Ἠθικὰ προβλήματα [Sp.] Alexander of Aphrodisias Ivo Bruns Harvard College Library Harvard Library Arcadia Fund Gregory Crane Digital Divide Data Corrected and encoded the text Gregory Crane Editor-in-Chief, Perseus Digital Library Matt Munson Project Manager (University of Leipzig) Annette Gessner Project Assistant (University of Leipzig) Thibault Clérice Lead Developer (University of Leipzig) Bruce Robertson Technical Advisor Harvard College Library tlg0732.tlg013.1st1K-grc1.xml Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License 2017 Harvard College Library United States Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora Ivo Bruns Alexander of Aphrodisias Reimer Berlin 1892 2 Supplementum Aristotelicum 2.2 Internet Archive

Text encoded in accordance with the latest EpiDoc standards

Greek Latin
ΑΛΕΞΑΝΔΡΟΥ ΤΟΥ  ΑΦΡΟΔΙΣΕΩΣ ΗΘΙΚΩΝ ΠΡΟΒΛΗΜΑΤΩΝ ΒΙΒΛΙΟΝ Α. ΑλΕΞΑΝΔΡΟΥ ΣΧΟΛΙΚΩΝ ΗΘΙΚΩΝ  ΑΠΟΡΙΩΝ ΚΑΙ ΛΥΣΕΩΝ ΚΕΦΑΛΑΙΑ

α. Ἀπορίαι πρὸς τοὺς τὸ ζῆν οὐκ ἀγαθὸν εἶναι λέγοντας.

β. Ὅτι μὴ ὁμοειδεῖς αἱ ἡδοναί.

γ. Ὅτι δικαιοσύνης καὶ ἀδικίας καὶ ὅλως ἀρετῆς καὶ κακίας ἐστίτις ἕξις μεταξύ.

δ. Ἀπορίας λύσις τῆς λεγούσης ὀργάνῳ μὲν μηδὲν εἶναι ἐναντίον, πλούτῳ δὲ πενίαν εἶναι ἐναντίον, διὸ μὴ εἶναι τὸν πλοῦτον ὄργανον.

ε. Ἀπορία ὅτι ἡ κοινὴ ἡδονὴ ὡς γένος λαμβανομένη οὔτ’ ἀγαθόν ἐστιν οὔτε κακὸν οὖτ’ ἀδιάφορον.

ς. Ὅτι τῇ ἡδονῇ ἡ λύπη ἐστὶν ἐναντίον, ἀλλ’ οὐ πόνος.

ζ. Διὰ τί, εἰ ἡ λύπη πᾶσα κακὸν τῇ ἑαυτῆς φύσει, οὐχὶ καὶ ἡ ἡδονὴ πᾶσα ἀγαθὸν ἔσται τῇ ἑαυτῆς φύσει.

η. Ὅτι ἡ ἀρετὴ οὔτε γένος οὔτε ὅλον.

Θ Ὅτι μὴ πάντες οἱ μαρτάνοντες ἀγνοίᾳ τοῦ κακὰ εἶναι καὶ βλαβερὰ ἃ πράττουσιν, ἁμαρτάνουσιν.

ι. Ὅτι ὁ ἄνθρωπος τῶν ἀρετῶν χάριν, ἀλλ’ οὐκ ἔμπαλιν.

ια. Ὅτι μὴ πολλαχῶς τὸ ἀκούσιον, ἐπεὶ καὶ βίᾳ καὶ δι’ ἄγνοιαν.

ιβ. Λέξεώς τινος ἐξήγησις ἐκ τοῦ τρίτου τῶν Νικομαχείων ἠθικῶν Ἀριστοτέλους.

γ. Ὅτι οἰκεία ἡ ἡδονὴ τῇ ἐνεργείᾳ ἐφ’ ἢ γίνεται.

ιδ. Πῶς σωθήσεται τὸ εἶναί μεταξὺ ἡδονῆς καὶ λύπης.

ιε. θτι ἡ ἀφροσύνη τούτων ἔσται ἄγνοια, ὧν ἐστιν ἡ φρόνησις ἐπιστήμη· ἔστι δὲ ἡ φρόνησις ἐπιστήμη ποιητέων τε καὶ οὐ ποιητέων.

4 οὐκ add. Vict. (οὔτ’ ἀγαθὸν οὖτε κακόν B²) 8 ἐναντίον ἀπλοῦν τῷ δὲ πλούτῳ a: ἐναντίον τῷ δὲ πλούτῳ Vict. Sp. 9 δὲ om. a Sp. εἶναι om. tit. 10 ὡς] ἡ ὡς tit. 15 οὐ γένος tit. 17 ἃ om. a 20. 21 ἡ λέξις ἐκ τοῦ τῶν Ν. tit. ικομαχιῶν V (semper) 22 περὶ ἡδονῆς tit. 23 θήσεται aSp. 23 τι add. tit. 24 ἐστιν om. tit. 25 ἐστι— ἐπιστήμη om. tit. ποιητέον (bis) V

ις. Πῶς εἰ ἡ λύπη κακὸν πᾶσα, οὐχὶ καὶ ἡ ἡδονὴ πᾶσα ἀγαθόν.

ιζ. Ὑπὸ τί τῶν ἀγαθῶν ἡ ἡδονὴ ἂν εἴη, πότερον τῶν τιμίων ἢ τῶν ἐπαινετῶν ἢ τῶν ὠφελίμων.

ιη. ἰὰ τί φορτικωτάτους εἶπεν εἶναι τοὺς ἐν ἡδονῇ τὸ τέλος τιθεμένους ἐν τῷ πρώτῳ τῶν Νικομαχείων ἠθικῶν Ἀριστοτέλης.

ιθ. Ὅτι μὴ ὁμοειδεῖς αἱ ἡδοναί.

κ. Ὅτι μὴ χρὴ ἐν πάσῃ πράξει καὶ παντὶ μαθήματι τὸ χρήσιμον ἀπαιτεῖν.

κα. Περὶ αἰδοῦς.

κβ. Ὅτι ἀντακολουθοῦσιν αἱ ἀρεταί.

κγ. Πῶς εἰ ἡδονή ἐστιν κατὰ Ἀριστοτέλη ἐνέργεια τῆς κατὰ φύσιν ἕξεως ἀνεμπόδιστος, οὐκ ἔσται καὶ ἡ εὐδαιμονία κατ’ αὐτὸν ἡδονή.

κδ. Πῶς αἱ ἀρεταὶ δι’ αὐτὰς αἱρεταί.

κε. ὐπιδρομὴ πόθεν ἡ τῶν ἀρετῶν εὕρεσίς τε καὶ σύστασις.

κϚ. Ὅτι οὐ τὸ καλὸν τῆς ἡδονῆς χάριν, ἀλλ’ ἡ ἡδονὴ τοῦ καλοῦ.

κζς Aιὰ τί αἱ ἠθικαὶ ἀρεταὶ μεσότητες.

κη. llερὶ τοῦ πότερον ἡ ἀρετὴ γένος ἢ ὅλον.

κθ. θτι καὶ αἱ κακίαι ταῖς ἀρεταῖς ὁμοίως ἐφ’ ἡμῖν, ὃ δείκνυται διὰ λέξεως ἐκ τοῦ τρίτου τῶν Νικομαχείων Ἠθικῶν Ἀριστοτέλους.

λ. Πῶς οὐκ ἔσται δικαιοσύνη μὲν ἐξ ἀδικίας, ἀδικία δὲ ἐκ δικαιοσύνης εἰ τὰ ἐναντία ἐξ ἀλλήλων γίνεται.

I. Aπορίαι πρὸς τοὺς τὸ ζῆν οὐκ ἀγ αθὸν εἶναι λέγοντας.

Εἰ τὸ εὖ πλεῖν ἀγαθόν, τὸ δὲ κακῶς κακόν, τὸ πλεῖν οὔτε ἀγαθὸν v οὔτε κακόν· καὶ εἰ τὸ εὖ ζῆν ἀγαθόν, τὸ δὲ κακῶς κακόν, τὸ ζῆν οὔτ’ ἀγαθὸν οὔτε κακόν. ἢ οὐκ ἀληθὲς τὸ τὰς δυνάμεις τῶν ἀντικειμένων ἀδιαφόρους εἶναι καὶ μέσας. πᾶσα γὰρ τοιαύτη δύναμις ἀγαθόν τε καὶ αἱρετὸν τῷ σκοπὸν ἔχειν τὸ βέλτιον ὧν δύναται· τὸ γὰρ χεῖρον ἐν τοῖς δυνάμει τι οὖσιν γίνεται καὶ κατὰ ἀποτυχίαν τινά. ὅσα τε γὰρ κατὰ τέχνην τῶν τοιούτων γίνεται, τοῦ βελτίονος χάριν τῶν δυναμένων ἐν αὐτῷ γενέσθαι γίνεται, ὅσα τε κατὰ φύσιν, ὁμοίως. τὸ γὰρ πλεῖν ὑπὸ τῆς κυβερνητικῆς τῆς εὐπλοίας χάριν ἐρέθῃ, καὶ τὸ πρίειν ὑπὸ τῆς τεκτονικῆς 2. 3 πότερον- ὠφελίμων om. tit. 5 τῷ om. aSp. Ἀριστοτέλους aSp.: om. tit. 7 ἐν-μαθήματι] πανταχοῦ tit. 10 ἀκολουθοῦσιν a 11 ἡ ἡδ. aSp. 13 ἑαυτὰς aSp. 15 χάριν αἱρετόν, ἀλλ’ tit. τοῦ καλοῦ om. a Sp. 16 μεσότητές εἰσιν τοῦ καλοῦ a Sp. 17 πότερον ἢ (ἢ add. Vict. ὡς γένος ἢ ὡς ὅλον τῶν ἀρετῶν ἡ ἀρετή tit. Vict. Sp. 18 ἄλλης λέξεως ἐξήγησις ἐκ τοῦ τρίτου τῶν ικομαχείων Ἠθικῶν Ἀριστοτέλους, δί ἧς δείκνυται, ὅτι καὶ αἱ κακίαι ταῖς ἀρεταῖς ὁμοίως ἐφ’ ἡμῖν tit. Vict. Sp. 20 πῶς εἰ ἐκ τῶν ἐναντίων τὰ ἐναντία γίνεται, οὐκ ἔσται ἐκ μὲν δικαιοσύνης ἀδικία, ἐκ δὲ ἀδικίας δικαιοσύνη, καὶ ἐπὶ τῶν ἄλλων ἀρετῶν τε καὶ κακιῶν ὁ αὐτὸς λόγος tit. Vict. Sp. 22 οὐκ add. B2 Sp. (οὐκ ἀ. οὖτε κακόν B²) 24 τὸ δὲ] καὶ τὸ a Sp. 26 ἀδιαφόρους S2FaSp.: διαφόρους VS¹B1 : οὐ διαφόρους B² 29 δυναμένων] δυνάμεων a τοῦ πρίειν καλῶς, διὸ καὶ αἱρετὸν τῇ μὲν τὸ πλεῖν τῇ δὲ τὸ πρίειν, ὅτι χωρὶς τούτων οὐχ οἷόν τε ταύταις τοῦ προκειμένου τέλους τυχεῖν. οὐ γὰρ ἀπὸ τῶν δι’ ἀποτυχίαν τινὸς γινομένων ἔν τινι ἡ κρίσις τῶν ὑποκει- μένων, ἀλλὰ ἀπὸ τῶν ὧν χάριν ἔστιν τε καὶ γίνεται προηγουμένως. ὡς δ’ ἑαὶ τῶν κατὰ τὰς τέχνας γινομένων ἔχει, οὕτω καὶ ἐπὶ τῶν κατὰ φύσιν. καὶ γὰρ ἐπ’ ἐκείνων σκοπὸς τῇ φύσει τὸ βέλτιον, τῶν δυναμένων ἄμφω, καὶ τούτου χάριν ἡ φύσις δίδωσιν αὐτό. ὅσα γὰρ μὴ οἷόν τε εὐθὺς ὑπὸ τῆς φύσεως γινόμενα τὴν οἰκείαν ἔχειν τελειότητα, τούτοις ἡ φύσις δίδωσι δύναμιν τοῦ τελείοις γενέσθαι, ἀδύνατον δέ τι δύναμιν ἔχειν τινὸς μὴ καὶ τὸ ἀντικείμενον αὐτῷ δυνάμενον· ταύτῃ γὰρ δύναμις ἐνεργείας διαφέρει. διό εἰσιν μὲν αἱ δυνάμεις προηγουμένως τῶν βελτιόνων, ἕπεται δ’ αὐταῖς ἐξ ἀνάγκης τὸ καὶ τῶν ἀντικειμένων εἶναι τούτοις. εἰ δὴ ἡ κρίσις ἑκάστου ἀπὸ τῶν προηγουμένων καὶ ὧν ἐστιν (οὐ γὰρ τοῦ μὴ περιπατεῖν χάριν ἡ δύναμις ἡ περιπατητική, εἰ καὶ γίνεταί ποτε ἐν τῷ τοῦτο δυναμένῳ καὶ ἡ στέρησις αὐτοῦ, καὶ εἰ μὲν αἱρετὸν εἴη τὸ περιπατεῖν, αἱρετὸν τῇ ἑαυτοῦ φύσει καὶ τὸ δύνασθαι περιπατεῖν, εἰ καὶ τὸ δύνασθαι καὶ μὴ περιπατεῖν ἔχει· εἰ δὲ ἐκεῖνο μὴ αἱρετόν, οὐδὲ τὸ δύνασθαι) καὶ τὸ ζῆν δὴ ἔχον δύναμιν ἐν αὐτῷ τοῦ τε εὖ ζῆν καὶ τοῦ κακῶς δεδομένον παρὰ τῆς φύσεως ἡμῖν τοῦ εὖ ζῆν χάριν (οὐ γὰρ ἦν οἷόν τε εὐθὺς γενομένους ἔχειν τὸ εὖ ζῆν· οὐδὲν γὰρ ἐν ἀτελεῖ τέλειον, πᾶν δὲ ἀτελὲς εὐθὺς τῷ γενέσθαι), εἴη ἂν αἱρετὸν τοῦ ἀρίστου χάριν τῶν ἐν ἡμῖν γενέσθαι δυναμένων δεδομένον. ἄριστον μὲν γὰρ ακαὶ τέλος τὸ εὖ ζῆν, τοῦτο δ’ οὐχ οἷόν τε χωρὶς τοῦ ζῆν γενέσθαι. πῶς γὰρ οὐκ ἀπεμφαῖνον τὸ ὁμοῦ μὲν λέγειν ἡμᾶς ὑπὸ τῆς φύσεως πρὸς τοῦτο οἰκειῶσθαι καὶ τῆς ἑαυτῶν σωτηρίας χάριν ποιεῖν πάντα, ὁμοῦ δὲ μὴ λέγειν ἡμᾶς ὡς πρὸς τὸ ἀγαθὸν αὐτὸ τὴν φύσιν ἡμᾶς οἰκειοῦν; ὅτι γὰρ ὡς πρὸς τὸ ἀγαθὸν τὸ ζῆν ψκειώμεθα, δῆλον καὶ ἐκ τοῦ περί τε τὸ παῖδας ποιήσασθαι πολλὴν σπουδὴν εἰσφέρεσθαι ὡς ἐσομένους τρόπον τινὰ δι’ ἐκείνων, ἀλλὰ καὶ διὰ τοῦ πάντα ἃ φοβούμεθα φοβεῖσθαι μειζόνως, διότι ὑποπτεύεται καὶ θανάτου αἴτια ἔσεσθαι. ὅτι δ’ ἀπὸ τῆς πρὸς τὰ βελτίω δυνάμεως ἡ κρίσις τῶν μεταξύ, δῆλόν ἐστιν καὶ ἐκ τοῦ τὸν ἄνθρωπον ὁμολογεῖσθαι τῶν ἄλλων ζῷων ἄμεινον ζῷον εἶναι, τοῦτο δέ, διότι τῶν ἄλλων οὐδὲν ἀρετῆς δεκτικόν. τῷ, οὗ ἐστιν ἀμείνονος δεκτικόν, τοῦτο τῶν ἐν τοῖς ἄλλοις ζῴοις γινομένων αἱρετῶν ἄμεινον εἶναι, τούτῳ βελτίων ὁ ἄνθρωπος, ἐπεί, εἴ γε καὶ ἀπὸ τῶν χειρόνων ἡ κρίσις ἐγίνετο τῶν μεταξύ, οὐδὲν ἐκώλυεν τὸν ἄνθρωπον ἢ κάκιστον τῶν ζῴων λέγειν, τοῦ κακίστου τῶν ὄντων τῆς κακίας ὄντα δεκτικόν, ἢ μηδενὸς τῶν ἄλλων ζῴων εἶναι αὐτὸν βελτίονα, ἐπεὶ ἐν πᾶσι 1 τῇδε V 6 δυναμένων Vict.: δυνάμεων libri 8 ἔχειν] ν s. v. V 9 δύν|α|ναμιν V δ’ ἔτι a 13 ἐστιν alt. καὶ om. a Sp. 18 αὐτῷ V εὐζην V 19 γενομένοις Sp. 20 τῷ VBS: Vict.?: τὸ Fa: τοῦ Sp. 22 δεδομένον circumscripsi 25 ἡμᾶς circumscripsi τὸ om. Sp. 26 ἡμᾶς del. Sp. 26. 27 οἰκειώμεθα a Sp. 27 τε del. Sp. 28 ἐκεινω’’, ἀλλὰ sic V 29 διότι] ὅτε Schsartε 32. 33 τῷ οὖν οὗ a Sp. 37 ἡ a τοῖς αἱρετοῖς τε καὶ φευκτοῖς ἕπεσθαι δεῖ τῇ τοῦ σπουδαίου κρίσει αἱρετόν.

II. Ὅτι μὴ ὁμοειδεῖς αἱ ἡδοναί.

Ὀτι μὴ ὁμοειδεῖς αἱ ἡδοναί, δεικνύοιτ’ ἂν πρῶτον μὲν ἀπὸ τῆς ἐπιθυμίας. εἰ γὰρ πᾶσα μὲν ἐπιθυμία ὄρεξις ἡδέος, καὶ ἐν τούτῳ αὐτῇ τὸ εἶναι, εἰσὶ δὲ τῶν ἐπιθυμιῶν ὁμολογουμένως αἱ μὲν αἱρεταί, αἱ δὲ φευκταί, δῆλον, ὅτι μὴ παρ’ ἄλλου τινὸς αὐταῖς ἡ διαφορά, ἢ παρὰ τῶν ἡδονῶν, δι’ ἅς εἰσι, τῷ τούτων τὰς μὲν εἶναι αἱρετάς, τὰς δὲ φευκτάς. διοίσουσιν ἄρα καὶ ἡδοναὶ ἀλλήλων κατὰ ταὐτὰ ταῖς ἐπιθυμίαις, εἴ γε παρὰ τούτων καὶ ἐκείναις αἱ διαφοραί. ἀλλὰ δὴ οὐχ οἷόν τε ὁμοειδῆ ἀλλήλοις εἶναι τὰ τῇ ἑαυτῶν φύσει διάφορα. δεύτερον ἀπὸ τῶν ἐνεργειῶν. ἐπεὶ γὰρ πᾶσα ἡδονὴ ἐπὶ ἐνεργείᾳ τινὶ γίνεται, καὶ ἔστιν οἰκειότης ταῖς ἡδοναῖς πρὸς τὰς ἐφ’ αἷς γίνονται ἐνεργείας (τέλη γάρ πώς ἐστιν αὐτῶν), δῆλον, ὅτι οὕτω συνδιαιροῖντο ἂν ταῖς ἐνεργείαις καὶ αὐταί· ἀλλὰ μὴν τῶν ἐνεργειῶν τῶν ἐφ’ αἷς αἱ ἡδοναὶ αἱ μέν εἰσιν αἱρεταί αἱ δὲ φευκταί· ἕξουσιν ἄρα καὶ αἱ ἡδοναὶ τὴν αὐτὴν πρὸς ἀλλήλας διαφοράν. εἰ δὲ τοῦτο, οὐχ ὁμοειδεῖς. καὶ γὰρ εἰ πλέον ἀφέστηκεν τὸ ἐφιέμενον καὶ ἐπιθυμοῦν τινος καὶ μηδέπω ἔχον αὐτὸ τοῦ ἔχοντός τε καὶ συνόντος αὐτῷ, εἴη ἂν καὶ ἡ ἐπιθυμία πλέον ἀφεστῶσα τῆς ἡδονῆς τῆς ἐνεργείας, ἐφ’ ἢ ἡ ἡδονή· ἡ μὲν γὰρ ἔφεσίς ἐστιν ἡδονῆς, τῇ δ’ ἐνεργείᾳ σύνεστιν ἡδονὴ καὶ παρακολουθεῖ. ὥστ’ εἰ ταῖς ἐπιθυμίαις συνδιαιροῦνται αἱ ἡδοναί, πολὺ ἂν μᾶλλον ταῖς ἐνεργείαις συνδιαιροῖντο. ὡμολόγηται δὲ τῶν ἐνεργειῶν, ἐφ’ αἷς αἱ ἡδοναί, τὰς μὲν εἶναι αἱρετάς, τὰς δὲ φευκτάς. ὅτι δ’ οἰκεῖαι ταῖς ἐνεργείαις αἱ ἡδοναὶ ἐφ’ αἷς γίνονται, καὶ ὁμοίως ταῖς ἐνεργείαις καὶ αὐταὶ κατ’ εἶδος ἀλλήλων διαφέρουσιν, καὶ οὐ μόνον τῷ ἐπὶ διαφερούσαις γίνεσθαι ἐνεργείαις ἡ διαφορὰ αὐταῖς ἡ πρὸς ἀλλήλας, δῆλον ἐκ τοῦ μὴ δύνασθαι τὴν ἐπ’ ἄλλῃ τινὶ ἐνεργείᾳ ἡδονὴν ἐπ’ ἄλλῃ γενέσθαι. τῷ γὰρ σώφρονι αἱ τῶν ἀκολάστων ἐνέργειαι οὐ μόνον εἰσὶ φευκταί, ἀλλὰ καὶ ἀηδεῖς, ὡς τῆς ἐπ’ αὐτῇ ἡδονῆς οἰκείας οὖσης ταῖς ἐνεργείαις καὶ συνδιαιρουμένης αὐταῖς. εἰ γὰρ μὴ τοῦτ’ ἦν, οὐδὲν ἂν ἐκιώλυεν τὰς μὲν ἐνεργείας φευκτὰς αὐτοῖς εἶναι, ἡδονὴν μέντοι καὶ τοῖς σώφροσιν αὐτὰς φέρειν. ἔτι εἰ αἱ ἐπ’ ἄλλαις 1 δεῖ τὸ τῇ a 1. 2 fortasse ⟨τὸ⟩ αἱρετόν αρετὸν suspectum Sp. 3 ὁμοιοειδεῖς a 4 ὅτι—ἡδοναί repetit B Sp. 5 αὕτη a 7 ἢ] ἡ a 9 ταῦτα a ἐπιθυμίας Sp. 11 διαφορά a 13 οὕτω V²: οὐ τῶν V: οὕτων B¹: αὐτῶν GS¹F: ὡσαύτως SB²a Sp. 14 συνδιαιροῖντο V²: οὖν διαιροῖντο V¹B¹GS¹F: διαιροῖντο S²B²a Sp. 15 αἱ ante ἡδοναὶ add. Ga Sp. 17 εἰ ἐπὶ πλέον SF 20 παρακολουθεῖ a Sp.: γὰρ ἀκολουθεῖ libri 22 ὡμολόγηται] ὁμολογεῖται a Sp. 23 τὰς om. a post φευκτάς, add. ὑστε καὶ αἱ ἡδοναὶ τοιαῦται B² 24 αὐταὶ aSp.: αὗται sic V: αὕται SF 28 μόνον sive μόνον οὐ coni. Sp. 28. 29 αὐτῇ scripsi: αὐτῆσ V: αὐταῖς GFS Sp. 31 ἔτι εἰ αἱ Schartc: ἕπεται V (V2? in mg : γρ. ἐπεὶ α γε ἐπ’ ἄλλαις) S¹FB¹G: εἰ δὲ αἱ B2S2 (in mg. addit ἔπειτ’ αἱ S2) Sp.: εἰ δὲ αἱ ἔπειθ’ αἱ a ( ἔπειθ’ αἱ lineola subducta del. Vict.2) ἐνεργείαις ἡδοναὶ ἐμποδίζουσι τὰς ἐπ’ ἄλλαις γινομένας (οἱ γοῦν χαίροντες τῇ ἀπὸ τοῦ αὐλεῖν ἡδονῇ οὐκέτι δύνανται, ἐπειδὰν ἀκούσωσιν αὐλοῦ, ἥδεσθαι ταῖς ἐπὶ τῷ μυθολογεῖν φέρ’ εἰπεῖν γινομέναις), εἶεν ἂν ἡδοναὶ ἡδονῶν φθαρτικαί. εἰ δ’ εἰσὶν ἡδοναὶ ἡδονῶν φθαρτικαί, οὐκ ἂν εἶεν ὁμοειδεῖς, ἔχουσαί γε τοῦτο πρὸς ἀλλήλας ὃ ἔχει τἀναντία πρὸς ἄλληλα. οὐ γάρ, ὥσπερ ἡ αὐτὴ ὑγεία περιγίνεται τοῖς τὰ αὐτὰ ἰατρευομένοις διαφόρως, καὶ οὐδὲν κωλύεταί τις τὴν αὐτὴν ἔχειν ὑγείαν ἄλλοτε ἄλλως θεραπευόμενος, οὕτως δὲ ἔχει καὶ ἐπὶ τῶν ἐνεργειῶν τε καὶ τῶν ἐπ’ αὐταῖς ἡδονῶν. οὐ γὰρ οἶόν τε τὴν ἐπ’ ἄλλῃ τινὶ ἐνεργείᾳ ἡδονὴν γινομένην καὶ ἐπ’ ἄλλῃ γενέσθαι. οὐ γὰρ οἷόν τε τὰς ἐν ταῖς σωφρονικαῖς ἐνεργείαις ἡδονὰς ἐπὶ τοῖς ἀκολάστοις γενέσθαι ποτέ.

III. θτι δικ αιοσύνης καὶ ἀδικίας καὶ ὅλως ἀρετῆς τε καὶ κακίας ἐστίν τις ἕξις μεταξύ.

Ὅτι δικαιοσύνης καὶ ἀδικίας καὶ ὅλως ἀρετῆς τε καὶ κακίας ἐστίν τις ἕξις μεταξύ, ἣν μέσην ἕξιν λέγομεν. εἰ ἡ δικαιοσύνη καὶ ἡ ἀδικία διαθέσεις κατ’ αὐτούς, αἱ δὲ διαθέσεις ἀναπόβλητοι, οὔτ’ ἂν ἐξ ἀδίκου γίγνοιτό τις δίκαιος, οὖτε ἐκ δικαίου ἄδικος. γίνονται δέ τινες δίκαιοι καὶ ἄδικοι οὐ πρότερον ὄντες· γίνοιντο ἂν ἔκ τινος ἄλλης καταστάσεως. ἀλλὰ μὴν πᾶν τὸ γινόμενον ἢ ἐξ ἐναντίου γίνεται ἤ τινος μεταξὺ ὄντος τῶν ἐναντίων. καὶ ὁ δίκαιος ἄρα καὶ ὁ ἄδικος ἢ ἐξ ἐναντίου γίνονται ἢ ἐκ τοῦ μεταξύ. οὐ γίνονται δὲ ἐκ τοῦ ἐναντίου, ἐκ τοῦ μεταξὺ ἄρα. ἐξ ἧς δὲ καταστάσεως οἱ δίκαιοι καὶ οἱ ἄδικοι γίνονται, αὕτη ἂν εἴη μεταξὺ δικαιοσύνης καὶ ἀδικίας. ὁ δ’ αὐτὸς λόγος καὶ ἐπὶ πάσης ἀρετῆς καὶ κακίας. εἰ δὲ λέγοιεν τὰς κακίας μὴ εἶναι διαθέσεις μηδ’ ἀναποβλήτους, ἀλλὰ μεταβάλλειν τινὰς μηδὲν κωλύειν ἐξ ἀδικίας εἰς δικαιοσύνην, καὶ ὅλως ἐκ κακίας εἰς ἀρετήν, ἀλλ’ εἴς γε τὴν κακίαν πόθεν μεταβάλλουσιν; εἰ γὰρ δὴ ἐν τῇ φύσει τοῦ ἀνθρώπου τὴν κακίαν εἶναι καὶ πάντας γεννᾶσθαι κακούς, καὶ εἴη ἂν κατὰ φύσιν ἡ κακία τοῖς ἀνθρώποις. οὖ δὲ τὸ ἐναντίον κατὰ φύσιν τινί, τούτῳ τὸ ἐναντίον παρὰ φύσιν· παρὰ φύσιν ἄρα τοῖς ἀνθρώποις ἡ δικαιοσύνη καὶ ἡ ἀρετή. εἰ δὲ τοῦτο ἄτοπον, δεῖ γίνεσθαι τὸν ἄδικον ἄδικον, ὥσπερ γίνεται καὶ ὁ δίκαιος ⟨δίκαιος.⟩ ἐξ ἧς δὲ ἕξεως εἰς τὴν ἀδικίαν ἡ μεταβολή, αὕτη ἂν εἴη ἡ μέση. εἰ δὲ λέγοιεν μηδέπω τοὺς παῖδας λογικοὺς εἶναι, διὸ μηδὲ δικαίους μηδὲ ἀδίκους (λογικοῦ γὰρ 1 γινομέναισ V1 (corr. V²) 2 δύναναι V1 (corr. V²) αὐλοῦ Vict.?: αὐτοῦ libri 3 ἂν οὖν V2 5 ὅ v2 Vict.? Sp.: V¹: ἅς SFa 6. 7 διαφόρως B²S²a Sp.: διαφόροις VFB¹S 11 τοῖς] ταῖς Sp. 12 pr. καὶ] τε καὶ aSp. 14 pr. καὶ] τε καὶ a Sp. 18 ἂν οὖν aSp. 19 γίνεται Sp.: γίνοιτο libri 21. 22 τοῦ μεταξὺ ἄρα. ἐξ ἧς δὲ Ba (sed τῆς a) Sp.: τῆσ μεταξυ ἑξῆσ (ἐξ ἧς S1) VS¹L: τῆς μεταξὺ οὖν ἐξ ἧς δὲ S2L: τῆς ὄων μεταξὺ ἐξ ἧς ἄρα F: τῆς μεταξ ἑξῆς ἄρα G 26. 27 εἰ γὰρ δὴ] εἰ γὰρ δεῖ L Vict.: ἤ γὰρ δεῖ S²B 2a (,,εἰ si verum, καὶ ante εἴη del. “S  Sp.) 28 οὗδε V: ῷ δὲ Vict.? 31 ἄδικον alt. m1 in mg. V δίκαιος add. Sp. δὲ καὶ ἕξεως B 33 fortasse μήτε —μήτε αἱ ἕξεις αὖται, εἰ δ’ αῦται λογικοῦ, καὶ ἡ μέση· διὸ ὁ παῖς ἄλογος ὡν οὕτ’ ἐν ἀρετῇ ἐστιν οὔτ’ ἐν κακίᾳ οὔτ’ ἐν τῷ μεταξὺ τούτων, ὥσπερ οὐδ’ ἄλλο τι τῶν ἀλόγων), μεταβάλλοντας δ’ εἰς τὸ λογικὸν εὐθὺς εἶναι κακούς, ἀλλ’ οὐ γίνεσθαι, ὁμολογοῖεν ἂν διὰ τούτων τῷ λογικῷ κατὰ φύσιν εἶναι τήν τε ἀδικίαν καὶ τὴν κακίαν, εἴ γε ἐν τῇ εἰς τὸ λογικὸν μεταβολῇ ἅμα καὶ εἰς ταῦτα γίνεται, καὶ ἴσον ἐστὶ τὸ εἰς λογικὸν μεταβάλλειν τῷ εἰς κακίαν· παρὰ φύσιν οὖν τῷ λογικῷ ἡ ἀρετή. ἔτι τε εἰ ὅλως ἐστὶν ἐκ κακίας εἰς ἀρετὴν μεταβολή, τὴν κακίαν ἤτοι εὐκίνητον καὶ εὐαπόβλητον ἐροῦσιν ἢ μόνιμον καὶ δυσκίνητον. ἀλλ’ εἰ μὲν εὐκίνητον, τί δή ποτε οὐ ῥᾳδία ἡ εἰς τὰς ἀρετὰς ἐκ τῆς κακίας μεταβολή; εἰ δὲ δυσκίνητον καὶ μόνιμον, δῆλον ὡς ἐν τῇ εἰς ἀρετὴν μεταβολῇ ἐξ αὐτῆς δεῖ πρῶτον ἀποβληθῆναι τῆς κακίας τὸ δυσκίνητον καὶ μόνιμον, ἢ γε διὰ μαθήσεως καὶ ἀσκήσεως εἰς τὴν ἀρετὴν μετέβαλλε καὶ μὴ ἐξαίφνης. ἀλλ’ εἰ πρῶτον εὐκίνητος γίνεται, ἦν δὲ τὸ εἶναι αὐτῇ κακίᾳ ἐν τῷ δυσκινήτῳ, ἐν ῴ ἐστιν εὐκίνητος, οὐκέτ’ ἂν ἐν τούτῳ ὡς κακία εἴη. ἀλλὰ μὴν οὐδ’ ἀρετή. πῶς ἄρα ἔσται ἐν μέσῃ τινὶ ἕξει ὁ οὕτως ἔχων, ἐπεὶ καὶ ἡ μεταβολὴ ἡ εἰς τὴν ἀρετὴν ἐκ ταύτης τῆς διαθέσεως γίνεται; ἔτι δ’ εἰ καὶ ὅτι μάλιστα οἱ παῖδες οὔπω εἰσὶ λογικοὶ καὶ διὰ τοῦτο οὔτε ἀρετὴν ἔχουσιν οὔτε κακίαν, ἀλλὰ τῷ γίνεσθαι αὐτοὺς ἐκ τῶν οὕτως ἀλόγων λογικούς τε καὶ κακούς, εἶεν ἂν ἐν μέσῃ ἕξει. οὐ γὰρ ὁμοίως οὖτοι ἄλογοι τοῖς ἄλλοις, οὐδὲ γὰρ ἂν οὐδὲ αὐτοὶ δεκτικοὶ κακίας ἧκαν ἢ ἀρετῆς. εἰ δὲ μηδέτερον ἔχοντες δύνανται ἑκάτερον αὐτῶν δέξασθαι, οὔκ εἰσιν οὕτως ἄλογοι. τὸ δὴ ἄλογον τὸ ἐπιδεκτικὸν λόγου, ἄλλο ὃν τοῦ ἀδυνάτου ἐπιδέξασθαι, ἄλλως ἂν ἄλογον εἴη, καὶ οὐχ οὕτως τὸ κυρίως ἄλογον. ἤδη καὶ κατάστασις ἡ τοῦ οὕτως ἀλόγου εἴη ἂν μέση ἕξις, ἐπεὶ ἅπαντα εἰς ἑκάτερον τῶν ἐναντίων ἡ μεταβολή, καὶ οὕτως ἐστὶ δυνάμει ἑκάτερον τῶν ἄκρων ὡς μηδὲν ὃν ἐνεργείᾳ. ἔστι γάρ τις καὶ περὶ τὸν παῖδα ἕξις τε καὶ κατάστασις, ἀφ’ ἧς εἰς τὴν κακίαν καὶ τὴν ἀρετὴν μεταβολή, ἥτις ἐν οὐδενὶ τῶν κυρίως καὶ ἁπλῶς ἀλόγων λεγομένων ἐστίν.

IV. Ἀπορίας λύσις τῆς λεγούσης ὀργάνῳ μὲν μηδὲν εἶναι ἐναντίον, πλούτῳ δὲ πενίαν ἐναντίον, διὸ μὴ εἶναι τὸν πλοῦτον ὄργανον.

Τῷ ὀργάνῳ οὐδέν ἐστιν ἐναντίον, πλούτῳ δὲ ἔστιν τι ἐναντίον, οὐχ ὁ πλοῦτος ὄργανον. εἰ μὲν καθόλου λαμβάνοι μηδενὶ ὀργάνῳ εἶναί τι 3 κακοὺς ἢ σπουδαίους ἀλλ’ B1 4 ὁμολογοῖεν ⟨ἂν⟩ Sp.: ὁμολογοῖεν VFS: ὁμολογεῖεν Ba 12 μό |ν//μον V ἥ γε] εἴ γε LS²F Vict. Sp.: ἤ γε a 13 μετέβαλε a Sp. 14 αὕτη a κακίᾳ Sp.: κακία libri 16 ἄρ’ οὐκ coni. Sp. ἔσται] ἐστὶν aSp. 19 οῦτωσ V 24 ἤδη καὶ] ἤδη δὲ καὶ Vict. Sp.: fortasse ἡ δῶ [καὶ] 25 ἅπόντα] ἀπαντᾷ Sp.: fortasse ἀ π’ οὐ τοῦ (αὐτῆς?) 28 μεταβολή] μεταβάλλει coni. Sp. ἡ τισ V 29 λεγομένων (λεγο in lit. V)] λεγομένη S2Ba Sp. 33 οὐκ ἄρα S2 B2a Sp. 34 λαμβάνοι] ,,adversarius, sed fortasse hic et postea λαμβάνοιτο“ Sp. ἐναντίον, οὐ συγχωρητέον τῷ καὶ τῷ πλούτῳ ὄντι ὀργάνῳ εἶναί τι ἐναντίον δοκεῖν, εἰ δὲ ἀδιορίστως καὶ ἐν μέρει λαμβάνοι, δεικτέον ὅτι μὴ συλλογίζεται. γίνονται γὰρ ἀμφότεραι αἱ προτάσεις ἐν μέρει. τότε γὰρ ἀναγκαίως καθόλου ἂν ἐλάμβανε τὸ μὴ εἶναί τι τῷ ὀργάνῳ ἐναντίον, εἰ ἦν ἐν τῷ λόγῳ καὶ τῇ οὐσίᾳ τοῦ ὀργάνου ἐμφαινόμενον τὸ μηδὲν εἶναι αὐτῷ ἐναντίον· εἰ δὲ μὴ ἔστιν ἐν τῇ οὐσίᾳ τοῦ ὀργάνου τὸ μὴ εἶναί τι αὐτῷ ἐναντίον, συμβεβηκὸς δέ τι, οὐδὲν κωλύει τοῦτο μὴ πᾶσι συμβεβηκέναι. οὐδὲ γάρ, ἐπεὶ τοῖς πολλοῖς ὑπάρχει τῶν πεπερασμένων τὸ παρά τι περαίνειν, ἤδη καὶ πᾶσιν. τὸ μέντοι ὄργανον εἶναι, δι’ οὖ ἢ μόνου τι ἢ κάλλιστον γίνεται, εἰ ἐν τῇ οὐσίᾳ ἐστὶ τοῦ ὀργάνου, πάντα ἂν εἴη ὄργανα οἷς τοῦθ’ ὑπάρχει· καὶ πᾶσι τοῖς ὀργάνοις τοῦτο. διὸ ἐπεὶ καὶ τῷ πλούτῳ τοῦτο ὑπάρχει (διὰ γὰρ τούτου αἱ κατ’ ἐλευθεριότητά τε καὶ μεγαλοπρέπειαν ἐνέργειαι τῷ σπουδαίῳ), εἴη ἂν ὄργανον τῷ σπουδαίῳ· ἀπὸ γὰρ τῶν ἐν τῇ οὐσίᾳ τοῦ ὀργάνου ὄντων ἡ τῶν ὀργάνων κρίσις, ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων ἀπάντων, οὐκ ἀπὸ τῶν συμβεβηκότων. δεικνύοι δ’ ἄν τις καὶ ὅτι μηδετέρα τῶν προτάσεων εἴληπται καλῶς, μήτε ἡ λαμβάνουσα τῷ ὀργάνῳ μηδὲν εἶναι ἐναντίον, μήτε ἡ λέγουσα τῷ πλούτῳ εἶναί τι ἐναντίον. εἰ μὲν γὰρ διότι τῷ ὅλῳ τε καὶ συναμφοτέρῳ ὀργάνῳ μηδέν ἐστιν ἐναντίον, διὰ τοῦτο μηδὲ τῷ πρίονι μηδὲ τῇ κιθάρᾳ λέγοι τις εἶναί τι ἐναντίον, οὐδ’ ἂν τῷ πυρὶ εἴη κατὰ τὸν οὕτως λέγοντα ἐναντίον τι, οὐδὲ ἄλλῃ τινὶ συναμφοτέρῳ οὐσίᾳ τῷ τῇ ὕλῃ τῇ ὑποκειμένῃ πᾶσι τοῖς τοιούτοις μηδὲν εἶναι ἐναντίον· εἰ δὲ κατὰ τὰ πάθη καὶ τὰς ποιότητας ⟨ἡ⟩ ἐναντίωσις (τῷ γὰρ πυρὶ κατὰ τὴν θερμότητα καὶ τὴν ἔηρότητά ἐστί τινα ἐναντία, καὶ τοῦ σκεπάρνου ἐὰν ληφθῶσιν αἱ ποιότητες, καθ’ ἅς ἐστιν αὐτῷ τὸ εἶναι, εὑρήσει κατὰ ταύτας ἐναντιότητά τινα αὐτῷ· τῷ μὲν γὰρ ὀξεῖ τὸ ἀμβλὺ ἐναντίον, τῷ δὲ βαρεῖ τὸ κοῦφον, δεῖ δὲ καὶ βάρους καὶ ὀξύτητος αὐτῷ· ὁ αὐτὸς καὶ ἐπὶ τῶν ἄλλων ὀργάνων λόγος), * * * οὔτε τῷ πλούτῳ δὲ καλῶς ἐλήφθη εἶναί τι ἐναντίον. ἡ γὰρ πενία οὐκ ἐναντίον πλούτῳ, ἀλλὰ πλούτου ἀπουσία τε καὶ στέρησις, ἡ δὲ ὑγεία οὐχ ὡς ὄργανον ἀγαθόν, ἀλλ’ ὡς τοῦ σώματος ἀρετή, ἐξ οὗ καὶ τῆς ψυχῆς ὁ ἄνθρωπος. εἰ δέ τις λέγοι τὴν στέρησιν τὴν τοιαύτην, ἀφ’ ἧς οἷόν τε τὴν ἕξιν γενέσθαι πάλιν ἐναντίον, πᾶσιν οὗτος λέγοι ἂν τοῖς ἂν γενέσει εῖναί τι ὲναντίον, οὺ μόνοις τοῖς ὀργάνοις· ἐν πᾶσι γὰρ ἡ τοιαύτη στέρησις.

4 ἐλάμβανε τὸ Sp.: ἐλαμβάνετο libri 8 παρά] πρός aSp. 9 κάλλιστον] μάλιστα Sp.: κάλλιστα Schwartc 17—129,23 τῷ πλούτω—προαιρούμενοι om. GFSL (G in mg.: ἐντεῦθεν λείπεται τὸ τέλος τοῦδε τοῦ δ κεφαλαίου καὶ τὰ λοιπὰ ἄλλα δ αεφάλαια ὁλόκληρα. τὸ δ’ ἑπόμενόν ἐστι τὸ τέλος τοῦ κεφαλαίου τὸ ἀρχόμενον ἐκ τοῦ ‘βιάζονται’’. ὁ ζητῶν δ’ ἴσως εὑρήσει. excidisse plura  signo notatum in S. lacunae vestigium deest in FL.) 22 ἡ add. B2a Sp. 27 ἄλλων V1 in mg. οὐδὲ τῷ πλούτῳ δὴ coni. Sp.: lacunam indicavi 32 λέγοι ⟨ἂν⟩ Sp.: λέγοι V Vict.: λέγει a 33 τοιαύτη] τ in lit. V
V. Ἀ πορία ὅτι ἡ κοινὴ ἡδονὴ ἡ ὡς γένος λαμβανομένη οὕτ’ ἀγαό όν ἐστιν οὔ τε κακὸν οὔ τ’ ἀδιάφορον.

Εἰ ἡ κοινὴ ἡδονὴ ἡ ὡς γένος λαμβανομένη οὔτ’ ἀγαθόν ἐστιν οὔτε κακόν, διότι ἡ μὲν ἀγαθόν ἐστιν αὐτῆς ἡ δὲ κακόν (τὸ γὰρ κοινὸν οὐκ ἔστιν ἕν τι τῶν ὑπὸ τὸ κοινόν), οὐδ’ ἀδιάφορος ἔσται, εἴ γέ εἰσί τινες καὶ ἡδοναὶ ἀδιάφοροι, ὥσπερ καὶ αἱ μὲν ἀγαθαί, αἱ δὲ μοχθηραί. ταῦτα δ’ ἄν τις ζητήσειεν καὶ ἐπὶ τῶν ἐνεργειῶν, ὧν τέλη πως αἱ ἡδοναί, διὸ καὶ συνδιαιροῦνται αὐταῖς. εἰ γὰρ τῶν ἐνεργειῶν αἱ μέν εἰσιν ἀγαθαί, αἱ δὲ μοχθηραί, αἱ δὲ ἀδιάφοροι, ἡ κοινὴ καὶ ὡς γένος ἐνέργεια λαμβανομένη οὔτ’ ἀγαθὸν οὔτε κακὸν οὔτ’ ἀδιάφορον ἔσται. ἀλλὰ μὴν πᾶν τὸ ὂν ἀναγκαῖον ἢ ἀγαθὸν ἢ κακὸν ἢ ἀδιάφορον εἶναι. ἢ πᾶν τὸ ὃν ἐν ὑποστάσει καὶ τὸ εἶναι καθ’ αὐτὸ δυνάμενον· εἰ δέ τι κοινὸν εἴη, ὑφ’ ὃ ταῦτα πάντα ἐστίν, ἐκεῖνο οὐκέτι σἷόν τε τούτων τι εἶναι τῷ πάντα ἔχειν ὑφ’ αὐτό. οὐδὲ γὰρ ἐπεὶ πᾶν ζῷον τὸ ἐν ὑποστάσει ὃν ἢ λογικόν ἐστιν ἢ ἄλογον, διὰ τοῦτο καὶ τὸ κοινὸν τὸ ὡς γένος κατὰ τῶν ἐν ὑποστάσει κατηγορούμενον ἐν θατέρῳ τούτων ἐστί. οὔτε οὖν ἡ κοινὴ ἡδονὴ οὔτε ἡ κοινὴ ἐνέργεια ἔσονται ἢ ἀγαθὰ ἢ κακὰ ἢ ἀδιάφορα, πάσης ἡδονῆς καὶ πάσης ἐνεργείας τῆς ἐν ὑποστάσει τούτων τι ἐχούσης. ἐπεὶ δὲ αἱ ἡδοναὶ ταῖς ἐνεργείαις, ἐφ’ αἷς γίνονται, συνδιαιροῦνται, καὶ αἱ μὲν ἐπιγινόμεναί τε καὶ ἑπόμεναι ταῖς ἀγαθαῖς ἐνεργείαις ἀγαθαί, αἱ δὲ ταῖς μοχθηραῖς μοχθηραί. ἀδιάφοροι δὲ αἱ ταῖς ἀδαφόροις, ἐπιζητήσαι τις ἂν, πῶς χρὴ περὶ λύπης λέγειν, ἐπειδὴ αὕτη ἐναντία τῇ ἡδονῇ. εἰ γὰρ καὶ ταύτην λέγοι τις συνδιαιρεῖσθαι ταῖς ἐνεργείαις, ἐφ’ αἷς γίνεται, πρῶτον μὲν τίνα τρόπον ἡ διαίρεσις ἔσται; πότερον τὰς μὲν ἐπὶ ταῖς ἀγαθαῖς ἐνεργείαις γινομένας ἐροῦμεν κακάς, τὰς δὲ ἐπὶ ταῖς μοχθηραῖς ἀγαθάς, τὰς δὲ ἐπὶ ταῖς ἀδιαφόροις ἀδιαφόρους; ἢ ἄτοπον τὸ λέγειν ἐν ἀγαθῷ εἶναι τὸ λυπούμενον ἐπὶ ταῖς μοχθηραῖς ἐνεργείαις, ὃς ἐνεργεῖ; ἐν κακῷ γὰρ ὁ τοιοῦτος. πῶς γὰρ οὐκ ἐν κακῷ ὁ ἐν τοιαύταις ἐνεργείαις ὤν; ἔπειτα ἡ μὲν ἡδονὴ εὐλόγως ἐδόκει συνδιαιρεῖσθαι ταῖς πρὸ αὐτῆς ἐνεργείαις (κατ’ οἰκειότητα γὰρ τὴν πρὸς αὐτὰς ἐγίνετο καὶ ὡς τέλος τι ἦν αὐτῶν), ἡ δὲ λύπη ἀλλοτριότητός ἐστι σημεῖον τοῖς ἐφ’ οἷς γίνεται. ἢ εὔλογον δι’ αὐτὸ τὴν ἐπὶ ταῖς ἀγαθαῖς ἐνεργείαις γινομένην εἶναι κακήν, διότι ἀλλοτρία ἐστὶ τῶν ἀγαθῶν, καὶ διὰ ταῦτα τὴν ἐπὶ ταῖς κακαῖς ἀγαθήν, ὅτι ἐστί τις ἀλλοτρία τῶν κακῶν, ὅτι τε ὁ λέγων τὴν τοιαύτην λύπην ἀγαθὸν οὐ τὰς ἐνεργείας ἐφ’ αἷς γίνεται, τίθησιν ἀγαθὰς εἶναι, ἀλλὰ τὴν ἀλλοτριότητα πρὸς τὰς τοιαύτας ἐνεργείας ἢ περιστάσεις τε καὶ τύχας. ἢ ὅλως ἄτοπον τὸ τὴν λύπην 5 οὐδ’ scripsi: οῦτ’ libri ἀδιάφορόν ἐστιν coni. Sp. 6 ἀδιάφοροι scripsi (,,indiferenttes“ Bagolinus): διάφοροι libri ταῦτα δ’] ταὐτόν coni. Sp. 10 ἀδιάφοροι V 11 ᾖ πᾶν coni. Sp. 14 pr. ἢ] ή V 15.16 κατηγορούμενον] inter ο et ν una littera erasa V 16 θατέρω V 21 ἀδιαφόροις] φ in lit. V 26 ἐν add. B2a Sp. alt. τὸ] τὸν B2a Sp. 27.28 πῶς γὰρ οὐκ] ως γὰρ οὐκ in lit. V 31 τοῖς Vict.: τῆς libri δι’ αὐτὸ] fortasse διὰ ὰ τὸ οὕτως διαιρεῖν. δοκεῖ γὰρ ἡ λύπη τῇ ἑαυτῆς φύσει κακὸν εἶναι τοῖς ἔχουσιν αὐτήν. ἀλλ’ εἰ λύπη κακόν, τὸ δ’ ἐναντίον τῷ κακῷ ἀγαθὸν ἢ κακόν, δεήσει καὶ τὴν ἡδονὴν ἐναντίαν οὖσαν τῇ λύπῃ ἀγαθὸν ἢ κακὸν εἶναι. εὑρέθη δὲ οὔτε πᾶσα ἀγαθὸν οὔσα οὔτε πᾶσα κακόν, ἣν δέ τις καὶ ἀδιάψγορος. ἄρ’ οὖν ἡ μὲν ἀγαθὴ οὕτως ἔσται ἐναντία τῇ λύπῃ, ὡς ἀγαθὸν κακῷ, ἡ δὲ μοχθηρὰ ὡς κακὸν κακῷ; ἀλλ’ εἰ οὕτως, τί χρὴ περὶ τῆς ἀδιαφόρου λέγειν; ἦν γὰρ ἐπὶ ταῖς ἀδιαφόροις ἐνεργείαις γινομένη, ἥτις οὐκ ἔσται ἐναντία λύπῃ, ἔσται τῷ κακῷ οὐ μόνον κακὸν καὶ ἀγαθὸν ἐναντία, ἀλλὰ καὶ ἀδιάφορον, ὅπερ οὐ δοκεῖ. ἢ χρὴ τῶν ἡδονῶν καθόλου διαίρεσιν ποιησάμενον λαβεῖν τὰς μέν τινας αὐτῶν εἶναι κατὰ φύσιν τοῖς ἡδομένοις αὐτάς, τὰς δὲ παρὰ φύσιν. κατὰ φύσιν μὲν τὰς γινομένας ἐπὶ ταῖς κατὰ φύσιν ἡδομένοις ἐνεργείαις, παρὰ φύσιν δὲ ὧν καὶ ἐνέργειαι τοιαῦται. ἑκάστῳ γὰρ ζῴῳ εἰσί τινες οἰκεῖαί τε καὶ κατὰ φύσιν αὐτῶν ἐνέργειαι. καὶ γὰρ ἀνθρώπου εἰσὶν ἐνέργειαί τινες κατὰ τὴν ἀνθρώπου γινόμεναι φύσιν, καὶ ἵππου κατὰ τὴν τοῦ ἵππου, καὶ κυνὸς καὶ τῶν ἄλλων ζῴων ὁμοίως, ὧν καὶ τὰς ἡδονὰς κατὰ φύσιν καὶ αὐτὰς χρὴ λέγειν ἐκείνοις, τὰς δ’ ἐπὶ ταῖς ὑπό τινων οὐ κατὰ τὴν οἰκείαν φύσιν αὐτῶν γινομέναις ἐνεργείαις ἡδονὰς παρὰ φύσιν (διὸ καὶ ὁμωνύμους ἐκείνας), ὧν τὰς μὲν κατὰ φύσιν ἑκάστοις καὶ ἡδονὰς κυρίως εἶναι ῥητέον, τὰς δὲ παρὰ φύσιν ἐκείνοις τοῖς ἡδομένοις αὐτὰς ἡδονάς, οὐ μὴν κυρίως τε καὶ ἁπλῶς ἡδονάς, ὥσπερ καὶ ὑγιεινὰ τὰ μὲν ἀπλῶς, τὰ δὲ τοῖσδε, καὶ τὰς μὲν ἀληθῶς τε καὶ κυρίως ἡδονὰς ἀγαθὰς εἶναι τοῖς ἡδομένοις αὐτὰς ῥητέον, τὰς δὲ παρὰ φύσιν γινομένας τισὶν οὐκ οὔσας ἀπλῶς ἡδονὰς μοχθηράς τε καὶ κακάς. εἰ δὴ μάλιστα ἄνθρωπος καὶ κατὰ φύσιν ἔχων μάλιστα ὁ ἀγαθός, εἶεν ἂν καὶ ἀνθρώπῳ κατὰ φύσιν ἡδοναὶ μάλιστα αἱ τούτῳ φαινόμεναι, καὶ ἡδέα οἷς οὖτος χαίρει. ὅσα δὲ τούτῳ δυσχερῆ, ταῦτα παρὰ φύσιν τε καὶ οὐχ πλῶς ἡδέα, εἰ καὶ ἥδοιντό τινες ἐπ’ αὐτοῖς. διάφεροιεν δ’ ἂν καὶ τῶν κατὰ φύσιν ἑκάστῳ ἡδονῶν τῷ αἱ μὲν αὐτῶν μᾶλλον, αἱ δὲ ἧττον οἰκεῖαι εἶναι. οὕτω δ’ ἂν εἴη τῇ λύπῃ κακῷ ὄντι ἡ κυρίως τε καὶ ἁπλῶς ἡδονὴ ἐναντία οὖσα ἀγαθὸν πᾶσα, εἰ καὶ μὴ ὁμοίως, αἱ δὲ παρὰ φύσιν οὕτε ἡδοναὶ ἁπλῶς οὔτε ἀγαθαί, εἶεν δ’ ἂν καὶ ἐπὶ τοῖς ἀδιαφόροις τοιαῦται· οὐδὲ γὰρ τὰ ἀδιάφορα ἐν τοῖς κατὰ φύσιν. ἡδονῇ δὲ ἐναντίον λύπη, ἀλλ’ οὐ πόνος, εἴ γε πόνος θλῖψιν σωματικὴν δηλοῖ καὶ λύπην τινά, ἀλλ’ οὐ τὴν ἁπλῶς. ἡ δὲ λύπη ἡ καθόλου τὴν τοιάνδε ψυχικὴν διάθεσιν σημαίνει, εἴτ’ ἐπὶ θλίψει γίνοιτο σωματικῇ εἴτ’ ἐαὶ διαθέσει τινὶ ψυχικῇ, ὥσπερ καὶ ἡ ἡδονὴ οὐχὶ σωματικὴ μόνον, ἀλλὰ καὶ ψυχική. τῇ κοινῇ οὖν ἡδονῇ λύπη κοινὴ οὖσα ἐναντίον, ἡ δ’ ἐπὶ ταῖς παρὰ φύσιν ἡδονή, 1 δοκεῖ] εῑ in lit. V 8 οὐκ] fortasse εἰ λύπῃ a: λύπη V ἔσται γὰρ οὕτω τῷ Sp. 11 δὲ δὲ V 12 ἡδομένοις scripsi: ἡδομένας VB: γινομέναις Ba Sp. 20 ἐκεῖνοισ sic V 20. 21 οὐ μὴν—ἡδονάς om. Ba Sp. 31 lacunam indicavi 34 καθόλον Sp. ψυχικὴν] κὴν in litt. 5 litterarum V 35 pr. εἴτ’ B2a Sp.: εἴδ’ VΒ 37 λύπη ⟨ἡ⟩ coni. Sp. fortasse τοῖς ἡδονὴ—p. 126,1 ἀγαθὸν in lit. V φθείρουσα τὴν ἐπὶ τοῖς κατὰ φύσιν ἡδονὴν οὖσαν ἀγαθὸν, ὁμοίως τῇ οἰκείᾳ λύπῃ, εἴη ἂν καὶ αὐτὴ κακόν ὡς ὑπερβολὴ γὰρ τὸ ἐφ’ οἷς μηδὲ γενόμενον, ὡς εἶναι πᾶσαν μὲν λύπην κακόν, τῶν δ’ ἡδονῶν τὰς μὲν κατὰ φύσιν τε καὶ κυρίως ἡδονὰς ὡς ἀγαθὰ ἐναντίας εἶναι ταῖς λύπαις, τὰς δὲ παρὰ φύσιν ὡς κακὸν κακῷ.

VI. Ὅτι τῇ ἡδονῇ ἡ λύ πη ἐστὶν ἐναντίον ἀλλ’ οὐ πόνος.

Ὁ μὲν γὰρ πόνος σωματικήν τινα θλῖψιν ἐμφαίνει, ἡ δὲ λύπη ψυχικὴν συστολήν. εἰ μὲν οὖ καὶ ἡ ἡδονὴ πᾶσα ἦν ἐν σωματικῇ διαχύσει, ἦν ἂν ὁ πόνος αὐτῇ ἐναντίος, ἐπεὶ δ’ ἐστὶν ἡδονὴ διάχυσίς τις τῆς ψυχῆς οὐ διὰ σώματος οὐδ’ ἐπὶ σώματι γινομένη μόνῳ, οὐκ ἂν εἴη τῇ τοιαύτῃ ἡδονῇ ἐναντίον πόνος, ἀλλὰ λύπη. ἡ μὲν γὰρ λύπη καὶ ἐπὶ ταῖς θλίψεσι τοῦ σώματος καὶ αὐτῆς τῆς ψυχῆς ἐφ’ αὐτῆς, ὥσπερ καὶ ἡ ἡδονή, ὁ δὲ πόνος ἐπὶ σώματι μόνον. διὸ εἴη ἂν ἁπλῶς μὲν ἡδονῇ λύπη ἐναντία, τινὶ δὲ ἡδονῇ ἡ ὡς πόνος. τῇ γὰρ σωματικῇ διαχύσει καὶ τῇ τοῦ σώματος εὐσθενείᾳ καὶ τῇ ἐπὶ τούτοις ἡδονῇ εἴη ἂν ἡ τοῦ σώματος θλῖψίς τε καὶ ὀδύνη ἐναντία. ὁ δὲ ἐπὶ τῆς ψυχῆς λεγόμενος πόνος, ὡς λέγονταί τινες φιλόπονοι, οὐδὲ τὴν ἀρχὴν ἐναντίος ἡδονῇ· μεθ’ ἡδονῆς γοῦν γίνεται. εἰ δέ τις ἐπὶ τῷ πονεῖν λυποῖτο, ἡ λύπη ἄν, οὐχ ὁ πόνος εἴη τὸ ἐναντίον τῇ ἡδονῇ. οὔσης δὲ λύπης τῇ ἡδονῇ ἐναντίας πᾶσα μὲν λύπη κακὸν εὐλόγως ἂν λέγοιτο· τῇ γὰρ αὐτῆς φύσει φευκτή. ἡ δ’ ἡδονὴ οὐ πᾶσα ἀγαθόν, ἀλλ’ ὅσαι μὲν τῶν ἐνεργειῶν τῶν ἐφ’ αἷς ἡ ἡδονὴ ὑπερβολὴν ἔχουσιν, ἕξουσιν ὁμοίως καὶ αἱ ἐπ’ αὐταῖς ὑπερβολὴν ἡδοναί, τοιαῦται δ’ αἱ σωματικαί. διότι τούτων αἱ μὲν σύμμετροι αἱρεταί, ὁποῖαί εἰσιν καὶ αἱ περὶ τὰ ἀναγκαῖα τὰ πρὸς τὸ σῶμα (αἱρετὰ γὰρ καὶ τὰ ἀναγκαῖα), αἱ δ’ ὑπερβάλλουσαι φευκταί, ὁποῖαί εἰσιν αἱ τῶν ἀκολάστων, καὶ εἴη ἂν ἐπ’ αὐτῶν καὶ ἡ λύπη ὡς ἔνδειά τις κακόν, καὶ ἡ ὑπερβάλλουσα ἡδονὴ ὡς ὑπερβολή τις, ἡ δὲ σύμμετρος ἀγαθὸν ἐν μεσότητί πως οὖσα τῶν προειρημένων. ὧν δ’ ἡδονῶν μὴ ἔστιν ὑπερβολή (τοιαῦται δ’ εἰσίν, ὅσαι ἐπὶ ἐνεργείαις γίνονται, ὅσων τὸ αἱρετὸν ἐκ τῆς ἐπιδόσεως τε καὶ προσθήκης αὔξεται, ὁποῖαί εἰσιν αἱ γινόμεναι κατὰ τὰς ἀρετάς), ἐπὶ τούτων οὐδὲ τῶν ἡδονῶν ἔσται τις ὑπερβολή· διὸ αἱ τοιαῦται αἱρεταί τε καὶ ἀγαθαὶ τῇ οἰκείᾳ φύσει πᾶσαι. |

1 τοῖσ] ταῖσ a Sp. 2 κακόν VB¹: ἐναντίον ὡς κακὸν κακῷ B2a Sp. τὸ ἐφ’ οἷς μηδὲ γενόμενον VB¹: ἐλλείψει β Sp. 8 διαχύσει Vict. (ubique restituit): διαλύσει litbri 9 ὁ om. a Sp. αὐτῇ Sp.: αὐτῆς libri διάλυσις V 10. 11 τῇ τοιαύτῃ ἡδονῇ Sp.: τῆς τοιαύτης ἡδονῆς libri 13 ἐναντία V: ἐναντίον Βa 14 διαλύσει V 19 τῇ ἡδονῇ B2 Sp: τῆς ἡδονῆς libri bis 21 ὅσαι B2a Sp.: ὅσα libri 22 αὐταῖς] υ in lit. V 23 διό coni. Sp. 21 post τῶν add. ἐνεργειῶν, εἰ δὲ τῶν B2a: τῶν ⟨ἐνεργειῶν ἡδονῶν⟩ coni. Sp.
VII. Διὰ τί, εἰ ἡ λύπη πᾶσα κακὸν τῇ ἑαυτῆς φύσει, οὐχὶ καὶ ἡ ἡδονὴ πᾶσα ἀγαθόν ἔσται τῇ ἑαυτῆς φύσει.

Ἢ γὰρ πᾶσαν ἔδει καὶ τὴν ἡδονὴν κακὸν εἶναι οὖσαν ἐναντίον τῇ λύπῃ ὡς κακὸν κακῷ, ἢ εἰ μὴ ὡς φευκτὸν μηδὲ κακὸν ἡ ἡδονή, ἀλλ᾿ ὡς ἀγαθὸν κακῷ ἀντίκειται, πᾶσαν ἀγαθὸν εἶναι. εἰ γὰρ εἴη τις ἡδονὴ κακόν, εἴη ἂν τῶν λυπῶν κακῶν οὐσῶν πασῶν ἡ ἡδονή, ἐναντία οὖσα τῇ λύπῃ, ἡ μὲν ὡς κακὸν κακῷ ἐναντία, ἡ δὲ ὡς ἀγαθὸν κακῷ, ὅτι δεῖται λόγου. ἢ οὐδὲ λύπη πᾶσα κακόν, εἴ γε καὶ ἐν τούτοις ἡ ἀρετὴ τοῦ μέσου στοχαστική, καί εἰσιν οἰκεῖαι τῷ σπουδαίῳ καὶ λύπαι τινὲς καὶ πόνοι. εἴη δ᾿ ἂν κοινότερον ὁ πόνος τῆς λύπης. τὶς γὰρ πόνος ἡ λύπη. καὶ γὰρ ὥσπερ ἡ ἡδονὴ ταῖς ἐνεργείαις ἑπομένη καὶ μέρος πως ἢ τέλος οὖσα αὐτῶν παῤ ἐκείνων ἔχει τὸ αἱρετόν τε καὶ φευκτόν (αἱρεταὶ μὲν γὰρ αἱ ἐπὶ ταῖς αἱρεταῖς ἐνεργείαις, φευκταὶ δ᾿ αἱ ἐπὶ ταῖς μὴ τοιαύταις), οὕτως εὔλογον καὶ τὰς λύπας ὑπολαμβάνειν ἐπὶ ἐνεργείαις τισὶ γινομένας παῤ ἐκείνων καὶ αὐτὰς ἔχειν τὸ αἱρετόν τε καὶ φευκτὸν ἔμπαλιν τῶν ἡδονῶν. τὰς μὲν γὰρ ἐπὶ ταῖς καλαῖς γινομένας ἐνεργείαις φευκτὰς εἶναι, τὰς δ᾿ ἐπὶ ταῖς αἰσχραῖς αἱρετάς. εἰ δέ εἰσιν λῦπαί τινες αἱρεταὶ καὶ πόνοι, εἶεν ἂν καὶ ἡδοναὶ φευκταὶ αἱ ταῖς λύπαις ταύταις ἐναντίαι. ἐναντίαι δὲ ἡδοναὶ λύπαις αἱ γινόμεναι ἐπὶ ταῖς τοιαύταις ἐνεργείαις. καὶ διὰ τοῦτο οὐ πᾶσα ἀγαθὸν ἡδονή, ὅτι μηδὲ πᾶσα λύπη κακόν. ἐλέγετο δέ τι καὶ τοιοῦτον, ὅτι οὐδὲ τοῖς ὑποθεμένοις πᾶσαν εἶναι λύπην κακὸν ἀκολουθεῖν ἀνάγκη τὸ ἢ πᾶσαν ἡδονὴν ἀγαθὸν εἶναι ἢ πᾶσαν κακόν, κειμένου τοῦ τὴν λύπην ἐναντίαν εἶναι τῇ ἡδονῇ. ἐφ᾿ ὧν γὰρ ἡδονῶν ὑπερβολαί τινές εἰσιν, ἐν τούτοις εἰσὶ καὶ αἱρεταί τινες ἡδοναὶ καὶ φευκταί. αἱ μὲν γὰρ μέσαι αἱρεταί, αἱ δὲ κατὰ τὰς ὑπερβολὰς φαῦλαι, εἰσὶ δὲ τοῦτο ἔχουσαι αἱ σωματικαὶ τῶν ἡόνων. ἐφ᾿ ὧν δὲ μή εἰσιν ὑπερβολαὶ τῷ καὶ τὰς ἐπὶ πλέον αὐτῶν γινομένας ἐν ἐν τῷ αἱρετῷ μένειν, αὗται πᾶσαι αἱρεταί, οἷαί εἰσιν αἱ ἐπὶ ταῖς κατὰ θεωρίαν ἐνεργείαις. εἰσὶ δέ τινες καὶ παρὰ φύσιν ἡδοναί, ὁποῖαί εἰσιν αἱ θηριώδεις τε καὶ νοσηματώδεις, περὶ ὧν εἴρηται ἐν τῷ ἑβδόμῳ τῶν Ἠθικῶν, αἳ οὔτε κυρίως ἀνθρώπου λέγοιντο ἂν ἡδοναί, ὅτι μὴ κατὰ φύσιν, οὔτε αἱρεταί οὕτως δὲ ἐχουσῶν τῶν ἡδονῶν πάσαις μὲν αὐταῖς ἔσται λύπη ἐναντίον ὡς κακὸν τῷ κεῖσθαι πᾶσαν εἶναι λύπην κακόν, τῶν δὲ ἡδονῶν ὅσαι μέν εἰσι παρὰ φύσιν, αὗται ὡς κακὸν κακῷ τῇ λύπῃ ἔσονται ἐναντίαι, εἴ τις καὶ ταύτας ἐν ταῖς ἡδοναῖς καταλέγοι, ὅσαι δὲ ἔχουσιν ὑπερβολήν, ἐπὶ τούτων αἱ μὲν ὡς ἀγαθὸν ἔσονται τῇ λύπῃ ἐναντίαι, αἱ ἐν μεσότητι καὶ ὡρισμέναι τῷ ὀρθῷ λόγῳ, αἱ δὲ καθ᾿ ὑπερβολήν, ἐν αἷς καὶ 2 ἐστι Ba Sp. 3 ante ἢ titulum iterat Ba  Sp. 5 πᾶσαν B2a Sp.: πῶσ ἂν VB 6 πασῶν. ⟨ἢ⟩ ἡ Vict. Sp. 7 ὅτι—λόγου punctis notat B2 (in mg.: λύσις οὐ μέντοι ἀκριβής): om. a 8 οὐδὲ Sp.: οὔτε libri 14 λύπας] υ in lit. V 29 ὧν] ν s. v. V 29. 30 ἑβδόμῳ τῶν Ἠθικῶνν] Eth. Nic. VII, 1. 1145 a 15s sqq. 31. 32 ἐναντίον ἔσται λύπη Sp. 36 αἷς Sp.: οἷς] libri αἱ τῶν ἀκολάστων, αὖται δὲ ὡς κακὸν κακῷ, ὧν δὲ οὐκ ἔστιν ὑπερβολή, αὗται ἂν εἶεν πᾶσαι ὡς ἀγαθὸν κακῷ τῇ λύπῃ ἐναντίαι.

VIII. Ὅτι ἡ ἀρετὴ οὔτε γένος οὔτε ὅλον.

θὔτε γένος μέν, ὅτι τὸ γένος οὐ συναναιρεῖται ἑνὶ τῶν εἰδῶν ἀναιρουμένῳ, ἡ δὲ ἀρετὴ συναναιρεῖται μιᾷ (εἴτε γὰρ ἀντακολουθοῦσιν αἱ ἀρεταὶ ἀλλήλαις, ἡστινοσοῦν ἀναιρουμένης ἀναιρεῖται καὶ ἡ ἀρετή, ἔσται γε οὕτως καὶ ἕν τι τῶν εἰδῶν τἄλλα εἴδη συναναιροῦν, ὃ οὐδὲ αὐτὸ ὑγιὲς εἶναι δοκεῖ, εἴτε μὴ ἀντακολουθοῦσι, φρονήσεως ἀναιρουμένης ἀναιροῖτο ἂν ἡ ἀρετὴ τῷ κατὰ τὸν ὀρθὸν λόγον ἐν πάσαις αὐταῖς τὸ εἶναι, ὁ δ’ δρθὸς λόγος ἀπὸ φρονήσεως), ὅλον δὲ οὐκ ἂν εἴη ἡ ἀρετή, ὅτι τὸ μέρος οὐκ ἐπιδέχεται τὸν τοῦ ὅλου λόγον ἐν τοῖς ἀνομοιομερέσιν, διαφέρουσι δὲ ἀλλήλων αἱ ἀρεταὶ καὶ τὸν τῆς ἀρετῆς ἐπιδέχονται λόγον. ἢ ἐν οἷς τὸ μὲν πρῶτόν ἐστι, τὸ δὲ δεύτερον, ὡς ἀναιρουμένου τοῦ πρώτου ἀναιρεῖσθαι τό τε κοινὸν καὶ τὰ ἄλλα τὰ μετ’ αὐτό, ταῦτα τῶν πολλαχῶς λεγομένων ἐστὶ τῶν ἀφ’ ἑνὸς ἢ πρὸς ἂν λεγομένων, ὥστ’ εἰ καὶ ἡ ἀρετὴ μιᾶς τινος ἀναιρουμένης ἀναιροῖτο, εἴη ἂν καὶ αὕτη τῶν οὕτως λεγομένων. ἢ μᾶλλον ῥητέον τὸν δοκοῦντα συνωνύμως τῶν ἀρετῶν ὅρον τῆς ἀρετῆς κατηγορεῖσθαι κοινότερον εἶναι καὶ οὐκ ἴδιον τῆς ὅλης ἀρετῆς ἧς αὗται μέρη. εἴη δ’ ἂν ἐκείνῃ λόγος ἡ πάσης λογικῆς ψυχῆς ἕξις ἀρίστη, ὅς λόγος οὐ καθεκάστῃ τῶν ἀρετῶν ἐφαρμόζει. δοκεῖ δὲ καὶ Ἀριστοτέλης ὅλον τι λέγειν τὴν τέλειον ἀρετὴν ἀλλ’ οὐ γένος.

Περὶ τῆς ἀπορίας ταύτης καὶ ἐν τοῖς ὑστέροις εἴρηταί τι·

IX. θτι μὴ πάντες οἱ ἁμαρτάνοντες ἀγνοίᾳ τοῦ κακὰ εἶναι καὶ βλαβερὰ ἃ πράτου σιν, ἀμμαρτάνουσιν.

Ὀτι μὴ πάντες ὰγνοίᾳ τοῦ κακὰ εἰναι καὶ βλαβεπά, ἃ πράττουσιν, ἁμαρτάνουσι, δῆλον ἐκ τῶν πεπεισμένων ὅτι μαρτάνουσι, καὶ μὴ ἀντεχόντων αὑτοῖς διὰ μαλακίαν καὶ ἀνασκησίαν. ὧν εἰσι καὶ οἱ νοσοῦντες καὶ τὰ βλάπτοντα αὐτοὺς πράττοντες, οὐκ ἀγνοοῦν τες ὁποῖά ἐστιν· ὅτι γὰρ οὐκ ἀγνοοῦσιν, αὐτοῖς ἐπικαλοῦσι, τοὺς μὴ τὰ ὅμοια ἁμαρτάνοντας ἐπικαλοῦνται, εὔχονται τοῖς θεοῖς ὑπὲρ τοῦ κάλλιον φρονῆσαι. ἐν 1 alt. δὲ V1 in mg. 3 οὕτε γένος Ba Sp.: οὐ γένος V 4 ante οὔτε titulum iterat Ba Sp. οὔτε] οὐ B²a Sp. 6. 7 γε οὕτωσ V: τε sa Sp.: fortasse δὲ οὕτως 7 εἰδῶν οὕτως τἆλλα θa Sp. 8 ἀναιρουμένης] ης s. v. in lit. V 9 ἐν] εῖναι coni. Sp. bene 10 ἀποφρονήσεωσ V οὐκ ἂν] υκ ἂν in lit. V εἴη] η add. v. c. V 17 τῆς ἀρετῆς coll. post κατηγορεῖσθαι Ba Sp. 19 εἴη] η add. v. c. V ἐκείνη a 20 οὐ punctis notat B: om. a 21 τελείαν Sp. 22 τι a Sp.: τισ (ι in lit.) V 25, 26 δτι-πράττουσιν add. Ba Sp. 27 ἀνασκησίαν] ἀναισθησίαν Vict. Sp. 28 αὐτοὺς Sp. 30 ἐπικαλοῦνται B2a Sp.: ἐπικαλοῦσιν V ἔχονται a οἷς εἰσι καὶ οἱ ἐρῶντες, οἳ εἰ τὸ ἐρασθῆναι ἐπ’ αὐτοῖς ὡς τὸ ἐρῶσιν παύσασθαι, ἑκόντες ἂν εἶεν τὰ κατὰ τὸν ἔρωτα πράττοντες. ἀλλὰ καὶ ἐκ τῶν ἀρχομένων ἁμαρτάνειν δῆλον. οὐδεὶς γὰρ αὐτῶν ἀγνοῶν τὰ κακὰ ὅτι κακά ἐστιν ἐπ’ αὐτὰ τὴν ἀρχὴν ἔρχεται. πάντες γοῦν ἀρχόμενοι αἰδοῦνται καὶ λανθάνειν σπεύδουσιν, καὶ ὡς μὴ καὶ δεύτερον πράξοντες τὰ ὅμοια εἶσιν ἐπ’ αὐτά, πεπεισμένοι βλαβήσεσθαί τι ἀπ’ αὐτῶν, εἴκοντες τῇ ἡδονῇ, οὐ πίστει τοῦ αἱρετωτέραν αὐτοῖς εἶναι, ἀλλὰ τῷ μὴ βούλεσθαι πονήσαντες ὀλίγον ἀντισχεῖν πρὸς αὐτήν. τοῦ δὲ ταύτην περὶ τῶν κακῶν ἔχειν τὴν πρόληψιν ὡς ἔννοιαν αὐτῶν ἔχειν ὁποῖά ἐστιν αἰτίαν πρώτην μὲν τὴν φύσιν ἔχουσιν (οὐ γὰρ ἀνεννόητοι τῶν βελτιόνων οἱ μηδέπω παντάπασιν διεστραμμένοι, ἀλλὰ τὰς κοινάς τε καὶ φυσικὰς σώζοντες ἐννοίας· ὅτι γὰρ πρὸς τὰ βελτίω νένευκεν ἡ φύσις ἑκάστου, δῆλόν ἐστιν ἐκ τοῦ καὶ τοὺς ἐν ἁμαρτήμασιν ὄντας ἤδη ἐπαινεῖν ἔτι τοὺς οὐχ ἁμαρτάνοντας, καὶ τοὺς ἁμαρτάνοντας τοὺς αὐτῶν παῖδας μὴ ἐπὶ τὰ αὐτὰ ἄγειν), κανὴ δὲ καὶ ἡ κοινὴ φήμη τε καὶ πρόληψις τῶν ἀνθρώπων τὴν τῶν κακῶν ἀτοπίαν ὁποία τίς ἐστι διδάξαι. ἀλλὰ καὶ οἱ νόμοι ταῦτα κηρύττοντες ἱκανοὶ τὰ βελτίω διδάσκειν. πρὸς δὲ τούτοις διδάσκαλοί τε καὶ παιδαγωγοὶ πάντες κοινῶς τὰ κακὰ φεύγειν παραινοῦντες οὐκ ἀνεννοήτους τῶν βελτιόνων τοὺς νέους ἐῶσιν εἶναι. καὶ ὅτι μὲν οὐκ ἀγνοίᾳ τῶν κακῶν τὰ ἁμαρτήματα, δῆλον ἐκ τούτων τε καὶ τῶν τοιούτων. ὅτι δὲ μὴ βίᾳ πράττουσιν τὰ φαῦλα, δῆλον ἐκ τοῦ αὐτοὺς εἶναι τοὺς πράττοντας αὐτά, καὶ κατὰ τὴν ἐξ αὐτῶν ὁρμὴν κινεῖν ἐπὶ τὰς τοιαύτας πράξεις τὰ ὀργανικὰ μέρη καὶ βουλευομένους περὶ αὐτῶν καὶ προαιρουμένους αὐτά. εἰ γὰρ οἱ προαιρούμενοι βιάζονται, τίνες ἂν εἶεν οἱ μὴ βιαζόμενοι; εἰ δὲ ἐν ἕξει τῶν ἁμαρτανομένων γενόμενοι μήτε αἰδοῦνται αὐτοὺς τῶν κακῶν φρονοῦσιν, οὐδὲν τοῦτο πρὸς τὸ εἶναι αὐτὰ ἀκούσια. τοῦ γὰρ ἐν ταύτῃ τῇ ἕξει γενέσθαι, ὡς τὰ κακὰ μὴ ὑπολαμβάνειν καὶ αὐτοῖς εἶναι κακά. αὐτοὶ αἴτιοι, ὅτε γ’ ἦν ἐπ’ αὐτοῖς μὴ πράττειν ταῦτα δι’ ἃ γεγόνασιν τοιοῦτοι μὴ φυλαξάμενοι. εἰ δὲ ἀρχομένοις μὲν αὐτοῖς τῶν μαρτημάτων οὐκ ἐφαίνετο τὰ κακὰ ώφέλιμά τε καὶ αἱρετά, προελθοῦσιν δὲ ἐν αὐτοῖς καὶ δι’ ἀμέλειαν αὐτῶν ἐν ἕξει γενομένοις μοχθηρ τὰ τοιαῦτα φαίνεται, ἑαυτοῖς ἂν εἶεν τῆς ἀπ’ αὐἐρῶντες 1 ἐρωτῶντες sic V: ἐρωτῶντες B1 ὡς addidi: ἐστὶ καὶ add. B2a Sp. 6 εἰσιν (εἰσιν V)] ἴασιν coni. Sp. fortasse recte πεπεισμένοι μὲν βλαβήσεσθαι B2a Sp. εἴκοντες δὲ τῇ aSp. 8 αὐτήν] ην in lit. V 9 ἔννοιαν] εὖνοιαν a Sp. 10 ἀ| νεννόητοι (νεν in lit. V οἱ μηδέπω B Sp.: οἱ μὴ δέπω (μὴ s. v.) V: ὅρμη δέπω a 15 κοινὴ] ὴ in lit. V 17 τούτοις Sp.: τούτους libri 19 ὰμαρτήματα] tert. α in lit. V 20 ὅτι] ο in lit. V δὲ μὴ corr.e μὴ δὲ V: δὲ μὴ δὲ Ba Sp. βίη] β in lit. V 21 αὐτοὺς αἰτίους⟩ Θiels 22 ὀργ ἴκὰ (κὰ in lit.) sic V 23 προαιρουμένους] pr. υ in lit. V 24 εῖεν] νin lit. V εὶ] οἱ Vict. 25 αὑτοὺς Sp.: αὐτοὺς V: om. a τῶν κακῶν φρονοῦσιν VFB1 s1: Sp.) νόμων καταφρονοῦσιν, τὰ κακὰ οὐχ ἡγούμενοι εἶναι κακά B²S²a Sp. 27 αὐτοῖσ V αὐτοὶ Ba Sp.: αὑτοὶσ V: αὐτοις FS ὅτε γ’ ἦν Schwartz: ὅτε μὴν VBFS¹: εἴ γε B2a Sp. 28 τὸ μὴ πράττειν B2a Sp. δι’ ἃ γεγόνασιν scripsi: διαγεγόνασιν VB¹B¹F: ἂν διαγεγόνασιν B²S²a Sp. 31 μοχθηρᾷ Schsartz: μοχθηρὰ VFB¹S¹: αλρετὰ B²S2a Sp. τὰ delevi τῶν τοιαύτης φαντασίας αἴτιοι, ὄντες αὐτοῖς τῆς τοιαύτης ἕξεως αἴτιοι, δι’ ἣν φαντασίας περὶ τῶν κακῶν τοιαύτας ἔχουσιν. τούτοις δὲ μαρτυρεῖ καὶ τὸ μισεῖσθαι καὶ κολάζεσθαι τοὺς οὕ| τως ἁμαρτάνοντας, ὡς ἑκουσίως καὶ αὐτοῖς αἰτίους ὄντας τῶν τοιούτων πράξεων, τῶν ἀκουσίως τοιοῦτόν τι πραττόντων συγγνώμης τυγχανόντων. διὰ τί γάρ, εἰ πάντα ἀκούσια, τὰ μὲν αὐτῶν συγγινώσκεται, τὰ δ’ οὔ; εἰ γάρ, ὅτε ἐπ’ αὐτοῖς ἦν τὸ μαθοῦσιν ὁποῖά ἐστιν ἀπέχεσθαι αὐτῶν, εἰ μὲν εἰδότες τοῦτο ἠμέλουν αὐτοῦ, αὐτοὶ αἴτιοι πάλιν καὶ ἑκόντες τοιοῦτοι, εἰ δὲ κἀκεῖνο ἠγνόουν, πῶς οὐ καὶ αὐτοὶ συγγνώμης ἄξιοι; ἱκανὴ δὲ πίστις τοῦ μήτε βίᾳ μήτε δι’ ἄγνοιαν τῶν βελτιόνων τινὰς ἁμαρτάνειν τῶν ἁμαρτανόντων καὶ τὸ μήτε λυπεῖσθαι μήτε μεταγινώσκειν ἐπὶ τοῖς ἁμαρτήμασιν· τὰ γὰρ ἀκουσίως πραττόμενα ἐπίλυπά τέ ἐστι καὶ ἐν μεταμελείᾳ. ὅτι δὲ εἰ ἀκούσια τὰ ἁμαρτήματα, οὐδὲ ἐφ’ ἡμῖν ἂν εἴη, δῆλον ἐκ τοῦ ἀκούσια μὲν εἶναι τὰ βίᾳ ἢ δι’ ἄγνοιαν γινόμενα, οὔτε δὲ ἃ βιαζόμενοι ποιοῦμεν ἐφ’ ἡμῖν μὴ ποιεῖν (ἃ γὰρ μὴ ἐφ’ ἡμῖν καὶ ποιῆσαι καὶ μὴ ποιῆσαι, ταῦτα οὐ βίᾳ), τὰ δὲ διὰ θυμὸν ἢ ἐπιθυμίαν μαρτανόμενα βίᾳ φασὶν ποιεῖν τοὺς ποιοῦντας, ὥστε ⟨τὰ> διὰ θυμὸν ἢ ἐπιθυμίαν ἁμαρτανόμενα οὐκ ἐφ’ ἡμῖν. εἰ δὴ αἱ κολάσεις ἐπὶ τοῖς ἐφ’ ἡμῖν, οἱ διὰ θυμὸν ἢ δι’ ἐπιθυμίαν ἁμαρτάνοντες οὐκ ἂν εὐλόγως κολάζοιντο. ὅσα δὲ δι’ ἄγνοιαν ἁμαρτάνεται, ταῦτα εἰ μὲν τῆς ἀγνοίας αὐτοῖς οἱ ἁμαρτάνοντες αἴτιοι, εἶεν ἂν ἐπ’ αὐτοῖς· εἶεν δ’ ἂν αὐτοῖς αἴτιοι τῆς ἀγνοίας, εἰ ἐνὸν αὐτοῖς ἐπὶ τὰ βελτίω τραπομένοις μὴ γενέσθαι ἐν ἕξει τοιαύτῃ, δι’ ἣν ἀγνοήσουσι τὰ ἀγαθά, οἱ δὲ ἠμέλησαν τοῦ τοιούτου. ἀλλὰ μὴν οὐκ ἄλλως ἐνῆν αὐτοῖς ἐπὶ τὰ βελτίω τραπέσθαι, εἰ μὴ εἶχόν ποτε ὑπολήψεις τινὰς περὶ τῶν ἀγαθῶν ὡς ὄντων τοιούτων. εἰ γὰρ ἀεὶ τὰ κακὰ αὐτοῖς ἀγαθῶν φαντασίαν ἐπέστελλεν, οὐκ ἦν ἐπ’ αὐτοῖς τὸ μὴ αἱρεῖσθαι αὐτά. ἀλλὰ μὴν οἱ ἔχοντες ὑπολήψεις περὶ τῶν ἀγαθῶν ὡς ἀγαθῶν ἔπειτα μὴ αρούμενοι αὐτὰ ἑκόντες ἡμάρτανον. οὔτε γὰρ διὰ βίαν οὔτε δι’ ἄγνοιαν παρεώρων τὴν τῶν βελτιόνων αἵρεσιν, ὥστε ὡς ἐπ’ αὐτοῖς τὸ ἁμαρτάνειν, οὕτως καὶ ἑκούσιον. εἰ δὲ μὴ αὐτοῖς τῆς ἀγνοίας αἴτιοι, οὐδ’ ἂν ἐπ’ αὐτοῖς εἴη τὸ δι’ ἄγνοιαν ἁμαρτάνειν, οὕτως δὲ οὐδεὶς ἂν εὐλόγως κολάζοιτο τῶν ἁμαρτανόντων, εἴ γε αἱ κολάσεις μὲν ἐπὶ τοῖς ἐφ’ ἡμῖν, οὐδὲν δὲ τῶν ἁμαρτανομένων ἐφ’ ἡμῖν, εἴ γε ἀκούσιον, πᾶν δὲ ἀκούσιον ἡ δι ἄγνοιαν ἢ βίᾳ.

X. Ὅτι ὁ ἄνθρωπος τῶν ἀρετῶν χάριν, ἀλλ’ οὐκ ἔμπαλιν.

Εἰ ἐν τοῖς φύσει γινομένοις ἐστίν τι, οὖ χάριν τὰ οὕτως γινόμενα γίνεται, 1. 2 δι ἣν] δ’ ἦν a 6 εὶ] fortasse καὶ ὅτε Diels, cf. 29,27: ὅτι libri ἠμέλουν V 13 ἡ δι’—οὐ βίᾳ (15)] om. Ba Sp. del. 14 fortasse ⟨ποιοῦμεν οὔθ’ ἃ δι’ ἄγνοιαν⟩ ποιοῦμεν 15 οὐ del. v. c. V βίᾳ—ἁμαρτανόμενα (16) V in mg. 16 τὰ add. B²SFa Sp. 17 ἁμαρτανόμενα] ἀμαρτανόμεῦ |V 20 αὐτοτσ V εῖεν] εἴη Sp. 22 ἀγαθα V οἱ δὲ] οῖ δὲ V 24 ὑπολήψεις] εἰ in lit. V ἀεὶ] δὴ a 27 ἐπεὶ τὰ a 30 αὑτοῖς VB: αὐτοὶ a Sp. 32 ἀκού| σίον V 35 γινόμενα] ινο in lit. V τὸ δέ, οὗ χάριν γίνεταί τινα, τέλος ἐκείνων, ἐν τοῖς φύσει γινομένοις τέλος τί ἐστιν. ἀλλὰ μὴν τὸ τέλος τῶν τοῦ τέλους χάριν γινομένων ἄμειω ὥστε καὶ τῶν φύσει γινομένων τὰ τέλη τῶν ἐκείνων γινομένων χάριν ἀμείνω. ἔστι δὲ καὶ ὁ ἄνθρωπος τῶν φύσει γινομένων, ὥστε ἐστίν τι καὶ τούτῳ τέλος, καὶ τοῦτο τῶν ἐφ’ οἷς τοῦτο βέλτιον. τέλος δὲ τοῦ ἀνθρώπου τὸ σπουδαῖον ἄνθρωπον γενέσθαι, τούτου χάριν ὁ ἄνθρωπος, τὸ δὲ σπουδαῖον γενέσθαι ἐστὶ τὸ ἔχειν τὰς ἀνθρώπου ἀρετάς. ἀλλὰ μὴν οὐχ οἷόν τε σχεῖν τῷ ἀνθρώπῳ τὰς ἀρετάς, εἰ μὴ πρῶτον ἄνθρωπος γένοιτο. ὁ ἄνθρωπος ἄρα τῆς τῶν ἀρετῶν κτήσεως χάριν, ἀλλ’ οὐχ αἱ ἀρεταὶ τοῦ ἀνθρώπου. διὸ καὶ ἀμείνων ὁ κεκτημένος τὰς ἀρετὰς ἄνθρωπος τοῦ χωρὶς τούτων ἀνθρώπου. οὐ γὰρ αἱ ἀρεταὶ γίνονται. οὐ γὰρ ἡμεῖς αὐτὰς κτώμεθα ὡς χωρίον ἢ ἀνδράποδον ἢ οἰκίαν, ἀλλ’ ἡ τῶν ἑκάστου ἀρετῶν γένεσις ἐν τῇ κτήσει αὐτῶν. εἰ δὲ ἡ γένεσις αὐτῶν ἐν τῇ κτήσει, καὶ τὸ εἶναι αὐταῖς ἐν τούτῳ, ἔστι δὲ τὸ τέλος ἡμῖν ἡ κτῆσις αὐτῶν, εἶεν ἂν καὶ αἱ ἀρεταὶ τέλη ἡμῶν καὶ τούτων χάριν ἡμεῖς. διὸ καὶ ἀμείνους ἡμῶν αἱ ἀρεταί, διότι καὶ τὸ τέλος ἡμῶν ἐν τῇ τῶν ἀρετῶν παρουσίᾳ τε καὶ κτήσει.

XI. Ὅτι μὴ πολλα χῶς τὸ ἀκοῦ σιον, ἐπεὶ καὶ βίᾳ καὶ δι’ ἄγνοιαν.

Ὡσπερ οὐ λέγεται πολλαχῶς τὸ ζῷον, ἐπεὶ τὸ μέν ἐστιν αὐτοῦ λογικὸν τὸ δ’ ἄλογον, ἀλλ’ οὐδὲ ἡ κακία πολλαχῶς, ἐπεὶ ἡ μὲν καθ’ ὑπερβολήν, ἡ δὲ κατὰ ἔνδειαν, οὕτως οὐδὲ τὸ ἀκοῦ σιον πολλαχῶς, ἐπεὶ τὸ μὲν αὐτοῦ βίᾳ, τὸ δὲ δι’ ἄγνοιαν. μέρη γὰρ ἢ εἴδη τοῦ ἀκουσίου ταῦτα. εἰ δὲ μὴ πολλαχῶς τὸ ἀκούσιον, οὐδ’ ἂν ὁ τόπος ἔτι διὰ τοῦτο διαβάλλοιτο ὁ ἀξιῶν εἰ τὸ ἕτερον τῶν ἐναντίων πολλαχῶς, καὶ τὸ ἕτερον πολλαχῶς· οὐ πολλαχῶς δὲ τὸ ἑκούσιον τοῦ ἀκουσίου τοῦ ἐναντίου αὐτῷ πολλαχῶς λεγομένου’; οὐδὲ γὰρ ἡ κακία πολλαχῶς, ἐπεὶ ἡ μέν ἐστιν ἐν ὑπερβολῇ ἡ δὲ ἐν ἐνδείᾳ. γένος γάρ τι ἡ κακία ἐπὶ εἴδεσιν τῇ τε ὑπερβολῇ καὶ τῇ ἐνδείᾳ, καὶ ὥσπερ κακία μὲν ἑκατέρα, καὶ ἡ ἐν ὑπερβολῇ καὶ ἡ ἐν ἐνδείᾳ (οὐδὲ γὰρ σἶόν τε ἄμα τὸν κακὸν κατ’ ἄμφω κακὸν εἶναι, οὐ μέντοι καὶ ἡ ἀρετὴ ἤδη διπλῆ ἑκατέρᾳ τῶν κακιῶν ἰδία τις ἀντικειμένη· οὐ γὰρ αὔταρκες πρὸς ἀρετὴν τὸ μὴ εἶναι ἐν ὑπερβολῇ, ἢ πάλιν τὸ μὴ εἶναι ἐν ἐνδείᾳ, ἀλλὰ δεῖ, εἰ ἀρετὴ ἔσοιτο, ἐν μηδετέρῳ ἐκείνων εἶναι) οὕτως καὶ τὸ ἑκούσιον ἐν τῇ ἑκατέρου τῶν ἐν οἷς τῷ ἀκουσίῳ τὸ εἶναί ἐστιν ἀντιθέσει ἅμα τὸ εἶναι ἔχει. δεῖ γὰρ τὸν ἑκουσίως τι ποιοῦντα ἐν αὐτῷ 6 γὰρ χάριν B2 coni. Sp. 7 αρετάσ V τ’ ἔχειν coni. Sp. 9 ἄρα (in mg. m¹ VB: ὁ γὰρ ἄνθρωπος GFS (S² in mg. ἄρα) MNL: ὁ ἄνθρωπος ἀρα a Sp. 11 οὐ—γίνονται] sententiaaut manca (ἀρεταὶ ἀρετῶν] υ ἀρ in lit. V 21 οὐδὲ coni. Sp.: οὔτε libri 22 ἡ] ἠ V 24 post ὁ litura V 26 οὐδὲ Sp.: οὕτε libri 27 γένος] τινὸς a 29 ἐν Sa Sp.: ἐπὶ V 30 ἡ om. aSp. διπλῇ a Sp. ἑκατέρα corr. in ἑκατέραι v. c. V 31 ἤ add. v. c. V 32 δεῖ] δὴ a 34 δεῖ S2B (in lit.) a: διὰ VS1 αὐτῷ V τε τὴν ἀρχὴν ἔχειν τῶν πραττομένων καὶ ἔτι εἰδέναι τὰ καθ’ ἕκαστα, ὧν τὸ μὲν τοῦ βίᾳ ἀναιρετικόν ἐστι, τὸ δὲ τοῦ δι’ ἄγνοιαν. διὸ ἅμα ἀμφοτέροις τοῖς τοῦ ἀκουσίου μέρεσιν ἀντίκειται τὸ ἑκούσιον ἐκείνων μηδὲ ἤδη δυναμένων. οὐ γὰρ οἷόν τε τὸν βίᾳ τι ποιοῦντα ἢ πάσχοντα καὶ ἀγνοοῦντα τὰ καθ’ ἕκαστα ἁμαρτάνειν. οὐδὲν γὰρ πρὸς τὸ ἀκουσίως ποιεῖν τοὺς βιαζομένους ὑπό τινων συντελεῖ ἡ ἄγνοια ἢ γνῶσις τῶν καθέ κάστα. οὐκ ἀναιρεῖται δὲ ὁ τόπος οὐδὲ ὑπὸ τοῦ τὸ μὲν φιλεῖν πολλαχῶς λέγεσθαι, τὸ δὲ μισεῖν ἐναντίον ὄν αὐτῷ μηκέτι λέγεσθαι πολλαχῶς. εἰ μὲν γὰρ ἦν τὸ μισεῖν παντὶ τῷ φιλεῖν ἐναντίον, καὶ μὴ πολλαχῶς ἐλέγετο, ἀνῃρεῖτο ἂν ὁ τόπος· εἰ δὲ τὸ μισεῖν μόνῳ ἐστὶν ἐναντίον τῷ φιλεῖν τῷ κατὰ διάθεσιν, οὐκέτι δὲ καὶ τῷ καταφιλεῖν, οὐ διαβάλλεται ὁ τόπος. τότε γὰρ διαβάλλοιτο ἄν, εἰ παντὶ τῷ σημαινομένῳ ὑπὸ τοῦ πολλαχῶς λεγομένου ὄν ἐναντίον τι μὴ εἴη καὶ αὐτὸ πολλαχῶς λεγόμενον. τῷ γὰρ λευκῷ πολλαχῶς λεγομένῳ τὸ μέλαν ἐναντίον ὂν πολλαχῶς λέγεται, ὅτι πᾶσι τοῖς σημαινομένοις ὑπὸ τοῦ λευκοῦ ἐναντίον ἐστίν· καὶ γὰρ τῷ ἐν χρώματι λευκῷ καὶ τῷ ἐν φωνῇ ἐναντίον τὸ μέλαν, ὡς εἴ γε μόνον ἦν τῷ ἑτέρῳ αὐτῶν ἐναντίον, οὐδ’ αὐτὸ ἂν ἐλέγετο πολλαχῶς.

XII. Ἡ λέξις ἐκ τοῦ τρίτου τῶν ικομαχείων.

“Ἔοικεν δὴ τὸ βίαιον εἶναι, οῦ ἔξωθεν ἡ ἀρχή, μηδὲν συμμβαλλομένου τοῦ βια σθέντος’’. Ὅτι τὸ ἐν ᾗ μηδὲν συμβάλλε ταί ὁ πράττων ἢ ὁ πάσχων εἶπεν ἐν τοῖς ἔμπροσθεν ἀντὶ τοῦ ὁ βιασθείς, διὰ τοῦ νῦν εἰρημένου ἔδειξεν μεταλαβὼν καὶ μηκέτι εἰπών μηδὲν συμβαλλομένου τοῦ πράττοντος ἢ πάσχοντος’, ἀλλὰ ἀντὶ τούτων εἰπών τοῦ βια σ θέντος. ποτὲ μὲν πράττειν λέγομεν, ποτὲ δὲ πάσχειν· καὶ γὰρ βιασθεὶς ἔπραξεν’ καὶ ‘βίᾳ ἔπαθεν’ λέγομεν. ἀρχὴν δ’ ἂν λέγοι ἔξωθεν εἶναι ἐπὶ τῶν βιαζομένων τὴν ποιητικήν. ἡ μὲν γὰρ τελικὴ καὶ οὖ ἕνεκεν αἰτία οὖσα ἔξωθέν ἐστιν ἐπὶ πάντων τῶν πρασσομένων, εἴ γε πᾶς ὁ πράττων ἕνεκά του πράττει ὃ πράττει, ὅ ἐστιν ἐκτὸς αὐτοῦ. ἔτι τε οὐδ’ ἂν εἴη ἐν τοῖς βίᾳ τι πράττουσιν ἢ πάσχουσιν ἡ ὡς τέλος αἰτία. οὐ γὰρ ὁ βιαζόμενος ὑπό τινος τέλος τι ἔχει προκείμενον αὐτῷ, οὖ χάριν ὑπὸ τοῦ βιαζομένου βιάζεται. τῷ μὲν γὰρ βιαζομένῳ τινὰ καὶ τοῦτο πράττον ἢ τέλος τι πρόκειται, καὶ διὰ τοῦτο τοῦτον, ὃν βιάζεται, βιάζεται, αὐτῷ δὲ οὐδέν. οἱ δὲ 2. 3 ἀμφοτέροις] ἀμφοτέρας a 7 ὑπὸ] ἐπὶ aSp. 10 τῷ BSaa Sp.: τοῦ VB¹S 14 ὄν om. aSp.· 16 τῷ] τὸ a 18 titulum ea form reddunt Vict. et Sp. quas exstsat in tabula ἐκ τοῦ τρίτου] Eth. Nic. Ill, 1. 1110b 15 21 ἐν B2: in lit. Vict.:? ἐν ἡ VB¹aSp. 22 ἐν τοῖς ἔμπροσθεν] th. Nic. III, 1.1110a2 23 μεταβαλῶν ,vir doctus in e,emplo bitbl. univ. Monac.“ Sp. 24. 25 μὲν γὰρ πράττειν aSp. 25 λεγο |μὲν (υ sive ου supraν v. c.?) V 28 τοῦ sic V 29 πράττει 8 B² Vict. Sp.: πράττειν ὃ VFa αὑτοῦ V 30 ἢ ὡς a 31 αὐτῷ aSp. 32 πράττον ἡ V: πράττοντι SΒ (ante τέλος rasura) a Sp.: fortasse καὶ ⟨τοῦ⟩ τοῦτο πρ άττεῖν τέλος 23 ὃν om. aSp. βιάζεται addidi πάσχοντες τὰ βίαιά εἰσιν, ὧν ἔξωθέν ἐστιν ἡ ἀρχὴ ἡ ποιητική, μηδὲν εἰς τὸ γινόμενον τοῦ πάσχοντος συμβαλλομένου τε καὶ συμπράττοντος, ὡς ἔδειξεν γινόμενον ἐπὶ τῶν πλεόντων, ὅταν ὑπὸ πνεύματός τινος ἐξωσθῶσιν, καὶ ὑπὸ τῶν κυρίων ὄντων καὶ ἀγόντων τοὺς ἡττημένους, ὅπῃ ἂν αὐτοῖς δοκῇ. οὐκ εἴ τις δὲ βιαζόμενος ὑπό τινος κινήσαι τι τῶν ὀργανικῶν μορίων κίνησίν τινα, ἢ συντελεῖ πρὸς τὸ γινόμενον βίᾳ, οὖτος ἤδη συμβάλλοιτο ἂν ἡ τοῦ πρὸς τὸ γινόμενον βίᾳ (οὐ γὰρ εἰ ἀπωσθεὶς ὑπό τινος κινήσας τὰ σκέλη ἐμπέσοι τινὶ ἢ καταβάλοι τι, ἤδη ἂν λέγοιτο συντελεῖν πρὸς τὸ γινόμενον), ἀλλ’ εἰ μὲν κατὰ τὴν οἰκείαν ὁρμὴν καὶ πρόθεσιν ποιήσαι τοῦτο, εἴη ἂν συντελῶν· εἰ δὲ κατὰ συνήθη τινὰ καὶ φυσικὴν μεταφορὰν τῶν σκελῶν κινηθείη, οὐκέτι, ὅπερ εἶπεν καὶ Ἀριστοτέλης διὰ τοῦ καὶ γὰρ ἡ ἀρχὴ τοῦ κινεῖν τὰ ὀργανικὰ μέρη ἐν ταῖς τοιαύαταις πράξε σιν ἐν αὐτῷ ἐστιν. ὁ γὰρ ἐκ τῆς νεὸς τὰ φορτία ταῖς αὐτοῦ χερσὶν ἐκβάλλων εἰς τὴν θάλασσαν διὰ τὸν κίνδυνον, οὐχ ὅτι κινεῖ τὰς χεῖρας ἑκὸν ποιεῖ, ἀλλ’ ὅτι προελόμενος τοῦτο ποιῆσαι, οὕτως αὐτὸ ποιεῖ, οὐκέτι (δὲῶ οἱ δι’ ἡδονῆς τι ποιοῦντες βίᾳ, ὅτι αὐτοὶ ποιοῦσιν ἃ ποιοῦσιν διὰ τὴν ἡδονήν, ἀλλ’ οὐκ ἔξωθεν τὸ ποιοῦν ἔχουσιν· τὸ γὰρ ἡδὺ ὡς τέλος καὶ σκοπὸς αἴτιον, ἀλλ’ οὐχ ὡς τὸ ποιοῦν.

XIII. Περὶ ἡδονῆς.

Ὅτι οἰκεία ἡ ἡδονὴ τῇ ἐνεργείᾳ. ἐφ’ γίνεται, καὶ οὐκ ἔστιν ἡ μὲν ἡδονὴ ὁμοειδὴς πᾶσα, κατὰ τὸν ἀριθμὸν μόνον ἄλλη ἄλλης διαφέρουσα, τὰ δὲ ποιητικὰ τῶν ἡδονῶν διαφέρει, ἀλλ’ εἰσὶν καὶ αἱ ἡδοναὶ ὁμοίως ἀλλήλων διαφέρουσαι, ὥσπερ καὶ τὰ ποιητικὰ αὐτῶν, ἐναργῶς ἔδειξεν Ἀριστοτέλης διὰ τοῦ δεῖξαι τὰς οἰκείας ταῖς ἐνεργείαις ἡδονὰς συναυξούσας τὰς ἐνεργείας, ἐφ’ αἷς γίνονται. ἡ γὰρ ἐπὶ τῷ γεωμετρεῖν ἡδονὴ συναύξει τὰς κατὰ γεωμετρίαν ἐνεργείας, καὶ ἐπὶ τῷ κιθαρίζειν τὰς κατὰ τὴν κιθαριστικήν, ὡς ἔχουσαι πρὸς αὐτὰς οἰκειότητα καὶ διαφέρουσαι ἀλλήλων κατὰ ταὐτὰ ταῖς ἐνεργείαις, ἐφ’ αἷς γίνονται. εἰ γὰρ ἤσαν αἱ ἡδοναὶ αἱ αὐταί, οὐκ ἂν ἥδε μὲν τάσδε, ἥδε δὲ τάσδε τὰς ἐνεργείας συνηῦξεν. οἷς μὲν γὰρ ἀθροίζειν χρήματα πρόκειται, δι’ ὧν ἐνεργειῶν ἡγοῦνται δύνασθαι τοῦτ’ αὐτοῖς περιγενέσθαι, ταύτας ἐνεργοῦσιν, καὶ δι’ ὧν πλεῖον, μᾶλλον, ὡς ὄντος 3 ἔδειξεν] cf. l. c. 1110a3 ὑπὸ] ὁ in lit. V 4 ὑπὸ] ἐπὶ Sp. 6 οτος a Sp.: οὕτως libri 7 ἡ τοῦ om. aSp.: δι’ αὐτοῦ Diels καταβάλοι Diels: καταβάλλοι 1ibri 8 κηνήσασ V 10 ποιήσαι Diels: ποιήσει a Sp.: ποιήσῃ V συνήθῇ sic V 11 εἶπεν] ic. Eth. III, 1.1110a15 14 κινεῖ] ι in lit. V 16 δὲ add. B²S2 Sp. δι’ ἡδονῆς] διὰ ἡδονὴν aSp. 19 titulum eaforma qua exstat in tabula reddunt s² Vict. Sp. 21 κτὰ sic V 23 ἐδειέεν] t. Vic. K,5. 1175a 20sqq. 24 ἐφ’ ας γίνονται add. ante ἡδονὰς F8aa Sp. συναυξομένας FS1 25 τὰς ἐνεργείας B2a Sp.: ταῖς ἐνεργείαις VB9 26 ἡ addidi τὰς — (28) γίνονται om. S1 28 ταὐτὰ 2 Vict. Sp.: τ’αῦτὰ V: ταῦτα SFa ἐνεργείαις] ἡδοναῦς Vict. 31 περιηίιεδαι  a Sp. τινὸς ἑνὸς καὶ τοῦ αὐτοῦ τῶν ἀδιαφόρων ἐνεργειῶν περιγινομένου. διὸ οἱ αὐτοὶ διὰ τῶν διαφόρων κτῶνται τὰ χρήματα, καὶ οὐδὲν μᾶλλον διὰ τῶνδε ἢ τῶνδε, ἅ ἐστι κτημάτων τε καὶ πλούτου περιποιητικά. ἐπὶ δὲ τῶν ἡδονῶν οὐχ οὕτως. οὐ γὰρ ὡς ἀπὸ πάντων τῶν ποιητικῶν ἡδονῆς τῆς αὐτῆς περιγινομένης ἡδονῆς, δι’ ὧν μάλιστα γίνεται ταῦτα, ζητοῦσιν, ἀλλ’ ὡς ἄλλων οὐσῶν τῶν ἐπὶ διαφόροις γινομένων ἐνεργείαις τὰς ἐπὶ ταῖσδε γινομένας αἱροῦνται, καὶ λυποῦνταί γε καὶ ἄχθονται ταῖς ἀπαγούσαις αὐτοὺς ἀπὸ τῶνδε τῶν ἐνεργειῶν ἐνεργείαις τε καὶ ἡδοναῖς, ὡς ἐμποδών γινομέναις ταῖς προκειμέναις αὐτοῖς ἡδοναῖς διὰ τοῦ τὰς ἐνεργείας ἐμποδίζειν, ἐφ’ αἷς γίνονται. φθαρτικαὶ γὰρ ἀλλήλων, ὥσπερ ἐνέργειαι, ἐφ’ αἷς ἡδοναί, οὕτως δὲ καὶ αἱ ἐπ’ αὐταῖς ἡδοναί. καίτοι, εἰ ἤσαν ὁμοαἱ ἡδοναὶ πᾶσαι, καὶ τὰς ἐνεργείας ἠρούμεθα τῶν ἡδονῶν χάριν. ἧκαν ἂναἱρετώταται ἐνέργειαι αἱ μαλιατα ποιοῦσαι τὴν ἡδονἡν. εἰ δ’ οὐκ ἀπὸ τῆς γινομένης ἡδονῆς ἡ τῶν ἐνεργειῶν τῶν ποιητικῶν αὐτῶν κρίσις, ἔμπαλιν δὲ ἀπὸ τῶν ἐνεργειῶν τὰς ἡδονὰς κρίνομεν, οὔτ’ ἂν διὰ τὰς ἡδονὰς αἱ ἐνέργειαι τὸ αἱρετὸν ἔχοιεν, οὔτε ὁμοειδεῖς ἂν εἶεν ἀλλήλαις. ἔτι δέ, εἰ ὃ ποιοῦμεν ἐφ’ αἷς λυπούμεθα ἐνεργείαις (παυόμεθα γὰρ τοῦ ἐνεργεῖν αὐτάς), τοῦτο ποιοῦμεν εἰς αὐτάς, ὅταν ἡδώμεθά τισιν ἄλλαις ἐνεργείαις, δῆλον ὡς οἰκεῖαι ταῖς ἐνεργείαις αἱ γινόμεναι ἐπ’ αὐταῖς ἡδοναί. ἔτι τοῖς μὲν σώφροσιν αἱ αἰσχραὶ ἐνέργειαι λύπην φέρουσιν, ἡδονὴν δὲ αἱ σωφρονικαί τε καὶ καλαί, τοῖς δὲ ἀκολάστοις ἔμπαλιν, οὐκ ἂν εἶεν αἱ ἀπὸ τῶν αἰσχρῶν ὁμοειδεῖς ταῖς ἀπὸ τῶν καλῶν. οὐχ ὅμοιον τὸ ἐπὶ τῶν χρημάτων· οὐ γὰρ τοῖς φρονίμοις τε καὶ σώφροσιν ἡ πορνοβοσκία πενίας αἰτία, τος δὲ μο χθηροῖς περιουσίας, ἀλλὰ καὶ τοῖς σώφροσιν τῆς αὐτῆς εὐπορίας ἂν αἰτία γίνοιτο, εἰ φέροιεν αὐτὰς ἐνεργεῖν. ἐπὶ γὰρ τῶν ἡδονῶν οὐ μόνον αἱ αἰσχραὶ ἐνέργειαι φευκταί, ἀλλὰ καὶ πρὸς τῷ μηδεμίαν αὐτοῖς ἡδονὴν φέρειν καὶ λύπης αὐτοῖς εἰσιν αἰτίαι.

XIV. l ὧς σωθή σεται τὸ εἶν αί τι μεταξὺ ἡδονῆς καὶ λύ πης.

Πῶς, εἰ ἡδονὴ ἐνέργειά ἐστι τῆς κατὰ φύσιν ἕξεως ἀνεμπόδιστος, ὡς εἴρηκεν ἐν τῷ ἑβδόμῳ τῶν Νικομαχείων, αἱ δὲ ἐμποδιζόμεναι λυπηραί, δυνήσεται χωρίζεσθαι τῆς ἡδονῆς ἡ ἀλυπία; ἐν ποίαις γὰρ ἐνεργείαις ἔσται; οὔτε 1 ἀδιαφόρων GFS¹: ἀδιαφόρων sic V: διαφόρων B²S²aa Sp.: διαφορῶν S¹: fortasse αὐτοῦ τοῦ ἀπὸ τῶν διαφόρων 2 αὐτοὶ] οἱ in lit. V διαφορῶν V 3 ἢ] ἡ V περιποιητικά] ε in lit. V 7 γε] τε coni. Sp. 10 post ὥσπερ add. αἱ aSp. 11 post αἷς add. αἱ aSp. 13 ἂν add. Sp. αλρετώτεραι GFS ποιοῦσαι v. c. VS²Ba Sp.: ποιῆσαι V¹: ποιήσασαι GFS 14 αὐτῆς coni. Sp. 17 post ὃ paululum erasum V 20 εἰ add. aSp. αἱ om. Sp. 25 αἰτία γίνοιτο Sp.: αἴτιοι γίνοιντο libri φέροιεν Sa Sp.: φέροι sic V¹: εν in ng. add. v. c. V: φέροι B1GF: φέροι ἐν B² 26 τοῖς σώφροσι add. ante φευκταί B² 27 αἴτιαι a Sp. 29 ἐνέργείά i. e. ἐνεργεία V 30 ἐν τῷ ἑβδόμῳ] th. Νic. VIl,13. 1153a14 30. 31 δυνήσονται a 31 χωρίζεσθαι V Sp.: χωρήσεσθαι SFG Vict.: χωρήσεται a: χωρίσεται Vict.? ἐνεργείαις] ante αἱ 2 litt. erasae V γὰρ ἐν ταῖς ἀνεμποδίστοις, οὔτε ἐν ταῖς ἂς ἐνεργοῦμεν ἐμποδιζόμενοι. ἡ δὲ αὐτὴ ἀπορία ἕπεται καὶ τοῖς εἰρημένοις περὶ ἡδονῆς αὐτῷ ἐν τῷ τελευταίῳ, δι’ ὧν λέγει αἰσ θῆ σε ως δὲ πάσης πρὸς τὸ αἰσθητὸν ἐνεργούσης, σής, τελείως δὲ τῆς εὖ διακειμένης πρὸς τὸ κάλλιστον τῶν ὑ πὸ τὴν αἴσ θησίν· τοιοῦτον γὰρ μάλιστα εἶναι δοκεῖ ἡ τελεία ἐνέργεια (αὐτὴν δὲ λέγειν ἐνεργεῖν ἢ ἐν ᾧ ἐστι μηδὲν διαφερέτω), καθ’ ἔκα στον δὲ βελτίστη ἐστὶν ἡ ἐνέργεια τοῦ ἄριστα διακειμένου πρὸς τὸ κράτιστον τῶν ὑ π’ αὐτήν. αὕτη δ’ ἂν τελειοτάτη εἴη καὶ ἡδίστη· κατὰ πᾶσαν γὰρ αἴσ θησίν ἐστιν ἡδονή, ὁμοίως δὲ καὶ διάνοιαν καὶ θεωρίαν, ἡδίστη δ’ ἡ τελειοτάτη, τελειοτάτη δ’ ἡ τοῦ εὖ ἔχοντος πρὸς τὸ σπουδαιότατον τῶν ὑ π’ αὐτή ν. καὶ γὰρ ἐκ τούτων καὶ τῶν τούτοις ἐφεξῆς λεγομένων ἡ αὐτὴ ἀπορία συνίσταταί τε καὶ μένει. ἀλλὰ μὴν δοκεῖ αὐτοῖς μέση τις εἶναι κατάστασις ἡδονῆς τε καὶ λύπης. ἢ πρῶτον μέν, εἰ ἐν ταῖς ἐνεργείαις αἱ ἡδοναί τε καὶ λῦπαι ταῖς τῶν αἰσθήσεων καὶ ταῖς τῆς διανοίας τε καὶ θεωρίας, δῆλον ὡς ἐν ταῖς ἀνενεργησίαις ταῖς κατὰ ταῦτα ἐν οὐδετέρῳ τούτων ἐσόμεθα. ἔστιν δὲ ὅτε οὔτε κατὰ τὰς αἰσθήσεις οὔτε κατὰ θεωρίαν ἐνεργοῦμεν, ὡς ἔν τε τοῖς ὕπνοις καὶ ἐν ταῖς χωρὶς ὕπνων ἀναπαύσεσιν. ἔπειτα εἰ ἐν ταῖς βελτίσταις ἐνεργείαις τὸ ἥδιστον, βέλτισται δὲ ἐνέργειαι αἱ τῶν ἄριστα διακειμένων ἕξεων, ὅταν γίγνωνται περὶ τὰ κράτιστα τῶν ὑπ’ αὐτάς, δῆλον ὡς εἰ μὴ οὕτως ἄμφω ἔχοι, οὐκέτ’ ἂν ἥδισται γίνοιντο αἱ ἐνέργειαι. ὀλίγης μὲν οὖν παραβάσεως καὶ ἀνέσεως τοῦ ἐν ἑκατέρῳ κρατίστου γινομένης ἔτι ἂν μένοιεν ἡδεῖαι, εἰ καὶ μὴ ἥδισται. εἰ δ’ ἔτι μᾶλλον ἀνεθεῖεν (δῆλον αἱ εἰς τὸ χωρὶς ἡδονῆς τε καὶ λύπης ἐνεργεῖσθαι αἰτίαι τοῦ χρησίμου χάριν γινόμεναι ὄψεις τε καὶ ἀκοαὶ καὶ ὀσφρήσεις καὶ ἀραί, οἶον τοῦ φυλάξασθαί τι ἢ τοῦ γνωρίσαι), δῆλαί εἰσιν οὔτε τὸ λυπηρὸν ἔχουσαι οὔτε τὸ ἡδύ, εἰ αὐτὸς εἶπεν, ποῖαί εἰσιν ἐνέργειαι μέσαι, δι’ ὧν προσέθηκεν, λέγων πῶς οὖ ν οὐδεὶς συνεχῶς ἥδεται ἢ κάμνει; πάντα γὰρ τὰ ἀνθρ ώπεια ἀδυνατεῖ συνεχῶς ἐνεργεῖν. οὐ γίνεται οὖ ν οὐ δὲ ἡδονή· ἕπεται γὰρ τῇ ἐνεργείᾳ. ἔνια δὲ τέρπει καινὰ ὄντα, ὕστερον δὲ οὐχ ὁμοίως διὰ ταῦ τό· τὸ μὲν γὰρ πρῶτον παρ ακέκληται ἡ διάνοια, καὶ διατεταμένως περὶ αὐτὰ ἐνεργεἴ, ὥ σπερ 2. 3 ἐν τιῷ τελευταίῳ] Εth. Nic. X, 4. 1174b14 3 δὲ καὶ a Sp. post αἴσθησιν add. κειμένων Vict. τοιοῦτον Vict. B² Sp.: τοιούτων VBSa 6 ᾦ] ante ῷ lit. 1 litt. V: in lit. B 7 ἑκάστην B2 Sp. 8 ὑφ’ αὑτὴν Sp. ex Arist. 11 εὖ ἔχοντος B² Vict. Sp.: περιέχοντος VB¹Sa 11. 12 ὑφ’ αὑτὴν aSp. ex Arist. (ὑπ’ οὐ. Arist. K) 14 ἡ a μὲν εἰ] μένει a 15 τε καὶ ταῖς aSp. 20 αἱ om. a Sp. ἀρστα sic V 22 ἑκατέρῳ Fa Sp.: ἑκατέρου V 23 μή V 24 δῆλον αἱ εἰς VB¹B¹: δ. ὡς εἰς B²: δ. ὡς S2aSp.: fortasse δηλονότι εἰς 25 αἰτίαι VBBV: οἶαι αἱ B²SaSp.: fortasse αὗ ται δ’ 26 ἀφαι V 27 εἰ VS¹F: ὅς B2a: ὡς S2 Vict.? Sp.: εἴ γε Schsart post εἷπεν sad. δηλῶν a Sp. ἐνέργείαι sic V 28 λέγων] Eth. Nic. X,10 1175a3 οὐδεῖσ V 29 ἀνθρώπεια corr. ex ἀνθρώπια V 30 καινὰ B2S2a Sp.: κενὰ VB¹B¹F 32 διανοια V 31, 32 παρακέκλιται Sa: παρακέκλισται κατὰ τὴν ὄψιν οἱ ἐμβλέ ποντες, μετέπειτα δ’ οὐ γίνεται τοιαύτη ἡ ἐνέργεια, ἀλλὰ παρημελη μένη, διὸ καὶ ἡ ἡδονὴ ἀμαυροῦται. ἐν γὰρ ταῖς τοιαύταις ἀνέσεσίν τε καὶ ἠμελημέναις ἐνεργείαις καὶ ἀμαυρώσεσιν τῆς ἡδονῆς τὸ χωρὶς ἡδονῆς ἄλυπόν ἐστιν εὑρεῖν. ὅτι δέ τινων αἰσθανόμεθα οὔτε ἡδόμενοι οὔτε λυπούμενοι, λέγει καὶ ἐν τῷ δευτέρῳ Περὶ ψυχῆς. περὶ γὰρ ὀσφρήσεως καὶ τῶν ὀσφρητῶν ἐν αὐτῷ λέγων εἶπεν· φαύ |λως γὰρ ἄν θρω πος ὀ σ μᾶται καἱ οὐ δενὸς αἰσ θάνεται τῶν ὀ σφραντ ῶν ἄνευ τοῦ λυπηροῦ ἢ τοῦ ἡδέος. εἰ γὰρ φαύλως, διότι μόνων τῶν ἡδέων τε καὶ λυπηρῶν αἰσθάνεται, δῆλον ὡς ταῖς ἄλλαις αἰσθήσεσιν, αἷς οὐ φαύλως αἰσθανόμεθα, αἰσθανοίμεθ’ ἂν καὶ οὔτε ἡδέων οὔτε λυπηρῶν. ἀλλ’ εἰ καὶ τῶν στερήσεων τῶν αἰσθητῶν ἑκάστῃ αἰσθήσει τῶν οἰκείων αἰσθανόμεθα, δῆλον ὡς ἡ τούτων αἴσθησις οὔτε μεθ’ ἡδονῆς οὔτε μετὰ λύπης γίνοιτο.

XV. Ὅτι ἡ ἀφροσύνη τού τῶν ἔσται ἄγνοια, ὧν ἡ φρονῇ σις ἐπιστήμη.

Εἰ ἡ φρόνησις ἐπιστήμη ἐστὶ ποιητέων τε καὶ οὐ ποιητέων, εἴη ἂν καὶ ἡ ἀφροσύνη ἄγνοια τῶν αὐτῶν, καὶ ἄφρονες οἱ τούτων τι ἀγνοοῦντες καὶ περὶ ταῦτα διεψευσμένοι. εἰ δὲ τοῦτο, οὐ πάντες oἱ ψευδόμενοί τι τῷ ήπατῆσθαι ἄφρονες ἂν εἶεν. οὐ γὰρ πᾶσα γνῶσις ἢ ἀπάτη περὶ τῶν ποιητέων ἢ οὐ ποιητέων ἐστίν. οὔτε γὰρ ἡ περὶ τοῦ τὸν κόσμον εἶναι τοῦδέ τινος σχήματος γνῶσις ἢ ἀπάτη περὶ ποιητέων ἐστίν, οὖτε περὶ τοῦ γενητὸν ἢ ἀγένητον αὐτὸν εἶναι, ἢ πεπερασμένον ἢ ἄπειρον, ἢ ἕνα ἢ ἀπείρους, οὔτε τὸν τῶν ἄστρων ἀριθμὸν ἢ περιττὸν εἶναι ἢ ἄρτιον, οὔτε τὸ εἶναι τοῦ κόσμου τὸ μὲν ἄνω τὸ δὲ κάτω, οὔθ’ ὅλως τι τῶν εἰς γνῶσίν τε καὶ θεωρίαν συντελούντων μόνην. ἀλλ’ εἰ ἔστιν ἡ περὶ ταῦτα ἐπιστήμη ἄλλης ἀρετῆς, ἀλλ οὐ φρονήσεως, ὁμοίως καὶ ἡ ἀπάτη περὶ αὐτὰ οὐκ ἀφροσύνη, ἀλλὰ κακία τις ἄλλη.

XVI. ῶς εἰ ἡ λύ πη κακὸν πᾶσα, οὐ χὶ καὶ ἡ ἡδονὴ πᾶσα ἀγαθόν.

Εἰ ἡ λύπη κακὸν πᾶσα, ἐναντίον δὲ τῇ λύπῃ ἡ ἡδονή, πῶς οὐχὶ καὶ αὐτὴ πᾶσα ἀγαθὸν ἢ πᾶσα κακόν, εἴ γε τῷ κακῷ τὸ ἐναντίον ἀνάγκη ἢ 1 ἐμβλέποντες B2S2a Sp.: ἐκβλέποντες VB ¹S¹F γίνεται om. Arist. vulg. 2 ἐνέργεια] a s. v. V 3 τοιαύταις] ς in lit. V τοιαύταις -ἠμελημέναις om. a (ἀνέσεσι—ἠμελημέναις add. Vict., qui τοιαύταις delere videtur, quod om. Sp.) 4 τὸ] ὀ in lit. V: τοῦ Viel. 5 ἐν τῷ δευτέρῳ Περι ψυχῆς] de an. ΙΙ, 9. 421a10 17 ἡ om. a Sp. 20 τοῦ τὸν B² Vict.?: τοῦτον libri τοῦδέ] τοιοῦδέ aSp. 21 περὶ] πρὸ a τὸν coni. Sp. τὸ] το V: τοῦ coni. Sp. 26 καὶ coni. Sp.: δὲ καὶ V: δὲ καὶ a ἀπατη V 27 ἀφροσύνης aSp. κακίας τινος ἄλλης cni. Sp. 28 κακὸν πᾶσα] πᾶσα κακόν coni. Sp. item v. 30 ἀγαθὸν ἢ κακὸν εἶναι; ἢ εἰ μὲν μονοειδὴς ἦν πᾶσα ἡδονή, πᾶσα ἦν ἂν ἢ ἀγαθὸν ἢ κακόν, εἰ δὲ μὴ οὕτως ἔχει, ἀλλὰ συνδιαιρεῖται ταῖς ἐνεργείαις ἐφ᾿ αἷς γίνεται (αἱ μὲν γὰρ ἐπὶ ταῖς ἀγαθαῖς ἐνεργείαις γινόμεναι ἀγαθαί, αἱ δὲ ἐπὶ ταῖς μοχθηραῖς κακαί, ὥσπερ καὶ αἱ ἐπιθυμίαι· καὶ γὰρ τῶν ἐπιθυμιῶν αἱ μὲν τῶν ἀγαθῶν ἀγαθαί, κακαὶ δὲ αἱ τῶν φαύλων), οὐδὲν κωλύσει τῇ λύπῃ οὔσῃ κακῷ ἐναντίας εἶναι τῶν ἡδονῶν τὰς μὲν ὡς ἀγαθάς, τὰς δὲ ὡς κακάς, τὰς μὲν κατὰ λόγον τε καὶ ἐπὶ τοῖς ἀγαθοῖς γινομένας ὡς ἀγαθάς, τάς δὲ παρὰ τὸν ὀρθὸν γινομένας λόγον καὶ ἐπὶ τοῖς φαύλοις ὡς κακάς. ἦν γὰρ τῷ κακῷ τὸ ἐναντίον ἢ ἀγαθὸν ἢ κα|κόν, ὁ δὲ πόνος οὐ πᾶς κακόν· ὁ γὰρ τῶν καλῶν χάριν γινόμενος αἱρετός. ἢ χρὴ ὁμοίως καὶ τὴν ἡδονὴν ἀγαθὸν λέγειν καὶ τὴν λύπην κακόν. καὶ γὰρ ἡδονὴν εἴποι ἄν τις πᾶσαν ἀγαθόν, ἀλλὰ τὴν μὲν καὶ ἁπλῶς καὶ τῇ οἰκείᾳ φύσει, ἥτις ἐστὶν ἡ τῶν σπουδαίων (τὰ γὰρ τοῖς σπουδαίοις ἀγαθὰ καὶ κακὰ καὶ τῇ αὑτῶν φύσει τοιαῦτα), τὴν δὲ τῷδε ἀγαθὸν τῷ οὕτως ἔχοντι, ἀλλ᾿ οὐχ ἁπλῶς ἀγαθόν· τοιαῦται αἱ τῶν μοχθηρῶν ἡδοναί. ἐκείνοις γὰρ ἀγαθαὶ καὶ αἱρεταί, οὐχ ἁπλῶς. καὶ λῦπαι δὲ αἱ μὲν ἐπὶ τοῖς ὄντως κακοῖς γινόμεναι ἁπλῶς ἂν εἶεν κακαί, αἱ δ᾿ ἐπὶ τοῖς μὴ τοιούτοις ἐκείνοις κακαί, οὐ μὴν καὶ ἁπλῶς ἔτι· ἔσται δέ ποτε καὶ ὁ ἀγαθὸς ἐν τούτῳ τῷ κακῷ, ὡς καὶ ἐν πενίᾳ καὶ νόσῳ· τὰ γὰρ ἐφ᾿ οἷς ὁ σπουδαῖος λυπήσεται κακά.

XVII. Ὑπὸ τί τῶν ἀγαθῶν ἡ ἡδονὴ ἂν εἴη.

Ἐπεὶ τῶν ἀγαθῶν τὰ μὲν τίμια, τὰ δὲ ἐπαινετά, τὰ δὲ δυνάμεις, τὰ δὲ ώφέλιμα, ἐζητήθη ὑπὸ τί τούτων χρὴ εἶναι τὴν ἡδονήν. εἰ μὲν πᾶσαι ἀγαθὸν καὶ πᾶσαι ὁμοειδεῖς αἱ ἡδοναί, περὶ πάσης τε χρὴ ζητεῖν καὶ ὑπὸ τί εἶεν τῶν ἀγαθῶν πᾶσαι, εἰ δὲ οὐ πᾶσαι ἀγαθόν, ἀλλ᾿ ἑπόμεναι ταῖς αἱρεταῖς ἐνεργείαις (οὐ γάρ ἐστιν ἡ ἡδονὴ αὐτὴ καθ᾿ αὑτήν, ἀλλ᾿ ἐπί τινι ἐνεργείᾳ γίνεται, καὶ γίνεται κατ᾿ οἰκειότητα τὴν πρὸς τὴν ἐνέργειαν· οὐ γάρ ἐστιν ἡ ἀπ᾿ ἄλλης ἐνεργείας ἡδονὴ ἡ αὐτὴ τῇ ἀπ᾿ ἄλλης· φθείρουσιν γοῦν πολλάκις αἱ ἀπ᾿ ἄλλων ἐνεργειῶν ἡδοναὶ τὰς ἀπ᾿ ἄλλων· ὁ γὰρ χαίρων τῇ ἀπὸ τοῦ αὐλεῖν ἡδονῇ σφόδρα, κἂν τύχῃ τινὰ ἐνέργειαν ἡδέως ἐνεργῶν, ἀκούσας αὐλῶν καταλιπὼν τήν τε ἐνέργειαν τὴν ἐν ποσὶν καὶ τὴν ἡδονὴν τὴν ἐπ᾿ αὐτῇ τῷ αὐλοῦντι προσέχει, ὡς τῇ ἀπὸ τοῦ αὐλεῖν ἡδονῇ χαίρων ἄλλῃ οὔσῃ τῆς ἐπὶ τῶν πρὸ τοῦ ἐνεργουμένων), εἰ δὲ ἄλλαι ἐπ᾿ ἄλλαις καὶ διαφερούσαις ἐνεργείαις γινόμεναι, καί εἰσιν οἰκεῖαι ταῖς ἐνεργείαις, ἐφ᾿ αἷς γίνονται, δῆλον ὡς συνδιαιροῖντο ἂν αὐταῖς, ὡς τῶν μὲν αἱρετῶν αἱρεταὶ εἶναι, φευκταὶ δὲ τῶν φευκτῶν. συνδιαιρούμεναι δὲ ἐκείναις 5 alt. αἱ om. a Sp. 7 ἀγαθὰς] pars superior litt. θ in lit. V 10 χάριν] χα in lit. V 14 alt. καὶ om. a Sp. 16 δὲ V2B: δεῖ V¹: δὴ SFGa Sp. 18 ἔτι om. a Sp. 20 λυπήσεσθαι a 22 ἐπεὶ] εὶ in lit. V δυνάμεις SFa Sp.: δύναμις VB 23 ἢ εὶ Vict. 25 εῖεν ⟨ἂν⟩ Schwartz 29 γοῦν SFa Sp.: οὖν VB 33 δὲ] fortasse δὴ 34 ἐνέργειαισ V 36 φευκτὰς B2a δὲ om. a δῆλον ὡς καὶ ὑπὸ τὸ εἶδος τῶν ἀγαῶν εἶεν ἂν ἐκεῖνο, ὑφ’ ὃ καὶ αἱ ἐνέργειαι αἷς εἰσιν οἰκεῖαι. εἰ μὲν γὰρ εἶεν αἱ ἐνέργειαι τῶν ἐπαινετῶν, ὧν εἰσιν αἱ κατ’ ἀρετήν, ἔσονται καὶ αὐταί τοιαῦται, εἰ δὲ τῶν ὡς δυνάμεων εἶεν ἀγαθῶν, ὁποῖαί εἰσιν αἱ περὶ τροφήν τε καὶ τὰ ἀφροδίσια, καὶ αὖται ἐν ταύτῃ τῇ χώρᾳ τῶν ἀγαθῶν ἔσονται.

XVIII. Aιὰ τί φορτικ ωτάτους εἶπεν τοὺς ἐν ἡδονῇ τὸ τέλος τιθεμένους ἐν τῷ πρώτῳ τῶν θικῶν Νικομαχείων.

Ἤ διότι τὴν εὐδαιμονίαν ἐν ταῖς σωματικαῖς ἀπολαύσεσι τίθενται, ἐν αἷς καὶ τὰ ἀνδράποδα καὶ τὰ βοσκήματα, εἰσὶ φορτικοί, διότι καθ’ οὕς ἡ μόνη ἡδονὴ αἱρετὴ καὶ ὁ πόνος δι’ αὐτὸν φευκτός, οὔτε τὸ καλὸν δι’ αὐτὸ αἱρετὸν οὔτε τὸ αἰσχρὸν δι’ αὐτὸ φευκτόν. ἔτι εἰ μόνον ἡ ἡδονὴ αἱρετή, αἱρετὰ πάντα τὰ ἡδονῆς ποιητικά, ὥστε ἔσται καὶ ἐκεῖνα ἀγαθά· καὶ εἰ τὰ πόνου ποιητικὰ φευκτά, ἔστι δέ ποτε καλὰ πόνου ποιητικὰ, ἔσται καλά τινα φευκτά, ὁποῖαί εἰσιν καὶ αἱ κατ’ ἀνδρίαν ἐνέργειαι. ἔτι καθ’ οὗς μηδὲν τῇ αὐτοῦ φύσει καλόν ἐστιν μηδὲ αἰσχρόν, φαίνεται δέ τινα τοιαῦτα διὰ τὰς προλήψεις τὰς τῶν ἀνθρώπων, δι’ ἃς οὐκ ὃν τῇ ἑαυτοῦ φύσει αἰσχρὸν τὸ αἰσχρὸν ὡς κακὸν φυλασσόμεθα, εἴημεν ἂν ζημιούμενοι εἰς τὰς ἡδονὰς τὰ μέγιστα τῷ φυλασσόμενοι τὸ αἰσχρὸν ἀπέχεσθαι αὐτῶν, ὃ οὐδὲ ἂν τῶν ἀλόγων ποιεῖ, ὥστε εἴη ἂν ἡμῖν πρὸς κακοῦ τὸ λογικοῖς εἶναι. τὸ δὲ λέγειν, ὅτι μηδ’ αὐτοὶ τὰς αἰσχρὰς ἡδονὰς ἀξιοῦμεν αἱρεῖσθαι, εἰ μὲν οὕτως καὶ διὰ τοῦτο λέγοιεν, διότι τὸ αἰσχρὸν δι’ αὐτὸ φευκτόν ἐστι, καλῶς μὲν ἂν λέγοιεν, οὐκέτι μέντοι φυλάσσοιεν ⟨ἂν⟩ τὸ μόνον τὸν πόνον εἶναι φευκτὸν δι’ αὐτόν, εἰ δὲ μὴ διὰ τὸ αἰσχρὸν αὐτό, ἀλλ’ ὅτι ἐπὶ τοῖς τοιούτοις αἱ ζημίαι τινὲς ὑπὸ τῶν νομοθετῶν ὁρίζονται, εἰ μὲν καλῶς, εἶεν ἂν τῇ αὐτῶν πάλιν φύσει τὰ αἰσχρὰ κακά, εἰ δὲ μὴ καλῶς, τοῦτ’ ἐστὶ τὸ λέγειν ζημίαν εἶναι τοῖς ἀνθρώποις τὸ λογικοῖς εἶναι, εἴ γε διὰ τὸν λόγον τὰ μὴ κακὰ κακὰ ὑπολαμβάνοντες ἀποστεροῦνται δι’ αὐτὰ τῶν ὡς ἀληθῶς ἀγαθῶν. τὸ δὲ λέγειν πᾶν ὃ αἱρούμεθα ὡς ἡδὺ ἡμᾶς αἱρεῖσθαι, καὶ τούτῳ χρῆσθαι εἰς πίστιν τοῦ τὴν ἡδονὴν εἶναι τὸ μέγιστον ἀγαθόν, οὐκ ἀληθές, εἴ γε αἱρούμεθα ἕκαστον ὧν αἱρούμεθα ἢ ὡς καλὸν ἢ ὡς συμφέρον ἢ ὡς ἡδύ. τὸ δὲ λέγειν καὶ τὸ συμφέρον ἡδὸ 2 οἰκεῖαι V 3 αὐταὶ Sp. 4 τὰ om. a Sp. 5 αὐταὶ aSp. 7 ἐν τῷ πρώτῳ] Eth. Nic. , 3. 1095b16 8 titulum iterat 8 ante ἢ διά τι a 9 ⟨ἢ⟩ διότι scripsi 10 ἡδονὴ μόνη B αὐτὸν V²Sa Sp.: αὐτὸν V¹: αὐτῶν G 11 αὐτὸ V2 Sp.: αὐτὸ V¹: αὑτὸν Sa αὐτὸ V μόνον] μόνη a Sp. 12 αἱρετὸν GFS1 αλρετὰ addidi: καὶ add. V2?BSGFa ἔσται coll. post ἐκεῖνα GSFa Sp. 14 ἀνδρίαν sic V 17 αἰσχρὸν addidi: post τὸ αἰσχρὸν add. S²B2a Sp. εἴη μὲν a κακὸν S²B2a Sp.: καλὸν V 18 φυλασσόμενοι BS²a Sp.: φυλασσομένῳ V 19 οὐδὲ V ἂν om. a Sp. 21 αὐτὸ V 22 ἂν addidi 23. 24 ἀλλοτι V 24 αἱ del. (sive corr. in εἰ V 25 εἴη coni. Sp. 26 τουτ’ v 27 γε in ras. BSFG aSp.: δὲ V 28 αὐτὰς a Sp. 31 καλὸν ἢ] ν ἢ in lit. V εἶναι ψεῦδος. πολλάκις γὰρ φανερῶς αὐτὸ ὄν ἀηδὲς αἱρούμεθα, καὶ εἰ συμβέβηκεν δὲ καὶ τῷ καλῷ, καλόν ἐστι, καὶ ἡδεῖ εἶναι, ἀλλ’ οὐ διότι ἡδὺ αὐτὸ αἱρεῖται. τὸ γοῦν αἰσχρὸν πολλάκις ὃν ἡδὺ ἀποστρεφόμεθα καὶ φεύγομεν. εἰ δὲ τοῦτο διὰ τὸ αἰσχρὸν φεύγομεν, καὶ αἱροίμεθα ἂν διὰ τὸ καλὸν τὸ ἡδύ. ἀλλὰ καὶ τὸ λέγειν μηδὲν εἶναι τῇ αὐτοῦ φύσει καλὸν μηδὲ αἰσχρόν, ἀλλὰ πρὸς ἰδίας προλήψεις λέγεσθαι ταῦτα, καὶ ἀπαιτεῖν διὰ λόγου τινὸς δειχθῆναι τὸ καλὸν αὐτοῖς, ὅμοιον τῷ ἀπαιτεῖν λόγον τοῦ εἶναί τι λευκόν. οὐδὲν γὰρ τῶν ἐναργῶν τῇ αὐτῶν φύσει δεῖται τῆς ἐκ τῶν λόγων πίστεως, ἐναργὲς δὲ πᾶσιν τοῖς μὴ πεπηρωμένοις τὸ ὄμμα τοῦτο τῆς ψυχῆς, ᾧ ταῦτα γνωρίζεται, τὸ εἶναί τι καλὸν καὶ αἰσχρόν. ὅτι δὲ ἐκ φύσεως ἡμῖν τὸ γνωρίζειν τά τε αἰσχρὰ καὶ τὰ καλά, δῆλον τῷ ἐπὶ τοῖς αἰσχροῖς οὐ γινο| μένοις μόνον, ἀλλὰ καὶ λεγομένοις ἐρυθαίνεσθαι ὥς τι πάσχοντας, καὶ τοῦτο ἔστιν ἰδεῖν καὶ ἐν τοῖς μικροῖς ἔτι γινόμενον παιδίοις. καὶ γὰρ ταῦτα ἐρυθριᾷ πολλάκις ὡς ἐπὶ αἰσχροῖς τισίν.

ΧΙΧ Ὅτι μὴ ὁμοειδεῖς αἱ ἡδοναί.

Τὰ ὁμοειδῆ ἀλλήλοις οὐκ ἔστιν ἀλλήλων φθαρτικά. οὔτε γὰρ λευκὸν ὑπὸ λευκοῦ καθὸ λευκὸν φθείρεται, οὔτε μέλαν ὑπὸ μέλανος, οὔτε θερμὸν ὑπὸ θερμοῦ, ἡδονὴ δὲ ὑπὸ ἡδονῆς ἐστι φθαρτική. αἱ γοῦν ἀπὸ τῶν σφόδρα σπουδαζομένων ἡδοναὶ φθείρουσι τὰς ἀπὸ τῶν σπουδαζομένων ἔλαττον. ἐν γοῦν τοῖς θεάτροις ἡ ἀπὸ τοῦ ἀκούειν τινὸς κωμῳδοῦντος καλῶς φθείρει τὴν ἀπὸ τοῦ τραγηματίζειν. εἰ δέ, ὃ ἡ ἐναντία λύπη ποιεῖ τῇ ἡδονῇ, τοῦτο ποιεῖ ἡ ἀπό τινος ἄλλου ἡδονή, οὐκ ἂν εἴη ὁμοειδὴς αὕτη, ὡς τῷ ἀριθμῷ διαφέρειν μόνον. ἔτι αἱ ἡδοναὶ οἰκεῖαι ταῖς ἐνεργείαις, ἐφ’ αἷς γίνονται, τέλη οὖσαι αὐτῶν τῶν κατ’ εἶδος διαφερουσῶν ἀλλήλων ἐνεργειῶν, εἶεν ἂν καὶ αἱ ἡδοναὶ ἕτεραι τῷ εἴδει ἀλλήλω. ἔτι εἰ τὴν τοῦ ἀκολάστου ἡδονὴν μὴ οἷόν τε ἡσθῆναι τὸν σώφρονα, μηδὲ τὴν τοῦ σώφρονος τὸν ἀκόλαστον, οὐκ ἂν εἶεν ὁμοειδεῖς ἀλλήλαις αἱ ἡδοναὶ πᾶσαι. ἀλλὰ μὴν τὸ πρῶτον, τὸ ἄρα δεύτερον.

XX. Ὅτι μὴ χρὴ πανταχοῦ τὸ χρήσιμον ζητεῖν.

Ὁ ἐν πάσῃ πράξει καὶ παντὶ μαθήματι τὸ χρήσιμον ἀπαιτῶν καὶ μηδὲν ἀξιῶν μανθάνειν ἢ ποιεῖν, ὃ μὴ ἔστι χρήσιμον, οὗτος ἀναιρεῖ τὸ 2 ἡ SFa Sp.: εἰ VΒ 3 αἰσχρὸν V 5 post ἡδὺ add. ὃ a 8 αὑτῶν V: αὐτοῦ B¹: αὐτοῦ B2a Sρ.: ἑαυτοῦ S² 10 ᾦ Vict. Sp.: ὡς libri δὲ om. a 11 τῷ Vict.? Sp.: τὸ libri 12 ἐρυθαίνεσθαι V²GSFB: ἐρυθένεσθαι V¹: ἐρυθραίνεσθαι a Sp. 13 γινόμενον ἔτι aSp. 19 τῶν ἧττον σπ. Vict. 20 κωμωδοῦντοσ V 21 τραγηματίζεν] μα in lit. V 8 ἡ θiels: δὴ VS¹B GF: δὴ ὅπερ S²B²a Sp. λύσει V (corr. V2) 23 αῦτη V: αὐτὴ a Sp.: αὐτῆς SF ἔτι in lit. V εἰ add. Schvart 25 εἷεν οὖν ἂν V²B Vict. Sp. 26 ἀκολάστου] κ in it. V ᾖσθῆναι V (corr. V²) 30 χρήσιμον] σι add. V2 31 ἠ V ἀναιρεῖ τὸ] ἀναιρεῖτο V εἶναί τι δι’ αὗτὸ ἀγαθόν τε καὶ αἱρετόν, εἴ γε τὸ μὲν χρήσιμον ἄλλου τινὸς χάριν γίγνεται, πρὸς ὃ χρήσιμόν ἐστι, τὸ δὲ ἄλλου τινὸς γινόμενον χάριν παρ’ ἐκείνου τὸ αἱρετὸν ἔχον ἔχοι ἂν παρ’ ἐκείνου καὶ τὸ ἀγαθὸν εἶναι, πᾶν δὲ χρήσιμόν ἐστι τὸ ἀγαθοῦ τινος ποιητικὸν καὶ γινόμενον, διότι ἐκείνου ἐστὶ ποιητικόν. ἀλλ’ εἰ τὸ δι’ αὐτὸ ἀγαθόν τε καὶ αἱρετὸν μᾶλλον ἀγαθὸν τοῦ παρ’ ἄλλου τὸ ἀγαθὸν ἔχοντος, ὁ τὸ χρήσιμον ἐν πᾶσιν ἀπαιτῶν ἀναιρεῖ τὸ εἶναί τι ἀγαθὸν κυρίως τε καὶ καθ’ αὐτό, ἔτι ὁ τὸ χρήσιμον μόνον ἀγαθὸν εἶναι λέγων καὶ αἱρετὸν ἀναιρεῖ τὸ εἶναί τι χρή σιμον. εἰ γὰρ τὸ χρήσιμον ὡς ἀγαθοῦ ποιητικόν ἐστιν αἱρετὸν καὶ τὸ εἶναι ἀγαθὸν ἔχει παρὰ τοῦ γινομένου πρὸς αὐτοῦ, μηδὲν δέ ἐστι τοιοῦτο καθ’ οὓς μόνον αἱρετόν ἐστιν τὸ χρήσιμον ἀναιρουμένου τοῦ δι’ ὃ γινόμενον ὑπ’ αὐτοῦ τὸ χρήσιμον τὸ αἱρετὸν ἔχει. εἰ γὰρ εἴη τὸ χρήσιμον χρήσιμον, διότι χρησίμου τινός ἐστιν ἀγαθοῦ ποιητικόν, ἔσται πᾶν τὸ ὑπὸ τοῦ χρησίμου γινόμενον χρήσιμον, ὃ τῷ εἶναι χρήσιμον ἐπ’ ἄλλο πάλιν ἕξει τὴν ἀναφοράν. οὕτως δὲ ἐπ’ ἄπειρον προελεύσεται, ἀεὶ μὲν τοῦ χρησίμου, διότι ποιεῖ τι, ὄντος χρησίμου, παντὸς δὲ τοῦ ὑπὸ τοῦ χρησίμου γινομένου ὄντος καὶ αὐτοῦ χρησίμου. τούτου δ’ οὕτως ἔχοντος οὐδ’ ἂν τὸ χρήσιμον ἔτι μένοι χρήσιμον, οὐκ ὄντος ἐσχάτου τινός, ὃ τῷ δι’ αὐτὸ αἱρετόν τε καὶ ἀγαθὸν εἶναι καὶ τοῖς εἰς αὐτὸ συντελοῦσιν καὶ οὖσι πρὸς αὐτὸ χρησίμοις τὸ εἶναι τοῖς τοιούτοις παρεῖχεν. ὡς γὰρ μὴ ὄντος αἱρετοῦ τοῦ γινομένου οὐδὲ τὸ πρὸς τοῦτο χρήσιμον ἔχοι ἂν τὸ αῖπετόν, σῦτως οὐδὲ τῶν πρὸς χρήσιμόν τι χρησίμων ἔχοι ἂν τὸ αἱρετὸν τῷ μηδὲν τῶν γινομένων ὑπ’ αὐτῶν αἱρετὸν εἶναι δι’ αὐτό, εἰ δὴ ἄτοπον τὸ ἀναιρεῖν τό γε εἶναί τι ἀγαθόν (ἀναιρεῖται γὰρ κατὰ τοὺς λέγοντας μόνον δεῖν σπουδάζεσθαι τὸ χρήσιμον, ὡς δέδεικται), ἄτοπον δὲ καὶ τὸ λέγειν μηδὲν εἶναι χρήσιμον, ὃ καὶ αὐτὸ ἀναιροῦσιν οἱ τὸ χρήσιμον μόνον σπουδάζεσθαι λέγοντες, ἄτοπος ἂν ἥδε ἡ δόξα εἴη. πρὸς δὲ τούτοις εἰ τὰ μὲν χρήσιμα ἡμῖν συναίρεται πρὸς τὰς ἐνδείας τε καὶ ἐνοχλήσεις καὶ περιστάσεις τὰς κατὰ τὸν βίον, τέλος δὲ οὐ τὸ ἐνοχλεῖσθαι, ἀλλὰ τὸ μηδὲν ἐνοχλουμένους ἐνεργεῖν τινας ἐνεργείας, αἱ οἰκεῖαί τε τοῖς ἀνθρώποις καὶ ἐλευθέρων ἐνέργειαι . ἀνδραπόδων γὰρ τὸ πάντα ποιήσαντας πρὸς τὸ μὴ 1 αὐτὸ V 2 δὲ add. V²BS2a Sp. 4 πᾶν δὲ VBSa Sp.: ἐᾶσοι V¹F1B1 ὥστε G 5 ποιητικόν] ό in lit. V 7 τι] ι in lit. V 9 ἀγαθοῦ (θ in lit. V 10 αυτοῦ V 11 οὓς B²Sa Sp.: ὃ VB¹F Vict. post μόνον add. τὸ χρήσιμον Vict. Sp. τὸ V¹ GF: οὐκ ἔσται τὸ V²BSa Sp.: fortasse τὸ χρήιμον, ⟨ἀναιρεθήσεται τὸ χρήσιμον⟩ ἀναιρουμένου 12 ὑπ] ἐπ’ a post ἔχει add. ἀναιρεῖται τὸ χρήσιμον GF 13 χρήσιμον in lit. V διότι χρησίμου] διότι χρη in mg. V1 ⟨ὡς⟩ ἀγαθοῦ Schsartc 14 ὃ V2 corr. ex ὄ 17 χρησίμου V 18 ὅτῷ V 20 τοῖς om. SFa 21 τοῦτο] τούτου a Sp. ἔχοι ἂν τὸ scripsi: ἔχοι ἂν VFS¹B¹: ἂν τὸ S2a: ἂν τὸ (εἴη, quod ante ἂν scripserat, del.) B²: ἂν εἴη τὸ coni. Sp. 22 οὐδὲ VS¹B¹F: οὐδὲν S2B2a fortasse recte: δὲ οὐδὲν Vict. Sp. 23 δὴ] δὲ Vict. Sp. 24 τό γε] τὸ vel τότε coni. Sp. 27 εἰ om. del. Sp. ,,nisi apodoais ecidit“ 28 συναίρεται V²B Vict. Sp.: συναναιρεῖται VFGa 29 τὸ ⟨μὴ⟩ F Sp.: τὸ VBSa 30 ἐνεργείας] α in lit. V 31 lacunam indicavi πάντα] τα add. V2 ἐνοχλεῖσθαι ἐν παιδιᾷ τοῦ λοιποῦ καταζῆν μηδεμίαν ἐνέργειαν σπουδῆς ἀξίαν ἐνεργοῦντας. ὡς γὰρ ἄτοπον τὰς τῶν θεῶν ἐνεργείας ἢ πρὸς τὸ χρήσιμον αὐτοῖς γίνεσθαι λέγειν τοῖς μηδενὸς τοιούτου δεομένοις, ἀλλὰ ἔξω πάσης ἐνδείας καὶ παντὸς πάθους οὖσιν, ἢ ἐν παιδιᾷ τὸ τέλος αὐτοῖς τίθεσθαι, οὕτως ἄτοπον καὶ τὸ τοῖς ἀνθρώποις λέγειν τέλος εἶναι τῶν σπουδαίων ἐνεργειῶν καὶ παντὸς τοῦ βίου παιδιάν. καὶ γὰρ εἰ πάντες τῶν ἄλλων ἀπάντων ζῴων διαφέρομεν τῷ ἐπιστήμης τε εἶναι δεκτικοὶ καὶ αἴσθησιν ἀληθείας ἔχειν, δῆλον ὡς καὶ τὸ τέλος ἂν ἡμῖν εἴη ἐν ταῖς κατ’ αὐτὰ ἐνεργείαις ταῖς γινομέναις καθ’ ὅ ἐσμεν ἄνθρωποι, ἐσμὲν δὲ ἄνθρωποι μάλιστα, καθ’ ἃ διαφέρομεν τῶν ἄλλων ζῴων ἀπάντων, ταῦτα δ’ ἦν ἐπιστήμη τε καὶ ἀλήθεια, οὔτε ἐν παιδιᾷ κεῖται, οὔτε ἐν τοῖς διὰ τὸ χρήσιμον αἱρετοῖς.

XXI. Περὶ αἰδοῦς.

Εἴρηκεν μὲν καὶ ἐν τῷ δευτέρῳ τῶν ικομαχείων, ὅτι πάθος ἐστίν, ἀλλ’ οὐχ ἕξις οὐδὲ ἀρετή, λέγει δὲ καὶ ἐν τῷ τετάρτῳ, καὶ δείκνυσίν γε ὅτι πάθος διά τε τοῦ ὁρισμοῦ τῆς αἰδοῦς καὶ διὰ τῶν τοῖς αἰδουμένοις συμβαινόντων. ἀλλ’ ἐκεῖ μὲν ἐπαινετὸν αὐτὸ πάθος εἶπεν, ἐνταῦθα δὲ τοῖς μὲν νέοις φησὶν εἶναι αἱρετὸν αὐτό, διότι τῆς ἡλικίας ἐχούσης εὐεμπτώτως πρὸς τὰ ἁμαρτήματα ἡ αἰδώς πολλοῖς αὐτῶν ἐμποδὸν γίνεται, τοῖς δὲ κατὰ τὴν ἡλικίαν προβεβηκόσιν ἀλλότριόν φησιν αὐτὸ λοιπὸν εἶναι τῷ εἶναι μὲν δὴ τὴν αἰδώ φόβον ἀδοξίας, τὸν δὲ φόβον τῆς ἀδοξίας ἢ ἐπὶ γεγονόσιν αἰσχροῖς ἢ ἐπὶ μέλλουσιν γίνεσθαι ἢ ἐπὶ δοκοῦσιν, ὧν οὐκέτι οἱ προβεβηκότες κατὰ τὴν ἡλικίαν καὶ τὰς ἀρετὰς ἔχοντες πρακτικοί. ῥτψδιον γὰρ αὐτοῖς φυλάττεσθαι καὶ ὅσα οὐκ ἔστι μὲν αἰσχρά, δοκεῖ δὲ γίνεσθαι καὶ αὐτὰ ἀδοξίας αἴτια. ἄξιον δὴ περὶ τούτου διαλαβεῖν καὶ μάλιστα, ἐπεὶ σύνισμεν αὐτοῖς ἤδη ταύτην ⟨τὴν⟩ ἡλικίαν γεγονόσιν αἰδουμένοις πολλὰ καὶ πολλάκις. εἰ μὲν οὖν ἦν λεγόμενον τὸ δεῖν καταφρονεῖν τῆς ἀδοξίας, οὐκ ἂν ἡμῖν ἔδει λόγων. ἐπεὶ δ’ οὐ τοῦτ’ ἐστὶν τὸ λεγόμενον, ἀλλὰ κεῖται μὲν ὅτι δεῖ φυλάττεσθαι τὴν ἀδοξίαν, εἴ γε ἡ δόξα καὶ τιμὴ μέγιστον τῶν ἐκτὸς ἀγαθῶν, λέγεται δὲ ὅτι μηκέτι ἐν ἀδοξίᾳ γίνονται οἱ μήτε ποιοῦντές τι αἰσχρὸν μήτε ποιήσαντες, λέγοιμεν ἄν τι πρὸς τὰ εἰρημένα, ἐφ’ οἷς σύνισμεν αὐτοῖς αἰδουμένοις. οὐ γὰρ ἔοικεν ἡ ἀδοξία ἐπὶ τοῖς πραττοπαιδιᾷ 1 Vict.?: παιδείᾳ libri item v. 6.17 καταζῆν scripsi: κατὰ τὴν VB¹S¹: κατὰ SB²aSp. σπουδῆς] ς in lit. V 6 παιδιάν Vict. 7: παιδείαν libri 7 τε Sp.: γε libri, quod S¹F coll. ante ἐπιστήμης 8 εἴη ἡμῖν a Sp. 11 οὔτε B² Sp.: οὔτε VS²2 Vict.: οὔτε ἃ S¹a ἐν τοῖς om. a 13 περὶ αἰδοῦς in lit. V 14 ἐν τῷ δευτέρῳ] Εth. Nic. II, 7. 1108a30 15 ἐν τῷ τετάρτῳ] Etm. Nic. IV,15. 1128b10 19 αἰδὼς] ante ς unsa lit. erasa V 20 λοιπὸν αὐτό φησιν εἶναι a Sp. δὴ V2: διὰ V1a: om. B² Vict. Sp. 26 συνίσμεν V (et v. 32 αὐτοισ V τὴν add. Sp. αἰδομένοις a Sp. 32 αὑτοῖς V²B²: αὐτοῖς VFB¹: αὐτοῖς αὐτοῖς a: αὐτοὶ αὐτοις Vict.? 7 Sp. μένοις μὴ καλῶς γίνεσθαι μόνοις, ἀλλὰ καὶ τοῖς ὑποπτευομένοις καὶ τοῖς διαβληθῆναι δυναμένοις, ἃ μάλιστα ἰσχύει παρὰ τοῖς ἀγνοοῦσιν. εἰ δὲ γίνεταί τις καὶ ἐπὶ τοῖς τοιούτοις ἀδοξία, οὐκ ἀποκέκλεισται ὁ μηδὲν αἰσχρὸν ποιήσας τοῦ ἐν ἀδοξίᾳ δύνασθαι γενέσθαι. ἣν ἀδοξίαν εἰ δεῖ φοβεῖσθαι, ἣ οὐδὲν ἔλαττον ἐκ διαβολῶν ἢ ἐκ πράξεων γίνεται ὁ δὲ τῆς ἀδοξίας φόβος αἰδώς, οὐκ ἀλλότριον τοῦτο τὸ πάθος οὐδὲ τῶν ἐπιεικῶν εἴη ἂν καὶ κατὰ τὴν ἡλικίαν προβεβηκότων, οὐδὲ κατ’ αὐτόν, εἴ γε δεῖ μὲν φυλάττεσθαι καὶ φοβεῖσθαι τὴν ἀδοξίαν, τοῦτο δ’ ἐστιν αἰδώς. ἔτι τοῖς καλῶς τε καὶ σεμνῶς βιοῦσιν τῷ πάντα αἰσχρὰ πάντα διαβεβλῆσθαι μείζων ὁ τῆς ἐπ’ αὐτοῖς ἀδοξίας φόβος, καὶ μειζόνως αὐτὸν φυλάττονται, διὸ καὶ συμβέβηκεν τούτοις αἰδεῖσθαι μάλιστα, οἷς σφόδρα ἐστὶ τὰ αἰσχρὰ μισητά. ἡ γὰρ αἰδῶς οὐκ ἔοικεν πλῶς εἶναι φόβος ἀδοξίας, ἀλλὰ πολὺ πρότερον ἀλλοτριότης πρὸς τὰ αἰσχρά, δι’ ἣν οἱ οὕτως ἔχοντες φοβοῦνται τὴν ἐπ’ αὐτοῖς ἀδοξίαν. εἰ δ’ ἐστὶν τοιοῦτον ἡ αἰδώς, οὐκέτ’ ἂν οὐδὲ πάθος ἁπλῶς εἴη, ἀλλ’ ἕξις τις καὶ διάθεσις, ἢ τὸ προειρημένον ἕπεται πάθος. τῶν γοῦν κατὰ τὴν ἡλικίαν προβεβηκότων τοὺς μὲν οὐ φυλασσομένους τὰ αἰσχρὰ οὐδ’ ὅλως ἂν ἴδοι τις αἰδουμένους· διὰ γὰρ συνήθειαν τῶν πραττομένων αὐτοῖς καταπεφρονήκασιν τῆς ἐπ’ αὐτοῖς ἀδοξίας. οἱ δὲ καθαρεύοντες ἀπὸ τῶν τοιούτων μᾶλλον αἰδοῦνται τότε, ὅσῳ πεπείκασιν καὶ αὐτοὺς αἰσχρότερον εἶναι τοῖς ταύτην τὴν ἡλικίαν γεγονόσιν τὴν ἐπὶ τοῖς αἰσχροῖς ἀδοξίαν ἢ τοῖς νέοις.

XXII. Ὅτι ἀντακολουθοῦ σιν αἱ ἀρεταί.

Ὅτι ἀντακολουθοῦσιν αἱ θικαὶ ἀρεταί, δεικτέον καὶ ἀπὸ τῆς προαιρέσεως. εἰ γὰρ ἡ ἀρετὴ μάλιστα τῇ προαιρέσει κρίνεται, ἡ δὲ ὀρθὴ προαίρεσις ἔκ τε φρονήσεως εἵπετο βουλεύεσθαι τῆς φρονήσεως καὶ ἠθικῆς ἀρετῆς, εἴ γε δεῖ μὲν τῷ καλῶς βουλευομένῳ τὸν σκοπὸν ὀρθὸν κεῖσθαι, εἰς ὃν περὶ τῶν συντελούντων εἰς αὐτὸν βουλεύεται, ὁρίζεται δὲ ὁ σκοπὸς ὑπὸ τῆς ἠθικῆς ἀρετῆς (οὖ γὰρ ἐφιέμεθα, περὶ τούτου βουλευόμεθα, ἡ δὲ τῶν προσηκόντων ἔφεσις ἀπὸ τῆς ἠθικῆς ἀρετῆς, ὥσπερ εἶπεν Ἀριστοτέλης), οὐκ ἔστιν ἡ προαίρεσις ὀρθὴ ἄνευ φρονήσεως οὐδ’ ἄνευ ἀρετῆς. ἡ μὲν γὰρ τὸ τέλος, ἡ δὲ τὰ πρὸς τὸ τέλος ποιεῖ πράττειν. ἔτι εἰ ἀνάγκη 3 ἀποκέκλεισται B²S1 Vict.? Sp.: ἀποκέκληται VFB1 : ἀποκέκλειται G: ἀποκέκλεισθαι S¹a 4 εἰ δεῖ V2 Vict. Sp.: εἰδει V¹: ἔδει Fa 5 ἣ V corr. ex ἤ 5, 6 ὁ—αἰδώς circumscripsi 6 τοῦτο ⟨τὸ⟩ coni. Sp.: τοῦ Vict. πάθους Vict. οὐδὲ forttasse οὐδενὶ 7 αὐτὸν (in mg οἶμαι Ἀριστοτέλη V1) V¹FS¹B1G: αὐτὸν τὸν Ἀριστοτέλη λέγοντα (δηλοῦντα B²) B²S²a Sp. 8 ἐστιν] στ in lit. V 9 αἰσχρὰ πάντα VB ¹S¹: τὰ αἰσχρὰ παρ’ αὐτοῖς S²B²aSp. 10 τῆς] Ϛ in lit. V 23 ήθικαὶ] θι s. v. V 25 τε VSB¹FML: del. B2: om. aSp. εἵπετο VB¹: ἔκ τε τοῦ S¹FL (τοῦ corr. ex τὸ): επετο (ἔπετο a: ἕπεται Sp.) τὸ γὰρ S²B²aSp. fortasse φρονήσεως ⟨καὶ ἠθικῆς ἀρετῆς⟩ ε ἴ γε τὸ 26 σκοπὸν] inter ο et π paull. eras. V αὐτὸν] αὐτὴν a Sp. 28 ἐφιέμεθα] ι s. v. V 29 ex gr. Eth. Vic. II, 9. 110a20s sqq. μὲν ἡντινοῦν ἀρετὴν ἠθικὴν ἔχοντα φρόνησιν ἔχειν, εἴ γέ ἐστιν ἡ ἠθικὴ ἀρετὴ πρακτικὴ τῶν ὡρισμένων φρονήσει τε καὶ τῷ ὀρθῷ λόγρ, ἀνάγκη δὲ καὶ τὸν φρόνησιν ἔχοντα ἔχειν ἠθικὴν ἀρετήν, εἴ γε οἰκεῖον τῇ φρονήσει τὸ ζητεῖν, πῶς οἷόν τε τυχεῖν τοῦ δέοντος σκοποῦ, ὃν τῆς ἠθικῆς ἀρετῆς ὁρίσαι· αὕτη γὰρ τῆς ὀρεκτικῆς δυνάμεως ἀρετή· ταύτῃ γὰρ φρόνησίς τε καὶ δεινότης διαφέρουσιν, ἡ μὲν φρόνησις τῶν πρὸς τὸν ὀρθὸν σκοπὸν φερόντων ἐστὶν εὑρετική τε καὶ ζητητική, ἡ δὲ δεινότης τῶν πρὸς τὸν τυχόντα

XXIII. Πῶς εἰ ἡδονή ἐστι κατὰ Ἀριστοτέλη ἐνέργεια τῆς κατὰ φύσιν ἕξε ως ἀνεμπόδιστος, οὐκ ἔσται καὶ ἡ εὐδαιμονία κατ’ αὐτὸν ἡδονή.

Eῖ οὖν ἐστιν ἡ κατὰ φύσιν ἑκάστῳ ἐνέργεια ἀνεμπόδιστος ἡδονή, ταύτης δὲ πάντα ἐφίεται, ⟨οὐ⟩ διὰ τοῦτο ἤδη καὶ τέλος ἡ ἡδονὴ καὶ τὸ ζῆν οὕτως. παρ’ οὗ γὰρ καὶ τὸ ἀνεμποδίστως, ἐκεῖνο αἴτιον τοῦ ζῆν οὕτως. εἰ μὲν οὖν ἡδονὴ τοῦ κατ’ ἀρετὴν ἀνεμποδίστως ἐνεργεῖν αἰτία, ἐν ἐκείνῃ ἂν ἦν τὸ κυριώτατον ἀγαθόν, εἰ δὲ μὴ ἡδονή, ἄλλο δέ τι, ἐκεῖνο ἂν ἦν τοῦ τοιούτου βίου, ὥστ’ εἰ τοῦ οὕτως ἐνεργεῖν τοῖς ἀνθρώποις αἰτία μάλιστα ἡ ἀρετή (συντελεῖν γάρ τι δόξει πρὸς τὸ ἀνεμποδίστως καὶ τὰ ἀπὸ τῆς τύχης), ἐκείνη ἂν τὴν αἰτίαν ἔχοι μάλιστα ἐν τοῖς ἀνθρώποις τοῦ βίου. διὸ εἰ καὶ τὸ εὐδαιμονεῖν τῷ ἀνθρώπῳ τεθείη ἐν ταῖς κατὰ φύσιν αὐτῷ, καθ’ ἣν εἰ ἄνθρωπός ἐστι, κεῖσθαι ἐνεργείαις, εἰ ἀνεμποδίστως γίγνοιντο, ἡ ἀρετὴ ἂν καὶ μάλιστα γίνοιτο τῆς εὐδαιμονίας αἰτία, καὶ τοῦ τὰς οἰκείας ἐνεργεῖν ἐνεργείας τοῦ ἀνθρώπου οὖσα αἰτία καὶ τοῦ ἀνεμω ἔτι ἡ ἡδονὴ ἐνέργεια ὡς ἑπομένη τῇ τοῦτον γινομένῃ τὸν τρόπον ἐνεργείᾳ, ὡς ἔδειξεν ἐν τῷ τελευταίῳ τῶν Ἠθικῶν, ἑπομένη δὲ ἡ ἡδονὴ τῇ τοῦτον γινομένῃ τὸν τρόπον ἐνεργείᾳ, σημεῖον ἂν μᾶλλον εἴη τοῦ παρεῖναι τὸ εὐδαιμονεῖν τοῖς οὕτως ἐνεργοῦσιν, ἀλλ’ οὐκ εὐδαιμονία. ἐνέργεια γὰρ ἡ ἡδονὴ λέγεται ὑπ’ Ἀριστοτέλους, οὐχ ὡς αὐτὴ κατὰ τὸν οἰκεῖον λόγον οὖσα ἐνέργεια, ἀλλ’ ὡς ἐπ’ ἐνεργείᾳ τὸ εἶναι ἔχουσα καὶ μὴ δυναμένη χωρὶς ταύτης γίνεσθαι. διὸ ὡς τὸ ἐνέργεια εἶναι ἀνεμπόδιστος ἔχει, οὕτως ἂν ἔχοι καὶ τὸ εἶναι εὐδαιμονία. ἐνέργεια δέ ἐστιν τῷ τοιαύτῃ παρακολουθεῖν ἐνεργείᾳ, καὶ εὐδαιμονία ἐστὶ τῷ παραἡντινοῦν] 1 pr. ν in lit. V ἡ om. a Sp. 5 αὕτη M: αὑτὴ (erat αὕτη) V: αυτη L: αὐτὴ a Sp. 8 δοκεῖ μοι ἐλλιπὲς εῖναι in mg. 9 εἰ ἡ Vict.? Sp.: εἰ V: ἡ Sa ἐνεργεία a 12 εἰ οὖν ἐστιν a Sp.: ἢ οὐκ ἔτι VB: ἢ οὐκ ἔστιν FS φύσιν V 14 ἐφίεται V οὐ add. Sch wart 15 σιτιον V 16 ⟨ἤν⟩, ἐν coni. Sp. 18 fortasse ⟨αἴτιον⟩ τοῦ 21 καὶ om. a Sp. 22 fortasse ⟨καὶ⟩ κα θὸ ἄνθρωπός ἐστι, οἰκείαις ἐν. εἰ om. aSp. 23 γίνοιτο a 25 ἔτι ἡ Vict. Sp.: ἔτι ἡ VBFB²a: ἔτι εἰ B1 ἐνέργεια] α s. v. V 26 τρόπον] ν in lit. V ἐν τῷ τελευταίῳ] Eth. Nic. X, 4. 5. 1174b14 sq. ἡ om. a Sp. 27 εἴη] εἴ in lit. V ἐνεργείᾳ B2a Sp.: ἐνεργείας VB1 29 ἡδονή V αὐτή V 31 ἐνεργείᾳ a κολουθεῖν τῇ εὐδαιμονίᾳ καὶ εἶναι σημεῖον τῆς παρουσίας αὐτῆς. ὅσον δὲ πρὸς δεῖ τὸ ἀνεμποδίστως ἐνεργεῖν δεόμεθα πρὸς τὰς ἀρετάς, καθ’ ἂς τὰς τοιαύτας ἐνεργεῖν ἐνεργείας, τοσοῦτον ἀπολείπεται καὶ ἡ κατ’ ἀρετὴν ἐνέργεια τοῦ τὸ πλέον ἔχειν ἐν αὐτῇ. ὅτι μὲν ἀνδραποδῶδες τὸ τὴν εὐδαιμονίαν τίθεσθαι ἐν ταῖς σωματικαῖς ἡδοναῖς καὶ τῷ ἀπολαυστικῷ βίῳ, ἑκανῶς αὐτὸς ἐνεδείξατο διὰ τοῦ τά τε ἀνδράποδα καὶ τὰ βοσκήματα τὸν τοιοῦτον βίον κρίνειν, καὶ ἔτι διὰ τοῦ ἕαρδαναπάλου· ὅτι δὲ μηδὲ ἐν ταῖς κατὰ ψυχὴν ἐνεργείαις αἱ ἐνέργειαι τῆς ἡδονῆς χάριν, ἀλλὰ ἡ ἡδονὴ τῶν ἐνεργειῶν, δῆλον. εἰ γὰρ καὶ ὅτι μάλιστα ἡδεῖαι αἱ κατ’ ἀρετὴν ἐνέργειαι, ἀλλ’ οὐ τῆς γε ἡδονῆς ἕνεκα σπουδάζονται, ἀλλ’ ἔμπαλιν. τὰς μὲν γὰρ κατ’ ἀρετὴν ἐνεργείας αἱρούμεθα, κἂν λύπης καὶ πόνων αἰτίαι γίνωνταί ποτε, ὡς ἐπὶ τῶν κατὰ τὴν ἀνδρείαν ἐνεργειῶν γίνεται, ἡδονὰς δὲ αἰσχρὰς οὐδέποτε αἱρεῖσθαι εὔλογον, ὥστε εἰ αἱ μὲν κατ’ ἀρετὴν ἐνέργειαι αἱρεταί, κἂν μετὰ λύπης ὥσιν, ὃ ἐναντίον ἐστὶ τῇ ἡδονῇ, αἱ δὲ ἡδοναὶ οὐδέποτε αἱρεταὶ μετὰ τοῦ ἐναντίου τῇ ἀρετῇ τε καὶ τῷ καλῷ, δῆλον ὡς τὰς ἡδονὰς διὰ τὰς ἐπὶ ταῖς κατ’ ἀρετὴν γινομένας ἐνεργείαις αἱρούμεθα, καὶ διὰ τὰς τοιαύτας ἐνεργείας. μάλιστα δ’ ἂν διακριθείη τοῦτο, εἰ τῇ φύσει κατανοήσαιμέν τε καὶ λάβοιμεν, πότερον ποτέρου χάριν ἡ φύσις ἡμῖν εὐθὺς γινομένοις ἔδωκεν τὴν ἐνέργειαν διὰ τὴν ἡδονήν, ἢ τὴν ἡδονὴν διὰ τὰς ἐνεργείας. ἀλλὰ μὴν γνώριμον τὸ τὴν ἡδονὴν τοῖς ζῴοις διὰ τὰς ἐνεργείας ὑπὸ τῆς φύσεως δεδόσθαι, εἰ μέλλοι σώζεσθαι· ἀδύνατον γὰρ αὐτοῖς μὴ τρεφομένοις. τούτῳ τὴν ἐπὶ ταῖς τροφαῖς ἡδονὴν ἔχομεν παρ’ αὐτῆς, δι’ ἣν ἡδονὴν ζητοῦμέν τε τὴν τροφὴν μὴ παροῦσαν καὶ παρούσῃ χρώμεθα. τὴν ἀπὸ τῶν βελτιόνων ἀσχολίαν γινομένην ποτὲ διὰ ταύτης παραμυθούμενοι. παντάπασιν γὰρ ἄτοπον τὸ λέγειν τρέφεσθαι ἡμς μὴ ὡς σωθησο μένους διὰ τούτου, ἀλλ’ ὑπὲρ τῆς ἡδονῆς τῆς ἐπ’ αὐτῷ. ἀλλὰ καὶ τὴν ἐπιγινομένην τοῖς ἀφροδισίοις ἡδονήν, εἴ τις φυσικῶς ἐξετάζοι, οὐκ ἄλλου χάριν εὑρήσει παρεσπαρμένην ἡ τῆς τεκνοποιίας, ὅπως ὑπὸ τῆς ἡδονῆς παραπεμπόμενα τὰ ζῷα μὴ ὀκνῇ πρὸς τὸν συνδυασμόν, ὃς αἴτιος τῆς κατ’ εἶδος τοῖς ζῴοις ἀιδιότητος, δι’ ἣν καὶ αὐτὸν συμβαίνει τὸν κόσμον ὅμοιον ἀεὶ μένειν ἑαυτῷ. εἰ δὲ φανερῶς ἐπὶ τούτων αἱ ἡδοναὶ τοῖς ζῴοις γίνονται τῶν ἐνεργειῶν χάριν, καὶ ἐπὶ τῶν ἄλλων ἐνεργειῶν τῶν κατὰ φύσιν οὕτως ἔχειν εὔλογον. ὅτι δὲ ἐφ’ ὧν συνυπάρχει τό τε καλὸν καὶ ἡ ἡδονή, οὐ τὸ καλὸν τῆς ἡδονῆς χάριν αἱρετόν, ἀλλ’ ἡ ἡδονὴ τοῦ καλοῦ, δῆλον (ὡς ἐμνήσθημεν ἤδη) ἐκ τοῦ, εἰ ἦν τῆς ἡδονῆς χάριν 2 ταῖς ἀρεταῖς Schwartz 3 δεῖ add. S²B²a Sp. 4 τοῦ τὸ B²a Sp.: τοῦτο VFB πλεῖον a Sp.: τέλεον Sclwartz αὐτῇ V μὲν οὖν V²B: Vict. Sp. 6 ἐνεδείξατο] Eth. Nic. , 3.1095b 14 sqq. 7 αρδανάπαλου V 8 χάριν coll. ante τῆς FSa 9 ἡδειαι V¹ 10 γε Diels: τε libri: om. aSp. 16 διὰ τὰς om. a ἐπὶ] ἐν aSp. γινομένας (ας in lit. B) Ba Sp.: γινομέναις VF 22 τούτῳ VB¹: τούτων S¹F: ζῆν. διὸ SB²aSp.: fortasse τοῦ τό τοι cf. de an. 8,25. 97,1 25 παραμυθούμενος V (corr. V² 30 αὐτὴν V¹ (corr. V² συμβαίνει] μβ in lit. V 33 συνυπάρχει] υ pr. in lit. 4—5 litt. V 34 τὸ ζήτημα τοῦτο γέγραπται αὐτολεξὶ δι’ ὅλου τοῦ ᾶς κεφαλαίου V mg. cf. infra 151,17 sq. αἱρετὸν τὸ καλόν, ὡς ἐκείνης μὲν οὔσης τέλους τε καὶ δι’ αὐτὴν αἱρετοῦ, ὡς ποιητικοῦ δὲ τῆς ἡδονῆς τοῦ καλοῦ τὸ αἱρετὸν ἔχοντος, ὁμοίως τῷ καλῷ τὸ αἰσχρὸν αἱρετὸν γίνεσθαι, ἐπεὶ καὶ τοῦτο ποιητικὸν ἡδονῆς. οἷς γὰρ τὸ αἱρετὸν ὡς ποιητικοῖς, τούτοις τὸ γινόμενον ὑπ’ αὐτῶν τῆς αἱρέσεως μέτρον. ἢ γὰρ οὐ χρὴ λέγειν γίνεσθαί τινας καὶ ἐπ’ αἰσχραῖς πράξεσιν ἡδονάς, ἀλλ’ ἐπὶ μόναις ταῖς καλαῖς, ἢ εἰ μὴ τοῦτο, ἀληθῶς αἱρετὸν ἔσται καὶ τὸ αἰσχρὸν ὁμοίως τῷ καλῷ, εἰ ἡ γινομένη ὑπ’ αὐτῶν ἡδονὴ τῆς αἱρέσεως αὐτῶν αἰτία. εἰ δὲ τοῦτο ἄτοπον, προξενοῦν ἡμῖν πᾶσαν πρᾶξιν αἰσχρὰν ὡς οὐδὲν ἔλαττον τῆς καλῆς αἱρετὴν ⟨ἢ καὶ μᾶλλονῶ, εἰ καὶ μᾶλλον αὕτη καὶ πλείοσι παρασκευάζει τὰς ἡδονάς, οὐδ’ ἂν τὸ καλὸν εἴη διὰ τὴν ἡδονὴν αἱρετὸν ὡς ἐκείνης ποιητικόν. εἰ δὲ δεῖ μὲν εἶναι ἢ διὰ τὴν ἡδονὴν τὸ καλὸν αἱρετόν, ἢ διὰ τὸ καλὸν τὴν ἡδονήν, μὴ ἔστι δὲ τὸ καλὸν διὰ τὴν ἡδονήν, εἴη ἂν ἡ ἡδονὴ τὸ αἱρετὸν παρὰ τοῦ καλοῦ λαμβάνουσα. οὐ γὰρ δὴ ταὐτὸν οἶόν τε λέγειν εἶναι τὸ καλόν τε καὶ τὴν ἡδονήν, ἐφ’ ὧν συνυπάρχει τε καὶ ἅμα ἐστὶν ἀλλήλοις. εἰ γὰρ εἴη ταὐτὸν αὐτοῖς τὸ εἶναι, καὶ ἀντιστρέφειν αὐτὰ ἀλλήλοις ἀνάγκη, ὡς πᾶν τὸ καλὸν ἐν τῷ καλὸν εἶναι καὶ τὸ ἡδὺ εἶναι ἔχειν καὶ πᾶν τὸ ἡδὺ ἅμα τε ἡδὺ εἶναι καὶ καλόν. εἰ δὲ ψεῦδος τὸ λέγειν πᾶσαν ἡδονὴν εἶναι καλὸν τῷ μηδὲν ἔλαττον ὁρᾶν τὰς ἡδονὰς γινομένας ἐπ’ αἰσχραῖς ἐνεργείαις, οὐδ’ ἂν ⟨αἱ⟩ ἐπὶ ταῖς καλαῖς ἐνεργείαις ἡδοναὶ γινόμεναι αἱ αὐταὶ εἶεν ταῖς ἐφ’ αἷς γίνονται ἐνεργείαις. τὸ γὰρ ὁμοῦ μὲν λέγειν τὰς ἡδονὰς μόνας εἶναι δι’ αὐτὰς αἱρετάς, τῶν δ’ ἄλλων αἱρετῶν ἕκαστον ἐφ’ ὅσον εἰς ἡδονήν τι συντελεῖ, ἐπὶ τοσοῦτον καὶ τὸ αἱρετὸν ἔχειν, ὁμοῦ δὲ τὸ μὲν καλὸν αἱρετὸν εἶναι λέγειν ὡς ποιητικὸν ἡδονῆς, μηκέτι δὲ καὶ τὸ αἰσχρὸν φάσκειν αἱρετὸν γίνεσθαι διὰ τὴν γινομένην ἡδονὴν ὑπ’ αὐτοῦ, οὐχ ὁμολογούμενα λεγόντων, ἀλλ’ ἀπιθάνως ἀρνουμένων οἷς συγχωροῦσι διὰ τῶν αἱρέσεων οὕτως ἔχειν. οὐδεὶς γὰρ μὴ τοῦτον παρεσκευασμένος τὸν τρόπον οὕτως ἀτόπου προῖσταται δόξης. τὸ γὰρ λέγειν τὰς μὲν ἐπὶ ταῖς καλαῖς ἐνεργείαις γινομένας ἡδονὰς εἰλικρινεῖς τε εἶναι καὶ ἀμίκτους ταῖς ἐναντίαις λύπαις, καὶ διὰ τοῦτο καὶ τὰς ποιητικὰς αὐτῶν ἐνεργείας ἔχειν τὸ αἱρετόν, τὰς δ’ ἐπὶ ταῖς αἰσχραῖς ὀλίγον ἐχούσας τὸ τέρπον πολλὰ ἔχειν καὶ πλείω τὰ λυποῦντα, διὸ μηδὲ τὰς ἐνεργείας εἶναι τὰς τοιαύτας αἱρετὰς οὔσας ποιητικὰς λύπης μᾶλλον ἢ ἡδονῆς, πῶς οὐ συνδιαιρούντων ἐστὶ ταῖς ἐνεργείαις ἐφ’ αἷς γίνονται τὰς ἡδονὰς καὶ οὐχ’ ὁμοειδεῖς φυλασσόντων; εἰ 1 τὸ καλὸν V μενούσης a δ’αὑτὴν a Sp.: δι’ αὐτῆς S¹: διὰ αὐτὴν V 2 ἔχοντες a 3 αλρετὸν om. a Sp. 4 ὑπ’ in lit. V 6 ἡ εἰ μὴ V2SBVa Sp.: εἴη μὴ V1 ἀληθὲς aSp. 9 ἢ καὶ μᾶλλον add. B2, recte cf. 151,29 9.10 εἰ καὶ] ἤ καὶ a: εἰ infra 10 αὕτη V2B: αυτη V¹: αἰτὴ Sa Sp.: αὐτή F παρασκευάζει (παρασκευάζοι V2B2 infra) τὰς S2VB²a infra: παρασκευάζοντας V¹B¹F 11 καὶ ἢ a Sp. 12 ἠ V 13 ἡ om. a Sp. ἡδονὴ] ὴ s. v. V 16 alt. τὸ Fa Sp.: τε VΒ infra 20 αἱ ante ἐπὶ add. V2B infra ἡδοναὶ] αι in lit. V αἱ αὐταὶ V2BFBa Sp. infra: αὗται V εἶεν] ἶε in lit. V 22 αὐτὰσ V 26 ἐστιν, ἀλλ’ Vict. ἀλλ’ ἀπιθάνως Sp.: ἀλλὰ πιθανῶς V(et infra) FB: ἀλλ’ ἀπιθάνως Sa 31 τερπνὸν a Sp. 33 πῶς οὐ συνδιαιρούντων in lit. B² Vict. Sp. infra: ὁπωσοῦν διαιρούντων libri ἐστι] ἐπὶ Sp. Suppl. Arist. II 2 Alex. sc cripta minora. γὰρ αἱ μὲν ἐπὶ τοῖς καλοῖς τοιαῦται, αἱ δ’ ἐπὶ τοῖς αἰσχροῖς τοιαῦται, εἴη ἂν τὰ καλὰ καὶ τὰ αἰσχρὰ αἴτια τῆς τῶν ἡδονῶν διαφορᾶς. οὐ γὰρ ἀπὸ τῶν ἡδονῶν ταῖς ἐνεργείαις ἐστὶ τὸ αἱρετόν, ἀλλὰ ἀπὸ τῶν ἐνεργειῶν ταῖς ἡδοναῖς, καὶ εἶεν ἂν ἄλλαι μὲν τῷ εἴδει αἱ ἀπὸ τῶν καλῶν, ἄλλαι δὲ αἱ ἀπὸ τῶν αἰσχρῶν, εἴ γε πᾶσαι μὲν αἱ ἀπὸ τῶν καλῶν καθαραί τε καὶ ἄμικτοι καὶ μηδεμιᾶς μετανοίας ἢ λύπης αἴτιαι εἰδοποιούμεναι ταῖς τοιαύταις ἐνεργείαις, πᾶσαι δὲ αἱ ἀπὸ τῶν αἰσχρῶν μικταί τε καὶ ἐν μεταμελείᾳ. οὕτως δὲ ἐχουσῶν τῶν ἡδονῶν πρὸς τὰς ἐνεργείας πρόδηλον, ὅτι μὴ παρὰ τῶν ἡδονῶν ταῖς ἐνεργείαις τὸ αἱρετόν, ἀλλὰ παρὰ τῶν ἐνεργειῶν ταῖς ἡδοναῖς, ταῖς μὲν τὸ αἱρετόν, ταῖς δὲ τὸ φευκτόν, εἴ γε φευκταὶ αἱ πλέον τοῦ ἤδοντος τὸ λυποῦν ἔχουσαι, τοιαῦται δὲ πᾶσαι αἱ ἐπὶ ταῖς αἰσχραῖς ἐνεργείαις.

XXIV. Πῶς αἱ ἀρεταὶ δι’ οὑτ τὰς αἱρεταί.

Καὶ πῶς τις ἂν τὰς ἀρετὰς καὶ τὰς κατ’ αὐτὰς ἐνεργείας δι’ αὐτὰς αἱρετὰς εἶναι λέγοι, εἴ γέ εἰσιν ἡμῖν αἱρεταὶ διὰ τὴν τῶν ἀμέτρων παθῶν ἀποσκευήν; (καὶ γὰρ τὴν μὲν ἀνδρίαν αἱρούμεθα, ὅπως μετρεῖν δυνώμεθα τούς τε φόβους καὶ τὰ θάρρη, τὴν δὲ σωφροσύνην, ὅπως τὰς δι’ ἁφῆς λύπας τε καὶ ἡδονάς· αἱρούμεθα δὲ καὶ τῶν ἄλλων ἀρετῶν ἑκάστην ἢ ἐπὶ παθῶν τινων μέτρον ἢ ἐπὶ πράξεων· τὴν μὲν γὰρ ἐλευθεριότητα καὶ τὴν μεγαλοπρέπειαν ἐπὶ τῷ μετρεῖν δύνασθαι τὰς πράξεις, ὃς διὰ δόσεως τε καὶ λήψεως χρημάτων ἐνεργοῦμεν, τὴν δὲ μεγαλοψυχίαν τε καὶ φιλοτιμίαν ἐπὶ τῇ συμμέτρῳ καὶ κατ’ ἀξίαν τῶν τιμῶν αἱρέσει, τήν τε ἐπὶ τῷ περὶ τὰς ὀργὰς συμμέτρῳ, αἱρούμεθα δὲ καὶ τὴν δικαιοσύνην, διότι ἐστὶ σωστικὴ τῆς κοινωνίας οὔσης ἡμῖν κατὰ φύσιν, εἴ γέ ἐσμεν φύσει κοινωνικοί τε καὶ πολιτικοί). ὡς γὰρ οὐ δι’ αὐτὴν αἱρετὴ ἡ οἰκοδομική, ὅτι ἐστὶν αἱρετὰ τὰ γινόμενα ἀπ’ αὐτῆς, οὐδὲ ἡ παλαιστικὴ δι’ αὑτήν ἐστιν αἱρετὴ διὰ τὸ τοῦ καλῶς παλαίειν εἶναι ποιητική, οὐδὲ τῶν ἀρετῶν εἴη τις ἂν δι’ αὐτὴν αἱρετή, εἰ τὸ αἱρετόν ἐστιν αὐταῖς παρὰ τῶν γινομένων δι’ αὐτῶν. ἢ εἰ μὲν ἦν ἄλλο μὲν τὸ δι’ ὅ φαμεν ἑκάστην τῶν ἀρετῶν εἶναι αἱρετήν, ἄλλο δὲ αὐτὴ ἡ ἀρετή, εὐλόγως ἂν ἀνῃρεῖτο τὸ εἶναι αὐτῶν ἑκάστην δι’ αὐτὴν αἱρετήν, εἰ δέ ἐστιν ἑκάστῃ τῶν ἀρετῶν τὸ εἶναι ἐν τούτῳ δι’ ὅ ἐστιν αἱρετή, εἴη ἂν εὐλόγως λεγόμενον τὸ εἶναι τὰς ἀρετὰς 7 κακῶν S¹H μικταὶ] λυπηραὶ Sa 14 δι’ αὐτὰσ V 15 αλρεταὶ FB²aSp.: ἀρεταὶ V 16 καὶ B²: εἰ libri δυνώμεθα om. a 19 μέτρον B2 Sp.: μέτρων libri 20 τὴν om. SFa ἅς διὰ V: αἳ διὰ Vict. Sp.: διὰ SFMLa 22 τε] δὲ coni. Sp. 24 κοινωνίας coll. post φύσιν a Sp. (⟨τῆς⟩ οὖσης Schwartz) 26 αἱρετὴ V1 (corr. V2 27 αὐτὴν V αρετη V 28 ἐν αὐταῖς a Sp. 29 δι αὐτῶν V¹FS¹M2 (sed αὑτῶν) L: δι’ αὑτάς V²B¹: δι’ αὐτάς B²S²a Sp.: ὑπ’ αὐτῶν Μ ἑκάστην V2BS²a Sp.: ἑκάστης V¹ FS1 ΜL 30 αἱρετήν V¹B2S²a Sp .: αίρετή V¹: ἀρετή FS¹M ἂν addidi 31 δι’ αὐτὴν V1 in mg ἑκάστῃ] ι adscripsit V2 τῶν] ν s. v. V τὸ] τῷ Vict.? Sp. δι᾿ αὑτὰς αἱρετάς. ὡς γὰρ εἰ ἦν ἡ οἰκοδομικὴ οἰκία, δι᾿ ἥν ἐστιν αἱρετή, ἦν ἂν δι᾿ αὑτὴν αἱρετή, οὕτως καὶ τῶν ἀρετῶν ἑκάστη, εἰ ἔστιν ἡ αὐτὴ τούτῳ δι᾿ ὅ ἐστιν αἱρετή, εἴη ἂν δι᾿ αὑτὴν αἱρετή, καὶ ἔτι μᾶλλον καὶ φανερώτερον, εἰ ἕκαστον τῶν κατ᾿ αὐτὰς ἔχοι τὸ αἱρετὸν ἐν αὑτῷ καὶ μὴ διὰ τὴν ἐπ᾿ ἄλλο τι ἀναφοράν, ὡς ἡ οἰκία, δι᾿ ἣν ἡ οἰκοδομικὴ ἔχει τὸ αἱρετόν, διὰ γὰρ τὴν γινομένην ἀπ᾿ αὐτῆς σκέπην χειμῶνός τε καὶ θέρους. ὅτι δὲ αἱ ἀρεταὶ αἱ αὐταὶ τούτοις δι᾿ ἃ αἱρετὰς αὐτὰς εἶναί φαμεν, δῆλον ἐκ τοῦ εἶναι μὲν αὐτὰς μεσότητας παθῶν τε καὶ πράξεων, τὴν μὲν ἀνδρίαν φόβου τε καὶ θάρρους, τὴν δὲ σωφροσύνην λύπης τε καὶ ἡδονῆς τῶν δι᾿ ἁφῆς, τὴν δὲ ἐλευθεριότητα δόσεως καὶ λήψεως χρημάτων, ὁ δ᾿ αὐτὸς καὶ ἐπὶ τῶν ἄλλων λόγος, ὥστε εἰ ἐν τούτοις τὸ εἶναι αὐταῖς, δι᾿ ἅ εἰσιν αἱρεταί, εἶεν δ᾿ ἂν δι᾿ αὑτὰς αἱρεταί, καὶ ἔτι μᾶλλον δι᾿ αὑτάς, ὅτι μὴ δι᾿ ἄλλο τι ἡμῖν αἱρεταὶ αἱ μεσότητες αἱ περὶ φόβους τε καὶ θάρρη, ἀλλὰ δι᾿ αὑτὴν ἑκάστη. τὸ γὰρ ἐν αὑτῷ καὶ τῇ αὑτοῦ φύσει τὸ αἱρετὸν ἔχον, τοῦτο δι᾿ αὑτὸ αἱρετόν, τοιαῦται δὲ αἱ μεσότητες αἱ περὶ τὰς κατὰ φύσιν ἡμῖν πράξεις. τούτων δὲ οὕτως ἐχόντων, εἰ μὲν τοῖς ἀνθρώποις ἡ σωτηρία τῆς τε πολιτικῆς κοινωνίας καὶ τῆς οἰκονομικῆς μὴ δι᾿ αὑτὰ αἱρετά, ἀλλὰ δι᾿ ἄλλο τι, οὐδ᾿ ἂν ἡ δικαιοσύνη, οὔσα μεσστης τούτων ἐν οἷς ἐστι ἡ σωτηρία τῶν προειρημένων, εἴη ἂν δι᾿ αὑτὴν αἱρετή, καθ᾿ οὕς τοῦτ᾿ ἐστὶν ἡ δικαιοσύνη. εἰ δέ ἐστιν ἡ κοινωνία καὶ ἡ σωτηρία ταύτης δι᾿ αὑτὴν τοῖς ἀνθρώποις αἱρετή, εἴη ἂν καὶ ἡ δικαιοσύνη δεικνυμένη δι᾿ αὑτὴν αἱρετή, καθό ἐστι μεσότης καὶ ἰσότης τοῦ τε ἐν ταῖς νομαῖς καὶ τοῦ ἐν τοῖς συναλλάγμασιν ἴσου, ἐν οἷς ἡ σωτηρία τῆς πολιτικῆς τε καὶ πρώτης κοινωνίας. ἀλλὰ μὴν ὅτι δι᾿ αὑτὸ τοῖς ἀνθρώποις αἱρετὸν ἡ κοινωνία, γνῶναι πρόχειρον ἀπό τε τοῦ κατὰ φύσιν αὐτοῖς εἶναι τὴν κοινωνίαν, οὗ σημεῖον φανερώτατον τὸ τούτῳ μάλιστα τῶν ἄλλων ζῴων τὸν ἄνθρωπον διαφέρειν, ὃ μόνον ἐστὶν αὐτῷ χρήσιμον ἐν τῇ πρὸς ἀλλήλους κοινωνίᾳ. ἴδιον μὲν γὰρ ὁ λόγος αὐτοῦ, τούτοφ δὲ χρεία πρὸς μήνυσιν τοῖς πλησίον τῶν ἰδίων νοημάτων τε καὶ παθῶν. ἐναργὲς δὲ τοῦτο καὶ ἐκ τοῦ μηδὲ ἐπ᾿ ὀλίγον δύνασθαι ζῆν ἄνθρωπον μόνον γεγονυῖα νόμενον. διότι δὲ ἐν κοινωνίᾳ τῷ ἀνθρώπῳ τὸ εἶναι καὶ ὁ λόγος τούτου χάριν, ἀρίστη δὲ καὶ τελειοτάτη τῶν κατὰ λόγον γινομένων κοινωνιῶν ἡ 1 αυτὰσ V ὡς] ς in lit. V εἰ ἦν ἡ scripsi: εἰ ἢν ἡ V2: εῖην V¹: εἰ ἦν BS2a Sp.: ἦν FS¹ML 3 αυτη V¹ (corr. V²) αιρετὴ V¹ (corr. V2) αυτὴν V1 (corr. V2) 4 αἱρετὴν Sp. ἐν αὑτῷ V²: ἐν αὐτῷ V¹BSF: ἐπ᾿ αὐτῷ (ἐφ᾿ αὑτῷ coni. Sp.) MLSFa Sp. 6 τὴν] ν in lit. V 7 pr. αἱ in lit. V ἃ Sp.: ὃ libri 10 τῶν] ῶν in lit. V καὶ in lit. V 11 αὐτὸς] ὸ in lit. V ὥστε] ὥσ in lit. V 12 δ᾿ del. B2 Sp. 13 αυτας V1 (corr. V2) αἱρεταὶ V2S2a Sp.: αρετὸν V¹FS¹ML 14 αυτὴν V1 (corr. V2) τὸ γὰρ s. v. V αὐτῷ V αὐτοῦ V 15 αυτὸ V1 (corr. V2) 17 σωτηρία] ante α una litt. erasa V 18 αὑτὰ (αυτὰ V1) αἱρετά] αὑτὴν αἱρετή B2S2a Sp. 19 ἡ om. a Sp. αυτὴν V 21 αυτὴν V1 (corr. V2) εἴη] εἴ in lit. V 22 αυτὴν V1 (corr. V2) τοῦ τε VB: τουτέστιν SFMLa Sp. 23 νόμοις a 26 τούτῳ B2 (in lit.) SFMa Sp.: τούτων (των s. v.) VF2: τοῦτο L 26. 27 ἄλλων] ἄ in lit. V πολιτική, ἀπὸ δὲ τῶν ἀρίστων ἡ τῶν κατὰ φύσιν ἑκάστῳ κρίσις, εἴη ἐν ὁ ἄνθρωπος λογικόν, οὕτως δὲ καὶ πολιτικόν, καὶ τὸ σώζειν δὲ τὴν τοιαύτην κοινωνίαν εἴη ἂν αὐτῷ μάλιστα κατὰ φύσιν τε καὶ αἱρετὸν δι’ αὐτό, τοιοῦτον δὲ ἡ δικαιοσύνη.

XXV. Ἐπιδρομή, πό θε εν ἡ τῶν ἀρετῶν εὕρεσίς τε καὶ σύ στάσις.

Ἐπεὶ ἡ εὐδαιμονία τοῖς ἀνθρώποις σκοπός, καὶ δεῖ πάντα πράττειν, ὅπως ταύτην κτησαίμεθα ὡς τέλος τε καὶ μέγιστον τῶν ἡμετέρων ἀγαθῶν, ἀδύνατον δὲ τὸ πράττειν τινὰ ὡς εἴς τι συντελοῦντα ἢ ὅλως γνωρίζειν τὰ δι’ ὧν οἷόν τε τυχεῖν τινος σκοποῦ ἀγνοουμένου τοῦ σκοποῦ (ἀρχὴ γὰρ τῆς εὑρέσεως τῶν εἰς τὸν σκοπὸν συντελούντων καὶ τῶν ἐκείνου χάριν γινομένων πράξεων γνῶσις τοῦ σκοποῦ, διὸ καὶ τῆς θικῆς φιλοσοφίας ἀρχὴ τὸ γνῶναι, τί ποτ’ ἐστὶν εὐδαιμονία, ἧς χάριν ἡμᾶς δεῖ πάντα πράττειν), ἐζητήσαμεν, τί ποτέ ἐστιν εὐδαιμονία, καὶ εὑρόντες ἑκάστου τῶν ὄντων τὸ ἀγαθὸν ὂν ἐν τῇ οἰκείᾳ ἐνεργείᾳ τῇ καθ’ ὅ ἐστιν αὐτῷ τὸ εἶναι τούτῳ ὅ ἐστιν, εἰ εὖ γίνοιτο· ἐπί τε γὰρ τῶν φύσει συνεστώτων τοῦτον ἔχει τὸν τρόπον, ἀλλὰ καὶ ἐπὶ τῶν κατὰ τέχνην, μιμεῖται τὴν φύσιν· τοῦ τε γὰρ ἵππου τὸ ἀγαθὸν τοιοῦτον, εἴ γέ ἐστιν μὲν οἰκεῖον ἔργον αὐτῷ καθὸ ἵππος ἐστὶ τὸ τρέχειν, ἀγαθὸν δὲ αὐτῷ τὸ εὖ τρέχειν, ὁ δ’ αὐτὸς λόγος καὶ ἐπὶ κυνός· εἴτε γὰρ τὸ φυλάττειν, εἴτε τὸ θηρᾶν ἔργον κυνός, εἴτε τῶν μὲν τοῦτο, τῶν δὲ ἐκεῖνο, καὶ τὸ ἀγαθὸν αὐτοῖς ἐν τῷ εὖ ταῦτα ποιεῖν· ἀλλὰ καὶ τῷ οἰκοδόμῳ τὸ ἀγαθὸν καὶ τὸ τέλος ἐν τῷ εὖ οἰκοδομεῖν, ἐπεὶ καὶ ἔργον τὸ οἰκοδομεῖν αὐτῷ, καὶ ἐπεὶ ἐφ’ ἑκάστῳ τὸ τέλος τῇ ἐνεργείᾳ καὶ τῷ ἔργῳ παρὰ τῆς οἰκείας ἀρετῆς περιγίνεται, ἑκάστου τὸ τέλος ἐν τῷ τὸ οἰκεῖον ἔργον ποιεῖν κατ’ ἀρετήν. εἰ δὲ τοῦτο, εἴη ἂν καὶ τὸ τοῦ ἀνθρώπου ἀγαθόν τε καὶ τέλος ἐν τῷ κατ’ ἀρετὴν καὶ οἰκείαν τὰς καθὸ ἄνθρωπός ἐστιν ἐνεργείας ἐνεργεῖν. ἀλλὰ μὴν οἰκεῖαι ἐνέργειαι ἀνθρώπου αἱ γινόμεναι κατὰ ψυχὴν λογικήν· τὸ γὰρ ἀνθρώπῳ εἶναί ἐστιν ἐν τῷ ζῆν τε καὶ κατὰ λογικὴν ψυχὴν ἐνεργεῖν. εἰ δὲ τοῦτο, εἴη ἂν καὶ τὸ τέλος αὐτῷ ἐν τῷ κατ’ ἀρετὴν ψυχῆς λογικῆς ἐνεργεῖν, ὥστε εἴη ἂν ἡ εὐδαιμονία, ἐπειδὴ αὐτὴ τὸ τοῦ ἀνθρώπου ἀγαθόν τε καὶ τέλος, ἐνέργεια κατ’ ἀρετὴν ψυχῆς λογικῆς, προσκει μένου τοῦ γε ἐν βίῳ τελείῳ (οὐδὲν γὰρ τέλειον ἐν ἀτελεῖ) καὶ ἔτι τοῦ ἐν προηγουμένοις διὰ τὸ δεῖσθαι ὀργάνων τὰς προηγουμένας τε καὶ βουλευτὰς ἐνεργείας. ὄντος δὲ τούτου σκοποῦ, δῆλον ἐκ τῆς εὑρέσεως αὐτοῦ καὶ 3 εἴη ἂν om. a αὑτὸ (αυτὸ V1)] αὐτὸν a 8 δὲ τὸ FSaaSp.: δέ τι VB 10 ἡ add. V2M 13 αὐτῷ a Sp. 14 τούτῳ] τοῦτο B² 15 εἴ γε ἡ τέχνη ante μιμεῖται add. S2B² a Sρ. fortasse recte 21 τέλος add. VBS²aSp. 22 παραγίνεται Vict. Sp. 23 ἔσται ἐν a Sp. 24 καὶ del. V2 τὰς οἰκείας [τὰς] Diels 24. 25 οἰκεῖον a Sp. 25 ἐνεργεῖν] γ in lit. 2 litt. V 26 τῷ γὰρ coni. Sp. ἀνθρώπῳ VB coni. Sp.: ἄνθρωπον FL: ἀνθρώπου Sa 29 ἂν καὶ ἡ Vict. Sp. αὕτη Diels 31 γε] τε a Sp. τελείῳ SFa Sp.: τελείου VB 32 βουλευτὰς Sp.: βουλητὰς libri γνώσεως τὸ δεῖσθαι πρὸς τὴν κτῆσιν τῆς εὐδαιμονίας τῶν τῆς λογικῆς ψυχῆς ἀρετῶν, ζητοῦντες τίνες εἰσίν, εὐλόγως πρῶτον ἤλθομεν ἐπὶ τὸ ἰδεῖν, τίς ποτ’ ἐστὶν ἡ λογικὴ ψυχή, ἐπεὶ τὴν ταύτης ζητοῦμεν ἀρετήν. διττὴ δὴ ἡ λογικὴ δύναμις εὑρέθη, ἡ μέν τις ἄλογος μὲν καθ’ αὐτήν, λογικὴ δὲ τῷ πείθεσθαί τε δύνασθαι λόγῳ καὶ ὑπὸ λόγου ὡυθμίζεσθαι (τοιαύτη γάρ ἐστιν ἡ ἐν ἡμῖν ὀρεκτικὴ ψυχή), ἡ δέ τίς ἐστι λογικὴ τῷ αὐτὴν λόγον ἔχειν ἐν αὑτῇ, καὶ ἔστιν ἑκατέρας τῶν προειρημένων δυνάμεων οἰκεία τις ἐνέργεια καὶ ἀρετή, καθ’ ἣν τὸ εὖ ἐν τῇ οἰκείᾳ ἐνεργείᾳ γίγνεται, τῆς μὲν ὀρεκτικῆς αἴ τε πράξεις καὶ αἱ κατὰ πάθη κινήσεις, ἀρεταὶ δὲ ἂς ἠθικὰς καλοῦμεν ἀπὸ τοῦ διὰ ἐθῶν τινων ἐγγίγνεσθαι, τῆς δὲ διανοητικῆς ἐνέργειαι μὲν αἱ γνώσεις τῆς φύσεως τῶν γενητῶν καὶ ὅλως τῶν ἐνδεχομένων ἄλλως ἔχειν, ἀρετὴ δὲ καθ’ ἣν ἡ γνῶσις τῆς ἐν τούτοις ἀληθείας, τῆς δὲ νοητικῆς ἐνέργεια μὲν ἡ γνῶσις τῶν ἀιδίων οὐσιῶν, ἀρετὴ δὲ καθ’ ἣν ἡ τούτων ἀληθὴς γίνεται γνῶσις. οὕτως δὲ τῶν ἀρετῶν διῃρημένων, τίς ἐστιν ἑκάστη καὶ τί ἔργον αὐτῆς καὶ τίς ἡ εἰς εὐδαιμονίαν συντέλεια, ἀπὸ τῶν ἔργων τε καὶ ἐνεργειῶν τῶν ἑκατέρας τῆς λογικῆς δυνάμεως εὑρίσκεται. ἔργον τοίνυν τῆς μὲν ὀρεκτικῆς δυνάμεως αἱ πράξεις αἱ περὶ ἡδονάς τε καὶ λύπας, τὰς μὲν ἀρουμένης τε καὶ διωκούσης, τὰς δὲ ἀποστρεφομένης, καὶ ἐπεὶ πέφυκεν ἐν τοῖς τοιούτοις πᾶσιν, ἐν οἷς ἐστιν ὑπερβολή τε καὶ ἔλλειψις. ἡ μὲν ἀμετρία φθαρτικὴ εἶναι τοῦ ἐν ἑκάστοις αὐτῶν εὖ, τοιοῦτον δὲ ἢ τε ὑπερβολὴ καὶ ἡ ἔλλειψις, ἡ δὲ συμμετρία σωστικόν τε τοῦ εὖ καὶ ποιητικόν (ὡς δῆλον ἐπί τε τῶν γυμνασίων καὶ τῶν τροφῶν· καὶ γὰρ αἱ τῶν γυμνασίων ὑπερβολαί τε καὶ ἔνδειαι τῆς εὐεξίας, ἢ τίς ἐστιν ἀρετὴ τοῦ σώματος, φθαρτικά, ἡ δὲ συμμετρία αὐτῶν καὶ ἡ μεσότης καὶ ποιητικὰ αὐτῆς καὶ τηρητικά, ὅ ἐστι τὸ ἐν τούτοις εὖ· ἀλλὰ καὶ τῶν σιτίων πάλιν αἱ μὲν ὑπερβολαὶ καὶ ἔνδειαι τῆς ὑγείας εἰσὶ φθαρτικαί, αἱ δὲ συμμετρίαι ποιητικαί τε καὶ τηρητικαί· οὕτως δὲ καὶ ἐπὶ τῶν παθῶν ἔχει καὶ τῶν περὶ ταῦτα πράξεων), αἱ μὲν ὑπερβολαὶ αὐτῶν καὶ αἱ ἔνδειαι τοῦ εὖ τοῦ ἐν τούτοις εἰσὶ φθαρτικαί, αἱ δὲ συμμετρίαι ποιητικαί τε καὶ τηρητικαί, καὶ ἐπεί ἐστι τὸ εὖ ἐν πᾶσιν ἡ οἰκεία ἀρετὴ καὶ πᾶν τὸ γινόμενον κατ’ ἀρετήν, συμβαίνει τὰς περὶ ταῦτα ἀρετὰς συνίστασθαι συμ μετρίᾳ πράξεων τε καὶ παθῶν. ἥ τε γὰρ σωφροσύνη φθείρεται μὲν ὑπό τε τῆς τῶν ἡδονῶν ὑπερβολῆς τε καὶ ἐνδείας τούτων, περὶ ἃς πέφυκεν ἀρετὴ μὲν γίνεσθαι σωφροσύνη, κακία 2 δὲ add. S2B2a Sp. 4 διττὴ] ὴ in lit. V δὴ (in lit. V: δὲ GSa Sp. 5 πείθεσθαι] ἐπιδέχεσθαι Sp. λόγῳ] λόγον a Sp. λόγου] λόγον Vict.? Sp. 6 ὀρεκτικὴ] κτ in lit. V 7 αὐτῇ V 9 ἐνεργείᾳ] εί add. V2 post ὀρεκτικῆς add. ἐνέργειαι μὲν V2 10. 11 ἐγγίγνεσθαι] ἐγγί in lit. V 12 ἀρετὴ M: Vict ? Sp.: ἀρετὴν Va 13 ἐνέργεια : ἐνέργειαι Sp.: ἐνεργείαι Vict. ?: ἐνέργειασ (σ corr. fortasse in ι) V: ἐνεργείας LFa 14 γίνεται] νεται in lit. V 15 ἀρετῶν V ἑκάστη Ba Sp.: ἑκάστου (ά s. v.) VF τί ⟨τὸ⟩ coni. Sp. 18 δυναμεωσ V αἱρουμένης] η in lit. V 21 τε καὶ a Sp. 22 τε τοῦ] μὲν τοῦ a Sp. 29 alt. αἱ s. v. VB: om. SFa Sp. 32 ταύτας a ἀρετὰς] ὰς in lit. V συνίστασθαι] συν in lit. V 33 pr. τε del. Schwartz : alt. Sp. δὲ ἀκολασία τε καὶ ἀναισθησία, σώζεται δὲ καὶ συνίσταται ὑπὸ τῆς τῶν αὐτῶν τούτων μεσότητός τε καὶ συμμετρίας, ἀλλὰ καὶ ἡ ἀνδρία συνίσταται μὲν ἐκ τῆς περὶ φόβους τε καὶ θάρρη μεσότητός τε καὶ συμμετρίας, ὑπὸ δὲ τῆς ὑπερβολῆς τε καὶ ἐνδείας τῶν αὐτῶν τούτων φθείρεται. ὡς δὲ ἐπὶ τούτων, οὕτως δὲ καὶ ἐπὶ τῶν λοιπῶν ἔχει, ὥστε εἰ τὸ ἐν τούτοις εὖ ἐν μεσότητί ἐστι παθῶν τε καὶ πράξεων. τὸ δὲ εὖ ἐν ἑκάστῳ κατὰ τὴν οἰκείαν ἀρετήν, εἶεν ἂν καὶ αἱ περὶ ταῦτα ἀρεταὶ ἐν μεσότητι τῶν προειρημένων, οὐχ πλῶς οὐδ’ ὡς ἔτυχεν τοῦ ἐν τούτοις μέσου λαμβανομένου, ἀλλ’ ὡς δέδεικται ὡρισμένου κατὰ τὸν ἐκ φρονήσεως τε καὶ ὀρθὸν λόγον, καὶ εἴη ἂν τὸ κατὰ τὴν ὀρεκτικὴν ψυχὴν εὐδαιμονίας μέρος κείμενον ἐν ταῖς ἀπὸ τῶν ἀρετῶν περὶ τὰ πάθη τε καὶ τὰς πράξεις εὖ γινομέναις ἐνεργείαις. ἔτι δέ, εἰ ἡ τοῦ ἀνθρώπου ἀρετή ἐστιν, ἀφ’ ἧς ἀγαθὸς ἄνθρωπος γίνεται (καὶ γὰρ ἐπὶ τῶν ἄλλων ἀπάντων ἕκαστον ἀγαθόν ἐστί τε καὶ γίνεται κατὰ τὴν ἀρετὴν ἑαυτοῦ), ἀγαθὸς δὲ ἄνθρωπος γίνεταί τε καὶ ἔστιν ὁ μήτε ἐν τοῖς πάθεσιν ἄμετρος μήτε ἐν ταῖς περὶ ταῦτα πράξεσιν, εἴη ἂν καὶ ἐκ τούτου δεικνύμενον τὸ τὴν ἀρετὴν τὴν ἠθικὴν ἐν μεσότητι εἶναι τῶν προειρημένων. αἱ γὰρ ἐνέργειαι αἱ περὶ πάθη τε καὶ τὰς πράξεις, ὅταν διὰ τῶν ἐθῶν παιδαγωγηθῶσιν οὕτως, ὡς τοὺς ἐθιζομένους ἥδεσθαι μὲν ἐπὶ ταῖς ἐνεργείαις ταῖς καλαῖς, ἄχθεσθαι δὲ ἐπὶ ταῖς ἐναντίαις, ὃ γίνεται ἐν τῇ αἱρέσει τε καὶ εὑρέσει τοῦ ἐν αὐτοῖς μέσου, τῆς ἀρετῆς εἰσιν ποιητικαί. διὸ καὶ λέγομεν τὰς ἠθικὰς ἀρετὰς ἕξεις ἐν μεσότητι οὔσας παθῶν τε καὶ πράξεων ὡρισμένας τῷ ὀρθῷ λόγῳ. Καὶ τοιαύτη μὲν περὶ ταῦτα ἡ σύστασις τῶν ἠθικῶν ἀρετῶν. τῆς δὲ διανοητικῆς τε καὶ οὕτως λογικῆς ψυχῆς, ἐπεὶ ἡ μέν ἐστι περὶ τὴν γνῶσιν τῶν ἀιδίων τε καὶ ἀεὶ ὁμοίως ἐχόντων, ἡ δὲ περὶ τὴν τῶν ἐνδεχομένων καὶ ἄλλως ἔχειν, ὧν τὸ μὲν πρῶτον ἐπιστημονικόν, τὸ δὲ δεύτερον λογιστικόν τε καλοῦμεν καὶ βουλευτικόν, ἔσται καὶ περὶ ἑκατέραν ἐνέργειαν τῶν εἰρημένων τό τε εὖ καὶ τὸ κατ’ ἀρετήν. ἔστι δὲ ἀρετὴ γνώσεως ἀλήθεια, ἡ δὲ καθ’ ἑκατέραν δύναμιν τῆς λογικῆς ψυχῆς ἀρετὴ περὶ τὴν τῆς ἀληθείας γνῶσιν ἔσται τῶν θεωρουμένων ὑπ’ αὐτῆς, ἡ μὲν περὶ τὰ βουλευτά τε καὶ ἐνδεχόμενα ἄλλως ἔχειν ἑπομένη τῇ ὀρθῇ ὀρέξει (ὴ γὰρ εὕρεσίς τε καὶ γνῶσις τῶν συντελούντων πρὸς τὰ ὀρεκτὰ τῇ ὀρθῇ ὀρέξει αἱρετή· τὴν τοιαύτην ἕξιν τε καὶ ἀρετὴν καλοῦμεν φρονῇσιν· ἡ γὰρ φρόνησις εὑρετικὴ τῶν πρὸς τὸν ὀρθὸν σκοπὸν συντελουσῶν πράξεων, διὸ καὶ τὴν φρόνησιν πρακτικὴν ἀρετήν φαμεν, ἐπεὶ ἡ γνῶσις αὐτῇ περὶ τῶν εἰς ὀρθότητα πράξεων συντελούντων), ἡ δὲ περὶ τὴν γνῶσιν τῶν ἀιδίων ἐνεργοῦσα ἔχει μὲν τὸ εὖ ἐν τῇ τῶν ἐν τούτοις ἀλητούτων 2 s. v. V 5 alt. δὲ om. a Sp. 8 μέσου sic V 9 δέδεικται VB Vict. Sp.: ἔτυχεν MLSFa 10 εἴη] εἴ V1 (corr. V² 11 τῶν in lit. V 12 ἡ om. a Sp. 17 αἱ περὶ V Vict. Sp.: περὶ V¹ SFa 26 μὲν om. a Sp. 29 ἡ δὲ B Vict. Sp.: ἡ δὲ V²: ἡ οὐ V¹F: ἢ σὺ S¹Μ: ἢ δὲ S2a: ἢ οὖ L 30 περὶ scripsi: ἐπὶ libri 33 τὴν δὲ τοιαύτην V² 36 αὐτῇ Schπart: αὐτη V¹: αὔτη V¹: αὐτὴ a Sp. 37 ante pr. τῶν 2—3 litt. erasae V θῶν εὑρέσει τε καὶ γνώσει οὖσα θεωρητική, ἀλλ’ οὐ πρακτική. οὐδὲν γὰρ τῶν ἐν τούτοις ἀληθῶν εἰς πρᾶξίν τινα τὴν ἀναφορὰν ἔχει, διό ἐστιν αὐτοῖς τέλος ἡ γνῶσις τῶν ἐν τοῖς ἀιδίοις ἀληθῶν, καὶ ἔστιν ἐν τούτοις τὸ μὲν εὖ τε καὶ ἀγαθὸν καὶ ἀληθές, ψεῦδος δὲ τὸ ἐν αὐτοῖς κακόν, ἣν ἀρετὴν ἐπιστήμην καλοῦμεν οὖσαν ἕξιν ἀποδεικτικήν. καὶ ἐπεὶ ἡ ἀπόδειξις διά τινων πρώτων τοῦ δεικνυμένου καὶ οἰκείων καὶ ἀληθῶν καὶ οὐκ ἐπ’ ἄπειρον ἐν αὐτοῖς τὸ πρῶτον, ἀλλ’ ἔστιν τι καὶ κυρίως ἐν αὐτοῖς πρῶτον, ἡ τοῦ οὕτως πρώτου γνῶσίς τε καὶ εὕρεσις νοῦς καλεῖται, σοφία δὲ ἡ ἄμφω ἔχουσα τήν τε τῶν ἀρχῶν εὕρεσιν καὶ τὴν διὰ τῶν ἀρχῶν τῶν μετ’ αὐτὰς εὕρεσίν τε καὶ δεῖξιν (ὥστ’ εἶεν ἂν πάλιν αἱ διανοητικαὶ ἀρεταί, οὖσαι τοῦ εὖ τοῦ ἐν ταῖς προειρημέναις ἐνεργείαις εὑρετικαί τε καὶ ζητητικαί, τὸ κυριώτατον τῆς εἰς εὐδαιμονίαν συντελείας ἔχουσαι τῷ τῶν κυριωτάτων δυνάμεων τῆς λογικῆς ψυχῆς τὰς ἐνεργείας τὸ εὖ παρὰ τούτων ἔχειν), τὴν μὲν ἀρχὴν λαμβάνουσα ἀπὸ τῆς εἰς εὐδαιμονίαν συντελείας, τὸ δὲ εἶναι ἔχουσα ἐν ταῖς καθ’ ἑκα τέραν λογικὴν δύναμιν ψυχῆς ἐνεργείαις, τοῦ εὖ τοῦ ἐν ταύταις ούσα εὑρετική τε καὶ ἀποδεικτική.

XXVI Ὅτι οὐ τὸ καλὸν τῆς ἡδονῆς χάριν αἱρετόν, ἀλλ’ ἡ ἡδονὴ τοῦ καλοῦ.

Ὁτιοὐ τὸ καλὸν τῆς ἡδονῆς χάριν αρετόν, ἀλλ’ ἡδονὴ τοῦ καλοῦ, δῆλον ἐκ τοῦ, εἰ ἦν τῆς ἡδονῆς χάριν αἱρετὸν τὸ καλόν, ὡς ἐκείνης μὲν οὔσης τέλους τε καὶ δι’ αὐτὴν αἱρετοῦ, ὡς ποιητικοῦ δὲ τῆς ἡδονῆς τοῦ καλοῦ τὸ αἱρετὸν ἔχοντος, ὁμοίως τῷ καλῷ τὸ αἰσχρὸν αἱρετὸν γίνεσθαι, ἐπεὶ καὶ τοῦτο ποιητικὸν ἡδονῆς. οἷς γὰρ τὸ αἱρετὸν ὡς ποιητικοῖς, τούτοις τὸ γινόμενον ὑπ’ αὐτῶν τῆς αἱρέσεως μέτρον. ἢ γὰρ οὐ χρὴ λέγειν γίνεσθαί τινας καὶ ἐπ’ αἰσχραῖς πράξεσιν ἡδονάς, ἀλλ’ ἐπὶ μόναις ταῖς καλαῖς, ἢ εἰ μὴ τοῦτο ἀληθές, αἱρετὸν ἔσται καὶ τὸ αἰσχρὸν ὁμοίως τῷ καλῷ, εἰ ἡ γινομένη ὑπ’ αὐτῶν ἡδονὴ τῆς αἱρέσεως αὐτῶν αἰτία. εἰ δὲ τοῦτο ἄτοπον, προξενοῦν ἡμῖν πᾶσαν πρᾶξιν αἰσχρὰν ὡς οὐδὲν ἔλαττον τῆς καλῆς αἱρετὸν ἢ καὶ μᾶλλον, εἰ μᾶλλον αὕτη καὶ πλείοσι παρασκευ- 3o ἄζει τὰς ἡδονάς, οὐδ’ ἂν τὸ καλὸν εἴη διὰ τὴν ἡδονὴν αἱρετὸν ὡς ἐκείνης ποιητικόν. εἰ δὲ δεῖ μὲν εἶναι ἢ διὰ τὴν ἡδονὴν τὸ καλὸν αἱρετὸν ἢ διὰ τὸ καλὸν τὴν ἡδονήν, μὴ ἔστι δὲ τὸ καλὸν διὰ τὴν ἡδονήν, εἴη ἂν ἡ ἡδονὴ τὸ αἱρετὸν παρὰ τοῦ καλοῦ λαμβάνουσα. οὐ γὰρ δὴ ταὐτὸν 4 ἀληθές VB¹L: καὶ ἀληθὲς τὸ Ma: ἀληθές, τὸ Vict.? Sp.: τὸ ἀληθὲς τὸ B² 6 δια V 7 τι] τις V1 (corr. V2) 14 εἴη ἂν οὖν ἡ ἀρετὴ add. ante τὴν S2B2a cf. 144,34 sqq. 19 ὅτι add. ante οὐ B Vict. Sp. ἡ add. SFa Sp. supra τοῦ] τούτου Vict. 20 χάριν] χάρ in lit. V 22 καλοῦ το sic V 24 μέτρον ⟨ον in lit.) BS² Vict?1 Sp. supra: μέτριον VS¹ Fa χρὴ add. VBaSp. supra: om. V¹ 27 ἢ εἰ a αὶρεσεωσ V 29 ἢ καὶ μᾶλλον om. Vict. Sp. εῖ] εἰ καὶ Vict. Sp. αὕτη scripsi: αυτη V: αὐτὴ Sp. cf.145,10 29. 30 παρασκευάζει Sp.: παρασκευάζοι libri cf. supra 30 οὐδ’ ἂν] οὐδὲν a ἡδονὴν] ονη in lit. V 31 εἶναι καὶ ἢ Vict. οἷόν τε λέγειν εἶναι τὸ καλόν τε καὶ τὴν ἡδονήν, ἐφ’ ὧν συνυπάρχει τε καὶ ἄμα ἐστὶν ἀλλήλοις. εἰ γὰρ εἴη ταὐτὸν αὐτοῖς τὸ εἶναι, ἀντιστρέφειν αὐτὰ ἀλλήλοις ἀνάγκη, ὡς πᾶν τὸ καλὸν ἐν τῷ καλὸν εἶναι καὶ τὸ ἡδὸ εἶναι ἔχειν, καὶ πᾶν τὸ ἡδὺ ἅμα τε ἡδὺ εἶναι καὶ καλόν. εἰ δὲ ψεῦδος τὸ λέγειν πᾶσαν ἡδονὴν εἶναι καλὸν τῷ μηδὲν ἔλαττον ὁρᾶν τὰς ἡδονὰς γινομένας ἐπ’ αἰσχραῖς ἐνεργείαις, οὐδ’ ἂν αἱ ἐπὶ ταῖς καλαῖς ἐνεργείαις ἡδοναὶ γινόμεναι αἱ αὐταὶ εἶεν ταῖς ἐφ’ αἷς γίνονται ἐνεργείαις. τὸ γὰρ ὁμοῦ μὲν λέγειν τὰς ἡδονὰς εἶναι μόνας δι’ αὐτὰς αἱρετάς, τῶν δ’ ἄλλων αἱρετῶν ἕκαστον ἐφ’ ὅσον εἰς ἡδονήν τι συντελεῖ, ἐπὶ τοσοῦτον καὶ τὸ αἱρετὸν ἔχειν, ὁμοῦ δὲ τὸ μὲν καλὸν αἱρετὸν εἶναι λέγειν ὡς ποιη- τικὸν ἡδονῆς, μηκέτι δὲ καὶ τὸ αἰσχρὸν φάσκειν αἱρετὸν γίνεσθαι διὰ τὴν γινομένην ἡδονὴν ὑπ’ αὐτοῦ, οὐχ ὁμολογούμενα λεγόντων, ἀλλ’ ἀπιθάνως ἀρνουμένων, οἷς συγχωροῦσιν διὰ τῶν αἱρέσεων οὕτως ἔχειν. οὐδεὶς γὰρ μὴ τοῦτον παρεσκευασμένος τὸν τρόπον οὕτως ἀτόπου προίσταται δόξης· τὸ γὰρ λέγειν τὰς μὲν ἐπὶ ταῖς καλαῖς ἐνεργείαις γινομένας ἡδονὰς εἰλικρινεῖς τε εἶναι καὶ ἀμίκτους ταῖς ἐναντίαις λύπαις, καὶ διὰ τοῦτο καὶ τὰς ποιητικὰς αὐτῶν ἐνεργείας ἔχειν τὸ αἱρετόν, τὰς δὲ ἐπὶ ταῖς αἰσχραῖς ὀλίγον ἐχούσας τὸ τέρπον πολλὰ ἔχειν καὶ πλείω τὰ λυποῦντα, διὸ μηδὲ τὰς ἐνεργείας εἶναι τὰς τοιαύτας αἱρετὰς οὔσας ποιητικὰς λύπης μᾶλλον ἢ ἡδονῆς, πῶς οὐ συνδιαιρούντων ἐπὶ ταῖς ἐνεργείαις ἐφ’ αἷς γίνονται τὰς ἡδονὰς καὶ οὐχ ὁμοειδεῖς φυλασσόντων; εἰ γὰρ αἱ μὲν ἐπὶ τοῖς καλοῖς τοιαῦται, αἱ δὲ ἐπὶ τοῖς αἰσχροῖς τοιαῦται, εἴη ἂν τὰ καλὰ καὶ τὰ αἰσχρὰ τῆς τῶν ἡδονῶν διαφορᾶς αἴτια· οὐ γὰρ ἀπὸ τῶν ἡδονῶν ταῖς ἐνεργείαις ἐστὶ τὸ αἱρετόν, ἀλλὰ ἀπὸ τῶν ἐνεργειῶν ταῖς ἡδοναῖς, αἷς γε διὰ ταύτας καὶ τὸ εἶναι τοιαύταις, καὶ εἶεν ἂν ἄλλαι μὲν τῷ εἴδει αἱ ἀπὸ τῶν καλῶν, ἄλλαι δὲ αἱ ἀπὸ τῶν αἰσχρῶν, εἴ γε πᾶσαι μὲν αἱ ἀπὸ τῶν καλῶν καθαραί τε καὶ ἄμικτοι καὶ μηδεμιᾶς μετανοίας ἢ λύπης αἴτιαι εἰδοποιούμεναι ταῖς τοιαύταις ἐνεργείαις, πᾶσαι δὲ αἱ ἀπὸ τῶν αἰσχρῶν μικταί τε καὶ ἐν μεταμελείᾳ. οὕτως δὲ ἐχουσῶν τῶν ἡδονῶν πρὸς τὰς ἐνεργείας πρόδηλον, ὅτι μὴ παρὰ τῶν ἡδονῶν ταῖς ἐνεργείαις τὸ αἱρετόν, ἀλλὰ παρὰ τῶν ἐνεργειῶν ταῖς ἡδοναῖς ταῖς μὲν τὸ αἱρετόν, ταῖς δὲ τὸ φευκτόν, εἴ γε φευκταὶ αἱ πλέον τοῦ ἥόοντος τὸ λυποῦν ἔχουσαι, τοιαῦται δὲ πᾶσαι αἱ ἐπὶ ταῖς αἰσχραῖς ἐνεργείαις.

XVII. Διὰ τί αἱ ἠ θικαὶ ἀρεταὶ με σότητες.

Ἤ ὅτι πᾶσα ἀρετή, οὖ ἂν ἢ ἀρετή, αὐτό τε εὖ ἔχον ἀποτελεῖ καὶ τὸ ἔργον αὐτοῦ εὖ ἀποδίδωσιν. τε γὰρ τοῦ ὀφθαλμοῦ ἀρετὴ τόν τε ὀφθαλμὸν 1 ὧν B2aSp. supra: V 3 pr. τὸ Sp.: τε libri 4 ἄμα] alt. α in lit. V 6 αἱ om. a Sp. 8 αἱρετάς s. v. (ἐρέτας in lit.) V 9 αἱρετῶν] αρετὸν a Sp. συντελεῖν a 10 μὲν] μ in lit. V 12 ἀλλ’ ἀπιθάνως SFaSρ.: ἀλλὰ πιθανῶς VD 18 τερπνόν a Sp. 19 οὔσας BS¹a Sp.: οὔσης VB²F 20 ἐνεργείαις] ις in lit. ς s. v. V 23 αἰτία a Sp. 27 αἰτίαι V 29 ἐνεργειασ (σ in lit.) V 33 ἐνέργειαι a Sp. 35 αὐτό τε] τότε a 36 αὑτοῦ Sp. σπουδαῖον ποιεῖ καὶ τὸ ἔργον αὐτοῦ· τῇ γὰρ τοῦ ὀφθαλμοῦ ἀρετῇ εὖ ὁρῶμεν. ὁ δ’ αὐτὸς λόγος καὶ ἐπὶ τῶν ἄλλων μορίων τοῦ σώματος. ἀλλὰ καὶ ἡ τοῦ ἵππου ἀρετὴ ἵππον τε σπουδαῖον ποιεῖ καὶ ἀγαθὸν δραμεῖν καὶ ἐνεγκεῖν ἐπιβάτην καὶ μεῖναι τοὺς πολεμίους· ὁ δ’ αὐτὸς λόγος καὶ ἐπὶ τῶν ἄλλων ζύων ἑκάστου. ἀλλὰ καὶ ἐπὶ τῶν τεχνῶν τε καὶ ἐπιστημῶν οὕτως ἔχει· τῇ γὰρ τῆς γυμναστικῆς ἀρετῇ τό τε σῶμα τῶν ἀνθρώπων εὖ ἔχον γίνεται καὶ τὰς οἰκείας ἐνεργείας εὖ ἀποδίδωσιν. ὁ δ’ αὐτὸς λόγος καὶ ἐπὶ ἰατρικῆς· τῇ γὰρ ταύτης ἀρετῇ ὑγιαίνομέν τε τὰ σώματα καὶ τὰς ὑγιεινὰς ἐνεργείας ἐνεργοῦμεν. ὁμοίως ὁ λόγος καὶ ἐπὶ οἰκοδομικῆς καὶ ἐπὶ πλαστικῆς καὶ ἐπὶ τεκτονικῆς καὶ ἐπὶ πασῶν τῶν τεχνῶν. ὄντος δὲ ἀληθοῦς τοῦ πᾶσαν ἀρετήν, οὖ ἂν ἢ ἀρετή, αὐτό τε εὖ ἔχον ἀποτελεῖν καὶ τὸ ἔργον αὐτοῦ εὖ ἀποδιδόναι, δῆλον ὡς καὶ τοῦ ἀνθρώπου ἡ ἀρετὴ εἴη ἄν, ἀφ’ ἦς αὐτός τε ὁ ἄνθρωπος εὖ ζξει καὶ τὸ ἔργον τὸ οἰκεῖον ὡς ὅτι ἄριστον ἀποδίδωσιν. τί ποτ’ οὖν ἐστι τοιοῦτον, ἐφεξῆς ἰδεῖν· τὸ γὰρ εὑρεθὲν εἴη ἂν ἡ ἀρετή. ἐπεὶ τοίνυν ὁρῶμεν ἐν παντὶ ποσῷ καὶ πρόσθεσιν καὶ ἀφαίρεσιν δεχομένῳ τὸ μὲν ὑπερβάλλον καὶ τὸ ἐλλεῖπον ἐν αὐτοῖς φευκτέα ὄντα, τὸ δ’ ἴσον καὶ τὸ σύμμετρον καὶ μέσον αἱρετά τε καὶ ἐν αὐτῷ τὴν οἰκείαν ἀρετὴν ἔχοντα (ἐπί τε γὰρ τῆς τῶν σωμάτων εὐεξίας τε καὶ ἀρετῆς τοῦ σώματος τὰ μὲν ὑπερβάλλοντα καὶ ἐνδέοντα γυμνάσια καὶ γενέσθαι κωλύει τὴν εὐεξίαν καὶ φθείρει γενομένην, τὰ δὲ σύμμετρά τε καὶ μέσα καὶ σώζει καὶ ποιεῖ· ἀλλὰ καὶ τὴν ὑγείαν τὰ μὲν ὑπερβάλλοντά τε καὶ ἐνδέοντα σιτία διαφθείρει, σώζει δὲ οὖσαν καὶ μὴ οὖσαν ποιεῖ τὰ μέσα τε καὶ σύμμετρα· ἀλλὰ καὶ ἐπὶ πλαστικῆς ἰδεῖν ἔστιν ἐν, τῇ φυλακῇ τῆς ὑπερβολῆς τε καὶ ἐλλείψεως ὂν τὸ γινόμενον κατ’ ἀρετὴν ὑπ’ αὐτῆς· ὡς δὲ ἐπὶ τούτων, οὕτως δὲ καὶ ἐπὶ τῶν ἄλλων πάντων ἔχει, ἔστιν δὲ καὶ ἡ ήθικὴ ἀρετὴ περὶ πάθη τε καὶ πράξεις, ἃ καὶ πρόσθεσιν καὶ ἀφαίρεσιν δέχεται), δῆλον οὖν ὡς εἴη ἂν κατὰ τὰ αὐτὰ καὶ ἡ περὶ αὐτὰ ἀρετὴ ἐν μεσότητι τούτων. ὥσπερ δὲ ἐπὶ τῶν ἄλλων τὸ μέσον ὡρίζετο ὑπὸ τοῦ κατὰ τὴν τέχνην λόγου, οὕτως καὶ ἐπὶ τῶν παθῶν τε καὶ τῶν πράξεων εἴη ἂν ὁριζόμενον τὸ μέσον τε καὶ σύμμετρον ὑπὸ φρονήθεσιν τε καὶ τοῦ ὀρθοῦ λόγου, καθ’ ὃν ὁρισθέντα τε καὶ πραττόμενα τὸ ἐν τῷ εὖ ἄκρον ἔχοι. διὸ καί φαμεν εἶναι λόγον τῆς ἠθικῆς ἀρετῆς ἕξιν προαιρετικὴν τῆς μεσότητος τῆς πρὸς ἡμᾶς. τῆς περὶ τὰ πάθη 1 αὑτοῦ Sp. 4 ἐπιβάτην] supr η lit. V καὶ ἐπὶ-5 ἀλλὰ om. a (Vict. suppl., sed falso post λόγος (8), quod perspesit Sp.) 5 ζῴων ἄλλων Vict. Sp. 9 ὁμοίως] ὅμοιος Sp.: ὁμοίοις a: ὁμοῖος Vict.v 9.10 οἰκοδομικῆς] κ in lit. V 10 pr. ἐπὶ om. aSp. 11 τε om. aSp. 13 ἀφ’ ὧν B1 14 ἀποδίδωσιν V¹SFa Sp.: ἀποδώσει B : ἀποδώσειν V² 16 δεχομένων V¹ (cor. V² 17 ἐν] ὃν Sp. φευκταῖα V1 (corr. V²) τὸ μέσον a Sp. 18 αὑτῷ Sp.: αὐτ] V²: τῷ V¹Sa: ἴσως εὖ aut potius ἐν αὐτῷ’’ Vict. 20 τὴν] τ in lit. V γενομένην Sp.: γινομένην libri 25 alt. δὲ om. a Sp. 26 pr. καὶ om. a ἠθικὴ] ή s. v. V Vict.?: ὃ libri 27. 28 κατὰ ταῦτα καὶ περὶ ταῦτα coni. Sp. 28 τὰ αὐτὰ SFa Sp. 31 τὸ post εὖ coll. Sp. falso, cf. 15522 et Arist. Nic. Eth. II, 6. 1107a8 33 προαιρετικὴν Vict.?: διαιρετικὴν διὰ libri cf. l. c. 1106b  36 τε καὶ τὰς πράξεις, τῆς ὡρισμένης τῷ ὀρθῷ λόγῳ, τοῦ ἐν τοῖς ἄκροις εὖ τε καὶ καλοῦ τυγχάνουσαν. ὅτι δὲ οὕτως ἔχει, δῆλον ἑκάστην τῶν ἠθικῶν ἀρετῶν προχειριζομένοις. ἥ τε γὰρ ἀνδρεία τὰς ὑπερβολὰς τοῦ τε θάρρους καὶ τῶν φόβων, ὁμοίως δὲ καὶ τὰς ἐλλείψεις φυλασσομένη τοῦ ἐν τούτοις εὖ τυγχάνει· τῶν δὲ περὶ τὰς ὑπερβολάς τε τούτων καὶ τὰς ἐνδείας ἕξεων ἡ μέν ἐστι θρασύτης, ἡ δὲ δειλία, κακία οὖσα αὐτῶν ἑκατέρα. ἀλλὰ καὶ ἡ σωφροσύνη τοῦ αὐτοῦ περὶ τὰς σωματικάς τε καὶ δι’ ἁφῆς γινομένας ἡδονάς τε καὶ λύπας τυγχάνει. φυλαττομένη μὲν τὰς κατὰ ταῦτα ὑπερβολάς τε καὶ ἐνδείας, αἱρουμένη δέ τι κατὰ τὸν ὀρθὸν λόγον μέσον ἐν αὐταῖς, τῶν δὲ ἐν ταῖς ὑπερβολαῖς τούτων καὶ ἐνδείαις  ἕξεων ἡ μὲν κατὰ τὴν ὑπερβολὴν ἀσωτία, ἡ δὲ κατὰ τὴν ἔνδειαν ἀναισθησία. ὁμοίως δὲ καὶ ταῖς ἕξεσιν ταύταις ἔχουσιν καὶ περὶ τὰς ἄλλας πράξεις καὶ τὰ ἐν αὐταῖς πάθη αἴ τε ἀρεταὶ μεσότητες οὖσαι καὶ αἱ κατὰ τὰς ὑπερβολάς τε καὶ τὰς ἐνδείας κακίαι.

Τὧν δὲ οὐ φασκόντων τὰς ἀρετὰς εἶναι μεσότητας ἢ δι’ ἄγνοιαν τῶν εἰρημένων ἢ διὰ φιλοτιμίαν τοῦ καὶ πρὸς τοῦτο δοκεῖν τι λέγειν οἱ μὲν οὐ φάσκοντες δύνασθαι μεσότητα τὴν ἀρετὴν εἶναι διὰ τὸ δεῖν μὲν τὸ μέσον ὁρίζεσθαι τοῖς ἄκροις καὶ ἀπὸ τούτων ἴσον ἀφεστάναι, μὴ εἶναι δὲ μήτε ἐν τοῖς πάθεσιν μήτε ἐν ταῖς πράξεσιν μήτε τὰς ὑπερβολὰς μήτε τὰς ἐνδείας ὡρισμένας, οὔτε γὰρ ἡ τοῦ θαρρεῖν ἀμετρία μέχρι τίνος πρόεισιν, ἐστὶν ὡρισμένον, οὔτε ἡ τοῦ φοβεῖσθαι· πρὸς δὴ τούτους λέγοιτο ἂν, ὅτι μὴ ἐνόησαν τὸ ἐν τῷ ὁρισμῷ προσκείμενον τῇ μεσότητι, ἔστι δὲ τοῦτο τὸ πρὸς ἡμᾶς’, καίτοι σαφῶς αὐτὸ διορίσαντος Ἀριστοτέλους καὶ δείξαντος, ὅτι τὸ μὲν πρὸς τὸ πρᾶγμα μέσον δεῖται τοῦ τῶν ἄκρων ὅρου, εἴ γε τὸ οὕτως μέσον ἴσον ἀπέχει τῶν ἄκρων, τὸ δὲ πρὸς ἡμᾶς μέσον οὔτε ἂν ἦν καὶ τὸ αὐτὸ πᾶσιν οὔτε εὑρίσκεται ἐν τῇ ἴσῃ τῶν ἄκρων ἀποστάσει. τοὐναντίον γὰρ ἡ εὕρεσις τοῦ οὕτω μέσου γνωρίμους ἐποίει καὶ τὰς ἐφ’ ἑκάτερα ἐκβάσεις τοῦ μέσου. ὡς γὰρ ἐπὶ τῶν τεχνῶν ὁρισθὲν τὸ καθ’ ἕκαστον τῶν εἰρημένων μέσον τε καὶ σύμμετρον τῷ τῆς τέχνης λόγῳ τὰς ἐκτροπὰς καὶ παραβάσεις δείκνυσιν τὰς ἐφ’ ἑκάτερα τοῦ μέσου, οὕτως δὲ ἔχει καὶ ἐπὶ τῶν παθῶν τε καὶ πράξεων. ὁρισθὲν γὰρ τὸ κατ’ αὐτὴν 1 τοῖς] αὐτοῖς V¹ (corr. V²) 2 ἔχοι a προχειριζομένοις FSa Sp.: προχεριομένη (supr η lit.) V: προχειριομένης sic B1 4. 5 φυλασσομένη V² Vict.? Sp.: φυλασσομένης V¹SL (ex corr) Fa 5 ἐν VBI Vict.?: ἐκ S2: εὖ GF MS1 a Sp. εὖ τυγχάνει V: ἐντυγχάνει G¹FLMS¹a Sp.: εὐτυγχάνει G²S²: τυγχάνει Vict. 6 ἕξεων Vict. Sp.: ἐξ ὧν libri δειλία in lit. V 8 φυλάττομεν ἡ a 9 κατ’ αὐτὰ a ἐνδείας] ἀνδρείας B1 αροῦμεν ἡ a 11 ἕξέων] ἐξ ὧν a 12 pr. καὶ om. Sp. 16 τοῦ Vict. Sp.: τῷ VS¹ B¹ FG: τούτῳ SB²a τι corr. ex τε V2 21 τούτοις a 25 ἒν ἦν V²BFΜ Vict.?: ἐνῆν V¹: ἐνην G: ἔνην b: εὗ ἦν Sa: ἦν Vict.: ἓν Sp., qui confert Arist. Eth. Nic. 1106a30 26 ἴσῃ] ισ in lit. V 26. 27 τοὺ ναντίον (ante ν pr. lit. 1 litt. V 27 γνωρίμους S2: γνωρίμου VFLΜS2: γνω- ρίμου γεγονότος man. rec. VBS¹a Sp. 28 ὁρισθὲν τὸ V²S²Ba Sp.: ὁρισθέντος V¹FGS¹M1 31 πράξεων] ων in lit. V σύμμετρον ἑκάστῳ ὑπὸ τῆς φρονήσεως καὶ τοῦ κατ’ αὐτὴν λόγου πάσας τὰς τούτου παραβάσεις ποιεῖ γνωρίμους, οὐδὲν δεομένη τῆς προσόδου τῆς ἐπὶ τὰ πέρατα αὐτῶν, ἀλλ’ αὐτόθεν κωλύουσα αὐτὰς τῷ ταῖς πρώταις αὐτῶν ἐκτροπαῖς ἐνίστασθαι ταῖς γινομέναις παρὰ τὸ μέσον τε καὶ σύμμετρον.

Ἀλλὰ καὶ ὁ λέγων μὴ εἶναι τὴν ἀρετὴν μέσην δύο κακιῶν τῶν ἑκατέρωθεν αὐτῆς, μὴ γὰρ ἕπεσθαι αὐτῇ κακίαν ἐναντίαν τῷ τὸ μὲν μέσον μηδετέρου τῶν ἐφ’ ἑκάτερα τῶν ἄκρων πλεῖστον ἀφεστάναι, ἐναντία δὲ εἶναι τὰ ἐν τῷ αὐτῷ γένει πλεῖστον ἀλλήλων διεστῶτα, οὐδὲ οὗτος εἴη ἂν κινῶν τι τῶν κειμένων. εἰ μὲν γὰρ ἦν ἡ ἀρετὴ αὐτὰ τὰ μέσα πάθη καὶ αὐταὶ αἱ μέσαι πράξεις, ἔλεγον ἄν τι. νῦν δ’ οὐ ταῦτα ἡ ἀρετή, ἀλλὰ περὶ ταῦτα. τὸ δὲ εἶναι αὐτῇ ἀρετῇ ἐν τῷ ὡρίσθαι τῷ ὀρθῷ λόγῳ καὶ συμμετρίᾳ τὸ εἶναι ἔχειν, ταῖς δὲ ὑπερβολαῖς καὶ ἐνδείαις τὸ κακίαις εἶναι παρά τε τοῦ ἡμαρτημένου λόγου καὶ τῆς ἀσυμμετρίας, καθ’ ὅσον ἡ μὲν κατὰ τὸν ὀρθὸν λόγον ἃ πράττει πράττει, καὶ ἔστιν ἐν συμμετρίᾳ, ἡ δὲ κατὰ τὸν ἡμαρτημένον λόγον, καὶ ἐν ἀσυμμετρίᾳ ἡ ἐναντίωσις αὐταῖς, ἐπεὶ κατά γε αὐτὰ τὰ πάθη καὶ τὰς πράξεις καὶ τὸ ἐν τούτοις ποσὸν αἱ ἔνδειαι ταῖς ὑπερβολαῖς εἴρηνται ὑπ’ αὐτοῦ εἶναι ἐναντίαι.

Καὶ ὁ λέγων δὲ μὴ εἶναι τὴν ἀρετὴν μεσότητα, δεήσειν γὰρ τὸν τὴν ἀρετὴν ἔχοντα τὸ μέσως εὖ μετιέναι, ἀλλ’ οὐ τὸ ἄκρως, οὐδ’ οὗτος δὴ νοήσας τὰ εἰρημένα λέγει. εἴρηται γάρ, ὅτι ἐστὶν ἡ περὶ τὰ πάθη καὶ τὰς πράξεις μεσότης κατὰ τὸν προειρημένον τρόπον ἐν τῷ εὖ ἀκρότης. ἄκρως γὰρ εὖ ἔχει τὸ γινόμενον ἐν ἐκείνοις μέσως τε καὶ συμμέτρως. οὐδὲν γὰρ κωλύει τὸ ἄκρων τινῶν ἐν μεσότητι ἄκρον τινῶν εἶναι. διὸ ἄτοπος καὶ ὁ λέγων, εἰ ἡ ἀρετὴ ἀκρότης ἐστὶ ψυχῆς λογικῆς, μὴ δύνασθαι αὐτὴν εἶναι μεσότητα τῷ μὴ οἷόν τε εἶναι ταὐτὸν ἅμα ἄκρον τε εἶναι καὶ μέσον. εἰ μὲν γὰρ τοῦ αὐτοῦ τις ἠξίου, ἔλεγον ἄν τι, ἐπεὶ δὲ οὐ τοῦτο λέγεται, εἶεν ἂν αἰτιώμενοι τὰ ἀναίτια.

Aλλ’ οδδὲ ὁ λέγων, εἰ ἡ ἀρετὴ μέση δύο κακιῶν, εἴη ἂν καὶ συγκειμένη ἐκ τούτων τῷ τὰ μέσα τῶν ἐναντίων ἐκ τῆς μίξεως τῶν ἐναντίων ἔχειν τὴν σύστασιν, ὡς ἐπὶ χρωμάτων καὶ ὀσμῶν καὶ χυμῶν αὐτὸς ἐν τῷ Περὶ αἰσθήσεως εἴρηκεν, οὐδ’ οῦτος δὴ ἅπτεταί τινος τῶν κειμένων. οὐ γὰρ εἰ τὰ προειρημένα τοιαῦτα, ἤδη καὶ πάντα μέσα ἐναντίων τινῶν ἐκ τῆς ἐκείνων μίξεως τὸ εἶναι ἔχει. οὐδὲ γὰρ τὸ κατὰ ποσότητά τινα μέσον ἐκ τῶν ἐναντίων ἔχει τὴν σύστασιν, ἀλλὰ πᾶν τοὐναντίον ἐν τῇ πρὸς τὰ 1 ἕκαστον coni. Sp. 2 προόδου V 8 alt. τῶν del. V2 11 αὐταὶ B2Sa Sp.: αὗταί VFB ἔλεγεν coni. Sp. νῦν B²MS²a Sp.: εἰ VB¹ S¹FL 12 αὕτη ἀρετή a 13 συμμετρία V 15 ἐν om. a 18 ἐναντίαι a: ἐναντία V 19 δεήσει a Sp. 20 τὸ μέσως Schwartz: τῷ μέσῳ libri (⟨οὐ⟩ τῶ μέσῳ ⟨τὸ⟩ εὑ μ., ἀλλὰ τῷ ἄκρῳ coni. Sp.) τῷ ἄκρως B2 Vict.? M1 οὐδ’] ἀλλ’ a μὴ δὴ a: μὲν δὴ Sp. 22 τὰς s. v. V 23 ἃ μέσως a: ἀμέσως FL 24 ἄκρων] ἄκρον a Sp. ἄκρον] ἄκρων V¹ (corr. V2) a 26 ταὐτὸν εἷναι a Sp. alt. ἕναι om. a Sp. 31 αὐτὸς] τοῖς S¹F: οἶς S²a 31. 32 ἐν τῷ lIερὶ αἰσθήσεως] De,sensu c. 4. 441 b 14 34 οὐδὲ V2B: οὐδὲν V¹F a Sp. ἄκρα ἀποστάσει τὸ εἶναι αὐτοῖς μέσοις. ἐπί τε γὰρ τῶν κατὰ τὰς τέχνας γινομένων τὸ μέσον τε καὶ σύμμετρον οὐκ ἐκ τῆς συνθέσεως τοῦ τε ὑπερβάλλοντος καὶ τοῦ ἐνδέοντος, ἀλλ’ ἐν τῇ φυγῇ τούτων. οὐ γὰρ ἐκ μίξεως τῶν ὑπερβαλλόντων καὶ ἐνδεόντων γυμνασίων εὐεξία, καίτοι οὔσα ἐν μεσότητι αὐτῶν· ἀλλ’ οὐδὲ ἡ ὑγεία τοῦτον γίνεται τὸν τρόπον· ἀλλ’ οὐδὲ ἡ πλαστικὴ τὰς ὑπερβολὰς καὶ τὰς ἐνδείας συντίθησιν. οὐδὲ τὸ κέντρον δὲ τοῦ κύκλου ἐκ μίξεως τούτων ἐστὶν ὧν ἀφέστηκε πλεῖστον, ἀλλ’ οὐδὲ τὰ μεταξὺ τῶν τε ἀγαθῶν καὶ τῶν κακῶν ἐξ ἐκείνων μέμικται. ἀλλ’ οὐδὲ γτὸ.πχφκόπτοντα συγκεῖσθαι ἐκ κακίας τε καὶ ἀρετῆς φήσαι τις ἄν.

0ὑδὲ ἐκεῖνο ὑγιὲς τὸ λέγειν, εἰ μεσότης ἡ ἀρετή, δεήσει ἀπὸ τῆς ἐνδείας εἰς τὴν ὑπερβολὴν προιόντα πρῶτον ἐν ἀρετῇ γενέσθαι. εἰ μὲν γὰρ ἦν τὰ μέσα πάθη καὶ αἱ μέσαι πράξεις αἱ ἀρεταί, ἴσως ἄν τι ἦν λεγόμενον, εἰ δ’ ἐστὶν ἡ ἀρετὴ ἐν τῷ ὡρίσθαι ταῦτα τῷ ὀρθῷ λόγῳ, οὐ πάντως ὁ ἐν μέσῳ πάθει τινὶ γενόμενος ἤδη γίνεται ἐν αὐτῷ ὡς κατὰ τὸν ὀρθὸν λόγον αὐτὸ πάσχειν ἢ τὴν μέσην πρᾶξιν πράττειν ὁμοίως. οὐδὲ ἄλλως δὲ τοῦτο τοῦτον ἐπὶ πάντων συμβαίνει τὸν τρόπον. οὐ γὰρ ἐκ τοῦ δι’ ὑπερβολήν τινος τῶν μερῶν αἴσχους εἰς τὸ κατ’ ἔνδειάν τε καὶ ἔλλειψιν μεταβάλλον πρῶτον γίνεται κάλλος.

Ἄτοπον δὲ καὶ τὸ λέγειν, καθ’ ὓς μεσότητες αἱ ἀρεταί, κατὰ τούτους γίνεσθαι καὶ κακίας μέρος ἀρετήν· τῆς γὰρ θρασύτητος εἰ τὸ ὑπερβάλλον ἀφαιρεθείη, τὸ καταλειπόμενον αὐτῆς μέρος ἀνδρεία ἂν εἴη· ἀλλὰ καὶ τῆς ἀνδρείας εἰ ἀφαιρεθείη μέρος τι, καθ’ ὃ τῆς δειλίας ὑπερέχει, γίνεσθαι τὸ καταλειπόμενον αὐτῆς μέρος δειλίαν. ἱκανῶς γὰρ περὶ τούτων καὶ αὐτὸς εἶπεν, δεικνὺς ὅτι πᾶν τὸ τῆς κακίας μέρος κακία, καὶ πᾶν ἀρετὴ τὸ τῆς ἀρετῆς. ἢ γὰρ οὐ ταῦτα ἦν τὰ λυόμενα διὰ τῆς λέξεως τῆς· οὐ πᾶ κα δὲ ἐπιδέχεται πρᾶξις οὐδὲ πᾶν πάθος τὴν μεσότητα· ἔνια γὰρ εὑ θὺς ὑνόμα σται συνειλημμένα με τὰ τῆς φαυλότητος, οἰον ἐπι χαιρεκακία ἀναισχυντία φθόνος, καὶ ἐπὶ τῶν πράξε ων μοιχεία κλοπὴ ἀνδροφονία. πάντα γὰρ ταῦτα καὶ τὰ τοι οῦτα ψέγεται τῷ φαῦ ῦλα εἶναι, ἀλλ’ οὐχ αἱ ὑ περβολαὶ αὐτῶν οὐδὲ ἐλλείψεις. οὐκ ἔστιν οὖ ν οὐ δέ ποτε πε ρὶ αὐτὰ κατορθοῦν, ἀλλ’ ἀεὶ ἁμαρτάνειν, οὐδέ ἐστι τὸ εὖ ἢ μὴ εὖ περὶ τε τὰ τοιαῦτα ἐν τῷ ἣν δεῖ καὶ ὅτε καὶ ὡς μοιχεύειν, ἀλλ’ πλῶς ποιεῖν ὁτιοῦν τούτων ἁμαρτάνειν ἐστίν. ὅμοιον καὶ τὸ ἀξιοῦν περὶ τὸ ἀδικεῖν καὶ δειλαίνειν καὶ ἀκολα σταίνειν με σότητα εἶναι καὶ ὑ περβολὴν 9 φήσει V1 (corr. V²) 10 δεήσειν Schwartz 13 ἡ om. Sp. ὡρίσθαι] αι in lit. V 14 γινόμενος a Sp. 17 ἔνδειαν] α in lit. V 19 αἱ ἀρεταί] αρεταί a 20 εἰς τὸ a 21 ἀφαιρεθείη] εί in lit. V καταλιπόμενον V (corr. V) item v. 23 25 τὰ del. Sp. λυόμενα] λεγόμενα Vict.? M λέξεως] Eth. Nic. , 6. 1107a8 28 ἐπιχαιρεκακίαι V 29 πάντα ἀ in lit.) V 30 ψέγεται scripsi cum Arist. vulg.: λέγεται libri τῷ αὐτὰ φαῦλα Vict. ex Arist. vulg. οὐχ αἱ Vict. ex, Arist.: οὐ καὶ libri: οὐ καὶ Schwartz οὐδὲ VM: ἀλλ’ οὐδὲ LSa: οὐδὲ αἱ Vict. ex Arist. 32 ἁμαρτάνει a ἢ μὴ V² Vict.? Sp.: εἰ μὴ Sa: μὴ VS¹L51 τε del. V²: om.B Arist. 33 ἣν B2 in lit. Vict.? ἦν libri ἀπλῶς τὸ ποιεῖν Vict. ex, Arist. 34 ὅμοιον οὖν Vict. Sp. ex Arist. καὶ περὶ Arist. εἶναι μεσ. Arist. καὶ ἔλλειψιν· ἔσται γὰρ οὕτως γε ὑπερβολῆς καὶ ἐλλείψεως μεσότης καὶ ὑπερβολῆς ὑπερβολὴ καὶ ἔλλειψις ἐλλείψεως. ὥσπερ δὲ σωφροσύνης καὶ ἀνδρείας οὐκ ἔστιν ὑπερβολὴ καὶ ἔλλειψις διὰ τὸ τὸ μέσον εἶναί πως ἄκρον, οὕτως οὐδὲ ἐκείνων μεσότης οὐδὲ ὑπερβολὴ καὶ ἔλλειψις, ἀλλ᾿ ὡς ἂν πράττηται ἁμαρτάνεται. ὅλως γὰρ οὔτε ὑπερβολῆς καὶ ἐλλείψεως μεσότης ἐστίν, οὔτε μεσότητος ὑπερβολὴ καὶ ἔλλειψις. διὰ γὰρ τούτων οὐ μόνον τὴν προειρημένην λέλυκεν ἀπορίαν, ἀλλὰ καὶ πάντα τὰ πρὸς τὴν δόξαν ἀπορεῖσθαι δυνάμενα.

XXVIII. Πότερον ὡς γένος ἢ ὡς ὅλον τῶν ἀρετῶν ἡ ἀρετή.

Ἐπεὶ τοῖς μὲν ὡς γένος τῶν ἀρετῶν τὴν ἀρετὴν κατηγορεῖσθαι λέγουσιν εἵπετο ἄτοπον τὸ μιᾶς ἀναιρουμένης ἀναιρεῖσθαι πάσας (τῆς γὰρ φρονήσεως ἀναιρεθείσης οὐδ᾿ ἄλλην οἷόν τε ἔχειν ἀρετήν, οὐχ οὕτως ὀὲ τὸ γένος ἔχει πρὸς τὰ εἴδη, ὡς ἑνὸς εἴδους ἀναιρέσει συναναιρεῖσθαι αὐτό τε καὶ τἆλλα εἴδη), τοῖς δὲ ὡς ὅλον μερῶν εἴπετο τὸ μὲν ὅλον τῶν μὴ ὁμοιομερῶν αὐτῷ μερῶν μὴ κατηγορεῖσθαι συνωνύμως (οὐ γὰρ κατὰ τῆς κεφαλῆς τοῦ ἀνδριάντος ὁ ἀνδριὰς καὶ ὁ λόγος αὐτοῦ· οὐσῶν δέ γε τῶν ἀρετῶν διαφερουσῶν ἀλλήλων ἡ ἀρετὴ κατὰ πασῶν συνωνύμως κατηγορεῖται) ἢ εἰ τὸ ὅλον τὸ ὁμοιομερὲς τῶν μερῶν συνωνύμως κατηγορεῖται, πᾶσαι δὲ αἱ ἀρεταὶ ὅμοιαι ἀλλήλαις, εἴ γε ἣν ἂν λάβης ὡς τελείαν, ὁμοίως ἐκ πασῶν μέμικται, εἴη ἂν ὡς ὁμοιομερὴς ὅλη κατηγορουμένη ἑκάστης συνωνύμως. ὁ γὰρ ἔχων τὴν τελείαν ἀρετὴν ὁμοίως πάσας ἔχει, ἔχων δὲ ὁμοίως πάσας λέγεταί ποτε μὲν κατ᾿ ἀνδρείαν, ποτὲ δὲ κατὰ σωφροσύνην ἐνεργεῖν τῷ περὶ ἃ ἰδίως ἐστὶν ἡ σωφροσύνη, περὶ ταῦτα ἁπάσαις ὁμοίως ἐνεργεῖν. ὡς γὰρ ἐν τοῖς σώμασιν τοῖς ἐκ διαφερόντων μιγνυμένοις τινῶν τὸ μιχθὲν ὁμοιομερὲς πάντῃ γίνεται, οὕτως καὶ ἐπὶ τῶν ἕξεών τε καὶ τῶν ἀρετῶν γίνεται. αἱ γὰρ διαφέρουσαι ἀλλήλων ἀρεταὶ τῷ τήνδε μὲν αὐτῶν περὶ τάδε τινὰ εἶναι, τήνδε δὲ περὶ τάδε (ὡς ἔχον ἐπὶ τῶν φυσικῶν ἀρετῶν ὁρῶμεν· αὗται γὰρ ἐν τῇ τελειώσει, ἣ γίνεται ἐν τῇ ἑκάστης αὐτῶν πρὸς τὰς ἄλλας μίξει), τὸ πᾶν ὁμοιομερὲς ποιοῦσιν, ὡς γίνεσθαι μὲν δοκεῖν καθ᾿ ἑκάστην αὐτῶν ἐνέργειαν, ὅταν περὶ ταῦτα γίνηται, περὶ ἃ ἦν τῇ ἀτελεῖ τε καὶ φυσικῇ ἀνδρείᾳ φέῤ εἰπεῖν τὸ εἶναι· οὐ μὴν κατ᾿ ἐκείνην μόνην ἐνεργεῖ περὶ αὐτά, ὧν διὰ τὴν τοιαύτην μῖξιν 1 ἐλλείψειν V 4 τὸ τὸ] τὸ a Sp. 5 καὶ] οὐδὲ a Sp. 6 ἐλλείψεως καὶ ὑπερβολῆς a Sp. 7 οὐ] ὑ in lit. V 10 ⟨ἢ⟩ ὡς γένος Sp. 11 ante ἐπεὶ titulum iterat B, cui B2 verb praemittit εἰκότως ζητεῖται 14 ἔχει πρὸς] ἔχειν πρὸς a Sp. 15 ὡς ὅλον VBS (scil. τὴν ἀρετὴν): τὸ ὡς ὅλον F: τὸ ὡς ὅλων a Sp. εἵπετο τῶν μὲν a 19 fortasse ⟨μήτε ὡς γένος μήτε ὡς ὅλον δεῖ κατηγορεῖσθαι⟩. ἢ εἰ 20 τελείαν B2: τελείων VFB¹: τελειῶν a: τελεία coni. Sp. 21 μέμικται (μέμεικται?) Schwartz: δέδεικται VFB1S1 Vict.: σύγκειται S2B2a Sp. 22 ἔγει SBFa Sp.: ἔχειν V 24 πάσαις a Sp. 26 παντὶ a Sp. 27 τήνδε (τῆν δὲ V)] τὴν a Sp. 28 τάδε V2F Vict. Sp.: τῆν δὲ V¹Sa τήνδε δὲ] τὴν δὲ δὴ Vict. Sp. 29. 30 ἑκάστης] ἑκάστῃ a Sp. 30 μίξει scripsi: μίξεις libri ὁμοίων οὐσῶν ἀλλήλαις εἰκότως ἡ ἀρετὴ συνωνύμως κατηγορεῖται· ταύτας γὰρ καὶ κυρίως ἀρετάς φαμεν.

XXIX Ἄλλης λέξεως ἐξήγησις ἐκ τοῦ τρίτου τῶν ικομαχείων Ἠθικῶν Ἀριστοτέλους, δι’ ἧς δείκνυται, ὅτι καὶ αἱ κακίαι ταῖς ἀρεταῖς ὁμοίως ἐφ’ ἡμῖν.

Ἓἰ δέ τις λέγοι ὅτι πάντες ἐφίενται τοῦ φαινομένου ἀγα θοῦ, τῆς δὲ φαντα σίας οὐ κύριοι, ἀλλ’ οἷός ποθ’ ἕκαστός ἐστι, τοιοῦτον καὶ τὸ τέλος φαίνεται αὐτῷ· εἰ μὲν οὖν ἕκαστος τῆς ἕξεως αὐτῷ ἐστί πως αἴτιος, καὶ τῆς φαντασίας ἔσται πως αὐτὸς αἴτιος, εἰ δὲ μηδεὶς αὑτῷ αἴτιος τοῦ κακὰ ποιῖν , ἀλλ’ ἢ δι’ ἄγνοιαν τοῦ τέλους ταῦ τα πράττει, διὰ τούτων οἰόμενος αὑτῷ τὸ ἄριστον ἔσεσθ αι. ἡ δὲ τοῦ τέλους ἔφεσις οὐ κ αὐθαίρετος, ἀλλὰ φῦναι δεῖ ὥσπερ ὄψιν ἔχοντα, ἢ κρινεῖ καλῶς καὶ τὸ κατ’ ἀλήθειαν ἀγα θὸν αἱρή σεται, κ αὶ ἔστιν εὐ φυὴς ᾧ τοῦτο καλῶς πέφυκεν· τὸ γὰρ μέγιστον καὶ κάλλιστον, καὶ ὃ παρ’ ἑτέρων μὴ σἷόν τε λαβεῖν μη δὲ μαθεῖν, ἀλλ’ οἷον ἔφυ τοιοῦτον ἕξει, καὶ εὖ καὶ καλῶς τοῦτο πε φυκέναι ἡ τελεία καὶ ἀλη θινὴ εἴη ἂν εὐ φυΐα.’’

Ἤ τὸ μὲν πάντας ἐφίεσθαι τοῦ φαινομένου αὐτοῖς ἀγαθοῦ ἀληθές, οὐκ ἀληθὲς δὲ τὸ τῆς φαντασίας μὴ κυρίους ἡμᾶς πως εἶναι. οἷος μὲν γάρ ποτε ἕκαστός ἐστι, τοιοῦτον αὐτῷ καὶ τὸ τέλος φαίνεται, τῆς δὲ ἕξεως, καθ’ ἣν ἕκαστος ἡμῶν ἐστι τοιοῦτος, αὑτοῖς ἐσμεν συναίτιοι, εἴ γε ἐκ μὲν τῶν ἐνεργειῶν αἱ ἕξεις, ἐφ’ ἡμῖν δὲ αἱ ἐνέργειαι. εἰ γὰρ ἀκούσιον μὲν τό τε βίᾳ καὶ τὸ διὰ τὴν τῶν καθ’ ἕκαστα ἄγνοιαν γινόμενον (δέδεικται γὰρ ὅτι ἀγνοοῦντες πράττουσίν τε καὶ ἁμαρτάνουσιν ὡς ἀγνοίας αὐτοὶ αἴτιοι, ταῦτα οὔτε ἀκούσια οὔτε τὴν ἀρχὴν δι’ ἄγνοιαν γίνεται· διὰ ταύτην γοῦν τὴν αἰτίαν οὐδὲ τὰ παρὰ τὰς μέθας ἁμαρτανόμενα ἀκούσια, καίτοι ὑπὸ ἀγνοούντων γίνεται, ἀλλ’ ἐπεὶ αὑτοῖς οἱ μεθύοντες αἴτιοι τῆς ἀγνοίας τῆς παρὰ τὴν μέθην, οὐκ ἐν τοῖς ἀκουσίοις ἁμαρτανομένοις ταῦτα τίθεται· Πιττακὸς γοῦν ὁ Μιτυληναῖος διπλᾶ ἐπιτίμια ὥρισεν τῶν παρὰ τὴν 3 ἐκ τοῦ τρίτου] Εth. Νic. ΙΙΙ, 7.1114a31 6 post φαινομένου add. αὐτοῖς V 2 in mg. 7 post κύριοι add. ὑπάρχουσιν Vict. ὁποῖος Arist. 7. 8 τοιοῦτο a Sp. 8. 9 αὑτῷ τῆς ἕ. Arist. τῆς s. v. V 10 μηδεὶς] μή. οὐθεὶς Arist. vulg. αὑτῷ Vict. Sp.: αὐτῷ V: αὐτοῦ SFMLa ἀλλὰ δι᾿  Arist. 11 τέλους] supra   ς lit. V 12 ἔσεσθαι] εσ s. v. V 13 ᾗ κρινεῖ Β2 Arist.: η κρινει ὁ V¹: ἢ κρινεῖ V²Β2: ἢ εἰ (ἠει G εἰ Vict. ἡ εἰ L): κρίνει GMLSF Vict. a: ἢ κρίνει Sp. 14 ᾡ] ὡς a τοῦτο] τοῦ s. v. V 15 ἑτέρου Arist. καὶ τὸ Arist. 17 καὶ (pr.) VΒ: καὶ τὸ Vict. Sp. ex Arist.: καὶ τὸ om. SFMLa 19 πάντα a  Sp. 22 αὐτοῖσ V 23 ἐφ’ ἡμῖν coll. post ἐνέργειαι a Sp. αἱ δὲ a  Sp. μὲν] om. a Sp.: fortasse μόνον, nisi exciderunt nonnulla post γινόμενον (24) 24 βία V τὸ διὰ V2 B: διὰ τὸ V¹: διὰ Fa  Sp. S2B² in mg.: ἴσως οὕτως ὀφείλει λέγειν: τὸ γὰρ δι’ ἑκούσιον ἄγνοιαν οὐ βίᾳ οὐδὲ ἀκούσιον 25 ⟨ἃ⟩ ἀγνοοῦντες scripsi: ἀγνοοῦντες ⟨ἃ⟩ Vict. 27 περὶ Sp. 28 ἐπεὶ corr. ex ἐπὶ V1 αὐτοῖσ V1 29 παρὰ] περὶ coni. Sp. μέθην ἁμαρτανομένων), ἃ γὰρ αἰτίαν ἔχει τῶν ἁμαρτανομένων ἑκούσιόν τε καὶ ἐφ’ ἡμῖν, εἴη ἂν ταῦτα καὶ αὐτὰ ἑκούσιά τε καὶ ἐφ’ ἡμῖν. ὡς δὲ τῶν παρὰ τὴν μέθην ἀγνοουμένων οἱ μεθύοντες αἴτιοι, οὕτως καὶ τῶν δι’ ἄγνοιαν τῶν καλῶν τε καὶ αἰσχρῶν ἁμαρτανομένων οἱ ἀγνοοῦντες αἴτιοι, εἴ γε ἐφ’ ἡμῖν ἡ γνῶσις τῶν βελτιόνων τε καὶ χειρόνων. οἱ γὰρ δι’ ἀμέλειαν ἀγνοοῦντες τά τε ὑπὸ τῶν νόμων ὡρισμένα καὶ τὰ ὑπὸ τῶν ἐπαινουμένων ἀνδρῶν γινόμενα τῆς ἀγνοίας αὑτοῖς αἴτιοι, εἴ γε τὸ ἀμελεῖν ἐφ’ ἡμῖν. ἡ γὰρ τῶν καλῶν τε καὶ συμφερόντων ἄγνοια καθόλου οὐ τοῦ ἀκουσίου, ἀλλὰ τῆς μοχθηρίας αἰτία. ἐφ’ οἶς γὰρ οἱ ψόγοι τε καὶ αἱ κολάσεις, ταῦτα ἑκούσια, ἐπὶ δὲ τῇ τῶν τοιούτων ἀγνοίᾳ ἀφίενταί τε καὶ ζημιοῦνται. οὔτ’ οὖν ταῦτα τῶν ἀγνοουμένων ἀκούσια οὔτε τῶν βίᾳ γίνεσθαι λεγομένων, ὧν ἐν ἡμῖν ἡ ἀρχή. ὁ γὰρ ὑφ’ ἡδονῆς βιαζόμενός τε καὶ ἡττώμενος, ἐν αὑτῷ τὴν ἀρχὴν ἔχων τοῦ ἐπὶ ταῦτα κινεῖσθαι, διὰ τὴν ἡδονὴν ποιεῖ, οὐκ ἔξωθεν ποιεῖ τῆς τοιαύτης βίας τὴν αἰτίαν ζήσας ἀνειμένως καὶ διὰ τῆς τῶν καθ’ ἕκαστα ἐνεργείας ἐθίσας αὑτὸν ἡττᾶσθαι τῆς ἡδονῆς, εἴ γε βίᾳ γίνεται ὧν ἡ ἀρχὴ καὶ ἡ αἰτία ἔξω |θεν, μηδὲν ἡμῶν πρὸς τὰ δι’ αὐτὴν γινόμενα συντελούντων, ὁ δὲ ἐν αὐτῷ γε τὴν ἀρχὴν τοῦ πράττειν ἔχων ἃ πράττει καὶ τοῦ βουλεύεσθαι περὶ αὐτῶν ἐξουσίαν ἔχων, οὗτος οὐκ ἔχει τῶν οὕτως ἁμαρτανομένων βίαιον αἰτίαν. ὄντος δὴ ὡς ἐρρέθη ἀκουσίου τοῦ προειρημένου τὸ ἑκούσιον γίνεται, οὗ ἡ ἀρχὴ ἐν ἡμῖν εἰδόσιν τὰ καθ’ ἕκαστα, περὶ ἃ ἡ πρᾶξις. οὔτε γὰρ ὁ τὴν ἀρχήν τε καὶ αἰτίαν τῶν πραττομένων ἔχων ἐν αὑτῷ βίᾳ ταῦτα πράττει, οὔτε ὁ εἰδὼς τὰ καθ’ ἕκαστα, περὶ ἃ καὶ δι’ ὧν ἡ πρᾶξις, δι’ ἄγνοιαν αὐτὰ ποιεῖ, ὥστε εἰ ἀκούσια τὰ βίᾳ ἢ δι’ ἄγνοιαν, ὧν δὲ πραττομένων ἡ ἀρχή τε ἐν ἡμῖν καὶ γνωρίζεται τὰ καθ’ ἕκαστα, ταῦτα οὔτε βίᾳ οὔτε δι’ ἄγνοιαν, οὐδ’ ἂν ἀκούσια εἴη, εἰ δὲ μὴ τοῦτο, ἑκούσια. διὸ καὶ τὰ διὰ θυμόν τε καὶ ἐπιθυμίαν πραττόμενα ἑκούσια. ἐν ἡμῖν γὰρ ἡ ἀρχὴ τῶν τοῦτον γινομένων τὸν τρόπον. προσέτι τε εἰ τὰ διὰ ταῦτα γινόμενα ἀκούσια, οὐδὲν ἂν οὔτε τῶν ἀλόγων ζῴων οὔτε τῶν παιδίων ἑκουσίως τι ποιοῖ· διὰ γάρ τι τούτων τὰ γινόμενα ὑπ’ αὐτῶν γίνεται πάντα. ἔτι τε πολλὰ καὶ τῶν καλῶν διὰ ταῦτα γίνεται. ἔτι δ’ εἰ ἄτοπον ἀκούσια λέγειν τὰ γινόμενα κατὰ λόγον τε καὶ εὐλόγως, κατὰ λόγον δὲ ὀρεγόμεθά τινων καὶ ὀργιζόμεθά τισιν, οὐκ ἂν εἴη ἀκούσια τὰ γινόμενα διὰ ταῦτα. ὄντων δὴ πάντων τῶν οὕτως γινομένων ἑκουσίων, τῶν ἑκουσίων ταῦτα τὸ 1 ἃ γὰρ] fortasse ἅπερ ἑκούσιον L2BS2a Sp.: ἀκούσιον VS¹FML1, 1. 2 ἑκούσιον—ἡμῖν del. Sp. 2 pr. καὶ V²S2Ba  Sp.: ἠ V¹: ἢ S1 ἀκούσια a alt. ἡμῖν] ἡ in lit. V 12 λεγομένων] ω in lit. V ὧν add. Β² 13 αὐτῷ V ⟨ἃ⟩ διὰ scripsi 14 ποιεῖ ante τῆς om. Sp. fortasse αἰτίαν ⟨ἔχων⟩, 14. 15 ζήσας ἀνειμένως FML: ζήσασαν εἰ μὲν ὡσ V: ζησας ἀνειμέν ὡς S¹B¹: ζητήσας ὡς S²B²a Sp. 16 βία V 16. 17 μηδὲν μὲν ἡμῶν Vict. 17 αὐτῷ V 18 τε καὶ a  Sp. 21 εἰδόσιν V οὔτε γὰρ] ε γὰρ in lit. V 22 αὐτῷ V ταῦτα] τι ΜL 23 οὔτε V1 in mg. τὰ] τὰς a 24 τὰ scripsi: η τε sic V¹: οἴ τε, V²: ἥ τε FS¹ΜL: ἢ τὰ S2: τὰ ἢ Β in lit. a  Sp. βία V 28 ταυτὰ a 30 ὑπ’ αὐτῶν Sp.: ὑφ’ αὑτῶν libri 31 ακούσια V 34 τὸ B2S2a Sp.: τὰ VB1: om. S¹FΜL ἐφ’ ἡμῖν ἔχει, ὅσα ἐστὶ προαιρετά τε καὶ κατὰ προαίρεσιν γινόμενα, πᾶν τε τὸ κατὰ προαίρεσιν γινόμενον μετὰ λόγου τε καὶ προαιρέσεως γίνεται, διὸ καὶ δοκεῖ ἡ προαίρεσις εἶναι ἑκούσιον προβεβουλευμένον. περὶ γὰρ τὰ βουλευτὰ ἡ προαίρεσις, βουλευτὰ δέ ἐστιν περὶ ὧν ἐστι βουλή τε καὶ τὸ βουλεύεσθαι, βουλεύεται δὲ οὐδὲν ζῷον ἄλλο παρὰ τὸν ἄνθρωπον, βουλευόμεθα δὲ οὔτε περὶ τῶν ἀιδίων καὶ ἀεὶ ὁμοίως ἐχόντων, οὔτε περὶ τῶν γινομένων μέν, ἀεὶ δὲ γινομένων ὁμοίως τε καὶ κατὰ τάξιν ὡρισμένην, ὧν εἰσιν ἀνατολαί τε καὶ δύσεις καὶ τροπαί, ἀλλ’ οὐδὲ περὶ τῶν ἄλλοτε ἄλλως ἐχόντων καὶ γινομένων, οἷον αὐχμῶν τε καὶ ὄμβρων, ἀλλ’ οὐδὲ περὶ τῶν γινομένων ἀπὸ τύχης, ἀλλ’ οὐδὲ περὶ τῶν ὑπ’ ἀνθρώπων γινομένων ἁπάντων· οὐδεὶς γὰρ τῶν Ἀθήνῃσιν ὄντων βουλεύεται, πῶς ἂν Σκύθαι ἄριστα πολιτεύοιντο. περὶ γὰρ τούτων βουλευόμεθα, ἃ οἷά τέ ἐστιν δι’ ἡμῶν γίνεσθαι· ἔστι γὰρ ἡ βουλὴ περὶ τῶν ἡμῖν τοῖς βουλευομένοις πρακτῶν. οἱ γὰρ βουλευόμενοι βουλεύονται περὶ τῶν δ’ αὑτούς πρακτῶν, ἔστι δὲ τοιαῦτα, ἃ ἄλλοτε ἄλλως οἷοί τε ποιεῖν ἐσμεν τῷ μὴ ἔχειν ὡρισμένα τὰ ἐφ’ οἷς γίνεται, τοιαῦτα δὲ περὶ ὧν δοξάζομεν. ἔτι γίνεται ἡ βουλὴ οὐ περὶ τῶν τελῶν, ἀλλὰ περὶ τῶν πρὸς τὰ τέλη. ὧν γὰρ τὰ τέλη βουλητά ἐστιν, ὄντων πρακτῶν τούτων, ἐστὶ βουλευτὰ τὰ ἄγοντα ἐπ’ αὐτά· βουλευόμεθα γάρ, δι’ ὧν δυνησόμεθα αὐτῶν τυχεῖν. ὄντων δὴ τῶν βουλευτῶν τοιούτων τὸ προαιρετόν ἐστι τὸ ἐκ τῶν βουλευτῶν προκριθὲν ὡς μᾶλλον τῶν ἄλλων συντελοῦν τε καὶ ἄγον πρὸς τὸ προκείμενον τέλος, αἵ εἰσιν αἱ κατὰ τὰ προκριθέντα ἐκ τῶν βουλευτῶν γινόμεναι πράξεις προαιρεταί, αἳ γίνονται μετὰ ὀρέξεως τοῦ προκριθέντος. οὐ γὰρ αὐτάρκης ἡ κρίσις πρὸς τὴν πρᾶξιν τῶν κριθέντων, ἀλλὰ δεῖ καὶ ὀρέξεως, διὸ καὶ ἡ προαίρεσις εἶναι λέγεται ὄρεξις βουλευτική. ὄντων δὲ τῶν κατὰ προαίρεσιν γινομένων ἑκουσίων τε καὶ ἐφ᾿  ἡμῖν, κειμένου δὲ καὶ τοῦ τὰς ἕξεις τὰς περὶ τὰ πρακτὰ ἐκ τῶν ἐνεργειῶν τῶν περὶ τὰ αὐτὰ γίνεσθαι κατὰ προαίρεσιν ἐνεργουμένων, εἴη ἂν διὰ τούτων κείμενον καὶ τὸ τὰς ἕξεις τὰς περὶ τὰ πρακτὰ ἑκουσίους τε εἶναι καὶ ἐφ᾿  ἡμῖν· ὡς γὰρ τὰς κατὰ τὰς τέχνας ἕξεις ἐκ τῶν κατ᾿  αὐτὰς ἐνεργειῶν κτώμεθα, οὕτως δὲ καὶ τὰς κατὰ τὰς ἀρετὰς ἕξεις κτώμεθα· ἐθιζόμενοι γὰρ τὰ καλὰ πράττειν ἐν ἕξει γινόμεθα τοῦ πράττειν αὐτά, ὡς καὶ τὰ τεκτονικὰ οἱ σπουδάζοντες γενέσθαι τέκτονες. ὥσπερ ἐπὶ τῶν τεχνῶν ἄλλος μὲν ἄλλου ἀμείνων πέφυκεν πρὸς τὸ τὴν ἕξιν κτήσασθαι τῆς προκειμένης τέχνης, οὐ μὴν τῶν κατὰ φύσιν ἐχόντων πεπήρωταί τις πρὸς τὴν ἀνάληψίν τε καὶ κτῆσιν αὐτῆς, οὔτως ἕχει πολὺ μᾶλλον ἐπὶ τῶν ἀρετῶν, ὅσῳ καὶ κατὰ φύσιν τοῖς ἀνθρώποις μᾶλλον ἡ τῶν ἀρετῶν κτῆσις τῆς τῶν τεχνῶν. εἰ δὲ ἡ τῶν ἀρετῶν, δῆλον ὡς καὶ ἡ τῶν 2 μετὰ λόγου] μεγάλοι οὐτέ V (corr. V²ῶ 15 οῖῦν V (corr. Vῶ 17 βουλευτὰ a Sp. 18 βουλευτὰ alc V 21 αἴ] fortasse κ αἰ αἱ s. v. V 23 ὀρέξεως] infra ἐξ lit. V 25 ἡ ὄρεξις aSp. τῶν s. v. V 27 τὰ om. a Sp. 29 κατὰ τέχνας aSp. 31 ἐκτώμεθα a γὰρ σm. a τὰ in lit. V 32 ὥσπερ γῶ V²3FsaSp.: ὡς γὰρ S¹ Fν1 35 ἀνάληψίν] ante ψψ una littera erasa V 36 ὅσω V 37 εἷ add. V²aa Sp. κακιῶν, εἴ γε διὰ μὲν τῶν ἀντικειμένων ἐθῶν αἱ κακίαι ταῖς ἀρεταῖς συνι- στανται, οἷς δὲ τὰ ἀντικείμενα τί δεῖν ἐφ᾿  αὑτοῖς, ἐπ’ ἐκείνοις καὶ τὰ οἷς ἐκεῖνα ἀντίκειται, ὥστε ἀληθὲς συνημμένον τὸ λέγον· εἰ ἕκαστος τῆς ἕξεως ἑαυτῷ ἐστί πως αἴτιος, καὶ τῆς φαντασίας ἔσται πως αὐτὸς αἴτιος, ⟨εἰ⟩ ἀληθὲς δὲ καὶ τὸ αἴτιον τῆς ἕξεως αἴτιον εἶναί πως ἑαυτῷ, ἀληθὲς ἔσται καὶ τὸ τῆς φαντασίας τῆς γινομένης περί τε τῶν ἀγαθῶν καὶ τῶν κακῶν ἕκαστον εἶναί πως αἴτιον ἑαυτῷ. τούτου δὲ τοῦτον ἔχοντος τὸν τρόπον καὶ τοῖς κακοῖς, τῆς τοιαύτης ἕξεως ἑαυτοῖς πως οὖσιν αἰτίοις, ἕπεται τὸ ἐπ’ αὐτοῖς εἶναί πως καὶ τὰ ἀγαθὰ αὐτοῖς κακὰ φαίνεσθαι. οὐ γὰρ εἰ ἀγνοοῦντες τὸ τέλος οἱ κακοὶ τὰ κακὰ πράττουσιν, ἤδη καὶ δι’ ἄγνοιαν αὐτὰ πράττουσιν. ἐδείχθη γὰρ ἡ τούτων ἄγνοια ἑκούσιος οὖσα, οἳ καὶ τοῦ ἀγνοεῖν αὐτοῖς αἴτιοι. τὸ γὰρ οἴεσθαι τεύξεσθαι τε καὶ διὰ τοῦ τὰ φαῦλα πράττειν τοῦ τέλους παρ᾿  αὐτοῖς, εἴ γε ἐπ᾿  αὐτοῖς τὸ γνῶναι τὰ ἀγαθὰ καὶ τὸ πράττειν, δι’ ὧν ταῦτα περιγίνεται. φῦναι μὲν γὰρ δεῖ πως τὸν μέλλοντα ἀρετὴν ἢ κακίαν δέχεσθαι, εἴ γε μὴ πᾶν ζῷόν ἐστι τούτων δεκτικόν, ἀλλ’ ἄνθρωπος μόνον· οὐ μὴν εἰ ποιᾶς φύσεως τῷ ταῦτα ἕξοντι ζῴῳ, ἤδη δεῖ καὶ ἔχειν αὐτὸν φύσει τὸ ὄμμα τοῦτο, ᾧ κρινεῖ τὰ κρινόμενα καλῶς καὶ τὸ κατ’ ἀλήθειαν ἀγαθὸν αἱρήσεται, ὅπερ ἐστὶν ἀρετή. οὐ γὰρ ὁμοίως αἵ τε αἰσθήσεις καὶ ἀρεταὶ φύσει, ἀλλ’ αἱ μὲν αἰσθήσεις αὐταὶ φύσει, ἡ δὲ ἀρετὴ οὐκ αὐτὴ φύσει, ἀλλ’ ἡ μὲν τοῦ δέξασθαι δύναμις αὐτὴν φύσει, αὐτὴ δὲ οὐ φύσει. διὸ μᾶλλον ἡ ἀρετὴ ὁμοίως φύσει ταῖς τέχναις, οὐ ταῖς αἰσθήσεσιν. ὡς γὰρ τῶν τεχνῶν τὸ μὲν εἶναι δεκτικοῖς ἡμῖν αὐτῶν ὑπάρχει φύσει, οὐδεὶς δὲ γίνεται τεχνίτης φύσει, τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν ἀρετῶν ἔχει. διὸ καὶ τὴν μὲν αἰσθητικὴν ὄψιν, εἰ μὴ φύσει τις ἔχοι, οὐδ’ ἂν κτήσαιτο αὐτήν ποτε, ἐπὶ δὲ τῆς κατὰ τὴν ἀρετὴν ὄψεως οὐ φῦναι ἔχοντα δεῖ τήνδε τὴν ὄψιν, ἀλλὰ φῦναι δεῖ δέξασθαι δύνασθαι αὐτήν, τὸ δὲ ἔχειν αὐτοὺς παρ’ αὐτῶν πειρᾶσθαι λαμβάνειν, καὶ ἔστιν εὐφυὴς οὐχ ὁ ἤδη τὴν ἀρετὴν ἔχων καὶ τὸ ὄμμα τοῦτο, ἀλλ’ ὁ ῥᾷον ἄλλου λαβεῖν αὐτὴν δυνάμενος, ὃν τρόπον καὶ ἐπὶ τῶν τεχνῶν ἔχον ἐδείχθη.

ΧΧΧ. Πῶς εἰ ἐκ τῶν ἐναντίων τὰ ἐναντία γίνεται, οὐκ ἔσται ἐκ μὲν δικαιοσύνης ἀδικία, ἐκ δὲ ἀδικίας δικ αιοσύνη, καὶ ἐπὶ τῶν ἄλλων ἀρετῶν τε καὶ κακιῶν ὁ αὐτὸς λόγος.

Ἤ καὶ ταῦτα οὕτως γίνεται. ὁ γὰρ δίκαιος γινόμενος ἤτοι ἐξ ἀδικίας 2 τί δεῖν om. S²B2a Sp.: fortasse ποιεῖν ἐφ’ αὑτοῖς] ἐπ’ αὐτοῖς Sp. ἐπ del. Sp. 4 αὐτὸς] inter ο et ς lit. V εἰ add. V2Β Vict. 5 αἴτιον] ἕκαστον a Sp.: αὐτὸν Schwartz ἕξεως V2SBa  Sρ.: λέξεως V¹FLM 6 τῶν ἀγαθῶν] ῶ et pr. ἀ in lit. V 9 κακὰ] κακοὶ a  Sp. 11 οἳ καὶ scripsi: οἷς libri: οἳ coni. Sp. 12 αὐτοῖς V τε delevi 16 εἰ om. a ποιᾶς Diels: ποίας libri ⟨δεῖ⟩ τῷ a Sp. ἔξοντι V 17 κρίνει a Sp. 19 καὶ αἱ ἀρεταὶ a Sp. 20 αὐταὶ] αυται V1 (corr. V2): αὗται a 21 ὁμοίως ⟨ἔχει⟩ sive ὁμοία coni. Sp. 22 fortasse ⟨ἐπὶ⟩ τῶν 26 fortasse δυνάμενον 27 αὐτοὺς] αὐτὴν a λαμβάνειν] β in lit. V: λαμβάνει a Sp. 33 ante ἢ B iterat titulum usque ad δικαιοσύνη (31) μεταβάλλει εἰς δικαιοσύνην, ἥ ἐστιν ἐναντία τῇ δικαιοσύνῃ ἕξις, ἢ ἐκ τῆς μεταξὺ καταστάσεως, καὶ τὰ ἐκ τῶν μεταξὺ δὲ μεταβάλλοντα εἰς τὸ ἕτερον ἄκρον ὡς ἐξ ἐναντίου τοῦ μεταξὺ μεταβάλλει. τῷ γὰρ τὸ μεταξὺ τῷ ἀμφοτέρων πως μετέχειν τῶν ἄκρων καὶ τὰ μηδετέρου ὁλοκλήρως ἔχειν εἶναι αὐτῶν μεταξὺ τούτων, καὶ ὅταν εἰς τὸ ἕτερον αὐτῶν μεταβάλλῃ, ὡς ἐξ ἐναντίου αὐτοῦ μεταβάλλει τῷ ἐκ τούτων μεταβάλλειν, ἃ ὄντα τῶν μεταξὺ ἐκώλυεν αὐτὸ ἤδη εἶναι ἐν τούτῳ εἰς ὃ μεταβάλλει. εἰ δὲ πᾶν τὸ μεταβάλλον εἴς τινα ἕξιν ἐκ τῆς στερήσεως τῆς ἕξεως ἐκείνης μεταβάλλει, ἐναντίον δὲ ἡ τοιαύτη στέρησις τῇ ἕξει, εἰς ἣν ἡ μεταβολή, καὶ ἡ δικαιοσύνη ἂν καὶ ἡ ἀδικία ἐξ ἐναντίων γίγνοιντο. ἐκ γὰρ τῶν στερήσεων· τό τε γὰρ δίκαιον γινόμενον ἐν στερήσει τοῦ δικαίου, καὶ τὸ ἄδικον ὁμοίως τοῦ ἀδίκου. εἰ μὲν οὖν ἡ ὕλη, ἐξ ἧς ἡ κυρίως γένεσις, αὕτη δέ ἐστιν ἡ τῶν καθ’ αὑτὴν ἦν ὑφεστῶσα ἄνευ τοῦ εἶναι σὺν εἴδει τινί, ἁπλῶς ἂν γινόμενα κυρίως ἐκ τῆς ὕλης ἂν ἐγίνετο καὶ τῆς στερήσεως, τῆς μὲν ὕλης ὡς ὑποκειμένου τε καὶ ὑπομένοντος, ἐκ δὲ τῆς στερήσεως ὡς ἐναντίου τε καὶ μὴ ὑπομένοντος· ἐπεὶ δὲ ἀδύνατον εἶναι τὴν ὕλην ἐν ὑποστάσει χωρὶς εἴδους τινός (οὐ γὰρ οἶόν τε ὕλην τινὰ χωρὶς εἴδους εἶναί τινος· τῷ γὰρ λόγῳ χωριστὴ τῶν εἰδῶν καὶ τῷ παρὰ μέρος δέχεσθαι τὰ ἐναντία, ἐπεὶ ἥ γε ὑπόστασις αὐτῆς ἀεὶ μετά τινος τούτων, εἰς ἃ μεταβάλλει παρὰ μέρος, ὅταν εἴς τι εἶδος μεταβάλλῃ), δῆλον μὲν ὅτι ἐν στερήσει οὖσα αὐτοῦ εἰς αὐτὸ μεταβάλλει, ἐπεὶ δὲ ἡ οὖσα ἐν στερήσει τούτου, εἰς ὃ μεταβάλλει, ἀπ’ ἄλλου τινος εἴδους ἐστί, δηλονότι τούτῳ εἰς ὃ μεταβάλλει, ἐναντίον εἶδος ἔχει, καθ’ ὃ καὶ αὐτῷ ἡ μεταβολὴ αὕτη γίνεται. ἐν γὰρ ἀδύνατον μένειν μεταβάλλουσαν, εἰς ὃ μεταβάλλει, κατὰ τοῦτο μεταβάλλει τε καὶ ἀμείβει 25  τὸ εἶδος. τοιαῦτα δὲ τὰ ἐναντία εἴδη, ἐφ’ οἷς ἔστι τε καὶ εἶναι δύναται τὸ ὄν τινων ἐν στερήσει, καὶ διὰ τοῦτο προηγουμένως μὲν ἐκ τῆς στερήσεως καὶ τῆς ὡς στερήσεως ἐναντιώσεως ἡ κυρίως γένεσις, ἤδη δὲ καὶ ἐκ τῶν ἐναντίων εἰδῶν, ἐφ’ οἷς οὖσα πρὸ τῆς εἰς τὰ ἐναντία αὐτοῖς μεταβολῆς οὐ δύναται μὴ μεταβάλλουσα ἐξ αὐτῶν μεταβάλλειν εἰς τὸ εἶδος, 1 ἣ] ἢ Sp. ἢ B2Ν: καὶ Va  Sp.: ἢ καὶ F 3 τῷ scripsi: τῶν libri 4 τὰ] τοῦ Vict.: om. 4. 5 ἔχειν—τούτων (τούτὢν V)] οἷον ἐναντίον ἐστὶ τῶν ὧν ἐστι μεταξύ S2B2 a Sp., sed praemissis verbis λείπεται ῥῆμα λείπει (?) ἤ τι τοιοῦτον B² 6 ὄντα VB Vict. Sp.: ἠδόντα FG1: ἰδόντα Sa: ἀεὶ ὄντα N: ἢ εἰ οὐδὲν τὰ G1 et S1 in mg. τῶν a Sp.: τῷ libri 7 εἰ δὲ πᾶν S2B²a Sp.: εἰ πᾶν VB¹: εἴη ἂν S¹F: ἢ εἰ πᾶν Ν 9 alt. ἡ om. a Sp. 10 γίγνοιτο a Sp. 11 ἐν τῇ Ν ἦν, καὶ a Sp. 13 καθ’ αὑτὴν Β2 Sp.: κατ’ αὐτὴν libri σὺν εἴδει S²Ba Sp.: συνείδει V: ἐν εἴδει S¹F τινι τὰ Sp. ἁπλῶς τὰ Ν 14 καὶ ἐκ τῆς στ. a  Sp. 15 ἐκ δὲ τῆς] τῆς δὲ S²B2a Sp. 15.16 τε καὶ μὴ ὑπομένοντος FS1N: τῇ ἕξει εἰς ἣν ἡ μεταβολή S²B²a Sp. ἐκ δὲ— ὑπομένοντος om. B1 (Β2 supplet lectionem, quam exhibent S2a 16 ἶντα a 17 οὐ—τινος om. SFa οἴονται V 18 χωριστὴ VΒ Sp. χωρὶς τῆς SFa: χωριστὰ Vict. τῷ] τὸ Vict. 20 μεταβάλλῃ] ῃ in lit. V 21. 22 ἀε’— εἴδους] ἐν ἄλλῳ τινὶ εἴδει B²S²a Sp. ὁ v 23 αὕτη V: αὐτὴ a  Sp. 24 μεταβάλλουσα a Sp. ἀμείβει] βει s. v. V 25 τὰ] τὰ τα V εἰς ὃ μεταβάλλει. ὅταν μὲν οὖν ὦσιν αἱ ἕξεις εὐμετάβολοι καὶ αἱ ἐναντιότητες εἰς ἀλλήλας, καὶ ἐκ τῶν ἐναντίων εἰδῶν ἡ μεταβολὴ γίνεται τοῖς εἴς τι μεταβάλλουσιν ὥσπερ καὶ ἐκ τῆς στερήσεως τοῦ εἰς ὃ μεταβάλλει. ὅταν δὲ ᾖ τὰ ἐναντία τοιαῦτα, ὡς μόνιμά τε εἶναι καὶ μὴ ῥᾳδίως μεταβάλλειν, αἱ γενέσεις τοῖς τοιούτοις ἔκ τε τῶν στερήσεων γίνονται καὶ ἐκ τῶν μεταξύ, ἀφ’ ὧν ὡς ἀπ’ ἐναντίων καὶ αὐτῶν τοῖς εἴδεσιν, εἰς ἃ ἡ μεταβολὴ γίνεται, μεταβάλλει τὰ γινόμενα, ἡ μὲν τῶν κατ’ ἀλλοίωσιν καὶ αὔξησιν καὶ μείωσιν καὶ κατὰ τόπον μεταβολῇ γινομένη γένεσις, οὖσά τις γένεσις, ἀλλ’ οὐχ ἁπλῶς γένεσις ἐξ ἐναντίων, ἡ δὲ κατ’ οὐσίαν οὐκέτι ἐξ ἐναντίων, ἀλλ’ ἐκ τῆς κατὰ ἀντίφασιν ἀντιθέσεως, ὅτι μηδέ ἐστι τῇ οὐσίᾳ τι ἐναντίον.

1 εἰς add. a Sp. αἱ om. a  Sp. 5 τῆς στερήσεως a Sp. 6 ἀφ᾿  ὧν S¹FN: ἁφῶν V: ἀμφοῖν S²B2a Sp.: ἀφῶν Β1 ἡ om. a Sp. 7 δὲ τὰ a Sp. 9 μεταβολῇ scripsi: μεταβολὴ SFGa  Sp.: μεταβολὴν VB 11 μηδέν a  Sp. 12 τι om. a   Sp.