Text encoded in accordance with the latest EpiDoc standards (January 2014)
ἄβαξ καὶ ἀβακιον διαφέρει. ἄβαξ μὲν γάρ, ἐφʼ οὗ τὰ πράγματα παρατιθέασιν ἀβάκιον δέ, ἐφʼ οὗ ψηφίζουσιν
ἀβέβηλα καὶ βέβηλα διαφέρουσιν, ἄμφω ἐπʼ ἀγαθῷ
λαμβανόμενα. ἀβέβηλα μὲν γὰρ τὰ ἱερὰ καὶ ἄψαυστα καὶ μὴ
βάσιμα· βέβηλα δὲ τὰ ὅσια μέν, οὐχ ἱερὰ δέ, οἷον βάσιμα
ὄντα. καὶ τοῦτο μέν, ὡς ἐρρήθη, εἰ ἐπʼ ἀγαθῷ ἄμφω λαμβάνοιντο·
ἡ γὰρ κοινὴ χρῆσις | τοῦ βεβήλου τὴν ἐναντιωτάτην
ἄγγελος καὶ ἐξάγγελος καὶ αὐτάγγελος διαφέρουσιν.
ἄγγελος μὲν γὰρ πᾶς ὁ ἀγγέλλων τὰ ἔξωθεν. ἐξάγγελος δὲ
ὁ τὰ ἔνδσθεν τοῖς ἔξω διαγγέλλων, ὃν Θουκυδίδης (7, 73, 3)
διάγγελον εἴρηκεν· ‘ἦσαν γάρ τινες τῷ Νικίᾳ διάγγελοιʼ. αὐτάγγελος
δὲ ὁ
ἄγειν καὶ φέρειν διαφέρει. ἄγεται μὲν γὰρ τὰ ἔμψυχα·
φέρεται δὲ τὰ ἄψυχα. Ὅμηρος (δ 622)
ἀγχιστεῖς καὶ συγγενεῖς καὶ οἰκεῖοι διαφέρουσιν.
ἀγχστεῖς μὲν γάρ, οἷς ἐπειδάν τις ἐκ τοῦ γένους ἀποθάνῃ
συγχωρεῖ ὁ νόμος ἀντιποιεῖσθαι τῶν τούτου δικαίων· συγγενεῖς
δὲ οἱ ὄντες ἐκ τοῦ αὐτοῦ γένους, οὐ καλούμενοι δὲ ὑπὸ
τῶν νόμων ἐπὶ τὰ ἀγχιστικὰ δίκαια· οἰκεῖοι δὲ οἱ κατ’ ἐπιγαμίαν
ἐπιμιχθέντες τῷ οἴκῳ.
ἀγροῖκος καὶ ἄγροικος διαφέρει. προπερισπωμένως μὲν ὁ ἐν ἀγρῷ κατοικῶν, προπαροξυτόνως δὲ ὁ σκαιὸς τοὺς τρόπους.
ἄγριος καὶ ἀγρεῖος διαφέρει. ἄγριος μὲν γάρ ἐστιν ὁ ὠμός, ἀγρεῖος δὲ ὁ ἀγροῖκος.
ἀγνοεῖν καὶ ἀμφιγνοεῖν διαφέρει. ἀγνοεῖν μὲν γάρ
ἐστι τὸ καθόλου μηδὲν εἰδέναι, ἀμφιγνοεῖν δὲ τὸ ἔν τισιν
ἐπιδιστάζειν.
ἀγωνοθέται μὲν ἐπὶ τῶν σκην
ἀγρονόμος ἐὰν μὲν παροξύνωμεν ἔσται ὁ ἐν ἀγροῖς νέμων, ἐὰν δὲ προπαροξύνωμεν ἔσται ὁ ἐν ἀγροῖς νεμόμενος. τὰ γὰρ προπαροξυνόμενα χαίρουσιν ἀναλύεσθαι εἰς πάθη.
ἀγόραιος καὶ ἀγοραῖος διαφέρει. ἀγόραιος ἐὰν προπαροξυτόνως σημαίνει τὸν πονηρὸν τὸν ἐν ἀγορᾷ τεθραμμένον, ἐὰν δὲ προπερισπωμένως τὸν ἐν ἀγορᾷ τιμώμενον
ἀδεὴς καὶ ἀδαὴς διαφέρει. διὰ μὲν γὰρ τοῦ ε ὁ ἄφοβος, διὰ δὲ τοῦ ᾱ ὁ ἀμαθής.
ἄελλα καὶ θύελλα διαφέρει. ἄελλα μὲν ἄημα συνεστραμμένον,
θύελλα δὲ ἄελλα θύουσα καὶ ὁρμῶσα.
ἆθλος καὶ ἆθλον διαφέρει. ἀρσενικῶς μὲν γὰρ τὸν
ἀγῶνα δηλοῖ, οὐδετέρως δὲ τὸ ἔπαθλον.
Ἀθῆναι καὶ Ἀττικὴ διαφέρει. Ἀθῆναι μὲν γὰρ ἡ πόλις
ἐστίν, Ἀττικὴ δὲ ἥ τε πόλις καὶ ἡ χώρα.
αἰτῶ καὶ αἰτοῦμαι διαφέρει. τὸ μὲν γάρ αἰτῶ ἐπὶ τοῦ
εἰσάπαξ τι λαβεῖν καὶ μὴ ἀποδοῦναι, τὸ δʼ αἰτοῦμαι ἐπὶ τῷ
χρήσασθαι εἰς ἀπόδοσιν. Μένανδρος ἐν τῷ Ὕμνιδι (fr. 410
Koerte 2) διαστέλλει
αἰδὼς καὶ αἰσχύνη διαφέρει, ὅτι ἡ μὲν αἰδώς ἐστιν|
ἐντροπὴ πρὸς ἕκαστον ὧν σεβασμίως τις ἔχει, αἰσχύνη δʼ ἐφʼ
οἷς ἕκαστος ἁμαρτὼν αἰσχύνεται ὡς μὴ δέον τι πράξας. καὶ
αἰδεῖται μέν τις τὸν πατέρα, αἰσχύνεται δὲ ὃς μεθύσκεται.
διαστέλλει δὲ καὶ Ἀριστόξενος ὁ μουσικὸς (fr. 42a Wehrli)
γὰρ διαφορὰν τήνδε νομιστέον αἰδοῦς τε καὶ αἰσχύνης, ὅτι ἡ
μὲν αἰδὼς πρὸς ἡλικίαν, πρὸς ἀρετήν, πρὸς ἐμπειρίαν, πρὸς
ἡμαρτηκέναι τι, ἀλλὰ διὰ τὸ σέβεσθαι καὶ τιμᾶν τὰς εἰρημένας
ὑπεροχάς. ἡ δʼ αἰσχύνη πρῶτον μὲν πρὸς πάντα ἄνθρωπον,
ἔπειτα ἐπὶ τοῖς νομιζομένοις αἰσχροῖς.
αἶνος καὶ παροιμία διαφέρει. ὁ μὲν γὰρ αἶνός ἐστι
λόγος κατὰ ἀναπόλησιν μυθικὴν ἀπὸ ἀλόγων ζῴν ἢ φυτῶν
πρὸς ἀνθρώπ
τῷ πρώτῳ Περὶ παροιμιῶν (fr. 1 p. 75 Linnenkugel), οἷον
ἀπὸ μὲν ἀλόγων ζῴων ὡς παῤ Ἀρχιλόχῳ (fr. 89 D D. 3)
ἀπαρτίζουσα τὸ νοούμενον πρὸς παραμυθίαν τε καὶ
ὠφέλειαν ἀνθρώπων· παροιμία δέ, ἣ τὴν ἀπὸ κεφαλαίου ἐπὶ τὸ
χεῖρον ἀναφορὰν ἔχει ἐνδέουσαν τοῦ αἴνου, καὶ τὴν ἔξωθεν
ἐκδεχομένη μετάβασιν. οἷον ‘μένε βοῦς ποτε βοτάνη
αἴθε καὶ ὤφελον διαφέρει. τὸ μὲν γάρ ἐστιν ἀπαρέμψ⌞ατον⌟
προσώπων· τὸ δʼ ὤφελον ἐμφαίνει πρόσωπα, οἷον·
αἰκίαι καὶ ὕβρεις διαφέρουσιν. αἰκίαι μὲν γάρ εἰσιν 9Va.
αἱ ἄνευ προπηλακισμοῦ πληγαί καθὰ καὶ Δημοσθένης ὁ
ῥήτωρ φησίν (or. 21, 7)· ‘ὕβρισμαι μὲν ἐγώ, προ
δὲ σῶμα τούμόνʼ.
αἰπόλος καὶ ποιμὴν διαφέρει. αἰπόλος μὲν γὰρ ὁ ἐπὶ τῶν αἰγῶν τεταγμένος νομεύς, ποιμὴν δὲ ὁ ἐπὶ τῶν προβάτων
ἀκταὶ καὶ θῖνες διαφέρουσιν. ἀκταὶ μὲν γάρ εἰσιν οἱ πετρώδεις τόποι τῆς θαλάσσης, θῖνες δὲ οἱ ἀμμώδεις.
ἀκόντιον δόρατος διαφέρει. ἀκόντιον μὲν γὰρ τὸ ἀκοντιζόμενον
ἔλαττον δόρατος, δόρυ δὲ τὸ μεῖζον ᾧ ἐκ χειρὸς ἐχρῶντο.
παρὰ δὲ Ὁμήρῳ καὶ τὸ δόρυ προϊέναι (Υ 438 cf. Ε 656).
ἀκαιρία ἀσχολίας διενήνοχεν. ἀκαιρία μὲν γάρ ἐστιν
ἔνδεια καιροῦ ἐπιτηδείου, ἀσχολία δὲ ἡ περί τι ἄλλο ἀναστροφή.
ἀκαρὴς σὺν τῷ σ καὶ ἀκαρῆ ἄνευ τοῦ σ διαφέρει. ἀκαρῆ
μὲν γὰρ ἄνευ τοῦ σ σημαίνει τὸ βραχύ, οἷον (FCG IV 600 M. =
fr. ad. 580 K.) ‘οὐδʼ ὅσον ἀκαρῆ τῆς τύχης ἐπίσταμαιʼ.
ἀκαρὴς δὲ σημαίνει τὸ παρὰ βραχὺ ὄν, (FCG IV 660 M.=
fr. ad. 581 K.)
ἀληθὲς καὶ ἄληθες διαφέρει. ἀληθὲς μὲν γὰρ ὀξυτόνως τὸ ἐναντίον τῷ ψεύδει, ἄληθες δὲ προπαροξυτόνως τὸ κατ’ ἐπερώτησιν λεγόμενον.
ἁλοᾶν καὶ ἀλοιᾶν διαφέρει. ἀλοᾶν μὲν γὰρ δασέως τὸ
ἐπὶ τῆς ἅλω πατεῖν καὶ τρίβειν τοὺς στάχυας, ἀλοιᾶν δὲ ψιλῶς
τὸ τύπτειν. Ἀριστοφάνης (ran. 149)
ἀλλσίωσις ἑτεροιώσεως διαφέρει. ἀλλοίωσις μὲν
γὰρ οὐ μόνον μεταχαρακτηρισμός, ἀλλὰ καὶ τῆς πρότερον
ὑπολήψεως οἴησις ἑτέρα· ἑτεροίωσις δέ, ὅταν ἀφʼ ἑτέρου
χρώματος εἰς ἕτερον μεταβάλλῃ.
ἁλίπαστον καὶ ἁλί⌞σ⌟ παρτον διαφέρει. τὸ μὲν γὰρ
ἁλὶ πεπασμένον κρέας ἢ ἰγθὺν ἔλεγον ἁλίπαστον, ἁλί⌞σ⌟παρτον
δὲ τὴν ἁλὶ ἐ
ἄλλος καὶ ἕτερος διαφέρει. ἕτερος μὲν γὰρ ἐπὶ δυοῖν, ἄλλος δὲ ἐπὶ πλειόνων.
ἄλλο καὶ ἀλλοῖον διαφέρει. τὸ μὲν γὰρ ἄλλο ἐπὶ προσώπου,
τὸ δὲ ἀλλοῖον ἐπὶ φύσεως.
ἁματροχιὰ καὶ ἁρμαροχιὰ διαφέρει. ἁματροχιὰ
μὲν | γάρ ἔστιν ἡ ταυτοσυνδρομὴ τῶν ἁρμάτων·
ἀμυγδαλῆ καὶ ἀμυγδάλη διαφέρουσιν. ἀμυγδαλῆ μὲν
γὰρ περισπωμένως τὸ δένδρον δηλοῖ ἀμυγδάλη δὲ παροξυτόνως
τὸν καρπόν, καθὰ καὶ Εὔπολις (II p. 525 M.= fr.
253 K.) ἐν Ταξιάρχοις φησί·
ἅμα καὶ ὁμοῦ διαφέρει. ἅμα μὲν γάρ ἐστι χρονικὸν
ἐπίρρημα, ὁμοῦ δὲ τοπικόν. Σόλων μὲν γὰρ ἅμα ἐγένετο Ἀναχάρσιδι
τῷ Σκύθῃ, εἴπερ κατὰ τὸν αὐτὸν χρόνον ἤκμασαν,
ὁμοῦ μέντοι οὐκέτι· οὐ γὰρ ἐν τῷ αὐτῷ τόπῳ ἐγεννήθησαν,
ἀλλʼ ὁ μὲν Ἀθήνησιν, ὁ δὲ ἐν Σκυθίᾳ. καὶ Ὅμηρος διαστέλλει
(Δ 450sq. Θ 64 sq.)
καὶ πάλιν (μ 67)
ὥς φησιν Ἀσκληπιάδης·
‘ἐν Τροίᾳ ὅ τε λοιμὸς καὶ ὁ πόλεμος δαμάζει τοὺς Ἀχαμιούς.’
ἀμφότεροι καὶ ἑκάτεροι διαφέρουσιν. ἀμφότεροι μὲν
γὰρ ἐροῦμεν, ὅταν ἐν τῷ αὐτῷ κατὰ τὸ αὐτὸ πράττωσιν
‘ἀμ |φότεροι τὴν δοκὸν μίαν οὖσαν φέροντεςʼ. ἑκάτεροι δέ,
κατ’ ἰδίαν.
ἀμύνεσθαι καὶ ἀμύνειν διαφέρει. ἀμύνεσθαι μὲν γάρ ἐστι τὸ κολάζειν τοὺς προαδικήσαντας, ἀμύνειν δὲ τὸ βοηθεῖν.
ἁμαρτάνει ὁ πλημ〈μ〉ελῶν, διαμαρτάνει δὲ ὁ ἀποτυγχάνων.
ἄμιητος καὶ ἀμητὸς διαφέρει. ἄμητος μὲν γὰρ προπαροξυτόνως
σημαίνει αὐτὰ τὰ θερίσματα, τοῦτʼ ἔστι τὸν
καρπόν ὀξυτόνως δὲ ὁ καιρὸς τοῦ θερισμοῦ, ὥσπερ καὶ ὁ
τρυγητὸς τοῦ τρυγᾶν.
ἄμαθος καὶ ψάμαθος διαφέρει. ἄμαθος μὲν γὰρ ἡ ἐν πεδίῳ κόνις, ψάμαθος δὲ ἡ παραθαλασσία ἄμμος.
ἀνακεῖσθαι καὶ κατακεῖσθαι διαφέρει. ἀνάκειται
μὲν γὰρ ὁ ἀνδριὰς καὶ ἡ εἰκὼν τῷδε κατὰ τιμήν, κατάκειται
δὲ ὁ εὐωχούμενος.
ἀνδραγάθημα καὶ ἀνδρία διαφέρει. ἀνδραγάθημα
μὲν γάρ ἐστιν, εἰ καὶ τὴν ψυχικὴν ἀρετὴν ἔχει μαρτυροῦσαν
ἀνδρία δὲ δύναμις ἐπαινουμένη.
ἀνοχὴ καὶ ἐπικηρυκεία διαφέρει. ἀνοχὴ μὲν γάρ
ἐστιν ἡ ἐν πολέμῳ διά τινα χρείαν ἀναβολὴ ⌞τῆς μάχης⌟
κατὰ συνθήκην κοινὴ⌞ν⌟ τοῦ ⌞μὴ⌟ ἐπιέναι ἀλλήλοις· ἐπικηρυκεία
δέ, ὅταν οἱ ἕτεροι πέμπωσι τοὺς αἰτησομένους ἀνοχὰς
ἢ σπονδὰς ἢ εἰρήνην.
ἀνάμνησις καὶ ὑπόμνησις διαφέρει. ἀνάμνησις μὲν
ἀντίρρησις καὶ ἀνασκευὴ διαφέρει. ἀντίρρησις μὲν γὰρ λέγεται ἡ μετὰ προσώπου καὶ εἰς λεπτὰ τομή, ἀνασκευὴ δὲ ὡς ἀπροσώπως ἐκφερομένη καὶ ὅλου ἀνατροπή.
ἀναβάλλεσθαι καὶ ὑπερτίθεσθαι διαφέρει. ἀναβάλλεσθαι
μὲν γάρ ἐστι τὸ προΐεσθαι καὶ παριέναι τὸν ἐπιτήδειον
καιρὸν τῶν πράξεων, ὑπερτίθεσθαι δὲ τὸ ἐπιμένειν
τὸν ἴδιον καιρὸν τῶν πράξεων.
ἀνακωχὴ καὶ ἀνοκωχὴ διαφέρει. ἀνακωχὴ μὲν γάρ
ἐστιν ἡ ἐπὶ τῶν νεῶν ἀναχώρησις, ἡ δὲ διὰ τοῦ ο ἀνοκωχὴ
ἀνοχὴ μακρὰ πολέμου διοκωχὴ δὲ καὶ ἀκωχὴ διάλειψίς
τις καὶ ἄνεσις.
ἀνάλγητος καὶ ἀναλγὴς διαφέρει. ἀνάλγητος μὲν
γάρ | ἐστιν ὁ ἀνεπίστρεπτος τοῦ καθήκοντος, ἀναλγὴς δὲ ὁ 17Va.
μὴ ἀλγῶν.
ἄντικρυς καὶ ἀντικρὺ διαφέρει. ἀντικρὺ μὲν γὰρ τὸ
ἐπʼ εὐθείας καὶ ἐξ ἐναντίας, χωρίς τοῦ σ ὡς τὸ καταντικρύ·
ἄντικρυς δὲ τὸ διαρρήδην καὶ φανερῶς, καὶ τὸ ἐπʼ εὐθείας
οπικόν.
ἀναβάτης καὶ ἐπιβάτης διαφέρει. ἀναβάτης μὲν γὰρ ἐπὶ ἵππου, ἐπιβάτης δὲ ἐπὶ νηός.
ἀναστῆναι καὶ ἐγερθῆναι διαφέρει. ἀναστῆναι μὲν
ἐπὶ ἔργον, ἐγερθῆναι δὲ ἐξ ὕπνου.
ἀναγόμενοι καὶ ⌞ἀναχθέντες⌟ διαφέρει. ἀνήγοντο
μὲν γὰρ οἱ πλέοντες, ἀναγόμεναί τε αἱ νῆες, οὐκ ἀναχθεῖσαι
ἀνήχθησαν δ τινες εἰς τὸ στρατηγεῖον.
ἀνεψιοὶ καὶ ἐξανεψιοὶ διαφέρουσιν. ἀνεψιοὶ μὲν γάρ
εἰσιν οἱ τῶν ἀδελφῶν παῖδες, ἐξανεψιοὶ δὲ οἱ τῶν ἀνεψιῶν
παῖδες.
ἀναγκάζειν καὶ βιάζεσθαι διαφέρει. ἀναγκάζειν μὲν
18Va. γάρ | ἐστιν ἐπὶ ἐμψύχου· βιάζεσθαι δὲ
οἷον ‘βιάζεσθαι τὴν ναῦνʼ.
ἄναρχον καὶ ἀναίτιον διαφέρει, ὅτι τὸ μὲν ἀναίτιον πρὸς ἕτερον λέγεται, τὸ δʼ ἄναρχον πρὸς ἑαυτό.
ἄντρον μὲν τὸ αὐτοφυὲς κοίλωμα, σπήλαιον δὲ τὸ χειροποίητον.
ἄνοια καὶ ἀφροσύνη διαφέρει. ἀνόητος μὲν γάρ ἐστιν
ὁ μηδὲν νοῶν ἄφρων δὲ ὁ νοῶν μέν, οὐ φρονίμως δὲ διοικῶν.
ἄξονες καὶ κύρβεις διαφέρουσιν. οἱ μὲν γὰρ ἄξονες
ἦσαν τετράγωνοι, οἱ δὲ κύρβεις τρίγωνοι. καὶ οἱ μὲν ἄξονες
εἶχον τοὺς ἰδιωτικοὺς νόμους ἐγγεγραμμένους, οἱ δὲ κύρβεις
τὰς δημοσίας ἱεροποιΐας καὶ εἴ τι ἕτερον τοιοῦτον.
ἀξιόχρεως μέν ἐστιν ὁ ἐπιλῦσαί τι ἱκανός, ἀξιόπιστος
δὲ ὁ πιστεύεσθαι ἄξιος.
ἀξίωμα μέν ἐστι τὸ καθʼ ὑπερβολὴν διαπρέπον, ἀξία δὲ ἡ ἐκ δοκιμασίας εὐαρέστησις.
ἀποστάσιος ἀπροστασίου διαφέρει. ἀποστασίου 19Va.
μὲν δίκην ἔλεγον, ὁπότε ἀπελεύθερος κρίνοιτο ὡς ἀποστὰς
τοῦ δεσπότου ἀπροστασίου δέ, ὁπότε μέτοικος ἐγκαλοῖτο
ὡς μὴ ἔχων προστάτην.
ἀποκήρυκτος καὶ ἐκποίητος διαφέρει. ἀποκήρυκτος
μὲν γάρ ἐστιν ὁ ἐπὶ ἀδικήματι ὑπὸ τοῦ πατρὸς ἐκβληθεὶς τῆς
οἰκίας ἐκποίητος δὲ ὁ δοθεὶς ὑπὸ τοῦ πατρὸς εἰς υἱοθεσίαν
ἄλλῳ, ὃ λέγουσιν ‘εἰσποιητὸς γέγονενʼ.
ἀπολογεῖσθαι καὶ ἀπολογίζεσθαι διαφέρει. ἀπολογεῖσθαι
μὲν γάρ ἐστι τὸ ἐπὶ τῷ λόγῳ τὴν κατηγορίαν ἀνασκευάζειν,
ἀπολογίζεσθαι δὲ τὸ ἀποδοῦναι τὸν λόγον τῶν
ἀποδρᾶναι καὶ ἀποφεύγειν διαφέρει. ἀποδρᾶναι μὲν
γάρ ἐστι τὸ ἀναχωρήσαντά τινα ἄδηλον εἶναι ὅπου ἐστίν
ἀποφεύγειν δὲ τὸ δῆλον μὲν εἶναι ὅπου ἐστί, μὴ δύνασθαι δὲ
(1, 4, 8) ‘οὔτε ἀποδεδράκασιν — οἶδα γὰρ ὅπου οἴχονται —
οὔτε ἀποπεφεύγασινʼ.
ἀπὸ καὶ παρὰ διαφέρει. ἡ μὲν γὰρ ἀπό τίθεται ἐπὶ τῶν
ἀψύχων, οἷον ‘ἀπ’ Ἀθηνῶν’ ἡ δὲ παρά ἐπὶ τῶν ἐμψύχων,
οἷον ‘παρὰ Σωκράτουςʼ. οἱ δὲ ἐναλλάσσοντες ἁμαρτάνουσιν
ἢ ἀλλαγῇ προθέσεως χρῶνται, ὡς καὶ Ὅμηρος (Ξ 28)
ἀπελεύθερος καὶ ἐξελεύθερος διαφέρει. ἀπελεύ |θερος
μὲν γάρ ἐστιν ὁ ἐκ δούλου ἠλευθερωμένος ἐξελεύθερος
χρῶνται τοῖς ὀνόμασιν.
ἀποφορὰ καὶ εἰσφορὰ διαφέρει. ἀποφορὰ μὲν γάρ
ἐστι τὰ ὑπὸ τῶν δούλων τοῖς δεσπόταις παρεχόμενα χρήματα,
ἣν καὶ ἀναφορὰν καλοῦσιν εἰσφορὰ δὲ τὰ ὑπὸ τῶν πολιτῶν.
ἀποκριθῆναι καὶ ἀποκρίνασθαι διαφέρει. ἀποκριθῆναι
μὲν γάρ ἐστι τὸ ἀποχωρισθῆναι, ἀποκρίνασθαι δὲ τὸ
ἐρωτηθέντα λόγον δοῦναι.
ἀπονίψασθαι καὶ κατὰ χειρὸς ὕδωρ αἰτῆσαι διαφέρει.
ἀπονέψασθαι μὲν γάρ ἐστι μετὰ τὸ φαγεῖν, κατὰ χειρὸς
δὲ ὕδωρ αἰτῆσοι πρὸ τοῦ φαγεῖν καὶ μετὰ τὸ φαγεῖν.
ἀπὸφορὰ καὶ ἀναφορὰ διαφέρει. ἀποφορὰ μὲν γάρ 22Va.
ἐστιν ὁ νῦν καλούμενος φόρος, ἀναφορὰ δὲ ὁ ἀπὸ τῶν εὐωδῶν
ἢ δυσωδῶν ἀναφερόμενος ἀτμός.
ἀπέθανε καὶ τέθνηκε διαφέρει. ἀπέθανε μὲν νῦν,
τέθνηκε δὲ πάλαι. ὡς ‘περιεπάτησε μὲν ὁ δεῖνα τήμερον,
περιπτεπάτηκε δὲ πάλαι’.
ἀπόδοσις μέν ἀψύχου λέγεται, ἀποκατάστασις δὲ ἐμψύχου καὶ ἀγομένου.
ἄρχειν καὶ κρατεῖν διαφέρει. ἄρχειν μὲν γάρ ἐστι τό
τινων ἐπʼ ὠφελείᾳ προΐστασθαι, κρατεῖν δὲ τὸ βίᾳ τινὰς
ἄγειν ὑπακουομένους ἐπὶ δουλείᾳ. καθὸ καὶ τῶν θηρίων κρατεῖν,
ἀλλʼ οὐκ ἄρχειν λέγεται.
ἁρπαγὴ καὶ ἁρπάγη διαφέρει παρὰ τοῖς παλαιοῖς
Ἀττικοῖς, ὥς φησι Τρύφων ἐν τῷ τρίτῳ Περὶ Ἀττικῆς προσῳδίας
(fr. 12 Vels.). ἐὰν μὲν γὰρ ὀξυτόνως προενεγκώμεθα
καθάπερ ἐν τῇ συνηθείᾳ, τὴν αἰφνίδιον καὶ μετὰ βίας ἀφαίρεσιν
δηλώσει ἐὰν δὲ βαρυτόνως ἁρπάγην ὡς Ἀνάφην, ἐν ᾗ ἐκ
τῶν φρεάτων τοὺς κάδους ἐξαίρουσιν. καὶ παρὰ Μενάνδρῳ
(fr. 657 Koerte2) ἀναγινώσκομεν·
ἆρα καὶ ἄρα διαφέρει. ὁ μὲν γὰρ κατὰ περισπασμὸν
συλλογιστικός ‘εἰ ἡμέρα ἐστί, φῶς ἐστιν ἀλλὰ μὴν ἡμέρα
ἐστίν. φῶς ἄρα ἐστίνʼ. ‘εἰ τοῦτο συμφέρει ποιεῖν, ποιητέον
ἡμῖν ἄρα ἐατίνʼ.
ἄρτι καὶ ἀρτίως διαφέρει. ἄρτι μὲν γάρ ἐστι χρονικὸν
ἐπίρρημα, τὸ δʼ ἀρτίως ἐπὶ τοῦ ἀπηρτισμένου ἔργου τελείως.
ὥστε ἁμαρτάνει Σαπφὼ λέγουσα (fr. 123 L. -P. cf. fr. 103, 13)
τοῦ παρωχηκότος.
ἀράχνη καὶ ἀράχν
δὲ ὁ ἀράχνης τὸ ζῷον.
ἄρνες καὶ ἀρνειοὶ διαφέρουσιν. ἄρνες μὲν γὰρ λέγονται
οἱ νεογνοί·
ἄρρωστος καὶ ἀρρωστῶν διαφέρει. ἄρρωστος μὲν γὰρ ὁ νοσῶν· ἀρρωστῶν δέ ἐστιν ὁ ἀδυνατῶν ἐπιτελεῖν τὰ κατὰ τὰς ὀρέξεις, ὡς Ἀριστοφάνης φησίν (p. 232sq.Nauck).
ἀρρωστεῖν τοῦ νοσεῖν διαφέρει. ἀρρωστεῖ μὲν γὰρ ὁ καχεκτῶν τῷ σώματι, νοσεῖ δὲ ὁ κλινήρης.
ἀρρωδεῖν καὶ ὀρρωδεῖν διαφέρει. τὸ μὲν γὰρ διὰ τοῦ
o σημαίνει τὸ εὐλαβεῖσθαι οὕτως γὰρ ἐξηγοῦνται τὴν λέξιν·
ὄρρος δὲ λέγεται ὁ περὶ τοὺς γλουτοὺς τόπος ὅν τινες ταῦρον
λέγουσιν· ὅθεν καὶ τῶν ὀρνέων ὁ τόπος οὗτος ὀρροπύγ??ι??ον
καλεῖται, οὐχ, ὥς τινες ἀγνοοῦντες, ὀρθοπύγιον. ἐτύμως
δʼ εἴρηται, ὅρος ὢν τῆς πυγῆς καὶ οἱονεὶ ὁροπύγιον. οἱ δʼ
εὐλαβούμενοι περί τινος ἀνασπᾶν εἰώθασι τὸ αἰδοῖον, πολλάκις
δὲ καὶ τὰ ἄλογα τῶν ζώων ὑποστέλλειν εἰώθασι τὴν οὐρὰν
Περσέα λέγοντα εἰσάγει (Andromed. fr. 130 Nauck 2)
καὶ τὸ μὲν ὀρρωδεῖν τοιοῦτον. τὸ δ’ ἀρρωδεῖν οἷον κατὰ στέρησιν,
τοῦτ’ ἔστι μὴ εὐλαβεῖσθαι ἀλλὰ καταφρονεῖν καὶ τεθαρρηκέναι.
ἀσφόδελος καὶ ἀσφοδελὸς διαφέρει. προπαροξυτόνως
ἀστεῖος καὶ ἀστικὸς διαφέρει. ἀστεῖος μὲν γὰρ ὁ πιθανός καὶ χαρίεις ἢ καθόλου ἐπιδέξιος ἐν πολιτικῇ ὁμιλίᾳ· ἀστικὸς δὲ ὁ ἐν ἄστει διατρίβων.
ἄστρον καὶ ἀστὴρ διαφέρει. ἄστρον μὲν γάρ ἐστι τὸ ἐκ πολλῶν ἀστέρων μεμορφωμένον ζῴδιον, οἷον ὁ Ὠρίων, ἡ Ἄρκτος. ἀστὴρ δὲ ὁ εἷς.
ἀτέχνως καὶ ἀτεχνῶς διαφέρει. τὸ μὲν γὰρ παροξύτονον
σημαίνει τὸ χωρὶς τέχνης καὶ ἀμαθῶς· τὸ δὲ περισπώμένον
τίθεται ἀντὶ τοῦ ἁπλῶς καὶ ἀδόλως καὶ καθάπαξ καὶ
καθόλου, ἄντικρυς.
ἀτιμοῦται καὶ ἀτιμάζεται διαφέρει. ἀτιμοῦται μὲν
γάρ τις ὑπὸ τῶν νόμων ὁλοσχερεῖ ἀτιμίᾳ, ἀτιμιάζεται δὲ ὁ
ὑβριζόμενος ἔν τινι πράγματι.
ἄττα ψιλούμενον καὶ δασυνόμενον διαφέρει. ψιλούμενον
ἀτελές καὶ ἀτέλεστον διαφέρει. ἀτελὲς μὲν γάρ ἐστι τὸ μήπω τετελεσμένον, ἀτέλεστον δὲ τὸ ἀδύνατον τελεσθῆναι. οἱ οὖν ἐναλλάσσοντες ταῦτα ἀκυρολογοῦσιν.
αὐχὴν καὶ δέρη διαφέρει. αὐχὴν μὲν γὰρ λέγεται τὸ ὄπιαθεν τοῦ τραχήλου, δέρη δὲ τὸ ἔμπροσθεν καθʼὅ ἐστιν ἡ φάρυγξ.
αὖθις καὶ αὖθι χωρὶς τοῦ σ διαφέρει. τὸ μὲν αὖθις
ἐστὶ τὸ πάλιν ἢ μετὰ ταῦτα, τὸ δʼ αὖθι
οὖν Καλλίμαχός φησι (fr. 1, 35 Pf.)
αὖτις διὰ μὲν τοῦ τ σημαίνει τὸ πάλιν, διὰ δὲ τοῦ θ τὸ ὕστερον.
ἄχρι χωρὶς τοῦ σ χρονικὸν ἐπίρρημα, ἄχρις δὲ μετὰ τοῦ
σ ἀντὶ τοῦ ἀκριβῶς. Ὅμηρος (Δ 522)·
βασιλεύς, κοίρανος καὶ ἡγεμὼν διαφέρει. βασιλεύς
βάρβαρον καὶ βαρβαρικὸν διαφέρει. βάρβαρον μὲν γάρ ἐστιν ὄνομα τὸ οὐχ Ἑλληνικόν, βαρβαρικὸν δὲ τὸ τῶν. βαρβάρων.
βάραθρος καὶ βάραθρον διαφέρει. βάραθρος μὲν γὰρ
ὁ βαράθρου ἄξιος ἄνθρωπος, βάραθρον δὲ ὄρυγμά τι Ἀθήνησιν
εἰς ὃ τοὺς κακούργους ἐνέβαλλον, ὥσπερ οἱ Λακεδαιμόνιοι
τοὺς καταδικαζομένους ἔβαλλον εἰς τὸν
βααιλεῖα καὶ βασίλεια διαφέρει. προπερισπωμένω
μέν γὰρ ἡ βασιλέως ἀρχή, προπαροξυτόνως δὲ ἡ βασιλέως
γυνή.
βάρις μέν ἐστιν Αἰγύπτιον πλοῖον, λέγεται δὲ καὶ ἡ μεγάλη οἰκία, ὡς ὑπὸ Φιλίππου.
βάσανος ἥ τε δοκιμασία καὶ ἡ διὰ τῶν πληγῶν.
βασκαίνειν οὐ μόνον τὸ φθονεῖν ἀλλὰ καὶ τὸ συκοφαντεῖν,
ὡς Δημοσθένης ἐν τῷ Περὶ στεφάνου (189) ‘ἄν τι δύσκολον
συμβῇ, τοῦτο βασκαίνουσιν’.
βεβλῆαθαι καὶ οὐτᾶσθαι διαφέρει. βεβλῆσθαι μὲν
γάρ ἐστι τὸ ἐκ βολῆς τετρῶσθαι καὶ ἐκ τῶν ἐναντίων,
οὐτᾶσθαι δὲ τὸ ἐκ χειρὸς τετρῶσθαι·
βιοῦν καὶ ζῆν διαφέρει. βιοῦν μὲν γὰρ ἐπὶ ἀνθρώπων
ψυχῆς, βίος δὲ
βίος ζωῆς διαφέρει. βίος μὲν ἐπὶ τῶν λογικῶν τάσσεται
ζῴων, τουτέστιν ἀνθρώπων μόνων, ζωὴ δὲ καὶ ἐπὶ ἀνθρώπων
καὶ ἐπὶ τῶν ἀλόγων ζῴων. ἐντεῦθεν Ἀριστοτέλης (fr. om.
Rose) τὸν βίον ὡρίσατο οὕτως· ‘βίος ἐστὶ λογικὴ ζωή’. ὁ
οὖν ἐπὶ τῶν θηρίων βίον τάσσων ἀκυρολογεῖ.
βιῶναι μέν ἐστι τὸ ζῆν, βιοτεύειν δὲ τὸ πορίζειν τὰ πρὸς τὸν βίον. {βιοῦν μὲν φήσομεν ἀνθρώπους, ζῆν δὲ καὶ τὸ ἄλογον ζῷον}
βλέπειν καὶ θεᾶσθαι διαφέρει. βλέπειν μὲν γὰρ κυρίως τὸ ὁρᾶν τι ὁπωσοῦν, θεᾶσθαι δὲ τὸ ὁρᾶν τι τῶν τεχνικῶς γινομένων οἷον πάλην, παγκράτιον, γραφήν.
βλέφαρα καὶ βλεφαρίδες διαφέρει. βλέφαρα μὲν γάρ ἐστιν αὐτὰ τὰ ἐπικλειόμενα δέρματα, βλεφαρίδες δὲ αἱ τρίχες αἱ ἐπὶ τῶν βλεφάρων.
βοὸς καὶ βόειος διαφέρει. βοὸς μὲν γὰρ πούς ἐστιν ἐπὶ ζῶντος, βόειος δὲ ὁ τοῦ νεκροῦ.
βούλει καὶ βούλῃ διαφέρει. τὸ βούλει μὲν γὰρ ὁριστικόν
ἐστιν οἷον ‘βούλει σχολάσαι μ⌞ο⌟ ι ι’, τὸ βούλῃ δὲ διστακτικῶς
οἷον ‘⌞ἐὰν⌟ βούλῃ, πορευσόμεθα’.
βοηθεῖ μὲν ὁ συνών, ἐπικουρεῖ δὲ ὁ ἔξωθεν εἰς
βοήθειαν ἥκων, συμμαχεῖ δὲ ὁ αὐτόθεν, ὑπερμαχεῖ δὲ ὁ
ἀδυνάτῳ χρησιμιεύων, ἀμύνει δὲ ὁ τιμωρούμενος ὑπὲρ τοῦ
ἀπολωλότος.
βουκολεῖν καὶ ἐξαπατᾶν διαφέρει. βουκολεῖν μέν ἐστι τὸ ἐπὶ πλεῖστον καὶ ἀεὶ παραλογίζεσθαι, ἐξαπατᾶν δὲ περὶ ἑνὸς πράγματος συναρπάζειν.
βουλεύσασθαι καὶ βουλεῦσαι διαφέρει. βουλεύσασθαι
μὲν γάρ ἐστι ταὐτὸν τῷ σκέψασθαι, βουλεῦσαι δὲ τὸ
βούλεσθαι μὲν ἐπὶ μόνου λεκτέον τοῦ λογικοῦ, τὸ δʼ ἐθέλειν καὶ ἐπὶ ἀλόγου ζῴου.
βρύει καὶ βλύει διαφέρει. βρύει μὲν γὰρ ἐπὶ τοῦ ἀνθεῖ, 32 Va.
βλύει δὲ ἐπὶ τοῦ ἀναβάλλει.
βρύκειν καὶ βρύχειν διαφέρει. βρύκειν μὲν γὰρ διὰ
τοῦ τὸ πρίειν τοῖς ὀδοῦσι, βρύχειν δὲ διὰ τοῦ χ ἐπὶ τοῦ λέοντος
τὸ βρύχεσθαι.
βωμὸς καὶ ἑστία καὶ ἐσχάρα καὶ μέγαρον διαφέρει,
καθὰ καὶ Ἀμμώνιος ὁ Λαμπ
ἐν πρώτῳ Περὶ θυσιῶν· ‘βωμοὶ μὲν γὰρ οἱ τὰς προ
ἑστία, ἔνθα τὰ μυστικὰ τῆς Δήμητρος’. παρὰ
ἐν Πλεισθένει
γαμήλιος καὶ ἐπιθαλάμιον διαφέρει. ἐπιθαλάμιον
μὲν γάρ ἐστι τὸ ἐπὶ τῷ θαλάμῳ τῆς γαμουμένης γραφὲν
ποίημα· ὁ δὲ γαμήλιος οὐ περιώρισται χρόνῳ, τάττοιτο δʼ ἂν
καὶ κατὰ τῆς δωρεᾶς τῆς ἐν γάμῳ διδομένης.
γεγενῆσθαι ἐροῦμεν τὸ ὡσανεὶ γεγενημένον, γεγονέναι δὲ τὸ ἄψυχον πρᾶγμα.
γενέθλια καὶ γενέσια διαφέρει. ὅτι μὲν γὰρ γενέθλια
τάσσεται | ἐπὶ τῶν ζώντων καὶ ἐν ᾗ ἕκαστος ἡμέρα ἐγεννήθη,
τεθνηκότων· ἐν ᾗ ἕκαστος ἡμέρα τετελεύτηκε, ταύτῃ ἐπιτελεῖται
αὐτοῦ τὰ γενέσια. ὁ οὖν λέγων ἐπὶ τῶν ζώντων γενέσια
ἀκυρολογεῖ.
γέρων καὶ πρεσβύτης καὶ προβεβηκὼς διαφέρει,
Ἀλεξίων (fr. 1 Berndt) δηλοῖ ἐν τῇ ἐπιτομῇ τῶν Διδύμου
(p. 378 Schmidt) Συμμίκτων λέγων οὕτως· ‘ἐκ τῶν
Περὶ ἀνθρώπου γενέσεως καὶ αὐξήσεως ἄχρι γήρως.
βρέφος μὲν γάρ ἐστι τὸ γεννηθὲν εὐθέως, παιδίον
δὲ τὸ τρεφόμενον ὑπὸ τῆς τιθηνοῦ, παιδάριον δὲ τὸ ἤδη
περιπατοῦν καὶ τῆς λέξεως ἀντεχόμενον, παιδίσκος δὲ ὁ
ἐν τῇ ἐχομένῃ ἡλικίᾳ, παῖς δʼ ὁ διὰ τῶν ἐγκυκλίων μαθημάτων
δυνάμενος ἰέναι. τὴν δʼ ἐχομένην ταύτης ἡλικίαν
εἶτα γέρων, εἶτα πρεσβύτης, εἶτα ἐσχατό⌞γ⌟ηρως.
γελοῖον καὶ εὐτράπελον διαφέρει. γελοῖον μὲν γάρ
ἐστι τὸ ἐπὶ διαχύσει τῶν ἀκροατῶν χωρίς τινος ὕβρεως, εὐτράπελον
δὲ τὸ μετὰ σεμνότητος χαριέντως λεγόμενον· εἴρηται
δὲ παρὰ τὸ εὖ τρέπεσθαι τὸν λόγον.
γέλοιος καὶ γελοῖος διαφέρει. γέλοιος μὲν ὁ καταγέλαστος,
γελοῖος δὲ ὁ γελωτοποιός.
γῆμαι τοῦ γήμιασθαι διαφέρει, ὅτι γαμεῖ μὲν ὁ ἀνήρ,
γαμεῖται δὲ ἡ γυνή. καὶ Ὅμηρος τὴν διαφορὰν τετήρηκεν
αὐτῶν, ἐπὶ τοῦ γήμασθαι εἰπών (λ 273 sq.)
καὶ Ἀνακρέων (P. M. G. 424 Page = fr. 87 D.²) διασύρων τινὰ
ἐπὶ θηλύτητι
καὶ Αἰσχύλος (fr. 131 Mette = fr. 13 N.²) ἐν Ἀμυμώνῃ
γῆρας μέν ἐστιν ἡ τελευταία ἡλικία, γήρασις δὲ ἡ
ἐπʼ αὐτὴν πόρευσις. μήποτε οὖν ταύτῃ καὶ γηρᾶν τοῦ γηράσκειν
διαφέρει.
γράμμα στοιχείου διαφέρει. στοιχεῖον μὲν γάρ
ἐστιν αὐτὴ ἡ ἐκφώνησις καὶ ὁ φθόγγος, οὗ τὸ γράμμα σημεῖον
τύπος ἢ σχῆμα· ὡς ἐν τῷ ‘τρίγωνον μέν ἐστι τὸ Δ, στρογγύλον
τὰ συγγράμματα ἐκάλουν οἱ παλαιοὶ γράμματα· Καλλίμαχός
πού (fr. 468 Pf.) φησιν
γυμνασθῆναι καὶ γυμν
γυμνασία μὲν λέγεται ἡ τῶν γεγυμνασμένων ἄσκησις, ἄσκησις δὲ ἡ τῶν λεγόντων καὶ σκηνικῶν.
δαμάλης καὶ δάμαλις διαφέρει. δαμάλης μὲν γὰρ
ὁ ἄρρην μόσχος, δάμαλις δὲ ἡ θήλεια. μόσχος δὲ κοινῶς
ἐπʼ ἀμφότερα.
δαί· σύνδεσμος ἐρωτηματικὸς ἐκτεταμένος (α 225)
καὶ (Κ 408)
δεσπότης καὶ κύριος διαφέρει. δεσπότης μὲν γὰρ ὁ τῶν ἀργυρωνήτων {καὶ} κύριος, κύριος δὲ καὶ πατὴρ υἱοῦ καὶ αὐτός τις ἑαυτοῦ.
δέος καὶ φόβος διαφέρει. δέος μὲν γάρ ἐστι πολυχρόνιος
κακοῦ ὑπόνοια, φόβος δὲ παραυτίκα πτόησις. | διόπερ 40 Va
Ἡρόδοτος ἐν τῇ τετάρτῃ (4, 115, 2)· ‘ἡμέας ἔχει φόβος τε καὶ
δέοςʼ.
δήμιος καὶ δημόκοινος διαφέρει. δήμιος μὲν γάρ ἐστιν ὁ ἀναιρῶν τοὺς καταδίκους, δημόκοινος δὲ ὁ βασανίζων.
‘Δήμητερ καὶ Δάματερ διαφέρει παρὰ τοῖς Ἀττικοῖς’, φησὶ Τρύφων (fr. 107 Vels.). ‘Δήμητερ γάρ’, φησίν, ‘ἔατιν ἐπὶ τῆς θεοῦ, Δάματερ δὲ ἐπὶ θαυμασμοῦ’.
δῆμος καὶ δημὸς διαφέρει. δῆμος μὲν βαρυτόνως τὸ πλῆθος τῆς πόλεως, δημὸς δὲ ὀξυτόνως τὸ λίπος.
δίσκος καὶ σόλος διαφέρει. δίσκος μὲν γάρ ἐστι λίθος
τετρημένος, ὥς φησι Τρύφων (fr. 105 Vels.) ἐν πέμπτῳ Περὶ
Ἑλληνισμοῦ, σόλος δὲ τὸ χαλκοῦν ὁλοαφύριον. Ὅμηρος
(Ψ 826)
δικαστὴς καὶ διαιτητὴς διαφέρει. δικαστὴς μὲν
γάρ ἐστιν ὁ κατὰ νόμον αἱρεθεὶς κριτής, διαιτητὴς δὲ ὁ κατὰ
σύμφωνον αἱρεθεὶς συμβιβάσεως χάριν. Μένανδρος (fr. 316
Koerte²) ἐν Παιδίῳ
διέφθαρται καὶ διέφθορε διαφέρει. διέφθαρται μὲν
γὰρ ὑφʼ ἑτέρου, διέφθορε δʼ ἕτερον. Ἀριστοφάνης (II p.
M. = fr. 568 K.) Κόραις·
διεφθάρης τὰς σαυτοῦ φρένας.
διαβόητος καὶ ἐπιβόητος διαφέρει. διαβόητος μὲν
γάρ ἐστιν ὁ ἐπʼ ἀρετῇ ἐγνωσμένος ἐπιβόητος δὲ ὁ μοχθηρὰν
ἔχων φήμην. Ἀνακρέων (P. M. G. 354 Page = fr. 23 D.²) ἐν
δευτέρῳ
τοῦτον δʼ ἔνιοι τῶν ποιητῶν ἐπίσφατον καλοῦσιν.
διαβόητος περιβοήτου διαφέρει. διαβόητος μὲν γάρ
ἐστιν ὁ ἐπʼ ἀρετῇ πολυθρύλλητος, περιβόητος δὲ ὁ ἐπὶ κακίᾳ.
(FCG IV p. 601 M. = fr. ad. 120 K.)
διπλοῦν καὶ διπλάσιον διαφέρει. διπλοῦν μὲν γάρ
καὶ τετραπλάσιον· οἷον διπλάσια χρήματα ἔχειʼ. ἐπὶ δὲ
τῶν διπλουμένων τὸ διπτλοῦν, ὥσπερ ἐπὶ τῶν πτυσσομένων
ἱματίων ‘διπλοῦν τὸ ἱμάτιονʼ, οὐκέτι ‘διπλάσιον’.
διχότομος καὶ διχοτόμος διαφέρει. προπαροξυτόνως μὲν γὰρ ὁ εἰς δύο διῃρημένος, παροξυτόνως δὲ ὁ εἰς δύο διαιρῶν. καὶ ἔστι τὸ μὲν παθητικόν, τὸ δὲ ἐνεργητικόν.
διήγησις καὶ διήγημα διαφέρει. διήγησις μὲν γάρ, καὶ ποίησις, ἐστὶν ἡ ἐν μήκει τὸ τέλειον ἔχουσα· διήγημα δέ, καὶ ποίημα, τὸ βραχύτερον.
διδάξω καὶ διδάξομαι διαφέρει. ‘διδάξω’ μὲν γὰρ
διʼ ἑαυτοῦ, ‘διδάξομαι’ δὲ διʼ ἑτέρου· ὡς ‘οἰκοδομήσω’
μὲν διʼ ἑαυτοῦ, οἰκοδομήσασθαι δὲ διʼ ἑτέρου.
διφθέρα καὶ μηλωτὴ διαφέρει. διφθέρα μὲν γὰρ αἰγῶν, μηλωτὴ δὲ προβάτων.
διορθοῦν καὶ ἐπανορθοῦν διαφέρει. διορθοῦν μὲν γὰρ καὶ ἐπὶ δοράτων καὶ ἐπὶ ὀβελίσκων καὶ ἐπὶ λόγων, ἐπανορθοῦν δὲ ἐπὶ μόνων λόγων.
διαπολιτεύεσθαι καὶ ἀντιπολιτεύεσθαι διαφέρει.
ἀλλήλοις. Θεόπομπος δὲ (FGHiat 115 F 261)
καὶ τούς ἐν μιᾷ πόλει φιλοτιμουμένους πρὸς ἀλλήλους ἀντιπολιτεύεσθαι
ἔφη.
διδάσκαλος καὶ ἐπιστάτης διαφέρει. διδάσκαλος μὲν γάρ ἐστι λόγων, ἐπιστάτης δὲ ἔργων.
διαλέγεται μὲν ὁ διδούς λόγον καὶ λαμβάνων· λαλεῖ
δὲ ὁ μὴ σπουδαιολογούμενος· λέγει δὲ καὶ ὁ κατὰ διέξοδον
ἐπεξιὼν πρᾶγμα· φάσκει δὲ ὁ βραχυλόγος.
δίκη· ἥ τε κρίσις καὶ ἡ τιμωρία καὶ τὸ δίκαιον.
δοάσσατο τοῦ δοιάσσατο διαφέρει. τὸ μὲν γὰρ δοάσσατο σημαίνει τὸ ἔδοξεν, τὸ δὲ δοιάσσατο τὸ ἐδίστασε.
δοῦλοι καὶ οἰκέται διαφέρουσι. δοῦλοι μὲν γάρ εἰσι καὶ οἱ τῶν ἡδονῶν καὶ πάντες οἱ τεταγμένοι ὑπὸ βασιλέα, οἰκέται δὲ δεσποτῶν.
δόξα καὶ κλέος διαφέρει. δόξα μέν ἐστιν ὁ παρὰ τῶν πολλῶν ἔπαινος, κλέος δὲ ὁ παρὰ τῶν σπουδαίων.
δύναμις καὶ ἰσχὺς διαφέρει, ὥς φησι Πλάτων ἐν Πρωταγόρα
(351 a 1). οὐ γὰρ ταὐτόν
δυσπειθὴς καὶ ἀπειθὴς διαφέρει. δυσπειθὴς μὲν γάρ ἐστιν ὃς δυσχερῶς παραδέχεται τὸν πιστὸν λόγον, ἀπειθὴς δὲ ὃς ἀποκρούεται καὶ οὐχ οἷός τέ ἐστι πείθεσθαι.
δῶμα καὶ δωμάτιον διαφέρει. δώματα μὲν γὰρ κοινῶς
δωροδοκία· ἥ τε δόαις τῶν δώρων καὶ ἡ λῆψις.
ἐγχρῖσαι καὶ ἐναλεῖψαι διαφέρει. ἐγχρῖσαι μὲν γὰρ
ἐπὶ σκορπίου ἢ σφηκῶν τινος τοιούτου λέγουσιν, ἐναλεῖψαι
δὲ ἐπὶ ὀφθαλμῶν.
ἐγγυᾷ καὶ ἐγγυᾶται διαφέρει. ἐγγυᾷ μὲν γὰρ ὁ διδούς, ἐγγυᾶται δὲ ὁ λαμβάνων.
ἐδίδαξε καὶ ἐδιδάξατο διαφέρει. ἐδίδαξε μὲν γὰρ
ὁ καθηγητής, ἐδιδάξατο δʼ ὁ πατὴρ συστήσας. Ἀριστοφάνης
φησὶν ἐν Νεφέλαις (1338)
εἰκὼν καὶ προτομὴ διαφέρει. εἰκὼν μὲν γάρ ἐστιν ἐτ’ ἀνθρώπου, προτομὴ δὲ λέοντος καὶ ἵππου καὶ τῶν |ἄλλων.
ἐκκλησία καὶ κατάκλησις διαφέρει. ἐκκλησίαν μὲν
γὰρ ἔλεγον οἱ Ἀθηναῖοι τὴν σύνοδον τῶν κατὰ τὴν πόλιν,
κατάκλησιν δὲ ὁπότε καὶ τοὺς ἐκ τῶν ἀγρῶν συνεκάλουν
πρὸς ἐπίσκεψιν μείζονα τῶν πραγμάτων.
ἐκεῖ καὶ ἐκεῖσε διαφέρει. τὸ μὲν γὰρ ἐκεῖ δηλοῖ τὸ ἐν
τόπῳ, τὸ δὲ ἐκεῖσε εἰς τόπον. οὕτως ἐροῦμεν ‘ἐκεῖ κατέλαβον
αὐτόν’ καὶ ‘ἐκεῖσε πορεύσομαι’.
ἐκπολεμῶσαι καὶ ἐκπολεμῆσαι διαφέρει. ἐκπολεμῶσαι μὲν γάρ ἐστι τὸ εἰς πόλεμον ἐμβαλεῖν, ἐκπολεμῆσαι δὲ τὸ πολέμων ἐξελεῖν.
ἔκγονος καὶ ἀπόγονος διαφέρει. ἔκγονος μὲν γάρ
ἐστιν ὁ υἱός. φησὶ γὰρ Ὅμηρος (γ 122 sq.)
τῷ ἀπογόνῳ ἀντὶ τοῦ υἱοῦ.
ἑκάτερος καὶ ἕκαστος διαφέρει. ἑκάτερος μὲν γὰρ
ἐπὶ δυοῖν τάσσεται, οἷον ‘ἀναγκαῖοι δύο ἐγένοντο, ὅ τε Ἀρκὰς
καὶ ὁ Σάμιος· τούτων ἑκάτερος ὑπὸ συὸς ἀνῃρέθη’. τὸ
δʼ ἕκαστος ἐπὶ πολλῶν, οἷον ‘ἑπτὰ ἦσαν οἱ ἐπὶ Θήβας στρατεύσαντες·
τούτων ἕκαστος μίαν πύλην κατεῖχεν’.
ἐκμαρτυρία μαρτυρίας ἔν τινι διαφέρει, δηλοῖ
B. —S.) λέγων ‘ἀναγνώσεται δὲ τῶν μὲν ἐπιδημούντων τὰς
μαρτυρίας, τῶν δὲ ἀποδημούντων ἐκμαρτυρίας’.
ἕλκος ὠτειλῆς διαφέρει. ἕλκος μὲν γάρ ἐστι χρόνιον
πάθος μόνον ἐκ σιδήρου γινόμενον· ἔστι δʼ ὅτε καὶ ἐκ ταὐτομαίου·
ἐλέατρος καὶ ἐδέατρος διαφέρει. ἐλέατρος μὲν γάρ
ἐστιν ὁ μάγειρος παρὰ τοῖς ἐλεοῖς· τράπεζαι δʼ εἰσὶ μαγειρικαί.
Ὅμηρος (Ι 215)
ἐμβάδες καὶ ἐμβάται διαφέρει. ἐμβάδες μὲν γὰρ τὰ
κωμικὰ ὑποδήματα, ἐμβάται δὲ τὰ τραγικά.
ἐμεῖο καὶ ἐμοῖο διαφέρει. ἐμεῖο μὲν γάρ ἐστιν ἀσύναρθρον,
ὡς Ὅμηρος (ρ 153 τ 268)
ἀντὶ τοῦ ‘τοῦ σοῦ πατρός’.
ἐμπειρία πείρας διαφέρει. πεῖρα μὲν γὰρ ἐφʼ ἑνὸς
ἢ δευτέρου γνῶσίς ἐστι δοκιμαζομένη, ἐμπειρία δὲ ἡ ἐπὶ | πολλῶν
ἔνδον καὶ ἔσω διαφέρει. ἔνδον μὲν γὰρ τὸ ἐν τόπῳ σημαίνει,
ἔσω δὲ τὸ εἰς τόπον. ἔνδον μὲν γάρ ἐστιν ὁ παῖς, ἔσω
δὲ εἰσέρχομαι. ἁμαρτάνει οὖν ὁ λέγων ‘ἔνδον εἰσέρχομαι’ ἢ
‘ἔαω ἐστὶν ὁ παῖς’. Σοφοκλῆς τὴν διαφορὰν συγχεῖ· φησὶ γὰρ
ἐν Τραχινίαις (202 sq.)
ἐνταυθοῖ καὶ ἐνταῦθα καὶ ἐνθάδε διαφέρει. ἐνταυθοῖ
μὲν γὰρ τὴν ἐν τόπῳ σημασίαν δηλοῖ, ἐνταῦθα δὲ καὶ τὴν
καὶ ἀντὶ χρονικοῦ ἐπιρρήματος τοῦ τότε. ἐπὶ μὲν οὖν τοῦ
ἐνταυθοῖ (σ 105)
ἐπὶ δὲ τοῦ ἐνταῦθα Σοφοκλῆς ἐν Ἠλέκτρᾳ (380 sq.)
ἔχει γὰρ καὶ τὴν εἰς τόπον σημασίαν καὶ τὴν ἐν τόπῳ. ὁμοίως
δὲ καὶ ἐπὶ τοῦ ἐνθάδε φησὶν ἡ Καλυφώ (ε 208)
Ἕκτωρ φησί (Π 836)
οὕτως
(ξ 161).
ἐνθύμημα καὶ ἐνθύμιον διαφέρει. ἐνθύμημα μὲν γάρ
ἐν τοῖς Φο{ι}νικοῖς φησι ‘τεθνεὼς οὗτος ὑμῖν ἐνθύμιος γενήσεται’.
ἔνδοξος καὶ ἐπίδοξος διαφέρει. ἔνδοξος μὲν γάρ ἐστιν
ὁ ἐπίσημος, ἐπίδοξος δὲ ὁ προσδοκώμενος καὶ ἐλπιζόμενος.
ἕνεκα καὶ χάριν διαφέρει. ὁ μὲν γὰρ ἕνεκα ψιλὴν τὴν
αἰτίαν δηλοῖ, οἷον ‘ἕνεκα Ἀλεξάνδρου καὶ ἕνεκα Ἑλένης ἐστράτευσε
Μενέλαος· ὁ δὲ χάριν μετὰ τῆς αἰτίας δηλοῖ καὶ τὴν
χάριν, οἷον ‘χάριν Μενελάου Ἀχιλλεὺς ἐστράτευσε’, τουτέστι
Μενελάῳ χαριζόμενος.
ἐννοεῖν καὶ ἐννοεῖσθαι διαφέρει. ἐννοεῖ μὲν γὰρ ἄφνω,
μὴ
ἐξόσου καὶ ἐξ
χρόνου, ἐξότου δὲ τοῦ ἐξ οὕτινος.
ἐξανέψιοι καὶ {ἐξ}ἀνεψιοὶ διαφέρει. καὶ ⌞ὅτι⌟ βαρυτόνως
(fr. 8 Vels.) ἐν δευτέρῳ Περὶ Ἀττικῆς προσῳδίας· ‘ἐξανέψιοι
ὡς ἀμέριμνοι, ἀναστελλομένης τῆς ὀξείας ἐκ τοῦ ἀνεψιοὶ
ὀνόματος ὀξυνομένου.’ εἰσὶ δὲ οἱ μὲν ἀνεψιοὶ τῶν ἀδελφῶν
παῖδες, καθὰ καὶ ἡμεῖς ἐκδεχόμεθα· ἐξανεψιοὶ δὲ οἱ
τῶν ἀνεψιῶν παῖδες.
ἐοικότα εἰκότων διαφέρει. τὰ μὲν γὰρ πίστεως
ἐχόμενα⌞εἰκότα⌟, τὰ δʼ ἐμφερῆ ἐοικότα.
ἐπικήδιον καὶ θρῆνος διαφέρουσιν. ἐπίκήδιον μὲν
γάρ ἐστι τὸ ἐπὶ τῷ κήδει, θρῆνος δὲ τὸ ἐν ⌞οἱ⌟ῳδή⌞ποτε
χρόνῳ⌟· οὕτω φησὶ Τρύφων (fr. 114 Vels.). ριστοκλῆς δὲ ὁ
Ῥόδιος ἐν τῷ Περὶ ποιητικῆς τοὔμπαλιν· φησὶ γὰρ ‘θρῆνος
δʼ ἐστὶν ᾠδὴ τῆς συμφορᾶς οἰκεῖον ὄνομα ἔχουσα· ὀδυρμὸν
γὰρ ἔχει σὺν ἐγκωμίῳ τοῦ τελευτήσαντος. τινὲς μὲν οὖν κοινῶς
πάντα εἶπον θρήνους, οἱ δὲ διαφέρειν θρῆνόν τε καὶ ἐπικήδιον
τὸ | τὸν θρῆνον ᾄδεσθαι παῤ αὐτῇ τῇ συμφορᾷ πρὸ
τῆς ταφῆς καὶ μετὰ τὴν ταφὴν καὶ κατὰ τὸν ἐνιαύσιον χρόνον
τῆς κηδείας, ᾀδόμενο†ς† ὑπὸ τῶν θεραπαινίδων καὶ τῶν σὺν
αὐταῖς, τὸ δʼ ἐπικήδιον ἔπαινόν τινα τοῦ τελευτήσαντος μετά
τινος μετρίου σχετλιασμοῦʼ.
ἐπιστραφὴς καὶ εὐστραφὴς διαφέρει. ἐπιστραφὴς ὁ προστακτικὸς καὶ ἐπιμελής, εὐστραφὴς δὲ ὁ ἐπιδέξιος ἐν ταῖς μεταβολαῖς.
ἐτίκουροι καὶ σύμμαχοι διαφέρουσιν. ἐπίκουροι μὲν
γάρ εἰσιν οἱ τοῖς πολεμουμένοις βοηθοῦντες καὶ συλλαμβανόμενοι,
σύμμαχοι δὲ οἱ τῶν πολεμούντων. Ὅμηρος διʼ ὅλης
ἐφύλαξε τῆς ποιήσεως τὴν διαφοράν· οὐκ ἔστιν οὖν παῤ αὐτῷ
ἐπικούρους Ἑλλήνων λεγομένους ⌞εὑρεῖν⌟, ἀλλὰ Τρώων.
ἐπτιατεῖλαι καὶ ἐπισκῆψαι διαφέρει. ἐπιστεῖλαι μὲν
διὰ γραμμάτων, ἐπισκῆψαι δὲ διὰ λόγων.
ἐπαγγέλλει καὶ ἐπαγγέλλεται διαφέρει. ἐπαγγέλλει
μὲν τὸ προστάσσει, ἐπαγγέλλεται δὲ τὸ ὑπισχνεῖται.
ὑπισχνεῖται δὲ ὁ τῷ αἰτήσαντι δώσειν ὁμολογήσας, ἐπαγγέλλεται
δὲ ὁ ἀφʼ ἑαυτοῦ δώσειν ὁμολογήσας.
ἐπιτίμιον καὶ ἐπίτιμον διαφέρει. ἐπιτίμιον μὲν γὰρ
ἡ ζημία, ἐπίτιμον δὲ τὸ τῆς τιμῆς μετέχον. ὥστε οὐ δεῖ λέγειν
‘ἐξέτισε τὸ ἐπίτιμον’, ἀλλʼ ‘ἐξέτισε τὸ ἐπιτίμιον’.
ἐπικηρύξαι καὶ ἐπικηρυκεύαασθαι διαφέρει. ἐπικηρύξαι
μὲν γὰρ ἔλεγον τὸ ὑποσχέσθαι χρήματα δώσειν τῷ
συλλαβόντι καὶ ἀν
ἀνέλοι, τὸ ἥμισυ. ἐπικηρυκεύσασθαι δὲ ἔλεγον τὸ περὶ συμβιβάσεως
καὶ σπονδῶν τὰς πόλεις κήρυκας πρὸς ἀλλήλας
διαπέμπεσθαι.
ἐπίτιμος καὶ ἐπιτίμιος διαφέρει. ἐπίτιμος μὲν γὰρ
ὁ ἔντιμος, ἐπιτίμιος δὲ ὁ ἐπιζήμιος καὶ ἐπίπληκτος· ἀφʼ οὗ
τὴν ἐπίπληξιν ἐπιτίμησίν φαμεν καὶ ‘ἐπιτίμησον αὐτῷ’ ἀντὶ
τοῦ ἐπίπληξον.
ἐπιχαίρειν καὶ συγχαίρειν διαφέρει. ἐπιχαίρειν μὲν
δὲ τὸ συνήδεσθαί τινος ἀγαθοῖς.
ἐπιδοτικὸς μέν ἐστιν ὁ δεομένοις ἐπιδιδούς, μεταδοτικὸς δὲ ὁ φίλοις.
ἐρωτᾶν τοῦ πυνθάνεσθαι διαφέρει. πυνθάνεσθαι
μὲν γάρ ἐστι τὸ κατ᾿ ἀκοὴν διεξοδικῶς ἀκούειν τὰ ὑπό τινος
λεγόμενα, αὐτὸν οὐδʼ ἐρωτῶντα· ἐρωτᾶν δὲ τὸ ἐθέλειν τινὰ
ἐατίν;’ — ‘ἡμέρα’, καὶ οὕτως· ‘ἡμέρα ἐστίν’. πεῦσις δέ ἐστι
λέξις πρὸς ἣν οὐκ ἔστι συμβολικῶς ἀποκρίνασθαι, οἷον· ’ποῦ
οἰκεῖ Ἀρίστων;’, φησὶ γὰρ ‘ἐν τῷδε τῷ τόπῳ’· καὶ (Ζ 377)
συμφώνως τοῖς προειρημένοις. Ποτάμων περὶ τῆς διαψορᾶς
φησιν οὕτως·
ἐρώτησις μὲν | γάρ ἐστι
ἔρως καὶ πόθος διαφέρει. ἔρως μὲν γὰρ τῶν παρόντων, πόθος δὲ τῶν ἀπόντων.
ἐρᾶν καὶ ποθεῖν διαφέρει. ἐρᾶν μὲν γάρ ἐστι τῶν ἐν
ὄψει, ποθεῖν δὲ τοὺς ἀπόντας. διαστέλλει δὲ καὶ Ὅμηρος
(Ξ 328)·
ἐρωτᾶν μέν ἐστι τὸ θέλειν κεφαλαιώδη λαβεῖν ἀπόφασιν ἢ ναὶ ἢ οὔ, πυνθάνεσθαι δὲ τὸ κατὰ διέξοδον ἀξιοῦν πρᾶγμα, οἷον ‘πῶς ἐπολεμήσατε;’.
ἔρως μέν ἐστιν ἐπιβολὴ φιλοποιΐας, πόθος δʼ ἀπόντος, ἵμερος δʼ ἔρως σπανίζων τῆς πρὸς τὸν ἐρώμενον χρείας.
ἔσται τοῦ γενήσεται διαφέρει. ἔσται μὲν γὰρ τὰ καὶ
νῦν ὄντα, γενήσεται δὲ τὰ γενέσεως τευξόμενα, οἷον ‘νέος
πρεσβύτης ἔσται, τῷ δʼ ἀτέκνῳ παῖδες γενήσονται’. ἄλλως
ἔσται μὲν γὰρ τὸ ὑποκείμενον, οἷον ‘ὁ παῖς ἔσται ἀνήρ’, γενήσεται
δὲ τὸ ἀόριστον.
ἑστιάτωρ καὶ δαιτυμὼν διαφέρει. ἑστιάτωρ μὲν γὰρ ὁ ὑποδοχεύς, δαιτυμόνες δὲ οἱ ἑστιώμενοι.
ἑσπέρα καὶ ὀψὲ διαφέρει. ἑσπέρα μὲν γάρ ἐστι δυομένου τοῦ ἡλίου, ὀψὲ δὲ βραδέως καὶ μεθʼ ὁντινοῦν χρόνον. διὰ τοῦτο καὶ προστιθέασιν ‘ὀψὲ τῆς ἡμέρας’.
ἑταῖρος καὶ φίλος διαφέρει. ὁ μὲν γὰρ φίλος καὶ
ἑταῖρος, ὁ δʼ ἑταῖρος οὐ πάντως φίλος. διὸ καὶ ἐπὶ τοῦ ἀνέμου
φησὶν Ὅμηρος (λ 7 μ 149)
παραπλησίως ἔχοντες καὶ ἐν συνηθείᾳ καὶ ἐν συνεργίᾳ
πολὺν χρόνον γεγονότες.
ἑτερόφθαλμος καὶ μονόφθαλμος διαφέρει. ἑτερό|φθαλμος
μὲν γὰρ ὁ κατὰ περίπτωσιν πηρωθεὶς τὸν ἕτερον
ἕτερος καὶ ἄλλος διαφέρει. ἕτερος μὲν ἐπὶ δυεῖν
τάσσεται, ὡς Ὅμηρος (B 217)
εὐφυὴς καὶ εὐμαθὴς διαφέρει. εὐφυὴς μὲν γὰρ λέγεται
παρὰ ⌞τοῖς⌟ Ἀττικοῖς ὁ σκωπτικός, εὐμαθὴς δὲ ὁ εἰς τὸ
μαθεῖν ταχύς.
εὑρεῖν καὶ εὑρέσθαι διαφέρει. εὑρεῖν μὲν γὰρ τὸ καὶ
ἐν τῇ συνηθείᾳ, εὑρέσθαι δὲ οἱονεὶ τὸ ἐκπορίσασθαι. Μένανδρος
Δυσκόλῳ (489)
εὔμορφος καὶ εὐειδὴς διαφέρει. εὔμορφος μὲν γὰρ ὁ
τὴν μορφὴν εὖ ἔχων οἷον εὐπρόσωπος· καὶ γὰρ τὸ τὴν ὄψιν
πως σχηματίζειν μορφάζειν λέγομεν. εὐειδὴς δὲ ὁ | τὸ εἶδος
εὐθὺς καὶ εὐθὺ καὶ εὐθέως διαφέρουσιν. εὐθὺς μὲν
γὰρ ὁ κανών· εὐθὺ δὲ
Μένανδρος ἐν Δυσκόλῳ (50. 52)
τινὲς μέντοι τῶν ἀρχαίων φασὶ καὶ τὸ εὐθὺς ἀντὶ χρονικοῦ
κεῖσθαι. φασὶ γοῦν κατὰ λέξιν· ‘
FCG IV p. 601 M.)
εὐφραίνεσθαι καὶ ἥδεσθαι διαφέρει. Πλάτων Πρωταγόρᾳ
(337 c 2— 4)· ‘εὐφραίνεσθαι μὲν γάρ ἐστι μανθάνοντά
τι καὶ φρονήσεως μεταλαμβάνοντα αὐτῇ τῇ διανοία, ἥδεαθαι
δὲ ἐαθίοντά τι ⌞ἢ ἄλλο τι ἡδὺ πάσχοντα⌟ αὐτῷ τῷ σώματι’.
εὐθὺς καὶ εὐθὺ διαφέρει. τὸ μὲν γὰρ εὐθὺς χρονικόν ἐστιν ἐπίρρημα, τὸ δʼ εὐθὺ τὸ ἐξ ἐναντίας δηλοῖ.
εὐεργεσία καὶ χάρις διαφέρει. εὐεργεσία μὲν γάρ ἐστιν ἡ μεγάλη χάρις, χάρις δὲ ἡ ἐλάττων, οἷον χιτῶνα ἢ κύνα χαρίζεται, εὐεργετεῖ δὲ οὔ.
εὐθὺ καὶ ὀρθὸν διαφέρει. τὸ μὲν γὰρ εὐθὺ ἀντίκειται τῷ στρεβλῷ, τὸ δὲ ὀρθὸν τῷ πλαγίῳ.
εὖ τοῦ καλῶς διαφέρει. εὖ μὲν τὸ ὀρθῶς σημαίνει,
καλῶς δὲ τὸ χρήσιμον. συνῃρημένον οὖν τὸ εὖ καὶ καλῶς | ἐμφαίνει
ὀρθῶς καὶ χρησίμως.
ἐχθρὸς πολεμίου καὶ δυσμενοῦς διαφέρει. ἐχθρὸς
μὲν γάρ ἐστιν ὁ πρότερον φίλος, πολέμιος δὲ ὁ μεθʼ ὅπλων
χωρῶν πέλας, δυσμενὴς δὲ ὁ χρόνιον πρὸς τόν ποτε φίλον τὴν
ἔχθραν διατηρῶν καὶ δυσδιαλλάκτως ἔχων.
ζῆλος καὶ ζηλοτυπία διαφέρει. ζηλοτυπία μὲν γάρ
ἐστιν αὐτὸ τὸ πάθος ἤγουν τὸ ἐν μίσει ὑπάρχειν· ζῆλος δὲ
μίμησις καλοῦ, οἷον ζηλοῖ τὸν καθηγητὴν ὁ παῖς.
Ἡσίοδος (opp. 23) ἐπὶ καλοῦ. ζηλοτυπεῖ δὲ ἡ δεῖνα τόνδε.
ζηλῶσαι τοῦ ἐρίσαι διαφέρει. ζηλοῦν μὲν γάρ ἐστι τὸ σὺν ἐπιθυμίᾳ μιμεῖσθαι, ἐρίζειν δὲ τὸ μετὰ μάχης φιλονεικεῖν.
ζῆλος φθόνου διαφέρει. ζῆλος μὲν γάρ ἐστιν ἡ
διʼ ἐπιθυμίαν γινομένη μίμησις δοκοῦντός τινος καλοῦ, φθόνος
ἡμῖν δʼ οὔ.
ζῆλος μέν ἐστι λύπη ἐπʼ ἀλλοτρίοις ἀγαθοῖς, οἷα καὶ ἑαυτῷ τις ἐπιθυμεῖ περιποιῆσαι.
ζήλου τρία εἴδη. ὁ μὲν γάρ ἐστι μακαρισμός, καθʼ ὅν
φησί τις ζηλωτὸν τὸν δεῖνα ἐπὶ τῷδε· δεύτερος, καθʼ ὃν ζηλωτής
τινος εἶναι λέγεται ὥσπερ Θησεὺς Ἡρακλέους· τρίτος
δὲ ὁ φθόνῳ ὅμοιος.
ζυγὸς ἀρσενικῶς μὲν ἐπὶ τῶν βοῶν, οὐδετέρως δὲ ἐπὶ τοῦ σταθμοῦ.
ζώνη καὶ ζώνιον διαφέρει. ζώνη μὲν γάρ ἐστιν ἡ τοῦ ἀνδρός, ζώνιον δὲ τὸ τῆς γυναικός.
ἠγέρθη καὶ ἀνέστη διαφέρει. ἠγέρθη μέν, λεκτέον,
ἀπὸ ὕπνου, ἀνέστη δὲ ἀπὸ κλίνης.
ἦθος μέν ἐστιν ἀρχὴ ἐπιτηδεύματος, τρόπος δʼ ἐπίστα|σις πράξεων κατὰ κρίσιν καὶ ἀναστροφήν.
ἤλπισαν καὶ ἐπήλπισαν διαφέρει. ἤλπισαν μὲν γὰρ αὐτοί τινες, ἐλπίδας ἔχοντες περί τινος· ἐπήλπισαν δέ, ἕτεροι ἑτέρους εἰς ἐλπίδα ἤγαγον.
ἡμέρα ἠοῦς διαφέρει. ἡμέρα μὲν γάρ ἐστι τὸ κατάστημα
μόνον ἀσώματον, ἣν Ἡσίοδος (theog. 124) Νυκτὸς
γενεαλογεῖ
ἐπὶ δὲ τῆς σωματοειδοῦς (ο 250)
ᾖς καὶ ἦσθα καὶ ἦ διαφέρει. τὸ μὲν γὰρ ἦσθα παρῳχη|μένον
δηλοῖ χρόνον, τὸ δὲ ᾖς τὸν μέλλοντα. Ὅμηρος (Χ 233)
ὅπως λαλῇς· ἐὰν ᾖς ἀγαθός’. ὁ γοῦν λέγων πρός τινα ‘ἦς
ποτε πλούσιος’ ἀγνοήσει τὴν διαφορὰν δέον φάναι ‘ἦσθα’.
τὸ δὲ ἦ ἀντὶ τοῦ ἔφη τάσσει Ὅμηρος (Α 528 Ρ 209)
⌞ἐγώ, ἔφησ
ἡσυχία ὁτὲ μὲν σιωπὴν σημαίνει, ὁτὲ δὲ τὴν ἐπιείκειαν, ὁπότε φαμὲν ‘ἐν πολλῇ διήγομεν ἡσυχίᾳ’.
Θαλαμιὰς ὡς ἀγαθὰς καὶ θαλάμας ὡς μεγάλας διαφέρει,
φησὶ Τρύφων (fr. 9 Vels.), παρὰ τοῖς Ἀττικοῖς, ἐν δευτέρῳ
Περὶ Ἀττικῆς προσῳδίας. ἐὰν μὲν γὰρ ὀξυτονήσωμεν,
δηλώσει τὸ τῶν Διοσκούρων ἱερόν· ἐὰν δὲ βαρυτονήσωμεν,
τὰς καταδύσεις μηνύει.
θαυμάζω γενικῇ μὲν συνταττόμενον σημαίνει τὸ καταγινώσκω
καὶ κατηγορῶ, οἷον ‘θαυμάζω τῶν ταύτην ἐχόντων
τὴν γνώμην’· αἰτιατικῇ δὲ τὸ ἐπαινῶ, οἷον ‘θαυμιάζω τοὺς
οὕτω φρονοῦντας’.
θαυμάζειν ἐστὶ τὸ ἀπορεῖν τι ὂν αἰτία παραλόγου
τινός, τερατοῦσθαι δὲ τὸ θαυμάζειν τι τέρας· ἔστι γὰρ
τέρας τὸ παρὰ φύσιν σημαῖνόν τι.
θεημαχία καὶ θεομαχία διαφέρει. θεημαχία μὲν
γάρ ἐστιν ἡ πρὸς θεὸν μάχη, θεομαχία δὲ αὐτῶν τῶν θεῶν
πρὸς ἀλλήλους μάχη.
θεωρὸς καὶ θεατὴς διαφέρει. θεωρὸς μὲν γάρ ἐστιν
ὁ εἰς θεοὺς | πεμπόμενος, θεατὴς δὲ ὁ ἀγώνων καὶ θεάτρων.
τουτέστι θεωρός· καὶ Αἰσχύλος (fr. 598 Mette = fr. 289 N2.)
δέον εἰπεῖν ‘θεάσασθαι’. διαστέλλει δὲ τοῦτο ἐπιμελῶς
Λυσιμαχίδης (FG Hist. 366 F 9) ἐν τῷ πρὸς Κεκίλιον (cf.
fr. 155 p. 168 Ofenloch) Περὶ τῶν παρὰ τοῖς Ἀττικοῖς ῥητόρων,
καὶ πολλῶν παραθέσεις ποιεῖται. καὶ ἔστι τὸ θεάσασθαι,
δὲ καὶ εὐσεβείᾳ, πάντας ὠνόμαζον θεωρούς· καὶ τὸ τοῖς
Ἀθηναίοις διδόμενον θεωρικὸν οὐχὶ διὰ τὰς θέας, ὡς Κεκίλιος
ὑπέλαβεν, ἀλλὰ διὰ τὸ ἐν ταῖς ἑορταῖς εἰς τοὺς θεοὺς
εὐσεβεῖν καὶ ἐπιθεῖν καὶ εὐφραίνεσθαι.
θεράποντες καὶ οἰκέται διαφέρουσιν. θεράποντες
μὲν γὰρ οἱ ὑποτεταγμένοι φίλοι, ὑφʼ ὧν θεραπεύονται οἱ προσή|κοντες·
θέσθαι καὶ ὑποθέσθαι διαφέρει. θέσθαι μὲν γάρ ἐστι τὸ λαβεῖν ὑποθήκην, ὑποθέαθαι δὲ τὸ δοῦναι ὑποθήκην.
θέλειν καὶ βούλεσθαι ἐὰν λέγῃ τις, δηλώσει ὅτι ἑκουσίως τε καὶ εὐλόγως ὀρέγεταί τινος.
θερίζειν τό τε διατρίψ
τὸ χειμάζειν, καὶ τὸ τοὺς Δημητριακοὺς καρποὺς συλλέξαι.
Θηβαῖοι καὶ Θηβαγενεῖς διαφέρουσιν, καθὼς Δίδυμος
(p. 238 Schmidt) ἐν Ὑπομνήματι τῷ πρώτῳ τῶν παιάνων
Πινδάρου (fr. 60 Snell) φησίν· ‘καὶ τὸν τρίποδα ἀπὸ
τούτου Θηβαγενεῖς πέμπουσι τὸν χρύσεον εἰς Ἰσμήν⌞ι⌟ον
οὖν συνετάχθησαν εἰς τὴν Βοιωτίαν. τοὺς δὲ τοῖς Ἀθηναίοις
ὁμόρους προσοικοῦντας ἰδίᾳ Θηβαῖοι προσηγάγοντο πολλοῖς
ἔτεσιν ὕστερον {δὲ}, οἳ σύμμικτοι μὲν ἦσαν πολλαχό|θεν,
ἐνέμοντο δὲ τὴν ὑπὸ
θής, λάτρις, ἀμφίπολος καὶ ἄτμενος διαφέρουσιν.
θὴς μὲν γὰρ ὁ ἐπὶ μισθῷ δουλεύων·
λάτρις δὲ ὁ κατὰ πολεμικὴν περίστασιν ἁλοὺς καὶ ἐπὶ δουλείαν
προσαχθείς. ἀμφίπολος δὲ κοινὸν ἄρρενος καὶ θηλείας
ὄνομα δούλου. ἄτμενος δὲ οὐ μόνον ὁ δοῦλος, ἀλλὰ καὶ ὁ ὑποτεταγμένος
ἐλεύθερος.
θράσος καὶ θάρσος διαφέρει. θράσος μὲν γάρ ἐστιν ἄλογος ὁρμή, θάρσος δὲ ἔλλογος ὁρμή.
θύρα καὶ θυραία διαφέρει. θύρα μὲν γάρ ἐστιν ἡ ἐξ
ἀρχῆς γενομένη· Μένανδρος (fr. 331 Koerte2) ἐν Παρακαταθήκῃ
θύεσθαι καὶ σφάττεσθαι διαφέρει. θύεσθαι μὲν
γάρ ἐστιν ἐπὶ τιμιῇ θεοῦ· καὶ τὸ μαντεύεσθαι {ἐπὶ τιμῇ} διὰ
σπλάγχνων θύεσθαί φαμεν. σφάττεσθαι δὲ τὸ διʼ ἥντινα οὖν
αἰτίαν φονεύεσθαι. καὶ τὸ μὲν ἐπʼ ἀλόγου, τὸ δὲ
ἀνθρώπου τάσσεται.
θύουσι καὶ θύονται διαφέρει. θύουσι μὲν γὰρ οἱ σφάττοντες τὰ ἱερεῖα, θύονται δὲ οἱ διὰ τῶν σπλάγχνων μαντευόμενοι.
θύρα καὶ θύραι διαφέρουσιν. θύρα μὲν γάρ ἐστι τὸ
ἐπίθεμα τὸ ἐκ τῶν σανίδων, θύραι δὲ τὸ ἄνοιγμα αὐτὸ
καὶ τὰ χαλάσματα τῆς θύρας.
θυμὸς μέν ἐστι πρόσκαιρος ὀργή, ὀργὴ δὲ ἡ πολυχρόνιος μνησικακία.
ἱερεῦσαι καὶ καθιερεῦσαι λέγουσιν ἐπὶ τῶν θυομένων ἱερείων, ἱερῶσαι δὲ καὶ καθιερῶσαι ἐπὶ τῶν ἀνατιθεμένων.
ἱερεῖον καὶ χρηστήριον διαφέρει. ἱερεῖον μὲν γάρ
ἐστι κοινῶς τὸ σφαζόμενον πρὸς θυσίαν ἅπασαν, χρηστήριον
ἱερὰ τούς τε περιβόλους τῶν ναῶν καὶ τὰ σφάγια καὶ
τὰ ὀστᾶ τῶν ἀνθρώπων, ὡς Ὑπερίδης (fr. 49 Bl.) ἐν τῷ
Κατὰ Ἀρχιστρατίδου, καὶ τὰ ξόανα, ὡς Θεόπομπος (FGHist
115 F 159) ἐν εἰκοστῇ ἕκτῃ.
ἱκέσθαι καὶ ἀφικέσθαι διαφέρει, ὥς φησιν Ἡρακλείδης
(fr. 5 Cohn). ἱκέσθαι μὲν γάρ ἐστι τὸ ἐλθεῖν, ἀφικέσθαι
δὲ τὸ ἐπανελθεῖν. Ὅμηρος τὴν διαφοράν φησιν (Ν 645)
Ἰουδαῖοι καὶ Ἰδουμαῖοι διαφέρουσιν, ὥς φησι Πτολεμαῖος
(FGHist 199 F 1) ἐν πρώτῳ Περὶ Ἡρώδου τοῦ
βασιλέως. Ἰουδαῖοι μὲν γάρ εἰσιν οἱ ἐξ ἀρχῆς φυσικοί
Ἰδουμαῖοι δὲ τὸ μὲν ἀρχῆθεν οὐκ ⌞Ἰδου|μαῖοι⌟ ἀλλὰ Φοίνικες
ἶπες καὶ θρίπες καὶ κίες καὶ ἴκες διαφέρουσιν.
ἶπες μὲν γὰρ λέγονται θηρίδια τὰ διαβρωτικὰ τῶν κεράτων·
Ὅμηρος (φ 395)
ἐχρῶντο, ὅτι ἦν δυσπαράπιστα. κίες δὲ τὰ ἐν τοῖς πυροῖς καὶ
ἐν ταῖς κριθαῖς θηρίδια. ἴκες δὲ τὰ διεσθίοντα τοὺς ὀφθαλμοὺς
τῶν ἀμπέλων· Ἀλκμάν (P.M.G. 93 Page = fr. 54 D.)
ἱππεὺς καὶ ἱππότης διαφέρει. ἱππεὺς μέν ἐστιν ὁ τῷ
ἵππῳ χρώμενος, ἱππότης δὲ ὁ ἔφιππος.
ἴαοι καὶ κοινοὶ διαφέρει. Πλάτων ἐν Πρωταγόρᾳ
(337 a 2–6)· ‘χρὴ γὰρ τοὺς ἐν τοῖσδε λόγοις παραγινομένους
ἰσοτελὴς καὶ μέτοικος διαφέρει. ἰσοτελὴς μὲν γὰρ
ὁ τετιμημένος μέτοικος ἐν τῷ ἴσῳ τάγματι τοῖς πολίταις καὶ
τὸ μὲν μετοίκιον μὴ τελῶν, πάντα δὲ ἔχων τὰ αὐτὰ τοῖς πολίταις
πλὴν τοῦ ἄρχειν. μέτοικος δὲ ὁ μετοικήσας εἰς ἑτέραν
πόλιν ἐκ τῆς ἑαυτοῦ καὶ τοῦ μὲν ξένου πλέον τι ἔχων, τοῦ δὲ
πολίτου ἔλαττον. ἐτέλει δὲ ὁ μέτοικος κατ᾿ ἐνιαυτὸν δραχμὰς
δέκα, καὶ ἐν τῇ τῶν Ἀθηναίων πομπῇ σκάφην ἔφερε κηρία
ἔχουσαν. ὅθεν καὶ σκαφηφόρους ἔλεγον τοὺς μετοίκους. πολλάκις
δὲ καὶ συνεστράτευον τοῖς Ἀθηναίοις.
ἰσθμὸς καὶ πορθμὸς διαφέρει. ἰσθμὸς μὲν γάρ ἐστι
ἴαθι καὶ γίν⌞ου⌟ διαφέρει. ἴσθι μὲν γὰρ ἐπὶ τοῦ
γίνωσκε τάσσεται·
ἱστοριογράφος συγγραφέως διαφέρει. ἱστοριογράφος
μὲν γάρ ἐστιν ὁ τὰ πρὸ αὐτοῦ γεγονότα συγγραφόμενος
ὡς Ἡρόδοτος, συγγραφεὺς δὲ ὁ τὰ ἐφʼ ἑαυτοῦ ὡς
ὁ Θουκυδίδης.
ἱατοδόκη καὶ ἱστοπέδη διαφέρουσιν. ἱστοδόκη μὲν
Ἰταλαὶ καὶ Ἰταλιῶται διαφέρει. Ἰταλοὶ μὲν γὰρ οἱ
ἀρχῆθεν τὴν χώραν ᾠκηκότες, Ἰταλιῶται δʼ ὁπόσοι τῶν
Ἑλλήνων ἐπῴκησαν μετὰ ταῦτα. τὸ δʼ αὐτὸ καὶ ἐπὶ τῶν
Σικελῶν καὶ Σικελιωτῶν.
κατοίκισις καὶ κατοίκησις διαφέρει, ὥς φησιν
Ἀπολλωνίδης ὁ Νικαεὺς ἐν τῷ τρίτῳ Περὶ κατεψευσμέ|νων
ἵδρυσις· κατοίκησις δὲ ὅταν αὐτοί τινες οἰκήσωσι τόπον
πόλιν τινὰ καταλαβόντες. οἷον Ἀθηναῖοι κατῴκησαν μὲν παρὰ
τὴν ἀκρόπολιν, κατῴκισαν δʼ Ἴωνας. καὶ ἔστι παρὰ μὲν τὸ κατοικεῖν
ἡ κατοίκησις, παρὰ δὲ τὸ κατοικίζειν ἡ κατοίκισις.
καταβολὴ καὶ εἰσβολὴ διαφέρει. καταβολὴ μὲν γάρ
ἐστιν ἡ ἔκτισις καὶ κατάθεσις τοῦ εἰσφερομένου ἀργύρου,
εἰσβολὴ δὲ περίοδος τοῦ πυρετοῦ.
κάτα
καταχύματα καὶ καταχύσματα διαφέρει. καταχύματα
μὲν γὰρ χωρὶς τοῦ σ τὰ καταχεόμενα ὕδατα ἐπὶ λουτρῶνος
καὶ τῶν ὁμοίων. καταχύσματα δὲ σὺν τῷ σ αἱ ἰσχάδες καὶ
κάδος καὶ καδίσκος διαφέρει. κάδος μὲν γὰρ λέγεται ᾧ ἐκ τοῦ φρέατος ἀνιμῶσι τὸ ὕδωρ, καδίσκος δὲ ἀγγεῖόν τι εἰς ὃ τὰς ψήφους ἐμβάλλουσιν ⌞οἱ δικασταί⌟.
καθάρσια καὶ καθάρματα διαφέρει. καθάρσια μὲν γὰρ λέγεται τὰ ἱερὰ καὶ τὰ ἄλλα οἷς καθαίρονται, καθάρματα δὲ τὰ μετὰ τὸ καθαρθῆναι ἀπορριπτούμενα.
δὲ τὸ ψιθυρίζειν καὶ γογγύζειν.
καιρὸς καὶ χρόνος διαφέρει. καιρὸς μὲν γάρ ἐστι μέρος
χρόνου, οἷον μεμετρημένων ἡμερῶν σύστημα, χρόνος δὲ
| καιρῶν πολλῶν περιοχὴ καὶ σύλληψις.
κάλλαια καὶ κάλλη διαφέρει. κάλλαια μὲν γάρ εἰσιν οἱ τῶν ἀλεκτρυόνων πώγωνες, κάλλη δὲ τὰ ἄνθη τῶν βαμμάτων.
κάθησο τοῦ κάθισον διαφέρει. κάθησο μὲν γὰρ ἐροῦμεν αὐτῷ τινι περὶ ἑαυτοῦ κελεύοντες, κάθισον δὲ περὶ ἑτέρου· ‘κάθισον αὐτόν’.
κακὸς πονηροῦ διαφέρει ὥσπερ ὁ ἄκακος τοῦ ἀγαθοῦ. κακὸς μὲν γὰρ ὁ πανοῦργος, πονηρὸς δὲ ὁ δραστικὸς κακοῦ.
κακοήθεια μέν ἐστι κακία κεκριμ{μ}ένη, κακοτροπία δὲ ποικίλη καὶ παντοδαπὴς πανουργία.
κέλης καὶ ἐπακτροκέλης διαφέρει. κέλης μὲν γάρ
(1, 191) ἐν τῷ Κατὰ Τιμάρχου· ‘ἁλλ᾿ αἱ προπετεῖς τοῦ
σώματος ἡδοναὶ καὶ τὸ μηδὲν ἱκανὸν εἶναι· ταῦτα πληροῖ τὰ
λῃστήρια, ταῦτα εἰς τὸν ἐπακτροκέλητα ἐμβιβάζει’. ἐπακτῆρες
δὲ οἱ κυνηγέται καλοῦνται.
κέλυφος, κελύφανον καὶ ἔλυτρον διαφέρει. κέλυφος
μὲν γὰρ λέγεται ἐπὶ τῶν ὀστρακοδέρμων οἷον τῶν κογχυλίων,
κελύφανον δὲ ἐπὶ τραγημάτων καὶ ὀσπρίων, ἔλυτρον δὲ
τὸ ὑγρὸν χώρημα.
κέδρος θηλυκῶς μὲν τὸ δένδρον, οὐδετέρως δὲ ὁ καρπός
(FCG IV p. 601 M. = fr. ad. 34 K.)·
κηρύξαι, ἀποκηρύξαι καὶ ἐπικηρύξαι διαφέρει.
τινα τῶν καταδικασθέντων.
κιβωτὸς καὶ κίστη διαφέρει. κιβωτὸς μὲν γάρ ἐστιν ἡ ξυλίνη, διὸ καὶ ἀντίπηξ καλεῖται, κίστη δὲ ἡ πλεκτή.
κίνησις περιφορᾶς διαφέρει. κίνησις μὲν γάρ ἐστι κυρίως ἡ ἐκ τόπου εἰς τόπον μετάβασις, περιφορὰ δὲ ἡ περὶ τὸν αὐτὸν τόπον στροφή.
κίθαριν καὶ κιθάρα⌞ν⌟ διαφέρει⌞ν⌟ φησὶν Ἀριστόξενος
(fr. 102 Wehrli) ἐν τῷ Περὶ ὀργάνου. κίθαριν μὲν γὰρ
⌞εἶναι τὴν λύραν⌟ καὶ ⌞τοὺς χρωμένους⌟ αὐτῇ κιθαριστ⌞άς⌟,
κιθαριστὴς μέν ἐστιν ὁ μόνον ψάλλων, κιθαρῳδὸς
δὲ ὁ καὶ ᾄδων.
κλῆσις καὶ πρό
κλῆμα κλίματος διαφέρει. κλῆμα μὲν γάρ ἐστιν
εἶδος ἀμπέλου, κλῖμα δὲ μέρος τι τοῦ κόσμου.
κλύσαι μὲν λέγεται ποτήριον ἢ ἀγγεῖον, νίψαι δὲ πρόσωπον ἢ πόδα, πλῦναι δʼ ἐσθῆτα.
κόρδαξ καὶ κάρδαξ διαφέρει. κόρδαξ μὲν γάρ ἐστιν
εἶδος ὀρχήσεως, κάρδαξ δὲ τις ἐκαλεῖτο στρατιώτης, βάρβαρος
δὲ ἡ λέξις. καλεῖται δὲ ἡ μὲν τραγικὴ ὄρχησις ἐμμέλεια,
σίκινις δὲ ἡ σατυρική, κόρδαξ δὲ ἡ κωμική.
κομιδῇ καὶ κομιδὴ διαφέρει. κομιδῇ γὰρ περισπωμένως
ἐπίρρημα καὶ σημαίνει τὸ παντελῶς, κομιδὴ δὲ ὀξυτόνως
λέγεται δὲ καὶ ἡ ἀπόληψίς τινος κομιδὴ παρὰ τὸ κομίσασθαι
καὶ ἀπολαβεῖν.
κόπτει καὶ ψοφεῖ διαφέρει. κόπτει μὲν γὰρ τὴν
θύραν ὁ ἔξωθεν, ψοφεῖ δὲ ὁ ἔνδοθεν ἐξιών.
κομᾶν καὶ κουριᾶν διαφέρει. κομᾶν μὲν γάρ ἐστι τὸ 84Va.
ἐπί τινι σεμνύνεσθαι τῶν καλῶς πεπραγμένων καὶ τρέφειν
κόμην, κουριᾶν δὲ τὸ κουρᾶς ἐπιδεῖσθαι καὶ κόμην καθ
κόρυδος καὶ Κορύδαλος διαφέρει. κόρυδος μὲν γὰρ
τὸ ὄρνεον, λέγεται δὲ Γῆς ἱερόν· Κορύδαλος δὲ δῆμος Ἀθήνησιν
ἐν Σωτείρας Κούρης ἱερόν.
κόνις καὶ κονὶς διαφέρει. τὸ γὰρ λεπτότατον τῆς γῆς
ὀξύνεται, τὸ δὲ ἐπὶ τῆς κεφαλῆς γινόμενον φθειρῶδες βαρύνεται.
κόσμος οἰκουμένης διαφέρει. τὸ μὲν περιέχει οἰκουμένην
καὶ ἄστρα, τὸ δὲ γῆν μόνον τὴν φανεράν.
κτήματα καὶ ἐ
κτῆσις μέν ἐστι πᾶσα ἡ οὐσία, κτῆμα δʼ ἕν τι.
κραιπάλη καὶ μέθη διαφέρει. κραιπάλη μὲν γάρ ἐστιν ἡ χθεσινὴ μέθη, μέθη δὲ ἡ τῆς αὐτῆς ἡμέρας γινομένη οἴνωσις.
κύπτειν καὶ κυπτάζειν διαφέρει. κύπτειν μὲν γὰρ
τὸ ἐπικάμπτεσθαι τῷ σώματι, κυπτάζειν δέ ἐστι τὸ στραγγεύεσθαι.
Ἀριστοφάνης ἐν Νεφέλαις (509)
κυβεύειν καὶ πεσσεύειν διαφέρει. κυβεύειν μὲν γάρ
ἐστι τὸ διὰ ψήφων ἀστραγάλων παίζειν, πεσσεύειν δὲ τὸ
διὰ ψήφων.
κρίνειν τοῦ διακρίνειν διαφέρει. κρίνειν μὲν γὰρ
τὸ κυρίως δοκιμάζειν, διακρίνειν δὲ τὸ πρᾶγμα πράγματος
διϊστᾶν καὶ χωρίζειν.
κύειν καὶ τίκτειν διαφέρει. κύειν μὲν γὰρ τὸ ἔγκυον
εἶπεν,
κύριος καὶ δεσπότης διαφέρει. κύριος μὲν γὰρ τῆς
γυναικὸς ὁ ἀνὴρ καὶ τῶν υἱῶν ὁ πατήρ, δεσπότης δὲ ἀργυρωνήτων
τινῶν ἄλλων.
κωφὸς καὶ ἐνεὸς ὁ αὐτὸς παρὰ τοῖς παλαιοῖς ἐλέγετο,
ὁ μὴ φθεγγόμενος. Ὅμηρος (Ξ 16)
The Delphic Oracle, II no. 52)
κωμῳδὸς καὶ τραγῳδὸς λέγεται ὁ χορευτὴς καὶ ὑποκριτής, κωμῳδοποιὸς δὲ καὶ τραγῳδοποιὸς οἱ ποιηταί. ἐνίοτε δὲ συγχέουσι τὴν διαφοράν.
λαχεῖν καὶ κληρώσασθαι διαφέρει. λαγχάνει μὲν
εἷς, οὗ ἂν ὁ κλῆρος ἔλθῃ· Ὅμηρος (Η 171)
λαλεῖν καὶ λέγειν καὶ διαλέγεσθαι διαφέρει. λαλεῖν
μὲν γάρ ἐστι τὸ ἀτάκτως ἐκφέρειν τὰ ὑποπίπτοντα ῥήματα,
λέγειν δὲ τὸ τεταγμένως προφέρεσθαι τὸν λόγον, διαλέγεσθαι
δὲ τὸ ἀμείβεσθαι καὶ λόγον ἀντὶ λόγου ἀποδοῦναι
πρὸς τὸν διαλεγόμενον· Πλάτων ἐν Σοφιστῇ. οἱ δʼ ἄλλοι
φιλόσοφοι διαιροῦσιν οὕτως· λαλεῖν μὲν τοὺς ἀτάκτως
ἐκφέροντας ὁνπεροῦν λόγον, διαλέγεσθαι δὲ καὶ λέγειν τοὺς
μετ᾿ ἐπιμελείας λέγοντας· διαφορὰν δὲ τῶν δύο τούτων λέγουσι,
καὶ τὸ μὲν διεξιέναι λόγον συναίροντες λέγειν φασί,
διαλέγεσθαι δὲ τὸ ἀμειβόμενον τοὺς λόγους κατ᾿ ἐρώτησιν
καὶ ἀπόκρισιν ποιεῖσθαι.
λαβεῖν καὶ δέξασθαι διαφέρει. λαβεῖν μὲν γάρ ἐστι τὸ κείμενόν τι ἀνελέσθαι, δέξασθαι δὲ τὸ ἐκ χειρὸς διδόμενον.
λέπας καὶ λεπὰς διαφέρει. λέπας μὲν γάρ ἐστι βαρυτόνως ὄρους ἀπόσπασμα, λεπὰς δὲ ὀξυτόνως ἐν ταῖς πέτραις γινόμενόν τι μικρὸν ὄστρεον.
λέμβος καὶ λέμφος διαφέρει. λέμβος μὲν γάρ ἐστι
πλοιαρίου | τινὸς εἶδος, λέμφοι δὲ παρὰ Ἀττικοῖς οἱ κορυζώδεις
Ὑποβολιμαί
λέχος καὶ εὐνὴ διαφέρει. λέχος μὲν γάρ ἐστιν ἡ κλίνη,
εὐνὴ δὲ ἡ ἐπὶ ταύτης στρωμνή. φησὶ γοῦν Πηνελόπη
(ψ 179 sq.)
λείαν καὶ λίαν διαφέρει. λεία μὲν γὰρ διὰ διφθόγγου
σημαίνει τὴν ἀπελασί⌞α⌟ν τῶν τετραπόδων·
Page = fr. 83 D.2)
λῆμα καὶ λῆμμα διαφέρει. λῆμα μὲν γάρ ἐστι διʼ
ἑνὸς μ τὸ παράστημα τῆς ⌞ψ⌟υχῆς, λῆμμα δὲ διὰ δύο μμ τὸ
λαμβανόμενον.
λῃτουργεῖν διὰ τοῦ η καὶ λιτουργεῖν διὰ τοῦ ῑ διαφέρει,
φησὶ Δίδυμος (p. 180 Schmidt) ἐν Ὑπομνήματι δευτέρας
λίβανος καὶ λιβανωτὸς διαφέρει. λίβανος μὲν γὰρ
κοινῶς καὶ τὸ δένδρον καὶ τὸ θυμιώμενον, λιβανωτὸς δὲ
μόνον τὸ θυμιώμενον.
λογογράφος καὶ λογοποιὸς διαφέρει. λογογράφος
μὲν γάρ ἐστιν ὁ τοὺς δικανικοὺς λόγους γράφων, λογοποιὸς
δὲ ὁ λόγους τινὰς καὶ μύθους συντιθείς.
λόγος ποιήσεως διαφέρει. λόγος μὲν γάρ ἐστιν
ἡ δίχα μέτρου σύνταξις, ποίησις δὲ ἡ σύνθεσις ἡ μέτρῳ
κοσμουμένη.
λυχνοῦχον καὶ λαμπτῆρά φασι τὸν ⌞νῦν φανόν⌟,
φανὸν δὲ τὴν λαμπάδα, καὶ οἱ μὲν κωμικοὶ διὰ τοῦ φ, οἱ δὲ
τραγικοὶ διὰ τοῦ π, πανός. λυχνεῖον δὲ ἐκάλουν τὴν λυχνείαν.
λυχνίον λυχνού
(fr. 291 Koerte2) ἐν Νομοθέταις
μάχαιρα καὶ μαχαιρὶς διαφέρει. μάχαιραν μὲν γὰρ
ὁμοίως ἡμῖν λέγουσιν Ἀττικοί, μαχαιρίδας δὲ τὰς τῶν κουρέων.
μακρολόγος καὶ πολυλόγος διαφέρει. μακρολόγος
μὲν γάρ ἐστιν ὁ περὶ ὀλίγων πολλὰ λέγων, πολυλόγος δὲ ὁ
περὶ πολλῶν καὶ πολλὰ λέγων.
μασθὸς μαζοῦ διαφέρει. μασθὸς μὲν γάρ ἐστιν ὁ
γυναικεῖος, κυρίως δέ, οἷον μεστὸς εἶναι γάλακτος. μαζὸς δὲ
ὁ ἀνδρεῖος, ὡς καὶ ὁ ποιητής φησι (Δ 123)
μάρτυς ἐλέγχου διαφέρει. μάρτυς μὲν γὰρ ἐπʼ ἀγαθοῦ λαμβάνεται, ἔλεγχος δὲ ἐπὶ φαύλου.
μάχη καὶ πόλεμος διαφέρει. μάχη μὲν γάρ ἐστιν ἡ ἐν
πολέμοις ἐνέργεια, πόλεμος δὲ ὁ χρόνος καὶ ἡ πρὸς τὴν μάχην
παρασκευή.
μαρτυρία καὶ ἐκμαρτυρία διαφέρει. μαρτυρία μὲν
γάρ ἐστιν ἡ τῶν ἐπιδημούντων, ἐκμαρτυρία δὲ ἡ τῶν ἀποδημούντων,
ὡς διασαφεῖ Δείναρχος (fr. LX 2 B. — S.) ἐν τῷ Κατὰ
Κλεομέδοντος αἰκίας λέγων· ‘πολλὰ κἀγαθά, ὦ ἄνδρες δικασταί,
γένοιτο ὑμῖν καὶ τῷ νομοθετήσαντι | ἐξεῖναι τῶν ἀποδημούντων
ἐκμαρτυρίας παρέχεσθαι’.
μάγον τόν τε φαρμακόν, ὡς Αἰσχίνης (3, 137) ἐν τῷ
Κατὰ Κτησιφῶντος, καὶ τὸν περὶ τοὺς θεοὺς ἱερουργόν, ὡς
Ἡρόδοτος (passim).
μανία μέν ἐστιν ἔκστασις λογισμοῦ, λύσσα δʼ ἐπιτεταμένη μανία, οἶστρος δὲ μανιώδης ἐπιθυμία.
μαντικὴ μέν ἐστιν ἡ τέχνη, μαντεία δὲ ὁ χρησμός.
μέτοικος καὶ ἰσοτελὴς διαφέρει. μέτοικος μὲν γάρ ἐστιν ὁ ὑπόφορος, ἰσοτελὴς δὲ ὁ μὴ τελῶν τι ἢ ἄρχων.
μεταβάλλεσθαι καὶ μεταμορφοῦσθαι καὶ ἀλλοιοῦσθαι
καὶ ἑτεροιοῦσθαι διαφέρει. μεταβάλλεσθαι
μὲν γάρ ἐστι πάθος κοινόν· καὶ γὰρ καιρῶν γίνονται ⌞μεταβολαὶ⌟
καὶ πράξεων καὶ ἀφροδισίων. ὁ γοῦν Εὐριπίδης ἐν
Ὀρέατῃ (234) παριστῶν τὴν δύναμιν τῆς λέξεώς φησι
Νιόβη εἰς λίθον.
μεῖραξ καὶ μειράκιον καὶ μειρακίσκος διαφέρει. μειράκιον γὰρ καὶ μειρακίσκος ὁ ἄρσην, μεῖραξ δὲ ἡ θήλεια.
μετρεῖσθαι καὶ ἵστασθαι διαφέρει. μετρεῖσθαι μὲν
γὰρ ἔλεγον οἱ παλαιοὶ μέτρῳ λαμβάνειν πυρὸν τι τοιοῦτον
ἐν δάνει, ἵνα ἀποδῷ. Ἡσίοδος (opp. 349)
οἷον τὸ γενόμενον αὐτοῖς ἐλάττωμα ἐν τῷ μάχεσθαι ἀντὶ
μεταβολὴ καὶ ἀλλοίωσις διαφέρει. μεταβολὴ μὲν γὰρ ἡ ἀπὸ τοῦ κακοῦ πρὸς τὸ κρεῖττον μεταβολή, ἀλλοίωσις δὲ ἀπὸ τοῦ καλοῦ πρὸς τὸ χεῖρον ἀλλοίωσις.
μέμψασθαι, ἐγκαλεῖν καὶ ψέγειν διαφέρει. μέμψις
μέν ἐστιν ἀμελοῦντος κατηγορία
μινυρίζειν καὶ μινύρεσθαι διαφέρει. μινυρίζειν μὲν γάρ ἐστι ἠρέμα προσᾴδειν, μινύρεσθαι δὲ τὸ θρηνεῖν· τὸ δʼ αὐτὸ καὶ κινύρεσιαί φασιν.
μισητὴ καὶ μισήτη διαφέρει παρὰ τοῖς Ἀττικοῖς,
ὥς φησι Τρύφων (fr. 10 Vels.) ἐν δευτέρῳ Περὶ Ἀττικῆς
προσῳδίας. ἐὰν μὲν γὰρ ὀξυτονήσωμεν σημαίνει τὴν ἀξίαν
μίσους, καθὰ καὶ ἡμεῖς ἐν τῇ συνηθείᾳ προφερόμεθα, ἐὰν δὲ
βαρυτονήσωμεν τὴν | καταφερῆ πρὸς συνουσίαν. τὴν δὲ διαφορὰν
καὶ παῤ Ἴωσιν.
μισθὸς μισθώματος διαφέρει. μισθὸς μέν ἐστιν ὁ δίκαιος μισθός, μίσθωμα δὲ τὸ ἐπονείδιστον.
μνήμη καὶ μνεία διαφέρει. εἴ τι μὲν γὰρ μνήμη, τοῦτο
οὐ πάντως καὶ μνεία· εἴ τι δὲ μνεία, τοῦτο εὐθέως καὶ μνήμη.
ἔστι δὲ μνήμη γενικὴ τύπωσις ψυχῆς, μνεία δὲ λόγος κατὰ
ἀνανέωσιν λεγόμενος· ὁ μὲν γὰρ μιμνησκόμενος οὐ πάντως
καὶ μέμνηται, ὁ δὲ μεμνημένος πάντως καὶ μιμνήσκεται. καὶ
ἄλλως μνήμη ἐστὶν ἡ τῷ μνημονικῷ ἀεὶ συνοῦσα, μνεία δὲ
προγεγονότος τινὸς ὑπόμνησις, ὥστε ὁ τούτοις ἐναλλὰξ χρώμενος
ἁμαρτήσεται.
μνημεῖα καὶ μνήματα διαφέρει. μνημεῖα μὲν γὰρ
ἔλεγον τὰ μνημόσυνα, μνήματα δὲ τοὺς τάφους. {μνήμη μὲν
γίνεται νεκροῦ, μνεία δὲ ζῶντος.}
μοχθηρός,
μοχθηρὸς μὲν γὰρ ὀξυτόνως ὁ τὰ ἤθη πονηρός· λέγουσι δὲ
ἀντὶ τοῦ φαῦλα.
μύριοι ἐπὶ ἀριθμοῦ, μυρίοι δὲ οἱ πολλοί.
μῦθος καὶ ἱστορία διαφέρει. ἱστορία μὲν γὰρ γεγονότα πράγματα περιέχει, ὁ δὲ μῦθος διαπεπλασμένα καὶ ψευδῆ. ὁ γοῦν λέγων ‘εὖ πεποίηται ἡ περὶ τὸν Κύκλωπα ἱστορία’ ἢ ἄλλο τι τοιοῦτον οὐκ ἄγαν ὀρθοεπεῖ· μᾶλλον γὰρ ἁρμόζει λέγειν ‘εὖ πεποίηται ὁ περὶ τὸν Κύκλωπα μῦθος’.
ναὸς καὶ σηκὸς διαφέρει. ὁ μὲν γὰρ ναός ἐστι θεῶν, ὁ δὲ σηκὸς ἡρώων.
ναύκληροι καὶ ναύκραροι διαφέρουσιν. ναύκληροι
γάρ εἰ|σιν οἱ ναῦς κεκτημένοι, ναύκραροι δὲ οἱ εἰσπρασμὲν
οἱ μισθωτοὶ τῶν συνοικιῶν.
ναυαγία καὶ ναυάγιον διαφέρει. ναυαγία μέν ἐστιν αὐτὴ ἡ τῆς νεὼς διαφθορά, ναυάγιον δὲ τὸ ἐξ αὐτῆς ἐκβρασθέν.
νεαρὸν νεαλοῦς καὶ προσφάτου διαφέρει. νεαρὸν
μὲν γάρ ἐστι τὸ νεωστὶ κομισθὲν ὕδωρ· ἔγκειται γὰρ τῇ
πεπασμένον.
Νηρεΐδες Νηρέως θυγατέρων διαφέρει. Δίδυμος
(p. 300 Schmidt) ὁμοίως ἐν ὑπομνήματι Βακχυλίδου
Ἐπινίκων (cf. 1, 8 et 13, 123 Snell8)· φησὶ γὰρ κατὰ λέξιν
‘εἰσὶ τοίνυν οἵ φασι διαφέρειν τὰς Νηρεΐδας τῶν Νηρέως
νομίζεσθαι, τὰς δὲ ἐξ ἄλλων ἤδη κοινότερον Νηρεΐδας
καλεῖσθαι· καὶ τὰς μὲν γνησίας
ἐν τοῖς Περὶ τῆς Εὐρώπης τὸν τρόπον τοιοῦτον.’ εἶτα ἐκτίθεται
διὰ μακρῶν τὴν λέξιν καὶ ἐπιφέρει πιθανῶς, τὰς μὲν ἐκ
μιᾶς τῆς Δωρίδος γνησιωτέρας τῶν ἄλλων οὔσας Νηρέως θυγατέρας
λέγεσθαι, τὰς δὲ συμμίκτους αὐτῷ μόνον Νηρεΐδας.
νῆες πλοίων διαφέρουσιν. Δίδυμος (p. 321 Schmidt)
ἐν ἑνδεκάτῳ ῥητορικῶν ὑπομνημάτων φησὶν οὕτως· ὅτι διαφέρουσιν
Rose) ἱστορεῖ ἐν Δικαιώμασι τῶν πόλε{μ}ων οὕτως· ‘Ἀλέξανδρος
ὁ Μολοττὸς ὑπὸ ταὐτὸν χρόνον, Ταραντίνων αὐτὸν
μεταπεμψαμένων ἐπὶ τὸν πρὸς τοὺς βαρβάρους πόλεμον,
ἐξέπλευσε ναυσὶ μὲν πεντεκαίδεκα, πλοίοις δὲ συχνοῖς ἱππαγωγοῖς
καὶ στρατι⌞ωτι⌟κοῖς’.
νοῦς μέν ἐστιν ἀπόκρυφος λογισμός, φρένες δὲ αἱ
ἀγαθαὶ διάνοιαι.
νῦν καὶ νυνὶ διαφέρει φησὶ κατά τινας Ἡρακλείδης
(fr. 4 Cohn) ἐν πρώτῳ Περὶ καθολικῆς προσῳδίας. τὸ
μὲν γὰρ νῦν χρονικὸν ἐπίρρημα τάσσεται ἐπὶ τῶν τριῶν
χρόνων, ἐνεστῶτος, παρῳχημένου καὶ μέλλοντος, οἷον ὅτι
ἀγὼν νῦν ἐστι, νῦν ἔσται· τὸ δὲ νυνὶ ἐπὶ μόνου ἐνεστῶτος.
νωθέστερος μέν ἐστιν ὁ βλακώδης, νωχελέστερος δὲ ὁ ἀσθενέστερος.
ξόανον, βρέτας, ἄγαλμα διαφέρει. ξόανον μὲν γάρ
ἐστι τὸ ἐξεσμένον λίθινον ἐλεφάντινον, βρέτας δέ τὸ βροτῷ
ὅμοιον ἤτοι χαλκοῦν ἢ ἐκ τῆς ἐμφεροῦς ὕλης πεποιημένον,
ἄγαλμα δὲ τὸ πώρινον ἢ ἔκ τινος ἑτέρου λίθου κατεσκευασμένον.
ξενίζειν {μὲν} οὐ μόνον τὸ καταδέχεσθαι ξένον, ἀλλὰ
Βοιωτόν.
ξυατὸν τό τε ἀκόντιον ὡς παρʼ
ἐν Οῖκονομικῷ (11, 15).
ὀβελὸς ὀβολοῦ διαφέρει. ὀβελὸς μὲν γάρ ἐστιν εἰς ἃ
διαπείρονται τὰ κρέα μέλλοντα ὀπτᾶσθαι, ὀβολὸς δέ μέρος
δραχμῆς.
ὅδε καὶ ὁδὶ διαφέρει. ὅδε μὲν γὰρ ἀναφορικῶς καὶ δεικτικῶς, ὁδὶ δὲ δεικτικῶς μόνον κατ’ ἐπέκτασιν.
οἰκῆας καὶ οἰκείους διαφέρειν φασίν. οἰκεῖοι μὲν γὰρ
καὶ οἱ κατ’ ἐπιγαμίαν προσήκοντες, οἰκῆες δʼ ἅπαντες οἱ ἐν
τῇ οἰκίᾳ τυγχάνοντες τῇ αὐτῇ, εἴτε οἰκέται εἴτε ἐλεύθεροι.
φησὶ γοῦν Ἕκτωρ (Ζ 365 sq )·
καὶ (Ε 4I3)
οἰκίζεται καὶ συνοικίζεται διαφέρει. οἰκίζεται μὲν
γὰρ πόλις ὑπὸ τῆς πρώτης τῶν συνοικητόρων ἀθροίσεως καὶ
καθιδρύσεως, συνοικίζεται δὲ ἡ ἐκ πολλῶν πόλεων εἰς μίαν
πόλιν συναγομένη ὑπὲρ τοῦ πλείονα δύναμιν σχεῖν. διοικίζεται
δὲ ἡ ἐκ μιᾶς πόλεως μεγέθει ἰσχυούσης εἰς πολλὰς
οἰκότριψ καὶ οἰκέτης διαφέρει. οἰκότριψ μὲν γὰρ ὁ
ἐν τῇ οἰκία διατρεφόμενος ὃν ἡμεῖς θρεπτὸν καλοῦμεν, οἰκέτης
δὲ καὶ δοῦλος ὁ ὠνητός. παρὰ δὲ Σόλωνι (De Solon. legg.
οἶμος οἴμης διαφέρει. οἶμος μὲν γάρ ἐστιν ἀρσενικῶς ἡ ὁδός, οἴμη δὲ ἡ ᾠδή.
οἴκτος καὶ οἰκτισ μὸς διαφέρει. οἶκτος μὲν γάρ ἐστιν οἰκτιζομένου ἔλεος, οἰκτισμὸς δὲ ὁ λόγος ὁ τοῦ οἰκτείροντος.
οἴνη καὶ οἰνάνθη διαφέρει. οἴνη μὲν ἡ ἄμπελος,
οἰνάνθη δὲ ἡ πρώτη τῶν βοτρύων ἐξάνθησις· ⌞οἴναρα⌟ δὲ
τὰ φύλλα.
οἴκαδε τοῦ εἰς οἶκον διαφέρει. οἴκαδε μὲν γὰρ τὸ εἰς
τὴν ἰδίαν οἰκίαν βαδίζειν, εἰς οἶκον δὲ καὶ ἐφʼ ἕτερον.
οἶκος, οἰκία, συνοικία, οἴκημα, οἰκίσκος καὶ
δῶμα διαφέρουσιν. οἶκος μὲν γὰρ λέγεται ἡ πᾶσα οὐσία,
οἰκία δέ | ἡ ὑπὸ ἑνὸς ἢ δευτέρου κατοικουμένη, συνοικία δὲ
κοιτών.
ὄλβιος καὶ εὐτυχὴς διαφέρει. ὄλβιος μὲν γάρ ἐστιν
ὁ τελείαν τὴν εὐδαιμονίαν ἔχων, εὐτυχὴς δὲ ὁ ζῶν ἡδέως καὶ
ἀλύπως.
ὀλίγον καὶ μικρὸν διαφέρει. τὸ μὲν γὰρ ὀλίγον
ἐπʼ ἀριθμοῦ, τὸ δὲ μικρὸν ἐπὶ μεγέθους τάσσεται. Ἀριστόνικος
(locus ignot.) ἐν ὑπομνήματι
φασὶ δὲ οὕτω
ὄλμος ὅρμου διαφέρει. ὄλμος μέν ἐστι μυρεψικὸν σκεῦος εἰς ὃ κόπτονται τὰ εἴδη τὰ μυρεψικά, ὅρμος δέ ἐστι λιμήν.
ὄρθρος καὶ πρωῒ διαφέρει. ὄρθρος μὲν γὰρ ἡ πρὸ
ἀνατολῆς ἡλίου ὥρα καθʼ ἣν ἀναστάντες ἐξ ὕπνου ὀρθοὶ γινόμεθα,
πρωῒ δὲ ἡ πρὸ τοῦ καθήκοντος καιροῦ. Ὅμηρος
(Θ 530 Σ 277. 303)·
ὁρᾶν τοῦ ὑπερορᾶν διαφέρει. ὁρᾶν μὲν γάρ ἐστι τὸ
θεωρεῖν, ὑπερορᾶν δὲ τὸ καταφρονεῖν.
ὀρνιθευτὴς καὶ ὀρνιθοσκόπος διαφέρει. ὀρνιθευτὴς
μὲν γάρ ἐστιν ὁ θηρεύων ὄρνιθας, ὀρνιθοσκόπος δὲ ὁ
οἰωνοσκόπος.
ὀροφὴ καὶ τέγος διαφέρει. ὀροφὴ μέν ἐστιν ἡ στέγη, τέγος δὲ τὸ δῶμα.
ὅσιον καὶ ἱερὸν διαφέρει. ὅσια μὲν γὰρ τὰ ἰδιωτικὰ
ὧν ἐφίεται καὶ ἔξεστι προσάψασθαι, ἱερὰ δὲ τὰ τῶν θεῶν ὧν
οὐκ ἔξεστι προσάψασθαι. Δημοσθένης ἐν τῷ | Κατὰ Τιμοκράτους
(or. 24, 9) λέγει· ‘ὥστε τίθησι τοῦτον τὸν νόμον
διʼ οὗ τῶν μὲν ἱερῶν χρημάτων τοὺς θεούς, τῶν ὁσίων δὲ τὴν
πόλιν ἀποστερεῖʼ.
ὅτι καὶ διότι διαφέρει. τὸ μὲν γὰρ ὅτι ὁτὲ μὲν αἰτίαν
δηλοῖ, ὁτὲ δὲ βεβαίωσιν τὸ δὲ διότι αἰτίαν δηλοῖ. αὐτίκα
γοῦν ὅτι μὲν ἐκλείπει ἡ σελήνη πάντες ἴσμεν, διότι δὲ οὐκέτι,
ἀλλὰ μόνον οἱ ἔμπειροι.
οὔκουν παροξυτόνως μὲν τὸ ἀποφα{ν}τικὸν ἴσον τῷ
οὐχιοῦν, οἷον ‘οὔκουν ἀπιστεῖνʼ (Thuc. 1, 10, 3). περισπωμένωος
δὲ συλλογιστικός ἐστι σύνδεσμος καὶ σημαίνει
ἀπόφα
οὐδὲν διὰ τοῦ δ καὶ οὐθὲν διὰ τοῦ θ διαφέρει. οὐδὲν
μὲν γὰρ τὸ ἐν τῷ καθόλου, ὥς φαμεν ‘οὐδὲν ἐν κόσμῳ
κενόν ʼ πᾶσα γὰρ ἡ τοῦ κενοῦ φύσις βαστάζεται. οὐθὲν δέ,
ἀναλυθὲν εἰς τὸ ἴδιον ἀντίστοιχον, σημαίνει τὴν τοῦ ἑνὸς
ἄρσιν καὶ ἐπιφορὰν ἑτέρας ἀρχῆς ‘οὔθʼ ἓν οὔτε δύο.’ τὸ δέ
διὰ τοῦ δ ἀπαρτίζει διὸ καὶ ὁ ποιητής φησιν (σ 130)·
οὕνεκα καὶ εἵνεκα διαφέρει. οὕνεκα μὲν σημαίνει τὸ
ὅτι, εἵνεκα δὲ χάριν. Ὅμηρος διαστέλλει (Α 11)·
οὗτος καὶ οὑτοαὶ διαφέρει. τὸ μὲν γὰρ οὑτοσὶ δεικτικὸν
μόνον, τὸ δὲ οὗτος δεικτικὸν καὶ ἀναφορικόν. δεικτικὸν
μέν (Κ 341. 477)
οὐλὴ καὶ ὠτειλὴ διαφέρει. οὐλὴ μέν ἐστιν ἡ ὑγιασμένη
σάρξ ἐκ παλαιοῦ τραύματος, ὠτειλὴ δὲ τὸ πρόσφατον τραῦμα,
παρὰ τὸ οὐτᾶσθαι. καὶ Ὅμηρος τὴν διαφορὰν τετήρηκεν, ἐπὶ
μὲν τῆς οὐλῆς εἰπών (τ 393 ψ 74)
σὖρος καὶ οὐρὸς διαφέρει. σὖρος μὲν ὁ ἄνεμος, οὐρὸς
δὲ ὁ τόπος ἤγουν τὸ νεώριον·
ὄφλειν καὶ ὀφείλειν διαφέρει. Ἀπολλωνίδης ὁ Νικαεὺς
ἐν ὑπομνήματι
ὅλον τοῦ παντὸς διαφέρει. πᾶς τὴν τῶν προσώπων
διαφοράν τὸ μὲν γὰρ συνέστηκεν. ὁ οὖν λέγων ‘ὅλος ἄνθρωπος’
ἔνα λέγει. τὸ δὲ ‘πᾶςʼ πλείονας λέγει.
ὄφλημα καὶ χρέος διαφέρει. ὄφλημα μὲν γὰρ καὶ
ὀφείλημα τὸ ἐκ καταδίκης τῷ δημοσίῳ ὀφειλόμενον, χρέος
δὲ τὸ ἰδιωτικὸν δάνειον.
ὄχθαι καὶ ὄχθοι διαφέρει. ὄχθαι μὲν γάρ εἰσι ποταμῶν
χείλη, ὄχθοι δὲ γῆς ἐπάρματα.
ὀψὲ καὶ ἑσπέρα διαφέρει. ἑσπέρα μὲν γὰρ ἡ μετὰ τὴν
δύσιν τοῦ ἡλίου ὥρα, ὅτε
ἡλίου. ὀψὲ δὲ ἡ μετὰ πολὺ τῆς δύσεως καὶ καθόλου μετὰ πολὺν
χρόνον ὡς Ὅμηρος (Η 399 Θ 30 Ι 31.432.696 η 155 υ 321)·
ὀψαρότης γὰρ ὁ μετὰ πολὺ τοῦ καθήκοντος χρόνου ἀροτριῶν.
παρέχειν καὶ παρέχεσθαι διαφέρει. παρέχειν μὲν
γὰρ λέγεται τὰ διὰ χειρὸς διδόμενα, οἷον ἐαθήματα ἢ ἐκπόματα
τὸ δὲ παρέχεσθαι λέγεται ἐπὶ τῶν τῆς ψυχῆς διαθέσεων,
οἷον ἐπιθυμίαν, εὔνοιαν. Θουκυδίδης (4, 85, 4 ) ‘καὶ
πᾶν τὸ πρόθυμον παρεχόμενοιʼ. Δημοσθένης ἐν Φιλιππικοῖς
(Olynth. 18)· ‘τὴν αὐτὴν παρειχόμεθα προθυμίανʼ.
παρειαὶ καὶ παρεῖαι διαφέρουσιν. παρειαὶ μὲν γὰρ
ὀξυτόνως αἱ τοῦ ἀνθρώπου, παρεῖαι δὲ προπερισπωμένως
ὄφεις τινὲς μετέωρα τὰ παρεῖα ἔχοντες·
πάσασθαι βραχέος μὲν ὄντος τοῦ α τὸ γεύσασθαι
δηλοῖ, ἐν ἐκτάσει δὲ τούτου τὸ κτήσασθαι.
παραβολὴ καὶ παράδειγμα διαφέρει. παραβολὴ
μὲν γάρ ἐστιν ἡ οἵα τε γενέσθαι ἐπὶ πράγματος, οἷον
πάλτον καὶ πέλτη διαφέρει. πάλτον μέν γάρ ἐστι τὸ δόρυ, πέλτη δὲ ἡ ἀσπὶς ἴτυν οὐκ ἔχουσα.
παρακέκρουσται καὶ παρακέκρουται διαφέρει. τὸ μὲν γὰρ σὺν τῷ σ ἐνεργητικόν ἐστι καὶ σημαίνει τὸ ‘ἑξηπάτηκε’, τὸ δέ χωρὶς τοῦ σ παθητικὸν καὶ σημαίνει τὸ ‘ἐξηπάτηται’.
παῖς καὶ ἀντίπαις διαφέρει. παῖς μέν γάρ ἐστιν ὁ ἐν
τῇ παιδικῇ ἡλικίᾳ, ἀντίπαις δέ ὁ ἐκβεβηκὼς τοῦ παιδὸς τὴν
ἡλικίαν καὶ ἤδη πρόσηβος. βούπαις δέ ὁ μέγας παῖς.
παιδίσκη καὶ θεράπαινα διαφέρει. παιδίσκη μὲν
γάρ ἐστι πᾶσα ἡ τὴν παιδικὴν ἔχουσα ἡλικίαν, ὡς καὶ παιδίσκος·
θεράπαινα δὲ ἡ δούλη.
παίδευσις καὶ παιδεία διαφέρει, ὥς φησι Πλάτων
ἐν Ὅροις (def. 416 a 27—28). παιδεία μὲν γάρ ἐστι δύναμις
θεραπευτικὴ ψυχῆς· παίδευσις δέ παιδείας καὶ ἀρετῆς παράδοσις,
καὶ ἐκ παιδὸς ??ἀγωγὴ?? ἐπʼ ἀρετὴ ??ν?? ὁδηγοῦσα.
παιδίσκη καὶ παῖς διαφέρει. παιδίσκη μὲν γὰρ ἡ
ἐλευθέρα παρʼ Ἀττικοῖς, παῖς δὲ ἡ δούλη. Μένανδρος (fr.
Koerte2) ἐν Δακτυλίῳ ἐπὶ τοῦ
παρθενία καὶ σωφροσύνη διαφέρει καὶ παρθένος
σώφρονος, καθὸ ἡ μὲν παρθένος σώφρων ἐστὶ πάντως, ἡ
δὲ σώφρων οὐ πάντως παρθένος.
πάσχειν καὶ συμπάσχεῖν διαφέρει ὡς πάσχων συμπάσχοντος.
ὁ μέν γὰρ πάσχων ἀλγεῖ, ὁ δὲ συμπάσχων λυπεῖται
μὲν ἐπὶ τῷ τοῦ {συμ}πάσχοντος πάθει οὐ μέντοι συμπάσχων
ἀλγεῖ | καθάπερ ὁ πάσχων. οἷον πυρέττει τις τῶν
καὶ πυρέττομεν.
πάτρια πατρπατρῴων καὶ πατρικῶν διαφέρει. πατρῷα
μὲν γὰρ τὰ ἐκ πατέρων εἰς υἱοὺς χωροῦντα· πατρικοὶ δʼ ἢ
φίλοι ἢ ξένοι πάτρια δὲ τὰ τῆς πόλεως ἔθη.
παιδίσκη καὶ παιδισκάριον διαφέρει. παιδίσκην μέν γὰρ λέγομεν τὴν ἐλευθέραν, παιδισκάριον δὲ τὸ δοῦλον.
παῖδα οὐ μόνον τὸν υἱὸν ἀλλὰ καὶ τὸν δοῦλον, ὡς
Δημοσθένης ἐν τῷ Πρὸς Πανταίνετον (or. 37, 50, cf. 23. 40).
πελαστὴς καὶ Πενέστης διαφέρει. πελαστὴς μὲν
γὰρ ὁ πρόσφυξ, Πενέστης δὲ παρὰ Θεσσαλοῖς ὁ κατὰ πόλεμον
δ??ουλω??θεὶς ὡς παρὰ Λάκωσιν οἱ Εἵλωτες.
πένης καὶ πτωχὸς διαφέρει. πένης μέν γὰρ ὁ ἀπὸ τοῦ
ἑργάζεσθαι καὶ πονεῖν ποριζόμενος τὸν βίον πτωχὸς δέ ὁ
περιμάξαι καὶ ἑκμὰξαι τὸ τοὺς οἰομένους πεφαρμάχθαι
διʼ ἐπῳδῶν καὶ καθαρμῶν προσποιεῖσθαι ἀπολύειν.
πειραστὴς καὶ πειρατὴς διαφέρει. πειραστὴς μέν
γὰρ ὁ πειράζων, πειρατὴς δέ ὁ θαλάσσιος λῃστής. καὶ
τὰς διαλυθείσας σανίδας καταλιπόντες τοῖς πειραταῖς.
πεῖρα καὶ πήρα διαφέρει. πεῖρα μέν γάρ ἐστιν ἡ ἐπιστήμη
τε καὶ ἐμπειρία. πήρα δὲ τὸ ἰατρικὸν ἐγχειρίδιον, καὶ
δέρμα τι ἀρτοφόρον ὃ ἐπὶ τῶν ὤμων φέρουσιν οἱ ποιμένες.
πηδάλιον καὶ πλήθριον διαφέρει. πηδάλιον μέν γὰρ νεώς, πλήθριον δέ σχεδίας.
πῆ καὶ ποῖ καὶ ποῦ διαφέρει. τὸ μέν γὰρ πῆ καὶ ποῖ
εἰς | τόπον, οἷον
τὸ δὲ ποῦ ἐν τόπῳ, οἷον·
ἀπέρχῃ;’.
πλεῖν τοῦ ἀποπλεῖν καὶ παραπλεῖν καὶ περιπλεῖ
διαφέρει. πλεῖν μὲν γάρ ἐστι τὸ κατ᾿ εὐθὺ πλέειν ἀποπλεῖν
πλούσιος εὐπόρου, ἀφνειοῦ, ὀλβίου καὶ εὐτυχοῦς
διαφέρει. πλούσιος μέν γὰρ ὁ πολυούσιος ὁ πολλὴν
ἔχων οὐσίαν εὔπορος δὲ ὁ πρὸς τὰς ἐπιβαλλούσας χρείας
ἀνενδεής· ἀφνειὸς δὲ ὁ ἀπʼ ἐνιαυτοῦ τὴν τροφὴν συλλέγων —
πλῆμαι καὶ πλῆμναι διαφέρει. πλῆμαι μέν γὰρ αἱ πλημμυρίδες τῶν ποταμῶν, πλῆμναι δέ αἱ τῶν τροχῶν σύριγγες.
πλῆθος καὶ ὄχλος διαφέρει. πλῆθος μέν γάρ ἐστι σύστημά τινων, ὄχλος δέ κυρίως ἡ ὄχλησις.
πλοῦτος καὶ εὐπορία διαφέρει. οἱ μέν γὰρ πλούσιοι
οὐ πάντως εὐποροῦνται, ἀλλ᾿ ἔκ τινος περιστάσεως καὶ ἀποροῦνταί
μέτριον πλοῦτον ἡγοῦνται, πλοῦτον δέ τὴν μεγάλην εὐπορίαν.
πολεμικὸς καὶ αἰχμητὴς διαφέρει. πολεμικὸς μέν
γάρ ἐστιν ὁ
πόμα καὶ πῶμα διχῶς λέγουσι τὸ ἁπλοῦν· | ἐν δὲ
συνθέτοις μόνον διὰ τοῦ ω μεγάλου, οἷον γαλακτοπωτεῖν καὶ
ὑδροπωτεῖν.
πομπή καὶ πομπεία διαφέρουσιν. πομπὴ μέν γὰρ ἣν
τοῖς θεοῖς πέμπουσιν, πομπεία δὲ ἡ λοιδορία. Δημοσθένης
(or. 18, 11) ‘ τῆς δέ πομπείας ταύτης ὕστερον’.
παρρης καὶ παρουσία διαφέρει. παρρησία μέν
γὰρ ἡ διὰ λόγων πρός τινα οἰκείωσις, παρουσία δὲ ἡ ἐπέλευσις.
πολίτης καὶ πατριώτης διαφέρει. πολίτης μέν γάρ
ἐστιν ὁ ἐκ τῆς αὐτῆς πόλεως, ἐλεύθερος ἐλευθέρῳ, πατριώτης
δέ ὁ ἐκ τῆς αὐτῆς χώρας, δοῦλος δούλῳ. ἡ γὰρ πατρὶς καὶ
ἐπὶ τῆς χώρας τάττεται, ὡς τὸ
πόλις καὶ ἄστυ διαφέρει. πόλις μέν γὰρ καὶ ὁ τόπος
καὶ οἱ κατοικοῦντες, ἤγουν τὸ συναμφότερον. ἄστυ δὲ μόνον
ποιεῖν τοῦ περιποιεῖν διαφέρει. ποιεῖν μέν γάρ ἐστι τὸ κατασκευάζειν τι, περιποιεῖν δὲ τὸ περικτᾶσθαι ἢ κοσμεῖν.
πόνηρον βαρυτονούμενον, ὡς σόλοικον, καὶ πονηρὸν
ὀξυτονούμενον, ὡς κυδοιμόν, φασὶ διαφέρειν παρὰ τοῖς Ἀττικοῖς·
ὁμοίως μόχθηρον καὶ μοχθηρόν. πονηρὸς μέν γάρ,
φασίν, ὀξυτόνως ὁ κακοήθης, πόνηρος δέ ὁ ἐπίπονος.—
‘ἀτόπως’' φησὶ Τρύφων (fr. 15 Vels.) ‘καὶ 〈γὰρ〉 τὰ φαῦλα
μόχθηρα λέγομεν. κατὰ δʼ ὀξύτητα’, φησί, ‘καὶ ἐπ᾿ ἐμψύχων
καὶ τῶν αὐτῶν τόνων μετέχειν,
ὄλισθος ὀλισθηρός, μέλι μελιτηρός, τόλμα τολμηρός,
νόσος νοσηρός. εἰ δὴ πόνος καὶ μόχθος τὰ πρωτότυπα, πονηρὸς
καὶ μοχθηρὸς ῥητέον ὀξυτόνως. εἰ δέ οἱ Ἀττικοὶ βαρυτονοῦσιν,
οὐ θαυμαστόν ἐστι· χαίρουσι γὰρ τῇ βαρύτητι.
ἄδελφε γοῦν λέγουσι τὴν πρώτην ὀξυτονοῦντες ὡς ἄπελθε᾿,
φησὶν ὁ Τρύφων παρατιθέμενος Φιλήμονα τὸν
‘
οὕτω προηνέγκαντο.’
πονεῖν καὶ ἀλγεῖν διαφέρει. πονεῖν μέν γάρ ἐστι τὸ ἐνεργεῖν, ἀλγεῖν δέ τὸ ὀδυνάσθαι.
πότος βαρυτόνως καὶ ποτὸς ὀξυτόνως διαφέρει. πότος
μὲν γάρ ἐστι βαρυτόνως τὸ συμπόσιον, ὡς Μένανδρος
(fr. 659 Koerte2)
πολύτιμος καὶ πολυτίμητος διαφέρει. πολύτιμος
μέν γάρ ἐστιν ὁ πολλῆς τιμῆς ἠγορασμένος ἄνθρωπος· πολυτίμητος
δέ ὁ πολλῆς τιμῆς ἄξιος, ὡς τούς θεούς πολυτιμήτους
λέγομεν.
πρεσ βεύεσθαι καὶ πρεσβεύειν διαφέρει. πρεσβεύεσθαι
μέν γὰρ τὸ πέμπειν πρέσβεις, πρεσβεύεινμ δέ τὸ πέμπρεσβευτὴν
πε
πρόξενος καὶ ἰδιόξενος καὶ δορύξενος διαφέρει.
πρόξενος πόλεως καὶ ἔθνους, ὡς παρὰ Θουκυδίδῃ (e. g. 2, 29, 1).
ξένος δʼ ὁ εἰς ἑνός· ὁ δʼ αὐτὸς καὶ ἰδιόξενος. οὐκ ὀρθῶς οὖν
Εὐριπίδης (fr. 721 N.2) ἐν Τηλέφῳ πρόξενον εἴρηκε τὸν
ἰδιόξενον·
δ᾿ ἦνμ ἡ τεταγμένη. κομίσας δέ καὶ φυλάξας τὴν πίστιν ἐγένετο
φίλος καὶ δορύξενος ἐκαλεῖτο.
προτέρα καὶ προτεραία διαφέρει. προτέρα μέν γὰρ ἐπὶ τάξεως, προτεραία δέ ἐπὶ μόνης ἡμέρας.
πρῶτος καὶ πρότερος διαφέρει. πρῶτος μέν γὰρ
ἐπὶ πολλῶν, πρότερος δὲ ἐπὶ δύο. καὶ τῷ μέν πρώτῳ ἀκόλουθός
ἐστιν ὁ ὕστατος, τῷ δέ προτέρῳ ὁ ὕστερος. καὶ
πρ
τὴν μέν πρώτως ἔχειν φησί, τὴν δὲ ??δευ??τέρως· δηλονότι
ἡ μέν πρωτεύει, ἡ δέ ἕπεται. εἰ δέ τις εἴποι ‘πρώτως
ἦλθον εἰς Ἀθήνας’, ἁμαρτάνει· ‘πρῶτον’ γὰρ χρή.
πρυτανεῖα τὰ καταβαλλόμενα ὑπὸ τῶν διωκόντων
τὴν δίκην· ἦν δέ τὰ ἐπιδέκατα τοῦ τιμήματος τῆς δίκης.
| πρυτανεία δέ θηλυκῶς ὁ χρόνος· διῄρητο γὰρ παρὰ τοῖς
Ἀθηναίοις ὁ ἐνιαυτὸς εἰς δέκα πρυτανείας, ὅσαι καὶ φυλαὶ
ἦσαν, καὶ ἐπρυτάνευον ἐν ἑκάστῃ φυλῇ κατ’ ἐνιαυτὸν ἅπαξ·
ὅθεν καὶ τούς μισθούς καὶ τὰ ἐνοίκια κατὰ τὰς πρυτανείας,
οὐ κατὰ μῆνα, ἐτέλουν.
πρὸ μοίρας καὶ πρὸ ὥρας διαφέρει. πρὸ μοίρας μέν ὁ βιαίως ἀποθανών, πρὸ ὥρας δέ ὁ ἐν νεότητι.
πρεσβεύονται καὶ πρεσβεύουσι διαφέρει. πρεσβεύονται
μέν γὰρ οἱ τοὺς πρέσβεις χειροτονοῦντες καὶ
πρεσβεύουσι δέ οἱ χειροτονούμενοι καὶ πεμπόμεπέμποντες,
νοι ἐπὶ τὴν πρεσβείαν.
πρέσβεις οἱ πρεσβευταί. πρέσβις δέ οὐδέποτε λέγεται· τὸ γὰρ ἑνικὸν πρεσβευτὴς ἀνέγνωσται.
πρότερος καὶ πρῶτος διαφέρει. πρότερος μὲν ἐπὶ
δυοῖν τάσσεται, ὡς Ὅμηρος ἐπὶ Τληπολέμου καὶ Σαρπηδόνος
(E 632)·
πρωτότοκος καὶ πρωτοτόκος διαφέρει. πρωτότοκος μέν γὰρ προπαροξυτόνως ὁ πρῶτον τεχθείς, πρωτοτόκος δέ παροξυτόνως ἡ πρῶτον τεκοῦσα.
προσπταίειν μὲν λέγεται τοῖς κάτω μέρεσι, ποδὶ κνήμῃ· προσκρούειν κρούειν δέ τοῖς ἀνωτέρω καὶ κεφαλῇ.
πείθεσθαι μέν τὸ ἑκουσίως συγκατατίθεσθαι, πειθαρχεῖν
δέ τὸ κελεύοντι πεισθῆναι.
Πυθὼν θηλυκῶς καὶ ὀξυτόνως ὁ τόπος· βαρυτόνως δέ καὶ ἀρσενικῶς ὁ δράκων.
πῦς καὶ πεῖ καὶ ποῖ καὶ πῶ διαφέρει παρὰ τοῖς Δωριεῦσι.
τὸ μέν γὰρ πῦς καὶ ποῖ τὴν εἰς τόπον σημασίαν δηλοῖ
τὸ δέ πεῖ τὴν ἐν τόπῳ τὸ δέ πῶ τὴν | ἐκ τόπου, ὁμοίως δέ
καὶ
1214 a 8) ‘πεῖ γὰρ ἁ ἄσφαλτος;’. (fr. 5 Kaibel)· ‘
τοῦ ‘εἰς τίνα μυχόν’.
ῥάφανο
παῤ ἡμῖν ῥάπανον.
ῥέφανον καὶ ῥάφανον διαφέρει
ῥεῖθρον ῥρεύματος διαφέρει. ῥεῖθρον μέν γάρ ἐστιν ὁ τόπος διʼ οὗ φέρεται τὸ ῥεῦμα, ῥεῦμα δέ αὐτὸ τὸ ὕδωρ.
ῥᾴδιον μὲν τὸ εὐοδοῦν, τὸ ῥᾷστα τῇ ὀδῷ ἐπι†μ†ελούμενον·
εὐχερές δέ τὸ ταῖν χεροῖν ταχέως ἐπιτελεσθέν
εὐπετές δέ τὸ συμπεσὸν εἰς εὐμάρειαν.
ῥὶς καὶ ῥύγχος διαφέρει. ῥίς μέν γὰρ λέγεται ἐπὶ ἀνθρώπου,
ῥύγχος δέ ἐπὶ ἀλόγου ζῴου.
ῥὶς καὶ μυκτὴρ διαφέρει. ῥίς μὲν γὰρ λέγεται ἡ ἀπὸ τοῦ
μεσοφρύου καταγωγὴ μέχρι τοῦ χείλους, μυκτῆρες δέ αἱ τῶν
ῥινῶν κατατρήσεις διʼ ὧν ἔξεισι τὸ ὑγρὸν ἀπομυσσομένων.
ῥοιὰ μέν μετὰ τοῦ ῑ τὸ δένδρον, ῥόα δέ ὁ καρπός.
ῥόδον καὶ ῥοδωνιὰ καὶ ῥοδῆ διαφέρει. ῥόδον μὲν
γὰρ τὸ ἄνθος, ῥοδωνιὰ δέ ὁ τόπος, ῥοδῆ δὲ τὸ φυτόν. Ἀρχίλοχος
(fr. 25, 1—2 D.3)·
ῥύεσθαι καὶ ἑρ{ρ}ύεσθαι διαφέρει. Ἀριστόξενος
(fr. 113 Wehrli) ἐν τῷ πρώτῳ Τραγῳδοποιῶν περὶ νεωτέρων
οὕτω φησὶ κατὰ λέξιν ‘ῥύεσθαι καὶ ἐρ{ρ}ύεσθαι διαφορὰν
ἔχει πρὸς ἄλληλα. τὸ μὲν γὰρ ῥύεσθαί ἐστιν ἐκ θανάτου
ἕλκειν, τὸ δʼ ἐρ{ρ}ύεσθαι φυλάσσειν᾿ .
ῥύγχος καὶ ὄψις διαφέρει. ῥύγχος μέν γὰρ ἐπὶ τῶν
τετραπόδων πτηνῶν, ὄψις δέ καὶ πρόσωπον ἐπὶ τῶν
ἀνθρώπων.
σταθῆναι καὶ στῆναι διαφέρει. σταθῆναι μέν γάρ
ἐστι τὸ ὑφ᾿ ἑτέρου, στῆναι δέ τὸ κατ᾿ ἰδίαν ὁρμὴν καὶ προαί|ρεσιν,
οἷον ἐστάθη ὁ ἀνδριὰς ὑφʼ ἑτέρου ἐστάθη ὁ
στάχυς βραχέως τὸ ἑνικόν, ἐκτεταμένως τὸ πληθυντικόν.
σταφυλὴν ὀξυτον
βαρυτόνως ὡς Μελίτην διαφέρειν φησὶ Πτολεμαῖος ὁ Ἀσκαλωνίτης
(p. 42 Baege) ἐν δευτέρα Περὶ τῶν ἐν Ὀδυσσείᾳ
προσῳδιῶν. τὸ μέν γὰρ βαρυτονούμενον, φησίν, ὄνομα ἐπὶ
τῆς καθιεμένης μολίβδου παρὰ τοῖς ἀρχιτέκτοσι τίθεται, τὸ
δʼ ὀξυτονούμενον ἐπὶ τῆς ὀπώρας. ὁ αὐτὸς πάλιν ἐν δευτέρᾳ
Τῶν ἐν Ἰλιάδι προσῳδιῶν κατὰ λέξιν φησὶν οὕτως·
Ἡρακλείδης δʼ ὁ ἡμέτερός φησιν (fr. 6 Cohn), ‘ἡμαρτῆσθαι
δοκεῖ παρὰ τοῖς Ἕλλησιν ὀξυτονούμενον τοὔνομα.
οὐδὲν γὰρ τῶν εἰς η ληγόντων θηλυκῶν ὀνομάτων
μὴ ὀξυτονούμενα ἀλλὰ βαρυτονούμενον τὸ στοιχεῖον ἔχοντα,
οἷον κορδύλη, Δαμύλη, Φ??αι??σύλη — δοκεῖ δʼ αὕτη μία τῶν
τιθηνησαμένων τὸν Διόνυσον ἃς ὁ Λυκοῦργος
εἰς η λήγοντα θηλυκὰ ὀξυτονεῖται, ἢ, ἐὰν τὰ | ἀρσενικὰ
Διονύσου — τὸ θηλυκὸν σταφυλὴ ὀξυτονηθήσεται. πρὸς οὓς
ῥητέον ἰδοῦ κόγχος κόγχη, καὶ οὐκ ὀξυτονεῖται, φίλος φίλη,
μόνος μόνη, μύλος μύλη· καὶ ἐπὶ τῶν ὀξυτόνων καλός καλή,
σοφός σοφή, μυρία ἄλλα, καὶ τὰ θηλυκὰ οὐ βαρύνεται, ἀλλʼ
ὁμοτονεῖ τοῖς μὲν βαρυτόνοις τὰ βαρύτονα, τοῖς δʼ ὀξυτόνοις
Τινὲς δέ βοηθοῦντες τῇ συνηθείᾳ καὶ ὀξυτονεῖν βουλόμενοί
φασιν, ὅτι ὅσα τοῦ αὐτοῦ ἀπαραλλάκτως ἔχεται σημαινομένου
ὁμοτονεῖ, ὅσα δέ διαλλάσσει τ??ῷ?? σημαινομέν??ῳ?? οὐκέτι.
νομή, γόνος γονή, δόμος δομή, στρόφος στροφή, πόθος
ποθή — περὶ τούτου οὖν ἐν ἄλλοις ἐντελῶς εἴρηται ὅτι διαφέρει.
εἰ οὖν ἐστι Στάφυλος ἀρσενικόν, διαφέρει δέ τῷ σημαινομένῳ,
ἡ σταφυλή — ὀπώρα δέ — ὄντως ὀξυτονεῖται.
Πιθανὸς μέν ὁ λόγος· τὸ μέντοι προκείμενον τοῦ Ἡρακλείδους
παρατήρημα ἰσχυρὸν καθὰ παραγγέλλεται
οὐ μόνον διὰ τὰ παρακολουθοῦντα ἰδιώματα τῷ ὀνόματι ἀλλ᾿
ὅτι καὶ ὑπέρ δύο ἐστὶ συλλαβάς· τὰ γὰρ προκείμενα δισύλλαβα.
ὥστε οὐδὲ τὴν ὁπώραν ὀξυτονεῖν ἡ ἀναλογία ἐπιτρέπει.
ἀλλὰ καὶ ἡ Πτολεμαίου ἀθετεῖται παρατήρησις καθʼ ἣν διαφέρειν
φησὶ τοῖς τόνοις τοὔτνομα καὶ τῷ σημαινομένῳ.
σημεῖον καὶ τεκμήριον διαφέρει. Ἀντιφῶν ἐν τῇ Τέχνῃ
(fr. 72 Blass ═ Artium script. B X fr. 8 Raderm.)· ‘τὰ παροιχόμενα
σημείοις πιστ
σισύρα καὶ †σίσυρμα† διαφέρει. σισύρα μέν γὰρ τὸ 128 Va.
ἐκ τῶν τετριχωμένων δερμάτων ἀναποίητον στέγαστρον,
σηκὸς δύο σημαίνει· θεῶν τε ναὸν καὶ προβάτων περιφράγματα.
Σικελοὶ καὶ Σικελιῶται διαφέρουσιν. Σικελὸς μέν γάρ ἐστιν ὁ ἐξ αὐτῆς τῆς Σικελίας ὤν, Σικελιώτης δέ ὁ Σικελὸς μέν μὴ ὤν, τὴν δέ χώραν αὐτὴν οἰκῶν.
σιωπὴ σιγῆς διαφέρει. σιωπὴ μέν γάρ ἐστι κατάσχεσις λόγου, σιγὴ δὲ στέξις λόγου.
σκήπτεσθαι καὶ σκέπτεσθαι διαφέρει. σκήπτεσθαι
μέν γάρ ἐστι τὸ προφασίζεσθαι, σκέπτεσθαι δέ τὸ βουλεύεσθαι.
σκῶμμα γελοίου, εὐτραπέλου καὶ γεφυρισμοῦ
σεμνότητος χαριέντως λεγόμενον — εἴρηται δέ παρὰ τὸ εὖ
τρέπεσθαι τὸν λόγον —· γεφυρι{α}σμὸς δέ ἀπὸ τοῦ τοῖς Ἀθήνησιν
ἐπὶ τῶν γεφυρῶν ἐπιγράφειν ἤτοι ἔμμετρα ἢ καὶ δίχα
μέτρων διασυρμούς τινων ??περιέχοντα??.
σοφὸς καὶ συνετὸς διαφέρει, καθὸ ὁ σοφὸς καὶ συνετὸς πάντως, ὁ δέ συνετὸς οὐ πάντως σοφός.
σοῖο καὶ σεῖο παρὰ τοῖς ποιηταῖς κατὰ τοὺς ἀκριβῶς
ἀναγινώσκοντας διαφέρει. σοῖο μέν γάρ ἐστι σύναρθρος
ἀντωνυμία οἷον (Ω 486)·
‘σεῖο δέ κεν ζωοῦ καὶ τρὶς τόσα δοῖεν ἄποινα’,
ἀντὶ τοῦ ‘σοῦ ζῶντος καὶ τρὶς τοσαῦτα δοῖεν ἄποινα’, οὐκέτι
‘τοῦ σοῦ ζῶντος’. καὶ φυλάττεται ταῦτα ἄκρως παῤ
Ὁμήρῳ.
σπονδαὶ καὶ συνθῆκαι διαφέρουσιν. σπονδαὶ μὲν
γὰρ ἃς ἐκ | πολέμου συντίθενται πρὸς ἀλλήλους,
ἐφ᾿ οἷς διακρίνονται, οἷον συντιθέμενοι μὴ πολεμήσειν
μηδ᾿ ἀδικήσειν ἀλλήλους. συντίθενται δὲ εἰρήνην καὶ
φιλίαν πρὸς ἀλλήλους, καὶ τὸ παρὰ ταύτας πραχθέν ἀρχὴ
γίνεται πολέμου.
σπουδάζειν καὶ σπεύδειν διαφέρει. σπουδάζειν μὲν
γάρ ἐστι τὸ ἐναντίον τοῦ παίζειν, σπεύδειν δὲ τὸ βοηθεῖν τινι
καὶ συναίρεσθαι.
στρατόπεδον καὶ στρατὸς διαφέρει. στρατόπεδον
μὲν γὰρ ὁ τόπος ἐν ᾧ ἡ στρατεία, στρατὸς δὲ τὸ στρατιωτικὸν
πλῆθος.
στρατεία ἐκτεταμένως τὸ πρᾶγμα, στρατιὰ δέ
στρατὸς καὶ στράτευμα καὶ στρατόπεδον διαφέρει.
στρατὸς μέν καὶ στράτευμα κυρίως τὸ πλῆθος λέγεται,
συμμαχεῖν καὶ ἀπιμαχεῖν διαφέρει. συμμαχεῖν μέν
γὰρ λέγουσι τὸ σὺν ἑαυτοῖς, φησὶ Δίδυμος (p. 334 Schmidt),
εἴτʼ αὐτοῖς ἐπίοιεν πολέμιοι??εἴτε αὐτοὶ?? ἑτέοι??ς?? ἐπιστρατεύοιεν.
ἐπιμαχεῖν δέ ὅταν τούς ἐπιόντας ἀμύνωνται μόνον. διέσταλκε
Θουκυδίδης ἐν τῇ πρώτῃ (1), 44, 1)λέγων Κερκυραίοις
Ἀθηναίους συμμαχίαν μέν οὐ ποιήσασθαι, ἐπιμαχίαν δέ.
σύνεργος καὶ συνεργὸς διαφέρει. συνεργὸς μέν γὰρ
ὀξυτόνως ὁ περί τι ἔργον ἀνεπιτήδειον συμπονῶν, σύνεργος
δέ προπαροξυτόνως ὁ τὸ αὐτὸ μετιών οἷον σύντεχνος.
σύγγραμμα καὶ σύνταγμα διαφέρει. σύγγραμμα
μέν γάρ ἐστιν ὁ δίχα μέτρου λόγος, ὁ προσαγορευόμενος
πεζός σύνταγμα δέ πολεμικόν τι σύστημα, ἀφ᾿ οὗ καὶ
συνταγματάρχης ὁ τοῦ συστήματος αὐτοῦ ἄρχων.
σύνθεσις συντάξεως διαφέρει. σύνθεσις μέν γάρ ἐστιν ὁ λόγος | ὁ ἔμμετρος, σύνταξις δέ ὁ λόγος ὁ πεζός.
συμβουλὴ παραινέσεως διαφέρει. συμβουλὴ μέν
γάρ ἐστιν εἰσήγησις ἀντιλογίαν ἐπιδεχομένη διὰ τὸ ἄδηλον
τοῦ ἐκβησομένου· καὶ γὰρ ἐάν τις συμβουλεύσῃ πόλεμον,
ἀμφίβολον εἰ συμφέρει· διὸ καὶ ἔχει τὸ ἐνιστάμενον. παραίνεσις
δέ ἐστι συμβουλὴ ἀντίρρησιν οὐκ ἐπιδεχομένη διὰ τὸ ἐξ
αὐτῆς λεγόμενον πάντως ὁμολογεῖσθαι ἀγαθόν, ὡς εἴ τις
παραινέσει σωφρονεῖν· ὅπερ ἐστὶν ὡμολογημένον ἀγαθόν.
σφάξαι καὶ θῦσαι διαφέρει. θῦσαι μὲν γάρ ἐστι τὸ
θυμιάσαι, σφάξαι δέ τὸ ἱερουργῆσαί τι ζῷον. καὶ Ὅμηρος τὴν
διαφορὰν τετήρηκεν οὕτως, ἐπὶ μὲν τοῦ θῦσαιεἰπών (I 219 sq.)·
ἐπὶ δὲ τοῦ σφάξαι (A 459 B 422)·
στύραξ θηλυκῶς μὲν θυμίαμα, ἀρσενικῶς δέ τὸ ξύ|λον. τοῦ ἀκοντίου.
σχισταὶ τὰ ὑποδήματα. Εὔπολις Φίλοις (II p. 532 M.
═ fr. 266 K.)·
σχολῇ τὸ ἠρέμα, καθό φαμεν ‘σχολῇ βαδίζων’,. καὶ
τὸ
τάλαν διὰ τοῦ ν τὸ ἐπίρρημα, διὰ δέ τοῦ σ ὁ ταλαίπωυρος.
τάπητες καὶ ἀμφιτάπητες διαφέρουσι. τάπητες μέν
ταυρόκτονος ὁ ὑπὸ ταύρου ἀναιρεθείς, ταυροκτόνος δὲ παροξυτόνως ὁ ταῦρον ἀποκτείνας.
τέχνη ἐπιτηδεύματος διαφέρει. τέχνη μὲν γάρ ἐστιν ἡ ἄνευ λόγου μὴ δυναμένη εἶναι, οἷον γραμματική, ῥητορική· ἐπιτήδευμα δὲ τὸ λόγου χηρεῦον, οἷον χαλκευτική, τεκτονική.
τεχνίτης καὶ βάναυσος διαφέρει. τεχνίτης μέν γάρ ἐστιν ὁ λογικῆς τινος τέχνης ἔμπειρος καθεστώς, βάναυσος δὲ ὁ διὰ ἀλόγου τινὸς ἐπιτηδεύματος.
τέτραχμον καὶ τετράδραχμον διαφέρει. τέτραχμον μέν γάρ ἐστι τὸ νόμισμα, τετράδραχμον δέ τὸ τεσσάρων δραχμῶν.
τέρας σημείου διαφέρει. τὸ μὲν γὰρ τέρας παρὰ
τεχνάσματα καὶ τεχνήματα διαφέρουσι. τεχωάσματα
μέν γὰρ τὰ κακουργήματα, τεχνήματα δέ αἱ τέχναι.
τείχη καὶ τειχία διαφέρει. τείχη μὲν γάρ ἐστι τὰ τῶν πόλε{μί}ων, τειχία δέ τὰ τῶν οἰκιῶν.
τήθη καὶ τ??η??θὶς διαφέρει. τήθη μέν γάρ ἐστιν ἡ τοῦ
παιδὸς τροφός — ταύτας δʼ ἔνιοι μαίας καὶ μάμμας καλοῦσι —,
τ
θείαν καλοῦσιν.
τιτθὴ καὶ τροφὸς καὶ τιθηνὸς διαφέρει. τιτθὴ μὲν
τιμωρεῖσθαι τοῦ τιμωρεῖν διαφέρει. τιμωρεῖσθαι
μέν γάρ ἐστι τὸ κολάζειν, τιμωρεῖν δὲ τὸ βοηθεῖν τοῖς ἀδικουμένοις.
τίθησι καὶ τίθενται διαφέρει. τίθησι μὲν γὰρ τὸν
τοὔνεκα καὶ οὕνεκα διαφέρει. τὸ μέν γὰρ τοὔνεκά
ἐστι τούτου ἕνεκα, τὸ δέ οὕνεκα ἀντὶ τοῦ ὅτι. ἁμαρτάνει οὖν
ὁ Καλλίμαχος ἐν Ἑκάλῃ (fr. 232 Pf.) κατὰ δύο τρόπους, λέγων
τιμωρεῖν καὶ τιμωρεῖσθαι διαφέρει. τιμωρεῖν μὲν
γάρ ἐστι τὸ βοηθεῖν τινι καὶ συναίρεσθαι, τιμωρεῖσθαι δέ τὸ
κολάζειν. καὶ συντάσσουσι τὸ μέν ἐνεργητικὸν δοτικῇ οἷον
‘τιμωρῶ τῷ φίλῳ’, ἤγουν βοηθῶ τὸ δέ παθητικὸν αἰτιατικῇ
οἷον ‘τιμωροῦμαι τὸν ἐχθρόν’, ἀντὶ τοῦ κολάζω.
τιθέναι νόμον καὶ τίθεσθαι διαφέρει. τίθησι μέν
γὰρ νόμον ὁ εἰσφέρων, τίθεται δέ ὁ κυρῶν.
τόμος καὶ τομὸς διαφέρει. τόμος μέν γάρ ἐστιν ὁ τεμνόμενος χάρτης ἢ ἄλλο τι, τομὸς δέ ὁ τέμνων σίδηρος.
τρίετες βαρυτόνως καὶ τριετές ὀξυτόνως διαφέρει,
(β 106 ω 141)
οἷον ‘τριετὲς τὸ παιδίον’· ὅθεν καὶ
τροχοὶ ὀξυτόνως καὶ τρόχοι βαρυτόνως διαφέρουσι
παρὰ τοῖς Ἀττικοῖς, φησὶ Τρύφων (fr. 11 Vels.) ἐν δευτέρα
Περὶ Ἀττικῆς προσῳδίας. τοὺς μὲν γὰρ περιφερεῖς τροχοὺς
ὁμοίως ἡμῖν προφέρονται ὀξυτονοῦντες· τρόχους δέ βαρυτόνως
λέγουσι τοὺς δρόμους. ἀναγινώσκομεν γάρ, ὥς φησίν,
ἐν μέν Ἀλόπῃ Εὐριπίδου (fr. 105 N.2)·
ὄχος βρόχος κόγχος κόλχος μόσχος, οὕτω τρόχος. καὶ ἔτι τὰ
παρὰ ῥήματα εἰς ω βαρύτονα καὶ αὐτὰ βαρυτονεῖται ἰσοσυλλαβοῦντα·
οἷον πλέκω πλόκος, σπείρω σπόρος, λέγω λόγος,
φέρω φόρος, οὕτω καὶ τρέχω τρόχος.
τραγῳδοὶ καὶ κωμῳδοὶ καὶ τραγῳδοποιοὶ καὶ
εἰσιν οἱ ὑποκριταὶ τῆς κωμῳδίας καὶ τραγῳδίας, τραγῳδοποιοὶ
δέ καὶ κωμῳδοποιοὶ οἱ ποιηταὶ τῶν δραμάτων.
τύραννον οἱ ἀρχαῖοι καὶ ἐπὶ βασιλέως ἔτασσον.
Ἡρόδοτος (1, 6, 1) ἐπὶ Κροίσου ‘τυράννου δʼ ἐθνέων’, καὶ
προβὰς (1, 26, 1) ‘τελευτήσαντος δʼ Ἀ
ἐν Λημνίαις·
ἔσθ᾿ ὅτε καὶ τὸν τύραννον βασιλέα ἔλεγον, ὡς Εὔπολις
ἐν Δήμοις (lI p. 474 M. ═ fr. 123 K.) ἐπὶ τοῦ Πεισιστράτου.
τήθη μέν ἐστιν ἡ μάμμη, ἐπιτήθη δὲ ἡ προμάμμη,
τ
ὕμνος ἐγκωμίου διαφέρει. ὁ μὲν γὰρ ὕμνος ἐστὶ θεῶν, τὸ δὲ ἐγκώμιον ἀνθρώπων.
ὕπαρ ὀνείρατος διαφέρει. ὕπαρ μέν γάρ ἐστιν ἡ
ἐναργὴς ὄψις, ὄνειρον δὲ ἡ ἐν τῷ καθεύδειν φαντασία.
ὑπαντῆσαι καὶ ἀπαντῆσαι διαφέρει. ὑπαντῆσαι
μέν γὰρ ἐπὶ ὁδοῦ λέγουσιν· ἀπαντῆσαι δέ τὸ περιτυχεῖν δίκῃ,
οἷον ‘ἀπήντησε κατὰ τὴν δίκην’, ἀντὶ τοῦ περιέτυχεν.
ὑπόσχεσις καὶ ἐπαγγελία διαφέρει. ὑπισχνεῖται μὲν
γὰρ ὁ τὸ ἀξιωθὲν διδόναι μέλλων ἐπαγγέλλεται δέ ὁ δίχα
παρακλήσεως παρέχειν βουλόμενος.
ὑποψία ὑφοράσεως διαφέρει. ὑποψία μέν γάρ ἐστι κακοῦ τις ὑπόνοια, ὑφόρασις δὲ δόξα ἐπὶ τὸ χεῖρον.
ὑπάρξαι τό τε γενέσθαι καὶ τὸ κατάρξασθαι.
ὑπάγειν καὶ πορεύεσθαι διαφέρει, ὅτι τὸ πορεύεσθαι
μέν ἐστι τὸ βαδίζειν, ὑπάγειν δέ τὸ ὑπὸ ζυγὸν ἄγειν
οἱ δὲ βοηθοῦντες τῇ λέξει φασίν, ὅτι ὑπάγειν λέγομεν ἀντὶ
τοῦ προάγειν ὥσπερ ὑφηγητὴν ἀντὶ τοῦ προηγητὴν καὶ ὑπογραμμὸν
ἀντὶ τοῦ προγραμμόν ὥς φησι καὶ Ἀριστοφάνης
(II p. 1188 M. ═ fr. 652 K.)·
προάγειν, τοῦτ᾿ ἔστιν εἰς τοὔμπροσθεν πορεύεσθαι. κέχρηται
τῇ λέξει Εὔπολις ἐν Βάπταις (II p. 447 M. ═ fr. 79 K.)·
φακοὺς καὶ φακῆν διαφέρειν φασίν· φακοὶ οἱ ἔτι μοί, οὐχ ἑνικῶς, φακῆ δὲ ἡ ἑψημένη. τετήρηται παρὰ τοῖς παλαιοῖς ἡ διαφορά.
φαυλία καὶ φυλία διαφέρει. φαυλία μὲν γὰρ εἶδος ἐλαίας, φυλία δὲ ἡ σχῖνος.
φάκελος σφακέλου διαφέρει. φάκελος μὲν γάρ ἐστι
φάσκ†α†λος φασκωλίου διαφέρει. φάσκ
γάρ ἐστιν ἱστινοφορίὶς,· ἱματιοφορί??ς?? δέ ἐστι δερμάτιον.
φαρμακεία γοητείας διαφέρει. φαρμακεία μὲν γάρ
γοητεία δὲ ἡ ὑπὸ ἐπικλήσεώς τε καὶ ἐπαοιδῆς.
φαρμακεὺς ὁ φάρμακος· φαρμακὸς δέ ὀξυτόνως ὁ ἐπὶ καθάρσει τῆς πόλεως ῥιπτόμενος.
φάσμα μέν ἐστι τὸ ὅμοιον ἀληθεία, φάντασμα δὲ τὸ ἑτερόμορφον, εἴδωλον δὲ τὸ ὅμοιον τῇ σκιᾷ, τέρας δὲ τὸ ἐναργές σῶμα ἑτερόμορφον, βρέτας δὲ τὸ ξόανον.
φάγαινα μέν λέγεται ἡ μετὰ τὰς νόσους πολυφαγία, φάγέδαινα δὲ φῦμα ἀνήκεστον.
φεύγει καὶ ἀποφεύγει διαφέρει. φεύγει μέν γὰρ
δίκην ὁ κατηγορούμενος — καὶ γὰρ ὁ κατηγορῶν διώκει, —,
ἀποφεύγει δέ ὁ νικήσας καὶ ἀπολυθεὶς τῆς κατηγορίας.
Φθῖοι καὶ Φθιῶται διαφέρουσι. Φθῖοι μέν γὰρ οἱ
ὑπὸ τῷ Πρωτεσιλάῳ· φησὶ γοῦν Ὅμηρος (N 693)·
Φθίας καὶ χώρας ὁμωνύμου
φιλεῖν καὶ κυνεῖν διαφέρει, ὅτι τὸ μέν κυνεῖν τὸ τοῖς χείλεσιν ἀσπάζεσθαι, φιλεῖν δὲ τὸ ἀγαπᾶν καὶ ξενίζειν.
φίλος καὶ ἑταῖρος διαφέρει. φίλοι μέν γὰρ κοινῶς
ἅπαντες οἱ τὰ τῆς φιλίας δίκαια πρὸς ἑαυτούς ἔχοντες·
ἑταῖροι δέ ἰδίως οἱ καὶ τῇ ἡλικίᾳ παραπλησίως ἔχοντες, οἱ
καὶ ἐν τῇ συνηθεία καὶ ἐν τῇ συνεργείᾳ πολὺν χρόνον γεγονότες.
φόρος καὶ φορὸς διαφέρει. φόρος μέν γὰρ λέγεται ὁ
φέρων. | οὕτως καὶ φόνος ἡ ἀναίρεσις, φονὸς δέ ὁ τόπος
φράσον καὶ φράσαι διαφέρει. φράσον μέν γάρ ἐστι
τὸ εἰπέ, φράσαι δὲ ἀντὶ τοῦ διανοήθητι·
φριμάττεσθαι καὶ φρυάττεσθαι διαφέρει. φριμάττεσθαι
μέν γὰρ τὸν τράγον φαμέν — καὶ φριμαγμὸς ἡ τοῦ
τράγου φονὴ ὥσπερ πταρνυμένου —, φρυάττεσθαι δέ τὸν
ἵππον τὸν φυσῶντα καὶ γαυρούμενον.
φρονεῖν καὶ καταφρονεῖν διαφέρει. φρονεῖν μέν γάρ
ἐστι τὸ λογίζεσθαί τι καὶ ἐνθυμεῖσθαι, καταφρονεῖν δέ τὸ
εὐτελίζειν καὶ ὑπερορᾶν.
φερνὴ μέν ἡ προίξ, φέρνιον δέ τὸ ἁλιευτικὸν σπυρίδιον.
φύλλον καὶ φῦλον διαφέρει. φύλλον μέν γὰρ τὸ πέταλον δένδρου, φῦλον δέ τὸ γένος.
φωνεῖν καὶ ὠρύεσθαι διαφέρει. φωνεῖν μέν γὰρ ἐπὶ
ἀνθρώπων τάσσεται, ὠρύεσθαι δὲ ἐπὶ λύκων. παρατηρητέον
δὲ ἐπὶ τῶν λοιπῶν τὸ οἰκεῖον ἑκάστῳ, ὅτι βληχᾶσθαι
ἐπὶ ὄνων, βρυχᾶσθαι δʼ ἐπὶ λεόντων, χρεμετίζειν
δʼ ἐπὶ ἵππων,
φωλεὸς καὶ κοίτη διαφέρει. φωλεὸς μέν γὰρ ἐπὶ τῶν
ἑρπετῶν τάσσεται, κοίτη δʼ ἐπὶ τῶν ἀνθρώπων. ὥστε ἐπὶ
μέν ἀνθρώπων ῥητέον τὸ κοιτάζζειν, ἐπὶ δὲ τῶν ἑρπετῶν τὸ
φωλεύειν ἐπὶ δὲ τῶν ὀρνέων νοσσεύειν. ὁ γοῦν λέγων
‘νοσσιὰν τέκνων’ (tragic. fr. ad. 189 N.2) ἀκυρολογεῖ τέκνα
μέν γὰρ ἀνθρώπων, ωεοσσοὶ δʼ ὀρνίθων, νεβροὶ δʼ ἐλάφων,
σκύμνοι δέ λεόντων, σκύλακες δέ κυνῶν.
χάραξ θηλυκῶς μὲν ἐπὶ τῶν τῇ ἀμπέλῳ παραδεσμουμένων·
ἀρσενικῶς δέ ἐπὶ τῶν ἐν τοῖς πολέμοις περιπηγνυμένων,
ἀφʼ ὧν λέγουσι ‘χαρακώσαντες’ ἀντὶ τοῦ περιφράξαντες
καὶ ‘χαρακώματα’ τὰ περιφράγματα.
χαρὰ καὶ εὐφροσύνη καὶ τέρψις καὶ εὐθυμία καὶ
ἡδονὴ | καὶ ἀπόλαυσις διαφέρει. χαρὰ μέν γάρ ἐστι πρόσφατος
βραχεῖα ψυχῆς χαρά, ἡδονὴ δὲ ἐκ ψυχῆς ἀρεστία, ἀπόλαυσις
δὲ ἕξις κοινῶς ἐπὶ πάσης μεταλήψεως τασσομένη ἀγαθῆς τε
καὶ φαύλης.
χειμάζειν οὐ μόνον τὸ παραχειμάζειν ἀλλὰ καὶ τὸ ἐνοχλεῖν, ὡς Μένανδρος (fr. 184 Koerte2) ἐν Ἡνιόχῳ.
χλαῖναν καὶ χλανίδα διαφέρειν φησὶ Τρύφων (fr.
106 Vels.) ἐν τῷ πέμπτῳ Περὶ Ἑλληνισμοῦ καὶ παρατίθεται
Ξενοφῶντα. χλαίνας μέν γάρ φησι λέγεσθαι ἐπὶ τῶν ἐγκοιμήτρων
καὶ παχέων, διὸ καὶ Ὅμηρον φάναι (ψ 179 sq.)
τῷ παρατηρήματι (δ 115. 154)
χλαμὺς καὶ χλαῖνα διαφέρουσι, καθὼς διὰ πολλῶν
ἀπέδειξε Δίδυμος (p. 180 Schmidt) ἐν Ὑπομνήματι δευτέρ
δέ Μακεδονικόν, μετὰ ἑξακόσια ἔτη τῶν ἡρωϊκῶν ὀνομασθεῖσα·
Σαπφώ (cf. fr. 54 L. -P.)
τετράγωνον, φησίν, ἱμάτιον, ἡ δὲ χλαμὺς εἰς τέλειον περὶ τὰ
κάτω συνῆκται. καὶ τοὺς χρησαμένους πολὺ ἀπʼ ἀλλήλων
διεστάναι. προσάγεται Ἀρι|στοτέλην (fr. 500 Rose), Φύλαρχον
(FGHist 81 F 62), Πολέμωνα (fr. 99 Preller), ὅτι παραπολὺ
διαφέρουσι.
χιτώνιον καὶ χιτωνίσκος διαφέρει. χιτωνίσκος μέν
γὰρ ὁ τοῦ ἀνδρὸς καὶ χιτών· χιτώνιον δὲ τὸ τῆς γυναικὸς
ἔνδυμα??, ἔστι δέ τοῦτο λεπτόν??.
Χόας συνεσταλμένως τὴν ἑορτήν, ??καὶ παροξυτόνως??·
Ἀριστοφάνης Ἀχαρνεῦσιν (1000)·
χορήγιον καὶ χορ{ηγ}ὸς διαφέρει. χορήγιον μὲν τὸ
διδασκαλεῖον — καὶ χορηγὸς ὁ διδάσκαλος —, χορὸς δέ τὸ
σύστημα τῶν παίδων καὶ τῶν ᾀδόντων.
χολάδες καὶ χόλικες διαφέρει. χολάδες μέν γὰρ τὰ
ἔντερα·
(II p. 982 M. ═ fr. 82 K.)·
χρήστας καὶ τούς δανειστὰς λεκτέον καὶ τοὺς χρεωφειλέτας.
χρηστήριον ὁ τόπος καὶ ὁ χρησμὸς καὶ τὸ ἱερόν.
χύτραι καὶ χυτρεῖα διαφέρει. χύτραι μέν γὰρ καὶ αὐτὰ τὰ σκεύη καὶ τὰ χυτροπωλεῖα, χυτρεῖα δέ τὰ τῶν χυτρῶν ὄστρακα.
ψάλιον καὶ ψέλιον διαφέρει. ψάλιον μὲν τὸ τοῦ ἵππου,
ψέλιον δὲ τὸ ἄκροις βραχίοσι περιτιθέμενον κόσμιον. οἱ
Δωριεῖς ψίλιον καλοῦσι τὸ ἄκρον, ὅθεν καὶ ἡμεῖς τὴν ἐπʼ
ἄκρων χειλέων λεγομένην προσῳδίαν ‘ψιλὴν’ ἐκαλέσαμεν,
ὥς φησι Τρύφων (fr. 108 Vels.).
Ψάμαθος καὶ ἄμαθος διαφέρει. ψάμαθον μὲν γὰρ
εἶναι τὴν παραθαλασσίαν ἄμμον·
ἄμαθον δὲ τὴν κόνιν
ὥρα δασέως τοῦ ἔτους καὶ τῆς ἡμέρας, ψιλῶς δέ ἡ
φροντίς.
ὠνήσασθαι καὶ ἀγοράσαι διαφέρει. ὠνήσασθαι
ὡτειλὴ καὶ οὐλὴ διαφέρει. ὠτειλὴ μὲν γάρ ἐστι τὸ
πρόσφατον τραῦμα, παρὰ τὸ οὐτάσθαι οὐλὴ δὲ ἡ ὑγιασμένη
σὰρξ ἐκ τραύματος παλαιοῦ, ὡς Ὅμηρος (τ 393 ψ 74)·