Text encoded in accordance with the latest EpiDoc standards (January 2014)
Ἐφίστησι τῇ τοῦ Σίμωνος οἰκίᾳ ὁ σωτὴρ καὶ εὑρίσκει πυρέττουσαν τὴν αὐτοῦ
πενθεράν· >καὶ ἐπιστὰς ἐπετίμησε τῷ πυρετῷ, καὶ ἀφῆκεν
.
Μήποτε οὖν ἐν μὲν τῷ· ἀφῆκεν αὐτὴν ὁ πυρετὸς< εἰρημένῳ ὑπὸ Ματθαίου
καὶ Μάρκου καὶ ὅλη τῇ πράσει οὐδὲν ὡς περὶ ζῴου ἐμφαίνεται τοῦ τὸν
πυρετὸν ἐνεργοῦντος, ἐν δὲ τῷ· >ἐπιστὰς ἐπάνω ἐπετίμησε τῷ πυρετῷ καὶ
ἀφῆκεν> εἰρημένῳ ὑπὸ Λουκᾶ οὐκ οἶδα, εἰ μὴ ἀναγκασθησόμεθα τὸ
ἐπιτιμώμενον καὶ καὶ ἀφιὲν ζῷον μὴ
χωροῦν τὴν τοῦ
ἐπιτιμῶντος ἐνέργειαν· ἄψυχον γὰρ καὶ μὴ αἰσθανόμενον ἐπιτιμίας
ἐπιτιμᾶσθαι οὐκ εὔλογον λέγειν. Οὐδὲν δὲ θαυμαστὸν εἶναί τινας κακωτικὰς
τοῦ ἀνθρωπίνου σώματος δυνάμεις, καὶ οὐ πάντως κατηγορήσωμεν τῆς ψυχῆς
τῶν πασχόντων ὡς ἐκ τούτων βλαπτομένης· οὐδὲ γάρ, ἐπεὶ ἔπαισε τὸν Ἰὼβ
ἕλκει πονηρῷ λαβὼν ὁ διάβολος
τὴν ἐξουσίαν τὸ τὸ διὰ τοῦ
σώματος πειράσαι αὐτόν, περὶ τοῦτο κατηγορητέος ὁ Ἰὼβ ἀθλήσας καὶ
γενναίως ὑπομείνας τὴν πληγήν. Μόνον εἴη λέγεσθαι, εἴ ποτε κατὰ
σωματικοὺς πειραζόμεθα πόνους, τό· ἀλλὰ τῆς ψυχῆς αὐτοῦ μὴ , ὡς καὶ ὁ
κύριος ἐπιτιμῶν ἰᾶται τοὺς
Περὶ δυσμὰς δέ τούτους προσῆγον ἤτοι μεθ’ ἡμέραν, αἰσχυνόμενοι, ἢ τοὺς
Φαρισαίους φοβούμενοι, ἢ καὶ περὶ ἕτερα ἀσχολούμενοι, ἢ τάχα νομίζοντες
μὴ ἐξεῖναι θεραπεύειν ἐν σαββάτῳ· ἐπεσημήνατο γὰρ ὁ
εὐαγγελιστής, ὅτι >ἦν διδάσκων αὐτοὺς ἐν σαββάτῳ<· διὰ τοῦτο δύσιν
ἡλίου τοὺς κακῶς ἔχοντας προσέφερον οἶ προσήκοντες, ὁ δὲ >αὐτοὺς
ἐθεράπευσεν<.
Ὁ δὲ εἱστήκει παρὰ τὴν λίμνην , ἢ καὶ κατὰ Ματθαῖον καὶ Μᾶρκον
>περιεπάτει παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας<· μὲν ἐναντία λέγειν
οἱ εὐαγγελισταί, πλὴν ὁ ἐπιχειρῶν ἀπὸ τῆς
γραφῆς τοιαῦτα
δύναται εἰς τὸν τόπον τοῦτον λέγειν· εἰ τὰ συστήματα τῶν ἀπότων ἐκάλεσε
θαλάσσας> ἐν τῇ ἀρχῇ τῆς κοσμοποιΐας ὁ <συστήματα> δὲ >τῶν
ὑδάτων< εἰσὶ καὶ οἱ ποταμοί, κατὰ καὶ οὗτοί εἰσι θάλασσαι, ὥσπερ καὶ
ἡ γλυκυτάτη καὶ ποτιμωτάτη >Γεννησαρὲτ λίμνη<, ἡ νῦν καλουμένη
>Τιβεριὰς
εὐαγγελίοις, μάλιστα ἐπεὶ καὶ αὐτὴ σύστημά
ἐστιν ὑδάτων. Ἔστι δὲ ἡ Γεννησαρὲτ χώρα τῆς μερίδος τοῦ Χαναναίου, ἐν ᾗ
ἐποιχόμενος τὰ πρὸς θάλασσαν ὁ κύριος εὗρε τοὺς περὶ Πέτρον καὶ Ἰωάννην
καὶ ἐπανεκαλέσατο αὐτοὺς μετὰ τὴν ἄγραν τῶν ἰχθύων, ὄντας τὸ πρότερον
Ἰωάννου τοῦ βαπτιστοῦ μαθητάς.
Ἱστορικῶς δέ μετὰ τὴν ἀποστολὴν τοῦ ὀρνιθίου πρῶτον >τὰ πλύνεται ὁ
καθαρισθείς< εἶτα >πᾶσαν τρίχα ξυρᾶται<, λούεται ὔδατι>,
μεθ’ ὃ ἐπιφέρεται τό· >καὶ καθαρὸς ἔσται<.
τὰ
>ἱμάτια< πολιτεία μὴ πάντῃ κακῶς ὑφασμένη, ἐπεὶ κἂν ἀπέθετο
>τρίχες< δὲ τὰ ἐξανθήσαντα νεκρὰ τῇ φυχῇ, αἷς ἐναντίαιν αἱ τοῦ καὶ
τῶν Ναζιραίων καὶ αἱ τῶν μαθητῶν · τῶν γὰρ Ναζι-
Ἤδη δέ ἀπὸ τοῦ σώματος ὕδατι τὸν μολυσμὸν
ἀποτίθεται, τοῦ βαπτίσματος ἐν τούτῳ δηλουμένου, μετὰ δὲ τοῦτο τῆς μὲν
παρεμβολῆς ἄξιος γίνεται, εἰς δὲ τὸν ἴδιον οἶκον οὐκ εἴσεισιν ἕως ἡμερῶν
, καὶ τοῦ πόλιν ξυρηθῆναι τὴν κεφαλήν, διὰ τὰ τῶν δογμάτων
κεφαλαιωδέστερα, καὶ τὸν πώγωνα ἀποθέσθαι, τὰ τοῦ ἀνδρὸς ἁμαρτήματα,
διὰ δὲ >τῶν ὁφρύων<
Τὸ δέ τὸ στόμα κεκαλύφθαι δηλοῖ, ὅτι χρὴ ἑαυτὸν καταδικάζειν τῇ σιωπῇ,
μέχρις ἂν ὑποστρέψας καθαρίσῃ ἑαυτόν· οὐκ ἄκαιρον δὲ χρήσασθαι τῷ ῥητῷ
πρὸς τοὺς ἐνόχους ἁμαρτίαις καὶ περὶ τῶν θείων διδάσκειν
προῃρημένους.
Εἰ δὲ βούλει, ζῶντα χρῶτα τὸν λόγον λάμβανε, οὗ μὴ παρόντος τῇ ψυχῇ,
ὁτιποτοῦν ἐὰν γένηται, ἀνέγκλητος ὁ ἁμαρτάνων, ἀλόγου φέρων κατάστασιν·
εἰ δὲ παρείη λόγος, ὑπεύθυνος. Τί οὖν τὸ καθ’ ὅλου τοῦ
σώματος γίνεσθαι τὴν ἁφὴν μήποτε τροπικῶς φρενίτιδας ἢ μελαγχολίας δηλοῖ
ἢ τὴν ἐν τῇ βρεφῶν ἡλικίᾳ κατάστασιν; Μὴ βοηθοῦντος γὰρ τότε λόγου μηδὲ
παρούσης αἰσθήσεως πᾶν τὸ πραχθὲν ἢ λεχθὲν οὐχ ἁμάρτημα, ἀλλ᾿ ὅτε
πάρεστιν αἴσθησις. Λεκτέον δὲ καὶ οὕτως· κατὰ διττὸν τρόπον εὐαρεστοῦμεν
θεῷ· εἰ γὰρ ζῶμεν θεῷ, μηδὲν ἔστω νεκρὸν ἐν
ἡμῖν, εἰ
ἀπεθάνομεν τῇ ἁμαρτίᾳ, μηδέν αὐτῆς ἔστω ζῶν ἐν ἡμῖν· ζῶντες γὰρ ἐν αὐτῷ
τὴν ἀπὸ τῆς ἁμαρτίας παραιτώμεθα νέκρωσιν, ἀποθανόντες δὲ κόσμῳ μὴ πρὸς
τὰ πάθη παλινδρομήσωμεν. Ἀποθνήσκομεν δέ τῇ ἁμαρτίᾳ νεκροῦντες τὰ μέλη
τὰ ἐπὶ τῆς γῆς>· ἀπεθάνομεν τῇ ἁμαρτίᾳ, πῶς ἔτι ζήσομεν αὐτῇ;>
Μολυσμὸς ἄρα
κἂν ἐπὶ σμικρὸν γένηται καὶ κατὰ νόμον
ἀκάθαρτον, ὥσπερ καθαρὸν τὸ
εἰ μὴ ἐξ ἀσελγείας· οὐ βρῶμα, εἰ μὴ ἐξ ἀκρασίας· οὐκ
ἐργασίαν σαββατικήν, εἰ μὴ τὴν ἐπὶ κέρδει. Κατὰ δέ τινας πόλιν τὸν
ὁλόλεπρον ὁ νόμος καθαρίζει, δεικνὺς ὡς ὁ θεὸς τὸ ποικίλον μισεῖ·
σαφέστερον δὲ προϊὼν τοῦτο δηλοῖ ἐν τῷ· >τὸν ἀμπελῶνα σου οὐ
κατασπερεῖς καὶ ἱμάτιον ἐκ δύο ὑφασμένον κίβδηλον· καὶ τὰ κτήνη σου οὐ
κατοχεύσεις ἑτεροζύγῳ>, πανταχοῦ προτιμῶν τὴν
ἁπλότητα, ἥτις ἐν τῷ ὁλολέπρῳ θεωρεῖται.
>Ἐξῆλθεν< οὖν, φησίν, >καὶ ἐθεάσατο τελώνην καλούμενον
Λενΐν<· ἔστι δὲ οὗτος Ματθαῖος ὁ εὐαγγελιστής. Μᾶρκος μὲν καὶ Λουκᾶς
τὸ ὄνομα αὐτοῦ κρύπτουσι τῇ προτέρᾳ προσηγορίᾳ, ὁ δὲ Ματθαῖος τὸ ἑαυτοῦ
φανερὸν ποιεῖται ὄνομα λέγων· >ἐθεάσατο Ματθαῖον τὸν
τελώνην<. Ταῦτα δὲ λέγει, ἵνα ἡμεῖς, θαυμάσαντες τὴν τέχνην τοῦ
ἰατρεύσαντος αὐτὸν θεοῦ, πιστεύωμεν εἰς αὐτὸν ἀκριέστατα.
Γέλωτα ἐπαγγέλλεται τὸν ἀπὸ χαρᾶς καὶ ἱλαρότητος, ὡς καὶ ἐν τῷ Ἰώβ φησιν·
>ἀληθινὸν στόμα ἐμπλήσει γέλωτος<· τάχα δὲ διὰ τοῦτο καὶ εἶς τῶν
πατριαρχῶν >γέλως< λέγεται, τὴν θείαν ἱλαρότητα σημαίνοντος
τοῦ ὀνόματος.
>Δένδρον ἄγαθὸν< τὸ πνεῦμα τὸ ἅγιον, >δένδρον πονηρὸν< ὁ διάβολος καὶ οἱ ;ούτου ὑπηρέται. Ὁ οὖν ἔχων τὸ πνεῦμα τὸ ἅγιον τοὺς τούτου
Καρτοὺς ἐπιδιέκνυται, οὕς ἀπαριθμεῖται ὁ ἀπόστολος λέγων· >ὁ καρπὸς
τοῦ πνεύματός ἐστιν· ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία,
χρηστότης, ἀγαθωςύνη, Πίστις, πραότης, ἐγκράτεια<· ὁ δὲ δύναμιν
ἀντικειμένην ἔχων >τῆς ἀτιμίας τὰ πάθη< >ἀκάνθας καὶ
τριβόλους<, καρποφορεῖ.
Ἡ μὲν οὖν τελειοτέρα ψυχή, καλῶς λατρεύσασα τῷ λόγῳ τοῦ θεοῦ, παῤῥηςίαν
ἔχει ἐπ᾿ αὐτὴν ἐλθεῖντὴν κεφαλήν—>κεφαλὴ δὲ Χριστοῦ ὁ θεός<— ὤστε
καταχέαι μύρον αὐτῆς καὶ εὐωδίαν τῇ δόξῃ τοῦ θεοῦ περιοιῆσαι·
δοξάζεται γὰρ ὁ θεὸς διὰ τῆς εὐωδίας τοῦ βίου τῶν δικαίων. Ἡ δὲ
ἀτελεατέρα Γννῆ καὶ ψυχὴ περὶ τοὺς πόδας καὶ τὰ ταπεινότερα στρέφεται,
ἦς ἐγγὺς ἐσμὲν ἡμεῖς· οὐδὲ γὰρ πόδας καὶ ἀπὸ τῶν ἁμαρτημάτων ἡμῶν· ποῦ
ἡμῶν τὰ δάκρυα, ποῦ ὁ κλαυθμός, ἵνα κὰν παρὰ τοὺς πόδας Ἰησοῦ ἐλθεῖν
δυνηθῶμεν; ἐπ᾿ αὐτὴν γὰρ οὔπω δυνάμεθα φθάσαι τὴν
κεφαλήν.
Ἀγαπητὸν δὲ μετὰ τὰ ἁμαρτήματα φέρειν μετανοίας εὐωδίαν, ἵνα τις δυνηθῇ
ἡ δευτέρα εἶναι, ἡ τοὺς πόδας ἀλείφουσα, ἀλλὰ μὴ τὴν κεφαλήν, τοῦτ᾿
ἔστιν ἡ μὴ ἁπτομένη τῶν τελεωτέρων καὶ ὑφηλοτέρων, ἀλλὰ τῶν ἄκρων καὶ
τελευταίων.
Οὐ περὶ αἰσθητοῦ λύχνου, ἀλλὰ νοητοῦ ταῦτα λέγεται· οὐκ ἂν γὰρ Τοῦτον
ἄφας τις καλύψαι σκεύει ἢ ὑποκάτω κλίνης θείη, ἀλλ᾿ ἐπὶ τῆς ἐν αὐτῷ
λυχνίας. Εἴη δ᾿ ἄν σκεύη μὲν οἰκίας αί τῆς ψυχῆς δυνάμεις·
ίνη δὲ τὸ σῶμα· εἰσπορευόμενοι δὲ οἱ ἀκροαταὶ τοῦ μεταδιδόντος· Λυχνία
δὲ τὸ ἡγεμονικόν, τόπος οὖσα τοῦ λόγου, ἤγουν τὸ στόμα, ἡνίκα
Τις αὐτὸ ἀνοίξει λόγῳ θεοῦ—καθ᾿ ἑκάτερον γὰρ ὄψονται τὸ φῶς οἱ πρὸς Θεὺν τὴν εἴσοδον ποιηςάμενοι ἄνθρωποι—φῶς δὲ ἢν ἐφώτισεν ἑαυτῷ γνῶσιν.
Ὅ γε μὴν βουλόμενος τὸν λύχνον ἐφαρμόζειν τοῖς τελειωτάτοις τῶν
τοῦ ᾿Ιησοῦ μαθητῶν δυσωπήσει ἡμᾶς αὐὸ τῶν περὶ Ἰωάννου
εἰρημένων, ὅτι >ἐκεῖνος ἦν ὁ λύχνος ὁ καιόμενος καὶ τὸν ἐν ἑκάστῳ
νοῦν. Ἀλλὰ καὶ τό· >ἔστωσαν ὑμῶν οἱ λύχνοι καιόμενοι< πρὸς πάντας
εἴρηται Τοὺς μαθητὰς τοῦ Ἰησοῦ. Οὐ δεῖ τοίνυν τὸν ἅφαντα λύχνον ἐν φυχῇ
λογικὸν κρύπτειν αὐτόν, ἀλλ᾿ ἐπιτιθέναι λυχνίᾳ, ἦς
σύμβολον Μωὑσῆς >ἀπέθετο ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου<. Μοδίῳ μὲν γὰρ
σιτομετρείσθωσαν ὑπὸ τοῦ >πιστοῦ καὶ φρονίμου οἰκέτου< οἱ
σύνδουλοι, βλεπέτωσαν δὲ τὰς αὐγὰς τοῦ >πιστοῦ καὶ φρονίμου
οἰκέτου< οἱ σύνδουλοι, βλεπέτωσαν δὲ τὰς αὐγὰς τοῦ λύγνου ἐπικειμένου
τῆ λυχνία, ἤγουν τῆ εκκληςία, πάντες. Ἀλλ᾿ οὐδὲ >ὑπὸ τὴν κλίνην<
τιθέασι τὸν λύχνον, ἔνθα τις ἀναπαύεται,
οὐδὲ ἄλλου τινὸς
>σκεύους ὑποκάτω<· τοῦτο γὰρ ὁ ποιῶν οὐ προνοεῖται Τῶν
εἰσπορευομένων εἰς τὴν οἰκίαν, οἷς δεῖ τίθεσθαι τὸν λύχνον. Οἱ τῷ
>ἀληθινῷ φωτὶ< καὶ λόγῳ τῷ λαμπρῷ καὶ ταῖς ἀκτῖσι τῆς σοφίας
ἀνάνάπτοντες Τὸν ἐν αὐτοῖς νοῦν, φύσιν ἔχοντα, καθ᾿ ἥν κατεσκεύασεν
αὐτὸν ὁ Δημιουργός, λύχνου δέονται τῆς ἀπὸ τοῦ λόγου καὶ σοφίας καὶ τῆς
ἀληθείας τοῦ ἀληθινοῦ φωτὸς ἀνάψεως. Καὶ νομιστέον τὴν
>ἔστωσαν ὑμῶν οἱ λύχνοι καιόμενοι< ἐντολὴν πληροῦσθαι ὑπὸ τῶν
προνοουμένων ἔγειν ἐν τῆ φυχῆ τὸν νοῦν διορατικώτατον καὶ μετέχοντα τοῦ
εἰπόντος· >ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα<. Οἱ γὰρ καίοντες τὸν
λύχνον καὶ τιθέντες ἐπί τὴν λθχνίαν, ἵνα λἀμπῃ πᾶσι τοῖς ἐν τῇ οἰχίᾳ,
προτρέψονται
καὶ τοὺς ἐν τῇ οἰκίᾳ βλέποντας τὴν τοῦ λύχνου
λαμπρότητα καὶ αὐτοῦς καίειν τὴν ἑαυτῶν λυχνίαν.
Τάχα δὲ >λύχνον< ἑαυτὸν καλεῖ ὁ κύριος, πᾶσι λάμποντα τοῖς ἐν τῇ
οἰκίᾳ οἰκονομίαν γενόμενος, οἶα δὴ φῶς κατ᾿ οὐσίαν λύχνου δίκην
ἀπεριγράφως διὰ μέσης φυχῆς ὡς διὰ θρυαλλίδος πῦρ τῷ τῆς σαρκός
ὁστράκῳ κρατόυμενος. >Λυχνίαν< δὲ ὀνομάζει τὴν ἁγίαν
ἐκκληςίαν, ἐφ᾿ ἦς Τῶ κηρύγματι λάμπων ὁ τοῦ θεοῦ λόγος πάντας τοὺς ἐν
τῷδε τῷ κόσμῳ
ὡς ἐν οἰκίᾳ τινι τυγχάνοντας καταφωτέζει ταῖς ἀκτῖσι τῆς ἀληθείας, τὰς
πάντων διανοίας θείας πληρῶν ἐπιγνώσεως. >Μόδιον< δὲ συμβολικὼς
κέκληκε τὴν συναγωγὴν τῶν Ἰουδαίων καὶ τὴν σωματικὴν
τοῦ νόμου λατρείαν τῶν πάλαι ἐν τῷ γράμματι συμβόλων, παντελῶς
ἀδιάγνωστον ἔχουσαν τὸ φῶς τῆς ἐν νοήμασιν ἀληθοῦς ἐπιγνώσεως· ὑφ’ ὃν
μόδιον κρατεῖσθαι ὁ λόγος οὐ βούλεται, τῷ ὕφει ἐπικεῖσθαι θέλων καὶ τῷ
μεγέθει τοῦ κάλλους τῆς ἐκκλησίας.
[Ὅ γε μὴν βουλόμενος τὸν λύχνον ἐφαρμόζειν τοῖς . . . τῆς ἐκκλησίας.]
Πάντας γὰρ ἂν τῷ γράμματι τοῦ γόμου καθάπερ μοδίῳ κρατούμενος ἐστέρησε
φωτὸς ἀϊδίου, μὴ διδοὺς θεωρίαν πνευματικὴν τοῖς τὴν αἴσθησιν ὡς
ἀπατηλὴν ἐκδύσασθαι σπεύδουσιν. >Ἀλλ᾿ ἐπὶ τὴν λυχνίαν
τίθεται<· λέγς δὲ τὴν ἐκκλησίαν ἤγουν τὴν ἐν πνεύματι λογικὴν λα-
τρείαν, ἵνα πάντας φωτίσῃ, διδάσκων τοὺς ἐν παντὶ τῷ κόσμῳ λόγῳ ζῆν μόνῳ
καὶ πολιτεύεσθαι. Μὴ τοίνυν τὸν θεῖον λύχνον, ἤγουν τὸν φωτιστικὸν
λόγον, ἀνάπτοντες διὰ θεωρίας καὶ πράξεως ὑπὸ μόδιον θήσωμεν, ἵνα μὴ
κατακριθῶμεν ὡς περιγράφοντες τῷ γράμματι τὴν τῆς
σοφίας
ἀπερίληπτον δύναμιν· >ἀλλ᾿ ἐπὶ τὴν λυχνίαν< φημὶ τὴν ἁγίαν
ἐκκλησίαν ἐν τῷ ὕφει τῆς ἀληθοῦς θεωρίας, πᾶσι τὸ φῶς τῶν θείων δογμάτων
πυρσεύουσαν. [Ἀλλὰ περὶ τούτων καὶ ἐν τῷ Ματθαίῳ εἴρηται· διὸ καὶ
Περιττὸν ἐνταῦθα μηκύνειν.]
Πέμπει αὐτὸν εἰς τὸν οἶκον αὐτοῦ· οὐ γὰρ τοσοῦτον μέτρον δυνάμεως εἶεν δ᾿
ἄν τινες τοῦ τοιούτου ἀκροαταὶ καὶ μαθηταί, πλείονα μὲν οὐ
τὴν Ἰησοῦ παρουσίαν οὐ χωρούντων οὐδὲ ἧττον προενοήσατο τῆς χωρήσαντος,
ἐξ ὀλίγων δὲ ὧν εἴληφε κηρύσσοντος. Ἀναφέροις δ’ ἂν τὸν
λόγον καὶ ἐπὶ τὴν ἀνθρώπου φύσιν τοῦ ἔξω Ἰσραήλ, δι᾿ ὃν καταπλεῖ Ἰησοῦς
ἐπὶ τὴν χώραν τῶν Γεργεσηνῶν καὶ πρὸς ὃν ἔξεισιν Ἰησοῦς ἐπὶ τὴν γῆν.
>Ἱμάτιον< δέ, φησίν, >οὐκ ἐνεδιδύσκετο< ὁ ἄνθρωπος – οὐκ
ἐνεδύσατο γὰρ τὸ καλύπτον αὐτοῦ τὴν ἀσχημοσύνην — >καὶ ἐν οἴκῳ οὐκ
ἔμενεν< — οὐ γὰρ ἦν ὡς Ἰακὼβ >ἄνθρωπος ἄπλαστος οἰκῶν οἰκίαν<·
διὸ
καὶ τοῦτον >αὐτὸν ἀπέλυσε λέγων· ὑπόστρεφε εἰς τὸν
σου<· καὶ >ἐν τοῖς μνήμασιν ἔμενεν< οὐ μετὰ τῶν ζώντων, μετὰ
νεκρῶν δέ. >Ἧν δέ<, φησίν, >ἀγέλη χοίρων ἱκανῶν βοσκομένη ἐν τῷ
ὅρει<· μήποτε δὲ χοῖροι οὐ βόσκονται ἐν τῷ ὄρει, πῶς οὖν >κατὰ τοῦ
κρημνοῦ ὥρμησεν ἡ ἀγέλη<; Μήποτε οὖν οἱ φιλήδονοι καὶ γαστρὶ καὶ τοῖς
ὑπὸ γαστέρα
φίλοι, ὅπου τὰ μνημεῖα, καὶ πλησίον τοῦ
λεγεῶνος τῶν δαιμόνων βόσκονται; Ἀγαθότητι δὲ Ἰησοῦς τὴν ζωὴν τῶν χοίρων
ἀφανίζει ἐν τῷ ὕδατι καὶ τῶν φιληδόνων καὶ φιλοσωμάτων κακῶν ἐμποδίζει
τῇ ἀναπνοῇ διὰ δαιμόνων. Τάχα καὶ σωφρονεῖ ὁ τοιοῦτος· εἴ τις δὲ
σωφρονεῖ, παρὰ τῷ Ἰησοῦ ἐστιν, ἀλλ᾿ ὁ ἀρχόμενος σωφρονεῖν >παρὰ τοὺς
πόδας<
αὐτοῦ.
Πλὴν ἀλλὰ τοιαύτη μέν ἡ τοῦ θαύματος ἱστορία, χρὴ δὲ ἴσως καὶ ἰσχνότερον
αὐτὴν θεωρῆσαι καὶ ὑψηλότερον. Οἱ μὲν οὖν ἁπλούστεροι καὶ ἀκεραιότεροι
θαυμαζέτωσαν τὰ μεγαλεῖα τοῦ τοῦ θεοῦ ταῦτα·
οἰκοδομεῖ γὰρ
καὶ σωματικῶς νοούμενα. Οἱ δὲ δυνάμενοι διαβαίνειν ἐπὶ τὸ βλέπειν, ὅτι
καὶ ταῦτα τυπικῶς συνέβαινεν ἐκείνοις, ἐγράφη δὲ δι’ , εὐξάμενοι τῷ θεῷ
αἰτήσο)μεν λόγον ἐλθεῖν τὸν σαφηνίζοντα καὶ ταῦτα, πῶς ὁ Ἰησοῦς πρὸς τὴν
ἀρχισυναγώγου θυγατέρα προηγουμένως ἀπῇει, οὐ πρὸς τὴν αἱμοῤῥοοῦσαν καὶ
ἐν τῇ ὁδῷ αὐτῷ ἀπαντῶσαν, καὶ ὅτι προηγουμένως
ἀπιόντος
αὐτοῦ πρὸς ἐκείνην πρώτη αὕτη θεραπεύεται. Ἦλθε γὰρ ὁ υἱὸς τοῦ θεοῦ
προηγουμένως μὲν πρὸς τὴν τοῦ ἀρχισυναγώγου
ἡ ῥέουσα >οὐκ ἐν καιρῷ ἀφέδρου< ἀλλ᾿ ἀεὶ
αἱμοῤῥοοῦσα καὶ νοσοῦσα τὴν φοινικῆν ἁμαρτίαν, ἡ ἐξ ἐθνῶν ἐκκλησία, αὕτη
πρὸ ἐκείνης πιστεύει τῷ υἱῷ τοῦ θεοῦ. Καὶ ἐκεῖ μέν οὗτος ἀπέρχεται, αὕτη
δέ ἀκολουθοῦσα κἂν >κρασπέδου τοῦ ἱματίου αὐτοῦ< ἅψασθαι θέλει. Ὁ
δὲ Λουκᾶς, ὃ μὴ εἶπε Ματθαῖος, προσέθηκεν, ὅτι δωδεκαετὴς ἦν ἡ τοῦ
ἀρχισυναγώγου
θυγάτηρ καὶ ἡ αἱμοῤῥοοῦσα δώδεκα ἔτη εἶχεν
αἱμοῤῥοοῦσα· οὐκοῦν ἅμα τῇ γενέσει ἐκείνης αὕτη αἱμοῤῥοεῖ. Ἐν ἀπειθείᾳ
γάρ ἐστιν ἐκείνη, ὅσον χρόνον ζῇ ἡ συναγωγή, καὶ ὁ αὐτὸς ὅρος τοῦ χρόνου
τοῦ τέλους ἐκείνης καὶ τῆς ἀρχῆς τῆς σωτηρίας ταύτης ἐστίν. Δώδεκα γὰρ
ἐτῶν ἐκείνη ἀποθνήσκει, καὶ δώδεκα ἐτῶν τοῦ πάθους αὕτη πιστεύσασα
θεραπεύεται,
>ἥτις οὐκ ἴσχυσεν ὑπ᾿< τῶν ἰατρῶν
>θεραπευθῆναι<· πολλοὶ γὰρ ἰατροὶ τοὺς ἀπὸ τῶν ἐθνῶν ὑπέσχοντο
θεραπεῦσαι. Ἐὰν ἴδῃς τοὺς φιλοσοφοῦντας ἐπαγγελλομένους ἀλήθειαν, ἰατροί
εἰσι θεραπεῦσαι πειρώμενοι. Ἀλλ᾿ αὕτη δαπανήσασα τὰ παρ᾿ ἑαυτῆς πάντα
>οὐκ ἴσχυσαν ὑπ᾿ οὐδενὸς< τῶν ἰατρῶν >θεραπευθῆναι<· ἁψαμένη
δὲ τοῦ κρασπέδου Ἰησοῦ τοῦ
μόνου ψυχῶν καὶ σωμάτων ἰατροῦ,
διὰ τῆς ἐμπύρου καὶ θερμῆς πίστεως ἰάθη παραχρῆμα. Ἐὰν ἴδωμων τὴν πίστιν
ἡμῶν τὴν εἰς Χριστὸν Ἰησοῦν καὶ νοήσωμεν, πηλίκος ἐστὶν ὁ υἱὸς τοῦ θεοῦ
καὶ τίνος ἡψάμεθα αὐτοῦ, ὀψόμεθα, ὅτι πρὸς σύγκρισιν τῶν ἐν αὐτῷ
κρασπέδων κρασπέδου ἡψάμεθα. Ἀλλ᾿ ὅμως τὸ κράσπεδον θεραπεύει ἡμᾶς καὶ
ποιεῖ ἡμᾶς ἀκούειν
ἀπὸ τοῦ Ἰνσοῦ· >θύγατερ, ἡ πίστις σου
σέσωκέ σε<· καὶ ἐὰν θεραπευθῶμεν, καὶ ἡ θυγάτηρ ἀναστήσεται τοῦ
ἀρχισυνγώγου· >ὅταν<, γάρ φησι, >τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ,
τότε πᾶς Ἰσραὴλ σωθήσεται<.
Καὶ οἱ μὲν μαθηταὶ ἐφηλάφησαν αὐτόν, ἡ δὲ αἱμοῤῤοοῦσα οὐκ αὐτοῦ—οὐ γὰρ ἐτόλμα—, ἀλλὰ τοῦ κρασπέδου δι᾿ εὐλάβειαν.
Πρότερον μὲν οὐκ ἐτόλμα δι᾿ εὐλάβειαν ἄντικρυς ἀπαντᾷν καὶ περὶ Θεραπείας
ἀξιοῦν, ζητουμένη δὲ ἀπαντᾷ πρεπόντως, ἔμφοβός τε καὶ Εὐλαβὴς καὶ τὸ
σέβας ἁρμόττον προσφέρουσα· καὶ τὴν ὁμολογίαν τῆς
ἰάσεως εἰς
ἐμφανὲς πᾶσι ποιεῖται, οὐ τῷ πάντα εἰδότι, ἀλλὰ τοῖς ἀγνοοῦσιν, >ὅτι
ἔγνω τῷ σώματι, ὅτι ἴαται ἀπὸ τῆς μάστιγος<. Μάστιξ γὰρ ἦν ἡ
αἱμόῤῥοια· οὕτως ἐρεῖς καὶ τὰ ἄλλα πάθη τὰ σωματικὰ μάστιγας εἶναι θεοῦ,
διὰ τῶν τοιούτων τοὺς ἀξίους τῆς ἑαυτοῦ παιδείας μαστιγοῦντος·
>μαστιγοῖ δὲ πάντα υἱόν, ὅν παραδέχεται<. Διὸ ἔλεγε
τῷ παραλυτικῳ, Καὶ αὐτὸν μάστιγος ἀπολύσας· >ἵδε ὑγιὴς γέγονας,
μηκέτι ἁμάρτανε, ἴνα μὴ χεῖρόν τι σοι γένηται<· κἀνταῦθα δέ, ἣν ἐκ
τῆς ἐαφῆς ἔλαβεν ἡ γυνὴ θεραπείαν, ταύτην καὶ διὰ τοῦ λόγου ἐβεβαίωσεν ὁ
σωτὴρ εἰπών· >πορεύου εἰς εἰρήμην· καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός
σου<.
Καὶ ὑγίαινε πρῶτον τῇ πίστει τὴν ψυχήν, εἶτα δὲ
καὶ τὸ σῶμα.
Ἇρα πρὸ τούτων πέμπων τοὺς δώδεκα εἰς τὸ κηρύσσειν ἐκώλυσεν ὁμολογεῖν
αὐτὸν εἶναι τὸν Χριστόν; Ἔστιν οὖν εἰπεῖν, ὅτι κατηχῆσαι πρότερον
ἀμαυρότερον ἐθέλησε τοὺς παρὰ τῶν ἀποστόλων ἀκουσομένους
τὸ
Χριστοῦ ὅνομα, εἶτ᾿ ἐᾶσαι τοῦτο οἱονεὶ πεφθῆναι ἐν ταῖς δυνάμενσι Τῶν
ἀκουςάντων, ἵνα σιωπῆς γενομένης τοῦ τὸ τοιοῦτον περὶ αὐτοῦ Κηρύσσεσθαι
εὐκαιρότερον ἐποικοδομηθῇ τοῖς προκατηχηθεῖσιν Χριστὸς Ἰησοῦς
ἐσταυρωμένος καὶ ἐκ νεκρῶν ἐγηγερμένος, ἅπερ ἐν ταῖς ἀρχαῖς Οὐδὲ αὐτοὶ
οἱ ἀπόστολοι ᾔδεισαν. Διό φησιν· >ἀπὸ τότε ἤρξατο ὁ Ἰησοῦς
δεικνύειν αὐτοῖς, ὅτι δεῖ αὐτὸν πολλὰ παθεῖν<, ἀποθανεῖν τε καὶ
ἀναστῆναι· Οὕτως εἰ καὶ κατηγγέλλετο, οὐ τρανοῦσι τὰ κατὰ αὐτόν. Διὸ νῦν
ἑωρακότες αὐτὸν ἀναστάντα μαθηταί.
Ἔστι τις ἁμαρτία ψυχῆς θάνατος, ἣν ὁ Ἰωάννης >ἁμαρτίαν πρὸς
θάνατον< λέγει· καὶ ἔστιν ἁμαρτία ψυχῆς ἀσθένεια· καὶ ἔστιν ἁμαρτία
ψυχῆς ζημία, ὡς ἐνταῦθα εἴρηται τὸ >ζημιωθείς<, καὶ παρὰ τῷ
ἀποστόλῳ τό·
>εἴτινος
>Ἐγένετο δὲ μετὰ τοὺς λόγους τούτους ὡσεὶ ἡμέραι ὀκτώ<· Ματθαῖος μὲν >ἓξ< λέγει, μήτε τὴν ἡμέραν ἐν ᾗ ἐλέχθη, μήτε τὴν ἐν ᾗ μετεβλήθη ψηφίσας, ἀλλὰ μόνας τὰς ἓξ τὰς μέσας· οὗτος δὲ ὅλας συνῆψεν.
Ζητήσωμεν πῶς ὁ μὲν Λουκᾶς φησιν· >ἐγένοντο δὲ μετὰ τοὺς λόγους
τούτους ὡσεὶ ἡμέραι ὀκτώ<, ὁ δὲ Μᾶρκος· >ὡσεὶ μεθ’ ἡμέρας ἕξ<.
Ὅσον ἐπὶ τῷ ῥητῷ τῷ· >ἐγένοντο ὡσεὶ ἡμέραι ὀκτώ<, ὁ Λουκᾶς μετρεῖ
καὶ ταύτην τὴν ἡμέραν, [καὶ] ἐν ᾗ γίνεται, Μᾶρκος δὲ μετρεῖ τὰς μέσας
μόνας,
καὶ οὐκ ἔστι διαφωνία πρὸς τὸ ῥητόν· ἀλλ᾿ εἴποιμι ἂν
ἀνάγων τὸν λόγον, ὅτι οὐκ εἰκῇ, ὃ ἐπηγγείλατο ὁ σωτήρ, οὐκ εὐθέως, ἀλλὰ
μεθ’ ἡμέρας ἓξ πεποίηκεν. Σύμβολον δὲ αἱ ἓξ ἡμέραι τῆς κοσμοποιΐας,
τοῦτ᾿ ἔστιν μετὰ τὸν κόσμον τοῦτον. Τότε γὰρ ἀναβιβάζει ὁ Ἰησοῦς εἰς τὸ
ὄρος τὸ ὑψηλόν, ἐὰν ᾖ τις Πέτρος ἢ Ἰάκωβος ἢ Ἰωάννης· ἄλλος γὰρ
οὐδεὶς ἀναβαίνει παρὰ τοὺς τρεῖς, ἵνα ἴδῃ τὴν μεταμόρφωσιν
Ἰησοῦ καὶ τοὺς ὀφθέντας ἐν δόξῃ Μωϋσῆν καὶ Ἡλίαν.
[Ἡ ἐν τῷ ὄρει μeταμόρφωσις παραδειχθεῖσα τοῖς μαθηταῖς τῆς μελλούσης τοῦ
σωτῆρος δόξης ὑπόδειγμα ἐδήλου· καὶ σωματικῶς ἐπεδείκνυτο πρὸς τὸ καὶ
τοῖς θνητοῖς αὐτῶν εἰς θέαν ὑποπεσεῖν ὀφθαλμοῖς,
εἰ καὶ τὴν
ὑπερβολὴν οὐκ ἤνεγκαν τῆς λαμπρότητος καὶ] οὕτως ἄκρατον καὶ οὐ φορητὴν
οὖσαν τοῖς ἡμετέροις ὄμμασιν· ὅτι δὲ ἡ τῇ οὐσίᾳ τῇ θείᾳ πρέπουσα δόξα
πάσῃ γενητῇ φύσει ἀθέατός ἐστι καὶ ἀπρόσιτος, ἔδειξαν οἱ μαθηταὶ μηδὲ
ταύτην αὐτὴν τὴν παραδειχθεῖσαν αὐτοῖς ἐπὶ τοῦ ὄρους σωματιχὴν ὄψιν
δυνηθέντες ἐνεγκεῖν, ἀλλὰ καταπεσόντες
εἰς γῆν· τότε δέ τις
ὁρᾷ τὸν λόγον μεταμορφοπύμενον ἐνδόξως, ὅτε συνάνεισί τε αὐτῷ καὶ
συνυψοῦται καὶ ὁρᾷ αὐτὸν ὡς αὐτολόγον καὶ ὡς ἀρχιερέα κοινολογούμενον
καὶ εὐχόμενον τῷ πατρί. Ἐπειδὴ δὲ οὔπω τελείως τὸ σῶμα εἰς ἀφθαρσίαν
ἀμετάθετον ἀγαγὼν ἦν, ὤφθη μετὰ τῶν φθαρτῶν ἱματίων λάμψας σὺν αὐτοῖς·
ὅταν γὰρ ἀναστῶσιν οἱ δίκαιοι
ἐν δόξῃ ἐν τῇ δευτέρᾳ Χριστοῦ
παρουσίᾳ, οὐ μέλλουσιν ἔχειν ἱμάτια αἰσθητά, ἀλλὰ λαμπραί τινες
περιβολαὶ περιβληθήσονται αὐτοῖς. Ὡς δὲ τὸ τούτων εἶδος οὐκ ἐγένετο
ἕτερον παρὰ τὸ τῆς μεταμορφώσεως, οὕτως ἐν τῇ ἀναστάσει πολλῷ
ἐνδοξότερον τὸ περὶ τοὺς ἁγίους εἶδος ἔσται, παρ᾿ ὅ εἶχον ἐν τῷ βίῳ
τούτῳ, οὐχ ἕτερον δέ. Οἱ δὲ περὶ Ἰησῦν ἐνδόξως
ὤφθησαν τοῖς
μαθηταῖς· Μωῦσῆς μὲν τοῦ νόμου τὸ πρόσωπον δηλῶν, Ἡλέας δὲ τῶν προφητῶν·
αὐτὸς γὰρ ἦν ὁ νόμου καὶ προφητῶν κύριος. Ὁ τοίνυν νοήσας τὸν
πνευματικὸν νόμον καὶ τὴν ἐν τοῖς προφήταις >ἐν μυστηρίῳ
ἀποκεκρυμμένην σοφίαν< ὁρᾷ Μωϋσῆν καὶ Ἡλίαν ἐν δόξῃ.
Καὶ συνομιλοῦσιν ἀλλήλοις, ὅ ἐστι σύμφωνα ἐαυτοῖς λαλοῦσι· τοὺς ἐν τῇ παλαιᾷ δὲ δυνῆψε τοῖς ᾶποστόλοις παραδεικνύς, ὅτι ἐν τῇ δευτέρᾳ παρουσίᾳ Χριστοῦ πάντες συναφθήσονται οἱ δίκαιοι.
Ἀχούσας, ὅτι μέλλει παθεῖν ὁ Χριστός, καὶ νομίσας καιρὸν εὑρεῖν τοῦ
εἰπεῖν, ἅ οὐκ ἤθελε γενέσθαι, ᾔτει τὸν κύριον ἄνω μεῖναι ἐν τῷ ὄρει
διηνεκῶς, ἶνα μὴ κατελθόντα εὕρωσιν αὐτὸν οἱ Ἰουδαῖοι καὶ ἀποκτείνωσιν,
ἀγνοῶν τὰ ἐκ τοῦ πάθους καὶ τῆς ἀναστάσεως μέλλοντα
ἔσεσθαι πᾶσιν ἀγαθά.
>Ταῦτα δὲ αὐτοῦ λέγοντος ωεφέλη ἐπεσκίασεν ὐτούς<, τὸ περίεργον
διακόπτουσα τοῦ ὑπὲρ δύναμιν τὴν ἑαυτῶν ζητεῖν τι, καὶ διὰ τούτου
προδιατυπῶν, ὅτι μέλλουσι πάντες οἱ ἅγιοι οἱ πρὸ τῆς ἐπιδημίας καὶ οἱ
μετὰ τὴν ἐπιδημίαν ἅμα γενέσθαι, καὶ ὅτι εἰς τὰς αὐτὰς
σκηνὰς ἀνάγουσι νόμος καὶ προφῆται καὶ εὐαγγέλιον, τρεῖς μὲν
ἀριθμούμεναι, πρὸς ἐν δὲ τέλος ὁρῶσαι, Λ·αὶ ὅτι ἐν τῇ ἀναστάσει
μέλλουσιν >ἁπαγῆναι ἐν νεφέλαις< οἱ ἅγιοι >εἰς ἀπάντησιν τοῦ
κυρίου καὶ σὺν αὐτῷ εἶναι< διηνεκῶς.
Οὐδὲ βούλεται Ἰησοῦς λεχθῆναι τὰ τῆς δόξης αὐτοῦ πρὸ τῆς μετὰ τὸ πάθος
αὐτοῦ· αὐτοῦ· ἐβλάβησαν γὰρ ἄν οἱ ἀχούοντες καὶ μάλιστα οἱ ὄχλοι τὸν
οὕτω δεδοξασμένον δεωροῦντες σταυρούμενον. Οὐ τοίνυν
φθονήσαντες ἔκρυψαν, ἀλλ᾿ ὡς φοβθέντες, μὴ ἀπιστηθῶσι. Φησὶ γὰρ ὁ
Λουκᾶς· >καὶ αὐτοὶ ἐσίγησαν καὶ οὐδενὶ ἀπήγγειλαν ἐν ἐκείναις ταῖς
ἡμέραις οὐδέν ὧν ἑωρακασιν<. Πότε οὖν >ἀπήγγειλαν< Μετὰ τὴν
ἀνάληψιν, μετὰ τὴν τοῦ πνεύματος παρουσίαν· τότε τότε γὰρ ἐπλήσθησαν
παῤῥησίας καὶ Πνεύματος πατηξιώθησαν καὶ τὴν ἀπὸ τῶν σημείων εἶχον φωνὴν
συνηγοροῦσαν αὐτοῖς, καὶ πάντα ὅσα ἔλεγον λοιπὸν
εὐπαράδεκτα ἦν.
Τοῦτο τοίνυν φησίν· εὶ καὶ ἐπὶ τοῦ παρόντος οὐ νοεῖτε τοὺς λόγους
τούτους, ἐν καιρῷ αὐτοὺς νοήσετε τὴν ἄγνοιαν ἀποθέμενοι, ἐπὰν τελείως
ἐπιστρέψητε πρός με καὶ περιαιρεθῆτε τὸ κάλυμμα, ὅπερ ἐν αὐτῷ
τῷ πάθει περιελῶ ἀφ᾿ ὑμῶν, οὗ σύμβολον ὄψεσθε καταπέτασμα
τοῦ ναοῦ ἐσχισένον. Τάχα δὲ καὶ καθόλου ἐν τοῖς μανθάνουσι πρῶτον δεῖ
ἀγνοεῖσθαι τοὺς λόγους τῶν παραδιδομένων καὶ παρακεκαλύφθαι τὰ ῥήματα,
ἵν’ ὕστερον μετὰ τὸ ἀποθέσθαι τοὺς ἀκροατὰς εἰς τὰ ὦτα ἑαυτῶν τοὺς
λόγους ἡ σαφήωεια φανερωθῇ μετατιθεμένων τῶν λόγων
ἀπὸ τῶν
ὤτων εἰς τὴν καρδίαν. Ὅρα γοῦν ὅτι καὶ αὐτοῖς τοῖς μαθηταῖς πρότερον ἐν
παραβολαῖς ἐλάλει ἀκούουσι μετὰ τῶν ἔξω, εἶτα μετὰ τοῦτο >κατ᾿
ἰδίαν< αὐτοῖς >ἐπέλυε πάντα<· καὶ ἡμεῖς καταμε λετήσαντες καὶ
μηδαμῶς αὐτὰς συνέντες οἱονεὶ ἀναβλέπομεν ἐν τῇ συνεχεῖ μελέτῃ, κατὰ
βραχὺ ἐλλάμποντος >ἐν ταῖς καρδίαις ἡμῶν<
λόγου
>πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης< αὐτοῦ, ὅς Τὸ δέ >μέλλει
παραδίδοσθαι< παρὰ Ματθαίῳ καὶ Λουκᾷ παρίστησι σαφῶς τό· ὑπὸ τίνος;
διόπερ ὡς ἔφαμεν ὁ μέν τις ἐρεῖ· ὑπὸ τοῦ Ἰούδα, ὁ δέ· ὑπὸ τοῦ λαοῦ·
ἡμεῖς δὲ ἐπείπερ Ἰούδας καὶ ὁ λαὸς ἄνθρωποι ἦσαν, ἐφιστῶμεν, μήποτε
βέλτιόν ἐστι κατακολουθήσαντας
ἡμᾶς Παύλῳ λέγοντι περὶ τοῦ
πατρός, >ὅς γε τοῦ ἰδίου υἱοῦ οὐκ ἀλλ᾿ ὑπέρ ἡμῶν Πάντων παρέδωκεν
αὐτόν(, αὐτόν< τῷ λείπειν τό· ὑπὸ τοῦ θεοῦ. Ἐνθάδε δέ γενόμενος
ζητήσεις, εἰ ταὐτὸ σημαινόμενόν ἐστι τοῦ >παραδεδόσθαι <
τασσομένου ἐπὶ Ἰούδα καὶ τοῦ θεοῦ· ὁ μὲν οὖν τις φάσκων ταὐτὸν εἶναι τῇ
προδέσει δώσει τὴν
διαφοράν, καθ’ ἥν ὁ μέν Ἰούδας ὅτε
ἀργυρίου αὐτὸν παραδιδοὺς ἐπιβουλευτικῶς παρέδωκεν αὐτόν, ὁ δὲ πατὴρ
εὐεργετικῶς. Ἔτι πρόσχες πῶς εἴρται, ἵνα μὴ αἴσθωνται αὐτό· ὥσπερ γἀρ
ἐστιν ἐν αἰσθήσει τὸ μὴ αἰσθάνεσθαι πολλάκις τῶν αἰσθητῶν κατὰ πάθος
γινόμενον, οὕτως ἔστι καὶ ἢ κατὰ τὸ ἡγεμονικὸν ἀναισθητεῖν λόγων καὶ
ῥήματος ἢ δυσαισθητεῖν.
Ἐπεὶ δέ >φόβος κυρίου ἀρχὴ
αἰσθησεως< μήποτε ὅν ἐφοβήθησαν οἱ μαθηταί, ὡς φαῦλος ἀπὸ τῆς ἐν
αὐτοῖς ἀγνοίας τοῦ ῥήματος γέγονε, καὶ τοῦ παρακαλύμματος ἐμποδίζοντος
αὐτοῖς διὰ τῆς ἐπερωτήσεως μαθεῖν· ὁ γὰρ οἰκονομῶν τὴν ἄγνοιαν καὶ
παρακαλύπτων ἀπ᾿ αὐτῶν τὸ ῥῆμα ἑώρα ἀπὸ τῆς ἐπερωτήσεως, εἰ ἀπεκρίατο
ἐπερωτώμενος ὁ σωτὴρ περιαιρεθησόμενος τὴν ἄγνοιαν καὶ
τὸ παρακάλυμμα. Ἅμα δὲ καὶ συγκρῖνον, ὅτι ἐπὶ μὲν τῶν παραβολῶν
>ἠρώτων αὐτὸν κατ᾿ ἰδίαν οἶ μαθηταὶ< καὶ οὐκ >ἐφοβοῦντο
ἐπερωτῆσαι<· νῦν δὲ >ἐφοβή- θησαν αὐτὸν ἐπερωτῆσαι περὶ τοῦ
ῥήματος τούτου< οἰκονομοῦντός τι τοῦ τὴν ἄγνοιαν ἐμποιοῦντος καὶ τὴν
παρακάλυψιν ἐν αὐτοῖς. Ἐταμιεύετο
δὲ εἰς ἐπιτήδειον καιρὸν
τὴν περιαίρεσιν τῆς ἀγνοίας καὶ τοῦ παρακαλύμματος, μέλλων
>παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων<.
Εἰ μὲν οὖν ἕτοιμος εἶ, ὦ οὗτος, ὁμοίως ἐμοὶ οὐκ ἔχοντι ποῦ τὴν κεφαλὴν
κλἰναι, αἱρήσῃ διὰ τὴν ἐμὴν διδασκαλίαν τὸ ἀκατάστατον ἐνταῦθα ἐλπίδι
τῆς τῶν οὐρανῶν βασιλείας, [ἐπ᾿ οὐδενὶ] τὴν ἀνάπαυσιν
ἐνταῦθα μὴ προσδοκῦν, ἀλλ᾿ ἐν τῷ αἰῶνι τῷ μέλλοντι. Οἱ γὰρ ἐμοὶ μαθηταὶ
δικαιοσύνην ἀσκοῦντες >ἐν τῷ κόσμῳ θλῖωιν ἕξουσιν<, >πονηροὶ δὲ
καὶ γόητες<, ἀλώπηξι καὶ πετεινοῖς οὐρανοῦ παραβαλλόμενοι ἐν τῷ βίῳ
τούτῷ, >προκόφουσι πλανῶντες καὶ πλανώμενοι<. Μάλιστα δὲ ἁρμόζει
πρὸς τό· >ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλῖναι< τὸ
>ἀστατοῦμεν< ὑπὸ Παύλου, ἐν ᾧ Χριστὸς ἐλάλει,
ῥηθέν.
Ὅ δὲ λέγει, τοιοῦτόν ἐστιν· εἰ μὴ τῶν πετεινῶν καὶ θηρίων ἤτοι τῶν δαιμόνων σαυτὸν ἀπαλλάξεις, οὐ δύναμαι ἐν σοὶ καταλῦασι οὔτε σὺ τοιοῦτος ὢν δύνασαι τὸ ἀποστολικὸν ἀξίωμα λαβεῖν.
Ὑψηλότερον δέ· ὅτε ἐπεθνήκει τῷ νεανίσκῳ ὁ πατὴρ καὶ ἦν νεκρός, τότε ὑπὸ
τοῦ σωτῆρος ἐκλήθη· Νομίζω δὲ ὅτι, ὥσπερ ὁ κόσμος Παύλῳ ἐσταύρωτο καὶ
νεκρὸς ἦν, ἐπεὶ τέθνηκεν αὐτῷ τὰ τοῦ κόσμου πράγματα,
μηκέτι
αὐτὰ σκοποῦντι ὡς >βλεπόμενα καὶ πρόσκαιρα< οὕτως ἑκάστῳ δικαίῳ
τέθνηκεν ὁ διάβολος, ὅστις αὐτῷ ἔζη ἁμαρτάνοντι· πᾶς γὰρ >ὁ ποιῶν τὴν
ἁμαρτίαν ἐκ τοῦ διαβόλου γεγέηται< παντὶ δὲ ἁμαρτά- νοντι καὶ
σκοποῦντι τὰ τῇδε ζῇ ὁ πονηρὸς πατήρ. Παντὶ δέ, ᾦ τέθνηκεν ὁ πονηρός,
λέγοιτ᾿ ἄν ὑπὸ τοῦ σωτῆρος τό· >ἀκολούθει μοι<. Καὶ
τἀχα τοιοῦτόν ἐστι μυστικῶς νοούμενον τὸ δεῖν μισεῖσθαι ὑφ’ ἡμῶν τὸν
πατέρα, εἰ μέλλοιμεν ἄξιοι ἔσεσθαι τοῦ Ἰησοῦ. Τὸ δέ· >τοὺς νεκροὺς
θάψαι< τοὺς ἑαυτῶν νεκροὺς ἀλληγορεῖται μόνον· θάπτουσι γάρ πως
νεκροὶ >τοὺς ἑαυτῶν νεκροὺς< ἐν ἑαυτοῖς, τάφοι καὶ μνημεῖα αὐτῶν
γενό- μενοι. Τέλεον δέ καταλείπει τὸν νεκρὸν καὶ οὐδαμῶς ἔτι αὐτοῦ
ἅπτεται
ὁ πειθόμενος τῷ Ἰησοῦ· οἶδε γὰρ ὅτι ὁ ἁπτόμενος
νεκροῦ μολύνεται.
Ἕκαστος ἡμῶν ἑαυτοῦ ἀρότης ἐστὶν γῆν ἔχων τὴν ἰδίαν ψυχήν, ἥν ὀφείλει
νεοῦν ἀρότρῳ λογικῷ συναγαγὼν τοὺς βοῦς τοὺς ἐργάτας ἀπὸ
τῶν
γραφῶν τῶν καθαρῶν· τότε γὰρ νέαν ποιήσει τὴν ὑπὸ πολλῆς ἀργίας τῆς ἐν
τῷ παρελθόντι χρόνῳ παλαιωθεῖσαν ψυχὴν καὶ πολλὴν ἐξενεγκοῦσαν κακίαν
καὶ ἔργα ἄκαρπα, ὅ ἐκτεμὸ)ν τῷ ἀρότρῳ τοῦ λόγου καὶ ποιήσας νέωμα σπερεῖ
ἀπὸ τῆς θείας διδασκαλίας απέρματα νομικά, προφητικά, εὐαγγελικά,
μεμνημένος καὶ μελετῶν αὐτό. Διό φησι καὶ
διὰ Ἱερεμίου τοῦ
προφήτου ό τῶν ὅλων θεός· >νεώσατε ἑαυτοῖς καὶ μὴ σπείρετε ἐπ᾿ · οὐ
γάρ ἐστι θεῖον ἁπλῶς δέξασθαι σπόρον καὶ καρποφορῆσαι, μὴ πρότερον
ἐκκαθάραντας τὰς ψυχὰς καὶ πᾶν ἐκβαλόντας πάθος καὶ τὰς βιωτικὰς
μερίμνας καὶ ἡδονάς, αἵ εἰσιν αἱ ἄκανδαι· διό φησιν· ἔκκλινον ἀπὸ κακοῦ
καὶ ποίησον ἀγαθόν<.
Ἀλλ᾿ ὁ μὲν Λουκᾶς ταῦτα περὶ τῶν ἑβδομήκοντά φησιν, ὁ δὲ Μᾶρκος λέγει,
ὅτι >προσκαλεσάμενος τοὺς δώδεκα ἀπέστειλεν ἀνὰ δύο δύο, δοὺς αὐτοῖς
εξουσίαν πνευμάτων ἀκθάρτων<. Τοῦτο δὲ τὸ >ἀνὰ δύο<
ὑπηρετεῖσθαι τῷ λόγῳ βουλήματι θεοῦ ἔοικεν εἶναι ἀρχαῖον ἀπὸ Μωϋσέως καὶ
Ἀαρὼν ἐν τῷ >ἐξελθεῖν< τὸν λαὸν >ἐκ γῆς Αἰγύπτου<· τὸν
Ἰσραὴλ ὁ θεὸς >ἐν χειρὶ Μωϋσέως καὶ Ἀαρων<. Καὶ >Ἰησοῦς δὲ ὁ
τοῦ Ναυὴ καὶ Χαλὲβ ὁ τοῦ Ἰεφονή<, οἱ ἀμφότεροι ὁμονοήσαντες,
κατέστειλαν τὸν λαὸν παροξυνόμενον ὑπὸ τῶν δέκα· καὶ Ἐλδὰδ καὶ Μωδὰδ
ἀμφότεροι
προεφήτευον ἐν τῇ σκηνῇ ὁμονοήσαντες. Ἀλλὰ
ὕστερον Παῦλον καὶ Βαρνάβαν ἐξαπέστειλεν εἰς τὰ ἔθνη, καὶ παράδειγμά γε
οἱ τοιοῦτοι
φαίνει ἐν τῷ καταλόγῳ αὐτῶν ὁ
Ματθαῖος, κατὰ συζυγίαν αὐτοὺς τάξας.
Ὥσπερ εὐεργετεῖτε σώματα, οὕτω διδάσχοντες σώσατε ψυχάς. Βασιλείαν τοῦ
θεοῦ ἑαυτὸν λέγει νῦν, ὡς βασιλέα καὶ θεόν· >ἤγγικεν<, φησίν, καὶ
ἤδη ἐπιδημήσει ὑμῖν· ἄξιοι γίωεσθε, ἑτοιμάζεσθε εἰς ὑποδοχήν.
Διαφορὰν δέ οἰκίας καὶ πόλεως καὶ ἐν Ψαλμοῖς οἶμαι εἰρῆσθαι, ἐν τῷ·
>ἐὰν μὴ κύριος οἰκοδομήσῃ οἶκον καὶ ἐόν μὴ κύριος φυλάξῃ πόλιν, εἰς
μάτην ἠγρύπνησεν ὁ φυλάσσων< ἔνθα παρατήρει, ὅτι τὸ μὲν ἔτι
οἰκοδομούμενον >οἶκος< ὠνομάσθη, τὸ δὲ ἤδη φυλακῆς καὶ φρουρᾶς
ἄξιον >πόλις<· ἐπὶ τῆς μέίζονος οἰκίας πόλεως τό· >δέχονται
ὑμᾶς< ἔταξεν.
Τοῦτό φησιν· >εἴπατε, ὅτι τῶν ἁμαρτημάτων ὑμῶν ὁ κονιορτὸς ἄν εἰς ὑμᾶς
ἐπανέλθοι<. Παρατήρει δέ, ὅτι αἱ μὴ παραδεχόμεναι
ἀποστόλους καὶ τὴν ὑγιῆ διδασκαλίαν πόλεις ἔχουσι πλατειας ἀνάλογον τῷ·
>πλατεῖα ἡ πύλη καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἄγουσα καὶ πολλοί εἰσιν οἱ
διερχόμενοι δι’ αὐτῆς<. Ἰστέον δέ, ὅτι μὴ τοὺς ἀποστόλους πόλις γῆς
ἐπαιρομένης θολώδη καὶ πνιγώδη τὸν ἀέρα ποιούσης πληροῦται· ἡ δέ
δεχομένη ἤτοι οὐδὲ τὴν ἀρχὴν ἔχει κονιορτὸν
ἢ ἔχουσα ἔν
τισιν ἁμαρτίαις ἀποτίθεται αὐτὸν καθαιρομένη ὑπ᾿ αὐτῶν.
Βούλεται δὲ ἀποκαλύψαι ὡς λόγος οὐκ ἀλόγως, καὶ ὡς σοφία σοφῶς, καὶ ὡς
δικαιοσύνη δικαίως, καὶ κατὰ ἀξίαν τοὺς καιροὺς τοῦ ἀποκαλύπτειν
καὶ τὰ μέτρα τῆς ἀποκαλύψεως ἐπιστάμενος. Ἀποκαλύπτει δὲ
περιαιρῶν τὸ ἐπικείμενον τῇ καρδίᾳ κάλυμμα καὶ τὸ >σκότος<, ὅ
ἔθετο >ἀποκρυφὴν αὐτοῦ<· οὕτω γὰρ δυνήσεταί τις ὡς Μωϋσῆς
>εἰσελθεῖν εἰς τὸν γνόφον, οὗ ἦν ὁ θεός<. Ἐπειδή δέ ἐντεῦθεν
οἴονται οἶ ἱτερόδοξοι κατασκευάζειν τὸ ἀσεβὲς αὐτῶν δόγμα, ὡς ἄρα
ἄγνωστον ὄντα τὸν πατέρα
Ἰησοῦ Χριστοῦ το'ῖς ἐν τῇ παλαιᾷ
λεχτέον λεκτέον πρὸς αὐτούς, ὅτι τό· >ᾦ ἄν βούληται ὁ υἱὸς < οὐκ
ἐπὶ τὸν μέλλοντα μόνον ἀνα- φἐρεται χρόνον, ἀφ᾿ οὗ ταῦτα εἶπεν ἡμῖν ὁ
σωτήρ, ἀλλὰ καὶ ἐπὶ τὸν παρεληλυθάτα· τὸ γὰρ >ἀποκαλύψαι< ἀορίστου
ἐστὶ χρόνου ἀναφερόμενον ἐπί τινα τῶν παρεληλυθότων. Χρηστέον δέ Πρὸς
αὐτοὺς καὶ
γραφῇ
ἡμέραν. Εἰ δὲ μὴ
βούλονται δέξασθαι τὴν <ἀποκαλύψαι> λέξιν ἐπὶ παρελη- λυθότος,
ῥητέον πρὸς αὐτοὺς καὶ τοῦτο, ὅτι οὐ ταὐτόν ἐστι τὸ >γινώσκειν< τῷ
>πιστεύειν<· >ᾦ μὲν γὰρ διὰ τοῦ πνεύματος δίδοται λόγος
γνώσεως, ἑτέ- ρῳ δέ πίστις ἐν τῷ αὐτῷ πνεύματι<. Εἶεν
ἔγνω τὸν πατέρα ὁ Ἀβραάμ, ἀλλ᾿ ὅτι
μόνον ἐπίστευσεν· οὐ γὰρ ὁ γινώσκων αὐτόν, καθὸ θεός ἐστι καὶ καθὸ πατήρ
ἐστι, γινώσκει. Καὶ οἱ πολλοὶ γοῦν ἔχουσιν ἔννοιαν θεοῦ δημιουργοῦ, οὐ
μὴν ὁμολογοῦσιν αὐτὸν υἱοῦ πατέρα.
Ἡγὰρ αἴσθησις τῆς παρούσης ἐνδείας παρασκευὴ τῆς ἐπιγινομένης πληρώσεως
γίνεται· ὁ δὲ οὐκ αἰσθανόμενος, ὡς ἐνδεῶς ἔχει τοῦ ὄντως καλοῦ, διὰ τὸ
δοκοῦν αὐτῷ παρεῖναι καλόν, ἐνδεὴς εἰκότως τοῦ ἀληθινοῦ καλοῦ
καταλείπεται. Ταύτην οὖν καὶ εὐδοκίαν πατρὸς δηλοῖ Χριστός, ἥν καὶ
πάλαι διὰ τοῦ προφήτου θεὸς ἔλεγεν· >ἐπὶ τίνα ἐπιβλέψω,
ἀλλ᾿ ἢ τὸν πρᾶον καὶ ἥσυχον καὶ τρέμοντα διὰ παντὸς τοὺς λόγους μου<·
ὥστε οὐκ ἀφροσύνην ὑπὲρ σοφίαν ἐτίμησεν ὁ θεός, ἀλλὰ ταπεινοφροσύνην
ὑπερηφανίας προετίμησε καὶ τὸν ἀποφράξαντα τὴν εὐεργεσίαν ἑαντῷ διὰ τῆς
ἀναισθησιας εἰκότως κατέλιπεν. Ὁ οὖν ταπεινόφρων καὶ νήπιος
φησιν· σύ με δίδαξον τὴν κατὰ σαυτὸν ἀλήθειαν· ἐγὼ γὰρ παρὰ ἀνθρώπου οὐ
δύναμαι μαθεῖν, ἐὰν μὴ παρὰ σοῦ μάθω. Τις γὰρ ὀφείλει διδάσκειν περὶ
θεοῦ ἤ θεός; Ἄνωθεν τοίνυν ἡ ἀποκάλυψις μετὰ τὴν κατ ἀξίαν πρόθεσιν.
Οὐ μακρὰν τό· >πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου< ἐστὶ καὶ τό·
>ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς<. Καὶ διὰ τοῦτο αὐτῷ
δίδοται >πᾶσα ἐξουσία<, ἶνα >εἰρηνοποιησῃ διὰ τοῦ σταυροῦ αὐτοῦ
εἴτε rd ἐπὶ τῆς γῆς εἴτε τὰ ἐν τοῖς οὐρανοῖς<. Οὐδέπω
μὲν οὖν τὰ πάντα εἰρηνοποίησεν, ὡς δῆλον ἐκ τοῦ ἔτι τὸν ἀπὸ τῆς κακίας
ὑπάρχειν πόλεμον· ἔσται δὲ πάντως ἡ τελεία εἰρήνη. Δικαιότατα δὲ
>πάντα< παραδέδωκεν αὐτῷ ὁ πατήρ, ἐπεὶ καὶ αὐτὸς ὁ υἱὸς παρεδόθη
>ὐπὲρ πάν- των<, >ὅς ἐστι σωτὴρ πόντων ἀνθρώπων, μάλιστα
πιστῶν<
ἐστι περὶ τῶν ἁμαρτιῶν ἡμῶν, οὐ περὶ τῶν
ἡμετέρων δὲ μόνον, ἀλλὰ καὶ περὶ ὅλου τοῦ κόσμου(. Παρεδόθη δὲ καθ᾿ ὅ
γέγονεν ἄνθρωπος, >ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ ndv γόνυ κάμψῃ ἐπουρανίων
καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται, ὅτι κύριος
Ἰησοῦς Χριστὸς εἰς δόξαν θεοῦ πατρός, ἀμήν<.
Διὰ τί δὲ >μακάριοι οἱ ὀφθαλμοῖ< τῶν μαθητῶν τοῦ Ἰησοῦ εἰσιν ἐπεὶ
>πολλοὶ προφῆται ἠθέλησαν ἰδεῖν<, ὅ εἶδον οὗτοι, >οὐκ εἶδον<
δέ, >καὶ ἀκοῦσαι<, ὅ ἤκουσαν, >καὶ οὐκ ἤκουσαν<; Τὸν δὲ ἴδω
μεν· νομίζουσιν οἱ ἁπλούστεροι, ὅτι· πολλοὶ προφῆται
προφητεύοντες τὰ περὶ ἐμοῦ ἠθέλησαν γενέσθαι κατὰ τοὺς ἐμοὺς χρόνους,
ὥστε >ἰδεῖν, ἃ βλέπετε, καὶ ἀκοῦσαι, ἃ ἀκούετε>· ἀλλ' οὐκ
εὐτύχησαν φθάσαι εἰς τοὺς καιροὺς τούτους, ἐν οἷς ὑμεῖς τούτων ἠξιώθητε.
Τίς δέ ἡ ἀποκλήρωσις τοὺς πολλοὺς μέν προφήτας τούτων ἐπιτεθυμηκέναι, μὴ
καὶ πάντας δέ;
Μήποτ' οὖν, ὡς ἤδη ἀποδεδώκαμεν περὶ τοῦ
Ἀβραάμ, ὅτι >εῖδε τὴν ἡμέραν Χριστοῦ καὶ ἠγαλλιάσατο< παραπλήσιον
γέγονε καὶ ἐπ' ἄλλων προφητῶν καὶ δικαίων, οὐ πολλῶν, ἀλλ' ὀλίγων, ἐπὶ
τὴν θέαν πεφθακότων καὶ ἐπὶ τὴν σύνεσιν, ὧν οἱ Ἰησοῦ μαθηταὶ ἠκροάσαντο;
Οὖτοι οὖν ἅτε ἰδόντες, ἃ εἶδον οἱ ἀπόστολοι, καὶ ἀκούσαντες, ἃ ἤκουσαν
οἱ τοῦ
Ἰησοῦ μαθηταί, μαθηταί, οὐκ ἐπεθύμησαν, ὅτι εἶχον
>ὡς οἱ μὴ ἔχοντες<· ἄλλοι δὲ γεγόνασι προφῆται καὶ δίκαιοι,
ἐλάττονες τῆς ἐν τοῖς ἀποστόλοις θεωρίας καὶ συνέσεως, οἵτινες οὐκ
ἔτυχον τῆς ἐπιθυμίας. Νῦν μὲν οὖν μακαρίξονται ὀφθαλμοὶ καὶ τὰ λοιπὰ
οἶμαι οἶμαι μέλη τῶν ἁγίων, ὡς ἔχεσθαί τινος λόγου καὶ τό· >μακαρία ἡ
κοιλία ἡ βαστάσασά σε,
καὶ μαστοὶ οὓς ἐθήλασας<. Πῶς δὲ
οὐ μακάριοι καὶ >οἱ πόδες< οἱ μὴ προσ- χόψαντες μηδέ σαλευθέντες,
ἀλλ' >ὡραῖοι τῶν εὐαγγελιζομένων τὰ ἀγαθά<· καὶ μακάριαι αἱ
χεῖρες, ὧν >ἡ ἔπαρσις θυσία ἑσπερινή<, καὶ ὧν ἡ ἔπαρσις νίκη μέν
τοῦ Ἰσραήλ, ἦττα δέ τοῦ Ἀμαλήκ. καὶ μακαρία ἡ κοιλία, ἀφ' ἧς >ποταμοὶ
ῥέουσιν ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον<·
καὶ μακάρια
γόνατα τὰ >ἐν ὀνόματι Ἰησοῦ καμπτόμενα<, μακαρία δέ καὶ γλῶσσα ἡ
>ἐξομολογουμένη, ὅτι κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν θεοῦ πατρός<.
μακάριον δὲ καὶ >στόμα< τὸ διακονούμενον λόγῳ θεοῦ καὶ >μυκ-
τήρ<, δἰ ὃν λέγεται· >ὀπίσω σου εἰς ὀσμὴν μύρων σου δραμοῦμεν<.
[Ταῦτα εἴρηται μὲν Ὠριγένει· εἰ δὲ τῷ δοκεῖ σπουδαῖα, δοκείτω· ἐμοὶ γὰρ
οὐκ
ἀρέσκει ὡς ἀντιλογίας ἔχοντα.]
Κατέλυσε μὲν οὖν ὁ σωτὴρ παρὰ γυναιξὶν ἁγίαις ἔν τινι κώμη, ἧς τὸ ὄνομα Δουκᾶς μέν παρασιωπᾷ, Ἰωάννης δὲ σαφηνίζει, τὴν Βηθανίαν εἰπών.
Εἰκότως γοῦν ἐκλάβοις Μάρθαν μέν εἰς τὴν πρᾶξιν, Μαρίαν δὲ εἰς τὴν
θεωρίαν Συμπεριαιρεῖται Συμπεριαιρεῖται γὰρ τῷ πρακτικῷ τὸ τῆς ἀγάπης
λεκτέον, ὅτι ἡ Μάρθα σωματικώτερον
ὑπεδέξατο τὸν λόγον ἐν τῇ ἐαυτῆς οἰκίᾳ τῇ ψυχῇ, ἡ δέ Μαρία πνευματικῶς
ἤκουεν αὐτοῦ καὶ περὶ πόδας οὖσα, καθ' ὃ τὰ μέν ἐν εἰσαγωγῇ κατ'
οἰκονομίαν παραδιδόμενα τοῦ καταργήσαντος τὰ τοῦ νηπίου< ἀφαιρεῖται,
τὰ δ’ ὡς τέλεια οὐκέτι. δὲ Μάρθα μὲν εἶναι καὶ ἡ ἐκ περιτομῆς συναγωγὴ
εἰς. τὰ ἴδια
ὅρια δεξαμένη τὸν Ἰησοῦν, περισπωμένη περὶ τὴν
ἐκ τοῦ γράμματος τοῦ τόμου πολλὴν λατρείαν, Μαρία δέ ἡ ἐξ Μνῶν ἐκκλησία
>τὴν τοῦ >πνευματικοῦ νόμου< >μερίδα< ἐκλεξαμένη
>πνευματικοῦ >καταγουμένην< ὡς ἡ ἐπὶ τοῦ προσώπου Μωΰσέως δόξα,
χρὴσιμα ἐκ τοῦ γόμου ἐπιλέξασα ἢ πάντα ἀναφέρουσα εἰς ἒν τὸ
>ἀγαπήσεις<
Καὶ εἰς μὲν τό· >ἑνός ἐστι χρεία<
χρήσῃ τὸ >ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν<, εἰς δέ τό·
>ὀλίγων ἐστὶν< >τὰς ἐντολὰς οἶδας· οὐ μοιχεύσεις. οὐ
φονεύσεις< καὶ τὰ ἑξῆς. Ἔτι δύναται Μάρθα μὲν εἶναι οἱ ἐκ περιτομῆς
πιστοὶ καὶ ἱουδαΐζοντες, φυλάττοντες ἰουδαϊκῶς τὰ τοῦ νόμου, Μαρία δὲ οἱ
τούτων ἀπηλλαγμένοι καὶ >ἐν κρυπτῷ Ἰουδαῖοι<
καὶ
μόνοις τοῖς Ἰησοῦ ποσὶ ποσὶ προσκαθεζόμενοι, οἱ >τὰ ἄνω οὐ τὰ ἐπὶ τῆς
γῆς<· διαφόρως γὰρ ἐπιβάλλων εὑρήσεις Μάρθαν μέν σωματικωτέραν καὶ
>περὶ πολλὰ< εἰλουμένην, Μαρίαν δέ τῇ θεωρίᾳ μόνῃ καὶ τοῖς
πνευματικοῖς προσανέχουσαν.
Εἶτα ἵνα δείξῃ ἔτι αὐτὸν προτρέπειν ἐπὶ τὴν περὶ τῆς εὐχῆς διδασκαλίαν,
τοιαύτην προσφέρει ἀξίωσιν, ὅτι καὶ Ἰωάννης, περὶ οὗ ἡμᾶς ἐδίδαξας, ὅτι
>μείζων ἐν γεννητοῖς γυναικῶν αὐτοῦ οὐδείς ἐστιν<, τῆς
περὶ τὴν εὐχὴν οὐκ ἠμέλει διδασκαλίας· καὶ ὅτι τὸ πῶς >προσθύξασθαι,
καθὸ δεῖ, οὐκ οἴδαμεν<· καὶ ὅτι ἐνετείλω ἡμῖν αἰτεῖν τὰ μεγάλα καὶ τὰ
’H αὐτή ἐστι τῇ ἐν τῷ Ματθαίῳ προσευχῇ, διὸ καὶ ἐπιτομώτερον ἐνταῦθα
ἴρηται. ἢ βέλτιον διαφόρους νομίξεσθι τὰς προσευχάς, κοινά τινα ἐχούσας
μέρη. Τότε δὲ >γινεται τὸ θέλημα< τοῦ θεοῦ >ὡς ἐν οὐρανῷ καὶ
ἐπὶ τῆς γῆς<, ὅταν μηδὲν πράττωμεν παρὰ τὸ θέλημα
αὐτοῦ.
Πῶς δὲ ὁ εἰπὼν δεῖν αἰτεῖν οὐράνια καὶ μεγάλα περὶ ἄρτου αἰτεῖν κελεύει;
>ἄρτον< οὖν τὸ ἀληθινὸν νοητέον καὶ πνευματικόν.
Οἶμαι δέ, ὅτι οὐδεὶς ἂν λέγοι τῷ θεῷ τὸ >πάτερ<, μὴ πεπληρωμένος
τοῦ τῆς >υἱοθεσίας πνεύματος<, καὶ υἱὸς δοξάζων πατέρα λέγοι ἂν
>πά- τερ<, φυλάξας δὲ καὶ τὴν ἐντολὴν τὴν λέγουσαν. >ἀγαπᾶτε
τοὺς ἐχθροὺς
ὑμῶν, προσεύχεσθε ὑπέρ τῶν διωκόντων ὑμᾶς, ὅπως
γένησθε υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὑρανοῖς, ὅτι τὸν ἥλιον αὐτοῦ
ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς καὶ βρέχει ἐπὶ δικαίους καὶ
ἀδίκοθς<. Ἔτι γεννᾶταί τις ἐκ τοῦ θεοῦ >ποιῶν δικαιοσύνην<· καὶ
γεννώμενος λέγοι ἂν >σπέρμα ἐν ἑαυτῷ< τοῦ θεοῦ λαβών, διὰ τὸ
>μηκέτι δύνασθαι ἁμαρτάνειν<, τὸ >πάτερ<.
Ἔτι
γεννᾶταί τις ἐκ θεοῦ, οὐκ ἐκ σπορᾶς φθαρτῆς, ἀλλὰ διὰ λόγου ζῶντος θεοῦ
καὶ μένοντος, καθὰ γέγραπται· φησὶ γὰρ Ἰωάννης. >ὅσοι δέ ἒλαβον
αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς
τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων οὐδέ ἐκ θελήματος σαρκὸς οὐδέ ἐκ
θελήματος ἀνδρός, ἀλλ' ἐκ θεοῦ ἐγεννήθησαν<. Τοῦτο δέ φησιν οὐκ εἰς
φύσιν
ἡμᾶς ἀνάγων θεοῦ, ἀλλὰ χάριτος μεταδιδοὺς καὶ τὸ
ἑαυτοῦ ἀξίωμα ἡμῖν χαριζόμενος. Λέγει γὰρ ἡμᾶς καλεῖν πατέρα τὸν θεόν.
Εἶτα Ματθαῖος μὲν ἐπιφέρει τῷ. >πάτερ ἡμῶν< τό· >ἐν τοῖς
οὐρανοῖς< ἃτε περὶ βασιλείας διαλε- γόμενος οὐρανῶν καὶ πάντας τοὺς
παρόντας διδάσκειν διηγούμενος τὸν σωτῆρα μετὰ τοὺς μακαρισμοὺς καὶ τὸν
περὶ τῆς προσευχῆς λόγον.
Δουκᾶς δὲ περὶ βασιλείας διδάσκων
θεοῦ ἐν ὅλῳ τῷ κατ' αὐτὸν εὐαγ-
Ἤ τάχα, εἰ ἡ >θεὸς< ὀνομασία ὑπὸ τῶν ἀποπιπτόντων τῆς ἀληθείας
τάσσεται ἐπὶ τῶν γλυπτῶν καὶ τῶν δαιμονίων ἢ καὶ >τῆς κτίσεως παρὰ
τὸν κτίσαντα<, οὐδέπω >ἡγιάσθη τὸ ὄνομα< τοῦ θεοῦ οὐδὲ
κεχώρισται, ὧν χρὴ αὐτὸν κεχωρίσθαι. Διδάσκει οὖν ἡμᾶς εὔχεσθαι
τάχιον τὸ χρηστὸν γενέσθαι τέλος, ἶνα ἐφαρμοσθῇ τῷ κυρίῳ ὡς
>μόνῳ ἀληθινῷ θεῷ< ἡ >θεὸς< προσηγορία. Σαφῶς δὲ ταύτῃ τῇ
ἐκδοχῇ ἐφαρ- μόζειν δυνάμεθα καὶ τὸ ἐξῆς· ποῖον δὴ τοῦτο; >ἑλθέτω ἡ
βασιλεία σου<.
Μηκέτι κατ' ἐμοῦ >βασιλευέτω ὁ θάνατος<, μηδ’ ἀγέτω με δἰ ἁμαρτίας
αἰχμάλωτον, ἀλλ' >ἐλθέτω ἐπ' ἐμὲ ἡ βασιλεία σου<, ἵνα εἰς τὸ μὴ ὂν
ὑποχωρήσῃ τὰ νῦν κρατοῦντα καὶ βασιλεύοντα πάθη. ταῦτα δ’
ἄν
τις αἰτοίῃ καὶ ἐπὶ τῆς καθ' ἔνα γενομένης βασιλείας.
>Ἐλθέτω ἡ βασιλεία σου<, ἶνα καταργηθῇ μὲν >πᾶσα ἀρχὴ καὶ ἐξουσία καὶ δύναμις<, ἔτι δὲ καὶ πᾶσα βασιλεία τοῦ κόσμου, καὶ ἡ βασιλεύουσα ἐν τοῖς θνητοῖς ἡμῶν σώμασιν ἀμαρτία, πόντων δὲ τούτων βασιλεύσῃ ὁ θεός.
Ἐπεὶ δέ οἱ ἀπὸ Μαρκίωνος ἔχουσι τὴν λέξιν οὕτως· >τὸν ἄρτον σου τὸν
ἐπιούσιον δίδου ἡμῖν τὸ καθ’ ἡμέραν<, ἐπαπορήσωμεν αὐτοῖς, ἀλληγορίας
καὶ ἀναγωγὰς φεύγουσιν· τίς ἐστιν ὁ ἄρτος τοῦ θεοῦ; Εἰ μὲν γὰρ,
ὡς ἀποδεδώκαμεν, διηγήσονται, δηλονότι ἀλληγοροῦσιν. εἰ δὲ
τὸν σωματικὸν ἄρτον ὑπολήψονται, πῶς οὗτος τοῦ κατ' αὐτούς ἐστιν ἀγαθοῦ;
ἀναγκαίως δὲ καὶ τὸ >καθ' ἡμέραν< πρόσκειται. Οἱονεὶ γὰρ
ἐπισκευαστή ἐστιν ἡμῶν ἡ ζωὴ ἡ ἀληθινή, ἶνα κατὰ θεὸν ζήσῃ >ὁ ἔσω
ἄνθρωπος<.
Ἐμφαντικώτερον δὲ τὸ >καθ' ἡμέραν< τοῦ παρὰ Ματθαίῳ >σήμερον<.
Τὸ μὲν οὖν· >τίς ἐξ ὑμῶν< πρὸς τοὺς μαθητὰς λέγεται, τὸ δέ·
>ἕξει φίλον<, ἴνα εἴπῃ τὸν θεὸν φίλον τυγχάνοντα τοῖς ἁγίοις, ὡς
καὶ τῷ Ἀβραάμ. τάχα δὲ καὶ
>μεσονύκτιον< ὁ >συνεσταλμένος< οὗτός ἐστι >καιρὸς<
τοῦ βίου, ὅτε ὁ ὀλοθρευτὴς εἰσέρχεται εἰς πᾶσαν οἰκίαν τῆς ἐν κόσμῳ
Αἰγύπτου, ἔνθα μὴ κέχρισται ἡ φλιὰ τῶν θυρῶν τῷ τοῦ Χριστοῦ αἴματι.
Αἰτεῖ μαθητὴς τὸν φίλον >τρεῖς ἄρτους<, βοθλόμενοσ θρέψαι τῇ περὶ
τῆς τριάδος θεολογίᾳ τὸν γινόμενον πρὸς αὐτὸν ἀπὸ τῆς ὁδοῦ,
καθά φησιν· >ἐκτὸς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν<. Ἀλλὰ πῶς ἔσωθεν
ἀποκρίνεται ὁ φίλος λέγων· >μή μοι κόπους πάρεχε< Ζητήσεις δέ,
μήποτε >οἱ κοπιῶντες καὶ πεφορτισμένοι< τοὺς ἑαυτῶν κόπους
παρέχομεν τῷ σωτῆρι, διὸ >τὰς ἀσθενείας ἡμῶν φέρει καὶ περὶ ἡμῶν
ὀδυνᾶται<· ἢ ὥσπερ τῷδε μὲν ὑπνοῖ ὁ θεός, ἄλλῳ δὲ ἁμαρτάνοντι
ὁργίξεσθαι λέγεται,
οὕτω καὶ κόπους ἔχειν ἀπὸ τοῦ
παρέχοντος αὐτῷ.
Πλὴν ἀληθοῦς οὔσης τῆς τοῦ σωτῆρος θέσεως λεγούσης. >αἰτεῖτε καὶ
δοθήσεται ὑμῖν<, ἣν καὶ πιστοῦται διὰ τοῦ φάναι. >πᾶς ὁ αἰτῶν
λαμβάνει<, ζητήσαι ἄν τις, πῶς τινες εὐχόμενοι οὐκ ἀκούονται. Πρὸς ὃ
λεκτέον, ὅτι ὁ ὁδῷ τῇ ἀκολούθῳ ἐπὶ τὸ αἰτεῖν ἐρχόμενος,
οὐδέν παραλέιψας τῶν συντελούτων πρὸς τὸ τυχεῖν τῶν σπουδαζομένων,
πάντως λήψεται, ὃ παρεκάλεσε δοθῆναι αὐτῷ· εἰ δέ τις ἔξω χωρήσας τοῦ
σκοποῦ τῆς παραδοθείσης αἰτήσεως δόξει αἰτεῖν, οὐκ αἰτῶν ὃν δεῖ τρόπον,
οὐδ’ ὅλως αἰτεῖ· διὸ μὴ λαμβάνοντος αὐτοῦ οὐ ψευδοποιεῖται τό· >πᾶς ὁ
αἰτῶν λαμβάνει>. Καὶ γὰρ διδασκάλου λέγοντος· πᾶς ὁ
προσιών μοι
ποιῶν Ἰάκωβος γράφων τὴν ἐπιστολήν φησιν·
>τινὲς αἰτεῖν οὐ λαμβάνουσιν, κακῶς αἰτούμενοι ἡδονῶν ματαίων
ἕνεκα<. ερεῖ τις· καὶ μὴν ὑπέρ γνώσεως θείας καὶ ἀναλήψεως ἀρετῶν
αἰτούμενοί τινες οὐ λαμβάνουσιν. Πρὸς ὃν λεκτέον, ὅτι οὐ καθ’ αὑτὰ τὰ
ἀγαθὰ λαβεῖν ἡξίωσαν, ἀλλ' ἕνεκα τοῦ ἐπαινεῖσθαι δι’ αὐτά. Ἔστι δὲ
φιληδόνων
καὶ τὸ χαίρειν ἐπαίνοις· ὅθεν καὶ τούτοις οὐ
δίδοται, ἐπεὶ εἰς ἡδονὰς καταδαπανῆσαι θέλουσι τὰ περὶ ὧν ἀξιοῦσιν.
Σὺ δὲ ὅρα, εἰ >ἄρτος< μέν ἡ ἀναγκαία τῆς ψυχῆς ἐν γνώσει τροφή, ἧς
ἄνευ οὔκ ἐστι σώζεσθαι, οἶον ὁ περὶ τοῦ πῶς βιωτέον ἀκριβὴς λόγος,
>ἰχθὺς< δέ ἢ οἶον ὄψον φιλομάθεια, οἶον τὸ >εἰδέναι σύστασιν
κόσμου, ἐνέργειαν στοιχείων, ἀρχὴν καὶ τέλος καὶ
μεσότητα χρόνων< καὶ ὅσα ἐξὴς ἡ Σοφία καταλέγει. Οὔτε οὖν ἀντὶ ἄρτου
λίθον δίδωσιν ὁ θεός, ὃν ὁ διόβολος ἐβούλετο ὑπὸ Ἰησοῦ ἐσθίεσθαι, οὔτε
>ἀντὶ ἰχθύος ὄφιν< ὃν ἐσθίουσιν οἱ ἀνάξιοι τοῦ ἰχθύας ἐσθίειν
Αἰθίοπες — ἐκεῖ γάρ φησιν ὁ ψαλμός. >σὺ συνέθλασας τὴν κεφαλὴν τοῦ
δράκοντος ἐπὶ τοῦ
ὕδατος, ἔδωκας αὐτὸν βρῶμα μαοῖς τοῖς
Αἰθίοψιν< — οὔτε ἁπλῶς ἀντὶ τοῦ τροφίμου καὶ ὡφελοῦντος τὰ ἄβρωτα καὶ
βλάπτοντα.
Τέ ἐστι τὸ >διέρχεσθαι τὸ πνεῦμα< τὸ πονηρὸν >δἰ' ἀνύδρων τόπων
ζητοῦν ἀνάπαυσιν καὶ μὴ εὑρίσκον<; Ἄνυδροι τόποι ὑπῆρχον οἱ ἐξ ἐθνῶν
τὸ πρότερον, νυνὶ δέ πεπλήρωνται ὕδατος Μου καὶ οὐκέτι
παρέχουσιν ἀνάπαυσιν αὐτῷ. ποιεῖται τοίνυν ἐπιστροφὴν πρὸς τὸ πρότερον
αὐτοῦ
Νῦν δὲ ἐπειδὴ οὐ
πεπιστεύκασιν εἰς Χριστόν, ἀλλ' ἀπώσαντο τὸν λυτρωτήν, ἐπεπήδησεν πόλιν
ἐπ' αὐτοὺς >τὸ ἀκάθαρτον πνεῦμα<, καὶ ὡς εὖρεν αὐτοὺς οὐκέτι θεῖον
ἔχοντας ἐν αὐτοῖς οὐδέν, ἀλλ' ἐρήμους ὄντας καὶ σχολάξοντας αὐτῷ πρὸς
ἐνοίκησιν, κατῳκήσατο δηλαδὴ μετὰ πάσης αὐτοῦ τῆς δυνάμεως. Τοῦτο γὰρ
φαίνεται δηλοῦν· >ἑπτὰ< λέγων
πνεύματα< μετ’
αὐτοῦ, καθάπερ εἴωθεν ἐπὶπλήθους ὁνομάξεινἡ τὸν τοσοῦτον ἀριθμόν,
ἐπειδὰν λέγη, ὅτι >στεῖρα ἔτεκεν ἑπτὰ καὶ ἡ ἐν τέκνοις ἠσθένησεν<.
Οὑδὲ γὰρ >τὸ πνεῦμα< τὸ ἔσχον ἐν Αἰγύπιῳ, τοιοῦτο ἔχουσιν οἱ
>εἰς τὸν υἱόν μου πεπλήρωνται δέ καὶ ἄλλων πνευμάτων πονηρῶν, καὶ
γέγονεν αὐτοῖς >τὰ
ἔσχατα χείρονα τῶν πρώτων<·
χείρονα γὰρ τῶν ἐν Αἰγύπτῳ νῦν ἐπειδήπερ εἰς Ἰησοῦν Χριστὸν Χριστὸν οὐ
πεπιστεύκασιν, ἀλλὰ >τὸν ἀρχηγὸν ζωῆς ἀπέκτειναν<, ὕθεν
ἐστερήθησαν τῆς ζωῆς. Καὶ οὐκέτι λέγει αὐτοῖς προφήτης, τόδε λέγει
κύριος, οὐκέτι σημεῖον ἐν αὐτοῖς, οὐκέτι τέρας, οὐκέτι σημεῖον
ἐπιφανείας καὶ παρουσίας τοῦ θεοῦ. μεταβέβηκε
γàρ τὰ ἀγαθὰ
ἐφ’ ἡμᾶς τοὺς ἐξ ἐθνῶν, κατὰ τὸν τοῦ Ἰησοῦ λόγον εἰρηκότος· κότος·
>ἀρθήσεται ἀπ' αὐτῶν ἡ βασιλεία τοῦ θεοῦ καὶ ἔθνει ποιοῦντι τοὺ(
καρποὺς αὐτῆς<· ἡμεῖς ἐσμεν τὸ ἔθνος, οἷς >ἡ βασιλεία τοῦ
θεοῦ<, ἡ εὐαγγελικὴ πολιτεία.
Μοδίῳ μὲν γὰρ σιτομετρείσθωσαν ὑπὸ τοῦ >πιστοῦ καὶ φρονίμου οἰκο- νόμου< οἱ σύνδουλοι, βλεπέτωσαν δὲ τὰς αὐγὰς τοῦ λύχνου ἐπικειμένου 6 τῇ λυχνίᾳ καὶ εἰς φανερὸν διὰ λόγου προσαγομένου >οἱ ἐν τῇ οἰκίᾳ πάντες<, τοῦτ' ἔστιν οἱ ἐν τῇ ἐκκλησίᾳ. Ἀλλ' οὑδὲ >ὐπὸ τὴν κλίνην< τιθέασι τὸν λύχνον, ἔνθα τις ἀναπαύεται, οὐδὲ ἄλλου τινὸς >σκεύους ὑποκάτω<· τοῦτο γὰρ ὁ ποιῶν οὐ προνεῖται τῶν εἰσπορευομένων εἰς τὴν οἰκίαν.
Δοκεῖ γάρ μοι ἐν τῷ. >ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὁφθαλμός<
τοιοῦτόν τι ἀποφαίνεσθαι. τὸ διορατικὸν ἐν τῇ ὅλη ψυχῇ, ἐν τῷ ὅλῳ
ἀνθρώπῳ ὁ νοῦς ἐστιν. Ἵνα δέ τούτου ἐπιμέλειαν ποιώμεθα, εἴρηται τό·
>ἔστωσαν ὑμῖν οἱ λύχνοι καιόμενοι<· οἱονεὶ γὰρ ἅπτομεν
τὸν ἐν ἡμῖν λύχνον, ἐπιμέλειαν τῆς ἐν νοητικῆς νοητικῆς δυνάμεως
ποιούμενοι. Τοιοῦτόν ἐστι καὶ τό· >οὐδεὶς λύχνον ἅψας εἰς τὴν κρυπτὴν
τίθησιν, ἀλλ' ἐπὶ τὴν λυχνίαν<· ἅπτουσι γὰρ λύχνον οἷς μέλει σοφίας
καὶ λόγου καὶ τῆς περὶ τὰ θεῖα γυμωασίας, ἶνα γένωνται τέλειοι, οὐκ
ἄλλως ἐγγινομένης
τῆς τελειότητός τινι ἢ ἐκ τῆς κατὰ τὰ
θεῖα αἰσθητήρια καὶ νοητὰ γυμνασίας, ὅπερ σαφές ἐποίει Παῦλος λέγων·
>τελειων δέ ἐστιν ἡ στερεὰ τροφὴ τῶν διὰ τὴν ἕξιν τὰ αἰσθητήρια
γεγυμνασμένα ἐχόνυτων πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ<· οὖτοί εἰσιν
οἷς δύναται λαλεῖσθαι ἡ τοῖς τελείοις λαλουμένη σοφία, περὶ ἧς φησιν·
>σοφίαν
δέ λαλοῦμεν ἐν τοῖς τελείοις< Ὀφθαλμόν γε μὴν
κυρίως φησὶν τὸν ἐν ἡμῖν νοῦν, περὶ ὅν ἐστιν ἡ ἀρχὴ ἐν μόνῳ τῷ σπουδαίῳ
τῆς ἁπλότητος, μηδεμίαν ἔχοντι διπλόην καὶ δόλον καὶ σχίσιν καὶ
διάστασιν καὶ μερισμὸν ἐν αὐτῷ. ἐν δὲ τῷ φαύλῳ τῆς πονηρίας καὶ παντὸς
ἁμαρτήματος. Ἐπίσκεψαι δέ, εἰ δύνασαι τροπολογῆσαι ἀκολούθως
τῷ >ὀφθαλμῷ< καὶ τὸ >σῶμα<, ὥστε ἤτοι τὴν ὅλην ψυχήν, κἂν
μὴ σωματικὴ τυγχάνῃ, φάσκειν νῦν λέγεσθαι τὸ σῶμα — νοῦν γὰρ ἐν ψυχῇ
ἀνθρώπου ὁ θεὸς ἐποίησεν — ἢ τό λοιπὸν παρὰ τὸν νοῦν, τοῦτ’ ἔστι τὸ
φθάνει καὶ ἐπὶ τὸ σῶμα τοῦ νοῦ ἤτοι ἁπλότης —
ἀγόμενον ὑπ' αὐτοῦ — ἢ πονηρία — χρώμενον αὐτῷ ὀργανικῶς εἰς ἁμαρτίαν.
Καὶ μὴ θαυμάσῃς δέ, εἰ ἐν τῷ. >ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ
ὀφθαλμὸς< τροπολογι- κῶς τὸ σῶμα ἐπὶ τῆς ψυχῆς λαμβάνομεν, καίτοι γε
τῷ ἱδίῳ λόγῳ οὔσης ἁοράτου καὶ ἀσωμάτου — κατὰ γὰρ τὴν εἰκόνα γέγονε τοῦ
ἀοράτου θεοῦ — ,
ἐπείπερ τροπολογικῶς καὶ τὰς δυνάμεις τῆς
ψυχῆς εὑρίσκομεν ὁμωνύ- μως τοῖς σωματικοῖς μέρεσιν οὐκ οὔσας
>σώματα< ὀνομαξομένας. Ἐν γὰρ τῷ· >φώτισον τοὺς ὀφθαλμούς
μου< οὐ σωματικοὶ δηλοῦνται ὀφθαλμοί, ἀλλὰ καὶ ἐν τῷ. >προσέθηκέ
μοι ὠτίον< οὐ περὶ σωμάτων ἐστὶν ὁ λόγος, οὐδ’ ὅταν λέγη· >ὁ ἔχων
ὦτα ἀκούειν ἀκουέτω<. Ἐν δέ τῷ Ἄισματι τῆς
νύμφης, ἤτοι
ἐπὶ τὴν τοῦ ἀνθρώπου ψυχὴν ἀναγομένης νυμφίῳ κοινωνούσης τῷ χριστῷ ἢ ἐπὶ
τὴν ἐκκλησίαν, καὶ >τρίχωμα< ἰδίως καὶ >ὀδόντες< καὶ
>χείλη< καὶ >τράχηλος< καὶ >μαστοὶ< ἐπαινοῦνται ὑπὸ
τοῦ νυμφίου, ἀναγομένων τούτων, ἐὰν περὶ ψυχῆς ἐρμηνεύηται, ἐπὶ τὰς
δυνάμεις αὐτῆς. Εὕροις δ’ ἂν καὶ τό· >ὀ πούς μου οὐ μὴ προσχόφῃ<
ἀναφερόμενον ἐπὶ τὴν πορευτικὴν τῆς ψυχῆς δύναμιν.
Πολλὰ δ'ἂν καὶ αὐτὸς εὑρήσεις τοιαῦτα ἐπιστήσας τῇ γραφῆ κείμενα, ἀφ' ὦν
δυνήσῃ μὴ προσκόψαι τῇ ἀποδόσει τοῦ πῶς τὸ σῶμα εἴρηται ἐν τῷ. >ὁ
λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμὸς< καὶ τοῖς ἐν τῷ τόπῳ ὁμοίοις.
Εὑρήσεις δέ ἐν ταῖς Παροιμίαις τὸ >αἴσθησιν θείαν< ἐν ἐπαγγελίᾳ
λεγόμενον, πρὸς
ἀντιδιαστολὴν τῆς μὴ >θείας
αἰσθήσεως<. Οὐ >θεία< μὲν γὰρ >αἴσθησις< ἧς καὶ τὰ ἄλογα
ζῷα κεκοινώνηκεν , ὁρῶντα καὶ ἀκούοντα, γευόμενά τε καὶ ὁσφραινόμενα καὶ
ἁπτόμενα. >θεία< δέ ἧς οὐδὲ πάντες ἄνθρωποι μετέχουσιν, ἀλλ' οἶ
τοιαῦτα ποιήσαντες, οἶς ἐπιφέρεται τό· >αἴσθησιν θείαν εὐρήσεις<.
Διόπερ μὴ θαυμάσῃς, εἰ καὶ τὸ τοῦ >σώματος< ὄνομα
ἀνάλογον τοῖς ὀνόμασι τῶν μερῶν τοῦ σώματος ἀναγομένοις ἐπὶ τὰς δυνάμεις
τῆς ψυχῆς ἐπὶ ὅλην ἀναφέρεται τὴν ψυχὴν ἐν τῷ. >ὁ λύχνος τοῦ σώματός
ἐστιν ὁ ὀφθαλμός<. Οὑ φαμέν δέ ταῦτα ὡς πανταχοῦ τῆς ὁνομασίας τοῦ
σώματος τροπολογουμένης· ἴσμεν γὰρ καὶ ἐπὶ ἄλλων τετάχθαι τὸ τοῦ
>σώματος< ὄνομα, ὡς ἐν τῷ. >μὴ φοβεῖσθε ἀπὸ τῶν ἀπο-
κτεννόντων τὸ σῶμα< καί· >ὑμεῖς ἐστε σῶμα Χριστοῦ<.
Τοῦ δέ ἐφεξῆς ῥητοῦ τοιοῦτον εἶναι τὸν λόγον νομίζω· εἴπερ οὖν διὰ τὸ
>τὸ σῶμά σου φωτεινὸν< γεγονέναι, φωτισθέντος ὑπὸ τοῦ λύχνου τοῦ
σώματος, μηδέν ἐστιν ἐν σοὶ μέρος ἔτι σκοτεινόν, μηδαμῶς ἁμαρτάνοντι
ἔτι, οὕτως ἔσται φωτεινὸν τό ὅλον σῶμα, ὡς παραβάλλεσθαι τὰς αὐγὰς
αὐτοῦ λύχνῳ ἐν φωτιζούσῃ ἀστραπῇ, κἂν φωτίζῃ, οὐ σκότος
λύοντι. Ἀστραπῇ μὲν γὰρ ἔοικε λαμπροτάτῃ ὁ ἀπὸ τοῦ νοῦ φωτισμός, λύχνῳ
δέ ἐν ἀστραπῇ φωτιζούσῃ τὸ ἐν τῷ σώματι φῶς, πεφυκότι εἶναι σκό- τος,
ἀγομένῳ, ὅπου ὁ νοῦς βούλεται. Εἰ οὖν τῶν ἐν ἀμαθίᾳ καὶ ἀγνοίᾳ ὁ νοῦς τῇ
φύσει φῶς τυγχάνων σκότος ἐστίν, πάντως καὶ ὅλον τὸ σῶμα,
τοῦτ' ἔστι τὸ παθητικὸν μέρος τῆς ψυχῆς, ὅπερ ἐστὶ τὸ θυμικὸν καὶ
ἐπιθυμητικόν, πολλῷ μᾶλλον σκότος ἐστίν.
>Σκόπει οὖν μὴ τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐδτίν<· ἐξὸν οὖν ἦν ὑμῖν,
φησίν, καθαρὸν κατασκευαζειν τὸν νοῦν καὶ διὰ τοῦτο καταλαμπρύνειν
ἑαυτῶν τούς τε λόγους καὶ τὰς πράξεις. Ὑμεῖς δὲ τοὐναντίον ποιεῖτε, ὅθεν
χρὴ προάγειν
φῶς, ἐντεῦθεν προάγετε σκότος, ἐκ πονηρῶν
ἐννοιῶν τὸν φθόνον ἔχοντες.
Ἢ τοίνυν περὶ τοῦ καιροῦ ἐκείνου τοῦτο λέγει, ὅτε >κρινεῖ ὁ θεὸς τὰ
κρυπτὰ τῶν ἀνθρώπων< καὶ >φωτιεῖ τὰ κρυπτὰ τοῦ σκότους καὶ
φανερώσει τὰς βουλὰς τῶν καρδιῶν<. Ἢ ἐκεῖνό φησιν ὅτι, ὅσῳ πειρᾶταί
τις
καλύπτειν τὰ καλὰ τῇ κατηγορίᾳ, κατὰ φύσιν τὸ καλὸν
ἀκάλυπτόν ἐστιν.
Τήρει δέ, ὅτι οὐ πτῶσιν στρουθίου ἐπὶ τῆς γῆς εἶπεν, ὡς ὁ Ματθαῖος. πέντε
δέ στρουθία νῦν τοῦ δικαίου τὰς αἰσθήσεις αἰνίττεται, αἳ τῶν
φωνῆς θεοῦ, γευόμεναι >ζῶντος ἄρτου<,
ὁσφραινόμεναι Χριστοῦ μύρων εὐωδίας, >ἐλαίου ἀγαλλιάσεως<
ἁπτόμεναι λόγου ζῶντος, αἴ τινες, ἐξευ- τελιζόμεναι ὑπὸ τῶν >τὰ τοῦ
πνεύματος< μωρίαν καὶ εὔωνα κρινόντων, >οὔκ εἰσιν ἐπιλελησμέναι
ἐνώπιον τοῦ θεοῦ< εἰ δὲ ὁ λόγος ἐπράθη τριά- κοντα ἀργυρίοις, οὐ
θαυμαστόν, εἰ καὶ θεῖαι αἰσθήσεις δύο ἀσσαρίων. Τὸ
μέντοι
ἐμφαῖνον ῥητόν, μηδὲ τὸ ἐλάχιστον στρουθίον >ἐπιλελησμένον< εἶναι
>ἐνώπιον τοῦ θεοῦ<, συνεξέτασον τοῖς ἐμφαίνουσι ῥητοῖς,
ἐπιλανθάνεσθαί τινων τὸν θεὸν δι’ ἁμαρτίας αὐτῶν. Ῥητῶς μέν οὖν τὸ
λεπτομερὲς τῆς προνοίας καὶ ἡ μέχρι τῶν λεπτῶν γνῶσις ἐν τούτοις
δηλοῦται, νοητῶς δὲ πίπτει ἐπὶ τῆς γῆς οἶα στρουθία. Τό φρόνημα, ἐπὰν
δέον ἄνω φέρεσθαι,
τὰ κάτω ζητεῖ τοῖς τῆς σαρκὸς ἐνεχομένον
κακοῖς, παραδοθὲν >εἰς πάθη ἀτιμίας< καὶ τὸ ἐλεύθερον μετὰ τοῦ
τιμίου ἀπολωλοεκός. τοιοῦτος δὲ ὁ ὑπὸ τοῦ λόγου μετεωρισθεὶς καὶ τὰ
γήϊνα φρονήσας. Κατὰ δὲ τὸ ῥητὸν πάλιν τό· >οὑ πεσεῖται ἐπὶ τὴν γῆν
ἄνευ τοῦ πατρὸς ὑμῶν< οὐ τὴν βούλησιν δείκνυσιν, ἀλλὰ τὴν πρόγνωσιν·
τῶν γὰρ γινομένων ἃ μέν κατὰ βούλησιν
γίνεται, ἃ δὲ κατ'
εὐδοκίαν, ἃ δὲ κατὰ συγχώρησιν.
>Ἔχεις πολλὰ ἀγαθὰ κείμενα<· ὡς γὰρ κάτω κείμενος ἔλεγεν, >ἒχεις
ἀγαθὰ κείμενα εἰς ἔτη πολλὰ< ἐν τῇ περὶ τῶν ἀγαθῶν πλανώμενος κρίσει·
ἠγνόει γάρ, ὅτι ὄντως ἀγαθὰ οὐκ ἐν τῇ κατηραμένῃ γῇ, ἀλλ' ἐν οὐρανῷ.
Ἔνθα οὐκ >εἰς ἔτη πολλά<, ἀλλὰ εἰς ἀπεράντους αἰῶνας ἡ
τῶν μακαρίων ἐστὶν ἀνάπαυσις καὶ εὐφροσύνη ἐν Χριστῷ Ἰησοῦ.
Τῶν ἐν ἁγνείᾳ ζώντων >αἱ ὀσφύες ἐζωσμέναι< εἴσίν. ἐπειδὴ δὲ καὶ νὺξ
ὁ βίος ἡμῶν, λύχνου δεόμεθα, ὅς ἔστι νοῦς ὀφθαλμὸς ὢν ψυχῆς, καὶ εἰ ἐν
τῷ >ἔσω ἀνθρώπῳ< ἔστιν ἐγρήγορσις, εὐλόγως τὰ πολλὰ ἢ πάντα ἐν τῷ
βίῳ
τούτῳ ἐγρηγόρσεως ἡμῖν δεῖ, διό τε τοὺς ἐφεδρεύοντας,
>ἀρχὰς< δὴ λέγω >καὶ ἐξουσίας<, πρὸς ἃ >ἡ >ἵνα ἶνα
εὕρωμεν τῷ κυρίῳ τόπον, σκήνωμα τῷ θεῷ Ἰακώβ<, ἔστι δ’ ὅτε, ἵνα
ἀνοίξωμεν κρούσαντι τῷ δεσπότῃ.
μιν καὶ περιεζώσατο<,
ἐν ῇ κατ' ἀξίαν ἕκαστον >ἀνακλινεῖ< καὶ κατ' ἀξίαν ἑκάστῳ
>διακονήσει< ἀποδιδοὺς >ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ<.
Ἔτι ἑκάστου τῇ ψυχῇ ὁ κλέπτης ἐπιβουλεύων ἔρχεται καὶ ὁ τοῦ θεοῦ λόγος
τοὺς ἑαυτοῦ φυλάσσων ἐπιφαίνεται. Διὰ τοῦτο γρηγόρησον, ρησον, ἴν εἰ μὲν
>ὁ κλέπτης< ἔλθοι ἐγρηγορότα εὑρὼν τὸν οἰκοδεσπό- την, μὴ διορύξῃ
>αὐτοῦ οἶκον<, εἰ δὲ >ὁ υἱὸς τοῦ ἀνθρώπου< παραγένοιτο,
ἵνα κρούσαντι αὐτῷ >εὐθέως< ἀνοίξῃ. ἐὰν γὰρ καθεύδοντα
εὔρῃ καὶ κρούσῃ κάκεῖνος μὴ ἀνοίξῃ, ἄπεισι καταλιμπάνων αὐτόν. Ἑξῆς δὲ
τῷ βίῳ τούτῳ ὁ γρηγορήσας ἐν αὐτῷ >ἡδέως ὑπνώσει καὶ οὐ πτοηθήσεται
πτόησιν ἐπελθοῦσαν<. Οὕτω >Δαβὶδ ἐκοιμήθη μετὰ τῶν πατέρων
αὐτοῦ< καὶ οἱ καθεξῆς, ὅπερ ἐπ' οὐδενὸς τῶν ἀπ' ἀλλοτρίου
σπέρματος τῶν ἁγίων ἀναγεγραμμένον μέχρι τοῦ παρόντος εὕρομεν, ὡς
τάχα καὶ διὰ τοῦτο λέγειν τὸν ἀπόστολον. >οὐ πάντες
κοιμηθησόμεθα<. Εἰ πάντες κοιμηθησόμεθα, >μακάριοι τοίνυν οἱ
δοῦλοι, οὓς ἐλθὼν ὁ κύριος εὕρῃ γρηγοροῦντας<, ἶνα χωρὶς ὑπερθέσεως
δῷ αὐτοῖς τὸν μισθόν, >δικαιοσύνῃ ἐξ ωσμένος τὴν ὀσφῦν<. Ἐφίσταται
δὲ τῷ καιρῷ τοῦ ἀπαιτη-
θήσεσθαί τινα τὴν ψυχήν, ὁποῖος ποτ'
ἂν ᾖ. Εἰ γὰρ ἐπέστη τῷ εἰπόντι· >καθελῶ μου τὰς ἀποθήκας καὶ
μείζοντας ποιήσω<, καὶ >εἶπεν αὐτῷ· ἄφρον, ταύτῃ τῇ νυκτὶ τὴν
ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ σοῦ<, πόσῳ μᾶλλον τοῖς μακαρίοις καὶ ἁγίοις
ἐπιστήσεται μετὰ >τὸ ἀναλῦσαι< σὺν κυρίῳ ἐσομένοις;
Ἔστι μέντοι ὕπνος καὶ ἐγρήγορσις, ὥσπερ ἐπὶ τοῦ >ἔξω ἀνθρώπου< καὶ
ἐπὶ τοῦ >ἔσω<. Καὶ ἀπαιτούμεθα μὲν ἐγρηγορέναι, καθό φησιν ὁ
σωτήρ·
>γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς
πειρασμόν<, καὶ
ἐπελθοῦσάν σοι<.
Πλὴν τὰ πολλὰ ἢ καὶ τὰ πάντα ἐν τῷ βίῳ τούτῳ ἀγρυπνητέον ἐστίν, πῇ μέν
διὰ τὸ ἐφεδρεύειν τοὺς πολεμίους, ὄντας οὐχ >αἷμα καὶ σάρκα, ἀλλ'
ἐξουσίας καὶ κοσμοκράτορας τοῦ κόσμου τούτου καὶ πνευματικὰ τῆς
πονηρὶας<, ἴν' ἐκτοῦ ἐγρηγορέναι >σωζώμεθα ὥσπερ δορκαὶ ἐκ βρόχων
καὶ ὥσπερ ὄρνεον ἐκ παγίδος< καὶ ἵνα τὰς ὀσφύας
περιζωσάμενοι καὶ τοὺς λύχνους ἀναπτομένους ἔχοντες >ὅμοιοι<
γενώμεθα >ἀνθρώποις προσδεψομένοις τόν κύριον ἑαυτῶν, ἵνα ἐλθόντος γα
κρούσαντος εὐθέως ἀνοίξωμεν αὐτῷ<. Καὶ πρόσχες, εἰ μὴ λόγον ἔχει διὰ
τὴν πρώτην καὶ δευτέραν καὶ τρίτην φυλακὴν τῆς νυκτὸς ἢ καὶ τετάρτην,
ἵνα ἐν
πᾶσι γρηγορώμεθα, εἰρῆσθαι καὶ παρὰ τῷ Σολομῶντι τό·
>πάσῃ φθλακῇ τήρει σὴν καρδίαν<.
Διὰ τοῦτο δέ οἶμαι >περιζώσεται< ὁ Χριστός, μέλλων ἀνακλίνειν, οὓς
εὑρήσει γρηγοροῦντας, ἐπείπερ κατὰ τὸν Ἡσαΐαν >ἔσται δικαιοσύνῃ
ἐξωσμένος τὴν ὀσφῦν<. Τέ δὲ τό· >παρελθὼν διακονήσει αὐτοῖς<;
καὶ ὅρα,
εἰ δύνασαι δύο διακονίας εἰπεῖν, μίαν μέν τὴν ἐν τῷ
βίῳ τούτῳ, καθ’ ἣν εἶπεν. >κἀγώ εἰμι ἐν μέσῳ ὑμῶν οὐχ ὡς ὁ
ἀνακείμενος, ἀλλ' ὡς ὁ διακονῶν< ἑτέραν δέ, περὶ ἧς νυνί φησιν·
>καὶ ἐὰν ἔλθῃ ἐν τῇ δευτέρᾳ φυλακῇ, καὶ ἐν τῇ τρίτῃ φυλακῇ ἔλθῃ καὶ
εὔρῃ οὕτως, μακάριοί εἰσιν οἱ δοῦλοι ἐκεῖνοι<
Δοκεῖ δέ μοι νῦν τοῦ >πιστὸς< καὶ τοῦ >φρόνιμος< ἀκούειν οὔτε
ἐπὶ μίαν τῶν ἀρετῶν, πίστιν ἰδίως λεγομένην κατὰ τὴν γραφήν, ἀγαφέροντα
τὸ >πιστὸς οὔτε ἐφ’ ἑρέραν τὸ >φρόνιμος< καθὰ πάντως ὁ πιστὸς
φρόνι-
μός ἐστι καὶ ἀνάπαλιν ὁ φρόνιμος πιστός, τῷ ἀντακολουθεῖν
τὰς ἀρετάς. Ἀλλ' ὥσπερ τὸ >φρόνιμος< ὄνομα κεῖταί ποτε οὐ κατὰ τὸν
πεπεισμένον ἀρετη τῇ φρονήσει, ἀλλ' εἰς παράστασιν τοῦ ἐντρεχοῦς, ὃν
δυνατόν ποτε καὶ φαῦλον εἶναι, καθὸ >ὁ ὅφις ὄφις ἦν φρονιμώτατος
πάντων τῶν θηρίων τῶν ἐπὶ τῆς γῆς<, οὕτω καὶ νῦν ὁ πιστὸς οὐ τέλειος
τῷ τὴν πρόθεσιν
αὐτῷ νενευκέναι πρὸς τὴν εἰς θεὸν πίστιν·
κατà τοῦτο δὲ δυνατὸν μήτε πόντων τὸν πιστὸν φρόνιμον εἶναι, μήτε τὸν
φρόνιμον πιστόν. Ὅτι δὲ καὶ κατ' αὐτὰ τὰ θεῖα γράμματά ἐστι φρόνιμος, οὐ
πιστὸς δὲ καὶ ὁ οἰκονόμος, ἐντεῦθεν δῆλον· οὐ γὰρ πιστοῦ ἦν τὸ
διασκορπίζειν τὰ ὑπάρχοντα τοῦ πλουσίου καὶ τὸ προσκαλέσασθαι ἔκαστον
τῶν χρεωφειλετῶν
τοῦ γυρίου αὐτοῦ καὶ τὸ χρέος μειοῦν. Καὶ
ὅτι μὲν οὐ πιστὸς ἦν, σαφῶς φαίνεται, ὅτι δὲ καὶ κατά τι σημαινόμενον
φρόνιμος ἐτύγχανε, δῆλον· ἐπαινεῖ γὰρ ὁ κύριος τὸ ἐντρεχὲς αὐτοῦ, ψέγων
αὐτοῦ τὸ ἄπιστον καὶ διὰ τοῦτο λέγων αὐτῷ. >οὐ δυνήσῃ ἔτι
οἰκονομεῖν<. Καὶ τάχα ἐν τοῖς πλήθεσιν ἀρκεῖ τισι πρὸς σωτηρίαν ἡ ὡς
προείπομεν πίστις, ἐν δὲ τοῖς
οἰκονόμοις ἀμφοτέρων χρεία,
καὶ τοῦ πιστοῦ καὶ τοῦ φρονίμου· μὴ ὢν γὰρ τοιοῦτος, οὐ δυνήσεται
θεωρῆσαι καὶ τὸν καιρὸν τῆς δόσεως τοῦ σιτομετρίου πρὸς τοὺς ὑποχειρίους
καὶ τὸ ἁρμόζον ἑκάστῳ. Ἐπεὶ οὖν πολλοί εἰσιν οἰκονόμοι τῶν ἐκκλησιῶν
πιστοὶ μέν, οὐ μὴν καὶ φρόνιμοι καί τινες τοὐναντίον, διὰ τοῦτο
ἐπαπορητικῶς προὐνέγκατο τὴν φωνὴν
ὁ κύριος ὑπὲρ τοῦ
τρανότατα ἐμφῆναι τὸ σπάνιον καὶ δυσεύρετον τῶν ἅμα πιστῶν καὶ φρονίμων
οἰκονόμων· τόν γε μὴν εὑρεθέντα κατέστησεν ὁ κύριος ἐπὶ τῶν θεραπόντων
αὐτοῦ, ὡς καὶ τόν Ἰούδαν ὁ σωτὴρ ἐξελέξατο, οὐκ ἀγνοῶν μὲν τὸ ὕστερον
ἀπαντησόμενον, συγχρώμενος δὲ αὐτοῦ τῷ πρὸ τῆς παραβάσεως χρόνῳ καὶ τῇ
τότε ὁδευούσῃ ἐπ' ἀρετὴν
προαιρέσει εἰς τό τῆς ἀποστολικῆς
διακονίας ἔργον. ἔργον. δὲ τὸ ἀποκείμενον ἀγαθὸν τῷ πιστῷ καὶ φρονίμῳ
παρὰ τὸ λεγόμενον πρὸς τὸν δεκαπ λασιάσαντα τὴν μνᾶν ἢ πενταπλασιάσαντα.
καὶ οὐ θαυμαστόν, ὅπου γε καὶ τῶν παρὰ τούτους διαφερόντων μεῖζον·
ὡρισμέναι γὰρ πόλεις τοῖς τὰς μνᾶς ἐπεξεργασαμένοις παραδίδονται, πλήθη
δὲ τοῖς
τὰ τάλαντα διπλασιάσασιν. Πολλῷ δὲ μεῖξον καὶ
τούτων ἐστὶ τὸ μὴ μόνον ἐπὶ πολλῶν καθίστασθαι, ἀλλ' >ἐπὶ πᾶσι τοῖς
ὑπάρχουσι< τῷ κυρίῳ ὅπερ ἀπόκειται τῷ πιστῷ καὶ φρονίμῳ οἰκονόμῳ,
ἄφιον ἑαυτὸν πάντων τῶν ὑπαρχόντων <διὰ > τῆς πίστεως
καταστήσαντι. Ζητήσεις δὲ εἰ πλειόνων εὑρισκομένων πιστῶν καὶ φρονίμων
ἔκαστον αὐτῶν δυνατὸν >ἐπὶ πᾶσι τοῖς
ὑπάρζουσι< τοῦ
κυρίου καθίστασθαι. εἰ γὰρ >ἐπὶ πᾶσι<, πῶς ἕτερος χώραν ἔχει ἐπὶ
τοῖς δέκα πόλεσι καὶ μᾶλλον εἰς πλείους; διὸ εἰσ προτροπὴν εἰρήσθω.
Ἐπειδὴ δὲ τὰ ἐν τῷ εὐαγγελίῳ πρόσωπα ἕξ ἐστι, ῥητέον, ὅτι τὸ ἔν πρόσωπον,
τὸ τῆς νύμφης, τέμνεται εἰς δύο, εἰς νύμφην καὶ θυγατέρα
ἐν
τῷ πρὸς τὴν μητέρα καὶ τὴν πενθερὰν διαμάχεσθαι τὴν αὐτήν· καὶ οὕτως
ἀπαντᾷ τρεῖς ἐπὶ δυσὶ καὶ δύο ἐπὶ τρισὶ διαμάχεσθαι. Πρὸς ἀναγωγὴν δέ·
ὡς ἐν ἑνὶ οἴκῳ τῷ ἀνθρώπῳ αἱ πέντε αἰδθήσεις, πρὶν μέν ἐλθεῖν αὐταῖς τὸν
λόγον, ὁμονοοῦσιν ἐν ταῖς ἡδοναῖς, ἐπιδημήσαντος δ’ αὐτοῦ μερίζονται.
δύο μὲν αἱ φιλοσοφώτεραι, ὅρασις, δἰ ἧς ὁρῶντες
κόσμον καὶ
τὴν τάξιν αὐτοῦ θαυμάζομεν τὸν κτίστην, καὶ ἀκοή, δἰ ἧς μαθητευόμεθα τῷ
λόγῳ τοῦ θεοῦ, ἐπὶ τὰς λοιπὰς τρεῖς· γεῦσιν, ὄσφρησιν, ἁφήν, τὰς
ἀνδραποδώδεις καὶ οὐ πεφυκυίας πρὸς φιλοσοφίαν, αἱ δέ τρεῖς ἐπὶ τὰς δύο
ἀντιπράττουσι μᾶλλον. Τὸ οὖν· >διαμερισθήσεται πατὴρ ἐπὶ υἱῷ <
ἐτέρας ἀρχῆς ἀναγνωστέον, οὐκ ἐχόμενα τῶν πρώτων,
ὃ ῥητῶς
μὲν τὸν τῶν πιστῶν ἀπὸ τῶν ἀπίστων δηλοῖ μερισμόν. Συμβο- λικῶς δὲ
>πατὴρχ > νοῦς μερίζεται >ἐπὶ υἱῷ] < μοχθηρῷ λογισμῷ μὴ
συγκατατιθέμενος αὐτῷ. >καὶ υἱὸς ἐπὶ πατρί <, ὁ τὸν ἀποθανόντα μὴ
θάπτων πατέρα. >μήτηρ ἐπὶ θυγατρί < ψυχὴ τὸν μοχθηρὸν αὐτῆς οὐκ
ἀποδεχομένη καρπόν· >θυγάτηρ ἐπὶ μητέρα <, τὴν ὕλην ἡ μηκέτι
ἑνουμένη αὐτῇ
ψυχή. >πενθερὰ ἐπὶ νύμφην <, ἡ τοῦ
νόμου ἀνδρὸς τῆς ὑπ' αὐτῷ ψυχῆς μήτηρ, λέγω δὴ τὸ ἅγιον πνεῦμα,
καταλιπὸν τὸν ἐκ περιτομῆς λαόν· >νύμφη ἐπὶ τὴν πενθεράν <, ὁ διὰ
τοῦ ἀμαρτάνειν λαὸς χωρισθεὶς τοῦ πνεύματος.
Ἕτερον δὲ τέταρτον νοῆσαι τὸν τῆς ἐνανθρωπήσεως χρόνον, καθ' ὃν νύττει
καὶ περιορύττει τὸν Ἰσραὴλ καταθερμαίνων αὐτόν, ἵνα ζέοντας
ἄκαρποι, ἐξεκόπη ἡ συκῆ καὶ ἐνεκεντρίσθη τὰ
ἔθνη εἰς τὴν ἐκείνων ῥίζαν — ἔμεινε γὰρ ἡ ῥίζα — ἢ γεωργὸν δεὶ νοῆσαι
ἄγγελόν τινα παρὰ θεοῦ προσταχθέντα προΐστασθαι τῆς Ἱερουσαλήμ, ἣ καὶ
καὶ συκῇ ἀκάρπῳ παραβάλλεται.
Ἑτέρως ἐστὶ λαβεῖν τὴν τὴν μὲν γυναῖκα εἰς τὴν ἐκκλησίαν, τὴν δὲ ζύμην
εἰς τὸ πνεῦμα τὸ ἅγιον, σάτα δὲ τρία σῶμα, πνεῦμα, ψυχήν. Ἀγιάζεται δέ
ταῦτα ταῦτα ζύμῃ τοῦ ἁγίου πνεύματος, ὥστε γενέσθαι πρὸς τὸ
ἅγιον πνεῦμα ἔν φύραμα, ἵν >ὁλόκληρον ἡμῶν τὸ σῶμα καὶ τὸ πνεῦμα καὶ
ἡ ψυχὴ ἀμέμπτως τηρηθείῃ ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ <,
ὥς φησιν ὁ θεπέσιος Παῦλος.
Ἀλλ' οὕτω μέν κατὰ τὸ ῥητὸν κελευόμεθα μὴ φίλους καλεῖν καὶ γείτονας,
ἀλλὰ >πτωχοὺς καὶ ἀναπήρους, χωλοὺς καὶ τυφλούς<. εἰ δέ μὴ
οἰκονομικῶς καὶ ὡς ἐν παραβολαῖς λέγει ταῦτα, ἶνα καὶ οἱ
ἀ\κεραιότεροι ὡς ἐγχωρεῖ ὡφελῶνται ταῦτα, καὶ ἀποτρέπει τῶν καθηκόντων.
οὐ σοφοῦ γὰρ
οἱ μὴ πάντη μακρὰν ἔχοντες τὰ οἱκοδομήματα τῶν ἡμετέρων
δογμάτων. Κατὰ κοινοῦ μὲν οὖν >ploysqioyw< ἀκουστέον. ὁ δέ πλουτῶν
ἐν οἷς οἴεται ἀληθέσι δόγμασι, κληθεὶς ἐπὶ τὸν ὄντως ἀληθῆ λόγον,
ἀντιλέγων τῇ ἀληθείᾳ οἷον ἀντικαλεῖ τὸν διδάσκοντα· ἐπεὶ δέ οὐ >οὐ
πολλοὶ< μὲν ἐν ἡμῖν >σοφοί< τινὲς δέ, ζητητέον εἰ καὶ τούτους
κλητέον· οἱ μὲν γὰρ
ἀκροάσεις καταγγέλλοντες
>πλουσίους< καὶ οὐ πτωχοὺς καλοῦσιν, ὁ δὲ πρὸς δόξαν ἀληθῆ
διακονῶν τῷ λόγῳ κενοδοξίας ἀπήλλακται. >Κάλει< δὲ
>πτωχούς<, φησίν, τοὐτ' ἔστιν ἀπόρους λόγων, ἶνα πλουτήσῃς,
>ἀναπήρους< τοῦτ' ἔστιν βεβλαμμένους τὸ φρόνημα, ἵνα ὑγιάσῃς,
>χωλοὺς< τοὺς σκάζον- τας τῷ λόγῳ, ἴν ὁρθὰς τροχιὰς ποιῶσι,
>τυφλοὺς< τοὺς τὸ θεωρητικὸν
μὴ ἔχοντας, ἕνα βλέπωσι
τὸ φῶς τὸ ἀληθινόν. Τὸ δέ· >οὐκ ἔχουσιν ἀνταποδοῦναί σοι< ἴσον
ἐστὶ τῷ. οὐκ ἴσασι πρὸς ἐρώτησιν ἢ ἀπόκρισιν διεξάγειν λόγον καὶ
διαλεκτικῶς. Καὶ ἄνθρωπος μέν ἀπὸ φιλανθρωπίας ἀναγορευόμενος ὁ θεὸς καὶ
πατὴρ τοῖς μήπω δυναμένοις >φαγεῖν ἄριστον ἐν τῇ βασιλείᾳ τοῦ
θεοῦ< ὡς ἄνθρωπος δεῖπνον ποιεῖ καὶ μέγα· ὑπερ-
βέβηκε
γὰρ τὸ ἄριστον. ἄριστον μέν γὰρ οἱ εἰσαγωγικοὶ λόγοι ἢ ἠθικοὶ ἢ τὰ
παλαιὰ λόγια, δεῖπνον δέ οἱ ἐν προκοπῇ λόγοι μυστικοὶ ἢ οἱ τῆς νέας
διαθήκης. >Ἀνάστασιν< δὲ >δικαίων< ἐνταῦθα λέγει, ἣν Ἰωάννης
πρώτην ἐν
Ἐκλήθησαν μέν ὡς ἐντρεχεῖς ἀπὸ φύσεως, τρισὶ δὲ τρόποις ἀποπίπτουσι τῆς
κλήσεως, φαντασίᾳ δογμάτων κρεισσόνων νοητῶν, διώξει αἰσθητῶν καὶ οὐ
νοητῶν, φιληδονίᾳ. Οἱ μὲν μὲν γὰρ ἀγρὸν ἀγοράσαντές
εἰσιν,
οἳ καὶ παραιτοῦνται τὸ δεῖπνον, οἱ παραλαβόντες δόγματα ἕτερα τῆς
θειότητος πολλὴν ἔχοντα πιθανότητα καὶ ποικιλίαν τοῦ λόγου, οἴ καὶ
καταφρονοῦσι τοῦ ἀγροῦ, τοῦ ἔχοντος ἐν ἑαυτῷ >θησαυρὸν< καὶ
τοῦ κεκληκότος, τάχα δὲ καὶ ἑαυτοῦ. Τὸ δέ·
>ἐρωτῶ σε< φασίν, ὡς λόγῳ μόνῳ αἰδούμενοι τὸν κεκληκότα. Ὁ δὲ
ζεύγη βοῶν ἀγοράσας πέντε οὖτός ἐστιν ὁ τῆς νοητῆς καταφρονῶν φύσεως,
περὶ δὲ τὰ αἰσθητὰ καταφιλοσοφῶν, οὐδ’ οὗτος ἐδοκίμασεν ἐξ ἀρχῆς ἃ
ἐώνηται· εἰ οὖν ὁ ἀριθμὸς ἐπὶ ὓλης τάσσεται, οὗτος τὰ ὑλικὰ ἐτίμα. Διὸ
καὶ οὗτος παρᾐτηται τὸ
νοητὸν δεῖπνον. ὅθεν καὶ ἔν τισιν
ἀντὶ τοῦ· >ἐρωτῶ σε< >καὶ διὰ τοῦτο οὐ δύναμαι ἐλθεῖν κεῖται.
οἱ γὰρ αἱρῶντες τὰ αἰσθητά φασι μὴ ἀσώματον καταλαβεῖν. Ὁ δὲ ἔτερός
ἐστιν, ὁ εἴπών. γυναῖκα >γυναῖκα ἔγημα<, ὁ δοκῶν εὑρηκέναι σοφίαν
καὶ ταύτης κοινωνήσας παραιτούμενος τὴν αληθῆ ἢ ὁ τῇ σαρκὶ ἑνούμενος,
>φιλήδονος μᾶλλον ἢ φιλόθεος<.
Ὁ πύργος ἀνάστημα ἔχων καὶ δίαρμα καὶ ὕφος εἴη ἂν ὁ περὶ θεοῦ λόγος.
αἰνίτεται οὖν διὰ τῆς παραβολῆς, ὅτι μέλλων θεολογεῖν σκόπησον εἰ
δύνασαι ἀρξάμενος. Πάντα ἀπαιτεῖ ὁ λόγος εἰς θεολογίαν τελειῶσαι,
ἕνα μὴ ἀρξάμενος τῶν τῆς θεοσεβείας δογμάτων ἀτελῆ καταλίῃς
τὸν περὶ θεοῦ λόγον καὶ στεφάνην αὐτῷ μὴ ἐποικοδομήσῃς. εἰ γὰρ στεφάνην
οὐκ ἐπῳκοδόμησεν, πεσεῖταί τις ἀπὸ τοῦ πύργου καὶ ἀποθανεῖται.
Νοήσεις δέ καὶ οὕτως τὸ ἐπιθυμεῖν κορεσθῆναι τὸν ἄσωτον ἐκ τῶν κερατίων.
Ἡ λογικὴ φύσις ἐν ἀλογίᾳ γενομένη ἐπιθυμεῖ, κἂν μὴ ἐν
γλυκάζει μὲν καὶ πιαίνει τὸ σῶμα, τῷ δὲ
σκυβάλῳ οὐ δίδωσιν ὁδόν, εἶεν ἂν ταῦτα φιλοΰλων καὶ φιλοσωμάτων λόγοι
πιθανοί, τὴν ἡδονὴν λεγόντων ἀγαθόν, >κνηθομένων τὴν ἀκοὴν καὶ ἐπὶ
τοὺς μύθους ἐκτρεπομένων >Καὶ οὐδεὶς ἐσίδου οὐ παραδιδόασιν οἱ
φαῦλοι, ἶνα μὴ ἐλέγχωνται. Ἄλλως τε οἱ τῶν ἐΜεν
λόγοι
ἄτροφοι καὶ τὸ χωρητικὸν καὶ ἀναδοτικὸν τῶν λογικῶν τροφῶν ἐμπλῆσαι οὐ
δύνανται.
Καταλιὼν τὰ οὐράνια προσέθηκα τὸ ἀσεβῆσαι πρός σε· τὴν ἀνθρωπίνην
ἀθλιότητα ἀθλιότητα δείκνυσιν ὁ λόγος ἱστορικῶς διηγούμενος τὴν
ἀποφοίτησιν αὐτοῦ καὶ τὴν ἀτοπίαν. Οὐ πρότερον δὲ αὐτὸν ἐπανάγει πρὸς
τὴν ἐξ ἀρχῆς εὐκληρίαν, πρὶν αἴσθησιν αὐτὸν τῆς παρούσης
λαβεῖν συμφορᾶς καὶ εἰς ἑαυτὸν ἐλθεῖν καὶ μελετῆσαι τὰ τῆς μεταμελείας
ῥήματα· φησὶ γὰρ >ἥμαρτον< καὶ τὰ ἑξῆς, οὐκ ἂν προσθεὶς τῇ
ἐξομολογήσει τὴν > εἰς τὸν οὐρανὸν< ἁμαρτίαν, μὴ πεπεισμένος
ἑαυτοῦ πατρίδα εἷναι τὸν οὐρανόν, ἃν καταλιπὼν ἐπλημμέλησεν. Διὰ τοῦτο
καὶ εὐπρόσιτον αὐτῷ
τὸν πατέρα ἡ μελέτη τῆς τοιαύτης
ἐξομολογήσεως ἀπεργάζεται ὥστε καὶ προδραμεῖν αὐτῷ καὶ φιλήματι τὸν
τράχηλον δεξιώσασθαι.
Εἰ δὲ χρὴ τὸν τόπον καὶ ὑψη λότερον θεωρῆσαι, προκατάρχεται λόγων ἠθικῶν μὲν οἷον τροφῆς ἐν τῷ >φαγόντες<, ἐποπτικῶν δὲ οἷον ποτοῦ ἐν τῷ >εὐφρανθῶμεν<· >οἶνος< γὰρ >ἀρχὴ εὐφρονύνης< ὡς γέγραπται.
Tὸ τῆς >συμφωνίας< ἄνομα κυρίως τάσσεται ἐπὶ τῶν κατὰ μουσικὴν ἐν
φωναῖς ἁρμονιῶν· καὶ εἰσί γε παρὰ τοῖς μουσικοῖς φθόγγοι φθόγγοις
σύμφωνοι καὶ ἄλλοις διάφωνοι. Οἶδε δὲ καὶ ἡ εὐαγγελικὴ γραφὴ τὸ ὄνομα
ἐπὶ
τῶν κατὰ μουσικὴν
ὑγιαίνοντα ὡς
ἀποβαλόντα τὴν νόσον διὰ τῆς μετανοίας.
Μία κεραία οὐ παρ’ Ἕλλησι μόνον ἐστὶ τὸ ἰῶτα, ἀλλὰ καὶ παρ᾿ Ἑβραίοις τὸ
παρ᾿ αὐτοῖς καλούμενον ἰώθ. Δύναται δὲ τὸ >ἰῶτα ἕν ἢ μία κεραία<
συμβολικῶς λέγεσθαι ὁ Ἰησοῦς, ἐπείπερ ἡ ἀρχὴ τοῦ
ὁνόματος αὐτοῦ οὐ παρ' Ἕλλησι μόνον, ἀλλὰ καὶ παρ’ Ἑβραίοις ἀπὸ τοῦ ἱὼθ
γράφεται. καὶ ἔστιν οὕτως τὸ >ἰῶτα ἔν ἢ μία κεραία< ὁ Ἰησοῦς, ὁ
λόγος θεοῦ ἐν τῷ νόμῳ, οὐ παρερχόμενος αὐτόν, >ἕως ἂν πάντα
γένηται<, καὶ οὐχὶ πίπτων· πίπτει γὰρ ἐπὶ σωτηρίᾳ, ἵνα >καρπὸν
πολὺν < φέρῃ, ἀλλὰ πίπτων
εὐκοπωτέρου ὄντος >τὸν
οὐρανὸν καὶ τὴν γῆν παρελθεῖν< ἢ περὶ τοῦτον ἐν τῷ νόμῳ τυγχάνοτα
>μίαν κεραίαν <· >πεσὼν < δὲ >εἰς τὴν γῆν< ἀπέθανεν,
ἵνα πλείονα καρπὸν φέρῃ, οὐ νικηθείς, ἀλλὰ >ταπεινώσας ἑαυτὸν καὶ
γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ<.
>Ἄνθρωπός τις ἦν πλούσιος<· ἐπειδὴ οὐκ ἐδόκει κρεῖττον εἶναι κατὰ
τὸ Σολομώντειον >ὄνομα καλὸν ἢ πλοῦτον πολύν<, ἀλλὰ τοὐναντίον
πλοῦτον ἔχειν πολὺν ἢ ὄνομα καλόν, διὰ τοῦτο ἐξ ὧν ἠγαπήκει καλεῖται,
πλούσιος
προσαγορευόμενος, οὐχ ὅσιος οὐδὲ δίκαιος· ὁ δὲ
πένης ἅτε μηδὲν ἔχων
τις ἦν< φησίν, ἵν’ ἐν
τῷ κοινῷ μὲν φέρῃ τὸ ἄδηλον, ἐν τῷ ἀδήλῳ δὲ τὸ κοινὸν εισάγῃ
καθυβριξόμενον. Ἀλλ᾿ ἐπὶ τῶν δικαίων οὐχ οὕτως, ἀλλὰ πῶς; >Ἄνθρωπός
τις ἦν<, φησίν, >ἐν χώρᾳ τῇ Αὐσίτιδι, ὄνομα αὐτῷ Ἰώβ<, καὶ
>ἄνθρωπος ἦν ἐν‘ Ἱερουσαλήμ, ᾧ ὄνομα Συμεών<. Ὅτου χάριν; ὅτι περὶ
μέν τοῦ ἐπάγει. >καὶ ἦν ἄνθρωπος ἐκεῖνος ἄμεμπτος, ἄκακος, δίκαιος,
ἀληθινός, θεοεβής, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ
πράγματος<, περὶ
οὐδένα, ἀδικουμένος δὲ μᾶλλον βοηθῶν καὶ χήραις καὶ
ὀρφανοῖς τὰ πρὸς ζωὴν χορηγῶν·
Ἠβουλήθη τις ἀθετῆσαι τὴν περὶ τοῦ πλουσίου καὶ τοῦ πένητος διήγησιν,
κατ᾿ ἄγνοιαν τοῦ εὐαγγελίου οὕτως ἐπαπορῶν· εἰ γὰρ ἀνέκειτο,
φησίν, εἰς τὸν κόλπον τοῦ Ἀβραὰμ ὁ Λάζαρος, ἕτερος πρὸ τοῦ τοῦτον
ἐξελθεῖν τὸν βίον ἀνέκειτο ἐν τῷ κόλπῳ τοῦ Ἀβραὰμ καὶ πρὶν ἐκείνου
ἄλλος, ἀλλὰ καὶ ἄλλου, φησίν, δικαίου ἐξελθόντος ὁ πτωχὸς ὑπαναστήσεται.
Οὐ γὰρ ἑώρα τὸν κόλπον τοῦ Ἀβραὰμ ὁ περὶ τούτων ἐπαπορῶν, καὶ ὅτι
δύνατόν ἐστι μυρίους ἐν τῷ κόλπῳ τοῦ Ἀβραὰρ ἅμα ἀναπαύεσθαι
κοινωνοῦντας τῶν ἀποκαλυφθέντων αὐτῷ. Καὶ γὰρ καὶ Ἰωάννης ὁ ἀγαπητός, εἰ
καὶ κατὰ τὴν ἱστορίαν ἐν τῷ δείπνῳ >εἰς τὸν κόλπον τοῦ Ἰησοῦ<
ἀνέκειτο, τοῦ γέρως τούτου ἀξιωθεὶς ὡς ἐξαιρέτου ἀγάπης κριθεὶς ἄξιος
τῆς παρὰ τοῦ διδασκάλου, ἀλλὰ τοῦτο συμβολικῶς παρίτησιν, ὅτι τῷ λόγῳ
Ἰωάννης ἀνακείμενος καὶ τοῖς μυστικωτέροις ἐναναπαυόμενος
ἀνέκειτο ἐν τοῖς κόλποις τοῦ λόγου, ἀνάλογον τῷ καὶ αὐτὸν εἶναι τὸν
>μονογενῆ< λόγον >ἐν τοῖς κόλποις τοῦ πατρὸς<
ἀναγεγράφθαι.
Ἐξελέγχεται δὲ ἐν τῷ λόγῳ Μαρκιωνιστῶν [τε] παράνοια [καὶ Μανιχαίων], οἳ
τὸν νόμον ἀλλότριον εἶναί φασι Χριστοῦ. Φησὶ γὰρ ὀ Μᾶρκος, ὅτι
>ἐμβλέψας αὐτῷ ὁ Ἰησοῦς ἠγάπησεν αὐτόν<· οὐκ ἂν δὲ ἐπὶ τῇ τοῦ
ἀλλοτρίου πληρώσει ἠγάπησε τὸν περὶ ταύτης παῤῥησιασάμενον.
Ζήτησιν δὲ κινεῖ, πῶς ἠγαπήθη ὁ μὴ μέλλων ἀκολουθεῖν ἐπὶ τὴν ζωήν. Ἔστι
δέ ἐπὶ μὲν τοῖς προτέροις ἀγάπης ἄξιος ὁ τὰ τοῦ νόμου φυλάξας· τῇ δέ
πρὸς τὸ τέλειον ὀλιφωρίᾳ τὴν ἐπὶ τοῖς πρόσθεν ἀγάπην οὐκ εἴασε γενέσθαι
τελείαν.
Ὑπὲρ γὰρ ὅλου τοῦ βίου ἡμῶν οἱ πάντες κριθησόμεθα τότε, ἡνίκα λόγου
συναιρομένου ἀχθήσεται εἰς μέσον καὶ >πᾶν ῥῆμα ἀργόν, ὃ ἐὰν λαλήσωσιν
οἱ ἄνθρωποι<,ἀλλὰ καὶ εἴ ποτέ τις >ἐπότισε ποτήριον ὕδατος ψυχροῦ
μόνον εἰς ὄνομα μαθητοῦ<. Καὶ ταῦτα ἔσται, ἡνίκα τὸ παρὰ
Δανιὴλ γεγραμμένον γένηται, τό· >βίβλοι ἀνεῷχθησαν, καὶ κριτήριον
ἐκάθισεν<· οἱονεὶ γὰρ πόντων τῶν λελαλημένων ἡμῖν καὶ τῶν πεπραγμένων
καὶ τῶν νενοημένων ἀναγραφή τις γίνεται, καὶ θείᾳ δυνάμει πᾶν κρυπτὸν
ἡμῶν φανερωθήσεται καὶ πᾶν κεκαλυμμένον ἀποκαλυφθήσεται· >τοὺς γὰρ
πάντας ἡμᾶς παραστῆναι δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ
Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν εἴτε
ἀγαθὸν εἴτε φαῦλον<. Μηδεὶς δὲ οἰέσθω μακρῶν τινων αἰώνων δεήσειν τῷ
τοσούτῳ τῶν πάντων καὶ ὑπὲρ πάσης τῆς ἐνταῦθα ζωῆς λογουθεσίῳ. ἀθρόως
γὰρ βουληθεὶς ὁ θεὸς ἀναῤῥιπίσαι ἐν ταῖς πόντων μνήμαις παρ᾿ παρ’ ὅλον
τὸν
βίον γεγενημένα καλὰ ἢ φαῦλα ποιήσει τοῦτο ἀφάτῳ
δυνάμει καὶ ὑπομνήσει ἕκαστον ὧν ἔπραξεν, ἵνα συναισθηθέντες ὧν
πεποιήκαμεν καταλάβωμεν, δι’ ἃ κολαζόμεθα ἢ τιμώμεθα. Τολμητέον γὰρ καὶ
λεκτέον, ὅτι ὁ τῆς προσδοκωμένης κρίσεως καιρὸς οὐ δεῖται χρόνων· ἀλλ᾿
ὡς ἡ ἀνάστασις γένεσθαι λέγεται >ἐν ἀτόμῳ, ἐν ῥιπῇ ὀφθαλμοῦ<οὕτως
οἶμαι καὶ ἡ κρίσις.
Ἐν ταύυτῇ μὲν οὖν τῇ παραβολῇ δέκα
δοῦλοι εὑρίσκονται δέκα λαβόντες μνᾶς, ἕκαστος ἀνὰ μίαν, ἐν ἑτέρᾳ δέ ὁ
μὲν πέντε τάλαντα, ὁ δὲ δύο, ὁ δὲ ἕν· ἀλλαχοῦ δὲ ὀφειλέται ὁ μέν
πεντακοσίων, ὁ δὲ πεντήκοντα δηνρίων. Εἴ τις δέ κατανοήσει τὸ ποικίλον
τῆς ἀνθρωπίνης ψυχῆς καὶ τὰς πολλῷ διαφερούσας ἀλλήλων εὐφυΐας καὶ
ἀφυΐας εἰς πλείονας τῶν ἀρετῶν
ἢ ἐλάττονας, καὶ τάσδε τὰς
ἀρετὰς ἢ τάσδε, τάχα ἂν ἐννοήσῃ, πῶς ἑκάστη ψυχὴ ἐλήλυθε, μετὰ τίνων τοῦ
οἰκοδεσπότου νομισμάτων ἀναφαινομένων μετὰ τῆς τοῦ λόγου συμπληρώσεως
καὶ τῆς ἑξῆς τῇ συμπληρώσενι τοῦ λόγου ἐπιμελείας καὶ ἀσκήσεως πρὸς τὰ
δέοντα.
Οἱ τὰ λῃστῶν φρονοῦντες και ποιοῦντες Ἰουδαῖοι και >λῃστῶν σπή-
λαιον< τὸν οἶκον τοῦ θεοῦ πεποιηκότες καὶ διὰ τοῦτο ἐξ αὐτοῦ ὑπὸ τοῦ
Ἰησοῦ ἐκβληθέντες περὶ μὲν τοῦ λῃστοῦ Βαραββᾶ ἐβόων· >ἀπόλυσον
ἡμῖν τὸν Βαραββᾶν<περὶ δὲ τοῦ τῆς οἰκουμένης σωτῆρος·
>σταύρου, σταύρου αὐτόν<. Διόπερ μέχρι σήμερον οἱ Ἰουδαῖοι Ἰησοῦν
μὲν οὐκ ἔχουσιν — οὐ γὰρ πεπιστεύκασιν εἰς τὸν υἱὸν τοῦ θεοῦ — ἔχουσι δὲ
μεθ’ ἑαυτῶν τὸν ἀπὸ >τῶν πνευματικῶν τῆς πονηρίας< Βαραββᾶν τὸν
λῃστήν, ὃν ἤδη κεκρατημένον καὶ εἰς φυλακὴν βεβλημένον καθ᾿ ἑαυτῶν
ἠξίωσαν
ἀπολυθῆναι. Διὰ τοῦτο ἄρχει τῶν ἀπίστων Ἰουδαίων
Βαραββᾶς ὁ λῃστής.
Οὕτως δέ τινας ἐτάραξεν ὡς ἀσύμφωνον τὸ εἰρημένον, ὥστε αὐτοὺς τολμῆσαι
ὑπονοῆσαι προστεθεῖσθαι τῷ εὐαγγελίῳ ὑπό τινων ῥαδιουργόντων αὐτὸ τό·
>σήμερον μετ᾿ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ<· ἡμεῖς δέ
φαμεν ἁπλούστερον μέν, ὅτι τάχα, πρὶν ἀπελθεῖν εἰς τὴν λεγομένην καρδίαν
τῆς γῆς, ἀποκατέστησεν εἰς τὸν παράδεισον τοῦ θεοῦ τὸν πιστεύσαντα
λῃστήν.
Ἰωάννης μὲν οὖν οὖδὲ ἐμνήσθη τούτον, Ματθαῖός τε καὶ Μᾶρκος οὔτε ἥλιον
οὔτε ἔκλειψιν ὠνόμασαν. Λουκᾶς δὲ εἰπών· >τοῦ ἡλίου ἐκλείποντος<
τάχα τὸ περὶ ἡμᾶς πάθος δηλοῖ, εἴτε σκοτεινῆς νεφέλης
ἢ
νεφῶν ὑποδραμουσῶν τὰς φθανούσας ἐπὶ τὴν Ἰουδαίαν γῆν ἡλιακὰς ἀκτῖνας ἢ
τοῦ ἐκεῖσε ἀέρος παχυνθέντος συμπαθοῦντος καὶ αὐτοῦ τῷ γεγονότι, ὥσπερ ἡ
περὶ τὴν Ἰουδαίαν γῆ καὶ αἱ πέτραι καὶ τὰ μνημεῖα· πολλαχοῦ γὰρ ἡ γραφὴ
πᾶσαν γῆν τὴν Ἰουδαίαν ὀνομάζει· τοῦτο δὲ γέγονεν, ἵν᾿ εἰδεῖεν ὅτι αὐτός
ἐστιν ἐκεῖνος ὁ ἀπηρτημένος τοῦ ξύλου ὁ
σύνοπλον τὴν κτίσιν
λαβών, ὅτε >τοῖς Αἰγυπτίοις πεπολέμηκε δι᾿ αὐτοὺς< καὶ τὸ ἡλιακὸν
ἐκλέλοιπε φῶς καὶ ἁπάσης τῆς αὐτῶν χώρας κατεσκεδάσθη τὸ σκότος.
Περὶ ταύτης τῆς ἐκλείψεως προεφήτενοε καὶ Ζαχαρίας εἰπών· >ἐν ἐκείνῃ
τῇ ἡμέρᾳ οὐκ ἔσται φῶς· καὶ ψύχος καὶ πάγος ἔσται μίαν ἡμέραν· καὶ ἡ
ἡμέρα ἐκείνη γνωστὴ τῷ κυρίῳ· καὶ οὐχ ἡμέρα καὶ οὐχὶ νύξ· καὶ
πρὸς ἑσπέραν ἔσται φῶς< εἰκὼν τὸ σκότος τοῦ ἐσκοτίσθαι τοὺς
ἐπιβάλλοντας χεῖρα τῷ φωτί. Ὡς γὰρ Αἰγυπτίοις σκότος καὶ τοῖς υἱοῖς
Ἰσραὴλ φῶς, οὕτως νῦν τῇ μὲν ἐκκλησίᾳ φῶς, Ἰουδαίοις δὲ σκότος τριῶν
ὡρῶν, φωτὸς πατρικοῦ, ἀπαυγάσματος Χριστοῦ, ἐλλάμψεως ἁγίου πνεύματος.
Καὶ ἐπεὶ ἐν τῇ ἕκτῃ ἡμέρᾳ γεγένηται ὁ ἄνθρωπος,
τάχα διὰ τοῦτο ὑπὲρ σωτηρίας ἀνθρώπων πάσχων ὁ κύριος
>ὥρᾳ ἕκτῃ< ἐκρεμάσθη τῆς ἕκτης ἡμέρας, ἵνα τὸν ἐν τῇ ἕκτῃ ἡμέρᾳ.
γεγονότα καὶ τῇ ἕκτῃ ὥρᾳ τοῦ παραδείσον ἐκπεσόντα πάλιν
ἀνακαλέαηται.
Αὕτη ἡ φωνή, ἣν ἔκραξεν ἐπὶ τῷ σταυρῷ· >εἰς χεῖράς σου παρατίθημι τὸ
πνεῦμά μου<, διδάσκει, ὅτι αἱ τῶν ἁγίων ψυχαὶ οὐκέτι εἰς ᾅδου
κατακλείονται, καθὰ καὶ πρῴην, ἀλλὰ παρὰ τῷ θεῷ εἰσιν,
τούτου γεγονότος ὡς ἐν ἀπαρχῇ ἐν Χριστῷ· κάτω γὰρ ἦν ἡ χώρησις καὶ ἡ
κατοχὴ τῶν ψυχῶν, ἀλλὰ ταύτην τὴν κάτω πορείαν ὁ κύριος εἰς τὰ ἄνω
μετέστησε δι᾿ ἑαυτοῦ. Ἐπειδὴ γὰρ ἐν αὐτῷ τὸ ἀπλημμελὲς ἡ ἀνθρώπου φύσις
εὑρέθη πλουτήσασα, κεκαινοτόμηκεν ἡμῖν τὸ πέμπεσθαι >εἰς χεῖρας
θεοῦ ζῶντος< τὰς σωμάτων ἀπαλλασσομένας ψυχάς, καὶ τοῦτο
εἰδὼς ὁ ἅγιος ἔφη Στέφανος· >κύριε Ἰησοῦ, δέξαι τὸ πνεῦμά μου<. Τὸ
δὲ >παρα- τίθημι< τὸ ἑκούσιον διδάκει τοῦ πάθους καὶ δείκνυσιν,
ὅτι οὐκ ἀπόλλυται· [ἐδήλου γὰρ τὸ >παραθήσομαι<, ὅτι πάλιν αὐτὴν
ἀπολήψεται].
Τίς μὲν ἡ δόξα τοῦ σώματος τοῦ κυρίου, ἧς καὶ ὁ Παῦλος μέμνηται,
παρεδείχθη τοῖς μαθηταῖς ἐν τῇ μεταμορφώσει ἐπὶ τοῦ ὄρους· ἐπεὶ δὲ ἐχρῆν
μετά τὴν ἀνάστασιν ἐμφανισθῆναι τοῖς τε ἀποστόλοις καὶ τοῖς
πεντακοσίοις μαθηταῖς εἰς πίστευσιν τῆς ἀναστάσεως, ὡς ἐχώρουν ἰδεῖν,
ἐθεάθη, [καὶ] ὁποῖον ᾔδεσαν αὐτὸν παθεῖν, δεικνὺς αὐτοῖς καὶ τὰς ἐκ τῶν
παθῶν οὐλάς. Ὅρα δέ, ὅτι καὶ ἀποδημῶν εἰρήνην αὐτοῖς ἀφῆκεν, ὡς ὁ
Ἰωάννης ἔγραψεν· καὶ αὖθις ἐπιδημήσας εἰρήνην δίδωσι, τὸ γλυκὺ καὶ
πρᾶγμα καὶ ὄνομα.
[ἑτέρως δέ·] Σίμων καὶ Κλεόπας ὁμολογοῦντες ἐπὶ τοῖς λόγοις τοῦ σωτῆρος
τό· >ἡ καρδία ἡμῶν καιομένη ἦν< καὶ τὰ ἑξῆς δηλοῦσιν, ὅτι οἱ ἀπὸ
ἀγάπης τῆς πρὸς τοὺς ἀκούοντας ὑπὸ τοῦ σωτῆρος ἀπαγγελλόμενοι
λόγοι ἐχούσης φλόγα πυρὸς ἔκαιον, ἀνάπτοντες τὴν καρδίαν τῶν
ἀκουόντων πρὸς ἀγάπην θεοῦ.
Τοιοῦτον δέ τι καὶ περὶ τοῦ Ἀαρὼν ἐν τῷ Λευϊτικῷ γέγραπται, ὅτι
>ἐξάρας τὰς χεῖρας αὐτοῦ ἐπὶ τὸν λαὸν ηὐλόγησεν αὐτούς<.
Ὑπολαμβάνω δὲ ἐνθάδε αἰνίσσεθαι τὸν λόγον, ὅτι δεῖ τὸν εὐλογοῦυντά τινα
κεκοσμῆσθθαι
ἐν ἔργοις διαφέρουσι κα ἐπηρμένοις παρὰ τοὺς
πολλούς· αἱ γὰρ χεῖρες Ἀαρὼν ἄνω ἐξαίρονται, ὅτε μέλλει εὐλογεῖν τὸν
λαόν. Ὡς εἔπερ τις κάτω ἔχοι τὰς χεῖρας εἰς τὰ γήϊνα, οὐκ ἂν ἀνύσαι
βουλόμενος τινα, ὥσπερ οὐδέ κάτω κείμεναι αἶ Μωϋσέως χεῖρες ὠφέλουν τὸν
λαόν, ἀλλ᾿ ὅτε ἐπήροντο. Τούτου σύμβολον ἦν καὶ ἡ ἔπαρσις τῶν
τοῦ σωτῆρος· ταῖς γὰρ ὑπὲρ ἄνθρωπον πράξεσιν ὕφωσεν τὰς χεῖρας καὶ
ἔσωσε τοὺς πιστεύοντας. τάχα τοίνυν πᾶς ὁ ταῖς πράξεσιν ἐπηρμένος
ἐσταύρωται, καὶ κατὰ τοῦτο ἔλεγε Παῦλος· >ἐγὼ κόσμῳ ἐσταύρωμαι κἀμοὶ
κόσμος<, τοῦτ' ἔστιν· νενόηταί μοι ὁ λόγος ὁ περὶ κόσμου καὶ ἐπῆρται
καὶ οὐκέτι κεῖται κάτω· τῷ γὰρ μὴ συνέντι τὸν λόγον τῆς
κοσμοποιΐας ὁ λόγος οὐκ ἐσταύρωται. Καλὸν γὰρ εἶναι ἡγοῦμαι τὸ
σταυροῦσθαι, ὃ καὶ Παῦλος πέπονθε, Χριστῷ συνεσταυρωμένος, καὶ ὁ κόσμος
ἔσχεν ὡς πρὸς τὸν Παύλου νοῦν ἐπηρμένος καὶ νενοημένος αὐτῷ. Ἀλλως δὲ
ἐπαίρει τὰς χεῖρας ὁ κύριος, δύναμιν δύναμιν τοῖς μαθηταῖς ἐντιθεὶς διὰ
τῆς εὐλογίας.
Ἐμφαντικώτερον δὲ τὀ >καθ' ἡμέραν< τοῦ παρὰ Ματθαίῳ
>σήμερον<. Καὶ γὰρ ὁ ἔσω ἄνθρωπος, ὃς κυρίως οὐσία, μὴ τυχὼν
ζῶντος ἄρτου
ἐχθρῷ ζωῆς θανάτῳ γίνεται, ὡς τὸ σῶμα μὴ
τρεφόμενον. Ταπεινοὶ δέ οἱ νομίζοντες περὶ σωματικοῦ ἄρτου λέγειν τὸν
διδάσκοντα μὴ >περὶ τῆς αὔριον<, μάλιστα εἶς >τὸν
ἐπιούσιον<, ἀντὶ τοῦ >τὸν ἐπιόντα< καὶ >ἐπερχόμενον<
λαμβάνουσιν. Τοῦτο δὲ δῆλον ἐκ τοῦ εἰπεῖν· >οὐ γὰρ οἶδας, τί τέξεται
ἡ ἐπιοῦσα<, τοῦτ' ἔστιν ἡ αὔριον ἡ ἐπερχομένη· οί δὲ
τοῦ
Μάνεντος ἢ ἀλληγρήσουσιν, ὃ μὴ εἴωθεν, ἢ τὸν τοῦ Δημιουργοῦ ἄρτον
αἰτήσουσιν.
[ὥστε] σημαίνει το >έπεχείρησαν< τό χωρις χαρίσματος ἐλθεῖν
Ὅτι μὲν οὖν παρὰ τῶν αὐτοψίᾳ θεασαμένων καὶ αὐτηκόων γενομένων παρέλαβε,
σαφώς ώμολόγησεν ειπών· >καθὼς παρέδοσαν ἡμῖν οἱ απ' ἀρχῆς αὐτόπται
και ὑπηρέται γενόμενοι τοῦ λόγου<. Καὶ χρή τούτῳ μὲν
και
Μάρκῳ πείθεσθαι, ὡς ἅπερ ἀκηκόασιν ἀκριβῶς ἀναγραψαμένοις, Ἰωάννῃ δὲ καὶ
ΜατΘαίῳ, ὡς ἅπερ ἑωράκασι γράφουσιν. Τὰ οὺν νόμιμα εὐαγγέλια τιμητέον ἐξ
ἴσου, μὴ μόνον τὴν ὄψιν τῶν ἑωρακότων τιμών- των, ἀλλὰ καὶ τὴν ἀκοὴν τῶν
ἀκηκοότων· ἀληθεῖς γὰρ ἀληθῶν διάδοχοι καὶ τὸ παραδοθὲν αὐτοῖς φῶς εἰς
ἡμᾶς παραπέμπουσιν, ἔπαινον κομιζό-
μενοι δίκαιον παρ'
ἠμῶν.
Ἴσως ἐρεῖ τις, ὅτι τοῦ νόμου λέγοντος· >ἐὰν φυλάξῃς τὰ προστάγ- ματα
κυρίου τοῦ θεοῦ σου, πληθυνεῖ τὸν σῖτόν σου καὶ τόν οἶνόν σου καὶ τὸ
ἔλαιόν σου καὶ οὐκ ἔσται ἔν σοι ἄγονος οὐδέ στεῖρα<· εἰ οὖν
>δίκαιοι<
οὗτοι, ποῦ ἡ εὐλογία; ὅτι ἔθος τοῖς ἐπὶ
μεγάλοις τισὶ προβιβαζομένοις παρὰ θεοῦ ὡς Ἰσαάκ καὶ Σαμψὼν καὶ Σαμουὴλ
ὑπερβαίνειν τὰ κατὰ τὸν νόμον· στειρωτικὴ γὰρ ὠδὶς ἐγγὺς τῆς παρθενικῆς
ἐστιν.
καὶ διὰ παντὸς τὸ τῆς ψυχῆς ὄμμα πρὸς θεὸν ἀνατείνων καὶ πρὸς αὐτὸν μόνον βλέπων κατὰ τὸν λέγοντα· >πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ<
>καὶ σίκερα οὐ μὴ πίη(. Σίκερά ἐστι πᾶν τὸ μέθην ποιεῖν δυνάμενον, οὐκ ἂν δὲ ἐξ ἀμπέλου, μάλιστα δέ τὸ ἐκ φοινίων ἐσκευασμένον.
>Καὶ αὐτὸς προελεύσεται<. Τό· >προελεύσεται ἐν πνεύματι καὶ
Ηλίου<, τοῦτό ἐστιν· Ἡλίου τῆς δευτέρας τοῦ κυρίου παρουσίας
προδρόμου, καθώς φησιν ὁ προφήτης εἰπών· >πέμφω ὑμῖν Ἡλίαν τὸν
Θεσβίτην πρὶν ἐλθεῖν τὴν ἡμέραν τοῦ κυρίου τὴν μεγάλην καὶ
επιφανῆ< οὕτως οὖν καὶ ὁ Ἰωάννης τῆς πρώτης γέγονε πρόδρομος καὶ
>ἐν πνεύματι< μέν, ὅτι ὥσπερ ἦν ἐπὶ τὸν Ἡλίαν ἡ τοῦ παναγίου
πνεύματος χάρις, οὕτω καὶ ἐπὶ τὸν πρόδρομον, >ἐν δυνάμει< δέ διὰ
τὸ μέγεθος τῆς πληρουμένης παρ᾿ αὐτῶν διακονίας.
τὸ δὲ >ἐπιστρέψαι καρδίας πατέρων ἐπὶ τέκνα<· μετῆλθε δὲ τὰ αὐτὰ
πρὸς Ἰωάννην. Ἀλλὰ μὴ
ἐπεὶ βούλεται τῷ λαῷ δεῖν τὸν ἀρχαῖον
ἀκολουθεῖν, ὃς χώρᾳ ἦν πατέρων, ὁ δὲ δεύτερος καὶ νέος ἐν χώρᾳ υἱῶν —
>ἀντὶ< γὰρ >τῶν πατέρων σου ἐγεννήθησαν υἱοί σοι< —
ἀντιστρέφει τὴν ἀκολουθίαν· καὶ γὰρ γὰρ ἀποκαθιστᾷ τὴν συναγωγὴν ὑπὸ τὴν
ἐκκλησίαν. Ἑρμηνεύων δέ, τίνες οἱ πατέρες, τίνες δὲ τὰ τέκνα, ἐπιφέρει·
>καὶ ἀπειθεῖς ἐν φρονήσει δικαίων<.
Δεῖ τοὺς παλαιοὺς
παρὰ Ἰουδαίοις τῇ φρονήσει τῶν δικαίων ἀκολουθῆσαι.
Ἔτι ἀπιστήσας ὁ Ζαχαρίας τῷ ἀγγέλλοντι τὴν γένεσιν τῆς δεικνυούσης τὸν
λόγον φωνῆς ἀπόλλυσι τὴν φωνήν,
καὶ ὅτε γράφει, ὅτι >Ἰωάννης ἐστὶν τὸ ὄνομα αὐτοῦ<. Ἐνωτίζεσθαι
οὖν δεῖ φωνήν, ἵν᾿ ὁ νοῦς τὸν ὑπ᾿ αὐτῆς δεικνύμενον δέξηται λόγον.
Προακούσας ἐράσμιον πρᾶγμα ὁ Ζαχαρίας ἑαυτῷ μέλλειν ἔσεσθαι οὐκ ἔσπευσε
πρὸ καιροῦ δραμεῖν πρὸς τὸ δοῦναι ὁδὸν τῇ προφητείᾳ, ἀλλ᾿ ἔμεινε
πληρῶσαι τὴν πνευματικὴν λειτουργίαν καὶ οὕτω τῇ προφητείᾳ
διὰ τῶν σαρκικῶν ἐξυπηρετήσασθαι, διδάσκων ὅτι δεῖ πάντα δεύτερα
ποιεῖσθαι τῆς εἰς θεὸν τιμῆς.
Διὸ οὐδέν ἔλεγεν ἡ Ἐλισάβετ, ἕως οὗ πάντες σχεδὸν εἰπεῖν ἤλεγχον αὐτήν, ὅτι ἔγκυος ἦν, δἱ᾿ ὧν ἑώρων, κἂν ἐκείνη τὸ πρᾶγμα ἔκρυβεν.
Τὸ δέ >ἔσται< καὶ >κληθήσεται< τῇ κατὰ σάρκα πρέπον
οἰκονομίᾳ, καὶ τό· >δώσει δὲ αὐτῷ κύριος< τῇ οἰκονομίᾳ σάρκα
πρέπον οἰκονομίᾳ, βάνειν λέγεται διὰ ταύτην >τὸν θρόνον Δαβίδ<,
ἀλλ᾿ ἔστιν ὁ αὐτὸς καὶ
βασιλεὺς αἰώνιος θεοπρεπῶς.
Ὡς εὐγνώμων οὖσα ἡ Μαρία ἔφη πρὸς τὸν ἄγγελον· >Ἰδοὺ ἡ κυρίου· γένοιτό μοι κατὰ τὸ ῥῆμά σου<.
Οὐχ ἁπλῶς δέ οὐδέ ἀκρίτως ἐν τῇ Μαρίᾶ γέγονεν ὁ λόγος, ἀλλὰ διὰ τὴν
ὑπερβάλλουσαν αὐτῆς ταπείνωσιν, ἣν ἀγαπᾷ ὁ θεὸς καὶ ὑπερυψοῖ ὡς
μιμουμένην αὐτὸν τὸν ταπεινώσαντα ἑαυτὸν καὶ μορφὴν δούλου
λαβόντα· >ὅτε ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ<· ἐν
Ἡσαΐα φησίν· >ἐπὶ τίνα ἐπιβλέψω ἀλλ᾿ ἢ ἐπὶ τὸν ταπεινὸν καὶ ἡσύχιον
καὶ τρέμοντά μου τοὺς λόγους;< Εἶτά φησιν· >ἐπειδὴ ἐπὶ τὴν
ταπείνωσιν τῆς δούλης αὐτοῦ< — δούλη γὰρ αὐτοῦ εἰμι ὡς πλάσμα αὐτοῦ
καθὼς καὶ τὰ λοιπὰ κτίσματα — Ε;ἀπὸ τοῦ νῦν μακαριοῦσί
με>, οὐ σὺ μόνη ἡ Ἐλισάβετ, ἀλλὰ <πᾶσαι αἱ αἱ τῶν πιστευόντων· εἰ
γὰρ καὶ τοῖς κατ’ ἐκεῖνο καιροῦ ἀσυμφανὴς ἦν ὁ τῆς θεοτόκου λόγος, ἀλλὰ
νῦν ὁσημέραι ἐπὶ πλείω λαλεῖ κα φαίνεται τὸ ἀληθὲς τῶν ὑπ᾿ αὐτῆς
προφητευθέντων.
Ἐπειδήπερ ἀπιστήσειεν ἂν τις πρὸς τὴν ἐνέργειαν τῆς συλλήψεως, εἴ γε
παρθένος οὖσα συλλάβοι, τῷ ὀνόματι τοῦ >δυνατοῦ< τὴν ἀπιστίαν ἵνα
τις τῇ δυνάμει τοῦ ἐνεργοῦντος ἀναπέμψῃ τὸ κατόρθωμα καὶ μὴ τὸ
κατὰ φύσιν ἐξετάζων ἐκπέσῃ τῆς ἀληθοῦς συγκαταθέσεως τῶν ἀληθῶς
γεγενημενων.
Τοὺς αὐτοὺς καὶ >δυνάστας< καλεῖ, οὓς καθελὼν ὕψωσεν, τοὺς ἑαυτοὺς
>ὑπὸ τὴν κραταιὰν χεῖρα αὐτοῦ(, δεδωκὼς αὐτοῖς
τοῦ ἐχθροῦ>· καὶ <πεινῶντας> μέν τοὺς ἐξ
ἐθνῶν, λιμώττοντας θείων καὶ διδασκαλίας, <ἐνέπλησεν ἀγαθῶν>c τῶν
τῆς νέας διαθήκης.
Οὕτω πάντα ξένα τὰ αὐτοῦ· καὶ ἡ τροφὴ ξένη, καὶ ἐκλεκτὸς ἀπὸ κόσμου ἅτε
τὸν ὑπέρ κόσμον μηνύων Χριστόν, καὶ ἐν ἐρήμῳ εὐθύς, ἔξω τῆς ἐν ἀνθρώποις
κακίας αναστρεφόμενος, ἵνα καὶ ἀξιόπιστος γένηται ταύτην
ἐλέγχειν· οὐ πρότερον δὲ τοῖς ἐν πόλεσιν ἐπιχωριάζειν ἤρξατο, εἰ μὴ τὸ
ἐν αὐτῷ πνεῦμα δημοσιεῦσαι ἑαυτὸν προετρέψατο.
Ποίαις ἡμέραις; Καθ’ ἃς ἐγεννήθη ὁ βαπτιστής· ἔξ γὰρ μησὶ πρόδρομος τοῦ
σωτῆρος ἐγένετο εἰς τὴν κύησιν καὶ πρὸ ἓξ μηνῶν ἐτέχθη· ὡς δέ οἱ
ἀκριβέστεροι ἐπετήρησαν, καὶ πρὸ ἓξ μηνῶν τῆς ἀναλήψεως τοῦ
σωτῆρος ἀπέθανεν. >Αὐγούστου< δέ φησιν πρώτως βασιλεύοντος
<ἐξῆλθε δόγμα>. Πρὸ Αὐγούστου γὰρ μόνος ἐγτένετο Ἰούλιος Καῖσαρ ὁ
μετὰ τοὺς ὑπάτους· τύπος γὰρ ἦν πρὸ τούτου ὑπάτους βασιλεῖς
ἐνιαυσιαίους· Αὔγουστος δὲ βασιλεύσας λύει τὰς πολυαρχίας καὶ κατασχὼν
παρέμεινε βασιλεύων. Ἐπεὶ γὰρ ἤμελλε τὸ κήρυγμα διατρέχειν
εἰς τὰ πέρατα, οὐκ ἠδύναντο δέ οἱ ἀπόστολοι μεταβαίνειν ἀπὸ ἔθνους εἰς
ἔθνος διαφόροις βασιλεῦσι παλαίοντες καὶ πολεμούμενοι παρ ἑκάστου,
προομαλίζει μιᾷ βασιλείᾳ τὴν γῆν ὁ θεός, ἵνα οἱ ἀπόστολοι ὡς εἰς μίαν
βασιλείαν κηρύττωσιν.
Περιτέμνεται ὁ κύριος ὀκταήμερος· Ἰησοῦς ὀνομάζεται, ὃ καὶ προηγόρευται
καὶ οὕτω μετὰ τὴν συμπλήρωσιν τῶν ἡμερῶν ἀνάγεται πρὸς Ἱεροσόλυμα καὶ
παρίσταται τῷ κυρίῳ κατὰ τὸν νόμον τὸν λέγοντα,
ὅτι >πᾶν
ἄρσεν διανοῖγον μήτραν ἅγιον τῷ κυρίῳ κληθήσεται<. Καὶ τοῦτο μὲν
ἐνταῦθα γνῶναι παντός, ὡς αὐτὸς μέν ὁ ἁγιάζων, αὐτὸς δὲ ὁ ἁγιαζόμενος,
ἐκεῖνο δέ οὐ παντός, ὡς ἐλέγετο μὲν καὶ ἐτελεῖτο ταῦτα κοινῶς, ἐδήλου δέ
τι τοῦ φαινομένου βαθύτερον· προσήγετο γὰρ ὑπέρ ἄῤῥηνος
περιστερῶν> καὶ οἶμαι διὰ μὲν τῶν
τρυγόνων τὸ σῶφρόν τε καὶ δηλούσθαι.
Οὐ τῇ πρώτη δὲ ἢ τῇ δευτέρᾳ ηὗρον αὐτόν, ἀλλὰ τῇ τρίτη, ὅτε αὐτὸς
ἠθέλησεν ἐμφανὴς γενέσθαι τοῖς ζητοῦσιν αὐτόν. Ἔχει δὲ καὶ αἴνιγμα ὁ
λόγος· ἐν τῷ δωδεκάτῶ ἔτει τρεῖς ἡμέρας κρύπτεται, πρὸ τοῦ πάθους
τὸ πάθος καταγγέλλων τὸ ἐπὶ τῶν δώδεκα μαθητῶν, ὅτε δὴ καὶ
τούτους ἔλαθε καὶ πόλιν ἀναστὰς ἐφάνη [πρὸ τῶν τριῶν], τὸν τριήμερον προ
του καιρου καιρον.
dCS (anschl. an p. 130, 3—9) vgl. Ambros. in Lucam II, 63 (S. 75 Schenkl): post triduum repperitur tn templo, ut esset indicio quia post triduum triumphalis illius passionis in sede caelesti et honore divino fidei nostrae se resurrecturus offerret, qui mortuus credebatur — 3 vgl. Weish. Sal. 1, 2
Ἐν τῷ πρώτῳ καὶ τεσσαρακοστῷ ἔτει Καίσαρος Αὐγούστου ἐγεννήθη ὁ Χριστός,
καὶ ἐβασίλευσεν Αὔγουστος ἔτη πεντήκοντα ἓξ, λοιπὰ δέκα
πέντε· εἶτα ἐβασίλευσεν μετ᾿ αὐτὸν Τιβέριος, καὶ τῷ πεντεκαιδεκάτῳ ἔτει
τῆς Τιβερίου βασιλείας ἦλθεν Ἰωάννης βαπτίζων, ὅτε καὶ ὁ Ἰησοῦς
ἐβαπτίσθη >ὢν ἐτῶν ὡσεὶ τριάκοντα>, ὡς ἐν τοῖς ἑξῆς φησιν
εὐαγγελιστής.
dCS (es folgt p. 136, 21—137, 17) — 6 vgl. Luk. 3. 23
Ἐμνήσθη δὲ καὶ τῶν ἀρχιερέων Ἄννα καὶ Καϊάφα, ἵνα δείξῃ, ἀπὸ τοῦ καιροῦ,
καθ’ ὅν ἦλθεν ὁ Ἰωάννης κηρύσσων, ἦσαν οὗτοι ἀρχιερεῖς, ἐν ἐκείνῳ τῷ
καιρῷ ἀρξάμενοι, μείναντες δὲ ἕως τοῦ πάθους τοῦ
κυρίου ἐν
τῂ ἀρχιερωσύνῃ. Φησὶ γὰρ περὶ τοῦ Καϊάφα, ὅτι εἰπὼν περὶ τοῦ Χριστοῦ,
ὅτι >συμφέρει ἡμῖν, ἵνα εἷς ἄνθρωπος ὑπὲρ τοῦ λαοῦ<, καὶ ἐπήγαγεν
εὐθύς· >ἦν γὰρ ἀρχιερεὺς ἐκείνου< ἤτοι πρὸ δύο ἐτῶν τοῦ πόθους
εἶπεν τοῦτο· τῷ γὰρ τρίτῳ τριακοστῷ ἔτει μετὰ μῆνας τρεῖς ἔπαθεν ὁ
κύριος.
>καὶ τοῖς αἰχμαλώτοις ἄφεσιν<. Τινας δὲ αἰχμαλώτους φησὶν αὐτούς,
οὓς πρώην αἰχμαλωτευθέντας καὶ δεσμευθέντας ὑπὸ τοῦ διαβόλου ἐλθὼν ὁ
Χριστὸς καὶ καθελὼν τὸν ἀποστάτην καὶ ἀλαζόνα τύραννον
τὸν
Σατανᾶν ἠλευθέρωσε τῆς αἰχμαλωσίας; Τοὺς αὐτοὺς καὶ >τυφλοὺς<
>τεθραυσμένους< φησίν· αὐτὸς γὰρ ἐξήστραψε τοῖς ἐσκοτισμένην
ἔχουσι διάνοιαν τὸ νοητὸν φῶς, ἀφῆκέν τε ἤγουν ἀπέλυσε δεσμῶν τῶν τῆς
ἁμαρτίας τοὺς >τεθραυσμένους καὶ συντετριμμένους τῇ καρδίᾳ<, τοῦτ᾿
συντριβέντας ὑπὸ τοῦ βάρους τῆς ἁμαρτίας ἢ τοὺς ταπεινοὺς τῷ πνεύματι,
οἷς καὶ κηρύσσει >ἐνιαυτὸν κυρίου δεκτόν<. Ποῖος
δὲ οὗτός ἐστιν ὃν τὸ κήρυγμα τοῦ σωτῆρος ἐγίνετο ἢ καθ᾿ ὃν ὁ ἀμνὸς ὁ
ἀληθινὸς ὑπὲρ τῆς ἁμαρτίας τοῦ κόσμου προσεφέρετο;
Ἐπαινεθεὶς μέντοι ὑπό τοῦ σωτῆρος ὁ νομικὸς ὡς καλὴν ἀπόκρισιν ἐποιήσατο, τὴν ἀλαζονείαν ἐξέῤῥηξεν, οὐδένα εἶναι πλησίον αὐτοῦ τιθέμενος,
ὡς οὐδενὸς ὄντος αὐτῷ κατὰ τὴν δικαιοσύνην ἐφαμίλλου· μόνον γὰρ
ἐνόμιζε πλησίον εἶναι τόν δίκαιον τῷ δικαίῶ, τὸν ἡψηλὸν τῷ ὑψηλῷ κατ’
ἀρετὴν ἐφάμιλλον, οὐκ εἰδώς, ὅτι τοῦτο διαφθείρει τὴν δικαιοσύνην τὸ μὴ
ἐξ ἀγάπης, ὃ πράττει, ποιεῖν· ἐνδεὴς οὖν οὗτος τῆς ἀγάπης ἁλίσκεται καὶ
τῆς πρὸς τὸν θεὸν καὶ τῆς πρὸς τὸν πλησίον.
[Ἄλλοι δέ τὸ τρισσῶς ἐληλυθέναι αὐτὸν οὕτω φασίν· τὸ πρῶτον Μωϋσέως καὶ
Ἀαρών, δεύτερον, καθ’ ὃν καιρὸν ἦν Ἰησοῦς ὁ τοῦ Ναυὴ καὶ μετ᾿ αὐτὸν οἱ
κριταί, τρίτον δέ μετὰ τούτους, καθ’ ὃν γεγόνασιν
>οἱ
προφῆται μέχρις Ἰωάννου< τοῦ βαπτιστοῦ.] Ἐν καιροῖς ἄκαρπος ὁ Ἰσραήλ·
ὅσον γὰρ ἧκεν εἰς τὴν τοῦ θεοῦ βουλήν, ἀπαράδεκτος ἦν ἡ ὡς ἐν σκιαῖς καὶ
τύποις λατρεία, καὶ ἄκαρπος παντελῶς τότε ἧκον εἰς πνευματικὴν λατρείαν·
διὸ καὶ ἀπόβλητος γέγονεν. Ἕτερον δέ τέταρτον νοῆσαι τὴν τῆς
ἐνανθρωπήσεως χρόνον, καθ᾿ ὃν νύττει καὶ
περιορύττει τὸν
Ἰσραήλ, καταθερμαίνων αὐτόν, ἵνα ζέοντας τῷ πνεύματι ἀποτελέσῃ. Ἐπειδὴ
δὲ μετὰ τοσαύτας ἀπειλὰς ἔμειναν ἄκαρποι, ἐξεκόπη ἡ συκῆ καὶ
ἐνεκεντρίσθη τὰ ἔθνη >εἰς τὴν ἐκείνων ῥίζαν<· ἔμεινε ῥίζα. Ἢ
γεωργὸν δεῖ νοῆσαι ἄγγελόν τινα παρὰ θεοῦ προσταχθέντα προΐστασθαι τῆς
Ἱερουσαλήμ, ἣ καὶ συκῇ ἀκάρπῳ παραβάλλεται. Διαγράψωμεν
οὖν
καὶ ὡς ἐν συντόμῳ τὸν λόγον· >συκῆ< ἤτοι ἡ Ἱερουσαλὴμ [ἢ ἡ τῶν
Ἰουδαίων συναγωγὴ ἢ ἡ ἀνθρωπότης >οἰκοδεσπότης<, οὗ τινος καὶ ἡ
συκῆ ἦν, [ὁ θεὸς καὶ αὐτὸς ὁ σωτήρ· [ὁ δέ >ἀμπελουργὸς< ὁ υἱὸς τοῦ
θεοῦ. >Τρίτον< ἐληλυθέναι αὐτόν, τοῦτ’ ἔστι διὰ Μωϋσέως, διὰ τῶν
προφητῶν,
ἑαυτοῦ.] Ἤτοι πρῶτον ἔτος, καθ’ ὁ πρῶτον τῷ Ἀδὰμ
ἐνετείλατο λέγων· >ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει
φαγῇ<, τὰ ἑξῆς· δεύτερον, καθ᾿ ὁ ἐν τῷ νόμῳ διὰ Μωϋσέως τῷ Ἰσραὴλ δέ-
καὶ Ἀαρών, δεύτερον, καθ’ ὃν ἐν Ἰησοῦς ὁ τοῦ Ναυὴ
καὶ οἱ κριταί, τρίτον δέ, καθ’ ὃν γεγόνασιν >οἱ προφῆται Ἰωάννου<
τέταρτον τὸν τῆς ἐνανθρωπήσεως χρόνον, καθ’ ὃν αὐτὸς διὰ τοῦ εὐαγγελίου
τὴν τῶν οὐρανῶν βασιλείαν πᾶσιν εὐηγγελίσατο.
Ὁ δέ Ματθαῖός φησιν expl. φεύγετε εἰς τὴν ἑτέραν.
Κατὰ δέ ἀναγωγὴν expl. τρέφοντες ἑκάστην φυλήν.
Ἐρωτᾷ δὲ οὐχ ἀγνοῶν expl. συμβολικὰ αὐτοῦ ἀνειλήφασιν.
Πυνθάνεται δὲ τῶν μαθητῶν expl. εἰσελεύσονται ἐν αὐτῇ.
Ἑτέρως δέ ἀρνεῖταί τις ἑαυτόν expl. ἐν τῷ κατορθοῦν σωζο- μενην.
Ταῦτα ἐπὶ Πέτρον καὶ Ἰάκωβον expl. τῆς μεταμορφώσεως αυτου.
Εἰ δέ χρή τι καὶ περιεργότερον expl. ἐντὸς τῶν τελείων μόνον.
Καὶ τοίνυν ἴνα καὶ ἐπαναλαβὼν expl. καὶ τὸ πάθος τὸ ἅγιον.
Ἐπεὶ γὰρ ἐν ἓξ ἡμέραις expl. τῷ βλέποντι θεωρούμενον.
Μὴ φέροντες τὴν τῆς φωνῆς δύναμιν expl. ἐκεῖ ἐμφανίζεσθαι πολλοῖς.
Ὠριγένης εἰς τό· <ἰδοὺ ἄνδρες δύο συνελάλουν>] expl. οἷς ἡτοίμασται, διὰ τούτους λελέχθαι.
Ἡ δὲ ἐκ τῆς νεφέλης expl. ὅθεν ἐληλύθεισαν.
Ἐπιβλεπτέον δὲ τούτοις ὑψηλότερον expl. ἐν τοῖς κλάδοις τῆς τοιαύτης πίστεως.
9,44 Ὑπὸ τινος δέ ἄρα μέλλει παραδίδοσθαι; expl. ἐφ’ ἡμᾶς φῶς τοῦ θεοῦ.
Ἐπεὶ ἀχώριστός ἐστιν ὁ υἱὸς expl. καὶ ἀπόνηρον παιδίον.
Οἴαν γὰρ τὸ παιδίον ἐκ τῆς γεννήσεως expl. γέγονεν εἰς τὰ παιδία.
Διὸ τῆς Ἐλισάβετ καὶ τοῦ παιδὸς expl. τὸ αἷμα τῷ αἵματι.
Ζαχαρίαν εὑρίσκομεν ἐν ταῖς Βασιλείαις expl, τὸν πατέρα του πατρος.
Τὸ μέν οὖν ὁλοσχερὲς τῆς παραβολῆς οὕτως. Ἐκλάβοις δέ καὶ ἄλλως κατὰ τὸν τόπον. Ὅσον ἄνθρωποί ἐσμεν expl. <ἐν θεῶν>.
Δύναται δὲ σημαίνεσθαι καὶ τὰ δύο expl. ὡς ἀναξία αφιεμενη.
Ὅρα ὅτι οὐ πάντῃ ἀπέκλεισε τὸν πλούσιον expl. καὶ τὰ τῆς λεγομένης.
Οἱ δύο μαθηταὶ ἤτοι Πέτρος καὶ Παῦλος expl. εἰς τὴν Ἱερουσαλήμ.
Διὰ τί δέ εἶχον ἀνάγκην ἀπολῦσαι expl. διὰ τὸν λαὸν τὸν Ἰωνάθαν.
Εἰκὸς ἄρτι ὑποσπονδίων γενομένων expl. πάτριον αὐτοῖς το τοιουτον.
Ὁ μὲν Ματθαῖος παρατρέχων εἶπεν expl. <ἐν τῷ δείσῳ>.
Matth. 13, 44 Ὁμοίωμα καὶ παραβολὴ τὴν διαφοράν expl. ὁ τοῦ σπόρου λόγος.
Matth. 13, 44 Καθ’ ἑτέραν δὲ ἐκδοχὴν εἴη ἂν expl. θελήμασι τοῖς αυτου.
Matth. 13, 45 Οἵ γε μὴ περὶ μαργαριτῶν expl. τὴν γνῶσιν τοῦ Χριστοῦ.
Matth. 13, 47 Ἔτι σαγήνη ἐστὶν ἡ ἐκ τῶν παλαιῶν expl. τὴν κάμινον τῆς πυρός.
Matth. 20, 1 Τὰ πέντε ταῦτα διαστήματα expl. θεοῦ βασιλείαν ἀναφέρεται.
Matth. 20, 1 Τάχα μὲν οὖν ἅπας ὁ τῶν ἀνθρώπων βίος expl. τῆς σωτηρίας μισθός.
Matth. 20, 1 Δι’ οὗ δοκεῖ μοι τὸ γνώρισμα τῆς βασιλείας expl. βασιλείαν ἀναφέρεται.
3, 5. 6 Μόνος δὲ οὗτος παρὰ τοὺς τρεῖς expl. τὰ προφητικὰ τοὺς εὐαγγελιστάς.
Οὐκ ἄκαρπον παραθέσθαι expl. καθ’ ἑαυτόν, υἱὸν τοῦ θεοῦ.
[Οὕτω καὶ Ὠριγένης, ὅς φησιν, ὅτι] πᾶσα τροφὴ τῆς τοῦ κόσμου ζωῆς.
Ἡ λέξις ἡ <ἐπιούσιος> παρ᾿ οὐδενὶ τῶν Ἑλλήνων expl. ὁ ἄρτος ἐστίν.
Ἱστορικῶς δέ μετὰ τὴν ἀποστολὴν expl. ἅπασαν οἴησιν.
Καί γε τοὺς περὶ λέπρας νόμους expl. ἡ λέπρα ἐξαφανισθῇ.
Τὸ παρὰ τοῦ Δανιὴλ εἰρημένον πρὸς θάτερον τῶν κατειπόντων τῆς
ἁγίας Σωσάννης πρεσβυτέρων· >ἤδη γὰρ ὁ ἄγγελος τοῦ θεοῦ
Τίνα διαφορὰν ἔχει ταῦτα expl. ῥήσεις τε σοφῶν καὶ αἰνίγματα.
Ἐπεὶ δὲ ἀρετὴν εἶναι τὴν φρόνησιν expl. οὐρανοὺς ἡτοίμασεν ὁ κύριος.