Ad Autolycum Theophilus William Gilson Humphry Google Digital Humanities Awards Program Gregory Crane Digital Divide Data Corrected and encoded the text Gregory Crane Editor-in-Chief, Perseus Digital Library Matt Munson Project Manager (University of Leipzig) Annette Gessner Project Assistant (University of Leipzig) Thibault Clérice Lead Developer (University of Leipzig) Bruce Robertson Technical Advisor Trustees of Tufts University Medford, MA Perseus Project tlg1725.tlg001.perseus-grc1.xml Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License 2016 Libri tres ad Autolycum Theophilus Antiochensis William Gilson Humphry Parker Cambridge 1852 Internet Archive Greek Latin Removed one extra XPath, renamed chapters to sections, removed § symbols, removed lat tag.
ΘΕΟΦΙΛΟΥ ΠΡΟΣ ΑΥΤΟΛΥΚΟΝ. ΒΙΒΛΙΟΝ Α΄.

ΣΤΩΜΥΛΟΝ μὲν οὖν στόμα καὶ φράσις εὐεπὴς τέρψιν παρέχει καὶ ἔπαινον πρὸς κενὴν δόξαν ἀθλίοις ἀνθρώποις ἔχουσι τὸν νοῦν κατεφθαρμένον. ὁ δὲ τῆς ἀληθείας ἐραστὴς οὐ προσέχει λόγοις μεμιασμένοις, ἀλλὰ ἐξετάζει τὸ ἔργον τοῦ λόγου, τί καὶ ὁποῖον ἐστίν. ἐπειδὴ οὐν, ὦ ἑταῖρε, κατέπληξάς με λόγοις κενοῖς καυχησάμενος ἐν τοῖς θεοῖς σου τοῖς λιθίνοις καὶ ξυλίνοις, ἐλατοῖς τε καὶ χωνευτοῖς καὶ πλαστοῖς καὶ γραπτοῖς· οἱ οὔτε βλέπουσιν, οὔτε ἀκούουσιν· εἰσὶ γὰρ εἴδωλα καὶ ἔργα χειρῶν ἀνθρώπων· ἔτι δὲ φῄς με καὶ Χριστιανὸν, ὡς κακὸν τοὔνομα φοροῦντα· ἐγὼ μὲν οὖν ὁμολογῶ εἶναι Χριστιανὸς, καὶ φορῶ τὸ θεοφιλὲς ὄνομα τοῦτο, ἐλπίζων εὔχρηστος εἶναι τῷ Θεῷ. οὐ γὰρ ὡς σὺ ὑπολαμβάνεις χαλεπὸν εἶναι τοὔνομα τοῦ Θεοῦ, οὕτως ἔχει. ἴσως δὲ ἔτι αὐτὸς σὺ ἄχρηστος ὢν τῷ Θεῷ, περὶ τοῦ Θεοῦ οὕτω φρονεῖς.

Ἀλλὰ καὶ ἐὰν φῇς, δεῖξόν μοι τὸν Θεόν σου· κἀγώ σοι εἴποιμι ἂν, δεῖξόν μοι τὸν ἄνθρωπόν σου, κἀγώ σοι δείξω τὸν Θεόν μου. ἐπεὶ δεῖξον βλέποντας τοὺς ὀφθαλμοὺς τῆς ψυχῆς σου, καὶ τὰ ὦτα τῆς καρδίας σου ἀκούοντα. ὥσπερ γὰρ οἱ βλέποντες τοῖς ὀφθαλμοῖς τοῦ σώματος κατανοοῦσι τὴν τοῦ βίου καὶ ἐπίγειον πραγματείαν, ἅμα δοκιμάζοντες τὰ διαφέροντα, ἤτοι φῶς ἢ σκότος, ἢ λευκὸν ἢ μέλαν, ἢ ἀειδὲς ἢ εὔμορφον, ἢ εὔρυθμον καὶ εὔμετρον, ἢ ἄῤῥυθμον καὶ ἄμετρον, ἢ ὑπὲρ μέτρον ἢ κόλουρον· ὁμοίως δὲ καὶ τὰ ὑπ᾿ ἀκοὴν πίπτοντα, ἢ ὀξύφωνα, ἢ βαρύφωνα, ἢ ἡδύφωνα· οὕτως ἔχοι ἂν καὶ περὶ τὰ ὦτα τῆς καρδίας, καὶ τοὺς ὀφθαλμοὺς τοὺς τῆς ψυχῆς, δύνασθαι Θεὸν θεάσασθαι. βλέπεται γὰρ Θεὸς τοῖς δυναμένοις αὐτὸν ὁρᾷν, ἐπὰν ἔχωσι τοὺς ὀφθαλμοὺς ἀνεωγμένους τῆς ψυχῆς. πάντες μὲν γὰρ ἔχουσι τοὺς ὀφθαλμοὺς, ἀλλὰ ἕνιοι ὑποκεχυμένους, καὶ μὴ βλέποντας τὸ φῶς τοῦ ἡλίου· καὶ οὐ παρὰ τὸ μὴ βλέπειν τοὺς τυφλοὺς ἤδη καὶ οὐκ ἔστι τὸ φῶς τοῦ ἡλίου φαῖνον· ἀλλὰ ἑαυτοὺς αἰτιάσθωσαν οἱ τυφλοὶ, καὶ τοὺς ἑαυτῶν ὀφθαλμούς. οὕτω καὶ σὺ, ὦ ἄνθρωπε, ἔχεις ὑποκεχυμένους τοὺς ὀφθαλμοὺς τῆς ψυχῆς σου ὑπὸ τῶν ἁμαρτημάτων καὶ τῶν πράξεών σου τῶν πονηρῶν. ὥσπερ ἔσοπτρον ἐστιλβωμένον, οὕτω δεῖ τὸν ἄνθρωπον ἔχειν καθαρὰν ψυχήν· ἐπὰν οὖν ᾖ ἰὸς ἐν τῷ ἐσόπτρῳ, οὐ δύναται ὁρᾷσθαι τὸ πρόσωπον τοῦ ἀνθρώπου ἐν τῷ ἐσόπτρῳ. οὕτω καὶ ὅταν ἡ ἁμαρτία ἐν τῷ ἀνθρώπῳ, οὐ δύναται ὁ τοιοῦτος ἄνθρωπος θεωρεῖν τὸν Θεόν. δεῖξον οὖν καὶ σὺ σεαυτὸν, εἰ οὐκ εἶ μοιχὸς, εἰ οὐκ εἶ πόρνος, εἰ οὐκ εἶ κλέπτης, εἰ οὐκ εἶ ἅρπαξ, εἰ οὐκ εἶ ἀποστερητὴς, εἰ οὐκ εἶ ἀρσενοκοίτης, εἰ οὐκ εἶ ὑβριστὴς, εἰ οὐκ εἶ λοίδορος, εἰ οὐκ ὀργίλος, εἰ οὐ φθονερὸς, εἰ οὐκ ἀλαζὼν, εἰ οὐχ ὑπερόπτης, εἰ οὐ πλήκτης, εἰ οὐ φιλάργυρος, εἰ οὐ γονεῦσιν ἀπειθὴς, εἰ οὐ τὰ τέκνα σου πωλεῖς. τοῖς γὰρ ταῦτα πράσσουσιν ὁ Θεὸς οὐκ ἐμφανίζεται, ἐὰν μὴ πρῶτον ἑαυτοὺς καθαρίσωσιν ἀπὸ παντὸς μολυσμοῦ. καὶ σοὶ οὖν ἅπαντα ἐπισκοτεῖ, καθάπερ ὕλης ἐπιφορὰ ἐπὰν γένηται τοῖς ὀφθαλμοῖς πρὸς τὸ μὴ δύνασθαι ἀτενίσαι τὸ φῶς τοῦ ἡλίου· οὕτω καὶ σοὶ, ὦ ἄνθρωπε, ἐπισκοτοῦσιν αἱ ἀσέβειαι πρὸς τὸ μὴ δύνασθαί σε ὁρᾷν τὸν Θεόν.

Ἐρεῖς οὖν μοι· σὺ ὁ βλέπων, διήγησαί μοι τὸ εἶδος τοῦ Θεοῦ. ἄκουε, ὦ ἄνθρωπε, τὸ μὲν εἶδος τοῦ Θεοῦ, ἄῤῥητον καὶ ἀνέκφραστον, καὶ μὴ δυνάμενον ὀφθαλμοῖς σαρκίνοις ὁραθῆναι. δόξῃ γάρ ἐστιν ἀχώρητος, μεγέθει ἀκατάληπτος, ὕψει ἀπερινόητος, ἰσχύϊ ἀσύγκριτος, σοφίᾳ ἀσυμβίβαστος, ἀγαθοσύνῃ ἀμίμητος, καλοποιΐᾳ ἀνεκδιήγητος. εἰ γὰρ φῶς αὐτὸν εἴπω, ποίημα αὐτοῦ λέγω· εἰ λόγον εἴπω, ἀρχὴν αὐτοῦ λέγω· νοῦν ἐὰν εἴπω, φρόνησιν αὐτοῦ λέγω· πνεῦμα ἐὰν εἴπω, ἀναπνοὴν αὐτοῦ λέγω· σοφίαν ἐὰν εἴπω, γέννημα αὐτοῦ λέγω· ἰσχὺν ἐὰν εἴπω, κράτος αὐτοῦ λέγω· δύναμιν ἐὰν εἴπω, ἐνέργειαν αὐτοῦ λέγω· πρόνοιαν ἐὰν εἴπω, ἀγαθοσύνην αὐτοῦ λέγω· βασιλείαν ἐὰν εἴπω, δόξαν αὐτοῦ λέγω· κύριον ἐὰν εἴπω, κριτὴν αὐτὸν λεγω· κριτὴν ἐὰν εἴπω, δίκαιον αὐτὸν λέγω· πατέρα ἐὰν εἴπω, τὰ πάντα αὐτὸν λέγω· πῦρ ἐὰν εἴπω, τὴν ὀργὴν αὐτοῦ λέγω. ἐρεῖς οὖν μοι· ὀργίζεται Θεός; μάλιστα· ὀργίζεται τοῖς τὰ φαῦλα πράσσουσιν, ἀγαθὸς δὲ καὶ χρηστὸς καὶ οἰκτίρμων ἐστὶν ἐπὶ τοὺς ἀγαπῶντας καὶ φοβουμένους αὐτόν· παιδευτὴς γάρ ἐστι τῶν θεοσεβῶν, καὶ πατὴρ τῶν δικαίων· κριτὴς δὲ καὶ κολαστὴς τῶν ἀσεβῶν.

Ἄναρχος δέ ἐστιν, ὅτι ἀγέννητός ἐστιν· ἀναλλοίωτος δὲ, καθότι ἀθάνατός ἐστι. Θεὸς δὲ λέγεται, διὰ τὸ τεθεικέναι τὰ πάντα ἐπὶ τῇ ἑαυτοῦ ἀσφαλείᾳ, καὶ διὰ τὸ θέειν· τὸ δὲ θέειν ἐστὶ τὸ τρέχειν, καὶ κινεῖν, καὶ ἐνεργεῖν, καὶ τρέφειν, καὶ προνοεῖν, καὶ κυβερνᾷν καὶ ζωοποιεῖν τὰ πάντα. κύριος δέ ἐστι, διὰ τὸ κυριεύειν αὐτὸν τῶν ὅλων. πατὴρ δὲ, διὰ τὸ εἶναι αὐτὸν πρὸ τῶν ὅλων. δημιουργὸς δὲ καὶ ποιητὴς, διὰ τὸ αὐτὸν εἶναι κτίστην καὶ ποιητὴν τῶν ὅλων. ὕψιστος δὲ, διὰ τὸ εἶναι αὐτὸν ἀνώτερον τῶν πάντων. παντοκράτωρ δὲ, ὅτι αὐτὸς τὰ πάντα κρατεῖ καὶ ἐμπεριέχει. τὰ γὰρ ὕψη τῶν οὐρανῶν, καὶ τὰ βάθη τῶν ἀβύσσων, καὶ τὰ πέρατα τῆς οἰκουμένης, ἐν τῇ χειρὶ αὐτοῦ ἐστι, καὶ οὐκ ἔστι τόπος τῆς καταπαύσεως αὐτοῦ. οὐρανοὶ μὲν γὰρ ἔργον αὐτοῦ εἰσι, γῆ ποίημα αὐτοῦ ἐστι, θάλασσα κτίσμα αὐτοῦ ἐστιν, ἄνθρωπος πλάσμα καὶ εἰκὼν αὐτοῦ ἐστιν· ἥλιος καὶ σελήνη καὶ ἀστέρες στοιχεῖα αὐτοῦ εἰσιν, εἰς σημεῖα καὶ εἰς καιροὺς καὶ εἰς ἡμέρας καὶ εἰς ἐνιαυτοὺς γεγονότα, πρὸς ὑπηρεσίαν καὶ δουλείαν ἀνθρώπων· καὶ τὰ πάντα ὁ Θεὸς ἐποίησεν ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι· ἵνα διὰ τῶν ἔργων γινώσκηται καὶ νοηθῇ τὸ μέγεθος αὐτοῦ.

Καθάπερ γὰρ ψυχὴ ἐν ἀνθρώπῳ οὐ βλέπεται, ἀόρατος οὖσα ἀνθρώποις, διὰ δὲ τῆς κινήσεως τοῦ σώματος νοεῖται ἡ ψυχή· οὕτως ἔχοι ἂν καὶ τὸν Θεὸν μὴ δύνασθαι ὁραθῆναι ὑπὸ ὀφθαλμῶν ἀνθρωπίνων, διὰ δὲ τῆς προνοίας καὶ τῶν ἔργων αὐτοῦ βλέπεται καὶ νοεῖται. ὃν τρόπον γὰρ καὶ πλοῖον θεασάμενός τις ἐν θαλάσσῃ κατηρτισμένον, καὶ τρέχον καὶ κατερχόμενον εἰς λιμένα, δῆλον ὅτι ἡγήσεται εἶναι ἐν αὐτῷ κυβερνήτην τὸν κυβερνῶντα αὐτό· οὕτω δεῖ νοεῖν εἶναι τὸν Θεὸν κυβερνήτην τῶν ὅλων, εἰ καὶ οὐ θεωρεῖται ὀφθαλμοῖς σαρκίνοις διὰ τὸ αὐτὸν ἀχώρητον εἶναι. εἰ γὰρ τῷ ἡλίῳ ἐλαχίστῳ ὄντι στοιχείῳ οὐ δύναται ἄνθρωπος ἀτενίσαι, διὰ τὴν ὑπερβάλλουσαν θέρμην καὶ δύναμιν, πῶς οὐχὶ μᾶλλον τῇ τοῦ Θεοῦ δόξῃ ἀνεκφράστῳ οὔσῃ ἄνθρωπος θνητὸς οὐ δύναται ἀντωπῆσαι. ὃν τρόπον γὰρ ῥόα, ἔχουσα φλοιὸν τὸν περιέχοντα αὐτὴν, ἔνδον ἔχει μονὰς καὶ θήκας πολλὰς διαχωριζομένας διὰ ὑμένων, καὶ πολλοὺς κόκκους ἔχει τοὺς ἐν αὐτῇ κατοικοῦντας· οὕτως ἡ πᾶσα κτίσις περιέχεται ὑπὸ πνεύματος θεοῦ, καὶ τὸ πνεῦμα τὸ περίεχον σὺν τῇ κτίσει περιέχεται ὑπὸ χειρὸς Θεοῦ. ὥσπερ οὖν ὁ κόκκος τῆς ῥοᾶς ἔνδον κατοικῶν οὐ δύναται ὁρᾷν τὰ ἔξω τοῦ λέπους αὐτὸς ὢν ἔνδον· οὕτως οὐδὲ ἄνθρωπος ἐμπεριεχόμενος μετὰ πάσης τῆς κτίσεως ὑπὸ χειρὸς Θεοῦ, οὐ δύναται θεωρεῖν τὸν θεόν. εἶτα βασιλεὺς μὲν ἐπίγειος πιστεύεται εἶναι, καίπερ μὴ πᾶσι βλεπόμενος, διὰ δὲ νόμων καὶ διατάξεων αὐτοῦ καὶ ἐξουσιῶν καὶ δυνάμεων καὶ εἰκόνων νοεῖται. τὸν δὲ θεὸν οὐ βούλει σὺ νοεῖσθαι διὰ ἔργων, καὶ δυνάμεων;

Κατανόησον, ὦ ἄνθρωπε, τὰ ἔργα αὐτοῦ, καιρῶν μὲν κατὰ χρόνους ἀλλαγὴν, καὶ ἀέρων τροπὰς, στοιχείων τὸν εὔτακτον δρόμον, ἡμερῶν τε καὶ νυκτῶν καὶ μηνῶν καὶ ἐνιαυτῶν τὴν εὔτακτον πορείαν, σπερμάτων τε καὶ φυτῶν καὶ καρπῶν τὴν διάφορον καλλονὴν, τήν τε πολυποίκιλον γονὴν κτηνῶν τετραπόδων καὶ πετεινῶν καὶ ἑρπετῶν καὶ νηκτῶν, ἐνύδρων τε καὶ ἐναλίων, ἢ τὴν ἐν αὐτοῖς τοῖς ζώοις δεδομένην σύνεσιν πρὸς τὸ γεννᾷν καὶ ἐκτρέφειν, οὐκ εἰς ἰδίαν χρῆσιν, ἀλλὰ εἰς τὸ ἔχειν τὸν ἄνθρωπον· τήν τε πρόνοιαν ἣν ποιεῖται ὁ Θεὸς ἐτοιμάζων τροφὴν πάσῃ σαρκὶ, ἢ τὴν ὑποταγὴν ἣν ὥρισεν ὑποτάσσεσθαι τὰ πάντα τῇ ἀνθρωπότητι· πηγῶν τε γλυκερῶν καὶ ποταμῶν ἀεννάων ῥύσιν· δρόσων τε καὶ ὄμβρων καὶ ὑετῶν τὴν κατὰ καιροὺς γινομένην ἐπιχορηγίαν· τὴν οὐρανίων παμποίκιλον κίνησιν, ἑωσφόρον ἀνατέλλοντα μὲν καὶ προσημαίνοντα ἔρχεσθαι τὸν τέλειον φωστῆρα· σύνδεσμόν τε Πλειάδος καὶ Ὠρίωνος· Ἀρκτοῦρόν τε καὶ τὴν τῶν λοιπῶν ἄστρων πορείαν γινομένην ἐν τῷ κύκλῳ τοῦ οὐρανοῦ, οἷς ἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ πᾶσιν ἴδια ὀνόματα κέκληκεν. οὗτος Θεὸς μόνος ὁ ποιήσας ἐκ σκότους Φῶς· ὁ ἐξαγαγὼν φῶς ἐκ θησαυρῶν αὐτοῦ, ταμεῖά τε νότου καὶ θησαυροὺς ἀβύσσου, καὶ ὅρια θαλασσῶν, χιόνων τε καὶ χαλαζῶν θησαυροὺς, συνάγων ὕδατα ἐν θησαυροῖς ἀβύσσου, καὶ συνάγων τὸ σκότος ἐν θησαυροῖς αὐτοῦ, καὶ ἐξάγων τὸ φῶς τὸ γλυκὺ καὶ τὸ ποθεινὸν καὶ ἐπιτερπὲς ἐκ θησαυρῶν αὐτοῦ· ἀνάγων νεφέλας ἐξ ἐσχάτου τῆς γῆς, καὶ ἀστραπὰς πληθύνων εἰς ὑετόν· ὁ ἀποστέλλων τὴν βροντὴν εἰς φόβον, καὶ προκαταγγέλλων τὸν κτύπον τῆς βροντῆς διὰ τῆς ἀστραπῆς, ἵνα μὴ ψυχὴ αἰφνιδίως ταραχθεῖσα ἐκψύξῃ, ἀλλὰ μὴν καὶ τῆς ἀστραπῆς τῆς κατερχομένης ἐκ τῶν οὐρανῶν τὴν αὐτάρκειαν ἐπιμετρῶν πρὸς τὸ μὴ ἐκκαῦσαι τὴν γῆν. εἰ γὰρ λάβοι τὴν κατ᾿ ἐξουσίαν ἡ ἀστραπὴ, ἐκκαύσει τὴν γῆν· εἰ δὲ καὶ ἡ βροντὴ, καταστρέψει τὰ ἐν αὐτῇ.

Οὗτός μου Θεὸς ὁ τῶν ὅλων κύριος, ὁ τανύσας τὸν οὐρανὸν μόνος, καὶ θεὶς τὸ εὖρος τῆς ὑπ᾿ οὐρανόν· ὁ συνταράσσων τὸ κῦτος τῆς θαλάσσης, καὶ ἠχῶν τὰ κύματα αὐτῆς· ὁ δεσπόζων τοῦ κράτους αὐτῆς, καὶ τὸν σάλον τῶν κυμάτων καταπραΰνων· ὁ θεμελιώσας τὴν γῆν ἐπὶ τῶν ὑδάτων, καὶ δοὺς πνεῦμα τὸ τρέφον αὐτήν· οὗ ἡ πνοὴ ζωογονεῖ τὸ πᾶν· ὃς ἐὰν συσχῇ τὸ πνεῦμα παῤ ἑαυτῷ, ἐκλείψει τὸ πᾶν. τοῦτον λαλεῖς ἄνθρωπε, τούτου τὸ πνεῦμα ἀναπνεῖς, τοῦτον ἀγνοεῖς· τοῦτο δὲ σοι συμβέβηκε, διὰ τὴν τύφλωσιν τῆς ψυχῆς, καὶ πώρωσιν τῆς καρδίας σου. ἀλλὰ εἰ βούλει, δύνασαι θεραπευθῆναι· ἐπίδος σεαυτὸν τῷ ἰατρῷ, καὶ παρακεντήσει σου τοὺς ὀφθαλμοὺς τῆς ψυχῆς καὶ τῆς καρδίας. τίς ἐστιν ὁ ἰατρός; ὁ θεὸς, ὁ θεραπεύων καὶ ζωοποιῶν διὰ τοῦ λόγου καὶ τῆς σοφίας. ὁ Θεὸς διὰ τοῦ λόγου αὐτοῦ καὶ τῆς σοφίας. ὁ Θεὸς διὰ τοῦ λόγου αὐτοῦ καὶ τῆς σοφίας ἐποίησε τὰ πάντα. τῷ γὰρ λόγῳ αὐτοῦ ἐστερεώθησαν οἱ οὐρανοὶ, καὶ τῷ πνεύματι αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν. κρατίστη ἡ σοφία αὐτοῦ. ὁ Θεὸς τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν· ἠτοίμασε δὲ οὐρανοὺς φρονήσει, ἐν αἰσθήσει ἄβυσσοι ἐῤῥάγησαν, νέφη δὲ ἐῤῥύησαν δρόσους. εἰ ταῦτα νοεῖς, ἄνθρωπε, ἁγνῶς καὶ ὁσίως καὶ δικαίως ζῶν, δύνασαι ὁρᾷν τὸν Θεόν. πρὸ παντὸς δὲ προηγείσθω σου ἐν τῇ καρδίᾳ πίστις καὶ φόβος ὁ τοῦ Θεοῦ, καὶ τότε συνήσεις ταῦτα. ὅταν ἀπόθῃ τὸ θνητὸν, καὶ ἐνδύσῃ τὴν ἀφθαρσίαν, τότε ὄψει κατ᾿ ἀξίαν τὸν Θεόν. ἀνεγείρει γάρ σου τὴν σάρκα ἀθάνατον σὺν τῇ ψυχῇ ὁ Θεός· καὶ τότε ὄψει γενόμενος ἀθάνατος τὸν ἀθάνατον, ἐὰν νῦν πιστεύσῃς αὐτῷ· καὶ τότε ἐπιγνώσῃ ὅτι ἀδίκως κατελάλησας αὐτοῦ.

Ἀλλὰ ἀπιστεῖς νεκροὺς ἐγείρεσθαι. ὅτε ἔσται, τότε πιστεύσεις θέλων καὶ μὴ θέλων· καὶ ἡ πίστις σου εἰς ἀπιστίαν λογισθήσεται, ἐὰν μὴ νῦν πιστεύσῃς. πρὸς τί δὲ καὶ ἀπιστεῖς; ἢ οὐκ οἶδας ὅτι ἁπάντων πραγμάτων ἡ πίστις προηγεῖται; τίς γὰρ δύναται θερίσαι γεωργὸς, ἐὰν μὴ πρῶτον πιστεύσῃ τὸ σπέρμα τῇ γῇ· ἢ τίς δύναται διαπερᾶσαι τὴν θάλασσαν, ἐὰν μὴ πρῶτον ἑαυτὸν πιστεύσῃ τῷ πλοίῳ καὶ τῷ κυβερνήτῃ; τίς δὲ κάμνων δύναται θεραπευθῆναι, ἐὰν μὴ πρῶτον ἑαυτὸν πιστεύσῃ τῷ ἰατρῷ; ποίαν δὲ τέχνην ἢ ἐπιστήμην δύναταί τις μαθεῖν, ἐὰν μὴ πρῶτον ἐπιδῷ ἑαυτὸν καὶ πιστεύσῃ τῷ διδασκάλῳ; εἰ οὖν γεωργὸς πιστεύει τῇ γῇ, καὶ ὁ πλέων τῷ πλοίῳ, καὶ ὁ κάμνων τῷ ἰατρῷ, σὺ οὐ βούλει σεαυτὸν πιστεῦσαι τῷ Θεῷ, τοσούτους ἀῤῥαβῶνας ἔχων παρ᾿ αὐτοῦ; πρῶτον μὲν γὰρ ὅτι ἐποίησέ σε ἐξ οὐκ ὄντος εἰς τὸ εἶναι. εἰ γὰρ ὁ πατήρ σου οὐκ ἦν, οὐδὲ ἡ μητὴρ, πολὺ μᾶλλον οὐδὲ σὺ ἦς ποτε. καὶ ἔπλασέ σε ἐξ ὑγρᾶς οὐσίας μικρᾶς, καὶ ἐλαχίστης ῥανίδος, ἥτις οὐδὲ αὐτὴ ἦν ποτε. καὶ προήγαγέ σε ὁ Θεὸς εἰς τόνδε τὸν βίον. εἶτα πιστεύεις τὰ ὑπὸ ἀνθρώπων γινόμενα ἀγάλματα θεοὺς εἶναι, καὶ ἀρετὰς ποιεῖν, τῷ δὲ ποιήσαντί σε Θεῷ ἀπιστεῖς δύνασθαί σε καὶ μεταξὺ ποιῆσαι;

Καὶ τὰ μὲν ὀνόματα ὧν φῂς σέβεσθαι θεῶν, ὀνόματά ἐστι νεκρῶν ἀνθρώπων· καὶ τούτων τίνων καὶ ποταπῶν; οὐχὶ Κρόνος μὲν τεκνοφάγος εὑρίσκεται, καὶ τὰ ἑαυτοῦ τέκνα ἀναλίσκων; εἰ δὲ καὶ Δία τὸν παῖδα αὐτοῦ εἴποις, κατάμαθε κἀκείνου τὰς πράξεις, καὶ τὴν ἀναστροφήν· πρῶτον μὲν ὅτι ἐν Ἴδῃ ὑπὸ αἰγὸς ἀνετράφη, καὶ ταύτην σφάξας, κατὰ τοὺς μύθους, καὶ ἐκδείρας, ἐποίησεν ἑαυτῷ ἔνδυμα. τάς τε λοιπὰς πράξεις αὐτοῦ, περὶ τε ἀδελφοκοιτίας καὶ μοιχείας καὶ παιδοφθορίας, ἄμεινον Ὅμηρος καὶ οἱ λοιποὶ ποιηταὶ περὶ αὐτοῦ ἐξηγοῦνται. τί μοι τὸ λοιπὸν καταλέγειν περὶ τῶν υἱῶν αὐτοῦ, Ἡρακλέα μὲν ἑαυτὸν καύσαντα· Διόνυσον δὲ μεθύοντα καὶ μαινόμενον· καὶ Ἀπόλλωνα τὸν Ἀχιλλέα δεδιότα καὶ φεύγοντα, καὶ τῆς Δάφνης ἐρῶντα, καὶ τὸν Ὑακίνθου μόρον ἀγνοοῦντα· ἢ Ἀφροδίτην τὴν τιτρωσκομένην· καὶ Ἄρεα τὸν βροτολοιγὸν, ἔτι δὲ καὶ ἰχῶρα ῥέοντα τούτων τῶν λεγομένων θεῶν; καὶ ταῦτα μέν μέτριον εἰπεῖν, ὅπου γε θεὸς εὑρίσκεται μεμελισμένος ὁ καλούμενος Ὄσιρις· οὗ καὶ κατ᾿ ἔτος γίνονται τελεταὶ ὡς ἀπολλυμένου, καὶ εὑρισκομένου, καὶ κατὰ μέλος ζητουμένου. οὔτε γὰρ εἰ ἀπόλλυται νοεῖται, οὔτε εἰ εὑρίσκεται δείκνυται. τί δὲ μοι λέγειν Ἄττιν ἀποκοπτόμενον; ἢ Ἄδωνιν ἐν ὕλῃ ῥεμβόμενον, καὶ κυνηγετοῦντα, καὶ τιτρωσκόμενον ὑπὸ συός; ἢ Ἀσκληπιὸν κεραυνούμενον; καὶ Σάραπιν τὸν ἀπὸ Σινώπης φυγάδα εἰς Ἀλεξάνδρειαν γεγονότα; ἢ τὴν Σκυθίαν Ἄρτεμιν καὶ αὐτὴν φυγάδα γεγονυῖαν, καὶ ἀνδροφόνον, καὶ κυνηγέτιν, καὶ τοῦ Ἐνδυμίωνος ἐρασθεισαν; ταῦτα γὰρ οὐχ ἡμεῖς φαμὲν, ἀλλὰ οἱ καθ᾿ ὑμᾶς συγγραφεῖς καὶ ποιηταὶ κηρύσσουσι.

Τί μοι λοιπὸν καταλέγειν τὸ πλῆθος ὧν σέβονται ζώων Αἰγύπτιοι, ἑρπετῶν τε καὶ κτηνῶν καὶ θηρίων καὶ πετεινῶν καὶ ἐνύδρων νηκτῶν· ἔτι δὲ καὶ ποδόνιπτρα καὶ ἤχους αἰσχύνης; εἰ δὲ Ἕλληνας εἴποις καὶ τὰ λοιπὰ ἔθνη, σέβονται λίθους καὶ ξύλα καὶ τὴν λοιπὴν ὕλην, ὡς ἔφθημεν εἰρηκέναι, ἀπεικονίσματα νεκρῶν ἀνθρώπων. Φειδίας μὲν γὰρ εὑρίσκεται ἐν Πίσῃ ποιῶν Ἠλείοις τὸν Ὀλύμπιον Δία, καὶ Ἀθηναίοις ἐν Ἀκροπόλει τὴν Ἀθηνᾶν. πεύσομαι δέ σου κἀγὼ, ὦ ἄνθρωπε, πόσοι Ζῆνες εὑρίσκονται· Ζεὺς μὲν γὰρ ἐν πρώτοις προσαγορεύεται Ὀλύμπιος, καὶ Ζεὺς Λατεάριος, καὶ Ζεὺς Κάσιος, καὶ Ζεὺς κεραύνιος, καὶ Ζεὺς προπάτωρ, καὶ Ζεὺς παννύχιος, καὶ Ζεὺς πολιοῦχος, καὶ Ζεὺς καπετώλιος· καὶ ὁ μὲν Ζεὺς παῖς Κρόνου, βασιλεὺς Κρητῶν γενόμενος, ἔχει τάφον ἐν Κρήτῃ· οἱ δὲ λοιποὶ ἴσως οὐδὲ ταφῆς κατηξιώθησαν. εἰ δὲ καὶ εἴποις τὴν μητέρα τῶν λεγομένων θεῶν, μή μοι γένοιτο διὰ στόματος τὰς πράξεις αὐτῆς ἐξειπεῖν· ἀθέμιτον γὰρ ἡμῖν τὰ τοιαῦτα καὶ ὀνομάζειν· ἢ τῶν θεραπόντων αὐτῆς τὰς πράξεις ὑφ᾿ ὧν θεραπεύεται, ὅποσά τε τέλη καὶ εἰσφορὰς παρέχει τῷ βασιλεῖ αὐτή τε καὶ οἱ υἱοὶ αὐτῆς. οὐ γάρ εἰσι θεοὶ, ἀλλὰ εἴδωλα, καθὼς προειρήκαμεν, ἔργα χειρῶν ἀνθρώπων, καὶ δαιμόνια ἀκάθαρτα. γένοιντο δὲ τοιοῦτοι οἱ ποιοῦντες αὐτὰ, καὶ οἱ ἐλπίζοντες ἐπ᾿ αὐτοῖς.

Τοιγαροῦν μᾶλλον τιμήσω τὸν βασιλέα, οὐ προσκυνῶν αὐτῷ, ἀλλὰ εὐχόμενος ὑπὲρ αὐτοῦ. Θεῷ δὲ τῷ ὄντως Θεῷ καὶ ἀληθεῖ προσκυνῶ, εἰδὼς ὅτι ὁ βασιλεὺς ὑπ᾿ αὐτοῦ γέγονεν. ἐρεῖς οὖν μοι· διὰ τί οὐ προσκυνεῖς τὸν βασιλέα; ὅτι οὐκ εἰς τὸ προσκυνεῖσθαι γέγονεν, ἀλλὰ εἰς τὸ τιμᾷσθαι τῇ νομίμῳ τιμῇ· Θεὸς γὰρ οὐκ ἔστιν, ἀλλὰ ἄνθρωπος ὑπὸ Θεοῦ τεταγμένος, οὐκ εἰς τὸ προσκυνεῖσθαι, ἀλλὰ εἰς τὸ δικαίως κρίνειν. τρόπῳ γάρ τινι παρὰ Θεοῦ οἰκονομίαν πεπίστευται· καὶ γὰρ αὐτὸς, οὓς ἔχει ὑφ᾿ ἑαυτὸν τεταγμένους, οὐ βούλεται βασιλεῖς καλεῖσθαι· τὸ γὰρ βασιλεὺς αὐτοῦ ἐστιν ὄνομα· καὶ οὐκ ἄλλῳ ἐξόν ἐστι τοῦτο καλεῖσθαι· οὕτως οὐδὲ προσκυνεῖσθαι ἀλλ᾿ ἢ μόνῳ Θεῷ. ὥστε κατὰ πάντα πλανᾶσαι, ὦ ἄνθρωπε. τὸν δὲ βασιλέα τίμα εὐνοῶν αὐτῷ, ὑποτασσόμενος αὐτῷ, εὐχόμενος ὑπὲρ αὐτοῦ. τοῦτο γὰρ ποιῶν, ποιεῖς τὸ θέλημα τοῦ Θεοῦ· λέγει γὰρ ὁ νόμος τοῦ Θεοῦ· τίμα υἱὲ Θεὸν καὶ βασιλέα, καὶ μηδενὶ αὐτῶν ἀπειθὴς ᾖς. ἐξαίφνης γὰρ τίσονται τοὺς ἐχθροὺς αὐτῶν.

Περὶ δὲ τοῦ σε καταγελᾷν μου, καλοῦντά με Χριστιανόν· οὐκ οἶδας ὃ λέγεις. πρῶτον μὲν ὅτι τὸ χριστὸν ἡδὺ καὶ εὔχρηστον καὶ ἀκαταγέλαστόν ἐστι. ποῖον γὰρ πλοῖον δύναται εὔχρηστον εἶναι καὶ σώζεσθαι, ἐὰν μὴ πρῶτον χρισθῇ; ἢ ποῖος πύργος ἢ οἰκία εὔμορφος καὶ εὔχρηστός ἐστιν, ἐπὰν οὐ κέχρισται; τίς δὲ ἄνθρωπος εἰσελθὼν εἰς τόνδε τὸν βίον, ἢ ἀθλῶν, οὐ χρίεται ἐλαίῳ; ποῖον δὲ ἔργον ἢ κόσμιον δύναται εὐμορφίαν ἔχειν, ἐὰν μὴ χρισθῇ καὶ στιλβωθῇ; εἶτα ἀὴρ μὲν, καὶ πᾶσα ἡ ὑπ᾿ οὐρανὸν, τρόπῳ τινὶ χρίεται φωτὶ καὶ πνεύματι· σὺ δὲ οὐ βούλει χρισθῆναι ἔλαιον Θεοῦ; τοιγαροῦν ἡμεῖς τούτου εἵνεκεν καλούμεθα Χριστιανοί· ὅτι χριόμεθα ἔλαιον Θεοῦ.

Ἀλλὰ καὶ τὸ ἀρνεῖσθαί σε νεκροὺς ἐγείρεσθαι· φῂς γὰρ, δεῖξόν μοι κἂν ἕνα ἐγερθέντα ἐκ νεκρῶν, ἵνα ἰδὼν πιστεύσω· πρῶτον μὲν, τί μέγα, εἰ θεασάμενος τὸ γεγονὸς πιστεύεις; εἶτα πιστεύεις μὲν Ἡρακλέα καύσαντα ἑαυτὸν ζῇν· καὶ Ἀσκληπιὸν κεραυνωθέντα ἐγηγέρθαι, τὰ δὲ ὑπὸ τοῦ Θεοῦ σοι λεγόμενα ἀπιστεῖς; ἴσως καὶ ἐπιδείξω σοι νεκρὸν ἐγερθέντα, καὶ ζῶντα, καὶ τοῦτο ἀπιστήσεις. ὁ μὲν οὖν Θεός σοι πολλὰ τεκμήρια ἐπιδείκνυσιν εἰς τὸ πιστεύειν αὐτῷ. εἰ γὰρ βούλει, κατανόησον τὴν τῶν καιρῶν καὶ ἡμερῶν καὶ νυκτῶν τελευτὴν, πῶς καὶ αὐτὰ τελευτᾷ καὶ ἀνίσταται. τί δὲ καὶ οὐχὶ ἡ τῶν σπερμάτων καὶ καρπῶν γινομένη ἐξανάστασις, καὶ τοῦτο εἰς τὴν χρῆσιν τῶν ἀνθρώπων; εἰ γὰρ τύχοι εἰπεῖν κόκκος σίτου ἢ τῶν λοιπῶν σπερμάτων ἐπὰν βληθῇ εἰς τὴν γῆν, πρῶτον ἀποθνήσκει καὶ λύεται, εἶτα ἐγείρεται καὶ γίνεται στάχυς. ἡ δὲ τῶν δένδρων καὶ ἀκροδρύων φύσις, πῶς οὐχὶ κατὰ πρόσταγμα Θεοῦ ἐξ ἀφανοῦς καὶ ἀοράτου κατὰ καιροὺς προσφέρουσι τοὺς καρπούς; ἔτι μὴν ἐνίοτε καὶ στρούθιον, ἢ τῶν λοιπῶν πετεινῶν, καταπιὸν σπέρμα μηλέας, ἢ συκῆς, ἤ τινος ἑτέρου, ἦλθεν ἐπί τινα λόφον πετρώδη, ἢ τάφον, καὶ ἀφώδευσε, κἀκεῖνο δραξάμενον ἀνέφυ δένδρον, τὸ ποτὲ καταποθὲν, καὶ διὰ τοσαύτης θερμασίας διελθόν. ταῦτα δὲ πάντα ἐνεργεῖ ἡ τοῦ Θεοῦ σοφία, εἰς τὸ ἐπιδεῖξαι καὶ διὰ τούτων, ὅτι δυνατός ἐστιν ὁ Θεὸς ποιῆσαι τὴν καθολικὴν ἀνάστασιν ἁπάντων ἀνθρώπων. εἰ δὲ καὶ θαυμασιώτερον θέαμα θέλεις θεάσασθαι γενόμενον πρὸς ἀπόδειξιν ἀναστάσεως, οὐ μόνον τῶν ἐπιγείων πραγμάτων, ἀλλὰ καὶ τῶν ἐν οὐρανῷ, κατανοήσον τὴν ἀνάστασιν τῆς σελήνης τὴν κατὰ μῆνα γενομένην, πῶς φθίνει καὶ ἀποθνήσκει καὶ ἀνίσταται πάλιν. ἔτι ἄκουσον καὶ ἐν σοὶ αὐτῷ ἔργον ἀναστάσεως γινόμενον, κἂν ἀγνοῇς, ὦ ἄνθρωπε. ἴσως γάρ ποτε νόσῳ περιπεσὼν, ἀπώλεσάς σου τὰς σάρκας, καὶ τὴν ἰσχὺν, καὶ τὸ εἶδος, ἐλέους δὲ τυχὼν παρὰ Θεοῦ, καὶ ἰάσεως, πάλιν ἀπέλαβές σου τὸ σῶμα, καὶ τὸ εἶδος, καὶ τὴν ἰσχύν· καὶ ὥσπερ οὐκ ἔγνως ποῦ ἐπορεύθησάν σου αἱ σάρκες ἀφανεῖς γενόμεναι, οὕτως οὐκ ἐπίστασαι οὐδὲ πόθεν ἐγένοντο, ἢ πόθεν ἦλθον. ἀλλὰ ἐρεῖς· ἐκ τροφῶν καὶ χυμῶν ἐξαιματουμένων. καλῶς. ἀλλὰ καὶ τοῦτο ἔργον Θεοῦ τοῦ οὕτω δημιουργήσαντος καὶ οὐκ ἄλλου τινός.

Μὴ οὖν ἀπίστει, ἀλλὰ πίστευε· καὶ γὰρ ἐγὼ ἠπίστουν τοῦτο ἔσεσθαι· ἀλλὰ νῦν κατανοήσας αὐτὰ πιστεύω, ἁμὰ καὶ ἐπιτυχὼν ἱεραῖς γραφαῖς τῶν ἁγίων προφητῶν, οἱ καὶ προεῖπον διὰ πνεύματος Θεοῦ τὰ προγεγονότα ᾧ τρόπῳ γέγονε, καὶ τὰ ἐνεστῶτα τίνι τρόπῳ γίνεται, καὶ τὰ ἐπερχόμενα ποίᾳ τάξει ἀπαρτισθήσεται. ἀπόδειξιν οὖν λαβὼν τῶν γινομένων καὶ προαναπεφωνημένων, οὐκ ἀπιστῶ· ἀλλὰ πιστεύω πειθαρχῶν Θεῷ, ᾧ εἰ βούλει καὶ σὺ ὑποτάγηθι, πιστεύων αὐτῷ, μὴ νῦν ἀπιστήσας, πεισθῇς ἀνιώμενος τότε ἐν αἰωνίοις τιμωρίαις. ὧν τιμωριῶν προειρημένων ὑπὸ τῶν προφητῶν, μεταγενέστεροι γενόμενοι οἱ ποιηταὶ καὶ φιλόσοφοι ἔκλεψαν ἐκ τῶν ἁγίων γραφῶν, εἰς τὸ δόγματα αὐτῶν ἀξιόπιστα γενηθῆναι. πλὴν καὶ αὐτοὶ προεῖπον περὶ τῶν κολάσεων τῶν μελλουσῶν ἔσεσθαι ἐπὶ τοὺς ἀσεβεῖς καὶ ἀπίστους, ὅπως ᾖ ἐμμάρτυρα πᾶσι, πρὸς τὸ μὴ εἰπεῖν τινὰς ὅτι οὐκ ἠκούσαμεν, οὐδὲ ἔγνωμεν. εἰ δὲ βούλει καὶ σὺ, ἔντυχε φιλοτίμως ταῖς προφητικαῖς γραφαῖς· καὶ αὐταί σε τρανότερον ὁδηγήσουσι πρὸς τὸ ἐκφυγεῖν τὰς αἰωνίους κολάσεις, καὶ τυχεῖν τῶν αἰωνίων ἀγαθῶν τοῦ Θεοῦ. ὁ γὰρ δοὺς στόμα εἰς τὸ λαλεῖν, καὶ πλάσας οὖς εἰς τὸ ἀκούειν, καὶ ποιήσας ὀφθαλμοὺς εἰς τὸ ὁρᾷν, ἐξετάσει τὰ πάντα καὶ κρινεῖ τὸ δίκαιον, ἀποδίδους ἑκάστῳ κατὰ ἀξίαν τὸν μισθόν. τοῖς μὲν καθ᾿ ὑπομονὴν διὰ ἔργων ἀγαθῶν ζητοῦσι τὴν ἀφθαρσίαν, δωρήσεται ζωὴν αἰώνιον, χαρὰν, εἰρήνην, ἀνάπαυσιν, καὶ πλήθη ἀγαθῶν, ὧν οὔτε ὀφθαλμὸς εἶδεν, οὔτε οὖς ἤκουσεν, οὔτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη. τοῖς δὲ ἀπίστοις, καὶ καταφρονηταῖς καὶ ἀπειθοῦσι τῇ ἀληθείᾳ, πειθομένοις δὲ τῇ ἀδικίᾳ, ἐπὰν ἐμφύρωνται μοιχείαις, καὶ πορνείαις, καὶ ἀρσενοκοιτίαις, καὶ πλεονεξίαις, καὶ ταῖς ἀθεμίτοις εἰδωλολατρείαις, ἔσται ὀργὴ καὶ θυμὸς, θλίψις καὶ στενοχώριαι· καὶ τὸ τέλος τοὺς τοιούτους καθέξει πῦρ αἰώνιον. ἐπειδὴ προσέθηκας, ὦ ἑταῖρε· δεῖξόν μοι τὸν Θεόν σου, οὗτός μου Θεὸς, καὶ συμβουλεύω σοι φοβεῖσθαι αὐτὸν καὶ πιστεύειν αὐτῷ.

ΘΕΟΦΙΛΟΥ ΠΡΟΣ ΑΥΤΟΛΥΚΟΝ. ΒΙΒΛΙΟΝ Β΄.

ἘΠΕΙΔΗ πρὸ τούτων τῶν ἡμερῶν ἐγένετο λόγος ἡμῖν, ὦ ἀγαθότατε Αὐτόλυκε, πυθομένου σου τίς μου ὁ Θεὸς, καὶ δι᾿ ὀλίγου παρασχόντος σου τὰ ὦτα τῇ ὁμιλίᾳ ἡμῖν, περὶ τῆς θεοσεβείας μου ἐξεθέμην σοι· ἔτι δὲ καὶ ἀποταξάμενοι ἑαυτοῖς μετὰ πλείστης φιλίας, ἐπορεύθημεν ἕκαστος εἰς τὸν ἑαυτοῦ οἶκον, καίπερ σκληρῶς τὰ πρῶτα ἔχοντός σου πρὸς ἡμᾶς· οἶδας γὰρ καὶ μέμνησαι, ὅτι ὑπέλαβες μωρίαν εἶναι τὸν λόγον ἡμῶν· σοῦ οὖν μετὰ ταῦτα προτρεψαμένου με, κἂν ἰδιώτης ὦ τῷ λόγῳ, πλὴν βούλομαί σοι καὶ νῦν διὰ τοῦδε συγγράμματος ἀκριβέστερον ἐπιδεῖξαι τὴν ματαιοπονίαν καὶ ματαίαν θρησκείαν ἐν ᾗ κατέχῃ, ἅμα καὶ δι᾿ ὀλίγων τῶν κατά σε ἱστοριῶν ὧν ἀναγινώσκεις, ἴσως δὲ οὐδέπω γινώσκεις, τὸ ἀληθὲς φανερόν σοι ποιῆσαι.

Καὶ γὰρ γέλοιόν μοι δοκεῖ, λιθοξόους μὲν καὶ πλάστας, ἢ ζωγράφους, ἢ χωνευτὰς πλάσσειν τε καὶ γράφειν καὶ γλύφειν καὶ χωνεύειν, καὶ θεοὺς κατασκευάζειν, οἳ ἐπὰν γένωνται ὑπὸ τῶν τεχνιτῶν, οὐδὲν αὐτοὺς ἡγοῦνται· ὅταν δὲ ἀγορασθῶσιν ὑπό τινων καὶ ἀνατεθῶσιν εἰς ναὸν καλούμενον ἢ οἶκόν τινα, τούτοις οὐ μόνον θύουσιν οἱ ὠνησάμενοι, ἀλλὰ καὶ οἱ ποιήσαντες καὶ πωλήσαντες ἔρχονται μετὰ σπουδῆς καὶ παρατάξεως θυσιῶν τε καὶ σπονδῶν εἰς τὸ προσκυνεῖν αὐτοῖς, καὶ ἡγοῦνται θεοὺς αὐτοὺς, οὐκ εἰδότες ὅτι τοιοῦτοί εἰσιν, ὁποῖοι καὶ ὅτε ἐγένοντο ὑπ᾿ αὐτῶν, ἤτοι λίθος, ἢ χαλκὸς, ἢ ξύλον, ἢ χρῶμα, ἢ καὶ ἑτέρα τις ὕλη. τοῦτο δὲ καὶ ὑμῖν συμβέβηκε τοῖς ἀναγινώσκουσι τὰς ἱστορίας καὶ γενεαλογίας τῶν λεγομένων θεῶν· ὁπόταν γὰρ ἐντυγχάνητε ταῖς γενέσεσιν αὐτῶν, ὡς ἀνθρώπους αὐτοὺς νοεῖτε· ὕστερον δὲ θεοὺς προσαγορεύετε, καὶ θρησκεύετε αὐτοῖς, οὐκ ἐφιστάνοντες οὐδὲ συνίεντες, ὅτι οἵους αὐτοὺς ἀνέγνωτε γεγονέναι, τοιοῦτοι καὶ ἐγεννήθησαν.

Καὶ τῶν μὲν τότε θεῶν, εἴπερ ἐγεννῶντο, γένεσις πολλὴ ηὑρίσκετο· τὸ δὲ νῦν ποῦ θεῶν γένεσις δείκνυται; εἰ γὰρ τότε ἐγεννῶν καὶ ἐγεννῶντο, δῆλον ὅτι ἐχρῆν καὶ ἕως τοῦ δεῦρο γίνεσθαι θεοὺς γεννητούς· εἰ δέ μή γε, ἀσθενὲς τὸ τοιοῦτο νοηθήσεται. ἢ γὰρ ἐγήρασαν, διὸ οὐκ ἔτι γεννῶσιν, ἢ ἀπέθανον, καὶ οὐκ ἔτι εἰσίν. εἰ γὰρ ἐγεννῶντο θεοὶ, ἐχρῆν καὶ ἕως τοῦ δεῦρο γεννᾷσθαι· καθάπερ γὰρ καὶ ἄνθρωποι γεννῶνται. μᾶλλον δὲ καὶ πλείονες θεοὶ ὤφειλον εἵναι τῶν ἀνθρώπων, ὥς φησι Σίβυλλα· Εἰ δὲ θεοὶ γεννῶσι, καὶ ἀθάνατοί γε μένουσι, Πλείονες ἀνθρώπων γεγενημένοι οἱ θεοὶ ἦσαν, Οὐδὲ τόπος στῆναι θνητοῖς οὐκ ἄν ποθ᾿ ὑπῆρξεν. Εἰ γὰρ ἀνθρώπων θνητῶν καὶ ὀλιγοχρονίων ὄντων τὰ γεννώμενα τέκνα ἕως τοῦ δεῦρο δείκνυται, καὶ οὐ πέπαυται τὸ μὴ γεννᾷσθαι ἀνθρώπους, διὸ πληθύουσι πόλεις καὶ κῶμαι, ἔτι μὴν καὶ χῶραι κατοικοῦνται, πῶς οὐχὶ μᾶλλον ἐχρῆν θεοὺς τοὺς μὴ ἀποθνήσκοντας, κατὰ τοὺς ποιητὰς, γεννᾷν καὶ γεννᾷσθαι, καθῶς φατε θεῶν γένεσιν γεγενῆσθαι; πρὸς τί δὲ μὲν τότε τὸ ὄρος τὸ καλούμενον Ὄλυμπος ὑπὸ θεῶν κατῳκεῖτο, νυνὶ δὲ ἔρημον τύγχανει; ἢ τίνος ἕνεκεν, τότε μὲν ὁ Ζεὺς ἐν τῇ Ἴδῃ κατῴκει, καὶ ἐγινώσκετο οἰκῶν ἐκεῖ κατὰ τὸν Ὅμηρον καὶ τοὺς λοιποὺς ποιητὰς, νυνὶ δὲ ἀγνοεῖται; διὰ τί δὲ καὶ οὐκ ἦν πανταχόσε, ἀλλ᾿ ἐν μέρει γῆς ηὑρίσκετο; ἢ γὰρ τῶν λοιπῶν ἠμέλει, ἢ ἀδύνατος ἦν τοῦ πανταχόσε εἶναι, καὶ τῶν πάντων προνοεῖν. εἰ γὰρ ἦν, εἰ τύχοι εἰπεῖν, ἐν τόπῳ ἀνατολικῷ, οὐκ ἦν ἐν τόπῳ δυτικῷ· εἰ δὲ αὖ πάλιν ἐν τοῖς δυτικοῖς ἦν, οὐκ ἦν ἐν τοῖς ἀνατολικοῖς. Θεοῦ δὲ τοῦ ὑψίστου καὶ παντοκράτορος, καὶ τοῦ ὄντως Θεοῦ, τοῦτό ἐστι μὴ μόνον τὸ πανταχόσε εἶναι, ἀλλὰ καὶ πάντα ἐφορᾷν, καὶ πάντων ἀκούειν· ἔτι μὴν μηδὲ τὸ ἐν τόπῳ χωρεῖσθαι· εἰ δὲ μή γε, μείζων ὁ χωρῶν τόπος αὐτοῦ εὑρεθήσεται· μεῖζον γάρ ἐστι τὸ χωροῦν τοῦ χωρουμένου· Θεὸς γὰρ οὐ χωρεῖται, ἀλλὰ αὐτός ἐστι τόπος τῶν ὅλων πρὸς τί δὲ καὶ καταλέλοιπεν ὁ Ζεὺς τὴν Ἴδην; πότερον τελευτήσας, ἢ οὐκ ἔτι ἤρεσεν αὐτῷ ἐκεῖνο τὸ ὄρος; ποῦ δὲ καὶ ἐπορεύθη; εἰς οὐρανούς; οὐχί. ἀλλὰ ἐρεῖς εἰς Κρήτην; ναὶ, ὅπου καὶ τάφος αὐτῷ ἕως τοῦ δεῦρο δείκνυται. πάλιν φήσεις εἰς Πίσαν, ὁ κλέων ἕως τοῦ δεῦρο τὰς χεῖρας Φειδίου. ἔλθωμεν τοίνυν ἐπὶ τὰ συγγράμματα τῶν φιλοσόφων καὶ ποιητῶν.

Ἔνιοι μὲν τῆς στοᾶς ἀρνοῦνται καὶ τὸ ἐξ ὅλου Θεὸν εἶναι, ἢ εἰ καὶ ἔστι, μηδενός φασι φροντίζειν τὸν Θεὸν, πλὴν ἑαυτοῦ· καὶ ταῦτα μὲν παντελῶς Ἐπικούρου καὶ Χρυσίππου ἡ ἄνοια ἀπεφήνατο. ἕτεροι δέ φασιν αὐτοματισμὸν τῶν πάντων εἶναι, καὶ τὸν κόσμον ἀγέννητον, καὶ φύσιν ἀϊδίαν, καὶ τὸ σύνολον πρόνοιαν μὴ εἶναι Θεοῦ ἐτόλμησαν ἐξειπεῖν· ἀλλὰ Θεὸν εἶναι μόνον φασὶ τὴν ἑκάστου συνείδησιν. ἄλλοι δ᾿ αὖ τὸ δι᾿ ὅλου κεχωρηκὸς πνεῦμα Θεὸν δογματίζουσι. Πλάτων δὲ καὶ οἱ τῆς αἱρέσεως αὐτοῦ, Θεὸν μὲν ὁμολογοῦσιν ἀγέννητον καὶ πατέρα καὶ ποιητὴν τῶν ὅλων εἶναι· εἶτα ὑποτίθενται Θεὸν καὶ ὕλην ἀγέννητον, καὶ ταύτην φασὶ συνηκμακέναι τῷ Θεῷ. εἰ δὲ Θεὸς ἀγέννητος, καὶ ὕγη ἀγέννητος, οὐκ ἔτι ὁ Θεὸς ποιητὴς τῶν ὅλων ἐστὶ, κατὰ τοὺς Πλατωνικοὺς, οὐδὲ μὴν μοναρχία Θεοῦ δείκνυται, ὅσον τὸ κατ᾿ αὐτούς. ἔτι δὲ καὶ ὥσπερ ὁ Θεὸς ἀγέννητος ὢν καὶ ἀναλλοίωτός ἐστιν, οὕτως εἰ καὶ ἡ ὕλη ἀγέννητος ἦν, καὶ ἀναλλοίωτος καὶ ἰσόθεος ἦν. τὸ γὰρ γεννητὸν τρεπτὸν καὶ ἀλλοίωτον· τὸ δὲ ἀγέννητον ἀτρεπτὸν καὶ ἀναλλοίωτον. τί δὲ μέγα εἰ ὁ Θεὸς ἐξ ὑποκειμένης ὕλης ἐποίει τὸν κόσμον; καὶ γὰρ τεχνίτης ἄνθρωπος ἐπὰν ὕλην λάβῃ ἀπό τινος, ἐξ αὐτῆς ὅσα βούλεται ποιεῖ· Θεοῦ δὲ ἡ δύναμις ἐν τούτῳ φανεροῦται, ἵνα ἐξ οὐκ ὄντων ποιῇ ὅσα βούλεται· καθάπερ καὶ τὸ ψυχὴν δοῦναι καὶ κίνησιν οὐχ ἑτέρου τινός ἐστιν, ἀλλ᾿ ἢ μόνου Θεοῦ. καὶ γὰρ ἄνθρωπος εἰκόνα μὲν ποιεῖ, λόγον δὲ καὶ πνοὴν ἢ αἴσθησιν οὐ δύναται δοῦναι τῷ ὑπ᾿ αὐτοῦ γινομένῳ. Θεὸς δὲ τούτου πλεῖον τοῦτο κέκτηται, τὸ ποιεῖν λογικὸν, ἔμπνουν, αἰσθητικόν. ὥσπερ οὖν ἐν τούτοις πᾶσι δυνατώτερός ἐστιν ὁ Θεὸς τοῦ ἀνθρώπου, οὕτω καὶ τὸ ἐξ οὐκ ὄντων ποιεῖν καὶ πεποιηκέναι τὰ ὄντα καὶ ὅσα βούλεται, καθὼς βούλεται.

Ὥστε ἀσύμφωνός ἐστιν ἡ γνώμη κατὰ τοὺς φιλοσόφους καὶ συγγραφεῖς. τούτων γὰρ ταῦτα ἀποφηναμένων, εὑρίσκεται ὁ ποιητὴς Ὅμηρος, ἑτέρᾳ ὑποθέσει εἰσάγων γένεσιν οὐ μόνον κόσμου, ἀλλὰ καὶ θεῶν· φησὶ γάρ που· Ὠκεανόν τε θεῶν γένεσιν, καὶ μητέρα Τηθὺν, Ἐξ οὗπερ πάντες ποταμοὶ καὶ πᾶσα θάλασσα. ἃ δὴ λέγων οὐκ ἔτι Θεὸν συνιστᾷ. τίς γὰρ οὐκ ἐπίσταται, τὸν ὠκεανὸν ὕδωρ εἶναι; εἰ δὲ ὕδωρ, οὐκ ἄρα Θεός. ὁ δὲ Θεὸς εἰ τῶν ὅλων ποιητής ἐστι, καθὼς καί ἐστιν, ἄρα καὶ τοῦ ὕδατος καὶ τῶν θαλασσῶν κτίστης ἐστίν. Ἡσίοδος δὲ καὶ αὐτὸς οὐ μόνον θεῶν γένεσιν ἐξεῖπεν, ἀλλὰ καὶ αὐτοῦ τοῦ κόσμου· καὶ τὸν μὲν κόσμον γενητὸν εἰπὼν, ἠτόνησεν εἰπεῖν ὑφ᾿ οὗ γέγονεν. ἔτι μὴν καὶ θεοὺς ἔφησε Κρόνον καὶ τὸν ἐξ αὐτοῦ Δία, Ποσειδῶνά τε, καὶ Πλούτωνα, καὶ τούτους μεταγενεστέρους εὑρίσκομεν τοῦ κόσμου. ἔτι δὲ καὶ τὸν Κρόνον πολεμεῖσθαι ὑπὸ τοῦ Διὸς τοῦ ἰδίου παιδὸς ἱστορεῖ. οὕτω γάρ φησι· Κάρτεϊ νικήσας πατέρα Κρόνον· εὖ δὲ ἕκαστα Ἀθανάτοις διέταξεν ὁμῶς, καὶ ἐπέφραδε τιμάς. εἶτα ἐπιφέρει λέγων τὰς τοῦ Διὸς θυγατέρας, ἃς καὶ Μούσας προσαγορεύει, ὧν ἱκέτης εὑρίσκεται βουλόμενος μαθεῖν παρ᾿ αὐτῶν, τίνι τρόπῳ τὰ πάντα γεγένηται· λέγει γάρ· Χαίρετε τέκνα Διὸς, δότε δ᾿ ἱμερόεσσαν ἀοιδὴν, Κλείετε δ᾿ ἀθανάτων ἱερὸν γένος αἰὲν ἐόντων, Οἳ γῆς ἐξεγένοντο, καὶ οὐρανοῦ ἀστερόεντος, Νυκτός τε δνοφερῆς, οὕς θ᾿ ἁλμυρὸς ἔτρεφε πόντος. Εἴπατε δ᾿ ὡς τὰ πρῶτα θεοὶ, καὶ γαῖα γένοντο, Καὶ ποταμοὶ, καὶ πόντος ἀπείριτος, οἴδματι θύων, Ἄστρα τε λαμπετόωντα, καὶ οὐρανὸς εὐρὺς ὕπερθεν· Οἵ τ᾿ τῶν ἐγένοντο θεοὶ, δωτῆρες ἐάων, Ὥς τ᾿ ἄφενος δάσσαντο, καὶ ὡς τιμὰς διέλοντο. Ἠδὲ καὶ ὡς τὰ πρῶτα πολύπτυχον ἔσχον Ὄλυμπον· Ταῦτά μοι ἔσπετε Μοῦσαι ὀλύμπια δώματ᾿ ἔχουσαι, Ἐξ ἀρχῆς, καὶ εἴπαθ᾿ ὅτι πρῶτον γένετ᾿ αὐτῶν. Πῶς δὲ ταῦτα ἠπίσταντο αἱ Μοῦσαι, μεταγενέστεραι οὖσαι τοῦ κόσμου; ἢ πῶς ἠδύναντο διηγήσασθαι τῷ Ἡσιόδῳ· ὅπου δὲ ὁ πατὴρ αὐτῶν οὔπω γεγένηται;

Καὶ ὕλην μὲν τρόπῳ τινὶ ὑποτίθεται καὶ κόσμου ποίησιν, λέγων· Ἤτοι μὲν πρώτιστα Χάος γένετ᾿, αὐτὰρ ἔπειτα Γαῖ᾿ εὐρύστερνος, πάντων ἕδος ἀσφαλὲς αἰεὶ Ἀθανάτων, οἳ ἔχουσι κάρη νιφόεντος Ὀλύμπου, Τάρταρά τ᾿ ἠερόεντα, μυχῷ χθονὸς εὐρυοδείης, Ἠδ᾿ Ἔρος, ὃς κάλλιστος ἐν ἀθανάτοισι θεοῖσι, Λυσιμελὴς, πάντων τε θεῶν πάντων τ᾿ ἀνθρώπων Δάμναται ἐν στήθεσσι νόον, καὶ ἐπίφρονα βουλήν. Ἐκ Χάεος δ᾿ Ἐρεβός τε, μέλαινά τε Νὺξ ἐγένοντο. Νυκτὸς δ᾿ αὖτ᾿ Αἰθήρ τε καὶ Ἡμέρη ἐξεγένοντο, Οὓς τέκε κυσαμένη, Ἐρέβει φιλότητι μιγεῖσα. Γαῖα δέ τοι πρῶτον μὲν ἐγείνατο ἶσον ἑαυτῇ Οὐρανὸν ἀστερόενθ᾿, ἵνα μιν περὶ πάντα καλύπτοι, Ὄφρ᾿ εἴη μακάρεσσι θεοῖς ἕδος ἀσφαλὲς αἰεὶ, Γείνατο δ᾿ οὔρεα μακρὰ, θεῶν χαρίεντας ἐναύλους Νυμφέων, αἳ ναίουσιν ἀν᾿ οὔρεα βησσήεντα, Ἠδὲ καὶ ἀτρύγετον πέλαγος τέκεν οἴδματι θύον, Πόντον, ἄτερ φιλότητος ἐφιμέρου· αὐτὰρ ἔπειτα Οὐρανῷ εὐνηθεῖσα, τέκ᾿ Ὠκεανὸν βαθυδίνην. καὶ ταῦτα εἰπὼν, οὐδὲ οὕτως ἐδήλωσεν ὑπὸ τίνος ἐγένοντο. εἰ γὰρ ἐν πρώτοις ἦν χάος, καὶ ὕλη τις προϋπέκειτο ἀγέννητος οὖσα· τίς ἄρα ἦν ὁ ταύτην μετασκευάζων, καὶ μεταῤῥυθμίζων, καὶ μεταμορφῶν; πότερον αὐτὴ ἑαυτὴν ἡ ὕλη μετεσχημάτιζε καὶ ἐκοσμεῖ; (ὁ γὰρ Ζεὺς μετὰ χρόνον πολὺν γεγένηται, οὐ μόνον τῆς ὕλης, ἀλλὰ καὶ τοῦ κόσμου, καὶ πλήθους ἀνθρώπων· ἔτι μὴν καὶ ὁ πατὴρ αὐτοῦ Κρόνος) ἢ μᾶλλον ἦν κύριόν τι τὸ ποιῆσαν αὐτὴν, λέγω δὲ Θεὸς ὁ καὶ κατακοσμήσας. ἔτι μὴν κατὰ πάντα τρόπον φλυαρῶν εὑρίσκεται, καὶ ἐνάντια ἑαυτῷ λέγων· εἰπὼν γὰρ γῆν καὶ οὐρανὸν καὶ θάλασσαν, ἐξ αὐτῶν τοὺς θεοὺς βούλεται γεγονέναι, καὶ ἐκ τούτων ἀνθρώπους δεινοτάτους τινὰς συγγενεῖς θεῶν καταγγέλλει, Τιτάνων γένος καὶ Κυκλώπων, καὶ Γιγάντων πληθὺν, τῶν τε κατὰ Αἴγυπτον δαιμόνων ἢ ματαίων ἀνθρώπων, ὡς μέμνηται Ἀπολλωνίδης ὁ καὶ Ὡράπιος ἐπικληθεὶς, ἐν βίβλῳ τῇ ἐπιγραφομένῃ Σεμενουθὶ, καὶ ταῖς λοιπαῖς κατ᾿ αὐτὸν ἱστορίαις, περί τε τῆς θρησκείας τῆς Αἰγυπτιακῆς, καὶ τῶν βασιλέων αὐτῶν, καὶ τῆς ἐν αὐτοῖς ματαιοπονίας.

Τί δέ μοι λέγειν τοὺς κατὰ Ἕλληνας μύθους; Πλούτωνα μὲν σκότους βασιλεύοντα, καὶ Ποσειδῶνα ὑπὸ πόντον δύνοντα, καὶ τῇ Μελανίππῃ περιπλεκόμενον, καὶ υἱὸν ἀνθρωποβόρον γεννήσαντα· ἢ περὶ τῶν τοῦ Διὸς παίδων ὁπόσα οἱ συγγραφεῖς ἐτραγῴδησαν· καὶ ὅτι οὗτοι ἄνθρωποι καὶ οὐ θεοὶ ἐγεννήθησαν, τὸ γένος αὐτῶν αὐτοὶ καταλέγουσιν. Ἀριστοφάνης δὲ ὁ κωμικὸς, ἐν ταῖς ἐπιγραφομέναις ὄρνισιν ἐπιχειρήσας περὶ τῆς τοῦ κόσμου ποιήσεως, ἔφη ἐν πρώτοις ὠὸν γεγενῆσθαι τὴν σύστασιν τοῦ κόσμου, λέγων· Τίκτει πρώτιστον ὑπηνέμιον Νὺξ ἡ μελανόπτερος ᾠόν. ἀλλὰ καὶ Σάτυρος ἱστορῶν τοὺς δήμους Ἀλεξανδρέων, ἀρξάμενος ἀπὸ Φιλοπάτορος τοῦ καὶ Πτολεμαίου προσαγορευθέντος, τούτου μηνύει Διόνυσον ἀρχηγέτην γεγονέναι. διὸ καὶ φυλὴν τὴν Διονυσίαν ὁ Πτολεμαῖος πρώτην κατέστησεν. λέγει οὖν ὁ Σάτυρος οὕτως· Διονύσου καὶ Ἀλθέας τῆς Θεστίου γεγενῆσθαι Δηϊάνειραν, τῆς δὲ καὶ Ἡρακλέους τοῦ Διὸς οἶμαι Ὕλλον, τοῦ δὲ Κλεόδημον, τοῦ δὲ Ἀριστόμαχον, τοῦ δὲ Τήμενον, τοῦ δὲ Κεῖσον, τοῦ δὲ Μάρωνα, τοῦ δὲ Θέστιον, τοῦ δὲ Ἀκοὸν, τοῦ δὲ Ἀριστομίδαν, τοῦ δὲ Καρανὸν, τοῦ δὲ Κοινὸν, τοῦ δὲ Τυρίμμαν, τοῦ δὲ Περδίκκαν, τοῦ δὲ Φίλιππον, τοῦ δὲ Ἀέροπον, τοῦ δὲ Ἀλκετὰν, τοῦ δὲ Ἀμύνταν, τοῦ δὲ Βόκρον, τοῦ δὲ Μελέαγρον, τοῦ δὲ Ἀρσινόην, τῆς δὲ καὶ Λάγου Πτολεμαῖον τὸν καὶ Σωτῆρα, τοῦ δὲ καὶ Βερενίκης Πτολεμαῖον τὸν Φιλάδελφον, τοῦ δὲ καὶ Ἀρσινόης Πτολεμαῖον τὸν Εὐεργέτην, τοῦ δὲ καὶ Βερενίκης τῆς Μάγα τοῦ ἐν Κυρήνῃ βασιλεύσαντος Πτολεμαῖον τὸν Φιλοπάτορα. ἡ μὲν οὖν πρὸς Διόνυσον τοῖς ἐν Ἀλεξανδρείᾳ βασιλεύσασι συγγένεια οὕτω περιέχει. ὅθεν καὶ ἐν τῇ Διονυσίᾳ φυλῇ δῆμοι εἰσὶ κατακεχωρισμένοι· Ἀλθῆς ἀπὸ τῆς γενομένης γυναικὸς Διονύσου, θυγατρὸς δὲ Θεστίου Ἀλθέας· Δηϊανείρης ἀπὸ τῆς θυγατρὸς Διονύσου καὶ Ἀλθέας, γυναικὸς δὲ Ἡρακλέους. ὅθεν καὶ τὰς προσωνυμίας ἔχουσιν οἱ κατ᾿ αὐτοὺς δῆμοι· Ἀριάδνης ἀπὸ τῆς θυγατρὸς Μίνω, γυναικὸς δὲ Διονύσου, παιδὸς πατροφίλης, τῆς μιχθείσης Διονύσῳ ἐν μορφῇ πρύμνιδι· Θεστὶς ἀπὸ Θεστίου τοῦ Ἀλθέας πατρός· Θοαντὶς ἀπὸ Θόαντος παιδὸς Διονύσου· Σταφυλὶς ἀπὸ Σταφύλον υἱοῦ Διονύσου· Εὐαινὶς ἀπὸ Εὐνόος υἱοῦ Διονύσου· Μαρωνὶς ἀπὸ Μάρωνος υἱοῦ Ἀριάδνης καὶ Διονύσου· οὗτοι γὰρ πάντες υἱοὶ Διονύσου. ἀλλὰ καὶ ἕτεραι πολλαὶ ὀνομασίαι γεγόνασι καὶ εἰσὶν ἕως τοῦ δεῦρο, ἀπὸ Ἡρακλέους Ἡρακλεῖδαι καλούμενοι, καὶ ἀπὸ Ἀπόλλωνος Ἀπολλωνίδαι καὶ Ἀπολλώνιοι, καὶ ἀπὸ Ποσειδῶνος Ποσειδώνιοι· καὶ ἀπὸ Διὸς Δῖοι καὶ Διογέναι.

Καὶ τί μοι τὸ λοιπὸν τὸ πλῆθος τῶν τοιούτων ὀνομασιῶν καὶ γενεαλογιῶν καταλέγειν; ὥστε κατὰ πάντα τρόπον ἐμπαίζονται οἱ συγγραφεῖς πάντες καὶ ποιηταὶ καὶ φιλόσοφοι λεγόμενοι· ἔτι μὴν καὶ οἱ προσέχοντες αὐτοῖς. μύθους γὰρ μᾶλλον καὶ μωρίας συνέταξαν περὶ τῶν κατ᾿ αὐτοὺς θεῶν. οὐ γὰρ ἀπέδειξαν αὐτοὺς θεοὺς, ἀλλὰ ἀνθρώπους, οὓς μὲν μεθύσους, ἑτέρους πόρνους καὶ φονεῖς. ἀλλὰ καὶ περὶ τῆς κοσμογονίας, ἀσύμφωνα ἀλλήλοις καὶ φαῦλα ἐξεῖπον. πρῶτον μὲν ὅτι τινὲς ἀγέννητον τὸν κόσμον ἀπεφήναντο, καθὼς καὶ ἔμπροσθεν ἐδηλώσαμεν· καὶ οἱ μὲν ἀγέννητον αὐτὸν καὶ ἀϊδίαν φύσιν φάσκοντες, οὐκ ἀκόλουθα εἶπον τοῖς γενητὸν αὐτὸν δογματίσασιν. εἰκασμῷ γὰρ ταῦτα καὶ ἀνθρωπίνῃ ἐννοίᾳ ἐφθέγξαντο, καὶ οὐ κατὰ ἀλήθειαν. ἕτεροι δ᾿ αὖ εἶπον πρόνοιαν εἶναι, καὶ τὰ τούτων δόγματα ἀνέλυσαν. Ἄρατος μὲν οὖν φησιν· Ἐκ Διὸς ἀρχώμεσθα, τὸν οὐδέποτ᾿ ἄνδρες ἐῶμεν Ἄῤῥητον· μεσταὶ δὲ Διὸς πᾶσαι μὲν ἀγυιαὶ, Πᾶσαι δ᾿ ἀνθρώπων ἀγοραὶ, μεστὴ δὲ θάλασσα, Καὶ λιμένες, πάντη δὲ Διὸς κεχρήμεθα πάντες. Τοῦ γὰρ καὶ γένος ἐσμέν. ὁ δ᾿ ἤπιος ἀνθρώποισι Δέξια σημαίνει· λαοὺς δ᾿ ἐπὶ ἔργον ἐγείρει, Μιμνήσκων βιότοιο· λέγει δ᾿ ὅτε βῶλος ἀρίστη Βουσί τε καὶ μακέλῃσι· λέγει δ᾿ ὅτε δέξιαι ὧραι Καὶ φυτὰ γυρῶσαι, καὶ σπέρματα πάντα βαλέσθαι. τίνι οὖν πιστεύσωμεν; πότερον Ἀράτῳ τῷδε, ἢ Σοφοκλεῖ λέγοντι· πρόνοια δ᾿ ἐστιν οὐδενὸς σαφὴς, εἰκῆ κράτιστον ζῆν ὅπως δύναιτό τις. Ὅμηρος δὲ πάλιν τούτῳ οὐ συνᾴδει· λέγει γάρ· Ζεὺς δ᾿ ἀρετὴν ἄνδρεσσιν ὀφέλλει τε μινύθει τε. καὶ Σιμωνίδης· Οὔτις ἄνευ θεῶν ἀρετὰν λάβεν, Οὐ πόλις, οὐ βροτός· Θεὸς ὁ παμμῆτις. Ἀπήμαντον δ᾿ οὐδέν ἐστιν ἐν αὐτοῖς. ὁμοίως καὶ Εὐριπίδης· οὐκ ἔστιν οὐδὲν χωρὶς ἀνθρώποις Θεοῦ. καὶ Μένανδρος· οὐκ ἄρα φροντίζει τις ἡμῶν, ἢ μόνος Θεός. καὶ πάλιν Εὐριπίδης· σῶσαι γὰρ ὁπόταν τῷ Θεῷ δοκῇ, πολλὰς προφάσεις δίδωσιν εἰς σωτηρίαν. καὶ Θέστιος· Θεοῦ θέλοντος, κἂν ἐπὶ ῥιπὸς πλέῃς, σώζῃ. καὶ τὰ τοιαῦτα μυρία εἰπόντες, ἀσύμφωνα ἑαυτοῖς ἐξεῖπον. ὁ γοῦν Σοφοκλῆς ἀπρονοησίαν λέγων ἐν ἑτέρῳ λέγει· Θεοῦ δὲ πληγὴν οὐχ ὑπερπηδᾷ βροτός. πλὴν καὶ πληθὺν εἰσήγαγον, ἢ μοναρχίαν εἶπον· καὶ πρόνοιαν εἶναι, τοῖς λέγουσιν ἀπρονοησίαν τἀνάντια εἰρήκασιν. ὅθεν Εὐριπίδης ὁμολογεῖ λέγων· σπουδάζομεν δὲ πολλ᾿ ὑπ᾿ ἐλπίδων μάτην πόνους ἔχοντες, οὐδὲν εἰδότες. καὶ μὴ θέλοντες ὁμολογοῦσι τὸ ἀληθὲς μὴ ἐπίστασθαι· ὑπὸ δαιμόνων δὲ ἐμπνευσθέντες, καὶ ὑπ᾿ αὐτῶν φυσιωθέντες, ἃ εἶπον, δι᾿ αὐτῶν εἶπον. ἤτοι γὰρ οἱ ποιηταὶ, Ὅμηρος δὴ καὶ Ἡσίοδος, ὥς φασιν, ὑπὸ μουσῶν ἐμπνευσθέντες, φαντασίᾳ καὶ πλάνῃ ἐλάλησαν, καὶ οὐ καθαρῷ πνεύματι, ἀλλὰ πλάνῳ. ἐκ τούτου δὲ σαφῶς δείκνυται, εἰ καὶ οἱ δαιμονῶντες ἐνίοτε καὶ μέχρι τοῦ δεῦρο ἐξορκίζονται κατὰ τοῦ ὀνόματος τοῦ ὄντως Θεοῦ, καὶ ὁμολογεῖ αὐτὰ τὰ πλάνα πνεύματα εἶναι δαίμονες, οἱ καὶ τότε εἰς ἐκείνους ἐνεργήσαντες· πλὴν ἐνίοτέ τινες τῇ ψυχῇ ἐκνήψαντες ἐξ αὐτῶν, εἶπον ἀκόλουθα τοῖς προφήταις, ὅπως εἴη εἰς μαρτύριον αὐτοῖς τε καὶ πᾶσιν ἀνθρώποις, περί τε Θεοῦ μοναρχίας καὶ κρίσεως, καὶ τῶν λοιπῶν ἇν ἔφασαν.

Οἱ δὲ τοῦ Θεοῦ ἄνθρωποι πνευματοφόροι πνεύματος ἁγίου, καὶ προφῆται γενόμενοι, ὑπ᾿ αὐτοῦ τοῦ Θεοῦ ἐμπνευσθέντες, καὶ σοφισθέντες, ἐγένοντο θεοδίδακτοι καὶ ὅσιοι καὶ δίκαιοι. διὸ καὶ κατηξιώθησαν τὴν ἀντιμισθίαν ταύτην λαβεῖν, ὄργανα Θεοῦ γενόμενοι, καὶ χωρήσαντες σοφίαν τὴν παρ᾿ αὐτοῦ, δι᾿ ἧς σοφίας εἶπον καὶ περὶ τῆς κτίσεως τοῦ κόσμου καὶ τῶν λοιπῶν ἁπάντων. καὶ γὰρ περὶ λοιμῶν καὶ λιμῶν καὶ πολέμων προεῖπον. καὶ οὐχ εἷς, ἢ δύο, ἀλλὰ πλείονες κατὰ χρόνους καὶ καιροὺς ἐγενήθησαν παρὰ Ἑβραίοις, ἀλλὰ καὶ παρὰ Ἕλλησι Σίβυλλα· καὶ πάντες φίλα ἀλλήλοις καὶ σύμφωνα εἰρήκασι, τά τε πρὸ αὐτῶν γεγενημένα, καὶ τὰ κατ᾿ αὐτοὺς γεγονότα, καὶ τὰ καθ᾿ ἡμᾶς νυνὶ τελειούμενα· διὸ καὶ πεπείσμεθα καὶ περὶ τῶν μελλόντων οὕτως ἔσεσθαι, καθὼς καὶ τὰ πρῶτα ἀπήρτισται.

Καὶ πρῶτον μὲν συμφώνως ἐδίδαξαν ἡμᾶς, ὅτι ἐξ οὐκ ὄντων τὰ πάντα ἐποίησεν. οὐ γάρ τι τῷ Θεῷ συνήκμασεν· ἀλλ᾿ αὐτὸς ἑαυτοῦ τόπος ὢν, καὶ ἀνενδεὴς ὢν, καὶ ὑπάρχων πρὸ τῶν αἰώνων, ἠθέλησεν ἄνθρωπον ποιῆσαι ᾧ γνωσθῇ· τούτῳ οὖν προητοίμασε τὸν κόσμον. ὁ γὰρ γενητὸς καὶ προσδεής ἐστιν, ὁ δὲ ἀγένητος, οὐδενὸς προσδεῖται. ἔχων οὖν ὁ Θεὸς τὸν ἑαυτοῦ λόγον ἐνδιάθετον ἐν τοῖς ἰδίοις σπλάγχνοις, ἐγέννησεν αὐτὸν μετὰ τῆς ἑαυτοῦ σοφίας ἐξερευξάμενος πρὸ τῶν ὅλων. τοῦτον τὸν λόγον ἔσχεν ὑπουργὸν τῶν ὑπ᾿ αὐτοῦ γεγενημένων, καὶ δἰ αὐτοῦ τὰ πάντα πεποίηκεν. οὗτος λέγεται ἀρχὴ, ὅτι ἄρχει καὶ κυριεύει πάντων τῶν δι᾿ αὐτοῦ δεδημιουργημένων. οὗτος οὖν ὢν πνεῦμα Θεοῦ, καὶ ἀρχὴ καὶ σοφία καὶ δύναμις ὑψίστου, κατήρχετο εἰς τοὺς προφήτας, καὶ δι᾿ αὐτῶν ἐλάλει τὰ περὶ τῆς ποιήσεως τοῦ κόσμου καὶ τῶν λοιπῶν ἁπάντων. Οὐ γὰρ ἦσαν οἱ προφῆται ὅτε ὁ κόσμος ἐγίνετο· ἀλλὰ ἡ σοφία ἡ ἐν αὐτῷ οὖσα ἡ τοῦ Θεοῦ, καὶ ὁ λόγος ὁ ἅγιος αὐτοῦ ὁ ἀεὶ συμπαρὼν αὐτῷ. διὸ δὴ καὶ διὰ Σολομῶνος προφήτου οὕτω λέγει· ἡνίκα δὴ ἠτοίμασε τὸν οὐρανὸν, συμπαρήμην αὐτῷ, καὶ ὡς ἰσχυρὰ ἐποίει τὰ θεμέλια τῆς γῆς, ἤμην παρ᾿ αὐτῷ ἁρμόζουσα. Μωσῆς δὲ ὁ καὶ Σολομῶνος πρὸς πολλῶν ἐτῶν γενόμενος, μᾶλλον δὲ ὁ λόγος ὁ τοῦ Θεοῦ ὡς δι᾿ ὀργάνου δι᾿ αὐτοῦ φησίν· ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. πρῶτον ἀρχὴν καὶ ποίησιν ὠνόμασεν· εἶθ᾿ οὕτως τὸν Θεὸν συνέστησεν. οὐ γὰρ ἀργῶς χρὴ καὶ ἐπὶ κενῷ Θεὸν ὀνομάζειν. προῄδει γὰρ ἡ θεία σοφία μέλλειν φλυαρεῖν τινὰς, καὶ πληθὺν Θεῶν ὀνομάζειν τῶν οὐκ ὄντων. ὅπως ουν ὁ τῷ ὄντι Θεὸς διὰ ἔργων νοηθῇ, καὶ ὅτι ἐν τῷ λόγῳ αὐτοῦ ὁ Θεὸς πεποίηκε τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὰ ἐν αὐτοῖς, ἔφη· ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, εἶτα εἰπὼν τὴν ποίησιν αὐτῶν, δηλοῖ ἡμῖν· ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος καὶ σκότος ἐπάνω τῆς ἀβύσσου, καὶ πνεῦμα Θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος. ταῦτα ἐν πρώτοις διδάσκει ἡ θεία γραφὴ, τρόπῳ τινι ὕλην γενητὴν, ὑπὸ τοῦ Θεοῦ γεγονυῖαν, ἀφ᾿ ἧς πεποίηκε καὶ δεδημιούργηκεν ὁ Θεὸς τὸν κόσμον.

Ἀρχὴ δὲ τῆς ποιήσεως φῶς ἐστιν· ἐπειδὴ τὰ κοσμούμενα τὸ φῶς φανεροῖ. διὸ λέγει· καὶ εἶπεν ὁ θεὸς, γενηθήτω φῶς, καὶ ἐγένετο φῶς. καὶ εἶδεν ὁ Θεὸς τὸ φῶς ὅτι καλόν· δηλονότι καλὸν ἀνθρώπῳ γεγονός. καὶ διεχώρισεν ἀνὰ μέσον τοῦ φωτὸς, καὶ ἀνὰ μέσον τοῦ σκότους. καὶ ἐκάλεσεν ὁ Θεὸς τὸ φῶς ἡμέραν, καὶ τὸ σκότος ἐκάλεσε νύκτα· καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωῒ, ἡμέρα μία. καὶ εἶπεν ὁ Θεὸς, γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος, καὶ ἔστω διαχώριζον ἀνὰ μέσον ὕδατος καὶ ὕδατος. καὶ ἐγένετο οὕτως. καὶ ἐποίησεν ὁ Θεὸς τὸ στερέωμα. καὶ διεχώρισεν ὁ Θεὸς ἀνὰ μέσον τοῦ ὕδατος, ὃ ἦν ὑποκάτω τοῦ στερεώματος, καὶ ἀνὰ μέσον τοῦ ὕδατος, τοῦ ἐπάνω τοῦ στερεώματος. καὶ ἐκάλεσεν ὁ Θεὸς τὸ στερέωμα οὐρανόν. καὶ εἶδεν ὁ Θεὸς ὅτι καλόν· καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωῒ, ἡμέρα δευτέρα. καὶ εἶπεν ὁ Θεός· συναχθήτω τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς συναγωγὴν μίαν, καὶ ὀφθήτω ἡ ξηρά. καὶ ἐγένετο οὕτως. καὶ συνήχθη τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς τὰς συναγωγὰς αὐτῶν, καὶ ὤφθη ἡ ξηρά. καὶ ἐκάλεσεν ὁ Θεὸς τὴν ξηρὰν γῆν, καὶ τὰ συστήματα τῶν ὑδάτων ἐκάλεσε θαλάσσας· καὶ εἶδεν ὁ Θεὸς ὅτι καλόν. καὶ εἶπεν ὁ Θεὸς, βλαστησάτω ἡ γῆ βοτάνην χόρτου σπεῖρον σπέρμα κατὰ γένος καὶ καθ᾿ ὁμοιότητα, καὶ ξύλον κάρπιμον ποιοῦν καρπὸν, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ κατὰ γένος ἐπὶ τῆς γῆς. καὶ ἐγένετο οὕτως. καὶ ἐξήνεγκεν ἡ γῆ βοτάνην χόρτου σπεῖρον σπέρμα κατὰ γένος καὶ καθ᾿ ὁμοιότητα, καὶ ξύλον κάρπιμον ποιοῦν καρπὸν, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ κατὰ γένος ἐπὶ τῆς γῆς. καὶ εἶδεν ὁ Θεὸς ὅτι καλόν· καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωῒ, ἡμέρα τρίτη. καὶ εἶπεν ὁ Θεός· γενηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, εἰς φαῦσιν ἐπὶ τῆς γῆς, ὥστε διαχωρίζειν ἀνὰ μέσον τῆς ἡμέρας, καὶ ἀνὰ μέσον τῆς νυκτός· καὶ ἔστωσαν εἰς σημεῖα, καὶ εἰς καιροὺς, καὶ εἰς ἡμέρας, καὶ εἰς ἐνιαυτούς· καὶ ἔστωσαν εἰς φαῦσιν ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, ὥστε φαίνειν ἐπὶ τῆς γῆς. καὶ ἐγένετο οὕτως. καὶ ἐποίησεν ὁ Θεὸς τοὺς δύο φωστῆρας τοὺς μεγάλους, τὸν φωστῆρα τὸν μέγαν εἰς ἀρχὰς τῆς ἡμέρας, καὶ τὸν φωστῆρα τὸν ἐλάσσω εἰς ἀρχὰς τῆς νυκτὸς, καὶ τοὺς ἀστέρας. καὶ ἔθετο αὐτοὺς ὁ Θεὸς ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, ὥστε φαίνειν ἐπὶ τῆς γῆς, καὶ ἄρχειν τῆς ἡμέρας καὶ τῆς νυκτὸς, καὶ διαχωρίζειν ἀνὰ μέσον τοῦ φωτὸς, καὶ ἀνὰ μέσον τοῦ σκότους. καὶ εἶδεν ὁ Θεὸς ὅτι καλόν· καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωῒ, ἡμέρα τετάρτη. καὶ εἶπεν ὁ Θεός· ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν, καὶ πετεινὰ πετόμενα ἐπὶ τῆς γῆς, κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ. καὶ ἐγένετο οὕτως. καὶ ἐποίησεν ὁ Θεὸς τὰ κήτη τὰ μεγάλα, καὶ πᾶσαν ψυχὴν ζώων ἑρπετῶν, ἃ ἐξήγαγε τὰ ὕδατα κατὰ γένη αὐτῶν, καὶ πᾶν πετεινὸν πτερωτὸν κατὰ γένος. καὶ εἶδεν ὁ Θεὸς ὅτι καλά. καὶ εὐλόγησεν αὐτὰ ὁ Θεὸς λέγων· αὐξάνεσθε καὶ πληθύνεσθε, καὶ πληρώσατε τὰ ὕδατα τῆς θαλάσσης· καὶ τὰ πετεινὰ πληθυνέτω ἐπὶ τῆς γῆς. καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωῒ, ἡμέρα πέμπτη. καὶ εἶπεν ὁ Θεὸς, ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν κατὰ γένος, τετράποδα καὶ ἑρπετὰ καὶ θηρία τῆς γῆς κατὰ γένος. καὶ ἐγένετο οὕτως· καὶ ἐποίησεν ὁ Θεὸς τὰ θηρία τῆς γῆς κατὰ γένος, καὶ τὰ κτήνη κατὰ γένος αὐτῶν, καὶ πάντα τὰ ἑρπετὰ κατὰ γένος. καὶ εἶδεν ὁ Θεὸς ὅτι καλά. καὶ εἶπεν ὁ Θεός· ποιήσωμεν ἄνθρωπον κατ᾿ εἰκόνα ἡμετέραν καὶ καθ᾿ ὁμοίωσιν, καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης, καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ, καὶ τῶν κτηνῶν, καὶ πάσης τῆς γῆς, καὶ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς. καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον· κατ᾿ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν· ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς. καὶ εὐλόγησεν αὐτοὺς ὁ Θεὸς, λέγων· αὐξάνεσθε καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν, καὶ κατακυριεύσατε αὐτῆς. καὶ ἄρχετε τῶν ἰχθύων τῆς θαλάσσης. καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ, καὶ πάντων τῶν κτηνῶν, καὶ πάσης τῆς γῆς, καὶ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς. καὶ εἶπεν ὁ Θεός· ἰδοὺ δέδωκα ὑμῖν πάντα χόρτον σπόριμον σπεῖρον σπέρμα, ὅ ἐστιν ἐπάνω πάσης τῆς γῆς, καὶ πᾶν ξύλον ὃ ἔχει ἐν αὐτῷ καρπὸν σπέρματος σπορίμου, ὑμῖν ἔσται εἰς βρῶσιν. καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς, καὶ πᾶσι τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, καὶ παντὶ ἑρπετῷ ἕρποντι ἐπὶ τῆς γῆς, ὃ ἔχει ἐν αὐτῷ πνοὴν ζωῆς, πάντα χόρτον χλωρὸν εἰς βρῶσιν. καὶ ἐγένετο οὕτως. καὶ εἶδεν ὁ Θεὸς τὰ πάντα ὅσα ἐποίησε, καὶ ἴδου καλὰ λίαν. καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωῒ, ἡμέρα ἕκτη. καὶ συνετελέσθησαν ὁ οὐρανὸς καὶ ἡ γῆ, καὶ πᾶς ὁ κόσμος αὐτῶν. καὶ συνετέλεσεν ὁ Θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ἕκτῃ τὰ ἔργα αὐτοῦ, ἃ ἐποίησε· καὶ κατέπαυσεν ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ, ὧν ἐποίησε. καὶ εὐλόγησεν ὁ Θεὸς τὴν ἡμέραν τὴν ἑβδόμην, καὶ ἡγίασεν αὐτὴν, ὅτι ἐν αὐτῇ κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ, ὧν ἤρξατο ὁ Θεὸς ποιῆσαι.

Τῆς μὲν οὖν Ἑξαημέρου οὐδεὶς ἀνθρώπων δυνατὸς κατ᾿ ἀξίαν τὴν ἐξήγησιν καὶ τὴν οἰκονομίαν πᾶσαν ἐξειπεῖν, οὐδὲ εἰ μυρία στόματα ἔχοι, καὶ μυρίας γλώσσας· ἀλλ᾿ οὐδὲ εἰ μυρίοις ἔτεσι βιώσει τις, ἐπιδημῶν ἐν τῷδε τῷ βίῳ, οὐδὲ οὕτως ἔσται ἱκανὸς πρὸς ταῦτα ἀξίως τι εἰπεῖν, διὰ τὸ ὑπέρβαλλον μέγεθος καὶ τὸν πλοῦτον τῆς σοφίας τοῦ Θεοῦ, τῆς οὔσης ἐν ταύτῃ τῇ προγεγραμμένῃ Ἑξαημέρῳ. πολλοὶ μὲν οὖν τῶν συγγραφέων ἐμιμήσαντο, καὶ ἠθέλησαν περὶ τούτων διήγησιν ποιήσασθαι, καίτοι λαβόντες ἐντεῦθεν τὰς ἀφορμὰς, ἤτοι περὶ κόσμου κτίσεως, ἢ περὶ φύσεως ἀνθρώπου· καὶ οὐδὲ τὸ τυχὸν ἔναυσμα ἄξιόν τι τῆς ἀληθείας ἐξεῖπον. δοκεῖ δὲ τὰ ὑπὸ τῶν φιλοσόφων ἢ συγγραφέων καὶ ποιητῶν εἰρημένα ἀξιόπιστα μὲν εἶναι, παρὰ τὸ φράσει κεκαλλωπίσθαι. μωρὸς δὲ καὶ κένος ὁ λόγος αὐτῶν δείκνυται, ὅτι πολλὴ μὲν πληθὺς τῆς φλυαρίας αὐτῶν ἐστι· τὸ τυχὸν δὲ τῆς ἀληθείας ἐν αὐτοῖς οὐχ εὑρίσκεται. καὶ γὰρ εἴ τι δοκεῖ ἀληθὲς δι᾿ αὐτῶν ἐκπεφωνῆσθαι, σύγκρασιν ἔχει τῇ πλάνῃ. καθάπερ γὰρ φάρμακόν τι δηλητήριον συγκραθὲν μέλιτι, ἢ οἴνῳ, ἢ ἑτέρῳ τινὶ, τὸ πᾶν ποιεῖ βλαβερὸν καὶ ἄχρηστον· οὕτως καὶ ἡ ἐν αὐτοῖς πολυλογία εὑρίσκεται ματαιοπονία, καὶ βλάβη μᾶλλον τοῖς πειθομένοις αὐτῇ. ἔτι μὴν καὶ περὶ τῆς ἑβδόμης ἡμέρας ἥν πάντες μὲν ἄνθρωποι ὀνομάζουσιν, οἱ δὲ πλείους ἀγνοοῦσιν, ὅτι παρ᾿ Ἑβραίοις ὃ καλεῖται σάββατον Ἑλληνιστὶ ἑρμηνεύεται ἑβδομάς· ἥτις εἰς πᾶν γένος ἀνθρώπων ὀνομάζεται μὲν, δι᾿ ἣν δὲ αἰτίαν καλοῦσιν αὐτὴν οὐκ ἐπίστανται. τὸ δὲ εἰπεῖν Ἡσίοδον τὸν ποιητὴν ἐκ χάους γεγενῆσθαι Ἔρεβον, καὶ τὴν γῆν καὶ ἔρωτα κυριεύοντα τῶν κατ᾿ αὐτόν τε Θεῶν καὶ ἀνθρώπων, μάταιον καὶ ψυχρὸν τὸ ῥῆμα αὐτοῦ, καὶ ἀλλότριον πάσης ἀληθείας δείκνυται. Θεὸν γὰρ οὐ χρὴ ὑφ᾿ ἡδονῆς νικᾷσθαι· ὅπου γε καὶ οἱ σώφρονες ἄνθρωποι ἀπέχονται πάσης αἰσχρᾶς ἡδονῆς, καὶ ἐπιθυμίας κακῆς.

Ἀλλὰ καὶ τὸ ἐκ τῶν ἐπιγείων κάτωθεν ἄρξασθαι καὶ λέγειν τὴν ποίησιν τῶν γεγενημένων, ἀνθρώπινον καὶ ταπεινὸν καὶ πάνυ ἀσθενὲς τὸ ἐννόημα αὐτοῦ, ὡς πρὸς Θεόν ἐστιν. ἄνθρωπος γὰρ κάτω ὢν, ἄρχεται ἐκ τῆς γῆς οἰκοδομεῖν, καὶ οὐ πρὸς τάξιν δύναται καὶ τὴν ὀροφὴν ποιῆσαι, ἐὰν μὴ τὸν θεμέλιον ὑπόθηται. Θεοῦ δὲ τὸ δυνατὸν ἐκ τούτου δείκνυται, ἴνα πρῶτον μὲν ἐξ οὐκ ὄντων ποιῇ τὰ γινόμενα, εἶτα καθὼς βούλεται. τὰ γὰρ παρὰ ἀνθρώποις ἀδύνατα, δυνατά ἐστι παρὰ Θεῷ· διὸ καὶ ὁ προφήτης πρῶτον εἴρηκε τὴν ποίησιν τοῦ οὐρανοῦ γεγενῆσθαι, τρόπον ἐπέχοντα ὀροφῆς, λέγων· ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν, τουτέστι διὰ τῆς ἀρχῆς γεγενῆσθαι τὸν οὐρανὸν καθὼς ἔφθημεν δεδηλωκέναι. γῆν δὲ λέγει δυνάμει ἔδαφος καὶ θεμέλιον, ἄβυσσον δὲ τὴν πληθὺν τῶν ὑδάτων· καὶ σκότος διὰ τὸ τὸν οὐρανὸν, γεγονότα ὑπὸ τοῦ Θεοῦ, ἐσκεπακέναι καθαπερεὶ πῶμα τὰ ὕδατα σὺν τῇ γῇ. πνεῦμα δὲ τὸ ἐπιφερόμενον ἐπάνω τοῦ ὕδατος, ὃ ἔδωκεν ὁ Θεὸς εἰς ζωογόνησιν τῇ κτίσει καθάπερ ἀνθρώπῳ ψυχὴν, τῷ λεπτῷ τὸ λεπτὸν συγκεράσας· τὸ γὰρ πνεῦμα λεπτὸν καὶ τὸ ὕδωρ λεπτόν· ὅπως τὸ μὲν πνεῦμα τρέφῃ τὸ ὕδωρ, τὸ δὲ ὕδωρ σὺν τῷ πνεύματι τρέφῃ τὴν κτίσιν διϊκνούμενον πανταχόσε. ἓν μὲν τὸ πνεῦμα, φωτὸς τύπον ἔπεχον, ἐμεσίτευε τοῦ ὕδατος καὶ τοῦ οὐρανοῦ, ἵνα τρόπῳ τινι μὴ κοινωνῇ τὸ σκότος τῷ οὐρανῷ ἐγγυτέρῳ ὄντι τοῦ Θεοῦ, πρὸ τοῦ εἰπεῖν τὸν Θεόν· γενηθήτω φῶς. ὥσπερ οὖν καμάρα ὁ οὐρανὸς ὢν συνεῖχε τὴν ὕλην βώλῳ ἐοικυῖαν. καὶ γὰρ εἴρηκε περὶ τοῦ οὐρανοῦ ἕτερος προφήτης ὀνόματι Ἠσαΐας λέγων· Θεὸς οὗτος ὁ ποιήσας τὸν οὐρανὸν ὡς καμάραν, καὶ διατείνας ὡς σκηνὴν κατοικεῖσθαι. ἡ διάταξις οὖν τοῦ Θεοῦ, τοῦτό ἐστιν ὁ λόγος αὐτοῦ, φαίνων ὥσπερ λύχνος ἐν οἰκήματι συνεχομένῳ, ἐφώτισε τὴν ὑπ᾿ οὐρανὸν, χωρὶς μὲν τοῦ κόσμου ποιήσας. καὶ τὸ μὲν φῶς ὁ Θεὸς ἐκάλεσεν ἡμέραν, τὸ δὲ σκότος νύκτα· ἐπειτοί γε ἄνθρωπος οὐκ ἂν ᾔδει καλεῖν τὸ φῶς ἡμέραν, ἢ τὸ σκότος νύκτα· ἀλλ᾿ οὐδὲ μὲν τὰ λοιπὰ εἰ μὴ τὴν ὀνομασίαν εἰλήφει ἀπὸ τοῦ ποιήσαντος αὐτὰ Θεοῦ. τῇ μὲν οὖν πρώτῃ ὑποθέσει τῆς ἱστορίας, καὶ γενέσεως τοῦ κόσμου, εἴρηκεν ἡ ἁγία γραφὴ οὐ περὶ τούτου τοῦ στερεώματος, ἀλλὰ περὶ ἑτέρου οὐρανοῦ τοῦ ἀοράτου ἡμῖν ὄντος, μεθ᾿ ὃν οὗτος ὁ ὁρατὸς οὐρανὸς κέκληται στερέωμα, ἐφ᾿ ᾧ ἀνείληπται τὸ ἥμισυ τοῦ ὕδατος, ὅπως ᾖ τῇ ἀνθρωπότητι εἰς ὑετοὺς καὶ ὄμβρους καὶ δρόσους. τὸ δὲ ἥμισυ ὕδατος ὑπελείφθη ἐν τῇ γῇ εἰς ποταμοὺς καὶ πηγὰς καὶ θαλάσσας· ἔτι οὖν συνέχοντος τοῦ ὕδατος τὴν γῆν, μάλιστα κοίλους τόπους, ἐποίησεν ὁ Θεὸς διὰ τοῦ λόγου αὐτοῦ τὸ ὕδωρ συναχθῆναι εἰς συναγωγὴν μίαν, καὶ ὁρατὴν γενηθῆναι τὴν ξηρὰν, πρότερον γεγονυῖαν αὐτὴν ἀόρατον. ὁρατὴ οὖν ἡ γῆ γενομένη ἔτι ὑπῆρχεν ἀκατασκεύαστος. κατεσκεύασεν οὖν αὐτὴν καὶ κατεκόσμησεν ὁ Θεὸς διὰ παντοδαπῶν χλοῶν καὶ σπερμάτων καὶ φυτῶν.

Σκόπει τὸ λοιπὸν τὴν ἐν τούτοις ποικιλίαν καὶ διάφορον καλλονὴν καὶ πληθὺν, καὶ ὅτι δι᾿ αὐτῶν δείκνυται ἡ ἀνάστασις, εἰς δεῖγμα τῆς μελλούσης ἔσεσθαι ἀναστάσεως ἁπάντων ἀνθρώπων. τίς γὰρ κατανοήσας οὐ θαυμάσει ἐκ συκῆς κεγχραμίδος γίνεσθαι συκῆν, ἢ τῶν λοιπῶν σπερμάτων ἐλαχίστων φύειν παμμεγέθη δένδρα; τὸν δὲ κόσμον ἐν ὁμοιώματι ἡμῖν λέγομεν εἶναι τῆς θαλάσσης. ὥσπερ γὰρ θάλασσα εἰ μὴ εἶχε τὴν τῶν ποταμῶν καὶ πηγῶν ἐπίῤῥυσιν καὶ ἐπιχορηγίαν εἰς τροφὴν, διὰ τὴν ἁλμυρότητα αὐτῆς πάλαι ἂν ἐκπεφρυγμένη ἦν· οὕτω καὶ ὁ κόσμος εἰ μὴ ἐσχήκει τὸν τοῦ Θεοῦ νόμον, καὶ τοὺς προφήτας ῥέοντας καὶ πηγάζοντας τὴν γλυκύτητα καὶ εὐσπλαγχνίαν καὶ δικαιοσύνην καὶ διδαχὴν τῶν ἁγίων ἐντολῶν τοῦ Θεοῦ, διὰ τὴν κακίαν καὶ ἁμαρτίαν τὴν πληθύουσαν ἐν αὐτῷ ἤδη ἂν ἐκλελοίπει. καὶ καθάπερ ἐν θαλάσσῃ νῆσοί εἰσιν αἱ μὲν οἰκηταὶ καὶ εὔυδροι καὶ καρποφόροι, ἔχουσαι ὅρμους καὶ λιμένας, πρὸς τὸ τοὺς χειμαζομένους ἔχειν ἐν αὐτοῖς καταφυγάς· οὕτω δέδωκεν ὁ Θεὸς τῷ κόσμῳ κυμαινομένῳ καὶ χειμαζομένῳ ὑπὸ τῶν ἁμαρτημάτων τὰς συναγωγὰς, λέγομεν δὲ ἐκκλησίας ἁγίας, ἐν αἷς καθάπερ λιμέσιν εὐόρμοις ἐν νήσοις αἱ διδασκαλίαι τῆς ἀληθείας εἰσί· πρὸς ἃς καταφεύγουσιν οἱ θέλοντες σώζεσθαι, ἐρασταὶ γινόμενοι τῆς ἀληθείας, καὶ βουλόμενοι ἐκφυγεῖν τὴν ὀργὴν καὶ κρίσιν τοῦ Θεοῦ. καὶ ὥσπερ αὖ νῆσοί εἰσιν ἕτεραι πετρώδεις καὶ ἄνυδροι καὶ ἄκαρποι καὶ θηριώδεις καὶ ἀοίκητοι, ἐπὶ βλάβῃ τῶν πλεόντων καὶ χειμαζομένων, ἐν αἷς τείρεται τὰ πλοῖα, καὶ ἐξαπόλλυνται ἐν αὐταῖς οἱ κατερχόμενοι, οὕτως εἰσὶν αἱ διδασκαλίαι τῆς πλάνης, λέγω δὲ τῶν αἱρέσεων, αἱ ἐξαπολλύουσι τοὺς προσίοντας αὐταῖς. οὐ γὰρ ὁδηγοῦνται ὑπὸ τοῦ λόγου τῆς ἀληθείας, ἀλλὰ καθάπερ πειρᾶται, ἐπὰν πληρώσωσι τὰς ναῦς, ἐπὶ τοὺς προειρηένους τόπους περιπείρουσιν ὅπως ἐξαπολέσωσιν αὐτὰς, οὕτω συμβαίνει καὶ τοῖς πλανωμένοις ἀπὸ τῆς ἀληθείας ἐξαπόλλυσθαι ὑπὸ τῆς πλάνης.

Τετάρτῃ ἡμέρᾳ ἐγένοντο οἱ φωστῆρες. ἐπειδὴ ὁ Θεὸς, προγνωστὴς ὢν, ἠπίστατο τὰς φλυαρίας τῶν ματαίων φιλοσόφων, ὅτι ἔμελλον λέγειν ἀπὸ τῶν στοιχείων εἶναι τὰ ἐπὶ τῆς γῆς φυόμενα, πρὸς τὸ ἀθετεῖν τὸν Θεόν· ἵν᾿ οὖν τὸ ἀληθὲς δειχθῇ, προγενέστερα γέγονε τὰ φυτὰ καὶ τὰ σπέρματα τῶν στοιχείων. τὰ γὰρ μεταγενέστερα οὐ δύναται ποιεῖν τὰ αὐτῶν προγενέστερα. ταῦτα δὲ δεῖγμα καὶ τύπον ἐπέχει μεγάλου μυστηρίου. ὁ γὰρ ἥλιος ἐν τύπῳ Θεοῦ ἐστιν· ἡ δὲ σελήνη ἀνθρώπου. καὶ ὥσπερ ὁ ἥλιος πολὺ διαφέρει τῆς σελήνης δυνάμει καὶ δόξῃ, οὕτω πολὺ διαφέρει ὁ Θεὸς τῆς ἀνθρωπότητος· καὶ καθάπερ ὁ ἥλιος πλήρης πάντοτε διαμένει, μὴ ἐλάσσων γινόμενος, οὕτω πάντοτε ὁ Θεὸς τέλειος διαμένει, πλήρης ὢν πάσης δυνάμεως καὶ συνέσεως καὶ σοφίας καὶ ἀθανασίας καὶ πάντων τῶν ἀγαθῶν. ἡ δὲ σελήνη κατὰ μῆνα φθίνει, καὶ δυνάμει ἀποθνήσκει, ἐν τύπῳ οὖσα ἀνθρώπου, ἔπειτα ἀναγεννᾶται καὶ αὔξει εἰς δεῖγμα τῆς μελλούσης ἔσεσθαι ἀναστάσεως. ὡσαύτως καὶ αἱ τρεῖς ἡμέραι, πρὸ τῶν φωστήρων γεγονυῖαι, τύποι εἰσὶ τῆς τριάδος, τοῦ Θεοῦ, καὶ τοῦ λόγου αὐτοῦ, καὶ τῆς σοφίας αὐτοῦ. τετάρτῳ δὲ τύπῳ ἐστὶν ἄνθρωπος ὁ προσδεὴς τοῦ φωτὸς, ἵνα ᾖ Θεὸς, λόγος, σοφία, ἄνθρωπος. διὰ τοῦτο καὶ τῇ τετάρτῃ ἡμέρᾳ ἐγεννήθησαν φωστῆρες. ἡ δὲ τῶν ἄστρων θέσις οἰκονομίαν καὶ τάξιν ἔχει τῶν δικαίων καὶ εὐσεβῶν καὶ τηρούντων τὸν νόμον καὶ τὰς ἐντολὰς τοῦ Θεοῦ. οἱ γὰρ ἐπιφανεῖς ἀστέρες καὶ λαμπροὶ εἰσὶν εἰς μίμησιν τῶν προφητῶν. διὰ τοῦτο καὶ μένουσιν ἀκλινεῖς, μὴ μεταβαίνοντες εἰς τόπον ἐκ τόπου. οἱ δὲ ἑτέραν ἔχοντες τάξιν τῆς λαμπρότητος, τύποι εἰσὶ τοῦ λαοῦ τῶν δικαίων. οἱ δ᾿ αὖ μεταβαίνοντες καὶ φεύγοντες τόπον ἐκ τόπου, οἱ καὶ πλάνητες καλούμενοι, καὶ αὐτοὶ τύπος τυγχάνουσι τῶν ἀφισταμένων ἀνθρώπων ἀπὸ τοῦ Θεοῦ, καταλιπόντων τὸν νόμον καὶ τὰ προστάγματα αὐτοῦ.

Τῇ δὲ πέμπτῃ ἡμέρᾳ τὰ ἐκ τῶν ὑδάτων ἐγενήθη ζῶα· δι᾿ ὧν καὶ ἐν τούτοις δείκνυται ἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ. τίς γὰρ δύναιτ᾿ ἂν τὴν ἐν αὐτοῖς πληθὺν καὶ γονὴν παμποίκιλον ἐξαριθμῆσαι; ἔτι μὴν καὶ εὐλογήθη ὑπὸ τοῦ Θεοῦ τὰ ἐκ τῶν ὑδάτων γενόμενα, ὅπως ᾖ καὶ τοῦτο εἰς δεῖγμα τοῦ μέλλειν λαμβάνειν τοὺς ἀνθρώπους μετάνοιαν καὶ ἄφεσιν ἁμαρτιῶν διὰ ὕδατος καὶ λουτροῦ παλιγγενεσίας πάντας τοὺς προσίοντας τῇ ἀληθείᾳ, καὶ ἀναγεννωμένους καὶ λαμβάνοντας εὐλογίαν παρὰ τοῦ Θεοῦ. ἀλλὰ καὶ τὰ κήτη καὶ τὰ πετεινὰ τὰ σαρκοβόρα ἐν ὁμοιώματι τυγχάνει τῶν πλεονεκτῶν καὶ παραβατῶν. ὥσπερ γὰρ ἐκ μιᾶς φύσεως ὄντα τὰ ἔνυδρα καὶ τὰ πετεινὰ, ἔνια μὲν μένει ἐν τῷ κατὰ φύσιν, μὴ ἀδικοῦντα τὰ ἑαυτῶν ἀσθενέστερα, ἀλλὰ τηρεῖ νόμον τοῦ Θεοῦ, καὶ ἀπὸ τῶν σπερμάτων τῆς γῆς ἐσθίει· ἔνια δὲ ἐξ αὐτῶν παραβαίνει τὸν νόμον τοῦ Θεοῦ σαρκοβοροῦντα, καὶ ἀδικεῖ τὰ ἑαυτῶν ἀσθενέστερα· οὕτως καὶ οἱ δίκαιοι φυλάσσοντες τὸν νόμον τοῦ Θεοῦ οὐδένα δάκνουσιν ἢ ἀδικοῦσιν, ὁσίως καὶ δικαίως ζῶντες· οἱ δὲ ἅρπαγες καὶ φονεῖς καὶ ἄθεοι ἐοίκασι κήτεσι καὶ θηρίοις καὶ πετείνοις τοῖς σαρκοβόροις. δυνάμει γὰρ καταπίνουσι τοὺς ἀσθενεστέρους ἑαυτῶν. ἡ μὲν οὖν τῶν ἐνύδρων καὶ ἑρπετῶν γονὴ, μετεσχηκυῖα τῆς εὐλογίας τοῦ Θεοῦ, οὐδὲν ἴδιον πάνυ κέκτηται.

Ἕκτῃ δὲ ἡμέρᾳ ὁ Θεὸς ποιήσας τὰ τετράποδα καὶ τὰ θηρία καὶ ἑρπετὰ τὰ χερσαῖα τὴν πρὸς αὐτὰ εὐλογίαν παρασιωπᾷ, τηρῶν τῷ ἀνθρώπῳ τὴν εὐλογίαν, ὅν ἤμελλεν ἐν τῇ ἕκτῃ ἡμέρᾳ ποιεῖν. ἅμα καὶ εἰς τύπον ἐγένοντο τὰ τετράποδα καὶ θηρία ἐνίων ἀνθρώπων τὸν Θεὸν ἀγνοούντων καὶ ἀσεβούντων, καὶ τὰ ἐπίγεια φρονούντων, καὶ μὴ μετανοούντων. οἱ γὰρ ἐπιστρέφοντες ἀπὸ τῶν ἀνομιῶν καὶ δικαίως ζῶντες, ὥσπερ πετεινὰ ἀνίπτανται τῇ ψυχῇ, τὰ ἄνω φρονοῦντες καὶ εὐαρεστοῦντες τῷ θελήματι τοῦ θεοῦ. οἱ δὲ τὸν θεὸν ἀγνοοῦντες καὶ ἀσεβοῦντες ὅμοιοί εἰσιν ὀρνέοις τοῖς πτερὰ μὲν ἔχουσι, μὴ δυναμένοις δὲ ἀνίπτασθαι, καὶ τὰ ἄνω τρέχειν τῆς θειότητος. οὕτω καὶ οἱ τοιοῦτοι ἄνθρωποι μὲν λέγονται, τὰ δὲ χαμαιφερῆ καὶ τὰ ἐπίγεια φρονοῦσι, καταβαρούμενοι ὑπὸ τῶν ἁμαρτιῶν. θηρία δὲ ὠνόμασται τὰ ζῶα ἀπὸ τοῦ θηρεύεσθαι· οὐχ ὡς κακὰ ἀρχῆθεν γεγενημένα ἢ ἰοβόλα. οὐ γάρ τι κακὸν γέγονεν ἀπὸ θεοῦ, ἀλλὰ τὰ πάντα καλὰ, καὶ καλὰ λίαν· ἡ δὲ ἁμαρτία ἡ περὶ τὸν ἄνθρωπον κεκάκωκεν αὐτά. τοῦ γὰρ ἀνθρώπου παραβάντος καὶ αὐτὰ συμπαρέβη. ὥσπερ γὰρ δεσπότης οἰκίας, ἐὰν αὐτὸς εὖ πράσσῃ, ἀναγκαίως καὶ οἱ οἰκέται εὐτάκτως ζῶσιν· ἐὰν δὲ ὁ κύριος ἁμαρτάνῃ, καὶ οἱ δοῦλοι συναμαρτάνουσι· τῷ αὐτῷ τρόπῳ γέγονε καὶ τὰ περὶ τὸν ἄνθρωπον κύριον ὄντα ἁμαρτῆσαι, καὶ τὰ δοῦλα συνήμαρτεν. ὁπόταν οὖν πάλιν ὁ ἄνθρωπος ἀναδράμῃ εἰς τὸ κατὰ φύσιν, μηκέτι κακοποιῶν· κἀκεῖνα ἀποκατασταθήσεται εἰς τὴν ἀρχῆθεν ἡμερότητα.

Τὰ δὲ περὶ τῆς ἀνθρώπου ποιήσεως, ἀνέκφραστός ἐστιν ὡς πρὸς ἄνθρωπον ἡ κατ᾿ αὐτὸν δημιουργία, καίπερ σύντομον ἔχει ἡ θεία γραφὴ τὴν κατ᾿ αὐτὸν ἐκφώνησιν. ἐν τῷ γὰρ εἰπεῖν τὸν θεόν· ποιήσωμεν ἄνθρωπον κατ᾿ εἰκόνα καὶ καθ᾿ ὁμοίωσιν τὴν ἡμετέραν, πρῶτον μηνύει τὸ ἀξίωμα τοῦ ἀνθρώπου. πάντα γὰρ λόγῳ ποιήσας ὁ θεὸς, καὶ τὰ πάντα πάρεργα ἡγησάμενος, μόνον ἰδίων ἔργον χειρῶν ἡγεῖται τὴν ποίησιν τοῦ ἀνθρώπου. ἔτι μὴν καὶ ὡς βοηθείας χρῄζων ὁ θεὸς εὑρίσκεται λέγων· ποιήσωμεν ἄνθρωπον κατ᾿ εἰκόνα καὶ καθ᾿ ὁμοίωσιν. οὐκ ἄλλῳ δέ τινι εἴρηκε, ποιήσωμεν, ἀλλ᾿ ἢ τῷ ἑαυτοῦ λόγῳ καὶ τῇ ἑαυτοῦ σοφίᾳ. ποιήσας δὲ αὐτὸν καὶ εὐλογήσας εἰς τὸ αὐξάνεσθαι καὶ πληρῶσαι τὴν γῆν, ὑπέταξεν αὐτῷ ὑποχείρια καὶ ὑπόδουλα τὰ πάντα· προσέταξε δὲ καὶ ἔχειν τὴν δίαιταν αὐτὸν ἀρχῆθεν ἀπὸ τῶν καρπῶν τῆς γῆς καὶ τῶν σπερμάτων καὶ χλοῶν καὶ ἀκροδρύων, ἅμα καὶ συνδίαιτα κελεύσας εἶναι τὰ ζῶα τῷ ἀνθρώπῳ, εἰς τὸ καὶ αὐτὰ ἐσθίειν ἀπὸ τῶν σπερμάτων ἁπάντων τῆς γῆς.

Οὕτω συντελέσας ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα ὅσα ἐν αὐτοῖς ἐν τῇ ἕκτῃ ἡμέρᾳ, κατέπαυσεν ἐν τῇ ἑβδόμῃ ἡμέρᾳ ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ ὧν ἐποίησεν. εἶθ᾿ οὕτως ἀνακεφαλαιοῦται λέγουσα ἡ ἁγία γραφή· αὕτη βίβλος γενέσεως οὐρανοῦ καὶ τῆς γῆς, ὅτε ἐγένετο ἡμέρα ᾗ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ πᾶν χλωρὸν ἀγροῦ πρὸ τοῦ γενέσθαι καὶ πάντα χόρτον ἀγροῦ πρὸ τοῦ ἀνατεῖλαι. οὐ γὰρ ἔβρεξεν ὁ Θεὸς ἐπὶ τὴν γῆν· καὶ ἄνθρωπος οὐκ ἦν ἐργάζεσθαι τὴν γῆν. διὰ τούτου ἐμήνυσεν ἡμῖν ὅτι καὶ ἡ γῆ πᾶσα κατ᾿ ἐκεῖνο καιροῦ ἐποτίζετο ὑπὸ πηγῆς θείας, καὶ οὐκ εἶχε χρείαν ἐργάζεσθαι αὐτὴν ἄνθρωπον· ἀλλὰ τὰ πάντα αὐτοματισμῷ ἀνέφυεν ἡ γῆ κατὰ τὴν ἐντολὴν τοῦ Θεοῦ, πρὸς τὸ μὴ κοπιᾷν ἐργαζόμενον τὸν ἄνθρωπον. ὅπως δὲ καὶ ἡ πλάσις δειχθῇ, πρὸς τὸ μὴ δοκεῖν εἶναι ζήτημα ἐν ἀνθρώποις ἀνεύρετον, ἐπειδὴ εἴρητο ὑπὸ τοῦ Θεοῦ, ποιήσωμεν ἄνθρωπον, καὶ οὔπω ἡ ποίησις αὐτοῦ πεφανέρωται, διδάσκει ἡμᾶς ἡ γραφὴ λέγουσα· πηγὴ δὲ ἀνέβαινεν ἐκ τῆς γῆς, καὶ ἐπότιζε πᾶν τὸ πρόσωπον τῆς γῆς, καὶ ἔπλασεν ὁ Θεὸς τὸν ἄνθρωπον χοῦν ἀπὸ τῆς γῆς, καὶ ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν. ὅθεν καὶ ἀθάνατος ἡ ψυχὴ ὠνόμασται παρὰ τοῖς πλείοσι. μετὰ δὲ τὸ πλάσαι τὸν ἄνθρωπον, ὁ Θεὸς ἐξελέξατο αὐτῷ χώριον ἐν τοῖς τόποις τοῖς ἀνατολικοῖς, διάφορον φωτὶ, διαυγὲς ἀέρι λαμπροτέρῳ, φυτοῖς παγκαλοῖς, ἐν ᾧ ἔθετο τὸν ἄνθρωπον.

Τὰ δὲ ῥητὰ τῆς ἱστορίας τῆς ἱερᾶς ἡ γραφὴ οὕτω περιέχει. καὶ ἐφύτευσεν ὁ Θεὸς τὸν παράδεισον ἐν Ἐδὲμ κατὰ ἀνατολὰς, καὶ ἔθετο ἐκεῖ τὸν ἄνθρωπον ὃν ἔπλασε. καὶ ἐξανέτειλεν ὁ Θεὸς ἐκ τῆς γῆς πᾶν ξύλον ὡραῖον εἰς ὅρασιν, καὶ καλὸν εἰς βρῶσιν, καὶ τὸ ξύλον τῆς ζωῆς ἐν μέσῳ τοῦ παραδείσου, καὶ τὸ ξύλον τοῦ εἰδέναι γνωστὸν καλοῦ καὶ πονηροῦ. ποταμὸς δὲ ἐκπορεύεται ἐξ Ἐδὲμ ποτίζειν τὸν παράδεισον· ἐκεῖθεν ἀφορίζεται εἰς τέσσαρας ἀρχάς. ὄνομα τῷ ἑνὶ Φεισών. οὗτος ὁ κυκλῶν πᾶσαν τὴν γῆν Ἑυιλάτ· ἐκεῖ οὖν ἐστι χρυσίον. τὸ δὲ χρυσίον τῆς γῆς ἐκείνης καλόν· κἀκεῖ ἐστιν ὁ ἄνθραξ καὶ ὁ λίθος ὁ πράσινος. καὶ ὄνομα τῷ ποταμῷ τῷ δευτέρῳ Γεών. οὗτος κυκλοῖ πᾶσαν τὴν γῆν Αἰθιοπίας. καὶ ὁ ποταμὸς ὁ τρίτος, Τίγρις. οὗτος ὁ πορευόμενος κατεναντίας Συρίων. ὁ δὲ ποταμὸς ὁ τέταρτος Εὐφράτης. καὶ ἔλαβε κύριος ὁ Θεὸς τὸν ἄνθρωπον ὃν ἔπλασε, καὶ ἔθετο αὐτὸν ἐν τῷ παραδείσῳ, ἐργάζεσθαι αὐτὸν καὶ φυλάσσειν. καὶ ἐνετείλατο ὁ Θεὸς τῷ Ἀδὰμ, λέγων· ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φαγῇ· ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν οὐ φάγεσθε ἀπ᾿ αὐτοῦ. ᾗ δ᾿ ἂν ἡμέρᾳ φάγησθε ἀπ᾿ αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε. καὶ εἶπε κύριος ὁ Θεός· οὐ καλὸν εἶναι τὸν ἄνθρωπον μόνον· ποιήσωμεν αὐτῷ βοηθὸν κατ᾿ αὐτόν. καὶ ἔπλασεν ὁ Θεὸς ἔτι ἐκ τῆς γῆς πάντα τὰ θηρία τοῦ ἀγροῦ, καὶ πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ ἤγαγεν αὐτὰ πρὸς τὸν Ἀδάμ. καὶ πᾶν ὃ ἂν ἐκάλεσεν αὐτὰ Ἀδὰμ, ψυχὴν ζῶσαν, τοῦτο ὄνομα αὐτοῦ. καὶ ἐκάλεσεν Ἀδὰμ ὀνόματα πᾶσι τοῖς κτήνεσι, καὶ πᾶσι τοῖς πετείνοις τοῦ οὐρανοῦ, καὶ πᾶσι τοῖς θηρίοις τοῦ ἀγροῦ. τῷ δὲ Ἀδὰμ οὐχ εὑρέθη βοηθὸς ὅμοιος αὐτῷ. καὶ ἐπέβαλεν ὁ Θεὸς ἔκστασιν ἐπὶ τὸν Ἀδὰμ, καὶ ὕπνωσε· καὶ ἔλαβε μίαν τῶν πλευρῶν αὐτοῦ, καὶ ἐνεπλήρωσε σάρκα ἀντ᾿ αὐτοῦ, καὶ ᾠκοδόμησε κύριος ὁ Θεὸς τὴν πλευρὰν ἣν ἔλαβεν ἀπὸ τοῦ Ἀδὰμ εἰς γυναῖκα, καὶ ἤγαγεν αὐτὴν πρὸς τὸν Ἀδάμ. καὶ εἶπεν Ἀδάμ· τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστέων μου, καὶ σὰρξ ἐκ τῆς σαρκός μου, αὕτη κληθήσεται γυνὴ, ὅτι ἐκ τοῦ ἀνδρὸς αὐτὴ ἐλήφθη· ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα αὐτοῦ, καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. καὶ ἦσαν οἱ δύο γυμνοὶ, ὅ τε Ἀδὰμ, καὶ ἡ γυνὴ αὐτοῦ, καὶ οὐκ ᾐσχύνοντο.

Ὁ δὲ ὄφις ἦν φρονιμώτερος πάντων τῶν θηρίων τῶν ἐπὶ τῆς γῆς, ὧν ἐποίησε κύριος ὁ Θεός· καὶ εἶπεν ὁ ὄφις τῇ γυναικί· τί ὅτι εἶπεν ὁ Θεὸς οὐ μὴ φάγητε ἀπὸ παντὸς ξύλου τοῦ παραδείσου; καὶ εἶπεν ἡ γυνὴ τῷ ὄφει· ἀπὸ παντὸς ξύλου τοῦ παραδείσου φαγόμεθα, ἀπὸ δὲ καρποῦ τοῦ ξύλου, ὅ ἐστιν ἐν μέσῳ τοῦ παραδείσου, εἶπεν ὁ Θεός· οὐ μὴ φάγησθε ἀπ᾿ αὐτοῦ, οὐδὲ μὴ ἅψησθε αὐτοῦ, ἵνα μὴ ἀποθάνητε. καὶ εἶπεν ὁ ὄφις τῇ γυναικὶ, οὐ θανάτῳ ἀποθανεῖσθε. ᾔδει γὰρ ὁ Θεὸς ὅτι ἐν ᾗ ἂν ἡμέρᾳ φάγητε ἀπ᾿ αὐτοῦ, διανοιχθήσονται ὑμῶν οἱ ὀφθαλμοὶ, καὶ ἔσεσθε ὡς θεοὶ, γινώσκοντες καλὸν καὶ πονηρόν. καὶ εἶδεν ἡ γυνὴ, ὅτι καλὸν τὸ ξύλον εἰς βρῶσιν, καὶ ὅτι ἀρεστὸν τοῖς ὀφθαλμοῖς ἰδεῖν, καὶ ὡραῖόν ἐστι τοῦ κατανοῆσαι. καὶ λαβοῦσα ἀπὸ τοῦ καρποῦ αὐτοῦ ἔφαγε, καὶ ἔδωκε καὶ τῷ ἀνδρὶ αὐτῆς μεθ᾿ ἑαυτῆς, καὶ ἔφαγον. καὶ διηνοίχθησαν οἱ ὀφθαλμοὶ τῶν δύο, καὶ ἔγνωσαν ὅτι γυμνοὶ ἦσαν· καὶ ἔῤῥαψαν φύλλα συκῆς, καὶ ἐποίησαν ἑαυτοῖς περιζώματα, καὶ ἤκουσαν τῆς φωνῆς κυρίου τοῦ Θεοῦ, περιπατοῦντος ἐν τῷ παραδείσῳ τὸ δειλινόν. καὶ ἐκρύβησαν ὅ τε Ἀδὰμ καὶ ἡ γυνὴ αὐτοῦ ἀπὸ προσώπου τοῦ Θεοῦ, ἐν μέσῳ τοῦ ξύλου τοῦ παραδείσου. καὶ ἐκάλεσε κύριος ὁ Θεὸς τὸν Ἀδὰμ, καὶ εἶπεν αὐτῷ ποῦ εἶ; καὶ εἶπεν αὐτῷ· τὴν φωνήν σου ἤκουσα ἐν τῷ παραδείσῳ, καὶ ἐφοβήθην, ὅτι γυμνός εἰμι, καὶ ἐκρύβην. καὶ εἶπεν αὐτῷ· τίς ἀνήγγειλέ σοι, ὅτι γυμνὸς εἶ, εἰ μὴ ἀπὸ τοῦ ξύλου, οὗ ἐνετειλάμην σοι τούτου μόνου μὴ φαγεῖν, ἀπ᾿ αὐτοῦ ἔφαγες; καὶ εἶπεν Ἀδάμ· ἡ γυνὴ, ἣν ἔδωκάς μοι, αὐτή μοι ἔδωκεν ἀπὸ τοῦ ξύλου, καὶ ἔφαγον. καὶ εἶπεν ὁ Θεὸς τῇ γυναικί· τί τοῦτο ἐποίησας; καὶ εἶπεν ἡ γυνή· ὁ ὄφις ἠπάτησέ με, καὶ ἔφαγον. καὶ εἶπε κύριος ὁ Θεὸς τῷ ὄφει· ὅτι ἐποίησας τοῦτο, ἐπικατάρατος σὺ ἀπὸ πάντων τῶν θηρίων τῶν ἐπὶ τῆς γῆς. ἐπὶ τῷ στήθει καὶ τῇ κοιλίᾳ σου πορεύσῃ, καὶ γῆν φαγῇ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου· καὶ ἔχθραν ποιήσω ἀνὰ μέσον σου καὶ ἀνὰ μέσον τῆς γυναικὸς, καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου καὶ τοῦ σπέρματος αὐτῆς. αὐτός σου τηρήσει τὴν κεφαλὴν, καὶ σὺ αὐτοῦ τηρήσεις τὴν πτέρναν. καὶ τῇ γυναικὶ εἶπε· πληθύνων πληθυνῶ τὰς λύπας σου, καὶ τὸν στεναγμόν σου. ἐν λύπῃ τέξῃ τέκνα, καὶ πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου· καὶ αὐτός σου κυριεύσει. τῷ δὲ Ἀδὰμ εἶπεν· ὅτι ἤκουσας τῆς φωνῆς τῆς γυναικός σου, καὶ ἔφαγες ἀπὸ τοῦ ξύλου, οὗ ἐνετειλάμην σοι μόνου τούτου μὴ φαγεῖν, ἀπ᾿ αὐτοῦ ἔφαγες· ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου, ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι, καὶ φαγῇ τὸν χόρτον τοῦ ἀγροῦ σου. ἐν ἱδρῶτι τοῦ προσώπου σου φαγῇ τὸν ἄρτον σου, ἕως τοῦ ἀποστρέψαι σε εἰς τὴν γῆν, ἐξ ἧς ἐλήφθης· ὅτι γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ.

Ἐρεῖς οὖν μοι· σὺ φῂς τὸν Θεὸν ἐν τόπῳ μὴ δεῖν χωρεῖσθαι, καὶ πῶς νῦν λέγεις αὐτὸν ἐν τῷ παραδείσῳ περιπατεῖν; ἄκουε ὅ φημι· ὁ μὲν Θεὸς καὶ πατὴρ τῶν ὅλων ἀχώρητός ἐστι, καὶ ἐν τόπῳ οὐχ εὑρίσκεται· οὐ γάρ ἐστι τόπος τῆς καταπαύσεως αὐτοῦ. ὁ δὲ λόγος αὐτοῦ, δι᾿ οὗ τὰ πάντα πεποίηκε, δύναμις ὦν καὶ σοφία αὐτοῦ, ἀναλαμβάνων τὸ πρόσωπον τοῦ πατρὸς καὶ κυρίου τῶν ὅλων, οὗτος παρεγίνετο εἰς τὸν παράδεισον ἐν προσώπῳ τοῦ Θεοῦ, καὶ ὡμίλει τῷ Ἀδάμ. καὶ γὰρ αὐτὴ ἡ θεία γραφὴ διδάσκει ἡμᾶς τὸν Ἀδὰμ λέγοντα τῆς φωνῆς ἀκηκοέναι· φωνὴ δὲ τί ἄλλο ἐστὶν, ἀλλ᾿ ἢ ὁ λόγος ὁ τοῦ Θεοῦ, ὅς ἐστι καὶ υἱὸς αὐτοῦ; οὐχ ὡς οἱ ποιηταὶ καὶ μυθογράφοι λέγουσιν υἱοὺς θεῶν ἐκ συνουσίας γεννωμένους, ἀλλὰ ὡς ἀληθεία διηγεῖται τὸν λόγον, τὸν ὄντα διαπαντὸς ἐνδιάθετον ἐν καρδίᾳ Θεοῦ. πρὸ γὰρ τὶ γίνεσθαι, τοῦτον εἶχε σύμβουλον, ἑαυτοῦ νοῦν καὶ φρόνησιν ὄντα. ὁπότε δ᾿ ἠθέλησεν ὁ Θεὸς ποιῆσαι ὅσα ἐβουλεύσατο, τοῦτον τὸν λόγον ἐγέννησε προφορικὸν, πρωτότοκον πάσης κτίσεως, οὐ κενωθεὶς αὐτὸς τοῦ λόγου, ἀλλὰ λόγον γεννήσας, καὶ τῷ λόγῳ αὐτοῦ διαπαντὸς ὁμιλῶν. ὅθεν διδάσκουσιν ἡμᾶς αἱ ἅγιαι γραφαὶ, καὶ πάντες οἱ πνευματοφόροι, ἐξ ὧν Ἰωάννης λέγει· ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν Θεόν· δεικνὺς ὅτι ἐν πρώτοις μόνος ἦν ὁ Θεὸς, καὶ ἐν αὐτῷ ὁ λόγος. ἔπειτα λέγει· καὶ Θεὸς ἦν ὁ λόγος· πάντα δι᾿ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. Θεὸς οὖν ὢν ὁ λόγος, καὶ ἐκ Θεοῦ πεφυκὼς, ὁπόταν βούληται ὁ πατὴρ τῶν ὅλων, πέμπει αὐτὸν εἴς τινα τόπον· ὃς παραγινόμενος καὶ ἀκούεται καὶ ὁρᾶται, πεμπόμενος ὑπ᾿ αὐτοῦ, καὶ ἐν τόπῳ εὑρίσκεται.

Τὸν οὖν ἄνθρωπον ὁ Θεὸς πεποίηκεν ἐν τῇ ἕκτῃ ἡμέρᾳ, τὴν δὲ πλάσιν αὐτοῦ πεφανέρωκε μετὰ τὴν ἑβδόμην ἡμέραν, ὁπότε καὶ τὸν παράδεισον πεποίηκεν, εἰς τὸ ἐν κρείσσονι τόπῳ καὶ χωρίῳ διαφόρῳ αὐτὸν εἶναι. καὶ ὅτι ταῦτά ἐστιν ἀληθῆ, αὐτὸ τὸ ἔργον δείκνυσι. πῶς γὰρ οὐκ ἔστι κατανοῆσαι τὴν μὲν ὠδῖνα, ἣν πάσχουσιν ἐν τῷ τοκετῷ αἱ γυναῖκες, καὶ μετὰ τοῦτο λήθην τοῦ πόνου ποιοῦνται, ὅπως πληρωθῇ ὁ τοῦ Θεοῦ λόγος, εἰς αὐξάνεσθαι καὶ πληθύνεσθαι τὸ γένος τῶν ἀνθρώπων; τί δ᾿ οὐχὶ καὶ τὴν τοῦ ὄφεως κατάκρισιν, πῶς στυγητὸς τυγχάνει ἕρπων ἐπὶ τῇ κοιλίᾳ, καὶ ἐσθίων γῆν; ὅπως καὶ τοῦτο ᾖ εἰς ἀπόδειξιν ἡμῖν τῶν προειρημένων.

Ἐξανατείλας οὖν ὁ Θεὸς ἐκ τῆς γῆς ἔτι πᾶν ξύλον ὡραῖον εἰς ὅρασιν, καὶ καλὸν εἰς βρῶσιν. ἐν γὰρ πρώτοις μόνα ἦν τὰ ἐν τῇ τρίτῃ ἡμέρᾳ γεγενημένα, φυτὰ καὶ σπέρματα καὶ χλόαι· τὰ δὲ ἐν τῷ παραδείσῳ ἐγενήθη διαφόρῳ καλλονῇ καὶ ὡραιότητι· ὅπου γε καὶ φυτεία ὠνόμασται ὑπὸ Θεοῦ πεφυτευμένη. καὶ τὰ μὲν λοιπὰ φυτὰ ὅμοια καὶ ὁ κόσμος ἔσχηκε. τὰ δὲ δύο ξύλα, τὸ τῆς ζωῆς, καὶ τὸ τῆς γνώσεως, οὐκ ἔσχηκεν ἑτέρα γῆ, ἀλλ᾿ ἢ ἐν μόνῳ τῷ παραδείσῳ. ὅτι δὲ καὶ ὁ παράδεισος γῆ ἐστι, καὶ ἐπὶ τῆς γῆς πεφύτευται, ἡ γραφὴ λέγει· καὶ ἐφύτευσεν ὁ Θεὸς παράδεισον ἐν Ἐδὲμ κατὰ ἀνατολὰς, καὶ ἔθετο ἐκεῖ τὸν ἄνθρωπον· καὶ ἐξανέτειλεν ὁ Θεὸς ἔτι ἀπὸ τῆς γῆς πᾶν ξύλον ὡραῖον εἰς ὅρασιν, καὶ καλὸν εἰς βρῶσιν. τῷ οὖν ἔτι ἐκ τῆς γῆς καὶ κατὰ ἀνατολὰς, σαφῶς διδάσκει ἡμᾶς ἡ θεία γραφὴ τὸν παράδεισον ὑπὸ τοῦτον τὸν οὐρανὸν, ὑφ᾿ ὃν καὶ ἀνατολὴ καὶ γῆ εἰσιν. Ἐδὲμ δὲ Ἑβραϊστὶ τὸ εἰρημένον, ἑρμηνεύεται τρυφή. ποταμὸν δὲ σεσήμαγκεν ἐκπορεύεσθαι ἐξ Ἐδὲμ, ποτίζειν τὸν παράδεισον, κἀκεῖθεν διαχωρίζεσθαι εἰς τέσσαρας ἀρχάς· ὧν δύο, οἱ καλούμενοι Φεισὼν καὶ Γεὼν, ποτίζουσι τὰ ἀνατολικὰ μέρη, μάλιστα ὁ Γεὼν, ὁ κυκλῶν πᾶσαν γῆν Αἰθιοπίας, ὅν φασιν ἐν τῇ Αἰγύπτῳ ἀναφαίνεσθαι, τὸν καλούμενον Νεῖλον. οἱ δὲ ἄλλοι δύο ποταμοὶ φανερῶς γινώσκονται παρ᾿ ἡμῖν, οἱ καλούμενοι Τίγρις καὶ Εὐφράτης· οὗτοι γὰρ γειτνιῶσιν ἕως τῶν ἡμετέρων κλιμάτων. θεὶς δὲ ὁ Θεὸς τὸν ἄνθρωπον, καθὼς προειρήκαμεν, ἐν τῷ παραδείσῳ, εἰς τὸ ἐργάζεσθαι καὶ φυλάσσειν αὐτὸν, ἐνετείλατο αὐτῷ ἀπὸ πάντων τῶν καρπῶν ἐσθίειν, δηλονότι καὶ ἀπὸ τοῦ τῆς ζωῆς, μόνου δὲ ἐκ τοῦ ξύλου τοῦ τῆς γνώσεως ἐνετείλατο αὐτῷ μὴ γεύσασθαι· μετέθηκε δὲ αὐτὸν ὁ Θεὸς ἐκ τῆς γῆς, ἐξ ἧς ἐγεγόνει, εἰς τὸν παράδεισον, διδοὺς αὐτῷ ἀφορμὴν προκοπῆς, ὅπως αὐξάνων καὶ τέλειος γενόμενος, ἔτι δὲ καὶ θεὸς ἀναδειχθεὶς, οὕτω καὶ εἰς οὐρανὸν ἀναβῇ (μέσος γὰρ ὁ ἄνθρωπος ἐγεγόνει, οὔτε θνητὸς ὁλοσχερῶς, οὔτε ἀθάνατος τὸ καθόλου, δεκτικὸς δὲ ἑκατέρων. οὕτω καὶ τὸ χωρίον ὁ παράδεισος, ὡς πρὸς καλλονὴν, μέσος τοῦ κόσμου καὶ τοῦ οὐρανοῦ γεγένηται) ἔχων ἀϊδιότητα. τῷ δὲ εἰπεῖν, ἐργάζεσθε, οὐκ ἄλλην τινὰ ἐργασίαν δηλοῖ, ἀλλ᾿ ἢ τὸ φυλάσσειν τὴν ἐντολὴν τοῦ Θεοῦ, ὅπως μὴ παρακούσας ἀπολέσῃ ἑαυτὸν, καθὼς καὶ ἀπώλεσε διὰ ἁμαρτίας.

Τὸ μὲν ξύλον τὸ τῆς γνώσεως αὐτὸ μὲν καλὸν, καὶ ὁ κάρπος αὐτοῦ καλός. οὐ γὰρ ὡς οἴονταί τινες, θάνατον εἶχε τὸ ξύλον, ἀλλ᾿ ἡ παρακοή. οὐ γάρ τι ἕτερον ἦν ἐν τῷ καρπῷ ἢ μόνον γνῶσις. ἡ δὲ γνῶσις καλὴ, ἐπὰν αὐτῇ οἰκείως τις χρήσηται. τῇ δὲ οὔσῃ ἡλικίᾳ ὁ Ἀδὰμ ἔτι νήπιος ἦν, διὸ οὔπω ἠδύνατο τὴν γνῶσιν κατ᾿ ἀξίαν χωρεῖν. καὶ γὰρ νῦν, ἐπὰν γενηθῇ παιδίον, οὐκ ἤδη δύναται ἄρτον ἐσθίειν, ἀλλὰ πρῶτον γάλακτι ἀνατρέφεται, ἔπειτα κατὰ πρόσβασιν τῆς ἡλικίας καὶ ἐπὶ τὴν στερεὰν τροφὴν ἔρχεται. οὕτως ἂν ἐγεγόνει καὶ τῷ Ἀδάμ. διὸ οὐχ ὡς φθονῶν αὐτῷ ὁ Θεὸς, ὡς οἴονταί τινες, ἐκέλευσε μὴ ἐσθίειν ἀπὸ τῆς γνώσεως. ἔτι μὴν καὶ ἐβούλετο δοκιμάσαι αὐτὸν, εἰ ὑπήκοος γίνεται τῇ ἐντολῇ αὐτοῦ· ἅμα δὲ καὶ ἐπὶ πλείονα χρόνον ἐβούλετο ἁπλοῦν καὶ ἀκέραιον διαμεῖναι τὸν ἄνθρωπον νηπιάζοντα. τοῦτο γὰρ ὅσιόν ἐστιν, οὐ μόνον παρὰ Θεῷ, ἀλλὰ καὶ παρὰ ἀνθρώποις, τὸ ἐν ἁπλότητι καὶ ἀκακίᾳ ὑποτάσσεσθαι τοῖς γονεῦσιν. εἰ δὲ χρὴ τὰ τέκνα τοῖς γονεῦσιν ὑποτάσσεσθαι, πόσῳ μᾶλλον τῷ Θεῷ καὶ πατρὶ τῶν ὅλων; ἔτι μὴν καὶ ἄσχημόν ἐστι τὰ παιδία τὰ νήπια ὑπὲρ ἡλικίαν φρονεῖν. καθάπερ γὰρ τῇ ἡλικίᾳ τις πρὸς τάξιν αὔξει, οὕτω καὶ ἐν τῷ φρονεῖν. ἀλλ᾿ ὥστε ἐπὰν νόμος κελεύσῃ ἀπέχεσθαι ἀπό τινος, καὶ μὴ ὑπακούῃ τις, δηλονότι οὐχ ὁ νόμος κόλασιν παρέχει, ἀλλὰ ἡ ἀπείθεια καὶ ἡ παρακοή. καὶ γὰρ πατὴρ ἰδίῳ τέκνῳ ἐνίοτε προστάσσει ἀπέχεσθαί τινων, καὶ ἐπὰν οὐχ ὑπακούῃ τῇ πατρικῇ ἐντολῇ, δέρεται καὶ ἐπιτιμίας τυγχάνει διὰ τὴν παρακοήν. καὶ οὐκ ἤδη αὐτὰ τὰ πράγματα πληγαί εἰσιν, ἀλλ᾿ ἡ παρακοὴ τῷ ἀπειθοῦντι ὕβριν περιποιεῖται. οὕτω καὶ τῷ πρωτοπλάστῳ ἡ παρακοὴ περιεποιήσατο ἐκβληθῆναι αὐτὸν ἐκ τοῦ παραδείσου· οὐ μέντοι γε ὡς κακοῦ τι ἔχοντος τοῦ ξύλου τῆς γνώσεως, διὰ δὲ τῆς παρακοῆς ὁ ἄνθρωπος ἐξήντλησε πόνον, ὀδύνην, λύπην, καὶ τὸ τέλος ῾πὸ θάνατον ἔπεσε.

Καὶ τοῦτο δὲ ὁ Θεὸς μεγάλην εὐεργεσίαν πάρεσχε τῷ ἀνθρώπῳ, τὸ μὴ διαμεῖναι αὐτὸν εἰς τὸν αἰῶνα ἐν ἁμαρτίᾳ ὄντα, ἀλλὰ τρόπῳ τινὶ ἐν ὁμοιώματι ἐξορισμοῦ ἐξέβαλεν αὐτὸν ἐκ τοῦ παραδείσου, ὅπως διὰ τῆς ἐπιτιμίας τακτῷ ἀποτίσας χρόνῳ τὴν ἁμαρτίαν, καὶ παιδευθεὶς, ἐξ ὑστέρου ἀνακληθῇ. διὸ καὶ πλασθέντος ἀνθρώπου ἐν τῷ κόσμῳ τούτῳ, μυστηριωδῶς ἐν τῇ Γενέσει γέγραπται, ὡς δὶς αὐτοῦ ἐν τῷ παραδείσῳ τεθέντος· ἵνα τὸ μὲν ἅπαξ ᾖ πεπληρωμένον ὁπότε ἐτέθη· τὸ δὲ δεύτερον μέλλει πληροῦσθαι μετὰ τὴν ἀνάστασιν καὶ κρίσιν. οὐ μὴν ἀλλὰ καὶ καθάπερ σκεῦός τι, ἐπὰν πλασθὲν αἰτίαν τινὰ σχῇ, ἀναχωνεύεται ἢ ἀναπλάσσεται, εἰς τὸ γενέσθαι καινὸν καὶ ὁλόκληρον· οὕτω γίνεται καὶ τῷ ἀνθρώπῳ διὰ θανάτου. δυνάμει γὰρ τέθραυσται, ἵνα ἐν τῇ ἀναστάσει ὑγιὴς εὑρεθῇ· λέγω δὲ ἄσπιλος καὶ δίκαιος καὶ ἀθάνατος. τὸ δὲ καλέσαι καὶ εἰπεῖν τὸν Θεὸν, ποῦ εἶ Ἀδάμ; οὐχ ὡς ἀγνοῶν τοῦτο ἐποίει ὁ Θεὸς, ἀλλὰ μακρόθυμος ὢν ἀφορμὴν ἐδίδου αὐτῷ μετανοίας καὶ ἐξομολογήσεως.

Ἀλλὰ φήσει οὖν τις ἡμῖν, θνητὸς φύσει ἐγένετο ὁ ἄνθρωπος; οὐδαμῶς. τί οὖν ἀθάνατος; οὐδὲ τοῦτο φαμέν. ἀλλὰ ἐρεῖ τις, οὐδὲν οὖν ἐγένετο; οὐδὲ τοῦτο. ἐγὼ μὲν, οὔτε οὖν φύσει θνητὸς ἐγένετο οὔτε ἀθάνατος. εἰ γὰρ ἀθάνατον αὐτὸν ἀπ᾿ ἀρχῆς ἐπεποιήκει, θεὸν αὐτὸν ἐπεποιήκει. πάλιν εἰ θνητὸν αὐτὸν ἐπεποιήκει, ἐδόκει ἂν ὁ Θεὸς αἴτιος εἶναι τοῦ θανάτου αὐτοῦ. οὔτε οὖν ἀθάνατον αὐτὸν ἐποίησεν, οὔτε μὴν θνητὸν, ἀλλὰ καθὼς ἐπάνω προειρήκαμεν, δεκτικὸν ἀμφοτέρων· ἵνα εἰ ῥέψῃ ἐπὶ τὰ τῆς ἀθανασίας τηρήσας τὴν ἐντολὴν τοῦ Θεοῦ, μισθὸν κομίσηται παρ᾿ αὐτοῦ τὴν ἀθανασίαν, καὶ γένηται θεός· εἰ δ᾿ αὖ τραπῇ ἐπὶ τὰ τοῦ θανάτου πράγματα, παρακούσας τοῦ Θεοῦ, αὐτὸς ἑαυτῷ αἴτιος ᾖ τοῦ θανάτου. ἐλεύθερον γὰρ καὶ αὐτεξούσιον ἐποίησεν ὁ Θεὸς ἄνθρωπον. ὃ οὖν ἑαυτῷ περιεποιήσατο δι᾿ ἀμελείας καὶ παρακοῆς, τοῦτο ὁ Θεὸς αὐτῷ νυνὶ δωρεῖται διὰ ἰδίας φιλανθρωπίας καὶ ἐλεημοσύνης, ὑπακούοντος αὐτῷ τοῦ ἀνθρώπου. καθάπερ γὰρ παρακούσας ἄνθρωπος θάνατον ἑαυτῷ ἐπεσπάσατο, οὕτως ὑπακούσας τῷ θελήματι τοῦ Θεοῦ ὁ βουλόμενος δύναται περιποιήσασθαι ἑαυτῷ τὴν αἰώνιον ζωήν. ἔδωκε γὰρ ὁ Θεὸς ἡμῖν νόμον καὶ ἐντολὰς ἁγίας· ἅς πᾶς ὁ ποιήσας δύναται σωθῆναι, καὶ τῆς ἀναστάσεως τυχὼν κληρονομῆσαι τὴν ἀφθαρσίαν.

Ἐκβληθεὶς δὲ Ἀδὰμ ἐκ τοῦ παραδείσου οὕτως ἔγνω Εὔαν τὴν γυναῖκα αὐτοῦ, ἣν ὁ Θεὸς ἐποίησεν αὐτῷ εἰς γυναῖκα ἐκ τῆς πλευρᾶς αὐτοῦ. καὶ τοῦτο δὲ οὐχ ὡς μὴ δυνάμενος κατ᾿ ἰδίαν πλάσαι τὴν γυναῖκα αὐτοῦ, ἀλλὰ προηπίστατο ὁ Θεὸς ὅτι ἤμελλον οἱ ἄνθρωποι πληθὺν θεῶν ὀνομάζειν. προγνώστης οὖν ὢν, καὶ εἰδὼς ὅτι ἡ πλάνη ἤμελλε διὰ τοῦ ὄφεως ὀνομάζειν πληθὺν θεῶν τῶν οὐκ ὄντων· ἑνὸς γὰρ ὄντος Θεοῦ, ἐκτότε ἤδη ἐμελέτα ἡ πλάνη πληθὺν θεῶν ὑποσπείρειν, καὶ λέγειν, ἔσεσθε ὡς Θεοί· μήπως οὖν ὑπονοηθῇ ὅτι ὅδε μὲν ὁ Θεὸς ἐποίησε τὸν ἄνδρα, ἕτερος δὲ τὴν γυναῖκα, διὰ τοῦτο οὖν ἐποίησε τοὺς δύο ἄμφω. οὐ μόνον ἴνα καὶ διὰ τούτου δειχθῇ τὸ μυστήριον τῆς μοναρχίας τῆς κατὰ τὸν Θεόν· ἅμα δ᾿ ἐποίησεν ὁ Θεὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἵνα πλείων ᾖ ἡ εὔνοια εἰς αὐτούς. πρὸς μὲν οὖν τὴν Εὔαν ὁ Ἀδὰμ εἶπε· τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστῶν μου, καὶ σὰρξ ἐκ τῆς σαρκός μου. ἔτι καὶ προεφήτευσε, λέγων· τούτου ἕνεκεν καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα, καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν· ὅ δὴ καὶ αὐτὸ δείκνυται τελειούμενον ἐν ἡμῖν αὐτοῖς. τίς γὰρ ὁ νομίμως γαμῶν οὐ καταφρονεῖ μητρὸς καὶ πατρὸς καὶ πάσης συγγενείας, καὶ πάντων τῶν οἰκείων, προσκολλώμενος καὶ ἑνούμενος τῇ ἑαυτοῦ γυναικὶ, εὐνοῶν μᾶλλον αὐτῇ; διὸ καὶ μέχρι θανάτου πολλάκις ὑπεύθυνοι γίνονταί τινες διὰ τὰς ἑαυτῶν γαμετάς. ταύτην τὴν Εὔαν διὰ τὸ ἀρχῆθεν πλανηθῆναι ὑπὸ τοῦ ὄφεως, καὶ ἀρχηγὸν ἁμαρτίας γεγονέναι, ὁ κακοποιὸς δαίμων, ὁ καὶ Σατὰν καλούμενος, ὁ τότε διὰ τοῦ ὄφεως λαλήσας αὐτῇ, ἕως καὶ τοῦ δεῦρο ἐνεργῶν ἐν τοῖς ἐνθουσιαζομένοις ὑπ᾿ αὐτοῦ ἀνθρώποις, Εὔαν ἐκκαλεῖται. δαίμων δὲ καὶ δράκων καλεῖται, διὰ τὸ ἀποδεδρακέναι αὐτὸν ἀπὸ τοῦ Θεοῦ· ἄγγελος γὰρ ἦν ἐν πρώτοις. καὶ τὰ μὲν περὶ τούτου πολὺς ὁ λόγος, διὸ τανῦν παραπέμπομαι τὴν περὶ αὐτῶν διήγησιν· καὶ γὰρ ἐν ἑτέροις ἡμῖν γεγένηται ὁ περὶ αὐτοῦ λόγος.

Ἐν τῷ οὖν γνῶναι τὸν Ἀδὰμ τὴν γυναῖκα αὐτοῦ Εὔαν, συλλαβοῦσα ἔτεκεν υἱὸν, ᾧ τοὔνομα Κάϊν, καὶ εἶπεν· ἐκτησάμην ἄνθρωπον διὰ τοῦ Θεοῦ. καὶ προσέθετο ἔτι τεκεῖν δεύτερον, ᾧ ὄνομα Ἄβελ, ὃς ἤρξατο ποιμὴν εἶναι προβάτων· Κάϊν δὲ εἰργάζετο τὴν γῆν. τὰ μὲν οὖν κατ᾿ αὐτοὺς πλείω ἔχει τὴν ἱστορίαν, οὐ μὴν ἀλλὰ καὶ τὴν οἰκονομίαν τῆς ἐξηγήσεως. διὸ τὰ τῆς ἱστορίας τοὺς φιλομαθεῖς δύναται ἀκριβέστερον διδάξαι αὐτὴ ἡ βίβλος, ἥτις ἐπιγράφεται Γένεσις κόσμου. ὁπότε οὖν ἐθεάσατο ὁ Σατανᾶς οὐ μόνον τὸν Ἀδὰμ καὶ τὴν γυναῖκα αὐτοῦ ζῶντας, ἀλλὰ καὶ τέκνα πεποιηκότας, ἐφ᾿ ᾧ οὐκ ἴσχυσε θανατῶσαι αὐτοὺς, φθόνῳ φερόμενος, ἡνίκα ἑώρα τὸν Ἄβελ εὐαρεστοῦντα τῷ Θεῷ, ἐνεργήσας εἰς τὸν ἀδελφὸν αὐτοῦ τὸν καλούμενον Κάϊν, ἐποίησεν ἀποκτεῖναι τὸν ἀδελφὸν αὐτοῦ τὸν Ἄβελ. καὶ οὕτως ἀρχὴ θανάτου ἐγένετο εἰς τόνδε τὸν κόσμον, ὁδοιπορεῖν ἕως τοῦ δεῦρο ἐπὶ πᾶν γένος ἀνθρώπων. ὁ δὲ Θεὸς ἐλεήμων ὢν, καὶ βουλόμενος ἀφορμὴν μετανοίας καὶ ἐξομολογήσεως παρασχεῖν τῷ Κάϊν, καθάπερ καὶ τῷ Ἀδὰμ, εἶπε· ποῦ Ἄβελ ὁ ἀδελφός σου; ὁ δὲ Κάϊν ἀπεκρίθη ἀπειθῶς τῷ Θεῷ, εἰπών· οὐ γινώσκω· μὴ φύλαξ εἰμὶ τοῦ ἀδελφοῦ μου; οὕτως ὀργισθεὶς αὐτῷ ὁ Θεὸς ἔφη· τί ἐποίησας τοῦτο; φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρός με ἐκ τῆς γῆς, ἣ ἔχανε δέξασθαι τὸ αἷμα τοῦ ἀδελφοῦ σου ἐκ χειρός σου· στένων καὶ τρέμων ἔσῃ ἐπὶ τῆς γῆς. ἐκτότε φοβηθεῖσα ἡ γῆ οὐκέτι ἀνθρώπου αἷμα παραδέχεται, ἀλλ᾿ οὐδέ τινος ζώου. ἢ φανερὸν ὅτι οὐκ ἔστιν αὐτὴ αἰτία, ἀλλ᾿ ὁ παραβὰς ἄνθρωπος.

Ὁ οὖν Κάϊν καὶ αὐτὸς ἔσχεν υἱὸν ᾧ ὄνομα Ἐνώχ. καὶ ᾠκοδόμησε πόλιν, ἣν ἐπωνόμασεν ἐπὶ τῷ ὀνόματι τοῦ υἱοῦ αὐτοῦ Ἐνώχ. ἀπὸ τότε ἀρχὴ ἐγένετο τοῦ οἰκοδομεῖσθαι πόλεις, καὶ τοῦτο πρὸ κατακλυσμοῦ· οὐχ ὡς Ὅμηρος ψεύδεται λέγων· Οὐ γάρ πω πεπόλιστο πόλις μερόπων ἀνθρώπων. τῷ δὲ Ἐνὼχ ἐγεννήθη υἱὸς ὀνόματι Γαϊδὰδ, ὃς ἐγέννησε τὸν καλούμενον Μεὴλ, καὶ Μεὴλ τὸν Μαθουσάλα, καὶ Μαθουσάλα τὸν Λάμεχ. ὁ δὲ Λάμεχ ἔλαβεν ἑαυτῷ δύο γυναῖκας, αἷς ὀνόματα Ἀδᾶ καὶ Σελᾶ. ἐκτότε ἀρχὴ ἐγένετο τῆς πολυμιξίας, ἀλλὰ καὶ τῆς μουσικῆς. τῷ γὰρ Λάμεχ ἐγένοντο τρεῖς υἱοὶ, Ὠβὴλ, Ἰουβὰλ, Θοβέλ. καὶ ὁ μὲν Ὠβὴλ ἐγένετο ἀνὴρ ἐν σκηναῖς κτηνοτροφῶν. Ἰουβὰλ δέ ἐστιν ὁ καταδείξας ψαλτήριον καὶ κιθάραν. Θοβὲλ δὲ ἐγένετο σφυροκόπος, χαλκεὺς χαλκοῦ καὶ σιδήρου. ἕως μὲν οὖν τούτου ἔσχε τὸν κατάλογον τὸ σπέρμα τοῦ Κάϊν· καὶ τὸ λοιπὸν εἰς λήθην αὐτοῦ γέγονε τὸ σπέρμα τῆς γενεαλογίας, διὰ τὸ ἀδελφοκτονῆσαι αὐτὸν τὸν ἀδελφόν. εἰς τὸν τόπον δὲ τοῦ Ἄβελ, ἔδωκεν ὁ Θεὸς συλλαβεῖν τὴν Εὔαν καὶ τεκεῖν υἱὸν, ὃς κέκληται Σήθ· ἀφ᾿ οὗ τὸ λοιπὸν γένος τῶν ἀνθρώπων ὁδεύει μέχρι τοῦ δεῦρο. τοῖς δὲ βουλομένοις φιλομαθέσι, καὶ περὶ πασῶν τῶν γενεῶν εὔκολόν ἐστιν ἐπιδεῖξαι διὰ τῶν ἁγίων γραφῶν. καὶ γὰρ ἐκ μέρους ἡμῖν γεγένηται ἤδη λόγος ἐν ἑτέρῳ λόγῳ, ὡς ἐπάνω προειρήκαμεν, τῆς γενεαλογίας ἡ τάξις ἐν τῇ πρώτῃ βίβλῳ τῇ περὶ ἱστοριῶν. ταῦτα δὲ πάντα ἡμᾶς διδάσκει τὸ πνεῦμα τὸ ἅγιον, τὸ διὰ Μωσέως καὶ τῶν λοιπῶν προφητῶν, ὥστε τὰ καθ᾿ ἡμᾶς τοὺς θεοσεβεῖς ἀρχαιότερα γράμματα τυγχάνει, οὐ μὴν ἀλλὰ καὶ ἀληθέστερα πάντων συγγραφέων καὶ ποιητῶν δείκνυται ὄντα. ἀλλὰ μὴν καὶ τὰ περὶ τῆς μουσικῆς ἐφλυάρησάν τινες εὑρετὴν Ἀπόλλωνα γεγενῆσθαι· ἄλλοι δὲ Ὀρφέα ἀπὸ τῆς τῶν ὀρνέων ἡδυφωνίας φασὶν ἐξευρηκέναι τὴν μουσικήν. κένος δὲ καὶ μάταιος ὁ λόγος αὐτῶν δείκνυται· μετὰ γὰρ πολλὰ ἔτη τοῦ κατακλυσμοῦ οὗτοι ἐγένοντο. τὰ δὲ περὶ τοῦ Νῶε, ὃς κέκληται ὑπὸ ἐνίων Δευκαλίων, ἐν τῇ βίβλῳ ᾗ προιερήκαμεν ἡ διήγησις ἡμῖν γεγένηται· ᾗ εἰ βούλῃ καὶ σὺ δύνασαι ἐντυχεῖν.

Μετὰ τὸν κατακλυσμὸν. ἀρχὴ πάλιν ἐγένετο πόλεων καὶ βασιλέων, τὸν τρόπον τοῦτον. πρώτη πόλις Βαβυλὼν, καὶ Ὀρὲχ, καὶ Ἀρχὰθ, καὶ Χαλανὴ ἐν τῇ γῇ Σεναάρ. καὶ βασιλεὺς ἐγένετο αὐτῶν ὀνόματι Νεβρώθ. ἐκ τούτων ἐξῆλθεν ὀνόματι Ἀσσοὺρ, ὅθεν καὶ Ἀσσύριοι προσαγορεύονται. Νεβρὼθ δὲ ᾠκοδόμησε πόλεις τὴν Νινευὶ, καὶ τὴν Ῥοβοὼμ, καὶ τὴν Καλὰκ, καὶ τὴν Δασὲν ἀνὰ μέσον Νινευὶ καὶ ἀνὰ μέσον Καλάκ. ἡ δὲ Νινευὶ ἐγενήθη ἐν πρώτοις πόλις μεγάλη. ἕτερος δὲ υἱὸς τοῦ Σὴμ υἱοῦ τοῦ Νῶε ὀνόματι Μεσραεὶμ ἐγέννησε τοὺς Λουδονεὶν, καὶ τοὺς καλουμένους Ἐνεμιγεὶν, καὶ τοὺς Λαβιεὶμ, καὶ τοὺς Νεφθαλεὶμ, καὶ τοὺς Πατροσωνιεὶμ, καὶ τοὺς Χασλωνιεὶν, ὅθεν ἐξῆλθε Φυλιστιείμ. τῶν μὲν οὖν τριῶν υἱῶν τοῦ Νῶε, καὶ τῆς συντελείας αὐτῶν καὶ γενεαλογίας, ἐγένετο ἡμῖν ὁ κατάλογος ἐν ἐπιτομῇ ἐν ᾗ προειρήκαμεν βίβλῳ. καὶ νῦν δὲ τὰ παραλελειμμένα ἐπιμνησθησόμεθα περί τε πόλεων καὶ βασιλέων, τῶν τε γεγενημένων ὁπότε ἦν χεῖλος ἓν καὶ μία γλῶσσα. πρὸ τοῦ τὰς διαλέκτους μερισθῆναι, αὗται αἱ προγεγραμμέναι ἐγενήθησαν πόλεις. ἐν δὲ τῷ μέλλειν αὐτοὺς διαμερίζεσθαι, συμβούλιον ἐποίησαν γνώμῃ ἰδίᾳ, καὶ οὐ διὰ Θεοῦ, οἰκοδομῆσαι πόλιν καὶ πύργον, οὗ ἡ ἄκρα φθάσῃ εἰς τὸν οὐρανὸν ἀφικέσθαι, ὅπως ποιήσωσιν ἑαυτοῖς ὄνομα δόξης. ἐπειδὴ οὖν παρὰ προαίρεσιν Θεοῦ βαρὺ ἔργον ἐτόλμησαν ποιῆσαι, κατέβαλεν αὐτῶν ὁ Θεὸς τὴν πόλιν, καὶ τὸν πύργον κατέστρωσεν. ἐκτότε ἐνήλλαξε τὰς γλώσσας τῶν ἀνθρώπων, δοὺς ἑκάστῳ διάφορον διάλεκτον. Σίβυλλα μὲν οὕτω σεσήμαγκε καταγγέλλουσα ὀργὴν τῷ κόσμῳ μέλλειν ἔρχεσθαι. ἔφη δὲ οὕτως· Ἀλλ᾿ ὁπόταν μεγάλοιο Θεοῦ τελέωνται ἀπειλαὶ, Ἅς ποτ᾿ ἐπηπείλησε βροτοῖς, ὅτε πύργον ἔτευξαν Χώρῃ ἐν Ἀσσυρίῃ. ὁμόφωνοι δ᾿ ἦσαν ἅπαντες, Καὶ βούλοντ᾿ ἀναβῆναι ἐς οὐρανὸν ἀστερόεντα· Αὐτίκα δ᾿ ἀθάνατος μεγάλην ἐπίθηκεν ἀνάγκην Πνεύμασιν· αὐτὰρ ἔπειτ᾿ ἄνεμοι μέγαν ὑψόθι πύργον Ῥίψαν, καὶ θνητοῖσιν ἐπ᾿ ἀλλήλοις ἔριν ὦρσαν. Αὐτὰρ ἐπεὶ πύργος τ᾿ ἔπεσεν, γλῶσσαί τ᾿ ἀνθρώπων Εἰς πολλὰς θνητῶν ἐμερίσθησαν διαλέκτους, Γαῖα βροτῶν πληροῦτο μεριζομένων βασιλήων. καὶ τὰ ἑξῆς. ταῦτα μὲν οὖν ἐγενήθη ἐν γῇ Χαλδαίων. ἐν δὲ τῇ γῇ Χαναὰν ἐγένετο πόλις, ᾗ ὄνομα Χαῤῥάν. κατ᾿ ἐκείνους δὲ τοὺς χρόνους πρῶτος βασιλεὺς Αἰγύπτου ἐγένετο Φαραὼ, ὃς καὶ Νεχαὼθ κατὰ Αἰγυπτίους ὠνομάσθη, καὶ οὕτως οἱ καθεξῆς βασιλεῖς ἐγένοντο. ἐν δὲ τῇ γῇ Σεναὰρ, ἐν τοῖς καλουμένοις Χαλδαίοις, πρῶτος βασιλεὺς ἐγένετο Ἀριώχ. μετὰ δὲ τοῦτον ἕτερος Ἐλλάσαρ. καὶ μετὰ τοῦτον Χοδολλαγομὸρ βασιλεὺς Αἰλὰμ, καὶ μετὰ τοῦτον Θαργὰλ βασιλεὺς ἐθνῶν τῶν καλουμένων Ἀσσυρίων. ἄλλαι δὲ πόλεις ἐγένοντο πέντε ἐν τῇ μερίδι τοῦ Χὰμ υἱοῦ Νῶε. πρώτη ἡ καλουμένη Σόδομα. ἔπειτα Γόμοῤῥα, Ἀδαμὰ, καὶ Σεβωεὶμ, καὶ ἡ Σηγὼρ ἐπικληθεῖσα. καὶ τὰ ὀνόματα τῶν βασιλέων αὐτῶν ἐστι ταῦτα· Βαλλὰς βασιλεὺς Σοδόμων, Βαρσὰς βασιλεὺς Γομόῤῥας, Σεναὰρ βασιλεὺς Ἀδαμὰ, Ὕμορ βασιλεὺς Σεβωεὶμ, Βαλὰχ βασιλεὺς Σηγὼρ, τῆς Κεφαλὰκ κεκλημένης. οὗτοι ἐδούλευσαν τῷ Χοδολλαγομὸρ βασιλεῖ τῶν Ἀσσυρίων ἕως ἐτῶν δύο καὶ δέκα. ἐν δὲ τῷ τρισκαιδεκάτῳ ἔτει ἀπὸ τοῦ Χοδολλαγομὸρ ἀπέστησαν· καὶ οὕτως ἐγένετο τότε τοὺς τέσσαρας βασιλεῖς τῶν Ἀσσυρίων συνάψαι πόλεμον πρὸς τοὺς πέντε βασιλεῖς. αὕτη ἀρχὴ ἐγένετο πρώτη τοῦ γίνεσθαι πολέμους ἐπὶ τῆς γῆς. καὶ κατέκοψαν τοὺς γίγαντας Καραναεὶν, καὶ ἔθνη ἰσχυρὰ ἅμα αὐτοῖς ἐν τῇ πόλει, καὶ τοὺς Χοῤῥαίους τοὺς ἐν τοῖς ὄρεσιν ἐπονομαζομένους Σηεὶρ, ἕως τῆς καλουμένης Τερεβίνθου τῆς Φαρὰν, ἣ ἐστὶν ἐν τῇ ἐρήμῳ. κατὰ δὲ τὸν αὐτὸν καιρὸν ἐγένετο βασιλεὺς δίκαιος, ὀνόματι Μελχισεδὲκ, ἐν πόλει Σαλὴμ, τῇ νῦν Ἱεροσόλυμα. οὗτος ἱερεὺς ἐγένετο πρῶτος πάντων ἱερέων τοῦ Θεοῦ τοῦ ὑψίστου· ἀπὸ τούτου ἡ πόλις ὠνομάσθη Ἱερουσαλὴμ, ἡ προειρημένη Ἱεροσόλυμα. ἀπὸ τούτου εὑρέθησαν καὶ ἱερεῖς γινόμενοι ἐπὶ πᾶσαν τὴν γῆν. μετὰ δὲ τοῦτον ἐβασίλευσεν Ἀβιμέλεχ ἐν Γεράροις. μετὰ δὲ τοῦτον ἕτερος Ἀβιμέλεχ. ἔπειτα ἐβασίλευσεν Ἐφρὼν καὶ ὁ Χετταῖος ἐπικληθείς. τὰ μὲν οὖν περὶ τούτων πρότερον γεγενημένων βασιλέων οὕτω τὰ ὀνόματα περιέχει. τῶν δὲ κατὰ Ἀσσυρίους πολλῶν ἐτῶν μεταξὺ οἱ λοιποὶ βασιλεῖς παρεσιγήθησαν τοῦ ἀναγραφῆναι, πάντων ἔσχατον καθ᾿ ἡμᾶς χρόνον ἀπομνημονευόντων. γεγονότες βασιλεῖς τῶν Ἀσσυρίων Θεγλαφάσαρ· μετὰ δὲ τοῦτον Σελαμανάσαρ· εἶτα Σενναχαρείμ. τοῦ δὲ τρίαρχος ἐγένετο Ἀδραμέλεχ Αἰθίοψ, ὃς καὶ Αἰγύπτου ἐβασίλευσε· καίπερ ταῦτα, ὡς πρὸς τὰ ἡμέτερα γράμματα, πάνυ νεώτερά ἐστιν.

Ἐντεῦθεν οὖν κατανοεῖν τὰς ἱστορίας ἐστὶ τοῖς φιλομαθέσι καὶ φιλαρχαίοις, εἴπου πρόσφατά ἐστι τὰ ὑφ᾿ ἡμῶν λεγόμενα διὰ τῶν ἁγίων προφητῶν. ὀλίγων γὰρ ὄντων ἐν πρώτοις τῶν τότε ἀνθρώπων ἐν τῇ Ἀραβικῇ γῇ καὶ Χαλδαϊκῇ, μετὰ τὸ διαμερισθῆναι τὰς γλώσσας αὐτῶν, πρὸς μέρος ἤρξαντο πολλοὶ γίνεσθαι καὶ πληθύνεσθαι ἐπὶ πάσης τῆς γῆς· καὶ οἱ μὲν ἔκλιναν οἰκεῖν πρὸς ἀνατολὰς, οἱ δὲ ἐπὶ τὰ μέρη τὰ τῆς μεγάλης ἠπείρου, καὶ τὰ πρὸς βόρειον, ὥστε διατείνειν μέχρι τῶν Βριττανῶν ἐν τοῖς Ἀρκτικοῖς κλίμασιν, ἕτεροι δὲ γῆν Χαναναίαν, καὶ Ἰουδαίαν, καὶ Φοινίκην ἐπικληθεῖσαν, καὶ τὰ μέρη τῆς Αἰθιοπίας, καὶ Αἰγύπτου, καὶ Λιβύης, καὶ τὴν καλουμένην διακεκαυμένην, καὶ τὰ μέχρι δυσμῶν κλίματα παρατείνοντα. οἱ δὲ λοιποὶ τὰ ἀπὸ τῆς παραλίου, καὶ τῆς Παμφυλίας, καὶ τὴν Ἀσίαν, καὶ τὴν Ἑλλάδα, καὶ τὴν Μακεδονίαν, καὶ τὸ λοιπὸν τὴν Ἰταλίαν, καὶ τὰς καλουμένας Γαλλείας καὶ Σπανίας, καὶ Γερμανίας· ὥστε οὕτω τανῦν ἐμπεπλῆσθαι τὴν συμπᾶσαν τῶν κατοικούντων αὐτήν. τριμεροῦς οὖν γεγενημένης τῆς κατοικήσεως τῶν ἀνθρώπων ἐπὶ τῆς γῆς καταρχὰς, ἔν τε ἀνατολῇ καὶ μεσημβρίᾳ, καὶ δύσει, ἔπειτα καὶ τὰ λοιπὰ μέρη κατῳκήθη τῆς γῆς, χυδαίων τῶν ἀνθρώπων γενομένων. ταῦτα δὲ μὴ ἐπιστάμενοι οἱ συγγραφεῖς βούλονται τὸν κόσμον σφαιροειδῆ λέγειν, καὶ ὥσπερ κύβῳ συγκρίνειν αὐτόν. πῶς δὲ δύνανται ταῦτα ἀληθῆ φάσκειν, μὴ ἐπιστάμενοι τὴν ποίησιν τοῦ κόσμου, μηδὲ τὴν κατοίκησιν αὐτοῦ; πρὸς μέρος αὐξανομένων τῶν ἀνθρώπων, καὶ πληθυνομένων ἐπὶ τῆς γῆς, ὡς προειρήκαμεν, οὕτω κατῳκήθησαν καὶ αἱ νῆσοι τῆς θαλάσσης, καὶ τὰ λοιπὰ κλίματα.

Τίς οὖν πρὸς ταῦτα ἴσχυσε τῶν καλουμένων σοφῶν, καὶ ποιητῶν, ἢ ἱστοριογράφων τὸ ἀληθὲς εἰπεῖν, πολὺ μεταγενεστέρων αὐτῶν γεγενημένων, καὶ πληθὺν θεῶν εἰσαγαγόντων οἵτινες μετὰ τοσαῦτα ἔτη αὐτοὶ ἐγεννήθησαν τῶν πόλεων, ἔσχατοι καὶ τῶν βασιλέων καὶ ἐθνῶν καὶ πολέμων; ἐχρῆν γὰρ αὐτοὺς μεμνῆσθαι πάντων καὶ τῶν πρὸ κατακλυσμοῦ γεγονότων· περὶ τε κτίσεως κόσμου, καὶ ποιήσεως ἀνθρώπου, τά τε ἑξῆς συμβάντα ἀκριβῶς ἐξειπεῖν τοὺς παρ᾿ Αἰγυπτίοις προφήτας ἢ Χαλδαίους, τούς τε ἄλλους συγγραφεῖς, εἴπερ θείῳ καὶ καθαρῷ πνεύματι ἐλάλησαν, καὶ τὰ δι᾿ αὐτῶν ῥηθέντα ἀληθῆ ἀνήγγειλαν· καὶ οὐ μόνον τὰ προγενόμενα ἢ ἐνεστῶτα, ἀλλὰ καὶ τὰ ἐπερχόμενα τῷ κόσμῳ ἐχρῆν αὐτοὺς προκαταγγεῖλαι. διὸ δείκνυται πάντας τοὺς λοιποὺς πεπλανῆσθαι, μόνους δὲ Χριστιανοὺς τὴν ἀλήθειαν κεχωρηκέναι, οἵτινες ἀπὸ πνεύματος ἁγίου διδασκόμεθα, τοῦ λαλήσαντος ἐν τοῖς ἁγίοις προφήταις, καὶ τὰ πάντα προκαταγγέλοντος.

Καὶ τὸ λοιπὸν ἔστω σοι φιλοφρόνως ἐρευνᾷν τὰ τοῦ Θεοῦ, λέγω δὲ τὰ διὰ τῶν προφητῶν ῥηθέντα, ὅπως συγκρίνας τά τε ὑπὸ ἡμῶν λεγόμενα, καὶ τὰ ὑπὸ τῶν λοιπῶν, δυνήσει εὑρεῖν τὸ ἀληθές. τὰ μὲν οὖν ὀνόματα τῶν καλουμένων θεῶν, ὅτι παρ᾿ αὐτοῖς ὀνόματα ἀνθρώπων εὑρίσκεται, καθὼς ἐν τοῖς ἐπάνω ἐδηλώσαμεν, ἐξ αὐτῶν τῶν ἱστοριῶν ὧν συνέγραψαν, ἀπεδείξαμεν. αἱ δὲ εἰκόνες αὐτῶν τὸ καθ᾿ ἡμέραν ἕως τοῦ δεῦρο ἐκτυποῦνται, εἴδωλα, ἔργα χειρῶν ἀνθρώπων. καὶ τούτοις μὲν λατρεύει τὸ πλῆθος τῶν ματαίων ἀνθρώπων. τὸν δὲ ποιητὴν καὶ δημιουργὸν τῶν ὅλων καὶ τροφέα πάσης πνοῆς ἀθετοῦσι, πειθόμενοι δόγμασι ματαίοις, διὰ πλάνης πατροπαραδότου γνώμης ἀσυνέτου. ὁ μέντοι γε Θεὸς καὶ πατὴρ καὶ κτιστὴς τῶν ὅλων οὐκ ἐγκατέλιπε τὴν ἀνθρωπότητα, ἀλλὰ ἔδωκε νόμον, καὶ ἔπεμψε προφήτας ἁγίους, πρὸς τὸ καταγγεῖλαι καὶ διδάξαι τὸ γένος τῶν ἀνθρώπων, εἰς τὸ ἕνα ἕκαστον ἡμῶν ἀνανῆψαι καὶ ἐπιγνῶναι, ὅτι εἷς ἐστι Θεός· οἱ καὶ ἐδίδαξαν ἀπέχεσθαι ἀπὸ τῆς ἀθεμίτου εἰδωλολατρείας, καὶ μοιχείας, καὶ φόνου, πορνείας, κλοπῆς, φιλαργυρίας, ὅρκου ψεύδους, ὀργῆς καὶ πάσης ἀσελγείας καὶ ἀκαθαρσίας· καὶ πάντα ὅσα ἂν μὴ βούληται ἄνθρωπος ἑαυτῷ γίνεσθαι, ἵνα μηδὲ ἄλλῳ ποιῇ, καὶ οὕτως ὁ δικαιοπραγῶν ἐκφύγῃ τὰς αἰωνίους κολάσεις, καὶ καταξιωθῇ τῆς αἰωνίου ζωῆς παρὰ τοῦ Θεοῦ.

Ὁ μὲν οὖν θεῖος νόμος οὐ μόνον κωλύει τὸ εἰδώλοις προσκυνεῖν· ἀλλὰ καὶ τοῖς στοιχείοις, ἡλίῳ, σελήνῃ, ἢ τοῖς λοιποῖς ἄστροις· ἀλλ᾿ οὔτε τῷ οὐρανῷ, οὔτε γῇ, οὔτε θαλάσσῃ, ἢ πηγαῖς ἢ ποταμοῖς θρησκεύειν, ἀλλ᾿ ἢ μόνῳ τῷ ὄντως Θεῷ καὶ ποιητῇ τῶν ὅλων χρὴ λατρεύειν ἐν ὁσιότητι καρδίας καὶ εἰλικρινεῖ γνώμῃ. διό φησιν ὁ ἅγιος νόμος· οὐ μοιχεύσεις, οὐ φονεύσεις, οὐ κλέψεις, οὐ ψευδομαρτυρήσεις, οὐκ ἐπιθυμήσεις τὴν γυναῖκα τοῦ πλησίον σου. ὁμοίως καὶ οἱ προφῆται· Σολομῶν μὲν οὖν καὶ τὸ διὰ νεύματος μὴ ἁμαρτάνειν διδάσκει ἡμᾶς, λέγων· οἱ ὀφθαλμοί σου ὀρθὰ βλεπέτωσαν· τὰ δὲ βλεφαρά σου νευέτω δίκαια. καὶ Μωσῆς δὲ καὶ αὐτὸς προφήτης περὶ μοναρχίας Θεοῦ λέγει· οὗτος ὁ Θεὸς ὑμῶν ὁ στερεῶν τὸν οὐρανὸν, καὶ κτίζων τὴν γῆν, οὗ αἱ χεῖρες κατέδειξαν πᾶσαν τὴν στρατιὰν τοῦ οὐρανοῦ, καὶ οὐ παρέδειξεν ὑμῖν αὐτὰ τοῦ ὀπίσω αὐτῶν πορεύεσθαι. Ἠσαΐας δὲ καὶ αὐτός φησιν· οὕτως λέγει κύριος ὁ Θεὸς, ὁ στερεώσας τὸν οὐρανὸν καὶ θεμελιώσας τὴν γῆν καὶ τὰ ἐν αὐτῇ, καὶ διδοὺς πνοὴν τῷ λαῷ τῷ ἐπ᾿ αὐτῆς, καὶ πνεῦμα τοῖς πατοῦσιν αὐτὴν, οὗτος κύριος ὁ Θεὸς ὑμῶν. καὶ πάλιν δι᾿ αὐτοῦ· ἐγὼ, φησὶν, ἐποίησα γῆν, καὶ ἄνθρωπον ἐπ᾿ αὐτῇ. ἐγὼ τῇ χειρί μου ἐστερέωσα τὸν οὐρανόν. καὶ ἐν ἑτέρῳ κεφαλαίῳ· οὗτος ὁ Θεὸς ὑμῶν ὁ κατασκευάσας τὰ ἄκρα τῆς γῆς, οὐ πεινάσει, οὐδὲ κοπιάσει, οὐδ᾿ ἔστιν ἐξεύρησις τῆς φρονήσεως αὐτοῦ. ὁμοίως καὶ Ἱερεμίας, καί φησιν· ὁ ποιήσας τὴν γῆν ἐπὶ τῇ ἴσχυϊ αὐτοῦ, ἀνορθώσας τὴν οἰκουμένην ἐν τῇ σοφίᾳ αὐτοῦ, καὶ ἐν τῇ φρονήσει αὐτοῦ ἐξέτεινε τὸν οὐρανὸν καὶ πλῆθος ὕδατος ἐν οὐρανῷ, καὶ ἀνήγαγε νεφέλας ἐξ ἐσχάτου τῆς γῆς, ἀστραπὰς εἰς ὑετὸν ἐποίησε, καὶ ἐξήγαγεν ἀνέμους ἐκ θησαυρῶν αὐτοῦ. ὁρᾷν ἔστι, πῶς φίλα καὶ σύμφωνα ἐλάλησαν πάντες οἱ προφῆται, ἑνὶ καὶ τῷ αὐτῷ πνεύματι ἐκφωνήσαντες, περί τε μοναρχίας Θεοῦ, καὶ τῆς τοῦ κόσμου γενέσεως, καὶ τῆς ἀνθρώπου ποιήσεως· οὐ μὴν ἀλλὰ καὶ ὤδιναν, πενθοῦντες τὸ ἄθεον γένος τῶν ἀνθρώπων· καὶ τοὺς δοκοῦντας εἶναι σόφους, διὰ τὴν ἐν αὐτοῖς πλάνην καὶ πώρωσιν τῆς καρδίας, κατῄσχυναν. ὁ μὲν Ἱερεμίας ἔφη· ἐμωράνθη πᾶς ἄνθρωπος ἀπὸ γνώσεως αὐτοῦ· κατῃσχύνθη πᾶς χρυσοχόος ἀπὸ τῶν γλυπτῶν αὐτοῦ· εἰς μάτην ἀργυροκόπος ἀργυροκοπεῖ, οὐκ ἔστι πνεῦμα ἐν αὐτοῖς, ἐν ἡμέρᾳ ἐπισκοπῆς αὐτῶν ἀπολοῦνται. τὸ αὐτὸ καὶ ὁ Δαυὶδ λέγει· ἐφθάρησαν καὶ ἐβδελύχθησαν ἐν ἐπιτηδεύμασιν αὐτῶν, οὐκ ἔστι ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός· πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν. ὁμοίως καὶ Ἁββακούκ· τί ὠφελεῖ γλυπτὸν ἄνθρωπον, ὅτι ἔγλυψεν αὐτὸ φαντασίαν ψευδῆ; οὐαὶ τῷ λέγοντι τῷ λίθῳ ἐξεγέρθητι, καὶ τῷ ξύλῳ ὑψώθητι. ὁμοίως εἶπον καὶ οἱ λοιποὶ τῆς ἀληθείας προφῆται. καὶ τί μοι τὸ πλῆθος καταλέγειν τῶν προφητῶν πολλῶν ὄντων, καὶ μυρία φίλα καὶ σύμφωνα εἰρηκότων; οἱ γὰρ βουλόμενοι δύνανται ἐντυχόντες τοῖς δἰ αὐτῶν εἰρημένοις ἀκριβῶς γνῶναι τὸ ἀληθὲς, καὶ μὴ παράγεσθαι ὑπὸ διανοίας καὶ ματαιοπονίας. οὗτοι οὖν οὓς προειρήκαμεν προφῆται ἐγένοντο ἐν Ἑβραίοις ἀγράμματοι καὶ ποιμένες καὶ ἰδιῶται.

Σίβυλλα δὲ ἐν Ἕλλησι, καὶ ἐν τοῖς λοιποῖς ἔθνεσι γενομένη προφῆτις, ἐν ἀρχῇ τῆς προφητείας αὐτῆς ὀνειδίζει τὸ τῶν ἀνθρώπων γένος λέγουσα· Ἄνθρωποι θνητοὶ καὶ σάρκινοι, οὐδὲν ἐόντες, Πῶς ταχέως ὑψοῦσθε, βίου τέλος οὐκ ἐσορῶντες; Οὐ τρέμετ᾿, οὐδὲ φοβεῖσθε Θεὸν, τὸν ἐπίσκοπον ὑμῶν, Ὕψιστον, γνώστην, πανεπόπτην, μάρτυρα πάντων, Παντοτρόφον, κτίστην, ὅστις γλυκὺ πνεῦμ᾿ ἐν ἁπᾶσι Κάτθετο, χ᾿ ἡγητῆρα βροτῶν πάντων ἐποίησεν; Εἷς Θεὸς, ὃς μόνος ἄρχει, ὑπερμεγέθης, ἀγένητος, Παντοκράτωρ, ἀόρατος, ὁρῶν μόνος αὐτὸς ἅπαντα, Αὐτὸς δ᾿ οὐ βλέπεται θνητῆς ὑπὸ σαρκὸς ἁπάσης. Τίς γὰρ σὰρξ δύναται τὸν ἐπουράνιον καὶ ἀληθῆ Ὀφθαλμοῖσιν ἰδεῖν Θεὸν ἄμβροτον, ὃς πόλον οἰκεῖ; Ἀλλ᾿ οὐδ᾿ ἀκτίνων κατενάντιον ἠελίοιο Ἄνθρωποι στῆναι δυνατοὶ, θνητοὶ γεγαῶτες Ἄνδρες, ἐν ὀστήεσσι φλέβες καὶ σάρκες ἐόντες· Αὐτὸν τὸν μόνον ὄντα σέβεσθ᾿ ἡγήτορα κόσμου, Ὃς μόνος εἰς αἰῶνα καὶ ἐξ αἰῶνος ἐτέχθη, Αὐτογενὴς, ἀγένητος, ἅπαντα κρατῶν διαπαντὸς, Πᾶσι βροτοῖσιν ἐνὼν τὸ κριτήριον ἐν φαῒ κοινῷ. Τῆς κακοβουλοσύνης δὲ τὸν ἄξιον ἕξετε μισθὸν, Ὅττι Θεὸν προλιπόντες ἀληθινὸν ἀεναόν τε Δοξάζειν, αὐτῷ τε θύειν ἱερὰς ἑκατόμβας, Δαίμοσι τὰς θυσίας ἐποιήσατε τοῖσιν ἐν ᾅδου. Τύφῳ καὶ μανίῃ δὲ βαδίζετε, καὶ τρίβον ὀρθὴν Εὐθεῖαν προλιπόντες ἀπήλθετε τὴν δι᾿ ἀκανθῶν Καὶ σκολόπων· τί πλανᾶσθε; βροτοὶ παύσασθε μάταιοι Καὶ λίπετε σκοτίην νυκτὸς, φωτὸς δὲ λάβεσθε· Οὗτος ἰδοὺ πάντεσσι σαφὴς ἀπλάνητος ὑπάρχει. Ἔλθετε, μὴ σκοτίην δὲ διώκετε καὶ γνόφον αἰεὶ, Ἠελίου γλυκυδερκὲς ἰδοὺ φάος ἔξοχα λάμπει. Γνῶτε δὲ κατθέμενοι σοφίην ἐν στήθεσιν ὑμῶν· Εἷς Θεός ἐστι, βροχὰς, ἀνέμους, σεισμοὺς ἐπιπέμπων, Ἀστεροπὰς, λιμοὺς, λοιμοὺς καὶ κήδεα λυγρὰ, Καὶ νιφετοὺς, κρύσταλλα. τί δὴ καθ᾿ ἓν ἐξαγορεύω; Οὐρανοῦ ἡγεῖται, γαίης κρατεῖ, αὐτὸς ὑπάρχει. καὶ πρὸς τοὺς γενητοὺς λεγομένους ἔφη· Εἰ δὲ γενητὸν ὅλως καὶ φθείρεται, οὐ δύνατ᾿ ἀνδρὸς Ἐκ μηρῶν μήτρας τε Θεὸς τετυπωμένος εἶναι. Ἀλλὰ Θεὸς μόνος εἷς πανυπέρτατος, ὃς πεποίηκεν Οὐρανὸν ἠέλιόν τε, καὶ ἀστέρας, ἠδὲ σελήνην, Καρποφόρον γαῖάν τε, καὶ ὕδατος οἴδματα πόντου, Οὔρεά θ᾿ ὑψήεντα, καὶ ἀέναα χεύματα πηγῶν· Τῶν τ᾿ ἐνύδρων πάλι γεννᾷ ἀνήριθμον πολὺ πλῆθος· Ἑρπετὰ δ᾿ ἐκ γαίης κινούμενα ψυχροτροφεῖ τε, Ποικίλα τε κτηνῶν λιγυροθρόα, τραυλίζοντα, Ξουθὰ λιγυπτερόφωνα, ταράσσοντ᾿ ἀέρα ταρσοῖς· Ἐν δὲ νάπαις ὀρέων ἀγρίαν γένναν θέτο θηρῶν· Ἡμῖν τε κτήνη ὑπέταξεν πάντα βροτοῖσιν, Πάντων δ᾿ ἡγητῆρα κατέστησεν θεότευκτον, Ἀνδρὶ δ᾿ ὑπαὶ τάξεν παμποίκιλα κ᾿ οὐ κατάληπτα. Τίς γὰρ σὰρξ δύναται θνητῶν γνῶναι τάδ᾿ ἅπαντα; Ἀλλ᾿ αὐτὸς μόνος οἶδεν ὁ ποιήσας τάδ᾿ ἀπ᾿ ἀρχῆς, Ἄφθαρτος, κτίστης, αἰώνιος, αἰθέρα ναίων, Τοῖς ἀγαθοῖς ἀγαθὸν προφέρων πολὺ πλείονα μισθὸν, Τοῖς δὲ κακοῖς ἀδίκοις τε χόλον καὶ θυμὸν ἐγείρων, Καὶ πόλεμον, καὶ λοιμὸν, ἢ ἄλγεα δακρυόεντα. Ἄνθρωποι τί μάτην ὑψούμενοι ἐκριζοῦσθε; Αἰσχυνθῆτε γαλᾶς καὶ κνώδαλα θειοποιοῦντες. Οὐ μανίη καὶ λύσσα φρενῶν καὶ ἐτώσια βάρη, Εἰ λοπάδας κλέπτουσι θεοὶ, συλοῦσι δὲ χύτρας; Ἀντὶ δὲ χρυσήεντα πόλον κατὰ πίονα ναίειν Σητόβρωτα δέδορκε, πυκναῖς δ᾿ ἀράχναις δεδίασται. Προσκυνέοντες ὄφεις, κύνας, αἰλούρους ἀνόητοι, Καὶ πετεεινὰ σέβεσθε, καὶ ἑρπετὰ θηρία γαίης Καὶ λίθινα ξόανα, καὶ ἀγάλματα χειροποίητα, Κἀν παρόδοισι λίθων συγχώματα· ταῦτα σέβεσθε, Ἄλλα τε πολλὰ μάταια, ἃ δὴ κ᾿ αἰσχρὸν ἀγορεύειν· Καί γε θεοὶ μερόπων δολοήτορές εἰσιν ἀβούλων, Τῶν δὴ κἀκ στόματος χεῖται θανατηφόρος ἰός. Οὗ δ᾿ ἔστι ζωή τε καὶ ἄφθιτον ἀέναον φῶς, Καὶ μέλιτος γλυκεροῦ γλυκερώτερον ἀνδράσι χάρμα Ἐκπροχέῃ· τῷ δὴ μόνῳ αὐχένα κάμπτε. Καὶ τρίβον αἰώνεσσιν ἐν εὐσεβέεσσ᾿ ἀνάκλινε. Ταῦτα λιπόντες ἅπαντα, δίκης μεστόν τε κύπελλον Ζωρότερον, στιβαρὸν, βεβαρημένον, εὖ μάλ᾿ ἄκρητον Εἱλκύσατ᾿ ἀφροσύνῃσι μεμῃνότι πνεύματι πάντες, Κοὐ θέλετ᾿ ἐκνῆψαι καὶ σώφρονα πρὸς νόον ἐλθεῖν, Καὶ γνῶναι βασιλῆα Θεὸν, τὸν πάντ᾿ ἐφορῶντα. Τοὔνεκεν αἰθομένοιο πυρὸς σέλας ἔρχετ᾿ ἐφ᾿ ὑμᾶς, Λαμπάσι καυθήσεσθε δι᾿ αἰῶνος, τὸ πανῆμαρ, Ψεύδεσιν αἰσχυνθέντες ἐπ᾿ εἰδώλοσιν ἀχρήστοις. Οἱ δὲ Θεὸν τιμῶντες ἀληθινὸν, ἀέναόν τε, Ζωὴν κληρονομοῦσι τὸν αἰῶνος χρόνον, αὐτοὶ Οἰκοῦντες παραδείσου ὁμῶς ἐριθηλέα κῆπον, Δαινύμενοι γλυκὺν ἄρτον ἀπ᾿ οὐρανοῦ ἀστερόεντος. ὅτι μὲν οὖν ταῦτα ἀληθῆ καὶ ὠφέλιμα καὶ δίκαια καὶ προσφιλῆ πᾶσιν ἀνθρώποις τυγχάνει, δῆλόν ἐστι· καὶ ὅτι οἱ κακῶς δράσαντες ἀναγκαίως ἔχουσι κατ᾿ ἀξίαν τῶν πράξεων κολασθῆναι.

Ἤδη δὲ καὶ τῶν ποιητῶν τινες ὡσπερεὶ λόγια ἑαυτοῖς ἐξείποντο, καὶ εἰς μαρτύριον τοῖς τὰ ἄδικα πράσσουσι λέγοντες ὅτι μέλλουσι κολάζεσθαι. Αἰσχύλος ἔφη· Δράσαντι γάρ τοι καὶ παθεῖν ὀφείλεται. Πίνδαρος δὲ καὶ αὐτὸς ἔφη· Ἐπεὶ ῥέζοντά τι καὶ παθεῖν ἔοικεν. ὡσαύτως καὶ Εὐριπίδης· Ἀνέχου πάσχων, δρῶν γὰρ ἔχαιρες· Νόμος τὸν ἐχθρὸν δρᾷν, ὅπου λάβῃς, κακῶς. καὶ πάλιν ὁ αὐτός· Ἐχθρὸν κακῶς δρᾷν ἀνδρὸς ἡγοῦμαι μέρος. ὁμοίως καὶ Ἀρχίλοχος· Ἓν δ᾿ ἐπίσταμαι μέγα, Τὸν κακῶς τι δρῶντα δεινοῖς ἀνταμείβεσθαι κακοῖς. καὶ ὅτι ὁ Θεὸς τὰ πάντα ἐφορᾷ, καὶ οὐδὲν αὐτὸν λανθάνει, μακρόθυμος δὲ ὢν ἀνέχεται ἕως οὗ μέλλει κρίνειν, καὶ περὶ τούτου Διονύσιος εἴρηκεν· Ὁ τῆς δίκης ὀφθαλμὸς ὡς δι᾿ ἡσύχου Λεύσσων προσώπου πάνθ᾿ ὁμῶς ἀεὶ βλέπει. καὶ ὅτι μέλλει ἡ τοῦ Θεοῦ κρίσις γίνεσθαι, καὶ τὰ κακὰ τοὺς πονηροὺς αἰφνιδίως καταλαμβάνειν, καὶ τοῦτο Αἰσχύλος ἐσήμανε, λέγων· Τό τοι κακὸν ποδῶκες ἔρχεται βροτοῖς, Καὶ τἀμπλάκημα τῷ περῶντι τὴν Θέμιν. Ὁρᾷς δίκην ἄναυδον οὐχ ὁρωμένην, Εὕδοντι, καὶ στείχοντι, καὶ καθημένῳ· Ἑξῆς ὁπάζει δόχμιον, ἄλλοθ᾿ ὕστερον· Οὐκ ἐγκαλύπτει νὺξ κακῶς εἰργασμένον. Ὅτι δ᾿ ἂν ποιῆς δεινὸν, νόμιζ᾿ ὁρᾷν τινά. τί δ᾿ οὐχὶ καὶ ὁ Σιμωνίδης; Οὐκ ἔστ᾿ ἀνεπιδόκητον ἀνθρώποις κακὸν, Ὀλίγῳ χρόνῳ δὲ πᾶν μεταῤῥίπτει Θεός. πάλιν Εὐριπίδης· Οὐδέποτ᾿ εὐτυχίην κακοῦ ἀνδρὸς, ὑπέρφρονα δ᾿ ὄλβον Βέβαιον εἰκάσαι χρεὼν, Οὐδ᾿ ἀδίκων γενέαν. Ὁ γὰρ οὐδενὸς ἐκφὺς χρόνος Δείκνυσιν ἀνθρώπων κακότητας. ἔτι ὁ Εὐριπίδης· Οὐ γὰρ ἀσύνετον τὸ θεῖον, ἀλλ᾿ ἔχει συνιέναι Τοὺς κακῶς παγέντας ὅρκους καὶ συνηναγκασμένους. καὶ ὁ Σοφοκλῆς· Εἰ δειν᾿ ἔδρασας, δεινὰ καὶ παθεῖν σε δεῖ. Ἤτοι οὖν περὶ ἀδίκου ὅρκου, ἢ καὶ περὶ ἄλλου τινὸς πταίσματος, ὅτι μέλλει ὁ Θεὸς ἐξετάζειν, καὶ αὐτοὶ σχέδον προειρήκασιν· ἢ καὶ περὶ ἐκπυρώσεως κόσμου, θέλοντες καὶ μὴ θέλοντες, ἀκόλουθα ἐξεῖπον τοῖς προφήταις, καίπερ πολὺ μεταγενέστεροι γενόμενοι, καὶ κλέψαντες ταῦτα ἐκ νόμου καὶ τῶν προφητῶν.

Καὶ τί γὰρ, ἤτε ἔσχατοι ἢ καὶ πρῶτοι ἐγένοντο; πλὴν ὅτι γοῦν καὶ αὐτοὶ ἀκόλουθα τοῖς προφήταις εἶπον. περὶ μὲν οὖν ἐκπυρώσεως Μαλαχίας ὁ προφήτης προείρηκεν· ἰδοὺ ἡμέρα ἔρχεται Κυρίου ὡς κλίβανος καιόμενος, καὶ ἀνάψει πάντας τοὺς ἀσεβεῖς. καὶ Ἠσαΐας· ἥξει γὰρ ὀργὴ Θεοῦ ὡς χάλαζα συγκαταφερομένη βίᾳ, καὶ ὡς ὕδωρ σύρον ἐν φάραγγι. τοίνυν Σίβυλλα καὶ οἱ λοιποὶ προφῆται, ἀλλὰ μὴν καὶ οἱ ποιηταὶ, καὶ φιλόσοφοι, καὶ δεδηλώκασιν περὶ δικαιοσύνης, καὶ κρίσεως καὶ κολάσεως· ἔτι μὴν καὶ περὶ προνοίας, ὅτι φροντίζει ὁ Θεὸς οὐ μόνον τῶν ζώντων ἡμῶν, ἀλλὰ καὶ τῶν τεθνεώτων, καίπερ ἄκοντες ἔφασαν· ἠλέγχοντο γὰρ ὑπὸ τῆς ἀληθείας. καὶ τῶν μὲν προφητῶν, Σολομῶν περὶ τῶν τεθνηκότων εἶπεν· ἔσται ἴασις ταῖς σαρξὶ, καὶ ἐπιμέλεια τῶν ὀστέων. τὸ δ᾿ αὐτὸ καὶ Δαυίδ· ἀγαλλιάσεται ὄστεα τεταπεινωμένα. τούτοις ἀκόλουθα εἴρηκε καὶ Τιμοκλῆς λέγων· Τεθνεῶσιν ἔλεος ἐπιεικὴς θεός. καὶ περὶ πλήθους οὖν θεῶν οἱ συγγραφεῖς εἰπόντες κατῆλθον εἰς μοναρχίαν, καὶ περὶ ἀπρονοησίας λέγοντες εἶπον περὶ προνοίας, καὶ περὶ ἀκρισίας φάσκοντες ὠμολόγησαν ἔσεσθαι κρίσιν, καὶ οἱ μετὰ θάνατον ἀρνούμενοι εἶναι αἴσθησιν, ὡμολόγησαν. Ὅμηρος μὲν οὖν εἰπών· Ψυχὴ ἠΰτ᾿ ὄνειρος ἀποπταμένη πεπότηται, ἐν ἑτέρῳ λέγει· Ψυχὴν δ᾿ ἐκ ῥεθέων πταμένη ἄϊδος δὲ βεβήκει. καὶ πάλιν· Θάπτε με ὅττι τάχιστα πύλας ἀΐδαο περήσω. τὰ δὲ περὶ τῶν λοιπῶν οὓς ἀνέγνωκας, ἡγοῦμαί σε ἀκριβῶς ἐπίστασθαι ᾧ τρόπῳ εἰρήκασι. ταῦτα δὲ πάντα συνήσει πᾶς ὁ ζητῶν τὴν σοφίαν τοῦ Θεοῦ, καὶ εὐαρεστῶν αὐτῷ διὰ πίστεως καὶ δικαιοσύνης καὶ ἀγαθοεργίας. καὶ γάρ τις εἶπε προφήτης ὧν προεγράψαμεν ὀνόματι Ὠσηέ· τίς σόφος καὶ συνήσει ταῦτα; συνετὸς καὶ γνώσεται; ὅτι εὐθεῖαι αἱ ὁδοὶ τοῦ κυρίου, καὶ δίκαιοι εἰσελεύσονται ἐν αὐταῖς· οἱ δὲ ἀσεβεῖς ἀσθενήσουσιν ἐν αὐταῖς· χρὴ οὖν τὸν φιλομαθῆ καὶ φιλομαθεῖν. πειράθητι οὖν πυκνότερον συμβαλεῖν, ὅπως καὶ ζώσης ἀκούσας φωνῆς ἀκριβῶς μάθῃς τἀληθές.

ΘΕΟΦΙΛΟΥ ΠΡΟΣ ΑΥΤΟΛΥΚΟΝ. ΒΙΒΛΙΟΝ Γ΄.

ΘΕΟΦΙΛΟΣ Αὐτολύκῳ χαίρειν. ἐπειδὴ οἱ συγγραφεῖς βούλονται πληθὺν βίβλων συγγράφειν πρὸς κένην δόξαν, οἱ μὲν περὶ θεῶν καὶ πολέμω ἢ χρόνων, τινὲς δὲ καὶ μύθων ἀνωφελῶν καὶ τῆς λοιπῆς ματαιοπονίας, ἧς ἤσκεις καὶ σὺ ἕως τοῦ δεῦρο, κἀκείνου μὲν τοῦ καμάτου οὐκ ὀκνεῖς ἀνεχόμενος, ἡμῖν δὲ συμβαλὼν ἔτι λῆρον ἡγῇ τυγχάνειν τὸν λόγον τῆς ἀληθείας, οἰόμενος προσφάτους καὶ νεωτερικὰς εἶναι τὰς παρ᾿ ἡμῖν γραφάς· διὸ δὴ κἀγὼ οὐκ ὀκνήσω ἀνακεφαλαιώσασθαί σοι, παρέχοντος Θεοῦ, τὴν ἀρχαιότητα τῶν παρ᾿ ἡμῖν γραμμάτων, ὑπόμνημά σοι ποιούμενος δι᾿ ὀλίγων, ὅπως μὴ ὀκνήσῃς ἐντυγχάνειν αὐτῷ· ἐπιγνῷς δὲ τῶν λοιπῶν τὴν φλυαρίαν.

Ἐχρῆν γὰρ τοὺς συγγράφοντας αὐτοὺς αὐτόπτας γεγενῆσθαι περὶ ὧν διαβεβαιοῦνται, ἢ ἀκριβῶς μεμαθηκέναι ὑπὸ τῶν τεθεαμένων αὐτά. τρόπῳ γάρ τινι οἱ τὰ ἄδηλα συγγράφοντες ἀέρα δέρουσι. τί γὰρ ὠφέλησεν Ὅμηρον συγγράψαι τὸν Ἰλιακὸν πόλεμον, καὶ πολλοὺς ἐξαπατῆσαι· ἢ Ἡσίοδον ὁ κατάλογος τῆς θεογονίας τῶν παρ᾿ αὐτῷ θεῶν ὀνομαζομένων, ἢ Ὀρφέα οἱ τριακόσιοι ἑξήκοντα πέντε θεοὶ, οὓς αὐτὸς ἐπὶ τέλει τοῦ βίου ἀθετεῖ, ἐν ταῖς διαθήκαις αὐτοῦ λέγων ἕνα εἶναι θεόν; τί δὲ ὠφέλησεν Ἄρατον ἡ σφαιρογραφία τοῦ κοσμικοῦ κύκλου, ἢ τοὺς τὰ ὅμοια αὐτῷ εἰπόντας, πλὴν τῆς κατ᾿ ἄνθρωπον δόξης, ἧς οὐδὲ αὐτῆς κατ᾿ ἀξίαν ἔτυχον; τί δὲ καὶ ἀληθὲς εἰρήκασιν; ἢ τί ὠφέλησεν Εὐριπίδην, καὶ Σοφοκλέα, ἢ τοὺς λοιποὺς τραγῳδιογράφους αἱ τραγῳδίαι; ἢ Μένανδρον καὶ Ἀριστοφάνην καὶ τοὺς λοιποὺς κωμικοὺς αἱ κωμῳδίαι; ἢ Ἡρόδοτον καὶ Θουκυδίδην αἱ ἱστορίαι αὐτῶν; ἢ Πυθαγόραν τὰ ἄδυτα καὶ Ἡρακλέους στῆλαι; ἢ Διογένην ἡ Κυνικὴ φιλοσοφία; ἢ Ἐπίκουρον τὸ δογματίζειν μὴ εἶναι πρόνοιαν; ἢ Ἐμπεδοκλέα τὸ διδάσκειν ἀθεότητα; ἢ Σωκράτην τὸ ὀμνύειν τὸν κύνα καὶ τὸν χῆνα καὶ τὴν πλάτανον καὶ τὸν κεραυνωθέντα Ἀσκληπιὸν, καὶ τὰ δαιμόνια ἃ ἐπεκαλεῖτο; πρὸς τί δὲ καὶ ἑκὼν ἀπέθνησκε; τίνα καὶ ὁποῖον μισθὸν μετὰ θάνατον ἀπολαβεῖν ἐλπίζων; τί δὲ ὠφέλησε Πλάτωνα ἡ κατ᾿ αὐτὸν παιδεία; ἢ τοὺς λοιποὺς φιλοσόφους τὰ δόγματα αὐτῶν; ἵνα μὴ τὸν ἀριθμὸν αὐτῶν καταλέγω πολλῶν ὄντων. ταῦτα δέ φαμεν εἰς τὸ ἐπιδεῖξαι τὴν ἀνωφελῆ καὶ ἄθεον διάνοιαν αὐτῶν.

Δόξης γὰρ κενῆς καὶ ματαίου πάντες οὗτοι ἐρασθέντες, οὔτε αὐτοὶ τὸ ἀληθὲς ἔγνωσαν, οὔτε μὴν ἄλλους ἐπὶ τὴν ἀλήθειαν προετρέψαντο. καὶ γὰρ ἃ ἔφασαν αὐτὰ ἐλέγχει αὐτοὺς, ᾗ ἀσύμφωνα εἰρήκασι· καὶ τὰ ἴδια δόγματα οἱ πλείους αὐτῶν κατέλυσαν. οὐ γὰρ ἀλλήλους μόνον ἀνέτρεψαν, ἀλλ᾿ ἤδη τινὲς καὶ τὰ ἑαυτῶν δόγματα ἄκυρα ἐποίησαν, ὥστε ἡ δόξα αὐτῶν εἰς ἀτιμίαν καὶ μωρίαν ἐχώρησεν· ὑπὸ γὰρ τῶν συνετῶν καταγινώσκονται. ἤτοι γὰρ περὶ θεῶν ἔφασαν, καὶ αὐτοὶ ὕστερον ἀθεότητα ἐδίδαξαν· ἢ εἰ καὶ περὶ κόσμου γενέσεως, ἔσχατον αὐτοματισμὸν εἶπον εἶναι τῶν πάντων. ἀλλὰ καὶ περὶ προνοίας λέγοντες, πάλιν ἀπρονόητον εἶναι κόσμον ἐδογμάτισαν. τί δ᾿ οὐχὶ καὶ περὶ σεμνότητος πειρώμενοι γράφειν, ἀσελγείας καὶ πορνείας καὶ μοιχείας ἐδίδαξαν ἐπιτελεῖσθαι, ἔτι μὴν καὶ τὰς στυγητὰς ἀῤῥητοποιΐας εἰσηγήσαντο. καὶ πρώτους γε τοὺς θεοὺς αὐτῶν κηρύσσουσιν ἐν ἀῤῥήτοις μίξεσι συγγίνεσθαι, ἔν τε ἀθέσμοις βρώσεσι. τίς γὰρ οὐκ ᾄδει Κρόνον τεκνοφάγον· Δία δὲ τὸν παῖδα αὐτοῦ τὴν Μῆτιν καταπίνειν, καὶ δεῖπνα μιαρὰ τοῖς θεοῖς ἑτοιμάζειν· ἔνθα καὶ χωλὸν Ἠφαιστόν τινα χαλκέα φασὶ διακονεῖν αὐτοῖς. τήν τε Ἥραν ἰδίαν ἀδελφὴν μὴ μόνον τὸν Δία γαμεῖν, ἀλλὰ καὶ διὰ στόματος ἀνάγνου ἀῤῥητοποιεῖν. τάς τε λοιπὰς περὶ αὐτοῦ πράξεις, ὁπόσας ᾄδουσιν οἱ ποιηταὶ, εἰκὸς ἐπίστασαι. τί μοι λοιπὸν καταλέγειν τὰ περὶ Ποσειδῶνος, καὶ Ἀπόλλωνος, ἢ Διονύσου, καὶ Ἡρακλέους, Ἀθηνᾶς τῆς φιλοκόλπου, καὶ Ἀφροδίτης τῆς ἀναισχύντου, ἀκριβέστερον πεποιηκότων ἡμῶν ἐν ἑτέρῳ τὸν περὶ αὐτῶν λόγον.

Οὐδὲ γὰρ ἐχρῆν ἡμᾶς ταῦτα ἀνασκευάζειν, εἰ μὴ ὅτι σὲ θεωρῶ νυνὶ διστάζοντα περὶ τὸν λόγον τῆς ἀληθείας. φρόνιμος γὰρ ὢν ἡδέως μωρῶν ἀνέχῃ. ἐπείτοι οὐκ ἂν ἐκινήθης ὑπὸ ἀνοήτων ἀνθρώπων κενοῖς λόγοις ἀπάγεσθαι, καὶ φήμῃ πείθεσθαι προκατεσχηκυίῃ, στομάτων ἀθέων ψευδῶς συκοφαντούντων ἡμᾶς, τοὺς θεοσεβεῖς καὶ Χριστιανοὺς καλουμένους, φασκόντων ὡς κοινὰς ἁπάντων οὔσας τὰς γυναῖκας ἡμῶν, καὶ διαφόρῳ μίξει ξυνόντας, ἔτι μὴν καὶ ταῖς ἰδίαις ἀδελφαῖς συμμίγνυσθαι, καὶ τὸ ἀθεώτατον καὶ ὠμότατον, πασῶν σαρκῶν ἀνθρωπίνων ἐφάπτεσθαι ἡμᾶς. ἀλλὰ καὶ ὡς προσφάτου ὁδεύοντος τοῦ καθ᾿ ἡμᾶς λόγου, καὶ μηδὲν ἔχειν ἡμᾶς λέγειν εἰς ἀπόδειξιν ἀληθείας τῆς καθ᾿ ἡμᾶς, καὶ διδασκαλίας· μωρίαν δὲ εἶναι τὸν λόγον ἡμῶν φασίν. ἐγὼ μὲν οὖν θαυμάζω μάλιστα ἐπὶ σοὶ, ὃς ἐν μὲν τοῖς λοιποῖς γενόμενος σπουδαῖος, καὶ ἐκζητητὴς ἁπάντων πραγμάτων, ἀμελέστερον ἡμῶν ἀκούεις. εἰ γάρ σοι δυνατὸν, καὶ νύκτωρ οὐκ ὤκνεις διατρίβειν ἐν ταῖς βιβλιοθήκαις.

Ἐπειδὴ οὖν πολλὰ ἀνέγνως, τί σοι ἔδοξε τὰ Ζήνωνος, ἢ τὰ Διογένους, καὶ Κλεάνθους, ὁπόσα περιέχουσιν αἱ βίβλοι αὐτῶν, διδάσκουσαι ἀνθρωποβορίας, πατέρας μὲν ἀπὸ ἰδίων τέκνων ἕψεσθαι καὶ βιβρώσκεσθαι, καὶ εἴ τις οὐ βούλοιτο ἢ μέλος τι τῆς μυσερᾶς τροφῆς ἀποῤῥίψειεν, αὐτὸν κατεσθίεσθαι τὸν μὴ φάγοντα. πρὸς τούτοις ἀθεωτέρα τις φωνὴ εὑρίσκεται, ἡ τοῦ Διογένους, διδάσκοντος τὰ τέκνα τοὺς ἑαυτῶν γονεῖς εἰς θυσίαν ἄγειν, καὶ τούτους κατεσθίειν. τί δ᾿ οὐχὶ καὶ Ἡρόδοτος ὁ ἱστοριογράφος μυθεύει τὸν Καμβύσην τὰ τοῦ Ἁρπάγου τέκνα σφάξαντα καὶ ἑψήσαντα παρατεθεικέναι τῷ πατρὶ βοράν. ἔτι δὲ καὶ παρὰ Ἰνδοῖς μυθεύει κατεσθίεσθαι τοὺς πατέρας ὑπὸ τῶν ἰδίων τέκνων. ὦ τῆς ἀθέου διδασκαλίας τῶν τὰ τοιαῦτα ἀναγραψάντων, μᾶλλον δὲ διδαξάντων· ὦ τῆς ἀσεβείας καὶ ἀθεότητος αὐτῶν· ὦ τῆς διανοίας τῶν οὕτως ἀκριβῶς φιλοσοφησάντων καὶ φιλοσοφίαν ἐπαγγελλομένων. οἱ γὰρ ταῦτα δογματίσαντες τὸν κόσμον ἀσεβείας ἐνέπλησαν.

Καὶ γὰρ περὶ ἀθέσμου πράξεως σχέδον πᾶσι συμπεφώνηκε, τοῖς περὶ τὸν χόρον τῆς φιλοσοφίας πεπλανημένοις. καὶ πρῶτός γε Πλάτων, ὁ δοκῶν ἐν αὐτοῖς σεμνότερον πεφιλοσοφηκέναι, διαῤῥήδην ἐν τῇ πρώτῃ βίβλῳ τῶν πολιτειῶν ἐπιγραφομένῃ, τρόπῳ τινὶ νομοθετεῖ εἶναι κοινὰς ἁπάντων τὰς γυναῖκας, χρώμενος παραδείγματι τῷ Διὸς, καὶ Κρητῶν νομοθέτῃ, ὅπως διὰ προφάσεως παιδοποιΐα πολλὴ γίνηται ἐκ τῶν τοιούτων, καὶ ὡς δῆθεν τοὺς λυπουμένους διὰ τοιούτων ὁμιλιῶν χρὴ παραμυθεῖσθαι. Ἐπίκουρος δὲ καὶ αὐτὸς σὺν τῷ ἀθεότητα διδάσκειν, συμβουλεύει καὶ μητράσι καὶ ἀδελφαῖς συμμίγνυσθαι, καὶ πέρα τῶν νόμων τῶν τοῦτο κωλυόντων· ὁ γὰρ Σόλων καὶ περὶ τούτου σαφῶς ἐνομοθέτησεν, ὅπως ἑκ τοῦ γήμαντος οἱ παῖδες νομίμως γίνωνται, πρὸς τὸ μὴ ἐκ μοιχείας τοὺς γεννωμένους εἶναι, ἵνα μὴ τὸν οὐκ ὄντα πατέρα τιμήσῃ τις ὡς πατέρα, ἢ τὸν ὄντως πατέρα ἀτιμάσῃ τις, ἀγνοῶν ὡς μὴ πατέρα. ὁπόσα τε οἱ λοιποὶ νόμοι κωλύουσι Ῥωμαίων τε καὶ Ἑλλήνων τὰ τοιαῦτα πράσσεσθαι. πρὸς τί οὖν Ἐπίκουρος καὶ οἱ Στωϊκοὶ δογματίζουσιν ἀδελφοκοιτίας καὶ ἀῤῥενοβασίας ἐπιτελεῖσθαι, ἐξ ὧν διδασκαλιῶν μεστὰς βιβλιοθήκας πεποιήκασιν, εἰς τὸ ἐκ παίδων μανθάνειν τὴν ἄθεσμον κοινωνίαν; καὶ τί μοι λοιπὸν κατατρίβεσθαι περὶ αὐτῶν, ὅπου γε καὶ περὶ τῶν θεῶν παρ᾿ αὐτοῖς λεγομένων τὰ ὅμοια κατηγγέλκασι;

Θεοὺς γὰρ φήσαντες εἶναι, πάλιν εἰς οὐδὲν αὐτοὺς ἡγήσαντο. οἱ μὲν γὰρ ἐξ ἀτόμων αὐτοὺς ἔφασαν συνεστάναι. οἱ δὲ αὖ χωρεῖν εἰς ἀτόμους, καὶ μηδὲν πλεῖον ἀνθρώπων δύνασθαι τοὺς θεούς φασι. Πλάτων δὲ θεοὺς εἰπὼν εἶναι, ὑλικοὺς αὐτοὺς βούλεται συνιστᾷν. Πυθαγόρας δὲ τοσαῦτα μοχθήσας περὶ θεῶν, καὶ τὴν ἄνω κάτω πορείαν ποιησάμενος, ἔσχατον ὁρίζει φύσιν, καὶ αὐτοματισμὸν εἶναί φησι τῶν πάντων, καὶ θεοὺς ἀνθρώπων μηδὲν φροντίζειν. ὁπόσα τε Κλιτόμαχος ὁ Ἀκαδημαϊκὸς περὶ ἀθεότητος εἰσηγήσατο. τί δ᾿ οὐχὶ καὶ Κριτίας, καὶ Πρωταγόρας ὁ Ἀβδηρίτης λέγων· εἴτε γὰρ εἰσὶ θεοὶ, οὐ δύναμαι περὶ αὐτῶν λέγειν, οὔτε ὁποῖοί εἰσι δηλῶσαι. πολλὰ γάρ ἐστι τὰ κωλύοντά με. τὰ γὰρ περὶ Εὐημέρου τοῦ ἀθεωτάτου περισσὸν ἡμῖν καὶ λέγειν. πολλὰ γὰρ περὶ θεῶν τολμήσας φθέγξασθαι, ἔσχατον καὶ τὸ ἐξόλου μὴ εἶναι θεοὺς, ἀλλὰ τὰ πάντα αὐτοματισμῷ διοικεῖσθαι βούλεται. Πλάτων δὲ ὁ τοσαῦτα εἰπὼν περὶ μοναρχίας Θεοῦ καὶ ψυχῆς ἀνθρώπου, φάσκων ἀθάνατον εἶναι τὴν ψυχὴν, οὐκ αὐτὸς ὕστερον εὑρίσκεται ἐναντία ἑαυτῷ λέγων, τὰς μὲν ψυχὰς μετέρχεσθαι εἰς ἑτέρους ἀνθρώπους, ἐνίων δὲ καὶ εἰς ἄλογα ζῶα χωρεῖν; πῶς οὐ δεινὸν καὶ ἀθέμιτον δόγμα αὐτοῦ τοῖς γε νοῦν ἔχουσι φανήσεται, ἵνα ὅ ποτε ἄνθρωπος πάλιν ἔσται λύκος, ἢ κύων, ἢ ὄνος, ἢ ἄλλο τι ἄλογον κτῆνος; τούτῳ ἀκόλουθα καὶ Πυθαγόρας εὑρίσκεται φλυαρῶν, πρὸς τῷ καὶ πρόνοιαν ἐκκόπτειν. τίνι οὖν αὐτῶν πιστεύσωμεν; Φιλήμονι τῷ κωμικῷ λέγοντι· Οἱ γὰρ Θεὸν σέβοντες ἐλπίδας καλὰς Ἔχουσιν εἰς σωτηρίαν. ἢ οἷς προειρήκαμεν Εὐημέρῳ καὶ Ἐπικούρῳ καὶ Πυθαγόρᾳ, καὶ τοῖς λοιποῖς ἀρνουμένοις εἶναι θεοσέβειαν, καὶ πρόνοιαν ἀναιροῦσιν; περὶ μὲν οὖν Θεοῦ καὶ προνοίας Ἀρίστων ἔφη· Θάρσει, βοηθεῖν πᾶσι τοῖσιν ἀξίοις Εἴωθεν ὁ Θεός· τοῖς δὲ τοιούτοις σφόδρα. Εἰ μὴ πάρεσται προεδρία τις κειμένη Τοῖς ζῶσιν ὡς δεῖ, τί πλέον ἐστὶν εὐσεβεῖν; Εἴη γὰρ οὕτως, ἀλλὰ καὶ λίαν ὁρῶ Τοὺς εὐσεβῶς μὲν ἑλομένους διεξάγειν, Πράττοντας ἀτόπως· τοὺς δὲ μηδὲν ἕτερον ἢ Τὸ λυσιτελὲς καὶ τὸ κατ᾿ αὐτοὺς μόνον Ἐντιμοτέραν ἔχοντας ἡμῶν διάθεσιν Ἐπὶ τοῦ πάροντος. ἀλλὰ δεῖ πόῤῥω βλέπειν Καὶ τὴν ἁπάντων ἀναμένειν καταστροφήν. Οὐχ ὃν τρόπον γὰρ παρ᾿ ἐνίοις ἴσχυκέ τις Δόξα κακοήθης τῷ βίῳ τ᾿ ἀνωφελὴς, Φορά τίς ἐστ᾿ αὐτόματος, ἣ βραβεύεται Ὡς ἔτυχε πάντα. ταῦτα γὰρ κρίνουσ᾿ ἔχειν Ἐφόδια πρὸς τὸν ἴδιον οἱ φαῦλοι τρόπον. Ἔστιν δὲ καὶ τοῖς ζῶσιν ὁσίως προεδρία, Καὶ τοῖς πονηροῖς ὡς προσῆκ᾿ ἐπιτιμία. Χωρὶς προνοίας γίνεται γὰρ οὐδὲ ἕν. ὁπόσα τε καὶ ἄλλοι, καὶ σχέδον γε οἱ πλείους εἶπον περὶ Θεοῦ καὶ προνοίας, ὁρᾷν ἐστὶ πῶς ἀνακόλουθα ἀλλήλοις ἔφασαν. οἱ μὲν γὰρ τὸ ἐξ ὅλου Θεὸν καὶ πρόνοιαν εἶναι ἀνεῖλον· οἱ δ᾿ αὖ συνέστησαν Θεὸν καὶ πάντα προνοίᾳ διοικεῖσθαι ὡμολόγησαν. τὸν οὖν συνετὸν ἀκροατὴν καὶ ἀναγινώσκοντα προσέχειν ἀκριβῶς τοῖς λεγομένοις δεῖ· καθὼς καὶ ὁ Σίμυλος ἔφη· Κοινῶς ποιητὰς ἔθος ἐστὶ καλεῖν Καὶ τοὺς περιττοὺς τῇ φύσει καὶ τοὺς καλούς. Ἔδει δὲ κρίνειν. καθάπερ καὶ ὁ Φιλήμων· Χαλεπὸν ἀκροατὴς ἀσύνετος καθημένος. Ὑπὸ γὰρ ἀνοίας οὐχ ἑαυτὸν μέμφεται. χρὴ οὖν προσέχειν, καὶ νοεῖν τὰ λεγόμενα, κριτικῶς ἐξετάζοντα τὰ ὑπὸ τῶν φιλοσόφων καὶ τῶν λοιπῶν ποιητῶν εἰρημένα.

Ἀρνούμενοι γὰρ θεοὺς εἶναι, πάλιν ὁμολογοῦσιν αὐτοὶ, καὶ τούτους πράξεις ἀθέσμους ἐπιτελεῖν ἔφασαν. καὶ πρώτου γε τοῦ Διὸς οἱ ποιηταὶ εὐφωνότερον ᾄδουσι τὰς χαλεπὰς πράξεις. Χρύσιππος δὲ ὁ πολλὰ φλυαρήσας, πῶς οὐχὶ εὑρίσκεται σημαίνων τὴν Ἥραν στόματι μιαρῷ συγγίνεσθαι τῷ Διΐ; τί γάρ μοι καταλέγειν τὰς ἀσελγείας τῆς μητρὸς θεῶν λεγομένης; ἢ Διὸς τοῦ Λατεαρίου διψῶντος αἵματος ἀνθρωπείου; ἢ Ἀττοῦ τοῦ ἀποκοπτομένου· ἢ ὅτι ὁ Ζεὺς ὁ καλούμενος τραγῳδὸς κατακλύσας τὴν ἑαυτοῦ χεῖρα, ὥς φασι, νῦν παρὰ Ῥωμαίοις θεὸς τιμᾶται; σιγῶ τὰ Ἀντινόου τεμένη, καὶ τὰ τῶν λοιπῶν καλουμένων θεῶν. καὶ γὰρ ἱστορούμενα τοῖς συνετοῖς καταγέλωτα φέρει. ἤτοι οὖν περὶ ἀθεότητος αὐτοὶ ὑπὸ τῶν ἰδίων δογμάτων ἐλέγχονται οἱ τὰ τοιαῦτα φιλοσοφήσαντες, ἢ καὶ περὶ πολυμιξίας καὶ ἀθέσμου κοινωνίας. ἔτι μὴν καὶ ἀνθρωποβορία παρ᾿ αὐτοῖς εὑρίσκεται, δι᾿ ὧν συνέγραψαν γραφῶν, καὶ πρώτους γε οὓς τετιμήκασι θεοὺς, ταῦτα πεπραχότας ἀναγράφουσιν.

Ἡμεῖς δὲ καὶ Θεὸν ὁμολογοῦμεν, ἀλλ᾿ ἕνα, τὸν κτίστην καὶ ποιητὴν καὶ δημιουργὸν τοῦδε τοῦ παντὸς, καὶ προνοίᾳ τὰ πάντα διοικεῖσθαι ἐπιστάμεθαι, ἀλλ᾿ ὑπ᾿ αὐτοῦ μόνου· καὶ νόμον ἅγιον μεμαθήκαμεν· ἀλλὰ νομοθέτην ἔχομεν τὸν ὄντως Θεὸν, ὃς διδάσκει ἡμᾶς δικαιοπραγεῖν καὶ εὐσεβεῖν καὶ καλοποιεῖν. καὶ περὶ μὲν εὐσεβείας λέγει· οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ. οὐ ποιήσεις σεαυτῷ εἴδωλον οὐδὲ παντὸς ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ ἄνω, ἢ ὅσα ἐν τῇ γῇ κάτω, ἢ ὅσα ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς γῆς· οὐ προσκυνήσεις αὐτοῖς, οὐδὲ μὴ λατρεύσεις αὐτοῖς. ἐγὼ γάρ εἰμι Κύριος ὁ Θεός σου. περὶ δὲ τοῦ καλοποιεῖν ἔφη· τίμα τὸν πατέρα σοῦ, καὶ τὴν μητέρα σου, ἵνα εὖ σοι γένηται, καὶ ἵνα μακροχρόνιος ἔσῃ ἐπὶ τῆς γῆς, ἧς ἐγὼ δίδωμί σοι Κύριος ὁ Θεός. ἔτι περὶ δικαιοσύνης· οὐ μοιχεύσεις, οὐ φονεύσεις, οὐ κλέψεις, οὐ ψευδομαρτυρήσεις κατὰ τοῦ πλησίον σου μαρτυρίαν ψευδῆ, οὐκ ἐπιθυμήσεις τὴν γυναῖκα τοῦ πλησίον σου, οὐκ ἐπιθυμήσεις τὴν οἰκίαν αὐτοῦ, οὐδὲ τὸν ἀγρὸν αὐτοῦ, οὐδὲ τὸν παῖδα αὐτοῦ οὐδὲ τὴν παιδίσκην αὐτοῦ, οὐδὲ τοῦ βοὸς αὐτοῦ, οὐδὲ τοῦ ὑποζυγίου αὐτοῦ, οὐδὲ παντὸς κτήνους αὐτοῦ, οὐδὲ ὅσα ἐστὶ τῷ πλησίον σου. οὐ διαστρέψεις κρίμα πένητος ἐν κρίσει αὐτοῦ. ἀπὸ παντὸς ῥήματος ἀδίκου διαποστήσῃ. ἀθῶον καὶ δίκαιον οὐκ ἀποκτενεῖς. οὐ δικαιώσεις τὸν ἀσεβῆ. καὶ δῶρα οὐ λήψῃ. τὰ γὰρ δῶρα ἀποτυφλοῖ ὀφθαλμοὺς βλεπόντων, καὶ λυμαίνεται ῥήματα δίκαια. τούτου μὲν οὖν τοῦ θείου νόμου διάκονος γεγένηται Μωσῆς, ὁ καὶ θεράπων τοῦ Θεοῦ, παντὶ μὲν τῷ κόσμῳ, παντελῶς δὲ τοῖς Ἑβραίοις τοῖς καὶ Ἰουδαίοις καλουμένοις, οὓς κατεδούλωσεν ἀρχῆθεν βασιλεὺς Αἰγύπτου, τυγχάνοντας σπέρμα δίκαιον ἀνδρῶν θεοσεβῶν καὶ ὁσίων, Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ, ὧν ὁ Θεὸς μνησθεὶς καὶ ποιήσας θαυμάσια καὶ τέρατα διὰ Μωσέως παράδοξα, ἐῤῥύσατο αὐτοὺς, καὶ ἐξήγαγεν ἐκ τῆς Αἰγύπτου, ἀγαγὼν αὐτοὺς διὰ τῆς ἐρήμου καλουμένης· οὓς καὶ ἀπεκατέστησεν εἰς τὴν Χαναναίαν γῆν, μετέπειτα Ἰουδαίαν ἐπικληθεῖσαν, καὶ νόμον παρέθετο, καὶ ἐδίδαξεν αὐτοὺς ταῦτα. τοῦ μὲν οὖν νόμου μεγάλου καὶ θαυμασίου πρὸς πᾶσαν δικαιοσύνην ὑπάρχοντος, δέκα κεφάλαια ἃ προειρήκαμεν τοιαῦτά ἐστιν.

Ἐπειδὴ οὖν προσήλυτοι ἐγενήθησαν ἐν γῇ Αἰγύπτῳ, ὄντες τὸ γένος Ἑβραῖοι ἀπὸ γῆς τῆς Χαλδαϊκῆς· (κατ᾿ ἐκεῖνο καιροῦ λιμοῦ γενομένης ἀνάγκην ἔσχον μετελθεῖν εἰς Αἴγυπτον σιτίων ἐκεῖ πιπρασκομένων· ἔνθα καὶ χρόνῳ παρῴκησαν· ταῦτα δὲ αὐτοῖς συνέβη κατὰ προαναφώνησιν Θεοῦ·) παροικήσαντες οὖν ἐν Αἰγύπτῳ ἔτεσι τετρακοσίοις καὶ τριάκοντα, ἐν τῷ τὸν Μωσῆν μέλλειν ἐξάγειν αὐτοὺς εἰς τὴν ἔρημον, ὁ Θεὸς ἐδίδαξεν αὐτοὺς διὰ τοῦ νόμου λέγων· προσήλυτον οὐ θλίψετε. ὑμεῖς γὰρ οἴδατε τὴν ψυχὴν τοῦ προσηλύτου. αὐτοὶ γὰρ προσήλυτοι ἦτε ἐν τῇ γῇ Αἰγύπτῳ.

Τὸν μὲν οὖν νόμον τὸν ὑπὸ τοῦ Θεοῦ δεδομένον αὐτοῖς ἐν τῷ παραβῆναι τὸν λαὸν, ἀγαθὸς ὢν καὶ οἰκτίρμων ὁ Θεὸς, μὴ βουλόμενος διαφθεῖραι αὐτοὺς, πρὸς τῷ δεδωκέναι τὸν νόμον, ὕστερον δὲ καὶ προφήτας ἐξέπεμψεν αὐτοῖς ἐκ τῶν ἀδελφῶν αὐτῶν, πρὸς τὸ διδάσκειν καὶ ἀναμιμνήσκειν τὰ τοῦ νόμου αὐτοὺς, καὶ ἐπιστρέφειν εἰς μετάνοιαν, τοῦ μηκέτι ἁμαρτάνειν. εἰ δὲ ἐπιμένοιεν ἐν ταῖς φαύλαις πράξεσι, προανεφώνησεν ὑποχειρίους αὐτοὺς παραδοθῆναι πάσαις ταῖς βασιλείαις τῆς γῆς. καὶ ὅτι ταῦτα αὐτοῖς ἤδη ἀπέβη, φανερὸν μέν ἐστι. περὶ μὲν οὖν τῆς μετανοίας, Ἠσαΐας ὁ προφήτης κοινῶς μὲν πρὸς πάντας, διαῤῥήδην δὲ πρὸς τὸν λαὸν λέγει· ζητήσατε τὸν Κύριον καὶ ἐν τῷ εὑρίσκειν αὐτὸν ἐπικαλέσασθε· ἡνίκα δ᾿ ἂν ἐγγίζῃ ὑμῖν, ἀπολιπέτω ὁ ἀσεβὴς τὰς ὁδοὺς αὐτοῦ, καὶ ἀνὴρ ἄνομος τὰς βουλὰς αὐτοῦ, καὶ ἐπιστραφήτω ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ, καὶ ἐλεηθήσεται, ὅτι ἐπιπολὺ ἀφήσει τὰς ἁμαρτίας ὑμῶν. καὶ ἕτερος προφήτης Ἐζεκιήλ φησιν· ἐὰν ἀποστραφῇ ὁ ἄνομος ἀπὸ πασῶν τῶν ἀνομιῶν ὧν ἐποίησε, καὶ φυλάξῃ τὰς ἐντολάς μου, καὶ ποιήσῃ τὰ δικαιώματά μου, ζῶν ζήσεται, καὶ οὐ μὴ ἀποθάνῃ, πᾶσαι αἱ ἀδικίαι αὐτοῦ ἃς ἐποίησεν οὐ μὴ μνησθῶσιν, ἀλλὰ τῇ δικαιοσύνῃ ᾗ ἐποίησε ζήσεται, ὅτι οὐ βούλομαι τὸν θάνατον τοῦ ἀνόμου λέγει Κύριος, ἀλλ᾿ ἐπιστρέψαι ἀπὸ τῆς ὁδοῦ τῆς πονηρᾶς, καὶ ζῇν αὐτόν. πάλιν ὁ Ἠσαΐας· ἐπιστράφητε οἱ τὴν βαθεῖαν βουλὴν βουλευόμενοι καὶ ἄνομον, ἵνα σωθήσεσθε. καὶ ἕτερος Ἱερεμίας· ἐπιστράφητε ἐπὶ Κύριον τὸν θεὸν ὑμῶν, ὡς ὁ τρυγῶν ἐπὶ τὸν κάρτελλον αὐτοῦ, καὶ ἐλεηθήσεσθε. πολλὰ μὲν οὖν, μᾶλλον δὲ ἀναρίθμητά ἐστι τὰ ἐν ταῖς ἁγίαις γραφαῖς εἰρημένα περὶ μετανοίας, ἀεὶ τοῦ θεοῦ βουλομένου ἐπιστρέφειν τὸ γένος τῶν ἀνθρώπων ἀπὸ πασῶν τῶν ἁμαρτιῶν.

Ἔτι μὴν καὶ περὶ δικαιοσύνης, ἧς ὁ νόμος εἴρηκεν, ἀκόλουθα εὑρίσκεται καὶ τὰ τῶν προφητῶν καὶ τὰ τῶν εὐαγγελίων ἔχειν, διὰ τὸ τοὺς πάντας πνευματοφόρους ἑνὶ πνεύματι θεοῦ λελαληκέναι. ὁ γοῦν Ἠσαΐας οὕτως ἔφη· ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν, μάθετε καλὸν ποιεῖν, ἐκζητήσατε κρίσιν, ῥύσασθε ἀδικούμενον, κρίνατε ὀρφανῷ, καὶ δικαιώσατε χήραν. ἔτι ὁ αὐτὸς, διάλυε, φησὶ, πάντα σύνδεσμον ἀδικίας, λύε στραγγαλίας βιαίων συναλλαγμάτων, ἀπόστελλε τεθραυσμένους ἐν ἀφέσει, καὶ πᾶσαν συγγραφὴν ἄδικον διάσπα, διάθρυπτε πεινῶντι τὸν ἄρτον σου, καὶ πτωχοὺς ἀστέγους εἰσάγαγε εἰς τὸν οἶκόν σου. ἐὰν ἴδῃς γυμνὸν περίβαλλε, καὶ ἀπὸ τῶν οἰκείων τοῦ σπέρματός σου οὐχ ὑπερόψῃ. τότε ῥαγήσεται πρώϊμον τὸ φῶς σου, καὶ τὰ ἰάματά σου ταχὺ ἀνατελεῖ· καὶ προπορεύσεται ἔμπροσθέν σου ἡ δικαιοσύνη σου. ὁμοίως καὶ Ἱερεμίας, στῆτε, φησὶν, ἐπὶ ταῖς ὁδοῖς, καὶ ἴδετε, καὶ ἐπερωτήσατε ποία ἐστὶν ἡ ὁδὸς Κυρίου τοῦ θεοῦ ἡμῶν ἡ ἀγαθὴ, καὶ βαδίζετε ἐν αὐτῇ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. κρίμα δίκαιον κρίνετε, ὅτι ἐν τούτοις ἐστὶ τὸ θέλημα Κυρίου τοῦ θεοῦ ὑμῶν. ὡσαύτως καὶ Ὠσηὲ λέγει· φυλάσσεσθε κρίμα, καὶ ἐγγίζετε πρὸς Κύριον τὸν θεὸν ὑμῶν, τὸν στερεώσαντα τὸν οὐρανὸν, καὶ κτίσαντα τὴν γῆν. καὶ ἕτερος Ἰωὴλ ἀκόλουθα τούτοις ἔφη· συναγάγετε λαὸν, ἁγιάσατε ἐκκλησίαν, εἰσδέξασθε πρεσβυτέρους, συναγάγετε νήπια θηλάζοντα μαστοὺς, ἐξελθέτω νυμφίος ἐκ τοῦ κοιτῶνος αὐτοῦ, καὶ νύμφη ἐκ τοῦ παστοῦ αὐτῆς, καὶ εὔξασθε πρὸς Κύριον τὸν θεὸν ὑμῶν ἐκτενῶς, ὅπως ἐλεήσῃ ὑμᾶς, καὶ ἐξαλείψει τὰ ἁμαρτήματα ὑμῶν. ὁμοίως καὶ ἕτερος Ζαχαρίας· τάδε λέγει Κύριος παντοκράτωρ· κρίμα ἀληθείας κρίνετε, καὶ ἔλεος καὶ οἰκτιρμὸν ποιεῖτε ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ, καὶ χήραν καὶ ὀρφανὸν καὶ προσήλυτον μὴ καταδυναστεύσητε, καὶ κακίαν ἕκαστος μὴ μνησικακείτω τῷ ἀδελφῷ αὐτοῦ ἐν ταῖς καρδίαις ὑμῶν, λέγει Κύριος παντοκράτωρ.

Καὶ περὶ σεμνότητος οὐ μόνον διδάσκει ἡμᾶς ὁ ἅγιος λόγος τὸ μὴ ἁμαρτάνειν ἔργῳ, ἀλλὰ καὶ μέχρις ἐννοίας, τὸ μηδὲ τῇ καρδίᾳ ἐννοηθῆναι περί τινος κακοῦ, ἢ θεασάμενον τοῖς ὀφθαλμοῖς ἀλλοτρίαν γυναῖκα ἐπιθυμῆσαι. Σολομῶν μὲν οὖν ὁ βασιλεὺς καὶ προφήτης γενόμενος ἔφη· οἱ ὀφθαλμοί σου ὀρθὰ βλεπέτωσαν· τὰ δὲ βλέφαρά σου νευέτω δίκαια. ὀρθὰς ποίει τροχιὰς σοῖς ποσίν. ἡ δὲ εὐαγγέλιος φωνὴ ἐπιτακτικώτερον διδάσκει περὶ ἁγνείας λέγουσα· πᾶς ὁ ἰδὼν γυναῖκα ἀλλοτρίαν πρὸς τὸ ἐπιθυμῆσαι αὐτὴν, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ. καὶ ὁ γαμῶν, φησὶν, ἀπολελυμένην ἀπὸ ἀνδρὸς, μοιχεύει· καὶ ὃς ἀπολύει γυναῖκα παρεκτὸς λόγου πορνείας, ποιεῖ αὐτὴν μοιχευθῆναι. ὅτι ὁ Σολομῶν φησιν· ἀποδήσει τις πῦρ ἐν ἱματίῳ, τὰ δὲ ἱμάτια αὐτοῦ οὐ κατακαύσει; ἢ περιπατήσει τις ἐπ᾿ ἀνθράκων πυρὸς, τοὺς δὲ πόδας οὐ κατακαύσει; οὕτως ὁ εἰσπορευόμενος πρὸς γυναῖκα ὕπανδρον, οὐκ ἀθωωθήσεται.

Καὶ τοῦ μὴ μόνον ἡμᾶς εὐνοεῖν τοῖς ὁμοφύλοις, ὡς οἴονταί τινες, Ἠσαΐας ὁ προφήτης ἔφη· εἴπατε τοῖς μισοῦσιν ὑμᾶς καὶ τοῖς βδελυσσομένοις, ἀδελφοὶ ἡμῶν ἔστε, ἵνα τὸ ὄνομα κυρίου δοξασθῇ, καὶ ὀφθῇ ἐν τῇ εὐφροσύνῃ αὐτῶν. τὸ δὲ εὐαγγέλιον, ἀγαπᾶτε, φησὶ, τοὺς ἐχθροὺς ὑμῶν, καὶ προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς. ἐὰν γὰρ ἀγαπᾶτε τοὺς ἀγαπῶντας ὑμᾶς, ποῖον μισθὸν ἔχετε; τοῦτο καὶ οἱ λῃσταὶ καὶ οἱ τελῶναι ποιοῦσι. τοὺς δὲ ποιοῦντας τὸ ἀγαθὸν διδάσκει μὴ καυχᾶσθαι, ἵνα μὴ ἀνθρωπάρεσκοι ὦσι. μὴ γνώτω γὰρ, φησὶν, ἡ χείρ σου ἡ ἀριστερὰ τί ποιεῖ ἡ χείρ σου ἡ δεξιά. ἔτι μὴν καὶ περὶ τοῦ ὑποτάσσεσθαι ἀρχαῖς καὶ ἐξουσίαις, καὶ εὔχεσθαι ὑπὲρ αὐτῶν, κελεύει ἡμᾶς ὁ θεῖος λόγος, ὅπως ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν. καὶ διδάσκει ἀποδιδόναι πᾶσι τὰ πάντα, τῷ τὴν τιμὴν, τὴν τιμὴν, τῷ τὸν φόβον, τὸν φόβον, τῷ τὸν φόρον, τὸν φόρον· μηδενὶ μηδὲν ὀφείλειν ἢ μόνον τὸ ἀγαπᾷν πάντας.

Σκόπει τοίνυν εἰ οἱ τὰ τοιαῦτα μανθάνοντες δύνανται ἀδιαφόρως ζῇν, καὶ συμφύρεσθαι ταῖς ἀθεμίτοις μίξεσιν, ἢ τὸ ἀθεώτατον πάντων, σαρκῶν ἀνθρωπείων ἐφάπτεσθαι· ὅπου γε καὶ τὰς θέας τῶν μονομάχων ἡμῖν ἀπείρηται ὁρᾷν, ἵνα μὴ κοινωνοὶ καὶ συνίστορες φόνων γενώμεθα. ἀλλ᾿ οὐδὲ τὰς λοιπὰς θεωρίας ὁρᾷν χρὴ, ἵνα μὴ μολύνωνται ἡμῖν οἱ ὀφθαλμοὶ, καὶ τὰ ὦτα, γινόμενα συμμέτοχα τῶν ἐκεῖ φωνῶν ᾀδομένων. εἰ γὰρ εἴποι τις περὶ ἀνθρωποβορίας, ἐκεῖ τὰ θυέστου καὶ Τηρέως τέκνα ἐσθιόμενα· εἰ δὲ περὶ μοιχείας, οὐ μόνον περὶ ἀνθρώπων, ἀλλὰ καὶ περὶ θεῶν, ὧν καταγγέλλουσιν εὐφώνως μετὰ τιμῶν καὶ ἄθλων, παρ᾿ αὐτοῖς τραγῳδεῖται. μακρὰν δὲ ἀπείη Χριστιανοῖς ἐνθυμηθῆναί τι τοιοῦτο πρᾶξαι, παρ᾿ οἷς σωφροσύνη πάρεστιν, ἐγκράτεια ἀσκεῖται, μονογαμία τηρεῖται, ἁγνεία φυλάσσεται, ἀδικία ἐκπορθεῖται, ἁμαρτία ἐκριζοῦται, δικαιοσύνη μελετᾶται, νόμος πολιτεύεται, θεοσέβεια πράσσεται, θεὸς ὁμολογεῖται, ἀλήθεια βραβεύει, χάρις συντηρεῖ, εἰρήνη περισκέπει, λόγος ἅγιος ὁδηγεῖ, σοφία διδάσκει, ζωὴ βραβεύει, θεὸς βασιλεύει. πολλὰ μὲν οὖν ἔχοντες λέγειν περὶ τῆς καθ᾿ ἡμᾶς πολιτείας, καὶ τῶν δικαιωμάτων τοῦ θεοῦ καὶ δημιουργοῦ πάσης κτίσεως, τὰ νῦν αὐτάρκως ἡγούμεθα ἐπιμεμνῆσθαι, εἰς τὸ καὶ σὲ ἐπιστῆσαι μάλιστα ἐξ ὧν ἀναγινώσκεις ἕως τοῦ δεῦρο, ἵνα ὡς φιλομαθὴς ἐγενήθης, οὕτω καὶ φιλομαθὴς ἔσῃ ἕως τοῦ δεῦρο.

θέλω δέ σοι καὶ τὰ τῶν χρόνων, θεοῦ παρέχοντος, νῦν ἀκριβέστερον ἐπιδεῖξαι, ἵνα ἐπιγνῶς ὅτι οὐ πρόσφατος οὐδὲ μυθώδης ἐστὶν ὁ καθ᾿ ἡμᾶς λόγος, ἀλλ᾿ ἀρχαιότερος καὶ ἀληθέστερος ἁπάντων ποιητῶν καὶ συγγραφέων, τῶν ἐπ᾿ ἀδήλῳ συγγραψάντων. οἱ μὲν γὰρ τὸν κόσμον ἀγένητον εἰπόντες εἰς τὸ ἀπέραντον ἐχώρησαν. ἕτεροι δὲ γενητὸν φήσαντες, εἶπον ὡς ἤδη μυριάδας ἐτῶν πεντεκαίδεκα ἐληλυθέναι καὶ τρισχίλια ἑβδομήκοντα πέντε ἔτη. ταῦτα μὲν οὖν Ἀπολλώνιος ὁ Αἰγύπτιος ἱστορεῖ. Πλάτων δὲ ὁ δοκῶν Ἑλλήνων σοφώτατος γεγενῆσθαι, εἰς πόσην φλυαρίαν ἐχώρησεν; ἐν γὰρ ταῖς πολιτείαις αὐτοῦ ἐπιγραφομέναις ῥητῶς κεῖται λέγοντος· πῶς γὰρ ἂν, εἴ γε ἔμενε τάδε οὕτω τὸν πάντα χρόνον ὡς νῦν διακεκόσμηται, καινὸν ἀνευρίσκετό ποτε καὶ ὁτιοῦν; ὅτι μὲν γὰρ μυριάκις μύρια ἔτη διελάνθανεν ἄρα τοὺς τότε· χίλια δ᾿ ἀφ᾿ οὗ γέγονεν ἢ δὶς τοσαῦτα ἔτη, τὰ μὲν Δαιδάλῳ καταφανῆ γέγονε, τὰ δὲ Ὀρφεῖ, τὰ δὲ Παλαμήδει. καὶ ταῦτα εἰπὼν γεγενῆσθαι, τὰ μὲν μυριάκις μύρια ἔτη ἀπὸ κατακλυσμοῦ ἕως Δαιδάλου δηλοῖ. καὶ πολλὰ φήσας περὶ πόλεων κατὰ κόσμον, καὶ οἰκήσεων καὶ ἐθνῶν, ὁμολογεῖ εἰκασμῷ ταῦτα εἰρηκέναι. λέγει γάρ· εἰ γοῦν, ὦ ξένε, τις ἡμῖν ὑπόσχοιτο θεὸς ὡς, ἐὰν ἐπιχειρήσωμεν τὸ δεύτερον τῇ τῆς νομοθεσίας σκέψει, τῶν νῦν εἰρημένων· δηλονότι εἰκασμῷ ἔφη· εἰ δὲ εἰκασμῷ, οὐκ ἄρα ἀληθῆ ἐστι τὰ ὑπ᾿ αὐτοῦ εἰρημένα.

Δεῖ οὖν μᾶλλον μαθητὴν γενέσθαι τῆς νομοθεσίας τοῦ Θεοῦ, καθῶς καὶ αὐτὸς ὡμολόγηκεν ἄλλως μὴ δύνασθαι τὸ ἀκριβὲς μαθεῖν, ἐὰν μὴ ὁ Θεὸς διδάξῃ διὰ τοῦ νόμου. τί δ᾿ οὐχὶ καὶ οἱ ποιηταὶ, Ὅμηρος καὶ Ἡσίοδος καὶ Ὀρφεὺς ἔφασαν ἑαυτοὺς ἀπὸ θείας προνοίας μεμαθηκέναι; ἔτι μὴν μάντεις καὶ προγνώστας γεγενῆσθαι κατὰ τοὺς συγγραφεῖς, καὶ τοὺς παρ᾿ αὐτῶν μαθόντας ἀκριβῶς συγγεγραφέναι φασίν. πόσῳ οὖν μᾶλλον ἡμεῖς τὰ ἀληθῆ εἰσόμεθα, οἱ μανθάνοντες ἀπὸ τῶν ἁγίων προφητῶν, τῶν χωρησάντων τὸ ἅγιον πνεῦμα τοῦ Θεοῦ. διὸ σύμφωνα καὶ φίλα ἀλλήλοις οἱ πάντες προφῆται εἶπον, καὶ προεκήρυξαν τὰ μέλλοντα ἔσεσθαι παντὶ τῷ κόσμῳ. τοὺς γὰρ φιλομαθεῖς, μᾶλλον δὲ φιλαληθεῖς δύναται αὐτὴ ἡ ἔκβασις τῶν προαναπεφωνημένων πραγμάτων καὶ ἤδη ἀπηρτισμένων ἐκδιδάσκειν ὄντως ἀληθῆ εἶναι τὰ δι᾿ αὐτῶν κεκηρυγμένα περί τε χρόνων καὶ καιρῶν τῶν πρὸ κατακλυσμοῦ, ἀφ᾿ οὗ ἔκτισται ὁ κόσμος ἕως τοῦ δεῦρο, ὡς συνέστηκε τὰ ἔτη, εἰς τὸ ἐπιδεῖξαι τὴν φλυαρίαν τοῦ ψεύδους τῶν συγγραφέων, ὅτι οὐκ ἀληθῆ ἐστι τὰ δι᾿ αὐτῶν ῥηθέντα.

Πλάτων γὰρ, ὡς προειρήκαμεν, δηλώσας κατακλυσμὸν γεγενῆσθαι, ἔφη μὴ πάσης τῆς γῆς, ἀλλὰ τῶν πεδίων μόνον γεγενῆσθαι, καὶ τοὺς διαφυγόντας ἐπὶ τοῖς ὑψηλοτάτοις ὄρεσιν αὐτοὺς διασεσῶσθαι. ἕτεροι δὲ λέγουσι γεγονέναι Δευκαλίωνα καὶ Πύῤῥαν, καὶ τούτους ἐν λάρνακι διασεσῶσθαι, καὶ τὸν Δευκαλίωνα μετὰ τὸ ἐλθεῖν ἐκ τῆς λάρνακος, λίθους εἰς τὰ ὀπίσω πεπομφέναι, καὶ ἀνθρώπους ἐκ τῶν λίθων γεγενῆσθαι· ὅθεν φασὶ λαοὺς προσαγορεύεσθαι τὸ πλῆθος ἀνθρώπων. ἄλλοι δ᾿ αὖ Κλύμενον εἶπον ἐν δευτέρῳ κατακλυσμῷ γεγονέναι. ὅτι μὲν οὖν ἄθλιοι καὶ πάνυ δυσσεβεῖς καὶ ἀνόητοι εὑρίσκονται οἱ τὰ τοιαῦτα συγγράψαντες καὶ φιλοσοφήσαντες ματαίως, ἐκ τῶν προειρημένων δῆλόν ἐστιν. ὁ δὲ ἡμέτερος προφήτης καὶ θεράπων τοῦ Θεοῦ Μωσῆς περὶ τῆς γενέσεως τοῦ κοσμοῦ ἐξιστορῶν, διηγήσατο τίνι τρόπῳ γεγένηται ὁ κατακλυσμὸς ἐπὶ τῆς γῆς· οὐ μὴν ἀλλὰ καὶ τὰ τοῦ κατακλυσμοῦ ᾧ τρόπῳ γέγονεν, οὐ Πύῤῥαν οὐδὲ Δευκαλίωνα ἢ Κλύμενον μυθεύων, οὐδὲ μὴν τὰ πεδία μόνον κατακεκλύσθαι, καὶ τοὺς διαφυγόντας ἐπὶ τοῖς ὄρεσι μόνους διασεσῶσθαι.

Ἀλλ᾿ οὐδὲ δεύτερον κατακλυσμὸν γεγονέναι δηλοῖ. ἀλλὰ μὲν οὖν ἔφη μηκέτι τῷ κόσμῳ κατακλυσμὸν ὕδατος ἔσεσθαι, οἷος οὔτε γέγονεν, οὔτε μὴν ἔσται. ὀκτὼ δέ φησι τὰς ψυχὰς ἀνθρώπων ἐν τῇ κιβωτῷ διασεσῶσθαι, ἐν τῇ κατασκευασθείσῃ προστάγματι Θεοῦ, οὐχ ὑπὸ τοῦ Δευκαλίωνος, ἀλλ᾿ ὑπὸ τοῦ Νῶε Ἑβραϊστὶ, ὃς διερμηνεύεται τῇ Ἑλλάδι γλώσσῃ ἀνάπαυσις· καθὼς καὶ ἐν ἑτέρῳ λόγῳ ἐδηλώσαμεν, ὡς Νῶε καταγγέλλων τοῖς τότε ἀνθρώποις μέλλειν κατακλυσμὸν ἔσεσθαι, προεφήτευσεν αὐτοῖς λέγων· δεῦτε, καλεῖ ὑμᾶς ὁ Θεὸς εἰς μετάνοιαν· διὸ οἰκείως Δευκαλίων ἐκλήθη. τούτῳ δὲ τῷ Νῶε υἱοὶ τρεῖς ἦσαν, καθὼς καὶ ἐν τῷ δευτέρῳ τόμῳ ἐδηλώσαμεν, ὧν τὰ ὀνόματά ἐστι Σὴμ καὶ Χὰμ καὶ Ἰαφέθ· οἷς καὶ γυναῖκες τρεῖς ἦσαν, τὸ καθ᾿ ἕνα αὐτῶν, καὶ αὐτὸς καὶ ἡ γυνὴ αὐτοῦ. τοῦτον τὸν ἄνδρα ἔνιοι εὐνοῦχον προσηγορεύκασιν. ὀκτὼ οὖν αἱ πᾶσαι ψυχαὶ ἀνθρώπων διεσώθησαν, οἱ ἐν τῇ κιβωτῷ εὑρεθέντες. τὸν δὲ κατακλυσμὸν ἐσήμανεν ὁ Μωσῆς ἐπὶ ἡμέρας τεσσαράκοντα καὶ νύκτας τεσσαράκοντα γεγενῆσθαι, ἀπὸ τοῦ οὐρανοῦ τῶν καταῤῥακτῶν ῥυέντων, καὶ ἀπὸ τῶν πηγῶν τῆς ἀβύσσου βλυσάντων, ὥστε τὸ ὕδωρ ὑψωθῆναι ἐπάνω παντὸς ὄρους ὑψηλοῦ, πεντεκαίδεκα πήχεις. καὶ οὕτω διεφθάρη τὸ γένος πάντων τῶν τότε ἀνθρώπων· μόνοι δὲ διεσώθησαν οἱ φυλαχθέντες ἐν τῇ κιβωτῷ οὓς προειρήκαμεν ὀκτώ· ἧς κιβωτοῦ τὰ λείψανα μέχρις τοῦ δεῦρο δείκνυται εἶναι ἐν τοῖς Ἀραβικοῖς ὄρεσιν. τὰ μὲν οὖν τοῦ κατακλυσμοῦ κεφαλαιωδῶς τοιαύτην ἔχει τὴν ἱστορίαν.

Ὁ δὲ Μωσῆς ὁδηγήσας τοὺς Ἰουδαίους, ὡς ἔφθημεν εἰρηκέναι, ἐκβεβλημένους ἀπὸ γῆς Αἰγύπτου ὑπὸ βασιλέως Φαραὼ, οὗ τοὔνομα Τεθμῶσις, ὃς, φασὶ, μετὰ τὴν ἐκβολὴν τοῦ λαοῦ ἐβασίλευσεν ἔτη εἰκοσιπέντε καὶ μῆνας δ΄, ὡς ὑφῄρηται Μαναιθῶς. καὶ μετὰ τοῦτον Χεβρῶν ἔτη ιγ΄. μετὰ δὲ τοῦτον Ἀμενώφις ἔτη κ΄, μῆνας ἑπτά. μετὰ δὲ τοῦτον ἡ ἀδελφὴ αὐτοῦ Ἀμέσση ἔτη κα΄, μῆνα α΄. μετὰ δὲ ταύτην Μήφρης ἔτη ιβ΄, μῆνας θ΄. μετὰ δὲ τοῦτον Μηθραμμουθώσις ἔτη κ΄, μῆνας ι΄. καὶ μετὰ τοῦτον Τυθμώσης ἔτη θ΄, μῆνας η΄. μετὰ δὲ τοῦτον Δαμφενόφις ἔτη λ΄, μῆνας ι΄. μετὰ δὲ τοῦτον Ὦρος ἔτη λε΄, μῆνας ε΄. τοῦ δὲ θυγάτηρ ἔτη ι΄, μῆνας γ΄. μετὰ δὲ ταύτην Μερχερὴς, ἔτη ιβ΄, μῆνας γ΄. τοῦ δὲ Ἀρμαῖς ἔτη λ΄, μῆνα α΄. μετὰ δὲ τοῦτον Μέσσης Μιαμμοῦ, ἔτη ς΄, καὶ μῆνας β΄. καὶ μετὰ τοῦτον Ῥαμεύσης ἐνιαυτὸν, μῆνας δ΄. καὶ μετὰ τοῦτον Ἀμενώφις ἔτη ιθ΄, μῆνας ς΄. τοῦ δὲ Θοίσσος καὶ Ῥαμέσσης, ἔτη ι΄, οὕς φασιν ἐσχηκέναι πολλὴν δύναμιν ἱππικῆς, καὶ παράταξιν ναυτικῆς κατὰ τοὺς ἰδίους χρόνους. οἱ μὲν Ἑβραῖοι κατ᾿ ἐκεῖνο καιροῦ παροικήσαντες ἐν τῇ Αἰγύπτῳ, καὶ καταδουλωθέντες ὑπὸ βασιλέως, ὡς προείρηται, Τεθμῶσις, ᾠκοδόμησαν αὐτῷ πόλεις ὀχυρὰς, τήν τε Πειθὼ καὶ Ῥαμεσῆ, καὶ Ὢν, ἥτις ἐστὶν Ἡλιοπόλις. ὥστε καὶ τῶν πόλεων τῶν τότε ὀνομαστῶν κατ᾿ Αἰγυπτίους δείκνυνται προγενέστεροι οἱ Ἑβραῖοι ὄντες, οἱ καὶ προπάτορες ἡμῶν, ἀφ᾿ ὧν καὶ τὰς ἱερὰς βίβλους ἔχομεν ἀρχαιοτέρας οὔσας ἁπάντων συγγραφέων, καθὼς προειρήκαμεν. Αἴγυπτος δὲ ἡ χώρα ἐκλήθη ἀπὸ τοῦ βασιλέως Σέθως. ὁ γὰρ Σέθως, φασὶν, Αἴγυπτος καλεῖται. τῷ δὲ Σέθως ἦν ἀδελφὸς ᾧ ὄνομα Ἀρμαῖν. οὗτος Δαναὸς κέκληται ὁ εἰς Ἄργος ἀπὸ Αἰγύπτου παραγενόμενος, οὗ μέμνηνται οἱ λοιποὶ συγγραφεῖς, ὡς πάνυ ἀρχαίου τυγχάνοντος.

Μαναιθῶς δὲ ὁ κατ᾿ Αἰγυπτίους πολλὰ φλυαρήσας, ἔτι μὴν καὶ βλάσφημα εἰπὼν εἴς τε Μωσέα καὶ τοὺς σὺν αὐτῷ Ἑβραίους, ὡς δῆθεν διὰ λέπραν ἐκβληθέντας ἐκ τῆς Αἰγύπτου, οὐχ εὗρε τὸ ἀκριβὲς τῶν χρόνων εἰπεῖν. ποιμένας μὲν γὰρ αὐτοὺς εἰπὼν καὶ πολεμίους Αἰγυπτίων, τὸ μὲν ποιμένας ἄκων εἶπεν, ἐλεγχόμενος ὑπὸ τῆς ἀληθείας· ἦσαν γὰρ ὄντως ποιμένες οἱ προπάτορες ἡμῶν, οἱ παροικήσαντες ἐν Αἰγύπτῳ, ἀλλ᾿ οὐ λεπροί. παραγενόμενοι γὰρ εἰς τὴν γῆν καλουμένην Ἱεροσόλυμα, ἔνθα καὶ μεταξὺ κατῴκησαν, δηλοῦται τῷ τρόπῳ οἱ ἱερεῖς αὐτῶν, διὰ προστάγματος Θεοῦ, προσκαρτεροῦντες τῷ ναῷ τότε ἐθεράπευον πᾶσαν νόσον, ὥστε καὶ λεπρῶντας καὶ πάντα μῶμον ἰῶντο. ναὸν ᾠκοδόμησε Σολομῶν ὁ βασιλεὺς τῆς Ἰουδαίας. περὶ δὲ τοῦ πεπλανῆσθαι τὸν Μαναιθὼ περὶ τῶν χρόνων, ἐκ τῶν ὑπ᾿ αὐτοῦ εἰρημένων δῆλόν ἐστιν· (ἀλλὰ καὶ περὶ τοῦ βασιλέως τοῦ ἐκβαλόντος αὐτοὺς, Φαραὼ τοὔνομα. οὐκέτι γὰρ αὐτῶν ἐβασίλευσε. καταδιώξας γὰρ Ἑβραίους μετὰ τοῦ στρατεύματος κατεποντίσθη εἰς τὴν ἐρυθρὰν θάλασσαν. ἔτι μὴν καὶ οὓς ἔφη ποιμένας πεπολεμηκέναι τοὺς Αἰγυπτίους, ψεύδεται) πρὸ ἐτῶν γὰρ τριακοσίων δεκατριῶν ἐξῆλθον ἐκ τῆς Αἰγύπτου, καὶ ᾤκησαν ἐκ τότε τὴν χώραν, τὴν ἔτι καὶ νῦν καλουμένην Ἰουδαίαν, πρὸ τοῦ καὶ Δαναὸν εἰς Ἄργος ἀφικέσθαι. ὅτι δὲ τοῦτον ἀρχαιότερον ἡγοῦνται τῶν λοιπῶν κατὰ Ἕλληνας οἱ πλείους, σαφές ἐστιν, ὥστε ὁ Μαναιθὼς δύο τάξεις ἄκων τῆς ἀληθείας μεμήνυκεν ἡμῖν, διὰ τῶν αὐτοῦ γραμμάτων· πρῶτον μὲν ποιμένας αὐτοὺς ὁμολογήσας, δεύτερον εἰπὼν καὶ τὸ ἐξεληλυθέναι αὐτοὺς ἐκ γῆς Αἰγύπτου· ὥστε καὶ ἐκ τούτων τῶν ἀναγραφῶν δείκνυσθαι προγενέστερον εἶναι τὸν Μωσῆν καὶ τοὺς σὺν αὐτῷ, ἐννεακοσίους ἢ καὶ χιλίους ἐνιαυτοὺς πρὸ τοῦ Ἰλιακοῦ πολέμου.

Ἀλλὰ καὶ περὶ τοῦ ναοῦ τῆς οἰκοδομῆς τοῦ ἐν τῇ Ἰουδαίᾳ, ὃν ᾠκοδόμησεν ὁ βασιλεὺς Σολομῶν μετὰ ἔτη πεντακόσια ἑξήκοντα ἓξ τῆς Αἰγύπτου ἐξοδίας τῶν Ἰουδαίων, παρὰ Τυρίοις ἀναγέγραπται, ὡς ὁ ναὸς ᾠκοδόμηται, καὶ ἐν τοῖς ἀρχείοις αὐτῶν πεφύλακται τὰ γράμματα, ἐν αἷς ἀναγραφαῖς εὑρίσκεται γεγονὼς ὁ ναὸς, πρὸ τοῦ τοὺς Τυρίους τὴν Καρχηδόνα κτίσαι, θᾶττον ἔτεσιν ἕκατον τεσσαράκοντα τρίσι, μησὶν ὀκτώ· (ἀνεγράφη δὲ ὑπὸ Ἱερώμου τοὔνομα βασιλέως Τυρίων υἱοῦ δὲ Ἀβειμάλου, διὰ τὸ ἐκ πατρικῆς συνηθείας τὸν Ἱέρωμον γεγενῆσθαι φίλον τοῦ Σολομῶντος· ἅμα καὶ διὰ τὴν ὑπερβάλλουσαν σοφίαν, ἣν ἔσχεν ὁ Σολομῶν. ἐν γὰρ προβλήμασιν ἀλλήλους συνεχῶς ἐγύμναζον. τεκμήριον δὲ τούτου καὶ ἀντίγραφα ἐπιτστολῶν αὐτῶν φασι μέχρι τοῦ δεῦρο παρὰ τοῖς Τυρίοις πεφυλαγμένα. γράμματά τε ἀλλήλοις διέπεμπον) καθὼς μέμνηται Μένανδρος ὁ Ἐφέσιος, ἱστορῶν περὶ τῆς Τυρίων βασιλείας, λέγων οὕτως· τελευτήσαντος γὰρ Ἀβειμάλου βασιλέως Τυρίων, διεδέξατο τὴν βασιλείαν ὁ υἱὸς αὐτοῦ Ἱέρωμος, βιώσας ἔτη πεντήκοντα τρία. τοῦτον δὲ διεδέξατο Βάζωρος βιώσας ἔτη μγ΄, ὃς ἐβασίλευσεν ἔτη ιζ΄. μετὰ δὲ τοῦτον Μεθουάσταρτος βιώσας ἔτη νδ΄. ἐβασίλευσεν ἔτη ιβ΄. μετὰ δὲ τοῦτον ὁ ἀδελφὸς αὐτοῦ Ἀθάρυμος, βιώσας ἔτη νή, ἐβασίλευσεν ἔτη θ΄. τοῦτον ἀνεῖλεν ὁ ἀδελφὸς αὐτοῦ Ἕλλης τοὔνομα, ὃς βιώσας ἔτη ν΄, ἐβασίλευσε μῆνας η΄· τοῦτον ἀνεῖλεν Ἰουθώβαλος, ἱερεὺς τῆς Ἀστάρτης, ὃς βιώσας ἔτη μ΄, ἐβασίλευσεν ἔτη ιβ΄. τοῦτον διεδέξατο ὁ υἱὸς αὐτοῦ Βάζωρος, ὃς βιώσας ἔτη μέ, ἐβασίλευσεν ἔτη ζ΄. υἱὸς δὲ τούτου Μεττὴν, ὃς βιώσας ἔτη λβ΄, ἐβασίλευσεν ἔτη κθ΄. τοῦτον διεδέξατο Πυγμαλίων Πυγμαλίου, ὃς βιώσας ἔτη νς΄, ἐβασίλευσεν ἔτη ζ΄. ἐν δὲ τῷ ἑβδόμῳ ἔτει τῆς βασιλείας ἡ ἀδελφὴ αὐτοῦ εἰς Λιβύην φυγοῦσα, πόλιν ᾠκοδόμησε τὴν μέχρι τοῦ δεῦρο Καρχηδονίαν καλουμένην. συνάγεται οὖν πᾶς χρόνος ἀπὸ τῆς Ἱερώμου βασιλείας μέχρι Καρχηδόνος κτίσεως ἔτη ρνε΄, μῆνες η΄. τῷ δὲ δωδεκάτῳ ἔτει τῆς Ἱερώμου βασιλείας ἐν Ἱεροσολύμοις ὁ ναὸς ᾠκοδομήθη· ὥστε τὸν πάντα χρόνον γεγενῆσθαι ἀπὸ τῆς τοῦ ναοῦ οἰκοδομῆς, μέχρι Καρχηδόνος κτίσεως ἔτη ρμγ΄. μῆνες η΄.

Τῆς μὲν οὖν Φοινίκων καὶ Αἰγυπτίων μαρτυρίας, ὡς ἱστορήκασι περὶ τῶν καθ᾿ ἡμᾶς χρόνων οἱ συγγράψαντες Μαναιθῶς ὁ Αἰγύπτιος καὶ ὁ Μένανδρος ὁ Ἐφέσιος, ἔτι δὲ καὶ Ἰώσιππος ὁ ἀναγράψας τὸν Ἰουδαϊκὸν πόλεμον, τὸν γενόμενον αὐτοῖς ὑπὸ Ῥωμαίων, ἀρκετῶς ἤτω ἡμῖν τὰ εἰρημένα. ἐκ γὰρ τούτων τῶν ἀρχαίων δείκνυται καὶ τὰ τῶν λοιπῶν συγγράμματα ἔσχατα εἶναι τῶν διὰ Μωσέως ἡμῖν δεδομένων γραμμάτων, ἔτι μὴν καὶ τῶν μεταξὺ προφητῶν. ὁ γὰρ ὕστερος τῶν προφητῶν γενόμενος, Ζαχαρίας ὀνόματι, ἤκμασε κατὰ τὴν Δαρείου βασιλείαν. ἀλλὰ καὶ οἱ νομοθέται πάντες μεταξὺ εὑρίσκονται νομοθετοῦντες. εἰ γάρ τις εἴποι Σόλωνα τὸν Ἀθηναῖον, οὗτος γέγονε κατὰ τοὺς χρόνους Κύρου καὶ Δαρείου τῶν βασιλέων, κατὰ τὸν χρόνον Ζαχαρίου τοῦ προειρημένου προφήτου, μεταξὺ γεγενημένου πάνυ πολλοῖς ἔτεσιν· ἤτοι καὶ περὶ Λυκούργου, ἢ Δράκοντος, ἢ Μίνω τῶν νομοθετῶν, Ἰώσιππος γράφων λέγει ὅτι προάγουσιν αὐτοὺς ἀρχαιότητι αἱ ἱεραὶ βίβλοι, ὅπου γε καὶ τοῦ Διὸς τοῦ Κρητῶν βασιλεύσαντος, ἀλλὰ μὴν καὶ τοῦ Ἰλιακοῦ πολέμου δείκνυται προάγοντα τὰ γράμματα τοῦ θείου νόμου, τοῦ διὰ Μωσέως ἡμῖν δεδομένου. ἵνα δὲ ἀκριβεστέραν ποιήσωμεν τὴν ἀπόδειξιν τῶν καιρῶν καὶ χρόνων, Θεοῦ ἡμῖν παρέχοντος, οὐ μόνον τὰ μετὰ κατακλυσμὸν ἱστοροῦντες, ἀλλὰ καὶ τὰ πρὸ κατακλυσμοῦ, εἰς τὸ καὶ τῶν ἁπάντων κατὰ τὸ δυνατὸν εἰπεῖν ἡμῖν τὸν ἀριθμὸν, νυνὶ ποιησόμεθα, ἀναδραμόντες ἐπὶ τὴν ἀνέκαθεν ἀρχὴν τῆς τοῦ κόσμου κτίσεως, ἣν ἀνέγραψε Μωσῆς ὁ θεράπων τοῦ Θεοῦ, διὰ πνεύματος ἁγίου. εἰπὼν γὰρ τὰ περὶ κτίσεως καὶ γενέσεως κόσμου, τοῦ πρωτοπλάστου ἀνθρώπου, καὶ τὰ τῶν ἑξῆς γεγενημένων, ἐσήμανε καὶ τὰ πρὸ κατακλυσμοῦ ἔτη γενόμενα. ἐγὼ δ᾿ αἰτοῦμαι χάριν παρὰ τοῦ μόνου θεοῦ, εἰς τὸ τἀληθῆ κατὰ τὸ θέλημα αὐτοῦ πάντα ἀκριβῶς εἰπεῖν, ὅπως καὶ σὺ, καὶ πᾶς ὁ τούτοις ἐντυγχάνων, ὁδηγῆται ὑπὸ τῆς ἀληθείας καὶ χάριτος αὐτοῦ. ἄρξομαι δὴ πρῶτον ἀπὸ τῶν ἀναγεγραμμένων γενεαλογιῶν, λέγω δὲ ἀπὸ τοῦ πρωτοπλάστου ἀνθρώπου τὴν ἀρχὴν ποιησάμενος.

Ἀδὰμ ἕως οὗ ἐτέκνωσεν ἔτη σλ΄. υἱὸς δὲ τούτου Σὴθ ἔτη σέ. υἱὸς δὲ τούτου Ἐνῶς ἔτη ρ(??). υἱὸς δὲ τούτου Καϊνὰν ἔτη ρο΄. υἱὸς δὲ τούτου Μαλελεὴλ ἔτη ρξε΄. υἱὸς δὲ τούτου Ἰάρεθ ἔτη ρξβ΄. υἱὸς δὲ τούτου Ἐνὼχ ἔτη ρξε΄. υἱὸς δὲ τούτου Μαθουσάλα ἔτη ρξζ΄. υἱὸς δὲ τούτου Λάμεχ ἔτη ρπη΄. τούτῳ δὲ υἱὸς ἐγενήθη ὁ προειρημένος Νῶε, ὃς ἐτέκνωσε τὸν Σὴμ ὢν ἐτῶν φ΄. ἐπὶ τούτου ἐγένετο ὁ κατακλυσμὸς ὄντος αὐτοῦ ἐτῶν χ΄. τὰ πάντα οὖν μέχρι κατακλυσμοῦ γεγένηται ἔτη βσμβ΄. μετὰ δὲ τὸν κατακλυσμὸν εὐθέως ὁ Σὴμ, ὢν ἐτῶν ρ', ἐτέκνωσε τὸν Ἀρφαξάθ. Ἀρφαξὰθ δὲ ἐτέκνωσε Σαλὰ ὢν ἐτῶν ρλε΄. ὁ δὲ Σαλὰ ἐτέκνωσεν ὢν ἐτῶν ρλ΄. τούτου δὲ υἱὸς Ἕβερ ὢν ἐτῶν ρλδ΄. ἀφ᾿ οὗ καὶ τὸ γένος αὐτῶν Ἑβραῖοι προσηγορεύθησαν. τούτου δὲ υἱὸς Φαλὲγ ὢν ἐτῶν ρλ΄. τούτου δὲ υἱὸς Ῥαγεῦ ὢν ἐτῶν ρλβ΄. τούτου δὲ υἱὸς Σεροὺχ ὢν ἐτῶν ρλ΄. τούτου δὲ υἱὸς Ναχὼρ ὢν ἐτῶν οε΄. τούτου δὲ υἱὸς θάῤῥα ὢν ἐτῶν ο'. τούτου δὲ υἱὸς Ἀβραὰμ ὁ πατριάρχης ἡμῶν ἐτέκνωσε τὸν Ἰσαὰκ ὢν ἐτῶν ρ΄. γίνονται οὖν μέχρι Ἀβραὰμ ἔτη γσοή. Ἰσαὰκ ὁ προειρημένος ἕως τεκνογονίας ἔζησεν ἔτη ξ΄. ὃς ἐγέννησε τὸν Ἰακώβ. ἔζησεν ὁ Ἰακὼβ ἕως τῆς μετοικεσίας τῆς ἐν Αἰγύπτῳ γενομένης, ἧς ἐπάνω προειρήκαμεν, ὢν ἐτῶν ρλ΄. ἡ δὲ παροίκησις τῶν Ἑβραίων ἐν Αἰγύπτῳ ἐγενήθη ἔτη υλ΄. καὶ μετὰ τὸ ἐξελθεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου, ἐν τῇ ἐρήμῳ καλουμένῃ διέτριψαν ἔτη μ΄. γίνεται οὖν τὰ πάντα ἔτη γ(??)λη΄. ᾧ καιρῷ τοῦ Μωσέως τελευτήσαντος διεδέξατο ἄρχειν Ἰησοῦς υἱὸς Ναυὶ, ὃς προέστη αὐτῶν ἔτεσι κζ΄. μετὰ δὲ τὸν Ἰησοῦν τοῦ λαοῦ παραβάντος ἀπὸ τῶν ἐντολῶν τοῦ θεοῦ, ἐδούλευσαν βασιλεῖ Μεσοποταμίας Χουσαράθων ὀνόματι ἔτεσιν ὀκτώ. εἶτα μετανοήσαντος τοῦ λαοῦ κριταὶ ἐγενήθησαν αὐτοῖς. Γοθονοὴλ ἔτεσι τεσσαράκοντα. Ἐγλὼν ἔτεσιν ιη΄. Ἀὼθ ἔτεσιν η΄. ἔπειτα πταισάντων αὐτῶν ἀλλόφυλοι ἐκράτησαν ἔτεσι κ΄. ἔπειτα Δεββώρα ἔκρινεν αὐτοὺς ἔτεσι μ΄. ἔπειτα Μαδιανίται ἐκράτησαν αὐτῶν ἔτεσι ζ΄. εἶτα Γεδεὼν ἔκρινεν αὐτοὺς ἔτεσι μ΄. Ἀβιμέλεχ ἔτεσι γ΄. Θωλὰ ἔτεσι κβ΄. Ἰαεὶρ ἔτεσι κβ΄. ἔπειτα Φυλιστιεὶμ, καὶ Ἀμμανίται ἐκράτησαν αὐτῶν ἔτεσιν ιη΄. εἶτα Ἰεφθάε ἔκρινεν αὐτοὺς ἔτεσιν ἕξ. Ἐσβὼν ἔτεσι ζ΄. Αἰλὼν ἔτεσιν ι΄. Ἀβδὼν ἔτεσιν η΄. ἔπειτα ἀλλόφυλοι ἐκράτησαν αὐτῶν ἔτεσι μ΄. εἶτα Σαμψὼν ἔκρινεν αὐτοὺς ἔτεσι κ΄. ἔπειτα εἰρήνη ἐν αὐτοῖς ἐγένετο ἔτεσι μ΄. εἶτα Σαμηρὰ ἔκρινεν αὐτοὺς ἐνιαυτὸν, Ἠλὶς ἔτεσι κ΄. Σαμουὴλ ἔτεσιν ιβ΄.

Μετὰ δὲ τοὺς κριτὰς ἐγένοντο βασιλεῖς ἐν αὐτοῖς. πρῶτος ὀνόματι Σαοὺλ, ὃς ἐβασίλευσεν ἔτη κ΄. ἔπειτα Δαυὶδ ὁ πρόγονος ἡμῶν ἔτη μ΄. γίνεται οὖν μέχρι τῆς τοῦ Δαυὶδ βασιλείας τὰ πάντα ἔτη υ(??)ς΄. μετὰ δὲ τούτους ἐβασίλευσε Σολομῶν, ὁ καὶ τὸν ναὸν τὸν ἐν Ἱεροσολύμοις κατὰ βουλὴν Θεοῦ πρῶτος οἰκοδομήσας δι᾿ ἐτῶν μ΄. μετὰ δὲ τοῦτον Ῥοβοὰμ ἔτεσιν ιζ΄. καὶ μετὰ τοῦτον Ἐβίας ἔτεσι ζ΄. καὶ μετὰ τοῦτον Ἐσὰ ἔτεσι μά. καὶ μετὰ τοῦτον Ἰωσαφὰτ ἔτεσι κέ. μετὰ δὲ τοῦτον Ἰωρὰμ ἔτη η΄. μετὰ δὲ τοῦτον Ὀχοσίας ἐνιαυτόν. καὶ μετὰ τοῦτον Γοθολία ἔτεσιν ἕξ. μετὰ δὲ ταύτην Ἰωσίας ἔτεσι μ΄. καὶ μετὰ τοῦτον Ἀμεσίας ἔτεσι λθ΄. καὶ μετὰ τοῦτον Ὀζίας ἔτεσι νβ΄. μετὰ δὲ τοῦτον Ἰωαθὰμ ἔτεσιν ις΄. μετὰ δὲ τοῦτον Ἄχαζ ἔτεσιν ιζ΄. καὶ μετὰ τοῦτον Ἑζεκίας ἔτεσι κθ΄. μετὰ δὲ τοῦτον Μανασσὴς ἔτεσι νε΄. μετὰ δὲ τοῦτον Ἀμὼς ἔτεσι δυσί. μετὰ δὲ τοῦτον Ἰωσίας ἔτεσι λα΄. μετὰ δὲ τοῦτον Ὠχὰς μῆνας γ΄. μετὰ δὲ τοῦτον Ἰωακεὶμ ἔτη ια΄. ἔπειτα Ἰωακεὶμ ἕτερος μῆνας γ΄. ἡμέρας ι΄. μετὰ δὲ τοῦτον Σεδεκίας ἔτη ια΄. μετὰ δὲ τούτους τοὺς βασιλεῖς διαμένοντος τοῦ λαοῦ ἐπὶ τοῖς ἁμαρτήμασι, καὶ μὴ μετανοοῦντος, κατὰ προφητείαν Ἱερεμίου, ἀνέβη εἰς τὴν Ἰουδαίαν βασιλεὺς Βαβυλῶνος, ὄνομα Ναβουχοδονόσορ. οὗτος μετῴκησε τὸν λαὸν τῶν Ἰουδαίων εἰς Βαβυλῶνα· καὶ τὸν ναὸν κατέστρεψεν, ὃν ᾠκοδομήκει Σολομῶν. ἐν δὲ τῇ μετοικησίᾳ Βαβυλῶνος ὁ λαὸς ἐποίησεν ἔτη ο΄. γίνεται οὖν μετὰ τῆς παροικησίας ἐν γῇ Βαβυλῶνος τὰ πάντα ἔτη δ(??)νδ΄. μῆνες ς΄. ἡμέραι ι΄. ὃν τρόπον δὲ ὁ Θεὸς προεῖπε διὰ Ἱερεμίου τοῦ προφήτου, τὸν λαὸν αἰχμαλωτισθῆναι εἰς Βαβυλῶνα, οὕτως προεσήμανε καὶ τὸ πάλιν ἐπανελθεῖν αὐτοὺς εἰς τὴν γῆν αὐτῶν μετὰ ο΄. ἔτη. τελειουμένων οὖν ο΄. ἐτῶν, γίνεται Κύρος βασιλεὺς Περσῶν, ὃς κατὰ τὴν προφητείαν Ἱερεμίου, δευτέρῳ ἔτει τῆς βασιλείας αὐτοῦ ἐκήρυξε, κελεύων δι᾿ ἐγγραφῶν τοὺς Ἰουδαίους πάντας, τοὺς ὄντας ἐν τῇ βασιλείᾳ αὐτοῦ, ἐπιστρέφειν εἰς τὴν ἑαυτῶν χώραν, καὶ τῷ Θεῷ ἀνοικοδομεῖν τὸν ναὸν, ὃν καθῃρήκει βασιλεὺς Βαβυλῶνος ὁ προειρημένος. πρὸς τούτοις δὲ ὁ Κύρος, κατ᾿ ἐγκέλευσιν τοῦ Θεοῦ προσέταξε Σαβεσσάρῳ καὶ Μιθριδάτῃ τοῖς ἰδίοις σωματοφύλαξι, τὰ σκεύη τὰ ἐκ τοῦ ναοῦ τοῦ τῆς Ἰουδαίας ληφθέντα ὑπὸ τοῦ Ναβουχοδονόσορ, ἀποκομισθῆναι καὶ ἀποτεθῆναι εἰς τὸν ναόν. ἐν τῷ οὖν δευτέρῳ ἔτει Κύρου πληροῦται τὰ ο΄. ἔτη, τὰ προειρημένα ὑπὸ τοῦ Ἱερεμίου.

Ἐντεῦθεν ὁρᾷν ἔστι πῶς ἀρχαιότερα καὶ ἀληθέστερα δείκνυται τὰ ἱερὰ γράμματα τὰ καθ᾿ ἡμᾶς εἶναι τῶν καθ᾿ Ἕλληνας καὶ Αἰγυπτίους, ἢ καί τινων ἑτέρων ἱστοριογράφων. Ἡρόδοτος γὰρ καὶ Θουκυδίδης, ἢ καὶ Ξενοφῶν, ἢ ὅπως οἱ ἄλλοι ἱστοριογράφοι, οἱ πλείους ἤρξαντο σχέδον ἀπὸ τῆς Κύρου καὶ Δαρείου βασιλείας ἀναγράφειν, μὴ ἐξισχύσαντες τῶν παλαιῶν καὶ προτέρων χρόνων τὸ ἀκριβὲς εἰπεῖν. τί γὰρ μέγα ἔφασαν εἰ περὶ Δαρείου καὶ Κύρου, τῶν κατὰ βαρβάρους βασιλέων, εἶπον, ἢ κατὰ Ἕλληνας Ζωπύρου καὶ Ἱππίου, ἢ τοὺς Ἀθηναίων καὶ Λακεδαιμονίων πολέμους, ἢ τὰς Ξέρξου πράξεις, ἢ Παυσανίου τοῦ ἐν τῷ τεμένει τῆς Ἀθηνᾶς λιμῷ κινδυνεύσαντος διαφθαρῆναι, ἢ τὰ περὶ Θεμιστοκλέα, καὶ τὸν πόλεμον τὸν Πελοποννησίων, ἢ τὰ περὶ Ἀλκιβιάδην καὶ Θρασύβουλον; οὐ γὰρ πρόκειται ἡμῖν ὕλη πολυλογίας· ἀλλὰ εἰς τὸ φανερῶσαι τὴν τῶν χρόνων ἀπὸ καταβολῆς κόσμου ποσότητα, καὶ ἐλέγξαι τὴν ματαιοπονίαν καὶ φλυαρίαν τῶν συγγραφέων, ὅτι οὐκ εἰσὶν ἐτῶν οὔτε δισμυρίαι μυριάδες, ὡς Πλάτων ἔφη, καὶ ταῦτα ἀπὸ κατακλυσμοῦ ἕως τῶν αὐτοῦ χρόνων τοσαῦτα ἔτη γεγενῆσθαι δογματίζων· οὔτε μὴν ιε΄. μυριάδες καὶ τοε΄. ἔτη, καθὰ προειρήκαμεν Ἀπολλώνιον τὸν Αἰγύπτιον ἱστορεῖν· οὐδὲ ἀγέννητος ὁ κόσμος ἐστὶ, καὶ αὐτοματισμὸς τῶν πάντων, καθὼς Πυθαγόρας καὶ οἱ λοιποὶ πεφλυαρήκασιν· ἀλλὰ μὲν οὖν γενητὸς, καὶ προνοίᾳ διοικεῖται ὑπὸ τοῦ ποιήσαντος τὰ πάντα Θεοῦ· καὶ ὁ πᾶς χρόνος καὶ τὰ ἔτη δείκνυται τοῖς βουλομένοις πείθεσθαι τῇ ἀληθείᾳ. μή πως οὖν δόξωμεν μέχρι Κύρου δεδηλωκέναι, τῶν δὲ μεταξὺ χρόνων ἀμελεῖν, ὡς μὴ ἔχοντες ἀποδεῖξαι, Θεοῦ παρέχοντος, καὶ τῶν ἑξῆς χρόνων τὴν τάξιν πειράσομαι κατὰ τὸ δυνατὸν ἐξηγήσασθαι.

Κύρου οὖν βασιλεύσαντος ἔτεσι κθ΄, καὶ ἀναιρεθέντος ὑπὸ Τουμυρίδος ἐν Μασσαγετία, τότε οὔσης Ὀλυμπιάδος ἑξηκοστῆς δευτέρας, ἐκτότε ἤδη οἱ Ῥωμαῖοι ἐμεγαλύνοντο, τοῦ Θεοῦ κρατύνοντος αὐτοὺς, ἐκτισμένης τῆς Ῥώμης ὑπὸ Ῥωμύλου, τοῦ παιδὸς ἱστορουμένου Ἄρεως καὶ Ἰλίας, Ὀλυμπιάδι ζ΄, τῇ πρὸ ι΄ καὶ α΄ καλανδῶν Μαΐων, τοῦ ἐνιαυτοῦ τότε δεκαμήνου ἀριθμουμένου. τοῦ οὖν Κύρου τελευτήσαντος, ὡς ἔφθημεν εἰρηκέναι, Ὀλυμπιάδι ἑξηκοστῇ καὶ δευτέρᾳ, γίνεται καιρὸς ἀπὸ κτίσεως Ῥώμης ἔτη σκ΄. ᾧ καιρῷ Ῥωμαίων ἦρξε Ταρκύνιος Σούπερβος τοὔνομα. ὃς πρῶτος ἐξώρισε Ῥωμαίους τινὰς, καὶ παῖδας διέφθειρε, καὶ σπάδοντας ἐγχωρίους ἐποίησεν. ἔτι μὴν καὶ τὰς παρθένους διαφθείρων πρὸς γάμον ἐδίδου. διὸ οἰκείως Σούπερβος ἐκλήθη τῇ Ῥωμαϊκῇ γλώσσῃ· ἑρμηνεύεται δὲ ὑπερήφανος. αὐτὸς γὰρ πρῶτος ἐδογμάτισε τοὺς ἀσπαζομένους αὐτὸν ὑπὸ ἑτέρου ἀντασπάζεσθαι. ὃς ἐβασίλευσεν ἔτεσι κε'. μεθ᾿ ὃν ἦρξαν ἐνιαύσιοι ὕπατοι, χιλίαρχοι ἢ ἀγορανόμοι ἔτεσιν υνγ΄. ὧν τὰ ὀνόματα καταλέγειν πολὺ καὶ πέρισσον ἡγούμεθα. εἰ γάρ τις βούλεται μαθεῖν, ἐκ τῶν ἀναγραφῶν εὑρήσει ὧν ἀνέγραψε Χρύσερος ὁ νομεγκλάτωρ, ἀπελεύθερος γενόμενος Αὐρηλίου Οὐήρου· ὃς ἀπὸ κτίσεως Ῥώμης μέχρι τῆς τελευτῆς τοῦ ἰδίου πάτρωνος αὐτοκράτορος Οὐήρου σαφῶς πάντα ἀνέγραψε, καὶ τὰ ὀνόματα καὶ τοὺς χρόνους. ἐκράτησαν οὖν Ῥωμαίων ἐνιαύσιοι, ὡς φαμὲν, ἔτεσιν υνγ΄. ἔπειτα οὕτως ἦρξαν οἱ αὐτοκράτορες καλούμενοι· πρῶτος Γάϊος Ἰούλιος, ὃς ἐβασίλευσεν ἔτη γ΄, μῆνας δ΄, ἡμέρας ἕξ. ἔπειτα Αὔγουστος ἔτη νς΄, μῆνας δ΄, ἡμέραν μίαν. Τιβέριος ἔτη κβ΄. εἶτα Γάϊος ἕτερος ἔτη γ΄, μῆνας η΄, ἡμέρας ζ΄. Κλαύδιος ἔτη κγ΄, μῆνας η΄, ἡμέρας κδ΄. Νέρων ἔτη ιγ΄, μῆνας ς΄, ἡμέρας κη΄. Γάλβας ἔτη β΄, μῆνας ζ΄, ἡμέρας ς΄. Ὄθων μῆνας γ΄, ἡμέρας ε΄. Οὐϊτέλλιος μῆνας ς΄, ἡμέρας κβ΄. Οὐεσπασιανὸς ἔτη θ΄, μῆνας ια΄, ἡμέρας κβ΄. Τίτος ἔτη β΄, ἡμέρας κβ΄. Δομετιανὸς ἔτη ιε΄, μῆνας ε΄, ἡμέρας ς΄. Νερούας ἐνιαυτὸν, μῆνας δ΄, ἡμέρας ι΄. Τραϊανὸς ἔτη ιθ΄, μῆνας ἓξ, ἡμέρας ις΄. Ἀδριανὸς ἔτη κ΄, μῆνας ι΄, ἡμέρας κή. Ἀντονῖνος ἔτη κβ΄, μῆνας ζ΄, ἡμέρας ς΄. Οὐῆρος ἔτη ιθ΄, ἡμέρας ι΄. Γίνεται οὖν ὁ χρόνος τῶν Καισάρων μέχρι Οὐήρου αὐτοκράτορος τελευτῆς, ἔτη σλζ΄, ἡμέραι ε΄. ἀπὸ οὖν τῆς Κύρου τελευτῆς, Ῥωμαίων δὲ ἀρχῆς Ταρκυνίου Σουπέρβου, μέχρι τελευτῆς αὐτοκράτορος Οὐήρου, οὗ προειρήκαμεν, ὁ πᾶς χρόνος συνάγεται ἔτη ψμδ΄.

Ἀπὸ δὲ καταβολῆς κόσμου, ὁ πᾶς χρόνος κεφαλαιωδῶς οὕτω κατάγεται· ἀπὸ κτίσεως κόσμου ἕως κατακλυσμοῦ ἐγένοντο ἔτη βσμβ΄. ἀπὸ δὲ τοῦ κατακλυσμοῦ ἕως τεκνογονίας Ἀβραὰμ τοῦ προπάτορος ἡμῶν, ἔτη αλς΄. ἀπὸ δὲ Ἰσαὰκ τοῦ παιδὸς Ἀβραὰμ, ἕως οὗ ὁ λαὸς σὺν Μωσῇ ἐν τῇ ἐρήμῳ δίετριβεν, ἔτη χξ΄. ἀπὸ δὲ τῆς Μωϋσέως τελευτῆς, ἀρχῆς δὲ Ἰησοῦ υἱοῦ Ναυὶ, μέχρι τελευτῆς Δαυὶδ τοῦ πατριάρχου ἔτη υ(??)η΄. ἀπὸ δὲ τῆς τελευτῆς Δαυὶδ, βασιλείας δὲ Σολομῶνος, μέχρι τῆς παροικίας τοῦ λαοῦ ἐν γῇ Βαβυλῶνος, ἔτη φιη΄, μῆνες ς΄, ἡμέραι ι΄. ἀπὸ δὲ τῆς Κύρου ἀρχῆς μέχρι αὐτοκράτορος Αὐρηλίου Οὐήρου τελευτῆς, ἔτη ψμδ΄. ὁμοῦ ἀπὸ κτίσεως κόσμου συνάγονται τὰ πάντα ἔτη εχ(??)η΄, καὶ οἱ ἐπιτρέχοντες μῆνες καὶ ἡμέραι.

Τῶν οὖν χρόνων καὶ τῶν εἰρημένων ἁπάντων συνηθροισμένων, ὁρᾷν ἔστι τὴν ἀρχαιότητα τῶν προφητικῶν γραμμάτων, καὶ τὴν θειότητα τοῦ παρ᾿ ἡμῖν λόγου, ὅτι οὐ πρόσφατος ὁ λόγος, οὐδὲ μὴν τὰ καθ᾿ ἡμᾶς, ὡς οἴονταί τινες, μυθώδη καὶ ψευδῆ ἐστιν· ἀλλὰ μὲν οὖν ἀρχαιότερα, καὶ ἀληθέστερα. καὶ γὰρ Βήλου τοῦ Ἀσσυρίων βασιλεύσαντος, καὶ Κρόνου τοῦ Τιτᾶνος Θάλλος μέμνηται, φάσκων τὸν Βῆλον πεπολεμηκέναι σὺν τοῖς Τιτᾶσι πρὸς τὸν Δία, καὶ τοὺς σὺν αὐτῷ θεοὺς λεγομένους, ἔνθα φησὶν, καὶ ὁ Γύγης ἡττηθεὶς ἔφυγεν εἰς Ταρτησσόν. . . . . τότε μὲν τῆς χώρας ἐκείνης Ἀκτῆς κληθείσης, νῦν δὲ Ἀττικῆς προσαγορευομένης, ἧς Ὠγύγης τότε ἦρξε. καὶ τὰς λοιπὰς δὲ χώρας καὶ πόλεις, ἀφ᾿ ὧν τὰς προσωνυμίας ἔσχον, οὐκ ἀναγκαῖον ἡγούμεθα καταλέγειν, μάλιστα πρὸς σὲ τὸν ἐπιστάμενον τὰς ἱστορίας. ὅτι μὲν οὖν ἀρχαιότερος ὁ Μωσῆς δείκνυται ἁπάντων συγγραφέων (οὐκ αὐτὸς δὲ μόνος ἀλλὰ καὶ οἱ πλείους μετ᾿ αὖτον προφῆται γενόμενοι) καὶ Κρόνου, καὶ Βήλου, καὶ τοῦ Ἰλιακοῦ πολέμου, δῆλόν ἐστι. κατὰ γὰρ τὴν Θάλλου ἱστορίαν, ὁ Βῆλος προγενέστερος εὑρίσκεται τοῦ Ἰλιακοῦ πολέμου, ἔτεσι τκβ΄. ὅτι δὲ πρός που ἔτεσι (??) ἢ καὶ χιλίοις προάγει ὁ Μωσῆς τῆς τοῦ Ἰλίου ἁλώσεως, ἐν τοῖς ἐπάνω δεδηλώκαμεν. τοῦ δὲ Κρόνου καὶ τοῦ Βήλου συνακμασάντων ὁμόσε, οἱ πλείους οὐκ ἐπίστανται τίς ἐστιν ὁ Κρόνος, ἢ τίς ὁ Βῆλος· ἔνιοι μὲν σέβονται τὸν Κρόνον, καὶ τοῦτον αὐτὸν ὀνομάζουσι Βὴλ, καὶ Βὰλ, μάλιστα οἱ οἰκοῦντες τὰ ἀνατολικὰ κλίματα, μὴ γινώσκοντες μήτε τίς ἐστιν ὁ Κρόνος, μήτε τίς ἐστιν ὁ Βῆλος. παρὰ δὲ Ῥωμαίοις Σατοῦρνος ὀνομάζεται· οὐδὲ γὰρ αὐτοὶ γινώσκουσι τίς ἐστιν αὐτῶν, πότερον ὁ Κρόνος ἢ ὁ Βῆλος. ἡ μὲν οὖν ἀρχὴ τῶν Ὀλυμπιάδων ἀπὸ Ἰφίτου, φασὶν, ἔσχηκε τὴν θρησκείαν, κατὰ δέ τινας ἀπὸ Λίνου, ὃς καὶ Ἴλιος ἐπεκλήθη. ὁ μὲν οὖν ἀριθμὸς τῶν ἐτῶν καὶ Ὀλυμπιάδων, ὡς ἔχει τὴν τάξιν, ἐν τοῖς ἐπάνω δεδηλώκαμεν. Τῆς μὲν οὖν ἀθεότητος τῶν παρ᾿ ὑμῖν πραγμάτων, καὶ τῶν χρόνων τὸν πάντα ἀριθμὸν, κατὰ τὸ δυνατὸν οἶμαι τὰ νῦν ἀκριβῶς εἰρῆσθαι. εἰ γὰρ καὶ ἔλαθεν ἡμᾶς χρόνος, εἰ τύχοι εἰπεῖν, ἔτη ν΄, ἢ ρ΄, ἢ καὶ σ΄, οὐ μέντοι μυριάδες ἢ χιλιάδες ἐτῶν, καθὼς προειρήκασι Πλάτων καὶ Ἀπολλώνιος καὶ οἱ λοιποὶ, ψευδῶς ἀναγράψαντες. ὅπερ ἡμεῖς τὸ ἀκριβὲς ἵσως ἀγνοοῦμεν ἁπάντων τῶν ἐτῶν τὸν ἀριθμὸν, διὰ τὸ μὴ ἀναγεγράφθαι ἐν ταῖς ἱεραῖς βίβλοις τοὺς ἐπιτρέχοντας μῆνας καὶ ἡμέρας. ἔτι δὲ καὶ περὶ ὧν φαμὲν χρόνων συνᾴδει καὶ Βήρωσος, ὁ παρὰ Χαλδαίοις φιλοσόφησας, καὶ μηνύσας Ἕλλησι τὰ Χαλδαϊκὰ γράμματα, ὃς ἀκολούθως τινὰ εἴρηκε τῷ Μωσεῖ, περί τε κατακλυσμοῦ, καὶ ἑτέρων πολλῶν ἐξιστορῶν. ἔτι μὴν καὶ τοῖς προφήταις Ἱερεμίᾳ καὶ Δανιὴλ σύμφωνα ἐκ μέρους εἴρηκε. τῶν γὰρ συμβάντων τοῖς Ἰουδαίοις ὑπὸ τοῦ βασιλέως Βαβυλωνίων, ὃν αὐτὸς ὀνομάζει Ἀβοβάσσαρον, κέκληται δὲ παρὰ Ἑβραίοις Ναβουχοδονόσορ, μέμνηται· ἔτι δὲ καὶ περὶ τοῦ ναοῦ ἐν Ἱεροσολύμοις, ὡς ἠρημῶσθαι ὑπὸ τοῦ Χαλδαίων βασιλέως· καὶ ὅτι Κύρου τὸ δεύτερον ἔτος βασιλεύσαντος τοῦ ναοῦ τῶν θεμελίων τεθέντων, Δαρείου πάλιν βασιλεύσαντος τὸ δεύτερον ἔτος ὁ ναὸς ἐπετελέσθη.

Τῶν δὲ τῆς ἀληθείας ἱστοριῶν Ἕλληνες οὐ μέμνηνται· πρῶτον μὲν, διὰ τὸ νεωστὶ αὐτοὺς τῶν γραμμάτων τῆς ἐμπειρίας μετόχους γεγενῆσθαι· καὶ αὐτοὶ ὁμολογοῦσι, φάσκοντες τὰ γράμματα εὑρῆσθαι, οἱ μὲν παρὰ Χαλδαίων, οἱ δὲ παρ᾿ Αἰγυπτίων, ἄλλοι δ᾿ αὖ ἀπὸ Φοινίκων· δεύτερον ὅτι ἔπταιον, καὶ πταίουσι, περὶ Θεοῦ μὴ ποιούμενοι τὴν μνείαν, ἀλλὰ περὶ ματαίων καὶ ἀνωφελῶν πραγμάτων. οὕτω μὲν γὰρ καὶ Ὁμήρου καὶ Ἡσιόδου, καὶ τῶν λοιπῶν ποιητῶν φιλικῶς μέμνηνται· τῆς δὲ τοῦ ἀφθάρτου καὶ μόνου Θεοῦ δόξης, οὐ μόνον ἐπελάθοντο, ἀλλὰ καὶ κατελάλησαν· ἔτι μὴν καὶ τοὺς σεβομένους αὐτὸν ἐδίωξαν, καὶ τὸ καθ᾿ ἡμέραν διώκουσιν. οὐ μὴν ἀλλὰ καὶ τοῖς εὐφώνως ὑβρίζουσι τὸν Θεὸν, ἆθλα καὶ τιμὰς τιθέασι· τοὺς δὲ σπεύδοντας πρὸς ἀρετὴν καὶ ἀσκοῦντας βίον ὅσιον, οὓς μὲν ἐλιθοβόλησαν, οὓς δὲ ἐθανάτωσαν, καὶ ἕως τοῦ δεῦρο ὠμοῖς αἰκισμοῖς περιβάλλουσι. διὸ οἱ τοιοῦτοι ἀναγκαίως ἀπώλεσαν τὴν σοφίαν τοῦ Θεοῦ, καὶ τὴν ἀλήθειαν οὐχ εὗρον.

εἰ οὖν βούλει, ἀκριβῶς ἔντυχε τούτοις, ὅπως σχῇς σύμβολον καὶ ἀῤῥαβῶνα τῆς ἀληθείας.