Anonymi summaria ratio geographiae in sphaera intelligendae Anonymous Karl Müller Harvard Library Arcadia Fund Gregory Crane Digital Divide Data Corrected and encoded the text Gregory Crane Editor-in-Chief, Perseus Digital Library Matt Munson Project Manager (University of Leipzig) Annette Gessner Project Assistant (University of Leipzig) Thibault Clérice Lead Developer (University of Leipzig) 2015 - 2017 Bruce Robertson Technical Advisor Harvard College Library tlg2029.tlg001.1st1K-grc1.xml Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License 2017 Harvard College Library United States Geographi Graeci Minores Karl Müller Anonymi Geographia in Sphaera Intelligenda Ambroise-Firmin Didot Paris 1861 2 The Internet Archive

Text encoded in accordance with the latest EpiDoc standards

The following text is encoded in accordance with EpiDoc standards and with the CTS/CITE Architecture.

This pointer pattern extracts sections

This pointer pattern extracts chapters

Greek Latin German created the file
ΑΝΩΝΥΜΟΥ ΔΙΑΤΝΩΣΙΣ ΕΝ ΕΠΙΤΟΜΗ ΤΗΣ ΕΝ ΤΗ ΣΦΑΙΡΑ ΓΕΡΓΡΑΦΙΑΣ.

1. Τοῦ τεχνικοῦ Πτολεμαίου διεξιόντος, ὅσα τῇ γεωγραφίᾳ σοφωτέρως διέθετο, οὐχ ἁπλῶς, οὐδ᾿, ὡς ἄν τις εἴποι, ἐξ οἰκείας γνώμης ἢ δόξης, ἀλλὰ ταῖς τῶν παλαιοτέρων καὶ οὗτος ἐπακολουθῶν παραδόσεσι, καὶ τῶν μὶν τὰ δόξαντα ἀληθῆ εἶναι, ὡς καὶ αὐτὰ τὰ πράγματα ὑποβάλλουσιν, ἐπιβεβαιῶν, τῶν δὲ τὰ τῇ αἰσθήσει ὡς ψεύδη ἀπελεληγμένα ἐπιστημονικῶς διορθούμενος· δεῖν προσεπενοήσαμεν καὶ αὐτοὶ τὴν τοῦ παντὸς ὡς ἐν βραχεῖ συνελεῖν πραγματείαν, ὡς ἂν ἐπὶ μνήμης ἔχῃς, ὦ φίλων ἄριστε, ὅσα καὶ διὰ ζώσης φωνῆς παῤ ἡμῶν ἀκήκοας.

2. Δέον τοίνυν εἰδέναι σε, ὡς ἡ οἰκουμένη πᾶσα πρὸς τὸ μέγεθος τῆς ὅλης γῆς ἀναλογιζομένη τὸ τέταρτον ταύτης εὑρίσκεται. Ἐπειδὴ γὰρ σφαιροειδῆ ταύτην παρελάβομεν εἶναι, καὶ περίμετρον ἔχειν μοιρῶν τξ, τὰς μὲν ρπ΄ κατὰ τὸ φαινόμενον μέρος τῆς γῆς ὑποθώμεθα, τὰς δ᾿ ἑτέρας ρπ τῷ μὴ φαινομένῳ δῶμεν. Τοῦτο δὲ ποιήσωμεν ἐπὶ τοῖς τέσσαρσι τῆς οἰκουμένης μέρεσι, βορείῳ λέγω καὶ νοτίῳ καὶ ἑσπερίῳ καὶ ἑῴῳ.

3. Εἶτα γραμμῇ διελόντες τὴν ὅλην οἰκουμένην ἀπὸ δύσεως μέχρι ἀνατολῶν, ἀφορίσωμεν τὸν βορρᾶν ἀπὸ τοῦ νότου. Καλοῖτο δ᾿ ἂν ἡ γραμμὴ ἰσημερινὸς, ὡς ἐπὶ ταύτῃ ἀεὶ ἰσημερίας γινομένης, καὶ ὡς, ἐπειδὰν ἰν ταύτῃ τὴν ἀνατολὴν ποιεῖται ὁ ἥλιος, ἰσημερίας κατὰ πᾶσαν γινομένης τὴν γῆν.

4. Ἔπειτα κύκλῳ δίχα τε καὶ πρὸς ὀρθὰς τῷ ἰσημερινῷ διελόντες τὴν οἰκουμένην, ἐκ τούτου τὸ δυσμικώτερον καὶ ἀνατολικώτερον τοῦ πόλου νοήσωμεν. Λέγοιτο δʼ ἂν ἡ γραμμή αὕτη μεσημβρινὸς, ἐπειδὴ ἐν ταύτῃ γινόμενος καθ᾿ ἐκάστην ὁ ἥλιος τὴν μεσημβρίαν ἀποτελεῖ. Ἀμφότερα δέ μοι δοκεῖ καλὸν ὑποτυπῶσαι σχήμασιν, ὡς ἂν εὐληπτότερά σοι γένοιντο.

5. Ἔστω τὸ φαινόμενον τῆς γῆς ἡμισφαίριον, ἐν ᾧ ἡ οἰκουμένη καταγράφεται, τὸ A B Γ Δ ἰσημερινὸς δὲ κύκλος ὁ B Ε Δ βόρειος δὲ παράλληλος, ὁ ἀφορίζων τὸ ἐγνωσμένον τῆς γῆς πλάτος, ὁ H Θ· νότιος δὲ παράλληλος, ὁ ἀφορίζων καὶ αὐτὸς τὸ ἐγνωσμένον αὐτῆς πλάτος, ὁ Κ A M. Ἔστιν οὖν ὁ τοῦ πλάτους σταδιασμὸς διὰ τοῦ μεσημβρινοῦ μυριάδων δ΄, τὸ ἀπὸ βορρᾶ ἐπὶ νότον δηλονότι, ὅσον ἐγνωσμένον τε καὶ οἰκούμενον· ὁ δέ τοῦ μήκους σταδιασμὸς, ἤτοι τὸ ἀπὸ δυσμῶν ἕως ἀνατολῶν ἐγνωσμένον, ὃ καὶ οἰκούμενον, θ μυριάδων σταδίων εἶναι λέγεται ἐπὶ τοῦ ἰσημερινοῦ, ὡρῶν δὲ ιβ΄· διάστημα γὰρ κατὰ τὸν ἡλιακὸν δρόμον, ὡς ἔμαθες, τουτέστι τὸ ἀπὸ τοῦ B ἐπὶ τὸ Δ. Τὸ μέντοι ἀπὸ τοῦ H ἰπὶ τὸ A ἐν τῷ βορείῳ τμήματι, καὶ ἀπὸ τοῦ A ἐπὶ τὸ Γ ἐν τῷ νοτίῳ ἄγνωστον πάντη καὶ ἀοίκητον· ἐγνωσμένον δὲ μόνον τὸ ἀπὸ τοῦ H ἰπὶ τὸ Λ, τμῆμα. Λέγεται δὲ πλάτος, ὡς εἴρηται, ἡ H Λ, ἡ δὲ B Δ μῆκος.

6. Ἔστιν οὖν τὸ μὲν μῆκος, ὡς ἔφαμεν, μοιρῶν μὲν ρπ΄, σταδίων δὲ μυριάδων θ΄, ὡρῶν δὲ ιβ΄· τὸ δὲ πλάτος μοιρῶν μὲν οθ΄, γ΄ ιβ΄, ἢ ὅλων π΄, σταδίων δὲ μυριάδων δ΄, ὡρῶν δὶ θ΄. Μὴ καταπλαγῇς δέ, καθότι ἐπὶ μὲν τοῦ μήκους, ρπ μοιρῶν ὄντος, ιβ ὡρῶν ἀκούεις οἶναι διάστημα, ἐπὶ δὲ τοῦ πλάτους, π μόνον ὄντος μοιρῶν, θ΄ ὡρῶν ἔχειν ἀνάβασιν, ὀκτὼ μὲν ἀπὸ τοῦ ἰσημερινοῦ πρὸς βορρᾶν, μιᾶς δὲ ἀπὸ τοῦ ἰσημερινοῦ πρὸς νότον· οὐ γὰρ ὁ αὐτὸς λόγος ἐπ᾿ ἀμφοτέροις ἐστὶν, ἀλλ᾿ ἰπὶ μὲν τοῦ ἰσημερινοῦ ὁ δρόμος ἐστὶν, ὡς ἔφαμεν, τοῦ ἡλίου, καὶ ἐπειδὴ τὸ νυχθήμερον κδ΄ ὧραί εἰσι, διέρχεται δὲ ὁ ἥλιος τῶν ζωδιακὸν κύκλον, καὶ φαίνεται πρωΐ μὲν εἰς τὴν ἀνατολήν κατὰ τὸν ὁρίζοντα, ἑσπέρας δὲ εἰς δυσμὰς κατὰ τὸν ὁρίζοντα καὶ νυχθήμερον ἀποτελεῖ· τὸ ἥμισυ ἄρα καὶ μεσαίτατον τῆς γῆς ιβ΄ ὡρῶν ἔχει διάστημα. Ἐπκὶ δὲ τῆς πρὁς βορρᾶν ἀναβάσεως τοῦτό σε εἰδέναι χρὴ, ὡς ὁ ἥλιος ὑπὸ γῆν ὢν, ὅτε μὲν κατὰ τὴν ἰσημερίαν ἐστὶ, πανταχόθεν ἑνὶ ὁρίζοντι φαίνεται ἀνατέλλων καὶ δύνων ὁμοίως, κᾀντεῦθεν ἰσημερία ἐστὶν ἐν μιᾷ ἡμέρᾳ μόνῃ· ὅτε δὲ ταύτης πρὸς βορρᾶν ἢ πρὸς νότον ἀπέρχεται, τότε δὴ καὶ ἡ ἡμέρα αὔξειν ἀπάρχεται, τῷ μέρει δηλονότι ᾧ ὁ ἥλιος περιέρχεται.

7. Ἔδοξε δέ μοι καὶ τοῦτο διὰ σχήματος ὑποδεῖξαί σοι, ὡς ἂν ἔχῃς ἀκριβῆ τὴν περὶ τούτων εἴδησιν. Ἐπειδὴ γὰρ οὐκ ἔστι δυνατὸν τὸ σφαιροειδὲς εἰ μὴ σφαῖραν ἔχοις κατανοῆσαι, μέθοδόν τινα διεθέμεθα, πῶς δεῖ ἐν ἐπιπέδῳ τὴν τοῦ σφαιροειδοῦς καταλαβεῖν πραγματείαν.

8. Ἔστω τοίνυν κύκλος ὁ ἐκτὸς νοούμενος ὁ οὐράνιος, ὁ δ· ἰντὸς τὸ τῆς γῆς σχῆμα. Ἔστω σοι δὲ, ὡς ἔν ὑποδείγματι ὁ διὰ κοκκίνου, εἰς τέσσαρα μερισμὸς, δύσις μέν καὶ ἀνατολὴ ἡ Γτ καὶ ἡ ηΔ, ἡ δὲ Aa καὶ ἡ Βν τοῦ ἰσημερινοῦ τὰ ὑπέρ γῆν καὶ ὑπὸ γῆν μέρη. Χρὴ τοίνυν εἰδέναι, ὡς ὅταν ὑπὲρ γῆν μέν ἐστιν ὁ ἥλιος, εἰ μὲν κατὰ τὸ μέσον πως τοῦ οὐρανοῦ ἐστι τὸ Αα, τῆ μὲν ηΔ ἴσῃ γραμμῇ κατὰ τὴν γῆν πρώτη ἀπάρχεται εἶναι ὥρα, ὡς ἡ α δηλοῖ· τῆ δἐ Γτ ἔσῃ γραμμῇ ἑσπέρα ἀπάρχεται, ὡς ἡ νδηλοῖ. Καὶ τὸ ἑξῆς δὲ δῆλόν ἐστιν ἐντεῦθεν ἐκ τῶν στοιχείων, ὡς ὅταν μὲν εἰς τὸ β γένηται ὁ ἥλιος ὑπὲρ γῆν, εἰς μὲν τὴν θβ ἴσην γραμμὴν ὑπὸ γῆν πρώτη ἀπάρχεται ὥρα, τῇ δὲ ηΔα γίνεται δευτέρα ὥρα· ὅταν δ᾿ εἰς τὸ Γ γένηται ὁ ἥλιος ὑπὲρ γῆν, τῇ μὲν ιγ ἴσῃ γραμμῇ ὑπὸ γῆν πρώτη ἀπάρχεται ὥρα, τῇ δὲ Δηα ὑπὲρ γῆν τρίτη ὥρα ἀπάρχεται. Ταὐτὸ δεῖ νοεῖν ἐπὶ πάντα τὸν κύκλον τοῦ τε ὑπεργείου καὶ ὑπογείου μέρους καὶ μήτινα ἔχειν ἀμφιβολίαν.

Καὶ ταῦτα μέν ἐπὶ τοῦ κατὰ τὴν ἰσημερίαν ἡλιακοῦ δρόμου συντετάχαμεν, ὡς μὲν ἐμοὶ δοκεῖ καὶ σφόδρα γε ἁρμοδίως οὐκ οἶδα δὲ εἰ καὶ τοῖς πᾶσι τοῦτο δοκεῖ. Πλὴν ἴστω πᾶς τῶν ἀνατρέπειν ἐπιχειρούντων, ὡς οὐχ ὑπειληφότες ταῦτα γεγράφαμεν, ἁλλὰ ταῖς τῶν σοφῶν πειθόμενοι παραδόσεσιν, οἳ καὶ περὶ τούτων καὶ περὶ πολλῶν ἑτέρων φιλοπονώτερον ἐξηγήσαντο.

II. Πςρὶ τῶν τῆς ἡμέρας διαφορῶν.

9. Περὶ δὲ τῶν τῆς ἡμέρας διαφορῶν, καθότι ἐπὶ μὲν τοῦ κατὰ τὸν ἰσημερινὸν τμήματός ἐστιν ὡρῶν ιβ΄, ἐπὶ δὲ τοῦ κατὰ τὸν διὰ Θούλης ὡρῶν κ΄, καὶ τοῦτό σοι, καθόσον ἐστὶν ἡμῖν δυνατὸν, ἐροῦμεν.

Ἔστιν οὖν ἰδεῖν οὕτως. Ὑποτυπώσομεν ἐνταῦθα πόλον, Δύσληπτον μὲν γάρ ἐστιν, ὡς καὶ ἀνωτέρω εἰρήκαμεν, ἐν ἐπιπέδῳ τὴν τοῦ σφαιροειδοῦς καταλαβεῖν ὡς ἔνι θεωρίαν· πλὴν τοῖς νοῦν ἔχουσιν εὐκόλως ἂν καὶ διὰ τούτου καταληπτὴ γενήσεται, μόνον εἰ τοῖς σχήμασι καὶ στοιχείοις μετὰ ἀκριβείας προσέχωσι.

10. Πάλιν οὖν ἔστω κύκλος οὐράνιος ὁ A B Γ Δ, γῆ δὲ τὸ ἐντὸς, πλάτος δὲ τοῦ ζωδιακοῦ τὸ Ε E καὶ Θ. H πλὴν ταττέσθω ἡ A Γ βόρειον καὶ νότιον, ἡ δὲ B Δ. δυτικὸν καὶ ἀνατολικὸν, ὡσαύτως καὶ ἡ μὲν E II θερινὸς τροπικὸς, ἡ δὲ ΖΘ χειμερινός. Ὑποθώμεθα τοίνυν ἀνιόντα τὸν ἥλιον ἐπὶ τὰς θερινὰς τροπὰς, ἢ ἀπιόντα ἐπὶ τὰς χειμερινάς· ἀνάγκη τὸ ἡμισφαίριον φωτίζειν, ὅπου ἂν καὶ ἐστι. Καὶ ὅρα μοι τὰς ἀπὸ τοῦ ΕΖ καὶ ΗΘ ἐκβαλλομένας γραμμὰς, καὶ ὅσον τὸ περιττεῦον τῷ βορείῳ ἢ τῷ νοτίῳ ἐννόησον. Οὕτω γὰρ ποιῶν ῥᾳδίως δυνήσῃ γνῶναι τὴν ἑκάστου διαφοράν. Ταὐτὸν οὖν διῖ νοεῖν ἐφ᾿ ὅλῳ τῷ πόλῳ. Ἰδού σοι καὶ τούτου τὴν λύσιν ὡς ἦν δυνατὸν ἐν ἐπιπέδῳ νοῆσαι παραδεδώκαμεν, εὐκολωτέρως δ᾿ ἂν εἶχες νοῆσαι, εἰ τὴν οἰκουμένην κατεσκευάσαμεν.

III. Ἔκθεσις τῶν παραλλήλων.

11. Εἰδέναι δέ σε θέλω καὶ τοῦτο, ὡς ἡ οἰκουμένη πᾶσα εἴκοσι κα τρισὶ παράλληλοις μερίζεται, ὡς παρὰ τοῦ τεχνικοῦ Πτολεμαίου μανθάνομεν, οἳ τὴν τῶν κλιμάτων ἡμῖν δηλοῦσι θέσιν, δι᾿ ὧν αἱ τῶν ἡμερῶν καὶ νυκτῶν αὐξήσεις τε καὶ μειώσεις γίνονται. Θαυμασίως δὲ δηλοῦσιν ἀπ᾿ ἀνατολῶν ἕως δυσμῶν οἱ τοιοῦτοι παράλληλοι τάς τε ἐπαρχίας, ὅσαι ὑπὸ τὸν αὐτὸν παράλληλόν εἶσι, τάς τε πόλεις καὶ τἆλλα ὅσα τῇ γεωγραφίᾳ παρέπονται.

12. Εἴκοσι τριῶν τοιδυν ὄντων τῶν παραλλήλων ἐφʼ ἑκατέρου τοῦ ἰσημερινοῦ (ὃς καὶ αὐτὸς παράλληλον τοῖς λοιποῖς εχει τὴν θέσιν, ἀλλ᾿ ἰδίως ἰσημερινὸς καλεῖται κατὰ μέσα τέμνων τὴν ὅλην γῆν· ἀπ᾿ αὐτοῦ γὰρ γίνεται ἡ ἀρχὴ τῶν πρὸς βορρᾶν ἢ πρὸς νότον ἀνιουσῶν καὶ κατιουσῶν μοιρῶν, οὗ τὸ μῆκος προλαβόντες εἴπομεν εἶναι μυριάδων δ΄ σταδίων· ἐξῆς δὲ πρὸς βορρᾶν γράφεται παράλληλος, ὃς καλεῖται πρῶτος. Ἐριῖ δέ τις ἴσως· πῶς οὐχὶ δεύτερος καλοῖτο οὗτος, ἅτε προτιθεμένου τοῦ ἰσημερινοῦ; ἀλλ᾿ εἴρηται ἡ αἰτία ὅτι ὁ ἰσημερινὸς οὐχὶ παράλληλος, ἀλλ᾿ ἰδίως ἰσημερινὸς καλεῖται), πρῶτος δὴ τῶν λοιπῶν παραλλήλων ὁ μετʼ αὐτὸν λέγεται, ἐπί τε τὰ βόρεια ἰόντων ἡμῶν καὶ τὰ νότια. Ἀπέχει δὲ οὗτος τοῦ ἰσημερινοῦ μοίρας δ΄, δ΄ πρὸς βορρᾶν, καὶ διαφέρει τούτου μιᾶς ὥρας τετάρτῳ, διὰ τὸ πρὸς βορρᾶν ἀνιέναι τὸν ἥλιον. Ἐπ᾿ αὐτὰς δὲ τὰς θερινὰς τροπὰς γινομένου αὐτοῦ εἶναι τοῦτο εἰδέναι δέον.

Καὶ αὖοις ὁ δεύτερος παράλληλος, ἀπέχων καὶ οὗτος μοίρας μέν η΄, γ΄, ιβ΄, διαφέρων δὲ ἡμισείᾳ μιᾶς ὥρας, ἤτοι ἔχων τὴν μεγίστην ἡμέραν ὡρῶν ιβ΄ καὶ ἡμισείας.

Εἶτα ὁ τρίτος παράλληλος, ἀπέχωνμοίρας μέν ιβ΄ καὶ ἡμίσιεαν, διαφέρων δὲ ἡμίσει καὶ τετάρτῳ μιᾶς ὤρσς.

13. Καὶ ἑξῆς ὁ τέταρτος, ἐν ὡ ἡ ἀρχὴ τῶν κλιμάτων τέθειται (τοῦτο γάρ ἐστι τὸ διὰ Μερόης πρῶτον κλίμα) ἀπέχει δὲ τοῦ ἰσημερινοῦ πρὸς βορρᾶν μοίρας ιϚ΄, γ΄, ιβ΄, καὶ διαφέρει ὥρᾳ μιᾷ, ἤγουν ἔχει τὴν μεγίστην ἡμέραν ὡρῶν ιγ΄. Ἔχει τὸ μῆκος σταδίων μυριάδων ὀκτὼ καὶ Ϛτλγ ἔγγιστα. ᾯ ἀντίκειται ὁ νοτιώτατος παράλληλος ὁ δεύτερος ἀπὸ ποῦ ἰσημερινοῦ πρὸς νότον ἀπέχων μοίρας ιϚ΄, γ΄, ιβ΄, ὅσα καὶ ὁ διὰ Μερόης πρὸς βορρᾶν, διαφέρων τε μιᾷ ὥρα ὁμοίως τῷ διὰ Μερόης· ὡσαύτως δὲ καὶ τῷ μήκει ἶσος ἐστὶ τούτῳ· οἶ νοτιώτερον οὐδὶν ἐγνωρίσθη παρὰ ἀνθρώπων.

14. Μεταξὺ δὲ τούτου τε καὶ τοῦ ἰσημερινοῦ ὁ πρῶτος πρὸς νότον παράλληλος ἀπέχων τοῦ ἰσημερινοῦ μοίρας η΄, γ΄, ιβ΄, διαφορὰν δὲ ἔχων ἡμιωρίοῦ. Τῆς μιᾶς τοίνυν ὥρας τὴν διαφορὰν ἐπὶ θάτερα μέρη μοιρῶν ιϚ΄, γ΄, ιβ΄ εὑρίσκομεν οὖσαν. Τούτων δὲ τῶν νοτίων παραλλήλων, δηλονότι τοῦ διὰ Μερόης ἕνεκα παραλλήλου, μνημονεύσαντες, τοῦ προηργμένου δρόμου ἤδη ἐχώμεθα.

Πέμπτος τοιγαροῦν μετὰ τὸν διὰ Μερόης παράλληλος γράφεται, μοίρας μὲν ἀπέχων κ΄, δ΄, ὥραν δὲ μίαν καὶ δ΄.

Ὁ ἕκτος μετ᾿ αὐτὸν ὁ καὶ διὰ Συήνης γραφόμενος καὶ ὑπὸ τὸν θερινὸν τροπικὸν, ἀπέχων καὶ οὗτος μοίρας μὲν κγ΄, U+2220΄, δ΄, διαφέρων δὲ τοῦ ἰσημερινοῦ ὥρᾳ μιᾷ καὶ ἡμίσει· ἐν ᾧ ἐστι τὸ δεύτερον κλίμα· ἔχει δὲ μῆκος σταδίων μυριάδων ὀκτὼ καὶ βτλϚ΄.

Εἶνα ὁ ἕβδομος, ἀπέχων μοίρας μὲν κζ΄, U+2220΄, ὥραν δὲ α΄, U+2220΄, δ΄.

Ὁ ὄγδοος ὁ καὶ δι᾿ Ἀλεξανδρείας, ἀπέχων μοίρας μὲν λ΄, γ΄, ὥρας δὲ β΄· ἐν ᾧ τὸ τρίτον κλίμα. Ὅρα μοι τὴν τῆς ὥρας ἐνταῦθα διαφορὰν μοιρῶν οὖσαν ιγ΄, U+2220΄, γ΄, ιβ΄.

Ὁ ἔννατος ἀπέχων μοίρας μὲν λγ΄, γ΄, ὥρας δὲ β΄ καὶ δ΄.

Ὁ δέκατος ὁ καὶ διὰ Ῥόδου, ἀπέχων μοίρας μὲν λϚ΄, ὥρας δὲ β΄, U+2220΄, ἐν ᾧ τὸ τέταρτον κλίμα, οὗ τὸ μῆκος σταδίων μυριάδων ζ΄ καὶ βωιβ΄ ἔγγιστα.

15. Ὁ ἑνδέκατος, ἀπέχων μοίρας μὲν λη΄, U+2220΄, ιβ΄, ὥρας δὲ β΄, U+2220΄, δ΄.

Ὁ δωδέκατος ὁ καὶ δι᾿ Ἑλλησπόντου, ἀπέχων μοίρας μὲν μ΄, U+2220΄, γ΄, ιβ΄, ὥρας δὲ γ΄, ἐν ᾧ τὸ πέμπτον κλίμα. Ἰδεὺ καὶ ταύτης τῆς πρὸς βορρᾶν τρίτης ὥρας διαφορὰν μοιρῶν ι΄, U+2220, ιβ΄.

Ὁ τρισκαιδέκατος ὁ διὰ Βυωζαντίου γραφόμενος, ἀπέχων μοίρας μέν μγ΄, ιβ΄, ὥρας δὲ γ΄ καὶ δ΄. Ὁ τεσσαρακαιδέκατος ὁ καὶ διὰ μέσου Πόντου, ἀπέχων μοίρας με΄, ὥρας δὲ γ΄, U+2220΄, ἐν ᾧ τὸ ἕκιον κλίμα.

Ὁ πεντεκαιδέκατος ὁ καὶ διὰ Βορυσθένους, ἀπέχων μοίρας μέν μη΄, U+2220΄, ὥρας δὲ δ΄, ἐν ᾧ τὸ ἕβδομον κλίμα· καὶ ταύτης δὲ τῆς ὥρας ἡ διαφορὰ μοιρῶν ζ΄ U+2220΄, ιβ΄.

Ὁ ἱκκαιδέκατος ἀπέχων μοίρας να΄, ὥρας δὶ δ΄, U+2220΄.

Ὁ ἑπτακαιδέκατος ἀπέχων μοίρας νδ΄, ὧρας δὲ ε΄. Καὶ ὧδετὴν τῆς ὥρας διαφορὰν νόει μοιρῶν οὖσαν ε΄, U+2220΄.

Ὁ ὀκτωκαιδέκατος ἀπέχων μοίρας νϚ΄, ὥρας δὲ ε΄ U+2220΄.

Ὁ ἐννεακαιδέκατος ἀπέχων μοίρας νη΄, ὥρας δὲ Ϛ΄. Κἀνταῦθα πάλιν τῆς ὥρας τὴν διαφορὰν ἰδοὺ μοιρῶν οὖσαν τεσσάρων.

Ὁ εἰκοστὸς ἀπέχων μοίρας ξα΄, ὥρας δὲ ζ΄. καὶ ὧδε ἡ τῆς ὥρας διαφορὰ μοιρῶν γ΄.

Εἶτα ὁ εἰκοστὸς πρῶτος ὁ βορειότερος, ὁ καὶ διὰ Θούλης γραφόμενος, οὗ βορειότερον οὐδὲν ἐγνωρίσθη παρὰ ἀνθρώπων, ἀπέχων τοῦ ἰσημερινοῦ μοίρας ξγ΄, ὥρας δὲ η΄, οὗ τὸ μῆκος σταδίων μυριάδων τεσσάρων καὶ ωνδ΄. Ἐνταῦθα κατήντησεν ἡ τῆς ὥρας διαφορὰ μοίραις δυσίν.

16. Εἰ οὖν τὰς ἀπὸ τῆς πρώτης καὶ ἕως τῆς ὀγδόης ὥρας προσέχῃς τῶν μοιρῶν ἐλαττώσεις, ἐκ τούτων δυνήσῃ καὶ τὴν τῶν ἡμερῶν αὔξησίν τε καὶ μείωσιν διαγνῶναι. Ταὐτὸν γὰρ δεῖ νοεῖν ἰν ταῖς νυξὶ τοῦ νοτίου πόλου, ὅτε ὁ ἥλιος πρὸς βορρᾶν ἄνεισι, πάλιν τε κατὰ τὸ ἀντικείμενον, ὅτε πρὸς νότον κατέρχεται, ταῖς ἡμέραις μὲν τὴν μείωσιν εἰς τὰ βόρεια, ταῖς νυξὶ δὲ τὴν αὔξησιν γίνεσθαι.