De fasciis Pseudo-Galen Karl Gottlob Kühn Andrew W. Mellon Foundation Published original versions of the electronic texts A Digital Corpus for Graeco-Arabic Studies, funded by the Andrew W. Mellon Foundation Mark Schiefsky, Harvard University Gregory R. Crane, Universität Leipzig Uwe Vagelpohl, University of Warwick Keyboarding Digital Divide Data Editor-in-Chief, Perseus Digital Library Gregory R. Crane Project Manager (University of Leipzig) Matt Munson Project Assistant (University of Leipzig) Annette Geßner Lead Developer (University of Leipzig) Thibault Clérice Technical Advisor Bruce Robertson A Digital Corpus for Graeco-Arabic Studies, funded by the Andrew W. Mellon Foundation University of Leipzig Germany tlg0530.tlg005.1st1K-grc1.xml Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License 2016 Claudii Galeni Opera Omnia Pseudo-Galen Karl Gottlob Kühn Cnobloch Lipsiae 18a 768-827 1829 HathiTrust

The following text is encoded in accordance with EpiDoc standards and with the CTS/CITE Architecture.

Greek
ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΠΙΔΕΣΜΩΝ ΒΙΒΛΙΟΝ.

Οὐκ ἀσκόπως μοὶ δοκεῖ ὁ παλαιὸς Ἱπποκράτης ἐπιβλέψας τὰς ἄλλας τέχνας ἀρχόμενος τῆς ἐν τῷ πράττειν καθαριότητος ἐκπεφωνηκέναι. ἐμοὶ δὲ ἁνδάνει μὲν πάσῃ τῇ τέχνῃ προσέχειν τὸν νόον· καὶ γὰρ ὁκόσα ἔργα καλῶς ἢ ὀρθῶς διοικεῖ, καλῶς ἕκαστα χρὴ ποιεῖν καὶ ὀρθῶς καὶ ὅσα καθαριότητος καὶ καθαρίως καὶ ὁκόσα ταχέως ἔργα, ταχέως. καὶ ὁκόσα ἀνωδύνως δεῖ διαχειρίζεσθαι ἀνωδυνώτατα ποιέειν. καὶ ἄλλα πάντα τοιοῦτον τρόπον διαφερόντως τῶν πέλας ἐπὶ τὸ βέλτιον χρὴ ποιέειν. καὶ γὰρ, ὡς ἔοικεν ἔν τισιν ἔργοις, οὐκ ἄλλῳ τινὶ τῶν ἀπείρων διαφέρουσιν οἱ ἔμπειροι τεχνῖται τῶν ἀτέχνων ἢ τάχει καὶ εὐρυθμίᾳ· διὸ πολλάκις προσήκει παντὸς ἄλλου τεχνίτου τὸν ἰατρὸν ἐν πᾶσιν ἐστοχάσθαι τοῦ καλῶς πράττειν τι, καθ’ ὃ καὶ τὴν ὕλην ἔχει διάφορον· καὶ γὰρ τέμνοντα καὶ καίοντα καὶ δὴ καὶ ἐπιδέοντα καὶ εἴ τι ἄλλο χειρουργοῦντα μετὰ τοῦ συμφερόντως πράττειν καὶ τοῦ καθαρίως καὶ εὐρύθμως πεφροντικέναι δεῖ, ὡς καὶ αὐτὸς πάλιν πού φησιν· ἐπιδέσιος δὲ δύο εἴδεα ἐργαζόμενόν τε καὶ εἰργασμένον. ἐργαζόμενον μὲν ταχέως, ἀπόνως, εὐπόρως, εὐρύθμως, ταχέως μὲν ἀνύειν τὰ ἔργα, ἀπόνως δὲ ῥηϊδίως δρῇν, εὐπόρως δὲ εἰς πάντα ἑτοίμως· εὐρύθμως δὲ ὁρῆσθαι ἡδέως. ἀπαιτεῖ μὲν γὰρ γενόμενα πάθη περί τισι τοῦ σώματος μέρεσι τὴν ἁρμόζουσαν ἐπίδεσιν· ἀπαιτοῦσι δ’ οἱ ἄνθρωποι καὶ κατ’ ἰδέαν πολλάκις τὸ κατὰ τὰς ἐπιδέσεις εὔρυθμον, ὡς ἐπί τι μοναχῶν καὶ τῶν ἄλλων εἰς δῆμον παρασκευαζομένων ἁπάντων χάριν, ἀναγκαῖον εἰδέναι τὰς παντὶ μέρει τοῦ σώματος ἁρμοζούσας ἐπιδέσεις ἁπλᾶς τε καὶ ποικίλας, ἐπιστάμενον ὥς τισι τῶν μερῶν ἁρμόζουσιν ἑκάτεραι, τισὶ δὲ ἡ ἑτέρα, λέγω δὲ ἡ ποικίλη εἰ καί τισιν ἄλλως δοκεῖ, ἄξιον δὲ τὴν στάσιν διευκρινῆσαι πρῶτον. ἀχρηστίαν ἔνιοι τῶν ποικίλων κατεγνώκασιν ἐπιδέσεων φάσκοντες βλαβερὰν ταύτας παρέχειν τὴν χρῆσιν, ἀποδείξει μὲν οὐδεμιᾷ γενναίᾳ χρώμενοι, παλαιῶν δὲ ἀνδρῶν μαρτυρίαις. καὶ πρῶτόν γε τὸν Ἱπποκράτην εἰσάγοντες λέγοντα· ἀτὰρ καὶ ἄλλα πολλὰ λωβέωνται οἱ χαίροντες ταῖς καλαῖς ἐπιδέσεσι, τοῦτ’ ἔστι ταῖς ποικίλαις· καὶ Μαντίαν τε ἱστοροῦντες ὑπὸ φαρμακοπώλου ἐπιδεδεμένον τινὰ ποικίλῃ ἐπιδέσει τὴν κεφαλὴν καὶ τὸ πρόσωπον διὰ τῆς ἐπιδέσεως οἱ ὀφθαλμοὶ προσέπεσαν. δοκεῖ δὲ αὐτοῖς καὶ κατὰ λόγον τοῦτο γεγονέναι, διότι ἀνώμαλος ἡ τῶν ἐπιδέσμων γίνεται πρόσπτωσις διὰ τὴν ποικιλίαν δυναμένη εἰς φλεγμονὰς καὶ ἀποστάσεις ἄγειν τὰ σώματα· οὐκοῦν ἄξιον ἐγνωκέναι, διότι γένοιτ’ ἂν ταῦτα ἃ λέγουσιν οὐχ ὑπὸ ποικιλίας τῶν ἐπιδέσμων, ὑπὸ δὲ ἀφυΐας τῶν χρωμένων σφιγγόντων τὴν ἐπίδεσιν. χρὴ γὰρ ἐπιδεῖν, ὥς φησιν Ἱπποκράτης· ἐν δὲ τουτέοισι μάλιστα ἐπιδέσιος, πίεξις μὲν ὥστε τὰ ἐπικείμενα μὴ ἀφεστάναι, μηδὲ ἐρηρεῖσθαι κάρτα, ἀλλ’ ἡρμόσθαι μὲν, προσηναγκάσθαι δὲ μή. ἔδει δὲ αὐτοὺς τὸν Ἱπποκράτην ἐπαγομένους μάρτυρα προσαποδοῦναι τὸ λοιπόν. οὐ γὰρ ἁπλῶς ἐξενήνεκται, ἀτὰρ καὶ ἄλλα πολλὰ λωβέονται χαίροντες ταῖς καλαῖς ἐπιδέσεσιν, ἀλλὰ μετὰ τοῦ προσκεῖσθαι τὸ ἄνευ νόου. σκοπείσθωσαν δὲ καὶ ἐκ τῶν νῦν λεγομένων ὡς Ἱπποκράτης οὐκ ἐκβάλλει τὰς ποικίλας ἐπιδέσεις. αὐτὸς γοῦν ἐν τῷ κατ’ ἰητρεῖον βιβλίῳ περὶ ἐπιδέσεως διαλεγόμενος καὶ εἰπὼν τίς ἂν εἴη ἀρετὴ ἐν τῷ ἐπιδέειν. ἑξῆς καί τις ἐν τῷ ἐπιδεδειχέναι οὕτω λέγει ἀγαθῶς καλῶς· τὸ μὲν ἀγαθῶς ἐπὶ τοῦ συμφέροντος τιθεὶς, τὸ δὲ κα- λῶς ἐπὶ τοῦ εὐπρεπῶς, εἶτα εἰς ἀνάπλωσιν τοῦ καλῶς ἐπιφέρει, καλῶς μὲν ἁπλῶς εὐκρινέως. τὸ ἁπλῶς τιθεὶς οὐκ ἐπὶ παντὸς, ἀλλ’ ἐν ὑποδείγματος μοίρᾳ, οἷον ἡ ἁπλῶς ἐπίδεσις εὐκρινὴς ἔστω. σαφὲς δὲ τοῦτο ποιεῖ ἐπιφέρων· ἢ ὅμοια καὶ ἴσα ἴσως καὶ ὁμοίως ἢ ἄνισα καὶ ἀνόμοια ἀνίσως καὶ ἀνομοίως. τὰ δὲ εἴδεα ἁπλοῦς, εὔκυκλος, σκέπαρνος, σιμὸς, ὀφθαλμὸς καὶ ῥόμβος καὶ ἡμίτομον. ἁρμόζον τὸ εἶδος τῷ εἴδει καὶ τῷ πάθει τῶν ἐπιδεομένων· εἰ γάρ τις ἁπλοῦς ἐστιν, οὗτος τῷ ὄντι εὔκυκλος ὀφείλει εἶναι· εἰ δέ τις σκέπαρνος, οὗτος σιμός. οὕτω γὰρ ἔσται ὁ πάντη ἴσως ὅμοιος ἑαυτῷ, ὁ δὲ ἄνισος ἀνόμοις, ἄρα γε πείθονται ἤδη Ἱπποκράτει ἐκκλίνειν τὰς ποικίλας ἐπιδέσεις· ὁμολογοῦντες τὸν σκέπαρνον καὶ τὸν ὀφθαλμὸν καὶ τὸν ῥόμβον καὶ τὸν ἡμίτομον ποικίλας εἶναι τὰς ἐπιδέσεις; ἢ ἔτι ὑπομιμνήσκομεν αὐτοὺς τὸν περὶ κλειδὸς κατάξιος λόγον ἐν τῷ περὶ ἄρθρων. ὡς Ἱπποκράτης γερανίδι ποικίλῃ οὔσῃ ἐπιδέσει κέχρηται· ἴστωσαν δὲ ὅτι ἐπὶ μερῶν τινῶν ὡς ἐπὶ μηροῦ προαρθρημβολημένου βραχίονός τι καὶ ἀγκῶνος καὶ ἄλλων πλειόνων οὐκ ἔστιν  ἄλλῃ χρῆσθαι ἐπιδέσει ἢ ποικίλῃ, ἀλλὰ πρὸς μὲν τούτων ἱκανὰ τὰ εἰρημένα.

Ἐπανάγωμεν δὲ τὸν λόγον ἐπὶ τὴν τῶν ἐπιδέσμων τε καὶ ἐπιδέσεως τεχνολογίαν· καὶ δὴ ἐν τρόποις ἴδωμεν τίνι διαφέρουσιν ἀλλήλων οἱ ἐπίδεσμοι, ὕλῃ, σχέσει, μήκει, πλάτει κατασκευῇ· ὕλῃ μὲν ἐπεὶ οἱ μὲν αὐτῶν εἰσιν ἐρεοῖ, οἱ δὲ λινοῖ, οἱ δὲ δερμάτινοι, τῆς χρήσεως αὐτῶν οὐ μιᾶς οὐδὲ τῆς ὁμοίας οὔσης, ἀλλὰ διαφόρου. πειρώμεθα γὰρ ἁρμοζόντως τῷ πάθει τὴν ἐκλογὴν ἐν τῇ χρήσει ποιεῖσθαι· ὅσα γοῦν σφίγξεως, δεῖται λινοῖς ἐπ’ αὐτῶν χρώμεθα, ὅσα δὲ οὐ σφίγξεως διὰ τὸ ἐναντιοῦσθαί τισι φλεγμοναῖς, συνεχείας δὲ δεῖται μόνης ἢ σκέπης ἐρεοῖς. δερματίνοις δὲ, ὡς Ἱπποκράτης ἐπὶ ῥινὸς καὶ γένυος καταγείσης ἐχρήσατο κατακολλῶντες τὸ ἄκρον τῷ δεομένῳ τῆς ἐπιδέσεως, σχέσει δὲ ἐπεὶ οἱ μέν εἰσιν εἰλητοὶ, οἱ δὲ σχιστοὶ, ἄλλοι δὲ σύῤῥαπτοι. εἰλητοὶ μὲν οὖν εἰσιν οἱ ἐκ ταινίας ἐπὶ μήκους ἀσυμβλήτου γεγονότος οἷοί εἰσιν οἱ κατὰ τὰ κατάγματα τῶν κώλων παραλαμβανόμενοι. σχιστοὶ δὲ οἱ ἐκ ῥάκους ἑνὸς κατὰ τὰ πέρατα ἢ καὶ ἄλλο τι μέρος ἐπεῤῥωγότος, οἷοί εἰσιν οἱ ἐπὶ κεφαλῆς ἀνατετριμμένης παραλαμβανόμενοι, καρκίνοι δὲ καλούμενοι, τετρασκελεῖς ἢ ἑξασκελεῖς ἢ ὀκτασκελεῖς. σύῤῥαπτοι δὲ οἱ ἐκ τελαμώνων πλειόνων συντιθέμενοι ἀνομοιοσχημόνα τὴν ἐπιβολὴν ἔχοντες οἷοί εἰσιν οἱ καλούμενοι ἀναλκαπρίδες ἢ ἀναζῶστραι ἢ μασόδεσμοι ἢ ἐπὶ μαστῶν καὶ τὸν περὶ ἕδραν τόπον ἁρμόζοντες· μήκει δ’ ἐπεὶ οἱ μέν εἰσιν ἐπιμηκέστεροι, οἱ δὲ βραχύτεροι. ὁμοίως δὲ καὶ ἐπὶ πλάτους ἔχει τοῖς ἐπιδεομένοις μέρεσι προσαρμοζομένου καὶ τοῦ μήκους καὶ τοῦ πλάτους ἀναλόγως. κατασκευῇ δὲ διαφέρουσιν ἀλλήλων, ἐπεὶ οἱ μὲν ὑφαντοὶ, οἱ δὲ πλωτοὶ, οἱ δὲ πλεκτοί εἰσι. καὶ τῶν ὑφαντῶν οἱ μὲν εἰς τοῦτο γεγόνασιν, οἱ δὲ πρὸς ἄλλην χρείαν γεγονότων ὑφασμάτων, σχιζομένων δὲ γίνονται. οἷς ἐπὶ τῶν τραυμάτων ὡς ἐπὶ πᾶν χρώμεθα, τοῖς δὲ εἰς τοῦτο ὑφασμένοις ὡς ἐπὶ τῶν κυνηγῶν φυλακῆς τῶν σκελῶν χάριν ἐπιδεομένοις καὶ τοῖς καρποδέσμοις καλουμένοις. τοῖς δὲ πλεκτοῖς ὡς ἐφ’ ἡνιοχῶν συνοχῆς τῶν πλευρῶν ἕνεκεν.

Ἔστω δὲ κοινὸν μὲν ἐπὶ πάντων παραγγελμάτων ἐπιδεομένων τὸ εὐπόριστον εἶναι καὶ τοῖς παροῦσιν ὡς ἀρίστοις δύνασθαι χρῆσθαι. ἐκλογῆς δέ τινος οὔσης τὸ αἱρεῖσθαι τοὺς ἐπιδέσμους, ὡς εἶπεν ὁ Ἱπποκράτης· φησὶ γὰρ ἔστω ἐπιδέσματα καλὰ, καθαρὰ, λεπτὰ, κοῦφα, μαλακὰ, ὑγιέα, ὥστε τάνυσιν φέρειν καὶ ὀλίγῳ κρέσσω μὴ ἔχοντα ξυῤῥαφὰς, μηδὲ ἐξαστίας· καθαρὰ μὲν γὰρ εἶναι δεῖ, διότι ἀπρεπὲς τὸ ῥυπαρὸν καὶ μηδὲ ἐπιδεχόμενον τὰ ἐπιβρέγματα καὶ παρέχοντά τινα βλάβην ἐν τῇ πρὸς τὰ ἐπιβρέγματα μίξει. ἔστω δὲ καὶ ἴδιον χρῶμα ὡς μὴ ἀπὸ πορφύρας ἤ τινος ἄλλου βάμματος τὸ αὐτὸ γένηται ἢ καὶ φαντασίαν ἡμῖν προβάλλῃ αἵματος ῥέοντος ἢ τοῦ χρώματος ὁμοιότητα, λεπτὰ δὲ ὡς μὴ ὄγκον πλείονα ταῖς ἐπινεμήσεσι παρέχῃ. μαλακὰ δὲ ὡς μὴ θλίβῃ διὰ τὴν σκληρότητα, κοῦφα δὲ εἰς τὸ μὴ ἐκ τοῦ προσόντος αὐτοῖς βάρους φορτικὴν τὴν ἐπίδεσιν γίγνεσθαι, μὴ ἐχέτω δὲ μηδὲ ξυῤῥαφὰς ἀνωμάλως, διὰ τοῦτο ποιήσοντα τὴν θλίψιν, ἀλλὰ μηδὲ ἐξαστίαν ὅ ἐστι, μήτε πάρωον, μήτε παραστροφὴν, μήτε ὥσπερ ἶνας ἐξεχούσας· τὸ μὲν γὰρ ἀνώμαλον τὴν ἐπίδεσιν ποιεῖ. τὰ δὲ ἐξέχοντα τὴν ἐπινέμησιν οὐκ ἐᾷ γίνεσθαι ῥᾳδίως, σχίζοντα δὲ τοὺς ἐπιδέσμους οὐ κατὰ τὸ ἐπικάρσιον τμῆμα τῇ ὤᾳ δεῖ σχίζειν, ἀλλὰ κατ’ εὐθὺ ὥσπερ ἐξυφαίνεται ὡς τῷ στήμονι ἀνευθύνεσθαι στοχαζόμενον· ἐπὶ τούτῳ γὰρ εὔσχιστα τὰ ῥάκη, ἐπὶ δὲ τὴν κροκὴν τὸ ἀνάπαλιν, ἄλλως τε καὶ κατὰ τὴν πρὸς τὸν στήμονα ἀκολουθίαν σχιζόμενα εὐτονώτερα πρὸς τὴν θέσιν τῶν ἐπιδεομένων ἐστί.

Τῶν δὲ ἐπιδέσεων αἱ μὲν, ὡς ἔμπροσθεν εἶπον, εἰσὶν ἁπλαῖ, αἱ δὲ ποικίλαι· καὶ τούτων αἱ μὲν ἀπὸ τῶν ἐπιδεομένων μερῶν ἔτυχον τῆς προσηγορίας, αἱ δὲ ἀπὸ τοῦ συμβεβηκότος, ἄλλαι δὲ κατὰ μεταφορὰν τῆς πρὸς τὰ ζῶα ἐμφερείας. ἀπὸ μὲν οὖν τόπων ἐπιδεομένων ὀφθαλμὸς, ῥὶς, βουβωνίσκος καὶ αἱ ταύταις παραπλήσιαι· ἀπὸ δὲ ζώων καρκίνος, ἱέραξ, κριὸς, λαγωὸς, χελώνη· ἀπὸ δὲ τῶν συμβεβηκότων ὡς χάραξ ἥ τε ἐζευγμένη καὶ ἀπεζευγμένη, σκεπαστραὶ, σειραὶ καὶ αἱ ταύταις ὅμοιαι. τῶν δὲ ἐπιδέσεων τούτων αἱ μὲν αὐτὸ τοῦτο ἐπιδέσεις εἰσὶν, ὡς θόλος, βασιλικὸς, σκάφιον, διάκρισις. αἱ δέ εἰσιν ἐπιδέσεις ἅμα καὶ βρόχοι ὡς λαγωὸς μετ’ ὤτων καὶ βουκολίσκος καὶ οἱ τούτοις ὅμοιοι· ἔτι τῶν ἐπιδέσεων αἱ μὲν ἀπὸ μιᾶς ἀρχῆς ἐπιδέονται, αἱ δὲ ἀπὸ δυοῖν, αἱ δὲ ἀπὸ μιᾶς καὶ δυοῖν ἀρχῶν· ἔτι τῶν ἐπιδέσεων αἱ μὲν μερῶν τινῶν εἰσιν ἴδιαι ἐπ’ ἄλλων μὴ ἁρμόζουσαι, αἱ δὲ κοιναὶ καὶ πρὸς ἄλλα μέρη· ἔτι τῶν ἐπιδέσμων οἱ μὲν προσθοφανεῖς εἰσι μόνα τὰ ἐμπρόσθια τοῦ ἀνθρώπου ἐπιδεδεμένα δεικνύοντες, οἱ δὲ ὀπισθοφανεῖς, ἄλλοι ὁμοιοφανεῖς ἐπίσης καὶ τὰ ἐμπρόσθια καὶ τὰ ὀπίσθια δεικνύοντες καὶ ταῦτα ὅτι μὲν ὁμογενῆ, ὅτι δὲ ἑτεροφανῆ· σαφῆ δ’ ἔσται ταῦτα ἐν τῷ τὰς κατὰ μέρος ἐπιδέσεις δεικνύεσθαι. 

Ἄξιον ἐπισκέψασθαι πρότερον ὡς ἔτυχε τὴν πρώτην τῶν ἐπιδέσμων καταβολὴν ποιεῖσθαι χρὴ καὶ περὶ τούτου ζητητέον ἐστίν· οἱ μὲν γὰρ πρὸ ἡμῶν πάντες τόπους τινὰς ἀφώρισαν τοῦ σώματος, ἐφ’ ὧν δεῖ τὴν θέσιν τῶν ἀρχῶν ποιεῖσθαι, οἷον ἐπὶ κεφαλῆς ἐπιδεομένης. δι’ ὃ δή ποτ’ οὖν τὴν ἀρχὴν κατ’ ἰνίου τάσσουσι κακεῖθεν τὰς ἐπινεμήσεις ἄγοντες συντελοῦσι τὰς ἐπιδέσεις οὐδέν τι ἐστοχασμένοι τοῦ πάθους δι’ ὃ ἐπιδέουσι εἴτε ἁρμοζόντως αὐτὸ τοῦτο πράττουσιν, εἴτε καὶ μή· καὶ ἐπὶ τῶν ἄλλων δὲ μερῶν ἀφωρίσαντό πως ἢ ὑπὸ ἀμαθίας ἢ ἀγνοίας, ὡς εἰκὸς τοῦτο πράττοντες. δεῖ γὰρ τὸν ὀρθῶς ἐπιδέοντα πειρᾶσθαι μὴ μόνον, ὥς φησιν Ἱπποκράτης, ἁρμόζον τὸ εἶδος τῷ εἴδει ποιεῖν, ἀλλὰ καὶ τῷ πάθει τοῦ ἐπιδεομένου. διὸ καὶ ἡμεῖς οὐχ ὅπη ἔτυχεν, ἀλλ’ ὅπη δεῖ τάσσομεν τὰς ἀρχὰς καὶ τὰ πέρατα δὲ τῶν ἐπιδέσεων τιθέναι δεῖ, ὥς φησιν ὁ παλαιός. τὰ δὲ κινούμενα οἷον ἄρθρα, ὅπη μὲν ξυγκάμπτεται ὡς ἥκιστα καὶ εὐσταλέστατα περιβάλλειν, οἶον ἰγνύην, ὅπη δὲ περιτείνεται ἁπλᾶ τε καὶ πλατέα, οἷον ἡ μύλη. προσπεριβάλλειν δὲ καταλήψιος μὲν τῶν περὶ ταῦτα εἵνεκα. ἀναλήψιος δὲ τοῦ ξύμπαντος ἐπιδέσμου ἐν τοῖσιν ἀτρεμέουσι καὶ λαπαρωτέροισι τοῦ σώματος, οἷον τὸ ἄνω καὶ τὸ κάτω τοῦ γόνατος. ὁμολογέει δὲ ὤμου μὲν ἡ περὶ τὴν ἑτέραν μασχάλην περιβολὴ, βουβῶνος δὲ ἡ περὶ τὸν ἕτερον κενεῶνα καὶ κνήμης ἡ ὑπὲρ τὴν γαστροκνημίην. ὁκόσοισι μὲν ἄνω ἡ φυγὴ κάτωθεν ἡ ἀντίληψις, οἷσι δὲ κάτω τὸ ἐναντίον, οἷσι δὲ μή ἐστιν, οἷον ἡ κεφαλὴ, τουτέων ἐν τῷ ὁμαλωτάτῳ τὰς καταλήψιας ποιέεσθαι καὶ ἥκιστα λοξῷ τῷ ἐπιδέσμῳ χρέεσθαι, ὡς τὸ μονιμώτατον ὕστατον περιβληθὲν τὰ πλανωδέστατα κατέχειν ἐπιδεῖν εὖ προσήκει στοχαζόμενον καὶ τῶν κατὰ τὴν ἐνέργειαν ἀριθμῶν. δύο γὰρ ὄντων ἐνεργειῶν εἰδέων, ὥς φησιν Ἱπποκράτης· μιᾶς μὲν καθ’ ἣν συντελοῦμεν, ἑτέρας δὲ καθ’ ἣν συντελεύσαμεν, ἐν ἀμφοτέροις φροντίδα πεποιεῖσθαι δεῖ τοῦ ἐν μὲν τῷ ἐπιδεῖν ἐργάζεσθαι ταχέως, ἀπόνως, εὐπόρως, εὐρύθμως. ταχέως μὲν σκοπὸν ἔχοντα ἀνύειν τὰ ἔργα, ἀπόνως δὲ ῥηϊδίως δρῇν, εὐπόρως δὲ ἐς πᾶν ἑτοίμως, εὐρύθμως δὲ δρῆσθαι ἡδέως. ἐπιδεδεκότα δὲ ἔχειν πάσας τὰς ἔμπροσθεν εἰρημένας ἀρειὰς ἀγαθῶς καὶ καλῶς καὶ τὰ λοιπά.

Περὶ δὲ εὐχρησίας τῶν ἐπιδεομένων τάδε χρὴ εἰδέναι· ὡς τῶν ἐπιδέσεων αἱ μὲν ἰωμένοις τισὶν ὑπηρετοῦσι συνοχῆς χάριν παραλαμβανόμεναι, αἱ δὲ οὐκ εἰς τοῦτο, εἰς δὲ τὸ αὐτουργῆσαι παραλαμβάνονται, αὗται τὴν ἴασιν πεπιστευμέναι, ἐφ’ ὧν μάλιστα ἠκριβωκέναι δεῖ, ὅπη ποτὲ τακτέον τὴν ἀρχὴν καὶ ὅθεν τὰς ἐπινεμήσεις ποιητέον, καί που τελευτητέον· ὧν ἕκαστα διὰ γραφῆς μὲν τἀκριβὲς παραδοῦναι οὐχ οἷόν τε. ἀφορμὰς δὲ παρασχεῖν, δι’ ὧν εἶ ἐπιλόγιστος ἐν τοῖς ἐπὶ μέρους ἔσται ὁ ἰατρὸς ἐπιστάμενος φύσιν τε ἑκάστου τῶν μερῶν ὡς ἔχει εὐφόρως πρός τε ἐπίδεσιν καὶ ἀνάληψιν καὶ θέσιν. ἐπιστάμενος δὲ καὶ τι δύναται ἐπίδεσις· δύναται τοίνυν ἐπίδεσις τὰ μὲν ἀφεστῶτα προστεῖλαι, τὰ δὲ ἐκτετραμμένα συστεῖλαι, τὰ δὲ διεστραμμένα διορθῶσαι καὶ τὰ ἐναντία πάντων χρῆσθαι, ἐπιδεῖν δὲ μὲν ἀφεστῶτα, ὥστε τὰ μετέωρα. δεῖ δὲ τῆς ἕδρας ψαύειν, τοῦτ’ ἔστι τῶν ἑδραίων ἀφ’ ὧν ἀπέστη καὶ εἰ μετεωρισθῇ· μὴ πιέζειν δὲ καὶ μὴ ἦρχθαι μὲν ἐκ τοῦ ὑγιέος, τελευτῆσαι δ’ εἰς τὸ ἕλκος ὡς τὸ μὲν ὑπεὸν ἐξάγηται, ὅπερ ἐστὶν ἐκθλίβηται, ἕτερον δὲ μὴ ἐπισυλλέγηται. ἐφ’ ὧν δ’ ἂν ἀποστήσασθαι βουληθῶμεν πάντα τἀναντία χρὴ ποιεῖν τοῖς συναγομένοις, ἐφ’ ὧν δὲ ἐκπεπετασμένα ὅπερ ἐστὶν ἐκτετραμμένα, ἐκ πολλοῦ δὲ βουλόμεθα συναγαγεῖν τὰ μὲν ἄλλα τὰ αὐτὰ ποιητέον. ἐκ πολλοῦ δέ τινος τὴν συναγωγὴν καὶ ἐκ προσαγωγῆς τὴν πίεσιν ποιεῖσθαι τὸ πρῶτον ἥκιστα, ἑξῆς ἔτι μᾶλλον ὅρον τοῦ μᾶλλον τοῦ συμψαύειν καὶ ἡρμόσθαι, μὴ ἐρηρεῖσθαι δέ. ὑφ’ ὧν δὲ δεῖ συνηγμένα διαστῆσαι ἐν φλεγμονῇ ἐληνέειν, ἄνευ δὲ φλεγμονῆς παρασκευῇ μὲν τῇ αὐτῇ, ἐπιδέσει δὲ ἐναντίῃ διεστραμμένα διορθῶσαι τὰ μὲν ἄλλα ταῦτα. δεῖ δὲ τὰ μὲν ἀπεληλυθότα ἐπάγειν, τὰ δὲ ἐναντία ἐναντίως· ἅπαντα δὲ ταῦτα ὥσπερ νόμους ἐπιστάμενόν τε καὶ διαφυλάττοντα ἑκάστῳ πάθει τὸ κατάλληλον αὐτῶν αἱρεῖσθαι, μὴ προσέχοντα εἰς τόπους τινάς. ἡμεῖς ἀφορίζομεν τὰ νῦν ἐπιδέοντες, ἀφ’ ὧν δεῖ τῆς ἐπινεμήσεως ἄρχεσθαι· διὰ γραφῆς γὰρ καθ’ ἓν ἐξηργασμένον οὐ ῥᾳδίως ἦν εἰπεῖν· εὐδήλου δὲ διδασκαλίας χάριν ἡμεῖς ἐν τῇ παραδόσει τῶν ἐπιδέσμων τόπους ἀφορίζομεν, ἀφ’ ὧν ἄρχεσθαι δεῖ, αὐτῶν δ’ ἐπὶ τῶν ἔργων τὸ κατάλληλον αἱρεῖσθαι προσήκει.

Σύμμετρον ῥάκος λαβόντες ἐπισχίζομεν εἰς σκέλη ἓξ τὸ μέσον συνεχὲς ἐῶντες, ὃ καὶ ἐπιβάλλομεν τῇ κορυφῇ, τῶν δὲ σκελῶν καὶ τῶν παρειμένων λαβόμενοι τῶν μέσων ἐπιῤῥήγνυμεν τὸ κατὰ τὴν ἕξιν τῶν ὤτων μέρος ὑπό τε τῷ ἀνθερεῶνι προσθέντες τὰς ἀρχὰς ἁμματίζομεν. ἑτέρου δὲ στενοῦ τελαμῶνος τὸ μέσον τῷ ἰνίῳ προσθέντες καὶ τὰ ἄκρα παράγοντες τοῦ μετώπου ἐκ πλαγίων τῆς κεφαλῆς  ἁμματίζομεν· οὕτω τε τὰς λειπομένας τέσσαρας ἀρχὰς ἄγοντες ἐφάπτομεν τὰς μὲν ὀπισθίους πλησίον τοῦ κατὰ τὸν στενὸν τελαμῶνα ἅμματος, τὰς δὲ ἐμπροσθίους παρὰ τὸ ἰνίον. δυνατὸν δὲ καὶ χωρὶς ἁμμάτων τὰς μὲν ὑποβάλλειν, τὰς δὲ ἐμβάλλειν τὴν ὑστάτην ἀγκτηρίζοντα.

Διαιροῦμεν τὸ ῥάκος εἰς σκέλη τέσσαρα τὸ μέσον συνεχὲς ἐῶντες, ὃ καὶ ἐπιβάλλομεν τῷ μετώπῳ, τὰς ἀρχὰς δὲ τὰς ἐμπροσθίους ἀπάγομεν ἐπὶ ἰνίον κατὰ τῶν ὀπισθίων ἀρχῶν κατὰ τῶν παρειμένων κἀκεῖ ἁμματίζομεν, ἐπὶ τὰς ἑτέρας δύο ἀρχὰς ἀνακλάσαντες ἄγομεν ἐπὶ κορυφὴν, ὑπ’ αὐτὴν δὲ ἁμματίζομεν. δυνατὸν δὲ τὰς ἐπὶ κορυφῆς ἀγομένας ὑπὸ τὸ γένειον ἀγαγόντας ἁμματίζειν, τούτῳ καὶ ἐπὶ ἰνίῳ χρώμεθα τὰς ἀρχὰς ἐκ πλαγίων τῆς κεφαλῆς ἁμματίζοντες.

Διελόντες τὸ ῥάκος εἰς σκέλη ὀκτὼ τοῦ μέσου ἀσχίστου καταλειπομένου μεγέθει ὡς ὅλην τὴν κεφαλὴν σκεπάσαι ἐπιβάλλοντες ὕλῃ τῇ κεφαλῇ καὶ τῶν σκελῶν παρειμένων δύο ἄγομεν ἐπὶ τὸν ἀνθερεῶνα διελόντες αὐτῶν τὴν κατὰ τὰ ὦτα συνέχειαν κἀκεῖ ἁμματίζομεν. λοιπῶν δὲ ὄντων τεσσάρων ὄπισθεν, δύο δ’ ἔμπροσθεν τὰ ὕστατα τῶν ὄπισθεν ὑπὲρ τὰ ἄλλα ἀνάγομεν ἐπὶ τὸ μέτωπον, καὶ τὸ μὲν ἐπὶ πέρας ὑποστέλλομεν, τὸ δὲ δὴ ἕτερον ἐπιβάλλομεν εἰς κατάληψιν τοῦ ὑποκειμένου· ἔπειτα οὕτω τὰ ἐμπρόσθια σκέλη ἄγομεν ἐπὶ τὸ ἰνίον. ὁμοίως τὰς δὲ πρώτας ἀρχὰς ταῦτα καταλαβόμενοι τούτων τε τὴν ἑτέραν ὑποστέλλοντες εἰς ἑτέραν καὶ τὰς ἄλλας δὲ δύο τὰς ὀπισθίας ἄγομεν ἐπὶ τὸ μέτωπον· ἣν μὲν ὑποστέλλοντες, ἣν δὲ ἐπάγοντες, ἣν δὲ τελευταίαν οὖσαν καὶ τὰ πλάγια τῆς κεφαλῆς ἀγκτηριζόμενοι· τῷ χωρὶς ἁμμάτων τὴν κεφαλὴν ἐπιδεομένῳ σχιστῷ φυλασσόμενοι τὴν ἐκ τῶν ἁμμάτων θλίψιν.

Ἡ μεσότης τῆς καθ’ ὅλης κεφαλῆς τῶν ἀρχῶν· αἱ μὲν τέσσαρες κατὰ μετώπου ὑπ’ εὐθείας κρεμάσθωσαν, αἱ δὲ ἄλλαι τέσσαρες κατὰ ἰνίου. τῶν δὲ κατὰ μετώπου δύο αἱ ἔξωθεν σχισθεῖσαι ἐπὶ ἰνίον ἀπαγέσθωσαν, κἀκεῖ ἁμματιζέσθωσαν καὶ ἀπὸ ἰνίου δὲ αὗται ταῖς κατὰ τοῦ μετώπου ἀγέσθωσαν καὶ παρὰ μέρος ἁμματιζέσθωσαν· εἶτα ἑξῆς αἱ λοιπαὶ δύο κατὰ τοῦ μετώπου σχισθεῖσαι ἐπὶ ἰνίον ἀγέσθωσαν, αἱ δὲ ἀπὸ ἰνίου ἐπὶ μετώπου.

Ἁρμόζει μὲν ἐφ’ ὧν ὅλην κεφαλὴν σκεπάσαι θέλομεν παρασκεπάστρα ἐκλήθη. ὁ δὲ κάτοχός ἐστι ταινία ὑπερμήκης ὑπὲρ τὴν σκεπάστραν κατὰ μῆκος κύκλῳ τῷ προσώπῳ καὶ τῇ κεφαλῇ περιτιθεμένη εἰς τὴν κατάληψιν τῆς σκεπάστρας, ὁ δὲ καθολκεὺς ἐκ ταινίας γίνεται ἐπιμήκους. παραλαμβάνεται δὲ χάριν τοῦ καθελκεῖν τὸν ἐπίδεσμον εἰς τὸ μὴ ἀπολισθαίνειν, ἐπιτελεῖται δ’ οὕτω. ῥάκος λαμβανέσθω πλάτει μὲν τηλικοῦτον, ὥστε σκέπειν ὅλην τὴν κεφαλὴν, μήκει δὲ ὡς πλεῖστον ἢ διπλοῦν δύνασθαι τοῦτο ποιῆσαι. τούτου ἡ μὲν ἑτέρα ἀρχὴ κατ’ ἰνίου τασσέσθω, ἡ δὲ ἑτέρα κατὰ προσώπου παρείσθω, στενοῦ τε δὲ τελαμῶνος ἡ μεσότης ὑπὸ τὸ γένειον τασσέσθω, αἱ δὲ ἀρχαὶ κατὰ παρειῶν καὶ κατὰ βρέγματος ἀγέσθωσαν ὅπου κεχιέσθαι ἐπὶ γόνει ἐπαγέσθωσαν. ἑτέρου δὲ στενοῦ τελαμῶνος ἡ μεσότης κατὰ μετώπου, αἱ δὲ ἀρχαὶ κυκλοτερῶς ἐπὶ ἰνίον, ἐνταῦθά τε πρὸς ἑαυτὰς καὶ πρὸς τὰς τοῦ καθολκέως ἀρχὰς ἁμματιζέσθωσαν. τὸ δὲ κατὰ προσώπου παρειμένον εἰς δύο σκέλη ἐπ’ εὐθείας διαιρείσθω μέχρι μεσοφρύου καὶ ἰσχιασθέντα κατὰ μετώπου κυκλοτερῶς ἐπὶ ἰνίον ἀπαγέσθω κἀκεῖ ἁμματιζέσθω. δυνατὸν δὲ καὶ τὸν κατοχὸν καὶ τὸν κάθολκον ἐξ ἑνὸς ποιῆσαι ταινιδίου ἐπιμηκεστέρου τὸν τρόπον τοῦτον. μεσότης κατὰ βρέγματος, αἱ δ’ ἀρχαὶ ἐπ’ εὐθείας κατὰ παρειῶν ὑπὸ γένειον· εἶτα ὑπὸ λοβοὺς ὤτων ἐπὶ ἰνίον. κἀκεῖ χιαζέσθωσαν ἀπὸ ἰνίου ἐπὶ μέτωπον, τὸ δὲ ἅμμα ἐκ πλαγίων τῆς κεφαλῆς. ἁπλοῖ ἐπίδεσμοι.

Οὕτως λοιπὸν δ’ ἂν εἴη καὶ περὶ τῶν ποικίλων εἰπεῖν, πρότερον ἐμφανίσαντα ὡς τῶν ἐπινεμήσεων ἡ μέν τις λέγεται εὐθεῖα, ἡ δὲ πλαγία, ἡ δὲ λοξὴ, ὡς τὰ ὀνόματα σημαίνει· ἄλλη δὲ στεφανιαία, ἡ δὲ μετωπιαία, ἡ δὲ παρείας, ἡ δὲ γενειὰς, ἡ δὲ εὔκυκλος, ἡ δὲ κυκλικὴ ἐπίδεσις, ἄλλη δὲ σκέπαρνος. στεφανιαία μὲν οὖν ἐστιν ἡ κατὰ τοῦ βρέγματος ἀγομένη ὁμοίως τοῖς στέφεσι, μετωπιαία δὲ ἡ ἐπὶ τοῦ μετώπου κατακυκλουμένη, γενειὰς δὲ ἡ κατὰ γενείου. ὁμοίως δὲ καὶ παρειὰς ἀπὸ τοῦ μέρους, σκέπαρνος δὲ ἥτις καθ’ ἓν μέρος κοίλη ἐστὶν ὑπό τι μονοειδὲς οὖσα. κατὰ δὲ τὸ ἕτερον περίκυρτος. τῶν οὖν καταβαλῶν ταῦτα τὰ ὀνόματα.

Αὕτη ἡ ἐπίδεσις ἁρμόζει κατὰ μέν τινας ἐπὶ τῶν κατὰ τὰς ῥοφὰς διαστάσεων, κατὰ δέ τινας ἐφ’ ὧν τραύματος ὄντος τὰ παρακείμενα ἀφέστηκεν εἰς τὴν ἐκείνων μὲν κόλλησιν, τῶν δὲ ὑγρῶν διὰ τὸ ἐστεγνῶσθαι τὸ ἕλκος ἔκκρισιν. συντελεῖται δὲ οὕτως· ἡ τοῦ τελαμῶνος ἀρχὴ διάκειται ἐκ πλαγίων τῆς κεφαλῆς, εἶτα ἄγεται λοξὴ ἐπὶ κορυφὴν καὶ τὸν ἕνα κροταφόν. ἐκεῖθεν δὲ παρειὰς συντελεῖται· καὶ ἑτέρα παρειὰς λοξῇ τῇ πρώτῃ ἀντικειμένη ὡς χίασμα γίγνεσθαι ἐπὶ ἰνίον, ἀπὸ ἰνίου λοξὴ, διεστῶσα τῶν πρώτων· εἶτα παρειάδες δύο καὶ πάλιν λοξὴ, ἵνα γένηται ῥόμβος ἐν μέσῳ, ποιοῦνται, εἶτα μετωπιαῖαι ἐπινομαὶ κατὰ τῶν αὐτῶν πρὸς τὴν τῶν γυμνῶν σκέπην. 

Ἁρμόζει μὲν καὶ ἐφ’ ὧν ὁ θόλος. συντελεῖται δὲ οὕτως· ἡ τοῦ τελαμῶνος ἀρχὴ τάσσεται ὑπὸ ἰνίον, εἶτα ἄγεται τὸ σπείραμα ὑπὸ λοβὸν ὠτὸς, εἶτ’ ἐπὶ βρέγμα λοξὴ καὶ ἐπὶ ἰνίον. ἀπὸ ἰνίου λοξὴ ἐπὶ βρέγμα ἀντικειμένη τῇ πρώτῃ, εἶθ’ ὑπὸ λοβὸν ὠτὸς, εἶτ’ ἐπ’ ἰνίον ἐκεῖθέν τε μετωπιαία συντελεῖται· ὥστε τὸ μέσον ἡμιῤῥομβιαῖον εἶναι. τὸ δὲ πέρας καὶ ἐν ταύτῃ καὶ ἐν ἁπάσαις ταῖς ἐπιδέσεσι κατὰ τὰ πλάγια τῆς κεφαλῆς ἀγκτῆρσι συνέχεσθαι ὀφείλει. ἔνεστι δὲ ἀπὸ τῆς πρώτης τὰς ἐπινεμήσεις μὴ κάτωθεν ἄνω, ἄλλα τοὐναντίον ποιεῖσθαι ἄνπερ ἁρμόζει.

Ἁρμόζει μὲν ἐφ’ ὧν κορυφὴν καὶ βρέγμα συνεπιδῆσαι θέλομεν. συντελεῖται δ’ οὕτω· τάξαντες κατ’ ἰνίου ἄγομεν τὸ σπείραμα εὐθυτενεῖ κατὰ κορυφῆς ἐπὶ τὸ μέτωπον, ἐνταῦθά τε παριστάντες τῷ λιχανῷ τῆς ἀριστερᾶς χειρὸς ἡμῶν δακτύλῳ. ἀπάγομεν πάλιν ἐπὶ ἰνίον τῷ πρώτῳ παράλληλον ἀπὸ ἰνίου τε τρίτῳ ἐπὶ μέτωπον ἄγομεν παράλληλον. ὅτε καὶ παρειλήσαντες τὴν ταινίαν τὴν ὑπὸ δακτύλου διακρατουμένην μετωπιαίαν συντελοῦμεν.

Εὐθετεῖ μὲν ἐφ’ ὧν καὶ ὁ θόλος. ἔχει δέ τινα μετὰ τῆς εὐχρηστίας καὶ εὐμορφίαν. ἐπὶ συντελουμένῳ τῷ θόλῳ στενοῦ τελαμῶνος τὴν ἀρχὴν καὶ τάξαι δεῖ ὑπὸ ταῖς ἐπινεμήσεσι ταῖς κατ’ ἰνίου, ἐκεῖθέν τε λοξὴν ἄγειν κορυφὴν ἐπὶ βρέγμα. μέτωπον ὑπειλήσεται τοῖς κατὰ μέτωπον τῆς πρώτης ταινίας ἀγκύλην, εἶτα ἄγειν λοξὴν ἐπὶ βρέγμα, κορυφὴν, ἰνίον. ἀπὸ ἰνίου ἐπὶ λοβὸν ὠτὸς δεξιοῦ καὶ ἐπὶ βρέγμα καὶ ἐπὶ τὸν ἀριστερὸν τοῦ ὠτὸς λοβὸν καὶ ἐπὶ ἰνίον. ταύτῃ τῇ ἐπιδέσει εἰς ἀσφάλειαν μετωπιαίαν ἡμεῖς προσαποδίδομεν.

Ἐπὶ συντετελεσμένῳ τῷ θόλῳ δακτυλιαίου τελαμῶνος ἢ ἔτι στενοτέρου τὴν ἀρχὴν τάξαντες ἐπὶ ἰνίον ἄγομεν τὸ σπείραμα εὐθυτενεῖ ἐπὶ κορυφὴν καὶ βρέγμα μέσον καὶ μέτωπον πτύξαντές τε κατὰ μετώπου ἀνάγομεν πάλιν κατὰ τῆς αὐτῆς ἐπὶ ἰνίον. ἀπὸ ἰνίου παραλλάξαντες ἐπὶ τὸ δεξιὸν μέρος τε κεφαλῆς ἄγομεν παρὰ κορυφὴν ἐπὶ βρέγμα καὶ ἀριστερὸν κρόταφον, διπλώσαντές τε τὴν ταινίαν ἐπὶ τοῦ κροτάφου ἄγομεν τὸ σπείραμα κατὰ τῆς προσεμβεβλημένης λοξῆς ἐπὶ τὸ δεξιὸν μέρος τῆς κεφαλῆς· ἐντεῦθεν δὲ ὁμοίως ἀνακλάσαντες πάλιν ἄγομεν ἐπὶ τὸν κρόταφον καὶ τοῦτο τρὶς ποιοῦμεν, ἵνα κατὰ τοῦ κροτάφου καθ’ ὑπέρβασιν ἀνακεκλασμένα ἀγκύλια τρία ὄντα κικίνων ἰδέαν παρασχῇ. μετὰ δὲ τὸ ἐκ τρίτου ἔλθῃ ἐπὶ τὸ δεξιὸν μέρος τοῦ ἰνίου, παραλλάξαι δὲ ἐπὶ ἀριστερὸν, ἵνα καὶ κατὰ τοῦ ἑτέρου κροτάφου τὸ αὐτὸ γένηται, ἐπὶ πᾶσι δὲ μετωπιαίαν συντελοῦμεν εἰς συνοχὴν τῶν ἐπινεμήσεων.

Ἁρμόζει μὲν ἐφ’ ὧν καὶ ὁ θόλος Γλαυκίου. συντελεῖται δὲ οὕτως· μέτριόν τι τῆς ταινίας μέρος ἐάσας κατὰ τοῦ προσώπου ἀγαγὼν τὸ σπείραμα ἐπὶ βρέγμα, ἐπὶ κορυφὴν, ἰνίον ἐκεῖ τε ὑπηρέτῃ κελεύσας διακρατῆσαι παραλλάξας τὸ σπείραμα μετωπιαίαν ἀποδώσῃ, ἔπειτα οὕτω τὴν κατὰ προσώπου παρειμένην ἀρχὴν κατὰ τῆς πρώτης ἐπαγαγὼν ἐπὶ βρέγμα κορυφὴν, ἰνίον καταλαβοῦ κατ’ ἰνίου.

Ἁρμόζει μὲν ἐπὶ πάντων τῶν διὰ ῥευματισμὸν ὀμμάτων χρόνιον περιεσκυθισμένων πρὸς τὴν συναγωγὴν τῶν διῃρημένων καὶ ἄλλως ἔκ τινος αἰτίας ὑπὲρ τὸ μέτωπον ἐχόντων τραῦμα. ἐπιτελεῖται δὲ οὕτως· τὴν ἀρχὴν τοῦ ἐπιδέσμου τάξαντες κατ’ ἰνίου ἄγομεν τὸ λοιπὸν ὑπὸ λοβὸν ὠτὸς ἤτοι δεξιοῦ ἢ τοῦ ἑτέρου, ἐφ’ ὧν ἂν συμφέρειν κρίνωμεν πρῶτον ἐπινέμεσθαι. ἀπὸ δὲ τοῦ ὠτὸς ἐπὶ τὸν παρακείμενον κρόταφον πλαγίως ἐπὶ βρέγμα, εἶτα ἐπὶ τὸν ἕτερον κρόταφον ὑπὸ λοβὸν ὠτὸς, εἶτ’ ἐπὶ ἰνίον· ἀπὸ ἰνίου θλίψαντες τὴν προσεμβεβλημένην ἀρχὴν τὴν ἐπινέμησιν ποιούμεθα ἐπὶ οὖς ἐπὶ μέτωπον, ὡς εἶναι κάτω πρῶτον τὴν τῆς πρώτης κατὰ τοῦ βρέγματος ἐπινέμησιν ἀμφοτέραν εἰς τὸ ἔνδον ἐναντίως ἀλλήλαις σεσημειωμένων, αἱ δὲ ἐπινομαὶ κατὰ τῶν αὐτῶν. ἐπιτελεῖται δὲ καὶ ἄλλος ἐκ δυοῖν στεφανιαίων, ἧς μὲν ὑπὸ τὴν διαίρεσιν νεμομένης, ἧς δὲ ὑπὲρ αὐτὴν σεσημειωμένης ἑκατέρας πρὸς τὸ ἔνδον. αἱ δὲ ἐπινομαὶ τῆς μὲν κάτω πρὸς τὸ ἄνω, τῆς δὲ ἄνω πρὸς τὴν κάτω.

Εὐθετεῖ μὲν ἐφ’ ὧν βρέγμα καὶ τὰ παρακείμενα τούτῳ συνεπιδῆσαι θέλομεν, ἐπιτελεῖται δὲ οὕτως· ἐπὶ τῷ καλουμένῳ ἡμιῤῥόμβῳ γεγονότι χωρὶς τῆς μετωπιαίας ἀπὸ τοῦ ἰνίου ἄγομεν τὴν ἐπινομὴν παρὰ κορυφὴν λοξῶς ἐπὶ μέτωπον. κλάσαντες τὴν ταινίαν κατὰ τοῦ μετώπου μηνοειδῶς, ὥστε τὸ μὲν σιμὸν αὐτῆς νεύειν ἄνω, τὸ δὲ κυρτὸν ἐπὶ μεσόφρυον βλέπειν ἐπὶ τὰ ἀντικείμενα τῆς κορυφῆς καὶ ἐπὶ ἰνίον ἄγομεν καὶ οὕτω τὴν μετωπιαίαν προσδίδομεν. αὕτη ἡ ἐπίδεσις μετὰ τῆς εὐχρηστίας ἧς παρέχει ὁ λαγωός ἐστί πως εὐπρεπεστέρα.

Ἁρμόζει μὲν ἐφ’ ὧν καὶ ἡ σπεγκρανίς. ἐστὶ δὲ πολὺ ἀσφαλεστέρα· μετὰ γὰρ τὴν σπεγκρανίδα ὁ λαγωὸς χωρὶς ὤτων ἐπιπλέκεται, ἵνα μὴ πολυλογῶμεν.

Ἁρμόζει μὲν ἐφ’ ὧν καὶ ἡ ἀδέσποτος Θαὶς, λέγω δὲ ἐπὶ βρέγματος καὶ τῶν πλησίον τόπων. συντελεῖται δὲ οὕτω· σύμμετρον μέρος ἐάσας τῆς ταινίας κατὰ προσώπου παρειμένον ἕλκε τὸ σπείραμα κατὰ βρέγματος ἐπ’ εὐθείας ὡς ἐπὶ ἰνίον, ἐκεῖθεν δὲ παραλλάξας ἄγε ὑπὸ λοβὸν ὠτός. ἐπὶ βρέγμα καὶ λοξῶς ἐπὶ ἰνίον, ἀπὸ ἰνίου λοξῶς ἐπὶ τὰ ἀντικείμενα μέρη καὶ ἐπὶ βρέγμα κρόταφον  ὑπὸ λοβὸν ὠτὸς, εἶτ’ ἐπ’ ἰνίον· ἔπειτα τὴν κατὰ προσώπου παρειμένην ἀρχὴν ἀναγαγών. πτύσσε κατὰ μετώπου τρὶς καθ’ ὑπέρβασιν, ὥστε βαθμηδὸν ἀλλήλαις ἐπικεῖσθαι καὶ οὕτως ἐπ’ αὐτῶν κατ’ αὐτὴν ἔπαγε τὴν μετωπιαίαν.

Ἁρμόζει μὲν ἐφ’ ὧν καθ’ ἓν μέρος ἐπιδῆσαι θέλομεν γένυν ἤτοι τραύματος χάριν ἢ ἐξαρθρήματος ἢ τοῦ κυνικοῦ καλουμένου σπασμοῦ ἤ τινος ἄλλου. ἀρχὴ κατ’ ἰνίου λοξὴ ἐπὶ κορυφὴν καὶ βρέγμα κρόταφον παρειαίς· εἶθ’ ὑπὸ γένειον καὶ λοβὸν ὠτὸς ἀντικειμένου ἐπὶ ἰνίον, ἀπὸ ἰνίου ἐπὶ γένειον λοβοὺς ὤτων, μετὰ δὲ τὴν γενειάδα ἐπὶ ἰνίον, αἱ δὲ ἐπινομαὶ κατὰ τῶν αὐτῶν. οὕτως ἄνπερ ἄνωθεν κάτω συμφέρῃ ἐπιδεῖν, συντελεῖται δὲ αὕτη καὶ κάτωθεν ἄνω οὕτως· ἀρχὴ ἐπὶ ἰνίον τὸ σπείραμα ὑπὸ λοβὸν ὠτὸς ὑπὸ γένειον· εἶτα παρειὰς, εἶτα λοξὴ ἐπὶ βρέγμα ἰνίον, εἶτα γενειὰς καὶ μετωπιαία.

Ἁρμόζουσα εὑρίσκεται αὕτη ἐφ’ ὧν κατ’ ἀμφότερα τὰ μέρη τῆς γένυος ἢ ἐξαρθρήματα ἤ τι ἄλλο μέρος τῆς ἐπὶ τῆς μονομεροῦς εἰρημένον ἐστίν. ἀρχὴ κατ’ ἰνίου λοξὴ ἐπὶ κορυφὴν, βρέγμα καὶ παρειὰς ὑπὸ γένειον, εἶτα ἐναντία κειμένη γνάθων παρειὰς καὶ ἐπὶ βρέγμα κατὰ τῆς προσεμβεβλημένης ἕως χίασμα γίγνεσθαι· εἶτα ἐπὶ ἰνίον καὶ ὑπὸ λοβὸν ὠτὸς, γένειον ἐπὶ ἰνίον καὶ μετωπιαία.

Ἀρχὴ ὑπὸ ἰνίῳ ὠτὸς καὶ ὑπὸ γενειάδα, εἶτα παρειὰς καὶ λοξὴ παρὰ κορυφὴν ἐπὶ ἰνίον ὑπὸ λοβὸν ὠτὸς ἀντικειμένου ὑπὸ γένειον, ἔπειτα παρειὰς, ἔπειτα λοξὴ κατὰ βρέγματος ἐπὶ ἰνίον, εἶτα μετωπιαία.

Ἡ μεσότης τῷ ἰνίῳ ἐντιθέσθω τὰ εἰλήματα, ἀπὸ κορυφῆς δὲ λοξῶς ἐπὶ βρέγμα, ἵνα κατ’ αὐτοὺς χίασμα γένηται, εἶτ’ ἐπὶ παρειὰς ὑπὸ γένειον ὑπὸ λοβοὺς ὤτων ἐπὶ ἰνίον, ἀπὸ ἰνίου κυκλοτερῶς ἐπὶ μέτωπον καὶ ἰνίον· εἶτα γενειάδα καὶ μετωπιαίαν, αἱ δ’ ἐπινομαὶ κατὰ τῶν αὐτῶν.

Ἡ μεσότης κατὰ μετώπου τὰ σπειράματα ἐπὶ ἰνίον καὶ κατ’ αὐτοὺς χίασμα· εἶτα ὑπὸ λοβοὺς ὤτων ὑπ’ ἀνθερεῶνα, εἶτα παρειαὶ καὶ ἐπὶ βρέγμα, λοξαὶ ἐπὶ ἰνίον, εἶτα γενειὰς καὶ μετωπιαίας.

Μεσότης κατ’ ἰνίου. αἱ ἀρχαὶ ὑπὸ λοβοὺς ὤτων, ὑπὸ γένειον, ἔπειτα παρειὰς καὶ τὰ λοιπὰ ὁμοίως τῇ πρὸς ταύτης.

Ἀρχὴ κατ’ ἰνίου τὸ σπείραμα ὑπὸ λοβὸν ὠτὸς ἐπὶ κρόταφον. ἐπίβρεγμα λοξῶς ἐπὶ ἰνίον καὶ μετωπιαίαν, αἱ δ’ ἐπινομαὶ κατὰ τῶν αὐτῶν ἐπὶ πλέον. ἐπιδέοιτο οὕτω κάτωθεν ἄνω ἢ ἄνωθεν. συμφέρει οὕτως ἐπιδεόμενα ἀρχὴ κατ’ ἰνίου λοξὴ ἐπὶ κορυφὴν βρέγμα καὶ κρόταφον, ὑπὸ λοβὸν ὠτὸς ἐπὶ ἰνίον καὶ μετωπιαία.

Ἀρχὴ κατ’ ἰνίου. τὸ σπείραμα ὑπὸ λοβὸν ὠτὸς ἐπὶ κρόταφον καὶ βρέγμα, λοξῶς ἐπὶ ἰνίον καὶ μετωπιαία πρὸς τὸν ἔξω κανθὸν καὶ ἐπὶ βρέγμα. λοξὴ ἐπὶ ἰνίον, ἀπὸ ἰνίου λοξὴ ἐπὶ βρέγμα ἀντικειμένη τῇ πρὸ αὐτῆς χιάζουσα τὸ βρέγμα, εἶθ’ ὑπὸ λοβὸν ὠτὸς ἐπὶ ἰνίον καὶ μετωπιαία.

Ἡ μεσότης καθ’ ἰνίου. αἱ ἀρχαὶ ἐπὶ κορυφὴν βρέγμα χίασμα ποιοῦσαι κατ’ αὐτοῦ, εἶθ’ ὑπὸ λοβοὺς ὤτων ἐπὶ ἰνίον, εἶτα μετωπιαία.

Ἡ μεσότης κατ’ ἰνίου. αἱ ἀρχαὶ ὑπὸ λοβοὺς ὤτων ἐπὶ τοὺς ἔξωθεν κανθούς· εἶτ’ ἐπὶ βρέγμα καὶ ἰνίον, εἶτα μετωπιαία· τινὲς καὶ γενειάδα προστιθέασι.

Τὴν εὐθεῖαν διμερῆ φορβέαν ἐπιδήσαντες χωρὶς τῆς γενειάδος ἐπὶ τέλει ἐπὶ τὸ ὕψωμα τῆς ῥινὸς ἀπάγομεν, εἶτ’ ἐπὶ ἰνίον καὶ στεφανιαίαν προσαποδίδομεν.

Ὁμοίως τῷ ἀνεζευγμένῳ ἐπιδεδεμένῳ καὶ τὴν γενειάδα προσαποδίδομεν.

Αὕτη ἁρμόζει ἐπὶ τῶν κατὰ πολλὰ μέρη τῆς κεφαλῆς καὶ τῶν παρειῶν ἐχόντων τραῦμα. τῇ λοξῇ διμερεῖ φορβέαν συνεπίδησον καὶ μετὰ ταῦτα καὶ Γλαυκίου σκάφιον, εἶτα οὕτω τὰς διμερεῖς φορβέας. ἔνιοι θεατρικώτερον βουλόμενοι κέφαλον ἑτοιμάσαντες ἐπιῤῥάπτουσιν. ἡ αὐτὴ γίνεται ἄλλως καὶ ἄνευ τῆς λοξῆς φορβέας καὶ τῶν γενειάδων.

Σύμμετρον μέρος τῆς ταινίας ἐάσας κατὰ προσώπου κρέμασθαι, ἕλκε τὸ σπείραμα ἐπ’ εὐθείας ἐπὶ ἰνίον κἀκεῖθεν ἐπίδει τὴν εὐθεῖαν φορβέαν μέχρι τοῦ σκεπούσης ὅλης παρειὰς καὶ τῆς κεφαλῆς καὶ ἐπὶ τέλει τὴν κατὰ προσώπου παρειμένην ἀρχὴν ἀνακλάσας εὐθυτενῶς ἐπὶ κορυφὴν ἄπαγε ἐπὶ ἰνίον καὶ καταλαβοῦ ὁμοίως, ἐὰν θέλῃς ἐπιθεὶς τὸν λοβόν.

Τὸ ἡμιῤῥόμβιον προσλαβὸν τὰ καλούμενα ὦτα οὕτως ὀνομάζεται. ἐπιδεῖται δ’ ἤτοι εὐπρεπείας χάριν ἐν μονομαχίαις ἢ χάριν τοῦ κράτημα γίγνεσθαι τῆς κεφαλῆς ἐπὶ προσώπου τινὸς συμπτώματος μεθοδευομένου· ἀλλ’  εἰ μὲν εὐπρεπείας ἕνεκα ἐπιδέοιτο βραχέα εἶναι δεῖ ταῦτα καὶ ἐν μέσῳ τῷ μετώπῳ τετάχθαι. οὕτω γὰρ ἂν τὴν ἐμφέρειαν πρὸς τὸ ζῶον ἀποσώζοι· εἰ δὲ κρατήματος μεγάλα, ἵνα τις λαβόμενος τῶν δακτύλων ἀγκύλων κρατεῖν δύναται καὶ ἐν μέσῳ.

Ἐπιτελεῖται δ’ οὕτως· ὁ βρόχος ὁ καλούμενος βουκολικὸς ἢ δι’ ἀγκυλωμάτων, συντόμῳ ἐν τῷ περὶ βρόχων ἐκδεδώκαμεν πολλάκις, ἔξ ἑνὸς μέρους τοῦ ἐπιδέσμου ἐπὶ μετώπου τάσσεται καὶ ἐπ’ αὐτῷ ἐπιτελεῖται τὸ ἡμιῤῥόμβιον ἢ πλινθίον καλούμενον.

Ἀρχὴ κατ’ ἰνίου. τὸ σπείραμα ἐπὶ κορυφὴν, ἐπὶ βρέγμα μεσόφρυον ὀφθαλμὸν, ὥστε καλύψαι, εἶθ’ ὑπὸ λοβὸν ὠτὸς καὶ ἐπὶ ἰνίον, εἶτα μετωπιαία.

Ἀρχὴ κατ’ ἰνίου. τὸ σπείραμά γ’ ἐπὶ κορυφὴν, βρέγμα, μεσόφρυον ἐπὶ ὀφθαλμὸν, εἶτα οἶμαι παρέλκειν ὑπὸ λοβὸν ὠτὸς ἐπὶ ὀφθαλμὸν, ἐπὶ βρέγμα, ἐπὶ ἰνίον, εἶτα μετωπιαία.

Ἀρχὴ κατ’ ἰνίου. τὸ εἴλημα κατὰ κορυφὴν, βρέγμα, μεσόφρυον ἐπὶ ὀφθαλμόν· εἶθ’ ὑπὸ λοβὸν ὠτὸς ἀντικειμένου ἐπ’ ὀφθαλμὸν τὸν ἕτερον, μεσόφρυον, βρέγμα καὶ ἐπὶ ἰνίον, εἶτα μετωπιαία. δυνατὸν δὲ καὶ ἀνατρέψαντα τὸν πρῶτον ἐπιδεόμενον κάτωθεν ἄνω ἐπιδῆσαι, ἄν περ τοῦτο συμφέρῃ.

Μεσότης κατ’ ἰνίου. ἀρχαὶ ἐπὶ κορυφὴν, ἐπὶ βρέγμα μεσόφρυον καὶ κατ’ αὐτὸ τοῦτο χιάζεσθαι· εἶτα ἐπὶ ὀφθαλμοὺς καὶ ὑπὸ λοβοὺς τῶν ὤτων, ἐπὶ ἰνίον καὶ μετωπιαία.

Μεσότης κατὰ μετώπου. αἱ ἀρχαὶ ἐπὶ ἰνίον, ἀπὸ ἰνίου χιασθεῖσαι καὶ ὁμοίως τῇ πρὸ ταύτης ἐπιδέσει.

Ἀρχὴ κατ’ ἰνίου. τὸ σπείραμα ἐπὶ κορυφὴν, βρέγμα, ὀφθαλμὸν ἐπ’ εὐθείας ἐπὶ χαλινὸν ὑπὸ γένειον καὶ λοβὸν ὠτὸς, ἐπὶ ἰνίον καὶ μετωπιαία.

Πρὸ τῆς μετωπιαίας. ἀπὸ ἰνίου ἐπὶ ἕτερον ὀφθαλμὸν ἀντικείμενον ἕτερον ἐπάγεται καὶ κατ’ εὐθείας ἐπὶ χαλινὸν ὑπὸ γένειον ἐπὶ τὸν ἕτερον ὀφθαλμὸν καὶ ἐπ’ ἀντικείμενον λοβὸν ἐπὶ ἰνίον καὶ μετωπιαία.

Ἀρχὴ ὑπὸ ἰνίῳ. τὸ εἴλημα ὑπὸ λοβὸν ὠτὸς, εἶθ’ ὑπὸ γένειον ἐπὶ χαλινὸν ὀφθαλμὸν ἐπὶ βρέγμα καὶ ἐπὶ ἰνίον, εἶθ’ ὑπὸ λοβὸν καὶ ὑπὸ γένειον ἀντικείμενον χαλινὸν, ὀφθαλμὸν μεσόφρυον καὶ αὐτοῦ χίασμα, εἶτα ὑπὸ βρέγμα καὶ ἰνίον, εἶτα μετωπιαία.

Ὁμοίως τῷ λοξῷ τῆς τιθεμένης μεσότητος κατ’ ἰνίου καὶ ἢ ἄνωθεν ἢ κάτωθεν ἀγομένων τῶν ἀρχῶν, τίθεται δὲ ὑπὸ γένειον μεσότης.

Πλάτος ἕκαστος τελαμὼν ὅσῳ σκεπάσαι τὴν ῥῖνα, μήκει δὲ ὡς διπλοῦν ἀπὸ ῥινὸς ἐπ’ εὐθείας ἐπὶ ἰνίον δύνασθαι χωρίσαι. τὴν ἀρχὴν τάττομεν κατ’ ἰνίου, τὸ δὲ λοιπὸν ἄγομεν εὐθείας ἐπὶ κορυφὴν βρέγματος ῥινὸς ὕψωμα. τὸ δὲ λοιπὸν παρειμένον κατὰ τοῦ προσώπου, ὃ καὶ σχίζομεν ἐπ’ εὐθείας εἰς σκέλη δύο ἄχρι τοῦ ἄνω χείλους ἔπειθ’ οὕτως ἄλλου στενοῦ τελαμῶνος, ἐπιμηκεστέρου δὲ, τὴν μεσότητα τίθεμεν ὑπὸ σφαιρίῳ τῆς ῥινὸς καὶ ἐπὶ τῶν παρειμένων τοῦ προσώπου σκελῶν. ἄγομέν τε τὰς ἀρχὰς ὑπὸ λοβοὺς ὤτων ὑπ’ ἰνίον κατὰ τῆς προεμβεβλημένης χίασμα ποιοῦντες· δόντες τε ὑπηρέτῃ ἑξῆς κατὰ τοῦ προσώπου σκέλη ἄγομεν, ἀνακλάσαντες παρ’ ἑκάτερον μέρος τῆς ῥινὸς ἐπὶ μεσόφρυον κατ’ αὐτοῦ χίασμα γίγνεσθαι καὶ τὰς ἀρχὰς λοξῶς ἐπὶ κορυφῆς ἐπὶ ἰνίον ἀφάψαντές τε πρὸς τὸ αὐτὸ πέρας ἐπάγομεν τὰς διακρατουμένας ὑπὸ τοῦ ὑπηρέτου ἀρχὰς μετωπιαίας συντελοῦμεν, οὐ τὰ πέρατα πρὸς ἄλληλα ἅμματι ἢ ὡς ἀγκτῆρι ἐκ πλαγίων τῆς κεφαλῆς ἀναλαμβανομένων.

Σχίζομεν τὸ ῥάκος σκέλη τέσσαρα τὸ μέσον συνεχὲς ἐῶντες ὃ καὶ ὑπὸ τὸ σφαίριον τάξαντες τὰς ὑπερκειμένας κάτω παρίεμεν, τὰς δὲ ὑποκειμένας πρώτην ἄγομεν ἐπὶ τὰ μῆλα καὶ τοὺς ἔξω κανθοὺς ἐπὶ βρέγμα, καὶ χιάσαντες συνέχειν ὑπηρέτῃ κελεύομεν. τὰς δ’ ἄλλας δύο ἀρχὰς ὑπὸ λοβοὺς ἐπὶ ἰνίον χιάσαντες ἐγκυκλίους ἐπὶ μέτωπον καὶ ἐπὶ μέρος τῆς κεφαλῆς ἀναλαμβανόμενοι καὶ τὰς διακρατουμένας ἐπὶ ἰνίον ἄγοντες καταλαμβάνομεν.

Μία ἡ μεσότης ὑπὸ σφαίριον. αἱ δ’ ἀρχαὶ ἐπὶ τοὺς ἔξω κανθοὺς ἐπὶ βρέγμα καὶ χιασθεῖσαι διακρατείσθωσαν, ἄλλη δὲ μεσότης ὑπὸ τὸ σφαίριον τῆς ῥινός. αἱ δ’ ἀρχαὶ καὶ ὑπὸ λοβοὺς καὶ ἐπὶ ἰνίον ἁμματίζονται, τρίτη μεσότης κατὰ μετώπου, αἱ δ’ ἀρχαὶ ἐγκύκλιοι πρὸς κεφαλὴν καὶ τὸ ἅμμα παρὰ μέρος τῆς κεφαλῆς.

Μία μεσότης ὑπὸ σφαιρίῳ, αἱ δ’ ἀρχαὶ ἐπὶ τοὺς ἔξω κανθοὺς ἐπὶ βρέγμα καὶ χιασθεῖσαι ὁμοίως διακρατείσθωσαν, ἑτέρα ἡ μεσότης ὑπὲρ τὸ σφαίριον, αἱ δ’ ἀρχαὶ ὑπὸ λοβοὺς, ἐπὶ ἰνίον ἀπὸ ἰνίου χιασθεῖσαι περὶ κεφαλὴν, ἐγκύκλιοι ἐπὶ μέτωπον, τὸ δὲ ἅμμα ἐκ πλαγίων τῆς κεφαλῆς. 

Τῆς ἑτέρας ἐπ’ εὐθείας τῇ ῥινὶ ἐπικειμένης τὸ μὲν ἥμισυ κατὰ τοῦ προκειμένου μετώπου παρειμένον ἐῶμεν. τὸ δὲ ἥμισυ κατὰ τοῦ προσώπου παρειμένον ἐπ’ εὐθείας κατὰ κορυφὴν ἐπὶ ἰνίον ἀπάγομεν. τῆς δ’ ἑτέρας τὴν μεσότητα ὑπὸ σφαιρίῳ τάξαντες τὰς ἀρχὰς ὑπὸ λοβοὺς ὤτων καὶ ἐπὶ ἰνίον ἄγομεν. χιάσαντες κατ’ ἰνίου οὕτω τὴν κατὰ τοῦ προσώπου παρειμένην ἀνακλάσαντες κατὰ τῆς προεμβεβλημένης ἐπὶ κορυφὴν καὶ ἰνίον εὐθείας ἀπάγομεν. διὰ δὲ τῶν κεχιασμένων κατ’ ἰνίου καταλαμβανόμενοι τὰς ἀρχὰς μετώπιον συντελοῦμεν.

Ἑνὸς ᾖ μεσότης ὑπὸ σφαιρίῳ. αἱ δ’ ἀρχαὶ ἐκ πλαγίων τῆς ῥινὸς ἐπὶ μεσόφρυον, ὅπου καὶ χιασθεῖσαι ἀπαγέσθωσαν ἐπ’ εὐθείας παρὰ κορυφὴν ἐπὶ ἰνίον κἀκεῖ διακρατείσθωσαν. δευτέρου μεσότης τὸ ὑπὲρ τὸ σφαίριον τῆς ῥινὸς, αἱ δ’ ἀρχαὶ ὑπὸ λοβοὺς ὤτων ἐπὶ ἰνίον, κἀκεῖ ἁμματιζέσθωσαν πρὸς ἀλλήλας τε καὶ πρὸς τὰς διακρατουμένας· τρίτου ἡ μεσότης κατὰ μετώπου, αἱ δ’ ἀρχαὶ ἐγύκλιοι περὶ κεφαλὴν, τὸ δὲ ἅμμα παρὰ μέρος τῆς κεφαλῆς.

Τῆς πρώτης ὁμοίως ταινίας διατιθεμένης καὶ τῆς δευτέρας πάλιν ὁμοίως ἐπὶ ἰνίον ἀγάγῃ τῆς δευτέρας τὰς ἀρχὰς, χιάσαι δὲ καὶ αὐτῶν μετωπιαίων συντελέσαι, τῶν τοῦ πρώτου τελαμῶνος ἀρχῶν ἤτοι κατειλημένων ὑπ’ αὐτῶν ἢ καὶ αὐτῶν χιαζομένων κατ’ ἰνίον· ἔπειτα ἀγομένων ὑπ’ ἀνθερεῶνα κἀκεῖ ἁμματίζομεν.

Σύμμετρον μέρος ἐπὶ τοῦ ἐπιδέσμου κατὰ τοῦ προσώπου ἐάσαντες κρεμάσαι τοσοῦτον ὅσον ἱκανὸν ἔσται ἐπὶ ἰνίον ἐθέλειν· εἶτα ἄγομεν τὸ σπείραμα ἐπ’ εὐθείας κατὰ ῥινὸς, μεσοφρύου, βρέγματος, κορυφῆς ἐπὶ ἰνίον, ἀπὸ ἰνίου κλάσαντες ἐπὶ λοβὸν ὠτὸς ἀντικείμενον· ἐπὶ ἰνίον διακρατοῦντες τὸ σπείραμα τὴν κατὰ τοῦ προσώπου παρειμένην ἀρχὴν ἀνακλάσαντες, ἐπ’ εὐθείας ἄγομεν κατὰ τῆς πρώτης κορυφῆς καὶ ἰνίου, καταλαμβανόμενοί τε ἄγομεν τὸ σπείραμα κυκλοτερῶς ἐπὶ μέτωπον· εἶτα ἐπ’ ἰνίον καὶ παρὰ μέρος τῆς κεφαλῆς τὸ σπείραμα καταλαμβανόμεθα.

Ἀρχὴ κατ’ ἰνίου. τὸ σπείραμα λοξῶς ἐπὶ κορυφὴν καὶ βρέγμα, μικρὸν κανθὸν ἐπὶ μῆλα· εἶθ’ ὑπὸ σφαίριον ῥινὸς καὶ ἐπὶ τὸ ἀντικείμενον μῆλον παρὰ τὸν ἕξω κανθὸν ἐπὶ βρέγμα, ἐπὶ κορυφὴν ἀντικειμένη τῇ πρώτῃ ἐπὶ ἰνίον· ἀπὸ ἰνίου ἐπὶ λοβὸν ὠτὸς ἀντικειμένου καὶ ἐπὶ ἰνίον ἀπὸ ἰνίου μετωπιαία.

Ἀρχὴ κατ’ ἰνίου. τὸ σπείραμα λοξῶς παρὰ κορυφὴν ἐπὶ κρόταφον καὶ τὸν ἔξω κανθὸν ὑπὸ σφαίριον ῥινὸς καὶ ὑπὸ λοβὸν ὠτός· εἶτα ἐπὶ ἰνίον ἀπὸ ἰνίου κλάσαντες τὴν ἀρχὴν ἄγομεν ἀντικειμένην τῇ πρώτῃ λοξὴν ἐπὶ κρόταφον ὑπὸ σφαίριον ῥινὸς καὶ ὑπὸ λοβὸν ὠτὸς ἀντικειμένου ἐπὶ ἰνίον· ἀπὸ ἰνίου ἐπὶ λοβὸν ὠτὸς ἐπισφαίριον ῥινὸς καὶ ὑπὸ λοβὸν ὠτὸς, εἶτ’ ἐπὶ ἰνίον, ἀπὸ ἰνίου μετωπιαίαν προσαποδίδομεν.

Ἀρχὴ κατ’ ἰνίου. τὸ σπείραμα λοξῶς ἐπὶ κορυφὴν, βρέγμα, μεσόφρυον, εἶτ’ ἐκ πλαγίων τῆς ῥινὸς παρὰ μέγαν κανθὸν ἐπ’ εὐθείας ἐπὶ παρακείμενον πτερύγιον ῥινὸς ἐπὶ χαλινὸν, εἶθ’ ὑπ’ ἀνθερεῶνα καὶ ὑπὸ λοβὸν ὠτὸς ἐπὶ ἰνίον, ἀπὸ ἰνίου λοξὴ παρὰ κορυφὴν καὶ ἐπὶ βρέγμα, ἀντικειμένη τῇ πρώτῃ ἐπὶ μεσόφρυον, ὡς κατ’ αὐτοῦ χίασμα γίνεσθαι, καὶ ἐκ πλαγίων τῆς ῥινὸς ἀντικειμένη τῇ πρώτῃ ἐπὶ χαλινόν· εἶθ’ ὑπ’ ἀνθερεῶνα καὶ ὑπὸ λοβὸν ὠτὸς ἀντικειμένου, εἶτ’ ἐπὶ ἰνίον, ἀπὸ ἰνίου μετωπιαία καὶ ὑπὸ τὸ ὕψωμα τῆς ῥινός· εἶθ’ ὑπὸ λοβὸν ὠτὸς ἀντικειμένου καὶ ἐπὶ ἰνίον. ταύτῃ τῇ ἐπιδέσει ἔνιοι καὶ γενειάδα προστιθέασιν, ἁρμόζει δὲ ἐφ’ ὧν μεσόφρυον καὶ τὸ τῆς ῥινὸς ὕψωμα συνεπιδῆσαι θέλομεν.

Ἀρχὴ κατ’ ἰνίου. τὸ σπείραμα λοξῶς παρὰ κορυφὴν, βρέγμα, ἐπὶ μεσόφρυον, παρὰ μέγαν κανθὸν, ἐπὶ μῆλον, ὑπὸ λοβὸν ὠτός· ἐπὶ ἰνίον ἀντικειμένη τῇ πρώτῃ, ὡς χίασμα κατὰ μεσόφρυον γίνεσθαι, καὶ λοξὴ παρὰ βρέγμα καὶ κορυφὴν ἐπὶ ἰνίον, ἀπὸ ἰνίου ἐπὶ λοβὸν ὠτός· ὑπὸ τὸ ὕψωμα τῆς ῥινὸς καὶ ἐπὶ τὸν ἀντικείμενον λοβὸν ὠτὸς, εἶτ’ ἐπὶ ἰνίον, ἀπὸ ἰνίου μετωπιαία. ταύτῃ τῇ ἐπιδέσει ἔνιοι δι’ εὐπρέπειαν καὶ στεφανιαίαν προστιθέασιν, αὕτη καὶ ἀπὸ δύο ἀρχῶν ἐπιδεῖσθαι δύναται, ἂν ἀπαιτῇ χρεία. ἁρμόζει δὲ ἐφ’ ὦν καὶ ἡ πρὸ ταύτης.

Ἀρχὴ κατ’ ἰνίου. τὸ σπείραμα ἐπ’ εὐθείας κατὰ κορυφὴν ἐπὶ μεσόφρυον παρὰ μέγαν κανθὸν ἐκ πλαγίων τῆς ῥινὸς ἐπ’ αὐτὸ τὸ σφαίριον ῥινὸς καὶ παρὰ τὸν τοῦ ἑτέρου μεγάλου κανθοῦ ἐπὶ μεσόφρυον ὡς χίασμα κατὰ μεσοφρύου γίνεσθαι ἐπ’ εὐθείας παρακειμένη τῇ πρώτῃ ἐπὶ κορυφὴν καὶ ἰνίον· ἀπὸ ἰνίου κλάσαντες ἄγομεν τὸ σπείραμα ἐπὶ λοβὸν ὠτὸς, ἐπὶ σφαίριον ῥινὸς καὶ ἀντικείμενον λοβὸν ὠτὸς ἐπὶ ἰνίον, ἀπὸ ἰνίου μετωπιαίαν. ἔξεστι δὲ καὶ στεφανιαίαν προστιθέναι· ταύτῃ τῇ ἐπιδέσει ἔνιοι δι’ εὐπρέπειαν προστιθέασι τὸ καλούμενον ἡμιῤῥόμβιον οὗ τὴν συντέλειαν παραδεδώκαμεν.

Ἀρχὴ κατ’ ἰνίου. τὸ σπείραμα ἐπ’ εὐθείας ἐπὶ κορυφὴν, βρέγμα, μεσόφρυον, κανθὸν μέγαν ἐκ πλαγίων τῆς ῥινὸς ὑπὸ σφαίριον, εἶθ’ ὑπὸ λοβὸν ὠτὸς ἀντικειμένου  καὶ ὑπὲρ τὸ σφαίριον ῥινὸς, εἶθ’ οὕτως ὑπὸ λοβὸν ὠτὸς, ἐπὶ ἰνίον, ἀπὸ ἰνίου μετωπιαία.

Ἁρμόζει μὲν ἐφ’ ὧν ἡ πρὸ ταύτης ἐπίδεσις. ἐπιτελεῖται δὲ οὕτω· δέρματος φοινικίνου τὴν ἀρχὴν ἐπιμηκεστέρου, κόλλῃ ἢ κόμμι χρίσαντες κατακολλῶμεν τῇ ῥινὶ κατ’ ἐκεῖνα καθ’ ἃ διέστραπται, τὴν δὲ ἑτέραν ἀρχὴν ἀπάγομεν ὑπὸ λοβὸν ὠτὸς ἐπὶ ἰνίου, ἀπὸ ἰνίου ἐπὶ μέτωπον ὅτε καὶ κατὰ μετώπου κολλῶμεν ὁμοίως.

Μεσότης κατὰ τοῦ ὠτός. τῶν δὲ ὑπὸ τὸ οὖς ἀρχῶν χιασθεισῶν, ἡ μὲν ἐπὶ μέτωπον, ἡ δὲ ἐπὶ κορυφὴν, ἐπὶ ἰνίον· ἀπὸ ἰνίου ἡ μὲν ἀπὸ μετώπου κατὰ τοῦ χιάσματος ἀγέσθω, ἡ δὲ παρὰ κορυφὴν ἐπὶ μέτωπον καὶ παρὰ μέρος ἁμματιζέσθωσαν· καὶ τῶν ὑποκειμένων ἀρχῶν χιασθεισῶν, ἡ μὲν ὑπὸ γένειον, ἡ δὲ ὄπισθεν ἰνίον κἀκεῖ ἁμματιζέσθωσαν.

Ἀρχὴ ἡ τοῦ ἐπιδέσμου ταττέσθω πλησίον ἰνίου, ὄπισθεν τοῦ πεπονθότος ὠτὸς· ἡ δὲ ἐπινομὴ κατ’ αὐτοῦ γιγνέσθω· ὡς εἰ ἐκ μέρους σκεπασθείη τὸ οὖς καὶ ἀναγέσθω τὸ σπείραμα ἐπὶ βρέγμα πλησίον μετώπου καὶ κατὰ τὰ ἐμπρόσθια πλησίον τοῦ ἀντικειμένου ὠτός· εἶθ’ ὑπὸ γένειον καὶ κατὰ τοῦ ὠτὸς ἐπὶ βρέγμα καὶ τὰ ὀπίσθια ἀντικειμένου ὠτὸς καὶ ὑπὸ γένειον καὶ λοβὸν ὠτὸς ἐπὶ ἰνίον καὶ ἀπὸ ἰνίου ἐπὶ μέτωπον καὶ ἐπὶ ἰνίον.

Ἀρχὴ ἐπὶ ἰνίῳ, τὸ εἴλημα ὑπὸ λοβὸν ὠτὸς ἀπαθοῦς ἐπὶ βρέγμα καὶ τὰ ἐμπρόσθια τοῦ πεπονθότος ὠτὸς καὶ ὑπὸ γένειον ἀπὸ γενείου ὑπὸ λοβὸν ὠτὸς καὶ ἐπὶ ἰνίον, ἀπὸ ἰνίου λοξὸν κατὰ τοῦ ὠτὸς, εἶτα μετωπιαία.

Ἡ μεσότης κατὰ τοῦ ἐπιδεσμένου τῆς ἐπιδέσεως τῶν ἀρχῶν, ὧν μὲν κατὰ τοῦ τραχήλου κάτω παρειμένων, ὧν δὲ ἄνω ὡς ἐπὶ κεφαλήν· τούτων αἱ μὲν ἐμπρόσθιοι βρέγμα ἁμματιζέσθωσαν. αἱ δὲ μέσαι ἐπὶ κορυφὴν, πρός τε αὐτὰς καὶ πρὸς τὰς κατὰ τοῦ βρέγματος, αἱ δ’ ὀπίσθιοι ἐπὶ ἰνίον ἀπαχθεῖσαι χιαζέσθωσαν καὶ κατὰ κύκλον περὶ κεφαλὴν καὶ μέτωπον ταχθεῖσαι παρὰ μέρος τῆς κεφαλῆς ἁμματιζέσθωσαν.

Ἑνὸς ἡ μεσότης κατὰ βρέγματος. αἱ δ’ ἀρχαὶ κατὰ παρειῶν ὑπὸ γένειον, ἀπὸ γενείου κατὰ παρειῶν ταῖς πρώταις παράλληλοι ἐπὶ βρέγμα, κἀκεῖ ἁμματιζέσθω. εἰ δὲ τοὺς ὀφθαλμοὺς ἐθέλομεν ἐπιδῆσαι μὴ περὶ τὰς πρώτας, κατὰ δὲ τῶν ὀφθαλμῶν ἀγέσθωσαν, εἶτ’ ἐπὶ βρέγμα καὶ χιασθεῖσαι ἐπὶ ἰνίον ἀγέσθωσαν. δευτέρου δὲ τελαμῶνος ἡ μεσότης κατὰ τοῦ βρέγματος, αἱ δ’ ἀρχαὶ παρὰ τοὺς ἔξω κανθοὺς ἐπὶ γένειον κἀκεῖ ἁμματιζέσθωσαν. τρίτου δὲ ἡ μεσότης κατὰ τοῦ ὑψώματος τῆς ῥινός. αἱ δ’ ἀρχαὶ ὑπὸ λοβοὺς ἐπὶ ἰνίον καὶ χιασθεῖσαι ἐγκύκλιοι ἐπὶ μέτωπον, τὸ δὲ ἄμμα παρὰ μέρος τῆς κεφαλῆς.

Ἀρχὴ κατ’ ἰνίου ἐπ’ εὐθείας ἐπὶ μέτωπον καὶ μεσόφρυον· εἶτ’ ἐπὶ ἰνίον, ἀπὸ ἰνίου μετωπιαία. γίνεται δὲ καὶ ἀπὸ δύο ἀρχῶν.

Τὸ μέσον ὃ καὶ συνεχές ἐστι προστίθεμεν τῷ κάτω χείλει. τῶν δ’ ἀρχῶν τὰς ὑπερκειμένας ἄγομεν ἐπὶ γένειον, ἀπὸ γενείου ἐπὶ ἰνίον, ἀπὸ ἰνίου καὶ χιάσαντες παρὰ κορυφὴν καὶ βρέγμα κελεύσαντές τε διακρατεῖσθαι αὐτὰς τὰς λοιπὰς αὐτόθι δύο ἀρχὰς λοβοὺς ἐπὶ γένειον ἄγομεν καὶ χιάσαντες ἐπὶ μέτωπον ἃς καὶ ἀσφαλιζόμεθα σὺν καὶ ταῖς διακρατουμέναις.

Μεσότης κατ’ αὐτοῦ. αἱ δ’ ὑποκείμεναι ἀρχαὶ παρὰ τοὺς ἔξω κανθοὺς ἐπὶ βρέγμα χιασθεῖσαι ἐπὶ ἰνίον ἀπαγέσθωσαν. αἱ δ’ ἄλλαι ἀρχαὶ ὑπὸ λοβοὺς ὤτων ἐπὶ ἰνίον καὶ χιασθεῖσαι ἐπὶ μέτωπον καὶ πρὸς ἀλλήλας καταλαμβανέσθωσαν.

Ἡ ἀρχὴ κατ’ ἰνίου. τὸ σπείραμα ὑπὸ λοβὸν ὠτὸς ἐπὶ τὸ κάτω χεῖλος καὶ ὑπὸ λοβὸν ἐπὶ ἰνίον.

Ἡ μεσότης κατὰ τοῦ χείλους, αἱ δ’ ἀρχαὶ ὑπὸ λοβοὺς ἐπὶ ἰνίον τε καὶ μετωπιαία.

Ἀρχὴ κατ’ ἰνίου. τὸ σπείραμα κατὰ λοβὸν ὠτὸς ἐπὶ χεῖλος καὶ λοβὸν ἀντικείμενον ἐπὶ ἰνίον· ἀπὸ ἰνίου παρὰ κορυφὴν καὶ λοξὴν ἐπὶ βρέγμα, κρόταφον, ἔπειτα παρειὰς ὑπὸ γένειον καὶ ἀντικειμένη παρειὰς ἐπὶ βρέγμα, ἵνα κατ’ αὐτοῦ χίασμα γένηται, εἶτ’ ἐπὶ ἰνίον καὶ μετωπιαία.

Ἀρχὴ κατ’ ἰνίου, τὸ σπείραμα λοξῶς ἐπὶ βρέγμα παρὰ τὸν ἔξω κανθὸν ἐπὶ τὸ ἄνω χεῖλος, εἶτ’ ἐπὶ κρόταφον ἀντικείμενον καὶ τὸν ἔξω κανθὸν ἐπὶ βρέγμα ἀντικειμένη τῇ πρὸ ταύτης χίασμα ποιοῦσα καὶ βρέγματος, εἶτ’ ἐπὶ ἰνίον καὶ μετωπιαία.

Ἡ μεσότης κατὰ τοῦ ἄνω χείλους· αἱ ἀρχαὶ παρὰ κροτάφους καὶ τοὺς παρακειμένους κανθοὺς ἐπὶ βρέγμα καὶ κατ’ αὐτοῦ χίασμα ἐπὶ ἰνίον, ἀπὸ ἰνίου καὶ μετωπιαία καὶ ἐπὶ ἰνίον.

Ἡ μεσότης κατ’ ἰνίου. αἱ δὲ ὑποκείμεναι ἀρχαὶ ἐπὶ παρειὰς παρὰ τοὺς ἔξω κανθοὺς ἐπὶ βρέγμα κἀκεῖ ἁμματίζονται, αἱ δ’ ἄλλαι ὑπὸ λοβοὺς ἐπὶ ἰνίον, ἀπὸ ἰνίου χιασθεῖσαι. εἰ μὲν βραχύτεραι εἶεν ἐπὶ ἰνίον πρὸς τὰς πρώτας ἐφάπτονται, εἰ δὲ ἐπιμηκέστεραι εἶεν καὶ τὰ μετώπια προσαποδίδοται. ἀπηρτηκότες ἐπὶ κεφαλῆς καὶ προσώπου τὰς ἁρμοζούσας ἐπιδέσεις ἁπλᾶς καὶ ποικίλας ἐπὶ τὰς ἑξῆς μεταβαίνωμεν.

Εἴρηται μὲν ἀπὸ τῆς πρὸς τοὺς στάχυας ἐμφερείας ἐκ τῆς τῶν ἐπινεμήσεων γινομένης. εὐχρηστεῖ τε ἐπὶ τε κλειδὸς καταγείσης καὶ ἐπὶ βραχίονος ἐξαρθρήσαντος. ἐπιτελεῖται δὲ τὸν τρόπον τοῦτον· ἔριον μαλακὸν συνελίξαντες τίθεμεν ἐπὶ τῆς μασχάλης τοῦ μέλλοντος ἐπιδεῖσθαι μέρους, ἀναπλήρωμα τοῦ κοίλου ποιοῦντες, ἔπειτα εἰλητοῦ ἐπιδέσμου πλάτος καὶ μῆκος ἀνάλογον τῷ ἐπιδεσμένῳ τὴν ἀρχὴν τάξαντες κατὰ τῆς ἀπαθοῦς μασχάλης τὸ εἴλημα ἄγομεν λοξῶς κατὰ νώτου· ἔπειτα δὲ παρ’ ἀκρώμιον ὑπὸ μασχάλην πεπονθότος βραχίονος, εἶτ’ ἐπ’ ἀκρώμιον ὡς χίασμα κατ’ αὐτοῦ γίνεσθαι· εἶτα λοξὴ κατὰ στέρνου ὑπὸ μασχάλην ἀπαθῆ, ἀπὸ μασχάλης λοξὴ κατὰ νώτου ἐπὶ κλεῖδα, ὡς μέρη τινὰ τῆς δευτέρας ἐπινεμήσεως ἐπιπίπτει μέρεσι τῆς προεμβεβλημένης ἀπὸ κλειδὸς ὑπὸ μασχάλην καὶ ἐπὶ κλεῖδα, ὡς χίασμα δεύτερον γίγνεσθαι, εἶτα τὴν μασχάλην ἀπαθῆ, αἱ δ’ ἐπινομαὶ κατὰ τῶν αὐτῶν.

Ἐπὶ συντετελεσμένῳ τῷ ἀστάχυϊ ἑτέρου τελαμῶνος ἡ μεσότης μὲν ὑπὸ πῆχυν ἐγγώνιον ἐσχηματισμένον. αἱ δ’ ἀρχαὶ ἐπ’ εὐθείας ἐπ’ ἀκρώμιον, κἀκεῖ χιασθεῖσαι λοξῶς ἐπὶ μασχάλην ἀπαθῆ, εἶτ’ ἐγκύκλιαι περὶ πλευρὰς καὶ βραχίονα πεπονθότα μέχρι τοῦ ὅλου σκεπάσωσι, τὰ δὲ πέρατα ἐπὶ μασχάλην ἀπαθῆ.

Ἡ μεσότης ὑπὸ μασχάλην βραχίονος πεπονθότος αἱ ἀρχαὶ ἐπ’ ἀκρώμιον χιασθεῖσαι ἀπαγέσθωσαν λοξῶς ἡ μὲν κατὰ νῶτον, ἡ δὲ κατὰ στέρνον ὑπὸ μασχάλην ἀπαθῆ, αἱ δὲ ἐπινομαὶ ὁμοίως.

Ἁρμόζει μὲν ἐφ’ ὧν καὶ ὁ στάχυς. ἐπιτελεῖται δὲ οὕτως· μετὰ τὸ ἑπιδῆσαι τὸν στάχυν, μίαν δεῖ ἐγκύκλιον ἐπὶ βραχίονι περιειλῆσαι ἀπὸ βραχίονος· ἀποδόντα τὸ εἴλημα ἀπάγειν λοξῶς ἐπὶ μασχάλην ἀπαθῆ κἀκεῖ ἀσφαλίσασθαι.

Ἁρμόζει καὶ ἐφ’ ὧν ἡ γερανίς. ἐπιτελεῖται δὲ οὕτως· προεπιδήσαντες τὸν στάχυν, μίαν ἀπὸ ἀκρώμίου ἐπινέμησιν ἄγομεν ἐπ’ εὐθείας ἐπὶ πῆχυν ἐγγωνίως ἐσχηματισμένον, κἀκεῖθεν ἐπ’ εὐθείας πάλιν ἐπ’ ἀκρώμιον, ἀπὸ ἀκρωμίου λοξῶς ἐπὶ μασχάλην ἀπαθῆ· εἶτα ἐγκύκλιον περὶ βραχίονα καὶ πλευρὰς ἐπὶ μασχάλης, κἀκεῖ τὸ πέρας ἀσφαλιζόμεθα.

Ἡ μεσότης κατὰ τοῦ πεπονθότος ὤμου, αἱ δ’ ἀρχαὶ ἐπ’ εὐθείας ἐπὶ πῆχυν πλησίον ἀγκῶνος ὄρθιοι· πάλιν παράλληλοι ταῖς πρώταις κατὰ ἀκρώμιον, ἀπὸ ἀκρωμίου ὑπὸ μασχάλην ἀπαθῆ, εἶτα ἐγκύκλια.

Ἡ μεσότης ὑπὸ ἀπαθῆ μασχάλην. αἱ δ’ ἀρχαὶ ἐγκύκλιοι περὶ πλευρὰς καὶ βραχίονος ἐπεγκύκλιοι πάλιν ἐπὶ μασχάλην ἀπαθῆ· ἀπὸ μασχάλης λοξαὶ ἐπὶ ἀκρώμιον πεπονθός· ἀπὸ ἀκρωμίου ὄρθιοι παρὰ βραχίονα ἐπ’ ἀγκῶνα καὶ πάλιν ἀπ’ ἀγκῶνος ἐπ’ ἀκρώμιον, ἀπὸ ἀκρωμίου ἐπὶ μασχάλην ἀπαθῆ, εἶτ’ ἐγκύκλιοι περὶ βραχίονα.

Ἁρμόζει ἐπὶ τῶν κατ’ ἀμφοτέρους ὤμους ἐχόντων σίνος. ἐπιτελεῖται δ’ οὕτως· ἐπὶ συντετελεσμένῳ τῷ ἁπλῷ στάχυϊ μετὰ τὸ ἐπὶ μασχάλην καταντῆσαι τοῦ ἐπιδεδεμένου βραχίονος ἑξῆς αὐτὴν λοξὴν ἄγομεν ἐφ’ ἑτέρου βραχίονος καὶ ἀκρώμιον, ὡς κατ’ αὐτοῦ χίασμα γενέσθαι· εἶτα μασχάλην ἀντικειμένην, αἱ δ’ ἐπινομαὶ κατὰ τῶν αὐτῶν.

Ὠνόμασται μὲν ἁπλῶς οὕτως ἀπὸ τοῦ ἐμφερὴς εἶναι τοῖς παρὰ Ῥωμαίοις θώραξιν, οὓς καταφράκτας καλοῦσιν. εὐθετεῖ δὲ ἐφ’ ὧν ἐπιδῆσαι θέλομεν τὰ περὶ τὰς κλεῖδας μέρη καὶ ὠμοπλάτην ἢ στέρνον ἢ μετάφρενον ἢ πλευράς. ἔστι δὲ ἡ ἐπίδεσις κατά τι ὁμοία τῷ διπλῷ στάχυϊ. ἐπιτελεῖται δ’ οὕτως· ἀρχὴ ὑπὸ μασχάλην τὸ εἴλημα λοξῶς ἔμπροσθεν κατὰ στέρνου πλησίον τῆς τῶν κλειδῶν πρὸς τὸ ξιφοειδὲς συμβολῆς καὶ παρὰ τράχηλον ἐπ’ ὠμοπλάτην ἀντικειμένου βραχίονος, εἶτα ὑπὸ τὴν παρακειμένην μασχάλην, ἀπὸ μασχάλης ἐπὶ τράχηλον κατὰ τῆς πρώτης, ὡς χίασμα πλησίον τραχήλου γίγνεσθαι καὶ λοξὴ κατὰ ἀντικειμένης ὠμοπλάτης· εἶθ’ ὑπὸ μασχάλην, ἀπὸ μασχάλης παρὰ τράχηλον ἐπὶ τὸν τοῦ αὐχένας σφόνδυλον, ὡς κατ’ αὐτοῦ χίασμα γενέσθαι, εἶθ’ ὑπὸ μασχάλην καὶ λοξὴ πλησίον κλειδῶν συμβολῆς· ὡς καὶ ἐνταῦθα χίασμα γίγνεσθαι καὶ παρὰ τράχηλον ἐπ’ ὠμοπλάτην καὶ ἐπὶ μασχάλην, ἵνα τέσσαρα γένηται χιάσματα, ἓν μὲν ἐκ τῶν ἔμπροσθεν, ἓν δὲ ἐκ τῶν ὄπισθεν, δύο δὲ κατὰ τῶν κλειδῶν. αἱ δὲ ἐπινομαὶ κατὰ τῶν αὐτῶν εἰς ἐγκυκλίους περὶ στῆθος καὶ πλευρὰς, ὡς τὴν ὅλην ἐπίδεσιν θώρακι γίνεσθαι ὁμοίαν.

Ἡ μεσότης ὑπὸ μασχάλην. αἱ ἀρχαὶ κατὰ κλειδὸς παρακειμένης χιαζέσθωσαν πλησίον τραχήλου· εἶτα λοξαὶ ὑπ’ ἀντικειμένην μασχάλην, ἀπὸ μασχάλης ἐπὶ παρακειμένην κλεῖδα καὶ κατ’ αὐτῆς χίασμα πλησίον τραχήλου καὶ λοξαὶ ἐπ’ ἀντικειμένην μασχάλην, εἶτ’ ἐγκύκλιοι περὶ θώρακα.

Εὐθετεῖ αὕτη ἡ ἐπίδεσις ἐφ’ ὧν στέρνον ἢ μετάφρενον ἢ πλευρὰς ἢ θώρακα ἐπιδῆσαι θέλομεν, δύο δὲ τελαμώνων μεσότητα σύμμετρον κατὰ τῶν ὤμων θέντες τὰς ἀρχὰς ἐπ’ εὐθείας κάτω παρίεμεν. ἔπειτα εἰλητῷ ἐπιδέσμῳ κατὰ κύκλον ἐπιδήσαντες τό τε ὅλον στῆθος καὶ τὰς πλευρὰς ὥστε σκεπάσαι καταλαμβανόμενοι τὸ πέρας τὰς  παρειμένας κάτω ἀρχὰς ὄπισθέν τε καὶ ἔμπροσθεν ταῖς ἐγκυκλίοις προσαπτόμενοι, κἂν ἐπιμηκέστεραι ὦσιν ἀνακλάτες ἐπ’ ἀκρώμιον προσασφαλιζόμεθα.

Οἱ προλεχθέντες τελαμῶνες οὐκ ἐπ’ εὐθείας κρέμανται, ἀλλὰ λοξοὶ ὥστε κατ’ ἰνίου καὶ τοῦ μεταφρένου χίασμα γίγνεσθαι· τά τε λοιπὰ ὅμοια τῷ ὀρθίῳ συντελεῖται.

Ἁρμόζει μὲν ἐφ’ ὧν καὶ ὁ μασχαλιστήρ. ἐπιτελεῖται δὲ οὕτως· ἐπικλείσαντες τὸν ἀπὸ δύο ἀρχῶν καταφράκτην, μετὰ πολλὰς ἐγκυκλίους περιβάλλειν ἐπινεμήσεις τῷ θώρακι, ὥστε σκεπάσαι μέχρις ὀμφαλοῦ, τότε τὰς ἀρχὰς πρὸς ἀλλήλας ἁμματίζομεν τὸν λύκον ποιοῦντες βρόχον, ἀπάγοντές τε τὰ λειπόμενα τῶν ἀρχῶν ἐπὶ δεξιὰν καὶ ἀριστερὰν λαγόνα ὑποβύομεν ταῖς ἐγκυκλίοις ἐπινεμήσεσι τὰ πέρατα ἐῶντες κρεμάσθαι ὡσανεὶ τετραδακτυλιαῖα τὸ μῆκος ὄντα, ἵνα αὐτῶν ἡ ὄψις ὡσανεὶ θώρακος κροσσοὶ γίνωνται.

Ἀρχὴ κατὰ λαγόνος δεξιᾶς. τὸ δὲ ἅμμα λοξῶς ἐπὶ πλευρὰς, στέρνον, ὦμον· εἶθ’ ὑπὸ ὦμον, ἵνα κατ’ αὐτοῦ χίασμα γένηται, εἶτα λοξὴ κατὰ μεταφρένου ἐπὶ λαγόνα κατὰ τῆς προεμβεβλημένης ἀρχῆς, εἶτ’ ἐγκύκλιοι περὶ γαστέρα ἐπὶ λαγόνα ἀριστερὰν, κἀκεῖθεν λοξὴ κατὰ μεταφρένου· ὡς χίασμα κατ’ αὐτοῦ γίγνεσθαι καὶ ἐπ’ ὦμον δεξιὸν, εἶθ’ ὑπὸ μασχάλην καὶ ἐπ’ ὦμον, ἵνα κατ’ αὐτοῦ χίασμα γένηται καὶ λοξὴ κατὰ στέρνου καὶ πλευρὰς ἐπὶ λαγόνα ἀριστερὰν, εἶτ’ ἐγκύκλιος, αἱ δὲ ἐπινομαὶ κατὰ τῶν αὐτῶν εἰς τὸ σκεπάσαι πάντα τὰ δεόμενα τῆς ἐπιδέσεως.

Προσεπιδήσαντες τῷ χιαστῷ θώρακι ἑξῆς διὰ στενοῦ τελαμῶνος μίαν ἢ καὶ δευτέραν ἐγκύκλιον περιειλεῖτε κατὰ στέρνου καὶ μεταφρένου καὶ τὸ πέρας ἀγκτῆρι καταλαβοῦ.

Ἁρμόζει μὲν ἐφ’ ὧν καὶ ὁ καταφράκτης. ἐπιτελεῖται δὲ οὕτως· ἀρχὴ κατὰ μεταφρένου τὸ σπείραμα λοξῶς ἐπ’ ὠμοπλάτην ἀκρώμιον, ὑπὸ μασχάλην, εἶτ’ ἐπ’ ἀκρώμιον ὡς χίασμα κατ’ αὐτοῦ γίγνεσθαι καὶ λοξὴ κατὰ μαστοὺς ἐπ’ ὀμφαλὸν, ἀπ’ ὀμφαλοῦ κλάσαντες ἄγομεν ἐπὶ μαστὸν ἀντικείμενον λοξὴν ἐπ’ ἀκρώμιον ὡς χίασμα κατ’ αὐτοῦ γίγνεσθαι, εἶτ’ ἐπὶ μετάφρενον, εἶτ’ ἐν ἐπικυκλίοις περὶ τὰς πλευρὰς, αἱ δ’ ἐπινομαὶ κατὰ τῶν αὐτῶν.

Ἁρμόζει μὲν ἐφ’ ὧν μετάφρενον ἐπιδῆσαι θέλομεν. ἐπιτελεῖται δὲ οὕτως· ἀρχὴ κατὰ λαγόνος ὡς ἀριστερᾶς τὸ εἴλημα κατὰ μεταφρένου ἐπὶ δεξιὸν ὦμον καὶ ἐπὶ μασχάλην, ἀπὸ μασχάλης ἐπ’ ὠμοπλάτην ἀριστεράν· εἶθ’ ὑπὸ μασχάλην καὶ ἐπ’ ὦμον, ἀπ’ ὤμου λοξὴ κατὰ μεταφρένου ἀντικειμένη τῇ πρώτῃ· εἶτ’ ἐγκύκλιος περὶ τὰς λαγόνας μιᾷ καὶ δευτέρᾳ καὶ τὸ πέρας προσλαμβάνει ἡ αὐτὴ, ἣ καὶ ἐμπροσθοφανὴς εἶναι δύναται καὶ ἄν τις τὰς αὐτὰς ἐπινεμήσεις μὴ ὄπισθεν, ἀλλ’ ἔμπροσθεν τάξῃ.

Ἁρμόζει μὲν ἐφ’ ὧν καὶ ἡ πρὸ αὐτῆς. τελαμῶνα οὖν λαβόντες σύμμετρον μήκει καὶ πλάτει κατὰ τὴν μεσότητα σχίζομεν, ὥστε τὴν κεφαλὴν διελθεῖν. τὰ δὲ πέρατα παρίεμεν, ὁ μὲν κατὰ νώτου, ὁ δὲ κατ’ ἐπιγαστρίου ἐπιπλέκομέν τε τὸν χιαστὸν καλούμενον θώρακα, τὰ δὲ πέρατα αὐτῆς προϋποτεθέντος τελαμῶνος ἐπισχίσαντες εἰς τέλος κάτω κρεμᾶσθαι ἐῶμεν.

Ἁρμόζει μὲν ἐφ’ ὧν τὸ ἕτερον μέρος τοῦ τραχήλου ἐπιδῆσαι θέλομεν. ἀρχὴ κατὰ μέσον τοῦ πλευροῦ τὸ εἴλημα λοξῶς κατὰ μεταφρένου ἐπὶ τράχηλον καὶ στέρνον· εἶτ’ ἐπὶ πλευρὰν κατὰ τῆς προεμβεβλημένης ἀρχῆς καὶ περὶ θώρακα ἐγκύκλιος.

Ἡ ἀρχὴ ὑπὸ μασχάλην. τὸ εἴλημα λοξῶς κατὰ μεταφρένου ἐπὶ τράχηλον καὶ ἐπὶ στέρνον, μασχάλην καὶ ἐπὶ ἀντικειμένην μασχάλην καὶ λοξὴ ἐπὶ στέρνον καὶ τράχηλον, ὡς χίασμα κατ’ αὐτοῦ γενέσθαι καὶ λοξὴ κατὰ μεταφρένου ὑπὸ μασχάλην ἐγκύκλιος. αἱ δ’ ἐπινομαὶ κατὰ τῶν αὐτῶν.

Δύο τελαμῶνες πλάτει διδακτυλιαίων μήκει σύμμετροι τὰς μεσότητας κατὰ τῶν ὤμων θέντες, ἀρχὰς μὲν ἐπ’ ὀμφαλὸν, ἃς δὲ κατὰ νώτου χιάσαντες πρὸς αὐτὰς ἀγκτηρίζομεν, εἶτ’ ἐπιπλέκομεν τὴν καλουμένην καλαθοειδῆ γερανῖδα.

Εὐθετεῖ μὲν ἐφ’ ὧν καὶ ἡ πρὸ ταύτης. συντελεῖται δὲ ἔκ τε τοῦ διπλοῦ τραχηλιστῆρος καὶ τῆς καλαθοειδοῦς γερανίδος προσεπιτελουμένης.

Ἀρχὴ κατὰ λαγόνα. ἡ δὲ ἐπινομὴ λοξῶς κατὰ κλειδὸς ἐπ’ ὠμοπλάτην, εἶθ’ ὑπὸ μασχάλην καὶ ἐπὶ κλεῖδα, ἵνα χίασμα ὑπὲρ τὸ ἀκρώμιον γένηται· εἶτ’ ἐγκάρσιος ἐπ’ αὐχένα καὶ ἐπ’ ἀντικειμένην κλεῖδα ὑπὸ μασχάλην καὶ ἐπὶ κλεῖδα, ἵνα χίασμα καὶ ἐνταῦθα γένηται καὶ λοξὴ παρὰ μαστὸν ἐπὶ λαγόνα ἀντικείμενον, ὥστε καὶ κατὰ στέρνου χίασμα γίγνεσθαι, εἶτ’ ἐγκύκλιοι περὶ λαγόνας· εἶτα περὶ μετάφρενον λοξὴ καὶ ἐπὶ ἀκρώμιον, μασχάλην, εἶτ’ ἐπ’ ἀκρώμιον· εἶτ’ ἐγκάρσιος ἐκ τῶν ἔμπροσθεν κατὰ τὴν ἐμβολὴν τῶν κλειδῶν καὶ ἐπ’ ἀκρώμιον καὶ λοξὴ κατὰ μεταφρένου ἐπὶ λαγόνα· εἶτ’ ἐγκύκλιος ἐπιπλέκεται αὐτῇ, ἤτοι διπλῇ γερανὶς ἢ χιαστὸς τραχηλιστὴρ ἢ ἡ διπλοῦς λεγόμενος. 

Ἁρμόζει μὲν ἐφ’ ὧν καὶ τὸ ὑπὸ στέρνον καὶ νῶτον ἐπιδῆσαι θέλομεν. ἐπιτελεῖται δὲ ἔκ τε τῆς ἀκίδος καὶ τοῦ ἀστέρος τῶν περάτων ἃ δὴ ἐπὶ τῆς ἀκίδος πρὸς ἄλληλα ἠγκτηρίζετο κατὰ τὰς λαγόνας παρηγμένων κἀκεῖ καὶ ἀποκρεμαμένων.

Προκαταλαβόμενος κατὰ τῶν ὤμων τοὺς τελαμῶνας οὓς ὑπὸ τῆς ἀκίδος ὑπεδείξαμεν, προσαπόδος κατὰ δύο ἤδη τραχηλιστὴρ ὅς ἐστι διπλοῦς, εἶτα τὴν καλαθοειδῆ γερανῖδα.

Θεατρικὴ μὲν ἡ ἐπίδεσις ἐπειδὴ συντελεσθεῖσα ἐμφερὴς γίγνεται ταῖς ὀρθαῖς γωνίαις τῶν βωμίσκων προεπιδεδεμένῳ τῷ καλαθοειδεῖ τραχηλιστῆρι τῇ ὁμοιοσχήμονι γερανίδι προσαποδιδομένην τὴν Σωστράτου στηθοδεσμίδα τὴν ὀρθίαν μετὰ τῶν ἀναληπτρίδων.

Καὶ αὐτὴ θεατρικὴ ἁρμόζει μὲν ἐπὶ τῶν αὐτῶν προσεπιδήσαντες καὶ πάλιν τὴν Σωστράτου ὀρθίαν τὴν στηθοδεσμίδα, ἥν τινες τέτρατον καλοῦσι.

Δύο τελαμῶνας κατὰ τῶν νώτων θέντες ὡς ἐπὶ τῆς ὀρθίας στηθοδεσμίδος ἐπιπλέκομεν τὸν ἁπλοῦν ῥόμβον.

Ἀρχὴ κατὰ πλευρᾶς. τὸ εἴλημα λοξῶς κατὰ στέρνον ἐπὶ ἀκρώμιον, εἶτ’ ἐγκάρσιον ἐπ’ αὐχένος κατ’ ἀκρώμιον ἀντικείμενον καὶ ὑπὸ μασχάλην ἐκ τῶν ἔμπροσθεν εἰς τὰ ὀπίσω καὶ ἐπὶ τὸ αὐτὸ ἀκρώμιον καὶ λοξὴ ἐπὶ στέρνον, εἶτ’ ἐγκύκλιος κατὰ λαγόνος. ἡ αὐτὴ ὀπισθοφανὴς γίνεται ἐναλλασσόντων ἡμῶν, τὰς μὲν ἐμπροσθίους ἐπινεμήσεις ποιούντων ὀπίσω, τὰς δὲ ὀπισθίους ἔμπροσθεν.

Ἁρμόζει μὲν ἐφ’ ὧν πλευραὶ ἐπιδοῦνται. συντελεῖται δὲ οὕτως· ἡ μεσότης τοῦ ἐπιδέσμου κατ’ αὐχένας, αἱ δ’ ἀρχαὶ λοξαὶ κατὰ στέρνον εἰς αὐτὰς ἀγκυλωθεῖσαι ὑπὸ μασχάλας ἐπὶ μετάφρενον, κἀκεῖ πάλιν ἀγκυλωθεῖσαι ἀπαγέσθωσαν, οὕτω τε μέχρι τοῦ ὅλον τὸν θώρακα ἐπιδεθῆναι, ὅτε μὲν ὀπίσω, ὅτε δὲ ἔμπροσθεν ἀγκυλούσθωσαν. τὰ δὲ πέρατα πρὸς ἄλληλα ἁμματιζέσθωσαν. ταύτῃ τῇ ἐπιδέσει ἁρματηλάται χρῶνται συνοχῆς χάριν τῶν πλευρῶν. ἀπηρτικότες καὶ τὰς περὶ τὸν θώρακα ἐπιδέσεις καὶ τὰς ἑξῆς λέγωμεν.

Ἁρμόζει μὲν ἐπὶ βουβῶνος. ἐπιτελεῖται δὲ οὕτως· ἀρχὴ κατὰ λαγόνος, ἡ ἀντικειμένη δὲ ἐπινέμησις λοξὴ κατὰ πυγῆς πλησίον τοῦ πεπονθότος βουβῶνος, εἶτ’ ἐπὶ περίναιον κάτωθεν ἄνω καὶ λοξὴ ἐπὶ βουβῶνα, εἶτ’ ἐγκύκλιος κατὰ ἰσχίον καὶ κατὰ λαγόνα κατὰ τῆς προεμβεβλημένης ἀρχῆς, αἱ δ’ ἐπινομαὶ κάτωθεν ἄνω αὐτῶν.

Ἀρχὴ κατ’ ἐπιγαστρίου τὸ εἴλημα λοξῶς ἐπὶ κοτύλην παρὰ περίναιον ἐπὶ βουβῶνα κάτωθεν ἄνω κατὰ τῆς προεμβεβλημένης ἐπὶ ἰσχίον καὶ βουβῶνα παρὰ περίναιον καὶ κοτύλην κάτωθεν ἄνω καὶ ἐπὶ ἦτρον, αἱ δ’ ἐπινομαὶ κατὰ τῶν αὐτῶν ὡς ἀμφότεροι οἱ βουβῶνες σκεπασθῶσιν.

Ἡ μεσότης κατὰ τοῦ βουβῶνος. αἱ δ’ ἀρχαὶ ἐπὶ κοτύλην κἀκεῖ χιασθεῖσαι· ἡ μὲν ἐπὶ βουβῶνος, ἡ δὲ ἔξωθεν. εἶτα ἐπὶ τῷ αὐτῷ ἀναγέσθωσαν, αἱ δ’ ἐπινομαὶ κατὰ τῶν αὐτῶν.

Τῆς βραχυτέρας ἀρχῆς ὡς ἂν ἢ δύο ἢ τρεῖς τόποι παρίενται κατὰ βουβῶνος. τὸ δὲ εἴλημα ἄγεται κατὰ λαγόνος ἐπὶ ἰσχίον καὶ ἐπιγάστριον, εἶτ’ ἐπὶ κοτύλην λοξῶς καὶ βουβῶνα κάτωθεν ἄνω καὶ ἐπὶ λαγόνα καὶ ἰσχίον καὶ ἀντικειμένην λαγόνα καὶ ἐπιγάστριον, ὅτε ἡ παρειμένη ἀρχὴ ἀνακλᾶται ἐπὶ βουβῶνα, ἵνα κατ’ αὐτοῦ πτύγμα γένηται ἢ καταλαμβάνηται τῷ εἰλήματι· εἶτ’ ἐπιτελεῖται πάλιν βουβῶνι, εἶτ’ ἐπὶ ἰσχίον καὶ ἐπιγάστριον καὶ πάλιν ἡ πρώτη ἀρχὴ πτύσσεται ἄνωθεν κάτω καὶ τῷ εἰλήματι καταλαμβάνεται καὶ οὕτως ἐπιδεῖται ἄχρις ἂν συντελεσθῇ ἀεὶ τοῦ μὲν πτυσσομένου, τοῦ δὲ ἐπειλουμένου, τὸ δὲ πέρας ἀγκτηρίζεται.

Ταινίας ἡ μεσότης κατ’ ὀσφύος. αἱ δ’ ἀρχαὶ κατὰ βουβῶνα ὡς ἐπὶ τοῦ ἁπλοῦ παριέντες ἑτέρου ἐπιδέσμου. ἀρχαὶ κατ’ ἐπιγαστρίου καὶ συντελεῖται διπλοῦς βουβωνίσκος τῶν κάτω παρειμένων ταινιδίων πτυσσομένων ὡς ἐπὶ τοῦ διπλοῦ εἴρηται.

Ταινιδίου μεσότης κατ’ ὀσφύος, αἱ δ’ ἀρχαὶ κατ’ ἐπιγαστρίου ἁμματίζονται, εἶτ’ ἐπιδέσμου εἰλητοῦ ἡ ἀρχὴ ὑπὸ τὴν ζώνην τὸ εἴλημα ὑπὸ καυλὸν, εἶτ’ ἐπὶ τὴν ζώνην ἄνωθεν κάτω· εἶθ’ ὑπὸ καυλὸν καὶ περὶ τὴν ζώνην, εἶτ’ ἐπιτελεῖ ὑπὸ τοὺς διδύμους καὶ ὑπὸ τὴν ζώνην.

Μετὰ τὸ περιθεῖναι τὴν ταινίαν ἡ ἀρχὴ τοῦ ἐπιδέσμου ἐπὶ καυλὸν καὶ νομαὶ ἐγκύκλιοι περὶ αὐτὸν ἕως σκεπασθῇ· εἶτα περὶ τὴν ζώνην, εἶτα ὑπὸ καυλὸν καὶ περὶ τὴν ζώνην, εἶθ’ ὑπὸ διδύμους καὶ ἐπὶ ζώνην.

Σύμμετρον ῥάκος λαβόντες σχίζομεν εἰς σκέλη τέσσαρα τὸ μέσον συνεχὲς ἐῶντες καὶ ὑποβάλλομεν τῷ καυλῷ, τὰς δὲ ἀρχὰς ἀνάγοντες τὰς περὶ τὸ ἕτερον μέρος πλησίον καυλοῦ ἐπισχίζομεν, διὰ δὲ αὐτοῦ διεκβάλλομεν τὰς ἑτέρας ἐπὶ τὴν ζώνην.