Text encoded in accordance with the latest EpiDoc standards (January 2014)
Πολλάκις προετράπην ἐπὶ τὴν πραγματείαν τὴν προκειμένην
μάλιστα καὶ τὰς ἀντιλογίας δεδιὼς τῶν ἀνθρώπων
τῶν ἤτοι διὰ τὸ πεπεῖσθαι οὐκ εἶναι μαντικὴν
οὐδὲ θεῶν πρόνοιαν λεγόντων ὅσα λέγουσιν ἢ ἄλλως
γυμνάσματα καὶ διατριβὰς ἑαυτοῖς ποριζομένων. νυνὶ δὲ ἡ
παροῦσα χρεία ἀναγκαία οὖσα διὰ τὴν εὐχρηστίαν οὐ
μόνον τὴν ἡμῶν αὐτῶν ἀλλὰ καὶ τῶν μετέπειτα ἐσομένων
ἀνθρώπων προετρέψατό με μὴ διαμέλλειν μηδὲ ἀναβάλλεσθαι,
ἀλλὰ περὶ ὧν ἄν ἔχω κατάληψιν, ἣν διὰ πείρας
ἐπορισάμην, συγγράψαι. ἡγοῦμαι δʼ ἀμφότερά μοι ἐκ τοῦ
τοιούτου περιέσεσθαι, πρός τε τοὺς ἀναιρεῖν ἐπιχειροῦντας
μαντικήν τε αὐτὴν καὶ τὰ εἴδη αὐτῆς ἀνεπιφθόνως τε
ἅμα καὶ μετὰ κατασκευῆς οὐ τῆς τυχούσης ἀντιτάξεσθαι
φέρων εἰς
διὰ δὲ τὸ μὴ ἐντετυχηκέναι λόγοις περὶ τούτων ἀκριβέσι
πεπλανημένους καὶ κινδυνεύοντας ἤδη καταφρονεῖν
ἐξηγησάμενοι καὶ ὀλίγοις τῶν παλαιῶν πολλὰ προσθέντες
οὐκ ἀληθῆ οὐ γὰρ ἀπὸ πείρας ἀλλ’ αὐτοσχεδιάζοντες,
ὅπως ἕκαστος αὐτῶν ἐκινεῖτο περί τινος, οὕτως
ἔγραφον, καὶ οἱ μὲν πᾶσιν ἐντυχόντες τοῖς τῶν παλαιῶν
βιβλίοις, οἱ δὲ οὐ πᾶσιν ἔνια γὰρ αὐτούς διʼ ἀρχαιότητα
σπάνια ὄντα καὶ διεφθαρμένα διέλαθεν. ἐγὼ δὲ τοῦτο μέν
οὐκ ἔστιν ὅ τι βιβλίον οὐκ ἐκτησάμην ὀνειροκριτικὸν πολλὴν
εἰς τοῦτο φιλοτιμίαν ἔχων, τοῦτο δὲ καὶ σφόδρα διαβεβλημένων
τῶν ἐν ἀγορᾷ μάντεων, οὓς δὴ προΐκτας καὶ
γόητας καὶ βωμολόχους ἀποκαλοῦσιν οἱ σεμνοπροσωποῦντες
καὶ τὰς ὀφρῦς ἀνεσπακότες, καταφρονήσας τῆς διαβολῆς
ἔτεσι πολλοῖς ὡμίλησα, καὶ ἐν Ἑλλάδι κατὰ πόλεις
καὶ πανηγύρεις, καὶ ἐν Ἁσίᾳ καὶ ἐν Ἰταλίᾳ καὶ τῶν νήσων
ἐν ταῖς μεγίσταις καὶ πολυανθρωπτοτάταις ὑπομένωονἀκούειν
παλαιούς ὀνείρους καὶ τούτων τὰς ἀποβάσεις· οὐ
γὰρ ἦν ἄλλως χρήσασθαι τῇ κατὰ ταῦτα γυμνασίᾳ. ὅθεν
μοι περιγέγονεν ἐκ περιουσίας ἔχειν περὶ ἑκάστου λέγειν
πλείονα μὲν ἤ προσδοκήσαι ἄν τις οὕτως ὡς αὐτὰ τἀληθῆ
λέγοντα μὴ φλυαρεῖν, ὧν δʼ ἂν ἐπιμνησθῶ καὶ τὰς ἀποδείξεις
φανερὰς καὶ πᾶσιν εὐκαταλήπτους ἀποδοῦναι μ’
ἐξ ἁπλῶν, πλὴν εἰ μή τι εἴη οὕτω σαφές, ὡς περιττὴν
ἡγήσασθαι τὴν περὶ αὐτοῦ ἐξήγησιν.
Ἰτέον δὴ λοιπὸν ἐπὶ τὸ προκείμενον, ἵνα μὴ μεῖζον
ἡμῖν ᾖ τὸ προοίμιον τοῦ δέοντος. τί γὰρ καὶ δεῖ λόγων
ἄνευ τῶν πραγμάτων αὐτῶν πρὸς σέ τὸν οὕτω μὲν δεινὸν
εἰπεῖν, ὡς οὕπω τις εἰς ἀνθρώπους τῶν Ἑλλήνων παρῆλθεν,
οὕτω δὲ συνετόν, ὡς οὐκ ἀναμένειν τοῦ λέλοντος τὸ
πέρας, ἀλλὰ τὴν ὑπόθεσιν ὅπου τελευτᾷ καταλαμβάνειν;
ἀναγκαῖον δἒ πρῶτον περὶ στοιχείων τινῶν κανονικῶς
εἰπεῖν.
Περὶ μὲν οὖν ἐνυπνίου καὶ ὀνείρου διαφορᾶς τῆς πρὸς
ἄλληλα διαίρεσις οὐκ ὀλίγη καὶ ἐν ἄλλοις γέγραπταί μοι
καὶ
μελλόντων, τῷ δὲ τῶν ὄντων. σαφέστερον δʼ ἂν μάθοις
οὕτω. τὰ ποιὰ τῶν παθῶν προσανατρέχειν πέφψυκε καὶ προσανατάσσειν
ἑαυτά τῇ ψυχῇ καὶ τοὺς ὀνειρωυγμοὺς ἀποτελεῖν.
οἷον ἀνάγκη τὸν ἐρῶντα ὄναρ ἅμα τοῖς παιδικοῖς εἶναι δοκεῖν
καὶ τὸν δεδιότα ὁρᾶν ἅ δέδιε, καὶ πάλιν αὖ τὸν πεῖνῶντα
ἐσθίειν καὶ τὸν δεψῶντα πίνειν, ἔτι καὶ τὸν πεπλησμένον
τροφῆς ἢ ἐμεῖν ἢ πνίγεσθαι διὰ τὴν γινομένην
ἀπόφραξιν δυσαναθυμιάτου τῆς τροφῆς οὔσης. ἔστι τοίνυν
ἰδεῖν ταῦτα καθυποκειμένων ἤδη τῶν παθῶν οὐ πρόρρησιν
ἔχοντα τῶν μελλόντων ἀλλʼ ὑπόμνησιν τῶν ὄντων. τούτων
ἴδια σώματος ἡγητέον, ὥσπερ ἴδια ψυχῆς χαίρειν τε καὶ
λυπεῖσθαι. σαφὲς δὲ ἀπὸ τούτων ὅτι τῶν σωματικῶν ἃ
μὲν διʼ ἔνδειαν ἃ δὲ διὰ περισσότητα ὁρᾶται, τῶν δʼ αὖ
ψυχικῶν ἃ μὲν διὰ φόβον ἃ δὲ διʼ ἐλπίδα.
Περὶ μὲν οὖν ἐνυπνίου τοσαῦτα εἰρήσθω τὸ δὲ ὄνομα
αὐτὸ κύριον, οὐχ ᾗ ὑπνοῦντες αὐτὸ ὁρῶσι πάντες, ἐπεὶ
ἐπάγων τὰς ἐγχειρήσεις ἐγείρειν τε καὶ ὀρείνειν τὴν ψυχὴν
πέφυκε, διὰ ταῦτα καὶ τοῦ ὀνόματος αὐτῷ τεθέντος ἀπʼ
ἀρχῆς ἢ παρὰ τὸ
τις ἀνώγοι.’
Ἔτι τῶν ὀνείρων οἱ μέν εἰσι θεωρηματικοὶ οἱ δέ ἀλληγορικοί.
καὶ θεωρηματικοὶ μὲν οἱ τῇ ἑαυτῶν θέᾳ προσεοικότες.
συνεξελθεῖν εἰς θήραν συνέθετο. καὶ δὴ συνεξελθὼν
ἐτρώθη ὑπʼ αὐτοῦ παρὰ τὸν ὦμον, ἔνθα καὶ ὄναρ ἔδοξεν.
ἔτι δόξας τις ἀργύριον παρὰ φίλου λαβεῖν ἕωθεν παρ
αὐτοῦ λαβὼν μνᾶς δέκα παρακαταθήκην ἐφύλαξε, καὶ
πολλὰ ἄλλα ὅσα τοιαῦτα. ἀλληγορικοὶ δὲ οἱ διʼ ἄλλων
ἄλλα σημαίνοντες, αἰνισσομένης ἐν αὐτοῖς φυσικῶς τι
καὶ τῆς ψυχῆς.
Ἐὼ δʼ οἶμαι δεῖν καὶ τὴν αἰτίαν αὐτῶν, ὡς μάλιστα
δυνατὸν ἐμοί, καθʼ ἣν οὕτως ὁρῶνταί τε καὶ ἀποβαίνουσι,
καὶ τὸ ἔτυμον τοῦ ὀνόματος εἰπεῖν. πρῶτον μὲν οὖν εἰρήσεταί
μοι τίς ὅρος καθολικὸς ὀνείρου, οὐδὲν ἄν τι ῥήσεως
δεόμενος, εἰ μὴ πρὸς φιλονεικοῦντας λέγοιτο.
Ὄνειρός ἐστι κίνησις ἢ πλάσις ψυχῆς πολυσχήμων σημαντικὴ
τῶν ἐσομένων ἀγαθῶν ἢ κακῶν. τούτου δὲ οὕτως
ἔχοντος, ὅσα μὲν ἀποβήσεται χρόνου μεταξὺ διελθόντος
ἢ πολλοῦ ἢ ὀλίγου, ταῦτα πάντα διʼ εἰκόνων ἰδίων φυσικῶν
τῶν καὶ στοιχείων καλουμένων προαγορεύει ἡ ψυχή,
ἐν τῷ μεταξὺ χρόνῳ νομίζουσα ἡμᾶς δύνασθαι λογισμῷ
διδασκομένους μαθεῖν τὰ ἐσόμενα· ὅσα δὲ τῶν γινομένων
σημαινομένων, τρόπον τινὰ βοῶσα ἑκάστῳ ἡμῶν ‘θέασαι
τοῦτο καὶ πρόσεχε διʼ ἐμοῦ μαθὼν ᾗ σοι μάλιστα δυνατόν.’
καὶ τοῦτο οὕτως ἔχειν ὁμολογήσουσιν ἅπαντες. οὐ γάρ
ποτε ἐρεῖ τις ὡς οὐ μετὰ τὴν ὄψιν αὐτὴν ἀποβαίνει τὰ
τοιαῦτα οὐδʼ ὀλίγον διαλείποντα, ἤδη δὲ αὐτῶν ἔνια ἅμα
νοήματι ὡς εἰπεῖν ἔτι τῆς ὄψεως κατεχούσης περαιοῦται.
ὅθεν καὶ τῆς προσηγορίας ἔτυχεν οὐκ ἀλόγως, ἅμα θεωρούμενα
καὶ ἀποβαίνοντα. ἕπεται δὲ τούτοις τῷ μὲν ἐνυπνίῳ
τῷ ἀσημάντῳ τὸ φάντασμα, περὶ οὗ ἄλλοι τε πολλοὶ
καὶ δὴ καὶ Ἀρτέμων ὁ Μιλήσιος καὶ Φοῖβος ὁ Ἀντιοχεὺς
διειλεγμένοι εἰσί, τῷ δὲ ὀνείρῳ ὅραμά τε καὶ χρηματισμός.
ἡμεῖς δʼ ἑκόντες παρήκαμεν τὴν περὶ αὐτῶν
εἰς λεπτὸν ἐξήγησιν, ἐπεὶ ᾧ γε μὴ ἔστι καταφανῆ οἷά
ἐστιν, τοῦτον ἡγοῦμαι μηδὲ ἐξηγουμένῳ τινὶ παρακολουθεῖν
δύνασθαι.
Ἔτι τῶν ἀλληγορικῶν ὁρίζονταί τινες πέντε εἶναι εἴδη.
τοὺς μὲν γὰρ ἰδίους εἶπον, ἐν οἷς ἄν τις ἑαυτὸν ὑπολάβῃ
δρᾶν ἢ πάσχειν· ἀποβήσεται γὰρ αὐτῷ τῷ ἰδόντι μόνῳ,
εἴτε ἀγαθὰ ὄντα τύχοι εἴτε ἐναντία τοὺς δὲ ἀλλοτρίους,
ἐν οἷς ἂν ἄλλον δοκῇ ἐνεργεῖν ἢ πάσχειν· τῷδε γὰρ ἀποβήσεται
μόνῳ, εἴτε ἀγαθὰ ὄντα τύχοι εἴτε ἐναντία, εἴπερ
εἰδείη αὐτὸν κἂν ἐπὶ ποσὸν ὄντα συνήθη ἃ δὲ κοινά,
ταῦτα καὶ τὸ ὄνομα σημαίνει τὰ μεθʼ οὑτινοσοῦν γνωρίμου
πρασσόμενα κατ᾿ ὄναρ. ὅσα δὲ πρὸς λιμένας καὶ
τείχη ἀγοράς τε καὶ γυμνάσια καὶ κοινὰ πόλεως ἀναθήματα
διατείνει, ταῦτα δημόσια καλοῦσιν. ἡλίου δὲ καὶ
σελήνης καὶ τῶν ἄλλων ἀστέρων ἀφανισμὸν ἢ τελείαν
ἔκλειψιν γῆς τε καὶ θαλάσσης ἀκόσμους ἀνατροπὰς πάθη
μὲν προαγορεύειν κοσμικά, καλεῖσθαι δὲ κυρίως οὕτως
ὀνείρατα κοσμικὰ
καὶ ψυχῆς τῆς αὐτῆς μετέχειν. καὶ πάλιν ἔδοξέ τις τετραχηλοκοπῆσθαι.
συνέβη καὶ τούτου τὸν πατέρα ἀποθανεῖν,
ὃς κοὶ τοῦ ζῆν καὶ τοῦ φωτὸς αἴτιος ἦν, ὥσπερ καὶ ἡ κεφαλὴ
τοῦ παντὸς σώματος. οἷόνδέ ἐστι καί τὸ τετυφλῶαθαι τέκνοις
ὄλεθρον καὶ οὐχὶ τῷ ἰδόντι σημαῖνον καὶ πολλὰ ἄλλα
δέ ἐστι καὶ τὸ
δοκεῖν νοσεῖν τὴν μητέρα τὴν γυναῖκα, ἀσθενεῖς καὶ
ἀκόσμους τὰς ἀπὸ τῶν τεχνῶν παρέχον ἐργασίας. οὐδὲ
γὰρ οὐδέ διαφωνεῖται τοῦτό γε, ἀλλὰ συμφώνως ἐοικέναι
λέγουσι πάντες τέχνην μητρὶ μέν, ἐπεὶ τρέφει, γυναικὶ δέ,
ἐπεὶ ἰδιαίτατον. ἔτι καὶ τὸ φίλους ὁρᾶν, καὶ εἰ μὲν λυποῖντο,
λύπας παρέχει, εἰ δὲ χαίροιεν, ἡδονάς. ἀπὸ δὲ τῶν
αὐτῶν ἔστι καὶ τοὺς κοινοὺς διελέγχειν ὀνείρους, ὧν καὶ
αὐτῶν ἀντὶ κοινῶν ἰδίας ἤδη τινὲς ἔσχον τὰς ἀποβάσεις.
ἀλλὰ καὶ τὰ μὲν πρῶτα, ὡς οἱ παλαιοὶ περὶ τούτων διέλαβον,
ὡς ἐπὶ τὸ πολὺ οὕτως ἔχει τὰ δʼ ἑξῆς σπανίως μὲν
ἀλλ᾿ οὖν ἔστιν ὅτε οὕτως ὡς ἡμεῖς φαμεν γινόμενα πλάνην
τοῖς περὶ ταῦτα δεινοῖς ἐμποιεῖ. διαληπτέον δὲ περὶ αὐτῶν
ὧδε. τῶν μὲν ἰδίων ὅσα μὴ διατείνει πρὸς τοὺς πέλας, ἐν
μόνοις τοῖς ὁρῶσι καὶ πρὸς μόνους ὄντα καὶ μὴ πρός τινας
καὶ διά τινας ἐνεργούμενα, ταῦτα μόνοις τοῖς ὁρῶσιν
ἀποβαίνει, ὡς τὸ λέγειν, ὡς τὸ ᾄδειν, ὡς τὸ ὀρχεῖσθαι,
καὶ ἑξῆς πυκτεύειν ἀγωνίζεσθαι ἀναρτᾶν ἑαυτὸν ἀποθνήσκειν
σταυροῦσθαι κολυμβᾶν θησαυρὸν εὑρίσκειν
καίτοι ἴδια ὄντα, πολλάκις φιλεῖ καὶ τοῖς πέλας ἀποβαίνειν
κατʼ οἰκειότητα τῶν χρειῶν, οἷον κεφαλὴ εἰς πατέρα,
ποὺς εἰς δοῦλον, δεξιὰ χεὶρ εἰς πατέρα υἱὸν φίλον
ἀδελφόν, ἀριστερὰ χεὶρ εἰς γυναῖκα καὶ μητέρα καὶ φίλην
καὶ θυγατέρα καὶ ἀδελφήν, αἰδοῖον εἰς γονεῖς καὶ γυναῖκα
καὶ τέκνα, κνήμη εἰς γυναῖκα καὶ φίλην. τῶν δὲ ἄλλων
μὲν εἴησαν φίλοι καὶ τὰ σημαινόμενα ἀγαθά, γίνοιντʼ ἂν
ἐκείνοις ἡμῖν τε ἀπὸ μέρους χαρά τε καὶ ἡδονή εἰ δὲ κακὰ
εἴη, ταῦτα μὲν ἐκείνοις, ἡμῖν δὲ λύπη, οὐ πάντως δὲ διὰ
τὰ ἐκείνων κακά, ἀλλʼ ἤδη τις ἰδία. ἐχθρῶν δὲ ὄντων τὰ
τούτοις ἐναντία τεκμαίρεσθαι χρή. ἀτὰρ δὴ καὶ περὶ δημοσίων
καὶ κοσμικῶν ὧδε ἔχω λέγειν. τὰ μὲν ὑπὲρ ὧν τις
οὐ πεφρόντικεν, ὑπὲρ τούτων οὐδὲν ὄψεται, ἐπεὶ καὶ ὑπὲρ
ἰδίων ἤδη τινὲς μὴ φροντίσαντες ὀνείρους
ἐπιμελούμενοι ὑπὲρ εὐδαιμονίας. ὅπερ καὶ ὁ ποιητὴς
ἐπὶ τούτων λέγει, περὶ τοῦ ὀνείρου τοῦ Ἀγαμέμνονος
διαλαμβανόντων αὐτῶν ἐν τῇ βουλῇ τῶν γερόντων
αὐτοὺς ἂν τοῦ προσέχειν· νυνὶ
δὲ ἀμήχανον μὴ οὐχὶ ἀποβῆναι ἡμῖν, ἐπειδήπερ βασιλεὺς
εἶδεν. ἀλλά φασιν ὅτι ἤδη τινὲς καὶ ἰδιῶται καὶ πένητες
εἶδον ὀνείρους δημοσίους, οὃς προκηρύξαντες ἢ γράψαντες
καὶ προθέντες ἐπιστεύθησαν τῷ τὰς ἀποβάσεις ἐοικέναι
τοῖς ὀνείροις, λανθάνοντες ἑαυτοὺς ὅτι μὴ ἐγνώκασι τὸ
αἴτιον οὐ γὰρ ἑνὸς ἰδόντος ἀπέβη ποτὲ ἰδιώτου ὄνειρος
εἰς τὸ κοινόν, ἀλλὰ πολλῶν κατὰ τὸ αὐτό, ὧν οἱ μὲν δημοσίᾳ
ἀναγορεύουσιν οἱ δὲ ἰδίᾳ ἕκαστος. καὶ γίνεται οὐκ
ἰδιώτης ὁ ἰδὼν ἀλλὰ καὶ στρατηγοῦ καὶ ἄρχοντος οὐδὲν
ἥττων δῆμος· ἀγαθοῦ μὲν γὰρ ἐσομένου κοινοῦ πόλει
μυρίους ἄν τις ἀκούσαι λεγομένους ὀνείρους, οἳ σημαίνουσι
τὸ μέλλον ἄλλος ἀλλοίᾳ καὶ διαφόρῳ ὄψει. οὕτως δὲ
Νικοστράτῳ τῷ Ἐφεσίῳ καὶ Πανυάσιδι τῷ Ἁλικαρνασσεῖ
γνωριμωτάτοις ἀνδράσι καὶ ἐλλογίμοις.
Ἔτι δὲ λέγουσιν οἱ περὶ ταῦτα δεινοὶ ὅτι δεῖ κρίνειν
αἴσια τὰ φύσει καὶ νόμῳ καὶ ἔθει καὶ τέχνῃ καὶ ὀνόμασι
καὶ χρόνῳ ὁρώμενα, οὐ προεννενοηκότες ὅτι τὰ φύσει
βλεπόμενα τῶν οὐ βλεπομένων φύσει δεινότερα τοῖς ὁρῶσιν,
εἰ μὴ χρησιμεύοι διὰ τὰς ὑποκειμένας τοῖς πράγμασιν
ὑποστάσεις. γίνεται γάρ πως τοῖς εὐπόροις τὸ
σελήνης ἐπιτολαὶ καὶ τὰ παραπλήσια. καὶ τὰ κατὰ τὸ
ἔθος οὐ παντάπασιν ἁρμόζει ταῖς τῶν καιρῶν ἐπιμιξίαις
οἰκειούμενα. τούτοις ἑξῆς ὅμοια καὶ τὰ περὶ τῶν ἄλλων
ἔχω λέγειν δεῖ δὲ καὶ τῆς συμμετρίας στοχάσασθαι.
ὄντων δὲ τούτων τῶν ἓξ στοιχείων οὐ πάντως καθολικῶν
Ταῦτα μὲν οὖν εἰς ἀναπλήρωσιν τῶν ὑπὸ τῶν παλαιῶν
ἐνδεῶς εἰρημένων ἱκανῶς εἴρηται. δύο δὲ τρόπους καθολικοὺς
ἀναδέξασθαι χρή, τὸν μὲν γενικὸν πρῶτον, τὸν δʼ
εἰδικὸν δεύτερον. τὸν μὲν οὖν πρῶτον τοῦτον τὸν τρόπον.
Τῶν ὀνείρων οἱ μὲν πολλὰ διὰ πολλῶν προαγορεύουσιν,
οἱ δὲ ὀλίγα διʼ ὀλίγων, οἱ δὲ πολλὰ διʼ ὀλίγων, οἱ δὲ ὀλίγα
διὰ πολλῶν. πολλὰ μὲν οὖν διὰ πολλῶν. οἷον ἔδοξέ τις πέτεσθαι
ἀράμενος ἐκ τῆς οἰκείας διανοίας
ἀπέβη αὐτῷ τούτῳ μεταναστῆναι τῆς οἰκείας διὰ τὴν
πτῆσιν, καὶ τὰ προκείμενα καὶ μάλιστα ἐσπουδασμένα
αὐτῷ περᾶναι διὰ τὸ μὴ τοῦ σκοποῦ ἡμαρτηκέναι. καὶ δὴ
εὐπορήσας ἱκανῶς, ἐπειδὴ τοὺς εὐπόρους πτερὰ ἔχειν
ὄρνεα, πάλιν εἰς τὴν οἰκείαν κατῆρεν. οἱ δὲ ὀλίγα διʼ ὀλίγων.
οἷον ἔδοξέ τις χρύσεα ὄμματα ἔχειν. ἐτυφλώθη διὰ
τὸ μὴ ἴδιον ὀμμάτων εἶναι τὸ χρυσίον. οἱ δὲ πολλὰ διʼ
δικῶν τινων αὐτῷ γραφεισῶν, ἐφʼ αἷς ἑάλω φεύγων γραφὴν
δημοσίων ἀδικημάτων· ἄτιμός τε καὶ φυγὰς γενόμενος
ἀναρτήσας ἑαυτὸν ἐτελεύτησε τὸν βίον, ὡς μηδὲ ἀποθανὼν
ἔχειν ὄνομα. τούτους γὰρ μόνους ἐν νεκρῶν δείπνοις
οὐ καλοῦσιν οἱ προσήκοντες. δῆλον οὖν παντὶ γένοιτʼ ἂν ὅτι
πάντα ἀπὸ τοῦ αὐτοῦ ἀπέβη τῷ τὸν αὐτὸν ἐπέχειν λόγον. οἱ
δὲ ὀλίγα διὰ πολλῶν. οἷον ἔδοξέ τις τὸν Χάρωνα παίζειν
σύν τινι ἀνδρὶ ψήφοις, αὐτὸς δὲ σπουδάζειν τῷ ἀνδρί, καὶ
διὰ τοῦτο λειφθέντα τὸν Χάρωνα χολᾶν τε καὶ διώκειν
αὐτόν, ὁ δὲ ἀποστρεφόμενος φεύγειν, ἀφικόμενος δὲ εἰς
ξενοδοχεῖον, ᾧ ἐπώνυμον κάμηλος, εἰς δωμάτιον εἰσδραμὼν
ἐπιζυγῶσαι τὰς θύρας. τὸν μὲν οὖν δαίμονα οἴχεσθαι
ἀπιόντα, τοῖν μηροῖν δὲ τὸν ἕτερον αὐτῷ φῦσαι πόαν. τούτων
ἐγένετο πάντων τὸ σημαινόμενον ἓν ἀποτέλεσμα·
πεσούσης γὰρ τῆς οἰκίας, ἔνθα ᾤκει καὶ συρραγέντων ἐπʼ
αὐτὸν ξύλων συνετρίβη τὸν μηρὸν καὶ κατεάγη. καὶ γὰρ ὁ
Χάρων ψήφοις παίζων λόγον τὸν περὶ θανάτου προηγόρευεν·
μὴ καταλαβὼν δὲ μὴ ἀποθανεῖσθαι μὲν ἐδήλου,
κινδυνεύσειν δὲ τὼ πόδε διὰ τὴν δίωξιν· καὶ τὸ ξενοδοχεῖον
ἐνεργὸν ὄντα τὸν μηρὸν ἕξειν, ἐκ γῆς ἀκινήτου φιλοῦσα
ἀναφύεσθαι. καὶ τούτων εἴ τις ἀγαθὸς εἴη λογιστής, τὴν
ἐξαρίθμησιν ἐπὶ πάντων οὕτως ἔχουσαν εὕροι ἄν.
Τοῦ δὲ εἰδικοῦ καὶ αὐτοῦ τετραχῆ διαιρεθέντος οἱ μὲν
κατὰ τὸ ἐντὸς καὶ κατὰ τὸ ἐκτός εἰσιν ἀγαθοί, οἱ δὲ κατ᾿
ἀμφότερα κακοί, οἱ δὲ κατὰ
μειδιῶντας διδόντας τι λέγοντας ἀγαθὸν αὐτοὺς ἢ τῆς ἀσήπτου πεποιημένα·
ὁμοίως γονεῖς φίλους οἰκέτας οἶκον αὔξοντας, καὶ πολυτελεστέραν
κτῆσιν καὶ σώματος ἡδεῖαν ὄψιν ἰσχύν τε καὶ τὰ
ὅμοια· τούτων γὰρ ἡδίστης ὑπαρχούσης τῆς θέας, πολὺ
μᾶλλον ἡδίονα αὐτῶν τὰ τέλη γίνεται. κατὰ δὲ ἀμφότερα
κακοὶ οἱ τοιοῦτοι· κατὰ κρημνῶν πεσεῖν οἴεσθαι ἢ λῃστηρίῳ
περιπεσεῖν Κύκλωπα ἰδεῖν ἢ τὸ ἄντρον αὐτοῦ
καὶ μεθʼ ἡμέραν εἰς τὸ δεσμωτήριον καθείρχθη· δείπνου
μὲν γὰρ τοῦ σὺν θεῷ εἰκὸς εἶναι ἡδεῖαν τὴν ὄψιν,
δεσμῶν δὲ καὶ εἱρκτῆς οὐχ ἡδεῖαν. ἔτι δόξας τις παρὰ
τοῦ Ἡλίου ἄρτους λαβεῖν δύο τοσαύτας ἡμέρας ἐπέζησεν·
εἰς γὰρ τοσαύτην προθεσμίαν ἡ τοῦ βίου χρῆσις παρὰ τοῦ
θεοῦ δοθεῖσα ἤρκει αὐτῷ. ἔτι καὶ τὸ χρύσεον εἶναι δοκεῖν
καὶ τὸ θησαυρὸν εὑρίσκειν καὶ τὸ παρὰ νεκροῦ λαμβάνειν
μύρον ἢ ῥόδον τῶν ὁμοίων τι εἰς τὴν αὐτὴν ἀνακτέον
στρατεύεσθαι δοῦλον ὄντα ἢ
Ἐννοῆσαι δὲ χρὴ ὅτι τὰ μὲν τοῖς φροντίζουσι περί τινος
καὶ αἰτησαμένοις ὄνειρον παρὰ θεῶν ἐπιφαινόμενα οὐχ
ὅμοια ταῖς φροντίσι σημαίνοντα δέ τι περὶ τῶν προκειμένων
γίνεται, ἐπεὶ τά γε ὅμοια ταῖς ἐννοίαις ἀσήμαντά
τέ ἐστι καὶ ἐνυπνιώδη, ὡς ὁ πρότερος ἔδειξε λόγος· μεριμνηματικὰ
θεοῦ γινομένη ἢ ἔνδον αἴτιόν τι, ὃ ἡμῖν διατίθησι τὴν
ψυχὴν καὶ ποιεῖ φύσει συμβεβηκὸς αὐτῇ, ἀλλὰ θεόπεμπτα
ὡς ἤδη καὶ ἐν τῇ συνηθείᾳ πάντα τὰ ἀπροσδόκητα καλοῦμεν.
Ἔτι πᾶσι τοῖς πρόδηλον αἰτίαν ἐκφεύγουσι προσέχειν
χρή, ἐάν τε νυκτὸς ἐάν τε ἡμέρας ὁραθῇ, μηδὲν διαφέρειν
νομίζοντας εἰς πρόγνωσιν τὴν νύκτα τῆς ἡμέρας μηδὲ τὴν
δείλην ἑσπέραν τῆς δείλης πρωΐας, ἐὰν συμμέτρως τις
τῆς τροφῆς καθεύδῃ ἐπεὶ αἵ γε ἄμετροι τροφαὶ
οὐδὲ πρὸς αὐτῇ τῇ ἕῳ παρέχουσιν ἰδεῖν τὸ ἀληθές.
Ἔτι καὶ τὰ κοινὰ ἔθη τῶν ἰδίων μακρῷ διέστηκεν. ἃ εἰ
οὖν ἔθη ταῦτα. θεοὺς σέβεσθαι καὶ τιμᾶν οὐδὲν γὰρ ἔθνος
ἀνθρώπων ἄθεον ὥαπερ οὐδὲ ἀβασίλευτον, ἄλλοι δὲ ἄλλους
τιμῶσι θεούς, ἀλλʼ ἐπὶ τὸ αὐτὸ τὴν ἀναφορὰν ἔχουσι πάντες.
τέκνα τρέφειν, ἡττᾶσθαι γυναικῶν καὶ τῆς πρὸς αὐτὰς
ὁμιλίας, ἐγρηγορέναι ἡμέρας, καθεύδειν νύκτωρ, τροφαῖς
χρῆσθαι, παύεσθαι κάμνοντας, διάγειν ἐν σκιᾷ, μὴ ὑπαιθρίους.
ταῦτα μὲν οὖν κοινὰ ἔθη· τὰ δὲ ἴδια καὶ ἐθνικὰ
καλοῦμεν. οἷον στίζονται παρὰ Θρᾳξὶν οἱ εὐγενεῖς παῖδες
καὶ παρὰ Γέταις
συνουσιάζουσι δημοσίᾳ καὶ γυναιξὶ μίσγονται ὥσπερ οἱ
κύνες, τοῖς δὲ ἄλλοις ἀνθρώποις ἄτιμα ταῦτα νενόμισται.
κατὰ προαίρεσιν ἐν Ἰωνίᾳ παῖδες Ἐφεσίων ἀγωνίζονται,
καὶ ἐν Ἀττικῇ παρὰ ταῖς θεαῖς ἐν Ἐλευαῖνι
τὴν ἐπὶ θανάτῳ κατακριθεῖσι συμβαίνει. ὁμοίως δὲ καὶ
Λυσιτελὲς δʼ ἂν εἴη, οὐ μόνον δὲ λυσιτελὲς ἀλλὰ καὶ
ἀναγκαῖον τῷ τʼ ἰδόντι τὸν ὄνειρον καὶ τῷ ὑποκρινομένῳ,
ἐπίστασθαι τὸν ὀνειροκρίτην τίς τέ ἐστιν ὁ ἰδὼν τὸν ὄνειρον
καὶ ὅ τι πράσσει καὶ ὅπως γέγονε καὶ ὅ τι ἔχει κτῆμα
καὶ ὅπως ἔχει σώματος καὶ ἧστινος ἡλικίας γέγονε. καὶ
ὁ λόγος δηλώσει ὡς εἰ μή τις τούτων ἔχοιτο,
πταίων ἂν ἑαυτὸν μᾶλλον ἢ ἡμᾶς μέμφοιτο.
Ἑξῆς ὑποθησόμεθα πῶς δεῖ κρίνειν τοὺς ὀνείρους. ἕξει
δὲ τάξιν ἡ πραγματεία τοιαύτην. οὐχ ὥσπερ οἱ παλαιοὶ
ἀπὸ θεῶν ἀρξόμεθα, κἂν ἀσεβεῖν τινὶ δοκῶμεν, ἀλλὰ
πρὸς τὸ ἀναγκαῖον τῆς ἀκολουθίας ἀποβλέποντες ἀρξόμεθα
πρῶτον ἀπὸ τοῦ γεννᾶσθαι, ἔπειτα
ἑξῆς περὶ σώματος καὶ τῶν ἐν τῷ σώματι μερῶν προσγινομένων
τε καὶ ἀπογινομένων καὶ αὐξανομένων καὶ
μειουμένων καὶ ἀλλοιουμένων εἰς μορφὴν ἑτέραν ἢ εἰς
ὕλην, εἶτα περὶ διδασκαλίας τεχνῶν παντοδαπῶν καὶ
ἔργων καὶ ἔπιτηδευμάτων, εἶτα περὶ ἐφηβίας, περὶ γυμνασίων
κατ᾿ εἶδος, περὶ ἀγώνων, περὶ βαλανείου καὶ
λουτροῦ παντοδαποῦ, περὶ τροφῆς πάσης ὑγρᾶς τε καὶ
ξηρᾶς, περὶ μύρων καὶ στεφάνων, περὶ ἀφροδισίων συνουσίας,
περὶ ὕπνου. ταῦτα μὲν περιέξει ἡ πρώτη βίβλος· ἡ
παντὸς ἀνδρείου καὶ γυναικείου ἀέρος καὶ τῶν περὶ ἀέρα,
περὶ κυνηγεσίας περὶ ἁλιείας περὶ πλοῦ περὶ γεωργίας,
περὶ δίκης, ἀρχῆς δημοσίας καὶ λειτουργίας, στρατείας,
θεῶν τιμῆς καὶ περὶ θεῶν, περὶ θανάτου, καὶ εἴ τι ἄλλο
προϊὼν ὁ λόγος ὑπομνήσει.
Χρὴ δὲ κρίνειν τοὺς ὀνείρους ποτὲ μὲν ἀπʼ ἀρχῆς εἰς τέλος
ἀποβλέποντα τὸν ὀνειροκρίτην καὶ ὅταν ᾖ τὰ θεωρήματα
διαλελυμένα ἀπʼ ἀλλήλων ποτὲ δὲ ἀπὸ τέλους εἰς
ἀρχήν ἔστι γὰρ ὅτε ἡ ἀρχὴ τὸ τέλος ἔδειξεν ἀφανὲς ὂν
καὶ οὐκ εὐσύνοπτον, ὁτὲ δὲ τὸ τέλος τὴν ἀρχήν. δεῖ δὲ καὶ
τοῖς καταπήροις καὶ ὥσπερ οὐκ ἔχουσι λαβὰς ὀνείροις παρ
ἑαυτοῦ τι προσφιλοτεχνεῖν, καὶ μάλιστα τοῖς ἀπόροις ἐν
οἷς ἢ γράμματά τινα ὁρᾶται διάνοιαν αὐτοτελῆ μὴ περιέχοντα
ἢ ὄνομα ἀπρόσλογον, ποτὲ μὲν μετατιθέντα ποτὲ
δὲ ἀλλάσσοντα ποτὲ δὲ προστιθέντα γράμματα ἢ συλλαβάς,
ἐνίοτε δὲ ἰσόψηφα ἐπινοοῦντα, διʼ ὧν σαφέστερος
γένοιτʼ ἂν ὁ λόγος.
ὅθεν φημὶ δεῖν οἴκοθεν παρεσκευάσθαι
καὶ οἰκείᾳ συνέσει χρῆσθαι τὸν ὀνειροκρίτην καὶ μὴ
μόνον τοῖς βιβλίοις ἐπανέχειν, ἐπεὶ ὅστις γε τέχνῃ οἴεται
ἄνευ φύσεως ἐντελὴς ἔσεσθαι, ἀτελὴς καὶ ἀπέραντος,
τοσούτῳ μᾶλλον ὅσῳ πλείονα ἕξιν ἔχει, διατελέσει· καὶ
γὰρ τὸ ἀπʼ ἀρχῆς πεπλανῆσθαι ἐπὶ πλέον τὴν πλάνην
παρέχει. ἔτι καὶ τὰ μὴ ἐξ ὁλοκλήρου μνημονευόμενα ἄκριτα
νόμιζε, ἐάν τε τὸ μέσον ἐάν τε τὸ πέρας ἐπιλάθηταί τις·
εἰ μὲν γὰρ τὸν ὑγιᾶ λόγον δεῖ ἐξετάζειν, πᾶν τὸ ὁρώμενον
κἀκεῖνο. ὅσοι τῶν ὀνείρων κακόν τι σημαίνουσιν, ἐὰν ἡ
τοῦ ὁρῶντος ψυχὴ τὸ ὄναρ μὴ ἀηδῶς ᾖ διατιθεμένη,
ἐλάττονα τὰ κακὰ γίνεται καὶ σχεδὸν ἀτελεύτητα· καὶ
πάλιν αὖ ὅσοι τῶν ὀνείρων ἀγαθόν τι σημαίνουσιν, ἐὰν μὴ
ἡ τῆς ψυχῆς διάθεσις ἡδεῖα ᾖ, τὰ ἀγαθὰ ἀτελεύτητα γίνεται
ἢ ἀνόνητα ἢ πάντως γε ἥττονα. διὸ χρὴ ἐπερωτᾶν καθʼ
ἕκαστον εἴτε ἡδέως εἴτε ἀηδῶς τοῦτο ἑώρα.
Εἴ τις δόξειε γεννᾶσθαι ὑπὸ γυναικὸς ἡστινοσοῦν, ὧδε
κρίνειν προσήκει. πένητι μὲν ἀγαθόν ἕξει γὰρ τὸν θρέψοντα
αὐτὸν καὶ ἐπιμελησόμενον αὐτοῦ ὥσπερ καὶ τὰ
βρέφη, εἰ μὴ ἄρα χειροτέχνης εἴη· τῷδε γὰρ σχολὴν προαγορεύει·
ἀργὰ γὰρ τὰ βρέφη καὶ ἐνειλημένα τὰς χεῖρας
τυγχάνει. χεῖρες δὲ αἱ πράξεις εἴρηνται. πλουσίῳ δὲ τὸ
μὴ κρατεῖν τῆς οἰκίας σημαίνει ἀλλʼ ὑπό τινων ἄρχεσθαι
ὧν οὐ βούλεται καὶ γὰρ τὰ βρέφη ὑπὸ ἄλλων ἄρχεται ὧν
οὐ κατὰ γνώμην αὐτοῖς. ἀνδρὶ δὲ γυναῖκα ἔχοντι μὴ
ἔγκυον σημαίνει τῆς γυναικὸς στερηθῆναι οὐδὲ γὰρ τὰ
βρέφη γυναιξὶ γαμεῖται ἢ σύνεστιν. ἔτι τῷ ἔχοντι ἔγκυον
γυναῖκα σημαίνει παῖδα αὐτῷ γενήσεσθαι ὅμοιον
κατὰ πάντα· οὕτω γὰρ
δούλῳ δὲ σημαίνει τὸ φιλεῖσθαι παρὰ τοῦ δεσπότου
κἂν ἁμάρτῃ συγγνώμης ἀξιοῦσθαι, ἐλευθερωθῆναι δὲ
οὐδέπω· καὶ γὰρ οὐδὲ τὰ βρέφη ἑαυτῶν ἄρχει, κἂν ἐλεύθερα αὐτὰ
βαδίζειν δύναται. τῷ δὲ ἐπὶ ξένης ὄντι τὴν εἰς οἶκον ἀνακομιδὴν
σημαίνει, ἵνα ἐπʼ ἀρχὴν ἔλθῃ, ὡς καὶ τὸ γεννώμενον·
πατρίδα· κοινὴ γὰρ ἅπασιν ἐπίσης ἐστὶν ἡ γῆ πατρίς. τῷ
δὲ νοσοῦντι θάνατον προαγορεύει τὸ ὄναρ, ἐπεὶ καὶ οἱ ἀποθανόντες
ἐσχισμένοις ἐνειλοῦνται ῥάκεσιν ὡς καὶ τὰ βρέφη
καὶ χαμαὶ τίθενται, καὶ οἷόν περ λόγον ἔχει ἡ ἀρχὴ πρὸς
τὸ τέλος, τὸν αὐτὸν καὶ τὸ τέλος πρὸς τὴν ἀρχήν. καὶ τὸν
ἀποδράσαι πειρώμενον οὐκ ἐᾷ διαφυγεῖν οὐδὲ τὸν ἀποδημεῖν
θέλοντα ἐᾷ τῆς οἰκείας ἐξελθεῖν οὗτος
τῆς φωνῆς, τῷ δʼ ἐγκαλουμένῳ καὶ φεύγοντι καὶ μάλιστα
τῷ δεδιότι καταδικασθῆναι ἄφοβος ὁ ὄνειρος· τὰ
γὰρ βρέφη συγγνώμης ἀξιοῦται, ἐὰν ἁμάρτῃ.
Εἰ δέ τις ἑαυτὸν ὑπολάβοι κυεῖν, εἰ μὲν πένης εἴη, πολλὰ
κτήσεται καὶ περιβαλεῖται χρήματα, ὡς καὶ διογκωθῆναι·
εἰ δὲ πλούσιος, ἐν βασάνοις ἔσται καὶ φροντίσι. καὶ ὁ
γυναῖκα ἔχων στερηθήσεται αὐτῆς, ὡς οὐκέτι χρείαν ἔχων
τῆς κυοφορούσης· ὁ δὲ μὴ ἔχων γυναῖκα γήμαι ἂν σφόδρα
εὔνουν, ὡς δοκεῖν ταὐτὰ τῇ γυναικὶ πάσχειν· τοῖς δὲ λοιποῖς
νόσον σημαίνει. τὸ δὲ ἀποτεκεῖν καὶ ἀπογεννῆσαι
δὲ καὶ καταχρέῳ καὶ δούλῳ καὶ παντὶ τῷ ἐν περιστάσει
ᾑτινιοῦν ὄντι τὰ παρόντα δεινὰ ἀποθέσθαι σημαίνει· καὶ
ἡ αἰτία φανερά. καὶ τὰ κρυπτὰ ἐλέγχει, ἐπεὶ τὸ κεκρυμμένον
τέως βρέφος ἐξεφάνῃ. πλουσίους δὲ καὶ δανειστὰς καὶ πραγματευτὰς
καὶ πάντας τοὺς πιστευομένους βλάπτει· ἃ γὰρ
τὸ πρὶν εἶχον ἀπσθήσονται. ἐμπόροις δὲ καὶ ναυκλήροις
ἀγαθόν·
Παιδία δόξαι ἔχειν ἢ ἰδεῖν παντελῶς βρέφη, ἴδια μὲν
τέκνα καὶ ἀνδρὶ καὶ γυναικὶ μοχθηρόν· φροντίδας γὰρ καὶ
λύπας σημαίνει καὶ μερίμνας πραγμάτων ἀναγκαίων τινῶν
ἕνεκεν, ἐπειδὴ οὐδὲ τὰ βρέφη ἄνευ τούτων ἔστιν ἀναθρέψαι.
καί τις καὶ λόγος παλαιὸς ἐπιδείκνυσι τὸ τοιοῦτο
ἔχει δὲ ὧδε·
τούτων δὲ τὰ μὲν ἀρσενικὰ εἰς ἀγαθὸν τελευτᾷ, τὰ δὲ
θηλυκὰ χείρονα τῆς ἀρχῆς τὴν τελευτὴν ἐπάγει καὶ ζημίαν
προαγορεύει· τὰ μὲν γὰρ ἀρσενικὰ οὐδὲν ἀνατραφέντα
παρὰ τῶν γονέων λαμβάνει, τὰ δὲ θηλυκὰ προικὸς
ἐπιδεῖται. οἶδα δέ τινα, ὃς ἔδοξε θυγάτριον αὐτῷ γενέσθαι,
οὕτως ἄρα τὸν αὐτὸν ἐπέχει λόγον δανείῳ
ἡ θυγάτηρ. ἀλλοτρίους δὲ παῖδας ὁρᾶν ἀγαθόν, ὅταν
ὦσιν εὔμορφοι καὶ χαρίεντες καὶ τὸ παιδικὸν αὐτοῖς ἐπιτρέχῃ·
ἀγαθῶν γὰρ ἔνστασιν καιρῶν δηλοῖ, ἐν οἷς ἐστιν
Εἰ δέ τις ὥσπερ οἱ παῖδες ἐν σπαργάνοις εἶναι δόξειε καὶ
γάλα λαμβάνειν παρά τινος γυναικὸς γνωρίμης ἢ οὐ
γνωρίμης, νόσον νοσήσει μακράν, εἰ μὴ γυναῖκα ἔχοι
ἔγκυον· τότε γὰρ αὐτῷ γενόμενος ὅμοιος ὁ παῖς τοῦτον
τὸν τρόπον ἀνατραφήσεται· γυναικὶ δʼ ἰδούσῃ θυγάτριον
ἐσόμενον προαγορεύει. εἰ δέ τις ἐν δεσμοῖς ὢν ἴδοι τὸν
ὄνειρον τοῦτον, προσεπισωρεύσει αὐτῷ τὸ δαιμόνιον καὶ
ἄλλα τινὰ κακὰ πρὸς τῷ μὴ ἀπολυθῆναι. οὐκ ἄλογον δὲ
οὐδὲ κατὰ τὴν νόσον ἀσθενεῖς γάρ εἰσιν οἱ ἐν γάλακτι
παῖδες· καὶ μὲν δὴ καὶ οἱ τέλειοι, ὅταν νοσοῦντες τροφῇ
μὴ δύνωνται χρῆσθαι, γάλακτι χρῶνται. τὸ δὲ δοκεῖν ἐν
τοῖς ἰδίοις μασθοῖς γάλα ἔχειν γυναικὶ μὲν νέᾳ συλλαβεῖν
σημαίνει καὶ τελεσφορῆσαι καὶ ἀποτεκεῖν, πρεσβύτιδι δὲ
πενιχρᾷ οὔσῃ εὐπορίαν, πλουσίᾳ δὲ δαπάνας, παρθένῳ δὲ
ὡραίᾳ μὲν οὔσῃ γάμον προαγορεύει· οὐ γὰρ ἄνευ συνουσίας
ἀφροδισίου γάλα ἄν ποτε σχοίη· παντελῶς δὲ μικρᾷ καὶ
πρὸ πολλοῦ τῆς ὥρας τῶν γάμων οὔσῃ θάνατον προμαντεύεται·
τὰ γὰρ παρὰ τὴν ἡλικίαν μοχθηρὰ πάντα πλὴν ὀλίγων.
ἀνδρὶ δὲ πένητι καὶ βίου δεομένῳ περιουσίαν χρημάτων
καὶ κτημάτων προαγορεύει, ὡς δύνασθαι καὶ ἄλλους τρέφειν.
καὶ ἀγάμῳ γάμον καὶ ἄπαιδι παῖδας πολλάκις ἐτήρησα
προαγορεῦσαν τὸ ὄναρ· ὁ μὲν γὰρ οὕτως ἔσχεν
εὔνουν τὴν γυναῖκα ὡς ταὐτὰ ἐκείνῃ πάσχειν δοκεῖν, ὁ δὲ
ἀνεθρέψατο παῖδας. ἀθλητῇ δὲ καὶ μονομάχῳ καὶ παντὶ
σωμασκοῦντι νόσον προαγορεύει, ἐπειδὴ τὰ θηλύτερα
Καὶ ταῦτα μὲν περὶ ἀνατροφῆς· νυνὶ δὲ περὶ σώματος
καὶ τῶν ἐν τῷ σώματι μερῶν προσγινομένων τε καὶ ἀπογινομένων
καὶ ἀλλοιουμένων εἴς τινα μορφὴν ἑτέραν ἢ εἰς
ὕλην ποιήσομαι τὸν λόγον μικρὰ παραιτησάμενος τοὺς τοῖς
ἐπὶ λεπτὸν διαιρουμένοις δυσχεραίνοντας· ἡμεῖς γὰρ οὐχ
ὅτι μόνον τοῖς ἐπισύρουσι τὰ τοιαῦτα ἀχθόμεθα ἀλλὰ καὶ
βλάβην κοινὴν νομίζομεν τὸ μὴ περὶ ἑκάστου ἀκριβοῦν
καὶ ἐξονυχίζειν. τοιγάρτοι πρῶτον μὲν ἀπὸ τοῦ κυριωτάτου
τῶν ἐν τῷ σώματι μερῶν ἄρξομαι διασαφεῖν.
Μεγάλην δοκεῖν ἔχειν κεφαλὴν ἀγαθὸν ἀνδρὶ πλουσίῳ οὐδέπω
ἄρξαντι καὶ πένητι καὶ ἀθλητῇ καὶ δανειστῇ καὶ τραπεζίτῃ
καὶ ἐρανάρχῃ. τῷ μὲν γὰρ ἀρχήν τινα προαγορεύει,
ἐν ᾗ δεήσει αὐτῷ στεφάνου ἢ στροφίου ἢ διαδήματος, τῷ δὲ
εὐπορίαν καὶ χρημάτων ἐπίκτησιν καὶ κατὰ τοῦτο μείζονα
τὴν κεφαλὴν ἔσεσθαι. ἀθλητῇ δὲ σαφὲς ὅτι νίκην προαγορεύει
τότε γὰρ ἡ κεφαλὴ μείζων γένοιτʼ ἂν αὐτοῦ. δανειστῇ
δὲ καὶ τραπεζίτῃ καὶ ἐρανάρχῃ πλείονα τὴν τῶν
χρημάτων συλλογὴν μαντεύεται. καὶ γὰρ τὰ χρήματα
κεφάλαια καλεῖται. πλουσίῳ δὲ πρὸς τὸ ἄρχειν ἤδη καθεστῶτι
καὶ ῥήτορι καὶ δημαγωγῷ βαρύνσεις καὶ ὕβρεις ἐκ
τῶν ὄχλων προαγορεύει, καὶ τῷ νοσοῦντι καρηβαρίαν καὶ
στρατιώτῃ πόνους καὶ δούλῳ τὸ μὴ ταχέως ἐλευθερωθῆναι
Τρίχας ἔχειν μεγάλας καὶ καλὰς καὶ ἐπʼ αὐταῖς ἀγάλλεσθαι
ἀγαθὸν μάλιστα γυναικί· ὑπὲρ γὰρ εὐμορφίας ἔστιν
ὅτε καὶ ἀλλοτρίαις θριξὶν αἱ γυναῖκες χρῶνται. ἀγαθὸν
δὲ καὶ ἀνδρὶ σοφῷ καὶ ἱερεῖ καὶ μάντει καὶ βασιλεῖ καὶ
ἄρχοντι καὶ τοῖς περὶ τὸν Διόνυσον τεχνίταις· τούτων γὰρ
οἷς μὲν ἔθος ἐστὶ κομᾶν, οἷς δὲ τὸ ἐπιτήδευμα κομᾶν ἐπιτρέπει.
τὸ πολλοῦ καμάτου δεῖν εἰς τὴν κομιδὴν τῶν μεγάλων
τριχῶν. αἱ δὲ μεγάλαι μὲν ἀτημέλητοι δὲ τρίχες, ὡς μὴ
δοκεῖν κόμην εἶναι ἀλλὰ τρίχωμα, πᾶσιν ἀνθρώποις πένθη
τε καὶ λύπας δηλοῦσι· κομεῖν μὲν γὰρ τὸ ἐπιμελεῖσθαί
ἐστιν, ἣ δὲ ἀτημέλητος ἐν συμφοραῖς αὔξεται, θρίξ. ἐγὼ
δέ ποτέ τινα τῶν γνωρίμων ἐν ἀρχῇ καταστάντα καὶ τὴν
ἄλλην εὐπραγίαν εὐτυχῆσαντα ἐν ὕπνοις θεασάμενος ἐν
τῇ πόλει προπεμπόμενον ὑπὸ τῆς ὑποβεβλημένης αὐτῷ
τάξεως ἀνίκμους ἔχοντα καὶ κουριώσας τὰς τρίχας τῆς
κεφαλῆς ἐπέβαλον μὲν ὡς λύπης αὐτῷ δηλωτικὸν εἴη τὸ
ὄναρ· οὐ πολλῶν δὲ διελθουσῶν ἡμερῶν ἐπαύθη τῆς
ἀρχῆς, ὅπερ ἦν αὐτῷ καὶ ἐπιζήμιον πάνυ καὶ ἐπίλυπον.
Τὸ δὲ δοκεῖν χοιρείας ἔχειν τρίχας κινδύνους ἐπάγει
βιαίους καὶ τοιούτους, οἵοις ὑποπίπτει τὸ ζῷον, λέγω δὲ
ὁ χοῖρος. ἱππείας δὲ ἔχειν τρίχας δουλείαν καὶ ταλαιπωρίαν
σημαίνει καὶ τοῖς εὖ γεγονόσι. δούλοις δὲ καὶ δεσμὰ
περιτίθησιν· ὡς γὰρ ἐπὶ τὸ πολὺ χαίτη ἱππεία δεσμεύεται.
Ἔρια δὲ ἀντὶ τριχῶν ἔχειν νόσους μακρὰς καὶ φθίσιν
προαγορεύει καὶ διὰ τοῦτο πολλάκις ἐπὶ τῆς κεφαλῆς ἔρια
Τὸ δὲ δοκεῖν ψιλὸν εἶναι τὸ περὶ μέτωπον πᾶν μέρος ἐν
τῷ παρόντι χλεύην ἅμα καὶ ἀπραξίαν μαντεύεται εἰ δὲ τὸ
ὀπίσω τοιοῦτον ἔχειν δόξειέ τις, ἐν τῷ γήρᾳ πενίαν καὶ
ἀπορίαν οὐ τὴν τυχοῦσαν ἕξει· πᾶν μὲν γὰρ τὸ ὀπίσω τοῦ
μέλλοντός ἐστι σημαντικὸν χρόνου, αἱ δὲ ψιλότητες ἀπορίας
οὐδὲν διαφέρουσιν, ὅτι κατ᾿ ἔλλειψιν γίνονται θερμοῦ,
ἢ ὅτι μηδενὸς ἐπιλαβέσθαι παρέχουσιν. εἰ δὲ τὸ δεξιὸν
μέρος τῆς κεφαλῆς ψιλὸν ἔχοι τις, πάντας τοὺς καθʼ
αἷμα προσήκοντας ἄρσενας ἀπολεῖ εἰ δὲ μηδένα ἔχοι,
βλαβήσεται. εἰ δὲ τὸ εὐώνυμον, τὰς θηλείας ἀπολεῖ, εἴγε
τινὰς ἔχοι· εἰ δὲ μή, καὶ οὕτω βλαβήσεται. συγγενῶν μὲν
γάρ ἐστιν ἡ κεφαλὴ σημαντική, ταύτης δὲ τὰ μὲν δεξιὰ
μέρη ἀρρένων τὰ δὲ εὐώνυμα θηλειῶν. ἐπὶ δὲ τοῦ
παντὸς σώματος τὰ δεξιὰ καὶ τὰ εὐώνυμα ταύτην ἔχει
τὴν διαίρεσιν. ὁπότερον δʼ ἂν τῆς κεφαλῆς μέρος ψιλὸν
ἔχῃ τις οὐκ ὢν εὐσυνείδητος, κατακριθήσεται τὴν εἰς ἔργον
δημόσιον καταδίκην· τοῦτο γὰρ κἀκεῖ παράσημόν ἐστι
τοῖς καταδικαζομένοις. ὅλην δὲ τὴν κεφαλὴν ψιλὴν ἔχειν
ἀγαθὸν τῷ φεύγοντι δίκην καὶ τῷ φοβουμένῳ μὴ πρός
τινων βίᾳ κατασχεθῇ· ῥᾷστα γὰρ ἂν διαφύγοι ἀνεπίληπτος
ὤν τοῖς δὲ ἄλλοις ἀπολέσαι πᾶν σημαίνει τὸ πρὸς κόσμον
τοῦ βίου τεῖνον.
Ξυρᾶσθαι δὲ δοκεῖν τὴν κεφαλὴν ὅλην πλὴν Αἰγυπτίων
θεῶν ἱερεῦσι καὶ γελωτοποιοῖς καὶ τοῖς ἔθος ἔχουσι
ξυρᾶαθαι ἀγαθόν, πᾶσι δὲ τοῖς ἄλλοις πονηρόν. τὰ γὰρ
αὐτὰ τῇ ψιλώσει σημαίνει, βιαιότερα δὲ ἐπάγει καὶ σύντομα
τὰ κακά. πλέουσι δὲ διαρρήδην ναυάγιον σημαίνει
καὶ νοσοῦσιν εἰς ἔσχατον ἐλάσαι κίνδυνον πλὴν οὐκ ἀποθανεῖν·
ναυαγήσαντες μὲν γὰρ καὶ ἐκ μεγάλης ἀναστάντες
νόσου ξυρῶνται οἱ ἄνθρωποι, ἀποθανόντες δὲ οὔ. τοῖς δὲ
προειρημένοις ἀγαθὸν διὰ τὸ ἔθος. κείρεσθαι δὲ ὑπὸ
κουρέως ἀγαθὸν πᾶσιν ἐπίσης· ἔστι γὰρ ὡς εἰπεῖν ἀπὸ τοῦ
καρῆναι καὶ τὸ χαρῆναι ἐκδέξασθαι κατὰ παραλλαγὴν
στοιχείου, καὶ μέντοι
ἀλύποις τε καὶ οὐκ ἀπόροις. τὸ δὲ ὑπὸ κουρέως πρόσκειται,
ἐπεὶ εἴ τις ἑαυτὸν κείροι οὐκ ὢν κουρεύς, τῶν
ἰδίων πένθη ἢ αἰφνίδιόν τινα συμφορὰν μεγάλων κακῶν
ἀνάπλεων σημαίνει· οἱ γὰρ ἐν τοιούτοις γενόμενοι ἑαυτοὺς
ἀνάγκῃ περικείρουσι. τὸ δὲ ὀνυχίζεσθαι χρεώστῃ μὲν
ἀποδοῦναι τόκον σημαίνει, τοῖς δὲ λοιποῖς βλάβην ἀπὸ
τῶν ὀνυχισάντων, ἐάν γε ἴδωσιν ἑαυτοὺς ὑπʼ ἄλλων τινῶν
καὶ γυναικείου λέγω.
Μέτωπον ὑγιὲς καὶ εὔσαρκον παντὶ ἀγαθὸν καὶ παρρησίαν
καὶ εὐανδρίαν σημαίνει, τὸ δὲ ἡλκωμένον ἢ νοσοῦν
αἰσχύνην ἅμα καὶ βλάβην δηλοῖ. χάλκεον δὲ ἢ σιδήρεον
καὶ τοῖς μετὰ ἀναιδείας ζῶσιν μόνοις συμφέρει, τοῖς δὲ
λοιποῖς μῖσος ἐργάζεται.
Ὦτα πλείονα ἔχειν ἀγαθὸν τῷ βουλομένῳ κτήσασθαί
τινα ὑπακουσόμενον, οἷον γυναῖκα τέκνα οἰκέτας. πλουσίῳ
δὲ καταβοήσεις σημαίνει, ἀγαθὰς μέν, ἐὰν εὔμορφα
ὦτα, κακὰς δέ, ἐὰν ἄμορφα ᾖ καὶ ἄρρυθμα. κακὸν δὲ δούλῳ
τὸ ὄναρ καὶ δίκην ἔχοντι ἐγκαλοῦντί τε καὶ ἐγκαλουμένῳ·
τῷ μὲν γὰρ πολλῷ χρόνῳ σημαίνει ὑπακούσεσθαι,
τῷ δὲ ἐὰν μὲν ἐγκαλῇ καὶ ἀντεγκληθῆναι, ἐὰν δὲ ἐγκαλῆται
πλείονα τὰ ἐγκλήματα τῶν φανερῶν ἐπενεχθήσεσθαι·
τρόπον γάρ τινα αὐτῷ φησι δεῖν πλειόνων ὤτων. ἀνδρὶ δὲ
χειροτέχνῃ ἀγαθόν πολλῶν γὰρ ἀκούσεται ἐργοδοτῶν. τὸ
δὲ ἀπολέσαι καὶ τὰ ὄντα ὦτα τἀναντία ἑκάστοτε τοῖς
ἔμπροσθεν γεγραμμένοις σημαίνει.
Ὦτα καθαίρειν μεστὰ ῥύπου ἰχῶρος ἀγγελίας σημαίνει ἀκούσεσθαί ποθεν ἀγαθάς, μαστιγοῦσθαι δὲ τὰ ὦτα κακὰς ἀγγελίας ἀκούσεσθαί ποθεν σημαίνει.
Μύρμηκας δοκεῖν εἰς τὰ ὦτα εἰσέρχεσθαι σοφισταῖς
μόνοις ἀγαθόν ὅμοιοι γάρ εἰσι τοῖς φοιτῶσι ἀκουσομένοις
μειρακίοις· τοῖς δὲ λοιποῖς θάνατον προαγορεύει τὸ
ὄναρ· γῆς τε γάρ εἰσι παῖδες οἱ μύρμηκες καὶ εἰς γῆν καταδύονται.
οἶδα δέ τινα, ὃς ἔδοξεν ἐκ τῶν ἑαυτοῦ ὤτων πυρῶν
ἀστάχυας πεφυκέναι καὶ τοὺς πυροὺς αὐτοὺς ἀπορρέοντας
ταῖς χερσὶν ὑποδεχόμενος ἐκλαμβάνειν. ἤκουσε κληρονόμος
ἀπόντος ἀδελφοῦ διὰ μὲν τοὺς στάχυας κληρονόμος,
ἀδελφοῦ δὲ ὅτι καὶ τὰ ὦτα ἀδελφά ἐστιν ἀλλήλων.
Ὦτα ὄνου ἔχειν δοκεῖν φιλοσόφοις μόνοις ἀγαθόν, ὅτι
μὴ ταχέως κινεῖ τὰ ὦτα ὁ ὄνος τοῖς δὲ λοιποῖς δουλείαν
καὶ ταλαιπωρίαν σημαίνει.
Ὦτα λέοντος ἔχειν ἢ λύκου ἢ παρδάλεως ἢ ἄλλου τινὸς τῶν ἀγρίων ζῷων ἐπιβουλὴν ἔχειν ἐκ διαβολῆς σημαίνει· ἀκολούθως δὲ περὶ τῶν ἄλλων ζῴων κατὰ τὸ οἰκεῖον ἐκλαμβάνειν δεῖ.
Ὦτα ἐν τοῖς ὀφθαλμοῖς ἔχειν κωφὸν σημαίνει γενέσθαι
καὶ τὰ τῆς ἀκοῆς διὰ τῆς ὁράσεως παραδέξασθαι. ἐπὶ δὲ
Ὀφρύες δασεῖαι καὶ εὐανθεῖς πᾶσιν ἀγαθαί, μάλιστα
γυναιξίν αὗται γὰρ ὑπὲρ εὐμορφίας καὶ μέλανι χρίονται
τὰς ὀφρύας. τοιγάρτοι ἡδονὰς καὶ εὐπραξίας δηλοῦσι.
ψιλαὶ δὲ οὐ μόνον ἀπραξίας
Ὀξὺ ὁρᾶν τοῖς ὀφθαλμοῖς ἀγαθὸν πᾶαιν ἐπίσης. τὸ δὲ
ἀμβλυώττειν ἔνδειαν ἀργυρίου δηλοῖ, ἐπειδὴ καὶ τὰ ὄμματα
ψήφους ἔχει· ἀπραξίαν δέ, ὅτι οἱ ἀμβλυώττοντες
ἧττον τὰ πρὸ ποδῶν ὁρῶσι. τῷ δὲ παῖδας ἔχοντι σημαίνει
τοὺς παῖδας νοσῆσαι· ἐοίκασι γὰρ οἱ ὀφθαλμοὶ παισίν, ὅτι
καὶ ποθεινοί εἰσι καὶ τοῦ σώματος ὁδηγοὶ καὶ ἡγεμόνες,
ὥσπερ καὶ οἱ παῖδες ἐν γήρᾳ γενομένων τῶν γονέων. τὸ δὲ
δοκεῖν τετυφλῶσθαι ἀμφοτέρους τοὺς ὀφθαλμοὺς σημαίνει
τοῖς παισὶν ὄλεθρον τοῖς τοῦ ἰδόντος καὶ ἀδελφοῖς καὶ γονεῦσι·
παισὶ μὲν διὰ τὸν ἔμπροσθεν λόγον ἀδελφοῖς δέ,
καὶ οἱ γονεῖς. ἡ δὲ τούτων ἀπώλεια τὴν τῶν ὁμοίων ἀπώλειαν
προαγορεύει. ἀγαθὸν δὲ τῷ ἐν δεσμοῖς ὄντι τὸ
τῷ σφόδρα πενομένῳ· ὁ μὲν γὰρ οὐκέτι ὄψεται τὰ περὶ
αὐτὸν κακά, ὁ δὲ ἕξει τοὺς ὑπηρετήσοντας αὐτῷ· καὶ γὰρ
τῷ τυφλῷ προσίασιν ὑπηρετήσοντες οὐκ ὀλίγοι, αὐτός τε
τῶν πόνων ἀποπέπαυται. ἀποδημεῖν δὲ κωλύει τὸ ὄναρ
καὶ τὸν ἀπόδημον οὔ φησιν ἐπανήξειν εἰς τὴν ἑαυτοῦ· οὔτε
γὰρ τὴν ξένην ἔστιν οὔτε τὴν οἰκείαν ἄνευ ὀμμάτων ἰδεῖν.
δεινὸν δὲ καὶ στρατιώτῃ καὶ παντὶ τῷ ἐν αὐλῇ βασιλέως
ὄντι. ἀθλητῶν δὲ τοῖς μὲν τὰ βαρέα ἀθλοῦσιν ἧτταν προἀγορεύει,
δρομεῦσι δὲ νίκην. οἶδα δέ τινα σταδιέα, ὃς μέλλων
ἀγωνίζεσθαι Εὐσέβεια τὰ ἐν Ἰταλίᾳ ἀχθέντα πρῶτον
ὑπὸ βασιλέως Ἀντωνίνου ἐπὶ τῷ πατρὶ Ἀδριανῷ ἔδοξε
τυφλὸς γεγονέναι, καὶ ἐνίκησεν· ἐπίσης γὰρ τῷ τυφλῷ
ὁ προάγων ἐν δρόμῳ οὐκ ἂν ἴδοι τοὺς ἀγωνιστάς. δεινὸν δὲ
καὶ κυβερνήταις καὶ τοῖς τὰ οὐράνια διασκεπτομένοις καὶ
μάντεσι τὸ τυφλοῦσθαι πολλάκις ἐπετηρήσαμεν· καὶ εἴ τις
ἀπολωλός τι ζητῶν ἴδοι τὸν ὄνειρον τοῦτον, οὐκ ἂν εὕροι,
οὐδὲ δραπέτην διώκων καταλάβοι. ποιηταῖς δὲ ἄριστον
τὸ τοιοῦτο δεῖ μὲν γὰρ αὐτοῖς πολλῆς ἡσυχίας μέλλουσι
ποιήσειν τὰ ἔπη μάλιστα δʼ ἂν οὕτως ἐν ἡσυχίᾳ γένοιντο,
εἰ διὰ τὸ μὴ ἔχειν ὄμματα μὴ περιέλκοιντο μήτε ὑπὸ
σχημάτων μήτε ὑπὸ χρωμάτων. ὁ μὲν οὖν δεξιὸς πρεσβύτερα
πρόσωπα σημαίνει, ὁ δὲ ἀριστερὸς νεώτερα. λόγος
δέ τις ἔχει ὡς καὶ ὁ ποιητὴς Ὅμηρος τυφλὸς ἦν. νοσοῦσι
δὲ θάνατον πάντοτε προαγορεύει τὸ ὄναρ τοῦτο διὰ τὸ τοῦ
μέρους τὰ σημαινόμενα γένοιτʼ ἂν αὐτῷ καὶ ὡς εἰπεῖν ἐξ
ἡμισείας. ἔτι καὶ τοῦτο χρὴ σκοπεῖν, ὅτι ὁ μὲν δεξιὸς
ὀφθαλμὸς σημαίνει υἱὸν καὶ ἀδελφὸν καὶ πατέρα, ὁ δὲ
ἀριστερὸς θυγατέρα καὶ ἀδελφὴν καὶ μητέρα δύο δὲ
υἱῶν ὄντων θυγατέρων δύο ἢ δύο ἀδελφῶν ὁ μὲν δεξιὸς
τὸν πρεσβύτερον υἱὸν ἢ ἀδελφὸν ἢ θυγατέρα τὴν πρεσβυτέραν,
ὁ δὲ εὐώνυμος θυγατέρα τὴν νεωτέραν καὶ ἀδελφὸν
καὶ υἱὸν τοὺς νεωτέρους. τρεῖς δὲ ἔχειν ὀφθαλμοὶς τέσσαρας
ἢ καὶ πλείονας γῆμαι προῃρημένῳ καὶ ἄπαιδι ὁμοίως
ἀγαθόν τῷ μὲν γὰρ γυνή, τῷ δὲ παῖς ἔσται καὶ οὕτω
περὶ ἓν σῶμα πλείονες ἔσονται ὀφθαλμοί. ἀγαθὸν δὲ καὶ
δανειστῇ· πλείονας γὰρ ἕξει ψήφους. χρεώστῃ δὲ πονηρὸν
ὁμοίως διὰ τὰς ψήφους. πλουσίῳ δὲ προαγορεύει ἐν πολλῇ
φυλακῇ ἑαυτόν τε καὶ τὰ κτήματα ἔχειν διά τινας ἐπιβουλάς·
φησὶ γὰρ δεῖν αὐτῷ ὀφθαλμῶν πολλῶν. ἀποδημεῖν
δὲ θέλοντι πλάνην προδηλοῖ καὶ πλέοντι παλινδρομίαν
διὰ τὸ περιέλκειν τοὺς ὀφθαλμοὺς τοὺς πολλοὺς τὸ
φῶς καὶ τὴν αὐγήν. οἶδα δέ τινα, ὃς ἔδοξεν ἔχειν τρεῖς
ὀφθαλμούς, καὶ τυφλὸς ἐγένετο, οὐχὶ διὰ τὸν περὶ Κύκλωπα
μῦθον, ἀλλὰ διὰ τὸν τρίτον ὀφθαλμόν, ὃς καὶ ἄλλου
φωτὸς ἐσήμαινε δεῖσθαι διὰ τὸ μὴ αὔταρκες εἶναι τὸ
εἰ μὲν ἐν ταῖς χερσὶν ἢ τοῖς ποσί, τυφλὸς ἔσται· εἰ δὲ ἐν
ἄλλῳ τινὶ μέρει τοῦ σώματος, αὐτὸ ἐκεῖνο νοσήσει τὸ
μέρος ἢ πληγήσεται, ἵνα ταῖς χερσὶν ἢ τοῖς ποσὶ ψηλαφῶν
ὥσπερ βλέπῃ ἢ ἵνα ὥσπερ ὀφθαλμὸν ἔχοντι ἐκείνῳ τῷ
μέρει μηδεμίαν ὕλην προσφέρειν δύνηται. οἶδα δέ τινα, ὃς
ἔδοξεν ἐκπεσόντα αὐτοῦ τὰ ὄμματα ἐπὶ τοὺς πόδας πεσεῖν.
καὶ τυφλὸς μὲν οὐκ ἐγένετο, τὰς δὲ θυγατέρας αὐτοῦ
οἰκέταις συνῴκισε, καὶ οὕτω τὰ κρείττονα τοῖς ἥττοσιν
ἐμίγη. ἀλλοτρίους δὲ δοκεῖν ἔχειν ὀφθαλμοὺς τυφλὸν γενέσθαι
σημαίνει καὶ ὑπʼ ἄλλου χειραγωγηθῆναι. εἰ δέ τις
ἐπίσταται οὗ εἶχε τὰ ὄμματα, τέκνον ἐκείνου ἀναλήψεται.
ἢ ἄλλην τινὰ εὐεργεσίαν μεγάλην. ἔλεγε δέ τις ὅτι ποτέ
τινι θεασαμένῳ ἐν ὕπνοις ὀφθαλμοὺς κατὰ πάντας τοὺς
δακτύλους ἔχειν τῶν χειρῶν αὐτοῦ προεῖπε τύφλωσιν. καὶ
οὕτως ἀπέβη διὰ τὸ ἐπίτηδες προπέμπειν τὰς χεῖρας τοὺς
πεπηρωμένους.
Ῥῖνα ἔχειν καλὴν καὶ εὔμορφον ἀγαθὸν πάσι· πολλὴν
γὰρ εὐαισθησίαν καὶ πρόνοιαν ἐν τοῖς πραττομένοις
σημαίνει καὶ πρὸς τοὺς βελτίονας σύστασιν· διὰ γὰρ τῆς
ῥινὸς ἀέρα ἐπισπῶντες οἱ ἄνθρωποι βελτίονα ὄντως
ὠφελοῦνται. τὸ δὲ μὴ ἔχειν ῥῖνα ἀναισθησίαν πᾶσι
σημαίνει καὶ πρὸς τοὺς ὑπερέχοντας ἔχθραν καὶ τῷ νοσοῦντι
ὑπερέχοντας οἰκείους σημαίνει· στάσεις μέν, ἐπεὶ τὰ
διπλᾶ πάντα τά γε παρὰ φύσιν στάσεως ἐστι σημαντικά·
πρὸς δὲ τοὺς οἰκείους, ὅτι μὴ ἀλλοτρία ἡ ῥίς.
Παρειὰς παχείας ἔχειν ἀγαθὸν παντί, μάλιστα δὲ γυναιξί τὸ δὲ ἰσχνὰς ἢ ἡλκωμένας ἔχειν λύπην ἢ πένθος σημαίνει· ἰσχνὰς μὲν λύπην, ἡλκωμένας δὲ πένθος· καὶ γὰρ ἐν τοῖς πένθεσι λωβῶνται τὰς παρειὰς οἱ ἄνθρωποι.
Τὰς δὲ σιαγόνας πρὸς ἀποθήκας ἐστὶ ληπτέον καὶ τὰ
χείλη πρὸς τοὺς ἑκάστοτε προσιόντας καὶ φιλοῦντας.
εἰσὶ δὲ οἵδε γυνὴ παῖδες συγγενεῖς. τοιγάρτοι ὅ τι ἂν
τούτων πάθῃ, οὐκ ἐν ἀσφαλεῖ τὰ ἐν ταῖς ἀποθήκαις ἢ τὰ
περὶ τοὺς φιλτάτους εἶναι σημαίνει.
Γένειον ἔχειν μέγα καὶ λάσιον ἀνδρὶ λόγων ἐπιμελουμένῳ
καὶ φιλοσοφοῦντι ἀγαθὸν καὶ τοῖς ἐπὶ τὸ πράσσειν
ὡρμημένοις· οὓς μὲν γὰρ κοσμίους, οὓς δὲ φοβεροὺς ποιεῖ.
γυνὴ δὲ εἰ δόξειε πώγωνα ἔχειν, ἐὰν μὲν ᾖ χήρα, γαμηθήσεται
ἐὰν δὲ ἄνδρα ἔχῃ, ἀπαλλαγήσεται τοῦ ἀνδρός ἡ
μὲν γὰρ ἕξει σφόδρα εὔνουν ἄνδρα, ὡς δοκεῖν τὰ πρόσωπα
μεμῖχθαι ἡ δὲ ἀποστήσεται τοῦ ἀνδρὸς καὶ τὸν ἑαυτῆς
οἶκον οἰκονομήσει, ὡς δῆθεν ἅμα γυνή τε καὶ ἀνὴρ οὖσα,
τῷ δὲ ἤδη νεανίσκῳ ὄντι καὶ οὐκ εἰς μακρὰν οἴσοντι
γένεια ἐφʼ ἑαυτῷ σημαίνει γενέσθαι, ἐάν τε δοῦλος ἐάν
τε ἐλεύθερος τύχῃ ὤν, ἵνʼ ᾖ τέλειος καὶ ἑαυτοῦ προνοῇ.
ἀπορρέον δὲ τὸ γένειον ἢ ἀποξυρώμενον ἢ βίᾳ πρός τινος
ἀποσπώμενον ἰδεῖν πρὸς τῷ τοὺς ἀφʼ αἵματος διαφθείρειν
βλάβας ἅμα καὶ αἰσχύνας προδηλοῖ.
Ἡ περὶ ὀδόντων κρίσις πολλὴν ἐπιδεχομένη διαίρεσιν
παῤ ὀλίγων πάνυ κατώρθωται τῶν καθʼ ἡμᾶς ὀνειροκριτῶν,
Ἀριστάνδρου τοῦ Τελμησσέως ὑποθήκας τὰς πλείστας
καὶ ἀρίστας ὑποθεμένου. ἔχει δὲ ὧδε. τῶν ὀδόντων
οἱ μὲν ἄνωθεν τοὺς κατὰ τὸν οἶκον τοῦ ἰδόντος βελτίονάς
τε καὶ διαφέροντας ἀνθρώπους σημαίνουσιν, οἱ δὲ κάτωθεν
τοὺς ὑποδεεστέρους· οἶκον μὲν γὰρ ἡγεῖσθαι χρὴ τὸ
στόμα, τοὺς δὲ ὀδόντας τοὺς κατὰ τὸν οἶκον ἀνθρώπους,
ὧν οἱ μὲν δεξιοὶ ἄνδρας σημαίνουσιν οἱ δὲ εὐώνυμοι γυναῖκας,
πλὴν εἰ μή τινα σπάνια προσπίπτοι, οἷον εἰ πορνοβοσκὸς
ὤν τις πάσας ἔχοι θηλείας ἢ φιλογέωργος ὢν πάντας
ἄρρενας· ἐπὶ γὰρ τούτων οἱ μὲν δεξιοὶ τοὺς πρεσβυτέρους
οὓς γομφίους
ἔνιοι καλοῦσιν. ὁποῖον οὖν ἄν τις ἀποβάλῃ ὀδόντα, τοιούτου
ἀνθρώπου στερηθήσεται. ἐπειδὴ δὲ οὐ μόνον ἀνθρώπους
ἀλλὰ καὶ κτήματα οἱ ὀδόντες σημαίνουσιν,
ἡγεῖσθαι χρὴ τοὺς μὲν μύλους τὰ κειμήλια σημαίνειν,
τοὺς δὲ κυνόδοντας τὰ μὴ πολλῆς ἄξια τιμῆς, τοὺς δὲ
τομεῖς τὰ ἔπιπλα τῶν σκευῶν. εἰκὸς οὖν ἐκπίπτοντας
αὐτῶν τινας κτημάτων ἀπώλειαν σημαίνειν. ἔτι δὲ
καὶ οἱ ὀδόντες καὶ χρείας σημαίνουσι βιωτικάς· καὶ
τούτων οἱ μὲν μύλοι μυστικὰς καὶ ἀπορρήτους, οἱ δὲ
κυνόδοντες τὰς μὴ πολλοῖς καταφανεῖς, οἱ δὲ τομεῖς
τὰς φανερωτάτας καὶ τὰς διὰ λόγου καὶ φονῆς κατεργαζομένας.
ἐκπίπτοντες οὖν οἱ ὀδόντες τῶν ὁμοίων χρειῶν
ἐμπόδιοι γίνονται. φέρε δὴ περὶ αὐτῶν ἤδη διαλάβωμεν.
τοῖς χρεώσταις οἵτινες ἂν ἐκπίπτωσιν ὀδόντες, ἀπόδοσιν
τῶν χρεῶν σημαίνουσι. τοῦτο μὲν οὖν κοινὸν καὶ κατημαξευμένον,
ὅμως δὲ εἰρήσεται τίνα οἱ ὀδόντες σημαίνουσιν.
καὶ ἐὰν θραυομένους, κατὰ λεπτὸν ἀποδώσει.
καὶ ἐὰν μὲν ἀπόνως ἐκβάλῃ, ἐργασάμενος καὶ πορίσας·
ἐὰν δὲ ἐπὶ τῇ ἐκβολῇ ἀλγεῖν νομίσῃ, ἀποδόμενός τι τῶν
οἴκσθεν. ὀδόντες ἐμπρόσθιοι ἐκβληθέντες οὐδὲν ἐῶσι
τὸν οἶκον σημαίνουσι πάντων ὁμοῦ κατασταθῆναι ἐπί τε
τῶν ἐρρωμένων καὶ ἐλευθέρων καὶ μὴ ἐμπόρων, ἐπεὶ τοῖς
νοσοῦσι μακρονοσίαν μὲν καὶ φθίσιν προαγορεύουσι, τὸ δὲ
μὴ ἀποθανεῖν διαβεβαιοῦνται· ἄνευ μὲν γὰρ ὀδόντων οὐκ
ἔστι χρήσασθαι ὑγιεινῇ τροφῇ ἀλλὰ ῥοφήματι καὶ χυλῷ,
οὐδεὶς δὲ τῶν ἀποθανόντων ὀδόντας ἀπόλλυσι. διὸ σωτήριον
πᾶν τὸ μὴ τοῖς νεκροῖς συμβαίνον τοῖς νοσοῦσι καθίσταται.
ἄμεινον δὲ τοῖς νοσοῦσιν ἅπαντας τοὺς ὀδόντας
ἀπολέσαι· θᾶττον γὰρ ἀνίσταται. δούλῳ δὲ ἐλευθερίαν
προαγορεύει τὸ μηδένα ἔχειν ὀδόντα· ἢ γὰρ οὐ διδοὺς
ἀποφοράν, ὥσπερ τοῖς ὀδοῦσι τροφήν, ἢ οὐ λαμβάνων
παῤ ἄλλου τροφάς, ὥσπερ οὐδὲ ὑπὸ τῶν ὀδόντων τρεφόμενος,
πάντως ἔσται ἐλεύθερος. ἐμπόροις δὲ ταχέως τὰ
φορτία διαθέσθαι σημαίνει τὸ τοιοῦτον ὄναρ, καὶ μάλιστα
ἐὰν κινούμενα ᾖ. αὐξήσαντες δέ τινες τῶν ὀδόντων καὶ
ἑτερομεγεθήσαντες στάσιν κατὰ τὸν οἶκον τοῦ ἰδόντος
ἔσεσθαι σημαίνουσιν, ἐπειδὴ τῇ ἁρμονίᾳ οὐκέτι χρῶνται
καὶ ὅταν σαλευόμενοι μὴ ἐκπίπτωσιν. ὅσοι δὲ μέλανας
ἢ σεσηπότας ἢ κολοβοὺς ἔχοντες ὀδόντας ὄναρ ἔδοξαν
ἀποβεβληκέναι, οὗτοι πάσης δυσχερείας καὶ παντὸς ἀπαλλαγήσονται
κακοῦ. πολλάκις δὲ καὶ πρεσβύτας ἀπέβαλόν
ἐσομένας κατὰ τὸν οἶκον σημαίνει. κηρίνους δὲ
δοκεῖν ἔχειν ὀδόντας σύντομον παρίστησι θάνατον· οὐ
γάρ εἰσιν οἱ τοιοῦτοι τροφῆς τμητικοί. μολυβδίνους δὲ
ἔχειν κασσιτερίνους ἀτιμίαν καὶ αἰσχύνην σημαίνει, ὑαλίνους
δὲ ἢ ξυλίνους βιαίους ἐπάγει θανάτους. ἀργύρεοι δὲ
ὀδόντες χρήματα πορίσαι σημαίνουσι διὰ λόγων, πλουσίοις
δὲ εἰς τροφὰς τὰ χρήματα δαπανῆσαι. εἰ δέ τις ἐκβαλὼν
τοὺς προτέρους ὀδόντας ἄλλους ἀναφύεσθαι νομίσειεν,
ἀλλαγὴν αὐτῷ τοῦ παντὸς βίου σημαίνει τὸ ὄναρ, ἐπὶ μὲν
τὸ κρεῖττον, ἐὰν ὦσιν οἱ δεύτεροι ὀδόντες τῶν προτέρων
βελτίονες, ἐπὶ δὲ τὸ χεῖρον, ἐὰν ὦσι χείρονες. σαρκία δὲ
ἢ ἀκάνθια ἢ ἄλλο τι δοκεῖν ἐν τοῖς ὀδοῦσιν ἔχειν κωλύει
φθέγγεσθαι περί τινων ἀναγκαίων, ἔτι καὶ ἀπραξίαν προαγορεύει.
εἰ δέ τις τοιαῦτά τινα ἐν τοῖς ὀδοῦσιν ἔχων τάδε
ἐξαιρεῖν νομίσειε, παύσεται ἀπραγῶν καί τι διὰ λόγου
πράξει.
Γλῶσσαν σύμμετρον ἔχειν καὶ κατάλληλον τῷ στόματι
καὶ τρανὸν φθέγγεσθαι πᾶσιν ἀγαθόν, τὸ δὲ μὴ δύνασθαι
δὲ καὶ τὴν γυναῖκα τοῦ ἰδόντος μοιχάδα οὖσαν διέβαλε.
τὸ δὲ δοκεῖν τρίχας ἔχειν ἐκ τῆς γλώττης πεφυκυίας εἴτε
λευκὰς εἴτε μελαίνας οὐκ ἀγαθὸν ἂν εἴη. καίτοι λέγουσι
τοῖς ἀπὸ λόγων ποριζομένοις ἀγαθὸν εἶναι. ἡμεῖς δὲ ἐτηρήσαμεν
πᾶσι κακὰν τὸ τοιοῦτο γενόμενον· οὐδὲν γὰρ
τῶν μὴ ἀργῶν καὶ ἀτριβῶν φύει τρίχας, δεῖ δὲ τὴν γλῶτταν
μὴ ἀργὴν ἔχειν. καὶ αἱ μέλαιναι μὲν θᾶττον ἐπάγουσιν
αἱ δὲ λευκαὶ βράδιον τὰ ἀποτελέσματα. ὅσα δὲ ἐτήρησα
περὶ τοῦ ὀνείρου τούτου, ταῦτα γράφω. τοῖς μὲν διὰ
φωνῆς ἐργαζομένοις σχολὴν πρὸς λόγους ἡ γλῶσσα ἔσχε,
τοῖς δὲ λοιποῖς πρὸς τροφάς· ἢ γὰρ ἐνόσησαν πολλῷ
χρόνῳ καὶ οὐκ ἐχρήσαντο ταῖς κατὰ τὸ ἔθος τροφαῖς, ἢ
ἤδη νοσήσαντες ἀπέθανον. μαρτυρήσειε δʼ ἂν καὶ Ἀπολλώνιος
ὁ Ἀτταλεὺς ἐν
Αἷμα ἐμεῖν πολὺ μὲν καὶ εὔχρουν καὶ μὴ διεφθορὸς ἀγαθὸν
πένητι, πρόσκτησιν γὰρ σημαίνει καὶ περιουσίαν χρημάτων,
ὅτι τὸν ἴσον ἔχει λόγον τῷ αἵματι τὸ ἀργύριον, ὡς
καὶ οἱ παλαιοὶ ἄνδρες σοφοὶ διέλαβον· ἀγαθὸν δὲ καὶ
ἄπαιδι καὶ τῷ συγγενῆ ἀπόδημον ἔχοντι· ὁ μὲν γὰρ τέκνον
γενόμενον ὁ δὲ συγγεν ἀνακομισθέντα ἀπὸ τοῦ αὐτοῦ
ἀπόδημος μετὰ τὴν ἀνακομιδήν· εἰ δὲ χαμαὶ ῥέοι, ἀμφότεροι
τεθνήξονται· διὰ τὸ αἷμα, τοῦτʼ ἔστιν ἑαυτοῦ εἰς τὴν γῆν,
ἥτις ἐστὶ
ἄτοπον τῷ λανθάνειν βουλομένῳ· ἐλεγχθήσεται γάρ. τὸ
δὲ διεφθορὸς αἷμα πᾶσιν ἐπίσης νόσον σημαίνει. τὸ δὲ
ὀλίγον σφόδρα, ὥστε μὴ ἐμεῖν δοκεῖν ἀλλὰ πτύειν, πρὸς
τοὺς οἰκείους ἐτηρήσαμεν στάσιν σημαῖνον. χολὴν δὲ
φλέγμα ἐμεῖν τῷ μὲν ὄντι ἐν συμφορᾷ τινι ἀνία ἢ νόσῳ
ἀνάπαυλαν τῶν ἐνεστώτων σημαίνει κακῶν· πάντα γὰρ
τὰ τοιαῦτα ἀποκριθέντα οὐκέτι ἐνοχλεῖ. τῷ δὲ κατὰ προαίρεσιν
ἀναστρεφομένῳ πρότερον ἐπάγει τι τῶν δεινῶν
καὶ τότε ἀπαλλάσσει. τροφὴν δὲ ἐμεῖν βλάβην σημαίνει
δὲ θάνατον μαντεύεται τὸ ὄναρ. τούτων τὰς αἰτίας
ὁ ἐπιὼν παρέξει λόγος.
Ὅ τι δʼ ἂν περὶ τὸν τράχηλον ἢ τὴν ὑπήνην ἕλκος ἢ
πάθος ὄναρ ἔχειν νομίσῃ τις, νόσον ἐπίσης πᾶσι προαγορεύει·
ἐξήρτηται γὰρ τρόπον τινὰ τῆς κεφαλῆς καὶ τοῦ
τραχήλου πᾶν τὸ σῶμα, καὶ τούτων ἐρρωμένων μὲν ἔρρωται,
καμνόντων δὲ νοσεῖ τε καὶ οὐκ ἔρρωται.
Ἀφῃρῆσθαι δὲ δοκεῖν τῆς κεφαλῆς εἴτε ἐκ καταδίκης
γονεῦσι μὲν γὰρ ἔοικεν ἡ κεφαλὴ διὰ τὸ τοῦ ζῆν αἰτίαν
εἶναι· τέκνοις δὲ διὰ τὸ πρόσωπον καὶ τὴν εἰκόνα. ἤδη
δέ τινες καὶ γυναικὸς καὶ φίλου καὶ οἰκονόμου ἀγαθοῦ
ἐπὶ τούτῳ τῷ ὀνείρῳ ἐστερήθησαν καὶ οὐκέτι ἔσχον
τὸ ἐπιβλέπον τὰ κτήματα πρόσωπον. καί τις οἰκίαν ἔχων
ἀπώλεσε τὴν οἰκίαν· καὶ γὰρ ἡ κεφαλὴ ὡς εἰπεῖν οἶκός
ἐστι τῶν αἰσθήσεων. εἰ δέ τις ὁμοῦ πάντα ταῦτα ἔχοι, φανερὸν
ὅτι μὴ εἰς πάντα ἀποβήσεται τὸ ὄναρ, ἀλλʼ, ὡς ἐγὼ
ἐτήρησα, εἰς τὸν μᾶλλον ἐσπουδασμένον καὶ φιλούμενον
καὶ πᾶσι τοῖς χρήματα συνάγουσιν ἀπώλειαν τῶν
κεφαλαίων διὰ τὸ ὁμώνυμον σημαίνει. ἀγαθὸν δὲ καταχρέοις
διὰ τὰ αὐτά. ὁ δὲ ἐπὶ ξένης ὢν εἰς τὴν ἑαυτοῦ κατέλθοι
ἄν, καὶ ὁ περὶ γῆς δίκην ἔχων νικήσει· ἀφαιρεθεῖσα
γὰρ ἡ κεφαλὴ εἰς τὴν γῆν πίπτει καὶ ἐν αὐτῇ μένει καὶ τῷ
λοιπῷ σώματι παρέχει τὸ μηκέτι λυπεῖσθαι. δούλῳ δὲ ἐν
πίστει μὲν ὄντι τῆς πίστεως παραλυθῆναι σημαίνει· οὐ γάρ
τις πρὸ καταγνώσεως τραχηλοκοπεῖται ἢ ὅτι μὴ ἔχων κεφαλὴν
οὐ πιστεύεται· ‘ἀκέφαλον’ γὰρ λέγομεν τὸν ἄτιμον·
τοῖς δὲ λοιποῖς πᾶσιν ἐλευθερίαν σημαίνει τὸ ὄναρ· κυρία
ἀπολεῖσθαι τοῦ πλοίου τὴν ἱστοκεραίαν σημαίνει, εἰ
μὴ τῶν ναυτῶν τις εἴη ὁ ἑορακώς· ἐπὶ γὰρ τούτων ἐτήρησα
τοῖς ἄρχουσι θάνατον σημαῖνον· ἄρχει δὲ περινέου
μὲν ὁ τοίχαρχος, τοιχάρχου δὲ ὁ πρῳρεύς, πρῳρέως δὲ ὁ
κυβερνήτης, κυβερνήτου δὲ ὁ ναύκληρος· ἐπὶ δὲ τῶν ἐμπόρων
τοῦ παντὸς σώματος εἰς τὴν ναῦν διῃρημένου
κεφαλὴν ἄν τις λέγοι τὴν ἱστοκεραίαν. οἶδα δέ
τινα, ὅς ἔδοξε τετραχηλοκοπῆσθαι καὶ ὢν Ἕλλην ἔτυχε
τῆς Ῥωμαίων πολιτείας καὶ οὕτως ἀφῃρέθη τοῦ προτέρου
ὀνόματός τε καὶ ἀξιώματος.
Δύο δὲ ἔχειν κεφαλὰς ἢ τρεῖς ἀγαθὸν ἀθλητῇ τοσούτους
γὰρ ἀγῶνας στεφανωθήσεται. ἀγαθὸν δὲ καὶ πένητι·
πρὸς γὰρ τῷ πολλὰ κεφάλαια κτήσασθαι καὶ οὐσίαν περιβάλλεσθαι
πολλὴν καὶ παῖδες αὐτῷ ἀγαθοὶ καὶ γυνὴ καταθύμιος
ἔσται. πλουσίῳ δὲ ἐπανάστασιν σημαίνει ἔκ τινων
συγγενῶν. καὶ ἐὰν μὲν ἡ προτέρα ὑπερέχῃ κεφαλή, οὐ
καθελοῦσιν αὐτὸν οἱ ἐπαναστάντες ἐὰν δὲ ὑπερέχηται,
κίνδυνον αὐτῷ καὶ θάνατον σημαίνει.
Ἀπεστραμμένην ἰδεῖν τὴν ἑαυτοῦ κεφαλήν, ὥστε τὰ
ὀπίσω βλέπειν, κωλύει μὲν τῆς ἑαυτοῦ μετανίστασθαι
πατρίδος μετάνοιαν ἐπὶ τῇ ἀποδημίᾳ προαγορεῦον, κωλύει
δὲ καὶ πᾶν ὁτιοῦν πράττειν ἄλλο· οὐ γὰρ τὰ νῦν κεχαρισμένα
ἀλλὰ τὰ μέλλοντα βλέπειν κελεύει. τοῖς δʼ ἐπὶ ξένης
οὖσι τὴν εἰς οἶκον ἀνακομιδὴν προαγορεύει ὀψὲ καὶ παρὰ
προσδοκίαν· ἰδεῖν γὰρ καὶ παρὰ δύναμιν σημαίνει τὴν
οἰκείαν.
Λέοντος καὶ λύκου καὶ παρδάλεως καὶ ἐλέφαντος κεφαλὴν
δοκεῖν ἔχειν ἀντὶ τῆς ἑαυτοῦ ἀγαθόν· μείζοσι γὰρ ἢ
ἄλλων τετραπόδων ἢ πετεινοῦ κεφαλὴν δοκεῖν ἔχειν ἀντὶ
τῆς ἑαυτοῦ, εἰ μὲν τετραπόδου, δουλείαν καὶ ταλαιπωρίαν
σημαίνει· εἰ δέ τινος τῶν πετεινῶν, τὸ μὴ μεῖναι ἐν τοῖς
οἰκείοις χωρίοις, ἢ διὰ τὴν πτῆσιν, ὅτι τὰ ὀρνιθογενῆ
οὐ μένει παρὰ τοῖς γονεῦσιν.
Ἐν ταῖς χερσὶ τὴν κεφαλὴν ἔχειν τὴν ἑαυτοῦ ἀγαθὸν
ἄπαιδι καὶ ἀγάμῳ καὶ τῷ ἀπόδημον προσδεχομένῳ. εἰ δέ
τις τημελήσειε τὴν κεφαλήν, οἰκονομήσει τι τῶν περὶ
αὐτὸν κακῶς ἐχόντων καὶ διαλύσει τι τῶν ἐν τῷ βίῳ μοχθηρῶν.
τὸ δʼ αὐτὸ σημαίνει καὶ εἴ τις ἅμα κρατῶν ἐν
ταῖς χερσὶ τὴν ἑαυτοῦ κεφαλὴν ἑτέραν ἔχειν νομίσειε
Κέρατα ἔχειν προσπεφυκότα βοὸς ἢ ἄλλου τινὸς ζῷου
βιαίου ἐπάγει βιαίους θανάτους· ὡς δʼ ἐπὶ τὸ πολὺ τραχηλοκοπηθῆναι
τὸν ἰδόντα σημαίνει· τοῦτο γὰρ καὶ τοῖς
κέρατα φοροῦσι ζῴοις συμβαίνει.
Ὦμοι παχεῖς καὶ εὔσαρκοι πᾶσιν ἀγαθοὶ πλὴν τῶν ἐν
δεσμοῖς ὄντων καὶ εἰρκτῇ· εὐανδρίαν γὰρ καὶ εὐπραξίαν
Στῆθος ὑγιὲς καὶ ἀπαθὲς ἀγαθόν. τὸ δὲ λάσιον καὶ πεπυκνωμένον
θριξὶν ἀνδράσι μὲν ἀγαθὸν καὶ κερδαλέον,
γυναιξὶ δὲ χηρείαν μαντεύεται· ἀμελέστερον γὰρ διάγουσι
καὶ δασύνονται, ἐπειδὰν μὴ παρῇ διʼ ὃν ἀσκοῦσι τὰ σώματα.
ἀγαθοὶ δὲ καὶ οἱ μαζοὶ πάσης ἐκτὸς ὄντες αἰκίας.
εἰ δὲ καὶ μείζονές τινι γίγνοιντο τὸ εὔρυθμον καὶ χάριεν
φυλάσσοντες, τέκνων ἅμα καὶ σωμάτων ἐπίκτησιν προαγορεύουσι·
παθόντες δέ τι καὶ οἷον ἡλκομένοι νόσον σημαίνουσιν,
ἀποπίπτοντες δὲ θάνατον παισὶ τοῦ ἰδόντος·
οὐκ ὄντων δὲ παίδων ἀπορίας εἰσὶ σημαντικοί, πολλάκις
δὲ καὶ πένθους, μάλιστα δὲ γυναιξίν αὗται γὰρ ἐν
πένθει καὶ τοὺς μαζοὺς λωβῶνται. τροφῷ δέ, εἰ τέκνον
ἔχοι, εἰς τὸ τρεφόμενον ἀποβήσεται. πολλοὺς δὲ ἔχειν
μαζοὺς τὸ αὐτὸ σημαίνει τῷ δοκεῖν τοὺς ὄντας μείζονας
γεγονέναι, γυναικὶ δὲ καὶ μοιχείαν. τιτρώσκεσθαι δὲ
κατὰ τὸ στῆθος ὑπὸ οὑτινοσοῦν γνωρίμου λυπηρὰν ἀκοῦσαί
ποθεν ἀγγελίαν σημαίνει τοῖς πρεσβύταις· νέοις δὲ καὶ
ἀνδράσι καὶ γυναιξὶν ἔρωτα δηλοῖ.
Χεῖρες εὔτονοι καὶ καλαὶ εὐπραξίαν σημαίνουσι μάλιστα
χειροτέχναις καὶ τοῖς διὰ δόσεως καὶ λήψεως ποριζομένοις·
φοβουμένῳ δὲ δεθῆναι οὐκ ἄφοβον τὸ ὄναρ. ἤδη δὲ
ἀκόλουθον ὄντα εὗρον αὐτόν· εἰ δέ τῳ μὴ πιθανὰ
δοκῶ λέγειν, οἷς ἀρέσκεται χρήσθω. σημαίνειν γὰρ ἔφη
τὴν μὲν δεξιὰν χεῖρα τὰ ποριζόμενα τὴν δὲ εὐώνυμον τὰ
πεπορισμένα· ἡ μὲν γὰρ πρὸς τὸ λαβεῖν ἕτοιμος, ἡ δὲ
ἐπιτήδειος πρὸς τὸ φυλάξαι. ἔστι δὲ παλαιὰ διαίρεσις καὶ
ἀληθὴς καὶ ἥδε. σημαίνει ἡ μὲν δεξιὰ χείρ υἱὸν πατέρα
φίλον καὶ ἄλλον ὃν ἐν τῇ συνηθείᾳ καταχρώμενοι λέγομεν
σημαινομένων. κοινῇ δὲ αἱ χεῖρες ἀμφότεραί σημαίνουσί
τέχνας χειρόγραφα λόγους· τέχνας μὲν ἐπεὶ διὰ χειρῶν αἱ
τέχναι, χειρόγραφα δὲ ὅτι καὶ αὐτὰ χεῖρες λέγονται, λόγους
δὲ ἐπεὶ ἅμα τοῖς λόγοις αἱ χεῖρες κινοῦνται. ὅτι μὲν
γὰρ ναύταις καὶ ὀρχησταῖς καὶ θαυματοποιοῖς μὴ ἔχειν
τὰς χεῖρας οὐκ ἀγαθόν, ἐπειδὴ ἄνευ τούτων οὐχ οἷοί τέ
εἰσιν ἐργάζεσθαι, δῆλον δήπουθέν ἐστι πᾶσιν.
Δάκτυλοι χειρῶν ἀποβαλλόμενοι πάντες ἢ ἐκ μέρους
βλάβας σημαίνουσι καὶ ὑπηρετῶν ἀπώλειαν, γραφεῦσι δὲ
καὶ φιλολόγοις σχολὴν καὶ ἀργίαν, τοῖς δὲ ὀφείλουσι
πλέον τοῦ δέοντος ἀποδοῦναι καὶ τοῖς δανείζουσιν ἧττον
ἀπολαβεῖν. οἶδα δέ τινα, ὃς μέλλων δανείζεσθαι ἔδοξε
δακτύλους οὐκ ἔχειν. τούτῳ ὁ δανειστὴς καὶ μὴ γράψαντι
ἐπίστευσεν.
Πλείονας ἔχειν δακτύλους τἀναντία σημαίνει τῷ δοκεῖν
δακτύλοις, αὐτοί τε ἅμα εἰσὶν ἀργοὶ καὶ τοὺς ἐξ ὧν πεφύκασιν
ἀργοὺς ποιοῦσι. πλανώμενοι δέ τινες ἀγαθὸν ὑπέλαβον
εἶναι τὸ τοιοῦτο.
Τρίχας ἔχειν ἐκ τῶν χειρῶν πεφυκυίας ἀπὸ μὲν τῶν
καρπῶν δεσμὰ σημαίνει, ἀπὸ δὲ τῶν πλατειῶν τῶν ἐντὸς
σχολὴν καὶ ἀγρίαν πᾶσι σημαίνει, μάλιστα δὲ γεωργοῖς
καὶ χειροτέχναις· οὐκέτι γὰρ περὶ τὰ ἔργα τριβομένων τῶν
χειρῶν οὐδὲ πυκνουμένης τῆς ἐπιφανείας εἰκὸς ἂν εἴη καὶ
τρίχας ἀναφανῆναι.
Πολλὰς χεῖρας ἔχειν ἀγαθὸν χειροτέχνῃ· οὐ γὰρ παύσεται
ἐργαζόμενος· τρόπον γάρ τινά φησιν αὐτῷ τὸ ὄναρ
‘δεῖ σοι χειρῶν πλειόνων διὰ τὸ τῶν ἔργων πλῆθος.ʼ ἀγαθὸν
δὲ καὶ τοῖς δικαιοπραγοῦσι· πρόσκτησιν γὸρ καὶ τέκνων
καὶ οἰκετῶν σημαίνει καὶ χρημάτων ὁ ὄνειρος, ὡς
πολλάκις ἐτήρησα· κακούργοις δὲ δεσμὰ καὶ οὕτως περὶ
ἓν σῶμα πολλὰς γενέσθαι χεῖρας σημαίνει.
Λαγόνας καὶ ὑπογάστριον καὶ πάντα τὰ μέχρι βουβώνων
τὴν τοῦ σώματος ἰσχύν τε καὶ ὕπαρξιν σημαίνειν νομιστέον.
τοιγαροῦν ἐάν τι ταῦτα τὰ μέρη πάθῃ, νόσον μέν
τῷ σώματι, ἔνδειαν δὲ κατὰ τὸν βίον προαγορεύει. αὐτὸς
δέ ὁ ὀμφαλὸς ὄντων μὲν γονέων τοὺς γονεῖς, οὐκ ὄντων δέ
τὴν πατρίδα σημαίνει, ἧς ἐξέφυ τις καὶ ἐξεγένετο, ὥσπερ
καὶ τοῦ ὀμφαλοῦ. ἐὰν οὖν τι περὶ τὸν ὀμφαλὸν δυσχερὲς
γένηται, στερηθῆναι γονέων ἢ τῆς πατρίδος σημαίνει, καὶ
τὸν ἐπὶ ξένης ὄντα οὐκ ἐπανάγει.
Ἀνατετμῆσθαι δοκεῖν καὶ ἰδεῖν τὰ ἐντὸς ἑαυτοῦ κατὰ
ἀσχημοσύνην καὶ ἔλεγχον μαντεύεται. δεινὸν δέ πᾶσι τὸ
ὑπό τινος κατανοεῖσθαι τὰ σπλάγχνα· πραγμάτων γὰρ
πονηρῶν καὶ δικῶν ἐπαγογὴν σημαίνει καὶ τὰ κρυπτὰ
ἐλέγχει. ἀνατμηθέντα δέ δοκεῖν κενὸν εἶναι, μηδενὸς τῶν
σπλάγχνων ἐντὸς ὄντων, ἔρημον τὸν οἶκον τοῦ ἰδόντος ἔσεσθαι
σημαίνει καὶ τέκνων ὄλεθρον καὶ τῷ νοσοῦντι θάνατον.
ἀγαθὸν δʼ ἄν εἴη μόνῳ τῷ ἐν πολλοῖς κακοῖς ὄντι καὶ ἀνιωμένῳ·
τῶν γὰρ ἐν ποσὶ κακῶν παῦλαν προσημαίνει·
ὁ γὰρ τὰ περιεκτικὰ τῶν φροντίδων ἀπολέσας εἰκότως
ἄλυπός ἐστιν. ἔτι κἀκεῖνο χρὴ σκοπεῖν· ἡ καρδία γυναῖκα
φροντίδας, χολὴ δὲ τὸν θυμὸν καὶ χρήματα καὶ γυναῖκα,
σπλήν δὲ ἡδονὰς καὶ γέλωτα καὶ τὰ ἔπιπλα τῶν σκευῶν,
κοιλία δὲ καὶ ἔντερα τέκνα πρῶτον, εἶτα δανειστάς, ἐπεὶ
μετὰ πολλῆς βίας ἀπαιτεῖ τροφάς. νεφροὶ δὲ ἀδελφοὺς
καὶ συγγενεῖς καὶ
μεῖναι καὶ τὰ σημαινόμενα ὑπʼ αὐτῶν σημαίνει, διπλούμενα
δὲ πάντα ἢ ἕκαστον ἰδίᾳ διπλᾶ ἔσεσθαι τὰ σημαινόμενα
δηλοῖ.
Τὸ αἰδοῖον ἔοικε γονεῦσι μέν, ἐπεὶ τὸν σπερματικὸν
ἐπέχει λόγον· τέκνοις δέ, ἐπεὶ καὶ αὐτὸ τέκνων αἴτιον. γυναικὶ
δὲ καὶ ἐρωμένῃ, ὅτι πρὸς ἀφροδίσια ἐπιτήδειόν ἐστιν.
ἀδελφοῖς δὲ καὶ πᾶσι τοῖς καθʼ αἷμα προσήκουσιν, ἐπεὶ
παιδείᾳ, ὅτι γονιμώτατον πάντων τὸ αἰδοῖόν ἐστιν ὥσπερ
καὶ ὁ λόγος. εἶδον δὲ καὶ ἐν Κυλλήνῃ γενόμενος Ἑρμοῦ
ἄγαλμα οὐδὲν ἄλλο ἢ αἰδοῖον δεδημιουργημένον λόγῳ τινὶ
πρὸς δὲ καὶ ἀξιώματος ἐπτιμία· αἰδὡς γὰρ καὶ ἐπιτιμία
καλεῖται. τοιγάρτοι παρὸν μὲν καὶ μένον ἐν τῇ τάξει τῇ
οἰκεία ἐπιδιαμεῖναι τὸ παρὸν ἑκάστῳ ὅ τι ἄν ᾖ ὅμοιον τῷ
αἰδοίῳ σημαίνει, αὐξῆσαν δὲ καὶ ἐπαύξει, ἀφαιρεθὲν δὲστερίσκει.
διπλοῦν δὲ γενό μενον διπλᾶ τὰ ὄντα ἔσεσθαι σημαίνει
πάντα πλὴν γυναικὸς ἢ ἐρωμένης· τούτων δὲ στερίσκει
δυσὶ γὰρ ἅμα αἰδοίοις οὐκ ἔνεστι χρῆσθαι. οἶδα δέ τινα,
ὃς ἔδοξε τρία ἔχειν αἰδοῖα δοῦλος ὤν, καὶ ἐγένετο ἐλεύθερος
καὶ ἀνθʼ ἑνὸς ὀνόματος τρία ἔσχε,
ἀπὸ τῶν σπανίων ἀλλὰ τῶν ὡς ἐπὶ τὸ πολὺ ἐχόντων τὰς
κρίσεις ποιεῖσθαι.
Οἱ βουβῶνες οὐ μακρὰν τῶν αἰδοίων
ἄλλα πάντα ἐπίσης τοῖς αἰδοίοις σημαίνουσι, μόνον δὲ
πιαλέοι γενόμενοι τοῖς πλουσίοις ἀηδεῖς τετήρηνται· ὡς
γὰρ ἐπὶ τὸ πλεῖστον περὶ τὰ ἀφροδίσια δαπάνας σημαίνουσι
σχεδὸν δέ οὐδέ δαπάνας ἀλλὰ βλάβας.
Τὰ γόνατα πρός τε ἰσχὺν καὶ εὐανδρίαν ἐστὶ ληπτέα
καὶ πρὸς κινήσεις καὶ πράξεις. ὅθεν ἐρρωμένα καὶ σῶα
ὄντα ἀποδημεῖν τε καὶ ἄλλην κίνησιν ἡντιναοῦν ἐπιτρέπει
κινεῖσθαι καὶ πράξεις ὑπαγορεύει καὶ ὑγεῖαν τῷ ἰδόντι
ἤν δέ τι πάθῃ, τἀναντία. ὅ τι δʼ ἂν ἐκ τῶν γονάτων φυτὸν
πεφυκέναι δόξῃ τις ἀργοῖς χρήσεται τοῖς γόνασιν· ἐὰν
δὲ νοσῶν ἴδῃ, τεθνήξεται γῆθεν γὰρ φύεται τὰ φυτά, εἰς
γῆν δὲ καὶ τὰ τῶν σωμάτων ἀναλύεται συγκρίματα. οἶδα
δέ τινα, ὅς ἔδοξεν ἐκ τοῦ γόνατος τοῦ δεξιοῦ ἰδεῖν πεφυκότα
κάλαμον, καὶ συνέβη αὐτῷ σύριγγα ἐν τῷ γόνατι
γενέσθαι καὶ γὰρ ὁ κάλαμος γόνυ τε ἔχει καὶ σύριγξ
γίνεται. πολλάκις δέ τὰ γόνατα πρὸς ἀδελφοὺς καὶ κοινωνοὺς
διατείνει, ἐπεὶ καὶ αὐτὰ ἀδελφά ἐστιν ἀλλήλων καὶ
κοινωνεῖ τῆς πορείας. ἔτι καὶ ἀπελευθέρους σημαίνει·
ἐπίσης γὰρ τοῖς ποσὶν ὑπηρετεῖ, πλὴν ὑπὲρ τοὺς πόδας
ὄντα εἰκότως οὐχὶ δούλους ἀλλʼ ἀπελευθέρους σημαίνει.
Αἱ κνῆμαι ἔμπροσθέν τε καὶ ὄπισθεν τὰ αὐτὰ τοῖς γόνασι
σημαίνουσι. σφυρὰ δὲ καὶ πόδες ἄκροι τὰ μὲν ἄλλα ἐπίσης
τοῖς γόνασι σημαίνουσιν, ἐν δὲ τῷ μὴ ἀπελευθέρους ἀλλὰ
δούλους σημαίνειν διαφέρουσί.
Πλείονας πόδας ἔχειν ἀγαθὸν ἐμπόρῳ καὶ ναυκλήρῳ καὶ
παντὶ τῷ μισθωτοὺς τρέφοντι· σομάτων γὰρ πλειόνων
καὶ πανούργους ἔδησεν, ἵνα μετὰ φυλάκων καὶ μὴ μόνοι
προέρχωνται. οἶδα δέ τινα, ὃς ἔδοξε τοῦ παντὸς σώματος
ἀτρέμα μένοντος τοὺς πόδας αὐτοῦ μόνους βαδίζειν καὶ
προβαίνειν μὲν μηδὲ βραχύ, ὅμως δὲ κινεῖσθαι. συνέβη
αὐτῷ εἰς ἀντλίαν καταδικασθῆναι· καὶ γὰρ τοῖς ἀντλοῦσι
συμβέβηκε διαβαίνειν μὲν ὡς βαδίζουσιν, ἀεὶ δέ μένειν
ἐν τῷ αὐτῷ τόπῳ. ἔτι καὶ ἄλλος ἔδοξεν ἀπὸ τῶν ποδῶν αὐτοῦ
ῥεῖν ὕδωρ, καὶ συνέβη καὶ τούτῳ εἰς ἀντλίαν καταδικασθῆναι
ὄντι πανούργῳ, καὶ τοῦτον τὸν τρόπον ἀπὸ τῶν ποδῶν
αὐτοῦ ἔρρευσεν ὕδωρ. ἕτερος δὲ τὸν αὐτὸν ἰδὼν ὄνειρον
οὐκ ὢν πανοῦργος ὑδρωπίασε. τὸ δὲ δοκεῖν καιομένους
ἰδεῖν τοὺς πόδας πᾶσιν ἐπίσης κακὸν καὶ σημαίνει ἀποβολὴν
καὶ διαφθορὰν
ὥσπερ οἰκέται. ὅπερ τοὺς πολλοὺς ἔλαθε τῶν ὀνειροκριτῶν
ἡγουμένους ὅτι οἱ πόδες μόνους οἰκέτας σημαίνουσι.
μόνοις δέ τὸ ὄναρ τοῦτο δρομεῦσι συμφέρει, ὅταν πρὸς
ἀγῶνα ὄντες ἴδωσι θᾶττον γὰρ καὶ ὡς εἰπεῖν ἐκ πυρὸς
ἁρπάσουσι τὰ σκέλη.
Νῶτον δὲ καὶ τὰ ὀπίσθια πάντα τοῦ γήρως εἶναι σημαντικὰ
Ἐν τοῖς περὶ ἀλλοώσεως πρῶτον χρη τὸ ποσὸνὅπερ κατὰ
μέγεθος θεωρεῖται, σκοπεῖν, δεύτερον τὸ ποιόν, ὃ κατὰ
τὴν ὕλην θεωρεῖται, τρίτον τὸ κατὰ τὴν ἰδέαν ὅπερ
ἴδιον τῆς μορφῆς. καὶ τὸ μὲν ποσόν, τοῦτ’ ἔστιν ἐκ μικροῦ
μέγαν γενέσθαι ἢ ἐκ τοῦ ὄντος μείζω, ἀγαθόν, εἰ μὴ ὑπὲρ
ἄνθρωπόν τις μέγας δόξειε γεγονέναι· οὐ γὰρ τὸ σῶμα
ἀλλὰ τὰς πράξεις αὐξῆσαι σημαίνει τὸ ὄναρ καὶ τὸν βίον
τοῦ ἰδόντος. τὸ δὲ ὑπὲρ ἄνθρωπον μέγαν δοκεῖν γεγονέναι
θάνατον τῷ ἰδόντι σημαίνει· καὶ εἴ τις τὸ ἑαυτοῦ παιδίον
βραχὺ ὄν ἄνδρα δόξειε γεγονέναι, τεθνήξεται τὸ παιδίον.
δεινὸν δὲ καὶ πρεσβύτῃ τὸ εἰς παῖδα μεταβάλλειν θάνατον
γὰρ αὐτῷ σημαίνει. ἀγαθὸν δὲ ἀνδρὶ τὸ εἰς νεανίσκον μεταβάλλειν
καὶ νεανίσκῳ τὸ εἰς παῖδα ἕκαστος γὰρ αὐτῶν
ἐπὶ τὸ ὡραιότερον μεταβάλλει. ἀγαθὸν δὲ καὶ παιδὶ εἰς
νεανίσκον καὶ νεανίσκῳ εἰς ἄνδρα καὶ ἀνδρὶ εἰς γέροντα
μεταβάλλειν ἕκαστος γὰρ αὐτῶν ἐπὶ τὸ ἐντιμότερον μεταβάλλει.
εἰ δὲ νεανίσκος εἰς γέροντα μεταβάλοι, τεθνήξεται
μὲν οὐχὶ ὡς ὁ παῖς, νοσήσει δέ. καὶ εἰ ἀνὴρ εἰς παῖδα μεταβάλοι,
Τὸ δὲ ποιὸν τῆς μεταβολῆς ὧδε ἔχει. εἰ μὲν εἰς γυναῖκα
ποτὲ ἀνήρ, πένητι μὲν ἀγαθὸν καὶ δούλῳ ὁ
μὲν γὰρ ἕξει τὸν θρέψοντα αὐτὸν ὥσπερ καὶ γυνή,
ὁ δὲ ἀπονώτερον δουλεύσει· μικρότεροι γὰρ οἱ γυναικῶν
πόνοι. πλουσίῳ δὲ πονηρόν, καὶ μόλιστα πολιτευομένῳ·
ὡς γὰρ ἐπὶ τὸ πολὺ οἰκουροῦσιν αἱ γυναῖκες. διὸ παραλύσει
πάσης ἀρχῆς τὸν ἰδόντα τὸ ὄναρ. τοῖς δὲ
σωμασκοῦσι νόσον σημαίνει θηλύτεραι γὰρ γυναῖκες
ἀνδρῶν. εἰ δὲ γυνὴ εἰς ἄνδρα μεταβάλοι, ἄγαμος μὲν
οὖσα γαμηθήσεται καὶ ἄπαις οὖσα τεκνώσει ἄρρεν, καὶ
οὕτως εἰς τὴν ἀνδρείαν μεταβάλλει φύσιν. ἄνδρα δὲ
ἔχουσα καὶ υἱὸν χήρα διατελέσει οὐ γὰρ ἀνδρὶ ἀνδρὸς
ἀλλὰ γυναικὸς δεῖ. δούλῃ δὲ τὸ ὄναρ πλείονα τὴν δουλείαν
ἐπάγει, ἀγαθὸν δὲ ἑταίρᾳ· ἡ μὲν γὰρ ἐπὶ πλεῖον ὡς ἀνὴρ
ὑπομενεῖ τοὺς πόνους, ἡ δὲ οὐ παύσεται κινουμένη. εἰ δέ
τις ἀργύρεος ἢ χρύσεος δόξειεν εἶναι ἀνὴρ ἢ γυνή, δοῦλος
μὲν ὢν πραθήσεται, ἵνα ἀπαργυρωθῇ ἢ ἀποχρυσωθῇ,
πένης δὲ εὐπορήσει, ἵνα περὶ αὐτὸν γένηται ἡ τοιαύτη ὕλη,
πλούσιος δὲ ἐν ἐπιβουλαῖς ἔσται, πάντα γὰρ τὰ ἀργύρεα
καὶ χρύσεα ἐπιβούλους ἔχει πολλούς. νοσοῦντι δὲ θάνατον
προαγορεύει παντὶ δήπουθεν τὸ ὄναρ, ὥσπερ καὶ τὸ
χάλκεον δοκεῖν γεγονέναι, πλὴν ἀθλητοῦ καὶ δούλου· ὁ
μὲν γὰρ νικήσας ἀνδριάντος τεύξεται, ὁ δὲ ἐλευθερωθήσεται·
ἀφίξεται· σιδηρέους γὰρ καλοῦμεν τοὺς κακὰ ὑπομείναντας
πολλά· πήλινον δὲ ἢ ὀστράκινον δοκεῖν γεγονέναι
πᾶσι θάνατον σημαίνει χωρὶς τῶν διὰ γῆς ἢ πηλοῦ ἐργαζομένων.
λίθινόν τινα γενέσθαι. ὁμοίως δὲ καὶ περὶ τῆς ἄλλης
ὕλης ἐκλαμβάνειν δεῖ. εἰ δὲ εἰς θηρίον μεταβάλοι τις, ἀπὸ
τῆς τοῦ θηρίου φύσεως τεκμαίρεσθαι δεῖ τὰς κρίσεις,
δείξει δέ τὸ τοιοῦτον ἐν τῷ περὶ κυνηγίου λόγῳ ἡ δευτέρα
βίβλος.
Ἀγαθὸν δὲ ἐπίσης πᾶσιν ἐτήρησα τὸ κάλλος καὶ τὴν τοῦ
σώματος εὐφυΐαν καὶ τὴν ἰσχύν, ὅταν μὴ ὑπὲρ ἄνθρωπον ᾖ
ταῦτα, ἐπεὶ τό γε ὑπερβαλλόντως καλὸν εἶναι δοκεῖν ἢ
εὐπρεπῆ ἢ ἰσχυρὸν ἐπίσης τῷ αἰσχρὸν εἶναι δοκεῖν ἢ παραλελύσθαι
ἢ μὴ ἰσχύειν ἀποβαίνει. ἃ δὴ πάντα θάνατον μὲν
τοῖς νοσοῦσιν ἀπραγίαν δέ καὶ μακρονοσίαν τοῖς ἐρρωμένοις
σημαίνει.
Περὶ διδασκαλίας τεχνῶν καὶ ἔργων καὶ ἐπιτηδευμάτον
τὸ μὲν καθόλου καὶ ἐπὶ πάντων ἄπταιστον τοῦτό
σημαίνει. ὅσα δέ τις οὐ μαθὼν οὐδὲ ἐπιτηδεύσας ὄναρ
δοκεῖ ποιεῖν, ἐπιτυγχάνοντι μὲν ἀγαθόν, δυσεργὲς δὲ καὶ
μόλις τελεσθησόμενον· ἀποτυγχάνοντι δὲ πρὸς τῇ ματαιοπονίᾳ
παντὸς τοῦ προκειμένου καὶ χλεύη ἀκολουθεῖ. τὰ
δὲ κατὰ μέρος ὧδέ πως ἔχει. γεωργεῖν ἢ σπείρειν ἢ φυτεύειν
ἢ ἀροτριᾶν ἀγαθὸν τοῖς γῆμαι προῃρημένοις καὶ τοῖς
ἄπαισιν· ἄρουρα μὲν γὰρ οὐδὲν ἄλλο ἐστὶν ἢ γυνή, σπέρματα
δέ καὶ φυτὰ οἱ παῖδες, πυροὶ μὲν υἱοί, κριθαὶ δὲ
τὸν οἶκον τοῦ ἰδόντος, τεθνήξεται· τὰ γὰρ σπέρματα καὶ
τὰ φυτὰ ὥσπερ καὶ οἱ ἀποθανόντες καταχώννυται. θερίζειν
δέ καὶ τρυγᾶν καὶ κλαδεύειν παρὰ μὲν τὸν καιρὸν
ὁρώμενα τὰς πράξεις τὰς τοιαύτας καὶ τὰς ἐγχειρήσεις
πάσας εἰς ἐκεῖνο καιροῦ καὶ ὥρας ἀναβάλλεται. κυβερνᾶν
δὲ πᾶσιν, ἐὰν μὲν καθορμίζωνται καλῶς ἢ ἀνάγωνται
ἀκινδύνως, ἀγαθόν, οὐ
σωμάτων ὁ βυρσοδέψης καὶ τῆς πόλεως ἀπῴκισται· ἔτι
καὶ τὰ κρυπτὰ ἐλέγχει διὰ τὴν ὀδμήν. ἰατροῖς δὲ καὶ
χαλεπώτατον ἀπάντων. χρυσοχοεῖν δὲ πανουργίας περὶ
τὸν ἰδόντα σημαίνει διὰ τὰ ὑποκείμενα τῶν ἔργων καὶ διὰ
τοὺς ὑποπεπλεγ μένους ἁρμούς. πλάσσειν
καὶ τορεύειν καὶ ποιεῖν ἀγάλματα ἀγαθὸν μοιχοῖς
καὶ ῥήτορσι καὶ πλαστογράφοις καὶ πᾶσι τοῖς ἀπατεῶσι
διὰ τὸ τὰ μὴ ὄντα ὡς ὄντα δεικνύειν τὰς τέχνας ταύτας·
τοῖς δὲ λοιποῖς περιβοησίας σημαίνει καὶ ὄχλων συνδρομὰς
διὰ τὸ τὰ ἔργα ταῦτα πολλοῖς ἐπιδείκνυσθαι.
χαλκεύειν
δὲ καὶ παρεστάναι ἄκμονι ταραχὰς καὶ λύπας σημαίνει,
τῷ δὲ γῆμαι προῃρημένῳ εὔνουν μὲν τὴν γυναῖκα διὰ τὰς
φύσας (συμπνέουσι γάρ), μάχιμον δὲ διὰ τὰς σφύρας,
ἠχοῦσι γάρ. περὶ δὲ τῶν ἄλλων τεχνῶν ἔχοντας τὰ ὑποδείγματα
ὁμοίως συμβάλλειν χρὴ πρὸς τὰς ὑποστάσεις
ἀφορῶντας τάς τε τῶν τεχνῶν καὶ τὰς τοῦ ἰδόντος. ἔτι
κἀκεῖνο. ὅσα σημαίνουσιν αἱ τέχναι, ἤν τις αὐτὰς ἐργάζεσθαι
δόξῃ, τὰ αὐτὰ σημαίνουσι καὶ οἱ τεχνῖται ὁρώμενοι
καὶ τὰ ἐργαστήρια αὐτῶν καὶ τὰ ἐργαλεῖα, μικρᾶς ἐπὶ
τῶν ἐργαλείων ὑπεξαιρέσεως τηρουμένης· ὅσα γὰρ τέμνει
καὶ διχάζει, ταῦτα πάντα διχονοίας καὶ στάσεις καὶ βλάβας
σημαίνει, ὅσα δὲ τῶν ἐργαλείων ἑνοῖ συνδεῖ, ταῦτα
Γράμματα μανθάνειν μὴ εἰδότα ἀγαθόν τι μετὰ πόνου
καὶ φόβου τῷ ἰδόντι ἐσόμενον προαγορεύει· φοβοῦνται
γὰρ ἅμα καὶ πονοῦσιν οἱ μανθάνοντες, πλήν ἐπὶ τῷ συμφέροντι
μανθάνουσιν. εἰ δέ τις εἰδὼς γράμματα πάλιν
μανθάνοι, πονηρὸν καὶ ἄτοπον νομίζειν χρή· παιδαριῶδες
γὰρ τὸ μανθάνειν. διὸ ἀπραξίας ἅμα τοῖς φόβοις καὶ πόνοις
σημαίνει. μόνῳ δὲ τῷ ἐπιθυμοῦντι παιδὸς ἀγαθὸν τὸ
τοιοῦτον οὐ γὰρ αὐτὸς ἀλλʼ ὁ ἐξ αὐτοῦ γενησόμενος παῖς
μαθήσεται γράμματα. εἰ δέ τις Ἑλληνικὰ μανθάνοι γράμματα
Ῥωμαῖος ὢν ἢ Ῥωμαϊκὰ Ἕλλην, ὁ μὲν εἰς Ἑλληνικὰς
διατριβὰς ὁ δὲ εἰς Ῥωμαϊκὰς ἀφίξεται. πολλοὶ δὲ καὶ
ἔγημαν Ῥωμαῖοι μὲν Ἑλληνίδας Ἕλληνες δὲ Ῥωμαίας
τοιοῦτον ἰδόντες ὄνειρον. οἶδα δέ τινα, ὃς ἔδοξε Ῥωμαϊκὰ
γράμματα μανθάνειν, καὶ εἰς δοῦλον κατεκρίθη· οὐδὲ γὰρ
ἓν δοῦλος Ἑλληνιστὶ διδάσκεται. βαρβαρικὰ δὲ γράμματα
ἀναγινώσκειν δοκεῖν καλῶς καὶ ἑκτικῶς εἰς βαρβάρους σημαίνει
χώρας καὶ διατριβὰς ἀφικέσθαι κἀκεῖ πρᾶξαί τι
λαμπρόν τὸ δὲ κακῶς ἀναγινώσκειν τὰ βαρβαρικὰ γράμματα
γράμματά τις μὴ δύνηται γράφειν ἀναγινώσκειν,
ἀπραγήσει· καὶ εἰ μὲν ὀλίγα, πρὸς ἡμέρας· εἰ δὲ πολλά,
πρὸς μῆνας.
Ἐφηβεύειν δοῦλος ἐὰν δόξῃ, ἐλεύθερος ἔσται, ἐπειδὴ
μόνοις ἐλευθέροις ἐφίησιν ὁ νόμος. παντὶ δὲ χειροτέχνῃ
καὶ ῥήτορι σχολὴν καὶ ἀργίαν εἰς ἐνιαυτὸν σημαίνει· χρὴ
γὰρ τὸν ἔφηβον ἐν τῇ χλαμύδι τὴν δεξιὰν ἔχειν ἐνειλημένην
διὰ τὸ ἀργὴν εἶναι εἰς ἔργα καὶ λόγους εἰς ἐνιαυτὸν
καὶ μὴ προϊέναι τὴν χεῖρα. ἐνιαυτὸν δὲ εἶπον διὰ τὸν τῆς
ἐφηβίας χρόνον. εἰ δέ που τριετίας ἐφηβεύουσι χρόνον,
πρὸς τὸ τοπικὸν ἐξετάζειν χρή. ἀποδημεῖν δὲ κωλύει καὶ
τὸν ἐπὶ ξένης ὄντα εἰς τὴν οἰκείαν ἐπανάγει· ἔνδημον γὰρ
χρὴ εἶναι τὸν ἐφηβεύοντα. καὶ τῷ ἀγάμῳ γάμον προσημαίνει·
νόμῳ
ἐπιθυμῶν τέκνων καὶ γεγονότα υἱὸν ἔχων ἴδοι τὸ ὄναρ,
οὐκ αὐτὸς ἀλλʼ ὁ υἱὸς αὐτοῦ ἐφηβεύσει. ἀνδρὶ δὲ πρεσβύτῃ
καὶ ὑπὲρ ἡλικίαν θάνατον μαντεύεται τὸ ὄναρ, καὶ τοὺς
παρανομοῦντας ἐλέγχει. τοῖς δὲ δικαιοπραγοῦσι συλλαμβάνει·
σχεδὸν γὰρ ἡ ἐφηβία κανών ἐστιν ὀρθοῦ βίου καὶ
ὑγιοῦς. ἀθλητῇ δὲ πρὸ μὲν ἐγκρίσεως πονηρόν, ἐπειδὴ
ἔκκρισιν ὡς ὑπὲρ ἡλικίαν προαγορεύει· οὐ γὰρ εἰς μακρὰν
ὁ ἔφηβος ἔσται ἀνήρ· παλαιστῇ δὲ ἀθλοῦντι τὸ μὴ καταλαθεῖν
Τροχὸν ἐλαύνειν πόνοις περιπεσεῖν σημαίνει, ἐξ ὧν
ἀπόλαυσις τῷ ἰδόντι περιέσται. ἁρπαστὸν δὲ καὶ σφαῖρα
φιλονεικίας ἀπεράντους σημαίνουσι, πολλάκις δὲ καὶ ἑταίρας
ἔρωτα· ἔοικε γὰρ ἡ σφαῖρα καὶ τὸ ἁρπαστὸν ἑταίρᾳ
διὰ τὸ μηδαμοῦ μένειν καὶ πρὸς πολλοὺς φοιτᾶν.
ἁλτῆρες δὲ καὶ ἡ διʼ αὐτῶν γυμνασία τὸ μὲν παρὸν ἀπραξίας
καὶ πόνους, αὖθις δὲ πράξεις μετὰ ῥᾳστώνης προαγορεύουσιν
ἔστι γὰρ τὸ τοιοῦτο γυμνάσιον οὐδὲν ἄλλο
ἢ παρασκευὴ χειρῶν. θύλακοι δέ καὶ σφῆνες καὶ ὑπεράλματα
καὶ ὅσα ἄλλα τοιαῦτα γυμνάσια παιδικὰ φιλονεικίας
προαγορεύουσι. περὶ δὲ πάλης ἐν τοῖς περὶ ἀγώνων ἐροῦμεν,
ἵνα μὴ τὰ αὐτὰ δὶς γράφωμεν.
Σαλπίζειν δοκεῖν σάλπιγγι τῇ ἱερᾷ ἀγαθὸν τοῖς βουλομένοις
συγγενέσθαι τισὶ καὶ τοῖς ἀπολωλεκόσιν ἀνδράποδα
ἤ τινας τῶν οἰκετῶν· καὶ γὰρ ἐν πολέμῳ συνάγει τοὺς
ἐσκορπισμένους τὸ ὄργανον τοῦτο. τὰ δὲ κρυπτὰ ἐλέγχει
διὰ τὸ μεγαλόφωνον. καὶ τοὺς νοσοῦντας ἀναιρεῖ· σύγκειται
γὰρ ἐξ ὀστῶν καὶ χαλκοῦ, διʼ ὧν ἕξεισι μὲν τὸ πνεῦμα,
οὐχ ὑποστρέφει δέ. δούλους δὲ καὶ πάντας τοὺς ἐν ὑπηρεσίᾳ
ὄντας τῆς δουλείας ἐλευθεροῖ ἴδιον γὰρ ἐλευθέρων τὸ
ὄργανον. στρογγύλῃ δὲ σάλπιγγι σαλπίζειν πονηρόν οὐ
γὰρ ἱερὸν τὸ ὄργανον ἀλλὰ πολεμιστήριον, καὶ ὅσα τῷ
περιπεσεῖται φόβῳ. τὸ δὲ κηρύσσειν τὰ αὐτὰ τῷ σαλπίζειν
σημαίνει, πλὴν ὅτι τοὺς δούλους οὐ χάριτι τῶν δεσποτῶν
ἀλλὰ ἀναφωνήσαντας ἐλευθερωθῆναι λέγει. αὐλεῖν
δὲ πενθικοῖς αὐλοῖς πένθος ἢ ἀνάλογον πένθει λύπην
σημαίνει καὶ τοὺς νοσοῦντας ἀναιρεῖ. καλαμίοις δὲ αὐλεῖν
ἀγαθὸν πᾶσι καὶ σπονδαυλεῖν. ψάλλειν δὲ καὶ κιθαρίζειν
πρὸς μὲν γάμον καὶ κοινωνίαν ἀγαθὸν διὰ τὴν ἁρμονίαν,
πρὸς δὲ τὰς ἄλλας ἐγχειρήσεις πονηρὸν καὶ στάσεων
αἴτιον διὰ τὴν ἐπίτασιν, πολλοῖς δὲ καὶ ποδάγραν
ᾐνίξατο διὰ τὰ νεῦρα. καὶ τὸ κιθαρῳδεῖν δʼ εἰς τὸν αὐτὸν
κατατακτέον λόγον. τραγῳδεῖν δὲ ἢ τραγικὰ ἔχειν δράματα
ἢ ἀναπλάσματα ἢ τραγῳδῶν ἀκούειν ἤ ἰαμβεῖα λέγειν
μεμνημένῳ μὲν τῶν εἰρημένων κατὰ τὴν περιοχὴν τὰ
ἀποτελέσματα γίγνεται, οὐ μεμνημένῳ δὲ ταλαιπωρίαι
καὶ δουλεῖαι καὶ μάχαι καὶ ὕβρεις καὶ κίνδυνοι καὶ εἴ τι
τούτων δεινότερον ἢ ὠνότερον· τοιούτων γάρ εἰσιν αἱ
τραγῳδίαι μεσταί. τὸ δὲ κωμῳδεῖν κωμῳδῶν ἀκούειν
κωμικὰ ἔχειν ἀναπλάσματα βιβλία, τὰ μὲν τῆς παλαιᾶς
κωμῳδίας σκώμματα καὶ στάσεις σημαίνει, τὰ δὲ τῆς
καθʼ ἡμᾶς κωμῳδίας τὰ μὲν ἄλλα ἴσα τῇ τραγῳδίᾳ σημαίνει,
τὰ δὲ τέλη χρηστὰ καὶ ἀγαθὰ ὑπαγορεύει· τοιαῦται
μοῖραν οὐδὲν διαφέρειν ἡγούμενον ἐάν τε αὐτός τι τούτων
ποιεῖν ὑπολάβῃ τις ἐάν τε γινομένοις παρατυγχάνῃ. περὶ
δὲ πυρρίχης καὶ ὀρχήσεως μετὰ στροφῆς ἐν τοῖς περὶ στεφάνων
ἐροῦμεν, ἔνθα καὶ περὶ ἀσμάτων καλῶς ἐχει διαλαβεῖν
νυνὶ δὲ περὶ τῶν ἱππικῶν καὶ γυμνικῶν ἑξῆς
διελοῦμεν. ἵππον κέλητα ἐλαύνειν καλῶς πειθόμενον τῷ
ῥυτῆρι καὶ αὐτῷ τῷ ἐλαύνοντι ἀγαθὸν ἐπίσης πᾶσιν·
ἵππος γὰρ γυναικὶ μὲν καὶ ἐρωμένῃ τὸν αὐτὸν ἔχει λόγον,
ὅτι καὶ ἐπὶ κάλλει μέγα φρονεῖ καὶ τὸν ἐλατῆρα βαστάζει.
ὅμοιος δέ ἐστι καὶ πλοίῳ ἁλὸς μὲν γὰρ ἵππους καὶ ὁ
ποιητὴς τὰς ναῦς λέγει, ἡμεῖς δὲ τὸν Ποσειδῶνα Ἥππιον
καλοῦμεν, καὶ ὃν ἔχει λόγον ἐν γῇ ἵππος, τὸν αὐτὸν καὶ ἐν
θαλάσσῃ ναῦς. ὅμοιος δʼ ἄν εἴη καὶ δεσπότῃ καὶ ἐργοδότῃ
καὶ φίλῳ τρέφοντι καὶ παντὶ τῷ βαστάζοντι. ὅπως
ἂν οὖν ὁ ἵππος τὸν ἰδόντα φέρῃ, οὕτω καὶ γυνὴ καὶ ἐρωμένη
καὶ δεσπότης καὶ φίλος καὶ ναῦς τὸν ἰδόντα διαθήσουσι.
συνωρὶς
ἐλευθέραις ἅμα καὶ πλουσίαις ἀγαθὸν εἶναι τὸ διὰ πόλεως
ἅρμα ἐλαύνειν· ἀγαθὰς γὰρ ἱερωσύνας αὐταῖς περιποιεῖ·
πενιχραῖς δὲ πορνείαν τὸ διὰ πόλεως ἱππάζεσθαι προαγορεύει·
δούλοις δὲ ἐλευθερίαν ἴδιον γὰρ ἐλευθέρων
τὸ διὰ πόλεως ἱππεύειν. εἰσελαύνειν δὲ εἰς πόλιν ἀθλητῇ
ἀγαθὸν καὶ νοσοῦντι· ὁ μὲν γὰρ ἱερονίκης ἔσται, ὁ δὲ οὐ
Τὸ δὲ πενταθλεῖν δοκεῖν ἐπὶ πάντων ἐτήρησα ἀποδημίαν
μὲν πρῶτον τὴν ἐκ τόπου εἰς τόπον κίνησιν σημαῖνον
διὰ τὸν δρόμον, ἔπειτα δὲ ζημίας τινὰς ἢ δαπάνας ἀκαίρους
ἐξοδιασμούς τινας παρὰ γνώμην διὰ τὸν δίσκον, ὃς
χάλκεος ὢν τῶν χειρῶν ἀπορρίπτεται πολλάκις δὲ ἀνίας τε
καὶ φροντίδας ἐπὶ τούτοις διὰ τὰ πηδήματα τὰ ἐν τῇ ἁλτηρίᾳ·
συνάλλεσθαι γάρ φαμεν καὶ τοὺς ἀνιωμένους ἐπὶ τοῖς
προσπεσοῦσιν αἰφνίδιον ἔτι καὶ μάχας καὶ ἀντιλογίας
πρός τινας διὰ τοὺς ἄκοντας καὶ τὸν ῥοῖζον καὶ τὸ τάχος,
ἃ λόγοις ἔοικεν εὐτόνοις· ἔπειτα περὶ γῆς πρός τινας
Τρέχειν ἁπλοῦν δρόμον πᾶσιν ἀγαθὸν πλὴν νοσούντων,
ὅταν γε νικᾶν ὑπολάβωσιν· οἱ μὲν γὰρ ἐπὶ τὸ τέρμα τῶν
προκειμένων ἀφίξονται (διὸ καὶ οἱ δοῦλοι ἐλευθεροῦνται
ἐπὶ τούτῳ τῷ ὀνείρῳ), οἱ δὲ ἐπὶ
Ἐγκρίνεσθαι πᾶσιν ἀγαθόν. ἀθληταῖς δὲ παισὶ μὲν
κατεκρίθη διὰ τὸ τοῦ ἱεροῦ ἀγῶνος μὴ μετεῖναι
αὐτῷ.
Παλαίειν τινὶ τῶν ἀφʼ αἵματος ἢ φίλῳ στασιάσαι πρὸς
αὐτὸν καὶ φιλονεικῆσαι σημαίνει· ἐπὶ δὲ τῶν ἤδη στασιαζόντων
ὁποτέρου
τούτου καὶ μεθʼ ἡμέραν τὸ κράτος ἔσται, εἰ μὴ περὶ γῆς
ποήσας ῥῆξαι τὸν ἀντίπαλον. τούτῳ συνέβη νικῆσαι γραμμάτων
ἐπιλαβομένῳ ὑπὸ τοῦ ἀντιδίκου γεγραμμένων. τὸ
δὲ πρός τινα τῶν οὐ γνωρίμων παλαίειν κινδύνους διὰ νόσων
ἐπιφέρει· ὅπερ γὰρ ὁ παλαιστὴς βούλεται τὸν ἀντίπαλον
διαθεῖναι, τοῦτο καὶ ἡ νόσος τὸν κάμνοντα, τοῦτʼ
ἔστι τῇ γῇ δοῦναι. πεσόντι μὲν οὖν ἀπόκειται θάνατος,
ῥήξαντι δὲ σωτηρία. ἔτι καὶ τὸ ἄνδρα ὄντα παιδὶ παλαίειν
οὐδαμῶς ἀγαθόν ἐάν τε γὰρ ῥήξῃ τὸν παῖδα, καταθάψει
τινά ἐάν τε ὑπὸ τοῦ παιδὸς καταπαλαισθῇ, πτρὸς τῇ ματαιοπονία
καὶ χλεύην καὶ νόσον ὑπομενεῖ· χλεύην μὲν διὰ τὸ
ἀκόλουθον, νόσον δὲ διὰ τὸ ἁπαλωτέρου σώματος ἡττᾶσθαι.
παιδὶ δὲ ἀγαθὸν τὸ ἄνδρα καταπαλαῖσαι· τῶν γὰρ
παρὰ προσδοκίαν μεγάλων τεύξεται. ἁλλ’ οὐκ ἀθλητῇ
παιδὶ ἀγαθόν οὐ γὰρ ἐγκριθῆναι σημαίνει τοῖς παισί.
νεκρῷ
ἐκγόνων τινὶ ἢ κληρονόμων φιλονεικῆσαι. ἀεὶ δὲ ἄμεινον
τὸ ῥήσσειν.
Πυκτεύειν παντὶ βλαβερόν· πρὸς γὰρ ταῖς αἰσχύναις
Τὸ δὲ παγκράτιον τὰ αὐτὰ
νικᾶν. ὅπως δʼ ἂν ἀγωνίσηται δοῦλος ἐν ἱερῷ ἀγῶνι καὶ
νικήσῃ καὶ στεφανωθῇ, ἀνακηρυχθεὶς ἐλεύθερος ἔσται
ἴδια γὰρ ταῦτα ἐλευθέρων. μεμνῆσθαι δὲ χρὴ ὅτι ἐν
ἱερῷ ἀγῶνι μόνον, ἐπεὶ ἀλλαχόθι γε οὐκ ἔστι τὸ αὐτό.
καὶ τοῖς ἄλλοις δὲ ἀνθρώποις τὰ ἆθλα καὶ τὰ ἀγαθὰ καὶ
τὰ κακὰ ἐπὶ τέλος ἄγει, ὅταν μέχρι στεφάνου τις ἀφίκηται.
Τὸ δὲ ὅπλον λεγόμενον ἐπὶ πάντων πᾶσι παρολκὰς σημαίνει· τελευταῖον γὰρ καὶ ἐπὶ πᾶσι τὸ ἆθλον. τοῖς δὲ νοσοῦσι διʼ αὐτὸ τοῦτο θάνατον σημαίνει.
Οἱ μὲν πάνυ παλαιοὶ τὸ λούεσθαι οὐ κακὸν ἐνόμιζον·
βαλανεῖα γὰρ οὐκ ᾔδεσαν, ἐπειδὴ ἐν ταῖς λεγομέναις ἀσαμίνθοις
ἐλούοντο· οἱ δὲ μεταγενέστεροι ἤδη καὶ βαλανείων
ὄντων τό τε λούεσθαι κακὸν ἐνόμιζον καὶ βαλανεῖον ἰδεῖν,
καὶ εἰ μὴ λούοιτό τις. καὶ ἐδόκουν ταραχὴν μέν σημαίνειν
τὸ βαλανεῖον διὰ τὸν ἐν αὐτῷ γινόμενον θόρυβον, βλάβην
δὲ διὰ τὸν ἀποκρινόμενον ἱδρῶτα, ἔτι δὲ καὶ ἀγωνίαν καὶ
δεῖμα τῆς ψυχῆς διὰ τὸ τρέπεσθαι τὸν χρῶτα καὶ τὴν
ἐπιφάνειαν τοῦ σώματος ἐν τῷ βαλανείῳ. καὶ τῶν
νῦν τινες ἀκολουθοῦντες τῇ παλαιᾷ γνώμῃ κατὰ ταὐτὰ
πόνου ἐλούοντο (ἦν οὖν αὐτοῖς ὑπόμνημα
πόνου πολέμου τὸ βαλανεῖον καὶ αὐτὸ τὸ λούεσθαι) νῦν
δὲ οἱ μὲν οὐ πρότερον ἐσθίουσιν εἰ μὴ λούοιντο, οἱ δὲ καὶ
ἐμφαγόντες εἶτα δὴ λούονται μέλλοντες δειπνήσειν· καὶ
ἔστι νῦν τὸ βαλανεῖον οὐδὲν ἄλλο ἢ ὀδὸς ἐπὶ τρυφήν. τοιγαροῦν
λούεσθαι ἐν βαλανείοις καλοῖς καὶ φωτεινοῖς καὶ
ἀέρος εὐκράτως ἔχουσιν ἀγαθὸν καὶ εὐπορίαν ᾅμα καὶ
εὐπραξίαν τοῖς ἐρρωμένοις σημαῖνον καὶ τοῖς νοσοῦσιν
ὑγεῖαν· ἐρρωμένων γὰρ τὸ λούεσθαι μὴ πρὸς ἀνάγκην γε
ὄντων. εἰ δέ τις λούοιτο καθʼ ὃν οὐ προσήκει τρόπον, οὐκ
ἀγαθὸν αὐτῷ. οἷον εἴ τις ἅμα τοῖς ἱματίοις εἰς τὸ θερμὸν
εἰσίοι, νόσον σημαίνει καὶ μεγάλας ἀγωνίας αὐτῷ· οἱ γὰρ
νοσοῦντες εἰσίασιν ἐνδεδυμένοι καὶ οἱ περὶ μεγάλων ἀγωνιῶντες
καὶ ἐν τοῖς ἱματίοις ἱδροῦσι. πονηρὸν δὲ καὶ πένητι
τὸ μετὰ θεραπείας καὶ πολλῶν τινων περιεπόντων αὐτὸν
λούεσθαι νόσον γὰρ αὐτῷ μακρὰν σημαίνει· οὐ γὰρ ἄλλως
πένης μετὰ πολλῶν λούεται. ὁμοίως δὲ καὶ πλουσίῳ
πονηρὸν τὸ μόνον λούεσθαι. κοινῇ δὲ πᾶσιν ἄτοπον τὸ μὴ
δύνασθαι ἱδροῦν ὕπαιθρον τὸ βαλανεῖον γενόμενον ἰδεῖν
ὕδωρ μὴ εὑρεῖν ἐν τῷ βαλανείῳ, καὶ συνέβη αὐτῷ διαφθείραντι
τὸν ἀγῶνα καταφανεῖ γενέσθαι καὶ ζημιωθῆναι
τοῖς αὐτοφυέσι, τοῖς μὲν νοσοῦσιν ὑγείαν τοῖς δὲ ἐρρωμένοις
ἀπραξίαν σημαίνει· ἤ γὰρ ἀναλαμβάνοντες ἢ ἀπραγοῦντες
εἰς θερμὰ πορεύονται. ἀγαθὸν δὲ καὶ ἐν πηγαῖς
καὶ ἐν λίμναις καὶ ἐν κρήναις καὶ ἐν ποταμοῖς καθαρὸν καὶ
διειδὲς ἔχουσιν ὕδωρ λούεσθαι, ἀλλʼ οὐχὶ νήχεσθαι, ἐπεὶ
τό γε νήχεσθαι πᾶσι πονηρὸν καὶ κινδύνου καὶ νόσου σύμβολον.
τὴν δὲ αἰτίαν Πανύασις ὁ Ἁλικαρνασσεὺς ἐπιμελῶς
ἐξηγήσατο. στελγίδες κατ’ ὄναρ ἀνδράποδον ἀπολέσει τῶν πρὸς θεραπείαν
ἐπιτηδείων, ἰδίως δὲ αἱ ξύστραι καὶ βλάβης εἰσὶ σημαντικαὶ
διὰ τὸ ἀποξύειν τὸν ἱδρῶτα καὶ μὴ προστιθέναι
τι τῷ σώματι· ἔστι δὲ ὅτε καὶ ἑταίραν ᾐνίξαντο τὸ γὰρ
αὐτὸ καὶ ἑταίρα τῷ σώματι προσιοῦσα ποιεῖ. λήκυθος δὲ
Περὶ τροφῆς διαλαμβάνοντας ἀναγκαῖόν ἐστι διελεῖν
ὑπὲρ εὐσήμου διδασκαλίας καὶ μὴ συγχεῖν τὰ ξηρὰ τόῖς
ὑγροῖς. ἔτι καὶ τῆς ξηρᾶς τὸ ποιὸν ἅμα καὶ τῆς ὑγρᾶς ἰδίᾳ
ἕκαστον διαληψόμεθα. καὶ πρῶτον μὲν περὶ τῆς ὑγρᾶς
ἐροῦμεν τροφῆς.
Πίνειν ὕδωρ ψυχρὸν ἀγαθὸν πᾶσι θερμὸν δὲ ὕδωρ
νόσους ἢ ἀπραξίας σημαίνει πᾶσι χωρὶς τῶν ἔθος ἐχόντων
ὑδροποτεῖν οὐ γὰρ κατὰ φύσιν ἔχει τὸ θερμὸν ὕδωρ.
οἶνον δὲ πίνειν ὀλίγον μὴ ἐν μεγάλοις ποτηρίοις καὶ μὴ
μεθύσκεσθαι ἀγαθόν. δοκεῖ δέ μοι ἐν καιρῷ ἄν τις εἰπεῖν
ὥσπερ ἔλαιον φλόγα ἐγείρει.ʼ τούτου δʼ ἕνεκεν
προσήκει τὸ αὐτάρκη καὶ ὀλίγον δοκεῖν πίνειν. ἐπεὶ
τό γε πολὺν καὶ ἄμετρον πίνειν πολλῶν κακῶν αἴτιον
καθίσταται πᾶσιν ἐπίσης. ἐνταῦθα δʼ ἀρθῶς ἄν τις εἴποι
τὸ Θεόγνιδος
νόσου ἀναγκάζοιντο. ὄξος δὲ πίνειν δοκεῖν στασιάσαι σημαίνει
πρὸς τοὺς οἰκείους διὰ τὴν τοῦ στόματος συστροφήν.
γάρον δὲ πίνειν φθίσιν σημαίνει. ἔστι γὰρ οὐδὲν ἄλλο
ὁ γάρος ἢ σηπεδών. ἔλαιον δὲ πίνειν φαρμακίαν νόσον
σημαίνει. ἀεὶ δὲ ἀγαθὸν τὸ διψῶντα πίνειν. τὸ δὲ μὴ εὑρεῖν
ὅ τί τις πίῃ καὶ ἐπὶ ποταμὸν ἢ κρήνην ἢ φρέαρ ἐλθόντα μὴ
καταλαβεῖν ὕδωρ οὐδὲν τῶν κατ᾿ ἐπιθυμίαν πρᾶξαι
σημαίνει· τὸ μὲν γὰρ διψῆν οὐδὲν ἄλλο ἐστὶν ἢ ἐπιθυμεῖν,
τὸ δὲ πίνειν τῆς ἐπιθυμίας ἀνάπαυλαν ἔχει. χρὴ δὲ καὶ
τοῦτο σκοπεῖν, ὅτι τῶν ποτηρίων τὰ μὲν χρυσᾶ καὶ ἀργυρᾶ
καὶ ὀστράκινα πᾶσιν ἀγαθὰ καὶ ἀσφαλείας πολλῆς σημαντικὰ
καθίσταται, τὰ μὲν ὡς ἐξ ὕλης στερεᾶς, τὰ δʼ
εὐκατέακτον, καὶ τὰ κρυπτὰ ἐλέγχει διὰ τὸ διαφανές. ἔστι
δέ τις καὶ ἕτερος λόγος ὀρθῶς ἔχων ὡς ἄρα τὰ ποτήρια
σημαίνει τοὺς προσιόντας τοῖς χείλεσιν. ὅθεν εἰ κατεάσσοιτο,
τούτων τινὰς ἀποθανεῖσθαι δηλοῖ. εἰ
τῶν ποτηρίων στενόστομα οὐ πάλαι ὑπʼ ἀνθρώπων
εὐρημένα. ταῦτα κατεασσόμενα πάσης θλίψεως καὶ στενοχυρίας
λύσιν ὑπισχνεῖται.
Ἑξῆς δὲ περὶ τροφῆς ξηρᾶς ποιούμενοι τὸν λόγον ἀρξόμεθα
ἀπὸ λαχάνων. τῶν λαχάνων ὅσα ὄδωδε μετὰ τὸ
βρωθῆναι, τὰ κρυπτὰ ἐλέγχει καὶ πρὸς τοὺς συνοικοῦντας
μῖσος ἐργάζεται, οἷον ῥάφανος σέρις πράσα τὰ κειρόμενα·
ὅσα δὲ ἀποξύεται τρωκτὰ ὄντα, βλάβην σημαίνει διὰ τὴν
ἀποβολὴν τῶν περισσῶν,
σημαίνει. διὰ τὸ δύσπεπτον· ἔστιγὰρ
ἄτροφα. τεῦτλον μαλάχη λάπαθα ὀξυλάπαθα ἀδράφαξυς
καταχρέοις μόνοις ἐστὶν ἀγαθὰ διὰ τὸ τὴν γαστέρα ἐκταράσσειν
καὶ τὰ ὑποκείμενα σκύβαλα ὑπεξάγειν ἰδίως γὰρ ἡ γαστὴρ
καὶ τὰἔντερα δανειστῇ ἔοικε. κεφαλωτὰ δὲ καὶ σταφυλῖνοι
καὶ ὅσα
ἄμπελος μόνῃ κράμβῃ οὐ περιπλέκεται. τῶν δὲ λευκῶν
καὶπεριτεμνόμενοι τοῖς
νοσοῦσίν εἰσιν ἀγαθοὶ διὰ τὸ τὰ ὑγρὰ ἀποκρίνειν. πέπονες
τὰς φιλίας καὶ συμβιβάσεις εἰσὶν ἀγαθοί,
πέπον γὰρ τὸ προσφιλέστατον οἱ ποιηταὶ καλοῦσι· πρὸς
δὲ τὰς πράξεις ἄπρακτοι· καὶ γὰρ τὸ ἔκλυτον πέπον καλεῖται.
κρόμμυα δὲ καὶ σκόροδα ἐσθίειν μὲν πονηρόν,
ἔχειν δὲ ἀγαθόν· μόνοις δὲ τοῖς νοσοῦσι διαφόρως τὰ
κρόμμυα ἀποβαίνει. καίτοι περὶ αὐτῶν Ἀλέξανδρος ὁ
Μύνδιος ἰσχυρῶς ἀπορήσας τὸ τέλος οὐ κατείληφε. φημ
δὲ ἐγώ εἴ τις πολλὰ κρόμμυα δόξειεν ἐσθίειν, τύχοι δὲ
νοσῶν, ἀναστήσεται,
τεθνήξεται. δακρύουσι μὲν γὰρ οἱ ἀποθνήσκοντες ὀλίγα,
οἱ δὲ πενθοῦντες πολλά, ἐπειδὴ καὶ ἐπὶ πολὺ δακρύουσι.
Τῶν ὀσπρίων πάντα μοχθηρὰ πλὴν πίσου διὰ τὸ ὄνομα.
ἔστι γὰρ πειθοῦς σημαντικόν· μάλιστα δὲ κυβερνήταις καὶ
ῥήτορσιν· οἷς μὲν γὰρ τὰ πηδάλια οἷς δὲ οἱ δικασταὶ
πεισθήσονται. ἐρεγμὸς δὲ καὶ κύαμος στάσεώς εἰσι
τὸ δύστριπτον. κέγχρος δὲ καὶ ἔλυμος καὶ ζειὰ πενίας
τε καὶ ἀπορίας ἐστὶ σημαντικά, μόνοις δὲ τοῖς ἐξ ὄχλου
ποριζομένοις ἐστὶν ἀγαθά. χόνδρος δὲ καὶ τράγος ᾗ μὲν
τρόφιμοί εἰσι, ταύτῃ καὶ κερδαλέοι δὲ μετὰ καμάτου
γίνονται, πόνους ὑπερβάλλοντας σημαίνουσι, πένητι δὲ
νόσον. σήσαμον δὲ καὶ λινόσπερμον καὶ σίνηπι ἰατροῖς
μόνοις ἐστὶν ἀγαθά, τοῖς δὲ ἄλλοις δριμεῖς ἐπάγει πόνους
καὶ τὰ κρυπτὰ ἐλέγχει.
Ἄρτους δοκεῖν ἐσθίειν τοὺς ἐξ ἔθους ἀγαθόν· κατάλληλοι
μὲν γὰρ πένητι οἱ ῥυπαροί, πλουσίῳ δὲ οἱ παντελῶς
καθαροί οἱ δὲ ἐναλλὰξ οὔτε ἀγαθοὶ καὶ προσέτι κακοί·
οἱ μὲν γὰρ νόσον τοῖς πένησιν οἱ δὲ ἀπορίαν τοῖς πλουσίοις
σημαίνουσιν. ἄρτοι δὲ κρίθινοι πᾶσιν ἀγαθοί· πρώτην γὰρ
ἀνθρώποις τὴν τροφὴν ταύτην παλὰ θεῶν λόγος ἔχειδοθῆναι.
ἄλευρα δὲ καὶ ἄλφιτα τὰ μὲν αὐτὰ τοῖς ἄρτοις σημαίνει,
ἤττονα δέ καὶ βαρύτερα .
Κρεῶν τὰ μὲν ὅσα τις ἐαθίει καὶ τούτων δὲ ζώντων οὐ γίνεται κρέα ἤδη δὲ
καὶ τὰ βόεια διὰ τὸ δύστριπτον, καὶ μικρὰς ἐργασίας διὰ
τὴν εὐτέλειαν σημαίνει· δούλοις δὲ βασάνους διὰ τὸν
ἱμάντα καὶ τὴν ταυρείαν. χιμαίρεια δὲ τοῖς ἐν χειμῶνι διάγουσιν
ἀγαθὰ τετήρηται, τοῖς δὲ ἄλλοις ἀκερδῆ. ὧν μὲν γὰρ
τὰ δεινὰ διαλύει, ὅτι χειμῶνι ὁμώνυμα ὄντα τὰ ζῷα ἀνῄρηται
ἐπεὶ οὐκ ἄν ἐβιβρώσκετο οἷς δὲ διὰ τὸ ὀστῶδες μικρὰς
τὰς ἐργασίας παρέχει. ἄριστα δὲ πᾶσι τὰ χοίρεια· καὶ
τάχος ταῖς ὠφελείαις διὰ τὸ πῦρ· τὰ δὲ ἡψημένα λιτῶς
βράδιον τὰς αὐτὰς προαγορεύει ὡφελείας, τὰ δὲ κατηρτυμένα
οὕτως ὑπὸ ὀψοποιῶν μετὰ κακουχίας τὰς ὡφελείας ἤη
μετὰ προαναλωμάτων φέρει. οὐδαμῶς δὲ τὰ ὠμὰ ἐσθιόμενα
κρέα ἀγαθά παραπολέσαι γάρ τι τῶν ὄντων σημαίνει,
ἐπεὶ μὴ κρατεῖ ἡ ἡμετέρα φύσις ὠμῶν κρεῶν. τὸ δὲ
μέγιστον καὶ ὑπερβολῇ ἀγαθόν, ὡς ἐγὼ ἐτήρησα, ἀνθρωπίνας
ἐσθίειν σάρκας, ἀνδρὸς οὐ γνωρίμου οὐδὲ οἰκείου,
ἐπεὶ ὅ γέ τινος τῶν οἰκείων φαγών σάρκας καὶ τὸν οὗ
ἐσθίειν σύντομον γὰρ ὄλεθρον μαντεύεται, εἰ μὴ ἄρα τις
ἀπὸ τοιούτων ἐσθίειν νομίσειε μερῶν τοῦ παιδός, ἀφʼ
ὧν ὁ παῖς πορίζεται, οἷον εἰ δρομαίου τοὺς πόδας ἤ
χειροτέχνου τὰς χεῖρας ἢ παλαιστοῦ τοὺς ὤμους φάγοι·
τότε γὰρ τῷ μὲν παιδὶ εὐπορίαν τὸ ὄναρ τοῦτο, τῷ δὲ
πατρὶ ὄνασθαι τοῦ παιδὸς προαγορεύει. τῶν δὲ ἄλλων
ἀνθρώπων αἱ σάρκες ἐσθιόμεναι ἀγαθαί. τρόπον γάρ τινα
οἱ ἄνθρωποι, ὅταν ὠφελῶνται παρʼ ἀλλήλων, ἐσθίουσιν
ἀλλήλους. ἀεὶ δὲ ἄμεινον τὸ ἀνδρῶν ἢ γυναικῶν ἐσθίειν
καὶ τὸ παίδων ἢ πρεσβυτέρων. ὀρνίθεια δὲ καὶ χήνεια
κρέα ἐσθίειν πᾶσιν ἀγαθόν· φέρει δὲ τὰ μὲν ὀρνίθεια
τὰς ὠφελείας ἀπὸ γυναικῶν ἢ δικῶν ὅτι ἐκ γυναικῶν
μετέβαλον οἱ ὄρνεις ἢ ὅτι αἰκάλλουσι, τὰ δὲ χήνεια ἀπὸ
ἀνδρῶν ἀλαζόνων. ἀγαθὸν δὲ καὶ παντὸς θηρίου σάρκας
ἐσθίειν πολλὰ γὰρ ἐκ τῆς τῶν ἐχθρῶν οὐσίας ὠφεληθῆναι
σημαίνει τὸ δὲ ποδαπτῶν ἔχθράν ἐπιδείξει ᾐτοῦ βρωθέντος
ἰδέα τε καὶ μορφή. περὶ ὧν ἐν τῷ περὶ κυνηγίου λόγῳ ἐπιμνησθήσομαι.
ἀγαθὸν δὲ καὶ ἰχθύας ἐσθίειν, μάλιστα
ἔχοντες τοῦ ἐδωδίμου οὐδαμῶς ὡφελείας σημαίνουσιν,
ἔχθρας δὲ πρὸς τοὺς οἰκειοτάτους καὶ ματαίας ἐλπίδας. τὸ
δὲ κατὰ μέρος περὶ ἰχθύων ἐν τῷ περὶ ἁλιείας ἀκριβώσω
λόγῳ.
Τάριχοι δὲ καὶ πάντα τὰ ἁλιστὰ κρέα καὶ ἰχθύες ἐν
μὲν τοῖς προκειμένοις παρολκὰς καὶ ἀναβολὰς σημαίνει·
διὰ γὰρ τῶν ἁλῶν ἐπὶ πολὺ τηρεῖται ἐν δὲ τοῖς ἄλλοις
τηκεδόνα καὶ λύπην. πολλάκις δὲ καὶ νόσον σημαίνει διὰ
τὸ ὑπὸ τῶν ἁλῶν τετῆχθαι.
Πλακοῦντες οἱ μὴ τετυρωμένοι ἀγαθοί, οἱ δὲ τετυρωμένοι
δόλον καὶ ἐνέδραν σημαίνουσι· ταῦτα γὰρ καὶ ὁ
τυρὸς προαγορεύει. κοπταὶ δὲ σησαμίδες καὶ πυρα
μοὶ ἀγαθὰ πᾶσι, μάλιστα δὲ τοῖς δίκην ἔχουσιν ἦν γὰρ
ὁ πυραμὸς παρὰ τοῖς παλαιοῖς ἐπινίκιος. ἐπὶ δὲ τῶν
ἄλλων πεμμάτων τῶν ἐν ἑορταῖς καὶ θυσίαις γινομένων
τὰς κρίσεις ἀπὸ τοῦ λόγου τῶν ἑορτῶν ποιητέον. περὶ δὲ
καππάρεων καὶ ἐλαιῶν καὶ λαχάνων ἀποθέτων πάντων καὶ
ὑποτριμμάτων καὶ πάντων τῶν ὁμοίων ἑκὼν παρέλιπον
ὡς φανερῶν ὅτι μὴ ἔστιν ἀγαθά.
Μῆλα μὲν ἐαρινὰ γλυκέα καὶ πέπανα καὶ ἰδεῖν καὶ φαγεῖν
ἐστὶν ἀγαθόν πολλὴν γὰρ ἐπαφροδισίαν σημαίνει
μάλιστα τοῖς περὶ γυναικὸς ἐρωμένης φροντίζουσι
ταῦτα γὰρ ἀνάκειται τῇ Ἀφροδίτῃ. τὰ δὲ ὀξέα μῆλα
στάσεις καὶ φιλονεικίας σημαίνει ἐστι γὰρ Ἐριδος τὰ δὲ
χειμερινά,
ὃ εἶδε κατ’ ὄναρ. συνέβη αὐτῷ πολλὰ μὲν
καὶ ἄλλα κακὰ ἀλλὰ τοῦτο
διὰ τὸ ἐναργές ὡς τέρας τὸ τοιοῦτο εἰς μεγάλα ἀπέβη.
σῦκα καὶ
τούτων τὰ λευκὰ ἡδίονα τῶν μελάνων, παρὰ δὲ τὸν καιρὸν
φαινόμενα συκοφαντίας καὶ ἐπηρείας προαγορεύει·
συκάζειν ʼ γὰρ καὶ τὸ ἐπηρεάζειν ἔλεγον οἱ παλαιοί.
μόνοις δὲ τοῖς ὑπαιθρίοις ἐργαζομένοις τὰ μὲν λευκὰ
εὐδίαν τὰ δὲ μέλανα χειμῶνα καὶ ὄμβρον σημαίνει, ἐπεὶ
τοῖς γε ἄλλοις οὐδὲν ἄν μαντεύοιτο ἡ συκῆ ἢ τὸ τοῦ ἀέρος
ὅπως ἕξει καταστήματος. σταφυλὴ δὲ καὶ παρὰ τὸν καιρὸν
ἀγαθὴ καὶ κατὰ τὴν ὤραν, ὡς δὲ ἐπὶ τὸ πλεῖστον τὰς
διὰ γυναικῶν ἀπὸ γυναικῶν ὠφελείας σημαίνει· φανερὰς
μὲν ἡ λευκή, λαθραίους δὲ ἡ μέλαινα. ῥοαὶ δὲ τραυμάτων
εἰσὶ σημαντικαὶ διὰ τὸ χρῶμα καὶ βασάνων διὰ
τὰς ἀκάνθας καὶ δουλείας καὶ ὑποταγῆς διὰ τὸν ἐν Ἐλευσῖνι
λόγον. περσικὰ δὲ καὶ βερικόκκια καὶ κεράσια καὶ
πάντα τὰ ὅμοια πλὴν συκαμίνων προσκαίρους ἡδονὰς καὶ
ἀπάτας σημαίνει, παρὰ δὲ τὸν καιρὸν ματαιοπονίας. συκάμινα
δὲ τὰ αὐτὰ ταῖς ῥοαῖς σημαίνει, ὅ γε καρπός· ἐπεὶ τὸ
δένδρον τὴν γενεὰν τοῦ ἰδόντος σημαίνει. ὅθεν ὐθαλὲς μὲν
ὄν ἀγαθόν τι ἐσόμενον προαγορεύει, πρόρριζον δὲ ἀνατρεπόμενον
τὴν γενεὰν τοῦ ἰδόντος διαφθείρει. ἄπιοι δὲ οἱ
μὲν ἥμεροι ἀγαθοί τούτων γὰρ ὁ καρπὸς καὶ ἀποθησαυρισθεὶς
ἄσηπτος μένει, καὶ παραυτίκα ἐσθιόμενος πρὸς
περὶ
δὲ ταώνων καὶ ἀλεκτρυόνων ἐν τῷ περὶ ζώων ἐροῦμενλόγῳ.
περὶ τῶν ἀγράφων τεκμαίρεσθαι κατὰ τὸ ὅμοιον μετάγοντας
τὸν λόγον.
Ἐπεὶ δὲ τῷ περὶ τροφῆς λόγῳ ἕπεται ὁ περὶ σκευῶν τῶν
κατ’ οἶκον, δίκαιον εἰπεῖν ἡγοῦμαι καὶ περὶ τούτων. ἔχει
δὲ ὧδε. ποτήρια μέν, καθὼς ἔμπροσθεν εἴρηται, σημαίνειτὸν
βίον, πίνακες δὲ καὶ παροψίδες αὐτὴν τὴν τοῦ βίου διαγωγήν.
οἵα τίς ἐστιν ἡ ἑστία σημαίνει λαμβάνειν δὲ χρὴ τὸ
τοιοῦτον ἀπὸ τῆς πολυτελείας ἀπὸ τοῦ μείζονα γενέσθαι
ἐκ μικροτέρων ἢ μικρότερα ἐκ μειζόνων ἢ ἐξ ὑγιῶν οὐχ
ὁλόκληρα ἢ ἐκ κατεαγότων ὑγιᾶ, τὴν μὲν ἐπὶ τὸ κρεῖττον
μεταβολὴν πρὸς ἀγαθὸν τιθεμένους, τὴν δὲ ἐπὶ τὸ χεῖρον
πρὸς κακόν. ὁ δʼ αὐτὸς καὶ περὶ τῶν ἄλλων σκευῶν ἔστω
λόγος. λυχνία
ἀναλάμπειν, τρίπους δὲ καὶ ἑστία τὸν βίον καὶ τὴν ὅλην
κατάστασιν καὶ τὴν γυναῖκα τοῦ ἰδόντος. ὅ τι
πρὸς κοίτην τὴν γυναῖκα τοῦ ἰδόντος σημαίνει καὶ τὸν
ὅλον βίον. τὸ δʼ αὐτὸ καὶ σκίμπους. τούτων δὲ οἱ μὲν πόδες
οἰκέτας σημαίνουσι, τῶν δὲ ἐνηλάτων τὸ μὲν ἔξω ἰδίως.
τοὺς ὑπηρέτας, τραπεζοφόροι
διὰ
Μυρίζεσθαι γυναιξὶ πάσαις ἀγαθὸν πλὴν
Ὀρχεῖσθαι δοκεῖν ἔνδον παρʼ ἑαυτῷ τῶν οἰκείων παρατυγχανόντων
μόνων καὶ μηδενὸς ἀλλοτρίου παρόντος καὶ
θεωμένου ἀγαθὸν ἐπίσης πᾶσιν. ἀλλὰ καὶ τὸ γυναῖκα τὴν
ἑαυτοῦ καὶ
ἀποφορὰν ἀποδῶσι τότε δὲ ὀρχοῦνται καὶ ἁπλοῦσι τὰ
σώματα. ἀσθενοῦντι δὲ ἀνθρώπῳ καὶ ἀνδρὶ καὶ γυναικὶ
πονηρόν· διὰ γὰρ τὴν πολλὴν κίνησιν τῆς ὀρχήσεως παραφρονῆσαι
οὔτε νοσοῦντι· τῷ μέν γάρ τις ἔνδον ἐν τῷ οἴκῳ τεθνήξεται,
ὁ δὲ ὀρχησάμενος ἀσχημονήσει μεγάλως. παιδίον δὲ ἰδεῖν
ὀρχούμενον κωφὸν ἅμα καὶ ἄλαλον τὸ παιδίον γενέσθαι
δηλοῖ, ἵνα διανεύσῃ ὅσα βούλεται σημαίνειν. ἐν θεάτρῳ δέ
δοκεῖν ὀρχεῖσθαι ἀναπεπλασμένον καὶ τὴν ἄλλην ἔχοντα
σκευὴν εὐδοκιμεῖν τε καὶ ἐπαινεῖσθαι πένητι μὲν πλουτῆσαι
σημαίνει, ἀλλʼ οὐ μέχρι γήρως· βασιλικὰ μὲν γὰρ
πλείστας προαγορεύει διὰ τὰς
ποικίλας τῶν δραμάτων πλοκάς· γυναικὶ δέ οὔτε πλουσίᾳ
οὐτε πένητι ἀγαθὸν τοῦτο τετήρηται· μεγάλας γὰρ καὶ
περιβοήτους ἀσχημοσύνας ποιοῦνται. ὅπως δʼ ἂν ὀρχήσηται
δοῦλος καὶ ὅπου ἄν, πολλὰς λήφεται πληγάς· καὶ
ὁ πλέων ἤτοι ναυαγήσει καὶ μόνος ἐκπεσὼν κολυμβήσει·
ὁ μέν γὰρ παιόμενος ὁ δὲ νηχόμενος κινηθήσονται διʼ
ὅλων τῶν σωμάτων. ἀγαθὸν δέ ἀνδρὶ δεδεμένῳ τὸ ὀρχεῖσθαι
λυθήσεται γὰρ διὰ τὸ εὐκίνητον καὶ εὔλυτονμ τοῦ
σώματος. εἰ δὲ τις ὑψηλὸς ἐπί τινος ὀρχοῖτο, εἰς φόβον
καὶ δέος πεσεῖται, κακοῦργος δέ ὢν σταυρωθήστεαι διὰ
τὸ ὕψος καὶ τὴν τῶν χειρῶν ἔκτασιν. τὸ δὲ πυρριχίζειν
τὸ αὐτὸ τῷ ὀρχεῖσθαι σημαίνει. τροχοπαικτεῖν δὲ
μαχαίραις περιδινεῖσθαι ἐκκυβιστᾶν τοῖς μὲν ἔθος ἔχουσιν
τὸ δʼ αὐτὸ ποιεῖν γελωτοποιεῖν
ᾄσματα δὲ δοκεῖν ᾄδειν καλῶς καὶ εὐφώνως
μιμολογεῖν ὑποκρίνεσθαι καὶ ἐξαπατῆσαί τινας σημαίνει.καὶ τοῖς
ᾠδικοῖς καὶ μουσικοῖς καὶ τοῖς ἄλλοις πᾶσιν ἀγαθόν, τὸ
δὲ πονηρῶς καὶ ἀφώνως ᾄδειν ἀπραξιῶν ἐστι καὶ πενίας
σύμβολον. ὁπόταν δέ τῶν ἀσμάτων μεμνημένος ᾖ τις, ἀπʼ
αὐτῶν τῶν ᾀσμάτων χρὴ ποιεῖσθαι τὴν κρίσιν. ᾄδειν ἐν
ὀδῷ ἀγαθόν, μάλιστα ἑπόμενον ὑποζυγίῳ· ᾄδειν δὲ ἐν
βαλανείῳ οὐκ ἀγαθόν τὸ μέν γὰρ εὐπρεπῶς καὶ εὐθύμως
τὸν βίον διεξάγειν σημαίνει, τὸ δὲ μὴ σαφεῖ χρῆσθαι τῇ
φωνῇ· πολλοὶ δὲ καὶ εἰς δεσμὰ κατεκρίθησαν. τὸ δὲ ἐν
ἀγορᾷ ἢ πλατείαις ᾀσματολογεῖν πλουσίῳ μέν ἀσχημοσύνας
καὶ καταγέλωτας σημαίνει, πένητι δὲ μανίαν.
Στέφανον ἀναδεδέσθαι πεποιημένον ἐξ ἀνθέων τὸ μέν
περὶ ἑκάστου εἰπεῖν, ἐντεῦθεν ἄρξομαι. στέφανοι
ναρκίσσων πεποιημένοι πᾶσι κακοί, κάν κατὰ τὴν ὥαν
βλέπωνται, μάλιστα δὲ διὰ τὴν ἱστορίαν μάλιστα τοῖς ἐξ
ὕδατος ἢ διʼ ὕδατος τὸν πορισμὸν ποιουμένοις καὶ τοῖς
μέλλουσι πλεῖν. οἱ δὲ ἐκ τῶν ἴων γεγονότες κατὰ μέν τὴν
ὤραν ἀγαθοί, παρὰ δὲ τὴν ὥραν μοχθηροί· καὶ τούτων οἱ
μέν ἐκ τῶν λευκῶν ἴων φανερὰ τὰ δύσχρηστα καὶ ἐπίσημα
καὶ πρὸς τὸν θάνατον. οἱ
δὲ ἐκ τῶν ῥόδων κατὰ μὲν τὸν καιρὸν πᾶσιν ἀγαθοὶ πλὴν
τῶν νοσούντων καὶ τῶν λανθάνειν πειρωμένων. οὓς μὲν γὰρ
ἀναιροῦσι διὰ τὸ εὐμάραντον, οὓς δὲ ἐλέγχουσι διὰ τὴν
ὀσμήν. ὅπου δὲ καὶ χειμῶνος ἔστι ῥόδοις χρήσασθαι,
ἐνταῦθα πάντοτε ὡς περὶ ἀγαθῶν χρὴ ποιεῖσθαι τὸν λόγον.
οἱ δὲ
τὸ ὄνομα καὶ τὸ χρῶμα διαφυλάττει. νοσοῦσι δὲ οὗτοι
κακοί ἢ γὰρ νεκροῖς ἢ θεοῖς ἀνατίθενται, σπάνιον δὲ
ἀνθρώποις. οἱ δʼ ἐκ τῶν κρίνων γεγονότες εἰς ἐλπίδας
ἀναβάλλονται
στεφάνους ἀναδεῖσθαι πάσι πονηρόν· ὡς γὰρ ἐπὶ τὸ
πολὺ νόσον σημαίνουσι. τὸ δὲ τῆς μαλάχης ἄνθος καὶ τῆς
ῥοδοδάφνης κηπουροῖς καὶ γεωργοῖς μόνοις ἀγαθόν, τοῖς
δὲ ἄλλοις μόχθους καὶ ἀποδημίας σημαίνει. κατὰ τὰ αὐτὰ
δὲ τούτοις καὶ τὸ θύμον καὶ τὸ ἐπίθυμον καὶ τὸ μελίλωτον
διὰ τὴν πλοκὴν καὶ τέκνα προαγορεύουσι πολυχρόνια διὰ
τὸ ἀειθαλές υἱὸν μὲν ὁ φοῖνιξ, θυγατέρα δὲ ἡ ἐλαία. καὶ
τοῖς ἐπὶ τὸ ἄρχειν ὁρμωμένοις καὶ ἀθληταῖς συλλαμβάνουσι
καὶ πένησιν· οὓς μὲν γὰρ εὐπόρους οὓς δέ ἐνδόξους
ποιοῦσι. καὶ δούλους ἐλευθεροῦσιν ἴδιον γὰρ ἐλευθέρων
οἱ στέφανοι καὶ μᾶλλον ὅταν ἀγωνισάμενοι δοκῶσιν
εἰληφέναι αὐτούς. τὰ δὲ κρυπτὰ ἐλέγχουσι διὰ τὸ περιβοήτους
εἶναι τούς στεφάνους. τὰ δὲ αὐτὰ τούτοις καὶ ὁ
δρύινος στέφανος σημαίνει καὶ ὁ δάφνινος· καὶ ὁ μυρσίνης
ἀγαθὸς διὰ τὴν Δήμητραν καὶ γυναιξὶ διὰ τὴν Ἀφροδίτην·
κοινὸν γὰρ ταῖς θεαῖς τὸ φυτόν. στέφανοι κήρινοί
πᾶσι κακοί, μάλιστα δὲ νοσοῦσιν, ἐπεὶ καὶ τὸν θάνατον
κῆρα καλοῦσιν οἱ ποιηταί. οἱ δὲ τῶν ἐρίων πεποιημένοι
διὰ τὸ ποικίλον φαρμακίας καὶ καταδέσμους σημαίνουσιν.
οἱ δὲ τῶν ἁλῶν τοῦ θείου βαρηθῆναι πρός τινων ὑπερεχόντων
τὸν ἰδόντα σημαίνουσιν· εἰσὶ γὰρ φύσειβαρεῖς καὶ
οὐδὲν ἔχοντες τερπνόν. στέφανον δοκεῖν ἔχειν χρύσεον
θάνατον· χλωρός τε γὰρ ὁ χρυσὸς καὶ βαρὺς καὶ ψυχρός,
καὶ διὰ τοῦτο θανάτῳ προσείκασται. καὶ ὄναρ. ἀμπέλου
δὲ καὶ κισσοῦ μόνοις τοῖς περὶ τὸν Διόνυσον τεχνίταις
συμφέρει, τοῖς δὲ ἄλλοις δεσμὰ σημαίνει διὰ τοὺς
ἕλικας καὶ τὰς προσπλοκὰς τοῦ κισσοῦ νόσον διὰ
ταὐτά. κακούργοις δὲ τραχηλοκοπηθῆναι σημαίνει διὰ
τὸ τέμνεσθαι ταῦτα σιδήρῳ. κρομμύοις δὲ ἐστεφανῶσθαι
δοκεῖν τὸν μέν ἰδόντα ὠφελεῖ, τούς δὲ περὶ αὐτὸν βλάπτει.
Ἐν τῷ περὶ συνουσίας ἀφροδισίων λόγῳ διαίρεσιν τὴν
ἀρίστην ποιούμενος εἴποι τις ἂν πρῶτον περὶ τῆς κατὰ
φύσιν καὶ νόμον καὶ ἔθος συνουσίας, εἶτα περὶ τῆς παρὰ
νόμον, καὶ τρίτον περὶ τῆς παρὰ φύσιν. πρῶτον μέν οὖν
περὶ τῆς κατὰ νόμον συνουσίας ὧδέ πως ἔχει. γυναικὶ τῇ
ἑαυτοῦ μιγῆναι ἑκούσῃ καὶ προσιεμένῃ καὶ πρὸς τὴν συνουσίαν
μὴ ἀντιβαινούσῃ ἀγαθὸν ἐπίσης πᾶσιν· ἔστι γὰρ ἡ
γυνὴ ἤτοι τέχνη τοῦ ἰδόντος ἢ πραγματεία, ἀφʼ ἧς τὰς
ἡδονὰς πορίζεται, ἢ οὗ προΐσταται καὶ ἄρχει, ὡς καὶ τῆς
γυναικός. σημαίνει
καὶ βραχὺ ἀνάλωμα σημαίνει αἰδοῦνται γὰρ ἅμα
καὶ ἀναλοῦσι ταύταις πλησιάζοντες οἱ ἄνθρωποι· πρὸς δὲ
πᾶσαν ἐγχείρησίν εἰσιν ἀγαθαί· καὶ γὰρ πρός τινων
‘ἐργάσιμοι’ λέγονται, καὶ οὐδὲν ἀρνησάμεναι παρέχουσιν
ἑαυτάς. εἴη δʼ ἄν ἀγαθὸν τὸ εἰσιέναι εἰς τὰ πορνεῖα καὶ
ἐξιέναι δύνασθαι, ἐπεὶ τό γε μὴ δύνασθαι ἐξιέναι πονηρόν.
οἶδα δέ τινα, ὅς ἔδοξεν εἰσελθεῖν εἰς πορνεῖον καὶ μὴ δύνασθαι
ἐξελθεῖν, καὶ ἀπέθανεν οὐ μετὰ πολλὰς ἡμέρας κατὰ
λόγον δὲ τούτου ἀποβάντος αὐτῷ· κοινὸς γὰρ ὁ τόπος
σπερμάτων ἀνθρωπίνων ἐνταῦθα γίνεται φθορά.
εἰκότως οὖν ὁ τόπος οὗτος ἔοικε θανάτῳ. οὐδὲν μέντοι
κοινὸν
ἀγαθαὶ δέ καὶ
ἑαυτὴν παρέχουσα, καλὸν τῷ ἰδόντι καὶ οὐ μικρὸν τελεσθησόμενον
δείκνυσιν εἰ δέ πρεσβῦτις εἴη καὶ εἰδεχθὴς
ἢ καὶ ἄμορφος καὶ κακοείμων καὶ λυπηρῶς διάγοι καὶ
τοῦ ἀδελφοῦ, ἐάν τε νεώτερος ᾖ ὁ περαίνων ἐάν τε
πρεσβύτερος, ἢ καὶ ὑπὸ ἐχθροῦ. γυναικὶ δὲ γνωρίμῃ
καὶ συνήθει μίγνυσθαι εἰ μέν ἐρωτικῶς διακείμενός
τις καὶ ἐπιθυμῶν τῆς γυναικὸς ἴδοι τὸν ὄνειρον, οὐδέν
προαγορεύει διὰ τὴν ἐπιτεταμένην ἐπιθυμίαν εἰ δὲ μὴ
ἐπιθυμοίη τῆς γυναικός, ἀγαθὸν αὐτῷ, ὅταν ἡ γυνὴ
μυστηρίοις τῆς γυναικὸς γενόμενον τὸν ἐδόντα ὠφέλησε
παρέχει γὰρ ἡ τοιαύτη καὶ τῶν ἀπορρήτων ἅψασθαι.
ὕπανδρον δὲ κατὰ νόμους γεγαμημένην περαίνειν οὐκ ἀγαθὸν
διὰ τὸν νόμον οἵοις γὰρ τὸν ἐπὶ μοιχεία ἁλόντα ὁ νόμος
ὑπάγει, τοῖς αὐτοῖς καὶ τὸ ὄναρ. περαίνεσθαι δὲ ὑπό τινος
γνωρίμου γυναικὶ μέν ἡδὺ καὶ λυσιτελές, οἷος ἂν ᾖ ὁ
περαίνων· ἀνδρὶ δὲ ὑπὸ πλουσιωτέρου καὶ πρεσβυτέρου
περαίνεσθαι ἀγαθόν παρὰ γὰρ τῶν τοιούτων ἔθος ἐστὶ
λαμβάνειν ὑπὸ δὲ νεωτέρου καὶ ἀπόρου περαίνεσθαι
πονηρόν· τοῖς γὰρ τοιούτοις ἔθος ἐστὶ προσδιδόναι. τὸ δʼ
ὑπομενεῖ διὰ τὴν εἰς ἄχρηστον τοῦ σπέρματος ἀπόκρισιν.
οἶδα δέ τινα δοῦλον, ὃς ἔδοξε τὸν δεσπότην αὐτοῦ
δέφειν, καὶ ἐγένετο τῶν παίδων αὐτοῦ παιδαγωγὸς καὶ
τροφός· ἔσχε γὰρ ἐν ταῖς χερσὶ τὸ τοῦ δεσπότου αἰδοῖον
ὂν τῶν ἐκείνου τέκνων σημαντικὸν. καὶ πάλιν αὖ οἶδὰ
Περὶ δὲ τῆς παρανόμου συνουσίας οὕτω κρίνειν δέον
ἐστίν. υἱὸν περαίνειν οὐδέπω πενταετῆ γεγονότα θάνατον
τῷ παιδὶ σημαίνει, καθὼς πολλάκις ἐτήρησα·
εἰκὸς δὲ τοῦτο σημαίνειν διὰ τὸ φθείρεσθαι τὸ βρέφος,
φθορὰν δὲ καλοῦμεν τὸν ὄλεθρον. εἰ δὲ ὑπὲρ ὰ
πέντε ἔτη ὁ παῖς εἴη γεγονώς, ἔτι δὲ τῶν δέκα
ἐντός, νοσήσει μὲν ὁ παῖς, ἀφρόνως δέ τι πραγματευσάμενος
ὁ ἰδὼν τὸν ὄνειρον βλαβήσεται· ὁ μέν γὰρ
διὰ τὸ παιδικὸν τῆς ἡλικίας πρὸ τῆς ὥρας περαινόμενος
διὰ τὸ ἀλγεῖν νοσήσει, ὁ δὲ βλαβήσεται διʼ φροσύνην·
εἴη ὁ υἱός, ἐὰν μὲν πένης ἡ ὁ πατήρ, εἰς διδασκάλου
πέμπων τὸν υἱὸν μισθούς τε αὐτῷ χορηγῶν τὰς εἰς
αὐτὸν ἀποκρίσεις ποιήσεται καὶ ἀποκρίσεις. εἰ δὲ
πλούσιος τὸ τοιοῦτον ἴδοι, πολλὰ τῷ υἱῷ δωρούμενος καὶ
καταγράφων εἰς αὐτὸν ἀπουσίας ποιήσεται. ἀνδρὶ δὲ τελείῳ
γίνεσθαι. περαίνεσθαι δέ ὑπὸ τοῦ υἱοῦ βία βλαβῆναι
ὑπὸ τοῦ υἱοῦ σημαίνει, ἐφʼ ᾗ βλάβῃ καὶ ὁ υἱὸς
οἰμώξει εἰ δὲ τὸν ἑαυτοῦ πατέρα δόξειέ τις περαίνειν,
φυγὰς ἔσται τῆς ἑαυτοῦ ἢ πρὸς τὸν πατέρα εἰς
ἢ ὁ δῆμος ὁ τῷ πατρὶ τὸν αὐτὸν ἔχων λόγον. θυγάτριον
μικρόν μὲν παντελῶς καὶ οὐδέπω πενταετές γεγονὸς
θυγατέρα ἀπουσιάσει. οἶδα δέ τινα, ὃς ἐπὶ τούτῳ τῷ
ὀνείρῳ τῆς γυναικὸς ἐστερήθη ὀρθῶς καὶ κατὰ λόγον·
λοιπὸν γὰρ ἦν αὐτῷ ἡ θυγάτηρ διὰ τῆς οἰκουρίας καὶ τὰ
γυναικὸς καὶ τὰ θυγατρὸς ἔργα παρέχουσα. εἰ δὲ παρὰ
ἀνδρὶ οὔσῃ τῇ θυγατρὶ τῇ ἑαυτοῦ τις ὑπολάβοι συνεῖναι,
χωρισθεῖσα τοῦ ἀνδρὸς ἡ θυγάτηρ πρὸς αὐτὸν ἀφίξεται,
ἴνα αὐτῷ συνῇ καὶ συναναστρέφηται. ἀγαθὸν δὲ πένητι
πλουσίαν ἔχοντι θυγατέρα μιγῆναι αὐτῇ· πολλὰ γὰρ ἀπὸ
τῆς θυγατρὸς ὠφελούμενος ἡσθήσεται ἐπʼ αὐτῇ. πολλάκις
θυγατράσι τοῦτον ἰδόντες τὸν ὄνειρον, καὶ οἱ νοσοῦντες
ἀπέθανον ἐπὶ κληρονόμοις ταῖς θυγατράσι. περὶ δὲ ἀδελφῆς
περισσὸν λέγειν τὰ αὐτὰ γὰρ τῇ θυγατρὶ σημαίνει.
ἀδελφὸν δέ περαίνειν καὶ πρεσβύτερον καὶ νεώτερον ἀγαθὸν
καὶ φίλον δὲ ὁ περαίνων εἰς ἔχθραν
αὐτῷ καταστήσεται βλαβέντι πρότερον ὑπʼ αὐτοῦ.
ὁ περὶ
μητρὸς λόγος περὶ ἀφροδίσιων
καὶ πολλὴν ἐπιδεχόμενος διαίρεσιν πολλοὺς τῶν
ὀνειροκριτῶν διέφυγεν. ἔχει δὲ ὧδε. οὐχ ἡ μίξις αὐτὴ καθʼ
ἑαυτὴν ἱκανή ἐστι τὰ σημαινόμενα δεῖξαι, ἀλλὰ καὶ αἱ
συμπλοκαὶ καὶ τὰ σχήματα τῶν σωμάτων διάφορα ὄντα
διαφόρους τὰς ἀποβάσεις ποιεῖ. πρῶτον μὲν οὖν περὶ τῆς
σύγχρωτα περαινομένης καὶ ἅμα ζώσης λεκτέον, ἐπειδὴ
καίῃ ζῶσα οὐ τὰ αὐτὰ τῇ νεκρᾷ σημαίνει. εἴ τις οὖν τὴν ἑαυτοῦ
μητέρα σύγχρωτα, ὅπερ καὶ κατὰ φύσιν τινές λέγουσι,
ἔτι
καὶ ἐπὶ τῶν ἄλλων ἀνθρώπων γινομένην ζηλοτυπίαν ἣ
μᾶλλον ἂν ἐπὶ τούτων γένοιτο· εἰ δὲ νοσῶν ὁ πατὴρ τύχοι,
τεθνήξεται
ἐστί, τὸ δὲ ταύτῃ πλησιάζειν τί ἂν εἴη ἄλλο ἢ τὸ μὴ σχολὴν
ἐπὶ τὸ αὐτὸ συνήγαγε τὸ ὄναρ τοῦτο καὶ ἐποίησε συνεῖναι.
διὸ καὶ τὸν ἀπόδημον εἰς τὴν οἰκείαν ἐπανάγει, ὅταν γε ἡ
μήτηρ ἐν τῇ πατρίδι τυγχάνῃ οὖσα εἰ δὲ μή, ὅπου ἂν ἡ
μήτηρ διάγῃ, ἐκεῖ σημαίνει πορευθῆναι τὸν ἰδόντα. καὶ εἴ
τις πενόμενος καὶ ἐν ἐνδείᾳ ὢν τῶν ἐπιτηδείων πλουσίαν
ἔχοι μητέρα, λήψεται παρʼ αὐτῆς ὅσα βούλεται ἀποθανοῦσαν
μετ᾿ οὐ πολὺ κληρονομήσει, καὶ οὕτως ἐπὶ τῇ μητρὶ
ἡσθήσεται. πολλοὶ δὲ καὶ ἀναλαβόντες τὰς μητέρας ἔθρεψαν,
ἐκείνων ἐπ᾿ αὐτοῖς ἡδομένων. νοσοῦντα δὲ ἀνίστησι
τὸ ἄναρ καὶ σημαίνει κατὰ φύσιν ἕξειν, μήτηρ γὰρ κοινὴ
πάντων ἡ φύσις, φαμὲν δὲ τούς ἐρρωμένους καὶ οὐχὶ
τοὺς νοσοῦντας κατὰ φύσιν ἔχειν. μέμνηται δέ τοῦ τοιούτου
καὶ Ἀπολλόδωρος ὁ Τελμησσεύς, ἀνὴρ ἐλλόγιμος.
γένοιτο δʼ ἂν ἐπὶ τῶν νοσούντων οὐχ ὅμοιον τὸ σημαινόμενον,
εἶπερ εἴη νεκρὰ ἡ μήτηρ, ἐπεὶ αὐτίκα μάλα τεθνήξεται
ὁ ἰδών τῆς τε γὰρ νεκρᾶς τὸ σύγκριμα ἀναλύεται
εἰς τὴν ὕλην, ἐξ ἧς συνέστη καὶ συνεκρίθη, καὶ τὸ πλεῖστον
γεῶδες ὄν εἰς τὴν οἰκείαν ὕλην μεταβάλλει καὶ τὴν
γῆν οὐδέ αὐτὴν οὐδέν ἧττον μητέρα καλοῦμεν. τὸ δὲ
μιγῆναι νεκρᾷ τῇ μητρὶ νοσοῦντι τί ἂν ἄλλο σημαίνοι ἢ
τὸ τῇ γῇ μιγῆναι; ἀγαθὸν δέ τῷ περὶ γῆς ἔχοντι δίκην
καὶ τῷ τὴν γῆν πρίασθαι βουλομένῳ καὶ τῷ γεωργεῖν
μεταγινώσκειν ἢ ἀνιᾶσθαι νομίζοι. ἔτι καὶ ὁ ἀπόδημος εἰς
τὴν οἰκείαν ἀνακομιοθήσεται καὶ ὁ περὶ τῆς οὐσίας τῆς
μητρῴας ἀμφισβητῶν νικήσει ἐπὶ τούτῳ τῷ ὀνείρῳ ὁ
μὲν εἰς τὴν γῆν τὴν οἰκείαν ἀνακομιζόμενος, ὁ δί οὐκ
ἐπὶ τῷ σώματι ἀλλʼ ἐπὶ τῇ οὐσία τῆς μητρὸς τερπόμενος.
εἰ δέ τις ἐν τῇ πατρίδι ἴδοι τὸ ὄναρ, ἐξελεύσεται τῆς πατρίδος·
ἀγαθόν ἢ γὰρ αὐτὴ ἡ μήτηρ ἀποστραφήσεται τὸν ἰδόντα
ἢ ἡ πατρίς ἢ ἡ τέχνη ἢ ὅ τι ἂν ἡ τὸ προκείμενον τῷ
ἰδόντι. πονηρὸν δὲ καὶ ὀρθῇ παρεστάναι τῇ μητρὶ κατὰ
τὴν συνουσίαν· ἀπορία γὰρ κοίτης ἢ στρωμάτων τοιούτῳ
χρῶνται σχήματι ἄνθρωποι. διὸ θλίψεις καὶ στενοχωρίας
σημαίνει. καὶ εἰς γόνατα κειμένῃ τῇ μητρὶ μιγῆναι
πονηρόν ἔτι καὶ ἄσχημον καὶ ὑπτία βεβλημένῃ· πολλὴν
γὰρ ἀπορίαν σημαίνει διὰ τὸ τῆς μητρὸς ἀκίνητον. γένεσιν
γὰρ ἢ τύχην ἢ δαίμονά τινα τοῦ ἰδόντος τὸν διέποντα
καὶ τῶν ὅλων αἴτιον νομίζομεν εἶναι τὴν μητέρα. τὸ δὲ
ἄνωθεν ἐπικειμένην καὶ ἐφιππαζομένην τὴν μητέρα περαίνειν
λέγουσιν ἔνιοι θάνατον τῷ ἰδόντι σημαίνειν· γῇ
γὰρ ἔοικεν ἡ μήτηρ, ἐπειδὴ τροφὸς πάντων καὶ γενέτειρα
ἐν μέν γὰρ τοῖς ἄλλοις σχήμασι καὶ ὁ κάματος καὶ
τὸ ἆσθμα περὶ τὸν ἄρσενα ὡς ἐπὶ
τοῦ ἄσθματος τὸ πολὺ ἀφαιρεῖσθαι. πολλοῖς δὲ καὶ διαφόροις
σχήμασιν ἐπὶ
διδαχθέντες, δῆλον ἀπὸ τῶν ἄλλων ζῴων· πάντα γὰρ τὰ
γένη συνήθει τινὶ χρῆται σχήματι, καὶ οὑ μεταβάλλει διὰ
τὸ τῷ κατὰ φύσιν ἀκολουθεῖν λόγῳ. οἷον τὰ μέν ὄπισθεν
ἐπιβαίνει, ὡς ἵππος ὄνος αἴξ βοῦς ἔλαφος καὶ τὰ λοιπὰ
τετράποδα τὰ δέ συμβάλλει πρότερον τὰ στόματα, ὡς
ἀναλέγουσιν αἱ θήλειαι τὰ σπέρματα, ὡς ἰχθύες.
οὕτως εἰκὸς καὶ ἀνθρώπους τὸ μὲν οἰκεῖον σχῆμα τὸ πρόσχρωτα
ἔχειν, τὰ δὲ λοιπὰ ἐπιτεχνήσασθαι ὕβρει καὶ ἀκολασία
εἴκοντας. πάντων δὲ δεινότατον ἐτήρησα τὸ δοκεῖν
ὑπὸ τῆς μητρὸς ἀρρητοποιεῖσθαι· καὶ γὰρ τέκνων ὄλεθρον
καὶ οὐσίας ἀπώλειαν καὶ νόσον σημαίνει μεγάλην
τῷ ἰδόντι. οἶδα δὲ τινα, ὃς ἐπὶ τούτῳ τῷ ὀνείρῳ ἀφῃρέθη
τὸ αἰδοῖον· καὶ γὰρ εἰκὸς ἦν ἥμαρτε ἐν μέρει τοῦ
σώματος, τούτῳ καὶ κολασθῆναι. εἰ δὲ ὑπὸ τῆς ἑαυτοῦ
γυναικὸς ἢ ἐρωμένης δόξειέ τις ἀρρητοποιεῖσθαι, ἔχθρα
ἢ λύσις τοῦ γάμου ἢ τῆς φιλίας ἔσται οὐ γὰρ ἔνεστι τῇ
τοιαύτῃ οὔτε τραπέζης οὔτε φιλήματος κοινωνῆσαι, εἰ μὴ
ἄρα ἐν γαστρὶ ἔχοι ἡ γυνή· φθερεῖ γὰρ τὸ κατὰ γαστρὸς
διὰ τὸ παρὰ φύσιν δέχεσθαι τὰ σπέρματα. ἔτι καὶ ἡ εὐπορωτέρα
τοῦ ἀνδρὸς πολλὰ δάνεια διαλύσει ὑπέρ τοῦ ἀνδρός,
καὶ ἡ δούλῳ συνοικοῦσα παρʼ ἑαυτῆς εἰσφέρουσα χρήματα
ἐλευθερώσει τὸν ἄνδρα, καὶ οὕτω συμβήσεται τοῦ ἀνδρὸς οὐ γὰρ ἔστιν
ἐπʼ ἀκριβές εἰπεῖν διὰ τὴν εἰς ἄχρηστον ἀπόκρισιν τοῦ
σπέρματος. εἰ δὲ αὐτὸς δόξειέ τις ἀρρητοποιεῖν, εἰ μέν
γνώριμόν τινα εἴτε ἄνδρα εἴτε γυναῖκα, εἰς ἔχθραν αὐτῷ
καταστήσεται διὰ τὸ μὴ δύνασθαι στομάτων ἔτι κοινωνεῖν
εἰ δέ εἰς ἀγνῶτα, πᾶσι βλαβερὸν πλὴν τῶν διὰ
στόματος ἐχόντων τὴν ἐργασίαν, αὐλητὰς λέγω καὶ σαλπιγκτὰς
καὶ ῥήτορας καὶ σοφιστὰς καὶ εἴ τινες ἄλλοι τούτοις
εἰσὶν ὅμοιοι.
Περὶ δὲ τῆς παρὰ φύσιν συνουσίας ταῦτα ἄν τις λέγοι.
ἑαυτῷ μιγῆναι δοκεῖν πλουσίῳ μέν ἀπώλειαν τῆς οὐσίας
καὶ πολλὴν ἀπορίαν καὶ λιμὸν μαντεύεται τὸ ὄναρ ὡς οὐ
παρόντος ἄλλου σώματος, πένητι δέ νόσον μεγάλην
βασάνους ὑπερβαλλούσας ἄνευ γὰρ μεγάλης βασάνου οὐκ
ἄν τις ἑαυτῷ μιγείη. εἰ δὲ τις ὑπολάβοι καταφιλεῖν τὸ
ἑαυτοῦ αἰδοῖον, εἰ μὲν ἄπαις εἴη, παῖδες ἔσονται αὐτῷ· εἰ
δὲ ἀποδημοῦντας ἔχοι παῖδας, ἀνακομισθέντας ὄψεται
τούτους καὶ καταφιλήσει πολλοὶ δὲ καὶ ἕγημαν ἐπὶ τούτῳ
τῷ ὀνείρῳ γυναῖκας οὐκ ἔχοντες. εἰ δʼ ἑαυτόν τις ἀρρητοποιεῖν
ὑπολάβοι, πένητι μέν καὶ δούλῳ καὶ καταχρέῳ
συμφέρει· τὴν γὰρ ἑαυτῶν ἀνάγκην περιελοῦσι· κακὸν δὲ
τῷ παῖδας ἔχοντι καὶ τῷ τεκνῶσαι βουλομένῳ· τῷ μέν
γὰρ
οὐ δεῖται· τοῖς δὲ λοιποῖς ἢ ἀπορίαν βαρεῖαν ἢ νόσον μαντεύεται,
ἵνα ἐπὶ τὰ ἀναγκαῖα τροφῆς ἕνεκεν ἔλθωσι, τοῦτ᾿
ἔστιν ὅσα μὴ βούλονται ἀποδῶνται, ἢ ἵνα ὑπὸ τῆς νόσου
τακέντος τοῦ σώματος δύνωνται διὰ τὴν ἰσχνότητα τὸ
στόμα τῷ αἰδοίῳ προσενεγκεῖν. γυνὴ δὲ γυναῖκα ἐὰν
περαίνῃ, τὰ ἑαυτῆς μυστήρια τῇ περαινομένῃ κοινώσεται.
ἐὰν δὲ ἀγνοῇ τὴν περαινομένην, ματαίοις ἐπιχειρήσει
πράγμασιν. ἐὰν δὲ γυνὴ ὑπὸ γυναικὸς περαίνηται, χωρισθήσεται
τοῦ ἀνδρὸς ἢ χηρεύσει· τὰ μέντοι μυστήρια τῆς
μιγνυμένης οὐδὲν ἧττον μαθήσεται. θεῷ δέ θεᾷ μιγῆναι
ἢ ὑοὸ θεοῦ περανθῆναι νοσοῦντι μὲν θάνατον σημαίνει·
τότε γὰρ ἡ ψυχὴ τὰς τῶν θεῶν συνόδους τε καὶ μίξεις μαντεύεται,
ὅταν ἐγγὺς ᾖ τοῦ καταλιπεῖν τὸ σῶμα ᾧ ἐνοικεῖ·
τοῖς δέ ἄλλοις, ἐὰν μὲν ἥδωνται ἐπὶ τῇ συνουσίᾳ, τὰς ἀπὸ
τῶν βελτιόνων ὡφελείας σημαίνει, ἐὰν δὲ μὴ ἥδωνται,
φόβους καὶ ταραχάς. Ἀρτέμιδι δέ καὶ Ἀθηνᾷ καὶ Ἑστίᾳ
καὶ Ῥέᾳ καὶ Ἥρᾳ καὶ Ἑκάτῃ μιγῆναι μόναις οὐ συμφέρει,
κἂν ἥδηταί τις ὄλεθρον γὰρ οὐκ εἰς μακρὰν τῷ
ἰδόντι τὸ ὄναρ μαντεύεται· σεμναὶ γὰρ αἱ θεαί, καὶ τοὺς
ἐπιχειρήσαντας αὐταῖς οὐκ ἀγαθῶν τῶν ἐπιχείρων
τυχεῖν ὑπειλήφαμεν. σελήνῃ δέ ἐπιμιγῆναι ναυκλήροις καὶ
κυβερνήταις
εἰς γῆν μετέβαλον, τὸ δὲ περαίνειν αὐτούς οὐδέν
ἐστιν ἄλλο εῖς γῆν ὠθεῖαθαι, καὶ τὸ περαίνεσθαι γῆν εἰς τὸ
σῶμα παραδέχεσθαι. ἃ δὴ ἀμφότερα θάνατον σημαίνει
πλὴν τῶν ἐν ἀλλοδαπῇ ὄντων καὶ μὴ ἔνθα οἱ νεκροί εἰσι
κατατεθαμμένοι· τούτοις γὰρ εἰς ἐκείνην τὴν γῆν ἀνακομιδὴν
μαντεύεται. καὶ τούς ἐκ τῆς γῆς τῆς ἑαυτῶν ἀπαλλακτιῶντας
κατέχει. οἵῳ δʼ ἄν τις ὑπολάβῃ θηρρίῳ μιγῆναι,
ἐὰν μὲν αὐτὸς ὀχεύῃ, ὠφεληθήσεταί τινας ὡφελείας ἀπὸ
τοιούτου τινός, οἷον ἂν ᾖ τὸ θηρίον δείξομεν δὲ τούτων ἕκαστον
ἐν τῷ περὶ κυνηγίου καὶ περὶ ζῴων λόγῳ ἐὰν δὲ
ὀχεύηται, βίαια καὶ πονηρὰ ὑπομενεῖ πράγματα. πολλοὶ δὲ
ἐπὶ τούτοις καὶ ἀπέθανον. περὶ μὲν οὖν συνουσίας ταῦτα.
Αὐτὸ μέν τὸ καθεύδειν δοκεῖν ἄπρακτον, καὶ τὸ μέλλειν
ὑπνοῦν καὶ αὐτὸ ἄπρακτον καὶ πονηρὸν πᾶσι πλὴν τῶν
φοβουμένων βασάνους προσδοκώντων· πάσης γὰρ ἀπαλλάττει
φροντίδος καὶ παντὸς δέους ὁ ὕπνος. τὸ δὲ ἀνίστασθαι
ἐξ ὕπνου πράξεις καὶ ἐργασίας προαγορεύει, μόνοις
δὲ τοῖς φοβουμένοις ἐστὶ πονηρόν. ἐν ἱερῷ δὲ καθεύδειν
καὶ τάφοις καὶ ἐν ὀδῷ καθεύδειν τοῖς μὲν νοσοῦσι θάνατον
προαγορεύει, τοῖς δὲ ἐρριμένοις ἀπραξίαν· ἄπρακτοι γὰρ
αἱ τοιαῦται διατριβαὶ καὶ τὰ χωρία.
‘Ἔρρωσο’ δὲ καὶ ὑγίαινεʼ οὔτε λέγειν οὔτε ἀκούειν ἀγαθόν
πράττειν ταῦτα λέγουσιν οἱ ἄνθρωποι, ἀλλὰ ἀπαλλαττόμενοι
ἀλλήλων καὶ πρὸς ὕπνον τρεπόμενοι. διὸ καὶ γάμους
καὶ κοινωνίας διίστησι καὶ τοὺς νοσοῦντας ἀναιρεῖ.
Ἡ μὲν οὖν πρώτη τῆς πραγματείας βίβλος, Κάσσιε
Μάξιμε, τὸν ἐπιβάλλοντα λόγον ἀποχρώντως καὶ ὡς μήτε
ἐνδεῖν τι τῶν ἀναγκαίων μήτε ὑπερβάλλειν τι τῶν δεόντων
ἀπείληφεν ἐν δὲ τῇ δευτέρα βίβλῳ ὧν ἐπηγγειλάμεθα ἐν
ἀρχῇ τῆσδε τῆς βίβλου λόγον ἀποδώσομεν.
Ἐν μὲν τῇ πρὸ ταύτης βίβλῳ, Κάσσιε Μάξιμε, μετὰ
τὰς τεχνικὰς ὑποθήκας καὶ τὴν τοῦ ὅπως δεῖ κρίνειν
τοὺς ὀνείρους διδασκαλίαν καὶ ἐπαγγελίαν τῶν ἐν ἀμφοτέραις
ταῖς βίβλοις γραφησομένων περὶ πάντων τῶν περὶ ἄνθρωπον
κοινῶν τε καὶ ἐν χρήσει ὄντων ἐποιησάμην τὸν λόγον
ἀεί τε φυλαττό μενος, ὅπου γε μὴ μεγάλη ἀνάγκη ἐπείγοι,
μὴ συνεμπεσεῖν τοῖς παλαιοῖς,
λέγων ἀποκλείω τῆς εἰς μέσον παρόδου τὸν πόνον τῶν
παλαιῶν ἐν δὲ ταύτῃ τῇ βίβλῳ τὴν ὀφειλομένην διαίρεσιν
ἀποδώσω. αἰτοῦμαι δὲ παρὰ σοῦ τῇ τῶν πραγμάτων ἀκολουθία
καὶ τῷ ἀκριβεῖ τῶν κρίσεων ἐφʼ ᾧ καὶ μόνῳ
μέγα φρονῶ παρακολουθεῖν, τὸ δὲ κατὰ τὴν φράσιν μὴ
παραβάλλειν τοῖς σοῖς λόγοις, ἀλλʼ ὅσον ἐν νυκτὶ λύχνος
τὴν ἡλίου χρείαν τοῖς χρῄζουσι παρέχει, τοσαύτην ἡγήσασθαι
πρὸς τὴν τῶν νοουμένων ἀπαγγελίαν δύναμιν ἐμὲ
ἔχειν. λοιπὸν δὲ (καιρὸς γὰρ καλεῖ) ἐπὶ τὰς κρίσεις τρέφομαι.
Περὶ μὲν τοῦ δοκεῖν ἐξ ὕπνου ἐγείρεσθαι ἐν τῷ περὶ
ὕπνου προείρηκα λόγῳ, αὐτὸ δὲ τὸ ἐγρηγορέναι δοκεῖν
τοῖς ἐπιτιθεμένοις τισὶν ἀμαθόν οἱ μὲν γὰρ οὐχ ἕξουσι
σχολήν, οἱ δὲ μετὰ πολλῆς προνοίας ἐπιτιθέμενοι οὐκ
ἀστοχήσουσιν. ὅμοιον δʼ ἂν εἴη τούτῳ καὶ τὸ ὀξὺ τοῖς
ὀφθαλμοῖς ὁρᾶν καὶ τὸ ἐν νυκτὶ καὶ σκότει φῶς ἰδεῖν
αἰφνίδιον ἀναλάμεψαν.
Προϊέναι δὲ ἕωθεν εὐμαρῶς καὶ μήτε κωλύεσθαι ὑπό
τινος τῶν ἔνδον μήτε ἐναποκλείεσθαι ἀγαθόν τὰ γὰρ
κατὰ προαίρεσιν καὶ κατὰ γνώμην πρᾶξαι σημαίνει· τὸ
δὲ μὴ δύνασθαι προϊέναι ἢ τὰς ἐξόδους τῆς οἰκίας τῆς
ἑαυτοῦ ἢ ἡστινοσοῦν ἐν ᾖ ἂν ὑπολάβῃ τις εἶναι μὴ εὑρίσκειν
κατοχὰς μὲν τοῖς ἀποδημεῖν προῃρημένοις, ἐμπόδια
δέ τοῖς πράττειν τι βουλομένοις, μακρὰν δέ νόσον τῷ
κάμνοντι καὶ τῇ πάλαι νοσοῦντι θάνατον προαγορεύει.
ἀσπάζεσθσι δὲ τοὺς συνήθεις καὶ προσαγορεύειν καὶ καταφιλεῖν
ἀγαθόν ἡδεῖς γὰρ λόγους καὶ εἰπεῖν καὶ ἀκοῦσαι
σημαίνει· τοὺς δὲ μὴ συνήθεις, ἄλλως δέ γνωρίμους προσαγορεύειν
ἧττον ἀγαθόν ἐχθρούς δέ προσαγορεύειν καὶ
καταφιλεῖν δοκεῖν τῆς ἔχθρας λύσιν ποιεῖ, νεκροὺς δὲ
καταφιλεῖν δοκεῖν νοσοῦντι μὲν ἄτοπον ὄλεθρον γὰρ
αὐτῷ μαντεύεται· ἐρρωμένῳ δέ παραγγέλλει λόγοις σπουδαίοις
κατὰ τὸ παρὸν μὴ χρῆσθαι διὰ τὸ νεκρῷ στόματι
συμβάλλειν τὰ χείλη· τοὺς δὲ ὅτε ἔζων φιλτάτους τε καὶ
ἡδίστους γεγονότας νεκροὺς καταφιλεῖν οὐ κωλύει οὔτελόγοις
χρῆσθαι οὔτε ἄλλο τι πράττειν.
Περὶ ἐσθῆτος καὶ κόσμου παντοδαποῦ ποιούμενος τὸν
λόγον πρῶτον περὶ ἀνδρείας σκευῆς ἐγχωρίου τε καὶ
ξενικῆς ἡγοῦμαι δεῖν διαλαβεῖν. ἐσθὴς ἡ συνήθης πᾶσιν
καινά. μόνῳ δέ τῷ δίκην ἕχοντι καὶ τῷ δουλείας ἀπαλλακτιῶντι
πονηρὰ τὰ καινὰ ἱμάτια, κἂν χειμῶνος βλέπηται,
διὰ τὸ πολλὴν ἔχειν τρίψιν καὶ ἐπὶ πολὺ ἀντέχειν. λευκὰ
δέ ἱμάτια τοῖς ἠθάσι μόνοις συμφέρει καὶ δούλοις Ἑλλήνων,
τοῖς δέ ἄλλοις ταραχὰς σημαίνει διὰ τὸ τοὺς ἐν ὄχλῳ
ἀνμστρεφο μένους λευκὰ ἔχειν ἱμάτια, χειροτέχναις δὲ
ἀργίαν καὶ σχολήν, καὶ ὅσῳ ἂν πολυτελέστερα ᾖ τὰ ἱμάτα,
τοσούτῳ πλείονα· οὐ γὰρ πρὸς ἔργῳ ὄντες οἱ ἄνθρωποι, καὶ
μάλιστα οἱ τὰς βαναύσους τέχνας ἐργαζόμενοι, λευκοῖς ἱματίοις
χρῶνται. δούλοις δέ Ῥωμαίων μόνοις
εὖ πράσσουσι, τοῖς δὲ ἄλλοις πονηρά· ἐλέγχει γὰρ αὐτοὺς
κακῶς πράσσοντας. διὰ γὰρ
διὰ τὸ τοὺς ἀπσθανόντας ἐν λευκοῖς ἐκφέρεσθαι, τὸ
ἔχειν ἱμάτια ἀπέθανον· ἦν γὰρ εἰκὸς τούτους μὴ
ἐν λευκοῖς διὰ τὴν ἀπορίαν ἐκκομισθῆναι. ἔστι δὲ καὶ
ἄλλως ἡ μέλαινα ἐσθὴς πᾶσι πονηρὰ πλὴν τῶν τὰ
λαθραῖα ἐργαζομένων. ποικίλην δὲ ἐσθῆτα ἔχειν ἢ ἁλουργίδα
ἱερεῦσι μὲν καὶ θυμελικοῖς καὶ σκηνικοῖς καὶ τοῖς
περὶ τὸν Διόνυσον τεχνίταις μόνοις ουμψέρει, τοῖς δὲ λοιποῖς
ταραχάς καὶ κινδύνους ἐπιφέρει καὶ τὰ κρυπτὰ ἐλέγχει,
τοὺς δέ νοσοῦντας ὑπὸ δριμέων χυμῶν καὶ πολλῆς
σημαίνει, οἷς δέ διὰ τὸ ἐπιβάλλειν καὶ τῷ ἀξιώματι.
κατάλληλον εἶναι τιμὴν καὶ εὐδοξίαν προαγορεύει. νοσοῦντα
δὲ ἀναιρεῖ καὶ πένητα βλάπτει, πολλοῖς δέ καὶ
δεσμὰ προήγγειλε· χρὴ γὰρ τὸν ἔχοντα πορφύραν πάντως
διάδημα στέφανον ἔχειν καὶ πολλοὺς ἀκολούθους
καὶ φύλακας. τοῖς δὲ περὶ τὸν Διόνυσον τεχνίταις τὰ
αὐτὰ τῇ ἁλουργίδι σημαίνει. κοκκίνη δὲ ἐσθὴς καὶ πᾶσα
ἡ φοινικοβαφὴς οἷς μὲν τραύματα οἷς δέ πυρετὸν ἐπιφέρει.
γυναικεία δὲ ἐσθὴς ἀγάμοις μόνοις συμφέρει καὶ τοῖς ἐπὶ
θυμέλην ἀναβαίνουσιν· οἱ μὲν γὰρ γαμήσουσιν οὕτωο καταθυμίους
γυναῖκας ὥστε τοῖς αὐτοῖς χρῆσθαι κόσμοις, οἱ
δέ διὰ τὸ ἐν τῇ ὑποκρίσει ἔθος μεγάλας ἐργασίας καὶ μισθοὺς
λήψονται· τούς δὲ λοιποὺς ἢ τῶν γυναικῶν στερίσκει
ἢ νόσῳ μεγάλῃ περιβάλλει διὰ τὸ μαλθακὸν καὶ ἀαθενὲc
οἱ ἐκεῖ διατρίβοντες , ἀγαθὰς
τὰς ἐκεῖ γενέσθαι διατριβὰς σημαίνει, πολλάκις δὲ καὶ τὸ
ἐκεῖ καταβιῶναι προαγγέλλει. τοῖς δὲ λοιποῖς νόσον σημαίνει
ἢ ἀπραξίαν. τὰ δʼ αὐτὰ καὶ ἡ Ῥωμαϊκὴ ἐσθής,
ἣν τήβεννον καλοῦσιν ἀπὸ Τημένου τοῦ Ἀρκάδος, ὃς πρῶτος
τὴν ἑαυτοῦ χλαμύδα τοῦτον περιεβάλετο τὸν τρόπον
εἰσπλεύσας κατὰ τὸν Ἰόνιον κόλπον καὶ ὑποδεχθεὶς ὑπὸ
τῶν ταύτῃ κατοικούντων. ἀφʼ Ο΄ μαθόντες καὶ οἱ ἑγχώριοι
ἐκλήθη. μαλακῇ δὲ καὶ πολυτελεῖ ἐσθῆτι χρῆσθαι
πλουσίοις μὲν ἀγαθὸν καὶ πένησιν· οἶς μὲν γὰρ ἡ παροῦσα
διαμενεῖ τρυφή, οἷς δὲ φαιδρότερα τὰ πράγματα ἔσται
δούλοις δέ καὶ ἀπόροις νόσον προαγγέλλει. κολοβοὶ δὲ καὶ
ἀπρεπεῖς ἐσθῆτες ζημίας καὶ ἀπραξίας σημαίνουσι. χλαμὺς
ὅμοιον εἴη. ὅθεν ἀπολλύειν τὰ ἱμάτια ταῦτα ἄμεινον
ἔχειν· τῶν δὲ ἄλλων ἱματίων οὐδέν ἀπολλύμενον συμφέρει,
εἰ μή που τοῖς πένησι καὶ δούλοις καὶ δεδεμένοις καὶ καταχρέοις
καὶ πᾶσι τοῖς ἐν συνοχῇ οὗσιν· ἀπολλύμενα γὰρ
ταῦτα τῶν περιεχόντων τὸ σῶμα κακῶν ἀπώλειαν σημαίνει.
τοῖς δὲ ἄλλοις οὔτε γυμνοῦσθαι οὔτε τὰ ἱμάτια ἀπολλύειν
ἀγαθόν πᾶν γὰρ τὸ πρὸς κόσμον τεῖνον ἀπολέσαι
σημαίνει. γυναικὶ δέ ποικίλη καὶ ἀνθηρὰ ἐσθὴς συμφέρει,
μάλιστα δὲ ἑταίρᾳ καὶ πλουσίᾳ· ἡ μὲν γὰρ διὰ τὴν ἐργασίαν
ἡ δὲ διὰ τὴν τρυφὴν ἀνθηραῖς ἐσθῆσι χρῶνται. τὰ δὲ
ἰδιόχρωμα ἱμάτια πᾶσιν ἀγαθά, καὶ μόλιστα τοῖς εὐλαβουμένοις
ἐλεγχθῆναι· οὐ γὰρ ἀνήσει ποτὲ τὸ χρῶμα. ἀεὶ
δὲ ἄμεινον λαμπρὰ καὶ καθαρὰ ἱμάτια ἔχειν καὶ πεπλυμένα
καλῶς ἢ ῥυπαρὰ καὶ ἄπλυτα πλὴν τῶν τὰς ῥυπώδεις
ἐργασίας ἐργαζομένων.
τὸ δὲ δοκεῖν πλύνειν τὰ ἑαυτοῦ ἱμάτια
ἢ τὰ ἄλλων ἀπσθέσθαι τι τῶν δυσχρήστων κατὰ τὸν βίον
σημαίνει διὰ τὸ καὶ τὰ ἱμάτια τὸν ῥύπον ἀποβάλλειν. καὶ
τὰ κρυπτὰ ἐλέγξαι καὶ μαθεῖν πλύνειν γὰρ καταχρηστικῶς
καὶ τὸ ἐλέγχειν ἔλεγον οἱ παλαιοί, ὥς που καὶ Μένανδρος
Δακτύ λιοι σιδηροῖ ἀγαθοὶ μέν, οὐκ ἄνευ δὲ καμάτου τὰ
ἀγαθὰ σημαίνουσι· πολύκμητον γὰρ καὶ ὀ ποιητὴς τὸν σίδηρον
καλεῖ ἀγαθοὶ δέ καὶ οἱ χρυσοῖ, οἵ γε ψήφους ἔχοντες,
ἐπεὶ οἵ γε ἄψηφοι ἀκερδεῖς τὰς ἐγχειρήσεις σημαίνουσι
διὰ τὸ ἄψηφον· ψῆφον γὰρ καλοῦμεν λίθον τὴν ἐν
δὲ ἀμείνονες οἱ ὁλόσφυροι· οἱ γὰρ κενοὶ καὶ θεῖον ἔνδον
ἔχοντες δόλους καὶ ἐνέδρας σημαίνουσι διὰ τὸ ἐμπεριέχειν
τι ἐγκεκρυμμένον μείζονας τὰς προσδοκίας τῶν ὠφελειῶν
διὰ τὸ μείζονα τὸν ὄγκον τοῦ βάρους ἔχειν. σούκινοι δὲ καὶ
ἐλεφάντινοι καὶ ὅσοι ἄλλοι δακτύλιοι γίνονται γυναιξί μόναις
συμφέρουσιν. ὅρμοι δέ καὶ ἁλύσεις καὶ ἐνώῦτια καὶ
λίθοι πολυτελεῖς καὶ πᾶς κόσμος περιδέραιος γυναικεῖος
γυναιξὶ μὲν ἀγαθός· καὶ γὰρ ἀγάμοις γάμον προαγορεύει
καὶ ἀτέκνοις τέκνα καὶ ταῖς ἀμφότερα ἐχούσαις πρόσκτησιν
καὶ περιουσίαν πολλήν ὥσπερ γὰρ ὑπὸ τούτων κοσμοῦνται
γυναῖκες, οὕτω καὶ ὑπὸ ἀνδρῶν καὶ ὑπὸ τέκνων
καὶ ὑπὸ πλούτου (καὶ γὰρ φύσει εἰσὶ φιλόπλουτοι, ὥσπερ
καὶ φιλόκοσμοι), ἔτι καὶ ταῦτα περιπλέκεται τῷ τραχήλῳ,
ἀλλὰ πᾶν τοὐναντίον ἀγαθός, ὡς πολλάκις ἐτήρησα, ἀλλʼ
ὅ γε μὴ ἄμετρος μηδὲ πολὺς μηδέ ἀνοίκειος διὰ τὸ σχῆμα,
ὡς τοῖς ἀνδράσιν οἱ ὅρμοι, μηδὲ ὑπὲρ τὴν ἀξίαν, ὡς τοῖς
πένησιν οἱ στέφανοι καὶ τὰ μεγάλα σκεύη καὶ τὰ πολλὰ
νομίσματα· ἐπεὶ ὅταν τοιοῦτον ἴδῃ τις, οὐκέτι διὰ τὴν
ὕλην ἀλλὰ διὰ τὸ ποιὸν τῆς κατασκευῆς πονηρὸς γίνεται
ὁ χρυσός. ἀπολλύμενα δὲ ἢ κατεασσόμενα ἢ διαλυόμενα
γυναικὶ μὲν τὰ περὶ τὸν τράχηλον ἀπώλειαν ὧν ἔμπροσθεν
εἶπον σημαίνει, ἀνδρὶ δὲ τὰ περὶ τὴν χεῖρα οὐ μόνον ἀπώλειαν
τῶν πιστευομένων κατὰ τὸν οἶκον, γυναικὸς λέγω
ἤ οἰκονόμου, ἀλλὰ καὶ αὐτῶν τῶν ὑπαρχόντων διαφθορὰν
δηλοῖ, καὶ τοῖς πιστευομένοις τὸ μηκέτι πιστεύεσθαι· οὐ
γὰρ ἔτι δεῖ τοῖς τοιούτοις δακτυλίων. πολλοῖς δὲ καὶ ὀφθαλμῶν
πήρωσιν προηγόρευσε τὸ τοιοῦτον ὄναρ· ἔχει γάρ τινα
συμπάθειαν τὰ ὄμματα πρὸς τοὺς δακτυλίους διὰ τὰς ψήφους.
τὰ δʼ αὐτὰ τῇ ἐσθῆτι καὶ αἱ ὑποδέσεις σημαίνουσιν.
Κτενίζεσθαι καὶ ἀνδρὶ καὶ γυναικὶ συμφέρει· ἔστι γὰρ ὁ
κτεὶς χρόνος ὁ τὰ σκληρὰ διαλύων καὶ ἀπευθύνων ἅπαντα.
ἐμπλέκεσθαι δὲ γυναιξὶ μόναις συμφέρει καὶ ἀνδρῶν τοῖς
ἔθος ἔχουσι, τοῖς δὲ λοιποῖς καταπλοκὰς τῶν χρεῶν καὶ
δάνεια πολλὰ προαγορεύει, ἐνίοτε δὲ καὶ δεσμιά.
Κατοππτρίζεσθαι δὲ καὶ ὁρᾶν τὴν ἑαυτοῦ εἰκόνα ἐν κατόπτρῳ
ὁμοίαν ἀγαθὸν τῷ γῆμαι βουλομένῳ καὶ ἀνδρὶ καὶ
λοιποὺς μετανίστησιν, ἵνα ἐν ἄλλῃ γῇ τὰ ἑαυτῶν πρόσωπα
ἴδωσιν. ἀνόμοιον δʼ ἑαυτὸν ἐν κατόπτρῳ δοκεῖν ὁρᾶν
νόθων ἢ ἀλλοτρίων παίδων κληθῆναι πατέρα προαγορεύει.
κακίονα δὲ ἢ ἀμορφότερον
καὶ τὸ ἐν ὕδατι κατοπτρίζεσθαι θάνατον προαγορεύει
αὐτῷ τῷ ἰδόντι τινι τῶν οἰκειοτάτων αὐτῷ.
Ἀὴρ καθαρὸς καὶ λαμπρὸς ὁρώμενος πᾶσίν ἐστιν ἀγαθός,
μάλιστα δὲ τοῖς τὰ ἀπολωλότα ζητοῦσι καὶ τοῖς ἀποδημεῖν
βουλομένοις· πάντα γὰρ ἐν καθαρῷ τῷ ἀέρι
εὐσύνοπτα γίνεται· ὁ δέ σκοτεινὸς ἤ γνοφερὸς ἢ συννεφὴς
πρὸς ταῖς ἀπραξίαις καὶ λύπας σημαίνει. εἰς ὁποίαν δʼ
ἂν ὕλην μεταβάλῃ, τοῖς τὴν αὐτὴν ἐργαζομένοις ὕλην ἀγαθός·
τοῖς δὲ λοιποῖς πονηρὸς τετήρηται. καὶ ὁ ταπεινὸς
γενόμενος μόνοις μάντεσι καὶ τοῖς τὰ οὐράνια διασκεπτομένοις
ἀγαθός, τῶν δὲ λοιπῶν τὸν βίον εἰς τὸ ταπεινὸν
κατάγει.
ἐτὸς ἄνευ χειμῶνος καὶ πολλοῦ ἀνεμίου πᾶσιν ἀγαθὸς
πλὴν τῶν εἰς ἀποδημίαν στελλομένων καὶ τῶν τὰς ἐργασίας
δὲ δούλοις καὶ πένησι καὶ τοῖς ἔν τινι περιστάσει οὖσιν
ἀπαλλαγὴν τῶν ἐν ποσὶ κακῶν προαγορεύουσι· μετὰ γὰρ
τοὺς μεγάλους χειμῶνας εὐδία γίνεται. χιὼν δὲ καὶ πάγος
κατὰ μὲν τὴν ὥρον τὴν οἰκείαν ὁρώμενα οὐδὲν σημαίνει·
τοῦ σώματος ἡ ψυχή· παρὰ δέ τὴν ὥραν ὁρώμενα γεωργοῖς
μόνοις συμφέρει, τοῖς δὲ λοιποῖς ψυχρὰς τὰς ἐγχειρήσεις
καὶ τὰς προκειμένας πράξεις ἔσεσθαι προαγορεύει, ὁδεύειν
δὲ κωλύει. χάλαζα δὲ ταραχὰς καὶ δυσθυμίας δηλοῖ καὶ
τὰ κρυπτὰ ἐλέγχει διὰ τὸ χρῶμα. βροντὴ δὲ χωρίς
ἀστραπῆς δόλους καὶ ἐνέδρας διὰ τὸ ἀπροσδόκητον,
ἀστραπὴ δέ χωρίς βροντῆς φόβον μάταιον σημαίνει, ὅτι
μετὰ τὴν ἀστραπὴν προσδοκήσειεν ἄν τις βροντήν, ἣ διὰ
τὸν ψόφον οὐδέν ἄλλο ἐστὶν ἢ ἀπειλή. ἐπειδὰν οὗν μὴ
γένηται, ἀτέλεστον τὸν φόβον ποιεῖ.
Ἕπεται δὲ τούτῳ τῷ λόγῳ ὁ περὶ πυρὸς λόγος. περὶ οὗ
διπλῇ τῇ κρίσει χρῆσθαι καλῶς ἔχει, πῇ μὲν ὡς περὶ
οὐρανίου καὶ θείου, πῇ δὲ ὡς περὶ ἐπιγείου καὶ τοῦ ἐν
χρήσει. πρῶτον μὲν οὖν περὶ τοῦ οὐρανίου ὧδε χρὴ
ποιεῖσθαι τὰς κρίσεις. πῦρ ἐν οὐρανῷ ἰδεῖν λαμπρὸν καὶ
καθαρὸν καὶ ὀλίγον ἀπειλὴν ἔκ τινων ὑπερεχόντων
σημαίνει, τὸ δὲ πολὺ καὶ
λαμπάδες ἐν οὐρανῷ καιόμεναι. ἃ δὴ πάντα τοῖς ἰδοῦσι περὶ
τὴν κεφαλὴν τὸν κίνδυνον συνίστησιν. ὥσπερ γὰρ ὁ οὐρανὸς
τοῦ παντὸς ὑπερέχει κόσμου, οὕτω καὶ ἡ κεφαλὴ τοῦ
παντὸς οώματος.
Κεραυνὸς δὲ ἄνευ χεπιμῶνος πλησίον πεαὼν καὶ μὴ ἁψάμενος
τοῦ σώματος ἐκβάλλει τῶν τόπων τὸν ἰδόντα, ἐν οἷς
δὲ κακὸν λόγῳ τῷδε. ἐοίκασιν οἱ πένητες χωορίοις λιτοῖς
καὶ ἀσήμοις, εἰς ἃ κόπρια ῥίπτεται ἄλλο τι τῶν φαύλων·
οἱ δὲ πλούσιοι τεμένεσι θεῶν ἢ ἀνθρώπων ἢ ναοῖς ἢ
οἴκοις θεῶν ἄλσεσιν ἢ ἄλλῳ γένει χωρίων ἐλλογίμων.
ὧσπερ οὖν ὁ κεραυνὸς τὰ μὲν ἄσημα τῶν χωρίων ἐπίσημα
ποιεῖ διὰ τοὺς ἐνιδρυμένους βωμοὺς καὶ τὰς γινομένας ἐν
αὐτοῖς θυσίας, τὰ δὲ πολυτελῆ χωρία ἔρημα καὶ ἄβατα
πλοῦτον. τοιγαροῦν τοῦ μὲν τὴν πενίαν τοῦ δὲ τὸν πλοῦτον
φθερεῖ, ἐπεὶ καὶ ὁ κεραυνωθεὶς αἰφνίδιον παρασημότερος
γίνεται. ὁμοίως δέ καὶ ὁ πένης αἰφνίδιον πλουτήσας καὶ
ὁ πλούσιος αἰφνίδιον ἀπολέσας τὴν ὕπαρξιν παρασημότεροι
γίνονται. τούτοις μὲν οὖν τοῖς λόγοις ἐτείθοντο οἱ
πρῶτοι· οἱ δέ μεταγενέστεροι ἤδη τινὰ καὶ περὶ δούλων
ἔλεγον καὶ ἔφασκον εἶναι ἀγαθὸν δούλοις τὸ κεραυνοῦσθαι,
ὅτι οὔτε δεσπότας ἔτι οἱ κεραυνωθέντες ἔχουσιν οὔτε
κάμνουσι, λαμπρὰ δὲ ἱμάτια αὐτοῖς περιτίθεται, ὡς καὸ
τοῖς ἐλευθερωθεῖσι, καὶ προσίασιν αὐτοῖς ὡς ὑπὸ Διὸς
τετιμημένοις οἱ ἄνθρωποι, ὡς καὶ τοῖς ἐλευθερωθεῖσιν ὑπὸ
δεσποτῶν τετιμημένοις. πολλὰ δὲ καὶ Ἀλέξανδρος ὁ Μύνδιος
καὶ Φοῖβος ὁ Ἀνττοχεὺς περὶ τοῦ δοκεῖν κεραυνοῦσθαι
ἀπὸ πείρας τε καὶ ἰδίας ἐννοίας προσέθεσαν, πλὴν οὐ
τοὺς μὴ ἐν πίστει ὄντας ἐλευθεροῖ, τοὺς δέ ἐν πίστει ὄντας
ἢτιμῇ παρὰ τοῖς δεσπόταις πολλὰ κτήματα ἔχοντας ἀφαιρεῖ
τῆς πίστεως καὶ τῆς τιμῆς καὶ τῶν κτημάτων. ἐλευθέρων
δὲ πένητας μὲν τοὺς μὴ λανθάνειν πειρωμένους ἐφʼ
οἷς ἁμαρτάνουσιν ἀφελεῖ, τοὺς δέ ἀποκρυπτομένους καὶ
λανθάνειν βουλομένους ἐλέγχει· οὔτε γὰρ λάθρᾳ πίπτει
χρυσίον κατά γε τὴν χρόαν, ἔστι δέ καὶ παρὰ Πινδάρῳ
ὁ δὲ χρυσός αἰθόμενον πῦρ ἅτε.ʼ τοὺς δὲ λοιποὺς
ἀφαιρεῖ τῆς οὐσίας διὰ τὸν ἔμπροσθεν λόγον, εἰ μή τι
ἄλλο κωλύοι. ἀγάμοις δὲ γάμον προαγορεύει καὶ πένησι
καὶ πλουσίοις· οὐδὲν γὰρ οὕτω τὸ σῶμα θερμαίνει ὡς πῦρ
καὶ γυνή· γεγαμηκότας δὲ διίστησι καὶ κοινωνοὺς καὶ
ἀδελφοὺς καὶ φίλους ἐχθροὺς ποιεῖ· οὐδὲν γὰρ ὁ κεραυνὸς
ἑνοῖ, ἀλλὰ καὶ τὰ ἡνωμένα χωρίζει. ἔτι καὶ τὸν παῖδας
ἔχοντα τῶν παίδων στερίσκει ἤτοι ἀποθανόντων, ἐὰν
ἀλγῇ πρὸς τῷ κεραυνοῦσθαι, ἢ ἄλλως ἀπαλλαγέντων, ἐὰν
μὴ ἀλγῇ καὶ γὰρ τὰ δένδρα, ὅταν κεραυνωθῇ, αὖα γίνεται
καὶ τοὺς βλαστούς ἀπόλλυσιν. ὧσπερ δὲ τῶν δένδρων
τέκνα εἰσὶν οἱ βλαστοί, οὕτω καὶ τῶν ἀνδρῶν τέκνα εἰσὶν
οἱ βλαστοί. ἀθλητὰς δὲ ἐνδόξους ὁ κεραυνὸς ποιεῖ καί
πάντας φιλολόγους καὶ τοὺς εἰς τὸ μέσον παρέρχεσθαι
βουλομένους. ἐν δὲ ταῖς δίκαις ταῖς περὶ ἐπιτιμίας συμφέρει
τὸ δοκεῖν κεραυνοῦσθαι οὐδεὶς γὰρ κεραυνωθεὶς ἄτιμός
ἐστιν, ὅπου γε καὶ ὡς θεὸς τιμιᾶται. τοῖς δὲ περὶ κτημάτῶν
ἐνταῦθα θάπτονται. τοὺς δὲ ἀντιποιουμένους γῆς ἀλλοτρίας
μὴ εἰσελθεῖν εἰς αὐτὴν προαγορεύει, ἀλλʼ ὅπου ἂν
ὦσιν, ἐκεῖ μεῖναι, τοῦτ᾿ ἔστιν ἔξω, εἰ μὴ ἄρα τις οὐκ αὐτὸς
δόξειε κεκεραυνῶσθαι, ἀλλʼ εἰς γῆν ἴδοι τὸν σνηπτὸν
πεσόντα· καὶ γὰρ τὸ τοιοῦτον ὄναρ τοῖς ἐνοικοῦσιν
ἄβατον τὴν γῆν καθίστησιν. ἔτι ὁ κεραυνὸς τοὺς μὲν ἀποδήμους
εἰς τὴν οἰκείαν ἐπανάγει, τοὺς δὲ ἐνδήμους ἐν τῇ
οἰκεία κατέχει. μεμνῆσθαι δὲ χρὴ τοῦτο, ὅτι ταῦτα
σημαίνει τὸ δοκεῖν κεραυνοῦσθαι, ὅσα εἰρήκαμεν, ἐπειδάν
τις καταπεφλέχθαι ὑπὸ τοῦ κεραυνοῦ νομίσῃ ἢ κατὰ
κεφαλῆς ἢ κατὰ στέρνου τὸν σκηπτὸν πεπτωκέναι, ἐπεὶ
ὅταν γε ἄλλο τι μέρος τοῦ σώματος ὁ κεραυνὸς καταφλέξῃ
καὶ μὴ ὅλον τὸ σῶμα ἢ μὴ τοιοῦτό τι κατάλαβοι, ἐξ
οὗ εἰκὸς θάνατον ἐπακολουθεῖν τῷ κεκεραυνωμένῳ, τότε
μικρότερα τὰ ἀποτελέσματα γίνεται. καὶ οὕτω χρὴ ποιεῖσθαι
τὰς κρίσεις ὡσπερεὶ βλαπτομένων μερῶν καὶ οὐχὶ
παντὸς τοῦ σώματος. περὶ ὡν ἀκριβῶς καὶ ἀνενδεῶς ἐν
τῷ περὶ σώματος λόγῳ κατὰ μέρος ἐν τῷ πρώτῳ βιβλίῳ
τῆς κλίνης τὸ ἔξω ἐνήλατον ὑπὸ κεραυνοῦ διεφθάρθαι, καὶ
ἡ γυνὴ αὐτοῦ ἀπέθανεν.
Πῦρ δὲ τὸ χρήσει ὀλίγον μὲν καὶ καθαρὸν ἰδεῖν ἡ Φημονόη
λέγει ἀγαθὸν εἶναι, πολὺ δὲ καὶ ἄμετρον πονηρόν.
ἔστιν οὖν ἄριστον τὸ ἐφʼ ἑστίας πῦρ λαμπρὸν καὶ καθαρὸν
ὁρώμενον. πολλὴν γὰρ εὐπορίαν σημαίνει· ἄνευ γὰρ τοῦ
τροφὰς παρασκευάζεσθαι οὐκ ἔστιν ἐφʼ ἑστίας πῦρ ἰδεῖν.
σβεννύμενον δὲ τοῦτο ἀπορίαν σημαίνει, καὶ εἴ τις κατὰ τὸν
οἶκον νοσοίη, θάνατον αὐτῷ προαγγέλλει. ἀγαθὸν δὲ καὶ
λαμπάδα δοκεῖν ἔχειν καιομένην νυκτός, μάλιστα δὲ νέοις·
ὡς γὰρ ἐπὶ τὸ πολὺ ἔρωτας οὐκ ἀηδεῖς σημαίνει καὶ
πράξεις προαγορεύει διὰ τὸ δύνασθαι τὰ πρὸ ποδῶν ὁρᾶν.
ἄλλον δὲ ὁρᾶν ἔχοντα λαμπάδα πονηρὸν τοῖς λανθάνειν
ἐθέλουσι. λύχνος δὲ καιόμενος ἐν οἰκίᾳ λαμπρὸς ἀγαθός
πρόσκτησιν γὰρ σημαίνει καὶ εὐπορίαν πᾶσι καὶ τοῖς
ἀγάμοις γάμον καὶ τοῖς νοσοῦσιν ὑγεῖαν· ὁ δέ μὴ λαμπρὸς
ἁλλὰ ἀμαυρὸς δυσθυμίαν σημαίνει καὶ τοὺς νοσοῦντας
οὐκ εἰς μακρὰν ἀναιρεῖ. ὁ δέ ἐσβεσμένος σώζει· μέλλει
γὰρ ἀνάπτεσθαι. λύχνος χάλκεος καὶ τὰ ἀγαθὰ βεβαιότερα
καὶ τὰ κακὰ ἰσχυρότερα μαντεύεται, ὁ δὲ ὀστράκινος
Οἶκοι καιόμενοι καθαρῷ πυρὶ καὶ μὴ συμπίπτοντες
μηδὲ διαφθειρόμενοι πένησι μὲν εὐπορίαν, πλουσίοις δὲ
ἀρχὰς περιποιοῦσιν. οἱ δὲ σμυχόμενοι μὴ καθαρῷ πυρὶ καὶ
καταιθαλού μενοι καὶ συμπίπτοντες καὶ ὑπὸ τοῦ πυρὸς ἢ οἱ τοῖχοι,
οἷον ὁ μὲν θάλαμος τὴν γυναῖκα σημαίνει, ὅταν ὑπάρχῃ·
εἰ δὲ μή, τὸν δεσπότην τῆς οἰκίας· ὁ δὲ ἀνδρὼν τοὺς κατὰ
τὸν οἶκον ἀνθρώπους συγγενεῖς τε καὶ θεράποντας, ἡ δὲ
γυναικωνῖτις καὶ τὰ πρόθυρα τῆς
οἰκείας τοὺς δεσπότας. ταμεῖα δὲ καὶ ἀποθῆκαι τὰ κτήματα
ἢ τοὺς ταμίας ἢ τοὺς οἰκονό μους σημαίνουσι.
Ταῦτα μὲν ἐφʼ ὅλων οἴκων· τοίχων δὲ ὁ μὲν τὴν θύραν
ἔχων τὸν δεσπότην σημαίνει, ὁ δὲ τὴν θυρίδα τὴν δέσποιναν.
ὅπου δὲ μὴ ἔστι θυρίς, ὁ μὲν μέσος τὸν δεσπότην ὁ δὲ δεξιὸς
προαγορεύει· πρεσβυτέροις μὲν τὰ πρὸς ἀνατολὴν τοῦ
οἴκου, νεωτέροις δὲ τὰ πρὸς ἑσπέραν. τὰ δέ πρὸς ἄρκτον
ὁμοίως τῇ ἀνατολῇ καὶ τὰ πρὸς μεσημβρίαν ὁμοίως τῇ
δύσει κρινέσθω. οἱ δὲ μετὰ τὸ πῦρ αὐξηθέντες τοῖχοι ἢ
λαμπρότεροι φαινόμενοι πολυτελέστερον τὸν βίον ἐπὶ τὸ
κίονες δὲ καθαρῷ πυρὶ καιόμενοι καὶ μὴ διαφθειρόμενοι
τὰ τέκνα σημαίνουσι τοῦ ἰδόντος ἐπὶ τὸ βέλτιον
καὶ λαμπρότερον μεταβῆναι οἱ δὲ συντριβόμενοι υἱῶν
ὄλεθρον σημαίνουσι·
καιόμενα ὁμοίως δεσποτῶν, τὰ μὲν ἀρσενικὰ ἀνδρῶν, τὰ δὲ
θηλυκὰ γυναικῶν, τὰ δὲ μικρὰ φίλων καὶ συγγενῶν, τὰ δὲ
παντελῶς χθαμαλά, οἷον πύξοι καὶ μυρρίναι, οἰκετῶν.
ἀνακαίειν δὲ δοκεῖν πῦρ ταχέως ἀναπτόμενον καὶ ἐφʼ
ἑστίας καὶ ἐν κλιβάνῳ ἀγαθὸν καὶ παίδων σημαίνει
γονήν· ἔοικε γὰρ καὶ ἡ ἑστία καὶ ὁ κλίβανος γυναικὶ
διὰ τὸ δέχεσθαι τὰ πρὸς τὸν βίον εὔχρηστα τὸ δὲ ἐν
αὐτοῖς πῦρ ἔγκυον ἔσεσθαι τὴν γυναῖκα μαντεύεται· τότε
γὰρ καὶ ἡ γυνὴ θερμοτέρα γίνεται. τὸ δέ καταλαβόντα τὸ
Ταῦτα μὲν οὖν τῷ περὶ πυρὸς λόγῳ ἀκόλουθα ὄντα ῖκανῶς
εἴρηται ἑξῆς δὲ περὶ κυνηγίου καλῶς ἔχον εἶναί μοι
δοκεῖ διασαφῆσαι. λίνα καὶ στάλικες ποδάγραι βρόχοι
καὶ πᾶσα ἀρκυοστασία καὶ αἱ νεφέλαι λεγόμεναι καὶ ὅσα
πρὸς θήραν ἄνθρωποι κατεσκευασμένα ἔχουσι, κακά·
μόνοις δὲ ἀγαθὰ τοῖς δραπέτας διώκουσι καὶ τοῖς ἀπολωλός
τι ζητοῦσι· ταχεῖαν γὰρ τούτων εὕρεσιν προσημαίνει. τοῖς
δὲ λοιποῖς ἐμποδισμοὺς τῶν χρειῶν διὰ τὰς καταπλοκὰς
καὶ κινδύνους καὶ ἐνέδρας σημαίνει· ἐπὶ γὰρ βλάβῃ τῶν
ζῴων ταῦτα κατασκευάζεται. ἀεὶ δέ ἄμεινον αὐτὸν ἔχειν
ταῦτα ἢ ἄλλον ἔχοντα ἰδεῖν, ὅσῳ καὶ κρεῖττον τὸ κακοῦν
τοῦ ὑπό τινος κακοῦσθαι. κύνες δὲ θηρευτικοὶ ἐπὶ μὲν
θήραν ἐξιόντες ἀγαθοὶ πᾶσι καὶ πράξεων προαγορευτικοὶ
τοῖς φεύγουσι δὲ πονηροί, ἀπὸ δὲ θήρας ἐπανιόντες ἄφοβοι
καὶ ἄπρακτοι τετήρηνται.
Ἑπεται δὲ τῷ περὶ κυνηγίου λόγῳ ὁ περὶ ζῴων τῶν
ἐπιγείων πάντων λόγος διπτόδων τε καὶ ἀπόδων καὶ
τετραπόδων. ἄρξομαι δὲ ἀπὸ τῶν τετραπόδων. τῶν κυνῶν
οἱ μὲν ἐπὶ θήρᾳ τρέφονται, καὶ τούτων οἱ μέν εἰσιν
ῖχνευταί, οἱ δὲ ὁμόσε τοῖς θηρίοις χωροῦσιν οἱ δὲ ἐπὶ
φυλακῇ τῶν κτημάτων, οὓς οἰκουρούς τε καὶ δεσμίους
λέγομεν· οἱ δὲ ἐπὶ τερπωλῇ οἱ Μελιταῖοι λεγόμενοι.
καὶ τὰς πράξεις· ὅθεν ἀγαθὸν ἰδεῖν αὐτοὺς
θηρῶντας καὶ λαμβάνοντάς τι καὶ ἤδη εἰληφότας ἢ
μέλλοντας ἐπὶ θήραν ἐξιέναι· πράξεων γάρ εἰσι σημαντικοί
οἱ δὲ εἰς πόλιν ἐρχόμενοι ἀπραξίαν σημαίνουσι·
παύονται γὰρ τῶν ἔργων· οἱ δὲ οἱκουροὶ γυναῖκα σημαίνουσι
καὶ οἰκείους καὶ τὰ πεπορισ μένα κτήματα. ὅθεν ἐρρωμένοι
καὶ σαίνοντες τοὺς δεσπότας ἀγαθὴν οἰκουρίαν καὶ περὶ τὴν
γυναῖκα καὶ περὶ τοὺς οἰκείους σημαίνουσι καὶ τῶν κτημάττων
πολλὴν ἀσφάλειαν, νοσοῦντες δὲ τοῖς προειρημένοις νόσον
προαγορεύουσι καὶ τοῖς κτήμασι βλάβας. ἀγ ριαίνοντες
δὲ ὑλακτοῦντες δάκνοντες ἀδικίας τὰς ἀπὸ τῶν τοιούτων
μαντεύονται προσώπων καὶ βλάβας μεγάλας. ἀλλότριοι δὲ
κύνες σαίνοντες μὲν δόλους καὶ ἐνέδρας
ἐπιθέσεις καὶ ἀδικίας· κἂν μὲν ὦσι λευκοί, φανεράς, ἐὰν δὲ
μέλανες, λαθραίους, ἐὰν δὲ πυρροί, οὐ παντελῶς φανεράς,
ἐὰν δὲ ποικίλοι, δεινοτέρας τὰς ἐπιθέσεις μαντεύονται.
ἐοίκασι δὲ οὐ παντελῶς εὐγενέσιν οὐδὲ ἐλευθέροις, σφόδρα
δὲ βιαίοις καὶ ἀναιδέσι· τοιαῦτα γὰρ τὰ τῶν κυνῶν ἤθη.
πολλάκις δὲ καὶ πυρετὸν ᾐνίξαντο διὰ τὸ ἄστρον τὸν
Σείριον, ὃς πυρετοῦ αἴτιος ὢν πρός τινων κύων καλεῖται·
Πρόβατα δὲ καὶ αἶγες, ὡς μέν οἱ παλαιοὶ συνέχεον,
λευκὰ μὲν ἀγαθά, μέλανα δὲ πονηρά· ὡς δὲ ἐγὼ ἐτήρησα,
πρόβατα καὶ λευκὰ καὶ μέλανα ἀγαθά λευκὰ μὲν μᾶλλον,
μέλανα δὲ ἧττον. ἔοικε δὲ τὰ πρόβατα ἀνθρώποις διὰ τὸ
πείθεσθαι τῷ ποιμένι καὶ συναγελάζεσθαι καὶ προβιβασμῷ
καὶ τῇ ἐπὶ τὸ βέλτιον προκοπῇ ἀπὸ τοῦ ὀνόματος.
ἄριστον οὖν καὶ ἴδια ἔχειν πολλὰ πρόβατα καὶ ἀλλότρια
ἰδεῖν καὶ ποιμαίνειν, μάλιστα τοῖς ὄχλου προΐστασθαι
βουλομένοις καὶ σοφισταῖς καὶ διδασκάλοις ἔργων.
Ἔτι δὲ καὶ κριὸς πρὸς δεσπότην ἐστὶ ληπτέος καὶ πρὸς
ἄρχοντα καὶ βασιλέα· κρείειν γὰρ τὸ ἄρχειν ἔλεγον οἱ
παλαιοί, καὶ τῆς ἀγέλης δὲ ἡγεῖται ὁ κριός. ἀγαθὸν δὲ
καὶ ἐποχεῖσθαι δοκεῖν ἀσφαλῶς καὶ διʼ ὁμαλῶν χωρίων,
μάλιστα φιλολόγοις καὶ τοῖς ἐπὶ τὸ πλουτεῖν ὁρμωμένοις·
καὶ γὰρ ταχὺ τὸ ζῷον καὶ Ἑρμοῦ νενόμισται ὄχημα
εἶναι.
Αἶγες δὲ οὔτε λευκαὶ οὔτε μέλαιναι ἀγαθαὶ ἀλλὰ πᾶσαι
πονηραί, λευκαὶ μὲν ἧττον, μέλαιναι δὲ μᾶλλον, μάλιστα
καὶ ‘αἰγιβόταν ἀεὶ τὴν ἀγαθὴν κουροτρόφον.’ περὶ
δὲ ἵππων ἐν τῷ περὶ ἀγῶνος λόγῳ προείρηται. ἔλεγε
δέ τις θεασαμένῳ τινὶ ἐπὶ κριοῦ καθημένῳ καὶ πεσόντι
ἐξ αὐτοῦ ἐκ τῶν ἔμπροσθεν μεμνηστευμένῳ δὲ καὶ
μέλλοντι ἐν αὐταῖς ταῖς ἡμέραις τοὺς γάμους ἐπιτελεῖν,
προειπεῖν αὐτῷ ὅτι ἡ γυνή σου πορνεύσει καὶ τὸ
λεγόμενον κέρατα αὐτῷ ποιήσει. καὶ οὕτως ἀπέβη. καὶ
διὰ μὲν τὴν πρόρρησιν τοῦ ὀνείρατος παραιτησάμενος
τὸν γάμον καὶ μόλις ποτέ πεισθεὶς ὑπὸ φίλων μετὰ χρόνον
τινὰ ἔγημε μὲν τὴν πρώην αὐτῷ μεμνηστευμένην,
δεδιὼς δὲ τὸ ὄναρ ἐφύλαττε τὴν γυναῖκα καὶ διὰ πάσης
ἀσφαλείας διεγίνετο. καὶ ἐκείνη μὲν ἐνιαυτὸν ἐπιζήσασα
διετέλεσεν ἄμεμπτος, ἄλλην δέ ἐπιγήμας γυναῖκα, ὡς καὶ
νομίσαι αὐτὸν ἀποσκῆψαι τὸ ὄναρ, περιέπεσε τῷ δυστυχήματι·
ἀπέβη γὰρ ἐκείνη εἰς ἔσχατον πορνείας ἐκπίπτουσα.
Ὄνοι φέροντες μέν τι ἄχθος καὶ πειθόμενοι τῷ ἐλαύνοντι
καὶ ἐρρωμένοι καὶ ταχέως βαδίζοντες ἀγαθοὶ πρὸς
γάμον καὶ κοινωνίαν· πρὸς γὰρ τῷ μὴ εἶναι πολυτελῆ τὴν
ἀνάκεινται δαίμονι Σειληνῷ. καὶ πρὸς τοὺς φόβους δὲ
ἀγαθοὶ διὰ τὴν περὶ αὐτούς ἱστορίαν καὶ τὸν ἐν
Ἡμίονοι δὲ πρὸς πάντα ἐπιτήδειοι διὰ τὸ ὑπομονητικὸν
τῶν ἔργων, μάλιστα δὲ πρὸς γεωργίαν ‘αἳ γάρ τε
βοῶν προφερέστεραί εἰσιν, ἑλκέμεναι νειοῖο βαθείης πηκτὸν
ἄροτρον’, ὥς φησιν ὁ ποιητής. μόνον ἀντιβαίνουσι
γάμῳ καὶ παιδοποιία διὰ τὸ ἄσπερμον εἶναι τὸ ζῷον.
ὅταν δὲ ἀγριαίνωσιν οἱ ὄνοι
Βόες ἐργάται πᾶσιν ἀγαθοί, ἀγελαῖοι δὲ βόες ταραχὰς καὶ κίνδυνον.
Ταῦρος δὲ
ὅλης διὰ τὰς βύρσας καὶ τὰ κέρατα. καὶ τοῦτο ἐγὼ
πάνυ ἐτήρησα καὶ πάντοτε συμφώνως ἀπέβη.
Ταῦτα μὲν περὶ τῶν ἡμέρων καὶ συντρόφων ζῴων, λοιπὸν δὲ περὶ τῶν ἀγρίων ζῴων εἰπεῖν.
Δέοντα ἰδεῖν ἥμερον μὲν καὶ σαίνοντα καὶ προσιόντα
ἀβλαβῶς ἀγαθὸν ἂν εἴη καὶ φέρον ὡφελείας στρατιώτῃ
μὲν ἀπὸ βασιλέως ἀθλητῇ δὲ ἀπὸ τῆς τοῦ σώματος εὐεξίας
δημότῃ δὲ ἀπὸ ἄρχοντος καὶ δούλῳ ἀπὸ δεσπότου
τούτοις γὰρ καὶ τὸ ζῷον ἔοικε διὰ τὸ δυνατὸν καὶ ἰσχυρόν·
ὅταν δὲ ἀπειλῇ ἢ ἀγριαίνηται τινὶ ὁ λέων, φόβον τε
ἐπάγει καὶ νόσον μαντεύεται (ἔοικε γὰρ καὶ ἡ νόσος θηρίῳ),
καὶ τὰς ἀπὸ τοιούτων ἀνδρῶν ἀπειλὰς μαντεύεται
ἢ τούς ἀπὸ πυρὸς κινδύνους. σκύμνους δὲ λέοντος καὶ
ἔχειν καὶ ἰδεῖν ἀγαθὸν ἐπίσης πᾶσιν, ὡς δέ ἐπὶ τὸ πολὺ
καὶ παιδίου γένεσιν προαγορεύει.
Λέαινα δὲ τὰ αὐτὰ τῷ λέοντι σημαίνει, πλὴν ἥττω, καὶ
τὰς ὠφελείας σαίνουσα καὶ τὰς βλάβας ἀπειλοῦσα καὶ
δάκνουσα οὐκ ἀπὸ ἀνδρῶν ἀλλʼ ἀπὸ γυναικῶν γενέσθαι
μαντεύεται. ἐτήρησα δὲ πολλάκις καὶ ἄνδρας πλουσίους
σημαίνουσαν διαβεβλημένους ἐπὶ κιναιδίᾳ.
Πάρδαλις δὲ καὶ ἄνδρα καὶ γυναῖκα σημαίνει, πανούργους
δὲ καὶ κακοτρόπους διὰ τὸ ποικίλον τοῦ χρώματος,
πολλάκις δὲ καὶ ἀπὸ ἐθνῶν ὄντας, ἐν οἷς οἱ πλεῖστοι στίζονται.
καὶ νόσον καὶ ἄλλον τινὰ φόβον οὐ τὸν τυχόντα
σημαίνει καὶ περὶ ὄμματα κίνδυνον.
Ἄρκτος δὲ γυναῖκα σημαίνει (φασὶ γὰρ ἐκ Καλλιστοῦς
τῆς Ἀρκαδικῆς μεταβαλεῖν τὸ ζῷον οἱ περὶ μεταμορφώσεων
μυθολογήσαντες) καὶ νόσον διὰ τὸ θηριῶδες καὶ
κίνησιν καὶ ἀποδημίαν, ἐπειδὴ ὁμώνυμός ἐστι τῷ ἀεὶ
κινουμένῳ ἄστρῳ· πάλιν δὲ τὴν ἐπὶ τοῦ αὐτοῦ τόπου
Ἐλέφας ἔξω μὲν Ἰ"ταλίας καὶ Ἰνδίας ὁρώμενος κίνδυνον
καὶ φόβον σημαίνει διὰ τὸ χρῶμα καὶ διὰ τὸ μέγεθος
φοβερὸν γὰρ τὸ ζῷον, καὶ μάλιστα τοῖς μὴ ἠθάσιν αὐτοῦ
ἐν Ἰταλίᾳ δὲ δεσπότην σημαίνει καὶ βασιλέα καὶ ἄνδρα
μέγιστον. ὅθεν ἐπειδὰν βαστάζῃ ἀφόβως πειθόμενος τῷ
ἐποχουμένῳ, τὰς ἀπὸ ἐργασίας τε καὶ
εὐεργεσίας μαντεύεται ὅταν δὲ βλάπτῃ, τὰς ἀπὸ τῶν
τοιούτων βλάβας. πολλάκις δὲ ἐτήρησα ἐλέφας διώκων
καὶ ἀπειλῶν νόσον προαγορεύει. καὶ καταλαβὼν μὲν καὶ
διαχρησάμενος τῷ ἰδόντι θάνατον σημαίνει, μὴ καταλαβών
δὲ εἰς ἔσχατον κίνδυνον ἐλάσαντα σωθήσεσθαι καὶ
γάρ φασι τὸ ζῷον ἀνακεῖσθαι τῷ Πλούτωνι. γυναικὶ δὲ
οὐδαμῶς ἀγαθός ἐστιν ὁρώμενος οὔτε προσιὼν οὔτε
βαστάζων. οἶδα δὲ τινα ἐν Ἰταλίᾳ γυναῖκα πάνυ πλουσίαν
καὶ μὴ νοσοῦσαν, ἐδόκει ἐλέφαντι ὀχεῖσθαι, καὶ οὐκ
εἰς μακρὰν ἀπέθανεν.
Ὄναγρος δὲ ἔχθραν πρός τινα
Λύκος ἐνιαυτὸν σημαίνει διὰ τὸ ὄνομα· λυκάβαντας γὰρ
οἱ ποιηταὶ τοὺς ἐνιαυτοὺς καλοῦσιν ἀπὸ τοῦ περὶ τὰ ζῷα
ταῦτα συμβεβηκότος· ἀεὶ γὰρ ἑπόμενα ἀλλήλοις ἐν τάξει
δίεισι ποταμόν, ὥσπερ αἱ τοῦ ἔτους ὧραι ἑπόμεναι ἀλλήλαις
τελοῦσι τὸν ἐνιαυτόν. καὶ ἐχθρὸν δὲ βίαιόν τινα καὶ
ἁρπακτικὸν καὶ πανοῦργον καὶ ἐκ τοῦ φανεροῦ ὁμόσε χωροῦντα.
Ἀλώπηξ τὰ μὲν αὐτὰ τῷ λύκῳ σημαίνει, διαφέρει δὲ ἐν
τῷ τοὺς ἐχθροὺς οὐκ ἐκ τοῦ φανεροῦ ἐπιθησομένους σημαίνειν
ἀλλὰ λάθρᾳ ἐπιβουλεύσοντας. ὡς δὲ ἐπὶ τὸ πλεῖστον
γυναῖκας σημαίνει τὰς ἐπιτιθεμένας.
Πίθηκος δὲ ἄνδρα πανοῦργον καὶ γόητα σημαίνει.
Καὶ ὁ Κυνοκέφαλος τὰ αὐτὰ τῷ πιθήκῳ σημαίνει,
προστίθησι δὲ τοῖς ἀποτελέσμασι καὶ νόσον, ὡς ἐπὶ τὸ
πλεῖστον τὴν ἱερὰν καλουμένην· ἀνάκειται γὰρ τῇ Σελήνῃ,
φασὶ δὲ καὶ τὴν νόσον ταύτην οἱ παλαιοὶ ἀνακεῖσθαι
τοὺς τὰς οὐρὰς ἔχοντας καὶ εἴ τι ἄλλο τοιοῦτο ζῷον εἰς
τὴν αὐτὴν τούτοις ἀνακτέον μοῖραν.
Ὕαινα δὲ γυναῖκα σημαίνει ἀνδρόγυνον ἢ φαρμακίδα
καὶ ἄνδρα κίναιδον οὐκ εὐγνώμονα.
Σύαγρος χειμῶνα σημαίνει βίαιον τοῖς ὁδεύουσιν ἢ
πλέουσιν, καὶ τοῖς δικαζομένοις ἐχθρὸν δυνατὸν ἅμα καὶ
ἀγνώμονα καὶ βίαιον φωνῇ μιαρᾷ πολλάκις κεχρημένον,
γαμοῦντι οὔτε εὔνουν οὔτε ἐπιεικῆ τὴν γυναῖκα παρίστησιν.
οὐδὲν δὲ θαυμαστὸν εἰ καὶ σύαγρος γυναῖκα σημαίνει. καὶ
γὰρ εἰ κακόζηλον, ἀλλʼ οὖν γε εἰρήσεται εἰς ἐπίδειξιν ὧν
πολλάκις ἐτήρησα. κάπρος καλεῖται τὸ ζῷον καὶ εἰκότως
γυναῖκα σημαίνει· οὕτω γὰρ λέγονται αἱ κατωφερεῖς, καὶ
τὸ ‘καπρᾷς, κακόδαιμον’ Μένανδρός φησιν.
Ἔλαφος ἐν μὲν νηὶ τὰ πηδάλια σημαίνει καὶ τάχος τῆς
νεώς, ἐν ὁδῷ δὲ τὸ κατὰ τὴν ὁδὸν καὶ τὴν ἀποδημίαν
εὐκίνητον ἢ πάλιν αὖ δυσεργές. δείξει δὲ τοῦτο ὅπως ἂν
ἔχῃ διαθέσεως ἡ ἔλαφος. ἐν δὲ τοῖς λοιποῖς τοὺς ἀποδιδράσκοντας
καὶ τοὺς ἐν δίκαις φεύγοντας καὶ τοὺς καταλείποντας
Εἰ δὲ τι τῶν μὴ ἐπιπολαζόντων ἀλλὰ σπανίων ἢ ἐν
Διβύῃ ἢ παρʼ Ὠκεανῷ ἢ ἐν τῇ δύσει γεννᾶται ζῷον, ὃ
μὴ ἐν τῷδε τῷ λόγῳ κατηρίθμηται, ἀπὸ τῶν εἰρημένων
ἐπὶ τὸ ὅμοιον ἀεὶ καὶ μὴ πολὺ τὴν φύσιν διεστὸς μετάγοντας
δεῖ τὰς κρίσεις ποιεῖσθαι.
Ταῦτα μὲν οὖν περὶ τετραπόδων ἡμέρων τε καὶ ἀγρίων
ἱκανὰ νομίζειν χρή,
δὲ σκοπεῖν προσήκει, ὅτι τὰ ἐξ ἡμέρων μὲν ἄγρια γενόμενα
πονηρὰ ἂν εἴη, ἐξ ἀγρίων δὲ ἥμερα γενόμενα ἀγαθὰ
καὶ ὠφέλιμα γίνεται. μεγάλα δὲ ἀγαθὰ σημαίνει τὰ καὶ
φονὴν ῥήξαντα καὶ φθεγξάμενα ὥσπερ ἄνθρωποι, καὶ
μάλιστα ὅταν τι εὔφημον καὶ ἡδὺ εἴπῃ. ὅ τι δʼ ἂν εἴπῃ,
Περὶ δὲ τῶν ἀπόδων ἑξῆς ποιήσομαι τὸν λόγον.
Δράκων βασιλέα σημαίνει διὰ τὸ δυνατὸν καὶ ἄρχοντα
καὶ χρόνον διὰ τὸ μῆκος καὶ διὰ τὸ ἀποδιδύσκεσθαι τὸ
γῆρας καὶ πάλιν νεάζειν τὸ γὰρ αὐτὸ καὶ τῷ χρόνῳ συμβέβηκε
κατὰ τὰς τοῦ ἔτους ὥρας γηρᾶν τε καὶ νεάζειν
ἢ καὶ διδῷ τι ἢ λέγῃ καὶ τὸ
μὴ ἄγριον διὰ τῆς γλώσσης ἐμφαίνῃ, ἀγαθὰ μεγάλα σημαίνει
ἀπὸ τῶν εἰρημένων ἢ διὰ τούς εἰρημένους θεοὺς ἢ
δαίμονας· τὰ δὲ ἐναντία πράττων πονηρός. περιπλακεὶς
δὲ καὶ δήσας τινὰ
ἐστι καὶ αὐτὸς παῖς καὶ τὰς διατριβὰς ἐν τῇ γῇ ποιεῖται.
Ὄφις δὲ νόσον σημαίνει καὶ ἐχθρόν. ὅπως δʼ ἂν διαθῇ τινα, οὕτω καὶ ἡ νόσος καὶ ὁ ἐχθρὸς τὸν ἰδόντα διαθήσουσιν.
Ἀσπίδες καὶ ἔχιδναι ἀργύριον σημαίνουσι διὰ τὸν πολὺν
ἰόν, καὶ γυναῖκας πλουσίας διὰ τὸν αὐτὸν λόγον. αὗται δὲ
καὶ δάκνουσαι ἀγαθαὶ παρά γε ἐμοὶ τετήρηνται καὶ προσιοῦσαι
καὶ περιπλεκόμεναι. οἷον δʼ ἂν θηρίον ἑρπετὸν
γυνὴ ἐν τῷ κόλπῳ ἔχουσα κρύπτῃ καὶ ἐπʼ αὐτῷ τέρπηται,
μοιχεύεται ὡς ἐπὶ τὸ πολὺ ὑπὸ
Ὕδροι τὰ μὲν αὐτὰ τῷ ὄφει σημαίνουσι καὶ
ἔχειν τὴν ἐργασίαν. δρυΐναι δὲ καὶ παρεῖαι καὶ φύσαλοι
πονηροὶ πάντες, καὶ τὰς ἀδικίας ἔκ τινων σημαίνουσιν
οὐκ ἀστικῶν οὐδὲ ἐν πόλει διατριβόντων. σὴψ δὲ καὶ διψὰς
καὶ δίφας καὶ ὁ καλούμενος χαμαιλέων καὶ ὅσα ἄλλα
Νίκανδρος κατηρίθμησε πονηρὰ οὔτε ὁρώμενα οὔτε
ὁμόσε χωροῦντα ἀγαθόν τι σημαίνει, ἀλλὰ κινδύνους οὐ
τοὺς τυχόντας ἐπάγει. φαλάγγια δὲ καὶ σκορπίοι καὶ
σκολόπενδραι πονηροὺς σημαίνουσιν ἀνθρώπους.
Σαγήνη καὶ γρῖπος καὶ ἀμφίβληστρον καὶ ὅσα ἄλλα ἐκ
λίνων πέπλεκται ἐπιτήδεια πρὸς ἁλιείαν, ταὐτὰ τοῖς λίνοις
τοῖς κυνηγετικοῖς, περὶ ὧν ἔμπροσθεν ἐπεμνήσθην,
σημαίνει· ὁρμιαὶ δὲ καὶ ἄγκιστρα καὶ καθετῆρες καὶ οἱ
λεγόμενοι δόλωνες δόλους καὶ ἐνέδρας σημαίνουσιν. ἀεὶ
δὲ ἄμεινον
ἀγαθὸν καὶ κερδοφόρον πᾶσι πλὴν τῶν ἐπιδίφριον τὴν
ἐργασίαν ἐχόντων καὶ σοφιστῶν· τοῖς μὲν γὰρ σχολὴν
κέρδος, ὧν ἐν τῷ περὶ τροφῆς λόγῳ ἐν τῷ πρώτῳ βιβλίῳ
ἐπεμνήσθην, οἷον χαλκίδες τριχίαι μαινίδες ψηστοὶ
δόλους καὶ ἐπιβουλὰς σημαίνουσιν, οἷον κίχλη φυκίς
χάννος ἰουλὶς στρωματεὺς καὶ τὰ ὅμοια· ὅσοι δὲ τῶν
ἰχθύων εἰσὶ πυρροί, δούλοις μὲν καὶ κακούργοις βασάνους
σημαίνουσι, νοσοῦσι δὲ πυρετὸν λάβρον καὶ φλεγμονάς,
τοῖς δὲ λανθάνειν πειρωμένοις ἔλεγχον ἐπάγουσιν, οἷον
συνόδους ἐρυθῖνος κόκκυξ τρίγλη. αὕτη δὲ γυναιξὶν ἀτέκνοις
ἐστὶν ἀγαθή τρὶς γὰρ κυεῖ. ὅθεν αὐτῇ καὶ τοὔνομα
εἰκότως φασὶ κεῖσθαι καὶ Ἀριστοτέλης ἐν τοῖς περὶ ζῴων
καὶ Ἀριστοφάνης ἐν τοῖς εἰς Ἀριστοτέλην ὑπομνήμασι.
καὶ ἡ λεγομένη γραῦς καὶ ὅσα ἄλλα ἐστὶν ὅμοια.
ταῦτα δὲ καὶ πληγὰς πολλάκις προεμαντεύσατο διὰ τὸ ἑαυτὰ
παίειν, καὶ ἀποδημίας, ὅτι ἐστὶν ἀμφίβια. ὅσοι
αὐτὴν τοῖς ἀνθρώποις παρέχουσι χρείαν. περὶ ὧν ἐν τῷ
περὶ τροφῆς λόγῳ εἴρηκα. λύει δὲ τὴν γαστέρα λαμβανόμενα
πάντα τὰ ὀστρακόδερμα, οἷον πορφύρα κῆρυξ
ὄστρεον στρόμβος ἐχῖνος μῦς πελωρὶς χήμη κτένες καρκινάδες
καὶ εἴ τι ἄλλο τοιοῦτον. πορφύραι δὲ καὶ καρκινάδες
ἁλιεῦσι καὶ πορφυρευταῖς πολλάκις συμφέρουσιν.καὶ πρὸς γάμον
καὶ κοινωνίαν εἰσὶν ἀγαθοὶ διὰ τὴν πρὸς ἀλλήλους κοινωνίαν
καὶ εὔνοιαν. οἱ δὲ μαλακοὶ τῶν ἰχθύων μόνοις τοῖς
πανούργοις συμφέρουσι· καὶ γὰρ αὐτοὶ μεταβάλλοντες τὰ
χρώματα καὶ ὁμοιούμενοι τοῖς τόποις, ἐν οἷς ἂν γένωνται,
λανθάνουσι. τοῖς δὲ λοιποῖς ἐμπόδια καὶ κατοχὰς σημαίνουσι
διὰ τὸ καθεκτικὸν καὶ ἐξῶδες, καὶ ἐν ταῖς πράξεσιν ἀτονίας
πολλὰς προαγορεύουσι διὰ τὸ μὴ ὀστέα ἔχειν· ἰσχὺς γὰρ σώματος
ὀστέον. εἰσὶ δὲ οἵδε, πολύπους τευθὶς ἀκαλήφη ναύπλιος
ἑλεδώνη πορφυρίων σηπία. αὕτη δὲ μόνη καὶ τοὺς
ἀποδρᾶναι πειρωμένους ὠφελεῖ διὰ τὸν θολόν, ᾧ χρωμένη
πολλάκις φεύγει. μέμνηται δὲ τούτου τοῦ ὀνείρου καὶ
Ἀντιφῶν ὁ Ἀθηναῖος. ὅσοι δὲ τῶν ἰχθύων εἰσὶ σελάχιοι,
οἱ μὲν μακροὶ πάντες ματαιοπονίαν σημαίνουσι καὶ τὰ
ὅτι λεπίδας οὐκ ἔχουσιν, αἳ τῷ σώματι περίκεινται
ὥσπερ ἀνθρώποις τὰ χρήματα. εἰσὶ δὲ οἵδε
σμύραινα ἔγχελυς γόγγρος. οἱ δὲ πλατεῖς καὶ κινδύνους
σημαίνουσι διὰ τὸ θηριῶδες καὶ ἐπιβουλάς, οἷον τρυγὼν
νάρκη βοῦς καὶ ὁ λεγόμενος ἀετὸς καὶ γαλεὸς καὶ
ῥίνη καὶ εἴ τι ἄλλο τούτοις ὅμοιον. ὅσοι δὲ τῶν ἰχθύων
ὅμοιοι μέν εἰσι λεπιδωτοῖς, οὐκ ἔχουσι δὲ λεπίδας, διολιαθῆσαι
τὰς ἐλπίδας τοῦ ἰδόντος σημαίνουσιν, οἷον
θύννος καὶ τὰ εἴδη αὐτοῦ πρημὰς πηλαμὺς σῖμος σφύραινα
καὶ κολίας καὶ τὰ ὅμοια. μόρμυροι δὲ καὶ μελάνουροι
καὶ σκορπίοι καὶ κωβιοὶ περιπεσεῖν σημαίνουσι
πανούργοις καὶ ἀηδέσιν ἀνθρώποις, κορακῖνοι δὲ καὶ
βλέννοι πονηροῖς καὶ ἀνωφελέσιν. ἰχθύες δὲ οἱ λιμναῖοι
ἀγαθοὶ μέν, ἧσσον δέ καὶ γὰρ ἧσσον τῶν θαλασσίων
εἰσὶ πολυτελεῖς, καὶ τρέφουσιν οὐχ ὀμοίως.
Βάτραχοι δὲ ἄνδρας γόητας καὶ βωμολόχους προαγορεύουσι,
τοῖς δὲ ἐξ ὄχλου ποριζομένοις εἰσὶν ἀγαθοί. οἶδα
δέ τινα οἰκέτην, ὃς ἔδοξε βατράχοις κονδύλους ἐπισείειν,
καὶ προέστη τῆς τοῦ δεσπότου οἰκίας ἄρχων τῶν ἐν τῇ
Θηρίον θαλάσσιον ἐν θαλάσσῃ ἰδεῖν οὐδενὶ συμφέρει
πλὴν δελφῖνος· οὗτος γὰρ ἐν θαλάσσῃ ὁρώμενος ἀγαθός,
καὶ ὅπου ἐπέρχεται, ἐκεῖθεν πνευσόμενον ἄνεμον σημαίνει.
ἔξω δὲ θαλάσσης καὶ τοῦ ὑγροῦ πᾶν θηρίον θαλάσσιον
ὁραθὲν ἀγαθόν οὐ γὰρ ἔτι κακῶσαι δύναται ὅπου γε
μηδὲ ἑαυτὸ σῶσαι ἀσπαῖρον καὶ δυσθανατοῦν. διὸ καὶ
τοὺς ἐχθροὺς πρὸς τῷ μηδὲν ἰσχῦσαι κακοὺς κακῶς ἀπολέσθαι
σημαίνει. δελφὶς δὲ ἔξω θαλάσσης ὁρώμενος οὐκ
ἀγαθός τῶν γὰρ φιλτάτων τινὰ ἐπιδεῖν ἀποθανόντο σημαίνει.
Λάροι καὶ αἴθυιαι καὶ ὅσα ἐστὶν ἄλλα ὄρνεα θαλάσσια
τοὺς πλέοντας εἰς ἔσχατον κατάγουσι κίνδυνον, ἀλλʼ οὐκ
ἀπολλύουσι καταδύεται μὲν γὰρ ταῦτα πάντα, ἀλλʼ οὐκ
ἀποπνίγεται τῇ θαλάσσῃ. τοῖς δὲ ἄλλοις ἀνθρώποις ἤτοι
ἑταίρας σημαίνει καὶ μαχίμους γυναῖκας ἢ ἄνδρας γόητας
ἁρπακτικούς τε καὶ ἀγνώμονας καὶ ἐξ ὕδατος ἢ διʼ ὕδατος
ἔχοντας τὴν ἐργασίαν πρὸς τὴν τροφήν. τὰ δὲ ἀπολλύμενα
Ἰχθύας νεκροὺς ἐν θαλάσσῃ εὑρεῖν οὐκ ἀγαθόν·
ματαίας γὰρ ἐλπίδας σημαίνουσι, καὶ τὰ προσδοκώμενα
οὐκ ἐῶσι τελεσθῆναι ζῶντας δὲ ἰχθύας ἄμεινον λαμβάνειν.
περὶ δὲ τῆς σκευασίας αὐτῶν καὶ τῆς ἀρτύσεως τὰς κρίσεις
ἀπὸ τῆς τῶν κρεῶν ἀρτύσεως ποιεῖσθαι χρή. ἔτι καὶ
τὸ δοκεῖν ἰχθὺν ἐν τῇ κοίτῃ ἰδεῖν πονηρὸν τῷ πλέοντι
νομίζειν καὶ τῷ νοσοῦντι· τῷ μὲν γὰρ ναυάγιον τῷ δὲ
κίνδυνον ἐξ ὑγρῶν ἢ διʼ ὑγρῶν σημαίνει. καὶ ἢν γυνὴ ἐν
γαστρὶ ἔχουσα ἰχθύν ὑπολάβῃ τεκεῖν, ὡς μὲν οἱ παλαιοὶ
λέγουσιν, ἄφωνον γεννήσει, ὡς δὲ ἐγὼ ἐτήρησα, ὀλιγοχρόνιον.
πολλαὶ δὲ καὶ νεκρὰ ἔτεκον ἔξω γὰρ τοῦ περιέχοντος
γενόμενος πᾶς ἰχθύς ἀποθνήσκει.
Κάλαμοι ἰξευτικοὶ καὶ ἰξὸς τοὺς ἀποδήμους ἐπανάγουσι καὶ
τοὺς δραπέτας εὑρίσκουσι καὶ τὰ ἀπολωλότα σώζουσι καὶ
τὰ προσδοκώμενα τελειοῦσιν, ἀλλʼ οὐ πάντα· τὰ μὲν γὰρ
μακρόθεν καὶ διεστῶτα πρὸς τὸν χρώμενον ἄγουσι, τοῦτʼ
ἔστι πρὸς τὸν ἰξεύοντα, ἔνια δὲ τοὺς καλάμους καὶ διαφεύγει.
αἱ δὲ λεγόμεναι νεφέλαι καὶ ὅσα ἄλλα πλεκτά ἐστι πρὸς
Ἑξῆς δὲ ἀκολουθεῖ τῷ λόγῳ τούτῳ περὶ ζῴων ἀεροπόρων εἰπεῖν.
Ὄρνιθες ἱεροὶ πλουσίοις μᾶλλον ἢ πένησι σύμφοροι, οἱ
δὲ μικροὶ τοῖς πένησίν εἰσι συμφορώτατοι. οἱ μὲν γὰρ μεγάλοι
διὰ τὸ μὴ λιταῖς χρῆσθαι τροφαῖς ἔστιν ὅτε μεγάλων
οὐκ ἔστιν ὅτε ἐνδεεῖς εἰσιν. ἤδη δὲ καὶ κατʼ εἶδος αὐτῶν
ἐπιμνησθῆναι καλῶς ἔχον εἶναί μοι δοκεῖ.
Ἀετὸν ἰδεῖν ἐπὶ πέτρα καθεζόμενον ἢ ἐπὶ δένδρῳ ἐπὶ
ὑψηλοτάτῳ τόπῳ ἀγαθὸν τοῖς ἐπὶ πρᾶξιν ὁρμῶσι, φοβουμένοις
δὲ πονηρόν καὶ τὸν ἀπόδημον ἄγει. ἱπτάμενον δὲ
ἡσυχῆ καὶ ἀτάραχον ἰδεῖν ὁμοίως ἀγαθὸν ἀνδρί, βράδιον δὲ
φιλεῖ ἀποβαίνειν. ἀετὸς ἐπικαθεσθεὶς τῇ κεφαλῇ τοῦ
ἰδόντος θάνατον αὐτῷ μαντεύεται. ὅ τι γὰρ ἂν ὑπὸ τοῖς
ὄνυξι λάβῃ, θανατοῖ. ὀχεῖσθαι δὲ ἀετῷ βασιλεῦσι μὲν καὶ
ἀνδράσι πλουσίοις καὶ μεγιστᾶσιν ὄλεθρον μαντεύεται.
ἔθος γάρ τι παλαιὸν τοὺς ἀποθανόντας τούς γε τοιούτους
γράφειν τε καὶ πλάσσειν ἐπʼ ἀετῶν ὀχουμένους καὶ διὰ
εἶναι τετήρηται. γυνὴ δὲ ἐὰν ὑπολάβῃ ἀετὸν τεκεῖν,
υἱὸν γεννήσει, ὃς ἐὰν μὲν ᾖ πένης, στρατεύσεται καὶ
στρατοπέδου ἄρξει παντὸς ὡς καὶ ἀετὸς τῶν ὀρνίθων. καὶ
γὰρ στρατοπέδου παντὸς πρόεισιν ὁ ἀετός ἐὰν δὲ μέτριος
ᾖ, ἀθλήσει καὶ βασιλεῖ γνώριμος ἔσται ἐὸν δὲ πλούσιος,
ἄρξει πολλῶν ἢ καὶ βασιλεύσει. ἀετὸν νεκρὸν ἰδεῖν δούλῳ
μόνῳ συμφέρει καὶ τῷ φοβουμένῳ τινά· τῷ γὰρ ἀπειλοῦντι
καὶ τῷ δεσπότῃ θάνατον μαντεύεται τοῖς δὲ λοιποῖς
ἀπραξίαν σημαίνει. σημαίνει δὲ ὁ ἀετὸς καὶ τὸν ἐνεστῶτα
πρῶτον ἔτος. πρὸς δὲ τὴν διαφορὰν τὴν τῶν ἀετῶν
διάφορα νομίζειν χρὴ καὶ τὰ ἀποτελέσματα γίνεσθαι.
Ἅρπη γυναῖκα σημαίνει βασιλικὴν καὶ πλουσίαν, μέγα δὲ ἐπὶ κάλλει φρονοῦσαν καὶ εὐγνώμονα καὶ τοῖς ἤθεσιν εὖ κεχρημένην.
Αἰγυπιὸς δὲ τὸ αὐτὰ τῷ ἀετῷ σημαίνει.
Γῦπες δὲ κεραμεῦσι καὶ βυρσοδέψαις ἀγαθοὶ διὰ τὸ τῆς
πόλεως ἀπῳκίσθαι καὶ τὸ νεκρῶν ἅπτεσθαι σωμάτων·
ἰατροῖς δὲ καὶ τοῖς νοσοῦσι πονηροί· νεκροῖς γὰρ χαίρουσι
σώμασι. σημαίνουσι δὲ καὶ ἐχθρούς ἐναγεῖς καὶ μιαροὺς
καὶ οἰκοῦντας οὐκ ἐν πόλει. καὶ πρὸς τὰ ἄλλα δὲ πάντα
εἰσὶ πονηροί.
Ἱέραξ δὲ καὶ ἰκτῖνος ἅρπαγας καὶ λῃστὰς σημαίνουσιν· ἱέραξ μὲν φανεροὺς καὶ ὁμόσε χωροῦντας, ἰκτῖνος δὲ λάθρᾳ ἐπιτιθεμένους.
Κόραξ δὲ μοιχῷ καὶ κλέπτῃ προσεικάζοιτʼ ἂν καὶ διὰ
τὸ χρῶμα καὶ διὰ τὸ πολλάκις ἀλλάσσειν τὴν φωνήν.
Κορώνη χρόνον τε πολὺν καὶ παρολκὴν τῶν πραγμάτων καὶ γραῖαν διὰ τὰ ἔτη καὶ χειμῶνα δηλοῖ διὰ τὸ χειμῶνος εἶναι ἄγγελον.
Ψᾶρες ὄχλον σημαίνουσι καὶ ἄνδρας πένητας καὶ
ταραχὴν ματαίαν, καὶ οἱ κολοιοὶ δὲ τὰ αὐτὰ τοῖς ψάροις.
Φάσσαι καὶ περιστεραὶ γυναῖκας σημαίνουσι, φάσσαι μὲν
πάντως πορνικάς, περιστεραὶ δὲ ἔσθ᾿ ὅτε οἰκοδεσποίνας
καὶ κοσμίας. ἔστι δὲ καὶ ἀπὸ πολλῶν μίαν γυναῖκα τεκμήρασθαι
καὶ ἀπὸ μιᾶς πολλάς. σημαίνουσι δὲ αἱ περιστεραὶ
καὶ τὴν ἐν τοῖς πρασσομένοις ἐπαφροδισίαν διὰ τὸ
Γέρανοι δὲ καὶ πελαργοὶ κατ᾿ ἀγέλας μὲν καὶ συστροφὰς
ὁρώμενοι λῃστῶν ἔφοδον καὶ πολεμίων σημαίνουσι καὶ
καὶ πρὸς
γάμον καὶ παιδοποιίαν διὰ τὸ γαμεῖν τε καὶ τεκνοῦν.
μάλιστα δὲ πρὸς παιδοποιίαν ἐπιτήδειος ὁ πελαργὸς διὰ
τὴν γινομένην ὑπὸ τῶν ἐκγόνων τοῖς γονεῦσιν ἐπικουρίαν.
Κύκνος ἄνδρα σημαίνει μουσικὸν καὶ αὐτὴν τὴν μουσικήν,
καὶ τὰ κρυπτὰ ἐλέγχει διὰ τὸ χρῶμα. νοσοῦσι δὲ
ὁρώμενος μὲν σωτηρίαν μαντεύεται, φθεγγόμενος δὲ
ὄλεθρον· οὐ γὰρ πρότερον φθέγγεται εἰ μὴ πρὸς τὸ
ἀποθνήσκειν ᾖ.
Περὶ δὲ χελιδόνος ἐν τῷ περὶ θανάτου λόγῳ ἐπιμνησθήσομαι.
Πελεκᾶνες ἄνδρας ἀγνώμονας σημαίνουσιν, ἀσκέπτως
δὲ καὶ ἀλόγως πάντα δρῶντας, καὶ τὸν κλέπτην καὶ τὸν
δραπέτην ἐγγὺς ποταμοῦ εἶναι σημαίνουσι ἢ λίμνης.
Νῆσσαι δὲ καὶ ὅσα ἄλλα ἐστὶ λιμναῖα ἢ ποτάμια ὄρνεα τὰ αὐτὰ τοῖς λάροις καὶ ταῖς αἰθυίαις σημαίνει.
Ἐπειδὴ δὲ παὶ τὰ ἔντομα τῶν ζῴων ἵπταται, καὶ αὐτὰ ἐν τῷ περὶ ὀρνέων λόγῳ κατατάξω.
Μέλισσαι γεωργοῖς μὲν καὶ τοῖς ἐξ αὐτῶν ἔχουσι τὴν
ἐργασίαν ἀγαθαί· τοῖς δὲ ἄλλοις ταραχὰς σημαίνουσι
διὰ τὸν βόμβον καὶ τραύματα διὰ τὸ κέντρον καὶ νόσον
διὰ τὸ μέλι καὶ τὸν κηρόν. ἐπικαθεζόμεναι δὲ τῇ κεφαλῇ
τοῦ ὁρῶντος στρατηγοῦντι μὲν καὶ δημιουργοῦντι ἀγαθαί,
τοῖς δὲ ἄλλοις πονηραί, καὶ ὡς ἐπὶ
ἐοίκασι μὲν γὰρ ὄχλῳ ἢ στρατῷ διὰ τὸ ἡγεμόνι ὑποτετάχθαι,
ἀναιροῦσι δὲ διὰ τὸ τοῖς ἀψύχοις ἐπικαθέζεσθαι.
ἐγκλείειν δὲ μελίσσας ἀγαθόν, καὶ ἀναιρεῖν ὁμοίως ἀγαθὸν
πᾶσι πλὴν γεωργῶν.
Σφῆκες δὲ πᾶσι κακοί· περιπεσεῖν γὰρ σημαίνουσι
πονηροῖς ἀνθρώποις καὶ ὠμοῖς.
Ἀκρίδες δὲ καὶ πάρνοπες καὶ οἱ λεγόμενοι μάστακες γεωργοῖς μὲν ἀφορίαν ἢ φθορὰν τῶν καρπῶν προαγορεύουσι· σίνονται γὰρ τὰ σπέρματα διαφθείρουσι· τοῖς δὲ λοιποῖς πονηροὺς ἄνδρας γυναῖκας σημαίνουσι.
Κάνθαροι καὶ μηλολόνθαι καὶ λαμπυρίδες τοῖς τὰς
ῥυπώδεις ἐργασίας καὶ ἀσέμνους ἐργαζομένοις μόνοις
Πλεῖν δοκεῖν καὶ εὐπλοεῖν πᾶσιν ἀγαθόν, χειμῶνι δὲ
περιπεσεῖν δυσθυμίας καὶ κινδύνους σημαίνει. τὸ δὲ
ναυαγεῖν τῆς νεὼς ἤτοι ἀνατραπείσης ἢ διαφθαρείσης ἢ
πέτραις περιρραγείσης πάντας βλάπτει πλὴν τῶν βιᾳ ὑπό τινων
κατεχομένων καὶ δούλων· τούτους γὰρ ἀπαλλάσσει τῶν
ἀγαθὰ ποιεῖ. ἔτι κἀκεῖνο. διὰ θαλάσσης πλεῖν καὶ εὐπλοεῖν
ἀγαθὸν μᾶλλον διὰ γῆς· βραδύτερα γὰρ καὶ δυσκολώτερα
καὶ μόλις ἐσόμενα τὰ ἀγαθὰ σημαίνει τὸ διὰ γῆς δοκεῖν
πλεῖν. πονηρότερον δὲ τὸ διὰ θαλάσσης πλέοντα χειμάζεσθαι
ἢ τὸ διὰ γῆς. οὐ δύνασθαι δὲ πλεῖν προῃρημένον ἢ βίᾳ πρός
τινων κατέχεσθαι ἐμπόδια καὶ κατοχὰς τῶν ἐγχειρήσεων
σημαίνει, ὁμοίως δὲ καὶ τὸ διὰ γῆς πλεῖν δένδρων πετρῶν
ἐμποδὼν γινομένων κατοχὰς σημαίνει καὶ ἐμποδισμούς.
ἰδεῖν δὲ ἀπὸ γῆς πλοῖα διὰ θαλάσσης πλέοντα καὶ εὐπλοοῦντα
ἀγαθὸν πᾶσι καὶ ἀποδημίας σημαντικὸν
ἀποδήμοις ἀνακομιδήν, πολλάκις δὲ καὶ ἀγγελίας διαποντίους
προηγόρευσε. καὶ ἀναγόμενα μὲν τὰ πλοῖα βραδύτερα
τὰ ἀγαθὰ ποιεῖ· ἄρτι γὰρ ἄρχεται τοῦ πλοῦ, καταγόμενα
δὲ καὶ καθορμιζόμενα θᾶττον· πρὸς γὰρ τῷ συμπεράσματι
τοῦ πλοῦ γέγονεν. ἀεὶ δὲ λιμένες φίλους καὶ εὐεργέτας
ἀσφαλὲς σημαίνουσιν, ἀποδημεῖν δὲ κωλύουσιν ἀεὶ γὰρ
ἐπὶ κατοχῇ πλοίων τίθενται. πείσματα δὲ καὶ τὰ ἀπόγεια
σχοινία πάντα δανείων ἐστὶ σημαντικὰ καὶ ἐργολαβιῶν καὶ
συνθηκῶν καὶ κατοχῆς. ἱστὸς δὲ τῆς νεὼς τὸν κύριον
σημαίνει τῆς νεὼς ἢ τῆς οἰκείας, ἀντιπρόσωπον δὲ τὸν
πρῳρέα, καὶ ὁ χηνίσκος τὸν κυβερνήτην, τὰ δὲ πηδάλια
τὸν πλοῦν ἢ τούς γε τοῦ ναυκλήρου παῖδας, τρόπις
τὴν ἐνθήκην τοῦ πλοίου, ὅπλα τοὺς ναύτας, καὶ τὸ κέρας
τὸν τοίχαρχον. ὁποῖον ἂν οὖν μέρος διαφθείρηται τῆς
δὲ τῆς νεὼς περὶ αὐτὸ ἐκεῖνο τὸ μέρος κίνδυνον οὐ τὸν
τυχόντα ἔσεσθαι δηλοῖ χειμῶνι βιαίῳ συσχεθείσης ὅθεν
δʼ ἂν πῦρ ἐπὶ τὴν ναῦν φέρηται, ἐκεῖθεν χειμῶνα ἐσόμενον
προαγορεύει. οἶδα δέ τινα ναύκληρον, ὃς ἔδοξε τοὺς ἐν τῷ
πλοίῳ ἱδρυμένους θεοὺς ἀπολωλεκέναι, καὶ σφόδρα φοβουμένῳ
καὶ ὄλεθρον ἡγουμένῳ σημαίνειν τὸ ὄναρ πᾶν
τοὐναντίον εἰς ἀγαθὸν ἀπέβη πολλὰ γὰρ πορίσας ἀπέδωκε
τὰ χρέα τοῖς δανεισταῖς τοῖς ἔχουσιν εἰς ὑποθήκην τὴν ναῦν,
καὶ συνέβη αὐτῷ μηκέτι ἔχειν τοὺς κατέχοντας τὸ πλοῖον.
ἀεὶ δὲ ἀγαθὸν ἡρέμα πορφύρουσαν καὶ κυμαίνουσαν τὴν
Σπείρειν καὶ φυτεύειν καὶ ἀροτριᾶν ὅ τι σημαίνει ἐν τῷ
περὶ τεχνῶν λόγῳ προείρηται· νυνὶ δὲ περὶ τῶν ἑπομένων
τῇ γεωργίᾳ ποιήσομαι τὸν λόγον.
Ἄροτρον ἀγαθὸν πρὸς γάμον καὶ παίδων γονὴν καὶ
πράξεις· χρόνους δὲ καὶ παρολκὰς προστίθησι ταῖς
ἀποβάσεσι. ζυγὸν δὲ τοῖς μὲν ἄλλοις ἀγαθόν, δούλοις δὲ
ἐμπόδιον τῆς ἐλευθερίας γίνεται ὅθεν κατασσόμεν μᾶλλον
τούτοις ὑγιὲς ὂν συμφέρει. δρέπανον δὲ ἀφαιρέσεως
καὶ βλάβης ἐστὶ σημεῖον διὰ τὸ πάντα διχάζειν καὶ
μηδὲν ἑνοῦν. δηλοῖ δὲ καὶ ἑξάμηνον· ἥμισυ γάρ ἐστι
κύκλου. πέλεκυς δὲ στάσεώς ἐστι σημεῖον καὶ βλάβης καὶ
μάχης, ἀξίνη δὲ καὶ ἄμη γυναικός τε καὶ γυναικείας
ἐργασίας· καὶ γυναικείας μὲν ἐργασίας διὰ τὸ τῷ κρατοῦντι
προσφέρειν καὶ προσέλκειν, γυναικὸς δὲ διὰ τὸ
ὄνομα. ὕνις δὲ καὶ ὁ λεγόμενος μίσχος καὶ θρίναξ καὶ
ὅθεν οὔτε ἀπολλυμένη ἐστὶν ἀγαθὴ οὔτε κατασσομένη.
ζυγόδεσμος δὲ καὶ ὁ λεγόμενος ἀμφιδέτης πρὸς πάντα
εἰσὶν ἀγαθοί, μάλιστα δὲ πρὸς γάμον καὶ κοινωνίαν.
κόφινοι δὲ οἰκέτας σημαίνουσιν, ἅμαξαι δὲ τὸν βίον τοῦ
ὅταν μέντοι τις παρὰ τὸν καιρὸν καὶ
τὴν ὥραν τοῦ ἔτους τρυγᾶν ἢ θερίζειν ὑπολάβῃ, ἐάν τε
ἀγαθὸν ἐάν τε κακὸν ᾖ τὸ συμβουλευόμενον, εἰς ἐκείνην
οὖλοι
δὲ καὶ δράγματα καὶ θημῶνες ἀσταχύων παρολκὰς ἐν
τοῖς πραττομένοις σημαίνουσι καὶ κόπον οὐδέπω γὰρ τὰ
τοιαῦτα ἕτοιμα εἰς τροφήν ἐστι. σιροὶ δὲ καὶ κάπετοι
καὶ πάντα ἐν οἷς θησαυρίζεται καὶ ἀποτίθεται τὰ σπέρματα
τὴν ὥραν τοῦ ἔτους τὰ σημαινόμενα ὑπερτίθεται.
γυναῖκα σημαίνει καὶ τὸν βίον τοῦ ἰδόντος καὶ
τὴν ὕπαρξιν, ὅθεν οὔτε συντριβόμενα οὔτε συμπίπτοντα
ἀγαθὰ νενόμισται. θριγκοὶ δὲ καὶ περίβολοι καὶ φραγμοί
καὶ σκόλοπες καὶ οἱ περὶ τοὺς ὅρους γῦροι τοῖς μὲν φοβουμένοις
ἀσφαλείας εἰσὶ σημαντικοί, πρὸς δὲ τὰς κινήσεις καὶ
ἀποδημίας οὐ πάντῃ ἁρμόζουσι· καταχὰς γὰρ σημαίνουσι διὰ
τὸ ἀποκεκλεικέναι τὰ ἐντός· πρὸς δὲ τὰς λοιπὰς ἐγχειρήσεις
τοὺς παρισταμένους καὶ ἀμύνοντας καὶ συναιρομένους ἐν
ταῖς χρείαις σημαίνουσιν.
Ἑξῆς δὲ περὶ δένδρων καὶ φυτῶν ποιήσομαι τὸν λόγον.
Ἐλαία γυναῖκα σημαίνει καὶ ἄθλησιν καὶ ἀρχὴν καὶ ἐλευθερίαν,
ὅθεν ἀγαθὸν εὐθαλῆ ὁρᾶν καὶ ταῖς ῥίζαις ἡδρασμένην
καὶ καρπὸν ἔχουσαν πεπανὸν καὶ ὥριμον. τρυγώμεναι
δὲ αἱ ἐλαῖαι τοῖς μὲν ἄλλοις ἅπασιν ἀγαθαί, δούλοις
δὲ πληγὰς μαντεύονται διὰ τὸ μετὰ πληγῶν τὸν καρπὸν
αὐτῶν καθαιρεῖσθαι. ἀναλέγειν δὲ χαμόθεν ἐλαίας τρίβειν
Δρῦς ἄνδρα σημαίνει πλούσιον διὰ τὸ τρόφιμον ἢ πρεσβύτην διὰ τὸ πολυχρόνιον ἢ χρόνον διὰ ταὐτό.
Δάφνη δὲ γυναῖκα σημαίνει εὔπορον διὰ τὸ ἀειθαλές καὶ
εὔμορφον διὰ τὸ χάριεν καὶ ἀποδημίαν καὶ φυγὴν καὶ
ἀποτυχίαν τῶν προσδοκωμένων διὰ τὴν περὶ τὸ δένδρον
ἱστορίαν. ἰατροῖς δὲ καὶ μάντεσι πρὸς τὴν τέχνην ἐστὶ
ληπτέα διὰ τὸν Ἀπόλλωνα.
Κυπάρισσος δὲ μακροθυμίας καὶ παρολκῆς ἐστι σύμβολον διὰ τὸ μῆκος.
Πίτυς δὲ καὶ στρόβιλος ναυκλήροις μὲν καὶ πᾶσι τοῖς
ναυτιλλομένοις πρὸς ναῦν εἰσι ληπτέαι διὰ τὴν κατασκευὴν
τῶν νεῶν καὶ τὴν πίσσαν καὶ τὴν ῥητίνην τὴν ἀπὸ τούτων
τῶν δένδρων γινομένην. τοῖς δὲ ἄλλοις ἅπασιν ἀηδίας καὶ
φυγῆς εἰσι σημαντικαὶ διὰ τὸ φιλήνεμον.
Ῥοαὶ καὶ μηλέαι καὶ ἄπιοι καὶ ἀχράδες καὶ πάντα τὰ
τοιαῦτα τὸν αὐτὸν τῷ καρπῷ λόγον ἔχει, ὃν ἐν τῷ περὶ τροφῆς
εἴρηκα.
Πλάτανοι καὶ αἴγειροι καὶ πτελέαι καὶ ὀξύαι καὶ μελίαι
καὶ πάντα τὰ ὅμοια μόνοις τοῖς ἐπὶ πόλεμον ὁρμῶσι καὶ
Πύξοι καὶ μυρρίναι καὶ ῥοδοδάφναι γυναῖκας ἑταιρικὰς
Περὶ δὲ τῶν λοιπῶν δένδρων κατὰ τὰς ὑποθήκας τὰς
προειρημένας χρὴ ποιεῖσθαι τὰς κρίσεις παραλαμβάνοντας
ἀεὶ τὰ ὅμοια ταῖς ἀποβάσεσι. καὶ γὰρ οὐδὲν ἄλλο ἐστὶν
ὀνειροκρισία ἢ ὁμοίου παράθεσις. μεμνῆσθαι δὲ καὶ τοῦτο
χρή, ὅτι τὰ μὲν ἀγαθόν τι σημαίνοντα δένδρα θάλλοντα
καὶ καρποφοροῦντα ἀγαθὰ ἂν εἴη, αὐαινόμενα δὲ ἢ
πρόρριζα ἀνατρεπόμενα ἢ κεραυνούμενα ἢ ἄλλως πυρὶ
καταφλεγόμενα τἀναντία σημαίνει· τὰ δὲ πονηρόν τι σημαίνοντα
ἐν ταῖς ἀποβάσεσιν αὐαινόμενα καὶ διαφθειρόμενα
λυσιτελέστερα καθίσταται.
Ἑξῆς δὲ τῇ γεωργίᾳ ἐπιβάλλον ἂν εἴη καὶ περὶ κόπρου
εἰπεῖν.
Κόπρος βοεία γεωργοῖς μόνοις συμφέρει, ὁμοίως καὶ ἡ
ἱππεία καὶ ἡ ἄλλη πᾶσα πλὴν ἀνθρωπείας, τοῖς δὲ λοιποῖς
δυσθυμίας καὶ βλάβας σημαίνει, μολύνουσα δὲ καὶ
νόσον. μόνοις δὲ τοῖς τὰς ῥυπώδεις ἐργασίας ἐργαζομένοις
συμφέρει καὶ λυσιτελὴς οὖσα τετήρηται. ἀνθρωπεία
κακὰ ἐποίησεν. ἄτοπον δʼ ἂν εἴη καὶ τὸ μολύνεσθαι κόπρῳ
ἀνθρωπείᾳ καταρρεούσῃ ποθέν. οἶδα δέ τινα, ὃς ἔδοξεν
ἑταῖρον καὶ συνήθη τινὰ πλούσιον, ὄντα αὐτῷ φίλον, ὄναρ
τις ὑπό τινος γνωρίμου πένητος προστιληθῆναι, καὶ ὑπ᾿
αὐτοῦ μεγάλα ἐβλάβη καὶ αἰσχύνῃ τινὶ μεγάλῃ περιέπεσεν
ἦν γὰρ εἰκὸς τὸν μὲν εὐποροῦντα τὰ ἑαυτοῦ τῷ ἰδόντι
προσθήσειν, τὸν δὲ πενόμενον καὶ οὐδὲν ἔχοντα καταλιπεῖν
καταφρονήσειν τοῦ ἰδόντος καὶ αἰσχύνῃ περιβαλεῖν αὐτόν.
εἰ δὲ αὐτός τις ἑαυτὸν μολύνειν δόξειε κατὰ τῶν σκελῶν
ἀφείς, ἑαυτῷ μεγάλον κακῶν αἴτιος ἔσται καὶ προσέτι
νοσήσει. πονηρὸν δὲ καὶ τῇ κοίτῃ ἐναφιέναι· μακρὰν γὰρ
νόσον μαντεύεται, ἐπειδὴ οἱ μὴ δυνάμενοι ἀναστῆναι καὶ
οἱ πρὸς ἐσχάτοις ὄντες ἐναφιᾶσι τῇ κοίτῃ· πολλάκις δὲ
καὶ γυναικὸς καὶ ἐρωμένης διίστησι τὸ ὄναρ αἰτίᾳ τοῦ
ἰδόντος καὶ οὐ τῆς γυναικὸς διὰ τὸ μολῦναι τὴν κοίτην.
ἐν ᾧ δέ τις οἰκεῖ οἴκῳ χαμαὶ ἀποπατεῖν μὴ χρήσασθαι
ἔτι τῷ οἴκῳ σημαίνει· ἥκιστα γάρ τις τοῖς μολυνομένοις
ἐνδιατρίβει. πάντων δʼ ἂν εἴη ἐπισφαλέστερον καὶ φοβερώτερον
ἰδόντα. ἀποπατεῖν δὲ ἐν κοπρῶνι καθήμενον ἐπὶ λασάνου
στερεοῦ καὶ πολλὰ ἀποκρίνειν σκύβαλα ἀγαθὸν πᾶσι·
πολὺν γὰρ κουφισμὸν φροντίδων καὶ πάσης ἀνίας σημαίνει·
καὶ γὰρ τὸ σῶμα μετὰ τὸν ἀπόπατον κουφότατον γίνεται.
ἀγαθὸν δὲ καὶ πρὸς ἀποδημίαν τὸ τοιοῦτο καὶ πρὸς
ἀποδήμου ἀνακομιδὴν διὰ τὸ ὄνομα· ἄφοδος γὰρ καλεῖται.
ἐγὼ δὲ ἐτήρησα καὶ τὸ παρʼ αἰγιαλῷ ἀποπατεῖν καὶ ἐν
ὁδοῖς καὶ ἐν ἀρούραις καὶ ἐν ποταμῷ καὶ ἐν λίμναις λυσιτελὲς
ὂν καὶ τὰ αὐτὰ σημαῖνον τῷ δοκεῖν ἐν κοπρῶνι χέζειν,
ὀρθῶς καὶ κατὰ λόγον ἀποβαίνοντος τοῦ τοιούτου· οὔτε
γὰρ οἱ τόποι οὗτοι ὑπὸ τοῦ ἀποπατοῦντος βλάπτονται,
αὐτῷ τε τῷ ἀποπατοῦντι παρέχουσι χωρὶς αἰσχύνης
ἀποφορτίσασθαι.
Ἕπεται δὲ τῷ λόγῳ καὶ περὶ ποταμῶν καὶ πηγῶν εἰπεῖν καὶ λίμνης καὶ φρέατος.
Ποταμοὶ καθαρὸν καὶ διειδὲς ἔχοντες ὕδωρ καὶ ἠρέμα
ῥέοντες ἀγαθοὶ δούλοις καὶ δικαζομένοις καὶ ἀποδημεῖν
προῃρημένοις· ἐοίκασι γὰρ οἱ ποταμοὶ δεσπόταις μὲν καὶ
δικασταῖς διὰ τὸ πράττειν ὅοα ἂν βούλωνται ἀνυπευθύνως
καὶ κατὰ γνώμην τὴν ἑαυτῶν, ἀποδημίαις δὲ καὶ κινήσεσι
διὰ τὸ μὴ μένειν τὸ ὕδωρ ἀλλὰ παραρρεῖν. ἐπειδὰν δὲ
σημαίνουσιν ἐὰν αὐτὸν συναρπάσαντες τὸν ὁρῶντα, καὶ
μάλιστα ἐὰν καὶ εἰς θάλασσαν ἐκβάλωσι. πονηρὸν δὲ καὶ
τὸ ἐν ποταμῷ ἑστάναι καὶ περικλύζεσθαι καὶ μὴ δύνασθαι
ἐξελθεῖν οὐ γὰρ ἂν ὑπομείνειέ τις ἐπὶ τῷ τοιούτῳ ὀνείρῳ,
καὶ εἰ πάνυ εὔψυχος εἴη, τὰ κακά. χείμαρροι δὲ ποταμοὶ
καὶ δικαστὰς σημαίνουσιν ἀγνώμονας καὶ δεσπότας ἀηδεῖς
καὶ ὄχλον διὰ τὸ βίαιον καὶ μεγαλόφωνον. ἀγαθὸν δὲ τούτους
περᾶν, μάλιστα μὲν τοῖς ποσίν· εἰ δὲ μή, νηξάμενον. εἰ
δέ τις διὰ τὸ μὴ δύνασθαι ἀντικρὺς διελθεῖν ὑποστρέφειν
ὑπολάβοι, ἄμεινον αὐτῷ ἀφίστασθαι καὶ μηκέτι δικάζεσθαι
μηδὲ προσιέναι δεσπότῃ τὸ παρόν μηδὲ ἐν ὄχλῳ
καὶ μᾶλλον ἐὰν εἰς
ποταμὸν νήχηται· ὅσα γὰρ ἰχθύς ἐν γῇ πάσχει, τοσαῦτα
εἰκὸς καὶ ἄνθρωπον ἐν ὑγρῷ πάσχειν. ἀεὶ δὲ ἄμεινον
διανήξασθαι μεταξὺ κολυμβῶντα διυπνισθῆναι. ποταμὸς
εἰς οἰκίαν ῥέων καθαρὸς ἀνδρὸς πλουσίου εἴσοδον εἰς τὴν
οἰκίαν μαντεύεται ἐπʼ ὠφελείᾳ τῶν ἐνοικούντων, τεταραγμένος
δὲ καὶ θολερός, καὶ μάλιστα ἐάν τι σίνηται τῶν ἐν
δημόσιον ἀναλώσει, πολλοί τε ἐπὶ τὴν οἰκίαν αὐτοῦ
φοιτήσουσι δεόμενοι καὶ χρῄζοντες· πάντες γὰρ ποταμοῦ
δέονται. πένητι δὲ ἀνδρὶ διαβάλλει τὴν γυναῖκα ἢ τὸν
παῖδα ἤ τινα τῶν ἐν τῇ οἰκίᾳ μοιχευόμενον καὶ ἀσχημονοῦντα.
ἄλλο δὲ ὕδωρ εἰς οἰκίαν ῥέον θολερὸν μὲν
ἐμππτραμένην τὴν οἰκίαν ὄψεσθαι σημαίνει, τὸ δὲ καθαρὸν
κτῆσιν καὶ χρήματα περιβαλεῖσθαι σημαίνει, φρέαρ δὲ
ἰδεῖν ἐν τῇ οἰκία ἐν ἀγρῷ οὐκ ὂν πρότερον ἀγαθόν οὐσίας
γὰρ ἐπίκτησιν σημαίνει, ἀγάμῳ δὲ καὶ ἄπαιδι γυναῖκα καὶ
παῖδας· νύμφαι τε γάρ εἰσιν ἐν τῷ φρέατι καὶ ὥσπερ γυνὴ
τὸ φρέαρ τοῖς ἔνδον τὰ ἐπιτήδεια ὡν χρήζουσι παρέχεε.
ἀγαθὸν δὲ καὶ πλῆρες ἰδεῖν φρέαρ πλημμυροῦντος τοῦ
ὕδατος, ὅταν γε μὴ ὑπερχέηται· ἐπεὶ τὸ ὑπερχεόμενον
καὶ ῥέον ὕδωρ τοῦ φρέατος τὰ προσγενόμενα ἀγαθὰ καὶ
γυναῖκα τε καὶ παῖδας μὴ παραμεῖναι μαντεύεται. τὸ δʼ
αὐτὸ καὶ ὅταν ἀλλότριοί τινες ἀντλῶσι τὸ φρέαρ. λίμνη
εἴη δʼ ἂν
ἄριστον καὶ ἐν λίμνῃ ἢ ἐν ποταμῷ πλέειν καὶ μὴ νήχεσθαι.
πηγαὶ δέ καὶ κρῆναι καὶ πίδακες ὕδατι καθαρῷ πλημμυροῦσαι
ἀγαθαὶ πᾶσι μὲν ἐπίσης, μάλιστα δὲ τοῖς νοσοῦσι
καὶ τοῖς ἀπόροις. οἷς μέν γὰρ σωτηρίας οἷς δέ εὐπορίας εἰσὶ
σημαντικαί· οὐδὲν γὰρ οὕτωτρόφιμον ὡς ῦδωρ.αὐαινόμεναι
δέ καὶ μὴ ἔχουσαι ὕδωρ τὰ ἐναντία πᾶσι σημαίνουσιν.
Ἕλη ποιμέσι μόνοις συμφέρει, τοῖς δέ λοιποῖς ἀπραξιῶν
ἐστι σημαντικά, καὶ τοῖς ὁδεύουσιν ἐμπόδια γίνεται οἰὰτας
ἐν αὐτοῖς ἀνοδίας. ὅρη δέ καὶ νάπαι καὶ ἄγκη καὶ
φάραγγες καὶ ῦλαι πᾶσι δυσθυμίας καὶ φόβους καὶ ταραχὰς
καὶ ἀνεργασίας σημαίνουσι, δούλοις δέ καὶ κακούργοις βασάνους
καὶ πληγὰς καὶ πλουσίοις βλάβας διὰ τὸ κατακόπτεσθαι
καὶ ἀεί τι ἀποβάλλειν. ἀεὶ δέ μεινον ταῦτα
διεκπερᾶν καὶ τὰς ἐναὐτοῖς ὁδοὺς εὑρίσκειν καὶ ἀπὸ τούτων
εἰς πεδία κατιέναι καὶ μηκέτι ἐν αὐτοῖς ὄντα διυπνίζεσθαι.
οἵας δʼ ἄν ὀδούς ὁδεύειν τις ὑπολάβῃ, τοιούτῳ χρήσεται
τῷ βίῳ· αἱ μέν γὰρ πλατεῖαι καὶ ὁμαλαὶ καὶ ἐν πεδίῳ
οὖσαι πολλὴν εὐμάρειαν ἐν τοῖς πραττομένοις προαγορεύουσιν,
αἱ δέ λεῖαι μέν ἀνάντεις δέ μετὰ παρολκῆς καὶ
δυσθυμίας σημαίνουσιν ἀνύσειν τὰ προκείμενα, ἐὰν δέ
τις ἐξαναβῇ καὶ ἐπὶ πέρας ἀφῖχθαι νομίσῃ, αἱ δέ κατάντεις
Δικαστήρια καὶ δικασταὶ καὶ δικολόγοι καὶ νομοδιδάκται
πᾶσι ταραχὰς καὶ δυσθυμίας καὶ δαπάνας ἀκαίρους
ὑπολάβοι ἐν τῇ τοῦ δικαστοῦ χώρα καθέζεσθαι, οὐ
λειφθήσεται οὐ γὰρ ὁ δικαστὴς ἑαυτοῦ καταδικάζει, ἀλλʼ
ἄλλων. πάσι δὲ τοῖς δίκην ἔχουσιν ἰατροὶ ὁρώμενοι τὸν
ἴσὸν τοῖς συνηγόροις ἐπέχουσι λόγον.
Βασιλεύεινδοκεῖν τῷ μὲν νοσοῦντι θάνατον προαγορεύει
ἀνυπότακτος γὰρ μόνος ὁ βασιλεύς, ὥσπερ καὶ ὁ ἀποθανών·
τῷ δέ ἐρρωμένῳ τῶν συγγενῶν ἀπώλειαν πάντων
καὶ κοινωνῶν χευρισμόν· ἀκοινώνητος γὰρ ἡ βασιλεία.
κακούργῳ δέ δεσμὰ σημαίνει καὶ τὰ κρυπτὰ ἐλέγχει·
ἐκφανὴς γὰρ ὁ βασιλεύς ἐστι καὶ ὑπὸ πολλῶν φρουρεῖται.
τὸ δέ αὐτὸ σημαίνει καὶ ἡ βασιλικὴ σκευή, τοῦτ’ ἔστι
διάδημα καὶ σκῆπτρον καὶ ἁλουργίς. βασιλεύειν πένης ἐὰν
δόξῃ, πολλὰ πράξει ἐπιδόξως μέν, ἀκερδῶς δέ. δούλῳ δέ
τὸ βασιλεύειν ἐλευθερίαν προαγορεύει· πάντως γὰρ χρ
τὸν βασιλέα ἐλεύθερον εἶναι. ἄριστον δὲ φιλοσόφῳ καὶ
μάντει τὸ βασιλεύειν οὐδὲν γὰρ ὑγιοῦς γνώμης ἐλευθεριώτερον
οὐδὲ βασιλικώτερον ὑπολαμβάνομεν εἶναι. στρατηγεῖν
δέ τοῖς μὲν ἠθάσιν ἀγαθόν, πένησι δὲ ταραχὰς
σημαίνει καὶ περιβοησίας, δούλοις δέ ἐλευθερίαν. γραμματεύειν
δὲ δοκεῖν ἀλλοτρίων καὶ οὐδὲν προσηκόντων
σημαίνει φροντίσαι πραγμάτων, ἐξ ὧν κάματος μέν τῷ
δέ τοῖς ἐπὶ ἰατρικὴν ὁρμῶσι συμφέρει, καὶ μάλιστα
τοῖς διαιτωμένοις διὰ τὸ τροφῆς τὸν ἀγορανόμον προνοεῖσθαι
τοῖς δέ λοιποῖς ταραχὰς καὶ περιβοησίας σημαί
νει. ἐὰν δέ καὶ πράγματα ποιῇ καὶ δαπάνας ἀχρήστους,
πάντως δὲ καὶ ῳψόγους ἕξει· οὐ γὰρ ἔστιν ἀγορανομοῦντα
ἄνευ τούτων διάγειν. ἐπιδόσεις δέ δημοσίας ἐπιδιδόναι
παρʼ ἑαυτοῦ τοῖς μέν νοσοῦσι θάνατον προαγορεύει καὶ
τῆς οὐσίας σκορπισμὸν καὶ διάλυσιν, τοῖς δέ ἐρρωμένοις
ταραχὰς καὶ περιβοησίας. μόνοις δέ τοῖς παντελῶς ἀπόροις
ἀγαθόν ἐστι καὶ κερδοφόρον τὸ ὄναρ· οὐ γὰρ ἔστι
πολλοῖς ἐπιδιδόναι μὴ οὐχὶ πολλὰ ἔχοντα. ἀγαθὸν δέ
καὶ σκηνικοῖς καὶ θυμελικοῖς καὶ πᾶσι τοῖς εἰς ὄχλον
καθιεῖσιν ἑαυτούς· τιμὴν γὰρ πολλὴν πρὸς τοὺς ὄχλους
κετήσασθαι σημαίνει· εὐφημοῦνται γὰρ οἱ τὰς ἐπιδόσεις
διδόντες. διδομένης δέ ἐπιδόσεως δοκεῖν λαμβάνειν ἀγαθόν,
μὴ λαμμιιβάνειν δέ πονηρὸν πᾶσιν, ἐάν τε δημοσία
ἡ ἐπίδοσις ᾖ ἐάν τε ἰδιωτική· θάνατον γὰρ ἄντικρυς
προαγορεύει, ἐπεὶ μηκέτι τοῖς ἀποθανοῦσιν ἡ ἐπίδοσις
δίδοται. οἱδα δέ τινα εἰς Ὀλύμμπια ἀνιόντα ἐπὶ τῷ ἀγωνίσασθαι,
ὃς ἔδοξε τούς Ἑλλανοδίκας τοῖς ἀθληταῖς διδόναι
ἄρτους, αὐτῷ δέ ὑστερήσαντι μηκέτι ἔχειν ὅ τι δοῦναι.
καὶ οἱ μὲν ἄλλοι πάντες ἐδόκουν αὐτὸν οὐ καταλήψεσθαι
τὸν ἀγῶνα, ἐμοὶ δέ δίκαιον ἐδόκει. καὶ δὴ οὕτως ἀπέβη.
πᾶσι πλὴν τῶν ἀποκρυπτομένων ἐπίσημοι γὰρ οἱ
ἐρεῖς. οἱου δʼ ἄν ὑπολάβῃ τις θεοῦ ερεὺς εἶναι, τοιοῦτον
αὐτῷ καὶ τὸ ἀγαθὸν ἀποβήσεται ἢ ἀπὸ τοιούτων
ἀνδρῶν ἢ γυναικῶν. συστημάτων δέ οἰκίας ἄρχειν
ἢ ἐπιτροπεύειν πᾶσι σκυλμοὺς καὶ ἀηδίας βιωτικὰς
περιτίθησι, πολλάκις δέ καὶ ζημίας, μάλιστα δέ τοῖς
δοκοῦσι παρʼ ἑαυτῶν φιλοτιμεῖσθαι καὶ δεῖπνα ποιεῖν
ἐπιδόσεις διδόναι. πᾶσα δέ ἱερωσύνη καὶ πᾶσα ἀρχή, ἧς μὴ
μέτεστι γυναικί, ἐὰν ὑπολάβῃ γυνὴ ἱερατεύειν ἢ ἄρχειν,
θάνατον αὐτῇ προαγορεύει· καὶ πάλιν αὖ πάσα ἱερωσύνη
καὶ πᾶσα ἀρχή, ἡς μὴ μέτεστιν ἀνδρί διὰ τὸ ἔθος ἢ νόμον,
ἐὰν ἀνὴρ ὑπολάβῃ ἱερατεύειν ἢ ἄρχειν, ὁμοίως αὐτῷ
προαγορεύει θάνατον.
Πόλεμος καὶ τὰ πολέμου ἔργα πᾶσι ταραχὰς σημαίνει
καὶ δυσθυμίας πλὴν στρατιωτῶν καὶ τῶν ἐξ ὅπλων ἢ ἐν
ὅπλοις ἐργαζομένων· τούτοις δέ εὐπορίαν προαγορεύει.
τῶν δέ ὅπλων τὰ μέν σκεπαστικὰ πολλὴν ἀσφάλειαν
προαγορεύει, οἷον ἀσπὶς καὶ κράνος καὶ θώραξ καὶ
κνημῖδες. τὰ δὲ ἑκηβόλα πολλάκις καὶ ἀκουσίων άμαρτημάτων
αἴτια γίνεται καὶ στάσεως καὶ φιλονεικίας οἷον
δόρυ καὶ λόγχη καὶ ἀκόντιον καὶ σφενδόνη. μάχαιρα δέ
ὁπωσπτοτοῦν νοσοῦσι θάνατον σημαίνει· καὶ γὰρ ὀ
στρατευσάμενος ἐξ ἰδιωτικοῦ μεταβάλλει τὸν ἑαυτοῦ βίον
καὶ ἀποδημίας. ἀργοῖς δέ καὶ ἀπόροις πράξεις σημαίνει
καὶ ἐργασίας οὔτε γὰρ ἀργὸς ὁ στρατιώτης οὐτε ἐνδεής
ἐστι. δούλοις δέ ἐν τιμῇ μέν γενέσθαι σημαίνει, μηδέπω
δὲ ἐλευθερωθῆναι· πολλοὶ δὲ καὶ ἐλευθερωθέντες οὐδὲν
ττον ἐδούλευσάν τε καὶ ὑπετάγησαν· καὶ γὰρ εἰ καὶ
ἐλεύθερος ὀ στρατιώτης, οὐδὲν ἧττον ὑπηρετεῖ.
Μονομαχεῖν δέ δικάσασθαισημαίνει ἄλληντινὰ στάσιν
μάχην μαχέσασθαι. καὶ γὰρ ἡ πυγμὴ μάχη καλεῖται, εἰ
καὶ μὴ διʼ ὅπλων γίνεται, ἄ δὴ τὰ ἔγγραφα καὶ δίκαια τῶν
μαχομένων σημαίνει ἀεὶ δέ τὰ μὲν τοῦ φεύγοντος ὅπλα
ἐγκληθῆναι σημαίνει, τὰ δέ τοῦ διώκοντος ἐγκαλέσαι.
ἐτήρησα δέ ἐγὼ πολλάκδις καὶ γάμον τὸ τοιοῦτον ὄναρ
προαγορεῦσαν γυναικὸς τοιαύτης, οἷα ἄν
ἔχειν τὸ ξίφος, φιλόπρωτον δέ διὰ τὸ ἐπιβαίνειν. εἰ δέ
τις
σεκούτορι, εὔμορφον μέν λήψεται γυναῖκα καὶ πλουσίαν,
μεγάλα δέ φρονοῦσαν ἐπὶ τῇ οὐσία καὶ διὰ τοῦτο καταφρονοῦσαν
πλησιάζουσαν. ἱππεὺς δὲ τὴν γυναῖκα πλουσίαν μὲν
εἶναι λέγει καὶ εὐγενῆ, φρενῶν δὲ οὐ μετέχουσαν. ὁ δὲ
ἀσσιδάριος ἀργὴν καὶ μωρὰν εἶναι τὴν γυναῖκα σημαίνει,
ὁ δέ προβοκάτωρ εὔμορφον μὲν καὶ χαρίεσσαν, λαμυρὰν
δέ καὶ ἐρωτικήν. διμάχαιρος δὲ καὶ ὁ λεγόμενος ἀρβήλας
ἤτοι φαρμακὸν ἄλλως κακότροπον ἢ ἄμορφον εἶναι τὴν
γυναῖκα σημαίνουσι. ταῦτα οὐ πιθανευόμενος οὐδὲ κατὰ
τὸ εἰκὸς συντιθεὶς λόγους γράφω, ἀλλὰ ἀπὸ πείρας τῶν
ἑκάστοτε ἀποβαινόντων πολλάκις ἐτήρησα.
Θύειν θεοῖς τὰ νενομισμένα ἑκάστῳ ἀγαθὸν πᾶσιν ἢ
γὰρ τυχόντες ἀγαθῶν ἢ κακὰ φυγόντες ἄνθρωποι θεοῖς
κλάδοις τοῖς προσήκουσι καὶ νενομισμένοις ὁσίοις εἶναι
ἀγαθὸν πόσιν, οὐκ ἄνευ μέντοι φροντίδων ἀποβησόμενον.
δούλῳ δέ παραινεῖ τὸ τοιοῦτο πείθεσθαι τῷ δεσπότῃ
κδαὶ τὰ ἐκείνῳ κεχαρισμένα ποιεῖν. ἐκμάσσειν δέ ἀγάλματα
θεῶν ἀλείφειν καθαίρειν σαροῦν τὰ πρὸ τῶν ἀγαλμάτων
καὶ ῥαίνειν τὰ περὶ τοὺς ναοὺς ἡμαρτηκέναι τι εἰς
αὐτοὺς ἐκείνους τοὺς θεοὺς σημαίνει. οἶδα δέ τινα ἐπὶ
θεῶν ἀγάλματα καὶ ἐκβάλλειν τῆς οἰκίας ἱδρυμένα ἔνδον
ἢ καταρρίπτειν ναὸν τι τῶν οὐχ ὁσίων ἐν ναῷ ποιεῖν
πονηρὸν ἂν εἴη πάσι καὶ περιστάσεις μεγάλας σημαίνει·
οἱ γὰρ ἐν μεγάλαις συμφοραῖς γενόμενοι καὶ τῆς πρὸς
θεούς εὐσεβείας ἀφίστανται. αὐτόματοιδέοἱθεοὶἀπαλλασσόμενοι
καὶ τὰ ἀγάλμιατα αὐτῶν συμπίπτοντα θάνατον
τῷ ἰδόντι ἤ τινι τῶν αὐτοῦ προαγορεύει. θεοὶ
Τῶν θεῶν οἱ μέν εἰσι νοητοὶ οἱ δὲ αἰσθητοί· νοητοὶ μέν
οἱ πλείους, αἰσθητοὶ δὲ ὀλίγοι. δείξει δέ ἔτι ὁ ἐπιὼν λόγος
ἀκριβέστερον. φαμέν δέ τῶν θεῶν τοὺς μὲν Ὀλυμπίους
εἶναι, οὕς καὶ αἰθερίους καλοῦμεν, τοὺς δέ οὐρανίους, τοὺς
δέ ἐπιγείους, τοὺς δὲ θαλασσίους καὶ ποταμίους, τούς δὲ
χθονίους,
λέγοιντο ἆν εἰκότως Ζεὺς
τῶν δὲ ἐπιγείων αἰσθητοὶ μὲν Ἑκάτη καὶ Πὰν καὶ Ἐφιάλτης
καὶ σκληπιός (οὗτος δέ καὶ νοητὸς ἅμα λέγεται),
νοητοὶ δέ Διόσκοροι καὶ ἐρακλῆς καὶ Διόνυσος καὶ Ἑρμῆς
καὶ Νέμεσις κοὶ Ἀφροδίτη
Νύμφαι καὶ Ἑατία. θαλάσσιοι δὲ νοητοὶ μὲν Ποσειδῶν
καὶ Ἁρποκράτης καὶ Ἑκάτη
Φύσις ἡ τῶν ὅλων. εἰ δέ τινα
Τούτων δὲ τῶν εἰρημένων θεῶν τοῖς μὲν μέγα δυναμένοις
ἀνδράσι καὶ γυναιξὶν οἱ Ὀλύμπιοι συμφέρουσιν ὁρώμενοι,
τοῖς δὲ μετρίοις οἱ οὐράνιοι, τοῖς δὲ πένησιν οἱ ἐπίγειοι. οἱ
χθόνιοι δὲ ὡς ἐπὶ τὸ πλεῖστον μόνοις τοῖς γεωργοῖς καὶ
τοῖς λανθάνειν πειρωμένοις εἰσὶν ἀγαθοί, καὶ οἱ θαλάσσιοι
καὶ οἱ ποτάμιοι τοῖς ναυτιλλομένοις καὶ τοῖς ἐξ ὕδατος
διʼ ῦδατος ἐργαζομένοις. οἱ δὲ πέριξ τούτων πονηροὶ πᾶσι
πλὴν φιλοσόφων
Περὶ δὲ ἑκάστου αὐτῶν κατ᾿ ἰδίαν εἰπεῖν διδακσραλικώτε- ρον εἶναί μοι δοκεῖ. πρῶτον οὖν περὶ τῶν Ὀλυμπίων ποιήσομαι τὸν λόγον.
Δία ἰδεῖν αὐτὸν ὁποῖον ὑπειλήφαμεν ἢ ἄγαλμα αὐτοῦ
ἐν οὐρανῷ ἔχον τὴν οἰκείαν σκευὴν ἀγαθὸν ἀνδρὶ
βασιλεῖ καὶ πλουσίῳ· κρατύνει γὰρ οὗ μὲν τὴν τύχην οὗ
δὲ τὸν πλοῦτον. νοσοῦντι δὲ σωοτηρίαν μαντεύεται, καὶ
τοῖς λοιποῖς δέ ἐστιν ἀγαθός. ἀεὶ δὲ ἄμεινον ἀτρέμας
ἑστῶτα ἢ καθεζόμενον ἐπὶ θρόνου καὶ μὴ κινούμενον τὸν
θεὸν ἰδεῖν· εἰ γὰρ κινοῖτο, εἰ μὲν πρὸς ἀνατολάς, ἀγαθὸς
ἄν εἴη· εἰ δὲ πρὸς δύσιν, πονηρός, ὥσπερ καὶ ὅταν μὴ
τὴν οἰκείαν ἔχῃ σκευήν. ὡς γάρ φησιν ὁ Πανύασις,
ἄπρακτα καὶ ἀσθεν ἔσεσθαι τοῦ ἰδόντος τὰ πράγματα
προαγορεύει.
Ἥρα δὲ γυναιξὶ
Ἄρτεμις τοῖς φοβουμένοις ἀγαθή διὰ γὰρ τὸ ἀρτεμές,
ὅπερ ἐστὶν ὑγιές, ἀφόβους αὐτοὺς διαφυλάττει. καὶ γυναιξὶ
τικτούσαις ἀγαθὴ ἡ θεός· Λοχεία γὰρ καλεῖται. κυνηγοῖς
δὲ μάλιστα συμφέρει διὰ τὴν λγροτέραν καὶ ἁλιεῦσι διὰ
τὴν ιμνᾶτιν. δραπέτας δέ καὶ τὰ ἀπολλύμενά φησιν
εὑρεθήσεσθαι οὐδὲν γὰρ τὴν θεὸν διαφεύγει. ἀεὶ δέ ἡ
μὲν Ἀγροτέρα καὶ Ἐλαφηβόλος πρὸς πράξεις ἐπιτηδειοτέρα
τῆς κατὰ ἄλλον τρόπον δεδημιουργημένης· τοῖς δέ
πάντα τρόπον οὐδενὶ συμφέρει.
Ἀπόλλῶν μουσικοῖς ἀγαθός λόγων γὰρ εὑρετὴς ὁ θεὸς
καὶ μουσικῆς πάσης· ἀγαθὸς δὲ καὶ ἰατροῖς Παιήων γὰρ
καλεῖται. καὶ μάντεσι καὶ φιλοσόφοις· ἐντελεῖς γὰρ αὐτοὺς
καὶ ἐνδόξους ἔσεσθαι προαγορεύει. καὶ τὰ κρυπτὰ ἐλέγχει·
ὁ γὰρ αὐτὸς εἶναι νενόμισται τῷ Ἡλίῳ. πολλῶν ὁ
Δελφίνιος ἀποδημίας καὶ κινήσεις εἴωθε σημαίνειν.
Ἀθηνᾶ χειροτέχναις ἀγαθὴ διὰ τὴν προσηγορίαν Ἐργάνη
γὰρ καλεῖται. καὶ τοῖς γῆμαι βουλομένοις· σεμνὴν γὰρ καὶ
οἰκουρὸν ἔσεσθαι τὴν γυναῖκα μαντεύεται. ἀγαθὴ δέ καὶ φιλοσόφοις·
φρόνησις γὰρ εἶναι νενόμισται ἡ θεός. ὅθεν καὶ ἐξ
ἐγκεφάλου γεγεννῆσθαί φασιν αὐτήν. καὶ γεωργοῖς ἀγαθή
τὸν γὰρ αὐτὸν τῇ γῇ λόγον ἔχει, ὡς φασιν οἱ φιλόσοφοι. καὶ
τοῖς ἐπὶ πόλεμον ὁρμῶσιν ἀγαθή· τὸν γὰρ αὐτὸν τῷ Αρειλόγον
ἔχει. γυναιξὶ δὲ ἑταίραις καὶ μφιχευομέναις πονηρά, ἔτι
καὶ γυναιξὶ γήμασθαι προῃρημέναις· παρθένος γὰρ ἡ θεός.
Πῦρ τὸ αἰθέριον πᾶσιν ἀγαθόν, μάλιστα δέ τοῖς νοσοῦσι σωτηρίας γὰρ αὐτοῖς ἐστι σημεῖον, ἐπεὶ μὴ μέτεστι τούτου τοῖς ἀποθανοῦσι. περὶ δέ τῶν οὐρανίων ἑξῆς ἐροῦμεν.
Ἥλιος ἀπὸ ἀνατολῆς ἀνίσχων λαμπρὸς καὶ καθαρὸς καὶ
καταδυόμενος εἰς δύσιν ἀγαθὸς πᾶσιν· οἷς μέν γὰρ πράξεις
ἄνθρωποι. τοῖς δέ λοιποῖς εἰς ἐπίκτησιν ώφέλιμος. τούς δέ
λανθάνειν καὶ ἀποκρύπτεσθαι πειρωμένους βλάπτει· πάντα
γὰρ ἐλέγχει καὶ εὐσύνοπτα ποιεῖ. Ἥλιος ἀπὸ δύσεως ἀνατέλλων
οὔ φησι τυφλωθήσεσθαι· ἐκ πολλοῦ γὰρ σκότους
τὸ φῶς ἄψεται. καὶ τὸν ἀπόδημον ἐπανάγει, καὶ εἰ ἀπεγνωσμένος
εἴη. ἀγαθὸς δὲ καὶ τῷ εἰς δύσιν ἀπιέναι προῃρημένῳ·
τὴν γὰρ ἐκεῖθεν ἀνακομιδὴν προαγορεύει αὐτῷ.
καὶ τῷ ἀπὸ δύσεως προσδεχομένῳ τινά· ἤδη γὰρ αὐτὸν
κεκινῆσθαι πρὸς τὴν ἐπάνοδον σημαίνει. τοῖς δέ λοιποῖς
πρὸς πᾶν ἐγχείρημα καὶ πάσαν ἐλπίδα ἐναντίος καθίσταται
καὶ τὰ κατὰ προαίρεσιν οὐκ ἐᾷ τελεσθῆναι· τούτου γὰρ,
ὡς εἰκός, τὴν ἐναντίαν φύσει κινουμένου κίνησιν νοσεῖ καὶ
τὸ ὅλον καὶ τὸ ἐπὶ μέρους· πάντως δέ καὶ ὁ ἰδὼν τὸν ὄνειρον
μέρος ἐστὶ τοῦ ὅλου. πρὸς λόγον δὲ τῶν εἰρημένων καὶ τὸν
ἀπὸ μεσημβρίας ἢ ἄρκτου ἀνατέλλοντα ἢ εἰς μεσημβρίαν
ἢ ἄρκτον δύνοντα κρίνειν χρή. Ἥλιος ἀμαυρὸς ἢ ὕφαιμος ἤ
μψρμυρωπὸς πᾶσι πονηρὸς καὶ ἄτοπος γίνεται, τοῦτο μέν
ἀπραξίας δηλῶν, τοῦτο δέ καὶ
νόσον ἠ τινα κίνδυγον τοῖς ὄμμασιν αὐτοῦ νόσον προαγορεύων.
ἐπὶ κοίτην τινὸς κατακείμενος καὶ ἀπειλῶν νόσον μεγάλην
καὶ φλεγμονὰς προαγορεύει, λέγων δέ τι ἀγαθὸν δεικνὺς
εὐπορίας ἐστὶ σημεῖον, πολλοῖς δέ καὶ υἱῶν γένεσιν προηγόρευσεν.
Ἥλιος ἀφανιζόμενος πᾶσι πονηρὸς πλὴν τῶν
λανθάνειν πειρωμένων καὶ τὰ ἀπόρρητα ἐργαζομένων· ὡς
καθίσταται. ἀεὶ δὲ ἄμεινον Ἡλίου αὐγὴν εἰς οἶκον
εἰσιοῦσαν ἤπερ αὐτὸν τὸν Ἥλιον ἰδεῖν· ἡ μέν γὰρ διὰ τὸ
φωοτεινότερον ποιεῖν τὸν οἶκον ἐπίκτησίν σημαίνει, ὁ δέ
οὐκ ἄν ὑπομεῖναι τοὺς ἔνδον τὰ δεινά οὐδέ γὰρ ἀντιβλέψαι
αὐτῷ ἔστιν. οὐτε διδούς τι ὁ Ἥλιος οὔτε ἀφαιρούμενος
ἀγαθὸς ἄν εἴη διδοὺς μέν γὰρ σημαίνει κινδύνους, ἀφαιρούμενος
δέ ὄλεθρον. ἀεὶ δέ ἄμεινον ἄγαλμα ἰδεῖν τοῦ
θεοῦ τούτου ἐν ναῷ ἱδρυμένον ἑστὸς ἐπὶ βάσεως αὐτὸν
τὸν θεὸν ὁποῖος νενόμισται· καὶ γὰρ τὰ ἀγαθὰ τελειότερα
προαγορεύει τὸ τοιοῦτον ὄναρ καὶ τὰ κακὰ ἥττονα. οἷος
δέ ἐστι καὶ οἷος βλέπεται ἐν οὐρανῷ φαινόμενος, καὶ οὕτως
ἀγαθὸς ἄν εἴη.
Σελήνη μυναῖκα σημαίνει τοῦ ἰδόντος καὶ μητέρα·
τροφὸς γὰρ εἶναι νενόμισται. καὶ θυγατέρα καὶ ἀδελφήν
Κόρη γὰρ καλεῖται. καὶ χρήματα καὶ εὐπορίαν
καὶ πραγματείαν
ταύτης κίνησιν καὶ οἱ κυβερνῆται ναυτίλλονται. καὶ ἀποδημίαν·
ἔστι γὰρ ἀεικίνητος. καὶ τὰ τοῦ ἰδόντος ὄμματα,
ὅτι τοῦ ὁρᾶν καὶ αὐτή ἐστιν αἰτία καὶ δέσποινα. κοινὸν
γὰρ πάντες οἱ θεοὶ λόγον ἔχουσι πρὸς δεσπότας· οἱ μέν
ᾶρσενες πρὸς ἄρσενας αἱ δὲ θήλειαι πρὸς θηλείας· ὀρθῶς
γὰρ καὶ τοῦτο τὸ παλαιὸν ἔχει ‘τὸ κρατοῦν δύναμιν ἔχει
θεοῦ.’ ἐὰν μέν οὖν ἐπὶ τὸ κρεῖττον καὶ ἥδιον τρέπηται
ἡ Σελήνη, τὴν ἀπὸ τούτων ἢ διὰ τούτων ὠφέλειαν
σημαίνει· ἐὰν δὲ ἐπὶ τὸ χεῖρον, τὴν ἀπὸ τούτων ἢ διὰ τούτων
βλάβην. ὁμοίως καὶ πλείονες φαινόμεναι Σελῆναι καὶ
ἡ οὖσα ὅταν ἀπολείπῃ. τὸ δὲ δοκεῖν ἐν τῇ Σελήνῃ τὴν ἑαυτοῦ
ἀγαθὸν δὲ καὶ τοῖς φαίνεσθαι βουλομένοις· τοὺς δὲ
ἀποκρυπτομένους ἐλέγχει. νοσοῦντας δέ καὶ τοὺς πλοιζομένους
ἀναιρεῖ· τοὺς μὲν ὑδρωπιάσαντας, ἐπεὶ φύσει
Ἀστέρες ὁμοῦ μέν πάντες λαμπροὶ καὶ καθαροὶ ὁρώμενοι
καὶ πρὸς ἀποδημίαν εἰσὶν ἀγαθοὶ καὶ πρὸς ἄλλας πράξεις
καὶ πρὸς τὰ ἀπόρρητα· οὐ γὰρ τὸν αὐτὸν ἔχουσι λόγον
τῷ Ἡλίῳ ἢ τῇ Σελήνῃ· καὶ γὰρ ἄνευ τούτων ἐκφανεῖς
εἰσι, μετὰ δὲ τούτων ἤτοι τέλεον ἀφανεῖς
ἀμαυρότεροι φαίνονται. ἰδίᾳ δέ ἕκαστος ἀπὸ τοῦ χρώματος
ἢ ἀπὸ τοῦ μιεγέθους ἢ ἀπὸ τῆς κινήσεως ἀπὸ τοῦ
σχήματος τοῦ κατὰ τὴν κίνησιν κρινέσθω, εἴ γέ τις μὴ
διαμαρτάνειν θέλοι. μάλιστα δὲ ἄν ἀπὸ τοῦ ἐν ἀστεροσκοπία
λόγου τὸ τοιοῦτο σαφέστερον γένοιτο. τῶν δὲ
ἀστέρων ἕκαστον κατὰ τὴν ἑαυτοῦ δύναμιν καὶ τὰ ἀποτελέσματα
ποιεῖ. οἷον τὰ χειμῶνος αἴτια δυσθυμίας καὶ
κινδύνους καὶ ταραχὰς σημαίνει, τὰ δέ εὐδίας αἴτια
εὐπραξίας καὶ εὐημερίας καὶ πορισμόν σημαίνει. τὰ δέ
τροπῆς τοῦ καταστήματος αἴτια τὰ
ἐκλείποντες τοῦ οὐρανοῦ πλουσίοις μέν πενίαν πολλὴν καὶ
ποιεῖν ἀνύσουσι γάρ, καὶ εἰ μεγάλοις ἐπιχειροῦσιν.
ἤκουσα δέ τινος λέγοντος ὡς ἄρα ἐδόκει τις τοὺς
ἀστέρας τοῦ οὐρανοῦ ἐκλελοιπέναι, καὶ φαλακρὸς ἐγένετο
ὅν γὰρ ἔχει λόγον ὁ οὐρανὸς πρὸς τὸν ὅλον κόσμον, τὸν
αὐτὸν καὶ ἡ κεφαλὴ πρὸς τὸ σῶμα, καὶ πάλιν ὅν ἔχουσι
λόγον οἱ ἀστέρες πρὸς τὸν οὐρανόν, τὸν αὐτὸν καὶ αἱ τρίχες
πρὸς τὴν κεφαλήν. οὐτε δέ καταπίπτοντες εἰς γῆν οἱ
ἀστέρες εἰσὶν ἀγαθοὶ (πολλῶν γὰρ ὄλεθρον μαντεύονται,
καὶ ἀξιολόγων μέν ἀνδρῶν οἱ μεγάλοι, λιτῶν δὲ καὶ ἀαήμων
οἱ λεπτοὶ καὶ ἀμαυροί) οὔτε τὸ δοκεῖν κλέπτειν ἀστέρας
ἀγαθόν· ὡς γὰρ ἐπὶ τὸ πλεῖστον ἱερόσυλοι ἐπὶ τούτῳ
τῷ ὀνείρῳ οἱ ἰδόντες ἐγένοντο. οὐ μὴν ἔλαθόν γε ἁλλὰ
ἑάλωσαν. ἔπραξαν μὲν γὰρ ἃ ἐβούλοντο διὰ τὸ καὶ τῶν
ἀστέρων κεκρατηκέναι, ἑάλωσαν δέ διὰ τὸ τοῖς ὑπέρ
ἄνθρωπον ἐπιχειρεῖν. ἀλλὰ μὴν οὐδὲ ἐσθίειν δοκεῖν
ἀστέρας ἀγαθὸν οὐδενὶ πλὴν μάντεων καὶ τῶν τὰ οὐράνια
διασκεπτομένων· τούτοις γὰρ ἐργασίαν σημαίνει καὶ
πολλὴν πρόσκτησιν· τοῖς δὲ λοιποῖς ὄλεθρον μαντεύεται.
πονηρὸν δὲ καὶ τὸ ὑπὸ στέγην ἰδεῖν ἀστέρας· ἢ γὰρ τὴν
οἰκίαν ἔρημον γενομένην ἀποστεγασθῆναι σημαίνει, ἵνα
καὶ ἔνδον οἱ ἀστέρες φαίνωνται, τὸν ἄρχοντα τῆς οἰκίας
ἀποθανεῖν. παρήλιοι δέ καὶ δοκίδες καὶ σέλας καὶ οἱ
Ἶρις δεξιὰ μέν ὁρωμένη ἀγαθή, εώνυμος δέ πονηρά.
δεξιὰν δέ καὶ εὐώνυμον οὐ πρὸς τὸν ὁρῶντα χρὴ νοεῖν,
ἀλλὰ πρὸς τὸν ἤλιον. ὅπως δʼ ἄν φαίνηται, ἀεὶ τοῖς ἐν πενία
πολλῇῇ ἢ ἄλλῃ τινὶ περιστάσει οὖσιν ἀγαθὴ νομιζέσθω·
καὶ γὰρ αὐτὴ τρέπει ἀεὶ τὸ κατάστημα καὶ τὸ περιέχον
ἀλλοιοῖ. πάσι δὲ τοῖς ἐν περιστάσει οὖσιν ἀγαθαὶ
Νέφη τὰ μέν λευκὰ εὐπραξίας ἐστὶ σημαντικὰ ἀπὸ γῆς
εἰς οὐρανὸν ἀναφερόμενα ὡς ἐπὶ τὸ πολὺ καὶ ἀποδημίαν
σημαίνει καὶ τούς ἀποδημούντας ἄγει καὶ τὰ κρυπτὰ
ἐλέγχει, τὰ δέ πυρρὰ ἀπραξίας ἐστὶ σημαντικὰ καὶ τὰ
ζοφώδη δυσθυμίας καὶ τὰ μέλανα χειμῶνος ἢ λίπῃς.
Ἄνεμοι πράως καὶ ἠρέμα πνέοντες ἀγαθοί, λάβροι δέ
καὶ βίαιοι σημαίνουσιν άνθώπους ἀηδεῖς καὶ ἀγνώμονας,
λαίλαπες δέ καὶ οἱ σφοδροὶ ἄνεμοί κινδτνους ἐπιφέρουσι
καὶ μεγάλας ταραχάς. χρὴ δὲ καὶ τοῦτο σκοπεῖν, ὅτι οἱ
μὲν συννεφῆ ποιοῦντες τὸν ἀέρα πᾶσι μέν τοῖς ἄλλοις εἰσὶ
πονηροί, μόνοις δέ τοῖς ἀποκρυπτομένοις ἀγαθοί οἱ δὲ
αἰθρίας αἴτιοι τἀναντία σημαίνουσιν. ἀεὶ δέ τοῖς ἀποδήμους
προσδοκῶσιν οἱ ἀπὸ τῶν κλιμάτων ἐκείνων, οὐ εἰσιν οἱ
ἀπόδημοι, πνέοντές εἰσιν ἀγαθοί, οἱ δὲ ἐναντίοι κατέχουσι
Οῖ μὲν αἰσθητοὶ θεοὶ φόβων καὶ κινδύνων καὶ περιστάσεων
εἰσι σημαντικοί· καὶ γὰρ μεθʼ ἡμέραν ἐπιφερόμενοι
τῶν τοιούτων αἴτιοι καθίστανται· σημαίνει δέ καὶ διάφορα
καὶ οὐδὲν ὅμοιον ἀλλήλοις ἐκαστος φαινόμενος. οἷν
ἀπὸ ξένης τὰ δεινὰ ἢ ἀπὸ ξένου ἐσόμενα προαγορεύει.
ἀεὶ δέ τῶν καθεστώτων κινεῖ τὸν ἰδόντα καὶ οὐκ ἐᾶ μένειν
ἐν τοῖς αὐτοῖς, οἵα ἄν φαίνηται καὶ ὁποία. κινουμένη δὲ
ἡ θεὸς ἤ συναντῶσα κατὰ
ὧν λέγειν οὐτε ὅσιον οὔτε ἀσφαλές· εὔδηλος δέ ὁ λόγος
τοῖς μεμυημένοις τῇ θεῷ, οἱ δὲ ἀμτητοι παρὰ τῶν
μᾶμυημένων μανθανέτωσαν.
Πὰν νομεῦσιν ἀγαθὸς διὰ τὸ νόμιον καὶ κυνηγοῖς διὰ τὸ
ἄγριον. τοῖς δέ λοιποῖς ἀκαταστασίας καὶ θορύβους
σημαίνει καὶ ἐφοʼ ἷοἰς τις μέγα φρονεῖ, ταῦτα αὐτῷ μὴ
βέβαια εἶναι· οὐ γὰρ ἀσφαλῶς ὑποκειμένας ἔχει τὰς βάσεις
τῶν ποδῶν ὁ θεός. λέγουσι δὲ ἔνιοι ὡς τοῖς περὶ τὸν
Διόνυσον τεχνίταις ἐστὶν ἀγαθός.
Ὁ δὲ Εφιόλτης ὁ αὐτὸς εἶναι τῷ Πανὶ νενόμισται, διόφορα
δὲ σημαίνει. θλίβων μέν γὰρ καὶ βαρῶν καὶ οὐδὲν
ποτε ἀνθρώπῳ.
Ἀακληπιὸς ἱδρυμένος μὲν ἐν ναῷ καὶ ἑστὼς ἐπὶ βάσεως
ὁρώμενος καὶ προσκυνούμενος ἀγαθὸς πάσι· κινούμενος
δὲ ἢ προσιών ἢ εἰς οἰκίαν εἰσιὼν νόσον καὶ λοιμὸν μαντεύεται·
τότε γὰρ μάλιστα τοῖς ἀνθρώῦποις δεῖ τοῦ θεοῦ
τούτου. τοῖς δέ ἦδη νοσοῦσι σωτηρίαν προαγορεύει Παιήων
Διόσκοροι τοῖς πλοιζομένοις χειμῶνός εἰσι σημαντικοί, τοῖς δέ ἐν γῇ οὖσι στάσεων δικῶν ἢ πολέμου ἢ μεγάλης νόσου. πάντων δέ τῶν δεινῶν εἰς τέλος ἀζημίους ἀπαλλάττουσι· σωτῆρες γάρ εἰσιν οἱ θεοί.
Ἡρακλέα μὲν ἰδεῖν
δέ παρανομοῦσι καὶ τοῖς ἄδικόν τι πράττουσι πονηρὸς ὁ
θεὸς διὰ τὸν αὐτὸν λόγον. ἀγαθὸς δέ τοῖς ἐπὶ ἀγῶνα ἢ
δίκην ἢ μάχην τινὰ πορευομένοις Κ αλλίνικος γὰρ ὁ
θεὸς καλεῖται. τὸ δέ δοκεῖν συνδιατρίβειν τῷ θεῷ καὶ
συμπράττειν τι ἢ τροφῆς τῆς αὐτῆς κοινωνεῖν σκευὴν
τὴν αὐτὴν ἔχειν ἢ παρὰ τοῦ θεοῦ τὴν λεοντῆν ἢ τὸ ῥόπαλον
ἄλλο τι τῶν ὅπλων λαβεῖν πᾶσιν ἄτοπον καὶ πονηρὸν
τετήρηται, καὶ διὰ μακρᾶς πείρας τῶν τοιούτων ἦλθον.
εὐλόγως δέ καὶ ὀρθῶς ἀποβαίνει εἰς οὐδὲν ἀγαθὸν τὰ
τοιαῦτα· ᾧ γὰρ ὁ θεὸς ἐχρήσατο βίῳ, τούτου τῷ ἰδόντι
μεταδίδωσιν· ἐπίπονος δέ καὶ μοχθηρὸς ἐγένετο ὁ τοῦ
θεοῦ βίος, ὅτε ἦν ἐν ἀνθρώποις, καὶ εἰ πάνυλαμπρὸς ἦν
καὶἔνδοξος. πολλάκις δὲ καὶ τοιούτοις περιπεσεῖν σημαίνει,
οἷς καὶ ὁ θεὸς
Διόνυσος τοῖς γεωργοῖς συμφέρει τοῖς τὸν ξυλικὸν
καρπὸν γεωργοῦσι, μάλιστα ἀμπέλους· καὶ καπήλοις δέ
καὶ πᾶσι τοῖς περὶ τὸν Διόνυσον τεχνίταις. ἀγαθὸς δἐ
καὶ τοῖς ἐν περιστάσει τινὶ οὕσι· παῦλαν γὰρ καὶ ἀπαλλαγὴντῶν
δεινῶν σημαίνει διʼ αὐτὸ τὸ ὄνομα· ἔστι γὰρ Διόνυσος
παρὰ τὸ διανύειν ἕκαστα. τοῖς δέ ἁβρὸν τὸν βίον ζῶσι
σημαίνει καὶ τραύματα καὶ κατακοπάς. ὁ δὲ χορὸς
ὁ περὶ τὸν Διόνυσον, οἷον Βάκχοι καὶ Βάκχαι καὶ Βασσάραι
καὶ Σάτυροι καὶ Πᾶνες καὶ ὅσα ἄλλα ἐστὶν ὅμοια
ὀνόματα καὶ ὁμοῦ πάντες καὶ ἰδία ἕκαστος μεγάλας
ταραχὰς καὶ κινδύνους καὶ περιβοησίας σημαίνουσι πλὴν
τοῦ Σειληνοῦ οὐτος δέ μόνος ἀγαθὸς ἂν εἴη πᾶσι τοῖς
ἐπὶ τὸ πράττειν ὀρμωμένοις καὶ τοῖς φοβουμένοις. χορεύειν
δέ τῷ θεῷ ἢ θυρσοφορεῖν ἢ δενδροφορεῖν ἢ ἄλλο τι τῶν
κεχαρισμένων τῷ θεῷ πράττειν πᾶσι πονηρὸν πλὴν
δούλων· οἷς μὲν γὰρ διὰ τὴν ἔκστασιν τῶν φρενῶν καὶ
τὴν παρακοπὴν ἀφροσύνην καὶ βλάβην προαγορεύει, οἷς
δὲ διὰ τὸ ἀνεπίστρεπτον τῶν ἐντυγχανόντων καὶ διὰ τὴν
τοῦ θεοῦ προσηγορίαν καὶ εὐχαριστίαν ἐλευθερίας ἐστὶ
σημαντικόν.
Ἑρμῆς ἀγαθὸς τοῖς ἐπὶ λόγους ὁρμωμένοις καὶ ἀθληταῖς
καὶ παιδοτρίβαις καὶ πᾶσι τοῖς ἐμπορικὸν
ἀναιρεῖ διὰ τὸ ψυχοπομπὸς νενομίσθαι. ἑρμῆς ὁ τετράγωνος
Νέμεσις ἀεὶ τοῖς κατὰ νόμον ζῶσιν ἀγαθὴ καὶ μετρίοις
ἀνθρώποις καὶ φιλοσόφοις· τοῖς δέ παρανομοῦσι καὶ τοῖς
ἐπιτιθεμένοις τισὶ καὶ τοῖς μεγάλων ἀρχομένοις πραγμάτων
ἐναντία καθίσταται καὶ ἐμπόδιος τῶν ἐπιχειρουμένων·
τοῖς πραττομένοις κατὰ γνώμην. λέγουσι δέ τινες ὅτι ἡ
θεὸς αὕτη τὰ μὲν ἀγαθὰ ἐπὶ τὸ χεῖρον τρέπει, τὰ δὲ κακὰ
ἐπὶ τὸ βέλτιον.
λφροδίτη ἡ μὲν πάνδημος ἀγύρταις καὶ καπήλοις καὶ
ζυγοστάταις καὶ θυμελικοῖς καὶ
πᾶσι καὶ ἑταίραις ἀγαθή γυναιξὶ δὲ οἰκοδεσποίναις
αἰσχύνην καὶ βλάβην προαγορεύει καὶ τοὺς γῆμαί προῃρημένους
κωλύει, ὡς κοινῆς ἐσομένης τῆς γυναικός. ἡ δέ
οὐρανία, περὶ ἧς ἐν τῷ ἔμπροσθεν λόγῳ ἑκέών παρέλιπον,
ἵνα μὴ διασπῷτο ὁλόγος, τὰ ἐναντία τῇ πανδήμῳ σημαίνει.
μάλιστα δέ ἀγαθὴ πρὸς γάμους καὶ κοινωνίας καὶ πρὸς
τέκνων γονάς. συνδυασμῶν γὰρ καὶ ἐπιγονῶν ἐστιν σιτία.
ἀγαθὴ δέ καὶ γεωργοῖς· φύσις γὰρ καὶ μήτηρ τῶν ὅλων
εἶναι νενόμισται. ἀγαθὴ δὲ καὶ μάντεσι· πάσης γὰρ
μαντείας καὶ προγνώσεως εὑρέτις εἶναι νενόμισται. Ἀφροδίτη
τοῖς πλέουσι πολὺν χειμῶνα καὶ ναυάγιον ἐσόμενον
προαγορεύει· οὐδὲν δέ ἧττον σώζει καὶ τὰ ἀπηλπισμένα
τῶν πραγμάτων τελειοῖ. ἀεὶ δέ ἀγαθὴ νενόμισται ἡ μέχρι
ζώνης τὰ κάτω ἐσκεπασμένα ἔχουσα διὰ
δέ ὅλη γυμνὴ ἑταίραις μόναις ἀγαθὴ καὶ ἐργασίας σημαντική·
πρὸς δέ τὰ λοιπὰ αἰσχύνην προαγορεύει.
Ἥφαιστος τὰ μὲν αὐτὰ τῷ πυρὶ σημαίνει ὡς ἐπὶ τὸ
πλεῖστον, μόνον δὲ τὰ κρυπτὰ ἐλέγχει, καὶ μάλιστα μοιχείας
διὰ τὴν περὶ αὐτὸν ἱστορίαν. χειρώναξι δέ ἐστιν ἀγαθὸς
Τύχη δέ ἡ μὲν ἐπὶ κυλίνδρου ἑστῶσα πονηρὰ πᾶσι διὰ τὸ
τῆς βάσεως ἐπικίνδυνον, ἡ δέ τὸ πηδάλιον κρατοῦσα
κινήσεις προαγορεύει· οὐδεμία γὰρ πηδαλίου χρεία ἄνευ
κινήσεως. ἀεὶ δέ ἀγαθὴ καθεζομένη ἤ κατακεκλιμένη·
τὸ ἀσφαλές γὰρ καὶ τὸ βέβαιον διὰ τοῦ σχήματος
ἐπιδείκνυσιν. ὅσῳ δʼ ἄν πολυτελεστέρα καὶ εὐμορφοτέρα
φαίνηται, τοσούτῳ βελτίων νομιζέσθω. λέγουσι δὲ ἔνιοι
ὡς ἡ πολυτελὴς καὶ σφόδρα κεκοσμημένη Τύχη,
μάλιστά γε ὅταν μὴ ὡς ἄγαλμα ἀλλʼ ὡς αὐτὴ ἡ Πύχη
φαίνηται, πενίας ἐστὶ σημεῖον· ὡς γὰρ εἰκὸς ἑαυτῆς
ἄλλο ἢ αὐτὰ τὰ κτήματα τῶν ἰδόντων.
Πειθὼ δὲ καὶ Χάριτες καὶ Ὧλραι καὶ Νύμφαι πρὸς πάντα καὶ πάσίν εἰσιν ἀγαθαί, Ἀριστοβούλη δὲ καὶ Εὐνομία τὰ αὐτὰ τῇ Νεμέσει σημαίνουσιν.
Ἑστία αὐτή τε καὶ τὰ ἀγάλματα αὐτῆς
βουλὴν καὶ τὴν ἐνθήκην σημαίνει τῶν προσόδων, ἰδιώταις
δὲ αὐτὸ τὸ ζῆν, ᾶρχοντι δὲ καὶ βασιλεῖ τὴν τῆς ἀρχῆς δύναμιν.
περὶ δὲ θαλασσίων καὶ ποταμίων θεῶν ἕκαστα ὧδε ἔχει.
Ποσειδῶν καὶ λμφιτρίτη καὶ Νηρεὺς καὶ Νηρηίδες οὐτοί
τε ὁρώμενοι καὶ τὰ ἀγάλματα αὐτῶν ἀτάραχοι καὸ
μηδὲν πονηρὸν πράττοντες ἢ λέγοντες ἀγαθοί εἰσι πᾶσι
τοῖς τὴν θάλασσαν ἐργαζομένοις καὶ τοῖς κινεῖσθαι βουλομένοις,
καὶ πρὸς τὰς λοιπὰς ἐγχειρήσεις οὐδὲν ἦττόν εἰσιν
ἀγαθοί, πάντων δὲ μάλιστα τοῖς εἰς ὄχλον προῖοῦσι συμφορώτατοι
τετήρηνται· κινούμενοι δὲ ἢ ταρασσόμενοι
κακόν τι λέγοντες ἢ δρῶντες ἢ πάσχοντες ἢ ἀπειλοῦντες
τὰ ἐναντία τοῖς προειρημένοις σημαίνουσι. πολλάκις δὲ καὶ
σεισμὸν καὶ ὄμβρον προηγόρευσαν ἐσόμενον.
Λευκοθέα τοῖς μὲν τὴν θάλασσαν ἐργαζομένοις ἀγαθή,
πρὸς δὲ τὰ ἄλλα πονηρὰ καὶ λύπης καὶ πένθους σημαντικὴ
διὰ τὴν περὶ αὐτὴν ἱστορίαν. Πρωτεὺς δὲ καὶ λαῦκος καὶ
Φόρκυς καὶ οἱ περὶ τούτους δαίμονες δόλους καὶἀπάτας σημαίνουσι
διὰ τὸ εὐμετάβολον τῆς ὄψεως. μάντεσι δὲ ἀγαθοί.
Ποταμοὶ δὲ καὶ Δίμναι καὶ Νύμφαι αἱ ἐφυδριάδες ἀγαθοὶ
πρὸς παίδων γονήν. ἀκριβέστερον δέ περὶ αὐτῶν ἐν τῷ
ἔμπροσθεν λόγῳ εἴρηκα. λχελῷος δέ τὰ αὐτὰ τοῖς ποταμοῖς
καὶ παντὶ ποτίμῳ ὕδατι σημαίνει καὶ ἰσχυρότερα τὰ
ἀποτελέσματα ποιεῖ. ἐπειδὴ δὲ περὶ τούτων κατὰ τὸ
χόμενον εἴρηται, λοιπὸν ἄν εἴη περὶ χθονίων θεῶν εἰπεῖν
καὶ τῶν πέριξ
Πλούτων καὶ Περσεφόνη τοῖς φοβουμένοις εἰσὶν ἀγαθοί
ἄρχουσι γὰρ τῶν οὐκέτι φοβουμένων·ἀγαθοὶ δέ καὶ πένησι·
πλοῦτον γὰρ καὶ πρόσκτησιν σημαίνουσι διὰ τὸ ἀνενδεές
τῶν ὑποτεταγμένων αὐτοῖς ἀγαθοὶ δὲ καὶ τοῖς γῆν πρίασθαιβουλομένοις
καὶ τοῖς ἐπὶτὸ ἄρχειν ὁρμωμένοις· πολλῶν
γὰρ ᾶρχουσιν οἱ θεοὶ οὐτοι. καὶ πρὸς τὰς μυστικὰς
Δημήτηρ δὲ καὶ Κόρη καὶ ὁ λεγόμενος Ἴακχος τοῖς μεμυημένοις
ταῖς θεαῖς ἀγαθόν τι καὶ οὐ τὸ τυχὸν ἐσόμενον
σημαίνουσι· τοῖς δὲ ἀμυήτοις πρότερόν τινα φόβον καὶ
κείνδυνον ἐπάγουσιν, εἶτα δὲ οὐδὲν ἧττον τελειοῦσι καὶ τὸ
ἀγαθόν. γεωργοῖς δὲ καὶ τοῖς κτήσασθαι γῆν προῃρημένοις
ἀγαθαί· κρατήσειν γὰρ τῆς γῆς καὶ δεσπόσειν προσημαίνουσι.
καὶ τοὺς νοσοῦντας ἀνιστᾶσι καὶ σώζουσι· καρπῶν
γάρ εἰσιν ἀνθρώποις χρησίμων αἴτιαι, ὧν τοῖς ἀποθανοῦσιν
αὕτη δὲ πολλάκις καὶ τοῖς ὀφθαλμοῖς τοῦ ἰδόντος κίνδυνον
ἐπήνεγκε διὰ τὸ ὄνομα· κόρη γὰρ καλεῖται καὶ ἡ
γλήνη ἡ ἐν τῷ ὀφθαλμῷ.
Σάραπις καὶ Ἶσις καὶ Ἄνουβις καὶ ρποκράτης αὐτοί τε
καὶ τὰ ἀγάλματα αὐτῶν καὶ τὰ μυστήρια καὶ πᾶς ὁ περὶ
αὐτῶν όγος καὶ τῶν τούτοις συννάων τε καὶ συμβώμωον
θεῶν ταραχὰς καὶ κινδύνους καὶ ἀπειλὰς καὶ περιστάσεις
σημαίνουσιν, ἐξ ὧν καὶ παρὰ προσδοκίαν καὶ παρὰ τὰς ἕλπίδας
σώζουσιν·άεὶγὰρ σωτῆρες
τούς δέ ἔδη έν τοῖς τοιούτοις ὄντας αὐτίκα μάλασώῦζουσιν.
ἐξαιρέτως δὲ τὰ μυστήρια αὐτῶν πένθους ἐστὶ σημαντικά·
καὶ γὰρ εἰ
Ἑκάτη
τούτους φοβεροὶ καὶ τοῖς δικαιοπραγοῦσι, τούς δέ παρανομοῦντας
καὶ τούς ἐπιτιθεμένους τισὶ διαφθείρουσι. τὰ
γῆ γὰρ εἶναι νενόμισται.
Δεῖμος καὶ Φόβος Ἄρεος υἱοὶ καὶ αὐτὸς δέ ὁ Αρης στρατηγοῖς καὶ στρατιώταις καὶ μονομάχοις καὶ λῃσταῖς καὸ κυβευταῖς πᾶσι συμφέρουσι. τοῖς δέ λοιποῖς μάχας καὶ βλάβας σημαίνουσι· τούτων γάρ εἰσιν αἴτιοι.
Ὠκεανὸς καὶ Τηθὺς φιλοσόφοις καὶ μάντεσι μιόνοις ἀγαθοί, καθὼς ἤδη εἴρηται· τοῖς δὲ λοιποῖς λύπας ἐπιφέρουσιν πλὴν τῶν παρὰ τῷ Ὠεανῷ ἀναστρεφομένων.
Κ ρόνος καὶ Τιτᾶνες κακούργοις μὲν δεσμὰ σημαίνουσι
καὶ τούς ἐπιτιθεμένους τισὶ κωλύουσιν ἀνύσαι, πρὸς δέ τὰ
Ἡ δὲ τῶν ὅλων Φύσις καὶ Εἱμαρμένη καὶ Πρόνοια καὶ
εἴ τι ἄλλο
μὴ εὐφημά τινα λέγωσι. κοινὸν δέ λόγον ἔχουσιν οἱ θεοὶ
καὶ τὰ ἀγάλματα αὐτῶν. τούτων δέ τὰ μέν ἐξ ῦλης πεποιημένα
στερεᾶς τε καὶ ἀσήπτου ἀγαθὰ ἄν εἴη, οἷοντὰ
ἀγάλματα ἧττον ἄν εἴη ἀγαθά, πολλάκις δὲ καὶ
τὰ ἀγάλματα αὐτῶν·
Περὶ δὲ Ἡρώων καὶ Δαιμόνων τί δεῖ λέγειν; τὰ γὰρ
αὐτὰ τοῖς θεοῖς σημαίνουσι καὶ ἀγαθὰ καὶ κακά, ἥττονα
δὲ τῇ δυνάμει. μεμνῆσθαι δέ χρὴ ὅτι ἕκαστον αὐτῶν τὴν
οἰκείαν σκευὴν ἔχειν χρὴ καὶ μὴ διαλλάσσειν μηδέ ἀποβάλλειν
μηδὲ ἁπλῶς ἑστάναι μηδὲ ἄνευ ὅπλων εἶναι τῶν
Γῆ κινουμένη τὰ πράγματα καὶ τὸν βίον τοῦ ἰδόντος
κινηθήσεσθαι σημαίνει, χάσματα δὲ καὶ σεισμοὶ καὶ
συμπτώσεις πάντας ἀνθρώπους ἀδικοῦσι καὶ διαφθείρουσιν
αὐτοὺς ἢ τὰ ὑπάρχοντα αὐτῶν. μόνοις δὲ τοῖς
ἀποδημεῖν προῃρημένοις καὶ τοῖς καταχρέοις αἴσια καὶ
δεξιὰ πάντα τὰ τοιαῦτα τετήρηται· τὰ γὰρ διαλυόμενα
χώρᾳ τοὺς ἰδόντας, ὅθεν καὶ δανείων καὶ δεσμῶν
ἀπαλλάττει.
Περὶ δὲ τῶν παραλελειμμένων ἐπʼ ἀμφοτέραις ταῖς βίβλοις
περισσὸν μὲν λέγειν, ἐπειδὴ ἀπὸ τῶν γεγραμμένων
κατὰ τὸ ὅμοιον τὰ ἄγραφα τεκμαίρεσθαι χρή· ὅμως δέ τι
εἰρήσεται περὶ αὐτῶν.
Κλίμαξ ἀποδημίας ἐστὶ συημαντικὴ καὶ μεταβάσεως, οἱ δὲ βαθμοὶ αὐτῆς καὶ προκοπὴν σημαίνουσι. λέγουσι δὲ ἔνιοι ὅτι καὶ κίνδυνον σημαίνουσι.
Τάγηνον δὲ ζημίαν σημαίνει καὶ γυναῖκα λίχνον.
Μύλος δὲ ταχεῖαν τῶν σκληρῶν καὶ πονηρῶν πραγμάτων λύσιν καὶ πιστὸν θεράποντα σημαίνει.
Ὅλμος γυναῖκα σημαίνει, ὕπερον δὲ ἄνδρα.
Ἀλεκτρυὼν ἐν μὲν πένητος οἰκίᾳ τὸν οἰκοδεσπότην, ἐν δὲ
πλουσίου τὸν οἰκονόμον σημαίνει διὰ τὸ ἀνιστᾶν τοὺς ἔνδον
ἐπὶ τὰ ἔργα.
Ὠιὰ δὲ ἰατροῖς καὶ ζωγράφοις καὶ τοῖς ἀπʼ αὐτῶν ποριζομένοις συμφέρει· τοῖς δὲ λοιποῖς τὰ μὲν ὀλίγα κέρδους ἐστὶ σημαντικὰ διὰ τὸ τρόφιμον, τὰ δὲ πολλὰ φροντίδος καὶ ἀνίας, πολλάκις δὲ καὶ δικῶν, ὅτι τὰ ἐξ αὐτῶν γεννώμενα διʼ ὅλου σκαλεύει καὶ τὰ κεκρυμμένα ἐρευνᾷ.
Ψιλοῦσθαι καὶ πιττοῦσθαι βλάβας καὶ ζημίας σημαίνει.
Ἔτι καὶ τοῦτο. μεμνῆσθαι χρὴ ὅτι ὅσα τεράστιά ἐστι καὶ
οὐδαμῶς ἐνδεχόμενα καὶ λόγον οὐκ ἔχοντα μεθʼ ἡμέραν
Φαίνονται δὲ οἱ θεοὶ ἐν ἀνθράπων ἰδέᾳ τε καὶ μορφῇ,
ἐπειδὴ νενομίκαμεν αὐτοὺς τὰ εἴδη ἡμῖν ἐοικέναι. κανονίζειν
οὖν χρὴ τοὺς ἀγνοουμένους θεούς τε καὶ θεὰς ἀπὸ
ἡλικίας ἢ ἀπὸ τῶν ἐκτὸς ἢ ἀπὸ τεχνῶν οὕτως. ἀπὸ μὲν
ἡλικίας. οἷον παιδάριον ὀφθὲν καιρὸν σημαίνει τὸν μέλλοντα,
νεανίσκος δὲ τὸν ἐνεστῶτα. καὶ πάλιν μειράκιον
νέον τὸν Ἑρμῆν, νεανίσκος δὲ τὸν Ἡρακλέα, ἀνὴρ δὲ τὸν
Δία, πρεσβύτης δέ τὸν Κρόνον, δύο μειράκια τοὺς Διοσκόρους,
γυμναὶ δὲ Ὥρας, λουόμεναι δὲ Νύμφας. ἀπὸ δὲ τῶν ἐκτός.
θεοὺς σημαίνουσιν.
Ὀνείρους δὲ ἀποβεβηκότας καὶ τὰς ἀποβάσεις αὐτῶν οὐκ
ἐνεδέχετο γράφειν ἐν τέχνῃ ὀνειροκριτικῇ καὶ ὑποθήκαις
θεωρημάτων. οὐδέ μοι πιθανὰ ἐδόκει ταῦτα, καίτοι Γεμίνου
τοῦ Τυρίου καὶ Δημητρίου τοῦ Φαληρέως καὶ Ἀρτέμωνος
τοῦ Μιλησίου τοῦ μὲν ἐν τρισὶ βιβλίοις τοῦ δὲ ἐν
πέντε τοῦ δὲ ἐν εἰκοσιδύο πολλοὺς ὀνείρους ἀναγραψαμένων
καὶ μάλιστα συνταγὰς καὶ θεραπείας τὰς ὑπὸ Σαράπιδος
δοθείσας.
Ἔτι καὶ πινακὶς γυναῖκα σημαίνει διὰ τὸ τύπους παντοδαποὺς
γραμμάτων ἐπιδέχεσθαι. ‘τύπους’ δὲ ἐν τῇ συνηθείᾳ
Βιβλίον τὸν βίον τοῦ ἰδόντος σημαίνει· (διέρχονται γὰρ
τὰ βιβλία οἱ ἄνθρωποι ὥσπερ καὶ τὸν βίον) καὶ παλαιῶν
πραγμάτων ὑπόμνησιν, ἐπειδὴ τὰ πάλαι πραχθέντα τοῖς
βιβλίοις ἐγγέγραπται. ἐσθίειν δὲ βιβλία παιδευταῖς καὶ
Πέρδικες καὶ ἄνδρας καὶ γυναῖκας σημαίνουσιν, ὡς δὲ
ἐπὶ τὸ πλεῖστον γυναῖκας μᾶλλον ἀθέους καὶ ἀσεβεῖς
οὐδέ ποτε τοῖς τρέφουσιν εὐνοούσας· καὶ γὰρ δυστιθάσευτοί
εἰσι καὶ ποικίλοι καὶ μόνοι τῶν ὀρνίθων θεῶν σέβας
οὐκ ἔχουσι.
Πέδαι κατοχῆς καὶ ἐμποδισμοῦ εἰσι σημαντικαὶ καὶ
νόσου διὰ τὸ καθεκτικόν. δούλοις δὲ πίστεις μεγάλας
προαγορεύουσιν, ὦν ἀχώριστοι ἔσονται· καὶ γάμον ἀγάμοις
καὶ τέκνα τοῖς οὐκ ἔχουσιν. ἀπὸ δὲ τῆς ὕλης αὐτῶν
τὸ πολυτελὲς τοῦ γάμου ἔστι τεκμήρασθαι.
Παίειν τούτους μόνον ἐστὶν ἀγαθόν, ὦν ἄρχει τις, πλὴν
γυναικός· αὕτη γὰρ εἰ παίοιτο, μοιχεύεται. οἱ δὲ λοιποὶ ἐπʼ
ὠφελείᾳ τοῦ παίοντος τὰς πληγὰς λαμβάνουσιν. ὧν δέ τις
οὐκ ἄρχει, τούτους παίειν οὐκ ἀγαθόν· ζημίαν γὰρ διὰ τὸν
παίεσθαι, πονηρὸν δὲ ἱμάντι διὰ τοὺς μώλωπας καὶ καλάμῳ
διὰ τὸν ψόφον καὶ νάρθηκι ἐπειδὴ ψοφῶδές ἐστι τὸ ξύλον.
ὁπόθεν δέ οἱ παιόμενοι λαμβάνουσι τὰς πληγάς, ἐντεῦθεν
τὰς ὡφελείας συμβέβηκε γίνεσθαι. παρὰ τὸ λαμβάνειν.
ἐγὼ δὲ ἐτήρησα καὶ τοῦτο ἐπʼ ἐμαυτοῦ συμβάν. ποτὲ γὰρ
δόξας ὑπὸ τῆς ἐμαυτοῦ γυναικὸς ἐν ὕπνοις ὑβρίζεσθαι,
τῇ ἡμέρᾳ ἐκείνῃ ἀκαταθυμίου τινός μοι ὑπαντήσαντος
ἐταράχθην καὶ ἐδυσφόρησα καὶ οὐκ ἦν ἀπεοικὸς τὸν ὑπὸ
προσώπου ὑποτεταγμένου καὶ ὑφ᾿ οὗ τιμᾶσθαι ὀφείλει
ὑβρισθέντα μὴ ἀηδισθῆναι ἢ λυπηθῆναι πράγματι.
Ἀποθανεῖν δοκεῖν καὶ ἐκκομισθῆναι καὶ κατορυγῆναι
δούλῳ μὲν οὐκ ὄντι ἐν πίστει ἐλευθερίαν προαγορεύει ἀδέσποτος
γὰρ ὁ ἀποθανὼν καὶ πέπαυται κάμνων καὶ
ὑπηρετῶν· τὸν δὲ ἐν πίστει ὄντα δοῦλον παραιρεῖται τῆς
πίστεως ὁ θάνατος. ἀνδρὶ δὲ ἀγάμῳ γάμον προαγορεύει·
τέλη μὲν γὰρ ἀμφότερα τοῖς ἀνθρώποις εἶναι νενόμισται
καὶ ὁ γάμος καὶ ὁ θάνατος, ἀεὶ δὲ δείκνυνται ὑπ᾿ ἀλλήλων.
ὅθεν καὶ τοῖς νοσοῦσι τὸ γαμεῖν θάνατον προαγορεύει·
καὶ γὰρ τὰ αὐτὰ ἀμφοτέροις συμβαίνει, τῷ τε γαμοῦντι καὶ
τῷ ἀποθανόντι, οἷον παραπομπὴ φίλων ἀνδρῶν τε καὶ
γυναικῶν καὶ στέφανοι καὶ ἀρώματα καὶ μύρα καὶ
συγγραφὴ κτημάτων. τὸν δὲ γεγαμηκότα διίστησι τῆς
γυναικὸς ὁ θάνατος, καὶ κοινωνοὺς δὲ καὶ φίλους καὶ
ἀδελφοὺς διαλύει καὶ διίστησιν ἀλλήλων· οἱ γὰρ ἀποθανόντες
τοῖς ζῶσιν οὐ συναναστρέφονται, οὐδʼ αὖ οἱ ζῶντες τοῖς
ἀποθανοῦσι. τὸν δὲ ἐν τῇ οἰκείᾳ ὄντα ἐπὶ ξένην ἄγει διὰ
τὸ μὴ τὸν ἀποθανόντα ἐν τοῖς αὐτοῖς ἔτι μένειν, τὸν δὲ
ἐπὶ ξένης ὄντα εἰς τὴν οἰκείαν ἄγει· καὶ γὰρ ὁ ἀποθανὼν
εἰς τὴν γῆν κατατίθεται, ἥτις ἐστὶ κοινὴ πάντων πατρίς.
ἀθλητὰς δὲ ἱερονίκας ὁ θάνατος ποιεῖ· τέλειοι γὰρ οἱ
ἀποθανόντες ὡς καὶ οἱ νικήσαντες. ἀγαθὸν δὲ καὶ φιλολόγοις
τὸ ἀποθανεῖν καὶ πατράσι· μνημεῖα γὰρ ἕξουσιν οἱ
ἀποθανόντες καὶ ἐν τῇ τῶν ζώντων ἐξουσίᾳ διακείμενοι.
εἰ δέ τις νοσῶν ἀλμῶν τι δόξειε τεθνάναι, ἄπονος ἔσται
καὶ ἄνοσος· καὶ γὰρ οἱ ἀποθανόντες. οὐδὲν
τὸ πολὺ εἰρκτὴν καὶ δεσμὰ σημαίνει. ὅ τι δʼ ἂν σημαίνῃ
ἀγαθὸν κακὸν ὁ θάνατος, τοῦτο ἐὰν μέν τις ἑαυτὸν ἀποκτείνῃ,
ἔσται αὐτῷ διὰ τὴν ἑαυτοῦ αἰτίαν ἐὰν δὲ ὑπὸ ἄλλου
ἀποθάνῃ, διὰ τὴν
καὶ ἀγαθὰ καὶ κακὰ σφοδρότερα ποιοῦσι. περὶ ὧν
καὶ κατ᾿ εἶδος εἰπεῖν ἄξιον.
Ἀπάγξασθαι καὶ ἑαυτὸν ἀναρτῆσαι θλίψεις καὶ στενοωρίας
σημαίνει διὰ τὸ συμβαῖνον τοῖς ἀπαγχομένοις, καὶ
προσέτι μὴ μεῖναι ἐν τῇ οἰκεία μηδὲ ὅπου τις ὢν τὸν ὄνειρον
ἐθεάσατο· καὶ γὰρ ὁ ἀπαγξάμενος οὐκέτι τῇ γῇ ἐπιβαίνει
οὐδʼ ἐστὶν ἐπὶ ἕδρας.
σφάξαι δὲ ἑαυτὸν ὑπό τινος
σφαγῆναι ταὐτὰ σημαίνει τοῖς ἔμπροσθεν περὶ θανάτου
εἰρημένοις, θᾶττον δὲ τελειοῖ. ἱερευθῆναι δὲ καὶ σφαγῆναι
παρὰ βωμῷ θεοῦ ἢ δημοσίᾳ ἐν ἐκκλησία ἢ ἐν ἀγορᾷ ἀγαθὸν
πᾶσι, μάλιστα δούλοις· ἐνδόξως γὰρ καὶ ἐπιφανῶς
ἔσονται ἐλεύθεροι.
Ζῶντα κατακαίεσθαι τὰ αὐτὰ τῷ κεραυνοῦσθαι σημαίνει.
περὶ ὧν ἔμπροσθεν εἴρηται. ἰδίως δὲ τὸ ζῶντα κατακαίεσθαι
τοῖς νοσοῦσι διὰ τὸ σύνθετον τοῦ ὀνόματος
ἐρωτικὰς σημαίνει.
Σταυροῦσθαι πᾶσι μὲν τοῖς ναυτιλλομένοις ἀγαθόν·
καὶ γὰρ ἐκ ξύλων καὶ ἤλων γέγονεν ὁ σταυρὸς ὡς καὶ τὸ
πλοῖον, καὶ ἡ κατάρτιος αὐτοῦ ὁμοία ἐστὶ σταυρῷ. ἀγαθὸν
δὲ καὶ πένητι· καὶ γὰρ ὑψηλὸς ὁ σταυρωθεὶς καὶ πολλοὺς
τρέφει
φιλίας καὶ κοινωνίας. δούλους δὲ ἐλευθεροῖ· ἀνυπότακτοι
γὰρ οἱ σταυρωθέντες. τοὺς δὲ ἐν τῇ οἰκείᾳ διατρίβειν βουλομένους
καὶ τοὺς ἰδίαν γῆν γεωργοῦντας καὶ τοὺς ἐκβληθῆναί
ποθεν φοβουμένους ἐκβάλλει καὶ οὐκ ἐᾶ μένειν ἐν
οἷς εἰσιν· εἴργει γὰρ ὁ σταυρὸς τῆς γῆς ἐπιβαίνειν, ἐν πόλει
δὲ δοκεῖν ἐσταυρῶσθαι ἀρχὴν σημαίνει τοιαύτην, οἷος ἂν ᾖ
ὁ τόπος, ἐν ᾧ ὁ σταυρὸς ἕστηκε.
Θηριομαχεῖν πένητι ἀγαθόν πολλοὺς γὰρ ἕξει τρέφειν.
καὶ γὰρ ὁ θηριομαχῶν ἀπὸ τῶν ἰδίων σαρκῶν τὰ θηρία
τρέφει. ἀνδρὶ δὲ εὐπόρῳ ὑπὸ τοιούτων ἀδικίας ἐσομένας
προαγορεύει, οἷα ἂν ᾖ τὰ θηρία. πολλοῖς δὲ νόσον προηγόρευσεν·
Εἰς Ἅιδου καταβῆναι δοκεῖν καὶ τὰ ἐν Ἅιδου ὁρᾶν, ὅσα
ἐκεῖ εἶναι νενόμισται, τοῖς μὲν εὖ πράττουσι καὶ κατὰ
προαίρεσιν ζῶσιν ἀπραξίαν καὶ βλάβην σημαίνει· ἄπρακτοι
ἢ πάντως γε τῶν τόπων ἐν οἷς εἰσιν ἐκβάλλει τοῦτο μὲν
γὰρ οἱ παλαιοὶ τοὺς μακρὰν ἀποδημήσαντας εἰς Ἅιδου
πορεύεσθαι ἔλεγον, τοῦτο δὲ καὶ αὐτὸς ὁ λόγος δείκνυσιν,
ὅτι μὴ ἐν ταῖς αὐταῖς διατριβαῖς εἰσιν οἱ ἐν Ἅιδου. καὶ εἰ
μέν τις ἀναβαίνειν πάλιν ἐξ Ἅιδου ὑπολάβοι, ἀνακομισθήσεται
ἀπὸ τῆς ξένης εἰς τὴν οἰκείαν εἰ δὲ μή, ἐπὶ ξένης
καταβιώσεται. πολλάκις δὲ καὶ τοὺς ἐπὶ ξένης ἡ εἰς Ἅιδου
κατάβασις εἰς τὴν οἰκείαν ἐπανάγει. τὸ δὲ δοκεῖν εἰς Ἅιδου
καταβάντα εἴργεσθαι τῆς εἰς ἀνθρώπους ἀνόδου βίᾳ
κατασχεθῆναι πρός τινων σημαίνει ἢ εἰς εἰρκτὴν ἐμβληθῆναι,
πολλοῖς δὲ νόσον μακρὰν προηγόρευσε καὶ ἐπὶ τῇ
νόσῳ θάνατον. τὸ δὲ ἀναβαίνειν διαφυγήν τινα πορισάμενον
ἐξ ἐσχάτου τινὸς κινδύνου σώζει τὸν ἄρρωστον· φαμέν
Βαστάζειν τινὰ τῶν δαιμόνων τῶν χθονίων, ἢ αὐτὸν τὸν
Πλούτωνα ἢ τὸν Κέρβερον ἢ ἄλλον τινὰ τῶν ἐν Ἅιδου, κακούργῳ
μὲν ἰδόντι σταυρὸν βαστάσαι σημαίνει· ἔοικε γὰρ
καὶ ὁ σταυρὸς θανάτῳ, καὶ ὁ μέλλων αὐτῷ προσηλοῦσθαι
πρότερον αὐτὸν βαστάζει ἀνδρὶ δὲ μὴ κακούργῳ θηρίον
βαστάσαι σημαίνει, καὶ εἰ μὲν βαρύνοιτο, δηχθῆναι καὶ
ἀποθανεῖν εἰ δὲ μή, αἰσθόμενον ἀποθέσθαι καὶ μὴ διαφθαρῆναι.
βαστάζειν δέ τινα τῶν ζώντων ἄμεινον ἢ βαστάζεσθαι,
ὅσῳ καὶ κρεῖττον ἀμύνειν τινὶ δύνασθαι τοῦ ἐπιδεῖσθαι
τιμωρίας καὶ βοηθείας. ἔοικε γὰρ ὁ μὲν βαστάζων
συναιρομένῳ τινὶ καὶ εὐεργετοῦντι, ὁ δὲ βασταζόμενος
οἷον γυνὴ
Νεκροὺς ὁρᾶν αὐτὸ μόνον καὶ μηδὲν ἀξιόλογον δρᾶν ἢ
πάσχειν οὕτω διατεθῆναι σημαίνει, ὅπως εἶχον σχέσεως
οἱ νεκροὶ ὅτε ἔζων πρὸς τὸν ἰδόντα· εἰ μὲν γὰρ ἐγένοντο
ἡδεῖς ἢ εὐεργέται, ἀγαθὰ σημαίνουσι καὶ τὸν παρόντα
καιρὸν ἡδέως διάξειν εἰ δὲ μή, τὰ ἐναντία. εἰ δέ τι οἱ
οὕτω πονηροί εἰσιν, εἰ μὴ ἄρα τροφὰς ἀργύριον ἢ ἱμάτια
ἐπιδοῖεν ἐγὼ δὲ ἐτήρησά τινα τὴν ἑαυτοῦ γυναῖκα προτελευτήσασαν
θεασάμενον ἐν ὕπνοις ὅτι δῆθεν καθίστα τὸν
οἶκον στρωννύουσα κλίνας. καὶ τῇ ἑξῆς ἡμέρᾳ συνέβη τοὺς
πλείονας τῶν διαφερόντων τοῦ θεασαμένου τὸ ὄναρ νοσῆσαι.
καὶ ἐφάνη πρόδηλον τὸ ὄναρ μετὰ τὴν ἀπόβασιν· οἱ
γὰρ νοσοῦντες δέονται κατὰ τὸ ἀναγκαῖον τῆς ἑτοιμασίας
τῶν κλιναρίων, οὐχ οἱ ὑγιαίνοντες.
Λέγουσι δὲ ἔνιοι τὸ ἀργύριον εἶναι πονηρὸν καὶ τὰ νομίσματα
πάντα· ἐγὼ δὲ ἐτήρησα τὰ μὲν λεπτὰ καὶ χάλκεα
νομίσματα δυσθυμιῶν αἴτια καὶ λόγων ἐπιλύπων, τὰ δὲ
ἀργυρᾶ λόγων τῶν ἐν συνθήκαις περὶ σπουδαίων πραγμάτων
σημαντικά, τὰ δὲ χρύσεα σπουδαιοτέρων. ἀεὶ δὲ
ἄμεινον ὀλίγα ἔχειν χρήματα καὶ νομίσματα καὶ μὴ πολλά,
ἐπεὶ τά γε πολλὰ διὰ τὸ δυσοικονόμητον φροντίδας καὶ
εἴ τις ὑπολάβοι
θησαυρὸν εὑρίσκειν ὀλίγα χρήματα ἔχοντα, ἥττονα τὰ
χαλεπὰ σημαίνει· ὁ δὲ πολυχρήματος θησαυρὸς λύπας
καὶ μερίμνας σημαίνει, πολλάκις δὲ καὶ θάνατον προαγορεύει·
οὐ γὰρ ἄνευ τοῦ τὴν γῆν ἀνασκαφῆναι θησαυρὸς
εὑρίσκεται, ὥσπερ οὐδὲ ὁ νεκρὸς κατατίθεται. κἀγὼ
τοῦτο παρεφυλαξάμην. ποτὲ γοῦν ἐν δυσθυμία ὢν καὶ
φροντίδι ἐθεασάμην ἐμαυτὸν ἐν σπυρίδι ἔχοντα λεπτὰ
διηγημάτων τοιούτων κινουμένων ὅτι ποτὲ ἐπὶ ἀνύσει
χρημάτων πέμψας τὸν ἴδιον αὐτοῦ υἱόν, ἔτι ἀποδήμου
αὐτοῦ ὄντος ἐθεάσατο αὐτὸν ἐν ὕπνοις ἐλθόντα καὶ λέγοντα
τρισχίλια ὀκτακόσια νομίσματα ἤνεγκα. καὶ ἀναθέμενός
τινι τῶν ἐπιστημόνων τὸ ὄναρ ἔμαθεν ὡς ἄπρακτος
ὑποστρέψει αὐτοῦ ὁ υἱός. ὃ καὶ ἀπήντησεν, πρῶτον μὲν
ὅτι τὰ ἐναντία ἀεὶ ἀποβαίνουσι, δεύτερον δὲ καὶ ὅτι ἀεὶ
εἰώθαμεν διὰ τῆς τοιαύτης θέσεως τῶν δακτύλων τῶν
τρισχιλίων ὀκτακοσίων σημαίνειν τὸ οὐδέν.
Δακρύειν καὶ ὀδύρεσθαι καὶ ἐπὶ νεκρῷ καὶ ἐπὶ ἄλλῳ
ᾡτινιοῦν καὶ αὐτὸ τὸ λυπεῖσθαι χαρὰν ἐπί τινι καὶ ἡδονὴν
ἐπὶ κατορθώματι ἐσομένην προαγορεύει ὀρθῶς καὶ κατὰ
λόγον· ἔχει γὰρ ἡ ἡμετέρα ψυχὴ συγγενές τι πρὸς τὸ
περιέχον καὶ τὸν ἀέρα τὸν ἐκτός. ὥσπερ οὖν τὸ περιέχον
καὶ ὁ ἀὴρ τρέπονται ἐπὶ τὸ ἐναντίον, ἀπὸ χειμῶνος εἰς
εὐδίαν καὶ πάλιν ἀπὸ εὐδίας εἰς χειμῶνα, οὕτως εἰκὸς καὶ
τὴν ἡμετέραν γνώμην ἀπὸ λύπης εἰς ἡδονὴν καὶ χαρὰν
τρέπεσθαι καὶ ἀπὸ χαρᾶς εἰς λύπην. ὅθεν καὶ τὸ χαίρειν
εἰς τὸ ἐναντίον τρεπόμενον λύπην προαγορεύει. ἀεὶ δὲ χρὴ
ἐπί τινι λυπεῖσθαι καὶ μὴ ἄνευ ὑποθέσεως, ἐπεὶ τό γε
εἰκῆ λυπεῖσθαι ὄντως ἐπί τινι λυπηθήσεσθαι σημαίνει.
Μνημεῖον δὲ ἔχειν ἢ οἰκοδομεῖν ἀγαθὸν δούλῳ καὶ
ἄπαιδι ὁ μὲν γὰρ ἔσται ἐλεύθερος, ἐπειδὴ μὴ δοῦλοι,
μνημεῖα κτῶνται ἀλλʼ ἐλεύθεροι, ὁ δὲ καταλείψει μνημεῖον
ἑαυτοῦ παῖδα. πολλάκις δὲ καὶ γάμον προηγόρευσε
p. 156 τὸ τοιοῦτον ὄναρ, ἐπειδὴ καὶ τὸ μνημεῖον ὡσπερεὶ γυνὴ ὅλα
τὰ σώματα χωρεῖ· καὶ γῆς πρόσκτησιν. καὶ καθόλου πᾶσίν
ἐστιν ἀγαθόν, καὶ τοῖς εὐδαιμονοῦσι καὶ τοῖς ἀπόροις.
συντριβόμενα δὲ μνημεῖα καταπίπτοντα τὰ ἐναντία σημαίνει.
Νεκροὶ ἀναβιοῦντες ταραχὰς σημαίνουσι καὶ βλάβας·
καθʼ ὑπόθεσιν γὰρ χρὴ ἐπινοῆσαι οἵα ἔσται ταραχὴ τῶν
νεκρῶν ἀναβιωσάντων. ὡς εἰκὸς δὲ καὶ τὰ ἑαυτῶν ἀπαιτήσουσιν,
ὅθεν καὶ βλάβαι γίνονται.
Νεκροὶ ἐκ δευτέρου ἀποθνήσκοντες ὁμωνύμων ἢ
ὁμοίων τῶν ἔγγιστα γένους θάνατον προαγορεύουσιν,
ἵνα οὕτως οἱ αὐτοὶ δὶς δόξωσιν ἀποθνήσκειν.
Φάρμακον θανάσιμον τὰ αὐτὰ τῷ θανάτῳ σημαίνει.
ὁμοίως
Ἐπειθὴ καὶ ὁ γάμος ἔοικε θανάτῳ καὶ ὑπὸ θανάτου
σημαίνεται, ἐνταῦθα καλῶς ἔχειν ἡγησάμην ἐπιμνησθῆναι
αὐτοῦ. γαμεῖν παρθένον τῷ νοσοῦντι θάνατον σημαίνει·
ὅσα γὰρ τῷ γαμοῦντι συμβαίνει, τὰ αὐτὰ καὶ τῷ
δὲ λοιποῖς ταραχὰς καὶ περιβοησίας σημαίνει· οὐ γὰρ
ἄνευ ταραχῆς συντελεῖται γάμος. εἰ δέ τις γυναῖκα διακεκορευμένην
πρὸς γάμον λαμβάνοι, οὐ καιναῖς ἐπιθέμενος
ἀλλὰ παλαιαῖς ἐγχειρήσεσιν οὐκ ἂν μεταμέλοιτο. εἰ δέ τις
τὴν ἑαυτοῦ γυναῖκα ἴδοι ἄλλῳ γαμουμένην, ἐναλλαγὴν
πράξεως ἢ χωρισμὸν δηλοῖ. εἰ δὲ γυνὴ ἄνδρα ἔχουσα δόξειεν
ἄλλῳ γαμεῖσθαι, ὡς μὲν οἱ παλαιοὶ λέγουσι, κατορύξει
μή, ἑὰν μὲν θυγάτριον ἔχῃ, τοῦτο δώσει ἀνδρί· ἐὰν δὲ
ἔγκυος ᾖ, θῆλυ τέξεται, ὅπερ ἀνατραφὲν ἀνδρὶ δώσει·
καὶ οὕτως οὐχὶ αὐτὴ ἀλλʼ ἡ τῆς αὐτῆς μετέχουσα φύσεως
ἄλλῳ γαμηθήσεται. καὶ ἡ πωλοῦσά τι συνάλλαγμα ὥσπερ
ἐν γάμῳ κατὰ τὴν πρᾶσιν ποιήσεται πρός τινα.
Ἐπειδὴ περὶ χελιδόνος ἐν τῷ περὶ ὀρνίθων λόγῳ οὐκ
ἐπεμνήσθην ἀλλʼ ἑκὼν παρέλιπον ἐνθάδε ἐπιμνησθήσομαι·
φασὶ γὰρ τὸ ζῷον θάνατόν τε σημαίνειν ἀώρων σωμάτων
καὶ πένθος καὶ λύπην μεγάλην ἀπὸ τοιούτων γὰρ
ἡ ψυχὴ θέλῃ προαγορεῦσαι, τὴν ἱστορίαν αὐτὴν ἐκείνην
εἰς μέσον παράγει. ἐγὼ δὲ ἐπὶ μὲν τῶν πλείστων ἱστοριῶν
συμφωνοῦντα τὸν λόγον εὗρον, οὐδαμῶς δὲ ἐπὶ πασῶν.
ὅθεν προθέμενος ἐν ἅπαντι τῷ λόγῳ οὐ τῷ πιθανῷ τῶν
λεγομένων ἀκολουθεῖν ἀλλὰ τῇ πείρα τῶν ἀποτελεσμάτων,
καὶ νῦν περὶ χελιδόνος λέγω ὅτι οὐκ ἔστι πονηρά, εἰ
μή τι ἄτοπον πάσχοι διαλλάσσοι τι χρῶμα παρὰ φύσιν
ὄν αὐτῇ. ἔστι γὰρ αὐτῆς ἡ φωνὴ οὐ θρῆνος ἀλλʼ ᾆσμα
ἐνδόσιμον καὶ κελευστικὸν πρὸς ἔργα. ὅτι δὲ τοῦτο ἀληθές
ἐστιν ἴδοι τις ἂν ἐντεῦθεν. χειμῶνος χελιδὼν οὔτε
οὐδέποτε ἑσπέρας ᾄδει ἀλλ᾿ ἕωθεν ἡλίου ἀνίσχοντος, οὓς
καὶ γὰρ αὐτὴ ἡ χελιδὼν
ὁμορόφιος. ἀηδὼν δὲ τὰ μὲν αὐτὰ τῇ χελιδόνι σημαίνει,
ἥττονα δέ· καὶ γὰρ ἧττον ἡμῖν ἐστι σύντροφος.
Περὶ ὀδόντων ἠκρίβωσα μὲν ἐν τῷ πρώτῳ βιβλίῳ,
βραχὺ δέ τι καὶ ἐνταῦθα ἐρῶ. ὀδόντας εἰς χεῖρας λαβεῖν
τοῦ στόματος ἐκπεσόντας ἢ εἰς τὸν κόλπον τῶν ἰδίων
ἀπόθεσιν τέκνων σημαίνει γενέσθαι οὐ παραμενόντων
οὐκ ἀνατραφησομένων. ὀδόντας τῇ γλώσσῃ τῇ ἑαυτοῦ
ἐκβάλλειν σημαίνει τὰ ἐν τῷ βίῳ σκληρὰ τοῖς ἰδίοις λόγοις
διαλῦσαι. λοιπὸν δὲ περὶ πτήσεως καὶ
ἐροῦμεν καὶ περὶ χρόνου ζωῆς.
Ἵπτασθαι δοκεῖν ὀλίγον τῆς γῆς ἀπέχοντα
ἀγαθὸν δὲ μὴ ἐν τῇ ἑαυτοῦ πατρίδι τοῦτο πάσχειν,
εἰσι καὶ ἡγεμόνα οὐκ ἔχουσι. πένητες δὲ πολλὰ χρήματα
πορίσουσιν· ὥσπερ γὰρ τὰ χρήματα τοὺς ἀνθρώπους
βαστάζει, οὕτω καὶ τὰ πτερὰ τοὺς ὄρνιθας. πλουσίοις δὲ
καὶ τοῖς μέγα δυναμένοις ἀρχὰς περιποιεῖ ὥσπερ γὰρ τὰ
ἱπτάμενα τῶν ἐπὶ γῆς ἑρπόντων ὑπερέχει, οὕτω καὶ οἱ
ἄρχοντες τῶν ἰδιωτῶν. ἄνευ δὲ πτερῶν δοκεῖν ἵπτασθαι
καὶ πολὺ τῆς γῆς ἀπέχειν κίνδυνον καὶ φόβον τῷ ἰδόντι
σημαίνει. καὶ τὸ περὶ τοὺς κεράμους ἵπτασθαι καὶ τὰς
οἰκίας καὶ τὰ ἄμφοδα ἀκαταστασίας τῆς ψυχῆς καὶ ταραχὰς
μαντεύεται. τὸ δὲ δοκεῖν εἰς τὸν οὐρανὸν ἀναπτῆναι
δούλοις μὲν ἀεὶ εἰς μείζονας οἰκίας μεταβῆναι σημαίνει,
πολλάκις δὲ καὶ εἰς βασιλέως αὐλὴν ἐλθεῖν ἐλευθέρους
δὲ καὶ μὴ βουλομένους πολλάκις ἐτήρησα εἰς τὴν Ἰταλίαν
ἐλθόντας· ὥσπερ γὰρ ὁ οὐρανὸς θεῶν ἐστιν οἶκος,
οὕτω καὶ ἡ Ἰταλία βασιλέων. τοὺς δὲ λανθάνειν βουλοκαὶ
τοὺς ἀποκρυπτομένους ἐλέγχει· πάντα γὰρ τὰ
ἐν οὐρανῷ φανερά τε καὶ εὐσύνοπτά ἐστι πᾶσιν. ἵπτασθαι
μετὰ ὀρνέων σημαίνει μετὰ ἀνθρώπων ἀλλοεθνῶν καὶ
ξένων ἀναστραφήσεσθαι· πανούργοις δὲ πονηρόν· τοὺς
γὰρ ἀλιτηρίους κολάζει, πολλάκις δὲ καὶ διὰ σταυροῦ.
ἰδόντι ἐν τῇ ἀποδημίᾳ ἀπαντήσει. οἷον πεδία μὲν καὶ
ἄρουραι καὶ πόλεις καὶ κῶμαι καὶ ἀγροὶ καὶ πάντα τὰ
ἀνθρώπων ἔργα καὶ ποταμοὶ καλοὶ καὶ λίμναι καὶ θάλασσα
εὔδιος καὶ ὅρμοι καὶ νῆες οὐριοδρομοῦσαι, ταῦτα πάντα
βλεπόμενα ἀγαθὴν τὴν ἀποδημίαν μαντεύεται· ἄγκη δὲ
καὶ φάραγγες καὶ νάπαι καὶ πέτραι καὶ θηρία καὶ ποταμοὶ
χείμαρροι καὶ ὄρη καὶ κρημνοὶ πονηρὰ πάντα τὰ ἐν τῇ
ἀποδημία προαγορεύουσιν. ἀεὶ δὲ ἀγαθὸν ἀναπτάντα
πάλιν καταπτῆναι καὶ οὕτω διυπνίζεσθαι. πάντων δὲ
ἄριστον τὸ ἑκόντα πέτεσθαι καὶ βουλόμενον ἀνίπτασθαι
καὶ ἑκόντα παύεσθαι πολλὴν γὰρ ῥᾳστώνην καὶ
εὐχέρειαν
μὴ ἱκανὴν ἡγήσασθαι εἰς τὸ φυγεῖν τὴν γῆν ἀλλὰ τοῦ
οὐρανοῦ ἐπιλαβέσθαι. ἀγαθὸν δὲ δούλῳ τὸ ἐν τῇ οἰκία τοῦ
δεσπότου πέτεσθαι πολλῶν γὰρ ἐν τῇ οἰκίᾳ ὑπερέξει.
εἰ δὲ ἐκτὸς πέτοιτο τῆς οἰκίας, μετὰ τὴν εὐημερίαν ἐξελεύσεται
τῆς οἰκίας ἀποθανὼν μέν, ἐὰν διὰ τῆς αὐλῆς
γὰρ τοὺς ἀπράκτους λέγομεν. νοσοῦντας δὲ ἀναιρεῖ.
πάντων δʼ ἂν εἴη πονηρότατον καὶ σκαιότατον τὸ βούλεσθαι
πέτεσθαι καὶ μὴ δύνασθαι καὶ πετόμενον πρὸς τῇ
γῇ τὴν κεφαλὴν ἔχειν καὶ πρὸς τῷ οὐρανῷ τοὺς πόδας·
πολλὴν γὰρ κακοδιαμονίαν τῷ ἰδόντι προαγορεύει. ὅπως
δʼ ἂν πέτηται νοσῶν ἄνθρωπος, τεθνήξεται· φασὶ γὰρ
τὰς ψυχὰς ἀπαλλαγείσας τῶν σωμάτων εἰς τὸν οὐρανὸν
μείνωσιν ἐφʼ ἕδρας διὰ τὴν πτῆσιν. καὶ οἱ δεδεμένοι
λύονται· εὔλυτος γὰρ ὁ ἱπτάμενος καὶ ποσὶ καὶ χερσί.
πολλοὶ δὲ καὶ ἐτυφλώθησαν· ἐοίκασι γὰρ οἱ τυφλοὶ τοῖς
ἱπταμένοις διὰ τὸ ἀεὶ φοβεῖσθαι καταπεσεῖν. ἐπὶ δίφρου
δὲ ἢ βάθρου ἢ κλίνης ἄλλου τινὸς τοιούτου καθεζόμενον
ἵπτασθαι μεγάλην νόσον νοσῆσαι παραλυθῆναι
σημαίνει τοῖς σκέλεσιν οὐκέτι χρῆσθαι ἀλλ᾿ ἐπὶ δίφρου
βασταγῆναι διὰ τὸ μὴ δύνασθαι τῆς γῆς ἐπιβαίνειν. ἀποδημεῖν
δὲ βουλομένῳ τὸ ὄναρ τοῦτο οὐκέτι πονηρὸν γίνεται·
Τῶν δὲ ἀξιοπίστων λεγομένων, οἷς λέγουσί τι κατ᾿
ὄναρ πιστεύειν χρὴ καὶ πείθεσθαι, φημὶ πρώτους εἶναι
θεούς ἀλλότριον γὰρ θεοῦ τὸ ψεύδεσθαι. ἔπειτα ἱερεῖς·
τῆς γὰρ αὐτῆς τοῖς θεοῖς παρὰ ἀνθρώποις τετυχήκασι
τιμῆς. εἶτα βασιλεῖς καὶ ἄρχοντας· ‘τὸ κρατοῦν γὰρ δύναμιν
ἔχει θεοῦ’. εἶτα γονεῖς καὶ διδασκάλους· καὶ γὰρ
οὗτοι ὅμοιοί εἰσι θεοῖς, οἱ μὲν εἰσάγοντες εἰς τὸ ζῆν,
οἱ δὲ ὅπως χρὴ τῷ ζῆν χρῆσθαι διδάσκοντες. εἶτα
μάντεις, μάντεων δὲ τοὺς μὴ ἀπατεῶνας μηδὲ ψευδομάντεις.
ὅσα γὰρ ἂν λέγωσι Πυθαγορισταὶ φυσιογωνμονικοὶ
ἀστραγαλομάντεις τυρομάντεις κοσκινομάντεις
μορφοσκόποι χειροσκόποι λεκανομάντεις νεκυομάντεις,
ψευδῆ πάντα καὶ ἀνυπόστατα χρὴ νομίζειν· καὶ γὰρ αἱ
τέχναι αὐτῶν εἰσι τοιαῦται καὶ αὐτοὶ μὲν μαντικῆς οὐδὲ
βραχὺ ἴσασι, γοητεύοντες δὲ καὶ ἀπατῶντες ἀποδιδύσκουσι
τοὺς ἐντυγχάνοντας. ὑπολείπεται δὴ μόνα ἀληθῆ
εἶναι τὸ ὑπὸ θυτῶν λεγόμενα καὶ οἰωνιστῶν καὶ ἀστεροσκόπων
καὶ τερατοσκόπον καὶ ὀνειροκριτῶν καὶ ἡπατοσκόπων.
καὶ οἱ παντελῶς πρεσβῦται· τὸ γὰρ ἀξιόπιστον
διὰ τοῦ γήρως ἐνδείκνυνται. καὶ τὰ ἄλογα ζῷα πάντως
ἀληθῆ λέγει διὰ τὸ μὴ εἶναι ἐν μεθόδῳ λόγου. οἱ δὲ λοιποί,
ἵνα μὴ καθʼ ἕκαστον λέγω, ὅσα ἂν λέγωσι ψεύδονται,
πλὴν τῶν ἐν τῷ ἀνὰ χεῖρα βίῳ πιστῶν καὶ τοῖς ἤθεσι
χρηστῶν. θεατρικοὶ δὲ καὶ οἱ ἐπὶ θυμέλην ἀναβαίνοντες
αὐτόθεν διὰ τὰς ὑποκρίσεις πᾶσιν ἄπιστοι, καὶ σοφισταὶ
καὶ πένητες καὶ γάλλοι καὶ ἀπόκοποι καὶ σπάδοντες·
οὗτοι γὰρ καὶ μὴ λέγοντές τι ψευδεῖς τὰς ἐλπίδας εἶναι
μηνύουσι διὰ τὸ φύσει μήτε ἐν ἀνδράσι μήτε ἐν γυναιξὶν
ἀριθμεῖσθαι. χρὴ οὖν τοῖς ἀξιοπίστοις καὶ περὶ τῶν
ἄλλων πάντων λέγουσι πιστεύειν.
Ἀνθρωπίνη γενεὰ κατ᾿ ἐνίους μὲν ἔχει ἔτη ἑπτά· ὅθεν
καὶ λέγουσιν οἱ ἰατρικοὶ τῶν δύο γενεῶν μηδένα δεῖν
ὅν φησιν ὁ ποιητὴς
· καθʼ ἡμᾶς δὲ ἑκατὸν ἔτη, ἐπειδὴ τοὺς πλείστους
ἢ ὀλίγῳ ἀποδέοντας ζῶντας ὁρῶμεν ἢ ὀλίγῳ
ὡς δὴ ἐχούσῃ ἔτη ἑκατόν.
Ὅσοι οὖν τῶν ἀριθμῶν γραφέντες διʼ ὅλων τῶν γραμμάτων
ἀποτελοῦσι ψῆφον ἐντὸς τῶν ἑκατόν, τούτους χρὴ
γράφειν καὶ ψηφίζειν καὶ ἡγεῖσθαι τοσαῦτα ἔτη σημαίνειν
ὅσα ἂν ἡ ψῆφος μηνύῃ. εἰσὶ δὲ οὗτοι μόνοι ἓν μία
ἓξ δέκα ἕνδεκα δεκακιδέκα. καὶ ἔστι τὸ μὲν ἓν πεντήκοντα
πέντε· γράφεται γὰρ διὰ τοῦ ε καὶ τοῦ ν· τὸ δὲ
μία πεντήκοντα ἕν γράφεται γὰρ διὰ τοῦ μ καὶ τοῦ ῑ
καὶ τοῦ ᾱ τὸ δὲ ἓξ ἑξήκοντα πέντε· γράφεται γὰρ διὰ
τοῦ ε καὶ τοῦ ξ. ὁμοίως καὶ τὰ δέκα καὶ τὰ ἕνδεκα καὶ τὰ
δεκακιδέκα τῇ αὐτῇ ἐπινοίᾳ γράφειν καὶ ψηφίζειν χρή·
εὑρεθήσεται γὰρ τὰ μὲν δέκα ὄντα τριάκοντα, τὰ δὲ
ἕνδεκα ὀγδοήκοντα πέντε, τὰ δὲ δεκακιδέκα ἐνενήκοντα.
ἔτη τινά), τούτους τοὺς ἀριθμοὺς κατὰ τὴν ἀνάβασιν τὴν τῶν
στοιχείων λαμβάνομεν οὕτως. ἐπὶ τὸ σημαῖνον στοιχεῖον
καὶ τὸν ἀριθμὸν ἐλθόντες ψηφίζομεν ἑκάστου τῶν προαγόντων
στοιχείων τὸν ἀριθμόν. οἷον τὰ δύο δείκνυται
ὑπὸ τοῦ β. προσθέντες οὖν τὸ ἕν φαμεν εἶναι τρία. τὰ δὲ
τρία συναριθμήσαντες τῷ ἑνὶ καὶ τοῖς δυσί φαμεν εἶναι ἕξ.
τῶν ἓξ μὴ συναριθμουμένων διὰ τὸ καὶ σημαίνειν κατ᾿
ἰδίαν τὰ ἑξήκοντα πέντε καὶ ὑπὸ στοιχείου μὴ δείκνυσθαι
ἀλλ᾿ ὑπὸ χαρακτῆρος γίνεται εἴκοσι δύο, ἔτι καὶ τὰ ὀκτὼ
τριάκοντα, τῷ
διʼ ὅλων τῶν γραμμάτων καὶ ψηφισθέντα κατὰ μόνας
σημαίνει τριάκοντα, καὶ πάλιν ὅτι οὐχ ὑπὸ χαρακτῆρος,
ὡς τὰ ἕξ, ἀλλʼ ὑπὸ στοιχείου δείκνυται, κατὰ τὴν ἀνάβασιν
τὴν τῶν στοιχείων γίνεται τεσσαράκοντα ἐννέα. ἵνα δὲ
μὴ εἰς ἀμφίβολον πίπτῃ τις, ἐὰν μὲν ἀκούσῃ φωνὴν λέγοντός
τινος ‘δέκα σημαίνει τριάκοντα διὰ τὴν ἀπὸ τῶν δέκα
τὰ εἴκοσι ἑξήκοντα ἐννέα γίνεται καὶ τὰ τριάκοντα ἐνενήκοντα
ἐννέα. οὐκέτι δὲ τὰ τεσσαράκοντα κατὰ τὸν αὐτὸν
ἐκλαμβάνειν χρὴ τρόπον· οὐ γὰρ ἑκατὸν τριάκοντα ἐννέα
ζήσεταί τις ἔτη. ὁ δὲ αὐτὸς λόγος καὶ ἐπὶ τῶν πεντήκοντα
καὶ ἐπὶ τῶν ἔτι μειζόνων ἀριθμῶν. χρὴ οὖν τούτους οὐ
κατὰ τὴν ἀνάβασιν τῆς ψήφου τῶν στοιχείων ἀλλὰ κατὰ
τὴν θέσιν τῶν στοιχείων ἐκλαμβάνειν. οἷον τὰ τεσσαράκοντά
ἐστι μ, ἐνδείξεται δὲ καὶ δώδεκα· δωδέκατον γάρ
ἐστι στοιχεῖον τὸ μ τὸ τὰ τεσσαράκοντα σημαῖνον. πότε
καὶ τὰ πεντάκις δέκα πεντήκοντα καὶ τὰ ἑξάκις
δέκα ἑξήκοντα καὶ τὰ ἑπτάκις ἑβδομήκοντα καὶ τὰ ὀκτάκις
ὀγδοήκοντα καὶ τὰ ἐννάκις ἐνενήκοντα, καὶ πάλιν τὰ
πεντάκις τῶν εἴκοσι γινομένων. οὕτω καὶ
δὶς ἑκατόν. ἐπὶ δὲ τῶν πλειόνων ἐτῶν, οἷον εἴ τις ἀκούσειέ
τινος λέγοντος ῾ ζήσεις ἔτη εἴκοσι ἕξʼ χρὴ διαιρεῖν καὶ τὰ
μὲν εἴκοσι εἴκοσι τίθεσθαι τὰ δὲ ἓξ κατὰ τὸν ἔμπροσθεν
λόγον τίθεσθαι ἑξήκοντα πέντε. γίνεται οὖν τὰ πάντα
ὀγδοήκοντα πέντε. εἰ δέ εἴκοσι ἑπτά, τὰ μὲν εἴκοσι
κατ’ ἰδίαν εἴκοσι, τὰ δὲ ἑπτὰ κατὰ τὸν ἔμπροσθεν λόγον
εἴκοσι δύο. γίνεται οὖν τὰ πάντα τεσσαράκοντα δύο.
οὕτω καὶ τὰ εἴκοσι ὀκτὼ πεντήκοντα, καὶ ὅστις ἄν ἄλλος
ἀριθμὸς ᾖ, σὺν τοῖς εἴκοσιν ὑπὲρ τὰ πέντε κατ᾿ ἰδίαν
ψηφιζέσθω. ὁμοίως καὶ ὁ μετὰ τῶν τριάκοντα ὑπὲρ τὰ
τρία καὶ ὁ μετὰ τῶν τεσσαράκοντα ὑπὲρ τὰ δύο καὶ ὁ μετὰ
τῶν πεντήκοντα ὑπὲρ τὰ δύο. οἷον ὑποδείγματος χάριν,
εἴ τις ἀκούσειε τινὸς λέγοντος ῾ ζήσεις ἔτη πεντήκοντα
ἑπτάʼ, εὔηθές ἐστιν ἑπτάκις πεντήκοντα προσδοκᾶν ἄνθρωπον
ζῆσαι, ἅπερ γίνεται τριακόσια πεντήκοντα, ἀλλὰ
σὺν τοῖς πρώτοις λέγει αὐτῷ διὰ τὸ εἶναι τὰ πρῶτα πλείω
τῶν πεντήκοντα, οὔτε μὴν ἄλλα πεντήκοντα ἔτη ἐπὶ τοῖς
ἑβδομήκοντα οἷόν τε ζῆσαι οὐδὲ ἐνδέχεται. τοιγαροῦν
λοιπὰ δέκα τρία ζήσεται, ὅτι τὸ ν
παραπλήσιος καὶ ἐπὶ τῶν ἄλλων ὁμοίων λόγος τηρείσθω,
ὅταν ᾖ ὁ λεγόμενος ἀριθμὸς τοῦ μὲν ἔμπροσθεν χρόνου
ἥττων, πρὸς δὲ τὸν μέλλοντα ἀνένδεκτος. ἔτι κἀκεῖνο.
τὰς ἡμέρας καὶ τοὺς μῆνας καὶ τὰ ἔτη ὡς ἐπὶ τὸ πλεῖστον
οὐ γὰρ πάντως ἀεὶ ἰσοδυναμοῦντα εὑρίσκομεν· καὶ
γὰρ ὑπὸ ἐτῶν μῆνες καὶ ἡμέραι δείκνυνται καὶ ὑπὸ μηνῶν
ἔτη καὶ ἡμέραι καὶ ὑπὸ ἡμερῶν μῆνες καὶ ἔτη. ἵνα δὲ
τοῦτο μὴ εἰς ἀμφίβολον πίπτῃ, ὅταν εἴπῃ τις ἔτη, ἐὰν
μὲν σύμμετρα ᾖ καὶ ἐνδεχόμενα, ἔτη νομιζέσθω ἐὰν δὲ
πολλά, μῆνες· ἐὰν δὲ ὑπέρμετρα, ἡμέραι. ὀναστρέφει δὲ
ὁ λόγος καὶ ἀπὸ ἡμερῶν. ἐὰν γὰρ ὦσι πολλαί, ἡμέραι
νομιζέσθωσαν ἐὰν δὲ σύμμετροι, μῆνες· ἐὰν δὲ ὀλίγαι,
ἔτη. ὁμοίως καὶ οἱ μῆνες πρὸς τὸ ἐνδεχόμενον ἐκλαμβανέσθωσαν.
τὸ δὲ ἐνδεχόμενον ἢ μὴ
ἐπὶ δὲ τῶν ἄλλων προθεσμιῶν ἡ προσδοκία τῶν χρειῶν.
περιέχει.
Ταῦτα μὲν οὖν κατὰ τὸ ἐνδεχόμενον, ὅσον εἶχον δυνάμεως,
ἀνελλιπῶς καὶ ὡς ἐμοὶ δοκεῖ ἐξ ὁλοκλήρου πάντα
εἴρηταί σοι, Κάσσιε Μάξιμε, ἀνδρῶν σοφώτατε. εἰ δέ τις
τῶν ἐντυγχανόντων ταῖσδε ταῖς βίβλοις τῶν εἰρημένων τι
ὑπʼ ἐμοῦ παρά τινος τῶν ἄλλων εἰλῆφθαι καὶ μὴ ἀπὸ τῆς
πείρας ἡγεῖται, ματαίως ὑπείληφεν, ἐπιμελέστερον δὲ
ἐντυχὼν αὐτοῦ τούτου τοῦ βιβλίου τῷ προοιμίῳ κατανοήσει
τὴν προαίρεσιν τὴν ἐμήν. ἔτι καὶ εἴ τινι πρὸς τὸ
ἐναντίον ῥέπειν τι τῶν εἰρημένων φαίνεται ἢ ὡς ἐμοὶ
ἐδόκει, διὰ τὸ ὑπό τινος πιθανοῦ λόγου κινεῖσθαι, ἴστω
ὅτι εὑρησιλογεῖν μὲν καὶ πιθανεύεσθαι κἀγὼ πάνυ ἱκανὸς
ἦν, ἀλλʼ οὐ θεατροκοπίας καὶ τὰ τοῖς λογεμπόροις ἀρέσκοντά
ποτε μετῆλθον, ἀλλʼ ἀεὶ τὴν πεῖραν μάρτυρα καὶ
κανόνα τῶν ἐμῶν λόγων ἐπιβοῶμαι. ἐγὼ μὲν οὖν πάντων
διὰ πείρας ἐλήλυθα τῷ μηδὲν ἄλλο πράττειν, ἀεὶ δὲ καὶ
νύκτωρ καὶ μεθʼ ἡμέραν πρὸς ὀνειροκρισίᾳ εἶναι. σὺ δὲ
οὐκ ἀναμενεῖς χρόνον, ἀλλʼ αὐτόθεν διὰ τὴν σοφίαν καὶ
τὴν ὑπερβάλλουσαν σύνεσιν δυνήσει ἐπικρῖναι ἕκαστα
αὐτῶν εἴτε εὖ εἴτε μὴ καλῶς ἔχει. δέομαι δὲ τῶν ἐντυγχανόντων
χρήσθω, τὰ λοιπὰ τῶν βιβλίων μὴ ἐξαιρῶν, θεὸν ἐπόπτην
καὶ φύλακα πάντων νομίζων τὸν Ἀπόλλωνα, ᾧ
πειθόμενος ἐγὼ πατρῴῳ ὄντι θεῷ εἰς τήνδε τὴν πραγματείαν
παρῆλθον, πολλάκις με προτρεψαμένῳ, μάλιστα δὲ
νῦν ἐναργῶς ἐπιστάντι μοι, ἡνίκα σοι ἐγνωρίσθην, καὶ
μονονουχὶ κελεύσαντι ταῦτα συγγράψαι. οὐδὲν οὖν θαυμαστὸν
φασιν.
Ἐπειδή, Κάσοιε Μάξιμε, ἀποβλέφας εἰς τὸ μεγαλεῖον
τῆς σῆς σοφίας προετράπην πραγματείαν συγγράψαι, ἣν
ἐν τοῖς δυσὶ βιβλίοις ἐπραγματευσάμην, τὴν
ἐνεδέχετο τὰ μὲν ἐξ ὁλοκλήρου
εὐμόρφῳ προσπλακέν τι, καὶ εἰ εὔμορφον εἴη, τοῦ προτέρου
παραιρήσειν κάλλους, ἰδία καὶ κατὰ μόνας ἕκαστοντῶν
παραλελειμμένων σποράδην καὶ
τι τοιοῦτον ἐφεύρῃ.
Κυβεύειν δοκεῖν φιλονεικῆσαι πρός τινα σημαίνει περὶ
ἀργυρίου· καὶ γὰρ οἱ κύβοι ἀριθμὸν περιέχουσι καὶ ψῆφοι
ἢ ψήφοις οὐ πονηρόν ἔθος γὰρ τοῖς παιδίοις ἀεὶ παίζειν·
ἀνδρὶ δὲ τελείῳ καὶ γυναικὶ πονηρὸν τὸ ἀστραγάλοις
δοκεῖν παίζειν, εἰ μὴ ἄρα κληρονομῆσαί τινα ἐλπίζων ἴδοι
τις τὸ ὄναρ τοῦτο· ἐκ νεκρῶν γὰρ σωμάτων γεγόνασιν οἱ
ἀστράγαλοι. διὸ κινδύνους τοῖς λοιποῖς προαγορεύουσιν.
Κλέπτειν δοκεῖν οὐδενὶ ἀγαθὸν πλὴν τῶν ἐξαπατᾶν
τινας ἐθελόντων· κλέπτειν γὰρ καὶ τὸ παραλογίζεσθαι
ἔλεγον οἱ παλαιοί. ὅσῳ δʼ ἄν μείζονα πολυτελέστερα ἢ
ἀσφαλέστερον τηρούμενα κλέπτῃ τις, τοσούτῳ μείζονα
κίνδυνον ὑπομενεῖ· εἰκὸς γὰρ οἷς ὁ νόμος ὑπάγει τὸν
κλέπτην, τοῖς αὐτοῖς καὶ τὸ ὄναρ τὸν θεασάμενον ὑπάγειν.
ἱεροσυλεῖν δὲ καὶ θεῶν ἀναθήματα κλέπτειν πᾶσι πονηρόν,
μόνοις δὲ τοῖς ἱερεῦσι καὶ μάντεσι συμφέρει· καὶ γὰρ
τὰς τῶν θεῶν ἀπαρχὰς τὸ ἔθος ἐπιτρέπει αὐτοῖς λαμβάνειν,
καὶ τρόπον τινὰ ὑπὸ θεῶν τρέφονται καὶ οὐ πάντα
φανερῶς λαμβάνουσι.
Ψεύδεαθαι οὐκ ἔστιν ἐπιτήδειον πλὴν τῶν ἐπὶ θυμέλην
ἀνερχομένων καὶ ἀγυρτῶν καὶ ὧν ἔθος ἐστὶ ψεύδεσθαι.
ἧττον δὲ πονηρὸν τοὺς ἀλλοτρίους ψεύδεσθαι ἢ τοὺς
Ὄρτυγες τοῖς μὴ φιλοτροφοῦσιν ἀγγελίας σημαίνουσιδιαποντίους
ἀκούσεσθαι ἀηδεῖς καὶ πονηράς· διαποντίους
μέν, ἐπεὶ καὶ αὐτοὶ μὲν ἐγχώριοί εἰσιν ἀλλὰ διαπόντιοιπαραγίνονται,
ἀηδεῖς δέ, ὅτι μάχιμοί εἰσι καὶ ὀλιγόψυχοι.
καὶ ἐν ταῖς κοινωνίαις καὶ φιλίαις καὶ γάμοις καὶ τοῖς
βιωτικοῖς συμβολαίοις πάσι στάσεων εἰσι καὶ φιλονεικιῶν
σημαντικοί, καὶ τοὺς νοσοῦντας εἰ μὲν μετακομισθεῖεν
ἀποθανεῖσθαι σημαίνουσι διὰ τὸ ὀλιγόψυχον, μὴ μετακομισθέντας
δὲ ἧττον κινδυνεύσειν. καὶ πρὸς ἀποδημίαν
εἰσὶ πονηροί· δόλους γὰρ καὶ ἐνέδρας καὶ λῃστείας προαγορεύουσι·
καὶ γὰρ αὐτοὶ τῆς οἰκείας μετανιστάμενοι
περιπίπτουσι τοῖς θηρᾶν αὐτοὺς βουλομένοις. ἀλεκτρυόνες
δὲ οἱ μάχιμοι στάσεων καὶ φιλονεικιῶν μόνον εἰσὶ
σημαντικοί, πρὸς δὲ τὰ ἄλλα οὐκέτι ὁμοίως τοῖς ὄρτυξιν
ἀποβαίνουσιν.
Μύρμηκας τοὺς μὲν πτερὰ ἔχοντας οὐδαμῶς ἰδεῖν ἀγαθόν·
ὄλεθρον γὰρ προαγορεύουσι καὶ ἀποδημίας ἐπικινδύνους·
τοὺς δὲ ἑτέρους ἐργάτας καλουμένους ἀγαθὸν γεωργοῖς·
εὐφορίαν γὰρ μαντεύονται, ἐπειδὴ ὅπου μὴ ἔστι σπέρματα,
τῶν ζώντων. ἐπειδὰν δὲ περὶ τὸ σῶμα τοῦ ἰδόντος ἀναστρέφωνται,
ὄλεθρον προαγορεύουσιν, ὅτι γῆς εἰσι παῖδες
καὶ ψυχροὶ καὶ μέλανες.
Φθεῖρας ὀλίγους ἔχειν καὶ εὑρίσκειν ἐν τῷ σώματι ἢ
ἐν τοῖς ἱματίοις καὶ τούτους ἀναιρεῖν ἀγαθόν· πάσης γὰρ
λύπης καὶ φροντίδος ὑπερβαλλούσης ἀπαλλαγῆναι προαγορεύει
αὐτῷ τούτων ἀπαλλαγῆναι· εἰ δέ τις ἔχων αὐτοὺς διυπνισθείη,
οὐκ ἄν ποτε σωθείη.
Ἕλμινθας ἀποκρίνειν διὰ τῆς ἕδρας ἢ διὰ τοῦ στόματος.
ὑπὸ οἰκείων ἀνθρώπων καὶ συνοικούντων καὶ ὡς ἐπὶ τὸ
πλεῖστον τραπέζῃ τῇ αὐτῇ χρωμένων ἀδικούμενον μαθεῖν
σημαίνει καὶ ἀπώσασθαι τοὺς ἀδικοῦντας κατὰ ἄλλον
τρόπον στερηθῆναιαὐτῶν ἐνοικοῦσι μὲν γὰρ τῷ σώματι οἱ
ἕλμινθες, ἀλλʼ οὐδὲν ἧττον αὐτὸ τὸ σῶμα λυμαίνονται.
ἐπειδὰν δὲ ἀποκριθῶσιν, ἀποβληθῆναι τοὺς τοιούτους
ἀνθρώπους σημαίνουσι.
Κόρεις δυσθυμιῶν καὶ φροντίδων εἰσὶ σημαντικοί·
ἐπίσης γὰρ ταῖς φροντίσι καὶ οὗτοι ἀύπνους ποιοῦσι· καὶ
Κώνωπες καὶ αἱ λεγόμεναι ἐμπίδες καὶ εἴ τι ἄλλο
ὅμοιον ἀνθρώπους ἐπιφοιτῆσαι τῷ ἰδόντι σημαίνουσι
πονηρούς, βλάβην ἐνδεικνυμένους καὶ προσέτι καταβοῶντας.
καπήλοις δὲ καὶ οἰνεμπόροις εἰς ὄξος μεταβαλεῖν τὸν|
οἶνον προαγορεύουσι· χαίρουσι γὰρ ὄξει.
Μάχεσθαι τοῖς οἰκείοις οὐκ ἀγαθὸν οὐδὲ τοῖς ἐκτός,
ἧττον δὲ πονηρόν μάχεσθαι. νοσῶν δέ τις ἐὰν δόξῃ
δεσπόταις βασιλεῦσι μεγιστᾶσι καὶ πᾶσι τοῖς ὑπερέχουσι,
κακῶς διατεθῆναι σημαίνει πρὸς τῶν οἷς τις ἐμάχετο.
Μισεῖν μισεῖσθαι οὐδενὶ συμφέρει. οὐδὲν δὲ διαφέρει
τινὰ μισεῖν, ὑφʼ οὗ μισεῖταί τις, ἐπειδὴ τὸ μῖσος ἐχθροὺς
ποιεῖ οἱ δὲ ἐχθροὶ οὔτε συναίρονται οὔτε συλλαμβάνονται.
δεῖ δὲ τοῖς ἀνθρώποις βοηθείας καὶ τῶν συλλαμβανομένων,
ἐπειδὴ διὰ τῶν τοιούτων ὠφελοῦνται. πονηρὸν δὲ
ἐτηρήσαμεν τὸ μῖσος.
Σφάζεσθαι καὶ ἀποθνήσκειν ὅ τι σημαίνει ἐν τῷ περὶ
θανάτου λόγῳ ἐν τῷ δευτέρῳ βιβλίῳ προείρηται. σφαζομένους
δὲ ἰδεῖν ἀγαθόν πάντα γὰρ τὰ προκείμενα ἐπὶ τὸ
τέλος συμπερανθέντα ἤδη ἀφῖχθαι σημαίνει, ἐπειδὴ ἡ
σφαγὴ τελευτῆς ἐστι σημεῖον.
Κροκόδειλος πειρατὴν ἢ φονέα οὐδὲν ἧττον ἀπονενοημένον ἄνθρωπον σημαίνει. ὅπως δʼ ἂν διαθῇ τὸν ἰδόντα ὁ κροκόδειλος, οὕτω διαθήσει καὶ ὁ ὑπὸ τοῦ κροκοδείλου σημαινόμενος.
Αἴλουρος μοιχὸν σημαίνει· κλέπτης γάρ ἐστιν ὀρνίθων· αἱ δὲ ὄρνιθες γυναιξὶν εἰκάζονται, καθὼς ἐν τῷ πρώτῳ βιβλίῳ ἐπεμνήσθην.
Ἰχνεύμων καὶ ἴκτις πανούργους σημαίνουσιν ἀνθρώπους
καὶ δολίους οὐδέ ποτε τοῖς ὁρῶσιν εὐνοῆσαι δυναμένους
διὰ τὸ ἄγριον καὶ δυστιθάσευτον. καὶ ὁ μὲν ἰχνεύμων
ἄνδρας σημαίνει, ἡ δὲ ἴκτις γυναῖκας.
Θεὸς εἴ τις ὑπολάβοι γενέσθαι, ἱερεὺς ἂν γένοιτο ἢ
μάντις· τῆς γὰρ αὐτῆς τοῖς θεοῖς τιμῆς καὶ οὗτοι τυγχάνουσιν.
εἰ δέ τις νοσῶν θεὸς εἶναι νομίσειε, τεθνήξεται·
ἀθάνατοι γὰρ οἱ θεοὶ καὶ ἀποθανόντες, ἐπεὶ μηκέτι
τεθνήξονται. εἰ δέ τις ἐν πενία ἢ δουλεία ἢ δεσμοῖς ἢ
περιστάσει τινὶ ᾡτινιοῦν καθεστὼς κακῷ ἴδοι τὸ ὄναρ
τοῦτο, ἀπαλλαγήσεται τῶν περιεχόντων αὐτὸν δεινῶν·
πολλαὶ γὰρ καὶ εὐπόριστοι τῷ θεῷ αἱ ἀπὸ τῶν δεινῶν
σωτηρίαι. ἀνδρὶ δὲ πλουσίῳ καὶ μεγιστᾶνι ἀρχὴν μεγίστην
κατὰ τὸ ἐπιβάλλον τοῦ ἀξιώματος προαγορεύει· ἐπίσης
γὰρ τοῖς θεοῖς καὶ οἱ ἄρχοντες δύνανται εὖ καὶ κακῶς
Θεὸν δοκεῖν ὑποδέχεσθαι τῷ μὲν εὖ πράττοντι φροντίδας
καὶ λύπας καὶ δεινὰς πραγματείας προαγορεύει· οἱ γὰρ ἐν
περιστάσει γενόμενοι θύουσι τε τοῖς θεοῖς καὶ ὑποδέχονται
αὐτούς· τῷ δὲ ἐν πενία ἢ στενοχωρία ὄντι πολλὴν ἐπίδοσιν
ἀγαθῶν προαγορεύει· τότε γὰρ μάλιστα οἱ πένητες ὅταν
εὐπορίσωσιν εὐχαριστοῦσί τε τοῖς θεοῖς καὶ ὑποδέχονται.
αὐτούς.
Θεοῦ σκευὴν ἔχειν καὶ περικεῖσθαι ἄλλου τινὸς ἐπιτροπεῦσαι σημαίνει πλουσίου, ὥστε φαντασίαν μὲν ἔχειν πλούτου, ὑπόστασιν δὲ μή. τοῦτο πολλάκις οὕτως ἀποβὰν ἐτήρησα.
Κωλόβαθρα ὑποδεδέσθαι δοκεῖν τοῖς μὲν πανούργοις δεσμὰ σημαίνει· καὶ γὰρ προσδεῖται τὰ κωλόβαθρα τοῖς ποσὶ καὶ τὸν περίπατον ἀλλοιοῖ· τοῖς δὲ λοιποῖς νόσον ξενιτείαν προδηλοῖ διὰ τὰς αὐτὰς αἰτίας.
Ἐωὶ θαλάσσης περιπατεῖν ἀποδημῆσαι βουλομένῳ ἀγαθόν,
προαγορεύει τὸ ὄναρ. ἀγαθὸν δὲ καὶ δούλῳ καὶ τῷ
γῆμαι προῃρημένῳ· ὁ μὲν γὰρ τοῦ δεσπότου ὁ δὲ τῆς
γυναικὸς ἄρξει· ἔοικε γὰρ καὶ δεσπότῃ ἡ θάλασσα διὰ τὸ
δυνατὸν καὶ γυναικὶ διὰ τὸ ὑγρόν. ἀγαθὸν δὲ καὶ τῷ δίκην
ἔχοντι· ὑπέρτερος γὰρ τοῦ δικαστοῦ γενόμενος ὡς εἰκὸς
ἡδείας μὲν τὰς πρώτας φαντασίας, κακῶς δὲ διατιθέναι
τοὺς πλείστους. πᾶσι δὲ τοῖς ἐξ ὄχλου ποριζομένοις
καὶ πολιτευταῖς καὶ δημαγωγοῖς μετὰ πολλῆς εὐκλείας
πορισμὸν οὐ τὸν τυχόντα προαγορεύει· ἔοικε γὰρ καὶ
ὄχλῳ ἡ θάλασσα διὰ τὴν ἀταξίαν.
Ἀνθρώπους πλάσσειν ἀγαθὸν παιδοτρίβαις καὶ παιδευταῖς·
τρόπον γάρ τινα καὶ οὗτοι τοὺς ἀνθρώπους πλάσσουσιν,
οἱ μὲν διὰ τὸ ῥυθμίζειν οἱ δὲ διὰ τὸ βελτίονας
ποιεῖν. ἀγαθὸν δὲ καὶ ἄπαισιν, ἐπεὶ γνησίων παίδων
γονὴν προαγορεύει. ἀγαθὸν δὲ καὶ σωματεμπόροις καὶ
πένησιν· οἱ μὲν γὰρ ἀπὸ τῆς ἐμπορίας πολλὰ καὶ μεγάλα
κερδανοῦσιν, οἱ δὲ πολλοὺς κτήσονται οἰκέτας. κακούργοις
δὲ ὄλεθρον προαγορεύει· καὶ γὰρ τὸν Προμηθέα
λέγουσιν ἐπὶ τῷ πλάσαι τοὺς ἀνθρώπους καὶ τὸ πῦρ
κλέψαι κακῶς ἀπολέσθαι. πλουσίοις δὲ καὶ τοῖς μέγα
δυναμένοις ἀρχήν τινα μεγάλην προαγορεύει.
῾Υπεζεῦχθαι ὀχήματι ὥσπερ τι τῶν τετραπόδων δουλείαν καὶ κάματον καὶ νόσον προαγορεύει, καὶ εἰ πάνυ τις λαμπρὸς καὶ ἁβροδίαιτος ὢν τὸν ὄνειρον ἴδοι.
Ὀχεῖσθαι ἐπὶ ἅρματος ἢ ἀπήνης ἀνθρώπων ὑπεζευγμένων
πολλῶν ἄρξαι σημαίνει καὶ προσέτι παῖδας ἀγαθοὺς
Εἰς μάντεως δὲ φοιτᾶν καὶ μαντεύεσθαι περί τινος
φροντίδας οὐ τὰς τυχούσας τῷ ἰδόντι σημαίνει· οὐ γὰρ
δεῖ μαντικῆς τοῖς μὴ φροντίζουσιν. ὅ τι δʼ ἂν ὁ μάντις ὅγε
ἀληθὴς ἀποκρίνηται, τούτῳ πιστεύειν χρή. περὶ δὲ διαφορᾶς
μάντεων, οἷς δεῖ προσέχειν καὶ οἷς μή προσῆκεν,
ἐν τῷ περὶ
καὶ πᾶσαν ὁρμὴν ὑπερτίθεται ἔστι γὰρ παρά γε
τοῖς σοφοῖς καὶ ἡ σιγὴ ἀπόκρισις, ἀλλʼ ἀπαγορευτική.
εἰ δέ τις ὑπολάβοι μάντις γεγονέναι καὶ εὐδοκιμεῖν ἐν τῷ
προαγορεύειν, πολλῶν ἔμπειρος ἔσται πραγμάτων καὶ
φροντίδας ἀναδέξεται τοῦτο μὲν ἰδίας τοῦτο δὲ καὶ ἀλλοτρίας·
καὶ γὰρ τῷ μάντει μέλει καὶ τῶν οὐδὲν αὐτῷ προσηκόντων
κακῶν, ἅ ἂν οἱ μαντευόμενοι φέρωσι. φέρει δὲ
καὶ ἀποδημίας πολλάκις καὶ κινήσεις τῷ ἰδόντι ὁ ὄνειρος
διὰ τὸ τοὺς μάντεις περινοστεῖν. καὶ τοῖς πένησιν εὐπορίαν·
πολλοὶ γὰρ δέονται τοῦ μάντεως καὶ τῶν πλουσίων.
Νοσεῖν μόνοις τοῖς ἐν δεσμοῖς ἢ μεγάλῃ ἀνάγκῃ οὖσιν
ἀγαθὸν διὰ τὸ τὴν νόσον λύειν τοὺς ὄγκους. τοῖς δὲ ἄλλοις
μεγάλην ἀπραξίαν προαγορεύει· ἄπρακτοι γὰρ οἱ νοσοῦντες.
καὶ τῶν ἐπιτηδείων ἔνδειαν· καὶ γὰρ ἐνδεεῖς τῷ
οἱ ἰατροί. νοσοῦντα δὲ εἴ τις ἐπισκέπτοιτο, εἰ μὲν γνώριμον,
τὰ αὐτὰ τῷ νοσοῦντι σημαίνει εἰ δὲ ἀγνῶτα, αὐτῷ
τῷ ἰδόντι οὐδὲν γὰρ διαφέρει αὐτὸν νοσεῖν ἢ ἄλλον
ἀγνῶτα νοσοῦντα ἰδεῖν· εἰκόνας γὰρ τῶν ἀποβησομένων
τοῖς ὁρῶσι πραγμάτων τοὺς πλησίον εἶναί φαμεν, ὅταν γε
ἀγνοῶνται. ἐτήρησα δὲ καὶ τὸ τοιοῦτο. ὅσα μὲν αὐτίκα
ἀποβησόμενα καὶ μᾶλλον ἢ σφοδρότερον ἡ ψυχὴ βούλεται
σημῆναι ἀγαθὰ ἢ κακά, ταῦτα περὶ αὐτὸν τὸν ὁρῶντα
παράγει· ὅσα δὲ βράδιον ἢ ἧττον ἢ ἀτονώτερον, ταῦτα
διʼ ἀλλοτρίου σώματος δείκνυσιν ἡ ψυχὴ τῷ ὁρῶντι.
Τὰς ἑαυτοῦ σάρκας ἐσθίειν ἀγαθὸν πένητι πολλὰ γὰρ
τῷ σώματι ἐργασάμενος καὶ πονῶν κτήσεται, καὶ οὕτως
οὐχὶ τὰς σάρκας αὐτοῦ κατέδεται ἀλλὰ τὰς ἀπὸ τῶν
σαρκῶν ἐργασίας. ἀγαθὸν δὲ καὶ χειροτέχνῃ τὸ ἀπὸ
τοιούτων μερῶν ἐσθίειν τοῦ σώματος, ἀφʼ ὧν μάλιστα
πορίζεται· οἱ μὲν γὰρ ἀμφοτέραις ταῖς χερσὶν ἐργάζονται,
οἱ δὲ τῇ ἑτέρᾳ μόνον, οἱ δὲ ἄκροις τοῖς δακτύλοις, οἱ δὲ
καὶ παντὶ τῷ σώματι. φιλολόγοις δὲ καλὸν ἄλλοις παρέχειν
τὸ στόμα καὶ τὴν γλῶσσαν ἐσθίειν πολλὰ γὰρ πορίσαντες
ἀπὸ τοῦ στόματος καὶ τῆς γλώσσης ἔσονται ἱκανοὶ
τὴν ὕπαρξιν τοῦ ἰδόντος σημαίνει ὥσπερ καὶ τὸ τὴν ἰδίαν
κόπρον ἐσθίειν.
Ἐπ᾿ἀριστερὰ περιβεβλῆσθαι ἢ ὅπως ποτὲ γελοίως καὶ
μὴ κοσμίως πᾶσι πονηρόν καὶ πρὸς ταῖς ἀπραξίαις διασυρμὸν
καὶ καταγέλωτα ὑπομεῖναι σημαίνει. μόνοις δὲ γελωτοποιοῖς
ἀγαθὸν ἂν εἴη διὰ τὸ ἔθος.
Ἐπʼ ἀριστερὰ γράφειν σημαίνει πανούργως τι πρᾶξαι
καὶ ἀπάτῃ καὶ μεθόδῳ χρησάμενον ὑπελθεῖν τινα καὶ
ἀδικῆσαι, πολλάκις δὲ καὶ μοιχὸν γενόμενον νόθους παῖδας
λάθρᾳ ποιῆσαι. οἶδα δέ τινα, ὃς ἐπὶ τούτῳ τῷ ὀνείρῳ
ποιητὴς ἐγένετο γελοίων ἀσμάτων.
Μητρυιὰν ἰδεῖν οὔτε ζῶσαν οὔτε τεθνεῶσαν ἀγαθόν.
καὶ εἰ μὲν χαλεπαίνοι ἢ ὀργίζοιτο ἢ βλάπτοι τὸν ὁρῶντα τὸ
ὄναρ, ἐπιτείνε τὰ δεινά εἰ δὲ μετρίως προσφέροιτο,
ἥττονα ποιεῖ τὰ δεινά. χαριζομένη δέ τι τῷ ἰδόντι καὶ
καὶ ἡ μητρυιὰ ξενιτείας καὶ ἀποδημίας γίνονται σύμβολα·
ἐοίκασι γὰρ πατὴρ μὲν καὶ μήτηρ τῇ οἰκείᾳ, πατρωὸς δὲ
καὶ μητρυιὰ τῇ ξένῃ.
Πρόγονοι ὁρώμενοι, λέγω δὲ συγγενεῖς τοὺς πρὸ τῶν
γονέων γεγονότας, φροντίδας σημαίνουσι παλαιῶν ἕνεκεν
πραγμάτων. καὶ εἰ μέν τι ἀγαθὸν ἢ ἡδὺ ἤ κεχαρισμένον
πράττοιεν λέγοιεν, εἰς ἀγαθὸν αἱ φροντίδες τελευτήσουσιν·
εἰ δὲ μή, τοὐναντίον.
Ἐπίμονοι οἱ μὲν ἔτι νήπιοι καὶ βραχεῖς φροντίδων εἰσὶ
σημαντικοί (περὶ ὧν ἀκριβέστερον ἐν τῷ πρώτῳ βιβλίῳ
ἐν τῷ περὶ γενέσεως παίδων εἴρηκα κεφαλαίῳ), οἱ δὲ
ἤδη τέλειοι βοηθείας καὶ συλλήψεως εἰσι σημαντικοί.
Μῦς οἰκέτην σημαίνει· συνοικεῖ γὰρ καὶ ἀπὸ τῶν
αὐτῶν τρέφεται καὶ ἔστι δειλός. ἀγαθὸν οὖν καὶ πολλοὺς
ἔνδον ἰδεῖν μύας καὶ τούτους ἱλαροὺς καὶ παίζοντας·
πολλὴν γὰρ εὐφροσύνην προσημαίνουσι καὶ οἰκετῶν ἐπίκτησιν.
εἰ δέ τι ποικιλώτερον περὶ τοὺς μύας βλέποι τις,
ἔξεστι μεταφέρειν τὰς κρίσεις ἀπὸ τῶν παρὰ Μελάμποδι
ἐν τῷ περὶ τεράτων καὶ σημείων ἐν τῷ περὶ μυῶν γεγραμμένων,
οὐδὲν διαφέρειν ἡγουμένους τὰ μεθʼ ἡμέραν
παραλελειμμένων ἐν τῇ ἐμῇ πραγματείᾳ. διὸ καὶ τρίτον
τοῦτο τὸ βιβλίον οὐχ ὡς συνημμένον τοῖς δυσὶν ἀλλʼ ὡς
ἀπολελυμένον ἐποίησα. ὅθεν καὶ τῆς ἐπιγραφῆς εἰκότως
τεύξεται οὐχὶ τρίτον ἐκείνων ἀλλὰ κατʼ ἰδίαν Φιλάληθες
ἢ Ἐνόδιον.
Γαλῆ δὲ γυναῖκα σημαίνει πανοῦργον καὶ κακότροπον
καὶ δίκην· ἔστι γὰρ ἰσόψηφος δίκη καὶ γαλῆ. ἀπὸ γὰρ
. καὶ θάνατον ὅ τι γὰρ
ἂν λάβῃ, τοῦτο σήπει. καὶ ἐργασίας καὶ ὠφελείας· καλεῖται
γὰρ πρός τινων κερδώ. τὴν δὲ διαφορὰν ἔξεστιλαμβάνειν
τούτων ἀπὸ τοῦ βλέπεσθαι προσιοῦσαν ἀπιοῦσαν
ἢ πάσχουσάν τι ἢ δρῶσαν ἡδὺ ἢ ἀηδές.
Πηλὸς νόσον σημαίνει καὶ ὕβριν· νόσον μὲν διὰ τὸ
μήτε καθαρὸν εἶναι ὕδωρ μήτε γῆν ἀλλ᾿ ἐξ ἀμφοτέρων
μεμίχθαι καὶ μηδὲ ἕτερον εἶναι. πονηρὸν οὖν σύγκριμα
τοῦ σώματος τοῦτʼ ἔστι νόσον προαγορεύει εἰκότως·
ὕβριν δὲ, ὅτι μολύνει. ἔτι δὲ κίναιδον διὰ τὸ ὑγρὸν καὶ
ἔκλυτον. ἀγαθὸς δʼ ἂν εἴη τοῖς ἐκ πηλοῦ ἐργαζομένοις.
Λεκάνη οἰκέτην σημαίνει καὶ θεράπαιναν πιστούς.
πίνειν δὲ ἐκ λεκάνης ἐρασθῆναι θεραπαίνης σημαίνει, τὸ
δʼ αὐτὸ καὶ εἴ τις ἐσθίοι ἐν λεκάνῃ. λεκάνην χρυσέαν ἢ
ἀργυρέαν ἔχειν ἤτοι θεράπαιναν ἀπελευθερώσαντα γῆμαι
σημαίνει ἢ ἀπηλευθερωμένῃ συνοικῆσαι. λεκάνη θραυομένη
θεράποντος σημαίνει ὄλεθρον. λεκάνῃ ἐγκατοπτρίζεσθαι
τεκνῶσαι ἀπὸ θεραπαίνης σημαίνει. εἰ δὲ τις αὐτὸς
οἰκέτης ὢν οὐκ ἔχων ὑπηρέτην τοῦτον ἴδοι τὸν ὄνειρον,
ἡγεῖσθαι χρὴ τὴν λεκάνην αὐτὴν τὴν δουλείαν αὐτῷ σημαίνειν.
Εἰκὼν τέκνα σημαίνει καὶ τὴν προαίρεσιν καὶ τὴν
γνώμην τοῦ ἰδόντος· τέκνα μὲν διὰ τὴν ὁμοιότητα, γνώμην
δὲ καὶ προαίρεσιν διὰ τὸ ἐπαγάλλεσθαι πάντας εἰκόσιν.
ἡ δὲ ἐξ ὕλης στερεᾶς καὶ ἀσήπτου γεγενημένη ἀμείνων
ἐστὶ τῶν γραπτῶν καὶ κηρίνων καὶ πηλίνων καὶ τῶν
ἄλλων τῶν ὁμοίων. ὅ τι δʼ ἂν πάθωσιν αἱ εἰκόνες, τοῦτο
πείσονται καὶ οἱ παῖδες τοῦ ἰδόντος καὶ αἱ ὁρμαὶ τῶν πράξεων.
Μαῖα ὁρωμένη τὰ κρυπτὰ ἐλέγχει διὰ τὸ τὰ ἀπόρρητα
καὶ κεκρυμμένα ἐρευνᾶν καὶ βλάβας σημαίνει καὶ τοῖς
νοσοῦσι θάνατον ἐξάγει γὰρ τοῦ περιέχοντος ἀεὶ τὸ
περιεχόμενον καὶ δίδωσι τῇ γῇ. τοὺς δὲ βία ὑπό τινος
κατεχομένους ἀπαλλάσσει· καὶ γὰρ τὸ περιεχόμενον τοῦ
περέχοντος ἀπαλλάσσει σῶμα καὶ οὕτω τὸ περιεχόμενον
σῶμα τοῦ περιέχοντος ἀπαλλάξασα κουφότερον ποιεῖ.
πολλάκις δὲ ὁρωμένη μαῖα γυναικὶ μὴ ἐχούσῃ ἐν
Ἄκανθαι καὶ σκόλοπες ὀδύνας σημαίνουσι διὰ τὸ ὀξὺ
καὶ ἐμποδισμούς διὰ τὸ καθεκτικὸν καὶ φροντίδας καὶ
λύπας διὰ τὸ τραχύ, πολλοῖς δὲ καὶ ἔρωτας καὶ ἀδικίας
ὑπὸ ἀνθρώπων πονηρῶν· ἔρωτας μὲν διὰ τὸ μὴ εὐθύμους
τοὺς ἐραστὰς εἶναι ἀδικίας δὲ ὑπὸ ἀνθρώπων πονηρῶν
διὰ τὴν γιγνομένην ὑπὸ τούτων ἐκ τῶν τραυμάτων.
αἵματος ἀπόκρισιν. καὶ αἱ μὲν ἄκανθαι ὑπὸ γυναικῶντὰς
ἀδικίας οἱ δὲ σκόλοπες ὑπʼ ἀνδρῶν προσημαίνουσι.
Τῶν γραμμάτων καθʼ ἓν ὁρώμενον ἕκαστον τὰ μὲν
φωνήεντα φόβους καὶ ταραχὰς σημαίνει, τὰ δὲ ἡμίφωνα
ἀπραξίας μὲν οὐχί, φόβους δὲ ἐπάγει τὰ δὲ ἄφωνα οὔτε
φόβους οὔτε πράξεις. ἰδίᾳ δὲ τὸ ρ ἀπὸ τοῦ ἀριθμοῦ κρινέσθω.
ἔστιν οὖν τοῖς ἐπὶ πρᾶξιν ὁρμῶσιν ἀγαθὸν διὰ τὸ
ἰσόψηφον ἔστι γὰρ καὶ τὸ ἐπʼ ἀμαθὰʼ τὴν τοῦ ρ ἐκπληροῦν
ψῆφον. καὶ τοῖς προσδοκῶσιν ἀποδήμους· ἔστι γὰρ
τὸ ἑκατόν. καὶ τοῖς διαποροῦσι πότερον
πεζῇ ἀπιτέον αὐτοῖς ἢ κατὰ πλοῦν συμβουλεύει ‘πεζῆ’
καὶ γὰρ
περὶ τοῦ ὅλως εἰ ἐξιτέον φροντίζουσι συμβουλεύει
μένειν· καὶ γὰρ τὸ ‘μένε’ ἑκατόν. κακούργους δὲ δεσμεύει·
καὶ γὰρ τὸ ‘πέδαι’ ἑκατόν. ποιμέσι δὲ καὶ ἱπποτρόφοις
ἀγαθὸν τὸ ἑκατόν καὶ γὰρ τὸ ‘νέμε’ ἑκατόν.
Ἅλυσις γυναῖκα σημαίνει διὰ τὸ ὄνομα καὶ διὰ τὸ
καθεκτικόν. καὶ πλοκὴν πραγμάτων οὐκ εὐθύμων οὐδὲ
τερπνῶν πέπλεκται μὲν γὰρ ἐκ πολλῶν, οὐκ εὐθύμους
δὲ τοὺς δεδεμένους ποιεῖ. καὶ κατοχὴν καὶ ἐμποδισμὸν
πράξεων δηλοῖ.
Ἱστὸς ὄρθιος κινήσεις καὶ ἀποδημίας σημαίνει· χρὴ
γὰρ περιπατεῖν τὴν ὑφαίνουσαν. ὁ δὲ ἕτερος ἱστὸς κατοχῆς
ἐστι σημαντικός, ἐπειδὴ καθεζόμεναι αἱ γυναῖκες ὑφαίνουσι
τὸν τοιοῦτον ἱστόν. ἀεὶ δὲ ἄμεινον ἀρχόμενον ὑφαίνεσθαι
ἱοτὸν ἰδεῖν πρὸς τὸ ἐκτέμνεσθαι ὄντα· ἔοικε γὰρ
τῷ βίῳ. ὁ μὲν οὖν ἄρτι ἀρχόμενος ὑφαίνεσθαι μακρὸν
ὑπαγορεύει βίον, ὁ δὲ πρὸς ἐκτομὴν ὢν ὀλίγον, ὁ δὲ ἐκτετμημένος
θάνατον. περὶ δὲ χρωμάτων διαφορᾶς ἀπὸ τοῦ
λόγου τοῦ περὶ ἱματίου καὶ κόσμου ἀνδρείου τε καὶ γυναικείου
ἐν τῷ δευτέρῳ βιβλίῳ ἐν ἀρχῇ ἐπεμνήσθην
ἔξεστι τὰς κρίσεις μεταφέρειν. εἰ
φροντίδας καὶ σύγχυσίν πραγμάτων σημαίνει, ὧν ὀψὲ καὶ
μόλις ἔσται διάκρισις· ἕως μὲν γάρ ἐστι συνεργά, συγκέχυται
καὶ ἀδιάκριτά ἐστιν ἐπειδὰν δὲ ὑφανθῇ, εἰς τὴν
Ἀκόνη προτροπῆς ἐστι σημαντικὴ καὶ εὐθυμίας, καὶ
τρόπον τινὰ ὀξυτέρους φησὶ δεῖν γενέσθαι. ἐν δὲ ταῖς
φιλίαις οὐ τοὺς συλλαμβανομένους σημαίνει ἀλλὰ τοὺς
προτρέποντας καὶ παρορμῶντας· συμπράττει μὲν γὰρ
οὐδὲν τοῖς σιδηροῖς, ὀξύτερα δὲ αὐτὰ ποιεῖ. πολλάκις δὲ
ἀκόνη καὶ γυναῖκα σημαίνει.
Τὸ δὲ ἐτυμολογούμενα τῶν ὀνομάτων οὐκ ἄχρηστα
νομίζειν χρὴ πρὸς τὰς κρίσεις. ἐάν τε γὰρ ἐπʼ ἀγαθοῖς
τοῖς ὑπὸ τῶν ἄλλων σημαινομένοις τὰ ὀνόματα ᾖ εὔφημα,
τελειότερα τὰ ἀγαθὰ ποιεῖ ἐάν τ᾿ ἐπὶ κακοῖς, ἐλάττονα
καὶ ἀμβλύτερα τὰ κακὰ ποιεῖ. τὰ δὲ δύσφημα ἐναντία ταῖς
προαιρέσεσι τὰ μὲν κακὰ ἐπιτείνει, τὰ δὲ ἀραθὰ ἀμβλύνει.
πολλάκις δὲ καὶ ἀπὸ μόνων αὐτῶν ἔστι τι προαγορεῦσαι.
οἷον Μένων μὲν καὶ Μενεκράτης καὶ Κρατῖνος
ἀποδημεῖν κωλύουσι, Ζήνων δὲ καὶ Ζηνόφιλος καὶ Θεόδωρος
τοὺς νοσοῦντας ἀνιστᾶσι, Κάρπος δὲ καὶ Ἐλπιδιφόρος
καὶ Εὔτυχος πορισμὸν ὑποδεικνύουσι, Θράσων δὲ
καὶ Θρασύλος καὶ Θρασύμαχος παρορμῶσι πράττειν καὶ
μὴ ἀποκνεῖν κελεύουσιν. ὁμοίως δὲ καὶ ἐπὶ τῶν θηλυκῶν
ὀνομάτων τὰς κρίσεις χρὴ ποιεῖσθαι.
Ἡ δὲ παραμυθία τοὺς μὲν εὐδαιμονοῦντας ἀδικεῖ,
τοὺς δὲ ἐν περιστάσει ὄντας ὠφελεῖ· τοὺς μὲν γὰρ εἰς
τοῦτο κατάγει, ὥστε δεῖν αὐτοῖς παραμυθίας διὰ τὸ
ἀθυμεῖν ἐπὶ τοῖς συμβαίνουσι κακοῖς, τοῖς δὲ χρηστὰς
ὑποτίθεται τὰς ἐλπίδας ὀρθῶς καὶ εὐλόγως τοῦ τοιούτου
εἰς εὐθυμίαν ἀνάγειν
αὐτὸν , οὔτε τῷ ὑγιαίνοντι λέγει τις ῾ ἀναρρώσει καὶ
ὑγιανεῖςʼ ἀλλʼ ὡς εἰκὸς τῷ κάμνοντι. οὕτως οὖν ἐπειδάν
τινι προσελθών τις λέγῃ ῾ πλουτήσεις εὐδαιμονήσεις εὐτυχήσεις
πράξεις ὃ βούλειʼ, ὡς οὐκ εὐδαιμονοῦντι οὐδὲ
πράττοντι κατὰ γνώμην λέγει. εἰ δὲ ἄρα τῷ ἐν περιστάσει
ὄντι προαγορεύοι τις τῆς περιστάσεως λύσιν, τότε χρὴ
ἀνανεώσασθαι τὸν περὶ τῶν ἀξιοπίστων λόγον, ὅν ἐπὶ
τέλει τοῦ δευτέρου βιβλίου εἴρηκα, καὶ εἰ μὲν ἀξιόπιστος
εἴη ὁ λέγων, πιστεύειν, εἰ δὲ μή, καταφρονεῖν ὡς ἐξαπατώμενον.
Ἐν ἄλλῳ μέρει τοῦ σώματος ᾡτινιοῦν τραῦμα ὑπάρχον
σὺν τῷ μέρει κρινέσθω ὡς βλαπτομένῳ, ἠκρίβωται δὲ ὁ
λόγος ἐν τῷ πρώτῳ βιβλίῳ ἐν τῷ περὶ σώματος καὶ τῶν
ἐν τῷ σώματι μερῶν· κατὰ δὲ τοῦ στήθους γενόμενον
τῆς καρδίας νέοις μὲν καὶ ἀνδράσι καὶ γυναιξὶν ἔρωτα
σημαίνει, πρεσβυτέροις δὲ λύπην ἐν δὲ τῇ δεξιᾷ χειρὶ
γενόμενον ἐν αὐτῷ τῷ θέναρι δάνειον προαγορεύει καὶ
τὴν ἐπὶ χειρογράφῳ λύπην. οὐλὴ δὲ πάσης φροντίδος συμπέρασμα
σημαίνει.
Δάνειον τῷ ζῆν τὸν αὐτὸν ἔχει λόγον· ὀφείλομεν γὰρ
τὸ ζῆν τῇ τῶν ὅλων φύσει, ὡς καὶ τὸ δάνειον τῷ χρήσαντι.
καὶ ὁ δανειστὴς δὲ τὸν αὐτὸν ἔχει λόγον τῷ δανείῳ. ὅθεν
τοῖς νοσοῦσιν ἐφιστάμενος καὶ ἀπαιτῶν κίνδυνον σημαίνει,
λαμβάνων δέ τι καὶ θάνατον. δανειστὴς ἀποθνήσκων
λύπης καὶ φροντίδος ἀπαλλάσσει. ἔτι δὲ καὶ δανειστὴς
Μαίνεσθαι ἀγαθὸν τοῖς ἐπὶ τὸ πράττειν ὁρμῶσιν· ἀκώλυτοι
γὰρ ἀποδοχῆς ἀξιωθήσονται. ἀγαθὸν δὲ καὶ τοῖς παιδεύειν
βουλομένοις, ἐπειδὴ καὶ παῖδες τοῖς μαινομένοις
ἀκολουθοῦσι. καὶ τοὺς πένητας εὐπορωτέρους ἔσεσθαι
σημαίνει· παρὰ πάντων γὰρ ὁ μαινόμενος λαμβάνει. καὶ
τῷ νοσοῦντι ὑγείαν προαγορεύει· κινεῖσθαι γὰρ καὶ περιπατεῖν
ἡ μανία προάγεται καὶ μὴ κατερρῖφθαι καὶ μὴ
ἠρεμεῖν, ὥσπερ ἐν νόσῳ ὅπερ ὑγιείας ἐστὶ σύμβολον.
Μεθύειν οὐδενὶ ἀγαθόν, οὔτε ἀνδρὶ οὔτε γυναικί· πολλὴν
γὰρ ἀφροσύνην καὶ παραποδισμὸν τῶν χρειῶν σημαίει·
τούτων γὰρ καὶ ἡ μέθη ἐστὶν αἰτία. ἀγαθὸν δὲ τὸ
μεθύειν τοῖς φοβουμένοις· ἀνεπιστρεπτοῦσι γὰρ καὶ οὐ
φοβοῦνται οἱ μεθύοντες.
Φοβεῖαθαι οὐδενὶ ἀγαθόν, ἐπειδὴ ὁ φοβούμενος ἀντέχειν
μὲν πρὸς οὐδὲ ἓν δύναται, καταπροδοὺς δὲ καὶ τὴν
Ἐπιστολὴν εἰ μέν τις ἴδοι καὶ τὰ ἐν αὐτῇ γεγραμμένα,
εἰς τοῦτο ἀποβαίνει, ὅ τι ἂν τὰ γεγραμμένα εἴπῃ· εἰ δὲ
μή, πάντως ἐστὶν ἀγαθή ἴδιον γὰρ πάσης ἐπιστολῆς τὸ
χαῖρε᾿ καὶ ῾ ἔρρωσοʼ λέγειν.
Κήλη ζημίας ἐστὶ σημαντικὴ τοῦτο μὲν διὰ τὸ ἰσόψηφον
τοῦτο δὲ ὅτι καὶ πάντα ὅσα ἐπιφύεται τῷ σώματι
μήτε κάλλος μήτʼ ἰσχὺν προστιθέντα ἀλλὰ καὶ τῆς οὔσης
εὐπρεπείας παραιρούμενα τὸ σῶμα βλάβης καὶ φροντίδος ἐπὶ τοῖς ὑπὸ τῶν αἰδοίων σημαινομένοις
περὶ ὧν ἀκριβέστερον ἐν τῷ πρώτῳ βιβλίῳ ἐν τῷ
περὶ σώματος λόγῳ εἴρηκα.
Ὅ τι δʼ ἂν ἐκ
μόνον ἀπὸ τῶν φυτῶν ἀλλὰ καὶ ἀπὸ τῶν μερῶν ἐξ ὧν
φύεται τὰ φυτά· πολλάκις γὰρ οὐκ αὐτὸς ὁ ἰδὼν ἀπέθανεν
ἀλλὰ τὸ δεικνύμενον ὑπὸ τοῦ μέρους, ἐν ᾧ ἦν τὸ φυτόν.
ἔστι δέ τις καὶ περὶ αὐτὰ τὰ φυτὰ διαφορά, ὡς ἐνίοτε μὴ
θάνατον ποιεῖν ἀλλὰ τομὰς καὶ χειρουργίας. τοῦτο δʼ ἂν
συμβαίνοι ἀπὸ τῶν ἑκάστοτε τεμνομένων, οἷον ἀμπέλου
Ψώρα δὲ καὶ λέπρα καὶ ἐλέφας ἐπισημοτέρους τε καὶ
ἐνδοξοτέρους τοὺς πένητας ποιοῦσι καὶ περιβλέπτους
διὰ τὴν εὐπορίαν· καὶ γὰρ τὰ πάθη ταῦτα ἀποβλέπτους
τοὺς ἔχοντας ποιεῖ. τὰ δὲ κρυπτὰ ἐλέγχουσι διὰ τὸν
αὐτὸν λόγον, τοῖς δὲ πλουσίοις καὶ τοῖς μέγα δυναμένοις
ἀνδράσιν ἀρχὰς περιποιοῦσιν. ἀεὶ δὲ ἀγαθὸν αὐτὸν ἔχειν
δοκεῖν ψώραν ἢ λέπραν ἢ ἐλέφαντα τι τοιοῦτο πάθος,
οἷον ἀλφοὺς ἢ λειχῆνας· τὸ δὲ ἄλλον ἔχοντα ἰδεῖν λύπην
καὶ φροντίδα σημαίνει· πᾶν γὰρ εἰδεχθὲς καὶ δυσπρόσωπον
ὁραθὲν συνάγει τὰς ψυχὰς τῶν ὁρώντων καὶ συστέλλει.
ἄχρηστος εἰς ὑπηρεσίαν ἔσται αὐτῷ. εἰ δὲ παῖς, οὐ φυλάξει
τὸ κατὰ γνώμην τοῦ πατρὸς ζῆν εἰ δὲ γυνή, πάντως
ἐπὶ τοῖς πραττομένοις ὑπʼ αὐτῆς αἰσχυνεῖται. τοῖς δὲ ἐξ
ὄχλου ποριζομένοις συμφέρει, καὶ περὶ τῶν ἄλλων δὲ κατ᾿
ἀναλογίαν κρίνειν χρή.
Βάλλειν λίθοις τινὰ κακῶς εἰπεῖν τινα σημαίνει, βάλλεσθαι
δὲ λίθοις ὑπό τινος κακῶς ἀκούσεσθαι προαγορεύει·
ἐοίκασι γὰρ οἱ λίθοι λόγοις ἀπρεπέσι καὶ μαχίμοις. πολλάκις
δὲ τὸ βάλλεσθαι λίθοις καὶ ἀποδημίαν προηγόρευσε·
δεῖ γὰρ ὡς εἰκὸς τὸν βαλλόμενον φυγεῖν. ἐπειδὰν
Τέττιγες ἄνδρας σημαίνουσι μουσικοὺς διὰ τὴν περὶ αὐτοὺς
ἱστορίαν, ἐν δέ ταῖς χρείαις τοὺς οὐδὲν ὠφελοῦντας
ἢ αὐτὸ μόνον περὶ τῶν πραγμάτων λέγοντας καὶ μεμνημένους,
ἐν δὲ τοῖς φόβοις τοὺς αὐτὸ μόνον ἀπειλοῦντας,
οὐδὲν δὲ δυναμένους δρᾶσαι· οὐδὲν γὰρ οἱ τέττιγες πλὴν
φωνὴν ἔχουσι. τοὺς δὲ νοσοῦντας δίψῃ συσχεθῆναι λέγουσι
καὶ πάντως ἀποθανεῖσθαι· τροφῆς γὰρ οὐ μέτεστιν αὐτοῖς.
Σκίλλα γεωργοῖς μὲν ἀφορίας ἐστὶ σημαντικὴ διὰ τὸ
μηδὲν ἐδώδιμον ἔχειν, ποιμέσι δέ ἀγαθή, ὅτι φύσει συμβέβηκεν
αὐτὴν λύκων εἶναι φθαρτικήν. ἀγαθὴ δʼ ἂν εἴη
πᾶσι τοῖς ἐν φροντίδι καὶ λύπῃ οὖσι· καθάρσιος γὰρ εἶναι
νενόμισται· τοῖς δέ εὖ πράττουσι δειμάτων ἐπαγωγὸς καὶ
φροντίδων οὖσα τετήρηται· οὐ γὰρ δεῖ καθαρμοῦ τοῖς μὴ
ἐν περιστάσει τινὶ οὖσιν.
Ἀσφόδελος τῇ σκίλλῃ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἀποβαίνει,
μόνους δέ τοὺς νοσοῦντας ἀναιρεῖ, ὡς πολλάκις
δὲ εἰπεῖν ὅτι νενόμισται τὸ ἐν Ἅιδου πεδίον ἀσφοδέλων
εἶναι πλῆρες.
Πάσχειν δέ δοκεῖν τὰ αὐτὰ ἄλλῳ ᾡτινιοῦν γνωρίμῳ,
οἷον τὸν αὐτὸν πόδα ἢ τὴν αὐτὴν χεῖρα ἢ ἄλλο τι μέρος
οἶδα δέ τινα πηρὸν τῷ δεξιῷ ποδί, ὃς ἔδοξε τὸν
οἰκέτην αὐτοῦ τὸν αὐτὸν πόδα πηρὸν ἔχειν καὶ ὁμοίως
σκάζειν. καὶ δὴ κατέλαβεν αὐτὸν ἐπὶ τῇ ἐρωμένῃ, ἧς
αὐτὸς ἥττητο· καὶ τοῦτο ἦν, ὅπερ προηγόρευσεν αὐτῷ τὸ
ὄναρ, συνεξαμαρτάνειν αὐτῷ τὸν οἰκέτην.
Κόπρια συνάγειν ἀγαθὸν τοῖς ἐξ ὄχλου ποριζομένοις
καὶ τοῖς τὰς ῥυπώδεις ἐργασίας ἐργαζομένοις· ἐκ πολλῶν
γὰρ περισσευμάτων τὰ κόπρια γίνεται καὶ ὑπὸ πολλῶν
ῥίπτεται· ἀγαθὸν δὲ καὶ τοῖς τὰ δημόσια ἐργολαβοῦσιν
μισθουμένοις. ἀγαθὸν δέ καὶ ἐπὶ κοπρίᾳ καθεύδειν ἀνδρὶ
πένητι· πολλὰ γὰρ κτήσεται καὶ περιβαλεῖται χρήματα.
πλουσίῳ δέ τὸ ὄναρ ἀρχῆς ἐστι περιποιητικὸν ἢ τιμῆτινος
δημοσίας, ἐπειδὴ πάντες οἱ δημόται τῇ κοπρίᾳ προσφέρουσί
τι καὶ προσβάλλουσιν, ὥσπερ καὶ τοῖς ἄρχουσι
συντελοῦσί τι καὶ διδόασι. προσχεῖσθαι δέ κόπρια ὑπό τινος
γνωρίμου οὐκ ἀγαθόν ἔχθραν γὰρ καὶ διχόνοιαν καὶ
ἀδικίαν ὑπὸ τοῦ προσχέοντος σημαίνει· αὐτὸν δὲ ἄλλῳ
κόπρια προσρίπτειν βλάβην πολλὴν προαγορεύει.
Προσευχὴ καὶ μεταῖται καὶ πάντες ἄνθρωποι προΐκται
καὶ οἰκτροὶ καὶ πτωχοὶ λύπην καὶ φροντίδα καὶ τηκεδόνα
ἑκάστῳ πραγμάτων, οἱ δέ μεταῖται ὁμοίας καὶ αὐτοὶ τὰς
περὶ αὐτοὺς φαντασίας καὶ τὰς πράξεις τοῖς ὁρῶσιν ἔσεσθαι
σημαίνουσι. λαβόντες δέ τι νόμισμα βλάβην μεγάλην
καὶ ἐπικίνδυνον προαγορεύουσι, πολλάκις δὲ καὶ θάνατον
αὐτῷ τῷ ἐπιδιδόντι τινι τῶν περὶ αὐτόν ἐοίκασι γὰρ
θανάτῳ, ἐπειδὴ μόνοι ἀνθρώπων ὥσπερ ὁ θάνατος οὐδὲν
λαβόντες ἀποδιδόασι. μεταῖται δὲ εἰς οἰκίαν εἰσερχόμενοι
τῆς οἰκίας ἀμφισβητῆσαί τινι σημαίνουσι, καὶ ἐάν τι λάβωσιν
ἢ αὐτοὶ βίᾳ χρησάμενοι ἢ παρέχοντός τινος, βλάβην
ὑπερβάλλουσάν τινα σημαίνουσι. τὸ δʼ αὐτὸ καὶ εἰς
χωρίον εἰσιόντες σημαίνουσι.
Κλεὶς ὄναρ ὁρωμένη γῆμαι μέν προῃρημένῳ πιστὴν
καὶ οἰκουρὸν ἔσεσθαι τὴν γυναῖκα σημαίνει καὶ τῷ θεράπαιναν
ὠνήσασθαι βουλομένῳ εὔνουν ἔσεσθαι τὴν θεράπαιναν
προαγορεύει. ἀποδημεῖν δὲ κωλύει ἀποκλεισμοῦ
καὶ κατοχῆς οὖσα σημαντική· οὐ γὰρ ἐπὶ τῷ ἀνοίγεσθαι
ἀλλ᾿ ἐπὶ τῷ κλείεσθαι τὰς θύρας γέγονεν ἡ κλείς, ἐπεὶ
οὐκ ἂν ἔδει κλειδὸς οὐδέ θυρῶν. νυνὶ δὲ ἐπειδὰν μὴ παρῇ
ὁ φυλάξων, τότε τῆς κλειδὸς ἡ χρεία γίνεται καὶ κεκλῃμένων
τῶν θυρῶν. εἰκότως οὖν ἐμποδὼν γίνεται τοῖς
ἀποδημεῖν βουλομένοις. τοῖς δʼ ἐπιστατεύειν θέλουσι καὶ
διέπειν τὰ ἀλλότρια πίστεώς ἐστι σημαντική.
Ψηφοπαικτεῖν δοκεῖν οὐκ ἐπιστάμενον πολλὰ ὠφεληθῆναι
σημαίνει παραλογιζόμενον καὶ ψευδόμενον διὰ τὸ
πολλὰς ψήφους κλέπτειν καὶ ταύτας ἄλλοτε ἄλλως δεικνύειν,
οὐ κατά τινα ἁπλοῦν τρόπον, ἀλλὰ πανούργως.
ἰδεῖν δέ ψηφοπαικτοῦντά τινα, παραλογισθέντα καὶ ἐξαπατηθέντα
βλαβῆναι σημαίνει.
Μάγειρος ὁ μὲν κατ᾿ οἶκον ἀγαθὸς ὁρώ μενος τοῖς γῆμαι
προῃρημένοις· δεῖ γὰρ ἐν γάμοις μαγείρου. καὶ τοῖς
πένησιν· οἱ γὰρ ἐκτενεῖς τροφὰς ἔχοντες, οὗτοι μαγείρῳ
χρῶνται. τοῖς δέ νοσοῦσι παροξυσμοὺς σημαίνει καὶ
φλεγμονὰς διὰ τὸ παροπτᾶν καὶ ποικίλην δυσκρασίαν,
ἀφʼ ὧν χυμοὶ γίγνονται δριμεῖς, ὥς φασιν οἱ περὶ ταῦτα
δεινοί τέλος δὲ καὶ δάκρυα διὰ τὸν ὑπὸ τοῦ μαγείρου
γινόμενον καπνόν. καὶ τὰ κρυπτὰ ἐλέγχει καὶ τὰ λάθρα
γινόμενα εἰς μέσον ἄγει, ἐπειδὴ τὰ ἔργα τοῦ μαγείρου
εἰς μέσον κομισθέντα παρατίθεται τοῖς εὐωχουμένοις καὶ
φαίνεται οἷά ἐστιν.
Οἱ δὲ ἐν ἀγορᾷ μάγειροι οἱ τὰ κρέα κατακόπτοντες καὶ
πιπράσκοντες κινδύνων εἰσὶ σημαντικοί καὶ βλάβης. καὶ
τοὺς νοσοῦντας τάχιον ἀναιροῦσιν, ἐπειδὴ νεκρῶν ἅπτονται
σωμάτων καὶ ταῦτα οὐχ ὁλόκληρα οὐδέ ὑγιᾶ ἐῶσιν
ἀλλὰ κατακόπτουσι. πλουσίοις δὲ καὶ βλάβης πρὸς τοῖς
κινδύνοις εἰσὶ σημαντικοὶ καὶ κατὰ τὸ πλεῖστον εἰς τὸ
δημόσιον διὰ τὸ τῷ δήμῳ διανέμειν τὸν τοιοῦτον μάγειρον
τὰ κρέα. τοῦτο καὶ τοῖς φοβουμένοις στερρότερον
Πανδοκεὺς τοῖς μὲν νοσοῦσι θάνατον σημαίνει· ἔοικε
γὰρ θανάτῳ διὰ τὸ πάντας δέχεσθαι· τοῖς δὲ λοιποῖς πᾶσι
θλίψεις καὶ στενοχωρίας καὶ κινήσεις καὶ ἀποδημίας προαγορεύει.
καὶ ὁ λόγος φανερός· τί γὰρ δεῖ τὰ οὕτω σαφῆ
ἑρμηνεύειν; τὰ δέ αὐτὰ τῷ πανδοκεῖ καὶ τὸ πανδοκεῖον
σημαίνει.
Τελώνης ἀγαθὸς τῷ χρείαν ἡντιναοῦν ἀπαρτίσαι βουλομένῳ
καὶ τελειῶσαι· ἀπὸ γὰρ τοῦ τέλους τὸ συμπέρασμ
ἑκάστης χρείας προαγορεύει. καὶ τοῖς κινεῖσθαι προῃρη
μένοις (ἀεὶ γὰρ πρὸς ταῖς ἐξόδοις ἕστηκε) μικρὰς κατοχὰς
προαγορεύσας τὸ λοιπὸν ἐπιτρέπει κινεῖσθαι καὶ πάσῃ
ἀποδημίᾳ χρῆσθαι. νοσοῦσι δέ θάνατον προαγορεύει·
῾ τελευτὴνʼ γὰρ καὶ τὸν θάνατον καλοῦμεν. πρὸς γάμους
δὲ καὶ κοινωνίας εὔνους μὲν εἶναι λέγει τοὺς κοινωνοὺς
καὶ τὰς γυναῖκας, στασιώδεις δέ καὶ μαχίμους διὰ τὰς
γινομένας ἑκάστοτε περὶ τῶν τελῶν ἀμφισβητήσεις. τὸ
δὲ εὔνουν αὐτῶν καὶ πιστὸν ἀπὸ τοῦ φυλακτικοῦ ἔστι
τεκμήρασθαι.
Λευκέα τοῖς μὲν φοβουμένοις ἐστὶ πονηρά· στερρότερον
γὰρ καὶ φορτικώτερον ἐπάγει τὸν φόβον καὶ τοῖς δούλοις
βασάνους καὶ θλίψεις προαγορεύει καὶ ἐλευθέρων τοῖς
πένησι πλὴν τῶν ἐχόντων ἐξ αὐτῆς ἢ διʼ αὐτῆς τὴν ἐργασίαν.
ἐλπιζόμενα διὰ τὴν ἐξ αὐτοῦ γινομένην ἀρκυοστασίαν καὶ
τὰς νεφέλας καὶ τὰ ὅμοια, οἷς οἱ ἄνθρωποι τὰ ἄπωθεν
καὶ τὰς βασάνους ὑπερβαλλούσας τινὰς σημαίνει καὶ
δεσμὰ εὔτονα λυθεῖσα μέντοι πάντων ἀπαλλάσσει μόνη
γὰρ αὐτὴ καὶ ἀναλύεται μετὰ πολλὴν τριβήν. εἰδέναι δὲ
χρὴ ὅτι ἕκαστον τούτων τοῖς ἐμπορευομένοις καὶ τοῖς
πιπράσκουσι καὶ τοῖς ἐξ αὐτῶν ἢ διʼ αὐτῶν ἐργαζομένοις
οὐδέν ἀποτρόπαιον προαγορεύει.
Φυλάττεσθαι ὑπό τινος κατεχόμενον βίᾳ ἐμποδισμοὺς
τῶν χρειῶν καὶ κατοχὰς καὶ παρολκὰς ἐν ταῖς προθεσμίαις
καί ἐπίτασιν ἐν ταῖς νόσοις προαγορεύει, τοῖς δέ
ἐσχάτως ἔχουσι σωτηρίαν· φυλακὴν μὲν γὰρ καὶ παρατήρησιν
καὶ μονὴν τῶν ὄντων τὴν ζωὴν καλοῦμεν, τὸ δʼ
ἐναντίον τούτοις λύσιν καὶ ἀπώλειαν, τοῦτʼ ἔστι τὸν θάνατον.
εἰς δὲ τὸ δεσμωτήριον καὶ τὴν εἱρκτὴν εἰσελθεῖν
ἑκόντα βία πρός τινων εἰσαχθῆναι νόσον ἰσχυρὰν ἢ
Παννυχίδες δὲ καὶ ἑορταὶ νυκτεριναὶ καὶ μετὰ ἀγρυπνίας
εὐφροσύναι πρὸς γάμους καὶ κοινωνίας εἰσὶν ἀγαθαὶ
καὶ τοῖς πένησιν εὐπορίας καὶ προσκτήσεώς εἰσι σημαντικαί,
καθότι καὶ τοῖς λυπουμένοις καὶ τοῖς φοβουμένοις
ἄφοβοι καὶ ἄλυποι τετήρηνται· οὐ γὰρ ἔνεστι παννυχίζειν
μὴ οὐχὶ ἐν πολλῇ εὐφροσύνῃ ὄντας. μοιχοὺς δὲ καὶ μοιχευομένας
καταφανεῖς μὲν τίθησι, κολάζει δὲ οὐδαμῶς,
ἐπειδὴ τὰ πραττόμενα ἐν ταῖς παννυχίσι γνώριμα μὲν
οἷς ἐστιν ἐπίλαμπρος ὁ βίος ταραχὰς καὶ περιβοησίας
τίθησιν, ὧν τὸ τέλος ἄλυπον ἂν γένοιτο.
Ἀγορὰ ταραχῆς ἐστι σημαντικὴ καὶ θορύβου διὰ τὸν
ἐν αὐτῇ ἀγειρόμενον ὄχλον. τοῖς δὲ ἐν ἀγορᾷ ζῶσιν ἀνθρώποις
ἀγαθὴ καὶ ὄχλου πλήθουσα καὶ θορύβου μεστὴ
ὁρωμένη· ἡ δέ ἔρημος καὶ ἀθόρυβος ἀπραξίαν μὲν τούτοις,
τοῖς δὲ ἄλλοις πολλὴν ἀσφάλειαν προαγορεύει. ἀγορὰ
ἐσπαρμένη παντὶ δήπουθεν ἄβατος γίνεται, ὅ τι ἂν ᾖ τὸ
ἐν αὐτῇ ἐσπαρμένον. λέγουσι δὲ ἔνιοι τὸ τοιοῦτον τῇ πόλει
ἐν μὲν εὐποτμίᾳ λιμόν, ἐν δὲ λιμῷ εὐποτμίαν σημαίνειν.
θέατρα δὲ καὶ πλατεῖαι καὶ προάστεια καὶ τεμένη καὶ περίπατοι
καὶ πάντα τὰ κοινὰ τὸν αὐτὸν τῇ ἀγορᾷ λόγον ἔχει.
Ἀνδριάντες χαλκοῖ κινούμενοι οἱ μὲν μεγάλοι σφόδρα
εὐπορίας εἰσὶ καὶ προσόδου καὶ χαλκοῦ κτήσεως σημαντικοὶ
διὰ τὴν τοῦ χαλκοῦ κίνησιν· οἱ δὲ ὑπερμεγέθεις, ὅπως
ἂν κινῶνται, φόβους καὶ κινδύνους οὐ τοὺς τυχόντας ἐπάγουσι·
φοβερὰ γὰρ ἡ τούτων κίνησις καὶ καταπληκτικὴ
ὡς εἰκὸς τοῖς ὁρῶσι γίνεται. οἱ δὲ λίθινοι καὶ οἱ ἐξ ἄλλης
ὕλης κατὰ τὰ αὐτὰ τοῖς τῶν θεῶν ἀγάλμασι κρινέσθωσαν.
ἔτι καὶ τοὺς ἐν τῇ πόλει πρωτεύοντας οἱ ἀνδριάντες σημαίνουσιν.
ὅ τι ἂν οὖν δρῶσιν ἢ πάσχωσι, τὰ αὐτὰ τοὺς
ἡγουμένους τῆς πόλεως δρᾶσαι παθεῖν προσημαίνουσιν.
Ἀσπάλαξ ἄνθρωπον τυφλὸν ἀπὸ τοῦ συμβεβηκότος
σημαίνει καὶ ματαιοπονίαν διὰ τὸν μάταιον τοῦ ζῷου πόνον.
καὶ τὸν ἀποκρύπτεσθαι βουλόμενον σημαίνει ὑφʼ
Γλαὺξ ἐλεὸς βύας αἰγωλιὸς σκὼψ νυκτικόραξ καὶ
προσέτι νυκτερὶς καὶ εἴ τι ἄλλο νυκτερινὸν ὄρνεον πρὸς
μὲν τὰς πράξεις πάντα ἐστὶν ἄπρακτα, πρὸς δὲ τοὺς
φόβους ἄφοβα, ὅτι μήτε θηρεύει
ἐγκύμοσίν ἐστιν ἀγαθή οὐ γὰρ ᾠοτοκεῖ, ὥσπερ οἱ ἄλλοι
ὄρνιθες, ἀλλὰ ζῳοτοκεῖ καὶ γάλα ἐν μαζοῖς ἔχει καὶ τοὺς
ἰδίους ἐκτρέφει νεοττούς. ὅ τι δʼ ἂν τούτων τῶν ὀρνέων τις
Ὡρολόγιον πράξεις καὶ ὁρμὰς καὶ κινήσεις καὶ ἐπιβολὰς
Ταῦτα μὲν οὖν εἰς ἀναπλήρωσιν τῶν δεόντων, ὅσα
μήτ᾿ ἐν ταῖς προτέραις βίβλοις ἐχρῆν γράφειν ὥσπερ ἂν
εἰς ἀνοίκειον κατατεθέντα καὶ ἀλλοτρίαν χώραν, μήτε μὴν
ἄγραφα καταλιπεῖν εὔλογον ἦν, ὅπως μή τινι, ὡς ἔφην,
πάροδον καὶ ἐπιβάθραν καταλείπω τοῦ γράφειν, αὐτάρκως
ἔμοιγε ἔχειν δοκεῖ. χρὴ δὲ γινώσκειν ὅτι οὐδὲν οὕτω
χαλεπόν ἐστι καὶ δύσκολον ὡς τὸ τὴν κρᾶσιν καὶ μίξιν τῶν
ὁρωμένων ἐν τοῖς ὕπνοις συνιδόντα μίαν ἐκ πάντων ἀπόφασιν
εἶναι τὰ σημαινόμενα ἀλλήλοις, εἴγε τὰ πάντως ἐσόμενα
οἱ ὄνειροι προαγορεύουσιν ἀλλʼ ὥσπερ τῶν πραγμάτων
ἐστὶ τάξις καὶ ἀκολουθία, οὕτω καὶ τοῖς ὀνείροις εἰκὸς
ἀκολουθεῖν τάξιν τινά. ἐπειδὰν οὖν ἴδῃ τις ὁμοῦ ἀγαθὰ
καὶ κακά, ἐν νῷ δεῖ λαβεῖν ὁπότερα πρότερα εἶδε, τὰ ἀγαθὰ
ἢ τὰ κακά· καὶ γὰρ ἐν τοῖς πράγμασι ποτὲ μὲν χρησταὶ
φανεῖσαι ἐλπίδες εἰς κακὸν ἀπέβησαν, ποτὲ δὲ οἱ προσδοκηθέντες
εἰσὶ ποικίλοι καὶ τοῖς πολλοῖς δυσερμήνευτοι. ἐγὼ δὲ ὡς
εὐπαρακολούθητον ἕκαστον τῶν σημαινομένων γένηται,
ἐν τάξει ἕκαστον καὶ κοσμίως καὶ ὡς μάλιστα ἐνεδέχετο
διδασκαλικῶς ἀνέγραεψα. ὥσπερ δὲ οἱ γραμματικοὶ τῶν
στοιχείων ἐπειδὰν τὰς δυνάμεις διδάξωσι τοὺς παῖδας, τότε
καὶ ὅπως ὁμοῦ πᾶσι χρῆσθαι δεῖ ὑποτίθενται, οὕτω κἀγὼ
μικράς τινας καὶ εὐπαρακολουθήτους ὑποθήκας πρὸς τοῖς
εἰρημένοις ἐπισωρεύσω, ὡς ἂν ᾖ εὐμαθῆ τὰ βιβλία πᾶσιν·
ἐπεὶ τοῖς γε πείρᾳ κεχρημένοις καὶ τριβαῖς πολλαῖς εὐπαρακολούθητός
ἐστιν ὁ λόγος καὶ ἱκανὸς ἕκαστα διδάξαι
ὡς ἔχει. ἐν μὲν
λέοντος τὴν κεφαλὴν ἀφῃρῆσθαι δόξῃ καὶ ἀποθανεῖν,
ὁ πατήρ, ἡ δέ ἀφαίρεσις ἡ στέρησις τοῦ πατρός, ὁ δὲ λέων
ἡ νόσος, ἥν νοσήσας ὁ πατὴρ ἀποθάνοι ἄν ὁ δὲ θάνατος
ἡ μεταβολὴ τοῦ βίου καὶ τὸ διὰ τὸν πλοῦτον ἀνενδεές.
ἐπίστανται πρὸς τί ἕκαστον ἁρμόζει, καὶ τὰς ἀποφάσεις
οὐδέν τι μᾶλλον ἐξ ἑνὸς ἑκάστου ἢ ἐκ πάντων
ποιοῦνται. γένοιτο δὲ μετὰ πολλῆς εὐμενείας τοὺς ἐντυγχάνοντας
ἐπιθυμῆσαι ἀναγνῶναι τὰ βιβλία καὶ μὴ πρὸ
τοῦ ἀκριβῶς καταλαβεῖν ἐγκαλεῖν τι, ἐπεὶ τό γε ὅτι τοὺς
ἐπιμελῶς ἀναγνόντας οὐκ ἐάσει ἀποστῆναί ποτε τῶν
λόγων τούτων τὰ βιβλία καὶ διομόσασθαι ἔχω.
Τὰ μὲν δὴ χρειώδη, Κάσσιε Μάξιμε, τοῖς βιβλίοις καθὼς
προσῆκεν ἐξ ὁλοκλήρου πάντα ἀποδέδοται τὴν δέ
ἐπγραφὴν μὴ θαυμάσῃς, διότι Ἀρτεμιδώρου Δαλδιανοῦ
καὶ οὐχὶ Ἐφεσίου ἐπιγέγραπται, ὥσπερ πολλὰ τῶν ἤδη εἰς
ἄλλας πραγματείας πεποιημένων μοι βιβλίων· τὴν μὲν
γὰρ Ἔφεσον συμβέβηκε καὶ αὐτὴν διʼ ἑαυτῆς περιώνυμον
εἶναι καὶ πολλῶν καὶ ἀξιολόγων κηρύκων τετυχηκέναι,
Δάλδις δὲ πόλισμα Λυδίας καὶ οὐ σφόδα ἐλλόγιμον
διὰ τὸ μὴ τοιούτων ἀνδρῶν τετυχηκέναι ἄγνωστον τὸ
μέχρι εἰς ἡμᾶς μεμένηκε. διὸ θρεπτήρια οὔσῃ μοι πατρίδι
πρὸς μητρὸς ταῦτα ἀποδίδωμι αὐτῇ.
Ἀρτεμίδωρος Ἀρτεμιδώτῷ τῷ υἱῷ χαίρειν.
Ἐπειδὴ κατὰ δαίμονα καὶ τὴν τοῦ κρατίστου Κασσίου
Μαξίμου σπουδὴν προετράπην ὀνειροκριτικὰ βιβλία ποιῆσαι,
ὅπως τῷ ἑταίρῳ χαρισαίμην καὶ τὴν ἐμαυτοῦ
σοφίαν μὴ σιγῇ παραδούς καὶ ὄκνῳ ματαίως ἀναλώσαιμι,
καὶ ταῦτα, ὅπως εἶχον δυνάμεως, ὥς γε ἐμαυτὸν εἰδέναι
οὔτε τοῦ μεγαλείου τῆς τέχνης ἀποδέοντα οὔτε πρὸς
αὐτάρκειαν ἐνδεῶς ἕχοντα τοῖς γε μὴ παντελῶς ἀνοήτοις
ἐποίησα συναγαγὼν ἕκαστα τῶν ὁρᾶσθαι δυναμένων καὶ
ἐν χρήσει ὄντων ἐνυπνίων, τάξει τινὶ καὶ ἀκολουθία
χρησάμενος ὁμοίᾳ βίῳ ἀνθρωπίνῳ, ἀπὸ γενέσεως ἄχρι
θανάτου καθʼ ἕκαστον τῶν πραττομένων ἐμπεριλαβὼν
καὶ πρὸς ὅ τι τὴν ἀναφορὰν ἕκαστον ἔχειν καὶ εἰς ὅ τι
ἀποβαίνειν δύναται, οὐχὶ ψιλῇ εἰκασία ἀλλὰ πείρα καὶ
τῇ τῶν ἀποτελεσμάτων μαρτυρίᾳ πειθόμενος. καὶ ὅσα
ἔχειν τὴν πραγματείαν δυσὶ περιωρισμένην βιβλίοις.
ἐνῆν, τὰ πλεῖστα καὶ
ἀπεληλαμένος θεῶν καὶ δαιμόνων οὐκ ἀγαθός, ᾧ χρὴ
κατὰ τὸ καρτερὸν ἐνίστασθαι ἐπιστάμενον ὅτι πλείοσιν
ὅπλοις πρὸς τὰ κρείττονα τῶν ἔργων ἀγωνίζεται. καὶ γὰρ
νῦν αἰσθάνομαί τινων τοῖς βιβλίοις ἐγκαλούντων ὡς τῶν
μὲν ἐν αὐτοῖς γεγραμμένων ἀληθείας μὲν οὐδʼ ὁτιοῦν
ἀποδεόντων, οὐ πάντων δὲ ἐξειργασμένων οὐδὲ ᾐτιολογημένων,
ἔστι δέ ὧν καὶ παραλελειμμένων ἀναγκαίων ὄντων
τῇ ὑποθέσει. διὸ μετὰ πολλῆς ἐπιστροφῆς ὑπέρ τε ἐμαυτοῦ
καὶ σοῦ ὡρμήθην ἐπὶ τὴν συγγραφὴν τοῦδε τοῦ βιβλίου,
ὅπως ἂν ἔχῃς πρὸς ἑκαστα ἐπιβόλως τε, εἰ αὐτὸ
μόνον δέοι κρίνειν, καὶ πρὸς τοὺς ζητητικοὺς τῶν ἀνθρώπων
εὐκόλως πρὸς ἀπόκρισιν, μεμνημένος ὅτι σοι προσπεφώνηται
εὖ γὰρ ἴσθι ὅτι τῶν λόγων τῶν ἡμετέρων ἥττονές
εἰσι πολλοὶ καὶ σχεδὸν πάντες, οἷς ἐπιμελές ἐστι τὸ κατορθοῦν
ἐν μαντικῇ. κανονικῶς οὖν καὶ ὁρικῶς περὶ τῶν
Πρὸς μὲν οὖν τοὺς μὴ πάντα ᾐτιολογῆσθαι λέγοντας
ὀρθῶς ἐρεῖς τὸ ἐκ τοῦ προοιμίου τοῦ πρώτου βιβλίου
ῥητόν, πλὴν εἰ μὴ τοῦτο οὕτω σαφές εἴη, ὡς περιττὴν
ἡγεῖσθαι τὴν περὶ αὐτοῦ ἐξήγησιν· πρὸς δὲ τοὺς μῂ πάντα
ἐξειργάσθαι λέγοντας καὶ τούς τινα παραλελεῖφθαι ἐρεῖς
ὅτι ἔνιά τισιν ὅμοια ὄντα ὡς εὔγνωστα παραλέλειπται
οὐκ ἐξείργασται, ὡς στρόφιον διαδήματι καὶ λαγὼς ἐλάφῳ
καὶ κάμηλος ἐλέφαντι καὶ κρόκος μύροις καὶ ὅσα
ἄλλα ἐστὶν εὐώδη, καὶ ὅτι χοῖρος καὶ ὄρνιθες ταῖς ἑαυτῶν
σαρξὶ τὸν αὐτὸν ἔχουσι λόγον. πρὸς δὲ τοὺς πυνθανομένους
περὶ ὀνείρου καὶ ἐνυπνίου διαφορᾶς ἐπιμελῶς προεῖπον
ὅτι ἕτερόν ἐστι τοῦ ὀνείρου τὸ ἐνύπνιον καὶ οὐ ταὐτόν.
ἀλλὰ καὶ τὸν ὄνειρον ἐνύπνιον καλῶς εἴποι τις ἄν
ὅταν δὲ τεχνικῶς λέγῃ τις, κυρίως ἕκαστον χρὴ καλεῖν,
τροφῆς, ἐνύπνιον χρὴ καλεῖν, τὸ δὲ μετὰ τὸν
ὕπνον ἐνεργές ὂν καὶ ἀποβησόμενον ἐς ἀγαθὸν ἢ κακὸν
ὄνειρον διʼ ἃς αἰτίας ἐκεῖ προείρηκα. ὅταν δὲ κοινῶς τις
λέγῃ, καταχρηστέον τοῖς ὀνόμασιν, ὡς καὶ ὁ ποιητής
κλῦτε, φίλοι, θεῖός μοι ἐνύπνιον ἦλθεν ὄνειρος.
φίλον γὰρ αὐτῷ τὸ ἰσοδυναμοῦσι χρῆσθαι ὀνόμασι καὶ
ῥήμασι καὶ πᾶσι τοῖς τοῦ λόγου μέρεσιν, ὡς καὶ ῾ ἀμφὶ
περὶ κρήνηνʼ καὶ ῾ εἰ δʼ Ὀδυσεὺς ἔλθοι καὶ ἵκοιτοʼ καὶ οὕτως καὶ ῾ θεῖός μοι ἐνύπνιον ἦλθεν
ὄνειροςʼ.
Μέμνησο δὲ ὅτι τοῖς ἐνστάσει χρωμένοις ἀγαθῇ καὶ
εὐπροαιρέτῳ ἐνύπνια οὐ γίνεται οὐδὲ ἄλλαι τινές ἄλογοι
φαντασίαι, ἀλλὰ πάντα ὄνειροι καὶ ὡς ἐπὶ τὸ πλεῖστον θεωρηματικοί·
οὐ γὰρ ἐπιθολοῦται αὐτῶν ἡ ψυχὴ οὔτε φόβοις
οὔτε ἐλπίσιν, καὶ μέντοι καὶ τῶν τοῦ σώματος ἡδονῶν ἄρχουσι.
τὸ δὲ κεφάλαιον εἰπεῖν, ἐν τῷ σπουδαίῳ ἐνύπνιον
οὐ φαίνεται οὐδέ τις ἄλλη ἄλογος φαντασία. ἵνα δὲ μή ποτε
ἐξαπατηθῇς, οὐ ταὐτὰ τοῖς πολλοῖς ἐνύπνια καὶ τοῖς
δυναμένοις αὐτὰ διακρίνειν· οἱ μὲν γὰρ πολλοί, οἷα βούλονται
ἢ οἷα φοβοῦνται, τοιαῦτα καὶ κατὰ τὸν ὕπνον
ὁρῶσιν, οἱ δέ αὖ σοφοὶ περὶ ταῦτα καὶ δεινοί, οἷα βούλονται,
μὲν τύχοι ἐρῶν γυναικός, οὐ τὴν ἐρωμένην ὄψεται ἀλλ᾿
ἵππον ἢ κάτοπτρον ἢ ναῦν ἢ θάλασσαν ἢ θηρίον θῆλυ ἢ
ἐσθῆτα γυναικείαν ἄλλο τι τῶν σημαινόντων γυναῖκα.
εἰ δέ πρὸς ἀποδημίαν γένοιτο, οὐχὶ ὀχήματα ὄψεται οὐδὲ
ναῦς οὐδέ στρωματοδέσμους οὐδέ σκεύη συνειλεγμένα ἢ
παρασκευὴν ἀποδημίας, ἵπτασθαι δὲ δόξει καὶ σεισμὸν πόλεμον
ἢ κεραυνὸν ὄψεται καὶ εἴ τι ἄλλο ἀποδημίας ἔσται σύμβολον.
καὶ εἰ φοβοῖτό τινα ἢ φεύγοι, οὐκαὐ τὸν ἐκεῖνον ὄψεται,
ἀλλὰ θηρίον ἐκφεύγειν νομίσει καὶ δεσμὰ διαρρήσσειν
ἄλλοι ἄνθρωποι ἔξω δέους καὶ ταραχῆς γίνονται. ὡς καὶ
ἐν Κορίνθῳ ὁ ζωγράφος
δεσπότης καὶ ἔτι νῦν περίεστιν. ἀλλʼ ἐπειδὴ κριτικῶς
εἶχε τῶν τοιούτων, τεχνικώτερον αὐτῷ προσέπαιζεν ἡ
ψυχή· αὐτὰ γὰρ ταῦτα ἄλλῳ ἰδόντι τοῦ δεσπότου ὄλεθρον
προεμαντεύετο. ἵνα δὲ μὴ ἄπορόν σοι φαίνηται τὸ τοιοῦτον,
εὖ ἴσθι ὅτι πολλοὶ μὲν καὶ σχεδὸν οἱ πλεῖστοι, ἵνα μὴ
λέγω πάντες, εἰσὶν οἱ τὰ κοινὰ ἐνύπνια ὁρῶντες, παντελῶς
δὲ ὀλίγοι καὶ μόνοι οἱ ὀνειροκριτικοὶ τῶν ἀνθρώπων
τὰ ἕτερα, περὶ ὧν ὁ προγεγραμμένος λόγος εἴρηται.
Τῶν δὲ ὀνείρων πάντων οὓς μὲν θεωρηματικούς οὓς δὲ
ἀλληγορικοὺς καλοῦμεν· καὶ θεωρηματικοὺς μὲν τοὺς οὕτως
ἀποβαίνοντας ὡς θεωροῦνται, ἀλληγορικοὺς δὲ τοὺς
τὰ σημαινόμενα διʼ αἰνιγμάτων ἐπιδεικνύντας. ἐπειδὴ δὲ
καὶ ἐν τούτοις γίνεταί τις πλάνη ἀμφιβαλλόντων πότερον
χρὴ τὰ θεωρηθέντα αὐτὰ προσδέχεσθαι ἢ ἕτερόν τι ἐκ
τούτων ἀποβησόμενον, οὐκ ἄπορόν σοι τὸ διακρίνειν
δύνασθαι. πρῶτον μὲν γὰρ ὅσα θεωρηματικά ἐστι, παραχρῆμα
καὶ αὐτίκα μάλα ἀποβαίνει· ὅσα δὲ ἀλληγορικά,
πάντως χρόνου διαλείποντος ἢ πολλοῦ ἢ ὀλίγου ἢ τὸ
ἔσχατον ἡμέρας μιᾶς. ἔπειτα καὶ εὔηθες ἂν εἴη τὰ
τεράστια καὶ οὐδαμῶς ἐνδεχόμενα ἐγρηγορότι συμβαίνειν
ταῦτα οὕτως ὡς θεωρηματικὰ προσδέχεσθαι. οἷον εἴ
τις ὑπολάβοι θεὸς γεγονέναι ἢ πέτεσθαι ἢ κέρατα ἔχειν
ἢ εἰς Ἅιδου καταβεβηκέναι·
παραυτίκα ἀποβαίνει, περισσὸν αὐτὰ κρίνειν· εἰ δὲ μή,
ἐφάρμοζε ἑκάστῳ τὴν προσήκουσαν κρίσιν ἐκ τῶν προτέρων
βιβλίων. ὅσα μέντοι στάνιά ἐστι καὶ ἅπαξ που
γινόμενα, ταῦτα ὡς τεράστια καὶ ἔκφυλα τῶνδε τῶν
λόγων παραδέχου μὲν ὡς ἐνδεχόμενα γενέσθαι, μὴ χρῶ
δὲ ὡς πάντῃ καὶ πάντως καθολικοῖς. καὶ γὰρ Δρούσων ὁ
Λαοδικεὺς τὴν τοῦ φίλου οἰκίαν ὠνήσασθαι δόξας μετὰ
τριετίαν ὠνήσατο. ἀλλὰ τοῦτο μόνον θεωρηματικὸν ἦλθεν
ἔν τισι τέχνας ἔχοντες, καὶ εἰ πάνυ εἶεν γνώριμοι,
τῶν τεχνῶν αὐτῶν εἰσι σημαντικοί. τοιγαροῦν
γραμματικὸν γραμματικῷ οὐδέν ἄλλο ἢ τὴν γραμματικὴν
εἶναι τέχνην καὶ ῥήτορα
οἷον Φίλαγρος ὁ ῥήτωρ Οὐᾶρον τὸν ῥήτορα νοσοῦντα
ἐθεάσατο, καὶ ἐπὶ πολὺ παρὰ προαίρεσιν τὴν ἑαυτοῦἐσίγησε.
καὶ ἐν Κυζίκῳ τέκτων τὸν ἀγχίθυρον τέκτονα
ἀπσθανόντα καὶ ἐκφερόμενον ἰδὼν διὰ δανειστὰς ἐξεχώρησε
τοῦ ἐργαστηρίου καὶ μετανέστη τῆς πόλεως.
Περὶ δὲ τῶν ἓξ στοιχείων πρὸς τοὺς ἐπιφθόνως εἰρῆσθαι
δύο στοιχεῖα. τὰ μὲν οὖν φύσει δεῖ κατὰ ταὐτὰ καὶ ὡσαύτως
ἔχειν, τῶν δὲ νενομισμένων ἃ μὲν συνθέμενοι
ἀλλήλοις οἱ ἄνθρωποι αὐτοὶ ἑαυτοῖς προστάττουσι, καὶ
τελετὰς καὶ πανηγύρεις καὶ ἀγῶνας καὶ στρατείαν καὶ
γεωργίαν καὶ πόλεων συνοικήσεις καὶ γάμους καὶ παίδων
ἀνατροφὰς καὶ ὅσα ἄλλα τούτοις ὅμοια, ἑαυτῷ δὲ ἕκαστος
ὁμολογήσας ἐνστάσει χρῆται ἰδίᾳ καὶ ἐσθῆτι καὶ ὑποδέσει
καὶ τροφῇ καὶ κουρᾷ καὶ ἄλλῳ τῷ περὶ τὸ σῶμα κόσμῳ
καὶ ἐπιτηδεύματι καὶ προαιρέσει, ἣν ἂν μάλιστα ἐπαινῇ,
῾ἄλλα δʼ ἄλλοισιν νόμιμα, σφετέραν δʼ αἰνεῖ δίκαν ἕκαστοςʼ
φησὶν ὁ Πίνδαρος. τῶν δὲ γεγραμμένων νόμων
δύναμις μένει ἡ αὐτή,
πολλή, παραβαίνοντι δὲ τοὺς γεγραμμένους νόμους ζημίαι
τε καὶ κολάσεις καὶ κίνδυνοι. τὸ μὲν οὖν κατὰ τὸν νόμον
ἀδιαίρετον πλὴν ὅσον ἐν χρόνῳ, τὸ δὲ ἔθος ἀποσχέσεις
ἔσχηκε τήν τε τοῦ χρόνου καὶ τὴν τῆς τέχνης καὶ τὴν τῶν
ὀνομάτων· πάντα γὰρ τὰ πραττόμενα κατὰ νόμον καὶ
ἄνευ νόμου πάντως ἔν τινι χρόνῳ γίνεται ἢ γέγονεν ἢ
ἔσται, χρόνου δὲ ἀποσχέσεις καιροὶ καὶ ὧραι. πράττουσι
δὲ ἕκαστα ἄνθρωποι ἤτοι τεχνικῶς ἢ ἀτεχνῶς· τεχνικῶς
μὲν οἱ ἐπιστάμενοι, ἀτεχνῶς δὲ οἱ μή. τὴν τέχνην σύστημα δεῖ δὲ τῇ τέχνῃ ἐργαλείων τε καὶ μηχανημάτων
καὶ τῶν ὅσα ἑκάστῃ πρόσφορα καὶ οἰκεῖα νενόμισται. ὅτι
δὲ οὐδὲν τῶν ὄντων ἀνώνυμόν ἐστι, περισσὸν καὶ λέγειν.
τῶν δὲ ὀνομάτων ἃ μὲν εὔφημα ἃ δὲ δύσφημα νενόμισται.
ὥστε ἐάν τι λέγῃ τις παῤ αὐτὰ τὰ ἓξ στοιχεῖα, δυνάμει
μέν τινος τούτων ἴδιον ἐρεῖ, φωνῇ δὲ οὐκ ἴδιον. οἷον χαρὰ
καὶ λύπη καὶ ἔχθρα καὶ φιλία καὶ νόσος καὶ ὑγεῖα καὶ
ἔκκρισις καὶ πρόσχρησις σωμάτων καὶ κάλλος καὶ αἰσχρότης
καὶ αὔξησις καὶ μείωσις καὶ γένεσις καὶ τελευτὴ καὶ
ὅσα ἄλλα τούτοις ὅμοια κατὰ φύσιν πάντα· οὐδὲ γάρ
ἐστιν ἕτερα τῆς φύσεως οὐδὲ ὡς στοιχεῖα· οὐδὲ γάρ ἐστιν
ἡ φύσις ψιλὸν ὄνομα, ἀλλʼ ἡ τῶν πάντῃ καὶ πάντως ἐσομένων
τε καὶ οὐκ ἐσομένων περιφορὰ φύσις ὠνόμασται.
οὕτω δὲ καὶ ὁ νόμος καὶ τὸ ἔθος οὐκ αὐτὰ καθʼ ἑαυτά
ἐστιν ὀνόματα, ὡς τὸ βλίτυρι καὶ
τινος νόμος καί τινος ἔθος, ὥαθ᾿ ὅταν τις εἴπῃ γάμον καὶ
μοιχείαν καὶ λῃστείαν καὶ παρακαταθήκην καὶ ὕβριν καὶ
πάλιν αὖ κουρὰν καὶ ἐσθῆτα καὶ ποιὰν τροφήν, λέληθεν
ἑαυτὸν νόμου ὄνομα ἔθους λέγων, ὥσπερ ἄλλο τι στοιχεῖον.
οὕτω καὶ ὅταν σκεῦος μηχάνημά τι ἢ ἐργαλεῖον ὥσπερ
τι στοιχεῖον λέγῃ, ἢ τέχνην λέγει ἢ ὄνομα ἢ χρόνον· τέχνην
μέν, ὅταν τὴν διʼ ἐργαλείων ἐργασίαν· ὄνομα δέ, ὅταν
μηχάνημα σκεῦος· χρόνον δέ, ὅταν ἀμφότερα, οἷον
δρέπανον ἢ δίκελλαν ἢ ἀμίαν γεώργια . ἐν ὡρισμένοις
μέμνησο δὲ ὅτι οὐ πάντως καθολικὸς οὗτος ὁ λόγος ἀλλʼ μᾶλλον οὕτως ἔχων· πολλὰ γὰρ καὶ
παρὰ τὰς ὑποστάσεις τῶν πραγμάτων ἀνακολούθως τῇ
φύσει καὶ τῶν ἄλλων στοιχείων τινὶ ὁρώμενα ἀγαθὰ γίνεται.
οἷον ἔδοξέ τις τὴν μητέρα τύπτειν. ἦν μὲν οὖν παράνομον,
ἀλλʼ οὐδὲν ἧττον ἐλυσιτέλησεν αὐτῷ, ἐπειδὴ κεραμεύς
ἔτυχεν ὤν· μητέρα δὲ τὴν γῆν καλοῦμεν, ἣν ὁ κεραμεὺς
τύπτων ἐργάζεται. τοιγαροῦν εἰργάσατο πολλά.
μέμνησο δὲ ὅτι μεῖζον ἔθος μικροτέρου κρατεῖ. ὡς Ἀριστείδης
ὁ νομικὸς καίτοι ἔθος ἔχων ἐν λευκοῖς προϊέναι
νοσῶν ἔδοξε λευκὰ φορεῖν ἱμάτια, καὶ οὐδὲν ἀπώνατο
τοῦ ἔθους· οὐ γὰρ εἰς μακρὰν ἀπέθανεν· ἦν γὰρ μεῖζον
ἔθος τὸ ἐπεῖγον, καθʼ ὃ οἱ νεκροὶ ἐν λευκοῖς ἐκφέρονται.
καὶ τῶν τεχνῶν δὲ αἱ δυνάμεις ὅμοιαι, καὶ εἰ τῇ
ἐνεργείᾳ εἶεν ἀνόμοιοι, εἰς ταὐτὸν ἀποβαίνουσιν. ὡς
Ἀπολλωνίδης ὁ χειρουργὸς ὁμηρίζειν νομίσας καὶ πολλοὺς
τιτρώσκειν πολλοὺς ἑχείρισε. καὶ γὰρ οἱ ὁμηρισταὶ τιτρώσκουσι
μὲν καὶ αἱμάσσουσιν, ἀλλʼ οὐκ ἀποκτεῖναί γε βούλονται·
οὕτω δὲ καὶ ὁ χειρουργός. καὶ τοῖς τρόποις δὲ
τοῖς εἰρημένοις ἐν τῷ πρώτῳ βιβλίῳ ὡς ἀληθέσι πρόσεχε,
καλοῦμεν διὰ τὸ αἰτεῖν τι παρὰ θεοῦ ἰδεῖν περὶ τῶν
ἐν ποσὶ πραγμάτων. μέμνησο δέ, ὅταν μὲν αἰτῇς ὀνείρους,
μήτε ἐπιθυμιᾶν λιβανωτὸν μήτε ὀνόματα ἄρρητα λέγειν,
καί, τὸ κεφάλαιον εἰπεῖν, περιεργότερον τοὺς θεοὺς ἐπερώτα
σπουδαίους τοῖς μετ᾿ ἀνάγκης αἰτοῦσι καὶ βιαίως μηδὲν
παρέχειν, τοῖς δὲ ἐπιεικέσι χαρίζεσθαι, θεοὺς δὲ πρὸς
βίαν αἰτουμένους ὑπακούειν. μετὰ δὲ τὸ ἰδεῖν καὶ θῦε
καὶ εὐχαρίστει. ἔτι δὲ καὶ τῶν νομοθετούντων τοῖς
θεοῖς καταγέλα, λέγω δὲ τῶν εὐχομένων οὕτως ῾ εἴ μοι
πρακτέον τόδεʼ καὶ ῾ εἴ μοι ἔσται τόδεʼ καὶ ῾ εἰ νῦν ἴδοιμι
Δήμητρος καρπόν εἰ δὲ μή, Διονύσουʼ καὶ ῾εἰ μὲν συμφέρει
μοι καὶ λυσιτελεῖ, λάβοιμί τι· εἰ δὲ μή, δοίην.᾿ ἐπὶ γὰρ
τοῖς τοιούτοις πλάνη γίνεται πολλή. ὁ μὲν γὰρ θεὸς πρὸς
τὸ ἀποβησόμενον δίδωσι τοὺς ὀνείρους τῇ ψυχῇ τοῦ
ὁρῶντος φύσει μαντικῇ οὔσῃ εἴ τι ἄλλο ἐστὶν αἴτιον
τοῦ ὀνειρώσσειν· ὁ δὲ πρὸς τὴν ἑαυτοῦ ἐπερώτησιν ἐκλαμβάνων
τὰ ἐν τοῖς ὕπνοις ὁραθέντα, εἰ ἐναντία εἴη, πλανᾶται.
οἷον τῷ νοσοῦντι ἄρτοι ὠμοί, καίτοι Δήμητρος καρ
προκοπῆς φροντίζοντι δωρεῖσθαι καὶ διδόναι τι κρεῖττον
ἢ λαμβάνειν, εἰ μὴ ἄρα παρὰ τῶν βελτιόνων λαμβάνοι·
ὁ μέν γὰρ πολλὰ ἔχων καὶ μεταδοίη ἄν, ὁ δὲ οὐκ ἔχων
λάβοι ἄν. χρὴ οὖν εὔχεσθαι μὲν τῷ θεῷ περὶ ὧν τις
φροντίζει ὅπως δὲ χρὴ προαγορεύειν, ἐπιτρεπτέον αὐτῷ
τῷ θεῷ ἢ τῇ ἑαυτοῦ ψυχῇ.
θεοπέμπτους δὲ ὀνείρους
ἀποβήσεται, σὺ δὲ εὑρεθήσει τὰ μὴ ὁραθέντα κρίνων,
πταίσεις. χρὴ δὲ φεύγειν δόξαν ἀμαθίας.
Ἔθη δὲ τὰ τοπικὰ καὶ τῶν τόπων τὸ ἴδιον εἰ μὴ ἐπίστασαι,
μόνον βιβλία ἱκανά ἐστιν ὠφελεῖν ἀλλὰ καὶ ἡ ἄλλη
ὕλη. γυνὴ ἔδοξεν εἰς τὸν ναὸν ἢ οἶκον τῆς Ἀρτέμιδος τῆς
Ἐφεσίας εἰσελθοῦσα δειπνεῖν. ἡ δὲ οὐκ εἰς μακρὰν ἀπέθανε
θάνατος γὰρ ἡ ζημία τῇ εἰσελθούσῃ ἐκεῖ γυναικί.
ἑταίρα ἔδοξεν εἰς τὸ τῆς Ἀρτέμιδος ἱερὸν εἰσεληλυθέναι·
τῶν ἐν τοῖς ὕπνοις ὁρωμένων μὴ ὄκνει, ὡς ἔστιν ὅτε
μικροῦ τινος προσθέσει ἀφαιρέσει τὰ ἀποτελέσματα
διαφέροντα γίνεται καὶ περὶ αὐτὴν τὴν διάθεσιν τῆς
γνώμης. οἷον νοσοῦντά τις ἔχων υἱὸν ἔδοξε περαίνειναὐτὸν
καὶ ἥδεσθαι. ἔζησεν ὁ παῖς· καὶ γὰρ τὸ περαίνειν
ἔχειν λέγομεν καὶ τὸ κεκτῆσθαι ἐλήφθη δὲ τὸ τοιοῦτον
ἀπὸ τοῦ ἥδεσθαι. ἄλλος νοσοῦντα ἔχων υἱὸν ἔδοξε περαίνειν
αὐτὸν καὶ ἄχθεσθαι, καὶ ἀπέθανεν ὁ παῖς·
φθείρεσθαι γὰρ τὸ περαίνεσθαι καὶ τὸ ἀποθνήσκειν ἐπίσης
καλοῦμεν· ἐλήφθη δὲ τοῦτο ἀπὸ τοῦ ἄχθεσθαι ἐπεὶ . περὶ μὲν οὖν τῶν ἐν τῷ προοιμίῳ τοῦ πρώτου
καὶ τοῦ δευτέρου βιβλίου γεγραμμένων ταῦτα· τὰ δὲ ἄλλα
ὅσα χρὴ ἐπίστασθαί σε ὧδε ἔχει.
δὲ αὐτὸς ὁ πατὴρ ἐνήργει, αὐτὸς ἦν ὁ καὶ τοῦ θανάτου τῷ
παιδὶ αἴτιος οὐκ ἐν δέοντι καιρῷ τῆς νόσου θρέψας
αὐτόν
Ὅσα πέπλεκται, οὐ μόνον λίνα καὶ δίκτυα καὶ νεφέλαι
ἀλλὰ καὶ κανᾶ καὶ σπυρίδες καὶ κανθήλια καὶ κάλαθοι
καὶ δρασμὸν καὶ φυγὴν ἐμπόδια διὰ τὰς δέσεις καὶ
Ὅσοι συναντῶσι καὶ ὅσοι βλέπονται, ἄνδρες τε καὶ
γυναῖκες, οἱ μὲν φίλοι τε καὶ εὐεργέται καὶ τὸ ὅλον οἱ μὴ
βλάπτοντες ἢ μὴ βλάψαντες, ζῶντές τε καὶ νεκροὶ ἀγαθοί,
οἱ δὲ βλάπτοντες ἢ βλάψαντες πονηροί· εἰκόνας γὰρ τῶν
πραγμάτων τοὺς ὁρωμένους χρὴ λογίζεσθαι, ἀγαθῶν μὲν
τοὺς φίλους, κακῶν δὲ τοὺς ἐχθρούς.
Ἃ πάλαι τις ἐκέκτητο χρήματα ἢ κτήματα ἢ οὓς πάλαι
εἶχεν ἀνθρώπους ὅτε εὐτύχει, τούτους ἢν νῦν ἔχειν ἀπορῶν
ἢ πενόμενος δόξῃ, ἀγαθὸν αὐτῷ τῆς γὰρ τότε τύχης
ὑποστροφὴν σημαίνει.
Ἃ πάλαι τις ἐκέκτητο
πάλαι εἶχεν ἀνθρώπους ὅτε ἦν ἄπορος ἢ πένης εἰ νῦν
εὐπορῶν δόξειεν ἔχειν, κακῶν αὐτῷ πολλῶν καὶ πενίας
σύμβολον.
Τῶν ἐν τοῖς ὕπνοις ὁρωμένων ἀνθρώπων ἀγαθὰς ἡμέρας
ποιοῦσι τὰς ἐπιούσας οἱ ἥδιστοι οἱ φίλτατοι οἱ φιλοῦντες
τοὺς ὁρῶντας, κἂν ἀγνοῶσιν αὐτούς· κακὰς δὲ οἱ ἔχθιστοι
ἢ οἱ μισούμενοι οἱ μισοῦντες τοὺς ὁρῶντας, κἂν λανθάνωσιν.
ἵνα δὲ μὴ ἄπορον τὸ τοιοῦτον εἶναι νομίσῃς, ὅταν
τινα τῶν φίλων ἴδῃς καὶ κακὴν ἡμέραν διάγῃς, γίνωσκε
ὅτι μισεῖ μέν σε, προσποιεῖται δέ σε φιλεῖν· καὶ ἐάν τινα
τῶν ἐχθρῶν βλέπῃς καὶ καλὴν ἡμέραν διάγῃς, γίνωσκε
ὅτι οὐ δικαίως αὐτὸν μισεῖς.
Ὅσοι συναντῶσι καὶ βλέπονται τεχνῖται, ὁμοίως ταῖς
τέχναις ἀποβαίνουσιν. αὐτοῖς δὲ καὶ ταῖς τέχναις
Παιδίων δέ τὰ μέν ἀρσενικὰ ἀγαθά, τὰ δέ θηλυκὰ
πονηρά, ἀμφότερα δέ φροντίδων ἐστὶ σημαντικά. παῖδες
δὲ καὶ νεανίσκαι γερόντων συμφορώτεροι βλέπεσθαι πρὸς
τὰς πράξεις· πρὸς δέ τὰς πίστεις ἄνδρες καὶ πρεσβῦται
παίδων καὶ νεανίσκων ἀμείνονες, πλὴν εἰ μή τι πράττοιεν
λέγοιεν ἄτοπον.
Ὅσα μέν βραδέως φύεται καὶ βραδέως αὔξεται, φυτῶν
μὲν δρῦς ἐλαία κυπάρισσος καὶ τὰ ὅμοια, ζῴων δέ ἐλέφας
ἔλαφος κορώνη καὶ τὰ ὅμοια, καὶ τὰ ἀγαθὰ καὶ τὰ κακὰ
βράδιον ἐπάγει· ὅσα δέ ταχέως φύεται καὶ ταχέως αὔξεται,
φυτῶν μέν ἄμπελος καὶ περσική, ζῴων δέ χοῖρος καὶ
τὰ ὅμοια, ταχέως καὶ τὰ καλὰ καὶ τὰ κακὰ ἐπάγει.
ταῦτα δέ καὶ ἐν ταῖς προθεσμίαις τὸν αὐτὸν ἔχει λόγον.
ὁμοίως λάμβανε καὶ τὰ ἐν ἀγρῷ γεννώμενα πάντα πρὸς
σύγκρισιν τῶν ἐν κήπῳ, καὶ γεωργὸν ὁρώμενον καὶ κηπουρόν.
ἰδίως δέ ὁ κῆπος πορνοβοσκοῖς συμφέρει διὰ τὰ
πολλὰ σπέρματα καὶ τὴν πρόσκαιρον ἐργασίαν, πάσας δέ
γυναῖκας διαβάλλει ὡς ἀσέμνους καὶ μαχλάδας.
Ὅσα μακρά ἐστιν, οἷον κυπάρισσοι καὶ πίτυες καὶ
κάμακες καὶ ἄνδρες ἐπιμήκεις καὶ τὰ ὅμοια, πάντα μακροθυμεῖν
κελεύει καὶ μὴ κενοσπουδεῖν ὅσα δέ κολοβὰ καὶ
βραχέα, σπεύδειν ἐγκελεύεται.
Ὅσα δέ στερεά, μὴ ἐμπεριέχηταί τις ὑπʼ αὐτῶν διὰ γὰρ τὸ
Ὅσα μαλακὰ καὶ εὔτονα, ἀγαθὰ ἐπίσης πᾶσιν.
Ὅσα μαλακὰ καὶ ἄτονα, τοῖς φοβουμένοις ἀγαθά.
Ὅαα βαρέα, κατοχῆς ἐστι σημαντικὰ καὶ πενίας·
ταχέως γὰρ εἰς τὸ κάτω ῥέπει.
Ὀχήματα ὅσα νενόμισται, οἷον ἵππων ὄνων ἡμόνων,
οἷς μέν ἀγαθὰ οἷς δέ κακὰ σημαίνει· δείξομέν δὲ ὅταν εἰς
τὸν περὶ ζῴων ἔλθωμεν λόγον ὅσα δέ μὴ νενόμισται,
οἷον λύκων παρδάλεων ὑαινῶν καὶ τῶν ἄλλων θηρίων,
μόνοις ἀγαθὰ τοῖς φοβουμένοις ἐχθρούς δυνατούς διὰ τὸ
ὑποτετάχθαι τῷ ήνιόχῳ τὰ ὑπεζευγμένα. ἐπʼ ἀνθρώπων
δέ ὀχεῖσθαι μόνοις ἀγαθὸν τοῖς ἄρχειν τινὸς θέλουσι
καὶ σοφισταῖς καὶ διδασκάλοις καὶ παιδοτρίβαις καὶ
ἀνδραποδισταῖς, τούς δέ λοιπούς εἰς περιβοησίας καὶ
ὄλεθρον κατάγει.
Κακκεύειν τοῖς ἔθος ἔχουσι μόνοις συμφέρει, τοὺς δὲ
λοιποὺς ταπεινοῖ ἥττονες γὰρ οἱ κολακεύοντες τῶν οὐ
κολακευόντων. κολακεύεσθαι δʼ ὑπ᾿ οὐδενὸς οὐδενὶ συμφέρει,
μάλιστα δέ ὑπὸ γνωρίμου προδοσίαν γὰρ ἐξ ἐκείνου
προσδέχεσθαι χρή.
Πωλεῖσθαι ἀγαθὸν τοῖς τὰ παρόντα ἀλλάξαι βουλομένοις,
ἡρπάσθησαν καὶ ἐπράθησαν.
γινόμενα ἤτοι ἀποβαίνει οὔ.
Ἀγοράζειν ἀγαθὸν πάντα καὶ ἐπικτᾶσθαι, ὅσα γε ἀγοράζουσιν
ἄνθρωποι
Ἐπικτθσθαι καὶ πολυτελεστέραν καὶ ἐγκατάσκευον
ἔχειν οὐσίαν, τῆς γε οὔσης πολυτελεστέραν καὶ μετρίως
ἀμείνονα, καλόν, μὴ παντελῶς δέ ὑπέρ δύναμιν πλουτεῖν
ἄτοπον καὶ ζημίας ἐστὶ σημεῖον· χρὴ γὰρ τὸν πλουτοῦντα
ἀναλοῦν, καὶ ἐπιβουλῆς μετέχειν καὶ φθόνου. καὶ
γὰρ ἐπιβουλεύεται καὶ φθονεῖται ὁ πλούσιος. τὸ δὲ
παρὰ δύναμιν πρὸς τὴν ἑκάστου ὑπόστασιν σκόπει.
Πένεσθαι οὐδενὶ συμφέρει, μόλιστα ῥήτορσι καὶ πᾶσι φιλολόγοις· ἀπορεῖσθαι γὰρ ἐπίσης τὸ πένεσθαι καὶ τὸ μὴ δύνασθαι φθέγγεσθαί φαμεν.
Τὰ παρʼ ἡλικίαν τοῖς βρέφεσι συμβαίνει πονηρά, ἄρσεσι
λαλιὰ δὲ ἀγαθή, ὅτι φύσει λογικὸν ζῷόν ἐστιν
ὁ ἄνθρωπος. γραμματικὸς ἐδόκει τὸν υἱὸν αὐτοῦ μηνῶν
ὄντα πέντε λαλεῖν τρανῶς καὶ ἐνάρθρως. καὶ προσεδόκων
μέν τινες τὸ παιδίον ἀποθανεῖσθαι, ἔζησε δέ, καὶ πολλὰ
ἄλλα παιδία ἐπὶ τούτῳ τῷ ὀνείρῳ ζῇ. περὶ δὲ τῶν ἄλλων
τῶν παῤ ἡλικίαν ἐπὶ τῶν μηκέτι βρεφῶν ἐν τῷ περὶ
Πειρῶ δὲ πάντα μὲν αἰτιολογεῖν καὶ προσάπτειν ἑκάστῳ
λόγον καὶ πιθανάς τινας ἀποδείξεις, ὡς εἰ καὶ πάνυ
ἀληθῆ λέγοις, ψιλὰ καὶ περιλελεπισμένα ἀποτελέσματα
δυνάμεθα. ὅθεν ἡγούμεθα τὰς μὲν ἀποβάσεις ἀπὸ τῆς
πείρας εὑρῆσθαι, τὰς δὲ αἰτιολογίας ἀπὸ ἡμῶν αὐτῶν
κατὰ τὴν ἑκάστου δύναμιν.
Ἔτι καὶ τοῦτο. ὅσα πάντη καὶ πάντως ἀκολουθεῖ τισι
τῶν γινομένων, καὶ ἐν τοῖς ὕπνοις ἀκολουθῆσαι ἀνάγκη.
Ὅσοι σημαίνουσιν ὄνειροι παίδων γονὴν ἢ γάμον, οἱ
αὐτοὶ καὶ τοὺς ἀποδημοῦντας παῖδας ἐπανάγουσι καὶ τὴν
ἀπηλλαγμένην γυναῖκα καὶ παιδία. ἔδοξέ τις ἀροτριᾶν
καὶ σπείρειν πυρούς, καὶ ἐπανῆκον αὐτῷ
Πρὸς δὲ τοὺς λέγοντας ὅτι οἱ κακοὶ ὄνειροι τάχιον ἀποβαίνουσιν,
ἐκ τοῦ εἰδικοῦ τρόπου ὀνείρους τοὺς κατὰ τὸ ἐντὸς μὲν
ἀγαθούς, κατὰ τὸ ἐκτὸς δὲ κακούς) ἢ τὸ παρὸν οἱ ἄνθρωποι
κακοδαιμονοῦντες ὁρῶσι κακοὺς ὀνείρους σημαντικοὺς
τῶν ἐνεστώτων κακῶν καὶ ἀγαθοὺς προαγορευτικοὺς
τῶν ἐσομένων ἀγαθῶν εἰς εὐθυμίαν, ἵνα ἐλπίδι τῶν ἐσομένων , οὐδέπω
δὲ ἀποβαινόντων τῶν ἀγαθῶν ἡγοῦνται ἐξηπατῆσθαι.
φαίνεται δὲ καὶ τοῖς εὐδαιμονοῦσι κακὰ ἐνύπνια καὶ
οὐδέπω ἀποβαίνοντα καταφρονεῖται. ἀλλὰ πάντως ἀποβαίνει.
τῶν δὲ ὄντων ὀνείρων οἱ μέν εἰσι πᾶσι κακοί,
ἀγαθῶν μὴ ἀπαγορεύσωσι κακοπραγοῦντες
καὶ πᾶσιν ἀγαθοί οἱ δὲ κατὰ
μὲν τὸ ἕτερον ἀγαθοὶ κατὰ δὲ τὸ ἕτερον κακοὶ οἷς μὲν
ἀγαθοὶ οἷς δὲ κακοὶ γίνονται. γνώσει δὲ πότε μὲν ἀγαθοὶ
πότε δὲ κακοὶ γίνονται ἀπὸ τῆς τύχης ἢ τῶν πράξεων ἢ
τῆς φροντίδος ἢ τῆς ἡλικίας τῶν ὁρώντων.
Περὶ συνταγῶν, ὅτι μὲν θεοὶ ἀνθρώποις συντάσσουσι
θεραπείας, μάταιον τὸ ζητεῖν· πολλοὶ γὰρ καὶ ἐν Περγάμῳ
καὶ ἐν Ἀλεξανδρείᾳ καὶ ἀλλαχοῦ συνταγαῖς ἐθεραπεύθησαν,
εἰσὶ δὲ οἳ καὶ τὴν ἰατρικὴν ἐκ τοιούτων συνταγῶν
λέγουσιν εὑρῆσθαι ὅτι δὲ
ἀφοιγμένοις φρονήσεως ἡγοῦμαι σαφὲς εἶναι· οὐ γὰρ τὰ
ὀρώμενα ἀναγράφουσιν ἀλλʼ ὅσα ἂν αὐτοὶ πλάσωσιν.
τὸν ἀλεκτρυόνος, καὶ Ἰνδοὺς δάκνοντας πέπερι,
ὅτι μέλαν ἐστὶ καὶ δάκνει, καὶ παρθένου γάλα
ἐπιδεικνύειν, ὅτι δύνανται πλάσσειν ὀνείρους μᾶλλον ἢ τὸ
τῶν θεῶν φιλάνθρωπον συνιέναι· ἓν γὰρ οὐδὲ ἓν τοιοῦτον
ἀληθῶς ὁραθὲν εἰς ἡμᾶς ἦλθεν. ὅρα δὲ καὶ τὰ τούτων
ἔτι γελοιότερα. σκέπαρνον τὸ κώδιον ἔφη τις, ἐπεὶ σκέπει
τὸν ἄρνα· οὕτω γὰρ καὶ διαυλοδρόμος ὁ ἀλεκτρυὼν ἡγοῦμαι δὲ καὶ τοὺς θεούς, οἷς
ταῦτα προσάπτουσιν, εἰκότως ἂν χαλεπαίνειν τοῖς ἀναπλάσσουσιν
αὐτά, ὅτι κακοζήλους καὶ πανούργους καὶ
ἀσόφους τοὺς θεοὺς διαβάλλουσι. πολλοὶ δὲ καὶ ἐκ τῶν
γίνεται, διὰ γὰρ τῆς αὐλῆς τρέχει. καὶ ἄλλα δὲ ἄν τις
εἴποι ὅμοια ἢ γελοιότερα.
Ἀριστοτέλους περὶ ζῴων καὶ Ἀρχελάου καὶ τῶν Ξενοκράτους
ὃς μάλιστα κατακόρως ἐν τρίτῳ τῆς ἑαυτοῦ συντάξεως
ἡμεῖς καλοῦμεν, συντάσσουσιν οἱ θεοί, καὶ ὅταν αἰνίσσωνται
οἱ θεοί, πάνυ σαφῶς αἰνίσσονται. οἷον γυνὴ ἔδοξε
περὶ μαζὸν ἔχουσα φλεγμονὴν ὑπὸ προβάτου θηλάζεσθαι.
ἀρνόγλωσσον καταπλασαμένη ἰάθη διὰ . οἵαν δʼ ἂν θεραπείαν εὕρῃς, ἐάν
τε αὐτὸς κρίνῃς ἐάν τε ἄλλου κρίναντος ἀποβᾶσαν μάθῃς,
ἀνερευνῶν εὑρήσεις ἰατρικώτατα ἔχουσαν καὶ οὐκ ἔξωο
τοῦ ἐν ἰατρικῇ λόγου. ὡς καὶ Φρόντων ὁ ἀρθριτικὸς θεραπείαν
αἰτήσας ἔδοξεν ἐν τοῖς προαστείοις περιπατεῖν, καὶ
προπόλει χρισάμενος παρηγορήθη ἱκανῶς ὡς ἴσον εἶναι
τὸ χρῖμα θεραπείᾳ. ὅθεν ἔστω σοι κατὰ τὸ ἐνδεχόμενον
ἐπιμελές, ὡς πολλάκις σοι παρῄνουν, ἰατρικῶν ἔχεσθαι
λόγων. μέμνησο δὲ κἀκεῖνο, ὅτι οἱ μὴ νοσοῦντες μηδὲ
ὅλως ἀλγοῦντές τι, εἴ τινα λάβοιεν συνταγὴν ἢ ἀπὸ ἱερείων
ἢ ἐμπύρων τι λαβόντες ἀποφέροιεν ὡς ὠφελῆσον, πρότετον
νοσήσουσιν ἢ ἀλγήσουσί τι μέρος τοῦ σώματος·
οὐ γὰρ τοῖς ὑγιαίνουσιν ἀλλὰ τοῖς κάμνουσι δεῖ θεραπειῶν.
Ἔτι κἀκεῖνο. μέμνησο τῶν ἐμῶν κρίσεων καὶ τῆς ἐμῆς
ἐπιβολῆς καὶ μὴ ζηλώσῃς κακοζήλους κρίσεις, μηδὲ ἐὰν
κρίνῃς ὀνείρους, ἵνα μὴ πταίσμασι περιπτίπτων ἀδοξήσῃς.
οἷόν τι λέγω· νοσῶν τις ἔδοξε Πείσωνά τινα καλούμενον
ὁρᾶν. τοῦτό τις ὑπεκρίνατο πολλὴν ἀσφάλειαν καὶ σωτηρίαν
καὶ προσέτι ἔφη ἐνενήκοντα καὶ πέντε ζήσειν αὐτὸν
ἔτη ἀπὸ τῆς πρώτης τοῦ Πείσωνος συλλαβῆς. ἀλλʼ οὐδὲν
ἧττον ἀπέθανεν ὁ ἰδὼν τὸν ὄνειρον ἐν αὐτῇ τῇ νόσῳ· καὶ
γὰρ ὁ Πείσων αὐτῷ μύρα βαστάζειν ἐδόκει, νοσοῦντι δὲ
πονηρὰ τὰ μύρα διὰ τὸ συνεκφέρεσθαι. μὴ νομίσῃς δὲ τὸν
τοῦ ναυκλήρου ὄνειρον τούτῳ ὅμοιον εἶναι· πυνθανομένῳ
γὰρ αὐτῷ εἰ ἀναβήσεται εἰς Ῥώμην, ἀπεκρίνατό τις ‘οὐ’. εἰς
τετρακοσίας ἑβδομήκοντα ἡμέρας ἀνέβη οὐδὲν γὰρ διέφερεν
ἢ τὸν ἀριθμὸν αὐτὸν εἰπεῖν τὸ ὄνομα τοῦ στοιχείου
τοῦ δηλοῦντος τὸν ἀριθμόν.
Περὶ δὲ ἀναγραμματισμοῦ Ἀρίστανδρος ἄριστος ὢν
ὀνειροκρίτης καὶ ἄλλοι τινὲς παλαιοὶ παντελῶς γελοῖόν τι
πεπόνθασιν. ἐν μὲν γὰρ τοῖς προοιμίοις διδάσκουσι τί
ἐστιν ἀναγραμματισμός, οὐδαμοῦ δὲ φαίνονται αὐτοὶ
σοφώτερον δοκεῖν κρίνειν, ἑαυτῷ μέντοι κρίνων μηδαμῶς
χρήσῃ, ἐπεὶ ἐξαπατηθήσει.
Ἰσοψήφοις δὲ χρήσει, ὅταν καὶ χωρὶς τῶν ἰσοψήφων
τὰ βλεπόμενα τοῦτο, ὅπερ ἂν τὰ ἰσόψηφα περιέχῃ, σημαίνῃ.
ἔστι γὰρ ‘γραῦς’ ἑπτακόσια τέσσαρο καὶ ‘ἡ ἐκφορὰ’
ἑπτακόσια τέσσαρα. ἀλλὰ καὶ χωρίς τοῦ ἰσοψήφου ἡ
γραῦς ἐκφορᾶς ἐστι σημαντικὴ αὐτή, μέλλουσα μὴ εἰς
μακρὰν ἀποθνήσκειν. εἰ δέ ποτέ τινα ὄνειρον μηδενὶ τῶν
ὀνειροκριτικῶν θεωρημάτων ὑποπίπτοντα μὴ δυνηθείης
κρῖναι, μὴ ἀθυμήσῃς· καὶ γάρ εἰσί τινες πρὸ
ἐν τῷ πολέμῳ ὁ ἰδὼν τὸν ὄνειρον, καὶ τοῦτο ἦν ὃ
εἴπομεν, ἀπὸ μὲν τοῦ ῑ Ἰουδαίοις, ἀπὸ δὲ τοῦ κ Κυρηναίοις,
τῆς ἀσπίδος Σάτυρον παίζοντα ἰδεῖν ἐπιτυχῶς κρῖναι,
ὅτι ἔτυχεν ἐν Τύρῳ τε ὢν καὶ πολεμοῦντι Τυπίους τῷ
βασιλεῖ συνών· τὸ γὰρ ‘Σάτυρος’ ὄνομα εἰς τὸ ‘σὰ Τύρος’
διαλαβὼν προθυμότερον τὸν βασιλέα πολεμεῖν ἐποίησεν,
ὥστε καὶ εἷλε τὴν πόλιν. ἔστι δὲ τούτοις ὅμοιον καὶ τὸ
ὑπογεγραμμένον. ὁ Σύρος ὁ τοῦ Ἀντιπάτρου δοῦλος
ὑποκάτω τῶν ποδῶν αὐτοῦ αὐτὰ τὰ πέλματα ἔδοξε μὴ
ἔχειν. ζῶν κατεκάη.
Ἔτι τὸ δηλούμενον ὑπό τινος πάλιν αὖ ἐκείνου ἐστὶ αημαντικόν,
ἀλγεῖν. ἐνόσησαν αὐτῆς οἱ παῖδες. ἄλλη γυνὴ ἔδοξεν αὐτῆς
τοὺς παῖδας νοσεῖν. ἐνόσησαν αὐτῆς τὰ ὄμματα. Διογένης
ὁ ναύκληρος τῆς ἀκάτου τὸ ἀντιπρόσωπον ἔδοξεν ἀπολωλεκέναι.
οὐκ εἰς μακρὰν ὁ πρῳρεὺς αὐτοῦ ἀπέθανε. καὶ ἐν
Μιλήτῳ τὸν πρῳρέα τις δόξας ἐκφέρειν καὶ κατορύττειν
τῆς νεὼς ἀπώλεσε τὸ ἀντιπρόσωπτον. καὶ ὁ τὸν πατέρα
δόξας νοσεῖν τὴν κεφαλὴν ἤλγησεν. ὅτι δὲ πατρός ἐστι σημαντικὴ
ἠ κεφαλὴ οἶσθα ἀπὸ τοῦ πρώτου βιβλίου.
Καθόλου δὲ τῶν ἐν τῶν μὲν ἐν κεφαλῇ ἐπὶ βλεφάρων καὶ ὀδόντων καὶ χειλῶν
. περὶ δὲ
ἑκάστου τὸ πρὸς εἶδος ἀπὸ τῆς περὶ σώματος καὶ τῶν ἐν
τῷ σώματι μερῶν διαιρέσεως ἐκ τοῦ πρώτου λάμβανε
καὶ γλώττης τῶν δὲ ἐν ὅλῳ τῷ σώματι τὰ ὑπέρ ζώνην καὶ
ὑπὸ ζώνην τὰ δεξιὰ πρὸς ἄρσενας ἢ πρεσβυτέρους τὰ δὲ
ἀριστερὰ πρὸς θηλείας ἢ νεωτέρους ἢ νεωτέρας
βιβλίου.
Πάντα δὲ ἔμετον καὶ αἵματος καὶ τροφῆς καὶ φλέγματος τοῖς μὲν ἀπόροις εἰς ὠφέλειαν κρῖνε, τοῖς δὲ εὐπόροις εἰς βλάβην· οἱ μὲν γὰρ οὐκ ἂν ἀπολέσαιέν τι, εἰ μὴ κτήσαιντο πρότερον· οἱ δὲ ἔχοντές τι καὶ ἀπολλύουσι.
Πᾶσαι τροφαὶ τὰ αὐτὰ καὶ βλεπόμεναι αὐτὸ μόνον καὶ ἐσθιόμεναι σημαίνουσι πλὴν κρομμύων· ταῦτα δὲ βλεπόμενα μέν ἀγαθά, ἐσθιόμενα δὲ πονηρά.
Τοὺς πολλάκις ὁρωμένους ὀνείρους, εἰ μὲν ἐκ μικρῶν
διαστημάτων βλέποιντο καὶ συνεχῶς, ἀεὶ τὸ αὐτὸ σημαίνειν
νόμιζε, τούτου δὲ ἕνεκεν ὁρᾶσθαι πολλάκις, τοῦ μᾶλλον τὸν αὐτὸν νόμιζε. ὥσπερ γὰρ εἰ πολλοὶ τὸν
αὐτὸν ἴδοιεν ὄνειρον, διαφόρως ἑκάστῳ ἀποβήσεται διὰ
τὸ μὴ πάντας ἐν τοῖς αὐτοῖς εἶναι πράγμασιν, οὕτω καὶ
ἐὰν ἐπὶ διαφόροις τὸ αὐτό τις ἴδῃ, διαφόρως αὐτῷ ἀποβήσεται
διὰ τὸ μὴ πάντως ἐν τοῖς αὐτοῖς εἶναι πράγμασιν.
οἷον ἔδοξέ τις τὴν ῥῖνα ἀπολωλεκέναι, ἔτυχε δὲ ὢν μυροπώλης.
ἀπώλεσε τὴν ἐνθήκην καὶ ἐπαύσατο μυροπωλῶν
διὰ τὸ μὴ ἔχειν ῥῖνα· οὐκέτι γὰρ ἔχων τὸ δοκιμαστήριον
τῶν μύρων εἰκότως οὐδὲ τῇ ἀπὸ τῶν μύρων ἐχρῆτο ἐργασίᾳ.
ὁ αὐτὸς οὐκέτι μυροπωλῶν ἔδοξε ῥῖνα οὐκ ἔχειν.
ἑάλω πλαστογραφήσας καὶ ἔφυγε τὴν ἑαυτοῦ ὅ τι γὰρ
ἂν λείπῃ τῷ προσώπῳ, ἄτιμον αὐτὸ ποιεῖ ἔστι δὲ τὸ
πρόσωπον τῆς αἰδοῦς καὶ τῆς ἐπιτιμίας εἰκών. εἰκότως
οὖν κἀκεῖνος ἄτιμος ἐγένετο. ὁ αὐτὸς νοσῶν ἔδοξε ῥῖνα οὐκ
ἔχειν, καὶ οὐκ εἰς μακρὰν ἀπέθανε· καὶ γὰρ τὰ κρανία τῶν
ἀποθανόντων ῥῖνα οὐκ ἔχει. ἀλλὰ πρότερον μὲν ὡς ἐμπόρῳ
εἰς τὰ μύρα ἀπέβη, δεύτερον δὲ ὡς ἐπιτίμῳ εἰς τὸ ἀξίωμα,
τρίτον δὲ ὡς νοσοῦντι εἰς αὐτὸ τὸ σῶμα· καὶ οὕτως ὁ
αὐτὸς ὄνειρος τῷ αὐτῷ τρὶς οὐχ ὁμοίως ἀπέβη.
Ἔτι καὶ τῶν σκευῶν καὶ τῶν ἐργαλείων ἕκαστον ἢ
τέχνην σημαίνει τὸ περιεχόμενον ὑπʼ αὐτοῦ, ὡς πίθοι
Ἱππικὸς ἀνὴρ στρατείαν αἰτῶν παρὰ τοῦ βασιλέως
ἔδοξε κληθεὶς πρός τινος ἐξελθεῖν τοῦ οἴκου ἔνθα ἦν καὶ
καταβὰς δύο κλίμακας λαβεῖν ἀπὸ τοῦ καλέσαντος στέφανον
ἐλαϊνὸν τοιοῦτον οἷον ἐν πομπαῖς φοροῦσιν ἱππεῖς
Ῥωμαίων. καὶ πάνυ μὲν εὔθυμος ἦν, ἐθάρρουν τε τῷ
ὀνείρῳ καὶ οἱ περὶ αὐτόν· ἀπέτυχε δὲ τῆς αἰτήσεως. ἔλαβε
γὰρ τὸν στέφανον οὐκ ἀναβὰς ἀλλὰ καταβὰς τὰς κλίμακας,
λέγομεν δὲ τὰς προκοπὰς ἀναβάσεις, τὸ δʼ ἐναντίον αὐταῖς
καταβάσεις. ὁ δὲ στέφανος ἐποίησεν αὐτὸν γῆμαι παρθένον
διὰ τὴν δέσιν καὶ ὅτι παρθένου ἐλαία· παρθένου γάρ ἐστι
θεᾶς. τοῦτόν σοι τὸν ὄνειρον ὑπέγραψα, ἵνα μάθῃς ὅτι μὴ
δεῖ ταῖς πρώταις φαντασίαις τῶν ὀνείρων προσέχειν, ἀλλ᾿
ὁμοῦ τῇ τάξει πάντων τῶν ὁραθέντων· οἱ γὰρ ἀπὸ μόνου
τοῦ στεφάνου κρίνοντες οὐ προσέχοντες τῇ καταβάσει
ἔπταισαν πάντες.
Οἱ ἀπὸ γένους τὸ γένος ὅλον σημαίνουσι, μάλιστα παῖδες·
καὶ γὰρ ὅ τι ἂν ἄλλο σημαίνωσιν, ἅμα καὶ τὴν γενεὰν
δηλοῦσιν. οἷον ἔδοξέ τις τὴν ἑαυτοῦ θυγατέρα κυρτὴν
ἰδεῖν. ἀπέθανε τοῦ ἰδόντος ἡ ἀδελφὴ ὀρθῶς καὶ κατὰ
λόγον· ἦν γὰρ αὐτῷ τὸ γένος οὐχ ὑγιές.
Πάντα τὰ περιεκτικὰ ἡμῶν αὐτῶν τὸν αὐτὸν ἔχει
λόγον, ἱμάτιον οἰκία τεῖχος ναῦς καὶ τὰ ὅμοια. οἷον ξύλινον
σκέπον αὐτὸν οὐκέτι ἦν. τὸ τεῖχος ἔδοξέ τις διαρραγῆναι.
ναύκληρος ἦν καὶ τὰ ἀμφιμήτρια τῆς νεὼς προσβάλλουσι
γὰρ τῷ μὲν τείχει πολέμιοι τῷ δὲ πλοίῳ θάλασσα
καὶ χειμών. πάντα δὲ ταῦτα καὶ πρὸς τὸ σῶμα
τὴν ἀναφορὰν ἔχει. ὁ γοῦν δόξας τὸ ἱμάτιον ἐρρωγὸς
ἰδεῖν εἰκότως ἐτρώθη κατ᾿ ἐκεῖνο τὸ μέρος, καθʼ ὃ καὶ
περιβληθέντος τοῦ ἱματίου ἡ ῥαγὰς ἦν· ὥσπερ γὰρ αὐτῷ
τὸ ἱμάτιον, οὕτω καὶ τῇ ψυχῇ αὐτοῦ τὸ σῶμα περιέκειτο.
Ἅμα τοῖς ἄλλοις ἀποτελέσμασιν οἱ δοῦλοι καὶ πρὸς τὸ
σῶμα τῶν δεσποτῶν τὴν ἀναφορὰν ἔχουσιν. ὁ γοῦν δόξας
τὸν οἰκέτην πυρέσσοντα ἰδεῖν εἰκότως αὐτὸς ἐνόσησεν·
ὃν γὰρ ἔχει λόγον ὁ οἰκέτης πρὸς τὸν ὁρῶντα, τὸν αὐτὸν
καὶ τὸ σῶμα πρὸς τὴν ψυχήν. ἔδοξέ τις ἵππου ὑποδήματα
ὑποδεδέσθαι. ἐστρατεύσατο καὶ ἐγένετο ἱππεύς οὐδὲν
γὰρ διέφερεν αὐτὸν τὸν βαστάζοντα ἵππον ὑποδεδέσθαι
τὰ ὑποδήματα.
Πολλὰ τῶν ἀποβαινόντων καὶ εἰς τοὺς ὁμοίους καὶ εἰς
τοὺς ἀφʼ αἵματος καὶ εἰς τοὺς ὁμωνύμους ἀποβαίνει. οἷον
ἔδοξέ τις γυνὴ ἄνδρα ἔχουσα ἄλλῳ γαμεῖσθαι. οὔτε δὲ ὁ
ἑαυτὴν ἀλλὰ τὴν θυγατέρα ἴδῃ ἄλλῳ γαμουμένην, οὔτε
τοῦτο τῇ ἀδελφῇ ὁμωνύμῳ οὔσῃ ἀπέβη.
Βασιλεὺς καὶ ναὸς καὶ στρατιώτης καὶ ἐπιστολὴ βασιλέως
καὶ ἀργύριον καὶ ὅσα ὅμοια τούτοις ὑπʼ ἀλλήλων
σημαίνεται. ὁ Στρατόνικος ᾤετο τὸν βασιλέα λακτίζειν.
.προελθὼν εὗρε χρυσοῦν νόμισμα, ὃ ἔτυχε πατήσας· οὐδὲν
γὰρ διέφερεν ἢ τὸν βασιλέα τὴν εἰκόνα αὐτοῦ λακτίζειν
ἢ πατεῖν. ὁ Ζήνων ἔδοξεν ἑκατοντάρχης γεγονέναι, καὶ
προελθὼν ἔλαβεν ἑκατὸν βασιλικὰς ἐπιστολάς. Κρατῖνος
ὁ ἡμέτερος ὄναρ λαβὼν ἀργύριον
ταμίας ἐγένετο ἀργυρίου βασιλικοῦ.
Ὅ τι ἂν ἐκ τοῦ στόματος δῷ ὁ βασιλεύς, διʼ ἀποφάσεως ὠφελήσει τὸν λαβόντα. Χρύσιππος ὁ Κορίνθιος ἐκ τοῦ στόματος τοῦ βασιλέως δύο λαβὼν ὀδόντας μιᾷ ἡμέρᾳ δυσὶν ἀποφάσεσιν ἐπὶ τοῦ βασιλέως δικαζόμενος ἐνίκησεν.
Ὁ βίος διχῆ σοι νοείσθω, ποτὲ μὲν ὡς οὐσία καὶ κτήματα
ποτὲ δὲ ὡς αὐτὸ τὸ ζῆν. γυνὴ πλουσία κόρακας
ἔδοξεν ἐπιστάντας αὐτῇ τρεῖς ἀναιδῶς προσβλέπειν, ἕνα
δὲ ἐξ αὐτῶν καὶ φωνὴν ῥήξαντα εἰπεῖν ‘ἐγώ σε ἔκβιον
ποιήσω,’ καὶ τρίς τοὺς κόρακας περιελθόντας αὐτὴν
ἀποπτῆναι. αὕτη μετὰ ἐννέα ἡμέρας ἀπέθανεν ὀρθῶς καὶ
κατὰ λόγον· τὸ γὰρ ‘ἔκβιόν σε ποιήσω’ ὅμοιον ἦν τῷ ‘ἔξω
Ὅσα λέγει τις ἄλλῳ μὴ ἀπὸ τέχνης τῆς ἑαυτοῦ, εἰς
αὐτὸν ἀποβαίνει· ὅσα δὲ ἀπὸ τέχνης, εἰς ἐκεῖνον βλέπει,
οὐδαμῶς δὲ εἰς αὐτὸν τὸν λέγοντα, ἀλλʼ ὡς ἐπὶ τῶν βαναύσων
τεχνῶν ὅσα ἔμαθέ τις εἰ ποιοίη ἀγαθόν, οὕτω καὶ
ἐπὶ τῶν λοιπῶν. ὅσα μὲν γὰρ ἰατροὶ νομικὰ ἢ μάντεις
ἰατρικὰ ἢ νομικοὶ μαντικὰ ἄλλῳ λέγουσι, ταῦτα εἰς
αὐτοὺς τοὺς λέγοντας ἀποβαίνει· ὅσα δὲ νομικοὶ νομικὰ
ἢ ἰατροὶ ἰατρικὰ ἢ μάντεις μαντικὰ λέγουσι, ταῦτα
ὡσπερεὶ κατορθούντων ἐν ταῖς τέχναις διαλάμβανε. ἔδοξέν
τις ἰατρὸς λέγειν τινὶ ‘Ῥωμαῖος ὢν Ἑλληνίδα μὴ
γάμει’. γαμήσας αὐτὸς ὑπὸ τῆς γυναικὸς ἐβλάβη πολλά.
Ὧν τις ἔχει χρείαν, τούτους χρὴ δοκεῖν εὐεργετεῖν
μηδαμῶς γε βλάπτειν, ἐπεὶ οὐ χρήσεται τῇ ἐξ αὐτῶν
ὠφελείᾳ. Ἡρακλείδης ὁ Θυατειρηνὸς μέλλων ἀγωνίζεσθαι
ἐν Ῥώμῃ τὸν τῶν τραγῳδῶν ἀγῶνα ἔδοξε τοὺς
αὐτῷ ἀποσφαγέντες οἴσειν ψήφους.
λέξανδρος ὁ φιλόσοφος ἔδοξε τὴν ἐπὶ θανάτῳ κατακεκρίσθαι
καὶ παραιτησάμενος μόλις ἀπολελύσθαι ἀπὸ
τοῦ σταυροῦ· ἔμελε δὲ αὐτῷ ἅτε ἀνδρὶ ἀσκητῇ οὔτε γάμου
οὔτε κοινωνίας οὔτε πλούτου οὔτε τῶν
σταυροῦ σημαίνεται. τῇ ὑστεραίᾳ διενεχθεὶς πρός τινα
Κυνικὸν ἐπλήγη τὴν κεφαλὴν ξύλῳ, καὶ τοῦτο ἦν ὅπερ
προηγόρευσεν αὐτῷ ἡ ψυχή, μέλλειν ξύλῳ μικροῦ δεῖν
Ἡ τοῦ κναφέως γυνὴ δόξασα μέλανα ἱμάτια ἔχειν καὶ
καταγνωσθεῖσα
Ὁ ἐν Περγάμῳ δόξας κλάσματα ἄρτων καὶ ἄρτους
ὑγιεῖς χέζειν, ἐτραχηλοκοπήθη· ὥσπερ γὰρ οὐκ ἦν αὐτῷ
κεφαλὴ ἡ δυναμένη μασήσασθαι τοὺς ἄρτους,
Ἑστίαν ἐπὶ ξένης οἰκοδομεῖν μὴ προῃρημένῳ γῆμαι ἢ κατοικῆσαι ἐκεῖ θάνατον μαντεύεται. ὁ Βιθυνὸς νεανίσκος ἐν Ῥώμῃ δόξας ἑστίαν οἰκοδομεῖν ἀπέθανε.
Τῶν δὲ συνθέτων ὀνείρων διελὼν τὰ κεφάλαια κατὰ μόνας
ἕκαστον κρῖνε. οἷον εἴ τις δόξειε πλέειν εἶτα τοῦ
πλοίου ἐξελθὼν ἐπὶ τῆς θαλάσσης περιπατεῖν, ἰδίᾳ μὲν τὸ
πλέειν ἰδία δὲ τὸ ἐπὶ τῆς θαλάσσης περιπατεῖνκρῖνε· ἔχεις
δὲ τὸ μὲν πλέειν ἐν τῷ δευτέρῳ βιβλίῳ, τὸ δὲ ἐπὶ τῆς θαλάσσης
περιπτατεῖν ἐν τῷ τρίτῳ, ὅθεν λάμβανε τὰς κρίσεις.
Οὐδὲν τῶν ἀκινήτων περὶ τὸ σῶμα κείμενον ὠφελεῖ. ὁ ἐν Μαγνησία δόξας χάλκεα ἱμάτια περικεῖσθαι ὀρθῶς ἀπέθανεν. ἦν γὰρ αὐτὸν τὰ περιέχοντα ἀκίνητα καὶ οἷα τοῖς ἀγάλμασι περιτίθεται. ταῦτα δὲ οὐ ζῇ.
Ἀνδρόγυνον κωμῳδεῖν ἔδοξέ τις. ἐνόσησεν αὐτῷ τὸ
αἰδοῖον. γάλλους ὁρᾶν ἔδοξέ τις. ἐνόσησεν αὐτῷ τὸ αἰδοῖον.
τὸ μὲν πρῶτον διὰ τὸ ὄνομα οὕτως ἀπέβη, τὸ δὲ δεύτερον
ὅτι, εἴτε κωμῳδεῖν εἴτε τραγῳδεῖν ὑπολάβοι τις καὶ μνημονεύοι,
κατὰ τὴν ὑπόθεσιν τοῦ δράματος γίνεται καὶ
τὰ ἀποτελέσματα.
Τὰ τῷ χρώματι ὅμοια εἰς ταὐτὸν ἀποβαίνει. Αἰθίοπά
τις λαβὼν δῶρον μεθʼ ἡμέραν ἀνθράκων πλῆρες ἐδέξατο
ἀγγεῖον.
Αἱ περιοχαὶ τῶν μυστηρίων ὅμοια τὰ ἀποτελέσματα
ποιοῦσι καὶ ἐν χρόνῳ τοσούτῳ ὁρώμενα ἐν ὅσῳ τελεῖται
Ὅτι τὸ ἐργάζεσθαι τῷ ζῆν τὸν αὐτὸν ἔχει λόγον, παρακείσθω σοι ὅδε ὁ ὄνειρος. γυνὴ ἔδοξεν ἱστὸν ἐξυφαγκέναι. τῇ ὑστεραίᾳ ἀπέθανεν οὐκέτι γὰρ εἶχεν ἔργον, τοῦτʼ ἔστιν οὐκέτι εἶχε τὸ ζῆν.
Οὔτε τὸ ἀπορρύπτεσθαι οὔτε τὸ περικεχρῖσθαί τινι τὸ
πρόσωπον ἀγαθόν οὐκ ἀναμάρτητον γάρ φησιν εἶναι τὸν
ἰδόντα. ὁ Πάφιος νεανίσκος ἔδοξε κατακεχρῖσθαι τὸ
πρόσωπον, ὥσπερ αἱ γυναῖκες, καὶ ἐν θεάτρῳ καθέζεσθαι.
μοιχεύων ἑάλω καὶ ἠσχημόνησεν.
Ὅσα εἰς ἄλλο ἐστὶν εὔχρηστα, εἰς ἄλλο δαπανηθέντα
ἄχρηστα γίνεται. ὁ Κρητικὸς ἔμπορος ἔδοξε τὸ πρόσωπον
λοιπόν.
Ἔτι κἀκεῖνο. ἔστι τινὰ τῶν ἐν τοῖς ὀνείροις κόσμου
ἕνεκεν θεωρούμενα, ἃ χρὴ καταλείπειν. ὥσπερ γὰρ εἴ τις
τὴν κρίσιν οὐκ ἀπὸ τῶν ἱματίων οὐδὲ ἀπὸ τῆς
καθέδρας οὐδὲ ἀπʼ ἄλλου τινὸς ἀπὸ τοῦ πορνείου μόνου.
τελώνης ὁ ἰδὼν ἐγένετο· ἦν γὰρ αὐτῷ ἡ ἐργασία ἄχρωμος,
τέχνην δὲ ἢ πραγματείαν τοῦ ἰδόντος τὴν γυναῖκα νομίζομεν
εἶναι. ὥσπερ οὖν ἡ φύσις οὐ τοῦ ἀναγκαίου χάριν
πάντα μόνου ποιεῖ ἀλλὰ καὶ τοῦ κόσμου, ὡς τὰς ἕλικας
ἐν ταῖς ἀμπέλοις, οὕτω καὶ ἡ ψυχὴ πολλὰ ἕνεκεν κόσμου
συνθεωρεῖ
Ὅτι τὸ φῶς τοῦ σκότους λυσιτελέστερον τοῖς μὴ λανθάνειν
βουλομένοις, ἐντεῦθεν ἂν μάθοις. Μένιππος ὁ
Μάγνης παγκρατιαστὴς οὐ πρὸ πολλοῦ τοῦ ἐν Ῥώμῃ
τὴν χεῖρα κατέλυσεν.
Ὅτι οὐκ ἐκφεύγουσι παντελῶς οἱ ὄνειροι τὸν λόγον τῶν
ἱστοριῶν, μάθοις ἂν ἐντεῦθεν. γυνὴ ἔδοξε τοὺς τοῦ Ἡρακλέους
ἄθλους τετελεκέναι, καὶ οὐκ εἰς μακρὰν ἐμπυρισμῷ
Ἔτι καὶ τοῦτο. καταφρονεῖν οὔτε ἰδιώτου ἑνὸς πολλῶν
οὔτε δήμου συμφέρει ὥσπερ οὐδὲ τὸ καταφρονεῖσθαι, λέγω
δὲ τὸ καταφρονοῦντος ἔργα πάσχειν δρᾶν εἰ μὴ μόνοις
τοῖς ἄρχειν δυναμένοις. ἔδοξέ τις ἀναστειλαμένην τὴν
γυναῖκα ἐπιδεικνύειν αὐτῷ τὸ αἰδοῖον. πολλῶν κακῶν
αἰτία ἐγένετο αὐτῷ ἡ γυνή· ὥσπερ γὰρ εὐκαταφρονήτῳ
ἀνεστείλατο. ἔδοξέ τις ἐν συμβιώσει καὶ φρατρίᾳ τοῖς
συμβιώταις ἀναστειλάμενος ἑκάστῳ προσουρεῖν. ἀπηλάθη
τῆς φρατρίας ὡς ἄτιμος· εἰκὸς γὰρ τοὺς οὕτω παροινοῦντας
μισεῖσθαί τε καὶ ἀπελαύνεσθαι. ἔδοξέ τις ἐν θεάτρῳ μέσῳ
οὐρεῖν τοῦ ὄχλου καθεζομένου. παρενόμησεν εἰκότως·
τῶν γὰρ ἀρχόντων νόμων ὥσπερ καὶ τῶν θεατῶν κατεφρόνησε.
τούς γε μὴν ἄρχοντας οὐδὲν κωλύει δοκεῖν
τῶν ὑποτεταγμένον καταφρονεῖν.
Περὶ ἰατρῶν ὅτι πάσι τοῖς εὐεργέταις καὶ τοῖς ἀμύνουσι
τὸν αὐτὸν ἔχουσι λόγον, εἴπομεν καὶ ἐν τῷ δευτέρῳ βιβλίῳ
καὶ νῦν δὲ πιστώσομαί σοι τὸ δόγμα καὶ διʼ ἀποβάσεως
Ἔτι καὶ τοῦτο. μέμνησο ὅτι τὰ μὴ ἐν τόπῳ οἰκείῳ βλεπόμενα
τὸ ἐναντίον τῷ σημαινομένῳ προαγορεύει. οἷον
ἔδοξέ τις ἄνδρα φίλον καὶ συνήθη, οὗ τὴν θυγατέρα
ἐμοίχευεν, ἀποστεῖλαι αὐτῷ ἵππον, τὸν δὲ ἱπποκόμον δύο
κλίμακας ἀναγαγόντα τὸν ἵππιον εἰς τὸν κοιτωνίσκον
εἰσαγαγεῖν, ἔνθα ἦν αὐτὸς κατακείμενος, καὶ μετ᾿
οὐ πολὺ ἀπείρχθη τῆς πρὸς τὴν ἐρωμένην ὀδοῦ ὁ
μὲν γὰρ ἵππος τὴν γυναῖκα ἐσήμαινεν, ὁ δὲ τόπος τὸ μὴ
παραμεῖναι, ὅτι μὴ δυνατὸν ἦν ἐπὶ τριστέγης γενέσθαι
ἵππον.
Ὅσα τεράστια ἐστὶ καὶ οὐδαμῶς ἐνδεχόμενα γενέσθαι,
ὡς Ἱπποκένταυρος καὶ Σκύλλα, ψευδεῖς τὰς προσδοκίας
ἔσεσθαι σημαίνει, ὡς ἐν τῷ δευτέρῳ βιβλίῳ προείρηκα.
ἐνίοτε μέντοι τὰς μὲν ἐλπίδας οὐ τελειοῖ, τὰς δὲ ὑποθέσεις
τῶν πραγμάτων ταῖς περιοχαῖς ὁμοίας ποιεῖ. ἔδοξέ τις
ἀνὴρ ἐπιθυμιῶν παῖδας αὐτῷ γενέσθαι
ἀδύνατον τὸ τραφῆναι.
Ὅσαι τῶν ἱστοριῶν διπλοῦν ἔχουσι λόγον, τῶν μὲν ὡς
οὕτως ἔχουσι λεγόντων, τῶν δὲ ὡς ἄλλως, τούτων ὁποτέρᾳ
ἂν ἀκολουθήσῃς δόξῃ ὡς ὁμοίως ἀποβησομένῃ, ὀρθῶς
εἰδέναι τε καὶ λέγειν. οἷον ὁ παρὰ τοῦ Αἰγυπτίου λεχθεὶς
ὄνειρος ἔδοξέ τις τὸ ὄρνεον
τὸν ἑαυτοῦ πατέρα καταθάπτει. εἰ ὲν οὖν οὕτως ἀπέβη ὁ
ὄνειρος, οὐκ οἶδα, ἀλλ᾿ οὖν γε ἐκεῖνος οὕτω διηγεῖτο, καὶ
κατὰ τοῦτο τῆς ἱστορίας εἰκὸς ἦν ἀποβεβηκέναι. λέγουσι δὲ
ἔνιοι ὅτι ὁ φοίνιξ οὐ τὸν πατέρα καταθάπτει οὐδὲ ὅλως
ἐστὶν αὐτῷ περιὼν πατὴρ οὐδὲ ἄλλος τις τῶν προγόνων,
ἀλλ᾿ ὅταν αὐτὸν τὸ μοιρίδιον ἄγῃ, ἔρχεται εἰς Αἴγυπτον
ὅθεν οὐκ ἴσασιν ἄνθρωποι, καὶ αὐτὸς ἑαυτῷ ποιησάμενος
ἐκ κασίας τε καὶ σμύρνης πυρὰν ἐναποθνήσκει. καυθείσης
δὲ τῆς πυρᾶς μετὰ χρόνον ἐκ τῆς σποδοῦ σκώληκα λέγουσι
γεννᾶσθαι, ὅντινα μεταβάλλειν αὐξανόμενον καὶ γίνεσθαι
πάλιν φοίνικα καὶ ἀφίπτασθαι Αἰγύπτου ἐκεῖσε ὅθεν ἧκεν
ὁ πρὸ αὐτοῦ φοίνιξ. ὥστε εἰ καὶ τῶν γονέων ἔρημόν τις
ὁμοίοις. τούτων γὰρ καὶ ἐναυλίσματα δείκνυται καὶ τόποι
παρατάξεων καὶ στρατοπέδων καθιδρύσεις καὶ πόλεων
κτίσεις καὶ βωμῶν ἀναστάσεις καὶ ὅσα ἄλλα τούτοις
πολυθρυλήτοις καὶ ταῖς πρὸς τῶν πλείστων πεπιστευμέναις,
οἷα τὰ περὶ τὸν Προμηθέα καὶ τὴν Νιόβην καὶ τῶν τραγῳδουμένων
ἕκαστον· ταῦτα γὰρ εἰ καὶ μὴ οὕτως ἔχοι, ἀλλʼ
οὖν γε διὰ τὸ προειλῆφθαι πρὸς τῶν πλείστων ὁμοίως
ταῖς περιοχαῖς ἀποβαίνει. ὅσα δὲ παντελῶς ἐξίτηλα καὶ
φλυαρίας καὶ λήρου μεστά, ὡς τὰ περὶ τὴν γιγαντομαχίαν
καὶ τοὺς Σπαρτοὺς τοὺς τε ἐν Θήβαις καὶ τοὺς ἐν Κόλχοις
καὶ τὰ ὅμοια, ἤτοι τέλεον οὐκ ἀποβήσεται κατὰ τὸν
ἔμπροσθεν λόγον πᾶσαν ἀθετεῖ καὶ περιγράφει προσδοκίαν,
καὶ ματαίας ὑπαγορεύει καὶ κενὰς τὰς ἐλπίδας, εἰ μή τι
ἄρα τῶν μυθικῶν τούτων φυσικὴν ἐπιδέχοιτο τὴν ἐξήγησιν.
οἷον ἔδοξέ τις Ἐνδυμίων γεγονέναι καὶ ὑπὸ τῆς Σελήνης
ἐρᾶσθαι. συνέβη αὐτῷ πολλή τις εὔκλεια καὶ πορισμὸς οὐκ
ὀλίγος ἐκπονήσαντι μαντικὴν τὴν διʼ ἄστρων· καὶ γὰρ τὸν
Ἐνδυμίωνα λόγος ἔχει πρὸς μὲν τῶν πολλῶν ὑπὸ τῆς Σελήνης
φιληθέντα συνεῖναι αὐτῇ, πρὸς δὲ τῶν τὰ τοιαῦτα ἐξηγουμένων
Ὅ τι δʼ ἄν τις ἴδῃ ὅμοιον ἢ συγγενὲς ἢ οἰκεῖον, τοῦτο
ἅμα τῷ οἰκείῳ καὶ συγγενεῖ βλεπόμενον ἧττον ἂν εἴη
πονηρόν. οἷον ἔδοξέ τις πίθον ἔχων οἴνου μεστὸν ἄμπελον
ἐκ τοῦ πίθου πεφυκέναι. ἔστι δὲ καὶ παρὰ Φοίβῳ τῷ
ντιοχεῖ ὄνειρος τοιοῦτος. ἔδοξέ τις πίθον ἔχων οἴνου
πλέων ἐκ τοῦ πίθου ἐλαίαν πεφυκέναι. καί φησιν ὁ Φοῖβος
ὅτι πάντες οἱ πιόντες τοῦ οἴνου ἀπέθανον ἐχίδνης ἐναποθανούσης
τῷ οἴνῳ. τῷ δὲ δόξαντι ἐκ τοῦ πίθου ὁμοίως εὑρόντες
ἐξέχεαν τὸν οἶνον. ἦν δὲ εἰκὸς
τούτους μὴ ἀποθανεῖν
δὲ τὰ θηρίου ὀστᾶοὐ γὰρ εἴ τι ἄμπελος τοῦτο καὶ
σἶνος ὅθεν ἄποτος ἐγένετο ὁ οἶνος· ἐπεὶ γὰρ οἰκεία ἡ
ἄμπελος τῷ ἐν τῷ πίθῳ ὑγρῷ, ἧττον ἐγένετο ὁ ὄνειρος
πονηρός διὸ καὶ οὐκ ἀπέθανον.
Πᾶσα ἐπὶ τὸ βέλτιον μεταβολὴ ἀγαθὴ πλουσίοις, καὶ
ἐάν τις εἰς θεὸν μεταβάλῃ· δεῖ δὲ μηδὲν ἐνδεὲς ἔχειν. οἷον
αὐτοῦ ἐκείνου τοῦ θεοῦ λαμπρότερός τε καὶ
εὐπορώτερος ἐγένετο.
Ἔτι καὶ τοῦτο. οἱ φίλοι ἅμα τοῖς ἐχθροῖς ἀναστρεφόμενοι
καὶ συναγελαζόμενοι τοῖς ἐχθροῖς εἰς ἔχθραν τῷ
ἰδόντι καθίστανται. ὁ Φιλῖνος ἔδοξε τῶν ἑταίρων αὐτοῦ
ἄλλας οὐδὲν προσηκούσας
τοῖς ἐχθροῖς.
Τὰ ἡμιτελῆ τῶν ἔργων ἀπραξίαν σημαίνει τελείαν καὶ
οὐδὲ τὰς ἀρχὰς παρέχει. ὁ Κίλιξ ἀδελφοῦ κλῆρον ἀπὸ τοῦ
βασιλέως αἰτῶν ἔδοξε πρόβατον κείρειν μέχρις ἡμισείας,
καὶ τοῦ πόκου λαβεῖν τὸ πλεῖστον τὸ περισσὸν οὐ δυνάμενος
διυπνίσθη. καὶ προσδοκία μὲν ἦν αὐτῷ τὸ ἥμισυ
τοῦ κλήρου λήψεσθαι, ἔλαβε δὲ οὐδέν.
Ὅσοι τῶν στεφάνων ἀγαθόν τι σημαίνουσιν, οὗτοι μὴ
περὶ τῇ κεφαλῇ ὄντες ἀλλὰ περί τινι ἄλλῳ μέρει τοῦ
σώματος πρὸς τῷ μηδὲν ἀγαθὸν σημαίνειν προσέτι καὶ
κακοὶ γίνονται. ὁ Ζωίλος εἰς Ὀλύμπια ἀναγαγὼν παῖδας
ἰδίους ἀγωνισομένους τὸν μὲν πάλην τὸν δὲ παγκράτιον
ἔδοξεν ἐστεφανῶσθαι τὰ σφυρὰ
στέφανοι οὐ πολὺ τῆς γῆς ἀπεῖχον.
Ὅσα ἡ θάλασσα σημαίνει καὶ τὰ περὶ τὴν θάλασσαν,
λιμένες καὶ σκόπελοι καὶ ὑποδρομαὶ καὶ αἰγιαλοὶ καὶ
πλοῖα καὶ αὐτὸ τὸ πλέειν, ἐν τῷ δευτέρῳ βιβλίῳ προακήκοας·
ὅμως δέ τι καὶ νῦν εἰρήσεταί σοι τοιοῦτον ἀποβεβηκός.
ἔδοξέ τις εἰς θάλασσαν πεσὼν καταφέρεσθαι εἰς τὸν
βυθὸν καὶ δι᾿ αἰσθήσεως ἔχειν ἐπὶ πολὺ καταφερόμενος, καὶ
τέλος ὑπὸ αὐτοῦ τοῦ δέους ἀφυπνίσθη. γήμας ἑταίραν
ἅμα αὐτῇ μετανέστη καὶ τὸ πολὺ τοῦ βίου διέτρεψεν ἐπὶ
Ὅσα συνεχῶς περί τι μέρος τοῦ σώματός ἐστι, ταῦτα
τὸν αὐτὸν τοῖς πεφυκόσιν ἔχει λόγον. οἷον ἔδοξέ τις ξύλα
ἔχειν ἐκ τῶν δακτύλων πεφυκότα. καὶ πάλιν ἔδοξέ τις
ἔρια ἔχειν ἐκ τοῦ στήθους πεφυκότα καὶ τοῦ μεταφρένου.
καὶ ὁ μὲν ἐγένετο κυβερνήτης, ὁ δὲ φθισικός· τῷ μὲν γὰρ
ἀεὶ ξύλα ἦν διὰ χειρῶν τὰ τῶν πηδαλίων, τῷ δὲ ἀεὶ ἔρια
περὶ τῷ θώρακι διὰ τὴν νόσον.
Ἔτι καὶ τοῦτο. πολλὰ παρὰ τὸ πλῆθος ἀποβαίνει καὶ
πάλιν παρὰ τὸ μέγεθος. παρὰ μὲν τὸ πλῆθος, ὡς ἐπὶ κρομμύων,
ἃ εἴ τις νοσῶν δόξειεν ἐσθίειν, εἰ μὲν πολλά, ἀναστήσεται,
ἄλλον δέ τινα πενθήσει· εἰ δὲ ὀλίγα, τεθνήξεται·
δακρύουσι μὲν γὰρ οἱ τὰ κρόμμυα ἐσθίοντες, δακρύουσι
δὲ καὶ οἱ ἀποθνήσκοντες· οὐ γὰρ ἄνευ δακρύων
τις ἀπέθανεν. ἀλλʼ ὀλίγα οὗτοι δακρύουσιν, ὡς ἔστιν ὅτε
καὶ τοὺς πλησίον λαθεῖν, μόνον νοτισθέντων τῶν βλεφάρων
οἱ δὲ πενθοῦντες πολλά· καὶ γὰρ ἐπὶ πολὺ δακρύουσι.
παρὰ δὲ τὸ μέγεθος, ὡς ἐπὶ αἰγῶν καὶ ἐρίφων.
αἶγας μὲν γὰρ οὔτε λευκὰς οὔτε μελαίνας ἰδεῖν ἀγαθὸνπλὴν
αἰπόλου· ἔριφοι δὲ πάντες ἀγαθοί. ταὐτὰ δέ σοι ἐπὶ
πάντων ὀνείρων τηρείσθω νῦν εἰς ὑπόδειγμα ἐπὶ τούτων
μόνων εἰρημένα. ἔνια δὲ τὸν αὐτὸν ἔχει λόγον καὶ ἐν πλήθει
καὶ ἐν μεγέθει καὶ
ὡς πρόβατα· ταῦτα γὰρ καὶ πολλὰ καὶ ὀλίγα καὶ
Χρὴ δέ σε καὶ τὰ ἤθη τῶν ζῴων ἀντιπαραβάλλειν τοῖς
καὶ τὰ ἐλευθέρια καὶ πραγματικὰ καὶ φοβερὰ
τοιούτους ἀνθρώπους προαγορεύει, οἷον λέων τίγρις πάρδαλις
ἐλέφας ἀετὸς ἅρπη. καὶ τὰ βίαια καὶ τραχέα καὶ
δυσσύμβολα ὁμοίους προαγορεύει ἀνθρώπους, ὡς σύαγρος
καὶ ἄρκτος. καὶ τὰ δειλὰ καὶ δρομικὰ καὶ ἀνελεύθερα δειλοὺς
ἄνδρας παρίστησιν, ὡς δράκων βασιλίσκος δρυίνας.
τὰ δὲ πολὺν ἰὸν ἔχοντα πλουσίους ἄνδρας τε καὶ γυναῖκας,
ὡς ἀσπὶς ἔχιδνα σήψ. τὰ δὲ μείζονα τὴν φαντασίαν τῆς
δυνάμεως ἔχοντα ἀλαζόνας καὶ ἀνυποστάτους ἀνθρώπους,
ὡς παρείας φύσαλος τυφλίνης. τὰ δὲ μικρά, ὡς φαλάγγια
καὶ ὕδροι καὶ σαυροί, μικροὺς μὲν καὶ εὐκαταφρονήτους,
ἱκανοὺς δὲ κακῶς διαθεῖναι παρίστησιν
ἀνθρώπους. τὰ
εὔμορφα καὶ χαρίεντα φιλοκάλους, ὡς ψιττακὸς καὶ πέρδιξ
καὶ ταώς. τὰ δὲ μουσικὰ καὶ ἡδύφωνα φιλολόγους καὶ
μουσικοὺς καὶ εὐφώνους, ὡς χελιδὼν καὶ ἀηδὼν καὶ βασιλίσκος
καὶ τὰ ὅμοια. τὰ δὲ μιμητικὰ γόητας καὶ πανούργους,
ὡς πίθηκος καὶ κόσσυφος καὶ κίσσα. τὰ δὲ ποικίλα
καὶ κατάστικτα,
καὶ ἵπποι φορβάδες καὶ ὄναγροι. τὰ δὲ συναγελαζόμενα
νεκροῖς ἐφεδρεύοντα καὶ μηδὲν θηρεύοντα ἀργοὺς καὶ
νωθεῖς ἀνθρώπους ἢ νεκροστόλους ἢ ἐνταφιοπώλας ἢ
βυρσέας ἢ ἀπεληλαμένους πόλεως, ὡς γῦπες. τὰ δὲ νυκτερινὰ
καὶ μηδὲν ἐν ἡμέρᾳ πράσσοντα μοιχοὺς ἢ κλέπτας
ἢ νυκτερινὴν ἔχοντας
καὶ αἰγωλιὸς καὶ τὰ ὅμοια. τὰ
πορεύεσθαι σημαίνει φύσει ὄντας ἐλευθέρους. μέμνησο
δὲ
ἥμερα καὶ σύντροφα πρὸς τοὺς οἰκείους λάμβανε, δὲ ἄγρια
πρὸς τοὺς ἐχθροὺς ἢ πρὸς νόσον ἢ πρὸς καιρὸν ἀηδῆ καὶ
κακοπραγίαν· ὥσπερ γὰρ τὰ θηρία βλάπτει τοὺς ἀνθρώπους,
οὕτω καὶ οἱ ἐχθροὶ καὶ αἱ νόσοι καὶ αἱ κακοπραγίαι.
τὰ μὲν οὖν ἥμερα ζῷα ἀγαθὸν ἔχειν καὶ ἐρρωμένα ὁρᾶν
καὶ κρατούμενα ὑφ᾿ ἡμῶν αὐτῶν καὶ μὴ ὑπὸ τῶν ἐχθρῶν
ὑπὸ θηρίων τὰ δὲ ἄγρια καὶ ἀποθνήσκοντα καὶ μὴ
χειρούμενα ὑφʼ ἡμῶν ἀγαθὰ ἂν εἴη καὶ κρατούμενα ὑπὸ
τῶν ἡμέρων καὶ συντρόφων ἡμῖν ζῴων ὑπὸ δὲ τῶν
ἐχθρῶν κρατούμενα ἢ ὑπέρτερα τῶν ἡμέρων γινόμενα καὶ
διατιθέμενά τι πονηρόν, ἄτοπα ἂν εἴη καὶ σκαιὰ πάντα.
Περὶ δένδρων δὲ καὶ φυτῶν κατ᾿ εἶδος ἐν τῷ περὶ γεωργίας
λόγῳ ἐν τῷ δευτέρῳ βιβλίῳ ἠκρίβωται. μέμνησο
δὲ ὅτι τὸν αὐτὸν ἔχει λόγον τοῖς καρποῖς τὰ δένδρα καὶ
τοῖς θεοῖς, ὧν ἕκαστόν ἐστιν ἱερόν. κοινῇ δὲ πάντα τὰ
ἔγκαρπα
τὰ βραδὺ φυόμενα καὶ αὐξανόμενα· τὰ δὲ ἐναντία τούτοις
τῶν ἐναντίων ἐστὶ σημαντικά. ἄκανθαι δὲ καὶ σκόλοπες
τελώναις δὲ καὶ καπήλοις καὶ λῃσταῖς καὶ ζυγοκρούσταις
καὶ παραλογισταῖς ἀνθρώποις ἐπιτηδειότερα τῶν ἄλλων
γίνεται διὰ τὸ βία τὰ ἀλλότρια καὶ μὴ βουλομένων ἀποσπᾶν.
Ἔτι καὶ ἀπὸ τῶν σκευῶν καὶ ἐργαλείων οὐ μόνον τὰς
τέχνας καὶ τὰς ἀπὸ τῶν τεχνῶν ἐργασίας λαμβάνειν χρὴ
ἀλλὰ καὶ αὐτοὺς τοὺς τεχνίτας ἢ τοὺς χρωμένους τοῖς
σκεύεσιν. οἷον ἔδοξέ τις τὸν χαλινὸν τοῦ ἵππου διερρυηκέναι.
ἀπέθανεν αὐτοῦ ὁ ἱπποκόμος. καὶ πάλιν αὖ ἔδοξέ τις
τὸν κύαθον αἰφνίδιον κατεάχθαι. ἀπέθανεν αὐτοῦ ὁ οἰνοχόος.
ὁ δὲ αὐτὸς καὶ ἐπὶ πάντων τῶν σκευῶν καὶ ἐργαλείων
τηρείσθω σοι λόγος.
Ἔτι καὶ ὅσα οὐδαμῆ οὐδαμῶς ἐνδεχόμενά ἐστιν ἀπολέσθαι,
ὄναρ ἀπολλύμενα θάνατον τῷ ἰδόντι τῶν ὀμμάτων
βλάβην προσημαίνει. οἷον ἔδοξέ τις τὸν οὐρανὸν ἀπολωλεκέναι,
Ἔτι καὶ τῶν ἀνθρώπων τὰ ἤθη βασάνιζε πρότερον,
τοῦτ᾿ ἔστιν ἐπιμελῶς ἀναπυνθάνου καὶ εἰ μὴ παῤ αὐτῶν
ἀσφαλὲς εἴη σοι πυνθάνεσθαι, τὸ παρὸν ὑπερθέμενος
παῤ ἄλλου πυνθάνου τὰ περὶ αὐτούς, ἵνα μὴ πταίσῃς.
οἷον ἔδοξέ τις τὴν ἑαυτοῦ γυναῖκα ἀρρητοποιεῖν. καὶ
πάλιν αὖ ἔδοξέ τις ὑπὸ τῆς γυναικὸς ἀρρητοποιεῖσθαι.
καὶ πολλῷ χρόνῳ οὐδὲν αὐτοῖς ἀπέβαινε τῶν σημαινομένων
ὑπὸ τῆς τοιαύτης ὄψεως, ὅσα γε ἐπὶ τῶν ἄλλων
ἀνθρώπων ἀποβαίνειν φιλεῖ. ὡς δὲ οὐκ ἦν φανερὰ ἡ αἰτία,
ἐθαύμαζον, καί μοι ἐδόκει ἄλογον εἶναι τὸ μηδὲν αὐτοῖς
ἀμφοτέροις ἔθος τοῦτο πράσσειν, καὶ μὴ καθαρεύειν τὰ
στόματα. διὸ καὶ εἰκότως οὐδὲν αὐτοῖς ἀπέβαινεν, πρὸς ἃ
δὲ ἐπτοημένοι ἦσαν, ταῦτα ἔβλεπον. ὑπόδειγμα ἐπὶ τῶν
κλέπτειν δοκούντων καὶ φονεύειν καὶ ἱεροσυλεῖν πολλάκις
γὰρ αὐτὰ ταῦτα ἐννοοῦσι. καὶ ἤν τις αὐτὰ ὡς αἰνίγματα
ἑρμηνεύειν ἐπιχειρῇ, πταίει καὶ ἐξαπατᾶται. περιίστασο
δὲ καὶ τοὺς ἡγουμένους ὅτι οἱ ὄνειροι κατὰ γένεσιν τὴν
ἑκάστου θεωροῦνται, καὶ οἱ ἀγαθοὶ καὶ οἱ κακοί· λέγουσι
γὰρ ὅτι οἱ ἀγαθοποιοὶ τῶν ἀστέρων, ὅταν μὴ δύνωνται
ἀγαθόν τι ποιῆσαι, διά γε τῶν ὀνείρων εὐφραίνουσιν, οἱ δὲ
κακοποιοὶ τῶν ἀστέρων, ὅταν μὴ δύνωνται κακόν τι
ποιῆσαι διά τινα ἀντίβασιν ἄλλων ἀστέρων, διά γε τῶν
ὀνείρων ἐκταράσσουσι καὶ φοβοῦσιν. εἰ γὰρ ἦν τοῦτο
ὅθεν ἄν τις καὶ μάλιστα καταμάθοι ὅτι τῆς ψυχῆς ἔργα
εἰσὶν οἱ ὄνειροι καὶ ὅτι οὐχ ὑπό τινος ἔξωθεν γίνονται. τῶν δὲ
ἐν τοῖς ὕπνοις λεγομένων ἐπῶν ἰάμβων ἢ ἐπιγραμμάτων
ἢ ἄλλων ῥήσεων τὰ μὲν αὐτὰ παρέχει τὴν ἀπόβασιν, ὅσα
γε αὐτοτελῆ διάνοιαν περιέχει. οἷον ἔδοξέ τις λέγειν αὐτῷ
τινα τῶν ἀξιοπίστων τὸ Ἡσιόδειον ἔπος
θεράπαιναν τὰ Εὐριπίδεια ἰαμβεῖα
ἀνὴρ πένης ἔδοξε λέγειν τοῦτο τὸ ἰαμβεῖον
ταύτης ὁ ἀνὴρ ἀποδημῶν ἀπέθανε, καὶ τῆς οὐσίας ὑπὸ
τοῦ φίσκου καταληφθείσης εἰς μάχην κατέστη καὶ ἐδικάσατο
ἡ γυνή· καὶ οὐδὲν ἤνυσεν, ἀλλʼ ἐν τῇ δίκῃ οὖσα ἀπέθανεν.
ὁρᾷς ὅτι τούτων ἃ μὲν αὐτάρκως τὴν ἀπόβασιν
ἔδειξεν οὐ προσδεηθέντα τῆς ἐκ τῶν ποιημάτων ὑποθέσεως,
ἃ δὲ κατὰ τὰς ἱστορίας τὰς ἐν τοῖς ποιήμασιν
ἀπέβη.
Ἔτι τῶν πόλεων τὰς οἰκειοτέρας ἄμεινον βλέπειν ἢ τὰς
ἄλλας, οἷον πατρίδας ἢ ἐν αἷς τις διέτριψεν εὐτυχῶς· τὰς
δὲ μὴ οἰκείας ἢ μὴ συνήθεις βλέπειν ἧττον ἀγαθόν. ὁμοῦ
δὲ πάσας ἀγαθὸν ὁρᾶν πολυάνδρους οὔσας καὶ εὖ οἰκουμένας
καὶ πληθούσας πολυτελείας καὶ τῶν ἄλλων ὅσα
πόλεως μέγεθος ἢ εὐδαιμονίαν ἐπιδείκνυσιν. ἐρήμους δὲ
ἢ κατερηριμμένας βλέπειν οὔτε ἰδίας οὔτε ἀλλοτρίας πόλεις
ἀγαθόν. σημαίνουσι δὲ αἱ πατρίδες καὶ τοὺς γονεῖς. οἷον
ἔδοξέ τις τὴν πατρίδα σεισμῷ πεσεῖν, καὶ ὁ πατὴρ αὐτοῦ
Ὅσα τισὶ παρακολουθεῖ,
καὶ ἀκολουθεῖ τῷ μοιχῷ μῖσος ἐκ τοῦ ἀνδρὸς τῆς μοιχευομένης.
τῶν πρώτων ὁραθέντα ἀποβαίνει. οἷον ἔδοξέ τις
τὸν δεσπότην παρακατακλίνειν αὐτῷ τὴν ἑαυτοῦ γυναῖκα.
καὶ ἔχθρα μὲν αὐτῷ οὐδʼ ἡτισοῦν ἐγένετο πρὸς τὸν δεσπότην,
πᾶσαν δὲ τὴν οὐσίαν ἐπιτραπεῖσαν ὑπὸ τοῦ δεσπότου
διῳκονόμησε καὶ προέστη τοῦ παντὸς οἴκου· ἦν γὰρ εἰκὸς
μηδεμίαν ἔσεσθαι ζηλοτυπίαν πρὸς τὸν
Ἔτι ἔνια περὶ τὰ ἀγγεῖα διαφόρως ἀποβαίνει. οἷον γάλα
ἐν γαυλῷ κερδαλέον, ἐν δὲ λεκάνῃ ζημίας σύμβολον· οὐ
γὰρ ἄν τις αὐτῷ χρήσαιτο εἰς τροφήν. τὸ δὲ ἐναντίον τῷ
χρῆσθαι μὴ χρῆσθαι, διʼ οὗ ζημία γίνεται.
Τῶν δὲ τὰ λίαν μεγάλα αἰνίγματα προσαπτόντων τοῖς
ὀνείροις κατάπτυε ὡς οὐκ ἐχόντων ἔννοιαν ἢ ὀνείρου
φαντασίας τῶν θεῶν πανουργίαν καὶ κακοτροπίαν
κατεγνωκότων, εἴ γε εἰς τοσαύτην λέσχην ἐμβάλλουσι
τοὺς ὁρῶντας τοὺς ὀνείρους, ὥστε ἀντὶ τοῦ διὰ τῶν ὀνείρων
τις ἀνδράποδον ἔδοξε λέγειν αὐτῷ τινα ῾ ἐν ἀστρατεύτοις
ἐστί σου ὁ θεράπωνʼ. εὑρέθη ἐν Θήβαις ὁ θεράπων,
ἐπειδὴ μόνοι οἱ Θηβαῖοι τῶν Βοιωτῶν οὐκ ἐστράτευσαν
δόντα
ἐν τῇ Ἀλεξάνδρᾳ καὶ παρὰ Ἡρακλείδῃ τῷ Ποντικῷ
ἐν ταῖς Λέσχαις καὶ παρὰ Παρθενίῳ ἐν
Πρόσεχε δὲ καὶ ταῖς ὑπό τινων εὐεργεσίαις δυναμέναις
γενέσθαι ἢ μή. οἷον ἔδοξέ τις ὑπὸ τοῦ δεσπότου πεφονεῦσθαι.
ἠλευθερώθη ὑπὸ τοῦ φονεύοντος, ἐπειδὴ ὁ θάνατος
τοῦτο ἐσήμαινεν·
ὁ δὲ τοῦ θανάτου αἴτιος καὶ τῆς ἐλευθερίας
ἦν αἴτιος· ἐδύνατο γάρ. ὁ δὲ ὑπὸ τοῦ συνδούλου
δόξας φονεύεσθαι ἐλεύθερος μὲν οὐκ ἐγένετο (οὐ γὰρ οἷός
τε ἦν ὁ σύνδουλος αὐτὸν ἐλευθεροῦν), εἰς ἔχθραν δὲ
κατέστη αὐτῷ· οὐ γὰρ φίλοι οἱ φονεύοντες τοῖς ἀναιρουμένοις.
Πρὸς δὲ τούς πυνθανομένους εἰ δυνατὸν ἐν τῷ αὐτῷ
καιρῷ καὶ ἀγαθοὺς καὶ κακοὺς ἰδεῖν ὀνείρους καὶ ζητοῦντας
τῶν ἑτέρων εἰσὶν ἀναιρετικοὶ ἢ
βεβαιωταί, εἴποις ἂν ὅτι οὐ μόνον ἐν τῷ αὐτῷ καιρῷ
δυνατὸν ἀλλὰ καὶ ἐν νυκτὶ τῇ αὐτῇ καὶ ἐν ὀνείρῳ
τῷ αὐτῷ καὶ ἀγαθὸν καὶ κακὸν πολλάκις ἔστιν ἰδεῖν. καὶ
παραθήσεις τοὺς πολλὰ διʼ ὀλίγων σημαίνοντας ἢ πολλὰ
διὰ πολλῶν. καὶ οὐδὲν θαυμαστόν, εἴ γε καὶ τῶν ἀνθρώπων
τὰ πράγματα καὶ ὁ βίος ἐστὶ τοιοῦτος· πολλάκις
γὰρ κατὰ τὸν αὐτὸν καιρὸν καὶ ἀγαθόν τι καὶ κακὸν πάσχουσι
καὶ παράλληλα καὶ ὁμοῦ.
Πίστευε μὲν τοῖς ἀποβεβηκόσιν ὀνείροις ὡς πάλιν
ὁμοίως ἀποβησομένοις, ἡγοῦ δὲ καὶ καινότερόν τι σημαίνειν
αὐτούς· καὶ οὕτω σοι συμβήσεται μὴ μόναις ἐπαναπαύεσθαι
ταῖς παλαιαῖς ἀποβάσεσιν, ἀλλὰ πειρᾶσθαι ἀεί
τι προσεξευρίσκειν ὅμοιον τοῖς πρώτοις, ἐπεὶ γελοῖον ἂν
εἴη ὁμοίως τοῖς πολλοῖς μόνα τὰ γεγραμμένα ἢ λεχθέντα
μνημονεύειν. οἷόν ποτε καὶ Ἀντιπάτρῳ τῷ ὀνειροκρίτῃ
συνέβη. ἔδοξέ τις σιδήρῳ πλησιάζειν ὥσπερ γυναικί.
ἀπέβη αὐτῷ εἰς δοῦλον καταδικασθῆναι καὶ σιδήρῳ συνεῖναι,
τοῦτʼ ἔστι συναναστρέφεσθαι. ὁ δὴ βέλτιστος Ἀντίπατρος
τοῦτο μεμνημένος ἄλλῳ ποτὲ δόξαντι σιδήρῳ πλησιάζειν
ὑπεκρίνατο τὴν εἰς μονομάχους καταδίκην· τῷ δὲ
οὐχ οὕτως ἀπέβη, ἀλλʼ ἐτμήθη τὸ αἰδοῖον ὁ ἰδὼν τὸν
ὄνειρον.
Ἔτι καὶ αὐτὸς γέφυρα γεγονέναι. ἐγένετο ποταμοδιάρτης·
τὸ γὰρ αὐτὸ γεφύρᾳ ἔργον εἶχε. καὶ τοῦτο
μὲν ὁ Φοῖβος ἀναγράφει, νυνὶ δὲ ἀνήρ τις πλούσιος δόξας
γέφυρα γεγονέναι ὑπὸ πολλῶν καταφρονηθεὶς ὥσπερ
κατεπατήθη. ἴδοι δʼ ἄν ποτε καὶ γυνὴ τὸν ὄνειρον τοῦτον
καὶ παῖς ὡραῖος, καὶ πόρνοι γενόμενοι πολλοὺς ὑποδέξονται.
ποταμὸς τῷ δικαστῇ διὰ τὸ πράττειν ἀνυπευθύνως ἃ βούλεται,
ἡ δὲ γέφυρα ἄνωθέν ἐστι τοῦ ποταμοῦ.
Εἰς δὲ τὸ γυμνάσιον τῆς τῶν ὁμοίων ἐπινοίας αὐτάρκης
ἄν σοι γένοιτο παρατεθεὶς ὁ ὄνειρος οὗτος. γυνὴ ἔδοξεν
ἐν γαστρὶ ἔχουσα δράκοντα γεγεννηκέναι. ὁ ἐξ αὐτῆς
γεννώμενος ῥήτωρ ἄριστος καὶ διώνυμος ἐγένετο· διπλῆν
γὰρ ἔχει τὴν γλῶσσαν ὁ δράκων, ὥσπερ καὶ ὁ ῥήτωρ. ἦν
δὲ καὶ ἡ γυνὴ πλουσία, ἐφόδιον δὲ παιδείας ὁ πλοῦτος.
καὶ ἄλλη τὸν αὐτὸν εἶδεν ὄνειρον, καὶ ὁ ἐξ αὐτῆς γεννώμενος
ἱεροφάντης ἐγένετο· ἱερὸς γὰρ ὁ δράκων καὶ
μύστης καὶ πᾶσι μυστηρίοις παρών. ἦν δὲ καὶ ἡ τὸν
ὄνειρον ἰδοῦσα ἱερέως γυνή. καὶ ἄλλη τὸν αὐτὸν εἶδεν
διὰ γὰρ τῶν στενωτάτων χηραμῶν διαδυόμενος ὁ
δράκων τοὺς ἐπιτηροῦντας πειρᾶται λανθάνειν. ἦν δὲ
καὶ ἡ γυνὴ μαχλοτέρα καὶ ἑταιρική. καὶ ἄλλη τὸν αὐτὸν
εἶδεν ὄνειρον, καὶ ὁ ἐξ αὐτῆς γεννώμενος λῃστεύων ἑάλω
καὶ ἐτραχηλοκοπήθη· καὶ γὰρ ὁ δράκων ἐπειδὰν ἁλῷ,
εἰς τὴν κεφαλὴν παιόμενος ἀποθνήσκει. ἦν δὲ καὶ ἡ γυνὴ
οὐ πάνυ τι ἀγαθή. καὶ ἄλλη τὸν αὐτὸν εἶδεν ὄνειρον, καὶ
ὁ ἐξ αὐτῆς γεννώμενος δραπετικὸς ἐγένετο οὐ γὰρ ὀρθῇ
παράλυτος ἐγένετο· καὶ γὰρ ὁ δράκων τῷ παντὶ σώματι
εἰς τὴν πορείαν προσχρῆται, ὡς καὶ τῶν ἀνθρώπων οἱ
παράλυτοι. ἦν δὲ ὅτε ἔβλεπε τὸν ὄνειρον ἡ γυνὴ ἐν νόσῳ.
εἰκὸς οὖν καὶ τὸ βρέφος ἐν νόσῳ συλληφθέν καὶ κυοφορηθὲν
μὴ φυλάξαι τοὺς πόρους ἐρρωμένους.
Ὅσα ὁμοίως κινεῖται, ἐν τοῖς ὕπνοις βλεπόμενα τὸν
αὐτὸν ἔχει λόγον. οἷον ἔδοξέ τις ὑπὸ δράκοντος δεδῆχθαι
τὸν ἕτερον τῶν ποδῶν. ὑπὸ τροχοῦ ἐπλήγη ἐν ὁδῷ αὐτὸν
πορευόμενος ὥσπερ
ὁ δράκων.
Ὅτι οἱ θεοὶ τοῖς δεσπόταις τὸν αὐτὸν ἔχουσι λόγον,
καὶ ἐν τῷ περὶ θεῶν λόγῳ προείρηκα καὶ τὰ ἀποτελέσματα
δέ σε οὐδὲν ἧττον διδάξει. καὶ τὸ νῦν εἰς ἐπίδειξιν
τοῦ τοιούτου οὗτος ὁ ὄνειρος παρακείσθω. δοῦλος ἔδοξε
μετὰ τοῦ Διὸς σφαιρίζειν. ἐφιλονείκησε τῷ δεσπότῃ καὶ
ἐλευθερώτερον προσδιαλεγόμενος ἐμισήθη ὁ μὲν γὰρ
Ζεὺς τὸν δεσπότην ἐσήμαινεν, ὁ δὲ σφαιρισμὸς τὴν ἐξ
ἴσου ῥῆσιν καὶ φιλονεικίαν· φιλονείκως γὰρ οἱ σφαιρίζοντες
παίζουσιν, ὁσάκις δʼ ἂν λάβωσι τὴν σφαῖραν, τοσαυτάκις
ἀντικρούουσι. καὶ τὸ ὅλον δεσπόται γονεῖς διδάσκαλοι
θεοὶ τὸν αὐτὸν ἔχουσι λόγον. καὶ υἱὸς καὶ υἱωνὸς καὶ
πατὴρ καὶ πάππος καὶ θυγάτηρ καὶ ἐγγόνη καὶ μήτηρ
καὶ μάμμη τὸν αὐτὸν ἔχουσι λόγον.
Ἔτι καὶ οἱ ἀδελφοὶ τοῖς ἐχθροῖς τὸν αὐτὸν ἔχουσιλόγον
πρὸς τὰ ἀποτελέσματα καὶ οἱ ἐχθροὶ τοῖς ἀδελφοῖς. οὐ
γὰρ ἐπʼ ὠφελείᾳ γίνονται ἀλλ᾿ ἐπὶ βλάβῃ ὥσπερ καὶ οἱ
ἐχθροί, ἐπειδὴ ἃ μόνος τις ἔμελλεν ἕξειν, ταῦτα οὐ μόνος
ἀλλ᾿ ἐξ ἡμισείας ἢ τρίτου μέρους μετὰ τῶν ἀδελφῶν
ὄλεθρον σημαίνουσιν ἀλλὰ καὶ ζημίας προσδοκωμένης
Ὅτι οὔτε οἱ θεοὶ οὔτε ἄλλοι ἀξιόπιστοι ψεύδονται, ἀλλʼ
οἷα ἂν λέγωσιν ἀληθῆ λέγουσιν, ἐν τῷ δευτέρῳ βιβλίῳ
ἕκαστα διῄρηται. ἐπειδὴ δὲ πολλάκις οἱ ἄνθρωποι ῥηθέντων
τινῶν αὐτοῖς καὶ μὴ ἀποβάντων οὕτως ἐξηπατῆσθαι
νομίζουσι, παρακείσθω σοι καὶ οὗτος ὁ λόγος, ὡς ἄρα οἱ
θεοὶ καὶ πάντες οἱ ἀξιόπιστοι πάντως μὲν ἀληθῆ λέγουσιν,
ἀλλὰ ποτέ μὲν ἁπλῶς λέγουσι, ποτὲ δὲ αἰνίσσονται.
ὅταν μὲν οὖν ἁπλῶς λέγωσιν, οὐδὲν πρᾶγμα παρέχουσιν
οὐδὲ λέσχην διὰ τὸ ἁπλοῦν τῆς ῥήσεως· ὅταν δὲ αἰνίσσωνται
καὶ μὴ ἁπλῶς λέγωσιν, ἑρμηνευτέον σοι τὰ αἰνίγματα.
καὶ γὰρ εἰκὸς τούς θεοὺς τὰ πολλὰ διʼ αἰνιγμάτων λέγειν,
ἐπειδὴ καὶ σοφώτεροι ὄντες ἡμῶν αὐτῶν οὐδὲν ἡμᾶς ἀβασανίστως
βούλονται λαμβάνειν. οἷον ἔδοξέ τις λέγειν αὐτῷ
τὸν Πάνα ῾ ἡ γυνή σοι φάρμακον δώσει διὰ τοῦ δεῖνος ὄντος
γνωρίμου καὶ συνήθουςʼ. τούτου ἡ γυνὴ φάρμακον μὲν
οὐκ ἔδωκεν, ἐμοιχεύθη δὲ ὑπʼ αὐτοῦ ἐκείνου διʼ οὗ ἐλέγετο
φάρμακον δώσειν· καὶ γὰρ ἡ μοιχεία καὶ ἡ φαρμακεία
λάθρα γίνονται καὶ ἀμφότεραι ἐπιβουλαὶ λέγονται,
Ἔτι καὶ οἱ θεοὶ ὅταν μὴ τὴν οἰκείαν ἔχωσι σκευὴν μηδὲ
ἐν τόπῳ τῷ ἐπιβάλλοντι μηδὲ ἐν σχήματι τῷ προσήκοντι
ὦσιν, ὅ τι ἂν λέγωσι, ψευδῆ λέγουσι καὶ ἐξαπατῶσι. προσεκτέον
οὖν ὁμοῦ πᾶσι, τῷ λέγοντι τῷ λεγομένῳ τῷ τόπῳ
τῷ σχήματι τῇ σκευῇ τοῦ λέγοντος. Χρυσάμπελος ὁ λυριστὴς
δίκην ἔχων περὶ παιδὸς εἰς δουλείαν ἀγομένου ἔδοξε
τὸν Πᾶνα βλέπειν ἐν τῇ ἀγορᾷ καθεζόμενον ἔχοντα Ῥωμαϊκὴν
ἐσθῆτα καὶ ὑπόδεσιν, καὶ πυνθανομένῳ αὐτῷ περὶ τοῦ
πράγματος φάναι ῾ νικήσειςʼ. ἐλείφθη εἰκότως ἀποβάντος
αὐτῷ τούτου ὁ γὰρ φιλέρημος καὶ ἀπράγμων θεὸς καὶ
μόνον ἔχων νεβρίδιον καὶ καλαυρόπιον καὶ συρίγγιον
ἔμενεν ἐν τῇ ἀγορᾷ καθεζόμενος ἐν ἐσθῆτι πολιτικῇ.
οὕτως οὖν καὶ τὰς ἐν τοῖς ὕπνοις γινομένας κρίσεις τῶν
ὀνείρων, ἐὰν μὲν ἁπλαῖ ὦσιν, αὐτοκρίτους εἶναι νόμιζε
καὶ ἔχειν αὐτὰς ἐν ἑαυταῖς τὰς κρίσεις καὶ μηδὲν παρεγχείρει
εἰς τὰ κεκριμένα καθʼ ὕπνους· ὅταν δὲ αὗται αἱ
κρίσεις αἱ ἐν τοῖς ὕπνοις ὑπό τινων κρινόμεναι μὴ ἁπλαῖ
ὦσι, πειρῶ καὶ αὐτὰς τὰς κρίσεις ἑρμηνεύειν τε καὶ διακρίνειν.
οἷον ὁ Πλούταρχος εἰς τὸν οὐρανὸν ἀναβαίνειν
ὑπὸ τοῦ Ἑρμοῦ ἀγόμενος ἐδόκει,
πρίσις ἐσήμαινον. καὶ γὰρ ἡ εἰς τὸν οὐρανὸν ἀνάβασις
νοσοῦντι ὀλέθριος, καὶ ἡ μεγάλη εὐδαιμονία θανάτου
σημεῖον· μόνος γὰρ εὐδαιμονεῖ ᾧ μηδὲν μέτεστι κακοδαιμονίας.
τοιοῦτος δέ ἐστιν ὁ ἀπσθανών.
Τῶν θεῶν οἱ νομιζόμενοι ἐχθροὶ εἶναι ὁμοῦ βλεπόμενοι
ἔχθρας εἰσὶ καὶ στάσεως σημαντικοί, ὡς ὁ Ἄρης καὶ
Ὅσοι τῶν θεῶν ταῖς τέχναις τῶν ὁρώντων ἁρμόζουσι,
τούτους ἄμεινον ἰδεῖν ἢ τοὺς ἐναντίους· κακοὶ γάρ εἰσιν
οἱ μὴ συλλαμβανόμενοι ταῖς τέχναις, οἷον ὑδραγωγοῖς ὁ
Ἥφαιστος καὶ χαλκεῦσιν ὁ Ἀχελῴος καὶ πορνοβοσκοῖς
ἡ Ἄρτεμις.
Ὅσα οἱ ἄρρενες θεοὶ τοῖς ἀνδράσι σημαίνουσι, ταῦτα
καὶ αἱ θήλειαι ταῖς γυναιξίν.
Οἱ ἄρρενες θεοὶ ἀνδράσι συμφέρουσι μᾶλλον τῶν θηλειῶν καὶ αἱ θήλειαι γυναιξὶ μᾶλλον τῶν ἀρρένων.
Οἱ ἄρρενες θεοὶ θηλειῶν ἔχοντες ἐσθῆτα ἢ ἐνδύματα
ἢ ἄλλο τι φόρημα γυναιξὶ μᾶλλον ἢ ἀνδράσι συμφέρουσιν,
αἱ δέ θήλειαι ἀνδρείαν ἔχουσαι στολὴν ἀνδράσι μᾶλλον
γυναιξὶ συμφέρουσιν.
Ἄνευ τῶν ἀναθημάτων καὶ τῶν ὅπλων οἱ θεοὶ βλεπόμενοι πονηροί.
Τῶν αἰσθητῶν θεῶν τοῖς πενιχροῖς οὐδεὶς οὐδενὶ συμφέρει, καὶ οἱ μείζονες τῶν θεῶν καὶ πρεσβύτεροι καὶ τῇ τάξει προύχοντες τοῖς βελτίοσι μᾶλλον ἢ τοῖς ταπεινοτέροις συμφέρουσιν.
Ὁ Ἥλιος ἅμα τοῖς ἄστροις βλεπόμενος ἀηδὴς καὶ ἄτοπος,
εἰ μὴ ἄρχοι τῶν ἄστρων καὶ προάγοι· ὁ μὲν γὰρ περιἐχόμενος
ὑπὸ τῶν ἄστρων ὑπὸ τῶν ἡττόνων τὸν ἰδόντα
κακῶς παθεῖν προαγορεύει, ὁ δὲ ἄρχων τῶν ἄστρων καὶ
καὶ τὴν ὑπάρχουσαν τύχην κρατύνει καὶ πρὸς τοῖς
οὖσι καὶ ἄλλα προσκτήσασθαι σημαίνει. ἔοικε γὰρ τὸ μὲν
μεῖζον καὶ κρεῖττον τῷ ἰδόντι, τὰ δὲ μικρότερα καὶ χείρονα
τοῖς ἐχθροῖς καὶ τοῖς ἀρχομένοις.
Οἱ Ἥρωες καὶ αἱ Ἡρωίδες τοῖς θεοῖς τὸν αὐτὸν ἔχουσι
λόγον πλὴν ὅσον δυνάμεως ἀπολείπονται· καὶ γὰρ τὰ
ἀγαθὰ καὶ τὰ κακὰ ἥττονα σημαίνουσιν. ἀεὶ δὲ οἱ μὲν
κατηφεῖς καὶ λιτοὶ καὶ μικροὶ βλεπόμενοι σημαίνουσιν
Ἥρωας πλησίον τῆς τοῦ ἰδόντος οἰκίας ἱδρυμένους ἤτοι
ἀτελέστους ἢ τελετῆς δεομένους ἢ πρός τινων ὑβριζομένους
ἢ κατακεχωσμένους, οὓς χρὴ ἀνευρόντα τελέσαι
καὶ τιμᾶν. ὅ τι δʼ ἂν οἱ Ἥρωες εἰαελθόντες εῖς οἰκίαν κακὸν
πράξωσιν, ἐχθρῶν λῃστῶν ἔφοδον σημαίνουσι.
Δράκοντες οἱ μὲν εἰς ἄνδρας μεταβάλλοντες Ἥρωας αημαίνουσιν, οἱ δὲ εἰς γυναῖκας, Ἥρωίδας.
Ὅτι πολλὰ ἐκ τῶν ἐτύμων τῶν ὀνομάτων κριτέον, ἐντεῦθεν
ἄνθρωπος τί ποτε θέλει σημαίνειν ὁ ὄνειρος, ηὔξατο τῷ
Σαράπιδι κρῖναι αὐτῷ τὸ αἴνιγμα. καὶ δὴ ἔδοξεν ὄναρ
λέγειν αὐτῷ τὸν Σάραπιν ῾ οὐκ ἔσονταί σοι παῖδεςʼ. ὁ γὰρ
ἀποχὴν δοὺς τόκον οὐ λαμβάνει, τόκος δὲ καλεῖται ὁ γεννώμενος
αἱ ἐτυμολογίαι, ἐὰν μὴ καὶ τὰ καθʼ ὧν τέτακται τὰ ὀνόματα
εἰς ταὐτὸ ῥέπῃ. οἷον Παῦλος ὁ νομικὸς δίκην ἔχων
ἐπὶ τοῦ αὐτοκράτορος ἔδοξεν αὐτῷ συναγορεύειν Νίκωνά
τινα καλούμενον. ἦν δὲ οὗτος ὁ Νίκων πάλαι ποτὲ ἐπὶ τοῦ
αὐτοκράτορος δίκην ἡττημένος. καὶ ὁ μὲν Παῦλος τῷ
ὀνόματι μόνῳ προσεῖχεν, ἦν δὲ αὐτῷ καταδίκης σημαντικὸς
ὁ ὄνειρος ὀρθῶς καὶ κατὰ λόγον, ὅτι ἦν ὁ Νίκων λελειμμένος.
Τὰ ἐν νεκυσίοις καὶ περιδείπνοις παρατιθέμενά τισιν
οὔτε ἰδεῖν οὔτε φαγεῖν ἀγαθὸν οὔτε περιδειπνεῖσθαι νοσοῦσι
μέν γὰρ ὄλεθρον μαντεύεται, ἐρρωμένοις δὲ θάνατόν
τινος τῶν οἰκείων προαγορεύει. ὁ Σύρος ἔδοξε τῷ δεσπότῃ
Σκόπει δὲ καὶ ἐπὶ τῶν δοκούντων ἀποθνήσκειν μή
ποτε ἀναβιοῦν νομίσῃ τις· οὐκέτι γὰρ τὰ ὑπὸ τοῦ θανάτου
σημαινόμενα γίνεται. Λεωνᾶς ὁ Σύρος παλαιστὴς μέλλων
ἀγωνίζεσθαι τὸν ἐν Ῥώμῃ ἀγῶνα ἔδοξε τεθνάναι καὶ
ἐκφέρεσθαι, συναντήσαντα δὲ αὐτῷ τινα ἀλείπτην χαλεπαίνειν
πρὸς τοὺς ἐκφέροντας ὅτι ταχέως καὶ κενοσπούδως
αὐτὸν ἐκφέροιεν· δύνασθαι γὰρ αὐτὸν ἀναβιῶναι.
ἔπειτα ἐλαίῳ θερμῷ καὶ ἐρίοις χρισάμενον κατὰ τοῦ στήθους
ποιῆσαι αὐτὸν ἀναβιῶναι. οὗτος εὐημέρησε ἐν τῷ
ἀγῶνι ἐπιφανῶς παλαίσας, μέλλων δὲ στεφανοῦσθαι
ἐκωλύθη πρὸς τοῦ ἀλείπτου ἐπιπροσθεμένου τὴν ἐργασίαν
τοῦ στεφάνου· λαβὼν γὰρ ἀργύριον οὐκ εἴασεν
αὐτὸν περὶ τοῦ στεφάνου παλαίοντα διαγωνίσασθαι.
Μένανδρος ὁ Σμυρναῖος εἰς Ὀλύμπια ἀνερχόμενος ἔδοξεν
ἐν τῷ σταδίῳ τῷ Ὀλυμπίασι κατορωρύχθαι, καὶ ἐγένετο
Ὀλυμπιονίκης.
Ὅσα νεκροῖς συντίθεται, ταῦτα οὔτε δοῦναι νεκρῷ οὔτε
παρὰ νεκροῦ λαβεῖν ἀγαθόν ἢ γὰρ αὐτῷ τῷ ἰδόντι ἤ τινι
τῶν τοῦ ἰδόντος ὀλέθρια γίνεται. τῶν δὲ ἄλλων ἓν οὐδὲν
νεκρῷ ἃ δοῦναι συμφέρει, λαβεῖν δὲ πάντα καὶ ὁμοῦ καὶ
κατὰ ἓν παρὰ νεκροῦ συμφέρει, μάλιστα δὲ τροφὰς καὶ
ἀργύριον καὶ σκεύη καὶ ἱμάτια.
Ὅσα τῶν ἀγαθῶν καὶ ὅσα τῶν κακῶν τῶν περὶ τὸ σῶμα
βλεπομένων οὐχ ὅλα ἀλλ᾿ ἐξ ἡμισείας βλέπεται, καὶ τὰ
ἀγαθὰ καὶ τὰ κακὰ ἥττονα ποιεῖ. οἷον ἡ τοῦ Διογνήτου
γυνὴ ἔδοξεν ἐν τῇ δεξιᾷ μόνῃ παρειᾷ γένειον ἔχειν. καὶ
σημαίνοντος τοῦ ὀνείρου πάσαις γυναιξὶ ταῖς γε μὴ ἀγάμοις
μηδὲ ἀτέκνοις ἔτι καὶ ταῖς μὴ ἐν γαστρὶ ἐχούσαις
χηρείαν, ἀπέβη αὐτῇ μήτε σὺν τῷ ἀνδρὶ εἶναι μήτε μὴν
ἀπηλλάχθαι αὐτοῦ, ἀλλὰ πολλῷ χρόνῳ οἰκουρεῖν ὑπολειφθεῖσαν
ἐν τῇ πατρίδι παρὰ τὴν τοῦ ἀνδρὸς ἀποδημίαν.
οὐδὲν δὲ διαφέρει γυναικὶ ἐάν τε πώγωνα ἔχειν δοκῇ ἐάν
τε ἀνδρὸς αἰδοῖα ἐάν τε στολὴν ἢ κουρὰν ἢ ἄλλο τι ἀνδρεῖον
ἔχειν δοκῇ. τὰ αὐτὰ γὰρ ἀποβήσεται. ὁμοίως καὶ ἐπὶ
ἀνδρῶν οὐδὲν διαφέρει ἐάν τε ὅλον τὸ σῶμά τις εἰς γυναῖκα
μεταβεβληκέναι δόξῃ ἐάν τε μόνον γυναικείαν φύσιν ἔχειν
ἐάν τε στολὴν ὑπόδεσιν ἢ ἐμπλέγματα γυναικεῖα· τὰ
αὐτὰ γὰρ ἀποβήσεται. ἔστι δὲ ταῦτα οὐχ ὅμοια τοῖς ἡμιτελέσι
Τῶν ἀποβάσεων τὸ κεφάλαιον εὑρεῖν ἔστω σοι ἔργον,
καὶ τὰ συμπτώματα
ἀποτυχὼν δὲ μὴ ἄχθου. ὁ Κύπριος νεανίσκος
ὄνειρον ὥρισεν ἀποβεβηκότα φιλονείκως. ἦν δὲ οὗτος
ὁ ὄνειρος· γυνὴ ἐν γαστρὶ ἔχουσα ἔδοξε χῆνα τετοκέναι.
ὃ κριτέον, εἰ μὲν ἱερέως εἴη ἡ γυνή, τὸ τεχθὲν ζήσειν
τὰ δὲ μὴ ἐκ τοῦ αὐτοῦ γένους ἢ τοῦ αὐτοῦ εἴδους ἐναντία
πρὸς ἀνατροφὴν παίδων. ὁ δὲ εἶπεν ἄρρεν τεχθὲν
ἐν ὕδατι τὸν παῖδα τεθνήξεσθαι· εἰ δὲ ἔδει μὲν ὀλιγοχρόνιον
γενέσθαι, συνέπεσε δὲ αὐτῷ τὸ ἐν ὕδατι ἀποθανεῖν,
αὐτάρκης ἦν ἡ κρίσις. καὶ γὰρ τὸ μὴ διακρῖναι πότερον
ἄρρεν ἢ θῆλυ τέτοκε, κατὰ λόγον ἐγένετο ἔνεστι μὲν
γὰρ ἄρρενα εἶναι τὸν χῆνα, ἔνεστι δὲ καὶ θήλειαν.
Πρὸς δὲ τοὺς πυνθανομένους πόσῳ χρόνῳ οἱ ὄνειροι
ἀποβαίνουσιν εἴποις ἂν ὅτι ὅσα τῶν ὄντων ἐν ὡρισμένοις
χρόνοις γίνεται, ταῦτα καὶ ἐν τοῖς ὕπνοις ὁραθέντα ἐν
τοῖς αὐτοῖς ἀποβαίνει χρόνοις,
ὄντων ἐν ἀορίστοις καὶ μὴ πεπηγόσι χρόνοις γίνεται,
ἀορίστως καὶ ἀποβαίνει, ὡς συνουσίαι καὶ τροφαὶ καὶ
ἐκκρίσεις καὶ τὰ συντελοῦντα τούτοις χωρὶς ζῴων ταῦτα
γὰρ διʼ ὅσου χρόνου γεννᾶται, τοῦτʼ ἔστιν ὅσῳ κυοφορεῖται,
αὔριον φοβουμένῳ ἢ ἐλπίζοντι καὶ ἰδόντι ὄνειρον τὰ εἰς
ὥρας ἐσόμενα κρίνειν. ἔτι καὶ ὧν προσήμερός ἐστιν ἡ
χρῆσις, ἡμέραις ἀποβαίνει, ὧν δὲ χρονιωτέρα, χρόνῳ
πλείονι. καὶ τὰ μακρόθεν ὁρώμενα, ὡς τὰ περὶ τὸν
οὐρανόν, διὰ τὸ διάστημα βράδιον ἀποβαίνει. ἔτι καὶ
τοῦτο. καὶ οἱ ἀγαθοὶ καὶ οἱ κακοὶ ὄνειροι τοῖς μὲν μεγάλοις
ἀνδράσι καὶ γυναιξὶ μεγάλα καὶ τὰ ἀγαθὰ καὶ τὰ
κακὰ ποιοῦσι, τοῖς δὲ μετρίοις μέτρια, τοῖς δὲ ταπεινοῖς
μικρὰ παντελῶς, καὶ μάλιστά γε οἱ ἀγαθοί καὶ γὰρ εἰκός,
ἐπειδὴ οὗτοι καὶ τὸ τυχὸν λαβόντες ἀγαπῶσι καὶ ὑπερχαίρουσιν.
ὀρθῶς γοῦν καὶ τὸ Καλλιμάχειον ἔχει ‘αἰεὶ
τοῖς μικκοῖς μικκὰ διδοῦσι θεοί.’
Ταῦτα μὲν οὖν, ὦ τέκνον, ἱκανῶς καὶ ἀνενδεῶς ἔχει,
πάντων τῶν ἐν ὀνειροκρισίᾳ ἀπόρων λελυμένων καὶ οὕτως
ὑπτίων κειμένων καὶ εὐεπιγνώστων σοι ἐσομένων. ἴσθι
δὲ ὅτι οὐχὶ ὀνείρων ἀποβάσεις εἰπεῖν σοι τὸ προκείμενόν
μοι ἦν ἀλλʼ ἀφωρισμένως καθʼ ἕκαστον ζήτημα τὰς ἐπιλύσεις
συναγαγεῖν. αἱ δὲ ἀποβάσεις ἑκάστων παράκεινται
εἰς ὑπόδειγμα. ἱστορίας δὲ ἕνεκεν ὅπως ἔχῃς ἀπονώτερον
ταῖς τριβαῖς χρῆσθαι, πειράσομαι συναγαγὼν ὡς πλείστους
ἀποβεβηκότας ὀνείρους ἄλλο σοι βιβλίον ποιῆσαι.
Ἀρτεμίδωρος Ἀρτεμιδώρῳ υἱῷ χαίρειν.
Ἄξιον μὲν ἴσως, ὦ τέκνον, ἐγκαλεῖν τῆς βραδυτῆτος
συναγαγεῖν ὀνείρους (τοὺς μὲν γὰρ τυχόντας καὶ πάνυ
ῥᾴδιον καὶ ἐν βραχεῖ χρόνῳ παμπληθεῖς ἀναγράφειν,
τοιούτους δέ, ὁποίους ἄν τις γράφων οὐ μόνον οὐκ αἰσχύνοιτο
ἀλλὰ καὶ μέγα φρονεῖν ἐπʼ αὐτοῖς ἔχοι, οὐκ ἄνευ
πόνου καὶ χρόνου οἷόν τʼ ἦν ἀθροῖσαι,
μὴ ῥᾳδιουργῆσαι βουλομένῳ) τοιγαροῦν ἔν τε ταῖς πανηγύρεσι
ταῖς κατὰ τὴν Ἑλλάδα καὶ ἐν Ἀσίᾳ καὶ πάλιν αὖ
ἐν Ἰταλίᾳ ἐξεπίτηδες ἀγείρων ὅσους μάλιστα ἐδυνάμην
εὑρὼν τοῦτό σοι τὸ βιβλίον μετὰ τὸν ἐν τοῖς ἔμπροσθεν
πεπονημένοις μοι βιβλίοις πόνον ὠφελιμώτατον ἐσόμενον
αὐτῷ τέ σοι καὶ εἴ τινι κοινωνήσειας ἀντιγράφου πεποίηκα.
εὕροις δʼ ἂν καθʼ ἕκαστον τῶν ὀνείρων ψιλὰς τὰς ἀποβάσεις,
ὡς ἀπέβησαν, ἄνευ σκηνῆς καὶ τραγῳδίας ἀναγεγραμμένας·
τὸ δεύτερον καὶ τὸ τρίτον μάλιστα τούτων ἐστὶν ἀνάπλεω,
τὸ δὲ τέταρτον αὐτῷ σοι προσφωνηθὲν τεχνικὴν περιέχον
θεωρίαν καὶ ἄτριπτον τῶν ἐπιζητουμένων ἑρμηνείαν ἠκρίβωται)
ὅμως σοι προσδεῖν ἡγούμενος τριβῆς τε καὶ
γυμνασίας, ὡς ἐπηγγειλάμην ἐπὶ τέλει τοῦ τετάρτου, καὶ
νῦν ἐμπεδῶν τὴν ὑπόσχεσιν ἀποδίδωμι.
Ἔδοξέ τις τοῦ Ποσειδῶνος τοῦ ἐν Ἰσθμῷ τῇ βάσει ἁλύσει προσδεδέσθαι. ἱερεὺς ἐγένετο τοῦ Ποσειδῶνος· ἔδει γὰρ αὐτὸν ἀχώριστον εἶναι τῶν τῆς ἱερωσύνης τόπων.
Ἔδοξέ τις τὴν ἑαυτοῦ γυναῖκα προσαγαγὼν ὥσπερ τι
ἱερεῖον ἀποθῦσαι καὶ τὰ κρέα κατακόπτων πιπράσκειν καὶ
τὴν ἐμπολὴν αὐτῷ πάνυ πολλὴν γίνεσθαι. ἐπὶ δὲ τούτοις
χαίρειν τε ἔδοξε καὶ τὸ συναγόμενον ἀργύριον ἀπὸ τοῦ
κρεοπωλίου πειρᾶσθαι κρύπτειν διὰ τὸν
φθόνον. οὗτος τὴν ἑαυτοῦ γυναῖκα προαγωγεύων
ἐπʼ αἰσχροῖς ἐπορίζετο, καὶ ἦν αὐτῷ τὸ ἔργον λυσιτελὲν
μὲν εἰς πορισμόν, ἄξιον δὲ ἀποκρύπτεσθαι.
Ἔδοξέ τις εἰς γυμνάσιον τὸ ἐν τῇ πατρίδι ὂν αὐτοῦ
εἰσελθὼν ἰδεῖν εἰκόνα ἰδίαν, ἥτις καὶ ὕπαρ ἦν ἀνακειμένη·
εἰκότως· τὸ μὲν γὰρ γυμνάσιον σύμβολον ἦν τῆς καθʼ
Ἔδοξέ τις λιβανωτῷ τὸν πρωκτὸν ἐκμάσσειν. ἀσεβείας
ἑάλω, ἐπειδὴ ᾧ τοὺς θεοὺς τιμῶμεν ἐξύβρισεν. ἡ δὲ ὀδμὴ
τὸ μὴ λαθεῖν αὐτὸν ἐσήμαινεν.
Ἔδοξέ τις σίνηπι τετριμμένον ὑγρὸν πίνειν, ἔτυχε δὲ
αὐτῷ δίκη οὖσα καὶ ἔφευγε φόνου γραφήν. ἑάλω καὶ τῆς
κεφαλῆς ἀφῃρέθη· ἧν γὰρ οὕτε σύνηθες οὔτε ὅλως πότιμον
τὸ ποτόν. καὶ μέντοι
τοῦ λεγομένου ἠθμοῦ τὸ σίνηπι ἔπινε. τοιγαροῦν ὑπὸ κριτοῦ,
ὅπερ ἐστὶ δικαστοῦ, εἰς ὄλεθρον κατέστη.
Ἔδοξέ τις Ξάνθος ὁ ποταμὸς ὁ ἐν Τροίᾳ γεγονέναι.
αἷμα μέγα μὲν καὶ οὐχ οἷόν τε πιστεύειν ἀλλʼ οὖν γε
οὕτως ἀποβὰν ἱστορήσαμεν ἀνήνεγκεν ἐπὶ ἔτη δέκα οὐ
μὴν ἀπέθανέ γε, ὅπερ ἦν εἰκὸς διὰ τὸ ἀθάνατον εἶναι τὸν
ποταμόν.
Ἔδοξέ τις ἐν Νεμέᾳ ἀγωνίζεσθαι ἀνδρῶν πάλην καὶ νικᾶν
καὶ στεφανοῦσθαι, ἔτυχε δὲ αὐτῷ δίκη οὖσα περὶ ἀγροῦ, ἐν
ᾧ παμμέγεθες ἦν ἕλος. καὶ δὴ ἐνίκησε τῷ τοῦ ἕλους λόγῳ
διὰ τὸ σελίνῳ τῷ ἐν Νεμέᾳ τοὺς νικῶντας στεφανοῦσθαι.
Ἔδοξέ τις ἐν τῇ τύλῃ πυροὺς ἔχειν ἀντὶ γναφάλλων. ἦν αὐτῷ γυνή, ἥτις μηδεπώποτε συλλαβοῦσα πρότερον ἐκείνου τοῦ ἔτους ἔγκυος γενομένη παιδάριον ἐγέννησεν ἄρρεν· ἡ μὲν γὰρ τύλη τὴν γυναῖκα ἐσήμαινεν, οἱ δὲ πυροὶ ἄρρεν σπέρμα.
Ηὔξατό τις τῷ Ἀσκληπιῷ, εἰ διὰ τοῦ ἔτους ἄνοσος
οὖν ἔμεινεν, ὠφθαλμίασε δὲ ἰσχυρῶς· καὶ γὰρ μιᾷ εὐχῇ
ὁ θεὸς ἀρκούμενος τὸ ἕτερον ἠρνεῖτο.
Ἔδοξέ τις φεύγων γραφὴν δημοσίων ἀδικημάτων τὰ
γράμματα καὶ τὰ δικαιώματα ἀπολωλεκέναι. τῇ ὑστεραίᾳ
εἰσαχθείσης τῆς δίκης ἀφείθη τῶν ἐγκλημάτων, καὶ
τοῦτο ἦν ἄρα, ὅπερ ἐσήμαινεν αὐτῷ τὸ ὄναρ, ἀφεθέντι τῶν
ἐγκλημάτων μηκέτι δεήσεσθαι τῶν δικαιωμάτων.
Ἔδοξέ τις ἀπὸ τῆς σελήνης λύχνον ἅπτειν. τυφλὸς ἐγένετο.
ὅθεν γὰρ οὐκ ἠδύνατο ἅψαι, ἐκεῖθεν ἐλάμβανε τὸ
φῶς. ἄλλως τε καὶ τὴν σελήνην φασὶν οὐκ ἔχειν ἴδιον
φῶς.
Ἔδοξέ τις γυνὴ ἐν τῇ σελήνῃ τρεῖς ὁρᾶν εἰκόνας ἰδίας.
ἐγέννησε τρίδυμα θηλυκά, καὶ τὰ τρία τοῦ αὐτοῦ μηνὸς
ἀπέθανεν. ἦσαν γὰρ αἱ εἰκόνες τὰ τέκνα, εἷς δὲ περιεῖχεν
Ἔδοξε παῖς παλαιστὴς περὶ τῆς ἐγκρίσεως πεφροντικὼς
τὸν Ἀσκληπιὸν κριτὴν εἶναι καὶ παροδεύων ἅμα τοῖς
ἄλλοις παισὶν ἐν παρεξαγωγῇ ὑπὸ τοῦ θεοῦ ἐκκεκρίσθαι.
καὶ δὴ πρὸ τοῦ ἀγῶνος ἀπέθανεν· ὁ γὰρ θεὸς οὐ τοῦ
ἀγῶνος ἀλλὰ τοῦ ζῆν, οὗπερ μᾶλλον εἶναι κριτὴς νομίζεται,
ἐξέβαλεν αὐτόν.
Ἔδοξέ τις ἐν τῇ σελήνῃ τὸ ἑαυτοῦ πρόσωπον ἰδεῖν. ἀπεδήμησε
μακρὰν ἀποδημίαν καὶ τὸν πλεῖστον τοῦ βίου
χρόνον ἐν ἄλῃ καὶ ξενιτεία διῆγε· τὸ γὰρ ἀεικίνητον τῆς
Ἔδοξέ τις σιδήρεον αἰδοῖον ἔχειν. ἐγένετο αὐτῷ υἱός,
ὑφʼ οὗ ἀνῃρέθη. καὶ γὰρ ὁ σίδηρος ὑπὸ τοῦ ἐξ αὐτοῦ
γενομένου ἰοῦ φθείρεται.
Ἔδοξέ τις ναύκληρος ἐν Μακάρων νήσοις εἶναι καὶ ὑπὸ
τῶν ἡρώων κατέχεσθαι, ἔπειτα ἐλθόντα τὸν Ἀγαμέμνονα
ἀπολῦσαι αὐτόν. ἀγγαρεία περιπεσὼν ὑπὸ τῶν ἐπιτρόπων
τοῦ αὐτοκράτορος κατεσχέθη, ἔπειτα ἐντυχὼν τῷ βασιλεῖ
ἀφείθη τῆς ἀγγαρείας.
Ἔδοξέ τις ἀποδημῶν τῆς οἰκείας τὴν κλεῖδα τοῦ οἰκήματος
ἀπολωλεκέναι. ἀνακομισθεὶς εὗρε τὴν θυγατέρα
ἐφθαρμένην· τρόπον γάρ τινα ἔλεγεν αὐτῷ τὸ ὄναρ οὐκ
εἶναι ἐν ἀσφαλεῖ τὰ οἴκοι.
Ἔδοξέ τις ἐκ τῆς κεφαλῆς ἐκ αὐτοῦ ἐλαίαν πεφυκέναι. ἐφιλοσόφησεν
εὐτόνως καὶ τοῖς λόγοις καὶ τῇ ἀσκήσει χρησάμενος
Ἔδοξέ τις τῷ ἡλίῳ συνανατέλλειν καὶ τῇ σελήνῃ συντρέχειν.
ἀπήγξατο, καὶ οὕτως ὅ τε ἥλιος καὶ ἡ σελήνη ἀνίσχοντες
ἔβλεπον αὐτὸν μετάρσιον ὄντα καὶ κρεμάμενον.
Ἔδοξέ τις τὸν δοῦλον αὐτοῦ, ὃν μάλιστα παρὰ τοὺς
ἄλλους ἐτίμα, φανὸν γεγονέναι τοῦτον ὅνπερ λαμπτῆρα
καλοῦσι. τυφλὸς ἐγένετο καὶ ὑπὸ τοῦ δούλου αὐτοῦ ἐκείνου
ἐχειραγωγεῖτο καὶ τοῦτον τὸν τρόπον διʼ ἐκείνου τὸ
φῶς ἔβλεπεν.
Ἔδοξέ τις ἐπὶ κύκλῳ τρίποδος διαπλεῖν πέλαγος μέγα.
φεύγων ἀδικημάτων γραφὴν ἑάλω καὶ εἰς νῆσον κατεδικάσθη·
τὸ γὰρ περιοχοῦν αὐτὸν ἦν περίρρυτον καὶ ἐοικὸς
τῷ σχήματι νήσῳ.
Ἔδοξέ τις τὸ ἑαυτοῦ παιδίον ἀποδέρειν καὶ ποιεῖν ἀσκόν.
τῇ ὑστεραίᾳ τὸ παιδίον αὐτοῦ εἰς ποταμὸν πεσὸν ἐπνίγη·
καὶ γὰρ ἀπὸ νεκρῶν σαρκῶν ὁ ἀσκὸς γίνεται καὶ ὑγροῦ
ἐστι δεκτικός.
Ἔδοξέ τις τοῦ οὐρανοῦ ἀστέρα ἐκπεσεῖν καὶ ἄλλον χαμόθεν
ἀστέρα εἰς τὸν οὐρανὸν ἀναβῆναι. οὗτος ἦν οἰκέτης
τινός. ἔπειτα ὁ δεσπότης αὐτοῦ ἀπέθανεν, ἡγούμενος δὲ
ἐλεύθερός τε καὶ ἀδέσποτος εἶναι εὗρε παῖδα τοῦ προτέρου
δεσπότου, ᾧ κατ’ ἀνάγκην ἐδούλευσεν. ὁ μὲν οὖν
πεσὼν ἀστὴρ ἐσήμαινε τὸν ἀποθανούμενον, ὁ δὲ εἰς οὐρανὸν
ἀνελθὼν τὸν ἐποψόμενον καὶ δεσπόσοντα αὐτοῦ.
Ἔδοξέ τις εἰς χοίνικα χέζειν. ἑάλω ἀδελφῇ
Ἔδοξέ τις ἐρωμένην τὴν ἑαυτοῦ ὁρᾶν ἐν σταμνίῳ ὀστρακίνῳ κειμένην. ἀπέθανεν ἡ ἐρωμένη αὐτοῦ σφαγεῖσα ὑπὸ δούλου δημοσίου. θάνατον μὲν γὰρ εἰκότως ἐσήμαινε τῇ γυναικὶ τὸ εἶναι ἐν τῷ ὀστρακίνῳ σκεύει· ὑπὸ δημοσίου δέ, ἐπεὶ καὶ τὸ σταμνίον δημόσιόν τε καὶ πᾶσιν ὑπηρετοῦν.
Ἔδοξέ τις τοῦ Σαράπιδος τὸ ὄνομα ἐγγεγραμμένον
λεπίδι χαλκῇ περὶ τὸν τράχηλον δεδέσθαι ὥσπερ σκυτίδα.
συνάγχῃ ληφθεὶς ἑπτὰ ἡμέραις ἀπέθανε· καὶ γὰρ χθόνιος
ὁ θεὸς εἶναι νενόμισται καὶ τὸν αὐτὸν ἔχει λόγον τῷ Πλούτωνι,
καὶ τὸ ὄνομα αὐτοῦ γράμματα ἑπτὰ ἔχει, καὶ καθʼ
ὃ περιέκειτο τὴν σκυτίδα μέρος, κατʼ ἐκεῖνο τὸ μέρος
νοσήσας ἀπέθανεν.
Ἔδοξέ τις ἐπὶ ξένης διατρίβων ἑστίαν οἰκοδομεῖν.
ἀπέθανεν ἐπὶ ξένης ἔνθα ᾠκοδόμησεν εἰκότως· ἦν γὰρ
σύμβολον τῆς ὅλης καταστάσεως καὶ τοῦ τέλους ἡ ἑστία,
Ἔδοξέ τις ἐπὶ ξένης διατρίβων ἑστίαν οἰκοδομεῖν καὶ
ἀντὶ λίθων τὰ ἴδια βιβλία τῷ πηλῷ περιπλάσσειν, εἶτα
Ἔδοξέ τις ὑπὸ γυναικὸς ἣν ἐκ πολλοῦ ἐγνώριζε διώκεσθαι
βουλομένης περιβαλεῖν αὐτῷ τοὺς λεγομένους τῇ
Ῥωμαίων φωνῇ φαινόλας μέσους λελυμένους ἐκ τῶν
ῥαφῶν, καὶ τέλος οὐ βουλόμενος καταναγκασθῆναι. τούτου
ἐρασθεῖσα ἡ γυνὴ ἐγήματο αὐτῷ οὐ βουλομένῳ καὶ
φαινόλας.
Ἔδοξέ τις γυνὴ νοσοῦσα κυεῖν, ἤδη τε ὠδίνειν καὶ ἐγγὺς
τοῦ τεκεῖν εἶναι, ἁψαμένην δέ τινα αὐτῆς, ἣν ᾤετο μὴ
ἀπείρως ἔχειν τῶν περὶ τὰ τοιαῦτα, φάναι ‘νῦν μὲν οὐ
τέξει, μετὰ δὲ μῆνας ἑπτὰ παιδάριον καλόν γε λίαν.’ ἐγένετο
ἐν νόσῳ πάνυ κινδυνώδει,
αἱρετώτερος ἦν διὰ τὸ ἄπονον τοῦ νοσώδους καὶ ταλαιπώρου
βίου.
Ἔδοξέ τις ἑαυτὸν περαίνειν, ἀνὴρ οὐκ ἄσημος καὶ τελῶν
μεγάλων μισθωτής. εἰς τοσοῦτο περιστάσεως ἦλθεν,
ὥστε διʼ ἀπορίαν τε καὶ χρεῶν συνέχειαν ἑαυτὸν ἐξαγαγεῖν
τοῦ βίου εἰκότως· ἦν γὰρ αὐτῷ τοσαύτη ἑτέρου σώματος
κατ’ ὄναρ, ὥστε
ἢ διὰ τὸ μὴ εἶναι ἄλλο
σῶμα ᾧ ἂν ἐχρήσατο ἢ διὰ τὸ μήτε βαίνειν δύνασθαι μήτε
ἀναλίσκειν ἔχειν.
Ἔδοξέ τις τὸν δακτύλιον αὐτοῦ, ᾧ πάντα κατεσημαίνετο,
ἐκβαλεῖν, εἶτα ζητῶν καταλαβεῖν τὸν ἐν αὐτῷ λίθον
κατεαγμένον εἰς
Ἔδοξέ τις ἐπικύψας πονηρὸν ὄζοντας τοὺς περὶ τὸν
ἀρχαῖον ὀμφαλὸν τόπους καταλαβεῖν. φάρμακον θανάσιμον
ἑκὼν ἔπιεν οὐχ ὑπομένων περίστασιν ἀνάγκην τε
χρεῶν· φόβῳ γὰρ τοῦ μὴ τὰ ἀναγκαῖα καὶ ἀπόκρυφα
αὐτοῦ ἐξοζήσῃ καὶ ἐγνώσθη παρὰ τὸ δέον
Ἔδοξέ τις λαμπάδας ἀπὸ τῆς ἑστίας τῆς ἔνδον παρ᾽
αὐτῷ μὴ δύνασθαι ἀνάψαι καὶ ἀπὸ τοῦ οὐρανίου ἀνάψαι
κατὰ τοῦτον τὸν τρόπον τῷ
οὐρανίῳ πυρὶ ἐθάλπετο.
Ἔδοξέ τις ἀδελφὴν ἔχων πλουσίαν ἅμα καὶ νοσοῦσαν
πρὸ τῆς οἰκίας τῆς ἀδελφῆς συκῆν πεφυκέναι καὶ ἀπʼ
αὐτῆς δρεπόμενος σῦκα μέλανα τὸν ἀριθμὸν ἑπτὰ ἐσθίειν.
ἀπέθανεν ἡ ἀδελφὴ ἐπὶ κληρονόμῳ τῷ ἰδόντι τὸν
ὄνειρον ἑπτὰ ἡμέρας ἐπιζήσασα. φανεροὶ οἱ λόγοι.
Ἔδοξέ τις ὑπὸ
ἐκβάλλεσθαι τῶν οἰκείων καὶ τοῦ γυμνασίου. τοῦτον
ὁ πατὴρ ἐξέβαλε τῆς οἰκίας· ὃν γὰρ ἔχει λόγον ἐν τῇ πόλει
στρατηγός, τὸν αὐτὸν ἐν τῇ οἰκίᾳ πατήρ.
Ἔδοξέ τις γυνὴ ἐν τῷ δεξιῷ μαζῷ ὀφθαλμὸν ἔχειν. υἱὸς
ἦν αὐτῇ ἀγαπητός, ὃν οὐκ εἰς μακρὰν ἐκόψατο. ᾧ γὰρ
λόγῳ ὁ δόξας ποτὲ ἐν τῷ δεξιῷ ὤμῳ ὀφθαλμὸν ἔχειν ἐξέβαλε
τὸν ἀδελφόν (τρόπον γάρ τινα ἔλεγεν αὐτῷ τὸ ὄναρ
τῷ λόγῳ καὶ ἡ γυνὴ οὐ τὸν μαζὸν ἀλλὰ τὸν ἐοικότα τῷ
μαζῷ υἱὸν ἀπώλεσεν.
Ἔδοξέ τις τὴν ἑαυτοῦ κόπρον σὺν ἄρτῳ ἐσθίειν καὶ
ἥδεσθαι. παρανομήσας ἐκληρονόμησεν ἀνέγκλητος διὰ τὸ
ἥδεαθαι, οὐκ ἀνυπονόητος δὲ διὰ τὴν κόπρον· εἰκὸς γὰρ
ἦν αἰσχύνης αὐτῷ τὸ κέρδος πλῆρες εἶναι.
Ἔδοξέ τις δύο θυγατέρας ἔχων παρθένους τὴν μὲν
προτέραν ἔχειν ἐπὶ τὴν κεφαλὴν χρυσέαν Ἀφροδίτην
πεπεδημένην, τὴν δʼ ἑτέραν ἀμπέλου στέλεχος πεφυκός.
τούτων ἡ μὲν προτέρα ἐγήματο, ἡ δὲ ἑτέρα ἀπέθανεν·
ἡ γὰρ Ἀφροδίτη γάμου καὶ παιδοποιίας ἦν σύμβολον
κατὰ τὸ Ὁμηρικὸν ‘ἀλλὰ σύ γʼ ἱμερόεντα μετέρχεο
ἔργα γάμοιο,ʼ καὶ τὸ πολυτελὲς τῆς ὕλης τὸ τερπνὸν
τοῦ γάμου ἐσήμαινεν, ἄλλως τε καὶ κατάλληλος
τῇ Ἀφροδίτῃ ὁ χρυσός ὃν ἐπεπέδητο. αἱ δὲ πέδαι τὸ
ἀδιάλυτον τοῦ γάμου ἐσήμαινον· ἡ δὲ ἄμπελος θανάτου
σημεῖον ἦν τοῦ περὶ τὴν ἑτέραν ἐσομένου διὰ τὸ γῆθεν
φύεσθαι (εἰς γῆν δὲ καὶ τὰ σώματα ἀναλύεται) καὶ ὅτι ἐν
τῷ ἀκμαιοτάτῳ τῆς ὥρας τοῦ καρποῦ στερίσκεται ἡ
ἄμπελος.
Ἔδοξέ τις ἐκ τῶν σαρκῶν ἐκδύνειν ὥσπερ ὄφις ἐκ τοῦ γήρως. τῇ ὑστεραία ἀπέθανε· καὶ γὰρ ἡ ψυχὴ τὸ σῶμα καταλιπεῖν μέλλουσα τοιαύτας παρείχετο φαντασίας.
Ἔδοξέ τις κατʼ ὄναρ ἐν Ἰσθμῷ γινόμενος τὸν ἴδιον
υἱὸν ζητεῖν. ἀπώλετο ὁ υἱὸς αὐτοῦ διὰ τὸν μῦθον τὸν
Μελικέρτειον.
Εδοξέ τις τρεῖς ἔχων υἱοὺς ὑπὸ τῶν δύο κατακοπεὶς
ἐσθίεσθαι, ἐπιστάντα τε τὸν νεώτερον πρός γε τοὺς ἂλλους
χαλεπαίνειν καὶ λυπεῖσθσι καὶ μυσαττόμενον λέγειν
‘ἐγὼ τοῦ πατρὸς οὐ μὴ φάγω.’ συνέβη τὸν νεώτερον υἱὸν
αὐτοῦ ἀποθανεῖν· μόνος γὰρ οὐκ ἔμελλεν ἐσθίειν οὐ τῶν
σαρκῶν ἀλλὰ τῆς ὑπάρξεως, πρότερος τοῦ πατρὸς ἀποθανὼν
καὶ μὴ κληρονομήσας. οἱ δὲ ἕτεροι οἱ φαγόντες διάδοχοι
τῆς οὐσίας τοῦ πατρὸς ἐγένοντο.
Ἔδοξέ τις τὴν ἀδελφὴν αὐτοῦ ὑπὸ τοῦ πατρὸς τοῦ ἀνδρὸς
τὸν διὰ τὸ δαιμονᾷν γε δαίμονα τὸν τοῦ ζῆν αἴτιον τῷ
ἰδόντι, ἡ δὲ ἀδελφὴ αὐτὸν ἔχουσα λόγον τῇ ψυχῇ ἀποσπωμένη
τοῦ ἀνδρὸς τοῦ σώματος ἔμελλεν ἀποσπασθήσεσθαι
ὑπὸ τοῦ δαίμονος καὶ ἐν ἄλλαις ἔσεσθαι διατριβαῖς
καὶ ἤθεσιν, ὥσπερ ὑπολαμβάνουσιν ἄνθρωποι τῶν καμόντων
τὰς ψυχὰς ἀπαλλαγείσας τῶν σωμάτων ἐν ἄλλαις
γίνεσθαι διατριβαῖς.
Ἔδοξέ τις ἀθλητὴς ἐν γαστρὶ ἔχειν καὶ δύο μέλανα θηλυκὰ βρέφη τεκεῖν. τυφλὸς ἐγένετο, καὶ αἱ κόραι αὐτοῦ προέπεσον καὶ ἐγένοντο μέλαιναι.
Ἔδοξέ τις ἀνὴρ παγκρατιαστὴς πρὸς ἀγῶνα τετοκέναι καὶ τὸ ἑαυτοῦ βρέφος τιθηνεῖσθαι. ἐλείφθη ἐκεῖνον τὸν ἀγῶνα καὶ τοῦ λοιποῦ κατέλυσε τὴν ἄθλησιν· οὐ γὰρ ἀνδρὸς ἔργα ἀλλὰ γυναικὸς ὑπομένειν ἐδόκει.
Ἔδοξέ τις ὑπὸ τῆς ἑαυτοῦ μητρὸς πάλιν τίκτεσθαι. ἀπὸ ξένης ἀνακομισθεὶς εἰς τὴν ἑαυτοῦ κατέλαβε τὴν μητέρα νοσοῦσαν καὶ ἐκληρονόμησε. τοῦτο ἦν τὸ ὑπʼ αὐτῆς γεννᾶσθαι, τὸ ἐκ πενίας εἰς εὐπορίαν καταστῆναι ὑπὸ τῆς μητρός· καὶ γὰρ ἔτυχεν ἐν πολλῇ ἐνδείᾳ καὶ πενίᾳ ὤν.
Ἔδοξέ τις τὸ γένειον τὸ ἑαυτοῦ καίεσθαι λαμπρῷ καὶ
καθαρῷ πυρί. τούτου ὁ υἱὸς ἐγένετο διάσημος καὶ λαμπρὸς
ἐν μαντικῇ. οὐ μὴν ἐπὶ πολὺ συνεγένοντο ἀλλήλοις,
ἀλλʼ ὑπὸ περιστάσεώς τινος χωρὶς ἀλλήλων ἐγένοντο·
ἐπίσημον γὰρ αὐτοῦ ἐποίει τὸν υἱὸν τὸ καιόμενον γένειον·
ὁ γὰρ παῖς πατρὸς κόσμος, ὥσπερ ὁ πώγων προσώπου·
ἐπειδὴ δὲ τὸ πῦρ μειοῦν πέφυκε πᾶσαν ὕλην, οὐ παρέμεινεν
αὐτῷ ὁ παῖς, ἐχωρίσθη δέ, οὐκ ἀποθανών διὰ τὸ
ἄνευ καπνοῦ τὸ πῦρ λάμπειν.
Ἀνὴρ παγκρατιαστὴς Ὀλύμπια μέλλων ἀγωνίζεσθαι
πάλην ἅμα καὶ παγκράτιον ἔδοξεν ἀμφοτέρας τὰς χεῖρας
αὐτοῦ χρυσᾶς γεγονέναι. οὐδέτερον τῶν στεφάνων ἤρατο·
ἔμελλε γὰρ ὥσπερ χρυσέαις ταῖς χερσὶν ἀργαῖς καὶ ἀκινήτοις
χρήσεσθαι.
Ἔδοξέ τις μεταμορφωθεὶς ἀρκτόχειρ γεγονέναι. καταδικασθεὶς
τὴν ἐπὶ θανάτῳ ἐθηριομάχησε τοῦτο γὰρ καὶ τῇ χειρὶ
συμβαίνει. ἐπειδὰν γὰρ φωλεύῃ ἡ ἄρκτος, τῷ στόματι
ἐμβαλοῦσα τὴν χεῖρα ὥσπερ ἐσθίουσα ἀπομυζᾷ καὶ τρέφεταί.
Ἔδοξέ τις ἐπὶ ξένης διάγων κατὰ πρεσβείαν κατ’
ὄναρ εἰς τὴν οἰκείαν ἀποστραφῆναι, εἶτα παραστᾶσαν
αὐτῷ τὴν γυναῖκα λέγειν ‘Μοῦσα ἡ μικρὰ ἀπέθανεν.’
ἐπεστάλη αὐτῷ ὑπὸ τῆς γυναικὸς ὅτι ὁ νεώτατος αὐτοῦ
Ἔδοξέ τις ἀκούειν τινὸς τὸ βάκτρον αὐτοῦ κατεάχθαι.
ἐνόσησε καὶ παρελύθη· τὸ ἔρεισμα γὰρ τοῦ σώματος ἐδηλοῦτο
ὑπὸ τοῦ βάκτρου, τοῦτʼ ἔστιν ἡ ῥώμη καὶ εὐεξία τοῦ
σώματος.
Ὁ αὐτὸς ἀνιώμενος καὶ δυσφορῶν ἐπὶ τῇ παραλύσει
χρονιωτέρᾳ γινομένῃ ἔδοξε τὸ βάκτρον αὐτοῦ κατεάχθαι.
αὐτίκα μάλα ἀνερρώσθη· οὐκέτι γὰρ αὐτῷ ἔμελλε δεήσειν
ἐρείσματος ἐπειδὴ ἔμελλεν αὐτῷ τὸ λοιπὸν χρῆσθαι
εἰς πορίαν.
Ἔδοξέ τις ἀδελφὸν ἔχων ἀποδημοῦντα ἐπιστείλαντα
ἑκάστοτε ὡς ἐλευσόμενον τυφλὸν γενόμενον αὐτοῦ τὸν
ἀδελφὸν παρεῖναι. ἀπέθανεν ὁ ἰδὼν τὸν ὄνειρον εἰκότως,
ἐπειδὴ οὐχ οἷός τε ἦν αὐτὸν ὁ ἀδελφὸς θεάσασθαι.
Ἔδοξέ τις γυνὴ τὴν ἐμπλέκουσαν αὐτὴν θεράπαιναν τὴν
εἰκόνα αὐτῆς, ἣν εἶχεν ἐπὶ πίνακι γεγραμμένην, καὶ τὰ
ἱμάτια αὐτῆς χρήσασθαι παῤ αὐτῆς ὡς εἰς πομπὴν παρελευσομένην.
αὐτίκα ἡ θεράπαινα τόν τε ἄνδρα ἀπέστησεν
αὐτῆς ὑποδιαβάλλουσα καὶ ζημιῶν καὶ πομπειῶν ἐγένετο
αὐτῇ αἰτία.
Ἔδοξέ τις τὸν ἕτερον τῶν ὤμων ἰδεῖν βουλόμενος μὴ
δύνασθαι. μονόφθαλμος ἐγένετο καὶ τοῦτον τὸν τρόπον κατ
ἐκεῖνον τὸν ὦμον ὀφθαλμὸν οὐκ ἔχων ἰδεῖν οὐδὲ τὸν
ὦμον ἰδεῖν ἠδύνατο.
Δρομεὺς ἐν Ὀλυμπίᾳ παίδων στάδιον ἐστεφανωμένος
κατῄσχυνε γὰρ τὸν πρότερον στέφανον.
Ἔδοξέ τις ἐπὶ βοὸς μέλανος ὀχεῖσθαι, τὸν δὲ βοῦν
ἄκοντα φέρειν αὐτὸν
καὶ βοῦς ἐν τῇ δευτέρᾳ βίβλῳ εἴρηταί μοι.
Ἔδοξέ τις ἀετὸν τὰ σπλάγχνα αὐτοῦ τοῖς ὄνυξιν ἀνακείραντα
φέρειν διὰ τῆς πόλεως εἰς τὸ θέατρον ὄχλου ὂν
πλῆρες καὶ ἐπιδεικνύειν τοῖς θεαταῖς. ὄντι αὐτῷ ἄπαιδι
ἐπὶ τούτῳ τῷ ὀνείρῳ ἐγένετο παῖς διάσημος καὶ λαμπρὸς
ἐν τῇ πόλει· ὁ μὲν γὰρ ἀετὸς τὸ ἔτος ἐσήμαινεν, ἐν
ᾧ ἔμελλεν αὐτῷ ὁ παῖς τεχθῆναι, τὰ δὲ σπλάγχνα τὸν
παῖδα (οὕτω γὰρ καὶ τὸν παῖδα καλεῖν ἔθος ἐστίν), ἡ δὲ
φορὰ ἡ εἰς τὸ θέατρον τὸ λαμπρὸν καὶ ἐπίσημον τοῦ παιδὸς
ἐσήμαινεν.
Ἔδοξέ τις ἐπὶ μάκρας τῆς λεγομένης καρδόπου μεστῆς
αἵματος ἀνθρωπίνου βασταζόμενος φέρεσθαι ὑπό τινων
καὶ ἐσθίειν πεπηγὸς τὸ αἷμα, εἶτα συναντήσασαν αὐτῷ
τὴν μητέρα λέγειν ‘ὦ τέκνον, ἄτιμόν με ἐποίησας.’ ἔπειτα
δὲ ἀποθεμένων αὐτὸν τῶν φερόντων αὐτὸν οἴκαδε ἀφῖχθαι
ἐδόκει. ἀπεγράψατο εἰς μονομάχους καὶ πολλοῖς
ἔτεσιν ἐπύκτευεν ἀπότομον πυγμήν· τό τε γὰρ ἀνθρώπινον
τινῶν αὐτῷ ἀφείθη τῶν μονομάχων.
Ἔδοξέ τις οὐρανόθεν πεσὸν ἀκόντιον τρῶσαι αὐτὸν εἰς τὸν ἕτερον πόδα. οὗτος ὑπὸ ὄφεως δηχθεὶς τοῦ λεγομένου ἀκοντίου εἰς τὸν πόδα ἐκεῖνον σφακελίσας ἀπέθανεν.
Ἔδοξέ τις ὑπὸ ζυγὸν ἀχθεὶς ἅμα τῷ ἀδελφῷ πάλαι τεθνεῶτι
ζευχθεὶς ὑπὸ τῆς μητρὸς ὥσπερ τι ὑποζύγιον ἐλαύνεσθαι
τῆς μητρὸς ἡνιοχούσης. ἦλθε παρὰ τὴν μητέρα κάμνων
καὶ ἀπέθανε καὶ ἐτάφη ὁμοῦ τῷ ἀδελφῷ, καὶ ταύτην
τὴν συνωρίδα ἔζευξεν ἀθλίως ἡ μήτηρ.
Ἕδοξέ τις ὑπὸ τοῦ Ἀσκληπιοῦ ξίφει πληγεὶς εἰς τὴν γαστέρα
ἀπσθανεῖν. τούτῳ ἀπόστημα ἐγένετο κατὰ τῆς γαστρὸς
καὶ ἰάσατο αὐτὸν
Ἔδοξέ τις τὸ ἑαυτοῦ αἰδοῖον ἄρτῳ καὶ τυρῷ ψωμίζειν
ὥσπερ τι ζῷον. κακῶς ἀπέθανε· δέον γὰρ προσφέρειν τῷ
στόματι τὰς τροφὰς τῷ αἰδοίῳ προσέφερεν, ὥσπερ αἰνισσόμενος
οὐκ ἔχειν πρόσωπον οὐδὲ στόμα.
Ἔδοξε γυνὴ ἐκ τοῦ στήθους αὐτῆς ἐκπεφυκέναι πυρῶν
στάχυας καὶ εἰς τὴν φύσιν αὐτῆς ἐπικλωμένους πάλιν
καταδύεσθαι. αὕτη κατὰ περίστασιν ἀγνοοῦσα τῷ ἑαυτῆς
Ἔδοξέ τις ἐν τῷ χιτῶνι τῷ ἰδίῳ κόρεις πάνυ πολλούς
καὶ μεγάλους εὑρὼν μυσάττεσθαι καὶ βουλόμενος ἀπορρίπτειν
αὐτοὺς μὴ δύνασθαι. τῇ ὑστεραίᾳ μαθὼν ὅτι ἡ
γυνὴ αὐτοῦ μοιχεύεται, ἠνιάθη μέν, οὐκ ἀπηλλάγη δὲ
αὐτῆς διά τι γενόμενον ἐμπόδιον· ἐσήμαινε γὰρ αὐτῷ ὁ
χιτὼν τὴν περιπλεκομένην αὐτῷ γυναῖκα καὶ οἱ κόρεις τὴν
αἰσχύνην. ἐπειδὴ δὲ οὐχ οἷός τε ἦν βουλόμενος ἀφελεῖν
αὐτούς, οὐδὲ τῆς γυναικὸς βουλόμενος ἀπαλλαγῆναι ἠδυνήθη.
Ἔδοξέ τις τὸ αἰδοῖον αὐτοῦ ἄχρις ἄκρας τῆς κορώνης
τετριχῶσθαι καὶ λάσιον εἶναι πυκνῶν πάνυ τριχῶν αἰφνίδιον
φυεισῶν. ἀποπεφασμένος κίναιδος ἐγένετο πάσῃ μὲν
ἀκολάστῳ χαρισάμενος ἡδονῇ θηλυδρίας τε καὶ ἀνδρόγυνος
ὤν, μόνῳ δὲ τῷ αἰδοίῳ κατὰ νόμον ἀνδρῶν μὴ χρώμενος.
τοιγοροῦν οὕτως ἀργὸν ἦν αὐτῷ τὸ μέρος ἐκεῖνο,
ὡς διὰ τὸ μὴ τρίβεσθαι πρὸς ἕτερον σῶμα καὶ τρίχας
ἐκφῦσαι.
Ἔδοξέ τις λέγειν αὐτῷ τινα ‘θῦσον τῷ Ἀσκληπιῷ.ʼ τῇ
ὑστεραίᾳ μεγάλῃ συμφορᾷ ἐχρήσατο· κατηνέχθη γὰρ
Ἔδοξέ τις κάτοπτρον ἔχειν κουρέως ἑστὸς ἐν τῇ πλατείᾳ
πλησίον ἀγορᾶς καὶ περὶ πολλοῦ ποιεῖσθαι τὸ κατοπτρίζεσθαι.
οὐ διὰ τὸ γένος μόνον, ἀλλʼ ὅτι καὶ διάστροφος ἦν τοὺς
ὀφθαλμούς. τὸ δὲ κάτοπτρον τοῦ κουρέως κοινὴν ἐσήμαινε
τὴν γυναῖκα καὶ παντὶ προκειμένην, ἥτις οὐκ εὐ μαρῶς ἐχρήσατο
τῷ μοιχῷ· ἐκώλυε γὰρ ἂν ἀγαγέσθαι τὴν ἄνθρωπον.
ἐπεὶ δὲ εἶδε τὴν ἑαυτοῦ εἰκόνα, ἐγένετο παῖς αὐτῷ τὰ
ἄλλα ὅμοιος, οὐκ ἄμωμος δέ, ὅτι καὶ σπίλους εἶχεν.
Ἔδοξέ τις ἐν τῷ πρωκτῷ στόμα ἔχειν καὶ ὀδόντας μεγάλους
καὶ καλοὺς καὶ φωνὴν ῥήσσειν διʼ αὐτοῦ καὶ ἐσθίειν
διʼ αὐτοῦ καὶ ὅσα τῷ στόματι πράσσεται, πάντα ὅμοια
ἔχειν. ὑπὸ προπετείας λόγων ἔφυγε τὴν ἑαυτοῦ πατρίδα
ἀπελασθείς. ἐῶ λέγειν τὰς αἰτίας· εἰκότα γὰρ καὶ εὔλογα
ἦν τὰ συμβάντα.
Ἔδοξέ τις ἐν Ῥώμῃ διάγων περὶ τὴν πόλιν ἵπτασθαι
πλησίον τῶν κεράμων καὶ ἀγάλλεσθαι μὲν ἐπὶ τῇ εὐπτησίᾳ,
θαυμάζεσθαι δὲ πρὸς πάντων τῶν θεωμένων, ὑπὸ
ἦν καὶ ἐπίσημος ἐν τῇ πόλει
διατρίψας ἐπορίσατο πολλὰ σὺν τῷ καὶ θαυμάζεσθαι. οὐ
μὴν ἀπώνατό γε τῆς μαντικῆς οὐδὲ τοῦ πορισμοῦ· ἡ γὰρ
γυνὴ αὐτὸν καταπροδοῦσα ἀπέστερξεν, ὥστε ὑπʼ αἰδοῦς
μεταναστῆναι.
Ἔδοξέ τις ἵπτασθαι μέλλων ὑπό τινος τῶν φίλων
κεκωλῦσθαι τοῦ ποδὸς τοῦ δεξιοῦ κατασχεθείς (ὄνομα
δὲ τῷ φίλῳ Ἰούλιος), ἔμελλε δὲ τῆς Ῥώμης ἀπαναστήσεσθαι.
καὶ δὴ παρεσκευάσατο μὲν τὰ πρὸς τὴν
ἀποδημίαν, ἄρτι δὲ τοῦ Ἰουλίου λεγομένου μηνὸς ἐνστάντος
ὑπὸ περιστάσεως ἐκωλύθη καὶ κατέμεινεν. οὐ
μὴν ἡ καταμονὴ εἰς τέλος ἐγένετο, ὅτι φίλος ἦν ὁ κατασχών.
Ἔδολέ τις ἀνὴρ νοσῶν εἰς Διὸς ἐλθὼν ἱερὸν πυνθάνεσθαι
τοῦ θεοῦ φωνῇ χρησάμενος ταύτῃ ‘ῥᾴων ἔσομαι;
ζήσω;’ καὶ ὁ Ζεὺς εἶπε μὲν πρὸς αὐτὸν οὐδέν, ἐπένευσε δὲ
τῇ κεφαλῇ. εἰς τὴν ὑστεραίαν ἀπέθανε καὶ μάλα εἰκότως·
εἰς γῆν γὰρ ἔβλεπε νεύων κάτω ὁ θεός. ὅτι δὲ μὴ ἀλόγως
ἀπέβη ἐπιστεύσαμεν ἀπὸ ἑτέρου.
Νοσοῦσα γυνὴ ἔδοξεν ἐπερέσθαι τὴν Ἀφροδίτην ὄναρ
εἰ ζήσειε, καὶ ἡ θεὸς ἀνένευσε, καὶ οὐδὲν ἧττον ἔζησεν ἡ
γυνή· τὸ γὰρ ἐναντίον σχῆμα τῷ πρὶν σωτήριον ἦν εἰς
οὐρανὸν βλέπουσα.
Ἔδοξε γυνὴ τέκνων γλιχομένη δίφρους ὁρᾶν λοχείους
οἷς πρὸς τὸ τεκεῖν χρῶνται αἱ γυναῖκες ἑπτὰ τῇ θαλάσσῃ
ἐπιπλέοντας. κυεῖν μὲν αὐτῇ συνέβη, μήτηρ δὲ οὐκ ἐγένετο,
ἀλλʼ οἱ ἑπτὰ οὓς ἔτεκε παῖδες ἀπέθανον πρὸ ὣρας
ἔτι ἐν σπαργάνοις.
Ἔδοξέ τις μεταμορφωθεὶς δένδρον γενέσθαι παμμέγεθες
δικροῦν, καὶ τὸ μὲν ἕτερον μέρος εἶναι λεύκην τὸ δὲ
ἕτερον πίτυν· ἔπειτα τῇ μὲν λεύκῃ παντοδαποὺς ὄρνιθας
ἐφιζάνειν τῇ δὲ πίτυϊ λάρους καὶ αἰθυίας καὶ ὅσα ἄλλα
καὶ λιπαρῶς κατεβίωσεν.
Ἔδοξέ τις παῖδα παγκρατιαστὴν εἰς Ὀλύμπια ἀναγαγὼν
καταδεδικάσθαι τὴν ἐπὶ θανάτῳ τὸν παῖδα σφαγησόμενον
δῆθεν ἐπὶ τοῦ βωμοῦ τοῦ Διός, αὐτὸς δὲ κατολοφυράμενος
καὶ πολλὰ ἱκετεύσας παρῃτήσατο μὴ ἀποθανεῖν
τὸν παῖδα. ἐνεκρίθη ὁ παῖς καὶ ἠγωνίσατο καὶ ἐν ἐλπίδι
μεγάλῃ τοῦ νικᾶν γενόμενος ἐλείφθη εἰκότως· οὔτε γὰρ
ἐν τελευτῇ ἐγένετο, τοῦτʼ ἔστιν ἐν συμπεράσματι τοῦ
νικᾶν, οὔτε μὴν δημοσίας ἔτυχε τιμῆς· ὡς γὰρ εἰκὸς οἱ
Ἔδοξέ τις εἰς Ὀλύμπια ἀναγαγὼν παῖδα παλαιστὴν
πρὸς τῶν Ἑλλανοδικῶν ἀποσφαγέντα τὸν παῖδα τῷ σταδίῳ
ἐντεθάφθαι. ἐγένετο ὁ παῖς Ὀλυμπιονίκης εἰκότως·
καὶ γὰρ ἐπιγραφῆς ἀκόλουθόν ἐστι τὸν ἀποθανόντα τυχεῖν
ὡς καὶ τὸν Ὀλυμπιονίκην καὶ μακάριον λέγεσθαι.
Ἔδοξέ τις λέγειν αὐτῷ τινα ‘ἀποθανεῖν μὲν μὴ φοβοῦ,
ζῆν δὲ οὐ δύνασαι.’ τυφλὸς ἐγένετο ὀρθῶς καὶ κατὰ λόγον
ἀποβάντος αὐτῷ τοῦ τοιούτου· οὐκ ἐτεθνήκει μὲν γὰρ
παῤ ὅσον ἔζη, οὐκ ἔζη δὲ παῤ ὅσον οὐκ ἔβλεπε τὸ φῶς.
Δρομεὺς μέλλων ἱερὸν ἀγῶνα ἀγωνίζεσθαι ἔδοξε κεράμιον
ἔχων ἐπὶ κρήνην ἀφῖχθαι ἀρυσόμενος ὕδωρ. καὶ ἕως
ἀφικνεῖτο ἐπὶ τὴν κρήνην, ἔρρεε τὸ ὕδωρ· ἄρτι δὲ προσιόντος
αὐτοῦ καὶ βουλομένου λαβεῖν ἐπαύσατο ῥέον.
καὶ δεύτερον συνελὼν τῷ ἀνταγωνιστῇ τὰ τέρματα
τρίτον ἔδραμε καὶ πολλῆς γενομένης τῆς κατʼ αὐτὸν
ῥοπῆς ἀφῃρέθη τοῦ στεφάνου· ἔτυχε γὰρ σπεύδων τῷ
ἀποτυχίᾳ τοῦ στεφάνου διὰ τὸν κατασπεύδοντα ἀγωνοθέτην,
τὴν δὲ ματαίαν ἄσκησιν τῇ τοῦ κεραμίου κατάξει.
Δρομεὺς μέλλων ἀγωνίζεσθαι ἱερὸν ἀγῶνα ἔδοξεν
ὀχετὸν ὕδατος ἔμπλεων κόπρου καὶ βορβόρου λαβὼν κόρηθρον
ἐκκαθαίρειν καὶ καταπλύνειν ὕδατι πολλῷ, ὅπως
εὔρουν τε καὶ καθαρὸν ἀποδείξειε. τῇ ὑστεραία κλυστῆρα
προσθέμενος καὶ ὑπεξαγαγὼν τῆς ἑαυτοῦ γαστρὸς
Ἔδοξέ τις γυνὴ τὸν ἑαυτῆς ἐραστὴν χοιρείαν αὐτῇ κεφαλὴν
δωρεῖσθαι. ἐμίσησε τὸν ἐραστὴν καὶ κατέλιπεν αὐτόν·
ἀναφρόδιτος γὰρ ὁ χοῖρος.
Ἔδοξέ τις κύκλιος αὐλητὴς τὰ πέλματα τῶν ποδῶν
αὐτοῦ ηὐλοκοπῆσθαι. κατέλυσε καὶ ἐπαύσατο αὐλῶν τε
καὶ ἀγωνιζόμενος, καὶ οὕτως ἀργοῖς ἐχρήσατο τοῖς ποσὶν
ὥσπερ ηὐλοκοπημένοις οὐκέτι βαίνων ἐν τῷ κατὰ σκηνὴν
ἔργῳ.
Ἔδοξέ τις τοὺς συμβιώτας καὶ φράτορας αὐτοῦ ἐπιστάντας
αἰφνίδιον λέγειν αὐτῷ ‘ὑπόδεξαι ἡμᾶς καὶ δείπνισον,’
αὐτὸς δὲ λέγειν ὡς ‘τὸν χαλκὸν οὐκ ἔχω οὐδʼ ὅθεν ὑμᾶς
ὑποδέξομαι,’ ἔπειτα ἀπεληλακέναι αὐτούς. τῇ ὑστεραία
περιπεσὼν ναυαγίῳ καὶ εἰς ἔσχατον ἐλθὼν κίνδυνον
αὐτοὺς εἰκότως τὸν κίνδυνον ἐσήμαινεν. εἰ δὲ αὐτὸς οὐχ
ὑπέστη τὴν ὑποδοχήν, εἰκότως ἐσώθη οἱ μὲν γὰρ ἐπιστάντες
καὶ μύοντες αὐτῶν τὴν ὑποδοχὴν ὠθεῖτο.
Ἔδοξέ τις ἄρτον ἀποβάπτων εἰς μέλι ἐσθίειν. ἐπὶ λόγους
φιλοσοφικοὺς ὁρμήσας καὶ τὴν ἐν αὐτοῖς σοφίαν
ἐπορίσατο καὶ περιεβάλετο χρήματα πολλά· ἐσήμαινε γὰρ
τὸ μέλι τὴν εὐέπειαν τῆς σοφίας, ὡς εἰκός, τὸν πορισμὸν
δὲ ὁ ἄρτος.
Ἔδοξέ τις ἐκ τοῦ στήθους αὐτοῦ πεφυκέναι στάχυας
πυρῶν, ἔπειτα προσελθόντα τινὰ ἀποσπάσαι τοὺς στάχυας
ὡς οὐ πρέποντας αὐτῷ. ἔτυχον αὐτῷ παῖδες ὄντες δύο καὶ
ἀπέθανον συμφορᾷ χρησάμενοι πονηρᾷ· λῃστήριον γὰρ
ἐπελθὸν οἰκοῦσιν αὐτοῖς τὸν ἀγρὸν διέφθειρεν αὐτούς.
ἐσήμαινον γὰρ οἱ μὲν στάχυες τοὺς παῖδας ἦν γὰρ ἄρρεν , ἡ δὲ ἀφαίρεσις τὴν ἀναίρεσιν τῶν παίδων.
σπέρμα
Ἔδοξέ τις δοῦλος παρὰ τῆς δεσποίνης ᾠὸν λαβεῖν ἑφθὸν
καὶ τὸ μὲν λεπύριον ἀπορρῖψαι, τῷ δὲ ᾠῷ καταχρήσασθαι.
τούτου ἡ δέσποινα ἒτυχεν ἔγκυος οὖσα, ἔπειτα
ἐγέννησε παιδάριον. καὶ αὐτὴ μὲν ἀπέθανε, τὸ δὲ βρέφος
λαβὼν ὁ ἰδὼν τὸν ὄνειρον ἀνεθρέψατο κελευσθεὶς πρὸς
Ἔδοξέ τις γυνὴ τὸ τοῦ ἀνδρὸς αἰδοῖον ἀφῃρημένον τοῦ
λοιποῦ σώματος ἔχειν ἐν ταῖς χερσὶ καὶ ἐπιμελεῖσθαι
αὐτοῦ καὶ πολλὴν ἔχειν πρόνοιαν ὅπως σώζοιτο. ἐγένετο
αὐτῇ υἱὸς ἐκ τοῦ ἀνδρός, ὃν ἀνεθρέψατο· τὸ γὰρ τοῦ ἀνδρὸς
αἰδοῖον τοῦ παιδὸς ἦν σημεῖον· ἐξ αὐτοῦ γὰρ ὁ παῖς
ἐγεγόνει. ἐπειδὴ δὲ ἀφῃρέθη αὐτὸ τοῦ λοιποῦ σώματος,
ἀναθρεψαμένη τὸν παῖδα τοῦ ἀνδρὸς ἀπηλλάγη.
Ἔδοξέ τις ὑπὸ τοῦ Ἄρεως τοῦ θεοῦ περαίνεσθαι. διάθεσις
αὐτῷ ἐγένετο περὶ τὴν ἕδραν καὶ τὸν πόρον, καὶ
ὡς οὐκ ἐδύνατο ἄλλῳ τινὶ τρόπῳ θεραπευθῆναι, τομῇ
χρησάμενος ἐθεραπεύθη. ἐσήμαινε γὰρ
μετωνυμικῶς· ἡ δὲ ἐπὶ τῇ συνουσία ἡδονὴ τὸ μὴ ἑπ᾿
ὀλέθρῳ τὴν τομὴν γενέσθαι ἐδήλου.
Ἔδοξέ τις ἀργύριον οὐκ ἔχειν καὶ ἐπὶ τούτῳ λυπεῖσθαι.
τοῦτον συνέβη ἀποπληξίᾳ περιπεσόντα ἀποθανεῖν εἰκότως·
οὐ γὰρ ἦσαν αὐτῷ ἀφορμαὶ βιωτικαί καὶ οὐδὲ πόθεν
.
ἂν ἀμείβηται τὰ πρὸς τὸ ζῆν
Ἔδοξέ τις νοσῶν τὸν στόμαχον καὶ συνταγῆς δεόμενος
παρὰ τοῦ Ἀσκληπιοῦ ὄναρ εἰς τὸ ἱερὸν τοῦ θεοῦ εἰσιέναι,
καὶ τὸν θεὸν ἐκτείναντα τῆς δεξιᾶς ἑαυτοῦ χειρὸς τοὺς
δακτύλους παρέχειν αὐτῷ ἐσθίειν. φοίνικας πέντε ἐσθίων
ἐθεραπεύθη· καὶ γὰρ αἱ τοῦ φοίνικος βάλανοι αἱ σπουδαῖαι
δάκτυλοι καλοῦνται.
Ἔδοξέ τις χρυσίον πολύ τε καὶ λαμπρὸν κατὰ τῶν ὤμων φέρειν. τυφλὸς ἐγένετο διὰ τὴν λαμπηδόνα τὴν τοῦ χρυσίου· ὡς γὰρ εἰκὸς ἠμαύρου τὴν ὄψιν τοῦ φοροῦντος.
Ἔδοξέ τις τρία αἰδοῖα ἔχειν. ἔτυχε δοῦλος ὢν καὶ ἠλευθερώθη καὶ τρία ἀντὶ ἑνὸς ὀνόματος ἐκτήσατο, τὰ δύο ἐκ τοῦ ἐλευθερώσαντος προσλαβών.
Νοσῶν τις ηὔξατο τῷ Σαράπιδι, εἰ μέλλει σωθήσεσθαι,
τὴν δεξιὰν αὐτῷ χεῖρα ὄναρ ἐπισεῖσαι, εἰ δὲ μή, τὴν ἀριστεράν.
καὶ δὴ ἔδοξεν εἰσιόντι αὐτῷ τὸ ἱερὸν τοῦ Σαράπιδος
ἀφελόντα τὴν δεξιὰν ἐπισείειν
αὐτῷ. τῇ ἐπιούσῃ ἀπέθανεν εἰκότως· ἀρθείσης γὰρ
τῆς δεξιᾶς ἕτοιμος ἦν παραδέξασθαι αὐτὸν ὁ Κέρβερος,
ὅσπερ ὄλεθρος εἶναι νενόμισται.
Ἔδοξέ τις ὑπὸ τοῦ Σαράπιδος εἰς τὸν κάλαθον τὸν ἐπὶ τὴν κεφαλὴν κείμενον βεβλῆσθαι. ἀπέθανεν· Πλούτων γὰρ ὁ θεὸς εἶναι νενόμισται.
Περὶ
ὁ θεὸς ἀλλὰ χθόνιος.
Ἔδοξέ τις ἀθλητὴς τὰ αἰδοῖα ἀποτεμὼν καὶ ἅμα τὴν
κεφαλὴν δήσας ἐστεφανῶσθαι. ἐγένετο ἱερονίκης καὶ οὐκ
ἄδοξος· καὶ μέχρι ἄφθορος ἦν, λαμπρῶς καὶ ἐπιφανῶς τῇ
ἀθλήσει ἐχρήσατο, χαρισάμενος δὲ ἀφροδισίοις ἀδόξως
κατέλυσεν.