De fato Alexander of Aphrodisias Ivo Bruns Harvard College Library Harvard Library Arcadia Fund Gregory Crane Digital Divide Data Corrected and encoded the text Gregory Crane Editor-in-Chief, Perseus Digital Library Matt Munson Project Manager (University of Leipzig) Annette Gessner Project Assistant (University of Leipzig) Thibault Clérice Lead Developer (University of Leipzig) Bruce Robertson Technical Advisor Harvard College Library tlg0732.tlg014.1st1K-grc1.xml Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License 2017 Harvard College Library United States Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora Ivo Bruns Alexander of Aphrodisias Reimer Berlin 1892 2 Supplementum Aristotelicum 2.2 Internet Archive

Text encoded in accordance with the latest EpiDoc standards (January 2014)

Greek Latin
ΑΛΕΞΑΝΔΡΟΥ ΑΦΡΟΔΙΣΙΕΩΣ ΤΟΓΣ ΑΥΤΟΚΡΑΤΟΡΑΣ Ed.Oreili p.2 ΠΕΡΙ ΕΙΜΑΡΜΕΝΗΣ.

Ἦν μὲν δι’ εὐχῆς μοι, μέγιστοι αὐτοκράτορες ΔΣεβῆρε καὶ Ἀντωνῖνε, I αὐτῷ γενομένῳ παρ’ ὑμῖν ἰδεῖν τε ὑμᾶς καὶ προσειπεῖν καὶ καθομολογῆσαι χάριν ἀνθ’ ὧν ἔπαθον εὖ παρ’ ὑμῶν πολλάκις, αἰεὶ τυχών πάντων ὧν ἠξίωσα μετὰ μαρτυρίας ἧς δίκαιος εἶναι τυγχάνειν τοιαῦτα αἰτούμενος. ἐπεὶ δὲ ἐφεῖται, καὶ εἰ μὴ παρών τις τοῖς ἱεροῖς θύειν δύναται, τὸ θύειν αὐτοῖς πανταχόθεν τε καὶ πανταχοῦ καὶ πέμπειν ἀναθήματα, ἃ μὴ κομίζειν αὐτὸς οἷόν τε, ἐθάρσησα πρὸς ὑμᾶς τῇ πρὸς τὸ θεῖον ἐξουσίᾳ, καί τινα ἀπαρχὴν ὑμῖν τῶν ἡμετέρων καρπῶν ἀνάθημα πέμψαι οἰκειότατον ὑμῖν ἀναθημάτων ἁπάντων. τί γὰρ ἂν οἰκειότερον τοῖς γνησίως φιλοσοφίαν τιμῶσίν τε καὶ προάγουσιν ἀνάθημα γένοιτο βιβλίου ὑπισχνουμένου θεωρίαν φιλόσοφον;  περιέχει τε τὸ βιβλίον τὴν δόξαν τὴν Ἀριστοτέλους, ἣν ἔχει περί τε εἱμαρμένης καὶ τοῦ ἐφ’ ἡμῖν, οὖ τῆς φιλοσοφίας προίσταμαι ὑπὸ τῆς ὑμετέρας μαρτυρίας διδάσκαλος αὐτῆς κεκηρυγμένος. ἔστι δὲ οὐδενὸς δεύτερον τῶν κατὰ φιλοσοφίαν δογμάτων τουτὶ τὸ δόγμα· ἥ τε γὰρ ἀπ’ αὐτοῦ χρεία πανταχοῦ τε καὶ ἐπὶ πάντα διατείνει (οὐ γὰρ ὁμοίως περὶ τὰς πράξεις ἔχουσιν οἵ τε πάντα ἐξ ἀνάγκης καὶ καθ’ εἱμαρμένην γίγνεσθαι πεπιστευκότες καὶ οἷς δοκεῖ γίνεσθαί τινα καὶ μὴ τοῦ πάντως ἔσεσθαι προκαταβεβλημένας αἰτίας ἔχοντα), ἥ τε εὕρεσις τῆς ἀληθείας τῆς ἐν αὐτῇ χαλεπωτάτη τῷ δοκεῖν τῶν δοξῶν ἑκατέρᾳ πολλὰ ἀντιμαρτυρεῖν τῶν ἐναργῶν. 4 αὑτῷ V ὑμῖν ἰδεῖν τε om. 0 4. 5 χάριν καθομολογῆσαι a2 5 πολλακισ V 6 ἧς Va¹: ὧν a2: ὢν mg.: ὡς Lond. Diels: τῆς B²: ὡς ὧν coni. 0: fortasse del. εἶναι] εἴην coni. 0 7 ἐφεῖται in mg. ἐντέλλεται V τοῖς θεοῖς δύναται Cas.0 8 ἀναθύματα a1 9 τε ἦν ἐθάρσησα Cas. 0 ἡμᾶς a1 ἐξουσίᾳ] μιμήσει B² τινας Lond. 9.10 ἀπαρχὴν HESO Cas. B2: ἀπαρχῆς Va12 : ἀπ’ ἀρχῆς K: ἀπαρχὰς Lond. 10 καὶ ἀνάθημα B² ἡμῖν a2 13 περιέχει B2: περισχεῖν a2: περιέχειν Va1 τε] δὲ coni. O: γὰρ Diels τε τὸ βιβλίον] καὶ Lond. 0 13.14 τε περί τε a2 14 προίσταται a2 16.17 ἀπ’αὐτοῦ] ἀπανταχοῦ a1 18 τε καὶ καθ’ a² 19 alt. καὶ] ἃ καὶ a2O 20 ἔχοντα a1: ἔχοντες V²: ἔχουσιν V¹a²0 εὕρεσιν a2 ἐν αὐτῷ coni. Casp. 0 21 τῷ δοκεῖν Va¹: ἐστιν (ἐστιν del.) δοκεῖ τῷ δοκεῖν E: δοκεῖ τῷ δοκεῖν a² ἑκατέρα a1² ἐπεὶ δὲ ἐνίων δογμάτων κατασκευὴ διὰ τὴν πρὸς τοὺς μὴ ὁμοίως λέγοντας ἀντιλογίαν γίνεται φανερωτέρα (ὧν ἐν τοῖς μάλιστα κατ᾿ αὐτοῦ τε εἶεν μείζω ἢ κατὰ τὴν Ἀριστοτέλους δόξαν εἰπεῖν), ποιήσομαι τὸν λόγον πρὸς τοὺς οὐχ ὁμοίως ἐκείνῳ περὶ τούτων εἰρηκότας. ὅπως ἐν τῇ τῶν λεγομένων παραθέσει φανερώτερον ὑμῖν τἀληθὲς γένηται. ἔστι δὲ ἡ τῶν λόγων τῶν ἡμετέρων προαίρεσις οὐ πρὸς ἐπίδειξιν νενευκυῖα, ἀλλὰ πρὸς ἐξέτασίν τε καὶ διδασκαλίαν τῶν προκειμένων ἀκριβεστέραν, ἣν καὶ ὑμᾶς πᾶσιν οἷς πράσσετε ὁρᾶν ἔνεστιν ἐζηλωκότας. οὐδεμίαν γοῦν πρᾶξιν ὑμῶν ἔστιν εὑρεῖν, ἣ τὴν φαντασίαν πρὸ τῆς ἀληθείας σκοπὸν πεποίηται. εἰ δέ τι κατὰ σχολὴν ἐντυγχάνουσιν ὑμῖν τῷ βιβλίῳ δεῖσθαι δόξει ῥηθῆναι γνωριμώτερον, ἀξιῶ τιμηθῆναι καὶ ταύτῃ τῇ τιμῇ πρὸς ὑμῶν καὶ γραφῆναί μοι περὶ τῶν ζητουμένων· οὐδὲ γὰρ ῥᾴδιον πάντα γνώριμα ποιῆσαι δι’ ἑνὸς βιβλίου αὐτά τε τὰ προκείμενα καὶ οἷς τις χρῆται πρὸς τὴν μήνυσιν αὐτῶν.

Τὸ μὲν οὖν εἶναί τι τὴν εἱμαρμένην καὶ αἰτίαν εἶναι τοῦ γίνεσθαί II τινα κατ’ αὐτὴν ἱκανῶς ἡ τῶν ἀνθρώπων συνίστησιν πρόληψις (οὐ γὰρ κενὸν οὐδ’ ἄστοχον τἀληθοῦς ἡ κοινὴ τῶν ἀνθρώπων φύσις, καθ’ ἣν περί τινων ὁμοδοξοῦσιν ἀλλήλοις, ὅσοι γε αὐτῶν μὴ διά τινας προκαταβεβλημένας δόξας ὑφ’ αὑτῶν διὰ τὸ σώζειν βούλεσθαι τὴν πρὸς αὐτὰς ἀκολουθίαν ἄλλως ἀναγκάζονται λέγειν· δι’ ἣν αἰτίαν οὐδὲ Ἀναξαγόρας ὁ Kλαζομένιος, καίτοι τἄλλα ὢν ἐν τοῖς τὴν φυσικὴν φιλοσοφίαν φιλοσοφήσασιν οὐκ ἀπερριμμένος, οὐκ ἀξιόπιστος ἀντιμαρτυρῶν τῇ κοινῇ τῶν ἀνθρώπων πίστει περὶ εἱμαρμένης· λέγει γὰρ οὗτός γε μηδὲν τῶν γινομένων γίνεσθαι καθ’ εἱμαρμένην, ἀλλ’ εἶναι κενὸν τοῦτο τοὔνομα), τί δέ ποτ’ ἐστὶν ἡ εἱμαρμένη καὶ ἐν τίσιν, οὐκέθ’ οὐ γὰρ μόνον οὐκ ἀλλήλοις ἅπαντες, ἀλλ’ οὐδὲ ἡ τῶν ἀνθρώπων κοινὴ πρόληψις ἱκανὴ τοῦτο μηνῦσαι. οὔτε γὰρ ἀλλήλοις ἅπαντες, ἀλλ’ οὐδὲ αὐτὸς αὑτῷ τις περὶ αὐτῆς αἰεὶ αὐτῷ τὰ αὐτὰ δοξάζει. πρὸς γὰρ τοὺς καιρούς τε καὶ τὰς περιεστώσας τύχας καὶ 1 ἡ add. Diels μὴ V²a¹2: om. V¹: in lit. B 2 ἀντιλογγια sic V1 (corr. V2): ἐν ἀντιλογίαν Β μάλιστα] pr. α in lit. V lacunam indicavi 3 τε] τει ειεν (in mg. τι ut videtur v. c.) V: τει ειεν sic B: τί εἶεν HSa2: εἶεν (in mg. εἰρηκότες) Ε: τί εἴη? K: τί εἴη ἂν Cas. 0: οὐδὲν οἶμαι a1 Lond. μεῖζον Cas. ἢ a¹2: ει (sic) VH τε—ἢ om. C vacuo relicto  10 litt. τὴν om. 0 4 εἰρηκότας] ας in lit. V 5 ἡμῖν a1² 6 νευνευκυῖα V 8 πράσσεται a2 γοῦν] οὖν E: γὰρ 0 ἐστιν V 9 ἣ V( infra versum)a¹ : ἐν ᾗ a20 πεποίησθε Cas. 0 τι om. a2 10 ἡμῖν a2 δεῖσθαι om. a2 δόξει V2a¹²: δόξαι V¹: δόξει ⟨τινὰ⟩ coni. 0 ῥηθῆναι δεῖν Cas. 11 πρὸς Va¹: παρ’ a2 12 ῥάδιων V1 (corr. V2) 14 ad sequentia cf. Alex. De anima 179,25 sq. τι] τε coni.0 20 τἄλλα ὢν ἐν τοῖς V²a¹²Ο: ἄλλα ων αυτοῖς V¹: ἄλλα ὢν αὐτοῖς ES2 (sed τἄλλα S²) 21 ἀπεριμμένος Va1: ἀπερριμένος a2 οὐκ] ἀλλ’ H: del. Casp. 0 22 τῶν γινομένων μηδὲν a2 23 δή ποτ’ οὖν a2 24 οὐκέΘ᾿  V: οὐ καθόλου ES: οὐκέτι a12O οὐ γὰρ—οὐδὲ (25) delevi 25 μηνύσαι V 26 αὐτῷ om. a2 O τὴν περὶ τῆς εἱμαρμένης δόξαν μεταφέρουσιν. ὅσοι μὲν γὰρ αὐτῶν πάντα καθ’ εἱμαρμένην γίνεσθαι λέγουσιν, τὴν εἱμαρμένην ὑπολαμβάνουσιν ἀπαράβατόν τινα αἰτίαν εἶναι καὶ ἀναπόδραστον, εἰσὶ δ’ οἷς οὐ πάντα τὰ γινόμενα γίνεσθαι δοκεῖ καθ’ εἱμαρμένην, ἀλλ’ εἶναί τινας ὑπολαμβάνουσιν τῶν γινομένων καὶ ἄλλας αἰτίας· ἀλλ’ οὐδὲ τὴν εἱμαρμένην αὐτὴν τὸ πάγιόν τε καὶ ἀπαράβατον ἔχειν τίθενται, ἀλλὰ γίνεσθαί τινα καὶ τῶν καθ’ εἱμαρμένην γίνεσθαι πεφυκότων οὐ κατ’ αὐτήν, ἀλλὰ παρὰ μοῖραν, ὡς οἱ ποιηταί φασιν, καὶ παρὰ τὴν εἱμαρμένην. ἔστι δ’ οἷς ποτὲ πάντα γίνεσθαι τὰ γινόμενα δοκεῖ καθ’ εἱμαρμένην καὶ μάλιστ’ ἂν αὐτοῖς τὰ τῆς τύχης ἀντι- πίπτῃ, κατορθοῦντες δὲ ἐν τοῖς προκειμένοις αὑτοὺς αἰτίους εἶναι τῶν κατορθωμάτων ὑπολαμβάνουσιν, ὡς οὐκ ἂν ἀπαντησάντων τῶν ἀπηντηκότων, εἰ μὴ αὐτοὶ τάδε μᾶλλον ἔπραξαν ἀντὶ τῶνδε, ὡς ἔχοντες καὶ τοῦ μὴ πράττειν αὐτὰ τὴν ἐξουσίαν. δι’ ἣν διαφωνίαν ἀναγκαία τοῖς φιλοσοφοῦσιν ἡ ζήτησις ἡ περὶ τῆς εἱμαρμένης, οὐκ εἰ ἔστιν, ἀλλὰ τί ποτ’ ἐστὶν καὶ ἐν τίσιν τῶν γινομένων τε καὶ ὄντων ἐστὶν ἡ τοιαύτη φύσις.

ὅτι μὲν οὖν 8 III αἰτίαν τινὰ τὴν εἱμαρμένην τοῖς γινομένοις ὧν εἶναι λέγουσιν πάντες οἱ περὶ εἱμαρμένης λέγοντές τι, γνώριμον (ταύτην γὰρ ἀποδιδόασίν τε καί φασιν αἰτίαν εἶναι τοῦ γίνεσθαι τὰ γινόμενα ὃν τρόπον γίνεται), ἐπεὶ δὲ πλεοναχῶς λέγεται τὰ αἴτια, ἀναγκαῖον τοῖς ἐν τάξει τὸ πρόβλημα μετιοῦσιν πρῶτον λαβεῖν, ὑπὸ τίνα τρόπον τῶν αἰτίων χρὴ τιθέναι τὴν εἱμαρμένην· οὐδὲν γὰρ τῶν πολλαχῶς λεγομένων γνώριμον χωρὶς τῆς οἰκείας διαιρέσεως λεγόμενον. διαιρεῖται δὴ τὰ τῶν γινομένων αἴτια εἰς τρόπους αἰτίων τέσσαρας, καθὼς αἰτίας Ἀριστοτέλης δέδειχεν. τῶν γὰρ αἰτίων τὰ μέν ἐστι ποιητικά, τὰ δὲ ὕλης ἐπέχει λόγον, ἔστι δέ τις ἐν αὐτοῖς καὶ ἡ κατὰ τὸ εἶδος αἰτία· παρὰ δὲ τὰς τρεῖς ταύτας αἰτίας ἐστὶν αἴτιον ἐν αὐτοῖς καὶ τὸ τέλος, οὗ χάριν καὶ τὸ γινόμενον γίνεται. καὶ τοσαῦται μὲν αἱ τῶν αἰτίων διαφοραί. ὅτι γὰρ ἂν αἴτιον ᾖ τινος, ὑπὸ τούτων τι τῶν αἰτίων ὂν εὑρεθήσεται. καὶ γὰρ εἰ μὴ πάντα τὰ γινόμενα τοσούτων αἰτίων δεῖται, ἀλλὰ τά γε πλείστων δεόμενα οὐχ ὑπερβαίνει τὸν ἀριθμὸν τὸν εἰρημένον. γνωριμωτέρα 4 δοκεῖ γίνεσθαι a1 5 οὐδὲ a¹0: οὐ a2: ουδε sic V 7 κατ’ αὐτὴν Va1: κατὰ ταύτην a2 9 εἱμαρμένην] ην in lit. V τύχης (supra τυ lit.) V: ψυχῆς a2: ψυχοῖς K 12 ἔπραξαν om. a1 14 ἡ om. a2 15 τε καὶ ὄντων om.0 τοιάδε a¹ οὖν om. 0 16 ὧν del. V2 17 τε] τι V¹ (corr. V2) 18 γίνεται V2a1: γίνεσθαι V¹a² 19 τὰ αἴτια om. a1 πρῶτον V²a¹: πρώτην V¹a² 22 δὴ] δὲ Eusebii vulg. 0 διαιρεῖται—τιθέναι τὴν εἱμαρμένην (169,3)] Euseb. praep. ev. VI, 9. 1—16 268a— 270b τόπους Cas. Lo ond. αἰτιῶν Eusebius Lond.0 23 καθὼς V2a¹: καθὼσ αἰτίασ V¹: καθ’ ἃς αἰτίας a2: καθὼς ὁ θεῖος Eusebius Lond. 0 fortasse recte: καθὼς θεῖος Cas. δέδειχεν] cf. Arist. ΜΜetaph. Ι, 3. 983a23 sqq. ποιητὰ Εusebii pars librorum 24 ἐπέχοντα Eusebii vulg. τὸ om. Eusebii p. l. 25 τὰς om. Cas. ἐν αὐτοῖς αἴτιον Eusebius 25 et 26 τὸ om. Eusebius 26 αἱ τῶν om. Eusebii p. l. 27 τι τούτων Eusebius ὃν a² 28 μὴ] καὶ B² γινόμενά τις σκέψαιτο, εὑρήσει οὐχ B² 28. 29 τοσούτων — δεόμενα Eusebius (τὰ δὲ p. l.): om. (signo in mg. adposito V) codd. a¹² 29 τὸν εἰρ. ἀρ. Eusebius δ’ ἂν αὐτῶν ἡ διαφορὰ γίγνοιτο, εἰ ἐπὶ παραδείγματός τινος τῶν γινομένων ὁραθείη. ἔστω δὴ ἐπ’ ἀνδριάντος ἡμῖν ἡ τῶν αἰτίων δεικνυμένη διαίρεσις. τοῦ δὲ ἀνδοιάντος ὡς μὲν ποιητικὸν αἴτιον ὁ ποιήσας τεχνίτης, ὃν ἀνδριαντοποιὸν καλοῦμεν, ὡς δὲ ἡ ὕλη ὁ ὑποκείμενος χαλκὸς ἢ λίθος ἢ ὅτι ἂν ᾖ τὸ ὑπὸ τοῦ τεχνίτου σχηματιζόμενον κατὰ τὴν τέχνην· αἴτιον γὰρ καὶ τοῦτο τοῦ γεγονέναι τε καὶ εἶναι τὸν ἀνδριάντα. ἔστι δὲ καὶ τὸ εἶδος τὸ ἐν τῷ ὑποκειμένῳ τούτῳ γενόμενον ὑπὸ τοῦ τεχνίτου καὶ αὐτὸ τοῦ ἀνδριάντος αἴτιον, δι’ ὅ ἐστιν εἶδος δισκεύων ἢ ἀκοντίζων ἢ ἐπ’ ἄλλου τινὸς ὡρισμένου σχήματος. οὐ μόνα δὲ ταῦτα τῆς τοῦ ἀνδριάντος γενέσεως αἴτιά ἐστιν· οὐδενὸς γὰρ τῶν αἰτίων τῆς γενέσεως αὐτοῦ δεύτερον τὸ τέλος, οὗ χάριν γεγονός ἐστι, ἢ τιμή τινος ἢ εἰς θεοὺς εὐσέβειά τις. ἄνευ γὰρ τοιαύτης αἰτίας οὐδ’ ἂν τὴν ἀρχὴν ὁ ἀνδριὰς ἐγένετο. ὄντων τοίνυν τοσούτων τῶν αἰτίων καὶ τὴν πρὸς ἄλληλα διαφορὰν ἐχόντων γνώριμον τὴν εἱμαρμένην ἐν τοῖς ποιητικοῖς αἰτίοις δικαίως ἂν καταριθμοῖμεν ἀναλογίαν σώζουσαν πρὸς τὰ γινόμενα κατ’ αὐτὴν τῷ τοῦ ἀνδριάντος δημιουργῷ τεχνίτῃ. τούτου δ’ οὕτως ἔχοντος ἀκόλουθον ἂν εἴη περὶ τῶν ποιητικῶν

ΙV αἰτίων ποιήσασθαι τὸν λόγον. οὕτως γὰρ ἔσται γνώριμον, εἴ τε πάντων τῶν γινομένων χρὴ τὴν εἱμαρμένην αἰτιᾶσθαι, εἴ τε δεῖ καὶ ἄλλοις τισὶν παρὰ τήνδε συγχωρεῖν ὡς οὖσιν ποιητικοῖς τινων αἰτίοις. ἀπάντων δὴ τῶν γινομένων Ἀριστοτέλης ποιούμενος τὴν διαίρεσιν τὰ μὲν αὐτῶν τινος χάριν γίνεσθαι λέγει σκοπόν τινα καὶ τέλος τῶν γινομένων προκείμενον ἔχοντος τοῦ ποιοῦντος αὐτά, τὰ δὲ οὐδενός. ὅσα γὰρ οὐ κατὰ πρόθεσίν τινα ὑπὸ τοῦ ποιοῦντος γίνεται οὐδ’ ἐπὶ τέλος ὡρισμένον ἔχει τὴν ἀναφοράν, τοιαῦτα (ὁποῖά ἐστι καρφῶν τέ τινων διακρατήσεις καὶ περιστροφαὶ καὶ τριχῶν ἐπαφαί τε καὶ ἐκτάσεις καὶ ὅσα τούτοις ὁμοίως γίνεται), ὅτι μὲν γίνεται καὶ αὐτὰ γνώριμον, οὐ μήν ἔχει τὴν κατὰ τὸ τέλος καὶ τίνος χάριν αἰτίαν. 1 δ’ Eusebius B2 Lond. 0: γὰρ Va¹2 γένοιτο Eusebius 1. 2 γινομένων] εἰρημένων a1 δὴ Eusebius O: γὰρ libri 3 δὲ Eusebii p. l. Cas.: δὴ libri ὡς om. Cas. 5 τὸ om. a2 7 τούτῳ γενόμενον om. a2 γινόμενον Lond.0 8 εἶδός ἐστιν Eusebius δισκεῦον a1 Eusebius ἀκοντίζον a1 Eusebius 9 μόνον Eusebius 10 γὰρ supra versum V ἐστιν—τῶν] ἀλλ’ ἔστιν οὐδενὸς τῶν Eusebius δευτερεῦον Eusebii p. l. 10.11 τέλος] γένος Eusebii p. l. 11 γεγονός ἐστι Va¹²: γέγονε τουτέστιν Eusebius (γεγονέναι τ. D) εἴς] εἴ Cas.: del. B² θεοὺς scripsi: θεὸν Eusebius O: τινος libri 12 τῆς τοιαύτης Eusebius οὐδ’ ἂν] οὐ γὰρ V1 (corr, V2) 13 αἰτίων τῶν τοσούτων a2: τούτων τῶν αἰτίων τοσούτων Lond. 14 ποιητικοῖς V1 γρ. a¹2: τοιούτοις V1 15 σώζουσαν] ωζ in lit. V τῇ τοῦ Eusebius 16 τέχνῃ Eusebius 17 τὸν om. a1 18 δεῖ] δὴ Eusebius ἄλλως Eusebii cod. B 19 δὲ Cas. 21 λέγειν V1 (corr. V2) καὶ τέλος om. a2 22 γὰρ om. Eusebius: γε coni. 0 οὐ om. Eusebii cod. B πρόθεσιν] προαίρεσιν Eusebii cod. S ὑπὸ om. Eusebius 23 ἐπὶ] ἐπεὶ a2 23. 24 τοιαῦτα ὁποῖα] τοιαῦτα οἷον Εusebius: ὁποῖα B² 24 καρφῶν Eusebius a2: καρπῶν Va1 25 ὁμοίως γίνεται Eusebius: ὁμοίως (ὅμοια γρ. H) γίνεται ἃ VHa1 Lond.: ὅμοια a2: ὅμοια ἃ K: ὁμοίως γίνεται ἃ ⟨γὰρ⟩ Ο διότι Diels (cf. Ind. Arist. p. 200b49; Doxogr. p. 742) μὲν οὖν a2: μὲν γὰρ Eusebius 26 τὸ om. 0 τίνος Va¹: τινὸς a2: τὴν οὗ Eusebius τὰ μὲν οὖν οὕτως γινόμενα ἀσκόπως τε καὶ ἁπλῶς γινόμενα οὐδεμίαν εὔλογον ἔχει διαίρεσιν, τῶν δὲ ἐπί τι τὴν ἀναφορὰν ἐχόντων καί τινος γινομένων χάριν τὰ μὲν κατὰ τὴν φύσιν, τὰ δὲ κατὰ τὸν λόγον γίνεται. τά τε γὰρ φύσιν αἰτίαν ἔχοντα τῆς γενέσεως κατά τινας ἀριθμοὺς καὶ τάξιν ὡρισμένην πρόεισιν εἴς τι τέλος, ἐν ὧ γενόμενα τοῦ γίνεσθαι παύεται, εἰ μή τι αὐτοῖς ἐνστὰν ἐμποδών γένοιτο τῇ κατὰ φύσιν αὐτῶν ἐπὶ τὸ προκείμενον τέλος ὁδῷ, ἀλλὰ καὶ τὰ κατὰ λόγον γινόμενα ἔχει τι τέλος. οὐδὲν γὰρ ὡς ἔτυχεν τῶν κατὰ λόγον γινομένων γίνεται, ἀλλ’ ἐπί τινα σκοπὸν ἡ ἀναφορὰ πᾶσιν αὐτοῖς. ἔστι δὲ κατὰ λόγον γινόμενα, ὅσα ὑπὸ τῶν ποιούντων αὐτὰ γίνεται λογιζομένων τε περὶ αὐτῶν καὶ συντιθέντων καθ’ ὃν ἂν τρόπον γένοιντο. οὕτως γίνεται τά τε κατὰ τὰς τέχνας γινόμενα πάντα καὶ κατὰ προαίρεσιν, ἃ διαφέρει τῶν γινομένων φύσει τῷ τὰ μὲν φύσει γινόμενα ἐν αὐτοῖς ἔχειν τὴν ἀρχήν τε καὶ αἰτίαν τῆς τοιαύτης γενέσεως (τοιοῦτον γὰρ ἡ φύσις· καὶ γίνεται μὲν κατὰ τάξιν τινά, οὐ μὴν τῆς ποιούσης αὐτὰ φύσεως ὁμοίως ταῖς τέχναις λογισμῷ περὶ αὐτῶν χρωμένης), τὰ δὲ γινόμενα κατὰ τέχνην τε καὶ προαίρεσιν ἔξωθεν ἔχει τὴν ἀρχὴν τῆς κινήσεως καὶ τὴν αἰτίαν τὴν ποιοῦσαν, ἀλλ’ οὐκ ἐν αὐτοῖς καὶ τῆς γενέσεως αὐτῶν τοῦ ποιοῦντος γίνεται περὶ αὐτῶν λογισμός. τρίτον δέ ἐστιν ἐν τοῖς ἕνεκά του γινομένοις καὶ τὰ ἀπὸ τύχης τε καὶ ταὐτομάτου γίνεσθαι πεπιστευμένα ταύτῃ τῶν προηγουμένως ἕνεκά του γινομένων διαφέροντα, ᾗ ἐπ’ ἐκείνων μὲν πᾶν τὸ πρὸ τοῦ τέλους γινόμενον τοῦ τέλους χάριν γίνεται, ἐπὶ δὲ τούτων τὰ μὲν γινόμενα πρὸ τοῦ τέλους ἄλλου χάριν γίνεται, ἀπαντᾷ δ’ αὐτοῖς ἄλλου χάριν γινομένοις ὡς τέλος τὸ αὐτομάτως τε καὶ ἀπὸ τύχης γίνεσθαι λεγόμενον.

τούτων δ’ οὕτως ἐχόντων καὶ πάντων τῶν V γινομένων εἰς τούτους τοὺς τρόπους νενεμημένων ἀκόλουθον ἐπὶ τούτοις ἰδεῖν, ἐν ποίῳ τῶν ποιητικῶν αἰτίων χρὴ τιθέναι τὴν εἱμαρμένην. ἆρά γε ἐν τοῖς οὐδενὸς γινομένοις χάριν; ἢ τοῦτο μὲν παντάπασιν ἄλογον· αἰεὶ 1 τε om. Eusebius 3 τὴν om. Eusebius a τὸν om. Eusebius a1 4 τὴν γενέσεως Eusebii cod. 1 5 εἴς] ἐπί Eusebius τι om. a2 γινόμενα Eusebius γενέσθαι a2 παύονται Eusebii vulg. 6 ἐνστὰν Eusebius a2: ἐστ’ ἂν V¹: del. V2: om. a1 0 γίνοιτο Eusebii vulg. 7 pr. τέλος om. Eusebius τὰ om. a1 8 σκοπὸν] φορὰν Eusebii p. l. 11 γένοιτο Eusebius 0 γίνεται] γίνοιτο a2 τε om. Eusebii p. l. a2 12 τὰ κατὰ Eusebius ἃ om. Eusebii cod. τῷ in lit. 6 litt. V 13 τὰς αἰτίας Eusebius 14 γίνεται a2: γίνεσθαι V Eusebius a1 0 (ὡς γίνεσθαι Schwartz) μὲν om. Lond. 15 χρωμένοις vel χρωμένως Eusebii p. l. 16 τῆς om. 0 17 ποιοῦσαν] α in lit. V καὶ τὴν ποιοῦσαν αἰτίαν Eusebii p. l. 18 pr. αὐτῶν] αὐτοῖς a2 ὁ τοῦ Eusebius 0 ποιοῦνται Eusebii cod. B γίνεται (γ in lit.) Va¹²: ἡγεῖται Eusebius τρίτον δέ ἐστιν Eusebius: ἔστιν libri 19 οὖν ἐν τοῖς a2: οὖν τοῖς Lond. Cas. καὶ ἀπὸ ταὐτομάτου a2: καὶ τοῦ αὐτομάτου Eusebius 20 πεπιστευμένα] πε supra versum V προηγουμένως B² Eusebii vulg. Lond. O: προηγουμένων V Eusebii cod. C 21 μὲν ὅτι πᾶν τὸ πρὸ a2: μὲν δῆλον ὅτι πᾶν τὸ πρὸ E: μὲν τὰ πρὸ (πρὸς cod. BC) Eusebius γινόμενον om. Eusebius alt. τοῦ τέλους om. Eusebii cod. BC 23 τε om. a² 25 τρόπους] σκοποὺς a1 26 ποίῳ] τίνι Eusebius τῶν] τ in lit. V 27 γενομένοις 0 ἦ 0 γὰρ ἐπὶ τέλους τινὸς τῷ τῆς εἱμαρμένης ὀνόματι χρώμεθα καθ’ εἱμαρμένην αὐτὸ λέγοντες γεγονέναι. διὸ ἐν τοῖς ἕνεκά του γινομένοις ἀναγκαῖον τιθέναι τὴν εἱμαρμένην· καὶ ἐπεὶ τῶν ἕνεκά του γινομένων τὰ μὲν γίνεται κατὰ λόγον, τὰ δὲ κατὰ φύσιν, ἢ ἐν ἀμφοτέροις αὐτοῖς τὴν εἱμαρμένην ἀναγκαῖον εἶναι τίθεσθαι, ὡς πάντα τὰ γιγνόμενα καθ’ εἱμαρμένην γίνεσθαι λέγειν, ἢ ἐν θατέρῳ. ἀλλὰ τὰ μὲν κατὰ λόγον γινόμενα τούτῳ δοκεῖ γίνεσθαι κατὰ λόγον τῷ τὸν ποιοῦντα αὐτὰ καὶ τοῦ μὴ ποιεῖν ἔχειν ἐξουσίαν. τά τε γὰρ ὑπὸ τῶν τεχνιτῶν γινόμενα κατὰ τέχνην οὐκ ἐξ ἀνάγκης ὑπ’ αὐτῶν γίνεσθαι δοκεῖ (οὕτως γοῦν ἕκαστον ποιοῦσιν αὐτῶν ὡς καὶ τοῦ μὴ ποιεῖν αὐτὰ τὴν ἴσην ἔχοντες ἐξουσίαν· ἔτι τε πῶς οὐκ ἄτοπον τὴν οἰκίαν καὶ τὴν κλίνην καθ’ εἱμαρμένην λέγειν γεγονέναι ἢ τὴν λύραν ἡρμόσθαι καθ’ εἱμαρμένην;), ἀλλὰ μὴν καὶ ὧν προαίρεσις κυρία (ταῦτα δ’ ἐστὶν ὅσα κατ’ ἀρετήν τε καὶ κακίαν πράττεται) καὶ ταῦτα ἐφ’ ἡμῖν εἶναι δοκεῖ. εἰ ἐφ’ ἡμῖν δὲ ταῦτα, ὧν καὶ τοῦ πραχθῆναι καὶ τοῦ μὴ πραχθῆναι ἡμεῖς εἶναι δοκοῦμεν κύριοι, τούτων δὲ οὐχ οἷόν τε λέγειν αἰτίαν τὴν εἱμαρμένην οὐδὲ ἀρχὰς εἶναί τινας καὶ αἰτίας ἔξωθεν προκαταβεβλημένας τοῦ πάντως ἢ γενέσθαι τι αὐτῶν ἢ μὴ γενέσθαι (οὐκέτι γὰρ ἂν εἴη τι τούτων ἐφ’ ἡμῖν, εἰ γένοιτο τοῦτον τὸν τρόπον), λείπεται δὴ λοιπὸν τὴν εἱμαρμένην ἐν τοῖς φύσει γινομένοις εἶναι λέγειν, ὡς εἶναι ταὐτὸν εἱμαρμένην τε καὶ φύσιν.

τό τε γὰρ εἱμαρμένον κατὰ φύσιν καὶ τὸ κατὰ φύσιν εἱμαρμένον. οὐ γὰρ κατὰ φύσιν μέν ἐστιν ἄνθρωπον ἐξ ἀνθρώπου καὶ ἵππον ἐξ ἵππου γίνεσθαι, οὐ καθ’ εἱμαρμένην δέ, ἀλλὰ συνοδεύει τὰ αἴτια ταῦτα ἀλλήλοις ὡς ἂν ἔχοντα κατὰ τοὔνομα μόνον τὴν διαφοράν. διὸ καὶ τὰ πρῶτα τῆς κατὰ φύσιν ἑκάστοις γενέσεως αἴτια (ἔστιν δὲ ταῦτα ⟨ταῦ⟩ θεῖα καὶ ἡ τούτων εὔτακτος περιφορὰ) καὶ τῆς εἱμαρμένης αἴτια λέγουσιν. πάσης γὰρ γενέσεως ἀρχὴ ἡ τῶν θείων κατὰ τὴν κίνησιν ποιὰ σχέσις πρὸς τὰ τῇδε. οὔσης δὲ τῆς εἱμαρμένης ἐν τούτοις τε καὶ τοιαύτης ἀναγκαῖον ὡς ἂν ἔχῃ τὰ γινόμενα κατὰ φύσιν οὕτως ἔχειν καὶ τὰ καθ’ εἱμαρμένην. ἀλλὰ μὴν τὰ γινόμενα κατὰ φύσιν οὐκ ἐξ ἀνάγκης γίνεται, ἀλλ’ ἔστιν ἡ γένεσις τῶν οὕτω γινομένων ἐμποδιζομένη διὸ ποτὲ μὲν ὡς ἐπὶ τὸ πλεῖστον μὲν γινεται τὰ γινόμενα κατὰ φύσιν, οὐ μὴν ἐξ ἀνάγκης ἔχει. χώραν γὰρ ἐν 2 τε αὐτὸ Eusebius του γινομένων γινομένοις a2 ἀνάγκη a2 5 εἶναι om. a1 0 6 λόγον γινόμενα] ον γ in lit. V 7 ποιεῖ Cas. 9 γοῦν] γὰρ Lond 0 αὐτῶν Va¹: αὐτοὶ a2 10 τε] δὲ EO 11 ἢ] καὶ 0 11. 12 καθ’ εἱμαρμένην om. a2 14 ἡμεῖς om. a3 15 οὐκ a1 18 εἰ] ἢ a2 20 κατὰ φύσιν καὶ—εἱμαρμένον add. V 21 καὶ om. Cas. 22 οὐ—δέ] καθ’ εἱμαρμένην δὲ οὔ a2 Ο 24 αἴτια (ἔστιν δὲ ταῦτα ⟨τὰ⟩ scripsi: αἴτιασ ἔστι οδὲ ταῦτα V¹: αἴτια τάτε V²Ba¹: αἴτια Η: αἴτιά ἐστιν· οἱ δὲ αὐτὰ τὰ KE (pro οἱ δὲ: ἤτοι Sa2 Lond. (sed hic οἳ δ’) Cas.: αἴτια τὰ 0 ἡ] τὴν a2 25 εὔτακτον περιφορὰν a2 δὲ αἴτια λέγουσιν τὰ αὐτά V²a1 26 τὴν om. a1 τῆιδε sic V 27 τε om. a2 30 ἐμποδιζομένη ποτέ. διὸ μὲν] ὡς Diels ποτὲ μὲν] περ μὲν om. a2 O: post γίνεται coll. H 31 ἔχει del. V2: om. a1O αὐτοῖς ἔχει καὶ τὸ παρὰ φύσιν καὶ γίνεται, ὑπό τινος αἰτίας ἔξωθεν ἐμποδισθείσης τῆς φύσεως εἰς τὸ ἔργον τὸ ἑαυτ  ῆς. διὸ οὔτε ἐξ ἀνάγκης ἄνθρωπος ἐξ ἀνθρώπου ἀλλ’ ὡς ἐπὶ τὸ πλεῖστον, ὥστε καὶ κατὰ τὴν ὡρίσθαι δοκοῦσαν προθεσμίαν τοῖς γινομένοις κατὰ φύσιν ἕκαστον τῶν οὕτως γινομένων ἀεὶ γίνεται. ὄντος δὲ ἐν τοῖς γινομένοις κατὰ φύσιν καὶ τοῦ παρὰ φύσιν, ὥσπερ καὶ ἐν τοῖς κατὰ τέχνην, χώραν ἂν ἔχοι καὶ ἐν τοῖς κατὰ τὴν εἱμαρμένην γινομένοις τὸ παρὰ τὴν εἱμαρμένην, ὥστ’ εἰ χώραν ἔχει τὸ παρὰ φύσιν καὶ μὴ κενόν ἐστιν ὄνομα, ἔχοι ἂν ἐν τοῖς γινομένοις χώραν καὶ τὸ παρὰ τὴν εἱμαρμένην. διὸ καὶ λέγοι τις ἂν εὐλόγως τὴν οἰκείαν φύσιν ἀρχὴν ἑκάστου καὶ αἰτίαν εἶναι τῆς τῶν γινομένων ἐν αὐτῷ κατὰ φύσιν τάξεως. ἀπὸ ταύτης γὰρ ὡς ἐπὶ τὸ πλεῖστον οἵ τε βίοι τῶν ἀνθρώπων τὴν τάξιν καὶ αἱ καταστροφαὶ λαμβάνουσιν. ὁρῶμεν γοῦν ὅτι καὶ τὸ σῶμα τῷ τοῖον ἢ τοῖον εἶναι τὴν φύσιν καὶ ἐν νόσοις καὶ ἐν φθοραῖς ἀκολούθως τῇ φυσικῇ συστάσει γίνεται, οὐ μὴν ἐξ ἀνάγκης· ἱκαναὶ γὰρ ἐκκροῦσαι τὴν τοιάνδε τάξιν ἐπιμέλειαί τε καὶ ἀέρων ὑπαλλαγαὶ καὶ προστάξεις ἰατρῶν καὶ συμβουλαὶ θεῶν. κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῆς ψυχῆς εὕροι τις ἂν παρὰ τὴν φυσικὴν κατασκευὴν διαφόρους γινομένας ἑκάστῳ τάς τε προαιρέσεις καὶ τὰς πράξεις καὶ τοὺς βίους. ἦθος γὰρ ἀνθρώπων δαίμων κατὰ τὸν Ἡράκλειτον, τουτέστι φύσις. ὡς ἐπὶ τὸ πλεῖστον γὰρ ταῖς φυσικαῖς κατασκευαῖς τε καὶ διαθέσεσιν τάς τε πράξεις καὶ τοὺς βίους καὶ τὰς καταστροφὰς αὐτῶν ἀκολούθως ἰδεῖν ἔστι. τῷ μὲν γὰρ φιλοκινδύνῳ καὶ θρασεῖ φύσει βίαιός τις καὶ ὁ θάνατος ὡς ἐπὶ τὸ πλεῖστον (αὕτη γὰρ ἡ τῆς φύσεως εἱμαρμένη), τῷ δέ γε ἀκολάστῳ τὴν φύσιν τό τε ἐν ἡδοναῖς τοιαύταις καταζῆν καὶ ὁ τῶν ἀκρατῶν βίος, ἂν μή τι κάλλιον ἐν αὐτῷ γενόμενον ἐμποδίζῃ, τῷ δὲ καρτερικῷ κατὰ φύσιν αἱ τῶν πόνων ὑπομοναὶ καὶ αἱ κακοπάθειαι καὶ αἱ ἐν τοῖς τοιούτοις τοῦ βίου καταστροφαὶ 1 alt. καὶ infra versum V 1. 2 παρεμποδισθείσης a2 2 οὔτε] fortasse οὐδὲ 3 ἐξ s. v. V: om. a1 ὡς V²a¹²: οὐκ V1 ὥστε] ὅθεν a1 καὶ del. Diels 5 οὐκ ἀεὶ Schultess 0 τοῦ add. Lond. 0 6 τέχνην ⟨τοῦ παρὰ τέχνην⟩ coni. 7 ἔχοι a2 12 τὴν καταστροφὴν a2: αἱ ἀναστροφαὶ B² γοῦν] οὖν a2 ὁρῶμενβίους (18)] Eus. pr. ev. VI, 9. 270c 270d 13 τοῖον bis scripsi cf Al. De an.169,36: τοιὸν bis libri: τοιόνδε bis Eusebius ἐν ante φθοραῖς om. Eusebius a 14 καταστάσει Eusebii p. l. ὁμοίως ἐπὶ πάντων οὐδὲ ἐξ ἀνάγκης Eusebius 15 πολλάκις τὴν Eusebius τοιάνδε a¹: τοιάνδε sic V: τοιὰν δὲ Lond.: τοιαύτην Eusebii p. l. a2 τάξιν] ἕξιν Εusebius τε om. Eusebius ἀέρων] βίων Eusebius 16 συμβουλίαι Eusebius κατὰ—τρόπον] οὕτως Eusebii p. l. 17 κατὰ 0 γινομένας] ἐν Eusebius 17,18 τάς τε om. Eusebius 18 τὰς om. Eusebius τοὺς om. Eusebius βίους ἐξ ἀσκήσεως καὶ ἀπὸ μαθημάτων καὶ ἀπὸ λόγων κρειττόνων βελτιουμένων Eusebius ἀνθρώπῳ Lond. 0 21 ἀκολούθους Lond. Cas. 0 φιλοκινδύνη a1 22 τὸ om. a2 23 γε om. Lond. 0 24 καταγῆν a2 ἂν μή] ἀλλ’ εἴ a²0 αυτῷ V 25 γενόμενον ἐμποδίζῃ scripsi coll. de an. 185,16: γενόμενον ἐκσείσῃ τῆς ⟨ἀκολασίας⟩ Diels: γενόμενος ἐκπισητησ sic V: γενόμενος ἐκ πίση τῆς a1 : γενόμενος ἐκπέσῃ τῆς H : γενόμενον ἐκστῇ τῆς H γρ. ESKa2 (sed γενώμενον a2) Lond. Cas.0 (sed τοῦ pro τῆς Cas. O) τῷ δὲ καρτερικιῷ addidi coll. de an. 185,29 (similiter 0 in adn.) 26 αἱ ἐν τοῖς ES: ἐν τοῖς a2O: μεν τοισ V: μεν τι τοῖς 2: μέντοι τοῖς Ha πάλιν εἰσὶ καθ’ εἱμαρμένην. καὶ τοῖς ἀνελευθέροις δὲ τὴν φύσιν καὶ ἀπλήστοις περὶ κτῆσιν χρημάτων καὶ τὰ τῆς εἱμαρμένης συνῳδά· ἐν ἀδικίαις γὰρ ὡς ἐπὶ τὸ πλεῖστον ὁ τῶν τοιούτων βίος, καὶ ἡ τοῦ βίου δὲ καταστροφὴ τοῖς κατ’ αὐτὰ πράττουσιν ἀκόλουθος τούτοις. καὶ ἐπιλέγειν εἰώθασιν τοῖς τοιούτοις, ὅταν ἐν ταῖς ἀκολούθοις τε τοῦ βίου καὶ καθ’ εἱμαρμένην περιστάσεσιν ὦσιν, ὡς ἑαυτοῖς γεγονόσιν αἰτίοις τῶν παρόντων αὐτοῖς κακῶν. καὶ τοῦτ’ ἄν τις παρίστασθαι βουλόμενος τοῖς τὰς μαντείας ἐπαγγελλομένοις τοῦ μὴ πάντως αὐτοὺς ἐπιτυγχάνειν φέροι τὸ αἴτιον, μὴ πάντα τὴν φύσιν ἑκάστου καὶ τὴν εἱμαρμένην εὐοδεῖν, ἀλλὰ γίνεσθαί τινα καὶ παρ’ αὐτήν, εἶναι δὲ τοὺς μάντεις μηνυτὰς τῶν γινομένων καθ’ εἱμαρμένην, ὥσπερ οὖν καὶ τοὺς φυσιογνώμονας. εἰπόντος γοῦν Ζωπύρου τοῦ φυσιογνώμονος περὶ Σωκράτους τοῦ φιλοσόφου ἄτοπά τινα καὶ πλεῖστον ἀφεστῶτα τῆς προαιρέσεως αὐτοῦ τῆς κατὰ τὸν βίον καὶ ἐπὶ τούτοις ὑπὸ τῶν περὶ τὸν Σωκράτη καταγελωμένου οὐδὲν εἶπεν ὁ Σωκράτης ἐψεῦσθαι τὸν Ζώπυρον· ἦν γὰρ ἂν τοιοῦτος ὅσον ἐπὶ τῇ φύσει, εἰ μὴ διὰ τὴν ἐκ φιλοσοφίας ἄσκησιν ἀμείνων τῆς φύσεως ἐγένετο. καὶ αὕτη μὲν ἡ περὶ εἱμαρμένης ὡς ἐπὶ κεφαλαίων εἰπεῖν κατὰ τοὺς ἀπὸ τοῦ Περιπάτου δόξα.

Ἡ δὲ κατασκευὴ τῶν εἰρημένων ἔσται φανερωτέρα παρατιθέντων ἡμῶν VΙΙ ταῖς προηγουμέναις τῶν κειμένων ἀποδείξεσιν τὰ ἑπόμενα ἄτοπα τοῖς πάντα καθ’ εἱμαρμένην γίνεσθαι λέγουσιν· μιγνύντες γὰρ οὕτω τὸν λόγον τῇ τε τῶν δοξῶν παρ’ ἀλλήλας θέσει γνωριμώτερον τἀληθὲς ποιήσομεν καὶ πρὸς τούτῳ οὐχ ἕξομεν ἀνάγκην μεμνῆσθαι τῶν αὐτῶν πολλάκις. εὐλόγως γὰρ ἄν τις ἀπορήσαι, πῶς φιλοσοφεῖν τινες λέγοντες καὶ τὴν ἀλήθειαν τὴν ἐν τοῖς οὖσιν μετέρχεσθαι καὶ ταύτην τῶν ἄλλων ἀνθρώπων πλέον ἔχειν τοὺς φιλοσοφοῦντας ὑπολαμβάνοντες καὶ διὰ τοῦτο καὶ τοὺς ἄλλους ἐπὶ τοῦτο προτρέποντες ἐπέδοσαν αὑτοὺς τῇ δόξῃ τῇ πάντα ἐξ ἀνάγκης τε καὶ καθ’ εἱμαρμένην γίνεσθαι λεγούσῃ, ἐφ’ ἣν μόνους ὁρῶμεν καταφεύγοντας τῶν ἰδιωτῶν τοὺς οὐδὲν αὐτοῖς συνειδότας δεξιὸν ἐπὶ τὴν εἱμαρμένην ἀφ’ αὑτῶν 1 εἰσὶ in lit. V 2 ἀπλείστοισ V (corr. V2): ἀπληστοὶς a1 σύνωδα Va2 4 κατ’ αὐτὰ] fortasse κατὰ ταῦτα τούτοις ES: τούτοις διὸ a2 Cas.: τούτουσ V¹ διὸ V²Ha1 Lond. 0: τοῦτο οὖν Schwartz 5 ταῖς] τοῖς Lond. ἀκολούθοισ τε V¹a¹: ἀκολουθοῖσ γε V²: ἀκολουθίαις τε a2 καὶ add. V2a¹²O 5. 6 εἱμαρμένην Η Lond.0 εἱμαρμέναις V: εἱμαρμένας ES: εἱμαρμένης a¹2 Cas. 6 γεγόνοσιν V1 αἴτιοι a2 8 πάντως αὐτοὺς Va1: πάντα αὐτοὺς a2: πάντα αὐτοῖς 0 φέρει a1 10 μηνυτὰς om. Lond 11 εἰπόντος—ἐγένετο (16) Eus. praep. ev. Vl, 9. 270c— 271a Ζωπύρου] ποτε Eusebius 12 περὶ τοῦ Eusebii vulg. 14 Σωκράτην a1 Eusebius εἶπεν] εἶ in lit. V ἐσφάλθαι Eusebius 16 ἡ om. a2 17 ἐν κεφαλαίῳ a2 O  ἡ κατὰ a2 δόξας a1 20 τῇ τὸν λόγον τε 0 τε om. Cas. 21 παραλλήλας Va¹: παράλληλα a2: παραλλήλῳ Lond. Cas. 0 22 τοῦτο a2 οὐκ a2 23 ἀπορῆσαι V¹: ἀπορήσειε V²a¹2 λέγοντες Schwartz: λέγονται (λεγονται V) libri 24 ταύτῃ a2 fortasse recte ἄλλων] prius λ in lit. V 24, 25 τοὺς φιλοσοφοῦντας delevi 25 ὑπολαμβάνοντες a2: υπολαμβάνοντες sic V: ὑπολαμβάνουσι a1 0 26 προτρέποντες] ε post ρ in lit. 2 litt. V τῇ δόξῃ] utrumque ῃ in lit. V τῶν τὴν αἰτίαν τῶν περιεστώτων αὐτοὺς κακῶν μεταφέροντας, δόξῃ οὔτε τοῖς ἐναργέσι συναδούσῃ οὔτε τινὰς πιστὰς ἀποδείξεις τοῦ οὕτως ἔχειν ἐχούσῃ προσέτι τε ἀναιρούσῃ τὸ εἶναί τι ἐφ’ ἡμῖν, οὗ πιστευθέντος τίς ἂν ἄλλη μείζων ἐκ λόγων γένοιτο ζημία; ὅτι μὲν γὰρ παρὰ τὰ ἐναργῆ, δῆλον ἐκ τοῦ πεπιστεῦσθαι μὲν σχεδὸν ὑπὸ πάντων ἰδιωτῶν τε καὶ φιλοσόφων τὸ γίνεσθαί τινα καὶ αὐτομάτως καὶ ἀπὸ τύχης, εἶναι δέ τινα τῶν γινομένων καὶ ἐνδεχομένως γινόμενα καὶ ἔχειν τινὰ χώραν ἐν τοῖς οὖσιν καὶ τὸ μηδὲν μᾶλλον τόδε τοῦδε, τούτων δὲ μηδὲν σώζεσθαι κατὰ τοὺς ἐξ ἀναγκης πάντα γίνεσθαι λέγοντας, εἴ γε σώζει μὲν αὐτὰ τὸ ἐφ’ οἷς σημαινομένοις τὰ ὀνόματα ταῦτα κεῖσθαι πεπίστευται, ταῦτα μὴ κινεῖν· οὐ γὰρ τὸ ἄλλα τινὰ ὑποβάλλοντα σημαινόμενα τοῖς ὀνόμασιν διὰ τοῦ μένειν ἐκεῖνα μένειν ἡγεῖσθαι καὶ τὰ προειρημένα σωζόντων ἐστὶ τὰ κείμενα. οὐ γὰρ σώζεται τὸ γίνεσθαί τινα ἀπὸ τύχης, ἂν ἀνελών τις τὴν τῶν οὕτως γινομένων φύσιν ὄνομα θῆται τοῖς γινομένοις ἐξ ἀνάγκης τὴν τύχην, ἀλλ’ αὐτὰ δεῖξαι δυνάμενα σώζεσθαι, ἐφ’ ὧν τὸ τῆς τύχης ὄνομα κατηγορεῖσθαι πεπίστευται.

Λέγεται δὴ πρὸς ἁπάντων ἀνθρώπων κοιναῖς τε καὶ φυσικαῖς ἐννοίαις VΙΙΙ ἐμμενόντων ταῦτα ἀπὸ τύχης τε καὶ τοῦ αὐτομάτου γίνεσθαι, ἃ αἰτίαις ἄλλων τινῶν ποιητικαῖς προηγουμέναις ἐπιγίνεται. ὅταν γὰρ ἄλλου τινὸς χάριν γινομένῳ τινὶ μὴ τοῦτο ἀπαντήσῃ οὗ χάριν ἐγένετο, ἄλλο δέ, ὃ τὴν ἀρχὴν μηδὲ ἠλπίζετο, τοῦτ’ ἀπὸ τύχης λέγεται γεγονέναι καθ’ αὑτὸ μὲν γεγονὸς ἀναιτίως, κατὰ συμβεβηκὸς δ’ ἐσχηκὸς αἴτιον τὸ γενόμενον ἐπ’ ἄλλου γενέσει τινός. καὶ ὅτι τοιοῦτόν τι λέγουσιν πάντες τὸ γινόμενον ἀπὸ τύχης δῆλον ἐξ ὧν ὑποβάλλουσιν σημαινομένων οἷς ἀπὸ τύχης φασὶν γίνεσθαι. θησαυρόν τε γάρ φασιν ἀπὸ τύχης εὑρηκέναι τινά, κἂν ἄλλου χάριν ὀρύσσων τίς τινος, ἀλλ’ οὐ τοῦ θησαυρὸν εὑρεῖν θησαυρῷ περιπέσῃ (ὁ μὲν γὰρ τούτου χάριν ὀρύσσων οὐκ ἀπὸ τύχης· οὗ γὰρ χάριν ὤρυσσεν, τοῦτο ἀπήντησεν αὐτῷ, δὲ μηδὲν τῆς εὑρέσεως τοῦ θησαυροῦ ἔμελε, ποιοῦντι δὲ ἄλλου τινὸς χάριν ἡ εὕρεσις ἀπήντησεν ὡς τέλος ἐκείνου, τοῦτον ἀπὸ τύχης τὸν θησαυρὸν εὑρηκέναι πάντες λέγουσιν), ἀλλὰ καὶ τὸ ἀργύριον 1 αὐτοῖς δόξῃ del. Diels ἀναφέροντας in mg. μεταφέροντας H 3 τι om. a1 4 γίνοιτο 0 5 μὲν om. a2 9 σώζει Lond.: σώζειν sic V: σώζειν a12 αὐτὰ (supra τὰ m2 scripsit η ut videtur) V: αὐτά ἐστι a¹² 10 ταῦτα om. 0 11 ἄλλασ τινασ V1 (corr. V2) 13 σώζεται V²a12: σώζεσθαι V1 ἂν V²a1 0: om. V¹a² ανελών sic V 14 θοῖτο B² ἀλλ’] ἀλλ’ ἂν V²a1 14.15 αὐτὰ δεῖξαι] ἂν ἀποδείξῃ Schwartz bene 15 δυνάμενα a2: δυνάμενασ sic V¹: δυνηθῇ V2a,1O κατηγορεῖσθαι V²,a1²: κατηγορεῖται V1 19 προηγουμέναις V2a1O: προηγουμένως V¹a2, epectas προηγουμένως ποιητικαῖς ὅταν—περιπεσεῖν (173,10)] Eus. prsaep. ev. VI, 271a—271b τὰ δὲ ἀπὸ τύχης τοιαῦτα, ὅταν κ.τ.λ. 20 γινομένου V1 (corr. v. c): γενομένῳ Eusebius δέ τι ὅπερ Eusebius 21 οὐδὲ Eusebius τοῦτ’—γίνεσθαι (24. 25) om. Eusebius 24 σημαινομένου a2 25 φησιν Eusebius τινας a2 ἂν V²a1: κἂν V¹a²: ὅταν Eusebius 26 τινος om. a1 τίς τινος om. Eusebius οὐ] μὴ Eusebius 27 ὁ μὲν— ἀλλὰ (30) om. Eusebius ὥρισσε a1 28 ἔμελε V²0: ἔμελλε a12: πάλιν V1 ριον ἀπὸ τύχης κεκομίσθαι τινὰ λέγουσιν, ὅταν εἰς τὴν ἀγορὰν προελθών ἄλλου τινὸς χάριν ἀργύριον ἔχοντι περιπεσὼν τῷ χρεώστῃ τὸ ὀφειλόμενον αὑτῷ λάβῃ. τῷ γὰρ ⟨τοῦ⟩ προελθεῖν εἰς τὴν ἀγορὰν ἄλλο τι προηγούμενον τέλος ἔχοντι τὸ τὸ προοφειλόμενον λαβεῖν ἀπήντησεν ὡς τέλος κατὰ συμβεβηκὸς αὐτῷ γενόμενον· τὸ μὲν ποιητικὸν αἴτιον τὸ δὲ τούτου τέλος· οὐ γὰρ ἀπὸ τύχης ἔτι λέγεταί τις τὸ ὀφειλόμενον εἰληφέναι, εἰ τούτου χάριν εἰς τὴν ἀγορὰν προῆλθεν, ὅτι τὸ προκείμενον αὐτῷ τέλος ἡ πρόοδος ἔσχεν. καὶ ὁ ἵππος δὲ αὐτομάτως τισὶν λέγεται σεσῶσθαι, ὅταν τροφῆς μὲν ἐλπίδι ἢ ἄλλου τινὸς χάριν ἀποφύγῃ τοὺς κατέχοντας αὐτόν, ἀπαντήσῃ δὲ αὐτοῦ τῇ φυγῇ καὶ τῷ δρόμῳ τὸ τοῖς δεσπόταις περιπεσεῖν. καὶ τί δεῖ ὑμῖν πλείω παραδείγματα κατατίθεσθαι ἢ ἀκριβολογεῖσθαι περὶ τῶν προειρημένων; ἱκανὸν γὰρ ὡς πρὸς τὰ προκείμενα τὸ δεῖξαι ἐφ’ ὧν σημαινομένων τὰ ὀνόματα κατηγορεῖται τὰ εἰρημένα. ὄντων δὴ τῶν ἀπὸ τύχης τε καὶ αὐτομάτως γινομένων τοιούτων, ὡς μὴ γίνεσθαι κατὰ προηγουμένην αἰτίαν (τῶν γὰρ σπανίως ἐπὶ τοῖς πρὸ αὐτῶν γεγονόσιν ἀπαντώντων τό τε αὐτό. ματον καὶ ἡ τύχη), πῶς ἂν σώζοιτό τι τῶν προειρημένων καθ’ οὓς πάντα προηγησαμένοις τισὶν αἰτίοις καὶ προηγουμένοις ἐξ ἀνάγκης ἔστι τε τὰ ὄντα καὶ τὰ γινόμενα γίνεται ἑκάστου τῶν γινομένων αἴτιόν τι προκαταβεβλημένον ἔχοντος, οὖ ὄντος ἢ γεγονότος ἀνάγκη καὶ αὐτὸ ἢ εἶναι ἢ γενέσθαι, τὸ μηδὲν μὲν σώζοντας τῶν προειρημένων, κατ’ ἄλλου δέ τινος τὸ τῆς τύχης νομοθετήσαντας ὄνομα; τὸ γὰρ τῷ μὴ ἀναιρεῖσθαι ἐκεῖνο ὑπὸ τοῦ πάντα ἐξ ἀνάγκης γίνεσθαι τιθεμένου μηδὲ τὴν τύχην ἀναιρεῖσθαι λέγειν, σοφιζομένων ἐστὶν ὁμοίως αὐτούς τε καὶ τοὺς ἀκούοντας αὐτῶν· οὕτως μὲν γὰρ οὐδὲν κωλύσει λέγειν ταὐτὸν εἱμαρμένην τε εἶναι καὶ τύχην καὶ τοσοῦτον ἀποδεῖν τοῦ τὴν τύχην ἀναιρεῖν, ὡς καὶ πάντα τὰ γινόμενα γίνεσθαι λέγειν οὐκ ἀπὸ τύχης. ἀλλ’ οὐκ ἐπὶ τῷ τοὖνομα σώζειν τὸ τῆς τύχης εἶχον τὴν αἰτίαν, ἀλλ’ ἐπὶ τῷ ἀναιρεῖν τὸ οὕτως γίνεσθαί τινα, ὧν τὸ ἀπὸ τύχης 2 χρεωστῇ a2 3 αὐτῷ V αὑτῷ λάβῃ] λήψαιτο Eusebii vulg.: αὐτὸ λάβῃ Eusebii p. l. τοῦ addidi 4 τὸ τὸ a¹: το το (sic) add. v. c. V: τὸ a²0 προσοφειλόμενον a2: προφειλόμενον a1 5 αὐτῷ V¹a¹²: αὐτῶν v. c. V γινόμενον Lond. 0 τέλος] τ in lit. V: ⟨οὐ⟩ τέλος 0 τὸ—τέλος] aut multa exciderunt ante haec verba, aut interpretamentum sunt sequentis enuntiati 9 ἀπαντήσῃ a¹2 Eusebius: ἀπαντήσει V 10 τὸ] τῷ δὲ Eusebii p. l. περιπεσεῖν. ὧν οὕτως ἐχόντων οὐδὲ ταῦτα ἂν εἴη καθ’ εἱμαρμένην Eusebius δεῖ a²: δεῖν Va1 11 παραδείγματι a1 15 τῶν a2: τῶν corr. m1 ut videtur in τὸν V: τὸν γρ. τῶν Η: τὸ a1 τοῖς v. c. Va12: τῶν V1 ἀπαντώντων τό τε a2: ἀπαντὼν, τό, τε m2?  corr. ex ἀπαντῶν το τε V: ἀπαντῶν τότε a1 τό γε Cas. 19 ἔχοντα a1 γίνεσθαι 0 20 τὸ delevi: τὸ V¹: τωι ut videtur v. c. infra vers. V: τῷ a1: τοὺς a2Ο 21 νομοθετήσαντος a1: νομοθετήσαντες 0 ⟨τὸ⟩ γὰρ τῷ scripsi: τῷ γὰρ v. c. Va¹²: τῷ V¹: τὸ γὰρ 0 ἐκεῖνα Lond. 0 22 τύχην καὶ Lond. 0 22. 23 σοφιζομένων] alt. ο in lit. V: σωφιζωμένων a1 23 αὑτοὺς αὐτοὺς V καὶ om. a2 24 κωλύσει V2a¹: κωλύσαντες (post υ lit. 1 litt. V¹a²:  κωλύσαντας Cas. 26 ἀπὸ V2a¹2: οὐκ ἀπὸ V1 ἀλλ᾿  (ἀλλὰ a2) οὐκ ἐπὶ τῷ B²α²: ἀλλ’ ἐπὶ V¹: ἀλλ’ οὐκ ἐπὶ τὸ V²: ἀλλ’ οὐκ ἐπὶ a¹B¹: ἀλλὰ ES 27 ἀλλ᾿   sic V τῷ] m1 corr. ex τῶν V τε καὶ τὸ αὐτόματον γίνεσθαι κατηγορεῖται. τί γὰρ ἄλλο ποιοῦσιν οἱ τὴν τύχην καὶ τὸ αὐτόματον ὁριζόμενοι αἰτίαν ἄδηλον ἀνθρωπίνῳ λογισμῷ, τύχης τι σημαινόμενον ἴδιον εἰσάγουσίν τε καὶ νομοθετοῦσιν; τὸ γὰρ εἰς τὴν τούτου σύστασιν χρήσασθαι τῷ λέγειν τινὰς αὐτομάτως νοσεῖν, ὅταν ἄδηλος ᾖ αὐτοῖς ἡ αἰτία τῆς νόσου, ψεῦδος. οὐ γὰρ ὡς οὔσης μέν τινος αἰτίας, ἀδήλου δὲ αὐτοῖς οὕτω λέγουσιν, ἀλλ’ ἐφ’ ὧν ἀναιτίως γεγονέναι πείθουσιν αὑτούς, ἐπὶ τούτων τὸ αὐτόματον κατηγοροῦσιν· οὐδεὶς γοῦν, ἐφ’ οὗ ζητοῦσιν τὴν αἰτίαν ὡς οὔσης, αὐτομάτως αὐτὸ γεγονέναι λέγει, ἀλλ’ οὐδ’ ὃ πέπεισταί τις αὐτομάτως γεγονέναι τούτου ζητεῖ τὴν αἰτίαν. διὸ οὐκέθ’ οἱ ἰατροὶ περὶ τούτων οὕτω λέγουσιν, κἂν τυγχάνωσιν αὐτῶν ἔτι τὰς αἰτίας ἀγνοοῦντες. οὐ γὰρ ἐφ’ ὧν προειρήκαμεν ὡς ἐπὶ πάντων ἀπὸ τύχης γίνεσθαι λεγομένων, ἀλλ’ ἐπ’ ἄλλων τινῶν κυριώτερος ὁ τοιοῦτος λόγος τῆς τύχης ἂν κατηγοροῖτο, περὶ ὧν οὐδεὶς ὡς ἀπὸ τύχης γινομένων εἶπέν ποτε. τῆς μὲν γὰρ εὑρέσεως τοῦ θησαυροῦ καὶ τοῦ τὸ ὀφειλόμενον λαβεῖν οὐκ ἄδηλα ἀνθρωπίνῳ λογισμῷ τὰ αἴτια, ἀλλὰ φανερὰ καὶ πρόδηλα. τῆς μὲν γὰρ εὑρέσεως τὸ ὀρύξαι, τοῦ δὲ τὸ ὀφειλόμενον λαβεῖν τὸ εἰς τὴν ἀγορὰν προελθεῖν. οὔτε γὰρ ἂν ἐκεῖνος μὴ ὀρύσσων εὗρεν οὔτε οὗτος μὴ προελθὼν τὸ ὀφειλόμενον ἔλαβεν, ἀλλ’ ὅτι μὴ προηγούμενα τούτων αἴτια τὰ προειρημένα, ἀλλὰ ἄλλου τινὸς χάριν ἐγίνετο, διὰ τοῦτο ἀπὸ τύχης γίνεσθαι προείληπται. ἄδηλα δὲ τὰ αἴτια ἀνθρωπίνῳ λογισμῷ ἐκείνων μᾶλλον ἃ κατά τινας ἀντιπαθείας γίνεσθαι πεπίστευται ἀγνοουμένης τῆς αἰτίας δι’ ἣν γίνεται, ὁποῖα περίαπτά τέ τινα προσείληπται οὐδεμίαν εὔλογον καὶ πιθανὴν αἰτίαν τοῦ ταῦτα ποιεῖν ἔχοντα, ἔτι δὲ ἐπαοιδαὶ καί τινες τοιαῦται μαγγανεῖαι. τούτων γὰρ ὁμολογεῖται μὲν ὑπὸ πάντων ἄδηλος εἶναι ἡ αἰτία, διὸ καὶ ἀναιτιολόγητα λέγουσιν αὐτά. οὐδεὶς δὲ ἀπὸ τύχης τούτων ⟨τι⟩ ποιεῖν λέγει, ὅτι πεπίστευται κατά τινα ὡρισμένην αἰτίαν ἃ ποιεῖ ποιεῖν, ὡς τῶν ἀπὸ τύχης οὐ διὰ τὸ τῆς αἰτίας ἄδηλον οὕτως γίνεσθαι λεγομένων, ἀλλὰ διὰ τὸ ἀναίτιον τῆς προηγουμένης τε καὶ κυρίως αἰτίας.

Καὶ τοιαῦτα μὲν τὰ περὶ τῆς τύχης ὑπ’ αὐτῶν λεγόμενα καὶ οὕτως ΙΧ τοῖς κειμένοις συνᾴδοντα· ὅτι δὲ καὶ τὸ ἐνδεχόμενόν τε καὶ τὸ ὁπότερ’ 1 τὸ om. a2 2 ἢ add. V2 4 τῷ m1 corr. ex ταῦ V 6 αὐτοῖσ sic V 7 αὐτοὺς V οὐδεὶς γοῦν Va¹: οὐ δεῖ γὰρ a2 8 λέγει Va¹: λέγειν a2 οὐδ’ om. a2 9 ζητεῖ B2: ζητεῖν Va¹0: μὴ ζητεῖν a2 οὐκέτι a¹¹ 12 ἀπ᾿ 0 κυριωτέρως coni. 0 13 ἂν a2Ο: ν sic V: ὦν a1 14 μὲν om. a2 τοῦτο a1 16 τοῦ δὲ] τοῦδε a2: τοῦτο δὲ a¹ 18 προηγουμένως a2 τὰ add. a2 20 ἄδηλα κτλ.—λέγουσιν αὐτά (25)] cf. Εus. pr. ev. VΙ, 9. 271b—271c καὶ ἄδηλα δέ ἐστί τινα Eusebius ἐκεῖνα a2 ἐκείνων μᾶλλον om. Eusebius 22 ὁποῖα περίαπτά Eusebius coni. O: οἷα περίαπτα a2: ὅμοια π|  απτά sic V: ὅμοια περὶ ἁπτά H: ὅμοια περίαπτά a1 τέ τινα] τινα ποιεῖν Eusebius προείληπται Eusebii vulg. 23 ἔτι δὲ V Eusebius a1: ἔτι τε a2: ὅτι τε E τοιαῦταί τινες Eusebius 24 μαγγανείαι] μαντεῖαι Eusebii p. l. 25 τύχης om. a2 τούτων τι Cas. (sed ante ἀπὸ Cas.) Lond. 0: τούτων Va¹²: οὐδὲν τούτων B² 26 ποιεῖ om. a2 (ποιεῖν ἃ ποιεῖ CaS.) 27 οὐ om. a2 29 περὶ a2: ἐπὶ Va¹ 30 τε om. a2 ἔτυχεν γίνεσθαί τινα ὑπὸ τῶν πάντα ἐξ ἀνάγκης γίνεσθαι λεγόντων ἀναιρεῖται, αὐτόθεν πρόδηλον, εἴ γε ταῦτα μὲν κυρίως ἐνδεχομένως γίνεσθαι λέγεται, ἐφ’ ὧν καὶ τὸ ἐνδέχεσθαι μὴ γενέσθαι χώραν ἔχει, ὡς καὶ αὐτὸ τὸ ὁπότερ’ ἔτυχεν λεγόμενον ποιεῖ γνώριμον, τὰ δ’ ἐξ ἀνάγκης γινόμενα οὐκ ἐνδέχεται μὴ γενέσθαι. λέγω δὲ τὸ ἀναγκαῖον οὐκ ἐπὶ τοῦ βίᾳ γινομένου μηδὲ κατὰ τούτου τις εὐθυνέτω τοὔνομα, ἀλλ’ ἐπὶ τῶν φύσει γινομένων ὑπό τινων, ὧν τὰ ἀντικείμενα ἀδύνατον ἂν εἴη γίνεσθαι. καίτοι πῶς οὐκ ἄτοπα καὶ παρὰ τὰ ἐναργῆ καὶ μέχρι τούτων τὴν ἀνάγκην προεληλυθέναι λέγειν, ὡς μήτε κινηθῆναί τινα δύνασθαι κίνησίν τινα μήτε κινῆσαί τι τῶν αὑτοῦ μερῶν, ἣν κίνησιν καὶ μὴ κινεῖσθαι τότε οἷόν τε ἦν, ἀλλὰ τὴν τυχοῦσαν τοῦ τραχήλου περιστροφὴν καὶ τὴν δακτύλου τινὸς ἔκτασιν καὶ τὸ ἐπᾶραι τὰ βλέφαρα ἢ τι τῶν τοιούτων προηγουμέναις τισὶν αἰτίαις ἑπόμενον ἄλλως ὑφ’ ἡμῶν μὴ δύνασθαι γίνεσθαί ποτε, καὶ ταῦτα ὁρῶντας ἐν τοῖς οὖσίν τε καὶ γινομένοις πολλὴν οὖσαν διαφορὰν τῶν πραγμάτων, ἐξ ἧς ῥᾴδιον ἦν μαθεῖν ὅτι μὴ πάντα ἐνδέδεται ταῖς τοιαύταις αἰτίαις; ὁρῶμεν γοῦν τῶν ὄντων τὰ μέν τινα οὐδεμίαν ἔχοντα δύναμιν τῆς εἰς τὸ ἀντικείμενον τοῦ ἐν ἐστι μεταβολῆς, τὰ δ’ οὐδὲν μᾶλλον αὐτῶν ἐν τῷ ἀντικειμένῳ ἢ ἐν ᾧ ἐστιν εἶναι δυνάμενα. πῦρ μὲν γὰρ οὐχ οἷόν τε δέξασθαι ψυχρότητα, ἥτις ἐστὶν ἐναντία αὐτοῦ τῇ συμφύτῳ θερμότητι, ἀλλ’ οὐδὲ χιὼν δέξαιτ’ ἂν θερμότητα χιών μένουσα, ὕδωρ δὲ κἂν ᾖ ψυχρὸν οὐκ ἀδύνατον ἀποβαλὸν ταύτην δέξασθαι τὴν ἐναντίαν αὐτῇ θερμότητα· ὁμοίως δὲ καὶ τούτῳ δυνατὸν καὶ τὸν καθεζόμενον στῆναι καὶ τὸν κινούμενον ἠρεμῆσαι καὶ τὸν λαλοῦντα σιγῆσαι καὶ ἐπὶ μυρίων εὕροι τις ἂν δύναμίν τινα ἐνυπάρχουσαν τῶν ἐναντίων δεκτικήν, ὧν, εἰ τὰ ἐξ ἀνάγκης ὄντα ἐν θατέρῳ οὐκ ἔχει δύναμιν τοῦ δέξασθαι τοῦ ἐν ᾧ ἐστι τὸ ἐναντίον, οὐκ ἐξ ἀνάγκης ἂν εἴη ἐν οἷς ἐστι τὰ καὶ τοῦ ἐναντίου αὐτοῖς δεκτικά. εἰ δὲ μὴ ἐξ ἀνάγκης, ἐνδεχομένως. τὰ δὲ ἐνδεχομένως ἔν τινι οὕτως ἐστὶν ἐν αὐτῷ ὡς οὐκ ἐξ ἀνάγκης ἀλλ’ ὡς ἐνδεχομένως ἐν αὐτῷ 3 ἐφ᾿  ὧν—δεκτικὴν (24)] cf. Eus. l. c. Vl, 9. 271c λέγεται δὲ ἐνδεχομένως γίνεσθαι ταῦτα ἐφ᾿  ὧν κτλ. ἐνδέχεσθαι om. Eusebius γίνεσθαι Eusebii p. l. 4 τὰ δ᾿ — τινα μήτε (9)] οἷον τὸ Eusebius 4 γινόμενα om. a1 5 γίνεσθαι 0 δὴ a2 6 τῶν] τοῦ a2 6. 7 γινομένου a2 7 οὐκ ἀδύνατον B² ⟨ἂν⟩ εἴη scripsi: εἴη Lond. 0: ειη μη (sic i. e. ηει) V: εἴη μὴ a¹2: μὴ ESH γρ. γίνεσθαι V: γενέσθαι a12 8 fortasse ἄτοπον ἀνάγκης 0 10 αὑτοῦ V: αὐτοῦ a¹2: αὐτῷ Lond. τότε Va¹: ποτὲ a2: πότε Lond. ἣν— ἀλλὰ] καὶ Eusebius 11 τὴν (alt.) B² Cas. Lond. 0: τὸ Va¹²: τὴν τοῦ Eusebius τινος om. Eusebius 12 ἤ τι—τούτῳ δυνατὸν (22) om. Eusebius 13 ἄλλως Schwartz: ἀλλ’ ὡς libri 15 ἐνδέδοται a2: ἐνδέχεται a 16 γοῦν ὅτι a¹: γοῦν τὰ Lond. 18 ἢ V²a12: τῷ V¹: τι ES 19 αὐτοῦ om. 0 τῆς συμφύτου θερμότητος a2 20 δέξετ’ V1 (corr. V2) 21 ἀποβάλλον a20: ἀποβαλλὸν a1 22 pr. καὶ del. B2 τούτῳ] τῷ αὐτῷ Lond. 0: fortasse τοῦτο στῆσαι Eusebius (?) 24 ὧν εἰ τὰ] εἰ οὖν B² δεκτικήν, ἃ οὐκ ἂν γένοιτο ἐξ εἱμαρμένης. τὰ γὰρ ἐξ αὐτῆς οὐ δέχεται τοῦ ἐν ᾧ ἐστι τὸ ἐναντίον Eusebius 27 τὰ Va¹: τὸ a τὰ—ἐνδεχομένως om. ES fortasse ⟨ὄντα⟩ ἕν τινι γεγονότα. τὸ δὲ ἐνδεχομένως γεγονὸς ἔν τινι καὶ μὴ γεγονέναι ἐν αὐτῷ οἷόν τε ἦν. ἔστι μὲν γὰρ ἕκαστον καὶ τούτων ἐν ᾧ ἂν τυγχάνει, διότι ἦν ἐν θατέρῳ αὐτῷ ἀντικειμένῳ εἶναι, ἐν ὧ δ’ ἐστὶ νῦν, οὐκ ἐξ ἀνάγκης ἀπλῶς ἐστιν ἐν τούτῳ διὰ τὴν πρὸς τὰ ἀντικείμενα δύναμιν. ἀλλὰ μὴν τὰ οὕτως ὄντα ἔν τισιν οὐ δι’ αἰτίας τινὰς προκαταβεβλημένας τε ἐξ ἀνάγκης εἰς ταῦτα ἀγούσας ἐστὶν ἐν αὐτοῖς. ὥστ’ εἰ πάντα τὰ ὁμοίως τῶν ἀντικειμένων ὄντα δεκτικὰ ἐνδεχομένως τέ ἐστιν ἐν οἷς ἐστιν καὶ οὐκ ἔστιν ἐν οἷς οὐκ ἔστι, μυρία ἂν εἴη τὰ ἐνδεχομένως ὄντα τε καὶ γινόμενα. ἄτοπον γὰρ ὁμοίως ἐξ ἀνάγκης εἶναι λέγειν ἔν τινι τά τε ἀνεπίδεκτα τῶν ἐναντίων τούτοις ἐν οἷς ἐστι καὶ τὰ μηδὲν μᾶλλον καθ’ ὁντινοῦν χρόνον τούτων ἢ τῶν ἐναντίων αὐτοῖς δεκτικά. εἰ γὰρ τὰ ἐξ ἀνάγκης ὄντα ἔν τινι ἀνεπίδεκτα τοῦ ἐναντίου αὐτῷ, τὰ ἐπιδεκτικὰ τοῦ ἐναντίου οὐκ ἐξ ἀνάγκης ἂν ἐν ᾧ ἐστιν εἴη.

Τὰ δὲ λέγειν μὴ ἀναιρεῖσθαι πάντων γινομένων καθ’ εἱμαρμένην τὸ Χ δυνατόν τε καὶ ἐνδεχόμενον τῷ δυνατὸν μὲν εἶναι γενέσθαι τοῦτο ὃ ὑπ’ οὐδενὸς κωλύεται γενέσθαι, κἂν μὴ γένηται (τῶν δὲ καθ’ εἱμαρμένην γινομένων οὐ κεκωλῦσθαι τὰ ἀντικείμενα γενέσθαι· διὸ καίτοι μὴ γινόμενα ὅμως ἐστὶ δυνατά), καὶ τοῦ μὴ κεκωλῦσθαι γενέσθαι αὐτὰ ἀπόδειξιν φέρειν τὸ ἡμῖν τὰ κωλύοντα αὐτὰ ἂν ἄγνωστα εἶναι πάντως μέν τινα ὄντα (ἃ γάρ ἐστιν αἴτια τοῦ γίνεσθαι τὰ ἀντικείμενα αὐτοῖς καθ’ εἱμαρμένην, ταῦτα καὶ τοῦ μὴ γίνεσθαι τούτοις αἴτια, εἴ γε ὥς φασιν ἀδύνατον τῶν αὐτῶν περιεστώτων γίνεσθαι τὰ ἀντικείμενα· ἀλλ’ ὅτι μὴ ἡμῖν ἐστι γνώριμά τινα ἅ ἐστι, διὰ τοῦτο ἀκώλυτον αὐτῶν τὸ μὴ γίνεσθαι λέγουσιν), τὸ δὴ ταῦτα λέγειν πῶς οὐ παιζόντων ἐστὶν ἐν οὐ παιδιᾶς λόγοις δεομένοις; τὸ γὰρ ἡμᾶς ἀγνοεῖν, οὐδὲν πρὸς τὸ εἶναι ἢ μὴ εἶναι τὰ πράγματα· δῆλοι γάρ εἰσιν οἱ λέγοντες οὕτως ὡς τῇ ἡμετέρᾳ γνωρίσει τὸ δυνατὸν ἔσται κατ’ αὐτούς. τοῖς γὰρ γνωρίζειν αὐτῶν τὰ αἴτια δυναμένοις (οὗτοι δ’ ἂν εἶεν 1 γεγονός. τὸ Lond. O: γεγονώς. τὸ E2K δὲ om. a1 3 ἦν ἐν θατέρῳ HS: ην ενθ’ ατερωι sic V: ην ἐν θατέρω sic Β: ἦν ἔν |θατέρῳ Ε: ἦν ἐνδεχόμενον ἐν θατέρῳ a¹² αὑτῷ scripsi: αὐτῶν libri ἀντικειμένῳ scripsi: ἀντικειμένων V: καὶ τῶν ἀντικειμένων a²: καὶ τὸ ἀντικείμενον a1 5 τε del. V²: om. a¹² 6 ἐστιν ἐν αὐτοῖς V: ἐν αὐτοῖς ἐνδεχόμενόν ἐστιν a¹²: ἐν αὐτοῖς B: ἐν αὐτοῖς ἐστιν O τὰ om. 0 7 τῶν ἀντικειμένων ὄντα V²a¹: τοῖς ἀντικειμένοις ων sic V¹: τοῖς ἀντικειμένοις ὧν a² τέ ἐστιν ἐν οἷς ἐστιν V²,¹²: ἐν οἷς ἐστιν V¹: ἐν οἷς τέ ἐστιν ESK 9 τε καὶ 0 10.11 ὅντινα οὖν a2 11 ἐναντίων] τ in lit. V εἰ γὰρ—ἐπιδεκτικὰ τοῦ ἐναντίου (12)] μὴ τοῦ ἐναντίου a2: τοῦ ἐναντίου ES 14 cf. quae disputavi de sequentibus in Mus. Rhen. XLIV, 613 sq. μὴ (μ add. v. c. V, corr. ex ἢ Ε, ἢ S)] εἰ γὰρ τὰ ἐξ ἀνάγκης ὄντα ἔν τινι ἀνεπίδεκτα τοῦ ἐναντίου αὐτῷ τὰ ἐπιδεκτικὰ a2 16 κἂν] ἂν a¹² δὲ v. c. Va¹: om. a2 16.17 γενομένων 0 17 κεκωλῦσθαι Usener: κεκώλυται litbri 18 φέρει HO 19 αὐτὰ V²a¹²: αὐτὰ ἂν V1 20 γενέσθαι a1 21 γενέσθαι a¹² τούτοις] οὔτοι Gercke εἴ γε a¹2: ουει γε sic V: οὗ εἴ γε ES 23 ἅ om. av μὴ sic V: μὴ a¹2 24 τοιαῦτα 0 παιδείας a2 26 ὡς s. v. V γνωρίσει V2a¹²: γνωρίζει V¹: γνωρίζειν S 27 δυναμένοις] δ in lit. V οἱ μάντεις) οὐκ ἔσται δυνατὰ ὄντα δυνατοῖς εἰδόσιν μὲν αὐτὰ κεκωλυκέναι ἀγνοοῦσιν δὲ ὑφ’ ἡμῶν κωλύοντες. σώζοντες δὲ τὴν τοῦ δυνατοῦ φύσιν οὕτως ὡς εἰρήκαμεν διὰ τοῦτό φασιν μηδὲ τὰ γιγνόμενα καθ’ εἱμαρμένην καίτοι ἀπαραβάτως γινόμενα ἐξ ἀνάγκης γίνεσθαι, ὅτι ἐστὶν αὐτοῖς δυνατὸν γενέσθαι καὶ τὸ ἀντικείμενον, δυνατὸν οὕτως ὡς προείρηται. ἀλλὰ ταῦτα μὲν παιζόντων ὥσπερ εἶπόν ἐστιν, ἀλλ’ οὐ παρισταμένων δόγματι. ὅμοιον δὲ τούτῳ καὶ τὸ λέγειν, τὸ ἀξίωμα τὸ ἔσται αὔριον ναυμαχία’ ἀληθὲς μὲν εἶναι δύνασθαι, οὐ μέντοι καὶ ἀναγκαῖον. ἀναγκαῖον μὲν γὰρ τὸ ἀεὶ ἀληθές, τοῦτο δὲ οὐκέτ’ ἀληθὲς μένει, ἐπειδὰν ἡ ναυμαχία γένηται. εἰ δὲ μὴ τοῦτο ἀναγκαῖον, οὐδὲ τὸ ὑπ’ αὐτοῦ σημαινόμενον τὸ ἐξ ἀνάγκης ἔσεσθαι ναυμαχίαν. εἰ δὲ ἔσται μὲν οὐκ ἐξ ἀνάγκης ἀληθές, ἀληθοῦς ὄντος τοῦ ἔσεσθαι ναυμαχίαν, οὐκ ἐξ ἀνάγκης δέ, ἐνδεχομένως δηλονότι. εἰ δὲ ἐνδεχομένως, οὐκ ἀναιρεῖται τὸ ἐνδεχομένως τινὰ γενέσθαι ὑπὸ τοῦ πάντα γίνεσθαι καθ᾿  εἱμαρμένην. πάλιν γὰρ καὶ τοῦτο ὅμοιον τῷ προειρημένῳ· ὁμοῦ γὰρ παιζόντων ὁμοῦ δὲ ἀγνοούντων περὶ ὧν λέγουσιν. οὔτε γὰρ πᾶν τὸ ἐξ ἀνάγκης γιγνόμενον ἀναγκαῖον, εἴ γε τὸ μὲν ἀναγκαῖον ἀίδιον, τὸ δὲ ἐξ ἀνάγκης γινόμενον ὑπ’ αὐτοῦ τοῦ γίνεσθαι τοιοῦτον εἶναι κεκώλυται, οὔτε τὸ ἀξίωμα τὸ τοῦτο λέγον ἀναγκαῖον, εἴ γε μὴ τὸ ὑπ’ αὐτοῦ σημαινόμενον τοιοῦτον. οὐ γὰρ πᾶν ἀξίωμα, ἐν τὸ ἀναγκαῖον περιέχεται, ἀναγκαῖον ἤδη εἴ γε μήν· οὐ γὰρ ταύτῃ τὸ ἀναγκαῖον ἀξίωμα κρίνεται, ἀλλὰ τῷ μὴ μεταπίπτειν δύνασθαι εἰς ψεῦδος ἐξ ἀληθοῦς. εἰ τοίνυν μὴ ἀναγκαῖον, οὐδὲν κεκώλυται ἀληθὲς εἶναι ὡς τὸ ἔσται αὔριον ναυμαχία’· εἰ γὰρ ὡς ἀναγκαῖον λεγόμενον διὰ τὴν τοῦ ἀναγκαίου προσθήκην οὐκ ἀληθές, εἰ μὴ λέγοιτο ἀναγκαῖον τῇ τοῦ ἐξ ἀνάγκης προσθέσει, ἀληθὲς ἂν μένοι ὁμοίως τῷ χωρὶς τῆσδε τῆς προσθήκης λεγομένῳ. ἀλλ’ εἰ τότ’ ἀληθές, ἀληθὲς ἔσται, ἐνστάσης τῆς αὔριον, ἀξίωμα τὸ ἐξ ἀνάγκης γεγονέναι ναυμαχίαν. εἰ δὲ ἐξ ἀνάγκης, οὐκ ἐνδεχομένως. καὶ γὰρ εἰ ἀληθές ἐστι τὸ αὔριον ἔσται ναυμαχία’, ἀεὶ γενέσθαι ναυμαχίαν καθ’ εἱμαρμένην ἔσται, εἴ γε 1 εἰδόσιν V: εἰσι a2: εἴδοσι a1 κεχωλυκέναι a¹ 1. 2 ὄντα — κωλύοντες] αὐτὰ τοῖς εἰδόσι δυνάμενα αὐτὰ (αὐτὰ om. Ο) κεκωλυκέναι, ἀγνοοῦσι δὲ ἡμῖν τὰ κωλύοντα δυνατὰ ἔσται Lond. 0 4 ἐν αὐτοῖς K 5 ἀντικειμενον V δυνατοῦ (alt.) Lond. 0 ὡς] λεγομένου ὡς Lond. 0 6 τοῦτο 0 μὲν] μὴ a1 7 λέγ. καὶ τὸ ἀξ a2 9 μένει Usenerus: μὲν libri ἐπειδὰν ἡ Va1 Lond.: ἐπειδὰν δὲ ἡ a2: εἰ μὴ ἐπειδὰν B²: ἐπειδὰν μὴ ἡ Usenerus sed cf. l. c. p. γένηται ἀληθές a² 10 ἀνάγκης] εἱμαρμένης Ηeine 11 ἔσεται a2 13 ἐνδεχομενον ωσ i. e. ἐνδεχομένως (alt.) V: ἐνδεχόμενον ὡς a¹2 (ἐνδεχόμενον ὥστε γενέσθαι Β2) 14 πάντα λέγοντος γίνεσθαι Lond. 0 πάλιν] εἰ πάντα Η γρ. ES ⟨ὅμοιον τῷ προειρημένῳ⟩· ὁμοῦ scripsi 15 γὰρ παιζόντων V: μὲν γὰρ παιζόντων B: παιζόντων ἐστὶ a¹2 16 γενόμενον 0 17 γίνεσθαι] σθαι in lit. V 18 μὴ τὸ Lond. 0: τό μὴ Va¹: τὸ a2: del. B²; cf. l. c. 614 sq. 19 μὴ τοιοῦτον B2 20 εἴ γε μὴν Va¹: om. a2: εἴ γε μὴ B2: fortasse δεῖ λέγειν οὐ γὰρ del. B² ἀναγκαῖον om. a2 22 ὡς delevi 23 λεγόμενον scripsi: γινόμενον libri 24 λέγοιτο scripsi: γίνοιτο (γένοιτο KES) libri 25 τότ’ scripsi: τοῦτ’ libri 26 ἐνστάσει a² γεγόνεναι V 27 δὲ] γὰρ O πάντα τὰ γινόμενα καθ’ εἱμαρμένην. ἀλλ’ εἰ καθ’ εἱμαρμένην, ἀπαραβάτως, εἰ δ’⟩ ἀπαραβάτως, οὐκ ἐνδέχεται μὴ γενέσθαι, ὃ δὲ οὐκ ἐνδέχεται μὴ γενέσθαι, τοῦτο ἀδύνατον μὴ γενέσθαι, ὃ δὲ ἀδύνατον μὴ γενέσθαι, πῶς οἷόν τε τοῦτο λέγειν ἐνδέχεσθαι καὶ μὴ γενέσθαι; τὸ γὰρ ἀδύνατον μὴ γενέσθαι ἀναγκαῖον γενέσθαι. πάντα ἄρα τὰ καθ’ εἱμαρμένην γινόμενα ἐξ ἀνάγκης ἔσται κατ’ αὐτούς, ἀλλ’ οὐχὶ καὶ ἐνδεχομένως, ὡς παίζοντες λέγουσιν.

Ἀκολουθεῖ δὲ τῷ πάντα τὰ γινόμενα προκαταβεβλημέναις καὶ ὡρισμέναις ΧΙ καὶ προυπαρχούσαις τισὶν αἰτίαις ἔσεσθαι τὸ καὶ βουλεύεσθαι τοὺς ἀνθρώπους μάτην περὶ τῶν πρακτέων αὐτοῖς. εἰ δὲ τὸ βουλεύεσθαι μάτην, μάτην ἂν ἄνθρωπος εἴη βουλευτικός. καίτοι εἰ μηδὲν μάτην ἡ φύσις ποιεῖ τῶν προηγουμένων, τὸ δὲ βουλευτικὸν εἶναι ζῷον τὸν ἄνθρωπον προηγουμένως ὑπὸ τῆς φύσεως, ἀλλ’ οὐ κατ’ ἐπακολούθημά τι καὶ σύμπτωμα τοῖς προηγουμένως γινομένοις γίνοιτο, συνάγοιτο ἂν ⟨τὸ⟩ μὴ εἶναι μάτην τοὺς ἀνθρώπους βουλευτικούς. ὅτι δὲ τὸ βουλεύεσθαι μάτην πάντων γινομένων ἐξ ἀνάγκης, ῥᾴδιον γνῶναι τὴν τοῦ βουλεύεσθαι χρείαν εἰδόσιν. ὁμολογεῖται δὴ πρὸς ἀπάντων τὸ τῶν ἄλλων ζῴων τὸν ἄνθρωπον τοῦτο παρὰ τῆς φύσεως ἔχειν πλέον τὸ μὴ ὁμοίως ἐκείνοις ταῖς φαντασίαις ἕπεσθαι, ἀλλ’ ἔχειν παρ’ αὐτῆς κριτὴν τῶν προσπιπτουσῶν φαντασιῶν περί τινων ὡς αἱρετῶν τὸν λόγον, ᾧ χρώμενος, εἰ μὲν ἐξεταζόμενα τὰ φαντασθέντα, οἷα τὴν ἀρχὴν ἐφάνη, καὶ ἔστι, συγκατατίθεταί τε τῇ φαντασίᾳ καὶ οὕτως μέτεισιν αὐτά, εἰ δὲ ἀλλοῖα φαίνεται ἢ ἄλλο τι αὖ αἱρετώτερον, ἐκεῖνο αἱρεῖται καταλείπων τὸ τὴν ἀρχὴν ὡς αἱρετὸν αὐτῷ φανέν. πολλὰ γοῦν ταῖς πρώταις φαντασίαις ἡμῖν ἀλλοῖα δόξαντα οὐκέτ’ ἔμεινεν ἐπὶ τῆς προλήψεως ἐλέγξαντος αὐτὰ τοῦ λόγου. διὸ πραχθέντα ἂν ὅσον ἐπὶ τῇ αὐτῶν γενομένῃ φαντασίᾳ γενομένη, διὰ τὸ βουλεύσασθαι περὶ αὐτῶν οὐκ ἐπράχθη, ἡμῶν τοῦ τε βουλεύσασθαι καὶ τῆς αἱρέσεως τῶν ἐκ τῆς βουλῆς ὄντων κυρίων. διὰ τοῦτο γοῦν οὔτε περὶ τῶν ἀιδίων βουλευόμεθα οὔτε περὶ τῶν ὁμολογουμένως γινομένων ἐξ ἀνάγκης, ὅτι μηδὲν ἡμῖν ἐκ τοῦ περὶ αὐτῶν βουλεύεσθαι περιγίνεται πλέον. ἀλλ’ οὐδὲ περὶ τῶν ἐξ ἀνάγκης μὲν μὴ γινομένων, ἐπ’ ἄλλοις δέ τισιν ὄντων βουλευόμεθα, ὅτι μηδὲ ἀπὸ τῆς περὶ ἐκείνων βουλῆς ὄφελός τι ἡμῖν· ἀλλ’ οὐδὲ περὶ τῶν ἡμῖν μὲν πρακτῶν, παρεληλυθότων δὲ βουλευόμεθα, ὅτι 2 δ᾿  om. Va¹ 4 καὶ s. v. V 9 ἔσεσθαι] fortasse ἕ π ε σ θ αι 10 αὑτοῖς 0 10. 11 μάτην μάτην ἂν a¹: μάτην μάτην V: μάτην ἂν a² 12 φύσιν a2 14 τὸ add. a¹² cf. 208,2 16 βουλευεσθαι V χρείαν] ρ in lit. V 17 δὲ Cas. Lond. 0 ἄλλον Lond. 18 τοῦτο om. 0 τοῦτο παρὰ τῆς φύσεως — λόγου (25)] cf. Eusebius praep. ev. V, 9. 272a: ἀλλ’ ἐναργῶς φαίνεται τῶν ἄλλων ζῴων ὁ ἄνθρωπος μόνος τοῦτο κτλ. ἔχων Eusebius 19 ἔχειν τῶν προσπιπτόντων κριτὴν τὸν λόγον Eusebius τῶν om. a¹² 21 τε] τι K: om. ES Eusebius 22 ἢ B¹ES: εἰ VB²a¹²: καὶ Lond. 0 ἢ—δόξαντα (24) om. Εusebius 23 αὐχὴν a2 25 ἐλέγξαντος] γ s. v. V λόγου διὰ τὸ συμβουλεύσασθαι (βουλεύσασθαι p. l.) περὶ αὐτῶν Eusebius 26 γενομένη sic i. e. del. V: γενομένῃ B2: γινομένῃ a¹² 28 ὄντωσ κυρίωσ V¹ (corr. v. c ) γοῦν] γὰρ 0 μηδὲ τῇ περὶ τούτων βουλῇ πλέον τι ἡμῖν γίνεται. βουλευόμεθα δὲ περὶ μόνων τῶν ὑφ’ ἡμῶν τε πραττομένων καὶ μελλόντων, δῆλον ὡς ἕξοντές τι διὰ τούτου πλέον εἰς τὴν αἵρεσίν τε καὶ πρᾶξιν αὐτῶν. εἰ γάρ, ἐν οἷς οὐδὲν ἡμῖν πλέον ἐκ τοῦ βουλεύεσθαι τοῦ βουλεύεσθαι αὐτοῦ μόνου περιγίνεται, οὐ βουλευόμεθα, δῆλον ὡς ἐν οἷς βουλευόμεθα πλέον τι ἕξοντες ἐκ τοῦ βουλεύεσθαι παρὰ τὸ βουλεύσασθαι βουλευόμεθα περὶ αὐτῶν ἐπ’ αὐτό τε τὸ βουλεύσασθαι περιγίνεται καὶ περὶ τῶν ἄλλων βουλευομένοις περὶ ὧν προειρήκαμεν. τί ποτ’ οὖν τὸ περιγινόμενον ἐκ τῆς βουλῆς; τὸ ἔχοντας ἡμᾶς ἐξουσίαν τῆς αἱρέσεως τῶν πρακτέων, ὃ οὐκ ἂν ἐπράξαμεν μὴ βουλευσάμενοι τῷ ἄλλο πρᾶξαι ἂν διὰ τὸ εἶξαι τῇ προσπεσούσῃ φαντασίᾳ, τοῦτο αἱρετώτερον ὑπὸ λόγου φανὲν αἱρεῖσθαί τε καὶ πράττειν πρὸ ἐκείνου· ὃ γίνοιτ’ ἄν, εἰ μὴ πάντα πράττομεν κατηναγκασμένως. εἰ δὲ εἴημεν πάντα ἃ πράττομεν πράττοντες διά τινας αἰτίας προκαταβεβλημένας ὡς μηδεμίαν ἔχειν ἐξουσίαν τοῦ πρᾶξαι τόδε τι καὶ μή, ἀλλ’ ἀφωρισμένως ἕκαστον πράττειν ὧν πράττομεν, παραπλησίως τῷ θερμαίνοντι πυρὶ καὶ τῷ λίθῳ τῷ κάτω φερομένῳ καὶ τῷ κατὰ τοῦ πρανοῦς κυλιομένῳ κυλίνδρῳ, τί πλέον ἡμῖν εἰς τὸ πράττειν ἐκ τοῦ βουλεύσασθαι περὶ τοῦ πραχθησομένου γίνεται; ὃ γὰρ ἂν ἐπράξαμεν μὴ βουλευσάμενοι, τοῦτο καὶ μετὰ τὸ βουλεύσασθαι πράττειν ἀνάγκη, ὥστ’ οὐδὲν ἡμῖν πλέον ἐκ τοῦ βουλεύσασθαι αὐτοῦ τοῦ βουλεύσασθαι περιγίνεται. ἀλλὰ μὴν τοῦτο καὶ ἐπὶ τῶν ⟨οὐκ⟩ ἐφ’ ἡμῖν δυνάμενοι ποιεῖν ὡς ἄχρηστον ἂν παρῃτούμεθα. ἄχρηστον ἄρα τὸ βουλεύσασθαι, καὶ ἐφ’ ὧν αὐτῷ ὥς τι χρήσιμον ἡμῖν παρεχομένῳ χρώμεθα. ᾧ εἴπετο τὸ μάτην ἡμῖν ὑπὸ τῆς φύσεως τὸ βουλευτικοῖς εἶναι δεδόσθαι. ᾧ προστεθέντος τοῦ αὐτοῖς γε τούτοις καὶ κοινῶς πᾶσιν σχεδὸν τοῖς φιλοσοφοῦσιν δοκοῦντος, τοῦ μηδὲν ὑπὸ τῆς φύσεως γίνεσθαι μάτην, ἀναιροῖτο ἄν, ᾧ εἴπετο τὸ μάτην ἡμᾶς εἶναι βουλευτικούς. 1 πλέον τι Lond. 0: δέόντι Va¹2 βουλευόμεθα] cf. Eusebius pr. ev. VI, 9. 272b: βουλευόμεθα γοῦν περὶ μόνων ὧν δυνάμεθα (βουλόμεθα p. l.) πράττειν· εἰ δέ ποτε μὴ βουλευσάμενοι πράττοιμεν, πολλάκις μετανοοῦμεν καὶ μεμφόμεθα ἑαυτοῖς τῆς ἀβουλίας· ἀλλὰ κἂν ἄλλους ἴδωμεν ἀβούλως πράττοντας ἐπικαλοῦμεν ὡς ἁμαρτάνουσιν ἀξιοῦμέν τε συμβούλοις τοῖσδε χρῆσθαι ὡς ἐφ’ ἡμῖν ὄντων τῶν τοιούτων 2 ἡμων V 3 ἔξοντός a2 τοῦτο 0 4 τοῦ βουλεύεσθαι addidi cf. v. 20 5. 6 πλέον—βουλευόμεθα om. a¹2 6 τὸ corr. ex τοῦ B: τὸυ sic V: τοῦ HESO 6 (et 7) βουλεύσασθαι] βουλεύεσθαι 6—8 fortasse αὐτῶν. ⟨εἰ δέ τι⟩ ἐπ’ αὐτό γε τ. β. π. [ καὶ] π. τῶν ἄλλ. βουλ. π. ὧν προειρήκαμεν, τί ποτ’ κτλ. 6 παρὰ τοῦ βουλεύεσθαι περὶ αὐτῶν ἐπ’ αὐτὸ τὸ βουλεύεσθαι περιγίνεται πλέον coni. Casp. 0 7 τε om. a¹² καὶ] πλέον ἢ Lond. 9 ἐξουσίαν V: τὴν ἐξουσίαν 0 10 ἄλλου sic V: ἄλλο HB²: ἄλλου B¹a1²: ἄλλο τι Cas. εἷξαι V πρόσ πεσούσηι V 12 εἴη μὴ a¹2 14 ἐξουσίαν ἔχειν a1² 16 καταφερομένῳ· a¹² τῷ κατὰ om. a1 ² 21 οὐκ add. Lond. 0 παραιτούμεθα Cas. 0 22 ὥς τι] fortasse ὡς ⟨εἴς⟩ τι 23 παρεχομένωι V: παρεχόμενοι v. c. V: παρεχομένων ES: παρεχομένη a1² 23—180,2 ᾧ εἵπετο— ἀντικείμενα] dubito num haec Alexandri sint v. c. V: ὡς V¹a¹²: οἷς Lond. alt. τὸ B²: τοῦ libri 24 ᾧ v. c. V: ὡς V¹a¹2: οἷς Lond. 24. 25 κινῶς a¹¹ 25 τοῦ B²: τὸ litbri 26 ἀναιρεῖτο a¹2: ἀνῃρεῖτο Cas. ᾧ B²: ὡς Va1²: οἷς Lond. βουλευτικοῖς K: βουλευτικοῦς a¹² ομένων ὑφ’ ἡμῶν μὴ ἔχειν ἡμᾶς τοιαύτην ὑφ’ ἡμῶν μὴ ἔχειν ἡμᾶς τοιαύτην ἐξουσίαν, ὡς δύνασθαι τὰ ἀντικείμενα. |

Ἀναιρουμένου δὲ ὡς ἐδείχθη τοῦ βουλεύσασθαι κατ’ αὐτοὺς ἀναιρεῖται 40 ΧΙΙ καὶ τὸ ἐφ’ ἡμῖν προδήλως. τοῦτο γὰρ ἐφ’ ἡμῖν πάντες, ὅσοι μὴ θέσει τινὶ παρίστανται, παρειλήφασιν εἶναι, οὗ ἡμεῖς μὲν καὶ τοῦ πραχθῆναι καὶ τοῦ μὴ πραχθῆναι κύριοι, οὐχ ἑπόμενοί τισιν ἔξωθεν ἡμᾶς περιστᾶσιν αἰτίοις οὐδὲ ἐνδιδόντες αὐτοῖς, ᾗ ἐκεῖνα ἄγει, καὶ ἡ προαίρεσις, τὸ ἴδιον ἔργον τῶν ἀνθρώπων, περὶ ταὐτό· ἡ γὰρ ἐπὶ τὸ προκριθὲν ἐκ τῆς βουλῆς μετὰ ὀρέξεως ὁρμὴ προαίρεσις. διὸ οὐδὲ ἐπὶ τοῖς ἀναγκαίως γινομένοις ἡ προαίρεσις οὔτε ἐπὶ τοῖς μὴ ἀναγκαίως μὲν μὴ δι’ ἡμῶν δέ, ἀλλ’ οὐδὲ ἐν πᾶσιν τοῖς δι’ ἡμῶν, ἀλλ’ ἐν τούτοις τοῖς γινομένοις δι’ ἡμῶν, ὧν ἡμεῖς καὶ τοῦ πρᾶξαι καὶ τοῦ μὴ πρᾶξαι κύριοι. ὁ γὰρ βουλευόμενος περί τινος ἤτοι περὶ τοῦ δεῖν αὐτὸ πράττειν ἢ μὴ πράττειν βουλεύεται, ἢ σπουδάζων ὡς περὶ ἀγαθόν τι ζητεῖ, δι’ ὧν ἂν τούτου τύχοι· κἂν μὲν ἀδυνάτῳ τινὶ ζητῶν ἐντύχῃ, τοῦ μὲν ἀφίσταται, ἀφίσταται δὲ ὁμοίως καὶ τῶν δυνατῶν μέν, οὐκ ὄντων δὲ ἐπ’ αὐτῷ, μένει δὲ ἐν τῇ περὶ τοῦ προκειμένου ζητήσει, ἕως ἂν ἐντύχῃ τινί, οὖ τὴν ἐξουσίαν αὐτὸς ἔχειν πέπεισται, μεθ’ ὃ παυσάμενος τοῦ βουλεύεσθαι ὡς ἀναγαγών τὴν ζήτησιν ἐφ’ αὐτό, ὅ ἐστιν ἀρχὴ τῶν πράξεων, ἄρχεται τῆς πρὸς τὸ προκείμενον πράξεως. γίνεται δὲ καὶ ἡ ζήτησις αὐτῷ ὡς ἐξουσίαν ἔχοντι τοῦ πράττειν καὶ τὰ ἀντικείμενα. καθ’ ἕκαστον γὰρ τῶν ὑπὸ τὴν βουλὴν ἡ ζήτησις βουλευομένῳ γίνεται, πότερον τοῦτο ἢ τὸ ἀντικείμενον αὐτῷ πρακτέον μοι, κἂν πάντα λέγῃ γίνεσθαι καθ’ εἱμαρμένην. ἐλέγχει γὰρ ἡ ἐν τοῖς πρακτοῖς ἀλήθεια τὰς περὶ αὐτῶν ἡμαρτημένας δόξας· ἣν πλάνην κοινῶς πάντας ἀνθρώπους ὑπὸ τῆς φύσεως πεπλανῆσθαι πῶς οὐκ ἄτοπον λέγειν; ὅτι γὰρ ταύτην ἔχειν τὴν ἐξουσίαν ἐν τοῖς πρακτοῖς προειλήφαμεν, ὡς δύνασθαι διαιρεῖσθαι τὸ ἀντικείμενον, καὶ μὴ πᾶν ὃ αἱρούμεθα ἔχειν προκαταβεβλημένας αἰτίας, δι’ ἃς οὐχ οἷόν τε ἡμᾶς μὴ τοῦτο αἱρεῖσθαι, ἱκανὴ δεῖξαι καὶ ἡ ἐπὶ τοῖς αἱρεθεῖσιν γινομένη πολλάκις μετάνοια. ὡς γὰρ ἐνὸν ἡμῖν καὶ μὴ ᾑρῆσθαι καὶ μὴ πεπραχέναι τοῦτο μετανοοῦμέν τε καὶ μεμφόμεθα αὑτοῖς τῆς περὶ τὴν βουλὴν ὀλιγωρίας. ἀλλὰ κἂν ἄλλους ἴδωμεν 2 δύνασθαι ⟨πράττειν⟩ 0 5 οὗ] Casp. Ο 6. 7 παριστᾶσιν a¹2 : περιισταμένοις B2 7 αὐτοῖς (αὐτοισ V) a¹²: αὑτοῖς Β: αὑτοὺς Lond. 0: αὐτοὶ ES: αὐτοὺς Cas. ᾗ ἂν 0 ἄγει B2a¹2: ἄγη sic V: ἄγη B1HES: ἄγῃ O 8 περὶ ταὐτό] τοῦτο ES: περὶ ταὐτεξούσιον Casp. 0 τὸ om. 0 10 alt. μὴ] ἡμιν (sic i. e. ἡμιν corr. v. c in μὴ) V: ἡμῖν a12: μὴ B2Η: εἰ μὴ Lond. 0 δὲ add. B² 12 pr. καὶ om. a¹² κύριοι ἐσμέν HO 14 ἀγαθόν HB² Cas.: αγαθών sic V: ἀγαθῶν a² 15 ἀδυνάτατωι sic V ἐντύχῃ scripsi: τύχῃ V: τύχοι a¹2: ἐντύχοι as. τοῦ] κἂν Lond. 16 μένει B2 Lond. 0: εἰ Va¹ 17 ἐντύχοι B2 18 πέπεισται] πεπίστευται a¹2 ἀναγαγών] alterum γ in lit. V 19, 20 προσκείμενον 0 21 καθ’ sic V 23 γίνεσθαι] ι in lit. V 26 τοισ V 27 διαιρεῖσθαι] fortasse αἱρεῖσθ αι 28 αἰρεισθαι V 30 ἡμῖν καὶ τὸ μὴ a¹² ἡρεῖσθαι a¹2 31 ἰδῶμεν V μὴ καλῶς περὶ τῶν πρακτέων διαλαμβάνοντας, κἀκείνοις ἐπικαλοῦμεν ὡς ἁμαρτάνουσιν, ἀξιοῦμεν δὲ συμβούλοις τοιοῖσδε χρῆσθαι ὡς ἐφ’ ἡμῖν ὂν τό τε παραλαμβάνειν αὐτοὺς συμβούλους ὄντας ἢ μὴ παραλαμβάνειν τοὺς πρᾶξαι ἂν διὰ τὴν τῶν τοιούτων παρουσίαν ἄλλα καὶ τινὰ καὶ μὴ ταῦτα ἃ πράσσομεν. ἀλλ’ ὅτι μὲν τὸ ἐφ’ ἡμῖν ἐπὶ τούτων κατηγορεῖται, ὧν ἐν ἡμῖν ἡ ἐξουσία τοῦ ἑλέσθαι καὶ τὰ ἀντικείμενα, γνώριμον ὂν καὶ ἐξ αὐτοῦ, ἱκανὰ ὑπομνῆσαι καὶ τὰ προειρημένα.

τοιούτου δ’ ὄντος αὐτοῦ, τὸ XΙΙΙ μὲν δεικνύναι τοῦτο σωζόμενον κατὰ τοὺς πάντα λέγοντας γίνεσθαι καθ’ εἱμαρμένην οὐδὲ ἐπιχειροῦσιν τὴν ἀρχήν (ἴσασιν γὰρ ἐγχειρήσαντες ἀδυνάτοις), ὡς δὲ ἐπὶ τῆς τύχης ἄλλο τι σημαινόμενον ὑποθέντες τῷ τῆς τύχης ὀνόματι παράγειν πειρῶνται τοὺς ἀκούοντας αὐτῶν ὡς σώζοντες καὶ αὐτοὶ τὸ ἀπὸ τύχης γίνεσθαί τινα, οὕτως δὲ καὶ ἐπὶ τοῦ ἐφ’ ἡμῖν ποιοῦσιν. ἀναιροῦντες γὰρ τὸ ἐξουσίαν ἔχειν τὸν ἄνθρωπον τῆς αἱρέσεώς τε καὶ πράξεως τῶν ἀντικειμένων λέγουσιν ἐφ’ ἡμῖν εἶναι τὸ γινόμενον καὶ δι’ ἡμῶν. ἐπεὶ γάρ, φασίν, τῶν ὄντων τε καὶ γινομένων αἱ φύσεις ἕτεραί τε καὶ διάφοροι (οὐ γὰρ αἱ αὐταὶ τῶν ἐμψύχων τε καὶ τῶν ἀψύχων, ἀλλ’ οὐδὲ τῶν ἐμψύχων ἀπάντων αἱ αὐταὶ πάλιν· αἱ γὰρ κατ’ εἶδος τῶν ὄντων διαφοραὶ τὰς τῶν φύσεων αὐτῶν διαφορὰς δεικνύουσιν), γίνεται δὲ τὰ ὑφ’ ἑκάστου γινόμενα κατὰ τὴν οἰκείαν φύσιν, τὰ μὲν ὑπὸ λίθου κατὰ τὴν λίθου, τὰ δ’ ὑπὸ πυρὸς κατὰ τὴν πυρὸς καὶ τὰ ὑπὸ ζῴου κατὰ τὴν ὑπὸ ζῴου, οὐδὲν μὲν τῶν κατὰ τὴν οἰκείαν φύσιν ὑφ’ ἑκάστου γινομένων δύνασθαί φασιν ἄλλως ἔχειν, ἀλλ’ ἕκαστον τῶν γινομένων ὑπ’ αὐτῶν γίνεσθαι κατηναγκασμένως, κατ’ ἀνάγκην οὐ τὴν ἐκ βίας, ἀλλ’ ἐκ τοῦ μὴ δύνασθαι τὸ μὴ πεφυκὸς οὕτως (ὄντων τῶν περιεστώτων τοιούτων ὡς ἀδύνατον αὐτῷ μὴ περιεστάναι) τότε ἄλλως πως καὶ μὴ οὕτως κινηθῆναι. μήτε γὰρ τὸν λίθον, εἰ ἀπὸ ὕψους ἀφεθείη τινός, δύνασθαι μὴ φέρεσθαι κάτω μηδενὸς ἐμποδίζοντος — τῷ βαρύτητα μὲν ἔχειν αὐτὸν ἐν αὑτῷ, ταύτην δ’ εἶναι ⟨τὴν⟩ τῆς τοιαύτης κινήσεως κατὰ φύσιν αἰτίαν, ὅταν καὶ τὰ ἔξωθεν αἴτια τὰ πρὸς τὴν κατὰ φύσιν κίνησιν τῷ λίθῳ συντελοῦντα παρῇ, ἐξ ἀνάγκης τὸν λίθον ὡς πέφυκεν φέρεσθαι· πάντως δ’ αὐτῷ καὶ ἐξ 1 πρακτέων] πρα v. c. s. v. V ὡς in lit. B Schulthess 0: οἷς Va12 τοιοῖσδε] fortasse τοιούσδε, scil. τοὺς μὴ καλῶς διαλαμβ. (v. 1) 3 αὐτοὺς—ὄντας] fortasse αὑτοῖς συμβουλεύ σοντας τοὺς Va¹²: τῷ B2: τοῦ ES Cas.: ὡς Lond. 0: fortasse κ αὶ τὸ 4 καὶ del. V¹: καὶ a12 5 ἃ v. c. s. v. V ἡμῶν 0 9 γὰρ ⟨ἂν⟩ Schwartz ἐγχειρήσαντες Va¹2: ἐγχειρήσοντες B2: ἐπιχειρήσοντες 0 11 σώζεσθαι καὶ αὐτοῖς H γρ. ES 14 τὸ B² Lond.: τό τε Cas.: τε sic V: τε a¹2 καὶ del. B² idem in mg.: ἴσως δεῖ λέγειν: λέγουσιν ἐφ’ ἡμῖν εἶναι τὸ ὑπό τε τῆς εἱμαρμένης γινόμενον καὶ δι’ ἡμῶν 15 ἐπεὶ] ἐπὶ ve] εἰσὶ Gercke 16 διάφοραι sic V 21 ὑπὸ om. Cas. 0 μὲν] δὲ S: μὴν Gercke 23 τὴν] μὴν Gercke fortasse ἀλλ ⟨ὰ τὴν⟩ 24 μὴ s. v. v. c. (?) V: om. ES: δὴ Gercke οὕτως] ὅλως Gercke ὡς add. Lond. 25 pr. μὴ sic V περιεστάναι καὶ ἀδύνατον τότε a¹2 26 μηδὲ Gercke 28 τὴν addidi κατὰ del. 0: κάτω Casp. 0 αἰτίαν add. B² ὅταν] ὥστ’ ἂν Schwartz bene 29 παρῆν sic V1 29. 30 παρῇ ὡς ἐξ Lond. 0 ἀνάγκης παρεῖναι ταῦτα τὰ αἴτια, δι’ ἃ κινεῖται τότε, — οὐ μόνον μὴ δυνάμενον μὴ κινεῖσθαι τούτων μὴ παρόντων, ἀλλὰ καὶ ἐξ ἀνάγκης κινεῖσθαι τότε, καὶ γίνεσθαι τὴν τοιαύτην κίνησιν ὑπὸ τῆς εἱμαρμένης διὰ τοῦ λίθου· ὁ δ’ αὐτὸς καὶ ἐπὶ τῶν ἄλλων λόγος. ὡς δὲ ἐπὶ τῶν ἀψύχων ἔχει, οὕτως δὲ καὶ ἐπὶ τῶν ζῴ ων ἔχειν φασίν. εἶναι γάρ τινα καὶ τοῖς ζῴοις κίνησιν κατὰ φύσιν, ταύτην δ’ εἶναι τὴν καθ’ ὁρμήν· πᾶν γὰρ ζῷον ὡς ζῷον κινούμενον κινεῖσθαι τὴν καθ’ ὁρμὴν κίνησιν ὑπὸ τῆς εἱμαρμένης διὰ ζῴου γινομένην. οὕτως δὲ τούτων ἐχόντων, καὶ γινομένων ὑπὸ τῆς εἱμαρμένης κινήσεών τε καὶ ἐνεργειῶν ἐν τῷ κόσμῳ τῶν μὲν διὰ γῆς, ἂν οὕτω τύχῃ, τῶν δὲ δι’ ἀέρος, τῶν δὲ διὰ πυρός, τῶν δὲ δι’ ἄλλου τινός, γινομένων δέ τινων καὶ διὰ ζῴων (τοιαῦται δὲ αἱ καθ’ ὁρμὴν κινήσεις), τὰς διὰ τῶν ζῴων ὑπὸ τῆς εἱμαρμένης γινομένας ἐπὶ τοῖς ζῴοις εἶναι λέγουσιν, ὁμοίως δὲ ὡς πρὸς τὸ ἀναγκαῖον τοῖς ἄλλοιςγινομένας ἅπασιν, τῷ δεῖν καὶ τοῖς ἐξ ἀνάγκης τὰ ἔξωθεν αἴτια παρεῖναι τότε, ὥστε αὐτὰ τὴν ἐξ ἑαυτῶν τε καὶ καθ’ ὁρμὴν κίνησιν ἐξ ἀνάγκης οὕτω πως ἐνεργεῖν. ὅτι δὲ αὗται μὲν δι’ ὁρμῆς τε καὶ συγκαταθέσεως, ἐκείνων δὲ αἱ μὲν διὰ βαρύτητα γίνονται, αἱ δὲ διὰ θερμότητα, αἱ δὲ κατ’ ἄλλην τινά , ταύτην μὲν ἐπὶ τοῖς ζῴοις λέγοντες, οὐκέτι δὲ ἐκείνων ἑκάστην, τὴν μὲν ἐπὶ τῷ λίθῳ, τὴν δὲ ἐπὶ τῷ πυρί. καὶ τοιαύτη μὲν αὐτῶν ἡ περὶ τοῦ ἐφ’ ἡμῖν δόξα ὡς δι’ ὀλίγων εἰπεῖν.

ἔνεστι δ’ ὁρᾶν, XΙV εἰ ταῦτα λέγοντες σώζουσιν τὰς κοινὰς περὶ τοῦ ἐφ’ ἡμῖν πάντων ἀνθρώπων προλήψεις. οἱ γὰρ ἀπαιτοῦντες αὐτούς, πῶς οἷόν τε πάντων ὄντων καθ’ εἱμαρμένην τὸ ἐφ’ ἡμῖν σώζεσθαι, οὐκ ὄνομα μόνον τοῦ ἐφ’ ἡμῖν τιθέντες τοῦτ’ ἀπαιτοῦσιν, ἀλλὰ καὶ σημαινόμενον ἐκεῖνο τὸ αὐτεξούσιον. διὰ γὰρ τὸ τοιοῦτον εἶναι τὸ ἐφ’ ἡμῖν πεπιστεῦσθαι εὐθύνουσιν τοὺς ἐξ ἀνάγκης πάντα γίνεσθαι λέγοντας. οἱ δὲ δέον αὐτόθεν μὴ σώζεσθαι λέγειν καὶ τοῦ μὴ σώζεσθαι ζητεῖν τε καὶ παρέχεσθαι τὰς αἰτίας, ἐπεὶ τοῦτο ἑώρων παντάπασιν ἄδοξόν τε ὂν καὶ πολλὰ τῶν καὶ αὐτοῖς τοῦ ἐφ’ ἡμῖν πᾶσάν τε ταὐτὸ δεικνὺς συνοδεῦον τῷ τῆς εἱμαρμένης λόγῳ, ⟨τῷ⟩ διὰ τῆς ὁμωνυμίας παρακρούεσθαι τοὺς ἀκούοντας ἡγοῦνται φεύγειν τὰ ἄτοπα, ὅσα ἕπεται τοῖς μηδὲν ἐφ’ ἡμῖν εἶναι λέγουσιν. ταῦτα δὲ λέγοντας αὐτοὺς πρῶτον μὲν ἂν ἀπαιτήσαι τις εὐλόγως, τί δή ποτε ἄλλου δι’ ἄλλων 2 δυνάμενον a12: δυναμενων sic V¹: δυναμένων B1 ES: δυναμένου B² κινῆσθαι a1 μὴ om. a1 5 δὲ om. 0: δὴ ES 7 τὴν add. B² ὑπὸ] διὰ 0 10 πυρός, ⟨τῶν δὲ δι’ ὕδατος⟩ coni. 0 13 ἀναγκαῖον] γ in lit. V 14 γινομένοις Schwartz 16 ὁρμησ V συγκαταθέσεως a¹2: νυνθέσεωσ sic V: συνθέσεως HBES 18 lacunam indicavi 21 περὶ B²: ἐπὶ libri 26 λέγοντες ES Lond. ⟨ὅτε⟩ δέον Lond. 0 αὐτόθεν] αὐτοῖς Lond. 28 καὶ αὐτοῖς] παρ’ αὐτοὺς λεγόμενα (λεγομένων O) περὶ Lond. 0 τοῦ] περὶ τοῦ B²: τῶ ES 29 post ἡμῖν B2 add. δοκούντων ἀναιρετικόν πᾶσαν] ὡς ἂν Lond. πᾶσαν— συνοδεῦον] μὴ συνοδεύοντα coni. 0 δεικνύναι Lond. λόγῳ, πειρώμενοί τε B² τῷ add. Schwartz 30 φεύγειν ⟨τε⟩ Lond. 0 31 λέγοντασ] τασ in lit. V 32 ἄλλου] ἄλλως v. c. V γινομένων ὑπὸ τῆς εἱμαρμένης, καὶ διὰ τῆς οἰκείας φύσεως τῶν ὄντων ἑκάστου τῆς εἱμαρμένης ἐνεργούσης, ἐπὶ μὲν τῶν ἄλλων οὐδενὸς τὸ ἐπ’ αὐτοῖς εἶναι κατηγοροῦσιν, ἐπὶ δὲ τῶν ζῴων μόνον. δι’ ἃ γὰρ λέγουσιν ἐπὶ τῶν ζῴων τὰ διὰ τοῦ ζῴου γινόμενα, ταῦτ’ ἔνεστι καὶ ἐπὶ τῶν ἄλλων ἑκάστου λέγειν. ἐπεὶ γὰρ οὐκ ἄλλως γένοιτο τὰ διὰ τοῦ ζῴου γινόμενα, μὴ ὁρμήσαντος τοῦ ζῴου, ἀλλὰ διὰ τὸ συγκατατίθεσθαι μὲν τὸ ζῷον καὶ ὁρμῆσαι γίνεται, μὴ συγκαταθεμένου δὲ οὐ γίνεται, ταῦτα ἐπὶ τῷ ζῴω φασὶν εἶναι, ἐξ ἀνάγκης μὲν ἐσόμενα ὑπ’ αὐτοῦ (οὐ γὰρ οἷόν τε ἄλλως), τῷ δὲ μὴ δύνασθαι δι’ ἄλλου τινὸς ἢ διὰ τούτου γενέσθαι, μηδ’ ἄλλως ἢ οὕτως διὰ τούτου, τὸ εἶναι αὐτὰ ἐπὶ τῷ ζῴῳ οἰηθέντες. ἀλλὰ τοῦτό γε καὶ ἐπὶ τῶν ἄλλων ἑκάστου λέγειν ἔστιν. οὔτε γὰρ τὸ διὰ τοῦ πυρὸς γινόμενον ὑπ’ ἄλλου τινὸς ἂν γένοιτο οὔτ’ ἄλλως διὰ τοῦ πυρὸς ἢ διὰ τοῦ θερμῆναι, ὥστ’, ἐπεὶ μηδ’ ἄλλως γένοιτο τὰ διὰ τοῦ πυρὸς γινόμενα ἢ θερμήναντος τοῦ πυρός, καὶ θερμήναντος μὲν αὐτοῦ ἔσται, μὴ θερμήναντος δὲ οὐκ ἔσται, εἴη ἂν ἐπὶ τῷ πυρὶ ταῦτα. τὰ δ’ αὐτὰ καὶ ἐφ’ ἑκάστου τῶν ἄλλων ἔσται λέγειν. τί γὰρ δεῖ μακρολογεῖν γεγονότος τοῦ λεγομένου γνωρίμου; ὀνομάτων μὲν οὖν οὐδεὶς φθόνος, τὸ δ’ ἡγεῖσθαι πλέον τι τοῖς ζῴοις διδόναι ἐν τοῖς γινομένοις δι’ αὐτῶν παρὰ τἆλλα, δι’ ὧν τι καὶ αὐτῶν γίνεται, μηδὲν πλέον τοῦ ἐπ’ αὐτοῖς ὀνόματος τηροῦντας αὐτοῖς, τοῦτ’ αὐτὸ αἰτιατέον, ὡς αὐτῶν ἀπατωμένων διὰ τὴν τοῦ ὀνόματος κοινωνίαν, ἢ ὡς τοῦ ἄλλους ἀπατᾶν προαιρουμένων. ἐπὶ τούτῳ δὲ ἐκεῖνο ἄν τις αὐτῶν θαυμάσειεν, τί παθόντες ἐν τῇ ὁρμῇ τε καὶ συγκαταθέσει τὸ ἐφ’ ἡμῖν φασιν εἶναι, δι’ ὃ καὶ ὁμοίως ἐν πᾶσιν τοῖς ζῴοις τηροῦσιν αὐτό. οὐ γὰρ τὸ ἐφ’ ἡμῖν ἐν τῷ φαντασίας προσπεσούσης εἶξαί τε ἐξ ἑαυτῶν τῇ φαντασίᾳ καὶ ὁρμῆσαι ἐπὶ τὸ φανέν, ἀλλὰ τοῦτο μὲν ἂν ἴσως εἴη τοῦ ἑκουσίου κατασκευαστικόν τε καὶ δεικτικόν. οὐ μὴν ταὐτὸν τό τε ἑκούσιον καὶ τὸ ἐφ’ ἡμῖν. ἑκούσιον μὲν γὰρ τὸ ἐξ ἀβιάστου γινόμενον συγκαταθέσεως, ἐφ’ ἡμῖν δὲ τὸ γινόμενον μετὰ τῆς κατὰ λόγον τε καὶ κρίσιν συγκαταθέσεως. διὸ εἴ τι μὲν ἐφ’ ἡμῖν, τοῦτο καὶ ἑκούσιον, οὐ μὴν πᾶν τὸ ἑκούσιον ἐφ’ ἡμῖν. ἑκουσίως μὲν γὰρ καὶ τὰ ἄλογα ζῷα, ὅσα κατὰ τὴν ὁρμήν τε καὶ συγκατάθεσιν τὴν ἐν αὐτοῖς ⟨ποιει⟩, ποιεῖ, τὸ δὲ ἐπ’ αὐτῷ τι εἶναι τῶν γινομένων ὑπ’ αὐτοῦ ἴδιον ἀνθρώπου. τοῦτο γάρ ἐστιν αὐτῷ τῷ εἶναι λογικῷ τὸ ἔχειν ἐν αὐτῷ λόγον τῶν προσπιπτουσῶν φαντασιῶν καὶ ὅλως τῶν πρακτέων τε καὶ μὴ κριτήν τε καὶ 1 γινομένου ES Lond. 2. 3 ἐπ’ αὐτοῖς] ἐφ’ἡμῖν 0 4 fortasse ἐπὶ τῷ ζῴῳ 6 μὴ] fortasse ἢ 7 fortasse ὁρμῆ σαν συγκατατιθεμένου a¹2 ταῦτα] διὰ τοῦτο B² ἐπ’ αὐτῷ 0: ἐπ’ αὐτοῦ Cas. 9 ἄλλως] ἄλλω a12 10 τούτου] ου in lit. V τὸ in lit. B²: τῷ libri 13 ὡς δ’ 0 15 αὐτα V 16 ἐφ᾿ ] ὑφ’ Cas. Lond. 0 17 λεγομένου] inter ο et μ lit. 1 litt. V γνωρίμου V οὖν] γὰρ τᾶλλα V τις a¹2 γίνηται 0 20 τοῦτ’ αὐτὸ] τοῦτ’ αὐτοῖς Η: τοῦτο ES 21 τοῦ (alt.) Va¹²: τοὺς KES0: fortasse τὸ 27 γὰρ om. 0 λόγον] λο in lit. V 31 ποιεῖ add. Schwartz 32 τι εἶναι H γρ. ES0: τιθέναι Va¹² ὑπ’ αὐτοῦ] ὑπὸ τοῦ K: ὑπ’ τοῦ a2 33 τῷ Lond. 0: τὸ Va12: τὸ corr. ex τῷ B ἐν αὐτῷ V τῶν om. O εὑρετήν. διὸ τὰ μὲν ἄλλα ζῷα, ἃ εἴκει ταῖς φαντασίαις μόναις, κατ’ αὐτὰς ἔχει τῶν συγκαταθέσεών τε καὶ τῶν κατὰ τὰς πράξεις ὁρμῶν αἰτίας, ὁ δὲ ἄνθρωπος ἔχει τῶν προσπιπτουσῶν ἔξωθεν φαντασιῶν αὐτῷ περὶ τῶν πρακτέων κριτὴν τὸν λόγον, χρώμενος ἑκάστην αὐτῶν ἐξετάζει, μὴ μόνον εἰ φαίνεται τοιαύτη, ὁποία φαίνεται, ἀλλὰ καὶ εἰ ἔστι. κἂν εὕρῃ ζητῶν κατὰ τὸν λόγον ἀλλοῖον αὐτῆς τοῦ φαίνεσθαι τὸ εἶναι, οὐ διότι τοιάδε τις φαίνεται συνεχώρησεν αὐτῇ, ἀλλ’, ὅτι μὴ καὶ ἔστι τοιαύτη, ἐνίσταται πρὸς αὐτήν. οὕτως γοῦν καὶ ἡδέων τινῶν φαινομένων πολλάκις ἀπέχεται, καίτοι ὄρεξιν ἔχων αὐτῶν, ὅτι μὴ τὸν λόγον ἔσχεν τῷ φαινομένῳ συνᾴδοντα, ὁμοίως δὲ καὶ συμφέροντα φανέντα τινὰ παρῃτήσατο, τῷ λόγῳ τοῦτο δόξαν. εἰ δὲ τὸ ἐφ’ ἡμῖν ἐστι ἐν τῇ λογικῇ συγκαταθέσει, ἥτις διὰ τοῦ βουλεύεσθαι γίνεται, οἱ δὲ ἐν τῇ συγκαταθέσει τε καὶ ὁρμῇ φασιν εἶναι, ὅτι καὶ ἀλόγως γίνεται, δῆλοι δι’ ὧν λέγουσιν ῥᾳθυμότερον περὶ τοῦ ἐφ’ ἡμῖν διαλαμβάνοντες, ὅτι οὔτε ὅτι ποτ’ ἐστὶν αὐτό, οὔτε ἐν τίνι γίνεται, λέγουσιν. τὸ γὰρ εἶναι λογικῷ οὐδὲν ἄλλο ἐστίν, ἢ τὸ ἀρχὴν πράξεων εἶναι. ὡς γὰρ ἄλλῳ ἐν ἄλλῳ τὸ εἶναι, τῷ μὲν ζῴῳ ἐν τῷ ὁρμητικῷ, τῷ δὲ πυρὶ ἐν τῷ θερμῷ τε καὶ θερμαντικῷ, ἄλλῳ δὲ ἐν ἄλλῳ, οὕτως δὲ τῷ ἀνθρώπῳ ἐν τῷ λογικῷ, ὃ ἴσον ἐστὶ τῷ ἐν αὐτῷ ἀρχὴν ἔχειν τοῦ καὶ ἑλέσθαι τι καὶ μή· καὶ τὸ αὐτὸ ἄμφω, ὥστε ὁ τοῦτο ἀναιρῶν ἀναιρεῖ τὸν ἄνθρωπον. ἐοίκασιν δὲ παραλελοιπότες τὸν λόγον ἐν τῇ ὁρμῇ τὸ ἐφ’ ἡμῖν τίθεσθαι, ὅτι μηκέτ’ ἐν τῷ βουλεύεσθαι λέγουσιν αὐτοῖς τὸ ἐφ’ ἡμῖν εἶναι προχωρεῖ τὸ σόφισμα. ἐπὶ μὲν γὰρ τῆς ὁρμῆς ἔχουσιν λέγειν τὸ ἐπὶ τοῖς ζῴοις εἶναι τὰ γινόμενα καθ’ ὁρμήν, ὅτι μὴ οἷά τε χωρὶς ὁρμῆς τὰ δι’ αὐτῶν γινόμενα ποιεῖν, εἰ δ’ ἐν τῷ βουλεύεσθαι τὸ ἐφ’ ἡμῖν, ἔνθεν οὐκέτ’ αὐτοῖς εἴπετο τὸ μὴ δύνασθαι τὰ δι’ ἀνθρώπου γινόμενα ἄλλως γενέσθαι τῷ τὸν ἄνθρωπον ὄντα βουλευτικὸν μὴ πάντα τὰ γινόμενα δι’ αὐτοῦ βουλευόμενον ποιεῖν. οὐ γὰρ πάντα, ἃ ποιοῦμεν, βουλευσάμενοι ποιοῦμεν, ἀλλὰ πολλάκις μέν, οὐ συγχωροῦντος τοῦ καιροῦ τῶν πραχθῆναι δεόντων τῷ βουλεύσασθαι χρόνον, καὶ μὴ βουλευσάμενοί τινα ποιοῦμεν, πολλάκις δὲ καὶ δι’ ἀργίαν ἤ τινα ἄλλην αἰτίαν. εἰ δὲ τὰ μὲν βουλευσαμένων ἡμῶν, τὰ δὲ καὶ μὴ βουλευσαμένων γίνεται, οὐκέτι χώραν ἔχει τὸ λέγειν τὸ τὰ διὰ τοῦ βουλεύεσθαι γινόμενα 1 εὑρέτην V ἄλλα] ἄλογα l. 2 κατ’ αὐτὰς] καὶ ταύτας Η γρ.ES 2 πράξεις v. c. Va¹²: τάξεις V¹ES 3 προσπιπτουσῶν] σων in lit. m1 sive v. c. s. v. V αὐτῷ φαντασιῶν a12 5 ὁποία] ὅμοια Lond. 6 ζητῶν] ζη Supra vers. V αὐτοῖς 0 9 καιτοι V ὄρεξιν ἔχων B²HES: ἔχων ὄρεξιν a12: ὄρεξιν V 11 ⟨ὅτι⟩ τῷ Lond. 0 13 ὅτι περ B² 14 ὅτι addidi: ante ῥαθυμότερον (13) Casp. Or. (,,vel λέγουσιν del.“ 15 αὐτῷ a¹² λογικὸν Lond. 0 16 ἠ V ἄλλῳ ἐν Cas. Ο: ἀπλῶς ἐν Casp. 0: ἄλλως libi 18 alt. ἐν om. a¹² αὑτῷ scripsi: αὐτῷ Lond. O: τῷ Va¹2 19 ἑλέσθαι scripsi: ἔχεσθαι libri: ἐνεργεῖν B² τι] τοῦ coni. 0 ἄμφω] scil. τὸ λογικὸν et ἄνθρωπος (καὶ τὸ αὐτὸ ἀφιέναι coni. Casp. 0) 20 παραλελιπότεσ V: παραλελειπότες H 24 μὴ HSB in lit. Lond. 0: μὴν sic V: μὴν a¹² 25 ἡμιν V 27 ποιεῖ a2 30 ἀργιαν V 32 λέγειν τὸ om. 0 ἐπὶ τῷ ἀνθρώπῳ εἶναι τῷ μὴ δύνασθαι ἄλλως τι δι’ αὐτοῦ γίνεσθαι. ὥστ’, εἰ τὰ μὲν βουλευσάμενοι, τὰ δὲ μὴ βουλευσάμενοι ποιοῦμεν, οὐκέθ’ οὕτως τὰ δι’ ἡμῶν γινόμενα ἀπλῶς γίνεται, ὡς τὰ γινόμενα διὰ τῶν ζῴων ἢ διὰ τοῦ πυρὸς ἢ διὰ τῶν βαρέων δύο σωμάτων. εἰ δ’ ἔχομεν καὶ τοῦ βουλευσάμενοί τι ποιεῖν παρὰ τῆς φύσεως τὴν ἐξουσίαν, δῆλον ὡς ἔχοιμεν ἂν ἐξουσίαν καὶ τοῦ διὰ τοῦ βουλεύσασθαι ἄλλο τι πρᾶξαι, καὶ μὴ πάντως τοῦτο ὃ καὶ βουλευσάμενοι ἦν ἂν βουλευοίμεθα.

τὸ δ’ ἐποχουμένους ΧV τῷ εἰ δὴ τῶν αὐτῶν περιεστώτων ὁτὲ μὲν οὕτως ὁτὲ δὲ ἄλλως ἐνεργήσει τις, ἀναίτιον κίνησιν εἰσάγεσθαι’ διὰ τοῦτο λέγειν μὴ δύνασθαι οὗ πράξει τις πρᾶξαι τὸ ἀντικείμενον, μήποτε καὶ αὐτὸ τῶν ὁμοίως τοῖς προειρημένοις παρορωμένων. οὐ γὰρ πάντως ἀεὶ τὰ γινόμενα κατὰ αἰτίαν ἔξωθεν ἔχει τοῦ γίνεσθαι τὴν αἰτίαν. διὰ γὰρ τὴν τοιαύτην ἐξουσίαν ἐστί τι ἐφ’ ἡμῖν, ὅτι τῶν οὕτως γινομένων ἡμεῖς ἐσμεν κύριοι, ἀλλ’ οὐκ ἔξωθέν τις αἰτία. διὸ οὐκ ἀναιτίως τὰ οὕτω γινόμενα γίνεται, παρ’ ἡμῶν τὴν αἰτίαν ἔχοντα. ὁ γὰρ ἄνθρωπος ἀρχὴ καὶ αἰτία τῶν δι’ αὐτοῦ γινομένων πράξεων, καὶ τοῦτό ἐστι τὸ εἶναι ἀνθρώπῳ τὸ τοῦ πράττειν οὕτως τὴν ἀρχὴν ἔχει ἐν αὑτῷ, ὡς τῇ σφαίρᾳ τὸ κατὰ τοῦ πρανοῦς κυλιομένῃ φέρεσθαι. διὸ τῶν μὲν ἄλλων ἕκαστον ἕπεται ταῖς ἔξωθεν αὐτῷ περιεστώσαις αἰτίαις, ὁ δ’ ἄνθρωπος οὔχ, ὅτι ἐστὶν αὐτῷ τὸ εἶναι ἐν τῷ ἔχειν ἀρχήν τε καὶ αἰτίαν ἐν αὐτῷ, ὡς μὴ πάντως ἕπεσθαι τοῖς περιεστῶσιν ἔξωθεν αὐτῷ. καὶ γὰρ εἰ ἦν ἡμῖν ἡ περὶ τῶν πρακτέων κρίσις πρὸς ἕνα γινομένη σκοπόν, ἴσως ἂν εἶχέ τινα λόγον τὸ ἀεὶ περὶ τῶν αὐτῶν ὁμοίας ἡμῖν γίνεσθαι τὰς κρίσεις. ἐπεὶ δ’ οὐχ οὕτως ἔχει (αἱρούμεθα γάρ, ἃ αἱρούμεθα, ποτὲ μὲν διὰ τὸ καλόν τι, ποτὲ δὲ διὰ τὸ ἡδύ, ποτὲ δὲ διὰ τὸ σύμφορον, καὶ οὐ ταὐτὰ τούτων ποιητικά), ἐνδέχεται νῦν μὲν ἐπὶ τὸ καλὸν κινηθέντα ἡμᾶς τάδε τῶν περιεστώτων προκείμενα, αὖθις δὲ ἄλλα, πρὸς τὸ ἡδύ ἢ τὸ συμφέρον τὴν ἀναφορὰν τῆς κρίσεως ποιουμένους. ὡς γὰρ οὐ ζητοῦμεν ἄλλην τινὰ αἰτίαν, δι’ ἣν κατὰ βαρύτητα τὴν ἐν αὐτῇ ἡ γῆ φέρεται κάτω, ἢ δι’ ἣν αἰτίαν, ἃ πράσσει τὸ ζῷον, πράσσει καθ’ ὁρμήν, τῷ ταύτην ἕκαστον αὐτῶν τὴν αἰτίαν ἐξ αὐτοῦ πρὸς τὰ γινόμενα συντελεῖν, τοιοῦτον ὂν τὴν φύσιν, οὕτως οὐδ’ ἐπὶ τῶν ἄλλοτ’ 1 ⟨οὐκ⟩ ἐπὶ Schulthess τῷ ἀνθρώπῳ Lond. 0: τῶν ἀνθρώπων Va12: τοῖς ἀνθρώποις B² γινεσθαι V 3 ὡς δ᾿  Ο 5 τι ⟨καὶ τοῦ μὴ βουλευσάμενοι⟩ Schwartz 6 ἂν addidi ⟨μὴ⟩ βουλεύσασθαι Schulthess 7 βουλευσαμένων Cas. 0 ἦν ἂν a¹2: ην αν (sic) V: ην ἂν sic B: ἢν ἂν K βουλευώμεθα a² καὶ ⟨μὴ⟩ βουλευσάμενοι ⟨ἂν ἐπράξαμεν· μάτ⟩ην ⟨γὰρ⟩ ἂν β. Schwartz 7. 8 ἐποχουμένους scipsi, cf. 196,15: ἐποχουμένων libri 8 τῷ εἰ δὴ Schwartz: τωιειδει V: τῷ εἴδει a¹2: τῷ εἰ Casp. 0 ὅτε .. ὅτε Lond. 0 9 νομίζειν κίνησιν B² ⟨καὶ διὰ B2 Cas. Gercke 12 ἔχει] χει in lit. V 13 ἐστί ἔτι Cas. 14 alt. οὐκ add. Schultess 0 ἀναιτίως ⟨τῶν ἔξωθεν⟩ Cas. 15 τὴν supra vers. V αὐτου V 17 lacunam indicavi 20 ⟨ὡς⟩ μὴ scripsi: μὴ Va¹2: τὸ μὴ H: τῷ μὴ SO: τοῦ μὴ E 21 καὶ] εἰ 0 εἰ addidi ἦν om. a¹2 22 ἂν addidi εἶχέ Lond. 0: εἰ δὲ Va1² τῶν om. HO 23 ὁμοίως a1² 25 σύμφορον Ba¹: συμφορον V: συμφέρον a2 26 lacunam indicavi 27 ἄλλα ⟨αἱρεῖσθα⟩ Schultess 0 28 κατὰ τὴν B² 29 αὐτῃ V πράσσει] σσει in lit. V 30 ὁρμην V fortasse τῷ ⟨διὰ⟩ ταύτην ἄλλως ὑφ’ ἡμῶν γινομένων ἐπὶ περιεστῶσι τοῖς ἄλλοις ἄλλην τινὰ αἰτίαν ἀπαιτητέον παρ’ αὐτὸν τὸν ἄνθρωπον. τοῦτο γὰρ ἦν τὸ ἀνθρώπῳ εἶναι, τὸ γὰρ ἀρχὴ καὶ αἰτία εἶναι τῶν δι’ αὐτοῦ γινομένων πράξεων. τὸ δὲ λέγειν καὶ τοὺς βουλευσαμένους τῷ φαινομένῳ συγκατατίθεσθαι, καὶ διὰ τοῦτο καὶ τῇ φαντασίᾳ ὁμοίως τοῖς ἄλλοις ζῴοις ἕπεσθαι, οὐκ ἀληθές. οὐ γὰρ φαντασία τὸ φαινόμενον πᾶν. ἡ μὲν γὰρ φαντασία ἁπλῆ τε καὶ χωρὶς λόγου ὑπὸ τῶν ἔξωθεν προσπιπτόντων γίνεται, ἐοικυῖα ταῖς αἰσθητικαῖς ἐνεργείαις, διὸ καὶ τὴν ἰσχὺν ἐν τοῖς ἀλόγοις ζῴοις ἔχει μάλιστα, φαίνεται δέ τινα καὶ διὰ λόγου τε καὶ παρὰ συλλογισμοῦ τὴν αἰτίαν τοῦ φαίνεσθαι λαμβάνοντα, ἃ οὐκέτ’ ἄν τις φαντασίας λέγοι. ὁ γὰρ διὰ τὸν γινόμενον παρ’ αὐτοῖς ἐν τῷ βουλεύεσθαι συλλογισμὸν συγκαταθέμενός τινι αὐτὸς αὐτῷ τῆς συγκαταθέσεως αἴτιος.

Ἀλλ’ ὅτι μὲν οὔτε σώζουσι τὸ ἐφ’ ἡμῖν οἱ λέγοντες πάντα καθ’ εἱμαρμένην ΧVΙ γίνεσθαι (οὐ γὰρ περὶ οὖ ζητοῦμεν, εἰ σώζεται κατ’ αὐτούς, τοῦτο σώζεται, οἵ γε καὶ αἰτίαν ἀποδιδόναι πειρῶνται τοῦ μηδὲ τὴν ἀρχὴν δυνατὸν εἶναι τὸ πρᾶγμα), οὐδὲ ἣν ἀποδιδόασιν αἰτίαν ἐπ’ ἀναιρέσει τῆς τοιαύτης ἐξουσίας, ἀληθής, μὴ ἔχουσά τι εὔλογον, ἐκ τῶν εἰρημένων γνώριμον. ἀλλὰ μὴν τοῖς ἀναιροῦσιν τὸ εἶναί τι οὕτως ἐφ’ ἡμῖν ἕπεται τὸ συγχεῖν τε καὶ ἀνατρέπειν, ὅσον ἐπ’ αὐτοῖς, τὸν τῶν ἀνθρώπων βίον. εἰ γάρ, ἐχόντων μὲν οὕτως τῶν πραγμάτων ὡς ἔχει (οὐδὲ γὰρ αὐτῶν τινα πεῖσαι δυνατὸν μὴ πράττειν, ἃ πράττουσιν ὡς ἔχοντες τοῦ καὶ πράττειν αὐτὰ καὶ μὴ πράττειν τὴν ἐξουσίαν, μή τι γε τῶν ἄλλων τινά· τοσαύτην ἰσχὺν ἔχει τἀληθὲς καὶ τὴν παρὰ τῶν γινομένων μαρτυρίαν ἐναργῆ), εἰ δὴ τούτων οὕτως ἐχόντων ἰσχὺν αὐτῶν ἡ δόξα τοσαύτην λάβοι, ὡς πάντας ἀνθρώπους πιστεῦσαι, ὅτι ἡμεῖς μὲν οὐδενὸς κύριοι, ἑπόμεθα δὲ τοῖς περιεστῶσιν ἀεί, τούτοις ἐνδιδόντες τε καὶ συγκατατιθέμενοι, καὶ πράττομέν τε ἃ πράττομεν τῷ πάντως ὀφείλειν ταῦτα πράττειν (μὴ γὰρ εἶναι δυνατὸν ἡμῖν ὄντων τῶν περιεστώτων τοιούτων ἄλλο τι ποιεῖν), οὐ πράττομέν τε πάλιν ὁμοίως διὰ τὸ μὴ δύνασθαι ἀντιβαίνειν τοῖς περιεστῶσιν οὖσιν τοιούτοις, τί ἄλλο ἢ συμβήσεται, πάντας ἀνθρώπους διὰ τὴν τοιάνδε πίστιν τὰ μὲν ὅσα μετὰ πόνου τινὸς καὶ φροντίδος γίνεται, τούτοις μὲν 1 ὑφ’ ἡμῶν quod scripserat post τῶν (185,31) transposuit post ἄλλως V¹: ὑφ’ ἡμῶν ἄλλοτ’ ἄλλως a¹² ἄλλοις] fortasse αὐ τοῖς 2 ἄνθρωπον εἶναι 0 3 γὰρ del. 0 5 τῇ φαντασίᾳ Schwartz : τὴν φαντασίαν libri 6 πᾶν τὸ φαινόμενον φαντασία HO ἁπλῆ] fortasse ἁπλῶς 9 συλλογισμοῦ] alterum σ supra vers. V (παρασυλλογισμοῦ a¹²) του V 11 αὐτοις V: αὐτῷ Lond. 0 14 γίνεσθαι add. 0 σώζεται a2: σώζεσθαι Va1 15 εἴγε E: fortasse ο ἷζ γε 16 οὔτε Cas. ἀποδόασιν a¹2 ἐπαναιρέσει V 19 συγχεῖν a12: συνεχεἶν sic V: συνεγχεῖν : τυχεῖν K: συνέχειν ES τὸν om. 0 20 εἰ] καὶ 0 αὐτὸν a¹² 21 ἔχοντες scripsi: ἔχοντα Lond. 0 ἔχοντας libri 22 μή τι] μήτε 0 24 δὲ Lond. 0 ἰσχὴν a2 ἡ] ἢ a12 δόξα B² Lond. 0: δόξαν sic V: δόξαν a¹ λαβεῖν H: λαβόντων a2 27 τῷ B2a¹²: τὰ V πάντωσ οφΐλειν sic V ταῦτα a¹²: ταυτη (supra η : ην v. c.) V: ταῦτα corr. ex ταύτη Β: ταύτην Ε: τοῦτο 0 29 τε Va¹: δὲ a² 30 [ἢ] συμβήσεται ⟨ἢ⟩ coni. 0 πάντας ΗΕ: πάνταν V: ἂν πάντας a¹2 χαίρειν λέγειν, αἱρεῖσθαι δὲ τὰς μετὰ ῥαστώνης ἡδονάς; ὡς, πάντως ἐσομένων τῶν ὀφειλόντων γενέσθαι, μηδὲν αὐτοὶ περὶ αὐτῶν ὦσιν καλόν. οὕτως δ’ αὐτῶν διακειμένων καὶ τῶν πραττομένων ἀκολουθούντων ταῖς αἱρέσεσιν αὐτῶν (οὐ γὰρ δὴ διὰ τὴν περὶ αὐτῶν ἐψευσμένην πίστιν ἄλλως πως ἕξει τὰ πράγματα, ὡς ἔχει) ἄλλο τι ἢ τῶν μὲν καλῶν παρὰ πάντων ὀλιγωρία τις ἔσται (πάντων γὰρ ἡ κτῆσίς τε καὶ παρουσία τῶν τοιούτων μετὰ καμάτου περιγίνεται), τῶν δὲ κακῶν αἵρεσις ἅτε γινομένων μετὰ ῥαστώνης τε καὶ ἡδονῆς; πρὸς οὓς τίς ἂν ὁ παρὰ τούτων εἴη λόγος, ὧν πεισθέντες τοῖς δόγμασιν ἦλθον ἐπὶ ταῦτα; λέγοιεν ἂν γὰρ δικαίως πρὸς αὐτούς, εἰ αἰτιῷντο αὐτούς, ὅτι μὴ οἷόν τε ἦν αὐτοῖς τῶν περιεστώτων ὄντων τοιούτων ἀλλοῖόν τι πράττειν. οἷς πῶς ἐπιτιμήσουσιν εὐλόγως οἱ διὰ τῶν δογμάτων τούτων αὐτοῖς διδάσκαλοι γεγονότες; μᾶλλον δὲ οὔτε ἐπιτιμήσεις οὔτε κολάσεις οὔτε προτροπὴ οὔτε τιμὴ οὔτ’ ἄλλο τι τῶν τοιούτων τὴν οἰκείαν σώσει κατ’ αὐτοὺς φύσιν, ἀλλ’ ἔσται καὶ τούτων ἕκαστον γινόμενον κατηναγκασμένως, ὥσπερ κἀκεῖνα, ἐφ’ οἷς ταῦτα γίνεται. πῶς γὰρ ἂν ἔτι Ἀλέξανδρος ὁ Πριάμου ἐν αἰτίᾳ εἴη ὡς διαμαρτών περὶ τὴν τῆς Ἑλένης ἁρπαγήν; πῶς δ’ ἂν Ἀγαμέμνων εὐλόγως αὐτοῦ καταψηφίζοιτο λέγων οὐδ’ αὐτὸς ἀναίνομαι’’; εἰ μὲν γὰρ εἶχεν ἐξουσίαν ὑπεριδεῖν ἢ Ἀλέξανδρος τῶν τότε περιεστώτων αὐτὸν καὶ παρακαλούντων ἐπὶ τὴν ἁρπαγήν ἢ Μενέλαος τῶν ἀγανακτεῖν ἐπαιρόντων ἢ Ἀγαμέμνων, ἐφ’ οἷς ὡς ἂν ἁμαρτήσας αὑτοῦ κατατρέχει, εὐλόγως ἂν ἦσαν ἐν αἰτίᾳ. εἰ δ’ ἦν πάλαι καὶ πρόπαλαι καὶ πρὸ τοῦ τὴν ἀρχήν τινα αὐτῶν γενέσθαι ἀληθὲς περὶ ἑκάστου προλεγόμενον τούτων ἕκαστον, ἐφ’ οἷς ποιήσας εὐθύνεται, πῶς ἂν ἔτ’ αὐτῶν τῶν γενομένων τὴν αἰτίαν ἔχοιεν; πῶς δέ τις ἐξηγήσεται καὶ τὸ ἐφ’ ἡμῖν εἶναι τάς τε ἀρετὰς καὶ τὰς κακίας; εἰ γὰρ οὕτως ἔτι δι’ ἡμῶν, πῶς ἔτ’ ἂν εὐλόγως οἱ μὲν εἶεν ἐν ἐπαίνοις, οἱ δὲ ἐν ψόγοις; οὐδὲν γὰρ ἄλλ’ ἢ συνηγορίαν τοῖς κακοῖς τὸ δόγμα τοῦτο προξενεῖ. ὁρῶμεν γοῦν τῶν μὲν ἀγαθῶν τε καὶ καλῶν πράξεων οὐδένα τὴν εἱμαρμένην οὐδὲ τὴν ἀνάγκην αἰτιώμενον, τοὺς δὲ κακοὺς δι’ ἐκείνην τοιούτους εἶναι λέγοντας. ὃ πιστεύσαντες καὶ τοὺς φιλοσόφους λέγειν πῶς οὐ μετὰ παρρησίας αὐτοί γε ἐπὶ ταῦτα ἐλεύσονται τούς τε ἄλλους 1 χαιρει λέγει sic V δὲ v. c. s. v. V 2 ὀφλόντων V κἂν μηδὲν Β² αὐτῶν ὧσιν καλόν] αὐταὶ πονῶσιν B2 ὦσι] οἴσωσι vel ἔχωσι coni. 0 4 δὲ Lond. 5 ἢ add. a2 8 μετὰ] κατὰ Cas. πρὸς οὓς τίς ἂν ὁ scripsi: πρὸς οὓς τίς ἂν Lond.: προσουτισινὁ V: πρόσου τισιν ὁ a¹: πρὸς οὖσιν ὁ Ε: πρὸς οὓς τίς ὁ Cas.: πρὸς οὕς τις ὁ a2 10 αἰτιωντο V 12 οἱ B²: εὖ a¹²: εὖ V 13 ἐπιτίμησις . . κόλασις γρ. HE 14 οικείαν V τούτων HB2E Cas. Lond.: τούτῳ Va¹² 16 ἂν add. B διαμαρτῶν V 17 ἂν om. 0 18 καταψηφίοιτο] ι et οι s. v. V 19 καὶ om. a12 20 ἢ — ἐπαιρόντων delevi 21 ἂν ἀμαρτήσας scripsi: ἀναμάρτήτοσ alter accentus et σασ sive ιασ v. c. s. v. V: ἐναμάρτητος Casp. O: ἀναμάρτητος a¹² 24 αὐτοὶ γρ. EO γινομένων a¹2 25 ἐξηγήσηται V ἡμιν V καὶ τὰς] καὶ a2: om. a1 26 εἰ—ἡμῶν] ἐπεί γε οὕτως ὄντων ἡμῶν a2Ο (qui pro ὄντων coni. ἐχόντων) ἔτι] forasse ὡς τὰ 28 γοῦν] γὰρ HE 31 παρησιασ V¹ (corr. v. c): παρουσίας προτρέψουσιν;

πῶς δ’ ἂν σώζοιεν τοιαῦτα λέγοντες τὴν ὑπὸ τῶν θεῶν XVII γινομένην τῶν θνητῶν πρόνοιαν; εἰ γὰρ αἴ τε τῶν θεῶν ἐπιφάνειαι, ἅς φασιν γίνεσθαί τισιν, κατά τινα γίνονται προκαταβεβλημένην αἰτίαν, ὡς πρὸ τοῦ γενέσθαι τινὰ αὐτῶν ἀληθὲς εἶναι τὸ τοῦδε μὲν ἔσεσθαί τινα ἐκ θεῶν κηδεμονίαν, τοῦδε δὲ μή, πῶς ἂν ἔτι τοῦτο πρόνοιάν τις δικαίως λέγοι, τὴν οὐ κατ’ ἀξίαν γινομένην, ἀλλὰ κατά τινα ἀνάγκην προκαταβεβλημένην; πῶς δ’ ἂν σώζοιτο καὶ ἡ πρὸς τοὺς θεοὺς εὐσέβεια τῶν εὐσεβεῖν δοκούντων, διότι μὴ ἐπ’ αὐτοῖς ἦν τὸ τοῦτο μὴ ποιεῖν, οὕτως ποιούντων; γίνοιτο δ’ ἂν καὶ παρὰ τῶν θεῶν, εἰς οὕς γίνεταί τι παρὰ τοὺς ἄλλους πλέον, ὅτι καὶ τούτων ἦσαν αἱ ἀρχαὶ καὶ πρὸ τοῦ τούτους εἶναι προκαταβεβλημέναι. πῶς δ’ οὐκ ἀναιροῖεν ἂν καὶ μαντικήν, τῆς ἀπὸ μαντικῆς χρείας ἀναιρουμένης; τί γὰρ ἂν ἢ μαθεῖν ἢ διὰ τὸ μαθεῖν παρὰ τῶν μάντεων φυλάξαιτ’ ἄν τις, εἰ μόνα ταῦτα ἡμῖν τε μαθεῖν ἐκείνοις τε μηνῦσαι δυνατόν, ὧν τοῦ μαθεῖν ἡμᾶς καὶ ποιῆσαι ἢ μὴ ποιῆσαί τι ἕκαστον ἦν καὶ πρὸ τῆς ἡμετέρας γενέσεως κατηναγκασμένον, τοῦ τε ἐμμένειν τοῖς ὑπὸ τῶν θεῶν προαγορευομένοις οὐχ ἡμεῖς κύριοι τῷ τῶν ἐσομένων ὑφ’ ἡμῶν προκαταβεβλῆσθαι τὰς αἰτίας.

ἀλλ’ ὅτι μὲν τὸ δόγμα τοῦτο ἀνατροπῆς ΧVIII αἴτιον παντὸς τοῦ τῶν ἀνθρώπων βίου, παντί που μαθεῖν ῥᾴδιον, ὅτι δὲ καὶ ψεῦδος, ἱκανὸν μαρτύριον τὸ μηδ’ αὐτοὺς τοὺς προστάτας αὐτοῦ δύνασθαι πείθεσθαι τοῖς ὑφ’ αὐτῶν λεγομένοις. οὕτω γὰρ ἐν πᾶσι τοῖς λόγοις φυλάσσουσιν τὸ ἐλεύθερόν τε καὶ αὐτεξούσιον, ὡς μὴ ἀκούσαντές ποτε παρ’ ἄλλου τοιούτου τινὸς δόγματος, τοῦτο μὲν προτρέπειν τινὰς πειρώμενοι, ὡς τοῦ τε ποιεῖν ἢ μὴ ποιεῖν τοῦτο τὴν ἐξουσίαν 3 φησιν V1 (corr. v. c.) προκαταβεβλημένην] τα s. v. V 5 τι Cas. 8 διότι] fortasse ἀλλ’ ὅτι 10.11 προκαταβεβλημένους a2 11 ἀναιροῖεν ἂν Casp. 0 (vel ἀναιροῖτ’ ἂν καὶ μαντικὴ idem): ἀναιροῖαν καὶ sic V: ἂν ἀναιρεῖ ἄν KB1 (ἀναιροῖ B2): ἀναιρεῖ ἂν a¹²: ἀναιροῖ ἂν 0 12 χρείαις O μαθεῖν ⟨δέοι⟩ B2: μάθοι Schwartz 13 φυλάξαιτ’ V: φυλάξετο a2: φυλάξασθ’ a¹ εἰ K Cas. Lond. 0: ἢ sic V: ἢ a1² ταῦτα Va¹: ταῦθ’ ἃ a2: ταῦθ’ K 14 τοῦ] fortasse τὸ τι del. Schwartz 15 πρὸ a¹ : πρὸς Va2 τοῦ τε a2: τοῦτο Va¹ : τούτοις E ἐνμένειν sic V 16 προαγορευόμενοι, οὐχ V¹ 17 μεν V 19 ὅτι] cf. Eusebius pr. ev. VI, 9. 272b ὅτι δὲ ψεῦδος ἦν αὐτῶν ὁ περὶ εἱμαρμένης λόγος, ἱκανὸν κτλ. το, δ᾿  sic V 20 ὑπ᾿  αὐτῶν Eusebius, qui pergit: καὶ γὰρ καὶ προτρέπειν καὶ διδάσκειν ἐπαγγέλλονται, καὶ μανθάνειν καὶ παιδεύεσθαι συμβουλεύουσιν, ἐπιτιμῶσί τε καὶ ἐπιπλήττουσι τοῖς οὐ τὰ προσήκοντα δρῶσιν, ὡς κατὰ προαίρεσιν ἰδίαν ἁμαρτάνουσιν. ἀλλὰ καὶ συγγράμματα πλεῖστα καταλείπουσι, δι’ ὧν ἀξιοῦσι παιδεύεσθαι τοὺς νέους. ἐπαύσαντο δ’ ἂν τῆς ἐν τοῖς λόγοις φιλοτιμίας, εἰ προσέσχον ὅτι καὶ συγγνώμης ἀξιοῦσι τοὺς ἀκουσίως ἁμαρτάνοντας, τοὺς δὲ ἑκουσίως πλημμελοῦντας κολάσεως ἀξίους εἶναί φασιν (ἀ. ἐ. φ. del. cum l. p Gaisford, ὡς ἐπ’ αὐτοῖς δηλονότι τοῦ τε ἁμαρτάνειν καὶ τοῦ μὴ κειμένου. ὥστε καὶ κατ’ αὐτοὺς ἀναιρεῖσθαι τὴν ἐξ εἱμαρμένης ἀνάγκην, συνίστασθαι δὲ κατὰ φύσιν ἡμῖν ὑπάρχειν τὸ αὐτεξούσιον· μετὰ τοῦ πλεῖστα εἶναι καὶ τὰ μὴ ἐφ’ ἡμῖν, ὥσπερ τὰ κατὰ φύσιν, καὶ τὰ ἐκ τύχη, ἕτερα ὄντα καὶ αὐτὰ παρὰ τὸν τῆς εἱμαρμένης λόγον, καθὼς προδέδεικται 22 μὲν v. c. i. v. V: δὲ V¹a1² ἔχοντες αὐτοί, καὶ τῶν προτρεπομένων διὰ τοὺς παρ’ αὐτῶν λόγους αἱρεῖσθαί τινα δυναμένων ὧν ἔπραξαν ἂν τἀναντία αὐτῶν σιωπώντων, τοῦτο δὲ ἐπιτιμῶντες καὶ ἐπιπλήττοντές τισιν ὡς οὐ τὰ προσήκοντα πράττουσιν. ἀλλὰ καὶ συγγράμματα πλείω καταλείπουσίν τε καὶ συγγράφουσιν, δι’ ὧν ἀξιοῦσιν παιδεύεσθαι τοὺς νέους, οὐχ ὡς κεκωλυμένοι τοῦτο συγγράφειν διὰ τὸ τὰ περιεστῶτα αὐτοῖς εἶναι τοιαῦτα, ἀλλ’ ὡς ὂν μὲν ἐπ’ αὐτοῖς συγγράφειν τε καὶ μή, αἱρούμενοι δὲ τὸ γράφειν διὰ φιλανθρωπίαν.

XIX

Ἐπαύσαντο δ’ ἂν τῆς ἐν τοῖς λόγοις φιλοτιμίας καὶ συγχωρησάντων εἶναι τὸ ἐφ’ ἡμῖν ἐλεύθερόν τε καὶ αὐτεξούσιον καὶ κύριον τῆς τῶν ἀντικειμένων αἱρέσεώς τε καὶ πράξεως ἐπὶ περιεστῶσιν ἀνθρώποις δίκαιος γίνεσθαι πεπιστευμένος ὁμοίως ἰδιώταις τε καὶ νομοθέταις. ἔστι δὲ τοῦτο τὸ συγγινώσκεσθαι μὲν ἀξίους εἶναι τοὺς ἀκουσίως τοιοῦτόν τι πράξαντας, οὐχ ὡς ἐπὶ τῷ γιγνομένῳ πράγματι τῆς κολάσεως ὁριζομένης, ἀλλ’ ἐπὶ τῷ τρόπῳ τῆς πράξεως· ὅπερ οὔτε τῶν ἄλλων τις οὔτε αὐτῶν τούτων ὡς οὐ καλῶς ἔχον αἰτιᾶται. καίτοι τί τῶν δι’ ἄγνοιαν πραττομένων ἁμαρτανόντων ἢ βίᾳ ἧττον ἂν εἶεν συγγνώμης ἄξιοι ⟨οἱ⟩ εἰδότες μὲν ἃ πράττουσιν, οὐκ ἔχοντες δὲ ἐν αὐτοῖς τὴν ἐξουσίαν τοῦ, τούτων αὐτοῖς περιεστώτων, ἃ πάντως αὐτοῖς καὶ ἐξ ἀνάγκης περιεστάναι δεῖ, ἄλλο τι παρ’ ἃ πράττουσιν ⟨πράττειν⟩ τῷ τὴν φύσιν αὐτῶν εἶναι τοιαύτην, καὶ εἶναι τὸ κατὰ τὴν οἰκείαν αὐτοῖς φύσιν ἕκαστα πράττειν ὧν πράττουσιν καθ’ εἱμαρμένην, ὡς τοῖς βαρέσιν ἀφεθεῖσιν ἄνωθεν τὸ φέρεσθαι κάτω, καὶ τοῖς περιφερέσι τὸ κατὰ τοῦ πρανοῦς, εἰ ἀφεθεῖεν, ἀφ’ αὐτοῦ κινεῖσθαι; ὅμοιον γὰρ τὸ τοῦ τὸν ἵππον κολάζειν ἀξιοῦν, ὅτι μὴ ἔστιν ἄνθρωπος, καὶ τῶν ἄλλων ζῴων ἕκαστον, ὅτι ταύτης τῆς τύχης καὶ μὴ βελτίονος τετυχήκασίν τινος. ἀλλ’ οὐδεὶς Φάλαρις οὕτως ὠμός τε καὶ ἀνόητος, ὡς ἐπί τινι τῶν οὕτως γινομένων κολάζειν τὸν ποιήσαντα. ἐπὶ τίσιν οὐν αἱ κολάσεις εὔλογοι; οὐκ ἐπ’ ἄλλοις τισίν, ἢ ἐπὶ τοῖς παρὰ τὴν αὑτῶν μοχθηρὰν αἵρεσιν γινομένοις. 1 ἔχοντας αὐτοὺς B2 τῶν προτρεπομένων Cas. Lond. 0: τῷ προτρεπομένῳ Va¹²: τὸ προτρεπομένω Ε τοὺς παρ’ αὐτῶν λόγους Lond. O: τῶν παρ’ αὐτῶν λόγους Va¹: τῶν παρ’ αὐτοῖς λόγων a2 2 ὧν add. Cas. Lond. 0 αὐτῶν 0: τῶν libri σιωπώντων] primum ω supra vers. V 3 ἐπιπλῆττες a1 4 πλείω] fortasse πλεῖ στᾳ 5 κεχωλυμένοι a1 6 fortasse τοῦτο ⟨μὴ⟩ 9 συγχωρήσαιντο Lond. 0: fortasse συνεχώρησαν τῷ 11 τε] τι Cas. lacunam indicavi γὰρ περιεστώτων 0 δίκαιος om. K ἄνθρωποι δίκαιοι Lond. 0 12 πεπιστευμένος Va1² πεπιστευμένοις H: πεπιστευμένοι Lond. 0 Casp. Or. καὶ ἰδ. καὶ ν. 0 14 τοῖς γινομένοις πράγμασι τῆς a2 πραγματικῆς κολάσεως a1 16 οὐ καλῶς a¹2: ουκαλλῶσ sic V: οὐκ ἄλλως HE πραττομένων delevi: ἀπατωμένων coni. 0: ⟨τῶν⟩ πραττομένων Casp. 0 17 ἢ Cas. Lond. 0: ἠ V: ᾗ Η: οἱ in lit. B²: ἡ a¹² συγγώμης a1 οἱ addidi 18 τοῦ om. a2 αυτοῖσ V 19 αυτοῖς V 20 πράττειν add. B²0 (sed post τι v. 19) 21 ἕκαστον 0 22 βαρεσιν V 23 αὑτῶν B2 τοῦ del. Β² 25 ὅτι] ὡς Ο τύχης] ψυχῆς a2: ψύχης Lond. τινες 0 27 τὸ κολάσαι 0 εὔλογοι a2: εὔλογον Va1 οὐχ 0 28 ἢ om. a¹2 ἐφ’ ὧν γὰρ αὐτοὶ τὴν ἐξουσίαν τῆς αἱρέσεως ἔχοντες, καταλιπόντες τὸν σκοπὸν τῶν πραττομένων ὑφ’ αὐτῶν ποιεῖσθαι τό τε καλὸν καὶ τὸν νόμον, κέρδους χάριν ἢ ἡδονῆς τινος, ὑπερορῶντες ἐκείνων, πράττουσι τὰ φαῦλα, τούτους ἀξίους ἡγοῦνται κολάσεως πάντες ἄνθρωποι, συγγνώμην δόντες τοῖς οὐχ οὕτως ἁμαρτάνουσιν. ὅρα δὴ πᾶσιν τοῖς κακοῖς τὸ θαυμαστὸν δόγμα τοῦτο παρὰ τῶν φιλοσόφων μαθοῦσιν διδάσκειν τοὺς διδάσκοντας, ὅτι εἰσὶ καὶ αὐτοὶ συγγνώμης ⟨ἄξιοι⟩, οὐδὲν ἔλαττον τῶν ἀκουσίως ἁμαρτανόντων. οὐ γὰρ ὑπό τινος ἔξωθεν καταναγκάζοντος αὐτοὺς ποιοῦσιν ἃ ποιοῦσιν, ὧν ἴσως ἐνῆν αὐτοῖς καὶ φυλάξασθαι, ἀλλ’ ὑπὸ τῆς φύσεως τῆς ἐν αὐτοῖς οὐδὲν οἷόν τ’ ἐστὶν λαθόντας ποιῆσαι καὶ τίς οὐκ ἂν αὐτοῖς τοῖς ἁμαρτανομένοις αἴτιον. εἰ δ’ οὔτ’ ἄλλος τις οὔτ’ οἱ τοῦ δόγματος τούτου κύριοι συγγνώμην δοῖέν τινι ταύτην τῶν ἁμαρτανομένων φέροντι τὴν αἰτίαν ὡς ψεῦδός τι καὶ ψευδεῖ λέγοντι, δῆλον ὡς ὑπὸ τούτων καὶ ὑπὸ τῶν ἄλλων ἀπάντων ὁμοίως πεπίστευται τὸ εἶναι τὸ ἐφ’ ἡμῖν οὐχ οἷον ὑπὸ τούτων πλάσσεται, ὅταν εἰς τὸ πρόβλημα μελετῶντες λέγωσιν, ἀλλ’ οἵῳ εἶναι αὐτῷ δεῖ διὰ τῶν ἔργων οὗτοί τε αὐτοὶ καὶ πάντες ἄνθρωποι μαρτυροῦσιν. εἰ γὰρ ἦσαν οὕτως ἔχειν πεπιστευκότες, συνεγίγνωσκον ἂν πᾶσιν τοῖς ἁμαρτάνουσιν ὡς οὐκ ἔχουσιν τοῦ μὴ πάντα πράττειν ἐξουσίαν.

ἀλλ’ ὅτι μὲν καὶ ἔστι τι ἐφ’ ἡμῖν ὀνομάσαι, καὶ οὐ διὰ ΧΧ τὴν ἐξουσίαν ταύτην ἀναιτίως τι γίνεται, τῷ τῶν οὕτως γινομένων αἴτιον τὸν ἄνθρωπον εἶναι, ἀρχὴν αὐτὸν ὄντα τῶν γινομένων ὑφ’ αὑτοῦ, ἱκανὰ μὲν δεῖξαι καὶ τὰ εἰρημένα, ἱκανῶς δ’ ἂν ἐπείσθησαν καὶ οἱ ἀντιλέγειν πρὸς αὐτὸ πειρώμενοι, εἰ κἂν πρὸς ὀλίγον πάντα ἃ πράττουσιν ὑπέμειναν πρᾶξαι ὡς ἀληθεύοντες περὶ ὧν λέγουσιν, πιστεύσαντες τῷ μηδὲν τῶν γινομένων ὑπό τινος οὕτως γίνεσθαι, ὡς καὶ τοῦ μὴ πράττειν αὐτὸ τὴν ἐξουσίαν ἔχοντος τότε. τῷ γὰρ τοῦτο πεπιστευκότι οὐκ ἐπιτιμῆσαί τινι, οὐκ ἐπαινέσαι τινα, οὐ συμβουλεῦσαί τινι, οὐ προτρέ| ψασθαί τινα, οὐκ εὔξασθαι θεοῖς, οὐ χάριν αὐτοῖς γνῶναι περί τινων, οὐκ ἄλλο τι ποιεῖν οἷόν τε τῶν ὀφειλομένων εὐλόγως γίνεσθαι ὑπὸ τῶν καὶ τοῦ ποιεῖν ἕκαστον ὧν 1 καταλειπόντες (supra ει m1 : ι) V 2 αὑτῶν a2 Cas. 0: αὑτοῦ Va1 (ὑπ’ αὐτῶν Lond) 2. 3 τὸ νόμιμον coni. 0 3 κέρδος a2 5 ὥρα E Cas. Casp. Or. 7 ἄξιοι add. a2 8 ἄξιοι add. B² ante οὐ καταναγκάζοντος a2 Cas.: καταναγκάζοντας Va¹: καταναγκάζοντες Lond. 9 ἃ ποιοῦσιν om. a1 10 fortasse ⟨ἣν⟩ οὐδὲν λαθόντας] ἄλλως coni. 0: ἑκόντας Casp. O: λαχόντας Gercke 10. 11 καὶ— ἂν] ἥτις οὖν Lond. 0: ἥτις οὖν ἐν Gercke 11 τῶν ἁμαρτανομένων coni. 0 αἴτιος a2 alt. οὔτ’ scripsi: οὐδ’ libri οἱ τοῦ in lit. B2: οὗτοι (supra οι: ος ut videtur m1) Va 12 ταύτην v. c. (?) V0: ταύτῃ V¹a1² 13 ψεῦδός τι] ψεῦδος τε B²: ψεύδοντι sive ψῦθός τι Casp. 0 καὶ ψευδει sic V: delevi: καὶ ψευδῆ a1² 16 οἷον εἶναι αὐτὸ a2: οἷον εἶναι αὐτῷ Ε δεῖ] δεῖν Lond.: delevi 19 pr. καὶ om. a¹² τι a20: τις Va1 ὀνομάσαι] ἐξουσία Lond. 20 ἀναιτίως] ἐναντίως a2 ούτωσ sic V 21 αὐτοῦ a1² 22 ἀνεπείσθησαν V 23 εἰ κἂν a2: εἰ κἂν sic V: εἵκ ἂν B: εἴη ἂν a¹: ἢ κἂν Ε: οἳ μὴ ἂν Lond. πάντα πρὸς ὀλίγον a1 Lond. ὑπέμεινεν a2: ὑπὸ μένειν E 24 ἂν πρᾶξαι a2 25 ὑπο V τινος Ο: τινων libri 26 ἔχοντες a2 πεπιστευκότι Schwartz: πεπιστευμένῳ libri 28 οὐδ’ 0 ποιοῦσιν τὴν ἐξουσίαν πεπιστευκότων. ἀλλὰ μὴν ἔξω τούτων ἀβίωτος ὁ τῶν ἀνθρώπων βίος καὶ οὐδὲ τὴν ἀρχὴν ἀνθρώπων ἔτι.

μηδὲ ἐκεῖνο δὲ ἡμῖν XXI ἀνεξέταστον παραλελείφθω, εἴ τις ὑποθοῖτο, μηδὲν μᾶλλον ἀληθῆ εἶναι τὸ εἶναί τι οὕτως ἐφ’ ἡμῖν, ὡς ἡμεῖς τε ἀξιοῦμεν καὶ ἡ τῶν πραγμάτων φύσις ἔχειν μαρτυρεῖ, τοῦ πάντα ἐξ ἀνάγκης τε γίνεσθαι καὶ καθ’ εἱμαρμένην, ἀλλ’ εἶναι ἐπ’ ἴσης ἑκάτερον ἢ πιστὸν ἢ ἄδηλον αὐτό, ποτέρᾳ δόξῃ πείθεσθαι τοῖς ἀνθρώποις ἀσφαλέστερόν τε καὶ ἀκινδυνότερον, καὶ ποῖον ψεῦδος αἱρετώτερον, πότερον τὸ πάντων γινομένων καθ’ εἱμαρμένην μὴ οὕτως ἔχειν ὑπολαμβάνειν, ἀλλ’ εἶναι καὶ ἡμᾶς τοῦ τι πρᾶξαι ἢ μὴ πρᾶξαι κυρίους, ἢ ὄντος τινὸς καὶ ἐφ’ ἡμῖν οὕτως, ὡς προειρήκαμεν, πεπεῖσθαι τὸ τοῦτο μὲν ψεῦδος εἶναι, πάντα δὲ καὶ τὰ ὑφ’ ἡμῶν πραττόμενα κατὰ τὴν ἡμετέραν ἐξουσίαν γίνεσθαι κατηναγκασμένως. ἢ γνώριμον ὅτι οἱ μὲν πάντων γινομένων καθ’ εἱμαρμένην αὐτοὺς πείθοντες ὡς ἐξουσίαν ἔχοντάς τινων τοῦ τε πράττειν αὐτὰ καὶ μὴ οὐδὲν ἂν παρὰ τήνδε τὴν πίστιν ἐν τοῖς πραττομένοις ἁμάρτοιεν, τῷ μηδὲ τὴν ἀρχὴν τῶν γινομένων τινὸς ὑφ’ αὑτῶν εἶναι κύριοι, ὥσθ’ ὁ κίνδυνος τῆς κατὰ τοῦτο διαμαρτίας πρόεισιν μέχρι ῥημάτων. εἰ δέ γε, ὄντος τινὸς καὶ ἐφ’ ἡμῖν καὶ μὴ πάντων γινομένων ἐξ ἀνάγκης, πείθεσθαι μὲν μηδενὸς ἡμᾶς εἶναι κυρίους, πολλὰ παραλείψομεν τῶν δεόντως ἂν πραχθέντων ὑφ’ ἡμῶν καὶ διὰ τὸ βουλεύσασθαι περὶ αὐτῶν καὶ διὰ τὸ τοὺς ἐπὶ τοῖς πραττομένοις καμάτους προθύμως ὑφίστασθαι, ἀργότεροι γενόμενοι πρὸς τὸ δι’ αὑτῶν τι ποιεῖν διὰ τὴν πίστιν τοῦ, καὶ μηδὲν ἡμῶν πραγματευομένων περὶ τῶν πρακτέων, τὸ ὀφεῖλον ἂν γενέσθαι. οὕτως δὲ τούτων ἐχόντων πρόδηλον ὡς αἱρετώτερον τοῖς φιλοσοφοῦσιν, τὴν ἀκινδυνοτέραν ὁδὸν αὐτούς τε αἱρεῖσθαι καὶ τοὺς ἄλλους ἄγειν.

Οὐ χεῖρον δέ, τούτων προτεθεωρημένων καὶ αὐτὰ τὰ περὶ τῆς εἱμαρμένης ΧΧΙΙ ὑπ’ αὐτῶν λεγόμενα παραθεμένους ἰδεῖν, εἴ τινα τοιαύτην ἔχει βίαν, ὡς εὔλογον εἶναι διὰ τὴν πρὸς τὸ ἀληθὲς οἰκειότητα καὶ τῶν ἐναργῶν οὕτως ὑπερορᾶν. ἔσται δὲ ἡμῖν καὶ ὁ περὶ τούτων λόγος ἐπὶ τοσοῦτον, ἐφ’ ὅσον ἐστὶ χρήσιμος πρὸς τὰ προκείμενα. φασὶν δὴ τὸν κόσμον τόνδε, ἕνα ὄντα καὶ πάντα τὰ ὄντα ἐν αὑτῷ περιέχοντα, καὶ ὑπὸ φύσεως διοικούμενον ζωτικῆς τε καὶ λογικῆς καὶ νοερᾶς, ἔχειν τὴν τῶν ὄντων 1 fortasse ποιοῦσιν ⟨ἢ μὴ ποιεῖν ἔχειν⟩ 2 ἀνθρώπων βίος a2: ἀνθρώπων Va1 3 ὑποθοῖτο V: ὑπόθοιτο a¹¹: ὑποτίθοιτο Lond.: ὑποθεῖτο K ἀληθῆ sic V: ἀληθεῖ K 4 τε om. a1 5 μαρτυρεῖ a12: μαρτυρεῖν VΗ 6 fortasse οὐ τ ῶν 8 πάντως γινόμενον Η γρ. ἢ del. B²: τὰ Lond. 0 9 τουτί vel τοῦ τί V: τοῦ τε 11 τὸ om. fortasse τῷ 11. 12 πραττόμενα] exspectas πράττεσθαι δοκοῦντα καὶ 12 γίνεσθαι Cas. Lond. 0: γίνεται libri ἢ] οὐ 0 16 κύριος a1 ὥσδ᾿ —ἡμᾶς εἶναι (18) om. a1 τούτων 0 18 πάντων τῶν 0 πείθεσθαι μὲν] πεισθείημεν B²: διὰ τὸ πείθεσθαι aut πειθόμενοι coni. 0 ἡμᾶς εἶναι Va¹: εἶναι ἡμᾶς Η: ὄντας a2 19 παραλείψομεν Β²: παραλίπομεν V: παραλείπομεν a¹2: παραλείποιμεν Lond. 20 alt. τὸ Cas. Lond. 0: τοῦ libri 21 γευόμενοι, sed υ et μ litura obscurae V: γινόμενοι E αὐτῶν V 23 ὄρειλον ἂν add. Schwartz 24 αυτοὺσ V 24. 25 τε αἱρεῖσθαι a2: ἐπαίρεσθαι Va¹: τε ἑλέσθαι B² 27 προθεμένους a¹² 30 ἐφόσον V 31 αὐτῷ V διοίκησιν ἀίδιον κατὰ εἱρμόν τινα καὶ τάξιν προιοῦσαν, τῶν πρώτων τοῖς μετὰ ταῦτα γινομένοις αἰτίων γινομένων καὶ τούτῳ τῷ τρόπῳ συνδεομένων ἀλλήλοις ἀπάντων, καὶ μήτε οὕτως τινὸς ἐν αὐτῷ γινομένου, ὡς μὴ πάντως ἐπακολουθεῖν αὐτῷ καὶ συνῆφθαι ὡς αἰτίῳ ἕτερόν τι, μήτ’ αὖ τῶν ἐπιγινομένων τινὸς ἀπολελύσθαι δυναμένου τῶν προγεγονότων, ὡς μή τινι ἐξ αὐτῶν ἀκολουθεῖν ὥσπερ συνδεόμενον, ἀλλὰ παντί τε τῷ γενομένῳ ἕτερόν τι ἐπακολουθεῖν, ἠρτημένον ⟨ἐξ⟩ αὐτοῦ ἐξ ἀνάγκης ὡς αἰτίου, καὶ πᾶν τὸ γινόμενον ἔχειν τι πρὸ αὐτοῦ, ᾧ ὡς αἰτίῳ συνήρτηται. μηδὲν γὰρ ἀναιτίως μήτε εἶναι μήτε γίνεσθαι τῶν ἐν τῷ κόσμῳ διὰ τὸ μηδὲν εἶναι τῶν ἐν αὐτῷ ἀπολελυμένον τε καὶ κεχωρισμένον τῶν προγεγονότων ἀπάντων. διασπᾶσθαι γὰρ καὶ διαιρεῖσθαι καὶ μηκέτι τὸν κόσμον ἕνα μένειν αἰεί, κατὰ μίαν τάξιν τε καὶ οἰκονομίαν διοικούμενον, εἰ ἀναίτιός τις εἰσάγοιτο κίνησις· ἣν εἰσάγεσθαι, εἰ μὴ πάντα τὰ ὄντα τε καὶ γινόμενα ἔχοι τινὰ αἴτια προγεγονότα, οἷς ἐξ ἀνάγκης ἕπεται· ὅμοιόν τε εἶναί φασιν καὶ ὁμοίως ἀδύνατον τὸ ἀναιτίως τῷ γίνεσθαί τι ἐκ μὴ ὄντος. τοιαύτην δὲ οὖσαν τὴν τοῦ παντὸς διοίκησιν ἐξ ἀπείρου εἰς ἄπειρον ἐναργῶς τε καὶ ἀκαταστρόφως γίνεσθαι. οὔσης δέ τινος διαφορᾶς ἐν τοῖς αἰτίοις, ἣν ἐκτιθέντες (σμῆνος γὰρ αἰτίων καταλέγουσιν, τὰ μὲν προκαταρκτικά, τὰ δὲ συναίτια, τὰ δὲ ἑκτικά, τὰ δὲ συνεκτικά, τὰ δὲ ἄλλο τι· οὐδὲν γὰρ δεῖ τὸν λόγον μηκύνειν πάντα τὰ λεγόμενα παρατιθέμενα τὸ βούλημα αὐτῶν δεῖξαι τοῦ περὶ τῆς εἱμαρμένης δόγματος), ὄντων δὴ πλειόνων αἰτίων, ἐπ’ ἴσης ἐπὶ πάντων αὐτῶν ἀληθές φασιν εἶναι τὸ ἀδύνατον εἶναι, τῶν αὐτῶν ἀπάντων περιεστηκότων περί τε τὸ αἴτιον καὶ ἐστιν αἴτιον, ὁτὲ μὲν δὴ μὴ οὑτωσί πως συμβαίνειν, ὁτὲ δὲ οὕτως. ἔσεσθαι γάρ, εἰ οὕτως γίνοιτο, ἀναίτιόν τινα κίνησιν. τὴν δὲ εἱμαρμένην αὐτὴν καὶ τὴν φύσιν καὶ τὸν λόγον, καθ’ ὃν διοικεῖται τὸ πᾶν, θεὸν εἶναί φασιν, οὖσαν ἐν τοῖς οὖσίν τε καὶ γινομένοις ἅπασιν καὶ οὕτως χρωμένην ἁπόντων τῶν ὄντων τῇ οἰκείᾳ φύσει πρὸς τὴν τοῦ παντὸς οἰκονομίαν. καὶ τοιαύτη μὲν 2 συνδεδεμένων a2 3 ἀπάντων ἀλλήλοις a¹² γενομένου Gercke 6 ἐπακολουθεῖν Lond. 0 παντί B²0: πάντῃ Va¹2 7 ἐξ add. 0 8 πρὸ] ἐξ (in mg. πρὸ) 10 pr. τῶν om. 0 13 εἰ s. v. V 14 ἔχει a12 15 τωι sic v. c. s, v. V: om. EH 16 ἐνεργῶς Usener 17 supra ἀκαταστρόφως: μετὰ B² 18 ἐκτίθενται H γρ. E σμῆνος E Cas. O: μηνὸς Va¹² αἰτίων E Cas. 0: αἴτιον Va¹2 σμῆνος— αἰτίων] μηδὲν ἀναίτιον] sic Lond. 19 ἑκτικά K Cas. Lond.: ἀκτικά V: ἀρκτικά E: ἐκτικά a1² 20 εἰς πάντα Lond. 0: ἢ σύμπαντα Usener: διὰ (vel εἰς) τὸ πάντα Gercke παρατιθέμενα Va1: παρατιθεμένους HKR Cas. Lond. 0 παρατιμέμενους a2: παρατιθέντας in lit. Β (s. v. βουλομένους Β2): παρατιθέμενον Gercke 21 δὲ 0: δ’ ἤδη 23. 24 ὁτὲ μὲν δὴ μὴ οὑτωσί πως συμβαίνειν Usenerus: ὁτὲ δε μὴ ἢ ὁτε δε μη οὕτως εἴπως συμβαίνει (sic acc. et spir. supra η, οτε, ουτως del.) V: ὅτε δὲ μὴ ηοτεδεμη οὕτως πως συμβαίνει Β¹: ὁτὲ μὲν ὁτὲ δὲ μή, οὕτως εἴπως συμβαίνει Η: ὁτὲ μὲν ὁτὲ δὲ μὴ οὕτως πως συμβαίνειν Ε: ὅτε μὲν καὶ ὥ ὅτε δὲ μὴ οὕτω συμβαίνειν K: ὁτε μὲν οὑτωσί πως συμβαίνειν B2: ὁτὲ μὲν δὲ μὴ οὕτως συμβαίνειν a1 Lond.: ὁτὲ μὲν ὁτὲ δὲ μὴ οὕτω συμβαίνειν a2: ὁτε μὲν μὴ οὕτω συμβαίνειν Cas.: ὁτὲ μὲν δὴ μὴ οὕτω συμβαίνειν 0 24 οὕτως ⟨εἴ πως συμβαίνει. ἔσεσθαι 0 27 χρωμένην a¹2 χρωμένησ V ὡς διὰ βραχέων εἰπεῖν ἡ περὶ τῆς εἱμαρμένης ὑπ’ αὐτῶν καταβεβλημένη δόξα.

ἔτι δὲ τὸ ψεῦδος τῶν λεγομένων οὐ λόγων τινῶν οὐδὲ ἐλέγχων XXIII ἔξωθεν δεόμενον, ἀλλ’ αὐτόθεν γνώριμον. τίς γὰρ ἔλεγχος λόγου φανερώτερος τοῦ μὴ ἐφαρμόζειν τούτοις περὶ ὧν λέγεται; τὸ γοῦν πρῶτον εἰρημένον ὡς πάντων τῶν ὄντων αἰτίων τινῶν γινομένων τῶν μετὰ ταῦτα καὶ τοῦτον τὸν τρόπον ἐχομένων ἀλλήλων τῶν πραγμάτων τῷ δίκην ἁλύσεως τοῖς πρώτοις συνηρτῆσθαι τὰ δεύτερα, ὃ ὥσπερ οὐσίαν τῆς εἱμαρμένης ὑποτίθενται, πῶς οὐ φανερῶς ἀπᾴδει τῶν πραγμάτων; εἰ γὰρ τῶν τέκνων οἱ πατέρες αἴτιοι καὶ δεῖ κατ’ οἰκειότητα τὰς αἰτίας ἀπαιτεῖν, ὡς ἀνθρώπου μὲν ἄνθρωπον αἴτιον εἶναι, ἵππου δ’ ἵππον, τίνος αἴτιοι τῶν μετ’ αὐτοὺς οἱ τὴν ἀρχὴν μηδὲ γήμαντες, τίνος δὲ οἱ παῖδες οἱ πρὸ τῆς ἡλικίας διαφθαρέντες; πολλὰ γὰρ τῶν γινομένων, ὑπὸ τῆς κατὰ τὸ ποσὸν ἐκλείψεως ἢ μὴ κινηθέντα ἢ φθαρέντα πρότερον, οὐδενὸς ἔφθη γενόμενα τῷ κατὰ τὴν ὑπάρχουσαν δύναμιν αὐτοῖς αἴτια. τίνος δὲ ἐροῦσιν αἴτια τὰ ἔν τισιν μέρεσιν τοῦ σώματος φυόμενα περιττώματα; τίνος δὲ τὰ τέρατά τε καὶ γινόμενα παρὰ φύσιν, ἃ τὴν ἀρχὴν οὐδὲ διαμένειν οἷά τε; εἰ δ’ ὁ μὲν εἰ φλοιὸς ἐν τοῖς φυτοῖς ἕνεκα τοῦ περικαρπίου, τὸ δὲ περικάρπιον τοῦ καρποῦ χάριν, καὶ ἀρδεύεται μὲν ἴνα τρέφηται, τρέφεται δὲ ἵνα καρποφορῇ, ἀλλ’ ἔστιν γε πολλὰ ἐν αὐτοῖς εὑρεῖν καὶ μὴ τοῦτον γινόμενα τὸν τρόπον. τίνος γὰρ ἄν τις εἴποι τὰ σεσηπότα καὶ τὰ ξηρὰ τῶν καρπῶν αἴτια τῶν μετὰ ταῦτα; τίνος δὲ τήν τινων φύλλων διδυμότητα; ἐξ ὧν φανερὸν τοῖς ὁρᾶν τἀληθῆ βουλομένοις τε καὶ δυναμένοις, ὅτι, ὥσπερ οὐ πᾶν τὸ δυνατὸν ἐνεργεῖν ⟨ἐνεργεῖ⟩, οὕτως οὐδὲ πᾶν, ὃ ἂν γένοιτο αἴτιον, καὶ ἔστιν αἴτιον ἤδη ἢ γέγονεν ἢ γενήσεται. ἀλλ’ οὐδὲ πᾶν τὸ γεγονὸς εὐθὺς τῷ εἶναι ἤδη καὶ αἴτιόν ἐστιν ἐσομένου τινός. τὸ δ’ ὁμόσε χωροῦντας μὲν λέγειν καὶ ταῦτα, καταφεύγειν δὲ ἐπὶ τὸ ἄδηλον εἶναί τινος αἴτια (ὥσπερ ἀμέλει καὶ ἐπὶ τῆς προνοίας τῆς κατ’ αὐτοὺς ἀναγκάζονται ποιεῖν πολλάκις) εὐπορίαν ἐστὶ τοῖς ἀπόροις υηχανωμένων. τούτῳ γὰρ χρωμένους ἐνέσται περὶ πάντων τῶν ἀτοπωτάτων λέγειν ὡς καὶ ὄντων καὶ εὐλόγους ἐχόντων τινὰς αἰτίας, ἡμῖν δὲ ἀδήλους ἔτι.

ἆρ’ οὖν τούτων οὕτως ἐχόντων ΧΧΙV ἀναιτίως τι γενήσεται καἴ τοῦθ’ ἡμῶν ὁ λόγος προξενεῖ; ἢ δύναται | 1 τῆν a2 3 γνωριμώτερος (mg. φανερώτερος) H 4 τούτοις a12: τοῦτο (ν supra alt. ο v. c.) V: τούτω τούτω B¹E λέγεται v. c. Va¹2: λέγονται V¹ 5 εἰρημένον V: εἰρημένων a¹2 πάντων τῶν V: περιῶ a2: περτῶν τῶν a1: τῶν Β² alt. τῶν om. a¹2 6 τούτῳ τῷ τρόπῳ Ο: τούτων τὸν τρόπον Cas. 7 συνῆρτῆσθαι sic V 8 οὐ φανερῶς om. a12 : φανερῶς om. Cas.: οὐ φανερωτέροις Ε 9 εἰκειότητα a2 ἀπατεῖν a1 10 ἵπον V 11 τὴν del. B² 12 ἡλικίας] κ in lit. V τὸ ποσὸν] τόπον a1 13 ἐλλείψεως a¹² alterum ἢ in lit. V 14 τῷ del. B²0 15 περιπτώματα a2 16.17 εἰ δ’ ὁ μὲν a¹2: εἴδομεν εἰ V: εἴδομεν εἰ Η 18 τρέφεται τρέφεται a12: τρέρηται τρέρηται Lond. 19 καρποφορῇ] alt. ο in lit. V 20 σησεπότα a2 ξηρανθέντα τῶν mg. E: ξηρανθέντα τὰ 0 21 διδημότητα a2 23 πᾶν τὸ Sehwartz: πάντα libri ἐνεργεῖ addidi 24 εὐθὺς] ς in lit. V 25, 26 λέγειν μὲν καὶ ταῦτα εἶναι σἴτια καταφεύγειν B² 26 fortasse αἰτίαν 29 ἔν ἐσται V 31 ⟨ἢ⟩ ἀναιτίως Scultess 0 λόγος] alt. ο in lit. V Suppl. Arist. ΙΙ 2 Alex. scripta minora. σώζεσθαι τὸ μηδὲν ἀναιτίως τῶν γινομένων γίνεσθαι καὶ τοῦτον τὸν τρόπον ἐχόντων ὡς ἡμεῖς λέγομεν τῶν πραγμάτων. ἂν γὰρ παυσάμενοι τῆς ἀλύσεως τῶν σἰτίων καὶ τοῦ τοῖς πρώτοις γενομένοις λέγειν ἐξ ἀνάγκης ἕπεσθαι τὸ αἰτίοις φύσει ὀφείλειν γίνεσθαι ὡς ἐν τῇ οὐσίᾳ αὐτῶν τὸ σἴτιον περιέχουσιν, ἀπὸ τῶν γινομένων τε καὶ ὑστέρων τὴν ἀπόδοσιν τῶν αἰτίων ποιώμεθα ἔτι τε τῶν γινομένων κυρίως ζητῶμεν τὰς αἰτίας, οὔτε ἀναιτίως τι τῶν γινομένων γενήσεται οὔτε διὰ τοῦτο ἐξ ἀνάγκης καθ’ εἱμαρμένην τοιαύτην πᾶν τὸ γινόμενον ἔσται. οὐκ ἐξ ἀνάγκης μὲν γὰρ ὁ Σωφρονίσκος τῷ εἶναι ἤδη καὶ πατήρ ἐστι καὶ αἴτιός τινι τῶν μετ’ αὐτόν. εἰ μέντοι Σωκράτης εἴη ἐξ ἀνάγκης, αὐτῷ τῆς γενέσεως Σωφρονίσκος ἐξ ἀνάγκης αἴτιος. ὡς γὰρ θεμελίου μὲν ὄντος οὐκ ἀναγκαῖον οἰκίαν γενέσθαι, οἰκίας δὲ οὔσης προκαταβεβλῆσθαι τὸν θεμέλιον, ἀνάγκη οὕτως ἔχειν ὑποληπτέον καὶ ἐν τοῖς γινομένοις φύσει τὰ αἴτια ἐξ ἀνάγκης, οὐ τοῖς πρώτοις ἐξ ἀνάγκης ἑπόμενον τὸ αἰτίοις εἶναί τινων, ἀλλὰ τοῖς ὑστέροις γινομένοις τὸ ἐξ ἀνάγκης ἔχειν τι τῶν πρὸ αὐτῶν αἴτιον. ἔστι δέ τινα τῶν γινομένων καὶ τοιαῦτα, ὡς ἔχειν μὲν αἴτιόν τι, οὐ μὴν οἰκεῖον οὐδὲ προηγούμενον, ἀλλ’ ὡς ἡμῖν ἔθος λέγειν κατὰ συμβεβηκός. ὁ γὰρ εὑρεθεὶς θησαυρὸς ὑπὸ τοῦ διὰ τὸ φυτεύειν σκάπτοντος ἔχει μὲν τὸ σκάπτειν αἴτιον, ἀλλ’ οὐκ οἰκεῖον οὐδὲ γενόμενον δι᾿  αὐτόν. τὰ μὲν γὰρ κυρίως αἴτια ἢ ἐξ ἀνάγκης μόνον ὡς τούτοις δοκεῖ καὶ ὡς ἐπὶ τὸ πολὺ ἑπόμενον ἔχει τὸ αἴτιον, τὰ δὲ κατὰ συμβεβηκὸς οὕτως αἴτια σπανίως γίνεται τῶν τοιούτων αἴτια. ὥστε τοῖς τοῦτον τὸν τρόπον λέγουσιν ἅμα μὲν ἕπεται τὸ μηδὲν ἀναιτίως γίνεσθαι λέγειν, ἅμα δὲ τὸ σώζειν τό τε ἀπὸ τύχης καὶ αὐτομάτως γίνεσθαί τινα καὶ εἶναι καὶ τὸ ἐφ’ ἡμῖν καὶ τὸ ἐνδεχόμενον ἐν τοῖς πράγμασιν ἀλλ’ οὐ φωνὴν μόνον.

πῶς γὰρ οὐ φανερῶς τὸ λέγειν ΧΧV ψεῦδος πᾶν τὸ ἑπόμενόν τινι ἐξ ἐκείνου τὴν αἰτίαν τοῦ εἶναι ἔχειν καὶ πᾶν τὸ προηγούμενόν τινος αἴτιον ὑπάρχειν ἐκείνῳ; ὁρῶμεν γὰρ ὅτι τὰ ἐφεξῆς ἀλλήλοις ὄντα τῷ χρόνῳ οὐ πάντα διὰ τὰ ἔμπροσθεν καὶ πρὸ αὐτῶν γεγονότα γίνεται. οὔτε γὰρ τὸ βαδίσαι διὰ τὸ ἀναστῆναι, οὔτε νὺξ διὰ τὴν ἡμέραν, οὔτε ὁ τῶν Ἰσθμίων ἀγὼν διὰ τὸν τῶν Ὀλυμπίων, ἀλλ’ 1 τῶν s. v. v. c. V 3 ἀλύσεως Schultess 0: ἀναλύσεως libri αἰτιων V ante λέγει (λέγειν corr. v. c.) lit. 4 litt. V 4 φύσει ὀφείλειν γ.B2 Cas.: φησὶν ὀφείλειν γ. (sic ν sive υ et ει superscr. v. c.) V: φησὶν ὀφείλειν γ. a¹2: φησὶν ὀφείλειν φύσιν γ.H: φησὶ γ. ὀφείλειν E: τισιν ὄφειλον γ. Lond. 0 6 κυρίας Lond. 0 7 ἀνάγκης (ἀνάγκη K) γενήσεται a2 8 πᾶν τὸ B²: πάντοθεν libri μὲν om. a12 9 ἔσται 0 10 εἴη add. v. c. V: exh. a¹² 11 αἴτιος ante Σωφρονίσκος colloc. B² μὲν om. 0 οἰκεῖαν a 12 προκαταβεβλῆσθαι] alt. β add. v. c. V 13 ἐξ ἀνάγκης del. B²: fortasse ⟨τὰ⟩ ἐξ ἀ. 13.14 οὐ τοῖς πρώτοις (m1 scripserat αὐτοῖς πρώτης (sic), sed οὐ τοῖς corr. v. c., πρώτοις m1) V: οὐκ αὐτοῖς πρώτοις a2: αὐτοῖς πρώτοις a1: αὐτοῖς ἠρώτησεν Ε 19 ἀλλ’ οὐκ] οὐ μὴν Η fortasse αὐτ ό 20 καὶ] fortasse ἢ 21 τὸ αἰτιατὸν B²: τοιοῦτον Lond.: fortasse τὸ ⟨οὖ⟩ αἴτια τῶν] τὰ 0 24 αὐτομάτου 0 τινα B² Lond. 0: τινας sic V: τινας a¹2 25. 26 ψεῦδος τὸ λέγειν HB²: τὸ λ. τὸ . Cas. 28 τὰ] τὸ KE 29 βαδίζειν 0 οὐδὲ διὰ τὸν χειμῶνα τὸ θέρος. ὅθεν καὶ θαυμάσειεν ἄν τις αὐτοὺς τὴν τῶν αἰτίων ἀπόδοσιν τοῦτον ποιουμένους τὸν τρόπον ὡς αἰεὶ τὸ πρῶτον γεγονὸς αἰτιᾶσθαι τοῦ μετὰ τοῦτο καὶ ποιεῖν ἐπισύνδεσίν τινα καὶ συνέχειαν τῶν αἰτίων, καὶ ταύτην τοῦ μηδὲν ἀναιτίως γίνεσθαι φέρονται τὴν αἰτίαν. ὁρῶμεν γὰρ ἐπὶ πολλῶν ⟨τὸ⟩ αὐτὸ καὶ τοῖς πρώτοις καὶ τοῖς ὑστέροις γινομένοις ὂν αἴτιον. τοῦ γοῦν ἀναστῆναι καὶ τοῦ περιπατῆσαι τὸ αὐτὸ αἴτιον, οὐ γὰρ τὸ ἀναστῆναι τοῦ περιπατῆσαι, ἀλλ’ ἀμφοτέρων ὁ ἀναστὰς καὶ περιπατῶν αἴτιος καὶ ἡ τούτου προαίρεσις. ὁρῶμεν δ’ ὅτι καὶ νυκτὸς καὶ ἡμέρας τάξιν τινὰ ἐχουσῶν πρὸς ἀλλήλας ἓν καὶ ταὐτὸν αἴτιον, ὁμοίως δὲ καὶ τῆς τῶν καιρῶν μεταβολῆς· οὐ γὰρ ὁ χειμὼν αἴτιος τοῦ θέρους, ἀλλ’ ἐκείνων τε καὶ τούτου τοῦ θείου σώματος κίνησίς τε καὶ περιφορὰ καὶ ἡ κατὰ τὸν λοξὸν κύκλον ἔγκλισις, καθ’ ἣν ὁ ἥλιος κινούμενος ἁπάντων ὁμοίως τῶν προειρημένων αἴτιος. καὶ ὅτι μὴ ⟨ἡ⟩ νὺξ τῆς ἡμέρας αἰτία ἢ ὁ χειμὼν τοῦ θέρους μηδὲ ἐμπέπλεκται ταῦτα ἀλλήλοις ἁλύσεως δίκην, ἂν ἕως ταῦτα γίνεται, ἢ εἰ μὴ οὕτως γίνοιτο, διασπασθήσεται ἡ τοῦ κόσμου τε καὶ τῶν ἐν αὐτῷ γινομένων τε καὶ ὄντων ἕνωσις. ἱκανὰ γὰρ τὰ θεῖα καὶ ἡ τούτων περιφορὰ τὴν τῶν γινομένων ἐν τῷ κόσμῳ συνέχειαν φυλάσσειν. ἀλλ’ οὐδὲ τὸ περιπατεῖν ἀναίτιον, ἐπεὶ μὴ ἐκ τοῦ ἀναστῆναι τὴν αἰτίαν ἔχει. ὥστ’ οὐχ οὕτως αἰτίων εἱρμὸς ὑπ’ αὐτῶν λεγόμενος εὐλόγως ἂν τοῦ μηδὲν· ἀναιτίως γίνεσθαι φέροιτο τὴν αἰτίαν. ὡς γὰρ αἱ κινήσεις καὶ οἱ χρόνοι ἔχουσι μέν τινα αἰτίαν (οὐ μὴν οὔτε ἡ κίνησις τὴν πρὸ αὐτῆς οὔτε ὁ χρόνος τὸν πρὸ αὐτοῦ χρόνον), οὕτως ἔχει καὶ τὰ ἐν αὐτοῖς τε καὶ τὰ δι’ αὐτῶν γινόμενα πράγματα. τῆς μὲν γὰρ συνεχείας τῶν γινομένων ἐστί τις αἰτία, δι’ ἣν ὁ κόσμος εἷς τε καὶ ἀίδιος κατὰ τὸ αὐτό τε καὶ ὡσαύτως ἀεὶ διοικούμενος, καὶ δεῖ ταύτην ζητεῖν τε καὶ ⟨μὴ⟩ παραλιπεῖν τῆν αἰτίαν, οὐ μὴν χρὴ τοιαύτην ὑπολαμβάνειν, ὡς ἐκ τοῦ πρεσβυτέρου γίνεσθαι τὸ νεώτερον, ὡς ὁρῶμεν γινόμενον ἐπὶ τῆς τῶν ζῴων γενέσεως. εὔλογον δὲ καὶ ἀρχήν τινα ἐν τοῖς αἰτίοις εἶναι λέγειν, οὐκέτ’ ἄλλην πρὸ αὐτῆς ἀρχὴν καὶ αἰτίαν ἔχουσαν. οὐ γὰρ εἰ πάντα τὰ γινόμενα πάντα αἴτια ἔχει, ἤδη καὶ πάντων εἶναί τινας αἰτίας ἀνάγκη. οὐ 2 αἰτίων Β² Cas. 0: ἰσθμίων Va1² 3 τοῦ] τὸ Cas. 0 ποιεῖ V1 (corr. v. c.) 4 φέρεσθαι B² 5 τὸ αὐτὸ B²: τὸ E: αὐτὸ rel. 6 το (sic) ante αὐτὸ add. v. c. V 9 ἐχουσῶν Lond. B²0: ἔχουσιν Va¹2 10 καιρῶν] καρπῶν a12 11 ἐκείνου 0 τούτου v. c. Va2: τούτω V1 ⟨ἡ⟩ τοῦ B² 12 ἔγκλισις a1²: ἔγκλησις V 13 αἴτιος] τι s. v. V: αἴτιον KEa2 ὅτι del. 0 ἡ addidi νῦξ V 14 ἐμπλέκεται a12 ταῦτα om. 15 ἂν ἕως ταῦτα a¹2: αν ἕως ταῦτα sic V: ἕως ἂν ταῦτα Cas. 0: fortasse ⟨οὐ διὰ τοῦτ’⟩ ἀναιτίως ταῦτα γίνεται γίνοιτο] γένοιτο Lond. 0 16 pr. τε om. 0 19 οὐχ i. e. υχ del. v. c.) V οὕτως] ὁ τῶν B² fortasse recte αὐτῶν v. c. V: αὐτοῦ V¹a¹2 24 γινομένων] αἰτίων 0 26 καὶ] αὶ in lit. V μὴ παραλιπεῖν B²: παραλιπειν V: παραλιπεῖν a¹2: παραλίπειν Ε: παραλαβεῖν Cas. Ο μὴν] γὰρ Lond. ὡς HEB²0: ἕως Va¹²: ὥστ Casp. 0 29 ἔχουσαν a¹²: ἔχουσα V πάντα ante τὰ del. V: exh. a¹² 30 πάντα om. E0 γὰρ πάντα τὰ ὄντα γίνεται. πῶς γὰρ οὐκ ἄτοπον τὸ λέγειν ἐπ’ ἄπειρον εἶναι τὰ αἴτια καὶ τὸν εἱρμὸν αὐτῶν καὶ τὴν ἐπισύνδεσιν ὡς μήτε πρῶτόν τι εἶναι μήτε ἔσχατον; τὸ γὰρ μηδὲν εἶναι πρῶτον αἴτιον λέγειν ἀναιρεῖν ἐστι τὸ αἴτιον· ἀναιρουμένης γὰρ ἀρχῆς ἀναιρεῖσθαι καὶ τὸ μετ’ αὐτὴν ἀνάγκη. ἀναιροῖτο δ’ ἂν καὶ ἐπιστήμη κατὰ τὸν λόγον τοῦτον, εἴ γε ἐπιστήμη μέν ἐστι κυρίως ἡ τῶν πρώτων αἰτίων γνῶσις, οὐκ ἔστι δὲ κατ’ αὐτοὺς ἐν τοῖς αἰτίοις τὸ πρῶτον. οὐ πᾶσά τε τάξεως παράβασις ἀναιρετικὴ τῶν ἐν οἷς γίνεται· γίνεσθαι γὰρ ἔνια καὶ παρὰ τὴν τοῦ βασιλέως τάξιν οὐκ ἀδύνατον, ἃ οὐ πάντως τῆς βασιλείας ἤδη γίνεται φθαρτικά, οὐδὲ εἴ τι τοιοῦτον ἐν τῷ κόσμῳ γίνοιτο, πάντως ἤδη τοῦτο λύει τὴν εὐδαιμονίαν τοῦ κόσμου, καθάπερ οὐδὲ τὴν τοῦ οἴκου καὶ τὴν τοῦ δεσπότου ἡ τυχοῦσα τῶν οἰκετῶν ῥᾳδιουργία.

Ἃ δὲ ἀποροῦσιν πρὸς τὸ εἶναι τοιοῦτον τὸ ἐφ’ ἡμῖν, ὁποῖον ἡ ΧΧVΙ κοινὴ πρόληψις τῶν ἀνθρώπων πεπίστευκεν, ἀπορεῖν μὲν οὐκ ἄλογον, τὸ δὲ τοῖς ἀπορουμένοις ἐποχουμένους ὡς ὁμολογουμένοις ἀναιρεῖν μέν, ἃ οὕτως ἐναργῆ, σκιαγραφίαν δέ τινα καὶ παιδιὰν ἀποφαίνειν τὸν τῶν ἀνθρώπων βίον καὶ συναγωνίζεσθαι τοῖς ἀπορουμένοις καθ’ αὑτῶν, πῶς οὐ παντάπασιν ἄλογον; οὐδὲ γὰρ τῷ μὴ δυναμένῳ λύειν τινὰ τῶν Ζήνωνος λόγων τῶν κατὰ τῆς κινήσεως ἤδη κίνησιν ἀναιρετέον. ἱκανωτέρα γὰρ ἡ τοῦ πράγματος ἐνάργεια πρὸς συγκατάθεσιν πάσης τῆς διὰ λόγων ἀναιρούσης αὐτὸ πιθανότητος. οὐ χεῖρον δὲ ἴσως καὶ ἡμᾶς τῶν ἀπορουμένων ὑπ’ αὐτῶν, οἷς μάλιστα θαρροῦσιν, ταῦτα προχειρισαμένους ἐξετάσαι, πῶς ἔχει. ἴσως γὰρ οὐδὲ ἄγαν φανεῖται εἰς αὐτά. ἔστι δή τι τῶν ἀπορουμένων ὑπ’ αὐτῶν καὶ τοιοῦτον. εἰ, φασίν, ταῦτά ἐστιν ἐφ’ ἡμῖν, ὧν καὶ τὰ ἀντικείμενα δυνάμεθα, καὶ ἐπὶ τοῖς τοιούτοις οἴ τε ἔπαινοι καὶ οἱ ψόγοι, προτροπαί τε καὶ ἀποτροπαί, κολάσεις τε καὶ τιμαί, οὐκ ἔσται τὸ φρονίμοις εἶναι καὶ τὰς ἀρετὰς ἔχειν ἐπὶ τοῖς ἔχουσιν, ὅτι μηκέτ’ εἰσὶν τῶν ἀντικειμένων κακιῶν ταῖς ἀρεταῖς δεκτικοί, ὁμοίως δὲ οὐδὲ αἱ κακίαι ἐπὶ τοῖς κακοῖς· οὐδὲ γὰρ ἐπὶ τούτοις τὸ μηκέτ’ εἶναι κακοῖς· ἀλλὰ 1 ἐπάπειρον V 2 ὡς μητε (sic) v. c. V: ὡς V1a¹² 3 τι μὴ a¹2 εἶναι om. Lond. 5 ἂν om. 0 τοῦτον ante τὸν colloc. HO 9 γίνεται] νεται in lit. V: om. Cas. 10 τοιοῦτον] τούτων 0 γίνεται 0 πάντων V1 (corr. v. c.) 11 alt. τὴν om. a 12 ραδιουργία V 13 alt. τὸ om. 0 14 πεπίστευκεν a12: πεπιστευκεναι sic V: πεπιστευκέναι Ε 16 ἃ Va1²: τὰ B²HE Cas. 0 τῶν om. 0 18 πῶς οὐ B²E mg. O: πῶς (corr. ex ὡσ m1) οὖν Va¹: ὡς οὖν a2 ἄλογον E mg. Lond. 0: ὀλίγον Va¹²: ὀλίγωρον B² οὐδὲ γὰρ τῷ μὴ (sic transq. μὴ τῷ m¹) VB²: οὐδὲν γὰρ μὴ τῷ KB¹: οὐδὲ γὰρ μὴ τῷ a2: οὐ γὰρ O 20 ἐνάργεια Lond. O: ἐνέργεια libri 23 οὐδὲ V¹: οὐδὲν v. c. Va¹2 εἰς αὐτά] fortasse δύ σλυτα 25 τοιούτοις] αὐτοῖς Gercke 27 εἶναι ⟨ἐπὶ τοῖς φρονίμοις⟩ Gercke ἔχει a1 27. 28 ὅτι μὴ δὲ τισὶ (supr δ: κ, supra  ισ: εἰ v. c., accentus supr μη et δε deleti) V: ὅτι μηκέτισι B1: ὅτι μηκέτεισι B²: ὅτι μηκέτι εἰσὶ Η: ὅτι μὴ δέ τισι a¹2: ὅτι μηδέ εἰσι Lond. 0 28 κακιῶν [corr. m1 (v. c.?) ex κἀκεινῶν] V0: κακείνων a¹² δεκτικοί v. c. VB (οι in lit. 0 δεκτικαὶ V¹a12 29 οὐδὲ γὰρ ἐπὶ (corr. v. c. ex οὐδὲ γὰρ ἐπεὶ μὴ) VB²: οὐδὲ γὰρ ἐπεὶ μὴ a¹²: οὐδ’ ἐπὶ H mg.: οὐδὲ γὰρ οὐδ’ ἐπὶ E : οὐδὲ γὰρ ἐπὶ μὲν Cas. Lond. 0 μὴν ἄτοπον τὸ μὴ λέγειν τὰς ἀρετὰς καὶ τὰς κακίας ἐφ’ ἡμῖν μηδὲ τοὺς ἐπαίνους καὶ τοὺς ψόγους ἐπὶ τούτων γίνεσθαι· οὐκ ἄρα τὸ ἐφ’ ἡμῖν τοιοῦτον.

οἱ συγχωρήσαντες ἀναποβλήτους τὰς ἀρετάς τε καὶ τὰς κακίας εἶναι, XXVII ἴσως προχειρότερον λαμβανόμενον λέγοιμεν ἂν κατὰ τοῦτο τὰς ἕξεις ἐπὶ τοῖς ἔχουσιν εἶναι, καθόσον πρὸ τοῦ λαβεῖν αὐτὰς ἐπ’ αὐτοῖς ἦν καὶ μὴ λαβεῖν. οἵ τε γὰρ τὰς ἀρετὰς ἔχοντες καὶ τοῦ τῶν βελτιόνων ἀμελεῖν ἑλόμενοι τὰ βελτίω αὐτοῖς αἴτιοι τῆς τῶν ἀρετῶν ἐγένοντο κτήσεως, οἵ τε τὰς κακίας ἔχοντες παραπλησίως. ὁ δ’ αὐτὸς καὶ ἐπὶ τῶν τεχνῶν λόγος· καὶ γὰρ τῶν τεχνιτῶν ἕκαστος πρὸ μὲν τοῦ τὴν τέχνην ἔχειν εἶχεν καὶ τοῦ μὴ γενέσθαι τὴν ἐξουσίαν, γενόμενος δὲ οὐκέτ’ ἔσται κύριος τοῦ μὴ γεγονέναι τε καὶ εἶναι τοιοῦτος. αἱ γὰρ γενέσεις τῶν τοιούτων ἐφ’ ἡμῖν, καὶ διὰ τοῦτο οὐχ ὅμοιον τὸ ἀληθὲς ἐπί τε τῶν μελλόντων καὶ ἐπὶ τῶν ὄντων τε καὶ γεγονότων, ὅτι τὸ μὲν ὄν τε καὶ γεγονὸς οὐχ σἷόν τε ἢ μὴ εἶναι ἢ μὴ γεγονέναι, τὸ δὲ μέλλον γίνεσθαι ἐνδέχεται καὶ μὴ γίνεσθαι. διὸ πρὸ μὲν τοῦ τὴν ἀρετὴν ἔχειν τόνδε τινὰ ἀληθὲς ἦν τὸ ἐνδέχεσθαι καὶ μὴ γενέσθαι τοιοῦτον, ὃ δὲ τοιοῦτον γίνεται, τοῦτο καὶ γενόμενον ἀληθὲς οὕτως λέγειν γεγονέναι. εἰ μὲν οὖν ἦν ἐκ γενετῆς ὁ φρόνιμος τοιοῦτος καὶ τοῦτο πρὸς τοῖς ἄλλοις τοῖς ὑπὸ τῆς φύσεως αὐτῷ δεδομένοις εἶχεν παρ’ ἐκείνης λαβών, οὐδ’ ὅλως ἂν ἦν ἐπ’ αὐτῷ τὸ εἶναι τοιούτῳ, ὥσπερ οὐδὲ τὸ εἶναι δίποδι ἢ λογικῷ, οὐδ’ ἂν ἐπῃνεῖτο ἔτι ἐπὶ τῷ τοιοῦτος εἶναι, ἀλλ’ ἐθαυμάζετο ὡς ἔχων παρὰ τῆς θείας φύσεως δῶρον τηλικοῦτον. ὡς γὰρ τῶν ὑγιαινόντων, ὅσοι μὲν ἀσθενεῖς ὄντες τὴν φύσιν διὰ τῆς οἰκείας ἐπιμελείας εἰσὶ τοιοῦτοι, τούτους μὲν ἐπαινοῦμεν ὡς ἑαυτῶν πρόνοιαν τὴν προσήκουσαν ποιουμένους, δι’ ἣν πρόνοιαν οὔκ εἰσιν ἐν τῷ νοσεῖν, τοὺς δὲ ἐκ φύσεως ὑγιεινοὺς καὶ τοὺς νοσοῦντας ἄνευ πραγματείας καὶ φροντίδων οὐκέτι μὲν ἐπαινοῦμεν, μακαρίζομεν δὲ ὡς χωρὶς καμάτων τοῦτο ἔχοντας, ὃ καὶ τοῖς ἄλλοις ἀγαπητόν, εἰ καὶ μετὰ καμάτου παρείη, τὸν αὐτὸν τρόπον ἢ καὶ ἔτι μᾶλλον ἐπὶ τῶν ἀρετῶν ἐποιοῦμεν ἄν, εἰ ἦσαν ἐκ φύσεώς τισιν παροῦσαι, ὅπερ ἀμέλει ποιοῦμεν ἐπὶ τῶν θεῶν. ἐπεὶ δὲ ἀδύνατον ἡμῖν τοῦτο, καὶ οὐδὲν ἀδύνατον δεῖ παρὰ τῆς φύσεως ἀπαιτεῖν (αὕτη γὰρ δυνατῷ τε καὶ ἀδυνάτῳ μέτρον· 2 ψόγος a2 γίνεσθαι ἐπὶ τούτοις Ε 3 οἱ om. Β: ἡμεῖς δὲ B2 (supra  lit. 2 litt.): οἷς ΕΟ: ὃ vel οὐ vel del. Gercke: fortasse ἢ alt. τὰς om. 0 4 ἴσως del. 0 λαμβάνοντες λέγοιεν Lond. 0: λαμβανόμενοι Gercke 5 ἐπ’ Cas.: ἔτι V1a¹2: ἔτι ἐπ B² Lond. 0 6 τοῦ τῶν E : τουτωι (sic) V: τούτῳ a1 : τούτων a2: τὸ τῶν Lond.: ἐξὸν καὶ τῶν Cas. Casp. O: ἐξὸν καὶ τὸ τῶν 0 9 τεχνιτῶν sic V τὴν om. a 12 ὁμοίως 0 13 ὄντων] μενόντων a12: μὲν ὄντων Lond. τὸ μὲν ὄν H  γρ. O: μόνον V1: μένον v. c. Va¹: μὲν ὄν Lond.: ὄν a2 14 pr. ἢ] ἦν 0 15 καὶ s. v. V1 17 ἦν om. ΒΟ ἐκ γενετῆς] εγγενετὴσ (sic, scc. deletus) V 18 καὶ μὴ a2 τοῖς om. 0 τῆς om. a¹2 19 δεχομένοις 0 22 ὑγιαινόντων B2E mg. Lond. 0: ἐπαινούντων Va¹² 25 καὶ τοὺς μὴ E Lond. O: καὶ μὴ vel καὶ διὰ τοῦτο μὴ Gercke νοσουντας sic V: εὐεκτοῦντας B² καὶ—νοσοῦντας delevi 26 ἄνευ] εὔευ a2 φροντίδος 0 27 alt. καὶ om. 0: del. B2 28 ἢ Casp. Ο: εἰ libri 31 τῆς τελειότης μὲν γὰρ ἡ ἀρετὴ καὶ ἀκρότης τῆς οἰκείας φύσεως ἑκάστου, ἀδύνατον δὲ ἀτελές τι ὃν ἐν τελειότητι εἶναι, ἀτελὲς δὲ τὸ γενόμενον εὐθὺ τῷ γενέσθαι), οὐδὲ τὴν ἀρετὴν οἷόν τε τὸν ἄνθρωπον ἔχοντα φῦναι. οὐ μὴν ἀσύμβολος ἡ φύσις αὐτῷ πρὸς τὴν κτῆσιν αὐτῆς, ἀλλ’ ἔχει παρ’ αὐτῆς δύναμίν τε καὶ ἐπιτηδειότητα δεκτικὴν αὐτῆς, ἣν οὐδὲν τῶν ἄλλων ζῴων ἔχει. καὶ διὰ τήνδε τὴν δύναμιν ὁ ἄνθρωπος τῶν ἄλλων ζῴων φύσει διαφέρει, καίτοι πολλῶν ζῴων ἀπολειπόμενος ἐν τοῖς σωματικοῖς πλεονεκτήμασιν. εἰ μὲν οὖν οὕτως εἴχομεν παρ’ αὐτῆς τὴν δύναμιν τὴν τῶν ἀρετῶν δεκτικήν, ὡς προιόντες καὶ τελειούμενοι καὶ ταύτην λαμβάνειν, ὡς τὸ περιπατεῖν, ὡς τὸ ὀδόντας, ὡς τὸ γένεια φύειν, ὡς ἄλλο τι τῶν ἐπιγινομένων ἡμῖν κατὰ φύσιν, οὐδ’ οὕτως ἂν ἐφ’ ἡμῖν ἦσαν αἱ ἀρεταὶ ὥσπερ οὐδὲ τῶν προειρημένων τι, ἐπεὶ δὲ μὴ τοῦτον τὸν τρόπον αὐτὰς κτώμεθα (εἰ γὰρ ἦν ὥσπερ τὰ ἄλλα, οὕτως δὲ καὶ φρόνησίς τε καὶ ἀρετὴ τοῖς ἀνθρώποις συγγενῆ, πάντες ἂν ἢ οἵ γε πλεῖστοι, ὥσπερ τῶν ἄλλων κατὰ φύσιν αὐτοῖς τυγχάνουσιν, οὕτως οὐ τὴν δύναμιν τὴν τῶν ἀρετῶν δεκτικὴν μόνην, ἀλλὰ καὶ τὰς ἀρετὰς αὐτὰς παρ’ ἐκείνης ἂν εἴχομεν καὶ οὐδὲν οὐδ’ οὕτως ἂν ἔδει ἐπαίνων ἢ ψόγων ἤ τινος τῶν τοιούτων ἐπὶ δὲ ταῖς ἀρεταῖς τε καὶ κακίαις θειοτέραν πρόφασίν τε καὶ οὐσίαν τῆς παρουσίας αὐτῶν ἔχουσιν), ἐπεὶ δὴ οὐχ οὕτως ἔχει (οὐ γὰρ τοὺς πάντας οὐδὲ τοὺς πλείστους ὁρῶμεν τὰς ἀρετὰς ἔχοντας, ὃ τῶν κατὰ φύσιν γινομένων ση|μεῖόν ἐστιν, ἀλλ’ ἀγαπητὸν ἕνα που λαβεῖν τοιοῦτον, ὃς δι’ ἀσκήσεώς τε καὶ διδασκαλίας δείκνυσιν τὴν τῶν ἀνθρώπων πρὸς τὰ ἄλλα ζῷα φυσικὴν πλεονεξίαν, δι’ αὑτοῦ προστιθεὶς τὸ ἀναγκαῖον ἐνδέον ἡμῶν τῇ φύσει), διὰ τοῦτο ἐφ’ ἡμῖν τέ ἐστιν ἡ τῶν ἀρετῶν κτῆσις καὶ οὐκ ἄχρηστοι οὐδὲ μάτην οὔτε οἱ ἔπαινοι οὔτε οἱ ψόγοι οὔτε ⟨αἱ⟩ πρὸς βελτίω προτροπαὶ οὔθ’ ἡ διὰ τῶν βελτιόνων ἐθῶν κατὰ τοὺς νόμους ἀγωγή. τῶν μὲν γὰρ φύσει τισὶν ὑπαρχόντων οὐδὲν οἷόν τε ὑπό τινος ἔθους ἀλλοῖον γενέσθαι (οὐχ οὕτως πολλάκις τὸ βάρος ἔχον ἀναρριφθήσεται, ὡς ἐθισθῆναι κατὰ τὴν αὐτοῦ φύσιν ἄνω φέρεσθαι), τὰ δὲ ἤθη τῶν ἀνθρώπων τοῖα καὶ τοῖα διὰ τῶν διαφερόντων ἐθῶν γίνεται. 1 ἡ del. Schwartz 2 εὐθυ.σ sic H 3 τῷ ἀνθρώπῳ Lond. 0 ἔχοντα add. B² συμφῦναι Lond. 0 4 μὴν] μέντοι Lond. 0 αυτῆς V 5 αυτῆς V 7 πολλῶν] τῶν ἄλλων 0 8 εἴχομεν Cas. O: ἔχομεν libri 9 τε καὶ τελ. a2 12 δὲ μὴ (sic coll. m1 quod scripserat μὴ δὲ) V: μηδὲ a¹² εἰ γὰρ ἦν Lond. 0: οὐ γὰρ ἦν Va¹: οὕτω ἦν a2: ἦ γὰρ ἂν ἦν B2: εἰ μὲν γὰρ ἦν Cas. 13 καὶ πάντες B2 14 ἂν αὐτῶν ἐτύγχανον καὶ Β²: αὐτῶν τύγχανοιεν Lond. 0: αὔτως τυγχάνουσιν Gercke 14> 15 οὕτως οὐ τὴν B²E: οὕτως οὖν τὴν Va¹2: οὕτως οὖν καὶ τὴν K: οὕτως οὖν οὐ τὴν Cas.: οὕτως οὖν οὐδὲ τὴν Lond. 0 16 ἂν εἴχομεν ⟨εἴ et ο in lit.) Cas.: ἂν ἔχωμεν Va¹: ἂν ἔχομεν E: ἀνέχομεν a2 17 δὲ delevi ἔπαινοί τε καὶ ψόγοι γίνονται post κακίαις ins. B² 18 οὐσίαν] ὁσίαν Casp. 0: αἰτίαν Gercke εἴχομεν Cas. 0 δὴ οὐχ scripsi: δ’ οὐχ libri: οὖν οὐχ in lit. Β² 20 ἀγαπητὸν] ν in lit. V 21 ὃς] ς s. v. V 22 τα V αὐτοῦ V 23 τί ἐστιν Lond. 0 24 οὐδὲ] οὔτε 0 pr. οὔτε] ύτ in lit. V 25 οὔτε αἱ πρὸς βελτίω B²: οὐ πρὸς βελτίων V¹: οὔτε πρὸς βελτίων v. c. Va¹²: οὔτε αἱ πρὸς βέλτιον HEO: οὔτε πρὸς βελτίω Cas.: οὔτε πρὸς βέλτιον Lond. 27 οὐχ] οὐδ’ vel οὐ γὰρ Gercke 28 ἀναριφθήσεται V παρὰ Gercke 29 τοιὰ—τοιὰ V καὶ ἐπὶ μὲν τῶν φύσει πρώτας τὰς ἕξεις κτησάμενοι οὕτως ἐνεργοῦμεν κατ’ αὐτάς (οὐ γὰρ ἰδόντες πολλάκις τὴν ὁρατικὴν ἕξιν κτώμεθα, ἀλλ’ ἔχοντες αὐτὴν οὕτως ὁρῶμεν), ἐπὶ δὲ τῶν οὐ φύσει ἐκ τῶν ἐνεργειῶν τὰς ἕξεις κτώμεθα. οὐ γὰρ ἄλλως τέκτων τις ἂν γένοιτο μὴ πολλάκις ἐνεργήσας τὰς τοῦ τέκτονος ἐνεργείας κατὰ τὰς ὑποθήκας τοῦ διδάσκοντος. ὥστ’ ἐπεὶ καὶ τὰς ἀρετὰς οὕτως κτώμεθα (ἐνεργοῦντες γὰρ καὶ τὰ σωφρονικὰ γινόμεθα σώφρονες), οὐκ ἂν ἡμῖν ὑπάρχοιεν φύσει.

οἱ δὲ φάσκοντες ἐξ ΧΧVIII ἀνάγκης ἡμᾶς εἶναί τε καὶ γίνεσθαι τοιούτους, καὶ μὴ καταλιπόντες ἡμῖν τὴν ἐξουσίαν τοῦ ταῦτα πράττειν τε καὶ μή, δι’ ὧν ἂν τοιοῦτοι γενοίμεθα, καὶ διὰ τοῦτο μήτε τοῖς κακοῖς γινομένοις ἐξεῖναι μὴ ταῦτα πράττειν, ἃ πράττοντες γίνονται τοιοῦτοι, μήτε τοῖς ἀγαθοῖς, πῶς οὐχ ὁμολογήσουσιν κάκιστον γεγονέναι τῶν ζῴων ἀπάντων ὑπὸ τῆς φύσεως τὸν ἄνθρωπον, δι’ ὅν φασιν πάντα τἆλλα γενέσθαι ὡς συντελέσαντα πρὸς τὴν τούτου σωτηρίαν; εἰ γὰρ ἡ μὲν ἀρετή τε καὶ ἡ κακία μόναι κατ’ αὐτοὺς ἡ μὲν ἀγαθόν, ἡ δὲ κακόν, καὶ οὐδὲν τῶν ἄλλων ζῴων οὐδετέρου τούτων ἐστὶν ἐπιδεκτικόν, τῶν δὲ ἀνθρώπων οἱ πλεῖστοι κακοί, μᾶλλον δὲ ἀγαθὸς μὲν εἷς ἢ δεύτερος ὑπ’ αὐτῶν γεγονέναι μυθεύεται, ὥσπερ τι·  παράδοξον ζῷον καὶ παρὰ φύσιν σπανιώτερον τοῦ φοίνικος τοῦ παρ’ Αἰθίοψιν, οἱ δὲ πάντες κακοὶ καὶ ἐπίσης ἀλλήλοις τοιοῦτοι, ὡς μηδὲν διαφέρειν ἄλλον ἄλλου, μαίνεσθαι δὲ ὁμοίως πάντας ὅσοι μὴ σοφοί, πῶς οὐκ ἂν ἀθλιώτατον ζῷον ἁπάντων ὁ ἄνθρωπος εἴη, ἔχων τήν τε κακίαν καὶ τὸ μαίνεσθαι σύμφυτα αὑτῷ καὶ συγκεκληρωμένα; ἀλλὰ τὸ μὲν τὰς παραδοξολογίας αὐτῶν τὰς ἐν τοῖς δόγμασιν ἐξετάζειν, δι’ ὧν πρὸς τἀληθῆ διαφωνοῦσιν, πλεῖστον παραιτητέον τοῦ νῦν, ἐπανιτέον δὲ ὅθεν ἐξετραπόμεθα.

ἐδείξαμεν δὲ ὅτι ΧΧΙΧ οὕτως ἐπ’ αὐτῷ τῷ φρονίμῳ τὸ εἶναι τοιούτῳ, ὅτι τῆς τοιαύτης ἕξεως καὶ τῆς κτήσεως αὐτῆς αὐτὸς αἴτιος τῷ καὶ τοῦ μὴ γενέσθαι τοιοῦτος ἔχειν πρότερον τὴν ἐξουσίαν. τὴν μὲν οὖν ἕξιν μηκέτ’ ἔχει ὡς ἐπ’ αὐτῷ (ὥσπερ οὐδὲ τῷ αὐτὸν ἀπὸ ὕψους ἀφέντι τὸ στῆναι καίτοι τοῦ ῥῖψαί τε καὶ μὴ τὴν ἐξουσίαν ἔχοντι), ἐπ’ αὐτῷ δὲ τῶν ἐνεργειῶν ὧν τὴν ἕξιν ἔχων ἐνεργεῖ καὶ μὴ ποιῆσαί τινα. καὶ γὰρ εἰ ὅτι μάλιστα εὔλογον τὸ τὸν φρόνιμον τὰς κατὰ τὸν λόγον καὶ τὴν φρόνησιν ἐνεργείας ἐνεργεῖν, πρῶτον μὲν οὐχ ὡρισμένως αἵδε τινὲς τοιαῦται ἢ μέχρι τοῦδε ἐνεργούμεναι. ἀλλ’ 1 πρῶτας a1 : οὐ πρῶτον Schulthessius 6 post γὰρ add. τὰ δίκαια γινόμεθα δίκαιοι B² 10 γινομένης a2: γενομένοις Cas. 0 μη ταῦτα sic V 13 συντελέσοντα Η Casp. 0 17 fortasse δεύτερός ⟨τις⟩ μηθεύεται a2 21 πάντων a¹² 22 τὰ μὲν a παρὰ τὰς δοξολογίας m1 corr. in τὰς παραδοξολογίας V: τὰς παραδ. ΗB²: παρὰ τὰς δοξολογίας a¹2: παρὰ τ. δ. Schulthess 24 ἐπανητέον a2 τοῦ νῦν] τοίνυν E: τὰ (ὰ in lit) νῦν B ἐδείξαμεν] cf. 197,2 sq. 25 οὕτως del. B² ⟨ἐστὶ⟩ τὸ B² ὅτι] fortasse ὡς ἕξεως m1 corr. ex ἐξετάσεως V: ἐξετάσεως B¹Κa12 Cas. Lond.: ἕξεως B²HEO 26 αὐτὸς om. 0 τοῦ HO: τὸ Va2 27 ἔχειν] σχεῖν Gercke ἔχει scripsi: ἔχειν libri ὡς ἐπ’ Va1²: ἐπ’ Lond. O: οὐκ (in lit.) ἐπ B2 coni. O: μηκέτ’ ἐπ Casp. 0 28 ὑπὸ 0 ρίψ /// αι V 29 ἐπ’ αὐτῷ scripsi: ⟨ἐπὶ⟩ τῶ Gercke: ἐπ’ αὐτῶν libri 30 ἐνεργεῖ ἐπ’ αὐτῷ καὶ B² 31 τὰς add. B² ἔστιν ἐν πλάτει τινὶ πάντα τὰ γινόμενα τοῦτον τὸν τρόπον, καὶ τὸ παρὰ μικρὸν ἐν τούτοις οὐκ ἀναιρεῖ τὸ προκείμενον· ἔπειτα δὲ οὐ κατηναγκασμένως ὁ φρόνιμος ὧν αἱρεῖταί τι πράττει, ἀλλ’ ὡς καὶ τοῦ μὴ πρᾶξαί τι τούτων αὐτὸς ὢν κύριος. εὔλογον γὰρ ἂν δόξαι ποτὲ τῷ φρονίμῳ καὶ ὑπὲρ τοῦ δεῖξαι τὸ τῶν ἐνεργειῶν ἐλεύ |θερον καὶ μὴ ποιῆσαί ποτε τὸ γινόμενον ἂν εὐλόγως ὑπ’ αὐτοῦ, εἰ προείποι τις αὐτῷ μάντις ἐξ ἀνάγκης αὐτὸν τοῦτο πράξειν. τοῦτό τοι καὶ αἳ μάντεις εἶναι λέγουσίν γε ὑφορώμενοι φεύγοντες τοὺς παρὰ πόδας ἐλέγχους οὐδὲν τοιοῦτο προλέγουσιν τοῖς ἐλέγξαι δυναμένοις, ἀλλ’ ὥσπερ τὸ τοὺς χρόνους ὁρίζειν τῶν προλεγομένων ὑπ’ αὐτῶν ὡς ἐσομένων ὡς εὐέλεγκτον φυλάσσονται, οὕτω φεύγουσιν καὶ τὸ λέγειν τι καὶ μαντεύεσθαι τοῖς δυναμένοις παραχρῆμα τὸ ἀντικείμενον ποιῆσαι τοῦ μαντεύματος.

τὸ δὲ λέγειν εὔλογον εἶναι τοὺς θεοὺς τὰ ἐσό XXX μενα προειδέναι (ἄτοπον γὰρ τὸ λέγειν ἐκείνους ἀγνοεῖν τι τῶν ἐσομένων) καὶ τοῦτο λαμβάνοντας κατασκευάζειν πειρᾶσθαι δι’ αὐτοῦ τὸ πάντα ἐξ ἀνάγκης τε γίνεσθαι καὶ καθ’ εἱμαρμένην οὔτε ἀληθὲς οὔτε εὔλογον. τῆς μὲν γὰρ φύσεως τῆς τῶν πραγμάτων τοῦτο χωρούσης. οὐδένα μᾶλλον εὐλογώτερον εἰδέναι μᾶλλον τῶν θεῶν τὰ μέλλοντα, ἀδυνάτου δ’ οὔσης τὴν τοιαύτην πρόρρησιν καὶ πρόγνωσιν δέχεσθαι, οὐδὲ τοὺς θεοὺς εὔλογον ἔτι γίνεται τὸ εἰδέναι τι τῶν ἀδυνάτων. τὰ γὰρ ἀδύνατα τῇ αὐτῶν φύσει καὶ παρὰ τοῖς θεοῖς τὴν αὐτὴν φυλάττει φύσιν. ἀδύνατον γὰρ καὶ τοῖς θεοῖς ἢ τὸ τὴν διάμετρον ποιῆσαι τῇ πλευρῇ σύμμετρον ἢ τὰ δὶς δύο πέντε εἶναι ἢ τῶν γεγονότων τι μὴ γεγονέναι. οὐδὲ γὰρ τὴν ἀρχὴν βούλονται ἐπὶ τῶν ἀδυνάτων οὕτως γὰρ ἦν ἐν τοῖς λεγομένοις δυσχωρία. οἷς ὁμοίως ἀδύνατον καὶ τὸ ἐν τῇ οἰκείᾳ φύσει ἔχον τὸ δύνασθαι γενέσθαι τε καὶ μὴ ὡς ἐσόμενον πάντως ἢ ὡς μὴ ἐσόμενον οὕτως προειδέναι. εἰ γὰρ ἡ περὶ αὐτῶν πρὸ αὐτῶν πρόγνωσις ἀναιρεῖ τὸ ἐν αὐτοῖς ἐνδεχόμενον, δῆλον ὡς, εἰ σώζοιτο τοῦτο, ἀδύνατος ἂν ἡ περὶ αὐτῶν πρόγνωσις εἴη. ὅτι γὰρ καὶ εἰ κατὰ τούτους τοῦτο οὕτως ἔχει, δῆλον ἐκ τοῦ λαβόντας αὐτούς, ὅτι οἱ θεοὶ προγιγνώσκουσιν τὰ μέλλοντα, δι’ αὐτοῦ κατασκευάζειν τὸ ἐξ ἀνάγκης αὐτὰ γίγνεσθαι, ὡς οὐκ ἂν εἰ μὴ οὕτως γίγνοιτο προγνωσομένων. εἰ δὲ τῇ τῶν θεῶν προγνώσει τε καὶ προαγορεύσει τὸ ἀναγκαῖον ἕπεται, καὶ κατ’ αὐτούς, εἰ μὴ τὸ ἀναγκαῖον ἐν τοῖς γινομένοις εἴη, οὐκ ἂν κατ’ 1 κατὰ τοῦτον ΗΟ 3 πράττειν a2 5 καὶ s. v. V¹ 5. 6 γινόμενον Lond. O: λεγόμενον libri 7 οἳ Casp. Ο: οἱ libri γε scripsi: τε libri: τε del. B² 7. 8 ὑφορώμενοι τε καὶ φεύγοντες B² 8 παραπόδας a¹² λέγουσι a¹² 11 προλέγειν 0 καὶ om. a¹² 16 χωρούσης a2: χωροῦσιν Va¹ οὐδένα a2: οὐδενασ V: οὐδένας a¹: οὐδὲν Lond. μᾶλλον del. B² Lond. 0 17 μᾶλλον del. ES Cas. τῶν θεῶν εἰδέναι ES 18 πρόρρησιν SE Cas. O: πρόσρησιν Va1² 19 τὸ delevi 22 τι] τὸ a¹ 23 ἐπὶ τῶν] ἐπὶ τὴν B ¹a¹²: τι τῶ B²0: τὴν ἐπὶ τῶν Cas. ἡ ἐν SE δυσχέρεια B2 (ἐπεὶ τ.  ἀ. αὐτ τοῖς παρῆν ⟨ἡ⟩ ἐν Diels) 24 τῇ om. 0 25 pr. ὡς om. Lond. 26 ἡ sic add. v. c. V πρὸς B2 28 εἰ del. B²: om. SE: εἰ (ο s. v. m1) V: εἰ a¹2 30 αὐτὰ v. c. Va1²: αὐτῷ V¹: fortasse πάντα ἂν suspectum 32 καὶ fortasse del. οὐκ ἂν Lond. 0: οὐ γὰρ Va¹²: οὐδὲ B² αὐτοὺς οἱ θεοὶ προγινώσκοιεν τὰ μέλλοντα. ὥστε καὶ αὐτοὶ τὴν αὐτὴν ἀδυναμίαν τοῖς θεοῖς φυλάσσουσιν, εἴ γε κατ’ ἀδυναμίαν χρὴ καὶ ἀσθένειαν λέγειν γίνεσθαι τὸ τὰ ἀδύνατα μὴ δύνασθαι. οὐ δὴ τῷ θείω πλέον τι δύνασθαι διὰ τῆς προρρήσεως ἀνάπτουσιν, ἀλλὰ διὰ τοῦ προσλαμβάνειν τοῦτο τὴν φύσιν τὴν τῶν πραγμάτων τοιαύτην εἰσάγουσιν οὐδαμῶς ἀκόλουθα καὶ συνῳδὰ τοῖς γινομένοις τε καὶ ἐναργέσιν λέγοντες. τούτῳ γὰρ προσχρωμένους ἐνέσται πάντα τὰ ἀδύνατα δυνατὰ δεικνύναι τῷ εὔλογον εἶναι μὴ ἀγνοεῖν αὐτὰ τοὺς θεούς. δύναται γάρ τις λαβὼν τὸ ἄτοπον εἶναι τοὺς θεοὺς μὴ εἰδέναι τὸ ἄπειρον πόσων ἐστὶ μέτρων, θέμενος τοῦτο προσλαμβάνειν τὸ δυνατὸν εἶναι γιγνώσκεσθαι τὸ ἄπειρον πόσων ἐστὶ μέτρων. εἰ δὲ τοῦτο, δυνατὸν εἶναι τὸ ἄπειρον ὡρισμένων τινῶν μέτρων. εἰ γὰρ μὴ ἦν, οὐδ’ ἂν οἱ θεοὶ ᾔδεσαν αὐτὸ πόσων ἐστὶ μέτρων. ἐπεὶ δέ, εἰ τὸ προγινώσκειν τὰ μέλλοντά ἐστι τὸ ὁποῖά ἐστι τοιαῦτα αὐτὰ γνωρίζειν ὄντα (ἄλλο γὰρ τὸ προγινώσκειν τοῦ ποιεῖν) δῆλον ὅτι τὰ ἐνδεχόμενα προγινώσκων ὡς τοιαῦτα προγνώσεται. οὐ γὰρ πρόγνωσις τὸ τὸ ἐνδεχόμενον ὡς ἐσόμενον ἀναγκαίως ἔσεσθαι λέγειν. ὥστε καὶ οἱ θεοὶ τὰ ἐνδεχόμενα ἂν ὡς ἐνδεχόμενα προγιγνώσκοιεν, ᾧ οὐ πάντως ἀκολουθήσει τὸ ἀναγκαῖον διὰ τὴν τοιαύτην πρόγνωσιν. οὕτως δὲ καὶ προλεγόντων ἀκούομεν. οἱ γὰρ μετὰ τοῦ συμβουλεύειν τινὰ αἱρεῖσθαί τε καὶ πράττειν ἃ χρὴ προλέγοντες οὐχ ὡς ἐξ ἀνάγκης ἐσομένων περὶ ὧν προλέγουσιν λέγουσιν. καθόλου δὲ εἰ μὲν πάντα τοῖς θεοῖς δυνατά φασιν εἶναι, ἔσται δὲ καὶ τὰ ἀδύνατα ἐκείνοις δυνατά, οὐ μὴν δειχθήσεται διὰ τῆς ἐκείνων περὶ τῶν μελλόντων προγνώσεως τὸ πάντα ἐξ ἀνάγκης τὰ γινόμενα γίνεσθαι. εἰ δὲ συγχωροῦσιν τὰ ἀδύνατα καὶ τοῖς θεοῖς εἶναι τοιαῦτα, πρῶτον μὲν αὐτοὺς χρὴ δεικνύναι δυνατὴν εἶναι τὴν τοιάνδε πρόγνωσιν, εἶθ’ οὕτως αὐτὴν ἀνατιθέναι τοῖς θεοῖς. οὔτε γὰρ ἐναργὲς οὔτε ὑπὸ τῶν γινομένων ὁμολογούμενον τὸ τοιαύτην τὴν περὶ τῶν μελλόντων πρόγνωσιν ποιεῖσθαι τοὺς θεούς. ἡμεῖς μὲν οὖν οὔτε ἀναιροῦμεν μαντικὴν οὔτε τὴν πρόγνωσιν τῶν θεῶν, ὡς ἔχει φύσεως τὰ πράγματα οὕτως αὐτοὺς περὶ αὐτῶν προλέγειν λέγοντες,

ἀλλ’ οὐδὲ ἀφαιρούμεθα τῶν ἀνθρώπων τὸ ἀπὸ XXXI μαντικῆς χρήσιμον, ὃ γίνεται τῷ δύνασθαί τινα καὶ φυλάξασθαί τι, μὴ φυλαξάμενον ἂν μὴ συμβουλεύσαντος τοῦ θεοῦ· οἱ δὲ ὑμνοῦντες τὴν μαντικὴν 2 γε] γὰρ O: fortasse γοῦν 3 δύνασθαι] γίνεσθαι B1 4. 5 προσλαμβάνειν scripsi: προλαμβάνειν libri 7 τούτῳ Va¹: τούτων a2 προσχρωμένοις 0 ἔνεσται V δυνατὰ add. Casp. 0 8 γάρ a2: εἰ γάρ Va1 9 εἰδεναι V 9.10 μέτρων, θέμενος asp. 0: θέμενος μέτρων libri: μέτρων 0 Schwartz 10 τούτῳ a2 Schwartz ἀδύνατον a2 10. 11 γιγνώσκεσθαι—εἶναι om. a 11 ἀδύνατον a2 12 μέτρον a1² ἦν οὕτως οὐδ’ a² 13 εἰ τὰ corr. in εἰ τὸ V: ///τὸ B μέλλοντα τά ἐστι a alt. τὸ Va¹: καὶ a2 ποῖα K 15 ὁ addidi τὰ sic V 16 τὸ τὸ] τὸ 0 17 ἂν post ὡς ἐνδεχόμενα coll. a¹ 20 ὧν] οὖ Cas.: αὐτῶν coni. 0 20. 21 προλέγουσιν ⟨λέγουσιν⟩ scripsi: προλέγουσιν a¹ 2: λέγουσιν V: ⟨λέγουσι⟩ πρ. Casp. 0 21 τοῖς ES Cas. 0: τὰ τοῖς V: τὰ δυνατὰ τοῖς a¹² 22 τῆς s. v. V: om. ES 23 τῆς τῶν ESa2 Cas. 27 τοιαύτην] ταύτην 0 31 ὃ] ὅτι a2 μη V 32 οἱ δὲ S Lond. 0: δ᾿  VH: om. B: δι’ a2 Cas.: εἰ δ’ H mg.: δ’ Eα1 καὶ κατὰ τὸν αὐτῶν λόγον μόνον σώζεσθαι λέγοντες αὐτήν, καὶ ταύτῃ τῇ πίστει τοῦ πάντα καθ’ εἱμαρμένην γίνεσθαι χρώμενοι πρὸς τῷ μηδὲν ἀληθὲς λέγειν προσέτι καὶ ἄτοπά τινα καὶ ἀλλότρια παντάπασιν θεῶν πέρι αὐτῶν τολμῶσι λέγειν. πῶς γὰρ οὐκ ἄτοπα τὰ περὶ τούτων ὑπ’ αὐτῶν λεγόμενα; ἀπορούντων γάρ τινων πρὸς αὐτούς, τί δήποτε, εἰ πάντα τὰ γινόμενα ἐξ ἀνάγκης γίνεται, αἱ παρὰ τῶν θεῶν μαντεῖαι μὲν γίγνονται συμβουλαῖς ἐοικυῖαι ὡς δυναμένων δι’ ὃ ἤκουσαν καὶ φυλάξασθαί τι καὶ ποιῆσοι τῶν ἀκουσάντων, καὶ δὴ καὶ τὸν τῷ Λαΐῳ δοθέντα χρησμὸν παρεχομένων, δι’ οὗ λέγει πρὸς αὐτὸν ὁ Πύθιος περὶ τοῦ μὴ δεῖν παιδοποιεῖσθαι εἰ γὰρ φυτεύσεις παῖδα, ἀποκτενεῖ σ’ ὁ φύς καὶ πᾶς σὸς οἶκος βήσεται δι’ αἵματος’’ οὔ φασιν, ὡς κηρύττει τὰ συγγράμματα αὐτῶν, οὕτως αὐτὸν χρῆσαι ὡς οὐκ εἰδότα ὅτι μὴ πεισθήσεται (παντὸς γὰρ μᾶλλον ᾔδει), ἀλλ’ ὅτι μηδὲν μὲν αὐτοῦ τοιοῦτον χρήσαντος οὐδὲν ἔμελλεν τῶν κατὰ τὴν περιπέτειαν τὴν περὶ τὸν Λάιόν τε καὶ τὸν Οἰδίπουν γενομένων γίνεσθαι. οὔτε γὰρ ἂν ἐξέθηκεν ὁ Λάιος τὸν γενόμενον αὐτῷ παῖδα, ὡς ἐξέθηκεν, οὔτ’ ἀναιρεθεὶς ὁ παῖς ὑπὸ τοῦ βουκόλου καὶ δοθεὶς πρὸς εἰσποίησιν τῷ Κορινθίῳ Πολύβῳ, ἀνδρωθεὶς καὶ περιτυχών τῷ Λαΐῳ κατὰ τὴν ὁδὸν ἀγνοῶν τε καὶ ἀγνοούμενος ἀπέκτεινεν αὐτόν. οὐ γὰρ ἄν ποτε ὡς υἱὸς ἔνδον παρ’ αὐτῶν τρεφόμενος ἠγνόησε τοὺς γονεῖς, ὡς τὸν μὲν αὐτῶν ἀποκτεῖναι, τὴν δὲ ἀγαγέσθαι πρὸς γάμον. ὅπως οὖν πάντα ταῦτα σωθῇ καὶ πληρωθῇ τὸ τῆς εἱμαρμένης δρᾶμα, φαντασίαν ὁ θεὸς διὰ τοῦ χρησμοῦ τῷ Λσΐῳ παρέσχεν ὡς δυναμένῳ φυλάξασθαι τὰ λεγόμενα, καὶ ἐπεὶ μεθυσθεὶς ἐπαιδοποιήσατο, ἐξέθηκεν τὸ γενόμενον παιδίον ὡς διαφθερῶν, ἥτις ἔκθεσις αἰτία τῶν ἀνοσίων μύθων ἐγένετο. εἶτά τις ταῦτα λέγων πῶς ἢ σώζει μαντικήν, ἢ περὶ θεῶν εὐσεβεῖς διδάσκει προλήψεις, ἢ χρήσιμόν τι δείκνυσιν ἔχουσαν τὴν μαντικήν; ἡ μὲν γὰρ μαντικὴ δοκεῖ τῶν μελλόντων 1 αὑτῶν SΕ Lond. 0: αὐτοῦ V 1. 2 καὶ ταύτῃ Lond. 0: καὶ ταύτην Va¹² Cas.: καίτοι Casp. O: καὶ διὰ ταύτην Gercke 2 τῇ addidi χρώμενοι a¹²: χρώμενοσ (supra σ: ι m 1) V1: χρώμενος 4 ἄτοπα] α in lit. V τὰ add. v. c. V τούτων V: αὐτῶν a2: (τὰ περὶ) τούτων om. a1 6 μὲν del. B² 7 δι’ ἃ ἤκουσαν HO 8. 9 παραδεχομένων a¹2 9 διὸ οὐ K: δι’ ὃ 0 λέγει] cf. Euripides Phoen. 19 10 φυτεύσεις] τεκνώσεις Euripides φύς] παῖς a2 12 οὔ addidi κηρύττει B2 0: κηρύττειν Va¹² τα V αὐτῶν a¹2 scil. Stoicorum: οὐτων (sic, supra    ν: ι) V: αὐτῷ ⟨οὐχ⟩ οὕτως Usenerus 1> οὐχ ὡς B² Cas.: μὴ ὡς Lond. 0 ουκ V παντὸς a¹2 Casp. O: πάντοσ (supra ος: ως m1) V: πάντως Lond. 0: τὸ SE ἤδι V1 (corr. m1) αλλ’οτι sic V 14 μηδὲ ἓν αὐ. Gercke τῶν B Lond. 0: τῷ Va1² 14.15 περιπετείαν V 15 γινομένων 0 16 ἀνέθηκεν (ἐξ supra ἀν v. c.) V 17 ἤγουν ἀναληφθείς B² 18 καὶ add. v. c. V 20 αὐτῶν Schwartz: αὐτὸν libri τὸν] ν s. v. V 21 ταῦτα πάντα a¹² 24 διαφερων (sic, supra φ: θ v. c. V: διαφέρον ES: διαφθερῶν a¹² 25 τίς et del. πῶς B² 26 ἣ περὶ sic V εὐσεβεῖς SE: εὐσεβέας 0: εὐσεβείας libri προλήψεις v. c. corr. ex πρόληψις V προαγόρευσις εἶναι, οἱ δὲ τὸν Ἀπόλλω ποιητὴν ὧν προαγορεύει ποιοῦσιν. ὃ γὰρ οὐκ ἂν οὕτως ἐγένετο μὴ τοῦτον τὸν τρόπον χρήσαντος τοῦ θεοῦ, καὶ διὰ τοῦτο οὕτως ἔχρησεν, ὅπως γένηται τὰ ἐπ’ αὐτοῖς γενόμενα, πῶς οὐκ ἔργα τοῦ χρήσαντος, ἀλλ’ οὐ μήνυσις τῶν ἐσομένων; ἀλλ’ εἰ καὶ δεῖ πλέον τι τῶν ἄλλων μάντεων ἔχειν τοὺς θεούς, ὡς καὶ συμπράσσειν τοῖς ἐσομένοις πρὸς τὸ γίνεσθαι συνεργούμενον (καὶ γὰρ οἱ ποιηταὶ τοῦτό γε περὶ θεῶν ὑμνοῦντες διατελοῦσιν, ὅτι ἄρα εἰσὶ δωρητῆρες ἐάων) κατά γε τὰ ὑπὸ τούτων λεγόμενα εἰς ἀγαθὸν μὲν οὐδὲν ὁ Πύθιος τῷ Λαΐῳ συντελεῖ, ἀγωνίζεται δὲ καὶ πάντα πράττει πρὸς τὸ μηδὲν τῶν ἀνοσιωτάτων τε καὶ ἀσεβεστάτων παρελθεῖν τὸν οἶκον αὐτοῦ. ὧν ἀκούσας τίς οὐκ ἂν εὐσεβεστέραν εἴποι τὴν λεγομένην ὑπὸ τῶν περὶ Ἐπίκουρον ἀπρονοησίαν τῆς τοιαύτης προνοίας; πῶς δὲ συνῳδὰ ἀλλήλοις τὸ ὁμοῦ μὲν θεὸν λέγειν τὴν εἱμαρμένην καὶ χρῆσθαι τοῖς οὖσίν τε καὶ γινομένοις ἐν τῷ κόσμῳ ἐπὶ σωτηρίᾳ αὐτοῦ τε τοῦ κόσμου καὶ τῆς τῶν ἐν αὐτῷ τάξεως, ὁμοῦ δὲ τοιαῦτα περὶ αὐτῆς λέγειν ὡς παραλαμβάνειν πρὸς τὰς πράξεις τὰς ἀνοσιωτάτας διὰ τὴν περὶ αὐτὰ σπουδὴν καὶ τὸν Πύθιον συνεργόν; ἐπὶ τίνων γὰρ σωτηρίᾳ ἐροῦσι χρῆσθαι τὴν εἱμαρμένην πατρὸς ὑπὸ παιδὸς ἀναιρέσει καὶ γάμῳ μητρὸς καὶ παιδὸς ἀνοσίῳ καὶ γενέσει παίδων ἀδελφῶν καὶ πατρί; τί τῆς ἐν κόσμῳ διοικήσεως ἐκ τούτων ἔχειν εὔλογον τὴν σωτηρίαν, ὡς καὶ τὸν Ἀπόλλω φοβεῖσθαι μή τι παρέλθῃ τούτων ἄπρακτον; πότερον ἐμπόδια μὴ γινόμενα τῇ τῶν ἀνθρώπων κατὰ πόλεις τε καὶ νόμους οἰκήσει, ἢ τῇ τῶν στοιχείων τοῦ κόσμου σωτηρίᾳ, ἢ τῇ τῶν θείων εὐτάκτῳ τε καὶ ἀιδίῳ περιφορᾷ ἢ τίνι τῶν ἐξ ὧν τὸν κόσμον συνεστάναι τε καὶ διοικεῖσθαι κατὰ λόγον συμβέβηκεν; δῆλον δ’ ὅτι, κἂν ἄλλον τινὰ μῦθον πάλιν ἀκούσωσιν παρά τινος τῶν τραγῳδοποιῶν, οἷς ἔργον τὰ τοιαῦτα πλάσματα, ἢ γυναῖκά τινα διὰ ζηλοτυπίαν ἐπιβουλεύσασαν μὲν ἀλλοτρίοις τέκνοις, ἀποκτείνασαν δὲ τὰ ἑαυτῆς, ἢ Θυέστην τινὰ δυστυχῆ γέροντα τῶν σαρκῶν τῶν παίδων αὐτοῦ ἐσθίοντα Ἀτρέως τινὸς ἀδελφοῦ τοιαύτην παραθέντος αὐτῷ τράπεζαν, πιστεύουσί τε τοῖς μύθοις ὡς γεγονόσι καὶ τὴν εἱμαρμένην τε καὶ πρόνοιαν δι’ αὐτῶν κατασκευάζουσιν, ὥσπερ ἔργον ποιούμενοι 2 ὃ γὰρ libri: εἰ γὰρ B2 ἐγίνετο a¹2 3 καὶ ⟨ἃ⟩ διὰ 0 γενόμενα] ο in lit. V 4 ἀλλ’ οὐ] ἀλλου V: om. K: ἀλλὰ ES συνεργοῦντας Casp. O (supra συνεργούμενον B²: τοῖς ἀγαθοῖς αὐτοὺς δεῖ συνεργεῖν) 7 διατελωῦσιν a2 ἆρα V δοτῆρες a12 γε scripsi: δὲ libri 8 Λαί a¹2 8. 9 συντελεῖ Cas.: συντέλει Va²: συνετέλει a1: συνεργεῖ Η γρ. 0 9 δὲ] om. a¹2: γὰρ Lond. 0 10 ὦν τίς (τίς in lit.) ἀκούσας (litura 3 litt.) οὐκ Β 12 σύνωδα V 15 παραλαμβάνει a2 15. 16 ἀνοσιωτάτους Lond. 17 πατέρα μὲν a2 ἀναιρεθῆναι a2 18 ἀδελφῶν a¹2: ἀδελφων (sic, supra ω: ι m1) V¹: ἀδελφῶ/// B: ἀδελφῷ HO (παίδων ἀδελφῶν πατρί Casp. 0) 19 τῆς v. c. Va¹²: τῶν V¹: fortasse τῆς ⟨τῶν⟩ 20 τούτων B2H γρ. ES Lond. 0: τούτῳ Va¹2: τοῦτο K 21 ἐμποδιεῖ γρ. ES νομοὺς Lond. 0 24 κατὰ λόγον om. 0 26 ζηλωτυπίαν V ἐπιβουλευσαμένην 0 27 τὰ] καὶ a2 28 παιδίων 0 αὑτοῦ V 29 πιστεύσουσι Schwartz τε v. c. VB²: δε V¹: δὲ a¹2: δὴ ΗΟ 30 κατασκευάσουσι Schwartz ἃ βούλονται κατασκευάζειν δι’ αὐτῶν τῶν κατασκευῶν ἀναιρεῖν. καίτοι μακρῷ βέλτιον ἂν ἦν καὶ εὐγνωμονέστερον ἀναιρεῖν τὰς ὑποθέσεις διὰ τὴν τῶν ἑπομένων αὐταῖς ἀτοπίαν, ἢ τοῖς οὕτως τόποις διὰ τὰς ὑποθέσεις παρίστασθαι. οἱ δὲ καὶ πιστεύουσιν τοῖς ἀτοπωτάτοις ῥᾳδίως καὶ τοῦ κατὰ λόγον αὐτὰ γενέσθαι αἰτίας τινὰς λέγειν οὐκ ὀκνοῦσιν.

ἀλλὰ τῶν ΧΧΧΙΙ μὲν τοιούτων ἅλις (ἱκανὸν γὰρ ἐφ’ ἑκάστου τὸ ἐνδείξασθαι τὴν τῆς δόξης ἀτοπίαν), ἱκανῶς δ’ οἶμαι δεδηλῶσθαι, πῶς λέγεται τὸ ἐπὶ τῷ φρονίμῳ εἶναι τὸ φρονεῖν καίτοι μὴ δυναμένῳ μὴ φρονεῖν· οὐ γὰρ ὅτι νῦν, ὅτε ἐστὶ φρόνιμος, ἐπ’ αὐτῷ τὸ εἶναι τοιούτῳ (ἦν γὰρ ἂν καὶ τοῦ νῦν μὴ φρονεῖν κύριος), ἀλλ’ ὅτι πρὸ τοῦ τοιοῦτος γενέσθαι εἶχεν ὥσπερ δὲ τοῦ γενέσθαι οὕτως δὲ καὶ τοῦ μὴ γενέσθαι τοιοῦτος τὴν ἐξουσίαν, δι’ ἣν προειρήκαμεν αἰτίαν πρὸς τὸ γενέσθαι τοιοῦτος συνήργησεν αὑτῷ. ἐπὶ δὲ τῶν θεῶν οὐκ εἴη ἂν τὸ εἶναι τοιούτοις (ὅπερ ἦν καὶ αὐτὸ ἐν τοῖς ὑπ’ αὐτῶν ἀπορουμένοις), ὅτι γάρ ἐστιν αὐτῶν ἐν τῇ φύσει τὸ τοιοῦτον, οὐδὲν δὲ τῶν οὕτως ὑπαρχόντων ἐπ’ αὐτῷ. διὰ τοῦτο γὰρ τὰ μὲν ἐκείνων ἀγαθὰ τίμιά τε καὶ μακαριστά, μεῖζόν τι τῶν ἐπαινετῶν ἀγαθῶν ἔχοντα, ὅτι τὴν ἀρχὴν ἡ φύσις αὐτῶν ἀνεπίδεκτός ἐστιν, ἡμεῖς δὲ ἐπὶ τῇ κτήσει τῶν ἀρετῶν ἐπαινούμεθα, ὅτι, τῆς φύσεως ἡμῶν ἐπιδεκτικῆς οὔσης καὶ τοῦ χείρονος, οὐκ ὠκνήσαμεν πρὸς τὰ βελτίω, καὶ τῶν μὲν χειρόνων ἀνιδρωτὶ καὶ χωρὶς καμάτων περιγίνεσθαι δοκούντων, τῆς δὲ ἀρετῆς μετὰ πόνων τε καὶ μετὰ καμάτων καὶ πολλῶν ἱδρώτων. ἔχει μέντοι καὶ ὁ φρόνιμος ἐπὶ τῶν καθέκαστα πράξεων τοῦ καὶ μὴ πράττειν αὐτὰς τὴν ἐξουσίαν, εἴποτε κἀκείνοις πράξεις τινὲς γίνοιντο περὶ τὰ ἐνδεχόμενα καὶ ἄλλως ἔχειν. οὐ γὰρ ἀφῄρηται τὴν ἐξουσίαν οὔτε ὁ Πύθιος τοῦ τῷ αὐτῷ χρῆσαί τε καὶ  μή, οὔτε ὁ Ἀσκληπιὸς τοῦ παρίστασθαι. πάντες γοῦν σχεδὸν ἄνθρωποι καταφεύγουσιν ἐπ᾿   αὐτόν, ἔνθα ἂν ἐπιφανέστατος ᾖ, πεπιστευκότες ὅτι τοῖς σπουδάζουσιν αὐτὸν ἔχειν ἰατρὸν μᾶλλον τῶν οὐ σπουδαζόντων ἐπιδίδωσιν αὑτόν.

1 ἀναιρεῖν] ἀν add. v. c. V 2 ἂν addidi καὶ om. a¹² 3 ἢ Lond. 0 ου sic V: οὐ rel 7 δι a2 7. 8 τὸ— εἶναι τὸ φρονεῖν] ἐν μηδενὶ ὂν (ὂν φύσει ES) τὸ φρονεῖν φύσει γρ. ES 8 pr. τὸ] ὸ in lit. V φρονεῖν καίτοι] ρονειν καίτοι in mg. V1 δυναμένῳ μὴ scripsi: δυναμένων τὸ Va¹²: δυναμένου τὸ μὴ B²: δυναμένῳ τὸ οὐ Lond. 0: δυναμένῳ οὐ Cas.: [ μὴ] δυναμένῳ τότε οὐ coni. 0: δυναμένῳ τότε οὐ Casp. 0 ὅτι del. B²: ἔτι Gercke 10 alt. τοῦ ES: δὲ τοῦ V: / / / / τοῦ B: δὲ τοῦ a¹2: γὰρ τοῦ H mg.: δὴ τοῦ Casp. 0 11 καὶ δι᾿  ἣν Lond. 0 12 αὐτῷ V 13 οὐκ εἴη scripsi: οὐκέτ’ libri: οὐκ ἔστ’ ES τοιοῦτοι Gercke ὑπ’ ἐκείνων 0 14 τὸ add. HO 15 ἐπ’ αὐτῶν Gercke μὲν om. 0 16 μακάριστα V 17 αὐτῶν ⟨τοῦ χείρονος⟩ 0 ἀνεπίδεκτος ὧν ἐναντίων B² τῇ om. 0 κτίσει a¹² 19 καὶ] καίτοι Gercke fortasse recte 20 παραγίνεσθαι Casp. 0 22 εἴποτε] εἴτε V1 (corr. v. c) 24 ἀφήρτηται a2 τοῦ τῷ a¹2: τοῦ τῶ sic V: τούτῳ ES: του τῷ Cas. χρῆσαι Grotius (in vers.) Schwartz: χρῆσθαί τε καὶ v. c. V: χρήσεται καὶ V1 25 ἀσκληπιοσ V παρίστασθαι coni. 0: προίστασθαι libri fortasse παρίστασθαι ⟨τε καὶ μή) 27 οὐ v. c. Va¹²: ὡσ V1 28 αὐτὸν V

Τὸ δὲ λέγειν ἡγεῖσθαι τοὺς οὐχ ἡγουμένους ἐν τῷ σώζεσθαι τὴν XXXIII καθ’ ὁρμὴν τῶν ζῴων ἐνέργειαν ἤδη σώζεσθαι καὶ τὸ ἐφ’ ἡμῖν τῷ μὴ πᾶν τὸ καθ’ ὁρμὴν γινόμενον ἐπὶ τοῖς ὁρμῶσιν εἶναι καὶ διὰ τοῦτο ἐρωτᾶν, εἰ μὴ ἐνέργημά τι τὸ ἐφ’ ἡμῖν ἐστι, καὶ λαβόντας ἐπὶ τούτῳ πάλιν ἐρωτᾶν, εἰ μὴ τῶν ἐνεργημάτων τὰ μὲν εἶναι δοκεῖ καθ’ ὁρμήν, τὰ δ’ οὐ καθ’ ὁρμήν, ὃ λαβόντας πάλιν προστιθέναι τούτῳ τὸ μὴ τῶν ἐνεργημάτων μέν, μὴ καθ’ ὁρμὴν δὲ εἶναί τι ἐφ’ ἡμῖν, οὗ καὶ αὐτοῦ συγχωρούμενου ἐπὶ τούτοις λαμβάνειν τὸ πᾶν τὸ καθ’ ὁρμὴν γινόμενον ἐπὶ τοῖς οὕτως ἐνεργοῦσιν εἶναι, ἐπειδὴ ἐν μηδενὶ τῶν ἄλλως ἐνεργουμένων ἐστί, καὶ διὰ τοῦτο λέγειν σώζεσθαι κατ’ αὐτοὺς καὶ τὸ τοιοῦτον ἐφ’ ἡμῖν, ὃ δυνατὸν ὑφ’ ἡμῶν γενέσθαι τε καὶ μή, εἶναι δὴ καὶ τὰ οὕτως γινόμενα ἐν τοῖς καθ’ ὁρμὴν γινομένοις ἔστι, πῶς οὐ παντάπασιν ἀγνοούντων ταῦτα, πρὸς ἃ ποιοῦνται τοὺς λόγους; οὐ γὰρ εἰ ἐν τοῖς καθ’ ὁρμὴν ἐνεργουμένοις τὸ ἐφ’ ἡμῖν εἶναι συγκεχώρηται, διὰ τοῦ λόγου ἤδη πᾶν τὸ καθ’ ὁρμὴν ἐνεργούμενον ἐφ’ ἡμῖν. ταῦτα γὰρ μόνα τῶν καθ’ ὁρμὴν γινομένων τὸ ἐφ’ ἡμῖν ἔχει, ὅσα κατὰ λογικὴν ὁρμὴν ἐνεργεῖται. λογικὴ δ’ ἐστὶν ὁρμὴ ⟨ἡ⟩ ἐν τοῖς βουλευτικοῖς τε καὶ προαιρετικοῖς γινομένη, τουτέστιν ἡ τῶν ἀνθρώπων, ὅταν ἐπὶ τούτοις γίνηται. τῶν γὰρ ἄλλων ζῴων αἱ καθ’ ὁρμὴν ἐνέργειαι οὐ τοιαῦται, ὅτι μηκέτ’ ἐν ἐκείνοις ἐξουσία τοῦ καὶ μὴ ποιῆσαι τὸ καθ’ ὁρμὴν ἐνερ| γούμενον. διὸ ἐν ταῖς καθ’ ὁρμὴν τὸ ἐφ’ ἡμῖν, οὐ μὴν διὰ τοῦτο πᾶσα καθ’ ὁρμὴν ἐνέργεια γινομένη τὸ ἐφ’ ἡμῖν ἔχει.

πῶς δ’ οὐκ ἀγνοούντων τὰ ὑφ’ αὑτῶν γινόμενα τὸ τῇ ΧΧΧΙV ἀληθείᾳ τῶν γινομένων, ἣν ἀναιροῦσιν διὰ τοῦ δόγματος, αὐτῇ πρὸς τὸ κεχρῆσθαι πρὸς κατασκευὴν τοῦ ἀναιροῦντος αὐτὴν δόγματος; λαβόντες γὰρ τὸ ἕκαστον τῶν συνεστώτων φύσει καθ’ εἱμαρμένην εἶναι τοιοῦτον, ὁποῖόν ἐστι, ὡς ταὐτοῦ ὄντος τοῦ τε φύσει καὶ τοῦ καθ’ εἱμαρμένην, προστιθέασιν τὸ οὐκοῦν κατὰ τὴν εἱμαρμένην καὶ αἰσθήσεται τὰ ζῷα καὶ ὁρμήσει, καὶ τὰ μὲν τῶν ζῴων ἐνεργήσει μόνον τὰ δὲ πράξει τὰ λογικά, καὶ τὰ μὲν ἁμαρτήσεται τὰ δὲ κατορθώσει. ταῦτα γὰρ τούτοις κατὰ φύσιν μέν, ὄντων δὲ καὶ ἁμαρτημάτων καὶ κατορθωμάτων καὶ τῶν τοιούτων 1 ἡγεῖσθαι] ⟨οὐχ⟩ ἡγεῖσθαι Casp. Ο: πλᾶνασθαι B2: ληρεῖν sive νηπιάζεσθαι Gercke: ⟨ἄτοπα⟩ ἡγεῖσθαι Heine οὐχ sic V: del. Casp. 0 2 μὴ sic V: μὴ rel. (τὸ μὴ Casp. 0) 4 ἐνέργήμάτι V: ἐνἐρωτήματι ES τι τὸ] τι τῶν coni. 0 4. 5 εἰ μὴ — ἐρωτᾶν om. a¹² 6 τούτῳ] ῳ in lit. B μὴ scripsi: μήτε libri: del. Heine: μηδὲν B² 7 δὲ ⟨μηδὲ⟩ Heine τι] τὸ Gercke: τε a2: del. B² οὖ καὶ αὐτοῦ (καὶ in lit.) B: οὐκ αὐτοῦ (ὐ in lit. 3 litt.) V: οὐκ αὐτοῦ a¹2: καὶ αὐτοῦ Lond. 0 10 τούτου Lond. 0 12 ἔστι delevi: coll. post παντάπασιν B² οὐ corr. ex οὖν V ἀγνοοῦντες B² ταυτα V 17 ἡ addidi 18 γίνεται 0 19 οὐ] αἱ a2 του V 20 μή τι a¹² τῶν . . ἐνεργουμένων coni. 0 22 οὐκ] υ in lit. V γινόμενα] λεγόμενα Casp. 0 23 αὐτην (sic, supra ν: ι) προστὸ (i. e. αὐτῇ) V: αὐτῇ Lond. 0: αὐτὴν πρὸς τὸ KB (his verbis B² lineolam subducit, i. e. del.) a¹2 Cas.: αὐτῆ πρὸς τὸ HES 24 nonne χρῆσθαι αὐτὸν a¹2 26 ωσταυτοῦ sic V 28 μόνον] χρόνον a1 29. 30 fortasse κατὰ φύσιν. ⟨κ ατὰ φύ φύσιν⟩ μὲν ⟨οὖν ⟩ ὄντων [δὲ] καὶ 30 μενόντων τῶν δὲ a² φύσεων καὶ ποιοτήτων μὴ ἀγνοουμένων, καὶ ἔπαινοι καὶ ψόγοι καὶ κολάσεις καὶ τιμαί. ταῦτα γὰρ οὕτως ἔχει ἀκολουθίας τε καὶ τάξεως’. οὐ μὴν ἀκολουθεῖ ταῦτα ἔτι τοῦτον γίνεσθαι τὸν τρόπον τοῖς τὴν φύσιν τε καὶ τὰ γινόμενα κατὰ φύσιν εἰς τὴν εἱμαρμένην τε καὶ τὴν ἀνάγκην μεταφέρουσιν. κατὰ φύσιν μὲν γὰρ τοῖς πρακτικοῖς τε καὶ λογικοῖς ζῴοις τὸ καὶ ἁμαρτάνειν καὶ κατορθοῦν δύνασθαι τῷ μηδέτερον αὐτῶν ποιεῖν κατηναγκασμένως, καὶ τοῦτ’ ἀληθές ἐστι καὶ τοῦτον ἔχει τὸν τρόπον. οὐ μὴν τοῖς πάντα ἃ ποιοῦμεν ἐξ ἀνάγκης ἡμᾶς ποιεῖν λέγουσιν ἕπεται τοὺς μὲν κατορθοῦν τῶν λογικῶς ἐνεργούντων, τοὺς δ’ ἁμαρτάνειν. ἐξ ἀνάγκης δὲ πάντα ποιοῦμεν καθ’ σὓς ἀδύνατον μὲν τῶνδέ τινων περιεστώτων μὴ πράσσειν ἡμᾶς, τὰ δ’ ἐξ ἀνάγκης ἡμᾶς ἀεὶ περιστήσεται ταῦτα δι’ ἃ πράσσομεν. οὐ γὰρ τὸν ὁπωσοῦν χαρίεν ποιοῦντα καθορθοῦν τις λέγει, ἀλλ’ οὐδ’ ἁμαρτάνειν τὸν ὁπωσοῦν φαῦλόν τι πράττοντα, ἀλλ’ εἰ ὁπωσοῦν ἐν ἐξουσίᾳ τις ὢν τῶν χειρόνων αἱρεῖται καὶ πράσσει τὰ βελτίω τοῦτον λέγομεν κατορθοῦν. τὸν γοῦν τὰ αὐτὰ ταῦτα ἀπὸ τύχης ποιήσαντα οὐκέτι λέγομεν κατορθοῦν ὡς τοῦ κατορθοῦν τὴν κρίσιν οὐκ ἀπὸ τῶν πραττομένων ἔχοντος μόνον, ἀλλὰ πολὺ πρότερον ἀπὸ τῆς ἕξεώς τε καὶ δυνάμεως ἀφ’ ἧς πράσσεται. καὶ ὁ αὐτὸς λόγος ἐπὶ τῶν ἁμαρτημάτων. ὧν δὲ ἡ ἐξουσία τοῦ πράττειν ἄλλα τινὰ παρ’ ἃ πράττουσιν ὑπὸ τῶν περιεστώτων ἀφῄρηται, οὐδὲν αὐτοὶ συντελοῦσιν εἰς τὸ τὰ αὐτοῖς περιεστάναι δι’ ἃ πράττουσιν. πῶς ἂν ἔτι τούτους τις ἢ ἁμαρτάνειν ἢ κατορθοῦν λέγοι; οὔτε γὰρ τῆς τοιαύτης ἕξεως, ἀφ’ ἧς τῶνδέ τινων περιεστώτων περὶ τὸ τάδε τινὰ πράττειν ὁρμὴ γίνεται, αὐτός ἐστιν ἐν ἐξουσίᾳ οὔτε τοῦ τὰ περιεστῶτα τοιαῦτα εἶναι. διὰ τοῦτο γὰρ τῶν ἀλόγων ζῴων οὐδὲν τούτων κατηγορεῖται. ἀγόμενος δὴ ἐπὶ τὸ πράττειν ὑπό τε ἕξεως καὶ περιστάσεών τινων μηδενὸς κύριος αὐτὸς τοῦ μὴ τοῦτον ἔχειν τὸν τρόπον, οὐδ’ ἂν ἁμαρτάνειν ἔτι ἢ κατορθοῦν ἐπὶ τοῖς οὕτως πραττομένοις λέγοιτο. ἐπεὶ δὲ οἵ τε ἔπαινοι καὶ ψόγοι, κολάσεις τε καὶ τιμαὶ ἐπὶ τοῖς ἁμαρτήμασίν τε καὶ κατορθώμασιν, ὡς καὶ αὐτοὶ λέγουσιν, δῆλον ὡς ἀναιρουμένων τούτων ἀναιροῖτ’ ἂν κἀκείνων ἕκαστον. τὸ δὲ κατορθοῦν ἐπὶ τῶν θεῶν οὐ κυρίως ἂν λέγοιτο, ἀλλ’ ὡς ἴσον τῷ τὰ ἀγαθὰ 1 ποιητήτων a2 ἔπαινοι m1 corr. ex ἐπαινουμενου V 1. 2 τιμαὶ καὶ κολάσεις HO 2 τομαὶ a1 3 ἔτι ταῦτα a¹² 4 alt. τὴν om. a2 ἀνάγκην V 7 μὴν τοῖς Va¹: μέντοι γε τοῖς a2: μέντοι γε ES: μέντοι γε ὅτι Lond. 0 8 πάντα] pr. α in lit. V: πάντα ⟨ποιεῖν ἃ⟩ Schwartz ἕπεται scripsi: ἔπειτα libri 10.11 περιστώτων a 11 τὰ] fortasse ταῦτα 12 ταῦτα suspectum 13 ἁμαρτάνειν sic V 14 εἰ v. c. V: om. a¹2 15 τὰ βελτίω HESO: /////βελτίω B: ἡ τὰ βελτίων sic V: ἢ τὰ βελτίω a¹² 16 του V 18 τῶν V 19 ὧν H: ημὦν sic V: ἡμῶν a¹2: εἰ γὰρ (del. δὲ B²: οἷς Lond. 0 19. 20 ἃ πράττομεν B² 20 αὐτοὶ] αὐτοὶ sic V: αὐτοῖς a¹² τὰ om. ES: ταῦτα (conl. v.12 Diels 21 αυτοῖσ V ⟨περιιστά- μενα⟩ περιεστάναι B² τούτοις a2 23 ἢ ὁρμὴ K: ὁρμὴν a¹² 24 ἐν om. a2 25 δὲ a12 28 οἵ τε v. c. corr. ex οὔτε V 29 τιμαὶ] τι s. v. V 30 τὸ ποιεῖν, εἴ γε ἐν οἷς μὲν τὸ κατορθοῦν, ἐν τούτοις καὶ τὸ ἁμαρτάνειν, ἐν τούτοις ἀνεπίδεκτον δὲ ἁμαρτημάτων τὸ θεῖον. διὰ τοῦτο γὰρ οὐδὲ ἐπαινοῦμεν τοὺς θεούς, ὅτι κρείττους εἰσὶν ἢ κατ’ ἐπαίνους καὶ τὰ ἐφ’ οἷς οἱ ἔπαινοι κατορθώματα.

μηδὲ ἐκεῖνον δὲ παραλείπωμεν τὸν λόγον, ᾧ θαρροῦσιν ΧΧΧV ὡς δεικνύναι δυναμένου τῶν προκειμένων τι. λέγουσιν γὰρ οὐ γὰρ ἔστι μὲν τοιαύτη ἡ εἱμαρμένη, οὐκ ἔστι δὲ πεπρωμένη, * * * οὐκ ἔστι δὲ αἶσα, οὐδὲ ἔστι μὲν αἶσα, οὐκ ἔστι δὲ νέμεσις, οὐδὲ ἔστι μὲν νέμεσις. οὐκ ἔστι δὲ νόμος, οὐδ’ ἔστι μὲν νόμος, οὐδ’ ἔστιν δὲ λόγος ὀρθὸς προστακτικὸς μὲν ὧν ποιητέον, ἀπαγορευτικὸς δὲ ὧν οὐ ποιητέον. ἀλλὰ ἀπαγορεύεται μὲν τὰ ἁμαρτανόμενα, προστάττεται δὲ τὰ κατορθώματα. οὐκ ἄρα ἔστι μὲν τοιαύτη ἡ εἱμαρμένη, οὐκ ἔστι δὲ ἁμαρτήματα καὶ κατορθώματα. ἀλλ’ εἰ ἔστιν ἁμαρτήματα καὶ κατορθώματα, ἔστιν ἀρετὴ καὶ κακία, εἰ δὲ ταῦτα, ἔστι καλὸν καὶ αἰσχρόν. ἀλλὰ τὸ μὲν καλὸν ἐπαινετόν, τὸ δὲ αἰσχρὸν ψεκτόν. οὐκ ἄρα ἐστὶ μὲν τοιαύτη ἡ εἱμαρμένη, οὐκ ἔστι δὲ ἐπαινετὸν καὶ ψεκτόν. ἀλλὰ τὰ μὲν ἐπαινετὰ τιμῆς ἄξια, τὰ δὲ ψεκτὰ κολάσεως. οὐκ ἄρα ἔστι μὲν τοιαύτη ἡ εἱμαρμένη, οὐκ ἔστι δὲ τιμὴ καὶ κόλασις, ἀλλ’ ἔστιν μὲν τιμὴ γέρως ἀξίωσις, ἡ δὲ κόλασις ἐπανόρθωσις. οὐκ ἄρα ἔστι μὲν τοιαύτη ἡ εἱμαρμένη, οὐκ ἔστι ⟨δὲ⟩ γέρως ἀξίωσις καὶ ἐπανόρθωσις. εἰ δὲ ταῦτα, ⟨οὐκ⟩ ἀπείρηται μὲν εἶναι πάντων γινομένων καθ’ εἱμαρμένην κατορθώματά τε καὶ ἁμαρτήματα καὶ τιμαὶ καὶ κολάσεις καὶ γέρως ἀξιώσεις καὶ ἔπαινοι καὶ ψόγοι’.

ἀλλὰ ταῦτά γε εἰ μὲν ὑπό τινων ΧΧΧVI αἰτίων περιεστώτων αὐτοῖς οὕτως ἀναγκάζονται λέγειν, συγγινώσκειν αὐτοῖς ἄξιον, καὶ οὐδὲν δεῖ οὔθ’ ἡμᾶς περὶ τῶν ὑπ’ ἐκείνων κατ’ ἀνάγκην λεγομένων πολυπραγμονεῖν οὔτε ἐκείνους περὶ τῶν οὐχ ὁμοίως αὐτοῖς λεγόντων (ἑκάστοις γὰρ τῶν λεγομένων τε καὶ δοξαζομένων αἰτία ἡ τῶν περιεστώτων δύναμις), καὶ οὐδὲν δεῖ τοὺς λέγοντας αἰτιᾶσθαι οὐδὲν εἰς τὸ οὕτως λέγειν συντελοῦντας, εἴ γε μήτε τῶν περιεστώτων μήτε τῆς ἕξεως, καθ’ ἣν ὑπὸ τῶν περιεστώτων οὕτως αὐτοῖς κινεῖσθαι συμβέβηκεν, τὴν αἰτίαν ἔχουσιν ἐν αὐτοῖς. εἰ δὲ ἐξουσίαν ἔχομεν καὶ χεῖρόν τι καὶ βέλτιον εἰπεῖν, τίς οὐκ 1. 2 ἐν τούτοις del. V¹: om. a¹² 2 δὲ τῶν Lond. 0 γὰρ om. Lond. 0 3 τοῦ ὅτι 0 ἢ B²HES οὐ (η superscr. v. c.) V: οὗ a¹2: οὐ B1 Cas. 4 μηδὲ] μ add. v. c, V παραλείπωμεν KE Cas. 0: παραλίπωμεν V: παραλείπομεν a¹² 5 δυναμένου Va¹²: δυνάμενον ES: δυναμένῳ Lond. O: om. K 5. 6 οὐ γάρ ἐστι] οὐκ ἔστι Lond. 0 cf. 208,19 6 οὐκ ἔστι δὲ V¹a¹²0: οὐδέ ἐστι v. c. V: οὐκ ἔστι ES 6 7 οὐκ ἔστι δὲ αἷσα Va¹²: ⟨οὐδὲ ἔστι μὲν (μὲν om. Lond. coni. O) πεπρωμένη⟩, οὐκ ἔστι δὲ αἷσα B2 Lond. 0 recte 7 οὐδέ ἐστι μὲν νέμεσις v. c. V: οὐδέ ἐστι νέμεσις V¹a¹²: οὐκ ἔστι μὲν νέμεσις 0: οὐδὲ νέμεσις Lond. 8 δὲ νόμος v. c. Va¹²0: μὲν νόμος V1: νόμος HES μὲν νόμος v. c. Va1²0: δὲ νόμος V¹: νόμος ES οὐδ V: οὐκ a1²0 δὲ λόγος a12 μὲν λόγος HB¹: /// μὲν λόγος V: λόγος ES 9 προστατικός a1² 13 αισχρόν V 17 alt. δε V 18 ἔστι ⟨δὲ⟩ B2S 19 εἰ V¹a12: οὐ v. c. V ταῦτα ⟨οὐκ⟩ B² ἀπείρηται V: ἀπήρηται a¹2: ἀφῄρηται Lond. 0: ἅπερ εἴρηται ES μὲν] μὴ B² 21 ἀξίωσις 0 25 δοξαζομένων αἰτία Schwartz: δοξάντων αἰτία Lond. 0: δοξαζόντων αἰτία καὶ B²: δοξαζόντων τινὰ libri 28 αὐτοῖς] αὐτὴν a¹²: αὐτοὺς 0 ἐν add. v. c. V: exh. a¹2: om. HKES ἂν αὐτῶν θαυμάσαι τὴν σύνθεσιν τοῦ λόγου ὡς ἀπέριττον καὶ ἐξ ὁμολογουμένων καὶ ἐναργῶν συνάγουσαν τὸ μὴ δεῖν ὧν ἦν τὸ ἄρα τῆς περὶ τοὺς συλλογισμοὺς ἀσχολίας μακρᾶς. θέμενοι γὰρ τὸ τὴν εἱμαρμένην χρῆσθαι πᾶσιν τοῖς γεγονόσι τε καὶ γινομένοις καθ’ εἱμαρμένην πρὸς τὴν ἀκώλυτον τῶν ὑπ’ αὐτῆς γινομένων ἐνέργειαν οὕτως, ὡς γέγονεν ἕκαστον αὐτῶν καὶ φύσεως ἔχει, λίθῳ μὲν ὡς λίθῳ, φυτῷ δὲ ὡς φυτῷ, ζῴῳ δὲ ὡς ζύῳ, εἰ δὲ ὡς ζῴῳ, καὶ ὡς ὁρμητικῷ, ἐν τῷ τιθέναι τὸ χρῆσθαι αὐτὴν τῷ ζῴ ῳ ὡς ζῴῳ τε καὶ ὁρμητικῷ καὶ γίνεσθαι τὰ ὑφ’ αὐτῶν διὰ τῶν ζῴων γινόμενα κατὰ τὴν τῶν ζῴων ὁρμὴν ἑπομένων καὶ τούτων τῶν ἐξ ἀνάγκης περιεστώτων αὐτὰ τότε αἰτίοις ἅτινα ἂν ἡγούμενοι διὰ τοῦ τὸ καθ’ ὁρμὴν ἐνεργεῖν τὰ ζῷα τηρεῖν ἐν τῷ ἅπαντα γίνεσθαι καθ’ εἱμαρμένην καὶ τὸ ἐφ’ ἡμῖν εἶναί τι τηρεῖν, τούς τε ἄλλους οὓς ἐρωτῶσιν λόγους καὶ δὴ καὶ τὸν προειρημένον ἐμοὶ δοκεῖ ὡς οὐκ ἀληθεῖ πιστεύοντες τοσοῦτον αὐτῷ ὅσον διὰ μῆκός τε καὶ πλῆθος ὀνομάτων καὶ ἀσαφῆ σύνθεσιν παράξειν ἡγούμενοι τοὺς ἀκούοντας. ἴδωμεν δὲ τὸ λεγόμενον ἡμεῖς δι’ αὐτοῦ τὰ πολλὰ τῶν κειμένων ὀνομάτων παραιτησάμενοι τὸ νῦν, τὴν δὲ πεπρωμένην καὶ τὴν αἶσαν καὶ τὴν νέμεσιν ὑφελόντες, οἷς ὀνόμασιν ἐφ’ ὧν αὐτοῖς δοκεῖ σημαινομένων χρῶνται, ἐπὶ τῶν ἄλλων ἐξετάσωμεν. ἄξιον γὰρ μαθεῖν τὴν ἀνάγκην τῆς ἀκολουθίας τῆς οὐ γὰρ ἔστι μὲν τοιαύτη ἡ εἱμαρμένη, οὐκ ἔστι δὲ νόμος’. εἰ γὰρ τὰ μὲν γινόμενα καθ’ εἱμαρμένην ἕπεται τοῖς ἐξ ἀνάγκης αὐτὰ περιεστῶσιν αἰτίοις καὶ οὐχ οἷόν τε τὸν καθ’ ὁρμὴν ἐνεργοῦντα μὴ ἀκολουθεῖν τούτοις τοῖς αἰτίοις τὴν αἰτίαν τὴν ἐξ αὐτοῦ πάντως ἐκείνοις συνάπτοντα, ὡς οὐδὲ τὸν ἀπὸ ὕψους ἀφεθέντα λίθον μὴ κάτω φέρεσθαι ἢ τὴν σφαῖραν κατὰ τοῦ πρανοῦς μὴ κυλίεσθαι ἀφεθεῖσαν κατ’ αὐτοῦ, τίς ἔτι χρεία νόμων; ὡς γὰρ ὁ λίθος οὐκ ἂν ὑπὸ τοῦ λέγοντος μὴ δεῖν κάτω φέρεσθαι κωλυθείη ποτ’ ἂν τῷ αὐτός τε τὴν φύσιν εἶναι τοιοῦτος τά τε ἔξωθεν ἔχειν αἴτια συνεργὰ πρὸς τοῦτο, οὕτως οὐδὲ 1 περίττην O: ἀπέραντον Casp. O 2 pr. τὸ] τοι B²? δεῖν— ἄρα] δέον, οἶον ἦν τὸ ἀπόρημα Diels μακράς a 12 4 γινομένους O εμαρμένης a2 6 μὲν om. O 7 καὶ ⟨ὡς⟩ scripsi: del. Gercke ὁρμητικη (sic, supra η: ω) V: fortasse ὁρμητικῷ, 〈καὶ⟩ τῷ χρῆσθαι a2 8 ὑπ’ αὐτῆς Gercke διὰ τῶν ζῴων del. Heine 10 αἰτίοις a¹ 1²: αἰτίοισ (supra σις: ων m1) V: αἰτίυων HK: αἰτίαις Lond. O τοῦτο HKES: τοῦ Gercke lacunam indicavi τούτων τοῖς . . περιεστῶσιν . . αἰτίοις Gercke: ταῖς τῶν . . περιεστώτων . . αἰτίαις Hine ⟨πράττῃ⟩ ἡγούμενοι Heine 12 καὶ τὸ a¹2: τὸ καὶ V τε] δὲ a2 οὓς delevi: οὓσ· sic V: οὓς a¹2: οὖν Lond. O 13 τὸν] τὸ V1 (corr. v. c. V) 14. 15 παρέξειν E: ταράξειν Lond. 15 λεγόμενα a2 δι’ αὐτοῦ (αὐ m1 s. v.) V: διὰ τοῦ a¹2: καὶ διὰ τοῦ Lond. O: διὰ τούτων περὶ Cas.: διὰ τοῦτο coni. O aut del. 19 alt. τῆς] ταύτης Cas. O: om. ES 20 δὲ B2S Lond. O: γὰρ Va 12 22 ⟨καὶ⟩ τὴν αἰτίαν Cas. O 23 συνάπτοντα B² Lond.: συνάπτον VB1 (sed ο in lit. B) a¹2: συνάπτειν Cas. O: συνάπτων S ὡς H: ὡστε sic V: ὥστε a¹2: ὥσπερ B² οὐδὲν a2 ἀφεθέντα Gercke: ἀφέντα libri 24 σφαίραν a1 κυλύεσθαι a1: κωλύεσθαι a2 27 αἴτια ἔχειν a¹² ουτοσ ηδὲ V¹ (corr. v. c.) ἡμῶν τις πεισθείη ποτ’ ἄν λόγῳ ἢ νόμῳ ἄλλως ἀξιοῦντι πράττειν παρὰ τὴν τῶν περιεστώτων ἀνάγκην. οὐ γὰρ πλέον τι ἡμῖν ἐκ τοῦ συνιέναι τῶν προστασσομένων ὑπὸ τῶν νόμων ἔχουσιν προκαταβεβλημένας αἰτίας, αἷς περιεστώσαις ἀκολουθεῖν τὴν ὁρμὴν ἀνάγκη. οὕτως δὲ ἀναιροῖτ’ ἂν τὸ ἐκ τῶν νόμων χρήσιμον, εἴ γε οἱ μὲν νόμοι προστακτικοὶ μέν εἰσι τῶν ποιητέων, ἀπαγορευτικοὶ δὲ τῶν οὐ ποιητέων, οὐχ ἕπεται δὲ τῇ τῶν νόμων προστάξει τὸ καθ’ ὁρμὴν ἡμᾶς ἐνεργεῖν, ὅταν τὰ περιεστῶτα αἴτια ἐξ ἀνάγκης ἡμᾶς ἐπ’ ἄλλα τινὰ κινῇ τε καὶ φέρῃ. ἀναιρουμένου δὲ διὰ τὴν τοιαύτην εἱμαρμένην τοῦ ἀπὸ τῶν νόμων χρησίμου, ἀναιροῖντ’ ἂν καὶ οἱ νόμοι. τί γὰρ ὄφελος νόμων, οἷς πείθεσθαι τὴν ἐξουσίαν ὑπὸ τῆς εἱμαρμένης ἀφῃρήμεθα; οὐκ ἄρα τῷ τοιαύτην εἶναι τὴν εἱμαρμένην ἕπεται τὸ νόμον εἶναι. ἐναντία γὰρ εἱμαρμένη τε καὶ νόμος, εἴ γε ὁ μὲν νόμος προστακτικός ἐστι τῶν πρακτέων τε καὶ μή, ὡς τῶν πραττομένων δυναμένων αὐτῷ πείθεσθαι κελεύοντι (διὸ καὶ τοὺς μὴ πειθομένους ὡς ἁμαρτάνοντας ἕημιοῖ, τιμῶν τοὺς πειθομένους ὡς κατορθοῦντας), ἡ δὲ εἱμαρμένη πάντα τὰ γινόμενα ἀναγκαίως τε καὶ δι’ ὁμοίας αἰτίας φησὶ γίνεσθαι, τῶν δὲ δι’ ὁμοίας γινομένων αἰτίας οὐχ οἷόν τε τὰ μὲν ἁμαρτήματα λέγειν, τὰ δὲ κατορθώματα. εἰ γὰρ λέγοι τις καὶ τὸν νόμον ἐν τοῖς ἀναγκαίοις τε καὶ προκαταβεβλημένοις ὑπὸ τῆς εἱμαρμένης αἰτίοις εἶναι, δῆλον ὡς καὶ τοῖς πράσσουσιν καθ’ ὁρμὴν τὰ κατ’ αὐτὸν ἐν τοῖς περιεστῶσιν αἰτίοις καὶ αὐτὸς ἔσται κατηναγκασμένως, οὐ περιστήσεται δὲ τοῖς πράττουσιν τὰ μὴ κατ’ αὐτόν. οἱ δὲ ταύτην τοῦ μὴ πράσσειν τὰ κατὰ τοὺς νόμους ἔχοντες τὴν αἰτίαν πρόδηλον ὡς οὐκ ἂν ψέγοιντο. πῶς γὰρ ἄξιοι; τὸ γοῦν ἐν τοῖς περιεστῶσιν κατ’ ἀνάγκην αἰτίοις, οἷς μὴ ἕπεσθαι τὴν ὁρμὴν οὐχ οἶόν τε, οὐκ ἦν ἐκ τῶν νόμων αἰτία, κατ’ ἀνάγκην τινὰ καὶ εἱμαρμένην παρεῖναι κεκωλυμένη. ἀλλὰ οὕτως γε οὐδ’ ἂν νόμος ἔτι εἴη ἔχων καὶ πειθομένους αὑτῷ, εἴγε χρὴ τούτῳ πείθεσθαι λέγειν ἐξ ἀνάγκης ἑπομένους, καὶ τοὺς μὴ πειθομένους ὑπὸ ἀνάγκης τινὸς πείθεσθαι κεκωλυμένους. ὥστε πολὺ ἂν ἀληθέστερον εἴη συνειλημμένον τὸ εἰ ἔστι τοιαύτη εἱμαρμένη, οὐκ ἔστι νόμος’. ἀναιρουμένου δὲ νόμου καὶ σὺν αὐτῷ μαρτήματός τε καὶ κατορθώματος, ἀναιροῖτ’ ἄν, ὡς καὶ αὐτοὶ διὰ τῆς ἀκολουθίας ἐλάμβανον 3 ἀντίας a2 7 τὸ HB1 (ex corr.) O: τὰ rel. τὰ s. v. V 9 ἀναιροῖντ’ (alt. ν s. v.) Va¹²: ἀναιροῖτ’ KS 10 οἱ add. a¹² τὸ γὰρ a¹² 12 τὸ] τὸν a¹2 13 πραττόντων ES Cas. Lond. 0 13. 14 δυνάμεων K 14 αὐτῷ corr. ex αὐτῶν V 15 τῇ δὲ εμαρμένῃ coni. 0 16 φασι coni. 0 16. 17 τῶν . . γινομένων Lond. O: τῷ . . γινομένῳ libri 18 λέγει a¹² 20 πράσσουσιν] προσουσιν V1 (corr. v. c. V) κατ’ αὐτὸν Lond. O: καθ᾿ αὐτοῖς Va¹²: καθ’ αὑτοὺς HES Cas.: κατ’ αὐτοὺς B² 21 κατηναγκασμένως KES: κατηναγμένωσ (sic, supra ω: ο m1) V: κατηναγκασμένος a¹2 22 αὐτόν Lond. 0: αὐτούς libri νόγους a1 23 τὸ] ὅτι Lond.: fortasse τότε 24 καθ’ ὁρμὴν Ο 25 fortasse ἦν ⟨ἡ⟩ ἐκ 26 κεκωλυμένη Lond. O: κεκωλυμένην V: κεκωλυμένης (supra η: οι) ES νόμοις a2 ἔχων] ἐξὸν Casp. O 26. 27 καὶ πειθομένους θἱ γρ. S2 Cas. Casp. O: καίπερ θεμένους Va¹: καὶ περιθεμένους a2 27 αὑτῷ scripsi: αὐτῷ γρ. Cas.: αὐτῶν Va¹2: αὐτὸν B² Lond. O τούτω] τοῦτο (supra o: ω m1) V 29 συ| νει| λημμένον sic V: συνειλημένον a1 30 νόμον a2 Suppl. Arist. Π 2 Alex. s cripta minora. τῆς κατὰ τὸν λόγον, ἀρετή τε καὶ κακία καὶ τὸ εἶναί τι ἐν ἀνθρώποις αἰσχρόν τε καὶ καλὸν καὶ ἐπαινετόν τε καὶ ψεκτὸν καὶ τιμῆς τε καὶ κολάσεως ἄξιον. οὐδὲν ἄρα μένει τοῦ ὑπὸ τοῦ μετὰ τοσαύτης τέχνης ἠρωτημένου λόγου κατεσκευασμένου, ἀκολουθήσει τε αὐτοῖς ἀρξαμένων κάτωθεν ἀκολουθία, ἣν ἕπεσθαι λέγουσιν τοῖς ἀναιρεῖν πειρωμένοις τὸ ἐφ’ ἡμῖν εἶναι ὡς αὐτοὶ τηροῦντες ὁμολογουμένως αὐτὸ διὰ τοῦ προλαβόντας ἄλλοις ἐπιφέρειν αὐτὰ τὸ μὴ δοκεῖν ἔχεσθαι τὸ καὶ τοῖς διαφεύγειν ἡγουμένοις. εἰ γὰρ μή εἰσι τιμαὶ μηδὲ κολάσεις, οὐδὲ ἔπαινοι οὐδὲ ψόγοι, εἰ δὲ μὴ ταῦτα, οὐδὲ κατορθώματά τε καὶ ἁμαρτήματα, εἰ δὲ μὴ ταῦτα, οὐδὲ ἀρετὴ καὶ κακία, εἰ δὲ μὴ ταῦτα, φασίν, ὅτι μηδὲ θεοί. ἀλλὰ μὴν τὸ πρῶτον τὸ μὴ εἶναι μήτε τιμὰς μήτε κολάσεις ἕπεται τῷ πάντα γίνεσθαι καθ’ εἱμαρμένην, ὡς δέδεικται. καὶ τὸ τελευταῖον ἄρα, ὃ ἄτοπον καὶ ἀδύνατον. ἀναιρετέον ἄρα τὸ πάντα γίνεσθαι καθ’ εἱμαρμένην, ᾧ τοῦτ’ εἴπετο.

ἴδωμεν δὲ καὶ τὸν ἐπὶ τούτῳ λόγον ἠρωτημένον, εἰ μὴ τὰς ὁμοίας XXXV ἀνάγκας ἔχει. λέγει δὲ οὕτως· οὐ πάντα μὲν ἔστι καθ’ εἱμαρμένην, οὐκ ἔστι δὲ ἀκώλυτος καὶ ἀπαρεμπόδιστος ἡ τοῦ κόσμου διοίκησις. οὐδὲ ἔστι μὲν τοῦτο, οὐκ ἔστι δὲ κόσμος, οὐδὲ ἔστι μὲν κόσμος, οὐκ εἰσὶν δὲ θεοί. εἰ δέ εἰσι θεοί, εἰσὶν ἀγαθοὶ οἱ θεοί, ἀλλὰ εἰ τοῦτο, ἔστιν ἀρετή, ἀλλ’ εἰ ἔστιν ἀρετή, ἔστι φρόνησις, ἀλλ’ εἰ τοῦτο, ἔστιν ἡ ἐπιστήμη ποιητέων τε καὶ οὐ ποιητέων. ἀλλὰ ποιητέα μέν ἐστι τὰ κατορθώματα, οὐ ποιητέα δὲ τὰ ἁμαρτήματα. οὐκ ἄρα πᾶν μὲν γίνεται καθ’ εἱμαρμένην, οὐκ ἔστι δὲ ἁμάρτημα καὶ κατόρθωμα. ἀλλὰ τὰ μὲν κατορθώματα καλά, τὰ δὲ ἁμαρτήματα αἰσχρά, καὶ τὰ μὲν καλὰ ἐπαινετά, τὰ δὲ κακὰ ψεκτά. οὐκ ἄρα πάντα μέν ἐστι καθ’ εἱμαρμένην, οὐκ ἔστι δὲ ἐπαινετὰ καὶ ψεκτά. ἀλλ’ εἰ τοῦτο, εἰσὶν ἔπαινοι καὶ ψόγοι· ἀλλ’ ἃ μὲν ἐπαινοῦμεν τιμῶμεν, ἃ δὲ ψέγομεν κολάζομεν, καὶ ὁ μὲν τιμῶν γεραίρει, ὁ δὲ κολάζων ἐπανορθοῖ. οὐκ ἄρα πάντα μὲν γίνεται καθ’ εἱμαρμένην, οὐκ ἔστι δὲ γεραίρειν καὶ ἐπανορθοῦν’. καὶ οὗτος δὴ ὁ λόγος ἀπὸ τῆς αὐτῆς παλαίστρας ὧν δῆλον ὡς διὰ τῶν αὐτῶν ἂν ψευδὴς ὧν ἐλέγχοιτο. πρῶτον μὲν γὰρ ἄν τις συγχωρήσειε προχείρως τῷ οὐ πάντα μέν ἐστι καθ’ εἱμαρμένην, οὐκ ἔστι δὲ 2 alt. καὶ s. v. V 4 κατασκευασμένου V: καὶ κατεσκευασμένου B2S mg.: κατεσκευασμένον Cas. Casp. O τε] τὸ a2 ἀρξαμένοις B2 5 fortasse ⟨τῆς⟩ ἀκολουθίας 6 ὡσ corr ex πωσ V¹: πῶς a 12: ὡς Lond. O τοῦ προλαβόντος KES: τὸ προβάλλειν Lond. O 7 ἄλλους Lond. ἐφέρειν a¹ : ἀφαιρεῖν Lond. O αὐτὸ Lond. O τὸ μὴ Va¹2: τῷ μὴ H mg. E Lond. O: το (supra : ω) μὴ S ἔχεσθαι τὸ καὶ τοῖς Va¹²: ἕπεσθαι τὸ καὶ τοῖς KES: ἕπεσθαι καὶ τοῖς H mg.: ἔχεσθαι ὃ καὶ Lond. O 7. 8 ἡγοῦνται Lond. O 11 τὸ μὴ HB2E Cas. O: μὴ τὸ Va1²: τὸ μηδὲ S pr.  μήτε om. a¹² τιμαὶ Lond. 12 καὶ add. B² 13 ἀναιρεῖται HES ἄρα add. B² 14 τὸν addidi ἠρωτημένων a12 15 οὖτοσ corr. in οὕτωσ V¹: οὗτος ES, fortasse recte : οὕτως rel. 16 pr. ἔστη s. v. V 17 μεν ·τοῦτο· sic V 18 ἀλλὰ εἰ τοῦτο, ἔστιν ἀρετή, ἀλλ’ v. c. Va 12: ἀλλὰ εἰ το ἔστι ἀρα ἀλλ’ sic V¹: ἀλλ ἀεὶ τὸ εἴ ἐστιν ἄρα ἀλλ’ sic S: ἀλλὰ εἰ το ει (supra το ει: θεοίδε) ἐστὶν ἀρετη ἀλλ’ sic Ε: ἀλλὰ τοῦτο ἔστι ἀρετή, ἀλλ᾿ K tert. εἰ om. a12 19 τουτο V ἡ del. Gercke 24 pr. ἐστι] εἰσι a¹² 25 εἰσιν] οὔκ εἰσιν O: οὐκ ἂν Lond. 28 οὖτοι a1: ουτοι a2 29. 30 συγχωρήσειε] B2: συγχωρήσει Va¹²: συγχωρήη ES 30 τὸ Cas. Lond. O ἀκώλυτος καὶ ἀπαρεμπόδιστος ἡ τοῦ κόσμου διοίκησις’ ἐν τῷ γίνεσθαι τὰ μὲν ἐξ ἀνάγκης, τὰ δὲ ἐνδεχομένως, καὶ τούτων τὰ μὲν κατὰ φύσιν, τὰ δὲ κατὰ προαίρεσίν τε καὶ λόγον, τὰ δὲ καθ’ ὁρμήν, τὰ δ’ ἀπὸ τύχης τε καὶ αὐτομάτως. ἀναιρεῖται δὲ πάντα τὰ ἄλλα ὑπὸ τῆς εἱμαρμένης. οὐκ ἄρα οὐκ ἂν ἀπαρεμπόδιστος οὐδὲ ἀκώλυτος ἡ τοῦ κόσμου διοίκησις μένοι. ἀλλ’ εἰ καὶ συγχωρηθείη τοῦτό τε καὶ τὸ κόσμος εἶναι καὶ κόσμου ὄντος θεούς, καίτοι κατ’ Ἐπίκουρον ἐκτὸς ὄντας αὐτούς, καὶ τοὺς θεοὺς ἀγαθοὺς εἶναι, εἴη δὲ καὶ τὸ ἀρετὴν εἶναι τοῖς θεοῖς ἑπόμενον, πῶς τῷ τὴν τῶν θεῶν ἀρετὴν εἶναι ἕποιτ’ ἂν τὸ εἶναι φρόνησιν; τίς γὰρ ἡ τῆς ἀκολουθίας ταύτης ἀνάγκη, εἰ μὲν γὰρ ἦν εἰλημμένον τὸ τὴν ἀνθρώπων ἀρετὴν εἶναι, ἕποιτ’ ἂν τούτῳ καὶ ἡ φρόνησις, ἐπεὶ δ’ ἐκ τῶν κειμένων εἴληπται τὸ τὴν τῶν θεῶν ἀρετὴν εἶναι, πῶς ἂν ἔτι ἕποιτο τῇ τῶν θεῶν ἀρετῇ φρόνησις, ἀνθρώπων οὖσα ἀρετή; οὐ γὰρ τὰς αὐτὰς ἀρετὰς οἷόν τε λέγειν εἶναι τῶν τε ἀνθρώπων καὶ τῶν θεῶν. οὔτε γὰρ ἄλλως ἀληθὲς τὸ τὰς τῶν τοσοῦτον ἀλλήλων κατὰ τὴν φύσιν διεστώτων τὰς αὐτὰς τελειότητάς τε καὶ ἀρετὰς λέγειν, οὔθ’ οἱ πρὸς αὐτῶν περὶ αὐτῶν λεγόμενοι λόγοι εὔλογόν τι ἐν αὐτοῖς ἔχουσιν. ἀνθρώπου δὲ ἡ φρόνησις ἀρετή, ἢ ἐστιν, ὥς φασιν, ἐπιστήμη ποιητέων τε καὶ οὐ ποιητέων. ἐν οἷς γὰρ οἷόν τε μὴ πραχθῆναί τι καὶ τῶν ποιητέων, ἐν τούτοις ἡ τῶν ποιητέων τε καὶ οὐ ποιητέων ἐπιστήμη χώραν ἔχει. ἀλλὰ μὴν πάντων γινομένων καθ’ εἱμαρμένην ἄχρηστος ἡ γνῶσις τῶν ποιητέων τε καὶ μή. τί γὰρ ὄφελος τῆς τοιαύτης γνώσεως τοῖς μηδὲν ὧν πράττουσι φυλάξασθαι δυναμένοις; εἰ δὲ μηδὲν ἡ τούτων ἐπιστήμη χρήσιμον, ἀναιροῖτ’ ἂν ἡ φρόνησις, ὡς εἶναι τὴν ἀκολουθίαν ἀληθεστέραν τὴν εἰ ἔστιν εἱμαρμένη, μὴ εἶναι φρόνησιν. καθ’ ὃν γὰρ λόγον ὁ νόμος ἀνῃρεῖτο κειμένης τῆς εἱμαρμένης, κατὰ τοῦτον ἀναιρεθήσεται καὶ φρόνησις, ἧς ἀναιρουμένης δῆλον ὡς καὶ τῶν ἄλλων ἓν ἕκαστον ἀναιροῖτ’ ἂν τῶν κατὰ τὴν ἀκολουθίαν τὴν πρὸς τὴν φρόνησιν τιθεμένων.

ὅτι δὲ μηδὲ οἱ ἐκ τοῦ δεικνύναι τὴν καθ’ ὁρμὴν κίνησιν τοῖς XXXVIII ζῴοις μένουσαν πάντων γινομένων καθ’ εἱμαρμένην σώζουσιν τὸ ἐφ’ ἡμῖν, εἰ μὴ βούλοιτό τις ἀπλῶς τὸ ὑπό τινος κατὰ τὴν οἰκείαν γινόμενον φύσιν ἐπ’ ἐκείνῳ λέγειν ἄλλο τι σημαινόμενον τοῦ ἐφ’ ἡμῖν εἰσάγων παρὰ τὸ πεπιστευμένον τε καὶ προειλημμένον, ὅ φαμεν εἶναι διὰ τὸ ἔχειν ἡμᾶς ἐξουσίαν τῶν ἐν τοῖς πραττομένοις ἀντικειμένων, φθάνει διὰ τῶν πρώτων 1 ἐν circumscripsi 4 δὲ] γὰρ B² ἄλλα] αὐτὰ H Lond. 0 (πάντα ταῦτα O) 5 οὐκ ἂν add. Diels: οὐκ add. a¹² ἀνεμπόδιστος a¹2 Lond. 0 μένει Cas. 6 pr. καὶ om. a¹² τὸ κόσμον Cas.: τὸν κόσμον Lond. 0 τοῦ κόσμου ὄντος] ἐντὸς Diels 7 αὐτοῦ 0 8 εἰ δὲ Lond. 0 10 εἰ s. v. v. c. V 12 τῶν θεῶν] ἀνθρώπων Lond. 13 ἀνθρώπων — ἀρετή om. 15 τοσούτων a¹: τοιούτων a2 17 οὐθ’ εὔλογον] Lond. 0 αὐτοῖς V ἀρετησ ἥσ sic (i. e. ἀρετη ἥ) V 18 μὴ add. Lond. 0 19 καὶ 〈μὴ⟩ τῶν Schwartz τε om. 0 20 μὴν] μὴ V1 (corr. v. c.) 25 τοῦτον B² H: Cas.: τοῦτο Va12: τούτῳ K 25, 26 ἀναιρηθήσεται a2 26 ἡ add. K ἓν om. a¹2 27 καὶ τῶν a2 πρὸς φρόνησιν 0 28 οἱ del. B² 31 παρεισάγων H 32 διὰ suspectum ημᾶσ V πλεονάκις εἰρῆσθαί τε καὶ δεδεῖχθαι. παραπλήσιοι δὲ τούτοις καὶ ὅσους ἄλλους εἰς σύστασιν τοῦδε τοῦ δόγματος λόγους παρατίθενται ἐπὶ πλέον καὶ μέχρι ῥημάτων τὴν κομψείαν ἔχοντες, ἀλλ’ οὐκ ἐκ τῆς πρὸς τὰ πράγματα περὶ ὧν λέγονται συμφωνίας τὴν πίστιν λαμβάνοντες.

Ταῦτα ὑμῖν, ὦ θειότατοι αὐτοκράτορες. τῆς Ἀριστοτέλους δόξης περί τε ΧΧΧΙΧ εἱμαρμένης καὶ τοῦ ἐφ’ ἡμῖν κατ’ ἐμὴν δόξαν τὰ κεφάλαια, καθ’ ἣν δοξάζοντες εἴς τε θεοὺς εὐσεβήσομεν, τὰ μὲν εἰδότες αὐτοῖς χάριν ἀνθ’ ὧν φθάνομεν ὑπ’ αὐτῶν εὖ πεπονθότες, τὰ δὲ αἰτούμενοι παρ’ αὐτῶν ὡς ὄντων καὶ τοῦ δοῦναι καὶ τοῦ μὴ κυρίων· ἐσόμεθα δὲ καὶ περὶ τοὺς ἡμῖν ὁμοίους ἄρχοντας εὐχάριστοι ταῦτα πράττεται εἰς ἡμᾶς τε καὶ ἡ περὶ ὑμῶν οἰκεία προαίρεσις πράττειν ὑμᾶς αἱρέσει τοῦ βελτίονος καὶ τοῦ περὶ τὴν κρίσιν αὐτοῦ φροντίζειν ποιοῦντας ἃ ποιεῖτε, ἀλλ’ οὐ προκαταβεβλημένοις τισὶν αἰτίοις ἑπομένους, οἷς ἀναγκαῖον ἕπεσθαι ᾗ ἂν ἐκεῖνα ἄγῃ. ποιησόμεθα δὲ καὶ ἀρετῆς ἐπιμέλειαν ὡς ὄντες αὐτοὶ κύριοι τοῦ βελτίους ἢ χείρους γενέσθαι. τούτων γὰρ μόνων κύριός τις, ὧν καὶ τοῦ μὴ πράττειν αὐτὸς ἔχει τὴν ἐξουσίαν καὶ τὰ ἄλλα δὲ ὅσα πράττομεν κατὰ τὸν βίον ὅτι μόνως εὐλόγως πράττειν ἂν δοκοῖμεν, εἰ κατὰ τὴν Ἀριστοτέλους δόξαν περὶ αὐτῶν ἀποδιδοίημεν τὰς αἰτίας, ἃς διὰ παντὸς ἐπειράθην ὑμῖν παραστῆσαι τοῦ λόγου.

1 τε] σε a2 1. 2 ὅσοις ἄλλοις 0 2 λόγοις 0 ἐπὶ πλέον] ἐπιπόλαιον Schwartz bene 3 ἀλλ’ om. 0 5 ὑμῖν HB (sed ῖν in lit. B): ὑμεῖς Va¹2: μὲν ὑμεῖς K: ἡμῖν ES 6 δόξαντες 0 8 pr. οὐτων V 9 καὶ του V κυρίων B² Cas. Lond.: κυρίους Va 12: δοῦναι κυρίοις ES (sed κυρίων s. v. S) δὲ—ὁμοίους] δὲ περί τε ὑμᾶς καὶ περὶ τοὺς ὑμῖν ὁμοίους Cas. 0 ὑμῖν Lond. ὁμοίως 10 οὐκ ἀχάριστοι τοιαῦτα πράττεται ὑμῶν εἰς ἡμᾶς καὶ ἡ περὶ ἡμῶν οἰκεία Cas. ταῦτα ⟨γὰρ⟩ Ο πράττοντας Lond. 0 ante ταῦτα B² in mg.: νομίζοντες ἃ περὶ ἡμῶν τε καὶ τὴν ἡμετέραν πρό ποιεῖτε εἰς— ὑμῶν] εἰς ἡμᾶς ἃ ποιεῖ ὑμῶν Lond. 0 τε om. ES lacunam indicavi 11 ὑμᾶς] ἡμεῖς K: ἡμᾶς a2 αἵρεσις ES: αἱραίσει a1 alt. τοῦ] τῷ 0 αὐτῶν B² 12 φροντίζειν sic V ποιοῦντες ES ποιεῖτε] ποιεῖται V1 (corr. v. c.) καταπροκαταβεβλημένοις VH 13 ἕπεσθαι γρ. ἄγεσθαι H: ἄγεσθαι ES 15 μόνον Cas. Csasp. 0 ὧν 0: ὢν libri τοῦ om. Casp. 0 αὐτὸς] αὐτὰ Lond. 16 lacunam indicavi ὅτι] οὕτω B2 17 πράττειμεν ἂν a¹² 17. 18 αὐτῆς a¹2 18 ἃς add. HB2ES δια V ὑμῖν (ὑ in lit.) V: ἡμῖν a12