Fragmenta Anubion Hermann Koechly Harvard Library Arcadia Fund Gregory Crane Digital Divide Data Corrected and encoded the text Gregory Crane Editor-in-Chief, Perseus Digital Library Matt Munson Project Manager (University of Leipzig) Annette Gessner Project Assistant (University of Leipzig) Thibault Clérice Lead Developer (University of Leipzig) Bruce Robertson Technical Advisor Harvard College Library tlg1126.tlg003.1st1K-grc1.xml Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License 2016 Harvard College Library United States Apotelesmaticorum qui feruntur libri VI, accedunt Dorothei et Annubionis fragmenta astrologica Hermann Koechly Anubion Teubner Leipzig 1858 Internet Archive

Text encoded in accordance with the latest EpiDoc standards (January 2014)

Greek Latin
ΕΚ ΤΩΝ ΑΝΝΟΥΒΙΩΝΟΣ.

Περὶ μοίρας ὡροσκοπούσης ὡς Ἀννουβίων ἐν τοῖς ἐλεγείοις.

Ὡρονόμον δὲ μάθοις ὥρην ἄτερ ἀστράσιν ἄλλοις σκεπτόμενος Μήνην καὶ μέγαν Ἠέλιον· ἡμερινῇ γενέσει μὲν ἀπʼ Ἠελίοιο, νοήσας οἴκου δεσπόζων ἔνθα βέβηκε θεός· κεῖθεν δὲ στοιχηδὸν ἀριθμηθήμεναι ἄστρα μέχρι Σεληναίης ἀστέρος ἱσταμένου· πάντα δʼ ἀπʼ Ἠελίοιο διέκβαλε τοῦτον ἀριθμόν, εἰς ὅ τι δʼ ἂν λήξῃ, κεῖθι καὶ ὡρονόμος. χρὴ δὲ Σεληναίης προτέρης ἀνελέσθαι ἀριθμόν, ὥρην νυκτερινὴν σκεπτόμενον θέματος· εἰ δέ κεν Ἠέλιος ὀλίγας μοίρας ἔχῃ ἄστρων, χρὴ τετράγωνά θʼ ὁρᾶν καὶ διάμετρα τόπων.