Selecta in Exodum Origenes Charles de La Rue Charles Vincent de La Rue Harvard College Library Harvard Library Arcadia Fund Gregory Crane Digital Divide Data Corrected and encoded the text Gregory Crane Editor-in-Chief, Perseus Digital Library Matt Munson Project Manager (University of Leipzig) Annette Gessner Project Assistant (University of Leipzig) Thibault Clérice Lead Developer (University of Leipzig) Bruce Robertson Technical Advisor Harvard College Library tlg2042.tlg050.1st1K-grc1.xml Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License 2017 Harvard College Library United States Origenis Opera Omnia Charles de La Rue Charles Vincent de La Rue Origen J. P. Migne Paris 1862 2 Patrologiae cursus completus (series Graeca) 12 Internet Archive

Text encoded in accordance with the latest EpiDoc standards (January 2014)

Greek Latin
ΩΡΠΕΝΟΥΣ ΕΚΛΟΓΑΙ ΕΙΣ ΤΗΝ ΕΞΟΔΟΝ (70).

« Καὶ δώσω χάριν τῷ λαῷ τούτῳ ἐνώπιον τῶν Αἰγυπτίων. Ὅταν δὲ ἀποτρέχοιτε, οὐκ ἀπελεύσεσθε κενοί.» Αὕτη ἡ ἐπαγγελία τῷ Ἀβραὰμ προεδέδοτο Μετὰ ταῦτα, λέγοντος τοῦ Θεοῦ, ἐξελεύσονται ὧδε μετὰ ἀποσκευῆς. »

« Καὶ κατίσχυσεν ἡ καρδία Φαραὼ, καὶ οὐκ εἰσήκουσεν αὐτῶν, καθάπερ ἐνετείλατο αὐτοῖς Κύριος. Εἶπε δὲ Κύριος πρὸς Μωϋσῆν· Bεβάρυται ἡ καρδία Φαραὼ, τοῦ μὴ ἐξαποστεῖλαι τὸν λαόν.» Τὸ, « Bεβάρυται ἡ καρδία Φαραὼ, » λεγόμενον ὑπὸ τοῦ Κυρίου, μετὰ τὴν μεταβαλοῦσαν εἰς δράκοντα ῥάβδον τοῦ Ἀαρὼν, καὶ καταπιοῦσαν τὰς τῶν Μάγων ῥάβδους, ἄξιον ἰδεῖν, εἰ ἕτερόν ἐστι τοῦ, ιἐσκληρύνθαι τὴν καρδίαν Φαραώ, » λεγομένου πολλάκις,καὶτοῦ,«κατισχυκέναι.» Καὶ γὰρ καὶ τοῦτο οὕτως εἴρηται, « Καὶ κατίσχυσεν ἡ καρδία Φαραὼ, καὶ οὐκ εἰσήκουσεν αὐτῶν καθὼς ἐλάλησε Κύριος.» Δοκεῖ δέ μοι ἡ μὲν ἐνδιδοῦσα καρδία πρὸς τὰ θεῖα, ἁπαλύνεσθαι καὶ μὴ ἰσχύειν ἀνθίστασθαι τῇ θειότητι, καὶ μὴ βαρύνεσθαι, μηδὲ ἕλκε 91 Exod. VIII, 2. 92 Exod. X, 3. 93 Exod. IX, 20, 30. 94 Exod. III,21. 95 Gen.XV,14. 96Exod. VII,13.44. (69) Ἐrι. Deest in libb. antea editis, nec nonista sæ paulo infra leguntur: τὸ γὰρ, ἕως τίνος οὐ βούλει ἐντραπῆναί με, sed restituuntur auctoritato co- cæ Regiæ. titcum andscrptorum. σθαι κάτω εἰς γῆν καὶ ὕλην· ἡ δὲ ἀντιτείνουσα καὶ ἐναντισυμένη τῷ θείῳ βουλήματι, σκληρύνεσθαι καὶ ἀντιτυπεῖν δίκην λίθου, καὶ ἀποκρούεσθαι τὸν λόγον, καὶ κατʼ ἀπόνοιαν ἀνθίστασθαι μετά τινος ψευδωνύμου ἰσχύος. Ἀνάγκη δὲ τὴν τοιαύτην καρδίαν καθελκομένην ὑπὸ τῆς κακίας οὕσης κατωφεροῦς, βαρύνεσθαι. Οὐ μὴν κατὰ τὴν αὐτὴν διάνοιαν ταῦτα τῇ καρδίᾳ συμβαίνει, εἰ καὶ μιᾷ καὶ τῇ αὐτῇ συμβέβηκε φαύλῃ οὔσῃ τὸ κατισχύειν καὶ τὸ βαρύνεσθαι. Ἡ μὲν γὰρ, ὡς εἴρηταί που, λιθίνη γίνεται ἡ καρδία καὶ σκληρύνεται· ἡ δὲ οὐ παραχωρεῖ ὡς κρείττονι τῇ θείᾳ φύσει· ἀλλὰ θεομαχεῖν ἱσταμένη κατʼ αὐτῆς καὶ ἰσχύειν λέγεται.

« Εἶπε δὲ αὐτῷ Μωυσῆς, Ὡς ἂν ἐξέλθω τὴν πόλιν, ἐκπετάσω τὰς χεῖράς μου πρὸς Κύριον, καὶ αἱ φωναὶ παύσονται, καὶ ἡ χάλαζα, καὶ ὁ ὑετὸς οὐκέτι ἔσται. » Ὁ γὰρ πάντων δημιουργὸς πρὸς τὴν κέλευσιν τὴν φύσιν εἴκουσαν ἔχει.

Τοῦ αὐτοῦ. Σημειωτέον ὅτι οὐ πάντα τῇ ῥάβδῳ τερατουργεῖ Μωϋσῆς, ἀλλὰ καὶ χερσὶ καὶ λόγῳ, ἴνα μὴ τὴν ῥάβδον μαγικαῖς ἀπάταις τελεῖσθαι υἱ πολλοὶ νομίσωσι.

« Ααβέτωσαν ἕκαστος πρόβατον κατʼ οἵκους πατριῶν· » καὶ τὰ ἑξῆς. Ἀπὸ τῆς δεκάτης φησὶ λαμβάνειν πρόβατον καὶ τρέφειν ἕως ιδ΄· καὶ ἐπονομάσαι λέγοντας, Τοῦτο τὸ πρόβατον θύεται ὑπὲρ τοῦδε καὶ τοῦδε· οὐχ ὑπερβαινόντων αὐτῶν ι΄ ὀνομάτων· καὶ τῇ ιδ΄ θύεται ἀνάμεσον τῶν ἑσπερινῶν, ἀρχομένης τῆς ιε΄· ὡς γίνεσθαι ἀπὸ τῆς λήψεως μέχρι τῆς θύσεως ἡμέρας ε΄, ὅτε πλῆρές ἐστι τῆς σελήνης τὸ φῶς.

« Πρόβατον τέλειον, ἄρσεν, ἐνιαύσιον ἔσται ὑμῖν. ‚ Ἐνιαύσιον πρόβατον ὁ Χριστός ἐστι. Τὸ γὰρ ἐν μηδενὶ ὑστερεῖσθαι μηδὲ ἐλλιπές τι ἔχειν διὰ τοῦ ἐνιαυτοῦ δηλοῦται.

« Καὶ σφάξουσιν αὐτὸ πᾶν τὸ πλῆθος συναγωγῆς υἱῶν Ἰσραὴλ πρὸς ἐσπέραν.» Πρὸς ἐσπέραν δὲ κελευόμεθα σφάξαι τὸ πρόβατον, ἐπειδὴ καὶ ἐσχάτῃ ὥρᾳ τὸ ἀληθινὸν ἡμῶν πρόβατον εἰς τὸν κόσμον ἦλθεν ὁ Σωτήρ.

« Καὶ λήψονται ἀπὸ τοῦ αἵματος, καὶ θήσουσιν ἐπὶ τῶν δύο σταθμῶν, καὶ ἐπὶ τὴν φλιὰν, ἐν τοῖς οἴκοις·» καὶ τὰ ἐξῆς. Θύομεν δὲ, καὶ χρίομεν τοὺς οἴκους ἡμῶν τῷ αἵματι· λέγω δὲ τὸ σῶμα, εἴπερ χρίσις πίστις ἐστὶν ἡ εἰς αὐτὸν, διʼ ἧς πιστεύω τὴν τοῦ ὀλοθρευτοῦ δύναμιν καταργουμένην. Μετὰ δὲ τὸ χρισθῆναι ἡμᾶς, τουτέστι πιστεῦσαι εἰς τὸν Χριστὸν, τότε καὶ ἐπὶ τὴν βρῶσιν ἔρχεσθαι κελευόμεθα· μήτε δὲ ὠμὰ, μήτε ἑψημένα ἐν ὕδατι, ἀλλʼ ὀπτὰ πυρί.

« Πᾶς ὅς ἄν φάγῃ ζύμην, ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐξ Ἰσραήλ.» Ἐξολοθρευθήσεται ἄνθρωπος ἕνεκεν ζύμης· καὶ ὁ τῶν ὅλων Θεὸς ὁ χρηματίζων τοὺς νόμους, ὡς ὀλοθρεύει μοιχὸν, ὡς ὀλοθρεύει πόρνον, ὡς ὀλοθρεύει παιδοφθόρον, οὕτως ὀλοθρεύει τὸν ἔχοντα ζύμην ἐν τῇ οἰκίᾳ αὐτοῦ ἐν τῇ τῶν ἀζύμων ἡμέρᾳ. Τοῦτο κατὰ Θεόν ἐστι; τοῦτο κατὰ νόμον τὸν οὐράνιόν ἐστιν; Ἀλλʼ εἴποιμι ἂν ὅτι ἐὰν ἔχῃς ζύμην 97 Exod. IX, 29. 98 Εxod. XII, 3. 99 ibid. 5. 1 ibid. 6. 2ibid. 7. 3ibid. 15. πονηρίας, καὶ μὴ ἐξολοθρεύσῃς πᾶσαν ζύμην κακίας ἀπὸ τοῦ ἡγεμονικοῦ σου· αὕτη γἅρ ἐστιν ἡ ἀληθινὴ φἰκία σου· ὁ Θεὸς τῶν ὅλων νομοθετεῖ ἐξολοθρευθῆναί σε μὴ ἀποβαλόντα τὴν ζύμην τὴν παλαιὰν ἀπὸ σεαυτυῦ. Χρὴ γάρ σε ἐλθόντα εἰς τὸν καιρὸν τῶν νέων, νέον γενόμενον μηδὲν ἕχειν ἀρχαῖον. « Τὰ ἀρχαῖα παρῆλθε,» καὶ τὰ ἐξῆς. Ὅρα πῶς ἔδει ἑορτάζειν ἐν μηνὶ τῶν νέων τὴν ἑορτὴν τῶν ἀζύμων.

«Καθίξετε τῆς φλιᾶς, καὶ ἐπʼ ἀμφοτέρων τῶν σταθμῶν, ἀπὸ τοῦ αἵματος ὅ ἐστι παρὰ τὴν θύραν. » φλιᾶς μὲν, ὡς ἀποδέδωκέ τις τῶν πρὸ ἡμῶν, τοῦ λογικοῦ· ἀμφοτέρων δὲ σταθμῶν, θυμικοῦ καὶ ἐπιθυμητικοῦ.

Γοῦ αὐτοῦ. Οὐ γὰρ ἐντὸς γενόμενον τὸν ὀλοθρευτὴν διʼ ἐπινοίας ἐκβάλλομεν, ἀλλʼ ὅπως ἂν μηδὲ τὴν ἀρχὴν παρεισδύη, φυλακὴν διὰ τοῦ νόμου ποιούμεθα. Φυλακὴ δέ ἐστι καὶ ἀσφάλεια, τὸ, τῷ αἵματι τοῦ ἀμνοῦ τήν τε φλιὰν καὶ τοὺς σταθμοὺς τῆς εἰσόδου κατασημαίνεσθαι.

Ἐγενήθη δὲ μεσούσης τῆς νυκτὸς, καὶ Κύριος ἐπάταξε πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ. » Διʼ ἀγγέλων γὰρ ὁ Θεὸς τὰς θανατηφόρους ταύτας ἐπάγει πληγὰς, ὡς καὶ ἐν ταῖς Βασιλείαις ἔγνωμεν πῶς ἐν μιᾷ νυκτὶ ὁ ἄγγελος ἀνεῖλε τῶν Ἀσσυρίων ρπε΄ χιλιάδας.

«Οὗτος ὁ νόμος τοῦ Πάσχα· Πᾶς ἀλλογενὴς οὐκ ἔδεται ἀπʼ αὐτοῦ. Καὶ πάντα οἰκέτην τινὸς, καὶ ἀργυρώνητον περιτεμεῖς αὐτὸν, καὶ τότε φάγεται ἀπʼ αὐτοῦ· » καὶ τὰ ἑξῆς. Ἀκολούθως τοῖς παρατεθεῖσι τρίτος ἐστὶν οὗτος νόμος. ὃν εἷπε πάλιν ὁ Κύριος παρὰ τοὺς δύο νόμους. Πρόσχες δὲ τῇ ἀκριβείᾳ τῆς Γραφῆς, ὅτι οὐκ εἷπε τοῦτον τὸν νόμον τὸν περὶ τοῦ Πάσχα ὁ Κύριος ἐν τῇ ἀρχῇ. Εἰ γὰρ εἰρήκει ἔτι ὄντων ἐν Αἰγύπτῳ πρὶν ἀπᾷραι ἐκ τῆς Αἰγύπτου τὸν Ἰσραὴλ, τὸ, « Πᾶς ἀλλογενὴς οὐκ ἔδεται ἀπʼ αὐτοῦ. Καὶ πάντα οἰκέτην τινὸς, καὶ ἀργυρώνητον περιτεμεῖς, καὶ τότε φάγεται ἀπʼ αὐτοῦ, » οὐκ ἂν ἐξεληλύθησαν ὁ πολύμικτος πολὺς ὅχλος ὁ ἐξελθὼν ἐξ Αἰγύπτου. Ἐτήρησεν οὖν τὸν νόμον τοῦτον, ἵνα μετὰ τοῦ ἐξελθεῖν τοὺς βουλομένους δοθῇ ἄλλος νόμος. Καὶ μετʼ ὀλίγα. Ἐὰν ἀλληγορῶμεν ταῦτα εἰς τὴν ψυχὴν ἡμῶν, ἐροῦμεν ὅτι οἰκογενεῖς μέν εἰσιν εἱ συμπεφυκότες ἡμῖν καὶ γεωργηθέντες λόγοι, καὶ ἐπιστῆναι ἀπὸ συμφύτων ἐννοιῶν ἀρξάμενοι· ἀργυρώνητοι δὲ, ὅσοι ἐκ διδασκαλίας ἡμῖν ἐπιγίνονται ἕξωθεν ἀπὸ τῶν μαθημάτων. Πάντας οὖν φησι περιτέμνειν καὶ καθαίρειν, καὶ τοὺς οἰκογενεῖς, καὶ τοὺς ἀργυρωνήτους. Ἀλλογενῆ δὲ οὐδένα δεῖ προσλαμβάνειν, οἷον ἀλλότριον δόγμα προσιεμένους· ἀλλογενῆ γὰρ οὐ παραδέχεται, ὃς βούλεται βεβηλῶσαι τὴν ἑορτὴν τοῦ Κυρίου. Καὶ μετʼ ὀλιγα. Εἰ γὰρ ἐν Ἐκκλησίᾳ ἐσθίεις λόγους Θεοῦ, ἐσθίεις δὲ καὶ ἐν Ἰουδαίων συναγωγῇ, παραβαίνεις τὴν λέγουσαν ἐντολὴν, « Ἐν οἰκίᾳ μιᾷ βρωθήσεται. » Εἰ δὲ μεταλαμβάνεις λόγων Θεοῦ, ἐν οἰκίᾳ μιᾷ τῇ Ἐκκλησίᾳ· εἶτα καταλιπὼν αὐτὴν, ὑπολαμβάνεις μεταλαμβάνειν Θεοῦ ἐν αἱρετικῇ συναγω 4 II Cor. v, 17. 5 Exod. XII,22. 6 ibid.29. 7 IV Reg. XIX,35. 8 Exod.XII,43,44. γῇ, λεγούσης τῆς ἐντολῆς, « Ἐν οἰκίᾳ μιᾷ βρωθήσεται, » σὺ οὐκ ἐσθίεις ἐν οἰκίᾳ μιᾷ. Μίαν οὖν νοήσαι οἰκίαν τὴν Ἐκκλησίαν· μηδαμοῦ οὖν ἔσθιε τοῦ προβάτου ἔξω γενόμενος τῆς Ἐκκλησίας.

« Καὶ οὐκ ἐξοίσετε ἐκ τῆς οἰκίας τῶν κρεῶν ἔξω.» Ἐκκλησιαστικὸν λόγον οὐ δεῖ ἔξω τῆς Ἐκκλησίας πρεσβεύειν, ὡς ἕξω τῆς οἰκίας μὴ ἐκφέρειν τὰ κρέα· φημὶ δὲ εἰς συναγωγὴν Ἰουδαίων ἥ αἱρετικῶν· ὅμοιον γάρ ἐστι τῷ ῥίψαι τοὺς μαργαρίτας ἔμπροσθεν τῶν χοίρων.

«Πᾶς ἀπερίτμητος οὐκ ἕδεται ἀπʼ αὐτοῦ.» Πᾶν γέννημα ψυχῆς νοητὸν ὑπερβαῖνον τὰ ὑλικὰ (ὑλικὰ δὲ τὰ θήλεα) περιτέμνειν καὶ καθαίρειν δεῖ, ἵνα οὕτως μεταλαμβάνῃ τις τῶν κρεῶν τοῦ Πάσχα· ὡς αὐτόχθων δὲ τῆς γῆς, καὶ ὁ προσήλυτος γίνεται· οὐ γὰρ τὰ σπέρματα προτιμᾷ ὁ Θεὸς τὰ εὐγενῆ, ἀλλὰ προαίρεσιν ἀποδέχεται.

Τοῦ αὐτοῦ. Ἀπερίτμητον τῇ σαρκὶ τὸν μὴ περιτεμνόμενον τὰ σαρκικά φησιν, ὥσπερ καὶ ἀπερίτμητον ὀφθαλμοῖς τὸν βλέποντα πρὸς ἃ μὴ δεῖ. Τοῦ αὐτοῦ. Ὁρᾶτε μή τις ὑμῶν ἀπερίτμητός ἐστι τῇ καρδίᾳ μήτις οὐ περιτέτμηται τὰς περιτομὰς ἃς ὁ λόγος διδάσκει περιτέμνεσθαι. Ποίας δὲ ταύτας; ἀπερίτμητοι τὰ ὦτα ὀνειδίζονταί τινες ὄντες· καὶ ὅσοι οὐ περιτέτμηνται τὴν ἀκοὴν, ἀκάθαρτοί εἰσιν. Ἀπερίτμητος χείλεσιν, ὁ μὴ περιτεμνόμενος τοὺς λόγους τοὺς ἐναντίους καὶ ἀκαθάρτους. Οὕτως ἔστι καὶ ἀπερίτμητον τῇ σαρκὶ εἰπεῖν, τὸν μὴ περιτεμνόμενον τὰ σαρκικὰ πράγματα· καὶ ἀπερίτμητον ὀφθαλμοῖς, τὸν βλέποντα ἃ μὴ δεἴ, καὶ μὴ καθαίροντα τὸ ὁρατικόν· καὶ ἀπερίτμητον σαρκὶ, τὸν πράττοντα ἃ μὴ δεῖ.

« Ἐξάραντες δὲ οἱ υἱοὶ Ἰσραὴλ ἐκ Σοκχὼθ, ἐστρατοπέδευσαν ἐν Ὀθὼμ παρὰ τὴν ἔρημον.» Ἐν τοῖς Ἀριθμοῖς κεῖται, « ἀπὸ Βουθὰ ἐπὶ στόμα Ἰρώθ· δ ἐστιν ἀπέναντι Bεελσεπρὼν ἐχόμενα τοῦ Βοῤῥᾶ, » παρεμβεβληκέναι τοὺς υἱοὺς Ἰσραήλ.

« Καὶ ἔλαβε ἑξακόσια ἅρματα ἐκλεκτὰ, καὶ πᾶσαν τὴν ἵππον τῶν Aἰγυπτίων,καὶ τριστάτας ἐπὶ πάντων.» Τοὺς πρὸς τρεῖς δυναμένους μάχεσθαι, ἢ τοὺς ἐν τῇ παρατάξειμετὰ τὸν πρωτοστάτην καὶ τὸν δευτεροστάτην ἱσταμένους ἐν τῇ τρίτῃ τάξει. Ἄλλοι δέ φασιν, ὡς εἰς τὰς χεῖρας τῶν πολεμίων ἅρματα ἐποίουν μεγάλα, ὥστε καὶ τρεῖς χωρεῖν, ἵνα ὁ μὲν εἷς ἡνιοχεῖ, οἱ δὲ δύο πολεμοῦσιν· ἢ τοὺς ἐπὶ τριῶν ἵππων βεβηκότας. Οἱ γὰρ παλαιοὶ ἐν τοῖς πολέμοις ἐπὶ δύο ἢ τριῶν ἵππων ἐπωχοῦντο ἐξιόντες ἁρματηλάται. Ἤ τριστάτην λέγει τὸν ἐν τῷ καθέζεσθαι τὸν βασιλέα, τρίτον ἱστάμενον, ἤτοι τρίτην ἔχοντα καθέδραν· οἷος ἦν ὁ Δαυΐδ παρὰ Σαοὺλ, ὡς ἐν τῇ πρώτῃ τῶν Βασιλειῶν εὑρήσεις.

« Ἐκεῖ ἔθετο αὐτῷ ὁ Θεὸς δικαιώματα καὶ κρίσεις, καὶ ἐκεῖ αὐτὸν ἐπείρασε.» Ὅτε Θεὸς πειράζει, ἐπʼ ὠφελείᾳ πειράζει, οὐκ ἐπὶ τῷ κακοποιῆσαι· διὸ καὶ ἐλέχθη, ὅτι Ὁ Θεὸς ἀπείραστός ἐστι κακῶν, » ὡς καὶ μετʼ ὀλίγα ἐπάγει ὁ λόγος· « Ἐὰν ἀκοῇ ἀκούσῃς Κυρίου τοῦ Θεοῦ σου, πᾶσαν νόσον, ἥν ἐπήγαγον τοῖς 9 Exod. XII, 46. 10 ibid.48. 11 Exod. XIII, 20. 12 Num. XXXIII,7. 13 Exod.XIV. 7. 14 Exod. XV,25. 15 Jacob. 1, 13. Αἰγυπτίοις, οὐκ ἐπάξω ἐπὶ σέ. » Ὁ οὖν φέρων τοὺς πειρασμοὺς γενναίως, στεφανοῦται. Ἄλλο δέ ἐστιν ἐπὶ τοῦ διαβόλου· ἐκεῖνος γὰρ πειράζει, ἵνα τοὺς πειθομένους αὐτῷ θανατώσῃ· καὶ ὁ μὲν Θεὸς πειράζει οὐκ ἀγνοῶν τὸ ἐσόμενον, πλὴν διδοὺς τῷ ἀνθρώπῳ πράττειν ὃ θέλει διὰ τὸ αὐτεξούσιον.

« Τοῦτο τὸ ῥῆμα ὃ ἐλάλησε Κύριος· Σάββατα, ἀνάπαυσις ἁγία τῷ Κυρίῳ αὕριον. » Ἀπογράφομαι τὰ περὶ τοῦ σαββάτου εἰρημένα· πρῶτον κατὰ τὸ ῥητὸν, ἵνʼ ἴδωσι τί σημαίνει τὸ γράμμα· δεύτερον δὲ κατὰ τὴν ἀναγωγὴν, καθʼ ἣν εἴποιμι ἂν ἡμέραν σαββάτου ἐνεστηκέναι τῷ δικαίῳ καταλύσαντι τὰ τοῦ κόσμου ἔργα. καὶ δοξάζοντι τὸν Θεὸν, καὶ σχολάζοντι, μήτε τοῦ τόπου ἐν ᾧ ἔστηκε τοῦ Χριστοῦ, ἀφισταμένῳ· μήτε πῦρ καίοντι, κατὰ τὸ μηδὲν ἁμαρτάνειν· μήτε βαστάγματα αἵροντι. Βάσταγμα ὅρους βαρύτερον πᾶσα ἁμαρτία· διὸ ἔλεγεν ὁ ῾ Υμνῳδὸς· « Ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπʼ ἐμέ. » Ἑτέρα δὲ ἀπογραφὴ ἂν εἴη σαββάτου, καθʼ ἥν « ἀπολείπεται σαββατισμὸς τῷ λαῷ τοῦ Θεοῦ, » ἀνάπαυσις ἱερὰ καὶ ἁγία. Ὁ δὲ ποιήσας πάντα τὰ ἔργα αὐτοῦ, ἄξιος κρίνεται ἐκείνου τοῦ σαββάτου· σχολάζων οὐδενὶ ἢ τῇ θεωρίᾳ τῆς ἀληθείας, καὶ τῆς σοφίας. Ταῦτα δὲ διὰ τὸ μεμνῆσθαι ἐνταῦθα τὸν Μωυσέα περὶ τοῦ σαββατίζειν, παρεθέμεθα.

« Καὶ πατάξεις τὴν πέτραν, καὶ ἐξελεύσεται ἐξ αὐτῆς ὕδωρ. » Πέτρᾳ παρεικάζεται ὁ Χριστὸς διὰ τὸ ἄσειστον καὶ ἀκλόνητον. Ἐρήρεισται γὰρ ἐν τοῖς ἀγαθοῖς ἡ θεία τε καὶ ὑπερτάτη φύσις.

« Ἐγὼ γάρ εἰμι Κύριος ὁ Θεός σου, Θεὸς ζηλωτὴς, ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ τέκνα, ἐπὶ τρίτην καὶ τετάρτην γενεὰν τοῖς μισοῦσί με, καὶ ποιῶν ἔλεος εἰς χιλιάδας τοῖς ἀγαπῶσί με, καὶ τοῖς φυλάσσουσι τὰ προστάγματά μου. » Τίνα τοῦτο τὸ ῥητὸν οὐκ ἐτάραξεν; Εἰ ἥμαρτε μὲν ὁ πατὴρ, ὁ δὲ υἱὸς, καὶ ἡ τρίτη, καὶ ἡ τετάρτη γενεὰ ἀπολαμβάνει τὴν ἁμαρτίαν, ὡς τοὺς μὲν κατηγορῆσαι καὶ τοῦ δεδωκότος τοὺς νόμους Θεοῦ· τοὺς δὲ μὴ κατηγορῆσαι μὲν, ἀληθῶς δὲ ἐλπίζειν τοιαῦτά τινα, καὶ προσδοκᾷν, ὅτι τὰ ἁμαρτήματα αὐτῶν οἱ υἱοὶ ἀπολαμβάνουσιν. Ἰουδαῖοι ταῦτα νομίζουσιν, οὐκ ἀπαλλάττοντες ἄλλον θεόν. Σαμαρεῖς ταῦτα ὑπολαμβάνουσιν, ὡς καὶ αὐτοὶ δοξάζοντες μετεσχηκέναι τοῦ ἑνὸς Θεοῦ. Οἱ ἀπὸ τῶν αἱρέσεων οὐκ ἀρεσκόμενοι τῷ ἀγαθὸν ἢ δίκαιον εἷναι Θεὸν δύνασθαι, τὸν ἀποδιδόντα ἁμαρτίας πατέρων εἰς κόλπον τέκνων αὐτῶν, λέγουσιν, ὅτι ὁ τοῦ νόμου Θεὸς οὐκ ἔστι δίκαιος, οὐκ ἔστιν ἀγαθὸς, ἀποδιδοὺς τὰ ἁμαρτήματα τῶν πατέρων ἐπὶ τοὺς υἱούς· ἀλλά τις ἐστὶν ἐκείνου μείζων θεός. Ὁ δὲ ἐκκλησιαστικὸς, οὕτε ὡς Ἰουδαῖος σωματικῶς ἀκούει τῶν λεγομένων, οὕτε ὡς αἱρετικὸς ἀναπλάσσει ἄλλον, ἀλλʼ ἕστηκεν ἀμφοτέρων μέσος, καὶ λέγει καλῶς μὲν ταῦτα γεγράφθαι· οὐκ οἶδα δὲ τῶν γεγραμμένων τὸν νοῦν. Ἀνατείνατε οὖν τὰς διανοίας πάντες, καὶ αἰτήσασθε, ἵνα ὑμῖν ἀποκαλύψῃ ὡς ἀγαθός ἐστιν, ὁ ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ τέκνα. Τίνες οἱ πατέρες; φέρε τὰς Γραφὰς μάρτυρας· ἐξετασθήτωσαν τὰ λόγια 16 Exod. XVI. 25. 17 Psal. XXXVII, 5. 18 llebr. IV,9. 19 Exod.XVII,6. 20 Exod. XX, 5,6. 21 Joan. VIII,44. τὰ ἱερὰ. Λέγει ὁ Σωτὴρ καὶ Κύριος Ἰησοῦς Χριστὸς τοῖς ἁμαρτάνουσιν, ὅτι « ῾ Υμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστὲ, καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιῆσαι. Ἐκεῖνος ἀνθρωποκτόνος ἐστὶν ἀπʼ ἀρχῆς, καὶ ἐν τῇ ἀληθείᾳ οὐχ ἔστηκεν. » Οὐκοῦν εἴ τις ἁμαρτάνει, ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστὶ, καὶ διὰ τοῦτο τὸ ἁμάρτημα τοῦ διαβόλου ἀποδίδοται ἐπὶ τὸν υἱόν. Πλὴν ἐκεῖνός ἐστιν ὁ πρῶτος ἁμαρτωλὸς, ὁ ὑποβαλών μοι τὸ ἁμάρτημα· ἐγὼ δέ εἰμι ὁ δεύτερος ἁμαρτωλὸς, ὁ μὴ ἐκβαλὼν τὸ βούλημα αὐτοῦ, ἀλλὰ παραδεξάμενος αὐτοῦ τὴν ἐνέργειαν· δέο. με στῆναι καθωπλισμένον τὴν πανοπλίαν τοῦ Θεοῦ, καὶ ἕχοντα τὸν θυρεὸν τῆς πίστεως, ἵνα πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβεσθῇ ἐν τῷ θυρεῷ τῆς πίστεώς μου. Ἐὰν οὗν ἁμαρτάνω, ποιῶ τὰ τοῦ διαβόλου βεβληκότος εἰς τὴν καρδίαν, ἵνα τόδε τὸ ἁμάρτημα, ἢ τόδε ποιήσω. Πρῶτον παραδέχομαι αὐτοῦ τὸ βέλος, καὶ ὅταν παραδέ ξωμαι αὐτὸ, τότε καὶ αὐτὸν παραδέχομαι. Καὶ γὰρ ἐπὶ τοῦ Ἰούδα οὕτω γέγραπται, ὅτι οὐ πρῶτον εἰσῆλθεν ὁ Σατανᾶς εἰς αὐτὸν, ἀλλὰ πρῶτον τοῦ διαβόλου βεβληκότος εἰς τὴν καρδίαν ἵνα παραδῷ αὐτὸν Ἰούδας Σίμων ὁ Ἰσκαριώτης, εἶτα μετὰ τὸ ψωμίον εἰσῆλθεν εἰς αὐτὸν ὁ Σατανᾶς. Οὐκοῦν ἕχω πατέρα, εἰ μὲν ἅγιός εἰμι, Θεόν· εἰ δὲ ἁμαρτωλός εἰμι, τὸν διάβολον ἕχω πατέρα· ἀλλὰ καὶ τὸν προσεχῶς φέρε εἰπεῖν ἐνεργήσαντα Ἀντίχριστον, ἢ ἄγγελόν τινα τοῦ διαβόλου, ἢ δαιμόνιον, οὗ τὴν ἐνέργειαν παρεδεξάμην. Καὶ ἁπαξαπλῶς εἰσί μοι πατέρες μυρίοι, ἐὰν γένωμαι ἁμαρτωλός· ὥσπερ πάλιν ἐὰν γένωμαι δίκαιος, πατήρ μου ἐστὶν ὁ Θεὸς, καθάπερ φησὶν ὁ Σωτὴρ, « Τεκνία, ἕτι μικρὸν μεθʼ ὑμῶν εἰμι. » Καὶ πάλιν, « Θύγατερ, ἡ πίστις σου σέσωκέ σε. » Καὶ πάλιν, Τέκνον, ἀφέωνταί σου αἱ ἁμαρτίαι. » Οὔτως οἶδα καὶ ἅλλους πατέρας, κατὰ τὸ γεγραμμένον τῷ Ἀβραάμ· «Σὺ δὲ ἀπελεύσῃ πρὸς τοὺς πατέρας σου·» οὐ πρὸς τοὺς κατὰ σάρκα πατέρας· οὐ γὰρ ἦσαν πιστοὶ, οὐκ ἧσαν ἅγισι, ὡς δῆλον ἐκ τῆς ἱστορίας τῆς γεγραμμένης περὶ αὐτῶν. Εἰ γὰρ ἅγιος αὐτοῦ ὁ πατὴρ, οὐκ ἂν ἐλέγετο αὐτῷ, « Ἔξελθε ἐκ τῆς γῆς σου, καὶ ἐκ τῆς συγγενείας σου, καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου. » Ἔχει γὰρ ὁ λόγος τὸ σωματικὸν, ἔχει καὶ τὸ πνευματικόν. Εἰ νενόηκας τοὺς πατέρας, ὅρα λοιπὸν ὅτι ἀπολαμβάνεις σὺ, ὁ παραδεξάμενος τὴν ἐνέργειαν, διὰ τὸ ἡμαρτηκέναι, ὑπὸ τοῦ διαβόλου, ἤ τινος τῶν ὑπʼ αὐτὸν πνευμάτων. Γενόμενος οὖν ἐκείνων υἱὸς, ἀπολαμβάνεις ἀπὸ ἀγαθοῦ Θεοῦ σε ἐπισκεπτομένου. Οὐ γὰρ ἐπισκέπτεται τὸν πατέρα σου, ἀλλʼ ἐπισκέπτεταί σε, καὶ λέγει σοι , « Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, » καὶ τὰ ἑξῆς· καὶ δίδωσί σοι ὡς ἀγαθός. Ἐπισκέπτεται γάρ σε τὸν υἱὸν τοῦ πονηροῦ πατρὸς , τὰ ἁμαρτήματα ἀποδιδούς. « Ἐπισκέψομαι οὖν ἐν ῥάβδῳ τὰς ἀνομίας » ὑμῶν τῶν ἀγίων· ἐπισκέψομαι δὲ «καὶ ἐν μάστιξι τὰς ἀδικίας αὐτῶν.» Διὰ τί; ἵνα τὸ « ἔλεός μου μὴ διασκεδάσω ἀπʼ αὐτῶν. » Ὅτε γὰρ καταλίπῃ 22 Ephes. VI, 16. 23 Joan. XIII, 33. 24 Matth. IX, 22 ei 2. 25 Gen. XV, 15. 26 Gen. XII. 1. 27 Psal. XLIV, 11. 28 Psal. LXXXVIII, 33. 29 Psal. LXXXVIII, 34. 30 Heb. XII, 6. 31 Osee IV, 14. τινὰ, οὐκέτι αὐτὸν κολάζει, οὕτε μαστιγοῖ. « Μαστιγοῖ » γὰρ οὐ πάντας, ἀλλὰ « πάντα υἱὸν ὃν παραδέχεται Κύριος. » Καὶ λέγεται ἐν τῷ προφήτῃ περὶ τῶν πάνυ ἁμαρτωλῶν· « Οὐκ ἐπισκέψομαι ἐπὶ τὰς θυγατέρας ὑμῶν ὅταν πορνεύσωσι, καὶ ἐπὶ τὰς νύμφας ὑμῶν ὅταν μοιχευθῶσι. » Τοσούτῳ χρόνῳ ὁ διάβολος ἁμαρτάνει ἀπὸ κτίσεως, καὶ καταβολῆς κόσμου, καὶ οὔτε πῦρ, οὔτε μάστιξ· .οὐ γὰρ ἄξιός ἐστι τῶν κολάσεων τῶν ἀπὸ τοῦ Θεοῦ. Οὐ γὰρ δύναταιεἰπεἴν ὁ διάβολος, « Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, » καὶ τὰ ἐξῆς. Ἕκαστος οὖν συνειδὼς ἑαυτῷ ἁμαρτίας, εὐχέσθω κολασθῆναι. Καλὸν μὲν γὰρ τὸ μηδὲν ἄξιον κολάσεως πεποιηκέναι. Εἰ δέ τι ἄξιον κολάσεως πεποιήκαμεν, οὕτω κολασθῶμεν, ὥστε ἐν- θάδε μὲν ἀπολαβεῖν, μετὰ δὲ ταῦτα εἰς τοὺς κόλπους Ἀβραὰμ ἀναπαύσασθαι.

« Καὶ ταῦτα τὰ δικαιώματά μου, ἃ παραθήσῃ ἐνώπιον αὐτῶν. Ἐὰν κτήσῃ παῖδα Ἑβραῖον,» καὶ τὰ ἐξῆς. Ἀναγκαῖον ἐξετάσαι τί νόμος, καὶ τί πρόσταγμα, τί δὲ δικαιώματα, καὶ κρίματα, καὶ καρτύρια, καὶ ἐντολαί. Δικαιώματα μὲν οὖν ἐστι, τὸ ἐνθάδε εἰρημένον, « Ἐὰν κτήσῃ παῖδα Ἑβραῖον, » καὶ τὰ ἐξῆς, περὶ αὐτοῦ εἰρημένα· κρίμα δὲ, ἵνα ἱερέως θυγάτηρ ἐὰν μοιχευθῇ, πυρὶ κατακαίηται· ἐντολαὶ δὲ, « Οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι·» πρόσταγμα δὲ, « Καταβὰς διαμάρτυραι τῷ λαῷ, καὶ πλυνάτωσαν τὰ ἱμάτια αὐτῶν· » μαρτύρια δὲ, « Διαμαρτύρομαι ὑμἴν σήμερον τὸν οὐρανὸν καὶ τὴν γῆν. »

« Ἕξ ἔτη δουλεύσει σοι· τῷ δὲ ἔτει τῷ ἑβδόμῳ, ἀπελεύσεται ἐλεύθερος δωρεάν. » Σημαίνει ἡ ἐν τῷ ἑβδόμῳ ἐλευθέρωσις, ἔτι δὲ καὶ ἡ ἐν τῷ σαββάτῳ τῶν ἔργων κατάπαυσις τὴν ἐν χάριτι ἡμῖν διὰ Χριστοῦ ἐλευθερίαν.

« Προσάξει αὐτὸν ὁ κύριος αὐτοῦ πρὸς τὸ κριτήριον τοῦ Θεοῦ. » Ἀκύλας καὶ Σύμμαχος εἶπον, « πρὸς τοὺς θεούς. » Θεοὺς δὲ τοὺς κριτὰς ὀνομάζουσι, καὶ θεοῦ κριτήριον, τὴν τούτων ψῆφον.

« Τρεῖς καιροὺς τοῦ ἐνιαυτοῦ ἑορτάσατέ μοι. Τὴν ἑορτὴν τῶν ἀζύμων φυλάξασθε. Ἑπτὰ ἡμέρας ἔδεσθε ἄζυμα, καθάπερ ἐνετειλάμην σοι, κατὰ τὸν καιρὸν τοῦ μηνὸς τῶν νέων. Ἐν γὰρ αὐτῷ ἐξῆλθες ἐξ Αἰγύπτου. Οὐκ ὀφθήσῃ ἐνώπιόν μου κενὸς, καὶ ἑορτὴν τοῦ θερισμοῦ πρωτογεννημάτων ποιήσεις τῶν ἔργων σου. » Αἱ ἑορταὶ τοίνυν τοῦ Θεοῦ, οἷς ἐστι πνεῦμα, πνευματικαί εἰσι· καὶ οὐδεὶς χοϊκὸς ἑορτάζει τὰς ἑορτὰς πνευματικῶς. « Τίς γὰρ συμφωνία δικαιοσύνης καὶ ἀνομίας; ἵνα μὴ τὰ ἐξῆς λέγω. Οὐ δύναται χοῖκὸς ἑορτάσαι ἑορτὰς πνευματικὰς, ὥσπερ οὐδὲ πνευματικὸς ἑορτὴν χοϊκήν. Καὶ μετʼ ὀλίγα. Τί ἐστιν ὁ μὴν τῶν νέων; τοὺς αἰσθητοὺς φήσεις καρπούς· οὕπω ἐνέστηκεν ὁ μὴν τῶν νέων, τοῦ ἐνιαυτοῦ φέρε εἰπεῖν ὀψιμωτέρου ὄντος. Τὸ δὲ, ἐὰν γένηταί ποτε ἐνιαυτὸς, ὥστε μηδὲ φέρειν τὴν γῆν τοὺς καρποὺς, ἆρα δυνάμεθα ἑορτάζειν ἐν τῷ μηνὶ τῶν νέων, ὡς κεκέλευκεν ὁ Θεὸς ἑορτάζειν τοὺς ἑορτάζοντας; Οὐκοῦν δεῖ κατʼ ἐνιαυτὸν τὴν ἑορτὴν ἑορτάζειν. Ἐπαπορῶ δὲ πάλιν καὶ περὶ τοῦ δευτέρου νόμου, τοῦ κατὰ τὴν ἑορτὴν τὴν δευτέραν. Φησὶ γὰρ « ἑορτὴν τοῦ θερισμοῦ τῶν πρωτογενημάτων.» Ἐάν τις σπείρῃ, καὶ μὴ γένωνται οἱ καρποὶ πρῶτοι, ἀλλὰ τελευταῖοι, 32 Psal. VI,2. 33 Exod.XXI.1. 34 Exod.XX,3. 35 Exod. XIX, 10. 36 Deyk.XXX,19. 37 Exod.XXI, 2. 38 ibid., 6. 39 Exod.XXIII,14,15,16. 40 II Cor. VI,14. οὗτος οὐκ ἄν δύναιτο ἑορτάσαι τὴν ἀρχὴν τοῦ θερισμοῦ τῶν πρωτογενημάτων. Δεῖ γὰρ ἔχειν σε γεννήματα, ἵνα δυνηθῇς ἑορτάζειν. Τί δὲ, ἅν χώραν μὴ ἔχω, πῶς ἂν δυναίμην τὴν ἑορτὴν ταύτην ἑορτάζειν, τῆς λέξεως λεγούσης, « Καὶ ἑορτὴν θερισμοῦ τῶν πρωτογεννημάτων ποιήσεις τῶν ἔργων σου, ὦν ἐὰν σπείρῃς ἐν τῷ ἀγρῷ σου; » οὐκ ἔσπειρα, οἰκοδόμος εἰμί· οὐκ ἔσπειρα, ὑφάντης εἰμί· ἀγρὀν οὐκ ἔχω, πῶς δύναμαι τὴν δευτέραν ἑορτάζειν ἑορτήν; Καὶ δὴ καὶ περὶ τὴν τρίτην, « Καὶ ἑορτὴν συντελείας ἐπʼ ἐξόδῳ τοῦ ἐνιαυτοῦ. »

Καὶ μεθʼ ἕτερα. Τί βούλεται λόγος ἡμῖν λέγειν ὁ κελεύων ἡμᾶς ἑορτάζειν τὴν ἑορτὴν τῶν ἀζύμων τῷ μηνὶ τῶν νέων; Ἀπόθου τὸν παλαιὸν ἅνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ. Καὶ ἵνα γε ποιήσῃς τὴν ἑορτὴν ἐν τῷ μηνὶ τῶν νέων, καὶ σὺ νέος γενοῦ, ἵνα γένηται ὁ μὴν τῆς ἑορτῆς τῶν νέων, καὶ σὸς μήν. Νέων γὰρ, καὶ οὐ παλαιῶν ἐστιν οὗτος ὁ μήν. Πῶς οὖν δεήσει νέον καὶ σὲ γενέσθαι; Νοήσας τὰς ἑορτὰς, τὴν ἑορτὴν τῶν νέων ὁ ἀπόστολος Παῦλός φησιν,« Ἐκδυσάμενοι τὸν παλαιὸν ἅνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ, καὶ ἐνδυσάμενοι τὸν νέον τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατʼ εἰκόνα τοῦ κτίσαντος. » Οὐκοῦν ἵνα ἀγάγῃς τὴν ἑορτὴν ἐν μηνὶ τῶν νέων, νέον σε γενέσθαι δεῖ, καὶ πᾶσαν ἀποθέσθαι παλαιότητα. Εἶτα ποίαν ἑορτὴν πρώτην ἄγεις; ὅτι τὴν ἑορτὴν τῶν ἀζύμων, μάνθανε ἀπὸ τοῦ Ἀποστόλου· « Τὸ γὰρ πάσχα ἡμῶν, φησὶν, ὑπὲρ ἡμῶν ἐτύθη Χριστός· ὥστε ἑορτάζωμεν μὴ ἐν ζύμῃ παλαιᾷ, μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλʼ ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας. » Ἅμα δὲ συνάγαγε τὰ νενομοθετημένα περὶ τῆς ἑορτῆς τῶν ἀζύμων, καὶ ὅψει μὲν τὸ ἄλογον τῶν τῷ ῥητῷ ὡς πνευματικῷ μὴ προσεχόντων, καταφρονούντων δὲ τῶν πνευματικῶν ὡς μὴ χρησίμων.

« Οὐκ ὀφθήσῃ ἐνώπιόν μου κενός. » Ἴσθι ὅτι πᾶς ἄνθρωπος ἢ κενός ἐστιν, ἢ πλήρης. Εἰ μὲν γὰρ οὐκ ἔγει ἅγιον Πνεῦμα, οὐκ ἔχει γνῶσιν τοῦ κτίσαντος, οὐ παρεδέξατο ζωὴν Ἰησοῦν τὸν Χριστόν· εἰ οὐκ οἶδε τὸν Πατέρα τὸν ἐν οὐρανοῖς, εἰ οὐ βιοῖ κατὰ τὸν λόγον, κατὰ τὸν νόμον οὐράνιον· οὐ σωφρονεῖ, οὐ δικαιοπραγεῖ· ὁ τοιοῦτος κενός ἐστιν. Εἰ δὲ κεχώρηκε τὸνεἰπόντα Θεόν· « Ἐνοικήσω ἐν αὐτοἴς, καὶ ἐμπεριπατήσω, καὶ ἕσομαι αὐτοἴς Θεὸς, »οὗτος οὐκ ἕστι κενὸς, ἀλλὰ πλήρης.

« Τρεῖς καιροὺς τοῦ ἐνιαυτοῦ ὀφθήσεται πᾶν ἀρσενικόν σου ἐνώπιον Κυρίου τοῦ Θεοῦ σου. » Τί ἐστι τὸ. ῥητὸν εἴποιμι ἄν. Ὅ πράττομεν, ἢ θῆλύ ἐστιν, ἢ ἀρσενικόν. Εἰ μὲν οὖν θηλυκόν ἐστιν ὅ ποιοῦμεν, ἢ σωματικόν ἐστιν, ἢ σαρκικόν. Σπείροντες γὰρ εἰς τὴν σάρκα, ποιοῦμεν θῆλυ τὸ γέννημα τῆς ψυχῆς, οὐκ ἄῤῥεν· ἀλλʼ ἐκνενευρισμένον, ἁπαλόν τε καὶ ὑλικόν. Εἰ μέντοι βλέποντες τὰ αἰώνια, καὶ πρὸς τοῖς κρείττοσιν ἔχοντες τὴν διάνοιαν, καρποφοροῦμεν τοὺς καρποὺς τοῦ πνεύματος, καὶ πάντα τὰ γεννήματα ἡμῶν ἄῤῥενά ἐστι. Τὰ τοίνυν φερόμενα ἐνώπιον τοῦ 41 Coloss. ΙΙΙ. 9. 10. 42 I Cor. v, 8. 43 EXod. XXIII, 15. 44.45 Lcvil. XXVI, 12; II Cor. VI, 46. 46 Εxod. XXIII, 17. Θεοῦ, τὰ καὶ ὀφθησόμενα τῇ ὄψει τοῦ κτίσαντος, ἀρσενικά ἐστιν, οὐχὶ θήλεα. Οὐ γὰρ τὰ θηλυκὰ, καὶ τὰ σωματικὰ ἀξιοῖ βλέπειν ὁ Θεός.