De optima secta ad Thrasybulum Pseudo-Galen Karl Gottlob Kühn Andrew W. Mellon Foundation Published original versions of the electronic texts A Digital Corpus for Graeco-Arabic Studies, funded by the Andrew W. Mellon Foundation Mark Schiefsky, Harvard University Gregory R. Crane, Universität Leipzig Uwe Vagelpohl, University of Warwick Keyboarding Digital Divide Data Editor-in-Chief, Perseus Digital Library Gregory R. Crane Project Manager (University of Leipzig) Matt Munson Project Assistant (University of Leipzig) Annette Geßner Lead Developer (University of Leipzig) Thibault Clérice Technical Advisor Bruce Robertson A Digital Corpus for Graeco-Arabic Studies, funded by the Andrew W. Mellon Foundation University of Leipzig Germany tlg0530.tlg043.1st1K-grc1.xml Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License 2016 Claudii Galeni Opera Omnia Pseudo-Galen Karl Gottlob Kühn Cnobloch Lipsiae 1 106-223 1821 HathiTrust

The following text is encoded in accordance with EpiDoc standards and with the CTS/CITE Architecture.

Greek
ΓΑΛΗΝΟΥ ΠΡΟΣ ΘΡΑΣΥΒΟΥΛΟΝ ΠΕΡΙ ΑΡΙΣΤΗΣ ΑΙΡΕΣΕΩΣ.

Ἕκαστον τῶν ἰατρικῶν θεωρημάτων, καὶ καθόλου πᾶν θεώρημα, πρῶτον μὲν ἀληθὲς εἶναι δεῖ, εἶτα χρήσιμον, εἴτ’ ἀκόλουθον ταῖς ὑποτεθείσαις ἀρχαῖς. ἐκ γὰρ τῶν τριῶν τούτων τὸ ὑγιὲς θεώρημα κρίνεται, ὡς, ἐάν τι τῶν εἰρημένων τῷ θεωρήματι μὴ προσῇ, οὐδὲ θεώρημα τοῦτο τὴν ἀρχὴν ἂν εἴη ῥητέον. ἐπειδὴ γὰρ αἱ τέχναι ἐκ θεωρημάτων εἰσὶ, καὶ τούτων οὐχ οἵων ἔτυχεν, ἀλλὰ πρῶτον μὲν σύστημά τι δεῖ ἔχειν τὰς καταλήψεις, εἶτα καὶ πρὸς χρήσιμόν τι φέρειν, διὰ τοῦτ’ ἀναγκαῖόν ἐστι, πᾶν θεώρημα καὶ ἀληθὲς εἶναι, καὶ χρήσιμον, καὶ ἀκολουθίαν τινὰ ἔχειν, οὐ μόνον περὶ τὰς ὑποτεθείσας ἀρχὰς, ἀλλὰ καὶ πρὸς τὰ λοιπὰ θεωρήματα. καθ’ ὅσον μὲν γὰρ ὑπὸ κατάληψιν πίπτει πᾶν θεώρημα, ἀληθὲς αὐτὸ ὑπάρχειν δεῖ· ψευδῶν γὰρ οὐκ εἰσι καταλήψεις. καθ’ ὅσον δὲ πρός τι τέλος συντείνει εἰς τὸν βίον φέρον, δεῖ ἕκαστον τῶν θεωρημάτων χρήσιμον εἶναι καὶ ἀναγκαῖον. τὸ δὲ σύστημα τῶν καταλήψεων πρὸς τὴν ἄλληλα συμφωνίαν τῶν θεωρημάτων, καὶ πρὸς τὴν ὑποτεθεῖσαν ἀρχὴν ἐπιζητεῖν δεῖ. ἐπεὶ δὲ ὥσπερ ὑπὸ ἕνα ἄρχοντα τὸ σύστημα νοεῖται τῶν ἀρχομένων, οὕτω καὶ πρὸς τὴν ὑποτεθεῖσαν ἀρχὴν τὸ θεώρημα ἀναφέρεται. διὰ τοῦτο πᾶν θεώρημα ἀληθὲς καὶ χρήσιμον καὶ ἀκόλουθον εἶναι δεῖ. εἰ δὲ τοῖς τρισὶ τούτοις. πᾶν θεώρημα τεχνικὸν κρίνεται, δῆλον ὅτι καὶ τὰ ἰατρικὰ θεωρήματα τοῖς αὐτοῖς τούτοις κρίνοιντο ἄν. δεῖ τοίνυν, ἐπειδήπερ ἀεὶ μήτε τὸ ἀληθὲς ὁποῖόν τί ἐστι, καὶ ὅπως ἂν κρίνοιτο, πρόδηλον ὑπάρχει, μήτε τὸ χρήσιμον, μήτε τὸ ἀκόλουθον, εὐκατάληπτά ἐστι, γνωρίσματα τούτων τινὰ καὶ κριτήρια πρὸ τῶν ἄλλων παραδοῦναι.

Τὸ μὲν οὖν ἀληθὲς κρίνεται τῇ τοῦ λόγου συμφωνίᾳ πρὸς τὰ ὑποκείμενα. ἀλλ’ ἐπεὶ τῶν ὑποκειμένων ἃ μὲν φαίνεται, ἃ δὲ κρύπτεται, καὶ τῶν φαινομένων ἃ μὲν εἰσὶν ἐξ αὐτῶν καταληπτὰ, ὡς τὸ λευκὸν καὶ τὸ μέλαν, ἃ δ’ οὐκ ἐξ αὐτῶν, ἀλλ’ ἐξ ἑτέρων ἐστὶ καταληπτὰ, ὡς τὰ διὰ σημείων καταλαμβανόμενα· πάλιν δ’ αὖ τῶν κεκρυμμένων ἃ μὲν ἐναργῆ ἐστι καὶ λέγεται, ὡς τὰ δὶς δύο τέτταρα, ἃ δὲ διὰ ἀποδείξεως καταλαμβάνεται, ὡς τὸ, ᾧ ἐστιν εὖ καὶ κακῶς χρήσασθαι, καὶ τὰ ἑξῆς· δεῖ ἐπαναφέρειν ἀεὶ τὸν λόγον καὶ τὸ θεώρημα ἐπὶ τὸ εἶδος τοῦ ὑποκειμένου πράγματος, περὶ οὗ ἐστι καὶ ὁ λόγος, ἢ ἐφ’ ᾧ γέγονε τὸ θεώρημα. καὶ ἐὰν μὲν περί τινος τῶν φαινομένων ᾖ, πρὸς ἐκεῖνο ἁρμόζειν· ἐὰν δὲ περί τινος τῶν κεκρυμμένων, σκοπεῖν χρὴ, εἰ σύμφωνόν ἐστί τινι τῶν κεκρυμμένων. κρίσεις δὲ τῶν φαινομένων καὶ. τῶν κεκρυμμένων διάφοροι. ὅσα μὲν γὰρ τῶν φαινομένων ἐξ ἑαυτῶν ἐστι καταληπτὰ, αἰσθήσει κρίνεται, ὡς τὸ λευκὸν καὶ τὸ μέλαν. ὅθεν καταγελᾷν δεῖ τῶν ἰατρῶν, ὅσοι τὴν τῶν φαινομένων κρίσιν οὐχὶ τοῖς αἰσθητηρίοις, ἀλλ’ ἀποδείξει τινὶ πειρῶνται ποιεῖσθαι· ὥσπερ ἀμέλει καὶ Ἀσκληπιάδης περὶ τῶν ἐπιπεφυκότων τῇ καρδίᾳ ὑμένων διαλεγόμενος Ἐρασίστρατον πεπλανᾶσθαί φησιν· Ἡρόφιλον γὰρ πολλὰ ἀνατετμηκότα μὴ ἑωρακέναι, παρὸν αὐτὸν ἐπὶ τὴν τῶν φαινομένων ἐξέτασιν κατὰ τὸ προσῆκον ἐλθόντα ἀποφήνασθαι περὶ τοῦ πράγματος, καὶ μὴ δόξαις ἠλιθίαις ἀποπιστεῦσαι. τῶν τοίνυν φαινομένων, ὅσα οὐκ ἐξ ἑαυτῶν καταλαμβάνεται, κριτήρια, ὡς ἔφην, ἐστὶ τὰ αἰσθητήρια. τῶν δὲ φαινομένων μὲν, μὴ ἐξ ἑαυτῶν δὲ, ἀλλ’ ἐξ ἑτέρων καταλαμβανομένων, κριτήριόν ἐστιν ἡ συμπαρατήρησις. λέγω δὴ τῶν διὰ σημείων καταλαμβανομένων. πάλιν αὖ τῶν κεκρυμμένων, ὥσπερ πλείους αἱ διαφοραὶ, οὕτω καὶ τὰ κριτήρια διάφορα. ἐπὶ δὲ τῶν κεκρυμμένων ἃ μὲν ἐναργῆ ἐστιν, ὡς τὸ ἀδύνατόν ἐστι τὸν αὐτὸν ἄνθρωπον ἅμα ἐν Ἀθήναις τε εἶναι καὶ ἐν Αἰγύπτῳ, ἃ δὲ δι’ ἀποδείξεως καταλαμβάνεται. τῶν μὲν ἐναργῶν ἐπίκρισις ἡ κοινὴ πάντων ἀνθρώπων ἔννοια· τῶν δὲ δι’ ἀποδείξεως καταλαμβανομένων ἐπίκρισις ἡ πρὸς τὰ ὁμολογούμενα συμφωνία. σχίζεται δ’ αὖ πάλιν ἡ τοῦ ὁμολογουμένου ἐπίκρισις εἰς πλείονα. ἤτοι γὰρ τῇ πρὸς τὰ φαινόμενα τὸ ὁμολογούμενον κρίνεται, ἢ τῇ πρὸς τὰ ἐναργῆ, ἢ τῇ πρὸς τὰ ἀποδεδειγμένα. πῶς μὲν οὖν δεῖ κρίνειν τὸ ἀληθές τε καὶ τὰ φέροντα πρὸς τὴν τοῦ ἀληθοῦς κρίσιν, εἴρηται.

Ἑξῆς δὲ περὶ τοῦ χρησίμου θεωρήματος ῥητέον. κρίνεται τοίνυν τὸ χρήσιμον θεώρημα τῇ πρὸς τὸ τέλος τῆς τέχνης ἀναφορᾷ. δεῖ δὲ αὐτὸ πρῶτον μὲν καταληπτὸν εἶναι. ἐὰν γὰρ ἀδύνατον ᾖ, ὡς τὸ, τοῦ ἱπποκενταύρου χολὴ λύει τὴν ἀποπληξίαν, διότι ἀκατάληπτόν ἐστι, διὰ τοῦτο γίνεται ἄχρηστον. εἶτα δεῖ τὴν κατάληψιν αὐτοῦ μὴ κοινὴν πρὸς τοὺς ἰδιώτας ὑπάρχειν, ἀλλ’ ἰδίαν τῶν τεχνιτῶν. διὰ τοῦτο γάρ τοι φαμὲν ἡμεῖς πεπλανῆσθαι τοὺς οἰομένους ἀρχὴν τῆς τέχνης τὰ φαινόμενα εἶναι. οὔτε γὰρ συνέστηκεν ἐκ τῶν φαινομένων ἡ τέχνη, οὔθ’ ἡ παράδοσις τῆς τέχνης ἀπὸ φαινομένων γίγνεται. οὐδεὶς γὰρ τὰ φαινόμενα παραδίδωσιν, ἀλλὰ τὰ ἐπὶ τοῖς φαινομένοις θεωρήματα, ἅπερ οὐ φαίνεται. ταῦτ’ οὖν καὶ ἀρχὴ τῆς τέχνης, εὐλόγως ἄν τις εἴποι. τὰ ἐπὶ τοῖς φαινομένοις λέγω θεωρήματα, δηλονότι ἀρχὴ τῆς παραδόσεως τῆς τέχνης ἀπὸ φαινομένων γίνεται. εἰ γάρ τοι φαίη τις τὰ φαινόμενα τῆς τέχνης ἀρχὴν εἶναι, λήσεται ἑαυτὸν οὐδὲν διαφέρειν οἰόμενος τέχνην ἀτεχνίας. ἐπειδὴ γὰρ ἡ τῶν φαινομένων κατάληψις ὁμοία ἐστὶ τεχνίτῃ τε καὶ ἰδιώτῃ, δῆλον ὡς κατὰ τοῦτο οὐδὲν πλέον ὁ τεχνίτης ἔχων τοῦ ἰδιώτου ἔσται, ἀλλ’ οὐδὲ τέχνην ἔχων, εἴπερ τῶν αὐτῶν καὶ ἡ αὐτὴ κατάληψίς ἐστι τεχνίτῃ τε καὶ ἰδιώτῃ. ἀρχὴ μὲν οὖν εὑρέσεως τῶν θεωρημάτων τὰ φαινόμενα λέγοιτ’ ἂν δικαίως· τῆς δὲ τέχνης ἀρχὴ τὰ φαινόμενα οὐκ ἔστιν. ὡς γὰρ τὰ τοῦ λαγωοῦ εὑρέσεως ἄν τις ἀρχὴν εἴποι εὐλόγως, ἀρχὴν δὲ τοῦ λαγωοῦ οὐκ ἄν τις εἴποι νοῦν ἔχων· οὐδὲ γὰρ συνέστηκεν ἐκ τῶν ἰχνῶν ὁ λαγωός· οὕτω καὶ τὰ φαινόμενα ἀρχὴν τῆς εὑρέσεως τῶν θεωρημάτων. καλῶς ἄν τις εἴποι, ὅτι ἀπὸ τούτων ὁρμηθέντες οἱ συστησάμενοι αὐτὴν συνεστήσαντο, τῆς δὲ τέχνης οὐκ ἔτι. δεῖ γὰρ ἀναφέρειν τὰς ἀρχὰς ἐπὶ τὴν ποιότητα ἐκείνου, οὗπερ εἰσὶν αἱ ἀρχαί. καὶ τῆς τέχνης οὖν τὰς ἀρχὰς μὴ φανερὰς εἶναι τοῖς ἰδιώταις προσήκει, οὐδὲ γὰρ αἱ τέχναι πᾶσαι πρόδηλοί εἰσιν αὐτοῖς, εἶτα δὲ καὶ ἀρχαὶ τῶν τεχνῶν τεχνῶν παραδίδονται, τὰ δὲ φαινόμενα οὐ παραδίδονται. διόπερ οὐκ ἄν τις εὐλόγως τὰ φαινόμενα τῆς τέχνης ἀρχὴν εἴποι.

Συνίσταται γὰρ τὰ θεωρήματα ἤτοι ἐπὶ τοῖς φαινομένοις, ἢ ἐπὶ τοῖς ἐξ ἑτέρων καταλαμβανομένοις, ἢ ἐπὶ τοῖς προαποδεδειγμένοις, ἢ ἐπὶ τοῖς ἐναργέσιν, κατὰ τοιοῦτόν τινα τρόπον. ἐπὶ μὲν τοῖς φαινομένοις οὕτως. ἐντυχών τις πλείοσι καρδιοτρώτοις ἀποθνήσκουσιν, ἐζήτησε τοῦ θανάτου τὴν αἰτίαν. λογιζόμενος οὖν εὕρισκε μήτε δι’ ἔνδειαν δυνάμεως, μήτε δι’ ἀπορίαν ὕλης βοηθημάτων ἀποθνήσκοντας, ἀλλὰ διὰ τὴν ἐπίκαιρον χρείαν τοῦ μέρους. ἐπιγνοὺς οὖν, ὅτι ἄνευ τῆς τοῦ μέρους τούτου ἐνεργείας καὶ τῆς περιγινομένης ἀπ’ αὐτοῦ τῷ σώματι χρείας σώζεσθαι τὸ ζῶον οὐ δύναται, συνθείς τε τῷ λογισμῷ τὰ ἐπὶ τῶν φαινομένων εὑρημένα, πεποίηκε τοῦτο τὸ θεώρημα· εἴ τίς ἐστι καρδιότρωτος, ἐκεῖνος ἀποθανεῖται. τὸ οὖν κατ’ ἀκολουθίαν τῶν φαινομένων τῷ λογισμῷ εὑρεθὲν καὶ καθολικῶς ἐξενεχθέν ἐστι θεώρημα. μᾶλλον δ’ ἐπὶ τοῖς φαινομένοις συνίσταται τὸ θεώρημα, ὡς ἀπὸ τῶν φαινομένων ἐν τῇ φλεγμονῇ· εἴ τις φλεγμονὴν ἔχει, ἐκεῖνος ὄγκον ἔχει ἀντίτυπον, σφυγματῶδες ἄλγημα ἐπιφέροντα. γίνεται οὖν τὰ φαινόμενα ἀρχὴ εὑρέσεως τῶν θεωρημάτων. τὰ δὲ θεωρήματα ἐπὶ τοῖς φαινομένοις κατ’ ἀκολουθίαν εὑρεθέντα ἀρχὴ συστάσεως τέχνης. καὶ ἐπὶ μὲν τοῖς φαινομένοις κατὰ τοιοῦτόν τινα τρόπον συνίσταται τὸ θεώρημα. ἐπὶ δὲ τοῖς ἐξ ἑτέρων καταλαμβανομένοις τὸ θεώρημα οὕτω συνίσταται· εἴ τινι τάδε τὰ συμπτώματά ἐστιν, ἐκεῖνος ἐν πλήθει αἵματός ἐστιν. ᾧ τάδε παρέπεται, ἐκείνῳ ἧπαρ, ἢ νεφρὸς, ἤ τι τοιοῦτον ἔπαθεν. ἐπὶ δὲ τοῖς προαποδεδειγμένοις οὕτω συνίσταται τὸ θεώρημα. ἀποδειχθέντος γὰρ τοῦ ὅτι πέψις ἐστὶ, καὶ τὰ πεπτόμενα χεῖταί τε καὶ ὑγραίνεται, ἔπειτα οὕτως ἀναδίδοται, καὶ ὅτι οἱ νοσοῦντες δέονται τῶν μὴ πολλῆς κατεργασίας δεομένων τροφῶν, ἐπὶ τούτοις γίγνεται τὸ θεώρημα τοῦτο· αἱ ὑγραὶ δίαιται πᾶσαι τοῖσι πυρεταίνουσι συμφέρουσιν. ἐπὶ δὲ τοῖς ἐναργέσιν οὕτω, καὶ πᾶν τὸ πολὺ τῇ φύσει πολέμιον, καὶ οὐ πλησμονὴ, οὐ λιμὸς, οὐδ’ ἄλλο ἀγαθὸν οὐδὲν, ὅ τι ἂν μᾶλλον τῆς φύσεώς ἐστι. καὶ ὅκου πλησμονὴ τίκτει νοσήματα, κένωσις ἰῆται. ἐναργοῦς γὰρ ὄντος, ἐφ’ ὧν μὲν, ὅτι τῶν ὑπὲρ τὴν δύναμιν, ἐφ’ ὅτι τοῦ ποιοῦντος περιαιρεθέντος, οὐκ ἂν γένοιτο τὸ γιγνόμενον, συνετέθη τὰ εἰρημένα θεωρήματα. ἔστι δὲ πᾶν θεώρημα καθολικόν τε καὶ βέβαιον. πεπλάνηνται οὖν οἱ τὴν τέχνην στοχαστικὴν εἶναι λέγοντες, διότι στοχαστικὰ ἔχει τὰ θεωρήματα. οὐ γάρ ἀπὸ τοῦ θεωρήματος στοχαστικὴ λέγεται, ἕστηκε γὰρ ταῦτα, ἀλλ’ ἀπὸ τῆς πράξεως, καὶ τῆς τῶν ἰατρευόντων ἐνεργείας. αὐτὴ γὰρ ἄστατον ἔχουσα τὴν ἐπιτυχίαν, στοχαστικὴν τὴν τέχνην ποιεῖ, ἐπεὶ τὰ θεωρήματα ἁπασῶν τῶν τεχνῶν ὁμοίως βέβαιά τέ ἐστι καὶ ἑστηκότα. παρὰ δὲ τὸ μὴ βεβαίους εἶναι τῶν τεχνῶν ἁπασῶν τὰς ἐπιτυχίας, στοχαστικαί τινες τῶν τεχνῶν εἶναι λέγονται, ὅσαι ἄστατον ἔχουσιν, ὡς ἔφην, τὴν ἐπιτυχίαν. ἐπειδὴ δὲ τὸ χρήσιμον τῇ πρὸς τὸ τέλος ἀναφορᾷ ἔφαμεν δεῖν κρίνεσθαι, ἀναγκαῖον ἂν εἴη ὑποδεῖξαι τὸ τῆς τέχνης τέλος, ἵνα, προδήλου τούτου γεγονότος, πρόδηλον ᾖ, ἐφ’ ὅπερ χρὴ ἀναφέροντα κρίνειν τὸ χρήσιμον.

Τῶν τεχνῶν τοίνυν αἱ μὲν ποιητικαὶ τῶν οὐκ ὄντων εἰσὶν, ὡς ἡ ναυπηγικὴ, αἱ δὲ συντηρητικαὶ τῶν γεγονότων, ὡς ἡ κυβερνητικὴ, αἱ δὲ ἀμφότεραι, ὡς ἡ οἰκοδομική. ἐπὶ μὲν οὖν τῶν ποιουσῶν ἢ συντηρουσῶν τεχνῶν εἰς τρόπος ἐστὶ τῆς ἐπιτυχίας. διὰ τοῦτο ἁπλῆ ἐστιν ἡ τοῦ χρησίμου κρίσις· ἐπὶ δὲ τῶν ποιουσῶν τε καὶ συντηρουσῶν οὐκ εὐχερές. οὐ γὰρ δεῖ ἄχρηστον νομίζειν τὸ μὴ φέρον ἐπὶ συντήρησιν, ἀλλὰ πολυπραγμονεῖν, εἰ συντελεῖ τι πρὸς τὸ ποιῆσαι τὸ μὴ ὄν. ἰατρικὴ τοίνυν τῶν ποιουσῶν καὶ συντηρουσῶν ἐστιν· οὐ μέντοι χρὴ ὑπολαβεῖν διπλοῦν εἶναι τῆς τέχνης τὸ τέλος, τό τε μὴ ὂν ποιῆσαι, οἷον τὴν ὑγείαν καὶ τὸ ὑπάρχον αὐτῆς διαφυλάξαι. διὰ γὰρ τῶν αὐτῶν, φασὶ, ῥημάτων ποιοῦσα τὴν ὑγείαν, καὶ συντηροῦσα, διπλοῦν ἂν ἔχοι τὸ τέλος. εἰ μὲν οὖν φανερῶς μὴ ἦν τὰ αὐτὰ θεωρήματα, ἐπ’ ἄμφω τὰ τέλη ἄγοντα, διαφερόντων καὶ τῶν τελῶν, διάφοροι ἂν ἦσαν καὶ αἱ τέχναι, καὶ δύο ἰατρικαί· ἐπεὶ δὲ τὰ μὲν αὐτὰ θεωρήματα, οἱ δὲ σκοποὶ διαφέρουσι, μία οὖσα τέχνη διαφέροντας ἂν ἔχοι τοὺς σκοπούς. ἀγνοοῦσι δ’, ὅτι ὁ μὲν σκοπὸς τῆς τέχνης εἷς ἐστιν ἡ ὑγεία, καὶ τὸ τέλος ἓν τὸ τυχεῖν ὑγείας, οἱ δὲ τρόποι τῆς ἐπιτυχίας διαφέροντες. οὐκ ἐξαλλάττεται οὖν ὁ σκοπὸς, οὐδὲ τὸ τέλος παρὰ τὸν τρόπον τῆς ὑγείας. ἐπιστήμονες γὰρ ἡμεῖς ὄντες τῶν βλάπτειν πεφυκότων, ὅπου μὲν τὰ βλάπτοντα περιαιροῦντες, περιποιοῦμεν τὴν ὑγείαν, ὅπου δ’ ἐκκλίνοντες, συντηροῦμεν αὐτήν. τὸ χρήσιμον τοίνυν ἐν ἰατρικῇ δεῖ κρίνειν, σκοποῦντας, ὁτὲ μὲν, εἰ πρὸς τὸ ποιῆσαι τὴν ὑγείαν φέρει, ὁτὲ δὲ, τὸ συντηρῆσαι.

Τὸ δ’ ἀκόλουθόν τινες μὲν τῇ συνυπάρξει κρίνεσθαι οἴονται, ἀγνοοῦντες, ὅτι πολλὰ μὲν συνυπάρχει ἀλλήλοις, οὐ μὴν ἀκολουθία τις ὁρᾶται ἐν αὐτοῖς· ὥσπερ φαμὲν καὶ τὸ ἡμέραν εἶναι συνυπάρχειν, καὶ τὸ ἀναπνεῖν, οὐ μὴν ἀκολουθία ἐστὶν αὐτῷ. οὐ τῇ συνυπάρξει τοίνυν κριτέον τὴν ἀκολουθίαν, ἀλλ’ οὗ ἀνασκευαζομένου, ἐξ ἀνάγκης τι συνανασκευάζεται, καὶ τιθεμένου τίθεται, ἐκείνῳ ἐκεῖνο ἀκόλουθον ἡγητέον εἶναι. καὶ καθόλου δὲ κατὰ συνάρτησιν συνημμένα κρίνοντι ἐπικρίσει κριτέον, ἐφ’ ὧν ἂν δέοι ἐπίκρισιν ἀκόλουθον ποιήσασθαι. πρὸς μὲν οὖν ἐνίων λόγων ἐπίκρισιν ἀναγκαία ἐστὶν ἡ ἀκολουθία ἐπιζητουμένη. εἰ δὲ καὶ πρὸς τὴν τῶν ἰατρικῶν θεωρημάτων κρίσιν συμβάλοιτο, ἴσως ἄν τις ἐπιζητοῖ. οὐ γὰρ ἐπαρκεῖ ἐπιγνῶναι, εἰ ἰατρικόν ἐστι θεώρημα τὸ χρήσιμόν τε καὶ ἀληθὲς ὑπάρχον, ἀλλ’ οὐδὲν ἦττον ἔχεσθαι ἀεὶ τοῦ ἀκολούθου δεῖ.

Ἐπεὶ οὖν πᾶς λόγος καὶ πᾶν θεώρημα τοῖς τρισὶ τούτοις κρίνεται· τρεῖς δ’ εἰσὶν ἐν ἰατρικῇ αἱρέσεις, ἥ τε τῶν Λογικῶν καὶ τῶν Ἐμπειρικῶν καὶ τῶν Μεθοδικῶν, φέρε, τοῖς κριτηρίοις τούτοις χρώμενοι ἐπισκεψώμεθα καὶ τὰς αἱρέσεις, ἵνα τῇ ὑγιεῖ προσθώμεθα. ἀναγκαῖον δὲ τὰ κοινὰ τῶν αἱρέσεων πρῶτον ἐκθέσθαι, καὶ τὰ ἴδια ἐκείνων ἑκάστης, εἶθ’ οὕτως ἑξῆς τὴν ἐπίκρισιν αὐτῶν ποιήσασθαι. ἔστι τοίνυν κοινὰ τῶν τριῶν αἱρέσεων ταῦτα. ὅτι χρήσιμα τὰ φαινόμενα θεωρήματα, ἀναλογισμὸς, τήρησις, ἱστορία, ὁμοίου μετάβασις. ὅτι ἄκριτος ἱστορία, οὐ παραδεκτέα τὰ ὄργανα, ὁ τρόπος τῆς προσαγωγῆς τῶν βοηθημάτων, ὅτι ἐξ ἄλλων ἄλλα καταλαμβάνεται. ὅτι, τῶν αὐτῶν περιστάντων, τὰ αὐτὰ ποιητέον. τὸ, διὰ προσθέσεων καὶ ἀφαιρέσεων τὴν ὑγείαν τηρεῖσθαι, καὶ τὰς νόσους θεραπεύεσθαι. τὸ, δεῖν ἐκκλίνειν τὴν τῶν βλαπτόντων χρῆσιν πρός τε ὑγείας τήρησιν καὶ νόσων ἀπαλλαγήν. τὸ, τὴν πεῖραν δυνατὴν καὶ χρήσιμον εἶναι πρὸς τὴν κατάληψιν τῆς προσαγομένης ὕλης. τρόφιμα γὰρ καὶ ἄτροφα καὶ καθαρτικὰ καὶ φθαρτικὰ πείρᾳ κατείληπται.

Ἐπὶ τούτῳ τῷ κοινῷ οἱ μὲν Ἐμπειρικοὶ μεμενήκασιν, οὐ μόνον τὰς δυνάμεις, ἀλλὰ καὶ τὰ συμφέροντα πείρᾳ εὑρῆσθαι λέγοντες. οἱ δὲ Μεθοδικοὶ ἐπὶ κοινῷ τῷ προειρημένῳ λέγουσί τι διαφέρον παρὰ τοὺς Ἐμπειρικούς. φασὶ γὰρ, πλὴν τοῦ τὰς δυνάμεις τῶν προσφερομένων ἐκμαθεῖν, ἕτερον οὐδὲν χρήσιμον ἐκ τῆς πείρας περιγίνεσθαι. οὐδὲν γὰρ, τῶν συμφερόντων αὐτῶν ἐκ τηρήσεως δύναται λαμβάνεσθαι ἁπλῶς, τῶν συμφερόντων ἀπό τινων φαινομένων τετηρημένων. οἱ δὲ Λογικοὶ μέσοι τούτων κεχωρήκασιν. οὕτω γὰρ πάντα τὰ συμφέροντα ἐκ τηρήσεώς φασι λαμβάνεσθαι, ὡς λέγουσιν οἱ Ἐμπειρικοὶ, οὐ μὴν οὐδ’ ἐκ τῆς ἐνδείξεως εὑρίσκεσθαι, ὡς οἴονται οἱ Μεθοδικοὶ, ἀλλ’ ἃ μὲν ἐκ τηρήσεως εὑρίσκεσθαι, ὡς τὰ θανάσιμα καὶ ἰοβόλα, ἃ δ’ ἐξ ἐνδείξεως, ἐφ’ ὧν τὰ αἴτια εὑρίσκεται. ὁμογνωμονοῦσι τοίνυν οἱ Μεθοδικοὶ τοῖς Λογικοῖς, καθ’ ὅσον οἴονται ἐξ ἐνδείξεως τὸ συμφέρον λαμβάνεσθαι· ᾗ δὲ ἀπὸ διαφερόντων, διαφωνοῦσιν. οἱ μὲν γὰρ Μεθοδικοὶ ἀπὸ φαινομένων τινῶν ἐνδεικνύμενα οἴονται τὰ συμφέροντα λαμβάνεσθαι· οἱ δὲ Λογικοὶ, ἀπὸ φαινομένων μὲν οὐδαμῶς, ἀπὸ δὲ κεκρυμμένων. ἐπεὶ γὰρ ἀπὸ αἰτίων τὰς ἐνδείξεις ἀξιοῦσι γίνεσθαι, τὰ δ’ αἴτια, ᾗ αἴτιά ἐστιν, οὐ φαίνεται, δῆλον ὡς οὐκ ἀπὸ φαινομένων αὐτοῖς αἱ ἐνδείξεις γένοιντ’ ἂν, ὁδηγεῖν τέ φασι τὰ φαινόμενα πρὸς τὴν τῶν ἐπιδείκνυσθαι δυναμένων κατάληψιν. κατ’ αὐτὸ οὖν πάλιν συμφωνοῦσιν οἱ Ἐμπειρικοὶ τοῖς Λογικοῖς, ἀπὸ μηδενὸς φαινομένου τοῦ συμφέροντος ἔνδειξιν γίγνεσθαι λέγοντες. ἕτερον δὲ κοινὸν τοῦτο καὶ ὁμολογούμενον ἅπασιν ἰατροῖς, τὸ τὰ φαινόμενα εὔχρηστα εἶναι. οἱ μὲν Ἐμπειρικοὶ ἐπὶ τὸ τηρῆσαι τὰ ἐπὶ τοῖς φαινομένοις φασὶν εὔχρηστα ὑπάρχειν τὰ φαινόμενα, διὰ τὸ εἶναι τήρησιν ἐπί τισιν αὐτῶν, καὶ ὅτι ἐστὶν ἐξ αὐτῶν τὰ ἐνδείκνυσθαι δυνάμενα καταλαβεῖν. οἱ δὲ Μεθοδικοὶ ὡς ὄντα συμφέροντα τὰ φαινόμενα εὔχρηστα εἶναι φασιν. πάλιν ἐνταῦθα κοινὸν μὲν Ἐμπειρικοῖς καὶ Μεθοδικοῖς τὸ μὴ κεκρυμμένον ἐκ τῶν φαινομένων καταλαμβάνεσθαι, ἀφ’ οὗ τὴν ἔνδειξιν τῶν συμφερόντων γίγνεσθαι. τῶν δ’ Ἐμπειρικῶν πρὸς τοὺς Λογικοὺς κοινόν ἐστι τὸ ἐπὶ τοῖς φαινομένοις τὰ συμφέροντα τηρεῖν. τοῖς δὲ Λογικοῖς καὶ Μεθοδικοῖς κοινὸν τὸ ἐπὶ τοῖς φαινομένοις χρήσιμα καταλαμβάνεσθαι. οἱ μὲν οὖν Μεθοδικοὶ αὐτό φασι τὸ συμφέρον ἐκ τῶν φαινομένων καταλαμβάνεσθαι, οἱ δὲ Λογικοὶ τὰ ἐνδείκνυσθαι τὸ συμφέρον δυνάμενα ἐκ τῶν φαινομένων φασὶν εὑρίσκεσθαι, συμφέρον δὲ μηδέν. πρὸς δὲ τοὺς οἰομένους ἐκ τῶν προδήλων αἰτιῶν συμφέρον εὑρίσκεσθαί τι ὡς ἐπὶ τοῦ σκόλοπος, ῥητέον, ὅτι οὐχ ὡς ἀπὸ τῶν φαινομένων, ἀλλ’ ὡς ἀπὸ αἰτιῶν εὑρίσκεσθαι τὸ συμφέρον ἐπὶ τούτων. τὸ δ’ αἴτιον, ᾗ αἴτιόν ἐστιν, οὐ φαίνεται, ἀλλ’ ἐκ τῶν συμπτωμάτων καταλαμβάνεται. ἐὰν γοῦν τῇ ἐπιφανείᾳ προσκείμενον ψαμμίον ἢ σκολόπιον μὴ λυπῇ, μηδ’ εἰς αἴσθησιν ἡμᾶς ἄγῃ, οὐ καταλαμβάνομεν. οὐ γάρ ἐστιν αἴτιόν τινος ὅ τι δὴ ποιοῦν. ὅ τι μέν ἐστιν αἴτιον, φαίνεται ὡς αἴτιον. τὰ γὰρ πρός τί πως ἔχοντα, καθ’ ὃ πρός τί πως ἔχει, οὐ φαίνονται· αὐτὰ δὲ τὰ πρός τι φαίνεται, οἷον πατὴρ, δοῦλος, ἀδελφὸς, καὶ τὰ τοιαῦτα, αὐτὰ μὲν ἕκαστα φαίνεται, αἱ δὲ πρὸς ἕτερα σχέσεις αὐτῶν οὐ φαίνονται.

Ἐπεὶ τοίνυν τά τε κριτήρια παραδεδώκαμεν τῶν λόγων, καὶ τὰ κοινὰ καὶ ἴδια τῶν αἱρέσεων ἐπεληλύθαμεν, ἑξῆς ἀναγκαῖον ἂν εἴη τὴν ἐπίκρισιν ἑκάστης τῶν αἱρέσεων ποιήσασθαι, ἔπειθ’ οὕτως τῇ ὑγιεῖ δόξῃ προσθέσθαι. οἱ μὲν οὖν Ἐμπειρικοὶ καὶ Μεθοδικοὶ ἀντιλέγοντες τοῖς Λογικοῖς ἄχρηστόν φασιν εἶναι τὴν τῶν κεκρυμμένων κατάληψιν· μηδὲν γὰρ ἀπὸ κεκρυμμένων χρήσιμον εὑρίσκεσθαι. πρὸς τοῦτο δὲ ἀπαντῶσιν οἱ Λογικοὶ ἰδίως πρὸς ἑκατέραν αἵρεσιν· καὶ πρῶτόν γε πρὸς τοὺς Ἐμπειρικούς φασιν, ὅτι οὐκ ἐπαρκεῖ τὰ φαινόμενα πρὸς τὸ τηρῆσαι ἐπ’ αὐτοῖς τὰ συμφέροντα· χρεία γὰρ καὶ τῶν κεκρυμμένων· ἀπὸ γὰρ τούτων αἱ τῶν συμφερόντων ἐνδείξεις γίνονται. τεκμήριον δὲ, (αὐτοὶ γὰρ ὑμεῖς οὐκ ἐπὶ πᾶσι τοῖς φαινομένοις τηρεῖτε, ἀλλ’ ἐπί τισιν) ὡς ἂν πλέον τι ἐχόντων τῶν φαινομένων, ἐφ’ οἷς τηρεῖν χρὴ, ὃ οὐ φαίνεται. εἰ δὲ τοῦτο, εὔχρηστα ἂν εἴη τὰ κεκρυμμένα. τὰ οὖν φαινόμενα, ἤτοι ὡς φαινόμενα πρὸς εὕρεσιν τῶν συμφερόντων λαμβάνεται καὶ πάντα ἔσται χρήσιμα, ἢ οὔ. τὸ μὲν οὖν πάντα λέγειν χρήσιμα εἶναι, ἀπίθανον. εἰ δὲ μὴ πάντα ἐστὶ χρήσιμα, ἀνάγκη τοῦ φαίνεσθαι πλέον τι τὰ χρήσιμα ἔχειν, ὅπερ οὐκ αἰσθήσεώς ἐστι καταλαμβάνειν, ἀλλὰ λόγου. τῷ δὲ λόγῳ τὰ κεκρυμμένα καταλαμβάνεται, χρήσιμος ἄρα λόγος, καὶ τὰ κεκρυμμένα. εἰ γὰρ τὰ φαινόμενα, ᾗ φαινόμενά ἐστι, μὴ διαφέρει ἀλλήλων δηλονότι, ἢ ὁμοίως ἅπαντα πρὸς τήρησιν, ὃ καὶ ἐφ’ ἑαυτοῖς, χρησιμεύει, ὥστε καὶ ἐπὶ τοῖς ἐλαχίστοις, τοῖς τε παρεληλυθόσι καὶ τοῖς ἐνεστῶσιν εἴη ἂν, εἰ τοῦτο ἀδύνατον. πῶς γὰρ ἂν ἐπὶ τῇ στρωμνῇ, καὶ τῇ κλίνῃ, ἐφ’ ᾗ κατεκλίθη ὁ νοσῶν, καὶ τοῖς ὁμοίοις, τήρησίς τις; φανερὸν οὖν, ὡς οὐκ ἐπὶ τοῖς φαινομένοις, ὡς φαινόμενά ἐστιν, ἡ τήρησις γίγνεται. ὁμοίως γὰρ ἂν ἐπὶ πᾶσιν ἐγίνετο, ἀλλ’ ἐφ’ ἑτέρῳ τινὶ, ὃ οὐ φαίνεται. εἰ δὲ τοῦτο, χρήσιμα ἂν εἴη τὰ κεκρυμμένα. ἀλλὰ καὶ πόθεν, φασὶ, καταλαμβάνεται, ὅτι ἐπὶ μὲν τοῖσδέ τισι τοῖς φαινομένοις δυνατόν ἐστι τηρεῖν, ἐπὶ δὲ τοῖσδ’ οὐκ ἔτι; οὐ ῥᾴδιον γὰρ τοῦτο ἀπ’ αὐτῶν τῶν φαινομένων, καθ’ ὅσον φαίνεται, ἐστὶν εἰδέναι. πάντες γὰρ ἂν ἐγίνωσκον καὶ οἱ ἰδιῶται, ἐφ’ οἷς φαινομένοις χρὴ τὴν τήρησιν ποιεῖσθαι, καὶ οὐδὲν διέφερεν ὑμῶν ἡ ἐμπειρία τῆς τῶν ἰδιωτῶν ἀπειρίας. εἰ δὲ μὴ προσπίπτει πᾶσιν, ἐφ’ οἷς φαινομένοις δεῖ τὰς τηρήσεις ποιῆσαι, μόνοις δὲ τοῖς τεχνίταις καταληπτόν ἐστι τοῦτο, τὰ συμφέροντα ἐπὶ τοῖς φαινομένοις, οὐχ ὡς φαινόμενά ἐστι, τηρεῖται. ὅτι γὰρ τόδε μὲν τὸ φαινόμενον, ἐφ’ οὗ τηρεῖν ἐστι, τόδε οὐκ ἔτι φαίνεται, ἀλλὰ κέκρυπται. χρήσιμον δὲ πάνυ ἐστὶ τοῦτο εἰδέναι, διόπερ χρήσιμά ἐστι τὰ κεκρυμμένα. πρὸς δὲ τοῖς εἰρημένοις, ἐπειδήπερ οἱ Ἐμπειρικοὶ λέγουσιν ἐπὶ τοῖσδε τοῖς προγεγενημένοις καὶ τοῖσδε τοῖς ἐνεστῶσι δεῖν τὰς τηρήσεις ποιεῖσθαι. διὰ τοῦτο γάρ τοι καὶ πολυπραγμονοῦσι τὰ παρεληλυθότα. ἄπειρα δὲ ἐστι καὶ τὰ παρόντα, ἐπ’ ἀπείροις δὲ τηρεῖν οὐ δυνατὸν, δηλονότι ἀδύνατον ἂν εἴη ἡ τοιαύτη τήρησις. πρὸς δὲ τοὺς Μεθοδικοὺς τὰ φαινόμενα ἐνδεικτικὰ τῶν συμφερόντων εἶναι οἰομένους ταῦτα λέγουσιν οἱ Λογικοί. τὰ φαινόμενα ἐξ ἑαυτῶν ἐστι καταληπτὰ, καὶ τοῖς ἰδιώταις οὖν φανεῖται. ἐπειδὴ δὲ καὶ ἐνδείκνυνται αἱ κοινότητες, συμπροσπίπτει δὲ τοῖς ἐνδεικνυμένοις τὰ ἐξ αὐτῶν λαμβανόμενα, δηλονότι τοῖς ἰδιώταις ἐνδείξονται αἱ κοινότητες, καὶ οὐδὲν τῶν ἰδιωτῶν διοίσετε. ὅτι δ’ ἀπὸ τῶν παθῶν ἡ ἔνδειξις τῶν συμφερόντων οὐ γίγνεται, διὰ τούτων ἐστὶν ἐπιδεῖξαι. τοῦ αὐτοῦ πάθους, οἷον φλεγμονῆς περὶ διαφέροντας τόπους ὑπαρχούσης, οἷον περὶ ὀφθαλμοὺς, ἢ ἧπαρ, ἢ στόμαχον, οὐ τῆς αὐτῆς θεραπείας, ἀλλὰ διαφόρων δέονται. ὀφθαλμῷ μὲν γὰρ φλεγμαίνοντι ὄπιόν ἐστι κατ’ ἄλληλα, στομάχῳ δὲ καὶ ἥπατι ἄλλο τι. τὸ δ’ ἔλαιον τῷ ὀφθαλμῷ κακωτικὸν, τὰ δ’ ἄλλα μέρη φλεγμαίνοντα παρηγορεῖ. δῆλον οὖν, ὅτι οὐκ ἀπὸ τῶν παθῶν συμφέροντα λαμβάνεται. τὸ γὰρ αὐτὸ ἐπὶ πάντων παρελαμβάνετο ἂν βοήθημα, τοῦ αὐτοῦ πάθους ὄντος, εἴπερ τὸ πάθος ἐνδεικτικὸν ἐγίνετο τῶν συμφερόντων. ἔστι δὲ καὶ οὕτως ἀνασκευάσαι τὸ ἀρέσκον τῷ Μεθοδικῷ· τοῦ αὐτοῦ πάθους περὶ τὸν αὐτὸν ὄντος τόπον, περὶ τὴν διαφορὰν τῆς αἰτίας διαφόρου θεραπείας οἱ ἄνθρωποι δέονται, οἷον ἐπὶ ἰσχουρίας. ἐὰν μὲν γὰρ ᾖ λίθος, λιθοτόμῳ χρώμεθα· ἐὰν δὲ πλῆθος οὔρου, καθετῆρι· ἐὰν δὲ φλεγμονὴ, καταπλάσματι. εἰ δ’ ἀπὸ τῶν παθῶν αἱ ἐνδείξεις τῶν συμφερόντων ἐγίνοντο, ἑνὸς ὑποκειμένου πάθους, μία ἂν καὶ ἡ αὐτὴ θεραπεία παρελαμβάνετο. οὐ παραλαμβάνεται δὲ μία θεραπεία τοῦ αὐτοῦ πάθους ὑποκειμένου, οὐκ ἄρα ἀπὸ τῶν παθῶν αἱ ἐνδείξεις τῶν συμφερόντων γίνονται.

Τούτων δὲ κεφαλαιῶδες τῶν νῦν ἐκτεθέντων, χρήσιμον ἂν εἴη ὑπογράψαι, τί ἐστιν ἔνδειξις, καὶ πῶς ἀπὸ ἐνδείξεως τὸ χρήσιμον καταλαμβάνεται· καὶ τί τήρησις, καὶ ὅπως ἀπὸ τηρήσεως τὰ χρήσιμα τηρεῖται· καὶ τί ἀναλογισμὸς, καὶ ὅπως ἀπὸ αὐτοῦ τὸ χρήσιμον καταλαμβάνεται. ὥσπερ τοίνυν τῶν φαινομένων τὰ μὲν ἐξ ἑαυτῶν εἰσι καταληπτὰ, οἷον τὸ λευκὸν καὶ τὸ μέλαν· τὰ δὲ τῇ συμπαρατηρήσει καταλαμβάνεται, ὡς τὰ διὰ σημείων γιγνωσκόμενα· οὕτω καὶ τὰ συμφέροντα μὲν ἐνδείξει καταλαμβάνεται. συμπροσπίπτει γὰρ τοῖς ἐνδεικνυμένοις τὰ συμφέροντα, καὶ οὐδενὸς λογισμοῦ χρείαν ἔχει. διὰ τοῦτο γάρ τοι καὶ τὰ ἄλογα τῶν ζώων ἀπὸ ἐγκαύσεως καὶ κρύους καὶ ἁπλῶς ἀπό πάντων βλάπτειν πεφυκότων ἀναχωρεῖ, συμπροσπίπτοντος δηλονότι τοῦ συμφέροντος. καὶ ἐπὶ σκόλοπος ἐμπεπηγότος, ἢ ἄλλου τινὸς, οὐδεὶς κατὰ λογισμὸν τὴν αἵρεσιν ποιεῖται. ὅπερ οὖν ἐπὶ τῶν ἐναργῶς συγκατατεθέντων, πᾶσιν γὰρ ὑπερβαίνουσιν ἔνδειξιν ἡ διάνοια ἡμῶν συγκατατίθεται τῷ ἐναργεῖ, τοῦτο καὶ ἐπὶ τῶν ἐξ ἐνδείξεως καταλαμβανομένων γίγνεται. σώζεται οὖν ἀναλογία τις τῇ ἐνδείξει πρὸς τὰ φαινόμενα καὶ τὰ ἐναργῆ. ὅταν γὰρ τοῖς βλάπτουσι συμπίπτῃ τὸ συμφέρον, τότε οὔτε παρατηρήσει, οὔτε λογισμῷ χρώμεθα· αὐτὰ γὰρ τὰ βλάπτοντα ἐνδείκνυται τὸ συμφέρον. ἡ δὲ τήρησις ἀναλογίαν τινα ἔχει πρὸς τὰ διὰ σημείων καταλαμβανόμενα. ὡς γὰρ ἐκεῖ τῇ συμπαρατηρήσει καταλαμβάνεσθαι λέγομεν, οὕτω κἀνταῦθα τοῦ συμφέροντος ἡ τήρησις γίγνεται. ἐπὶ γάρ τισι πλειστάκις κατὰ τὸ αὐτὸ ἀπηντηκόσιν, ἄνευ τῆς καταλήψεως τῶν ποιούντων αἰτίοιν, ἡ τοῦ συμφέροντος τήρησις γίγνεται, ὡς ἐπὶ αἱμωδίας ἡ ἀνδράχνη. οὔτε γὰρ. τὸ συνεκτικὸν αἴτιον ἐνταῦθά γε δηλοῖ, οὔτε λογισμῷ τινι τὸ συμφέρον εὕρηται ἐπὶ τῶν ὑοσκύαμον εἰληφότων, ἤ τι τοιοῦτον δηλητήριον προσενεγκαμένων, καταρχὰς μὲν ἡ θεραπεία ἔκ τε τοῦ αἰτίου καὶ τοῦ τόπου παραλαμβάνεται, ἀπορίᾳ δὲ τοῦ αἰτίου ὕστερον ἤδη τοῖς τετηρημένοις χρώμεθα. τὸν μὲν γὰρ ἔμετον ἐν ἀρχῇ παραλαμβάνομεν, τοῦ αἰτίου ἐνδεικνυμένου τὴν προαίρεσιν αὐτοῦ, καὶ τοῦ τόπου τὸν τρόπον τῆς προαιρέσεως ἐπιλαμβάνοντος. ὕστερον δὲ δὴ ἀγνοοῦντες τὴν αἰτίαν, τοῖς τετηρημένοις, οἴνῳ καὶ γάλακτι χρώμεθα. ἀναλογισμῷ δὲ τὸ χρήσιμον καταλαμβάνεται, ὅταν ἀγνοῆται μὲν ἡ αἰτία, τήρησίς τε μηδεμία ὑπάρχῃ, ὁμοιότατον δ’ ἐκ τῶν συμπτωμάτων ᾖ. ἐπὶ γὰρ τῶν τοιούτων ἀπὸ μὲν ἐνδείξεως τὸ χρήσιμον ληφθῆναι οὐ δύναται, ἀγνοεῖται γὰρ τὸ αἴτιον· τηρήσεως δὲ οὐδεμιᾶς γεγενημένης, ἀναγκαζόμεθα τῇ ὁμοιότητι τῶν συμπτωμάτων προσέχοντες μεταβαίνειν ἐπὶ τὸ ὅμοιον. ὑπὸ γὰρ αἱμόῤῥου τινὸς δηχθέντος, ἔπειτα αἱμοῤῥαγοῦντος, τὴν αἰτίαν, καθ’ ἣν τοῦτο πάσχει, μὴ εἰδότες, μηδὲ τετηρηκότες, τοῖς πρὸς τὰς ἐκ διαιρέσεως αἱμοῤῥαγίας ποιοῦσι χρώμεθα. κατὰ τοιοῦτον δή τινα λόγον οἱ Κνιδιακοὶ ἰατροὶ τοὺς ἐν πνεύμονι πύον ἔχοντας θεραπεύειν ἐπειρῶντο, τῇ τοῦ ὁμοίου μεταβάσει χρώμενοι. ἐπεὶ γὰρ πᾶν τὸ ἐν πνεύμονι ὑπάρχον διὰ βηχὸς ἀναφέρεται, ἐξέλκοντες τὴν γλῶτταν, ἐνίεσάν τι εἰς τὴν ἀρτηρίαν ὑγρὸν τὸ σφοδρὰν βῆχα κινῆσαι δυνάμενον, ἵνα διὰ τῆς ὁμοιότητος τοῦ συμπτώματος ἀνενεχθῇ τὸ πύον. ὁ γοῦν ἀναλογισμὸς γίνεται ἐπὶ τῇ τοῦ ὁμοίου μεταβάσει ἀναλογιζόμενοι γὰρ μεταβαίνομεν ἀπὸ τῶν ὁμοίων εἰς τὰ ὅμοια. οἱ δ’ Ἐμπειρικοὶ ἑτέρως, καὶ οὐχ ὡς ἡμεῖς τῇ τοῦ ὁμοίου μεταβάσει κέχρηνται. φασὶ γὰρ γίγνεσθαι τὴν τοῦ ὁμοίου μετάβασιν ἀπὸ βοηθημάτων εἰς βοηθήματα, ἢ ἀπὸ παθῶν ἐπὶ πάθη. ἀπὸ μὲν βοηθημάτων ἐπὶ βοηθήματα, οὕτως. ὅταν γὰρ τὰ αὐτὰ συμπτώματα τοῖς παραλαμβανομένοις προσῇ, τότε τὴν τοῦ ὁμοίου μετάβασιν ποιούμεθα, ὡς ἀπὸ μήλου ἐπὶ μέσπιλον. ἀλλὰ ῥητέον πρὸς αὐτοὺς, ὅτι ἀδύνατός ἐστιν ἡ τοιαύτη τοῦ ὁμοίου ὑμῖν μετάβασις. πότερον γὰρ λογισμῷ χρώμενοι μεταβαίνετε ἀπὸ τοῦ ὁμοίου ἐπὶ τὸ ὅμοιον, ἢ τηρήσει; εἰ μὲν γὰρ τηρήσει, τήρησίς ἐστι τὸ γινόμενον, καὶ γινωσκόμενον, καὶ οὐχ ὁμοίου μετάβασις. εἰ δὲ λογισμῷ, ἐρωτητέον αὐτοὺς, πότερον τῇ πάντων τῶν συμπτωμάτων ὁμοιότητι προσέχοντες μεταβαίνουσιν ἀπὸ τοῦ ὁμοίου ἐπὶ τὸ ὅμοιον, ἤ τινων. εἰ μὲν οὖν τῇ πάντων φήσουσιν, οὐδὲν εὑρεθήσεται κατὰ πάντων τινὶ ὅμοιον. τὰ γὰρ κατὰ μηδ’ ὁτιοῦν διαφέροντα ἀλλήλων ταὐτά ἐστι, καὶ οὐχ ὅμοια. εἰ δὲ τῇ τινων συμπτωμάτων ὁμοιότητι φήσουσιν ἀρκεῖσθαι, πότερον ταῖς κατὰ τὸ σχῆμα ἢ χρῶμα ὁμοιότησι, φήσομεν, προσέχετε, ἢ ταῖς κατὰ σκληρότητα, ἢ μαλακότητα, ἢ μᾶλλον ταῖς κατὰ γεῦσιν, ἢ κατὰ τι τοιοῦτον τὴν ὁμοιότητα κρίνετε; ἂν δ’ ἢ τῇ κατὰ γεῦσιν λέγωσιν, ἢ κατ’ ἀλλ’ ὁτιοῦν, προδήλως ὁμολογήσουσι τὰ ὠφελοῦντα, καθ’ ὅ τι ὠφελεῖ, καταλαμβάνειν. ἐξ οὗ δῆλον, ὡς καὶ τὰ βλάπτοντα, καθ’ ὅ τι βλάπτει, ἀναγκασθήσονται ὁμολογεῖν εἰδέναι. τῇ γὰρ ἐναντιότητι τῇ πρὸς τὰ βλάπτοντα τὰ ὠφελοῦντα ὠφελεῖ. εἰ τοίνυν τὸ μέσπιλον κατὰ τὸ ἐμφερῆ τῷ μήλῳ τὴν γευστὴν ἔχειν ποιότητα ἐπὶ τῶν δυσεντερικῶν αἱρεῖται, ἰστέον ὅτι τῇ κατὰ τὴν γεῦσιν ὠφελεῖ ποιότητι. καὶ ἐπεὶ αὕτη πρόδηλός ἐστι στύφουσα, συμπροσπίπτει τῇ καταλήψει ταύτῃ τὸ ἐναντίας εἶναι ποιότητος ἢ δυνάμεως τὰ βλάπτοντα. εἰ δὲ καταληπτῇ αἰτίᾳ ὑπεναντιοῦται τὰ βοηθήματα, δῆλον ὅτι καταληπτά ἐστι τὰ κεκρυμμένα, καὶ χρήσιμα γιγνώσκεσθαι.

Πῶς μὲν οὖν ἀπὸ ἐνδείξεως τὸ χρήσιμον καταλαμβάνεται, εἴρηται. νῦν δὲ τὰς ὑπογραφὰς ἑκάστου αὐτῶν ἐκθησόμεθα. ἔστι τοίνυν ἔνδειξις ἡ συμπροσπίπτουσα κατάληψις τοῦ ὠφελοῦντος ἅμα τῇ τοῦ βλάπτοντος καταλήψει, ἄνευ τηρήσεως ἢ λογισμοῦ. πεῖρα δ’ ἐστὶ τοῦ πλειστάκις ἢ κατὰ τὸ αὐτὸ ἑωραμένου κατάληψις καὶ μνήμη. ἢ οὕτως. ἔνδειξίς ἐστιν, ὅταν καταλαμβανομένοις πράγμασι συμπροσπίπτῃ τὸ συμφέρον ἄνευ ἀποδείξεως καὶ παρατηρήσεως. πεῖρα δ’ ἐστὶν ἡ τοῦ πλειστάκις καὶ κατὰ τὸ αὐτὸ ἑωραμένου τήρησίς τε καὶ μνήμη. ἔστι δὲ τὸ αὐτὸ τήρησις ὅ τι καὶ πεῖρα. ἀναλογισμὸς δ’ ἐστὶ σύγκρισις καὶ κατάληψις αἰτίων ὠφελούντων ὁμοιότησιν. ἑξῆς τοίνυν τὰ ἴδια ἑκάστης αἱρέσεως ἐκθέμενοι, τὴν ἀντίῤῥησιν πρὸς ἑκάστην αὐτῶν, λέγω δὴ τῶν Ἐμπειρικῶν καὶ Μεθοδικῶν, ποιησόμεθα. ἔστι δὲ ἴδια τῶν Ἐμπειρικῶν ταῦτα· ἡ ἐπὶ ταῖς συνδρομαῖς τήρησις τῶν ὠφελούντων, ἡ ἱστορία, ἡ τοῦ ὁμοίου μετάβασις, ὡς ἐκεῖνοι γίνεσθαι ἀξιοῦσιν. ἄλλῳ γάρ τινι τρόπῳ οἱ Λογικοὶ τῇ τοῦ ὁμοίου μεταβάσει κέχρηνται, ὡς προϊόντες δείξομεν τὴν διαφοράν.

Δεῖ δὲ τὸν ἀντιλέγοντα τοῖς Ἐμπειρικοῖς κατὰ δύο τρόπους τὴν ἐπὶ ταῖς συνδρομαῖς τήρησιν ἀποκτᾶσθαι. ἡ μὲν γὰρ τῶν δυναμένων τήρησις κοινή· ἡ δὲ ἐπὶ τοῖς συμπτώμασιν ἰδία ἐκείνων. ἤτοι γὰρ χρὴ ὡς ἀδύνατον αὐτὴν παντάπασιν ἀναιρεῖν, ἢ συγχωρεῖν μὲν εἶναι δυνατὸν, ἄνευ δὲ λόγου ἀποφαίνειν αὐτὴν ἀδύνατον. πρῶτον τοίνυν, ὅτι καὶ ἄνευ λόγου ἀποφαίνειν αὐτὴν ἀδύνατος ἡ τήρησις, διὰ τούτων ἄν τις ἐπιδείξειεν. ὁμολογοῦσιν οἱ Ἐμπειρικοὶ, ὅτι οὐκ ἐπὶ πᾶσι τοῖς φαινομένοις συμπτώμασι τὴν τήρησιν ποιοῦνται. οὔτε γὰρ ἐπὶ ξανθότητος, φέρε, ἢ λευκότητος, ἢ σιμότητος, ἢ γρυπότητος τηρεῖν φασι. καίτοι καὶ ἐπὶ χρωμάτων διαφορὰν τηροῦσί τινα, ὡς ἐπὶ τῶν ἰκτερικῶν, καὶ ἐπὶ σχήματος, ὡς ἐπὶ τῶν καταγμάτων καὶ τῶν ἐξαρθρήσεων. ἀλλ’ οὔτοι γε καὶ ἐπὶ τοῖς προειρημένοις· ὥσπερ γὰρ, φασὶν, οἱ ἀπὸ ἐνδείξεως τὰ συμφέροντα λαμβάνειν λέγοντες οὐ πάντα ἐνδείκνυσθαι λέγουσιν· οἵ τε γὰρ Μεθοδικοί τινα τῶν φαινομένων ἐνδείκνυσθαί φασι, καὶ οὐ πάντα· οἵ τε Λογικοὶ τῶν κεκρυμμένων, καὶ οὐ πάντα· οὕτω καὶ οἱ Ἐμπειρικοὶ οὐκ ἐπὶ πᾶσι τοῖς συμπτώμασι τὴν τήρησιν, ἀλλ’ ἐπί τισι ποιεῖσθαί φασιν. οὔτε γὰρ τὰ γεγονότα πάντα, οὔτε τὰ παρόντα χρήσιμα οἴονται πρὸς τήρησιν εἶναι. οἷον, δέδηκταί τις ὑπὸ κυνὸς λυττῶντος· πολυπραγμονεῖ παρελθὼν ὁ Ἐμπειρικὸς μόνον, εἰ ὑπὸ λυττῶντος, τῶν δ’ ἄλλων τῶν προγεγονότων ἐξετάζει οὐδὲ ἕν· ὁμοίως δὲ καὶ ἐπὶ τοῖς παροῦσιν· οὐδὲ γὰρ ἐπὶ ἁπλότητι τριχῶν, ὡς ἔφην, ἢ οὐλότητι. ἐπιζητεῖν οὖν ἄξιον παρ’ αὐτῶν τὴν αἰτίαν, δι’ ἣν οὐκ ἐπὶ πάντων τῶν συμπτωμάτων, ἀλλ’ ἐπί τινων τὰ συμφέροντα τηροῦσιν, μηδὲν διαφερόντων τῶν συμπτωμάτων, καθὰ φαινόμενά ἐστι, τῶν τε ἐφ’ οἷς ἡ τήρησις γίγνεται, καὶ τῶν ἄλλων ἀχρήστων. τί οὖν ἐστι τὸ ἐνδεικνύμενον τὰ χρήσιμα τῶν συμπτωμάτων, εἰπάτωσαν, πότερον φαινόμενον, ἢ κεκρυμμένον; εἰ μὲν οὖν φαινόμενον φήσουσιν εἶναι, ᾧ διακρίνεται τὰ χρήσιμα τῶν συμπτωμάτων, καὶ ἐφ’ οἷς δεῖ τὴν τήρησιν γίγνεσθαι, φήσομεν πάλιν τοῦτο, φαινόμενον μηδενὶ διαφέρειν τῶν συμπτωμάτων, καθ’ ὃ φαίνεται, τῶν ἀχρήστων συμπτωμάτων. εἰ δ’ αὖ κεκρυμμένον φήσειεν εἶναι τὸ ἐνδεικνύμενον τὰ χρήσιμα τῶν συμπτωμάτων, ὁμολογήσουσι τὰ κεκρυμμένα πρὸς τὴν τήρησιν τῶν συμπτωμάτων χρήσιμα εἶναι. ἀλλὰ μὴν τὰ κεκρυμμένα οὐδενὶ ἄλλῳ ἤ λόγῳ καταληπτά εἰσιν. ὥστε, εἰ χρήσιμον μὲν ἡ ἐπὶ ταῖς συνδρομαῖς τήρησίς ἐστι τῶν κεκρυμμένων, καὶ οὐδενὶ ἢ λόγῳ ταῦτα καταλαμβάνεται, δῆλον ὡς ἀδύνατος ἄνευ λόγου ἡ τήρησις γίνεται. διὰ τούτου μὲν οὖν τοῦ λόγου προσαναγκάζειν αὐτοὺς ὁμολογεῖν, χρήσιμον εἷναι πρὸς τήρησιν τὸν λόγον. οἱ δὲ, ἀπαντῶντες πρὸς ἡμᾶς, λέγουσι καὶ τῶν συμπτωμάτων τὰ χρήσιμα εἶναι πείρᾳ κατειληφέναι· καὶ ὅτι ἐπὶ μὲν τοῖσδε τοῖς συμπτώμασι χρὴ τηρεῖν, ἐπὶ δὲ τοῖσδ’ οὐκ ἔτι, καὶ τοῦτο τετηρηκέναι. πρὸς τοῦτο βραχύς ἐστιν ὁ λόγος. ἀπείρων γὰρ ὄντων συμπτωμάτων, ἐφ’ οἶς οὐ χρὴ τηρεῖν, ἀδύνατον ἦν τετηρηκέναι ἐφ’ ἅπασι τοῦτο αὐτὸ, ὅτι οὐ χρὴ ἐπ’ αὐτοῖς τηρεῖν, ἐπ’ ἀπείροις γὰρ τηρεῖν ἀδύνατον. τελευταῖον οὗν αὐτοῖς πάντοθεν συνελαυνομένοις λείπεται λέγειν, κατὰ ἀποκλήρωσιν ἐληλυθέναι, ἐπὶ μὲν τοῖσδέ τισι συμπτώμασι τηρεῖν, ἐπὶ δὲ τοῖσδε μηκέτι· οὗ τί ἂν εἴη γελοιότερον; οὗτος μὲν οὖν ὁ λόγος ταύτῃ τελευτᾷ.

Ὅτι δ’ ἀδύνατός ἐστιν ἡ ἐπὶ ταῖς συνδρομαῖς τήρησις, διὰ τούτων ἐπιδείξομαι. φασὶ τοίνυν οἱ Ἐμπειρικοὶ, ὅτι ἡ τήρησις οὐκ ἐφ’ ἑνὶ, οὔτ’ ἐπὶ δύο. ἀλλ’ ἐπὶ πλείστοις καὶ πλειστάκις τεθεωρημένοις καὶ ὡσαύτως ἔχουσι γίνεται. πυνθανομένων οὖν αὐτῶν, εἰ ἐπὶ τοῖς αὐτοῖς γένεσι τῶν συμπτωμάτων τὰ συμφέροντα τηροῦσιν, ἐξ ἀνάγκης ἐπὶ τοῖς αὐτοῖς γένεσι τηρεῖν φήσουσιν. ἐὰν γὰρ ἐπὶ μὲν τοῦδε πυρετὸς, φέρε, ᾖ καὶ φλεγμονὴ, ἐπὶ δὲ τοῦδε ἀπόκρισις χολῆς δι’ ἐμέτου ἢ δι’ ἕδρας γένηται, οὐχ οἷον τὴν αὐτὴν ποιήσασθαι τήρησιν. ὅτι οὗν ἐξαρκεῖ κατὰ τὸ γένος τὰ αὐτὰ εἶναι συμπτώματα, οὐδαμῶς φήσουσιν, ἀλλὰ κατὰ τὸν ἀριθμὸν ἴσα εἶναι δεῖ. ἐὰν γὰρ τὰ αὐτὰ μένῃ συμπτώματα, μὴ πάντα δὲ, ἢ πλείω, ἐξαλλάσσεται ἡ συνδρομὴ, καὶ ἑτέρας χρεία τηρήσεως. δεῖ γὰρ ἐπὶ τοῖς αὐτοῖς γένεσι καὶ τοῖς ἴσοις ἀριθμοῖς τὴν τήρησιν γίγνεσθαι. ὅπως δ’ ἐξαλλάσσεται ἡ πᾶσα θεραπεία περὶ τοῦ πλεονασμοῦ καὶ ἐνδείας συμπτωμάτων, ἐντεῦθεν σκεπτέον. ἔστιν οὖν τις ἐπὶ τῇς φλεγμονῆς τετηρημένη θεραπεία. ἂν οὖν ἕν τι σύμπτωμα περιέλῃ τῆς φλεγμονῆς, οἷον τὴν αἴσθησιν, ἐξαλλάσσεται καὶ ἡ θεραπεία. ἀντὶ γὰρ φλεγμονῆς σκίῤῥος γίνεται, καὶ οὐχ ἡ αὐτὴ θεραπεία ἁρμόζει. οὕτω μὲν οὖν παρὰ ἔνδειαν συμπτώματος ἐξαλλάσσεται ἡ θεραπεία. παρὰ δὲ πλεονασμὸν οὕτως. ἂν τῇ φλεγμονῇ πυρετὸς ἢ συγκοπὴ προσγένηται, ἅμα τῷ πλεονασμῷ τῶν συμπτωμάτων διαφέρουσα μὲν γίνεται ἡ συνδρομὴ, διαφέρουσα δὲ καὶ ἡ θεραπεία παραλαμβάνεται. καὶ οὐ μόνον κατὰ γένος ταὐτὰ εἶναι δεῖ συμπτώματα, καὶ κατὰ τὸν ἀριθμὸν ἴσα, ἀλλὰ καὶ κατὰ τὸ μέγεθος δεῖ μήθ’ ὑπερβάλλειν, μήτ’ ἐλλείπειν. καὶ γὰρ παρὰ τὰ μεγέθη τῶν συμπτωμάτων ἐξαλλάσσεται ἡ θεραπεία. τὰς μὲν γὰρ ἐπιπολῆς διαιρέσεις οὐ ῥάπτομεν, ἀλλ’ οὐδ’ ἀσιτίᾳ ἄν τις χρήσαιτο. διαιρέσεως δὲ μεγάλης γεγενημένης, καὶ ἀσιτίαν παραλαμβάνομεν, καὶ φλεβοτομίαν, καὶ ἀγκτῆρας, καὶ τὰ ὅμοια. καὶ οὐκ ἐπαρκεῖ τῷ γένει τὰ αὐτὰ εἶναι συμπτώματα, καὶ τῷ ἀριθμῷ ἴσα, καὶ τῷ μεγέθει ὅμοια, ἀλλὰ καὶ χρόνον δεῖ τηρήσει· παραλαμβάνεσθαι. ἄλλα γὰρ ἀρχομένων τῶν νοσημάτων βοηθήματα παραλαμβάνεται, ἄλλα δ’ ἀκμαζόντων. ἀρχομένων γὰρ τῶν νούσων, ἤν τι δοκέῃ κινέειν, κινέειν· ἀκμαζουσῶν δὲ, ἡσυχίην ἔχειν, ἔφη Ἱπποκράτης. καὶ φλεγμονῆς δὲ ἀρχομένης μὲν, τοῖς ἀποκρουστικοῖς χρώμεθα, μετὰ δὲ τοῦτο καταπλάσμασι καὶ τοῖς διαφορεῖν τὸ ἐπενεχθὲν δυναμένοις. δεῖ δὲ καὶ τὴν τάξιν τοῖς εἰρημένοις συμπαρατηρεῖν, καὶ γὰρ παρὰ τὴν τάξιν ἐξαλλάσσεται ἡ συνδρομή. διὰ τοῦτο δὲ καὶ τὴν θεραπείαν ἐξαλλάσσεσθαι ἀναγκαῖον. ἄλλως γὰρ τοὺς μανέντας, εἶτα πυρέξαντας θεραπεύομεν, καὶ ἄλλως τοὺς πυρέξαντας, εἶτα μανέντας. καὶ γὰρ ὀλέθρια καὶ οὐκ ὀλέθρια παρὰ τὴν τάξιν τῶν συμπτωμάτων, ὡς ἐκ τῶν ἀποτελεσμάτων ἐστὶ δῆλον, τὰ πάθη γίνεται. πυρετὸς μὲν ἐπὶ σπασμοῦ οὐ μόνον ἀκίνδυνος, ἀλλὰ καὶ λύει τὸ νόσημα· ἐπὶ πυρετοῦ δὲ σπασμὸς ὀλέθριος. ἐξαλλασσομένης δὲ τῆς συνδρομῆς, παρὰ τὴν τάξιν τῶν συμπτωμάτων, ὡς ἐκ τῶν ἀποτελεσμάτων ἐστὶ δῆλον, ἀναγκαῖον ὁμολογεῖν, καὶ τὴν θεραπείαν διαφέρειν. ἐπεὶ τοίνυν οὐ μόνον ταὐτὰ τῷ γένει τὰ συμπτώματα, καὶ τῷ ἀριθμῷ ἴσα τε καὶ τῷ μεγέθει ὅμοια εἶναι δεῖ, ἀλλὰ καὶ τὸν αὐτὸν χρόνον καὶ τὴν τάξιν τὴν αὐτὴν φυλάττεσθαι ἀναγκαῖον, εἰ μέλλοι ὑγιὴς ἡ τήρησις ἔσεσθαι, ἀδύνατον δ’ ἐν ἅπαντι τῷ βίῳ, μὴ ὅτι, πλείοσιν, ἀλλὰ καὶ δύο ἀῤῥώστοις τὰ εἰρημένα πάντα ὁμοίως συμβῆναι, δῆλον ὡς ἀδύνατος ἔσται ἐπὶ τῇ συνδρομῇ τήρησις. ὅτι δ’ ἀδύνατον τὰ εἰρημένα πάντα ἐπὶ πᾶσιν ἢ πλείοσι συγχωρῆσαι, διὰ τούτων ἄν τις ἐπιδείξειε. παρὰ τὴν αἰτίαν, καὶ τοὺς πάσχοντας τόπους, καὶ τὰς ἡλικίας, καὶ παρὰ τὰ ἔθη, καὶ παρὰ τὰ μεγέθη τῶν συμπτωμάτων, καὶ παρὰ τὰς φύσεις, καὶ παρὰ τὰς ὥρας, καὶ τὰς χώρας διαφέροντα τὰ πάθη γίγνονται· ἀδύνατον πάντως δυσὶ συγχωρῆσαι ἀνθρώποις, ὡς ὁμοίως κατὰ πάντα ἔχουσι. διόπερ ἀδύνατός ἐστιν ἡ ἐπὶ ταῖς συνδρομαῖς τήρησις. κἂν δύο δ’ ἀπαράλλακτοι εὑρεθῶσιν, οὐδ’ οὕτως ἡ τήρησις δυνατὴ, διότι ἐπὶ πλειόνων αὐτὴν γενέσθαι δεῖ. ἀλλὰ πῶς, φασὶ, τὸ ἑαυτῶν ὑμεῖς κατασκευάζετε δόγμα; δοκοῦμεν γὰρ αὐτοῖς ἀδυνατοῦντες τηρεῖν, καὶ ἐπὶ τοῖς συμπτώμασι, καὶ ἐπὶ ταῖς δυνάμεσι. ὅτι γὰρ ὁ ἑλλέβορος καθαίρει καὶ τὰ ἐπὶ τῶν ἰοβόλων, τηρήσει κατείληπται. καὶ ἐπὶ τῇ αἱμωδίᾳ ἡ αἰτία οὐ μὴν κατείληπται, ὅτι δ’ ἀνδράχνη λύει αὐτὴν, τετήρηται. ῥητέον οὖν πρὸς αὐτοὺς, ὅτι ἡμεῖς μὲν τὰ χρήσιμα τῶν συμπτωμάτων περιορίζοντες τῇ πρὸς τοὺς σκοποὺς ἀναφορᾷ, καὶ τῇ χρείᾳ τὸ χρήσιμον κρίνομεν. κατειληφότες οὖν καὶ τὰ ἀπὸ τῶν αἰτιῶν ἐπιφερόμενα ἅπαντα συμπτώματα, ὡς τὸ βάρος, καὶ τὰ ἀπὸ τῶν τόπων, ὡς τὸ δυσπνοεῖν, καὶ τὰ ἀπὸ τῆς δυνάμεως, ὡς τὸ λειποθυμεῖν, εὑρίσκομεν, ὅτι ταῦτα μὲν χρήσιμα, τὰ λοιπὰ δ’ ἄχρηστα. ἐπεὶ οὖν περιεγράψαμεν τὰ χρήσιμα τῶν συμπτωμάτων τῇ πρὸς τοὺς σκοποὺς ἀναφορᾷ, ὅσα μὲν αἰτίας, ἢ τόπου, ἢ δυνάμεώς ἐστι συμπτώματα, ταῦτα χρήσιμα νομίζομεν, ὅσα δὲ μὴ, ἄχρηστα. κἂν μὴ καταλαμβάνωμεν οὖν μήτε τὰς νοσαζούσας αἰτίας, μήτε τοὺς πεπονθότας τόπους, τῷ δύναμιν ἔχειν διακριτικὴν, ὡς ἔφην, συμπτωμάτων χρησίμων τε καὶ ἀχρήστων, κἂν μὴ δυνάμεθα τὰς τηρήσεις ποιεῖσθαι ἐπὶ τοῖς ποιήσασιν, ὡς ἐπ’ αἰτίοις, ἢ πεπονθόσι τόποις, οἶον αἵματος ἐνοχλοῦντος, μὴ κατειληφότες, ὅτι αἷμά ἐστι τὸ νοσάζον, ἀπὸ δὲ τοῦ βάρους τοῦ ἐπιφερομένου συμπτώματος, ὅτι αἰτία ἐστὶ τὸ βάρος, ὁρμώμενοι τηρεῖν ἐπ’ αὐτοῖς δυνάμεθα. οὕτω καὶ ἐπὶ τῇ δυσπνοίᾳ, οὐκ εἰδότες, ὅτι κοιλίας, ἢ πνεύμονος, ἢ ἥπατος, ἢ διαφράγματος, ἤ τινος ἑτέρου τόπου πάσχοντός ἐστι σύμπτωμα, μόνον δ’, ὅτι τόπος ἐστὶ, εἰδότες, τηρῆσαι ἐπ’ αὐτοῖς δυνάμεθα, ὡσεὶ καὶ ἐπὶ τῷ τόπῳ αὐτῷ. ὅσα δὲ μήτε τόπου ἐστὶ συμπτώματα, μήτε αἰτίας, μήτε δυνάμεως, ὡς παρέλκοντα παραιτούμεθα. τὴν εὐχρηστίαν οὖν καὶ τὴν ἀχρηστίαν, ἐφ’ οἷς τηροῦμεν σκοποῖς, πρὸς τοὺς Ἐμπειρικοὺς ῥητέον· ὅτι ἡμεῖς ἐπὶ μόνοις τοῖς γένεσι τῶν συμπτωμάτων τηροῦμεν, ἐφ’ ὧν μήτε δυνάμεως, μήτε καιροῦ, μήτε μεγέθους, μήτε τάξεως, μήτ’ ἄλλου τινὸς χρεία, ὡς ἐπὶ αἱμωδίᾳ τὴν ἀνδράχνην. τί οὖν κωλύει, φήσουσιν ἴσως, καὶ ἡμᾶς οὕτω τηρεῖν; ἂν ἐπὶ τούτων, φήσομεν, ἐφ’ ὧν γένος συμπτωμάτων τηρεῖται, ὥσπερ καὶ ἡμεῖς ἔμπροσθεν, τῶν λοιπῶν, ἐφ’ ὧν χρεία καιροῦ καὶ μεγέθους καὶ δυνάμεως, μηκέτι συμφωνεῖτε ἡμῖν. ἐὰν δὲ λέγωσιν, ὅτι ἐπὶ αἱμόῤῥου δήγματος πλείονα παρακολουθεῖ συμπτώματα, καὶ οὐδὲν ἐπὶ τούτων τετηρήκατε, τίν’ ἂν φήσομεν, ὅτι οὐκ ἐπὶ τοῖς συμπτώμασιν, ἀλλ’ ἐπὶ τῷ προκαταρκτικῷ αἰτίῳ τηροῦμεν; ἐπιζητοῦμεν δὲ τὰ συμπτώματα εἰς κατάληψιν τῶν προκαταρκτικῶν αἰτίων, ἐφ’ οἷς τετηρήκαμεν. ἀγνοοῦντες γὰρ τὴν αἰτίαν, καὶ ἀποροῦντες κατ’ ἔνδειξιν θεραπείας, τὴν ἐπὶ ταῖς προκαταρκτικαῖς αἰτίαις τήρησιν παραλαμβάνομεν. τηροῦμεν δὲ οὐ μόνον ἐπὶ αἰτίοις, ἀλλὰ καὶ ἐπὶ τόπῳ ἑνί. ἐπὶ οὖν τῇ τοῦ ἥπατος πείσει καὶ ἐπὶ σπληνὸς πείσει τετηρήκαμέν τινα. ἂν δὲ λέγωσιν, ἓν ἑκάστῳ τούτων σύμπτωμα παρακολουθεῖ, φήσομεν, ἔστιν ὅτε οὐχ ἓν, ἀλλὰ πολλά. πολυπραγμονοῦμεν δὲ τὰ πολλὰ, καὶ οὐχ ἵνα ἐπ’ αὐτοῖς τηρήσωμεν, ἀλλ’ ἵν’, ἐφ’ ᾧ τηροῦμεν, καταλάβωμεν· ἐπὶ τῶν ἡπατικῶν πεπονθέναι τὸ ἧπαρ, ἐφ’ ᾧ τήρησις γίγνεται, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. ὡς ἐπὶ τὸ πολὺ δὲ ἐπὶ τῇ προκαταρκτικῇ αἰτίᾳ τήρησις γίγνεται. οὐ γὰρ ἐπὶ τῇ αἱμωδίᾳ ἡ ἀνδράχνη τετήρηται, ἀλλ’ ἐπὶ τῇ ἀπὸ τῶν ὀξέων ἢ στρυφνῶν γεγενημένῃ διαθέσει. τοὺς γοῦν ἀπὸ ῥεύματος αἱμωδιῶντας, ἢ δι’ ἔμετον, ἢ πριόντων τινῶν, οὐδὲν ὠφελεῖ ἡ ἀνδράχνη. ἐπιζητήσαντες οὖν πρότερον τὴν αἰτίαν, ἀφ’ ἧς γέγονεν ἡ αἱμωδία, ἔπειθ’ οὕτως αὐτῇ χρώμεθα. τὰ δὲ παραλαμβανόμενα ἐπὶ τῶν τοιούτων οὐκ ἐναντιοῦται ταῖς προκαταρκτικαῖς αἰτίαις. οὐ γάρ ἐστιν ἄλλα ταῖς συνεκτικαῖς. ταῦτα μὲν οὖν πρὸς τὸ ταῖς ἐπιδρομαῖς τήρησιν ἔχειν εὐλόγως ἂν λέγοιτο. προσπυθέσθαι δὲ δεῖ τὸν Ἐμπειρικὸν, πῶς οἱ καιροὶ τῆς προσαγωγῆς τῶν βοηθημάτων τηροῦνται, ἢ τὰ μέτρα τῶν βοηθημάτων, ἢ οἱ καιροὶ τῶν προσφόρων, ἢ τὸ ποσὸν αὐτῶν.

Ὅτι δὲ καὶ ἡ ἱστορία ἡ κατ’ αὐτοὺς ἄχρηστός τε καὶ ἀδύνατός ἐστι, νῦν ἐπιδείξομαι. προσχρῶνται δὲ τῇ ἱστορίᾳ οἱ Ἐμπειρικοὶ διὰ τοιαύτην τινὰ αἰτίαν. πολλάκις γίνεταί τινα νοσήματα, ἐφ’ οἷς οὐδὲν βοήθημα αὐτοῖς τετήρηται. ἵν’ οὖν ἔχοιεν καὶ ἐν τούτῳ εὐπορεῖν τινων, καὶ μὴ τὸ αὐτόματον παραμένειν, τῇ ἱστορίᾳ προσχρῶνται, καὶ οὐ διὰ τοῦτο μόνον, ἀλλὰ συντόμου ἕνεκα παραδόσεως. ἀδύνατον γάρ ἐστι τὸν μανθάνοντα πᾶσι τοῖς συμπτώμασιν ἐντυχεῖν, καὶ αὐτὴν τὴν τήρησιν ἐπὶ τούτων ποιήσασθαι. ἵν’ οὖν μὴ τῷ αἰῶνι μανθάνῃ τις, ἀλλὰ χρήσαιτό ποτε καὶ τῇ τέχνῃ, διὰ τοῦτο χρήσιμον πρὸς τὸ ἰατρεύειν τὴν ἱστορίαν φασὶν εἶναι. γίνεται δὲ ἡ ἱστορία, ἤτοι τῶν παρόντων, ὡς τὸ Ἄνδρας μὲν κτείνουσι, πολὺ δέ τε πῦρ ἀμαθύνει. ἢ τῶν προγεγενημένων, ὡς τὸ Κουρῆτές τ’ ἐμάχοντο, καὶ Αἰτωλοὶ μενεχάρμαι. οὐδέποτε δὲ τῶν μελλόντων. τὸ γὰρ Ἔσσεται ἦμαρ, ὅταν ποτ’ ὀλώλῃ Ἴλιος ἱρή. οὐχ ἱστορία, ἀλλὰ πρόγνωσις μᾶλλόν ἐστι. κέχρηνται οἱ Ἐμπειρικοὶ ὡς τὸ πολὺ τῇ προγεγενημένῃ ἱστορίᾳ. λέγουσι γὰρ ἱστορίαν εἶναι τὴν τῶν πεπειραμένων πολλάκις κατὰ ταὐτὰ διήγησιν. ῥητέον δὲ πρὸς αὐτοὺς, ὅτι, εἰ μὲν πάντα τὰ ἱστορούμενα λέγουσιν ἀληθῆ, τινὰ κριτὴν εἶχεν καλῶς ἂν περιδέχεσθαι τὴν ἱστορίαν. ἐπεὶ δ’ οὐχ οὕτως ἔχει, δεῖ κριτήριόν τι εὑρῆσθαι τῆς ἱστορίας, ᾧ διακρινοῦμεν τὴν ἀλήθειαν ἀπὸ τῶν ψευδῶν. καὶ γὰρ δὴ οὐ μόνον οὐχ ὁμογνωμονοῦσι περὶ τοῦ αὐτοῦ οἱ ἰατροὶ, ἀλλὰ καὶ τἀναντία δοξάζουσι. τοὺς γὰρ πυρέττοντας οἱ μὲν διὰ λιμοῦ ἦγον, καὶ οὐδὲ ὕδωρ προσέφερον, οἱ δ’ ἐξ ἀρχῆς πτισάνην ἐδίδοσαν· ἄλλοι δ’ ἐφυλάσσοντο, μή ποτε κριθὴν καταπίῃ ὁ ἀῤῥωστῶν. Πετρονᾶς δὲ καὶ κρέα ὕεια ὀπτὰ διδοῖ, καὶ οἶνον μέλανα ἀκρατέστερον, ἐμεῖν ἠνάγκαζε, καὶ ὕδωρ ψυχρὸν ἐδίδου πίνειν, ὅσον ἤθελον. Ἀπολλώνιος δὲ καὶ Δέξιππος, οἱ Ἱπποκράτους ἀκροαταὶ, οὐχ ὅπως οἶνον, ἀλλ’ οὐδὲ ὕδωρ ἐδίδοσαν· κατασκευασάμενοι δὲ κηρίνους κυάθους, οἳ ἦσαν δώδεκα εἰς τὸν ἑκτημορίτην τῆς κοτύλης, κυάθων τούτων δύο ἢ τρεῖς παρεμέτρουν τοῖς ἀῤῥωστοῦσι. τοσαύτης οὖν οὔσης ἐναντιότητος, πῶς οὐχὶ δεῖ κριτήριον τῆς ἱστορίας πεπορίσθαι; προσαναγκάσαντες οὖν αὐτοὺς ὁμολογῆσαι, ὅτι οὐδὲ ἄχρηστον παραδέχεσθαι τὴν ἱστορίαν, ἄχρηστον γὰρ οὕτως ἐπιδείξομεν τὴν ἱστορίαν, ἐρωτήσομεν, πότερον λόγῳ ἢ πείρᾳ κρίνουσι τὴν ἱστορίαν. ἀλλὰ τῷ μὲν λόγῳ οὐ δύνανται. ἐκβάλλουσί τε γὰρ αὐτὸν, καὶ ἄλλως, ᾧ καταλαμβάνεται ἕκαστον, τούτῳ καὶ κρίνεται. πείρᾳ δὲ τὰ ὠφελοῦντα κατειλῆφθαι λέγουσι· πείρᾳ γ’ οὖν καὶ κριθῆναι δεῖ. ὡς γὰρ ἐπὶ τῶν ἄλλων ἔχει, οὕτω καὶ ἐνταῦθα ἱστόρησέ τις, ὅτι ἡ χιὼν ψύχει. εἰ μέλλει κριθήσεσθαι ἡ ἱστορία, δεῖ τῷ αὐτῷ κριτηρίῳ χρήσασθαι, ὥσπερ ὁ ἱστορῶν κατέλαβεν. ὁ μὲν οὖν λογικὸς ἀπὸ τῆς αἰτίας ἱστορίαν κρῖναι δυνήσεται. ἱστορήσαντος γάρ τινος, ὅτι ἀνθρώπῳ διατεταμένα τὰ ἀγγεῖα ἔχοντι καὶ βαρυνόμενα αἱμοῤῥαγία ἐγγενομένη περιέγραψε τὸ δυσαρέστημα, καὶ τὸ βάρος ἐπικρίνει τοῦτο, εἰ ἔστιν ἀληθὲς, εἰς τὴν αἰτίαν ἀφορῶν τὴν ἐπιφέρουσαν τὰ συμπτώματα, καὶ σκοπῶν, εἰ οἵα τε εἴη ἡ αἱμοῤῥαγία ὑπεναντιοῦσθαι τῇ αἰτίᾳ. εὑρίσκων δ’, ὅτι τὸ μὲν βάρος καὶ ἡ διάτασις ἐκ πλήθους συμβαίνει, ἡ δ’ αἱμοῤῥαγία μειωτικὴ τοῦ πλήθους ἐστὶ, κατείληφεν, ὅτι ἡ ἱστορία ἀληθής ἐστι, καὶ οὐδενὸς ἑτέρου πρὸς τὴν ἐπίκρισιν προσδεῖται. ἐφ’ ὧν δὲ τὴν αἰτίαν οὐ καταλαμβάνομεν, τὴν ἱστορίαν αὕτη ἡ πεῖρα κρίνει. ἂν γὰρ ἱστορεῖν τις αὐτῷ φαίνηται, ὅτι αἱμωδίαν ἀνδράχνη ἔλυσε, τῇ πείρᾳ πρὸς τὴν κρίσιν χρήσεται. οὕτως οὖν ἀναγκαῖόν ἐστι καὶ τὸν Ἐμπειρικὸν τῇ πείρᾳ τὴν κρίσιν τῆς ἱστορίας ποιήσασθαι. εἰ δὲ πεῖρα τὴν ἱστορίαν κρίνει, περιττὴ γίγνεται ἡ ἱστορία καὶ ἄχρηστος. ἀλλὰ λέγουσί τινες τῶν Ἐμπειρικῶν, ὅτι τῇ ἀξιοπιστίᾳ τῶν ἱστορούντων προσέχοντες κρίνομεν τὴν ἱστορίαν. πυνθανομένων δὲ ἡμῶν, πῶς τὴν ἀξιοπιστίαν κρίνετε, ἄλλων ἐν ἄλλοις διαμαρτανομένων καὶ κατορθούντων, ὅτι μὴ διὰ φιλοδοξίαν τινὰ, φασὶν, ὁ ἱστορῶν ἱστορῇ, μήτε διὰ δόγματα προσπαθῶς, μήτε διὰ φιλονεικίαν τινὰ, τότε ἀληθὲς εἶναί φαμεν ἡμεῖς τὸ ἱστορούμενον. πρὸς τοῦτο δὲ ῥητέον, πρῶτον μὲν διὰ μηδὲν τῶν εἰρημένων, ἐξαπατηθεὶς δ’ ὁ ἱστορῶν ἱστορεῖ. ἆρά γε, διότι, μήτε διὰ δόξαν, μήτε διὰ δόγματα προσπαθῶς, μήτε διὰ φιλονεικίαν τινὰ ἱστορεῖται, ἀληθές ἐστι τὸ ἱστορηθέν; δεύτερον δ’, ὅταν ἰατρὸν σοφὸν ἀξιῶσι τὸν ἱστοροῦντα εἶναι. ἐκβάντες μὲν τὸ κρίνειν τὴν ἱστορίαν, κρίνουσιν ἄνδρα σοφόν· ἡ δὲ τοιαύτη κρίσις φιλοσόφοις καὶ ἰατροῖς ἐπιβάλλει. πόθεν δὲ καὶ δυνατόν ἐστι κρῖναι, ὅτι μήτε διὰ δόξαν, μήτε διὰ δόγματα πρὸς τὸ πάθος, μήτε διὰ φιλονεικίαν ἱστορεῖται τὸ ἱστορούμενον; πρὸς δὲ τοῖς εἰρημένοις, καὶ εἰς τὴν κρίσιν τῆς ἀξιοπιστίας κέχρηνται κριτηρίῳ ἀποδοκιμαζομένῳ ἐπ’ αὐτῶν· λέγοντες γὰρ, ὅτι, ἐπειδὰν μήτε διὰ δόξαν, μήτε διὰ φιλονεικίαν ἱστορῆται, αἰτίας ἐκτίθενται, δι’ ἃς χρὴ πιστεύειν τῷ ἱστοροῦντι. ὥστε, εἰ καὶ διὰ μηδὲν ἕτερον, ἀλλὰ διὰ τοῦτο χρήσιμοί εἰσιν αἱ ἐπιζητούμεναι αἰτίαι. καὶ ἡμεῖς οὐδὲν πλέον ποιοῦμεν, ἀλλά φαμεν δεῖν τὸ διότι πολυπραγμονεῖν, ὅπερ καὶ αὐτοὶ ἐν τῇ τῆς ἱστορίας κρίσει φαίνονται ποιοῦντες. ἀλλ’ ἡμεῖς μὲν τῷ διότι χρώμεθα, καὶ τὸ σύνολον τῇ αἰτίᾳ εἰς τὴν τοῦ λεγομένου πράγματος κρίσιν, οἱ δ’ Ἐμπειρικοὶ εἰς τὸ ἐπικρῖναι τὸν τοῦ ἱστοροῦντος τρόπον. τὸ δὲ κρίνειν τὰ ἤθη, οὐ τῶν ἰατρῶν, ἀλλὰ τῶν φιλοσόφων ἐστὶν ἴδιον. ἔτι καὶ τοῦτο λέγουσιν οἱ Ἐμπειρικοὶ, πρὸς τὸ μὴ δεῖν τῇ πείρᾳ κρίνειν τὴν ἱστορίαν. φασὶ γὰρ, ὅτι, ὥσπερ ὑμεῖς, διότι Κρήτη νῆσός ἐστιν, ἱστορούντων τινῶν, κατειλήφατε, ὅτι ἐστί τις Κρήτη νῆσος, καίτοι αὐτόπται τῆς Κρήτης οὐ γεγόνατε, οὕτω καὶ ἡμεῖς, πολλῶν περὶ τῶν αὐτῶν συμφωνούντων, οὐ δεόμεθα πείρᾳ κρίνειν τὴν ἱστορίαν, ἀλλὰ πεπιστεύκαμεν τῇ τῶν πολλῶν δόξῃ. ἀλλ’ ἡμεῖς μὲν, φήσομεν, πεπιστεύκαμεν περὶ τῆς Κρήτης, ὅτι ἔστι, ἀπὸ τούτων τῶν εὐλόγων γοῦν ὁρμώμενοι, ὅτι πλεῖ τις ἐκεῖθεν δεῦρο, καὶ πάλιν ἔνθεν ἐκεῖ, καὶ ὅτι φίλοι τινὲς Κρῆτές εἰσιν ἐνταῦθα, ἢ καὶ πάλιν οἷς ἐπιστέλλομεν, καὶ παρ’ ὧν γράμματα ἡμῖν διακομίζεται. ἔτι τε ὅτι καὶ πάντες ἄνθρωποι περὶ τῆς αὐτῆς ὁμολογοῦσι, καὶ οἱ ἔχθιστοι. περὶ δὲ τῶν κατὰ τὴν ἰατρικὴν σχεδὸν περὶ οὐδὲν συμφωνοῦσι, καὶ ταῦτα ὀλίγοι πρὸς τοὺς ἅπαντας ἀνθρώπους ὄντες οἱ ἰατροὶ, καὶ οὐ μόνον οὐ συμφωνοῦσιν, ἀλλὰ καὶ τὰ ἐναντιώτατα δοξάζουσιν, ὡς μικρῷ πρόσθεν ὑπεδείξαμεν· διὰ ταῦτα οὖν κριτηρίου τινός ἐστι χρεία, πρὸς τὸ ἐπικρίνειν τὴν ἐν τῇ ἰατρικῇ ἱστορίαν. ἐπεὶ δὲ καὶ λέγουσιν οἱ Ἐμπειρικοὶ, ὅτι τὰ καταλαμβανόμενα, ἃ μὲν αἰσθήσει καταλαμβάνεται, ὡς τὸ ἔρευθος, ἃ δὲ ὑπομνηστικῶς, ὡς τὰ διὰ σημείων τινῶν καταλαμβανόμενα· ἐνδεικτικῶς δὲ οὐδὲν καταλαμβάνεται, οὔθ’ ἑτέρῳ τῶν ἐκκρινομένων ὑπ’ αὐτῶν τρόπῳ· ὅτι δὲ Κρήτη νῆσός ἐστι, καταλαμβάνουσι, δῆλον ὡς ἤτοι οὐ κατειλήφασιν, ὅτι Κρήτη νῆσος ἐγένετο. εἰ δὲ κατειλήφασιν, ἐστί τις ὁ τρίτος καταλήψεως τρόπος. ταῦτα μὲν οὖν εἰς παράστασιν τοῦ περιττὴν εἶναι τὴν ὑπ’ αὐτῶν θρυλλουμένην ἱστορίαν, εἴρηται.

Ὅτι δὲ καὶ ἀδύνατόν ἐστιν ἀπὸ ἱστορίας ὠφελοῦντός τινος ἔχειν κατάληψιν, διὰ βραχέων ἄν τις παραστήσειεν. ἐπεὶ γὰρ δεῖ τὴν τήρησιν, ὡς ἐν τοῖς πρόσθεν ἐδείκνυμεν, οὐ μόνον ἐπὶ γένει συμπτωμάτων καὶ ἀριθμῶν γίνεσθαι, ἀλλὰ καὶ μεγέθει καὶ καιρῷ· ταῦτα δ’ ἀναγράφεσθαι ἀδύνατον ἄνευ τῶν σκοπῶν, δῆλον ὡς καὶ ἡ ἱστορία ἀδύνατος ἂν εἴη. ὅτι δὲ καὶ παρὰ τὰ μεγέθη καὶ τοὺς καιροὺς καὶ τὴν τάξιν διαφέρουσαι θεραπεῖαι γίγνονται, δέδεικται, ἀλλὰ καὶ ἐξ ὧν κατεσκευάσαμεν, ὅτι ἀδύνατον ἐπὶ συνδρομῇ τήρησιν ποιήσασθαι, δυνατόν ἐστιν ἐκ τῶν αὐτῶν κατασκευάσαι, ὅτι οὐδὲ ἱστορίαν ποιήσασθαι δυνατόν ἐστιν. οὐ γὰρ δή που τήρησιν μὲν ποιήσασθαι δυνατόν ἐστιν, ἀναγράψαι δὲ τὰ μὴ τετηρημένα δυνατόν ἐστιν.

Ἑξῆς δὲ περὶ τῆς τοῦ ὁμοίου μεταβάσεως ῥητέον. ἐδεήθησαν δὲ τῆς τοῦ ὁμοίου μεταβάσεως οἱ Ἐμπειρικοὶ διὰ τάδε· ἐπεὶ γὰρ πλεῖστα καὶ σχεδὸν ἄπειρα ἦν, ἐφ’ οἷς ἔδει τὰς τηρήσεις γίγνεσθαι, ἄπειρα δὲ καὶ τὰ ὠφελοῦντα, ἀδύνατον δ’ ἦν ἐφ’ ἅπασιν ἢ τοῖς πλείστοις αὐτόν τινα τηρεῖν, διὰ τοῦτ’ ἐδεήθησαν καὶ τῆς ἱστορίας, καὶ τῆς τοῦ ὁμοίου μεταβάσεως. ἔτι τε ἐπειδὴ οἱ Λογικοὶ ἀντιλέγοντες αὐτοῖς φασὶν, ὅτι εἰ καί τινος ἄλλου οἱ τεχνῖταί εἰσιν ἐστοχασμένοι καὶ τοῦ εὐπόρου· ὑμεῖς δ’ ἓν ἐφ’ ἑνὶ τετηρηκότες ἄπειροι πρὸς τὰς θεραπείας ἔσεσθε, ἢ πλείονα ἀναγκαζόμενοι ἐπὶ τοῦ αὐτοῦ τηρεῖν, οὐδέποτε χρήσεσθε τῇ τέχνῃ, ἀλλ’ ἐτηρήσατε, φασὶν, ὅτι τῇ τοῦ ὁμοίου μεταβάσει χρώμεθα, ἐξ ἧς ἡ εὐπορία ὑμῖν παραγίνεται. σκοτωματικοῦ γὰρ, φέρε, ἀπὸ καταπτώσεως αἱμοῤῥαγήσαντος, εἶτ’ ἀπαλλαγέντος τοῦ πάθους, τηρήσαντες τοῦτον, ἐφ’ ἑτέρου φλεβοτομίᾳ χρώμεθα. πρῶτον μὲν οὖν πύθοιτο ἄν τις αὐτοὺς, πόθεν κατειλήφασιν, ὅτι διὰ τῆς αἱμοῤῥαγίας ἀπήλλακται ὁ σκοτωματικὸς, καὶ οὐ διὰ τὴν κατάπτωσιν ταύτην, ἀλλ’ οὐδέπω λέγειν πρὸς αὐτοὺς χρὴ, πρὶν ἢ ἀποδεῖξαι, κατὰ πόσους τρόπους κέχρηνται τῇ τοῦ ὁμοίου μεταβάσει. κεχρῆσθαι τοίνυν φασὶ τῇ τοῦ ὁμοίου μεταβάσει, ὁτὲ μὲν ἀπὸ βοηθημάτων εἰς βοηθήματα, ὁτὲ δ’ ἀπὸ τόπων εἰς τόπους, ὁτὲ δ’ ἀπὸ παθῶν ἐπὶ πάθη. ἀπὸ μὲν οὖν βοηθημάτων ἐπὶ βοηθήματα, ὡς ὅταν μέσπιλον ἀντὶ μήλου ἐπὶ τῶν δυσεντερικῶν παραλαμβάνωσιν, ἀπὸ δὲ τόπων ἐπὶ τόπους, ὡς ὅταν τι ἐπὶ τῶν μυωδῶν ἢ νευρωδῶν τετηρημένον, οἷον, φέρε, ἀπὸ τοῦ μηροῦ μεταφέρωμεν ἐπὶ τὸν βραχίονα· ἀπὸ παθῶν δὲ ἐπὶ πάθη, ὡς ὅταν τοῖς ἐπὶ τῶν αἱμοῤῥαγιῶν τετηρημένοις χρήσωνται ἐπὶ αἱμόῤῥου δήγματος. κατὰ τοσοῦτον μὲν οὖν τρόπον τῇ τοῦ ὁμοίου μεταβάσει χρῶνται.

Ἐρωτᾶν οὖν ἄξιόν ἐστιν αὐτοὺς, πρῶτον μὲν ἐπὶ τῶν βοηθημάτων, πῶς κέχρηνται, πότερον τῇ ὁμοιότητι τῆς δυνάμεως. προσέχοντες, ἢ τῇ τῶν προσόντων συμπτωμάτων ὁμοιότητι, οἷον ὅταν τὸ μέσπιλον ἀντὶ τοῦ μήλου παραλαμβάνωσιν; πότερον κατὰ τὴν στύψιν ὁμοίως ταῦτα εἶναι νομίζοντες παραλαμβάνουσιν, ἢ ὁρῶντες, ὅτι στρογγύλα ἐστὶν ἄμφω, καὶ τῇ χροιᾷ καὶ τῇ ἁφῇ ὅμοια; εἰ μὲν γὰρ τῇ δυνάμει, λέγω δὴ τῇ στύψει προσέχοντες, μεταβαίνειν φήσουσιν, ὁμολογοῦσιν ἐπιζητεῖν στύψεως τὰς αἰτίας, καθ’ ἃς ὠφελεῖ τὰ ὠφελοῦντα. συγκαταλαμβάνεται δὴ τῇ τῶν ὠφελούντων δυνάμει καὶ ἡ τῶν βλαπτόντων δύναμις. ἀλλὰ καὶ πλέον τι ἐπιζητῆσαι αὐτοὺς δεῖ, οὐ μόνον ὅτι στύφει, πολλὰ γὰρ στύφει μὲν, οὐ τὸ αὐτὸ δὲ ποιεῖ, ὡς ἡ λεπὶς στύφουσα καθαίρει καὶ τὰ μόρια. ἐὰν γὰρ γνωσθῇ, ὅτι πέπερι κατὰ τὸ θερμαίνειν ὠφελεῖ, κατείληπται, ὅτι τὸ βλάπτον νῦν κατὰ τὸ ψύχον βλάπτει. εἰ δὲ τῇ ὁμοιότητι τῶν συμπτωμάτων φήσουσι προσέχοντες αἱρεῖσθαι τὰ ὅμοια, πότερον, φήσομεν, ἂν πάντα τὰ συμπτώματα ὅμοια ᾖ, οὕτω τὴν ὁμοιότητα λογίζεσθε; ἀλλ’ ἀδύνατόν ἐστι πάντα τὰ συμπτώματα ὅμοιά τινων εἶναι. οὕτω γὰρ ἂν τὰ αὐτὰ εἴη, καὶ οὐχ ὅμοια. ἀλλὰ δηλονότι τῇ τινων συμπτωμάτων ὁμοιότητι προσέχοντες, φήσουσι. ἤτοι οὖν τοῖς πλείοσιν, ἢ τοῖς ἴσοις, ἢ τοῖς ἐλάττοσι προσέχοντες, φήσομεν, μεταβαίνετε. εἰ μὲν τοῖς ἐλάττοσι, πάντα σχεδὸν ὅμοια ἂν εἴη· κατά τι γάρ ἐστιν ἐμφερῆ πάντα· εἰ δὲ τοῖς ἴσοις, καὶ τοῖς πλείοσι, διὰ τί ἐπὶ τῶν αἱμοῤῥαγούντων, φήσομεν, ὥσπερ κόμῃ πράσου κέχρησθε, οὕτως οὐχὶ καὶ σκορόδου καὶ κρομμύου κέχρησθε κόμῃ; ὅμοια γὰρ ταῦτα κατὰ τὰ πλεῖστα. καὶ ἐπὶ τῶν χειμέθλων, διὰ τί, ὥσπερ γογγύλῃ, οὐχὶ καὶ ῥαφανίσι; καὶ ἐπὶ τῶν στομαχικῶν, διὰ τί, ἀψινθίου μὴ παρόντος, κἀνταῦθα χυλῷ οὐ κέχρηνται πρασίου; σχεδὸν γὰρ ἀπαράλλακτα ταῦτα· καὶ ἐπὶ τῶν ὑδρωπικῶν, διὰ τί ἀντὶ ῥαφανίδος πολλάκις γογγυλίδι οὐ κέχρηνται; καὶ ἁπλῶς σκοπεῖσθαι χρὴ τοῖς τετηρημένοις ὅμοιόν τι ἐναντίον δυνάμενον, καὶ πυνθάνεσθαι παρ’ αὐτῶν, εἰ διὰ τὴν ὁμοιότητα ἐπὶ τῶν αὐτῶν χρηστέον τούτοις· κρῖναι δὲ τὴν ὁμοιότητα ταῖς αἰσθήσεσιν, ὡς ἐκεῖνοι ἀξιοῦσιν. τῷ δ’ αὐτῷ ἄν τις ἐπιχειρήματι χρήσαιτο ἐπὶ τῶν λοιπῶν. αὐτίκα γὰρ παραδεικτέον αὐτοῖς, ὅτι οὐδ’ ἀπὸ συμπτωμάτων ἐπὶ συμπτώματα, οὔτ’ ἀπὸ παθῶν ἐπὶ πάθη μεταβῆναι δύνανται. πότερον γὰρ, φήσομεν, τῇ κατὰ τὴν δύναμιν ὁμοιότητι τῶν συμπτωμάτων προσέχετε; ἀλλ’ οὐ φήσουσιν. οὐ γὰρ ἐξετάζουσι τὴν δύναμιν, ἀλλὰ τὴν κατὰ τὴν αἴσθησιν τῶν συμπτωμάτων ὁμοιότητα. πότερον οὖν, ἐὰν κατὰ πλείω, ἢ κατὰ τὰ ἴσα τῶν συμπτωμάτων ὅμοια ᾖ; ἀλλὰ κατὰ τὰ πλεῖστα ὅμοιά ἐστι φλεγμονὴ καὶ σκίῤῥος. ἐναντίας δὲ σχεδὸν, καὶ κατ’ οὐδένα ὁμοίας δεῖται ἀγωγῆς. καὶ οἴδημα, καὶ κήλη, καὶ χοιρὰς, καὶ μελικηρὶς, πολλὴν μὲν ὁμοιότητα σώζει πρὸς ἄλληλα, ὅμως δ’ ἡ θεραπεία πάμπολλα διαλλάττει. ἔτι τε οἱ διὰ ῥῆξιν αἷμα ἀνάγοντες τοῖς κατὰ ἀνάβρωσιν ἢ ἀναστόμωσιν ὁμοιότατα. πάντα σχεδὸν ἔχουσι τὰ συμπτώματα, οὐ μὴν ἡ αὐτὴ θεραπεία ἁρμόζει πᾶσιν. οὕτω μὲν οὖν ἐστιν ἐπιδεῖξαι, ὅτι ἀδύνατος κατὰ τοὺς Ἐμπειρικοὺς ἡ τοῦ ὁμοίου μετάβασις.

Ἑξῆς δ’ ἀκόλουθόν ἐστιν ἐπιδεῖξαι, πῶς οἱ Λογικοὶ τῇ τοῦ ὁμοίου μεταβάσει κεχρῆσθαι δύνανται, ὅπερ τινὲς οὐχ ὁμοίου μετάβασιν, ἀλλ’ ἀναλογισμὸν καλοῦσιν. τὴν μὲν γὰρ τοῦ ὁμοίου μετάβασίν φασι τοῖς Ἐμπειρικοῖς προσήκειν. τὸν δὲ παρακείμενον τῇ τοῦ ὁμοίου μεταβάσει τρόπον ἀναλογισμὸν καλοῦσιν, ᾧ τοὺς Λογικούς φασι κεχρῆσθαι. ἡμεῖς δὲ οὐδὲν διαφερόμεθα πρὸς τοὺς τὰ ὀνόματα ἐξαλλάττοντας· τὸ δὲ πρᾶγμα αὐτὸ ὑποδείξομεν, ὅπερ ἔξεστι τῷ βουλομένῳ ὡς ἂν ἐθέλοι καλεῖν. φαμὲν τοίνυν, ἄλλα μὲν συμπτώματα παρακολουθεῖν τοῖς αἰτίοις, ἄλλα δὲ τοῖς πάσχουσι τόποις, ἄλλα δὲ ταῖς δυνάμεσιν, ἄλλα δὲ τοῖς πάσχουσιν αὐτοῖς. ταῦτα ὁ Λογικὸς διακρίνει πάντα, καὶ οἶδεν, ἐφ’ οἶς τε δεῖ τοῦ τηρεῖν, καὶ ἐφ’ οἷς μή. παρόντων μὲν οὖν τῶν ἄλλων, καὶ μὴ παρόντων, οὐ πεφρόντικεν τῶν μηδὲν χρήσιμον εἰς θεραπείαν ἐχόντων. καὶ παραλλάττειν δοκούσης τῆς συνδρομῆς παρά τι τῶν οὐ χρησίμων συμπτωμάτων, τοῖς αὐτοῖς κέχρηται, ὡς ὁμοίας οὔσης τῆς συνδρομῆς. ὁ δ’ Ἐμπειρικὸς, ἐπειδὴ ἐπὶ ἀθρόᾳ τῇ συνδρομῇ τηρεῖ, καὶ οὐκ ἔχει δύναμιν διακριτικὴν συμπτωμάτων, παντὸς οὑτινοσοῦν ἐλλείποντος ἢ πλεονάζοντος συμπτώματος, ὡς ἀλλασσομένης τῆς συνδρομῆς, διαφόρῳ θεραπείᾳ χρήσασθαι ὀφείλει, ἀγνοῶν, ὅτι ἐπὶ μέν τινων συμπτωμάτων πλεονασμῷ ἢ ἐλλείψει τῷ ὄντι ἀλλάσσεται ἡ συνδρομὴ, ὡς ἐπὶ φλεγμονῆς, καὶ σκίῤῥου, καὶ οἰδήματος, καὶ κήλης, ἐπὶ δέ τινων οὐκέτι. ἐπὶ γὰρ ὀπισθοτονικῶν καὶ ἐμπροσθοτονικῶν διαφέρειν μὲν δοκεῖ ἡ φλεγμονὴ, ἀλλ’ ἐπεὶ τοῦ πάσχοντός ἐστι τὸ σύμπτωμα, οὔτ’ αἰτίας, οὔτε τόπου, οὔτε δυνάμεως, οὐκ ἐξαλλάσσεται ἡ θεραπεία. ἀγνοεῖ δ’ ὁ Ἐμπειρικὸς καὶ τοῦτο, ὅτι ἐνίοτε ἡ μὲν συνδρομὴ ὁμοία ἐστὶν, οὐ τῇ αὐτῇ δὲ θεραπείᾳ χρήσασθαι δεῖ. ἰδοὺ γάρ ἴσα καὶ ὅμοια τὰ συμπτώματα ἐπὶ τῶν διὰ ῥῆξιν καὶ ἀναστόμωσιν καὶ ἀνάβρωσιν ἀναγόντων αἷμα. ἔστω δὲ καὶ βῆχα εἶναι ἐπὶ παντὸς τὴν αὐτὴν καὶ τὸ τοῦ ἀναγομένου πλῆθος. ταὐτὰ καὶ τἄλλα ὅμοια, ἀλλὰ καὶ ἡ θεραπεία διάφορος παραλαμβάνεται. ὁ οὖν Λογικὸς τὴν τ’ εὐχρηστίαν καὶ τὴν ἀχρηστίαν τῶν συμπτωμάτων εἰδὼς, πολλάκις ἀνομοίου δοκούσης εἶναι τοῖς πολλοῖς τῆς συνδρομῆς, τοῖς αὐτοῖς χρήσεται, οἶον ὀπισθοτονικοί τινες λέγονται, καὶ ἐμπροσθοτονικοὶ, καὶ τετανικοί· οὗτοι διαφέρουσαν τὴν συνδρομὴν ἔχειν δοκοῦσιν. ἀλλ’ εἰδὼς ὁ Λογικὸς, φέρε, ὅτι πλῆθος αἵματος τὸ αἴτιον, καὶ μυῶν τὸ πάθος, καὶ τὸ αὐτὸ ἀποτέλεσμα. φλεγμονῇ γὰρ τῇ αὐτῇ θεραπείᾳ χρήσεται. τοῖς γὰρ εἰρημένοις μόνοις προσέχει συμπτώμασιν. τὸ δὲ τοῦ πάσχοντος σύμπτωμα ὡς ἄχρηστον παραιτεῖται. τὸ γὰρ ἔμπροσθεν ἢ ὄπισθεν ἢ ἐξ ἴσου συντείνεσθαι, τοῦ πάσχοντός ἐστι σύμπτωμα. πρὸς δὲ τὴν θεραπείαν οὐδὲν χρήσιμον ἔχει παραφυλαττόμενον, ὡς οὐδὲ τὸ δακρύειν. καὶ ὁμοίας δὲ τῆς συνδρομῆς εἶναι δοκούσης, οὐδὲ παρὰ τὴν διάνοιαν τῆς αἰτίας, διαφόρῳ χρῆται θεραπείᾳ, ὡς ἐπὶ τῶν δι’ ἀνάβρωσιν ἢ διὰ ῥῆξιν αἷμα ἀναγόντων. διαιρῶν γὰρ τὰ συμπτώματα ὁ Λογικὸς, κατὰ τὴν πρὸς τὰ ἐνδεικνύμενα τὸ συμφέρον ἀναφορὰν, καὶ τὰ χρήσιμα τῶν συμπτωμάτων ἐκλαμβάνων, καὶ τοῖς πρὸς ταῦτα τὰ συμπτώματα ἐναντιοῦσθαι δυναμένοις βοηθήμασι χρώμενος, πολλάκις διαφόρου εἶναι δοκούσης συνδρομῆς, ὁ δὲ τῇ αὐτῇ θεραπείᾳ χρήσεται. καὶ πάλιν ὁμοίας εἶναι δοκούσης, διαφέρουσαν θεραπείαν παραλήψεται. ἡ γὰρ θεραπεία σύμπτωμά ἐστι τοῖς ἐναντιοῦσθαι δυναμένοις τοῖς ἐπιφέρουσιν τὰ συμπτώματα αἰτίοις. ὁ μὲν οὖν Λογικὸς καταλαμβάνει ἕκαστον τῶν ἐναντιουμένων τοῖς νοσοποιοῖς αἰτίοις βοηθημάτων, καὶ πρὸς ὅ τι σύμπτωμα ἐναντιοῦσθαι πέφυκεν, οὐκ ἀγνοεῖ, διὰ τὸ καταδιαιρεῖν, ὡς ἔφημεν, τὴν συνδρομήν. ὁ δὲ Ἐμπειρικὸς ἐπὶ ἀθρόᾳ συνδρομῇ τὰ ὠφελοῦντα τηρῶν, τί τίνι ἐναντιοῦσθαι πέφυκεν, οὐ δύναται εἰδέναι. τοῦτο δὲ ἀγνοῶν, οὐδὲ τῇ τοῦ ὁμοίου μεταβάσει χρήσασθαι οἷός τέ ἐστιν. κατὰ τί γὰρ τὸ ὠφελοῦν ὠφέλησε, καὶ αὐτὸς ἀγνοεῖν ὁμολογεῖ.

Πόθεν οὖν, φαίη τις ἂν, τὰ χρήσιμα καὶ τὰ ἄχρηστα τῶν συμπτωμάτων διαγιγνώσκει ὁ Λογικός; ῥητέον, ὅτι τῇ πρὸς τοὺς ἐνδεικνυμένους σκοποὺς ἀναφορᾷ. εἰδὼς γὰρ, ὅτι τάδε μὲν τὰ συμπτώματα δηλωτικά ἐστι τῶν τὸ συμφέρον ἐνδεικνυμένων σκοπῶν, τὰ δὲ οὐκ ἔστι τοιαῦτα, τὰ μὲν χρήσιμα παραφυλάττει, τὰ δ’ ἄλλα παραιτεῖται. ἐκ δὲ τῆς τῶν χρησίμων συμπτωμάτων καταλήψεως καὶ τὸ δύνασθαι τῇ τοῦ ὁμοίου μεταβάσει κεχρῆσθαι παραγίνεται. ἔστι δ’ ὅτε οὐχ ὅλην τὴν θεραπείαν μεταφέρει, ἀλλὰ μέρος τι αὐτῆς. ὡς γὰρ τὰς συνδρομὰς καταδιαιρεῖ, οὕτω καὶ τὰς θεραπείας. καὶ οἶδε, τίνα μὲν τῶν ἐν τῇ θεραπείᾳ βοηθημάτων ὑπεναντιοῦται τοῖς ἀπὸ τῶν αἰτίων ἐπιφερομένοις συμπτώμασι, τίνα δὲ τοῖς ἀπὸ τῶν τόπων ἢ τῶν δυνάμεων. εἰδὼς γὰρ, ὅτι τόδε μὲν ἀπὸ τῶν αἰτιῶν ἐστι τὸ σύμπτωμα, τόδε δὲ ἀπὸ τῶν τόπων, τόδε δὲ ἀπὸ τῆς δυνάμεως, καὶ ὅτι ἀπὸ μὲν τοῦ αἰτίου τὸ γένος τῶν βοηθημάτων ὑπαγορεύεται, ἀπὸ δὲ τοῦ τόπου ὁ τρόπος τῆς χρήσεως, ἀπὸ δὲ τῆς δυνάμεως, ἐπὶ τοῦ παρόντος εἰπεῖν, τὸ μέτρον, τοῦ μὲν αὐτοῦ αἰτίου ὄντος, καὶ τῶν δηλωτικῶν τοῦ αἰτίου συμπτωμάτων φαινομένων, τοῦ δὲ αὐτοῦ τόπου μὴ ὄντος, μηδὲ τῆς αὐτῆς δυνάμεως, τὸ μὲν αὐτὸ γένος παραλήψεται τοῦ βοηθήματος, τὸν δὲ τόπον καὶ τὸν τρόπον οὐκ ἔτι. εἰ δ’ αἴτιον μὲν μὴ εἴη τὸ αὐτὸ, ὁ δὲ τόπος ὁ αὐτὸς, καὶ ἡ δύναμις ἡ αὐτὴ, τὸ μὲν γένος οὐ τὸ αὐτὸ παραλήψεται τοῦ βοηθήματος, τὸν δὲ τρόπον καὶ τὸ μέτρον τὸ αὐτό. ἐπεὶ οὖν ἱκανός ἐστι μερίζειν ὁ Λογικὸς τάς τε συνδρομὰς καὶ τὰς θεραπείας, δύναται κατὰ τὰς ὁμοιότητας τῶν συνδρομῶν κινούμενος μέρη τινὰ τῆς θεραπείας κατὰ τὸ ἐοικὸς μεταφέρειν. ὁ δ’ Ἐμπειρικὸς μήτ’ αἰτίαν, μήτε δηλωτικὰ αἰτιῶν συμπτώματα, ἢ τόπου, ἢ δυνάμεως πολυπραγμονῶν, τοῦτο ποιεῖν οὐχ οἶός τε ἔσται. διὰ τοῦτο δὲ οὐδὲ τῇ τοῦ ὁμοίου μεταβάσει κεχρῆσθαι δύναται. κατὰ τί γὰρ αἱ συνδρομαὶ ἀλλήλων προσεοίκασιν, ἀγνοεῖ. καὶ διὰ τοῦτο οὐδὲ τὴν θεραπείαν καταδιαιρεῖν δύναται, καὶ προσαγαγεῖν τὸ δυνάμενον ὑπεναντιωθῆναι τῷ παρόντι συμπτώματι βοήθημα. ἐὰν γὰρ τοῦτο φῇ δυνατὸς εἶναι, λέγω δὴ μερίζειν τά τε τῶν συνδρομῶν συμπτώματα, καὶ τὴν θεραπείαν ἐπιστάμενος, καθ’ ὅ τι ἕκαστον ὠφελεῖ καὶ βλάπτει, αἰτιῶν κεκρυμμένων καταληπτικὸς εἶναι ὁμολογήσει. εἰ δὲ τοῦτο, καὶ ἀπ’ ἐνδείξεως τὰ βοηθήματα δυνατὸς εἶναι λαμβάνειν ὁμολογήσει.

Ἀδυνάτων οὖν ὄντων τῶν εἰδοποιούντων τὴν τῶν Ἐμπειρικῶν αἵρεσιν, τηρήσεως, καὶ ἱστορίας, καὶ τῆς ὁμοίου μεταβάσεως, τὴν μὲν τήρησιν ἄχρηστον ἄνευ λόγου καὶ ἀδύνατον καθ’ αὑτὸ ἐπεδείξαμεν. ἄχρηστον μὲν, ἐπειδήπερ λόγου χρεία τοῦ διακρίνοντος, ἐφ’ οἷς δεῖ συμπτώμασι τὰς θεραπείας ποιεῖν. οὐδὲ γὰρ ἐφ’ ἅπασι τοῖς προγεγενημένοις τε καὶ παροῦσι τῷ νοσοῦντι οἴονται δεῖν τηρεῖν. ἀδύνατον δ’, ὅτι πλειόνων ὄντων ταῦτα πάντα οὐκ ὄντως τυχεῖν δυνατόν ἐστιν, ἵν’ ἡ αὐτὴ γένηται συνδρομή. λέγω δὲ γένος συμπτωμάτων καὶ ἀριθμὸν τὸν αὐτὸν, καὶ μέγεθος, καὶ τάξιν, καὶ καιρὸν, καὶ τὰ ὅμοια. τὴν δὲ ἱστορίαν περιττὴν μὲν, διότι τῇ πείρᾳ ἐπικρίνει τὰ ἱστορούμενα, ἀδύνατον δὲ, διότι μήτε μεγέθη συμπτωμάτων, μήτε καιροὺς δύναται προσιστορεῖν, ὧν ἄνευ τοῦ ὠφελοῦντος κατάληψις γενήσεσθαι οὐ δύναται. τὴν δὲ τοῦ ὁμοίου μετάβασιν διαβεβλήκαμεν, δι’ ὧν ἐπεδείξαμεν, ὅτι ἐξ ἀνάγκης δεῖ αὐτὴν καταστῆσαι, ἐπὶ τὴν τῶν δυνάμεων βλαπτουσῶν ἢ ὠφελουσῶν ἐξέτασιν.

Ἐπεὶ οὖν ὡς ἐν κεφαλαίῳ ἀντειρήκαμεν τοῖς Ἐμπειρικοῖς, ἑξῆς πρὸς τοὺς Μεθοδικοὺς ῥητέον. χρὴ δὲ τὸν ἀντιλέγοντα αὐτοῖς τὰ μὲν κοινὰ τῶν αἱρέσεων συγχωρεῖν, τὸ δὲ διαλλάττον ἐκείνων ἀναιρεῖν. οἱ μὲν οὖν Ἐμπειρικοὶ τὸ ἀπὸ ἐνδείξεως τὰ συμφέροντα λαμβάνεσθαι πειράσονται ἀδύνατον ἀποφαίνειν, ἀντιλέγοντες τοῖς Μεθοδικοῖς· ἡμεῖς δὲ τὸ ἀπὸ ἐνδείξεως τὰ συμφέροντα λαμβάνειν δυνατὸν εἶναι συγχωρήσομεν. τὸ μέντοι ἀπὸ φαινομένων τὴν ἔνδειξιν γίγνεσθαι οὐκ ἔτι συγχωρήσομεν αὐτοῖς. ἔτι κἀκεῖνο συγχωρήσομεν τοῖς Μεθοδικοῖς, τὸ ἀπὸ συμπτωμάτων, μήθ’ ἑνὸς, μήτε πλειόνων ἔνδειξιν γίγνεσθαι. ἐκεῖνο δὲ οὐκ ἔτι συγχωρήσομεν, τὸ παντάπασιν ἄχρηστ’ εἶναι τὰ συμπτώματα. δοκεῖ γὰρ ἡμῖν πολλάκις δηλωτικὰ γίγνεσθαι τὰ συμπτώματα τῶν τὸ συμφέρον ἐνδείξασθαι δυναμένων, εἰς δὲ ἔνδειξιν παντάπασιν ἄχρηστ’ εἶναι τὰ συμπτώματα. τοιούτους τινὰς οἱ Μεθοδικοὶ προφέρονται λόγους. φασὶ γὰρ, ὅτι, τῶν αὐτῶν συμπτωμάτων ὄντων, διαφερόντων δὲ τῶν παθῶν, ἐφ’ οἷς τὰ συμπτώματα, οὐ τῇ αὐτῇ θεραπείᾳ χρώμεθα, οἶον ἐπὶ φρενίτιδος, τῆς τε κατὰ στέγνωσιν, τῆς τε κατὰ ῥοῶδες. καὶ πάλιν τῶν αὐτῶν ὄντων παθῶν, διαφερόντων δὲ τῶν συμπτωμάτων, τῇ αὐτῇ θεραπείᾳ, φασὶ, χρώμεθα, ὡς ἐπὶ πλευρίτιδος καὶ φρενίτιδος, ἐὰν ἀμφότερα κατὰ στέγνωσιν τὰ πάθη ὑπάρχῃ. ἐπεὶ οὖν καὶ τῶν αὐτῶν συμπτωμάτων ὄντων διαφερούσῃ ἀγωγῇ χρώμεθα, καὶ διαφερόντων, ἔστιν ὅτε τῇ αὐτῇ, διὰ τοῦτο ἄχρηστα παντάπασιν εἶναι πρὸς θεραπείαν τὰ συμπτώματα. ἀναιρουμένων γὰρ τῶν παθῶν, συναναιρεῖται καὶ τὰ συμπτώματα, καὶ συνισταμένων, συνίσταται. καὶ διὰ τοῦτο τὰ μὲν πάθη χρήσιμα εἶναί φασιν, ἐφ’ οἷς συνισταμένοις ταῦτα γίνεται, καὶ λυομένοις λύεται· τὰ δὲ συμπτώματα ἄχρηστα, οὐδεμίαν ἰσχὺν ἐπὶ αὐτῶν ἔχονται. εἰ δὲ καὶ ἐνδεικνύναι φασὶ τὰ συμπτώματα, οὐδὲν συμφέρον, ἀλλὰ βλαβερόν τι μᾶλλον ἐνδείκνυται, ὡς ὁ πυρετὸς τὸ ψύχειν, ἢ νὴ Δία γε προσφέρειν ποτὸν, ἢ ἐπιθυμία οἴνου καὶ βαλανείου, τὸ διδόναι οἶνον, καὶ εἰς βαλανεῖον ἀπάγειν. ἐπεὶ οὖν τὰ μὲν συμπτώματα ἤτοι οὐδὲν ἐνδείκνυται, ἢ οὐδὲν τὸ χρήσιμον, ἀλλὰ καὶ μᾶλλον ἐπιβλαβὲς, διὰ τοῦτο τὰ μὲν συμπτώματα, φασὶ, διωθούμεθα, τὰ δὲ πάθη. ὡς τὸ συμφέρον ἐνδείξασθαι δυνάμενα, προσιέμεθα. ἐρωτῶσι δὲ καὶ τοιούτους τινὰς λόγους πρὸς ἔνδειξιν τοῦ μὴ εἶναι τὰ συμπτώματα τῶν συμφερόντων. εἰ τὸ αὐτὸ ἐναντίον οὐκ ἐνδείκνυται, οἱ δὲ δυσφοροῦντες ἐπὶ στεγνώσει καὶ ῥύσει τῶν ἐναντίων δέονται· ἀπὸ δυσφορίας ἔνδειξις τῶν συμφερόντων οὐ γίνεται. ἀναστρέψαι δὲ πρὸς αὐτούς ἐστι τοῦτον τὸν λόγον, καὶ δεῖξαι, ὅτι οὐδὲ πάθος ἐνδείκνυται οὕτως. εἰ οἱ στεγνούμενοι τὸ σῶμα ὑπὸ κρύους καὶ διαφθορᾶς διαφόρων δέονται, τὸ δ’ αὐτὸ διαφόρων ἐνδεικτικὸν οὐ γίνεται, οὐχ ὑποδείκνυσιν ἡ στέγνωσις τὸ συμφέρον. ἄλλως ἐρωτῶσιν οὕτως οἱ Μεθοδικοί. εἰ τὰ διάφορα τὸ αὐτὸ οὐκ ἐνδείκνυται, οἱ δὲ πυρέσσοντες καὶ βήσσοντες τὸ αὐτὸ ἔστιν ὅτε ἐνδείκνυνται, ἀπὸ πυρετοῦ καὶ βηχὸς ἔνδειξις οὐ γίνεται. ἡμεῖς δὲ οὕτως ἀναστρέψομεν. εἰ καὶ οἱ στρεβλούμενοι καὶ χαλώμενοι ὑπὸ χολῆς τῶν αὐτῶν δέονται, τὰ δὲ διάφορα τὸ αὐτὸ οὐκ ἐνδείκνυται, ὑπὸ στεγνώσεως καὶ ῥύσεως τὸ συμφέρον οὐχ ὑποδείκνυται. τοιαῦτα μὲν οὖν τινα πρὸς τὸ ἄχρηστα ἐπιδεῖξαι τὰ συμπτώματα προφέρονται οἱ Μεθοδικοί.

Ἡμεῖς δὲ πρῶτον μὲν ἐπιδείξομεν, ὅτι δι’ ὧν πράττουσιν αὐτοὶ, ὁμολογοῦσιν μὴ εἶναι ἄχρηστα παντάπασι τὰ συμπτώματα. τὴν δὲ χρείαν, ἣν παρέχεται τὰ συμπτώματα, προηγουμένως ἐν τῇ ἐκθέσει τῆς Λογικῆς αἱρέσεως ὑποδείξομεν. ὅτι τοίνυν χρήσιμα πρὸς θεραπείαν τὰ συμπτώματα νομίζουσιν εἶναι οἱ Μεθοδικοὶ, ἐκ τῶνδ’ ἂν γένοιτο δῆλον. ἀξιοῦσιν αὐτοὶ τοὺς ὁπωσοῦν παραπαίοντας ἐν σκότῳ κατακλίνειν, ἐάν τε διὰ ῥύσιν, ἐάν τε διὰ στέγνωσιν παραπαίωσιν. τὸ γὰρ φῶς οἴονται παραύξειν τὴν παρακοπήν. τοὺς δὲ ληθαργικοὺς οὐκ ἐν αὐτῷ κατακλίνειν φασὶ δεῖν, ἐάν τε διὰ στέγνωσιν, ἐάν τε διὰ ῥύσιν καταφέρωνται. τὸ γὰρ σκότος οἴονται συλλαμβάνειν τῇ καταφορᾷ. πῶς ποτ’ οὖν, φαμὲν, εἰ μηδὲν ἐνδείκνυται τὰ συμπτώματα, τοὺς διὰ στέγνωσιν παραπαίοντας ἐν σκότει κατακλίνετε, τοῦ σκότους ἐπιτείνοντος τὴν στέγνωσιν; καὶ πάλιν τοὺς διὰ ῥύσιν ληθαργικοὺς ἐν αὐγῇ, ὑπὸ ταύτης ἐπιτεινομένης τῆς ῥύσεως. ἐπὶ γὰρ τῶν τοιούτων ἀμελεῖν μὲν ἐοίκασι παντάπασι τῶν παθῶν, προσέχειν δὲ ψιλοῖς τοῖς συμπτώμασι. πῶς οὖν εἴη ἂν ἄχρηστα, ἅγε τοσαύτην φαίνεται ἰσχὺν ἔχοντα, ὥστε καὶ ἀμελεῖν ἀναγκάζει τῶν ὑποκειμένων σκοπῶν, καὶ οὐ μόνον ἀμελεῖν, ἀλλὰ καὶ τοὐναντίον πράττειν τῶν ἀπὸ τῶν σκοπῶν ἐνδεικνυμένων; ἡ μὲν γὰρ στέγνωσις χαλᾷν ἐνδείκνυται· οἱ δ’ εἰς τὸ σκότος παραπαίοντας συγκλείοντες οὐ χαλῶσι, στεγνῶσι δὲ τὸ ἐναντίον, καὶ τῆς ῥύσεως στέλλειν ἐνδεικνυμένης. οἱ δὲ τοὺς διὰ ῥύσιν ληθαργικοὺς εἰς αὐγὴν ἄγοντες τοῖς αὐτοῖς ἐπιτείνουσι τὴν ῥύσιν. πρὸς ταῦτα λέγουσιν· οὐκ, ἐπειδὴ τὸ σύμπτωμα ἐνδείκνυται, ταῦτα παραλαμβάνομεν, ἀλλ’ ἐπειδὴ ἀντεδείκνυτο ἡμῖν τὸ σύμπτωμα, καὶ οὐ κωλύει παραλαμβάνειν, ὅπερ ὁ σκοπὸς ἐπιδείκνυσι. τὸ γὰρ ἀντιδεικνύμενον λέγουσιν, ἐνδείκνυσθαι μὲν τὸ συμφέρον, μὴ ἐπιτρέπειν δὲ πράττειν, ὅπερ ὑπαγορεύει τὸ πάθος. πρὸς τοῦτό φαμεν ἡμεῖς, ὅτι, εἰ τὰ ἀντιδεικνύμενα ἄχρηστά ἐστι, καὶ ἡ δύναμις ἡ μὴ ἐῶσα πολλάκις, ὃ ἐνδείκνυται ὁ σκοπὸς, παραλαμβάνειν, ἄχρηστος ἂν εἴη. ἀλλὰ τὴν δύναμιν ἐπισκοπεῖν δεῖ, χρησίμου τινὸς ἡμῖν ἐξ αὐτῆς εἰς θεραπείας παραγενομένου, καίτοι ἀντενδείκνυται καὶ ἡ δύναμις. ὥσπερ οὖν τὴν δύναμιν ἀντενδεικνυμένην εὔχρηστον εἶναι νομίζετε, ἀναγκαῖόν ἐστιν ὑμῖν καὶ τὰ συμπτώματα ὁμολογεῖν χρήσιμα εἶναι. πρὸς τούτῳ δὲ καὶ γελοίως τὸ σκότος ἐπὶ τῶν φρενιτικῶν παραλαμβάνουσιν. εἰ γὰρ τὸ σκότος ἐπιτείνει τὴν στέγνωσιν, ἐπιτεινομένη δὲ ἡ στέγνωσις ἐπιτείνει τὴν παρακοπήν· ἐπιτείνεται γὰρ καὶ ἀνίεται τὰ συμπτώματα τοῖς πάθεσιν· δηλονότι τὸ ἐναντίον πράττουσιν, ἢ δεῖ. παραύξοντα γὰρ τὸ πάθος παραύξουσι καὶ τὴν παρακοπήν. ὁ μὲν οὖν περὶ τῶν συμπτωμάτων τοιοῦτός ἐστι λόγος.

Ὅτι δὲ οὐκ ἐνδείκνυται τὰ πάθη τὸ συμφέρον, ὡς οἴονται οἱ Μεθοδικοὶ, δι’ ὧν αὐτοὶ ἐπειρῶντο ἀποφαίνειν ἄχρηστα τὰ συμπτώματα, διὰ τῶν αὐτῶν ἡμεῖς, ὅτι μηδ’ ἐνδείκνυται τὰ πάθη τὸ συμφέρον, ὑποδείξομεν. φαμὲν γὰρ, ὅτι τῶν αὐτῶν ὄντων παθῶν, διαφερουσῶν δὲ τῶν αἰτιῶν, οὐ τῇ αὐτῇ θεραπείᾳ χρώμεθα. ἰσχουρία γὰρ ἕν τι πάθος ἐστὶν, ἀλλ’ ἂν μὲν διὰ λίθον γένηται, λιθοτομοῦμεν, ἂν δὲ διὰ φλεγμονὴν, καταπλάσσομεν, ἂν δὲ δι’ ὑπερδιάτασιν κύστεως, καθετῆρι χρώμεθα, ἢ, ὥσπερ ὁ Ἐρασίστρατος, ἀναστήσαντες ἐπὶ γόνατα τὸν ἀῤῥωστοῦντα, ἀφρονίτρῳ ἄκρον τοῦ οὐρητῆρος προσαψάμενοι, καὶ τὰ ἑξῆς. εἰ δέ γε ἀπὸ τῶν παθῶν αἱ ἐνδείξεις τῶν συμφερόντων ἐγγίγνονται, τοῦ αὐτοῦ ὄντος πάθους, καὶ συμφέροντος τοῦ αὐτοῦ αἱ αὐταὶ ἐνδείξεις ἐγγίγνονται. οὐ γίνονται δὲ, οὐκ ἂν τὰ διαφέροντα πάθη τὸ αὐτὸ ἐνεδείκνυντο. νυνὶ δὲ, τῆς μὲν αὐτῆς οὔσης αἰτίας, τῶν δὲ παθῶν διαφερόντων, τὴν αὐτὴν θεραπείαν παραλαμβάνομεν. χολέρα γὰρ καὶ ἴκτερος, διαφέροντα πάθη, σχεδὸν ὁμολογοῦσι καὶ αὐτοὶ, ὅτι τὸ μὲν στεγνὸν, τὸ δὲ ῥοῶδες, ἀλλ’ ἐπ’ ἀμφοτέρων κένωσιν παραλαμβάνομεν. ἐπεὶ οὖν, ἀναιρουμένων τῶν αἰτιῶν, συναναιρεῖται καὶ τὰ παθήματα, καὶ συνισταμένων, συνίσταται. καὶ ἔτι διαφόρων μὲν ὄντων τῶν αἰτίων, κἂν τὰ αὐτὰ πάθη ᾖ, διαφόρῳ χρώμεθα τῇ θεραπείᾳ. τῶν δ’ αὐτῶν ὄντων αἰτίων, κἂν τὰ πάθη διάφορα ᾖ, τῇ αὐτῇ θεραπείᾳ χρώμεθα. διὰ τοῦτο τά τε πάθη καὶ τὰ αἴτια, καὶ τοὺς πεπονθότας τόπους ἐξετάζομεν. ἔστι δὲ καὶ ἐκ τῶνδε ὑποδεῖξαι τὸ ὅμοιον ὑπὸ διαφερουσῶν αἰτιῶν τὸ αὐτὸ πάθος γιγνόμενον, οἷον στεγνόν. πῦρ τε γὰρ προσπεσὸν ὑποπυκνοῖ τὴν ἐπιφάνειαν, καὶ κρύος ὁμοίως. ἀλλὰ, καίτοι τοῦ αὐτοῦ πάθους ὄντος, διαφόρῳ θεραπείᾳ χρώμεθα διὰ τὴν διαφορὰν τῶν αἰτιῶν. τὸ μὲν γὰρ ἀπὸ πυρὸς καταντλήσεσι καὶ καταπλάσμασι τοῖς τὰς ἐσχάρας ἀποστῆσαι δυναμένοις ἰώμεθα· τὸ δ’ ἀπὸ κρύους πυριάμασι, γογγύλης ἀποξέσμασι, καὶ ὁμοίοις τισίν. εἰ δὲ χαλαστικὴν φήσουσιν ἀπ’ ἀμφοτέρων καὶ τὴν αὐτὴν ἀγωγὴν παραλαμβάνεσθαι, φήσομεν, ὅτι, εἰ μηδὲν διαφέρουσα ἡ ἀγωγὴ, καὶ ἐναλλάττοντες οὐδὲν ἁμαρτήσομεν· ἀλλὰ καὶ τὸν ἀπὸ πυρὸς πυριάσομεν τοῖς αὐτοῖς, καὶ τὸν ἀπὸ κρύους καταπλάσομεν, καὶ τοῖς πρὸς τὰς ἐσχάρας ποιοῦσι φαρμάκοις χρησόμεθα ἐπ’ αὐτοῦ. ἀλλ’ οὐ ποιοῦμεν τοῦτο· βλάπτονται γάρ· διόπερ οὐ τὴν αὐτὴν θεραπείαν εἶναι ῥητέον. ἔτι καὶ τὸ αὐτὸ αἴτιον διάφορα ἀποτελεῖ πάθη. διὰ γὰρ πλῆθος οἱ μὲν φλεγμαίνουσιν, ἡ δὲ φλεγμονὴ στέγνωσίς ἐστιν· ἄλλοι δ’ αἱμοῤῥαγοῦσιν, αἱ δ’ αἱμοῤῥαγίαι ῥύσεις εἰσί· ἀλλὰ παρὰ τὴν διαφορὰν τῶν παθῶν οὐκ ἐξαλλάσσεται ἡ θεραπεία. κένωσις γὰρ ἐπ’ ἀμφοτέρων λύσις, ἐναντία τῷ πάθει. οὐ γὰρ ἀπὸ τῶν ἀποτελούντων, ἀλλ’ ἀπὸ τῶν ἀποτελουμένων, ὡς καὶ αὐτοὶ ὁμολογοῦσι, χρὴ τὰς ἐνδείξεις γίγνεσθαι. τὰ δὲ παραδέχονται μὲν ὡς αἴτια οἱ Μεθοδικοὶ, ἐπειδὴ τῶν συμπτωμάτων ἐστὶ ποιητικὰ, ἀλλ’ οὐχὶ ὡς αἴτια εἶναι, φασὶν, ἐνδείκνυται, ἀλλ’ ὡς κοινότητες. οὐδὲν δὲ κωλύει τὸ αὐτὸ; φασὶ, καὶ ὡς αἴτιον εἶναι, καὶ ὡς κοινότητα, καὶ ὡς ἕτερα. ὡς γὰρ τὸ μῆλον γευστὸν καὶ ὁρατὸν καὶ ἁπτόν ἐστιν, ὅταν δὲ λέγωμεν γλυκὺ εἶναι, οὐ, καθ’ ὅσον τῇ ἁφῇ ὑποπίπτει, γλυκὺ λέγομεν, οὕτω καὶ τὰ πάθη οὐδὲν κωλύει εἶναι μὲν ἑτέρων ἀποτελέσματα, εἶναι δὲ καὶ ποιητικά τινων. ἀλλ’ ὅταν, φασὶ, λέγωμεν ἐνδείκνυσθαι αὐτὰ, οὔτε ᾗ ἀποτελέσματά ἐστιν, οὔτε ᾗ ποιητικά τινων, ἐνδείκνυσθαι λέγομεν, ἀλλ’ ὡς κοινότητας. ὡς οὖν τὰ συμπτώματα οἱ Μεθοδικοὶ, διὰ τὸ ἀπὸ διαφερόντων γίνεσθαι τὰ αὐτὰ, καὶ ἀπὸ τῶν αὐτῶν διαφέροντα, οὐδὲν ἐνδείκνυσθαι συμφέρον λέγουσιν, οὕτω καὶ ἡμεῖς, ἐπειδήπερ ὁρῶμεν ὑπὸ διαφερόντων αἰτίων τὰ αὐτὰ πάθη γινόμενα, καὶ ἀπὸ τῶν αὐτῶν διαφέροντα, ἄχρηστά φαμεν αὐτὰ πρὸς ἔνδειξιν τῶν συμφερόντων εἶναι. οὐ γὰρ ἓν ἐνδείκνυται ἀεὶ τὸ αὐτό. ἰσχουρίας οὖν οὔσης δηλονότι, ἀεὶ ἂν τῇ αὐτῇ θεραπείᾳ χρῴμεθα. ὡς οὖν αὐτοὶ τὸ ἔρευθος μὴ ἐνδείκνυσθαι λέγουσι, τὸ εἶδος ἀποτελέσματος εἶναι νομίζοντες, οὕτω καὶ ἡμεῖς τὰ πάθη ἄχρηστα εἶναι πρὸς ἔνδειξιν ἐροῦμεν, ὁτὲ μὲν αἰτιῶν, ὁτὲ δὲ ἀποτελεσμάτων. καίτοι φαίη ἄν τις πρὸς αὐτοὺς, πῶς οὐκ ἐνδείκνυται τὸ ἔρευθος τὴν ἀλλοίωσιν αὐτοῦ; καὶ γὰρ καὶ κοινότητα θεωρεῖσθαι ὑπ’ αὐτοῦ, ἐπὶ πλειόνων γὰρ διαφερόντων ὁρᾶσθαι. ἔστι δ’ ἡ κοινότης ταὐτότης ἐν πλείοσιν. εἰ τοίνυν καὶ ἐνδείκνυται, καὶ κοινόν ἐστι πλειόνων, διὰ τί οὐκ ἀπὸ τούτου καὶ τῶν τοιούτων συμπτωμάτων σαφῶς φαινομένων ποιεῖσθε τὰς ἐνδείξεις, ἀλλ’ ἀπὸ τῶν παθῶν, στεγνότητος καὶ ῥύσεως οὐδαμῶς φαινομένων; καὶ ἀνεπιδείκνυται, ὅπερ πάθος ἐστὶ, γελοιότατον, πάθος ἀναίσθητον εἶναι λέγειν. εἰ μὲν οὖν ἡ ῥύσις καὶ ἡ στέγνωσις μόναι ἦσαν κοινότητες, εἶχεν ἄν τινα πιθανότητα τὸ ταύτας λέγειν ἐνδείκνυσθαι μόνας. ἐπειδὴ καὶ τὰ συμπτώματά ἐστι κοινὰ πλειόνων, διὰ τί μὴ καὶ ἀπὸ τῶν συμπτωμάτων ἔνδειξις γίνεται συμφερόντων; οἱ δέ φασιν, ἀλλ’ ὅτι μή εἰσι προσεχῆ καὶ ἀναγκαῖα τοῖς ἰατρεύουσι κοινότητες, διὰ τοῦτο παραιτούμεθα τὰ συμπτώματα. τῶν γὰρ αὐτῶν ὄντων παθῶν, διαφερόντων δὲ τῶν συμπτωμάτων, τῇ αὐτῇ θεραπείᾳ χρώμεθα. καὶ διαφερόντων τῶν παθῶν, διαφερούσῃ ἀγωγῇ χρώμεθα, ὥς που δέδεικται. διὰ ταῦτα δὴ καὶ ἡμεῖς ὁρῶντες, φήσομεν, καὶ ἐπὶ τῶν παθῶν τὸ ὅμοιον τυγχάνειν, ὅπερ ὑμεῖς ἐπὶ τῶν συμπτωμάτων παρεφυλάξετε, ὡς ἄχρηστα νῦν αὐτὰ παραιτούμεθα. ἐκ περιουσίας γάρ ἐστι καὶ τοῦτο κατασκευάσαι, ὅτι ἄχρηστος ἡ κατάληψις τῶν παθῶν. ἐπαρκεῖ γὰρ πρὸς θεραπείαν αἰτίας κατάληψις, τόπου ἐπίγνωσις τοῦ ἐνοχλουμένου, καὶ δυνάμεως μέτρον. εἰ δὲ στέγνωσις, ἢ ῥύσις, περιττόν φημι καταλαμβάνειν. ἀλλ’ οὗτος μὲν ὁ λόγος ὕστερον εἰρήσεται, ὅταν διεξίωμεν, ἥντινα χρείαν ἡ κατάληψις τῶν παθῶν παρέχεται.

Ἐκεῖνο δὲ χρὴ λέγειν πρὸς τοὺς Μεθοδικοὺς, ὅτι τὰ πάθη τὸ ποιητέον οὐκ ἐνδείκνυται, ἀλλὰ τὴν ἄρσιν ἢ περιαίρεσιν ἑαυτῶν, ὅπερ ἄν τις καὶ εὔξαιτο. τοῦτο δὲ καὶ τοῖς ἰδιώταις ἐστὶ πρόδηλον, καὶ τοῖς ἀλόγοις ζώοις, ὅτι τὰ μὲν πάθη τὴν περιαίρεσιν ἐνδείκνυται, ἡ δὲ ὑγεία τὴν τήρησιν. οἱ δὲ τεχνῖται οὐ ταύτης τῆς ἐνδείξεως δέονται, ἀλλὰ βούλονται εἰδέναι ταῦτα, δι’ ὧν ἡ περιαίρεσις τῶν παθῶν ἔσται, καὶ ἡ τῆς ὑγείας τήρησις. χρείαν οὖν ἔχουσι τῶν ἐνδεικνυμένων τὰ κατὰ μέρος συμφέροντα, καὶ δι’ ὧν ἄν τις ὑγείας τύχοι, καὶ συντηρήσειεν αὐτήν. τούτῳ γάρ τοι καὶ οἱ τεχνῖται τῶν ἰδιωτῶν διαφέρουσιν, εἰ ταῦτα καταλαμβάνουσιν, ἅπερ ἐνδείκνυται τὰ κατὰ μέρος συμφέροντα. εἰ δέ γε ἀπὸ τῶν παθῶν ἡ ἔνδειξις τῶν συμφερόντων ἐγίνετο, αὐτοὶ ἂν οἱ ἔχοντες αὐτὰ, δι’ ὧν ἔδει τὴν ὑγείαν περιποιήσασθαι, ἠπίσταντο. ἀλλὰ τοῦτο μὲν ἀγνοοῦσιν· ὃ δ’ ἐνδείκνυται τὸ πάθος, ἴσασιν. ἐπειδὴ γὰρ τὴν ἄρσιν ἐνδείκνυται, οἵδε πέμπουσιν ἐπὶ τοὺς ἰατροὺς τοὺς δυναμένους ἀνελεῖν τὰ πάθη.

Ἐστὶ δὲ καὶ ἐκ τῶν προσαγομένων βοηθημάτων ἐπιγνῶναι, ὅτι οὐ τὰ πάθη, ἀλλὰ τὰ αἴτια τὴν θεραπείαν ἐνδείκνυται. τὰ γὰρ βοηθήματα ὑπεναντιοῦται οὐ τοῖς γιγνομένοις, ἀλλὰ τοῖς ποιοῦσιν· ὡς ἡ κένωσις τῷ πλήθει ἐναντία ἐστὶ, πάθει δὲ οὐδενὶ, οἷον φλεγμονῇ, ἢ πυρετῷ. ἀναιρουμένου δὲ τοῦ πλήθους ὑπὸ τῆς κενώσεως, συναναιρεῖται καὶ τὸ γενόμενον ὑπὸ τοῦ πλήθους πάθος. οὐκ ἐπειδὴ δὲ συναναιρεῖται τῷ ποιοῦντι τὸ πάθος, τὸ βοήθημα τῷ πάθει ὑπεναντίον ἦν. ἔστι δὲ καὶ ἐκ τῆς συγκρίσεως τῶν ἐπιφερομένων συμπτωμάτων, ἀπό τε τοῦ πλήθους καὶ τῆς κενώσεως γνῶναι, ᾧτινι τὸ βοήθημα ὑπεναντίον ἐστί· τὸ μὲν γὰρ πλῆθος τῇ περιουσίᾳ βαρεῖ, ἡ δὲ κένωσις, μειοῦσα τὴν περιουσίαν, ἀναιρεῖ τὸ βάρος, ἔπειτα τὸ πλῆθος, ὃ διατείνει τὰ ἀγγεῖα, ἡ δὲ κένωσις εἰς σύμπτωσιν ἄγει. καὶ τὰ ἄλλα βοηθήματα πρὸς τὰ αἴτια εὕροις ἂν ὑπεναντιούμενα, πρὸς δὲ τὸ πάθος οὐδέν. ἔτι δὲ καὶ ἐκ τούτου ἄν τις μάθοι, ὅτι, εἰ μὲν ἡ στέγνωσις βοήθημα οὐδὲν, οὐδ’ ἡ ῥύσις, ἀλλὰ μᾶλλον πάθος τι ἐνδείκνυται, τῇ δὲ στεγνώσει ἐναντία ἐστὶν ἡ ῥύσις, οὐ κένωσιν, ἀλλὰ ῥύσιν ἐνδείκνυται ἡ στέγνωσις. ὁμοίως δὲ καὶ ἡ ῥύσις στέγνωσιν ἐνδείξεται. ὅπερ οὖν παραλαμβάνομεν, ταὐτὸν ἐνδείκνυται πάθος. τὰ δὲ αἴτια τὰ βλάπτοντα τὸ ἐναντίον αὐτῶν ἐνδείκνυται· καὶ ὅπερ ἐνδείκνυται ταῦτα, παραλαμβάνομεν. διόπερ οὐ τὰ πάθη, ἀλλὰ τὰ αἴτια τὸ συμφέρον ἐνδείκνυται. ὅτι μὲν οὖν τὰ συμπτώματα οὐκ ἔστιν ἄχρηστα παντάπασι, καὶ τὰ πάθη οὐχ οἶά τέ ἐστιν ἐνδείκνυσθαι τὸ συμφέρον, τὰ δ’ αἴτια ἐνδείκνυται, αὐτάρκως ὑποδέδεικται.

Ἑξῆς ἐπισκεπτέον, εἴτε φαίνονται αἱ κοινότητες, ἃς ὑποτίθενται οἱ Μεθοδικοὶ, εἴτε καὶ μή· καὶ εἰ αἱ ἐνδείξεις ἀπὸ τῶν κοινοτήτων δύνανται γίνεσθαι, ἢ οὔ. ὁριζόμενοι τοίνυν τὴν ἰατρικὴν κατὰ τὴν αὐτῶν δόξαν γνῶσιν εἶναι τῶν φαινομένων κοινοτήτων, τὸ δὲ φαινόμενον οὐχ ὡς δι’ αἰσθήσεως καταληπτὸν εἶναι λέγουσι. οὐδεμία γὰρ διάθεσις δι’ αἰσθήσεως καταλαμβάνεται, ἀλλὰ φαινόμενον ἐκεῖνοι λέγουσι τὸ ἐξ αὑτοῦ καταληπτὸν, κἂν μὴ ὑποπίπτῃ ταῖς αἰσθήσεσι. σχεδὸν γὰρ τὸ ἐναργὲς ἐκεῖνοι φαινόμενον λέγουσι. δεῖ μὲν οὖν τὸν ἀντιλέγοντα καὶ τοῦτο παραδεικνύειν, ὅτι οὐκ ἴσασι τοῖς ἑλληνικοῖς ὀνόμασι χρήσασθαι. ἵνα δὲ μὴ δοκῶμεν λέξει προσπλέκεσθαι, συγχωρήσαντες αὐτοῖς τὸ φαινόμενον, ὡς ἐκεῖνοι λέγουσιν, ἐπιδείξομεν, ὅτι οὐκ ἐξ ἑαυτῶν εἰσιν αἱ κοινότητες καταληπταί. καὶ πρῶτόν γε τὸν τῆς αἱρέσεως αὐτῶν ἄρξαντα Θεσσαλὸν ἐπιδείξομεν, σημεῖα ἐκθέμενοι τῶν κοινοτήτων, ὡς οὐκ ἐξ ἑαυτῶν δηλονότι καταλαμβάνεσθαι πεφυκυιῶν. ἐν γὰρ τῷ κάμνοντι τὴν στέγνωσιν, φησὶ, καταλαμβάνειν ἐστὶν ἐκ τοῦ δυσδιαφόρητα εἶναι τὰ σώματα. ὁμοίως δὲ καὶ τῆς ῥύσεώς τινα γνωρίσματα ἐκτίθεται. ἀλλ’ ἴσως φήσουσιν, ὅτι πρὸς ἄνδρα, καὶ οὐχὶ πρὸς τὴν αἵρεσιν αὐτῶν ἀντιλέγετε. ἐάσαντες οὖν τὸν Θεσσαλὸν, ἐπιδείξομεν τὸ προκείμενον. πρῶτον οὖν κοινῷ τινι ἐπιχειρήματι ἐπὶ τῶν δύο διαθέσεων χρησόμεθα, ὑποδεικνύντες, ὅτι οὐ φαίνονται, οὐδ’ ἐξ ἑαυτῶν εἰσι καταληπταί· ἔπειτα καὶ ἰδίᾳ ἑκατέραν τῶν διαθέσεων δείξομεν μὴ ἐξ ἑαυτῶν καταλαμβανομένην. ὁμολογοῦσι τοίνυν καὶ αὐτοὶ, ὅτι οὐ πᾶσα πύκνωσις σώματος, οὐδ’ ἐποχὴ ἀποκρίσεως, στέγνωσίς ἐστιν. οἱ γὰρ ἀγροῖκοι ἐν ταῖς συγκρίσεσίν εἰσιν, οὐ μὴν ἐν στεγνότητί εἰσιν. καὶ ἡ ἐποχὴ δὲ τῶν οἰκείων οὐκ ἔστι στέγνωσις, ἐπειδὰν καὶ κάθαρσις γυναικὸς διὰ τὴν κύησιν ἐπέχηται, ἐποχὴ μέν ἐστι συνήθους ἀποκρίσεως, στέγνωσις δ’ οὐκ ἔστι. ἔτι δ’ οὐ πᾶσα ἀραίωσις σωμάτων καὶ ἀπόκρισις ῥύσις ἐστίν. οἱ γὰρ παῖδες, καὶ τὰ γύναια, καὶ οἵτινες ἁβροδίαιτοι ἄνδρες, κατὰ φύσιν εἰσὶν ἀραιοὶ, καὶ ἀπόκρισίς τις, οὐ ῥύσις ἐστὶν ἡ τῶν περιττωμάτων. ἀλλ’ οὐδὲ τοὺς διὰ κοιλίας, ἢ οὔρων, ἢ ἱδρώτων, ἢ αἱμοῤῥαγιῶν κρινομένους, ἐν ῥύσει εἶναι ἐροῦσιν· ἐνίστασθαι γὰρ αὐτοὺς τῇ ἐκκρίσει ἔδει. ἐπεὶ οὖν οὐ πᾶσα πύκνωσις, καὶ ἐποχὴ στέγνωσίς ἐστιν, οὐδὲ πᾶσα ἀραίωσις, ἢ ἔκκρισις, ῥύσις, δῆλον, ὅτι αὐτοῖς μὲν τοῖς συμπτώμασι προσέχοντι ψιλοῖς, ἀδύνατόν ἐστιν ῥύσιν ἢ στέγνωσιν καταλαβεῖν, ἐξ ἑτέρων δ’ ἐπικρίνειν αὐτὰ δεῖ. ὡς γὰρ καὶ τὰ ἄλλα συμπτώματα, εἴτε κατὰ φύσιν ἐστὶν, εἴτε παρὰ φύσιν, οὐκ ἐξ ἑαυτῶν, ἀλλ’ ἐξ ἑτέρων καταλαμβάνεται, οὕτως οὐδὲ στέγνωσις καὶ ῥύσις. τὸ δὲ λεγόμενον διὰ τούτων ἂν γένοιτο δῆλον. τὰ κατὰ φύσιν συμπτώματα πρὸς τὰ παρὰ φύσιν πολλὴν ἔχει τὴν ὁμοιότητα. τὰ γὰρ αὐτὰ, οἷς μὲν κατὰ φύσιν, οἷς δὲ παρὰ φύσιν. οἷον τὸ μέλαν χρῶμα τὸ παρὰ φύσιν ὅμοιόν ἐστι τῷ κατὰ φύσιν. ἡμῖν μὲν γὰρ παρὰ φύσιν, τοῖς Ἰνδοῖς δὲ κατὰ φύσιν. καὶ τὰ σχήματα δὲ τὰ παρὰ φύσιν ἔοικε τοῖς κατὰ φύσιν. ἄλλοι γὰρ ἄλλων ἔξαρθροι πεφύκασι μᾶλλον. καὶ ῥὶς ὀξεῖα, καὶ ὀφθαλμοὶ κοῖλοι, οἷς μὲν θανατικὰ συμπτώματα, ἄλλοις δὲ τὰ αὐτὰ ταῦτα κατὰ φύσιν. καὶ κίνησις καὶ ἀκινησία, ἂν μὲν ὑπὸ προαιρέσεως γένηται, κατὰ φύσιν, ἂν δ’ ἀπροαιρέτως, παρὰ φύσιν. ἐκ δὲ τούτων εὔδηλον, ὅτι αὐτοῖς μὲν τοῖς συμπτώμασι μόνοις οὐχ οἶόν τ’ ἐστὶ προσέχοντας γνωρίζειν τὸ κατὰ φύσιν, καὶ τὸ παρὰ φύσιν, ἀλλὰ δεῖ ἐπ’ ἐνίων μὲν τὴν ἐπιφέρουσαν αἰτίαν ἐξετάσαι, ὡς ἐπὶ τῆς κινήσεως, πότερον ὑπὸ προαιρέσεως, ἢ ἀπροαιρέτως· καὶ ἐπὶ τοῦ χρώματος. ἐπεὶ γὰρ τὸ χρῶμα ἀπὸ τῶν χυμῶν, ἐπιφαίνεται δὲ ἀπὸ τοῦ χρώματος τὸ αἷμα, δεῖ σκοπεῖν, εἰ κατὰ φύσιν ἔχει τὸ αἷμα. ὄψει δὲ ἐκ τῆς χρείας. ἂν γὰρ τὴν λοιπὴν ἅπασαν χρείαν τὸ αἷμα ἀνεμπόδιστον παρέχηται καὶ μήτε διατείνῃ, μήτε βαρῇ, φήσεις κατὰ φύσιν εἶναι τὸ χρῶμα. τὸ σχῆμα εἰ κατὰ φύσιν ἐστὶν, ἀπὸ τῆς τοῦ μέλους χρείας καταλήψῃ, ὡς ἐπὶ τοῖς ἐξαρθρηθεῖσιν. ἔνια δὲ ἐκ τοῦ τόπου, ἐν ᾧ γίνεται, εἰ κατὰ φύσιν ἐστὶ, καταλαμβάνεται. οὕτω καὶ ἡ πύκνωσις καὶ ἡ ἀραίωσις οἷς μὲν κατὰ φύσιν ἐστὶν, οἷς δὲ παρὰ φύσιν. ἡ μὲν γὰρ τῶν γερόντων πύκνωσις, αὐτοῖς μὲν κατὰ φύσιν, παιδίοις δὲ παρὰ φύσιν. ἡ δ’ αὖ τῶν παιδίων ἀραίωσις, αὐτοῖς μὲν κατὰ φύσιν, γέρουσι δὲ παρὰ φύσιν. καὶ διαγωγῇ βίων πεπύκνωνταί τινες, ὡς οἱ ἀγροῖκοι, καὶ κατὰ περιστάσεις ἄλλοι, καὶ ὅμως κατὰ φύσιν διάκεινται. διὰ τοῦτο οὐχ οἶόν τε εἰς τὴν πύκνωσιν τῶν σωμάτων ψιλὴν, καὶ τὴν ῥύσιν ἀποβλέποντας, καταλαμβάνειν τὰς διαθέσεις. δεῖ δὲ καὶ πρὸς ἕτερόν τι καὶ ταῦτα ἀναφέροντας ἐπικρίνειν, εἴτε κατὰ φύσιν, εἴτε πάθη ἐστίν. λέγουσι γὰρ, ὅτι τῇ συμμετρίᾳ καὶ ἀμετρίᾳ διακρίνομεν τὰ κατὰ φύσιν συμπτώματα ἀπὸ τῶν παρὰ φύσιν. ὅταν μὲν γὰρ συμμέτρως τὸ σῶμα πυκνώσεώς τε καὶ ἀραιώσεως ἔχῃ, ὑγιαίνει τὸ ζῶον· ὁπόταν. δέ τι αὐτῶν ἐπιταθὲν ἐκβῇ τὴν συμμετρίαν, νοσεῖν ἀνάγκη. ῥητέον οὖν πρὸς αὐτοὺς, ὅτι τὸ σύμμετρον καὶ ἄμετρον, ἕτερον παρὰ τὰς διαθέσεις. εἰ δὲ τῇ ἀμετρίᾳ κρίνοιτο τὰ πάθη, οὐκ ἐξ ἑαυτῶν καταληπτὰ εἶναι ὁμολογεῖται. εἶτα οὕτως· εἰ τὸ σύμμετρον καὶ τὸ ἄμετρον οὐ φαίνεται, ἀλλ’ ἐκ τῶν ἀποτελεσμάτων καταλαμβάνεται. ἂν μὲν γὰρ ὠφελῇ, σύμμετρόν ἐστι· ἂν δὲ βλάπτῃ, ἄμετρον. πῶς οὖν τοῦτο σύμμετρον καὶ ἄμετρον μὴ φαινόμενον, τὰ ἐκ τούτου καταλαμβανόμενα φαίνοιτ’ ἄν; εἰ δὲ δὴ καὶ πρὸς τὴν δύναμιν τὸ σύμμετρον καὶ ἄμετρον κρίνοιτο, οὐδ’ οὕτω πρόδηλον ἂν εἴη τὸ ἄμετρον· ἡ γὰρ δύναμις οὐ φαίνεται· τοῦ δ’ ἀμέτρου μὴ φαινομένου, δηλονότι οὐδὲ αἱ κοινότητες φαίνονται. καὶ γὰρ αὗται ἀμετρίαι τινές εἰσιν. ἔτι τε ῥητέον πρὸς αὐτοὺς, ὅτι οὐδὲν τῶν κατὰ φύσιν παρὰ φύσιν φαίνεται, ἀλλ’ ὡς μὲν κατὰ φύσιν, ἢ παρὰ φύσιν φαίνεται. τὸ γὰρ ἄλγημα καὶ ἄλλα τοιουτότροπα παρὰ φύσιν φαίνεται. οἱ δ’ ἰατροὶ βούλονται καταλαβεῖν, οὐχ οἷά ἐστι παρὰ φύσιν, ἀλλ’ ὡς ἔστι. ῥὶς γὰρ ὀξεῖα καὶ ὀφθαλμοὶ κοῖλοι πᾶσιν ἀνθρώποις φαίνεται· εἰ δὲ κατὰ φύσιν, ἢ παρὰ φύσιν, τοῖς ἰατροῖς μόνον. ταύτῃ γὰρ διαφέρουσιν οἱ ἰατροὶ τῶν ἰδιωτῶν, ὅτι ἐπὶ τοῖς φαινομένοις κεκρυμμένον τι καταλαμβάνειν δύνανται, ὃ οὐκ ἔτι δύνανται οἱ ἰδιῶται καταλαβεῖν. ἔπειτα παρὰ φύσιν οὐ φαίνεται, καὶ αἱ κοινότητες παρὰ φύσιν εἰσὶν, δηλονότι οὐ φαίνονται. ἄξιον δὲ κἀκεῖνο ἐννοῆσαι, εἴ τις πώποτε τῶν ἀνθρώπων μετεπέμψατό τινα τῶν ἰατρῶν, ὡς ὑπὸ πυκνότητος ἢ ἀραιότητος ἀμέτρου ἀνιώμενος. εἰ δὲ μηδεὶς εἰς αἴσθησιν ἦλθε τῶν κοινοτήτων, πῶς εὔλογόν ἐστι λέγειν φαίνεσθαι αὐτάς; μὴ φαινομένων δὲ τῶν κοινοτήτων, πῶς οἴονται τὴν τέχνην τὴν γνῶσιν εἶναι φαινομένων κοινοτήτων;

Νῦν δὲ ἰδίως πρὸς ἑκατέραν τῶν διαθέσεων ἐροῦμεν, καὶ πρῶτον περὶ τῆς στεγνώσεως ῥητέον. τὴν τοίνυν στέγνωσιν πύκνωσίν φασιν εἶναι καὶ ἐποχὴν τῶν ἐκκρίσεως δεομένων. ἀνάγκη τοίνυν τὰ ἐπεχόμενα ἢ ὠφέλιμα εἶναι ἢ βλαβερὰ ἢ μηδέτερα. ἐὰν μὲν οὖν ὠφέλιμα ᾖ, ἄλογόν ἐστιν ἐκκρίνειν αὐτά. ἐὰν δὲ μηδέτερα, δηλονότι οὐδὲ πάθος ἐστίν. λείπεται οὖν λέγειν, ὅτι, ἐπειδὰν βλάπτῃ τὰ ἐπεχόμενα, στέγνωσίς ἐστιν. ἃ δὲ βλάπτει, αἴτιά ἐστιν. ἐκ προκαταλήψεως οὖν τῶν αἰτιῶν τὸ στεγνὸν καταλαμβάνεται. ἵνα γὰρ εἰδῶμεν, ὅτι στεγνὸν, δεῖ προεγνωκέναι, ὅτι τὰ ἐπεχόμενα βλάπτει. τῇ δὲ τῶν βλαπτόντων καταλήψει καὶ ἡ τῶν αἰτιῶν συμπροσπίπτει ἐπίγνωσις. μᾶλλον δ’ ἡ τῶν βλαπτόντων ἐπίγνωσις αἰτιῶν ἐστι κατάληψις. πάλιν δὲ αὐτὰ τὰ βλάπτοντα, ἅπερ ἐστὶν αἴτια, οὐκ ἐξ ἑαυτῶν καταλαμβάνεται. οὐ μόνον οὖν ἡ στέγνωσις φαίνεται, ἀλλ’ οὐδ’ ἐκεῖνα, ἐξ ὧν ἡ στέγνωσις καταλαμβάνεται.

Τὴν δὲ ῥύσιν ὁριζόμενοί φασιν εἶναι ἄμετρον ἀραίωσιν τῶν σωμάτων, καὶ ἀπόκρισιν τῶν ὑπομονῆς δεομένων. ὅτι μὲν οὖν ἄμετρος ἀραίωσις ἐξ αὑτῆς οὐ καταλαμβάνεται, δέδεικται. τὰ δὲ ἀποκρινόμενα, εἴτε δεῖ ὑπομένειν, εἴτε καὶ μὴ, πόθεν καταλαμβάνουσιν; ἐξ ἑαυτῶν γὰρ οὐ πέφυκε καταλαμβάνεσθαι· δῆλον ὅτι οὐδὲ ἡ ῥύσις αὐτόθεν ἂν καταλαμβάνοιτο. ἵνα μὲν γὰρ τὴν ῥύσιν ἐπιγνῶμεν, δεῖ προκαταλαβεῖν τὸ οἰκεῖον· τὸ δ’ οἰκεῖον ἐκ τῆς χρείας κριθῆναι δεῖ· τὴν δὲ χρείαν ἐκ τῶν ἀποτελεσμάτων πολλῶν, καὶ τούτων ἐξ ἑαυτῶν, μὴ καταλαμβανομένης τῆς ῥύσεως γιγνωσκομένης. πῶς οὖν εὔλογον φαίνεσθαι αὐτὴν λέγειν; καὶ σχεδὸν ὅπερ οἱ Λογικοὶ δυσκολώτατόν φασιν εἶναι καταλαμβάνειν, τοῦτο οἱ Μεθοδικοὶ φαίνεσθαι λέγουσιν. οὐδενὶ γὰρ, ἢ ὀνόματι διαφέρει ἡ ὑπὸ τούτων καλουμένη ῥύσις τῆς ὑπὸ τῶν ἀρχαίων συντήξεως ὀνομαζομένης. οὕτω δὲ δυσδιάκριτα οἱ ἀρχαῖοι ἐνόμιζον εἶναι σύντηξίν τε καὶ ἔκκρισιν, ὡς ὁ μὲν Ἐρασίστρατος καὶ ἄντικρυς τὴν χαλεπωτάτην τῆς κρίσεως ὁμολογεῖ. λέγει δὲ οὕτως· χαλεπὸν δὲ πάνυ ἐστὶ διακρίνειν ἔκκρισίν τε καὶ σύντηξιν. ὁ δ’ Ἱπποκράτης περὶ τὴν εὐφορίαν καὶ δυσφορίαν ἀναπέμπει τὴν κρίσιν, λέγων· ἢν μὲν, οἷα δεῖ καθαίρεσθαι, καθαίρωνται, ξυμφέρει τε καὶ εὐφόρως φέρουσι. δύο οὖν παλαιῶν ἀνδρῶν, περὶ τῶν πρωτείων ἁμιλλωμένων, καὶ ἀμφοτέρων ὁμογνωμονούντων περὶ τοῦ δυσδιάκριτον εἶναι ἔκκρισιν ἀπὸ συντήξεως, καὶ τοῦ μὲν οὐδὲ σημεῖον τῆς ἐκκρίσεως ἐκθεμένου, ἀλλὰ μόνην τὴν χαλεπότητα τοῦ πράγματος ὑποδείξαντος, τοῦ δ’ ἐπὶ κανόνα δυσκατάληπτον ἀνενεγκόντος τὴν κρίσιν, οἱ Μεθοδικοὶ τοῦτο φαίνεσθαι νομίζουσιν. ἔτι δ’ ἐπὶ τῶν κατὰ τὸ ἄδηλον διαφορουμένων, πόθεν καταλαμβάνειν φήσουσι τὴν ῥύσιν; ἀπὸ γὰρ τῆς συμπτώσεως οὐ δύνανται, ὅτι σύμπτωσις οὐ μόνον ἐπὶ ῥύσει κενουμένων τῶν σωμάτων γίνεται, ἀλλὰ καὶ ἐπὶ στεγνώσει ἐμμήνων ἐπεχομένων. καὶ γὰρ διόγκωσις οὐκ ἐπὶ στεγνώσει μόνον ἐπεχομένων τῶν ἀποκρίσεως δεομένων γίγνεται, ἀλλὰ καὶ ἐπὶ ῥύσει χεομένων τῶν ὑγρῶν καὶ διατεινόντων τὰ σώματα. ὅτι δ’ οὐ ταὐτόν ἐστι σύμπτωσις αἰσθητὴ καὶ ῥύσις, δῆλον ἄν ἐκ τοῦδε γένοιτο. εἰ ἡ σύμπτωσις αἰσθητὴ, τῇ δὲ συμπτώσει ἐναντία ἐστὶν ἡ διόγκωσις, καὶ ἓν ἑνί ἐστιν ἐναντίον· τῇ ῥύσει οὐχ ἡ διόγκωσις, ἀλλ’ ἡ στέγνωσις ἐναντίον ἔσται. ἐὰν δὲ λέγωσιν, ὅτι ταὐτόν ἐστι τῇ στεγνώσει ἡ διόγκωσις, ἐπιδεῖξαι δεῖ αὐτοῖς τὴν τῶν ὅρων ἐναντιότητα. λέγουσι γὰρ, τὴν στέγνωσιν πίλησιν καὶ σφίγξιν τῶν σωμάτων εἶναι. ἔστι τοίνυν σφίγξις καὶ πίλησις τῶν σωμάτων ἡ στέγνωσις. ἡ δὲ διόγκωσις χύσις καὶ διάτασίς ἐστι τῶν σωμάτων. διατείνεται δὲ τὰ σώματα ἢ διὰ πλῆθος, ἢ διὰ χύσιν. φαίνεται οὖν, ὅτι οὐ ταὐτόν ἐστι στέγνωσις καὶ διόγκωσις. ἐὰν δ’ ὁμολογῶσιν, ἕτερόν τι τὴν σύμπτωσιν τῆς ῥύσεως εἶναι, καὶ τὴν διόγκωσιν τῆς στεγνώσεως εἶναι, λέγουσιν, ὅτι οὐκ ἐκ τούτων καταλαμβάνονται αἱ κοινότητες, καὶ ὁμολογοῦσιν, ὅτι ἐξ ἑτέρων καὶ οὐκ ἐξ ἑαυτῶν αἱ διαθέσεις καταλαμβάνονται, εἴπερ ἐκ συμπτώσεως καὶ διογκώσεως καταλαμβάνουσιν, ἅπερ ἕτερά ἐστι τῶν διαθέσεων.

Λέγουσι δέ τινες ἐπὶ τῶν κατὰ τὸ ἄδηλον διαφορουμένων καταλαμβάνειν τὴν ῥύσιν ἐκ τοῦ μαλακὰ καὶ εὔθρυπτα καὶ ἐκτεθηλυσμένα εἶναι τὰ σώματα. πρὸς οὓς ῥητέον, ὅτι οὐκοῦν, ἐὰν σκληρὰ ᾖ τὰ σώματα καὶ περιτεταμένα, οὐκ ἐροῦσι μὲν ῥύσιν, ἀνάγκη δὲ αὐτὴν ὁμολογῆσαι. ἐὰν οὖν. τοιοῦτοί τινες ὦσιν ἄῤῥωστοι, οἵους ἐκτίθεται ὁ Ἱπποκράτης, ὑπὸ τῆς ἐσχάτης ἐνδείας εἰς τοῦτο περιηγμένοι, ὥστε τὸ δέρμα ἔχειν σκληρὸν καὶ περιτεταμένον, καὶ τὰ ἄλλα, οἷα ἐπὶ τῶν διαφορουμένων ὑπάρχει, ἆρά γε τῇ ἐπὶ τῶν διαφορουμένων ἀγωγῇ χρησόμεθα, ὁμολογῆσαι ἀνάγκη. πῶς οὖν ἐκ τῆς μανότητος ῥύσις καταλαμβάνεται; καὶ γὰρ περιτάσεως καὶ σκληρότητος ὑπαρχούσης, οὐδὲν ἧττον ῥύσις ἐστίν.

Ἑξῆς δ’, ὅτι, κἂν φαίνωνται αἱ κοινότητες, οὐδὲν συμφέρον ἐνδείκνυνται, διὰ τούτου ἄν τις ἐπιδείξειε, διαφέρειν λέγων τὸ αὐτὰ τὰ κοινὰ ἐνδείκνυσθαι ἢ ἀπὸ τῶν κοινῶν καταλαμβάνεσθαι τὰ ἐνδείξασθαι δυνάμενα. οἱ μὲν οὖν Μεθοδικοὶ λέγουσιν, αὐτὰ τὰ κοινὰ ἐνδείκνυσθαι· ἡμεῖς δέ φαμεν, τὴν τῶν κοινῶν κατάληψιν χρησιμεύειν πρὸς τὴν τῶν ἐπὶ μέρους ἐνδείξασθαι δυναμένων ἐπίγνωσιν. καὶ τὰ θεωρήματα τρόπον τινὰ κοινὰ ὄντα τὴν τῶν ἐπὶ μέρους κατάληψιν ὑποδείκνυσιν. ἐν γὰρ τῷ, κόποι αὐτόματοι φράζουσι νούσους, καταλαμβάνομεν τὴν σχέσιν τοῦ ἐπὶ μέρους αὐτομάτου κόπου πρὸς τὸ πλῆθος. μεταλαμβάνειν γὰρ δεῖ τὸ νόσους κατὰ τὸ παρὸν εἰς τὸ πλῆθος. ἡ οὖν τοῦ καθόλου ἐπίγνωσις τὴν τοῦ ἐπὶ μέρους κατάληψιν παρέχεται τοῦ ἐνδείξασθαι τὸ συμφέρον δυναμένου.

Οὐ δεῖ δὲ οἴεσθαι, ὅτι ἡμεῖς ὑπολαμβάνομεν διὰ τῶν θεωρημάτων ἀντικρὺ τὰ ἐνδεικτικὰ τῶν συμφερόντων καταλαμβάνεσθαι. οὐ γὰρ τὰ θεωρήματα τῶν κεκρυμμένων ἐστὶ δηλωτικὰ, ὧν χρείαν πρὸς τὴν θεραπείαν ὡς ἐνδεικνυμένων ἔχομεν, ἀλλὰ τὴν σχέσιν μηνύει τῶν κεκρυμμένων πρὸς τὰ φαινόμενα. οὕτω δ’ ἂν ἐπιμελέστερον τὴν τῶν θεωρημάτων χρείαν καταμάθοιμεν, ἐπ’ αὐτοῦ τοῦ, κόποι αὐτόματοι φράζουσι νούσους, στήσαντες τὸν λόγον. ὅτι τοίνυν κόπος αὐτόματός ἐστιν ἐναργὴς, καὶ οἱ ἰδιῶται ἴσασιν. ὅτι δὲ διὰ τοῦ αὐτομάτου κόπου πλῆθος δηλοῦται, οἱ μὲν ἰδιῶται ἀγνοοῦσι, κέκρυπται γὰρ, οἱ δὲ τεχνῖται ἴσασιν, ἐκ τοῦ θεωρήματος κατειληφότες τὴν τοῦ αὐτομάτου πρὸς τὸ πλῆθος σχέσιν. ἀπὸ γὰρ τῆς σχέσεως αὐτοῦ τοῦ αὐτομάτου κόπου κινηθεὶς, πρὸς τὸ πλῆθος συνιστῶν τὸ θεώρημα καὶ καταλαμβάνων, ὅτι ἀποτέλεσμά ἐστι τοῦ πλήθους ὁ αὐτόματος κόπος, συνέστησεν αὐτό. ἐπεὶ γὰρ τῶν αἰτιῶν διττήν τινα γενικωτάτην διαφορὰν ἠπίστατο, καὶ ὅτι τῶν αἰτίων ἃ μὲν ἐκτός ἐστιν ἡμῖν, ἃ δ’ ἐν αὐτοῖς τοῖς σώμασιν, ἀναγκαῖον ἐνόμισεν εἶναι, ὁπόταν τι τῶν ἐκτὸς παραλυπῇ, μὴ ἂν ἄλλως ἡμᾶς ἐνοχλεῖσθαι, εἰ μὴ ἐν τοῖς σώμασιν ὑπάρχει τὸ αἴτιον. ἐπεὶ δὲ τῶν ἐν τῷ σώματι τὰ βαροῦντα κατὰ πλεονασμὸν οὐσίας βαρεῖ, ὥστε, εἰ σύμμετρον, οὔτε βαρεῖ, οὔτε λυπεῖ, συνθεὶς εἰς ἕνα λογισμὸν ταῦτα, ἐποίησε τὸ θεώρημα τοῦτο, κόποι αὐτόματοι φράζουσι πλῆθος. ἀφ’ ὧν γὰρ λογισμῶν κινηθεὶς ὁ συστήσας τὸ θεώρημα συνέστησεν, ἀπὸ τῶν αὐτῶν χρὴ καὶ τὴν χρείαν τοῦ θεωρήματος ὑποδείκνυσθαι. τοῦτο τοίνυν τὸ καθολικὸν δηλοῖ, ὅτι, ὅπου ἂν ᾖ κόπος αὐτόματος, ἐκεῖ παντὸς πλῆθος. οὐ μέντοι ἀπὸ τοῦ θεωρήματος κατέλαβε τὸ πλῆθος, ἀλλὰ τὴν σχέσιν τοῦ κόπου πρὸς τὸ πλῆθος· ἐκ δὲ τῆς σχέσεως τὸ πλῆθος. τρόπον οὖν τινα διὰ τοῦ κόπου κατέλαβε τὸ πλῆθος· ἵνα δὲ δι’ αὐτοῦ καταλάβῃ, τὸ θεώρημα γέγονεν αἴτιον. καὶ τῶν ἄλλων δὲ θεωρημάτων τὴν αὐτὴν χρείαν σκοποῦντες εὑρήσομεν. ἡμεῖς μὲν οὖν οὕτω καθόλου καὶ οἱονεὶ κοινὴν κατάληψιν ἡγούμεθα χρησιμεύειν.

Οἱ δὲ Μεθοδικοὶ τὰς κοινότητας αὐτὰς οἴονται ἐνδείκνυσθαι τὰ συμφέροντα. τὸ μὲν γὰρ στεγνὸν πάθος ἐνδείκνυσθαί φασι τὸ δεῖν χαλᾷν, τὸ δὲ ῥοῶδες τὴν σταλτικὴν ἀγωγὴν ἐπιζητεῖν, καὶ τὰς λοιπὰς δὲ κοινότητας ὑποτίθενται διαφέροντα φανερὰ ἐνδείκνυσθαι, περὶ ὧν εἰρήσεται· ὅτι δ’ οὐκ ἐνδείκνυνται αἱ κοινότητες, διὰ τούτων παραστήσομεν. ὧν ἀναιρεθέντων οἱ νοσοῦντες ὑγιεῖς γίγνονται, τούτων ἐστὶν ἀναιρετικὰ βοηθήματα. ὧν δ’ ἐστὶν ἀναιρετικὰ προηγουμένως βοηθήματα, ἀπὸ τούτων ἔνδειξις τῶν συμφερόντων γίνεται· ἀναιρετικὰ δ’ ἐστὶ προηγουμένως τὰ βοηθήματα τῶν ἐπὶ μέρους αἰτίων, καὶ εἰ ἄρα νοσημάτων, τὰ ἐπὶ μέρους ἄρ’ αἴτια, καὶ εἰ ἄρα νοσήματα ἐνεδείκνυντο ἂν τὸ συμφέρον, καὶ οὐχ αἱ κοινότητες τῷ εἶναι κοινότητες τὸ συμφέρον ἐνδείκνυνται. καὶ εἰ τὰ παραλαμβανόμενα βοηθήματα ἀναιρετικὰ τῶν ἐνδειξαμένων, ἀπὸ τῶν ἐπὶ μέρους βοηθημάτων ἀναιροῦνται αἱ κοινότητες. τῆς δὲ κοινότητος ἀναιρουμένης οἱ κατ’ ἐκεῖνον τὸν καιρὸν ὑπὸ τῆς αὐτῆς κοινότητος νοσήσαντες ὑγιεῖς ἂν ἐγένοντο, οὐδενός τινος ὑπ’ αὐτῆς ἀναιρεθέντος. εἰ δὲ, ὅπερ ἐνδείκνυται, τοῦτο ἀναιρεῖται, αἱ δὲ κοινότητες ἐνδείκνυνται, δῆλον, ὅτι αἱ κοινότητες ἀναιρεθήσονται. πρὸς τοῦτο λέγουσιν οἱ Μεθοδικοὶ, ὅτι τὴν κοινότητα ἡμεῖς τὴν αὐτὴν καὶ μίαν λέγομεν εἶναι, οὐχ ὅτι ἕν τί ἐστι σῶμα συναφὲς αὐτὸ ἑαυτῷ, εἴ τις ἐπὶ πλειόνων θεωροῖτο, ἀλλ’ ᾗ τὸ αὐτὸ εἶδός ἐστιν. ὡς γὰρ καὶ ἡ ἀνθρωπότης κοινότης τις λέγεται εἶναι, οὐκ ἔτι δὲ σῶμα ἓν ἡνωμένον, εἶτα ἐπὶ πάντων τῶν ἀνθρώπων θεωρεῖται, ἀλλ’ ὁμοιότης τις ἐν πλείοσιν, οὕτω καὶ περὶ τῆς κοινότητός φασι δεῖν ὑπολαμβάνειν. ὥσπερ οὖν, φασὶν, ἑνὸς ἀνθρώπου ἀναιρουμένου, οὐ συναναιρεῖται ἡ ἀνθρωπότης, ἣν ἐπὶ πάντων ὁρῶμεν, ἀλλ’ ἄρα ἡ ἑνός τινος ἀνθρωπότης· οὕτως καὶ ἐπὶ μέρους κοινότητος ἀναιρουμένης, οὐχ ἡ ἐπὶ πάντων κοινότης ἀναιρεῖται, ἀλλ’ ἡ ἐπὶ μέρους μόνον. ῥητέον οὖν πρὸς αὐτοὺς, ὅτι, εἴπερ αἱ κοινότητες, καθ’ ὃ κοινότητές εἰσιν, ἐνδείκνυνται τὸ συμφέρον, καὶ ἡ ἀνθρωπότης, κοινότης οὖσα, ἐνεδείκνυτο ἂν τὸ συμφέρον. οὐδὲν δὲ ἡ ἀνθρωπότης ἐνδείκνυται, οὐδ’ οὖν ἄλλη τις κοινότης ἐνδεικτικὴ ἂν εἴη συμφέροντος. ἔτι δὲ, εἴπερ ἡ κοινότης ταὐτότης ἐστὶν ἐν πλείοσι, καὶ αἱ κοινότητες, καθ’ ὃ κοινότητές εἰσιν, ἐνεδείκνυντο· καὶ ἡ δυσφορία καὶ ἡ ἐρυθρότης ἐπὶ πλειόνων παθῶν θεωρουμένη, ἐνεδείκνυντο ἄν τι συμφέρον, οὐδὲν δὲ ἐνδείκνυνται· οὐδ’ αἱ λοιπαὶ ἄρα κοινότητες φύσιν ἔχουσιν ἐνδεικτικήν. ἐπιζητῆσαι δὲ χρὴ καὶ τοῦτο παρ’ αὐτῶν, πότερον αἱ κοινότητες πάθη εἰσὶν, ἢ οὔ. εἰ μὲν πάθη, πῶς οὐδεὶς πώποτε ᾔσθετο αὐτῶν. ἀλλὰ πυρετοῦ μὲν, καὶ φλεγμονῆς, καὶ βάρους, καὶ διατάσεως ἀντιλαμβάνονται ἄνθρωποι, καὶ τοὺς ἰατροὺς διὰ ταῦτα μεταπέμπονται, στεγνότητος δὲ καὶ ῥοωδίας οὐδεὶς πώποτε ᾔσθετο. οὐδὲ μὰ Δία ἔπεμψέ τις καὶ πρὸς ἰατρὸν, ὡς ὑπὸ ἀμέτρου στεγνώσεως ἢ ἀραιώσεως ἐνοχλούμενος. εἰ δὲ μή ἐστι πάθη, πῶς ἀπὸ τῶν παθῶν τὰς ἐνδείξεις γίγνεσθαι λέγουσι, τῆς στεγνώσεως καὶ ῥοωδίας οὐκ ὄντων παθῶν; ἔτι τε κἀκεῖνο ῥητέον, ὅτι, εἴπερ αἱ κοινότητες φύσιν εἶχον ἐνδεικτικὴν, πάντων ἂν μάλιστα ἡ τῶν κοινοτήτων κοινότης ἐνεδείκνυτο ἄν. καὶ γὰρ τῆς στεγνώσεως καὶ ῥύσεως ὁμοιότης τις, καθ’ ὃ κοινότητές εἰσιν ἀμφότεραι. οὐδὲν δ’ ἐνδείκνυται αὕτη· οὐδ’ ἄρα αἱ λοιπαί. οὐ μόνον δὲ δύο κοινότητάς φασιν εἶναι, ἀλλὰ καὶ πλείους, καὶ ἄλλας μὲν ἐν διαίτῃ, ἄλλας δὲ ἐν χειρουργίᾳ· καὶ ἐν μὲν διαίτῃ, τὸ στεγνὸν καὶ τὸ ῥοῶδες, καὶ τὸ ἐπιπεπλεγμένον μέγεθος. καὶ καιροὺς τῶν νοσημάτων εἶναι τέσσαρας, ἀρχὴν, ἐπίδοσιν, ἀκμὴν, καὶ παρακμήν. καὶ τὸ ὀξὺ, καὶ τὸ χρόνιον, καὶ τὴν ἐπίτασιν, καὶ τὸ διάλειμμα. ἐν δὲ χειρουργίᾳ, τὸ φύσει ἀλλότριον, τόπῳ, καιρῷ, καὶ ἄλλα πλείονα. ἀλλ’ οὐ νῦν ἀκριβολογεῖσθαι περὶ τῶν ἐν χειρουργίᾳ σκοπῶν χρή· ἀποχρήσει γὰρ πρὸς τὸ προκείμενον οἱ ἐν διαίτῃ αὐτῶν ἐκτεθέντες σκοποί.

Παρεισήγαγον δὲ τὰς εἰρημένας κοινότητας, οὐκ ἔχοντες ἐν τοῖς πράγμασι διεξαγωγήν. ἐπεὶ γὰρ ἠκολούθει αὐτῷ ᾡτινιοῦν χρῆσθαι σταλτικῷ ἐπὶ πάσης ῥύσεως, καὶ ᾡτινιοῦν χαλαστικῷ, ἐπὶ πάσης στεγνώσεως, οὐχ εὑρίσκοντες δὲ ἐνδεικτικὸν τῆς διαφορᾶς τῶν βοηθημάτων, παρεισήγαγον καὶ τὰς εἰρημένας κοινότητας, ἵνα παρὰ τὴν τούτων διαφορὰν διαφέρουσα θεραπεία εὑρίσκηται. λέγουσιν οὖν, ὅτι τὴν διαφορὰν τῶν βοηθημάτων αὗται αἱ κοινότητες ἐνδείκνυνται. περὶ γὰρ τήν τινων τούτων σύνοδον διαλλάττουσα ἡ θεραπεία εὑρίσκεται.

Δείξομεν δὲ, ὅτι οὐδὲν τῶν εἰρημένων ἐνδεικτικὸν εἶναι δύναται βοηθημάτων. καὶ πρῶτόν γε, ὅτι τὸ μέγεθος τῶν κοινοτήτων οὐκ ἐνδείκνυται μέγεθος βοηθημάτων, ἐκ τῶνδε ἄν τις μάθοι. ἐν ταῖς θεραπείαις δεόμεθα οὐχ ἁπλῶς μεγέθους βοηθημάτων (πάντα γὰρ τὰ βοηθήματα σὺν ποσῷ μεγέθει εἰσὶν), ἀλλὰ τοῦδε τοῦ μεγέθους. τὸ δὲ μέγεθος τῶν κοινοτήτων οὐκ ἐνδείξεται τὸ τοῦδε τοῦ βοηθήματος μέγεθος, ἀλλὰ ἁπλῶς μέγεθος. δεῖ δὲ, ὡς ἔφην, οὐχ ἁπλῶς μέγεθος τῶν βοηθημάτων παραλαμβάνειν, ἀλλὰ πηλίκον τόδε τι μέγεθος. ἂν γὰρ ἁπλῶς μέγεθος παραλαμβάνωμεν, ἐπειδὴ πάντα βοηθήματα σὺν ποσῷ μεγέθει νοεῖται, πάντα τὰ βοηθήματα παραληψόμεθα καὶ ἀδιαφορήσομεν, ὅπερ ἐστὶν ἀλογώτατον. εἰ δὲ, τοῦ μεγέθους τῶν κοινοτήτων ἁπλῶς μέγεθος βοηθήματος ἐνδεικνυμένου, αὐτοὶ τόδε τι τὸ μέγεθος παραλαμβάνουσι, οὐχ, ὅπερ ὁ σκοπὸς ἐνδείκνυται, τοῦτο παραλήψονται. ὁ γὰρ σκοπὸς κοινῶς μέγεθος ἐνδείκνυται· αὐτοὶ δὲ τόδε τι τὸ μέγεθος παραλαμβάνουσιν. ἐροῦσι δ’ ἴσως, ὅτι οὐκ, ἐπειδὴ κατὰ μέρος ἐστὶ τὸ μέγεθος, προσάγομεν, ἀλλ’ εἰ κοινότης ἐστί. τὸ δ’ αὐτὸ συμβέβηκε καὶ κοινὸν εἶναι καὶ ἐπὶ μέρους. πρὸς τοῦτο δὲ καὶ ἐροῦμεν, ὅτι, εἰ ἡ κοινότης ἐπιδείκνυσι, καὶ ὃ ἐνδείκνυται, οὐκ ἐπὶ μέρους ἀδιαφορεῖν δεῖ, ἐπειδὴ μέγεθος παρέπεται παντὶ βοηθήματι. τὸν αὐτὸν δὲ τοῦτον λόγον ἐστὶ καὶ ἐπὶ τὰς κοινότητας μεταφέρειν.

Ἑξῆς δ’, ὅτι οὐδὲ οἱ τῶν νοσημάτων καιροὶ ἐνδείκνυνται τὸ συμφέρον, ὑποδείξομεν. πρὸς δὲ τοῦ λόγου τούτου περὶ τῆς τῶν καιρῶν διαφορᾶς ὀλίγα χρὴ διεξελθεῖν. δύο τοίνυν καιρῶν διαφοραὶ παρὰ τοῖς ἰατροῖς λέγονται, οἱ μὲν νοσημάτων, οἱ δὲ βοηθημάτων. ἐντεῦθεν ἂν εὔδηλος καὶ ἡ θεραπεία γένοιτο· τὰς κινήσεις τῶν αἰτιῶν καιροὺς εἶναι λέγουσιν. εἰσὶ δὲ κινήσεως διαφοραὶ τέσσαρες, ἀρχὴ, ἐπίδοσις, ἀκμὴ, καὶ παρακμή. ταῦτα δ’ ἐστὶ καὶ τῶν καιρῶν ὀνόματα. τοὺς δὲ τῶν βοηθημάτων καιροὺς τοὺς ἐπιτηδείους χρόνους εἰς παράληψιν αὐτῶν εἶναι λέγουσιν. εἰσὶ δὲ ἐπιτήδειοι χρόνοι, ἐν οἷς τὰ μὲν ἀπαιτοῦντα τὴν παράληψιν τοῦ βοηθήματος πάρεστι, τῶν δὲ κωλυόντων οὐδέν ἐστι.

Οἴονται δὲ οἱ πολλοὶ, τοὺς τῶν βοηθημάτων καιροὺς καὶ νοσημάτων ὑποστάσεσι μὲν μὴ διαφέρειν, ἐπινοίᾳ δὲ μόνον. φασὶ γὰρ, ὅτι περὶ τὸν αὐτὸν χρόνον καὶ ὁ τοῦ βοηθήματος καιρὸς καὶ ὁ τοῦ νοσήματος συνίσταται. ἔν τινι γὰρ καιρῷ ὄντος τοῦ νοσήματος ὁ τοῦ βοηθήματος καιρὸς εὑρίσκεται. ἐνδέχεται δὲ, φασὶ, τὸ αὐτὸ πρὸς τὸ ἄλλο καὶ ἄλλο ἀναφερόμενον διαφόρως λέγεσθαι. ὡς γὰρ ἀνάβασις καὶ κατάβασις μία οὖσα καὶ ἡ αὐτὴ ὁδὸς παρὰ τὴν σχέσιν τῶν ἀναβαινόντων καὶ καταβαινόντων ὁτὲ μὲν ἀνάβασις καλεῖται, ὁτὲ δὲ κατάβασις, οὕτω καὶ ἐπὶ τῶν καιρῶν ἔχει. εἷς μὲν γὰρ καὶ ὁ αὐτός ἐστιν ὅ τε τοῦ νοσήματος καιρὸς καὶ ὁ τοῦ βοηθήματος. ἄλλως μὲν γὰρ πρὸς τὴν κίνησιν τοῦ αἰτίου ἐστὶν ἀναφέροντα λέγειν καιρὸν νοσήματος· ἄλλως δὲ πρὸς τὴν εὐκαιρίαν τῆς προσαγωγῆς τῶν βοηθημάτων καιρὸν τοῦ βοηθήματος. συμβαίνειν δέ φασιν ἀμφοτέρους τοὺς καιροὺς ἅμα συνίστασθαι, καὶ ἀδύνατόν ἐστιν ἄνευ καιροῦ νοσήματος ἐκλαμβάνειν καιρὸν βοηθήματος.

Ῥητέον οὖν πρὸς αὐτοὺς, ὅτι, εἰ οἱ αὐτοί εἰσι καιροὶ τῶν βοηθημάτων καὶ τῶν νοσημάτων, καὶ ὑποστάσει μὴ διαφέρουσιν, ἐχρῆν ἐν ἅπαντι καιρῷ νοσήματος εἶναι καὶ καιρὸν βοηθήματος· οὐκ ἐν ἅπαντι δὲ καιρῷ νοσήματος προσάγομεν τὰ βοηθήματα· ἀρχομένων γὰρ, φησὶ, τῶν νούσων, ἤν τι δοκέῃ κινέειν, κίνει· ἀκμαζουσῶν δ’, ἡσυχίην ἔχειν βέλτιον. οὐκ ἄρα οἱ αὐτοὶ καιροί εἰσι νοσημάτων καὶ βοηθημάτων. πολλάκις δὲ παραλαμβάνομεν βοηθήματα, οἷον κάθαρσιν, ἢ φλεβοτομίαν, οὐκ ὄντος μὲν νοσήματός τινος, ὑποπτευομένου δὲ ἔσεσθαι. ὥσπερ ἀμέλει οἱ χειρουργοὶ ἐπὶ τῶν κηλοτομουμένων, ὅταν ὁρῶσιν αὐτοὺς περιπληθεῖς ὄντας, παραλαμβάνουσι φλεβοτομίας. καὶ ὁ Ἱπποκράτης δὲ παραινεῖ λύειν τὴν ἄκραν εὐεξίαν μὴ βραδέως, ἡ δὲ λύσις διὰ βοηθημάτων γίγνεται. εἰ δ’, ἀκμῆς παρούσης τῶν νοσημάτων, οὐκ εἰσὶ καιροὶ τῶν βοηθημάτων, καὶ μὴ ὄντων νοσημάτων, εἰσὶ καιροὶ βοηθημάτων, φανερὸν, ὅτι οὐκ ἐπινοίᾳ μόνον, ἀλλὰ καὶ ὑποστάσει διαφέρουσιν. ἔτι δὲ ἐν ἑνὶ καιρῷ νοσήματος πλείονας παραλαμβάνει τις βοηθημάτων καιρούς. ἐν γὰρ παρακμῇ, φέρε, νοσήματος κλυστὴρ παραλαμβάνεται, καὶ ἄλειμμα, καὶ κατάπλασμα καὶ τροφή. τούτων δ’ ἑκάστου ἴδιός ἐστι καιρός. καὶ ἐν πλείοσι δὲ νοσημάτων καιροῖς τὸ αὐτὸ ἔστιν ὅτε βοήθημα ἐκκρίνομεν. ἐν ἀρχῇ γὰρ τῶν νοσημάτων φλεβοτομία παραλαμβάνεται καὶ ἐν ἐπιδόσει. ἐκ τούτων οὖν φαίνεται, ὅτι κατὰ τὴν ὑπόστασίν ἐστί τις τῶν καιρῶν διαφορά. πρὸς δὲ τοῖς εἰρημένοις κἀκεῖνο γιγνώσκειν δεῖ, ὅτι τῶν μὲν νοσημάτων τέσσαρές εἰσι καιροὶ, ἀρχὴ, ἐπίδοσις, ἀκμὴ, καὶ παρακμή. τῶν δὲ βοηθημάτων· οὐκ εἰσὶν οὗτοι καιροί. οὔτε γὰρ ἀρχὴ, οὔτ’ ἐπίδοσις, οὔτ’ ἀκμὴ, οὔτε παρακμὴ καιροί εἰσιν βοηθήματος, ἔτι τε οἱ μὲν καιροὶ τῶν νοσημάτων γράφονται, οἱ καθόλου καὶ οἱ ἐπὶ μέρους. οἱ δὲ τῶν βοηθημάτων, οἱ μὲν καθόλου ἀναγράφεσθαι δύνανται, οἱ δ’ ἐπὶ μέρους οὐκ ἔτι διὰ τοιαύτην τινὰ αἰτίαν. οἱ μὲν τῶν νοσημάτων καιροὶ τῶν τε καθόλου καὶ τῶν ἐπὶ μέρους ἑνὶ καὶ τῷ αὐτῷ ἐπικρίνονται κριτηρίῳ, καὶ τὸ κριτήριον ἀναγράφεσθαι δύναται. οἱ δὲ τῶν βοηθημάτων καιροὶ οὔτε τὸ αὐτὸ κριτήριον ἔχουσιν, οὔτε τῶν ἐπὶ μέρους καιρῶν δυνατόν ἐστιν ἀναγράψαι τὰ κριτήρια. ὅπως δὲ, νῦν ὑποδείξομεν. οἱ καιροὶ τῶν νοσημάτων κρίνονται τῇ ποιᾷ κινήσει τοῦ αἰτίου, καὶ ἔστιν ἀρχὴ, ἀνάβασις, ἀκμὴ καὶ παρακμὴ, ἅπερ τῶν νοσημάτων καιροὺς καλοῦμεν, ὀνόματα τῆς ποιᾶς κινήσεως τοῦ αἰτίου. ἐὰν δὲ ἡ μὴ οὖσα πρότερον κίνησις ἐν ἡμῖν ἄρχηται συνίστασθαι, καὶ ἀνιᾷ συνισταμένη, τὴν τοιαύτην κίνησιν ἀρχὴν νοσήματος λέγομεν· ἐὰν δ’ ἐπὶ τὸ μεῖζον ἡ κίνησις προκόπτῃ, ἐπίδοσιν· ἐὰν δὲ στάσιν λάβῃ ἡ ἐπίδοσις, ἀκμὴν ὀνομάζομεν· ἐὰν δὲ μειῶνται αἱ κινήσεις, παρακμὴν προσαγορεύομεν. ἐπεὶ οὖν τῶν καιρῶν τὰ αὐτά ἐστιν ὀνόματα, τῶν τε καθόλου νοσημάτων, καὶ τῶν ἐπὶ μέρους παροξυσμῶν, καὶ τὰ αὐτά ἐστι κριτήρια, ἐκ γὰρ τῆς ποιᾶς κινήσεως τοῦ αἰτίου γίνονται, δῆλον ὡς οἶόν τ’ ἐστὶν ἀμφοτέρους τοὺς καιροὺς ἀναγράφειν. οὕτω γὰρ λέγομεν ἀναγράφεσθαι ἕκαστα, οἷον τὰ αἴτια, τοὺς πεπονθότας τόπους, καὶ τὰ ὅμοια, ὅταν οἱ σκοποὶ, ἐξ ὧν καταλαμβάνεται τὰ ἐπὶ μέρους, ἀναγράφεσθαι δύνωνται. ὅτι δὲ τὰ διαστήματα τῶν νοσημάτων οὐκ εἰσὶν οἱ καιροὶ, οὐδ’ ἐκ διαστημάτων οἱ καιροὶ λαμβάνονται. οὔτε γὰρ τῶν καθόλου νοσημάτων, οὔτε τῶν ἐπὶ μέρους, ἐκ τοῦ μὴ ἐπὶ πάντων καιρῶν ταὐτὰ διαστήματα εἶναι, τὸ δ’ αὐτὸ καιροὺς λέγεσθαι, δῆλόν ἐστιν. ὅτι δὲ διαφέρουσιν οἱ καιροὶ τῶν τε ὅλων νοσημάτων καὶ τῶν ἐπὶ μέρους παροξυσμῶν, δῆλον ἐκ τοῦ ἐν ἑνὶ καιρῷ τοῦ καθόλου νοσήματος πλείονας συνίστασθαι καιροὺς τῶν ἐπὶ μέρους παροξυσμῶν. ἐν ἀρχῇ γὰρ εἰσβολῆς νοσήματος ἐπὶ μέρους τις παροξυσμὸς καὶ ἄρχεται, καὶ ἐπιδίδωσι, καὶ ἀκμάζει, καὶ παρακμάζει. καὶ ἀκμάζοντος δὲ ἤδη τοῦ ὅλου νοσήματος, ἐπὶ μέρους παροξυσμοῦ τις ἀρχὴν λαμβάνει. πῶς μὲν οὖν οἱ τῶν νοσημάτων καιροὶ ἀμφότεροι ἀναγράφεσθαι δύνανται, εἴρηται. τοὺς δὲ τῶν βοηθημάτων καιροὺς πῶς οὐκ ἔστιν ἀμφοτέρους ἀναγράψαι, νῦν ὑποδείξομεν.

Οἱ τῶν βοηθημάτων καιροὶ λαμβάνονται οὐκ ἐκ τῆς τοῦ αἰτίου κινήσεως καὶ οὐσίας· τὸ αὐτὸ γὰρ ἂν ἀεὶ παρελαμβάνετο, οἷον ἐν πάσῃ ἀρχῇ νοσήματος φλεβοτομία. καὶ ὁ εἰπὼν δὲ, ἀρχομένων τῶν νούσων, ἤν τι δοκέῃ κινεῖν, κίνει, ἀκμαζουσῶν δὲ, ἡσυχίην ἔχειν, οὐκ ἀπὸ τοῦ καιροῦ ὁρμώμενος ἐκκρίνει τὰ βοηθήματα. ᾔδει γὰρ, ὅτι κατὰ τὰς ἀρχὰς τῶν νοσημάτων ἡ δύναμις οὐ καθῄρηται, καὶ διὰ τοῦτο οὐκ ἐμποδίζει τῇ παραλήψει τῶν βοηθημάτων, ἐν δὲ τῇ τοῦ νοσήματος ἀκμῇ κεκμηκυῖα ἤδη τὴν ἀπὸ τῶν βοηθημάτων κίνησιν οὐ φέρει. οὐκ ἀπὸ τοῦ καιροῦ τοίνυν ὁρμώμενος ὁ Ἱπποκράτης, ἀλλὰ παρὰ τῆς δυνάμεως τὴν τῶν βοηθημάτων ἐκκρίνει παράληψιν. οὐδὲ μὴν ἐκ τοῦ διαστήματος τῶν κατὰ νοσήματα καιρῶν, ὥς τινες οἴονται, ὁ τοῦ βοηθήματος καιρὸς εὑρίσκεται. κατὰ πολὺ γὰρ διαφερόντων τῶν διαστημάτων, ποίων ἄν τις ὑπαγόρευσιν διάστημα φαίη, οὐκ ἔστιν εἰπεῖν. λαμβάνονται τοίνυν οἱ καιροὶ τῶν μὲν καθόλου βοηθημάτων ἔκ τε τῆς παρουσίας τῶν ἀπαιτούντων τὰ βοηθήματα· ταῦτα δ’ ἐστὶ τὰ αἴτια· καὶ ἐκ τῆς ἀπουσίας τοῦ κωλῦσαι δυναμένου· τοῦτο δ’ ἐστὶν ἀσθένεια δυνάμεων. οἱ δ’ ἐπὶ τῶν ἐπὶ μέρους βοηθημάτων καιροὶ οὐκ ἐκ τούτων μόνων, ἀλλὰ καὶ ἐξ ἑτέρων, ἅπερ γράφεσθαι ἀδύνατόν ἐστι. ἐπεὶ γὰρ μάλιστα μὲν ἐν ταῖς ἀνέσεσι παραλαμβάνεται τὰ βοηθήματα, τότε γὰρ τὸ ἀπαιτοῦν πάρεστιν, καὶ ἡ δύναμις ἀνέχεται, οὐ τὸ αὐτὸ δὲ τῆς ἀνέσεώς ἐστι διάστημα ἐπὶ πάντων. ἀλλ’ ἔστω γε ἓξ ὡρῶν τὸ διάστημα τῆς ἀνέσεως. ποῖον οὖν τινα τούτων ὡρῶν τάξομεν καιρὸν τοῦ ἐπὶ μέρους βοηθήματος, οὐχ ὁμοίως ἁπάντων διακειμένων; ἔστω γὰρ ἀπαιτεῖν τὴν περίστασιν φλεβοτομίαν, καὶ ἡ δύναμις μὴ ἐναντιούσθω, ὅσον ἐπὶ τούτῳ χρὴ παραλαβεῖν τὴν φλεβοτομίαν; ἅμα δέ τινα μετὰ τὴν φλεβοτομίαν καὶ τροφὴν παραθεῖναι, διὰ τὸ μὴ φέρειν ἀσιτίαν τὸν κάμνοντα, ἑτέρῳ δ’ ἀσιτῆσαι συμφέρει, ἄλλοι δ’ ὕπνου πρὸ τῆς φλεβοτομίας δέονται, ἄλλοι δ’ ἄλλως, ἅπερ ἅπαντα ἀναγράφειν ἐστὶν ἀδύνατον. ἐν οὖν τοσαύτη ποικιλίᾳ, ποῖόν τις μέρος ὥρας καιρὸν ἁρμόζοντα παντὶ ἐπιτάξει βοηθήματι, ἢ ποῖόν τις σκοπὸν ἀναγράφοι, ἐξ οὗ ληφθείη ἂν ὁ ἐπὶ μέρους καιρὸς, οὐκ ἔστιν εἰπεῖν, ἄλλα γὰρ ἐπ’ ἄλλων τὰ συμπίπτοντά ἐστιν. ἐπεὶ τοίνυν καὶ τὰ διαστήματα τῶν ἀνέσεων, ἐν οἶς παραλαμβάνομεν τὰ βοηθήματα, οὐκ ἴσα ἐπὶ πασῶν ἀνέσεων, καὶ αἱ περιστάσεις ἀνόμοιαι, καὶ τὰ συμπτώματα διαφέροντα, καθ’ ἕκαστον δὲ τούτων ἐξαλλάσσεται καὶ ὁ ἐπὶ μέρους καιρὸς τοῦ βοηθήματος, δῆλον ὡς ἀναγράφειν μὲν σκοπόν τινα, ἐξ οὖ ληφθείη ἂν, ἀδύνατόν ἐστιν. ὁ δ’ ἐφεστηκὼς ἐκ τῶν παρόντων τε καὶ ἀπαιτούντων τὰ βοηθήματα ὁρμώμενος, καὶ ἐκ τῆς ἀπουσίας τῶν ἐμποδίζειν δυναμένων, καὶ ἐκ συλλογισμῶν τῶν μετὰ τοῦτο ὀφειλόντων παραλαμβάνεσθαι βοηθημάτων, ἐκλήψεται στοχασμὸν τῶν ἐπὶ μέρους καιρῶν τοῦ βοηθήματος, μήποτε οὖν σκοποὶ ὑποστάσει οὐ διαφέρουσι. ἐπεὶ οὖν οἱ σκοποὶ, ἐξ ὧν μὲν οἱ καθόλου καιροὶ τῶν βοηθημάτων λαμβάνονται, ἀναγράφονται, ἐξ ὧν δ’ οἱ ἐπὶ μέρους καταλαμβάνονται, ἀναγράφεσθαι οὐ δύνανται, διὰ τοῦτ’ εὐλόγως λέγουσι, τῶν μὲν καθόλου βοηθημάτων τοὺς καιροὺς ἀναγράφεσθαι, τῶν δ’ ἐπὶ μέρους μηκέτι. τούτου δὲ φανεροῦ γεγονότος, εὔδηλος ἂν εἴη καὶ κατὰ τοῦτο ἡ διαφορὰ τῶν κατὰ τὰ νοσήματα καιρῶν καὶ τῶν κατὰ τὰ βοηθήματα εἰ γὰρ καὶ μηδ’ ὑποστάσει διέφερον, ὁμοίως ἂν τοῖς τῶν νοσημάτων καιροῖς καὶ οἱ τῶν βοηθημάτων ἀμφότεροι ἀναγράφεσθαι ἐδύναντο. διαφερόντων δὲ τῶν σκοπῶν, ἐξ ὧν οἱ καιροὶ λαμβάνονται, κατὰ πολὺ καὶ τοὺς καιροὺς διαφέρειν ἀλλήλων εὔλογον. ὡς γὰρ οἱ σκοποὶ τῶν κατὰ τὰ νοσήματα καιρῶν ὑποστάσει διαφέρουσι τῶν κατὰ τὰ βοηθήματα σκοπῶν, οὕτω καὶ αὐτοὺς τοὺς καιροὺς ὑποστάσει διαφέρειν πιθανόν ἐστι. ταῦτα μὲν οὖν περὶ τῶν καιρῶν ἐχρῆν προεγνωκέναι.

Ἐνδείκνυσθαι δὲ τοὺς καιροὺς οἱ Μεθοδικοὶ ᾠήθησαν ἀπὸ τοιαύτης τινὸς αἰτίας. ἑώρων τοὺς καιροὺς μὴ πάντας ἐπιτηδείους ὄντας πρὸς παράληψιν τροφῆς ἢ βοηθήματος, ἀλλὰ κατὰ μὲν καιρούς τινας ὠφελίμως ταῦτα παραλαμβανόμενα, κατ’ ἄλλους δέ τινας ἐπιβλαβῶς ᾠήθησαν κατὰ τὴν διαφορὰν τῶν καιρῶν τοῦτο ἀπαντᾷν. αὐτόθεν οὖν καὶ σκοποὺς τροφῆς, καὶ βοηθημάτων καιροὺς ὑπέλαβον εἷναι. ἐξηπάτησε δὲ καὶ τὸν Θεσσαλὸν Ἱπποκράτης εἰπών· ὁκόταν ἀκμάζῃ τὸ νόσημα, τότε καὶ τῇ λεπτοτάτῃ διαίτῃ ἀναγκαῖον χρῆσθαι. ὑπέλαβε γὰρ αὐτὸν ἐκ τοῦ καιροῦ ὁρμώμενον τὴν ποιότητα τῆς τροφῆς εἰληφέναι, μὴ συνειδὼς τὸν τρόπον τῆς τοῦ ἀνδρὸς ἐπιβολῆς. οὐ γὰρ τὸν καιρὸν σκοπὸν ποιησάμενος, τὴν τοιαύτην ἐξήταζε προσφορὰν, ἀλλ’ ἀπὸ μὲν καιροῦ τὰ μέτρα τῆς δυνάμεως, ἀπὸ δὲ τῆς δυνάμεως τὴν ποιότητα τῆς τροφῆς εἰληφέναι. τοῦτο δὲ δῆλον, ἐξ ὧν ἐπιφέρει, πεποίηκε. συντεκμαίρεσθαι γὰρ ἔφη τὸν νοσέοντα, εἰ ἐξαρκέσει. κωλύουσι μὲν γὰρ οἱ καιροὶ πολλάκις παραλαμβάνειν τὸ ἀπαιτούμενον ὑπὸ δυνάμεως, οὐδέποτε δὲ καιρὸς ὑποδείκνυσι τὸ ποιητέον.

Ἐπεὶ οὖν τὸ μὲν ἀπαιτητικόν τινος σκοπός ἐστι τοῦ ἀπαιτουμένου, τὸ δὲ κωλῦον ἡμᾶς παραλαβεῖν τὸ ἀπαιτούμενον οὐκ ἂν εἴη σκοπός· διὰ τοῦτο καὶ ὁ καιρὸς κωλύων ἡμᾶς ἔστιν ὅτε παραλαμβάνειν τὸ ἀπαιτούμενον οὐκ ἂν εἴη σκοπός. εἰ γάρ τις τὰ κωλυτικὰ πάντα σκοποὺς θήσεται, καὶ τὴν δύναμιν σκοπὸν κενώσεως ἀναγκασθήσεται λέγειν εἶναι, καὶ διὰ δειλίαν τοῦ κάμνοντος, καὶ πατέρα, καὶ δεσπότην. καὶ γὰρ ταῦτα πολλάκις πλήθους ὄντος κωλύει παραλαμβάνειν κένωσιν, καὶ δύναμις μὴ φέρουσα τὴν ἀφαίρεσιν, καὶ διὰ δειλίαν ὁ νοσῶν μὴ ἐπιτρέπων, καὶ πατὴρ κωλύων καὶ ἀδελφὸς ἢ δεσπότης. ὥσπερ οὖν ταῦτα σκοποὺς οὐκ ἄν τις εἴποι νοῦν ἔχων, οὕτω οὐδὲ τοὺς καιροὺς, διότι βοηθήμασιν ἢ προσφοραῖς χρῆσθαι κωλύσουσιν ἡμᾶς πολλάκις, σκοποὺς φήσομεν εἶναι. κακῶς οὖν, ἐρεῖ τις, φησὶν ὁ Ἱπποκράτης, ἐν ἀρχῇ τῶν νούσων, ἤν τι δοκέῃ κινέειν, κίνει, ἀκμαζουσῶν δ’, ἡσυχίην ἄγειν βέλτιόν ἐστιν. οὐ κακῶς, φήσομεν. οὐ γὰρ τὴν ἀρχὴν σκοπὸν ποιησάμενος, ἀξιοῖ κατὰ τὴν ἀρχὴν τῶν νοσημάτων τὰ βοηθήματα προσφέρειν, ἀλλ’ ἀπὸ τῆς ἀρχῆς, ὅτι μηδέπω μεμείωται τὰ μέτρα τῆς δυνάμεως, σημειοῦται, καὶ ὅτι φέρειν δύναται τὴν ἀφαίρεσιν, τεκμαίρεται. ἡ δὲ ἀκμὴ ἀσθένειαν ὑπαγορεύει τῆς δυνάμεως. κατὰ γὰρ τὰς ἀκμὰς ἰσχυρὰ μὲν τὰ αἴτια, ἀσθενὴς δὲ ἡ δύναμις· διὰ τοῦτο ἡσυχίαν ἄγειν ἀξιοῖ. δόξει μὲν γὰρ εὔλογον εἶναι κατὰ τὰς ἀκμὰς τῶν νοσημάτων, ὁπότε μάλιστα ἐνισχύει τὰ αἴτια τὴν περιαίρεσιν αὐτῶν ποιεῖσθαι. ἀλλ’ εἰ μὲν ἦν πάντη ἀβλαβὲς τὸ βοήθημα προσφέρειν, τοῦτο ἂν ἐγένετο. ἔχει δὲ οὐχ οὕτως. τὰ γὰρ βοηθήματα πρῶτον μὲν, διότι. πάντα παρὰ φύσιν ἐστὶν, ἀναγκαίως καὶ τὴν δύναμιν παραλυπεῖ προσαγόμενα. δεύτερον δὲ, ἐπειδὴ λυπεῖ τὰ οἰκεῖα, συμπέπλεκται τοῖς νοσοποιοῖς αἰτίοις, κατὰ τὰς περιαιρέσεις τῶν αἰτίων, οὐδὲν ἧττον τῶν ἀλλοτρίων, ἢ τῶν οἰκείων μείωσις γίνεται.

Πρῶτον δὲ δεῖ τὴν φύσιν τῶν βοηθημάτων, καὶ τὴν χρείαν, ἣν παρέχεται, μὴ ἀγνοεῖν. τὰ γὰρ βοηθήματα καθ’ αὑτὰ οὐχ οἷά ἐστι ποιεῖσθαι τὴν τῶν αἰτιῶν ἀναίρεσιν, δεῖται δὲ συνεργαζούσης τῆς φύσεως· καὶ σχεδὸν μόνην τὴν ἀφορμὴν καὶ τὴν ἀρχὴν τῇ φύσει ἐνδίδωσι· τὰ δὲ λοιπὰ ἡ φύσις δι’ ἑαυτῆς ἐκτελεῖ ἰσχυρὰ μὲν οὖν ὑπάρχουσα, καὶ τῆς τῶν βοηθημάτων κακίας ἀνέχεται, καὶ τὴν τῶν οἰκείων περιαίρεσιν εὐφόρως φέρει, καὶ τὰ λυποῦντα αὐτὴν ἐξωθεῖν δύναται· θλιβομένη δὲ, ὅπερ συμβαίνει κατὰ τὰς ἀκμὰς μάλιστα, ὑπὸ τῶν προσαγομένων βοηθημάτων μᾶλλον κακοῦται, καὶ ἀπὸ τῆς τῶν οἰκείων περιαιρέσεως ἀσθενεστέρα γίνεται, καὶ ὑποπίπτει μᾶλλον τοῖς αἰτίοις, καὶ ἐξωθεῖν τὰ νοσάζοντα κατ’ οὐδένα δύναται τρόπον. ὅταν δ’ ἡ φύσις ἐνταθεῖσα τὰ λυποῦντα ἐξῶσαι μὴ δυνηθῇ, μεγάλως ὑπ’ αὐτῆς τῆς ἐντάσεως ἐκλύεται. διὰ ταῦτα τοίνυν κατὰ τὰς ἀρχὰς τῶν νοσημάτων ὁ Ἱπποκράτης, ἤν τι δέῃ κινεῖν, κινεῖν ἀξιοῖ, κατὰ δὲ τὰς ἀκμὰς ἡσυχίην ἄγειν.

Τάχα οὖν ἐκ τούτου τις οἰηθήσεται τὴν δύναμιν ὑπαγορεύειν τὸ συμφέρον. μάθοι δ’ ἄν τις, ὅτι μηδὲν ἡ δύναμις δείκνυται βοήθημα, διὰ τούτων. εἴπερ ἡ δύναμις αὐτάρκης ὑπάρχουσα βοήθημά τι ἐνδείκνυται ἐπὶ τῶν ὑγιαινόντων, διότι αὐτάρκης ἐστὶν, ἐνδείξεται τὸ βοήθημα. ἀλλὰ μὴν οὐδὲ ἐπὶ τῶν ὑγιαινόντων βοήθημα ἐνδείκνυται. οὐδ’ ἄρα ἐπὶ τῶν νοσούντων καὶ ἡ σύμμετρος συμφέρον ἐνδείξεται. ἐπεὶ τοίνυν, ἐφ’ ὧν ἐνδείξεται δύναμις, οὐ πάρεστι τὸ ἀπαιτοῦν, οὐ παραλαμβάνομεν βοήθημα, δῆλον δὲ, ὅτι οὐδὲν ἐνδείκνυται συμφέρον ἡ δύναμις. δεῖ γὰρ τὸν σκοπὸν τὰ παρόντα ἐνδείκνυσθαι. ὅτι δὲ κωλῦσαι μὲν, ὡς ἔφην, τὸ ἀπαιτούμενον παραλαβεῖν, ἡ δύναμις δύναται, σκοπὸς δὲ βοηθήματος οὐκ ἔστιν.

Ὅν δὲ λόγον ἡ δύναμις ἔχει ἐπὶ τῶν βοηθημάτων, τοῦτον ἐπὶ τῶν προσφορῶν οἱ καιροί· ὃν δὲ ἐπὶ τῶν βοηθημάτων ἔχει τὰ ἀπαιτοῦντα αἴτια, τοῦτον ἐπὶ τῶν προσφορῶν ἡ δύναμις. ὅτι δ’ ἡ δύναμις τὴν ὀλίγην προσφορὰν ἀπαιτεῖ καὶ οὐχ ὁ καιρὸς, ἡ ἐπίτασις δηλοῖ· ἐξ ὦν τοῖς ἐξ ἀῤῥωστίας ἀναλαμβάνουσιν ὀλίγην τροφὴν προσφέρομεν, ἥνπερ ἀπαιτεῖ ἡ δύναμις. εἰ δέ γε ἡ ἐπίτασις τὴν ὀλίγην ἐνδείκνυται τροφὴν, ἔδει τούτους ἐᾷν ἐμφορεῖσθαι. μὴ γὰρ παρόντος τοῦ ὑποδεικνύντος τὴν ὀλίγην τροφὴν σκοποῦ, γελοῖος ὁ παραλαμβάνων τὸ μὴ ἀπαιτούμενον, ἀλλὰ τὴν ἀρχὴν ἐνδείκνυσθαί φασι τὸ δεῖν συστέλλειν. ἐπὶ πάντων οὖν δῆλον, ὅτι τὴν συστολὴν παραληψόμεθα κατ’ ἀρχὰς, καὶ ἐπὶ τῶν τοὺς ἀλφοὺς καὶ τὰς λεύκας ἐχόντων μέχρι τῆς ἐπιτάσεως. παρατεινούσης δ’ ἐπὶ χρόνον τῆς ἀρχῆς, δηλονότι κατατακήσεται ὁ τῇ τοιαύτῃ ἀγωγῇ χρώμενος. ἀλλ’ ἴσως φήσουσι πρὸς ἡμᾶς, διὰ ποίαν αἰτίαν ὑμεῖς ἐν ἀρχῇ φέρε, τοῖς περιπνευμονικοῖς, καὶ τοῖς ὁμοίως τούτοις νοσοῦσιν ὀξέως κατ’ ἀρχὰς οὐ προσφέρετε, καίτοι κατ’ ἀρχὰς ἡ δύναμίς ἐστιν ἱκανή; ὅτι, φήσομεν, κωλύει ἡμᾶς προσφέρειν ὁ καιρὸς ἀπαιτούσης τῆς δυνάμεως. οὐχὶ συστέλλειν οὖν ἐνδείκνυται, ἀλλ’ ὅπερ ἀπαιτεῖ ἡ δύναμις, οὐκ ἐῶσα ἡμᾶς παραλαμβάνειν, ἐνδεικτικὸν τοῦ ἐναντίου, οὐκ ἄν τις ἀλόγως θεῖτο. ὁμοίως δὲ καὶ οἱ ἄλλοι καιροὶ κωλύουσιν ἢ ἐπιτρέπουσι χρῆσθαι τοῖς ἀπαιτουμένοις, ἐπειδὴ μᾶλλον ἢ ἧττον ἐν αὐτοῖς ἡ δύναμις ἤμειπται. οὐ μέντοι αὕτη ἐνδείκνυταί τι συμφέρον. ὅταν δὲ λέγωσι τὴν μὲν ἀκμὴν ὀλίγην ἀπαιτεῖν τροφὴν, τὴν δὲ παρακμὴν ποικιλωτέραν, πυνθάνεσθαι δεῖ αὐτοὺς, πῶς χρήσονται τοῖς σκοποῖς, ἂν δύο τινὲς ὦσιν οἱ νοσοῦντες, ὁ μὲν ὑπὸ περιπνευμονίας καὶ ὲν παρακμῇ, ὁ δ’ ὑπ’ ὀφθαλμίας, ἔτι δ’ ἀκμάζει τὸ νόσημα, πότερον τῷ περιπνευμονικῷ πλείονα θαρσήσουσι δοῦναι καὶ ποικιλώτερα μᾶλλον τοῦ ὑπ’ ὀφθαλμίας ἐνοχλουμένου; ἀλλ’ οὐκ ἂν θαῤῥήσειαν προσενεγκεῖν τὴν ποικιλωτέραν τροφήν. εἰ δὲ τοῦτο δῆλον, ὡς οὐκ ἐκ τῶν καιρῶν ἡ ποικιλία καὶ ἡ ὀλίγη τροφὴ λαμβάνεται, ἀλλ’ ἐκ τῶν μέτρων τῆς δυνάμεως.

Ἀπορήσειε δ’ ἄν τις κἀκεῖνο, πῶς οἴονται τὸν καιρὸν τοῦ νοσήματος, ποτὲ μὲν τὴν ποσὴν, ποτὲ δὲ τὴν ποιὰν τροφὴν ἐνδείκνυσθαι, καθὼς ἀξιοῦσιν οἱ Μεθοδικοὶ, ποτὲ μὲν τὴν διαφορὰν ἐνδείκνυσθαι τῶν βοηθημάτων, ποτὲ δὲ τὴν διαφορὰν ἀπαιτεῖν τῶν βοηθημάτων. ὅταν γὰρ φῶσι, τὴν μὲν ἐπίδοσιν ὀλίγην ἀπαιτεῖν τροφὴν, τὴν δ’ ἀρχὴν φιλανθρωποτέραν, τὴν δὲ παρακμὴν ποικιλωτέραν, τήν τε ποιότητα καὶ ποσότητα τῆς τροφῆς ἐνδείκνυσθαι τοὺς καιροὺς τῶν νοσημάτων φασίν. ὅταν δὲ φῶσιν, ἡ μὲν ἀρχὴ κωλύειν αὔξεσθαι ἐνδείκνυται, ἡ δ’ ἐπίδοσις τὸ ἀπεριέργως στέλλειν καὶ χαλᾶν, ἡ δ’ ἀκμὴ ἐπὶ τὸ παρηγορικώτερον ἄγειν, ἡ δὲ παρακμὴ τὸ συνεργεῖν τῇ λύσει, διαφορὰν τῶν βοηθημάτων τοὺς καιροὺς ἀπαιτεῖν ὁμολογήσουσι. πῶς οὖν οὐκ ἄτοπόν ἐστι λέγειν, τὸ αὐτὸ καὶ διαφέρον μηδεμίαν διαφορὰν προσειληφὸς ἐνδείκνυσθαι; πρὸς τοῦτο δ’ ἐροῦσιν ἴσως, ὅτι καὶ κατὰ τοὺς λογικοὺς τὸ αὐτὸ τὰ διαφέροντα ἐνδείκνυται. ἡ γὰρ χολὴ παρακειμένη τὴν περιαίρεσιν ἑαυτῆς βλάπτουσα ἐνδείκνυται. ῥητέον δὲ πρὸς αὐτοὺς, ὅτι τὴν ἀναίρεσιν ἑαυτῆς ἡ χολὴ μόνον ἐνδείκνυται, πλείονες δὲ τρόποι ἀναιρέσεως. ἢ γὰρ περιαιροῦμεν ἢ κατακίρναμεν αὐτήν. ἔπειτα δὲ ἡ μὲν χολὴ, φήσομεν, κατ’ ἄλλο διαφόρων φαίνεται εἶναι ἐνδεικτικὴ, καθὰ μὲν γὰρ βαρεῖ, τὴν περιαίρεσιν, καθὰ δὲ δάκνει, τὴν κατάκρασιν. οἱ δὲ καιροὶ οὐδεμίαν τοιαύτην διαφορὰν ἔχοντες πῶς ἂν ἀπαιτοῖεν τὰ διαφέροντα, οὐκ ἔστιν εἰπεῖν.

Ὅτι δὲ καιρὸς οὐκ ἐνδείκνυται ποιότητα τροφῆς ἢ ποσότητα, μαθεῖν ἐντεῦθέν ἐστιν, ὅπερ ἐνδείκνυται τὸ γένος, τοῦτο καὶ τὴν ποσότητα ἀναγκαῖόν ἐστιν ἐνδείκνυσθαι. ἄνευ μὲν γὰρ διαφορᾶς ἕκαστον τῶν ἐνδεικνυμένων τοῦ ἀπαιτουμένου γένος ἐνδείκνυται. διαφορὰν δὲ προσειληφὸς τὸ αὐτῷ γένει διαφέρον ἐνδείξεται. ἐπεὶ οὖν τὸ γένος τῆς προσφορᾶς ἐνδείκνυται, κατ’ ἐκείνην ἡ δύναμις καὶ τὴν ποσότητα καὶ τὴν ποιότητα ἐνδείξεται. χωρὶς μὲν γὰρ διαφορᾶς τὸ γένος τῆς προσφορᾶς ἐνδείκνυται. διαφορὰν δὲ προσειληφυῖα, καὶ τὸ ἐν τῷ γένει διάφορον ἐνδείξεται. φαίνεται δὲ καὶ Ἱπποκράτης σκοπὸν τῆς ποσῆς τροφῆς τὴν δύναμιν ποιῶν, δι’ ὧν τὰ αὐξανόμενα πλεῖστον ἔχει, φησὶ, τὸ ἔμφυτον θερμὸν, πλείστης οὖν δεῖται τροφῆς. εἰ δὲ μὴ, τὸ σῶμα ἀναλίσκεται, καὶ τὴν ποιότητα ἐκ τῆς κατὰ δύναμιν διαφορᾶς λαμβάνειν δῆλόν ἐστιν. φησὶ γάρ που, σῖτος νέοισι μὲν ἄκρως ἀκμάζουσιν ἀμετάβλητος, γέρουσι δ’ ἐς τέλος μεταβεβλημένος. ἐκ τούτων μὲν οὖν φανερόν ἐστιν, ὡς ἡ δύναμις ἄνευ μὲν διαφορᾶς τὸ γένος τῆς προσφορᾶς ἀπαιτεῖ· μετὰ διαφορᾶς δὲ τὴν ποιότητα. καιρὸς δ’ οὔτε ποιότητα τροφῆς ἐνδείκνυται, οὔτε ποσότητα. ἔτι τοίνυν, εἴπερ οἱ καιροὶ τῶν νοσημάτων ἐνδείκνυνται τὴν ποιότητα καὶ τὴν ποσότητα τῆς τροφῆς, ἤτοι ἐπὶ τῇ αὐτῶν ὑπομονῇ, ἤτοι ἐπὶ τῇ ἀναιρέσει τοῦτο ἐνδείξονται. τὸ γὰρ ἐνδεικνύμενον ἢ τὴν τήρησιν ἑαυτοῦ, ἢ τὴν ἀναίρεσιν ἐπιδείκνυται. εἰ μὲν τοίνυν τὴν ἔνδειξιν οἱ καιροὶ τῆς ποσῆς καὶ ποιᾶς ποιοῦνται τροφῆς, κατὰ τὸ διαμένον, πῶς οὐ γελοῖόν ἐστι λέγειν, τὴν ποσὴν καὶ ποιὰν τροφὴν προσφέρειν, ἵνα συντηρήσωμεν τοὺς καιροὺς τῶν νοσημάτων; εἰ δ’ ἐπὶ τῇ ἀναιρέσει τῇ αὐτῶν τὴν ἔνδειξιν οἱ καιροὶ ποιοῦνται, δεῖ τὴν ποσὴν καὶ ποιὰν τροφὴν ἐναντιότητά τινα φαίνεσθαι πρὸς τοὺς καιροὺς ἔχουσαν. μόνα γὰρ τὰ ἐναντία τῶν ἐναντίων εἰσὶν ἀναιρετικά. τοῖς δὲ καιροῖς οὐκ ἔστιν οὔθ’ ἡ ποσὴ οὔθ’ ἡ ποιὰ τροφὴ ἐναντία, οὔτε ἀρχὴ, οὔτε ἐπίδοσις, οὔτε ἀκμὴ, οὔτε παρακμή. πλείοσι γὰρ τὸ αὐτὸ αἴτιον οὐκ ἐναντιοῦται· ἓν γὰρ ἑνὶ πέφυκεν ἐναντιοῦσθαι μόνον. κατὰ δὲ τὸν αὐτὸν λόγον δείξομεν, μηδὲ τὴν τῶν βοηθημάτων διαφορὰν ἐνδείκνυσθαι τοὺς καιροὺς τῶν νοσημάτων. εἰ γὰρ μήτε ἐπὶ τῇ ὑπομονῇ αὐτῶν τὴν ἔνδειξιν οἱ καιροὶ ποιοῦνται, μήτε ἐπὶ τῇ ἀναιρέσει, διότι πλείοσιν οὐκ ἂν γένοιτο ἓν ἐναντίον, καὶ ἄλλος τρόπος οὐκ ἔστιν ἐνδείξεως, δῆλον, ὡς οὐδὲν οἱ καιροὶ συμφέρον ἐνδείκνυνται. ἀλλὰ καὶ εἰς τὴν φύσιν τῶν ἐναντίων ἀποβλέψας τις εἴσεται, ὅτι μηδ’ ἐναντίον. τὰ γὰρ ἐκ τοῦ αὐτοῦ γένους πλεῖστον ἀλλήλων ἀφεστῶτα ἐναντία ἐστί. καιρὸς δὲ τροφῆς ἢ ποσότητος οὐχ ὑπὸ τὸ αὐτὸ τάσσεται γένος. ὅτι μὲν οὑν οὔτε τὴν ποιότητα, οὔτε τὴν ποσότητα, οὔτε τὰς διαφορὰς τῶν βοηθημάτων ἀπὸ τῶν καιρῶν ἐστι λαβεῖν, αὐτάρκως ἡμῖν ἀποδέδεικται.

Νῦν δὲ ἐνδείξομεν τὴν ἀρχὴν τὴν τὸ κωλῦον αὔξεσθαι μὴ ἐνδεικνυμένην, ὅπερ ἐνδείκνυσθαι νομίζουσιν οἱ Μεθοδικοί. πολλῶν γὰρ νοσημάτων ἅμα τῇ ἀρχῇ τὴν ἀκμὴν ἀπολαμβανόντων, ὡς ἀποπληξίας καὶ τῶν ὀξέων νοσημάτων, τί ἄν τις φαίη τὴν ἀρχὴν ἐν τοῖς τοιούτοις νοσήμασιν ἐνδείκνυσθαι; τὸ μὲν γὰρ κωλύσειν αὔξεσθαι οὐκ ἐνδείξεται, ἅμα γὰρ τῇ ἀρχῇ τὴν ἀκμὴν ἀπειληφέναι τὸ νόσημα λέξει, ἢ μηδὲν ἐνδείκνυσθαι τὴν ἀρχὴν ἐπὶ τοῖς τοιούτοις νοσήμασιν, ἢ ἄλλο τι, καὶ οὐχὶ τὸ κωλύειν αὔξεσθαι· μηδὲν οὖν ἐνδείκνυσθαι λέγειν γνόντα τὸν σκοπὸν, γελοιότατον. εἰ δὲ ἄλλο τι ἐνδείξεται, καὶ οὐχ ὅπερ αὐτοὶ νομίζουσιν, ἀτόπως ἔφασαν αὐτοὶ, τὴν ἀρχὴν τὸ κωλύειν αὔξεσθαι ἀπαιτεῖν.

Αὕτη δὲ ἡ ἀπάτη γέγονεν αὐτοῖς ἀφ’ ἑτέρας ψευδοῦς ὑπολήψεως· νομίζοντες γὰρ, πᾶν νόσημα διὰ τῶν τεσσάρων ἀπιέναι, καὶ τοῦτο ὡς ἀληθὲς ἑαυτοῖς θέμενοι, τοῦτο ἀκόλουθον ᾠήθησαν δεῖν εἶναι τὸ τὴν ἀρχὴν τῶν νοσημάτων ἀπαιτεῖν τὴν κώλυσιν τῆς ἐπιδόσεως. καὶ τοῦτο οὖν λέληθεν αὐτοὺς, ὅτι οὐ πᾶν νόσημα καὶ ἄρχει τε καὶ ἐπιδίδωσι καὶ ἀκμάζει καὶ παρακμάζει. τὰ μὲν γὰρ ὀξέα τῶν νοσημάτων, ὡς ἡ ἀποπληξία, ἅμα τῇ προσβολῇ τὴν ἀκμὴν ἀπολαμβάνει. καὶ τὰ κρινόμενα δὲ τῶν νοσημάτων ἕνα καιρὸν τὴν παρακμὴν ἀποτέμνεται. αἱ γὰρ κρίσεις περὶ τὴν ἀκμὴν λύουσι τὰ νοσήματα, ἔτι ἐπὶ τὸ μεῖζον ἐπιδιδόντα· καὶ διὰ βοηθημάτων ἐστὶν ἐν ἀρχῇ λῦσαι τὸ νόσημα, καὶ ὑποτέμνεσθαι τοὺς λοιποὺς καιροὺς τῶν νοσημάτων. εἰ τοίνυν ἐστὶν ἐν ἀρχῇ κενῶσαί τε τὸ νόσημα, καὶ λῦσαι διὰ βοηθημάτων, διὰ τί ποτε τὴν ἀρχὴν τὸ κωλύειν αὔξεσθαι οἴδασιν ἐνδείκνυσθαι, καὶ οὐχὶ τὴν μείωσιν μᾶλλον ἢ τὴν ἀναίρεσιν; ἐὰν δὲ λέγωσιν, τὴν μείωσιν καὶ τὴν ἀναίρεσιν τῶν νοσημάτων ἐνδείκνυσθαι μὴ τὴν ἀρχὴν, ἀλλὰ τὴν διάθεσιν, διὰ τί οὖν, φήσομεν πρὸς αὐτοὺς, οὐχ ὅπερ ἡ διάθεσις, ἀλλ’ ὅπερ ἡ ἀρχὴ ἐνδείκνυται, παραλαμβάνετε; διὰ γὰρ τὸ ὑπὸ τῆς διαθέσεως ἀπαιτούμενον καὶ τὸ ὑπὸ τῆς ἀρχῆς ἐνδεικνύμενον γίνεται. ὁ γὰρ μειῶν ἢ ἀναιρῶν τὴν νόσον, καὶ τὴν ἐπίδοσιν κωλύει γίνεσθαι. ἀλλ’ ἴσως φήσουσιν, ὅτι προσεχεστέρα ἡ τῆς ἀρχῆς οὖσα κοινότης ἀναγκάζει ἡμᾶς, ὅπερ αὐτὴ ἐνδείκνυται, παραλαμβάνειν, προσεχῶς τὸ ποιητέον ὑπαγορεύουσα· ἡ δὲ διάθεσις τὸ δεῖν ἀναιρεῖν τὰς νόσους ἀπαιτοῦσα, δι’ ὧν χρὴ τοῦτο ποιεῖν, οὐκ ἐνδείκνυται· δι’ ὧν δὲ χρὴ κωλύειν τὴν ἐπὶ μέρους, ὧν τὸ κωλύειν αὔξεσθαι ἐνδείκνυται, ἢ τὸ δι’ ὧν, ἐξ ἑτέρων λαμβάνεται, κατὰ ταῦτα δὲ καὶ ἡ διάθεσις τὴν ἀναίρεσιν μόνον ἐνδείκνυται τῶν νοσημάτων· τὸ δὲ δι’ ὧν χρὴ τοῦτο ποιεῖν ἐξ ἑτέρου, ὡς ἔοικε, δεῖ λαβεῖν. διὸ κρεῖττόν ἐστι μὴ τῇ ἀρχῇ, ἀλλὰ καὶ τῇ διαθέσει χρῆσθαι σκοπῷ. ἔπειτα κἀκεῖνο πρὸς αὐτοὺς ῥητέον, ὅτι φαίνεται καθ’ ἡμᾶς πᾶσα ἀρχὴ ἐπιπλοκή τις εἶναι. δύο γὰρ κοινότητες εἰς ταὐτὸν συνέρχονται, ἥ τε ἀρχὴ καὶ ἡ διάθεσις, καὶ ἑκατέρα τῶν κοινοτήτων διάφορόν τι ἐνδείκνυται, προσεχεστέρα δὲ καὶ ἀναγκαιοτέρα κοινότης ὑμῖν εἶναι δοκεῖ μᾶλλον ἡ ἀρχὴ, διότι ταύτῃ προσέχετε. δῆλον οὖν ἐκ τούτων, ὅτι τὰ πάθῃ πάντα κοινοτήτων εἰσὶν ἐπιπλοκαί. πᾶσα γὰρ διάθεσις ἔν τινι καιρῷ γίνεται. κοινότης οὖν οὐχ ὁ καιρὸς μόνον, ἀλλὰ καὶ ἡ διάθεσις. κακῶς οὖν ποιεῖτε, μίαν ἐπιπλοκὴν νομίζοντες εἶναι τὴν τῶν παθῶν, καὶ μὴ πάντα τὰ πάθη ἐπιπλοκὰς εἶναι λέγοντες.

Ἔτι καὶ τοῦτο τὸ δόγμα τῶν Μεθοδικῶν εὔηθές ἐστιν, τὸ δεῖν ἀεὶ κατ’ ἀρχὰς τῶν νοσημάτων τοῖς στέλλουσι κεχρῆσθαι· τὴν δὲ αἰτίαν ἐντεῦθεν εἴληφε τὸ δόγμα. πολλαὶ φλεγμοναὶ διὰ τῶν στελλόντων κατ’ ἀρχὰς καὶ ἀποκρουομένων καθίστανται. πᾶσα δὲ φλεγμονὴ κατ’ αὐτοὺς στέγνωσίς ἐστι. ἄτοπον οὖν ἐφαίνετο εἶναι τὸ τὰ ἐστεγνωμένα διὰ τῶν πυκνούντων καθίστασθαι. καὶ ἡμῶν λεγόντων διὰ τῆς τῶν λυπούντων ἀποκρούσεως τὴν ἀποκατάστασιν γίνεσθαι τῶν φαινομένων, ἀποβλέψαι μὴ δυνάμενοι πάμπαν φασὶ δεῖν τὴν ἀρχὴν διὰ τῶν στελλόντων ἄγειν. οὐκ ἀποκρουόμεθα γὰρ τὰ αἴτια, ἀλλ’ ἵνα δυσπαθῆ κατασκευάσωμεν τὰ σώματα. ἡ γὰρ συστολὴ, φασὶ, καὶ ἡ σφίγξις τῶν σωμάτων, δυσπαθέστερα τὰ σώματα κατασκευάζουσα, κωλύει ἅψασθαι τὰ νοσήματα. οὐ γὰρ διὰ μειώσεως τῶν νοσημάτων μόνον κωλύεται, φασὶν, ἡ ἐπίδοσις, ἀλλὰ καὶ διὰ δυσπάθειαν τῶν σωμάτων. ῥητέον οὖν πρὸς αὐτοὺς, ὅτι ἀδύνατον διὰ συναυξήσεως τῶν βλαπτόντων δυσπαθῆ κατασκευάσαι τὰ σώματα, ἄλλως τε πρὸ τοῦ νοσεῖν χρὴ δυσπάθειαν τοῖς σώμασι περιποιεῖν. εἰς γὰρ τὸ μὴ γίνεσθαι νόσον, τῆς δυσπαθείας δεόμεθα. πεπονθότων δὲ τῶν σωμάτων, ἀναίρεσιν δεῖ ποιεῖσθαι τῶν διατιθέντων. ἐπειδὴ δὲ ἡ στεγνὴ διάθεσις πύκνωσίς ἐστι καὶ δυσδιαφορησία τῶν σωμάτων, τὰ δὲ στέλλοντα πυκνοῖ τὴν ἐπιφάνειαν, καὶ δυσδιαφόρητον ἀπεργάζεται, δῆλον ὡς συνεργήσει μᾶλλον τῇ ἐπιδόσει τῶν στεγνουμένων τὰ στέλλοντα, ἤπερ ἐναντιωθήσεται. καὶ ὅπερ τὸ πάθος ἐν τοῖς οἰκείοις καιροῖς μέγεθος ἂν ἀπειλήφει, τοῦτο ἐν ἀρχῇ διὰ τῶν βοηθημάτων παραγίνεται. φαίνονται δὲ καὶ τὸ ἐναντίον τῷ ὑπὸ τῆς ἀρχῆς ἀπαιτουμένῳ παραλαμβάνοντες. ἡ μὲν γὰρ ἀρχὴ τὸ κωλῦον αὔξεσθαι ἐνδείκνυται, ἡ δὲ ποιότης τῶν προσαγομένων τῇ ἐπιδόσει συνεργεῖν ἔοικε. δυοῖν θάτερον, ἢ τῇ ἀρχῇ ὡς κακῶς ἐνδεικνυμένῃ προσεκτέον, ἤ ἡ ποιότης τῶν προσαγομένων οὐκ ἐπ’ ἀγαθῷ προσάγεται.

Τὸ μὲν τοίνυν ἐπ’ ὠφελείᾳ κατὰ τὰς ἀρχὰς τῶν φλεγμονῶν τὰ στέλλοντα προσάγεσθαι, πᾶς ἂν τις ὁμολογήσειεν· ἄξιον δὲ ζητῆσαι παρ’ αὐτῶν τοῦ γενομένου τὴν αἰτίαν. τὸ μὲν γὰρ δυσπάθειαν λέγειν ἐκ τῶν στελλόντων παραγίνεσθαι, γελοῖόν ἐστιν, ὡς ὑπεδείξαμεν. μαθέτωσαν δὲ παρ’ ἡμῶν, ὅτι τῇ ἀποκρούσει τῶν λυπούντων καὶ μεταγωγῇ εἰς ἑτέρους ἀπαθεῖς τόπους μειοῖ καὶ λύει τὰς νόσους τὰ στέλλοντα τῶν βοηθημάτων. ἔτι καὶ τοῦτο ῥητέον πρὸς τὸ τὴν ἀρχὴν μὴ ἐνδείκνυσθαι τὰ κωλυτικὰ τῆς αὐτῶν αὐξήσεως βοηθήματα. ταῦτα δὲ κατ’ αὐτούς· ἢν τὰ στέλλοντα αἱ ἀρχαὶ τῶν νοσημάτων, ἤτοι ποιότητά τινα κέκτηνται, ἢ οὔ. τὸ μὲν οὖν λέγειν, ἀποίους εἶναι τὰς ἀρχὰς τῶν νοσημάτων, γελοῖον· οὐ γὰρ ἂν εἰς αἴσθησιν παραγένοιντο, εἰ μὴ εἶχον ποιότητα. ἤτοι οὖν ἡ τῶν ἀρχῶν ποιότης ἑτέρα ἐστὶ παρ’ ἑκάστην τῶν διαθέσεων, ἢ ἑκάστης ἀρχῆς ποιότης ἀδιάφορος τῆς κατ’ αὐτὴν διαθέσεως. εἰ μὲν οὖν ἑτέρα ἐστὶ τῶν ἀρχῶν ποιότης, ἀναφαίνεταί τις αὕτη τοῦ πάθους ἑτέρα κοινότης, ἣν ἐκεῖνοι παρῆκαν· εἰ δ’ ἡ αὐτή ἐστιν ἑκατέρας τῆς ἀρχῆς ποιότης, ἥπερ καὶ τῆς κατ’ αὐτὴν διαθέσεως, διὰ τί μὴ ἐν ἀρχῇ τῶν νοσημάτων πρὸς μὲν τὴν στέγνωσιν τῇ χαλώσῃ ἀγωγῇ, πρὸς δὲ τὴν ῥύσιν τῇ στελλούσῃ χρησόμεθα; ἄλογον γὰρ πρὸς τὴν ἀρχὴν ἑτέρως ἡμᾶς ἵστασθαι, ὡς οὐ τὴν αὐτὴν ποιότητα κεκτημένην τῇ διαθέσει, ἧσπερ ἀρχή ἐστιν.

Ὅτι δὲ γελοῖόν ἐστιν οἴεσθαι ἐκ τῆς σταλτικῆς ἀγωγῆς δυσπάθειαν τοῖς σώμασι παραγίνεσθαι, δι’ ἧς πυκνοῦται καὶ στέλλεται τὰ σώματα, ἐντεῦθεν ἄν τις μάθοι. εἰ ἡ πύκνωσις καὶ ἡ συστολὴ καὶ ἡ σκληρότης τῶν σωμάτων δυσπαθείας ἦν αἰτία, οἱ φλεγμαίνοντες καὶ ἐσκιῤῥωμένοι καὶ τὸ δέρμα σκληρὸν καὶ περιτεταμένον ὑπὸ τῆς ἐσχάτης ἐνδείας ἔχοντες δυσπαθέστεροι ἂν ἦσαν τῶν ὑγιαινόντων. οἱ γὰρ ὑγιαίνοντες μαλακώτερα καὶ ἀραιότερα τὰ σώματα ἔχουσι, καὶ μᾶλλόν γε, ὅσον ἂν ὑγιαίνωσιν. ἔτι εἰ τῇ σκληρότητι ἡ δυσπάθεια ἐκρίνετο, τοὺς γέροντας σκληρότερα τὰ σώματα τῶν παίδων ἔχοντας δυσπαθεστέρους ἔδει νομίζεσθαι. εἰ γὰρ, ἥνπερ οἱ Μεθοδικοὶ ἐκ τέχνης δυσπάθειάν φασι περιποιεῖν, ταύτην ἐκ φύσεως ἔχουσι, πῶς οὐκ εὔλογον ἦν δυσπαθεστέρους εἶναι τῶν νέων;

Ἀγνοοῦσι δ’ οἱ Μεθοδικοὶ, πῶς δεῖ διακρίνειν ἀνθρώπου δυσπάθειαν, διόπερ οὐδὲ περιποιεῖν αὐτὴν δυνήσονται. οὐ γὰρ ὥσπερ λίθου καὶ σιδήρου καὶ ξύλου καὶ τῶν ὁμοίων τῇ. σκληρότητι καὶ ἁπαλότητι κρίνειν τὴν τῶν ἀνθρώπων δυσπάθειαν χρὴ, ἀλλὰ τῷ ἱκανὰ εἶναι τὰ σώματα τὰς ἑαυτῶν χρείας παρέχεσθαι ἀνεμποδίστως. τῷ γοῦν βουλομένῳ περιποιεῖν δυσπάθειαν οὐχὶ δεῖ σκοπεῖν, ὅθεν σκληρὸν τὸ σῶμα ἔσται, ἀλλ’ ὅθεν αἱ δυνάμεις τῶν μερῶν παραυξηθήσονται, καὶ τὰ μέρη ἀνεμποδίστως τὰς ἰδίας χρείας παρέξεται.