Text encoded in accordance with the latest EpiDoc standards (January 2014)
τε
καθ’ αὐτὸ κεχωρισμένον
θατέρου, ὁμοῦ δὲ φυλάττειν ἕκαστον
αὐτῶν τὴν ἐπιφάνειαν τὴν ἑαυτοῦ,
ἣν εἶχε καὶ πρὸ τῆς
κράσεως; τοῦτο γὰρ ὑπεραίρει καὶ τὰς ἐν τοῖς μύθοις παραδοξολογίας, ὃ
τίθησι Χρύσιππος ὅσον ἐν τούτῳ τὸ δύνασθαι τὰ κεκραμένα χωρίζεσθαι
πάλιν. τοῦ τε γὰρ λέγειν δύνασθαι χωρίζεσθαι τὰ κεκραμένα, ἀλλὰ καὶ τοῦ
μηδ’ ὅλως κιρνᾶσθαί τινα δύνασθαι λέγειν μακρῷ
παραδοξότερον καὶ παρὰ τὰς ἀπάντων ἐννοίας τὸ λέγειν ὁμοῦ
μὲν δι’ ὅλων ἀλλήλων χωρεῖν τινα σώματα, ὡς μηδὲν αὐτῶν μόριον εἶναι
καθ’ αὐτό, ὁμοῦ δ’ ἕκαστον αὐτῶν ὑπὸ τῆς οἰκείας ἐπιφανείας περιέχεσθαι,
ὑφ’ ἧς περιείχετο καὶ πρὸ τῆς μίξεως. τό τε οὖν σῶμα διὰ
καὶ τῶν περὶ μίξεως τε καὶ κράσεως λόγων. οὐ γὰρ μόνον
διηνέχθησαν πρὸς ἀλλήλους περὶ τοῦδε τοῦ δόγματος οἱ μίαν ὕλην
ὑποκεῖσθαι πᾶσι τοῖς ἐν γενέσει σώμασιν λέγοντες πρὸς τοὺς ἐκ
διωρισμένων τε καὶ κεχωρισμένων σωμάτων ποιοῦντας αὐτήν (ὧν οἱ μὲν ἄτομα
σώματα ἄπειρα
τῷ πλήθει, κατὰ σχῆμα καὶ μέγεθος μόνον τὴν
πρὸς ἄλληλα διαφορὰν
ἔχοντα, τὰς ἀρχὰς καὶ τὰ στοιχεῖά
φασιν εἶναι, καὶ τῇ τούτων συνθέσει
τε καὶ ποιᾷ περιπλοκῇ
ἔτι τε τάξει καὶ θέσει τἆλλα γίνεσθαι· ἐφ’ ἧς δόξης πρῶτοι μὲν Λεύκιππός
τε καὶ Δημόκριτος γενέσθαι δοκοῦσιν, ὕστεροι δὲ Ἐπίκουρός τε καὶ οἱ τὴν
αὐτὴν τούτῳ τραπέντες· οἱ δὲ αὐτῶν,
ἔστι δέ τις δόξα καὶ ἐξ ἐπιπέδων τὴν γένεσιν ποιοῦσα τῶν
σωμάτων καὶ ἐξ ἀριθμῶν τις ἄλλη), οὐ δὴ πρὸς ἀλλήλους μόνον, ὡς ἔφην,
οὐτοι διη- κατὰ τὴν πρὸς τὰς ἀρχὰς διαφόρους οὔσας ἀκολουθίαν καὶ τὰς
κράσεις διαφόρως γίνεσθαι λέγοντες, ἀλλὰ καὶ αὐτῶν τῶν ἡνωμένην τὴν
ὕλην λεγόντων καὶ πάλιν αὖ τῶν διωρισμένην τε καὶ
κεχωρισμένην ἐστί τις
πρὸς ἀλλήλους διαφωνία. αἰτία δ’
αὐτοῖς τῆς διαστάσεως τῆς τοσῆσδε ἡ χαλεπότης τοῦ δόγματος.
τῶν γινομένων φύσει φιλοσοφοῦντες ἦλθον ἐπὶ τὸ ζητεῖν τὴν αἰτίαν αὐτοῦ,
τῷ δ’ εἶναι χαλεπήν τε αὐτοῦ τὴν εὕρεσιν καὶ ἑκάστῃ τῶν ἀποδιδομένων
αἰτιῶν οἰκείας τινὰς ἕπεσθαι δυσχερείας ἄλλος ἄλλῃ
ἀπετράπετο.
Διὸ οὐ χεῖρον καὶ ἡμᾶς περὶ αὐτῆς διαλαβεῖν καὶ μηνῦσαι τὰ δοκοῦντα ἡμῖν
εὐλογώτερα λέγεσθαι τῶν περὶ κράσεως εἰρημένων τοῦ δοκεῖν οὕτως ἔχειν
παρεχομένους τὰς αἰτίας. Δημόκριτος μὲν οὖν ἡγούμενος τὴν λεγομένην
κρᾶσιν γίνεσθαι κατὰ παράθεσιν σωμάτων, διαιρουμένων τῶν
κιρναμένων εἰς μικρὰ καὶ τῇ παρ’ ἄλληλα θέσει τὴν μῖξιν
ποιουμένων, οὐδὲ τὴν ἀρχήν φησιν εἶναι πρὸς ἀλήθειάν τινα κεκραμένα,
ἀλλ’ εἶναι τὴν δοκοῦσαν κρᾶσιν παράθεσιν σωμάτων ἀλλήλοις κατὰ μικρὰ
σωζόντων αὐτῶν ἑκάστου τὴν οἰκείαν φύσιν, ἣν εἶχον καὶ πρὸ τῆς μίξεως·
δοκεῖν δ’
αὐτὰ κεκράσθαι τῷ τὴν αἴσθησιν διὰ μικρότητα τῶν
παρακειμένων μηδενὸς
αὐτῶν αἰσθάνεσθαι δύνασθαι μόνου.
φιλαληθως τε καὶ φιλοσόφως οὐκ ὤκνησεν εἰπεῖν τὸ ἑπόμενον τοῖς οὕτω τὰς
κράσεις λέγουσι γίνεσθαι. παραθέσει δὲ τοιαύτῃ τὰς κράσεις ἀνάπτουσι καὶ
οἱ τὰς ὁμοιομερείας ὕλην εἶναι τῶν γινομένων λέγοντες. Ἐπίκουρος δὲ
φεύγειν βουλόμενος τὸ ὑπὸ
Δημοκρίτου ῥηθὲν ἕπεσθαι
βούλεται τοῖς παραθέσει τῶν κιρναμένων τὴν
κρᾶσιν γίνεσθαι λέγουσι παραθέσει μέν τινων σωμάτων καὶ αὐτὸς τὰς
κράσεις γίνεσθαι λέγει, ἀλλ’ οὐκ αὐτῶν τῶν μιγνυμένων σωμάτων σωζομένων
ἐξ ὧν ἕκαστον αὐτῶν συγκείμενόν πως τὸ μὲν οἶνος
ἦν, τὸ δὲ ὕδωρ, τὸ δὲ μέλι, τὸ δὲ ἄλλο τι, ἔπειτα ποιᾷ τούτων τῶν
σωμάτων, ἐξ ὧν ἦν τὰ κιρνάμενα πρὸς ἄλληλα, συνθέσει γεννώντων τὸ
κεκραμένον σῶμα,
συμμιγνυμένων
οὔτε οἱ τὴν παράθεσιν αἰτιώμενοι τῆς κράσεως
οὔθ’ οἱ τὴν εἰς τὰ στοιχεῖα
ἀνάλυσιν τὴν περὶ τὴς κράσεως
σώζουσι πρόληψιν, εἴ γε ἡ μὲν κρᾶσις εἶναι δοκεῖ ἐν ἑνώσει τῶν
κεκραμένων, ὡς μηδὲν μόριον τοῦ κράματος ἄμικτον εἶναί τινος τῶν
σωμάτων, ἐξ ὧν τὸ κεκραμένον, οὔτε δὲ ἡ παράθεσις
ἕνωσις,
οὔτε ἡ φθορά τε καὶ ἀναστοιχείωσις μῖξίς ἐστι· ἡ γὰρ μῖξις σωζομένων
γενέσθαι δοκεῖ. οὐ γὰρ αὐτὰ μιγνύουσιν οἱ τοῦτον τὸν τρόπον
τὴν κρᾶσιν γίνεσθαι λέγοντες, ἀλλ’ ἐξ ὧν ἐστι ταῦτα ἐκεῖνα μιγνύουσιν.
εἰ δὲ ἐκ τῶν αὐτῶν στοιχείων οἶόν τε καὶ ὕδωρ καὶ οἶνον γενέσθαι τῇ
ποιέ συνθέσει τε καὶ περιπλοκῇ τῆς τῶν γινομένων ἐξ αὐτῶν
διαφορᾶς γεννωμένης, οὐδ’ ὅλως ἂν ἔτι κρᾶσις τούτων γίνοιτο τῷ τῇ
ἀναστοιχειώσει φθείρεσθαι ταῦτα, καθ’ ἃ ἡ κρᾶσις τῶν κιρναμένων γίνεται.
γίνεται μὲν
γὰρ ἡ κρᾶσις δια| φερόντων τινῶν κατὰ ποιότητα,
ἀναιρεῖται δὲ ἡ κατὰ
τοῦτο διαφορὰ τοῖς ἔχουσιν αὐτὴν ἐν
τῇ τῶν αὐτῶν ποιᾷ συνθέσει τῆς συνθέσεως αὐτῶν ἀναιρεθείσης.
ἔχουσά τι
ἥδε ἡ περὶ τῶν ἀρχῶν δόξα εὔλογον, ἴσως ἑαὶ πλέον ἔδει τὴν
ἐξέτασιν ποιεῖσθαι τῆς τοῦτον τὸν τρόπον γίνεσθαι λεγομένης κράσεως,
ἐλεγχομένης δὲ ἐκείνης περιττὸν τὸ ζητεῖν ἔτι, εἰ κατὰ παράθεσιν μερῶν ἢ
μῖξιν ἀτόμων ἢ ἐπιπέδων ἢ ἀμερῶν τινων σωμάτων ἡ κρᾶσις γίνεται. διὸ
περὶ μὲν τῆς τῶν τοιαύταις ἀρχαῖς χρωμένων διαφωνίας τε πρὸς ἀλλήλους
καὶ δόξης περὶ κράσεως οὐδὲν δεῖ μηκύνειν τὸν λόγον. οὐ
γὰρ
ἐπίδειξις ἡμῖν ἱστορίας καὶ πολλῆς γνώσεως τὸ
προκείμενον, ἀλλ’ ἐξέτασίς τε καὶ ζήτησις τοῦ, πῶς ἄν τις λέγων γίνεσθαι
τὰς κράσεις τῶν σωμάτων συμφώνως λέγοι ταῖς περὶ αὐτῶν αἰσθήσεσί τε καὶ
κοιναῖς προσλήψεσι.
τὴν ὕλην λεγόντων δοκοῦσι μάλιστά τε καὶ περὶ κράσεως οἱ ἀπὸ
τῆς ὅτοᾶς περὶ κράσεως διαλαμβάνειν. οὔσης δὲ καὶ ἐν τούτοις πολυφωνίας
(ἄλλοι γὰρ ἄλλως αὐτῶν τὰς κράσεις γίνεσθαι λέγουσιν), ἡ μάλιστα δοκοῦσα
δόξα εὐδοκιμεῖν παρ’ αὐτοῖς περὶ κράσεως ἐστιν ἡ ὑπὸ Χρυσίππου λεγομένη.
τῶν γὰρ μετ’ αὐτὸν οἱ μὲν Χρυσίππῳ συμφέρονται, οἱ δέ
τινες αὐτῶν
τῆς Ἀριστοτέλους δόξης ὕστερον ἀκοῦσαι
δυνηθέντες πολλὰ τῶν εἰρημένων ὑπ’ ἐκείνου περὶ κράσεως καὶ αὐτοὶ
λέγουσιν· ὧν εἷς ἐστι καὶ Σωσιγένης, ἑταῖρος Ἀντιπάτρου. οἷς οὐ
δυνάμενοι πάντῃ συμφέρεσθαι
διὰ τὴν ἐν τοῖς ἄλλοις
διαφωνίαν ἐν πολλοῖς αὐτοῖς λέγοντες εὑρίσκονται μαχόμενα. ἔστι δὲ ἡ
Χρυσίππου δόξα περὶ κράσεως ἥδε· ἡνῶσθαι μὲν
ὑποτίθεται τὴν
σύμπασαν οὐσίαν, πνεύματός τινος διὰ πάσης αὐτῆς διήκοντος,
ὑφ’ οὗ συνέχεταί τε καὶ συμμένει καὶ σύμπαθές ἐστιν αὐτῷ τὸ πᾶν, τῶν δὲ
μιγνυμένων ἐν αὐτῇ σωμάτων τὰς μὲν παραθέσει μίξεις γίνεσθαι λέγει, δύο
τινῶν ἢ καὶ πλειόνων οὐσιῶν εἰς ταὐτὸν συντεθειμένων καὶ παρατιθεμένων
ἀλλήλαις, ὥς φησιν, καθ’ ἁρμήν, σωζού| σης ἑκάστης
αὐτῶν ἐν τῇ τοιαύτῃ παραθέσει κατὰ τὴν περιγραφὴν τὴν
οἰκείαν οὐσίαν τε καὶ ποιότητα, ὡς ἐπὶ κυάμων φέρε εἰπεῖν καὶ πυρῶν ἐν
τῇ παρ’ ἀλλήλους θέσει γίνεται, τὰς δέ τινας συγχύσει δι’ ὅλων τῶν τε
οὐσιῶν αὐτῶν καὶ τῶν ἐν αὐταῖς ποιοτήτων συμφθειρομένων ἀλλήλαις, ὡς
γίνεσθαί φησιν
ἐπὶ τῶν ἰατρικῶν φαρμάκων κατὰ σύμφθαρσιν τῶν
μιγνυμένων, ἄλλου τινὸς
ἐξ αὐτῶν γεννωμένου σώματος· τὰς δέ
τινας γίνεσθαι μίξεις λέγει δι’ ὅλων τινῶν οὐσιῶν τε καὶ τῶν τούτων
ποιοτήτων ἀντιπαρεκτεινομένων ἀλλήλαις μετὰ τοῦ τὰς ἐξ ἀρχῆς οὐσίας τε
καὶ ποιότητας σώζειν ἐν τῇ μίξει
τῇ τοιᾷδε, ἥντινα τῶν
μίξεων κρᾶσιν ἰδίως εἶναι λέγει. τὴν γὰρ δύο ἢ καὶ πλειόνων τινῶν
σωμάτων ὅλων δι’ ὅλων ἀντιπαρέκτασιν ἀλλήλοις
οὕτως, ὡς
σώζειν ἕκαστον αὐτῶν ἐν τῇ μίξει τῇ τοιαύτῃ τήν τε οἰκείαν οὐσίαν καὶ
τὰς ἐν αὐτῇ ποιότητας, λέγει κρᾶσιν εἶναι μόνην τῶν μίξεων.
εἶναι γὰρ ἴδιον τῶν κεκραμένων τὸ δύνασθαι χωρίζεσθαι πάλιν ἀπ’
ἀλλήὑποθέντας
ὁρμὴν ABCPS: ὁρμῆς Ra 20 περιγραφὴν Ra: περιγραμμὴν rel. 21 φέρε
corr. ex φέρειν 22 γίνεται scripsi: γίνεσθαι libri (θέσει· γίνεσθαι
τὰς Ἀpelt) συγχύσει Ideler: συγχύσεις ABCRSa: συγχύσεως P 23 τῶν om.
Ra 26 τοιούτων A 1 28 τοιάδε a δύο] διὸ a 30 τε s. v. a 31 λέγειν A1
32 τὸ] τῷ a
ἁρμὴν συγκειμένων, καὶ ἄλλην τῶν συγκεχυμένων τε καὶ
συνεφθαρμένων, καὶ ἄλλην τῶν κεκραμένων τε καὶ ἀλλήλοις δι’ ὅλων
ἀντιπαρεκτεινομένων οὕτως, ὡς σώζειν ἕκαστον αὐτῶν τὴν οἰκείαν φύσιν. ἣν
διαφορὰν φαντασιῶν οὐκ ἂν εἴχομεν, εἰ πάντα τὰ ὁπωσοῦν μιγνύμενα
παρέκειτο ἀλλήλοις
καθ’ ἁρμήν. τὴν δὲ τοιαύτην
ἀντιπαρέκτασιν τῶν κιρναμένων ὑπολαμβάνει
γίνεσθαι
χωρούντων δι’ ἀλλήλων τῶν κιρναμένων σωμάτων, ὡς μηδὲν μόριον ἐν αὐτοῖς
εἶναι μὴ μετέχον πάντων τῶν ἐν τῷ τοιούτῳ κεκραμένῳ μίγματι. οὐκέτι γὰρ
ἄν, εἰ μὴ τοῦτο εἴη, κρᾶσιν, ἀλλὰ παράθεσιν τὸ γινόμενον
ποιότητας ἐπί τ’ ἐλαττόνων ἐναργῶν ὄγκων
καὶ ἐπὶ μειζόνων ὄντα (ὡς ὁρᾶν ἔστιν ἐπὶ τοῦ λιβανωτοῦ, ὃς ἐν τῷ
θυμιᾶσθαι λεπτυνόμενος ἐπὶ πλεῖστον τὴν αὐτοῦ φυλάσσει ποιότητα), ἔτι τε
τὸ πολλὰ εἶναι, ἃ καθ’
ἑαυτὰ μὴ οἶά τε ὄντα ἐπί τι ἐλθεῖν
μέγεθος ὑπ’ ἄλλων βοηθούμενα ἐπ’ αὐτὸ πρόεισι. τὸν γοῦν χρυσὸν ὑπό τινων
μιγνυμένων φαρμάκων ἐπὶ
πλεῖστον χεῖσθαί τε καὶ
λεπτύνεσθαι, ἐφ’ ὅσον καθ’ αὐτὸν ἐλαυνόμενος
οὐκ ἐδύνατο.
καὶ ἡμεῖς δέ, ἃ καθ’ αὐτοὺς ὄντες οὔκ ἐσμεν οἷοί τε ἐνεργεῖν, σὺν ἄλλοις
ἐνεργοῦμεν. τούς τε γὰρ ποταμοὺς διαβαίνομεν ἀλλήλων ἐφαπτόμενοι, οὓς
οὐχ οἷοί τέ ἐσμεν διαβαίνειν καθ’ αὐτούς. καὶ βάρη τινὰ φέρομεν μετ’
ἄλλων, ὧν τὸ ἐπιβάλλον ἡμῖν μέρος μόνοι γενόμενοι
φέρειν οὐ
δυνάμεθα. καὶ ἄμπελοι δὲ καθ’ αὐτὰς ἵστασθαι μὴ δυνάμεναι
ἀνίστανται ἀλλήλαις ἐμπλεκόμεναι. ὧν οὕτως ἐχόντων οὐδέν φασι θαυμαστὸν
τὸ καὶ σώματά τινα βοηθούμενα ὑπ’ ἀλλήλων οὕτως ἀλλήλοις ἑνοῦσθαι δι’
ὅλων, ὡς αὐτὰ σωζόμενα μετὰ τῶν οἰκείων ποιοτήτων ἀντιπαρεκτείνεσθαι
ἀλλήλοις δι’ ὅλων ὅλα, κἂν τινα ἐλάττω τὸν ὄγκον καὶ
μὴ δυνάμενα καθ’ αὐτὰ ἐπὶ τοσοῦτον χεῖσθαί τε καὶ σώζειν
τὰς οἰκείας ποιότητας. οὕτω γὰρ καὶ τὸν κύαθον τοῦ οἴνου κιρνᾶσθαι τῷ
ὕδατι τῷ πολλῷ βοηθούμενον ὑπ’ αὐτοῦ εἰς τὴν ἐπὶ τοσοῦτον ἔκτασιν. τοῦ
δὲ τοῦθ’ οὕτως ἔχειν ὡς ἐναργέσι χρῶνται μαρτυρίοις τῷ τε τὴν ψυχὴν
ἰδίαν
ὑπόστασιν ἔχουσαν, ὥσπερ καὶ τὸ δεχόμενον αὐτὴν σῶμα,
δι’ ὅλου τοῦ
σώματος διήκειν ἐν τῇ μίξει τῇ πρὸς αὐτὸ
σώζουσαν τὴν οἰκείαν οὐσίαν (οὐδὲν γὰρ ψυχῆς ἄμοιρον τοῦ τὴν ψυχὴν
ἔχοντος σώματος), ὁμοίως δὲ ἔχειν καὶ τὴν τῶν φυτῶν φύσιν, ἀλλὰ καὶ τὴν
ἕξιν ἐν τοῖς συνεχομένοις
λέγουσι, σώζοντος αὐτῶν
ἑκατέρου τὴν οἰκείαν οὐσίαν. καὶ τῶν στοιχείων δέ φασι τῶν τεσσάρων τὰ
δύο, τό τε πῦρ καὶ τὸν ἀέρα, λεπτομερῆ τε καὶ κοῦφα καὶ εὔτονα ὄντα, διὰ
τῶν δύο, γῆς τε καὶ ὕδατος, παχυμερῶν
καὶ βαρέων καὶ ἀτόνων
ὄντων διαπεφοιτηκέναι ὅλα δι’ ὅλων, σώζοντα τὴν
οἰκείαν
φύσιν καὶ συνέχειαν αὐτά τε καὶ ἐκεῖνα. δηλητήριά τε τὰ φθείροντα καὶ
τὰς ὀσμάς, ὅσαι τοιαῦται, ἡγοῦνται κιρνᾶσθαι τοῖς ὑπ᾿ αὐτῶν πάσχουσιν,
ὅλα δι’ ὅλων παρατιθέμενα. καὶ τὸ φῶς δὲ τῷ ἀέρι ὁ Χρύσιππος κιρνᾶσθαι
λέγει. καὶ αὕτη μὲν ἡ περὶ κράσεως δόξα Χρυσίππου
τε καὶ τῶν κατ’ αὐτὸν φιλοσοφούντων. θαυμάσαι δ’ ἄν τις
αὐτῶν, πῶς ταῖς κοιναῖς ἐννοίαις δεῖν χρῆσθαι λέγοντες πρὸς τὰς τῶν
τιθεμένων ἀπο ὡς οὔσαις φυσικοῖς τῆς ἀληθείας κριτηρίοις, οὐ πάσαις
μᾶλλον ἢ
ταύταις χρῶνται πρὸς τὰς θέσεις τῶν οἰκείων
δογμάτων. τὰ γοῦν περὶ κράσεως ὑπ’ αὐτῶν λεγόμενα οὐ μόνον οὐ προσχρῆται
ταῖς φυσικαῖς ἐννοίαις,
ἀλλὰ καὶ πλεῖστον ὅσον ἀποδεῖ. τό
τε γὰρ σῶμα διὰ σώματος χωρεῖν ὅλον ὅλῳ παρεκτεινόμενον οὐ μόνον 〈οὐ〉
προσπίπτει κατὰ τὰς κοινὰς ἐννοίας, ἀλλὰ καὶ ἀδύνατον εἶναι προείληπται.
φυσικὴ γὰρ ἔννοια τὸ
τὸ πλῆρες μηκέτ’ ἐν αὐτῷ δύνασθαι
δέχεσθαί τι. μὴ γὰρ ἔτι πλῆρες εἶναι δύνασθαι τὸ χώραν ἔχον ἐν αὐτῷ
δεκτικὴν ὁμοίου τινός,
ἔχειν δεῖ ἣν φυσικήν τε καὶ κοινὴν πρόληψιν ἤδη δοκεῖ τισιν
εὔλογον, εἶναί τι τῶν σωμάτων δεκτικόν, ὃ καλοῦμεν τόπον. πῶς γὰρ ἄν τις
μὴ
φωνὰς κενὰς βουλόμενος λέγειν ἐπινοήσαι σῶμά τι πλῆρες
αὑτοῦ καὶ μηθὲν ἔχον ἐν αὐτῷ κενὸν διάστημα, δεχόμενον ἐν αὐτῷ ἄλλο σῶμα
ὁμοίως πλῆρες αὑτοῦ; εἰ μὲν γὰρ διὰ πόρων τινῶν χωρεῖν αὐτὰ δι’ ἀλλήλων
λέγει,
οὐ κενοὺς ἐρεῖ τοὺς πόρους τοὺς δεχομένους τὸ σῶμα;
ἀλλ’ οὕτω
ἐν τῷ σώματι κενά. εἰ δὲ πλήρεις ἄλλου τινὸς
σώματος, εἰ μὲν ὑπεξιόντος τούτου καὶ παραχωροῦντος τῆς χώρας τῷ
ἐπεισκρινομένῳ σώματι, οὐδ’ οὕτως ἔσται τὸ σῶμα, καθὸ σῶμα, δεχόμενόν τι
σῶμα ἐν αὐτῷ, εἴ γε ὑποχωρεῖ θάτερον θατέρῳ, εἰ δὲ ὑπομένοντος, πῶς οἷόν
τε τοὺς πεπληρωμένους
πόρους σώματος ἐν αὑτοῖς ἄλλο τι
δέχεσθαι σῶμα; καὶ γὰρ διὰ
τῆς αἰσθήσεως γνώριμον, ὅτι μηδὲ
τὰ λεπτότατα τοῦ σώματος ἀγγεῖα πεπληρωμένα οἷά τέ ἐστι δέξασθαι σῶμα ἐν
αὐτοῖς τῷ κεκωλῦσθαι καὶ ἐπιπεφράχθαι τὰς τῆς μεταστάσεως αὐτῶν ὁδούς.
ἔτι δ’ εἰ διὰ πεπληρωμένων
τῶν πόρων ἡ πάροδος τοῖς
σώμασι, περιττόν ἐστι τὸ πόρους εἰναι
ποιοίη. οὕτως γὰρ μόνως ἔσται τὸ διὰ τῶν πόρων διερχόμενον
διὰ παντὸς
ἐρχόμενον τοῦ σώματος, εἰ πᾶν εἴη πόρος· ἀλλὰ μὴν
ἄτοπον τοῦτο. τινὸς γὰρ ὁ πόρος (καὶ ἄλλο τὸ ἔχον καὶ τὸ ἐχόμενον), εἴ
γε ὁ πόρος διάστημά τί ἐστι κενὸν τοῦ ἔχοντος τοὺς πόρους σώματος. ὥστ’
εἰ πᾶν εἴη
οὕτως δ’ ἂν οὐκ ἂν εἴη
τι· μὴ ὂν δ’ οὔτ’ ἂν κιρνῷτο ἔτι οὔτ’ ἂν πόρους
μεστά ἐστι αὐτά, χωρεῖν δι’ ἀλλήλων αὐτά
φασιν, πρῶτον μὲν ἐπιζητήσαι τις, τί δήποτε οὐ τὸ τυχὸν σῶμα τὸ τυχὸν
πάντῃ συναυξητικὸν τοῦ
ὁμοίου. τὰ γὰρ ποσὰ τὰ
κατὰ τὴν πρὸς ἄλληλα σύνθεσιν τὴν τοιαύτην τὸ ἐξ αὐτῶν μεῖζον ἑκατέρου
ποιεῖ τῶν συγκειμένων. γραμμαί τε γὰρ κατὰ σημεῖον ἀλλήλαις συντεθεῖσαι
τὸ μῆκος αὔξουσιν (οὕτως γὰρ συντιθέμεναι
ἐξ ἀνάγκης ἕξουσί
τι παρὰ τὴν ἁφήν), ἐπίπεδά τε τὸ αὐτὸ ποιεῖ, ἂν κατὰ τὴν γραμμὴν
συντεθῇ, τὸ σῶμα, τὸ τριχῇ τε καὶ παντῃ διεστάναι,
καθ’ ὃ
ἐὰν ἄλλῳ ὁμοίως αὐτῷ διεστῶτι συντεθῇ, ἐξ ἀνάγκης συναύξει τοῦτο. εἰ δὴ
τοῦτο μὲν οἰκεῖον τοῖς σώμασιν καὶ ἴδιον αὐτῶν, οἱ δὲ λέγοντες σῶμά τι
διὰ σώματος χωρεῖν καὶ ἔλαττόν ποτε καὶ ἴσον τὸ ἐξ ἀμφοῖν
ποιεῖν ἀναιροῦσι τοῦτο, ἀναιροῖεν ἂν τὴν τοῦ σώματος φύσιν.
συναναιρεῖται γὰρ ἀναιρουμένῳ τῷ ἰδίῳ τινὸς τὸ πρᾶγμα, οὗ ἦν ἴδιον τὸ
ἀναιρούμενον. συμβήσεται δὲ κατ’ αὐτοὺς καὶ κενὸν γίνεσθαι τὸν
κατεχόμενον τέως τόπον ὑπὸ τοῦ οὕτως ἔν τινι γινομένου σώματος, ὡς
μηδένα προσεπιλαμβάνειν ἄλλον τόπον τὸ σῶμα, ἐν ᾧ τοῦτο γίνεται, ἀλλ’
ἀρκεῖσθαι
τῷ καὶ πρὸ τῆς τούτου μίξεως ὑπ᾿ ἐκείνου πεπληρωμένῳ. ὁ
γὰρ ὑπ’ αὐτοῦ κατεχόμενος τόπος ἔσται κενὸς τῶν δύο σωμάτων εἰς τὸν
θατέρου χωρησάντων τόπον. τί γὰρ ἔσται τὸ ἐξ ἀνάγκης γινόμενον ἐν τῷ τοῦ
εἰς τὸ σῶμα μεταστάντος τόπῳ; ὅσα δ’ αὖ πάλιν ἐν τῇ πρὸς ἄλληλα
μίξει τῶν κιρνᾶσθαι λεγομένων αὔξεται, αὐτόθεν ἤδη
προσπίπτει τὸ μὴ
τὸ σῶμα εἶναι τὸ σῶμα δεδεγμένον ἐν αὐτῷ,
εἴ γε ἄλλην τινὰ χώραν προσείληφε καὶ οὐκ ἠρκέσθη τῇ χώρᾳ τῇ τοῦ
λεγομένου αὐτὸ ἐν αὐτῷ δέχεσθαι σώματος. ὅτι δὲ μὴ σῶμά ἐστι τὸ δεύτερον
ἐν αὐτῷ τὸ πρῶτον
δεχόμενον τὸ σῶμα, δηλοῖ καὶ ἡ γενομένη
διαίρεσις ὑπ’ ἀλλήλων τῶν
γάρ ἐστι τὸ δέξασθαι ἐν αὑτῷ τι. ἐπὶ μηδενός τινος σωμάτος ἡ
μῖξις τῶν σωμάτων ἴσον τηρεῖ τὸν ὄγκον ἑνὶ τῶν μιγνυμένων. ἐφ’ ὧν γὰρ
ἴσον δοκεῖ μένειν, ἐπ’ ἐκείνων οὐ σωμάτων μῖξίς ἐστι, ἀλλ’ ἢ εἶδός ἐστι
καὶ ὕλη τὰ λαμβανόμενα, ὡς ἡ ψυχὴ καὶ τὸ σῶμα, ἢ σῶμα καὶ πάθος,
ὡς ὁ σίδηρος καὶ ἡ θερμότης, ἢ μεταβολή τινος γίνεται οἷον
ἔς τι ἄλλο,
ὡς ἐπὶ τῆς τέφρας. οὔτε δὲ τὰ πάθη οὔτε τὰ εἴδη
σώματα,
οὐ γὰρ δὴ χωρὶς κινήσεως σῶμα δίεισι
διὰ σώματος. πρὸς δὲ τούτοις, πῶς οὐκ ἄλογον καὶ τὸ λέγειν ἓν βραχύτατον
σῶμα παρισοῦσθαί τε καὶ
παρεκτείνεσθαι τῷ μεγίστῳ, ὡς τὸν
κύαθον τοῦ οἴνου πολλοῖς ὕδατος
μέτροις ἴσον γινόμενον
κατὰ μέγεθος αὐτῇ; πῶς δ’ οὐκ ἄτοπον τὸ πειρᾶσθαι κατασκευάζειν διὰ τοῦ
τὸν λιβανωτὸν καὶ τὰ ἄλλα τὰ θυμιώμενα ἐν τῇ θυμιάσει ἐπὶ πλεῖον ὁρᾶσθαι
χεόμενα; ὁ μὲν γὰρ λιβανωτὸς καὶ τὰ
ὁμοίως τούτῳ θυμιώμενα
καὶ εἰς ἄλλο τι σῶμα μεταβάλλοντα λεπτότερον,
οὕτως τὴν ἐπὶ
πλέον δέχεται χύσιν, τὰ δὲ κιρνάμενά τε καὶ μιγνύμενα καὶ κατ’ αὐτοὺς
σώζοντα τὴν οἰκείαν φύσιν κιρνᾶται, ὡς καὶ χωρισθῆναι δύνασθαι πάλιν.
ὥστε οὐδὲν αὐτοῖς εἰς παραμυθίαν τῶν ἑπομένων ἀτόπων τοῖς κενῶς
λεγομένοις ἡ τούτων συντελεῖ παράθεσις.
σώματος
χωρεῖν, ᾧ χρῶνται πρὸς τὴν τῆς κράσεως ἀπόδοσιν, ψεῦδός τε
καὶ παρὰ τὰς κοινὰς προλήψεις καὶ τὰ φυσικὰ κατ’ αὐτοὺς τῆς ἀληθείας
κριτήρια, καὶ πολὺ μᾶλλον ἔτι τούτου τοιοῦτον τὸ σώματά τινα λέγειν, δύο
ἢ καὶ πλείω, δύνασθαι πάντῃ παρεκτεινόμενα αὐτοῖς καὶ μιγνύμενα δι’
ὅλων αὐτά τε σώζεσθαι τὰ ἐξ ἀρχῆς μένοντα, καὶ σώζειν τὰς
οἰκείας ποιότητας. τοῦτο γὰρ ἡ κρᾶσις αὐτοῖς τῆς συγχύσεως διαφέρει, ὅτι
ἐπὶ μὲν
τῆς συγχύσεως ἕν τι τὸ ἐκ τῶν συγχεομένων γίνεται,
μηδενὸς τῶν ἐν τῇ συγχύσει μήτε κατὰ τὴν οὐσίαν σωζομένου, μήτε κατὰ τὰς
ποιότητας, ἐπὶ
δὲ τῆς κράσεως ἑκάτερον τῶν ἐν τῷ κεκραμένῳ
σωμάτων ἔτι σώζεται καὶ κατὰ τὸ ὑποκείμενον καὶ κατὰ τὰς ποιότητας,
καίτοι δι’ ὅλων ἀλλήλοις κεκραμένων τῶν σωμάτων. ὃ λέγουσι μὲν
βουλόμενοι σώζειν τὸ δύνασθαι
καὶ τὰ κεκραμένα χωρίζεσθαι
πάλιν ἀλλήλων. ἀδυνάτου δ’ ὄντος τοῦ λεγομένου, ἀδύνατον ἂν εἴη κατ’
αὐτοὺς ἢ τὸ τὴν κρᾶσιν διὰ πάντων εἶναι
ἢ τὸ δύνασθαι
χωρίζεσθαι τὰ κεκραμένα. εἰ μὲν γὰρ ὅλα δι’ ὅλων
ἄμικτον ἔσται θατέρου. οὐ γὰρ οἷόν τε τὴν τοῦ
οἴνου ἐπιφάνειαν ὕδατος
εἶναι, ἢ τὴν τοῦ ὕδατος οἴνου,
ὥστε οὕτως οὐκ ἔσται δι’ ὅλων μῖξις ἡ κρᾶσις, ἀλλ’ εἷεν ἂν παράθεσιν τὴν
κρᾶσιν μορίων μορίοις λέγοντες· ὃ φυλασσόμενοι ἄλλο φασὶ μῖξιν καὶ ἄλλο
κρᾶσιν εἶναι. εἰ δὲ μηδὲν μόριον
κατ’ οἰκείαν περιγραφήν τε
καὶ ἐπιφάνειαν εἴη τῶν μεμιγμένων, ἀλλ’ εἴη πᾶν ὁμοιομερὲς γεγονὸς τὸ
σῶμα, οὐκέτι μὲν ἂν εἴη παράθεσις, ἀλλὰ δι’
ὅλων κρᾶσις· οὐ
μὴν ἔτι σώζοιτο ἂν τὰ ἐξ ἀρχῆς σώματα τῶν μεμιγμένων, ἀλλ’ εἴη ἂν
συγκεχυμένα τε καὶ συνεφθαρμένα. εἰ δὴ ἔδει τὰ χωρισθησόμενα σώζεσθαι
καὶ μὴ συγκεχύσθαι (τούτῳ γὰρ ἡ κρᾶσις κατ’ αὐτοὺς
τῆς
συγχύσεως διαφέρει), ἀναγκαῖον δὲ τοῖς δι’ ὅλων μεμιγμένοις συγκεχύσθαι,
ἀδύνατον τὰ δι’ ὅλων μεμιγμένα κατ’ αὐτοὺς χωρίζεσθαι
δύνασθαι. ἔτι δέ, εἰ ἀνάγκη μὲν τὰ κεκραμένα δι’ ὅλων μεμῖχθαι, τὰ δὲ
δι’ ὅλων μεμιγμένα ἀδύνατον μὴ συγκεχύσθαι, τὰ δὲ συγκεχυμένα τε καὶ
συνεφθαρμένα οὐχ οἷόν τε αὐτὰ σώζεσθαι, οὐδ’ ἂν ἕξεις
σώζοιντο αὐτῶν, εἴ γε ἓν μέν τι τὸ γεγονὸς ἐκ τῶν συγκεχυμένων τε καὶ
συνεφθαρμένων. ἀνάγκη δὲ τὸ ἓν σῶμα ὑπὸ μιᾶς, ὥς φασιν, ἕξεως
συνέχεσθαι, ὥστε καὶ
κατὰ τοῦτο ἂν ἀχώριστα ἀλλήλων εἴη τὰ
κεκραμένα κατ’ αὐτούς. εἰ δὲ
κατὰ μὲν τὰ λεγόμενα ὑπ’ αὐτῶν
ἀχώριστα ἀλλήλων ἀναγκαῖον εἶναι τὰ κεκραμένα (οὐ γὰρ δὴ σἷόν τε τὴν δι’
ὅλων κρᾶσιν γενέσθαι χωρὶς συμφθάρσεως, ἀχώριστα δέ φασιν εἶναι τὰ
συνεφθαρμένα), ὁρῶμεν δὲ ἐπ᾿ ἐνίων χωριζόμενα, δῆλον ὡς οὐκ ἂν ἡ κρᾶσις
γένοιτο κατὰ τὸν ὑπ’ αὐτῶν εἰρημένον 25 τρόπον.
ἡ κρᾶσις γίνοιτο (διὰ τοῦτο γὰρ ἐν τοῖς
ὑγροῖς ἡ κρᾶσις μάλιστα, ὅτι ἐστὶν εὐδιαίρετα ταῦτα καὶ ῥᾳδίως θάτερον
διὰ θατέρου δίεισι διαιροῦν αὐτό, ὡς ὁρᾶται καὶ ὁ οἶνος ὁ εἰς τὸ ὕδωρ
ἐπιχεόμενος, κιρνάμενος αὐτῷ), εἰ μὲν οὖν διαιροῦντα ἄλληλα ἀδιαίρετα
ἀλλήλων καταλείπει τινὰ μέρη, οὐκέτ’ ἂν
εἴη ἐκεῖνα τὰ μέρη κεκραμένα (ἀμιγῆ γὰρ καὶ ἄμικτα
ἀναγκαῖον εἶναι τὰ μὴ διῃρημένα μέρη, εἴ γε ἡ κρᾶσις καὶ ἡ κατ’ αὐτὴν
μῖξις κατὰ τὴν
διαίρεσιν γίνεται καὶ ταύτην ὅρον ἔχει·
οὕτω τε πάλιν γίγνοιτο ἂν ἡ κρᾶσις γινομένη παραθέσει, ἀλλ’ οὐχ ὅλων
ἀλλήλων δι’ ὅλου τῶν κεκραμένων διηκόντων), εἰ δὲ μηδὲν ἀδιαίρετον
ἀλλήλων ἐν τῇ κράσει καταλελοίπασιν,
εἴη ἂν πάντῃ διῃρημένα
καὶ οὐκ εἰς μέρη, ἀλλ’ εἰς διαιρέσεις ἡ τομὴ γεγονυῖα,
εἴ γε
μηδὲν αὐτῶν μόριον παρὰ τὴν διαίρεσιν καταλέλειπται. καὶ
ἕπεται δὲ τοῖς λέγουσιν ἐπ’ ἄπειρον τὴν τομὴν καὶ
τὸ ἢ ἀδύνατον λέγειν
πάντῃ διαιρεῖσθαί τι σῶμα ἐνεργείᾳ
(οὕτως δὲ καὶ μίγνυσθαι δι’ ὅλων)
ἔσται σώματι παντὶ διαιρεῖσθαι ὡς μηκέτι ὑπολείπεσθαί τι ἐξ
αὐτοῦ τομὴν
ἀναδέξασθαι δυνάμενον. εἰ δὲ τοῦτο, οὐδέποτε ἂν
εἴη τὰ κιρνάμενα δι’ ὅλων κεκραμένα, εἰ δὲ κίρνανται
κατὰ γὰρ τὰ μὴ διῃρημένα οὐδέπω ἂν ἀλλήλοις εἴη κεκραμένα. εἰ δὲ
λέγοιεν ἐπ’ ἄπειρον εἶναι τὰ σώματα διαιρετά, τῷ εἰς ἄπειρον δύ
διαιρεῖσθαι τὸ πᾶν διῃρημένον σῶμα, κατ’ αὐτοὺς
εἴη ἂν εἰς ἄπειρα ἐνεργείᾳ διηρημένα τὰ κεκραμένα ἀλλήλοις. εἰ γὰρ πάντῃ
κέκραται,
πάντῃ διῄρηται. πάντῃ δὲ διηρημένα
ἐξ ἀπείρων
μέγεθός τι καὶ διάστασιν ἐχόντων συγκείμενον ἄπειρον· γίνεται
γὰρ ἑκάτερον τῶν κεκραμένων ἐξ ἀπείρων μέγεθός τι ἐχόντων, εἴ γε εἰς
ἃ τέμνεταί τι καὶ συγκεῖσθαι αὐτὸ ἐκ τούτων ἀναγκαῖον, συμβαίνοιτο
ἂν οὕτω καὶ πλείω ἂν εἶναι σώματα ἄλλα ἄπειρα), εἰ δὲ μὴ
μεγέθη τὰ ὑπολειπόμενα εἰς ἃ ἡ τομὴ τῶν πάντῃ διῃρημένων (οὐ γὰρ δὴ
ἐλάχιστά τινα ἐροῦσιν εἶναι καὶ ἀδιαίρετα σώματα), εἴη ἂν αὐτοῖς τὸ
μέγεθος οὐκ
ἐκ μεγεθῶν συγκείμενον, ᾧ ἕπεται τὸ καὶ τῆς
γραμμῆς μέρη λέγειν τὰ IX σημεῖα.
καὶ τὴν ἕξιν τοῖς ἔχουσιν αὐτὴν
μεμῖχθαι, καὶ τὴν φύσιν τοῖς φυτοῖς καὶ τὸ φῶς τῷ ἀέρι καὶ τὴν ψυχὴν τῷ
σώματι, εἴ γε κιρνᾶσθαι μὲν προείληπται
καὶ αὐτοί φασι τὰ κεκραμένα χωρίζεσθαι πάλιν δύνασθαι, καὶ ταύτῃ δια
κρᾶσιν συγχύσεώς τε καὶ φθάρσεως. οὔτε ἕξις τις χωριστὴ
τοῦ ἔχοντος αὐτήν, ὡς καθ’ αὑτὴν εἶναι δύνασθαι, οὔτε ἡ τῶν φυτῶν φύσις
χωρὶς φυτῶν ὑποσταίη ποτ’ ἄν. τό τε φῶς πῶς οἷόν τε ἐπινοῆσαι
κεχωρισμένον τῶν διαφανῶν σωμάτων; ἀλλ’ οὐδ’ ἡ ψυχὴ τοιοῦτον, ὡς οἷόν
τε, εἴ γε εἶδος ἔνυλον οὐχ οἷόν τε εἶναι χωρὶς ὕλης τε
καὶ σώματος. ἀλλ’
οὐδὲ τὸ πῦρ τῷ σιδήρῳ, καθά φασι,
μίγνυται, ὥσπερ οὐδὲ τοῖς χυμοῖς
ἀρχῆς δύναται φυλάττειν, οὐ μὴν ἀμείωτα
πάντῃ· καὶ γὰρ τούτων ὑπὸ
τοῦ πυρὸς ἀναλίσκεταί τι καὶ
φθείρεται. διὸ καὶ ταῦτα χρονίζοντα ἐν αὐ τῷ πλέον ἀπόλλυταί τε καὶ τοῦ
οἰκείου εἴδους ἐξίσταται.
πάσης αὐτῆς διήκοντος,
ὑφ’ οὗ συνέχεταί τε καὶ συμμένει τὸ πᾶν καὶ συμπαθές ἐστιν αὐτῷ; τὴν γὰρ
κυριωτάτην αἰτίαν τῆς τοῦ παντὸς ἑνώσεως
οὐκ εἰδότες (αὕτη
δ’ ἐστὶν ἡ τοῦ θείου τε καὶ κυκλοφορητικοῦ καὶ αἰθερίου
σώματος φύσις, ἥτις περιέχουσα πᾶσαν τὴν ἔνυλόν τε καὶ παθητὴν καὶ
μεταβλητὴν οὐσίαν τῇ συνεχεῖ τε καὶ διηνεκεῖ κινήσει καὶ ἄλλοτε ἀλλοίᾳ
σχέσει πρὸς αὐτὰ τὰς εἰς ἄλληλα τῶν ἐν γενέσει σωμάτων μεταβολὰς ἐν
ὡρισμένῃ τάξει ποιουμένη συνέχει καὶ σώζει τὸ πᾶν), ταύτην
μήτ’ ἰδόντες ἑαυτοῖς, μήτε τοῖς ἰδοῦσιν ἀκολουθῆσαι
δυνηθέντες, διὰ τὸ ὑπὸ πολλῶν τινων δοξῶν προειλῆφθαι δεσμοῖς τισι καὶ
ὑλικαῖς αἰτίαις καί τινι πνεύματι διὰ πάσης τῆς οὐσίας διήκοντι
ἀνατιθέασιν αὐτοῦ τὴν ἕνωσιν. ἥτις δόξα, πρὸς τῷ κεχρῆσθαι τῷ ψευδεῖ
σῶμά τι διὰ σώματος διήκειν,
καὶ διὰ τῶν ἄλλων, ὅτι ἐστὶ
ψευδής, ἤδη ἐλέγχεται· φανερῶς γὰρ ἔνια τῶν
σωμάτων οὐχ οἷά
τε ἐνεργείᾳ τι ὂν ἔχειν πνεῦμα ἐν αὐτοῖς· τὸ γοῦν ὕδωρ τοσοῦτον ἀποδεῖ
τοῦ ἔχειν διὰ παντὸς αὐτοῦ μεμιγμένον πνεῦμά τι, ὡς μηδ’ ἂν τὸ τυχὸν ἐν
αὐτῷ γένηταί ποτε, ἢ ἀποπνιγέντος ἐν αὐτῷ
ζῴου τινὸς τῶν
ἀναπνευστικῶν ἢ καὶ δι’ ἄλλην αἰτίαν τινὰ γενομένου, μηδ’ ἐπ’ ὀλίγον ἐν
αὐτῷ δύνασθαι μένειν, ἀλλὰ παραχρῆμα μετὰ βίας
ἀναφέρεσθαί
τε καὶ ἐκκρίνεσθαι, κἂν ἐν βυθῷ γενόμενον τύχῃ. τούτου δ’ οὕτως ἔχοντος,
πῶς ἂν ἔτι ἀληθὲς εἴη τὸ πᾶν ἡνῶσθαί τε καὶ συνέχεσθαι,
πνεύματός τινος διὰ παντὸς διήκοντος αὐτοῦ; ἔπειτα δ’ εὔλογον μὲν ἦν,
ὁποίαν τὴν ἀπὸ τοῦ πνεύματος συνοχὴν γινομένην ἐν πᾶσιν εἶναι τοῖς
σώμασιν· οὐχ οὕτως δ’ ἔχει. τῶν γὰρ σωμάτων τὰ μέν ἐστι συνεχῆ, τὰ
δὲ διωρισμένα. διὸ εὐλογώτερον, ἕκαστον αὐτῶν ὑπὸ τοῦ
οἰκείου εἴδους
συνέχεσθαί τε καὶ ἡνῶσθαι λέγειν πρὸς ἑαυτό,
καθό ἐστιν αὐτῶν ἑκάστῳ τὸ εἶναι, τὴν
οὗ
συνδούμενα τήν τε συνέχειαν ἔχει τὴν πρὸς τὰ οἰκεῖα μέρη καὶ συνῆπται
τοῖς παρακειμένοις. βιαζόμενον μὲν γὰρ ὑπό τινος τὸ
πνεῦμα, διὰ
τῶν ἄλλων, ἐν οἷς ἄν τοῦτο μεμιγμένον,
κατὰ τοῦτο μάλιστά τε καὶ
ἀρεστὴν γίνεσθαι τὴν διαίρεσιν.
διὰ τοῦτο γοῦν οἱ μὲν κενόν τι αὐτὸ ᾿ᾠήθησαν εἶναι καὶ φύσιν τινὰ ἀναφῆ,
οἱ δὲ πολλὰ ἔχειν ἐν αὐτῷ κενά. καὶ γὰρ εἰ τοῦ μὴ διαπίπτειν, ἀλλὰ
συμμένειν τὰ σώματα, αἴτιον τὸ συνέχον αὐτὰ πνεῦμα, τὰ διαπίπτοντα τῶν
σωμάτων δῆλον ὡς οὐκ ἂν ἔχοι τὸ πνεῦμα τὸ συνδέον. πῶς δ’ ἂν τὴν ἀρχὴν ἡ
διαίρεσις σώζοιτο τῶν σωμάτων,
εἴ γε ἡ μὲν διαίρεσις
χωρισμός ἐστι τῶν ἡνωμένων, μένει δὲ κατ’ αὐτούς,
πάντων
ἡνωμένων ὁμοίως ἀλλήλοις, πάντα, κἂν διαιρεθῇ; πῶς δ’ οὐκ ἂν πάντα
φαίνοιτο τὰ παρακείμενα ἀλλήλοις καὶ ῥᾳδίως ἀλλήλων χωρίζεσθαι δυνάμενα
ὑπ᾿ αὐτοῦ καὶ ὁμοίως ἀλλήλοις ἡνῶσθαι λέγειν, τοῖς συνεχέσι τε οὖσι καὶ
χωρὶς διαιρέσεως μὴ δυναμένοις τινὸς ἀλλήλων χωρισθῆναί ποτε; πρὸς δὲ
τούτοις, εἰ τὸ πνεῦμα γεγονὸς ἐκ πυρός τε καὶ ἀέρος διὰ
πάντων πεφοίτηκε
τῶν σωμάτων
εἰ γὰρ ἐξ ἐκείνων μὲν ἡ γένεσις τῷ πνεύματι, ἀδύνατον δὲ
ἐκείνων εἶναί τι χωρὶς πνεύματος, οὔτ᾿ ἂν ἐκείνων τι εἴη πρὸ τῆς τοῦ
πνεύματος γενέσεως, οὔτ’ ἂν τὸ πνεῦμα γίνοιτο, οὐκ ὄντων, ἐξ ὧν ἡ
γένεσις αὐτῷ. πῶς δ’ ἄν τις ἐν τῷ ψυχρῷ ἐνεργείᾳ τι θερμὸν εἶναι λέγοι;
τίς δὲ καὶ ἡ εἰς
τὸ ἐναντίον ἅμα κίνησις αὐτοῦ, καθ’ ἣν
συνέχει τὰ ἐν οἷς ἂν ἦ, ὂν ὥς
φασι, πνεῦμα κινούμενον ἅμα
ἐξ αὐτοῦ τε καὶ εἰς αὐτό; καὶ κατὰ τί εἶδος κινήσεως γίνεται; κατ’ οὐδὲν
γὰρ οἷόν τ’ ἐστὶ νοῆσαί τι ἅμα εἰς τὰ ἐναντία κινούμενον καθ’ αὐτό.
τῷ μὴ δυνηθῆναι διαλαβεῖν τῷ λόγῳ τῆς ὕλης τὸ
εἶδος, καθὸ εἶδος ἕκαστόν τ’ ἐστὶ τῶν ὄντων ὅ ἐστι, καὶ πρὸς τἆλλα
διαφορὰν ἔχει, κατὰ
τὴν ὕλην οὐδὲν ἀλλήλων διαφέροντα, καθὸ
εἶδὸς ἔχει, καὶ τῷ σώζεσθαί
τε καὶ μένειν ταῦτα, ἅ ἐστι,
πνεύματι ὡς διὰ πάντων διήκοντι ἀνάπτειν τό τε εἶναι ἑκάστου καὶ τὸ
σώζεσθαί τε καὶ συμμένειν. αἰτιάσαιτο δ’ ἄν τις εὐλόγως αὐτῶν ἐνταῦθα
τοῦ λόγου γενόμενος καὶ τὸ δύο ἀρχὰς τῶν πάντων λέγοντας εἶναι ὕλην τε
καὶ θεόν, ὧν τὸν μὲν ποιοῦντα εἶναι
σώματος, ἔπειτα τὸ πνεῦμα τοῦτο ἤτοι τι τῶν τεσσάρων τῶν
ἁπλῶν ἔσται σωμάτων, ἃ καὶ στοιχεῖά φασιν, ἢ ἐκ τούτων σύγκριμα (ὥς που
καὶ αὐτοὶ λέγουσιν· καὶ γὰρ ἀέρος καὶ πυρὸς ὑφίστανται τὴν οὐσίαν ἔχειν
τὸ πνεῦμα), ἤ,
χωρὶς ἀποδείξεώς τινος καὶ
παραμυθίας λεγομένη τοῖς πρὸς τὸν μετὰ
τῶν οἰκείων
τιθέμενον τοῦτο ἀντιλέγουσιν ὡς λέγοντα παράδοξα. εἰ δὲ ἢ τῶν τεσσάρων
τι εἴη ἤ τι ἐξ ἐκείνων σύγκριμα, ἔσται τὸ ἐκ τῆς ὕλης γεννώμενον σῶμα
πρὸ τοῦ γενέσθαι πεφοιτηκὸς δι’ αὐτῆς καὶ τεκνοῦν
ἐξ
ἐκείνης ὁμοίως τοῖς ἄλλοις καὶ ἑαυτό. ἔτι τε ὕστερον ἂν ὁ θεὸς τῆς ὕλης
εἴη, εἴ γε πᾶν μὲν τὸ ἔνυλον σῶμα τῆς ὕλης ὕστερον. τὸ γὰρ ἐκ
τῆς ἀρχῆς ὕστερον, ὁ δὲ θεὸς τοιοῦτον σῶμα· οὐ γὰρ δὴ τῇ ὕλῃ ὁ αὐτός.
τοιοῦτος δὲ ὢν εἴη ἂν μέχρι φωνῆς ἀίδιος αὐτοῖς μόνης· εἰ γὰρ γέγωνε
(γέγονε δὲ ἐκ τῆς ὕλης), εἴτε τι τῶν πλῶν ἐστι σωμάτων. εἴτε ἐκ
τούτων σύγκριμα. πρὸς δὲ τούτοις ἐπιζητήσαι τις ἄν, εἰ τῶν
ἐκ τῆς ὕλης γενομένων σἷόν τε δημιουργὸν λέγειν τὸν διαπεφοιτηκότα τῆς
ὕλης καὶ ὄντα
ἐν αὐτῇ θεόν. φέρουσι μὲν γὰρ εἰς τὴν
κατασκευὴν τοῦδε τὸ μὴ ὁμοίως τοῖς φύσει γινομένοις γίνεσθαι τὰ κατὰ τὰς
τέχνας. τὰ μὲν γὰρ ἀπὸ τῆς
φύσεως ἀποτελέσματα οὐκ
ἐπιπολῆς, ἀλλὰ δι’ ὅλων εἰδοποιεῖταί τε καὶ
διαπλάττεται,
καὶ τὰ ἔνδον αὐτῶν γλαφυρώτατα πεφιλοτέχνηται, τὰ δὲ τῶν τεχνῶν
διαμεμόρφωται, ὡς ἐπὶ τῶν ἀνδριάντων ἔχει· τὰ γὰρ ἔνδον τούτων
ἀδιάπλαστα. διὰ δὴ τοῦτό φασιν τῶν μὲν γινομένων κατὰ
τέχνην ἔξωθεν εἶναι καὶ κεχωρισμένον τὸ ποιοῦν, ἐπὶ δὲ τῶν γινομένων
φύσει ἐν
τῇ ὕλῃ εἶναι τὴν δύναμιν τὴν μορφοῦσάν τε καὶ
γεννῶσαν αὐτά. ταῦτα δὲ οὐχ ὁρῶμεν τοῖς γινομένοις συνᾴδοντα. ἐπὶ γὰρ
πάντων τῶν γινομένων φύσει ἔξωθέν τί ἐστι τὸ τὴν ἀρχὴν τῆς γενέσεως
αὐτῶν ἔχον καὶ τῆς
πρώτης ἐν τῇ ὕλῃ μεταβολῆς αἴτιον. τά τε
γὰρ ἁπλᾶ σώματα τῆς τε
εἰς ἄλληλα μεταβολῆς ἔξωθεν ἔχει τὴν
αἰτίαν. ψῦξις γὰρ καὶ θερμότης ἡ γινομένη διὰ τὴν τῶν οὐρανίων σωμάτων
ἄλλοτε ἀλλοίαν πρὸς αὐτὰ σχέσιν τῆς γενέσεως αὐτοῖς καὶ τῆς φθορᾶς καὶ
τῆς εἰς ἄλληλα μεταβολῆς αἴτια. ἀλλὰ καὶ τῶν φυτῶν καὶ τῶν ζῴων ἕκαστον
ὑπό τινος ἔξωθεν
τῆς γενέσεως λαμβάνει
ψυχρὸν δὲ καθὸ
θερμαίνεται. ἀλλὰ καὶ οἷς ἡ γέννησις ἀπὸ σπέρματος,
ἔξωθεν
τὸ γεννῶν διὰ τῆς προέσεως τοῦ σπέρματος. εἰ δ’ οὕτως τὰ ἐκ τῆς ὕλης
γινόμενα γίνεται, πῶς ἂν
τοῦ θεοῦ. ἐοίκασι δὲ δι’ ὧν λέγουσιν εἶδος τῆς ὕλης λέγειν
τὸν θεόν. εἰ γὰρ οὕτως ὁ θεὸς μέμικται τῇ ὕλῃ κατ’ αὐτούς, ὡς ἐν τοῖς
ζῴοις ἡ ψυχὴ τῷ σώματι, καὶ ἡ δύναμις τῆς ὕλης ἐστὶ ὁ θεὸς (φασὶ γὰρ τὴν
ὕλην ποιεῖν τῇ ἐν αὐτῇ δυνάμει), εἶδός πως ἂν λέγοιεν αὐτῆς τὸν θεόν, ὡς
τὴν ψυχὴν τοῦ σώματος καὶ τὴν δύναμιν τοῦ δυνάμει. ἀλλ’ εἰ τοῦτο,
πῶς ἂν ἔτι ἡ ὕλη ἀνείδεος εἴη κατὰ τὸν αὐτῆς λόγον, εἴ γε
τὸ συμμένειν
αὐτῇ καὶ εἶναι ὕλῃ παρὰ τῆς οὔσης ἐν αὐτῇ
δυνάμεως; μάλιστα δ’ ἐν τῇ ἐκπυρώσει φαίνεται κατ’ αὐτοὺς ὁ θεὸς τῆς
ὕλης εἶδος ὤν, εἴ γε ἐν τῷ πυρί, ὃ μόνον ἐστὶ κατ’ αὐτοὺς τότε, ἡ ὕλη
καὶ ὁ θεὸς τῆς ὕλης σώζονται μόνοι. εἴη γὰρ ἂν ὁ θεὸς τότε
εἶδος τὸ ἐπὶ τῇ ὕλῃ τοῦ πυρὸς.
εἰ δὲ τοῦτο, μεταβάλλει δὲ τὸ πῦρ εἰς ἄλλα τινὰ σώματα, τὸ
εἶδος ἀλλάσσον εἴη ἂν ὁ θεὸς φθειρόμενος τότε, εἴ γε κατὰ φθορὰν τοῦ
προυπάρχοντος εἴδους ἡ μεταβολὴ εἰς ἄλλο σῶμα τῇ ὕλῃ γίνεται. καὶ εἰ τῆς
τοιαύτης μεταβολῆς ὁ θεὸς αἴτιος, εἴη ἂν ὁ θεὸς κατ᾿ αὐτοὺς φθείρων
ἑαυτόν, οὗ τί ἂν ἀτοπώτερον ῥηθείη ποτ’ ἄν; πῶς δ’ οὐκ ἀνάξια τῆς θείας
προλήψεως τό τε τὸν θεὸν διὰ πάσης τῆς ὑποκειμένης πᾶσιν
ὕλης κεχωρηκέναι λέγειν καὶ μένειν ἐν αὐτῇ, ὁποία ποτ’ ἂν ἦ, καὶ τὸ
προηγούμενον ἔχειν ἔργον, τὸ ἀεί τι γεννᾶν τε καὶ διαπλάσσειν τῶν ἐξ
αὐτῆς γενέσθαι δυναμένων, καὶ ποιεῖν τὸν θεὸν δημιουργὸν σκωλήκων τε καὶ
ἐμπίδων, ἀτέ
ὥσπερ κορόπλαθόν τινα τῷ πηλῷ σχολάζοντα καὶ
πᾶν τὸ δυνάμενον
ἐξ αὐτοῦ γενέσθαι τοῦτο ποιοῦντα; πρὸς δὲ
τούτοις εἰ τὰ κιρνάμενα ἀλλή σώματα ἀντιπάσχειν ὑπ’ ἀλλήλων ἀνάγκη (διὰ
τοῦτο γὰρ οὐδέτερον αὐτῶν φθείρεται, ὅτι ἑκάτερον αὐτῶν πάσχον ὑφ’
ἑκατέρου ἐν τῷ πάσχειν
ἀντιποιεῖ), τὰ δὲ δι’ ἀλλήλων
χωροῦντα σώματα κιρνᾶται ἀλλήλοις, εἴη τ’ ἂν ἄλληλα
Ἀριστοτέλει περὶ τοῦ πέμπτου σώματος καὶ
τοῖς μόνοις κατ’ ἀξίαν τῶν
τῶν ὑφ’ αὐτῶν λεγομένων μηδὲ τὴν ἀρχὴν
συνιέντας, οἷς καὶ τὰ κυριώτατα καὶ μέγιστα τῶν κατὰ φιλοσοφίαν δογμάτων
ἤρτηται καὶ τὴν κατασκευὴν ἀπὸ τοῦ θαυμαστοῦ δόγματος ἔχει τοῦ σῶμα
χωρεῖν διὰ σώματος·’
ὅ τε γὰρ περὶ κράσεως αὐτοῖς λόγος οὐκ
ἐν ἄλλῳ τινί, ἀλλὰ καὶ τὰ περὶ
ψυχῆς ὑπ’ αὐτῶν λεγόμενα
ἐντεῦθεν ἤρτηται τε πολυθρύλλητος αὐτοῖς εἱμαρμένη καὶ ἡ τῶν πάντων
πρόνοια δὲ τὴν πίστιν λαμβάνουσιν,
ἔτι τε τὸ περὶ ἀρχῶν τε
καὶ θεοῦ καὶ ἡ τοῦ παντὸς ἕνωσίς τε καὶ συμπάθεια πρὸς αὐτό. πάντα γὰρ
αὐτοῖς ταῦτ’ ἐστὶν ὁ διὰ τῆς ὕλης διήκων
θεός. τούτου δὲ
τοῦ σῶμα χωρεῖν διὰ σώματος, ἐξ οὗ σχεδὸν πάσης τῆς φυσιολογίας αὐτοῖς
ἀνήρτηται τὰ πείσματα, παρά τε τὰς κοινὰς προλήψεις
λεγομένου καὶ παρὰ τὰς ἁπάντων δόξας τῶν φιλοσόφων, τὴν πίστιν κατ’
αὐτοὺς λαμβάνει ὡς ἂν ἀπὸ ἐναργοῦς τοῦ τὸν σίδηρον, ὅταν ἢ πεπυρωμένος
μὲν μὴ αὐτὸν ἐξάπτεσθαί τε καὶ πυροῦσθαι λέγειν ὁμοίως
τοῖς
οἷς ὕλη τὸ πῦρ, ἀλλὰ διὰ παντὸς αὐτοῦ χωρεῖν τὸ πῦρ
ὑπολαμβάνειν μετὰ
τῆς ὕλης ἐκείνης, ἐφ’ ἧς ὂν γειτνιᾶσαν τῷ
σιδήρῳ ἐθέρμαινέ τε καὶ ἐξῆψεν αὐτόν. καίτοι πῶς οὐ πρὸς τοῖς ἄλλοις καὶ
τοῦτο παντάπασιν ἄτοπον τὸ τὴν τῆς φλογὸς ὕλην, μὴ κατέχουσαν τὴν ἔξωθεν
χορηγίαν, μὴ καταναλίσκεσθαι, σώζεσθαι δὲ ἐπὶ τοσοῦτον λέγειν ἐν τῷ πυρὶ
τῷ μεμιγμένῳ
τῷ σιδήρῳ, ἕως ἂν ὁ σίδηρος πεπυρωμένος μένῃ, ἐναργοῦς
ὄντος τοῦ τὴν φλόγα συνεχοῦς δεῖσθαι τῆς κατὰ τὴν ὕλην χορηγίας, ὡς
ἔχουσαν ἐν τῷ γίνεσθαι τὸ εἶναι διὰ τὴν τῆς ὑποβεβλημένης ὕλης αὐτῇ
ταχεῖαν φθοράν. καὶ ὁ θεὸς κιρνάμενος τῇ ὕλῃ· εἰ δὲ τοῦτο, καὶ
ἀντιπάσχων ὑπ’ αὐτῆς· οἷς ἕπεται τό τε τὸν θεὸν πάσχειν καὶ τὸ τὴν
ὕλην ποιεῖν, ἀλλὰ ταῦτα . εἰ γὰρ μὴ ὁ σίδηρος ὕλη ποτὲ τῷ πυρί,
τίνα χρὴ τὴν καιομένην ὕλην λέγειν εἶναι; ὅλως δὲ ἐπεὶ ὁ σίδηρος ὑπό
τινος ἐξάπτεται πυρὸς ὄντος ἐφ’ ὕλης τινός, εἰ διὰ τοῦ σιδήρου δίεισι τὸ
πῦρ, δεῖ φυλάσσον αὐτὸ τὴν ὕλην, ἐφ’ ἧς ὂν ἐπλησίασε τῷ σιδήρῳ, χωρεῖν
δι’ αὐτοῦ, ἀλλ’ οὕτε
τὰ ξύλα οὔτε οἱ ἄνθρακες οὔτε τις ἄλλη
τῶν ὑποκειμένων ὕλη τῷ πυρὶ
τῷ πυροῦντι τὸν σίδηρον ἐν τῷ
σιδήρῳ γίνεται. λείπεται δή, χωριζόμενον
αὐτὸ τῆς ὕλης
γίνεσθαι ἐν αὐτῷ. ἀλλ’ εἰ χωρίζοιτο, ἀναγκαῖον αὐτὸ ἐν τῇ μεταβάσει ὕλην
τινὰ μεταλαμβάνειν, καὶ ἔστιν οὐκ ἄλλη τις ἢ ὁ σίδηρος αὐτός. καθόσον
γὰρ ἡ ὑγρότης ἐστὶν ἐν αὐτῷ, κατὰ τοσοῦτον ὕλη τῷ
πρώτου γίνεται, ὡς ἀναλισκομένης ὑπὸ τοῦ
πυρὸς τῆς ὑγρότητος τῆς ἐν αὐτῷ, καὶ ἐξάπτεταί τε μέχρις ἂν ὑγρότης ἢ
τις ἐν αὐτῷ, ὥσπερ οὖν καὶ ξύλα. ἀλλὰ τούτων μὲν ἅλις.
Ἐπανίωμεν δὲ ἐπὶ τὸν ἐξ ἀρχῆς λόγον. εἰ γὰρ τὰ εἰρημένα οὕτως
περὶ κράσεως παντελῶς ἄτοπα, ἀναγκαῖον ἄλλως πως τὰς κράσεις γίνεσθαι
λέγειν. λείπεται δὲ παρὰ ταύτας, ὧν ἄξιον ποιεῖσθαι λόγον τινά,
διὰ συντομίαν τῶν περὶ αὐτῆς
εἰρημένων ὑπὸ τοῦ φιλοσόφου. πρῶτον μὲν
ὁρίσωμεν, τίνα
ἐστὶν ἀλλήλοις κιρνᾶσθαι λεγόμενά τε καὶ δυνάμενα. ὁρισθὲν γὰρ ἡμῖν
τοῦτο ἀποσκευάσεται πολλὰ τῶν ἐνοχλούντων τὸν περὶ κράσεως λόγον. ἔστι
δὴ ἡ μῖξίς τε καὶ ἡ κρᾶσις ἐν τοῖς καθ’ αὐτὰ ὑφεστάναι φύσιν ἔχουσι. διὸ
καὶ δοκεῖ δύνασθαι χωρίζεσθαι πάλιν ἀλλήλων
τὰ μεμιγμένα ὅτι ἐκ τούτων συνῆλθεν. εἰ δὲ μηδὲν ἄλλο
χωριστὸν παρὰ τὴν οὐσίαν, οὐσιῶν ἂν ἡ μῖξίς τε καὶ ἡ κρᾶσις εἴη. εἰ δὲ
τοῦτο, οὐκ ἂν Ἀναξαγόρας εἴη καλῶς λέγων, πάντα ἐν πᾶσιν μεμῖχθαι. οὔτε
γὰρ τὰ πάθη χωριστά, ὡς καθ’ αὐτὰ εἶναι δύνασθαι (διὸ οὐδὲ μῖξίς τε καὶ
κρᾶσις ἂν εἴη παθῶν πρὸς ἄλληλα, ἢ παθῶν πρὸς τὰ ὧν
ἐστι πάθη),
ἀλλ’ οὐδὲ τὰ εἴδη τῶν οὐσιῶν. καὶ γὰρ εἰ οὐσίαι
καὶ ταῦτ’, ἀλλ’ οὐ καθ’ αὐτὰ συνυφίστανται. οὐ γὰρ οἷόν τε χωρὶς ὕλης
εἶναί τι αὐτῶν. ἀλλ’
οὐδὲ ἡ ὕλη μικτή. οὐδὲ γὰρ αὕτη χωρὶς
εἴδους ἐνεργείᾳ ποτ’ ἐστίν. οὔτ’ οὖν ἐν ἄλλοις τισίν, ἢ ἐν οὐσίαις ἡ
μῖξίς τε καὶ κρᾶσις, οὔτε ἄλλαι τινὲς τῶν οὐσιῶν εἰσὶ μικταὶ παρὰ τὰς
χωριστάς τε καὶ κατ’ ἰδίαν ὑφεστάναι
δυναμένας καὶ κατεχούσας τόπον. τοιαῦτα δὲ τὰ σώματα.
τούτου τοίνυν διωρισμένου μετὰ ταῦτα ἄξιον ἐπιστῆσαι, πότερον ταὐτόν
ἐστι μῖξίς τε καὶ κρᾶσις, ἢ διαφορὰν ἔχει τινά. ἔοικε δὴ διαφέρειν, τὸ
μὲν κοινότερόν ἐστιν ἡ μῖξις, ἡ δὲ κρᾶσις ἰδικώτερον. ποιὰ γὰρ μῖξις ἡ
κρᾶσις. τῶν
γὰρ μίξεων ἡ μέν τις κατὰ παράθεσιν τῶν οὐσιῶν
καὶ ἁφὴν γίνεται, ἣν
λέγομεν τῆς μίξεως γίνεσθαι κατὰ
σύνθεσιν (οὐ πᾶσα μὲν γὰρ σύνθεσις μῖξις· σύνθεσις μὲν γὰρ καὶ τῶν
ὁμοίων τε καὶ ὁμοειδῶν γίνεται, ἡ δὲ μῖξις ἐκ διαφερόντων τε καὶ ἐν
διαφέρουσι· διὸ ὁ μὲν τῶν πυρῶν σωρὸς κατὰ μόνην σύνθεσιν, ὁ δὲ τῶν
πυρῶν τε καὶ κυάμων ἤδη τῇ συνθέσει
καὶ τὴν μῖξιν
προσείληφεν), ἡ δὲ ὡς κρᾶσις μῖξις γίνεται, οὐ σωζομένων
ἔτι τῶν μιγνυμένων καὶ οὕτως ἀλλήλοις παρακειμένων, ἀλλ’ ἑνουμένων κατὰ
τὸ ὑποκείμενον. διὸ ἐν τοῖς εὐορίστοις τε καὶ ὑγροῖς ἡ ὡς κρᾶσις μῖξίς
ἐστιν. ὥσπερ δὲ οὐχ ἡ τῶν τυχόντων σύνθεσις μῖξις ἦν, οὕτως οὐδὲ
ἐστὶν οἷά τε (ἡ γὰρ κρᾶσις ἐν τοῖς ποιεῖν τε καὶ πάσχειν ὑπ’
ἀλλήλων δυναμένοις), τότε καὶ τούτων κρᾶσις γίνεται. διὰ τοῦτο γὰρ
ἄμικτον πᾶν τὸ θεῖον σῶμα τὸ ποιητικὸν ὂν μηκέτ’ ἀντιπάσχειν ὑπὸ τοῦ
πάσχοντος ὑπ’ αὐτοῦ δύναται. μόνα γὰρ τὰ ἔνυλα πάσχει. διὸ ταῦτα μόνα
τῶν ποιούντων ἀντιπάσχει ὅσα τῆς αὐτῆς κεκοινώνηκεν ὕλης. ταῦτα δὲ τῶν
τῆς αὐτῆς ὕλης κεκοινωνηκότων ὑπ’ ἀλλήλων ἀντιπάσχειν
οἷά τε, ὅσα
ἐναντίωσιν ἔχει τινὰ πρὸς ἄλληλα. οὐ γὰρ τὸ
τυχὸν ὑπὸ τοῦ τυχόντος οἷόν τε πάσχειν· οὐδὲ γὰρ τὸ ὅμοιον ὑπὸ τοῦ
ὁμοίου. ἀπαθῆ γὰρ ὑπ’ ἀλλήλων τὰ ὅμοια. ἐν διαφέρουσι γὰρ καὶ ὑπὸ
διαφερόντων τὸ ποιεῖν τε
καὶ πάσχειν γίνεται. ἀλλ’ οὐδὲ τὰ
ἕτερα πάντῃ πάσχει τι ὑπ’ ἀλλήλων.
οὐδὲ γὰρ παθεῖν οἷόν τε
φωνὴν ὑπὸ γραμμῆς, τῷ μηδὲν ὑπ’ ἀλλήλων ἀντιπάσχειν,
ὕλην ὑποκειμένην ἔχοντα ἐναντίωσίν τινα ἔχει πρὸς
ἄλληλα. οὔτε γὰρ ὑπὸ χρώματος τὸ γλυκύ, καθὸ γλυκύ, πάθοι ποτ᾿ ἄν, οὔτε
ὑπὸ θερμοῦ τὸ ξηρόν,
ἀλλ’ οὐδὲ ὑπὸ ψυχροῦ τὸ ὑγρόν καθὸ
ὑγρόν, ὅτι μὴ ἔστι ταῦτα ἀλλήλοις ἐναντία, ἀλλὰ
πάσχει, οὐδὲ
τὸ ὑγρὸν ὑπὸ τοῦ ξηροῦ καὶ τὸ ξηρὸν ὑπὸ τοῦ ὑγροῦ, ἀλλὰ καὶ τὰ μεταξὺ
ἑκατέρου τῶν ἄκρων, ὅτι κατὰ μῖξίν ἐστι τῷ πρὸς ἑκάτερον
τῶν ἐναντίων τὸ μεταξὺ τὸν θατέρου τῶν ἐναντίων σώζειν λόγον. τοῖς γὰρ
προειρημένοις συμβέβηκε τὴν αὐτὴν ὕλην ἔχουσιν καὶ ἐναντίωσιν
κατὰ τὸ εἶδος ἔχειν πρὸς ἄλληλα. τῆς γὰρ ὕλης ἴδιον τὸ τὴν αὐτὴν εἷ
τῶν ἐναντίων ἐπιδεκτικήν. πάντα γὰρ τὰ ἐν γενέσει τε καὶ φθορᾷ σώματα
ἐπὶ τῆς αὐτῆς ἀλλήλοις ἐστὶν ὕλης, ἡ δὲ διαφορὰ αὐτῆς κατά τε
εἴδη καὶ συμβεβηκότα πάθη. τὰ γοῦν τέσσαρα σώματα, ἃ στοιχεῖα
λέγεται,
ἔστι ταῦτα· γῆ καὶ ὕδωρ, ἀήρ τε καὶ πῦρ, ἃ ὕλην
τὴν αὐτὴν ἀλλήλοις ἔχοντα κατὰ τὰ εἴδη τὴν πρὸς ἄλληλα σώζει διαφοράν.
διαφέρουσι γὰρ ἀλλήλων τῷ τὸ μὲν αὐτῶν θερμόν τ’ εἶναι καὶ ξηρόν (ἐν γὰρ
τούτοις τὸ εἶναι τῷ πυρί πυρί· ἐστὶ μὲν γὰρ καὶ ἐν τῇ ὕλῃ αὐτῷ τὸ εἶναι
τῇ ταῦτα
(τοιοῦτον γὰρ ἡ γῆ). ἃς ἔχοντα διαφοράς τε καὶ ἐναντιώσεις
πρὸς ἄλληλα, ποιοῦντά τε καὶ πάσχοντα εἰς ἄλληλα ποιεῖ τὰς μεταβολάς,
τῆς ὕλης με ταβαλλούσης εἰς τὸ τῶν ποιούντων κρατοῦν. ὅταν γάρ τι αὐτῶν
πλεονάσαν τινὸς τῶν ἐναντίωσιν ἐχόντων πρὸς αὐτὸ κατισχύῃ ταῖς
ἐναντιώσεσι
ταῖς ἐν αὑτῷ ἐπὶ τοσοῦτον, ὡς ἀποβάλλουσαν τὴν
ὑποκειμένην ὕλην, ἣν
πρότερον εἶχε ποιότητα μεταλαβεῖν τὸ
τοῦ κρατήσαντος εἶδος, τότε γίνεται τοῦ μὲν οὕτω μεταβάλλοντος φθορά,
γένεσις δέ, εἰς ὃ γένονεν ἡ μεταβολή. αἱ μὲν οὖν γενέσεις καὶ φθοραὶ τῶν
σωμάτων αἱ γινόμεναι κατὰ μεταβολὴν τὴν κατὰ τὸ ποιεῖν τε καὶ πάσχειν
τοῦτον γίνονται τὸν τρόπον.
τινῶν μῖξις εἶναι δοκεῖ·
οὔτε γὰρ ὑπὸ τοῦ ἑτέρου φθαρέντος καὶ μεταβάλλοντος εἰς τὸ κρατῆσαν
κρᾶσις, ἀλλὰ τοῦ μὲν αὔξησις, τοῦ δὲ φθορά — διὸ οὐδὲ ἡ τροφὴ λέγεται
κιρνᾶσθαι καὶ τὸ τρεφόμενον — οὔτ’, εἰ
ἀμφότερα παντάπασιν
φθαρείη τὰ μιγνύμενα, τὰ μεμιγμένα κρᾶσις ἔτι· σωζομένων γάρ τινων μῖξις
ἡ κρᾶσις), ἀκόλουθον ἂν εἴη τὴν τῆς κράσεως
πρὸς τὴν
γένεσίν τε καὶ φθοράν (λέγειν διαφοράν⟩. κοινὸν μὲν γὰρ αὐταῖς τε κατὰ
τὴν ὕλην κοινωνία, καθ’ ἣν ὥσπερ φθείρεταί τι, οὕτως καὶ κιρνᾶται, καὶ
ἡ διὰ ἐναντίωσιν διὰ τοῦ ποιεῖν τε καὶ πάσχειν
μεταβολή. ἴδιον δὲ κράσεως πρὸς τὴν γένεσίν τε καὶ φθορὰν τὸ ἐπὶ μὲν
τούτων τέλεον θάτερον εἰς θάτερον μεθίστασθαι καὶ μεταλαμβάνειν τὰς
ἐναντιώσεις, καθ’ ἃς παθὸν
ἀπέβαλε τέλεον, ἃς εἶχε πρὸ
τούτου, ἐπὶ δὲ τῶν κιρναμένων οὐ τοῦτον
ἔτι γίνεται τὸν
τρόπον. ἀλλ’ ὅταν πλείω σώματα τοῦ ποιεῖν καὶ πάσχειν ὑπ’ ἀλλήλων ἔχοντα
δύναμιν ἀλλήλοις συνέλθῃ, ἔχῃ δὲ οὕτως, ὡς μὴ ὑπερέχειν κατὰ τὰς
ἐναντιώσεις ἄλλο ἄλλου δύνασθαι ὡς φθεῖραν αὐτὸ εἰς τὴν ἑαυτοῦ
μεταστῆσαι φύσιν, τότε ταῦτα διὰ τὴν τῶν δυναμένων
ἰσότητα,
καθ’ ἃς ποιεῖ καὶ πάσχει, ὁμοίως ὑπ’ ἀλλήλων ἀντιπάσχοντα
μέχρι τούτου πρόεισιν, ἕως ἀποβαλόντα τὰς κατὰ ἐναντιώσεις ὑπεροχάς, δι’
ἃς ἕτερά τε ἦν ἀλλήλων καὶ ἐναντία, μίαν ἐξ πασῶν τῶν δυνάμεων γεννήσει
ποιότητα, ἑνωθείσης καὶ μιᾶς γενομένης τῆς ἀμφοτέροις ἢ πᾶσιν
αὐτοῖς ὕλης ὑποκειμένης. γίνεται δὲ ἡ τοιαύτη μῖξις, ἣν κρᾶσιν
καλοῦμεν,
ἐν τοῖς ὑγροῖς τῶν σωμάτων. καὶ γὰρ ἡ ἐν τοῖς
ξηροῖς γίνεσθαι δοκοῦσα κρᾶσις οὐ γίνεται χωρὶς ὑγρότητος. ἑνοῦται γὰρ
τὰ ὑγρὰ συντιθέμενα καὶ
κατὰ τὴν ὕλην διὰ τὴν ὑγρότητα κατὰ τὴν
παράθεσιν ἑνουμένοις σώμασιν προσήκῃ τὸ ἐναντίωσιν ἔχειν ἰσοκρατῆ πρὸς
ἄλληλα, γίνεται αὐτοῖς κατὰ τὰς ποιότητάς τε καὶ δυνάμεις ἕνωσις, ὅπερ
ἐστὶν ἡ κρᾶσις. ἑκάτερον γὰρ
τῶν οὕτως ἐχόντων διὰ μὲν τὴν
ἐνυπάρχουσαν ἐν αὐτοῖς ἐναντίωσιν καὶ
τὴν τῆς ὕλης
κοινωνίαν μεταβάλλει τε καὶ πάσχει, διὰ δὲ τὴν ἰσότητα τῶν ἐναντιώσεων
οὐκ ἐπὶ τοσοῦτον ποιεῖ τὴν μεταβολήν, ὡς ταὐτὸν γενέσθαι θατέρῳ θάτερον.
ἀντιπάσχον γὰρ τὸ ποιοῦν ὑπὸ τοῦ πάσχοντος πρὸς αὐτοῦ καὶ μὴ μένον
ὅμοιον αὑτῷ, παύεται τοῦ ποιεῖν ἔτι δύνασθαι πρὸ τοῦ
κρατῆσαι τέλεον αὐτοῦ. καὶ τοῦτ’ ἐστὶν ἡ κρᾶσις· ἡ γὰρ διὰ τοῦ ποιεῖν
καὶ πάσχειν τῶν παρακειμένων ἀλλήλοις σωμάτων διὰ
μεταβολῆς χωρὶς φθορᾶς αὐτῶν τινος ἕνωσις.
ὑπ’ ἀλλήλων, ταχέως ἕν τι γίνεται σῶμα καὶ κατὰ τὸ
ὑποκείμενον καὶ κατὰ τὴν ποιότητα, ἐνεργείᾳ μὲν οὐδὲν ὂν τῶν μεμιγμένων,
δυνάμει δὲ πᾶν τι, τοσοῦτον ἀπολειπόμενον τοῦ καὶ ἐνεργείᾳ σώζειν τὰ ἐν
αὐτῷ μεμιγμένα, ὅσον διὰ τοῦ ποιεῖν τε καὶ πάσχειν ἀφῄρηται διὰ
τῆς δυνάμεως αὐτῶν ἑκάστου. διὸ καὶ ὀλίγης δεῖται βοηθείας
τῆς πρὸς
χωριστὰ τὰ πεπραγμένα. προσθήκης γὰρ δεῖταί τινος
εἰς τελειότητα, ἀλλ’ οὐ παντελοῦς γενέσεώς τε καὶ μεταβολῆς. διὸ καὶ
προσφερομένων αὐτοῖς τινων, ἃ πρὸς τὴν τοιαύτην τελειότητα συνεργεῖν
ἐστιν σἷά τε, ῥᾳδίως ἐπὶ τὴν οἰκείαν ἀνατρέχει φύσιν, οὐ τοῦ πρότερον
ὄντος ὕδατος ἢ οἴνου τοῦ
ἐκκρινομένου πάλιν (οὐδὲ γὰρ τὴν ἀρχὴν ἐσώζετο ἐν τῷ
μίγματι, παράθεσις γὰρ ἄν, οὐ κρᾶσις ἦν· ἐν γὰρ τοῖς κεκραμένοις ἕν τε
καὶ ὁμοιομερὲς πᾶν τὸ γεγονὸς ἐκ τῆς κράσεως), ἀλλὰ δυναμένου
ἀπὸ τοῦ τοιούτου κράματος εἰς ὕδωρ μὲν ῥᾳδίως μεταβάλλειν
μεταβαλόντος εἰς τοῦτο ἀρχήν,
μὴ μιχθὲν ἐκ τοιούτων ἐπὶ
τοιαύτης ποιότητος. ὡς γὰρ ἐπὶ τοῦ γάλακτος
ὄντος
ὁμοιομεροῦς σώματος, ἔχοντος δὲ ἐν αὐτῷ τι δυνάμει καὶ ὑγρόν
τι καὶ στερεόν, ὁ πεπυρωμένος ἐμβληθεὶς λίθος ἑκάτερον αὐτῶν ἐξ αὐτοῦ δι
γεννήσας τρόπον τινά, καὶ τὸ μὲν αὐτοῦ τυρὸν ἐποίησε, τὸ δὲ ὀρρόν,
οὐ μέρος τι ἐνυπάρχον αὐτῷ ἐνεργείᾳ χωρίσας, ἀλλ’ ἀπὸ
παντὸς μορίου
ὕδωρ καθαρὸν ὑπ’ αὐτοῦ γενέσθαι ὑπὸ
τοσαύτης τε καὶ τοιαύτης
δυνάμεως χωρίζον ἀναφέρει. ὡς γὰρ
ἐπὶ τοῦ γλεύκους, ὁμοιομεροῦς ὄντος σώματος, ἡ ὀλίγη πέψις προσελθοῦσα
ἐξ ἅπαντος αὐτοῦ γεννᾶ τε καὶ διακρίνει πνεῦμά τε καὶ οἶνον (ὅτι γὰρ μὴ
πρότερον ἦν ἐν αὐτῷ ταῦτα ἐνεργείᾳ, δῆλον ἐκ τοῦ μὴ δύνασθαι μὲν οὕτως
ὑγρῷ κατέχεσθαι ἐνεργείᾳ
πνεῦμα, ὡς εἴρηται καὶ πρὸ ὀλίγου,
ἀλλὰ τὸ γενόμενον ἐκκρίνεσθαι παραχρῆμα
πᾶν ἐπὶ τῆς
πέψεως), οὕτως ὑποληπτέον καὶ τὰ χωρίζοντα ἀπὸ τῶν κεκραμένων, ἐξ ὧν
κέκραταί τινα, οὐκ ἐνυπάρχοντα ἐνεργείᾳ χωρίζειν, ἀλλὰ μεταβάλλοντα
δυνάμει τινὶ καὶ τελειοῦντα τὰ δυνάμει διὰ τὴν κρᾶσιν
ἐνυπάρχοντα αὐτοῖς. ὡς γὰρ ἐπ’ ἐκείνων ἐπιπόλαιός τινος γένεσις γίνεται
(οὐ γὰρ τοῦ γάλακτος εἰς ἐναντίας τινάς, αἷς ἔχει,
μεταβαλόντος ποιότητας
τὸ μὲν ὀρρὸς τὸ δὲ τυρὸς γίνεται,
ἀλλὰ τῶν ὑπαρχόντων αὐτῷ δυνάμει οὕτως, ὡς ὀλίγης τινὸς πρὸς τὸ ἐνεργείᾳ
εἶναι δεῖσθαι βοηθείας, εἰς
τὸ ἐνεργείᾳ εἶναι γίνεται),
οὕτως μεταβολὴν ἡγητέον γίνεσθαι καὶ ἐπὶ τῶν κεκραμένων. ἕπεται δὲ τῇ
ἐπὶ τῶν κεκραμένων τοιαύτῃ μεταβολῇ ἢ τὸ διακρίνεσθαι
δύνασθαι δοκεῖν αὐτά, ὅτι καὶ τὴν ἀρχὴν ἐκ μίξεως τοιούτων
ἡ γένεσις τῷ ταῦτα πάσχοντι σώματι. καὶ ἔστιν ὁ χωρισμὸς λεγόμενος
τῶν κεκραμένων οὔτε ὅμοιος τῷ ἐπὶ τῶν ἀλλήλοις
παρακειμένων, οὔτ᾿ αὖ τῷ πάλιν τῶν κατὰ φθορὰν καὶ γένεσιν καὶ τὴν εἰς
τοὐναντίον μεταβολὴν ἀποκρινομένων, ὡς ἐξ ὕδατος ὁρῶμεν εἰς ἀέρα
γινομένην ἀπόκρισιν, ἀλλ’ ἔστι τὸ γινόμενον μεταξὺ τούτων. οὔτε γὰρ
ἐνεργείᾳ ἐνυπάρχοντα
διακρίνεται οὔτε εἰς τοὐναντίον τῷ ὑποκειμένῳ μεταβάλλοντα
ἀποκρίνεται. ἐπὶ μὲν γὰρ τούτων ταὐτὸν κατὰ τὸ εἶδος μένει μετὰ τὴν
ἀπόκρισιν τὸ ὑπομένον τῷ πρὸ τοῦ, μόνον κατὰ ποσὸν ἐλαττούμενον, ἐπὶ δὲ
τῶν κεκραμένων οὐχ ὁμοίως, τῷ ἕκαστον τῶν ὄντων δυνάμει ἐν τῷ ἐκ τοῦ
κράματος
γεγονότι σώματι ἐκκρίνασθαι, μεταβάλλον εἰς τὴν
τελειότητα, ἧς ἀφῃρέθη
διὰ τοῦ ἐπ’ ἴσης αὐτὰ ἀντιπαθεῖν ὑπ’
ἀλλήλων, δι’ ὃ πάθος καὶ ἐπὶ τούτων τὸ χωρίζεσθαι κατηγορεῖται. εἰ οὖν
τά τε διὰ τῆς τοιαύτης μεταβολῆς τελειούμενα οὐ γενέσθαι, ἀλλὰ
χωρίζεσθαι λέγειν εὔλογον, τά τε ἄλλα περὶ τῆς γενέσεως τῆς κράσεως
εἰρημένα ἀκόλουθά τε ταῖς ὑποτων ἀρχαῖς καὶ συνῳδὰ ταῖς μεταβολαῖς τε
καὶ γενέσεσι τῶν σωμάτων
εὐπαθέστερα γινόμενα ἑνοῦταί
τε καὶ ὁμοιοῦται κατὰ τὸ εἶδος καὶ τὰς
ὁμοιότητας, καὶ κατὰ
τὴν αἴσθησίν ἐστι γνώριμον. ἕως γὰρ ἔτι μένει τῶν κιρναμένων ἑκάτερον
ἐπὶ τῆς οἰκείας οὐσίας, ἡ ὑπ’ ἀλλήλων γινομένη διάκρισις αὐτῶν καὶ ἀπὸ
τῆς τῶν χρωμάτων διαφορᾶς γίνεται γνώριμος·
ὑγρὰ ὄντα καὶ
εὐδιαίρετα καὶ ἀνόμοια ὑπὸ τῆς πληγῆς τῆς κατὰ τὴν ἐπίχυσιν θατέρῳ
θάτερον ἀρχὴν λαβόντα τοῦ διαιρεῖν ἄλληλα, ὄντα καὶ ἀνισόρροπα,
εἰ οὕτως τύχοι, τὸ μὲν βαρύτερον αὐτῶν διαιροῦν φέρεται
κάτω, τοῦ δὲ κουφοτέρου τὰ μόρια ὑποχωροῦντα τοῖς βαρυτέροις ἐπιπολῆς
αὐτῶν
σπεύδει γενέσθαι. ἣν τοπικὴν μετάβασιν αὐτῶν ἵστησι
φθάνουσαν ἡ κατὰ πάθη μεταβολή, ἑνοῦσα αὐτὰ τῇ κατὰ πάντα ὁμοιότητι, ὃ
καὶ αὐτὸ τῇ ὄψει γίνεται γνώριμον.
χωρεῖν χρῶνται καὶ ταῖς τῶν ζῴων διὰ τῆς τροφῆς
αὐξήσεσιν (εἰ
γὰρ αὔξησις τῇ προσθήκῃ τῆς τροφῆς
πάντῃ καὶ αὔξεται τὰ αὐξανόμενα. πάντῃ ἂν ἡ τροφὴ προσκρίνοιτο τῷ
ὑπάρχοντι σώματι· οὐχ ἶόν τε δὲ πάντῃ προσκριθῆναι τὴν μὴ διὰ παντός τε
καὶ πρὸς πᾶν ἐνεχθεῖσαν· ἀλλ’ εἰ διὰ παντὸς ἡ τροφὴ τοῦ σώματος φέρεται,
σῶμα οὖσα, ἀναγκαῖον
εἶναι δόξει, σῶμα διὰ σώματος χωρεῖν, εἴ γε μόνως οὕτως
οἷόν τε τὴν ἐκ τῆς τροφῆς προσθήκην παντὶ τῷ τρεφομένῳ γίνεσθαι σώματι),
ὅτι οὖν μὴ οὕτως τὸ τρέφεσθαί τε καὶ αὔξεσθαι γίνεται (οὐδὲν γὰρ τῶν
ἀδυνάτων γίνεται) φέρε
λεγομένων, ἐπὶ τούτων γὰρ καὶ ἡ ἀπορία πρόεισιν· ἔστι δὲ
ταῦτα τὰ διὰ τοῦ τρέφεσθαι τὴν προσθήκην λαμβάνοντα. τρέφεται δὲ ὅσα τὴν
θρεπτικὴν ἔχει δύναμιν ἐν αὐτοῖς, τοιαῦτα δὲ τὰ φυτὰ καὶ τὰ ζῷα. ὅσα δὴ
τοῖς οὕτως αὐξανομένοις ὑπάρχει καὶ ὅσα δεῖ φυλάττειν
τοὺς περὶ αὐξήσεως λέγοντας, ἀνάγκη ταῦτα πρῶτον ἐκθέσθαι· ταῦτα γὰρ
ἡμῖν ὄντα
γνώριμα συντελέσει πρὸς τὴν τῶν ῥηθησομένων
κρίσιν. τὰ δὴ αὐξανόμενα πάντα προσιόντος γέ τινος αὑτοῖς ἔξωθεν
αὔξεται, εἴ γε διὰ τοῦ τρέφεσθαι
τὸ αὔξεσθαι γίνεται, ἔτι τε
ὑπομένον τε καὶ σῶζον τὴν οἰκείαν φύσιν τὸ
αὐξόμενον τὴν προσθήκην λαμβάνει. οὔτε γὰρ μὴ ὑπομένοντος τοῦ αὔξεσθαι
λεγομένου αὔξησις τὸ
γινόμενον
ὂν ἐπ’ ὄγκου
μείζονος, ὡς ὁρῶμεν γινόμενον ἐκ τῆς ἐξ ὕδατος εἰς ἀέρα μεταβολῆς, ἀλλ’
ἐνταῦθα μὲν γένεσις καὶ φθορά, ὕδατος μὲν φθορά, γένεσις δὲ ἀέρος, ἐκεῖ
δὲ μῖξίς τε καὶ κρᾶσις), οὔτε τὸ τυχὸν τῶν εἰς τὴν
αὔξησιν
συντελούντων αὔξεται, ἀλλὰ τὸ σωζόμενόν τε αὐτῶν καἰ ὑπομένον, καὶ ἔτι
τὴν αὐξητικήν τε καὶ θρεπτικὴν ἔχον δύναμιν ἐν αὐτῷ. διὰ ταῦτα
γὰρ οὐχ ἡ τροφὴ αὐξανόμενον, καίτοι καὶ αὐτὴ σῶμα καὶ
γινομένη τῆς αὐξήσεως αἰτία, ἀλλ’ ᾧ ἡ τροφὴ προσκρίνεται. ἡ μὲν γὰρ
μεταβάλλει, τὸ δὲ σώζεται· καὶ ἡ θρεπτικὴ δύναμις, ἡ μεταβλητικὴ δὴ καὶ
προσκριτικὴ
τῆς τροφῆς, ἐστὶν ἐν τούτῳ.
ζητεῖται, ἐπεὶ ἡ αὔξησις προστιθεμένῳ γίνεται, τί ἐστι
ἀσωμάτου τινὸς προσθήκην τὴν
αὔξησιν εἶναι λέγουσι
κατεῖχε
δὲ τόπον τὸ αὐξῆσαν αὐτό· ὃν γὰρ ἐπιλαμβάνει τὸ αὐξανόμενον, οὖτός ἐστι
πρὸ τῆς αὐξήσεως αὐτοῦ κενός, εἴ γε μόνων σωμάτων τὸ
κατέχειν τινὰ τόπον. εἰ δὲ σώματι λέγοιτο ἡ αὔξησις γίνεσθαι
προστιθεμένῳ, ἔσται σῶμά τε διὰ σώματος χωροῦν καὶ
καθὸ μὲν αὔξεταί τι, κατὰ τοῦτο τὴν προσθήκην
λαμβάνει, κατὰ πάντα δὲ τὸ αὐξόμενον αὔξεται, ὥστε κατὰ πᾶν καὶ
προσθήκην λήψεται. ἀλλ’ εἰ σῶμα ὃν κατὰ πᾶν ἑαυτὸ τὴν προσθήκην
λαμβάνει, δεήσει διὰ παντὸς
αὐτὸ χωροῦν τὸ προστιθέμενον
αὐτῷ (τοῦτο δ’ ἐστὶν ἡ τροφή) τὴν αὔξησιν αὐτοῦ ποιεῖσθαι. εἰ γὰρ λέγει
τις διά τινων κενῶν γενέσθαι τὴν δίοδον
τῆς τροφῆς, ἀνάγκη
τούτῳ λέγειν, πᾶν τὸ τρεφόμενον σῶμα εἶναι κενόν,
εἰ καθ’ ὃ
μὲν ἡ πάροδος τῆς τροφῆς, κενὸν κατὰ τοῦτο, κατὰ πάντα δ’ αὐτοῦ ἡ
πάροδος τῆς τροφῆς, εἰ δὴ κατὰ πάντα αὔξεται. τῷ δὴ μέλ:λοντι φυλάττειν
τε τὰ τοῖς αὐξανομένοις ὑπάρχοντα καὶ λύσειν τὰ ἀποδείξεις, ρούμενα
ἀναγκαῖον πρῶτον, τί ποτέ ἐστι τὸ αὐξόμενον λαβεῖν, καὶ κατὰ
φλέψ, καὶ ὅλως ὧν τὰ μόρια τοῖς ὅλοις ἐστὶ συνώνυμα), καὶ
σύγκειται ἐκ τῶν ὁμοιομερῶν τὰ ἀνομοιομερῆ, ἀλλ’ οὐκ ἀνάπαλιν (οὐ γὰρ ἐκ
προσώπων ἡ σάρξ, ἀλλ’ ἐκ σαρκῶν τε καὶ ὀστῶν τὸ πρόσωπον), ἡ αὔξησις
κατὰ τὴν τοῖς ὁμοιομερέσι προσθήκην γίνεται. τούτοις γὰρ αὐξομένοις
ἕπεται
καὶ ἡ τῶν ἀνομοιομερῶν ἐπίδοσις. οὐ γὰρ ἡ
προσκρινομένη τροφή, πρόσωπον
ἢ χεὶρ γινομένη,
προσκρίνεται, ἀλλ’ εἰς σάρκα καὶ ὀστοῦν καὶ τῶν ἄλλων τῶν ὁμοιομερῶν
ἕκαστον μεταβάλλουσά τε καὶ προσκρινομένη τούτοις τῆς τοῦ παντὸς
αὐξήσεως σώματος αἰτία γίνεται. εἰ τοίνυν ἡ μὲν αὔξησις τοῦ αὐξανομένου
σωζομένου τε καὶ μένοντος, αὔξεται δὲ τὰ ὁμοιομερῆ,
δῆλον
ὅτι ταῦτα σώζεσθαί τε καὶ μένειν δεῖ. ἀκόλουθον τοίνυν
τούτοις ἰδεῖν, πῶς τις λέγων ὑπομένειν ταῦτα ἀληθεύσει.
καθὸ γὰρ ὑπομένειν οἷόν τε ταῦτα, κατὰ τοῦτ’ αὐτῶν καὶ τὴν αὔξησιν
ἀναγκαῖον εἶναι λέγειν. πᾶν δὴ τὸ ἐξ ὕλης τε καὶ εἴδους συγκείμενον καθ’
ἑκάτερον τῶν ἐξ ὧν ἐστιν εἶναι λέγεται· καὶ γὰρ κατὰ τὴν ὕλην καὶ κατὰ
τὸ εἶδος.
ἐκ τούτων δὲ καὶ τὰ ὁμοιομερῆ, καθ’ ἃ λέγομεν τὴν
τῶν ζῴων αὔξησιν 2o γίνεσθαι. διὸ καὶ ταῦτ’ ἔχει τὸ διττόν. καὶ λέγεται
ἕκαστον αὐτῶν ποτὲ μὲν κατὰ τὴν ὕλην, ποτὲ δὲ κατὰ τὸ εἶδος. ὅταν μὲν
γὰρ λέγωμεν τὴν σάρκα ῥεῖν καὶ εἶναι ἐν συνεχεῖ ἀποκρίσει τε καὶ
προσκρίσει, κατὰ τὴν
ὕλην τὴν σάρκα ταῦτα πάσχειν λέγομεν,
ὅταν δ’ αὗ πάλιν λέγωμεν τὴν σάρκα τὴν αὐτὴν μένειν, ἀπὸ τοῦ εἴδους καὶ
τὴν κατὰ τὸ εἶδος σάρκα
λαβόντες ταῦτα αὐτῇ μαρτυροῦμεν.
πάντα γὰρ τὰ ἐν ὕλῃ τὸ εἶναι ἔχονω κατὰ μὲν τὴν ὕλην ἄλλοτε ἄλλα
γίνεται, διὰ τὸ μὴ μένειν ταύτην
κατὰ τὸν ἀριθμὸν μίαν,
συνεχῶς κατὰ τὰ μόρια μεταβάλλουσάν τε καὶ γινομένην ἄλλοτε ἄλλην, κατὰ
δὲ τὸ εἶδος ἐν αὐτῷ κατ’ ἀριθμὸν ἕκαστον μένει. κατὰ γὰρ τὸ εἶδος ἡ σὰρξ
ἡ αὐτὴ κατ’ ἀριθμὸν μένει. κἂν τὸ
μὲν ἀπορρέῃ τῆς
ὑποβεβλημένης ὕλης αὐτῇ, τὸ δὲ ἐπιρρέῃ,
αὐτῆς ἐν αὐτῷ, φυλάσσει τὸ τῆς σαρκὸς εἶδος, τῇ κατὰ διάδοσιν μονῇ
κωλῦον αὐτοῦ τὴν παντελῆ φθοράν. οὐ γὰρ τὸ εἶναι τῇ σαρκὶ ἐν τῷ τόσῷδε
μεγέθει, ὃ οὐ ταὐτὸ μένει διὰ τὴν τῆς ὕλης ῥύσιν, ἀλλ’ ἐν τῷ εἴδει τῷ
τοιῷδε, ὃ ταὐτὸν μένει, ἔστ’ ἂν σώζηταί τι τῆς σαρκός. οὕτως τοίνυν
ἂν ὁ λόγος ἐμποδίζοιτο. τοῦτο γὰρ
ὑπομένει, τοῦ δὲ ὑπομένοντος ἦν. κειμένου δὲ τοῦ τὰ αὐξανόμενα κατὰ τὸ
εἶδος αὔξεσθαι, ἐπὶ τούτοις ἄξιον ἰδεῖν, πῶς τῆς τοῦ αὔξοντος αὐτὰ
προσκρίσεως αὐτοῖς γινομένης αὔξεται. εἰ μὲν οὖν κατὰ τὴν ὕλην ἡ αὔξησίς
τε καὶ ἡ πρόσκρισις ἐγίνετο, ἀναγκαῖον
ἂν ἦν λέγειν τῷ
κατὰ πᾶν μόριον αὔξεσθαι τὰ αὐξανόμενα λέγοντι,
κατὰ πᾶσαν
τὴν ὕλην γενέσθαι τὴν προσθήκην τὴν ἀπὸ τῆς τροφῆς, ἥτις οὐκ ἄλλως
ἐδύνατο γίνεσθαι (τῆς γε ὕλης τῆς αὐτῆς ὑπομενούσης),
ἀρχὴν προυπάρχον ὑπομένει, ὥστε γίνεσθαι τῷ αὔξοντι
σώματι δι’ αὐτοῦ
τὴν ὁδόν, ἀλλὰ γίνεται μὲν ἡ τροφὴ τῆς
σαρκὸς ὕλη, προσκρινομένη δὲ κατὰ μέρη τινὰ τῇ τῆς προυπαρχούσης ἔτι,
μενούσης δὲ καὶ τὸ εἶδος φερούσης, εἰ μὲν εἴη ἐλάττων ἢ ἴση τῆς
ἀπορρεούσης, σώζει οὐ μόνον τό, ᾧ προσκρίνεται, τρέφουσα αὐτὸ καὶ
κωλύουσα πᾶν διαφθαρῆναί τε καὶ
φθαρῆναι διὰ τὴν συνεχῆ ῥύσιν, ὅταν δὲ πλείων ἡ ὑπὸ τῆς
θρεπτικῆς δυρούσης, νάμεως κατεργαζομένη τε καὶ προσκρινομένη ὕλη τῆς
ἐπαναλισκομένης τε καὶ ἀπορρεούσης, τότε πρὸς τῷ τρέφεσθαι τὸ
ὑποκείμενον καὶ αὔξεται, τῆς μὲν οὐσίας τοῦ σώζοντος εἰς τὸ εἶναί τε καὶ
σώζεσθαι συντελούσης τῷ τρεφομένῳ, τῆς δὲ ποσότητος εἰς αὔξησίν τε καὶ
μέγεθος. διὸ ὅταν μὲν
ἐνεργῇ καθὸ τροφή, τότε μόνον σώζει
τὸ ὑποκείμενον, ὅταν δὲ καὶ ὡς ποσή, πρὸς τῷ σώζειν καὶ συναύξει.
μὴ πάντῃ δὲ τῆς προσκρίσεως
γινομένης,
αὔξεται πάντως, ὅτι τῆς θρεπτικῆς δυνάμεως τῆς ἀλλοιούσης τε τὴν τροφὴν
καὶ ἐξομοιούσης καὶ προσκρινούσης τῷ τρεφομένῳ ἴδιον ὥσπερ τὸ σώζειν τὸ
ὑπ’ αὐτοῦ τρεφόμενον, οὕτω δὲ καὶ μετὰ τοῦ ἰδίου
αὐτὸ
τηρεῖν σχήματος· μᾶλλον δὲ ἕπεται καὶ τούτῳ τὸ σώζειν. τότε γὰρ κυρίως
σώζεταί τι, ὅταν τηρῆται μετὰ παντὸς τοῦ κατὰ φύσιν ὑπάρχοντος
αὐτῷ, ὧν ἐστι καὶ τὸ σχῆμα. πᾶν γὰρ ἔμψυχον αὐτό τε μετά
τινός ἐστι οἰκείου σχήματος καὶ τῶν μερῶν ἕκαστον αὐτοῦ, ὃ φυλάσσεται
τότε
σχῆμα, ὅταν προσκρινόμενον ἐκ τῆς τροφῆς μὴ μένῃ τὴν
καθὸ προσετέθη
μορίων αὐτοῦ κατὰ ἀναλογίαν προστιθεμένου τοῦ τρέφοντός
τε καὶ αὔξοντος ἴσην ἐπίδοσιν λαβὸν ταὐτὸν ἔχοντα σχῆμα μείνῃ, ὃ ἔχει
καὶ πρὸ τῆς προσκρίσεως
τοῦ τρέφοντος. ὡς γὰρ τῆς γῆς βαρέος
ὄντος σώματος καὶ κάτω τε καὶ ἐπὶ τὸ μέσον φερομένου καὶ κατὰ τὴν αὐτοῦ
φύσιν καὶ τῷ ἰδίῳ
μέσῳ τὸ τοῦ παντὸς κατέχοντος μέσον τε
καὶ κέντρον, ἂν βάρος ἐπ’ αὐτῇ τι μεῖζον τεθῇ κατὰ θάτερον ἡμισφαίριον,
οὐ διὰ τῆς προυπαρχούσης γῆς διαδύεται τοῦτο τῆς ἐν τῷ μέσῳ μενούσης, ὡς
τῆς ἰδίας ῥοπῆς τὸ
κέντρον ἔχειν κατὰ τὸ τοῦ παντὸς μέσον,
ἀλλ’ ἄνωθεν τῇ προυπαρχούσῃ
γῇ μέχρι τοσούτου τὸ πρὸς αὐτὸ
μόριον τῆς γῆς προωθεῖ, ἕως ἂν τὸ γεγονυῖα νόμενον τοῦ τῆς γῆς βάρους
κέντρον διὰ τὴν προσθήκην τοῦ βάρους γένηω κατὰ τοῦ παντὸς μέσον (τοῦτο
γὰρ κατὰ φύσιν τοῖς βαρέσι τε καὶ κάτω φερομένοις σώμασιν· οὖ γινομένου
καὶ τὸ σχῆμα ἅμα ἡ γῆ φυλάσσει
τὸ σφαιρικόν, ὃ εἶχε καὶ πρὸ τοῦ), οὕτως ὑποληπτέον καὶ ἐπὶ
τῶν ὁμοιομερῶν γίνεσθαι, τῶν αὐξομένων διὰ τὴν ἀπὸ τῆς τροφῆς
πρόσκρισιν, εὐθὺ τῇ προσκρίσει τε καὶ ἐξομοιώσει πρὸς τὸ τρεφόμενον τῆς
τροφῆς παρ’ αὐτῶν τῶν μερῶν τοῦ τρεφομένου πρόσοδόν τινα γίνεσθαι καὶ
μετάστασιν
ἄλλου προωθοῦντος ἄλλο, ἕως ἂν τὸ πᾶν, ἐν ᾧ
πρότερον ἦν σχήματι,
ἐν τούτῳ καὶ μετὰ τὴν ἀπὸ τῆς τροφῆς
προσθήκην γένηται. ὡς γὰρ αὔξεταί τε καὶ φυλάσσεται τὰ τῶν ὁμοιομερῶν
τοῦ τρεφομένου σχήματα ἐν τῇ τῶν ὁμοιομερῶν αὐξήσει, οὕτως καὶ τὰ τῶν
ἀνομοιομερῶν
ὑποληπτέον φυλάσσεσθαι σχήματα τῆς κατὰ μόρια
προσκρινομένης αὐτοῖς τροφῆς ὑπὸ τῆς ἐν αὐτῇ θρεπτικῆς δυνάμεως εἰς
πάντα αὐτὰ ἀγομένης
ἀναλόγως. καθ’ ἣν ἀναλογίαν μετὰ τῆς
τοῦ σώματος σωτηρίας ἕκαστον
αὐ τῶν πᾶν αὔξεται, καὶ δεῖ
τὸ γινόμενον ὑπὸ τῆς φύσεως τε καὶ θρεπτικῆς δυνάμεως τοῖς διὰ τῆς
τροφῆς αὐξανομένοις ὑπολαβεῖν ὅμοιον εἶναι, ὡς ἂν εἰ οἶνόν τις ἐπινοήσαι
διά τινος σωλῆνος φερόμενον, φυλάσσοντος
μὲν τὸ σχῆμα
ταὐτόν, δι’ ὑγρότητα δὲ καὶ μαλακότητα, ὅταν μὲν ἔλαττον
ᾖ
τὸ δι’ αὐτοῦ φερόμενον ὑγρόν, συστελλομένου τε καὶ τὸ σχῆμα ἐπὶ ἐλάττονι
σώζοντος ὄγκῳ, ὅταν δὲ πλεῖον ᾖ τούτων, ἀνευρυνομένου τε πάντῃ καὶ
μείζονα τὸν ὄγκον λαμβάνοντος. ὡς γὰρ ἐπὶ τοῦ σωλῆνος τοῦ τοικῆς
ούτου οὐ τὸ ὕδωρ τὸ αὐξανόμενόν ἐστιν, ὅ γε τὴν ἀρχὴν οὐδὲ
ὑπομένει,
μὲν ὕλην, ἐφ’ ἧς τὸ αὐξόμενον εἶδος, ἄλλοτε
ἄλλην εἶναι δεῖ διὰ τὰς
συνεχεῖς ἀποκρίσεις, τὸ δὲ εἶδος τὸ
μὲν ἐπὶ τῇ ὕλῃ τῇ ῥεούσῃ ἀναλόγως τῷ σωλῆνος σχήματι μειοῦσθαι μέν, ὅταν
ἐλάττων ἡ ὕλη γένηται, αὔξεσθαι δέ, πλείονος τῆς κατὰ τὴν ὕλην
προσκρίσεως γινομένης, μετὰ τῆς
τοῦ οἰκείου σχήματος
σωτηρίας. τὸ γὰρ ἐπὶ πλείονι ὕλῃ ταὐτὸν εἶδος μεῖζον τοῦ ἐπ’ ἐλάττονι,
ὡς καὶ τὸ σχῆμα τοῦ σωλῆνος, τοῦ δι’ ὑγρότητα
συμμεταπίπτοντος τῷ δι’ αὐτοῦ ῥέοντι. ἡ δὲ πρόσκρισις ἡ τῆς τροφῆς τοῖς
τρεφομένοις γίνεται μὲν κατὰ μεταβολὴν ἐξομοιουμένης αὐτῆς τῷ τρεφομένῳ,
οὐ γενομένη δὲ πρῶτον ἡ αὐτὴ τῷ τρεφομένῳ, ἔπειτ’ αὐτῷ
προσκρίνεται. γένεσις γὰρ τοῦτο σαρκός, ἀλλ’ οὐ τροφή. ἀλλ’ ἡ ἐσχάτη
τροφή, ὅπερ ἐστὶν ἐπὶ τῶν ἐναίμων τὸ αἶμα, ἐπὶ δὲ τῶν ἄλλων τὸ
ἀνάφομένῳ,
λογον, ἑκάστῳ τῷ τρεφομένῳ διὰ τῶν ἀγγείων
φερομένη τῶν καθηκόντων
ἐπ’ αὐτὰ καὶ ἐπιρρέουσα ὑπὸ τῆς ἐν
ἑκάστῳ δυνάμεως, μεταβάλλεταί τε καὶ ἐξομοιοῦται τῷ τρεφομένῳ. καὶ δεῖ
τὸ γινόμενον ἐπινοῆσαι, ὡς εἰ οἴνῳ ἐπιχεομένου ὕδατος ἡ ἐν τῷ οἴνῳ
δύναμις ἀεὶ τὸ ἐμπῖπτον εἰς
αὐτὸν ὕδωρ οἶνον ποιοῦσα,
σώζει τε καὶ αὔξει τὸν οἶνον. ὅπερ ὁρᾶται
καὶ τὸ πῦρ
ποιοῦν, ἐπειδὰν αὐτῷ γειτνιάσῃ τι τῶν καυστῶν. οὕτως δὲ γινομένης τῆς
αὐξήσεως οἶμαι φανερὸν εἶναι τὸ μηδὲ τὴν αὔξησιν συντελεῖν
τοῖς σῶμα διὰ σώματος χωρεῖν λέγουσιν πρὸς τὴν κατασκευὴν τοῦ παραδόξου
τε καὶ θαυμαστοῦ δόγματος.