] εα A* (εαν Aᵃ?) | τοις πλησιον] τω πλ. A | om αποβης U+05D0* (hab U+05D0c.a) | om αν U+05D0 | αντλησης Bᵃᵇ 12 a ποιμανει B (ποιμαινει U+05D0c.a) A | om ο δ αυτος διωξεται ορνεα πετομενα U+05D0 12 b απελειπεν A B
διαπορεύεται δὲ δἱ ἀνύδρου ἐρήμου καὶ γῆν διατεταγμένην ἐν διψώδεσιν, συνάγει δέ χερσὶν ἀκαρπίαν.
Γυνὴ ἄφρων καὶ θρασεῖα ἐνδεὴς ψωμοῦ γίνεται, ἣ οὐκ ἐπίσταται αἰσχύνην·
ἐκάθισεν ἐπὶ θύραις τοῦ ἑαυτῆς οἴκου ἐπὶ δίφρου, ἐμφανῶς ἐν πλατείαις
προσκαλουμένη τοὺς παριόντας καὶ κατευθύνοντας ἐν ταῖς ὁδοῖς αὐτῶν
Ὅs ἐστιν ὑμῶν ἀφρονέστατος, ἐκκλινάτω πρὸς μέ· ἐνδεέσι δέ φρονήσεως παρακελεύομαι λέγουσα
Ἄρτων κρυφίων ἡδέως ἅψασθε, καὶ ὕδατος κλοπῆς γλυκεροῦ.
ό δὲ οὐκ οἶδεν ὅτι γηγενεῖς παρʼ αὐτῇ ὄλλυνται, καὶ ἐπὶ πέτευρον ἅδου συναντᾷ.
aἀλλὰ ἀποπήδησον, μὴ χρονίσῃς ἐν τῷ τόπῳ, αηδὲ ἐπιστήσῃς τὸ σὸν ὄμμα πρὸς αὐτὴν· οὕτως γὰρ διαβήσῃ ὕδωρ ἀλλότριον·
ᵇἀπὸ δὲ ὕδατος ἀλλοτρίου ἀπόσχου, καὶ ἀπὸ πηγῆς ἀλλοτρίας μὴ πίης.
cἵνᾷ πολὺν ζήσῃς χρόνον, προστεθῇ δέ σοι ἔτη ζωῆς.
Υἱὸς σοφὸς εὐφραίνει πατέρα, υἱὸς δὲ ἄφρων λύπη τῇ μητρί
οὐκ ὠφελήσουσιν θησαυροὶ ἀνόμους, δικαιοσύνη δὲ ῥύσεται ἐκ θανάτου.
οὐ λιμοκτονήσει Κύριος ψυχὴν δικαίαν, ζωὴν δὲ ἀσεβῶν ἀνατρέψει.
πενία ἄνδρα ταπεινοῖ, χεῖρες δὲ ἀνδρείων πλουτίζουσιν.
aυἱὸς πεπαιδευμένος σοφὸς ἔσται, τῷ δὲ ἄφρονι διακόνῳ χρήσεται.
U+05D0A 14 επι διφρου c seqq coniung A | ενφανως A 15 παριοντας] + οδον A 16 αφρων B (αφρονεστατος U+05D0c.a) 17 κλοπης] κοπης A 18 ολλυνται] ολουνται U+05D0c.a | πεταυρον BᵃᵇU+05D0c.a 18 α χρονισης] ενχρονισης A | τοπω] αυτης U+05D0c.a | επιστησης] επιστης A | διαβησεται U+05D0* (διαβηση U+05D0c.a) | αλλοτριον] +και υπερβηση ποταμον αλλοτριον U+05D0c.aA 18 ο ζηση A | δε σοι] σοι δε U+05D0 Χ 1 τη μητρι] om τη U+05D0 3 δικαιω U+05D0 (δικαιαν U+05D0c.a) 4 a σοφὸς πεπαιδευμενος U+05D0
διεσώθη ἀπὸ καύματος υἱὸς νοήμων, B ἀνεμόφθορος δὲ γίνεται ἐν ἀμήτῳ υἱὸς παράνομος.
εὐλογία Κυρίου ἐπὶ κεφαλὴν δικαίου, στόμα δὲ ἀσεβῶν καλύψει πένθος ἄωρον.
μνήμη δικαίων μετʼ ἐγκωμίων, ὄνομα δὲ ἀσεβοῦς σβέννυται.
σοφὸς καρδίᾳ δέξεται ἐντολάς, ὁ δὲ ἄστεγος χείλεσιν σκολιάζων ὑποσκελισθήσεται.
ὃς πορεύεται ἁπλῶς, πορεύεται πεποιθώς· ὁ δὲ διαστρέφων τὰς ὁδοὺς αὐτοῦ γνωσθήσεται.
ὁ ἐννεύων ὀφθαλμοῖς μετὰ δόλου συνάγει ἀνδράσι λύπας, ὁ δὲ ἐλέγχων μετὰ παρρησίας εἰρηνοποιεῖ.
πηγὴ ζωῆς ἐν χειρὶ δικαίου, στόμα δὲ ἀσεβοῦς καλύψει ἀπώλεια.
μῖσος ἐγείρει νεῖκος, πάντας δὲ τοὺς μὴ φιλονεικοῦντας καλύπτει φιλία·
ῥάβδῳ τύπτει ἄνδρα ἀκάρδιον.
σοφοὶ κρύψουσιν αἴσθησιν, στόμα δὲ προπετοῦς ἐγγίζει συντριβῇ.
κτῆσις πλουσίων πόλις ὀχυρά, συντριβὴ δὲ ἀσεβῶν πενία.
ἔργα δικαίων ζωὴν ποιεῖ, καρποὶ δὲ ἀσεβῶν ἁμαρτίας.
ὁδοὺς δικαίας ζωῆς φυλάσσει παιδεία, παιδεία δὲ ἀνεξέλεγκτος πλανᾶται.
καλύπτουσιν ἔχθραν χείλη δίκαια, οἱ δὲ ἐκφέροντες λοιδορίας ἀφρονέστατοί εἰσιν.
ἐκ πολυλογίας οὐκ ἐκφεύξῃ ἁμαρτίαν, φειδόμενος δὲ χειλέων νοήμων ἔσῃ.
ἄργυρος πεπυρωμένος γλῶσσα δικαίου, καρδία δὲ ἀσεβοῦς ἐκλείψει.
χείλη δικαίων ἐπίσταται ὑψηλά, οἱ δὲ ἄφρονες ἐν ἐνδείᾳ τελευτῶσιν.
6 κεφαλης U+05D0* (-λῆν U+05D0c.a) A 7 ασεβουσβεννυται A 10 οφθαλμω U+05D0 U+05D0A 1 απωλια B*ᵇU+05D0A (-λεια Bᵃ) 12 καλυψει A 13 ραβδω] pr ος εκ χειλεων (χιλ. U+05D0) προφερει σοφιαν U+05D0A | καρδιον U+05D0* (ακ. U+05D0¹) 15 κτι- τις U+05D0* (κτησις U+05D0c.a) κτησεις A 16 αμαρτιαι U+05D0* (-τιας U+05D0c.a ) 17 om U+05D0κοιας U+05D0c.aA | παιδια bis U+05D0A | ανεξελεκτος B* (ανεξελεγκτ. Bᵃᵇ) 19 εκ- U+05D0ευξη αμαρτιαν] εκφευξεται αμαρτια A 20 πεπωρωμενος A 21 om ν U+05D0* (hab U+05D0c.a) | τελευτησωσιν U+05D0* (τελευτωσιν U+05D0c.a) B
εὐλογία Κυρίου ἐπὶ κεφαλὴν δικαίου· αὕτη πλουτίζει, καὶ οὐ μὴ προστεθῇ αὐτῇ λύπη ἐν καρδίᾳ.
ἐν γέλωτι ἄφρων πράσσει κακά, ἡ δὲ σοφία ἀνδρὶ τίκτει φρόνησιν.
ἐν ἀπωλείᾳ ἀσεβὴς περιφέρεται, ἐπιθυμία δὲ δικαίου δεκτή.
παραπορευομένης καταιγίδος ἀφανίζεται ἀσεβής, δίκαιος δὲ ἐκκλίνας σώζεται εἰς τὸν αἰῶνα.
ὥσπερ ὄμφαξ ὀδοῦσι βλαβερὸν καὶ καπνὸς ὄμμασιν, οὕτως παρανομία τοῖς χρωμένοις αὐτὴν.
φόβος Κυρίου προστίθησιν ἡμέρας, ἔτη δὲ ἀσεβῶν ὀλιγωθήσεται.
ἐνχρονίζει δικαίοις εὐφροσύνη, ἐλπὶς δὲ ἀσεβῶν ἀπολεῖται.
ὀχύρωμα ὁσίου φόβος Κυρίου, συντριβὴ δὲ τοῖς ἐργαζομένοις κακά.
δίκαιος τὸν αἰῶνα οὐκ ἐνδώσει, ἀσεβεῖς δὲ οὐκ οἰκήσουσιν γῆν.
στόμα δικαίου ἀποστάζει σοφίαν, γλῶσσα δὲ ἀδίκου ἐξολεῖται.
χείλη ἀνδρῶν δικαίων ἀποστάζει χάριτας, στόμα δὲ ἀσεβῶν ἀποστρέφεται.
ζυγοὶ δόλιοι βδέλυγμα ἐνώπιον Κυρίου, στάθμιον δὲ δίκαιον δεκτὸν αὐτῷ.
οὗ ἐὰν εἰσέλθῃ ὕβρις, ἐκεῖ καὶ ἀτιμία· στόμα δὲ ταπεινῶν μελετᾷ σοφίαν.
ἀποθανὼν δίκαιος ἔλιπεν μετάμελον, πρόχειρος δὲ γίνεται καὶ ἐπίχαρτος ἀσεβῶν ἀπώλεια.
δικαιοσύνη ἀμώμους ὀρθοτομεῖ ὁδούς, ἀσέβεια δὲ περιπίπτει ἀδικίᾳ.
U+05D0A 22 κεφαλης U+05D0A | om αυτη πλουτιζει A 24 απωλια U+05D0Α (πωλια sup ras A¹) | περιφερεται] + δουλευσει δε αφρων φρονιμω A | δεκτη] + καρδια δε ασεβους εκλειψει A 25 om παραπορευομενης...ασεβης U+05D0 (hab U+05D0c.a) | ασεβης] pr ο U+05D0c.aA 26 βλαβερος A | αυτην] αυτη A 28 εγχρονιζει Bᵃᵇ | απολειται] ολλυται U+05D0Α 30 ουκηκουσιν B* ουκ οικησουσιν BᵃᵇA (-σι) ουκηοικησουσιν U+05D0 (om η 1⁰ U+05D0c.a) 32 δικαια U+05D0 (δικαιων U+05D0c.a) | απο- στραφεται U+05D0* (καταστρεφ. U+05D0c.a) X I 2 εαν] αν U+05D0 3 αποθανων] pr τελειοτης ευθειων οδηγησει αυτους| και υποσκελισμος αθετουντων προ- νομευσει αυτους| (4) ουκ ωφελησει υπαρχοντα εν ημερα θυμου] και δικαι- οσυνη ρυσεται απο θανατου| A | ελειπεν A | απωλια U+05D0 5 αμψμου U+05D0A | om ασεβεια...αδικια U+05D0* (hab ασεβια δε περιπιπτι αδικεια U+05D0c. a)
δικαιοσύνη ἀνδρῶν ὀρθῶν ῥύεται αὐτούς, B τῇ δὲ ἀπωλείᾳ αὐτῶν ἁλίσκονται παράνομοι.
τελευτήσαντος ἀνδρὸς δικαίου οὐκ ὄλλυται ἐλπίς, τὸ δὲ καύχημα τῶν ἀσεβῶν ὄλλυται.
δίκαιος ἐκ θήρας ἐκδύνει, ἀντʼ αὐτοῦ δὲ παραδίδοται ὁ ἀσεβής.
ἐν στόματι ἀσεβῶν παγὶς πολίταις, αἴσθησις δὲ δικαίων εὔοδος.
ἐν ἀγαθοῖς δικαίων κατώρθωσεν πόλις,
στόμασιν δὲ ἀσεβῶν κατεσκάφη.
μυκτηρίζει πολίτας ἐνδεὴς φρενῶν, ἀνὴρ δὲ φρόνιμος ἡσυχίαν ἄγει.
ἀνὴρ δίγλωσσος ἀποκαλύπτει βουλὰς ἐν συνεδρίῳ, πιστὸς δὲ πνοῇ κρύπτει πράγματα.
οἷς μὴ ὑπάρχει κυβέρνησις, πίπτουσιν ὥσπερ φύλλα, σωτηρία δὲ ὑπάρχει ἐν πολλῇ βουλῇ.
πονηρὸς κακοποιεῖ ὅταν συνμίξῃ δικαίῳ, μισεῖ δὲ ἦχον ἀσφαλείας.
γυνὴ εὐχάριστος ἐγείρει ἀνδρὶ δόξαν, θρόνος δὲ ἀτιμίας γυνὴ μισοῦσα δίκαια. πλούτου ὀκνηροὶ ἐνδεεῖς γίνονται, οἱ δὲ ἀνδρεῖοι ἐρείδονται πλούτῳ.
τῇ ψυχῇ αὐτοῦ ἀγαθὸν ποιεῖ ἀνὴρ ἐλεήμων, ἐξολλύει δὲ αὐτοῦ σῶμα ὁ ἀνελεήμων.
ἀσεβὴς ποιεῖ ἔργα ἄδικα, σπέρμα δὲ δικαίων μισθὸς ἀληθείας.
υἱὸς δίκαιος γεννᾶται εἰς ζωήν, διωγμὸς δὲ ἀσεβοῦς εἰς θάνατον.
βδέλυγμα Κυρίῳ διεστραμμέναι ὁδοί, προσδεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ταῖς ὁδοῖς αὐτῶν.
6 om δικαιοσυνη...αυτους U+05D0* (hab U+05D0c.a) | ρυσεται U+05D0c.a A | απωλεια BU+05D0* U+05D0A [λια)] ασεβια U+05D0c.a αβουλεια A | om αυτων A U+05D0 εκδυνει] δυνει A 9 ασε- δων] αμαρτων U+05D0* (αμαρτωλων U+05D0c.a) | αισθησεις U+05D0A 10 δικαιων] διων U+05D0* ( δικων U+05D0c.a) | πολις] + και επ απωλεια ασεβων αγαλλιαμα (11) εν ευλογιαις δικαιων υφωθησεται πολις Bᵇ ᵐᵍ sup + και εν απωλια (-λ λεια A) ασ. αγαλλ. (11) εν ευλογια (-γεια A) ευθιων (-θειων A) υψ. πολις U+05D0c.aA 12 ενδεεις A | U+05D0ρονιμος] pr ο U+05D0* (om U+05D0c.a ) 14 φυλλον U+05D0* (φυλλα U+05D0c.a ) | om δε U+05D0* hab U+05D0c.a) 15 συνμειξη B* συμμειξη U+05D0 συμμιξη BᵇA 17 εξολλυει] ξολλυσι U+05D0c.a | αυτου 2⁰] το εαυτου U+05D0c.a B
χειρὶ χεῖρας ἐμβαλὼν ἀδίκως οὐκ ἀτιμώρητος ἔσται, ὁ δὲ σπείρων δικαιοσύνην λήμψεται μισθὸν πιστόν.
ὥσπερ ἐνώτιον ἐν ῥινὶ ὑός, οὕτως γυναικὶ κακόφρονι κάλλος.
ἐπιθυμία δικαίων πᾶσα ἀγαθή, ἐλπὶς δὲ ἀσεβῶν ἀπολεῖται.
εἰσὶν οἳ τὰ ἴδια σπείροντες πλείονα ποιοῦσιν· εἰσὶν καὶ οἳ συνάγοντες ἐλαττονοῦνται.
ψυχὴ εὐλογουμένη πᾶσα ἁπλῆ, ἀνὴρ δὲ θυμώδης οὐκ εὐσχήμων.
ὁ συνέχων σῖτον, ὑπολίποιτο αὐτὸν τοῖς ἔθνεσιν· εὐλογία δὲ εἰς κεφαλὴν τοῦ μεταδιδόντος.
τεκταινόμενος ἀγαθὰ ζητεῖ χάριν ἀγαθήν, ἐκζητοῦντα δὲ κακὰ καταλήμψεται αὐτόν.
ὁ πεποιθὼς ἐπὶ πλούτῳ, οὗτος πεσεῖται, ὁ δὲ ἀντιλαμβανόμενος δικαίων, οὗτος ἀνατελεῖ.
ὁ μὴ συνπεριφερόμενος τῷ ἑαυτοῦ οἴκῳ κληρονομήσει ἄνεμον, δουλεύσει δὲ ἄφρων φρονίμῳ.
ἐκ καρποῦ δικαιοσύνης φύεται δένδρον ζωῆς, ἀφαιροῦνται δὲ ἄωροι ψυχαὶ παρανόμαων.
εἰ ὁ μὲν δίκαιος μόλις σώζεται, ὁ ἀσεβὴς καὶ ἁμαρτωλὸς ποῦ φανεῖται;
ὁ ἀγαπῶν παιδείαν ἀγαπᾷ αἴσθησιν, ὁ δὲ μισῶν ἐλέγχους ἄφρων.
κρείσσων ὁ εὑρὼν χάριν παρὰ Κυρίῳ, ἀνὴρ δὲ παράνομος παρασιωπηθήσεται.
οὐ κατορθώσει ἄνθρωπος ἐξ ἀνόμου, αἱ δὲ ῥίζαι τῶν δικαίων οὐκ ἐξαρθήσονται.
γυνὴ ἀνδρεία στέφανος τῷ ἀνδρὶ αὐτῆς· ὥσπερ δὲ ἐν ξύλῳ σκώληξ, οὕτως ἄνδρα ἀπόλλυσιν γυνὴ κακοποιός.
λογισμοὶ δικαίων κρίματα, κυβερνῶσιν δὲ ἀσεβεῖς δόλους.
U+05D0A 21 χειρας] χειρα U+05D0* (-ρας U+05D0c.a) | πιστων A 22 ενωτιον] +χρυσουν U+05D0c.a | υος] υιος A 24 εισιν 2⁰] +δκ U+05D0c.a | ελαττονουνται (ελατον. U+05D0c .a)] pr τα αλλο- τρια U+05D0c.a 25 ευλογουμενη] ηυλογημενη A 26 υπολειποιτο U+05D0 υπολειπστο A 29 συμπεριφερ. Bᵇ | τω οικω εαυτου U+05D0 31 αμαρτωλος και ασεβης U+05D0 X II 1 παιδιαν U+05D0A 2 παρανομος] παρανο sup ras Bᵃ? 4 απολλυσι U+05D0 5 λογοισμοι U+05D0* (λογισμ. U+05D01(vid)c.a ) | δολους] λογοις U+05D0* (δολους U+05D0c.a )
λόγοι ἀσεβῶν δόλιοι, B στόμα δὲ ὀρθῶν ῥύσεται αὐτούς.
οὗ ἐὰν στραφῇ, ἀσεβὴς ἀφανίζεται, οἶκοι δὲ δικαίων παραμένουσιν.
στόμα συνετοῦ ἐγκωμιάζεται ὑπὸ ἀνδρός, νωθροκάρδιος δὲ μυκτηρίζεται.
κρείσσων ἀνὴρ ἐν ἀτιμίᾳ δουλεύων ἑαυτῷ, ἢ τιμὴν ἑαυτῷ περιτιθεὶς καὶ προσδεόμενος ἄρτου.
δίκαιος οἰκτείρει ψυχὰς κτηνῶν αὐτοῦ. τὰ δὲ σπλάγχνα τῶν ἀσεβῶν ἀνελεήμονα.
ὁ ἐργαζόμενος τὴν ἑαυτοῦ γῆν ἐμπλησθήσεται ἄρτων. οἱ δὲ διώκοντες μάταια ἐνδεεῖς φρενῶν.
a ὅς ἐστιν ἡδὺς ἐν οἴνων διατριβαῖς, ἐν τοῖς ἑαυτοῦ ὀχυρώμασιν καταλείψει ἀτιμίαν.
ἐπιθυμίαι ἀσεβῶν κακαί, αἱ δὲ ῥίζαι τῶν εὐσεβῶν ἐν ὀχυρώμασιν.
δι᾿ ἁμαρτίαν χειλέων ἐμπίπτει εἰς παγίδας ἁμαρτωλός, ἐκφεύγει δὲ ἐξ αὐτῶν δίκαιος.
a ὁ βλέπων λεῖα ἐλεηθήσεται, ὁ δὲ συναντῶν ἐν πύλαις ἐκθλίψει ψυχάς.
ἀπὸ καρπῶν στόματος ψυχὴ ἀνδρὸς πλησθήσεται ἀγαθῶν, ἀνταπόδομα δὲ χειλέων αὐτοῦ δοθήσεται αὐτῷ.
ὁδοὶ ἀφρόνων ὀρθαὶ ἐνώπιον αὐτῶν, εἰσακούει δὲ συμβουλίας σοφός.
ἄφρων αὐθημερὸν ἐξαγγέλλει ὀργὴν αὐτοῦ, κρύπτει δὲ τὴν ἑαυτοῦ ἀτιμίαν πανοῦργος.
ἐπιδεικνυμένην πίστιν ἀπαγγέλλει δίκαιος, ὁ δὲ μάρτυς τῶν ἀδίκων δόλιος.
εἰσὶν οἳ λέγοντες τιτρώσκουσιν μάχαιραι, γλῶσσαι δὲ σοφῶν ἰῶνται.
χείλη ἀληθινὰ κατορθοῖ μαρτυρίαν, μάρτυς δὲ ταχὺς γλῶσσαν ἔχει ἄδικον.
7 ασεβης] pr ο A | αφανιζεται] pr ο U+05D0* (om U+05D01c.a ?) 9 περιθεις U+05D0 U+05D0A αρτων A 10 οικτειρει δικαιος A | αυτου] εαυτου U+05D0* (αυτ. U+05D0c.a ) 11 εμ- πλησθησηται B 11a καταλιψω U+05D0* (-ψει U+05D0¹) | ατιμιαν BU+05D0c.aA] αμαρτιαν U+05D0* 12 ευσεβων] ασεβων B 13 δι] δια U+05D0A | αμαρτιας A | αμαρτωλος] pr ο U+05D0* (om ο U+05D0c.a) | εκφευει U+05D0* (εκφευγ. U+05D0c.a) 14 καρπων] γαρπων A 16 εξ- αγγελει U+05D0 | πανουργος] pr ο U+05D0c.a 18 μαχαιραν A B
δόλος ἐν καρδίᾳ τεκταινομένου κακά, οἱ δὲ βουλόμενοι εἰρήνην εὐφρανθήσονται.
οὐκ ἀρέσει τῷ δικαίῳ οὐδὲν ἄδικον, οἱ δὲ ἀσεβεῖς πλησθήσονται κακῶν.
βδέλυγμα Κυρίῳ χείλη ψευδῆ, ὁ δὲ ποιῶν πίστεις δεκτὸς παρʼ αὐτῷ.
ἀνὴρ συνετὸς θρόνος αἰσθήσεως, καρδία δὲ ἀφρόνων συναντήσεται ἀραῖς.
χεὶρ ἐκλεκτῶν κρατήσει εὐχερῶς, δόλιοι δὲ ἔσονται ἐν προνομῇ.
φοβερὸς λόγος καρδίαν ταράσσει ἀνδρὸς δικαίου, ἀγγελία δὲ ἀγαθὴ εὐφραίνει αὐτόν.
ἐπιγνώμων δίκαιος ἑαυτοῦ φίλος ἔσται, ἁμαρτάνοντας δὲ καταδιώξεται κακά, ἡ δὲ ὁδὸς τῶν ἀσεβῶν πλανήσει αὐτούς.
οὐκ ἐπιτεύξεται δόλιος θήρας, κτῆμα δὲ τίμιον ἀνὴρ καθαρός.
ἐν ὁδοῖς δικαιοσύνης ζωή, ὁδοὶ δὲ μνησικάκων εἰς θάνατον.
Υἱὸς πανοῦργος ὑπήκοος πατρί, υἱὸς δὲ ἀνήκοος ἐν ἀπωλείᾳ.
ἀπὸ καρπῶν δικαιοσύνης φάγεται ἀγαθός, ψυχαὶ δὲ παρανόμων ὀλοῦνται ἄωροι.
ὃς φυλάσσει τὸ ἑαυτοῦ στόμα τηρεῖ τὴν ἑαυτοῦ ψυχήν, ὁ δὲ προπετὴς χείλεσιν πτοήσει ἑαυτόν.
ἐν ἐπιθυμίαις ἐστιν πᾶς ἀεργός, χεῖρες δὲ ἀνδρείων ἐν ἐπιμελείᾳ.
λόγον ἄδικον μισεῖ δίκαιος, ἀσεβὴς δὲ αἰσχύνεται καὶ οὐχ ἕξει παρρησίαν.
εἰσὶν οἱ πλουτίζοντες ἑαυτοὺς μηδὲν ἔχοντες, καὶ εἰσὶν οἱ ταπεινοῦντες ἑαυτοὺς ἐν πολλῷ πλούτῳ.
U+05D0A 23 καρδιαι U+05D0* (ras ι 2⁰ postea inst U+05D0?) 24 ευχερως] εχθρων A | εν προνομη] εις προνομη| A 25 ευφρανει U+05D0* (ευφραιν. U+05D0c.a) A 26 εσται] +αι δε γνωμαι των ασεβων ανεπιεικεις A | αμαρτανοντας...κακα uncis incl U+05D0c.a X III 1 πατρι] μητρι U+05D0* (πατρι U+05D0c.a) 2 καρπου A | ολουνται ολλυνται U+05D0 5 παρρησιαν] + (6) δικαιοσυνη φυλασσει ακακους οδω| τους δε ασεβεις φαυλους ποιει αμαρτια A 7 πλουτιζουσιν A
λύτρον ἀνδρὸς ψυχῆς ὁ ἴδιος πλοῦτος, B πτωχὸς δὲ οὐχ ὑφίσταται ἀπειλήν.
φῶς δικαίοις διὰ παντός. φῶς δὲ ἀσεβῶν σβέννυται.
a ψυχαὶ δόλιαι πλανῶνται ἐν ἁμαρτίαις, δίκαιοι δὲ οἰκτείρουσιν καὶ ἐλεῶσιν.
κακὸς μεθʼ ὕβρεως πράσσει κακά, οἱ δὲ ἑαυτῶν ἐπιγνώμονες σοφοί.
ὕπαρξις ἐπισπουδαζομένη μετὰ ἀνομίας ἐλάσσων γίνεται, ὁ δὲ συνάγων ἑαυτῷ μετʼ εὐσεβείας πληθυνθήσεται· δίκαιος οἰκτείρει καὶ κιχρᾷ.
κρείσσων ἐναρχομένοις βοηθῶν καρδίᾳ τοῦ ἐπαγγελλομένου καὶ εἰς ἐλπίδα ἄγοντος· δένδρον γὰρ ζωῆς ἐπιθυμία ἀγαθή.
ὃς καταφρονεῖ πράγματος, καταφρονηθήσεται ὑπʼ αὐτοῦ· ὁ δὲ φοβούμενος ἐντολήν, οὗτος ὑγιαίνει.
a υἱῷ δολίῳ οὐδὲν ἔσται ἀγαθόν· οἰκέτῃ δὲ σοφῷ εὔοδοι ἔσονται πράξεις, καὶ κατευθυνθήσεται ἡ ὁδὸς αὐτοῦ.
νόμος σοφοῦ πηγὴ ζωῆς, ὁ δὲ ἄνους ὑπὸ παγίδος θανεῖται.
σύνεσις ἀγαθὴ δίδωσιν χάριν, τὸ δὲ γνῶναι νόμον διανοίας ἐστὶν ἀγαθῆς, ὁδοὶ δὲ καταφρονούντων ἐν ἀπωλείᾳ.
πᾶς πανοῦργος πράσσει μετὰ γνώσεως, ὁ δὲ ἄφρων ἐξεπέτασεν ἑαυτοῦ κακίαν.
βασιλεὺς θρασὺς ἐμπεσεῖται εἰς κακά, ἄγγελος δὲ σοφὸς ῥύσεται αὐτόν.
πενίαν καὶ ἀτιμίαν ἀφαιρεῖται παιδεία, ὁ δὲ φυλάσσων ἐλέγχους δοξασθήσεται.
ἐπιθυμίαι εὐσεβῶν ἡδύνουσιν ψυχήν, ἔργα δὲ ἀσεβῶν μακρὰν ἀπὸ γνώσεως.
συμπορευόμενος σοφοῖς σοφὸς ἔσῃ, 8 υπισταται U+05D0* (υφ. U+05D01) 9 a ελεουσῑ) A 12 εν αρχ. Bfort εναρ- U+05D0A χομενος U+05D0A | βοηθων] βοηθειν U+05D0c.a (-θιν) A | αγαθη] om U+05D0* (hab U+05D0c.a) κακη A 13 a δουλιω U+05D0* (δολ. U+05D01? c.a) | εσταγαθον U+05D0* (εσται αγ. U+05D0c.a) | πραξις U+05D0*vid (-ξεις U+05D0c.a) 15 διδωσι A | απωλια U+05D0 16 εξεπετασε U+05D0 17 σοφος] πιστος U+05D0* (σοφ. U+05D0c.a) 18 παιδια U+05D0Α 19 ηδυνουσι U+05D0 20 συμπορευο- μενος 1⁰] pr ο U+05D0c.aA | εση] εσται U+05D0c.aA Bὁ δὲ συμπορευόμενος ἄφροσι γνωσθήσεται.
ἁμαρτάνοντας καταδιώξεται κακά, τοὺς δὲ δικαίους καταλήμψεται ἀγαθά.
ἀγαθὸς ἀνὴρ κληρονομήσει υἱοὺς υἱῶν, θησαυρίζεται δὲ δικαίοις πλοῦτος ἀσεβῶν.
δίκαιοι ποιήσουσιν ἐν πλούτῳ ἔτη πολλά, ἄδικοι δὲ ἀπολοῦνται συντόμως.
ὃς φείδεται τῆς βακτηρίας, μισεῖ τὸν υἱὸν αὐτοῦ, ὁ δὲ ἀγαπῶν ἐπιμελῶς παιδεύει.
δίκαιος ἔσθων ἐμπιπλᾷ τὴν ψυχὴν αὐτοῦ, ψυχαὶ δὲ ἀσεβῶν ἐνδεεῖς.
σοφαὶ γυναῖκες ᾠκοδόμησαν οἴκους, ἡ δὲ ἄφρων κατέσκαψεν ταῖς χερσὶν αὐτῆς.
ὁ πορευόμενος ὀρθῶς φοβεῖται τὸν κύριον, ὁ δὲ σκολιάζων ταῖς ὁδοῖς αὐτοῦ ἀτιμασθήσεται.
ἐκ στόματος ἀφρόνων βακτηρία ὕβρεως, χείλη δὲ σοφῶν φυλάσσει αὐτούς.
οὗ μή εἰσιν βόες, φάτναι καθαραί· οὗ δὲ πολλὰ γενήματα, φανερὰ βοὸς ἰσχύς.
μάρτυς πιστὸς οὐ ψεύδεται, ἐκκαίει δὲ ψευδῆ μάρτυς ἄδικος.
ζητήσεις σοφίαν παρὰ κακοῖς καὶ οὐχ εὑρήσεις, αἴσθησις δὲ παρὰ φρονίμοις εὐχερής.
πάντα ἐναντία ἀνδρὶ ἄφρονι, ὅπλα δὲ αἰσθήσεως χείλη σοφά.
σοφία πανούργων ἐπιγνώσεται τὰς ὁδοὺς αὐτῶν, ἄνοια δὲ ἀφρόνων ἐν πλάνῃ.
οἰκίαι παρανόμων ὀφειλήσουσιν καθαρισμόν, οἰκίαι δὲ δικαίων δεκταί.
καρδία ἀνδρὸς αἰσθητική, λυπηρὰ ψυχὴ αὐτοῦ· ὅταν δὲ εὐφραίνηται, οὐκ ἐπιμίγνυται ὕβρει.
οἰκίαι ἀσεβῶν ἀφανισθήσονται, σκηναὶ δὲ κατορθούντων στήσονται.
U+05D0A 20 συμπορευομενος 2⁰] συνρεμβομενος A | αφροσι] αφρονι U+05D0* (αφροσι U+05D0c.a) αφροσιν A 22 αγαθος] pr ο A 25 εσθων] εσθιων U+05D0c.a XIV 1 κατ- εσκαψεν] κατεστρεψεν A 2 om δε U+05D0* (hab U+05D0c.a) 3 φυλαξει A 5 εκκαει U+05D0* (εκκαιει U+05D0c.a ) 9 παρανομων] αφρονων A | οφιλησουσι U+05D0* (-σῑ ut vid U+05D0c.a) 10 υβρει Bᵃᵇ (υβρι B*U+05D0)] υβριν A
ἔστιν ὁδὸς ἣ δοκεῖ παρὰ ἀνθρώποις ὀρθὴ εἶναι, B τὰ δὲ τελευταῖα αὐτῆς ἔρχεται εἰς πυθμένα ᾅδου.
ἐν εὐφροσύναις οὐ προσμίγνυται λύπη, τελευταία δὲ χαρὰ εἰς πένθος ἔρχεται.
τῶν ἑαυτοῦ ὁδῶν πλησθήσεται θρασυκάρδιος, ἀπὸ δὲ τῶν διανοημάτων αὐτοῦ ἀνὴρ ἀγαθός.
ἄκακος πιστεύει παντὶ λόγῳ, πανοῦργος δὲ ἔρχεται εἰς μετάνοιαν.
σοφὸς φοβηθεὶς ἐξέκλινεν ἀπὸ κακοῦ, ὁ δὲ ἄφρων ἑαυτῷ πεποιθὼς μίγνυται ἀνόμῳ.
ὀξύθυμος πράσσει μετὰ ἀβουλίας, ἀνὴρ δὲ φρόνιμος πολλὰ ὑποφέρει.
μεριοῦνται ἄφρονες κακίαν, οἱ δὲ πανοῦργοι κρατήσουσιν αἰσθήσεως.
ὀλισθήσουσιν κακοὶ ἔναντι ἀγαθῶν, καὶ ἀσεβεῖς θεραπεύσουσιν θύρας δικαίων.
φίλοι μισήσουσιν φίλους πτωχούς, φίλοι δὲ πλουσίων πολλοί.
ὁ ἀτιμάζων πένητας ἁμαρτάνει, ἐλεῶν δὲ πτωχοὺς μακαριστός.
πλανώμενοι τεκταίνουσι κακά, ἔλεον δὲ καὶ ἀλήθειαν τεκταίνουσιν ἀγαθοί· οὐκ ἐπίστανται ἔλεον καὶ πίστιν τέκτονες κακῶν, ἐλεημοσύναι δὲ καὶ πίστεις παρὰ τέκτοσιν ἀγαθοῖς.
ἐν παντὶ μεριμνῶντι ἔνεστιν περισσόν, ὁ δὲ ἡδὺς καὶ ἀνάλγητος ἐν ἐνδείᾳ ἔσται.
στέφανος σοφῶν πανοῦργος. ἡ δὲ διατριβὴ ἀφρόνων κακή.
ῥύσεται ἐκ κακῶν ψυχὴν μάρτυς πιστός, ἐκκαίει δὲ ψευδῆ δόλιος.
ἐν φόβῳ Κυρίου ἐλπὶς ἰσχύος. τοῖς δὲ τέκνοις αὐτοῦ καταλείπει ἔρεισμα.
πρόσταγμα Κυρίου πηγὴ ζωῆς, ποιεῖ δὲ ἐκκλίνειν ἐκ παγίδος θανάτου.
12 ορθη ειναι παρα ανοις A | αυτης] αυτου A 13 ευφροσυνη U+05D0 | U+05D0A χαρας A 16 εαυτω] pr εν U+05D0* (om U+05D0c.a) 20 μισησωσιν A 21 μακα- ριστος] μακαριος εστς A 22 τεκταινουσι] τεκτενουσιν A | πιστεις] πιστις U+05D0A 26 καταλειπει] καταλιψι U+05D0c.a | ερισμα B*U+05D0 A (ερεισμα Bᵃᵇ) B
ἐν πολλῷ ἔθνει δόξα βασιλέως. ἐν δὲ ἐκλείψει λαοῦ συντριβὴ δυνάστου.
μακρόθυμος ἀνὴρ πολὺς ἐν φρονήσει, ὁ δὲ ὀλιγόψυχος ἰσχυρὸς ἄφρων.
πρᾳύθυμος ἀνὴρ καρδίας ἰατρός, σὴς δὲ ὀστέων καρδία αἰσθητική.
ὁ συκοφαντῶν πένητα παροξύνει τὸν ποιήσαντα αὐτόν, ὁ δὲ τιμῶν αὐτὸν ἐλεᾷ πτωχόν.
ἐν κακίᾳ αὐτοῦ ἀπωσθήσεται ἀσεβής, ὁ δὲ πεποιθὼς τῇ ἑαυτοῦ ὁσιότητι δίκαιος.
ἐν καρδίᾳ ἀγαθῇ ἀνδρὸς σοφία, ἐν δὲ καρδίᾳ ἀφρόνων οὐ διαγινώσκεται.
δικαιοσύνη ὑψοῖ ἔθνος, ἐλασσονοῦσι δὲ φυλὰς ἁμαρτίαι.
δεκτὸς βασιλεῖ ὑπηρέτης νοήμων, τῇ δὲ ἑαυτοῦ εὐστροφίᾳ ἀφαιρεῖται ἀτιμίαν.
ὀργὴ ἀπόλλυσιν καὶ φρονίμους, ἀπόκρισις δὲ ὑποπίπτουσα ἀποστρέφει θυμόν, λόγος δὲ λυπηρὸς ἐγείρει ὀργάς.
γλῶσσα σοφῶν καλὰ ἐπίσταται, στόμα δὲ ἀφρόνων ἀναγγελεῖ κακά.
ἐν παντὶ τόπῳ ὀφθαλμοὶ Κυρίου· σκοπεύουσιν κακούς τε καὶ ἀγαθούς.
ἴασις γλώσσης δένδρον ζωῆς, ὁ δὲ συντηρῶν αὐτὴν πλησθήσεται πνεύματος.
ἄφρων μυκτηρίζει παιδίαν πατρός, ὁ δὲ φυλάσσων ἐντολὰς πανουργότερος.
ἐν πλεοναζούσῃ δικαιοσύνῃ ἰσχὺς πολλή, οἱ δὲ ἀσεβεῖς ὁλόριζοι ἐκ γῆς ἀπολοῦνται· οἴκοις δικαίων ἰσχὺς πολλή, καρποὶ δὲ ἀσεβῶν ἀπολοῦνται.
χείλη σοφῶν δέδεται αἰσθήσει, καρδίαι δὲ ἀφρόνων οὐκ ἀσφαλεῖς.
U+05D0A 29 ολιγοσχος U+05D0* (ολιγοψυχος U+05D01) | ισχυρως BabU+05D0c.aA 31 ελεα] ελεει Bab 33 ανδρος] αναπαυσεται U+05D0c.a 34 ελασσονουσι (sic) BU+05D0A XV 1 om δε 2⁰ U+05D0 2 αναγγελλει Avid 4 πνευματος] πιοτητος U+05D0* των καρπων αυτης U+05D0c.a 5 παιδειαν Bᵃᵇ 6 απολουνται 1⁰] ολουνται U+05D0c.aA | om οικοις... απολουνται (2°) U+05D0* (hab U+05D0c.a) 7 χειλη] + δ U+05D0* (om δ U+05D01)
θυσίαι ἀσεβῶν βδέλυγμα Κυρίῳ, B εὐχαὶ δὲ κατευθυνόντων δεκταὶ παρʼ αὐτῷ.
βδέλυγμα Κυρίῳ ὁδοὶ ἀσεβοῦς, διώκοντας δὲ δικαιοσύνην ἀγαπᾷ.
παιδεία ἀκάκου γνωρίζεται ὑπὸ τῶν παριόντων, οἱ δὲ μισοῦντες ἐλέγχους τελευτῶσιν αἰσχρῶς.
ᾅδης καὶ ἀπώλεια φανερὰ παρὰ τῷ κυρίῳ, πῶς οὐχὶ καὶ αἱ καρδίαι τῶν ἀνθρώπων;
οὐκ ἀγαπήσει ἀπαίδευτος τοὺς ἐλέγχοντας αὐτόν, μετὰ δὲ σοφῶν οὐχ ὁμιλήσει.
καρδίας εὐφραινομένης πρόσωπον θάλλει, ἐν δὲ λύπαις οὔσης σκυθρωπάζει.
καρδία ὀρθὴ ζητεῖ αἴσθησιν, στόμα δὲ ἀπαιδεύτων γνώσεται κακά.
πάντα τὸν χρόνον οἱ ὀφθαλμοὶ τῶν κακῶν προσδέχονται κακά, οἱ δὲ ἀγαθοὶ ἡσυχάσουσιν διὰ παντός.
κρείσσων μικρὰ μερὶς μετὰ φόβου Κυρίου ἢ θησαυροὶ μεγάλοι μετὰ ἀφοβίας.
κρείσσων ξενισμὸς μετὰ λαχάνων πρὸς φιλίαν καὶ χάριν ἢ παράθεσις μόσχων μετὰ ἔχθρας.
ἀνὴρ θυμώδης παρασκευάζει μάχας, μακρόθυμος δὲ καὶ τὴν μέλλουσαν καταπρᾳύνει·
μακρόθυμος ἀνὴρ κατασβέσει κρίσεις, ὁ δὲ ἀσεβὴς ἐγείρει μᾶλλον.
ὁδοὶ ἀεργῶν ἐστρωμέναι ἀκάνθαις, αἱ δὲ τῶν ἀνδρείων τετριμμέναι.
υἱὸς σοφὸς εὐφραίνει πατέρα, υἱὸς δὲ ἄφρων μυκτηρίζει μητέρα αὐτοῦ.
ἀνοήτου τρίβοι ἐνδεεῖς φρενῶν, ἀνὴρ δὲ φρόνιμος κατευθύνων πορεύεται.
ὑπερτίθενται λογισμοὺς οἱ μὴ τιμῶντες συνέδρια, ἐν δὲ καρδίαις βουλευομένων μένει βουλή.
οὐ μὴ ὑπακούσῃ ὁ κακὸς αὐτῇ, 8 ασεβων] αμαρτωλων U+05D0 9 αγαπα] απατα U+05D0* (αγ. U+05D0c.a) 10 παιδια U+05D0A U+05D0A 13 ουσης BᵃᵇU+05D0] ουσαις B* ουσα A 14 απαιδευτων] ασεβων U+05D0* (απαιδ. U+05D0c.a) 15 ησυχαζουσιν A 17 om μετα 1⁰ A | μετα 2⁰] μετ A 8 a κρισις U+05D0A 21 ανηρ δε φρονιμος] ο δε φρ. ανηρ U+05D0 22 υπερτι- ??ονται U+05D0* (-θενται U+05D0c.a) | τιμωτες U+05D0* (-ντες U+05D0c.a) 23 ου] υ A* (pr ο Aᵃ?ᵐᵍ) | κακος] ακακος U+05D0c.a Bοὐδὲ μὴ εἴπῃ καίριόν τι καὶ καλὸν τῷ κοινῷ.
ὁδοὶ ζωῆς διανοήματα συνετοῦ, ἵνα ἐκκλίνας ἐκ τοῦ ᾅδου σωθῇ.
οἴκους ὑβριστῶν κατασπᾷ Κύριος, ἐστήρισεν δὲ ὅριον χήρας.
βδέλυγμα Κυρίῳ λογισμὸς ἄδικος, ἁγνῶν δὲ ῥήσεις σεμναί.
ἐξόλλυσιν ἑαυτὸν ὁ δωρολήμπτης, ὁ δὲ μισῶν δώρων λήμψεις σώζεται. (6)ἐλεημοσύναις καὶ πίστεσιν ἀποκαθαίρονται ἁμαρτίαι, τῷ δὲ φόβῳ Κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ.
καρδίαι δικαίων μελετῶσιν πίστεις, στόμα δὲ ἀσεβῶν ἀποκρίνεται κακά. (7)δεκταὶ παρὰ Κυρίῳ ὁδοὶ ἀνθρώπων δικαίων, διὰ δὲ αὐτῶν καὶ οἱ ἐχθροὶ φίλοι γίνονται.
μακρὰν ἀπέχει ὁ θεὸς ἀπὸ ἀσεβῶν, εὐχαῖς δὲ δικαίων ἐπακούει. §C §(8)κρείσσων ὀλίγη λῆμψις μετὰ δικαιοσύνης ἢ πολλὰ γενήματα μετὰ ἀδικίας.
καρδία δὲ ἀνδρὸς λογιζέσθω δίκαια, ἵνα ὑπὸ τοῦ θεοῦ διορθωθῇ τὰ διαβήματα αὐτοῦ.
θεωρῶν ὀφθαλμὸς καλὰ εὐφραίνει καρδίαν, φήμη δὲ ἀγαθὴ πιαίνει ὀστᾶ.
ὃς ἀπωθεῖται παιδείαν μισεῖ ἑαυτόν, ὁ δὲ τηρῶν ἐλέγχους ἀγαπᾷ ψυχὴν αὐτοῦ.
φόβος θεοῦ παιδεία καὶ σοφία, καὶ ἀρχὴ δόξης ἀποκριθήσεται αὐτῇ.
πάντα τὰ ἔργα τοῦ ταπεινοῦ φανερὰ παρὰ τῷ θεῷ, οἱ δὲ ἀσεβεῖς ἐν ἡμέρᾳ κακῇ ὀλοῦνται.
ἀκάθαρτος παρὰ θεῷ πᾶς ὑψηλοκάρδιος, χειρὶ δὲ χεῖρας ἐμβαλὼν ἀδίκως οὐκ ἀθῳωθήσεται.
ἀρχὴ ὁδοῦ ἀγαθῆς τὸ ποιεῖν τὰ δίκαια, U+05D0AC 25 εστηρισεν] εστησεν U+05D0* (εστηρ. U+05D0c.a ) 27 λημψις A | ελαιημοσυναι U+05D0* (-ναις U+05D0c.a nisi forte 1) | πιστισιν U+05D0* (-τεσιν U+05D0¹ c.a) 28 καρδια U+05D0* (-διαι U+05D01c.a(vid)) | πιστις U+05D0A 29 επακουει] υπακουει U+05D0 | ληψις C XVI 1 om δε AC | θεου] κυ C 3 παιδιαν U+05D0A 4 θεου] κυ A | παιδια | δοξης] +αυτου A | αυτη] αυτω A +προσπορευεται δε ταπινοις δοξα U+05D0c.a +προσπο- ρευεται ταπεινος (sic) δοξα A 5 ασεβης B* (-βεις Bᵃᵇ) 6 θεω] pr τω A | αθοωθησεται B*U+05D0AC (αθωωθ. Bᵇ) δεκτὰ δὲ παρὰ θεῷ μᾶλλον ἢ θύειν θυσίας.
B
ὁ ζητῶν τὸν κύριον εὑρήσει γνῶσιν μετὰ δικαιοσύνης, οἱ δὲ ὀρθῶς ζητοῦντες αὐτὸν εὑρήσουσιν εἰρήνην.
πάντα τὰ ἔργα τοῦ κυρίου μετὰ δικαιοσύνης, φυλάσσεται δὲ ὁ ἀσεβὴς εἰς ἡμέραν κακήν.
μαντεῖον ἐπὶ χείλεσιν βασιλέως, ἐν δὲ κρίσει οὐ μὴ πλανηθῇ τὸ στόμα αὐτοῦ.
ῥοπὴ ζυγοῦ δικαιοσύνη παρὰ Κυρίῳ, τὰ δὲ ἔργα αὐτοῦ στάθμια δίκαια.
βδέλυγμα βασιλεῖ ὁ ποιῶν κακά, μετὰ γὰρ δικαιοσύνης ἑτοιμάζεται θρόνος ἀρχῆς.
δεκτὰ βασιλεῖ χείλη δίκαια, λόγους δὲ ὀρθοὺς ἀγαπᾷ.
θυμὸς βασιλέως ἄγγελος θανάτου, ἀνὴρ δὲ σοφὸς ἐξιλάσεται αὐτόν.
ἐν φωτὶ ζωῆς υἱὸς βασιλέως, οἱ δὲ προσδεκτοὶ αὐτῷ ὥσπερ νέφος ὄψιμον.
νοσσιαὶ σοφίας αἱρετώτεραι χρυσίου, νοσσιαὶ δὲ φρονήσεως αἱρετώτεραι ὑπὲρ ἀργύριον
τρίβοι ζωῆς ἐκκλίνουσιν ἀπὸ κακῶν, μῆκος δὲ βίου ὁδοὶ δικαιοσύνης. ὁ δεχόμενος παιδείαν ἐν ἀγαθοῖς ἔσται, ὁ δὲ φυλάσσων ἐλέγχους σοφισθήσεται. ὃς φυλάσσει τὰς ἑαυτοῦ ὁδοὺς τηρεῖ τὴν ἑαυτοῦ ψυχήν, ἀγαπῶν δὲ ζωὴν αὐτοῦ φείσεται στόματος αὐτοῦ.
πρὸ συντριβῆς ἡγεῖται ὕβρις, πρὸ δὲ πτώματος κακοφροσύνη.
κρείσσων πρᾳύθυμος μετὰ ταπεινώσεως ἢ ὃς διαιρεῖται σκῦλα μετὰ ὑβριστῶν.
συνετὸς ἐν πράγμασιν εὑρειὴς ἀγαθῶν, πεποιθὼς δὲ ἐπὶ θεῷ μακαριστός.
τοὺς σοφοὺς καὶ συνετοὺς φαύλους καλοῦσιν, οἱ δὲ γλυκεῖς ἐν λόγῳ πλείονα ἀκούσονται.
7 δεκται BU+05D0 | θεω] pr τω U+05D0 | θυσιαν C 9 του κυριου] om του A U+05D0AC 10 κρισει] seq ras 2 litt in C 11 Κυριω] κυ A θω C 13 ορθους] αγαθους C | αγαπα periit in C 15 οψιμοι U+05D0* (-μον U+05D0c.a) 16 χρυσιω A 17 εκκι- νουσιν U+05D0 | παιδιαν AC | εν] επ U+05D0 | αυτου 1⁰] εαυτου C 19 πραυθυμος] προθυμος A | ταπεινωσεως] ταπινοφροσυνης C | υβριστων] υβρεως A 20 θεω] κω AC 21 πλειονα] πλιον A πλειον C | ακουσονται] ακουοντ (U+05D0) A B
πηγὴ ζωῆς ἔννοια τοῖς κεκτημένοις, παιδεία δὲ ἀφρόνων κακή.
καρδία σοφοῦ νοήσει τὰ ἀπὸ τοῦ ἰδίου στόματος, ἐπὶ δὲ χείλεσιν φορέσει ἐπιγνωμοσύνην.
κηρία μέλιτος λόγοι καλοί, γλύκασμα δὲ αὐτοῦ ἴασις ψυχῆς.
εἰσὶν ὁδοὶ δοκοῦσαι εἶναι ὀρθαὶ ἀνδρί, τὰ μέντοι τελευταῖα αὐτῶν βλέπει εἰς πυθμένα ᾅδου.
ἀνὴρ ἐν πόνοις πονεῖ ἑαυτῷ καὶ ἐκβιάζεται ἑαυτοῦ τὴν ἀπώλειαν· ὁ μέντοι σκολιὸς ἐπὶ τῷ ἑαυτοῦ στόματι φορεῖ τὴν ἀπώλειαν.
ἀνὴρ ἄφρων ὀρύσσει ἑαυτῷ κακά, ἐπὶ δὲ τῶν ἑαυτοῦ χειλέων θησαυρίζει πῦρ.
ἀνὴρ σκολιὸς διαπέμπεται κακά, καὶ λαμπτῆρα δόλου πυρσεύσει κακοῖς, καὶ διαχωρίζει φίλους.
ἀνὴρ παράνομος ἀποπειρᾶται φίλων, καὶ ἀπάγει αὐτοὺς ὁδοὺς οὐκ ἀγαθάς.
στηρίζων δὲ ὀφθαλμοὺς αὐτοῦ διαλογίζεται διεστραμμένα, ὁρίζει δὲ τοῖς χείλεσιν αὐτοῦ πάντα τὰ κακά, οὗτος κάμινός ἐστιν κακίας.
στέφανος καυχήσεως γῆρας, ἐν δὲ ὁδοῖς δικαιοσύνης εὑρίσκεται.
κρείσσων ἀνὴρ μακρόθυμος ἰσχυροῦ, ὁ δὲ κρατῶν ὀργῆς κρείσσων καταλαμβανομένου πόλιν.
εἰς κόλπους ἐπέρχεται πάντα τοῖς ἀδίκοις, παρὰ δὲ Κυρίου πάντα τὰ δίκαια.
κρείσσων ψωμὸς μεθʼ ἡδονῆς ἐν εἰρήνῃ ¶ C ἢ οἶκος πολλῶν ἀγαθῶν καὶ ἀδίκων θυμάτων μετὰ μάχης. ¶
U+05D0AC 22 παιδεια (-δια A)] και παιδια U+05D0* (om και U+05D0c.a) 23 του ιδιου] om του U+05D0* (hab U+05D0c.a) | χειλεσι C 24 αυτου] αυτων AC 25 μεντοι] δε C | αυτων] αυτου C 26 εαυτου 1⁰] αυτου U+05D0C | σκολιοις C | φορει] φερει C | απωλειαν 2⁰ BᵇAC] απωλιαν B*U+05D0 27 θησαυριζει] θησαυριζεται U+05D0* (-ζει U+05D0c.a) ορυσσει A 28 δολου] χολου U+05D0 | πυρσευει U+05D0A | διαχωριζει] διαχωρι 30 om δε 1⁰ AC | διαλογιζεται] λογιζεται U+05D0AC | οριζει] οργιζει A | εστι C | κακιας] κακων A 31 32 εν δε οδοις... ισχυρου rescr 32 ισχυρου] +και ανηρ φρονησιν εχων γεωργιου μεγαλου U+05D0c.aACa | κρεισσων 2⁰] κρισσου (sic) A | καταλαμβανομενου] pr του A 33 αδικοις] δικαιοις (αδ. U+05D0c.a) | παντα 2⁰] πασιν U+05D0 c.a X VII 1 ηδονης] ειδονης A | οικος] pr ο C | πολλων] pr πληρης U+05D0AC
οἰκέτης νοήμων κρατήσει δεσποτῶν ἀφρόνων, B ἐν δὲ ἀδελφοῖς διελεῖται μέρη.
ὥσπερ δοκιμάζεται ἐν καμίνῳ ἄργυρος καὶ χρυσός, οὕτως ἐκλεκταὶ καρδίαι παρὰ Κυρίῳ.
κακὸς ὑπακούει γλώσσης παρανόμων, δίκαιος δὲ οὐ προσέχει χείλεσιν ψευδέσιν.
ὁ καταγελῶν πτωχοῦ παροξύνει τὸν ποιήσαντα αὐτόν, ὁ δὲ ἐπιχαίρων ἀπολλυμένῳ οὐκ ἀθῳωθήσεται· ὁ δὲ ἐπισπλαχνιζόμενος ἐλεηθήσεται.
στέφανος γερόντων τέκνα τέκνων, καύχημα δὲ τέκνων πατέρες αὐτῶν.
aτοῦ πιστοῦ ὅλος ὁ κόσμος τῶν χρημάτων, τοῦ δὲ ἀπίστου οὐδὲ ὀβολός.
οὐχ ἁρμόσει ἄφρονι χείλη πιστά, οὐδὲ δικαίῳ χείλη ψευδῆ.
μισθὸς χαρίτων παιδεία τοῖς χρωμένοις, οὗ δ᾿ ἂν ἐπιστρέψῃ, εὐοδωθήσεται.
ὃς κρύπτει ἀδικήματα ζητεῖ φιλίαν, ὃς δὲ μισεῖ κρύπτειν διίστησιν φίλους καὶ οἰκείους.
συντρίβει ἀπειλὴ καρδίαν φρονίμου, ἄφρων δὲ μαστιγωθεὶς οὐκ αἰσθάνεται.
ἀντιλογίας ἐγείρει πᾶς κακός, ὁ δὲ Κύριος ἄγγελον ἀνελεήμονα ἐκπέμψει αὐτῷ.
ἐμπεσεῖται μέριμνα ἀνδρὶ νοήμονι, οἱ δὲ ἄφρονες διαλογιοῦνται κακά.
ὃς ἀποδίδωσιν κακὰ ἀντὶ ἀγαθῶν, οὐ κινηθήσεται κακὰ ἐκ τοῦ οἴκου αὐτοῦ.
ἐξουσίαν δίδωσιν λόγοις ἀρχὴ δικαιοσύνης, προηγεῖται δὲ τῆς ἐνδείας στάσις καὶ μάχη.
ὃς δίκαιον κρίνει τὸν ἄδικον, ἄδικον δὲ τὸν δίκαιον, 2 δεσπότην U+05D0* (-των U+05D01) 3 εκλεκται καρδιαι] καρδια εκλεγεται U+05D0* U+05D0A καρδιαι εκλεκται U+05D0c.a | Κυριω] θω A 4 γλωσσης] γλωσση BbU+05D0? | ψευ- | δεσιν] + του πιστου ολος ο κοσμος των χρηματων του δε απιστου ουδε οβολος A 5 καταγελων] καταγγελλων A | αθοωθησεται B*U+05D0A (αθωωθ. Bᵇ). | επισπλαγχνιζομενος] σπλαγχνιζομενος A 6 a om του πιστου...οβολος A 7 om πιστα... χειλη 2⁰ U+05D0 | ψευδη] πιστα U+05D0c.a U+05D0 παιδια B*U+05D0 (-δεια BᵃᵇA)] pr η BᵃᵇU+05D0A | ευοδωθησεται] αδικηθησεται U+05D0 10 καρδιαν sup ras U+05D0¹ 13 εκ του οικου] εις τους οικους A 14 αρχην U+05D0* (ν ras postea inst U+05D0?) | ενδιαστασις U+05D0* (ενδιας στ. U+05D0c.a) | στασεις A 15 αδικον 1⁰] δικαιον U+05D0 Bἀκάθαρτος καὶ βδελυκτὸς παρὰ θεῷ.
ἵνα τί ὑπῆρξεν χρήματα ἄφρονι; κτήσασθαι γὰρ σοφίαν ἀκάρδιος οὐ δυνήσεται. (19)ὃς ὑψηλὸν ποιεῖ τὸν ἑαυτοῦ οἶκον ζητεῖ συντριβήν, (20)ὁ δὲ σκολιάζων τοῦ μαθεῖν ἐμπεσεῖται εἰς κακά.
εἰς πάντα καιρὸν φίλος ὑπαρχέτω σοι, ἀδελφοὶ δὲ ἐν ἀνάγκαις χρήσιμοι ἔστωσαν, τούτου γὰρ χάριν γεννῶνται.
ἀνὴρ ἄφρων ἐπικροτεῖ καὶ ἐπιχαίρει ἑαυτῷ, ὡς καὶ ὁ ἐγγυώμενος ἐγγύην τῶν ἑαυτοῦ φίλων.
φιλαμαρτήμων χαίρει μάχαις,
ὁ δὲ σκληροκάρδιος οὐ συναντᾷ ἀγαθοῖς. ἀνὴρ εὐμετάβολος γλώσσῃ ἐμπεσεῖται εἰς κακά,
καρδία δὲ ἄφρονος ὀδύνη τῷ κεκτημένῳ αὐτήν. οὐκ εὐφραίνεται πατὴρ ἐπὶ υἱῷ ἀπαιδεύτῳ, υἱὸς δὲ φρόνιμος εὐφραίνει μητέρα αὐτοῦ.
καρδία εὐφραινομένη εὐεκτεῖν ποιεῖ, ἀνδρὸς δὲ λυπηροῦ ξηραίνεται τὰ ὀστᾶ.
λαμβάνοντος δῶρα ἐν κόλποις ἀδίκως οὐ κατευοδοῦνται ὁδοί, ἀσεβὴς δὲ ἐκκλίνει ὁδοὺς δικαιοσύνης.
πρόσωπον συνετὸν ἀνδρὸς σοφοῦ, οἱ δὲ ὀφθαλμοὶ τοῦ ἄφρονος ἐπʼ ἄκρα γῆς.
ὀργὴ πατρί ἐστιν υἱὸς ἄφρων, καὶ ὀδύνη τῇ τεκούσῃ αὐτοῦ.
ζημιοῦν ἄνδρα δίκαιον οὐ καλόν, οὐδὲ ὅσιον ἐπιβουλεύειν δυνάσταις δικαίοις.
ὃς φείδεται ῥῆμα προελέσθαι σκληρὸν ἐπιγνώμων, μακρόθυμος δὲ ἀνὴρ φρόνιμος.
ἀνοήτῳ ἐπερωτήσαντι σοφίαν σοφία λογισθήσεται, ἐνεὸν δέ τις ἑαυτὸν ποιήσας δόξει φρόνιμος εἶναι.
προφάσεις ζητεῖ ἀνὴρ βουλόμενος χωρίζεσθαι ἀπὸ φίλων, ἐν παντὶ δὲ καιρῷ ἐπονείδιστος ἔσται.
οὐ χρείαν ἔχει σοφίας ἐνδεὴς φρενῶν, μᾶλλον γὰρ ἄγεται ἀφροσύνῃ.
U+05D0A 16 γαρ] δε A | σοφιας A 17 φιλος] pr ο U+05D0 c.a 18 εγγυην] εγγυη U+05D0?A | τον εαυτ. φιλον U+05D0c.aA 19 χαιρει] κειρει A 21 επι] εφ A | ευφραινει] ευφρανει A 23 κολπω U+05D0A | αδικω U+05D0 25 om εστιν U+05D0c.aA | αυτου] αυτον BU+05D0?c.a 27 προελεσθαι] προεσθαι U+05D0c.aA 28 σοφιαν] σοφια U+05D0? oms A XVIII 2 αγεται] αγαγεται A
ὅταν ἔλθῃ ἀσεβὴς εἰς βάθος κακῶν, καταφρονεῖ, B ἐπέρχεται δὲ αὐτῷ ἀτιμία καὶ ὄνειδος.
ὕδωρ βαθὺ λόγος ἐν καρδίᾳ ἀνδρός, ποταμὸς δὲ ἀναπηδύει καὶ πηγὴ ζωῆς.
θαυμάσαι πρόσωπον ἀσεβοῦς οὐ καλόν, οὐδὲ ὅσιον ἐκκλίνειν τὸ δίκαιον ἐν κρίσει.
χείλη ἄφρονος ἄγουσιν αὐτὸν εἰς κακά, τὸ δὲ στόμα αὐτοῦ τὸ θρασὺ θάνατον ἐπικαλεῖται.
στόμα ἄφρονος συντριβὴ αὐτῷ, τὰ δὲ χείλη αὐτοῦ παγὶς τῇ ψυχῇ αὐτοῦ.
ὀκνηροὺς καταβάλλει φόβος, ψυχαὶ δὲ ἀνδρογύνων πεινάσουσιν.
ὁ μὴ ἰώμενος αὐτὸν ἐν τοῖς ἔργοις αὐτοῦ ἀδελφός ἐστιν τοῦ λυμαινομένου ἑαυτόν.
ἐκ μεγαλωσύνης ἰσχύος ὄνομα Κυρίου, αὐτῷ δὲ προσδραμόντες δίκαιοι ὑψοῦνται.
ὕπαρξις πλουσίου ἀνδρὸς πόλις ὀχυρά, §ἡ δὲ δόξα αὐτῆς μέγα ἐπισκιάζει.
§C
πρὸ συντριβῆς ὑψοῦται καρδία ἀνδρός, καὶ πρὸ δόξης ταπεινοῦται.
ὃς ἀποκρίνεται λόγον πρὶν ἀκοῦσαι, ἀφροσύνη αὐτῷ ἐστιν καὶ ὄνειδος.
θυμὸν ἀνδρὸς πρᾳύνει θεράπων φρόνιμος, ὀλιγόψυχον δὲ ἄνδρα τίς ὑποίσει;
καρδία φρονίμου κτᾶται αἴσθησιν, ὦτα δὲ σοφῶν ζητεῖ ἔννοιαν.
δόμα ἀνθρώπου ἐμπλατύνει αὐτόν, καὶ παρὰ δυνάσταις καθιζάνει αὐτόν.
δίκαιος ἑαυτοῦ κατήγορος ἐν πρωτολογίᾳ· ὡς δ᾿ ἂν ἐπιβάλῃ ὁ ἀντίδικος, ἐλέγχεται.
ἀντιλογίας παύει σιγηρός, ἐν δὲ δυναστείαις ὁρίζει.
4 αναπηδυει BU+05D0A 6 αυτον] αυτα A | θρασυν A U+05D0 ανδρογυναιων U+05D0AC U+05D0* (-γυνων U+05D0c.a) 9 αυτον] εαυτον U+05D0c.aA 10 Κυριου] κω (κυ U+05D0c.a) | om δε U+05D0* (hab U+05D0c.a) | προσδραμουντες U+05D0* (-μοντες U+05D0?) 11 υπαρξεις A | μεγα] μεγαλα U+05D0c.a | επισκιαζει] επισκειασει A 13 αυτω bis scr A | εστι C 14 υποισει] οιποισει U+05D0* (υπ. U+05D0 c.a) 16 ενπλατυνει U+05D0 (-νι) AC 18 σιγηρος] adpinx κληρος U+05D0c.a mg | δυναστιαις U+05D0 δυνασταις AC B
ἀδελφὸς ὑπὸ ἀδελφοῦ βοηθούμενος ὡς πόλις ὀχυρὰ καὶ ὑψηλή, ἰσχύει δὲ ὥσπερ τεθεμελιωμένον βασίλειον.
ἀπὸ καρπῶν στόματος ἀνὴρ πίμπλησιν κοιλίαν αὐτοῦ, ἀπὸ δὲ καρπῶν χειλέων αὐτοῦ ἐμπλησθήσεται.
θάνατος καὶ ζωὴ ἐν χειρὶ γλώσσης, οἱ δὲ κρατοῦντες αὐτῆς ἔδονται τοὺς καρποὺς αὐτῆς.
ὃς εὗρεν γυναῖκα ἀγαθὴν εὗρεν χάριτας, ἔλαβεν δὲ παρὰ θεοῦ ἱλαρότητα·
ὃς ἐκβάλλει γυναῖκα ἀγαθὴν ἐκβάλλει τὰ ἀγαθά, ὁ δὲ κατέχων μοιχαλίδα ἄφρων καὶ ἀσεβής.
ἀφροσύνη ἀνδρὸς λυμαίνεται τὰς ὁδοὺς αὐτοῦ, τὸν δὲ θεὸν αἰτιᾶται τῇ καρδίᾳ αὐτοῦ.
πλοῦτος προστίθησιν φίλους πολλούς, ὁ δὲ πτωχὸς καὶ ἀπὸ τοῦ ὑπάρχοντος φίλου λείπεται.
μάρτυς ψευδὴς οὐκ ἀτιμώρητος ἔσται, ὁ δὲ ἐγκαλῶν ἀδίκως οὐ διαφεύξεται.
πολλοὶ θεραπεύουσιν πρόσωπα βασιλέων, πᾶς δὲ ὁ κακὸς γίνεται ὄνειδος ἀνδρί.
πᾶς ὃς ἀδελφὸν πτωχὸν μισεῖ, καὶ φιλίας μακρὰν ἔσται· ἔννοια ἀγαθὴ τοῖς εἰδόσιν αὐτὴν ἐγγιεῖ, ἀνὴρ δὲ φρόνιμος εὑρήσει αὐτήν. ὁ πολλὰ κακοποιῶν τελεσιουργεῖ κακίαν, ὃς δὲ ἐρεθίζει λόγους οὐ σωθήσεται.
ὁ κτώμενος φρόνησιν ἀγαπᾷ ἑαυτόν, ὃς δὲ φυλάσσει φρόνησιν εὑρήσει ἀγαθά.
μάρτυς ψευδὴς οὐκ ἀτιμώρητος ἔσται, ͎܎ҏďĎ̠εἰμι ἢ δράκων, ὅτι κατέταξας ἐπʼ ἐμέ φυλ
οὐ συμφέρει ἄφρονι τρυφή, καὶ ἐὰν οἰκέτης ἄρξηται μεθʼ ὕβρεως δυναστεύειν.
ἐλεήμων ἀνὴρ μακροθυμεῖ, τὸ δὲ καύχημα αὐτοῦ ἐπέρχεται παρανόμοις.
U+05D0AC 20 καρπων 1⁰] καρπου AC | πιμπλησει A πιμπλησι C | εμπλησθησεται] πλησθησεται 21 θανατος και ζωη] θανατος ζωης A 22 δε] τε Cvid (ε tan- tum superest) | θεου] κυ U+05D0 c.aA 22 a τα αγαθα] om τα C 23 λοιμαινεται B (λυμ. BᵃᵇU+05D0A[? C]) X IX 1—6 πλουτος...ατιμωρητος] plurima perier in C 1 προστιθησι U+05D0 προστιθησει A 2 δε] δ U+05D0C 3 πολλοι] + δε U+05D0* (om U+05D0c.a) | θεραπευουσι C | ο κακος] om ο BᵇU+05D0c.aA | ονειδος] αδικος A 4 μισει] ποιει U+05D0* (μισ. U+05D0c.a) | ιδοσιν A | ο] +μεν C | om πολλα C | τελεσιουρει A (-ργει Aᵃ?) | σωθησεται] σωζεται C 6 απολειται] απολιπεται U+05D0* (απολιται U+05D0c.a)
βασιλέως ἀπειλὴ ὁμοία βρυγμῷ λέοντος, B ὥσπερ δὲ δρόσος ἐπὶ χόρτῳ, οὕτως τὸ ἱλαρὸν αὐτοῦ.
αἰσχύνη πατρὶ υἱὸς ἄφρων· οὐχ ἁγναὶ εὐχαὶ ἀπὸ μισθώματος ἑταίρας.
οἶκον καὶ ὕπαρξιν μερίζουσιν πατέρες παισίν, παρὰ δὲ θεοῦ ἁρμόζεται γυνὴ ἀνδρί.
δειλία κατέχει ἀνδρογύναιον, ψυχὴ δὲ ἀεργοῦ πεινάσει.
ὃς φυλάσσει ἐντολὴν τηρεῖ τὴν ἑαυτοῦ ψυχήν, ὁ δὲ καταφρονῶν τῶν ἑαυτοῦ ὁδῶν ἀπολεῖται.
δανίζει θεῷ ὁ ἐλεῶν πτωχόν, κατὰ δὲ τὸ δόμα αὐτοῦ ἀνταποδοθήσεται αὐτῷ.
παίδευε υἱόν σου, οὕτως γὰρ ἔσται εὔελπις, εἰς δὲ ὕβριν μὴ ἐπαίρου τῇ ψυχῇ σου.
κακόφρων ἀνὴρ ζημιωθήσεται· ἐὰν δὲ λοιμεύηται, καὶ τὴν ψυχὴν αὐτοῦ προσθήσει.
Ἄκουε, υἱέ, παιδείαν πατρός σου, ἵνα σοφὸς γένῃ ἐπʼ ἐσχάτων σου.
πολλοὶ λογισμοὶ ἐν καρδίᾳ ἀνδρός, ἡ δὲ βουλὴ τοῦ κυρίου εἰς τὸν αἰῶνα μένει.
καρπὸς ἀνδρὶ ἐλεημοσύνη, κρείσσων δὲ πτωχὸς δίκαιος ἢ πλούσιος ψευδής.
φόβος Κυρίου εἰς ζωὴν ἀνδρί. ὁ δὲ ἄφοβος αὐλισθήσεται ἐν τόποις οὗ οὐκ ἐπισκοπεῖται γνῶσις.
ὁ ἐγκρύπτων εἰς τὸν κόλπον αὐτοῦ χεῖρας ἀδίκως, οὐδὲ τῷ στόματι οὐ μὴ προσενέγκῃ αὐτάς.
λοιμοῦ μαστιγουμένου ἄφρων πανουργότερος γίνεται· ἐὰν δὲ ἐλέγχῃς ἄνδρα φρόνιμον, νοήσει αἴσθησιν.
10 αφρων] + · και οδυνη τη τεκουση αυτου· A | ουχ] pr κ U+05D0c.a και ουκ C U+05D0AC 11 μεριουσιν AC | θεου] κυ AC | αρμοζεται] συνοικει Bᵃᵐᵍ 12 ανδρογυ- ναιον] ανδρογυνον U+05D0c.aAC 13 τηρει] inter η et ρ est ras in C 14 δανει- ζει BᵃᵇC | κατα] α 2⁰ sup ras Aᵃ? | ανταποδοθησεται ( -δωθησεται B* )] αντα- ποδωκει BᵃᵇU+05D0 AC 16 κακοφρων] κακοφρονων | ζημιωθησεται] pr πολλα AC 17 παιδιαν U+05D0A | εσχατω U+05D0* (-των U+05D0c.a) 18 19 καρδια... ψευδης] plurima perier in C 18 εις τον αιωνα μενει B*AC] μενει εις τον αιωνα BU+05D0? 19 δικαιος η πλουσιος] καιος η πλου sup ras Aᵃ | ψευδης BU+05D0*Cvid] ψευστης U+05D0c.aA 20 ου] οις U+05D0 c.a 21 ενκρυπτων U+05D0 εκκρυπτων C | εροσενεγκη] προσαγαγη BᵇU+05D0AC 22 γινεται] εσται A | ελεγχης] ελεγξης C B
ὁ ἀτιμάζων πατέρα καὶ ἀπωθούμενος μητέρα αὐτοῦ ¶ C καταισχυνθήσεται καὶ ἐπονείδιστος ἔσται.¶
υἱὸς ἀπολειπόμενος φυλάξαι παιδείαν πατρὸς μελετήσει ῥήσεις κακάς.
ὁ ἐγγυώμενος παῖδα ἄφρονα καθυβρίζει δικαίωμα, στόμα δὲ ἀσεβῶν καταπίεται κρίσεις.
ἑτοιμάζονται ἀκολάστοις μάστιγες, καὶ τιμωρίαι ὁμοίως ἄφροσιν.
ἀκόλαστον οἶνος καὶ ὑβριστικὸν μέθη, πᾶς δὲ ἄφρων τοιούτοις συμπλέκεται.
οὐ διαφέρει ἀπειλὴ βασλέως θυμοῦ λέοντος, ὁ δὲ παροξύνων αὐτὸν ἁμαρτάνει εἰς τὴν ἑαυτοῦ ψυχήν.
δόξα ἀνδρὶ ἀποστρέφεσθαι λοιδορίας, πᾶς δὲ ἄφρων τοιούτοις συμπλέκεται.
ὀνειδιζόμενος ὀκνηρὸς οὐκ αἰσχύνεται, ὡσαύτως καὶ ὁ δανιζόμενος σῖτον ἐν ἀμήτῳ.
ὕδωρ βαθὺ βουλὴ ἐν καρδίᾳ ἀνδρός, ἀνὴρ δὲ φρόνιμος ἐξαντλήσει αὐτήν.
μέγα ἄνθρωπος καὶ τίμιον ἀνὴρ ἐλεήμων, ἄνδρα δὲ πιστὸν ἔργον εὑρεῖν.
ὃς ἀναστρέφεται ἄμωμος ἐν δικαιοσύνῃ, μακαρίους τοὺς παῖδας αὐτοῦ καταλείψει.
ὅταν βασιλεὺς δίκαιος καθίσῃ ἐπὶ θρόνου, οὐκ ἐναντιοῦται ἐν ὀφθαλμοῖς αὐτοῦ πᾶν πονηρόν.
τίς καυχήσεται ἁγνὴν ἔχειν τὴν καρδίαν; ἢ τίς παρρησιάσεται καθαρὸς εἶναι ἀπὸ ἁμαρτιῶν;
κακολογοῦντος πατέρα ἢ μητέρα σβεσθήσεται λαμπτήρ, αἱ δὲ κόραι τῶν ὀφθαλμῶν αὐτοῦ ὄψονται σκότος.
μερὶς ἐπισπουδαζομένη ἐν πρώτοις ἐν τοῖς τελευταίοις οὐκ εὐλογηθήσεται.
μὴ εἴπῃς Τίσομαι τὸν ἐχθρόν· ἀλλὰ ὑπόμεινον τὸν κύριον, ἵνα σοι βοηθήσῃ.
U+05D0A 24 απολιπομενος U+05D0 | παιδιαν U+05D0A 25 κρισις U+05D0A 26 ακολαστηι U+05D0* (-τοις U+05D0c.a) X X 1 μεθη] + πας δε ο συμμιγνυμενος αυτη ουκ εσται σοφος U+05D0c.a + πας δε ο συμμενομενος ουκ εστ, σοφος A | τοιουτος U+05D0* (-τοις U+05D01(vid)) 2 αυτον] εαυτον A 4 ουκ αισχυνεται] ου καταισχυνεται U+05D0 | δανει- ζομενος BᵃᵇU+05D0 8 καθιση βασιλευς δικαιος A 9 την καρδιαν] om την U+05D0* (hab την U+05D0 c.a) 10 οψονται] εσονται U+05D0 12 αλλα] αλλ U+05D0
στάθμιον μέγα καὶ μικρὸν καὶ μέτρα δισσά, B ἀκάθαρτα ἐνώπιον Κυρίου καὶ ἀμφότερα·
καὶ ὁ ποιῶν αὐτὰ ἐν τοῖς ἐπιτηδεύμασιν αὐτοῦ συνποδισθήσεται, νεανίσκος μετὰ ὁσίου· καὶ εὐθεῖα ἡ ὁδὸς αὐτοῦ.
οὖς ἀκούει καὶ ὀφθαλμὸς ὁρᾷ· Κυρίου ἔργα καὶ ἀμφότερα,
μὴ ἀγάπα καταλαλεῖν, ἵνα μὴ ἐξαρθῇς· διάνοιξον τοὺς ὀφθαλμούς σου καὶ ἐμπλήσθητι ἄρτων.
βδέλυγμα Κυρίῳ δισσὸν στάθμιον, καὶ ζυγὸς δόλιος οὐ καλὸν ἐνώπιον αὐτοῦ.
παρὰ Κυρίου εὐθύνεται τὰ διαβήματα ἀνδρί, θνητὸς δὲ πῶς ἂν νοήσαι τὰς ὁδοὺς αὐτοῦ;
παγὶς ἀνδρὶ ταχύ τι τῶν ἰδίων ἁγιάσαι, μετὰ γὰρ τὸ εὔξασθαι μετανοεῖν γίνεται.
λικμήτωρ ἀσεβῶν βασιλεὺς σοφός, καὶ ἐπιβαλεῖ αὐτοῖς τροχόν.
φῶς Κυρίου πνοὴ ἀνθρώπων, ὃς ἐραυνᾷ ταμεῖα κοιλίας.
ἐλεημοσύνη καὶ ἀλήθεια φυλακὴ βασιλεῖ, καὶ περικυκλώσουσιν ἐν δικαιοσύνῃ τὸν θρόνον αὐτοῦ.
κόσμος νεανίαις σοφία, δόξα δὲ πρεσβυτέρων πολιαί.
ὑπώπια καὶ συντρίμματα συναντᾷ κακοῖς, πληγαὶ δὲ εἰς ταμεῖα κοιλίας.
ὥσπερ ὁρμὴ ὕδατος, οὕτως καρδία βασιλέως ἐν χειρὶ θεοῦ· οὗ ἐὰν θέλων νεῦσαι, ἐκεῖ ἔκλινεν αὐτήν.
πᾶς ἀνὴρ φαίνεται ἑαυτῷ δίκαιος, κατευθύνει δὲ καρδίας Κύριος.
ποιεῖν δίκαια καὶ ἀληθεύειν ἀρεστὰ παρὰ θεῷ μᾶλλον ἢ θυσιῶν αἷμα.
μεγαλόφρων ἐφʼ ὕβρει θρασυκάρδιος· λαμπτὴρ δὲ ἀσεβῶν ἁμαρτία.
13 om και 3⁰ U+05D0 14 συμποδισθησεται BᵇU+05D0A 16 διανοιξον] + δε U+05D0A U+05D0 A | αρτων] αυτων U+05D0* (αρτ. U+05D0c.a) 18 τα διαβηματα] om τα A | δε] ε inst U+05D0? 19 αγιασαι] prius απαται U+05D0* 21 ος] pr η λυχνος A | ερευνα BᵃᵇU+05D0A | ταμεια Bᵃᵇ (ταμια BU+05D0*)] ταμιεια A 24 ταμεια Bᵃ(vid)ᵇ (ταμια B*U+05D0)] ταμιεια A pr τα U+05D0* (om τα U+05D0c.a) XXI 1 εαν] δ αν U+05D0A | νευση U+05D0c.aA | om εκει A 4 αμαρτιαι U+05D0c.aA B
ὁ ἐνεργῶν θησαυρίσματα γλώσσῃ ψευδεῖ μάταια διώκει ἐπὶ παγίδας θανάτου.
ὄλεθρος ἀσεβέσιν ἐπιξενωθήσεται, οὐ γὰρ βούλονται πράσσειν τὰ δίκαια.
πρὸς τοὺς σκολιοὺς σκολιὰς ὁδοὺς ἀποστέλλει ὁ θεός, ἁγνὰ γὰρ καὶ ὀρθὰ τὰ ἔργα αὐτοῦ.
κρεῖσσον οἰκεῖν ἐπὶ γωνίας ὑπαίθρου ἢ ἐν κεκονιαμένοις μετὰ ἀδικίας καὶ ἐν οἴκῳ κοινῷ.
ψυχὴ ἀσεβοῦς οὐκ ἐλεηθήσεται ὑπʼ οὐδενὸς τῶν ἀνθρώπων.
ζημιουμένου ἀκολάστου πανουργότερος γίνεται ὁ κακός, συνίων δὲ σοφὸς δέξεται γνῶσιν.
συνίει δίκαιος καρδίας ἀσεβῶν καὶ φαυλίζει ἀσεβεῖς ἐν κακοῖς.
ὃς φράσσει τὰ ὦτα τοῦ μὴ ἐπακοῦσαι ἀσθενοῦς, καὶ αὐτὸς ἐπικαλέσεται καὶ οὐκ ἔσται ὁ εἰσακούων.
δόσις λάθριος ἀνατρέπει ὀργάς, δώρων δὲ ὁ φειδόμενος θυμὸν ἐγείρει ἰσχυρόν.
εὐφροσύνη δικαίων ποιεῖ κρίμα, ὅσιος δὲ ἀκάθαρτος παρὰ κακούργοις.
ἀνὴρ πλανώμενος ἐξ ὁδοῦ δικαιοσύνης ἐν συναγωγῇ γιγάντων ἀναπαύσεται.
ἀνὴρ ἐνδεὴς ἀγαπᾷ εὐφροσύνην, φιλῶν οἶνον καὶ ἔλαιον εἰς πλοῦτον·
περικάθαρμα δὲ δικαίου ἄνομος.
κρεῖσσον οἰκεῖν ἐν τῇ ἐρήμῳ ἢ μετὰ γυναικὸς γλωσσώδους καὶ μαχίμου καὶ ὀργίλου.
θησαυρὸς ἐπιθυμητὸς ἀναπαύσεται ἐπὶ στόματος σοφοῦ, ἄφρονες δὲ ἄνδρες καταπίονται αὐτόν.
ὁδὸς δικαιοσύνης καὶ ἐλεημοσύνης εὑρήσει ζωὴν καὶ δόξαν.
πόλεις ὀχυρὰς ἐπέβη σοφὸς καὶ καθεῖλεν τὸ ὀχύρωμα ἐφʼ ᾧ ἐπεποίθεισαν οἱ ἀσεβεῖς.
ὃς φυλάσσει τὸ στόμα αὐτοῦ καὶ τὴν γλῶσσαν, διατηρεῖ ἐκ θλίψεως τὴν ψυχὴν αὐτοῦ.
U+05D0A 6 διωκει] + και ερχεται U+05D0c.aA 8 αποστελει A 9 κρεισσον] κρισσων A | επι] εν U+05D0* (επι U+05D0c.a) | η εν] η ε sup ras Aa| οικω] κοινω U+05D0* (οικ. U+05D0c.a) | κοινω] +μετα γυναικος μαχημης (? -χιμης) Bc 11 κακος] ακακος BᵃᵇU+05D0A 13 ωτα] +αυτου A | υπακουσοι A | εισακουων] επακουων U+05D0 15 δικαιω (-ων U+05D0c.a) | ποιειν U+05D0A 17 φιλον U+05D0* (-λων U+05D0c.a) | ελαιον] ελεον A 19 κρεισσων B (κρισ- σον U+05D0A) | μαχιμου κ. γλωσσωδους U+05D0A | οργιλους U+05D0* (-λου U+05D0?) 22 πολις A
θρασὺς καὶ αὐθάδης καὶ ἀλαζὼν λοιμὸς καλεῖται, B ὃς δὲ μνησικακεῖ παράνομος.
ἐπιθυμίαι ὀκνηρὸν ἀποκτείνουσιν, οὐ γὰρ προαιροῦνται αἱ χεῖρες αὐτοῦ ποιεῖν τι.
ἀσεβὴς ἐπιθυμεῖ ὅλην τὴν ἡμέραν ἐπιθυμίας κακάς, ὁ δὲ δίκαιος ἐλεᾷ καὶ οἰκτείρει ἀφειδῶς.
θυσίαι ἀσεβῶν βδέλυγμα Κυρίῳ, καὶ γὰρ παρανόμως προσφέρουσιν αὐτάς.
μάρτυς ψευδὴς ἀπολεῖται, ἀνὴρ δὲ ὑπήκοος φυλασσόμενος λαλήσει.
ἀσεβὴς ἀνὴρ ἀναιδῶς ὑφίσταται προσώπῳ, ὁ δὲ εὐθὴς αὐτὸς συνίει τὰς ὁδοὺς αὐτοῦ.
οὐκ ἔστιν σοφία, οὐκ ἔστιν ἀνδρία, οὐκ ἔστιν βουλὴ πρὸς τὸν ἀσεβῆ.
ἵππος ἑτοιμάζεται εἰς ἡμέραν πολέμου, παρὰ δὲ Κυρίου ἡ βοήθεια.
αἱρετώτερον ὄνομα καλὸν ἢ πλοῦτος πολύς· ὑπὲρ δὲ ἀργύριον καὶ χρυσίον χάρις ἀγαθή.
πλούσιος καὶ πτωχὸς συνήντησαν ἀλλήλοις, ἀμφοτέρους δὲ ὁ κύριος ἐποίησεν.
πανοῦργος ἰδὼν πονηρὸν τιμωρούμενον κραταιῶς αὐτὸς παιδεύεται, οἱ δὲ ἄφρονες παρελθόντες ἐζημιώθησαν.
γενεὰ σοφίας φόβος Κυρίου καὶ πλοῦτος καὶ δόξα καὶ ζωή.
τρίβολοι καὶ παγίδες ἐν ὁδοῖς σκολιαῖς, ὁ δὲ φυλάσσων τὴν ἑαυτοῦ ψυχὴν ἀφέξεται αὐτῶν.
πλούσιοι πτωχῶν ἄρξουσιν, καὶ οἰκέται ἰδίοις δεσπόταις δανιοῦσιν.
ὁ σπείρων φαῦλα θερίσει κακά, πληγὴν δὲ ἔργων αὐτοῦ συντελέσει.
ἄνδρα ἱλαρὸν καὶ δότην εὐλογεῖ ὁ θεός, ματαιότητα δὲ ἔργων αὐτοῦ συντελέσει.
ὁ ἐλεῶν πτωχὸν αὐτὸς διατραφήσεται, 25 οκνηρον] οκνηρουσιν U+05D0* (-ρον U+05D0?) | αποκτεννουσιν U+05D0c.a αποκτενουσιν A U+05D0A 26 ημεραν] ν sup ras U+05D0? | ελεει Bᵃᵇ 30 ανδρεια Bᵇ X X II 1 χρυσιον κ. αργυριον U+05D0 2 συνητησαν A 3 παρελθοντες] inter ρ et ε ins ο U+05D0* (om U+05D01 postea ras U+05D0?) 7 δανειουσιν Bᵃ (vid)b 9 διαστραφησεται A Bτῶν γὰρ ἑαυτοῦ ἄρτων ἔδωκεν τῷ πτωχῷ.
aνίκην καὶ τιμὴν περιποιεῖται ὁ δῶρα δούς, τὴν μέντοι ψυχὴν ἀφαιρεῖται τῶν κεκτημένων.
ἔκβαλε ἐκ συνεδρίου λοιμόν, καὶ συνεξελεύσεται αὐτῷ νεῖκος· ὅταν γὰρ καθίσῃ ἐν συνεδρίῳ πάντας ἀτιμάζει.
ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι· χείλεσιν ποιμαίνει βασιλεύς.
οἱ δὲ ὀφθαλμοὶ Κυρίου διατηροῦσιν αἴσθησιν, φαυλίζει δὲ λόγους παράνομος.
προφασίζεται καὶ λέγει ὀκνηρός Λέων ἐν ταῖς ὁδοῖς, ἐν δὲ ταῖς πλατείαις φονευταί.
βόθρος βαθὺς στόμα παρανόμου, ὁ δὲ μισηθεὶς ὑπὸ Κυρίου ἐμπεσεῖται εἰς αὐτόν.
aεἰσὶν ὁδοὶ κακαὶ ἐνώπιον ἀνδρός, καὶ οὐκ ἀγαπᾷ τοῦ ἀποστρέψαι ἀπʼ αὐτῶν· ἀποστρέφειν δὲ δεῖ ἀπὸ ὁδοῦ σκολιᾶς καὶ κακῆς.
ἄνοια ἐξῆπται καρδίας νέου, ῥάβδος δὲ καὶ παιδία μακρὰν ἀπʼ αὐτοῦ.
ὁ συκοφαντῶν πένητα πολλὰ ποιεῖ τὰ ἑαυτοῦ· δίδωσιν δὲ πλουσίῳ ἐπʼ ἐλάσσονι.
Λόγοις σοφῶν παράβαλλε σὸν οὖς καὶ ἄκουε ἐμὸν λόγον, § C §τὴν δὲ σὴν καρδίαν ἐπίστησον, ἵνα γνῷς ὅτι καλοί εἰσιν.
καὶ ἐὰν ἐμβάλῃς αὐτοὺς εἰς τὴν καρδίαν σου, εὐφρανοῦσίν σε ἅμα ἐπὶ σοῖς χείλεσιν·
ἵνα σου γένηται ἐπὶ Κύριον ἡ ἐλπίς, καὶ γνωρίσῃ σοι τὴν ὁδόν σου.
καὶ σὺ δὲ ἀπόγραψαι αὐτὰ σεαυτῷ τρισσῶς εἰς βουλὴν καὶ γνῶσιν ἐπὶ τὸ πλάτος τῆς ψυχῆς σου.
διδάσκω οὖν σε ἀληθῆ λόγον καὶ γνῶσιν ἀγαθὴν ὑπακούειν, U+05D0AC 9 εδωκεν] δεδωκεν A 9 a δους] διδους A 12 διατηρησουσιν A 13 οκνηρος κ. λεγει U+05D0 14 a ανδρος] pr π U+05D0* (om π U+05D01) 15 καρδιας] καρδια BᵃᵇU+05D0* (pr εν U+05D0c.a) A | παιδεια Bᵃᵇ 16 εαυτου] + κακα U+05D0c.aA 17 παραβαλε U+05D0c.a A | γνως] γνοις U+05D0* (γνως U+05D0c.a) + αυτους U+05D0 | εισι C 18 om εαν U+05D0 | ευφρανουσιν] ευφραινουσιν C pr κ U+05D0c.a 19 γνωρισοι U+05D0* (γνωριση σοι U+05D0c.a) | σου 2⁰ αυτου U+05D0AC 20 om δε C | ψυχης] καρδιας AC 21 διδασκων C | αγαθην] αληθη A | υπακουειν] εῑ inst U+05D0c.c τοῦ ἀποκρίνεσθαι λόγους ἀληθείας τοῖς προβαλλομένοις σοι.
B
μὴ ἀποβιάζου πένητα, πτωχὸς γάρ ἐστιν, καὶ μὴ ἀτιμάσῃς ἀσθενῆ ἐν πύλαις.
ὁ γὰρ Κύριος κρινεῖ αὐτοῦ τὴν κρίσιν, καὶ ῥύσῃ σὴν ἄσυλον ψυχήν.
μὴ ἴσθι ἑταῖρος ἀνδρὶ θυμώδει, φίλῳ δὲ ὀργίλῳ μὴ συναυλίζου,
μή ποτε μάθῃς τῶν ὁδῶν αὐτοῦ καὶ λάβῃς βρόχους τῇ σῇ
μὴ δίδου σεαυτὸν εἰς ἐγγύην, αἰσχυνόμενος πρόσωπον· ἐὰν γὰρ μὴ ἔχῃ πόθεν ἀποτίσῃ, λήμψονται τὸ στρῶμα τὸ ὑπὸ τὰς πλευράς σου.
μὴ μέταιρε ὅρια αἰώνια ἃ ἔθεντο οἱ πατέρες σου. ὁρατικὸν ἄνδρα καὶ ὀξὺν ἐν τοῖς ἔργοις αὐτοῦ βασιλεῦσι δεῖ παρεστάναι, καὶ μὴ παρεστάναι ἀνδράσι νωθροῖς.
ἐὰν καθίσῃς δειπνεῖν ἐπὶ τραπέζης δυναστῶν, νοητῶς νόει τὰ παρατιθέμενά σοι,
καὶ ἐπίβαλλε τὴν χεῖρά σου, εἰδὼς ὅτι τοιαῦτά σε δεῖ παρασκευάσαι.
εἰ δὲ ἀπληστότερος εἶ, ³μὴ ἐπιθύμει τῶν ἐδεσμάτων αὐτοῦ· ταῦτα γὰρ ἔχεται ζωῆς ψευδοῦς.
μὴ παρεκτείνου πένης ὢν πλουσίῳ, τῇ δὲ σῇ ἐννοίᾳ ἀπόσχου.
ἐὰν ἐπιστήσῃς τὸ σὸν ὄμμα πρὸς αὐτόν, οὐδαμοῦ πεσεῖται· κατεσκεύασται γὰρ αὐτῷ πτέρυγες ὥσπερ ἀετοῦ, καὶ ὑποστρέφει εἰς τὸν οἶκον τοῦ προεστηκότος αὐτοῦ.
μὴ συνδείπνει ἀνδρὶ βασκάνῳ, μηδὲ ἐπιθύμει τῶν βρωμάτων αὐτοῦ·
ὃν τρόπον γὰρ εἴ τις καταπίοι τρίχα, οὕτως ἐσθίει καὶ πίνει. 21 αποκρινασθαι A + σε AC | λογους] λογον U+05D0 λογοις A | αληθιαν U+05D0* U+05D0AC (αληθιας U+05D0c.a) | σοι] σε A 22 om γαρ C 23 om Κυριος U+05D0* (hab U+05D0c.a) | αυτου] εαυτου A | κρισιν] ψυχην U+05D0* (κρ. U+05D0c.a) δικην A | ψυχην ασυλον U+05D0 27 εχης AC | αποτεισης U+05D0c.a αποτισης A (-σεις Capp) | ληψονται C | πλερας C*vid (υ superscr C?) 29 βασιλευσιν U+05D0 | παραστηναι bis C ταρισταναι (2⁰) A | ανδρασιν U+05D0 XXIII 1 δυναστου AC 2 την χειρα] τας χειρας C 3 επιθυμη C 4 παρεκτεινου (-τινου U+05D0c.a AC)] παρεκτινης U+05D0* 5 προς] επ U+05D0* (προς U+05D0c.a) | πεσειται] φανιται U+05D0c.a φανειται AC | πτερυγας U+05D0* (-γαις U+05D0c.a) | αυτου] αυτον C 6 βρωματων] εδεσματων C Bμηδὲ πρὸς σὲ εἰσαγάγῃς αὐτὸν καὶ φάγῃς τὸν ψωμόν σου μετʼ αὐτοῦ·
ἐξεμέσει γὰρ αὐτὸν καὶ λυμανεῖται τοὺς λόγους σου τοὺς καλούς.
εἰς ὦτα ἄφρονος μηδὲν λέγε, μή ποτε μυκτηρίσῃ τοὺς συνετοὺς λόγους σου.
μὴ μεταθῇς ὅρια αἰώνια, εἰς δὲ κτῆμα ὀρφανῶν μὴ εἰσέλθῃς·
ὁ γὰρ λυτρούμενος αὐτοὺς Κύριος· κραταιός ἐστιν, καὶ κρινεῖ τὴν κρίσιν αὐτῶν μετὰ σοῦ.
δὸς εἰς παιδείαν τὴν καρδίαν σου, τὸ δὲ ὦτά σου ἑτοίμασον λόγοις αἰσθήσεως.
μὴ ἀπόσχῃ νήπιον παιδεύειν, ὅτι ἐὰν πατάξῃς αὐτὸν ῥάβδῳ, οὐ μὴ ἀποθάνῃ·
σὺ μὲν γὰρ πατάξεις αὐτὸν ῥάβδῳ, τὴν δὲ ψυχὴν αὐτοῦ ἐκ θανάτου ῥύσῃ.
υἱέ, ἐὰν σοφὴ γένηταί σου ἡ καρδία, εὐφρανεῖς καὶ τὴν ἐμὴν καρδίαν,
καὶ ἐνδιατρίψει λόγοις τὰ σὰ χείλη πρὸς τὰ ἐμὰ χείλη, ἐὰν ὀρθὰ ὦσιν.
μὴ ζηλούτω ἡ καρδία σου ἁμαρτωλούς, ἀλλὰ ἐν φόβῳ Κυρίου ἴσθι ὅλην τὴν ἡμέραν.
ἐὰν γὰρ τηρήσῃς αὐτά, ἔσται σοι ἔκγονα, ἡ δὲ ἐλπίς σου οὐκ ἀποστήσεται.
ἄκουε, υἱέ, καὶ σοφὸς γενοῦ, καὶ κατεύθυνε ἐννοίας σῆς καρδίας.
μὴ ἴσθι οἰνοπότης, μηδὲ ἐκτείνου συμβολαῖς, κρεῶν ἀγορασμοῖς·
πᾶς γὰρ μέθυσος καὶ πορνοκόπος πτωχεύσει, καὶ ἐνδύσεται διερρηγμένα καὶ ῥακώδη πᾶς ὑπνώδης.
ἄκουε, υἱέ, πατρὸς τοῦ γεννήσαντός σε, καὶ μὴ καταφρόνει ὅτι γεγήρακέν σου ἡ μήτηρ.
U+05D0AC 8 λοιμανειται B*C (λυμ. BᵇU+05D0A) 9 μυκτηρισει C 10 αιωνια] + α εθεντο οι πατερες σου A 11 κραταιος εστιν c praec coniung AC 12 παιδιαν B*U+05D0A (-δειαν BᵃᵇC) 13 παιδευων A 15 σοφος C 16 ενδιατριψη A 17 ζηλωτου B* (-λουτω Bᵃᵇ) 18 εκγονα] εγγονα A 19 γενου] γεινου BᵃU+05D0 γινου BᵇAC | εννοιας] εννοιαν U+05D0c.a 20 εκτεινου] εκλυου C | κρεων] + τε U+05D0 c.aAC 21 πτωχευσει] pr και U+05D0* (om και U+05D0¹) πτωχευ.. (πτωχευει nisi potius πτωχευσι) C | ρακωδη] ρακκωδη U+05D0c.a ρα... (cett perier usque fin lin) C
καλῶς ἐκτρέφει πατὴρ δίκαιος, B ἐπὶ δὲ υἱῷ σοφῷ εὐφραίνεται ἡ ψυχὴ αὐτοῦ.
εὐφραινέσθω ὁ πατὴρ καὶ ἡ μήτηρ ἐπὶ σοί, καὶ χαιρέτω ἡ τεκοῦσά σε.¶
¶C
δός μοι, υἱέ, σὴν καρδίαν· οἱ δὲ σοὶ ὀφθαλμοὶ ἐμὰς ὁδοὺς τηρείτωσαν.
πίθος γὰρ τετρημένος ἐστὶν ἀλλότριος οἶκος καὶ φρέαρ στενὸν ἀλλότριον.
οὗτος γὰρ συντόμως ἀπολεῖται, καὶ πᾶς παράνομος ἀναλωθήσεται.
τίνι οὐαί; τίνι θόρυβος ; τίνι κρίσις; τίνι δὲ ἀηδία καὶ λέσχαι ; τίνι συντρίμματα διὰ κενῆς; τίνος πελιοὶ ὀφθαλμοί;
οὐ τῶν ἐνχρονιζόντων ἐο οἴνοις; οὐ τῶν ἰχνευόντων ποῦ πότοι γίνονται;
μὴ μεθύσκεσθε ἐν οἴνοις, ἀλλὰ ὁμιλεῖτε ἀνθρώποις δικαίοις, καὶ ὁμιλεῖτε ἐν περιπάτοις· ἐὰν γὰρ εἰς τὰς φιάλας καὶ τὰ ποτήρια δῷς τοὺς ὀφθαλμούς ὕστερον περιπατήσεις γυμνότερος ὑπέρου·
τὸ δὲ ἔσχατον ὥσπερ ὑπὸ ὄφεως πεπληγὼς ἐκτείνεται, καὶ ὥσπερ ὑπὸ κεράστου διαχεῖται αὐτῷ ὁ ἰός.
οἱ ὀφθαλμοί σου ὅταν ἴδωσιν ἀλλοτρίαν, τὸ στόμα σου τότε λαλήσει σκολιά,
καὶ κατακείσῃ ὥσπερ ἐν καρδίᾳ θαλάσσης, καὶ ὥσπερ κυβερνήτης ἐν πολλῷ κλύδωνι.
ἐρεῖς δέ Τύπτουσίν με καὶ οὐκ ἐπόνεσα, καὶ ἐνέπαιξάν μοι, ἐγὼ δὲ οὐκ ᾔδειν· πότε ὄρθρος ἔσται, ἵνα ἐλθὼν ζητήσω μεθʼ ὧν συνελεύσομαι;
υἱέ, μὴ ζηλώσῃς κακοὺς ἄνδρας, μηδὲ ἐπιθυμήσῃς εἶναι μετ᾿ αὐτῶν·
26 εμας] pr ο U+05D0* (om ο U+05D0¹) 27 εστιν τετρημενος U+05D0 28 ουτως A U+05D0A 29 om δε U+05D0c.aA | αηδιαι U+05D0A | πελιοι U+05D0* (πελειοι B*vidA)] πελιδνοι Bᵇ?c? (sup ras) μελανες Bᵃᵐᵍ et superius φλυαριαι (φλοιαριαι corr) ομιλιαι ενφιλονικοι Ba | οφθαλμοι] pr οι BᵃU+05D0 30 εγχρονιζοντων Bᵃᵇ 31 εν οινοις] οινοις U+05D0 οινω A | τα ποτηρια] pr εις U+05D0A | γυμνοτερος] γυμνος U+05D0* (- νοτερος U+05D0c.a) | περου] υπεροης U+05D0* (-ρου U+05D0c.a) 32 αυτω] αυτου A 35 ορθρος] ρθος U+05D0 B
ψευδῆ γὰρ μελετᾷ ἡ καρδία αὐτῶν, καὶ πόνους τὰ χείλη αὐτῶν λαλεῖ.
μετὰ σοφίας οἰκοδομεῖται οἶκος, καὶ μετὰ συνέσεως ἀνορθοῦται·
μετὰ αἰσθήσεως ἐμπίμπλανται ταμεῖα ἐκ παντὸς πλούτου τιμίου καὶ καλοῦ.
κρείσσων σοφὸς ἰσχυροῦ, καὶ ἀνὴρ φρόνησιν ἔχων γεωργίου μεγάλου.
μετὰ κυβερνήσεως γίνεται πόλεμος, βοήθεια δὲ μετὰ καρδίας βουλευτικῆς.
σοφία καὶ ἔννοια ἀγαθὴ ἐν πύλαις σοφῶν· σοφοὶ οὐκ ἐκκλίνουσιν ἐκ στόματος Κυρίου,
ἀλλὰ λογίζονται ἐν συνεδρίοις. ἀπαιδεύτοις συναντᾷ θάνατος,
ἀποθνήσκει δὲ ἄφρων ἐν ἁμαρτίαις. ἀκαθαρσία δὲ ἀνδρὶ λοιμῷ ἐμμολυνθήσεται
ἐν ἡμέρᾳ κακῇ καὶ ἐν ἡμέρᾳ θλίψεως ἕως ἂν ἐκλίπῃ.
ῥῦσαι ἀγομένους εἰς θάνατον καὶ ἐκπρίου κτεινομένους, μὴ φείσῃ.
ἐὰν δὲ εἴπῃς Οὐκ οἶδα τοῦτον, γίνωσκε ὅτι Κύριος καρδίας πάντων γινώσκει· καὶ ὁ πλάσας πνοὴν πᾶσιν αὐτὸς οἶδεν πάντα, ὃς ἀποδίδωσιν ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.
φάγε μέλι, υἱέ, ἀγαθὸν γὰρ κηρίον, ἵνα γλυκανθῇ σου ὁ φάρυγξ.
οὕτως αἰσθηθήσῃ σοφίαν τῇ σῇ ψυχῇ· ἐὰν γὰρ εὕρῃς, ἔσται καλὴ ἡ τελευτή σου καὶ ἐλπίς σε οὐκ ἐγκαταλείψει.
μὴ προσαγάγῃς ἀσεβῆ νομῇ δικαίων, μηδὲ ἀπατηθῇς χορτασίᾳ κοιλίας.
ἑπτάκι γὰρ πεσεῖται δίκαιος καὶ ἀναστήσεται, οἱ δὲ ἀσεβεῖς ἀσθενήσουσιν ἐν κακοῖς.
ἐὰν πέσῃ ὁ ἐχθρός σου, μὴ ἐπιχαρῇς αὐτῷ, U+05D0A XXIV 4 εμπιπλανται BᵇU+05D0 εμπιπλαται A | ταμεια Bᵃᵇ (ταμια B*U+05D0) ταμιεια A 6 βοηθει U+05D0* (-θεια U+05D0c.a) 9 om δε 2⁰ A | εν|μολυνθη- σεται U+05D0 10 om εως U+05D0* (hab U+05D0c.a) | εκλειπη A 11 εκπριω Bc fortA 12 Κυριος] pr ο A 14 αισθηση U+05D0A | σοφιας A | τελευτη] τελ ευ τη ras σου ut vid U+05D01 15 ασεβην U+05D0 | νομην B 16 επτακις A | δικαιος] pr ο A ἐν δὲ τῷ ὑποσκελίσματι αὐτοῦ μὴ ἐπαίρου·
B
ὅτι ὄψεται Κύριος καὶ οὐκ ἀρέσει αὐτῷ, καὶ ἀποστρέψει τὸν θυμὸν αὐτοῦ ἀπʼ αὐτοῦ.
μὴ χαῖρε ἐπὶ κακοποιοῖς, μηδὲ ζήλου ἁμαρτωλούς·
οὐ γὰρ μὴ γένηται ἔκγονα πονηρῷ, λαμπτὴρ δὲ ἀσεβῶν σβεσθήσεται.
φοβοῦ τὸν θεόν, υἱέ, καὶ βασιλέα, καὶ μηθετέρῳ αὐτῶν ἀπειθήσῃς·
ἐξαίφνης γὰρ τίσονται τοὺς ἀσεβεῖς, τὰς δὲ τιμωρίας ἀμφοτέρων τίς γνώσεται;
aλόγον φυλασσόμενος υἱὸς ἀπωλείας ἐκτὸς ἔσται, δεχόμενος δὲ ἐδέξατο αὐτόν.
bμηδὲν ψεῦδος ἀπὸ γλώσσης βασιλεῖ λεγέσθω, καὶ οὐδὲν ψεῦδος αὐτοῦ ἀπὸ γλώσσης μὴ ἐξέλθῃ.
cμάχαιρα γλῶσσα βασιλέως καὶ οὐ σαρκίνη· ὃς δʼ ἂν παραδοθῇ, συντριβήσεται.
dἐὰν γὰρ ὀξυνθῇ ὁ θυμὸς αὐτοῦ, σὺν νεύροις ἀνθρώπους ἀναλίσκει,
eκαὶ ὀστᾶ ἀνθρώπων κατατρώγει, καὶ συνκαίει ὥσπερ φλόξ, §ὥστε ἄβρωτα εἶναι νεοσσοῖς ἀετῶν.
Τοὺς ἐμοὺς λόγους, υἱέ, φοβήθητι. καὶ δεξάμενος αὐτοὺς μετανόει. τάδε λέγει ὁ ἀνὴρ τοῖς πιστεύουσιν θεῷ, καὶ παύομαι.
ἀφρονέστατος γάρ εἰμι πάντων ἀνθρώπων, καὶ φρόνησις ἀνθρώπων οὐκ ἔστιν ἐν ἐμοί.
θεὸς δεδίδαχέν με σοφίαν, καὶ γνῶσιν ἁγίων ἔγνωκα.
τίς ἀνέβη εἰς τὸν οὐρανὸν καὶ κατέβη; 18 υποστρεψει U+05D0* (αποστρ. U+05D0c.a) 19 κακοποιοις] κακοτητι U+05D0* (-ποιοις U+05D0AC U+05D0c.a) 20 πονηρων U+05D0A 21 μηδετερω A 22a λογον] asterisc adpinx A?ᵐᵍ 22 b βασιλει] βασιλεως A | om αυτου U+05D0A | γλωσσης] + αυτου U+05D0A | μη] pr ου U+05D0 22d συνευροις U+05D0* (συν ν. U+05D0c.a) | ανθρωπους] ανου A 22 e συνκαιει (συγκ. Bᵃ?ᵇA)] εκκαιει U+05D0 | ωστε] ως τα U+05D0* (ωστε U+05D0c.a) 24 τους] + δε A | δεξαμε- νους U+05D0* (-νος U+05D0 c.a) | ταδε] τι δε U+05D0* (ταδε U+05D0c.a) | παυσομαι U+05D0* (παυομαι U+05D0c.a) 25 ανθρωπων 1°] pr των C | ανθρωπων 2⁰] ανου AC 26 θεος] pr ο U+05D0C δεδιδαχεν] εδιδαξεν U+05D0 | αγιων] ανων A*vid Bτίς συνήγαγεν ἀνέμους ἐν κόλπῳ ; τίς συνέστρεψεν ὕδωρ ἐν ἱματίῳ ; τίς ἐκράτησεν τῶν ἄκρων τῆς γῆς, τί ὄνομα αὐτῷ; ἢ τί ὄνομα τοῖς τέκνοις αὐτοῦ;
πάντες γὰρ λόγοι θεοῦ πεπυρωμένοι, ὑπερασπίζει δὲ αὐτὸς τῶν εὐλαβουμένων αὐτόν.
μὴ προσθῇς τοῖς λόγοις αὐτοῦ, ἵνα μὴ ἐλέγξῃ σε καὶ ψευδὴς γένῃ.
δύο αἰτοῦμαι παρὰ σοῦ, μὴ ἀφέλῃς μου χάριν πρὸ τοῦ ἀποθανεῖν με·
μάταιον λόγον καὶ ψευδῆ μακράν μου ποίησον, πλοῦτον δὲ καὶ πενίαν μή μοι δῷς, σύνταξον δέ μοι τὰ δέοντα καὶ τὰ αὐτάρκη·
ἵνα μὴ πλησθεὶς ψευδὴς γένωμαι καὶ εἴπω Τίς με ὁρᾶ ἢ πενηθεὶς κλέψω καὶ ὀμόσω τὸ ὄνομα τοῦ θεοῦ.
μὴ παραδῷς οἰκέτην εἰς χεῖρας δεσπότου, μή ποτε καταράσηταί σε καὶ ἀφανισθῇς.
ἔκγονον κακὸν πατέρα καταρᾶται, τὴν δὲ μητέρα οὐκ εὐλογεῖ.
ἔκγονον κακὸν δίκαιον ἑαυτὸν κρίνει, τὴν δὲ ἔξοδον αὐτοῦ οὐκ ἀπένιψεν.
ἔκγονον κακὸν ὑψηλοὺς ὀφθαλμοὺς ἔχει, τοῖς δὲ βλεφάροις αὐτοῦ ἐπαίρεται.
ἔκγονον κακὸν μαχαίρας τοὺς ὀδόντας ἔχει καὶ τὰς μύλας τομίδας, ὥστε ἀναλίσκειν καὶ κατεσθίειν τοὺς ταπεινοὺς ἀπὸ τῆς γῆς καὶ τοὺς πένητας αὐτῶν ἐξ ἀνθρώπων.
Ταῦτα δὲ λέγω ὑμῖν τοῖς σοφοῖς ἐπιγινώσκειν· αἰδεῖσθαι πρόσωπον ἐν κρίσει οὐ καλόν.
ὁ εἰπὼν τὸν ἀσεβῆ Δίκαιός ἐστιν, U+05D0AC 27 ανεμουν A*vid (- μους A?) | των ακρων] pr παντων AC | om τι ονομα (2⁰) A | τοις τεκνοις] τωι υιωι (sic) Aᵇ?c? | αυτου] + ινα γνως AC 28 om γαρ AC | υπερασπισει A υπερασπιει C 29 ελεγξη] εξελεγξη U+05D0 31 πενιαν] παιδιαν A | τα δεοντα] pr παντα A | om και 3⁰ U+05D0c.aA | τα αυταρκη] om τα U+05D0* (hab U+05D0c.a sed postea del) A 32 ομοσω C 33 καταρησηται U+05D0* (κατα- ρασηται U+05D01(vid)c.a) καταρασεται C 35 εαυτον] αυτον C | αυτου] εαυτου U+05D0 37 μαχαιρας] pr της C*vid (ras 3 litt C?) | στομιδας U+05D0A | om και κατεσ- θιειν A | ταπεινους] ασθενεις C 38 om αιδεισθαι...ου καλον U+05D0 | αιδεσθαι A | ου καλον εν κρισι A ἐπικατάρατος λαοῖς ἔσται καὶ μισητὸς εἰς ἔθνη·
B
οἱ δὲ ἐλέγχοντες βελτίους φανοῦνται, ἐπʼ αὐτοὺς δὲ ἥξει εὐλογία.
χείλη δὲ φιλήσουσιν ἀποκρινόμενα λόγους ἀγαθούς.
ἑτοίμαζε εἰς τὴν ἔξοδον τὰ ἔργα σου, καὶ παρασκευάζου εἰς τὸν ἀγρόν, καὶ πορεύου κατόπισθέν μου καὶ ἀνοικοδομήσεις τὸν οἶκόν σου.
μὴ ἵσθι ψευδὴς μάρτυς ἐπὶ σὸν πολίτην, μηδὲ πλατύνου σοῖς χείλεσιν.
μὴ εἴπῃς Ὃν τρόπον ἐχρήσατό μοι χρήσομαι αὐτῷ, τίσομαι δὲ αὐτὸν ἅ με ἠδίκησεν.
ὥσπερ γεώργιον ἀνὴ καὶ ὥσπερ ἀμπελὼν ἄνθρωπος ἐνδεὴς φρενῶν·
ἐὰν ἀφῇς αὐτόν, χερσωθήσεται καὶ χορτομανήσει ὅλος, καὶ γίνεται ἐκλελιμμένος, οἱ δὲ φραγμοὶ τῶν λίθων αὐτοῦ κατασκάπτονται.
ὕστερον ἐγὼ μετενόησα, ἀπέβλεψα τοῦ ἐκλέξασθαι παιδείαν.
ὀλίγον νυστάζω, ὀλίγον δὲ καθυπνῶ, ὀλίγον δὲ ἐναγκαλίζομαι χερσὶν στήθη·
ἐὰν δὲ τοῦτο ποιῇς, ἥξει προπορευομένη ἡ πενία σου, καὶ ἡ ἔνδειά σου ὥσπερ ἀγαθὸς δρομεύς.
Τῇ βδέλλῃ τρεῖς θυγατέρες ἦσαν ἀγαπήσει ἀγαπώμεναι. καὶ αἱ τρεῖς αὗται οὐκ ἐνεπίμπλασαν αὐτήν. καὶ ἡ τετάρτη οὐκ ἠρκέσθη εἰπεῖν Ἱκανόν·
ᾅδης καὶ ἔρως γυναικὸς καὶ τάρταρος καὶ γῆ οὐκ ἐμπιπλαμένη ὕδατος καὶ ὕδωρ καὶ πῦρ οὐ μὴ εἴπωσιν Ἀρκεῖ.
ὀφθαλμὸν καταγελῶντα πατρὸς καὶ ἀτιμάζοντα γῆρας μητρός, ἐκκόψαισαν αὐτὸν κόρακες ἐκ τῶν φαράγγων, καὶ καταφάγοισαν αὐτὸν νεοσσοὶ ἀετῶν.
40 ευλογια] + αγαθη U+05D0c.a AC 41 αγαθους] σοφους U+05D0c.a AC 42 αγρον] U+05D0AC + σου U+05D0 c.a 44 με] μα A* (μαι A¹) 45 αμπελος C 46 εκλελειμμενος BabC 47 επεβλεψα U+05D0c.a C | παιδιαν U+05D0 48 om δε 1°U+05D0 49 ποιης] ο sup as B? ποιησις U+05D0 | om σου 2⁰ AC 50 βδελλι C | ενεμπιπλασαν A 51 αδης] ρης A* (αδ. Aᵃ?) | εμπιμλαμενη C | πυρ και υδωρ C | επωσιν C* (ειπ. C?) 2 εκκοψαισαν BᵃᵇU+05D0C (-ψεσαν B*)] εκκολαψαισαν A | αυτον 1⁰] αυτην A | αυ- ον 2⁰] αυτην A* (-τον A?) B
τρία δέ ἐστιν ἀδύνατά μοι νοῆσαι, καὶ τὸ τέταρτον οὐκ ἐπιγινώσκω·
ἴχνη ἀετοῦ πετομένου, καὶ ὁδοὺς ὄφεως ἐπὶ πέτρας, καὶ τρίβους νηὸς ποντοπορούσης, καὶ ὁδοὺς ἀνδρὸς ἐν νεότητι.
τοιαύτη ὁδὸς γυναικὸς μοιχαλίδος, ἢ ὅταν πράξῃ, ἀπονιψαμένη οὐδέν φησιν πεπραχέναι ἄτοπον.
¶ C
διὰ τριῶν σείεται ἡ γῆ,¶ τὸ δὲ τέταρτον οὐ δύναται φέρειν·
ἐὰν οἰκέτης βασιλεύσῃ, καὶ ἄφρων πλησθῇ σιτίων,
καὶ οἰκέτις ἐὰν ἐκβάλῃ τὴν ἑαυτῆς κυρίαν, καὶ μισητὴ γυνὴ ἐὰν τύχῃ ἀνδρὸς ἀγαθοῦ.
τέσσαρα δὲ ἐλάχιστα ἐπὶ τῆς γῆς, ταῦτα δέ ἐστιν σοφώτερα τῶν σοφῶν·
οἱ μύρμηκες οἷς μὴ ἔστιν ἰσχύς, καὶ ἑτοιμάζονται θέρους τὴν τροφήν·
καὶ οἱ χοιρογρύλλιοι, ἔθνος οὐκ ἰσχυρόν, οἳ ἐποιήσαντο ἐν πέτραις τοὺς ἑαυτῶν οἴκους·
ἀβασίλευτόν ἐστιν ἡ ἀκρίς, καὶ στρατεύει ἀφʼ ἑνὸς κελεύσματος εὐτάκτως·
καὶ καλαβώτης χερσὶν ἐρειδόμενος καὶ εὐάλωτος ὤν, κατοικεῖ ἐν ὀχυρώμασιν βασιλέων.
τρία δέ ἐστιν ἃ εὐόδως πορεύεται, καὶ τέταρτον ὃ καλῶς διαβαίνει·
σκύμνος λέοντος ἰσχυρότερος κτηνῶν, ὃς οὐκ ἀποστρέφεται οὐδὲ καταπτήσσει κτῆνος,
καὶ ἀλέκτωρ ἐνπεριπατῶν θηλείαις εὔψυχος, καὶ τράγος ἡγούμενος αἰπολίου, καὶ βασιλεὺς δημηγορῶν ἐν ἔθνει.
ἐὰν πρόῃ σεαυτὸν ἐν εὐφροσύνῃ, καὶ ἐκτείνῃς τὴν χεῖρά σου μετὰ μάχης, ἀτιμασθήσῃ.
U+05D0AC 54 νηος] νηως U+05D0c.a νεως C 55 φησι C 58 οικετης U+05D0c.a 59 τεσσαρα B? | δε 1⁰] + εστιν U+05D0c.a A 61 χοιρογρυλλιοι U+05D0*A] χοιρογυλιοι B χυρο- γρυλλιοι U+05D0c.a 62 εκστρατευει A 63 βασιλεως U+05D0A 64 om δε U+05D0* (hab U+05D0c.a) | πορευονται A | τεταρτον] pr το U+05D0A 65 καταπτησει A 66 εμπε- ριπατων Bᵇ 67 εν ευφροσυνη] εις ευφροσυνην U+05D0A
ἄμελγε γάλα, καὶ ἔσται βούτυρον· B ἐὰν δὲ ἐκπιέζῃς μυκτῆρας, ἐξελεύσεται αἷμα· ἐὰν δὲ ἐξέλκῃς λόγους, ἐξελεύσονται κρίσεις καὶ μάχαι.
Οἱ ἐμοὶ λόγοι εἴρηνται ὑπὸ θεοῦβασιλέως χρηματισμὸς ὃν ἐπαίδευσεν ἡ μήτηρ αὐτοῦ.
τί, τέκνον, τηρήσεις ; τί; ῥήσεις θεοῦ· πρωτογενές, σοὶ λέγω, υἱέ· τί, τέκνον ἐμῆς κοιλίας; τί, τέκνον ἐμῶν εὐχῶν;
μὴ δῷς γυναιξὶ σὸν πλοῦτον, καὶ τὸν σὸν νοῦν καὶ βίον εἰς ὑστεροβουλίαν.
μετὰ βουλῆς πάντα ποίει, μετὰ βουλῆς οἰνοπότει. οἱ δυνάσται θυμώδεις εἰσίν, οἶνον δὲ μὴ πινέτωσαν·
ἵνα μὴ πιόντες ἐπιλάθωνται τῆς σοφίας, καὶ ὀρθὰ κρῖναι οὐ μὴ δύνωνται τοὺς ἀσθενεῖς.
δίδοτε μέθην τοῖς ἐν λύπαις, καὶ οἶνον πίνειν τοῖς ἐν ὀδύναις,
ἵνα ἐπιλάθωνται τῆς πενίας, καὶ τῶν πόνων μὴ μνησθῶσιν ἔτι.
ἄνοιγε σὸν στόμα λόγῳ θεοῦ, καὶ κρῖνε πάντας ὑγιῶς·
ἄνοιγε σὸν στόμα καὶ κρῖνε δικαίως, διάκρινε δὲ πένητα καὶ ἀσθενῆ.
Aὗται αἱ παιδεῖαι Σαλωμῶντος αἱ ἀδιάκριτοι, ἃς ἐξεγράψαντο οἱ φίλοι Ἑζεκίου τοῦ βασιλέως τῆς Ἰουδαίας.
Δόξα θεοῦ κρύπτει λόγον, δόξα δὲ βασιλέως τιμᾷ πράγματα.
68 εσται] εσθε U+05D0* (εστε U+05D0c.a) | μυκτηρα U+05D0 | εξελκης] εξελκυσης U+05D0 | κρισις U+05D0 U+05D0A 0 om τι 1⁰ U+05D0* (hab U+05D0c.a) | om τηρησεις U+05D0c.a 71 γυναιξιν U+05D0A | σον 1⁰] του A 72 θυμωδει B* (-δεις Bᵃᵇ) | om δε A 73 επιλαθωνται] επιλαθων U+05D0* (-νται U+05D0c.a) επιλανθωνται (sic) A | κριναι] κρινειν A 75 πονων] ποδων U+05D0* (πον. U+05D0¹) | μνησ|σθωσιν B* (μνη|σθ. Bᵃᵇ) 77 κρινε] διακρινε U+05D0 κριναι A | om δε U+05D0 XX V 1 παιδειαι] παροιμιαι U+05D0c.aA | Σαλομωντος U+05D0 Σολομωντος A 3 πραγματα] προσταγματα BcA B
οὐρανὸς ὑψηλός, γῆ δὲ βαθεῖα, καρδία δὲ βασιλέως ἀνεξέλεγκτος.
τύπτε ἀδόκιμον ἀργύριον, καὶ καθαρισθήσεται καθαρὸν ἅπαν·
κτεῖνε ἀσεβεῖς ἐκ προσώπου βασιλέως, καὶ κατορθώσει ἐν δικαιοσύνῃ ὁ θρόνος αὐτοῦ.
μὴ ἀλαζονεύου ἐνώπιον βασιλέως, μηδὲ ἐν τόποις δυναστῶν ὑφίστασο·
κρεῖσσον γάρ σοι τὸ ῥηθῆναι Ἀνάβαινε πρὸς μέ, ἢ ταπεινῶσαί σε ἐν προσώπῳ δυνάστου. ἃ εἶδον οἱ ὀφθαλμοί σου λέγε.
μὴ πρόσπιπτε εἰς μάχην ταχέως, ἵνα μὴ μεταμεληθῇς ἐπʼ ἐσχάτῳ, ἡνίκα ἄν σε ὀνειδίσῃ ὁ σὸς φίλος.
ἀναχώρει εἰς τὰ ὀπίσω, μὴ καταφρόνει,
μή σε ὀνειδίσῃ μὲν ὁ φίλος· ἡ δὲ μάχη σου καὶ ἡ ἔχθρα οὐκ ἀπέσται, ἀλλ᾿ ἔσται σοι ἴση θανάτῳ.
χάρις καὶ φιλία ἐλευθεροῖ, ἃς τήρησον σεαυτῷ, ἵνα μὴ ἐπονείδιστος γένῃ, ἀλλὰ φύλαξον τὰς ὁδούς σου εὐσυναλλάκτως.
μῆλον χρυσοῦν ἐν ὁρμίσκῳ σαρδίου, οὕτως εἰπεῖν λόγον.
εἰς ἐνώτιον χρυσοῦν καὶ σάρδιον πολυτελὲς δέδεται, λόγος σοφὸς εἰς εὐήκοον οὖς.
ὥσπερ ἔξοδος ἐν ἀμήτῳ κατὰ καῦμα ὠφελεῖ, οὕτως ἄγγελος πιστὸς τοὺς ἀποστείλαντας αὐτόν· ψυχὰς γὰρ τῶν αὐτῷ χρωμένων ὠφελεῖ.
ὥσπερ ἄνεμοι καὶ νέφη καὶ ὑετοὶ ἐπιφανέστατα, οὕτως ὁ καυχώμενος ἐπὶ δόσει ψευδεῖ
ἐν μακροθυμίᾳ εὐοδία βασιλεῦσιν, γλῶσσα δὲ μαλακὴ συντρίβει ὀστᾶ.
μέλι εὑρὼν φάγε τὸ ἱκανόν, U+05D0A 4 τυπτε] κρυπτε A 6 δυνατων U+05D0* (-στων U+05D0c.a) 7 το ρηθηναι σοι U+05D0A | ταπεινωσαι] ταπινωθηναι U+05D0 | ιδον A 8 εσχατῶ U+05D0A | αν] pr δ A | om σος A 10 om σου U+05D0 | εχθρα] + σου U+05D0 11 χρυσεον A | λογον] +επι αρμοζουσιν U+05D0c.a 12 om και U+05D0c.aA 13 εξοδος] χιονος U+05D0A 14 επιφανεστατοι U+05D0c.aA | οι καυχωμενοι BᵃᵇU+05D0A μή ποτε πλησθεὶς ἐξεμέσῃς.
B
σπάνιον εἴσαγε σὸν πόδα πρὸς σεαυτοῦ φίλον, μή ποτε πλησθείς σου μισήσῃ σε.
ῥόπαλον καὶ μάχαιρα καὶ τόξευμα ἀκιδωτόν, οὕτως καὶ ἀνὴρ ὁ καταμαρτυρῶν τοῦ φίλου αὐτοῦ μαρτυρίαν ψευδῆ.
ὁδὸς κακοῦ καὶ ποὺς παρανόμου ὀλεῖται ἐν ἡμέρᾳ κακῇ.
ὥσπερ ὄξος ἕλκει ἀσύμφορον, οὕτως προσπεσὸν πάθος ἐν σώματι καρδίαν λυπεῖ.
aὥσπερ σὴς ἐν ἱματίῳ καὶ σκώληξ ξύλῳ, οὕτως λύπη ἀνδρὸς βλάπτει καρδίαν.
ἐὰν πεινᾷ ὁ ἐχθρός σου, ψώμιζε αὐτόν, ἐὰν διψᾷ, πότιζε αὐτόν·
τοῦτο γὰρ ποιῶν ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, ὁ δὲ Κύριος ἀνταποδώσει σοι ἀγαθά.
ἄνεμος βορέας ἐξεγείρει νέφη, πρόσωπον δὲ ἀναιδὲς γλῶσσαν ἐρεθίζει.
κρεῖττον οἰκεῖν ἐπὶ γωνίας δώματος ἢ μετὰ γυναικὸς λοιδόρου ἐν οἰκίᾳ κοινῇ.
ὥσπερ ὕδωρ ψυχρὸν ψυχῇ διψώσῃ προσηνές. οὕτως ἀγγελία ἀγαθὴ ἐκ γῆς μακρόθεν.
ὥσπερ εἴ τις πηγὴν φράσσοι καὶ ὕδατος ἔξοδον λυμαίνοιτο, οὕτως ἄκοσμον δίκαιον πεπτωκέναι ἐνώπιον ἀσεβοῦς.
ἐσθίειν μέλι πολὺ οὐ καλόν, τιμᾷν δὲ χρὴ λόγους ἐνδόξους.
ὥσπερ πόλις τὰ τείχη καταβεβλημένη καὶ ἀτείχιστος, οὕτως ἀνὴρ ὃς οὐ μετὰ βουλῆς τι πράσσει.
ὥσπερ δρόσος ἐν ἀμήτῳ καὶ ὥσπερ ὑετὸς ἐν θέρει, οὕτως οὐκ ἔστιν ἄφρονι τιμή.
16 πλησθεις] εμπλησθεις U+05D0 17 εισαγαγε U+05D0 | σεαυτου] pr τον U+05D0A | U+05D0A μσησει A 18 ροπανον U+05D0* (ροπαλον U+05D0c.a) | ακιδωτον] ακηλιδωτον U+05D0c.aA | om και 3° U+05D0c.a | ανηρ] pr ο A | καταμαρτυρων] + κατα A | αυτου] εαυτου A 9 οδους A 20 om εν U+05D0A 20a om εν U+05D0 | βλαπτει] βαπτει U+05D0* βλ. U+05D0c.a) 21 ψωμιζε] τρεφε U+05D0A 22 ποιων] ποιησας U+05D0* (ποιων U+05D0c.a) | om πυρος A | της κεφαλης U+05D0* (την κεφαλην U+05D0c.a) | ανταποδωσει] ανταπο- ειδωσει A 23 βορρεας Bᵇ?c? 24 κρισσον A 25 διψωση] ωση U+05D0* (διψ. U+05D0c.a) 26 λοιμαινοιτο B* (λυμ. Bᵇ) 28 πολι U+05D0* πολις U+05D0c.a) B
ὥσπερ ὄρνεα πέταται καὶ στρουθοί, οὕτως ἀρὰ ματαία οὐκ ἐπελεύσεται οὐδενί.
ὥσπερ μάστιξ ἵππῳ καὶ κέντρον ὄνῳ, οὕτως ῥάβδος ἔθνει παρανόμῳ.
μὴ ἀποκρίνου ἄφρονι πρὸς τὴν ἐκείνου ἀφροσύνην, ἵνα μὴ ὅμοιος γένῃ αὐτῷ·
ἀλλὰ ἀποκρίνου ἄφρονι κατὰ τὴν ἀφροσύνην αὐτοῦ, ἵνα μὴ φαίνηται σοφὸς παρʼ ἑαυτῷ.
ἐκ τῶν ἑαυτοῦ ὁδῶν ὄνειδος ποιεῖται ὁ ἀποστείλας δι᾿ ἀγγέλου ἄφρονος λόγον.
ἀφελοῦ πορείαν σκελῶν καὶ παρανομίαν ἐκ στόματος ἀφρόνων.
ὃς ἀποδεσμεύει λίθον ἐν σφενδόνῃ, ὅμοιός ἐστιν τῷ διδόντι ἄφρονι δόξαν.
ἄκανθαι φύονται ἐν χειρὶ μεθύσου, δουλεία δὲ ἐν χειρὶ τῶν ἀφρόνων.
πολλὰ χειμάζεται πᾶσα σὰρξ ἀφρόνων, συντρίβεται γὰρ ἡ ἔκστασις αὐτῶν.
ὥσπερ κύων ὅταν ἐπέλθῃ ἐπὶ τὸν ἑαυτοῦ ἔμετον καὶ μισητὸς γένηται, οὕτως ἄφρων τῇ ἑαυτοῦ κακίᾳ ἀναστρέψας ἐπὶ τὴν ἑαυτοῦ ἁμαρτίαν.
ἔστιν αἰσχύνη ἐπάγουσα ἁμαρτίαν, καὶ ἔστιν αἰσχύνη δόξα καὶ χάρις.
εἶδον ἄνδρα δόξαντα παρʼ ἑαυτῷ σοφὸν εἶναι, ἐλπίδα μέντοι ἔσχεν μᾶλλον ἄφρων αὐτοῦ.
λέγει ὀκνηρὸς ἀποστελλόμενος εἰς ὁδόν Λέων ἐν ταῖς ὁδοῖς.
ὥσπερ θύρα στρέφεται ἐπὶ τοῦ στρόφιγγος, οὕτως ὀκνηρὸς ἐπὶ τῆς κλίνης αὐτοῦ.
κρύψας ὀκνηρὸς τὴν χεῖρα ἐν τῷ κόλπῳ αὐτοῦ οὐ δυνήσεται ἐπενεγκεῖν ἐπὶ στόμα.
U+05D0A XXVI 2 πετανται A 4 προς] κατα A 5 κατα] προς 6 εαυτου] αυτου U+05D0 | ο αποστειλας] om ο U+05D0* (pr ο U+05D01mg sinistr) 7 πορεια πορνιαν U+05D0* (ποριαν U+05D0c.a) 8 διδουντι U+05D0 9 μεθυσου] pr του U+05D0A | δο λια U+05D0 11 εαυτου εμετον] εμ. αυτου A | αναστρεψας κακια U+05D0 12 ιδ A | εσχε U+05D0* (εσχεν U+05D0c.a) | αφρων μαλλον A 13 ο"ՎࠎڏÝ + εν δε ταις πλ τειαις (-τισις U+05D0) φονευται Bᵇ(ᵐᵍ)U+05D0A 14 του στροφιγγος] τω στροφιγγι 15 δυνησεται] δυναται U+05D0A | επι στομα] επι το στομα U+05D0c.a εις το στ. A
σοφώτερος ἑαυτῷ ὀκνηρὸς φαίνεται B τοῦ ἐν πλησμονῇ ἀποκομίζοντος ἀγγελίαν.
ὥσπερ ὁ κρατῶν κέρκου κυνός, οὕτως ὁ προεστὼς ἀλλοτρίας κρίσεως.
ὥσπερ οἱ ἰώμενοι προβάλλουσιν λόγους εἰς ἀνθρώπους, ὁ δὲ ἀπαντήσας τῷ λόγῳ πρῶτος ὑποσκελισθήσεται·
οὕτως πάντες οἱ ἐνεδρεύοντες τοὺς ἑαυτῶν φίλους, ὅταν δὲ ὁραθῶσιν, λέγουσιν ὅτι Παίζων ἔπραξα.
ἐν πολλοῖς ξύλοις θάλλει πῦρ, ὅπου δὲ οὐκ ἔστιν δίθυμος, ἡσυχάζει μάχη.
ἐσχάρα ἄνθραξιν καὶ ξύλα πυρί, ἀνὴρ δὲ λοίδορος εἰς ταραχὴν μάχης.
λόγοι κερκώπων μαλακοί, οὗτοι δὲ τύπτουσιν εἰς ταμεῖα σπλάγχνων.
ἀργύριον διδόμενον μετὰ δόλου ὥσπερ ὄστρακον ἡγητέον· §χείλη λεῖα καρδίαν καλύπτει λυπηράν.
§C
χείλεσιν πάντα ἐπινεύει ἀποκλαιόμενος ἐχθρούς, ἐν δὲ τῇ καρδίᾳ τεκταίνεται λόγους.
ἐάν σου δέηται ὁ ἐχθρὸς μεγάλῃ τῇ φωνῇ, μὴ πεισθῇς· ἑπτὰ γὰρ πονηρίαι ἐν τῇ ψυχῇ αὐτοῦ.
ὁ κρύπτων ἔχθραν συνίστησιν δόλον, ἐνκαλύπτει δὲ τὰς ἑαυτοῦ ἁμαρτίας εὔγνωστος ἐν συνεδρίοις.
ὁ ὀρύσσων βόθρον τῷ πλησίον ἐμπεσεῖται εἰς αὐτόν· ὁ δὲ κυλίων λίθον ἐφʼ ἑαυτὸν κυλίει.
γλῶσσα ψευδὴς μισεῖ ἀλήθειαν, στόμα δὲ ἄστεγον ποιεῖ ἀκαταστασίας.
μὴ καυχῶ τὰ εἰς αὔριον, οὐ γὰρ γινώσκεις τί τέξεται ἡ ἐπιοῦσα.
16 οκνηρος εαυτω A 18 ιωμενοι] πιρωμενοι U+05D0c.a | προβαλλουσι U+05D0 U+05D0AC 19 ουτω U+05D0 | οραθωσιν] φοραθωσιν U+05D0c.a φωραθωσιν A 20 διθυμος] οξυθυμος U+05D0c.aA 21 ανθραξι U+05D0 22 κερκωπων] κεκωρπων B* | ταμεια Bᵃᵇ (ταμια B*U+05D0)] ταμιεια A | σπλαγχνων] κοιλιας U+05D0c.a 23 λεια] δολια U+05D0 24 χειλεσι C | αποκλαιομενος] pr ο A | εχθρους] εχθρος BᵃᵇAC | τη καρδια] om τη U+05D0 | λογους] δολους Bᵃᵇᵐᵍ Aᵃ?C δολος A* 25 πεισθης] + αυτω AC | γαρ] +εισιν BᵃᵇᵐᵍU+05D0A + εισι C | ψυχη] καρδια AC 26 συνιστησι C | ενκαλυπτει (εγκ. Bᵃᵇ) B* U+05D0c.a] συνκαλυπτει U+05D0* εκκαλυπτει AC | συνε- δριοις Bᵇ (-δρειοις B*U+05D0*)] συνεδριω U+05D0c.aAC 27 ορυσσον U+05D0* (- σων U+05D01fort c.a) | βοθρον] βοθυνον U+05D0 | εαυτον] εαυτου C 28 ποιει] μιοιει (sic) A*vid B
ἐγκωμιαζέτω σε ὁ πέλας καὶ μὴ τὸ σὸν στόμα, ἀλλότριος καὶ μὴ τὰ σὰ χείλη.
βαρὺ λίθος καὶ δυσβάστακτον ἄμμος, ὀργὴ δὲ ἄφρονος βαρυτέρα ἀμφοτέρων.
ἀνελεήμων θυμὸς καὶ ὀξεῖα ὀργή, ἀλλ᾿ οὐδένα ὑφίσταται ζῆλος.
κρείσσους ἔλεγχοι ἀποκεκαλυμμένοι κρυπτομένης φιλίας.
ἀξιοπιστότερά ἐστιν τραύματα φίλου ἢ ἑκούσια φιλήματα ἐχθροῦ.
ψυχὴ ἐν πλησμονῇ οὖσα κηρίοις ἐμπαίζει, ψυχῇ δὲ ἐν ἐνδεεῖ καὶ τὰ πικρὰ γλυκέα φαίνεται.
ὥσπερ ὅταν ὄρνεον καταπετασθῇ ἐκ τῆς ἰδίας νοσσιᾶς, οὕτως ἄνθρωπος δουλοῦται ὅταν ἀποξενωθῇ ἐκ τῶν ἰδίων τόπων.
μύροις καὶ οἴνοις καὶ θυμιάμασιν τέρπεται καρδία, καταρήγνυται δὲ ὑπὸ συμπτωμάτων ψυχή.
φίλον σὸν ἢ φίλον πατρῷον μὴ ἐγκαταλίπῃς, εἰς δὲ τὸν οἶκον τοῦ ἀδελφοῦ σου μὴ εἰσέλθῃς ἀτυχῶν· κρείσσων φίλος ἐγγὺς ἢ ἀδελφὸς μακρὰν οἰκῶν.
Σοφὸς γίνου, υἱέ, ἵνα σου εὐφραίνηται ἡ καρδία, καὶ ἀπόστρεψον ἀπὸ σοῦ ἐπονειδίστους λόγους.
πανοῦργος κακῶν ἐπερχομένων ἀπεκρύβη, ἄφρονες δὲ ἐπελθόντες ζημίαν τίσουσιν.
ἀφελοῦ τὸ ἱμάτιον αὐτοῦ, παρῆλθεν γάρ· ὑβριστὴς ὅστις τὰ ἀλλότρια λυμαίνεται.
ὃς ἂν εὐλογῇ φίλον τὸ πρωὶ μεγάλῃ τῇ φωνῇ, καταρωμένου οὐδὲν διαφέρειν δόξει.
σταγόνες ἐκβάλλουσιν ἄνθρωπον ἐν ἡμέρᾳ χειμερινῇ ἐκ τοῦ οἴκου· U+05D0AC XXVII 2 το πελας A 4 ουδενα] ουδεν AC | υφιστατο C 5 αποκε- καλυμμενοι] αποκαλυπτομενοι AC 6 om εστιν AC 7 om εν 2°U+05D0c.aAC | γλυκια U+05D0AC (-κεια) | φαινεται] φερει U+05D0 (φενεται U+05D0c.a) 8 ορνεον οταν AC | δουλουται] καταδουλουται C 9 και 2⁰] θαι A* (και Aᵃ?) | θυμιασιν U+05D0 θυμιαμασι C | καταρρηγνυται A | συνπτωματων U+05D0C 10 η 1⁰] και A | εγκαταλειπης A | κρεισσων] κρισσον U+05D0A | om η 2° U+05D0* (hab U+05D0c.a) 11 σου ευφραινηται] ευφραινηται (-τε U+05D0) σου U+05D0A ευφρ. μου C 12 επελθοντες] ελθοντες A παρελθοντες C 13 post γαρ distinx AC | λυμαινεται Bᵇ] λοιμαινεται B*U+05D0A (λοιμενετε) C 14 διαφερει A | δοξη C 15 ημερα] ημερ sup ras 3 fort litt B? | οικου 1⁰] + αυτου AC ὡσαύτως καὶ γυνὴ λοίδορος ἐκ τοῦ ἰδίου οἴκου.
B
βορέας σκληρὸς ἄνεμος, ὀνόματι δὲ ἐπιδέξιος καλεῖται.
σίδηρος σίδηρον ὀξύνει, ἀνὴρ δὲ παροξύνει πρόσωπον ἑταίρου.
ὃς φυτεύει συκῆν φάγεται τοὺς καρποὺς αὐτῆς, ὃς δὲ φυλάσσει τὸν ἑαυτοῦ κύριον τιμηθήσεται.
ὥσπερ οὐχ ὅμοια πρόσωπα προσώποις, οὕτως οὐδὲ αἱ διάνοιαι τῶν ἀνθρώπων.
ᾅδης καὶ ἀπώλεια οὐκ ἐμπίμπλανται, ὡσαύτως καὶ οἱ ὀφθαλμοὶ τῶν ἀνθρώπων ἄπληστοι.
aβδέλυγμα Κυρίῳ στηρίζων ὀφθαλμόν. καὶ οἱ ἀπαίδευτοι ἀκρατεῖς γλώσσῃ.
δοκίμιον ἀργύρῳ καὶ χρυσῷ πύρωσις, ἀνὴρ δὲ δοκιμάζεται διὰ στόματος ἐγκωμιαζόντων αὐτόν.
aκαρδία ἀνόμου ἐκζητεῖ κακά, καρδία δὲ εὐθὴς ζητεῖ γνῶσιν.
ἐὰν μαστιγοῖς ἄφρονα ἐν μέσῳ συνεδρίου ἀτιμάζων, οὐ μὴ περιέλῃς τὴν ἀφροσύνην αὐτοῦ.
Γνωστῶς ἐπιγνώσῃ ψυχὰς ποιμνίου σου, καὶ ἐπιστήσεις καρδίαν σου σαῖς ἀγέλαις·
ὅτι οὐ τὸν αἰῶνα ἀνδρὶ κράτος καὶ ἰσχύς, οὐδὲ παραδίδωσιν ἐκ γενεᾶς εἰς γενεάν.
ἐπιμελοῦ τῶν ἐν τῷ πεδίῳ χλωρῶν καὶ κερεῖς πόαν,
καὶ σύναγε χόρτον ὀρινόν, 26ἵνα ἔχῃς πρόβατα εἰς ἱματισμόν· τίμα πεδίον, ἵνα ὦσίν σοι ἄρνες.
υἱέ, παρʼ ἐμοῦ ἔχεις ῥήσεις ἰσχυρὰς εἰς τὴν ζωήν σου καὶ εἰς τὴν ζωὴν σῶν θεραπόντων.
Φεύγει ἀσεβὴς μηδενὸς διώκοντος, δίκαιος δὲ ὥσπερ λέων πέποιθεν.
15εκ 2⁰] απο 16 βορρεας Bᵃᵇ 17 παροξυνει] παροξυνον U+05D0* (-νι U+05D0c.a) | U+05D0AC εταιρου] ετερου AC 18 τιμηθηθησεται C 19 διανοιαι] καρδιαι U+05D0c.aAC + ομοιαι U+05D0* (om U+05D0c.a) | ανθρωπων] + ομοιαι C 20 απωλια U+05D0 | ενπιπλανται A 21 αργυριω AC | χρυσιω AC | om αυτον U+05D0* (hab U+05D0c.a) 21 a ζητει] εκζητει U+05D0AC 22 αφρονα] pr τον U+05D0c.aAC | συνεδριω AC 23 ποιμνιων C | επι- στησης A 24 αιωνανδρι C | εκ γενεας εις γενεαν] εις γενεας και γενεας A εις γενεας και γενεαν C 25 χλωρω A* vid | ποαν] ποιαν A | συναγε] συναγαγε AC | ορεινον Bᵇ 27 σων] pr των U+05D0 B
δι᾿ ἁμαρτίας ἀσεβῶν κρίσεις ἐγείρονται, ¶C ἀνὴρ δὲ πανοῦργος κατασβέσει αὐτάς.¶
ἀνδρεῖος ἐν ἀσεβείαις συκοφαντεῖ πτωχούς. ὥσπερ ὑετὸς λάβρος καὶ ἀνωφελής,
οὕτως οἱ ἐγκαταλιπόντες τὸν νόμον ἐγκωμιάζουσιν ἀσέβειαν· οἱ δὲ ἀγαπῶντες τὸν νόμον περιβάλλουσιν ἑαυτοῖς τεῖχος.
ἄνδρες κακοὶ οὐ συνήσουσιν κρίμα, οἱ δὲ ζητοῦντες τὸν κύριον συνήσουσιν ἐν παντί.
κρείσσων πτωχὸς πορευόμενος ἐν ἀληθείᾳ πλουσίου ψευδοῦς.
φυλάσσει νόμον υἱὸς συνετός, ὃς δὲ ποιμαίνει ἀσωτίαν ἀτιμάζει πατέρα.
ὁ πληθύνων τὸν πλοῦτον αὐτοῦ μετὰ τόκων καὶ μῶνπλεονασ τῷ ἐλεῶντι πτωχοὺς συνάγει αὐτόν.
ὁ ἐκκλίνων τὸ οὖς αὐτοῦ μὴ εἰσακοῦσαι νόμου, καὶ αὐτὸς τὴν προσευχὴν αὐτοῦ ἐβδέλυκται.
ὃς πλανᾷ εὐθεῖς ἐν ὁδῷ κακῇ εἰς διαφθορὰν αὐτὸς ἐμπεσεῖται, οἱ δὲ ἄνομοι διελεύσονται ἀγαθὰ καὶ οὐκ εἰσελεύσονται εἰς αὐτά.
σοφὸς παρʼ ἑαυτῷ ἀνὴρ πλούσιος, πένης δὲ νοήμων καταγνώσεται αὐτοῦ.
διὰ βοήθειαν δικαίων πολλὴ γίνεται δόξα, ἐν δὲ τόποις ἀσεβῶν ἁλίσκονται ἄνθρωποι.
ὁ ἐπικαλύπτων ἀσέβειαν ἑαυτοῦ οὐκ εὐοδωθήσεται, ὁ δὲ ἐξηγούμενος ἐλέγχους ἀγαπηθήσεται.
μακάριος ἀνὴρ ὃς καταπτήσσει πάντα δι᾿ εὐλάβειαν, ὁ δὲ σκληρὸς τὴν καρδίαν ἐμπεσεῖται κακοῖς.
λέων πεινῶν καὶ λύκος διψῶν ὃς τυραννεῖ πτωχὸς ὢν ἔθνους πενιχροῦ.
βασιλεὺς ἐνδεὴς προσόδων μέγας συκοφάντης, U+05D0AC XXVIII 2 δι] δια AC | κρισις U+05D0 4 εγκαταλειποντες A | εγκωμια- ζουσιν] pr και U+05D0* (om U+05D0c.a) 5 συνησουσιν 1⁰] νοησουσιν BᵃᵇU+05D0 6 εν αληθεια πλουσιου] εν αλ. πλουσιο sup ras B¹fort om εν αληθεια U+05D0* (hab U+05D0c.a): πλουσιους U+05D0* (-σιου U+05D0?) 7 νομους U+05D0* (νομον U+05D0¹) | πατερα] +αυτου U+05D0c.a A 8 πλεονασμων] pr με U+05D0* (om U+05D0¹) | ελεουντι BᵃᵇU+05D0A 9 μη] pr του A 10 αγαθα] pr εις U+05D0 αγαθας A 12 βοηθιαν U+05D0 13 εαυτου] αυτου U+05D0A 14 om δι U+05D0* (hab U+05D0c.a) | ευλαβιαν B* (-βειαν Bᵃᵇ) 15 πίνων (sic) Bᵇ | εθνου A 16 προσοδων] χρηματων U+05D0c.a ὁ δὲ μισῶν ἀδικίαν μακρὸν χρόνον ζήσεται.
ἄνδρα τὸν ἐν αἰτίᾳ φόνου ὁ ἐγγυώμενος φυγὰς ἔσται καὶ οὐκ ἐν ἀσφαλείᾳ.
aπαίδευε υἱὸν καὶ ἀγαπήσει σε, καὶ δώσει κόσμον τῇ σῇ ψυχῇ· οὐ μὴ ὑπακούσῃς ἔθνει παρανόμῳ.
ὁ πορευόμενος δικαίως βεβοήθηται, ὁ δὲ σκολιαῖς ὁδοῖς πορευόμενος ἐμπλακήσεται.
ὁ ἐργαζόμενος τὴν ἑαυτοῦ γῆν πλησθήσεται ἄρτων, ὁ δὲ διώκων σχολὴν πλησθήσεται πενίας.
ἀνὴρ ἀξιόπιστος πολλὰ εὐλογηθήσεται, ὁ δὲ κακὸς οὐκ ἀτιμώρητος ἔσται.
ὃς οὐκ αἰσχύνεται πρόσωπα δικαίων οὐκ ἀγαθός, ὁ τοιοῦτος ψωμοῦ ἄρτου ἀποδώσεται ἄνδρα.
σπεύδει πλουτεῖν ἀνὴρ βάσκανος, καὶ οὐκ οἶδεν ὅτι ἐλεήμων κρατήσει αὐτοῦ.
ὁ ἐλέγχων ἀνθρώπου ἱδοὺς χάριτας ἕξει μᾶλλον τοῦ γλωσσοχαριτοῦντος.
ὃς ἀποβάλλεται πατέρα ἢ μητέρα καὶ δοκεῖ μὴ ἁμαρτάνειν, οὗτος κοινωνός ἐστιν ἀνδρὸς ἀσεβοῦς.
ἄπιστος ἀνὴρ κρίνει εἰκῆ, ὃς δὲ πέποιθεν ἐπὶ Κύριον ἐν ἐπιμελείᾳ ἔσται.
ὃς πέποιθεν θρασείᾳ καρδίᾳ, ὁ τοιοῦτος ἄφρων· ὃς δὲ πορεύεται σοφίᾳ σωθήσεται.
ὃς δίδωσιν πτωχοῖς οὐκ ἐνδεηθήσεται, ὃς δὲ ἀποστρέφει τὸν ὀφθαλμὸν αὐτοῦ ἐν πολλῇ ἀπορίᾳ ἔσται.
ἐν τόποις ἀσεβῶν στένουσι δίκαιοι, ἐν δὲ τῇ ἐκείνων ἀπωλείᾳ πληθυνθήσονται δίκαιοι.
κρείσσων ἀνὴρ ἐλέγχων ἀνδρὸς σκληροτραχήλου, ἐξαπίνης γὰρ φλεγομένου αὐτοῦ οὐκ ἔστιν ἴασις.
ἐγκωμιαζομένων δικαίων εὐφρανθήσονται λαοί, 17 ασφαλια U+05D0 17a υπακουσεις U+05D0* -σει U+05D0c.a -ση A 18 δικαιος U+05D0A U+05D0* (-ως U+05D0c.a) | εμπλακησεται] εμπλακησετ sup ras B¹fort 20 αξιοπιστο- τερος A 24 αποβαλλεται] αποβιαζεται A 25 απιστος] απληστος A | ος] ο U+05D0* (ος U+05D0c.a) 27 πτωχοις] pro ο inst θ U+05D0? | απορεια U+05D0 28 στε- νουσιν U+05D0A | απωλια U+05D0 XXIX 1 εστιν] εσται U+05D0A 2 εγκωμιαζομενων δικαιων] εγκωμιαζομενου δε δικαιου A Bἀρχόντων δε ἀσεβῶν στένουσιν ἄνδρες.
ἀνδρὸς φιλοῦντος σοφίαν εὐφραίνεται πατὴρ αὐτοῦ, ὃς δὲ ποιμαίνει πόρνας ἀπολεῖ πλοῦτον.
βασιλεὺς δίκαιος ἀνίστησιν χώραν, ἀνὴρ δὲ παράνομος κατασκάπτει.
ὃς παρασκευάζεται ἐπὶ πρόσωπον τοῦ ἑαυτοῦ φίλου δίκτυον, περιβάλλει αὐτὸ τοῖς ἑαυτοῦ ποσίν.
ἁμαρτάνοντι ἀνδρὶ μεγάλη παγίς, δίκαιος δὲ ἐν χαρᾷ καὶ ἐν εὐφροσύνῃ ἔσται.
ἐπίσταται δίκαιος κρίνειν πενιχροῖς, ὁ δὲ ἀσεβὴς οὐ νοεῖ γνῶσιν, καὶ πτωχῷ οὐχ ὑπάρχει νοῦς ἐπιγνώμων.
ἄνδρες ἄνομοι ἐξέκαυσαν πόλιν, σοφοὶ δὲ ἀπέστρεψαν ὀργήν.
ἀνὴρ σοφὸς κρίνει ἔθνη, ἀνὴρ δὲ φαῦλος ὀργιζόμενος καταγελᾶται καὶ οὐ καταπτήσσει.
ἄνδρες αἱμάτων μέτοχοι μισοῦσιν ὅσιον, οἱ δὲ εὐθεῖς ἐκζητήσουσιν ψυχὴν αὐτοῦ.
ὅλον τὸν θυμὸν αὐτοῦ ἐκφέρει ἄφρων, σοφὸς δὲ ταμιεύεται κατὰ μέρος.
βασιλέως ἐπακούοντος λόγον ἄδικον, πάντες οἱ ὑπʼ αὐτὸν παράνομοι.
δανιστοῦ καὶ χρεοφιλέτου ἀλλήλοις συνελθόντων, ἐπισκοπὴν ἀμφοτέρων ποιεῖται ὁ κύριος.
βασιλέως ἐν ἀληθείᾳ κρίνοντος πτωχούς, ὁ θρόνος αὐτοῦ εἰς μαρτύριον κατασταθήσεται.
πληγαὶ καὶ ἔλεγχοι διδόασιν σοφίαν, παῖς δὲ πλανώμενος αἰσχύνει γονεῖς αὐτοῦ.
πολλῶν ὄντων ἀσεβῶν πολλαὶ γίνονται ἁμαρτίαι, οἱ δὲ δίκαιοι ἐκείνων πιπτόντων κατάφοβοι γίνονται.
παίδευε υἱόν σου καὶ ἀναπαύσει σε, καὶ δώσει κόσμον τῇ ψυχῇ σου.
U+05D0A 2 ασεβου U+05D0* (ασεβων U+05D0¹) 3 πατηρ] pr ο U+05D0c.aA 5 παρασκευεται U+05D0* (-αζεται U+05D0c.a ) | περιβαλει U+05D0 6 om εν 2⁰ A 7 νοει] συνησει U+05D0c.aA | νους] γνους U+05D0* (νους U+05D0?) 8 ανομοι] λοιμοι A | απεκρυψαν U+05D0 10 μι- σουσιν] μεισησουσιν U+05D0 ζητησουσιν A 12 υπακουοντος A 13 δανει- στου Bᵃ?ᵇ | χρεοφειλετου BᵃᵇU+05D0 | αλληλων A | ποιειται αμφοτερων B?U+05D0A 14 αληθια U+05D0 15 πηγαι A* (πλ. Aᵃ?)
οὐ μὴ ὑπάρξῃ ἐξηγητὴς ἔθνει παρανόμῳ, B ὁ δὲ φυλάσσων τὸν νόμον μακαριστός.
λόγοις οὐ παιδευθήσεται οἰκέτης σκληρός· ἐὰν γὰρ καὶ νοήσῃ, ἀλλʼ οὐχ ὑπακούσεται.
ἐὰν ἴβῃς ἄνδρα ταχὺν ἐν λόγοις, γίνωσκε ὅτι ἐλπίδα ἔχει μᾶλλον ἄφρων αὐτοῦ.
ὃς κατασπαταλᾷ ἐκ παιδὸς οἰκέτης ἔσται, ἔσχατον δὲ ὀδυνηθήσεται ἐφʼ ἑαυτῷ.
ἀνὴρ θυμώδης ἐγείρει νεῖκος, ἀνὴρ δὲ ὀργίλος ἐξώρυξεν ἁμαρτίας.
ὕβρις ἄνδρα ταπεινοῖ, τοὺς δὲ ταπεινόφρονας ἐρείδει δόξῃ Κύριος.
ὃς μερίζεται κλέπτῃ, μισεῖ τὴν ἑαυτοῦ ψυχήν· ἐὰν δὲ ὅρκου προτεθέντος ἀκούσαντες μὴ ἀναγγείλωσιν,
φοβηθέντες καὶ αἰσχυνθέντες ἀνθρώπους ὑπεσκελίσθησαν· ὁ δὲ πεποιθὼς ἐπὶ Κυρίῳ εὐφρανθήσεται. ἀσέβεια ἀνδρὶ δίδωσιν σφάλμα, ὃς δὲ πέποιθεν ἐπὶ τῷ δεσπότῃ σωθήσεται.
πολλοὶ θεραπεύουσιν πρόσωπα ἡγουμένων, παρὰ δὲ Κυρίου γίνεται τὸ δίκαιον ἀνδρί.
βδέλυγμα δίκαιος ἀνὴρ ἀδίκῳ, βδέλυγμα δὲ ἀνόμῳ κατευθύνουσα ὁδός.
Γυναῖκα ἀνδρείαν τίς εὑρήσει; τιμιωτέρα δέ ἐστιν λίθων πολυτελῶν ἡ τοιαύτη.
θαρσεῖ ἐπʼ αὐτῇ ἡ καρδία τοῦ ἀνδρὸς αὐτῆς, ἡ τοιαύτη καλῶν σκύλων οὐκ ἀπορήσει·
ἐνεργεῖ γὰρ τῷ ἀνδρὶ ἀγαθὰ πάντα τὸν βίον.
μηρυομένη ἔρια καὶ λίνον ἐποίησεν εδχρηστον ταῖς χερσὶν αὐτῆς.
18 υπαρξει A 19 σκληροτραχηλος U+05D0* (-ρος U+05D0¹?c.a) | om αλλ A U+05D0A 20 ταχυν] τραχυν Bᵃᵇ | αφρων] pr ο U+05D0A 22 εγειρει] ορυσσει U+05D0A 23 ερειδει U+05D0*A] εριζει B εγιρι U+05D0 c.a 24 μεριζεται] εριζεται U+05D0* συνμεριζεται U+05D0c.a | αναγγειλωσι U+05D0 25 υπεσκελισθησαν] υποσκελισθησονται A | Κυριω] κν A | ος δε πεποιθεν] ο δε πεποιθως A | δεσποτη] σωτηρι U+05D0 27 αοι- κω] pr ανδρι BᵃᵇU+05D0A 28 ανδριαν U+05D0A | om η τοιαυτη U+05D0 29 θαρρει U+05D0 | αυτη] αυτην U+05D0A 30 αγαθα] αγαθον και ου κακον A 31 ευχρη- στα A B
ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν· συνάγει δὲ αὕτη τὸν βίον,
καὶ ἀνίσταται ἐκ νυκτῶν. καὶ ἔδωκεν βρώματα τῷ οἴκῳ καὶ ἔργα ταῖς θεραπαίναις.
θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς κατεφύτευσεν κτῆμα.
ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς ἤρεισεν τοὺς βραχίονας αὐτῆς εἰς ἔργον.
καὶ ἐγεύσατο ὅτι καλόν ἐστιν τὸ ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται ὁ λύχνος αὐτῆς ὅλην τὴν νύκτα.
τοὺς πήχεις αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τὰς δὲ χεῖρας αὐτῆς ἐρείδει εἰς ἄτρακτον.
χεῖρας δὲ αὐτῆς διήνοιξεν πένητι, καρπὸν δὲ ἐξέτεινεν πτωχῷ.
οὐ φροντίζει τῶν ἐν οἴκῳ ὁ ἀνὴρ αὐτῆς ὅταν που χρονίζῃ, πάντες γὰρ οἱ παρʼ αὐτῆς ἐνδιδύσκονται.
δισσὰς χλαίνας ἐποίησεν τῷ ἀνδρὶ αὐτῆς, ἐκ δὲ βύσσου καὶ πορφύρας ἑαυτῇ ἐνδύματα.
περίβλεπτος δὲ γίνεται ἐν πύλαις ὁ ἀνὴρ αὐτῆς, ἡνίκα ἂν καθίσῃ ἐν συνεδρίῳ μετὰ τῶν γερόντων κατοίκων τῆς γῆς.
σινδόνας ἐποίησεν καὶ ἀπέδοτο, περιζώματα τοῖς Χαναναίοις.
στόμα αὐτῆς διήνοιξεν προσεχόντως καὶ ἐννόμως, καὶ τάξιν ἐστείλατο τῇ γλώσσῃ αὐτῆς.
ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο, καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις.
στεγναὶ διατριβαὶ οἴκων αὐτῆς, σῖτα δὲ ὀκνηρὰ οὐκ ἔφαγεν. U+05D0A 32 εγενετο] + δε A | ωσει] ως η U+05D0* (ωσει U+05D0c.a) | ενπορευομενη A | μακραθεν U+05D0c.a (postea restit -κροθεν) | αυτη] εαυτη U+05D0* εαυτης U+05D0c.a αυτης A | βιον] πλουτον U+05D0c.aA 33 εκ] εν U+05D0* (εκ U+05D0¹) 36 και εγευσατο] εγ. δε A | ολην την νυκτα ο λυχνος αυτης U+05D0A 37 τους πηχεις] τας χειρας U+05D0c.a (mox ipse ut vid del) A | εκτεινει] εκτενεις U+05D0* (εκτεινει U+05D0c.a) | τας δε χειρας] τους δε πηχεις A | ερειδει] εριζει U+05D0 ερδει Avid | αδρακτον U+05D0 38 διηνυξεν U+05D0 39 φροντιζη A 40 om δε U+05D0 41 πυλαις] ρυμαις U+05D0 | γεροντων κατοικων] πρεσβυτερων BᵃU+05D0c.a A 42 απεδοτο] απεδετο U+05D0* + τοις Φοινιξιν U+05D0c.a | περιζωματα] + δε U+05D0A | Χαναναιοις] + (44) ισχυν και ευπρεπειαν ενεδυσατο| και ηυφρανθη εν ημεραις εσχαταις A 43 στοματα U+05D0 44 om ισχυν... εσχαταις A | ευπρεπιαν U+05D0 τὸ στόμα δὲ ἀνοίγει σοφοῖς νομοθέσμως,
B
ἡ δὲ ἐλεημοσύνη αὐτῆς ⁴⁶ἀνέστησεν τὰ τέκνα αὐτῆς καὶ ἐπλούτησαν, καὶ ὁ ἀνὴρ αὐτῆς ᾔνεσεν αὐτήν
Πολλαὶ θυγατέρες ἐκτήσαντο πλοῦτον, πολλαὶ ἐποίησαν δυνατά· σὺ δὲ ὑπέρκεισαι καὶ ὑπερῆρας πάσας.
§⁴⁸ψευδεῖς ἀρέσκειαι καὶ μάταιον κάλλος γυναικός· §C γυνὴ γὰρ συνετὴ εὐλογεῖται, φόβον δὲ Κυρίου αὕτη αἰνείτω.
δότε αὐτῇ ἀπὸ καρπῶν χειλέων αὐτῆς, καὶ αἰνείσθω ἐν πύλαις ὁ ἀνὴρ αὐτῆς.
45 το στομα δε] στομα δε U+05D0 στ. δε αυτης A | σοφοις] σοφως και U+05D0 c.aA | U+05D0AC νομοθεσμους U+05D0* (-σμως U+05D0c.a) 46 ανεστησε U+05D0 47 δυνατα] δυναμιν BᵃᵇU+05D0c.a | υπερηρες U+05D0 48 αρεσκιαι U+05D0 | om γυναικος C Subscr παροιμιαι B π. Σαλομωντος U+05D0 π. Σολομωντος A π. Σολομωντος παρα εβδομηκοντα C Stich 1930 B 1915 U+05D0 1924 A