Batrachomyomachia Thomas W. Allen Harvard Library Arcadia Fund Gregory Crane Digital Divide Data Corrected and encoded the text Gregory Crane Editor-in-Chief, Perseus Digital Library Matt Munson Project Manager (University of Leipzig) Annette Gessner Project Assistant (University of Leipzig) Thibault Clérice Lead Developer (University of Leipzig) Bruce Robertson Technical Advisor Harvard College Library tlg1220.tlg001.1st1K-grc1.xml Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License 2016 Harvard College Library United States Homeri Opera Thomas W. Allen Batrachomyomachia Clarendon Oxford 1912 5 Hathi Trust

Text encoded in accordance with the latest EpiDoc standards (January 2014)

Greek Latin
ΒΑΤΡΑΧΟΜΥΟΜΑΧΙΑ

Ἀρχόμενος πρώτης σελίδος χορὸν ἐξ Ἑλικῶνος ἐλθεῖν εἰς ἐμὸν ἦτορ ἐπεύχομαι εἵνεκ᾿ ἀοιδῆς, ἣν νέον ἐν δέλτοισιν ἐμοῖς ἐπὶ γούνασι θῆκα, δῆριν ἀπειρεσίην, πολεμόκλονον ἔργον Ἄρηος, εὐχόμενος μερόπεσσιν ἐς οὔατα πᾶσι βαλέσθαι πῶς μύες ἐν βατράχοισιν ἀριστεύσαντες ἔβησαν, γηγενέων ἀνδρῶν μιμούμενοι ἔργα Γιγάντων, ὡς λόγος ἐν θνητοῖσιν ἔην· τοίην δʼ ἔχεν ἀρχήν.

Μῦς ποτε διψαλέος γαλέης κίνδυνον ἀλύξας, πλησίον ἐν λίμνῃ λίχνον προσέθηκε γένειον, ὕδατι τερπόμενος μελιηδέϊ· τὸν δὲ κατεῖδε λιμνόχαρις πολύφημος, ἔπος δʼ ἐφθέγξατο τοῖον·

Ξεῖνε τίς εἶ; πόθεν ἦλθες ἐπʼ ἠϊόνας; τίς ὁ φύσας; πάντα δʼ ἀλήθευσον, μὴ ψευδόμενόν σε νοήσω. εἰ γάρ σε γνοίην φίλον ἄξιον ἐς δόμον ἄξω· δῶρα δέ τοι δώσω ξεινήϊα πολλὰ καὶ ἐσθλά. εἰμὶ δʼ ἐγὼ βασιλεὺς Φυσίγναθος, ὃς κατὰ λίμνην τιμῶμαι βατράχων ἡγούμενος ἤματα πάντα· Titulus: Ὁμήρου βατραχομυομαχία vulg.: μυοβατραχομαχία P9: βατρα- χομαχία O²: ἀρχὴ τῆς μυοβατραχομαχίας· αὕτη δέ ἐστιτίγρητος τοῦ καρός U² V1 : ὁμήρου βατραχομυομαχίᾳ, ἐν δέ τισι τίγρητος τοῦ καρός S1 U³ V12 (γρητὸς) 1-8 litt. uncialibus scr. O² 1 πρώτης σελίδος O²: πρῶτον μουσῶν cet. (πρώτως k: πρῶτος P8, S2 ss.) 5 πάντα O2 6 ἀριστήσαντες A10 B1: ἀριστεύσοντες A8 P1 P4 V3: -εύοντες k- ἔτευξαν P8, γρ. 8 λόγος] ἔπος fg ἔχον lB1 L2 R1 ἀρχή P9 10 λίχνον O2: πίνων 1- L1 L2 L8 S2: ἁπαλὸν cet. παρέθηκε 1 L2 L8 O2 S2; προσέθηκε cet. 12 πολύφωνος 1 A10 B1 L1 P4 U3 τ᾿ ἔφατʼ ἔκ τʼ ὀνόμαζε b c f al. 13 ἠιόνας 1L8 O2 (ἠῶνας ex ἰ) S2: ἠόνα vulg. τίς ὁ φ. A8 O2: τίς δὲ vel τίς δέ σʼ cet. 18 ἐν βατράχοις 1:1 (ἐν βατράχων L3L4 καί με πατὴρ Πηλεὺς ἀνεθρέψατο, Ὑδρομεδούσῃ μιχθεὶς ἐν φιλότητι παρʼ ὄχθας Ἠριδανοῖο. καὶ σὲ δʼ ὁρῶ καλόν τε καὶ ἄλκιμον ἔξοχον ἄλλων, σκηπτοῦχον βασιλῆα καὶ ἐν πολέμοισι μαχητὴν ἔμμεναι· ἀλλʼ ἄγε θᾶσσον ἑὴν γενεὴν ἀγόρευε.

Τὸν δʼ αὖ Ψιχάρπαξ ἀπαμείβετο φώνησέν τε· τίπτε γένος τοὐμὸν ζητεῖς; δῆλον δʼ ἐν ἅπασιν ἀνθρώποις τε θεοῖς τε καὶ οὐρανίοις πετεηνοῖς. Ψιχάρπαξ μὲν ἐγὼ κικλήσκομαι· εἰμὶ δὲ κοῦρος Τρωξάρταο πατρὸς μεγαλήτορος· ἡ δέ νυ μήτηρ Λειχομύλη, θυγάτηρ Πτερνοτρώκτου βασιλῆος. γείνατο δʼ ἐν καλύβῃ με καὶ ἐξεθρέψατο βρωτοῖς, σύκοις καὶ καρύοις καὶ ἐδέσμασι παντοδαποῖσιν. πῶς δὲ φίλον ποιῇ με, τὸν ἐς φύσιν οὐδὲν ὁμοῖον; σοὶ μὲν γὰρ βίος ἐστὶν ἐν ὕδασιν· αὐτὰρ ἔμοιγε ὅσσα παρʼ ἀνθρώποις τρώγειν ἔθος· οὐδέ με λήθει ἄρτος τρισκοπάνιστος ἀπʼ εὐκύκλου κανέοιο, οὐδὲ πλακοῦς τανύπεπλος ἔχων πολὺ σησαμότυρον, οὐ τόμος ἐκ πτέρνης, οὐχ ἥπατα λευκοχίτωνα, οὐ τυρὸς νεόπηκτος ἀπὸ γλυκεροῖο γάλακτος, οὐ χρηστὸν μελίτωμα, τὸ καὶ μάκαρες ποθέουσιν, οὐδʼ ὅσα πρὸς θοίνας μερόπων τεύχουσι μάγειροι, κοσμοῦντες χύτρας ἀρτύμασι παντοδαποῖσιν. 19 ποτʼ ἐγείνατο j L1 L7 20 ὄχθαις g h A2 L1 L7 O2 V5 V11 : ὄχθας (ss. ι) S2 ὠκεανοῖο L1L7L8S2, cf. Π 151 21 δʼὁρῶ] βλέπω a- c d A4L5 L6 P1 P4 V7 Vi1 ἔξοχον ἄλκιμον a b- c d f L1 L9 P1 P4 Vi1 22, 23 om. a b c 23 ἑὴν sc. tuam ut Hes. Opp. 381 24 ἠμείβετο h j k l i- Li V5 V6 25 δῆλον δʼ ἐν ἅπασιν vulg.: δῆλόν τʼ ἐν a- A1 L6 P1 P4 Vi1 : γʼ ἐν Li : φίλε δῆλον ἅπασιν h j k i- 1-: τὸ δʼἄσημον 26 om. a b c L3 L4 R1 V10 τε alterum om. f g h A2J LiP1 P4V4 ὀλυμπίοις pro οὐρανίοις g A2 A5 L9 P2 27 μὲν om. A2 S1 U3 ἐγὼ om. L8 S2 28 ἡ δέ μοι h-1-A10 J L1 L8 P1 S2 V5 29 λειχιμύλη c d f b- A10 L9 Li P1 S1 Vi1 30 ἔρριψε νέμεσθαι O2 δόμοις P8 32 ποιεῖ 1A2 B1 J O2 P1 34 οὔτι hi- O2 V5 35 ita h j k 1 J L7 O2 V5 δυσ(δισ)κοπάνιστος cet. 36 τανύπλεκτος h- J V3 V5 πολλὴν σισ(σησ)αμίδα h ijk lL6O2 S1 U3 37 εἵματα pro ἥπατα g h e A2] 38 ante 37 hab. O2 40 θοίνην h j 1 B1 JL1L2L7L8 S2V5 οὐ τρώγω ῥαφάνους, οὐ κράμβας, οὐ κολοκύντας, οὐ σεύτλοις χλωροῖς ἐπιβόσκομαι, οὐδὲ σελίνοις· ταῦτα γὰρ ὑμέτερʼ ἐστὶν ἐδέσματα τῶν κατὰ λίμνην. Πρὸς τάδε μειδήσας Φυσίγναθος ἀντίον ηὔδα· ξεῖνε λίην αὐχεῖς ἐπὶ γαστέρι· ἔστι καὶ ἡμῖν πολλὰ μάλʼ ἐν λίμνῃ καὶ ἐπὶ χθονὶ θαύματʼ ἰδέσθαι. ἀμφίβιον γὰρ ἔδωκε νομὴν βατράχοισι Κρονίων, σκιρτῆσαι κατὰ γαῖαν, ἐν ὕδασι σῶμα καλύψαι, στοιχείοις διττοῖς μεμερισμένα δώματα ναίειν. εἰ δʼ ἐθέλεις καὶ ταῦτα δαήμεναι εὐχερές ἐστι· βαῖνέ μοι ἐν νώτοισι, κράτει δέ με μήποτʼ ὀλίσθῃς, οὐδέποτε πτολέμοιο κακὴν ἀπέφυγον ἀϋτήν, ἀλλʼ εὐθὺς μετὰ μῶλον ἰὼν προμάχοισιν ἐμίχθην. ἄνθρωπον οὐ δέδια καί περ μέγα σῶμα φοροῦντα, ἀλλʼ ἐπὶ λέκτρον ἰὼν ἄκρον δάκτυλον δάκνω, καὶ πτέρνης λαβόμην, καὶ οὐ πόνος ἵκανεν ἄνδρα, νήδυμος οὐκ ἀπέφυγεν ὕπνος δάκνοντος ἐμεῖο. ἀλλὰ δύω μάλα πάντα τὰ δείδια πᾶσαν ἐπʼ αἶαν, κίρκον καὶ γαλέην, οἵ μοι μέγα πένθος ἄγουσιν, καὶ παγίδα στονόεσσαν, ὅπου δολόεις πέλε πότμος· πλεῖστον δὴ γαλέην περιδείδια, ἥ τις ἀρίστη, ἣ καὶ τρωγλοδύνοντα κατὰ τρώγλην ἐρεείνει. 42-52 om. a b c d: prosodia Byzantina 42 ποτʼ ἐκ πολέμοιο codd. praeter lA10 B1 L6 P1 P4 ἐξέφυγον A10 L6 P1 P4 44 δείδια fg- L9: οὐ δέδι᾿ ἄνθρωπον U5 edd. pr. σῶμα μέγα k h- A10 J Li R1 V5 45 καταδάκνω f L7 ss. ed. pr. 47 ἀπέφευγεν L5 48 τρία A8 πάν- τα τὰ] τὰ om. f- A8 A10 B1 J L9 Li S1: πάντων g- L5 P1 50 πέλει g- Bm4 J V5: τέλετο Vi1 52 τρωγλοδίτην Vi1 τρωγλῶν L6 P1 53 ῥαφάνους a h k- l A5 A7A10 J L1 M2 P2 V5: -ας cet. κράμβυας hk-V5 κολοκύνθας a (-O2) A1 A5A8 a10 B1 Bm3 J L6 L9 Li P3 P4 54 οὐ jli- A1 A2 A10 L8P9 PaI. S2 V3 V5: οὐδὲ cet. σεύτλοις L8S2 : τεύτλοις j l L1L7 V3: πράσ(σ)οις cet. πράσων χλωρῶν . . . σελίνων O2 55 ὑμῶν j l L1 L7 L8 S2 V5 56 τάδε] ταῦτα c A5 L6 L6 Li O2 P4R1 Vi1 ταῦτα δὲ μειδήσας Vi3 marg. μειδιάσας Li P3 U3 ὁ φυσίγναθος Li Vi1 57 δέχʼ ἡμῖο O 58 μάλʼ] καὶ h klL1O2 V5 γὰρ A1 A2 P8 Pal. R1 : μὲν P ἐπὶ] ἐν lL1L7L8S2 59 νομὴν] χωὴν ba (- Ο2) A10 B1 B2 J L6 P3 P4 V6 60 γῆν j H2: γᾶν A10 καὶ ἐφʼ codd. praeter k l- A3A4 H2 L1 L7 O2 V5 ἐν a h k l A1 L1 L6 P1 R1 V5 ὕδατι j P5 P8 S1 U3 V6 61 om. l j-A6 L1 L7 O2 S2 διττοῖς] δυσὶν Bm4 L5 Li O1 S1 Vi3 σώματα L8 P8V5 63 βαῖνέ μοι] αἴρω σʼ ὅππως γηθόσυνος τὸν ἐμὸν δόμον εἰσαφίκηαι.

Ὣς ἄρʼ ἔφη καὶ νῶτʼ ἐδίδου· ὁ δʼ ἔβαινε τάχιστα χεῖρας ἔχων τρυφεροῖο κατʼ αὐχένος ἅμματι κούφῳ. καὶ τὸ πρῶτον ἔχαιρεν ὅτʼ ἔβλεπε γείτονας ὅρμους, νήξει τερπόμενος Φυσιγνάθου· ἀλλʼ ὅτε δή ῥα κύμασι πορφυρέοισιν ἐκλύζετο πολλὰ δακρύων ἄχρηστον μετάνοιαν ἐμέμφετο, τίλλε δὲ χαίτας, καὶ πόδας ἔσφιγγεν κατὰ γαστέρος, ἐν δέ οἱ ἦτορ πάλλετʼ ἀηθείῃ καὶ ἐπὶ χθόνα βούλεθʼ ἱκέσθαι· δεινὰ δʼ ὑπεστενάχιζε φόβου κρυόεντος ἀνάγκῃ. οὐρὴν μὲν πρῶτʼ ἔπλασʼ ἐφʼ ὕδασιν ἠΰτε κώπην σύρων, εὐχόμενος δὲ θεοῖς ἐπὶ γαῖαν ἱκέσθαι ὕδασι πορφυρέοισιν ἐκλύζετο, πολλὰ δʼ ἐβώστρει· καὶ τοῖον φάτο μῦθον ἀπὸ στόματός τʼ ἀγόρευσεν·

Οὐχ οὕτω νώτοισιν ἐβάστασε φόρτον ἔρωτος ταῦρος ὅτʼ Εὐρώπην διὰ κύματος ἦγʼ ἐπὶ Κρήτην ὡς μῦν ἁπλώσας ἐπινώτιον ἦγεν ἐς οἶκον βάτραχος ὑψώσας ὠχρὸν δέμας ὕδατι λευκῷ.

Ὕδρος δʼ ἐξαίφνης ἀνεφαίνετο, πικρὸν ὅραμα 64 γηθοσύνως c- A5A10 L5 L7 P1 P7 U3 τὸν ἐμὸν vulg.: πρὸς ἐμὸν a- A1A2 H2 : εἰς (ἐς) ἐμὸν A3A4 A7B2 Bm5 P3 P8 P10 V4V6 : ἁμὸν (ἀμὸν) sine praep. c- f- P7 V4 : ἐμὸν c b- e- A5 J L2 L5 P4: οἶκον k V5 66 ἁπαλοῖο aj A1 A10 J P4 R2: τρυφεροῖο cet. δι᾿ A10 B1 J P4 P9 Pal. ἅμματι a- l- L8 P4 S2 V5: ἅλματι cet. καλῶ l- L7 L8 S2 V5 67 πρῶ- τον μὲν j k l O2: τὸ πρῶτον cet. ὅρμους] λίμνας h 68 ὡς δέ μιν ἤδη l 69 πορφυρέοις ἐπεκλύζετο j l L1 L7 O2 πολλὰ δʼ ἐβώ- στρει O2, cf 76: δάκρυα λείβων P1 P4 72 om. l ἰδέσθαι j A1 L8 P4 P5 Pal. S2 V5 V10, cf. α21 β 152 ε408 ρ448 74-81 post 90 hab. c fl g- 74 πρώτιστον l- L1 L2 L7 L8 S2 V5 : πρῶτον P8 P9 ἔπλασʼ fgj c- H2 L9 Li O2 P4 P5 : ἔπλησσεν A1 Pal. : ἤπλωσεν h A2 Bm1Bm3 H1 L3 P3 P5 U1 V8 Vi2, cf. 10, 81, 106 : ἤπλωσʼ Bm5 J : ἤπλασʼ A3A4 ἐν l L1 L7 R1 V5 ὕδατι cf A3 L9 O1 S1 V8 76 κύμασι kl J L1 L7 V5 -οις ἐπεκλύζετο O2 δʼ ἐβώστρα A10 B1 : δ᾿ ἐβώστρει γρ. P9 : δ᾿ ἐβόα cfj g- A1A2A3A4Bm2 H2 L9 Li P4 P9 Pal. S1Vi1 : δακρύων cet. 77 om. 1 L7 γʼ ἐκ στόματος O2 80 μῦν l O2 P8: νῦν, νῦν μʼ, νῦν ἐμʼ, ἔμʼ cet. ἁπλώσας a k l J lA1 A9 A10 C Ν R1 V5 V8 : ἐπιπλώσας cet. 81 ὑψώσας j kl J L1 L7 V5: ἀπλώσας ha (- O2)A1 P1 P4 : ἀμπετάσας cet. 82 ὕλλος O2 ἐξαπίνης l A8L1 L7 O2 R2 U5 : ἐξαίφνης cet. πικρὸν lL1L7: δεινὸν cet. ἀμφοτέροις· ὀρθὸν δʼ ὑπὲρ ὕδατος εἶχε τράχηλον. τοῦτον ἰδὼν κατέδυ Φυσίγναθος, οὔ τι νοήσας οἷον ἑταῖρον ἔμελλεν ἀπολλύμενον καταλείπειν. δῦ δὲ βάθος λίμνης καὶ ἀλεύατο κῆρα μέλαιναν. κεῖνος δʼ ὡς ἀφέθη, πέσεν ὕπτιος εὐθὺς ἐφʼ ὕδωρ, καὶ χεῖρας ἔσφιγγε καὶ ὀλλύμενος κατέτριζε. πολλάκι μὲν κατέδυνεν ὑφʼ ὕδατι, πολλάκι δʼ οὖτε λακτίζων ἀνέδυνε· μόρον δʼ οὐκ ἦν ὑπαλύξαι. δευόμεναι δὲ τρίχες πλεῖον βάρος εἷλκον ἐπʼ αὐτῷ· ὕδασι δʼ ὀλλύμενος τοίους ἐφθέγξατο μύθους·

Οὐ λήσεις δολίως Φυσίγναθε ταῦτα ποιήσας, ναυηγὸν ῥίψας ἀπὸ σώματος ὡς ἀπὸ πέτρης. οὐκ ἄν μου κατὰ γαῖαν ἀμείνων ἦσθα κάκιστε παγκρατίῳ τε πάλῃ τε καὶ εἰς δρόμον· ἀλλὰ πλανήσας εἰς ὕδωρ μʼ ἔρριψας. ἔχει θεὸς ἔκδικον ὄμμα.

Ὣς εἰπὼν ἀπέπνευσεν ἐν ὕδασι· τὸν δὲ κατεῖδεν Λειχοπίναξ ὄχθῃσιν ἐφεζόμενος μαλακῇσιν· ποινὴν ἀντέκτισίν τʼ ὀρθὴν ὅς κʼ ἀποδώσει ποινὴν σὺ τίσεις μυῶν στρατῷ οὐδʼ καί ῥα κραιπνότατος μοίρας μυσὶν ἄγγελος ἦλθεν 83 ἀμφοτέροις j kl L1 L7 : πᾶσιν ὁμῶς cet. (ἁπλῶς O2) 84 οὐχὶ l L1 L7 O2 85 ἀπολλυμέναι hj: ἀπολλῦναι l L1 L7 V3 κατὰ λίμνην hj l L1 L7 86 ἀλεύατο] ἔκφυγε lA8 L1 L2 L7 L8 P5 S2 V5 87 ἐς jl L1L7S2 88 χέρας h L5 V6: χεῖρας δʼ jk lL1 L7 L8 V5 ἀπολλυμένους jk l H1 L1 L7 O2 R2 V5 91 πλεῖον lL1L7O2: πλεῖ- στον cet. εἷλκον j A1 O2 Pal. : ἔσχον h A2 P1 P4 P9: φέρον l-: ἤγαγον A8 L1 L7: ἦσαν vulg. (ἦεν L2 Λ8 P8 R1 S2) αὐτὸν a h k A1 R1V5: αὐτῶν A2 J 92 ὕδασι j k l Bm5 L1 L7 O2 V5 : ὕδατι cet. μύθους ... τοίους lL1 L7 O2 93 δολίως] γε θεοὺς jkl A10 B1L1 L7 P4 V5 94 ναυη- γὸν] ἐς λίμνην με li- L2 L8 S2 V3V5 ὥστʼ cf A3A4A5 B1 H2 L9 Li P6 S1 Vi1 95 ἄν] γάρ k P1 R1 V5 μοι h- V3 96 ἀλλʼ ἀπατήσας k l A10 L7 O2 V5 Vi1 97a, 98 ut Byzantini sint ita inde satis pro- babiliter eruit versum Bernhardy ποινήν θην τίσεις σὺ μυῶν στρατῷ οὐδʼ ὑπαλύξεις 97a om. j lL7 τʼ om. h H1 J P U4V5 V6 ἀποτίσει J P1 98 ποινὴν σὺ τίσεις j l L7 O2 P1 : τοῖς τίσουσί σε (με, γε, τε) cet. (τοῖς δὴ τίσουσι A7Bm L5 L6 P10 S1 U3 V4) στρατῶ j k lA10L7Li M2 N P3 P7P8 U2V8: στρατὸν A2 J : στρατὸς cet. 99 ὣς] ταῦτʼ jlL7O2 ἐν j l L7 O2 : ἐφʼ cet. ὕδασι jlL7 Ο2: ὕδατι cet. 100 a hab. codd. praeter hjlL2 L8O2 P5 P8 S2 V5 δεινὸν δʼ ἐξολόλυξε, δραμὼν δʼ ἤγγειλε μύεσσιν. ὡς δʼ ἔμαθον τὴν μοῖραν ἔδυ χόλος αἰνὸς ἅπαντας. καὶ τότε κηρύκεσσιν ἑοῖς ἐκέλευσαν ὑπʼ ὄρθρον κηρύσσειν ἀγορήνδʼ ἐς δώματα Τρωξάρταο, πατρὸς δυστήνου Ψιχάρπαγος, ὃς κατὰ λίμνην ὕπτιος ἐξήπλωτο νεκρὸν δέμας, οὐδὲ παρʼ ὄχθαις ἦν ἤδη τλήμων, μέσσῳ δʼ ἐπενήχετο πόντῳ. ὡς δʼ ἦλθον σπεύδοντες ἅμʼ ἠοῖ, πρῶτος ἀνέστη Τρωξάρτης ἐπὶ παιδὶ χολούμενος, εἶπέ τε μῦθον·

Ὦ φίλοι εἰ καὶ μοῦνος ἐγὼ κακὰ πολλὰ πέπονθα ἐκ βατράχων, ἡ πεῖρα κακὴ πάντεσσι τέτυκται. εἰμὶ δʼ ἐγὼ δύστηνος ἐπεὶ τρεῖς παῖδας ὄλεσσα. καὶ τὸν μὲν πρῶτόν γε κατέκτανεν ἁρπάξασα ἔχθιστος γαλέη, τρώγλης ἔκτοσθεν ἑλοῦσα. τὸν δʼ ἄλλον πάλιν ἄνδρες ἀπηνέες ἐς μόρον εἷλξαν καινοτέραις τέχναις ξύλινον δόλον ἐξευρόντες, ὃ τρίτος ἦν ἀγαπητὸς ἐμοὶ καὶ μητέρι κεδνῇ, τοῦτον ἀπέπνιξεν Φυσίγναθος ἐς βυθὸν ἄξας. ἀλλʼ ἄγεθʼ ὁπλίζεσθε καὶ ἐξέλθωμεν ἐπʼ αὐτοὺς σώματα κοσμήσαντες ἐν ἔντεσι δαιδαλέοισιν. ἢν παγίδα καλέουσι, μυῶν ὀλέτειραν ἐοῦσαν.

101 om. O2 103 ἐκέλευον 1 O2S2 V5 ἐπ᾿ H1 J P1 V3 104 ἀγορὴν a h k l i - A1 A10 B1 Li P10 U4 V5 106 νεκρὸς c f  A6 Bm5 H2 L9 Li P5 P7 S1 Vi1 ὄχθαις g-1- A2 Bm2 Bm4 L7 O1 O2 O3 P7 U2 Vi2: ὄχθας cet. 107 ὑπενήχετο b c d f  h g- i- A2 Bm4 L9 Li P9 Pal. S1 110 πέπονθα a h j li- A10 L2 L7 L8 P1 P4 R1 S2 V5 V6 Vi1: -ειν cet. 111 ἡ a g j c- H2 P5: ἀλλ᾿ ἡ cet. πήρα c- L5 L6 L9 P2: μοῖρα h i j k l A2A10 V5 κακὴ om. codd. praeter gjli- B1 U3 V5 112 δʼ ἐγὼ δύστηνος h j k l L1 L7 O2: δὲ νῦν ἐλεεινὸς cet. 113 γε om. praeter A8 L3 L4 L7 R2 codd. 114 ἐχθίστη j k l i- ἔντοσθεν A8 L7 Li P9 P10 U4 V7 λαβοῦσα 1 L2 L7 S2 pro 113, 114 υἱέα μοι πρῶτον μυοφόρβος δορπή- σατο | θὴρ μεγάλη κλονέοντα πτέρναν σιάλοιο τυχοῦσα O2 quae Byzantium sapiunt 115 εἷλξαν k A8 L8 P1 V3: ἦξαν L1 L3 L4 L7: ἔκταν cet. 116 δόλον j k A8 J L P1 V3: μόρον cet. 117 παγίδᾱ damnat, e v. 50 sumptum 118 ὃ om. k P5 P8 P9 R1 δ᾿ ἦν k l- L7 P1 P5 R1 V5 ἐπεὶ μοῦνος ἐλέλειπτο 1 L7 119 ἀπέκτεινε 1 βάτραχος κακὸς k 1 ἄγξας h- : ἔξοχος ἄλλων 1 120 ὁπλίζεσθε h k l L7 O2 : ὁπλισόμεσθα sim. cet. (καθοπλισώμεθα Bm4 O1 O3 Vi3) 121 om. a b c d e f A8 S1 V10

Ταῦτʼ εἰπὼν ἀνέπεισε καθοπλίζεσθαι ἅπαντας. καὶ τοὺς μέν ῥʼ ἐκόρυσσεν Ἄρης πολέμοιο μεμηλώς· κνημῖδας μὲν πρῶτον ἐφήρμοσαν εἰς δύο μηρούς, ῥήξαντες κυάμους χλωρούς, εὖ δʼ ἀσκήσαντες, οὓς αὐτοὶ διὰ νυκτὸς ἐπιστάντες κατέτρωξαν. θώρηκας δʼ εἶχον καλαμοστεφέων ἀπὸ βυρσῶν, οὓς γαλέην δείραντες ἐπισταμένως ἐποίησαν. ἀσπὶς δʼ ἦν λύχνου τὸ μεσόμφαλον· ἡ δέ νυ λόγχη εὐμήκης βελόνη, παγχάλκεον ἔργον Ἄρηος· ἡ δὲ κόρυς τὸ λέπυρον ἐπὶ κροτάφοις ἐρεβίνθου.

Οὕτω μὲν μύες ἦσαν ἔνοπλοι· ὡς δʼ ἐνόησαν βάτραχοι ἐξανέδυσαν ἀφʼ ὕδατος, ἐς δʼ ἕνα χῶρον ἐλθόντες βουλὴν ξύναγον πολέμοιο κακοῖο. σκεπτομένων δʼ αὐτῶν πόθεν ἡ στάσις ἢ τίς ὁ θρύλλος, κῆρυξ ἐγγύθεν ἦλθε φέρων ῥάβδον μετὰ χερσίν, Τυρογλύφου υἱὸς μεγαλήτορος Ἐμβασίχυτρος, ἀγγέλλων πολέμοιο κακὴν φάτιν, εἶπέ τε τοῖα·

Ὦ βάτραχοι, μύες ὔμμιν ἀπειλήσαντες ἔπεμψαν εἰπεῖν ὁπλίζεσθαι ἐπὶ πτόλεμόν τε μάχην τε. εἶδον γὰρ καθʼ ὕδωρ Ψιχάρπαγα ὅν περ ἔπεφνεν ὑμέτερος βασιλεὺς Φυσίγναθος. ἀλλὰ μάχεσθε 122 om. V2 Pal. A10 καθοπλισθῆναι l 123 om. a b c d e f g J P4 51V10 ῥ’] τ᾿ Bm3 H1 L8 S2 corr. U1 Vi2: om. Bm1 M1 S2 V3 124 πρῶτα j A3A4 B1 Bm5 J L1 L5 P3 P4 P5 P9 Pal. V6 Vi3 ἐφήρμοσαν ἐς δύο μηρούς k l O2 περὶ κνήμησιν ἔθηκαν cet. (ἔθεντο a A9 A10 C M2 Ν P1 P4 R1 U2 V5 V8) μοίρας conj. Barnes cl. 265 125 ε δʼ ἀσκή- σαντες j l L1 L2 L7 L8 S2: κνήμας ἐκάλυπτον cet. (καὶ κνήμας h P1 P5 P8 R1 V5): καὶ περὶ κνήμισιν ἔθεντο O2 ex 124 : καὶ κνήκιας ἐκάλυπτον S2 ss. m. r. 127, 128 post 131 hab. codd. praeter j l L1 L7 O2 127 καλαμοστεφέων] καλῶν εὐτραφέων sim. ki- -l- A10 B1: καλαμοστεμ- φέων h- A2 128 ἐφόρησαν: l O2 129 αὐτοῖς λύχνου a h l L2 L8 P1 R1 S2 V5 130 εὐμήκεις βελόναι codd. praeter O2 P1 P3 131 κροτάφοισι καρύου j k l L7 : καρύων A8 L1 132 μὲν om. 1- A2 ἔστησαν P1 P5 P8 R1 V5 V8: ἔσταν M2 corr. εὔοπλοι h-: ἐνόπλοις et ἐνόπλιοι Barnes, cf. 153 133 ἐφʼ A2A9 B1 H2 L8 P2 P9 V3 Vi1 135 θρύλλος hjkli- Bm3 O2 V5: μῦθος cet. 136 σκῆπτρον hjkl L7 137 τυροφάγου A2C 138 ἔριν 1 τοῖα] μῦθον hjkl L7 140 εἶπονθ᾿ A10 B1: εἶπον a (- O2) 141 κατέπεφνεν j l L7 O2 οἵ τινες ἐν βατράχοισιν ἀριστῆες γεγάατε.

Ὣς εἰπὼν ἀπέφηνε· λόγος δʼ εἰς οὔατα πάντων εἰσελθὼν ἐτάραξε φρένας βατράχων ἀγερώχων· μεμφομένων δʼ αὐτῶν Φυσίγναθος εἶπεν ἀναστάς·

Ὦ φίλοι οὐκ ἔκτεινον ἐγὼ μῦν, οὐδὲ κατεῖδον ὀλλύμενον· πάντως δʼ ἐπνίγη παίζων παρὰ λίμνην, νήξεις τὰς βατράχων μιμούμενος· οἱ δὲ κάκιστοι νῦν ἐμὲ μέμφονται τὸν ἀναίτιον· ἀλλʼ ἄγε βουλὴν ζητήσωμεν ὅπως δολίους μύας ἐξολέσωμεν. τοιγὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα. σώματα κοσμήσαντες ἐν ὅπλοις στῶμεν ἅπαντες ἄκροις πὰρ χείλεσσιν, ὅπου κατάκρημνος ὁ χῶρος· ἡνίκα δʼ ὁρμηθέντες ἐφʼ ἡμέας ἐξέλθωσι, δραξάμενοι κορύθων, ὅς τις σχεδὸν ἀντίος ἔλθῃ, ἐς λίμνην αὐτοὺς σὺν ἐκείναις εὐθὺ βάλωμεν. οὕτω γὰρ πνίξαντες ἐν ὕδασι τοὺς ἀκολύμβους στήσομεν εὐθύμως τὸ μυοκτόνον ὧδε τρόπαιον.

Ὣς εἰπὼν ἀνέπεισε καθοπλίζεσθαι ἅπαντας. φύλλοις μὲν μαλαχῶν κνήμας ἑὰς ἀμφεκάλυψαν, θώρηκας δʼ εἶχον καλῶν χλοερῶν ἀπὸ σεύτλων, φύλλα δὲ τῶν κραμβῶν εἰς ἀσπίδας εὖ ἤσκησαν, ἔγχος δʼ ὀξύσχοινος ἑκάστῳ μακρὸς ἀρήρει, 143 εἴ τινες a (- O2) A10 B1 P1 P4 R1 V4 V6 : οἵ cet. γεγόνατε g- : -ειτε A10 V8 144 οὔατα μυῶν codd. praeter k l: μυῶν glossema est vocis πάντων quae sollemnis in re tali est, e. gr. H 92 146 αὐτὸν B1 Bm1 Bm2 Bm4 C H1 Li M1 O1 P5 P10 U1 V6 V8 Vi1 148 περὶ fh c- L8 L9 Li P4 Vi1 : κατὰ A 149 τῶν h k P P2 152 νῦν γὰρ k la- P1 R1 153 ἔνοπλοι k lh-i-A2A10 L6 O2 P5 R1 R2 154 τείχεσ- σιν f- g- c- J L9 O2 P4 P5 P8 S1 156 ὅς τις] ὅππως a (- O2) : ὁπότε J ἀντίος ἔλθῃ] ἦλθον ἐφʼ ἡμᾶς bc d g f- a (-O2) J L9 P4S1V5 157 ἐκεί- νοις A10 Bm2 P4 V5 : ἐκείνῳ a k C Ν R1 U2 : ἔντεσιν (gloss.) j l i- 158 ἐν ὅδασι] ἐν ἔντεσι F : ἐκείνους a b c d e f g J P4 S1 160 συνέπεισε a P1 P4 ὣς ἄρα φωνήσας ὅπλοις κατέδησεν k l (-δυσεν A8 L1 L7 V3) : ἐνέδυσεν j 161 μολόχων M1 ss. ἑὰς om. a h l L2 L7 L8 R1 S2 ἀμφὶ δὲ κνήμας ἐκάλυψαν A (τε) A10 (τὰς) L1. et pluralem (Hes. Opp. 378, h. Ven. 267, Pind. Pyth. iv. 187) et synizesin Pigreti permisimus 162 χλωρῶν πλατέων kl L1 ( χλοερῶν j) τεύτλων jlS 164 μακρὸν O2 P5 Vi1 καί ῥα κέρα κοχλιῶν λεπτῶν ἐκάλυπτε κάρηνα. φραξάμενοι δʼ ἔστησαν ἐπʼ ὄχθαις ὑψηλαῖσι σείοντες λόγχας, θυμοῦ δʼ ἔμπλητο ἕκαστος.

Ζεὺς δὲ θεοὺς καλέσας εἰς οὐρανὸν ἀστερόεντα, καὶ πολέμου πληθὺν δείξας κρατερούς τε μαχητάς, πολλοὺς καὶ μεγάλους ἠδʼ ἔγχεα μακρὰ φέροντας, οἷος Κενταύρων στρατὸς ἔρχεται ἠὲ Γιγάντων, ἡδὺ γελῶν ἐρέεινε· τίνες βατράχοισιν ἀρωγοὶ ἢ μυσὶν ἀθανάτων; καὶ Ἀθηναίην προσέειπεν·

Ὦ θύγατερ μυσὶν ἦ ῥα βοηθήσουσα πορεύσῃ; καὶ γὰρ σοῦ κατὰ νηὸν ἀεὶ σκιρτῶσιν ἅπαντες κνίσῃ τερπόμενοι καὶ ἐδέσμασι παντοδαποῖσιν.

Ὣς ἄρʼ ἔφη Κρονίδης· τὸν δὲ προσέειπεν Ἀθήνη· ὦ πάτερ οὐκ ἄν πώ ποτʼ ἐγὼ μυσὶ τειρομένοισιν ἐλθοίμην ἐπαρωγός, ἐπεὶ κακὰ πολλὰ μʼ ἔοργαν στέμματα βλάπτοντες καὶ λύχνους εἵνεκ᾿ ἐλαίου. τοῦτο δέ μοι λίην ἔδακε φρένας οἷον ἔρεξαν. πέπλον μου κατέτρωξαν ὃν ἐξύφηνα καμοῦσα ἐκ ῥοδάνης λεπτῆς καὶ στήμονα μακρὸν ἔνησα, ὡς βατράχων στρατὸς ἔβρεμεν εὖτε γιγάντων καὶ μῦες κενταύρων μεγαλαύχων ἦσαν ὁμοῖοι 165 καὶ κέρα b c e f g B1 Bm3 H1 J M1 S1 U1Vi2: καί ῥα a C L8 Ν Pal. R1S2 U2 V8. coniunxit Stadtmüller: καὶ κόρυθες j1 L1 L7 P4 κοχλίαι κάρην ἀμφεκάλυπτον 1 L1 L7 κράατ᾿ ἀμφεκάλυπτον j 167 ἔμ- πλητο L2 P1, cf. Φ 607 : ἔμπληστο O2: ἔπλητο j 1L1 L7 L8 S2: ἔπληστο k- O2: ἐπέπλητο sim. cet. 170 a b hab. g h k 1 i- (170 a tantum P1 S2), post 171 Bm4 O1 O3: prosodia Byzantina. cf. h. Merc. 224 οὔτε τι κενταύρου λασιαύχενος ἔστιν ὁμοῖα 170 b μῦς k- 173 ἀθανά- των j k 1 L1 L7: τειρομένοισ(ι) cet. ex 178 (τερπόμενοι O2) καί γε h προσέειπεν ἀθήνη b c d e f g h J P5 P8 : ἀθήνην P10 S1 suspecta 174 ἐπαλεξήσουσα 1 L1 L7: R2 U5 : ἐπαρρήξουσα k (-S2) 175 τὸν νηὸν g- H2 Li Vi1 ἀεὶ om. b c e f g A8 S1 176 ἐδέσμασιν ἐκ θυσιάων j : θυσιάων ἐδέσμασιν h k 1 L1 L4 L7 P1 179 ἔλθοιμι P5 R1 : -μη P8. cf. ἐθέλοιτο h. Cer. 328, φροντιούμεθα Eur. I. T. 343 ἀρ(ρ)ωγὸς 1 L1 L7 L8 S2 180, 181 om. A2 V5 V6 (ex homoeotel.) 181 μοι h k 1- L1 L7 P5 R1: μου cet. οἷον j 1- A5 L1 L7 O2 S2 Vi3 : οἷά μʼ cet. ἔρεξαν j k 1 L1 L7 O2: ἔοργαν cet. 183 μακρὸν O2: λεπτὸν cet. ἔοργα 1 L1 L7 τρώγλας τʼ ἐμποίησαν· ὁ δʼ ἠπητής μοι ἐπέστη καὶ πράσσει με τόκον· τὸ δὲ ῥίγιον ἀθανάτοισιν. χρησαμένη γὰρ ἔνησα καὶ οὐκ ἔχω ἀνταποδοῦναι. ἀλλʼ οὐδʼ ὣς βατράχοισιν ἀρηγέμεναι βουλήσω. εἰσὶ γὰρ οὐδʼ αὐτοὶ φρένας ἔμπεδοι, ἀλλά με πρῴην ἐκ πολέμου ἀνιοῦσαν ἐπεὶ λίην ἐκοπώθην, ὕπνου δευομένην οὐκ εἴασαν θορυβοῦντες οὐδʼ ὀλίγον καταμῦσαι· ἐγὼ δʼ ἄϋπνος κατεκείμην· τὴν κεφαλὴν ἀλγοῦσαν, ἕως ἐβόησεν ἀλέκτωρ. ἀλλʼ ἄγε παυσώμεσθα θεοὶ τούτοισιν ἀρήγειν, μή κέ τις ὑμείων τρωθῇ βέλει ὀξυόεντι· εἰσὶ γὰρ ἀγχέμαχοι, εἰ καὶ θεὸς ἀντίον ἔλθοι· πάντες δʼ οὐρανόθεν τερπώμεθα δῆριν ὁρῶντες.

Ὣς ἄρʼ ἔφη· καὶ τῇ γε θεοὶ ἐπεπείθοντʼ ἄλλοι, πάντες δʼ αὖτʼ εἰσῆλθον ἀολλέες εἰς ἕνα χῶρον. καὶ τότε κώνωπες μεγάλας σάλπιγγας ἔχοντες δεινὸν ἐσάλπιγξαν πολέμου κτύπον· οὐρανόθεν δὲ Ζεὺς Κρονίδης βρόντησε, τέρας πολέμοιο κακοῖο.

184 ita j l L1 L7 Thomas mag. 2. 16: καὶ τρώγλας ἐτέλεσσαν vulg.: ἐτέλεσ(σ)α h-: καὶ τρώγλας ἐνέδησα φίλον δέ μου ἦτορ ἰάνθη O2 184 a καὶ πολύ με πράσσει· τούτου χάριν ἐξώργισμαι hab. codd. praeter ijl A10 B1 L8 O2 (πράσσειν a- k U2 V8 185 post 186 hab. codd. praeter j O2 πράσσειν H P9 Pal. τόκους j L1 L7: τόκοις l A10 B1 P1 P4 τόκος j τὸ δὲ ῥίγιον] τό γε ῥίπον Vi2 : γʼ ἔριπον A2P5: γʼ ἐρίπονον sim. c g h a (-O2) al. τούτου χάριν ἐξώργισμαι j (ex 184 a) 186 ὕφηνα Ν P5 P9 Pal. U4 U5 V4 : ὕφανα Li P2 Vi3 187 ἀρηγέμεναι A8(-ω- V6: -μεν᾿ Bm2: ἀρηγέμεν cet. βουλήσω L2: βουλήσομαι l L1 L7 L8 S2 : οὐκ ἐθελήσω cet., cf. Λ 319 : praeter καὶ ὣς et βουλήσω nulla electio 188 πρῶτον j l- L1 L7 O2 P2 191 καμ(μ)ῦσαι k O2 V3 192 ἀλγοῦσαν Bm2 Bm3 H2 J P5 P6 Pal.: ἀλγοῦσα cet. φώνησεν A9 : ἐφώνησεν l L1 L6 L7 P2 193 ἀλλʼ ἄγε νῦν c- g- b- H2 L5 L9 Li P8 Vi1: δὴ L6 P2 θεοὶ om. h P5 P8 R1 συναρήγειν h 194 om. O2 194 a μή τις καὶ λόγχῃ τυπῇ δέμας ἠὲ μαχαίρῃ h k l O2 (μή κέ τις τρωθῇ λόγχῃ) quae Byzantium spirant 195 ἐγχέ- μαχοι k-l- καὶ εἰ j l L1 L7 εἰσὶ γὰρ ἀγέρωχοι ἄλκιμοι ἀγχιμαχηταί O2 197 ita O2: τῇ δʼ αὖτʼ ἐπεπείθοντο θεοὶ ἄλλοι cet. (οἱ θεοὶ P5) 198 δʼ αὖτ᾿ Ο2: ὁμῶς δʼ jg- S1: δʼ ὁμῶς cet.(δʼὁμοῦ P1) εἰσῆλ- θον ἀολλέες g B1 J O2 : ἀολλέες ἦλθον Α8 L6 L9 P2: ἤλυθον j L1 L7: ἤλθετον l- 198 a κὰδ δʼ ἦλθον κήρυκες τέρας πολέμοιο φέροντες j klL1 L7 κήρυκε j A8 Bm3 L2 L8 U1 : om. cet.

Πρῶτος δʼ Ὑψιβόας Λειχήνορα οὔτασε δουρὶ ἑσταότʼ ἐν προμάχοις κατὰ γαστέρα ἐς μέσον ἧπαρ· κὰδ δʼ ἔπεσεν πρηνής, ἁπαλὰς δʼ ἐκόνισεν ἐθείρας. δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ. Τρωγλοδύτης δὲ μετʼ αὐτὸν ἀκόντισε Πηλείωνος, πῆξεν δʼ ἐν στέρνῳ στιβαρὸν δόρυ· τὸν δὲ πεσόντα εἷλε μέλας θάνατος, ψυχὴ δʼ ἐκ σώματος ἔπτη. Σευτλαῖον δʼ ἂρ ἔπεφνε βαλὼν κέαρ Ἐμβασίχυτρος, Ἀρτοφάγος δὲ Πολύφωνον κατὰ γαστέρα τύψε· ἤριπε δὲ πρηνής, ψυχὴ δὲ μελέων ἐξέπτη. Λιμνόχαρις δʼ ὡς εἶδεν ἀπολλύμενον Πολύφωνον, Τρωγλοδύτην ἁπαλοῖο διʼ αὐχένος τρῶσεν ἐπιφθὰς πέτρῳ μυλοειδέϊ· τὸν δὲ σκότος ὄσσε κάλυψε· Ὠκιμίδην δ᾿ ἄχος εἷλε καὶ ἤλασεν ὀξέϊ σχοίνῳ οὐδʼ ἐξέσπασεν ἔγχος ἐναντίον· ὡς δʼ ἐνόησε Λειχήνωρ δʼ αὐτοῖο τιτύσκετο δουρὶ φαεινῷ καὶ βάλεν, οὐδʼ ἀφάμαρτε καθʼ ἧπαρ· ὡς δʼ ἐνόησε Κοστοφάγον φεύγοντα βαθείαις ἔμπεσεν ὄχθαις. ἀλλʼ οὐδʼ ὣς ἀπέληγε μάχης ἀλλʼ ἤλασεν αὐτόν· κάππεσε δ᾿, οὐκ ἀνένευσεν, ἐβάπτετο δʼ αἵματι λίμνη πορφυρέῳ, αὐτὸς δὲ παρʼ ἠιόν᾿ ἐξετανύσθη, χορδῇσιν λιπαρῇσί τʼ ἐπορνύμενος λαγόνεσσιν. 203 γαστέρος H2: γαστρὸς J καθʼ ἥπατος ἔγκατα χῦτ..A8 205 om. a b c d e j L2 Vi3 206 τρωγλήτης a : -ίτης V5 πηλείωνος L1 L3 L4: πηλείωνα cet. 207 om. L9 P5 πεῖρε(ν) H2V6, J marg. 208 θυμὸς A10 B1 στόματος δʼ ἐξέπτη g Li : δʼ ἐκ στόματος ἔπτη b c d L5 L6 L9 O2 P2 P5 P8 V5, cf. 236 209 σευτλαῖος ... ἐμβασίχυτρον h i j k A2A10 P7 V8 210-222 eiecimus, nam 210, 213, 213a, 217 plane Byzantini, ceteri cum eis videntur stare 210-212 om. a l 211 ῥεθέων L5 V4: δὲ λέων g L6 P2 213 om. O2 P8 τρωγλίτην V5, cf. 206 κατʼ B2 L9 P10 U4V12 ἤριπε δ᾿ εὐθύς bcde A2 B1 L1 Pal. V12 213 a hab. h i j k l om. cet. ἐν πέτρω O2 αὐχένα πὰρ μέσσον j- post hunc v. add. L2 τρωγλήτης δʼ ἄρ᾿ ἔπεφνε βρεκαίγιγα ἐσθλὸν ἀίξας 214 om. j l L P : ante 213 hab. a b c d e L1, ante 210 g, post 222 L6 ὀξυσχοίνῳ U5 marg. post hunc v. add. ἀλλ᾿ ὁ μὲν ἔσπασεν ἔγχος· ἐφωρμήθησαν δʼ ἐπʼ αὐτῷ hk P1 P5 R1 (ἐφώρμησαν R1) 215 om. j l L7 P4 ὅδ᾿ P9 Pal.: ὧδ᾿ A ἤριπε δʼ εὐθύς h k J P1 216, 217 om. a b c d e f g L1 S1 (ex homoeotel.) 218 κωστοφάγον c g A3 A4 L6 L9 P2 V12: κουστ- a- : κουστοφάγος k P5 Vi2: κραμβοφάγος hjl J L7 P4 V2 : κραμβοβάχος L3L4 φεύγων i kl P5 P8 R1 κραμβοφάγος ὄχθαισι βαθείαις ἔμπεσι φεύγων j 219 om. A8 V11 ἀπέφυγεν J P1 P4 μάχης] ἐν ὕδασιν ahijl L2 L8 R1 S2 ἤλασε δʼ αὐτόν a h i j l Bm3 L8 R1 S2 U1 221 ἠιόνας h- A3A4P1: ἠϊόνος Bm1 M1 V5 222 om. 1L7 P4 ἐπορνυμένου h a- R1: -αις P1 Τυροφάγον δʼ αὐτῇσιν ἐπʼ ὄχθαις ἐξενάριξεν. Πτερνογλύφον δὲ ἰδὼν Καλαμίνθιος ἐς φόβον ἦλθεν, ἥλατο δʼ ἐς λίμνην φεύγων τὴν ἀσπίδα ῥίψας. Λιτραῖον δʼ ἀρʼ ἔπεφνεν ἀμύμων Βορβοροκοίτης, χερμαδίῳ πλήξας κατὰ βρέγματος· ἐγκέφαλος δὲ ἐκ ῥινῶν ἔσταξε, παλάσσετο δʼ αἵματι γαῖα. Λειχοπίναξ δʼ ἔκτεινεν ἀμύμονα Βορβοροκοίτην, ἔγχει ἐπαΐξας· τὸν δὲ σκότος ὄσσε κάλυψεν. Πρασσαῖος δὲ ἰδὼν ποδὸς εἵλκυσε νεκρὸν ἐόντα, ἐν λίμνῃ δʼ ἀπέπνιξε κρατήσας χειρὶ τένοντα. Ψιχάρπαξ δʼ ἤμυνʼ ἑτάρου περὶ τεθνειῶτος καὶ βάλε Πρασσαῖον κατὰ νηδύος ἐς μέσον ἧπαρ, πῖπτε δέ οἱ πρόσθεν, ψυχὴ δʼ Ἀϊδόσδε βεβήκει. Κραμβοβάτης δὲ ἰδῶν πηλοῦ δράκα ῥίψεν ἐπʼ αὐτόν, καὶ τὸ μέτωπον ἔχρισε καὶ ἐξετύφλου παρὰ μικρόν. ὠργίσθη δʼ ἄρʼ ἐκεῖνος, ἑλὼν δʼ ἄρα χειρὶ παχείῃ κείμενον ἐν δαπέδῳ λίθον ὄβριμον, ἄχθος ἀρούρης, Ὑδρόχαρις δʼ ἔπεφνεν Πτερνοφάγον βασιλῆα, 228 τυρογλύφον h l i- L2 L8 S2 V3 V11 ἀκτῆσιν V5 V9, cf. O 621 ἐπʼ ὄχθαις λιμνήσιος h k l L7 P1 P4 : ἰδὼν λιμνήσιος A8V11 224 δʼ ἐσιδὼν codd. praeter j k l L2 L7 P4, cf. 232, h. Apoll. 341 καλαμίνθης h C L3 L4 P4 βυθὸν P8 : βάθος h k Bm1 P1 P5 R1 226 om. jl L7 P4 λιστραῖον A2 J P1 : φυτραῖον b A10 B1 Bm1 Bm2 L1 Li M1 O3 P7 R1 U1: φλιτραῖον Bm3Vi2 : φιτραῖον c f Bm H1 H2 L9 O1 P8 V5 Vi3 : λιμναῖον P5 βορβοροκοίτης O2P1 : ἐμβασίχυτρος cet. 227 om. a b c d e f g J L1 δέ τʼ ἔπεφνεν j 230 λειχοπίναξ δʼ ἔκτεινεν ij k l: λειχοπίνακα δʼ ἔπεφνεν cet. ἀμύμονα βορβοροκοίτην ij k l: ἀμύμων βορβοροκοίτης Vulg.: ἐμβασίχυτρος O2 231 a δούπησεν δὲ πεσὼν ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῶ C 232 πρασσοφάγος h ij k l J L2 P1 ἐπιδὼν L6 P2 S1 U5 marg.: ἐσιδὼν cet. νεκρὸν ἐόντα] κνισσοδιώκτην j 233 ἀπέθηκε k l P1 P4 234 λειχάρπαξ V3 ἑτάρων . . . τεθνειώτων codd. praeter O2 235 πηλούσιον ij l μήπω γαίης ἐπιβάντα codd. praeter i j l O2 (καννηδύος O2) 236 πρόσθεν ij l L2 L8 O2 S2 : προπά- ροιθε cet. ἦτορ kl J L7 P4 : ἦπαρ A1 ἐκ στόματος ἔπτη O2 P1, cf. 208 : ἔκτοσθε βεβήκει kl J L P 237 πηλοβάτης h ij k l ῥίψας h J P1 P4 P5 R2 U2 238 ἔπληξε O2: ἔχρισε cet. : ἐξετύφλωσε A8] L3 L4 L7 P4 P8 239 ὀργισθεὶς a h R1 : θυμώθη j L1 L7: μουνώθη A8J P4 V3: γουνώθη L4: συνώθη L3 240 δαπέδω P9 Pal.: γαίη k l Bm1 L7 O2 P1 P4 : πεδίῳ cet. τῷ βάλε Κραμβοβάτην ὑπὸ γούνατα· πᾶσα δʼ ἐκλάσθη κνήμη δεξιτερή, πέσε δʼ ὕπτιος ἐν κονίῃσι. Κραυγασίδης δʼ ἤμυνε καὶ αὖθις βαῖνεν ἐπʼ αὐτόν, τύψε δέ οἱ μέσσην κατὰ γαστέρα· πᾶς δέ οἱ εἴσω ὀξύσχοινος ἔδυνε, χαμαὶ δʼ ἔκχυντο ἅπαντα ἔγκατʼ ἐφελκομένῳ ὑπὸ δούρατι χειρὶ παχείῃ· Τρωγλοδύτης δʼ ὡς εἶδεν ἐπʼ ὄχθῃσιν ποταμοῖο, σκάζων ἐκ πολέμου ἀνεχάζετο, τείρετο δʼ αἰνῶς· ἥλατο δʼ ἐς τάφρους, ὅππως φύγῃ αἰπὺν ὄλεθρον. Τρωξάρτης δʼ ἔβαλεν Φυσίγναθον ἐς ποδὸς ἄκρον. Πρασσαῖος δʼ ὡς εἶδεν ἔθʼ ἡμίπνουν προπεσόντα, ἦλθε διὰ προμάχων καὶ ἀκόντισεν ὀξύσχοινον· οὐδʼ ἔρρηξε σάκος, σχέτο δʼ αὐτοῦ δουρὸς ἀκωκή· οὐδʼ ἔβαλε τρυφάλειαν ἀμύμονα καὶ τετράχυτρον δῖος Ὀριγανίων, μιμούμενος αὐτὸν Ἄρηα, ὃς μόνος ἐν βατράχοισιν ἀρίστευεν καθʼ ὅμιλον· ὥρμησεν δʼ ἄρʼ ἐπ᾿ αὐτόν· ὁ δʼ ὡς ἴδεν οὐχ ὑπέμεινεν. ἔσχατος δʼ ἐκ λίμνης ἀνεδύσετο, τείρετο δʼ αἰνῶς ἥρωας κρατερούς, ἀλλʼ ἔδυνε βένθεσι λίμνης

241 πηλοβάτην ijkl, cf. 237 κατὰ k: παρ O2 ἐάγη c e f g H2 J L1 P5 S1 242 om. A10B1 243 κραμβανίδης E οὗτος k 244 δέ οἱ] τόν γε A3 A4 μέσην δʼ αὐτὸν j πᾶσα b c d e f A10 B1 Bm2 Si2 Vi3 246 χειρὶ παχείῃ] χείρεσσι l- P4 247 σιτοφάγος i j k l: πρασσοφάγος A8 249 τάφρον ij k lL7 O2 P8 Vi1 εἴπως k, cf. Ξ 163 250 τρωξάρτην V : -τη O2 φυσίγναθος Pal. ποδὸς O2: πόδας P5 P6 R1: πόδα cet. 251 om. L3L4 ὦκα δὲ λίμνην ἤλατο τειρόμενός περ δεινῶς A8 L1 L7 V3: ὦκα δʼ ἐς λίμνην εἰσᾶλτο τειρό- μενον δʼ αἰνῶς J P4: ὦκα δὲ τειρόμενος ἐς λίμνην ἤλατο φεύγων : ἔσχατος δʼ ἐκ λίμνης ἀνεδύσετο τείρετο δʼ αἰνῶς cet. (δʼ om. h L5 N P5 P8 P9) ἔσχατα S1 Baumeister : ἔσχατο S2 252 om. L3L4, post 252 a hab. j τρωξάρτης i j A8 O2 προσεόντα E L6 O1 P6 S1 252 a καί οἱ ἐπέ- δραμεν αὖθις ἀποκτάμεναι μενεαίνων hab. ij l 253, 254 om. lL1L7 P4 ὀξύσχοινον a-: ὀξέι σχοίνῳ cet. 255, 256 cm. j lL1L7P4 255 τοῦδʼvulg.: οὐδʼ C Ν O2 P1 P5 P8 P9 Pal. U2 256 ὀρηγανίων k O2 257 post 261 a hab. j lL1 L7 P4, et post 261 a et hic H2 J P1 V6 258 om. j l L1L7P4 ὥρμησαν A2 L2 P3 259 om. jlL1 L7 P4 P5 κραταιοὺς k ἔδυνε vulg. : ἔνδυνε H1 H2 J P6 P8 V6 : ἔδυνʼ ἐν k A3 Bm1 S1Vi2: ἔδυ h A2 L2 P1 P9 Pal. V5 βένθεα B1 E L2

Ἦν δέ τις ἐν μυσὶ παῖς Μεριδάρπαξ ἔξοχος ἄλλων, Κναίσωνος φίλος υἱὸς ἀμύμονος ἀρτεπιβούλου· οἴκαδʼ ἴεν, πολέμου δὲ μετασχεῖν παῖδʼ ἐκέλευεν· οὗτος ἀναρπάξαι βατράχων γενεὴν ἐπαπείλει· ἀγχοῦ δʼ ἕστηκεν μενεαίνων ἶφι μάχεσθαι καὶ ῥήξας καρύοιο μέσην ῥάχιν εἰς δύο μοίρας φράγδην ἀμφοτέροισι κενώμασι χεῖρας ἔθηκεν· οἱ δὲ τάχος δείσαντες ἔβαν πάντες κατὰ λίμνην· καί νύ κεν ἐξετέλεσσεν ἐπεὶ μέγα οἱ σθένος ἦεν, εἰ μὴ ἄρʼ ὀξὺ νόησε πατὴρ ἀνδρῶν τε θεῶν τε. καὶ τότʼ ἀπολλυμένους βατράχους ᾤκτειρε Κρονίων, κινήσας δὲ κάρη τοίην ἐφθέγξατο φωνήν·

Ὢ πόποι ἦ μέγα θαῦμα τόδʼ ὀφθαλμοῖσιν ὁρῶμαι· μεριδάρπαξ ὄρχαμος μιμούμενος αὐτὸν ἄρηα ὃs μόνος ἐν μύεσσιν ἀρίστευεν καθʼ ὅμιλον αὐτὸς δʼ ἑστήκει γαυρούμενος κατὰ λίμνην οὐ μικρόν με πλήσσει μεριδάρπαξ ὃς κατὰ λίμνην 260 ita Ludw. μύεσσι ij k l V6 : μυσὶ δὴ fc- P7 μεριδάρπαξ] νέος παῖς ij l O2 : νέος k S1 : πτεριδάρπαξ A1 261 κναίσσωνος P9: κνέσωνος P8: corr. Ludw.: κραίσωνος h A1 O2 Pal.: κρείσωνος A3A5 : κρείωνος vulg. ἐγχέμαχος k l H2 J P1 P4: ἀγχέμαχος j L1 L7 S2 V3 V6 261 a hab. ij k l H2 V6 ὄρχαμος ὢν ἄλλων H2 V6 : μοιρωνάρπαξ ὄρχαμος αἰνῷ ἶσος ἄρηι L2: ὄρχαμος αὐτὸν ἄρη φαίνων κρατερὸς μερι- δάρπαξ j 261 b hab. ij l H2 V6 ἀριστεύεσκε j L7 μάχεσθαι 262 om. ij l ἰὼν vulg.: ἰδὼν (ss. ε) O2 : corr. Ludw. πολέμοιο vulg.: πολέμου δὲ O2 262 a om. O2 αὐτοῦ l L1 L7 P4 γαυριού- μενος h k a- A1: μεγαλοφρονέων L2 ὡς κατὰ fg A3 A4 B2 Bm2 Bm4 P6 P10 R1 U4 V4 V5: ὃς κατὰ B1 V6: οὐ κατὰ Vi2, ex 273 στῆ δὲ παρὰ λίμνην γαυρούμενος οἶος ἀπʼ ἄλλων j 262 b στεῦτο δὲ πορθήσειν βατράχων γένος αἰχμητάων hab. j L1 L7 263 om. j l E L1 L7 P4 γενεὴν O2: γένος cet. ἠπηπείλει L5: ἐπηπείλει k P5 P8 S1 264 hab. O2 sol. 265 om. j l L1 L7 P4 καροῖο O2: καρύου vulg.: corr. Ilgen 266 om. j l L1 L7 P4 κενώμασι O2: ἐν ὤμοις vulg.: καὶ ἐν ὤμοισι h Bm3 J L8 P1 S2 : καὶ ἐν ὄμμασι a (-O2) χερσὶν L2: χείρεσ(σ)᾿ Bm3 L8 S2 U1 267 om. jlL1 L7 P4, post 268 hab. H2 P9 Pal. 268 om. lL1 L7 P4 ἐξετέλεσσαν a k C J N P1 U2 οἱ σθένος] ὡς θεὸν a- L8: ὡς θεὸς h J P5 S2 271 κάρην a (- O2) S2: κάρηνα L6 L9 : κάρηα c τοίηνδʼ jlk- J L7 P1P4 272 θαῦμα τόδʼ k l J L1 L7 O2 P4 : πένθος L2: ἔργον ἐν cet. ὁρῶμεν A4 B1O2 P5 P6 R1 273 μικρόν με vulg. : με μικρὸν L5: μικρά με B1 V6 : μικρόν μʼ j : με om. A2 Pal. ἔπληξε j U5: ἐκπλήσσει V6 ὃς] οὐ Vi2: om. ij l Ἅρπαξ ἐν βατράχοισιν ἀμείβεται· ἀλλὰ τάχιστα Παλλάδα πέμψωμεν πολεμόκλονον ἢ καὶ Ἄρηα, οἵ μιν ἐπισχήσουσι μάχης κρατερόν περ ἐόντα.

Ὣς ἄρʼ ἔφη Κρονίδης· Ἄρης δʼ ἀπαμείβετο μύθῳ· οὔτʼ ἄρʼ Ἀθηναίης Κρονίδη σθένος οὔτε Ἄρηος ἰσχύει βατράχοισιν ἀμυνέμεν αἰπὺν ὄλεθρον. ἀλλʼ ἄγε πάντες ἴωμεν ἀρηγόνες· ἢ τὸ σὸν ὅπλον κινείσθω· οὕτω γὰρ ἁλώσεται ὅς τις ἄριστος, ὥς ποτε καὶ Καπανῆα κατέκτανες ὄβριμον ἄνδρα καὶ μέγαν Ἐγκελάδοντα καὶ ἄγρια φῦλα Γιγάντων.

Ὣς ἄρʼ ἔφη· Κρονίδης δὲ βαλὼν ἀργῆτα κεραυνὸν πρῶτα μὲν ἐβρόντησα, μέγαν δʼ ἐλέλιξεν Ὄλυμπον. πάντας μέν ῥʼ ἐφόβησε βαλὼν βατράχους τε μύας τε· ἀλλʼ οὐδʼ ὣς ἀπέληγε μυῶν στρατός, ἀλλʼ ἔτι μᾶλλον ἔλπετο πορθήσειν βατράχων γένος αἰχμητάων, κινείσθω τιτανοκτόνον ὀβριμοεργόν Τιτᾶνας πέφνες ἄριστους ἔξοχα πάντων αὐτὰρ ἔπειτα κεραυνὸν δειμαλέον διὸς ὅπλον ἧκʼ ἐπιδινήσας· ὁ δʼ ἄρʼ ἔπτατο χειρὸς ἄνακτος 274 ἅρπαξ] ἐν(ν)αίρειν j k L1 L2 L3 L4 L7 : ἐναίρων J : αίρειν V3 : κτείνει A8 : ἤλασε O2 βατράχοισιν om. ἐν c f B1 L9 P7 Vi1 : βατρά- χους i j k l O2 ἀμύνεται L5: βλεμεαίνει k (-ων ij l) : μενεαίνων V3 V7: ἐπαπειλῶν O2, cf. 263 275 ἠδὲ h ij l L2L8 S2 : ἢ B2 L2 P4 ἄρην ij l O2 276 κρατεροὶ . . . ἐόντες a : κρατερὼ . . . ἐόντε k- 277 μῦθον g B1 B2 L5 L9 P2 P8 P10 R1 U4V4Vi1 278 οὔτ᾿ ἄρʼ j Bm2 Bm4 L1 L7 O1 O2 P1 P7 Vi1 : οὐ γὰρ cet. 279 ἀρηγέμεν codd. praeter O 280 ἀρήγειν O2: ἀμυνέμεν k: ἀρηγότες O3 281 hab. h ij l H2 L8 S2 V6 μέγα τιτ. R2 U5 281 a hab. h ij k l H2 V6 ἔπεφνες C N P1 U2 284 hic vulg., inter 282 et 283 pos. h: om. ij l H2 L8 S2 V6 282 om. ij l H2 V6 ᾧ κ κατὰ νῆα codd. praeter h O2 Pal. κατέκτανες h k P6 P8 P9 Pal. : -εν cet. 283 om. P1 Vi1 post 284 h εὐκελάδοντα vulg. : ἐγκ- a καὶ κελάδοντα πέδησας Α8 J L2 L3 L4 L8 P4 S2 : ἐγκελάδοντʼ ἐπέδησας j H2L1 L7: εὐκελ. τε πέδησας V6 καὶ] ἰδ᾿ jl- L2 L7 U1 : ἠδʼ k J P4 V3 V6 εὐρέα H2 V6 285 βαλὼν O2: βάλε sim. cet. ἀργῆτα O2: ψολόεντα vulg.: ψολόεντι κεραυνῷ h a- A8 286 πρῶτον μὲν βρόντησε k μέγα Α8B1 P1 P4 P5 V5 ἐξελέλιξεν A3A4 B1 P2 P8 V4 287 om. a h i l 288 fort. ser- vandus 289 ἐπὶ τούσδε vulg.: ἐπὶ τούσδε τε μύας a h k l: ἐπὶ τούσδε κεραυνός O1: βατράχους τε μύας τε j : fort. ἐπὶ τούς τε μύας τε 291 ἵετο ij kl J L1 L4 L4 L7 γένος βατράχων ἀγερώχων i l εἰ μὴ ἀπʼ Οὐλύμπου βατράχους ἐλέησε Κρονίων, ὅς ῥα τότʼ ἐν βατράχοισιν ἀρωγοὺς εὐθὺς ἔπεμψεν.

Ἦλθον δʼ ἐξαίφνης νωτάκμονες, ἀγκυλοχεῖλαι, λοξοβάται, στρεβλοί, ψαλιδόστομοι, ὀστρακόδερμοι, ὀστοφυεῖς, πλατύνωτοι, ἀποστίλβοντες ἐν ὤμοις, βλαισοί, χειλοτένοντες, ἀπὸ στέρνων ἐσορῶντες, ὀκτάποδες, δικάρηνοι, ἀχειρέες, οἱ δὲ καλεῦνται καρκίνοι, οἵ ῥα μυῶν οὐρὰς στομάτεσσιν ἔκοπτον ἠδὲ πόδας καὶ χεῖρας· ἀνεγνάμπτοντο δὲ λόγχαι. τοὺς δὴ ὑπέδεισαν δειλοὶ μύες οὐδʼ ἔτʼ ἔμειναν, ἐς δὲ φυγὴν ἐτράποντο· ἐδύετο δʼ ἥλιος ἤδη, καὶ πολέμου τελετὴ μονοήμερος ἐξετελέσθη.

292 ὤκτειρε codd. praeter a h i j 1 J L1 L2 L8 P1 P4 P8 P9 S2 293 ὥς B1 C N P8 U2 :ὅστις i k 1 O2 ἐν om. j B1 Bm2 Li P3 P6 P8 P9 P10 R1 U4 V5 V6 Vi1: τοῖς βατρ. O2: τε βατρ. ῥα φθειρομένοισιν k 1 J L1 P1 P4 αὐτὸς e L1 L2 L S2 294 νωτάγμονες L8 S2: νωτάκρονες b c e f g ἀγχυλοχεῖλαι a h 1 B1 L8 P4 S2 V5: -ῆλαι cet. 296 om. 1 L8 P1 P4 S2 ὀστροφυεῖς B1Vi1 : ὀστοφάγοι h 297 βλεσσοὶ b c d e f g A9 R2 χειροτένοντες codd. praeter 1 L1 L7 O2 P1 P4 ὁρόωντες k : ὁρῶντες 1 298 ἀχηρέες Vi1: ἀχερέες P4 301 οὓς i j 1 L8 S2 V6 δειλοὶ] πάντες codd. praeter i j 1 O2 302 τράποντο c d e δύσατο b c d e f g S1 : δύετο A2 P9 : ἐδύσετο Barnes forte Byzantinus 303 μελέτη P1 τέλος σὺν θεῷ ὁμήρου μυοβατραχομαχίας. τινὲς δὲ λέγουσι τίγρητος τοῦ καρὸς εἶναι αὐτήν P9: εν ημηα ήμερα ἐπράχθη τελος | αμην H2 : ceteras subscriptiones videas apud Ludwichium