Text encoded in accordance with the latest EpiDoc standards (January 2014)
Εἰ δ᾿ ἄγε μοι κούρη Πιμπληιὰς ἔννεπε Μοῦσα
Μήνην ἠερόφοιτον, ὅπως ἄνδρεσσιν ἕκαστα
σημαίνει σκολιωπὸν ἐπιστείχουσα κέλευθον.
Πῶς ὁ τεχθεὶς ἄνθρωπος αὐξιφωτούσης τῆς Σε-
λήνης ἔμπρακτος ἔσται καὶ κατορθωτικὸς ὧν μετα-
χειρίζεται πάντων; ἐὰν παρατηρῆται ἐν ταῖς καταρχαῖς
τῶν ἑαυτοῦ ἔργων τὴν Σελήνην συνοδεύουσαν ἤτοι
τῷ Διὶ ἢ τῇ Ἀφροδίτῃ ἢ τῷ Ἑρμῇ· ἐὰν δὲ συνοδεύῃ
ἡ Σελήνη ἀποκαταστατικὴ καὶ ἀνταποκατα-
στατικὴ καὶ εἰς τὰ ἑαυτῆς τετράγωνα τὰ κατὰ γέ-
νεσιν ἐλθοῦσα ἄπρακτος καὶ ἐπιβλαβὴς γίνεται.
ἐάν τινος γένεσιν θεάσῃ καὶ βούλῃ αἰτήσασθαι
παῤ ἐκείνου χάριν, σκεψάμενος τὴν Σελήνην αὐτοῦ
ἀνταποκαταστατικὴν οὖσαν, τοῦτ᾿ ἔστιν ἑαυτῇ δια-
μετρήσασαν, αἴτησοι τὴν χάριν, καὶ οὐ μὴ ἀστοχήσῃς
τῆς αἰτήσεως.
Σελήνης ἐν τοῖς ἀνθρωποειδέσι ζῳδίοις, Διδύ-
μοις, Παρθένῳ, Ζυγῷ, Τοξότῃ, Ὑδροχόῳ, οὔσης
ἐὰν βούλῃ διακόνους εἰς τὸ ἴδιον δῶμά σου ἀγορά-
ζειν, ἀγαθὸν καὶ ἔμπρακτον καὶ ἐπικερδές.
Σελήνης [ἐν τῷ] Ζυγῷ [ἢ ἐν τῷ] Σκορπίῳ οὔσης γεωργὸν δοῦλον ἀγόραζε.
Σελήνης οὔσης ἐν τῷ] Κριῷ [ἢ ἐν τῷ] Λέοντι
[ἢ ἐν τῷ] Τοξότῃ ταῖς ἐσχάταις μοίραις καὶ [ἐν τῷ]
Αἰγόκερῳ ταῖς πρώταις ποιμένα ἀγόραζε.
Σελήνης οὔσης [ἐν τοῖς] Ἰχθύσιν [ἢ ἐν τῷ
Ὑδροχόῳ [ἢ ἐν τῷ] Καρκινῳ [ἢ ἐν τῷ] Αἰγόκερῳ
Σελήνης ἐν τῷ] Κριῷ οὔσης κναφεῖς δούλους καὶ ὑφάντας ἀγόραζε.
Σελήνης [ἐν τῇ] Παρθένῳ οὔσης σιτοποιοὺς καὶ ἀρτοκόπους δούλους ἀγόραζε.
Σελήνης ἐν τῷ] Ταύρῳ οὔσης μαγείρους δού λους ἀγόραζε.
Σελήνης [ἐν τῷ] Ζυγῷ [ἢ ἐν τοῖς] Διδύμοις
οὔσης καπήλους δούλους καὶ ἐμπόρους ἀγόραζε.
Σελήνης ἐν τοῖς ἀνθρωποειδέσιν οὔσης ζῳ-
δίοις μετὰ ἀγαθοποιοῦ Διὸς ἢ Ἀφροδίτης ἢ Ἑρ-
μοῦ, ἐμπορεύου, ἀγόραζε, πόρθμευε, ὁδοῦ καὶ πλοῦ
κατάρχου.
Σελήνης ἐν τοῖς καθύγροις ζῳδίοις οὔσης, Καρ-
κίνῳ, Αἰγόκερῳ, Ἰχθύσιν, ἀκακώτου, τὴν σὴν
ναῦν πληρώσας τῶν ἀγωγίμων φόρτων καὶ χρημάτων,
κατάρχου τῆς ἐμπορίας· ὁ γὰρ πλοῦς ἀγαθὸς γίνεται,
καὶ ἐπικερδὴς ὁ φόρτος.
Σελήνης οὔσης μετὰ Κρόνου μετὰ Ἄρεως
τατος μάλιστα τοῖς ναύταις γίνεται.
Σελήνης Κριῷ· ὁ ἀποδημήσας ταχέως ὑποστρέψει.
Σελήνης Ταύρῳ· ὁ ἀποδημήσας ἀβλαβῶς καὶ μετὰ κέρδους ὑποστρέψει.
Σελήνης Διδύμοις· ὁ ἀποδημήσας ἐπὶ πολὺν χρόνον ἐν τῇ ξένῃ διατρίψει.
Σελήνης Καρκίνῳ· ὁ ἀποδημήσας χρονίσει μὲν ἐν τῇ ξένῃ, χαίρων δὲ καὶ ἐνδόξως ὑποστρέψει πράξας εὐτυχῶς.
Σελήνης Λέοντι· ἐν μὲν τῇ πρώτῃ ἡμέρᾳ οὐ
δεῖ ἀποδημεῖν· βλάβαι γὰρ καὶ φόβοι ἐξ ἀνδρῶν κα-
κῶν ὑπαντήσουσιν· ἐν δὲ τῇ δευτέρᾳ ἡμέρᾳ ἐν μὲν
Σελήνης Παρθένῳ· ὁ ἀποδημήσας χρονίσει μὲν ἐν τῇ ξένῃ, ἀβλαβῶς δὲ ὑποστρέψει (8—10).
Σελήνης Ζυγῷ· ὁ ἀποδημήσας εἰ μὲν ἐπὶ δικαίᾳ
προαιρέσει, συμφέρει· εἰ δὲ ἐπὶ ἀδίκῳ, οὐ συμφέρει
(11—17).
Σελήνης Σκορπίῳ· ὁ ἀποδημήσας ὠφεληθήσεται
καὶ κερδήσει ἐν τῇ ξένῃ· ὁ δὲ ἀρξάμενος ὑποστρέφειν
οἴκαδε, ὠφεληθήσεται καὶ ταχέως τὴν ὁδὸν ἀνύσει,
λαθραίως καὶ μετὰ σιγῆς ὑποστρέφων (18 —24).
Σελήνης Τοξότῃ· ὁ ἀποδημήσας μακρὰν ὁδὸν ἀνύσει καὶ πολὺν χρόνον διατρίψει βραδύνων ἐν τῇ ξένῃ· ὁ δὲ ἀρξάμενος ὑποστρέφειν Σελήνης Τοξότῃ οὔσης χαίρων ταχέως ἥξει (25—34).
Σελήνης Αἰγόκερῳ· οὐ δεῖ ἀποδημεῖν· καὶ γὰρ ἡ ὁδὸς μακρὰ καὶ ἄπρακτος ἡ ὁρμὴ γίνεται καὶ λυ- πηρά. ὁ δὲ ἀρξάμενος ὑποστρέφειν Σελήνης οὔσης Αἰγόκερῳ πραεῖαν καὶ ἀβλαβῆ τὴν ὁδὸν ἕξει (35—41).
Σελήνης Ὑδροχόῳ· ἐν μὲν τῇ πρώτῃ ἡμέρᾳ οὐ δεῖ ἀποδημεῖν, ἐν δὲ τῇ δευτέρᾳ δεῖ, ὠφέλιμον γάρ (42— 44).
Σελήνης Ἰχθύσιν· ἐπὶ στρατιὰν καὶ ἐπὶ πόλε-
μον καὶ ἐπὶ κυνηγεσίαν καὶ ἐπὶ ἁλιείαν δεῖ ἀποδη-
μεῖν· ἔμπρακτον γὰρ γίνεται (45—48).
Σελήνη ὑπὸ ἀγαθοποιῶν μαρτυρουμένη τετρά-
γωνος ἢ τρίγωνος ἢ διάμετρος καλὴν τὴν ἀποδημίαν
σημαίνει· ὑπὸ δὲ κακοποιῶν μαρτυρηθεῖσα τετρά-
γωνος ἢ τρίγωνος ἢ διάμετρος κακήν (49—58).
Σελήνης Τοξότῃ, Ἰχθύσιν, Ὑδροχόῳ· ὁ γήμας
Σελήνης Κριῷ· ὁ γήμας βλαβήσεται· ἔσται γὰρ ἡ γυνὴ ἀκατάστατος, παλίμβουλος, ἄστοργος, τὸν ἄνδρα καταλείπουσα (72—81).
Σελήνης Γσύρῳ· ὁ γήμας βλαβήσεται· ἔσται γὰρ ἡ γυνὴ μοιχαλίς, πολύκοινος, ῥυπαρά (82— 95).
Σελήνης Διδύμοις· ὁ γήμας ἐν τῇ βʹ ἡμέρᾳ χαρήσεται· ἔσται γὰρ ἡ γυνὴ οἰκουρός (96—98).
Σελήνης Καρκίνῳ· οὐ δεῖ γαμεῖν· ἡ γὰρ γυνὴ
ταχέως τὸν ἄνδρα καταλείψει ὑβρίζουσα (99—101).
Σελήνης Λέοντι· οὐ δεῖ γαμεῖν· ἔσται γὰρ ἡ
γυνὴ ὑπερήφανος, ὀργιζομένη τὸν ἄνδρα, ἀναιδής,
μήτε λόγῳ μήτε ἔργῳ πειθομένη τῷ ἀνδρί, ἀλλὰ λοι-
δοροῦσα καὶ ὀνειδίζουσα αὐτόν, πολλάκις δὲ καὶ τύ-
πτουσα αὐτὸν καὶ τῶν τριχῶν αὐτοῦ δρασσομένη
(1Ο2—112).
Σελήνης Παρθένῳ· χήραν γῆμαι δεῖ, παρθένον δὲ οὐ δεῖ (113—117).
Σελήνης Ζυγῷ οὔσης· ἐλευθέραν μὲν οὐ δεῖ
γῆμαι, ἀλλὰ δούλην παλλακίδα μᾶλλον δεῖ· καὶ γὰρ
ὁ Ζυγὸς μοιχείαν ἐπιφέρει· καὶ διὰ τοῦτο εὐαπάλλα-
κτος μὲν γίνεται ἡ παλλακίς, δυσαπάλλακτος δὲ ἡ
ἐλευθέρα, ὡς τὸ εἰκός (118—122).
Σελήνης Σκορπίῳ· ἐν μὲν τῇ πρώτῃ ἡμέρᾳ παρ-
θένον δεῖ γῆμαι· ἔσται γὰρ πραεῖα καὶ φρονίμη. ἐν
δὲ τῇ δευτέρᾳ καὶ τῇ τρίτῃ ἡμέρᾳ οὐ δεῖ γῆμαι
ὅλως· μοιχευθήσεται γὰρ καὶ ὑπὸ δούλων ἡ γυνή
(l23—128).
Σελήνης Αἰγόκερῳ· τὸν πρωτόγαμον ἄνδρα οὐ
δεῖ γῆμαι, τὸν δὲ δευτερογαμοῦντα δεῖ, καὶ μάλιστα
ἐὰν ᾖ γυνὴ χήρα (129—132).
Σελήνης συνοδευούσης Ἡλίῳ ἢ πανσελη- νιαζούσης οὐ δεῖ γῆμαι (133—135).
Σελήνη μετὰ ἀγαθοποιῶν Διὸς ἢ Ἀφροδίτης
ἢ Ἑρμοῦ ἀγαθὸν καὶ ὠφέλιμον ποιεῖ τὸν γάμον
(136—140).
Σελήνης Κριῷ· ὁ κατακλιθεὶς οὐ τελευτήσει,
ἀλλ᾿ ἀκινδύνως σωθήσεται, πλὴν τοῖς κεφαλαλγικοῖς
ἀπαίσιος ὁ Κριός. εἰ δὲ γυνὴ μέλλοι ἐκτιτρώσκειν,
ἐν μὲν τῇ πρώτῃ ἡμέρᾳ κίνδυνος ἐπακολουθήσει θα-
νατώδης, ἐν δὲ τῇ β΄ ἀκινδύνως ἀπαλλαγεῖσα σωθή-
σεται (141—161).
Σελήνης Ταύρῳ· ὁ κατακλιθεὶς πάρεσιν ὑπομεί-
νας καὶ παρακόψας σωθήσεται ταχέως. εἰ δὲ περὶ τὸν
τράχηλον συναγχικὸν πάθος ᾖ, ὀλέθριον γίνεται. εἰ
δὲ γυνὴ ἐκτιτρώσκοι, ἐν μὲν τῇ α΄ ἡμέρᾳ τοῦ Ταύρου
κινδυνεύσει εἰς θάνατον, ἐν δὲ τῇ β΄ ἐλαφρότερον
τὸ κακόν (162—174).
Σελήνης Διδύμοις· ἐν μὲν τῇ α΄ ἡμέρᾳ ὁ κατα-
κλιθεὶς χρονίως ταλαιπωρήσει τῇ νόσῳ, ἐν δὲ τῇ
εἴσω γ΄ ἡμερῶν ῥαΐσει. οἱ δὲ ἰσχιαδικοὶ ἢ οἱ τὰ νεῦρα
ἀλγοῦντες ἐπισφαλῶς νοσήσουσιν. ἡ δὲ ἐκτιτρώσκουσα
γυνὴ τελευτήσει, εἰ μή τις ἀστὴρ ἀγαθοποιὸς τῇ Σε-
λήνῃ μαρτυρήσειεν (175— 189).
Σελήνης Καρκίνῳ· ὁ κατακλιθεὶς ἀβλαβῶς ἀπαλ-
λάξει καὶ ταχέως, πλὴν οἱ τὸ στῆθος ἀλγοῦντες
τοὺς πόδας πληγέντες· ἐπικινδύνως γὰρ ἕξουσιν. ἡ δὲ
ἐκτιτρώσκουσα γυνὴ καλῶς ἀπαλλάξει (190—199).
Σελήνης Λέοντι· σφαλερὸν τὸ κατάρξασθαι νό-
σου· δεῖ οὖν κενῶσαι τὴν γαστέρα ταχέως. ταῖς δὲ
ἐκτιτρωσκούσαις γυναιξὶν ἐπισφαλέστατον καὶ κινδυ-
νῶδες (2ΟΟ—2Ο7).
Σελήνης Παρθένῳ· ἡ νόσος χρονία μέν, ἀλλ᾿
ἐλαφρὰ καὶ ἀκίνδυνος, πλὴν στομαχικοῖς καὶ πλευρι-
τικοῖς καὶ αἱμορροϊκοῖς οὐκ ἀκίνδυνος. ἡ δὲ ἐκτιτρώ-
σκουσα γυνὴ ἐπισφαλῶς ἕξει καὶ ἐπικινδύνως, ἡ δὲ
τίκτουσα εὐτοκήσει (208 — 219).
Σελήνης Ζυγῷ· ὁ κατακλιθεὶς ἢ ταχέως σωθή- σεται ἢ τελευτήσει, ἐὰν χρονία γένηται ἡ νόσος. ἡ δ᾿ ἐκτιτρώσκουσα γυνὴ τελευτήσει (220—228).
Σελήνης Σκορπίῳ· ὁ κατακλιθεὶς ἐν μὲν τῇ α΄
ἡμέρᾳ ἀβλαβῶς ἀπαλλάξει, ἐν δὲ τῇ δευτέρᾳ ἐπικιν-
δύνως νοσήσει (229—231).
Σελήνης Τοξότῃ· ὁ κατακλιθεὶς καὶ εὐφόρως νοσήσει καὶ ἐλαφρῶς καὶ ἀκινδύνως, καὶ ταχέως σω- θεὶς ἐγερθήσεται (232—234).
Σελήνης Αἰγόκερῳ· ὁ κατακλιθεὶς ταχέως ὑγια- νεῖ, πλὴν οἱ πλευριτικοὶ καὶ ἰσχιαδικοὶ χρονίσουσιν. ἡ δὲ ἐκτιτρώσκουσα γυνὴ ἐν μὲν τῇ α΄ ἡμέρᾳ ἀκιν- δύνως ἀπαλλάξει, ἐν δὲ τῇ β΄ ἡμέρᾳ ἐπικινδύνως (235—245).
Σελήνης Ὑδροχόῳ· αἱ μὲν ἄλλαι νόσοι ἀβλαβεῖς γίνονται, μόνος δὲ ὁ ὕδερος ἐπισφαλής. ἡ δὲ ἐκτι- τρώσκουσα γυνὴ ἐν μὲν τῇ α΄ ἡμέρᾳ κινδυνεύσει χα- λεπῶς, ἐν δὲ τῇ β΄ ἡμέρᾳ ἀβλαβῶς ἀπαλλάξει (246 —254).
Σελήνης Ἰχθύσιν· αἱ μὲν ἄλλαι νόσοι εὐαπάλ- λακτοι γίνονται, αἱ δὲ κοιλιακαὶ καὶ αἱ ποδαγρικαὶ ἐπισφαλεῖς καθίστανται (255—259).
Σελήνη μετὰ Διὸς ἢ Ἀφροδίτης ἢ Ἑρμοῦ καὶ ἐπικουφίζει τὰς νόσους καὶ ταχείας τὰς ἰάσεις ἐπιφέρει, μετὰ δὲ Κρόνου ἢ Ἄρεως καὶ ἐπιτείνει τὰς νόσους καὶ βραδείας τὰς ἀναλήψεις ποιεῖται (26Ο—269).
Σελήνη μετὰ οἱουδήποτε τῶν ε΄ πλανωμένων
βλάπτει τὰς ἐκτιτρωσκούσας γυναῖκας· διὸ ἄμεινον
ἐν τοῖς τοιούτοις ἄνευ ἀστέρος εἶναι τὴν Σελήνην
καθ᾿ αὑτήν (27Ο—275).
Ὁ ὡροσκόπος ἢ ἡ Σελήνη ἐν Ταύρῳ ἢ Αἰγό-
κερῳ ἢ ἐν Παρθένῳ βλάπτουσι τοὺς χειρουργου-
μένους· διὸ ἄμεινον τότε ἡσυχίαν ἔχειν μηδὲ χειρουρ-
γεῖν (276—292).
Σελήνης ἐν τοῖς τροπικοῖς ζῳδίοις οὔσης οὐ δεῖ χειρουργεῖν (293—295).
Σελήνης συνοδευούσης Ἡλίῳ ἢ πανσελη- νιαζούσης οὐ δεῖ χειρουργεῖν (295—299).
Ἄρης ὡροσκοπῶν ἢ συνοδεύων τῇ Σελήνῃ βλά- πτει τοὺς χειρουργουμένους· ἢ γὰρ ἐκ δευτέρου πάλιν τομὴ γενήσεται ἢ αἵματος ῥεῦσις πολλοῦ (30Ο—3Ο4).
Σελήνη συνοδεύουσα Κρόνῳ βλάπτει τὰς χειρουρ-
Σελήνη μετὰ Διὸς ἢ Ἀφροδίτης λειψιφω-
τοῦσα καὶ μᾶλλον μετὰ τὴν δευτέραν διχότομον
καλὴν τὴν χειρουργίαν ποιεῖ (309—315).
Ζεὺς καὶ Ἀφροδίτη ὡροσκοποῦντες ἀγαθὴν τὴν χειρουργίαν ποιοῦσιν. — τὰ δὲ εἰρημένα πάντα κοινῶς δεῖ συνυπακούειν ἐπὶ πάσης χειρονργίας (316—3l9).
Σελήνης Κριῷ· ὁ φυγὼν ταχέως εὑρεθήσεται ἢ καὶ αὐτὸς ἑκών ἐπανήξει (32Ο—331).
Σελήνης Ταύρῳ· ὁ φυγὼν ἐν οἴκῳ πλουσίου ἀν- δρὸς κρύπτεται καὶ δυσκόλως εὑρεθήσεται (332—336).
Σελήνης Διδύμοις· εἴσω ε΄ ἡμερῶν ληφθήσεται
ὁ φυγών. εἰ δὲ τὰς ε΄ ἡμέρας ὑπερβῇ, μετὰ τρεῖς
μῆνας εὑρεθήσεται (337—340).
Σελήνης Καρκίνῳ· ὁ φυγὼν εἰς ἱερὸν ἢ εἰς τέ-
μενος κρύπτεται, καὶ ἐν τῇ β΄ ἡμέρᾳ ἐκ τοῦ ἱεροῦ
ὑπόσπονδος ἀχθήσεται, ὥστε μηδὲν κακὸν παθεῖν
(341—345).
Σελήνης Λέοντι· ὁ φυγὼν ἐν μὲν τῇ α΄ ἡμέρᾳ
οὐχ εὑρεθήσεται, ἐν δὲ τῇ β΄ ἡμέρᾳ οὐ μὴ τελειώσῃ
ὅσα βούλεται ἐν τῇ φυγῇ, εὑρεθήσεται δὲ ἐν οἴκῳ
ἀνδρὸς πλουσίου. ζήτει δὲ αὐτὸν ἐν ἀγρῷ ἢ ἐν, κήπῳ
(346—353).
Σελήνης Παρθένῳ· ὁ φυγὼν πολλὰς ἡμέρας
Σελήνης Ζυγῷ· ὁ φυγὼν αὐτὸς ἑκὼν ὑποστρέψει δικαιολογούμενος πρὸς τὸν δεσπότην (36Ο— 363).
Σελήνης Σκορπίῳ· ὁ φυγὼν ἐν ἱερῷ τόπῳ κρύ-
πτεται καὶ αὐτὸς ἑκὼν ὑποστρέψει (364—366).
Σελήνης Τοξότῃ· ὁ φυγὼν ἢ ἕως ἡμερῶν ε΄ εὑ- ρεθήσεται ἢ ὑπερβὰς τὰς ε΄ ἡμέρας χρόνον πλεῖστον ἀφανισθήσεται (367—372).
Σελήνης Αἰγόκερῳ· ὁ φυγὼν ζωγρηθεὶς ἐν τῇ
ἔένῃ ταχέως ἀνάγεται (373—374).
Σελήνης Ὑδροχόῳ· ὁ φυγὼν ἀκουσθήσεται ὅτι ἐν χώρᾳ ξένῃ διάγει παῤ ἀνδρὶ δημαγωγῷ ἢ στρα- τιώτῃ (375—381).
Σελήνης Ἰχθύσιν· ὁ φυγὼν ἐν μὲν τῇ α΄ ἡμέρᾳ
κινδυνεύσει, ὥστε καὶ ἐγγὺς γενέσθαι θανάτου· ἐν δὲ
τ β΄ ἡμέρᾳ πολλὰ κακοπαθήσας πάλιν εἰς τὸν ἴδιον
ἐπανήξει δεσπότην (382—387).
Σελήνη χωρίς τινος ἀστέρος πλανωμένου οὖσα
καθ᾿ ἑαυτὴν δηλοῖ, ὅτι οὐ δύναται μακρὰν ἀπελθεῖν
ἐὰν δὲ συνοδεύῃ τινὶ πλανωμένῳ ἡ Σελήνη, μακρὰν ὁ φυγὼν ἀπελεύσεται (393—396).
ἀλλ᾿ εἰ μὲν μετὰ Ἄρεως ἢ μετὰ Κρόνου συνο- δεύῃ ἡ Σελήνη, κομίζει μὲν πόρρω τὸν φυγόντα, ποιεῖ δὲ αὐτὸν δεσμώτην κρατηθῆναι (397—401).
ἐὰν δὲ μετὰ Διὸς ἢ Ἀφροδίτης συνοδεύῃ ἡ
Σελήνη, ἀφανισθήσεται ὁ φυγὼν καὶ οὐ μὴ εὑρεθῇ
(402—424).
εἰ δὲ συνοδεύῃ τῷ Ἑρμῇ ἡ Σελήνη, εὐθέως εὑ- ρεθήσεται ὁ φυγών· φήμη γὰρ περὶ αὐτοῦ εὐθέως ἔρχεται μηνύουσα αὐτόν (425—428).
Σελήνη συνοδεύουσα τῷ Ἡλίῳ ἢ πανσελη-
νιάζουσα ἐκτοπίζει τὸν φυγόντα (429—432).
Σελήνη συνοδεύουσα Κρόνῳ ποιεῖ τὸν φυγόντα ὑπό τινων ἐν τῇ ὁδῷ κακούργων ἐπιβουλευθῆναι καὶ ὅσα βαστάζει ἀφαιρεθῆναι (433—438).
Σελήνη Κριῷ, Παρθένῳ, Καρκίνῳ ὑπὸ Διὸς
ἢ Ἀφροδίτης μαρτυρουμένη τρίγωνος ἢ τετράγωνος
διάμετρος ποιεῖ τὸν τέχνης τινὸς καταρξάμενον
κατορθῶσαι αὐτήν. παρατηροῦ δέ, ἵνα μὴ ἐν τοῖς
προκειμένοις οὖσα ζῳδίοις ἡ Σελήνη συνοδεύσῃ τῷ
Ἡλίῳ ἢ διαμετρῇ (439— 455).
Σελήνης Κριῷ· συμφέρει φυτεύειν, σπείρειν, ση- κοὺς κατασκευάζειν, γῆν ἀργὴν βωλοστροφεῖν καὶ ἐξη- μεροῦν· ἔσται γὰρ ταχέως κάρπιμος (456— 470).
Σελήνης Ταύρῳ· συμφέρει γεωργικὰ πράγματα
πάντα ἁπλῶς πράττειν· ἐργολαβίας δὲ ἢ μισθώσεως
γεωργικῖς ἐπιλαβέσθαι οὐ συμφέρει (471—475).
Σελήνης Διδύμοις· κάλλιστον πάντα γεωργικὰ πράττειν, σπείρειν τε καὶ φυτεύειν (476—480).
Σελήνης Καρκίνῳ· συμφέρει κήπους ἐργάζεσθαι,
κατωρυγιάζειν, ἀργὴν γῆν ἡμεροῦν (481—483).
Σελήνης Δέοντι· συμφέρει σπείρειν σῖτον καὶ κριθὰς μόνον, ἄλλο δὲ μηδέν (484—487).
Σελήνης Παρθένῳ· συμφέρει σπείρειν παντοῖα
εἴδη καὶ φυτεύειν παντοῖα φυτὰ πλὴν ἀμπέλου (488
—496).
Σελήνης Ζυγῷ· συμφέρει γεωτομεῖν, σπείρειν, φυτεύειν πᾶν φυτόν (497—502).
Σελήνης Σκορπίῳ· συμφέρει σπείρειν· ἔσται γὰρ πολυκαρπία. συμφέρει δὲ καὶ γεωμετρεῖν (503—508).
Σελήνης Τοξότῃ· οὐ δεῖ σπείρειν τὸ οἱονοῦν
σπέρμα, συμφέρει δὲ μάνδρας καὶ σηκοὺς κατασκευά-
Σελήνης Αἰγόκερῳ· συμφέρει πᾶσαν ἀγέλην
κτηνῶν εἰς ἕτερον τόπον μεθιστάνειν, οἷα γίνεται πολ-
λάκις διαχειμάδια καὶ διάψυχρα ὕδατα ἐν θέρει (518
—522).
Σελήνης Ὑδροχόῳ· συμφέρει ἀροτριᾶν, γεωμε- τρεῖν, φυτεύειν (523— 526).
Σελήνης Ἰχθύσι· συμφέρει γεωργεῖν καὶ ἀμπε-
λουργεῖν (527—529).
Σελήνη μετὰ μὲν Διὸς ἢ Ἀφροδίτης ἢ Ἑρμο
τὰ μὲν ἀγαθὰ πάντα τὰ εἰρημένα ἐπὶ ἑκάστου τῶν
ζῳδίων πολλαπλασιάζει, τὰ δὲ κακὰ μειοῖ· μετὰ δὲ
Κρόνου ἢ Ἄρεως ἔμπαλιν τὰ μὲν ἀγαθὰ σμικρύνει
καὶ ἀμαυροῖ, τὰ δὲ κακὰ ἐπαύξει (53Ο—543).
Σελήνης Κριῷ, Διδύμοις, Καρκίνῳ, Λέοντι· ὁ δεθεὶς πολὺν χρόνον ἔσται δεδεμένος (544—550).
Σελήνης Σκορπίῳ, Τοξότῃ, Ταύρῳ, Ζυγῷ,
Παρθένῳ· ὁ δεθεὶς ταχέως λυθήσεται (551—555).
Σελήνης Ἰχθύσιν· ὁ δεθεὶς σχεδὸν οὐδέποτε λυθήσεται, ἀλλ᾿ ἐν τοῖς δεσμοῖς τελευτήσει ἢ μετὰ χρόνον πάνυ πολὺν λυθήσεται (556—566).
Σελήνη μετὰ τῶν ἀγαθοποιῶν Διός, Ἀφροδι-
Σελήνης Κριῷ· τὸ κλαπὲν εὑρεθήσεται (567—569).
Σελήνης Ταύρῳ· ἕως μὲν τῆς ι΄ μοίρας τὸ κλα- πὲν πρός τινα δυνάστην ἀπελθὸν δυσκόλως εὑρεθή- σεται· αἱ δὲ λοιπαὶ κ΄ μοῖραι τοῦ Ταύρου εὕρεσιν ὑποφαίνουσι τοῦ κλαπέντος, πλὴν εἰ μὴ Ἄρης συμ- παρῇ τῇ Σελήνῃ (57Ο—577).
Σελήνης Διδύμοις· τὸ κλαπὲν εὑρεθήσεται, πλὴν μετά τινος μικρᾶς βλάβης (578—579).
Σελήνης Καρκίνῳ· τὸ κλαπὲν εἰ μὲν χρυσὸς ἢ ἄργυρος εἴη εὑρεθήσεται, εἰ δέ τι ἄλλο κτῆμα οὐχ εὑρεθήσεται (58Ο—583).
Σελήνης Λέοντι· τὸ κλαπὲν ἀμφισβητήσιμόν ἐστι πότερον εὑρεθήσεται ἢ οὔ (584—586).
Σελήνης Παρθένῳ· τὸ κλαπὲν χρόνῳ καὶ οὐ παραυτίκα εὑρεθήσεται (586—588).
Σελήνης Ζυγῷ· τὸ κλαπὲν εὑρεθήσεται (589).
Σελήνης Σκορπίῳ· τὸ κλαπὲν εὑρεθήσεται (590— 591).
Σελήνης Τοξότῃ· τὸ κλαπὲν οὐδέποτε εὑρεθή- σεται (591—592).
Σελήνης Αἰγόκερῳ· τὸ κλαπὲν χρόνῳ καὶ βρα-
δέως εὑρεθήσεται (593—595).
Σελήνης Ὑδροχόῳ· τὸ κλαπὲν ἀμφίβολόν ἐστιν, εἰ ἄρα εὑρεθῇ ἢ οὔ (595—597).
Σελήνης Ἰχθύσι· τὸ κλαπὲν μόλις εὑρεθήσεται,
πλὴν φῆμαι ψευδεῖς πολλαὶ ἐλεύσονται μηνύουσαι
μάτην περὶ τῆς εὑρέσεως αὐτοῦ (598—602).
Σελήνη μετὰ τῶν κακοποιῶν Κρόνου [καὶ] Ἄρεως εὕρεσιν ποιεῖ τοῦ κλαπέντος (603—604).
Σελήνη μετὰ τῶν ἀγαθοποιῶν Διός, Ἀφροδίτης, Ἑρμοῦ ἀνεύρετον ποιεῖ τὸ ἀπολόμενον (604—610).