The following text is encoded in accordance with EpiDoc standards and with the CTS/CITE Architecture.
α'.
Κλεάρχῳ. (372/73 vel 382/84?)
ἔμελλον γράφων δεήσεσθαί σου βοηθῆσαι τῶ χρηστῷ μέν, πένητι δὲ Φαυστίνῳ, αὐτὰ δὲ ταῦτα ἀρκέσειν ἡγούμην σοι πρὸς τὴν βοήθειαν, τόν τε τρόπον τήν τε πενίαν. Κέλ-
σος δὲ ἐπελθὼν καὶ μαθὼν ὃ ποιήσοιμι, πάλαι μέν σε τῆς βοηθείας εἶπεν ἧφθαι, πρᾶξαι δὲ οὐδὲν ὧν ἐβούλου.
ἐγὼ δὲ ἄλλου μὲν ταῦτα λέγοντος ἀνασχοίμην ἄν, ὅτι βουληθεὶς οὐκ ἠδυνήθη, Κλέαρχος δὲ μὴ μάθοι τοιαῦτα ἀπολογεῖσθαι. δεινὸν γὰρ τοῦτό γε καὶ κατηγορία τῆς βουλῆς, εἰ μή σοι πρὸς
αὐτὴν ἀρκοίη καὶ νεῦμα.
β'
Ἐλεβίκῳ. (383 vel 387?)
Γράμματα μὲν ὁ χρηστὸς Φλωρεντιανὸς οὐκ ἤνεγκέ μοι παρὰ σοῦ, γράψαι δέ με πρότερον ἔπεισεν ὀμόσας ἐμὲ φιλεῖ-
σθαι παρὰ σοῦ. καὶ ἐγὼ τῲ μὲν οὐκ ἀπιστήσας, σὲ δὲ θαυ-
γ΄.
Κλεάρχῳ. (372/73 νel 382/84?)
Ἐπὶ τὸν πολλάκις βεβοηθηκότα σε καὶ νῦν Ὀλύμπιος καταφεύγει σύμμαχον ἐξ ὧν ἤδη τετύχηκεν ἐλπίσας εἰς τὸ κατορθώσειν ἔχειν.
δ΄.
τῷ αὐτῷ. (372/73 vel 382/84?)
Ὀλυμπίου μὲν οὗτός ἐστι παῖς τοῦ πολλὰ μαθόντος, οἶδε δὲ καὶ αὐτὸς οὐκ ὀλίγα πρὸς τῷ καὶ στρατιώτης εἶναι φιλίας δὲ τῆς σῆς ἐπιθυμήσας δι’ ἐμοῦ τοῦ φιλοῦντος ἄμφω τοῦθ 16 αὑτῷ γενέσθαι βουληθεὶς ἔρχεται μετὰ γραμμάτων ἐμῶν, ἐν οἷς ἔχει τὰς τῆς ἐπιθυμίας ἐλπίδας.
ε΄.
Παυλίωῳ. (382/84?)
Τοῦ μὴ ἀποθανεῖν με κατακλυσθέντα κακῶν αἴτιός μοι μετὰ θεὸν Θαλάσσιος. ἡγοῦμαι οὑν καὶ σὲ χάριν ὀφείλειν αὐτῷ τῆς περὶ ἐμὲ σπουδῆς, ὀφείλων δὲ ἥδιστ’ ἂν
καὶ ἀποδοίης.
ἔξεστι δέ σοι μετὰ τῆς τῶν νόμων φυλακῆς ἀποδοῦναι γῆς ἧς ὑπ’ ἀνδρὸς ἐστέρηται τῶν θρασυτέρων τινὸς πάλιν αὐτὸν ποιήσαντι δεσπότην. καλὸν δὲ τὸν ἀδι- κοῦντα μαθεῖν, ὡς ἔστι καὶ ἀπόντα τῶν δικαίων τυχεῖν.
ϛ΄.
Θεμιστίῳ.
Ηβουλήθη σε παρ’ ἡμῶν ὁ Λεόντιος μαθεῖν, ὡς φιλοῖτο ὑφ’ ἡμῶν. λέγω τοίνυν ὅτι καὶ φιλεῖται καὶ δικαίως χρηστός τε ὢν καὶ συνετὸς καὶ τῷ τιμᾶν οὓς προσήκει τιμᾶσθαι νο- μίζων.
ζ΄.
Ἀρισταινέτῳ.
Σὺ μὲν ἡμᾶς εἶπας κακῶς, ἡμεῖς δὲ καλῶς ἀλλ’ οὔτε σοί τις οὔτ’ ἐμοὶ πείσεται.
η'.
Ἰταλικιανῲ. (365?)
Ἡμεῖς καὶ ἄνθρωποι καἰ οὐδὲν τῶν γειτόνων ἀμείνους. μὴ τοίνυν ὕβριζε τὰς εἰκόνας μηδ’, ὅταν ἐπαινῇς, ἀμέλει τοῦ
μέτρου μηδ’ οὐ φιλεῖσθαι νόμιζε τῷ μὴ πολλά σοι παρ’ ἡμῶν ἀφικνεῖσθαι γράμματα. τούτου μὲν γὰρ αἴτιον τὸ πολλὰ εἶναι τὰ πράγματα, φιλεῖν δὲ δύναιτ’ ἂν καὶ μὴ ἐπιστέλλων ἄν- θρωπος, ἐπεὶ καὶ σὺ ὃν χρόνον οὐκ ἐπέστελλες ἐφίλεις ἡμᾶς καὶ εἰ μηδὲ ταῦτα τὰ νῦν ἐπεπόμφεις, ἐφίλεις ἂν καὶ οὕτω.
καίτοι καλὰ μὲν ἔλεγες καὶ ὑπισχνοῦ, τοῖς λόγοις δὲ ἔργον ἠκολούθησεν οὐδέν ἀλλ’ ὅμως οὐ ποιοῦμαι τοῦτο τοῦ μὴ φι- λεῖσθαι σημεῖον, ἀλλ’ ἐμαυτὸν πείθω βουληθέντα σε μὴ δεδυ- νῆσθαι. βέλτιον γὰρ οἶμαι ταῦτα νομίζειν ἢ πανταχόθεν ζη- τεῖν ἐγκαλεῖν.
θ΄.
Μαρτινιανῷ. (392?)
Αἰσχύνομαι μὲν αἰτῶν σε χάριν οὐδέν σε οὐδέπω εὑ πεποιηκὼς οὐδὲ ἐλπίζων, ὅμως δέ, ἐπειδήπερ ὑπὲρ παιδὸς ἡ φροντίς, ἐμοὶ μὲν αἰτεῖν ἀνάγκη, σὺ δὲ σύγγνωθι.
δέομαι 20 δή σου δοῦναι ἡμῖν ἀκοῦσαί τι περὶ Ῥωμανοῦ, οὗ φροντὶς
ι.
Ἑλλαδίῳ. (353 vel 354?)
Ἀπάτην καλῶν τὴν ἀδυναμίαν ἀδικεῖς. ἔστι δὲ ἐκεῖνο μὲν τῶν μισουμένων, τοῦτο δὲ τῶν ἐλεουμένων. σὺ δὲ μιγνύεις τὰ ἄμικτα. ἀτυχήματα καὶ πονηρεύματα. ἐγὼ δὲ ἐρασθῆναι ὁμολογῶ Βηρυτοῦ μὲν διὰ πολλά, Ἀθηνῶν δὲ διὰ πάντα, δυ-
νηθῆναι δὲ εἰς οὐδετέραν ἐλθεῖν. ἀκούω δὲ καὶ τὴν Ἥραν δεθῆναι καὶ οὐ κινηθῆναι πρότερον πρὶν ὁ τὸν δεσμὸν μη- χανησάμενος ἐλθὼν ἔλυσεν.
ια΄.
Ἀραξίῳ. (356 vel 353/54?)
Τῆς Παλαιστίνης ἄρχων οὐκ ἠμέλεις τοῦ γράφειν· νῦν πολλῶν ἄρχων ἐθνῶν ἐπελάθου τοῦ γράφειν. καὶ μακρὰν μὲν ὢν ἐμνημόνευσας τῶν φίλων, ἐγγὺς δὲ καταστὰς ἀμνημονεῖς.
τίς ποτε οὖν ἔσῃ προσλαβὼν ἐξουσίαν καὶ τοὺς γνωρίμους ὁρῶν; ἡ δῆλον ὡς καὶ τὸ καταμελεῖν ἐπιθήσεις, εἴπερ κατὰ
ιβ΄.
Ἑορτίῳ. (380)
Οὐκ οἶσθα, ὦ φίλε Ἑόρτιε, τῶν προσβαλόντων μοι vo- σημάτων οὔτε τὸ πλῆθος οὔτε τὸ μέγεθος οὔτ’ ἐφ’ ὅσον προῆλθε τοῦ χρόνου. οὐ γὰρ ἄν ποτε ὑπερβὰς τὸ συναλγεῖν ἐμέμφου νῦν δὲ ἡ ἄγνοια πανταχοῦ τοῖς ἀνθρώποις βλαβε- ρὸν καὶ δὴ καὶ σὲ κατηγορεῖν ἐπῆρεν ἀντὶ τοῦ παραμυθεῖ-
σθαι. ἐγὼ δέ σοι οὐκ ἐγκαλῶ τὸ τὰς δυσκολίας ἡμῶν ἀγνοεῖν.
καίτοι φαίη τις ἂν τῶν ὥσπερ σὺ ῥᾳδίως ἐπιτιμώντων, ὡς ἀγνοεῖς μὲν τῷ μὴ πυνθάνεσθαι, οὐ πυνθάνῃ δὲ τῷ μισεῖν, καὶ οὕτως ἂν ὑπεροψίαν προφέρων αὐτὸς ἐνέχοιο μείζοσιν ἐγὼ δὲ τοῦτο οὐ ποιήσω φιλίαν ἰσχυρὰν ὑβρίζειν οὐκ ἀξιῶν
συκοφαντίᾳ. ἀλλ’ ὅταν τι γένηται τοιοῦτον, ζητήσας αἰτίαν τοῖς πράγμασιν ἐπιεικεστέραν οὕτω πρὸς ἐμαυτὸν ὑπὲρ ἐκεί- νων ἀπολογοῦμαι.
σὺ δὲ οὐκ ἐν καφῶ ῥητορεύεις ἄλλους εἶναι λέγων τοὺς αἰτιωμένους, οὓς αὐτὸς ἀνέπλασας διὰ τῆς ἐπιστολῆς. ἐπεὶ τί παθὼν οὐκ ἐπεστόμιζες ἀλλ’ ἐπείθου;
ογ΄.
Ἰουλιανῷ. (363 vel 353/54?)
Τῇ διὰ τὴν σὴν ἀρρωστίαν λύπῃ καὶ αὐτοὶ πεπτώκαμεν εἰς ἀρρωστίαν. τί γὰρ ἡμῖν ἡδὺ σοῦ γε ἀνιωμένου Σελεύκῳ δὲ ἄρα ἔπρεπε καὶ τοῦτο ἀγγεῖλαι τὸ ὡς ἐκπέφευγας τοῦ κα- κοῦ τὴν ἀκμήν.
ᾗ δὴ καὶ πείθομαι τὸν Ἐντρέχιον εὐτυχῆ νομίζειν. ὄψεται γὰρ Βιθυνίαν, ὅτε βέλτιον. βέλτιον δέ, ὅτε
καὶ σοὶ τὸ σῶμα ἐν ὑγιείᾳ
χάριν δὲ εἰδότες σοι τοῦ φιλεῖν τὸν ἄνδρα χάριν ἑτέραν αἰτοῦμεν προσθεῖναι τὸ τόνδε καλεῖν.
ιδ΄.
Πρισκιανῷ. (353)
Οὐ κατεπάτησε τὸν ὅρκον ὁ Διονύσιος, ἀλλ’ ἐπανήκει
σοι μετὰ τῶν γραμμάτων, ὃ δὴ καὶ ποιήσειν ὤμοσε. τὴν πόλιν
τοὺς δ’ ἡμετέ- ρους εἰ μὲν ἀγνοεῖς κινδύνους, ἀδικεῖς, ἀμελῶν γὰρ ἀγνοεῖς
καὶ ταῦτα οὕτως ὢν πρόσχωρος· εἰ δ’ ἐπιστάμενος μακαρίζεις <με> μετὰ τῶν δεινῶν, φιλοκινδυνότατος εἶ.
τὰ Δεινίου πράγματα καὶ σαυτοῦ νομίζων ὀρθῶς φρονεῖς εἰμὶ δ’ οὐδ αὐτὸς τῶν ἀλλότρια τὰ Δεινίου ποιουμένων, ὄψει δὲ τὴν σπουδὴν ἐν τοῖς γράμμασιν, ἃ πέμψομεν εἰς ἐπικουρία· τῷ
γέροντι·
ιε΄.
Ζηνοβίῳ. (352 vel 354?)
Σιγῇ τὴν σιγὴν ἔγνωμεν ἀμύνασθαι. καίτοι γε ἠπιστάμην λειπομένην τῶν ἀδικημάτων τὴν δίκην. οὐ γὰρ ἴσον ἦν ἐμὲ
σῶν ἀποστερεῖσθαι γραμμάτων καὶ σοὶ παρ’ ἡμῶν μὴ φοι- τᾶν. ἀλλ’ ὅσῳ καλλίω τὰ σά, τοσούτῳ μείζων ἡ βλάβη τῆς τιμωρίας.
ις΄
Θαλασσίῳ. (352 vel 353)
Ἦν μὲν καλὰ καὶ ὅσα παρών σοι συνῄδειν, ἃ δ’ ἀκούω, φιλοσοφίας ἐγγὺς ἥκει, γλῶττα ἐλευθέρα καὶ τρόπος μισοπό- νηρος καὶ τῶν σπουδαίων ἔρως καὶ τὸ μετ’ ἀνδρείας τοὺς
μὲν εὖ ποιεῖν, τοὺς δὲ ἐλαύνειν, καὶ δὴ καὶ τὸ μέγιστον, χρυ- σὸς καταφρονούμενος, ὃς μέγιστον ἐν ἀνθρώποις ἰσχύων ἥττη- ται.
Γοργονίου δὲ τοῦθ’ ‘ὲν ἀκούσας, ὅτι σε θαυμάζει, πρὸς θαῦμα κατέστην. οὐ γὰρ ἄν, εἰ μή σοι προσόμοιος ἦν, οὕτως εἶχε.
πρᾶττε οὖν ἡμῖν δι’ ἐκείνου, ἃ καὶ πυνθάνο-
μαὶ, τὴν ἐπάνοδον· ἐπιθυμῶ γὰρ ἰδεῖν ἃ πυνθάνομαι.
ιζ΄
Φλωρεντίῳ. (365)
Τὴν ἐπιστολὴν ταύτην ὁ κομίζων σοι γέγραφεν. ὁ γὰρ θαρρῆσαι πείσας δικαιότατ’ ἂν γράψαι δοκοῖ. ἐγὼ μὲν γὰρ
ιη'.
Καλλιοπίω. (388)
Τίς θεῶν ἢ δαιμόνων τὸν πανταχῇ θαυμαζόμενον Τα- τιανὸν ἥμερον ἡμῖν ἐποίησεν; φράζε σύ, Καλλιόπιε· σὺ γὰρ τὰ τοῦδε καλῶς οἶσθα. ἂν δ’ οὐκ ἐθέλῃς λέγειν, ἀνάγκη ἐμὲ μαντεύεσθαι
καὶ τὸν μὲν θεὸν εὑρεῖν οὐκ ἂν δυναίμην,
ὥσπερ Ὅμηρος ἔγνω τὴν Ἀθηνᾶν παρὰ τῆς Ἥρας ἐλθοῦσαι τῷ Ἀχιλλεῖ, ἣ τὴν ὀργὴν ἐπέσχεν αὐτῷ τὸν δὲ ἄνδρα, δι’ οὗ ταῦτα ἔπραξαν οἱ θεοί, κάλλιστ’ ἀνεῦρον.
ἔστι δ’ οὗτος πολίτης τ’ ἐμὸς καὶ τῆς πόλεως τὰ πρῶτα καὶ ἐκ ταὐτοῦ μοι κρατῆρος ἐν Μουσῶν κήποις πιὼν καὶ πρῶτον μὲν δίκας λέ-
γῶν, νῦν δ’ ἐπιστολὰς γράφων ἄμφω παρὰ βασιλεῦσιν, τῷ μὲν πατρί, τῷ δὲ υἱεῖ, σφόδρα ἠδικηκώς ἴσως δὲ οὐδὲ μικρὸν † ἀδικῶν οὐ μικρὸν φρονῶν <τῷ> σὰ περιφανθῆναι ἀπὸ
ιθ΄.
Ἀνατολίῳ. (357 vel 358/59)
Ἀνέγνων τοῖς φίλοις τὴν ἐπιστολὴν τὴν μακρὰν ἐκεί- νην, ἐκέλευσας γὰρ καὶ οὐκ ἦν ἀπειθεῖν τοσαύτῃ δυνάμει
ἡ μὲν οὖν ἀνάγνωσις ἐκίνει γέλωτα τοσοῦτον ὅσον ἐβού- λου, πολλοῦ δὲ ἄρ’ ἐπεθύμεις, ὡς δὲ διεπαυσάμην, τῶν τις ἀκροατῶν ἤρετό με, πότερόν σοι φίλος ὢν ἢ δυσμενὴς τυγχάνω.
φήσαντος δέ μου καὶ μάλα φιλεῖν Ἀνατόλιον τὸν καλὸν εὖ τοίνυν, ἔφη, τὰ δυσμενοῦς ποιῶν δεικνὺς ἐπιστολήν, ἀφανίζειν ἔδει. καὶ ἐτίθετο δὴ τοῖς γράμ- μασιν ὄνομα. βούλει μαθεῖν ὅ τι; ἀλλ’ οὐκ ἐρῶ γε τοῦτο ὃ
ἀφέντες οὑν ἐκεῖνο ἐξετάζωμεν τὰς αἰτίας, καὶ σύ τε φέρειν, ἂν φανῆς συκοφάντης, ἐγώ τε οἴσω, κακὸς εἰ δειχθείην.
Ἔφης Σπεκτότον μέγαν ὄντα τοῖς ἔργοις μικρὸν γεγενῆ-
σθαι τοῖς παρ’ ἐμοῦ λόγοις, αὐτὸς δέ γε ἐκεῖνος ἥδετο τοῖς παρ’ ἡμῶν ἐπαίνοις· εἰ μὲν οὖν εὖ φρονῶν, ψεῦδος τὸ σόν εἰ δὲ οὐδὲν εἰδὼς τῶν περὶ λόγους, τόλμησον εἰπεῖν καὶ πάντα ἐγὼ φαῦλος.
οὑτωσὶ δὲ σκόπει, ὅπως σαυτῷ δόξης ὁμολο- γεῖν, ὃς ὂν ᾐτιάσω τὰ μεγάλα μικρὰ ποιεῖν, τοῦτον ἔφης τῇ
ῥώμῃ τῶν λόγων αἴρειν τὰ φαῦλα. παραινῶ δή σοι τοῖς μὲν τῶν βαρβάρων βουλεύμασι πολεμεῖν σαυτῷ δὲ μὴ.
ζηλο- τυπῶν μὲν οὖν τοὺς ὑφ’ ἡμῶν κοσμουμένους εὖ ποιεῖς, οὐ γὰρ κακῆς φύσεως σημεῖον ἐπαίνων ἐπιθυμεῖν, μέγα γὰρ εἰς
καὶ προφέρεις δὴ ἐμοὶ τὸ πολλοὺς ἐπαινεῖν, ἐγὼ δὲ σοὶ τὸ πάντας ψέγειν. οὐκοῦν ἀκρι- σία μὲν ἐν ἀμφοῖν, ἔχει δέ τινα τοὐμὸν φιλανθρωπίαν. μᾶλ-
λον δέ, οὐκ ἔστιν ὅντινα ἐπῄνεσα τὰ οὐκ ὄντα προστιθείς, ὥσπερ ὁ μῦθος ἀλλότρια τῷ κολοιῷ πτερά. ἀλλ’ ᾧ χρῶμαι νόμῳ περὶ τοὺς ἐπαίνους, ἄκουσον.
ἂν ᾖ τις κρείττων μὲν χρημάτων ἥττων δὲ ἡδονῶν, ἐκεῖνο μὲν ἐπαίνου τεύξεται, τοῦτο δὲ ἐν σιγῇ κείσεται. καὶ γὰρ εἰ γῆν ἐπῄνουν, οὕτως
ἂν ἐποίουν οἷον εἴ μ’ ἐχρῆν ἐπαινεῖν τὰ Κύθηρα, τὰ δὲ Κύ- θηρα νῆσός ἐστιν ἐπικειμένη τῇ Πελοποννήσῳ, τὸν οὗν λό- γον ἐργαζόμενος διελθὼν ἂν ὡς εὔβοτος καὶ πολύοινος εὐλί μένος τέ ἐστιν ἢ καὶ ὕλῃ κομῶσα, τὴν εἰς πυροὺς φορὰν οὐκ ἂν ἐπῄνουν, ἐψευδόμην γὰρ ἄν, οὐδὲ γὰρ ὅστις ἐγκωμιάζει
τὴν Ἀττικήν, καὶ τοῦτ’ ἂν εἰπεῖν ἔχοι, κωλύει δὲ οὐδὲν ἐξ ὧν ἔξεστιν ἐπαινεῖν.
θαυμάζω τὸν Ἀχιλλέα, διότι τοὺς Τρῶας ἤλαυνε, θαυμάζω τὸν Παλαμήδην ἀπὸ τῆς σοφίας. ὁ
φέρε, εἰ σοὶ λόγον ἐποίουν καί με τοῦτ’ ἔπεισας δεη- θείς, ἀρ᾿ ἂν οἴει τῷ δημιουργῷ πανταχόθεν προσελθεῖν τοὺς ἐπαίνους σὺ μὲν ἴσως οἴει, τὸ πρᾶγμα δὲ οὐ τοιοῦτον,
ἀλλ’ εἶπον μὲν ἂν ἐπιμέλειαν, ἀγρυπνίαν, πόνους, ψῆφον ὀρθήν, πρόνοιαν <τοῦ> μέλλοντος, φρόνημα δίκαιον, ὀξύτητα, γλώττης ἰσχύν, πολλὰ δ’ ἕτερα, καλὸν δὲ καὶ μέγαν οὐκ ἄν εἶπον· οὐ γὰρ ἔνι σοι ταῦτ’ ἐν τῷ σώματι
μεμνη- μένος δὲ χρημάτων κλοπῆς μὲν ἄν σε πλεῖστον ἔφην ἀφεστά-
ναι, μισθὸν δὲ μὴ ἔχειν τῆς ἀρετῆς οὐκ ἂν ἰσχυρισάμην, ἔχεις γὰρ τὰ βασιλέως δῶρα καί σοι τῆς ἀρχῆς ὁ χρόνος τὰς οἰκίας πεποίηκε πόλεις ἀδικοῦντι μὲν οὐδένα, λαμβάνοντι δέ. πολὺ δ’ ἂν ἦσθα βελτίων μηδαμόθεν λαμβάνων, ὡς λαμπρότερον γε κιόνων οὓς δίδωσι βασιλεὺς τὸ χρῆμα τῆς δόξης ἣν ἡ
πενία φέρει.
καὶ μὴν κἀκεῖνό γέ σου τραχὺ καὶ οὐχ ἠμὶ ρον τὸ κακίζειν Σευηρον, ὅτι δὴ ζώνης ἐδεήθη δέον φιλοσο- φεῖν. εἰ μὲν γὰρ φιλοσοφίας ἁπτόμενος ἀπεφέρετο τοῦ σχή- ματος καὶ ἦν ἐν προσηγορίᾳ φιλοσοφίας κάπηλος, εἰκότως ἂν ἐμισεῖτο· εἰ δὲ τὸ μὲν ἡγεῖται μεῖζον αὑτοῦ, ζητεῖ δέ τινα
καταφυγήν. ποῦ πλημμελεῖ μὴ φιλοσοφῶν; ἢ καὶ σὺ μᾶλλον
ἐπεὶ δὲ πολὺς ἔγκεισαι κω- μῳδῶν ἡμᾶς, ὅτι πρὸς σὲ ἐμνήσθημεν ἀξιώματος, ἴσθι τὸ πᾶν ἀγνοήσας. ἔσχε δὲ ὡδί. ἐμοὶ σχῆμα μὲν ἀρκοῦν οἱ λόγοι, δι’ οὓς οὐδεπώποτε ταπεινότερον ἐμαυτὸν ἡγησάμην ὑμῶν, ὧν ἡ λαμπρότης ὅρκος τοῖς κόλαξι· πρὸς δὲ τὸν βίον ἀφορ-
μαὶ τὰ παρ’ αὐτῶν τῶν λόγων μικρὰ μικρῶν δεομένῳ.
τίς οὖν ἦν ὁ νοῦς ὧν ἐπέστελλον; Ἰσοκράτης παραινεῖ πεῖραν ποιεῖσθαι τῶν φίλων οὔπω παρούσης ἀνάγκης ὥστε ἀτυχή- σαντι μὴ εἶναι βλάβην καί φησι δεῖν μὴ δεόμενον προσποιεῖ- σθαι τὸ δεῖσθαι.
τοιοῦτον ἦν τι καὶ τὸ παρ’ ἐμοῦ· μὴ
χρῄζων ἐπήγγελλον. τοιγαροῦν σὺ μὲν οὐκ ἐδίδους, ἐγὼ δὲ ἐγέλων καὶ ζημιούμενος οὐδὲν εὕρισκόν σου τὸν τρόπον.
οὐ μὴν πάντα γε εἰ ῥᾴθυμος, ἀλλ’ εἰς τὸ γένος, εἶπερ τις, ἕτοι- μος, καὶ τῶν σῶν οἰκείων ἰδιώτης οὐδείς. εἶτ’ ἐπὶ μὲν τῶν ἄλλων τιμᾷς τὴν ἀρετὴν, κἂν ὁ ταύτης ἄμοιρος ἄρχῃ,
κέκραγας μᾶλλον ἢ οἱ τεμνόμενοι’ τὸ γένος δὲ οὕτω σοι φίλ- τατον ὥστε ἄρχειν δεῖ πάντα οἰκεῖον καὶ ἀπεῖναι βάσανον. τοῦτό σοι παραίτησις ὧν περὶ τοὺς φίλους ἀμελεῖς. κἂν ἐκεῖνό τις κατηγορῇ, τοῦτ’ ἀντιτιθεὶς <τὸ> μέμψεως,
δίκαιον δέ, εἴτε ἡσθείης τοῖς γράμμασι, τῷ φέροντι τὴν χάριν ἔχειν,
εἴτε δηχθείης, παρὰ τοῦ φέροντος τὴν δίκην λαβεῖν. ἐγνω- κότα γάρ με ἡσυχάζειν πάσαις ἀνάγκαις Ἰανουάριος ἐνήγα- γεν, ἀνὴρ πανταχόθεν αἰδέσιμος τῇ πόλει λυπήσας μὲν οὐδὲν οὐδένα ὧν οὐκ ἴδει, δοὺς δὲ χάριτας ἐν αἷς ἡ τοῦ δικαίου μερίς, φρουρήσας μὲν ἱκανῶς ἐφ’ ᾧπερ ἐτέτακτο, τῶν δὲ ἐπει-
γομένων οἶς ἄξιον συλλαβών, ὀλίγα λαλῶν, πρᾶξαι δεινός, τῶν γιγνομένων καρπῶι ὑπερορῶν τὸ πλέον, προσήκων μὲν μείζοσι, στέργων δὲ τὰ παρόντα, τὴν ἐπιείκειαν ἐν πράγματι τηρήσας οὐκ ἀνεχομένῳ χρηστότητος. ’ν δέδοικα μὴ μέμψῃ τὸν ἄνθρωπον. ὅτι μοι πάντα ὑπούργησεν.
κ΄.
Ἀρισταινέτῳ. (357 vel 358)
Ἄρα καὶ τοῦτο τοῖς ἄρχουσι νόμος μὴ τοῖς φίλοις ἐπι- στέλλειν, ἐπειδήπερ ἄρχουσιν; εἰ μὲν δὴ κεῖται καὶ γέγραπται, χρῶ τῷ νόμῳ καἰ σίγα· εἰ δ’ οὐδεὶς κωλύει νόμος, πόθεν ἡ
σιγή; λέγε. εὑρηκέναι γάρ μοι δοκῶ· μεῖζόν σου γεγένηται
τοῦθ’ ἥδιόν μοι πείθειν ἐμαυ- τὸν ἢ ὅτι σὺ τῶν φίλων ὑπὸ τῆς ἀρχῆς ἐπελάθου, ὃν ἀκούω μετριώτερον ὑπὸ τῆς ἐξουσίας εἶναι καὶ τούτῳ τοῦ προτέρου διαφέρειν τῷ πλείω πράττειν· ὡς ὅ γε τρόπος <ὁ> αὐτός, εἰσὶ
δὲ οἱ λέγουσιν ὡς καὶ βελτίων.
Ἰανουάριος μὲν οὖν ἀπαγ- γελεῖ σοι περὶ ἡμῶν, ὡς ἀρρωστοῦμεν, εἰ μή σε ἐξαπατᾶν βούλοιτο τοῦ μὴ λυπεῖν· ἀεὶ γάρ τινι προσπαλαίομεν κύματι. καὶ ταύτην τίνομεν τῷ Φιλίῳ τὴν δίκην, ὅτι δή τι φίλων ἡμῖν ἐφάνη τιμιώτερον.
ἐγὼ δέ σοι περὶ αὐτοῦ λέγειν ἔχω,
ὡς ἐν δυσχερεῖ διοικήσει χρηστὸς ἐδείχθη. καὶ τοῦτον μόνον οἱ τε ταχέως οἴ τε βραδέως ὧν ἔχρῃζον τυχόντες ἐπῄνεσαν τοσαύτην ἀνεμίγνυ γοητείαν ταῖς ἀναβολαῖς τοιγαροῦν ἀπιὼν ἀνιᾷ τοὺς βελτίους, διότι παρὼν οὐκ ἐλύπησεν.
ἐμοὶ δὲ δεομένῳ τοσοῦτον ἀπεῖχεν ἀπειθεῖν ὥστ’ εἰ διαλείποιμι τοῦτο
ποιῶν.. ὕβριν τὸ πρᾶγμα ἐκάλει καὶ διεμέμφετο. τὰ σὰ δὲ ἀγαθὰ νομίζων αὐτοῦ τε καὶ ἐμὰ ὅ τι μάθοι τρέχων ὡς ἡμᾶς ἐμήνυε τῷ προσώπῳ κηρύττων τὴν ἡδονήν. εἶπον ἂν πλείω πρὸς ἀγνοοῦντα, νῦν δ’ ἐπίστασαι τὸν ἄνδρα.
κα'.
τῶ αὐτῷ (358)
Πρότερον μὲν ἐθαύμαζον τὸν κράτιστον Ἑρμογένην ἀπὸ τῆς φιλοσοφίας ἧς ἤκουον αὐτῷ μέλειν. νῦν δὲ δὴ καὶ φιλῶ
τὸν ἄνθρωπον, διότι δὴ πόσου τε καὶ τίνος ἄξιος εἶ γινώσκει. λέγεται γὰρ ἄνδρα τέ σε ἀγαθὸν ἡγεῖσθαι καὶ τὸ συνεῖναι μέγα ποιεῖν καὶ τὸ μὴ συνεῖναι βαρύ.
τοῖς μὶν οὖν ἄλλοις ἔπεισι σοὶ συγχαίρειν, ἐμοὶ δὲ ἀμφοῖν· σοὶ μέν. ὅτι σοι πρόσκειται τοσαύτη δύναμις, τῷ δ’, ὅτι φιλῶν ὃν ἐχρῆν εὐδο-
κιμεῖ τῇ κρίσει.
δεῖ δή σε φιλούμενον ὅσα ἂν ἐξῆ ἐν ταῖς παραινέσεσιν ὠφελεῖν ἐκεῖνον μὴ κατοκνεῖν· ἔξεστι δὲ νῦν ὑπὲρ ἀδικουμένου φίλου κωλῦσαι φίλον ἁμαρτάνειν. Νικέν- τιον γὰρ τὸν καλόν, ὃν σὺ πρὸς ἡμᾶς ἐπῄνεις ἐν γράμμασι, καὶ τὸ γράμμα γε ἐκεῖνο φιλίαν ἡμῖν εἰργάσατο, τοῦτον δὴ
τὸν ἄνδρα, δι’ ὃν ἐπιδημεῖ μὲν ἡ δίκη, βία δὲ οἴχεται, πανή- γυρις δὲ ἡμῖν ἡ πόλις, εὐφημίας ἐλπίζοντα περιέστηκε ζημία λυποῦσα μὲν καὶ τῇ βλάβῃ, πένης γὰρ ἡμὶν ἐπὶ τοσαύταις
τοῖς μὲν οὖν ἀδικοῦσιν Ἑρμογένης ἐπαγέτω δίκην ἐγὼ πρῶτος ἐπαινῶ τὴν ὀργήν, κἂν παύσηται τῆς ἐπὶ τοῖς τοιού- τοις ὀργῆς, καὶ ἐγὼ τῶν ἐπαίνων, τὸ νῦν δὲ τοῦτο παραγωγή
τίς ἐστι καὶ ἔργον ἀπάτης, οὐ τῆς Ἑρμογένους φύσεως.
ἄκουε δέ· σταθμός τίς ἐστι περὶ τὸν Εὐφράτην, Καλλίνικος ὄνομα αὐτῷ· Καλλινίκου γὰρ ἐνταῦθα ἀποσφαγέντος ὁ σοφι- στὴς γίνεται προσηγορία τῷ τόπῳ, οἷα πολλὰ μὲν ἐν γῇ, πολλὰ δὲ ἐν θαλάττῃ πάλαι.
τοῦτο δὴ τὸ χωρίον ἔχει στρα-
τιὰν ἱδρυμένην, ἣν τρέφεσθαι παρ’ ἡμῶν οὐκ ἐκεῖσε κομι- ζόντων, ἀλλ’ ἑτέρωσε τὴν τροφήν, ἐκεῖθεν δὲ εἰς Καλλίνικον ἄγειν νόμος τὸν ἄρχοντα τῶν περὶ τὸν Εὐφράτην. Νικέντιος δὲ τὰ αὑτοῦ διακονήσας ὧν ἐπλημμέλησαν ἕτεροι δίκας δί- δωσι, τοῦτο δὴ τὸ ἐν Αὐλίδι.
ἴσως μὲν οὖν οὐδ’ αὐτὸς
διηγησάμην κακῶς, εἰ δ’ οὖν τι καὶ ἐξηνέχθην, Νικέντιός σε διδάξει καλῶς. σὺ δὲ βοήθησον δυοῖν ἄρχουσι τὸν μὲν ἐξελό- μενος βλάβης ἀδίκου, τὸν ἐλάττω, τὸν δ’ ἀποστήσας ὀργῆς οὐ
εἰ δὲ παιδὸς ἡγεῖται τὴν μεταβολήν, τὴν μὲν ἐπὶ <τὰ> χείρω νομιζέτω φαύλην, τὴν δὲ τῶν λων τι λύουσαν ἀγαθήν, ἄλλως θ’ ὅτε τὸ μὲν τίμημα τηρεῖν ἂν ἔχοι, τὸν δ’ ἔξω τῆς αἰτίας ἀφιέναι.
τὸ γὰρ χρυσίον
εἰσπραττέτω μέν, εἰσπραττέτω δὲ παρὰ τῶν λελοιπότων τὴν τάξιν καὶ προσέτι γε τῶν ἐξηπατηκότων, οἳ σφίσιν αὐτοῖς χαριζόμενοι τὰ οὐκ ὄντα ἔφρασαν.
ἐπειδὴ γὰρ θυμὸς μἐ- γας διο τρεφέων ὑπάρχων, μὴ ἴστω τοῖς φενακίζουσιν ἄδεια, ὅπως τῆς ἀληθείας κρατούσης μηδεὶς ἀδίκως κολάζηται. λύων
δὲ τὴν αὑτοῦ ψῆφον ἐννοείτω τὸν βασιλέα Κρητῶν τὸν παῖδα Δῖός, ὃς εἰς τὸ ἄντρον δι’ ἐνάτου πορευόμενος ἔτους ὧν ἐτε- θείκει νόμων οὐκ ᾐσχύνετο κινῶν ὃν κρεῖττον ἦν κινεῖσθαι.
κβ΄.
Αὐξεντίῳ. (358)
Ἐγώ σου μέλλων αἰτιᾶσθαι τὸ χαίρειν ἀγροῖς καὶ νομί- ζων οὐκ εἶναί σοι λόγον, ὅς δείξει τὸν ἐκεῖσε δρόμον εὔλογον,
ἴσως που τοιοῦτος ἦν ὁ κῆπος ὁ δόξας μῆλα δεδωκέναι χρυσᾶ, ἃ χρυσᾶ μὲν οὐκ ἦν, οὐ γὰρ οὗτος φυτῶν νόμος, διὰ δὲ κάλλος ἐκτήσατο τὴν ἀπὸ τοῦ χρυ-
σοῦ φήμην. ἀλλὰ καὶ τοιαύτης οὔσης σοι τῆς ὀπώρας κατὰ τὴν ὥραν ἐκράτει τὰ γράμματα· τοσοῦτον ἄνθους μετεῖχε.
θεράπευε δὴ θεοὺς ἐφόρους γεωργίας. δεῖ δέ σε οὐ πονεῖ- σθαι τοῖς ἀναθήμασι. μὴ γὰρ δὴ ἔστω τούτων ὧν ἐργάζεται χρυσοχόων τέχνη, ἀλλ’ ἀφ’ ὧν ἔδοσαν τιμάσθων. εὖ οἶδα
γάρ, ὡς ἥδιον αὐτοῖς χρυσίδων βότρυες ἐξημμένοι τῶν ἀγαλ- ματω ν.
κγ΄.
Δημητρίῳ. (358/59)
Οὐδ’ αὐτὸς ὁ νέος ἄνευ λογισμοῦ παρ’ ἡμᾶς ἧκεν, ἀλλ’
εἰδὼς τὸν αὑτοῦ θεῖον ἐμέ τε φιλοῦντα καὶ ὑπ’ ἐμοῦ τιμώ- μενον ἥκων δὲ εὗρεν ἅπερ ἤλπισεν εἰ μέντοι καὶ λόγων ἰσχύν, οὐκ οἶδα, τὴν δ’ οὖν εὔνοιαν τοσαύτην ὅσην ἄν. εἰ σὺ τοὐμὸν ἔπραττες, ἔνειμας αὐτῷ φανέντι.
λόγων μὲν οὖν ἔχεται πάλαι μὲν αὐτῶν ἧφθαι δοκῶν, νῦν δὲ ὡς ἀληθῶς
κδ΄.
Γενεσίῳ. (358/59)
Πῶς δ’ οὐκ ἔμελλον ἡδέως ὄψεσθαι νέον μητρός τε ἀγαθῆς υἱὸν καὶ ἀδελφιδοῦν ἀνδρὸς πόλεων τε σωτῆρος καὶ ἡμῖν ἐπιτηδείου φυγήν τε καλὴν καὶ παρ’ ὑμῶν πεφευγότα καὶ ἣν μόνην ἐπαινεῖν ἀνάγκη; τὸ γὰρ ἐπὶ κτήσει λόγων ἀφεἱ- ναι πατρίδα καὶ αὐτῇ τῇ πατρίδι καλόν, ἣν ἀπὸ τῶν λόγων
ὁ φυγὰς ἕξει μεγάλην ποιεῖν.
ἀλλ’ ὥσπερ ἡμᾶς ἐπαινεῖς τῆς προνοίας ἧς εὗρεν ὁ δεῦρο ἥκων, οὕτω πεῖθε τὴν μητέρα λύειν αὐτῷ τὴν ἀπορίαν. οὐ γὰρ ἕξετε πικρῶς ἀπαιτῆσαι τὰς εὐθύνας, εἰ τὰ παρ’ ὑμῶν ἐλλείποι.
κε΄.
᾿Υγιεινῷ. (358/59)
Οὐκ ἠμνημόνησα τῶν συνθηκῶν ἇί ἦσαν ἡμῖν περὶ γραμμάτων, ἀλλ’ ἐκωλύθην τὰς συνθήκας ἐμπεδῶσαι κακοῖς
πρῶτον μὲν γὰρ ἡ κεφαλή με καταβαλοῦσα εἶχεν αὐτὴ δεζ͂αμένη πλῆθος ἰλίγγων καὶ οὐκ ἦν οὔθ’ ἡμῖν ὔτε τοῖς ἰατροῖς θαρρεῖν. εἶτ’ ἐκεῖθεν ἐπὶ τὴν κοιλίαν τὸ δεινὸν καταβὰν ῥεύματα ἐμιμεῖτο ῥυάκων, τὸ δὲ ἐπισχῆσον οὐκ ἐφαί- νετο. καὶ τούτοις τοιούτοις οὖσι προσετέθη Λήμνιά φασι
κακά. μᾶλλον δέ, μικρόν τι εἶπον τὸ πτῶμα Νικομηδείας δὴ λῶσαι βουληθεὶς τοῖς ἐν Λήμνῳ κακοῖς.
διὰ τοιούτων τὸ θέρος ἐλθόντες νῦν φαρμάκου πόσει τὸ σῶμα κουφίσαντες ἐπιστέλλομέν σοι τῆς μὲν σιγῆς τὰς αἰτίας ἀποδιδόντες, κινεῖν δέ σε πρὸς τὰ ἡμέτερα τόν γε οἴκοθεν ὡρμημένον οὐκ ἀξιοῦν-
τες, ὡς ὅστις τινὰ παρακλήσεσιν ἐπεγείρει, κατεγνωκὼς ἀργίαν τοῦτο ποιεῖ
σὺ δ’ οὐχ ὅπως αὐτὸς ῥᾳθυμεῖς, ἀλλὰ καὶ ἄλλον ἂν ἐξοτρύναις εἶναι πρόθυμον εἰς ἡμᾶς, ἴσως μέν τι καὶ ἐν ἡμῖν ἄξιον εὐνοίας εὑρών, πλέον γε μὴν ἐκεῖνο σκο- πῶν. ὅπως δόξεις ἀκολουθεῖν τῷ πατρί.
καὶ γὰρ ἐκεῖνος
ἑώρα τέ με ὡς ἥδιστα καὶ μετεδίδου λόγων τε καὶ βιβλίων. καὶ ὁ δοὺς ἀρχὴν ἡμῖν εἰς τὴν ἀμείνω δόξαν ἐκεῖνος ἦν. καὶ νῦν, εἴπερ ἦν, εἷς ἄν μοι πολλῶν ἦν ἀντάξιος.
ἃ σὺ λογι- ζόμενος ἐπιχειρεῖς μοι δεικνύειν ὡς, εἰ καὶ Δουλκίτιος τέθνη- κεν, ἀλλ’ οὐχ ἥ γε πρὸς ἐμὲ σπουδὴ τῆς ὑμετέρας τέθνηκεν
ταύτην μὶν οὖν ζῶσαν ἀεὶ παρέξεις, τοὺς δὲ ἀνε- ψιοὺς ἴσθι σοι τῇ μὲν ἄλλῃ καὶ σφόδρα ἐπαινεῖσθαι, λυπῆσαι δὲ ἑνὶ τούτῳ τοὺς γείτονας μεγάλη γὰρ ἀεὶ φωνῇ τοὺς λό- γους συλλέγοντες τὸν ὕπνον ἀφαιρούμενοι τῶν πλησίον οἰκούν-
τῶν τοὺς μὲν ἐξήλασαν, τοὺς δὲ ἐπέτριψαν.
κς.
Ἀκακίῳ. (358/59)
Καὶ αὐτός εἰμι τῶν βεβαπτισμένων ὑπὸ τοῦ μεγάλου κύματος ἐκείνου. κεῖται γὰρ Ἀρισταίνετος, ὦ Ζεῦ, ἡ δὲ δευ-
τέρα πληγὴ προσδιέφθειρεν ἡμᾶς οὐδὲ τῆς Ἱεροκλέους κεφα- λῆς φεισαμένου τοῦ δαίμονος. διὰ ταῦτα σεσιγήκαμέν τε καὶ σιγήσομεν, ὅσα γε ἐν ὁμίλῳ κοινῷ. ὡς οἱ γε φοιτῶντες χρῶ τᾶι ἡμὶν οὐ χείροσιν πρόσθεν.
ἥσθην δὲ τῷ τε υἱεῖ καὶ τῷ κηδεστῇ προθύμως εὖ μάλα λόγιον ἡμμένοις καὶ κι-
κζ΄.
Μακεδονίῳ. (358/590
Οὐκ ἐπὶ μικρῷ γε πεποίησαι τὴν ὀδόν, ἀλλ’ ὑπὲρ ἀν- δρός, ὃν ὅπως ἴδοις, ἐπ’ αὐτὸν ἐλθεῖν ὠκεανὸν ἦν ἄν σοι καλόν. ὅτι δὲ ἔμελλες πανταχοῦ ἡμῶν μεμνήσεσθαι καὶ σὺν ἐπαίνοις, οὐκ ἠγνόουν· τοῖς μὲν γὰρ ἄλλοις ἥδιστον εὐφη-
μιῶν τυγχάνειν, σοὶ δὲ εἰς ἐμὲ χρῆσθαι.
τοὺς δὲ ἄνδρας, οἷς διειλέχθαι λέγεις, πρὶν ἂν πείσῃς μισεῖν τοὺς κόλακας. οὐδέποτε πείσεις ἡμᾶς φιλεῖν· πάνυ γὰρ ἀμαθῶς ἔχω τοῦ πράγματος, ἕτεροι δὲ ἀριστεύουσι.
Παγκράτιον δὲ οὔπω μὶν εἶδον, ἀγαθὸν δὲ ἡγοῦμαι καὶ γράψαι πρότερον ἀξιῶ τῷ
μὲν γὰρ οὐδὲν αἰσχρόν, ἐμοὶ δὲ ἴσως, εἰ δόξαιμι δι’ ἐπιστολῆς ἐπὶ προφάσει τοῦ προσειπεῖν μαθητὰς αἰτεῖν.
κη΄.
Πολυχρονίῳ (359/60)
Τί τῆς σιγῆς ἔχεις αἰτιᾶσθαι; βραδυτῆτα νοῦ; καὶ τίς ὀξύτερος; ἀλλ’ ἔνδειαν λέξεως; ὁ σαφῶς οὕτω περὶ τῶν μεγά- 5 λῶν διδάσκων; πόθεν οὖν ἄφωνος; οὐ λέγεις οὐκοῦν ἀκούσῃ. τῶν τροφῶν ἡμῖν περικόψας αἰσχύνῃ καὶ διαζεύξας τῶν πυ- ρῶν τὰς κριθὰς τοὺς ἵππους ἠδικηκὼς οὐκ ἔχεις ὅ τι εἴπῃς.
ἀλλά σοι λύω τὸν φόβον τὸ τοῦ Ἀχιλλέως εἰπών· οὐ σὺ τοῦτο λυπεῖς, ἀλλ’ Ἀγαμέμνων. ὥστε θαρρῶν ἴθι καὶ 10 γράφε
κθ΄.
Παρνασίῳ. (358/59)
Οὐκ ἀγεννῶς μοι προσκεῖσθαι τοῖς λόγοις, καταμηνύεις δὲ σὺ σαυτὸν ἀπὸ τοιαύτης ὥρας συντιθεὶς ἐπιστολάς. . . .
λ΄.
W 29
Δημητρίῳ. (358/59)
Ἔδει γὰρ καὶ τοιαύτη τιμηθῆναι τιμῇ παρά τε σοῦ τὸν ἀδελφὸν παρά τε ἐμοῦ τὸν φίλον. δυσχερῆ δέ σοι γενέσθαι τὸν ἐπ’ ἐκείνῳ χρόνον οὐ θαῦμα· καὶ γὰρ καὶ τὰ μὴ λίαν ἀλ-
γεινὰ τοῖς ὧδε ἔχουσι χαλεπά.
νῦν οὖν ἐπειδὴ τῆς δρυὸς ἀφέμενος ἔχῃ τῶν πυρῶν, οὕτω γὰρ καὶ αὐτὸς ἀπεικάζεις, ἕψομαι τὸ μὲν μιμούμενος, ἐν δὲ τῷ νικώμενος. ἡκόντων γὰρ ἐκεῖθεν γραμμάτων καὶ μέλιτος γράφων μὲν ἴσον τι ποιῶ τοῖς γράμμασιν, ὅ τι δ’ ἂν ἀντὶ τοῦ δώρου γένοιτό σοι ζητῶν οὐχ
εὗρον πλὴν ὅσον ἐπαινέσαι τὸ δῶρον. οὐ γὰρ ὄνομα ἄλλως τὸ Ἀττικόν, ἀλλ’ ἀτεχνῶς ἀπὸ τῶν ἐν Ὑμηττῷ πόνων οὓς ἐν τῷ ὄρει πονοῦσιν αἱ μέλιτται. τοιοῦτον δὲ ὂν ὅμως ἡττᾶτο τῆς ἡδονῆς ἧς ἡμᾶς ἐν οἷς ἐπέστελλες ἔγευσας.
λα´.
. . . . . (362?)
ἐπειδὴ παρὰ τὴν ἀρχὴν ἐγένου τοῖς Γαλάταις ὁ Ῥαδά- μανθυς, καὶ πεπαυμένῳ τῆς ἀρχῆς μέλει σοι Γαλατῶν ὅθεν
τὸ δὲ πέμποντα παῖδας ἑτέρων τοὺς σαυτοῦ μέλλειν, οὕτω γὰρ ἄμεινον λέγειν, τῷ μὴ δεδυνῆσθαι
λογίζομαι· ὡς ἥ γε γνώμη καἰ σφόδρα ἐπιθυμοῦντος.
ἐπι- θυμεῖν δέ μοι φαίνονται Λαὶ οἱ νέοι. μαρτυρεῖ δὲ τά τε γράμ- ματα καὶ τὸ παραινεῖν ἄλλοις ὡς ἡμᾶς καταίρειν. ἃ γὰρ ἄλλοις συμβουλεύουσι. καὶ αὑτοὺς δήπου πεπείκασιν. . . .
λβ΄.
Ἀδαμαντίῳ (358/59)
Εἰληφέναι σου γράμματα νομίζω καὶ μὴ λαβών. ἐν γὰρ τὼ λῦσαι τὴν πρὸς τὸν υἱὸν οὐ δικαίαι ὀργὴν καἰ ἐπαινέσαι ταῦτα οἷς τέως ἐπετίμας δῆλον ἐποίεις, ὡς ἥδιστ’ ἂν ἐπιστεί- λας οὐ θαρροίης. ἀλλ’, ὠγαθέ. καὶ θέλε θαρρεῖν καὶ ἐπιστέλ-
λειν.
τῶν δὲ ἀηδῶν ἐκείνων οἱ τὰ καλά σοι γράμματα πε- πομφότες ἔχουσι τὴν αἰτίαν, μᾶλλον δέ, κἀκείνους ἀφίησιν αἰτίας τὸ παρ’ ἄλλων ἐξηπατῆσθαι. τὴν γὰρ τοῦ φενακισμοῦ πηγὴν οὐκ ἀγνοοῦμεν· ἣν ἐλεεῖν ἄμεινον ἢ μισεῖν.
βλέπων
αὐτίκα φυτὰ δῆλα, ἃ μέλλει κάρπιμ᾿ ἔσεσθαι.
καὶ πλείω διῆλθον ἄν, εἰ μὴ ᾔδειν ἐραστὴς ἐπαινεσόμενος, ἐν ᾧ καὶ τὸ ἀληθέστατον ἀπιστίαν ἐφέλκεται.
λγ΄.
Δημητρίῳ. (358/59)
Αὐτήν τε ταύτην ἐθρήνησα τὴν πόλιν ἣν ἥδιστα μὶν εἶδον, ἄκων δὲ ἐξέλιπον, ἐπόθουν δὲ καὶ οἴκοι καθήμενος, πρό τε τῆς πόλεως τὸν ὑπ’ αὐτῆς τε καὶ μετ’ αὐτῆς οἰχόμενον 10 τὸν γενναῖον Ἀρισταίνετον.
νομίζω δὲ τῶν θρήνων μηδέ τερον μὲν ἐμόν, ἀμφοτέρους δὲ εἶναι τῆς Λύπης ἐν ᾧ γὰρ ἐξειστήκειν τε ἐμαυτοῦ καὶ φόβον παρεῖχον τοῖς οἰκείοις ὡς οὐκ ἀντισχήσων τῷ κακῷ, τότε ἐκείνη λαβοῦσά μου τὴν χεῖρα ἔγραψεν ὅ τι ἤθελεν.
οἷς δὲ ἑκάτερον ἔδειξα, τέτταρες ἦσαν, 15 οὐ γὰρ ἦν ὁ καιρός μοι θεάτρου, πρὸς μὲν τῷ θείῳ Πρισκιανὸς ὁ ῥήτωρ, ἐπὶ δὲ τούτῳ Φιλοκλῆς ὁ καλὸς καὶ ὅ γε φιλεῖν με- μελετηκὼς Εὐσέβιος. Σαβῖνος δὲ ἄρα ἦν ἐπ’ ἀγροῦ
οὗτοι
μόνῳ τε ἐντυχεῖν, εἰ βούλοιο, καὶ σὺν ἄλλοις, εἰ τοῦτ’ ἀρέσκοι.
δοκεῖς δέ μοι καὶ αὐτὸς εἰργάσθαι τι τοιοῦτον εἰς τὸν ἀδελφόν οὐ γὰρ ἦν τοῦ σοῦ στόματος σιγῇ θάψαι τὸν ἄνδρα ἐκεῖνον. πέμπε οὖν ὡς καὶ αὐτῶ μονῳδίαις οὐκ ἀηδῶς συν- όντι μετὰ τὸν σεισμὸν ἐκεῖνον θαυμάζω δὲ εἰ νῦν τοιούτων
ἀπολαύοντες τῶν βοτρύων τὴν παροῦσαν ὥραν χειμῶνα καλεῖν τολμήσετε.
λδ΄.
Ἰαμβλίχῳ (359)
ὠοῦ μόνον οὐκ ἄχθομαι παρακαλούμενος, ἀλλὰ καὶ χαίρω
προτρέποντος, ὅτι μοι τούτῳ δηλοῦται τὸ καὶ αὐτὸν ἐνεργὸν εἶναι σέ.
τὸ μὶν οὖν φροντίζειν ὅπως μὴ εἰς ὄνους ἀφ’ ἵππων ὅ τε θεῖος ἐπαινεῖ καὶ ἐγώ, μὲ δὲ τοῦτο ἰδόντες.
Μοδέστῳ δὲ μέλλοντι νυκτὸς ἐπὶ Κιλικίας δραμεῖσθαι βιβλίον ἐσπέρας εἰσάγω τὰ δῶρα ἐγγράψας, Ὀλύμπιος δὲ οὐκ ἀπῆν. ὁ δὲ τοῖς ἄλλοις ἥδε- σθαι φήσας ὡς οὐκ ἔχουσιν ὄγκον διεωθεῖτο τοὔλαιον. ἡμῶν
δὲ οὐκ ἀνιέντων ἀνέβη μὲν ὡς ἄμεινον ζητήσων ᾖ χρὴ ποιεῖν, οἷα δὲ ἐν θορύβῳ τῷ περὶ τὴν ἔξοδον, ἀφῃρέθη τὴν ·περὶ τούτου ψῆφον. ἦν οὖν λοιπὸν ἀναμεῖναι.
σοὶ μέντοι μένειν μὲν οὐκ ἔστιν ἐΜ, χωρεῖν δὲ ἀνάγκη δεῦρο τοῦ τε μαχέσασθαι πρὸς τὴν ἀπὸ Θρᾴκης εἴσπραξιν καὶ διαφυγεῖν ὅλως βουλήν,
ἣ τοῖς μὲν ἀνωνύμοις λυσιτελεῖ, τοὺς δ’ οἵα σὺ διαδεξαμένους οὐκ ἂν λαμπροτέρους θείη.
λε'.
Ἰουλιανῷ. (358/59)
Ἀλλά σοι τὸ μὲν σῶμα, ὡς ἐμήνυες. διὰ τέλους ἔχοι, τῇ 15 λύπῃ δὲ φάρμακον ἔλθοι παρὰ τοῦ θεοῦ, μᾶλλον δέ, τὸ μέν τι τῆς λύπης δεῖται θεοῦ, τὸ δὲ ὑμεῖς ὑμῖν αὐτοῖς παῦσαι κύριοι. τὸ μὲν γὰρ ἀνορθῶσαι τὴν πόλιν ἕτοιμον, εἰ βουλη- θείητε, τῆς δ’ ἐπὶ τοῖς τεθνεῶσιν ἀθυμίας ἐξ οὐρανοῦ ποθεν
μακαρίζω δὲ ἔγωγε τὴν Νικομήδους καὶ κειμένην. ἴδει μὲν γὰρ ἑστάναι, τετίμηται δὲ ὅμως πεσοῦσα δάκρυσι σοῖς. τοῦτο δὲ οὐ μεῖον οὔτε τῶν θρήνων, οὓς ἐπ’ Ἀχιλλεῖ Μούσας ἐγεῖραι λόγος σὔτε τῆς ᾑμαγμένης ψεκάδος, 5 ἣν ἐπὶ Σαρπηδόνι μέλλοντι τελευτήσειν ἀφῆκεν ὁ Ζεὺς παῖδα φίλτατον τιμῶν.
τοῦ μὲν οὖν τὴν πάλαι πόλιν αὖθις γενέ- σθαι πόλιν ὑμῖν μελήσει, Ἐλπίδιος δὲ ἦν μὲν καὶ πρότερον ἀγαθός, νῦν δὲ ἡ τῶν τρόπων ἐπίδοσις ἀξία θαυμάσαι. καὶ οὐκ ἄρα μόγον τὸ τοῦ Σοφοκλέους
σοφοὶ τύραννοι τῇ σοφῶν συνουσίᾳ,
ἀλλὰ καὶ βασιλέως σοφία τοῖς συνοῦσιν ἆν εἰς ἀρετὴν ἡγοῖτο.
οἷα καὶ σὺ τουτονὶ τὸν ἄνθρωπον ὤνησας οὐ μᾶλλον εὐ- πρρώτερον ἢ βελτίω δείξας. καὶ γὰρ εἰ καὶ νεώτερος Ἐλπι- δίου. σὺ γέγονας τῶν γε καλῶν τούτων Ἐλπιδίῳ διδάσκαλος 15 τῷ πρεσβυτέρῳ, τῆς ἐπιεικείας, τῆς προθυμίας τοῦ ποιεῖν εὑ τοὺς φίλους, τοῦ ποιοῦντα χαίρειν, τοῦ πρᾴως τοῖς ἀγνῶσιν ἐντυγχάνειν τοῦ τὸν ἐντυγχάνοντα κατέχειν. ὅσοι γὰρ αὐτῷ προσελθόντες προσεῖπον, τοσοῦτοι τὸν ἄνδρα ἐθαύμασαν, εἶτα εὐθὺς ἐφίλησαν καὶ μᾶλλόν τι τὴν σὴν κατεθεάσαντο γνώμην
ἐμοὶ δὲ καὶ τούτῳ πυκνοὶ μὲν οἱ πρὸς ἀλλήλους λόγοι, πάντες δὲ περὶ σοῦ τε καὶ τῆς γνώμης ἣν ἔχεις καὶ τῶν πραγμάτων ἐν οἵοις ὢν ὅστις εἶ πρὸς αὐτά. καὶ οὕτως ἐγγὺς ὧν πράττεις ἰπὶ τῆς διηγήσεως ἦν, ὥστε σοι μικροῦ διελεγόμην ὡς ἂν παρόντι.
κάλλιστον δὲ
ὧν ἤκουον τὸ ἐλαύνειν σε τοὺς βαρβάρους καὶ τὰς νίκας εἰς συγγραφὴν ἄγειν καὶ τὸν αὐτὸν ὄντως ῥήτορά τε εἶναι καὶ στρατηγόν. Ἀχιλλεῖ μὲν γὰρ Ὁμήρου ἴδει καὶ Ἀλεξάνδρῳ πολ- λῶν Τιτήνων, τρόπαια δὲ τὰ σὰ μνήμης τεύξεται τῇ τοῦ στή- σαντος φωνῇ· τοσοῦτον ἔφθης τοὺς σοφιστὰς οὐ τὰ ἔργα μό-
νον πόνον αὐτοῖς προθείς, ἀλλὰ καὶ τὴν πρὸς τοὺς λόγους οὓς ἐπὶ τοῖς ἔργοις ἐποίησας ἅμιλλαν.
πρόσθες δὴ τοῖς τρο- παίοις καὶ τὸ Πομπηιανὸν τῶν δικαίων τυχεῖν καὶ νόμισον καὶ ταύτην οὐ φαύλην τὴν παράταξιν. ὁ δὲ ἀνὴρ οὗτος ἐκεῖ νός ἐστιν, ὅν ποτε ἐνθένδε πρεσβεύοντα ἡδέως εἶδες ἐν Βιθυ-
νίᾳ καὶ μαθὼν ὧν ἀπεστέρητο κατέστησας εἰς ἐλπίδας, ὡς ἄρα κομιεῖται τὰ αὑτοῦ. τούτων μοι μεμνῆσθαι τῶν ὑποσχέ- σεων, ὡ βασιλεῦ.
λζ΄.
Δημητρίῳ. (358/59)
Ὁ μὶν Πίνδαρός πού φησι μήλων τε χρυσῶν εἶναι φύ- λαξ, τὰ δὲ εἶναι Μουσῶν καὶ τούτων ἄλλοτε ἄλλοις νέμειν,
ἐγὼ δὲ αὐτὸς μὲν ἡγοῦμαι ληρεῖν σοὶ δὲ φαίνομαι χρυσᾶ γεννᾶν. καὶ νῦν ἡμᾶς ἐξ ὧν ἐθρηνήσαμεν εἰς τοὺς τῶν τρα- γῳδιῶν κατελόχισας ποιητάς. ὅρα εἰ σου ταῦτα ἀνέξεται Σο- φοκλῆς ἤ τις ἄλλος τῶν ὁμοτέχνων αὐτῷ. ἀλλ᾿ ἐπειδή σε μὴ δύναμαι παῦσαι τῶν ἐμῶν ἐπιθυμεῖν πέμπω σοι τῶν
ἐμῶν ἃ κελεύεις, ἐν οἷς τε περὶ μισθοῦ διείλεγμαι καὶ Στρα- τήγιον ἐπαινῶ, καὶ δὴ καὶ τὸν ἀγῶνα. καὶ δὴ τέταρτος ἥκει σοι <ἡ> τῆς ἡμετέρας εὐφημία, ἧς ἔν γε τοῖς νόμος ἐπέτρεψεν, ἤκουσεν ἡ πόλις. ἡ πανήγυρις δὲ ἔργον ἦν, ὃ φεύγοντες οἱ πολλοὶ καταφεύγουσιν εἰς τὰς πόλεις.
λζ΄.
Μοδέστῳ. (359/60)
Μικροῦ τὸν δεσμὸν ἀπορρήξας, ὁ δέ ἐστι νέοι καὶ τέχνη καὶ τὰ τοῦ διδάσκειν κακά, μετὰ τῶν βελτίστων τουτωνὶ τῶν
Λογιζόμε- νοι δέ, τίς ἦν ὁ καλῶν καὶ παρ’ ὃν ἥξουσι, πείθειν εἴχομεν ἡμᾶς αὐτούς, ὡς ἄρα αὐτοὺς δέχεται λιμήν, οὐ σκόπελος. ὥστε ἀνεπνέομεν πρὸς ἀλλήλους λέγοντες· τί δ’ ἂν γένοιτο
κακὸν ἀπὸ τοῦ καλοῦ Μοδέστου; καλὸν δὲ εἶναί σε τοῖς τε ὅλοις πειθόμεθα καὶ μάλιστά γε δὴ τούτοις αὐτοῖς ὧν τὰ παρόντα μέρος.
πρᾶγμα γὰρ παραλαβών, ὃ πεσὸν εἰς χεῖρας ἄρχοντος τέρψιν τινὰ τὸ κακῶς ποιεῖν ποιουμένου πολλὴν ἂν ἤγειρε φλόγα. γαλήνην ἀπέφηνας τὴν προσδοκωμένην ζάλην
τοῖς μὲν δοὺς ἀναβάλλεσθαι, τοὺς δὲ ὅλως ἀπαλλάξας ἐπί τε τοὺς ὀρφανοὺς οὐκ ἐάσας ἁρπαγὴν κωμάσαι
σὺ καὶ τὴν τούτων οὓς νῦν ἔχεις ἀδελφὴν ἐδάκρυσάς τε ἀγομένην καὶ ηὔξω τε ἡμῖν ἀποσωθῆναι καὶ τάχα οὐκ ἀτυχήσεις. γενοῦ δὴ καὶ τούτοις ἀνθ’ Ἑρμιόνος καὶ τὴν γνώμην ἢ ἐνεστήσω
νόμισον νόμον. τοὺς μὲν γὰρ ἄλλους ἀλλοτρίοις παραδείγμασι παιδεύομεν, σὺ δὲ ἂν τοῖς σοῖς ἀκολουθήσης, πάνθ’ ἡμῖν εὖ κείσεται.
πολλαχόθεν δέ μοι τῶν ἀνδρῶν μέλει καὶ μὴ πᾶν ὑπὲρ αὐτῶν ποιοῦντι λόγος οὐκ ἱστᾶι. φιλίαν τε γὰρ ἐκ πα- τέρων δεδέγμεθα δίκαιά τε προσγεγένηται μείζω. τῷ μὲν γὰρ
μοι ῥητὰ πρὸς τοῦτον.
περὶ δὲ αὖ τοῦ τρίτου τί μεῖζον εἴποιμ’ ἂν ἢ ὅτι τοιούτους ἀδελφοὺς οὐ καταισχύνει κεκτη- μένος μὲν μικρά, τῷ μὴ πολλὰ δὲ οὐ λυπούμενος, ἡσυχίαν τι- μῶν καὶ τὸ τοῖς φίλοις εἶναι βέβαιος ἀσκῶν;
τούτους ἡμῖν, ὦ θρέμμα Δίκης ἀπαθεῖς τε καὶ ταχέως ἀπόπεμπε τῇ τε ἄλλῃ
φυλάξας καὶ τῷ μὴ τοῖς κυσὶν ἐκδοῦναι.
λη΄.
τῷ αὐτῷ. (358/59)
Οὐκ ἂν καὶ τόδε σημεῖον εἴη τῆς περὶ τοὺς λόγους ὁρ- μῆς, εἴ σοι τοὺς πόνους ἐπιστολῆς ἀνάγνωσις ἐπεκούφισε; τοὺς
μὲν γὰρ ἄλλους ἐπὶ τοῖς μήκεσι τῶν ὁδῶν ἐλαίῳ τε καὶ λου- τροῖς καὶ πότῳ τὴν ῥώμην ἀνακτωμένους ὁρῶ, σοὶ δ’ ἀντὶ τούτων γράμματα καὶ ταῦτα οὕτω μικρά, προσθείην δ’ ἂν ὡς οὐδὲ πάνυ καλά.
τί ποτ’ ἂν οὖν ἔδρας, εἰ μακρά τε ἦν καὶ καλά; τῆς δὲ ἐπιστολῆς ἡ βραχύτης οὐκ ἐκ ῥᾳθυμίας, ἀλλ’
Ῥωμύλον δὲ τιμῶν μὶν ἄξιον οἶδα, τιμωρίας δὲ οὐδεμιᾶς. ᾧ πλέον ἤδη τοῦ ἡμίσεος πέπρακται, πρὸς δὲ τὸ πέρας ὁ δρόμος. καίτοι τοῦτο Νεβρίδιος ἀεί ποτε θέλων ἔμει- νεν ἐν τῷ βούλεσθαι, πρᾶξαι δὲ οὐκ ἠδυνήθη.
σὸν δὲ ἐπί-
τάγμα πᾶν, ὡς ἔοικε, δυνατόν. ἐπεὶ γὰρ αὐτὸς κρείττω ποιεῖς ἐλπίδων, καὶ τοῖς σοῖς ὑπηρέταις εἰς τὰ σὰ βλέπουσιν ἔρως ἐμπίπτει πάντα κατορθοῦν. τὸν δὲ Ὀλύμπιον ἴσθι σοι τὸν αὐτὸν εἶναι καὶ πλεῖστον ἀπέχειν μεταβολῆς.
λθ΄.
οὐρβανῷ. (358/59)
Νῦν τε ἐπιστέλλων καλῶς ποιεῖς καὶ εἰ πρότερον ἐπἐ- στελλες, καὶ τότε ἂν καλῶς ἐποίεις. εἰ γὰρ ἐγὼ μέν σε πάλαι φιλῶ, σὺ δὲ τοῦτο οὐκ ἠγνόεις, τίνα εἶχε λόγον ὀκνεῖν μἐλ- λοντά γε χαριεῖσθαι φίλῳ; σοὶ δ’ εἰ σιγῶντι μηδεμία συγγνώ
μη, πάντως δήπου πᾶσα ἀνάγκη λόγου.
θαρρῶν τε οὖν γράφε καὶ συνδιάφερε τῷ καλῷ Μοδέστῳ τοὺς πόνους ἐν τῇ τῶν ἱδρώτων κοινωνίᾳ τὴν τῶν ἐπαίνων ἐννοῶν κοινωνίαν.
μ΄.
Θεμιστίῳ. (358/ 59)
Οὐ σοὶ συγχαίρω μᾶλλον τοῦ τὴν πόλιν ἄγειν ἢ τῇ πό- λει τοῦ παραδοῦναί σοι τὰς ἡνίας. σοί μὲν γὰρ οὐδὲν δυ
νάμεως, τῇ δὲ ἡγεμόνος ἀγαθοῦ. σοῦ δὲ τίς ἐκείνῃ πρότερος, δι’ ὃν γέγονεν ἀνδράσι μείζων τῶν μὲν ἐχόντων ἀρετὴν μετὰ πλούτου, τῶν δὲ μὴ χρήματα, φύσιν δὲ ἀμείνω χρημάτων;
ἀλλὰ τούτους γε τοὺς πένητας, ὦ δαιμόνιε, πλήρωμα μὲν εἶναι τῇ βουλῇ βούλου· χρυσὸν δὲ εἰ τις εἰσπράττοι, κωλύσεις,
ὅπως αὐτοῖς μὴ τὸ κοινωνεῖν τῶν παρ’ ὑμὶν καλῶν αἴτιον ᾖ κακῶν.
οἱ μὲν οὖν ἄλλοι δι’ ὧν οἴονται τεύξεσθαι τῶν δι- καίων, τούτοις διαλέξονται, σὺ δέ μοι σῶζε σόν τε κnὶ ἐμὸν φίλον ἔχοντα πλὴν δόξης οὐ Ἰουλιανὸς οὗτός ἐστιν, ἀδελ- φὸς Ἱεροκλέους τῷ τε σπέρματι καὶ τοῖς τρόποις.
ὃν ὁρῶν
εἰς ὑμᾶς ἐγγραφόμενον ἐγέλων ἐννοῶν, ὡς αὐτίκα μάλα αὐτὸν ἐξαλείψει τὸ πένεσθαι. ἔπειτ’ ἐπελαβόμην τοῦ γέλωτος ὡς ἀρκέσον ὑμῖν ἄνδρα ἔχειν ᾧ πλουτεῖν ἐξὸν κακῶς οὐκ ἠξίω- σεν. ὡς δὲ ἧκε γράμματα δεῖν καὶ τόνδε θεῖναι χρυσίον, ἐν-
ὁ δὲ τὰ ὄντα μαθὼν ἐξαιρεῖται τῶν ἑλκόντων, οἷς τὸ ἕλ- κειν εἰς αὐτὸ τοῦτ’ ἂν ἐτελεύτα τὸ ἕλκειν· οὐ γὰρ ἦν λαβεῖν.
ἐκεῖνος μὲν οὖν ἀφῆκεν· ἀλλ’ ἔστιν ἕτερος δεσμός, ὃν ἂν
μὴ σὺ λύσῃς, αἴνιγμα ἡμῖν ὁ φίλος ὁμοῦ λελυμένος τε καὶ δε- δεμένος. ἀλλὰ σὺ λύσεις τὸ αἴνιγμα τοῖς δευτέροις τὰ πρότερα βεβαιῶν καὶ βοηθῶν ἀνδρὶ γνωρίμῳ τε καὶ δανειζομένῳ. τοῦτο δὲ ἐγὼ μὲν σύνοιδα, ἐκεῖνος δὲ οὐκ αἰσχύνεται.
λέ- γοντι δέ σοι περὶ τῆς ἀχρηματίας ἴσως μὲν οὐδεὶς ἀντερεῖ· εἰ
δ’ οὖν τις οὕτω κακοδαίμων ὡς μὴ ταὐτὰ φθέγγεσθαί σοι, πέμπε τοῦτον εἰς Φρυγίαν, ὁ δέ σοι πεπεισμένος ἐπανήξει πέ- νητα τὸν Ἰουλιανὸν εἶναι.
μα΄.
Ἀδαμαντίῳ.
Ἠν μὲν ὄφελος οὐ μικρὸν τῷ παιδὶ παρὼν ὁ παιδαγω- γός, καὶ γὰρ οὐκ ὄνομα ἄλλως οὗτός ἐστιν, ἀλλ’ ὄντως ἐπίστα μένος ἄγειν, καὶ μόνος γε ἐν νοσοῦσιν ἅπασι διέφυγε τὸ κακόν· ἐπεὶ δὲ ἴδει σου τὴν ψυχὴν καθῆραι τῆς ἀπάτης, ἣν πολ- λὴν ἐνετίθεσαν οἷς ἔργον ἀντὶ τοῦ λόγους ποιεῖν περὶ τῶν
τοιούτων βλασφημεῖν, ἐκίνησα τὸν Εὐμάθιον ἐσόμενον ἰατρόν, ὃν οὔτ’ ἄν τις ἔλαθε ῥᾳθυμῶν οὔτ’ ἂν ἔπεισεν ἕτερα τῶν ἀλη- θῶν.
μέλλων δὲ ἕλξειν εἰς δικαστήριον τοὺς τὰ καλὰ γράμ-
ἀλλ᾿ ἐκείνους μὲν ἴα κακῶς μὲν ἐμὲ
λέγειν, κακῶς δὲ αὑτοὺς ποιεῖν, σὺ δ’ ἡμῖν τὸν μὲν Ἀνατο- λἱου κηδεμόνα τοῦτον ὡς τάχιστα ἀποπέμπειν, ᾗ χρήσῃ δὲ πρὸς αὐτὸν ἐκεῖνον ἀπολογίαν ζητεῖν, ἐπειδὰν ἔργῳ τοὺς συ- κοφάντας ἐλέγχῃ.
μβ΄.
Ἰφικράτει.
ἠρόμην, ὅ τι ἡμῖν ὁ καλὸς Ἰφικράτης ποιεῖ, τὸν δὲ ἠκου- σα λυπεῖν ἄνθρωπον μὲν οὐδένα, τὰ θηρία δὲ καὶ πάνυ, καὶ τοῖς αὐτοῖς γε λυπεῖν τε ἐκεῖνα καὶ τὴν Ἄρτεμιν εὐφραίνειν οὐ γὰρ ἀγνοοῦμεν. οἷς τέρπεσθαι λέγουσιν οἱ ποιηταὶ τὴν
θεόν
πάλιν ἠρόμην, εἴ μου ποιοῖτο μνήμην πρὸς τοὺς φίλους ὥσπερ φίλου, τὸν δὲ ἐμάνθανον ἐν τοῖς συλλόγοις ἀεί τινα λέγοντα τοῦτο οὐ λέγειν.
ζητῶν οὖν, ὁπόθεν ἡμῖν εἰς ταύτην ἥκεις τὴν σιγήν, ἐκ τῶν πολλῶν εὐφημιῶν ἐκεί- νων, ἃς διὰ τῆς οἰκουμένης ἔσπειρας, εὗρον, ὅτι τότε μὲν
μγ΄.
Λεοντίῳ (358/359)
Ὅτι μὲν τὸ νῦν ἐπιστεῖλαι κατηγορίαν ἔχει τοῦ μὴ πρό- τερον ἀπισεῖλαι, εἰ γὰρ νῦν τὰ δίκαια ποιῶ γράφων, τότε ἠδίκουν οὐ γράφων, εὖ οἶδα· κάλλιον δὲ ἡγησάμενος τοῦ μη- δέποτε τὸ βραδέως προσαγορεύω συμφοιτητὴν ἐπιλελησμένον ἑταίρου. ἢ τοῦτο μὲν οὐκ ὀρθῶς ὑπολαμβάνω, σὺ δὲ μάλιστα
μεμνημένος, ἐπειδὴ παρ’ ἄλλους οἱ σοὶ φέρονται νεοττοί, κατ- οκνεῖς;
ἀλλ’, ὦ θαυμάσιε, μὴ τοῦτο ποιοῦ κώλυμα μηδ’ οὕτως οἴου τἀμὰ μικρὰ μηδὲ ἐμὴν τὴν ἑτέρων ζημίαν. ἔστι γὰρ καὶ ἐκείνους ἑτέρωσε πέτεσθαι καὶ ἡμᾶς ἀλλήλων ἔχεσθαι, ἐπεὶ καὶ τὸν καλὸν Φιλάγριον ἡγοῦμαί τε καὶ φίλον καλῶ 15 βεβουλευμένον περὶ τῶν υἱέων ἃ μήποτε μέμψαιτο.
μδ΄.
Ἀκακίῳ (358/359)
Ὅτι τε ὑγιαίνεις, χαίρω καὶ ὅτι σοι τοῦ πονεῖν πλέον ἐρᾷ Τιτιανὸς ἢ ῥᾳθυμίας ἄλλοι. σοφιστοῦ δὲ εἰ μὲν οὗτος 20 μετέχει βελτίονος ἢ σὺ πρότερον, οὐκ οἶδα· λέγων δὲ χρῆναι
καίτοι ῥᾷον ἂν τύχοι πτερῶν ὥσπερ ὁ Περσεὺς ἢ τὸν πατέρα παρέλθοι τοῖς λόγοις, οὐδὲ γὰρ ἐκεῖνος τὸν Δία. καὶ τοῦτο οὐκ ἀδίκημα τοῦ
νέου, εἰ μὴ καὶ τὸν Ὕλλον γράψῃ, διότι παῖς ὢν Ἡρακλέους οὐκ ἀπέκρυψε τὸν πατέρα.
μαντεύομαι δὲ καὶ οἷς χρήσεται πρὸς σέ· καλὸς μὲν ἐπανῆλθον, σοὶ δὲ οὐκ ἴσος, ὦ πάτερ. εἰ μἐν τούτων, οἷς ὑπῆναι βαθεῖαι καὶ θρόνοι, τὴν σὴν γλῶτταν νενίκηκε, λάμβανε παρ’
ἐμοῦ τῆς ἥττης δίκην· εἰ δὲ κοινὸν τοῦτο τῶν νῦν ἐν λόγοις, μὴ ἐμὲ αἰτιῶ μόνον ἐν πολλοῖς ἡττημένοις.
ἂν ταῦτα λέγῃ, ἐροῦμεν ἢ τί φήσομεν; φησὶν ὃν μιμῇ, Δημοσθένης. σὺ μὲν οὗν ὅ τι ἀποκρινῇ σκόπει, Μαρ- κελλον δὲ εὐθὺς τε βέλτιστον εἶναι ἐπείσθην, σὺ γὰρ ἐπῄνεις,
χρόνῳ τε διδόντα πεῖραν εὗρον οὐ χείρω τῶν ἐπαίνων τὸ γὰρ τῆς σκιᾶς πιεῖ πρὸς τὸν νέον. οὐκ ἔστιν ὅτε οὐ σύνεστι.
καίτοι μοι δοκεῖ καὶ Μαπκέλλου γε ἀπόντος εἶναι ἂν οἷόσ- πέρ ἐστι παρόντος Τιτιανός· οὐ δύναμαι γὰρ διαστήσασθαι τόν τε ἐΜεν ἠναγκασμένον καὶ τὸν ἐξ ἐπιθυμίας. ὅ τε οὖν
παιδαγωγὸς καὶ τὸν ἀργότατον ἐπήγειρεν ἂν ὅ τε τῶν λόγων ἔρως ἤρκεσεν ἂν ἀντὶ παιδαγωγοῦ τῷ παιδί.
Μάρκελλος μὶν οὖν ἐν ᾧπερ ἐστὶν ἴστω, καὶ γὰρ εἰ μὴ παρακλήσεως γε
Ἐγὼ δέ σου γράμματα ἐν Ἑρμογένους τεθήρακα τόνδε τὸν τρόπον· εἰσελθὼν ἔστην αὐτοῦ πλησίον ἐν δεξιᾷ. ὁ δὲ ἀν- εγίνωσκεν ἐπιστολὴν, ἤδη δὲ ἦν ἐπὶ τῷ τέλει. ὅστις μὲν οὖν
ὁ ἐπιστείλας, ἰδεῖν οὐκ εἶχον, ἐκέκρυπτο γὰρ ἐν θατέρᾳ ταῖν χεροῖν, στήσας δὲ τοὺς ὀφθαλμοὺς εἰς τὸν τῶν γραμμάτων τύπον εἴκαζον ἥκειν αὐτὰ παρὰ σοῦ.
τῷ δ’ ἔδοξεν αὖθις ἀπολαῦσαι τῆς ἐπιστολῆς καὶ οὕτως ἐξεφάνη τοὔνομα. καί με ποιεῖται τῆς ἀναγνώσεως κοινωνόν, τῇ δὲ ἀνεμέμικτο θαῦμα
διαπαυσαμένων δὲ μεθίσταται πρὸς λόγον Ἑρμογένης μακρόν, μᾶλλον δὲ μικρόν, περὶ γὰρ τῶν σῶν καλῶν καὶ τὸ μῆκος μικρόν. ἔλεγε δὲ φιλίας τε ἀρχὴν καὶ αὔξην καὶ τἄλλα ἃ δί- δως λέγειν καὶ ὡς ἀχθεσθείη τε ἀρρωστοῦντος ἐπισκέψαιτό τε ὡς ἐνῆν αὐτῷ.
ταῦτα ὁ μὲν ἔλεγεν, ἐγὼ δὲ ἤκουον,
ἐχαριζόμεθα δὲ ἀλλήλοις, ὁ μὲν ἐμοὶ διὰ τῆς διηγήσεως, ἐγὼ δὲ ἐκείνῳ τῷ σὺν ἡδονὴ τὴν διήγησιν δέχεσθαι.
με΄.
Ἐκδικίῳ. (358/359)
Ἐμοὶ σὺ δοκεῖς ὑπὸ τῆς σῆς μὲν ἀδελφῆς, Φιλοξένου
δὲ μητρὸς ἐπὶ τὸ κινεῖν με κινεῖσθαι. ποιεῖ δὲ ταὐτὸ καὶ πρὸς
φράζε δὴ τῇ Φιλοξένου μητρὶ τὸν παῖδα αὐτῇ θεοῦ διδόν- τος ἔσεσθαι τοιοῦτον ὡς ἀρκεῖν αὐτῇ· γνώμη τε γὰρ βουλο-
μένη φύσις τε δυναμένη.
μς΄.
Μοδέστῳ. (358/359)
Ἥδομαι τῇ τοιαύτη συκοφαντίᾳ, κἂν ἔτι πλείω γράμ- μάτα ἔχων πάλιν μηδὲν ἔχειν λέγῃς, ἔτι μᾶλλον ἡσθήσομαι.
τὸ γὰρ ψεῦδος ἐρῶντος καὶ τῇ τοῦ λαμβάνειν ἐπιθυμίᾳ τὸ λαβεῖν ἀρνουμένου.
ὥσπερ οὗν, εἰ μίαν εἰληφὼς ἐπιστολὴν ἐπῄνεις τὸ πλῆθος τῶν γραμμάτων, σαφὲς ἂν ἐποίεις, ὡς οὐδὲν δέοιο γραμμάτων, οὕτω νῦν ἐπὶ πολλοῖς τοῖς ἐλθοῦσιν ὡς οὐδὲν ἔλθοι καταβοῶν μηνύεις μηδὲν ἄν σοι πλῆθος ταυ-
τηνὶ παῦσαι τὴν δίψαν· ἐπεὶ ὅτι γε τῶν σῶν χελιδόνων αἱ ἡμέτεραι πλείους, ἔχω λέγειν, πλὴν εἰ μὴ τοῦτο λέγεις, ὡς ὅστις μετὰ τοῦ πράττειν πέπομφε τρεῖς, νενίκηκε τὰς πέντε τοῦ ζῶντος ἐν μόνῳ τῷ γράφειν.
μισῶν δὲ ἔγωγε τὸν Πέρ- σην καὶ πρότερον, ὅτι δὴ ποιεῖν κακῶς ἐπιχειρῶν ἔπειτα πά-
ἀλλὰ σύ γε καὶ ἀπὼν οἷς δίδως ἐλπίζειν εὑ φραίνεις ψιλαῖς παρασκευαῖς τὸν πολέμιον ἐκφοβῶν. καί σε εἰ καὶ βραδύτερον, ἀλλὰ σεμνότερον ὄψομαι τῶν δρόμων του- τωνὶ τῶν πολλῶν μισθὸν κομιζόμενον εὐφημίας. τότε δή, τότε τῶν νῦν ἀηδῶν μεμνήσῃ μεθ’ ἡδονῆς.
μζ΄.
Δημητρίῳ. (358/359)
Ὅταν ἐχθρὸς ὤν τις ταῦτα περὶ ἡμῶν ψηφίζηται, βότε αξιώσω μέγα φρονεῖν ὡς ἂν καἰ τοῦ μισοῦντος τῇ ῥωμῃ τῶι λόγων κεκρατηκώς, ἐπεὶ καὶ Δημοσθένην ὁρῶ τὰ ἄριστα προ- ελέσθαι δεικνύντα τῷ μηδὲ τοὺς ἐχθροὺς ἃ προείλετο συκυ- φαντεῖν, φίλος δὲ φίλον ἐπαινῶν Ἀστυδάμας ἐστὶν αὑτὸν ἐπ- αινῶν.
ἐγὼ δὲ μνησθῆναι μὲν αὐτῶν οἷς ἐπέσταλκας οὐκ
μη΄.
Φλωρεντίῳ. (358/359)
Ἀλλὰ σοὶ τῆς μὲν προθυμίας ἕνεκα τῆς περὶ ἡμᾶς πολλὰ ἀγαθὰ γένοιτο, τοῦ σώματος δέ μου σφόδρα ἐπιλελῆσθαι φαίνῃ τοιαῦτα ἐπιτάττων. ἐγὼ γὰρ ἐκεῖνος, ᾧ καὶ τὸ εἰς ἀγορὰν ἐμβαλεῖν ἔχει τι πόνου ὃ γὰρ τοῖς ἄλλοις εἰς τέρψιν ἔρχεται,
τοῦτ’ ἐμοὶ γλυκὺς ἀγκὼν διὰ τὴν ἀσθένειαν.
εὔξασθαι μὲν οὖν παρ’ ὑμᾶς ἐλθεῖν δυναίμην ἄν, ἐλθεῖν δὲ οὐκ ἂν δυναίμην, οὐ μᾶλλόν γε ἢ περᾶσαι πέλαγος ἄνευ πλοίου. καὶ οὐχ ὅτι εἰς Ἰλλυριοὺς ἢ Θρᾴκην οὐκ ἂν οἷός τε εἴην τρέχειν, ἀλλ’ οὐδ’ ἄν, εἴ με ἐν Κιλικίᾳ καθήμενοι κινεῖν ἐπειρᾶσθε.
τῆς γε ἀνάγκης ἐγίγνεσθε κρείττους.
ἃ καὶ Σπεκτάτος εἰ- δὼς ἔπειθέ σε πρὸς μὶν τὸν βασιλέα περὶ ἡμῶν εἰπεῖν ἐκείνα, πρὸς δὲ ἡμᾶς μηνύσαι τοὺς γεγενημένους λόγους, ὅπως αὐτὸς μὲν δοκοῖ μηδὲν ἐλλείπειν, τὴν δὲ αἰτίαν τοῦ μηδὲν πεπρᾶχθαι τὸ σῶμα λάβοι
Σπεκτάτος μὲν οὖν μὴ παύσαιτο παίζων
μθ΄.
Μοδέστῳ. (359)
Ἀκούω τοὺς φόβους εἰς ἀκμὴν ἥκειν καὶ τῷ Πέρσῃ γε- φύρας γεγονέναι καὶ τὴν διάβασιν ἐν χερσὶν εἶναι. σοὶ δε τοῦτο μείζω μὲν ποιείτω τὴν πρόνοιαν, ἀπέστω δὲ τῆς προ- νοίας ταραχή. τοῦτ’ αὐτὸ γὰρ ποιήσει καὶ τὸ δύνασθαι προ- νοεῖν ὡς ἐν τῷ τεταράχθαι τοὺς λογισμοὺς ἀνάγκη τυφλοῦ-
σθαι.
θαρρυνέτω δέ σε πρῶτον μὲν τὸ μὴ πρώτην αὐτῷ ταύτην τολμᾶσθαι τὴν εἰσβολήν, ἀλλ’ ἀεὶ μὲν αὐτόν, ἐξ οὗ πολεμεῖ, διαβῆναι πειρᾶσθαι, παθόντα δὲ ἀεὶ κακῶς αὑτῷ μέμψασθαι τῆς ἐλπίδος.
ἔπειτα οὐ τοῖς πλείοσι πανταχοῦ τὸ νικᾶν ἀκολουθεῖ, ἀλλ’ ὡς τὰ πολλὰ τὴν πολυχειρίαν ἡττᾶ-
σθαι τῆς σοφίας συμβαίνει. εἰ δὲ τὸ πλέον ἰσχυρότερον ἦν, ἔδει δήπου τὸν τούτου πρόγονον κτήσασθαι τὴν Ἑλλάδα. νῦν
ἐντεύξεται δὴ καὶ οὗτος νῦν βουλεύμασι στρατηγῶν, οἳ αὐτὸν διδάξουσιν,
ἄρα κάλλιον ἦν ἐλάφοις μάχεσθαι καὶ γὰρ ἂν τὸν Τίγρητα διαβῇ, τῶν μὲν τειχῶν ἥττων ἔσται, γῆν δὲ οὔτε κακοῦν οὔτε καρποῦσθαι δυνήσεται, δεδῄωται γάρ, πόλεις δὲ τὰς ἐπ Εὐφράτῃ ζητῶν μὲν λαβεῖν διατελέσει, λαβὼν δὲ οὐ φανεῖται. τειχίζει γὰρ αὐτὰς ἡ βασιλέως Τύχη.
ταυτὶ μὲν οὕτω χρὴ
προσδοκᾶν ἀποβήσεσθαι, τῶν δὲ σῶν πραγμάτων, ἃ τῶν Ἑρ- μογένους ἐδεῖτο γραμμάτων, οὐκ ἠμελήσαμεν, ἀλλ’ ἡμεῖς οἱ μύες μᾶλλον ὑμᾶς ὠφελεῖν πειρώμεθα τοὺς λέοντας ἢ ὑμεῖς ἡμᾶς οἱ λέοντες
ν΄.
Δημητρίῳ. (358/359)
Ἐμοὶ δέ γε τρεῖς χάρτας κατ’ αὐτάς που τὰς θεὰς ὁ Δόμνος δίδωσι σοί τε παρέχων γράφειν καὶ σὰ γράμματα φἐ- φων καὶ προστιθεὶς ταῖς σαῖς ἐπιστολαῖς ἀεί τινα περὶ σοῦ διήγησιν.
ἡμεῖς δὲ αὐτὸν καὶ τὸ πρῶτον ἐξειλόμεθα τῆς
νῦν δ’ ἤδη καὶ πρὸς Εὐθάλιον
τὸν γενναῖον πεποιήμεθα λόγους, οὓς οὐκ ἀφῆκε γενέσθαι μακροὺς τῷ πρὸς τὴν χάριν τάχει. τοῦτον δὲ τὸν ἀγαθὸν γέ- ροντα κἂν ἀναγκάσαιμεν ἤδη· παρὰ γὰρ τοῦ Γάμου καὶ τοῦτο ἡμῖν, ὃς ἐκέρασε τὰ γένη.
τὰ μὲν οὖν Δόμνου πρὸς τοῦτο ἀσφαλείας ἥκει· τὸν δὲ ἥδιστον τουτονὶ καὶ καινὸν τῆς γῆς
τῆς ὑμετέρας τόκον νέος μὲν ᾔδειν, διὰ μακροῦ δὲ νῦν εἶδον. καὶ ὅπως μή με ταχέως ἐπιλίπῃ τὸ δαρὸν, πράττω δια- ταμιευόμενος καὶ κελεύων φείδεσθαι τοὺς οἰκέτας.
οὕτω δὲ ὂν ἡδὺ φαγεῖν ἡδίονος ἔτυχεν ἔτι <τοῦ> μέρους, ἐν ᾧπερ ἤκεις ἱπποκένταυρόν τινα συντιθεὶς Ἀργεῖον. οὐκ† 15 Ἀργεῖον, ὥσπερ ἐγκαλῶν τοῖς πρώτοις τοὔνομα θεμένοις, ὅτι
πάντως δὲ οἶσθα τὸν ἄνδρα. ἀλλὰ σύ γε εὖ ποιῶν ἔδεισας τὴν ἀηδίαν. τό
τε γὰρ ὄνομα μακρὸν τῶν τε πέντε συλλαβῶν δυοῖν γραμμά- των ἐν ἑκάστη τὸ δεύτερον ἄλφα, ὥστ’ ἐπιεικῶς ὅ γε ὀνομά- ζων ἐπιγελᾷ· τοιαῦτα ὑπὸ τῆς προσηγορίας πάσχει τὸ στόμα.
τῷ μέντοι μεμνημένῳ τῶν τοῦ Εὔνεω μέτρων τῶν χιλίων ἐξῆν που μνησθῆναι καὶ τῶν Λεύκωνος μεδίμνων τῶν ἐπὶ
τοῖς μυρίοις τρισχιλίων.
να.
Ὀλυμπίῳ. (359)
Καλῶς ἐποίησας ἀπολύσας ἡμᾶς ἐν αὐτοῖς τοῖς ἐγκλή- μασι τῆς αἰτίας. εἰπὼν γάρ, ὡς οὐ θαυμάζοις, εἰ κακὸς ὢν
περὶ τοὺς φίλους μὴ γράφοιμι τοῖς φίλοις, ὡς μὲν πονηρὸν ἔχεις διώκειν, μέμφεσθαι δὲ τῷ μὴ γράμματα λαβεῖν οὐκέτ ἂν ἔχοις. τοῦ τε γὰρ Εὐρυβάτου τὸ πονηρεύεσθαι τοῦ τε
ὅταν οὖν με καθή- ρῃς τῆς πονηρίας, ἔστι γάρ σοι καὶ περὶ ψυχὴν οὐχ ἧττον ἢ τὰ σώματα τέχνη, τότε μου τὴν σιγὴν αἰτιῶ· δεινὸν γὰρ ὡς ἀληθῶς ἀγαθὸν ὄντα με τοιαῦτα ποιεῖν. ἕως δέ με περιορᾷς
γέμοντα πονηρίας, ἀνέχου τῶν ἀπὸ τῆς πονηρίας
νβ΄.
Κλεάρχῳ. (359)
Ἡμῖν τε, ὡς ἔοικεν, ἀεὶ πράγματα ἐκ τῶν Σευήρου τρό- πων ἀναφύεται σοί τε ἀπαλλαγὴ τῶν παρ’ ἡμῶν περὶ τούτων
οὐκ ἔσται γραμμάτων. ὁ γὰρ ἄνθρωπος ἀτεχνῶς ὕδρα, κἂν τέμῃς τὴν κεφαλήν, ἑτέρᾳ μαχῇ κεφαλῇ, κἂν ταύτης κρατῇς, ἐντεύξῃ τρίτῃ.
καί μοι δοκεῖ κἂν ἀποθνήσκων παραινέσαι τοῖς κληρονόμοις μεμνῆσθαι Κλεοβούλου, καὶ οὐκ ἀπορήσειν χρημάτων, ἐπεὶ καὶ νῦν βοᾷ μὲν Ἀλέξανδρος, κεκίνηκε δὲ
ἐκεῖνος, καὶ τὸ ὑπόδημα ἄλλος μὲν ἔρραψεν, ἄλλος δὲ ὑπε- δήσατο.
δεῖ δὴ τῶν Γύγου χρημάτων ἡμὶν, εἰ μέλλοιμεν ἑκάστῳ δώσειν τῶν βουλομένων λαβεῖν. ἀεὶ γὰρ ὁ βουλόμενος
ἐᾶ.
τὸν οὖν ὧν συνέθετο πρὸς ἡμᾶς ἐπιλελησμένον Σευῆ- ρον ἀναμίμνησκε τῶν συνθηκῶν δεικνὺς ἅμα τὸ δεσμωτή- ριον, ὃ δικαίως ἂν οἰκοίη μὴ τ.ῖς ὁμολογίαις ἐμμένων. καὶ γὰρ ἄτοπον τοὺς μὲν τῇδε παρ’ ἡμῶν πεπεῖσθαι τοῦθ’ ὅτι Κλεάρχῳ γνώμη τέ ἐστι τιμῶσα τὰ δίκαια ῥώμη τε ἀρκοῦσα
τὰ δίκαια βεβαιοῦν. σὲ δὲ ἀμελῆσαι φίλων ἠδικημένων καὶ καλούμενον ὥσπερ Ἡρακλέα σύμμαχον εἶτα φανῆι βοήθειαν συκίνην.
νγ΄.
Μοδέστῳ. (359)
Δόμνος ἐκεῖνος, ᾧ τὴν ζημίαν ἀνεβάλου κελεύσας εἰς τὴν βασιλέως πρᾳότητα καταφεύγειν ὑπὲρ τῆς ἀπαλλαγῆς, τὸ μὲν πεποίηκε καὶ τετύχηκεν ἐλέου, δεῖται δέ σου τοῦτον αὐτῶ βεβαιῶσαι τὸν ἔλεον.
φυλάττων δὴ τὸν σαυτοῦ νόμον, εἰ δὲ βούλει, τὸν τοῦ Διός, ὁ δέ ἐστιν ἀπεῖναι τῶν ὑποσχέσεων
ἀπάτην, τήρησον Δόμνῳ τὸν ἀγρόν, ὅθεν αἱ τῆς τροφῆς ἐλπίδες.
νδ΄.
τῷ αὐτῶ. (359)
ὑῶ σοι μάρτυς τῶν Μαρκιανοῦ κακῶν. ὃς τὸ πολὺ τῆς γῆς σῶς ἐπελθὼν έν προθύροις τῆς αὑτοῦ πόλεως ἐπη- ρώθη τὸ σκέλος, ὥστε τῶν ἰατρῶν τοὺς μὲν ἀπογνόντας φυ-
χεῖν, τοὺς δὲ τολμήσαντας ἅψασθαι μήπω θαρρεῖν ἔχειν. ἔστι δὲ αὐτῷ τῆς συμφορᾶς ἀλγεινότερον τὸ κεῖσθαι σοῦ κα- λοῦντος· ὡς ἅπας γε πόνος σοὶ φέρων χάριν ἡδίων Μαρκιανῷ παντὸς ὕπνου.
σὺ δ’ ἀπιστεῖς αὐτὸν μὴ ταῦτα παθεῖν εἰκότως. ὃ γὰρ οὐκ ἐβούλου συμβῆναι τοῦτ’ οἴει μὴ γεγο-
νέναι. ἀλλ’ εὖ ἴσθι τὸν ἄνδρα νῦν μὲν ὡς μάλιστα πιέζεσθαι. μόλις δὲ ἀρτίπουν ἔσεσθαι.
νε'.
τῷ αὐτῶ. (359)
Ὀψὲ μὲν ἥκει σοι Παλλάδιος, πολλὰ δ’ οὖν ὑπὲρ μι-
κρῶν πονήσας. κεκοινώνηκα δὲ καὶ αὐτός, ὡς αὐτὸς ἐρεῖ σοι Παλλάδιος, τοῦ πόνου.
τὸ δὲ αἴτιον τῆς τριβῆς οὐ τὸ μὴ βούλεσθαί σοι χαρίζεσθαι τὸν χρηστὸν Ἑρμογένην. καὶ γὰρ ἐπίσταταί σου τὸν τροπὰν καὶ τὴν ἀρχὴν ἐπαινεῖ καὶ τὴν πε- νίαν οὐκ ἀγνοεῖ τῶν τε εὐχομένων αὑτῷ προβῆναι τὴν παροῦ-
σὰν τάξιν εἰς μῆκος ἕνα σε νομίζει καλῶς ὑπειληφώς. ἐγὼ γάρ σοι ταύτην σύνοιδα τὴν εὐχήν.
ἀλλ’ οἶμαι , τὸ μὲν
ὅτι δώσω, δέδωκε δέ, ἡνίκα ἐξεγένετο.
νς΄.
Οὐρβανῷ. (359)
Οὐκ ὤκνησά σοι γράψαι δι’ ἀνδρὸς δικαζομένου, προσ- θείην δ’ ἂν καὶ ὑπὲρ ἀνδρός. εἰ μὲν γὰρ ἀδικεῖν ἐφαίνετό
μοι ἂν ἀπηλαύνετο παρ’ ἐμοῦ δίκαια δὲ ἔχοντι λέγειν ὁ δοὺς ἐπιστολὴν οὐκ ἠδίκηκε τὸν δικαστήν.
εἰ γὰρ αὐτὸς αὑτὸν παρακαλεῖ τῷ δικαίῳ βοηθεῖν, τί δεινόν, ἂν ἀκούσῃ παρ’ ἄλλου περὶ τῶν δικαίων; γνώσεται μὲν γὰρ ἃ καὶ γραμ- μάτων χωρὶς ἐψηφίζετ’ ἄν, προσέσται δὲ αὐτῷ τὸ καὶ φίλον
τετιμηκέναι δοκεῖν
νς΄.
Δημητρίῳ. (359)
Ἀλλ᾿ ὅ τε νησιώτης εὖ ποιῶν τὰ αὑτοῦ πεπλήρωκε τῷ τε Λεύκωνι νῦν μὲν ἡ συγγνώμη, τοῦ καιροῦ δὲ παρέχοντος εἰ
μὴ πέμποι, τότε δὴ βουλευσόμεθα περὶ συγγνώμης δευτέρας.
νη΄.
Μοδέστῳ. (359)
Ἐμοὶ πᾶς ὑπὲρ σοῦ πόνος ἡδύς. καὶ γὰρ ἂν μικρὸν ὑπὲρ οὗ πονοῦμεν ᾐ, τό γε ὑπὲρ σοῦ πονεῖν καρπὸς ἐμοί. σὺ μέντοι καὶ μεγάλους καὶ ὑπὲρ μεγάλων ὑπομένεις τοὺς πό-
νοῦς βαρεῖαν μὲν οὕτως ἀκτῖνα τοσοῦτον ἀνεχόμενος χρόνον, περιτρέχων δὲ ἄνω καὶ κάτω, βουλαῖς δὲ ἔργα προστιθείς, διὰ δὲ τούτων κῦμα ἀνείργων δεινὸν ἐπικλύσαι τὴν γῆν.
ἀλλ ὁρᾷς ὡς ὑπονοστεῖ μὲν τὰ χείρω, πρόσεισι δὲ τὰ βελτίω καὶ τὸ στεφανοῦσθαι τὸν ἀθλητὴν πλησίον.
νθ΄.
Ἀκακίῳ (359)
Καινῆ γε ἡ κλοπὴ προειπόντα οὗ τις ὑφαιρήσεται ὅτι κλέψει, ἔπειτα ἐπιχειρεῖν τῇ κλοπῇ· σὺ δὲ ἁρπάζων φανερῶς κλέπτειν λέγεις, ὅπως σοι τὸ ἀδίκημα μὴ δοκῇ τυραννικόν,
κοινωνῇ δέ τινος εὐλαβείας.
ἐγὼ δὲ Τιτιανὸν οὐχ ἠτ- τον μὲν <ἂν> ἡδέως κατεῖχον ἢ σὺ καλεῖς· ἀποπέμπω
ὁ δέ σοι κουφιεῖ τὴν λύπην οὐ τῇ τῆς ὄψεως
ἡδονῇ μόνον, τοῦτο δὴ τὸ κοινὸν τῶν υἱέων, ἀλλ᾿ ὅτι σοι καὶ δύναμίν τινα κομίζει λόγων ἣν αὐτὸς μὲν ἐφύτευσας, ἡμεῖς δὲ ἐθρέψαμεν. 4 ἀλλ’ ὅπως μεμνήσῃ τῶν συνθηκῶν, ἃς περὶ τοῦ χρόνου πεπςίησαι καὶ πρὶν τέλος τὴν ὡραίαν λαβεῖν ἀπό- δὸς ἡμῖν τὸν πῶλον. πάντως δὲ ἐκ τοῦ σαυτοῦ πάθους καὶ
ἐμοὶ συγγνώσῃ. εἰ γὰρ σὺ ποθεῖς υἱόν. καὶ ἡμεῖς ποθοῦμεν υἱόν ἀμφότεροι γὰρ ἐθρέψαμεν.
W 58
ξ΄.
τῷ αὐτῷ. (359/360)
Δέχου καἰ τὸν Φιλόξενον ἄξιον διὰ πάντων τυ ὑμε-
τέρας συγγενείας φανέντα πόνοις τε πολλοῖς κεχρημένον καἰ τὸ διὰ τοὺς τρόπους εὐδοκιμεῖν οὐ χεῖρον νομίσαντα τοῦ διὸ τοὺς λόγους.
καίτοι σὺ πέμπειν αὐτὸν ὡς ἡμᾶς διανοού- μενος τοῖς ἄλλοις ἐπαίνοις ἐπέθηκας, ὡς κοὶ ἐν κρίσει χειρῶν
ξα΄.
Φλωρεντίῳ. (359/360)
Ἐπειδή σου τὰ γράμματα ἧκε καλοῦντα τὸν πάντων ἐμοῖ φίλτατον Πρισκιανόν, θροῦς ἦν ἐν τῇ πόλει πολὺς ὡς κρείττω σου ποιοῦντος τῶν ἐλπίδων, καὶ περιχυθέντες εὐδαι- μόνιζον τὸν ἄνδρα μάντις ἕκαστος γιγνόμενος τοῦ μέλλοντος σχήματος.
ἐμοὶ δὲ τὸ μὲν πεπραγμένον ἦν καὶ σφόδρα
κατ’ ἐλπίδας, ᾕσειν γάρ σε ὄντα ἀγαθόν, τὸν δὲ τοιοῦτον οὐ τὰ τοιαῦτα ποιεῖν ἦν θαυμαστόν. μακαρίζων δὲ τὸν κεκλη- μένον, ὥσπερ οἱ ἄλλοι, μακαρίζειν ᾤμην δεῖν καὶ σὲ τὸν σύμ- βουλον καὶ τὸν τὴν εἰσήγησιν δεξάμενον καὶ τὴν ἡμετέραν πόλιν.
τὸ γὰρ ἄγειν ἐπὶ τὴν δύναμιν οὓς ἄξιον αὐτῶν
ἐστι τῶν ἀγόντων ἔπαινος οὐχ ἧττον ἢ τοῦ δεχομένου τὴν τιμήν, ἐπεὶ καὶ Ἰάσων ἐμβιβάζων εἰς τὴν Ἀργὼ τὸν Ἡρακλέα νοῦν ἔχειν ἐδόκει. καὶ τίς ἂν οὐ τῷ μὲν συνήσθη τοῦ δύ-
καὶ νῦν πράξει μὲν οὗτος ὁ Ἡρακλῆς ἐφ’ ὅ τι ἂν αὐτὸν ἐπιστήσητε πάσης εὐφημίας ἀξίως, κοινωνοὶ δὲ τῆς εὐφημίας ὅ τε δοὺς τὴν γνώμην Φλωρέντιος ὁ πράττειν εἰδὼς μᾶλλον
ἢ λαλεῖν ὅ τε πεισθεὶς βασιλεὺς ὁ τὴν οἰκουμένην ἀνέχων.
κεκόσμηται δὲ καὶ τὸ κοινὸν ἡμῖν. γέγονε μὲν γὰρ ἑτέρωθι Πρισκιανός, δι’ ὃ δὲ θαυμάζεται, τοῦτο αὐτῷ παρὰ τῆς ἐμῆς πόλεως, ἣ παραλαβοῦσα αὐτὸν ἐρῶντα λόγων μεστὸν ἀπέφηνε λόγων. εἷς δὲ ἡμῖν εἱστήκει κρατὴρ καὶ συνεπίνομεν.
καὶ
διὰ τοῦτο συνεύχετο μὲν οὗτος ἐμοὶ χρωμένῳ συλλόγοις, ἔπη δῶν δὲ ἐγὼ τοῦδε κρατοῦντος ἐν δίκαις, ἃς οὕτως ὑγιῶς μετῄει ὥστε τοῖς δικασταῖς ἀντὶ τῶν γραμμάτων εἶναι τὰ τού- του νεύματα.
καὶ τὸ μὲν ἀγωνιζόμενον μετὰ φροντίδος ἀγορεύειν οὔπω τοσοῦτον, ἀλλ’ οὗτός γε ἐν παντὶ καιρῷ καὶ
χωρίῳ καὶ περὶ ὅτου δὴ φθεγγόμενος ἐσκεμμένως ἂν δόξαι λέγειν οὕτως οὐκ ἔστιν ὅτε ἡγεῖται προσήκειν ἀμελῆσαι ῥη- μάτων.
τὴν δὲ τῶν ῥημάτων ὥραν παρέρχεται τῶν ἠθῶν τὸ κάλλος. νῦν μὲν γὰρ εἰς πολιὰν ἥκει, πρὶν δὲ εἰς ἄνδρας ἐξελθεῖν τὰ γερόντων ἐδείκνυ τῇ τε ἄλλῃ καὶ δὴ καὶ γλώττης,
Ἀλλὰ γὰρ οἰήσῃ με τηνάλλως μηκύνειν πρὸς σὲ τόν, ἐπειδὴ ταῦτα αὐτῷ συνῄδεις, κεκληκότα, διῆλθον δὲ οὐ δι-
δαχῆς ἕωεκα τῶν τρόπων, τοῦ δεῖξαι δέ, ὡς μέτεστι τῇ τροφῷ τῶν τῷ τροφίμῳ παρὰ σοῦ γιγνομένων τε καὶ ἐσομένων.
ὡς οὖν ἐν πᾶσιν ἡμῖν θεωροῖς ἐπιδεικνύμενος καὶ διὰ τοῦ ῥήτορος τῷ κοινῷ χαριούμενος μετάστησον ἡμῖν τὸν ἄνδρα φέρων εἰς σχῆμα σοί τε καὶ ἐκείνῳ πρέπον καὶ μὴ παύσῃ
τοῖς ἀγαθοῖς τῶν ἀνδρῶν συλλαμβάνων.
τούτῳ γὰρ ἂν καὶ μόνῳ νικήσαις τοὺς πρὸ σοῦ ταὐτὰ ἃ σὺ νῦν διῳκηκό- τας. τὸ μὲν γὰρ ὄνομα ταὐτὸ καὶ δύναμις ἴση, δεῖ δὲ σὲ ἐκεί- νων ἐπὶ χρήματα ὡρμηκότων αὐτὸν φανῆναι λαμπρύνοντα τὰ τῶν ἀνδρῶν οἷς τι μέτεστιν ἀρετῆς. καλὸν γὰρ ὕστερον
ᾄδεσθαι τῶν μὲν τὸν πλοῦτον, σοῦ δὲ τὴν ψῆφον.
ξβ΄.
Θεμιστίῳ. (359/360)
Ἧκέ τις ἀγγέλλων, ὡς ἀπορρίψειάς τι ῥῆμα περὶ ἐμοῦ φαυλότερον, ἐγὼ δὲ ἠπίστησα. καὶ πάλιν ἕτερος τὸν αὐτὸν
ἐκόμιζε λόγον, ἐγὼ δὲ ἦν ὁ αὐτός. τρίτος καὶ διὰ μάχης ἔφασκεν ἐλθεῖν σοι βοηθεῖν ἐμοὶ βουλόμενος. τοῦτον ἤδη καὶ μελαγχολᾶι ἡγούμην κοὶ τῷ περὶ τῆς μάχης κόμπῳ τὸν περὶ τῆς βλασφημίας ἀναιρεῖν λόγον. τίς γὰρ οὕτω θρασὺς ὡς ἀν- τιβλέπειν τῷ Διί;
χωρὶς δὲ τούτων οὐδὲ ἦν εἰκός, ἐν ᾧ
τοὺς πρὸ τοῦ δυσμενεῖς εὖ ποιεῖς, λυπεῖν ὃν ἐν πρώτοις ἦγες τῶν φίλων καὶ ταῦτα οὐ πολὺ τῶν νεκρῶν διαφέροντα μετὰ τὰς τῶν γνωρίμω. τύχας.
ὡς δὲ οὐδενὶ ἐκείνων ἐπειθόμην αὐτό σε πειθέτω τὸ γράφειν· οὐ γὰρ ἂν τόν γε ἄλλον γεγενη- μένον ἐνοχλεῖν ἠξίουν. τῶν μὲν οὖν ἄλλων οὐδέν σε κεκινη-
κεναὶ νομίζω, τῆς χάριτος δὲ ἥν μοι δέδωκας ἀφαιρεῖν τὸ πλέον.
σὺ γὰρ δὴ κύριος μὲν ὢν ἀφελεῖν με τῆς πατρί- δος μένειν ἔδωκας εὖ ποιῶν, ὃ μοι τῶν οἴκοι μέγιστον ἦν,
τοῦτον δὴ μεταστῆσαι διανοηθεὶς ἐκεῖσε ταυτί που διελέχθης πρὸς σαυτόν τὸν ῥήτορα ἐκεῖνον
τὸν μέγαν τῇ Μεγάλῃ πόλει δοτέον. ἀλλὰ τὸ μὲν ἁπλῶς οὑτωσὶ κελεύειν τρέχειν σκαιόν τικαὶ βίαιον, δεὶ δέ τινος τέχνης. τίς οὖν αὕτη; γε νέσθω τῶν ἀμφὶ βασιλέα καὶ τεθήραται. βαδιεῖται γὰρ τὴν ἐπὶ τὴν γενναίαν βουλὴν ἄγουσαν καὶ. οὕτως ἕξει τὰ τοῦ
δεῖνος Θεμίστιος.
ἔχε δὴ καὶ ἀπόλαυε καὶ σκόπει, πῶς ἂν ἐν ᾧπερ ἄξιον γένοιτο καὶ μὴ καταισχύνειε τὰ ὅπλα τὸν στρατιώτην. τῷ μὲν γὰρ οὐκ ἐπιθυμία τοῦ μείζονος. ἀρκεῖ γὰρ αὐτῷ τὸ εἶναι ἀγαθόν. ὑμῖν δὲ οὐκ ἆν ἔχοι καλῶς, εἰ δόξετε τὴν αξίαν ἀγνοεῖν.
εἰ μὲν οὖν παρ’ ῦμῖν συμβάλ-
λοὶ τὸ πρῶτον τῷ βασιλεῖ, τοῦ παντὸς ἐπιμελήσῃ παρών· δι᾿ ὑμῶν δὲ ὡς αὐτὸν ἐλαύνοντι γράμματα δώσεις, ταυτὶ δὲ οὐκ ἀσθενέστερα παρουσίας.
ἐμὲ δὲ εἰ τις μεταπέμποιτο, πρὸς θεῶν, κωλύειν. οὔτε γὰρ οὕτως ἔχει μοι τὸ σῶμα μεστή τε
ξγ΄.
Ἀλβανίῳ. (359/360)
Ἀλλ’ εἰ καὶ μὴ πάσης τῆς ἐπιθυμίας, τοῦ γε ἡμίσεος ἀπολαύεις. τῆς γὰρ πόλεως ἡμῶν ἐρῶν ἔχεις αὐτῆς οὐκ ὀλί- γον τὸν καλὸν Πρισκιανόν, ᾧ τῶν σῶν ἔμελε πόνων, οὗ προβάλλοντος ἤκουες, ὅς, ὅτε ἐπῄνεις Μόδεστον, οἷς ἔλε-
γες περιέθηκε δόξαν.
ἀμείβου δὴ τὸν ἄνδρα εὐφημίαις καὶ δίδασκε τὴν φιλτάτην Ἄγκυραν, τίς οὑτοσὶ τοὺς λόγους καὶ τὰ τῶν τρόπων ἤθη. πάντως δὲ αὐτῶν τὸ ἕρμαιον ἀνὴρ ἐπιστάμενος λέγειν.
οἶμαι δέ σε τῶν παιδικῶν αὖθις ἕξε- σθαι, τῆς ὁδοῦ τὴν αἰτίαν εἰ μάθοις. πόθος ἔλαβε τὸν βα-
σιλέα τῆς τούτου γλώττης. καὶ τὸ κρατεῖν ἐν τοῖς ἀγῶσιν ἐκείνοις αὐτό τε μέγα καὶ μειζόνων ἀρχὴ γίνεται.
πρὸς ταῦτα ὁρῶν τις μὴ νομιζέτω ῥητορικὴν ἄτιμον, ἰσχυρὸν γάρ ἐστι παρ’ οἷς ὄντως ἔστι, καὶ πρὸς τοὺς ὑπερορῶντας ἔχει λέγειν· ἔτι μοι μένος.
ξδ΄.
Σπεκτάτῳ. (359/360)
Ἔγκλημα λύεσθαί φησιν ὁ Θουκυδίδης ὑπὸ χάριτος, ὅταν ὃν ἠδίκησέ τις, τούτῳ τι ποιήσῃ κατὰ γνώμην ὕστερον. σὺ δ’ ἡμῶν τὸ μὲν πρῶτον ἀμνημονῶν ἠδίκεις, ἔπειτα κακῷ
τὸ κακὸν ἰώμενος ἐπὶ βλάβῃ κατασκευάζων ὁδόν τινα βαρά- θρου χαλεπωτέραν ἐμοί.
τούτων δὴ τῶν ἐγκλημάτων ἐν χερσὶν ὄντων καὶ τὸ πραττόμενον ὀνομάζοντος ἔχθραν ἐμοῦ προσῆλθεν ἡ χάρις παύουσα μὲν τὰς αἰτίας, πείθουσα δὲ ἐγκωμιάζειν. καί σοι σπένδομαι καί φημί σε μὴ μόνον εἰδέναι
γελᾶν, ἀλλὰ καὶ σπουδῆς τι συνεισφέρειν τοῖς φίλοις.
βού- λει μαθεῖν ὅ τι εὖ πεπόνθαμεν; τετίμηται Πρισκιανὸς τιμῇ τῇ προσηκούσῃ. καὶ καλὸν ᾖσε τὸ προοίμιον Φλωρέντιος κα- λῶν ἀντὶ τῶν δοῦναι δυναμένων τοὺς εἰπεῖν δυναμένους. ὥσπερ γὰρ τοὺς ἐπὶ τῶν ὅπλων σεμνύνει τὰ τρόπαια, οὕτω
τὸν ἐν ᾧπερ οὗτος ἑστηκότα τὸ πρὸς δύναμιν ἄγειν τοὺς εὖ τῷ δύνασθαι χρησομένους. Πρισκιανὸς δὲ ἐφ’ ὅτιπερ ἂν προ- βῇ, τῷ παραδόντι τὰς ἀφορμὰς τὸν ἀμείνω λόγον οἴσει· παν- ταχοῦ γὰρ χρήσεται τῷ φρονεῖν.
τούτῳ μὲν οὖν εἴσεται
ξε΄.
Ὀλυμπίῳ. (359/360)
Κρᾶσις ἔχει μέ τις ἡδονῆς καὶ τοὐναντίου τὸ μὲν γὰρ ἐπίδοσιν λαμβάνειν Πρισκιανῷ τὴν τύχην τοῦθ’ ἡμῖν ἑορτή, τὸ δὲ διεστάναι με τοῦ τὸν ἐμὸν θεῖον εἰς τἀμὰ μιμουμένου
τοῦτό γε ἡμῖν οὐ κοῦφον.
ἀλλὰ γὰρ ἔδει μὴ μόνον <τῶν> ἰατρῶ ἀλλὰ καὶ τῶι ῥητόρων τὸν ἄκρον συνεῖναι τῷ βασι- λεῖ. καὶ διὰ τοῦτο πάλαι μὶν Ὀλύμπιος ἐγγὺς ἐκείνῳ, νῦν δὲ ὁ ῥήτωρ ἀφῖκται.
ποιήσεις δὲ αὐτῷ τὴν ἤν οὐ χείρω τῆς οἰκείας κοινοὺς αὐτῷ φίλους τοὺς σαυτοῦ καθιστάς. σὺ μὲν
ξς΄.
Θεμιστίῳ. (359/360)
Ἔτι μου λέγοντος πρὸς τοὺς φίλους τί τοῦτο; Θε- μίστιος οὐκ ἐπιστέλλει; φανεὶς Εὐάγριος, εἰ λάβοιμί σου γράμματα, ἤρετο. τὰ δ’, ὡς ἔοικεν, ὁ μὲν ἔπεμψε τὸν δώ- σοντα, πρὶν δ’ ἢ λαβεῖν αὐτὸς ἦν ἐπ’ ἀγορᾶς. εἶτα ἀναστρέψας εἶχον τὴν φίλην ἐπιστολὴν φράζουσαν ἃ πάλαι ἠπιστάμην,
ὡς αὖθις συγγένοιο τῷ βασιλεῖ
σὺ μὲν ταυτὶ μόνα, παρὰ δὲ τῆς φήμης ταῦτά τε καὶ πλείω, τιμαί τε ὅτι σοι μείζους ἢ πρότερον γένοιντο τραπέζης τε κοινωνία πλείω δηλοῦσα τὴν οἰκειότητα καὶ ὡς ὅσα ἐπήγγελλες φίλων ἦν κηδομένου καὶ ὡς ὅσων μνησθείης εὐθὺς ἐν ἀμείνοσι καὶ ῶς ὁ διδοὺς παρ-
ᾔει τὴν τοῦ λαμβάνοντος ἡδονή,
ἔγεμον δὴ καὶ αὐτὸς ἡδονῆς αὐτὸς ἡγούμενος ἥκειν τε ἐκεῖσε καὶ ὧνπερ σὺ τετυ- χηκέναι καὶ ὅσαπερ σὺ κεχαρίσθαι. καὶ τῶν δικαίων γε τού-
τὸ δὲ μὴ μὲν δεῖν τὴν σὴν πρὸς ἐμὲ γνώμην τοῖς γράμ- μασι κρίνεσθαι καλῶς εἰρῆσθαί μοι φαίνεται, περὶ δὲ τοῦ μὴ τοὺς λόγους ἐλθεῖν ἡμῖν οὓς ἔδειξας τίς ἂν εἴη σοι λόγος καὶ
ταῦτα ἐπὶ ταῖς ἐπαγγελίαις, ἐν αἷς ἦν ὡς αὐτίκα πέμψεις; καιρὸς δὲ ἀέ μὲν τούτου, νῦν δὲ οὐχ ἥκιστα τὸ μὲν λέγειν ἡμῶν ἀφαιρεθέντων ὑπὸ τῆς τῶν ἑταίρων τελευτῆς, τοῦ δὲ ἀκούειν δύνασθαι μένοντος ἴσως ἔτι.
τήν τε οὖν ὑπόσχε- σιν ἐπιτελεῖν καὶ εἴ τί σοι μετ’ ἐκεῖνα πεποίηται, μὴ φθονεῖν
καὶ τό γε ᾆσμα προστιθέναι τοῦ τὸν ἀνδριάντα κεκοσμηκότος ποιητοῦ, μᾶλλον δὲ ᾧ τὸ ᾆσμα κεκόσμηκεν ὁ πρὸς τὸν σὸν τύπον ἀκολουθήσας χαλκός. τὸν μὲν γὰρ ὄνυχα εἴδομεν ἐκ τῶν πρὸς Εὐδαίμονα γραμμάτων, δεόμεθα δὲ τοῦ λέοντος.
Μητέριος δὲ εἷς ἦν τῶν ἀγγελλόντων τὰ σά, καὶ τοῦτο
μὲν αὐτῷ κοινὸν πρὸς ἄλλους ἀλλὰ τό γε διηγούμενον χαί- ρειν καὶ μικροῦ γε ὑπὸ τοῦ χαίρειν πέτεσθαι, τοῦτο δὴ αὐτὸν ἐποίει βελτίω τῶν ἄλλων ἀγγέλων.
ξζ΄.
Κλεάρχῳ. (359)
Ἡμῖν μὲν οὐκ ἔργον οὔτε γράφειν οὔτι δεῖσθαι περὶ τῶν αὐτῶν, σοὶ δ’ οὐκ ἂν ἔχοι καλῶς ἀεὶ περὶ τῶν αὐτῶν
πόθεν οὗν πορισώμεθα παρα- μυθίαν ἐφ’ οἷς ὑβρίζει Σευῆρος; ἀπὸ τοῦ περιῃρῆσθαι Κλε- άρχῳ τὴν δύναμιν; καὶ μὴν ηὔξηται τῆς Τύχης τὰ δίκαια ποιούσης. ἀλλ’ ὡς ὄχλῳ διακωλύεται πραγμάτων; καὶ ποῦ
τοσοῦτο πλῆθος, ᾧ μὴ ῥᾷστα ἂν ἐπαρκέσαι;
τί δαί; οὐ τὰ μέγιστα ὤνησεν ἀρξάμενος ἀμύνειν; οὐδὲ ἔστιν εἰπεῖν ἡλίκα τί οὖν παθὼν οὐ βεβαιοῖ τὴν παροιμίαν ἥ φησιν· ἄρξομαι ἐξ ἀγαθοῖο, τελευτήσω δ’ ἐς ἄμεινον; ἀλλὰ τὰ μὲν ἀπὸ βαλβῖδος λαμπρά, προιὼν δὲ θρασύνεσθαι
τῷ Σευήρῳ δέδωκε, καὶ τὸ δοκοῦν τότε πέρας ἀρχὴν ἔτεκε πραγμάτων.
ὡς οὖν Κλεοβούλου μὲν ἀδικουμένου, σοῦ δὲ καταφρονουμένου δίκην ὑπὲρ ἀμφοῖν λαβέ. δίκη δὲ μεγίστη Σευήρῳ τὸ τὰ ἀλλότρια μὴ δυνηθῆναι λαβεῖν.
ξη΄.
Θεμιστίῳ. (359) 16
Ἃ μὲν ἀδικεῖται καὶ ὑπὸ τίνων ὁ ἐμὸς μὲν διδάσκαλος, σὸς δὲ καὶ ἐμὸς φίλος Κλεόβουλος, αὐτὸς ἐν οἷς ἔγραψεν ἐδί-
ζητοῦντος δέ μου, πόθεν τουτὶ τὸ πάθος, καὶ τῆς ἀρχαίας ἀναμιμνήσκοντος συνηθείας καὶ τῶν δικαίων ἐκείνων τὰ μὲν ἔφασκεν εἰδέναι
καλῶς, γενέσθαι δέ τινα αὑτῷ περὶ τὴν σὴν ἐπιδημία· ῥᾳθυ- μίαν, ὑφ’ ἧς νομίζειν ἀμβλύτερα τὰ πρὸ τοῦ γεγονέναι· διό- περ ὀκνεῖν.
ἐγὼ οὖν ἐγέλων πρὸς τὴν δειλίαν καὶ εἴ σου τοσοῦτον ἡμάρτηκε τοσοῦτόν σοι χρόνον συγγεγονὼς ὡς οἴε- σθαί σε χαλεπαίνειν. εἰ μὴ Κλεόβουλος οἷός τε ἐγένετο τὰς
αὑτοῦ φυγὼν ἀσχολίας ἐξῆφθαί σου.
οὐδὲ γὰρ ἡμεῖς ὀργὴ χρώμεθα πρὸς αὐτόν. εἰ πλησίον ἡμῶν οἰκῶν αὑτὸν τέρπει μᾶλλον ἢ ἡμῖν σύνεστι. δέδοται γὰρ αὐτῷ γέρας τι τοῦτο μη- δένα αὐτοῦ τῆς ῥᾳστώνης κατηγορεῖν. τῷ δὲ αὐτῷ καὶ τὸν Παλαμήδην δήπου τιμῶμεν τοῦ τἀκείνου τιμῶντος φειδόμε-
νοὶ.
καὶ σὺ τοίνυν γελάσας καὶ τὸν ἕλκοντα Κλεόβουλον εἰς φροντίδας καὶ σαυτοῦ νομίσας ἐχθρὸν τὸν κατάρα
ξθ΄.
Ὑγιεινῷ. (359)
Οὐδὲν ἄτοπον ὑπὲρ ἀγρυπνία(· ἰατρῷ διαλέγεσθαι δι- δάσκοντά τε τὴν ἀπ’ ἐκείνης ἀπορίαν καὶ δεόμενον πράττειν ὅπως στήσεται.
τὸν τοίνυν καλὸν ἡμῖν ἴσθι Κλεόβουλον 10 δεινῶς ἀγρυπνεῖν. τὸ δὲ αἴτιον οὐ πυρετὸς οὐδ’ ἴλιγγοι κε- φαλῆς οὐδὲ ἕλκη παρέχοντα κίνησιν, ἀλλὰ δάκνει τὸν ἑταῖρον Σευῆρος ἐκ τῶν στρωμάτων καὶ ταῦτα τοσοῦτον ἀπέχων.
καινός γε οὗτος ὁ κόρις. ἀλλ’ ἔστι καἰ ταύτης παρὰ σοὶ τῆς ἀγρυπνίας φάρμακον· διὰ γὰρ τοῦ γενναίου Θεμιστίου 15 δύνασαι παῦσαι τὸν Σευῆρον τοῦ δάκνειν.
ο'.
Θεμιστίῳ. (359)
Ὑπὲρ μὲν τῶν ἄλλων σε παρακαλῶν ἐκείνοις ᾤμην δι- δόναι χάριν, Ὀλυμπίῳ δὲ εἴ τι πράξαις κεχαρισμένον, λήψε-
σθαί σε μᾶλλον ἢ δώσειν ἡγοῦμαι χάριν. οὗτος γάρ ἐστιν ὁ τὴν μὲν Μακεδονίαν εὐδαίμονα ποιήσας ἄρτι παίδων ἐξελθών, τὸ δὲ ἄρχειν μετὰ ταῦτα πλέον φυγὼν ἢ ἐζήτησαν ἕτεροι.
τῷ δικαίω δὲ οὕτως αὑτὸν δέδωκεν ὥστε ἀδικούμενος μὲν πᾶς ἐπὶ τοῦτον καταφεύγει, τοὺς νόμους δὲ ἐκβαίνων τοῦτον
δέδοικε, τοῖς δὲ ἄρχουσιν ἡμῶν μία σπουδὴ τὴν παρὰ τοῦδε ψῆφον λαβεῖν.
ἐγὼ δὲ καὶ αὐτὸς πατρικὴν διαδεξάμενοι φιλίαν, ὁ μὲν πάντα ὑπὲρ ἐμοῦ πονεῖ, παρ’ ἐμοῦ δὲ ἔπαινός εἰς τὴν προθυμίαν· πρᾶξαι γὰρ οὐδὲν ἂν δυναίμην ἴσον. ἀλλὰ σύ γε τὸν ἄνδρα ἀμείβου, μᾶλλον δὲ μικρὰ ἀντὶ μεγά-
λῶν ὑπὲρ ἡμῶν ἀντίδος.
οἶτός γε εἰς τὴν ὑμετέραν μετ- έστη βουλὴν ἀπὸ τῆς μείζονος, συγγνώσῃ δὲ εἰ μείζω καλῶ τὴν Ῥωμαίων σὲ τῆσδε ἐχούσης. γενέσθω τοίνυν αὐτῷ παρ’ ὑμῶν ἕ παρ’ ἐκείνων. τί οὑν; ἐκείνοις ἤρκει τοὔνομα αὐτοῦ
μᾶλλον δὲ μήτε τοῦτο δῶτε μήτε μείζω τῆς δυνάμεως ζητεῖτε. ἐν μὲν γὰρ ἐξετάσει τῶν ἀρίστων πρῶτος Ὀλύμπιος, οὗ δὲ εἰσενεγκεῖν δεῖ, πάντων ὕστατος γνῶναι δέ σοι ῥᾷστον τῆς οὐσίας τὸ μέτρον παρὰ τῶν ἐπὶ τούτῳ τεταγμένων.
δεῖ δή σε παρατηρεῖν, ἡνίκα ἂν δέῃ δέῃ
χρήματα φέρειν, ὅπως μὴ ἀδικήσητε, καὶ ἔτι γε πρότερον. ἡνίκα ἂν καλῆτε τοὺς βουλευτάς. ὅπως ἐνθένδε μὴ κινήσητε.
μήτηρ τε γὰρ αὐτῷ ζῶσα ἐν ταῖς τοῦδε χερσὶ καὶ ζῶσά γε διὰ τοῦτο, ὅτι ἔξεστιν αὐτὸν ὁρᾶν. τοὔνομα δ’ οὐκ ἂν ἀπο- δημίας ἐνέγκαι. καὶ τὰ πράγματα, εἴ τι γένοιτο τοιοῦτον,
οἰχήσεται. ταῦτα δὲ οὐκ ἂν σὺ διαφθαρῆναι δέξαιο.
πεί- σας δὴ σαυτόν, ὡς ἡμῖν τε ἐκ τῶν αὐτῶν βοηθήσεις καὶ τῇ φιλοσοφίᾳ προσήκοντα πράξεις, καθαρὰν ἡμῖν παρασκεύασον τὴν ἄδειαν.
οα'.
Φλωρεντίῳ. (359)
Ἀνήρ ἐστιν ἐπιεικὴς ὁ διδούς σοι τὴν ἐπιστολὴν καὶ πραγμάτων ἀφ’ ὦν ἦν κερδαίνειν οὐκ ἐπὶ κέρδει προστάς. ἐγὼ δὲ αὐτὸν πολλαχοῦ μὲν ἐκάλεσα σύμμαχον, εὗρον δὲ οὐ-
καὶ παρῄνεσά γε αὐτῷ τοὐναντίον ποιῆσαι τῇ παροιμίᾳ καὶ ἐφ’ ἵππους ἀπὸ τῶν ἴνων. σὺ δ’ ἡμῖν κυ- ριος ὡς τάχιστα Μαὶ τὸν ἄνδρα ἱππέα. φήσεις δέ με πεῖραν αὐτοῦ λαμβάνων ὡς οὐκ οἶδα ἐπαινεῖν κακούς.
οβ΄.
τῷ αὐτῶ. (359)
Πολλοὺς μὲν παρὰ πολλῶν ἀκούσῃ λόγους ἐπαινούντων τουτονὶ Παρθένιον, οἷς οὔτε ἀπιστήσεις οὔτε ἀντερεῖς ὡς οὐκ εὖ τὸν ἄνδρα ποιητέον, ἐγὼ δὲ οὐχ ὡς οὐκ ἀρκεσόντων ἐκεί-
νων προσέθηκα τὴν ἐπιστολήν, ἀλλ’ ὅτι αἰσχρὸν ἦν μοι μό- νῳ περὶ αὐτοῦ σιγῆσαι. δι’ ὂν γὰρ εὐχόμην γενέσθαι μοι τοιοῦτον καιρόν, ὑπὲρ τούτου μὴ χρῆσθαι παρόντι τῷ καιρῷ πῶς οὐκ ἀδίκημα;
Παρθενίου γὰρ μέλει μέν μοι καἰ διὰ τὰ δίκαια τῆς πατρίδος, μέλει ἴε καὶ διότι τῶν ἐμῶν τὸ κεφά-
τούτῳ θεῖος ἦν Εὐσέβιος, καὶ δῆλον ὡς ὅ τι ἂν τῷδε συλλάβω, τῷ μεταστάντι κεχάρισμαι. ἔστι δὲ καὶ ἄνευ τούτων ἀπ’ αὐτῶν τῶν τρόπων ἐπιμελείας ἄξιος, ὅς γε φίλῳ μὲν βοηθῶν κἂν εἰς πῦρ ἐμβαίη, φίλῳ δὲ ἁμαρτάνοντι κωλυτὴς ἕσταται κολακεῦσαι μὲν οὐκ εἰδώς, ἐλευθέρως δὲ ἐπιτι-
μῆσαι, καὶ διὰ μὲν νοῦν ἱκανὸς κινδύνους οὐ δικαίους διαφυ- γεῖν, διὰ δὲ τὸ χάριεν τῆς φύσεως ἡδίω ποιῆσαι σύλλογον, χρή μάτα δὲ προέσθαι μᾶλλον ἢ λαβεῖν μελετᾷ.
καὶ τούτου μάρτυς ἐγὼ τὴν πεῖραν ἐν τοῖς πρὸς ἐμὲ πεπραγμένοις λαβών.
περὶ οὗ δὴ ταῦτα ἔξεστι λέγειν, τοῦτον οἴμαι κἂν πόλεσιν ἐπιστάντα
φυλάξαι τὴν μελέτην καὶ τοῖς ἡδέως ψέγουσιν ἀποκλεῖσαι τὰ στόματα.
ἐγὼ μὲν οὖν, οὐ κύριος μόνον, συνεύχομαι τοιαῦτα Παρθενίῳ προσήκοντά γε ἄνωθεν ἀπὸ προγόνων αὐτῷ, πὰρ οἷς δὲ τὸ πράττειν, τούτων ἂν εἴη ποιῆσαι τὴν εὐχὴν ἔργον.
ογ΄.
Εὐσεβίῳ. (359)
Μαλλὸν ἢ πρότερον ἐκμαθὼν Παρθένιον πλέον ἢ πρὸ τερον ἀγαπῶ· τότε μὲν γὰρ ὡς ἂν πολίτην καὶ φίλου μοι συγγενῆ, νῦν δὲ ἔν τινων ἐξετάσει πραγμάτων τοιαύτην ἔδειξέ
ἔχων δὴ τυγχάνειν ὅτου θέλοι παρ’ ἐμοῦ γράμματα ἠθέλησε παρ’ ἐμοῦ σοὶ φέρειν ὡς σοῦ τε ἐρρωμέ- νως βοηθεῖν εἰδότος ἐμοῦ τε παρὰ <ἐν> τοῖς πρώτοις
ταγμένου.
ταύτῃ δὲ τῇ δόξῃ σὲ μᾶλλον ἐδόκει μοι τιμᾶν ἢ ἐμέ. πατὴρ γὰρ ὅταν ὑπὸ παιδὸς θεραπεύηται, τῷ μὲν εὐ- δαιμονίζεσθαι, τῷ δὲ ἐπαινεῖσθαι περιγίνεται, τῷ μὲν ὧν ἔτα- ξεν ὁ νόμος μετέχοντι, τῷ δὲ βεβαιοῦντι τὸν νόμον.
σὺ κρινόμενος μὲν οἷς ἐποίεις πρὸς ἡμᾶς δεῦρο ἥκων φιλοπάτωρ
ἂν εἴης, τὰ δ’ ἀφ’ οὗπερ ἀπιὼν ᾤχου τοῖς ἔμπροσθεν οὐκ ἐοικότα. τότε μὶν γὰρ πυκνοὶ παρ’ ἐμὲ δρόμοι καὶ τὸ μὴ συμ- βαλεῖν οὐ φορητόν, νῦν δὲ φοβοῦμαι μή σέ τις δοκιμάσῃ τῇ σιωπῇ Γ’. ἀλλὰ τούτου μὲν οὐ γίνομαί σοι πικρὸς δικαστής, Παρθενίῳ δὲ ἂν μὲν οἷος ἔμπροσθεν φανῇς, τὸ εἰωθὸς ἴσῃ
πεπληρωκώς ἂν δὲ πολὺ βελτίων ἢ πρόσθεν, δείξεις καὶ τὸ τῆς ἐπιστολῆς ἔργον ἐν τῇ προσθήκῃ τῆς προθυμίας
οδ΄.
Σπεκτάτῳ. (359)
ἀλλ᾿ ὅτι μὲν χελώνην εἰς ἀγῶνα ποδῶν καλῶ σὲ παρα- καλῶν ὑπὲρ φίλου τι σπουδάσαι, σαφῶς ἐπίσταμαι, σὺ γὰρ ἢν ἴδης Παρθένιον καὶ τὰ γράμματα λάβῃς, πρόσωπον μὲν
Μεὶς ἡδομένου τῷ τε ἐκεῖνον ἰδεῖν καὶ τῷ ταῦτα λαβεῖν, ἐρήσῃ δὲ ὅτου δεῖ καὶ θαρροῦντα κελεύσεις λέγειν καὶ τὰ μέ- γιστα μικρὰ φήσεις καὶ οὐδὲν ὅ τι οὐκ ἔσεσθαι· ἐπειδὰν δὲ ὁ τοῦ πράττειν ἥκῃ καιρός, λιπὼν τὴν τάξιν καὶ ῥίψας τὰς ὑποσχέσεις ὄψει τὸν ηπατημένον σὺν γέλωτι λαμπρῷ καινὴν
τινα ταύτην ἀπολογίαν εὑρὼν τὸ γελᾶν ὑπὲρ τοὺς ἄλλους.
ἀλλὰ καὶ ταῦτα εἰδὼς ὅμως ἐπιστέλλω. καὶ γὰρ νῦν ἢ τῇ φύσει χρησάμενος μαρτυρήσεις τοῖς γράμμασιν ἢ κρείττων ἐκείνης γενόμενος ἐν οἷς ἐλέγχεις μου τὴν ἐπιστολὴν ὃν ἐλέγχεις ὀνήσεις.
οε'.
Εὐμολπίῳ (359)
Πρώτην ἐπιστολὴν περὶ καλοῦ τινος. εἰ δὴ καλὸν ἡ φιλία, πρὸς σὲ γράφω καὶ βουλοίμην ἄν σε πεῖσαι, μέλλοντι
ἐγένου Παρθενίῳ συνήθης καὶ τὸ πρᾶγμα εἰς τοῦτο προῆλθεν ὣσθ ὑμᾶς ἀλλήλοις γαῖ πρὸ τῶν οἰκείων εἶναι τοῦτον δὲ τὸν δεσμὸν ὑποψία τις ἐμπεσοῦσα διέκοψε καὶ ἔδοξε Παρθένιος
ᾧ χαλεπὼς εἶχες. τοῦτον εὖ πεποιηκέναι.
τοῦ μὲν ἐγκλή- ματος ἀφεστώς, ἰός φησιν, αἰτίαν δέ πως οὐ προσήκουσαν λαβὼν ὄμνυσι καθαρεύειν τῆς μέμψεως, καὶ ἐγὼ πείθομαι. τὸν γὰρ ὅπως σὲ ἀνακτήσαιτο πάντα ποιοῦντα πῶς εἰκὸς αὑτὸν ὧν εἶχεν ἀποστερῆσαι;
καὶ μὴν εἰ καὶ σφόδρα σε
λελύπηκεν, ἤν τε δέδωκεν ἱκανὴ δίκη καὶ τὸ δίκην λαμβάνειν τοῦ πρᾴως φέρειν εἰ καὶ ἥδιον εὐθύς, ἀλλ’ ὅταν τις ὅτι ἤνεγ- κεν ἐπαινῆται, μεῖζον εἰς ἡδονήν. καὶ ἔστι γε ὅλως ἡ συγγνώ- μη τῆς τιμωρίας Ἑλληνικώτερον.
ἐνθυμοῦ δέ, ὅτι πολλοῖς οὑτοσὶ προσιὼν ἐρᾶν ὁμολογήσει τῆς σῆς φιλίας, σὲ δὲ ὑπερ-
ὁρᾶν, ὄι σημεῖον ποιήσονται τὸ μὲν τῆς τοῦδε ἐπιεικείας. τὸ δὲ τῆς ὑμετέρας, ἵν᾿ οὕτως εἴπω, φιλονεικίας.
ὄρα οὖν μὴ τῷ θυμῷ χαριζόμενος πολλοὺς παρασκευάσῃς τὰ μὲν Παρθε- νίου νομίζειν μέτρια, τοῖς δὲ ὑμετέροις ἐπιτιμᾶν. ἀλλὰ τῇ τι σαυτοῦ φύσει πρέπειν ἡγησάμενος τὴν τοιαύτην μεταβολὴν
καὶ ἐμὲ τὸν συγγενῆ καὶ πρεσβύτερον αἰδεσθεὶς καὶ τῆς οὐ φανερᾶς αἰτίας ὅσα σε προδήλως εὔφρανε Παρθένιος ἰσχυρό- τερα κρίνας ἐπάνελθε πρὸς τὴν γνώμην τὴν πρὸ τῆς ὑποψίας καὶ δεῖξον. ὡς οὐκ ἐζημίωται μίαν φέρων ἀντὶ πολλῶν τὴν ἐμὴν ἐπισιυλήν.
ος΄.
Ἀετίῳ. (359)
Ἐγώ σε πατρίδα καταλιπεῖν καὶ οἶκον καὶ γένος καὶ προσδοκίας οὐ παρῄνεσα μηδέ γε παραινέσαιμί ποτε πολίτη τοιαῦτα πόλιν οὕτω μεγάλην παρεχομένῳ
ἐπεὶ δὲ ἐφάνη
σύμβουλος μὲν ἐμοῦ πιθανώτερος, σοὶ δέ τι τῆς σαυτοῦ σε- μνότερον, οὐκ ἐπαινῶ μὲν τὰ δόξαντα, λαβεῖν δὲ χρηστὸν εὔχο- μαι τέλος. εἴη δ’ ἂν καὶ τοῦτο τῆς Τύχης.
οζ΄.
Θεμιστίῳ. (359)
Ἀνδρόνικος ὁ ποιητὴς οὕτω διέθηκε πρὸς αὐτὸν τὰς μέχρις Αἰθιόπων πόλεις, ὡς εἰκὸς ἦν Ἀνδρόνικον τοιοῦτον ἀφιέντα μέλι. καίτοι τὸ τῆς μητρὸς αὐτὸν καὶ τὸ τῆς πόλεως πάθος διεκώλυσε μὴ πάντα δεῖξαι τὰ ἀγάλματα τῆς ψυχῆς, ἀλλ’ ὅμως οἷς ἠδυνήθη δεῖξαι δέδωκε τοῖς ἀνθρώποις εἰκά-
ζειν περὶ τῶν οὐ φανέντων.
ἐχαρίζετο δὲ ἡμῖν οὐ μᾶλλον διὰ τῶν ἐπῶν ἢ τῶν ἐπαίνων οἷς ἐχρῆτο κατὰ σοῦ λέγων τὸν μὲν βασιλέα τιμᾶν σε πᾶσιν οἷς εἶχεν, εὑρῆσθαι δὲ οὐδὲν
ἐμοῦ δὲ αὐτῷ παραινοῦντος μὴ διωθεῖσθαι τὰς διδομένας ἀρχὰς ὡς ἐνὸν ἄρχειν τε ὁμοῦ καὶ ᾄδειν, ἀλλ᾿ ἐγώ φησιν εἶμι δώσων ἐμαυτὸν Θεμι- στίῳ μαθητὴν κάλλιον ἡγούμενος τοῦ πολλῶν ἄρ-
χειν.
οη΄.
Ὑγιεινῷ. (359)
Φήσαντος μου τῷ φιλοσόφῳ γράψειν, τῷ δὲ ἰατρῷ φησιν οὐ γράψεις; Ἀνδρόνικος καὶ προσέθηκεν, ὥς με φι-
λοίης, πρὸς εἰδότα ἀκριβῶς τὸ φίλτρον ὥσπερ γὰρ οἱ γονεῖς τοὺς παῖδας φιλοῦσιν, ὅτι ἐγέννησαν, οὕτω καὶ οἱ σώσαν- τες τοὺς σεσωσμένους ὅτι ἴσωσαν
σοῦ δὲ μνήμη πὰρ ἡμῖν, ἕωσπερ ἄρρωστοι παρ’ ἡμὶν· μὴ εἶναι μὲν γὰρ ἐν τοσαύτῃ πόλει καὶ τοὺς ἀρρωστοῦντας οὐκ ἔνι, τῶν δὲ
ἰατρῶν εἰσιόντων καὶ τὸ σὸν ὄνομα καθ’ ἑκάτερον εἰσέρχεται βοηθεῖν τε ἐκείνων ἀρκούντων καὶ μή. λέγεται γὰρ τὸ μὲν ὡς θᾶττον ἂν ἐπράχθη σοῦ γε ἁπτομένου τὸ δ’ ὡς οὐκ ἂν συνέβη σοῦ γε ἐπιμελουμένου.
νῦν δὲ δὴ καὶ πολὺ τοῦτο ἦν τοῦ θείου μοι πυρετὸν μὲν ἰσχυρὸν διαφυγόντος, τὸ χρῆ-
ἐγὼ δὲ οἷς με πολλάκις ἀνέστησας ἐπιστάμενος ἤδη τοῖς παρ’ ἡμῖν ἰα- τροῖς ἐρίζω.
οθ΄.
Μητερίῳ καὶ Ἀλκίμῳ. (359)
Οὐ γράφω πολλάκις ὑμῖν· τί γὰρ ἂν καὶ γράφειν ἔχοιμι; τὰ νεώτερα τῶν ἐμῶν κακῶν; ἀλλ’ ἐάν τὰ ὑμέτερα φέρητε, κέρδος. ἀλλ’ ὡς χρὴ καρτερεῖν; οὐκ ἔμοιγε τοσοῦτος ὑπάρχει λόγος. ἀλλ’ ὡς χρὴ παρ’ ἡμᾶς ἐλθεῖν; οὐκ ἔστι πεῖσαι κα- λοῦντα.
κρεῖττον οὖν τοῦ γράφειν τοῖς ὧδε ἔχουσι τὸ μὴ
γράφειν.
π΄.
Ἀνατολίῳ. (359)
Τὸ μὲν τοὺς σοφιστὰς διασύρειν εἰωθός σοι καὶ πα- λαιόν, ἔδει δὲ καὶ τὴν Πυθίαν τοῦτο παθεῖν. ὅπως σοι τὰ
πρέποντα τῷ νέῳ πράττηται σχήματι. λέγουσιν οὖν σοι καὶ οἱ σοφισταὶ ἡ Πυθία· μὴ παύσαιο διασύρων ἃ τι- μᾶν ἄξιον.
ἐγὼ δὲ φιλεῖσθαι μὲν ὑπὸ σοῦ πιστεύων
τοῦ μήτε ὑπὲρ χάριτος μήτ’ ἄλλως ἐπιστέλλειν.
καὶ διαφυ- γόντος μὲν τὴν νόσον ἥσθην οὐχ ἧττον αὐτοῦ τοῦ διαπεφευ- γότος, ἐξῆν δέ που καὶ ἄνευ τοῦ γράφειν ἥδεσθαι, καὶ οὐχ ὅστις οὐκ ἔγραφεν, οὗτος οὐδὲ ἥδετο, ἀλλ’ ὥσπερ ἐν τοῖς γεγραφόσιν ὅτι ἥσθησαν ἦν ἴσως εὑρεῖν τὸν οὐχ ἡσθέντα,
οὕτως ἐνῆν καὶ μετὰ σιγῆς ἡσθῆναι.
σὺ δὲ ἐδέου κόλακος, ἀλλ’ οὐχ ἡδομένου διὰ φιλίαν. ἀγνοεῖν δὲ λέγων ᾧ τοῦ γρά- φειν ἐπαυσάμην, ὕβρει δευτέρᾳ τὴν προτέραν παρέρχῃ τότε μὲν οὐκ ἄξιοι ἡγησάμενος φροντίδος, νὺν δὲ οὐδ’ ὅτι μου κατημέλησας εἰδώς.
καὶ πρᾶγμα πέπονθας οὐκ ἀλλότριον
τῆς ἐξουσίας οἱ γὰρ ἐπὶ λαμπρᾶς τῆς τύχης ὑμεῖς οὐδὲ ἀδι- κεῖν οὓς ἀδικεῖτε ἡγεῖσθε νομίζοντες προσήκειν ὑμῖν μὲν ὑβρίζειν, ἐκείνοις δὲ πανταχοῦ προσκυνεῖν.
ὁρᾷς, ὅτι κρεῖτι- τον ἦν σοι μὴ κινεῖν τὸν ἀνάγυρον; νῦν δὲ ἐπιθυμήσας μοι λῦσαι τὴν σιωπὴν ἐπὶ σαυτὸν ἔλυσας καὶ ῥεχθὲν ἔγνως καὶ
Ὀπτάτῳ δὲ πέμψας μὲν χρυσίον ἐπαινῇ παρ’ ἡμῶν, ὅτι δὲ αὐτὸ ἐλπίζων τῷ χρυσίῳ ποιήσειν ῥητορικὸν ἑκατὸν στατῆρας ἔπεμψας ἐξὸν χιλίους, οὐκ ἐπαινῇ· εἰ γὰρ οὓς ἔπεμ- ψας οὐ μικρὸν δύνανται, μᾶλλον ἂν ὠφέλεις ἀπὸ πλειόνων.
ἀλλὰ καὶ τοῦτο τὸ μικρὸν παρ’ ἡμῖν τε μέγα κεῖται καὶ ἡ δα- πάνη κατὰ λόγον χωρεῖ
πα´.
τῷ αὐτῷ. (359)
Σὺ μὲν παρεκάλεις με πρὸς παρρησίαν ὡς πᾶν οἴσων 10 ὅ τι ἂν ἐξ ἐμοῦ λέγηται, Αἰσχύλος δὲ ἀποτρέπει λέγων μὴ δεῖν τοὺς ἥττους θρασυστομεῖν. ἀλλὰ καὶ Εὐριπίδης φησίν, ὡς οἱ μεγάλα πνέοντες, περὶ ὑμῶν δή που λέγων, πικρῶς φέρουσι λόγους παρ’ ἐλαττόνων κρείσσονας. ὅμως δέ, ἐπειδὴ τῶν ἀμοιβαίων ἐπιθυμεῖς, σοί τε χαριοῦμαι καὶ τοῖν ποιη-
πρῶτον μὲν οὖν περὶ τοῦ μέτρου τῶν γραμμάτων ἐκεῖνο λέγω, ὅτι σὺ μὲν τῶν ἐμῶν τὴν βραχύτητα δυσχεραίνεις, ἐγὼ δὲ τῶν ἰσῶν τὸ μῆκος. τὸ μὲν οὖν ἐμὸν ἡ Σπάρτη παραμυ-
θεῖται, καὶ σὺ προσείρηκας Λακωνικὴν τὴν ἐπιστολήν, τῆς δὲ σῆς φλυαρίας εἰπὲ τοὺς ἡγεμόνας· ἀλλ’ οὐκ ἂν ἔχοις πλὴν εἰ τὸν ἀκριτόμυθον τὸν ἐπὶ τῆς ἐκκλησίας τῶν Ἀχαιῶν κλάοντα.
τὴν δὲ ἀρχήν σοι λήγειν καὶ πάνυ πείθομαι. φαίνῃ γὰρ ὑπὸ μὲν τοῦ λυπεῖσθαι παραπαίειν, ὑπὸ δὲ τοῦ
παραφρονεῖν τοιαῦτα γράφειν. ἕως δὲ οὐ προσεδόκησας τῆς ἀρχῆς τὸ τέλος, ἐσωφρόνεις. ταυτὶ δὲ ἔγραφες ὄντως ἀγρυπνῶν οὐ γὰρ ἦν καθεύδειν ὑπὲρ τῆς ἐξουσίας τρέμοντα.
Ἰουλια- νὸς δὲ τῶν μὲν πρώτων παρ’ ἡμῖν οὐκ ἦν, ἐγένετο δ’ ἂν τῶν πρώτων, εἰ μὴ τὸ μὲν πρῶτον ἐν ὀρχουμένῃ πόλει διή-
γαγεν, ἔπειτα παρ’ ἡμῶν ὡς τάχιστα ἀπεπήδησεν, ἐπειδὴ οὐ κακός γε ἐπεφύκει πρὸς λόγους, ἴσως δὲ καὶ αὐτῶν ὧν ἀφῖκτο φέρων ἀπέβαλε τοὺς πλείους, ὡς συνεγένετό σοι. ἐσθλῶν μὲν γὰρ ἀπ’ ἐσθλά, τὸ δὲ ἐχόμενον ἀφίημι σὴν χάριν
δοκεῖ δέ μοι κἀκείνῃ παροξυνθῆναι γενέσθαι στρατιώτης·
ἠράσθη οὖν ἰσχύος, ἣν εὗρε σὲ θεραπεύοντα. μὴ οὖν θαυ- μάσῃς, εἰ σοῦ μένοντος ἐν τῷ δι’ ἐκείνους δύνασθαι ζηλώσει
τὸν Ἰουλιανὸν Ὁπτάτος.
πβ΄.
Ἀμβροσίῳ. (359)
Χάριν αἰτῶ σε ἐπιθυμοῦντα δοῦναι· ὑμῖν μὲν γὰρ τοῖς νεανίσκοις ὅταν ἀρχαὶ παραδοθῶσιν, ὅτι τοῖς πρεσβυτέροις
ἡμῖν ἔχετό χαρίζεσθαι, χαίρετε καὶ τοῖς τε διδασκάλοις ἡδονήν τινα φέρει τὸ δεῖσθαι μαθητῶν τοῖς τε μαθηταῖς τὸ τοῖς διδασκάλοις δύνασθαί τι ποιεῖν κατὰ νοῦν.
ἐμοὶ μὲν οὖν ἐπιτάττει Κλεόβουλος ὁ παιδευτὴς ἃ παρὰ σοὶ δύναμαι, ἐγὼ δὲ αἰτῶ παρὰ σοῦ ταῦτα ἃ διὰ τὴν ἀρχὴν δύνασαι. Ἀντίφι-
λος ἐν πρώτοις τέ ἐστι τῶν σοὶ διακονούντων καὶ Κλεοβούλῳ συγγενής. τοῦτον συνέστησε μέν μοι προλαβὼν ὁ τρόπος· οὐ γὰρ οἶδε κερδαίνειν ἀπὸ τοῦ τολμᾶν ἃ μὴ δεῖ. ταυτὶ γὰρ ὁ Κλεόβουλος μαρτυρεῖ. συνίστημι δὲ καὶ ἐγὼ τούτῳ πειθόμε- νος.
ἔστι δὲ ἡ χάρις ἡμέρως σε βλέπειν εἰς αὐτόν· ᾧ πρὸς
πλεονεξίαν μὲν οὐ χρήσεται, πρὸς δὲ τὸ θαρρούντως ὑπὲρ τῶν ἐπειγόντων διδάσκειν καὶ μετ’ εὐθυμίας ὅ τι ἂν κελεύῃς ὑπουργεῖν.
πγ΄.
Ἀταρβίῳ. (359)
Εἰ μὲν οἷός τ’ ἦν κοινωνῆσαι Σαβίνῳ τῆς ὁδοῦ, παρὼν ἄν σοι διελεγόμην ἀντὶ τοῦ γράφειν, οὕτω πολλή μοι σπουδὴ
τὸν ἄνδρα ἐξαρπάσαι τῆς ζάλης· ἐπεὶ δὲ πολλαχόθεν ἠνάγ- κασμαι μένειν, οὐ παρῆκα τὸν δεύτερον πλοῦν, ἀλλ’ ἐπιστέλλω.
καὶ βουλοίμην ἄν σε τοῦ τε δικαίου καὶ ἡμῶν χάριν ἀν- τισχεῖν πρὸς τὴν τοῦ καιροῦ δυσκολίαν καὶ διδάξαι τοὺς ἀν- θρώπους, ὡς οὐκ ἐπ’ αὐτοῖς ἐστι τοὺς ἄρχοντας, ὅταν λήξωσι
τῆς ἀρχῆς, σπαράττειν.
ἐγὼ μὲν οὖν ὡμολόγηκα πρὸς ἐκεῖ- νον, ὡς παντὸς ἂν παρὰ σοῦ τύχοι, σὺ δ’ ἂν εἴης κύριος ἡ ἀλαζόνα με δεῖξαι τῇ ὑποσχέσει ἢ μή.
πδ΄.
Μάγνῳ. (359)
Τῶν μάλιστα φίλων ἡμῖν Μακεδόνιός ἐστιν οὐκ ὀλίγον συμβεβιωκὼς χρόνον. κτήσαιτο δ’ ἄν τινα φίλον εὐθύς τε συμβαλὼν καὶ μικρὰ διαλεχθείς· οὕτω πολλὴν ἐπὶ τῶν τρό- πων ἔχει τὴν ἴυγγα.
εἰ μὲν οὖν δικασόμενος ᾔει παρὰ σοί, πάν., ἂν ἦν ἀνόητος, εἴ σοι γράφειν ἐτόλμων, ὡς οὐδὲν
γράμμα φίλου κατὰ τῶν νόμων τιμήσεις· ἐπεὶ δὲ τοῦ γνωρί-
πε'.
Φλωρεντίῳ. (359)
ἕως ἂν ἡ σὴ περὶ ἡμᾶς εὔνοια λαμβάνῃ προσθήκην, καὶ ἡμὶν ἡ τοῦ γράφειν σοι περὶ τῶν φίλων ἀνάγκη. Μακε- δόνιος δὲ οὑτοσὶ καὶ δι’ ἐπιείκειαν καἰ σωφροσύνην καὶ βε- βαιότητα τρόπων πάλαι θαυμάζεται παρ’ ἡμῖν, ‘ὲν δὲ αὐτὸν μέμφομαι μόνον, ὅτι δὴ σκιρτήσας έν Μουσῶν κήποις ἐξη- 10 νέχθη πρὸς βίον ἐν ᾧπέρ ἐστι νῦν. εἰ γὰρ πλουτεῖν ἐντεῦθεν ἔστιν, ἀλλ’ ἐκεῖθέν γ’ εὐδοκιμεῖν.
τῷ δὲ ἐλπίδες μέν εἰσι χρημάτων, χρήματα δέ οὔπω, γένοιτο δ’ ἂν σοῦ βουλομένου. δίκαιον δὲ μήτοι τὸν ἄνδρα περιιδεῖν καὶ τοῦ βήματος ἐκπε- σόντα καὶ δι’ ἃ τοῦ βήματος ὑπερεῖδεν.
πς´.
Θεμιστίῳ. (359)
Οὐκ ἄρα διὰ σπουδῆς μόνον πληροῖς τὸ βουλευτήριον βουλευτῶν, ἀλλ’ ἤδη καὶ εὕδοντι κύρτος. Κέλσος γὰρ ὁ τῶν μὲν παρ’ ἡμῖν ἄριστος, τῶν δὲ ἐκεῖ μετὰ σὲ τοῦτο ἀκοῦσαι
Μοι πάντα ἡμῖν κεκίνηται τοῦ τὸν ἄνδρα τῶν παρ’ ἡμῖν προστῆ- ναι πραγμάτων. ὁ δὲ ἔφασκε χώραν διώκειν ἣν ἐπῄνεσε Θε- μίστιος. καὶ τὸ σόφισμα οὐκ ἀγνοῶ.
οἱ μὲν γὰρ ἄλλοι
Βόσπορον ἰχθυόεντα ποθοῦντες ἐκεῖσε τρέχουσι, τῷ δὲ τῆς μὲν ἀρχῆς οὐ μέλει, νομίζει δέ, εἰ πολίτης ὑμέτερος νοιτο, μετὰ σοῦ βιώσεσθαι. τοῦτο δέ ἐστιν ἐν βιῶναι, ἧς οὐκ ὀλίγον ἐν Σικυωνίᾳ μετασχὼν μάλιστα προσ- δοκᾷ μετασχήσειν παρὰ σοί
ἐμοὶ μὲν οὖν ἕξει τοὐμὸν ἐπι-
χεῖρον χεῖρον τοῦ παραβοηθοῦντος ἀπόντος, καὶ πρὸς ὃν ἐκφέρων τὰ λυποῦντα ῥᾴων ἐγιγνόμην, τοῦτον ἐγγὺς οὐκ ἔχων ἀνιάσομαι, γιγνέσθω δὲ ἀγαθόν τι Κέλσῳ καὶ τἀμὰ ὅπῃ βούλεται χωρείτω. πάντως ἐκ τῶν τοῦδε παραμυθία τοῖς ἐμοῖς
νῦν μὲν οὖν αὐτὸν ἥ τε μήτηρ καὶ ἐγὼ καὶ πολλοὶ
κατέχομεν ὡς ἐνὸν πρὸ τοῦ χειμῶνος ἡμῖν τε χαρίσασθαι καὶ παρ’ ὑμᾶς ἐλθεῖν, ἔφθη δὲ αὐτὸν ἡ περὶ αὐτοῦ δέλτος, ἐφ’ ᾗ τὰ εἰωθότα πράξεις παρατηρῶν, ὅπως μέτριον ἔσται τὸ ἀνάλωμα. ἐδόκει γὰρ ἡμῖν εἶναι χαριέστερον ἤδη πολίτην αὐ- τὸν γεγενημένον ἢ γενησόμενον ἰέναι.
πζ΄.
Δομνίωνι. (359)
Σιλβανὸς ὁ μαθητής σου τοῖς συνηγόροις ἐγγέγραπται μάλα ἡμέρως αὐτὸν προσεμένου Μοδέστου. τὴν μὲν οὖν τῶν νόμων ἐπιστήμην, ὅταν ἀγωνίζηται, δείξει, τὴν δὲ τῶν τρό-
πων ἀρετὴν πάλαι δεδήλωκεν ἡμῖν. καί μοι δοκεῖ καὶ κατὰ τοῦτο μαθητής σου γεγονέναι τῶν σῶν οὐκ ὀλίγον μεταλαβὼν τρόπων, δι’ οὓς ἐπαινῇ πλέον ἢ τοὺς νόμους.
φιλῶν δὲ σέ, ὥσπερ εἰκὸς διδάσκαλον, ἐμὲ φιλεῖ διότι σοι ταύτῃ χαρι- ζόμενος οἶδεν.
πη´.
Λεοντίῳ. (359)
Ἔλαβόν σου καὶ τὴν προτέραν ἐπιστολήν, οὐδ’ ἂν εἰκά- σαις, ὅπως ἡδέως. ἦν δὲ ἥδιστον αὐτῆς, ὅτι ἀκούσας, ὡς γράψοιμί σοι, τὰ γράμματα δὲ ἔχων οὔπω τοῦτο ἐποίησας, 15 ὅπερ ἦν εἰκὸς τὸν ἔχοντα.
ὁ μέντοι δοὺς ἐμοὶ τὰ παρὰ σοῦ δοὺς ἐπ’ ἀγορᾶς καὶ φήσας αὐτίκα ἥξειν εἰς τὸ βουλευτήριον, οὗ διατρίβω—τὸ γὰρ τῆς Τύχης ἱερόν, ὦ καλὲ Λεόντιε, μετὰ
κἀγὼ ᾤμην
αὐτὸν ἄκοντα ἀπενηνέχθαι, ὁ δ’ ἄρα ἐνταῦθα ὢν ἀπεδί- δρασκε. τὸ γὰρ ὡς ἐνταῦθά ἐστιν ἤκουσα παρὰ τοῦ τὰ δεύ- τερα δόντος. καὶ ἴσως συνεγένετο συμμορίᾳ κολάκων, οἷς τὸ μὴ παρ’ ἐμοῦ γράμματα λαβεῖν κεχάρισται. εἰ δὲ ἐκείνοις ἐν- τετυχήκει πρότερον ἢ ἐμοί, πάντως ἂν αὐτοῖς ἐχαρίζετο καὶ
τὸ μὴ τὰ σὰ δοῦναι.
ἐθαύμασα δέ, ὅπως οὐδ’ οἷς νῦν ἔγραψας ἔδειΞας, ὡς κομίσαιό μου τὴν ἐπιστολήν. καὶ παν- ταχῆ τὸ πρᾶγμα στρέφων οὐκ ἔχω τὴν αἰτίαν εὑρεῖν. τὸ μὲν γὰρ ἐλθεῖν ὡς ὁμᾶς Εὐμάθιον δηλοῦται τοῖς παρ’ Ἰφικράτους δεῦρ’ ἐλθοῦσι γράμμασιν, ἥκοντα δὲ παρ’ ὑμᾶς οἶμαι μὴ
δοῦναι λόγον οὐκ ἔχειν, ὑπὲρ οὗ πολλοὺς καὶ καλοὺς διῆλθε λόγους καὶ πρὸς ὃν δεῖν ἐπιστέλλειν οὐκ ἀνῆκε λέγων, ὥστ ἐγὼ μὲν πολλάκις ἠρόμην ὃν ἦγε νέον εἰ τέθνηκεν ὁ παιδα- γωγός, οὐ γὰρ ἂν ἐδόκει μοι ζῶν τοῦτο ἁμαρτεῖν, τοῦ δὲ λἐ- γοντος, ὡς περίεστιν, ἀπορῶν οὐ πέπαυμαι.
φράσον οὖν,
εἴτ’ ἔλαβες εἴτε μή· τῷ μὲν γὰρ ἡσθήσομαι, τὸ δ’ ἀντίγραφά σοι τῶν πρώτων ποιήσει πέμπειν.
πθ΄.
Φιλαγρίῳ. (359)
Ἄσμενος ἐδεξάμην σου τοὺς υἱεῖς. τί δὲ οὐκ ἔμελλον οὓς καὶ ἐμαυτοῦ νομίζω; περὶ δὲ τῆς προτέρας βουλῆς ἄμει- νον σιγᾶν ἢ ζητοῦντα ἀπολογήσασθαι μηδὲν ἔχειν ἰσχυρὸν
εἰπεῖν. καὶ γὰρ εἰ δεινότατος σύ γε σοφιστῶν, ἀλλὰ τά γε τρὶς τέτταρα δώδεκα, κἂν Φιλάγριος ἄλλο τι περὶ αὐτῶν ἐπι- χειρῇ λέγειν.
ὃ μέντοι παθὼν οἶδα διὰ τὸ σὸν βούλευμα, φράσω καὶ οὐκ ἀποκρύψομαι πρὸς φίλον. ἐγὼ νέους φεύγον- τας οὐδεπώποτε ἐδίωξα, οὐδὲ γὰρ τὰς κρήνας ἑώρων χωρού-
σὰς παρὰ τοὺς χρῄζοντας πιεῖν, ἀλλ’ ᾤμην δεῖν τοῖς μὲν προσιοῦσιν εὔνοιαν ὀφείλεσθαι, τοῖς δ’ ὑπερορῶσι τοῦτ’ αὐτὸ ὑπερορᾶσθαι.
καὶ δὴ καὶ διὰ τοῦτο δόξα μοι γέγονεν, ὡς εἵην σεμνότερος, ὅτι μηδὲν ὑπέμενον ταπεινόν. τῶν μέντοι παίδων ὡς ἕτερον τραπομένων τῶν σῶν δηχθῆναί τε ὁμολογῶ
καὶ βουληθῆναι ταύτην κινηθῆναι τὴν ψῆφον, καίτοι πλείους ἦσαν οἱ τῆς σῆς ἐπιλαμβανόμενοι γνώμης ἢ οἱ τῆς ἐμῆς ἀμα-
νῦν οὖν ἐπειδὴ σαυτῷ διελέχθης, ὡς ἄρα οὐκ ἄμεινον ἐμμένειν τοῖς δεδογμένοις, μηδὲν οἴου δεῖσθαι πρὸς ἡμᾶς παρακλήσεως, εἰ μὴ πρὸς σαυτὸν ὑπὲρ αὐτῶν. ἄνευ γὰρ τῶν ἄλλων αὐταὶ τῶν νέων αἱ
μορφαὶ τῆς τοῦ πατρὸς ἀναμιμνήσκουσαι ποιοῦσιν ἐνεργόν.
καὶ μὴν καὶ Εὐτύχιος σοὶ μὲν φίλος, κηδεστὴς δὲ ἡμέτε- ρος, ᾧ μὴ χαριζόμενος ἀδικοίην ἄν. οὗτος ἄγων παρ’ ἐμὲ παῖδάς τε τοὺς σοὺς καὶ τὸν ἀδελφὸν τὸν αὑτοῦ οὐ ἔδειξεν ἐκεῖνον φιλῶν ἢ τούτους.
διὸ δὴ καὶ τοῦ θέρους ὁ
νόμος ἐπὶ τούτων λέλυται μόνων, ὅπως ἐκεῖνός τε εὐφραί- νοιτο καί σοί τι τῶν δεόντων γίγνοιτο.
ϥ΄.
Κλεάρχῳ. (359)
Ἴδου σοι καὶ Ζωίλος ἥκει τὰ πλείστου μὲν ἄξια τῷ δε- 5 σπότῃ διακονῶν, τῇ δὲ ἀνάγκῃ τῶν περιεστηκότων ἀποστα- λείς. τῆς γὰρ ἐνταῦθα θεραπείας ἐδόκει δεῖν ἀφελεῖν ἐπὶ τῷ τἀκεῖ καταστήσασθαι.
καίτοι φοβοῦμαι μὲν μὴ καθάπερ τὰ πολλὰ παρ’ ἡμῶν γράμματα καὶ Ζωίλος ᾖ μάτην ἀφιγμέ-
ϥα΄.
Θεμιστίῳ. (359)
Πρὸς θεῶν καὶ φιλοσοφίας. νεῖμόν τι βοηθείας τῷ δι- δασκάλῳ Κλεοβούλῳ· δίκαιά τε γὰρ δεῖται καὶ σοὶ μετὰ τῶν δικαίων ἔθος ἑστάναι. καὶ ἅμα δεῖ νεῦσαι καὶ τοὺς νῦν ὑβρίζοντας ὄψεταί τις μετρίους.
ἐστὸν μὲν οὖν Ἀλέξανδρός
τε καὶ Σευῆρος ἀτεχνῶς Κρωβύλου ζεῦγος καὶ πρότερόν φασι τοῦ ἐμπνεῖν ἢ τοῦ κακουργεῖν παύσεσθαι, γνόντες δέ, ὡς οὐκ ἐπιτρέψει Θεμίστιος, εἰ καὶ μὴ ἑκόντες, ἀλλ’ ἄκοντες ἴσως ἔσονται βελτίους.
Ζωίλος δὲ ἀπέσταλται διδάξων τε, εἴ του δέοιο καὶ ὑπομνήσων, εἴ σε τὸ πλειόνων κήδεσθαι τῆς περὶ
ταῦτα προνοίας ἀπάγοι.
ταῦτα ἔγραφον ἀσθενοῦντος Κλεο-
ϥβ΄.
Παρνασίῳ. (359)
Οὐκ ἀνέξομαι τῆς εἰκόνος· οὐ γὰρ ἔοικε τοῖς σοῖς. μέ- μνησαι μὲν γὰρ μικρὰ δή τινα κεκτημένων καὶ διαμηχανωμέ- νων, ὅπως ἐλάττω δόντες πλείω λάβοιεν παρὰ τῶν πλουσίων· ἔστι δὲ σοὶ ῥεύματα ἐπιστολῶν οὐκ ἐλάττω γε ἤπερ ἡμῖν, οἷς
εἶναι πλείω λέγεις.
μὴ τοίνυν ἴσην κεκτημένος οὐσίαν εἰς τοὺς πένητας γράφε σαυτόν, ἀλλ᾿ ἐὰν ὁπόσα πέμπεις λαμβά- νῃς, μηδὲν ἀδικεῖσθαι νόμιζε.
ϥγ΄.
Κρατίνῳ. (359)
Ἀλλ᾿ οὐδὲ ἡ Ἑλένη τοῦ Τηλεμάχου τὸν πατέρα εὑροῦσα τῇ τοῦ Τηλεμάχου μορφῇ οὐδέ γε ὁ Μενέλεως ὁμολογήσας τῇ γυναικὶ καὶ εἰπὼν περί τε τῶν χειρῶν καὶ ποδῶν καὶ ὀφθαλμῶν καὶ τῶν ἄλλων ἃ δὴ καὶ λέγει, οὔτε αὐτὸν ὑβρίζει τὸν νεανίσκον οὔτε τὸν ἐκείνου πατέρα, ἀλλά μοι δοκεῖ μὴ
πρὸς τί δὴ βλέπων ἐπελάβου τοῦ περὶ ῥινὸς λόγου; ἐγὼ μὲν γάρ, ὅπως σε εὐφραίνοιμι, τοῦτο ἔγραφον, ἔοικα δέ τις
εἶναι σκαιὸς καὶ ἀμαθής.
ὅρα οὖν, εἰ σοι καλῶς ἕξει δια- βῆναί τι ταυτησὶ τῆς ἀπαιδευσίας εἰς τὸν σὸν υἱόν· ὡς ἐγὼ μὲν ὧν κέκτημαι μεταδοῦναι πρόθυμος, εἰ δὲ τῷ λαμβάνοντι τὸ λαβεῖν οὐ βλάβος, Κρατῖνος ὁ καλὸς σκοπείτω.
ϥδ΄.
Λεοντίῳ. (359)
Τὴν δευτέραν οὑτοσί μοι δοὺς ἐπιστολὴν ᾤχετο ἐπὶ Φοι- νίκης. νῦν γὰρ ἐπανήκοντος ἔγνων, τότε δὲ ἐθαύμαζον οὐ προσιόντος. ζητοῦντι δὲ γράμματα πάλαι ἔφην ἐπεσταλκέναι, τῷ δὲ οὐ δώσειν. ἀρκεῖν γὰρ αὐτῷ τῆς Φοινίκης ἀπολελαυ-
κεναὶ.
προσκειμένου δὲ καὶ δεομένου μὴ τοιαύτην δίκην ὑποσχεῖν ἔδωκα τὴν ἐπιστολὴν βέλτιστον ἡγησάμενος τῇ τοῦ μὴ λαμβάνειν λύπῃ.
ϥε΄.
Παννυχίῳ. (359)
Ὅτι σοι μὴ οἷός τε ἐγενόμην ἐνταῦθα συμμίξας γενἐ- σθαι γνώριμος, ἐγκαλῶ τῇ διὰ τοὺς νέους ἀσχολίᾳ. καὶ σοὶ
δέ που τάχ’ ἴσως ἦν οὐκ ἀηδὲς ἰδεῖν τέ με καὶ διαλεχθῆναι πρὶν ἢ τῆς ἀρχῆς ἅψασθαι, διεκώλυσε δέ, οἶμαι, τὸ πλῆθος τῶν φροντίδων, ἃς ὑπὸ τῆς ἀρχῆς πρὶν ἐπιβῆναι τῶν πόλεων περὶ τὸν ὕπαρχον εἶχες.
ἔχει οὖν λόγον ἀλγοῦντας τῷ μὴ συγγεγονέναι χρῆσθαι τῷ δευτέρῳ <πλῷ> καὶ τοῦ
ἁμαρτόντας ἐπὶ τὰς κώπας χωρεῖν καὶ ἐπιστέλλειν.
οὕτω δέ σε ἐλπίζω φίλον ἕξειν καὶ τοῖς τε ἐμοῖς ἡσθήσεσθαι γράμ- μασιν αὐτόν τε εὐθὺς ταῦτα μιμήσεσθαι, ὥστε ὡς ἂν πάλαι συνήθης ἐν τοῖς πρώτοις γράμμασι καὶ χάριν αἰτεῖν οὐκ ὀκνῶ· ἃ γὰρ πρὸς παρόντα οὐκ ἂν ᾐσχυνόμην λέγειν, ἀδι-
κοίην <ἂν> μὴ γράφων.
Πελάγιος ὅτι μὲν γένους τε καὶ τῆς ἄλλης λαμπρότητος εἰς τὰ πρῶτα τελεῖ τῶν περὶ τὸν Εὐφράτην, κἂν αὐτὸν οἶμαι τὸν Εὐφράτην εἰπεῖν λαβόντα φωνήν, ἐμοὶ δὲ συνεφοίτησε καὶ ἐχαίρομεν ἀλλήλοις. ἐπῃνεῖτο δὲ μᾶλλον ὁ τοῦδε τρόπος, οὐ γὰρ ἀρνήσομαι νομίζων καὶ
καὶ δῆτα αὐτῷ συνηυξήθη τὸ τῆς ἐπιεικείας, ἣν οὐχ ἧττον Σύρων ἐγνώκασι πάντες δι’ ὅσων ἦλθεν, ἦλθε δὲ διὰ πλείστων, ἡνίκα ἐπρέσβευσε καὶ κατεσκεύασε τοῖς αὑτοῦ τρόποις δόξαν τὴν ἀμείνω τῷ γένει. ὥστε μοι πάντως ἂν ἐν
δημοκρατίαις καὶ στεφανωθῆναι δοκεῖ τοῦτο εὖ πεποιηκώς.
τὸ δὲ μέγιστον, ἀγχίνοιαν γὰρ καὶ πρᾳότητα τοσαύτην ἑκα- τέραν ἐπ’ ἄλλου του συνελθοῦσαν οὐκ οἶδα, καίτοι τὸ μὲν ἡσύχιον πῶς οὐκ ὀξὺ λογίσασθαι; τὸ δὲ ὀξύτερον ἐπιεικῶς καὶ ταραχῶδες. ἀλλ’ οὗτός γε ἐκέρασεν ἄμφω καὶ συνοικεῖν
ἔπεισεν ἡσυχίαν γνώμης μετ’ εὐβουλίας κεκτημένος, ἐντεῦθεν εὑρεῖν τὸ δέον οὐδενὸς ὕστερος, τῷ δὲ ἑτέρῳ πάντως κράτιστος, λόγου καὶ σιωπῆς καιρόν, εἴπερ τις, ἐπεγνωκώς, ἄρχοντα ἀγα- θὸν μὲν ἐπαινέσαι, τοῦ δὲ οὐ τοιούτου φείσασθαι <εἰδώς>, κτήματα τὰ πατρῷα μὲν διαφυλάττων, τὰ δὲ τῶν πλησίον οὐ
περικόπτων.
αὐτὸς ἂν πρὸς ἄλλον εἴποις καὶ ταῦτα καὶ πλείω· τὸν γὰρ ναύτην οἶδέ που ὁ κυβερνήτης καὶ τοὺς χο- ρευτὰς ὁ κορυφαῖος. τοῦτον οὖν τὸν τοιοῦτον χορευτὴν οἶδα ὅτι δι’ ἐπιμελείας ποιήσῃ χάριν τε διδοὺς τοῖς χρηστοῖς, ἅπασι γὰρ τοῦδε μέλει, καὶ διδάσκων τοὺς ἀρχομένους, ὅτι ὅστις
ἀρετὴν διώκει, πρότερος παρὰ σοὶ τῶν ἐκείνην οὐκ ἀγαπών-
ἐγὼ δὲ ἔργῳ μὲν οὐκ ἀμείψομαί σου τὴν χάριν, οὐ γὰρ ἐν ἔργοις τά γε ἐμά, λέγων δὲ ἃ δεῖ περὶ τῶν σῶν ἔργων οὔποτε παύσομαι. ἐρῶ δέ, ὡς ἀξία γε τῶν τε πόνων ἐκείνων καὶ τῶν λόγων ἡ τύχη ἐκ μὲν μουσείων ἐπὶ τὸ βουλεύειν
ἐλθὼν ἐκράτεις καὶ ἐδείκνυς τὸν ῥήτορα, ἐκ δὲ τοῦ βουλεύειν ἐπὶ τὸ ἄρχειν ἥκεις καὶ πάρεδρος ἡ Δίκη.
ἡμεῖς μὲν οὖν σοῦ καὶ μεμνήμεθα καὶ συνευχόμεθα, σὺ δ’ ἡμῖν τοῦ προ- γόνου μεμνῆσθαι τοῦ Μίνω, μᾶλλον δὲ μεμνημένος διατε- λεῖς, ὅθεν ὤρθωται μὲν τὰ καιρῶν, ἡμῖν δὲ ἔστιν εἰπεῖν τι
περὶ σοῦ τοιοῦτον ὁποῖον ἐπεθυμοῦμεν.
ϥς΄.
Μοδέστῳ. (359)
Σὲ μὲν εἴη τὰ εἰωθότα ποιεῖν ταῦτα δέ ἐστι τε βεβαιοῦν καὶ σώζειν πόλεις καὶ μισεῖν συκοφάντας καὶ 15 βοηθεῖν ἀδικουμένοις· ἡμῖν δέ, ὡς μὲν ὁ κοινὸς λόγος, καὶ τὰ κοινὰ βλάπτεται, εἰ δὲ τοῦτο μεῖζον τοῦ ἀληθοῦς, ἀλλ’ ἐκεῖνό γε οὐ ψεῦδος, ὅτι τήν γε ἡμετέραν οἰκίαν ἀπολώλεκεν ἡ τελευτὴ τοῦ θείου.
τέθνηκεν, ὦ θεοί, τέθνηκεν ὁ πάντα ἄριστος Φασγάνιος, ὃν σὺ μάλιστα ἀνθρώπων ᾐδέσθης καὶ
ἐγὼ μὲν οὖν εὐξαίμην ἐκείνῳ τὴν αὐτὴν εὐθὺς ἐλθεῖν, ἐπεὶ δὲ τετήρημαι λύπη καὶ δάκρυσιν, εἰς μίαν ὁρῶ παραμυθίαν, σέ τε καὶ τὴν σὴν δύ- ναμιν ὧν νῦν τε ἀπολαύομεν ἀπόντος καὶ δῆλον ὡς μειζόνως,
ἡνίκα ἂν ἴλθης, ἀπολαυσόμεθα.
ϥζ.
Φλωρεντίῳ. (359/60)
Γλώττῃ μὲν τῇ αὐτῇ, γνώμῃ δὲ οὐ τῇ αὐτῇ τὰς ὑπὲρ τῶν φερόντων σοι πέμπομεν ἐπιστολάς, ἀλλὰ τῶν μὲν τὸν
ὄχλον οὐκ ἔχοντες διαφυγεῖν ἐπιστέλλομεν, οΙς ἂν μηδὲν γίγνηται δεξιόν, οὐ φροντίς ὑπὲρ δὲ ὧν παντὶ θυμῷ γράφο- γράφομεν, καὶ προστίθεμεν εὐχὰς τοῖς γράμμασι κἂν ἐκεῖνοι τῆς σῆς ἀπολαύσωσι ῥοπῆς, ἡμέτερον τὸ κέρδος.
ὧν οὑτοσὶ Μίκκαλος, μᾶλλον δὲ πρῶτος τῶν ἐν τούτῳ μοι τεταγμένων.
πατέρων τε γὰρ φύντες ἀλλήλοις φίλων ἐκληρονομήσαμεν τοῦδε τοῦ καλοῦ πολλά τε ὑπὲρ ἐμοῦ πεπονηκότος Ὀλυμπίου τοῦ Μίκκαλον τὸν ἀδελφὸν πλέον ἢ παῖδα φιλοῦντος αἰσχρὸν ἦν ἐμὲ μηδ’ ἀπὸ γραμμάτων τι συντελέσαι πρὸς τὴν ὁδὸν
πολλῶν γὰρ ὄντων ἃ ποιεῖ σοι τὸν παρὰ τῶν σπουδαίων ἔπαινον μάλιστα θαυμάζεται τὸ τοὺς πάλαι συνήθεις πρὸ τῶν τὴν
δύναμιν θεραπευόντων ἄγειν. ἀλλ’ ὅμως ταῦτα εἰδὼς κἀ- κεῖνό γε προσειδώς, ὅτι οὐδὲν ὀκνήσεις ἐν οἷς δεῖ Μίκκαλον εὖ παθεῖν, ὅπως ἔλθῃ τι τῆς τῶν πραττομένων αἰτίας εἰς τὰ ἐμὰ γράμματα, συνεφηψάμην τῆς παρακλήσεως.
ἔστι δὲ μέγιστον τῆς χάριτος τὸ περὶ αὐτὴν τάχος, ὑφ’ οἱ καὶ ἡ μι-
κρᾶ μείζων ἂν φανείη πολλάκις. μάλιστα μὲν γὰρ ἴδει καὶ οἴκοι καθημένῳ Μικκάλῳ προσελθεῖν τι τῶν τοῖς τοιούτοις πρεπόντων ἐπεὶ δὲ ἴσως βουλόμενος τῶν τιμῶν ἡγεῖσθαι τοὺς πόνους ἐπέταξας ὁδοιπορεῖν, ὅμως ἥκει. σὺ δὲ μὴ μέλλε. οἰήσεται γάρ, εἰ ταχέως ὑποστρέψειε, μηδὲ κεκινῆσθαι.
ἐν-
θυμοῦ δὲ πάντα ὁμοῦ, τὴν ἡλικίαν, ὡς ἄγαμος ἔτι, γῆρας μητρὸς καὶ ἐπιθυμίαν, τὴν Ὀλυμπίου γνώμην, ὡς ἀνθ’ ἑαυ- τοῦ τοῦτον εὔξατο κληθῆναι πατέρα.
σύμπραξον οὖν, ὦ γενναῖε πρὸς τὴν διαδοχὴν τοῦ γένους, ὡς ἐμὸν μὲν εὐτρε- πίσαι τὴν νύμφην, σὸν δὲ ἀποπέμψαι λαμπρόν τε ἡμῖν καὶ
ὀξέως τὸν νεανίσκον. ἐρῶ γάρ, ὡς ἂν πρέψαι νυμφίῳ, κἂν ἡ κεφαλὴ μὴ συγχωρῇ.
ϥη΄.
Σπεκτάτῳ. (359/60)
Εἰ ᾔδεσαν οἱ ἄνθρωποι, τίς σὺ πρὸς ἡμᾶς τὴν γνώμην, οὐκ ἄν με ἐκέλευον ὑπὲρ αὑτῶν σοι πέμπειν ἐπιστολάς, ἀλλὰ κἂν εἰ αὐτὸς ἐδεόμην αὐτῶν κομίζειν, ἀντεδέοντ’ ἂν μὴ γρά-
φειν ὡς εἰς βλάβην αὐτοῖς τοῦτο ἧξον. νῦν δὲ ἄλλα τε πολλὰ λανθάνει καὶ σὺ τοὐμὸν ἐν οὐδενὶ ποιούμενος.
καὶ ἦν μέν μοι διδάξαντι τὴν ἀλήθειαν Μίκκαλον σιγῆσαι, αἰσχυνθεὶς δὲ πλέον ὑπὲρ σοῦ τοῦ καταφρονοῦντος ἢ ἐμαυτοῦ τοῦ ἀπερ- ριμμένου τὴν ἄγνοιαν τὴν περὶ ταῦτα Μικκάλου μένειν εἰάσα
νομίζων ἔσεσθαί οἱ κέρδος τὸν τῆς ἀπάτης χρόνον. οὗτος δέ ἐστιν ὁ τῆς ὁδοῦ· ὡς ἐλθών γε καὶ δοὺς τὴν ἐπιστολὴν εὑρή- σει τὰ ὄντα.
πλὴν ἐκεῖνό γε οἶδα, ὡς, εἰ καὶ δι’ ἡμᾶς οὐ προσέξεις αὐτῷ τὸν νοῦν, ἀπ’ ἄλλης γε ἀνάγκης οὐδὲν ὅ τι οὐκ εἰσοίσεις. λέγω δὲ ἀνάγκην οὐ τὴν ἐπιείκειαν αὐτοῦ καὶ
τὸ δεῖν ἢ τιμᾶν τοὺς τοιούτους ἢ κακίας ἐνέχεσθαι δόξῃ, πολλοῖς γὰρ οὐκ ἐν πολλῷ τὸ τοιοῦτο λόγῳ, ἀλλ’ οἶσθα τὸν τοῦδε ἀδελφὸν τὸν δεινὸν μὲν εἰπεῖν, δεινὸν δὲ πρᾶξαι, εἰδότα
τούτου τὰς βροντὰς οἶδ’ ὅτι δείσεις, καὶ γαλήνην σαυτῷ παρασκευάζων ἀνθ’ ἁπάντων ἀξιώσεις γενέσθαι Μικκάλῳ.
ϥθ΄.
Θεμιστίῳ. (359/60)
Νῦν ἔδει πεπληρῶσθαι τὴν σπουδὴν Ὀλυμπίῳ διὰ σοῦ καὶ γράμματα πρὸς μὲν ἡμᾶς ἐκεῖθεν φοιτᾶν μηνύοντα τὸ ἔργον, πρὸς δὲ σὲ παρ’ ἡμῶν ἐπαινοῦντα τὴν προθυμίαν, ἀλλ’, ὁρᾷς, πάλιν ὑπὲρ τῶν αὐτῶν ἐπιστολαί.
πόθεν δὴ
τοῦτο; οὔτε γὰρ σύ γε ἀργὸς ἐν φίλων χρείαις οὔτε ἄπεστι τὸ δύνασθαι τήν τε παροιμίαν οὐκ ἂν δεῖσαι φαίης, ἥ φησιν ἀνόητον εἶναι δειλοὺς εὖ ἔρδειν
οὐ γὰρ τούτων γε Ὀλύμ- πιος, ἀλλ’, εἴπερ τις, ἀγαθὸς χάριτός τε ἀπομνημονεῦσαι καἰ τηρῆσαι καιρὸν ἀμοιβῶν καὶ σπεῦσαι λαμπρότερον ἀποδοῦναι.
πραττέσθω δὴ νῦν, εἰ καὶ μὴ πρότερον.
δύο δέ σοι τῶν πραγμάτων διδάσκαλοι, γράμματά τε ἐκεῖνα, ἐν οἷς διηγού- μην τίνων τε ἦν καὶ πῶς ἐκτήσασθε τὸν ἄνδρα, διείλεγμαι δὲ καὶ πῶς ἀδικεῖται καὶ τί δεῖ σε κωλῦσαι.
εἰ δὲ μήτε
ρ΄.
Μοδέστῳ. (359/60)
Οὗτος μὲν δὴ ἄεθλος εἰς καλὸν ἐτελεύτησε τῆς τοῦ κυβερνήτου τέχνης κρείττονος γενομένης τῶν ἀγρίων πνευ- μάτων.
ἄγε δὴ καὶ τὴν Ἀλεξάνδρου πόλιν ὄρθωσον ἡμῖν ἐπειγομένην εἰς ὄλεθρον, ὅπως οἱ μὲν σώζωνται, περὶ σοῦ δὲ ὑπάρχῃ τοῖς δυναμένοις λέγειν ὑψηλὰ λέγειν.
ὡς ἴδει
σε δύνασθαι καὶ τοὺς οἰχομένους εἰς φῶς ἄγειν· πάντως γὰρ ἂν ἡμῖν πρῶτον τὸν θεῖον ἀνέστησας.
ρα΄.
τῷ αὐτῷ. (369/60)
Οἱ πρώτην αἰτοῦντες χάριν δι’ αὐτὸ τοῦτο λαμβάνειν
ἀξιοῦσιν, ὅτι πρώτην αἰτοῦσι, παρακαλοῦντες εἰς συμμαχίαν παροιμίαν δή τινα τὴν περὶ τῆς πρώτης χάριτος.
ἐγὼ δὲ τῷ πολλὰς εἰληφέναι πρόσθεν καὶ νῦν δὴ λαβεῖν ἰσχυρὸν
ἀνηλωμένων..
τί οὖν αἰτοῦμεν; ἀλλ’ ὅπως μή μου μέμψῃ τὸ προοίμιον ὡς μακρὸν ὑπὲρ μικρῶν· τῇ φύσει μὲν γὰρ ὃ δώσεις οὐ μέγα, τῇ δὲ τῶν λαμβανόντων ἡδονῇ μέγα. σκόπει δέ.
Ζηνόβιος γίνεταί μοι διδάσκαλος, παρ’ ἡμῖν μὶν οἰκῶν, ὢν δὲ ἐξ Ἐλούσης, ἀνεψιὸς Ἀργυρίου τοῦ πάνυ καὶ τῶν νῦν
ἐν ἡμῖν λόγων, εἰ δή τινες ἐν ἡμῖν, πατὴρ ἐκεῖνος. ζῶντά τε οὖν ἐθεράπευον τὸν ἄνδρα καὶ τεθνεῶτα διὰ τῶν οἰκείων αὐτοῦ ἐκείνου πειρώμενος αὐτοῖς εἰς ὅσον ἔξεστι βοηθεῖν.
ἥκει δὲ καὶ νῦν καιρὸς βοήθειαν ἀπαιτῶν, σὺ δὲ δίδως τὸ δύνασθαι· τὸν γὰρ ὁμώνυμον ἐκείνῳ τουτονὶ καὶ συγγενῆ τε-
ταγμένον εἰρήνης φύλακα καὶ μάλιστά γε φρουρήσαντα τὴν πόλιν ἐκβάλλει τις ἐπιθέμενος τῆς τάξεως. τὸ δὲ ὅπως, ἐγὼ μὲν οὐκ ἐρῶ, σὺ δὲ ὁρᾷς.
δέομαι δὴ τὸν ἐκβαλόντα ἀδί- κως τοῦτο παθεῖν δικαίως, ὅπως ἐγώ τε ποιοίην τὰ δίκαια πρὸς τὸν ἀπελθόντα παιδευτὴν τήν τε τούτων πενίαν μὴ
ἐλαύνωσιν οἱ δυνατώτεροι.
βελτίων δὲ ἢ πρόσθεν οἶδ᾿ ὅτι φανεῖται Ζηνόβιος τῇ παρὰ σοῦ ψήφῳ τὴν ἀρχὴν κεκομισμένος.
ρβ΄.
Οὐρβανῷ. (359/60)
Ἐπὶ τὸν σὸν παρακαλῶ σε δρόμον παρακαλῶν σε τοῖς ἠδικημένοις ἀμύνειν. ἠδίκηται δὲ οὑτοσὶ Ζηνόβιος τῆς μὲν εἰρήνης ἐν Ἐλούσῃ προστὰς ἀκριβῶς, ἐκπεσὼν δὲ τῆς χώρας
ὑπ’ ἀνδρὸς εἰδότος τὰ τοιαῦτα ὠνεῖσθαι.
ἀλλὰ σὺ μὴ πε- ριίδῃς μήτε τοῦτον ἐλαττούμενον μήτ’ ἐμὲ καταγελώμενον, ὃς τούτου τε κήδεσθαι δοκῶ καὶ παρ’ ὑμῖν δύνασθαι. κἂν ἀπο- δῷς αὐτῷ τὴν χώραν, καὶ τὸν ἡγεμόνα αὐτῷ προσκατασκεύα- σον πρᾷον ἢ παρόντι διαλεχθεὶς ἢ γράψας ἀπόντι· ὡς κρεῖτ-
τόν γε μηδενὸς τυχεῖν ἢ μετὰ τῆς ἔχθρας ἐκείνου τυχεῖν.
ργ΄.
Λεοντίῳ. (359/60)
Ὄντως σὺ τοῦ χρυσοῦ γένους, ὅστις οὕτω χαλκοῖς οὖσι τοῖς τῶν φίλων λόγοις ἐν τοῖς σαυτοῦ γράμμασι περι-
τήκεις χρυσόν, οἷόν τι τὸ τοῦ παρ’ Ὁμήρῳ χρυσοχόου τοῦ περὶ τὴν βοῦν τοιοῦτόν τι ποιοῦντος. οὐ γὰρ ἐκείνῃ χρυσᾶ τὰ κέρατα ἦν δεξάμενα δὲ χρυσὸν τῇ τοῦ Λαέρκους τέχνῃ
καὶ σὺ πλεῖστον ἀπέχουσι τοῖς ἡμετέροις χρυσοῦ χρυσὸν περιχεῖς Ἀφροδίτῃ δὴ τοὺς παρεικάζων οὕς ἐγὼ Οερσίτῃ.
καὶ πρᾶγμα δὴ κινδύνου γέμον διὰ φιλίαν ὑπομένεις ὥσπερ ὁ Θησεύς. ὅτι μὲν γὰρ
ἐμοῦ ταῦτα ἐγνωκότος περὶ τῶν ἐμαυτοῦ σὺ ψηφιζόμενος ἐκεῖνα τοὺς πειθομένους ἐξαπατᾷς, δῆλον· ἃ δὲ τῷ Σόλωνι δοκεῖ περὶ τῶν φενακιζόντων, οἶσθα.
ἐγὼ δὲ τὸ σὸν ἀσφα- λέστερον τῶν εἰς ἐμαυτὸν ἐπαίνων τίθεμαι. καὶ γὰρ εἰ τοῦτο ἥδιον, ἀλλὰ βέλτιον ἐκεῖνο.
ἢ οὖν ὅλως ἀπόστηθι τοῦ
μείζω λέγειν ἤ, εἴ σε τὸ ἐρᾶν προσάγει ταῖς ὑπερβολαῖς καὶ οὐκ ἂν δύναιο μὴ λέγειν, σὺ δ’ ἀγάπα πρὸς ἡμᾶς τούτῳ χρώμενος, οὓς οὐκ ἂν ἐξαπατήσαις· ὅταν δ’ ἄλλοις διαλέγῃ, τίμα τὸ μέτριον. καὶ οὕτω σαυτῷ τε χαριῇ καὶ οὐκ ἐνέξῃ τῷ νόμῳ.
ρδ΄.
Αητοΐῳ. (359/60)
Τοῦ συλλόγου μετέχων, ὃς ὑπὲρ μεγίστων ἤθροιστο πρός τινα τῶν ἡμῖν ἐπιτηδείων, εἶναι μέν σοι παρ’ ἡμῖν ἀδελφι- δοῦν ἔφασκες καὶ γράψαι γε ἐθέλειν ἐκείνῳ τε καὶ ἐμοὶ
ἀλλ’ ἡμεῖς γράφομέν τε καὶ πέμπομεν τὸν παιδαγωγόν, ὃς οὐκ ἐᾷ γράφειν μακρά. ὃν γάρ, εἰ καὶ πολλὰ τὸν νέον ἐπῄνουν, ἠρώτας ἄν, εἰ ταῦτα ἀληθῆ, τούτῳ βέλτιον ἀφεῖναι τὸν ὑπὲρ τούτων λόγον.
ρε΄.
Μοδέστῳ. (359/60)
Οὐ φεύγω φίλους ἐν ταῖς ταραχαῖς, ὃ ποιεῖν εἰώθασιν οἱ πολλοί, πολλοῖς δέ γε καὶ μὴ φίλοις παρέστην θορυβου- μένοις, ὥστε μοι τοῦτο γενέσθαι φιλίας ἀρχὴν πρὸς αὐτούς.
Πιέριος δὲ πάλαι τέ μοι συνήθης καὶ νῦν ἐν σπουδῇ, κἂν
πλείους αἰτίας λάβῃ. τῶν γὰρ ἑτοίμως διαβαλλόντων πιστό- τερον ἡγοῦμαι τὸν παρελθόντα χρόνον, ἐν ᾧ πολλῷ γεγονότι μᾶλλον ἐφάνη δόξης ἢ χρημάτων ἐπιθυμῶν.
εἰ μὲν οὖν ὅστις ᾐτιάθη καὶ ἐξελήλεγκται, πονηρὸς μὲν οὗτος, φεύγει γάρ, πονηρὸς δὲ ἐγὼ φεύγοντι βοηθῶν· εἰ δὲ ἤδη τις καὶ
φεύγων ἀπέφυγε καὶ διώκων ἐκολάσθη, δεινὸν οὐδὲν τοῖς ἐν αἰτίαις συλλαμβάνειν τοὺς φίλους· ὡς ἐν δικασταῖς δικαίοις ἕξουσιν ἀνελεῖν τὰς αἰτίας.
σὺ δὲ κἂν συνεύξαιο τοῖς ἐν ἀρχαῖς ἐξητασμένοις φανῆναι χρηστούς, ὅπως εἶναι δοκῆς ἀγαθῶν ἀμείνων, οὗ τοὐναντίον οἱ κακοὶ σπεύδουσι νομίζον-
τες ἐν ταῖς ἑτέρων αἰσχύναις αὑτοὺς συσκιάσειν.
ρς΄.
Λεοντίῳ. (357/58)
Ἑταῖρος ἐμὸς ὁ ὑμέτερος ἄρχων, καὶ πεπίστευκά γε κέρ- δος μὲν ὑμῖν ἔσεσθαι τὴν ἀρχήν, δόξαν δὲ ἐμοί τε καὶ τούτῳ.
τὰ μὲν οὗν ἄλλα μετὰ τῶν ἄλλων κερδανεῖς, τῶν δ’ ἄλλων πλεονεκτήσεις, ἡνίκ’ ἄν σου διώκῃ τοὺς λόγους. οὗ μὲν γὰρ αὐτὸς ἐρᾷ, τοῦτο παρὰ σοί, πηγαὶ δεινότητος οὗ δὲ σὺ χρῄ- ζεις, τοῦτο παρὰ τῷδε, κρίσις ἐν ἀκροάσει σὺν ἐπιστήμῃ.
χρῶ τοίνυν τῷ πνεύματι καὶ πέτασον τὰ ἱστία τῆς νεώς,
εἰ δὲ βούλει, τὰς πτέρυγας τοῦ κύκνου.
ρζ΄.
Φιλαγρίῳ (357/58)
Τὸ τῆς Ἀμαλθείας ὑμῖν ἀφῖκται κέρας, Εὐθήριος ὁ πάντα ἀγαθός. ἃ γὰρ σὺ τὴν Ἀρμενίαν, εἴπερ ἦρχες, ἐποίη-
σὰς ἄν, ταῦτα χρὴ προσδοκᾶν εἰς αὐτὴν ἔσεσθαι καὶ παρὰ τοῦδε, ἐν ᾧ λόγοι τε ῥητορικοὶ καὶ πρᾳότης ἤθους καὶ δι- καιοσύνης ἄσκησις καὶ δόξης ἐπιθυμία, δι’ ἅ μοι δοκεῖ καὶ βασιλεὺς ἐπιστῆσαι πόλεσιν ἃς οἰκεῖσθαι καλῶς τῆς βασιλείας ἐστὶν ἀσφάλεια.
ἐρομένῳ δέ με, τί κάλλιστον ἐπὶ τῆς ὑμε-
τέρας ὄψεται, Φιλάγριον ἔφην καὶ διῆλθον ἃ σύνοιδά σοι,
καὶ σὺ μέντοι τὸ κάλλιστον ὁρᾶν νόμιζε τῆς Μεγάλης πόλεως. καὶ γὰρ εἰ οὗτος σεμνύνειν αὐ- τὴν ἐθέλων πολλῶν εἶναί φησι δεύτερος, μὴ λανθανέτω σε πλούτῳ μὲν πολλῶν ἡττώμενος, κάλλει δὲ ψυχῆς ἔχων κρατεῖν.
ρη΄.
Μοδέστῳ. (359/60)
Εὐδαίμων ὅσου μὲν Ἑλλήνων παισὶν ἄξιος, ὅπως δὲ ἡμῖν φίλος, ὅτι δὲ τοῖς σοῖς ἀγαθοῖς χαίρων, οἶσθά τε καὶ πρὸς ἄλλον εἴποις ἄν. οὕτω δὲ ἔχων εὔδηλον ὡς κἂν εὖ
ποιήσαις τὸν ἄνδρα ἡδέως.
ῥᾳστώνη δέ σοι τοῦ πράγματος εἰς Αἴγυπτον ἐλθόντι. ἔστι μὲν γὰρ αὐτῷ πατήρ τε γέρων ἐν Πηλουσίῳ καὶ γένος εὐγενείᾳ μὲν οὐδενὸς ὕστερον, χρήματα δὲ αὐτοῖς δι’ ἐπιείκειαν οὐ πολλά.
τούτους ἂν ἰδεῖν ἐθε- λήσῃς, καλεῖν κελεύσας τοὺς Εὐδαίμονος οἰκείους ἐκείνοις τε
ἀρκέσεις καὶ ἡμῖν· ἡμῖν μὲν τετιμημένοις, ἐκείνοις δὲ <ἰσχυ- ρὸν> πρὸς ἀσφάλειαν ἔχουσι τὸ σὲ μὴ παρελθεῖν σιωπῇ. καὶ γὰρ εἴ τινων νῦν πειρῶνται χαλεπωτέρων, ὄψονται
εἶχον πλείω λέγειν, σὺ δὲ οὐκ ἐᾷς. οὗ γὰρ δεῖ βοηθῆσαι τοῖς Μουσῶν ἑταίροις οἷος Εὐδαίμων, οὐκ οἷσθα μέλλειν.
ρθ΄.
Δημητρίῳ. (359/60)
Οἷς μὲν ἐπέταξας εὔφρανας, οἷς δὲ ἔδεισας μή μοι πα- ράσχοις ὄχλον ἐλύπησας· οὐ γὰρ εἰδότος, ὅστις ἐγὼ περὶ τὴν σὴν οἰκίαν.
φεύγων οὖν τὸ μὴ λυπῆσαι κατέστης εἰς τὸ λελυπηκέναι, καὶ παραιτησάμενος οὐκ ἐν καιρῷ πρότερον νῦν
χρῄζεις ἀπολογίας ἐγκλήματός σοι τῆς παραιτήσεως γενομένης, ὡς ἔγωγε σοῦ κελεύθντος ἕτοιμος ἐγχειρεῖν, κἂν ὕδωρ, φασί παραρρέῃ. καὶ γὰρ εἰ πέτεσθαί με ἐθέλεις, πτερὰ μὲν οὐ φύσω, τῷ μὴ δύνασθαι δὲ ἀνιάσομαι καὶ μέμψομαί γε τὸν παρόντα χρόνον, ὅτι με μὴ δείκνυσιν ἕτερον Δαίδαλον.
ὃ
δὲ σοὶ νῦν γενέσθαι, τῇ μὲν τοῦ πράγματος φύσει ῤᾷστον, ὁ δὲ ἄνθρωπος ἀναβολαῖς φίλος, ἀλλ᾿ ὅμως οὐκ ἀποκνητέον.
ρι΄.
Μοδἐσrῳ. (359/60)
Οὔτε μὴ σὺ παραχθῇς φοβούμενος οὔτε μὴ φανῇ πο- νηρὸς Εὐπείθιος, ἔδωκα τὴν ἐπιστολὴν ὡς ἄν τις ἢ παραινῶν σοι προσέχειν τὸν νοῦν ἢ δεόμενος ἁλόντα ἀφεῖναι. ἀλλ’ ὃ
πέπονθα πρὸς τὰ τοιαῦτα φράσω.
ἐπειδὰν αἴσθωμαι συκο- φάντην ἄνθρωπον ἐπιεικεῖ προσπεσόντα καθάπερ χειμάρρουν, ἀλγῶ τὴν ψυχὴν καί που δακρύω καὶ συμπράττειν ὅ τι ἂν δύνωμαι προθυμοῦμαι. δύναμαι δὲ ἐπιστέλλειν, ᾧ καὶ νῦν χρῶμαι.
καὶ λέγω πρὸς ἄρχοντα ἀγαθόν, ὅτι Μητρόδωρον
εἴρωνα κρίνων ἴσως δικαίως προσέρριψεν Εὐπείθιος οὐ δι- καίως αὐτῷ θυμῷ πρὸς τὴν αἰτίαν ἐνεχθείς, οὐκ ἐλέγχων ἐλ- πίδι.
τεκμήριον δέ· τῶν γάρ, οἶμαι, πρὸς ἐκεῖνον ἐξητασμέ- νων ἤδη καὶ τῆς πρὸς τοῦτον ἐπιγενομένης ὀργῆς ἀνεμνήσθη ποτὲ καὶ προσέθηκε πρᾶγμα οὕτω πολὺ καὶ πρῶτον ἄν, εἰ μὴ
πλάσμα ἦν, ἐν ἐγκλήμασι φανέν.
ἀλλὰ τούτων μὲν ὁ διώ- κων δώσει δίκην, ὁ δὲ φεύγων ἔσται σῶς, οἶδα γάρ, τοῦ δὲ ἄγοντος ἀμφοτέρους ἀεί ποτε τὸν τρόπον ἐπαινέσας οὐδ’ ἂν εἰπεῖν, ὅπως νῦν ἠγάσθην, ἔχοιμι.
ὥσπερ γὰρ οὐ παρα- δώσων τοὺς ἀγομένους, ἀλλ’ αὐτὸς ὑφέξων λόγον προσελθὼν
ἐδεῖτό μου προσγράψαι τι περὶ αὑτοῦ βέλτιον, ὅπως, ἔφη,
τοῦτο ἔπεισεν Εὐσε- βίου με μνησθῆναι, πείσει δέ, οἶμαι, καὶ σὲ πρᾴως ἰδεῖν ἄν-
δρᾶ ἀφελῶς διακείμενον.
ρια΄.
Ἀρχελάῳ. (359/60)
Χάριν τὴν μὲν ἔχομέν σοι, τὴν δὲ αἰτοῦμεν. ὅτι μὲν γὰρ ἡδέως τε εἶδες τουτονὶ Κυριακὸν καὶ πρὸς ἅπαντα συνἐ-
πράξας καὶ οὐδὲν ἀργῶς ἐχαρίζου, διπλῇ γε ἐτίμας, τῷ τε ποιεῖν καὶ τῷ δι’ ἐμὲ φάσκειν τοῦτο ποιεῖν.
γενοῦ δὴ καὶ πρὸς τὰ δεύτερα ὅμοιος ἡμῖν, μᾶλλον δὲ καὶ βελτίων, ὅπως εἰδῇ σοι καὶ ἡ παροιμία χάριν, ὅτι αὐτὴν βεβαιοῖς. πάντως δὲ οὐ καινόν, εἰ μετὰ τῶν δικαίων Ἀρχέλαος ὁ καλὸς στήσεται
πάλαι ταύτην πεπορευμένος τὴν ὁδόν.
ριβ΄.
Θεμιστίῳ. (359/60)
Πολλοῖς ἐκέλευσέ με τῶν παρ’ ἡμῖν οὑτοσὶ Δωρόθεος γράφειν ἡγούμενος ἐκ πολλῶν ἀνδρῶν πολλῶν ἀπολαύσεσθαι
τῶν ἀγαθῶν· φανεῖσθαι γὰρ τὸν μὲν πρᾷον ἴσως, τὸν δὲ
ἐγὼ δὲ ἔφην πρὸς αὐτόν, ὡς οὐ πολλοῖς ἄρα δέοι γράφειν, ἀλλ’ ἑνί, πὰρ ᾧ τὰ πάντα. τί μὲν γὰρ ἡμερώτερον Θεμιστίου; τίς δ’ οὕτω τοὺς Τυνδαρίδας ἐν τῇ περὶ τοὺς ξένους σπουδῇ τιμᾷ παρὰ τῷ
δὲ τοσαύτη προθυμία; τί δ’ οὐχ ἧκεν εἰς τέλος ὧν ἥψατο;
ὁ δ’ ὡς ἤκουσε τοὔνομα, σκιρτήσας καὶ μειδιάσας τούτου μὲν ἔφησεν ἐπιθυμεῖν, μεῖζον δὲ αὑτοῦ τὸ πρᾶγμα διόπερ οὐκ αἰτῆσαι.
ἀλλ’ εὖ ἴσθι, καὶ τούτου Δωρόθεος ἄξιος καὶ ἔτι μείζονος. ‘ὲν δέ, οἶμαι, μεῖζον τῆς παρὰ σοῦ
ῥοπῆς, ἡ παρὰ τῶν θεῶν. ὧν εἰκότως ἂν εὐμενῶν τυγχάνοι τῆς εἰς φίλους ἀρετῆς εἵνεκα.
οὗτος γὰρ Ἀργυρίου ἡμῖν τὸν οἶκον, ὃν ἀγαπᾷς τε καὶ ὑφ’ οὗ θαυμάζῃ, σέσωκεν εἰς πάσας μὲν ἀνάγκας ἀχθείς, νικήσας δὲ καρτερίᾳ τὴν Φαλά- ριδος ὠμότητα, τὸ δ’ ἀποθανεῖν, εἰ συμβαίη, πρὸ τοῦ τὸν
ἑταῖρον ἀδικῆσαι θέμενος.
ζῇ μὲν γὰρ διὰ τὴν Τύχην, ὅτε δὲ ἐπ’ αὐτὸν ἐφέροντο τῶν πληγῶν αἱ νιφάδες καὶ ᾔκιζον τοὺς ὤμους, αὐτῷ τε καὶ τοῖς ὁρῶσιν ἐλπὶς ἦν, ὡς αὐτίκα δεήσει κεῖσθαι. λαβὼν δὲ ἔννοιαν, καὶ γὰρ τῶν παιδείας μετ- ειληφότων ἁνὴρ, οἵαν δόξαν ἐφ’ οἴοις ὑπὲρ φίλων κινδύ-
νοῖς ἐκτήσαντο τῶν παλαιοτάτων τινές, ῥήματι μὲν ψευδεῖ τὸν ἑταῖρον οὐκ ἀπώλεσε, τῇ δικαίᾳ δὲ ἀρνήσει τὸν μὲν ἐξ-
καἰ νῦν ὅταν χαίρῃς Ὀβοδιανὸν θεώμενος, τὸν Δωρόθεον παραβαλεῖν ὡς παρ’ ἐκείνου τοῦτον ἔχων τοῦ τὰ τῶν φιλο- σόφων δείξαντος ἐν ἑτέρῳ βίῳ. τίς ἂν οὖν ἦν οὗτος φιλο-
σοφῶν; καὶ γάρτοι τῆς πόλεως εὐεργέτης ᾄδεται. καὶ νῦν ὅτου ἂν οὗτος διὰ σοῦ τύχῃ, τετύχηκεν ἡ πόλις.
εἷχον μὲν ἕτερα μυρία λέγειν, ἐν οἷς ἐστι καὶ τὸ λόγων ἀκούειν τε ὡς ἥδιστα καἰ κριτὴν οὐ φαῦλον εἶναι, μικρὰ δὲ ἐπὶ μείζοσιν οὐκ ἂν βουλοίμην λέγειν, ἄλλως θ’ ὅτε σύ μοι περὶ ἐκείνων ἐπι-
στελεῖς.
ριγ.
Φλωρεντίῳ. (359/60)
Πόλλα τὰ πείθοντα ἦν, μᾶλλον δὲ ἀναγκάζοντα μένειν οἴκοι τὸν Ἀργυρίου παῖδα, χαίρει γὰρ οὕτω καλούμενος ἢ
ᾗπερ ὀνομάζεται· πρῶτον μὲν ὁ πατὴρ αὐτῷ πρὸς γῆρας ἥκων ὁπόσον οἷσθα καὶ παρέχων φόβον ὁποῖον εἰκὸς θαλλοφόρον ἔπειθ᾿ ὁ παῖς τὸ μὶν ἔτι λειτουργῶν, τὸ δὲ μέλλων. λήγει γὰρ ἁρματοτροφίας, βλέπει δὲ ἤδη πρὸς τὰ τῶν ὀρῶν ἔνθηρα.
μᾶλλον δέ, ἐκεῖνος μὲν εἰς βιβλία βλέπει τὸ σῶμα δὴ μό-
καὶ μὴν εἰ τό γε σῶμα τὴν αὑτοῦ ἔφερε ψῆφον, ἡσυχάζειν ἔδει ὡς ὄντος
δέους ἐν τῇ τοιᾷδε κινήσει παλαιὸν ἕλκος ἠρεμοῦν ἐπαναστῆ- ναι πάλιν. ἀλλ’ ἐνίκησε τὰς πολλὰς ἀνάγκας ἕν, Φλωρέντιος ὁ χρηστὸς καὶ τῆς ἀρετῆς φίλος
καὶ δεσμοὺς ἀπορρήξας οὑτοσὶ παρ’ ἐκεῖνον τρέχει νομίζων οὐκ ἂν ἡμῶν ὑπάρξαι τῇ πόλει λόγον, εἰ τοῦ μὲν οὐδὲν ἡμῖν προσήκοντος χώραν, ἣν
κατέχεις σύ, νῦν ἔχοντος πρεσβευταὶ τῶν ἄκρων ᾔεσαν, πο- λίτου δὲ ἡμετέρου, δέξῃ γὰρ εὐμενῶς τὴν κλῆσιν. τῆς τῶν βασιλείων προεστῶτος ἐπιμελείας ἔπειτα εἰς ἐλάττω κατῄει τὸ πρᾶγμα.
ὁ μὲν οὖν ἡμᾶς τε καὶ σὲ τιμῶν ἤκει, σὸν δ’ ἂν εἴη τοῦτόν τε καὶ τὴν πόλιν διὰ τούτου τιμῆσαι καὶ πεῖσαι
τὸν ἄνδρα ὡς εἰ ἐξωμόσατο, κακῶς ἂν ἐβουλεύσατο.
ριδ΄.
Δατιανῷ. (359/60)
Τὸ μὲν εἶναι μείζω πόλεως τῆς ἡμετέρας ἐκείνην καὶ πολλῷ γε μείζω καὶ καλλίω γε μᾶλλον ἢ μείζω καὶ τὸ μὴ
μόνον ἡμᾶς, ἀλλὰ καὶ πάσας νικᾶν τοῖς ἀπὸ τῆς θαλάττης δώροις, ταῦτα μὲν οὐκ ἔστιν ἀντειπεῖν, ὃ δὲ πεπόνθαμεν, οὐκ ἀποκρύψομαί σε.
δόξα τις ἦν ἐν ἡμῖν, ὥς σε ὁ θεὸς ἐκεῖνος ὁ ταχὺς μὲν διὰ τῶν πτερῶν, δυνατὸς δὲ διὰ τῶν βελῶν ἐπὶ τήνδε πλέον ἢ ἐκείνην εἴη κεκινηκώς. ποιεῖ δὲ τοῦτο κἀν
τοῖς τῶν ἀνθρώπων σώμασι. πολλάκις παρελθών τις γρυπὸν καὶ λευκὸν ἔδωκεν αὑτὸν μέλανι καὶ σιμῷ τοῦ Ἔρωτος, οἶμαι, τρυφῶντος ἐν τοῖς ἀτόποις.
καὶ ταύτην ἡμεῖς τὴν ὅ τι βούλει λέγε σὴν ἐρωμένην ἡγούμεθα, τὴν δὲ γρυπὴν ἐκείνην καὶ βασιλικὴν οὐκ ἠμελῆσθαι μέν, οὐ τοσαύτης δὲ εἶναι λαμ-
πάδος. καὶ ὡς οὐκ ἄλογος ἡ δόξα, μάνθανε.
εἴ τις δυοῖν γυναικοῖν τῇ μὲν πλείω, τῇ δὲ ἐλάττω χαρίζοιτο, περὶ ποτέραν μᾶλλον ἂν αὐτὸν ἐσπουδακέναι φαίης; ἆρ’ οὐ δῆλον ὡς εἰς ἣν ἡ δαπάνη μείζων, καὶ ὁ πόθος μείζων;
ἐμὲ τοίνυν,
στᾶσιν, οἱ ἀγροὶ κάλλους καὶ οὗτοι μετέχοντες. σὺ δ’ ἐπὶ τοσούτοις ἀναλώμασιν ἄλλοσε τέτραψαι;
ἂν ταῦτα λέγῃ μὲν ἡ πόλις, λέγῃ δὲ ὁ πρεσβευτής. ἐρεῖ δέ, καὶ γὰρ προσέταξεν ἡ πόλις, τί ἀποκρινῇ; λόγου μὲν ἴσως οὐκ ἀπορήσεις πόριμος ὢν ἐν ἀπόροις, ἀλλ’ ἡμῖν ἔργον μὴ λόγον
ἀκούειν, ὅντινα ἂν εἴπῃς, ἀλλ’ ὁρᾶν ἃ χρῄζομεν.
καὶ τὴν πρεσβείαν ἡγοῦ δύο ταῦτα ζητεῖν, πρῶτον μὲν ἡμῖν ἀποδοῦ- ναι τὸν αὐξηθέντα παρ’ ἡμῖν σωτῆρα, δεύτερον δὲ τὸν βασι- λέως Νέστορα. μὴ τοίνυν τὰς Ὀβοδιανοῦ λαμπρὰς ἐλέγξῃς ὑποσχέσεις, ὃς εἰπών, ὅτι σε πείσει πάντως, ἀπῆρεν.
ἀλλ’
ὅταν αὐτὸν ἐπαινέσῃς παρὰ τοῖς ἐκεῖ, καὶ τὴν ὅλην βουλὴν σεμνυνεῖς τῇ τούτου γνώμῃ, καλλίων γὰρ ὄντως ἁνὴρ τὴν
λαβόντες δὲ ἡμεῖς τὸν Καλ- λιόπης ἐπώνυμον, οὐ γὰρ ἂν ἀπολείποιτο τοῦ Δῖός ὁ
Δῖός ὄρνις, ὅτι μὲν σὲ πρὸ τῆς πατρίδος ἔθετο, φιλήσομεν, ὅτι δ’ οὐχ αὑτόν τε καὶ σὲ πάλαι πρὸς ταύτην ἐπανήγαγεν ἀπὸ τοσαύτης γλώττης, κατηγορήσομεν, τὸ τίμημα δέ, ἢν σὺ κελεύῃς, ἀφήσομεν.
ριε'.
Σπεκτάτῳ (359/60)
Τά τε ἄλλα με ἐτίμησεν ὁ θεῖος καὶ δὴ Λαὶ τελευτᾶν μέλλων ἕνα με τῶν κληρονόμων ποιεῖ τιμᾶν καὶ ταύτῃ νομί- ζων, ὁ δὲ ἄρα πολέμου μοι κατελίμπανεν ἀρχήν.
ἀλλὰ καὶ αὐτὸς εἶ τῶν τε ληψομένων τι τῶν τε ἤδη πολεμουμένων, ὥστ
τις αὐτῷ τὸ συμβησόμενον ἔσχεν εἰπεῖν. δοκεῖ μοι μήτ’ ἂν ἐμὲ τῶν ἀγρῶν μήτε σὲ τῆς οἰκίας μετὰ τὴν αὐτοῦ γυναῖκα καταστῆσαι κύριον εἰδώς, ὅτι κρείττων ἡμῖν ἡσυχία χρημά- των
ὁ γὰρ πολλὰ μὲ. λαβὼν διὰ τὸν αὑτοῦ πατέρα, δεινὸν δὲ ἡγούμενος εἰ μὴ καὶ πάντα, χρεῶν ὄγκον ἐπιφέρει τῷ θείῳ
πρότερον μὲν οὐ φανέντων. νῦν δὲ ἀναφύντων.
πολλὴ δὲ
κυίας λανθάνειν εἶτα νῦν ἀνελκυσθῆναι. ταῦτα δέ ἐστιν ἐμὲ μὲν τῆς γῆς, σὲ δὲ ἐκπεσεῖν τῆς οἰκίας.
ἔπειτα ἐλθὼν ὡς σὲ ταπεινὸς ἔσται καὶ πάντων ἀφεστάναι φήσει καὶ βοηθεῖν ἀξιώσει καὶ ζητεῖν οὐδὲν ἄλλο καὶ προσθήσει θεούς, οὓς κα- ταπίνει καθ’ ἡμέραν
ἀλλὰ σοὶ χρηστῷ τε ἔξεστιν εἶναι καὶ
μὴ φενακίζεσθαι μηδὲ προδοῦναι σαυτόν τε κἀμὲ καὶ τὰ ἀρέ- σκοντα τῷ κειμένῳ. πρὸς δὲ τοῦτο πολλαί τε ὁδοὶ καὶ παρατη- ρεῖν δεήσει μὴ γενέσθαι γράμματα αὐτῷ βασιλέως ἰσχυρότερα νόμων.
ρις΄.
τῷ αὐτῷ. (359/60)
Ἔστιν ἐν τοῖς στρατευομένοις ἀδελφὸς Ἡσυχίου, τὸν δὲ Ἡσύχιον τουτονὶ φίλον ἡμῖν οὐκ ὀλίγα ποιεῖ. διόπερ αὐτῷ καὶ χάριν αἰτεῖν καὶ λαμβάνειν ὑπάρχει. καὶ παρὰ τὴν μη- τέρα τὴν σὴν εἴσεισιν οὐχ ἧττον ἡ σὺ θαρρούντως.
καί
ποτε παρεκαθήμην μὲν ἐγὼ καὶ διελεγόμην αὐτῇ, ὁ δὲ ἐδεῖτο
γράφεν αὐτή, νομίζουσα τὸ μαθεῖν σε τῆς σιγῆς τὴν αἰτίαν ἴσον δυνήσεσθαι γράμμασι.
προθυμήθητι δὴ τὸν ἄνθρω- πον εὖ ποιεῖν· ὡς ἔστι γε βουληθέντι δύναμις.
ριζ΄.
Δομνίνῳ. (359/60)
Ἔδοξε Παιονίῳ καὶ νόμους προσλαβεῖν ἐγὼ δὲ οὔτε ἐκώλυσα παρ’ οὐ τε ἔστι τοὺς νόμους λαβεῖν ἔδειξα. καὶ γὰρ ἴδει με μισθὸν αὐτῷ τῆς ἐπιεικείας δοῦναι, δι’ ἣν ἐλύπησε μὲν οὔτε μικρὸν οὔτε μεῖζον ἐμέ, πολλὰ δὲ εὔφρανε κοὶ μικρὰ καὶ μείζω.
νομίζω δὲ καὶ τούτῳ τετιμῆσθαι τῷ κοινωνή-
σαντά μοι τῆς γνώμης εἶτα ἀπαίρειν· ὡς οἴ γε λαθεῖν ἐπι- χειρήσαντες ἠσέβουν ἐν τῷ φοβηθῆναι κώλυμα παρ’ ἡμῶν, εἰ προείποιεν, ἀλλ’ οὗτός γε ἄξιος εἶναι βουλόμενος τοῦ τε πα- τρὸς καὶ τοῦ πάππου φύσιν τε τὴν ἡμετέραν ἐπιγνοὺς ἐξέφηνέ τε ποιήσει καὶ κεκόσμηται τοῖς γράμμασι.
δεῖ δὲ σὲ οὐ
μαθητὴν μόνον, ἀλλὰ καὶ φίλον νομίσαι τὸν νεανίσκον καὶ τοῦτο δεῖξαι τοῖς ἀμφὶ σὲ πᾶσιν, ὅτι ἔστι τι παρὰ σοῦ Παιο- νίω πλέον.
ριη΄.
Εὐχρωστίῳ. (357)
Βοηθοῦ τοῦδε παῖς, ὄνομα καὶ αὐτῷ Βοηθός, τῶν τε ἡμετέρων ἐπιμελεῖται πραγμάτων καὶ τοῦ πατρὸς δι’ ἡμῶν ἑτοί- μως ὅ τι ἂν ἔχωμεν ὠφελούντων, αἰσχυνοίμην γὰρ ἄν, μᾶλλον
ἐκεῖνος ἔσται τοῖς ἐμοῖς χρήσιμος ἢ ἐγὼ τοῖς ἐκείνου κἂν ἄλ- λος ἐμὴν χάριν συλλάβῃ τῷ γέροντι.
νῦν τοίνυν δεῖται μὲν τῆς ἐμῆς χειρὸς οὑτοσί, μᾶλλον δὲ φωνῆς. πιστεύει γὰρ γράμμα κομίσας ἐμὸν οὐ περιοφθήσεσθαι, καὶ ἴσως γε εἰκότως. οὐ γὰρ πολλοὶ παρὰ σοὶ πρὸ ἡμῶν.
ἃ μὲν οὖν
ἀδικεῖται καὶ ὑπὸ τίνος, αὐτὸς διηγήσεται, σὺ δ’ εἴτ’ ἐκ διαί- της εἴτ᾿ ἐκ δικαστηρίου δεήσειε, δεῖξον, ὡς οὐδὲν ἔλαττον Φοινίκη τοῦ Φοίνικος ἕξει Βοηθός. ἐκ δὲ τῶν αὐτῶν ἐμοί τε χαριῇ καὶ Ζηνοβίου μεμνῆσθαι δόξεις, ᾧ συγγενὴς οὗτος.
ριθ΄.
Γαϊανῷ. (357)
Τὸ δὲ σὲ πάντα ἄγειν ἔχοντα τῇ δυνάμει τῶν λόγων ἐν μὲν τῷ δικαστηρίῳ μηδένα συκοφαντεῖν μηδενὸς ἕνεκα χρυ- σίου, πρὸς δὲ ἐμὲ τοῦτο ποιῆσαι καὶ ταῦτα ἐπ’ οὐδενὶ μισθῷ τί χρὴ νομίσαι;
ἀλλὰ μὴν ὡς οὐκ ὀρθῶς ἐπελάβου μου τοῦ
χωρεῖν, ἀφῆκα.
τῆς δ’ ὑστεραίας σὲ μὲν εἶχε τὸ δικαστή- ριον, ἐμὲ δὲ τὸ διδασκαλεῖον. καὶ συστείλας εἰς ὅσον ἐξῆν τῆς συνουσίας τὸ μῆκος ἔδραμον ἐπὶ τὰς ὑμετέρας κιγκλίδας δι- ψῶν τῆς ἀκοῆς καὶ τέμνων μετὰ θορύβου τὸν ὄχλον. εἶτα σοῦ μὲν οὐχ ὑπῆρχεν ἀκούειν, ἐπέπαυσο γάρ, περὶ δὲ σοῦ πολλὰ
καὶ καλὰ ῥητόρων ἐπαινούντων ῥήτορα, φθονεῖν γὰρ οὐκ εἴας πολὺ νικῶν.
τῇ μετ’ ἐκείνην πάλιν ἕωθεν ἦλθον, ἀλλ’ οὔ- πω ἦν ὁ ἄρχων ἐνεργός, ἐμὲ δὲ ἐκάλουν οἱ νέοι. σὺ δὲ ἠγω- νίζου καὶ αὖθις ἤκουον, ὡς εἴποις, καὶ ἤλγουν καὶ τῆς ἀνάγ- κἠς κατεβόων.
τί δεῖ τὰ πολλὰ λέγειν; ἔτυχες τῆς ψήφου
πρὶν ἐμὲ τῆς ἐπιθυμίας. ἀλλ’ ὅμως ἐν τοῖς τετυχηκόσι πρὸς τοὺς ἄλλους ἐμαυτὸν ἠρίθμουν, ὥσπερ οἷς συνέβη πρὸς μὲν Ηλιν ἐλθεῖν, τὸν Δία δὲ οὐκ ἰδεῖν, αἰσχυνομένους δὲ φάσκειν ἰδεῖν.
τοῦτο δὴ καὶ αὐτὸς ἐπεπόνθειν, καὶ περὶ τὸν Εὔ- βουλον οὐκ ὀλίγων καθημένων, ἐν οἷς ἐγώ τε καὶ σύ, γιγνο-
μένων τινῶν ἐγκωμίωι κατὰ σοῦ καὶ πρὸς ἐμὲ τῶν ἀνθρώ-
τοῦτ’ εὐθὺς μὲν οὐκ ἐδυσ- χἐρανας, οὐ γοῦν ἔδειξας, ἀπελθὼν δὲ ὕβριν ἐκάλεις, οὐ γάρ
με ἔλαθες. τί δὴ τὸ τὴν ὕβριν ἔχον, εἰ μήτε τὸ ἐπαινεῖν ὑβρίζειν ἐστὶ μήτε τὸ δυστυχίαν ὁμολογεῖν;
ἀλλ’ οὐ συν- διετρίψαμεν ὁπόσον εἰκός, καὶ τοῦτο ἐγκαλεῖς. κοινή γε ἡ ζημία. ἀλλά τοι βέλτιον σὲ μὲν τῆς ἐμῆς ἀσχολίας κατηγο- ρεῖν, ἐμὲ δὲ τῆς σῆς, ἀλλήλων δὲ ἡμᾶς.
ἀλλ’, ὦ βέλτιστε καὶ
χρηστὲ Δημοσθένους ἀπόγονε, μὴ ταύτῃ κρῖνε τὰς φιλίας, ἀλλ’ αὐτῶ τῷ φιλεῖν· ὡς πολλοὶ συμπίνοντες ὁσημέραι κἂν τοῦ αἵ- ματος ἀλλήλων ἡδέως πίοιεν.
σὺ δ’ ἄλλους ἀφεὶς Ἀβυδη- νοὺς εἶναι φύλαττε τοὺς σαυτοῦ τρόπους καὶ τοῦ γε μὴ μετα- βεβλῆσθαι δεῖγμα παρέχου τὸ Βοηθὸν τουτονὶ μὴ πολλῶν
ἐᾶσαι δεηθῆναι ὁ δὲ καὶ Ζηνοβίου τοῦ πάνυ συγγενὴς καὶ ἡμῖν ἐπιτήδειος καὶ γέρων, ὡς ὁρᾷς, καὶ ἀδικεῖται
ρκ΄.
Μακεδονίῳ. (359/60)
Ἀλλ᾿ ὑμῖν μὶν οἱ γάμοι χωροῖεν κατὰ νοῦν Δῖός τε γα- μηλίου καὶ τῆς Δῖός θυγατρός, ἧς ἔργα γάμου, διδόντων τὴν
ἀγαθὴν τῇ συζυγίᾳ τύχην, ἡμῖν δὲ νῦν οὔπω καιρὸς ἐπὶ τοι- αὐτὰ φοιτᾶν. ἡ τάχα ἂν ἦμεν οὐ τῶν δειπνούντων μόνον, ἀλλὰ καὶ τῶν ᾀδόντων φίλου μὲν ἐκδιδόντος ἀδελφιδῆν, φί- λου δὲ ἀγομένου τὴν κόρην.
ἀλλ’ ὅπερ ἔφην, μέχρι τοῦ συνεύξασθαι πόρρωθεν κοινωνοῦμεν τῶν δρωμένων· τοσοῦτο 10 γὰρ ἔξεστιν.
ρκα΄.
Ἀκακίῳ. (359/60)
Ἐψεύσω μέν, ἀλλ’ ὁ παῖς σοι τῷ ψεύδει γεγένηται βελ- τίων, τῷ δὲ τοιούτῳ ψεύδει κἀν τῇ Πλάτωνος πόλει χώραν
ὁρῶμεν οὖσαν.
ἐγὼ δὲ Τιτιανὸν ἀεὶ μὲν ἰδεῖν ἐπόθουν, εἷναι δὲ ἐν φαυλοτέροις ὄντα παρὰ τῷ πατρὶ καὶ τοῖς ἐκείνου
χρυσῆν δὲ εἰ φαίην γεγονέναι τοῦ νεανίσκου τὴν ψυχὴν τοσαῦτα κάλλη δεξαμένην, τιμήσαιμ’ ἂν τὸν χρυ- σὸν αὐτὸν καί, εἰ βούλει γε, τὸν Κολοφώνιον.
ἐνθυμοῦ- μαι δέ, τίς ἂν ἦν ἡ συλλογὴ τοῦ θέρους ὑμῖν αὔρας ἔχον-
τος, ὁπότε ἐν τοσούτῳ πνίγει τοσαῦτα ἤθροισται, ἃ σοῦ τε κα- ταλέγοντος οὐκ ἠπίστουν εὗρόν τε κάλλιον ἐν τῷ τόκῳ τῶν λόγων, οὓς Τιτιανὸς μὲν τίκτει γενναίους, ἔσονται δὲ οἱ κα- λέσοντες κακοὺς οὐκ ὀλίγοι μὲν ἀμαθίᾳ, πλείους δέ, οἶμαι, φθόνῳ.
ρκβ΄.
Νικεντίῳ. (359/60)
Παρεκελεύου μοι μεμνῆσθαί σου γράφων. τί οὖν οὐ παρεκελεύου μοι καὶ ἐμαυτοῦ μεμνῆσθαι; εἰ δὲ τοῦτο ἡγῇ πε- ριττόν, καὶ περὶ ἐκείνου τὴν αὐτὴν ἔχε δόξαν· ὡς ἔγωγε, ὅταν
ἐμαυτοῦ, τότε ἐπιλήσομαι καὶ σοῦ τοῦ πολλοῖς τε καὶ καλοῖς ἔργοις ταῖς ἡμετέραις ψυχαῖς μνήμην ἐντήξαντος, ἣν οὐδέ, εἰ τύραννος προσέταττεν, ἐκβαλεῖν ἴσχυεν ἄν.
ἀλλὰ καὶ τότ’
τιμαὶ τοῖς ἐν τέλει καὶ δήμοις ἡδοναὶ καὶ παρὰ πάντων ᾠδαὶ κατὰ τὴν αὑτῶν μουσικὴν ἀμειβομένων ἑκάστων. ἤδη δέ τις καὶ γονεῦσιν οἴκοι τραχυτέροις χρησάμενος ἡμερώτερον εὗρε τὸν τὴν ἀρχὴν ἔχοντα
τούτων μεμνήμεθα, ταῦτα ἐπιζη- τοῦμεν, οὐκ ἄνευ τοῦ προσδοκᾶν. ὁ δ’ οἰόμενος ὑπὸ τῆς Τύ-
χης γενέσθαι τὸν καιρὸν ἐκεῖνον λεῖον ἴστω κοσμῶν, οὐ ψέ- γων, εἰ μὴ καὶ τῷ Τηλεμάχῳ συμπλεῖν τὴν Ἀθηνᾶν κατευθύνουσαν ὄνειδος ἦν.
ρκγ΄.
Εὐσταθίῳ. (359/60)
Οἱ λέγοντές με πλεῖστον ἀφεστάναι λόγων ἐμοὶ μὲν ταὐτὰ φθέγγονται σοὶ δὲ ἀντιλέγουσιν. ἐγὼ μὲν γὰρ οὐδεπώποτε
εἰ δὴ σὺ μὲν θεῖος καὶ τοῦτό φασιν οἱ θεοί, μάχονται δ’ ἐκεῖνοι τῇ ψήφῳ τῇ σῇ, τίνες ἂν εἶεν, σκόπει θαυμάζω δὲ αὐτῶν εἰ ἐμὲ μὲν ἡγοῦνται τύχη μὲν ἠνθηκέναι πάλαι, γήρᾳ δὲ ἀπεσβηκέναι νῦν, αὐτοὶ δὲ ἐξ ἀφανείας πολ-
λῆς νυνὶ σοβοῦντες οὔτι οἴονται τύχῃ κεχρῆσθαι τῇ μικρὸν ὕστερον ἀποπτησομένῃ.
ἐμὲ μὲν οὖν τούτων οὐδὲν δύνα- ται δάκνειν, εἰ δὲ ἤλγουν, εἶχον ἄν. ὅθεν ἂν παραμυθίαν ἀγάγοιμι· πολλοῖς γὰρ ἐμοῦ βελτίοσι τὰ τοιαῦτα ἐπέθετο στό- ματα, σοὶ καὶ τῷ σῷ διδασκάλῳ καὶ τῷ ’κείνου καὶ ἔτι γε
τῷ ’κείνου.
σὺ μὲν οὖν ὡς ἂν φιλοσόφων ὁ δοκιμώτατος εὔχου τῇ Δίκῃ μεταβαλεῖν αὐτοῖς τὸν τρόπον, ἐγὼ δὲ ὡς ἄν τις τῶν ἀμαθῶν ὁ σκαιότατος αἰτῶ τὴν αὐτὴν θεὸν <ἐν> ἴσοις αὐτοὺς διατηρῆσαι τρόποις.
ρκδ΄.
Φλωρεντίῳ. (359/60)
Ἐπανῆκεν ἡμῖν Πωλιανὸς ὧν τε ἔτυχεν ἤγγειλε καὶ χά- ριν εἴχομεν ἐγώ τε καὶ ἐκεῖνος ὧν ἔτυχεν ἐκεῖνος. νῦν δ’ αὖ-
θὶς παρὰ σὲ τρέχων ἔσπευσε γράμματα φέρειν οὐχ ὡς οὐκ ἤδη παρὰ σοὶ τοσοῦτος ὢν ὥστε κἂν ἄλλου πρὸς σὲ μνησθῆ- ναι μετὰ θάρσους, ἀλλ’ εἰδώς, ὅτι τοῖς παρ’ ἡμῶν ἡδίων γίνῃ γράμμασιν, ἔδεισε μὴ δίκην ἀπαιτηθῇ τοῦ μὴ κομίζειν.
ἔδω- κα τοίνυν ἀμφοτέρων εἵνεκα προθύμως σοί τε εὐφροσύνην
παρασκευάζων καὶ τὸν ἑταῖρον ἐξαιρούμενος ζημίας.
ρκε΄.
Πρισκιανῷ. (359/60)
Ἐγώ σε τὸ μὲν πρῶτον ἀκούων πρὸς αὐτὸν ἥκειν τὸν Ἴστρον, οὗ βασιλεὺς τὰ ὅπλα δείξας ἐστόρεσε τὸ φρόνημα τῶν
Σκυθῶν, οὐκ ἐπέστελλον, οὐ γὰρ ἦν ὁ κομιῶν ἐκεῖσε.
εἶθ’ ἡμῖν ὁμοῦ πρός τε τὴν Μεγάλην ἐπανήκειν ἠγγέλλου πόλιν καὶ τὴν ἀρχὴν ἔχειν τὴν οὐκέτι μικράν, ἐπειδήπερ αὐτὴν ἔχεις. ἴσως μὲν γὰρ τὸν Ἀχιλλέα κοσμεῖ ἡ πανοπλία καὶ τῆς Ἡφαί-
μαθόντες οὖν, εἰς ὃ κατέστης, ἀεί σε προσελαύνειν ἡγούμεθα καὶ μικρὸν ἀπέχειν τῆς θέας καὶ γραμ- μάτων οὐ δεῖν, ἐπεὶ δὲ μέλλεις, πάλιν ἡμᾶς ἐπὶ τὸ γράφειν
ἄγεις.
αὐτὸς δὲ ἡμῖν ἢ φάνηθι, πρὸς Δῖός, ἢ μένων, ὡς ἐπ’ ἀμείνοσι διατρίβεις, μήνυε καὶ τὸν Πωλιανὸν τῶν τε ἄλ- λων εἵνεκα καὶ τῆς ἐπιστολῆς φίλει.
ρκς΄.
Εὐαγρίῳ. (359/60)
Τὸ Ζήζους χωρίον ἐκτήσατο μὲν ὁ θεῖος οὑμὸς οὐκ ἀδί- κως, κατέσχον δὲ ἐγὼ τῇ τε τοῦ δικαίου τάξει καὶ τῇ παρὰ σοῦ βοηθείᾳ, δι’ ἣν οὐκ ἔστιν ὅτε σε οὐκ ἐπαινοῦμεν, ἄλλως θ’ ὅτε καὶ ἀπαράκλητος ὑπὲρ ἡμῶν ἔστης.
νῦν τοίνυν οἱ τοῦτο γεωργοῦντες ἥκουσι περίφοβοι καί τινας ἀπαγγέλλουσιν
ἀπειλάς, ἐν αἷς ἦν, ὅτι δώσουσι δίκην ὧν ἀδικοῦσι τὸν βα- σιλέως οἶκον ἡμᾶς τῆς ἐκείνου γῆς πεποιηκότες δεσπότας.
ἐμοὶ δὲ δοκοῦσιν ἀκηκοέναι μὲν τούτων οὐδέν, ἐλπίζειν δέ. καὶ θαυμαστὸν οὐδὲν ἀνθρώπους ὁμιλοῦντας ἀρότρῳ καὶ βουσὶ δείματα αὑτοῖς οὐκ ὄντα ἀναπλάττειν καὶ τὰ οὐδ’ ἐσό-
μένα γεγονέναι νομίζειν. τοιοῦτον γὰρ τὸ γεωργεῖν· ἀφελῶς
ἀλλὰ σὺ τὰ σαυτοῦ μιμούμενος καὶ φιλίαι ἢ ἐνεστήσω τηρῶν δίδαξον τοὺς δεδιότας, ὅτι κἂν ἄλλῳ μαχἐ- σαιο τούσδε ταράττοντι.
ρκζ΄.
Ἀκακίῳ. (359/60)
Μεθ' ὧν ἔγραψας τὰ ἔπη θεῶν, σὺ γὰρ δὴ μόνος ἀμ- φότερον, ποιητής τ' ἀγαθὸς κρατερός τε ῥήτωρ, οὗ- τοί μοι δοκοῦσιν Ἑρμογένει προθυμίαν ἐμβαλεῖν εἰς τὸ λῦσαι τοὺς φόβους.
καίτοι τῆς αὐτῆς ἡμέρας εἶχέ τε τὰ παρὰ
σοῦ καὶ παρελύετο τῆς ἀρχῆς, ἀλλ’ ὅμως ἐν τῷ πυθμένι τοῦ πίθου τῶν γε σῶν οὐκ ἠμέλησεν, ἀλλ’ ἔστενεν ἅμα καὶ χάριν ἡγούμενος, ἣν ἐδίδου λαμβάνειν καλῷ τε λέγων ἔργῳ κατα- κλείσειν τὴν ἀρχὴν ἐκέλευεν ὧν ἐχρῄζομεν.
ἀλλ’ Ἀνδρόνι- κος ἤγγειλεν, ὡς οὐκ ἔσται σοι διάδυσις, ἀλλ’ ἐν βελτίονι μὲν
τῷ σχήματι. πάντως δὲ ἀνάγκην εἶναι διαπλεῦσαι τοῦ πόντου τὸ στόμα. τὸν γὰρ ἄνδρα ἐκείνου τὸν θεῖον, ᾧ σὺ τὸν υἱὸν ὁμώνυμον ἐποίησας τὸ τοῦ Κίμωνος μιμησάμενος, εἰπεῖν ἃ συνῄδει σοι πρὸς τὸν κρατοῦντα, τὸν δὲ καλεῖν. σὺ δὲ βου-
ὁ δὲ ταῦτα ἀγγείλας καὶ Πρισκιανός. ὁ μὲν ἀνέγνω Τιτιανοῦ τοὺς λόγους, Πρισκιανὸς δέ, τότε γὰρ ἄσχολος ἦν, νῦν ἀπαιτεῖ, καὶ ἀποδώσομεν οὐκ ἀγνοήσαντες τὴν ἐπιστολὴν ἐν ᾗ διαλέγῃ τῷ παιδὶ περί τε φωνῆς τόνου καὶ τῶν ἐνταῦθα μεταβολῶν
πνεύματός τε ἀναπαύλης καὶ τῶν ἄλλων, ὅσα βοηθεῖ λόγῳ.
ἅ μοι δοκεῖ μὴ μόνον τὸν νεανίσκον ἀμείνω καταστήσειν, ἀλλὰ καἰ ἐμὲ τὸν γέροντα, καθ’ οὗ τις ἤδη καὶ σκῶμμα ἀφῆ- κεν, ὡς εἴην ὑποκριτὴς μᾶλλον ἢ ῥήτωρ.
ρκη΄.
Δημητρίῳ. (359/60)
Ὥσπερ οἷς ἔπεμψας χρῶμαι ξενίοις, οὕτω καὶ τῇ τῆς ἐπιστολῆς ἀρχῇ χρήσομαι. κοινὰ γὰρ ἔστω μοι μὴ μόνον τὰ τῆς σῆς ἀγορᾶς τε καὶ γῆς, ἀλλὰ καὶ τὰ τῆς διανοίας.
λέ- γω τοίνυν καὶ αὐτός, ὅτι τῶν τε ἄλλων χάρις Ὥραις καὶ
ὅτι τὰς πανηγύρεις φέρουσαι φέρουσιν ἀφορμὴν τοῖς παρὰ σοῦ γράμμασιν αὐτῶν, οἶμαι, τῶν ἑορτῶν ἡδίοσι.
τὰ μέν- τοι γράμματα ἔλαβον ἀκροώμενος τῶν νέων καὶ πρὸς τὸν μὴ κύνοντα ἠχθόμην ἑλκόμενος ὑπὸ τῆς ἐπιστολῆς. οὐ γὰρ ᾔδει] ἀκριβῶς ὅ τι λέγοι, λύειν ἐκείνην ἐπιθυμῶν.
ὡς δὲ δίε
ρκθ΄.
Ἀδαμαντίῳ. (359/60)
Τίς οὗτος ὁ φόβος; καὶ πόθεν τὸ οἴεσθαί σοι τὸν υἱὸν τοῦ χείρονος ἔσεσθαι λόγου καὶ ταῦτα τῶν τε ἄλλων αὐτὸν
ἐπαινούντων καὶ Εὐμαθίου τοῦ φενακίζειν οὐκ εἰδότος καὶ ἐμοῦ τοῦ τἀληθῆ τιμῶντος; ὡς ἔγωγε οὐδεπώποτε πρὸς πα- τέρας περὶ παίδων ἀμβλυτέρων εἶπον, ὡς εἶεν ὀξεῖς, ἀλλ’ οὐδὲ περὶ τῶν ἐγρηγορότων εἴποιμ’ ἄν, ὥς εἰσι νωθροί.
σοὶ δ’ εἰ παῖς ἐστι διδούς τι περὶ αὑτοῦ βέλτιον εἰπεῖν, μὴ διαπίστει
μηδέ γε εὔφραινε τοὺς συκοφάντας ἐν τῷ προσέχειν οἷς λέ- γουσιν. ἂν γὰρ ὅτι σε μὴ πείθουσι, μάθωσι, λήξουσι τῶν ψευδῶν.
τὸν Ἀνατόλιον οὐ σὺ μᾶλλον ἡ ἐγὼ βουλοίμην ἂν γενέσθαι ῥήτορα τῶν δεξιῶν· παρ’ ἐμοῦ γάρ, οὐχὶ σοῦ ταῦτα ἀπαιτοῦσιν Ἀρμένιοι.
ρλ΄.
Εὐθηρίῳ. (357/8)
Οἶμαι μὲν ἤδη σοι γνώριμον εἶναι τὸν χρηστὸν Ἀρτέ- μιον· ἐκεῖνός τε γὰρ οἷος ἕλκειν πρὸς ἑαυτὸν σύ τε δεινὸς θη- ρατὴς ἀνδρῶν ἀγαθῶν. εἰ δ’ οὖν οὔπω τοῦτο πέπρακται, πρα-
χθήτω νῦν. ἐγὼ δὲ ὁ συνάγων ἴσως οὐκ ἄπειρος τῆς περὶ ταῦτα ἁρμονίας.
Ἀρτέμιον δὲ πολλὰ ποιεῖ πρῶτον, γένους ἐπιφάνεια, λόγων δύναμις, ἦθος μέτριον, τὸ τοὺς ἄρχοντας παρόντας τε φιλεῖν καὶ ἀπελθόντας ἐπαινεῖν.
ἀλλὰ κἀκεῖνο μέντοι τὸ ἔργον ὃ σὺ ζητεῖς ἐργάζεται, τὰ γὰρ ἡμέτερα ᾕρη-
τᾶι, ὥστ’ οὐ μᾶλλον σὺ φήσεις τοῦτο ποιεῖν ἡ ’κεῖνον εὑρή- σεις.
δὸς δὴ μισθὸν αὐτῷ τῶν εἰς ἡμᾶς σεαυτόν. δόξει δέ σοι λαβὼν τὸ θαρρεῖν εὐλαβέστερος γεγονέναι. καίτοι κἂν ἐνοχλῇ, σύ γε οἴσεις ἐμὴν χάριν. ἀλλ’ οὐκ ἐνοχλήσει.
ρλα΄.
Φιλαγρίῳ. (359/60)
Χρόνιον ἰδὼν τὸν Δοσίθεον καὶ ὠχριῶντα ἠρόμην εἰ νόσῳ γένοιτο τοιοῦτος. ἔπειτ’ ἤκουον, ὡς ἐκείνῃ μὲν οὔ, συν-
ἐΜ νόν τε οὖν ἐπῄνεσα καὶ σοὶ συνήσθην, ὅτι σοι μηδὲ ὁ οἰκέ- της ἀργός. πυνθάνου δὴ καὶ περὶ τῶν υἱέων, ψεῦδος δ’ οὐκ ἐρέει.
ρλβ΄.
Εὐτοκίῳ. (359/60)
Εὐδαίμων ὁ Αἰγύπτιος ὁ παρ’ ὑμῖν μὲν οἰκῶν, παντα- χῆ δὲ τὴν δόξαν ἀπεσταλκὼς οὐ μᾶλλον Αἴγυπτον ἢ τὴν ὑμε- τέραν κοσμεῖ. τὸ μὲν γὰρ τὰ τῶν ποιητῶν ἐπίστασθαι καὶ γε-
νέσθαι ποιητὴν ἐκεῖθεν αὐτῷ, τὸ δὲ τὰ τῶν ῥητόρων εἰδέναι καὶ γενέσθαι ῥήτορα παρ’ ὑμῶν αὐτῷ.
τοῦτόν τε οὖν ἀνάγ- κη τὴν παιδεύουσαν φιλεῖν ὑμᾶς τε εἰκὸς ᾧ δεδώκατε τοὺς λόγους καὶ τὰ ἄλλα συμπονεῖν. οἶμαι δὲ πρὸς σὲ γράφων πρὸς ὅλην ἐπιστέλλειν τὴν πόλιν. σὺ γὰρ αὐτὴν εὖ ποιῶν ἀνέχεις,
ἡ δὲ οὔτε ἀγνοεῖ τοῦτο καὶ ὁμολογεῖ σὺν ἡδονῇ.
δότω τοί- νυν ἡ πόλις διὰ σοῦ χάριν Εὐδαίμονι. τίς δὲ αὕτη; τιμᾷ τὸν παιδευτὴν ἡμῖν ὁ βασιλεὺς τῇ βασιλικῇ τροφῆ. ταύτην δὲ ἡμῖν ἀργυρίου βουλόμενοι γενέσθαι πρὸς ὑμᾶς εἴδομεν ἐνθυ-
ἀκο- λούθει δὴ σαυτῷ καὶ πρᾶττε τὴν ταχίστην, ὅπως ἡμῖν ἕξει καλῶς, καὶ προσδέχου παρ’ ἀνδρὸς εἰδότος λέγειν ἔπαινον ἀντὶ τῶν χρημάτων.
πλγ΄.
Εὐστολίῳ. (359/60)
Φίλος ἀνδρὶ παρείη, φασί. σὺ δ' ἡμῖν καὶ φίλος καὶ σαφέστατος τῶν φίλων, ὥστ’ οὐδὲν παρήσεις προθυμίας ἐν οἷς τι θήσῃ τῶν ἡμετέρων βέλτιον.
δέξαι δὴ τὸν Μόκιμον ἡμῖν εὐμενῶς καὶ ποίησον ἡμῖν τὰ ἄχυρα χρυσίον, εἰ μὲν τὸ 10 πρᾶγμα ῥᾷστον, δι’ αὐτὸ τοῦτο, ὅτι ῥᾷστον, εἰ δὲ ἐργῶδες, ὅτι καὶ πονεῖν οἶσθα.
ρλδ΄.
Τῷ αὐτῷ. (359/60)
Σὺ δ’ ὅτι ἄν με εὖ ποιῇς, οὐ συγγενεῖ μόνον, ἀλλὰ καὶ 15 φιλοῦντι συμβεβλημένος ἔσῃ. μεῖζον δὲ τοῦτο ἐκείνου κρίνω, διότι τὰ τῶν Οἰδίπου παίδων καὶ νῦν ὁρῶ πολλοὺς ἐπιχει- ροῦντας καὶ οὐ κωλύει τὸ γένος.
σὲ δὲ ἐγὼ τῇ τε ἄλλῃ φι-
Μοκίμῳ δὲ παρεκε- λευσάμην θαρρεῖν· ὡς ἐφ’ ᾧπερ ἥκει δώσεις αὐτῷ καὶ οὐ πε- ριόψει τὴν τῆς γῆς φορὰν ἡμῖν ἀπολλυμένην. οὐ γὰρ ἀγνοεῖς,
ὡς ὅ τι ἂν ἡμὶν γένηται κέρδος, τοῦτο εἰς τὴν σὴν εἰσελήλυ- θεν οἰκίαν
ρλε΄.
Μαρκελλίνῳ. (359/60)
Τῶν μὲν ἄλλων αὐτὸς ἐδεόμην, ὅπως συναίρωνται τῷ
Μοκίμῳ τῆς πράσεως ἐφ’ ἣν ἥκει, σοῦ δὲ ὁ παῖς, ὡς εἰκός, ὑπὲρ ἡμῶν δεήσεται μηδὲν ἐλλείπειν, ὅπως, ἐπειδὰν εἷς μοι γένηται τοῦ χοροῦ, πρᾴου μου τυγχάνῃ μνήμῃ τῆς χάριτος.
δεῖξον δὴ τῷ υἱεῖ τὴν ἐπιστολὴν καὶ θεώρει τὴν σπουδήν.
ρλς΄.
Πρισκιανῷ. (359/60)
Πολλαχόθεν αἰδοῦμαι Μόκιμον, καὶ γὰρ ἐκ παιδὸς ἑταῖ- ρος καὶ τῶν οὐδὲν ὀκνησάντων ἐπιτάττοντος τοῦ θείου, καὶ
τούτου συγγενής, Μά- ρας ὄνομα αὐτῷ, τῶν σοὶ διακονούντων, ἔργον δὲ αὐτῷ γρά- φειν εἰς τάχος, καὶ πεποίηκεν αὐτὸν ἡ χεὶρ ἐν λόγῳ. βου- λοίμην ἂν οὖν τῆς σῆς ἀρχῆς ἀπολαῦσαι τὸν ἄνθρωπον εἰς ἐπίδοσιν.
ἡμεῖς δέ, ἀφ’ οὗπερ ἀπῆρας, ἠέρι καὶ νεφέ-
λῇ κεκαλυμμένοι. δεῖ δὲ αὐγῆς ὀξείας τοῖς. μέλλουσιν οὐχ ἁμαρτήσεσθαι τῆς ὁδοῦ.
ρλζ΄.
Ὑπατίῳ. (358)
Οὐ τὸ ἐπιστεῖλαι συγγνώμης ἄξιον, ἀλλ’ εἰ μὴ τοῦτο
ἐποίεις, τότ’ ἂν εἰκότως ᾐτοῦ συγγνώμην. οὐ γὰρ ὅπως σι- γῴης, οὔτε σὺ περὶ τοὺς λόγους ἐπόνεις οὔτ’ ἐγὼ περὶ σέ, ἀλλ’ αἱ τοῦ λέξειν ἐλπίδες ἔπειθον ἐκεῖνα φέρειν.
ἔν τε οὖν τοῖς ἄλλοις χρῶ τῷ κτήματι καὶ ἐπιστέλλων. καλῶς γὰρ αὐτὸ ποιεῖς καὶ ἔτι ποιήσεις κάλλιον, ἢν μὴ παύσῃ ποιῶν.
ἔοικας δέ μοι βεβαιοῦν τὸν λόγον, ὃν πολλάκις ἔφην, ὡς ἐμὸς σὺ παῖς, οὐχὶ μαθητὴς μόνον. τοῦ γοῦν Σόλωνος ἀκού- εις καὶ τρέφεις τὸν πατέρα διδασκαλείων ἀπαλλαγείς.
ἀλλά
Βάκχιον δὲ φίλον ἡγούμενος οὐ κακῶς φρονεῖς. ἧκε οὖν διὰ τοῦτον τὸν
φίλον, καὶ ἔτι γε δι’ ἄλλον φίλον. οὐ γὰρ ἂν βουλοίμην Εὐα- γόραν ἐν τοῖς ἐρωτικοῖς εἶναί σου κρείττονα, εἴ γε ὁ μὲν πατρὸς διαφυγὼν χεῖρας ἐκ Κιλικίας ἀφῖκται σὲ ζητῶν σὺ δὲ ὢν ἐλεύθερος ἐκ Βερροίας οὐ κινήσῃ.
ρλη΄.
Δημητρίῳ. (359/60?)
ἔχει τοίνυν ὡδὶ τὸ πρᾶγμα· Ἑρμογένης οὐχ ὡς ἄν τις ἄγριος ἐκκέκλεικε τὰς θύρας, ἀλλ’ ὑπ’ ἀργίας. τούτῳ καὶ πρὸς ἡμᾶς ὕστερον ἐχρῆτο, τὰ πρῶτα δὲ συνῆμεν.
Δίδωμι δὴ τοῖς ἐπὶ τὴν πρεσβείαν καταστᾶσι τὸ βιβλίον,
οἷς ἦν ἀπὸ τοῦ πρεσβεύειν εἴσοδος.
Ἔνθα οὐδὲν ἔλαττον ἴσχες ὧν νομίζεις πλὴν ἢ τὸ τοῖς χείροσιν ἴσον σχεῖν.
Λαμβάνει δὴ παρὰ τοῦ παιδὸς ἑαυτοῦ τὰς ἐπιστολὰς Ἀρ- γύριος καὶ φάσκων ἔχειν, ἐπειδὴ δοῦναι χρῆν, ἐζήτει μέν,
Πῶς, οἴει, τὴν ψυχὴν ἐδήχθην; οὐ μὴν ἠξίωσά γε συγ- γνώμην αἰτεῖν μένοντος τοῦ τραύματος, ἀλλ’ ἐπὶ τὴν ἴασιν ὁρ-
μήσας ἐχρησάμην Ἑρμογένους τῇ χειρί. μετὰ τὴν ἀρχὴν καὶ ταύτα.
Σὺ δὲ οὗ μὲν ἔπεμψας μέλιτος ἡδίω τὸν καρπὸν τῶν φοι- νίκων ἔπεμψας, ὃν ἰδὼν μὲν κατεφρόνησα, φαγὼν δὲ ἐθαύ- μασα, τούτου δὲ τοῦ καρποῦ πάλιν ἡδίους ἀπέσταλκας τοὺς
παρὰ Κέλσου λόγους.
ρλθ΄.
Ἀχιλλίῳ. (359/60)
Ἀλλ’ εἰ τὴν μίαν ἐπιστολὴν φάσκεις πολλάς, οὐ ταύτην γε ἔλαβον μόνην, χρηστὸς δὲ εἶ ψευδόμενος· ὁμολογεῖς γὰρ ὃ
πεποιηκέναι χρῆν.
ἡμεῖς δὲ νῦν μᾶλλον ἐπιμελούμεθα τοῦ παιδίου νομίζοντες δεῖν καὶ τὸ σὸν εἰσφέρειν αὐτῷ. καὶ ἔστι τῆς συμμορίας ὁ κράτιστος, ἴσως μὲν καὶ διὸ τὴν φύσιν· οὐ μικρὸν δὲ καὶ ὁ παιδαγωγὸς ἀπειλῶν, παρακαλῶν, ἐπεγείρων, συνδιαταλαιπωρῶν, ἀνὴρ ἐλάττω τάξιν τῆς προσηκούσης σὴν
χάριν ὑπομένων.
ἃ δὲ ὑπὲρ Ἀλβανίου μηνύεις, καὶ ἥδιστά
ρμ.
Ἀλβανίῳ. (359/60)
Νῦν ὄντως μοι τοὺς μισθοὺς ἀπέδωκας, οὐ χρυσίον καὶ ἀργύριον, ταῦτα δὴ τὰ παρὰ τῶν πολλῶν τε φερόμενα καὶ τέρποντα τοὺς πολλούς, ἀλλ’ οὗ χάριν καὶ τῶν πατρῴων ἀπέ- στην. τοῦτο δέ ἐστι δόξα.
ταύτην μοι δέδωκας δείξας, ὡς οὐ παλαιστὴς ἄρα ἐγὼ μόνον, ἀλλὰ καὶ γυμναστὴς ἀγαθός.
οἶσθα γάρ, ὡς οἱ τὴν ῥώμην οὐ τολμῶντες ψέγειν ἐκεῖνο πει- ρῶνται δάκνειν, ἀλλὰ σύ γε αὐτοὺς ἀφώνους ἐκάθισας τῇ σαυτοῦ φωνῇ.
γιγνέσθω δὴ πυκνὸς ὁ δρόμος καὶ βίου μὲν ὁδὸν ἣν οἴει σοι συμφέρειν αἱροῦ, πανταχοῦ δὲ οἴου σαυτῷ καὶ τὸ λέγειν προσήκειν. οὐδεὶς γὰρ βίος ὑπὸ ῥητορικῆς αἰ-
σχύνεται. καὶ ταῦτα ἡγοῦ δεῖσθαί σου καὶ τὸν πατέρα καὶ μηδὲ τῆς ἡδονῆς ἄμοιρον εἶναι καὶ ταῦτα ὄντα ὑπὸ γῆς.
ὁ δὲ ἄρχων ἡμῖν ἐν Ἑρμοῦ τέθραπται καὶ τοῖς ἀγορεύου- σιν ἀναμιμυ σκεται τὰ αὐτοῦ καὶ ταύτης μόνης ὁμολογεῖ τῆς ἡδονῆς ἡττᾶσθαι. νοῦν δὴ ἔχοντος ἂν εἴη χρῆσθαι παρόντι
καιρῷ.
ρμα'.
Μαρκελλίνῳ. (359/60)
Καλός γε ὁ κλῆρος καὶ διαδέχομαι καὶ τοῦτον οὔτε λό- γων ἀφαιρήσεταί με δεινότης οὔτε μίμησις γραμμάτων. σὺ δ’ οὐχ ἥττω μοι χαρίζῃ τοῦ θείου μεμνημένος ἢ φιλεῖν ἐμὲ προ-
αἱρούμενος, ἐπεὶ καὶ τοῦτο παρ’ ἐκείνου μοι τὸ σπέρμα τοῦ δι’ ὧν προσέκειτο καὶ τοὺς ἄλλους ἀναπείθοντος φιλεῖν.
χά- ριν δὲ ἐγὼ μὲν ἥντινα ἔδωκά σοι λογιζόμενος οὐχ εὗρον, σὺ δὲ ἐμοὶ δίδως τῷ φάσκειν ἔχειν, δώσεις δὲ καὶ ἄλλας. ἐγὼ δέ σοι συνεύξομαι, τοῦτο γὰρ ἡ ἐμὴ δύναμις.
τὰ ξένια δὲ
πῶς οὐκ ἔμελλεν ἡδονὴν οἴσειν ἀνδρός τε ὄντα χρηστοῦ καὶ βεβαίου φίλου;
ρμβ'.
Πρισκιανᾷ. (359/60)
Ἥρου με, εἰ σε προσδοκῶ περιέσεσθαι τῶν πραγμάτων.
προσδοκῶ. δεύτερον ἐπόθεις μαθεῖν, εἴ σοι δόξαν ἀπὸ τῶν παρόντων εἰκάζω χρηστὴν ἔσεσθαι παρὰ τοῖς δυνατοῖς. εἰσὶν ἐλπίδες· ἅ τε γὰρ ποιεῖς, οὐ σιγᾶται τῇ τε ἀκοῇ τὸ θαυμά- ζειν ἕπεται.
νῦν γέ τοι τοιοῦτος ἥκει λόγος, ἐφ’ ᾧ τίς οὐκ ἀνέκραγε; λέγεταί τις ἄνθρωπος ἐν τοῖς ὑπηρέταις εἶναι νῦν
πρῶτον κεκρατημένος, τὸν παρελθόντα δὲ ἄρα χρόνον ἅπαντα
πολλὰ τοιαῦτα σὺ μὲν ἐργάσῃ, κομιεῖ δὲ πανταχῆ τὸ στόμα τῆς Φήμης. καὶ βασιλεῖ μὲν ἐντεῦθεν, ὡς εἰκός, ἡδονή, σοὶ δὲ ἀμοιβαί.
ρμγ΄.
Τῷ αὐτῷ. (359/60)
Πείθομαι μὴ πολλὰ εἷναί σοι τὰ πράγματα, οὐ γὰρ ἂν πολλῆς ἀπήλαυες εἰς τὸ ἐπιστέλλειν σχολῆς· ὡς τό γε κάλλος τῆς ἐπιστολῆς οὐκ ἄρχοντος ἐπιόντος πόλεις, ἀλλ’ ἀνδρὸς ἐρ- γαζομένου λόγους.
εἰ δὲ ψεῦδος μὲν ἐκεῖνο καὶ πολλὰ τὰ
πράγματα, σὺ δὲ ἀρκεῖς ἀμφοτέροις. τῶν Μουσῶν τις ἔοικέ σοι συνοικεῖν μετὰ τῆς Δίκης γαῖ συλλαμβάνειν πῆ μὲν ἐκεί- νην, πῆ δὲ ταύτην.
ζητῶν δὲ ἢ τὸν Ἀβάριδος ὀιστὸν ἢ τὴν Ὀρφέως κιθάραν μήτε τὴν κιθάραν ζήτει, τῇ γλώττῃ γὰρ τὰ ταύτης ἰσχύεις, μήτε τὸν ὀιστόν, ἐπειδήπερ ἔχεις τὴν κιθάραν.
ἡ πενία κοινὸν νῦν ἀνθρώποις, ὥστε οὐ πρὸς εὐπόρους
ρμδ΄.
Τῷ αὐτῷ. (359/60)
Τῶν Ἑστιαίου παίδων μέλει μοι καὶ διὰ τοὺς θείους αὐτῶν, οἳ συνεφοίτησάν μοι, καὶ διὰ τὸν πάππον, ὃς ἔνα με ἡγεῖτο τῶν υἱέων. Ἑστιαῖος δὲ ἐμοὶ μὲν συνήθης οὐκ ἦν, ἐπαινεῖται δέ. τὸ δὲ μέγιστον, τῶν ἐμῶν οἱ νεανίσκοι φοιτη-
τῶν μετὰ τῶν λόγων μελετήσαντες αἰδεῖσθαι.
δι’ ὅσων δὲ κυμάτων ἡ μήτηρ αὐτοῖς ἐλθοῦσα μόλις ἀνέπνευσεν, οἶσθα καὶ ὅτι τοῦ κινδύνου μὲν ἀπηλλάγη, μείζω δὲ πεποίηκε τὴν οὖσαν καὶ πρὶν πενίαν.
ἔστι δέ τις ἄνθρωπος ἐν Κύρῳ Μάρης, μᾶλλον πένης ἢ γέρων, ἔστι δὲ καὶ μάλα γέρων. ὃν
μὴ παντάπασιν ἐκτριβῆναι δέονται μὲν οὗτοι, βούλομαι δὲ ἐγώ, κύριος δὲ σύ. σχῆμα δὲ τῇ βοηθείᾳ δώσει βασιλέως πα- λαιὰ γράμματα γράμμασι Θεοφίλου βεβαιούμενα.
ρμε΄.
Τῷ αὐτῷ. (359/60)
Ἡμετέρῳ μαθητῇ Μακαρίῳ Μακάριός ἐστιν ὁ πατὴρ, εἷς δὲ οὑτοσὶ τῆς ἀμφὶ σὲ φάλαγγος. τούτῳ τῶν ἀρχόντων
ἕκαστος ἔδωκε δῶρον, τὸ δὲ δῶρον χρόνος παρέχων αὐτῷ τὸν υἱὸν ἰδεῖν, υἱὸν τῇ Μνημοσύνῃ φίλον.
δὸς δὴ τὸ δῶρον ἐπὶ πολλοῖς, ὃ καὶ πρῶτος ἔδωκας ἄν.
ρμς΄.
Τῷ αὐτῷ. (359/60)
Καὶ Χρύσης προνοίας ἄξιος τρόπων τε ἕνεκα καὶ συγ- γενῶν. ὅ τε γὰρ τρόπος ἡσύχιος οἴ τε ἀνεψιοὶ φίλοι τε ἐμοὶ καὶ σοὶ κἀν τῇ πόλει τὰ πρῶτα. Λητόϊον Λητόΐον λέγω τὸν τὸν ἄξιον ἀκοῦσαι ταὐτὸ Κυνήγιον, οὓς αἰσχύνει Χρύσης, εἴ τι παρὰ τὴν ἀξίαν ὑπομένει καὶ ταῦτα σοῦ τὴν ἀρχὴν ἔχον-
τος.
ἐν οὖν οὖν ὑβρίζεται μαθὼν στῆσον τὴν ὕβριν.
ρμζ΄.
Ἐκδικίῳ. (359/60)
Ἀλλ᾿ οὑτοσὶ Φιλόξενος <λαμπρὸς> καὶ μεγέθει καὶ κοὶ φωνῇ καὶ τῷ αἰδεῖσθαι καὶ τῷ λόγους ζητεῖν <τε> καὶ
σὺ δὲ πείθων τοὺς νέους παρ’ ἡμᾶς τρέχειν ὅμοιον ποιεῖς ὥσπερ ἂν εἰ παρῄνεις αὐτοῖς παρὰ σὲ τρέχειν. οἶσθα γάρ, ὡς, ἂν ἐγὼ φαίνωμαι λαμπρός, καὶ σὸν ἐν δόξῃ, κἂν ἐγὼ δόξω μὴ κακὸς εἶναι παιδεύειν, καὶ σοὶ ταῦτα ἂν ὀνήσαι παιδεύειν ἑλομένῳ. οὐ γὰρ ἀγνοοῦσιν οἱ ἄν- ex ὁ corr m4 | ἠρόμην scripsi ex Α ἠρώτων Wolf 131,18 ἐκεῖνο D fol. 54 A ἐκείνῳ V Va Vo S Vind D fol. 50v corr Wolf | οὕ
θρωποι τὰ Ἀθήνησιν ἡμῖν κοινά.
τὸ μὲν οὖν ἔργῳ τὰ ἡμέτερα ᾑρῆσθαι θαυμαστὸν οὐδέν, σοὶ γὰρ ὁ βίος ἐκ νέου τὰ φίλων αὔξειν, τὸ δ’ ὁμολογεῖν ἐν γράμμασιν, ὃ ποιεῖς, τοῦ- το δὲ οὐ κατὰ τὴν σὴν δειλίαν, ἀλλὰ γὰρ ἔργον τοῦτο τοῦ ἔρωτος, ὃς καὶ τοὺς δειλοὺς θρασυτέρους ποιεῖ.
ρμη΄.
Ἀκακίῳ. (359/60)
Οὐχ ὁ Φιλόξενος μόνον ἐπανήκων ἀμείνων ἐξώρμησε τὸν ἀδελφόν, ἀλλὰ καὶ τοῦ Φιλοξένου τις ἀνεψιός, οἶσθα γὰρ ὃν ἐγὼ λέγω καὶ λέγειν οὐκ ἐθέλεις εἰδώς.
ἢ τούτου γε
ἕνεκα τοῦ δευτέρου παρὰ σὲ χρῆν καὶ τὸν Φιλόξενον καὶ τὸν ἀδελφὸν τὸν ἐκείνου φοιτᾶν, ὡς οὐδέν γε παρ’ ἡμῖν οὔτε τοσοῦτον οὔτε τοιοῦτον ὁποῖον τε καὶ ὁπόσον παρὰ σοί; καί- τοι Τιτιανὸς τῇδε τοῖς λόγοις προστίθησιν, ἀλλ’ ἐγὼ τὸν οἶκοι
τῇ μέντοι μητρὶ τοῖν νεα- νίσκοιν ἐκείνοιν λέγειν, ὃς ἔστι καὶ παρ’ ἡμὶν θέρος καὶ πνεῖ τότε μέτριος ἄνεμος.
ρμθ΄.
Πρισκιανῷ. (359/60)
Οἴκοθεν οἴκαδε Μικκαλος παρ’ Ὀλυμπίου πρὸς σὲ καὶ οὐ παρ’ ἀδελφοῦ μᾶλλον ἢ παρ’ ἀδελφόν, ὅθεν μοι δοκεῖ τοῦ τε ἐν Παίοσιν ὑπεριδεῖν πλούτου καὶ τῆς ἐν ἀδικίᾳ τρυφῆς νομίζων τὸ σοὶ συνεῖναι καὶ τῶν χρημάτων αὐτῷ τῶν ἀπὸ τῆς
θαλάττης ἥδιον ἔσεσθαι.
τοῦτον μὲν οὖν τοῦτ’ ἔπεισε προ- κρῖναι τὴν σὴν ἀρχήν, σὺ δ’ αὐτῷ καὶ χρημάτων εὕρισκες πό- ρους. σοὶ μὶν γὰρ κεναῖς, τούτῳ δὲ μεσταῖς ἐπανελθεῖν προσ- ήκει χερσίν.
ἃ δὲ περὶ τῆς πενίας ἔγραψας μείζω τὴν ἐκεῖ τῆς τῇδε πειρώμενος δεικνύναι, ῥητορεύοντος, οὐκ ἀληθεύον-
τος ἦν. οἴ γέ τοι παρ’ ἡμῖν προσαιτοῦντες πόλεως μέτριον, οἱ δ’ ἐγγυτέρω τῶν δεινῶν εἰ τούτῳ πλουτοῦσιν, Οῖδίπου τινὸς χρῄζομεν.
ρν΄.
Ἄνδρονίκῳ. (358—361)
Μέτρον ἄριστον ἔφη τις καὶ ὁ λόγος ἀνάθημα γίγνε- τᾶι τῷ Πυθίῳ. σὺ δ’ ὅτι μὲν τῇ τε ἄλλῃ καὶ τῷ πλήθει τῶν βουλευτῶν μείζους τὰς πόλεις ποιεῖς, καλῶς ποιεῖς· ὅστις δὲ
εἰς μείζω βουλὴν καλεῖται καἰ γέγονεν ἀντὶ Φοίνικος ἄλλο τι σεμνότερον, μήτοι τοῦτον ἀποστέρει τῆς τύχης μηδ’ οὕτω φί- λει τοὺς ἀρχομένους ὥστε τὴν σαυτοῦ μισεῖν.
ἴστω δὴ καὶ Φρατἐρνῳ τῶν ἐν Φοινίκῃ λειτουργιῶν ἄφεσις, ὃν αὐτίκα δεή- σει δαπανᾶν ἐν τῇ Μεγάλῃ πόλει. τὸν δὲ ἄνδρα τοῦτον εἶδον
μὲν οὔπω, φίλον δὲ ἡγοῦμαι φίλῳ τε ἐμῷ καὶ μαθητῇ μέλλον- τα κηδεύσειν Ἀπριγγίῳ, ὃς ἐμὲ μὲν ἐν τῷ χρόνῳ τῶν μαθή- σεων ἐπιεικείᾳ τε καὶ λόγων ἐξέπληξεν ἐπιθυμίᾳ, τὴν δὲ ἡμε- τέραν πόλιν τῷ περὶ τὴν χορηγίαν λαμπρῷ.
τούτῳ τῷ νεανίσκῳ μὴ βοηθῶν μὲν ἐγὼ πάνυ ἂν ἀδικοίην, προδώσω
δὲ αὐτόν, εἰ μηδενὸς ἄξιος Φρατέρνῳ φανεῖται. φανεῖται δὲ φαῦλος, εἰ σοῦ μὲν ἔχοντος τὴν ἀρχήν, ἐμοῦ δέ σε πείθειν
ἀλλὰ δός, ἑταίρων φίλτατε, χαίρεις γὰρ ἀκούων τοῦτο μᾶλλον ἢ τὸ τῆς ἀρχῆς ὄνομα, καὶ
μιᾷ πράξει τό τε δίκαιον τίμησον καὶ τῇ σαυτοῦ βοήθησον καὶ τοῦτον μὴ ἀτιμάσῃς.
ρνα΄.
Τῷ αὐτῷ. (358—361)
Οἴμαι μέν σε καὶ τῶν δικαίων ἀκούσαντα ψηφιεῖσθαι
τοῖς φέρουσι τὴν ἐπιστολὴν ἀπαλλαγήν, ἐμοί τε γὰρ ἔδοξεν εἶναι μεγάλα σοί τε οὐ φανεῖται μικρά, δοκοῦσι δέ μοι κἂν εἰ μηδὲν αὐτοῖς τῶν νῦν ὄντων ὑπῆρχεν εἰς τὴν δίκην, ἓν δὲ τοῦτο τὸ βοηθεῖν αὐτοῖς, οὓς οἴει δεῖν αἰδεῖσθαι, πάντως ἂν ἐκφυγεῖν.
τῶνδε γὰρ οἱ μὲν λόγου κέκτηνται δύναμιν, οἱ
δὲ ἐμπειρίαν νόμων, ἐν δὲ τοῖς έστιν ἀμφότερα, χρηστὰ δὲ πολλὰ μὲν σοὶ περὶ τούτων, πλείω δὲ τούτοις εἴρηται περὶ σοῦ, καὶ χάριν τὴν μὲν αἰτοῦσι νῦν, τὴν δὲ δώσουσιν ἴσως, ἀφ’ ὧν ἦν ἁπάντων Ἑρμείᾳ τε καὶ Ἐγερσίῳ θαρρεῖν. 3, τὸ δ’ ἐμὲ κελεῦσαι συλλαβεῖν οὐκ ἦν χρῃζόντων συμμαχίας, ἀλλὰ
τιμώντων οἷς μετέδοσαν τοῦ πράγματος.
ρνβ΄.
Πρισκιανῷ. (359/60?)
Θεόδοτος καὶ Χαρίσιος ἀδελφοί, τέχνη δὲ αὐτοῖν ἡ αὐ- τή, προσθήσω δέ, ὅτι καὶ γνώμη, τὰ περὶ τῶν συνθηκῶν γράμματα τοῖς ἀνθρώποις γράφειν ἄνευ τοῦ κέρδος κατὰ τῆς
ἀληθείας τιμᾶν.
τὸν μὲν οὖν Θεόδοτον πάλαι μεθ’ ἡμῶν καὶ γινώσκεις καὶ φιλεῖς, Χαρίσιον δὲ τὴν πόλιν οἰκοῦντα πάντως πού τις ἐπῄνεσε πρὸς σὲ νῦν, ἀλλ’ ὁ μὲν οἴχεται, δεῖ δὲ βοηθῶν τοῖς ἐκείνου παιδίοις. ὁ θεῖος δὲ δι’ ἡμῶν ἱκε- τεύει τὸν εἰδότα σώζειν.
δώσει δὲ ὁ γενναῖος Πρισκιανὸς
τὴν χάριν ἡμῖν τε πειθόμενος καὶ Θεόδοτον ἐν λόγῳ ποιού- μενος. ἐκείνοις τε οὖν τὴν ὀρφανίαν κουφιεῖς καὶ φροντίδος ἀξιώσεις τοὺς ἐν Κύρῳ τούτου συγγενεῖς.
ρνγ΄.
Ἀνδρονίκῳ. (358—361)
Πᾶσι μὲν τοῖς παρ’ ἀξίαν ἀτυχοῦσι βοηθεῖν οἶμαι δεῖν, ὅ τι ἂν δύνωμαι καὶ νομίζω ποιεῖν ἀρέσκοντα τῷ Διί, τοὺς δ’ ἐπὶ λόγοις μοι προσιόντας καὶ ὅστις τούτων οἰκεῖος διπλοῦν ὁρῶ πρὸς ἐμὲ τὸ δίκαιον ἔχοντας. ἔχουσι γὰρ πρὸς τῷ κοινῷ καὶ τὸ διὰ τοὺς λόγους.
Μάρων τοίνυν τῶν παρ’ ἡμῖν
ἐστιν ἐπὶ λόγοις ἐπαινουμένων, πόλεως μὲν Πανεάδος, παῖς
μέχρι μὲν οὖν ἐνῆν δαπανᾶν, τοῦτο ἐποίει· πάντων δὲ ἀνηλωμένων φεύγει κἂν ἀπείπῃ φεύγων, κάτεισι, καὶ πάλιν αὐτῷ τῆς οἰκίας ἡ φυγὴ
κουφότερον.
ἀλλ᾿, ὦ γενναῖε, στῆσον αὐτῷ τὴν πλάνην δείξας τοῖς ἀδικοῦσιν, ὡς πρόσθεν ταῦτ᾿ ἐξῆν, νῦν δὲ ἡ πενία μετὰ τοῦ δικαίου τῶν πλουτούντων ἰσχυροτέρα.
ρνδ΄.
Μοδέστῳ. (358—361)
Τῶν ἐμῶν πώλων, οὓς ἄγων ἐκ Μουσικῶν λειμώνων ἔδωκά σοι, τοὺς μὲν κεκλημένους ὑπὸ σοῦ, τοὺς δὲ ἀκλήτους ὁρᾷς. ὧν τοὺς μὲν εὐδαιμονίζω τῆς παρὰ σοῦ τιμῆς, τοὺς δὲ τοῦ περὶ δὲ πόθου. δηλοῦσι γὰρ οἷς αὐτόματοι τρέχουσιν, ὡς εἰκότως ἂν ἦσαν ἐν τοῖς κεκλημένοις.
πάντων μὲν οὖν
ἐπιμελήσῃ, τῶν μὲν εὐπόρων, ἵνα κτήσωνται δόξαν, τῶν δὲ πενήτων, ἵνα καὶ τούτοις χρήματα· πλέον δέ σοί τι δεικτέον περὶ τοὺς οὐ δοκοῦντας ἠξιῶσθαι τῆς τιμῆς, ὡς τοῖς μέν, κἂν σιγήσωσιν, οὐ μικρὸν ἐκεῖνο, τοῖς δ᾿ ἓν εἰς παραμυθίαν εἰπεῖν τε καὶ λαβεῖν.
ρνε΄.
Βασσιανῷ. (359/60?)
Ἤιδειν, ὅτι καὶ ταῦτα ποιήσεις, ἃ νῦν ποιεῖς, καὶ ὡς ἐπιστελεῖς οὐ κακῶς. ἥ τε γάρ σου χρηστότης διεφαίνετο πά- λαι καὶ ἐπιστέλλειν ἐμάνθανες. ἥκοντος δὲ τοῦ καιροῦ καὶ ἔρ-
γῶν καὶ λόγων πῶς ἔμελλες ἢ σιγῇ χρήσασθαι πρὸς ἡμᾶς ἢ ῥᾳ- θυμίᾳ;
τούτοις τε οὗν ἔμμενε καὶ μὴ τῶν τοῦ καλοῦ Κλεο- βούλου περὶ σὲ πόνων ἀμνημόνει, ὡς ἐγὼ μέν σε κινοῦντα πτέρυγας ἤδη παραλαβὼν ὠφέλουν, ὁ δέ σοι Φοῖνιξ γεγένη- ται.
καὶ τοῦτο δὲ αὐτό σοι τὸ τὰ τοῦ Φοίνικος εἰδέναι
παρὰ τοῦ Κλεοβούλου. ὅν, ἢν μὲν δυνηθῇς, ἀντευποίει, πρὸ δὲ τῆς δυνάμεως εὔχου δύναμιν εῖς τὸ ποιῆσαι λαβεῖν.
ρνς΄.
Ἀνδρονίκῳ. (359/60)
Αὐξέντιος οὑτοσὶ φοιτητὴς μὲν οὐκ ἔστιν ἐμός, πολλῷ 15 δὲ πολλῶν φοιτητῶν εὐνούστερος συναλγήσας τε ἡμῖν ἐν τοῖς χείροσι καὶ συνησθεὶς ἐπὶ τοῖς ἀμείνοσιν.
οἶσθα δέ, ὅτι παρ’ ἡμῶν ἐξιόντι τὸν νεανίσκον ἐπιδείξας ἥξειν τε αὐτὸν ἔφην εἰς Φοινίκην αὐτίκα καὶ τῶν σῶν φίλων ἠξίουν ἔνα νο-
ἥκει δὴ καὶ πλήρου τὰς ὑπο- σχέσεις παρόντα μὲν ἡδέως ὁρῶν, ἐκπέμπων δὲ μετὰ σῶν γραμμάτων. εἰ μὲν γὰρ ἦν Φοῖνιξ, ἔργον ἂν σὲ ἀπῃτοῦμεν· νῦν δέ, ἐκ γὰρ τῆς ὁμόρου χώρας ἁνήρ, αὐτὸς ἔργον ἀπαίτει
τὸν χρηστὸν Ὑπάτιον ἐν ἐπιστολαῖς.
ρνζ΄.
Ὑπατίῳ. (358)
Εἰ τοῖς τε ἐπαινοῦσί με χαίρεις καὶ τοὺς ἐμὲ φιλοῦντας οἴει δεῖν φιλεῖν, οὐκ ἂν φθάνοις ἕνα τῶν σαυτοῦ φίλων Αὐ-
ξέντιον τιθείς. κινδύνους τε γὰρ ἐμοὶ κίνδυνον λύων ὑπομεί- νειεν ἂν ἡδονή τε αὐτῷ καλόν τι περὶ ἐμοῦ πρὸς ἄλλον εἰπεῖν ἥ τε πρᾳότης καὶ τὸ ἡσυχάζον τῆς γνώμης ἄξια τιμῆσαι.
ταῦτ’ οὖν ἐμοῦ ψηφιζομένου θαυμάσαιμ’ ἄν, εἰ τὴν ἐναν- τίαν οἴσεις· τὴν αὐτὴν δὲ φέρων οὐκ ἄδηλον ὅτι, κἄν του
δέηται μετρίου, δώσεις τὴν χάριν.
ρνη΄.
Τῷ αὐτῷ. (358)
Οἴει γὰρ Ἀνδρόνικον τὴν σὴν ἀγνοεῖν ἀρετὴν ἢ μὴ κέρδος αὑτοῦ νομίζειν, εἰ τὰ σὰ φυλάξειεν. ἔχει δὲ οὐχ οὕ-
τὼς, ἀλλὰ τὸ μὲν σὸν καὶ δεῦρο διῖκται κλέος, ὁ δὲ ἄρχοντας ἀγαθοὺς οἷδε θαυμάζειν.
ἀλλ’ ὅμως ἐπειδὴ κελεύεις, τῷ
Ναυμάχιος δὲ ὁ καλός, τὸν γὰρ σοὶ φίλον ἀνάγκη τοιοῦτον εἶναι, πάντα μὲν ἔπραξε, δι’ ἡμῶν δὲ οὐδέν, ἤρκεσε γάρ, ἐγὼ δὲ πρὸς τὰ ἔργα μὴ παρα- κληθείς, ὃ λοιπὸν ἦν, ἐποίησα· συνήσθην εἰργασμένῳ.
ρνθ΄.
Ἀνδρονίκῳ. (358—361)
Ὑπὲρ ἀμφοτέρων ὑμῶν, Ὑπατίου τε καὶ σοῦ, θαυμαστὴν ἐδεξάμεθα φήμην, καὶ ἴστον τοῦτο ὃ δὴ καλεῖσθον, ἄρχοντες ἀκριβῶς.
ἡμεῖς τε οὖν συγχαίρομεν τοῖς ὑφ’ ὑμῶν ὑμῶν σωζο-
μένοις ὑμεῖς τε, ὡς εἰκός, ἀλλήλοις, ὁ μέν, ὅτι τοιοῦτος αὐ- τῷ τὴν πατρίδα θεραπεύει, σὺ δέ, ὅτι πόλεως ἄρχεις, ἣ τοι- οῦτον ἤνεγκεν.
ἐθαύμασα δέ, ὅπως ἐμῆς ἐδεήθη πρὸς σὲ παρακλήσεως εἰς κηδεμονίαν τῶν αὑτοῦ. εἰ μὲν γὰρ εὖ πά- σχων, ὅπως ὅτι κἀμοὶ χαρίζῃ μάθοι, τοῦτο ἐποίησε, καλῶς
ἐποίησεν· εἰ δ’ οὔπω τῆς σῆς εὐνοίας πεῖραν λαβών, οὐκ μαθεῖν, ὅθεν οὔπω πέπονθεν εὖ. δεῖ γάρ σε νομίζειν μισθὸν ὀφείλειν τῷ προσομοίῳ σοι κατὰ τὴν ἀρχήν. εἰ γὰρ τὰ αὐτὰ τιμᾷ, χαρίζεται δήπου σοι, τῷ χαριζομένῳ δὲ χάριν ὀφείλεις.
θὲς δὴ σαυτὸν ἐν Παλαιστίνῃ κτήματα ἔχειν καὶ γεωργεῖν,
ρξ΄.
Πρισκιανῷ. (359/60)
Εἶτα σὺ διπλᾶς μὲν οὐκ εἰσπράξεις τὰς εἰσφοράς, ὑπὲρ ὦν δὲ πραγμάτων ἔχεις γράμματα, πάλιν ἀξιοῖς λαμβάνειν· τήν γέ τοι περὶ τῆς πενίας τῆς <τε> ἐκεῖ τῆς τε ἐνθάδε καλος ἔφερεν ἐπιστολήν.
σοὶ δὲ οὐκ ἀρκεῖ, ἀλλ’ ὁ τῆς σῆς
μὲν γυναικὸς ἀδελφός, ἡμῖν δὲ φίλτατος, χθές, οὗ σύνειμι τοῖς ἑταίροις, εἰσδραμὼν ἐν αἰτίαις τε ἔφασκεν εἶναι καὶ φό- βοις ὡς οὐ καλῶς σοι δοκῶν διακονεῖν περὶ ἃς πέμπεις ἐπι- στολάς, ὑπ’ ἐμοῦ δὲ <σὲ> ἔλεγεν ἀδικεῖσθαι τοῦ μηδὲν πιστείλαντος περὶ τῆς πενίας. εἰμὶ δὲ τῶν ἐπεσταλκότων, ὡς
οἶσθα σὺ καὶ μαρτυρεῖ Μίκκαλος. οὔκουν αὖθις εῖσοίσω τὴν εἰσφοράν.
ἀλλ’ ἐκεῖνό γε δεῖ σε μαθεῖν. ἀκούων σε μεγά- λους περιεστηκέναι πόνους οὐ πάνυ κινδύνων καθαροὺς εὐ-
τούτους γὰρ δὴ τοὺς πό- νους ἱστᾶι μέν τις ὁ διηγησόμενος, ἱστᾶι δέ τις ὁ θαυμασό- μενος, καί τις ἀκολουθήσει μισθός, ὃν σὺ μὲν οὐ ζητεῖς, ἐγὼ δέ σοι προσδοκῶ.
ρξα΄.
Οὐρβανῷ. (358–361)
Αἱ τεκοῦσαι ταῖς τικτούσαις παροῦσαι καὶ συναλγοῦσι καὶ συμπονοῦσι καὶ πάντα παραμυθοῦνται τρόπον τὰ μὲν λέ- γουσαι, τὰ δὲ πράττουσαι. εἰκὸς δὴ κἀν τοῖς λόγοις τοῦτο
σώζεσθαι καὶ τοὺς ἠγωνισμένους τοῖς ἀγωνιζομένοις βοηθεῖν
οὐκοῦν σὺ μὲν τῶν πάλαι παλαιόντων, οὗτοι δὲ τῶν νῦν ἀρξαμένων. δεῖ δή σε τῶν ὠδίνων ἐκείνων ἀναμνησθέντα χεῖρα ὀρέξαι τοῖς ἐν ταῖς ὠδῖσιν. οὐ γὰρ ἂν ἔχοι καλῶς σὲ μὲν ἄλλοις εἰδέναι περὶ ταῦτα χάριν, αὐτὸν δὲ ἑτέροις μὴ
δοῦναι.
ρξβ΄.
Τῷ αὐτῷ. (359/60)
Καλὴν ἐλπίζω τὴν ἐμπορίαν ἔσεσθαι τοῖσδε τοῖς νέα νίσκοις, ὅτι χωροῦντες ἐπὶ δίκας τῷ λάμψαντι περὶ τὰς δίκας
ὅτι μὲν οὖν αὐτοὺς εὐμενῶς ὄψει, πέπεισμαι, προσ-
ἔστω δὲ τῇ φιλοφροσύνῃ καὶ διδαχὴ τούτων δὴ τῶν δικανι- κῶν δρόμων. καὶ γὰρ οὐχ ὅσον εἰς παίδευσιν, ἀλλ’ ὅσα γε ἔξεστι μαθέτωσαν καὶ φερόντων γε παρὰ σοῦ γράμματα πρὸς τοὺς ἰσχύοντας ἐν τοῖς ἀγορεύουσιν. οὐχ ἡδὺ μὲν γὰρ αὐτοῖς ἄλλων εἰς δόξαν ἐλθεῖν, σοὶ δ’ ἂν ἴσως καὶ τοῦτο ὑπακού-
σαιεν.
ρξγ΄.
Μοδέστῳ. (359/60)
Καλά γε περιμένει τοὺς ἄρχοντας τὰ ἆθλα, εἴγε ταλαι- πωρήσονται μὲν καὶ τὰ αὑτῶν χείρω ποιήσουσι τῶν κοινῶν
ἐπιμελούμενοι, λήψονται δὲ ἀμοιβὰς ὕβριν καὶ καταδίκην καὶ ἀτιμίαν καὶ κινδύνους.
ταῦτα γὰρ κεκύκλωκε νῦν τὸν ὑπὸ σοῦ μὲν οὐδὲν ἀτιμασθέντα, μεθ’ ἡμῶν δὲ βεβιωκότα
προσπεσόντες γὰρ ἄνθρωποί τινες ἐκεῖθεν ἥκοντες καὶ θρασέως εἰσελθόντες οὗ καθεύδει χρυσόν τε ἐζήτουν καὶ
καταβάλλειν ἐβόων πόσον, οἴει, χρυσόν; μὴ φαινομένου δὲ σήμαντρα πανταχοῦ, καὶ πολὺς ὁ θόρυβος, ἡ γυνὴ δὲ ἐν ἐκ- πλήξει καὶ τὸ βρέφος μικροῦ τῆς νηδύος οὐ κατὰ νόμον ἐξέ- δραμεν.
ἡμεῖς μὲν οὖν οὗπέρ ἐσμεν κύριοι πληροῦμεν, συν- αχθόμεθα τῷ φίλῳ, σὺ δὲ παρ’ ᾧ τι πλέον μεθ’ ἡμῶν μὲν
συνάλγησον, μόνος δὲ ἐπικούρησον χρηστός τε φαινόμενος καὶ τῇ δυνάμει χρώμενος.
ἴστω δὲ πρῶτον μὲν τῆς χάριτος τὸ μὴ δι’ ὀργῆς λαβεῖν τὴν μονήν, μᾶλλον δὲ τὸ τὴν ὀργὴν ἐπὶ τοὺς οὐκ ἀφέντας ἐξελθεῖν μετενεγκεῖν· δεύτερον δὲ τὸ τὴν ἐπικειμένην ζημίαν.
οὐκ ἔστι τῶν ῥεόντων ἃ ζητοῦμεν,
οὐδὲ γὰρ ἃ πράττεις καθημέραν τῶν ῥεόντων ἐστίν, οὐδέ γε πάσης γνώμης, ἀλλὰ τῆς σῆς μόνης. μὴ οὖν θαυμάσῃς, εἰ πάλαι διδάσκων ἡμᾶς, ὡς κἀν τοῖς ἀμηχάνοις ἰσχύεις, ἀπαιτῇ παρὰ τῶν ἐκεῖνα ὁρώντων ἕτερα ἐκείνοις ἐοικότα.
ἀλλ’ ἐννοήσας τε ὅθεν ἡ καταδίκη καὶ τὸ πρᾶγμα μεμψάμενος καὶ
ρξδ΄.
Κυρίλλῳ. (359/60)
Εὔνομος οὑτοσὶ καὶ τῶν εὖ γεγονότων καὶ τῶν λέγειν ἐπισταμένων καὶ τῶν ἐπιείκειαν ἠσκηκότων. ἀμειβόμενος δὴ τὸν ἄνδρα παρά τε τὸν Μόδεστον εἰσάγω καὶ πάλιν εἰσάγω παρὰ σὲ διὰ γραμμάτων νομίζων ταύτην ἐκείνης οὐ λείπεσθαι
τὴν χάριν. ἦν δὲ ἄρα καὶ μείζω ταύτην ἐκείνης εἰπεῖν, εἰ δὴ καὶ πλείω καὶ συνεχῶς ἔστιν εὖ παθεῖν Εὐνόμῳ παρὰ τῆς σῆς εὐνοίας.
ἀλλ’ ὅπως καὶ ἕτερον τιμήσῃς Εὔνομον, τούτου μὲν ἀνεψιόν, ἐμοὶ δὲ ἀδελφοῦ καλλίω. ἡ τοῦτο μὲν αὑτῷ δέ- δωκεν ἐκεῖνος φθάσας τὴν ἐμὴν ἐπιστολήν, καὶ οὐκ ἔμελλες
ἀγνοήσειν ἄνδρα τε χρηστὸν καὶ ῥήτορα δεξιόν, τὰ γράμματα δὲ προσθήκην ἐργάσεται τῇ πάλαι γιγνομένῃ τιμῇ.
ἀλλὰ κάκείνῳ τίς ἐστιν Εὐδαίμων ἀνεψιός, οὐδὲν εἰς ἐμὲ φαυλό- τερος Εὐνόμου, φαίη δ’ ἂν Εὐδαίμων, ὅτι καὶ προθυμότε- ρος. ἀλλ’ ἔγωγε τοῦτ’ ἀεί ποτε ἐφθεγξάμην ὡς ἐν ἴσῳ, καὶ
σὺ δ’ ἐν μὲν τῷ ποιεῖν εὖ τοὺς ἔμπροσθεν μιμή- σῃ, νικήσεις δὲ τοὺς ἔμπροσθεν διὰ τῶν ὑπερβολῶν.
ρξε΄.
Τῷ αὐτῷ (359/60)
Οὗτός ἐστι Παλῆς, ὃν ἄγων ἧκον οἱ κατέλυες καὶ ἐπέ δειξά σοι. νομίζω δέ, ὅτι σε τῆς μορφῆς ὁ τύπος τῶν τε ἐμῶν ἀναμνήσει λόγων ὦν τε αὐτὸς ἐπηγγέλλου.
ἥκει δὴ καιρὸς ἔργων καὶ βεβαίου τὰς ἐλπίδας ἐμοί τε καὶ τούτῳ. τὸν δὲ ἄν- θρωπον ἐν οἷς αἰτεῖ θαυμάσεις. τῶν μὲν γὰρ νόμων οὐδὲν
ἔξω ζητήσει, παρὰ δὲ τῶν ἰσχυόντων εἰ μὴ πάσχει κακῶς, ἀγαπήσει.
ρξς΄.
Ἀνδρονίκῳ. (358—361)
Παρὰ Κυρίλλου λάβοις ἂν ῥᾳδίως χάριν, τοῦτο μὲν ὡς 15 φίλος, τοῦτο δὲ ὡς ἄρχων Τυροῦ.
πέμπε δὴ πρὸς αὐτὸν ἐπιστολὴν ὑπὲρ τοῦ δόντος σοι τὴν ἐπιστολήν. ἂν γὰρ οὗτος ἐν Ἐλούσῃ τύχῃ τινὸς ἀγαθοῦ δι’ ἐμέ, Βοηθὸς ὁ τοῦδε μὲν συγγενής, τἀμὰ δὲ διοικῶν ἔσται βελτίων εἰς ἐμέ.
ρξζ΄.
Εὐδαίμονι. (359/60)
βάλῃς ἠδικῆσθαί φησιν ὑπὸ σοῦ καὶ ἐπήγαγεν ὅρκον. συνηχθέσθην οὖν τῷ μὲν ὡς παθόντι κακῶς, σοὶ δὲ ὡς ποιὴ-
σαντι. Πλατῶν δέ γε σοὶ μᾶλλον ἂν ἔφησεν ἢ ’κείνῳ συν- άχθεσθαι.
τῆς μὲν οὖν κατηγορίας τὸν ἄνθρωπον ἀπεστή- σαμεν, τοῦ δ’ ἐπαινεῖσθαί σε πρὸς τὸ λοιπὸν ὑπ’ αὐτοῦ σὺ κυριος.
ρξη΄.
Μοδέστῳ.
Οὐδέτερον καινόν, οὔθ’ ὁ πολύς σου δρόμος οὔθ᾿ ἡ ξενίων πομπή. πάλαι γὰρ δὴ σὺ καὶ περίπολος καὶ φιλόδωρος, ἀλλ’ ἐγὼ σὲ πῶς ἂν ἀμειψαίμην, εἰ τοὺς λόγους, ὃ μόνον ἐστί μοι, μὴ βούλοιο λαμβάνειν;
ρξθ΄.
Ἀνδρονίκῳ. (358—361)
Οἱ περὶ τὸν Μόδεστον στρατιῶται πολλάς μοι δεδώκασι χάριτας, ἀντὶ· δὲ πολλῶν αἰτοῦσι μίαν, ἣν διὰ σοῦ δυναίμην ἂν δοῦναι. σκόπει τοίνυν, εἴ σοι καλῶς ἔχει δοκεῖν ἡμᾶς εὖ
μὲν πάσχειν ἐθέλειν, ἀμείβεσθαι δὲ οὐκ ἔχειν.
ἔστι δὲ ἡ χάρις μὴ πικρόν σε γενέσθαι Λεοντίῳ περὶ τὴν βοήθειαν, ἣν αὐτῷ πολλά τε ἄλλα φέρει καὶ βασιλέως ἐπιστολή.
ρο΄.
Κυρίλλῳ. (359/60)
Δεῖταί σου δι’ ἡμῶν Ζηνόβιος ὑπὲρ τοῦ πατρός. ἔστι δὲ ὁ μὲν πατὴρ ἐν Ἐλούσῃ, παρ’ ἡμῖν δὲ ὁ νεανίσκος πρόθυμός τε περὶ τοὺς φίλους καὶ χαλεπὸς ἐχθροῖς. τοῦ δὲ αὐτῷ μετεῖ- ναι παιδείας ἔστω σοι σημεῖον ἡ περὶ τοὺς γονέας φροντίς.
ἂν μὲν οὖν ἐπελθόντος ἀκούσῃς, δι’ αὐτὸν τὸν πατέρα τι-
μήσεις· ἴως δὲ ἄπεστι κατὰ τοὺς λόγους, ἐμοὶ ταύτην δίδου τὴν χάριν.
ροα.
Ζήνωνι. (359/60)
Καλῶς ποιεῖς φίλον τέ με νομίζων καὶ ἐπιστέλλων, εἰ
καὶ μήπω συνεμίξαμεν, ἐπεὶ καὶ αὐτὸς πάλαι τέ σε φιλῶ διὰ
ἡ δέ, ὡς ἔοικε, πείθεταί τε καὶ διαλλάττεται· τοιοῦτος ἥκει
λόγος περὶ τῆς ὅλης σκευωρίας ὡς αὐτίκα δέχεται λύσιν. τῇ τε οὖν ἐλπίδι κουφίζου καὶ προσδέχου τὸ ἔργον.
ὁ δὲ δοὺς ἡμῖν τὰς ἐπιστολὰς βραδέως τε ὡμολόγησεν ἥκειν καὶ ἐμέμφε- το τοὺς τοὺς ἀνέμους μέμφου δὴ καὶ αὐτὸς ἀντὶ τῶν τοὺς ἀνέμους.
ροβ΄.
Στρατονίκῳ (359/60)
Ἀλλ’ ἡμεῖς σε τάττομεν ἐν τοῖς Μουσικοῖς χοροῖς, ἐπεὶ καὶ αὐτὸ τοῦτο παιδείας μέρος τὸ τοὺς πεπαιδευμένους θαυ- μάζειν εἰδέναι. τῆς δὲ τοῦ παιδὸς εἵνεκα φύσεως τοῖς θεοῖς
ὁμολόγει χάριν, καὶ γὰρ ἀγχίνους καὶ μνήμων καὶ τῶν βου- λομένων μανθάνειν ἥ τε φωνὴ χρόνῳ πρὸς τὸ κάλλιστον ἥξει, δηλοῖ γάρ.
ἀλλὰ μὴν ὅ γε παιδαγωγὸς πατρὸς οὐ χείρων κατὰ τὴν εὔνοιαν. ᾧ κἂν ὅτι πλεῖστα δῷς, μικρὰ ἴσῃ. τὸ δ’ ἡμέτερον πρὸς τοὺς φοιτῶντας ὁποῖον, ἐγγὺς ὁ
φράσων ὁ σὸς συγγενής τε καὶ ἄρχων. εἰ δὴ ὅλως ἐγώ, πρό- θυμός τις πρὸς ὑμᾶς.
ρογ΄.
Πρισκιανῷ. (360)
Τὸ δὲ σὲ τοσούτοις κεκυκλωμένον πράγμασι καὶ νυττό- μενον ταῖς περὶ τοῦ πολέμου φροντίσιν ὅπως ἡμῖν φοιτητὴς προσγενήσεται· σκοπεῖν καὶ μηδεμίαν ἀσχολίαν ἀξιοῦν εἶναι
τηλικαύτην, ἥ σε τοῦ τὰ ἡμέτερα θεραπεύειν ἀποστήσει, τίνα ἔτι θαυμάζειν ἀφήσει τῶν παρὰ τοῖς ποιηταῖς ἐπὶ φιλίᾳ βε- βοημένων;
ὁ δὲ ἄνθρωπος ἐκεῖνος, ἀφ’ οὗπερ ἧκον, οὐ διέλιπε βάλλων· εἰ δὲ οὐκ ἐπήγνυτο τὰ βέλη, ἀλλ’ ἦν τὸ τοῦ Αἴαντος σῶμα κρεῖττόν τοῦ σιδήρου, χάρις Ἡρακλεῖ καὶ τῷ
τοῦ Πόντος δέρματι.
αἰσχυνόμενος οὖν οὗτος ὁ τοξότης, ὅτι τοῖς σοῖς ἐπὶ τὸν οὐκ ἀδικοῦντα ἐχρῆτο, ζητῶν ἀμυνομέ- νου σχῆμα πλάσας αἰτίαν ἐγκαλεῖ βοὴν τινα ἐμὴν ἐπὶ τῇ κεί- νου πρὸς τὸν Ἑρμογένην εἰσόδῳ.
τὸν δὲ ἐμὸν οἶσθα σὺ περὶ ταῦτα τρόπον, καὶ εἴ τι τῶν τοιούτων ἐμὲ δύναται δάκνειν.
σκῆψις ταῦτα, ὦ γενναῖε, τὸ δ’ ἀληθές, ἔταξεν αὑτὸν ἑτέρωθι, τὴν τάξιν δὲ ἐπαινεῖν οὐκ ἔχων τοῦ μὴ γενέσθαι μετ’ ἐμοῦ
ἐγὼ δὲ οὕτως εἰμὶ πρᾷος καὶ οὐκ ἐψεύσω, ὥστ’ αὐτῷ τὸν μὲν ἕτερον τῶν υἱέων ἐπένθησα, τὸν δὲ ὄντα, καὶ εἴη γε, Ζεῦ σῶτερ, τά τε ἄλλα φιλανθρώπως ὁρῶ καὶ πρὸς τὰς ἐπιδείξεις τῶν λόγων
μόνον τῶν ἐκεῖθεν καλῶ καίτοι γε ὑπ’ ἀμφοῖν ὑβρισμένος, εἰ δὲ βούλει, παρὰ τοῦ πατρός.
τοῦτον γὰρ ὁ σοφὸς Θεό- δοτος ἔχοντος μὲν τὴν ἀρχὴν Στρατηγίου κοινωνὸν ποιεῖ, καὶ τουτὶ ἤνεγκα, πῶς οἴει; μεμφομένου τοῦ θείου· λήξαντος τῆς ἀρχῆς πάλιν ἐκείνου μόνου ποιεῖ.
καὶ τοιοῦτος εἰς
ἡμᾶς φανεὶς ὅτι μὴ στεφανοῦται παρ’ ἡμῶν, ἀγανακτεῖ. ἀλλὰ καὶ τοῦτό γε, ἢν κελεύῃς, ποιήσομεν ἐκεῖνον μὲν εἰδότες, σοὶ δὲ ἀπειθεῖν οὐ τολμῶντες.
ροδ΄.
Τῷ αὐτῷ. (359/60)
Γαυδέντιον οἶσθα τὸν διδάσκαλον τὸν χρηστόν. ἐπὶ τοῦ- τόν τις καταφεύγει γεωργός, ὁ δὲ ἐπ’ ἐμέ, ἐπὶ δὲ σὲ ἐγώ. πάντως δέ, ὃ καθ’ ἡμέραν ποιεῖς καὶ νῦν ποιήσεις, κωλύσεις βίαν.
τὸ μὲν οὖν ὄνομα τῷ χρῄζοντι τῆς βοηθείας Ἀντώ-
ροε΄.
Ἀνδρονίκῳ. (360)
Ἀλλ’ ἐγώ σοι παρὰ τοῦ Δημοσθένους λαβών τι περὶ τουτουὶ διαλέξομαι Βάσσου. οὗτος τοίνυν, Ἀνδρόνικε, πένης μέν ἐστιν, οὐ πονηρὸς δέ γε.
οὗτος μέντοι Φοῖνιξ ὢν καὶ διὰ πάντων ἥκων πόνων ἕστηκε νυνὶ λόγον τε κομίζων καὶ φασκώλιον κενόν, ὅπως τὸν μὲν εἴποι, τὸ δὲ ἐμπλήσαι.
σοὶ
δ’ ἄμφω πρέπει, τὸν μὲν δέξασθαι, τὸ δὲ μικρὸν ὂν ἐμπλῆσαι. μέγα δὲ τούτῳ καὶ τὸ μικρόν, ὥστε τοὺς μὲν εἰσοίσοντας οὐκ ἀνιάσεις, τὸν δὲ ληψόμενον ὀρθώσεις.
ὃς ἧκε μὲν ἐκ Δα- μασκοῦ παρ’ ἐμὲ πτωχός, λόγων ἐπιθυμητής, ἀκούων δὲ Αἰ- σχύλου λέγοντος ἐκ τῶν πόνων τίκτεσθαι τὰς ἀρετὰς βροτοῖς
ὕπνον φυγὼν καὶ θεαμάτων ἡδονὰς βλαβερὰς νομίσας τε τοὺς
κἂν ἐπαινέσαι τις.
ἀλλὰ σὺ καὶ Δαμασκῷ καὶ ἐμοὶ χάριν διδοὺς κοὶ πολὺ πρότερον τῷ διδόντι λόγους θεῷ καὶ λογισά- μενος ὅτι σοι τὸ ἄρχειν ἀπὸ τῶν λόγων ἀπόπεμψον ἡμῖν τὸν Βάσσον μετὰ βελτίονος μὲν ἐσθῆτος, ἱλαρωτέρου δὲ τοῦ προσ- ώπου καὶ διὰ τῶν αὐτῶν τῷ μὲν βοήθει, τοὺς δὲ ἄλλους ἐπὶ
τὴν παιδείαν παρακάλει.
ρος΄.
Φιλαγρίῳ. (360)
Λέλυται τὸ ἀμφίβολον καὶ οὐκέτι σοι διττὸς ἀφικνεῖται λόγος, ὧν ὁ μὲν ἔφασκε τὸν πάντα ἄριστον Ἐλπίδιον ὡς ὁμᾶς,
ὁ δὲ ὡς ἡμᾶς πορεύεσθαι. ἀλλ’ ὁ μὲν ἐν τῇ ἡμετέρᾳ νῦν, περὶ δὲ σοῦ δίδωσιν ἐλπίζειν, ὡς καὶ αὐτὸς ἴσῃ παρ’ ἡμῖν δῶρόν τι τοῦτο οὐ μικρὸν ἐμοί τε καὶ σοὶ διδούς, εἰ σὺ μὲν ὄψει τοὺς υἱεῖς, ἐγὼ δὲ σέ.
ἔμελλον μακρὰν ποιεῖν τὴν ἐπιστολήν, ἀλλ’ ἡ τῆς συνουσίας ἐλπὶς ἐκώλυσεν.
ροζ΄.
Θεμιστίῳ. (360)
Οἱ μὶν παῖδες οἱ Λολλιανοῦ πλέουσι, πλέουσι δὲ κὰτ ἐμπορίαν εἰς Σινώπην.
ὁρμιζομένοις τε οὖν παρ’ ὑμῖν βοή- θει καὶ πρὸς τοὺς ἐν Σινώπῃ φίλους ὑπὲρ αὐτῶν γράφε τό
τε οἰκίδιον εἰ πωλοῖεν, πάντα ἐπισκόπει καὶ μήτε τούτους ὑπ ἄλλων μήθ’ ὑπὸ τούτων ἡμᾶς ἔα παρακρουσθῆναι.
ροη΄.
Εὐσεβίῳ καὶ Φαύστῳ. (360)
Εἰ μὴ σφόδρα ὑμῖν ἐπιστεύομεν, οὐκ ἂν οἰκέτην καὶ 10 πλοῖον εἰς Σινώπην ἐξεπέμπομεν. οὐ γὰρ ἀγνοοῦμεν ὡς ὑμεῖς ἡ πόλις, κἂν συλλαμβάνητε, πάντα ἐξ οὐρίων θεῖ, κἂν ἀντικρούσητε, — βλάσφημον δὲ οὐδὲν <ἐν> ἐπιστολῇ γράφω. ἀλλ᾿ ὦ γενναῖα θρέμματα, νῦν κομι- δήν. καὶ γὰρ εἰ μικρὰ τὰ παρ’ ἡμῶν εἰς ὁμᾶς, ἀλλ’ ἅ γε εἴ-
χομεν.
ροθ΄.
Πρισκιανῷ. (360)
Νῦν ἡμῖν ἀκριβῶς ἀποδημεῖς, ὅτε καὶ τὸν τὰ σὰ μι- μούμενον ἔχεις λαβών. τὰ γὰρ δὴ σὰ πολλοὶ μὲν ἐπαινοῦσι,
ἀλλὰ κἀκεῖνο μέντοι μιμουμένου τὸ χαίρειν
τε ἡμῖν, ὥσπερ καὶ σύ, καὶ συμπράττειν ἡμῖν οἷα σύ. καὶ γέγονε δή μοι μετὰ λύπης τὸ κέρδος. ἐν γὰρ τῷ φιλεῖν ἔχειν οἴων ἀπεστερούμην οὐκ ἔχων μανθάνω.
σὺ δ’ αὐτὸν μὴ καθ’ Ὅμηρον ἐθέλοντα πέμπειν, οὐ γὰρ ἔστιν ὅτε πέμψεις, οὐ γὰρ ἐθελήσει, ἀλλὰ καὶ ἄκοντα κινεῖν, ὡς οὐ μικρὸν ἐμοὶ
σοῦ γε ἀφεστάναι διὰ τὴν ἀρχήν.
ρπ'.
Στρατηγίῳ. (360)
Ἀλλ’ εἰ καὶ ἀπόντος ἠμέλεις τοῦ τῆς γυναικὸς ἀδελφοῦ τά τε ἄλλα καὶ οὐδὲ ἐπιστείλας, νῦν γε ἃ πρὸς τοὺς τοιού-
τοὺς ποιεῖν ἄξιον ποίει. ἴσως μὲν γὰρ καὶ τοῖς ἦττον ἀγαθοῖς προσεκτέον διὰ τὴν ἀνάγκην τῆς κηδείας, ὁδὶ δὲ ὑμᾶς, ἵνα μηδὲν εἴπω μέγα, καίτοι γε ἐξῆν, οὐκ ἂν καταισχύνοι.
ἀκού- ων δέ σοι κράτος εἶναι ἐν τῷ βουλευτηρίῳ μᾶλλον ἀπὸ τοῦ λέγειν ἢ τῶν ἀναλωμάτων χαίρω μέν, ὅτι κρατεῖς, ὅτι δὲ οὐ
πρα΄.
Ἀλβανίῳ. (360) 5
Ἐγὼ μάντις μὲν οὔκ εἰμι, δυναίμην δ’ ἂν ἔνια τῶν μελλόντων λογισμῷ προορᾶν. καὶ νῦν τοίνυν ὁρῶ καὶ προλέ- γω πολλὰ ὑμῖν ἔσεσθαι, σοί τε καὶ τῷδε, παρ’ ἀλλήλων ἀγαθά. καὶ γὰρ βουλήσεων καὶ πόνων καὶ ἔργων κοινωνήσετε καὶ τοὺς οὐ ταῦτα περὶ ὑμῶν προσδοκῶντας ἐκπλήξετε, προσθήσω 10 δὲ ὅτι καὶ ἀνιάσετε.
πόθεν οὖν μοι ταῦτα ἔπεισι λέγειν; ἐκ τοῦ μηδὲ ἐν οἷς φιλονεικεῖτε πρὸς μηδὲν ἀνήκεστον ἐξα- χθῆναι, ἀλλὰ γενέσθαι τὴν στάσιν ἐκείνην μίμησιν στάσεως ἐν παιδιᾷ μᾶλλον ἢ στάσιν. τίνες δὴ ἔσεσθε συμπνέοντες, οἵ γε μηδὲ τοῖς συγκρούουσι πάντα κεχάρισθε;
ἀλλ’ ὑπὲρ μὲν 15 τούτων ἐπιστελεῖτέ μοι τὴν μαντείαν ἐπαινοῦντες, σὺ δ’ οὔτε ἐπιστέλλων λυπεῖς οὔτ’ ἤδη καταστήσας ἑαυτὸν εἰς ὁδόν τινα βίου. τοῦ δὲ ἔτι φέρεσθαι δεῖγμά μοι τὸ τοὺς παῖδας ἔτι παρ’ ἡμῖν μένειν.
ρπβ΄.
Ἀμβροσίῳ. (360)
Οὐκ ἦμεν ἡμῶν αὐτῶν, ὅτε ἡμῖν ἐπεδήμεις, ἀλλ’ ὁ και- ρὸς ἐκεῖνος τεθορυβημένους ἤλαυνε τὰ μέγιστα καὶ κάλλιστα
καἰ τιμιώτατα τὰ μὲν ἤδη παραιρούμενος, περὶ δὲ τῶν τὸν ἴσον ἐπιφέρων φόβον.
ἀλλ᾿ οὐδὲ νῦν γε ἐν τοῖς εἰωθόσιν ἐσμέν, εἰ καὶ δοκοῦμεν· τὸ γὰρ ὀδύρεσθαι καὶ στένειν οὐκ ἦν τῶν εἰωθότων, ἡμεῖς δὲ ἐν τούτοις. διαφέρει δὲ τοσοῦ- τον, ὅσον νῦν μὲν τοῖς φίλοις ὁμιλοῦντες τοῦτο ποιοῦμεν,
τότε δὲ οὐδὲ ὁμιλεῖν ἐξῆν.
εἰ οὖν τι παρώφθη τῶν πρὸς σὲ καὶ οὐ προσειπὼν ἀπεδήμησα, τοῦ πνεύματος τοῦτο τίθει τοῦ τότε βιαζομένου πάντως. ἤδη δὲ καὶ πλωτῆρες ἄκραν ἱερὸν ἔχουσαν, οὗ θύειν εἰώθεσαν, παρέπλευσαν οὐκ ἀποβάν- τες κωλυούσης αἰγίδος.
πρὸς μὲν οὖν ἄλλον πολλῶν ἂν
ἐδέησέ μοι λόγων δεικνύναι πειρωμένῳ καιροῦ δύναμιν, σὺ δὲ μυρία μὲν ἐν πλάσμασιν, οὐκ ὀλίγα δὲ ἐπ’ αὐτῆς τῆς ἀλη-
περὶ δὲ τοῦ νεανίσκου τοῦδε τοῦ σοῦ πολίτου τί ἄν σε παρακαλοίην; καὶ γὰρ ὧν ἐστι καὶ οἷός ἐστιν οἶσθα καὶ ταῦτα εἰδὼς οὐκ ἀνέξῃ πλείω παρ’
ἄλλου τὸν ἑταῖρον εὖ παθεῖν.
ρπγ΄.
Ἀνδρονίκῳ. (360)
Ὅτι μὲν ἔμελλες ὡς ἥδιστα τὸν χρηστὸν ὄψεσθαι Παλ- λάδιον καὶ μηδὲν ἐμοῦ γράφοντος, εὖ ᾔδειν. τούς τε γὰρ νό-
μους μεθ’ ὧν ἄρχεις καὶ τοὺς λόγους ἐν οἷς ζῇς παρ’ αὐτῷ ζητῶν εὑρήσεις.
ἀλλὰ ταῦτα μὲν καὶ παρ’ ἄλλοις, ἡ δέ γε τῶν ἠθῶν χάρις καἰ τὸ τῶν τρόπων ὁμιλητικὸν καὶ τὸ οἷς συγγένοιτο, τούτους εὐθὺς ἕλκειν καὶ τὸ ἀπούσης μὲν ἑορτῆς αὐτὸν ἑορτὴν εἶναι καὶ μόνον, παροῦσαν δὲ μείζω ποιεῖν,
ταῦτα ἴσως μὲν οὐκ ἐν ἄλλῳ, πάντως δὲ οὐκ ἐν πολλοῖς.
διὰ μὲν δὴ ταῦτα καὶ φεύγοντα ἂν διώκοις καὶ οὐχ ὅπως προσ- ιόντα ἀπωθοίης. ὥστ’ οὐδὲν ἴδει γραμμάτων τῶν ποιησόντων φιλίαν, ἀλλ’ ἐπειδὴ καὶ χρήσῃ φανέντι καὶ χρώμενος ἑπαινέ-
ρπδ΄.
Τῷ αὐτῷ. (360)
Οἶον ἔδρασας ὁ τοῦτο μόνον ἁμαρτών, ὃ μόνον οὐκ ἐχρῆν ἁμαρτεῖν, εἰ καὶ τὰ ἄλλα ἠδίκεις· Βηρῖνος παρῶπται καὶ καταπεφρόνηται, Βηρῖνος ὁ πάντων ἐμοὶ φίλτατος, φαίην δ’ ἄν, ὅτι καὶ σοὶ φίλτατος, εἴπερ ἐμοί.
καίτοι πάντα ὑπ- ισχνοῦ ποιήσειν καὶ θαρρεῖν ἐκέλευες καὶ δεομένων πολλάκις
ὕβριν τὸ πρᾶγμα ἐκάλεις· ἔσεσθαι γὰρ τῶν περὶ Φοινίκην σοι προοίμιον τὴν πρὸς τοῦτον χάριν.
ἀλλὰ σὺ περὶ μὲν τοὺς ἄλλους χρηστός, καὶ οὐκ ἐγκαλῶ, δεῖ γὰρ τῷ δύνασθαι πρὸς τὸ εὖ ποιεῖν καταχρῆσθαι, πρὸς δέ γε τὸν ἐμὸν συμφοιτητήν, ᾧ πλοῦτος πολὺς ὢν καὶ δίκαιος οὐκ ἠβουλήθη παραμεῖναι,
τοιοῦτος γὰρ ἐκεῖνος, εἰ δὲ βούλει, τοιαύτῃ τῇ γνώμῃ ἡ τοῦ πλούτου κυρία περιέρχεται καθάπερ ὄρνις ἀπὸ δένδρου πρὸς δένδρον μεταχωρῶν — περὶ δὴ τοῦτον τὸν ἄνδρα Ἀνδρόνικος ὡς μὲν οὐκ ἐγένετο πρόθυμος, οὐκ ἂν βουλοίμην εἰπεῖν· ὡς δὲ ἐγένετο πρόθυμος, οὐκ ἂν εἰπεῖν ἔχοιμι. τοσοῦτόν γε μὴν
οὐ γὰρ δὴ τὴν πρᾶξιν οἴχεται ἀποφέρων ὁ χρόνος, ἀλλ’, ἢν ἐθέλῃς, ἔστι δοῦναι τὴν χάριν, εἰ καὶ βραδέως. ἄμεινον δὲ οἴμαι δοῦναι βραδέως ἢ Ἄι δοῦναι τὴν χάριν.
ρπε΄.
Εὐφημίῳ. (360)
Ῥουφῖνος συγγενὴς μέν ἐστιν Ὀλυμπίου τοῦ πάνυ, φί- λος δὲ ἐμός, τὸν συγγενῆ γὰρ μιμεῖται, τῆς δὲ περὶ τὸν ὕπαρ- χον στρατιᾶς ὅτιπερ κεφάλαιον. τούτῳ Κυρῖνος, σὸς δὲ οὗ- τος στρατιώτης, θυγατέρα βούλεται μὲν δοῦναι νοῦν ἔχων, 10 μέλλει δὲ ὑπ’ ἀνάγκης, ἵδρυται γὰρ ἐν Βερροίᾳ.
μετὰ δὲ τοῦ γαμηλίου Δῖός σὺ κύριος γενέσθαι τοὺς γάμους, ἢν ἀνα- λῦσαι τὸν Κυρῖνον ἡμῖν ἐθελήσῃς ἡμέρας οὐ πολλάς. δεῖ δέ σε θεραπεύειν τὸν Γάμον, ὅπως σοι τὰ δεύτερα τοῦ θεοῦ γέ- νηται βελτίω.
ἀλλ’ ὅπως μή μοι τὸ Ἄκαι τὸ μηδ’ ἀσχολίαν 16 μηδ’ ὡς οὐχ οἷόν τε Με ταῦτα δὴ τὰ εἰωθότα γράψῃς. δεό- μεθα γὰρ οὐ διότι τὸν ἄνδρα οὐκ ἀφῆκας ἀκοῦσαι, ἀλλ’ αὐ- τὸν ἀφεθέντα τὸν ἄνδρα ἰδεῖν.
ρπς΄.
Δημητρίῳ. (359/60)
Ὑμῶν τε ὁ καλὸς διέστηκε Βάκχιος ἐμοί τε οὐχ ἄξιον συγγεγένηται τὸ δὲ αἴτιον, τὸν μὲν οἴκοι κατέσχεν ἕλ-
κος, ἐμὲ δὲ τὰ τῆς τέχνης, οἶσθα ὁπόσα ὄντα, κωλύοντα εἶναι ἐλεύθερον, καὶ προσεγένοντο δὴ φροντίδες διὰ τοὺς <οὐκ> αἰδουμένους τὰ δόξαντα τῷ θείῳ. πάνυ γοῦν αὐτὰ κινεῖν ἐπιχειροῦσιν.
αὐτὴν μέντοι τὴν ἡμέραν, ἐν ᾗ τὸν ἑταῖρον εἶδον, ἀντὶ πολλῶν τε καὶ μάλα λευκὴν ἤγαγον ἀκούων τοὺς
ἐν τοῖς πότοις ἀγῶνας τοῦ μέλανος καὶ ὅπως διὰ τοῦ ζωμοῦ τὸν οἶνον ἐζήτησεν. ἀλλὰ μήτ’ ἐκεῖνος παύσαιτο πίνων μήτε σὺ γράφων, ὃς τοῦτο μέγιστον εἴργασαι τὸ μεθ’ ἡσυχίας στῆ- σαι τὸ τρόπαιον.
ρπζ΄.
Στρατωνιανῷ. (359/60)
Οὗτος ἡμῖν τῆς οἴκαδε ἐπανόδου καρπὸς ἐντυχεῖν λαιοῖς συμφοιτηταῖς καί τι τῶν ἀρχαίων εἰπεῖν τε πρὸς αὐ- τοὺς καὶ παρ’ ἐκείνων ἀκοῦσαι δόξαι τε ἐπ’ αὐτῶν εἶναι τῶν ἔργων τῇ μνήμῃ τῶν γεγενημένων.
γέγονε δή μοι τοῦτο
Λαὶ πρὸς τὸν ἄριστον Θεόδοτον καὶ τὰς ἡμέρας ταύτας ἐν ταῖς ἑορταῖς γέγραμμαι, καὶ προσέθηκά γε τῷ τὸν ἄνδρα φι-
τῶν γοῦν πρὸς ἡμᾶς αὐτῷ προοίμιον τὰ περὶ τοῦ σοῦ παιδὸς ἐρωτήματα καὶ οὐ πρότερόν γε ἀπῆρε πρὶν διεκωδώνισε τὸν νέον κελεύσας ἔπε- σιν Ὁμήρου προσπαλαῖσαί τισιν. ὁ δὲ οὐδὲν διατρίψας ἧκε, τὰ λοιπὰ δὲ αὐτὸς ἐρεῖ, πάντως δὲ οὔθ’ ἑκὼν οὔτε ἄκων ἐζ-
απατήσει τιμῶν τε τἀληθὲς καὶ γέμων ῥητορικῆς.
ρπη΄.
Δημητρίῳ. (360)
Ἀλλ’ οὐδὲν τῶν παρὰ σοῦ μικρόν, ἐπεὶ καὶ παρὰ σοῦ. ταυτὶ δὲ τὰ ἥκοντα καὶ μεγάλα τῷ γε τὸ μέγεθος κρίνοντι τῇ
ἡδονῇ. καὶ δῆλον ὡς πάλαι τὸν Πέρσην εἱστία τούτοις ἡ ὑμε- τέρα μέρος οὖσα τῆς ἀρχῆς. εἰ δέ γε ἥδε μὲν ἦν τῶν Ἑλλή- νων, τοῦ Περσοῦ δὲ ἐκεῖνα, ἔπειτ’ ἐκεῖνος ἐγεύσατο τούτων. δοκεῖ ἄν μοι στρατεῦσαι ἐπὶ κτήσει τῆς ὑμετέρας μᾶλλον ἢ ἐπ’ Ἀθήνας ὑπὲρ τῶν σύκων.
ἀλλ’ ἔστω γε, εἰ βούλει, τῇ
φύσει μικρά, τὸ γὰρ μέγεθος αὐτοῖς ἀπὸ τοῦ πέμποντος, καὶ οὐ δι’ ἐκείνην μικρὰ μᾶλλον διὰ τοῦτον μεγάλα.
ὅτι δὲ οὕτω φρονῶ, πέπομφά σοι καὶ αὐτὸς δύο λόγω τῶν ἐμῶν, καλὼ μὲν ἥκιστα, σοὶ δὲ οὐ δόξοντε κακώ· τοιοῦτον ἡ φιλία.
ρπθ΄.
Ἀνδρονίκῳ. (360)
Μάρης ὁ θαυμάσιος καὶ συμφοιτητὴς ἡμῖν γεγένηται καὶ διδάσκαλος, αὐξηθεὶς γὰρ ἀπ’ ἐκείνου πρὸς τοῦτο ἦλθε,
καὶ δύο τούτοις <τοῖς> δικαιώμασι τῷ μὲν ὑπάρχει τὸ τάττειν, ἡμῖν δὲ ὑπηρετεῖν ἀνάγκη.
μέλει δὲ τούτῳ Ζή- νωνος, ὁ δέ ἐστι τῶν περὶ τὸν ὕπαρχον καὶ νῦν ἥκει παρὰ σὲ εὖ τε πράξων, εἰ τοῦτο βούλοιο, καὶ μὴ βουλομένου τοῦτο, θάτερον δὲ οὐκ ἔρα, ἀλλ’ οἶδ᾿ ὅτι βουλήσῃ τὰ βελτίω
μένος τε τοὐμὸν ἐν λόγῳ κἀκεῖνον αἰδούμενος ὃν καὶ ἐγώ.
ρϥ΄.
Ἀκακίῳ. (360)
Ἔδει μὲν καὶ νῦν ὑπὸ σῶν κεκινῆσθαι Τιτιανὸν γραμ- μάτων, νῦν δ’ ἔοικεν ἀληθὲς εἶναι τὸ λεχθέν, ὡς ἀρρώστως
ἔχεις. εἴρηται γάρ, ἀλλὰ θεοῦ γε διδόντος ὡς καὶ ἀνέστης, εἴρηται. δεῖ γάρ σε τῶν τε ἄλλων εἵνεκα σώζεσθαι καὶ ὅτι πολλοὺς ἡμῖν τῶν λιμένων προσέχωσε τὸ δαιμόνιον καὶ οἷς θαρροῦμεν ὀλίγοι
τῶν δὲ ὀλίγων ὅτιπερ κεφάλαιον οὗτος, ὃς καὶ τῶν ἐν λόγοις ὅτιπερ κεφάλαιον. πάντως δέ, εἰ σαυτὸν
οἷσθα, οἶσθα ὃν λέγω
ὁ μὶν οὖν υἱὸς ἥκει σὲ κουφιῶν, ἐγὼ δὲ αὐτὸν νῦν μὲν ἤπειγον θεῖν, νῦν δὲ κατεῖχον τὸ μὲν εἰς σὲ βλέπων εἰδώς, ὅτι σε ποιήσει ῥᾴω φανείς, τὸ δ’ ὅπως
ἀλλ’ ὅμως ἐνίκα τὸ σόν, καὶ ἔπεμψα τὸν παῖδα παρα- μυθίαν εἰς τὰ παρόντα. ὁ δέ σε διπλῆ θεραπεύσει, τοῦτο μὲν ὡς πατέρα, τοῦτο δὲ ὡς παιδευτήν.
ρϥα΄.
Μοδέστῳ. (358/59)
Τὸ μὲν πρῶτον οὐκ ἦν ἡμῖν εἰδέναι, ποῦ ποτε ὢν τυγ- χάνεις, ἀλλ’ ὅτι μὲν ἐν τῇ ποταμὸν ἑκατέρωθεν ἐχούσῃ, Τί- γρητα μὲν ἐνθένδε, Εὐφράτην δὲ ἐνθένδε, τοῦτο οὐκ ἦν ἀγνο-
εἰν· ταύτης δὲ ἐκείνης ὅπου τοῦτό γε καὶ τὰς αὐτόθι πό- λεις ἐλάνθανε διὰ τὸν οὐδαμοῦ καθήμενον ἀετόν.
εὐχόμην δή σε τῆς πλάνης ἀπαλλαγέντα στῆναι μικρόν, ὅπως γένοιτο πορεύεσθαι ταῖς ἐπιστολαῖς, ὃ δὴ καὶ γέγονεν. ὡς γὰρ ἀνέ- πνευσας, ἐπέστειλάς τε καὶ πρὸς ἐπιστολὰς ἐγείρεις, καὶ οὐ φή-
σεῖς γε τὸ παρελθὸν ἔτος κατὰ τὴν παροιμίαν εἰς γράμματα γενέσθαι βέλτιον τοῦ νῦν.
ὃν δὲ ἔπεμψας ἐπὶ ἰατρικὴν νέον διδασκάλῳ Θάλλω χρησόμενον, οὔπω ἔσχον ἰδεῖν. ἢ γὰρ οὐχ ἧκεν ἢ οὐδὲν ἡμῶν οἴεται δεῖσθαι.
ρϥβ΄.
Ἀνδρονίκῳ. (360)
Σέβων ἐστὶ μὲν Κρής, προσήκει δέ τι κατὰ γένος τού- τοις ὧν ἄρχεις. ἔστι γὰρ ἀπόγονος τῶν ἀνδρῶν ἐκείνων, οἳ
ἀπὸ τῆς Εὐρώπης ἐγένοντο τῷ Διὶ κομίσαντι τὴν παρθένον ἀπὸ Φοινίκης διὰ θαλάττης εἰς Κρήτην. γέμων δὲ μαθημά- των, ἃ καὶ αὐτὸς ὁμιλῶν τε καὶ πειρώμενος εὑρήσεις, οὐ μᾶλ- λον τὴν γλῶτταν ἢ τοὺς τρόπους ἀγαθὸς ὑπὸ τῆς παιδεύσεως γεγένηται.
κοὶ δὴ καὶ τόδε τῆς παιδείας· ἀνέῳξε γὰρ
ξένοις τὴν οἰκίαν καὶ πολλοὺς ἐποίησεν ἐπιλαθέσθαι τῆς οἰ- κείας καὶ πρὸ τῶν οἰκείων τὸ τοῦδε ποιήσασθαι.
δέχεται δὴ κατάραντα καὶ Φοίνικα ἄνδρα, ἀδελφὸν Εὐσεβίου τοῦ ῥήτορος ὃν πέμψαι μὲν εὔχετο σῶν, παρόντα δὲ ἐθεράπευσεν, ἀπελθόν- τα δὲ ἐπένθησε τά τε ἄλλα χρηστὸν ὄντα καὶ περὶ τῆς οὐσίας
ἀξίως ἐπαίνου βεβουλευμένον.
ἀφεὶς γὰρ πονηροὺς ἀδελ- φοὺς πρός τε τοὺς ἄλλους καὶ πρὸς αὑτὸν ἔδωκεν ἀνδρὶ γεν-
ἀλλ’ οὗτοί γε πάντων εἰσὶ χαλεπώτατοι νικῶντες ὥσπερ οἱ Σκύθαι, φεύγοντες γὰρ νικῶσιν. ἀλλ’ ἐκείνοις μὲν τὸ ἐπ’ ἀμα-
ζῶν οἰκεῖν τοῦτο παρεῖχε, τούτοις δὲ ἡ τῶν ἀρχόντων τῶν μὲν νωθεία, τῶν δὲ ἑτέρα κακία. οὓς χρῆν ἀγανακτεῖν ὥσπερ αὐ- τοὺς ἀδικουμένους, οἱ δ’ ἐκάθευδον, Ἐλπίδιός τε ὁ Ἀριστεί- δης καὶ Ἀνδρόνικος ὁ Φωκίων.
ἀλλ’ ἄρτι δὴ μῦς πίττης. σὺ γὰρ δὴ αὐτοὺς ἐκ τοῦ σκότους πρὸς τὸ φῶς ἑλκύσεις
τῶν τε δικαίων εἵνεκα καὶ νομίσας δεινὸν τοὺς μὲν οἴκοι καθη- μένους τρυφᾶν ἀνδραπόδων οὐδαμῇ βελτίους, Σέβωνα δὲ τὸν τῶν Ἑλλήνων ἄκρον ἐπ’ ἀλλοτρίας ἔτη τέτταρα ἀλᾶσθαι γυναικὸς οὔσης αὐτῷ καὶ παίδων.
εἰδότι <δ᾿> ἂν τὸν περὶ ταῦτα πόθον, δι’ ὃν ὥρμησε πολλάκις ῥίψας τὴν δί-
κἠν ἐπανελθεῖν, ὑφ᾿ ἡμῶν δὲ κατεκωλύθη τὸν ἐλεούντων, εἰ τοὺς ἐχθροὺς αἰσθήσεται τὰ αὑτοῦ καρπουμένους
δεῖξον δὴ καλῶς ἡμᾶς πεπεικότας μέ- νειν καὶ τοῖς μὲν νόμοις χάρισαι τὸ καλέσαι τοὺς κρυπτομέ- νους, ἡμῖν δὲ τὸ ταχέως· ὡς οὐκ ἔσται μοι λόγος, ἢν οὗτος
αὖθις εἰς ἀναβολὰς ἐμπέσῃ τοῦ κατεπείγειν ὄντος ἐν σοί. τὸ γὰρ ὅτι παντὶ σθένει βοηθήσεις ἐμὴν χάριν προειπεῖν πάντα με ἀφαιρήσεται λόγον, εἰ ῥᾳθυμήσαις. ὅρα οὖν μή με ἀπο- φήνῃς ἀλαζόνα.
ρϥγ΄.
Νικεντίῳ. (360)
Ἔτ' ἐπιστέλλεις, ἡμεῖς δέ σε ὄψεσθαι προσεδοκῶμεν. πάλαι μὲν γὰρ ἠκούομεν, ὡς κέκλησαί τε καὶ βαδίζεις, ἀλλά μοι δοκεῖς κεκλῆσθαι μέν, ἑλέσθαι δὲ καθῆσθαι τοῦ Νείλου σε πεπεικότος ὅτι βέλτιον ἐν Αἰγύπτῳ τρυφᾶν ἢ ἑτέρωθι πο-
νεῖν, ὅπως ἄλλοις ἐξείη τρυφᾶν.
ὡς μὲν οὖν οὐκ εἰς τέλος διαφεύξῃ τοὺς πόνους, ἀλλ’ ὄψομαί σε πάλιν ἐν φροντίσιν ἇί τῶν ἀρχόντων εἰσίν, οἶδα, μεμνημένος δὲ ἡμῶν τοῦτο ποιεῖς, ὃ καὶ ἡμεῖς, ἐπεὶ καὶ ἡμεῖς σε περιφέρομεν ἐν τῇ ψυχῇ.
καί- τοι γενναῖος μὲν ὁ τὴν σὴν προστασίαν διαδεξάμενος, οὐχ
ἦττον δὲ ἀγαθὸς ὁ τὴν ἐκείνου ἀλλ’ ὅμως καὶ πρὸς αὐτοὺς ἐκείνους ἐπαινοῦμεν τὰ σὰ καὶ οὐ λυποῦμεν.
ρϥδ΄.
Μοδέστῳ. (360)
Σχετλιαζόντων ἡμῶν οἴα πέπονθε Προκόπιος καὶ συν- ευχομένων λυθῆναι τὸν ζόφον Κιλίκων οἱ πολλὰ δὴ παρ’ αὐ- τοῦ χρηστὰ παθόντες ἀντ’ εὐεργεσίας Ἀγαμέμνονά φα-
σιν. ὥσπερ γὰρ λύκοι προβάτοις ἐπιπεσόντες ἐρήμοις Μυσῶν λείαν τὴν τῆς θυγατρὸς αὐτοῦ πεποιήκασιν οἰκίαν.
καίτοι ζῇ μὲν Προκόπιος καὶ χρημάτων ἐστέρηται, τἄλλα δέ ἐστιν ἡλίκος ἦν. ζῇς δὲ καὶ σὺ καὶ δύνασαι καὶ Προκόπιον ἔνα τῶν φίλων ἡγῇ καὶ φιλεῖν ὅλως οὐχ ἧττον ἢ ἄρχειν ἐπίστασαι.
δεῖξον δὴ τοῖς πονηροῖς Κιλίκων, ὡς οὐ ῥᾴδιον τὸν ἄνδρα ἐλαύνειν.
καὶ μὴ θαυμάσῃς, εἰ περὶ πολλῶν κακῶν βρα- χεῖαν ἐπιστολὴν ἔπεμψα. ῥήτωρ γάρ ἐστιν ὁ κομίζων παῖς τε ἐκείνου καὶ συνηδικημένος καὶ γλῶτταν ἔχων ἀρκοῦσαν τῇ τρα- γῳδίᾳ
ρϥε΄.
Ἀνδρονίκῳ. (360)
Ἠ που πολλάκις σοί τε καὶ τοῖς γνωρίμοις ὑπὲρ Φοινί- κης γίγνονται λόγοι τοῦ μὲν τὴν φύσιν τῆς γῆς ὑπερεπαινοῦν- τος, τοῦ δὲ τὴν κρᾶσιν τῶν ὡρῶν, ἑτέρου τῆς θαλάττης τὴν
ἀλλ’ ἔγωγε τὸν ἄνδρα τοῦτον ὁρίζομαι τῶν ἐν Φοινίκῃ τὸ κάλλιστον μετά γε τὰ τῶν θεῶν ἱερά. ταῦτα δὲ αὐτὸς προσ-
κυνεῖ καὶ ἔστι τοῦτο τῶν ἐν αὐτῷ καλῶν τὸ πρῶτον, ὅτι τὸ θεῖον ἐπίσταται. δεύτερον καὶ τρίτον οὐκ οἶδ’ ὅ τι θείμην, πάντα γὰρ ἴσα ἀλλήλοις.
ἀλλ’ ὅ γε καινότατον, ἐπὶ θρόνου γάρ, οἴου σύ, καθίζων ἀνέμιξε τῷ ἄρχειν τὸ φιλοσοφεῖν τῶν τι δοκούντων εἶναι καὶ ἀπειλούντων τοσοῦτον καταγελάσας
ὅσον οὐκ οἶδ᾿ εἴ τις τῶν ἄλλων ἢ τῶν ἀνδραπόδων. τε γὰρ οὐκ εἶχον αὐτὸν ἀφελέσθαι, πῶς γὰρ τά γε οὐκ ὄντα; δεθείς τε ἡγήσαιτ’ ἂν ἐν λειμῶνι διάγειν τό τε τῆς ἀρχῆς ἐκ- βαλεῖν οὐ στερῆσαί τινος ἦν, ἀλλ’ ἀποδοῦναι σχολὴν.
οἶμαι δέ, οὐδ’ εἴ τις ἀπέσφαττεν, ἤλγησεν ἄν. οὐ γάρ, ὥσπερ οἱ
πολλοί, φρίττει τὸν θάνατον, ἀλλ’ οἶδεν οὔσας τοῖς γε δι- καίοις ὑπὸ γῆς οὐ μικρὰς εὐφροσύνας.
ἥκει δή σοι θεα- τής τε ὧν πράττεις καὶ κριτής, προσθείην δ’ ἂν καὶ ἐπαινέ- της. οὗ τὴν ψῆφον ἢν λάβῃς, λήψῃ δέ, πλέον εἰς δόξαν νῦν ὑπάρχοντος ἔξεις καὶ ταῦτα ὄντος οὐκ ὀλίγου τοῦ
νῦν
οὐδεὶς γὰρ τὴν ἐναντίαν Ἱερίῳ θήσεται τῷ τῶν μὲν
ρϥς΄.
Μοδέστῳ. (358/59)
Εἴη σε τὴν στοὰν ταυτηνὶ τὴν εὐρεῖάν τε καὶ μακρὰν καὶ ὑψηλὴν καὶ τῷ Διονύσῳ φίλην ἐπιτελέσαι κατὰ νοῦν καὶ σταίη γε παγίως, ἕως ἀνθρώπων γένος, σώζουσα τῷ γε ἐγεί- ραντι τοὔνομα.
ἀλλ’, ὦ μακάριε, μὴ τοῦθ’ ἓν μόνον σκο- πῶμεν, ὅπως μεγάλα ποιήσωμεν, ἀλλὰ καὶ ὅπως μηδένα ἐν οἷς
ποιοῦμεν λυπήσωμεν· ὡς νῦν γε εἰσὶν οἱ στένουσιν, ὧν αὐτὸς ᾐσθόμην, καὶ οὔ σε ἀποκρύψομαι, ἴν’ εἴ τι φαινοίμην λέγων, παύσαις τὸ γιγνόμενον.
κίονας ἐκ Σελευκείας τοῖς μὲν ἐπέ- ταξας κομίζειν, κομίζειν, τοὺς δὲ ᾔτησας χάριν. ὁ δὲ οὕτω διειλεγμένος κύριον πεποίηκε τὸν αἰτηθέντα ἀμφοῖν. ἡ βουλὴ μὲν ὑπηρε-
τεῖ σιγῇ, τῶν δὲ ἐν ἀρχαῖς γεγενημένων οἱ μὲν ταὐτὸν ἐκεί- νοις ποιοῦσι καὶ κομίζουσιν, εἰσὶ δὲ οἷς δοκεῖ τὸ πρᾶγμα δει- νόν, οἷς ἀξία μέν ἐστι, δύναμις δὲ οὐκ ἔστι.
καὶ τὸ ὑπάρ-
ἀλλ’, εἰ δοκεῖ, τῇδε ποιῶμεν·
κήρυξον, εἴ τις βούλεται, τούς τε γὰρ βουλομένους εὑρή- σεις διὰ τὸ δύνασθαι τούς τε οὐ δυναμένους οὐκ ἀνιάσεις. καὶ οὕτως οὐδεὶς καταράσεται τῷ ποιουμένῳ. εἴη δέ σοι μικρὰ κατασκευάζεσθαι συνηδομένων ἁπάντων ἢ βαρυνομένων τὰ τείχη Βαβυλωνίων.
ρϥζ΄.
Τῷ αὐτῷ. (360)
Ἄκουε δὴ καὶ ἕτερον ἐπανορθώσεως χρῇζον. Ἀστερίῳ παρ’ ἡμῖν οὐδεὶς ὅμοιος, οἶμαι δέ, οὐδὲ ἄλλοθι· τοσαύτην ἴσχεν ἁνὴρ ἐπιμέλειαν ἀρετῆς οὐ τοῦ γήρως αὐτῷ σβέσαντος
τὰς ἀτόπους ἡδονάς, τῆς φύσεως δὲ ἐκ παιδὸς ἐπὶ τὸ σῶφρον ἀγούσης, ὅθεν ἐν αἰδοῖ παρὰ τοῖς πολίταις, οὐ μᾶλλον ὧν ἐστι πρεσβύτερος ἢ ὧν ἦν τότε νεώτερος. ἐμοὶ δὲ δόξα παρίστα- ται ζῆν μοι τὸν θεῖον, ὅταν ἐντύχω τε τῷ πρεσβύτῃ καὶ κατα- στῶμεν εἰς λόγους.
ὅτε οὖν αὐτὸν ἐνέβαλλες εἰς καπνόν τε
καὶ κτύπους χαλκέων, πράγματα ὧν ἀφειστήκει πλέον ἢ καμί-
ἐπεὶ δὲ τὸ μὲν ἐκτείνεται, ταραχὴ δὲ ἐν τοῖς ἐργαζομένοις, ὁ δὲ ἡσυχίας ἐρᾷ, δι’ ἣν ἀρχὰς αὑτῷ
πρὸς τὰς χεῖρας ἰούσας ἀπεώσατο, δεῖ δὲ τοὺς χρηστοὺς ἐν τῇ σῇ δυνάμει χαίρειν, Ἀστέριος δὲ φεύγει ταῦτα ἃ διώκουσιν ἄλλοι καὶ δὴ καὶ τῆς οἰκείας ἡδέως ἂν ἐκπέσοι μὴ μέλλων οἴ- κοι ζῆν κατὰ τὸν αὑτοῦ τρόπον, δέομαι σοῦ τὸν μὲν ἐπαινέσαι τοῦ τε τὰ αὑτοῦ πράττειν ἐθέλειν καὶ ὧν ὑπηρέτηκεν, ἐπ’ ἄλ-
λον δὲ ἀγαγεῖν τοὐπίταγμα, πολλοὶ δὲ ὧν ἄρχεις.
Ἀστέ- ριος δὲ καὶ τούτων ἀφειμένος τῶν ἔργων οὐκ ἀργὸς καθεδεῖ- ται, τὰ γὰρ σὰ θαυμάζειν ἔργον αὐτῷ.
ρϥη΄.
Ἀνδρονίκῳ. (360)
Εἰ μὲν οὐκ ἦν σοὶ φίλος, ὥσπερ ἡμῖν, ὁ χρηστὸς Εὐ- στόχιος, πολλῶν ἂν ἴδει μοι λόγων εἰς τὸ δοῦναί σε χάριν· νῦν δέ, οἶσθα γὰρ τὸν ἄνδρα καὶ εἰδὼς φιλεῖς, ἃ δοίης ἂν ἡδέως αἰτοῦμεν.
κακῶς φησι πεπονθέναι ὁ σὸς στρατιώτης παρὰ τῶν τὰ τοῦδε διοικούντων, οἱ δὲ ἀρνοῦνται καὶ κατα-
δύντες που τρέμουσιν, οὐχ ὅτι ἠδίκησαν, ἀλλ’ ἡ ἀπειρία ποιεῖ τὸν φόβον.
ὁ καρπὸς δὲ ἐν συγκομιδῇ, κἂν μὴ φανῶσιν
πῶς ταῦτα; <νὴ> Δία, βουλῆς μακρᾶς, εἰ καὶ τὸν καρπὸν διασώσει κἀκείνους οὐκ ἀφαιρή-
σεταί σε. δεῖ δέ σε εἰδέναι τοῦθ’ ὡς, ἢν ἁλῶσιν, οὐδὲν δεήσει τῆς ὀργῆς, ἀλλ’ ὁ δεσπότης φθήσεται τὸν δικαστήν.
ρϥθ'.
Σωφρονίῳ. (358—361)
Ὃ πάλαι εὐχόμην, ἰχῶ παῖδα σόν, βραδέως μέν, ἀλλ’ ἰχῶ
πάνθ’ ὡς εἰπεῖν ἐοικότα τῷ πατρί, τὴν μορφὴν, τὴν ἐπιεί- κειαν, τὴν βάδισιν, καὶ μὴν καὶ ὄκνος ἄπεστι καὶ πρὸς λόγους ἔρρωται. τοῦτο δὴ τὸ σόν.
ἑνὸς δὴ δεῖ, τῆς Τύχης. ἀλλ᾿ εὐχώμεθα, σύ τε κἀγὼ καὶ ὁ τοῦ νεανίσκου μὲν θεῖος, ἐμοὶ δὲ φίλος. οἶμαι δὲ καὶ τὸν ἄριστον Ἰουλιανὸν παρακαλέσειν
τὸν Ἑρμῆν. ἐμοὶ μὲν γὰρ ἐπέταξεν, ἐκεῖνον δ’ ἱκετεύσει.
σ'.
Μοδέστῳ. (359/60)
Ὃ πάλαι ἐπόθεις ἀκοῦσαι, νῦν ἥκει σοι, θαυμαστή ἀφορμὴ πρὸς τὴν τῆς καταδίκης λύσιν, ἣ κατ’ οὐδὲν μὲν δί-
καῖον ἐπέπεσεν Ἀνυσίῳ τῷ καλῷ, τὸ μὴ παγῆναι δὲ βεβαίως ὑπὸ τῆς σὴρ ἔπαθε πρᾳότητος.
δικαίας γὰρ ἀναβολῆς οἱ
γὰρ ὑβρίζειν ἔοικα περὶ ὧν ἔδει θαρρεῖν ἀφεὶς τὸ διαπιστεῖν. σαυτῷ γάρ, οἶμαι, διαλέξῃ περὶ τοῦ δεῖν ἀκολουθῆσαι σαυτῷ. εἰ δὲ δὴ καὶ φίλων ἱκετείας οὐ μικρὸν δεῖ νομίζειν, τὸ μὲν Εὐστοχίου καὶ Νικεντίου γράμμα τίμιον, τοὐμὸν δὲ ἴσως οὐκ ἄτιμον.
σα'.
Στρατωνιανῷ. (359/60)
Εἰ μέν του καὶ ἄλλου μισθὸν ὀφείλεις Λεοντίῳ, σαυτὸν ἀναμνήσεις· οὗ δέ σε ἐγὼ οἶδα μισθὸν ὀφείλοντα, τοῦτο παρατηρῶν διετέλεσεν ἐν οἷς ὁ παῖς εἴη σοι, καὶ ἦν οὐδὲν
οὔτε τοῦ παιδαγωγοῦ περὶ ταῦτα δεύτερος οὔθ’ ὧν ἂν ἐποί- ησεν ὁ πατὴρ εἰς τὸν ἑαυτοῦ παρών.
αὐτὸς μὲν οὖν οὐ.δὲν ἀπαιτεῖν ἀξιοῖ νομίζων υἱέος ἐπιμελεῖσθαι, σὲ δὲ ἄξιον καὶ σιωπῶντι δοῦναι. ἔστι δὲ ὁ μισθὸς ὑπὲρ ὧν ἥκει πραγμάτων, ταῦθ’ ὅπως ὡς τάχιστα λάβοι τέλος φροντίσαι.
σβ΄.
Πρισκιανῷ (359/60?)
Ἀλλ’ εἰ καὶ γελοῖον ὑπὲρ οὗ πρός με διελέχθης πολλά- κις ἐμὲ σοῦ δεῖσθαι νῦν, ὅπως τὰ σαυτοῦ μιμήσῃ, δέομαι
ὅμως. τοῦτο γὰρ ἐδεήθη μου Λεόντιος, ὅπως πάντα αὐτῷ νοιτο ταχέως ὁρᾷς γάρ, ὡς ἁνὴρ τὸ· σῶμα διάκειται καὶ ὅτι τοῖς ὧδε ἔχουσιν οὐκ ἔστιν οἷόν τε μέλλησιν ἐνεγκεῖν.
οἶδα δὲ καὶ τὸν ἄριστον Μόδεστον τοῖς ὑπὲρ αὐτοῦ κατακλάσας λό- γοις. τί δῆτα σὲ δράσειν εἰκὸς τὸν ἑταῖρον καὶ φίλον καὶ
προστάτην; περικόψας δὴ πᾶσαν ἁπάντων ἀναβολὴν δὸς ἀνα- πνεῦσαι τῷ καταφρονουμένῳ.
τὸν Στάσιμον δὲ πρὸς κτῆ- σιν ἀφεθῆναι λόγων ἠξίωσα ἄν, εἰ μή σε ἠπιστάμην πέμψον- τα παρ’ ἡμᾶς αὐτόν.
σγ΄.
Γερμανῷ. (360)
ὅτι μὲν ἄρχεις καὶ χώρας πολλῆς καἰ πόλεων μεγάλων καὶ γενῶν Ἑλληνικῶν, εὐχὰς ἡμῖν πληροῖς· ὅτι δὲ οὐχ ἄρχεις, οὐ πάσης τετυχήκαμεν τῆς εὐχῆς. οἶμαι δὲ ἡμᾶς καὶ τοῦδε οὐκ εἰς μακρὰν τεύξεσθαι τοῦ μέρους. τότε μὲν οὖν
ἡμᾶς, νῦν δέ σοι τοὺς ἡμετέρους εὖ ποιεῖν ἔξεστι φίλους, εἰ
Ἑρμόλαος τοίνυν οὗτος γίγνεταί μοι συνήθης ἀπὸ τοῦ περὶ τοὺς λόγους ἔρωτος, δι’ ὃν οὐκ ὤκνησεν ὁμοῦ τοῖς τε δικαζο- μένοις συμμαχεῖν καὶ τῶν φοιτώντων εἷς εἶναι, καὶ δὴ καὶ ἐπηύξησε τὴν οὖσαν αὑτῷ δύναμιν.
οὐκοῦν σοι πάρεστι
πεῖραν λαβεῖν. τοῦ δέ γε εἶναι χρηστὸς οὕτω σφόδρα πάνυ πεποίηται λόγον, ὥστ’ οὐδ’ ἂν ἐχθρὸς εἴποι περὶ αὐτοῦ μὴ εἶ- ναι χρηστόν.
ἥκων δὴ νῦν ἐνθάδε θησόμενός τι τῶν αὑ- τοῦ βέλτιον διὰ τοῦ μειζόνως ἰσχύοντος ἤκουσε παρ’ ἡμῶν, ὡς οὐδὲν δεῖ τρέχειν ἐπ’ Εὐφράτην οὐδὲ τὸν δεῖνα ἐνοχλεῖν· δώ-
σεῖν γὰρ σὲ μείζονα ὧν ἂν εἶχε παρὰ τοῦ μείζονος.
υἱὸν μὲν οὖν νέον ἐνεβίβασεν εἰς τὸ λειτουργεῖν τοῦτο πρῶτον ἡγού- μενος τῷ χρηστῷ προσήκειν, πατρίδα εὖ ποιεῖν, δεῖ δὲ τῷ πρὸς τοῦτο καταστάντι τὸν ἄρχοντα εὐμενῶς ἔχειν, εἰ μέλλοι πλεύ- σεσθαι καλῶς.
ὅπως οὖν αὐτῷ ποιήσῃς τὸν πλοῦν ἀσφαλῆ
τῷ τε αὐτὸς βοηθεῖν καὶ τῷ τὸν ἡγεμόνα παρασκευάσαι τὰ σὰ μίμεῖσθαι· ὡς ἐγὼ μὲν ταῦτα ποιήσεις ὑπεσχόμην καὶ σὸν δ’ ἂν εἴη μή με αἰσχύνῃ περιβαλεῖν.
ἀλλ’ εἰς τε Ἑρμό- λαον γίγνου τοιοῦτος ὁποῖον οἶδα καὶ τὸ πρὸς ἡμᾶς ἐπιστέλλειν ἀνανεοῦ. καὶ γὰρ εἰ πολλὰ τὰ νῦν γράμματά σου τῆς χειρός.
αὐτό γε τοῦτο ἄτοπον ἐν τοῖς πολλοῖς μὴ καὶ τὰ πρὸς ἡμᾶς εἰναι.
σ'.
Ἀνδρονίκῳ. (358—361)
Λεόντιον ἐκεῖνον, ὑπὲρ οὗ πολλάκις ἐπεστάλκαμεν, ὅτι μὲν ἀφήσεις οἶδα, τουτὶ γὰρ αὐτῷ τὰ πράγματα δίδωσιν, οἶς
ἕπῃ· τὸ ταχὺ δὲ ᾐτήσαμεν παρὰ σοῦ, σὺ δὲ οὐ δίδως, ἴσως, ὅτι ᾐτήσαμεν.
ἰδοὺ δή, τοὐναντίον αἰτοῦμεν, μέλλησιν, ὅπως ἔλθῃς ἐπὶ τὸ ταχύ. δοκεῖς γάρ μοι φοβεῖσθαι μή τις ὅτι δέ- δωκας χάριν ἀκούσῃ. διὰ τοῦτό σου δέομαι δῆσαι τὸν Λεόν- τιον ἐλπίζων αὐτῶ τοῦτο γενήσεσθαι λύσιν.
σε'.
Μοδέστῳ. (360)
Συνήσθην Γεωργίῳ συναχθομένῳ τοῖς ἠτυχηκόσιν Ἀλε- ξανδρέων, συνήσθην δὲ καὶ σοὶ δεξαμένῳ λόγους ὑπὲρ τῶνδε παρ’ ἐκείνου τοῦ πρότερον πολεμοῦντος ἐκείνοις.
τί δὴ λοι-
πόν; σαυτῶ τε κἀκείνῳ καὶ ἡμῖν καὶ τοῖς Αἰγυπτίων χαρί- σασθαι δαίμοσιν. ἥξει μὲν γὰρ αὐτίκα τὸ χρυσίον, τὸ δ’ αὖ- θις αὐτὸ γενέσθαι τῶν δεδωκότων, ἀλλὰ μὴ μεῖναι τὴν ζη- μίαν ἐν σοί τε καὶ τῇ σῇ γνώμῃ καὶ τῇ σῇ χειρί. ἢν γὰρ μὴ ρπς΄
ἄγε οὖν ὅπως ἀγωνιῇ λαμπρῶς διὰ τέλους καὶ δείξεις συνᾷδον τῷ προοιμίῳ τὸ πέρας.
ας'.
τῷ αὐτῷ. (360)
Ζηνᾶν καὶ ὡς ῥήτορα δεξιὸν καὶ ὡς ἄνδρα ἀγαθὸν φι- λοῦμεν, ὀφείλομεν δέ τινας αὐτῷ καὶ χάριτας ἀντὶ τῶν πό- νων, οὓς ὑπὲρ ἡμῶν ὑπέμεινεν ἀδελφὸς ὁ τοῦδε, ὅτε με Λι- μένιος ἀποκτεῖναι δεῖν ᾤετο φέρων ἑτέρῳ χάριν. ὁ δὲ ἔστη μετ’ ἐμοῦ πρὸς ἄρχοντος ὀργήν.
ἔδει μὲν οὖν ζῆν τὸν χρὴ.
στὸν Παιόνιον καὶ κομίζεσθαι τὰς ἀμοιβάς· ἐπεὶ δὲ ἀπῆλθεν, οὗτος τῶν ἐκείνου γίγνεται κληρονόμος, ὃν δαίμων τις, οὐκ οἶδα ἀνθ’ ὅτου, φέρων ἐνέβαλεν εἰς πρᾶγμα μιαρόν, ὅθεν αὐ- τῷ ζημίαι μικρὸν ἀποφαίνουσαι τὴν ὕδραν. ἀεὶ γάρ τις ἐπὶ συκοφάντῃ συκοφάντης. ὁ δὲ ἀπέτισεν ὁπόσα ἂν καὶ τὸν Μί-
δοῦ πλοῦτον ἐξήλεγξε.
παραμύθησαι δὴ κεκακωμένον ἄνδρα καθάπερ πόλιν μακρᾷ πολιορκίᾳ πεπονηκυῖαν. οὔτε γὰρ ἐμοὶ μὴ τούτῳ βοηθεῖν εὐσεβὲς σοί τε ἡμῖν τι ποιεῖν τῶν κατὰ νοῦν ἐν μελέτῃ.
σς'.
Πολυχρονίῳ. (360)
Ἱλαρίου καὶ τοὺς λόγους οἶσθα καὶ τὴν πενίαν οὐκ ἀγνο- εῖς καὶ τὴν πρὸς ἡμᾶς ἐπίστασαι φιλίαν καὶ ὅτι πολλὰ πα-
θῶν οὐδὲν ἀδικῶν ἐκπέπτωκε τῆς αὑτοῦ. τὸ δ’ ὑφ’ οἴων, οὐδὲ ἐμοὶ λέγειν ἀσφαλές· ἰσχύουσι γάρ.
τὸν δ’ ἐκ τοῦ συναγορεύειν πόρον ἦν μὲν δίκαιος φέρειν, ἀλλ’ οὐκ ἐθέλου- σιν αὐτὸν ὁρᾶν οὓς ἐποίησεν ἂν τῶν ἀντιδίκων κρείττους, εἴ- περ ἑώρων.
μία δὴ λοιπὴ πρὸς τὸν βίον ἀφορμὴ τὸ παρὰ
βασιλέως δεδομένον εἰς τροφήν. ὃ νῦν μὲν τῷ καιρῷ βέβλα- πται, γένοιτο δ’ ἄν, εἰ σὺ βουληθείης, αὐτῷ βουλήσῃ δέ, εὖ οἶδα.
τοῦ γὰρ ἐπαινεῖσθαι καλῶς ποιῶν ἐρᾷς, ἐπαινέσον- ται δέ σε πάντες ἄνθρωποι. πάντες γὰρ τῷδε συνάχθονται, κἂν τύχῃ τινὸς ἀγαθοῦ, τῶν εἰληφότων αὑτὸν ἕκαστος ἡγήσε-
τᾶι.
ὡς μὲν οὖν πολλοὶ πολλαχόθεν οἱ διοχλοῦντες, οἱ μὲ ὑπὲρ αὑτῶν, οἱ δὲ ὑπὲρ τῶν γνωρίμων, οὐδὲν δέομαι παρ’ ἄλλου μαθεῖν, ἀλλ’ ὁρᾶν μοι δοκῶ καὶ τοὺς τῆς δεξιᾶς ἁπτο- μένους καὶ τὸ πλῆθος τῶν ἐπιστολῶν.
ἐνθυμοῦ δὲ ὡς οὐ- δενὶ τῶν ἄλλων τοσοῦτόν ἐστι τὸ δίκαιον — ὡς ἔδει γε μηδὲ
τούτῳ — καὶ νόμιζε μὴ ὁμοίως δεῖν ὑπακούειν τοῖς τε ὑπὲρ πλούτου τῇ σπουδῇ χρωμένοις καὶ τῷ δεδοικότι λιμόν. οἱ μὲν γὰρ οὐκ ἂν πλείω τὰ ὄντα ποιήσαιεν, ὁ δὲ ἂν οἴχοιτο. διὰ μὲν ταῦτα τὸ μὲν ἐμὸν ἀφείσθω, τὸ δὲ τοῦδε πραττέσθω.
ση'.
Ἀμπελίῳ. (360)
Μέμνησαι τῶν λόγων ἐκείνων, οἶς τε αὐτὸς ἐχρῶ περὶ τοῦ δεῖν τὰ πρότερα δίδοσθαι, καὶ τῶν ἐμῶν, οἳ τὸ πεπαῦσθαι τὴν δόσιν ἐπῄνουν.
τοῖς αὐτοῖς δὴ καὶ νῦν ἐμμένων μι-
κρόν τι τῶν εἰρημένων μεταστῆσαι βούλομαι. ὥσπερ γὰρ ἤδη τις ἐπὶ πάντας ἄγων νόμῳ τὸ λειτουργεῖν τοὺς ἀφ’ Ἁρμοδίου τῆς ἀνάγκης ἐξείλετο, οὕτως αὐτὸς λέγω· λαμβανέτω δὴ μη- δεὶς πλὴν Ἱλαρίου τοῦ ῥήτορος, ὃν ἴδει μὲν εὐδαιμονεῖν οἴκοι Ἄι γεωργεῖν, ἐξωσθεὶς δὲ ὑπὸ τῶν βιασαμένων οὐδ’ ἀπὸ τῆς
γλώττης ὁρᾷ καρπόν, ἀλλὰ τὸ τῆς παροιμίας· Δελγὸς ἀνὴρ στέφανον μὲν ἔχει, δίψει δ᾿ ἀπόλωλεν. οὕτως οὐ παρ’ ᾧ λόγοι, τούτῳ πρόσοδος ἀπὸ τῆς τέχνης, τὴν δὲ αἰτίαν ἄλλος ζητείτω.
τοῦτό γε μὴν ἐμὸν εἰπεῖν, ὡς, εἰ μὴ φυλάξαις τἀνδρὶ τήνδε τὴν καταφυγήν, οὔθ’ ὁ Ἑρ-
μὴς οἴσει πρᾴως δόξεις τε ἐπιλελῆσθαι τῆς φιλτάτης σοι Καπ- παδοκίας ἡμεῖς τε ἀθυμήσομεν, κἂν μὴ μεμφώμεθα.
ἀλλ’, ὦ γενναῖε, πεῖθε τὸν κράτιστον Ἐλπίδιον σώζειν καὶ τὸν ἄνδρα καὶ τὸν παῖδα. τῆς αὐτῆς δὲ ἀρετῆς ἀφελέσθαι τε οὓς εὔλο-
σθ'.
Δομνίωνι. (360)
Δόγμα νενίκηκε παρ’ ἡμῖν τὸ παρ’ ὑμῖν καλὸν καὶ τῇδε φυτεῦσαι, νόμων μάθησιν. τὸν μὲν οὖν ἄριστον ζητῶν σὲ τοῦ- τον εὑρίσκω, τὸ δ’ ἄκοντα ἀναστῆσαι νομίζων οὐκ εὐσεβὲς
βουλῆς ἀφίημι κύριον ἐπιθυμῶν μὲν ἔχειν, ἕλκειν δὲ οὐκ ἀξιῶν.
φράζε δὴ τὸ δοκοῦν καὶ φράσαις γε ὅ βούλομαι. νικῶντος δὲ θατέρου τίνα καλοῦντες οὐκ ἂν ἁμάρτοιεν μήνυε.
σι'.
Εὐφημίῳ (358)
Τί τοῦτο νομίσαι χρή; πότερον ἀλογίαν ἢ δυστυχίαν ἢ
πέρας αἰνίγματος; Ἀντωνῖνος ἐκεῖνος ὁ τῶν πατρῴων τοῖς ὡς εὐπορεῖ λέγουσιν ἀποστάς, μᾶλλον δὲ τοῦ μηδενὸς αὐτοῖς ἀπο- στάς, οὐ γὰρ ἦν οὐδέν, αὖθις ἠνάγκασται σιτηγεῖν. καὶ
τοιγαροῦν ὁ μὲν φεύγει τοῦ τὴν μητέρα ὁρᾶν ἐστε- ρημένος, τουτὶ γὰρ ἦν αὐτῷ πλέον οἴκοι μόνον, ὡς τά γε ἄλλα οὐδὲν ἀμείνων ἡ πατρὶς τῆς ἀλλοτρίας, Οἰδίπουν δὲ περιιόν τες ζητοῦμεν, ὅστις ἡμᾶς τῆς ἀπορίας ἀπαλλάξει.
ἀλλὰ γὰρ
οὐδὲν Οἰδίπου δεῖ τοῖς παροῦσιν οὐδέ γε Τειρεσίου. ἀλλ’ ἡμάρ- τομεν ἡμεῖς, ἡμάρτομεν οὐ δεηθέντες τοῦ τὰ τοιαῦτα στρέφον- τος, ὃς τὸν μὲν ἔλυσε, τὸν δὲ ἐνέδησε. τοῦ γὰρ κράτος ἐστὶ μέγιστον. ἀλλ᾿ ἐπεὶ ἀασάμην, ἄνθρωπον ἱκε- τεύω διὰ σοῦ.
καίτοι τοῦτο μεῖζον ἢ ὁ τότε πορευόμενος
Αἴας ἐπὶ τὰς διαλλαγάς. ἀλλ’ εἰξάτω καὶ μὴ φιλονεικείτω. πάν- τως, κἂν μὴ τοῦτο τοῖς αὑτοῦ φίλοις ὑπουργήσῃ, πολλαχόθεν ἄλλοθεν χαριεῖται· πάρεστι γάρ.
σια'.
Ἀνατολίῳ. (360?)
Ἐγὼ τὸν σὸν οἶκον ὠφελήσας μὲν οἶδα τὰ μέγιστα, ἑ δὴ τὸ τοὺς υἱεῖς σοι κτήσασθαι ῥητορικῆς οὐ μικρὸν καὶ ταῦτω ἐν μικρῷ χρόνῳ μέγα κέρδος οἴκῳ τῷ σῷ, τοῦ δὲ ἀδίκησα τοσοῦτον ἀπέσχον, ὥστε καὶ ᾧ λήψονται παρὰ τοῦ λελυπηκό-
σὺ δ’ ἐμὲ ἠδίκηκας σαυ- τὸν πείσας ὅτι σὲ ἠδίκηκα. τουτὶ γὰρ ἴσον τῷ νομίζειν ὡς ἄρα ἐγὼ πονηρὸς μὲν εἰς ἀδελφούς, πονηρὸς δὲ εἰς παῖδας.
μελέτα δὴ τὴν ὑπὲρ τούτων ἀπολογίαν, δεῖ δέ σοι πάνυ
τινὸς μεμεριμνημένης, εἰ μέλλεις μὴ κατακλυσθήσεσθαι. μᾶλλον δὲ ὃ δράσεις οἶδα· αὐτὸς μὲν ἡσυχάσεις, τοὺς υἱεῖς δὲ κελεύ- σεις ἐργάσασθαί σοι λόγον. τοῦτο ἔστιν ᾧ με νικήσεις μόνῳ.
σιβ'.
Πρισκιανῷ. (360?)
Οὔθ᾿ ὅσον σε πλῆθος περιέστηκε πραγμάτων ἀγνοοῦμεν οὔθ’ ὅτι αὐτῶν κρείττων καὶ γέγονας καὶ γίγνῃ. ἀλλὰ καὶ τὴν δίκην ἣν ἔδοσαν οἱ ἥκοντες ἐπὶ τὴν καταδίκην ἧκέ τις ἀγγέλλων. ὥστε σοι συγχαίρομεν οὐ μόνον τοῦ μετ’ ἀρετῆς ἄρχειν, ἀλλὰ καὶ τῆς τιμῆς ᾗ τετίμησαι παρὰ τῶν δυνατῶν.
Ἀγιανὸς δὲ εἰδώς, ὡς εἴχομεν πρὸς ἀλλήλους, ἐνόμιζεν, εἰ μὴ κομίζοι γράμματα, ἀμφοτέρους ἀδικήσειν, τόν τε οὐκ ἐπι- στείλαντα τόν τε οὐ λαβόντα.
καὶ διὰ τοῦτο ἧκεν ἡμῖν ἐπι- στολὰς αἰτῶν καί με εὔφρανεν οὐχ οἷς ἐτάχθη διοικεῖν ἡδό- μενος, ἀλλ’ ὅτι σοὶ συνέσται. δοκεῖ δέ μοι μηδ’ ἂν δέξασθαι
τὸν δὴ καὶ πάλαι φίλον καὶ νῦν ἐν τῇ σῇ νηὶ πλεῖν ἑλόμενον ἐλπίς ἐστι μετ’ εὐθυμίας ἀνύσειν τὸν πλοῦν.
σιγ'.
Ἐλπιδίῳ. (360?)
Αὐτὸν μὲν οὔπω τὸν ἄργυρον, τὰ δ’ ὑπὲρ τοῦ ἀπειλη- φέναι γράμματα Ναυμάχιος ἔπεμψεν ἔτι ζητῶν ἐμοὶ δοκεῖν ἄνθρωπον, ᾧ καὶ θαρρεῖν ἄξιον.
ἐγὼ δὲ αἰσχυνόμενος, ὅτι σε εἰσέπραττον, εἰσέπραττον γὰρ ὑπ’ ἀνάγκης τῶν ἀγρῶν νῦν ἀντὶ τοῦ διδόναι βουλομένων λαμβάνειν, πῶς ἔμελλον προσθή-
σεῖν ἐπιστολήν, ἐν ᾗ καὶ τῶν χρημάτων ἔδει μνησθῆναι; πά- νυ γὰρ ἠρυθρίων, εὖ ἴσθι, καὶ Ναυμαχίῳ λαλῶν ὑπὲρ τοῦ κομίσασθαι, καὶ οὐδέν γε ἧττον ἢ εἰ κλέπτων τι τῶν ἐπ’ ἀγο- ρᾶς ἑαλώκειν.
μὴ δή μοι χάριν ἔχειν τοῦ περὶ τὸν χρόνον μήκους, ἀλλὰ συγγνώμην ὅτι μὴ πρὸς τοσοῦτον ἕτερον προὔ-
βῆν, μᾶλλον δὲ ὅτι μὴ μέχρι τελευτῆς ἐσίγων. τουτὶ γὰρ ἦν κόσμος βεβαιῶσαι τὴν παροιμίαν, οἶσθα τί; λέγουσαν περὶ τῶν ὄντων τοῖς φίλοις.
ἃ #x003E; Μαρκιανὸς διηγεῖτο καὶ δακρύειν ἡμᾶς ἠνάγκαζε καὶ γελᾶν· τοὺς μὲν γὰρ πεπονθό- τας ἠλεοῦμεν, ὁ δὲ γέλως ἐκ τῆς τοῦ δρῶντος ἀσχημοσύνης.
σοὶ δὲ ὅτι πολεμήσει μάλα ἠπιστάμην· εἷς γὰρ εἰ τῶν ἀγα-
ὥρα δὲ καὶ Ἀλεξάνδρῳ τῷδε τρέμειν μὴ περιπεσὼν ἀπόληται· καὶ γὰρ οὗτος τῶν ἀγαθῶν. σὺ οὖν αὐτὸν δίδασκε, πῶς ἂν διαφύγοι τὸν μοχλὸν ᾧ τὸ καλὸν ἔθετο ὁ πέρδιξ ὄνομα.
σιδ'.
Προσλοανῷ (360?)
Εἰ πολίτῃ δίκαιον βοηθεῖν, διπλοῦν τοῦτο νυνὶ γίγνεται τὸ δίκαιον. εἴτε γὰρ Ἀντιοχεὺς ὁ Καλλιόπιος καλοῖτο, δεῖ δή- που με συμμαχεῖν· εἴτ’ ἀπὸ τῆς μείζονος, ἐγγέγραμμαι παρ’
αὐτοῖς, ὥστε καὶ ταύτῃ βοηθητέον. τὸ δέ γε ἔτι μεῖζον, χρη- στὸς ἀνὴρ καὶ δόξαν ἀπὸ τοῦ φυλάττειν τὰς φιλίας λαβών.
καὶ γάρ τοι πένης ἐλθὼν ἐκεῖσε καὶ δοὺς τῆς φύσεως πεῖ- ραν τὰ τῶν εὐδαιμόνων ἅπαντα εἶχε. τοῦ δὲ καὶ τοῦτο ἐπῃ- νεῖτο, ὅτι πλείω λαμβάνειν ἐξὸν ἠσπάζετο τοὔλαττον.
γί-
νεται δὴ καὶ πάρεδρος ἀκολουθῶν φίλῳ, Προβατίῳ τῷ καλῷ. καὶ καλὴν ἀρχὴν ὁ Φθόνος ἔβαλεν. ὅθεν δὴ καὶ τάδε συμ- βέβηκεν, ἃ δὴ πάρεστιν ὁρᾶν. μᾶλλον δέ, οὐ πάντα δυσχερῆ· τῇ γὰρ ἀληθείᾳ προσέθετο βασιλεὺς καὶ λύει τὴν ταραχήν·
ἀλλ’ οἶσθα δι’ ἧς ἔρχεται ψήφου τἀκείνου γράμματα καὶ
ὡς ἥ κυρία καὶ βεβαιῶσαι καὶ μή. ταύτην οὖν ὅπως προσ- λάβοιμεν, σκόπει. πάντα δ’ ἂν γένοιτο τῆς σῆς φρενός τε καὶ ῥώμης, τῆς μὲν ἀνευρισκούσης πόρον, τῆς δὲ ἐπὶ τὸ πέρας ἰούσης.
σιε'.
Ἀμμιανῷ. (360?)
Οὔτ᾿ ἐγώ σε χάριν αἰτῶν καινόν τι ποιῶ σύ τε τὰ σαυ- τοῦ μιμήσῃ, τὴν χάριν εἰ καταθεῖο· πολλὰ γὰρ ἐγὼ μὲν ᾔτησα, σὺ δὲ δέδωκας. Καλλιόπιος δὲ οὑτοσὶ καὶ πολίτης ἐμὸς καὶ
κοινωνὸς τῶν τε ἐνταῦθα λόγων τῶν τε ἐν Θρᾴκῃ πόνων, οἶδε γὰρ ἐν φίλων φροντίσιν ἀγρυπνεῖν, καὶ οὐκ ἂν ἔχοι δήπου μοι καλῶς ὑστέρῳ τοῦδε περὶ ταῦτα εἶναι. εἰ μὲν οὖν ἐδόκει μοι ἀδικεῖν, ᾐσχυνόμην ἂν ὑπὲρ τῶν ἐμαυτοῦ, νῦν δέ, κατ’ ἐπήρειαν γὰρ ἕλκεται, πάνυ ἂν αἰσχυνοίμην, εἰ μὴ βοηθοίην.
ἔχω δὲ βοηθεῖν οὐ τῇ ἐμαυτοῦ δυνάμει, ἀλλὰ τῇ σῇ. χρῶ- μαι δὲ αὐτῇ κατὰ τὴν φιλίαν. ὅρα δέ, ὅπως σε ἀκριβέστερον ἑτέρων οἴδα.
μέλλων οὗτος ἐνθένδε κινεῖσθαι χρημάτων ἐμέμνητο πρὸς ἡμᾶς ὡς ταύτῃ σε προσληψόμενος. ᾤετο γὰρ τὸν ὄντα οὗ νῦν ὢν τυγχάνεις μηδὲν φιλανθρωπίᾳ ποιεῖν,
πάντα δὲ ἀργυρίου. ἐγὼ δὲ γελάσας καὶ διεξελθὼν ἃ σύνοιδά σοι, γυμνός, ἔφην, πορεύου καὶ πενίαν οὐ μέμψῃ
ἄγε οὖν, ὦ γενναῖε, δέχου τε τὸν ἄνδρα εὐμενῶς καὶ παῦε τῶν κακῶν ὁπόσα ἔξεστί σοι καὶ δεῖξον ἡμῖν ὡς οὐδὲν ἔλατ- τον ἐσχήκαμεν ἢ εἰ γράφειν εἴχομεν τῷ τῆς γνώσεως κυρίῳ.
σις'.
Ἀνδρονίκῳ. (360?)
Οὐκ ὀλίγα μοι τῆς σῆς ἀρχῆς εἰδότι διηγήσατο ὧν ᾔδειν Ἡρωδιανὸς πλείω. κεφάλαιον δὲ ἦν ὁ περὶ τὴν Βηρυτὸν ἔρως
ὡς οὖν εἶδέ με γαν- νυθέντα καθάπερ αὐτὸν ὄντα τόν τε εἰργασμένον τόν τε ἐπαι- νούμενον ἀπῄτει μισθὸν τῆς διὰ τὴν σὴν ἀρετὴν ἡδονῆς τὴν
ὑπὲρ αὑτοῦ πρὸς σὲ παρ’ ἡμῶν ἐπιστολήν, ἐγὼ δὲ οὐκ ἔφυγον μὴ δοῦναι μισθὸν οὕτω καὶ δίκαιον καὶ σοὶ κεχαρισμένον.
ἔγγραφε δὴ τὸν ἄνδρα τοῖς φίλοις, ἐπεὶ καὶ ἡμε.ῖς, καὶ πειρῶ τι ποιεῖν ἀγαθόν· οὐδὲ γὰρ ἡμεῖς, εἴ τι ποιεῖν ἔχοιμεν, ὀκνή- σομεν.
σιζ'.
τῷ αὐτῷ (360)
Ἐπ᾿ ἐξόδῳ τῆς λειτουργίας ὁ ἀνεψιός ἐστί μου. νόμος δὲ τὰ τελευταῖα καὶ μέγιστα εἶναι τῆς γε τοιαύτης λειτουργίας. ὁ δὲ καλῶς φροντίζων τῆς ὑπερβολῆς ὅπως ἐν ἑκάστῳ τῶν ποι-
ουμένων αὐτὴ φανεῖται φροντιεῖ οὐ μόνον ἆθλα μείζω τῶν πρόσθεν τιθεὶς οὐδὲ πλείω θηρία φόνῳ διδούς, ἀλλὰ καὶ τῶν πρὸς ταῦτα ἀγωνιουμένων πολλαχόθεν ποιούμενος συλλογήν· τοῦτο γάρ ἐστιν ἀτεχνῶς τὸν κολοφῶνα ἐπιθεῖναι.
τῆς τοί- νυν διὰ τῶν κυνηγετῶν ὑπερβολῆς ἐν σοὶ τὸ πλεῖστον. τρέφει
γὰρ ἡ Φοινίκη τοὺς τὰ τοιαῦτα δεινούς. οἷς εἰ μὲν σὺ βού- λοιο, χρησόμεθα· μὴ βουλομένου δὲ κατὰ τοῦτο χωλεύσομεν. καὶ μέμψεταί τις οὐχ ἡμᾶς τοὺς ἀτυχήσαντας, ἀλλὰ τὸν ἀμνη- μονοῦντα τῶν φίλων. ὡς μὲν γὰρ καλοῦμεν τοὺς ἐκεῖθεν καὶ παρ’ οὗ τὴν χάριν αἰτοῦμεν οὐδεὶς ἠγνόηκε· γιγνομένου δὲ
φιλεῖς τὴν Φοινίκην. οἶδα καὶ αὐτὸς καὶ μετ’ ἐμοῦ τοῦτο οἶδε γῆ τε καὶ θάλαττα. ἀλλὰ καὶ τοῦτο ἔστι τῆς Φοι- νίκης ἐρῶντος ἐᾶν ἡμᾶς εὖ ποιεῖν τηλικαύτην πόλιν. καὶ ἅμα ἤν τι θαυμαστὸν ἐργάζωνται σοφίᾳ κρατοῦντες τὴν τῶν θη-
ῥίων φύσιν, ὁ θεατὴς ἐν τῇ τοῦ ἔργου ἡδονῇ τὴν Φοινίκην ἐπαινέσεται.
μὴ τοίνυν μήθ’ ἡμᾶς ἀτιμάσῃς μήτ’ ἐκείνην ἀδικήσῃς μηδέ γε ἁρπάσῃς πρόφασιν ἀπὸ τῶν Μοδέστου γραμ- μάτων εἰς τὸ μὴ δοῦναι τὴν χάριν, τὰ μὲν γὰρ ἔθει τινὶ πα- λαιῷ κεκόμισται, θαρροῦμεν δὲ οὐκ ἐκείνοις, ἀλλὰ τῷ σὲ βού-
λεσθαι τὴν ἡμετέραν οἰκίαν ἐν σχήματι φαίνεσθαι. καὶ νῦν, εἰ παρὰ σοῦ πεμφθεῖεν, οὐδεὶς πρὸ του πέμψαντος δόξει δε- δωκέναι τὴν χάριν.
ἴδει μὲν οὖν περιεῖναί τε τὸν θεῖον ἡμῖν καὶ νῦν μεθ’ ἡμῶν ἐπιστέλλειν ἢ μόνον γε ἐπιστέλλειν, ἀπέχρη γὰρ ἂν καὶ οὐδὲν ἂν ἦν ὅ τι οὐκ ἂν ἔπραττες· ἐπεὶ
δὲ ἀπῆλθεν, ἐνθυμοῦ πρὸς σαυτὸν ὅτι γράφειν μὲν οὐκ ἄν τις ἀποθανὼν δύναιτο, χαίρειν δ’ ἂν καὶ τελευτήσας δύναιτο. τὴν γὰρ τῶν ποιητῶν περὶ τῶν τοιῶνδε δόξαν ἐπίστασαι.
πέμπε δὴ τοὺς ἄνδρας καί τις ἔστω παρὰ σοὶ λόγος τῶν Διονύσου καὶ Κορωνίδος θυγατέρων. καὶ ἃ μὲν οὐκ ἄξιον διδόναι, δοῦναι
κακίας τὸ δὲ ὅλως ἐκβαλεῖν τὰς Χάριτας οὐχ Ἑλληνικόν.
σιη'.
Εὐσεβίῳ. (360)
Τὰ θηρία σωζέσθω καὶ σφαττέτω μηδεὶς καὶ πλὴν τούτου παρεχέτω τις τὴν θέαν καὶ μὴ ἔστω τῶν
αὑτοῦ κύριος ὁ δεσπότης.
ταυτὶ μὲν ἐπιστεῖλαι ῥᾷστον καὶ ἔτι γε τούτων ἀτοπώτερα, ἀλλ’ εἰ τὸ πρὸς τοσαύτην ἐκ- πίπτειν ἀτοπίαν πρὸς τῆς σῆς ἐστι διανοίας καὶ τῶν ἐλπίδων ἃς παρέστησας ἐξέταζε. δεῖ γὰρ οὐ τῷ ποιεῖν τι μέγα φρο- νεῖν, ἀλλὰ τῷ ποιεῖν ἃ προσήκει. τὸ παρὸν δὲ οἷον ὅρα.
ὁ
ἀνεψιὸς οὑμὸς μανίᾳ τὴν λειτουργίαν ταύτην δὴ τὴν βαρεῖαν ἤρατο καὶ ψηφιεῖται Δημοσθένης ὀρθῶς εἰρῆσθαί μοι μανίαν τὴν πὲρ δύναμιν φιλοτιμίαν.
πρὸς γὰρ τῷ τὴν οἰκίαν τὴν αὑτοῦ κενῶσαι χρυσίου καὶ τὰ τῶν φίλων πολλῶν οὐκ ὀλίγα προσέθηκε πάντα πανταχόθεν ἀγείρων θηρία τε καὶ τοὺς πρὸς
ταῦτα μαχομένους.
καὶ ἦν μὲν σωφρονοῦντος πρὸς τοσοῦ- τον χρόνου τὴν δαπάνην ἐκτεῖναι καὶ πολλάκις τοῦτο, παρ- ῃνέσαμεν· ἐπεὶ δὲ ἡμῖν οὐκ ἠβουλήθη, τῇ γε ἀνάγκῃ πείθε- ται καὶ καλεῖ τὰς πόλεις ὡς ἐπιθήσων πέρας, ἀλλ’ οὐκ ἐᾷς.
τί γάρ, εἰπέ μοι, χρήσεται; παύσει τὴν σύνοδον κηρύξας
μένειν κατὰ χώραν καὶ τὸν χειμῶνα ἀναμένειν; καὶ τί ἂν γέ- νοιτ᾿ ἂν αἴσχιον ἢ δαπανηρότερον; ὄντι ποίου δὲ ἀδικήματος ταύτην λήψεται δίκην;
ἀλλὰ καλεῖν μὲν δεήσει καὶ τἄλλα ποιεῖν. εὔχεσθαι δὲ ὑπὲρ τῶν ἄρκτων καὶ κελεύειν μηδὲ ῥάβδῳ
ἄγε οὖν, ὦ φίλος, ἰῶ τὸ τραῦμα καὶ μήτε ἄνδρας ἑταίρους
ποίει κακῶς μήτε πόλιν ἐν ᾗ παιδείας μετέλαβες. καὶ γὰρ ἃ μέν ἐστι γοργὰ τῶν θηρίων καὶ ἄφυκτα, δῶρον δέδοται τῷ βασιλεῖ καὶ τὰ τοῦ γενναίου περιμένει βέλη, τὰ λοιπὰ δὲ τῶν ἐκείνου μὲν ὀφθαλμῶν ἀνάξια, δήμῳ δ’ ἂν ἡδονὴν ἐνέγκαι.
γράφε δὴ βελτίω καὶ μὴ τὴν ἄμπελον ἡ χάραξ προδίδου.
σὺ γὰρ δὴ καὶ παρ’ ἄλλων φερόμενον κακὸν ἠλπίζου λύσειν.
σιθ'.
Φλωρεντίῳ. (360)
Οἶσθα τήν τε πόλιν καὶ τὰ νόμιμα τῆς πόλεως καὶ τὰς ἐν αὐτῇ λειτουργίας καὶ μέτρον ἑκάστης καὶ τί κοῦφον καὶ τί
τῶν Κροίσου δεόμενον χρημάτων καὶ ὡς τοῖς τὰ μέγιστα ὑπο- στᾶσιν εἰκότως ἂν ἕκαστος καὶ συνεύχοιτο καὶ συλλαμβάνοι. τὸ μὲν οὖν συνεύχεσθαι ἡμέτερον, οἷς οὐκ ἔστι δύναμις, εἰς σὲ δὲ ἥκει τὸ βοηθεῖν ἔργοις.
ὁ τοίνυν ἀνεψιός μου πο- λὺν δὴ χρόνον δαπανώμενος ὑπὲρ ἅπαν παράδειγμα καὶ τὸν
οἶκον ἐλάττω καταστήσας ὄντος ἔνδον ἴτ’ οὐδενὸς οὐδὲ βου- λόμενος ἐν τῷ σχήματι μένειν ἔχει.
τῆς οὖν ἀνάγκης ἐξ-
πρόσθεν ἐοικός.
τὰ μὲν γὰρ βήματα μικρά· μὴ σφάττε τὰ θηρία, τὰ δὲ ἀτ᾿ αὐτῶν· ἔκδυθι τῶν ἱματίων, μετ- ἀμπίσχου, τὸν στέφανον λύε, τοὺς θεωροὺς ἔλαυνε, μὴ χρῶ τοῖς σαυτοῦ. ἢ τοῦτο μὲν οὐχί, μένε δὲ τρέ- φων, κἂν δέῃ τὸν ἀγρὸν πωλεῖν, τοῦτο πρᾶττε γελῶν.
ἆρά σοι δοκῶ δικαίως ἄλλοις ἡγεῖσθαι προσήκειν τὴν ἐπιστο- λήν;
ἔδωκς τῷ βασιλεῖ παρδάλεις πτηνάς. τούτων ἀφέξε- ται, δέδωκε γάρ῾ καὶ ἄρκτους φοβερωτέρας τῶν πάλαι ποτὶ περὶ τὴν Μουνυχίαν. καὶ τούτων ἀφέξεται, δέδωκε γάρ. τῶν λοιπῶν δὲ εἰ μή τις αὐτὸν ἐάσει κύριον, σκόπει, τί τοῦτο ἤδη
γίγνεται.
ἐγὼ μέν σε ἠξίουν καὶ παρειληφότα τοιαῦτα ἔθη παύειν ἄνδρα ἐπὶ πλεῖστον ἥκοντα φρενῶν, αὐτὸν δὲ εἰσάγειν καλὰ μὲν ἄξιον, ὃ πεποίηκας ἀεί, τὰ τοιαῦτα δὲ χαίρειν ἐᾶν.
ὅπως οὖν ἡμᾶς ἀνακτήσῃ τοῖς δευτέροις νομίσας ταυτὶ τὰ γράμματα φίλου παρρησίαν, ἡ κολακεία δὲ ἑτέρων
σε'.
Μοδέστῳ. (358/59)
Οἱ ῥήτορες εὔνοιαν ζητοῦσι παρὰ τῶν δικαζόντων οὐ μόνον οἱ κατεγνωκότες αὑτῶν μηδὲν ἔχειν ἰσχυρόν, ἀλλὰ καὶ οἷς ὑπάρχει θαρρεῖν δικαίων εἵνεκα.
καὶ ἐγὼ τοίνυν οἶδα
μὲν ἀκριβῶς ὡς οὔτε μικρὸν οὔτε μεῖζον ἀδικεῖ Καλλιόπιος οὑτοσί, δέομαι δέ σου τὸ κοινὸν δὴ τοῦτο, Μαὶ αὐτῷ τὸ ὄμμα ἐπὶ τῆς δίκης ἥμερον. οὕτω γὰρ ἂν καὶ χρήσαιτο τοῖς οὖσιν αὐτῷ δικαίοις, εἰ μὴ ταραχθείη.
εἰ δ’ οὖν οὐκ ἔξ- εστιν εὐνοίας πρὸς σὲ μνησθῆναι, ἀλλ’ εὔξασθαί γε τοῖς θεοῖς
ὑπὲρ τοῦ σε ποιῆσαι τοιοῦτον ἔξεστι. καὶ δὴ καὶ εὔχομαι· Ζεῦ Μειλίχιε καὶ πατέρω·ν ἀνθρώποις ἡμερώτερε, κατάστησον ἵλεων Καλλιοπίῳ τὸν γενναῖον Μόδε- στον καὶ σαυτῷ προσόμοιον.
καὶ μεμνήσθω δικάζων τοῦ Μειλιχίου Δῖός, ὅπως ἡμεῖς τε τῷ φίλῳ συγχαίρωμεν καὶ
Μόντιος ὑπὸ γῆς ἥδοιτο. λέγεται γάρ τι περὶ τῶν οἰχομένων καὶ τοιοῦτον.
σκα.
Ἀνδρονίκῳ. (360?)
Ἡμεῖς μὶν ᾠόμεθα τὸν τῆς σῆς ἀρχῆς χρόνον εὐθυμίας ἔσεσθαι τῷ παιδὶ τῷ Θέωνος χρόνον ἔκ τε ὧν ἐδεήθημεν ἔκ
τε ὧν ἐπηγγέλλου, ὁ δ’ ἴσως ἐπαινεῖ τὸν πρότερον· εἰ δὲ οὐδὲ τοῦτο ποιεῖ διὰ τὴν ἐπιείκειαν, ἀλλ’ εἴπερ ἐπῄνει, δικαίως ἂν ἐπῄνει. γέγονε γὰρ αὐτῷ πάντα ἐκεῖνα γαλήνη, τὰ δὲ παρὰ σοῦ πορθμὸς Σικελίας
καὶ οὐδὲ τὴν τῶν μὴ φίλων ἡμῖν ὁ φίλος ἐμιμήσω μετριότητα, πρὸς τοσοῦτον ἥκεις τοῦ φιλεῖν,
ἀλλ’ ἕνα Οὖρσος δι’ εἰσπράξεως ἀδίκου κολακευθῇ, πεπάτηται μὲν τὰ πρὸς ἡμᾶς, καὶ τροφεῖα κριοῦ, καταπεφρόνηνται δὲ τοσούτων γνώσεις ὑπάρχων, δεινὸν δὲ οὐδέν, εἰ διὰ τῶν οἰ- κείων ὤσεις τὸ ξίφος
ἔοικέ σε ὁ πολὺς ἔπαινος, ὦ φίλ- τατε, διεφθαρκέναι καὶ νομίζεις ἐν τῷ τοὺς ἐπιτηδείους ἐλαύ-
νεῖν τὸν Αἰακὸν παρελᾶν. ἀλλ’ οὐδὲ τοὺς ἐν νυκτομαχίᾳ μέν- τοι τῶν φίλων ὑπ’ ἀγνοίας ἁπτομένους ἐπαινοῦμεν, ἀλλ’ ἐλε- οῦμεν, καὶ αὐτοὶ δέ εἰσι τῶν αὑτοὺς ἐλεούντων, ὅτι ἠγνόησαν.
ἀλλ’, ὦγαθέ, μὴ διάγραφε τὰς Χάριτας τοῦ καταλόγου τῶν θεῶν μηδ’ ὁμοίως ἀκίνδυνον ἡγοῦ τὸ λυπεῖν ἐμέ τε καὶ τὸν ἐπιστάμενον ἀμύ- νεσθαι καὶ λέουσιν ἐοικότα, τὸν ἀήττητον Ὀλύμπιον.
σκβ'.
Γερμανῷ. (360?)
Ἄλλῳ μὲν ἄρχοντι μὴ ἐπιστέλλοντι τοῖς φίλοις συγγνοίην ἄν, ἐπικλύζονται γὰρ ὑπὸ τοῦ πλήθους τῶν πραγμάτων, σὺ δέ, κρείττω γὰρ ἔχεις φύσιν ἢ τοῦτο παθεῖν, οὐκ ἔστιν ὅπως
ἂν ἀποφύγοις τὴν αἰτίαν.
ἀλλὰ περὶ μὲν τῶν ἐπιστολῶν βουλεύσῃ καὶ ἴσως ἐπιστελεῖς κωλύων μὴ μείζω σοι γενέσθαι τὰ ἐγκλήματα, τὸν φέροντα δὲ τὴν ἐπιστολὴν εἰ δεῖ τι παρὰ σοῦ παθεῖν ἀγαθόν, μὴ βουλεύσῃ· δεῖ γὰρ τοῦτο εὐθὺς κε- κρίσθαι, τὸ δεῖν αὐτὸν εὖ παθεῖν.
τῶν τε γὰρ περὶ τὸν
ὕπαρχον ῥητόρων οὐδενὸς ὕστερος τῇ τε τῶν τρόπων ἐπιεικείᾳ πρῶτος ἁπάντων ἐμέ τε οὕτω φιλεῖ καὶ χαίρει τιμῶν, ὡς ἄν τις ἕτερος τιμώμενος.
ὅπως οὖν ἐπὶ δυοῖν ἀγκύραιν ὁρμεῖν
σκγ.
Ἰουλιανῷ. (360?)
Ἆρ’ ἡμῶν ἐπιλέλησαι; ἡμᾶς μὲν γὰρ οὐκ ἐᾷ τοῦτο πα- θεῖν ἡ Φοινίκη τὴν σὴν ἀρχὴν ὕμνοις ἀθανάτοις τιμῶσα. ῥει δὲ καὶ ἀπὸ τῆς ὑμετέρας Ἀσίας τῶν ἔργων λόγος βεβαιῶν τὰς προσδοκίας. οὐδὲν γὰρ οὕτω μέγα τῶν ἀγγελλομένων ὄντων
ἁπάντων μεγάλων ὥστ’ εἶναι κρεῖττον ἐλπίδος.
ἡμεῖς δὲ διά τε τὴν συγγένειαν τὴν πρὸς τοὺς Ἴωνας χαίρομεν καὶ ὅτι σὲ εἰκὸς ὁδῷ χωροῦντα αὐτῶν τε ἐκείνων καὶ τῶν τῇδε μετὰ μείζονος ἄρξειν τοῦ σχήματος.
τούτων μὲν οὖν θεῷ μελή- σει, χάριν δὲ οὐκ ᾔτησέ με μᾶλλον ἢ δέδωκεν Ἀνδραγάθιος
οὑτοσὶ δεηθεὶς λαβεῖν ἐπιστολήν. οὐ γὰρ μᾶλλον ἐκεῖνος ἡδί- ων ἔσται τῆς σῆς ἀπολαύων ῥοπῆς ἢ αὐτὸς ὅτι σὲ προσειπεῖν εἶχον ἡδόμην.
τρία δή σοι τὸν νεανίσκον συνίστησιν, ἥ
σκδ'.
Ὑπερεχίῳ. (360)
Οὔτε ἥσθην οὔτ’ ἠνιάθην οὐδεπώποτε οὕτως ὡς νῦν ἀμφότερα. ἐκόμιζε δὲ τὰ τούτων αἴτια Γαυδέντιος ὁ χρηστός, καὶ οὗτος ἐν τῷ διηγεῖσθαι πάσχων ἅπερ ἐγώ. δι’ ὧν δή με καὶ μᾶλλον ἐκίνησε φιλεῖν αὐτόν.
ἦν δὲ τὰ πρῶτα μέν, ὡς
ἐπανήκων εὐθὺς ἀναρτήσαις τὴν πόλιν, νέους ὁμοίως καὶ γέ- ροντας καὶ πολλοὺς καὶ δεξιούς, τῆς τε γλώττης τῷ τάχει τῷ τε ὁμιλητικὸς φαίνεσθαι· φυγεῖν γάρ σε ἔριν τε καὶ φιλονει- κίαν καὶ ὑπεροψίαν, ὅθεν καὶ τὸν ἐν τῇ παροιμίᾳ παρελθεῖν Ἀρτέμωνα τῶν μὲν ἄλλων τὰ πατέρων εἰς σὲ ποιούντων, τοῦ
ταῦτα καὶ τὰ τοιαῦτα ἀκούων, οὐχ οὕτως ἐν βραχέσιν, ἀλλὰ δι’ ὅσων εἰκὸς τὸν τῇ διηγήσει χαίροντα λέγειν, ἔχαιρε γὰρ οἷς ἀπήγγειλε Γαυδέντιος, οὐκ οἶδα, εἰ μᾶλλον ἂν
περὶ παιδὸς διηγούμενος.
ἐγὼ μὲν οὖν ὅσην ἐπ’ οὐδενὶ τῶν ἄλλων τοῖς θεοῖς ᾔδειν χάριν, ὁ δὲ σκυθρωπάσας ἐξαίφνης ἐτάραξέ με. καὶ τί τοῦτο; ἔφην. ὁ δὲ ἐσίγα. καὶ μᾶλλον εκείμην, ὁ δὲ ὤκνει λέγειν
ἔπειτα ἀναγκάζεται προσθεῖναι τὰ δεινὰ ἐκεῖνα καὶ φρικώδη καὶ τοὺς δύο κινδύνους καὶ τοὺς
ἡτοιμασμένους τοῖς τοκεῦσι βρόχους. ἐφ’ οἷς ὁρῶν με ἀπολω- λότα ταχέως προσήγαγε τὸ φάρμακον ὡς ἀνέστης εἰπὼν καὶ ὡς ἄπεστιν ὁ φόβος ὃν ἡ πόλις ὑμῖν ἐφοβήθη κοινῇ.
δεί- σας δὲ ὁ Γαυδέντιος μὴ δοκῇ λέγειν οὐκ οὔσας ὑπερβολάς, βλέψας εἴς τινα καὶ Ῥωμανὸν προσειπὼν ἐκάλει μάρτυρα. καὶ
ὃς ἐπελθὼν οὐδὲν ἴφη τοσοῦτον ἔχειν εἰπεῖν, ὅσον οἶδε. καὶ
ἐπεὶ οὖν οὐδὲν ἀπέλιπεν ὁ καλὸς Γαυδέντιος εὐφημίας, ἠρόμην ὁπόσα ἔτη γέγονεν ἡ θυγάτηρ αὐτῷ. καὶ μαθὼν θαυμάζειν ἔφην, εἔτις ἀφεὶς ὃν ἐπαινεῖ κηδεστὴν ἕτερον ζητεῖ. καὶ ὁ πάντων ἐμοὶ φίλτατος ἀνθρώπων φοινιχθεὶς εἶπε μὲν οὐδέν, προσώπῳ δὲ ἐδήλωσεν ὡς οὐκ ἄρα ὑμᾶς ἡγοῖτο φαύλους.
οὕτως ὑπὲρ τῶν παρ’ ὑμῖν ὁ τοσοῦτον ἀφεστηκὼς σκοπῶ καὶ τὰ δίκτυα πετά- πετάσας ὑμῖν πειρῶμαι παραδοῦναι τὴν Ἑορτίου, καίτοι ὁ πατήρ σοι βεβίωκεν ἐν θήρᾳ.
σκε'.
Ἀνόρονίκῳ. (360?)
Ἑρμείας εὖ παθὼν ὑπὸ σοῦ τὰς εὐεργεσίας οὐκ ἔκρυψεν, ἀλλ’ εΙπέ τε ὧν ἀπήλαυσε καὶ φιλοτιμίας μὲν ἐμοί, τῇ δὲ ἀρί-
τὰ μὲν οὖν ἄλλα βοηθήσεις, ἡνίκα ἂν τὰ ἄλλα καλῇ· τουτὶ δὲ καὶ δὴ
κατεπείγει. Τύριός τις Ἡράκλειτος περὶ τὰ ἡμέτερα πάλαι πο- νεῖ, Τυρὸς δὲ οὐδὲν ἐντεῦθεν ἀδικεῖται· χρήματα γὰρ οὐκ ἔστιν Ἡρακλείτῳ.
τοῦτον κέλευε μένειν ἐπὶ τοῦ νῦν σχή- ματος ἢ τὰ μέγιστα βεβλάμμεθα.
σκς'.
Τοῖς Ἐλπιδίου παρέδροις. (360)
Ἀλλὰ φίλοι, πάρστητε. καὶ πολλὰς τοιαύτας παρακλή- σεις εὑρίσκετε παρὰ τοῖς ποιηταῖς καὶ τοὺς ἀκούοντας ἐπιει- κῶς ὑπακούοντας καὶ τὰ παρ’ αὑτῶν εἰσφέροντας.
παράστητε δὴ καὶ ὑμεῖς καὶ χεῖρα ἄλλος ἄλλοθεν ὀρεγέτω πόρρω μὲν ἀν-
θρώπῳ κακίας, ἀτυχοῦντι δέ. σκοπεῖτε δὲ ὡς οὐκ ἂν ὑμῖν αὐ- τοῖς, εἰ μὴ βοηθήσετε, συνησθείητε.
ναύτης ἂν ὑπό του παίηται, ναύτας ὁρῶν ἑτέρους δεῖται βοηθεῖν λέγων ὡς καὶ
καὶ γεωργοὺς εἶδον ὅμοια ποι- οῦντας ἐφ’ ὁμοίοις καὶ σκυτέας δὴ καὶ χαλκοτύπους. οἱ δὲ δὴ
στρατιῶται, Ἡράκλεις, πῦρ ἐπισχεῖν ῥᾷον ἢ τούτους ἐν τοιού- τοις. τὸ δὲ συνοργίζεσθαι πεῖθον ἓν πανταχοῦ, τὸ ἐν τοῖς αὐ- τοῖς βιοῦν.
καὶ νῦν δὴ ζῆτε μὲν ὑμεῖς ἐν λόγοις, ζῇ δὲ Ἀκόντιος, καὶ προστάτης ὑμῶν αὐτὸς ὁ θεὸς Ἑρμῆς ὁ Δῖός. ἐπέθετο δὴ τῷ ῥήτορι μοχθηρὸν καὶ κεντρότυπον ἀνθρώπιον.
τίς οὖν ἐμφράξει τούτῳ τὸ στόμα; τίς ἐκκόψει τὸ κέντρον; ἐπὶ τίνας χρὴ συμμάχους καταφεύγειν ὑμᾶς ἀφέντα τοὺς εἰ- κότως μὲν ἂν ἑλομένους ἀμύνειν, δύναμιν δὲ ἔχοντας τὴν ἀπὸ τῶν Μουσῶν, ὑφ’ ὧν οὗπέρ ἐστε τέταχθε;
καὶ ταῦτα οὐκ ἂν ἐπέστελλον, εἰ μὴ τόνδε μὲν ᾔδειν ἀγαθὸν εἶναι μελετῶντα,
τὸν δὲ γενναῖον Ἐλπίδιον οὐ τοὺς ἐν αἰτίαις μισοῦντα πάν-
φανεῖται δὲ οὗτος ὑμῶν τὰ δίκαια ποιούντων οὐχ οἷον ὁ κατήγορος ἔφη- σεν. ἀλλ’ οἷον ἡμεῖς ἴσμεν.
σκζ'.
Πολυχρονίῳ. (360)
Πάλιν ἐγώ σοι τὰ εἰωθότα δῶρα πέμπω, χρηστὸν ἄνδρα συκογαντούμενον χρῄζοντα βοηθείας, σὺ δὲ αὐτὸν καὶ δέξῃ πρᾴως καὶ παύσεις τεταραγμένον καὶ δείξεις τῶν ἐχθρῶν ἐπὶ τοῦ ἀγῶνος κρείττονα.
μάντιν δέ με πεποίηκας δυοῖν, οἷς
τε ἀεὶ προαιρῇ τῷ τε ἔχειν προστιθέναι τὰ ἔργα. οἰήσῃ μὲν οὖν ἐμοὶ χαρίζεσθαι μόνῳ, λήψεται δὲ τὴν χάριν ἅπας ὅτῳ διὰ λόγων ἡ δόξα.
σκη'.
Πρισκιανῷ. (360?)
Αἰγύπτιος ἐκ τῆς Μέμφιδος αὐτῆς Ἡρακλείδης οὑτοσὶ φέρων τε ἡμῖν παρὰ τῶν ἐν Αἰγύπτῳ γράμματα φίλων παρ’ ἡμῶν τε πρὸς ὑμᾶς ἀξιώσας λαβεῖν.
ἐπεὶ δὲ σοῦ πρῶτον
σκθ'.
Ἀμμιανῷ. (360?)
Τὸ μὲν ὠφελεῖν τοὺς παρ’ ἡμῶν ὡς σὲ ἰόντας καὶ χρη- στοῦ καὶ φίλου, τὸ δὲ χαίροντας ἄνευ γραμμάτων ἀποπέμπειν οὐ κηδομένου φίλου, πάντως δὲ ἀργοῦ. δεῖ δέ σε κατ’ ἄμφω γράφειν, καὶ βοηθοῦντα καὶ μή, ἕνα νῦν μὲν μὴ τὸ μεῖζον δι- δοὺς φθονῇς τοῦ δευτέρου, νῦν δὲ ἀντὶ τοῦ μείζονος παραμυ-
θῆται τὸ δεύτερον.
ἀλλ’ Ἡρακλείδης οὑτοσὶ καὶ τυγχανέτω προνοίας καὶ κομιζέτω γράμματα. δίκαιος δὲ εἶ συλλαβεῖν ἀνδρὶ φίλῳ Καβειρίου. Καβείριος δὲ οἷς ἐκήδευσεν οἶσθα. εἰ δὲ καὶ μισθὸν τελέσαι δεῖ, πολλὰ ἄν σοι διηγήσαιτο περὶ τοῦ Νείλου. καὶ τί ἂν μεῖζον Ἀμμιανὸς ζητοίη;
σλ'.
Ἀνδρονίκῳ. (360?)
Ἀντίοχος ἁπάσῃ μὲν βοηθεῖ τῇ πόλει διὰ τῆς ἰατρικῆς, ὁ δὲ πλεῖστος αὐτῷ πόνος περὶ τὸ γένος τοὐμόν. Βασσιανὴ δέ,
ἦς αἰδέσιμόν σοι καὶ τοὔνομα, τῶν ἐκείνου χειρῶν ὡσπερεὶ τῆς ἱερᾶς ἀγκύρας ἐξῆπται.
ταυτὶ δὲ εἶπον, ὅπως εἰδῇς οἴους τε καὶ ὅσους διὰ τῶν εἰς Ἀντίοχον εὐφρανεῖς. τούτου γὰρ Εὐ- λαλιὸς σιγγενὴς περιπεσὼν τῇ Τραϊανοῦ δικαιοσύνη τελῶν εἰς ἑτέραν στρατείαν εἰς τὴν ὑπ’ ἐκείνῳ τότε οὖσαν ἐγγράφεται
καὶ ἵππους ἔδει παρέχειν. ἀλλ’ οὐκ ἐᾷ βασιλεὺς λύων καὶ τὴν προτέραν ζημίαν.
τουτὶ μὲν οὖν Ἐλπίδιος αὐτῷ βεβαιοῖ, καὶ νῦν Εὐλάλιος παρ’ ἐκείνῳ, μικρὸν δὲ ὕστερον παρὰ σοὶ κομίζων τὴν γνῶσιν. μᾶλλον δὲ ἔχε τὴν βασιλέως ἤδη γνῶσιν ἐν ἀντιγράφοις παρεζευγμένην καὶ τοὺς ἵππους ἐξαίρει τῶν
δραμουμένων, ὅπως μήθ’ ὕστερον ἐγγένοιτο τῷ πράγματι τα- ραχὴ τῷ τε ἰατρῷ δι’ ἡμῶν ἧ τι τῶν κατὰ νοῦν πεπραγμένον.
αλα'.
Βασσιανῷ. (360?)
Πόλλα ἀγαθά σοι γένοιτο, βέλτιστε νέων, ὅτι ἃ περὶ τῶν γονέων διεσπούδασται τοῖς νόμοις, ὅπως ὑπὸ τῶν ἐγγόνων θεραπεύοιντο, ταῦτ’ αὐτὸς ἐπεδείξω περὶ τὸν διδάσκαλον. οὐ
γάρ με ἔλαθεν ἃ περὶ τοῦ θαυμαστοῦ Κλεοβούλου πρὸς τὴν τήθην ἐπιστέλλεις δεόμενος αὐτῷ τὴν σὴν οὐσίαν ἀνεῷχθαι.
μαθὼν δὲ αὐτὸς οὐκ ἔμελλον δήπου τὰ οὕτω καλὰ σιγή- σεσθαι, ἀλλ’ ἥ τε πόλις ἐμπέπλησται τῆς σῆς μεγαλοπρεπείας ἔχομέν τε τὸν Κλεόβουλον πάντως ἂν ἀποπτάμενον, εἰ μὴ τοι
οὗτος ἦσθα.
ἄγε οὖν, ὦ φίλη κεφαλή, βάλλ’ οὕτως. ὅπως ἐπαινοῖό τε καὶ μετ’ ἐλπίδος ζῴης βελτίονος. εἴληφας δὲ οὐδὲ νῦν φαύλους παρὰ τῶν Μουσῶν τοὺς μισθούς. φασὶ γὰρ πάντας ἁπανταχόθεν προσκεῖσθαι τῷ τῶν λόγων ἔρωτι. τουτὶ δὲ τὸ δῶρον τῶν Μνημοσύνης ἀκριβῶς.
σλβ'.
Μοδέστῳ. (358/59)
Ἐγώ σε πολεμοῦντα τοῖς κλέπταις ἐπαινῶ. τῷ γὰρ αὐ- τᾷ τούς τε πονηροὺς κολάζεις καὶ τοὺς δικαίους ἀμείνους ποιεῖς
ὁρῶντας ὡς ἔστιν ὄντα δίκαιον ἐπαίνου τυχεῖν.
συγχαίρω δὴ Φροντίνῳ τῷδε τῆς ἐξετάσεως, ἣν ἀπὼν ἐξετασθεὶς τὴν βελτίονα ψῆφον ἠνέγκατο πολλοῦ χρυσίου τιμιώτερον κτῆμα κτησάμενος τὸ παρὰ σοὶ κεκρίσθαι μὴ φαῦλος. ἀλλὰ καὶ αὐ- τὸς ἐμαυτῷ συγχαίρω χρηστοῦ φανέντος ἀνδρὸς ἑταίρου μοι
καὶ φίλου.
νῦν οἶν ἥκει δείξων ἔτ’ ἄμεινον ὡς πλεῖστον ἀφέστηκε λήμματος καὶ ὡς ἐν οἷς ἐπιστεύθη πεπόνηκε μόνον, τοῖς οὖσι δὲ οὐδὲ ὀβολὸν προσέθηκεν.
ἀκολούθει δὴ σαυ- τῷ καὶ δείκνυε πᾶσιν ὅτι ἔστι παρὰ σοῦ καὶ χαίροντα ἀπελθεῖν.
σλγ'.
Ἀπολιναρίῳ καὶ Γεμέλλῳ. (360?)
Οὐ μάλα ἡμῶν ἐοίκατε ἀπεῖναι, τὸ γὰρ οὕτω τεχνικῶς ἐπιστέλλειν οὐ πάντως ἐστὶν ἀπόντων, ἀλλ’, ὡς ἐμὲ λέγειν, συνόντων. ὥστ’ ἔγωγε ἡσθείς, ὅτι ἐγράψατε, πλέον ἥσθην, ὅτι οὕτως ἔχετε γράφειν.
τὸν εὐνοῦχον δὲ παρ’ ὑμῶν ἥκειν
καίτοι τοῦ δόξαν ὑμᾶς κτήσασθαι καλὴν μετά γε τὰς φύσεις οὗτος αἴτιος ἀντὶ κυνὸς ἐπὶ τοὺς οὐκ ἀγαθοὺς ἀρ-
κῶν. ὑμεῖς δὲ τὸν ἄνθρωπον ἐκκαρπωσάμενοι τοῦ καιροῦ τῶν ἀμοιβῶν ἥκοντος ἀπερρίψατε.
ἀλλ’, ὦ παῖδες, ἐμοὶ θερα- πεύσατε τὸν παιδαγωγὸν ἢ καλέσαντες εἰς Κιλικίαν ἤ τι πέμ- ψαντες τῶν ἐκεῖθεν. πειθέτω δὲ ὑμᾶς χρημάτων καταφρονεῖν ἄνευ τῶν ὑπ’ ἐμοῦ πολλάκις εἰρημένων ὁ τὰ γράμματα φέρων,
ὃς ὑπὸ μὲν τοῦ σχήματος εἰς στρατιώτας, ὑπὸ δὲ τῶν ἔργων εἰς φιλοσόφους ἐγγέγραπται τὸν Σωκράτην ἐν μέσοις μιμησά- μενος κέρδεσιν, ὁ καλὸς Ἀμμιανός.
σλδ'.
Ἀνδρονίκῳ. (358)
Ἀντίοχος οὑτοσὶ τῶν μόλις ἐστὶ σεσωσμένων. ὅτε γὰρ ἦρχε Φοινίκης Δημήτριος, ἵππον αὐτῷ δίδωσι δυσγάργαλιν ἱπποκόμης ἐξαγαγών. ὁ δὲ ἅμα τε ἐπ’ αὐτὸν ἀνέβη καὶ ἐκ- κρουσθεὶς ἐπ’ αὐτῆς ἔκειτο τῆς ἀγορᾶς, ὁ δὲ ἵππος ἔθει φέρων
ἔδει μὲν οὖν αὐτοὺς ἐπὶ τῇ σοφωτάτῃ μηχανῇ ἀποθανεῖν, καὶ γὰρ οὗτος, εἰ μὴ θεῶν τις ἤμυνε, πε- σὼν ἂν ἐτεθνήκει, διὰ δὲ τὴν ἐπιείκειαν Ἀντιόχου περὶ τῶν
χρημάτων εἰς λόγον καθίσταντο.
καὶ τοῖς μὲν ἠδικηκόσιν ἐδόκει πέντε καὶ εἴκοσι στατῆρσι λῦσαι τὸ ἔγκλημα, τοῦ δὲ φάσκοντος ἑκατὸν αὑτῷ στατῆρας ἀπολωλέναι τὸ πρᾶγμα ἐπὶ τῆς ἀμφισβητήσεως ἵσταται. σὸν δὴ τὰ δίκαια ννῶναι καὶ τῷ μὲν βοηθῆσαι, τοὺς δὲ σωφρονίσαι.
σλε'.
Μελετίῳ. (360?)
ἐγὼ τὸν μὲν πατέρα σου καὶ εἶδον καὶ φιλῶ, σὲ οὔ- πω μὲν εἶδον, φιλῶ δὲ ὥσπερ ἐκεῖνον, ἐπεὶ καὶ αὐτὸν ἀκούω σε γνώμης οὕτως ἔχειν πρὸς ἡμᾶς, ὥσπερ ἂν εἰ μετεσχήκεις
ἡμῶν. τοῦ δὲ ταῦτά με πιστεύειν ἔστω σοι σημεῖον τὸ καὶ χά- ριν αἰτεῖν ἤδη.
ἔστι δὲ ἡ χάρις Μαρκελλῖνον καὶ κἄρτιον τῆς σῆς ἀπολαύειν εὐνοίας χρηστούς τε ὄντας καὶ ἡμῖν ἐπι- τηδείους καὶ Σπεκτάτῳ φίλους. οἶμαι δὲ αὐτοὺς οὐδὲν οὔτε
πεῖθε δὴ καὶ Παμφυλίαν ὅτι με τιμᾶν οἴει δεῖν, καὶ ἡμᾶς ὅτι σοι χρὴ πολ- λάκις ἐπιστέλλειν.
σλς'.
Ἀνδρονίκῳ. (360?)
Ἐγὼ γενέσθαι ἐπὶ τῆς ὑμετέρας δυνάμεως οὐδεπώ- ποτε ηὐξάμην, ἀλλ’ ὑμῖν μὲν καὶ ἀρχὰς εἶναι καὶ τὸν κρείττω λόγον ἐν αὐταῖς συνηυξάμην, ἐμαυτῷ δὲ ᾗπερ νῦν βιοῦν ἐν ἰδιώτου χώρᾳ· νῦν δ’ οὐκ ἂν ἀηδῶς μοι δοκῶ τὴν Φοινίκων ἀρχὴν λαβεῖν τοῦ μέγαν ποιῆσαι Παρθένιον πᾶσιν ὅσοις μέ-
γεθος γίγνεται, μᾶλλον δέ, οὐδὲν δεῖ ζητεῖν ἀρχὴν τῆς σῆς οὐχ ἧττον ἐμῆς ἢ τοῦ λαβόντος οὔσης.
ὅπως οὖν ἡμῖν αὐτὸν ἴδῃς τε ὡς ἥδιστα καὶ ἀπόντα καλῇς καὶ φανέντα κατέχῃς καὶ ποιῇς ἐν Φοίνιξιν ἐντιμότερον ἢ πρίν. αἰσχυνοίμην γὰρ ἄν, εἰ δόξει μᾶλλον εὖ πεποιηκέναι με Παρθένιος ἢ πεπονθέναι.
τί οὖν με εὖ πεποίηκεν, ἀκοῦσαι ποθεῖς. αἰδούμενος δια- τετέλεκεν ἀπὼν οὐχ ἧττον ἢ παρὼν καὶ παρὸν αὐτῷ χαρίσασθαι τοῖς δυνατοῖς ἐκ τῶν εἰς ἐμὲ λυπηρῶν τὰς παρ’ ἐκείνων ἐλπί- δας προήκατο τὰ πρὸς ἐμὲ δίκαια τηρῶν καὶ ταῦτα ὁρῶν τινα
εὐθὺς
μὲν οὖν ἠθύμουν ἀπορῶν ἀμοιβῆς, ἔπειτα ἐνθυμηθεὶς ὡς τῷ μὲν ἐν Φοινίκῃ γυνὴ καὶ παῖδες καὶ κτήματα, τῇ δὲ Ἀν- δρονίκου γνώμῃ τὸ ἔθνος διοικεῖται, ἥσθην ἰδὼν ὡς ἔστιν ᾗ ἂν τὸν ἄνδρα ἀμειβοίμην.
σλζ'.
Πρισκιανῷ. (360?)
Οἷδα. τίη μοι ἐπισταμένῳ πάντ᾿ ἀγορεύεις; μὴ γὰρ οἴου μᾶλλον αὐτὸς ἃ πράττεις εἰδδέναι τῶν ἀκουόντων ἡμῶν. οἴ τε γὰρ ἀγγέλλοντές εἰσιν οἴ τε ἐρωτῶντες ἡμεῖς.
τῶν μὲν οὖν ἄλλων ἤδη τις ἤρετο εἰ μή σε τὸ φορτίον ἐπίεσεν, ἐγὼ
δ’ εἰ σοι τὸ σῶμα ἔρρωται πυνθανόμενος ἐπειδὰν ὡς ἔρρω- ται γνῶ, τὸ καὶ τοῦ φορτίου σε κρείττω εἶναι ἀκηκοέναι ἡγοῦ-
εἰ δὲ πολλὰ δεῖ μεταχειρίζειν καὶ ἄγρυπνον ἀνάγκη πέτεσθαι, τούτῳ μηνύεις ὃ πάλαι ἐπόθουν, ὡς τὸ καθεύδειν τε καὶ καθ- ῆσθαι τῶν πολλῶν, σὲ δὲ εἶναι δεῖ τῶν οὐ πολλῶν.
τῇ μὲν οὖν ἄλλῃ θαρρῶ, δέδοικα δὲ ἓν μόνον, τῶν ξενίων τὸ πλῆ-
θος, ἃ ὥσπερ ὀφειλήματα ἀπαιτοῦσιν οἱ φαγεῖν ἀγαθοί. τουτὶ γὰρ οὐκ ἔστι διανοίας ἄρχειν ἐπισταμένης, ἀλλ’ εὐπορίας δοῦ- ναι δυναμένης. σοὶ δὲ ἃ δέδωκε τὸ συναγορεύειν, ἀνήλωκε τὸ ἄρχειν.
ἔπεμψα τὸ βιβλίον, σὺ δέ, εἰ σχολή, τοὺς φιλοσό- φους ορα.
σλη'.
Ἰταλικιανῷ. (360?)
Ἐπαινοῦντί μοι τὴν σὴν φύσιν, καὶ γὰρ ἐτύγχανεν ἡμῖν λόγος τις ὢν ὑπὲρ ἀρχόντων ἀρετῆς καὶ ἦν δήπου σὰ τὰ νι- κητήρια, — τοιαῦτα δὴ ἡμῶν διαλεγομένων καὶ ψηφιζομένων 15 ἐνέθηκε τῇ χειρὶ τὴν ἐπιστολὴν βέλτιστος βελτίστου πατρός, εἶ- πεν ἂν Πλατῶν, Ὀλύμπιος Πομπηιανοῦ. καὶ ἅμα τε ἀνεγί-
σὺ δὲ ἔργῳ μεθ’ ἡμῶν ὢν τοῖς Ἰταλοῖς σαυτὸν δίδως, ἀλλ’ ἥ γε ἐπιστολὴ κωλύει νόμων ὑομένη τῶν Ἀττικῶν. ὅπως οὖν τοῦ
λοιποῦ κοινωνὸς ἡμῖν εἶναι λέγῃς, ὥσπερ εἶ. τουτὶ μὲν οὖν ποιήσεις ἢ γραψόμεθά σε παρὰ ταῖς Μούσαις λειποταξίου.
τῶν δ’ οὖν γραμμάτων ὡς ἄδην εἴχομεν, βλέψαντες εἰς ἀλ- λήλους τουτονὶ δέ, ἔφαμεν, νῦν τὰ αὑτοῦ διοικεῖν ἀντὶ τῶν κοινῶν ἐχρῆν; οὐχ ὡς σοῦ χρῄζοντος ἀρχῆς, ἀλλ’ ὡς
τῶν πραγμάτων, ὅτι μὴ ἄρχεις, ἠδικημένων.
εἶθ’ ὁ μὲν ἐμέ- μνητο τῆς τῶν νόμων φυλακῆς, ὁ δὲ τῆς συνεχείας τῶν πό- νων, ὁ δὲ τοῦ περὶ τὰς διαγνώσεις τάχους, ὁ δὲ τοῦ μὴ χρη- μάτων ἐρᾶν, τῷ δὲ ἐδόκει καλὸν τὸ χάριν δοῦναι εἰδέναι, καὶ δοῦναι μὲν ἣν δεῖ, μὴ δοῦναι δὲ ἣν μὴ δεῖ.
ἐμοὶ δὲ τῶν
σῶν μικρὸν μὲν οὐδὲν ἐφαίνετο, πάμμεγα δὲ τὸ μὴ τῇ φθορᾷ τῶν πόλεων θεραπεῦσαι τοὺς δυνατούς. ἦν μὲν γὰρ δῆλον ὡς ὀργαὶ καὶ κίνδυνοι καὶ βέλη, σοὶ δὲ οὐδὲν τοῦ ποιῆσαί τι τῶν αἰσχρῶν φοβερώτερον.
ἡδέως δ’ ἂν αὐτῶν ἐπυθόμην τί
καὶ τὸ μὴ ἔχειν ἔτι τῷ λέγειν ἅ ποτε εἴχομεν παραμυθούμεθΑ καὶ σὺ δέ, ὡς ἔνι, παραμυθοῦ γράφων τε καὶ
γράφειν παρακαλῶν. ἔστω δὴ παρὰ σοῦ τοῦτο πολύ, πάντως δὲ καὶ οὓς κινεῖς οὐ σιγᾶν ἐπιθυμοῦντας ἐγείρεις.
σλθ'.
Μαξίμῳ. (360)
Ὁμοῦ παῖδά τε ἐμὸν Ὑπερέχιον καλεῖς καὶ χάριν μοι φὴς ift τῶν εἰς αὐτὸν εἰδέναι. τούτοιν δὲ ἢ τὸ πρότερον οὐκ ἀληθὲς ἡ θάτερον οὐκ ἔχον λόγον, μᾶλλον δέ, ἐπειδὴ τὸ πρότερον ἀλη- θἐς, μάταιον γίγνεται τὸ δεύτερον, εἰ μὴ καὶ αὐτὸν δεῖ σοὶ χάριν εἰδέναι τῶν εἰς τοῦτον αὐτόν.
ἀλλ’ oixs σὺ θαυμα- στὸν οὐδὲν ἐποίεις ποιῶν ἃ δὴ πεποίηκας εἰς υἱόν τε καὶ τοι-
οῦτον ἐγώ τε νομίσας υἱὸν ἐμὸν πάντα ἀγαθὸν εἰκός τι ποιῶν
οἱ τῆς ἱερᾶς Ἀγκύ- ρας, πρέποι γὰρ ἂν αὐτῇ τοῦτ’ ἀκούειν, ᾧ κοσμεῖ τὰς Ἀθήνας Ὅμηρος, οὗτοι δὴ οἱ ταύτης οἰκήτορες ἐμοί τε εὐεργέται καὶ
σοὶ καὶ στεφάνων ἄξιοι καὶ εὐχῶν. καὶ δῆτα εὔχομαι τοῖς θεοῖς πᾶσι καὶ πάσαις γῆν τε αὐτοῖς καρπὸν ὅτι πλεῖστον διδόναι καὶ ἀέρα μένειν ἐν τοῖς μέτροις καὶ γυναῖκας τίκτειν ὅμοια γονεῦσι καὶ λόγων ὥσπερ νῦν τὴν πόλιν ἐρᾶν καὶ τῶν εὐδαι- μονίαν φερόντων ἀπεῖναι μηδέν, ὅτι με ἰδόντες ἡμέρως, ἡνίκα
δι’ αὐτῶν ᾔειν, νῦν τετιμήκασι μειζόνως οἷς ἔπραξαν τῷ νεα- νίσκῳ εἰς δόξαν.
καὶ μή με οἴου τοῦτο λέγειν, ὡς ὄντα φαῦλον ἦγον εἰς δόξαν, ἀλλ’ ὅτι μὴ φθόνῳ τὴν ἀλήθειαν ἔβαλ- λον, ἐγένοντο δὲ τοῦ φθόνου κρείττους πολῖται πολίτην ἀγα- πῶντες. τούτου χάριν αὐτοῖς εἰδέναι χρή.
τὰ μὲν οὖν παρ’
ἐμοῦ πρὸς αὐτοὺς εὐχαί τε ὑπὲρ αὐτῶν καὶ κατ’ αὐτῶν ἔπαι- νοι, σοὶ δὲ ἔνεστι τὸ καὶ δι’ ἔργων ἀμείβεσθαι. καὶ πᾶν ὑπουρ- γῶν μηδέπω ἡγήσῃ τὸ πᾶν ἐκτετικέναι
ἴσθι μέντοι καὶ τὴν ἡμετέραν πόλιν εἰδέναι τῇ πόλει χάριν οἴεται γὰρ τὴν περὶ τοῦτον ἐκείνης γνώμην μαρτυρίαν αὑτῇ τοῦ βελτίονος
τὴν μὲν οὖν φιλοτιμίαν σου τὴν εἰς τὸν υἱὸν οὐκ ἐθαύμασα, νοῦν Ψὰρ ἔχων ἃ ὕστερον ἔμελλεν ἕξειν τῷ νόμῳ, ταῦτ’ ἐποίησας δῶρον πατρός, θαυμάζω δὲ ὅτι πολλαὶ μὲν παρ’ ὑμῖν κοῦραι ἀριστήων, οἳ τὴν πόλιν συνέχουσι, οὐ δ’ οὐκ ἐφρόντισας ὅπως ἴδης τάχιστα τοῦ παιδὸς παῖδας. εἰ γὰρ
καὶ ἤδη πάππος εὖ ποιῶν κέκλησαι, ἀλλὰ καὶ ταύτῃ σε πάπ- πον κληθῆναι καλόν, ἄλλος δ’ ἂν ἔφησε, κάλλιον.
σμ'.
Κλεάρχῳ. (360?)
Εἰ μὲν οἷός τε ἦν καὶ τῆς ὁδοῦ καὶ τῆς ἄλλης σπουδῆς
Εὐστοχίῳ κοινωνῆσαι, πάντως ἄν με εἶχες ἀντὶ τῶν ἐμῶν γραμ- μάτων· ἐπεὶ δὲ οὐκ ἔστι μοι κινεῖσθαι, δι’ ὃ δέ, ἐπίστασαι, δέομαί σου γενέσθαι τοιοῦτον εἰς τοῦτον, οἷος ἂν ἐγένου παρ- όντος ἐμοῦ.
νόμιζε δὲ μὴ μόνον ἐμοὶ δώσειν χάριν, ἀλλὰ καὶ αὐτὸς κτήσεσθαι φίλον. ὃν καὶ ἐγὼ κτησάμενος συνήσθην
ἐμαυτῷ οὐ μόνον τῶν τε λόγων εἵ εκα καὶ τῶν νόμων, ἐν οἷς ἀμφοτέροις οὐδενὸς ἁνὴρ ὕστερος, ἀλλ’ ὅτι καὶ τῶν ὄντων χα- λεπῶν οὐδὲν οὕτω χαλεπὸν ὡς μὴ τῷδε φανῆναι ῥᾷστον ἐπι- τάττοντος φίλου, μᾶλλον δέ, κἂν ὁ φίλος χρῄζῃ μέν, ὀκνῇ δὲ ἐπιτάττειν, αὐτὸς αὑτὸν δίδωσι τοῖς ἔργοις.
καὶ εἰ μὲν ἀπ’
ἄλλης ἀφῖκτο νῦν ὡς ὑμᾶς, ἄθλους ἂν ἴδει σοι διηγεῖσθαι
μὴ θαυμάσῃς δὲ εἰ πολλοὶ μὲν ἐκεῖ μοι φίλοι, σοὶ δὲ ἐπέσταλκα μόνῳ· τὸ πρᾶγμα γὰρ οὐ πολλῶν συνευχομένων, ἀλλ’ ἑνὸς δεῖται πράττειν εἰδό- 5 τος.
σὺ δὲ οὗτος ὁ πράττειν εἰδώς, τῷ δὲ βούλεσθαι τὸ δύ- νασθαι καλῶς ποιοῦν ἠκολούθηκεν ὑπάρχον μὲν καὶ πάλαι, νῦν δὲ ηὐξημένον· εἰσὶ γάρ, εἰσὶν· οἱ μηνύοντες.
ἀπό- πεμπε δὴ τὸν ἑταῖρον ὧν ἤκουσε παρ’ ἡμῶν ἀγγελοῦντα πλείω.
σμα.
Θεμιστίῳ. (360?)
Ἀλλ’ εἴη ταύτην γέ σοι τὴν γαστέρα κληρονόμους τεκεῖν καὶ μὴ μόνον τῆς οὐσίας, ἀλλὰ καὶ τῆς σοφίας, ἣν δὴ λειμῶ- νος ποικιλωτέραν δεικνύων πάλαι κρατεῖς, εἰ μὲν καὶ τοὺς ταὐτὸ
τέως μὲν οὖν τῇ Φρυγίᾳ συνέχαιρον, ἣ καὶ σὲ καὶ τοὺς γάμους ἐδέ- ξατο, νῦν δὲ τῇ Μεγάλη πόλει σέ τε ἀπολαβούσῃ καὶ προσ- λαβούσῃ τὴν νύμφην, μακαρίζω δὲ καὶ τὸν οὐκ ἀπόντος σου τὴν Μεγάλην ὀψόμενον πόλιν, ὅτι αὐτὴν ὄντως ὄψεται μεγά-
λῆν.
τὸν μὲν οὖν τῶν πραγμάτων πόνον ἀνεθήκαμεν Κλε- άρχῳ, παρὰ σοῦ δὲ Εὐστόχιος τιμηθήτω τῷ νομισθῆναι τοῦτο ὅπερ ἐστίν. ἔστι δὲ καλὸς κἀγαθός, κἀν τοῖς πράγμασιν ἃ φίλον σαφῆ ζητεῖ πάντες ἐπ’ αὐτὸν ἐρχόμεθα.
τίμα δὲ αὐ- τὸν καὶ τῷ μείζονι, καλῶ δὲ μεῖζον τὸ σῶν ἀκοῦσαι λόγων·
οὓς εἰ μὲν καινοὺς δεικνύεις, καινῆς θοίνης μεταλήψεται τὸ μέρος· εἰ δ’ οὐκ ἐν τούτῳ νῦν εἰης, τοῖς παλαιοῖς αὐτὸν ἑστία, μᾶλλον πάντως αὐτὸν ἑστιάσεις καινοῖς· ὅ τι γὰρ ἂν φθέγξῃ, τοῦτο τῶν γεγραμμένων οὐ χεῖρον.
σμβ'.
Μοδέστῳ· (358/59) 16
Καλῶς μοι δοκοῦσιν οἱ ποιηταὶ περὶ τοῦ Ἔρωτος ἐσκέ- φθαι καλοῦντες αὐτὸν ἀνίκητον, ὅπου γε καὶ Στρατήγιος εὖ μά- λα ἐνθένδε κινούμενος νῦν γυναῖκα ἀφεὶς καὶ τέκνα καὶ τἄλλα
εὔδηλον οὖν ὅτι αὐτὸν ἡμέροις ὄψει τοῖς ὄμμασι
τά τε ἄλλα καὶ μηνυτὴν ἔχων τῆς στοᾶς ἀκριβῆ, περὶ ἣν οὗ- τος πολὺ μὲν καῦμα, πολὺν δὲ καπνὸν ἠνέσχετο χαίρων, ὅτι σοι παρεῖχεν ἐν τοῖς αὑτοῦ πόνοις κτήσασθαι δόξαν. ὃ γὰρ ἐν προοιμίοις οὐκ ἦν λαμπρᾶς ἐλπίδος, τοῦτο πρὸς ἐρχόμενον οὐδεμίαν ἡλικίαν ἐᾷ σιγῇ παρελθεῖν, ἀλλ’ ἕλκει τε τὰς ὄψεις
καὶ ὅστις εἶδεν, ἐθαύμασε.
σοὶ μὲν οὖν ὅλην τὴν πόλιν, σὲ δὲ τούτῳ προσήκει χάριν εἰδέναι. σὺ μὲν γὰρ εἰς νοῦν ἐβάλου τὸν κόσμον, σοὶ δὲ οὗτος διακονεῖ. ἔστι δὲ ἀρκοῦσα χάρις, ἂν ἐπαινῇς τε αὐτὸν καὶ νομίζῃς ὅπερ ἡμεῖς.
ἡ δὲ ἡμετέρα ψῆφος Στρατήγιον ἄνδρα εἶναι γενναῖον, ὃν οὐδεὶς ἐνίκησεν
εὖ ποιῶν· οὕτως ἀμοιβὰς ἀεὶ ζητεῖ μείζονας καὶ ζητῶν οὐκ ἔστιν ὅτε οὐχ εὗρεν.
σμγ.
Δημητρίῳ. (360?)
Ἀλλὰ καλῶς μὲν ἐποίησε τὰ ὀνείρατα κινήσαντά σε, εὖ
μέντοι οἶδα, ὡς καὶ ὀνειράτων ἄνευ τοῦτ’ ἂν ἐποίεις, ὃ πάλαι
τὸν παῖδα κελεύσας ἅπτειν λύχνον, ὡς ἐπιστείλαιμί ἐπει-
δὴ ἔμελλε, κατέδαρθον καὶ ἔδοξα παρ’ ὑμῖν τε εἶναι καὶ σὲ ζη- τεῖν. ἄγειν οὖν μέ τινα δι’ ὑψηλοῦ θεάτρου, γραῦν δέ τινα γνοῦσαν ἐφ’ ᾧπερ ἐχωροῦμεν ὁδὸν ἑτέραν ἐκείνης ἡδίω Μαὶ, καθ’ ἣν ἰόντας ἐντυχεῖν σοι καθημέ ῳ πρός τινι νεῷ καὶ κή- πῳ, τὴν δὲ ἀνάβασιν τὴν εἰς τὸν νεών, βαθμοὺς οὐκ ὀλίγους,
ὑπὸ νέων πηδώντων κατέχεσθαι θαυμαζόντων ὅπως ἡμιλλῶ πρὸς Δημοσθένους λόγον τούτων δὴ τώ κατὰ τοῦ Φιλίππου, σὲ δ’ ἰδόντα μὶν ἡμᾶς ἀναστῆναι, τοῦ λέγειν δὲ οὐκ ἀποστῆ- ναι, ὥστε τι καὶ ἡμᾶς ἀκοῦσαι.
ἴν με ἠδίκησεν ἡ νύξ· οὐκ ἐφύλαξα τὸ ῥηθέν. σοὶ δ’ εἴ τι τοιοῦτον ἐστι, πέμπε καὶ ὑπερ-
ευγραινε.
σμδ'.
Πρισκιανῷ. (360?)
Μάραν εἶδες εὐμενῶς· μίαν ταύτην εἴληφα χάριν. νῦν ἥκει χρόνιος· ἂν οὖν ἣν ὀφείλει τούτου μὴ λάβῃς δίκην, αὕτη
δευτέρα χάρις. δίδου δὴ καὶ τρίτην, ἐπεὶ τρεῖς αἱ θεαί.
τί οὖν αἰτοῦμεν; τεταλαιπωρημένον ἐν ᾧπερ ἦν τὸν ἄνδρα μετα- στῆσαι πρὸς ἔργον ὃ τῷ τηλικούτῳ πρέπει.
σμε'.
Εὐθηρίῳ. (360?)
Οὐ ταῦτα μέντοι παρ’ ἡμῶν ἀπαίρων ἐπὶ τὴν ἀρχὴν ὑπι- σχνοῦ, σιγὴν καὶ τὸ ποιήσειν ἡμῖν χείρω τὰ πράγματα, ἀλλ’ ἦν πολὺ τούτων ἀφεστηκότα τὰ τότε λεγόμενα, φησὶ Δημο- σθένης, καλὰ καὶ φιλίᾳ πρέποντα, τὰ ἔργα δὲ τὰ ἀπὸ τούτων οὐδαμοῦ, πάλιν <ὁ> αὐτός πού φησιν.
ὡς ἔγωγε
νῦν μὴ οὐδέν μοι δυνηθῇ τὰ γράμματα καὶ πεπονθὼς ἦς
ἀλλά τοι δεῖ νῦν ταύτην δοῦναι τὴν χάριν, ὅπως τι κουφί- σαις τῶν πρότερον καὶ μὴ πάντα ἐγκαλῶμεν, μᾶλλον δὲ ὅπως
μηδὲν ἐγκαλῶμεν. λύεται γὰρ ἔγκλημα χάριτι τελευταίᾳ και- ρὸν ἐχούσῃ, καὶ τοῦτο οἶσθα, εἴπερ οἶσθα Θουκυδίδην, εἰ μὴ καὶ τούτου γε ἐπελάθου τοῦ φίλου.
τί οὖν αἰτοῦμεν καὶ σκόπει γε ὡς οὐκ ἔξω τῶν νόμων. οἱ τῆς Ἄρκης βουλευταὶ Καρτέριον εἰς αὑτοὺς ἐγγράφουσιν, ᾧ τὸ μὲν λειτουργεῖν οὐ
δαμόθεν προσήκει, παρ’ ἡμῖν δὲ ἐπὶ λόγοις διατρίβει. ὅ τε γὰρ πατὴρ ἱερεὺς αὐτῷ τόν τε πάππον εἰ ζητεῖς, ἄρχοντα εὑρήσεις καὶ τὸ μέγιστον, ὑπ’ αὐτῆς τῆς βουλῆς τὴν οἰκίαν ἀφειμένην, ὡς δηλοῖ ταυτὶ τὰ γράμματα, κέλευε δὲ ἀναγινώσκειν.
καὶ μὴ τοσοῦτον παρίδῃς <τὸ> δίκαιον μηδὲ ἐπὶ τοῖς Ἄρκαν οἰκοῦσιν
ἔστω τῶν αὐτῶν ἀφίστασθαί τε καὶ πάλιν λαμβάνεσθαι, ἀλλ’ ἴστωσαν ὡς ὁμοίως ἄδικον τά τε αὑτῶν οὐ κομίζεσθαι τά τε οὐχ αὑτῶν αὑτῶν ποιεῖν.
ἀλλ’ ἐκεῖνοι μὲν μηδὲν ὀκνούν- των, ἡμῖν δέ γε διὰ σοῦ γιγνέσθω τὰ παρὰ τῶν νόμων ἰσχυρά. τῶν μὲν γὰρ οὐκ αἰσχυνομένων ἐστὶν ἐθέλειν πλεονεκτεῖν, δι
καστοῦ δὲ μηδένα <ἐᾶν> εἶναι δυνατώτερον νόμου.
καὶ
τῶν πραγμάτων θόρυβος, οὔθ᾿ ὅσιον οὔτ᾿ εὐσεβές.
καὶ σύ τοι τὸ ἄρχειν ἔχεις ἀπὸ τοῦ δύνασθαι λέγειν εἰκὸς δή σε βοη- θεῖν τοῖς περὶ τὸν Ἑρμῆν καὶ φαίνεσθαι τιμῶντα τὰς ἀφορ- μὰς ἀφ’ ὧν ἐνταῦθα ἥκεις.
εἰ Τε βούλει, καὶ τοὐμὸν προσ- λογίζου καὶ μὴ τὴν ἐπιστολὴν ἀτιμάσῃς, ὅτι ἐστὶν ἐπιστολὴ πᾶν
ἂν παθοῦσα σιγῇ. ἀλλ’ ὅταν εἰς τὰ γράμματα βλέπῃς, ἡγοῦ καὶ ἐμὲ βλέπειν ἐκεῖνον τὸν πάντα σοι, τὸν ἐν Διονύσου, καὶ τὸν νέον δοὺς τὸ νῦν εἶναι τοῖς λόγοις ἀπάλλαξον τοὺς οἰκέ- τας τῆς διαχειρίσεως.
σμς'.
Φλωρεντίῳ. (360)
Ἀλλ᾿ ἔγωγε παραπλήσιον δοκῶ μοί τι ποιήσειν τοῖς ἐπει- γομένοις μὲν ἰδεῖν τὸν ἥκοντα χρόνιον, τῇ προσρήσει δὲ κά- τωθεν ἀπὸ τῆς κλίμακος χρωμένοις πρὶν ἰδεῖν ὃν προσαγο-
ρεύουσιν. ἐκεῖνοί τε γὰρ τῷ λίαν ἐπιθυμεῖν φθάνοντες τοὺς ὀφθαλμοὺς βοῶσιν ἐγώ τέ σοι μικρὸν ἀπέχοντι τῶν ὅρων ἐν ἐπιστολῇ δηλῶ τὴν ἡδονήν.
τὸν δὲ ἀνεψιὸν φιλῶ μέν, ἐγ- γὺς δέ εἰμι <τοῦ> ζηλοτυπεῖν, ὅτι ὁ μὲν ἀπολέλαυκεν, ἐγὼ μέλλω. τῆς μέντοι προνοίας εἰ τυγχάνοι μείζονος, οὐκ ἔτι ταύ-
τῃ ζηλοτυπῶ, βουλοίμην δ’ ἂν αὐτὸν Ἀθηνᾶς Διομήδην τυγχά- νειν, ὅπως ἡμῖν καὶ σώζοιτο καὶ κρατῇ.
σμζ'.
Δημητρίῳ. (360/61)
Σύ με οὐκ ἐᾷς αἰτεῖν ὁ πάντα πέμπων πρὶν αἰτηθῆναι. 15 ὁμοῦ γὰρ ὑμῖν τέ τι παρὰ τῆς γῆς δέδοται καὶ ἐμοὶ παρὰ σοῦ, καὶ οὐκ ἔφθη τις εἰπών, ὡς ἀγαθή γε τῶν ἀστυγειτό- νων χώρα, νῦν τὸ καὶ φύει ὁ σὸς οἰκέτης ἐγγὺς φέρων ἡμῖν ἐφ’ οἷς ἡ χώρα ἐπῃνέθη.
πῶς οὖν ἔστιν ἅ τις
σμη'.
Ἰφικράτει. (358/59)
Ἀλλ’ οὔτε τὰ πρῶτα κακῶς ἐβουλεύθη τοῖς Καισαρίου παισὶ ῥήτορι δεδωκόσιν αὑτοὺς νῦν τε εὕροιεν, ὦ Μοῦσαι, παρ’ ἐμοί τι τοιοῦτον, ὑφ’ οὗ μνησθήσονται παροιμίας τινός. ἥτις δὲ αὕτη, σὺ μὲν ἴσως ὁρᾷς, ἐμοὶ δὲ οὐ καλὸν λέγειν.
γε-
λῶν δέ σου πρὸς τὴν ἀπολογίαν, ἣν ἐποιοῦ κατηγοροῦντος οὐ- δενός, πάλιν ἐγέλων, ὅτι σε εὕρισκον φοβούμενον μὴ οὐ τοῦ παντὸς ἀπολαύσωσιν οἱ νέοι τῷ δι’ ἄλλων παρ’ ἡμᾶς ἥκειν. εἰ μὲν γὰρ ἐχθροὺς ἡγούμην, ἀπέκλειον ἄν δεξάμενος δὲ ὡς φίλους ἐμαυτὸν ἂν ποιοίην κακῶς, εἰ μὴ τούτους ἀγαθόν, ὅ
τι ἂν δύνωμαι.
γελοῖος δ’ ἂν ἦν καὶ Διομήδης, εἰ τοὺς ἵππους Αἰνείου λαβὼν ἀντὶ τοῦ θεραπεύειν ἐποίει χείρους τῇ
Ἀγχίσου.
σμθ'.
Καισαρίῳ. (358/59)
Τοὺς Λακεδαιμονίους μεμίμηταί σου τὰ γράμματα. καὶ γὰρ ἐκεῖνοί τε μετὰ τὸ ἔργον ἧκον εἰς Μαραθῶνα βοηθεῖν
ἐγνωκότες, ἴδει δὲ οὐδὲν ἔτι βοηθείας, ταυτί τε παρακαλεῖ με πρὸς ἐπιμέλειαν τῶν σῶν υἱέων, οἷς ἐστι παρ’ ἡμῖν δύναμις ἑτέροις τὰ τοιαῦτα παρέχειν.
μὴ θαυμάσῃς δὲ εἰ τοσοῦτον οὕτω τᾳχέως ἴσχυσαν οὕτως ὄντες χρηστοὶ καὶ φιλόμουσοι μετὰ γὰρ τούτων ὅστις ἔρχεται παρ’ ἐμέ, πρὸ τῶν ἄλλων εὐ-
θέως κέκριται καὶ πειθόμενον ἔχει. φέρει δὲ αὐτοῖς οὐ μικρὸν καὶ τὸ σοὺς εἶναι παῖδας, οὗ πᾶς ὁ μνησθεὶς σὺν ἐπαίνοις ἐμνή- σθη.
βούλει τι καὶ τέταρτον εἴπω; συμφοιτητὴς ἐμός, ὁ τούτων θεῖος, Εὐσεβιος. καὶ τοῦτο ἐδιδάχθην αὐτὸς παρ’ ἐμαυ- τοῦ τὸ γένος εὑρὼν ἐπὶ τῆς τοῦ νεωτέρου μορφῆς.
σν.
Εὐθηρίῳ. (358/59)
Ἥδιον ἐμοὶ τοῦ τὸ ἔθνος κτήσασθαι τὸ σοῦ τὴν ἀρχὴν ἔχοντος τοῦτο ὸὕτω συμβῆναι. Καισαρίῳ δὲ συγχαίρω μὲν τῶν
τρόπων, συγχαίρω δὲ τῆς δόξης, ἣ μείζων τῇ σῇ ψήφῳ γίγνε- ται, καὶ μάλιστά γε τῆς εὐπαιδίας συγχαίρω τοσαύτη γὰρ ἐν αὐτοῖς ἐπιεικείας τε φροντὶς καὶ λόγων, ὥστ’ εἰκότως ἂν αὐ- τοὺς καὶ ὁ πατὴρ αἰσχύνοιτο.
σοὶ δὲ πάντα μὲν χαριζοίμην ἂν καὶ εἰ με κελεύεις ἀργὸν φιλεῖν, ὑπακούσομαι· τούτους δέ,
τὸ γὰρ ἀληθὲς εἰρήσεται, πρὸ τῶν σῶν γραμμάτων συνέστησεν ἡ φύσις. ὥρα δή σοι χάριν ἑτέραν αἰτεῖν ὡς ταύτην γε αὑ- τοῖς οἱ νεανίσκοι δεδώκασιν.
σνα'.
Ὁνωράτῳ. (358/59?)
Οὐκ ὀκνήσω σοι περὶ τῶν δικαίων διαλεχθῆναι, ταῦτα γὰρ τὰ σὰ παιδικά, καὶ οὐκ ἂν ἄχθοιο τοῖς ὑπὲρ αὐτῶν λέ- γουσιν, ἀλλ’ εἴ τις ἔχων εἰπεῖν ὑπὲρ αὐτῶν τι σιγῴη.
δοκεῖ δέ μοι καὶ ὁ Ῥαδάμανδθυς χαίρειν, ὁπότε καλοῖτο τῷ δικαίῳ βοηθεῖν, ἐφ’ ᾧ δόξαν εἶχεν, ὅτι ἄρα τὸ δίκαιον ἰσχυρὸν ποιεῖ.
εἰμὲν οὖν ὥσπερ περὶ τῶν Ὀλυμπίου τρόπων οὕτως ἐτύγχα- νες ἀκηκοὼς καὶ περὶ τῶν ἄλλων πραγμάτων, οὔτ’ ἂν αὐτὸς ἐπέτρεπες τοῖς ἐπηρεάζουσιν ἡμῖν τ’ οὐδὲν ἂν ἔδει τοιαύτης ἐπιστολῆς· νῦν δ’ ὡς μὲν ἀγαθός, πολλαχόθεν ἔχεις μαθεῖν.
καὶ πρῶτόν γε παρὰ τῶν Μακεδόνων, οἳ τούτῳ προσόμοιον
ἄρχοντα λαβεῖν εὔχονται μέν, λαβεῖν δὲ οὐ δεδύνηνται. παρ’ ὧν δ’ ἂν ἦν σοι τἄλλα μαθεῖν, οὐκ ἐθέλουσι διδάσκειν, λυσι- τελεῖ γὰρ ἴσως αὐτοῖς τὸ πρᾶγμα ἀφανίζειν, ἀλλ’ ἐγὼ δηλώσω.
Ὀλύμπιος οὗτος, ὃν δὶς εὖ πεποίηκας, δὶς γὰρ ἡμῶν ἦρξας, ἥξει δὲ ἴσως καὶ ἡ τρίτη, πρότερον μὲν εἰς τὸ Ῥωμαίων ἐτέλει
συνέδριον, χθὲς δὲ ὡς εἰπεῖν γέγονεν ὑμέτερος.
ἔπειθ’ ὑπὲρ ἀρχαίας ἐνοχλεῖται φορᾶς, οὐχ ὅτι ὀφείλει, πῶς γὰρ ὅ γε οὔ- πω τότε προσήκων ὑμῖν; ἀλλ’ ὅτι ὁμώνυμός ἐστιν Ὀλυμπίῳ τινί. τούτου δὲ οὐκ ἂν ἄξιος εἴη δοῦναι δίκην οὐ γὰρ αὐτὸς ἔπεισε τοὺς γονεῖς θέσθαι αὑτῷ τοὔνομα.
πρῶτον μὲν δὴ
ταύτην, ὦ δαιμόνιε, τὴν σύγχυσιν ἀξίου διορίζειν. ἔπειτα ἐν ταῖς φοραῖς μὴ μεῖζον ἔστω τῆς νεὼς τὸ φοτίον μηδ᾿
τῷ δὲ Ὀλυμπίῳ πάντα καλὰ καὶ μεγάλα πλὴν χρημάτων. ἦν γὰρ δὴ καὶ πατὴρ αὐτῷ δίκαιος
καὶ ταῦτα ὢν δυνατός τε καὶ πολλῶν πατήρ, ἀλλ’ ὁ τρόπος οὐδ’ ὑπὸ τῆς πολυπαιδίας ἐγένετο χείρων.
ὅν μοι δοκεῖ μούμενος Ὀλύμπιος ἐν τῇ Μακεδόνων ἀρχῇ γενέσθαι πενέστε- ρος αὐτοὺς δὲ ἐκείνους ἐποίησεν εὐπορωτέρους. ὥστε εἴ τις αὐτὸν προσείποι σὸν μαθητήν, οὐκ ἂν ἁμάρτοι. καὶ γὰρ ἐν
σοὶ ταῦτα πάλαι τε ἦν καὶ νῦν ὁρᾶται.
τούτῳ οὖν δεό- μεθα σύμμετρον εἶναι τὴν φοράν, κἄν τις εἰς τὸ λειτουργεῖν ἄγη νῦν, διακωλύειν τοῦ νόμου μεμνημένον, ὃς τοῖς ἄρτι δε- δομένοις ὑμῖν ἔδωκεν ἀναβολὴν οὐ νομίζων καλῶς ἂν ἔχειν πρὸ τῶν προΤέρων τοὺς δευτέρους δαπανᾶν.
πολλὰ τῇ πό-
λει νῦν ἐπὶ τὸ βέλτιον μετέστη, τί δὲ οὐκ ἔμελλε σοῦ γε εστηκότος; σχῆμα ἀρχῆς, οἰκοδομημάτων κάλλη, τὸ μὴ τὰ δη- μόσια τῶν ἰδίων εἶναι ἐλάττω, ταμιεῖον ὑδάτων, δι’ οὗ καὶ πρὸς ἡμᾶς ἔστιν ὑμῖν ἁμιλλᾶσθαι.
γενέσθω δὴ καὶ τοῦτο
δεινὸν φήσει τις εἶναι τὸ μὴ βαδίζειν ἐκεῖσε τοὺς ἐγγεγραμμένους. καὶ πάνυ γε, εἰ μὴ τὸ κωλῦον εἴη. ἀλλ’ ὅ γε Ὀλύμπιος, ἂν ἐκεῖνο ποιή- σῃ, μητρὸς γέγονε προδότης. ἡ δὲ γραῦς τε πάνυ καὶ ἐπιθυ- μεῖ τοῦ παιδὸς ἁπτομένη τὴν ψυχὴν ἀφεῖναι. καὶ ταύτην ὁ μὴ δοὺς τὴν χάριν ἀσεβέστερος Ἱππομένους. τήν τε οὖν γνώ-
μὴν θαυμάζοις ἂν εἰκότως καὶ τῶν οὐ δικαίων ἀπολύοις ἀνα- λωμάτων.
σνβ.
Θεμιστίῳ. (358/59?)
Ἄριστον μὲν δρῶν εἰ βούλει νομίζειν Ὀλύμπιον, ὀρθῶς οἰήσῃ· τῶν πλουτούντων δὲ αὐτὸν εἰ τιθείης, οὐ τὰ ὄντα δο-
ξάσεις. καὶ ταῦτα εἰδότες Ῥωμαῖοι κατέλεξαν μὲν εἰς αὑ- τούς, ἀφῆκαν δὲ ἀτελῆ.
λέγω δὲ τοῦτο οὐ τοῦ καὶ παρ’ ὑμῶν αὐτῷ γενέσθαι νῆν ἀτέλειαν, οὔπω γὰρ τὰ τοιαῦτα ὑμῖν ἡ πό- λις πεπαίδευται, καίτοι χρῆν ἐν ᾗ σὺ ζῇς καὶ πολιτεύῃ, ἀλλ’ ὅτι τὸν μηδὲν ἐκεῖ τιθέντα δίκαιον παρ’ ὑμῖν μήτοι μείζω τῆς
δυνάμεως φέρειν.
ὁ δὲ οὐ μείζω μόνον, ἀλλὰ καὶ ὧν ἕτε- ρος ὀφειλέτης, ταῦτα ἀναγκάζεται φέρειν, διότι τούτῳ τε Ὀλύμ- πιος ὄνομα κἀκείνῳ, δι’ ὃν οὗτος ἕλκεται.
καὶ οὐκ ἄρα μά- ταιος ἦν ὁ τοῦ Μαντιθέου φόβος οὐδ’ ὑπὲρ φαύλου λόγον ἀνήλισκεν, εἰ δὴ οὗτος οὐκ ὢν ταὐτοῦ πατρός, ὅτι ταὐτὸν ὄνο-
μὰ ἔχει πράγματα ὑπομένει.
φασὶ δὲ αὐτὸν καὶ χορηγὸν ἐνηνέχθαι τῆς τὰ μέγιστα δαπανώσης, ὁ δὲ οὔτε ταύτην οὔθ’ ἣν δευτέραν νομίζετε δύναιτ’ ἂν ἄρασθαι, φαίην δ’ ἂν ὡς οὐδὲ τὴν τρίτην ἄνευ πόνου, καὶ ταῦτ’, ἤν τις αὐτὸν κατὰ
τοῦτο δὲ έ·σται χρόνοις ὕστερον. οὓς γὰρ νῦν προσειλήφατε παρὰ τῆς μητρός, οὕτω γὰρ εὖ ποιοῦντες καλεῖτε τὴν Ῥώμην, τούτους ἀναβολῇ δεδώρηται βασιλεύς. ἧς εἴ τις Ὀλύμπιον ἀποστερεῖ, μὴ ποιοῦ φορητόν. οὔτε γὰρ αὐ- τὸν εἴποις ἂν μὴ φιλεῖν φιλοῦντί τε βοηθεῖν αὐτὸν εἰκός.
σνγ'.
Κλεάρχῳ. (358/59?)
Ψευδόμενοι δέ σέ φασι Δῖός γόνον εἶναι πρός τινά τις ἔφησε τῶν ἐκ Δῖός Ἡρακλείδης περὶ Ἴλιον καὶ τὸ σὲ δὴ δύνασθαι ἐν τῇ πόλει λέγεται μέν, ἐλέγχεται δὲ οὐχ οὕτως
ἔχον. οὔκουν οὐδὲν ἐβοήθησας Ὀλυμπίῳ περὶ πάντα ἀδικου- μένῳ.
εἰ δὲ ἔστιν ὡς ἀληθῶς σοι δύναμις, ἕτερον ἀνάγκη χεῖρον ὁμολογεῖσθαι, τὸ μηδέν σοι μέλειν τῶν φίλων. οὐ γὰρ οἶδα τί ἂν δεινότερον ἐπάσχομεν, εἰ ἀπὼν ἐτύγχανες, οὗ νῦν παρόντος βλαπτόμεθα.
εἰ δ’ εἰς ἄγνοιαν τῶν πραττομένων
καταφεύξῃ, οὔτ’ εἰκότα δόξεις λέγειν τήν τε αἰτίαν οὐδὲν μᾶλ-
ἑλοῦ δὴ τριῶν ὅ τι βούλει, ἡ παῦσαι τοὺς ἀδικοῦντας ἡ φαῦλος εἶναι λέγειν ἢ ἀσθενής. οἶδ’ ὅτι τὸ τρίτον ἐρεῖς εἰρω- νευόμενος, πλὴν οὐ λήσεις γε εἰρωνείᾳ χρώμενος.
σνδ'.
Καισαρίῳ. (358/59?)
Οὐκ ἄρα μέχρι τῶν παίδων εὐδαίμων τις εἶ χρηστῶν τε ὄντων καὶ παιδείας ἐρώντων, ἀλλά σε καὶ ὁ κηδεστὴς οὕτω καλεῖσθαι ποιεῖ ταῦτα ἀμφότερα ὤν.
καί μοι δοκεῖς ἐν τῇ
περὶ τοῦ γάμου βουλῆ οὐ μέτρα γῆς καὶ χρυσοῦ σταθμὸν θαυ- μάσαι μᾶλλον ἢ ὅτι γε τὴν ψυχὴν εὕρηκας χρυσῆν ἔχοντα ὡς ἀληθῶς.
ἔγωγέ τοι τὴν μὲν ἀρχὴν τοῦ φιλεῖν ἔλαβον ἀπὸ τῶν παρὰ σοῦ γραμμάτων, χωρῶν δὲ καὶ πρὸς τὴν πεῖραν οὐκέτι σὴν χάριν τοῦτον, ἀλλὰ σὲ μᾶλλον νῦν ἢ πρότερον διὰ
τοῦτον ἀγαπῶ.
τί γὰρ οὐ τῶν τοῦδε καλόν; οὐ πρᾷος; οὐκ ὀξὺς τὸν νοῦν; οὐκ εἰπεῖν δεινός; οὐ κρίνειν ἀγαθός; οὐ τοὺς Κορύβαντας παριὼν ἐν τῇ περὶ τοὺς λόγους μανίᾳ;
βούλει μέ τι τῶν ἀπορρήτων εἰπεῖν; πολλάκις μὲν εἰσῆλθεν ὡς ἐμὲ διακείμενον ἀργῶς, ἐγένετο δὲ ἀντὶ κέντρου φανείς. πρὸς γὰρ
τὸ πρῶτον ῥηθὲν ἀναπηδῶν προῆγέ μοι τὴν γλῶτταν εἰς ἀκ-
σνε'.
Εὐδαίμονι. (357/58)
Παλαιὸν ἔμοιγε τοῦτο τὸ πάθος τοῖς Ἑλλήνων ὀνό- μασι χαίρειν καὶ τοὺς <τοῖς> ἔξω τούτου συμφερομένους ἀδικεῖν ἡγεῖσθαι ῥητορικήν· ἠθύμουν δὲ πρότερον τὸν συνερῶντα οὐκ ἔχων οὐδ’ ὅστις ἦν ἕτοιμος κοινωνεῖν τῆς περὶ ταῦτα θήρας.
ἤδη δέ τις καὶ κατεγέλασέ καὶ οὐ περὶ μειζόνων ἔφησέ με
φροντίζειν ἢ οὓς ἔφησεν ἡ κωμῳδία σκοπεῖν περὶ τῶν τῆς ψύλ- λης ποδῶν. ὥστ’ εἴ μέ τι καὶ διέφυγεν, οὐχὶ θαυμάζω μόνον μὴ δυνηθέντα διὰ παντὸς ἐλθεῖν.
ἀλλ’ ἐπειδὴ ἧκες ἡμῖν
ἀλλ’ ἴσως ἐνταῦθα οὐκ ἀλλήλοις, ἀλλ’ ἐμοὶ σύ. τὸ μὲν γὰρ ἐρωτᾶν ἐμὸν ἀεί, τὸ δὲ ἀποκρίνεσθαι γεγένηται σόν, ὥστ’ οἶ- μαί σε καὶ ἀποκναῖσαι τῷ τῶν ἐρωτημάτων πυκνῷ τῶν μὲν ἐν γραμματίοις πεμπομένων ἐπὶ συνουσίᾳ σοι τῶν νέων καθη- μένῳ, τῶν δὲ οἴκαδε σῖτον αἱρουμένῳ πολλάκις
τὸ πολὺ
δὲ ἐποίουν καὶ αἱ νιφάδες, ἡνίκ’ ἂν ἀλλήλοις ἐντύχοιμεν. οὐ γὰρ ἡμῖν οἱ λόγοι περὶ προσόδου τῆς ἀπὸ τῆς τέχνης οὐδ’ ὑπὲρ ἐδωδῆς καὶ τί δεδειπνήκαμεν καὶ τί μέλλομεν οὐδ’ ὅστις ἔξεισι τῆς ἀρχῆς καὶ διαδέξεται τίς. τουτὶ γὰρ οὐδὲν πρὸς τὰς Μούσας εἶναι δοκεῖ.
ἀλλ’ ἐγώ σε ἰδὼν ἕλκων ἂν εὐθὺς πρὸς
τὰ γέρρα τῶν ἐργαστηρίων καὶ κατέχων καὶ μόνον οὐ προση- λῶν εἰς τὴν τῶν ὀνομάτων ἐνεβίβαζον βάσανον, σὺ δὲ
πάντα μὲν οὖν ἀριθμεῖν τοῦ Ἀπόλλωνος ἂν εἴη τοῦ
καὶ τὴν ἄμμον ἔχοντος εἰς ἀριθμὸν ἄγειν, δοὺς δὲ ἡμῖν ὦ Ἡράκλεις λέγειν, ἐπειδὰν καλῶμεν τὸν θεόν, καίτοι τις οὐ τῶν ἐν φαύλῃ δόξῃ δεῖν ἐξαίρειν ἔφασκε τὸ ἰῶτα πλὴν ὅστις σχετλιάζει, τοῦτον δὲ οὐκ εἴργει τοῦ γράμματος, καλεῖν δέ γε οὐκ ἐᾷ μετὰ τοῦδε τοῦ γράμματος, ἀλλὰ σὺ τριπλῆν ἀνεὶς τῇ
κλήσει τὴν ὁδόν, ὧν ἡμῖν τὼ δύο, ποιηταῖς δὲ οὐδὲν ἄβατον ἅτε ἐπτερωμένοις, ἡμῖν τε ἴσθι καὶ τῷ θεῷ μεγάλα κεχαρισμέ- νος καὶ προσδέχου τι παρ’ ἐκείνου χρηστόν. οἷσθα δὲ ἡλίκας ἐδίδου δωρεὰς καὶ πρὸ τῆς εἰς οὐρανὸν πορείας Ἡρακλῆς.
ἄλλος μὲν οὖν ἂν ἐπαινέσας τὴν περὶ τοὔνομα τέχνην ἀπηλ-
κάλλη δέ σοι τὰ μὲν ἐξ Ἰταλίας, τὰ δὲ ἐξ Αἰτωλίας, ἐνταῦθα μὲν ἀπὸ τῆς εἰκόνος καὶ τῶν ἐν οἴνῳ πεπραγμένων, ἐκεῖ δὲ ἀπὸ τῶν
διὰ τῶν Εὐριπίδου σεσωσμένων. ὁρᾶν γὰρ δὴ δοκῶ τοὺς ἐπτη- χότας καὶ τρέμοντας φαιδροὺς ἐπὶ τοῖς ᾄσμασι καὶ τεθαρρη- κότας. καὶ χαίρω γε, νὴ τὴν Ἀθηνᾶν, ὅτι μοι ὁ Εὐριπίδης, οὐκ ἀγνοεῖς ὅπως περικάομαι τοῦ ποιητοῦ, τοῖς ἠτυχηκόσι τῶν πολιτῶν ἀπὸ τῶν δραμάτων ἐφύλαξε τὰς ψυχάς.
ὅν μοι
δοκεῖς καλέσαι μάρτυρα μόνον οὐχ ὡς οὐκ ἔχων καὶ ἄλλους ὑπὲρ τῶν αὐτῶν καλεῖν, ἀλλ’ ἴνα μοι παράγων τἀμὰ παιδικὰ μόνον καὶ τῇδε χαρίζοιο. πεποίηκας γὰρ προσόμοιόν τι τῷ πόμα μὲν ὅ τι δήποτε παρὰ τοῦ διψῶντος αἰτηθέντι, δόντι δὲ Θάσιον οἶνον, διότι τὸν ᾐτηκότα ἠπίστατο τῷ Θασίῳ προσκεί-
μένον. τοῦτο γάρ ἐστιν ὁμοῦ καὶ τὸ δίψος ἀκέσασθαι καὶ μετὰ μείζονος ἡδονῆς.
εἶτα οὐ σύ γε εὐδαίμων ὡς ἀληθῶς τοι- αῦτα διερευνώμενος καὶ τοιαῦτα δωρούμενος, μᾶλλόν γε ἢ Ἀν-
σνς.
Πρισκιανῷ (360/61?)
Λουκιανὸς ὁ οὐ πάντα εὐτυχὴς αὐτὸς μὲν οὐκ ἐτόλμησέ μοι προσελθεῖν, οὕτως ὧν προήχθη ποιῆσαι κατεγνώκει, τὸν δὲ ἐμοί τε καὶ σοὶ φίλτατον καὶ ᾧ μὴ χαριζόμενος αἰσχυνοί- μην ἄν, Παγκράτιον τὸν ἄρχειν ἐπιστάμενον καὶ λέγειν καὶ ᾧ τὸ τιμᾶσθαι κατὰ τοὺς τρόπους μᾶλλον ἢ τὴν δόξαν ἐγένετο
τοῦ πατρός, οὗτος δὴ ὁ Παγκράτιος ἐκέλευέ με συγγνώμην αἰ- τεῖν ἐν γράμμασι τῷ μὲν μεμφόμενος, σὲ δὲ δώσειν ἐλπίζων.
ὃ δὲ Λουκιανὸς εἱστήκει σιγῇ κύπτων εἰς γῆν καὶ ἠλέησα τὸν ἄνθρωπον ὁμολογοῦντα τῷ σιγᾶν μηδὲν ἔχειν εἰπεῖν.
δέο- μαι δή σου, μᾶλλον δὲ τοσοῦτον ὑπειπὼν εἶτα δεήσομαι. τὸν
τὰς, οἱ δὲ ἦσαν αἱ μέγισται Ἑλληνίδων πόλεων, ἀλλ’ ὅμως τὴν ἱκετείαν τοῦ δυσμενοῦς ᾐδέσθη μᾶλλον ἢ τὸν κίνδυνον ἐφοβήθη — πότερον οὖν τῇ φιλανθρωπίᾳ τὸν βασιλέα τῶν Μολοττῶν εἰς ἀναισθήτους τίθης ἢ θαυμαστὸν ἄγεις τῇ με- γαλοψυχίᾳ καί σοι δοκεῖ διὰ τοῦτο μᾶλλον ἂν εἰκότως ἢ τὴν
ἀρχὴν μακαρίζεσθαι
νῦν δή σου δέομαι μιμήσασθαι ἃ θαυ- μάζεις καὶ τὴν πρὸς τοῦτον ὀργὴν ἀνελεῖν διὰ τοὺς φίλους ἢ τηροῦντα ταύτην ἀνιᾶσαι τοὺς φίλους.
ἠδίκει Λουκιανός, αὐτὸς τοῦτό φησιν, ὥστ’ οὐδὲν δεῖ κατηγόρου. τί γὰρ ἔ τις ἐλέγχοι τόν γε ὁμολογοῦντα; καιρὸς οὖν τῆς συγγνώμης οὗτος
τοῦ μὲν ἐν ταῖς αἰτίαις οὔτ’ ἀρνουμένου καὶ κατεσθίοντος ἀντ’ ἐκείνων αὑτόν, τῶν δὲ τὰ σὰ βουλομένων εὐδοκιμεῖν συν- δεομένων ἡμὶν σοῦ τ’ εἰκότως ἂν μήθ’ ἡμᾶς ἀτιμάζοντος δί- κην τε οὐ ζητοῦντος παρὰ τοῦδε μείζω τοῦ πεπεῖσθαι τοῦτο αὐτόν, ὡς ἄρα ὀφείλει τὴν ἐσχάτην.
ἦν μοι ῥᾷστον ἐπιτεί-
νεῖν τὴν ἐπιστολήν, ἀλλ’ ἔδεισα μὴ οὐ δόξῃ φίλου πρὸς φίλον
σνζ'.
Αὐξεντίῳ. (361)
Οὐ τῷ δέξασθαι τὰ ξένια μᾶλλον ἔδειξα τὸ φιλεῖν ἢ τῷ λυπηθῆναι πρότερον οἷς ἐλυπήθην. ἦν γὰρ ἐρῶντος, οἶμαι, καὶ ζηλοτυποῦντος τό τι τῶν σῶν ἐμοῦ ζῶντος ὑφ’ ἑτέρου πράττεσθαι μὴ φέρειν.
ἐντεῦθεν ἐγὼ μὲν ἐδήχθην τὴν καρ- δίαν, σὺ δὲ ἴσως ἐκαλλωπίζου Φάων τις ἕτερος ἡγούμενος
σνη'.
Δημητρίῳ. (361)
Ἀλλ᾿ αὐτά γε ἑορτὴ τὰ σὰ γράμματα καὶ πᾶν ὅ τι περ ἂν ἀφικνῆται παρὰ σοῦ. καλῶς δὲ ἐποίησας καιρὸν τοῖς ξενίοις εὑρών· νῦν μὲν γὰρ ἡμῖν ὡς ἀληθῶς ἔπεμψας, τότε δ’ ἂν εἰς
τὰς χεῖρας τῶν ἁρπάζειν βλεπόντων.
ὁ μὲν οὖν Εὐφήμιος ἐπειδὰν ἔλθῃ, δώσει τὰς ἀποκρίσεις. νῦν μὲν γὰρ ὡς τὸν ὡς
ὑπὲρ δὲ τοῦ σίτου πάντα μὲν οἶμαι κινήσειν τὸν χρηστὸν Ὀλύμπιον, πρά- ξειν δὲ ἢ οὐδὲν ἢ μικρόν, οὐ πολύ τι βέλτιον τοῦ μηδενός. τὸ δὲ αἴτιον, ὁ τοῦ δοῦναι κύριος ὀμώμοκε πολεμήσειν ταῖς
Μούσαις.
σνθ'.
Εὐθηρίῳ. (358/59)
Συκοφάντην σε τὸ ἐρᾶν πεποίηκε καὶ πάντας πλὴν ἐμοῦ νομίζεις οὐδέν. ἔστι δὲ ὁμοίως ἄτοπον καὶ φαύλους ἐπαινεῖν
καὶ μὴ θαυμάζειν τοὺς ἀγαθούς. Ἀκάκιον δὲ μὴ νομίζων ἴνα τῶν περὶ τὸν Ἑρμῆν ἐμέ τε λυπεῖς καὶ πρὸ ἐμοῦ τὸν θεόν
οὔκουν ἐκβαλοῦμεν ἅττα ἔχει μαθὼν παρ’ ἐκείνου Φιλόπα- τρις, ἀλλ’ ἐποικοδομεῖν πειρασόμεθα καὶ δέξεται λόγους τοῖς ἔμπροσθεν ἀδελφούς.
σξ'.
Ἰφικράτει. (358/59)
Οὔτ᾿ ἀληθῆ γράφεις οὔθ’ ἡμῖν κεχαρισμένα, ὃς τοσοῦ- τον ἡμῖν προσεπάλαισας χρόνον. παρ’ ἡμῖν δὲ εἰ μέν τι κεῖ-
Φιλόπατρις δὲ εἰ πεί- σειεν αὑτὸν κτῆμα καλὸν εἶναι τοὺς λόγους, ἥξει φέρων ὑμῖν ἐφ’ οἷς ἡδίω σε ποιήσει. σὺ μέντοι με ἤδη πεποίηκας ἡδίω
τὸν ἄρχοντα φάσκων εἶναι τοῦτο ὃ καλεῖται. καὶ ἔχω χάριν Εὐθηρίῳ μέν, ὅτι ἐστὶν ἀγαθός, σοὶ δέ, ὅτι τοιαῦτα περὶ Εὐ- θηρίου μηνύεις.
σξα'.
Εὐσεβίῳ. (358)
Σὺ μὲν ἃ πατέρα εἰκὸς ἐπέσταλκας, ἐγὼ δὲ οὐδὲν βελ- τίων ὑπὸ τῆς ἐπιστολῆς γεγένημαι. ἃ γὰρ ἂν ἄλλος ἐπὶ τοῖς γράμμασιν ἔπραττε, ταῦτ’ ἐποίουν ἐγὼ πρὶν ἥκειν τὰ γράμμα- τα. ὅστις δὲ ἁπάσῃ τῇ ῥώμῃ χρώμενος εἶτα παρακαλεῖται, τὸ χαρίσασθαι τοῖς παρακαλοῦσιν οὐκ ἔχει.
μεμνημένος δὲ
ἀμοιβῶν ζήτει καὶ τὰς ἐμοὶ πρεπούσας. αἱ δέ εἰσιν εἰπεῖν τι περὶ ἐμοῦ βέλτιον, εἴ τί σοι γένοιτο παρ’ ἡμῶν καλόν. χρη- μάτων δὲ εἰ πολλῶν ἐπεθύμουν, οὐκ ἂν ἦν μοι νῦν ὀλίγα.
σξβ'.
Υπερεχίῳ (361?)
Εἰ δὲ μὴ παῖς ἦν Εὐθηρίῳ παρ’ ἡμῖν κἀκεῖνος ἐδεῖτό σου γράφειν, ἐσίγας ἂν ὥσπερ πρότερον, καίτοι σε ἐδιδάξαμεν
ἀλλ’ ἐγώ σε οὐΚ
εἰσπράξομαι δίκην ὧν αἰτιᾶσθαι ἔχω. διὰ τοῦτο καὶ τὸν Ἱέ- ρωνα πρὸ πολλῶν ἐποιησάμην καὶ Φιλόπατρις ὧνπερ Ἱέρων τεύξεται μᾶλλον δὲ ἤδη τετύχηκεν ἐμοῦ σοὶ χαρίζεσθαι διὰ τῶν εἰς ὁντινοῦν Ἀρμενίων ἡγουμένου.
σξγ'.
Κρισπίνῳ. (361)
Διατριβαὶ μὲν ἡμῖν ἐπὶ λόγοις οἷαίπερ πρότερον, οὐ μέν- τοι γε ἡδοναὶ ταῖς ἔμπροσθεν παραπλήσιαι. τοσούτων γάρ μοι καὶ τοιούτων καὶ φίλων καὶ συγγενῶν οἰχομένων ἡ λύπη κρα- τεῖ καὶ τέρψις οὐδαμόθεν, ὥστ’ εἰ μὴ λίαν ᾐσχυνόμην, παραι-
τησάμενος ἂν τὰς Μούσας μὴ χαλεπαίνειν λιπὼν ἂν τὴν τά- ξιν ἐγεώργουν.
ἀλλὰ ταῦτα μέν, ὅπῃ τῷ θεῷ δοκεῖ, χω- ρείτω· τῶν δ’ ἡμὶν πεποιημένων τὰ μὲν ἔχεις, τὰ δὲ οὐκ ἔχων ζητεῖς. δεῖ δή σε φράζειν, ὁπόσα ἔχεις. οὕτω γὰρ ἃ δεῖσε λα- βεῖν διδάξεις. οὐ γὰρ ἄξιον ἡμῖν κόπτεσθαι τηνάλλως τοὺς
βιβλιογράφους. μήνυε δὴ καὶ τόν τε Θεόφιλον ἐνεργὸν εὑρή- σεις ἡμᾶς τέ σοι χαρίζεσθαι βουλομένους
σξδ'.
Ὁνωράτῳ. (361)
Ἔοικάς τι λελυπηκέναι τὸν ἑταῖρον ἡμῖν Ἀσκληπιόν. οὐ γὰρ ἄν με ταῖς ἐσχάταις ἀνάγκαις ἐβιάζετο γράφειν, εἰ μή τι- νος αὐτῷ δίκην ὤφειλες ἢ μείζονος ἢ ἐλάττονος.
ἐγὼ δὲ
πολλὰ μὲν ἐδεήθην αὐτοῦ μὴ τοιαῦτά σοι φέρειν, ἐξ ὧν ἀνιά- σει, τεκμαίρομαι τεκμαίρομαι δὲ σοὶ προσίστασθαι τὰ ἡμέτερα τῷ ἡμὶν ἐκεῖθεν ἐλθεῖν. ὅτι γὰρ οὐ πάνυ Μελιτίδης, αἰσθάνεται τῆς μεταβολῆς.
διὰ μὲν δὴ ταῦτα παρῄνουν ἐμαυτῷ σιγᾶν καί μοι μετέμελε τῶν ἔμπροσθεν ἐπεσταλμένων, πάντως δὲ ἔξ-
εστί μοι καὶ μὴ γράφοντι φιλεῖν.
ἐπεὶ δὲ ἄγχων Ἀσκλη- πιὸς καὶ φάσκων οὐδ’ ἄν, εἴ τι γένοιτο, ἀφήσειν ἐνέβαλεν εἰς τὴν ἐπιστολήν, ποίησον ὃ τὸν δίκαιον εἰκός. εἰ δέ τις ἀηδία γένοιτο διὰ τῶν γραμμάτων, ἀφεὶς τοὺς κήρυκας αἰτιῶ τὸν Ἀγαμέμνονα.
σξε'.
Τῷ αὐτῷ. (361)
Ἴδου σοι καὶ βασιλέως ἐπιστολὴ βουλομένη μηδὲν ἡμῖν ἀδικεῖσθαι τὸν Ὀλύμπιον οὐχ ὡς οὐχὶ καὶ τῆς σῆς γνώμης ἀρκούσης τε καὶ τοῦτο ἀεὶ ζητούσης, ὅπως μηδὲν ἔξω τοῦ δι-
καίου πράττοιτο, ἀλλ’ οἱ τὸν ἄνδρα φιλοῦντες, πολλοὶ δὲ οὗ- τοι καὶ δυνατοί, τὸ μηδὲν παρεῖναι τῶν φερόντων εἰς βοή-
ἀλλ’ ὅμως, ἤν τι κατὰ νοῦν ἡμῖν ἐκεῖθεν χω- ρῇ, τὸν τοῦ παντὸς οὐκ ἀγνοήσομεν κύριον οὐδ’ ὅτι τοῖς τοι-
ούτοις γράμμασιν ἀπὸ τῆς ὑμετέρας ψήφου τὸ κρατεῖν ἡ μή.
σξς'.
Πρισκιανῷ. (361)
Ἰοῦ τὴν ἐπιστολὴν φέροντος υἱὸς φοιτᾷ παρ’ ἡμᾶς. ἐπι- μελοῦμαι οὖν τοῦ μέν, ὡς εἰκὸς μαθητοῦ, τοῦ δὲ ὡς
πατρὸς μαθητοῦ, τῷ μὲν ὧν ἔχω λόγων διδούς, τῷ δὲ τὸ σὸν εὐμενές.
ἀλλ’ ἔστιν αὐτῷ καὶ ἀδελφός, ὃν οὔπω μὲν εἶδον, ὡς δὲ ἀδελφὸν τοῦδε βουλοίμην ἂν εὖ παθεῖν
σξς'.
Ἐκδικίῳ. (360)
Οὔτ᾿ ἀγνοοῦμέν σου τὴν γνώμην ἣν ἔχων τυγχάνεις περὶ τὴν ἀρχὴν εἰδότες τε ὅπερ εἰκὸς φίλους ἐπὶ τοῖς τοιού- τοις ποιοῦμεν. Μαξίμῳ δὲ συγχαίρων τῆς παρὰ σοῦ τιμῆς ἐλπίδας ἔχω καὶ τὸν υἱὸν τὸν ἐκείνου τεύξεσθαί τινος εὐνοίας.
ὃν ἐβουλόμην μὲν ἕνα τῶν παρὰ συνηγόρων εἶναι καὶ
πολλάκις γε πρὸς τὸν Ὑπερέχιον ἐπήνεσα τούς τε περὶ ταῦτα πόνους τό τε ἀπὸ τῶν πόνων ὄνομα, βλέψαντα δὲ ἑτέρωσε καὶ
στέλλων ὑπὲρ τοῦ τέλους.
εἰκὸς δέ με τῶν ἐκεῖθεν ῥᾷον τυγχάνειν, οὐ μόνον ὅτι σὺ μέν μοι πάλαι φίλος, οἱ δὲ χθὲς ὡς εἰπεῖν ἔγνωσάν τε καὶ ἐγνώσθησαν, ἀλλ’ ὅτι καὶ πολίτην εὖ ποιήσεις ἐν οἶς ἐμοὶ χαριῇ. τοῖς δὲ τοῦτο οὐκ ἐγίγνετο.
ἀλλ’ ὅπως μὴ βοήσῃς ἀκούσας χάριν. ἔστι γὰρ καὶ τὸ δί-
τηροῦντα χαρίσασθαι τῷ μέγα ποιουμένῳ μὴ τῶν δικαίων ἔξω παθεῖν κακῶς. ὃ καὶ νῦν ἴσως ἔσται. τῶν πραγμάτων γὰρ ἀφιέντων, ἂν μὴ τὸ σὸν ἀντιστῇ, σοὶ τὴν χάριν οὐχ ἧτ- τον ἢ τοῖς πράγμασι σχήσομεν. καὶ οὕτως ἡ πόλις οὐδὲν ἀδι- κήσεται, σὺ δ’ ἡμῖν ἐν εὐεργέταις γεγράψῃ.
σξη'.
Γερμανῷ. (360)
Ἐγώ σε οὔπω μὲν εἶδον, ἰδεῖν δὲ ἐπιθυμῶ, φιλῶ δὲ καὶ πρὶν ἰδεῖν· οὕτω πολλὰ καὶ καλὰ παρ’ ἀνδρῶν καλῶν τε καὶ ἀγαθῶν ἀγγέλλεται περὶ σοῦ. φιλοῦντα δὲ μὴ καὶ θαρρεῖν χά-
ριν αἰτεῖν ἕν τι τῶν ἀτόπων ἡγούμην.
αἰτῶ δή σε τονδὶ τὸν νεανίσκον, Ὑπερέχιος ὄνομα αὐτῷ, μετὰ πάσης ἡμερότητος
ἀλλ’ ἐν σοί γέ ἐστι πολ- Λὰ τῆς ταλαιπωρίας ἀφελεῖν. ὃ ποιήσας, ὅ τι δυναίμην ἂν
ὑπουργεῖν, ἐπίταττε. καλὸν δὲ οἶμαι τῆς τῶν γραμμάτων ἀρ- χῆς παρ’ ἐμοῦ γεγενημένης τὴν τῶν ἔργων γενέσθαι παρὰ σοῦ. οὕτω γὰρ ἂν εἰς ἴσον κατασταίημεν ἀλλήλοις, μᾶλλον δέ, καὶ οὕτω σὸν τὸ νικᾶν, εἴπερ ἀμείνω τῶν λόγων τὰ ἔργα.
σξθ'.
Εὐθηρίῳ. (358)
Ὄντως ὁ Νεμέσιος Ἑρμῇ φίλος. οὐ γὰρ ἂν οὗτος οὔτ᾿ ἔλεγεν οὕτως οὔτ᾿ ἔκρινεν ἄλλον, εἰ μὴ τῆς εὐνο ας ἀπήλαυε τοῦ θεοῦ, ἐπεὶ καὶ Ὅμηρος μνησθεὶς Ἕκτορος μεγάλα εἰρ- γασμένου Διὶ φίλον αὐτὸν ἐκάλεσεν ἐνδεικνύμενος ὡς μετὰ
τῆς ἐκείνου ῥοπῆς πάντα ἐπέπρακτο.
θαιμάζων δὲ αὐτὸν ὡς ἀγαθὸν ῥήτορα φιλεῖν εἶχον, ὅτι μοι δῆλος ἦν χαίρων τοῖς σοῖς ἀγαθοῖς. τήν τε γὰρ ἐπὶ τῆς ἀρχῆς ἀρετὴν ἐμήνυσε σὺν ἡδονῇ διηγούμενος τοῖς τε ἡδέως ἀκροωμένοις εἶχε χάριν οὐχ ὡς ἄν τις τὰ ἄλλου εκδιηγούμενος, ἀλλ’ ὡς ἄν τις τὰ αὐτὸς
αὑτοῦ.
σοί τε οὖν συνήσθην τῆς τοῦ ἐραστοῦ μανίας τού- τῳ τε τοῦ κάλλους ὧν εδίωξε παιδικῶν. ἀλλ’ ἧκε μὲν ἐκεῖθεν φαιδρὸς καὶ εὐθὺς ἠπείγετο πρὸς τὸν ἤπιον ἄρχοντα, δέξῃ
δάκρυα δέ, ὁπόσα αὐτῷ κινήσεις μέλλων ἀπαίρειν, ὁρᾶν δοκῶ. παραμυθείσθω μέντοι τούτῳ γε αὑτὸν τῷ πάλιν ὑπὸ σοὶ τὴν Ἀρμενίαν ἴσως ἂν γενέσθαι μετὰ μεί- ζονος τοῦ σχήματος. τὸ παράδειγμα δὲ ἐγγύθεν. τοῖς γὰρ τὰ
ἐλάττω καλῶς ὑμῖν διῳκηκόσι ·μείζων εὐθὺς ἀρχή, τὸ αὐτὸ γέρας τε καὶ πόνος.
ταυτὶ μὲν οὖν τελοίη θεός, Ὀλυμπίῳ δὲ φράζε θαρρεῖν ὡς ἐμοῦγε καὶ τοῦ δικαίου χάριν καὶ ὅτι σὺ κελεύεις ἕξοντος ἐν μεγάλῃ προνοίᾳ τὰ τῶν νέων.
σο'.
Ὀλυμπίῳ. (358)
Τεύξονται πάντων τῶν δικαίων οἱ σοὶ παῖδες παρ’ ἡμῶν, πρῶτον μὲν κατ’ αὐτὸ τὸ τοῦ δικαίου μέρος καὶ τὸ δεῖν οὕτω ποιεῖν τόν γε οὐ πονηρὸν ἡγεμόνα· ἔπειθ’ ὅτι πα- ρακαλεῖ μὲν ὑπὲρ αὐτῶν Εὐθήριος, ἦγε δὲ αὐτοὺς Νεμέσιος,
ὁ μὲν ἄρχων ἄριστος, ὁ δὲ ῥήτωρ ἄκρος, ὃς εἰ μοι καὶ δυσμε- νοῦς ἐνεχείριζε παῖδας, εἶδον ἂν ὡς φίλου παῖδας καὶ τὴν ἀπέχθειαν ἠγάπων.
τίς δ’ οὐκ ἂν αἰδεσθείη τὸ πρόσ- ωπον, τὴν φωνήν, τὴν σιγήν; ἐγὼ μὲν οὐκ εἶδον ἄνδρα οὕτω μετὰ τοῦ καιροῦ πάντα ποιοῦντα. καὶ θαυμάσιόν οὐδὲν εἶναι
τοιοῦτον ὄντα Ἀρμένιον. οἶδε γὰρ ἡ ὑμετέρα φέρειν ἀνδρῶν
σὺ μὲν οὖν ὅπως ἀμείψῃ τὸν πορθμέα, ζήτει, πάν- τως δὲ οὐδὲν δώσεις τοιοῦτον, ὃ ποιήσει σε μὴ προσοφείλειν· ἐγὼ δὲ μισθὸν ὀφείλειν ὁμολογῶ τοῖς νέοις καὶ ἀποδώσω δι’ οὓς οὗτος καὶ δεῦρο ἦλθε καὶ παρ’ ἡμᾶς εἰσῆλθε καὶ τῶν
φίλων εἷς γεγένηται.
σοα'.
Ἀνδρονίκῳ. (361)
Ἥσθην, ὅτι τῶν δικαίων τυχόντες οἱ περὶ τὸν Ἑρμείαν αὐτοί τε σὲ ἐπαινοῦσι καὶ τοὺς ῥήτορας, οἱ τότε ὑπὲρ αὐτῶν
ἐπέστελλον, εἰς τὸ ἐπαινεῖν σε κατέστησαν. φασὶ δὲ καὶ ἐμοὶ χάριν ἔχειν οἱ ῥήτορες ὡς καὶ τῶν ἐμῶν τι δυνηθέντων γραμ- μάτων. ἐγὼ δὲ τἀκείνων αἰτιῶμαι τοῦ παντὸς καὶ χαίρω γε τιμῶντά σε τούτους ὁρῶν, οὓς τὸν μὴ θαυμάζοντα κἂν ἐγραψάμην.
οἱ οὖν εὖ πεπονθότες πρότερον ἔρχονται εὖ
πεισόμενοι πάλιν τὴν ἐλπίδα περὶ τῶν δευτέρων ἀπὸ τῶν ἔμπροσεν ἔχοντες ἄλλως τε καὶ περὶ τῶν αὐτῶν ἰόντες τρό- πον τινά. τὸ γὰρ ὅπως μὴ κινηθῇ παρ’ ἄλλων ἃ παρὰ σοῦ δέδοται ζητεῖν οὐχ ἕτερά ἐστιν αἰτούντων, ἀλλὰ τὸ βεβαίως ἅπερ ἔχουσιν ἔχειν. κοινὸν δὲ οἶμαι τοῦτο σοῦ τε καὶ τούτων
ἀγαθὸν ἀθάνατον ἑστάναι τὴν ἄφεσιν.
γράμματα δὲ ταυτὶ βασιλέως ἥκει σοι βουλόμενα τὰ σοὶ δόξαντα μένειν. σὺ δὲ οὐ δήπου μέλλεις ἥκιστα προσέξειν, ἃ σοὶ τιμὴν οὐχ ἧττον ἡ τούτοις φέρει βοήθειαν
σοβ'.
τῷ αὐτῶ. (361?)
Τῶν περὶ ὑμᾶς ταξιαρχῶν Ἡρωδιανὸς τὸ νῦν, πρότερον δὲ ἐπολέμει, καὶ ἔστιν ἀνὴρ ὠφελῶν, ὥσπερ ἦν τότε λυπῶν. 2 ἐγὼ δὲ αὐτὸν πρότερον μὲν ἐπαινῶν οὐκ ἐφίλουν, νῦν δὲ
καὶ θαυμάζω καὶ φιλῶ. καὶ βουλοίμην αὐτῷ τὸν τῆς γυ- ναικὸς ἀδελφὸν ἀπολυθῆναι τῶν φόβων, οὓς ὄντας ἀδίκους ἀναιρεῖ μὲν βασιλεύς, ἄνελε δὲ σύ.
σογ'.
Εὐσεβίῳ. (358)
Ἤρκεσέ μοι γνῶναι ὅτι δοίης ἄν, ἐπεί τοι καὶ τὴν ἀρχὴν πείρας εἵνεκα ᾔτουν, ὅπως εἰδείην εἰ καὶ τὰ τοιαῦτα δώσεις. μνήμη δὲ μισθῶν ὀφειλομένων οὐκ ἦν ἐσπουδακότος λόγος, ἀλλ’ ἀνδρὸς ἡδομένου τῇ μνήμῃ τῆς συνουσίας. εἰ γὰρ δὴ καὶ σφόδρα ὀφείλων ἐτύγχανες, τριπλῇ τετραπλῇ τ’
ἀπέτισας ἔργοις μείζοσι καὶ καλλίοσι τῶν Γύγου χρημάτων.
τοῦτόν τε οὖν ἔχε τὸν ἵππον ἕτερόν τε μὴ ζήτει. πᾶς δὲ ὁ τῶν ὑποσχέσεων ἀκούσας ἀκούσεται τὸ ἔργον καὶ κοσμήσει σὲ μὲν τῷ πέμψαι, τῷ μὴ λαβεῖν δὲ ἐμέ.
σοδ'.
Ἀκακίῳ. (361)
Εἰκότως ἀφῆκας ἐμοὶ τὸ προτέρῳ γράψαι. τῷ μὲν γὰρ κατηγόρῳ τοῦτο δέδοται, κατηγορῶ δὲ ἐγώ· δεῖ δὲ σὲ τὰς
αἰτίας πειρᾶσθαι λύειν. διόπερ ἀνέμεινας οὐκ οἰηθεὶς δεῖ Πλαταιεῦσιν ἀκολουθῆσαι μᾶλλον ἢ κοινῷ νόμῳ.
τί οὖν ἐγώ τε καὶ ἡ πόλις αἰτιώμεθα; ὅτι, ὦ δαιμόνιέ, μέγας παρ’ ἡμῖν γεγενημένος ἑτέρων ἡμᾶς ἐποίησας δευτέρους καὶ τὸ θέρος προστησάμενος τοῦ ἐπιβουλεύματος ἀπῆλθες μὲν ὡς
αὖθις δεῦρο δραμούμενος, ἔμεινας καθάπερ λωτοῦ γευσά- μενος.
μᾶλλον δέ, οὗ πολλάκις κρείττων ἐγένου λωτοῦ, τοῦτον νῦν μετὰ πολλοὺς διαύλους ἐθαύμασας, καίτοι πάντα ἃ πείθειν πέφυκε σοφιστὴν τοὺς ἐν τῷ παιδεύειν ὑπομένειν πόνους καρποῦσθαί σοι τῇδε παρῆν.
εἴτε γὰρ ὁ κρότος
καὶ τὸ ἐπαινεῖσθαι μέγα, πολὺ τοῦτο ἔφερες, εἴτε χοροῦ πλῆ- θος ἡδύ, ἐννόησον ὡς οὐκ ὀλιγάκις ἀπῆλθες περὶ δείλην ὀψίαν ἀπὸ τῆς συνουσίας.
ἀλλὰ μὴν ἥ γε πρόσοδος μείζων, ὥς γε ἐμαυτὸν πείθω, τῆς ἄλλοθεν ἂν γενομένης. τέκνα δὲ τὰ μὲν ἦν σοι παρ’ ἡμῖν, τὰ δὲ ἦλθεν ἄν, καὶ γάμους ἂν
ἐτελοῦμεν ἐκλεγόμενοι μνηστῆρας ἐκ πολλῶν οὓς ἄξιον.
τὸ
ταῦτα ἀπόντος κατηγορῶ καίτοι κύριος ὢν ἀντὶ τοῦ κατηγορεῖν παρόντα ἔχειν. ἐγὼ γάρτοι τὰ μὲν
ἄλλα ἀσθενής, εἰς δὲ τὸ σὲ πάλιν ἐνθάδε δεῖξαι μείζω δύνα- μιν οἶδα ἔχων τοῦ τὰ μέγιστα ἐκεῖνα πεποιηκότος Μίδου.
ἀλλ’ οἷς ἐπέσταλκας αὐτοῦ δεόμενος μένειν, οὗτοι δεηθέν- τες ἐμοῦ καὶ καλοῦντες ἀσέβημα τὴν σπουδὴν ἔσχον καὶ δὴ πελάζοντα ταῖς τῶν ἀρχόντων θύραις. ἆρ’ ἕξεις, ὅ τι πρὸς
ταῦτα ἐρεῖς; δεινὸς μὲν εἶ, θαυμάσαιμι δ’ ἂν εἰ μὴ νῦν ἀπορήσεις.
σοε'.
W 278
Μαξίμῳ. (361?)
Τοῦ τὴν οἰκουμένην ἐκ λόγων εὖ ποιοῦντος Προαιρε-
σίου συγγενὴς ἐν Κουκουσῷ Φιλάστριος πολιτεύεται. τοῦτον καὶ ὡς ἄνδρα ἀγαθὸν βουλοίμην ἂν τῆς παρὰ σοῦ τυγχάνειν εὐνοίας καὶ ὅπως φαίνοιο τιμῶν τὸν χαλκοῦν μὲν ἐν Ῥώμῃ,
τὸ δὲ αὐτὸ καὶ ἐμοί τινα τιμὴν οἴσει τῷ παρακεκληκότι καὶ δόξεις τῷ μὲν οὐδὲ γράψαντι χαρίζεσθαι, γράψαντι δὲ ἐμοὶ προσεσχηκέναι.
σος'.
Μοδέστῳ. (361?)
Ὅτι μοι μέλει Δουλκιτίου πάλαι τυγχάνεις εἰδώς. πάλαι γὰρ ἐμοί τε ὑπὲρ τοῦδε πρὸς σὲ γεγένηνται δεήσεις παρὰ σοῦ τε χάριτες εἰς ἡμᾶς. δίκαια γὰρ αἰτούντων οὐκ εἶχες ἀνανεύειν οὐκοῦν οὐδὲ νῦν ἀνανεύσεις, ἐπεὶ καὶ ταῦτά ἐστιν ἃ νῦν
αἰτοῦμεν δίκαια.
μικρὰν μέν φησι χώραν περὶ τὴν Βέρροιαν γεωργεῖν, πολὺν δὲ σῖτον ἠναγκάσθαι πωλεῖν, ἀδικεῖσθαι δὲ ὑπὸ τῶν ἐξαπατώντων καὶ τὰ μὲν κρυπτόντων, τὰ δὲ πλατ- τόντων, τὰ δὲ ὑπερπηδώντων, τὰ δὲ αἰρόντων, τὰ δὲ μικρὰ τῷ λόγῳ ποιούντων. 3 ταῦθ’ ἥκει διδάξων καὶ βοήθησον
αὐτῷ. δικαστοῦ δὲ εὔνοια μέγα καὶ τοῖς ἰσχυρὰ λέγουσιν.
σοζ'.
τῷ αὐτῶ. (361?)
Ὁ καλόν μοι τὸ θέατρον ποιῶν Μεγέθιός ἐστιν ὁ ῥή- τωρ· βοᾷ γὰρ τηλικοῦτον ὅσον ἄλλοι πεντήκοντα καὶ τούτῳ
γε πολλάκις τὸν λέγοντα ἔστησε μέγα δέ, οἶμαι, τῷ λέγοντι θερμὸς ἀκροατὴς θαύματι διακόπτων τοῦ λόγου τὸν δρόμον.
ἐν μὲν οὖν ταῖς ἐπιδείξεσιν ἀμείβομαι τὴν βοὴν τῷ προσγε- λάσαι καὶ προσδραμεῖν· νῦν δὲ εὕρηκά τι διὰ σοῦ καὶ λαμ- πρότερον εἰς ἀμοιβήν. χρήμασιν ἐσωφρόνισας τὸν ἀδελφὸν τὸν τοῦδε, μᾶλλον δέ, τῷ φόβῳ μὲν ἐσωφρόνισας, ὅπως δ έσται λύσις τῆς ζημίας συνέπραξας.
καί σου γράμματα καὶ
γνῶσις ἀποδίδωσι τὸν ἄργυρον, ἀλλ’ ὅ γε ἄργυρος, οὐκ οἶδ ὅ τι μεμφόμενος, ἐλθεῖν αὐτοῖς εἰς χεῖρας οὐκ ἐθέλει. σὺ οὖν αὐτὸν ἢ πεῖσον ἡ ἀνάγκασον μὴ φεύγειν τοὺς δεσπότας, ὅπως τοῖς μὲν τὰ αὑτῶν ἔχειν ὑπάρχῃ, σοὶ δὲ τὸ μηδὲν ὧν κελεύ- σειας μάταιον εἶναι.
σοη'.
Δουλκιτίῳ. (361?)
Ἀρχεις ἀρχὴν μεγάλην. τοῦτο προεῖπεν ἡ Φήμη καὶ οὐκ ἐψεύσατο. ἄρχεις <δὲ> ἑτέρων καὶ οὐχ ἡμῶν. περὶ δυναίμεθ’ ἂν ἐγκαλεῖν τῇ θεῷ, ἀλλὰ κἀν τούτῳ μέντοι παρα- 15 μυθία τις ἔνεστιν. ἀντὶ γὰρ ἡμῶν ἡμέτεροι θεραπεύονται πα- τέρες, ὅπερ ἐστὶν οὐκ ἀμοίρους εἶναι τοῦ κέρδους ἡμᾶς.
ἀλλ’ ὅτι μέν γε καὶ δεῦρο ἥξεις ἐπὶ μείζοσιν οἶδα ἐγώ. Δαρίκιον δὲ τουτονὶ τὸν Θρᾷκα, βέλτιον δὲ εἰπεῖν Ἕλληνα, τίκτεται μὲν γὰρ ἐκεῖ, παιδεύεται δὲ ἐν τῇ Θησέως, δῶρόν 20 σοι δίδωυι. τὰ τοιαῦτα γὰρ οἶσθα δέχεσθαι μόνα, χρυσὸς δέ,
δέχου δὴ τὸν νεανίσκον καὶ πίστευε καὶ θάρρει καὶ ὅταν ὡς ῥήτορα θαυμάσῃς, μὴ μᾶλλον ἡγοῦ ῥήτορα δεινὸν ἢ ἄνδρα ἀγαθόν. δέδεικται δὲ ἐν μεγάλοις καιροῖς ὁ τρόπος, σοὶ δὲ εἴη μὲν ἐν
γαλήνῃ πειρᾶσθαι τῶν φίλων, εὖ δ’ ἴσθι, τοῦδε ἀμείνων οὐκ ἂν ἐν χειμῶνι γένοιτο.
πρὸς μὲν οὖν τὴν νῦν σὴν Ἀσίαν ὑπὸ τῆς γνώμης ἄγεται καὶ ποιεῖται πρὸ τῆς οἰκείας τὸ χωρίον. θεοῦ δ’ ἂν εἴη καὶ σοῦ δεῖξαι καλῶς βεβουλευμένον αὐτόν.
σοθ'.
Λεοντίῳ. (358)
Ἔπαθον ὃ ἐπέσταλκας· εὐθὺς μὲν ἡδέως τὸν Κλεόπατρον εἶδον διὰ τὴν ἐπιστολήν, πειρώμενος δὲ τοῦ νεανίσκου τὴν μὲν ἐπιστολὴν οὐκ εἶχον μὴ αἰδεῖσθαι, τοῖς παρ’ αὐτοῦ δὲ πλέον εἱλκόμην. κρίνειν τε γάρ μοι λόγον ἀγαθὸς ἐφαίνετο
καὶ τὴν ἐν οἷς γράφει ῥητορικὴν οἶς λαλῶν ἔτρεχε παρεδήλου.
καὶ μὴν τῷ τε σὲ φιλεῖν ἐχαρίζετό μοι τῷ τε χαίρειν οἷς τε σὲ περὶ ἐμοῦ λέγειν ἤγγελλεν οἷς τε ἤκουεν ἐμοῦ περὶ σοῦ.
σπ'.
Μαξίμῳ. (358)
Οἶμαί σοι Λεόντιον τὸν σοφιστὴν ἤδη γεγονέναι φίλον, ἐπειδὴ λόγους ὁ μὲν κέκτηται, σὺ δὲ φιλεῖς. τούτου συγγενὴς οὑτοσὶ Κλεόπατρος Λαὶ μαθητής, ὃν ἐκεῖνος μὲν ἐμοὶ συνέ-
στῆσεν, ἐγὼ δὲ σοί.
τὸ μὲν οὖν παρ’ ἐκείνου τῷ Κλεο- πάτρῳ μικρόν, μικρὸν γὰρ δήπου τό γε ἐμόν, τὸ δὲ παρ’ ἐμοῦ μέγα, μέγα γὰρ δήπου τό γε σόν. φήσεις δὲ αὐτὸν εὖ ποιῶν καὶ ῥήτορα καὶ χρηστὸν εὖ πεποιηκέναι.
σπα.
Διανίῳ. (358) 15
Καὶ πρὶν ἥκειν τὸν φέροντα τὴν ἐπιστολὴν ἀφῖκτο λό- γος περὶ τῆς τιμῆς ἧς ἀπολαύεις παρ’ ἀνδρὶ καὶ τιμῆς ἀπάσης καὶ εὐφημίας ἀξίῳ, παρὰ δὲ τοῦ τὴν ἐπιστολὴν διδόντος ἦν ἀκούειν ὅμοιά τε καὶ ἔτι καλλίω τῶν ὑπ’ ἄλλων ἀγγελλομέ- 20
ἐνεθυμήθην οὖν ὅτι τοῖς ἐπιεικέσι καὶ βελτίστοις, ὁποῖος δὴ σύ, πάρεισιν οἱ θεοὶ καὶ βοηθοῦσιν ἐκ τῶν ἐσχάτων εἶναι δοκούντων ῥᾳδίως ἐκσώζοντες, ὡς οὐ πολύ γε τῶν τοῦ Λεσβίου κιθαρῳδοῦ διαφέρει τὸ σόν, ὃς ἐμπεσὼν εἰς τὴν
θάλατταν ἥδιον ἐκομίζετο τῶν ἐπὶ τοῦ πλοίου.
καὶ σοὶ δὴ συναχθομένων ἡμῶν καὶ πρὸς ἀλλήλους ὀδυρομένων, εἰς οἷον ἄρα χειμῶνα πέπτωκας, τὸν σεισμὸν ἐκεῖνον καὶ τὰ ἀπὸ τοῦ σεισμοῦ, θεῶν τις ἔδωκε καταφυγὴν ἄνδρα φίλον, ἐν ᾦ μέ- γεθός τε διανοίας καὶ τὸ δύνασθαι πράττειν ἅττα ἂν προ-
θυμηθῇ
παραινῶ δή σοι τῆς παρούσης ἔχεσθαι τύχης καὶ τὸν σαυτοῦ λέμβον ἐξαρτῆσαι τῆς Ἀλεξάνδρου νεώς, ὃν ἤδη μοι δοκῶ θεωρεῖν ἐπὶ μείζονος ἀρχῆς καὶ τρίτης πάλιν καὶ τετάρτης. οἶμαι δέ, αὐτὸν οὐδὲ γῆρας ἐξαιρήσεται πρὸς ἡσυ- χίαν ἀπὸ τῶν ταῖς πόλεσι λυσιτελούντων πόνων. οἶδε γὰρ
βασιλεὺς τὸν ἄνδρα καὶ χρώμενος οὐ λήξει.
τούτῳ τοίνυν ἕπεσθαι καὶ συλλαμβάνειν ἔργου μεῖζον παρὰ σοὶ πάσης ἀρχῆς δοκείτω, μᾶλλον δέ, καὶ πρὸς ἀρχὰς οὕτω προβαίης ῥᾳδίως τε καὶ καλῶς ἐκείνου τε ἐπαινοῦντος καὶ μιμητὴν αὑτοῦ πεποιηκότος.
σπβ'.
Ἀλεξάνδρῳ. (358)
Οὐκ ἄρα εἵμαρτο τῇ Βιθυνίᾳ τὴν χείρω τύχην ἀθάνα- τον γενέσθαι. διὰ τοῦτο ἦλθεν ἰασόμενος ὃς ἐπίσταται τοῦτο ποιεῖν. σὺ γὰρ ἄνθρωπον μὲν τεθνεῶτα οὐκ ἂν ἀναστήσαις,
ὥσπερ ἐν μύθοις, πόλεις δ’ ἂν οἰχομένας πάλιν εἰς σχῆμα καταστήσαις πόλεων. ὃ δὴ νῦν ποιεῖς. λέγονται γὰρ ἀναβιῶ- ναι. καὶ κομίσαιντό γε τὸ πρότερον, ὦ θεοί, κάλλος ἅπαν.
χαίρω δὲ διπλῇ, τῷ τε σὲ τὸν εὖ ποιοῦντα εἶναι τῷ τε Βιθυνοὺς τοὺς εὖ πάσχοντας εἶναι. σύ τε γὰρ παῖς ἐμὸς τό τε
ἔθνος ἀντὶ πατρίδος ἐμοί. καὶ διῄειν ἄν σοι τήν τε ὑποδο- χὴν καὶ χρόνων ἐκείνων εὐθυμίαν, εἰ μὴ ἦν αὐτῷ σοὶ πρὸς ἄλλους εἰδότι λέγειν.
ἣν οὖν εἶχον ἂν ἡδονήν, εἴ μοι τὴν ἐνεγκοῦσαν ὠφέλεις, ταύτην ἔχω νῦν, ἐπειδὴ τὴν οὐδέν μοι ταυτησὶ δευτέραν ὅπως οἵα πρότερον ἦν φανείη πάντα ποιεῖς.
καλὸν δὲ οἶμαί σου καὶ τὸ τὸν νεανίσκον Ἀρισταινέτου μὲν συγγενῆ, χορευτὴν δὲ ἐμόν, αἰσχύνεσθαι δὲ εἰδότα, φιλεῖν δὲ μεμελετηκότα μὴ περιιδεῖν πράττοντα χείρω τῶν αὑτοῦ χειρόνων, ἀλλ’ εἴσω τε δέξασθαι καὶ μεταδοῦναι χώρας ἐντίμου
καὶ ποιῆσαι λαμπρὸν τοῖς τε νῦν τοῖς τε ἐλπιζομένοις. καὶ ταῦτα ἂν νομίζῃς οὐκ εἰς Διάνιον μᾶλλον ἢ ἐμὲ πεπρᾶχθαι, τὰ ὄντα δοξάσεις. οὗτος γὰρ δὴ πλεῖστά με εὐφράνας ἑταίρων ἐλύπησεν ἥκιστα.
σπγ'.
Δημητρίῳ. (359/60)
Ἄμφω μὲν ἔδειξα τὼ λόγω καὶ ὅλω γε ἄμφω τὼ λόγω, τὸν μὲν νῦν τὸν μαχόμενον, τὸν δὲ πάλαι τὸν ἐπαινοῦντα· σὺ δὲ ᾤου με δείσαντα κολοιοῦ τινος θόρυβον ᾑρῆσθαι σιγᾶν καὶ γεγενῆσθαι κακὸν περὶ τὸν ἐμαυτοῦ θεῖον.
τὸ δὲ οὐχ
οὕτως ἔχει, ἀλλ’ ἃ μὲν οὐκ εἶχε κίνδυνον εἰς πολλοὺς ἐκφέ- ρειν, ἐν πολλοῖς εἴρηται· τοῦ λόγου δὲ ἡ τρίτη μοῖρα φίλων ἐδεῖτο σαφῶν, οὓς ὀλίγοις δεξάμενος τοῖς βάθροις κλείσας τὰς θύρας ἀνέγνων δεόμενος αὐτῶν, εἴ τι φαίνοιτο καλόν, σιγῇ θαυμάζειν μηδὲ τῇ βοῇ πολλοὺς ἐγείρειν. καὶ μέχρι γε
τοῦ παρόντος, προσκυνῶ δὲ Ἀδράστειαν, φόβος οὐδεὶς ἐξέφυ.
τί τὸ φοβοῦν, ἀκοῦσαι ποθεῖς; ἐξήρπασε τοῦ τότε κρα- τοῦντος θασγάνιος τὴν πόλιν οἶσθ’ ὅπως ζέοντος. οὐκ ἦν οὖν τὴν τοῦδε βοήθειαν δεῖξαι μεγάλην μὴ τὴν ὠμότητα δεί- ξαντα τὴν ἐκείνου μεγάλην. δέδεικται δή, καὶ ὁ λόγος ὧν εἰκὸς τετύχηκεν.
ἀλλ’ ἔστι δέος μὴ τῷ μὲν λόγῳ τὸ μέρος
ἔχῃ καλῶς, τὸ καλὸν δὲ τοῦτο κακὸν τέκῃ τῷ ποιητῇ δύναται γὰρ καὶ τεθνεὼς ἐκεῖνος διὰ τοῦ ζῶντος. ὅστις οὖν οὐκ ἐπι- θυμεῖ βαράθρου, κρύψαι λόγον αἱρήσεται μᾶλλον ἢ διδοὺς τρέμειν.
τουτὶ μὲν οὖν ἀναβολῇ δεδόσθω, τὸν δὲ ἕτερον δέξῃ δι’ ἀνδρὸς ἀρίστου τῶν παρ’ ἡμῖν, οὗ πρότερος οὐδεὶς
ἦλθεν ἐπὶ τὸ βουληθῆναι λαβεῖν. ταυτὶ δέ σοι, δι’ ὧν ἡμιλ- λησάμην πρός τι τῶν Δημοσθένους, καὶ προάγωνε δύο, ὁ μὲν ὃν ᾔτεις, ὁ δὲ ἴσως οὐκ ἀνιάσων.
σπδ'.
Μαξίμῳ. (358/59)
Ὁ γέρων οὗτος Ἡράκλειος ὁ πολλὰ κακὰ παθών, οὐ διὰ τὴν σὴν ἀρχήν, πρὸ γὰρ τῆς Δημοσθένους πολιτείας ὁ Φωκικὸς πόλεμος, ἀλλὰ διὰ τοὺς ῥᾳδίως ὃν ἂν ἐθέλωσιν ἄγχοντας, ἥκει βραχύτερον μέν σοι πεποιηκὼς τὸν πόνον τοῖς ἐνταῦθα ἐσπουδασμένοις, τὴν τελευτὴν δὲ τοῦ παντὸς ἐν ταῖς
ποίει δὴ καλὸν τὸ τέλος καὶ δίδου χάριν μηδὲν ἐκβαίνων τὸ δίκαιον· ὡς ἔστιν ἄτοπον ἣν ἄρχον- τος Εὐθηρίου δόξαν ἐν Ἀρμενίοις ἐκτησάμην, ὡς οἷός τ' εἴην βοηθεῖν, ταύτην ἐπὶ τῆς ἡγεμονίας Μαξίμου τοῦ καλοῦ
διαφθαρῆναί μοι.
σπε'.
Τῷ αὐτῷ. (359/60)
Λητόιον ἐξ Ἀρμενίας νέον ἡ μήτηρ ἄγουσά μοι παρέ- δωκε μόνον ὄντα αὐτῇ. τούτῳ τε οὖν ἥσθην δυναμένῳ δέξα-
σθαι λόγους, ἔστι γὰρ ὀξὺς ὁ πῶλος, τῆς τε μητρὸς ἐθαύμασα τὸ μήτε πρὸς δεύτερον γάμον ἰδεῖν καὶ ταῦτα οὖσαν ἑνὸς μητέρα βαδίσαι τε ὁδὸν τοσαύτην ἡγουμένην ἄμεινον αὐτῷ τὰ πάντα ἕξειν, εἰ τῆς τῶν πραγμάτων ἀρχῆς ἐπιμεληθείη παροῦσα.
τοῦ μὲν οὖν αὐτὸν Ἕλληνας τελέσαι θεῷ τε
καὶ ἡμῖν μελήσει, τοῦ δὲ αὐτῷ σωθῆναι τὸν οἶκον μελήσει μὲν τῇ μητρί, μελήσει δὲ <καῖ> Εὐσεβίῳ τῷ ζῶντι μετ’ τῆς, ὃς τῇ περὶ τὸ θεῖον σπουδῇ καὶ τὰς ὑπὲρ τούτων φρον- τίδας ἀνείλετο νομίζων προσήκειν ἀνδρὶ δικαίῳ βοηθεῖν ὀρ- φανῷ καὶ μὴ τοῖς βουλομένοις ἁρπάζειν ἐπιτρέπειν.
ἀλλ
ἡ μὲν προαίρεσις αὐτῷ καλή, γίγνοιτο δ’ ἄν τι καὶ ἔργον, εἰ τῆς σῆς ἀπολαύοι ῥοπῆς· ἀπολαύσεται δ’, εὖ τοῦτο ἐπίσταμαι, σοῦ τὰ ἡμέτερα μείζω ποιεῖν ᾑρημένου.
σπε'.
Παλλαδίῳ. (361?)
Τὰς μακρὰς ταύτας καὶ πολλὰς ἀπολογίας τήρει τοῖς βουλομένοις κατηγορεῖν. ἐγὼ δέ σοι μάρτυς ἁπάσης ἀρετῆς τῆς τε ἐν τοῖς ἤθεσι καὶ ὅση κατὰ τοὺς λόγους.
πρός τε
οὖν αὐτὸν ἐκεῖνον τὸν πειρώμενον ἐξαπατᾶν ὧν αὐτὸς γρά- φεις πλείω διῆλθον, οὐ γὰρ δὴ καλλίω γε, καὶ πρὸς τὸν ἀγα- θὸν ἄνδρα, τὸν ἐμόν τε φίλον καὶ σόν, αὐτό τε τοῦτο καὶ μαθητήν, εὐθὺς ὤμνυον μηδὲν τούτων εἶναι σόν, ἀλλὰ πάντα τῆς τοῦ λέγοντος φλυαρίας· οὕτω γὰρ ἡγεῖσθαι βέλτιον ἢ
πονηρίας. ὥσθ’ ὅ γε Ἱλάριος καίτοι λίαν ἀλγῶν ἐπὶ τοῖς παρ’ ἐκείνου μᾶλλον ἥδετο τῷ μὴ κρατηθῆναί μου τὴν γνώ- μην ὑπὸ τῶν διαβολῶν ἢ τῷ γενέσθαι τὰς διαβολὰς ἠθύμει.
ὁρῶν δὲ αὐτὸν καὶ ταῦτα εἰς ἔπαινον ἄγοντα, ὦ βέλτιστε, ἴφη οὐδὲ Σωκράτην ἄνδρα θεῖον ἡγούμενος καὶ
πλεῖστον ἀπέχειν ὧν ἐνεκάλει Μέλητος ἀξιώσαιμ ἂν ἐπαινεῖσθαι. οὐδὲ γάρ, εἴ μέ του πείθειν ἐπιχει- ροῦντος σκότους αἴτιον εἶναι ἥλιον μὴ ὑπηγό- μην, εἰκότως ἂν ἐδδόκουν τῶν ἑπτὰ σοφώτερος. 4 οὐ τοίνυν οὐδὲ τοῦτο πάμμεγα τὸ μὴ τῆς σῆς εἶναι πεισθῆναι
ψυχῆς, ἃ μηδενὶ λόγῳ τῆς σῆς εἶναι ἠδύνατο. παῦσαι δὴ τῶν τοιούτων ἐπιστολῶν ἢ φήσω σε ὑβρίζειν οἰόμενόν με παντὸς εἶναι τοῦ βλασφημοῦντος.
σπζ'.
Μαξίμῳ. (361)
Ἥσθην οἷς ἔγραψας. ἅ τε γὰρ ἐβουλόμην ἐμήνυες καὶ τὸ κάλλος ἦν ἀμήχανον οἷον τῆς ἐπιστολῆς, ὥστε μου βοῶν-
τος ἐπ’ ἀγορᾶς, ἐκεῖ τε γὰρ ἔλαβον καὶ λαβὼν εὐθὺς ἀνέγνων, ἐφ’ ὅτῳ βοᾷς; ἤρετο Στρατήγιος, τὸν πολιτευόμενον λέγω, καὶ γνοὺς ἀνέγνω τε καὶ ἐμιμεῖτό μου τὴν βοήν.
ἴθι δὴ καὶ τοῦτον ἡμῖν εὖ ποίει καὶ φίλει παῖδα ὄντα ἐμόν. πάντως δὲ οἴ μοι νεμεσήσεις οὕτω καλοῦντι τὸν μαθητήν, ὃς μετὰ
πολλῶν ἐφοίτησε παρ’ ἐμέ, μέμψεως δὲ μετ’ ὀλίγων ἐγένετο κρείττων καὶ ταῦτα συνεχῶς συνδιατρίβων τε καὶ τραπέζης κοινωνῶν καὶ τῶν μετὰ μεσημβρίαν πόνων καὶ ὅσων εἰκὸς νεανίσκον πιστευόμενον διὰ τὸν τρόπον.
τούτῳ τὸ μὲν γένος ἔκ τε ὧν ἄρχεις καὶ Γαλατῶν, πλείων δὲ αὐτῷ λόγος
ἧς ἄρχεις καί πως ἐπὶ τὴν Ἀρμενίαν ῥέπει πάλαι. τοῦτο δὲ εἰ καὶ μὴ πρότερον ἐποίει, πάντως ἂν νῦν ἐφάνη ποιῶν σοῦ τὰς πόλεις Σαμίων ἄνθη φασὶ καὶ λαύραν ἀποφήναντος Σαμιακήν.
σπη'.
Τῷ αὐτῷ. (361)
Οἴμαι καὶ δάκρυσιν ὑπὸ σοῦ τετιμῆσθαι Καισάριον τὸν φαυλοτέραν δείξαντα τὴν Ἀρμενίαν τῇ τελευτῇ. τὴν μὲν γὰρ πόλιν καὶ δημοσίᾳ κείρασθαι ν·ομίζω πενθοῦσαν τὸν ὀρθό-
πόλιν, εἶπεν ἂν Πίνδαρος.
ἔστι δὲ καὶ τοῦτο μέρος οὐ μικρὸν τῶν κακῶν τὸ τὸν ἐκείνου παῖδα τῶν περὶ λόγους δια- τριβῶν ὑπὸ τῆς συμφορᾶς ἀφελκυσθέντα τρέχειν οἴκαδε φρον- τίδας φροντίδων ἀλλαξάμενον, τῶν νέῳ πρεπουσῶν τὰς προσ- ηκούσας πατρί.
μᾶλλον δέ, οὐ πάντα δυστυχοῦσιν οἱ κεί-
νοῦ τοῦ δαίμονος ἑτοιμάσαντος τῇ μελλούσῃ πληγῇ φάρμακον τὴν σὴν ἀρχήν. οὐ γὰρ ἄδηλον ὡς ἀγωνιῇ μικρὰν αὐτοῖς ἀποφῆναι τὴν αἴσθησιν τῆς τύχης τόν τε κείμενον αἰδούμε- νος καὶ ἡμῖν χαριζόμενος νομίζων τε οὐχ ἥττω σοι τοῦτο δόξαν τῶν ἄλλων ὧν ποιεῖς οἴσειν, εἰ οἶκον εὐδαίμονα κινού-
μένον στήσαις.
μεγίστη δὲ εὐεργεσία τὸ γενέσθαι πάλιν Εὐδοξίῳ παρ’ ἡμᾶς ἐλθεῖν, ὃ ποιήσειν μοι δοκεῖ τὴν παρὰ σοῦ πρόνοιαν ὁρῶν ἀρκοῦσαν ἀντὶ τοῦ μεταστάντος.
σπθ΄.
Ἀκακίῳ. (361?)
Τῶν μὲν ἄλλων εἴξαιμ᾿ ἄν σοι, ταύτην δέ σε νενίκηκα τὴν νίκην πίλαι τὰ φίλου πεποιηκώς, ὅτε πάσας ἀφῆκας
φωνάς, ὅπως μὴ ταῦτα ἀφαι·ρεθείης ὧν αὐτὸς στερηθεὶς ἐσί- γων.
ἀλλ’ οὐδὲ τὰ δεύτερά μοι δοκεῖς ἀγνοεῖν, οἷς σὲ μὲν ἐγώ, πάντες δὲ ἐπῄνουν ἐμέ, διότι σὲ καὶ τοὺς σοὺς ἀγῶνας ἐγώ. γράμματα δὲ σὺ μὲν ἔπεμψας πρότερος, ἔγραψα δὲ ἐγώ. εἰ δὲ τὰ μὲν ἠπείχθη, τὰ δὲ ἐμέλλησεν, οὐ τούτῳ γε ἡ γνώμη
κρίνεται.
τὸν καλὸν Εὐτρόπιον ὅπως εἶδον, παρ’ ἐκείνου μάνθανε καὶ τί ποιεῖν ἐγνωκὼς ὅπως ἡττήθην Εὐβούλου· δεῖ γὰρ Εὔβουλον, οἶμαι, πάντα νικᾶν.
σϥ'.
Πρισκιανῷ. (361?)
Ἔτι Λεόντιος ὑπὲρ τῶν αὐτῶν γράμματα φέρει, ἐγὼ δὲ αὐτὸν ἠξίουν ἐπινίκια θύειν. καίτοι φασὶν οὐ μικρῶν τετυ- χηκέναι, τοῦ παντὸς δὲ ἄρα προσῆκε. σὺ δ’ αὐτὸν ἐπαινέσας ὧν οἶδε χάριν, ὅπως ὅλως ἀπηλλαγμένος εἴσεται χάριν ποίει.
σϥα'.
Γεροντίῳ. (361)
Ὅτε σὺ τὴν ἀρχὴν Αἰγυπτίων ἐδέχου, τότε ἐγὼ τοῦ περὶ τῶν φίλων σοι γράφειν ἀνάγκην. ἐκεῖνοί τε γὰρ ἔμελλον αἰτή- σειν ἐπιστολὰς ἐμοί τε οὐκ ἂν ἦν μὴ διδόντι λόγος.
πρῶ-
τος δὴ τῶν αἰτούντων καὶ φερόντων Ἡρακλείδης γίγνεται, πρᾷος ἀνήρ, λέγειν εἰδώς, ἐπιτήδειος ἐμοί, Μέμφιδι κόσμος. δεῖξον δή μοι τοῖς περὶ τοῦτον ἔργοις εἴτε δεῖ τὰ τοιαῦτα ἐπαγγέλλειν εἴτε μή.
σϥβ'.
Εὐθηρίῳ. (357—358)
Σοῦ δὲ οὐκ ἂν δεηθείην εὖ ποιεῖν Ἡρακλείδην, ἀλλ’ ἐπιτάττω. δοκεῖς γάρ μοι τοῦθ’ ἥδιον ἢ τὰς δεήσεις δέχεσθαι. τὸ δὲ αἴτιον, οἶσθα φιλεῖν οὐχ ἧττον ἢ ἄρχειν.
ἔτυχε δ’ ἄν τινος ἀγαθοῦ παρὰ σοῦ καὶ γραμμάτων ἄνευ, εἰ παραστάς
σοι τοῦτ’ ἐποίησεν, ὅπερ εἴωθεν. εἴωθε δὲ ἐπαινεῖν ἐμὲ καὶ λήψῃ πεῖραν τοῦ πράγματος.
ἀμφοτέρων οὖν εἴνεκα, καὶ τῶν ἐπαίνων καὶ τῶν γραμμάτων, μᾶλλον δέ, καὶ τούτων ἕνεκα καὶ τῶν λόγων, οὓς ἔχει, καὶ ἔτι τιμῶν τὴν Μέμφιν μικρὰ τῶν ἄλλων ἔα δεῖσθαι τὸν ἄνδρα.
σϥγ'.
Μοδέστῳ. (359/60)
Τοὺς ἐμοὺς ἑταίρους, τοὺς σοὺς ῥήτορας, τοὺς ὑπ’ ἐμοῦ σοι δοθέντας, τοὺς ὑπὸ σοῦ θαυμασθέντας, τούτους δὴ τοὺς
φέροντας τὴν ἐπιστολὴν τῶν σῶν θυρῶν ἀποσπάσαι πειρῶν- ται ψηφίσμασιν ἄνδρες, οὓς ἐξειλόμην πολλάκις τῆς παρὰ σοῦ δικαίας ὀργῆς. μᾶλλον δέ, Εὐσεβίῳ μὲν ἀπειλοῦσι, τὸν δ’ ἤδη πρὸς λειτουργίαν ἕλκουσι δεομένην ἐρρωμένου σώματος.
Ἀγροίκιος δὲ οὕτω σφόδρα ἔρρωται, ὥστε πλεῖστον ἀνθρώ-
πων ἀργύριον ἰατροῖς ἐτέλεσεν ἀεὶ χρῄζων ἰατροῦ χειρῶν. ἀλλὰ καὶ πέντε αὐτοῖν ἔνδον ἀδελφαὶ κάθηνται δεόμεναι μὶν διὰ τὴν ἡλικίαν νυμφίων, ἀποροῦσαι δὲ ὑπὸ πενίας. μικρὸν γὰρ ἡ εὐγένεια νῦν.
ἐνθυμηθεὶς οὖν ὡς ἐμοί τε αἰσχύνην ἔχει, τοῖς φίλοις εἰ μὴ δυναίμην βοηθεῖν, σοί τε οὐ καλὸν
νόμον παλαιὸν βοηθοῦντα ῥήτορσιν ἐπὶ τῆς ἀρχῆς λυθῆναι πεῖθε τῶν πολιτευομένων τοὺς θρασυτέρους ὡς οὐ πάντα αὐτοῖς ἐξέσται.
σϥδ'.
Εὐσεβίῳ. (359/60)
Ἐπὶ τὴν αὐτὴν Ἀθηνᾶν ὑπὲρ ὁμοίων καταφεύγομεν πραγμάτων. πρῴην ἡμῖν ἐξήρπασας νέον ἐκ πυρὸς καὶ πόνους
Ἀγροίκιος γὰρ οὑτοσὶ παιδὸς οὐδέν μοι διαφέρει κοὶ διαγέγονα μέχρι τῆς τήμερον ἡμέρας ἀνέχων αὐτοῖς τὴν οἰκίαν πολλοῖς ἀδελ- φοῖς καὶ πένησιν.
ἀλλ’ οἱ ῥᾳδίως ψηφίσματα γράφοντες
δείξαι θέλουσιν ὡς πλὴν τοῦ συνεύξασθαι τοῖς φίλοις οὐδὲν ἄλλο δυναίμην ἂν ὠφελεῖν. καίτοι πρός γε τὴν σὴν ὀργὴν οὐ δι’ εὐχῆς αὐτοῖς, ἀλλ᾿ ἔργοις ἤμυνα καὶ τὸ κῦμα ἐστόρεσα. οἱ δὲ οὕτω σφόδρα μέμνηνται τῆς χάριτος, ὥστ’ ἀντ’ εὐερ- γεσίης Ἀγαμέμνονα.
μαθέτωσαν οὖν ὡς δύναμις
ἐμή τε καὶ σὴ καὶ οὔκ εἰμι ῥᾷστος παθεῖν κακῶς, ἴως ἂν ἰσχύῃς· τὸ μὲν οὖν διδάξαι περὶ τῶν πραγμάτων Ἀγροικίου, τὸ δὲ μὴ παρασυρῆναι τὸν ἄνδρα τῆς σῆς ἀνδρείας.
σϥε'.
Ἀνατολίῳ. (361?)
Ἔτι σου παρ’ ἡμῖν ὄντος ἔλαβόν τινας ἐπιστολάς. τεκ- μαίρου δὴ τῷ προοιμίῳ, πόσας εἰκὸς ἔσεσθαι τὰς ἁπάσας. πρῶτος δὲ οὑτοσὶ Μάρκελλος ᾔτησε Λαυρεντίῳ μὲν ὢν ξένος. ἡμετέρῳ κηδεστῇ, τῆς δὲ ἐπιεικείας οὐ καλοὺς ἐνεγκάμενος τοὺς καρπούς. δυνάμενος γάρ, εἴπερ ἦν θρασύς, ἄλλους ἄλλους
νεῖν χρηστὸς εἶναι ἐθέλων ἐλήλαται.
ἀλλὰ νῦν αὐτῷ καὶ καθόδου τις ἐλπὶς καὶ τοῦ λήψεσθαι δίκας καὶ τοῦ μὴ τὰ αὐτὰ πείσεσθαι σοῦ καὶ τῶν δικαίων εἵνεκα καὶ ἡμῶν ἔλεον τινα νέμοντος τῷ δεινὰ πεπονθότι.
σϥς.
Κυρίλλῳ. (360/61)
Ἴσμεν ὅσα τὸν Ἀλέξανδρον εὖ ἐποίησας· οὐ γὰρ ἔκρυψεν ὁ εὖ παθών. ἥσθην οὖν, ὅτι τε ὠφέληται καὶ ὅτι χρηστός
ἐστιν ὁμολογῶν τὴν χάριν. τὸν δὴ τοιοῦτον τῶν αὐτῶν εἰκὸς διὰ τέλους τυγχάνειν· λαβὼν γὰρ οἶδεν ὡς ἔλαβε λέγειν.
σϥζ'.
Λεοντίῳ. (360/61)
Ἐκέλευσέ με Θηράσιος ἐπιστεῖλαί σοι τὸ πρὸς ἀμφοτέ-
ῥοῦς φίλτρον ἑνὶ τούτῳ δεικνύων ᾔδει γὰρ ἐμοί τε ἥδιστον ὂν τὸ πέμψαι σοί τε τὸ λαβεῖν.
ἀλλ’ ὅπως αὐτὸν ἀμειβώ- μεθα τῆς χάριτος—ἔστι δὲ ῥᾷστον· οὐ γὰρ ἀπὸ χρυσοῦ τοῦτο δεήσει ποιεῖν, ἀλλ’ ἀπὸ γλώττης· — ἃ σύνισμεν αὐτῷ λέγοντες. σύνισμεν δὲ λόγων τέχνην καὶ τρόπων ἀρετήν.
σϥη'.
Ἀκακίῳ. Ἀκακίῳ. (361)
Ἀλλ᾿ ἄγε δή, μετάβηθι καὶ ποίει Γαλάτας, ἃ Φρύγας. Φρύγας δὲ ἄρα πρὸς ἅπασαν εὐδαιμονίαν ἤγαγες τῇ περὶ τὸ ποιμαίνειν τέχνῃ. ταῦτα δὲ ἐγὼ περὶ σοῦ πεπεισμένος καὶ
σὺ δὲ τὰ βελτίω μὲν ὑπὲρ ἡμῶν ἐπέ- πεισο, σιγῇ δὲ ἔκρυπτες. ἐγὼ δέ σε καὶ οὕτω χρηστὸν ἡγού- μην καὶ μετὰ τῶν ἐμαυτοῦ φίλων ἠρίθμουν καίτοι δοκοῦντα τετάχθαι μετὰ τῶν ἐναντίων· οὐ γὰρ ἐτόξευες. ἀκόλουθον δὴ τῷ τότε οὕτω φρονεῖν τὸ νῦν χάριν αἰτεῖν. αἰτήσω δὲ πολλὰς
μὲν ἐπὶ ταύτῃ, πρὸ δὲ τῶν ἄλλων ταύτην.
ἔστιν ἐν Ἀγκύρᾳ Μάξιμος, εὐγενής, εὐγενέστερος Κόδρου, φασί, πρᾷος, ἐκ τοῦ δικαίου πλουτῶν, οὐ τὴν τοῦ γείτονος εὐχόμενος προσλαβεῖν, ἀλλ’ ὅπως πολλὰ λήψεται παρὰ τῶν αὑτοῦ προνοῶν, φίλος ἀνὴρ Δήμητρι μὲν διὰ τὸ γεωργίᾳ προσέχειν, Ἀρτέμιδι δὲ διὰ
τὴν θήραν· τῶν γὰρ ὅπλων οἷς ποτε ἐκοσμεῖτο ἀφειμένος ἵππους καὶ κύνας ἐπὶ τὰ θηρία τρέφει. φαινόμενος δὲ ἐπ ἀγορᾶς ὀλιγάκις ἐλύπησε μὲν οὐδένα, τῷ φανῆναι δὲ εὐφρά- νας ἀπῆλθεν ἓν τοῦτο ἐγκαλούμενος, ὅτι πρὸς ἀγροὺς ἀπο- τρέχει.
οὗτος ὁ Μάξιμος ξένος μοι γίγνεται πάλαι καὶ
τοὺς υἱεῖς ἐνεχείρισεν. ὧν ὁ πρεσβύτερος ἀρετὴν ἐν νεότητι δείξας πολλὴν ἐμοί τε καὶ τοῖς αὑτοῦ γονεῦσι τὴν φιλίαν ποιεῖ, δι’ ἣν ἐκεῖνοί τε τἀμὰ τῶν αὑτῶν πρότερα ποιοῦνται παρ’ ἐμοί τε ταὐτὸ κρατεῖ. εὖ γὰρ ἴσθι, μᾶλλον εὐεργέτην ἄγω τὸν εἰς τἀκείνων σπουδῇ χρώμενον ἢ ὅστις ὑπὲρ ἐμοῦ
κινδύνους αἱρεῖται.
πιστεύω δὲ νῦν, εἴπερ ποτέ, ἐν τιμῇ τὸν ἄνδρα ἔσεσθαι. πιστεύω γὰρ αὐτὸς οὐκ ἐν φαύλῳ παρὰ σοὶ κεῖσθαι. τοῖς μὲν γὰρ οὐκ ἀγαθοῖς ἄρχουσι βραχὺς τῶν λέγειν ἐπισταμένων λόγος, βούλοιντο γὰρ ἂν τὰ αὑτῶν σιγᾶ-
σϥθ'.
Ἀλεξάνδρῳ. (361?)
Εὔχου πολλοὺς διὰ τῆς Βιθυνίας ὁδοιπορεῖν· οὕτω γὰρ ἕξεις πολλοὺς τοὺς ἐπαινεσομένους· οὐδεὶς γὰρ ὅστις δι’ ἐκεί- ἥκων ἥκων οὐ θαῦμα τῆς σῆς ἀρχῆς ἧκε κομίζων.
Ἐλπίδιος δὲ ὁ τὴν τάξιν λιπών, εἰ δὲ βούλει, τὸν χορόν, ᾄδων γὰρ μεθ’ ἡμῶν γε καὶ ἐπ’ ἄλλον ἥκει χορὸν τὰς δίκας ἀντὶ τῶν
νέων ᾑρημένος, ἐπειδὰν τῆς περὶ σοῦ μνήμης ἅψηται, πηδᾷ, κέκραγεν, ἀτεχνῶς κορυβαντιᾷ καί μοι δοκεῖ νῦν ἥδιστ’ ἂν τὸν Πήγασον ἐκεῖνον λαβὼν καὶ τῶν ὀρεωκόμων καὶ σταθμῶν ἀπαλλαγεὶς πτηνῷ τάχει παρὰ σὲ κομισθῆναι, τὸν δὲ Πήγασον ἀφεῖναι ἂν ἐκεῖ μοι δοκεῖ καὶ ζητῆσαι μυρίας εἰς βραδυτῆτα
προφάσεις· οὕτως αὐτῷ τό γε σὸν ἐν πόθῳ καὶ φίλτρῳ. καὶ ζητῶν ἰδεῖν βούλοιτ’ ἂν ἔχειν, ἀλλ’ οὐκ ἀπελθεῖν.
πάντα δὴ τἄλλα πιστεύων Ἐλπιδίῳ τῷ καλῷ φυλάττου μή σε παρα- κρούσηται τοῖς καθ’ ἡμῶν ἐγκωμίοις. φήσει γὰρ εἶναί με
τ'.
Ὁνωράτῳ. (361?)
Νῦν μοι τοὺς μεγάλους μισθοὺς ἀποδέδωκας οὕτω κα-
λὸς κἀγαθὸς ἐν βασιλείοις φανείς. μικρὰ μὲν γὰρ οὐδὲ ἐκεῖνα, χρυσὸς καὶ ἄργυρος, οἷς τοὺς ἄλλους παρῄεις, ἐν οἷς δὲ νῦν ποιεῖς, Ἡράκλεις, ὡς εὔπαιδά με ἀπέφηνας.
πάντας γὰρ εἰς ἔπαινον σύ γε τῶν σαυτοῦ κεκίνηκας καὶ αὐτὸς ἤκουσα λεγόντων, τοῦ μέν, ὅτι σε φιλεῖ διὰ τὴν πρᾳότητα τοῦ δέ,
διὰ τὴν ἀγχίνοιαν. ὁ· δέ τις ἐκάλει ῥήτορα, τῷ δὲ ἐδόκει θαῦμα τὸ συνελθεῖν ἔργα γλώττης τε καὶ χειρός.
ὁ δέ τις ἄξια τῆς τῶν τρόπων ἀρετῆς εἰπεῖν ἐθέλων ποῖον, ἔφη, λέγεις Ὁνωράτον; τὸν γέροντα; οὐχ ὅτι σοι τὸ τοῦ Ἐργίνου συμβέβηκεν, ἐν νεότητι πολιά, ἀλλ’ ὅτι ζῇς κατὰ τοὺς γέρον-
τὰς πρὶν ἐκ παίδων ἐξελθεῖν, καὶ τὸ μέγιστον, μητρὸς ἀπού- σης, πατρὸς οὐ παρόντος, σαυτῷ παιδαγωγὸν ἐπέστησας τὴν τῶν καλῶν ἐπιθυμίαν.
ἐγὼ τοίνυν παραινεῖν μέν τι ποιεῖν ὡς παραλελειμμένον οὐκ ἔχω, παρακαλῶ δέ σε τοῦτο δὴ τὸ πολλοῖς εἰρημένον, τηρεῖν τὸν παρόντα νόμον, μᾶλλον δὲ ἴν
τα'.
Θεμιστίῳ. (361?)
Κατὰ μὲν τοὺς λόγους ἡμῖν ἔοικεν ὁ χρηστὸς Ἐλπίδιος, βίου δὲ ἰδεῖν ὁδὸν κατὰ πολὺ βελτίων. ἦν μὲν γὰρ αὐτῷ θρόνος καὶ τρίβων καὶ τἄλλα δὴ πάντα ἐν οἷς ἡμεῖς ἔτι, τοὺς
δ’ ἐν τῷ παιδεύειν διατρίβοντας ὁρῶν εἰδώλων ἀσθενεστέρους, Σωκράτη δὲ ἐξαιρῶ τοῦ λόγου, σὺ μὲν γὰρ ἰσχύεις, ἀλλὰ τά γε τῶν ἄλλων σκιά. ταῦτ’ οὖν ἰδὼν ἀφεὶς τὰ τῶν τεττίγων γίνεται τῶν ὁπλιτῶν.
καὶ πολλοὺς ἤδη καὶ ἔτρωσεν ἀδι- κοῦντας καὶ ἔσωσεν ἀδικουμένους. βλέπων δὲ πρὸς τὸ καλὸν
μᾶλλον ἢ πρὸς ἀργυρίου πλῆθος ὑπό γε τῶν δυνατῶν πιστεύεται. τὰ παρόντα δὲ σὲ πειθέτω καὶ σχῆμα λαμπρὸν ἐν ἐλπίσι.
κάλλιστον δὲ αὐτοῦ τὸ τοὺς μὲν ναυτιῶντας νέους
παν- ταχῆ δὲ ὢν ἀγαθὸς ἒν ἀδικεῖ, παρὰ σοὶ δ’ ἂν συγγνώμης τύχοι· πολλῷ τῷ φίλτρῳ κέχρηται πρὸς ἐμέ, καὶ τοῦτ’ αὐτὸν
εἰς ἐπαίνων ὑπερβολὰς ἐκφέρει.
τβ'.
Εὐφημίῳ. (361?)
Ὁρμηθεῖσιν ὡς σὲ τοῖς ἑταίροις συνήσθην. καὶ γὰρ εἰ μήπω καιρὸς ἥκει τοῦ λέγειν, ἀλλ’ ἀκούειν γε δύναιντ’ ἄν.
καλῶ δὲ καιρὸν οὐ τὴν δόξαν τοῦ δύνασθαι βοηθεῖν, ἐπεὶ καὶ νῦν τισι δοκοῦσιν, ἀλλὰ τὴν λώφησιν τοῦ τῶν πραγμά- των ὄχλου, δι’ ὃν οὐδ’ ἐπικουρῆσαι τῶν ῥητόρων τοῖς πένη- σιν ἔστι σοι.
λέξουσι μὲν οὖν εἰς τότε, κωλύει δὲ οὐδὲν καἰ σιγῶντας ἀπολαύειν εὐνοίας, ὡς οὐ μικρόν γε τοῖς οὗπερ
οἵδε τεταγμένοις ἥμερον εἰς αὐτοὺς βλέψαι τὸν ἄρχοντα. εἰσὶ δὲ ἄξιοι τοῦ τοιοῦδε οὗτοι βλέμματος Λεόντιός τε καὶ Μαπ- κιανὸς καὶ λόγων εἵνεκα καὶ τρόπων.
τγ'.
Ἀνατολίῳ. (361?)
Οὐ δεήσομαί σου Μάγνον εὖ ποιεῖν, τοῦτο μὲν γὰρ ἐψήφισται πάλαι καὶ σοὶ καὶ πᾶσι τοῖς σοῖς, ἀλλὰ μὴ χαλε-
πῶς ἔχειν, ὅτι ὑμῖν βραδέως ἥκει. τά τε γὰρ ἄλλα δυσκόλου πεπείραται τῆς Τύχης καὶ νῦν αὐτῷ τὸ κέρδος ἀνέβαλε δι ἀρρωστίας τινός.
ἀλλὰ σύ γε αὐτῷ διαλλάξεις τὴν θεόν, καἰ τις ὄψεται χρυσίον ἐν ταῖς Μάγνου χερσὶν ἀπὸ λόγων προσιόν, ὃ τοῖς εὖ φρονοῦσι τοῦ πλουτῆσαι δι’ ὀνείρατος
ἥδιον.
τδ'.
Ἀπολιναρίῳ καὶ Γεμέλλῳ. (361?)
Οὐδὲ νῦν ὑμᾶς ἄλλο τι νομίζω δρᾶν ἢ παιδεύεσθαι, παιδεύεσθαι δέ, ὅπερ μέγιστον ἐν ἀνθρώποις, ἄρχειν εἰδέναι.
παιδεύει δὲ παῖδας πατήρ, ὅπερ ἥδιστον, οὐ λόγους περὶ τοῦ πράγματος λέγων, ἀλλ’ ἐν οἷς ἐργάζεται διδάσκων ἄρχειν.
ἐκεῖνά τε οὖν μανθάνετε καὶ ἡμῶν μέμνησθε καὶ Μάγνῳ πληροῦτε τι ἐλπίδας.
τε'.
Πάππω. (361?)
Ἓν αἰτοῦντι δύο πέπομφας. τί τοῦτο; πότερον ὑπὸ τοῦ παιδὸς ἐξηπατήθης, ὅτι δεοίμην δυοῖν, ἢ διδάξαι τὸν υἱὸν ἐθέλων ὧν αἰτηθείη διδόναι πλείω δύο ἔπεμψας ἀνθ’ ἑνός;
ἀλλ’ εἴτε ἐκεῖνος ἠπάτησε, φιλολόγου τὸ πάθος, εἴτε σὸν ἡ προσθήκη, πατρὸς ἡ νουθεσία.
τὸν δὲ ἄργυρον ὃν τοῖς ἄκροις περιήλασας ἐμεμψάμην. οὔτε γὰρ ἐπ’ ἀγορᾶς χρησαί- μην ἂν τοῖς ὧδε κεκαλλωπισμένοις ἀποκοσμῆσαί τε τὰ παρὰ σοῦ δῶρα δίκαιον οὐκ ἐδόκει. μένει τοίνυν εἴσω θυρῶν.
παρακλήσεις δὲ πρὸς ἡμᾶς ὑπὲρ Εὐσεβίου ποιούμενος καὶ παρ’ ἡμῶν ἴσως αὐτὸς ἀξιώσεις ὑπὲρ αὐτοῦ δέχεσθαι. εἰ δ ἐκεῖνο λόγον οὐ ἂν ἔχοι, μηδὲ τοῦτο νόμιζε.
τς'.
Γεροντίῳ. (361?)
Σέβων Κρητῶν μὲν εὐγενέστατος, Ἑλλήνων δὲ γνωρι- μώτατος, ἡμῖν δὲ ἀνδρῶν φίλτατος. τοῦτον ἀποδράντες οἰκέ- ται καὶ καταφυγὴν ἀρκοῦσαν νομίσαντες Ὀνήσιμον, ἄνθρω- πον πονηρόν, Σύρον ἔμπορον, οὐ λανθάνουσιν.
Εὔοδος
ἔοικε δὲ οὐ καλῶς ὅ γε Εὔοδος βεβουλεῦ-
σθαι. χρόνος τε γὰρ ἐκεῖθεν πολὺς καὶ τὸ θήραμα οὐδαμοῦ πολλαί τε ὑποψίαι κατὰ τοῦ πράγματος.
ἀλλ’ εἴ τι καὶ δεύτερον κεκακούργηται, σὺ τοῦτο ποιήσεις μάταιον οὐκ ἐῶν ἀντὶ τοῦ δεσπότου τοὺς βουλομένους εἶναι τῶν ἀνδραπόδων κυρίους. ἡμῶν τε γὰρ οὐκ ἂν ἀμελήσαις τοῖς τε νόμοις ἐθε-
λήσεις ἀποδοῦναι τὴν ἰσχύν.
τζ'.
Σιδηρίῳ. (361?)
Οὔθ᾿ Μανὸν ἐγὼ δυναίμην ἂν περιιδεῖν λυπούμε- νον οὔθ’ Ἡλιόδωρον ἐκεῖνος ἀπολλύμενον. ἐμέ τε γὰρ ἀνάγκη
βοηθεῖν τῷ κοινωνῷ τῶν πόνων ἐκεῖνόν τε τῷ τροφεῖ. τρο- φέων δὲ ὅστις ἀμελεῖ, κἂν περὶ γονέας γένοιτο κακός.
δύο τοίνυν αἰτοῦμεν, λῦσαί τε τὴν ζημίαν ἣν ἐπιβέβληκας ὡς ἀπειθοῦντι, πεποίηκε γὰρ ὕβρει μὲν οὐδέν, πενίᾳ δὲ ἴσως, καὶ τὴν φορὰν αὐτῷ μὴ πλείω ποιῆσαι τῆς ἀρχαίας, ὑφ’ ἧς
καὶ αὐτῆς πεπίεσται. ὁ δὲ μόλις ἃ νῦν φέρει φέρων ὑπὸ μικρᾶς ἂν βαπτισθείη προσθήκης.
τη'.
Μοδέστῳ. (361?)
Μηδὲν ἔστω τῶν σῶν ἀτελές. μὴ τοίνυν μηδ’ Ὑπερέχιος ἥμισυ στρατιώτου μήτε ἴστω μήτε καλείσθω. τοιαῦτα γὰρ ἐπισκώπτοντες ὀνομάζουσιν αὐτὸν οἱ μέχρι τίνος προὔβη τὸ
πρᾶγμα εἰδότες.
ἴν’ οὖν ἐκείνους τε παύσωμεν τῶν σκωμ- μάτων καὶ τούτῳ τι γένηται τέλειον ἀγαθόν, γράφε πρὸς τὸν ἄρχοντα Γαλατῶν, τὸν χρηστὸν Ἀκάκιον, ἃ σὲ περὶ τούτου γράφειν εἰκός· ὡς τὴν προτέραν ἐπιστολὴν οὐκ ἐτολμήσαμεν Ἐκδικίῳ δεῖξαι δείσαντες μὴ περὶ τὴν ὕφαλον ῥαγῇ τὸ σκάφος.
πολλὰ γὰρ ἐκεῖνος τοιαῦτα ποιῶν ηὐφραίνετο καὶ δὴ καὶ τούτῳ δῆλος ἦν ποιήσων ἕλκος. ἀλλ’ οὐχ ὁ νῦν ἄγων τὸ ἔθνος ἀλλὰ καὶ τοῦ δικαίου λόγον καὶ τοῦ σοὶ χαρίζεσθαι ποιούμενος οὐδὲν διαστρέψας τῆς ἀληθείας δώσει τὰς ἀφορ- μὰς τῷ τέλει.
τθ'.
Θεμιστίῳ. (361?)
Σὺ δὲ ἤσχαλλες παιδευόμενος τότε οἰόμενος περὶ πρᾶγμα ἄχρηστον ἀναλίσκειν τὸν πόνον, ἔμελλες δὲ ἄρα δεηθήσεσθαι τῶν βελῶν ἐκείνων. ἄρχεις γάρ, τῷ δὲ ἄρχοντι δεῖ λόγων,
ὥσπερ τοῖς πλέουσιν οἰάκων.
ἀλλ’ ὅπως ἡγήσῃ μὴ τὸ τὰς
χεῖρον, τί βέλτιον.
οἴου δὲ κεφάλαιον εἶναι τῆς περὶ ταῦτα ἀρετῆς, ἢν τοῖς γενναίοις ᾐ τι πλέον παρὰ τοὺς μὴ τοιούτους. Σευήρῳ δὲ τῷ Λυκίῳ δοκεῖ μοι μηδένα ἂν μηδεμία πόλις προσόμοιον δεῖξαι πολίτην, ὃς μεθ’ ἡμῶν μὲν ἐθήρευσε τὰ ῥητορικῆς, μετὰ Μαξίμου δὲ τὰ φιλοσοφίας. καὶ ψῆφον ἔθετο
ἐκεῖνος περὶ αὐτοῦ πάντων εἶναι Σευῆρον ὧν ἔγνω πιστότα- τον.
πεῖραν δὲ καὶ αὐτὸς λαμβάνων ἀκολουθήσεις τῷ Πυ- θίῳ καὶ συνησθήσῃ τῇ Λυκίᾳ τῆς φορᾶς, ὅταν σε κολακεύῃ μὲν ἥκιστα, θαυμάζῃ δὲ ἐν οἷς ἄξιον, εἰσηγῆται δὲ τὰ χρηστά, διελέγχῃ δὲ ἀπάτην. ταῦτα γὰρ δὴ καὶ τὸν καλὸν Σέλευκον
εἰς τὸ φιλεῖν τε αὐτὸν καὶ θαυμάζειν ἤγαγεν.
αὐτὸς μὲν πονηροῖς ἀνθρώποις καὶ ἁρπάζειν εἰδόσι περιπεσὼν ἀναμένει δικαστηρίου γνῶσιν, σὲ δὲ ἄξιον ἀντ’ αὐτοῦ τοῖς αὐτοῦ γε- νέσθαι καὶ τὴν ἀπουσίαν ἄδηλον τῇ περὶ πάντα προνοίᾳ καταστῆσαι. καὶ γὰρ ἂν εἴη δεινόν, εἰ μὴ τοῖς ἐμοῖς φίλοις
αἱ τῶν ἐμῶν ἑταίρων δυνάμεις ὠφελείας φέροιεν.
τά τε οὖν αὐτοῦ σωτηρίας τυγχανέτω καὶ τὰ τῆς ἀδελφῆς Στρατω- νίδος ἀπὸ τῆς αὐτῆς ἀνάγκης δεῦρο ἡκούσης ὥσπερ ἐκεῖνος. ἔστι δὲ ἡμῖν ἀξία τιμῆς, ὅτι τὸν ἀδελφὸν ὄντα τοιοῦτον ἐπαι- νέτην ἔχει.
τι'.
Ὁνωράτῳ (361?)
Ὅτου σε εἵνεκα ἐκίνουν, ὅπως ἐκ τοῦ γράφειν ἐπιστολὰς εἰς τὸ καὶ καλῶς ἐπιστέλλειν ἀφίκοιο, τοῦθ’ ὁρῶ μοι χωροῦν. ἤδη τε γὰρ εἶ καλὸς καὶ ἴσῃ κάλλιστος τοῦ γε εἰκότος νικῶ
τος. ἐξέστω γάρ μοι κατὰ τοὺς γεωργοὺς προειπεῖν, οἶ προ- βήσεται τὸ φυτόν. ὄντων δὲ ἀξίων θαυμάσαι τῶν ὀνομάτων ἡ κατὰ τὸ ἦθος ἀρετὴ παρῄει τὴν ἐν ἐκείνοις χάριν ὥσπερ τινὰ χρυσὸν χρυσὸς ἀμείνων.
ἐγὼ δὲ χαίρω μὲν ὑπὸ σοῦ τιμώμενος, βουλοίμην δ’ ἄν σε τῶν σαυτοῦ τὸ μέγιστον μήτ’
ἀγνοεῖν μήτε εἰδότα δεύτερον ἄγειν ἑτέρου. μέγιστον δὲ τῶν σῶν ὁ πατήρ, καὶ μεθ’ ἡμῶν καὶ πρὸ ἡμῶν διεπλάττετό σοι τὴν ψυχήν.
εἰ οὖν κόσμος μαθητῇ παιδευτὴς ἀγαθός, προ- τέρου μεμνήσῃ τοῦ πατρὸς, οὗ καὶ αὐτὸς εἶναι μαθητὴς ὁμο- λογῶν οὐκ αἰσχύνομαι. καὶ σὺ μὲν μειδιάσεις, τοῦτο δὴ τὸ
σόν, τὸ πρᾶγμα δὲ οὐκ ἂν ἄλλως ἔχοι, τὸν θρόνον δὲ πείσω- μεν μὴ ἀγανακτεῖν
ταυτὶ μὲν οὕτω δεδόχθω, τῶν δὲ πρὸς ἡμᾶς ἐπιστολῶν ἐξαίρει τὰ δοκοῦντα μὲν θεραπείαν ἔχειν, λυ- μαινόμενα δὲ τῷ κάλλει, ζητούμενα δὲ παρὰ τῶν πολλῶν.
ἀλλ’ ἡμεῖς γε μὴ τῶν πολλῶν ἡμᾶς αὐτοὺς ποιῶμεν, ἀλλὰ
πρὸς μὲν ἐκείνους τὸν ἐκείνων, ἐπειδήπερ ἀνάγκη, πρὸς δ’ ἡμᾶς τὸν ἡμέτερον φυλάττωμεν νόμον.
τια'.
Ἀνατολίῳ. (355)
Κάλλιστα ἀνθρώπων Ὑπερέχιος ὄψεται Σελεύκειαν τὸν τῶν ἀνδρῶν ἄριστον ἐπ’ αὐτῆς ἔχων ὁρᾶν, ἡμεῖς δὲ ἄρα δοῦ-
λοὶ γεγόναμεν ὑπὸ τῆς τέχνης ἢ πάντως ἂν τὴν αὐτὴν ἐθἐο- μεν οὐ λιμένος ἡμᾶς ἕλκοντος οὐδ’ οἷς φασιν ηὐξῆσθαι τὴν πόλιν, ἀλλὰ σοῦ καὶ τῶν σῶν τρόπων ἀναπειθόντων τρέχειν. λείπεται γάρ, ἐπειδὴ σὺ φεύγεις, ἡμᾶς διώκειν.
καίτοι πῶς οὐ δεινὸν ἐκ μὲν Ἰταλίας ἐλθεῖν τῷ περὶ ἡμᾶς ἔρωτι, ζητεῖν
δὲ οἷς ἀνθ’ ἡμῶν συνέσῃ καὶ πλέον νέμειν ἀγροῖς ἤ τισιν ἑτέροις τόποις τῆς ὑπὸ σοῦ πόλεως κεκοσμημένης;
ἀλλ’ δ μὲν Ἀπόλλων πάλιν εἰς Δελφοὺς ἀφίξεται, Μαξίμῳ δὲ χαρι- σάμενος τὴν ἐκ τῶν γραμμάτων βοήθειαν τῷ κείνου παιδὶ χάρισαι τὸ ταχέως δοῦναι τὰ γράμματα. πλέον γὰρ οὗτος ἐπι-
θυμεῖ πόνων ἢ τοῦ μὴ πονεῖν ἕτεροι. θαυμάσας οὖν αὐτοῦ τὸ πεπεῖσθαι τῷ πατρὶ σύστειλον εἰς μικρὸν αὐτῷ τὴν ἀπό· στάσιν.
τιβ'.
Κληματίῳ. (357)
Σαυτὸν ἀνάμνησον τῶν ὑποσχέσεων, ἃς ἐποιοῦ πρὸς ἡμᾶς περὶ τῶν Ἑλπιδίου πραγμάτων, μᾶλλον δέ, καὶ μεμνη-
καὶ μὴν σὺ μὲν ἐπαινεῖσθαι βούλοιο
ἄν, τούτῳ δὲ ἐπαινεῖν δύναμις. ἔσται δὴ τῷ μὲν ἔργα παρὰ σοῦ, σοὶ δὲ παρὰ τοῦδε λόγοι, ἐμοὶ δὲ ἐξ ἀμφοῖν ἡδονὴ λαμ- βανόντων ὑμῶν ἃ προσήκει παρ’ ἀλλήλων.
τιγ'.
Εὐμολπίῳ. (357)
Οὐδὲν ἄτοπον παρὰ φίλου χάριν αἰτῆσαι χαριζόμενον φίλῳ. φίλος δὲ σοὶ μὲν ἐγώ, Σωφρόνιος δὲ ἐμοί.
δέομαι δή σου μὴ ποιῆσαι Σωφρονίῳ τὴν τῶν ἵππων κτῆσιν ζημίαν. ἀρκεῖ ταῦτα παρ’ ἐμοῦ πρὸς Εὐμόλπιον· εἰ δ’ ἄλλος ἦν, μα- κρὰν ἀποτείνειν ἔδει.
τιδ'.
Ἀνατολίῳ. (357)
Ἐπειδὴ πλειόνων ἔδει γραμμάτων, ἥκει σοι πλείω· μι- κρῶν δὲ εἰ δεήσειεν, ἀφίξεταί σοι μικρά. μέτρον γὰρ ποιοῦμαι 9 Vi γ΄, γ΄ Va δ΄, γ΄. Vo δ΄, 7΄. Α[ι΄] 16 VI γ΄, δ΄. Va δ΄,δ΄, Vo δ΄, δ΄ S β΄, νζ΄ Vi ρκγ΄ R ι. Βenzel. ep. VIII
σὺ μὲν οὖν ἠνύσθαι φης τὸ μῆκος τῆς ἐμῆς ἐπιστολῆς, ἐμοὶ δὲ ἤνυσται τὸ μῆκος τῆς σῆς ἀπολογίας. καὶ γὰρ ἔτυχον
πρὸς τὸν θεῖον προειπὼν ὅτι σε ταχέως τοῦ κατηγορεῖν παύ- σας ἐν ἀπολογίαις δείξω.
πάνυ οὖν ἥσθην ὁρῶν σε μαχό- μενον ὑπέρ τε τῆς πράσεως καὶ τῆς τῶν ῥητόρων φυγῆς, οὐχ ὅτι γενναίως, ἀλλ’ ὅτι πάνυ φαύλως ἐμάχου. φὴς γὰρ τῷ μὲν οὐδὲν γενέσθαι βλάβος τὴν σὴν πρᾶσιν, τοὺς δ’ οὐκ ἐθέ-
λειν ἀπὸ τοῦ πονεῖν κερδαίνειν, οἱ κἂν εἰς πῦρ ἐμβαῖεν ἐπὶ τῷ τι κερδᾶναι.
τοῦ παρόντος δέ μοι σχήματος καὶ τὸ σὸν ἡγοῦμαι φαυλότερον. οὔκουν ἀνθελοίμην ἄν· τὸ μὲν γάρ ἐστιν ἐν ταραχῇ ζῆν, τὸ δὲ ἐμὸν ἐν λόγοις. κἄν τι καλὸν ἐργάσῃ, τῆς ἐμῆς δεῖται φωνῆς, εἰ μέλλει τις αὐτὸ καὶ τῶν ὕστερον
εἴσεσθαι.
τὰ δ’ ἐν Ἰλλυριοῖς αὐτὸς μὲν πεποιηκώς, αὐτὸς
τιε'.
Κληματίῳ (357)
Ἔτι με τοῖς γράμμασιν ἡδόμενον, ἃ ἐμήνυε λῃστοῦ τινος σύλληψιν κομψὴν ἔχοντος διάδυσιν καὶ ὄχλον ἥκοντα ἐπὶ τὴν κρίσιν καἰ σὴν εὔροιαν καὶ τῶν περιεστηκότων κρότον, τούτοις με εὐφραινόμενον εἰς ἀθυμίαν ἥκων ἐνέ ἄλεν Ἀσκλη- πιάδης ὁ ἰατρός ἔφησε γάρ σε ποιῆσαι ταῦτα ἃ μεμηνότος
ἦν, καὶ εἰπὼν ἔπεισεν οὓς ἔπεισε, καὶ πολὺς ἦν ὁ χειμών.
ἐγὼ δὲ αἰσθόμενος τὸν μὲν ἄρχοντα κατεῖχον συκοφάντην καλῶν τὸν ἰατρὸν καὶ δεόμενος βάσανον ἀποδοῦναι τῷ πράγ- ματι, τὸν δ’ Ἀσκληπιάδην ἔπ τθον μὴ καλὸν εἶναι μηδὲ τα- ραχὰς ἐμποιεῖν καὶ εἶχον ταὐτά μοι καὶ βουλομένους καὶ λέ-
γοντας Εὐάγριόν τε καὶ ᾧ πλεῖστον μέτεστι φρενῶν, Ἀμπέλιον λέγω τὸν καλόν.
οὑτωσὶ δή σοι τὰ τοῦ ἄρχοντος κεῖται· οὔτ᾿ ἐχθρὸς ἁνὴρ οὔθ’ οἷος ἔμπροσθεν φίλος. τὸ μὲν γὰρ ἡμεῖς ἐκωλύσαμεν, τὸ δὲ ἐκίνησεν ὁ ψευσάμενος.
σὺ δ’
λακτίζειν καὶ καταφρονεῖν τῶν θεῶν.
ταῦτα ἐπιστέλλω σοι λύσας ἐμαυτοῦ δόγμα. τὸ δὲ ἦν καταλῦσαι τὸ πρὸς σὲ γρά- φειν, ὃς τοὺς ἑταίρους μοι καὶ φιλτάτους, Εὔνομόν τε καὶ Εὐδαίμονα, τοὺς ἐξ Ἑλούσης, οὐδὲ οἶσθα. καίτοι πολλά σοι περὶ τοῖν ἀνδροῖν διελέχθην ἀξιῶν αὐτοὺς τυχεῖν τινος ἀγα-
θοῦ. ῥήτορες δὲ ἄμφω καὶ ποιοῦνται τὸν βίον ἀπὸ τοῦ συνη- γορεῖν. ἀλλὰ σὺ καὶ τοῦτο ὤκνησας καλέσας εἰπεῖν, ὡς ἄρα περὶ αὐτῶν ἐδέξω παρ’ ἐμοῦ λόγον.
ὃ δή σοι παρῶπται, γενέσθω νῦν, ὥστ᾿ ἐμοὶ παρ’ ἐκείνων ἐλθεῖν ἐπιστολὴν οὐ κατὰ τὴν νῦν· ὡς ἣ γε νῦν ὀδυρομένων. εἰ δὲ σὺ ταῦτα οὐ
δώσεις, διδάξεις καὶ ἡμᾶς ὧν ἡμεῖς κύριοι μηκέτι δοῦναι.
τις΄.
Ἀκακίῳ. (357)
Καὶ πρὸ τῆς σῆς ἐπιστολῆς ἠπιστάμην οἱ κακῶν τε ἀφῖξο καὶ ὅτι τῶν κακῶν ἀπηλλάγης. ἀνὴρ γάρ τις ἐκεῖθεν
οὕτως αὖθις ἐν ἐμαυτῷ τε ἐγενόμην καὶ πρὸς τοὺς φίλους διηγούμην, ἃ παθὼν δια-
φύγοις, συνάπτων τοῖς ταράττουσι τὰ βελτίω. λαβὼν δέ σου τὰ γράμματα καὶ τοῦ νοσήματος τὴν φύσιν ἀκριβῶς ἐν τῇ τάξει καθορῶν, παρεῖχε δέ σοι τοῦτο ποιεῖν μετὰ τοῦ Πλά- τωνος Ἱπποκράτης, σὺ γὰρ ἀμφοῖν μαθητής, συνήλγουν μὲν ἐπὶ τοῖς πόνοις, συνηχθόμην δὲ τῇ πόλει πολλοὺς τρεφούσῃ
τοὺς Ἀκεσίας.
συγγνώμην δὲ εἶχον, εἰ σοῦ κάμνοντος οἶνος ἐκράτει. καὶ γὰρ αὐτός εἰμι τῶν οἴνῳ δουλευόντων ἐν τῷ νοσεῖν. ὡς δ’ ἤκουσα κρουνοὺς ἱδρῶτος, ἀνέπνευσα. καὶ χάριν ἔχω τῷ μὲν Ἀσκληπιῷ τοῦ στῆσαι τὴν ἀσθένειαν, σοὶ δὲ τοῦ μηνῦσαι. κοινὴ γὰρ δὴ τῶν Ἑλλήνων ἑορτὴ τὸν τῶν
Ελλήνων ἄκρον ἐρρῶσθαι. ὃ γὰρ ἐμὲ σὺ καλεῖς, αὐτὸς ὢν τυγχάνεις.
λόγοις δὲ ἐμοῖς ὁμιλῶν εὐδαίμονά με ποιεῖς, εἰ
μέν, ῥήτορα δὲ ἀγαθὸν φαῦλον ἡγήσαιο ῥήτορα.
πάντα γὰρ δὴ περικόπτων αὐτῶν γίγνῃ τῶν λόγων καἰ οὐχ ὧν εἰσιν, ἀλλ’ οἷοί τινές εἰσιν ἀξιοῖς ὁρᾶν, ὥστ’ ἤδη μεγάλα φρονῶ τῇ σῇ ψήφῳ πειθόμενος, ὡς ἄρα τις εἴην καὶ αὐτός.
Τιτια- νὸς δὲ τῷ θέρει μέν, ὅσα εἰκὸς τῷ θέρει, χρήσθω, τοῦ χει-
μῶνος δὲ παρ’ ἡμῖν ἴστω. καὶ προσαπτέσθω μὲν τῶν ἐμῶν, ἐπειδὴ τῷ πατρὶ δοκεῖ, τῶν δὲ τοῦ πατρὸς ἰχνῶν ἐχέσθω πλέον καὶ πρὸ τοῦ Νέστορος Πεισίστρατος θαυμαζέτω μηδένα.
τιζ΄.
Κληματίῳ (357)
ητόριος οὗτος ἡμῖν ὡμίλησεν, ἐγὼ δὲ ἐφοίτων ὡς τὸν τοῦδε πατέρα, καὶ γέγονεν ἐμοὶ μὲν δι’ ἐκείνου γνῶναι τοὺς ποιητάς, τούτῳ δὲ δι’ ἐμοῦ τοὺς ῥήτορας. ἐπίσταται δέ, τίς μὲν ἐγὼ περὶ σέ, τίς δὲ σὺ πρὸς ἐμέ καὶ γὰρ τῶν ἐν Βιθυνίᾳ κεκοινώνηκέ μοι διατριβῶν καὶ ὅλως ποιεῖται λόγον τοῦ μη-
οὗτος ἐπ’ Αἰγύπτου πάρεισι γῆν οὐ πολλήν τινα πατρῴαν παραληψόμενος, ἐκεῖθεν γὰρ ὁ πα- τὴρ αὐτῷ, μᾶλλον δέ πως εἰς τὴν ὁδὸν παρεκλήθη τῷ τὴν Παλαιστίνην ὑπὸ σοῦ διοικεῖσθαι.
ὃν δὲ καὶ ἄλλως ἀκού- σας ἡμέτερον εἶναι μαθητὴν ἡδέως ἂν εἶδες, ποῦ τάξεις ὑφ’
ἡμετέρων σοι προσαγόμενον γραμμάτων;
τιη΄.
Σεβαστιανῷ. (357)
Συνηχθέσθην μέν σοι τὴν γυναῖκα ἀποβαλόντι, συνή- σθην δὲ τὴν συμφορὰν γενναίως ἐνεγκόντι· τὸ μὲν γὰρ ἐπή-
ρειαν Τύχης, τὸ δὲ δείκνυσιν ἀρετήν. ἕξεις δὲ καὶ τουτονὶ Ῥητόριον οὐ φαύλην παραψυχὴν διὰ πολλῶν μὲν ῥητόρων, οὐκ ἐλαττόνων δὲ ποιητῶν ἀφιγμένον καὶ ὄντα ἀγαθὸν καὶ τοῦτο κἀκεῖνο.
σὲ μὲν οὖν αὐτῷ φίλον ποιεῖ τά τε ἐμὰ γράμματα καὶ τὸ τοῖς σοῖς οἰκείοις συμπεφοιτηκέναι τὸν ἄν-
δρᾶ, τούτῳ δὲ εὔνουν ἐμὲ δύο τὰ μέγιστα ποιεῖ. μαθητὴς γὰρ ὢν ἐμὸς διδασκάλου μοι παῖς ἐστι, πάντως δὲ τὸν Δίδυμον οὐκ ἀγνοεῖς, εἰ μὴ καὶ τὴν Μεγάλην ἀγνοεῖς πόλιν, ἐν ᾗ τῆς αὑτοῦ παιδείας ἐκεῖνος μετεδίδου νύκτα καὶ ἡμέραν ῥέων
ἀλλ’ ὅπως οὗτος ἐγκρατὴς γένοιτο τῶν κτημάτων, ἐφ ἅπερ ἥκει. μικρὰ μὲν γὰρ ταῦτα, πένητι δὲ παραμυθία, Ῥη- τόριος δὲ τῶν οὐκ εὐπόρων. ἔστι δέ σοι δύναμις ἐν Αἰγύπτῳ, δι’ ἧς οἱ μὲν ἄλλοι χρήματα εἰργάσαντο, σὺ δὲ δόξαν ἀγα-
θὴν τῇ πρὸς τὸ δίκαιον συμμαχίᾳ.
τιθ΄.
Κυρίλλῳ. (357)
Πείθων με γράψαι σοι Διονύσιος ἐκεῖνο πρότερον ἔπει- θεν, ὅτι μου μετ’ εὐφημίας μνημονεύεις. καὶ ἔπειθέ γε ῥᾳ-
δίως. ἐγώ τε γὰρ τὸν Προκόπιον ἐν μουσείοις εὐχόμην ἀγα- θὸν γενέσθαι σέ τε εἰκὸς τὸν οὕτως ἐσχηκότα πρὸς ἐκεῖνον ἐν τοῖς ἐπιτηδείοις ἀριθμεῖν.
ἦν οὖν ἀκόλουθον τῷ γράψαι θαρρῆσαι τὸ μηδ’ ἐπαγγεῖλαι χάριν ὀκνῆσαι καὶ ταῦτα τῆς χάριτος πάλαι παρ’ ὑμῶν δοθείσης πρὶν αἰτῆσαί τινα. ἕνα δὲ
ὁ λόγος μὴ εἰς αἴνιγμα πέσῃ, σαφέστερον ἐρῶ.
Προκόπιος εὖ ποιῶν ἠλέησε Διονύσιον ὁρῶν αὐτὸν ἐν πενίᾳ μετὰ τὸν τοῦ πατρὸς φόνον, ὅπως δὲ μὴ σπάνει τροφῆς στεροῖτο λό- γων, τάττει φέρειν αὐτῷ τοὺς ἐπιτρόπους τῶν χωρίων ἐκ μὲν Κιλικίας τὰ καὶ τά, ἐκ δὲ τῶν περὶ τὸν Εὐφράτην τόπων
ἕτερα τοσαῦτα.
τὰ μὲν οὖν ἐκ Κιλικίας, ὡς ἔφη, μέχρι τῶν
ἀλλὰ σὺ πεῖσον
τοὺς ἐπιτρόπους μὴ οὕτω τὸν δεσπότην φιλεῖν ὥστ’ ὀλίγη προσθήκῃ πυρῶν δόξαν αὐτῷ διαφθείρειν μεγάλην. εἰ μὲν γὰρ ἢ πονηρὸς γέγονε περὶ ὑμᾶς Διονύσιος ἢ πλούσιος, ἔχει λόγον στῆναι τὴν φορὰν ἢ τῆς χρείας λελυμένης ἢ τῆς γνώ- μης οὐκ οὔσης εὖ παθεῖν ἀξίας· εἰ δ’ ἐπὶ τῆς αὐτῆς ὢν ἐν-
δείας καὶ ἐν τοῖς αὐτοῖς ἐστι τρόποις, ὑμῖν δὲ ἐξ οὐρίων τὰ πράγματα χωρεῖ, καὶ χωροίη γε, μὴ καταλύσητε τὴν ἐπικου- ρίαν.
οὗτος μὲν γὰρ τῶν προτέρων εἰδὼ.ς χάριν τῶν νῦν αἰτιάσεται τὴν Τύχην, ἔσται δέ τις ὁ μεμφόμενος ἴσως, εἰ ἃ καλῶς ἔγνωτε, ταῦτα οὐκ ἐφυλάξατε, καὶ φαῦλα ζητοῦντες
ἀποστήσεσθε μειζόνων.
καὶ μὴν εἰ μὲν ὑμῶν ταῦτα, ποῦ καλόν; οὐ γὰρ τῆς γε ὑμετέρας οἰκίας ἡ μεταβολή· εἰ δὲ Προκόπιος μὲν <ὁ> α αὐτός ἐστι, δοῦλος δέ τις κινεῖ μαθέτω μὴ παραβαίνειν δεσπότου νόμους.
τκ.
Μαξίμῳ (357)
Ἄρχω γραμμάτων, οὗ μάλιστα ἐπεθύμεις, καὶ τοῖς ἔργοις, δι’ ὧν ᾔσθου με φίλον, προστίθημι τὸ ἐπιστέλλειν ἴσως οὐκ
ἀτιμότερον παρὰ σοὶ τῶν ἔργων ἐκείνων.
καὶ πρῶτον μέν σε βουλοίμην ἂν ἅπερ ἔγνωκας τηρεῖν, ἐγίγνωσκες δὲ ἄρα τὴν Ἀραβίαν εὐδαίμονα ποιεῖν πάνυ φαύλως ἔχουσαν ὑπὸ τῶν οἴκαδε τἀκείνης ἑλκόντων ἀγαθά. ἀλλὰ σὺ πενέστερος ἐπὶ τῆς ἀρχῆς ἔσῃ πρὸ τοῦ χρυσίου τὸ ἐπαινεῖσθαι ποιούμε-
νος.
τοῦτο καὶ Βάσσῳ παρέχει τὰς ἀμείνους ἐλπίδας, ὃν δεῖ νῦν τὰ αὑτοῦ κομίσασθαι διὰ σοῦ. Βάσσῳ γὰρ τούτῳ θεῖοι μέν εἰσιν ἐκεῖ πονηροί τινες ἄνθρωποι, θεῖος δὲ ἐν- ταῦθα ῥήτωρ τε καὶ ἀνὴρ ἀγαθός, Μάγνος ὄνομα αὐτῷ, δι’ ὃν δὴ καὶ Βάσσου μοι μέλει· τὸν μὲν γὰρ οὐδεπώποτε εἶδον,
ὁ δὲ ἀντὶ πολλῶν ἐστί μοι. καὶ οὐκ ἔστιν ἀμελῆσαί μοι τῶν τοῦδε.
σκόπει τοίνυν, τίνες μὲν οἱ τοῦ πατρὸς ἀδελφοί, τίς σὲ ὁ τῆς μητρὸς οὗτος· οἱ μὲν τὰ Βάσσου διηρπάκασι ὁ δ’ ὅπως Βάσσου γένοιτο τὰ πατρῷα, πάντα ποιεῖ. καὶ πάλαι τοῦτο ζητῶν νῦν ἥκειν ἡγεῖται καιρόν, καὶ καλῶς ἡγεῖται.
τκα'.
Κληματίῳ. (357)
Πρὸς Δυνάμιον ἤρξατο μὲν Ἀθήνησί μοι φιλία, προσυή- κην δὲ ἔλαβε νῦν, ἐπειδή σε ἥκων ἐπῄνει. γράμματα δὲ ᾔτει παρ’ ἐμοῦ πρὸς σέ, ἔδωκα δ’ ἂν γαῖ μὴ αἰτοῦντι, σοὶ μὲν ὅπως χαρισαίμην, τὸν δ’ ὅπως ἂν ἥδιον ὁρῴης.
ἔστι δὲ καὶ Εὐσεβίῳ βουλομένῳ τὸν ἄνδρα τυχεῖν εὐνοίας, τοῦ δὲ
Εὐσεβίου λόγον εὖ ποιῶν ὅσονπερ ἐμοῦ ποιῇ. ἀμφοτέροις οὖν χάριν δὸς καὶ τόν γε Δυνάμιον ἀμειβόμενος τῶν ἐπαίνων ἡμερώτερος φάνηθι τῷ κοσμοῦντι τὴν Πέτραν.
τκβ΄.
Τῷ αὐτῶ. (357) 15
Βοηθὸς ὁ παρ’ ἡμῖν ἔφησεν αὑτοῦ τὸν πατέρα Βοη- θὸν βοηθείας παρὰ σοῦ τυχεῖν. καὶ ᾔδειν γε ὅτι τοῦθ
ἀλλὰ καὶ νῦν ἴσθι μοι κεχαρισμένος ἐν τῷ δοῦναι 5 τῷ θείῳ τὴν χάριν, ὥσθ’ ὥρα σοι τὸν Βοηθὸν ἐκβάλλειν τοῦ σχήματος, ὃ δεδωκὼς τυγχάνεις, ἐπειδὴ τὸ τῷ θείῳ σε κεχαρί- σθαι χάριν ἐμοὶ φέρει.
τκγ'.
Στρατηγίῳ. (358)
Ἤση σε ἔχειν ἡγοῦμαι τὸ ὡς ταχέως ἥξεις ἀκούσας καὶ συγχαίρω τῷ τε βασιλεῖ τοῦ σοῦ τάχους σοί τε τῶν πτερῶν, ἃ κέκτησαι τοῦτο μὲν ἐν τοῖς λόγοις, τοῦτο δὲ ἐν ταῖς ὁδοῖς.
ἡδόμενος δὲ μετὰ τῶν ἄλλων, ὅτι σε ὄψομαι τετίμημαι
τκδ΄.
Ἀλυπίῳ. (358)
Διὰ μὲν τὸ μέγεθος τῆς ἀρχῆς εὐδαιμονίζω σε, διὰ δὲ τὴν ἀρετὴν μεθ’ ἧς ἄρχεις ἐπαινῶ. καί φημι μὲν τοῦτο κέρ- σος εἶναι τῇ ἡμετέρᾳ, παρ’ ἧς ἔχεις τὸ ἐπίστασθαι ἄρχειν, εἴπερ ἀπὸ μὲν τῶν λόγων ἐκεῖνο, παρὰ δὲ ταύτης οἱ λόγοι, τῇ διδαξάσῃ δὲ κόσμος ὁ μαθών, πολὸ δ’ ἂν αὐτῇ καλλίω
τὰ τροφεῖα γενέσθαι, εἰ τὴν πρόνοιαν εἰς αὐτὴν καταθεῖο λαχὼν ἄρχειν αὐτῆς.
ἀλλὰ τοῦτο μὲν ἀπαιτήσομεν τὴν Τύχην, καὶ δώσει γε, ἂν τὰ δίκαια ποιῇ· τὸν δ’ Ἱεροκλέα σοι τρέφομεν ἀμείνω μὲν ἥκιστα τοῦ πατρός, ἴσον δὲ ἴσως τῷ πα- τρί. καίτοι σχίζεταί γε ἡ σπουδὴ τῷ νέῳ περί τε τὴν γλῶτταν
καὶ τὸ τῆς χειρὸς ἔργον, ἀλλ’ ὅμως ἐστὶν ὀξὺς ἀμφότερα, ὧν τὸ μὲν ἄλλοις ἐγὼ λέγω, τὸ δὲ παρ’ ἄλλων ἀκούω.
τκε'.
Κληματἰῳ. (358)
Κράτιστον μὲν ἀγαθῆς ἀπολαύειν γυναικός, οὐ χεῖρον δὲ καὶ καλῆς, ἐπειδὴ καὶ rovro παρὰ τοῖς σοφωτέροις ἐν λό-
γῳ. τῆς δὲ σῆς τοὺς μὲν τρόπους παρὰ σοῦ μανθάνων ἔχαι- ρον, τὴν δὲ ὥραν ἰδὼν τοῖς τε γονεῦσιν αὐτῆς καὶ σοὶ συνή- σθην, τοῖς μέν, οἕαν ἔφυσαν, σοὶ δέ, οἴαν ἔχεις. Δήλῳ δή ποτε τοῖον καὶἰκέληχρυσῇἈφροδίτῃκαὶοἷςἐκόσμησε γυναῖκας Ὅμηρος πάντα ἂν δέξαιτο
ἀναμιμνησκόμενος
οὖν, ὅπως ἤλγεις προπέρυσι τῷ τῆς γυναικὸς ἀφεστάναι, ἐφ’ οἶς σε τότε οὐκ ἐπῄνουν, νῦν ἐπαινεῖν οὐκ ἔχω πρὸς ἀξίαν· οὕτω μέγα ἐπόθεις.
σκόπει οὖν ὅπως ἔσῃ ταχέως πατήρ, ἴν’, ἐπειδή με ἐτίμησας τῷ τὴν γυναῖκα δειΜ, ἔχοιμί σε ἀμείψασθαι τοῖς περὶ τοὺς παῖδας πόνοις.
ἡ πενθερὰ δέ
σοι τίμιον ὥσπερ ἡ μήτηρ ἔστω. φρένες τε γὰρ ἀγαθαὶ καὶ σὲ παῖδα μᾶλλον ἢ κηδεστὴν ἡγεῖται. καὶ χωρὶς τῶν ἄλλων τῆς ὁδοῦ τὸ μῆκος ἣν ἔπεισιν ἄξιον αἰδεσθῆναι. καὶ τὸ μέ-
τκς΄.
Ἀρισταινέτῳ. (357)
Χάρις γε σοὶ προσθέντι τὸ ὅτι ὑγίανας τῷ ὅτι ἠρρώ- στησας καὶ τοῖς γε μὴ προσαγγείλασιν ἡμῖν, ἡνίκα ἠσθένεις, χάρις· ἄνευ γὰρ τῆς τοῦ κακοῦ λύσεως αὐτὸ τὸ δυσχερὲς οὐκ ἂν ἐβουλόμην εἰδέναι.
ἔχω δὲ οὔτ' ἀπιστεῖν μὴ ταύτην εἶναι τῇ σιγῇ πρόφασιν οὔτ’ αὖ πάνυ πιστεύειν. τὸ μὲν γὰρ ὁ λέγων
ποιεῖ· πῶς γὰρ ἔστιν ἀπιστεῖν Ἀρισταινέτῳ; πάλιν δὲ πιστεύειν Ἀρισταινέτου κωλύει γράμματα Στρατηγίῳ μὲν ἐλθόντα, δοθέντα δὲ ἡμῖν ὑπ’ ἐκείνου γελῶντος ἅμα οἷς δή τι καὶ σκῶμμα παρέγραψας, ὡς ἄρα τρίτος ἐγὼ φθονοίην τῷ πρώτῳ.
καί μοι δοκεῖτε σύ τε κἀκεῖνος, δι’ ὃν πρῶτος μὲν
οὐκ ἐγένου, μένεις δὲ ἐν δευτέροις, οὐ γάρ με ἔλαθες οὔπω τῶν δευτέρων ἐκβάς, πλείω τοῦ δέοντος παίζειν. δῆλον γὰρ ὡς ὅπερ ἐγὼ πρὸς ἐκεῖνον ἀπέρριψα, σοὶ τοῦτο ἐκεῖνος ἐμή-
πρότερον μὲν οὖν ἤκουόν σε μέλλειν ἐκεῖσε τρέχειν καὶ πολὺ τοῦτο ἦν, ὡς μέλλεις, νῦν δ’ ἀκούω σοι τὸ μένειν ἀρέσκειν.
ἐδόκεις οὖν μοι τότε μέν, εἰρήσεται γάρ, ἐκπε- πλευκέναι σαυτοῦ, νῦν δὲ ἐπανήκειν εἰς σαυτόν. οὐ γὰρ ἐν
τοσαύταις ἀρχόντων νιφάσι σὲ μόνον ἰδιωτεύειν δεινόν, ἀλλ’ εἰ νῦν ἄρξεις, ἐν ᾧ τοσοῦτοι, τοῦτο οὐκ ἀνεκτόν.
ἐλθεῖν μὲν οὖν σε παρὰ φίλον, εἰ καὶ μὴ μέτριον τοῦτο ἄλλῳ φίλῳ, παρ’ ὃν οὐκ ἦλθες, ἔχει τι σχήματος, γενέσθαι δέ σε δῆλον ἀρχῆς εἵνεκα Νικαίαν ἐκλιπόντα οὐκ ἴσον. ἰδού ποταμῶν
ἄνω. συμβουλεύω μὲν ἐγώ, σὺ δὲ ἃ πράττων ἀμείνων ἔση, μανθάνεις.
τκζ΄.
Ἰαμβλίχῳ. (357)
Μή σοι φαινέσθω καθ’ ἡμῶν ἔγκλημα τὸ πολλὰ παρὰ
σοῦ λαβόντας γράμματα μὴ τοσαῦτα ἀντεπιστεῖλαι. σὺ μὲν γὰρ ᾐόεις, οὗ καθημένοις ἐπέστελλες, ἡμῖν δὲ οὐκ ἦν ταὐτὸ πρὸς ἄνδρα ὁδῷ χρώμενον, ὥοθ᾿ ὁ γράφων τηνάλλως ἔγρα- φεν ἄν.
τὸ δὲ ἐλθεῖν Ἀθήναζε καὶ ταύτῃ κουφίσαι τὴν λύπην. εἴτε αὐτὸς ἰδὼν εἴτε ἄλλῳ πεισθεὶς ἐποίησας, ἐπαινῶ·
ἀλλ’ ὅμως οὔ μοι μέλει τῶν ἐμῶν, εἰ τὰ σὰ γίγνοιτο βελ- τίω. κοινὰ γὰρ τὰ φίλων. φίλοι δὲ κέκληνται μὲν πολλοί, σα- φὴς δὲ σὺ τῷ Ἀθηναίων περὶ ταῦτα νόμῳ πειθόμενος, ὧν
νῦν μὲν ἑώρακας τὸ ἄστυ, πάλαι δὲ καλῶς τοὺς τρόπους. ἐκείνους τε γὰρ ὁ Θουκυδίδης φησὶν εὖ ποιοῦντας, οὐ πάσχοντας κτᾶσθαι τοὺς φίλους σοί τε ἐκ τῶν ἴσων ὑπῆρξε τοῦτο τὸ κτῆμα.
εἰ οὖν σοι λόγος <τοῦ> α μὴ τοὺς θεις ἀθυμεῖν, μᾶλλον δέ, ἐπειδή σοι λόγος τοῦ μὴ τοὺς φί-
λους ἀνιᾶν, πράξας ἐφ’ οἷσπερ ἀπῆρας ἥκειν ὡς τάχιστα. πάλαι γὰρ ἀπειρήκαμεν ἐρωτῶντες· ποῦ νῦν Ἰάμβλιχος;
τκη΄.
Ἀρισταινέτῳ. (357)
Ἀντίοχος οὑτοσὶ τῶν πολλάκις ἡμᾶς σεσωκότων ἐστὶ τῇ
τέχνῃ· κατὰ μὲν γὰρ τὴν γλῶτταν ἴσως ἑτέρου δεύτερος, οὗ δὲ ἀναστῆσαι δεῖ, τοῖς πρώτοις ἐνάμιλλος.
τῶν μὲν οὖν χειρῶν αὐτοῦ πᾶσα ἡ πόλις ἀπολαύει δι’ ἴσου, πρὸς δὲ τὸ γένος ἡμῶν πατρόθεν ἐστὶν αὐτῷ φιλία, καὶ γέγονεν οὐκ ὀλί- γοις ἡμῶν ἀντὶ τροφέων, ὃ τούτῳ πολλοὶ τῶν ἡμετέρων προ-
Θεοδώρα μὲν γάρ, οἰχομένου Θαλασσίου θυγάτριον, ὡς δὴ τούτῳ κουφιοῦσα τὴν λύπην δεηθεῖσα λαμβάνει καὶ ἠγάπησεν ὥσπερ αὐτὴ τεκοῦσα· ἐπεὶ δὲ καλῶς
ἔχει τὴν κόρην ἡμῖν ἐπανελθεῖν, Ἀντίοχος μετὰ τῆς γυναικὸς ἐπὶ τὴν κομιδὴν ἔρχεται τά τε ἄλλα φύλαξ ἀγαθὸς καὶ τῷ σώματι βοηθὸς τὴν ἀπὸ τῆς τέχνης πρόσοδον ἐλάττω κρίνας τοῦ χαρίσασθαι τοῖς φίλοις.
λαβέτω δὴ πεῖραν τῆς σῆς φύσεως, ὅπως καὶ οὗτος ἀγγέλλῃ τοῦτο δὴ τὸ περὶ σοῦ παρὰ
πολλῶν ᾀδόμενον, ὡς οὐδείς σοι παραπλήσιος.
τκθ΄.
Μαξίμῳ. (357)
Νῦν ἔδει τοὺς οἰκείους Γαυδεντίου πρὸς ἡμᾶς ὅσα ὑπὸ σοῦ πεπόνθασιν ἀγαθὰ γράφειν, ἀλλ’ ἐπειδὴ μέλλουσιν εὖ
πείσεσθαι, δεῖ γὰρ οὕτω λέγειν, ἡμεῖς ἔτι σε παρακαλοῦμεν ἰδεῖν ἡδέως Ἀλέξανδρον καὶ Πασίωνα, περὶ ὧν πρὸς παρόντα ποιούμενοι λόγους ἑωρῶμεν ὑπισχνούμενον.
εἰκὸς δὲ ἦν σε καὶ μηδὲν ἀκούσαντα τῇδε, γνόντα δὲ ἐκεῖ τίνι προσή- κουσι κατὰ γένος, αἰδοῖ τοῦ ῥήτορος ἀμῦναι τοῖν ἀνδροῖν
νῦν δὲ οἶδέ βουλομένῳ μὴ βοηθεῖν ἔστι· κατένευσας γὰρ τῇ
τῶν μὲν οὖν ἄχρι τοῦδε τὰς ἀσχολίας αἰτιῶμαι, τὰ μέλλοντα δὲ ἔστω τῶν προτέρων βελτίω. καὶ γὰρ εἰ μὶν ἀπ’ ἄλλου του πρὸς τὸ ἄρχειν ἐληλύθεις, ἴσως ἂν ἦν λόγος ἀμελοῦντι τῶν λόγων· νῦν δέ, οὗτοι γάρ σε τοσοῦτον ἔθηκαν, φαίνου σπουδάζων περὶ τοὺς κεκτημένους ὑφ’ οὐ γεγένησαι 5 μέγας.
τλ΄.
Ἀρισταινέτῳ. (357)
Θαλασσίῳ τούτῳ τὸ μὲν ὄνομα πατρῷον, ὁ τρόπος δὲ τοῦ ’κείνου καλλίων. τίς μὲν γὰρ οὕτως ἐπιεικής, τίς δὲ
χρηστός; τίς ἦρξε μᾶλλον φιλίας; τίς ἐτήρησε συστᾶσαν; τίς ἀπέσχετο σκωμμάτων; τίς ἤνεγκε σκώμματα;
λόγων δὲ μετ- έσχε μέν, οὐχ ὅσων ἐβούλετο, διὰ τὴν ὀρφανίαν, τούτῳ δὲ ἀλγῶν αὐτῷ, παρ’ οἷς οἶδεν ὄντας λόγους εὐδαιμονίζει τε καὶ φιλεῖ, ζῶν δὲ ἐν πλούτῳ μεγάλῳ σωφρονεῖ μὲν πλέον τῶν
πενομένων, εἰς δὲ τὸ τοῖς πένησιν ἀμύνειν χρῆται τοῖς οὖσι κατὰ τοῦτο μόνον ἐπαινῶν τὸ πλουτεῖν, ὅτι συμπράττει πρὸς ἐπίδειξιν φύσει γενναίᾳ.
ταῦτ’ οὐδὲ τὸν Στρατήγιον λαν- θάνει, θαυμάζων δέ, ὥσπερ ἡμεῖς, ζητεῖ τε ἀπόντα καὶ παρ- όντι χαίρει. καὶ δὴ καὶ πολλάκις ἤρετο· τί δὴ μόνος οὐδὲν
ἐπαγγέλλει; δοῦναι μὲν γὰρ ἕτοιμος ὁ νεανίσκος, αἰτῆσαι
τὴν Τύχην δὲ οὐδεὶς ἐμέμψατο διὰ τὴν πρὸς τοῦτον εὔνοιαν· οὕτως ἐσπούδακεν εἶναι μέτριος ἐν ἀφθόνοις. καὶ ὧν οἶδεν
ἀνθρώπων τοὺς μὲν εὐηργέτηκε, τοὺς δὲ οὐκ ἐλύπησεν. ἐμὲ δὲ φιλεῖ μὲν πλέον ἢ ὡς ἄν τις πατέρα, αἰσχύνεται δὲ μᾶλλον ἢ μαθητής, ποιεῖ δὲ τῶν αὑτοῦ κύριον, ὥσπερ αὐτὸν ὁ νόμος.
ταῦτ’ οὔτ’ ἐμὲ σιγᾶν εἶχε καλῶς οὔτε σὲ μὴ μαθεῖν. ἐγὼ μὲν γὰρ ἂν ἠδίκουν, ὑμεῖς δ’ ἂν ἐζημιοῦσθε μὴ συναγόμενοι
παρ’ ἐμοῦ δικαιότατα ἂν ἀλλήλους εἰδότες.
τλα΄.
Τῷ αὐτῶ. (358)
Ἐπανήκων ἡμῖν ὁ Σπεκτάτος ἀπὸ τῆς πρεσβείας πολ- λοῖς ἔσοξεν εὐδαίμων εἶναι τοῖς μέν, ὅτι πολλὴν εἶδε γῆν καὶ
ὄρη καὶ ποταμούς, τοῖς δ’, ὅτι τὴν Περσῶν δίαιταν καὶ ἔθη καὶ νόμους ἐν οἷς ζῶσιν. οἱ δὲ τὴν αὐτοῦ τοῦ δυναστεύοντος θέαν καὶ τῶν λίθων οἷς ἐκεκόσμητο μέγα ἦγον, τοῖς δὲ σε-
ἐμοὶ δὲ καὶ ταῦτα μὲν ἔχειν τινὰ χάριν ἐφαίνετο, κάλλιστον δὲ τὸ δείξαντα ῥήτορος δύναμιν ἐν Σούσοις ἐπανελθεῖν. καίτοι γε ᾤυην αὐτὸν ἀποβεβληκέναι τουτὶ τὸ σθένος πολὺν ἤδη χρόνον ἀπὸ τῶν βιβλίων μετενηνεγμένον ἄλλοσε, τῷ δ’ ἄρα ἐνέμενεν
ἐπὶ τοῦ ἤθους ἡ δεινότης.
ὡς γὰρ ἐχρημάτιζεν ὁ Πἐρ- σης καὶ ὁ λόγος ἦν περὶ τῶν διαφορῶν καὶ πολὺς ἐνέκειτο τοὺς παππῴους ἀπαιτῶν ὅρους καὶ πολλάκις ἐρωτῶν, εἰ μὴ δίκαιον εἰς τοὺς παῖδας τὰ τῶν προγόνων καταβαίνειν, τὰ μὲν παρὰ τῶν ἄλλων ἐνταῦθα παλαίσματα Σπεκτάτος ἀπαγ-
γελεῖ, τοῦ γέλωτος ἤν οἷός τε γένηται κρατεῖν· οἷς δὲ οὗτος ἐχρήσατο, πάνυ γενναῖα καὶ διασείοντά γε τοὺς εὐπροσώπους τοῦ Πέρσου
ἔφη γάρ· εἱ μέν, ὦ βασιλεῦ, Κων- στάντιός σου τῆς γῆς ἀποτέμνεται, τῶν ὅπλων ἔχου, μέχρις ἂν ἐκεῖνος τοῦ πλεονεκτεῖν· εἰ δ’ οἷς μὲν
ἐγκαλεῖς πάλαι τεθνᾶσιν, ὁ δὲ μεθ’ ὧν εἰσῆλθεν εἰς τὸν πόλεμον, ταῦτα ἔχωνκαταθέ σθαι τὸν πόλε- μον ἐθέλει, σκόπει μὴ πλεονεξίαν ἐγκαλῶν αὐτὸς
ἐπὶ τοιούτοις ἐνέδυ, φασί, τὴν λεοντῆν, ὥστ’ ἐκεῖνον βλέποντα μὲν εἰς τὴν ἡλικίαν, ἐξετά- ζοντα δὲ τὸν λόγον οὐκ ὀλιγάκις σεῖσαι τὴν κεφολήν. κοὶ διὰ τὸν σὸν ἐρώμενον ὁ συκοφαντῶν ἡμῖν τὸν βασιλέα σεσί-
γηκεν. 6, ἄλλῳ μὲν οὖν συνεῖπε λαμπρῶς, αὐτὸς δ’ ὑπὲρ αὑ- τοῦ τί ποτ’ ἂν καὶ λέγοι προθυμότερον ὡς σὲ παρ’ ἡμῶν τρέ- χων ἢ παρ’ ἡμᾶς ἐκ τῆς Πέρσιδος;
τλβ΄.
Κληματίῳ. (358)
Ὡν μὲν ἐπιθυμεῖς τυγχάνεις, ἐπαίνου, κρότου, θαύμα- τος, παρὰ τῶν πολλῶν, παρὰ τῶν ὑπὲρ τοὺς πολλοὺς καὶ δοκεῖς οὐ μόνον τῶν ζώντων κρατεῖ,, ἀλλὰ κοὶ οἷς τὸ μηκέτ’ εἶναι πρὸς τὸ θαυμάζεσθαι συλλαμβάνει. κἂν τὸν Κλημάτιον εἴπῃ τις, εὐθὺς ὁ θε ὃς ἄρχων ἀκολουθεῖ ἡ πενία καὶ <ὁ>
πλοῦτος ὁ παροφθεὶς καὶ πόλεις εὖ πράττουσαι καὶ πάντα δὴ τὰ σά.
σκόπει μέντοι μὴ κεστρεὺς νηστεύῃς καί σε πρὸς λιμὸν ὁ κρότος παραπέμψῃ καὶ πατὴρ γενόμενος αἰτούμενος
λέγω δὲ οὐ πείθων σε γενέσθαι κακόν ἀλλ’ ἐπειδὴ δέδοκται κεναῖς χερσὶν ἐκ τῆς ἀρχῆς ἀπελθεῖν, ὥρα σοι φροντίζειν ὅπως τοῦ ἄρχειν ἀπαλλαγεὶς ἐπιμελήσῃ τῆς οἰκίας.
τλγ΄.
Ἀνατολίῳ. (358)
Λαμπρὸς ἡμῖν ἀπὸ τῆς πρεσβείας ὁ σὲ δὴ μάλιστα Σπε- κτάος φιλῶν — καὶ ει μ ν εἰκότως φιλεῖ, τοῦτό γε οὐκ οἶδα, τὸ δ’ ὅτι φιλεῖ σφοδρῶς, ἀκρὶ ῶς ἐπίσταμαι — καὶ παρὰ τὴν τοῦδε γλῶτταν οὐΚ ἐκρατήθημεν ἐν Ἕλληνες ὑπὸ βαρ-
βάρων.
εἴπω δὴ τὴν ρητορείαν, ᾐ κατεπάλαισε τὸν Πέρσην ἐν τοῖς ἐκείνου βασιλείοις; ἀλλὰ δέδοικα μή σε λυπήσω. σὺ γὰρ ἀξιοῖς σοῦ ζῶντος μηδένα ἄλλον ἐπαινεῖσθαι. καὶ νῦν, ὅτι μὴ πρὸς τῷ διοικεῖν ἃ διοικεῖς ἦλθες ἐκεῖ πρεσβεύων καὶ τῇ βοῇ τὸν ἄνθρωπον λίθον ἐποίησας, ἀποπνίγῃ.
ἀλλὰ
καὶ κατ’ αὐτὸ μέντοι τοῦτο λεκτέον, ὅπως ἀγρυπνῶν στρέφοιο τὴν νύχθ’ ὅλην. ἐπειδὴ γὰρ εἰσεκάλεσε τοὺς παρ’ ἡμῶν, πολλὰ δικαιοσύνην θαυμάσας καὶ τοὺς τὰ δίκαια ποιοῦντας ἐγὼ μὲν τοίνυν ἀδικοῦμαί φηριν, ὐμεῖς δὲ ἀδικεῖτε. καὶ γῆς δέ τι μέτρον ἔλυεν, ἣν ἐκείνων οὖσαν πρὸ τοῦ νῦν ἡμᾶς
κάλα μὲν οὖν καὶ τὰ τῶν ἄλλων, ψηφιῇ δὲ καὶ αὐτὸς εἶναι καλὰ πυθόμενος ἅττα ἦν· τὰ δὲ δὴ τοῦ στρατιώτου μέν, ὡς ἂν σὺ φαίης, ῥήτορος δέ, ὡς οὑμὸς λόγος, ἐπεδείκνυεν αὐτὸν
οὐχ οἷς ἐγκαλεῖ, παρὰ τούτων ζητοῦντα δίκην. ἄλλους μὲν γὰρ εἶναι τοὺς ἀφῃρημένους τὴν γῆν, ἄλλον δὲ τὸν πολεμούμε- νον. καὶ εἶναι δεινόν, εἰ ὁ μὲν προσερεῖ πατρῷα ἃ μὴ γέγονεν αὐτῷ παρ’ ἐκείνου, τὸν δ’ ἀποστῆναι πείσει τούτων ἃ τοῦ πατρῴου κλήρου μέρος ἐστί.
πρὸς τῶν θεῶν, οὐκ ἐβούλου
σοὶ ταῦτα εἰρῆσθαι μᾶλλον ἢ δὶς τοσούτων ἄρχειν ὁπόσων ἄρχεις; ἀμείβου δή μου τὰ γράμματα καὶ γράφε τι παραπλή- σιον, ὦ πάνυ δή τινας ὀλίγους ἰδιώτας ἀφείς· ὡς ἡ τῶν δέλ- των ἐπομβρία πολλοὺς ἐπὶ τὴν βασιλικὴν εἰσάγει φάτνην.
τλδ΄.
Κληματίῳ. (357/58)
Εἰ μέν, πρὶν μάθῃς Ἱερώνυμον, ἐπέστελλόν σοι περὶ αὐτοῦ διδάσκων, ὅστις ἐστὶν Ἱερώνυμος, ἠξίουν ἄν σε τὸν ἄνδρα φιλεῖν· νῦν δ’ ἐπειδὴ φθάσας αὐτὸν ἐποιήσω φίλον, ὡς εἰκότως τοῦτο ἐποίησας εἰπεῖν ἔστι μοι.
πρῶτον μὲν
λέ- γοντος δέ μου μάταιον εἶναι τὴν ἐπιστολὴν, εἶναι γὰρ αὐτὸν
ὑπ’ ἄλλῳ κατὰ τὴν τομὴν τῆς ἀρχῆς, σέ τε ὠνόμαζεν ἄρ- χοντα αὑτοῦ, κἂν εἰς πλείω τις διαπρίσῃ τὴν Παλαιστίνην, καὶ τῶν πάνυ σε δοκούντων ἐπαινεῖν ἐπαινῶν ἐκράτει. καὶ ἦν πιθανός· ἀπῆν γὰρ τὸ δοκεῖν κολακεύειν τῷ τὴν Ἔλουσαν ἑτέρου γεγονέναι.
ταυτὶ μὲν οὖν δείκνυσιν ὡς οὐκ εἰς
φαῦλον τοὺς τρόπους ἐχρήσω σπουδῇ ῥήτορα δὲ ἀγαθὸν εἰ θαυμάζειν ἄξιον, ῥήτορα γενναῖον τεθαύμακας δεινὸν μὲν εἱπεῖν ὃ προσῆκον εἰπεῖν, δεινὸν δὲ διγάν ὃ σιγᾶν βέλτιον, γλῶτταν δὲ οὐ χείρω τοῦ νοῦ κεκτημένον.
σύ τε οὖν ἀεὶ μεμνήσῃ τῆς Ἱερωνύμου τέχνης οὗτός τε τῆς Κληματίου περὶ
τὴν ψῆφον ἀκριβείας, καὶ ζητήσει τὴν μὲν σὴν οὗτος δικαιο- σύνην, τὴν τοῦδε δὲ σὺ ῥητορείαν.
τλε'.
Εὐπατερίῳ. (357/58)
Τοῖς ἀπὸ τῆς Ἑλλάδος ὑμῖν ἡ ῥητορικὴ τίμιον, ταύτης
δὲ πλεῖστον Ἱερώνυμος μετέχει. πᾶσα τοίνυν ἀνάγκη καὶ τοῦ-
ἦν μὲν γὰρ αὐτῷ λόγος ὑπὲρ ὧν ἐδικάζετο γεγραμμένος, ὡς δὲ οὐκέτ’ ἐδέησεν ἀγῶνος, εἰπεῖν ὅμως δεη- θεὶς καὶ τυχὼν εἰπὼν ἐπαινούμενος ἀπῆλθεν, ὥστ’ ἐμὲ χαί-
ρειν. εἶς γὰρ ἡμῖν ὁ διδάσκαλος, ἐμοί τε καὶ τούτῳ. καὶ ὅ τι ἂν τούτῳ καλὸν ὑπάρξῃ, τοῦτ’ εὐθὺς ἐμόν.
λέγοντα μὲν οὖν οἶδ’ ὅτι θαυμάσῃ, θαυμάζων δὲ οἶδ᾿ ὅτι καὶ φιλήσεις κατ’ αὐτό γε τὸ θαῦμα καὶ ὅτι γε οὐ ῥήτωρ πλέον ἢ χρηστός. εἰ δέ τι καὶ τοῦτο δυνήσεται τὸ μέλειν ἐμοὶ τοῦ ῥήτορος, εἴ-
σομαί τε χάριν καὶ ἴσως ἀποδώσω.
τλς΄.
Γαϊανῷ (357/58)
Λόγος ἥκει περὶ σοῦ πρὸς ἡμᾶς ἐπὶ πλεῖστον ἥκειν σε λόγων, καὶ δὴ καὶ τοὺς τρόπους εἶναί σοι μὴ χείρους τῶν
λόγων. ὃ μαθὼν ἐγὼ τὸν ταῦτα κεκτημένον ἥδιστ’ ἂν ἰδών, ἐπεὶ μήπω τοῦ μείζονος ἔστι τυχεῖν, εἰς τὸν δεύτερον εἶδον πλοῦν καὶ ἐπιστέλλω.
τὸ δὲ πρὶν ἐντυχεῖν τοῦτο ποιεῖν ἀντὶ τοῦ νομίζειν ἄτοπον ἐρωτικὸν ἡγοῦμαι. οὕτω δέ σε
Δόμνος σὸς μέν ἐστι πολίτης, γνώριμος δὲ ἐμοί, πένης δὲ ὢν ἀπειρίᾳ τε πραγμάτων καὶ συνηγόρων ἐρημίᾳ γίγνεται βουλευτής, δεῦρο δὲ ἐλθών, ὡς ὡς ἀναμαχέσαιτο, δίκαιος ὢν ἀπαλλαγῆς τυχεῖν ἀναβολὴν εὕρατο καὶ μέλλων
ἐπανιέναι δεῖταί μου γράψαι πρὸς σὲ βοηθεῖν αὑτῷ τὰς μὲν ἐλπίδας ἔχων ἐν σοὶ καὶ ἄλλως, πεπεισμένος δέ τι προσωφελή- σεσθαι καὶ παρὰ τῆς ἐπιστολῆς.
ἐγὼ τοίνυν τὴν ἐκείνου δέησιν κέρδος ἐμαυτοῦ θέμενος καὶ διπλοῦν γε κέρδος, εἰ φίλῳ τῷ μὲν χαριοῦμαι, τὸν δὲ προσλήψομαι, καὶ σφόδρα
ὑπήκουσα.
εἶθ’ ὁ μὲν ᾤχετο τῆς νυκτὸς ἐπειχθέντων οἱς ἐχρῆν συνοδοιπορεῖν, ἐγὼ δ’ οὐδ’ οὕτως ἀπέστην ὧν ὑπεσχό- μην, ἀλλὰ σὲ παρακαλῶ καὶ νῦν καὶ εἰσαῦθις εἶναι Δόμνῳ λιμένα καὶ πείθειν τοὺς ἀγαθοὺς Τυρίους, ὅτι τὸ τῶν ἀπόρων ἔχεσθαι τῆς πόλεως ἐστι πολίτας ἐξελαύνειν, οὐ χορηγοὺς παρ-
ἔχειν τῇ πόλει.
τλζ΄.
Μαξίμῳ. (357/58)
Ἀλλ’ οὐδὲ τοὺς Τιβερίνου μέντοι καλὼς ἔχει πάσχειν κακῶς, ἀνδρὸς τά τε ἄλλα ἀγαθοῦ καὶ τοὺς ποιητὰς εἱσάγον-
ἐπεὶ δὲ οἱ περὶ τὸ χρῆμα
τῶν λόγων ἀσεβοῦντες ἕλκουσιν Ἀρχέλαον Τιβερῖνον οὐκ αἰσχυνόμενοι, σὺ τὸν μὲν αἰδέσθητι, τῷ δὲ βοήθησον πρῶτον μὶν ταῖς Μούσαις διδοὺς τὴν χάριν, δεύτερον δὲ ταῖς πόλεσι τῇ τε ἡμετέρᾳ καὶ ἐξ ἧς ἐστιν. εἰ δὲ οὐδὲ τοὐμὸν παντάπασιν ἄτιμον, κείσθω καὶ τοῦτο τρίτον.
τλη΄.
Ἀκακίῳ. (357/58)
Τῆς μὲν στύρακος, ἣν ἔπεμψας, ἡδίω τὰ γράμματά σου, καὶ οὐ ταύτης γε μόνον, ἀλλὰ κἀκείνης, ἣν φὴς οὐκέτι φοι- τᾶν ἐξ Ἰσαύρων ὡς ὑμᾶς· τοῦ λόγου δὲ οἷς μὲν εἶπον συνή-
δομαι, τοῖς δὲ ρηθησομένοις βούλει με τὸ βλάσφημον ἀφεῖναι.
καίτοι, κἂν μὴ λέγω, πέπληγμαι τὴν καρδίαν ὡς οὐκ οὔσης ἐν τοῖς δευτέροις βοηθείας, ἣν περιμένων ἐγὼ καὶ κεχηνὼς πρὸς τὰς πύλας καὶ λέγων πρὸς τὸν Στρατήγιον· ὁπότε δὲ ἥξει; καὶ ἀκούων ὡς αὐτίκα, λαβὼν τὰ γράμματα πολλα-
χόυεν εἶχον ἀθυμεῖν τῇ τε ἀρρωστίᾳ τῆς γυναικός, γυναικὸς
παρεμυθούμην δ’ οὖν ἐμαυτὸν ἐκ τοῦ μὴ πάντα εἶναι τοῖς ἀνθρώποις εὐτυχεῖν καὶ συνεχῶς ἐπῇδον τό· ἀλλ’ οὔπως ἅμα πάντα.
Στρατήγιος δὲ καὶ δὴ λαμπρῶς
κατεβόα τῆς Τύχης καὶ ὢν ὥσπερ πρὸ τοῦ καὶ φόβον τὸν τοῦ λέγοντος φοβούμενος οὐδὲν ὅ τι οὐκ ἐφθέγγετο περὶ τῆς σῆς ἀπουσίας.
ἐγὼ μὲν οὖν εἴσειμι τὸν Ἑρμῆν ἀντὶ σοῦ μοι πιστεύων ἔσεσθαι, σὲ δὲ εἰη τῶν παρόντων ἀπαλλαγέντα κα- κῶν ἐλθεῖν μὲν ὡς ἡμᾶς, εἰ βέλτιον, μένειν δὲ κατὰ χώραν,
εἰ βέλτιον.
τλθ΄.
Ἀνατολίῳ. (357/58)
Καλά γέ σοι τὰ πεπραγμένα. γενέσθω δὴ ταυτὶ τὰ καλὰ καὶ πλείω. πιστεύω δέ σε πείσειν ἀξιῶν ἀκολουθεῖν σε τῷ σαυ-
τοῦ νόμῳ.
ἐφ’ οἷς μὲν οὖν ἐπαινῇ, συχνά τε ἄλλα καὶ ὅτι διατρίβων ἐν Παίοσιν οὐκ ἐπελάθου τῶν τῇδε, ἀλλ’ ὡς ἄν τις συνών τε καὶ συζῶν, ὅπως τῶν σοι γνωρίμων ἐπί τι βέλτιον ἕκαστος προβαίη σκοπεῖς καὶ πράττεις γε σκοπῶν.
ὡς δὲ ἧκεν ἡμῖν τὸ ἔργον τῆς εἰς Σαβῖνον σπουδῆς, οὐδὲν ἦν ἕτε-
ρον ἀκούειν ᾀδόμενον ἢ ὅτι τῷδε παρὰ τοῦδε διὰ τὸν δεῖνα
δεῖ δὴ καὶ Θεόδωρον τυχεῖν τε τῶν ἴσων καὶ σοὶ τῶν ἴσων ἐπαίνων αἴτιον καταστῆναι καὶ συνησθῆναι τούτῳ Σαβῖνοι, ὥσπερ οὗτος ἐκείνῳ.
τὸν δὲ Θεόδωρον οὐκ ἀγνοεῖς, ἔφη τις. ὅμως δὲ φράσω σοι καὶ ἐγώ, σοὶ
μὲν γὰρ οὐδὲν βλάβος ἃ οἶσθα ἀκοῦσαι, ἐμοὶ δὲ ἡδονὴ τὸν ἄνδρα ἐπαινεῖν.
οὗτος ἐξ ἀγαθῶν ἐν Ἀραβίᾳ γενόμενος ἀμείνω τῶν ποτέρων αὑτὸν ἔδειξεν ὁρμήσας μὲν εἰς τὴν σὴν πόλιν ἐπὶ κτήσει νόμων, τῷ ποιεῖν δὲ πλέον ἡσθεὶς ἢ ἕτεροι τῷ ὀρχεῖσθαι.
πλήρης δὲ νόμων ἐκεῖθεν ἀπελθὼν καὶ τὸ
τῶν λόγων τῶν ἡμετέρων σθένος ὃ πρότερον εἶχεν οὐκ ἐκβα- λῶν ὑπὸ τῶν νόμων δύο λιμέσι τοὺς εἰς αὑτὸν καταφεύγον- τας ἐδέξατο, ἐδέξατο, νόμων τε ἀναγνώσει καὶ ῥητορικῆς ἰσχύι.
καὶ μισθοῦ μὲν οὐκ ἠμέλησεν, οὐ μὴν ἓν τοῦτο εἶδεν, ὅπως λήψεται μισθόν. ἀλλ’ οὕτω λαμπρῶς ἀγωνίζειαι καὶ πᾶσι,
οἷς ἔχει, ὥστε ὀλιγάκις μὲν ἥττηται. χάριτες δὲ αὐτῷ καὶ παρὰ τῶν ἡττημένων.
τῆς δὲ σῆς ἀρχῆς ἐπαινουμένης πρῶτον μὲν οὐκ ἀπιστεῖ, τοῦτο δέ ἐστι τὴν σὴν εἰδότος φύσιν, ἔπειτα χαίρει καθάπερ ἡμεῖς, οἷς ἔνι μάλιστα χαίρειν ἐν τοῖς σοῖς ἀγαθοῖς, καὶ τοὺς ὑπὸ σοὶ μακαρίζει καὶ βούλοιτ’ ἂν ὑπὸ σοὶ
γενέσθαι.
πρὸς δέ γε ἡμᾶς ὁ Θεόδωρος, ὁποῖον ἂν ἀξιώ- σαις. οὗτος γάρ ἐστιν ὁ πρὸς ἡμᾶς τὸν υἱὸν μεταθεὶς καὶ τοῖς ἄλλοις δείξας τὴν ὁδὸν κοὶ συμβουλεύσας ἔργῳ, ποῖ χρὴ βαδίζειν. καὶ δὴ Λαὶ τῶν πραγμάτων ἡμῖν εἰς δικαστήριον
τὸν οὖν οὕτω μὲν θαυμαστόν, οὕτω δὲ σοὶ προσκείμενον, οὕτω δὲ ἐμοὶ φίλον, ἐν πρώτοις δὲ τεταγμένον ὑπὸ τῆς τέχνης μὴ καὶ διὰ τῶν ἄλλων ἐν πρώτοις εἶναι ποῦ καλόν; ἢ βούλει ζητεῖν
ἡμᾶς ἕτερον, ὅστις τοῦτο ποιήσει; ἀλλ’ οὐκ ἀμήχανον μέν, οὐκ ἄξιον δὲ Θεοδώρου. τὸ γὰρ διὰ σοῦ μεῖζον ἄγει τοῦ πράγματος καὶ τὸ μηδενὸς τυχεῖν τοῦ δι’ ἑτέρου τυχεῖν με- τριώτερον αὑτῷ.
δὸς δὴ σαυτόν, καὶ ἔστω Θεόδωρος ἐν τῷ καταλόγῳ τῶν ὑπὸ σοῦ κεκοσμημένων· πολὺ γὰρ ἄμεινον
τοῦτόν μοι προσδραμόντα φιλοῦντα ἅμα λέγειν, ἃ τετίμηται ἢ σὲ ζητεῖν, ὅ τι ἀπολογήσῃ.
τμ'.
Ἀρεσίῳ. (358)
Γενναῖά γέ σου τὰ θρέμματα, καὶ δῶρον ἡμῖν ἀπέσταλ-
κἀς οὐ κατὰ χρυσόν, ὃν φῄς μοι πολὺν ἐνηνοχέναι τὴν ἑορ- τήν, καίτοι μικρὸς μὲν ἐκεῖνος, πολλοὶ δὲ οἱ πένητες· παρὰ δὲ τῶν οὐ πλουτούντων λαμβάνειν ἴσον ἡγοῦμαι τῷ τεθνεῶτα συλᾶν.
ἀλλ’ ἔστω πολὺς καὶ ὅσον ὁ ποταμὸς ἐδίδου τῷ Λυδῶν βασιλεῖ, καί, εἰ βούλει γε, τοῦ Κολοφωνίου καλλίων,
ἥκει μέντοι μοι παρ’ ὑμῶν καὶ δεύτερόν δῶ- ρον , οὐ νέος εὐφυής, ἀλλ’ ἀνὴρ ἀγαθός, σοῦ τε πολλάκις
μεμνημένος, καὶ μεμνημένος γε ἐπ’ ἀμείνοσι καὶ πλέον, εἴ σέ τις ἐπαινοίη, χαίρων ἢ εἴ τις αὐτὸν ἐκεῖνον.
ἆρα εὑρίσκεις τὸν ἄνδρα τοῖς εἰρημένοις ἢ προσθεῖναι δεῖ; λέγω δή τινα χρηστόν, ἥδιστον συνεῖναι λέγειν ἐπιστάμενον, τῶν ἐπιστα- μένων ἐρῶντα, πολλοὺς ὅτι τάχιστα κτώμενον φίλους.
ἐπὶ
τούτοις κἂν ὁ νωθρότατος βοήσαι· Λεόντιος. οὗ παρόντος ἐγὼ πλέον τι τοῦ εἰωθότος φθέγγομαι ὑπὸ τῆς ἐκείνου πρὸς τὴν ἀκοὴν ἐπιθυμίας ἀμείνων εἰπεῖν γιγνόμενος. ὁ δὲ φεύ- γων τὸν ὄχλον καὶ ἀγορὰν καὶ πράγματα παρ’ ἐμὲ ἐφοίτα καὶ παρεκάθητό μοι τοῖς μὲν ἐπαίνοις εὐφραίνων, εἰ δὲ οἶς ἤκουσε
τερπόμενος, αὐτὸς ἐρεῖ.
τοῦτον τὸν ἄνδρα κέκληκα δῶρον. ὂν ηὐξάμην ἂν παρ’ ἡμῖν εἶναι μᾶλλον ἢ οὗπέρ ἐστιν, μὴ τὴν ὑμετέραν ὅσαπερ τὴν ἐμαυτοῦ ταύτην ἐτίμων.
τμα'.
Δημητρίῳ. (358/59)
Ἀλλὰ καλὸν μέν, <ὅτι> α ἀδελφὸν ἐπένθεις, ἐπεὶ καὶ οὐκ ὄντα ἡμῖν ἀδελφόν, ἐπειδὴ φίλος ἦν ἀγαθός· καλῶς δὲ ἐποίησας ἀφελὼν τῆς λύπης, ἣ τὸν οἰχόμενον οὐκ ὠφελοῦσα
τὸν ζῶντα ἔκοπτεν.
ἰατρὸν μὲν οὖν σοι πείθομαι τὸν τῶν λόγων προστάτην γεγονέναι θεόν, ὅπως μὴ τοῦ λυπεῖσθαι μᾶλλον ἢ τῶν λόγων εἴης· εἰ δ’ ὄντως σοι παρ’ ἡμῶν τοῦτο ἥκει, κέρδος ἐμὸν τὸ σέ τινος λελύσθαι κακοῦ.
λόγους δὲ ἐμοὺς θαυμάζω μὲν ἥκιστα, κάλλους γὰρ ἀφεστᾶσιν, εὐδαι-
μονίζω α δὲ σοῦ περὶ αὐτῶν τοιαῦτα ψηφιζομένου.
τμβ΄.
Σελευκίω. (358/59?)
Εἰ μὲν ἐλάττω σοι πέμπειν εἶχε καλῶς, ἤδη ἂν ἔπεμπον· ἐπεὶ δὲ δεῖ τι τῆς ὑμετέρας ἐπιθυμίας ἄξιον ὑμῖν ἐλθεῖν, 15 ἐπειδὰν τοσαῦτα γένηται, πέμψομεν. τοῦ δὲ ταχέως φαῦλα λαβεῖν τὸ βραδέως ἀμείνω μακρῷ που βέλτιον.
τμγ.
Κληματίῳ. (357/58)
Μικρὸν α μὲν οὐδὲ τὸ τοὺς ἄλλους περὶ σοῦ παρ’ φέρειν λόγους, ὧν τοὺς μὲν ἠλπίζομεν, οἱ δὲ καὶ κρείττους
ἦσαν ἐλπίδος· μέγα δὲ καὶ Μεῖζον ὅτου βούλει καὶ κολοφών, φασιν, ἐγκράτιον τὸν καλὸν μετὰ σῆς εὐφημίας ἐπιέναι τὴν πόλιν.
ἰδεῖν τε γὰρ ἄρχοντος ἀρετὴν μᾶλλον ἑτέρου δεινὸς καὶ πόρρω κολακείας καὶ φίλος ἀληθείας καὶ δὴ καὶ λόγου κέκτηται δύναμιν εἰς ἔπαινον ἔργων καλῶν. οὗτος ἥκων οὐκ
ἔφθη μοι συμβαλὼν καὶ διηγεῖτο τὰ σὰ προστιθεὶς εὐχὴν μακρὰν γενέσθαι σοι τὴν ἀρχήν. τοῦτο δὲ ἦν οὐ σὲ βουλο- μένου πονεῖν, ἀλλὰ μὴ πονεῖσθαι τὰς πόλεις.
ἐξήγγειλέ σου καὶ τὸν πόθοι τὸν περὶ τὰ γράμματά μου καὶ δεινὰ πεπονθέναι λέγων, ἐπειδήπερ οὐκ εἶχεν αἰτοῦντι δοῦναι,
γράιειν ἐκέλευεν, ἐγὼ δὲ οὐκ ἀντέλεγον.
αὐτὸς μὲν οὖν ὑφ’ ἡμῶν κατεχόμενος μένει, τοῦ γὰρ ἀνδρὸς ἀμφισβητοῦμεν πρὸς τὴν πατρίδα, τὸν δὲ ἀδελφὸν ἐπεθύμησε μετ’ ἐμῶν ἐντυχεῖν σοι γραμμάτων. καὶ ἐντεύξεται. σὺ δὲ τριῶν ἕνεκα τὸν ἥκοντα φίλει, τοῦ τε ἀδελφοῦ λέγω γαῖ τῶν τρόπων καὶ τῶν
γραμμάτων.
τμο'.
Στρατηγίῳ. (357/58)
Ἐμοὶ καὶ πηλὸς ἐκεῖνος ὁ πολὺς καὶ ψῦχος οὐ μέτριον τότε συμβὰν καὶ τὰ δοκοῦντα χαλεπὰ κοῦφα τὴν σὴν ὁρῶντι μορφήν, καίτοι γε ἀπελθὼν πόνον παρέσχον τοῖς ἰατροῖς εἰς
τοσοῦτον ἥκων κακῶν κεντουμένου μοι τοῦ σώματος. ἀλλ’ ὅμως ἡδίων ἦν τῇ προφάσει τῶν ἀλγημάτων ἢ εἰ μένων ἐπὶ τῆς εὐνῆς ὑγίαινον ἐκλιπὼν τὸν ἐντιμότατον ἐμοὶ δρόμον.
τότε οὖν ὡς νέος μέν μοι παρειστήκει, μέμνησαι γάρ, λέξειν ὑπὲρ αὑτοῦ τι μέλλων, ὄμβρῳ δὲ ὁ μὲν τυχεῖν ὧν ἔχρῃζε διε-
κωλύθη, σὺ δὲ ἀμῦναι, καλὸν δὲ ἦν σου καὶ τῆς χάριτος οὐχ ἧττον καὶ τὸ γενέσθαι σε δῆλον, ὡς ἄχθοιο τῷ κεκωλῦσθαι.
ἐπεὶ οὖν ἐξεῦρες ἴασιν ἀκοῦσαι διὰ γραμμάτων ἃ διὰ φω- νῆς οὐκ ἦν, βοήθει τὰ δίκαια νέῳ λόγων τε ἐραστῇ καὶ γο- νέων ἐστερημένῳ.
τμε'.
Ἀκακίῳ. (358)
Δέδεικται μὲν ἅπας ὁ λόγος καί τις ἐγένετο θόρυβος καὶ κρότος, καὶ ὅτῳ κόσμος ἦν ὁ λόγος, πέμπειν αὐτὸν ἔγνωκε
ἐφθεγγόμην῾· τί δ᾿ ἄν ἦν τὰ νῦν ἐκείνου παρόντος; δὲ δὴ λέγων.
ἀ,λλὰ τούτων μὲν λήψομαι παρὰ σοῦ δίκην, ἐπειδὰν αὐτὸς μὲν ᾖς ἐν τῷ λέγειν, ἐγὼ δὲ ἐν τῷ ψηφίζεσθαι· τὸν δὲ Τιτιανὸν ἴσθι ζῶντα, ὡς ἂν εὔξαιο, καὶ θέοντα μᾶλ- λον ἀκέντητον ἢ τὸν Ἱέρωνος ἵππον. φύσις δὲ ἀρίστη προσ-
λαβοῦσα πόνων ἐπιθυμίαν ὁπόσον τι γίγνεται, τεκμαίρου.
τούτων δέ σοι καὶ Τουσκιανὸς ἄγγελος ἥξει λόγων δημιουρ- γός τε καὶ κριτὴς ἀγαθός, ὃς ἥκων ὡς αὐτὸν δείλης ἀπαιτή- σων τὸ σκέμμα ἀπέβη θαυμάσας.
τμς'.
Ἱεροκλεῖ. (358)
Πορευόμενος εἰς τὸ διδασκαλεῖον ἐνέτυχον Ἰουλιανῷ κινοῦντι Καλύκιον ἐπὶ τοὺς ὑπὲρ λόγων πόνους, ὃ ποιεῖν ἔφασκεν ὑπὸ σοῦ κεκινημένος ἐξ ἐπιστολῆς. ἐκοινώνουν οὖν τῶν παρακλήσεων καὶ συνεφηπτόμην συμβουλῆς, ἠς οὐσεπώποιτε
οἶμαι δέ, οὐ λίθον ἕψομεν. ἀλλ’ ἀκούων πολ- λάκις ὡς διὰ δικαιοσύνηι πατρὸς πένης εἴη καὶ ὅτι μίαν ὁδὸν ἐπὶ πλοῦτον ἔχει τοὺς λόγους, δῆλός ἐστιν ἐπαινῶν τε ἡμᾶς καὶ πειθόμενος καὶ οὐ πάνυ δεόμενος ἀκούειν ὅτι λό- γους αὐτῷ κτητέον.
δεῖ δὴ καὶ σὲ μὴ πάντα ἐπιτιμᾶν, ἀλλ’
ἤδη καὶ συγχαίρειν ὡς ἐπὶ προθυμίᾳ· καὶ γὰρ αὐτὸ τοῦτο φάρμακον εἰς προθυμίαν.
τμζ΄.
Ἐκδικίῳ (358)
Ἥκει σοι μετ’ ἐμῶν γραμμάτων ὁ Διονύσιος. πρότερον
δὲ οὐκ ἐθάρρουν ἐπιστέλλειν κατελὼν τὸν Διονύσιον. καίτοι τὸν χρόνον ἡ τῶν γραφέων ἐποίει σπάνις, ἀλλ’ ὅμως οὐκ εἶχον μὴ οὐκ αἰσχύνεσθαι τῷ χρόνῳ.
νῦν οὖν ἐπειδή ποθ’ ὑπῆρ- ξεν ἀποδοῦναι τὸν σοφιστήν, ἔδοξεν οὐχ Ἑλληνικὸν εἶναί μοι διὰ σιγῆς ποιήσασθαι τὴν ἀπόδοσιν, ἀλλ’ ὥσπερ ἐκεῖνο
μετέχειν ἀναιδείας, οὕτω τοῦτο πόρρω Μουσῶν ἱστάναι.
σὺ τοίνυν τὰ μὲν γράμματα ἀμείβου καὶ ταῦτα κάλλος γραμμά- των κεκτημένος, διφθέραν δὲ ἡμῖν μηδεμίαν πέμπε. ἐρᾷς γὰρ αὐτῶν, καὶ καλῶς ποιεῖς. βαρὺ δὲ ἐρῶντι κοινωνὸν λαμβά- νειν τῶν παιδικῶν.
τμη΄.
Ἀνατολίῳ. (358)
Επειδὴ σὺ μὲν φῄς ὡς ἥδιστα ἐπιτιμᾶσθαι, τοῦ δὲ ἐπαινεῖν τοὺς ἀγαθοὺς ἔρως ἐμοί, καὶ σοὶ καὶ ἐμαυτῷ χα-
ριοῦμαι τὰ μὲν ἐπαινῶν, τὰ δὲ ἐγκαλῶν.
δώσει δὲ ἀμφοῖν ἀφορμὴν ἃ περὶ Τουσκιανὸν πέπρακταί σοι. ὡς γὰρ ἁψάμε- νος τῆς ἀρχῆς ἐκάλεις τὸν ἄνδρα καὶ πάρεδρον ἐποιοῦ, διέθει τὰς πόλεις ὁ λόγος τοῦ ἔργου καὶ τόπος οὐδεὶς ἦν ὃς οὐ τοῦτο εἶχεν, ὅτι νῦν δικαία πενία κομίζεται τοὺς
μιδθούς. ὀ δεῖνα τὸν δεῖνα κέκληκεν εἰς Παιονίαν ἀπὸ Φρυγίας, ὅτι καιρὸν εἰς πλοῦτον πάλαι λαβὼν ἀπῆλθεν ἔχων ἔπαινον ἀντὶ χρημάτων.
ὠς δὲ ἐν θαυμάζουσιν οὐ τοῦτο ἐποίουν μόνος, οἱ δὲ ἐζήτουν ἀνθ’ ὅτου, τοὺς γενναίους ἔφην ἐπειδὰν εὕρω τι γενναῖον
δρῶντας, οἷον ἣ τὸν Θέτιδος υἱὸν ἣ τὴν Ἀθηναίων πόλιν, ἃ προσεδόκων ὁρῶν οὐκ ἀνίσταμαι πρὸς βοήν, ἐπεί τοι καὶ πρὸ τῆς κλήσεως, εἴ τις ὃν καλέσεις ἤρετό με, τοῦτον ἂν ὃν κέκληκας εἶπον.
ἔμελλες γὰρ δή-
ὡς δ’ οὖν ἧκε καὶ διηγήσατο τῆς ἀρ-
χῆς τοὺς νόμους, ἥσθην μὲν ἄνδρα φίλον ἰδών, ἐφ’ ᾧ δὲ ἦχοι μαθεῖν ἐθέλων ἤκουον. ἆρ᾿ ἂν ἀνάσχοιο τιμωμένης τῆς Ἀληθείας; οὐδὲν ἱερόν φασι.
καίτοι Τουσκιανὸς ἐσέμνυνε τοῦ πράγματος τὴν φύσιν, εμοὶ δὲ ἐδόκει τῆς Τουσκιανοῦ φύσεως οὐκ ἄξιον εἶναι τὸ πρᾶγμα. καὶ μαχόμενον ἐξήλεγχον.
τοὺ χειμῶνος δὲ μεσοῦντος δέλτος ἧκε φέρουσα αὐτῷ πλείω τροφήν, εἰ δὲ βούλει, καὶ αξίωσιν, καλὰ μέν, ἀλλ’ ἔτι τῆς σῆς δυνάμεως καὶ τῆς ἐμῆς ἐπιθυμίας ἐλάττω.
Τουσκιανῷ μὲν γὰρ οὐδὲν ὅ τι τούτων οὐ μέγα, δεῖ δὲ καὶ κατ’ αὐτό γε τοῦτο πρός τι μέγα τὸν ἄνδρα προβῆναι, διότι πᾶν αὐτῷ τὸ
παρὰ σοῦ μέγα. νῦν μὲν γὰρ κἂν σκῶμμα δέξαιτο τρεφόμε- νος ἐκ βασιλέως ἐν ἀργίᾳ, πάντως δὲ οὐκ ἀγνοεῖς, ὅ τι τοὺς τοιούτοις καλοῦμεν· εἰ δ’ ὧν ἄξιός ἐστι τύχοι, σχῆμα πρόσεισι
ἐργαζέσθω οὖν, ὦ ’γαθέ, καὶ ὅπως γε μὴ τὸ ἔργον χεῖρον ἔσται τῆς ἀργίας. σὺ δ’ εἰ μὲν οὐκ ἔγνωκας αὐ- τὸν οἱ δεῖ προσάγειν, ἀδικεῖς ἀνὴρ οὕτω συζῶν τῇ δίκη· εἰ δὲ οἴει δεῖν ἅ φαμεν ποιεῖν, μὴ μέλλε πειθόμενος Αἰσχύλῳ καὶ
ἔτι πρότερον Ἡσιόδῳ.
καὶ μὴν οὐδ’ ἐκεῖνό γε παρήσω· τὸν ἄνδρα ἰδὼν μιᾷ χλαμύδι Ἄι πρὸς ψῦχος μαχόμενον καὶ πρὸς ὄμβρον ἀγωνιζόμενον καὶ πρὸς πηλὸν παραταττόμενον, ἠρώτων εἰ καὶ τοῖς παιδίοις ἀνθ’ ἱματίων ἡ δόξα τοῦ πα- τρὸς εἴη.
τοῦ δ’ ἐρυθριάσαντος καὶ σὺν γέλωτι μεμνημέ-
νοῦ Λυσάνδρου τινὸς καὶ Διονυσίου, τοῦ μὲν δόντος, τοῦ δὲ οὐ λαβόντος ἔφην αὐτὸν οὐκ εἰδέναι χαλεπὸν αὑτῷ παρασκευ- άζοντα τὸ γῆρας
ἐκεῖνον μὲν οὖν ἀφίημι, σοὶ δὲ παραινῶ ποιῆσαι Τουσκιανῷ τὰ πράγματα βελτίω. πρέποι γὰρ ἂν τῷ μὲν στέργειν τὴν πενίαν, ἔστι δὲ ῥᾷστον τοῖς ὑπάρχοις ὑμῖν
τὴν τοῦ Δῖός μιμήσασθαι νεφέλην, ἀφ’ ἧς ἐκεῖνος ὗσε Ῥο- δίοις χρυσόν.
καὶ δὴ καὶ ὑμῶν βουλομένων γένοιτ’ ἂν εὐπορία καθαρεύουσα ψόγου. τοῦτο δὲ ἤδη πραττέσθω πρὶν ἀρχῆς τινος λαβέσθαι Τουσκιανόν, ὡς ἐν ἐκείνῳ γε λιμώττειν ἐθελήσει.
τμθ΄.
Κληματίῳ. (358?)
Ὡς ἡδίστη γε ὑμῶν ἡ συνουσία τῶν μὲν σῶν ἔργων, ἃ μετὰ τοῦ δικαίου πράττεις, ὁρωμένων, Ἰουλιανοῦ δὲ τῶν αὑ- τοῦ διήγησιν ἔχοντος, ἃ καὶ αὐτὰ σὺν τῷ δικαίῳ πάντα
ἐπράττετο. καί μοι δοκεῖτε, σὺ μὲν ἐοικέναι παλαιστῇ διὰ πό- νων ἐπειγομένῳ πρὸς στέφανον, ὁ δὲ ἐν στεφάνῳ πάλαι.
καὶ δέδοικα δὴ μὴ τὴν Αἴγυπτον οὗτος ἀφείς, εἰς ἣν πέμ- πεται μοχθήσων οὐκ ἐπὶ κέρδει, σοί γε παρακαθήμενος διαλέ- γηται πράγματα μὲν φεύγων, φίλοις δὲ χαίρων πλέον ἢ πράγ-
μασιν ἕτεροι.
ἀλλὰ σὺ κίνει τε καὶ παρακάλει. πιστεύω γὰρ τὴν περὶ τὰ πλοῖα ταύτην φροντίδα δείξειν ἡμῖν τὸν ἄνδρα κυβερνήτην ἐθνῶν.
τν.
Σεβαστιανῷ. (358?)
Εἰ καὶ μὴ πρότερον ἠπίστω, τίς τοὺς τρόπους Ἰουλια- νός, ἐξῆν γε τῷ παρόντι τὸν ἄνδρα ἰδεῖν. ὅτε μὲν γὰρ ἦν ἐκ τοῦ τῶν Αἰγυπτίων λιμένος φέρεσθαι χρυσόν, οὐδεὶς ἑώρα
Ἰουλιανὸν δὲ τὸ μὲν ἐρᾶν ἠσυχίας καὶ τὸ μὴ
κοῦφον ἄγειν γυναικὸς ἀφεστάναι καὶ παίδων ἔπειθε μένειν, τοῦ δὲ μὴ δόξαι τοῖς ἀπείροις αὑτοῦ φεύγειν τὸν πόνον διὰ τὸ μὴ λαβεῖν ἐνεῖναι, μετὰ μὲν δακρύων, ὅμως δὲ ὐπέστη τὰς ὁλκάδας ἐμπιπλάναι.
ὁρῶν δὲ αὐτὸν ἀνιώμενον ἀνέμνη- σα σοῦ καὶ παῦσαι ἔφην ἀχθόμενος ἐν Αἰγύπτῳ Σε-
βαστιανός ὁ δὲ εὐθύς τε ἐμειδίασε καὶ ῥᾴων ἦν. ὑπὸ δὲ τῆς λύπης οὐδ’ αὐτὸ τοῦτο εἶχεν ἐννοεῖν, ὡς ὄψεταί σε μετὰ τοῦ Νείλου. γενοῦ δὴ πάντα ἀνδρὶ καὶ πένητι καὶ δικαίῳ καὶ φίλῳ.
τνα.
Φλωρεντίῳ. (358/58)
Πόλλα μὲν ἡμῖν τὰ πράγματα καὶ μόλις ἀναπνεῖν ἐῶντα, νέων ἔξω πλῆθος, ὁ τοῦ γράφειν ἔνδον πόνος, φίλων δυσκο- λίαι χρῄζουσαι βοηθείας, τὰ μὲν θεραπευόμενα, τὰ δὲ κινού- μενα.
τουτὶ δὲ τὸ πλῆθος σιτίων μὲν ἡμᾶς πολλάκις ἀπέ-
στῆσε, καί που καὶ ἠμέλησα τροφῆς ὑπ’ ἀσχολίας, τὴν δὲ τοῦ
τοιαῦτα
ᾄδομεν ἐρίζοντες ὅστις ἐρεῖ πλείω, καὶ τὸ μέγιστον, μεί- ζων ἡδονὴ περὶ σοῦ τι κάλλιον εἰπεῖν ἢ παρ’ ἄλλων ἐπαίνου τυχεῖν· οὕτως ἕκαστος πρὸ αὑτοῦ σε πεποίηται.
τὸ μὲν οὖν ἥδιον ἦν αὐτὸν ἔχειν ὁρᾶν, μικρὸν δὲ οὐδὲ ὁ δεύτερος πλοῦς, ἐπιστολὴν τὴν μὲν πέμψαι, τὴν δὲ λαβεῖν. μόνος δὲ σὺ καὶ
μὴ γράφων οὐκ ἀνιᾷς. οὐδὲ γὰρ τοῦτο μεταβολῆς σημεῖον, ἀλλὰ καὶ σιγῶν θαρρεῖν δίδως τοῖς φίλοις ὡς τῆς γνώμης ἐν ὁμοίῳ μενούσης.
τνβ΄.
Σπεκτάτῳ. (358/58)
Οἷς οὖν ἐμαυτὸν τέρπω, τί οὐ καὶ πρὸς σὲ λέγω; τέρπω τοίνυν ἐμαυτὸν ὁρᾶν τε τὰ σὰ δοκῶν καὶ φθεγγόμενος ἐφ’ ἑκάστῳ· νῦν ἡμῖν ὁ Σπεκτάτος οὐ πόρρω βασιλέως,
ὀ δὲ ἡμέρῳ τε τῷ προσέπῳ καὶ μηνύοντι
τὴν ἡδονὴν ἐπαινεῖ τὸν ρήτορα καὶ τιμὴν αὐτῷ ζη- τῶν οὐχ εὑρίσκει μείζονα τοῦ πέμψαι πάλλιν.
ὁ δὲ μόλις μέν, ἀναμιμνήσκεται δὲ σοφιστοῦ τινος οἰ- κείου, ᾧ λαμπρὰ μὲν ὑπισχνεῖται, πράττει δὲ οὐδὲ μικρὰ πείθων αὑτὸν ὡς ἀρκεῖ τε γελάσαι καὶ φιλῆ-
σαι κεφαλήν, καῖ τὸ ἔγκημα λέλυται.
τοισῦτα μέν ἐστιν ἐφ’ οἷς τὰ μὲν ὑπερχαίρω, τὰ δ’ αἰτιώμενος οὐκ ἄχθομαι, ἐπεὶ καὶ τὸ πέπερι μάλιστα μὲν ἐλπίσας, ἥκιστα δὲ λαβὸν πάνυ γελῶ μαθητὴν ὁρῶν σε τοῦ στρατηγοῦ Χάρητος, ὅσα γε εἰς ὑποσχέσεις.
ἀλλὰ ἵππος ἐκεῖνος, ῳ Βασσια-
νὸν ἐδωρήσω, δείκνυσί με συκοφάντην. μάλιστά γε. καὶ γάρ ἐστιν ἀπ’ ἐκείνων, οἷς ὁ Βορέας πρόγονος. τοιγαροῦν δεῖται τοῦ Βορέου πρὸς τὸ κινεῖσθαι, κἂν μὴ σφοδρὸν ἐμ- πέσῃ πνεῦμα, κατὰ τοὺς λίθους μένει.
πιστεύω δὲ αὐτὸν καὶ τὸ τοῦ Ξάνθου ποιήσειν, ὑπὸ πλήθους πληγῶν φωνὴν
ἀφήσειν ἀνθρωπίνην· τοιαύτην ἡμῖν ἀρετὴν ἵππων ἐξεῦρες.
τνγ'.
Ἀρισταινέτῳ. (358)
Ἀπηλαύσαμεν ἀλλήλων ἐγώ τε καὶ Τουσκιανός, ἐγὼ μὲν ἀκροώμενος τούτου, λέγοντος δὲ ἐκεῖνος ἐμοῦ, μᾶλλον δέ, ἐπλεονέκτουν ἐγὼ καλλίονος ὧν ἐδείκνυον λόγων ἀκοῆς εἰλημ-
μένος.
ἃ δὲ ἐποίησεν ἐνθάδε παραβάλλοντος ἐμοῦ τὸν Στρατήγιον τοῖς ἐπὶ τῆς ἴσης ἀρχῆς—τί οὖν ἐποίησεν; ὠχρία τε καὶ ἀπεπνίγετο καὶ ὅμοιος ἦν βαλλομένῳ καἰ τιτρωσκομένῳ δεινὸν ποιούμενος, εἴ τις δόξει νενικηκέναι τὰ αὑτοῦ παιδικά, τὸν Θαλάσσιον καὶ Λεόντιον καὶ τὸν νῦν τουτονὶ τὸν οὐ
μᾶλλον μέγα φθεγγόμενον ἡ μεγάλα ἐργαζόμενον.
ὥστε καὶ ἔδοξεν ἐνίοις μέμφεσθαι τὸ μέρος ἀγνοοῦσιν, ὡς ὁ μάλιστα χαλεπαίνων οὗτος ἦν ὁ μάλιστα θαυμάζων. εἰ μὲν γὰρ οὐχ ἐώρα τὸ μέρος ἰσχυρόν, κἂν ἐγέλα· νῦν δὲ ἡ τοῦδε λύπη ρώ- μην ἐμαρτύρει τῷ λόγῳ.
ἂν οὖν καἰ παρὰ σοὶ πάσχῃ τι
τοιοῦτον ἐν μνήμῃ τοῦ λόγου, μή σε λανθανέτω τοῦτον νικᾶν ψηφιζόμενος ᾧ φησιν οὐχ ἡδέως ἔχειν.
τνδ΄.
Κληματiῳ. (358)
Ἆρ’ ἥσθη τις οὕτω ποτὲ γῆν μὲν ὀρύττων ἐπ’ ἄλλῳ τῳ,
χρυσῷ δὲ ἐντυχών, ὡς νῦν σὲ μὲν ἄρχοντα Ἰοβῖνος ὁρῶν, σὺ δὲ 18 Vl γ΄, μδ΄ ωλ).
καλῶ δὴ τὸ μὲν σὸν εὐτυχίαν, τὸ τού- του δὲ ἀρετήν· ὁ μὲν γὰρ ἔδραμε τοσαύτην ὁδὸν τοῦ φίλον ἰδεῖν, σοὶ δὲ ἥκει καθημένῳ πρᾶγμα τοσοῦτον. μᾶλλον δέ, καὶ σὴν ἀρετὴν ὁ τούτου δεικνύει δρόμος, εἵπερ τὸν ἀγα-
θὸν εἰκὸς παρὰ τοιοῦτον ἑταῖρον τρέχειν.
ἃ δὲ συνόντες ἐρεῖτε καὶ δράσετε, νομίζετε καὶ ἐμὲ τὸν ἀπόντα τὰ μὲν ὁρᾶν, τὰ δὲ ἀκούειν, κινήματά τε καὶ σκιρτήματα γέλωτά τε πολὺν ἐξ ἀμφοτέρων ῥέοντα καὶ μνήμην τῶν ἀρχαίων καὶ περὶ τῶν παρόντων λόγους καὶ σκωμμάτων χάριν καὶ διήγησιν περί
τε ἐμοῦ καὶ τῶν ἐμῶν, ὑφ’ ὣν μάλιστα δὴ κατέχεσθε καὶ ὅθεν μόλις ἐκβαίνετε.
οἴκοι μὲν οὖν ἐξέστω Ἰοβίνῳ παί- ζειν ἃ πρότερον· εἰ δέ τι τούτων εἰς ἀγορὰν ἐξάγοι, λάμβανε παρ’ αὐτοῦ δίκην ἣν καὶ παρ’ ἐμοῦ, διότι μὴ κύπτων εἰς γῆν καὶ τρέμων ἐβάδιζον μετ’ ἀνδρὸς τὴν Παλαιστίνην ἄγοντος.
τνε'.
Παρνασίῳ. (358)
Ὅν ἐζήτουν ἔχω παῖδα σὸν καὶ παῖδά γε τοιοῦτον, ἐπι- τήδειον τοῦτο λαβεῖν ἐφ’ ὅπερ ἥκει. ὡς γὰρ διεκωδώνισα τὸν
καὶ πρὸς Ἀχίλλιον — ὁ δὲ ἀνὴρ ἐξ Ἀγκύρας ὢν τὰ μὲν εἰκότα τῇ πατρίδι πεπλήρωκεν, υἱεῖ δὲ τῇδε πάρεσαν, ὃν ἔχει μόνον — πρὸς δὴ τὸν ἄνδρα τοῦτον ἴφη ὅτι Παρνάσιος ἡμῖν ἀγαθοῦ ῥήτορος ἔσται
πατὴρ.
ἃ δὲ ἀνεμίμνησκες ἡμᾶς μουσεῖά τε ἐκεῖνα διεξ- ιὼν καὶ τοὺς ἐν Ἀγκύρᾳ λόγους, οὔπω τοῖς γράμμασιν ὁμιλῶν ἔλεγον πρὸς τὸν υἱόν. ὁ δὲ ἔφασκεν ἅπερ ἤκουσεν ἐγγεγράφθαι.
τοσαύτη παρ’ ἐμοὶ μνήμη τῶν ἐκ ταὐτοῦ κρατῆρος π πεπωκςοτων ἄλλως τε καὶ Γαλατῶν, οἷς ἀεί τι παρ’
ἐμοῦ πλέον, ὥστ’ οἴκοθεν οἴκαδε τοὺς σαυτοῦ πέμπεις καὶ οὐ σὲ δεῖ μᾶλλον ἐμὲ παρακαλεῖν εἰς τὰ σὰ ἢ παρ’ ἐμοῦ σὲ κινεῖ- σθαι τῶν σαυτοῦ φροντίζειν.
τνς΄.
Στρατηγίῳ. (358)
Ἀλλὰ καὶ τοῦθ’ ἡμῖν ἐν μεγάλῃ δωρεᾷ τὸ μνησθῆναί τι τῶν δεηθέντων καὶ ζητῆσαι τὰ γράμματα καὶ προελέσθαι
καὶ νῦν οἱ ζητοῦντες τὸν σῖ-
τὸν ἀντ’ ἐκείνου τὴν ἐπιστολὴν ἔχοντες Αἴγυπτον ὅλην ἠγοῦν- ται κεκαρπῶσθαι. πρὸς δὲ τοὺς εἰδότας σε καλῶς τί χρῆν ὀμνύειν ὡς ἔδωκας ἂν ἡδέως; ὁ γὰρ δὴ περὶ τῶν τοιούτων ὅρκος ἡμῶν ἂν εἴη περὶ σοῦ πρὸς ἄλλους, ἀλλ’ οὐ σοῦ πρὸς ἡμᾶς· οὕτως ἴσμεν ὡς ἔδωκας ἂν ἡδέως.
θάρρει δὴ περὶ
τοῦ μέλλοντος· οὐ γὰρ ἀνήσομεν αἰτοῦντες, ἕως ἂν δοὺς ἀπόθῃ τὴν ἀπὸ τοῦ μὴ δοῦναι λύπην.
τνζ΄.
Μαξίμῳ. (358)
Εἴτε μὴ βοηθεῖς οἷς ἀξιοῦμεν, οὐχ Ἑλληνικὸν τοῦτο
ποιεῖς, εἴθ’ οἷς ἀξιοῦμεν βοηθῶν μὴ προστίθης τὴν ἀπὸ τῶν γραμμάτων χάριν, οὐκ ἐκείνῳ μᾶλλον εὐφραίνεις ἢ τούτῳ λυπεῖς. καί μοι τῇ σιγῇ δεικνύεις ὡς ἐγὼ τῷ μὴ σιγᾶν ἐνο- χλῶ.
τετολμήσθω δ’ οὖν καὶ τὸ παρόν, ἐπειδὴ κελεύει φί- λος. τὸ κεφάλαιον δή μοι τῶν φίλων. Οὐράνιος γὰρ κοινω-
τούτῳ γένος ἐστὶ παρ’
ὑμῖν, πάντες ἐπιεικεῖς καὶ πένητες καὶ δεόμενοι γνῶναι τὴν πόλιν, ὡς οὐκ ἠμέληνται παρὰ σοί· τὸ γὰρ δὴ μικρὸν τοῦτο μέγα τοῖς ἀσθενέσι πρὸς τοὺς εὐπόρους.
κατ’ ἄμφω δὴ δοῦναί σε δεῖ τὴν χάριν, εἴτ’ ἔσωσας οὓς ἔμπροσθεν ἠξίουν εἴτε μή. τὸ μὲν γὰρ ἂν εἴη τὸν αὑτοῦ νόμον τηροῦντος, τὸ δὲ
λύοντος αἰτίαν τῷ τελευταίῳ.
τνη΄.
Σπεκτάτω. (358)
Ἆρ’ ἐκείνων μέμνησαι τῶν λόγων, δι’ ὧν σε παρεκαλοῦ- μεν Ὁνωράτῳ τὰ εἰκότα σῶσαι; τί δέ, ὧν αὐτὸς ὑπισχνοῦ 15 λόγος ἐστί σοι; καὶ μὴν ἑτοίμως ἐπένευες Κυρίνου τε τὴν ἱερὰν κεφαλὴν αἰδούμενος καὶ ἡμᾶς οὐκ ἀτιμάζων, ἔργον δὲ
καί σε γράφομαι κατ’ ἄμφω τοῦτο μέν, εἰ φὺς ἐπιλελῆσθαι, τοῦτο δέ, εἰ μεμνημένος ὧν οὐκ ἀμνημονεῖς ἀμελεῖς· τὸ μὲν γὰρ οὐ φιλοῦντος, τὸ δὲ καὶ ὑβρίξοντος.
ἀλλ’ εἰ καὶ μὴ πρότερον, νῦν οἷος περὶ πολ-
λούς, καὶ περὶ ἡμᾶς φάνηθι τάχα οὐ δικαίους ὄντας ἐν πολ- λοῖς ἀριθμεῖσθαι. δοῦναί τε γὰρ ἕτοιμοι βουλομένῳ λαβεῖν κἂν τὸ λαμβάνειν φεύγῃς, ὄψει μεμνημένους τῆς χάριτος.
πραττέσθω μὲν οὖν κἀκεῖνα τὰ μεγάλα μέν, ὡς ἡμῖν δο- κεῖ, μικρὰ Γε, ὡς σοί. τουτὶ γὰρ οἶσθα πρὸς ἡμᾶς εἰπὼν ὡς
μικρά τε ἐπαγγέλλοιμεν καὶ οὐκ ἔχοντα πόνον. συμπαρατήρει δὲ καὶ τὸ μὴ γενέσθαι βλάβην ἡμῖν τὴν νῦν γε κλῆσιν, φασὶ γὰρ κεκλῆσθαι πανταχόθεν ἐκεῖσε πάντας ὅσοι καθιστᾶσιν ἐν ᾧπερ Ὁνωράτος.
καὶ δῆλοι ὡς τῷ γε οὐχ ἥκοντι δίκη τις ἐπικείσεται. ἀλλ’ ὅστις μὲν ἔχων ὑπακούειν κάθηται, κάτα
φρονεῖ καὶ δότω δίκη ἡμῖν δὲ ἔδει μὲν ἐξεῖναι τρέχειν, καθῆσθαι δὲ ἠναγκάσμεθα. τῆς γὰρ δὴ νόσου τὸ μῆκος οὐκ ἀγνοεῖς, ᾗ προσπαλαίων ὁ νέος νῦν μόλις εἰς ἐλπίδας ἀσγα- λείας ἥκει, τροφὴ δὲ αὐτῷ νόμοις ἰατρῶν ἔτι περιγέγραπται.
ταῦτα μαθέτω Βάσσος, ταῦτα ἀπολογίαν ποιοῦ καὶ φύλαττε
τὸ σχῆμα τῷ γε ὑπ’ ἀνάγκης ἀπόντι.
τνθ'.
Βάσσῳ. (358)
Τὰ μέγιστα ἡμᾶς ἀφελόμενος ἔδωκας, σμικρὰ μὲν οὐκ ἂν φαίην, οὐ μὴν ἡλίκα γε ἀφείλου· τὸν γὰρ υίὸν μεταπεμ- ψάμενος ἔπεμψας ἡμῖν ἐπιστολήν. ἦν δὲ ἐκεῖνος μέν μοι
παρὼν τοσοῦτον, ὅσον καὶ σὺ συνών, τὰ γράμματα δὲ ἡδὺ μέν, δεύτερον δὲ ἐκείνου.
Καλλιόπιος μὲν οὖν ἀγαθῶν τύχοι διδασκάλων καὶ διασώσαιτό γε τὴν ἐντεῦθεν κρηπῖδα· νῦν δὲ σὲ χάριν αἰτοῦμαι, ἣν οὐκ ἄν ἠβουλόμην αἰτεῖν ἠναγκά- σθαι.
Κυρίνῳ παῖς ἐοτιν Ὁνωράτος, ὁ δὲ Κυρῖνος ἀπὸ
μὲν τῶν ἀρχῶν, τρεῖς δὲ αὗται, πενέστερος ἀπῆλθε, ῥητορι- κῆς δὲ πρὸς τοσοῦτον ἧκεν, ἐφ’ ὅσον ἄν, εἰ παρὰ τὸν Ἑρμῆν ἐτύγχανε φοιτήσας.
οὗτος πολλῶν γεγονὼς πατὴρ νῦν ἑνός ἐστιν Ὁνωράτου καὶ εἴη γε καλοῦ τε ὄντος καὶ ἀγαθοῦ καὶ κοσμοῦντος οὕτω γενναῖον πατέρα.
τούτῳ δὴ τῷ βελτίστῳ
νέῳ νόσημα ἐμπεσὸν καὶ προβὰν εὶς μῆκος, μὴν γὰρ οὑτοσὶ δέκατος, πολλὴν μὲν ἐν πολλῷ χρόνῳ σοφίαν ἰατρῶν ἐνίκησε, καὶ ἦν ἡ πόλις ἐν ἀγρυπνίᾳ τε καὶ φόβῳ· κτῆμα γὰρ ἡμῖν Ὁνωράτος κοινόν.
νῦν δὲ ἔκλινε Μάρκελλος ὁ χρηστὸς τὸ κακόν, καὶ χρῆσθαι τοῖν ποδοῖν Ὁνωράτος ἄρχεται. τοῦτο δὲ
τί δὴ ταῦτα διῆλθον; οὐκ ἀνιᾶν σε βουλόμενος, ἀλλ’ ἐπεὶ τοὺς ὑπὸ σοὶ πάντας ἀκούομεν ἐκεῖσε κεκλῆσθαι, ὧν εἰς οὗτος, διδάσκειν σε ἐθέλων ὡς οὔπω εὖ πράττομεν.
καίτοι θῶμεν τὸν νέον ὑγιέστερον εἶναι Κρό-
τωνος· οὐκ ἂν ἦν μοι καὶ τότε λόγος πειρωμένῳ κατέχειν, ὅτι, ἀνδρῶν ἄριδτε, Βάσσε, λόγων τὸν Ὁνωράτον ἐχό- μενον καὶ μίαν ὄντα γονεῦσι παεαμυθίαν ἐν ἡλικίᾳ δεομένῃ τῶν πατρὸς ὀφθαλμῶν ἡμῖν νῦν μὴ κίνει, καί, ὅτε βέλτιον, ἥξει; ταῦτα οὐκ ἄν
ἐπένευες εἰπόντος;
ὃς οἶν τότε ἂν ἔδωκας τὴν χάριν, νῦν οὐ λογιῇ τὴν ἀνάγκην; οἶμαί γε. κἀκεῖνο δὴ μαντεύομαι θαρ- ρῶν, ὡς καὶ ἀπὼν τεύξομαι ὧν οἱ παρόντες ἀπολαύουσι Βάσ- σου τοῦ θαυμαστοῦ μέγα ποιουμένου Κυρῖνον εὖ ποιεῖν καὶ ἐμέ, παρ’ ὧν αὐτῷ δῶρον οὐ φαῦλον τῶν ἔργων ἔπαινοι.
τξ΄.
Ἰαμβλίχῳ. (358)
Ἔλαβόν σου πάνυ βραχεῖαν ἐπιστολήν, καίτοι βουλο- μένῳ με διδάσκειν ἐν ᾧ τὰ πράγματα ἕστηκεν ἦν μακροτέραν
ἐγώ σε τὸ πρῶτον ἡγούμενος εἰς
Ἰταλίαν τρέχειν ἔπεμπον ἐκεῖσε γράμματα. Πρόκλος <δὲ> α ὁ κομίζων. μικρὸν ὕστερον ἔμαθόν <σε> α Ἀθήνησιν εἶναι διενοούμην πέμπειν Ἀθήναζε, σὺ δὲ ἐκ Μακεδονίας ἐπέστελ- λες. πάλιν Ἀθήνηθεν γράφεις. τί τις ἂν ποιήσειε πρὸς τοσαῦ- τα πτερά;
ἀλλ’, ὦ πολλὰ μὲν ἀθυμήσας, πολλὰ δὲ ὑπο-
μείνας, ἀφεὶς τὸ ἐπιστέλλειν αὐτὸς φάνηθι νομίσας ταύτην εἶναι τὴν φωνὴν τῶν σῶν ἀγρῶν τῶν ἔτι μὲν καλῶν, σοῦ δὲ ἀπόντος χρόνον μακρὸν ἴσως ἀκουσομένων τι καὶ ἄλλο.
τξα΄.
Παρνασίῳ. (358)
Ἤιδειν ὅτι μου δέξη τὴν ἐπιστολὴν ἡδέως, καὶ γὰρ παρ- ὼν τοὺς λόγους. ταῦτα δὲ πείθων ἐμαυτόν, εἰ καὶ χάριν εὐθὺς αἰτοίην, οὐκ ἐκφέρομαι τοῦ εἰκότος. ἢ γὰρ οὐ νομί- ζοντα φιλεῖσθαι χρῆν ὀκνεῖν ἢ φιλεῖσθαι πεπιστευκότα δεῖ θαρρεῖν. ἡ δὲ χάρις καὶ δοῦναι ῥᾴστη καὶ τῷ διδόντι καλή.
γνῶθι δέ · Κλεόβουλος ἐξ Αἰγύπτου παρ’ ἡμᾶς μετῴκησε, ποιητής τε ἀγαθὸς καὶ διδάσκαλος οἷος οὐκ ἄλλος, δοὺς δὲ αὑτὸν οὐ πολλοῖς, οὐ γὰρ ἔρρωτο τὸ σᾶμα, πρότερον ἐποιεῖτό με τῶν ἄλλων. καὶ διὰ τοῦτο Κλεόβουλος ἐμοὶ τίμιον, κἂν
ἐπιτάττοντος ἀπειθήσω, παῖς ἠδίκηκε πατέρα.
καὶ τί δεῖ με μηκύνειν περὶ αὐτοῦ παρόντος σοι τοῦ τὸν ἄνδρα εἰδότος Ἀριστοφάνους. ὃν ἄνευ τῶν ἄλλων κοσμεῖ τὸ σοὶ συνεῖναι ἐθέλειν;
τούτῳ τοίνυν τῷ Κλεοβούλῳ παῖς ἀδελφῆς ἐστι παρ’ ὑμιν καὶ μέλλει γε τελέσειν εἰς τοὺς σοὺς ὑπηρέτας.
ἔγγραφε δὴ τὸν ἄνδρα μεθ’ ἡδονῆς καὶ τυγχανέτω χρηστοῦ τινος διὰ τὸν θεῖον καὶ τῷ δοῦναι χάριν ἔλεγχε τὴν παροι- μία ὡς ἄρα καὶ ἐν γῇ Χάριτες.
τξβ΄.
Ἀνατολίῳ. (358)
Οἶσθά που Μάρκελλον ἀπὸ τῆς τέχνης καὶ ἔτι γε προ- τερον ἀπὸ τῶν τρόπων· οὐ γὰρ μᾶλλον ἀγαθὸς ἰατρὸς ἢ χρηστὸς ἀνήρ
σὺ μὲν οὖν ·αὐτοῦ τὴν τέχνην ἐν ἄλλων ἔγνως σώμασι καὶ οὕτω γε τὰς ἁπάντων ἰατρῶν μανθάνοις· ἐγὼ δὲ αὐτὸν εἶδον ἐν τοῖς ἐμαυτοῦ κακοῖς, ἀφ’ ὧι με ἐξίλ-
ἔχοι δ’ ἂν καὶ ἕκαστος τῶν τὴν ὴμε- τέραν οἰκούντων ἐφ’ ὁμοίοις μνησθῆναι Μαρκέλλου. διὰ γὰρ δὴ παντὸς ἀφῖκται σώματος ἀντιταττόμενος τοῖς προσβολαῖς
ὥστ᾿ εἰ μὲν οὗτος ὑγιαίνοι, καὶ τοῖς νοσοῦσιν ἐλπίδες· εἰ δ ἀσθενήσειε, κοινὸς ὁ φόβος κάμνουσί τε καὶ μὴ. τοῦτον ὁ μὲν τιμῶν οὐ θαυμάζεται, μικρὰ γὰρ ἀντὶ μεγάλων δίδωσιν· ὁ δ’ οὐ τιμῶν κἂν πατρὸς πατάξειε γνάθους.
ἐμοὶ μὲν δὴ πᾶσα ἀνάγκη τὸν πρεσβύτην ἀντευποιεῖν·ἀντευποιήσαιμι δ’ ἄν,
εἰ τῇ σῇ δυνάμει χρησαίμην· ἡ γὰρ ἐμὴ λεπτή τις. προθυμοῦ δὴ καί με δεῖξον εἰς ἀμοιβὰς οὐ φαῦλον.
τοίνυν αἰτοῦ μὲν; Μάρκελλος ὀψέ ποτε γίγνεται πατὴρ μάλα ταύτης ἐπι- θυμήσας τῆς κλήσεως καὶ πρὸς ἱεροῖς ἱκετεύσας καὶ ἔστιν αὐτῷ τὰ τέκνα, Ἀσκληπιοῦ δῶρα.
διὰ δὴ τοῦτο πάνυ γέ
ρων ὢν πάνυ νέους υἱοὺς τρέφει, οὓς ἄρτι γάλακτος ἀπαλλα- γέντας εἰς στρατιώτας ὁ βασιλεὺς ἐνέγραψεν, ὧν νῦν ὁ καλὸς
τοῖς δὲ Μαρκέλλου παισὶν οὐχ ὅπως τοῦτο ῥᾷστον, ἀλλ’ οὐδ’ ὑπερβῆναι τὰς πύλας. δεδοίκαμεν δὴ
μὴ τοῦτο αὐτοὺς ἐκβάλλῃ τοῦ σχήματος καὶ σοῦ δεόμεθα τη- ρεῖν αὐτοὺς ἀπόντας ἐν τῷ σχήματι. λέγεται δὲ Μουσωνίῳ τὸ σὸν νεῦμα νόμος εἶναι, καὶ παλαιός γε ὁ νόμος τὸν ὕπαρ- χον τοῖς ἔχουσιν ὃ νῦν ἐκεῖνος ὁριστὴν εἶναι τῶν ἔργων.
βεβαίωσον δὴ δόξαν οὕτω καλὴν ἐν οἷς ἐπαγγέλλομεν καὶ
μὴ θαυμάσῃς εἰ Στρατηγίου γράμμασιν ἐμὰ Μάρκελλος παρ- έζευξε· φήμη γὰρ ἐμὲ παρὰ σοὶ πλεῖστον ἰσχύειν.
τξγ΄.
Τῷ αὐτῶ. (358)
Δόμνῳ τούτῳ πατήρ τε ἦν ἀγαθὸς καὶ κηδεστὴς βελτίων·
γαμεῖ γὰρ θυγατέρα Κέλσου, δι’ ὃν οὐκ ἄμοιροι Σύροι τῆς Ἰταλῶν φωνῆς. ἀλλὰ καὶ αὐτὸς ὁ Δόμνος τοιοῦτος, οἶος, εἰ καὶ μηδέτερον ὧν ἔφην εἶχεν, ἀπὸ τῶν τρόπων εἰκότως ἂν τιμᾶσθαι.
ζῶν γὰρ ἐν στρατιώτου σχήματι καλλίω γνώμην παρέχεται τοῦ βίου θράσους ἀπηλλαγμένος, πανουργεῖν οὐκ
εἰδώς, κέρδος ἄδικον βλάβην ἡγούμενος, χάριν ἕτοιμος μὲν
τὴν μὲν οὖν τῇδε διακονίαν πεπλήρωκε, νόμῳ δὲ πρὸς τὴν μείζω στρατείαν μεθίσταται. τοῦ δ’ ὡς ἄριστα πράξειν ἐκεῖ μίαν ἐλπίδα τὴν σὴν ἔχει ῥο-
πή ἔχει δέ γε καὶ τῆς ῥοπῆς αὐτῆς ἐλπίδας. δύο γὰρ δὴ ταῦτα παρ’ ἡμῖν ᾄδεται, ὡς ἐθέλεις τε τοῖς ἐνθένδε βοηθεῖν καὶ δύναμις ἴση τῇ γνώμῃ. ἃ νῦν ἀκούων Δόμνος ἐπὶ τοῖς ἕργοις πρὸς ἄλλους ἐρεῖ.
τξδ΄.
Ἀρισταινέτῳ. (358)
Νικέντιον μὲν τὰ σὰ γράμματα φίλον ἡμῖν ἐποίει, Μό- δεστον δὲ ὄντα καὶ πρὸ τοῦ φίλον μᾶλλον ἢ πρότερον ἐποίει τὰ γράμματα.
τὴν μὲν οὖν πόλιν ἡμὶν εὔφρανε τῇ περὶ ἐμὲ σπουδῇ, ἐμὲ δὲ τῇ περὶ σοῦ μνήμῃ. τὸ γὰρ ὑπὸ τῶν
καλῶς σε εἰδότων ᾀδόμενον καὶ αὐτὸς ἐφθέγγετο· οὔπω τοιοῦτον εἶδον.
καὶ διεξῄει πολλὰ τῶν σῶν προστιθείς, ὡς οὐκ ἂν πάντα εἰπεῖν ἔχοι. εἶτ’ ἐκαλεῖτο μὲν ὑπὸ τῆς ἑσπέρας ἐπὶ λουτρά, κατείχετο δὲ ὑπὸ τῆς ἡδονῆς ἐν τῷ λόγῳ.
καὶ ὁ μὲν ἐπῄνει τὰ σά, Φουρτουνατιανὸς δὲ ἐκεῖνον, ὅτι ἃ χρῆν ἐπῄνει. τί οὖν ἐγώ; σιγῶν ἠρυθρίων ὡς ἂν αὐτὸς ἐπαινούμενος. εἰσάγω δὴ τὸν ἄνδρα εἰς τὸ βουλευτήριον, οὗ λόγων ἀγῶνες ἡμῖν. καὶ ἴσως οὐκ ἠνίασα λέγων.
λαβὼν
δὴ παρὰ σοῦ δύο ἄρχοντας φίλους ἑνὶ γέμοντι σοφίας ἀμεί- βομαί σου τὸ δῶρον. Ἁρποκρατίων γὰρ οὑτοσὶ καὶ ποιητὴς ἀγαθὸς καὶ παιδευτὴς ἀμείνων, δεινὸς μὲν ἐνθεῖναι τὰ τῶν παλαιῶν νέοις, δεινὸς δὲ ἐκείνοις παρισωθῆναι, βεβιωκὼς δὲ συνεχῶς ἐν βιβλίοις ἤκιστα μετέχει κομψείας ἁπλοῦς τις ὢν
καὶ γενναῖος καὶ οὐκ ἂν ἁλοίη φρονῶν μὲν ἕτερα, λέγων δὲ ἄλλα.
οὗτος Εὐδαίμονι κοινωνήσας καὶ τροφῆς καὶ μου- σείων πάλαι μὲν ἐν τῷ φοιτᾶν, νῦν δὲ ἐν τῷ παιδεύειν καὶ μικροῦ τῷ φίλῳ συμπεφυκὼς ὑπὸ τῆς ὑμετέρας ἀπερράγη δυ- ναστείας. καὶ νῦν διακριθέντες, μετὰ δακρύων πορεύεται
μὲν αὐτός, κάθηται δὲ ἐκεῖνος. 7, Εὐδαίμονα μὲν οὖν ἐγὼ παραμυθήσομαι, σὺ δ’ Ἁρποκρατίωνι γίγνου τοῦθ’ ὅπερ ἡμεῖς Εὐδαίμονι.
τξε΄.
Σπεκτάτῳ. (358)
Ταύτην ἔδει τὴν ἐπιστολὴν ἔπαινον εἶναι τῶν εἰς Ὁνω- ράτον ὑπὸ σοῦ πεπραγμένων, ἡ δὲ ἔρχεται παράκλησιν ἔτι φέρουσα. καὶ τοῦτο μὲν δὴ μέτριον, ἐκεῖνο δὲ ἄξιον δεῖσαι
μὴ καὶ ἡ μετὰ ταύτην ταύτην μιμήσηται.
καίτοι τί μαθὼν οὐκ ἐπιτελεῖς ἅ γε ὑπέσχου; πότερον ὡς τὸ ψεύδεσθαι καλόν; οὐ σόν γε τὸ ἐπαινέσαι ψεῦδος. ἀλλ’ ὡς ἐλάττων σοι δύναμις ἧς αἰτοῦμεν χάριτος; καὶ μὴν ἐγέλας οὐδὲν σπουδῆς ἀνιέντος τοῦ Κυρίνου καὶ παρεδήλους ὡς τά γε τηλικαῦτα κἂν καθεύ-
δῶν χαρίζοιο.
ἔτι τοίνυν δοῦναί σε ἔσμεν ἑτοίμως χαριζό- μενον δεομένῳ καὶ διωθούμενον ἀναγκάζοντα. λείπεται οὖν ὡς μὴ φιλούντων ἀμελεῖν. ἀλλ’ ὅταν τοῦτο περὶ τῆς μητρὸς εἵπης, καὶ καθ’ ἡμῶν ἐξέσται σοι.
ἀλλ’ ὦ πράττων μὲν ὅσα ἐθέλεις, ἃ δ’ ἑκὼν ὑπερβαίνεις, περὶ τούτων ἀπολογίας
μελετῶν, ἐννοήσας μὲν τοῦ νέου τὴν τῶν τρόπων ἀρετήν,
ἂν καὶ πᾶσαν τὴν πόλιν, ταῦτα ἐνθυμηθεὶς μὴ φροντίσῃς ὅ τι πρὸς ἡμᾶς ἐρεῖς, ἀλλ’ ὅ τι πράξας χαριῇ.
τξς΄.
Βάσσῳ. (358)
Ἐγὼ τὸν σὸν υἱὸν παρόντα μὲν καὶ ἐφίλουν καὶ ὠφέ-
λοῦν, εἰς ἀπόντα δὲ τό γε ἕτερον ποιῶ καὶ φιλῶν οὐ πέπαυ- μαι. δοκεῖς δέ μοι καὶ σὺ λόγους εὑρὼν ἐν αὐτῷ χάριν εἰδέναι τῷ δεδωκότι.
τούτου σημεῖον, ἀμοιβαὶ παρὰ σοῦ φοιτῶσιν ἀνδρί γε ἐλευθέρῳ μεγάλαι. καλῶ δὲ ἀμοιβὰς τὰ γράμματα. προσθεῖναι δὴ ταύταις ἔξεστί σοι καὶ δοῦναί μοι δῶρον, οὗ
σοὶ μὲν ῥᾷον οὐδέν, ἐμοὶ δὲ μεῖζον οὐδέν
οἶσθά που Κυ- ρῖνον, ὅν οἱ λόγοι μὲν εἰς σοφιστοῦ θρόνον ἐκάθιζον, ἡ Τύχη δὲ εἰς ἀρχόντων ἤγαγεν. ἐκεῖνον λέγω τὸν Φιλίππῳ παρε- δρεύσαντα, τὸν Λυκίαν θεραπεύσαντα, τὸν ΙΙαμφυλίαν σεσω-
τούτῳ παῖς ἐστιν Ὁνω- ράτος, ὃν εἰ καὶ ἐμὸν θείης, οὐκ ἀδικήσεις. οὗτος ὁ νέος ἐγγέγραπται μὲν τῷ σῷ χορῷ, ᾄδει δὲ νῦν ἐν τῷ ἡμετέρῳ καὶ ἔσται δὴ βελτίων εἰς ἐκεῖνον ἀπὸ τῶν ἐν τούτῳ μελῶν. ἥξει δέ, οἶμαι, τότε, ὅταν γράφειν μὲν ὀξύτατος ᾖ, λέγειν δὲ ἀγα-
θός. νεότης δὲ τοὺς γονεῖς μὴ φοβῇ.
ἄπεστι μὲν οὖν οὐ μόνος, μόνος δὲ ἴσως ὑπὸ καλῆς αἰτίας. ἣν αἰδεσθεὶς τίμη- σον ἐν τῷ καταλόγῳ τῶν νέων χώραν διδούς, ἣ πρὸ πολλῶν αὐτὸν ἀποδείξει. καὶ σοὶ παρ’ ἡμῶν ἀντὶ τούτων ὃ κεκτή- μεθα μόνον, ὁμολογία τῆς χάριτος ἐν λόγοις μακροῖς.
τξζ΄.
Μοδέστῳ. (358/59)
Ἀρ’ ὅπερ αὐτοὶ πεπόνθαμεν, τούτῳ καὶ αὐτὸς κατεδχέ- θης; ἡμεῖς ἑσπέρας προσιούσης, ὅτε δὴ βαδίζειν εἰώθαμεν παρὰ σέ, παρὰ μὲν τῶν ποδῶν ἀπαιτούμεθα τὴν ὁδόν, ἰδεῖν
δέ <σε> α οὐκ ἔχοντες ἀλγοῦμεν.
ἴσως δὴ καὶ αὐτῷ σοι γίγνεται δύντος ἡλίου. διδάσκομαι δὲ τοῦτο τῷ τε ἄλλῳ σου τρόπῳ καὶ ταῖς αἰτίαις αἷς με ᾐτιῶ παραπέμποντά σε.
ἔλεγες τοίνυν ἠδικῆσθαι δύ’ ἡμέρας ἐκλιπόντος μου τὴν συνουσίαν, καὶ ἦν ἡδίω μέλιτος τὰ ἐγκλήματά μοι. κατηγοροῦντος δέ μου
τοῦ νοσήματος, ὃ τὴν κεφαλὴν ἐνοχλεῖ, καὶ φάσκοντος οἴκοι
ταῦτα δὴ τὰ τῶν ἰδιωτῶν πρὸς ἀλλήλους ὁ ἄρχων πρὸς τὸν ἀρχόμενον. τὸ δὲ φιλούμενον οὕτως εἰδέναι φιλεῖν τοῦ δικάζειν, ὥσπερ δικάζεις, οὐ μεῖον
εἰς ἀπόδειξιν ἀρετῆς.
ὅτι μὲν οὖν τῷ πόνῳ μὲν μιμῇ τὸν Ἡρακλέα, τῷ τάχει δὲ τὸν Περσέα, καλῶς οπιεῖς. ἀλλά σου δεόμεθα τῶν πτερῶν μὴ μόνον ὑπὲρ τὸν Εὐφράτην σε τα- χέως ἄγειν, ἀλλὰ καὶ πρὸς Ὀρόντην, τὸν ἡμέτερον ποταμόν, ἐπανάγειν ὀξέως.
τξη΄.
Θεμιστίῳ. (358)
Ἴδου σοι, τὸ πάλαι ῥαπτόμενον ἐπὶ τέλος ἥκει· τὴν Ἁρ- ποκρατίωνος ἡμᾶς ἀφελόμενος γλῶτταν ἔδωκας τοῖς οὐδὲν δεο- μένοις καὶ δεσμὸν χαλεπώτερον εἰς λύσιν τοῦ Γορδίου λέλυ-
κἀς, μᾶλλον δέ, ἔτεμες κατ’ ἐκεῖνον τὸν οὐ δυνηθέντα λῦσαι. εἰ μὲν γὰρ πείσας εἶχες, ἔφην ἄν σε λελυκέναι, νῦν δέ, ἐβιάσω γάρ, φημί σε τεμεῖ καὶ μειδιᾷς δὴ μεγάλα φρονῶν ἐπὶ με- γάλῃ τῇ δυνάμει καὶ πᾶν ὅ τι ἂν ἐθέλῃς ἕλκε
ὁ Ζεὺς δὲ ἐκεῖνος, ὁ σὸς προστάτης καὶ παρ’ οὗ κατέβης καὶ πρὸς ὃν
ἄπει, πρόχειρον ὂν γῆν καὶ θάλατταν ἀνασπάσαι καὶ κρεμά-
λόγον δέ σου λαβών, ὃς ὅσα τῇ πρεσβείᾳ τὴν πόλιν ὤνησας ἴΜεν,
εἶτα γνοὺς ὡς μεταπέμποιο σοφιστάς, μαθητὰς ἔφην ὁ καλὸς ζητεῖ Θεμίστιος. τίς γὰρ ἔτι ῥήτωρ σοῦ τοιαῦτα δημιουργοῦντος; οὐχ οὕτως ὁ Τηλέμαχος ἐῴκει τῷ πατρὶ τὴν μορφήν, ὡς σὺ τῷ Δημοσθένει τοὺς λόγους, οὓς πάλαι κεκτη- μένος ὀψέ ποτε ἐξήνεγκας.
τῇ τε οὖν ἄλλῃ δεῖ τὴν πρε-
σβείαν ἐπαινεῖν καὶ ὅτι τούτοις ἔδωκεν ἀφορμὴν εἰς μέσον ἐλ- θεῖν. ποίει δὴ πολλὰ τὰ καλὰ καὶ πέμπε τοὺς λόγους μὴ τοῖς ἄρχουσι μόνον, ἀλλὰ καὶ οἷς ἀρχὴ μὲν οὐκ ἔστιν, ὦτα δὲ ἴσως.
τξθ΄.
Ἰουλιανῷ. (358)
Διπλῆν ἀνῄρησαι νίκην, τὴν μὲν ἐν ὅπλοις, τὴν δὲ ἔ λόγοις, καί σοι τρόπαιον ἕστηκε, τὸ μὲν ἀπὸ τῶν βαρβάρων, τὸ δ’ ἀπ’ ἐμοῦ τοῦ φίλου.
τουτὶ δὲ τὸ τρόπαιον ἡδὺ τῷ
περὶ δὲ τοῦ μέτρου τῆς ἐπιστολῆς δεῖ δήπου με ἀπολογήσασθαι τῷ στρατηγῷ τὸν ῥή-
τορα, μᾶλλον δέ, τῷ λέγειν οὐχ ἧττον ἢ μάχεσθαι μαθόντι.
ἐπειδή σε βασιλεὺς ἐκάλεσεν εἰς κοινωνίαν τῆς ἀρχῆς, ᾠή- θην δεῖν ἀφελεῖν τῆς παρρησίας καὶ μὴ ποιεῖν ἃ πρὸ τοῦ πρὸς ἄνδρα τοσοῦτον γεγενημένον. δεινὸν γάρ, εἰ σκιαμαχοῦν- τες μὲν ἐν ταῖς τῶν ἀγώνων μελέταις εἰσόμεθα, πῶς Περικλεῖ
καὶ Κίμωνι καὶ Μιλτιάδῃ διαλεκτέον, ἐπὶ δὲ τῆς ἀληθείας παροψόμεθα τὸν νόμον.
αὐτὸ γὰρ τοῦθ’ ὃ σὺ φῄς, ὡς αἱ τῶν στρατηγῶν ἐπιστολαὶ βραχεῖαι διὰ τὸ πράττειν, ἔπειθέ με καὶ αὐτὸν συστέλλειν τὰ γράμματα εἰδότα ὡς ὅστις ὐπ ἀσχολίας οὐκ ἔχει μακρὰ ἐπιστέλλειν, κἂν ὑπ’ ἄλλου μακρὰ
γράφοντος ἐνοχληθείη.
νῦν οὖν ἐπειδή με παρακαλεῖς εἰς μῆκος, ὑπακούσομαι. καί σοι συγχαίρω πρῶτον μέν, ὅτι τὰ ὅπλα ἔχων ἐν χεροῖν οὐκ ἐξέλυσας τὴν περὶ λόγους σπουδήν, ἀλλὰ μάχῃ μὲν ὡς οὐδὲν ἄλλο δρῶν, ζῇς δὲ ἐν βιβλίοις ὡς ἀφεστηκὼς μάχης· ἔπειθ’ ὅτι τῷ μεταδόντι τῆς ἀρχῆς οὐ
ταῦτα ἐπαινῶ καὶ τὸ μὴ μετὰ τῆς ἐσθῆτος
ἀμεῖψαι τὴν γνώμην μηδ’ ὑπὸ τῆς ἐξουσίας ἐκβαλεῖν τὴν μνήμην τῶν φίλων. καί σοι πολλὰ ἀγαθὰ γένοιτο, ὅτι με τὸν ἐπαινοῦντα τὴν σὴν φύσιν οὐ ψεύστην ἀπέφηνας, μᾶλ- λον δέ, ὅτι ψεύστην ἀπέφηνας οὐδὲν εἰπόντα τοσοῦτον ὀπό- σον ἔδειξας.
ἐκεῖνό γε μὴν σὸν ἀτεχνῶς καὶ ἐξ οὐδενὸς
παραδείγματος ὁρμηθέν. τῶν γὰρ ἄλλων ὁμοῦ τῇ βασιλείᾳ δε- παραδείγματος καὶ χρημάτων ἔρωτα καὶ τῶν μέν, εἰ καὶ μὴ πρότε- ρον ἐπεθύμουν, ἀρχομένων ἐρᾶν, τῶν δ’ ἐπιτεινόντων προ- ενοικοῦν τὸ πάθος σὺ μόνος ἐν δυναστείᾳ καταστὰς τῶν πα- τρῴων ἀπέστης τοῖς γνωρίμοις τῷ μὲν οἰκίαν διδούς, τῷ δὲ
ἀνδράποδα, γῆν ἑτέρῳ, χρυσίον ἄλλῳ, καὶ διεδείχθης ἰδιώτης μᾶλλον ἢ βασιλεὺς εὔπορος.
καὶ μή με οἴου τῶν φίλων ἐξελαύνειν ἐμαυτόν, ὅτι μὴ τῶν εἰληφότων εἷς καὶ αὐτός. ἔχω γὰρ εἰπεῖν, ἀνθ’ ὅτου μόνος οὐκ ἔχω. σὺ ταῖς πόλεσι τά τε ἄλλα βούλοι’ ἂν εἶναι, δι’ ὦν εὐδαιμονοῦσι πόλεις, καὶ δὴ
καὶ λόγων ἰσχὺν εἰδὼς ὅτι, τούτους ἂν σβέσῃ τις, εἰς ἴσον
ἔδεισας οὖν μὴ λαβόμενος εὐπο- ρίας φύγω τὴν τέχνην, καὶ δεῖν ᾠήθης ἐν πενίᾳ με φυλάτ- τειν, ὅπως καὶ αὐτὸς φυλάττοιμι τὴν τάξιν. οὕτω μοι μαν- τεύεσθαι βέλτιον. οὐ γὰρ ἐκεῖνό γ’ ἂν εἴποις, ὡς ἄλφιτα μὲν
Kαπανεύς τε καὶ Ἀμφιάραος, ὁ δεῖνα δὲ οὔτ᾿ ἐν λόγῳ οὔτ’ ἐν ἀριθμῷ.
ἀλλ’ ἔστι τὸ μὴ δοῦναι κηδομένου τῶν ὅλων. τοιγαροῦν ἐν ἀπορίᾳ χρημάτων πλουτοῦμεν ῥημά- των, τοῦτο δὴ τὸ σόν, καὶ τὴν ἀρχὴν ἣν ἄρχομεν ἴσως οὐ καταισχύνομεν, ὥσπερ οὐδὲ σὺ τὴν μεγάλην.
το΄.
Παύλῳ. (358)
Καὶ γὰρ ἦν εἰκός, ὦ φίλε Παῦλε, μὴ τὸν νόμον ἀνελεῖν, ὃν αὐτὸς ἔθηκεν ἐκεῖνος. ἦν δὲ οὗτος ὁ νόμος τῷ μεμνῆσθαι προστιθέναι τὸ γράφειν. οἷς δ’ ἂν ἔλθῃ τι παρὰ θεῶν ἀγα-
θόν, οὐκ ἐκείνοις δεῖ μόνον, ἀλλὰ καἰ τοῖς ἱερεῦσιν εἰδέναι χάριν.
σὺ τοίνυν ἡμῖν ἐν ἱερεῦσι τεταγμένος μετέχεις ὧν ἐκείνους εἰκός. οὐ γὰρ ἀγνοῶ τοῦθ’ ὅτι ὤτρυνας σπεύ-
τοα΄.
Ἀκακίῳ. (358)
Πάνυ μοι φαίνῃ φιλόχρυσόν με νομίζειν, ὃς ἐκέλευες Ὀλυμπίῳ τὸν ὑπὲρ τῶν γάμων κομίζειν μοι στατῆρα γραμμά- των ἄνευ. ὁ δέ, ᾔδει γάρ, τίς μὲν εἰς χρυσὸν ἐγώ, τίς δὲ εἰς γράμματα, μὴ δεχόμενος ἄμφω καὶ τὸ χεῖρον ἀφῆκεν. ἔφερε μέντοι μοι παντὸς χρυσίου τιμιώτερον τὴν ὑπὲρ τῶν γάμων
διήγησιν. ἡ δὲ ἦν τοιάδε τις.
ἔφασκέ σε τρέμειν μέλλοντα τὴν παῖδα δείξειν. ἡδὺς ὁ τρόμος πατρὶ καὶ ὃν ἐπελθεῖν εὔξατο, φανεῖσαν τὴν κόρην ἐκπλῆξαι τοὺς θεατὰς τῇ τε ἄλλῃ καὶ τῷ κάλλει τῶν ὀμμάτων, ὥστ’ εἶναι τοὺς λέγοντας· Ἀρ- τέμιδι ἰκέλη. τοῦθ’ ἥσθην ἀκούσας <καὶ> α ὅτι τῷ κάλλει
τῆς ψυχῆς ἁμιλλᾶται τὸ τοῦ σώματος καὶ ὁ μὲν φίλος ἡμῖν πατὴρ τοιαύτης, ὁ δὲ μαθητὴς ἡμῖν ἀνὴρ τοιαύτης.
μα-
νυμφίῳ μὲν δεδόσθαι παρὰ τῆς μητρὸς γῆν ἀτεχνῶς τὸ μέ- σον Κορίνθου καὶ Σικυῶνος, τῆς νύμφης δὲ ταύτην οὐ γε- νέσθαι μεγαλοψυχίᾳ σῇ. παυσάσθω δὴ πενίας μεμνημένος Καλύκιος ὁ Καλλίας ἀμφοτέρωθεν ἔχων γῆν ἀρίστην.
τὼ δ’ ἅμα καλὴν ἥρηνται Ζυγίαν καὶ λυσίζωνον Ἄρτεμιν.
οὐ γάρ με ἔλαθον ὠδῖνες μητρὸς ἀναμιχθεῖσαι γάμῳ θυγα- τρὸς ἡδίστης ὧν ἀκήκοα. καὶ γὰρ τὸ τεχθὲν ἡμέτερος χορευ- τής, ἄλλος οὗτος Ἡρακλῆς, Τιτιανοῦ ζηλωτής, ὃς εἰκότως μὲν ἦλθεν ἐκεῖσε μεθέξων τῆς ἑορτῆς, εἰκότως δ’ ἂν ἔλθοι δεῦρο ληψόμενος ἕ πρόσθεν. Λαὶ γὰρ εἰ μέγας ἐν μικρῷ γεγένηται
χρόνῳ, μείζων ἐν πλείονι φανεῖται.
μὴ θαυμάσῃς δὲ εἰ καινόν τι ποιῶ ζητῶν νέον· καὶ γὰρ ἡ τοῦ νέου φύσις τῶν καινῶν. αὐτός τε οὖν κινείσθω καὶ Καλύκιος μὴ μελλέτω νεανίσκος τὰ τοῦ πατρὸς μιμησόμενος· ὡς ὡς γε ἐν δοκα- στηρίοις κράτος, ἢν προσενέγκῃ πόνους, ὧν τὸ πέρας ἡδονή.
δίκαιος δέ ἐστιν ἔχεσθαι τῆς τέκνης· καὶ γὰρ εἰ φθάσας ἔχει τῶν λόγων τὸ ἆθλον, ἐπ’ ἐκείνῳ γε θηρευέτω τοὺς λόγους· αἰσχρὸν μὲν γὰρ ὄντας οὐδεπώποτε κτητέον, καλὸν όὲ ὄντας ἀεὶ κτητέον.
τοβ΄.
Ἀπελλίωνι. (358)
Τιβερίῳ τούτῳ μέγα μὲν ἐλάττωμα ἡ ἀπραγμοσύνη, βοή- θεια δὲ μείζων τὸ σὲ Κιλίκων ἄρχειν, ὃς οὐ τοῖς πολλὰ πράτ- τουσι προσέχεις μᾶλλον ἢ τοῖς τὸ δίκαιον λέγουσιν.
ἐμοὶ δὲ πολλαχόθεν ἐστὶν ἄξιος σπουδῆς. οὔτε γὰρ Φιλαγρίου μοι
μὴ μεμνῆσθαι θεμιτόν, ἀδελφῇ τοῦδε συνῴκει, αὐτός τε οὗτος ἐφοίτησεν ὡς ἡμᾶς καὶ ἦν ἂν ῥήτωρ, εἴ τις αὐτὸν ἐπέ- τρεπεν, ἀλλ’, οἶμαι προαφειλκύσθη.
ἔτι τοίνυν Μάρκος τε, οὑμὸς ἀνεψιός, καὶ οὗτος ἀδελφὰς ἔχουσι γυναῖκας, Ἡσυ- χίου θυγατέρας. Ἡσυχίῳ δὲ υἱεῖς δύο, Εὐτρόπιός τε καὶ Κέλ-
σὸς, οὓς μάλιστα μὲν φιλῶ, μάλιστα δὲ φιλοῦντας ἔχω.
σκό- πει τοίνυν ὡς ἐμοί τε ἀνάγκη τοῦδε φροντίζειν ἀπὸ τοσού-
ἐξ αὐτῶν δὲ ὧν σου δεήσεται βέλτιστον εὑρήσεις τὸν νεανίσκον· οὕτως οὐδὲν οἶδεν ἐπαγγέλλειν οὔτ᾿ ἄδικον οὔτε
βαρύ
τογ΄.
Ἀκακίῳ (358)
Μακρὰν ἀπολογίαν ἀπέτεινας ὑπὲρ τῆς περὶ τὴν παῖδα φροντίδος οὐδενός, οἶμαι, διώκοντος. ὁ γὰρ Ὀλύμπιος οὐ
κατήγορος ἦν, ἀλλ’ ἄγγελος τοῦ τρόμου σὺν ἡδονὴ.
σὺ δὲ πολλοὺς μὲν τοιούτους φοβηθείης φόβους, φοβηθείης δὲ κἀκεῖνον ὑπὲρ τῶν υἱέων καὶ τοῦ κηδεστοῦ, ὅν φὴς καὶ σοὶ δι’ ἡμᾶς γεγονέναι πολλάκις μέλλοντας ἀγωνιεῖσθαι.
τὴν δὲ ὑπὲρ τοῦ θέρους βουλὴν μεταβαλὼν ἐπαινῶ. Καλυκίῳ τε
γὰρ οὐκ εἶχε καλῶς οὕτως ὀξέως ἐκπηδᾶν τοῦ θαλάμου Τι- τιανῷ τε πλησίον ὁ διδάσκαλος, αὐτὸς ὁ πατήρ.
σὺ μὲν οὖν ἔκρυψας τὴν αἰτίαν, ἐγὼ δὲ κηρύττω τὴν σὴν ἐκείνην ἐκβαλών, ἥ φησι κίνδυνον ἂν γενέσθαι τῷ νέῳ θέατρά τε xal πολυανθρωπίαν. ἄλλος μὲν γὰρ ἴσως τούτοις ἂν διεφθάρη,
ἀλλ ἀγαθῇ γε τύχῃ μενέτω τε καὶ πληρούσθω λόγων ἀρχαίων ἡγεμόνι τῷ γονεῖ χρώμενος.
τοδ΄.
Ἀρισταινέτῳ. (358)
ἔμελλές ποτε καὶ τῶν ἐν ἀρχῇ γεύεσθαι πόνων ὡς οὐ πάσῃ μηχανῇ τὸ ἄρχειν φυγών, καὶ νῦν ζώνη καὶ στρατεία καὶ ὄχλος περὶ θύρας καὶ ἀγρυπνίαι καὶ φροντίδες, ἡ πολλὴ δὲ ἐκείνη ῥᾳστώνη καὶ τὸ ἀργεῖν ἐκκεχώρηκε.
φοβοῦμαι δὲ οὐδὲν μὴ τῶν μεγίστων πρῶτον ἁψάμενος ἰλιγγιάσῃς ἡμῖν,
ἡ γὰρ δὴ σὴ φύσις καὶ μελέτης χωρὶς ἐπίσταται κατορθοῦν, ὥστε πιστεύω ταχέως μέν σε θαυμαστὸν ἐν τοῖς παροῦσι φα- νεῖσθαι, ταχέως δὲ τῇ περὶ ταῦτα ἀρετῇ πρός τι λαμπρότερον ἥξειν.
ἐφ’ ᾧ δὲ αὐτός τε μάλιστα ἥσθην σύ τ’ ἂν <φθό-
ἀλλὰ τὸ πάλαι τοῦτο· ἄξιος Ἀρισταί-
νετος κοινῇ φωνῇ διὰ πάσης ἐχώρει τῆς πόλεως. καὶ δὴ καὶ ὁ βασιλεὺς ἐθαυμάζετο μελίττης σοφώτερον συνθεὶς τὸ τῆς ἀρχῆς κηρίον.
εἰ μὲν οὖν ἐξῆν μοι καὶ αὐτῷ παρὰ σὲ τρέ- χειν, ἐπετόμην ἄν· νῦν δὲ ᾧ βαδίζειι ὑπῆρχεν, ἥκει Διάνιος, ὁ σὸς μὲν συγγενής, ἐμὸς δὲ ἑταῖρος πολλάκις μὲν ὑπὸ σοῦ
κεκλημένος πρότερον, νῦν δέ γε ὑπὸ τοῦ καιροῦ. τὸ γὰρ σὲ Βιθυνίας κρατεῖν κατάγει τὸν ἄνδρα πολὺν δὴ χρόνον φυ- γόντα τὴν οἰκείαν διὰ τὸ φοβεῖσθαι βουλὴν καὶ πενίαν. εἰ γὰρ ἐλάβοντο ἐπιδημοῦντος τοῦδε οὐ δυναμένου λειτουργεῖν, λοιπὸν ἦν δεδέσθαι.
ἐδόκει οὖν αὐτῷ μετριώτερον εἶναι
γῆ ξένη μετ’ ἐλευθερίας ἢ πατρὶς μετ’ ἀτιμίας. καὶ τῷ μὲν ἀφεστάναι τῆς μητρὸς ἤλγει, τὴν μητέρα δὲ ἰδεῖν ἐπὶ τοιαύ- ταις ἐλπίσιν ὤκνει.
τῷ μέντοι παρ’ ἡμῖν βίῳ καὶ τὴν μη- τέρα καὶ σὲ καὶ πάντας ὑμᾶς κεκόσμηκε μετὰ σωφροσύνης τε
δέχου δὴ τὸν οἰκεῖον πολλοὺς
τῇδε διὰ τῶν τρόπων κτησάμενον φίλους καὶ βούλευσαι περὶ τοῦ· τίνα χρὴ τοῦτον ὁδὸν ἐλθεῖν; εἴτ’ οἴκοι μένειν εἴθ’ ὡς ἡμᾶς ἀναστρέφειν εἴτε ζῆν ἐν τῇ Μεγάλῃ πόλει ποιούμενον τὸν βίον ἀπὸ τῶν δικῶν;
τοε'.
Ἀλκίμῳ. (358)
Ἀποπέμπομεν ὑμῖν Διάνιον ἡμῖν τε. οἷς ἠκολούθησε τῇδε, δόξαν περιθέντα καὶ ὑμῖν τοῖς Βιθυνοῖς, ἐξ ὧν ἔφυ. σὺ δὲ οἶδα ὅτι τὸν ἄνδρα ἰδὼν χρόνων τε ἐκείνων εἰς μνή- μην ἥξεις ὧν οὔτε πρότερον οὔθ’ ὕστερον ἡδίους εἶδον ἐγώ, 15 καὶ τῶν ἐνταῦθά μοι πεπραγμένων ἀγνοήσεις οὐδέν.
οὐ γὰρ τοῖς μὲν παρεγένετο, τῶν δὲ ἀπελείφθη, οὐδ’ αὖ τοσαῦτα
τὰ μὲν οὖν περὶ τοὺς λόγους ἀκούων ἴσως οὐκ ἀνιάσῃ, τὸ σῶμα δέ μοι μικρᾶς πάνυ τυχὸν εἰρήνης
τὰ πολλὰ πολεμεῖται, καὶ πολλάκις γε ἐγενόμην ἐκεί τῶν εὐχομένων ἀπελθεῖν.
ἐγὼ μὲν οὖν εἰς τοῦτο εὐδαιμονίας ἥκω, δεῖ γὰρ εὐφήμως εἰπεῖν, Διανίῳ δὲ ἐλευθερίας ἐπιθυ- μοῦντι βοήθησον πάσῃ τέχνη. δύνασαι γὰρ εὖ ποιῶν ὅσονπερ ἐν τῇ σαυτοῦ, τοσοῦτον ἐν τῷ ἔθνει, ἡ δὲ σὴ δύναμις οὐκ
ἀπὸ τοῦ πολλὰ κεκτῆσθαι, ἀλλ’ ἀπὸ τοῦ παρὸν κτήσασθαι μὴ βουληθῆναι.
πῶς οὖν ἐλεύθερος ὢν ἐλευθερίας ἐπιθυμεῖ; τὸ βουλεύειν πλουσίῳ μὲν ἡγεῖται καλόν, πένητι δὲ δουλείαν. ἔστι δὲ αὐτῷ τοσαῦτα, ὅσα αὐτὸν ταπεινὸν μὲν οὐδὲν ἀναγ- κάζει ποιεῖν, χορηγεῖν δὲ οὐκ ἐᾷ. φοβεῖται οὖν μὴ ζητήσῃ 15 τὴν ξένην οἴκαδε ἐπανήκων. 6, τοῦ δὲ μὴ τοῦτο γενέσθαι μελήσει μὲν Ἀρισταινέτῳ, μελέτω δὲ καὶ σοί. τυχόντος μὲν οὖν ἀδείας ἡμεῖς ὑμᾶς ἐπαινεσόμεθα, μὴ τυχόντα δὲ ὅπως ἡμῖν ἀποστελεῖτε, φροντίζετε.
τος΄.
Θεμιστίῳ. (358)
Διανίῳ μήτηρ τέ ἐστι καὶ πατρὶς ἣν οἶσθα. τῇ μὲν οὖν μητρὶ καλούσῃ μὴ πείθεσθαι οὐκ εἶχεν, ἡ πατρὶς δὲ ἡδὺ μὲν αὐτῷ, διότι πατρίς, φοβερὸν δὲ διὰ τὸ προσδέχεσθαι λειτουρ-
γιῶν ἀνάγκας ἐν πενίᾳ.
ἐπεὶ οὖν τῇ τε μητρὶ δεῖ χαρί- σασθαι καὶ αὐτὸν μὴ κακῶς παθεῖν, ἔδοξέ μοι δεῖν ὡς σὲ πρῶ- τον τὸν ἄνδρα ἐλθεῖν, εἶτ’ ἐκεῖθεν τὴν τῆς Ἀθηνᾶς προσλα- βόντα ῥοπὴν οὕτως ἤδη πανταχῆ χωρεῖν· μετὰ γὰρ δὴ ταύ- της τῆς θεοῦ καὶ τὴν Στύγα ἂν διαφύγοι.
δίκαιος δ’ ἂν
εἴης χεῖρα ὀρέξαι, πρῶτον μέν, ὅτι πλεῖστα ἀνθρώπων δεομέ- νοις ἐβοήθησας, οἷς οὐδὲν ἦν πρὸς σὲ δίκαιον πλὴν αὐτοῦ τοῦ δεῖσθαι· ἔπειθ’ ὅτι τοὺς ἡμετέρους ὁμιλητὰς οὐκ ἔστιν εἰπεῖν μὴ οὐχὶ καὶ σοὺς εἶναι. τρίτον, εἰ δὲ βούλει, πρῶτον, Ἀρισταινέτου συγγενὴς οὗτος, οὐκ αἰσχύνων τὸ γένος, αἰδέ-
σιμὸς δὲ σὺ μὲν ἐκείνῳ, σοὶ δὲ ἐκεῖνος. ᾧ χαριζόμενος ἐκ τοῦ φιλεῖν ἐμὲ χάρισαι καὶ τῇ περὶ τοῦτον εὐνοίᾳ.
ἄνευ δὲ τῶν ἄλλων εὖ ποιήσεις ἄνδρα, παρ’ ᾧ πολλοὺς τῶν σαυτοῦ λόγων εὑρήσεις, οὐκ ἐν πήρᾳ γε τούτους οὐδὲ ἐν βιβλίοις, ἀλλ’ ἐν μνήμη καὶ τῇ ψυχῇ κειμένους, τούς τε ἄλλους καὶ δι’
ὧν ἔδειξας ὅτι σὺ ἐγένου πρεσβευτής.
τὸν δὲ λόγον τοῦ-
τοζ΄.
Θαλασσίω. (358)
Ἐγὼ τοῖς σοῖς ἐγκαλῶ μὲν οὐδέν, χάριν δὲ οἶδα πολλήν. οὐ γὰρ μόνον ὧν ἐπηγγέλλομεν τυγχάνομεν, ἀλλὰ κἂν διαλεί- πωμεν ἐπιτάττοντες, ἀδικεῖσθαί φασιν, ὅτι μηδὲν ὑπηρετοῦσι.
σὲ μέντοι καὶ οἱ σοὶ καὶ αὐτὸς αἰτιῶμαι, ὅτι δὴ τοῦ συν- εῖναι καὶ τοῖς οἰκείοις καὶ τοῖς φίλοις πρότερον ἔθου δυνά- μεώς τινος ἐλπίδα. καίτοι φασὶν οὐκ ἀργῶς σε τοῖς ἐκεῖ προσφέρεσθαι. οὐδὲ γὰρ εἰς γέλωτα καὶ ῥᾳστώνην καὶ σκώμ- μαια καὶ ὕπνον ἀναλίσκειν τὸν χρόνον, ἀλλὰ καὶ πονεῖν καὶ
νήφειν καὶ ἐνεργὸν εἶναι καὶ τοῖς σώφροσι χαίρειν καὶ παρά- δειγμα ποιεῖσθαι τὸν Σπεκτάτου βίον.
ἐγὼ δὲ ἐλθόντα μὲν έκεῖσέ <σε> α ταῦτα ποιεῖν ἠξίουν, τοῦ δὲ ἐλθεῖν τὸ μένειν οἴκοι βέλτιον ἄγειν. ὅτῳ γὰρ γυνὴ μὲν ἀγαθὴ καὶ νέα, παῖδες δὲ οὐδέπω, μεγάλα δὲ τὰ ὄντα καὶ ὅσα ἂν εἰς
εὐδαιμονίαν ἀρκέσαι, τί δεῖ τοῦτον ἀφέντα τὰ μὲν φυλάττειν, κληρονόμους δὲ ἐκ τοῦ σπέρματος ἑτοιμάζειν, ἄλλο τι θαυμά-
ἐμοὶ μὲν οὖν ταῦτα πάλαι <τε> α ἐδόκει συμφέρειν νῦν, σὺ δὲ ὡς μὲν ἐπανήξων τῷ θέρει τὴν ἔξοδον εὕρου, λαβό- μενος δὲ Παιόνων τὰς συνθήκας ἠτίμασας.
τοη΄.
Στρατηγίῳ. (358)
Σὺ μὲν ἀεὶ τοιαῦτα ἐπιστέλλοις περὶ τοῦ σώματος, πρέ- ποι γὰρ ἂν ὄντα σε τὴν γνώμην ἀγαθὸν κἀκείνως ἐρρῶσθαι, ἐγὼ δὲ αὖθις ἀπηνέχθην εἰς τὴν νόσον τῆς κεφαλῆς, ὥστε καὶ τὸν Μάρκελλον ἐν φόβῳ καταστῆναι μὴ μεῖζον αὑτοῦ γένηται τὸ κακόν. τὸ δὲ οὔτε ἐνίκησε τὸν ἰατρὸν οὔτε ἐκρα-
τήθη παντελῶς, ἀλλὰ συνέστηκε νυνὶ μάχη κρατερὰ τέχνης καὶ πάθους.
ἐρεῖ δέ σοι καὶ περὶ τούτων καὶ ὡς ἔχουσι πρὸς σὲ Σύροι, Διάνιος, ὃν ἀγαθὸν μὲν ἔξεστι προσειπεῖν, εὐτυχῆ δὲ οὐκέτι. πόνῳ γὰρ λόγους κτησάμενος καὶ παρὰ σοὶ καρπώσασθαι τὴν δύναμιν ἐλπίσας ὁμοῦ τε ἥψατο καὶ ἀπε-
κρούσθη τοῦ πράγματος.
τοῦ χρηστοῦ τοίνυν ἀνέμου δια- μαρτὼν ἀπολαυσάτω τοῦ δευτέρου πλοῦ. ἔστι δὲ οὗτος γενέ- σθαι χώραν αὐτῷ παρ’ ὑμῖν περὶ τὸ βῆμα καὶ τῶν πολιτῶν
κηδεμονίας δὲ ἁνὴρ ἄξιος ἐμοί τε, διότι συγγενὴς Ἀρισται- νἐτου καὶ μαθητὴς ἐμός, σοί τε ἀπὸ τῶν αὐτῶν. πάλαι γάρ με ἐδίδαξας ὅτι τὰ ἡμέτερα σαυτοῦ νομίζεις.
τοθ΄.
Καλυκίῳ. (358)
Ἡμῖν τοῖς οὐ μετασχοῦσι τῶν γαμικῶν δείπνων γράμ- ματα γοῦν ἐχρῆν περὶ τῶν γάμων ἐλθεῖν παρὰ σοῦ δηλοῦντα ὡς τὰ μὲν ἔχει σοι καλῶς, τῶν δὲ λόγων νῦν μὲν ἐπὶ σαυτοῦ
φροντίζεις, μικρὸν δὲ ὕστερον αὖθις σῦν ἡμῖν.
σὺ δ’ ἔοι- κας ἡμῶν ἐπιλελῆσθαι καὶ δέδοικα μὴ μεθ’ ἡμῶν καὶ τῶν λόγων. ἀλλ’ οὐ δίκαιον, ὦ βέλτιστε καὶ ἐξ ἀγαθῶν νεανίσκε. λογίζου γάρ, τίς μέν σοι πατήρ, τίς δέ σοι κηδεστής. οὐκοῦν Ἱεροκλῆς μὲν οὗτος, Ἀκάκιος δὲ ἐκεῖνος, ἄμφω λαμπρώ;
τί
οὖν αὐτοὺς ἐποίησε μεγάλους; ἆρα ἰσχὺς σώματος ἢ ποδῶν τάχος ἢ πλῆθος χρημάτων; οὐ μὰ Δία, ἀλλ’ ἔν τι γενναῖον, οὗ καὶ Μίδα βέλτιον ἂν ἦν μετασχεῖν ἢ σχεῖν ὁπόσον δὴ λἐ-
πῶς οὖν οὐ δεινὸν Κίμωνα μὲν τὰ ἐν τοῖς ὅπλοις ζηλῶσαι τοῦ πατρός, σὲ δὲ χείρω φανῆναι τῆς τοῦ πατρὸς ἐν δικαστηρίοις ἰσχύος, καὶ φιλοτιμεῖσθαι μὲν τῷ θυγατρὶ ῥήτο- ρος συνοικεῖν, ὅσον δὲ κέκτησαι ῥητορικῆς προέσθαι παρὸν
ὁπόσον ἄπεστι προσλαβεῖν;
παραινῶ δή σοι τῷ θέρει μὲν τὰ ἀπελθόντα τῆς μνήμης αὖθις εἰσάγειν, τοῦ χειμῶνος δὲ πλάττειν λόγους ὑφ’ ἡμῖν. ἡ γυνὴ δὲ πάντως ἴψεται παρακα- λοῦσα καὶ συνευχομένη γενέσθαι σοι τὸ διὰ λόγων κάλλος ἢ τὸ Νιρέως.
σὺ δὲ μήτοι νομίσῃς αἰσχρὸν ἐπὶ γάμῳ κοινω-
νεῖν μουσείων. τὸ γὰρ δὴ φύσει καλὸν οὐκ ἔστιν ὅτε οὐκ ἔστι καλόν, καὶ μείζων ἔπαινος ἀφειμένον παρὰ τοῦ νόμου προ- θυμίᾳ μετιέναι τὴν θήραν. ἀφ’ ἧς εὐφρανεῖς μὲν φίλους, φοβήσεις δὲ δυσμενεῖς, καὶ τοὺς μὲν ἕξεις ὠφελεῖν, τοὺς δὲ κατασύρειν.
ἐνθυμοῦ δὲ ὅτι καὶ Σωκράτης σοφὸς ὤν, ὥς
φησιν ὁ θεός, τὰς ἐν γήρᾳ μαθήσεις οὐκ ἔφευγεν ἀεὶ καιρὸν
καὶ μὴν εἰ μὲν οὐ κινεῖ σε πρὸς ταῦτα ὁ πατὴρ οὐκ οἰόμενός σε ἀναστή-
σεῖν, κρείττων φάνηθι τῆς ἐλπίδος ἐκείνου· κινοῦντος δὲ εἰ μὴ προσέχοις, ἀνάγκη λυπεῖν τε καὶ λυπεῖσθαι. τοῦτο δέ ἐστι ζητοῦντα ῥᾳστώνην ἐν ἀηδίᾳ ζῆν.
ἀλλ᾿, ὦ φίλτατε, λογι- σάμενος, ἡλίκην ποιήσεις πανήγυριν καὶ γονεῦσι καὶ κηδεσταῖς καὶ τῷ πάντα ἀρίστῳ θείῳ καὶ τῇ χρηστῇ γυναικὶ καὶ ἐμοὶ
τῷ πολλὰ περὶ σὲ πεπονηκότι, νῦν μὲν ἔμπλησον σαυτὸν πα- λαιῶν συγγραμμάτων, γεωργῶν δὲ ἤδη τῶν περὶ τὰς ληνοὺς πεπαυμένων αὐτὸς ἥκειν δεῦρο τύχῃ ἀγαθῇ.
τπ'.
Ἱεροκλεῖ. (358)
Ἐγὼ δὲ ᾤμην ὑπ’ ἄλλης ἀσχολίας γεγονέναι τὴν σιω- πήν, καὶ ἔδει γε τοῦθ’ οὕτως ἔχειν· νῦν δὲ σοῦ τε μνησθέν- τος ἀρρωστίας καὶ τοῦ παιδός, ὡς ποικίλη γένοιτο, διηγου- μένου πρὸς πᾶν ἀθυμίας ἦλθον. ἀλλ’ εὖ ποιοῦντες σύ τε καὶ ἐκεῖνος, σὺ μὲν ἔγραφες, ὁ δὲ ἔλεγεν ὡς λέλυται τὸ δεινόν.
Καλυκίῳ δὲ γυναῖκα δοὺς ὀρθῶς φρονεῖς καὶ λόγους ἐθέ- λων δοῦναι. τὰ γὰρ ὄντα καὶ σώζειν καὶ πλείω ποιεῖν οὕτως ἂν δυνηθείη. παρὰ δὲ ἡμῶν καὶ παρακέκληταί τε πρὸς τοῦτο καὶ κέκληται δεῦρο. καὶ παρὰ τῶν Μουσῶν αἰτῶ γλυκὺ τοὺς λόγους ἀποφῆναι τῷ νεανίσκῳ.
τπα'.
Ἀρισταινέτῳ. (358)
Τὰ παίδων πρὸς ἡμᾶς ἐπλήρωσεν Ὀβοδιανός, ὁ δὲ ἐκεί- νου πατὴρ πρὸς ἡμᾶς τὰ πατέρων, ὥστε καὶ τὸν θεῖον πρός με πολλάκις εἰπεῖν ὅτι μοι τὴν οἰκίαν ἐκείνην μετὰ τοὺς
θεοὺς τιμητέον. τοὺς δὲ ἐμοὶ πάντα γεγενημένους οὐκ ἔστι μὴ καὶ σοὶ σπουδῆς ἀξίους εἶναι.
ἀναμιμνήσκου δὲ καὶ τοῦ θαύματος οὗ σε ἐνέπλησεν ὁ νεανίσκος ἐξ ὧν εἶπεν, ἡνίκα ἐπρέσβευεν. οἶδα γὰρ ὅτι τοῦ δικαστηρίου μὲν ἀπελθών, ἐμοὶ δὲ συμβαλὼν ῥητόρων μητέρα τὴν πόλιν ἡμῖν ἐκάλεις τεκμή-
ῥίον ποιούμενος τοῦ πρεσβευτοῦ τὴν γλῶτταν.
ὁ δὴ τούτου παῖς τὸν τοκέα μιμούμενος οὔπω ῥητορικῆς ἡμμένος ἧπται τοῦ λειτουργεῖν. καὶ γὰρ ἐκεῖνος τηλικοῦτος ὢν τὰ τοιαῦτα ἀνήλισκε φιλοτιμίᾳ φθάνων τὰς ἀπὸ τῶν νόμων ἀνάγκας.
νῦν μὲν οὖν Ἀργύριος ἡμῖν, ὁμώνυμος γὰρ ὁ υἱδοῦς τῷ
πάππῳ, θεραπεύει λουτροῖς τὰ σώματα, μέλλων δὲ ἵππων
τοῦ γε οὖν ἡμῖν ἀρίστους ἵππους ἐλθεῖν ἐν σοὶ τὸ πλεῖστον, μᾶλ- λον δέ, ὅλον ἡ σὴ ῥοπή. βλέψας οὖν εἰς τὸν διδόντα τὴν ἐπι-
στολὴν ἥμερον χρῆσαι προθυμίᾳ περὶ τὸ ἔργον.
τπβ΄.
Εὐγνωμονίῳ. (358)
Ἐγω σε φίλον τε ᾔδειν ἐμαυτοῦ καἰ περὶ τοὺς φίλους πρόθυμον οὐχ ἧττον ἢ Θησέα, γράμματα δέ σοι πέμψας μέν,
οὐκ ἀντιλαβὼν δὲ σκοπῶ, τίς ἔσῃ καλοῦντος ἔργου μηδὲ ἐπι- στεῖλαι τολμήσας καὶ ταῦτα οὔσης σοι προσηγορίας ἀπὸ τοῦ ἐπιστέλλειν.
εἰ μὲν οὖν ὁ πλοῦτός σε πεποίηκεν ὑπερόπτην τῶν γνωρίμων, ἀπόλοιτο τὸ πλουτεῖν· εἰ δὲ τὰ πρὸς τοὺς ἄλ- λους <ὁ> α αὐτὸς ὢν τὰ πρὸς ἐμὲ κεκίνηκας, ἐννόησον ὡς
ποτὲ συνεσόμεθα καὶ ζητῶν ἀπολογίαν ἢ σιγήσεις ἢ ἀναισχυν- τήσεις.
ἀλλ’, ὦ μακάριε, λύε τὴν μέμψιν ἐπιστολῇ φερούσῃ τι τῶν προτέρων ἠθῶν, ἴνα σε μὴ μόνον εὐδαιμονίζωμεν, ἀλλὰ καὶ ἐπαινῶμεν, καὶ δὴ καὶ τουτονὶ τὸν χρηστὸν Ὀλύμπιον
ὁ δὲ ἀνὴρ πολίτης τε ἐμὸς καὶ συνεφοίτα μοι νέος ὤν, ὑπὸ δὲ τοῦ στρα- τιώτης ἐθελῆσαι γενέσθαι τὸ πολὺ διαφῆκε τῶν λόγων. ἀλλὰ σύ γε αὐτὸν ὡς ἂν φυλάξαντα τὴν τέχνην τιμῆς τε ἀξιώσεις καὶ δείξεις γε τῶν εὖ πραττόντων ἴνα.
εἰ μὲν οὖν οὐκ ἦν
σοι δύναμις, ηὐξάμην ἄν σοι γενέσθαι, νῦν δὲ τῆς οὔσης ἀπολαύειν ἐθέλων ἴσως οὐκ ἀδικῶ. μισθὸς δέ σοι παρά τε ἐμοῦ καὶ τοῦδε τὸ μεμνῆσθαι τῆς χάριτος.
τπγ΄.
Μοδέστῳ. (358/59)
Ἑκάτερον εἰκότως ἐποίουν· ἔγραφόν τε καὶ τοῦ γρά- φειν ἀφιστάμην· τὸ μὲν γὰρ ἦν ἐπιθυμοῦντος γράμματα λα- βεῖν, τὸ δὲ τῷ μὴ λαβεῖν ὀκνοῦντος αὖθις ἐπιχειρεῖν. νῦν οὖν ἐπειδή μοι τὸ λαβεῖν ἤνυσται, τοξότην ἐναργῶς ὄψει καὶ πυκνὰς ἀφιέντα τὰς ἐπιστολάς.
βουλόμενος δὲ μαθεῖν ἐν
οἷς ὢν τυγχάνω λύπης ἔοικας ἐπιθυμεῖν· ἀπὸ γὰρ ἐκείνων τῶν χρόνων εἰς τήνδε τὴν ἡμέραν ἡ κεφαλή μοι τυχεῖν εἰρή- νης οὐ δεδύνηται.
προσῆν δὲ τούτῳ μεῖζον κακόν. τὸ μηδὲ
Δάφνην δὲ τὴν Ἀπόλλωνι φίλην — οὐ τὴν νύμφην λέγω νῦν, ἀλλ’ οἷ
μετέβαλεν ἡ κόρη — καὶ πρόσθεν καλὴν ἡγούμενος ἔτι καλλίω νομίζω καὶ σοὶ δοκοῦσαν καλήν. οὐ μὴν ἔγωγε μετέχω τοῦ χωρίου δεσμώτης ὑπὸ τῆς τέχνης γεγονώς· ὃ γὰρ σοὶ τὸ ἄρ- χειν, ἐμοὶ τὸ διδάσκειν.
τπδ΄.
Τῷ αὐτῷ. (358/59)
Ἄξιοί γε ἐπαίνων οἱ πόνοι, δι’ ὧν τε σώζεις τὰς πόλεις καὶ οἶς τὴν νόσον ἀπήλασας. πιστεύω γὰρ οὖν αὐτὴν ἐκβε- βλῆσθαι σῇ τε καρτερίᾳ καὶ Μαρκέλλου σοφίᾳ καὶ θεῶν βοη- θείᾳ. τῶν γὰρ ἀγαγόντων σε παρ’ ἡμᾶς ἐπὶ φυλακῇ τῶν
ἐθνῶν ἦν δήπου καὶ δύναμιν εἰς τὸ φυλάττειν δοῦναι.
Μάρκελλος δὲ τοὺς μὲν ἄλλους ἀνιστὰς ἐπῃνεῖτο, νῦν δ’ ἂν εἰκότως καὶ στεφανωθείη ἰασάμενος ἄνδρα μυρίας ἰώμενον πόλεις.
ἀλλ’ ἐπειδὴ τἀκεῖ τεθεράπευκας ἱκανῶς, φάνηθι καὶ τῇδε φανήσῃ δὲ ἐρῶσιν, οἷς ἡδὺ τὸ ἄρχεσθαι πεποίηκας
τῇ τῶν τρόπων ἐπιεικείᾳ.
τπε΄.
Ἰαμβλίχῳ (358)
Ἥδιστον ἡ Ἑλλὰς θέαμα. τούτου μετέσχες. οὐ χεῖρον ἡ Αἴγυπτος. καὶ τούτου προσαπολέλαυκας. λείπεται δὴ τῇ μὲν οἰκεία σαυτόν, σαυτῷ δὲ ἀποδοῦναι τὴν οἰκείαν, ἣν εἰ καὶ μὴ
πρότερον ἐτίμας, Ἕλλησί γε συγγεγονὼς θαυμάζοις ἂν εἰκό- τως.
εἰ μὲν οὖν ἐγνωκὼς φιλοσοφεῖν ἡγῇ σοι τοῦτο ἂν γενέσθαι παρ’ Αἰγυπτίων, μηδεὶς ἴστω λόγος μήτε χρυσοῦ μήτε γῆς ἀρίστης μήτ’ ἀνδραπόδων μήτ’ οἰκίας, ἀλλ’ ἔστω πατρὶς ἡ τὸν καλὸν ἔρωτα πληροῦσα· εἰ δὲ μεῖζον ἡμῶν
ἐκεῖνο τὸ πέλαγος, συνέχωμεν ἃ πατὴρ φιλοπόνως ἀσκήσας παρέδωκεν.
ἀναμιμνήσκω δέ σε τόπων τε ἐν οἷς διετρίβο- μεν, καὶ λόγων οὓς ἐποιούμεθα, καὶ σπουδῶν αἷς ἐχρώμεθα, καὶ φίλων καὶ οἰκείων, οἱ νῦν τῆς σῆς ἀπουσίας παρ’ ἐμοῦ λαμβάνουσι δίκας ἐγκείμενοι καὶ σπαράττοντες καὶ πολλάκις
ἐρωτῶντες· ποῦ δὲ ὁ πάντα σοι πειθόμενος; ἐγὼ δ᾿ οὔθ᾿ ὡς ἀπειθεῖς σοι λέγειν ἔχων οὔθ’ ὡς οὐ κέκληκά σε, κύπτων εἰς γῆν ἀναγκάζομαι σιγᾶν.
τπς΄.
Ὁνωράτῳ. (358)
Ἐνετύχομεν ἀλλήλοις ἑσπέρας ἐγώ τε καὶ Μαρτιάλης ὁ χρηστὸς ἐφ’ ἵππων φερόμενοι, καί με πρότερος ἐπιγνούς, ἴσως
μὲν ὀξύτερον ὁρῶν, ἴσως δὲ καὶ παρὰ τοῦ τρίβωνος τοῦτο λαβών, βοήσας ἀπέβη, κἀγὼ ταὐτὸ ποιῶ. εἰπὼν δὲ ὅθεν τε ἤκοι καὶ πορεύοιτο γράψον ἔφη τῷ φιλοῦντι σὲ δὴ λέγων.
ἐγὼ δὲ αὐτὸν ἠξίουν διορθοῦσθαι τὸ ῥῆμα καὶ μὴ πρᾶγμα πάλαι πεπαυμένον ἔτι νῦν εἶναι λέγειν. σὺ γὰρ ὅτι
μὲν τῷ πρὸς ἐμὲ φίλτρῳ μικροῦ καὶ τὸν Ἀρισταίνετον παρ- ῆλθες, οἶσά τε καὶ πολλοὺς ἐδίδαξα. τοῦτο δὲ πότε μὲν κατέ- λυσας, ἔχω λέγειν, ἀνθ’ ὅτου δέ, εἰπεῖν οὐκ ἔχω.
γενο- μένῃς γὰρ σοὶ μὲν τῆς ἐνταῦθα ἀρχῆς, τῆς μείζονος λέγω, ἐμοὶ δὲ τῆς οὐ πάντα εὐτυχοῦς ἐπανόδου, — τὰ μὲν γὰρ ἄλλα
οὐκ αἰτιῶμαι, τὸ σῶμα δέ μοι διόλωλε — τότ’ οὖν ἐκείνου τοῦ χειμῶνος ἐγηγερμένου σοί τε οὐχ ὑπῆρξεν ὅσα διενοοῦ πρᾶξαι περὶ ἡμᾶς ἐγώ τε πολλῶν μὲν ἀγαθῶν ἀπεστερήθην, πολλῶν δὲ δεινῶν εἰς πεῖραν ἦλθον. κείσθω δὴ ταῦτα εἶναι τοῦ και- ροῦ.
μετὰ ταῦτα σὺ καλούμενος ἐκ Κιλικίας ἐπὶ λαμπρο-
τοῦτό με πρῶτον ἐτάραξε καὶ παρεῖχεν ὑπονοεῖν, ὡς ἄρα τἀρχαῖα κεκίνηται. καὶ ἐφαίνου δή μοι τῷ μὲν μὴ πρὸς ἐμὲ γεγραφέναι μεταβεβλῆσθαι, τῷ δὲ ἐν
τῇ πρὸς ἄλλον ἐπιστολῇ μνησθῆναι κατὰ μικρὸν λύειν ἐθέλειν τὰ πρὸς ἐμὲ τοῦ μὴ τοὺς ἀνθρώπους ἐκπλαγῆναι τῇ μετα- στάσει. φέρειν ᾤμην δεῖν καὶ τοῦτο καῐ μήπω πάντα ἡγεῖ σθαι διακεκόφθαι
Γαλατῶν ἀρχὴ τῶν ἑσπερίων, καὶ Κυ- ρἰνου κλῆσις εἰς κοινωνίαν πόνων καὶ γράμματα πρὸς ἐκεῖ-
νον, ἐμοὶ δὲ οὔ. τί δὴ νομίζειν ἐχρῆν τὸν πάλαι μὲν πρὸ τῶν ἄλλων ἁπάντων, ὕστερον δὲ ἐν οὐδενὶ λόγῳ;
Κυρίνῳ μὲν οὖν παρῄνουν ὑπακούειν καὶ ταῦτα ἀτιμαζόμενος, ἀλλ’, οἶμαι, τῆς ἐμῆς ἐκράτει συμβουλῆς ὁ περὶ τῷ παιδὶ φόβος. ἀκούων δέ σου τὰ πολλὰ καὶ μεγάλα, εἰ γὰρ ἐν μικροῖς σὺ μέ-
ίας, τίς ἂν ἦσθα τηλικοῦτον ἅρμα ἐλαύνων; φιλῶν ἔτι τῷ λήξαντι τοῦ φιλεῖν συνηδόμην.
ἐκβαίνεις δὴ πάλιν εἰς ἰδιώτην διὰ σπουδῆς, μεθ’ ἦς ἀεὶ τὸ ἄρχειν ἀπέθου, καὶ Βι- θυνίας ἐπιβὰς οὐδ’ ὑπὸ τοῦ χωρίου πρὸς μνήμην ἡμῶν ἐκι- νήθης. ἐν ᾧ δὴ χωρίῳ μικρὰς μὲν ἐδέξω παρ’ ἡμῶν ᾠδάς,
ἴσως δὲ οὐ φαύλας.
ἀλλὰ χρόνοις ὕστερον ἀφικνεῖταί τις
τῇσί τῆς δευτέρας· οὕτως οὐδὲν τῆς συνηθείας ἐκείνης ἐνετε- τύπωτο, ἀλλὰ πικρά τε ἦν καὶ ἄγρια καὶ δηλοῦντα, ὡς ἄρα ἀναγκασθείης καὶ πρὸς τὴν ἀνάγκην ἄχθοιο.
ἐγὼ μὲν οὖν ἐμεμψάμην τὴν ἐπιστολήν, ἐκεῖνος δὲ τὴν ἐμὴν οὐκ ἐμέμ- ψατο προθυμίαν. ἀπὸ τούτων ἐγνώκειν μὲν σιωπᾶν, τί γὰρ
δεῖ μὴ βουλομένῳ γράφειν; Μαρτιάλης δὲ κελεύων οὐκ ἐπέ- τρεπεν ἀρνεῖσθαι.
σὺ δὲ ἂν μὲν τὴν οὖσαν ἐθέλῃς αἰτίαν εἰπεῖν, ἥ σε μετέστησεν, οὐκ ἂν δέοιο μακρῶν λόγων· κρύ- πτων δὲ ἐκείνην ἀεὶ μὲν ἐρεῖς, ἀεὶ δὲ δεήσῃ λόγων. οὕτως οὐ λύσεις τὴν αἰτίαν.
βούλει μαθεῖν ἃ τοῖς φίλοις εἰκά-
ζοῦσι παρέστη; νομίζουσιν Εὔρυμόν τινα ταῦτα εἰργάσθαι. ὁ δὲ Εὔρυμος ἐκεῖνος διέβαλλε τῷ Κάστορι τὸν ἀδελφόν, ἀλλ’ οὐχ ὁ Κάστωρ ἐσίγησεν, ἀλλ’ ὁ μὲν ἔφρασεν, ὁ δὲ Πολυδεύ- κης ἀγαθὸς ἐγένετο πύκτης ἐπὶ τὸν Εὔρυμον.
τπζ΄.
Θαλασσίῳ. (358)
Χρηστὸς εἶ γράμματα ζητῶν καὶ φάσκων τῷ μὲν οὐ λαβεῖν ἀρρωστεῖν, πάντως δ’ ἂν ὑγιᾶναι λαβών. ἐκεῖνό γε μήν, οὐδ’ εἰ πάνυ βουλοίμην χαρίζεσθαι, χρηστὸν ἔχω καλεῖν
τὸ τρεῖς ἐπιστολὰς εἰληφότα κατηγορεῖν ὡς ὅλως σεσιγηκότος. ὅτι μὲν γὰρ ἡ τοῦ πάλιν ἐθέλειν λαβεῖν ἐπιθυμία πρὸς τὸ ψεῦδος ἄγει, δῆλον· ἐξῆν μέντοι καὶ τὸ δοθὲν ὡς μικρὸν αἰτιώμενον ἀληθεύειν τε ὁμοῦ καὶ πλείω ζητεῖν.
ἀλλ’ ἡμεῖς γε παρὰ τῶν σῶν ὁμολογοῦμεν ἀεί τε καὶ πολλὰ λαμβάνειν
γαῖ ὧν βουλόμεθα πλείω. οἶς ἀντιδίδομεν χάριν τὸ σοὶ παρ- αινεῖν μνησθῆναι τῆς ἀγαθῆς γυναικὸς καὶ πρὸς σαυτὸν ἀεὶ λέγειν ὅτι πατὴρ οὔπω γέγονας.
τπη΄.
Στρατηγίῳ. (358/59)
Οὔπω με καθαρῶς ἀπαλλαγέντα τοῦ ἐν τῇ κεφαλῇ κα- κοῦ μεῖζον ἕτερον ἔλαβε κακόν, ὃ τὴν ψυχὴν ἐνέπλησε ζόφου καὶ δι’ ὃ πολλοὶ τῶν φίλων πολύν μοι παρεκάθηντο χρόνον
τίνα γὰρ οἴει με γενέσθαι πυθόμενον ὡς ἡ φιλτάτη πόλις ἐπὶ τοῖς φιλτάτοις πέπτωκεν ἀνδράσιν; ἠμέλησα μὲν σιτίων, ἔρριψα δὲ λόγους, ἀπεωσάμην δὲ ὕπνον, σιγῇ δὲ ἐπὶ πλεῖστον ἐκείμην,
δάκρυα δὲ ἡμῶν ἅμα μὲν ἐπ’ ἐκείνοις, τῶν δὲ ἐπιτηδείων ἐπ ἐμοί, πρὶν δή τις παρῄνεσεν ἐν λόγοις θρηνῆσαι τήν τε πόλιν καὶ τὸν οὐ τοιαύτης ἄξιον, ὦ Ζεῦ, τελευτῆς. ᾧ πεισθεὶς καὶ τοῦ πάθους τι μέρος ἐπὶ τῆς γραφῆς ἐκβαλὼν ἤδη πενθῶ σωφρονῶν.
εἰ μὲν οὗν μὴ καὶ σοὶ τεταράχθαι τὴν γνώμην
ἡγούμην ἐστερημένῳ φίλου δείξαντος ἔργοις τοὔνομα, ἐδεό- μην ἄν μοι παρὰ σοῦ φοιτᾶν παραμυθίαν· ἐπεὶ δὲ ἡ πληγὴ κοινή, λείπεταί μοι στένειν, ὃ δὴ καὶ ποιῶ.
τπθ.
Μοδέστῳ. (358/59)
Οἱ μὲν ὡς ἥξεις ἀγγέλλοντες πολλοί, τὸ δὲ ἔργον ὁρῶμεν οὔπω. ποίησον οὖν ἡμῖν τὴν σκιὰν τῆς ἡδονῆς εὐφροσύνην ἀληθινήν. εἴτε γὰρ ἐδεῖτο φροντίδος τὰ περὶ τὸν Εὐφράτην,
τί οὖν πόλιν μεγάλην καὶ καλὴν κατατείνεις ἐρῶσαν, ᾗ χάριτας μὲν ὀφείλεις τοῦ φίλτρου, μέμψασθαι δὲ οὐκ ἔχεις;
ἀλλ’, w γενναῖε, συνθεὶς ἀπολογίαν ἧκε παρ’
ἄνδρας ἠδικημένους. κἂν γὰρ αὐτίκα φανῇς, ὅ γε παρελθὼν χρόνος ἀπαιτεῖ ῥήτορος τέχνην. πάντως δὲ οὐδέν σε δε'- μι- σθοῦσθαι τὸν ἐροῦντα πολλοὺς αὐτὸν ἤδη σεσωκότα τῇ φωνῇ.
τϥ'.
Ἱεροκλεῖ. (355)
Εἰ τὸ τῆς δυνάμεως ἐλάττω ποιεῖν ἑκόντα ῥᾳθυμεῖν ἐστι, πόρρω τῆς αἰτίας ἐγώ. βραχύτερα μὲν γὰρ ἢ ὁ καιρὸς ἀπῄτει γέγραφα, πλείω δὲ οὐκ εἶχον ὑπ’ ἀρρωστίας.
τὴν μέντοι συμβᾶσάν σοι πρὸς τὸν ἄνδρα τουτονὶ ταραχὴν ἴσθι μακρὰν ἡμῖν γεγονέναι συμφοράν. τὸ γὰρ οὓς εἰκὸς ἦν μάλιστα συμ-
πνεῖν, τούτους ὁρᾶν ἐν στάσει καὶ τῷ γιγνομένῳ μὲν ἀλγεῖν, παῦσαι δὲ αὐτὸ μὴ δύνασθαι πῶς οὐκ ἐμοί τε καὶ τοῖς σοῖς ἀδελφοῖς καὶ πᾶσιν οἷς εὔνοια πρὸς τὰ σὰ νομίζοιτ’ ἂν συμ- φορά;
ὃ δέ γε τούτου δεινότερον, οἴχεται Χρωμάτιος, o) Ζεῦ καὶ θεοί, καὶ πάλιν ἐρῶ Χρωμάτιος, ὃς ἐκόσμει μὲν τὴν
ἦν δὲ τῷ γένει μὲν κλέος, τοῖς φίλοις δὲ λιμήν. μόνος δὲ ὧν ἴσμεν μάλιστα μὲν ἐθαυμάσθη, ἥκιστα δὲ ἐφθονήθη. τοῖς λόγοις μὲν ἐξέπληττε, τῷ τρόπῳ δὲ ἔθελ-
γεν αὐτὸς ὢν καὶ ῥήτωρ δεινὸς καὶ ἀνὴρ χρηστός.
τί πρῶ- τον ἐννοήσω καὶ διὰ τί πρῶτον ὀδύρωμαι; ὡς ἡμᾶς οἴκημα εἶχεν Ἀθήνησιν; ὡς τράπεζα μία ὡς τοῖς αὐτοῖς ἐχαίρομεν; ὡς ταὐτὰ ἐφροντίζομεν; ὡς ἠκονῶμεν ἀλλήλους ἀλλήλοις ὄν- τες κριταί;
ἀλλ’ ὅτε ἐπανῆκον τὴν προτέραν ἐπιδημία
τίνας οὐ παρῆλθε κρότῳ τε καὶ τοῖς ἄλλοις ἃ σοφιστῶν ὠφε- λεῖν σχῆμα δοκεῖ; καὶ μὴν ὅπως μὲν αὖθις ἐπανέλθοιμι, προὔ- τρεψεν, ἐγένετο δὲ ἀντὶ πολλῶν ἀφιγμένῳ.
καὶ ταῦτα ἔπρατ- τεν εἰδὼς ὅτι λυπήσει τινὰ βέλτιστος ὢν εἰς ἐμέ. ἀλλ’ ὅμως οὐκ ἀπέστησεν αὐτὸν τῆς ὑπὲρ ἡμῶν ἀνδρίας τό τινα μἐμ-
ψιν παρὰ τοῦ δεῖνος ἀκολουθήσειν, ἀλλ’ ὃ δίκαιον ᾤετο, ἐλευ- θέρως ἐποίει καὶ τοὺς ἀξιοῦντας αὐτὸν αὑτοῖς χαριζόμενον ἀδικεῖν ὡς οὐ σφόδρα ὑγιαίνοντας ἀπεσείετο.
τοιαῦτα ἡμῖν βοηθῶν ἠσθένησε καὶ τοσούτῳ κακῷ πιεζόμενος ἐκαρτέ- ρει σιγῇ. ἔπειτα ἀναστὰς ὥρμησε μὲν ἐπὶ Κιλικίας, ὥρμησε
δὲ εἰς Ἅιδου. καὶ τὸ χωρίον, οἱ μετέστη, πρότερον δοκοῦν ἥδιστον πῶς, οἴει, κέκριται χαλεπόν;
ἐγὼ δὲ εὐθὺς μὲν ἀκούσας ἄφωνος ἦν ὡς ἐπὶ πλεῖστον· ἐπεὶ δὲ ἠδυνήθην ῥῆ-
καὶ ταῦτα ἐγὼ διῆλθον, Ἱερόκλεις, δακρύων. ἔπειτα ἐξ αὐτῶν ὧν ἐδάκρυον ἐνεθυμήθην πως, ὅτι ἄρα οὐ χρὴ δακρύειν. τὸ γὰρ οὕτω βεβιωκέναι καλῶς εἰς τὴν τελευτὴν παραμύθιον. ὃ μὲν γὰρ ἔπαθε, κοινόν· ἐφ’ οἷς δὲ ἐπαινεῖται, ταῦτα οὐ κοινά.
καὶ δὴ καὶ σὲ δεῖ μᾶλλον χαίρειν, ὅτι τοιοῦτον
ἀδελφιδοῦν ἐκτήσω καὶ κηδεστὴν ἢ τῷ συμβεβηκότι πλήrτε- σθαι. λογίζου δὲ ὅτι θεῶν μὲν γνώμῃ πάντα πράττεται, θεοὶ δὲ τὸν ὧδε ἔχοντα ἀρετῆς οὐκ ἄν τι κακὸν ἔδρων. δίκαιοι γὰρ καὶ οὐκ ἂν ὃν τιμᾶν ἐχρῆν ἐκόλαζον.
οὐκ ἄρα ὅπως τι δεινὸν εἴη πεπονθώς, ἀπέθνησκεν, ἀλλ’ ἐπὶ τῷ βελτίονι. δο-
κοῦσι γάρ μοι νομίσαντες τὸν ἄνδρα κρείττω μὲν ἢ διατρίβειν ἐν γῇ, τῷ δὲ αὑτῶν πρέπειν χορῷ μετενεγκεῖν ἐνθένδε εἰς οὐρα- νόν. οὕτως αὐτόν τε σὲ δεῖ φρονεῖν καὶ τὴν θυγατέρα πείθειν
καὶ περὶ μὲν τῆς τελευτῆς τοῦ ἑταίρου πλείω μὲν ἔνι λέγειν, δεῖ δὲ οὐδέν, εἰδότι γὰρ ἂν λέγοιτο. τὴν δὲ ἐνθάδε ταραχὴν ἡμεῖς τε ὅπως καταστήσεται φροντί-
ζομεν σόν μέρος οὐ μικρόν. οἱ μὲν γὰρ τοιοῦτοι καιροὶ φρο- νίμου δέονται, σὺ δέ, εἴπερ τις, ἐπὶ τῷ φρονεῖν δόξαν ἔχεις.
ὥσπερ οὖν εἰ κυβερνήτης ἐτύγχανες, ἠξίουν ἄν σε ἐν χει- μῶνι δεικνύναι τὴν τέχνην, οὕτως, ἐπειδὴ συνέσει νικᾷς, ἄν- δρα ὀργιζόμενον διάλλαξον.
τqα'.
Ἀνατολίῳ. (355)
Εγὼ τοὺς ὄντας μοι φίλους βουλοίμην, ἅττα ἂν λέγω- σιν, ἀληθῆ δοκεῖν λέγειν σὲ δὲ ἐν πρώτοις τε γράφομαι τῶν ἐπιτηδείων καὶ ὅπως πόρρω εἴης τοῦ ψεύδεσθαι ποιῶ.
τού-
του οὖν, ὦ ’γαθέ, κηδόμενος ἐσίγων τὸν ἄχρι τοῦδε χρόνον. ἴδει γὰρ εὐθὺς μὲν ἐμοῦ γράφοντος ψεύστην εἶναι σέ, μὴ γράφοντος δὲ καθαρεύειν τῆς αἰτίας, ὥστε σε ἐκόσμησα τῇ σιγῇ. σὺ δὲ ὡς ἠδικημένος ἐγκαλεῖς ἐπαινεῖν ἀφείς. αἴνιγμά
σὺ τὴν πρώτην ἐκει- νην γράφων ἐπιστολὴν σκώμμασί τε ἡμᾶς ἔτρωσας οὐκ ὀλί- γοις καὶ τελευτῶν ἐπέθηκας ὡς κατασύραις ἡμᾶς ἐν τοῖς γράμ- μασι, καὶ ὅρκος ἐπῆν.
ἐσκόπουν οὖν, ὅπως ἄν σοι τοῦτο ὀρθῶς εἰρῆσθαι δοκοῖ καὶ νικῶν φαίνοιο καθαρῶς. νίκη δὲ
σαφὴς τὸ μηδ’ αὐτὸν τὸν ἡττημένον ἀναισχυντεῖν, ὡς ἄρα οὐ κεκράτηται, ὃ δὴ μὴ γράφων ὁμολογεῖ νενικῆσθαι τῷ μὴ ἔχειν ὅ τι γράψειεν.
ἔχεις οὖν καὶ τουτονὶ τὸν στέφανον ἐπ’ ἐκείνῳ τῷ διὰ δικαιοσύνην σοι δεδομένῳ. καὶ δύο νίκας ἡμῖν ὁ καλὸς Ἀνατόλιος ἀνῄρηται, τὴν μὲν ὡς ἄριστος δικα-
στῶν, τὴν δὲ ὡς κράτιστος σοφιστῶν, τὸ μὲν ἁπάντων ᾀδόν- των, ἐμοῦ δὲ τὸ δεύτερον, ὃ σὺ φαίης ἂν οὐκ εἶναι φαυλότε- ρον.
ὁρᾶν δοκῶ σε γελῶντα καὶ ἀκούειν βοῶντος καί τινα ἀφιέντος ῥήματα τῶν εἰωθότων. οὐ γὰρ ἂν σύ γε τοῦτο τὸ μέρος ἄνευ τοῦ ταῦτα ποιεῖν ἐπέλθοις.
τὸ μὲν οὖν τῆς
παιδιᾶς ἐνταῦθα ὡρίσθω, πάντως δὲ δεῖ καὶ ἐπιστέλλοντι παί- ζειν ὡσπεροῦν συνόντι, τὴν δὲ οὖσαν αἰτίαν ὑφ’ ἧς βραδέως ἐπιστέλλω νῦν ἀποδώσω.
ᾔδειν ὅτι μέγα τι περὶ ἡμῶν ἐθε- λήσεις ἀκοῦσαι πρέπον μὲν τῇ πόλει, πρέπον δὲ ταῖς ἐλπίσιν, ὑφ’ ὧν κινηθεὶς ἧκον. ἕως μὲν οὖν οὔπω τοῦτο ἀπήντα, μέλ-
τὸ μὲν γὰρ πρῶτον εἰσήλθομεν εἰς ἄνδρας οὐ πιστεύοντας ὅτι βιώσονται. καὶ ὅπως μὴ εἴπῃς· τί οὖν εἰσῆλθες; οὐ γὰρ ἀκίνδυνον ἀναστρέφειν.
ἔπειτα τοῦ φοβοῦντος ἀπελ-
θόντος διαφυγὼν ἐγὼ θάνατον, ὃν ἀκήκοας, ἐπὶ πολλοῖς λό- γοις, οὓς τὸ θέρος ἐδέξατο, διδασκαλεῖον ἀνέῳξα καὶ ὁ φθό- νος ἔπνει λαμπρός. εἰδὼς δὲ ὅτι οὐκ ἔστιν αὐτὸν ἄλλως ἡ λόγοις καταχῶσαι, τοῦ σώματος μὲν ἠμέλουν καὶ ὅσοις τοῦτο ἥδεται, χαίρειν εἴων, τοῦ δὲ ὅπως μηδὲν ἀνήσω λέγων, ἐφρόν-
τῖσα.
τοῖς βελτίστοις δὲ ἡμῶν πολίταις τὰ πολλὰ οὐ πολλὰ ἐδόκει, ἀλλ’ ἐγὼ μὲν αὐτοὺς ἡγούμην ἠνωχλῆσθαι, οἱ δὲ ἀγεύστοις ἐῴκεσαν. νέοι δὲ οἱ μὲν οὔπω πρότερον ὡμιλη- κότες σοφισταῖς, οἱ δὲ οἷς ὡμίλουν ἀφέντες ὑφ’ ἡμῖν ἐτάτ- τοντο, οἱ μὲν ἐνθένδε προσιόντες, οὐκ ὀλίγοι δ’ ἐπῆλθον.
ἀλλ’ οὔπω πάντα εὐδαιμονία σοῦ γε ἀπόντος· οὗ παρόν-
παρεμυθεῖτο δέ με τὸ κεκλῆσθαί σε πρὸς ἀρχήν, ἣ κεφάλαιον ἀρχῶν εἶναι δοκεῖ, καὶ μεγαλαυχούμεθά γε Σύροι Ῥωμαίοις παρέχοντες ἄνδρα δεινὸν κοσμῆσαι πόλεων πράγματα.
τὸ δ’ ὡς φεύγεις τοῦ-
τὸν τὸν πόνον, ἀκοῦσαι μὲν ὑπῆρξέ μοι, πιστεῦσαι δὲ ἥκιστα, οὐχ ὅτι σε οἴομαι σπουδαρχίδην, ᾧ γὰρ αἱ ἀρχαὶ πενίας ἀφορ- μαί, πῶς ἂν τὸ ἄρχειν διώκοι; ἀλλὰ διεστάναι δή φασι τὴν Ρώμην καὶ τοὺς πολλοὺς δυσκόλως ἔχειν πρὸς τὴν βουλήν, σὲ δὲ τοῦτο δεῖσαι λογιζόμενον, ὡς ἡ τὸν δῆμον ἢ τοὺς βελ-
τίστους ἀνιάσεις.
τοῦτον ἐγὼ τὸν φόβον οὐ πείθομαι τῆς σῆς εἶναι ψυχῆς. καὶ γὰρ καὶ τῶν ἡνιόχων τοὺς ἄκρους ὁρῶ θαρρούντως ἀναβαίνοντας ἅρμα ἵππων ἀπειθεστέρων εἰδότας, ὡς ἰσχυροτέραν κέκτηνται τέχνην τῆς ἐπείνων κακίας. ἤδη δέ τις καὶ κυβερνήτης ἐγηγερμένης θαλάττης λύσας ἀνήχθη πι-
στεύων περιέσεσθαι τῇ τέχνῃ τῆς ζάλης.
σὲ μὲν οὖν ἵλεως πέμψειε βασιλεύς, ἵλεως δὲ Μῆνά δέξαιτο καὶ μετὰ ταῦτα ἡμεῖς λαμπρὸν ἀπὸ λαμπρῶν ἔργων῾· ἐμὲ δὲ ἕλκει πά- λιν ἡ πόλις ἡ παρόντι μὲν οὐ χρωμένη, ζητοῦσα δὲ ἀπόντα.
σὺ δ’ ὅ τι ἂν ἔχῃς βοῄθε καὶ παῦε τὸν θυμὸν καὶ ὡς
τqβ΄.
Φιλίππῳ. (355)
Ὅτι τε ἐπέστειλας ἡμῖν ἥσθην καὶ ὅτι τὰ τοιαῦτα ὄι ἡμῶν καθίστασο· πιστεύοντος γὰρ ἦν φιλεῖσθαι καὶ ἐγνωκότος φιλεῖν.
ἐγὼ δὲ τήν τε ἐπιστολὴν ἀνέγνων αὐτῷ καὶ ἡδό- μενον ἑώρων καὶ πρὸς γράμματα ὡρμηκότα. ἃ κεκώλυκε μὴ
γενέσθαι θόρυβός τις ἐμπεσὼν καὶ πείσας αὐτῷ προσέχειν, ἥξει δέ σοι ταῦτα, ἐπειδὰν ἐκεῖνος παρέλθῃ.
τqγ΄.
Ὑγιεινῷ. (355)
Ἔμελλεν ἄρα ὁ περὶ τῆς κεφαλῆς μοι λόγος, ὃν ἐπλατ-
τόμην, εἰς ἔργον ἥξειν παιδεύοντος, οἶμαι, τοῦ θεοῦ μὴ τὰ τοιαῦτα κομψεύεσθαι. ὡς γὰρ κόμην, ἡμέρᾳ δεκάτῃ μοι προσέβαλεν ἴλιγγος καὶ παρῄνει Δαμάλιος πίνειν φάρμακον.
ἐγὼ δὲ οὐκ ἐνεγκὼν αὐξῆσαι ἐν τῷ θέρει τὸ κακὸν τοῦ φθινοπώρου πίνω Μαρκέλλου δόντος ἱερὰν αὐτήν, οἶμαι, κα-
λεῖτε. καὶ ἔπινον ἐκείνης, ἦς γευομένων ἑτέρων ἐταραττόμην,
ἄρτι δὲ ὑπολάμποντος πό- νος ἰσχυρὸς προσέπεσε τοῖς νεφροῖς βρόχον ἀναγκάζων ζητεῖν. ἔπειτα μῆνα διαλιπὼν προσέπεσε πικρότερος καὶ ἐποίησεν ἀνάγ-
κἠν πράγματος, ὃ διετέλουν ἀναβαλλόμενος. Πανόλβιος γὰρ τῶν ἄλλων ἐλαίῳ τὰς ἀλγηδόνας ἀξιούντων κοιμίζειν τέμνει μοι φλέβα, καὶ ῥᾴων μὲν εὐθὺς ἐγενόμην, θαρρεῖν δὲ ὑπὲρ τοῦ παντὸς οὐκ ἔχω.
τῷ τοίνυν ἐνταῦθα ὄντι κακῶν, πῶς ἂν ταῦτα διαφύγοι, λέγε. σοφιστὰς δὲ ἑτέρωθεν μεταπέμπου
καὶ ὥσπερ ἐγὼ σὲ βούλομαι παρεῖναι τῷ βασιλεῖ, οὕτως ἐμὲ σὺ νοσεῖν παρὰ τοῖς οἰκείοις, ἐπειδὴ νοσεῖν ἀνάγκη.
τϥδ'.
Ἀραβίῳ. (355)
Παρὰ Ἀπελλίωνι τῷ χρηστῷ περὶ ὧν ἀδικεῖσθαι φῄς
ἀγωνιῇ, τοῦτον γὰρ ἀπέδειξέ σοι δικαστὴν ὁ γενναῖος Στρα- τήγιος. ὁ δὲ ἀνὴρ πολίτης τε ἐμὸς καὶ διδοὺς ἡμῖν σεμνύ- νεσθαι· οὕτω καλός τε κἀγαθὸς εἶναι βούλεται.
μαθὼν δὲ παρ’ ἡμῶν, ὅστις εἴης πρὸς ἡμᾶς, ἐκέλευσε γράψαι, καὶ ὑπή- κουσα ἄσμενος νομίζων ἔσεσθαι καὶ σοὶ καὶ τοῖς σοῖς κατα-
περὶ δὲ τῆς δίκης ὡδί σε χρὴ φρονεῖν· εἰ μὲν ἀδικεῖς, οὐδεὶς οὕτως αἰδέσιμος τῷ δικαστῇ, δι’. ὃν οὐ δώσεις δίκην· εἰ δὲ παρὰ σοὶ τοῦ δικαίου τὸ μέρος, οὐδεὶς οὕτω σοι δυσμενὴς δυνατός, δι’ ὃν οὐ λήψῃ
δίκην.
τϥε΄.
Ἀνθίῳ. (355)
Ἐγὼ πρὸς Ἱεροκλέα γράφων, πολλάκις δὲ τοῦτο ἐποίησα, οὐκ ἔστιν ὅτε προσέθξκα τό· ὅπως ἡμῖν εὖ ποιῇς
ἑταῖσον Ἄνθιον. καὶ ἴσως μέν τί σοι κἀΚεῖνος βεβοήθηκεν· εἰ δὲ οὐδέν τι προσέσχεν, ἀλλ’ ἐξεύρηκά γε σύμμαχον, ὃς ἐμήν γε χάριν κἂν διὰ πυρὸς ἔλθοι.
εἶτε οὖν δεῖ σοί τι προσ- γενέσθαι ἀγαθόν, προθυμήσεται· εἴτε λυθῆναι λυπηρόν, οὐκ ἀποκνήσει· εἴθ’ ἕτερον ἄρχοντα πεῖσαι τὰ δίκαια πρὸς σὲ ποι-
εἰν, οὐδὲ τοῦτο φεύξεται.
κεχάρισται δὲ πρὸ τῶν ἄλλωι τῷ γράμματά σοι δι’ αὐτοῦ παρ’ ἐμοῦ φοιτᾶν. θάρρει δὴ καὶ πρόσιθι καὶ τὰ σαυτοῦ θεράπευε καὶ νόμιζε καιροῦ τινος εἰλῆφθαι.
τϥε΄.
Ἀρισταινέτῳ. (355)
Ἡ πόλις ἡμῶν πλέον ἐρῶσι τῆς σῆς ψυχῆς ἢ σὺ τῆς ἐμῆς· καὶ σὺ μὲν τῆς ἐμῆς ἴσως οὐκ εἰκότως, οἱ δέ γε τῆς σῆς καὶ μάλα εἰκότως. ὥστ’ εἰ μὴ ἦν ἐλπὶς ὅτι αὐτοῖς ἀφίξῃ-
ἡ όὲ Ἀπελλίωνος ἀρχὴ τοῦ καλοῦ σοί τε δίδωσι πρὸ τῆς ἡμετέρας ὁρᾶν ἀγαθὰ τούτῳ τε πρὸ τῶν ἄλλων ἐραστῶν ἀπολαύειν τῶν παιδικῶν.
θαυ- μάσῃ δὲ αὐτοῦ τὸ πρᾷον, τὸ ἄδολον, τὸ φιλεῖν εἰδέναι, τὸ μὴ εἰδέναι κερδαίνειν ἃ μὴ καλόν. ἃ μαρτυρεῖ μὲν Αἴγυπτος ἤδη, 5 φήσετε δὲ καὶ ὑμεῖς πειρώμενοι.
τϥζ΄.
Ἀλκίμῳ. (355)
Ἐθρέψαμεν ὑμῖν ἄρχοντα καὶ μέγα φρονοῦμεν οὐ τῷ πολίτην ἄρχειν ἡμέτερον. ἀλλ’ ὅτι οἶδεν, ὅ τι ποτὲ ἔργον ἀρχῆς.
οἶδε γὰρ ὅτι δεῖ τὸν ἐνταῦθα σχήματος ἑστηκότα μὴ σιώτερον, ἁ λ’ ἐνδοξότερον ἀπαλλάττεσθαι καὶ τοιαῦτα δρᾶν. ἃ ποιήσει τοὺς ἀρχομένους εὔχεσθαι μένειν αὑτοῖς τὴν προ- στασίαν.
Αἰγύπτιοι μὲν οὖν πολλάπις ταῦτα εὔξαντο, πρὸς δὲ ὑμᾶς τὸ κέρδος μεταβέβηκεν. ὁ δὲ φιλῶν με πάνυ σφόδρα,
τίνα μάλιστα φιλοίην τῶν παρ’ ὑμῖν, ἤρετο, ὅπως αὐτῷ εἴη φίλος. ἐγὼ δὲ ἀκούσας τὸ μάλιστα, πρὸς σέ τε εὐθὺς ἠνἐ- χθην καὶ τὸν Ἅλαιμον ἐφθεγξάμην.
ὁδὲ γράφε τοί- νυν ἔφη, καὶ κομιῶ. χαφιῇ γὰρ οὐ τῷ ληψομένῳ πλέον ἢ τῷ φέροντι. καὶ ἐπέστελλον συναρμόττων τῇ ἐπιστολῇ σο-
φὸν παιδευτὴν Ἄλκιμον καὶ ἄρχοντα δίκαιον Ἀπελλίωνα.
τϥη΄.
Ἀκακίῳ. (355)
Χρηστὸς εἰ τοῖς γράμμασιν. ἃ γὰρ ἐν ἡμῖν εἶναι ἐθέ- λεις, περὶ τούτων ὡς ἐνόντων γράφεις. ἐμὲ δὲ εἰ μέν τις ὡς
ἐπιστάμενον πονεῖν ἐπαινεῖ, τάχα οὐ ψεύδεται· λόγων δὲ ποι- ητὴν ὅστις οἴεται δεξιόν, ἴστω ὅτι ψεύδεται.
τῆς δὲ ἐπι- στολῆς σου καὶ τοῦ μήκους ἠράσθημεν καὶ ὡς οὐ μακροτέρα μᾶλλον ἢ καλλίων. δείκνυται δὲ καὶ ἐν ταῖς τῶν νέων ψυχαῖς ἡ σὴ τέχνη· ὡς οὐ πολλοὶ παρ’ ἡμᾶς ὧδε ἔχοντες τάξεως
ἦλθον.
τϥθ΄.
Ἀνδρονίκῳ. (355)
Ποίοις Βοιωτοῖς συγγενόμενος ἀποβέβληκας τὴν περὶ τοὺς λόγους τέχνην; οὐ γὰρ ἐκεῖνό γε Ἀνδρονίκου τὸ τὰς μὲν
μακρὰς ἐπιστολὰς ἐπαινεῖν πανταχοῦ, τὰς δὲ οὐ μακρὰς ἐλαύ- νειω, ἀλλ’ εὖ ᾔδεις ὡς ἑκατέρῳ τε ἰνὶ χώρα καὶ μετὰ τοῦ καιροῦ καὶ τοῦτο κἀκεῖνο καλόν.
σὺ δὲ ἐπιλαβόμενος τῆς ἐν τοῖς γράμμασι βραχύτητος αὐτὸ τοῦτο εὐθὺς ἑτέρας ἐποιοῦ
οὕτω θαυμαστὸς ἡμῖν πλάστης γέγονας ἅτε πόλιν οἰκῶν γέμουσαν πλασμάτων. ἡμῖν δὲ πόλις μὲν τῆς ὑμετέρας μικροτέρα, μικρο-
ψυχίαν δὲ ἴσως οὐκ ἐντίθησιν. οὐδέ γε, ὦ δαιμόνιε, τἄλλα οὕτω ταπεινῶς πράττομεν ὥστ’ ἔχειν σχολὴν ἐννοεῖν, εἰ τόδε ὁ δεῖνα λαβὼν κατέχει.
τῶν δὲ παρ’ ὑμῖν σοφιστῶν μὴ καταγέλα, οἷς ἐστιν ἃ σοφισταῖς εἶναι δεῖ, μέγεθος οἰκιῶν, πλῆθος νέων, γαστρὸς εὐρυχωρία, τὸ δουλεύειν εἰδέναι· μέγα
γὰρ εἰς εὐδαιμονίαν παρ’ ὑμῖν τὸ κατεπτηχέναι καὶ ὁ δουλό- τερος ἑτέρου ῥητοὸικώτερος.
εἰς ἐμὲ δὲ οἰόμενος τὰ φίλου ποιεῖν ἴσθι τὰ πολεμίου δρῶν. πράττεις μὲν γάρ, ὅπως ὑμῖν ἐπανέλθοιμι, τοῦτο δὲ εἰ μὲν ἀγνοῶν, ἐν οἷς ὢν τυγχάνω προ- θυμῇ, τάχα οὐ φιλοῦντος ἡ ἄγνοια· εἰ δ’ ἐπιστάμενος, ἐξ ὅσης
ζάλης εἰς ὅσην εἰρήνην ἥκω, πρὸς τὴν ζάλην αὖθις ἐκ τῆς εἰρήνης ἕλκεις, οὐ πάνυ γίγνῃ Θησεὺς εἰς Πειρίθουν.
ὥστ’ ἐοίκαμεν σοὶ μὲν μέμφεσθαι τῷ φίλῳ, τὸν δὲ οὐ φίλον ἐπαι-
ᾧ σὺ συνὼν μὲν ἔτι μή με ἐξαπάτα· μὴ συνὼν δὲ τί πάθοις ἂν εἰκότως, ὃς ὃν
ἔμελλες φεύξεσθαι, τοῦτον ἠγάπας, καὶ ταῦτα μέλλων ἕτερον ἀνιάσειν καλὸν κἀγαθὸν καὶ σώφρονα καὶ δυνατώτερον;
ἀλλ’, ὦ φίλτατε Ἀνδρόνικε, παῦσαι μὲν τῆς πρὸς τὸν κύνα συνη- θείας, εἰ μὴ πέπαυσαι· παῦσαι δὲ τοῦ πειρᾶσθαί με ἐνθένδε κινεῖν. βούλευσαι δὲ περὶ τῶν πρὸς τὸν θεῖον βουλὴν ἀγαθὴν
ἀφείς με τῆς τοιαύτης διακονίας. ὁρῶ γὰρ ὡς ἐπί τι πρᾷον τὸ πρᾶγμα βαδίζει.
υ΄.
Μαντιθέῳ. (355)
Ἐκ τῶν γραμμάτων, ἃ πάλαι πρὸς ἡμᾶς ἐπεπόμφεις,
αὐτόν σε προσεδοκῶμεν ἥξειν, τὸ δὲ ἀπὸ τῆς Εὐρώπης ἐπι- στέλλειν καινόν τι ἡμῖν ἐφάνη.
λαβὼν δέ σου τὴν επιστο- λὴν οὐδέν τι ἠξίουν μέλλειν, ἀλλ’ εὐθὺς δραμὼν παρὰ τὸν ἄνδσα ὃν ἐβούλου πᾶσιν οἷς εἶχον ἐγκωμίοις ἐχρώμην κατὰ σοῦ καὶ μεταπέμπεσθαι παρῄνουν.
ὁ δ’ εἰ μὲν ὄεις
με ἐνοχλεῖν.
ὡς μὲν οὖν οὐκ ὴδιkήκαμεν, ἀλλ’, εἴπερ τι συνέβη δύσκολον, ἠτυχήκαμεν ἐπίσταμαι· τόν τε γὰρ σὸν ἐπί- σταμαι τρόπον αὐτός τέ ειμι τῶν πεπληγμένων ὑπὸ τῶν ῥᾳ- δίως ψευδομένων.
ἃ δ’ οὖν ἔδει γεμέσθαι ἡμῖν, κατὰ τοῦτο οὐ πέπρακται· σὺ δ’ εἰ τιν’ ἄλλην ὁδὸν ὁρᾷς, πρὸς ἣν ἔχω
τι δυνάμεως, ἐπίστελλε καί με οὐ φήσεις ἀργὸν εἶναι.
τὰ δὲ τοῦ κακούργου δούλου καὶ τῶν χρηστῶν ἀδελφῶν ὧδε ἔσχεν. ἄρχοντος Ὁνωράτου στρατιώτης ἐπ’ αὐτοὺς ἐλθὼν λαβὼν ἦγεν. ἔτι δὲ αὐτῶν ἐπὶ τῆς πορείας ὄντων ὁ μὲν ἀπήλλακτο τῆς ἀρ- χῆς, ὁ δὲ ἀφῆκεν οὓς ἦγε, δῆλον ὡς ἀποδόμενος τὴν ἄφεσιν.
ταῦτα γνοὺς Νεβρίδιος διπλῆν πράττεται τιμωρίαν τὸν στρατιώτην. μαστιγώσας γὰρ ἐκβάλλει τοῦ καταλόγου καὶ δι ἄλλων ἐκείνους ἀναζητεῖ. οὕτως ἡμῖν τῶν δυσχερῶν τὰ μὲν ἐπέρχεται, τὰ δὲ οὐκ ἐθέλει λυθῆναι. δεῖ μέντοι πιστεύειν ὡς ἥξει ποτὲ καιρὸς τοῦ βελτίονος πίθου.
υα΄.
Γυμνασίῳ. (355)
Ἐξουσία σοι παρ’ ἡμᾶς ἰέναι. καὶ οὐκ ἀλαζονεύσομαί γε, ὅτι ταῦτα λέγω. ἀλλ’ ὡς ἤκουσε Στρατήγιος ὁ πάντα ἐπαινέτην
αὑτοῦ δεικνὺς ἀληθῆ, ὅτι Γυμνάσιος ἐρῴη Συρίας, εὐθὺς μὲν ἐγκώμιον κατέτεινε, σοφιστοῦ πόνον, οὕτως ἦν πολύ τε καὶ καλόν, ἡμῖν δὲ οὐ δέδωκε σπουδάσαι πάντα εὐθὺς ποιῶν.
σὺ δ’ ἔοικας τῶν μὲν παρ’ ἡμῖν ἐπιθυμεῖν, ὑπὸ δὲ τῶν ἐκεῖθεν κατέχεσθαι.
υβ΄.
Θεμιστίῳ (355)
Ἐν τοῖς πολίταις ἡμῶν ἀεί τι περὶ σοῦ λέγομεν τό τε ἦθος ὡς χρηστὸν διηγούμενοι καὶ τοὺς λόγους ὡς θαυμαστοί, καὶ τίς μὲν εἴης φίλους ἀμείψασθαι, τίς δὲ ἐχθροὺς ἀμύνα-
σθαι, καὶ ὅτι σοὶ φίλοι μὲν οἳ καὶ τοῖς θεοῖς, ἐχθροὶ δὲ οἱ καὶ τοῖς θεοῖς.
ταυτὶ δὲ οὐκ ἔστι μὲν ὅτε οὐκ ἐπιστεύετο, Φιλομήτωρ δὲ ἥκων καὶ τοιαῦτα ἐπέθηκεν, ὥστε μικρά με λέγοντα ἀπέφηνεν. ἐγὼ δὲ ἔχαιρον ἡττώμενος· ὑπὲρ ἐμοῦ γὰρ ὁ νικῶν ἐνίκα.
τὸ μὲν οὖν πρῶτον ἡμῖν ἐδόκει πάντα
πράττειν, ὅπως ἂν ἔλθοις· ἔπειθ’ ἑκόντες ἐπανήκαμεν τῆς σπουδῆς, τελευτῶντες δὲ πρὸς τοὐναντίον χρώμεθα τῇ σπουδῇ
τὴν δὲ αἰτίαν τῆς μεταβολῆς ἐγγράψαι μὶν οὐκ εἶχε καλῶς, ἢν δέ τις παρ’ ὁμᾶς ἴῃ τῶν ἐπιτηδείων, ἀπὸ στόματος ἀκούσῃ.
υγ'.
Καλλιοπίῳ. (355)
Ὁ κακῶς ἀπολούμενος Θεόδωρος σοί τε πόνων αἴτιος καὶ ἡμῖν τοῖς ἠδικημένοις ὀργῆς. οὐ μέντοι τοῦτό γέ σοι μεμφόμεθα τὸ τοὺς παρόντας πρὸ τῶν ἀπόντων ποιεῖσθαι καὶ τοὺς μὲν αἰδεῖσθαι, τοὺς δὲ οἴεσθαι τεθνάναι. οὐ γάρ με λανθάνεις εἰς δόξαν ἥκων ἀπὸ τοῦ τῶν φίλων ἐπιμελὴς
εἶναι.
ἀλλ’, ὦ δαιμόνιε, τὸ μὲν ἀδικεῖσθαι λυπεῖσθαι ποιεῖ, τῶν λυπουμένων δὲ οὐκ ἀσφαλὴς ἡ γλῶττα. ὥστ’, εἴ τι ταὶ ῥῆμα ἀηδέστερον ἐξέφυγε, τοῦ καιροῦ τοῦτο νομιστέον, οὐ τῆς ἡμετέρας γνώμης.
ὁ δὲ Θεόδωρος ἡμῖν ἀποκρινάσθω εἴτε τοῖς αὑτοῦ συνὼν ἐθέλει τὰ δίκαια ποιεῖν εἴθ’ ἥδιστα ἂν
παρ’ ἡμῖν λούσαιτο. καὶ οὐ φθονήσομέν γε αὐτῷ τῆς ὁδοῦ.
υδ΄.
Ῥητορίῳ. (355)
Πράττομεν, ὡς ἂν εὔξαιο καὶ ὡς οὐκ ἂν ἔνιοι τῶν παρ’ ἡμῖν εὔξαιντο. σοὶ δὲ μείζων ἂν ἦν ἡδονὴ παρόντι ὁρᾶν 20
τί δὴ μαθὼν οὐ καρποῖ τὴν μείζονα εὐφροσύνην; τί δὲ οὐ δεῦρο βαδίζεις ἡμῶν ὄντων ἐνθάδε; ὅ πολλάκις ἔδρασας ἡμῶν οὐκ ὄντων ἐνθάδε· οἴει καθήμενος ἀπολήψεσθαί με καί που καὶ χρόνον προλέγεις καὶ γελᾷς ὃς
ἔχων. 3, ἀλλ’ ἴσθι καὶ ἡμῖν ὑπάρχον ψήφισμα γράψαι καὶ δεηθῆναι, δοῦναι δὲ χάριν ἕτοιμος βασιλεὺς καὶ προσάγει ἀωάγλην οὐκ οἶδεν.
υε΄.
Ἀρισταινέτῳ. (355)
Καὶ ὅτε ἀσθενεῖν σοι τὴν γυναῖκα ἠκούομεν, συνηλγοῦ- μεν ἐννοοῦντες ὡς εἰκός σε διακεῖσθαι καμνούσης, καὶ ἐπειδὴ τὴν τελευτὴν ἐπυθόμην, ἀνῴμωξα δεινόν τι ποιούμενος Ἀρι- σταίνετον εἶναι ἐν πένθει, οὗ τῇ φύσει πανηγύρεις πρέπουσιν.
ὁρμήσας δὲ παραμυθεῖσθαι λόγοις ἀνέσχον δείσας μὴ πάνυ
σε δοκῶν εἰδέναι ἔπειτα ἁλοίην ἀγνοῶν. οἷς γὰρ ἔμελλόν σε κουφιεῖν, τούτοις δὴ τοῖς Πινδάρου καὶ Σιμωνίδου, καὶ ὅσα
ἐλογι- ζόμην οὖν ὅτι, εἰ μὲν οἵα τε κατακοιμίζειν ἀθυμίαν, αὐτὸς ἰάσῃ σαυτόν, εἰ δ’ οὐχ οἷά τε, καὶ παρ’ ἄλλου μάτην ἂν λέ- γοιτο. διὰ ταῦτα τοῦ μὲν ἀφίσταμαι, τὴν διήγησιν δέ σοι τῶν
πραγμάτων ἀποδίδωμι, ἃ τοῦ χειμῶνος συνέβη.
ἠρξάμεθα τῆς σ νουσίας μετὰ προλόγου καί τινος ἁμίλλης πρός τι τῶν Δημοσθένους. ἦν δὲ ὁ μὲν Τύχην μονὴν αἰτῶν βεβαίαν, τῇ δὲ ἁμίλλῃ πολλαὶ μορφαί. καὶ προσῆλθον, ἐπ ιδὴ ἀνέστην, ἑπτακαίδεκα νέοι. Πλατῶν δέ, οἶμαι, ἠσθένει Ζηνόβιος ὁ χρη-
στός
ἔπειτα ἐγὼ μὲν τοῦ διδάσκειν εἰχόμην, τὰ δὲ ἐπέρ- ρεεν ἔθνεα, πολῖται καὶ ξένοι καὶ ταύτῃ ὅστις εἴην εἰδέναι ἐθέλοντες. τὸ μὲν γὰρ εἶναί με μὴ κακῶν λόγων δημιουργὸν συνεκεχώρητο, θάτερον δὲ ἐδοκιμάζετο.
καὶ ἔδοξα τοῖς μὲν οὐκ εἶναι ταύτῃ χείρων, τοῖς δὲ καὶ βελτίων, ὥστ’ ἐν οὐ πολ-
ἧκεν ὁ Στρατήγιος, καὶ ἐδε- ξάμην τὸν ἄνδρα λόγῳ, μικρῷ μέν, οὗτος γάρ, οἶμαι, προσ-
φωνοῦντι νόμος, ῥηθέντι δὲ κατὰ νοῦν αὐτῷ τε καὶ τοῖς ἄλ- λοις. ὁ δὲ ἀντίτεχνος, καλῶ μὲν γὰρ αὐτὸν ὃ καὶ αὐτὸς έαυ- τόν, ἠπείλησεν ἐρεῖν. καὶ τοῦτ’ ἦν ἐπίδειξις ἡ ὑπόσχεσις.
ἰδὼν δὲ τοὺς παιδαγωγοὺς ἰσχύοντας ἀπὸ τοῦ πωλεῖν τοὺς νέους καὶ τὸν ἐν μουσείοις κόσμον ἀπολωλότα συμβουλεύω
τοῖς ἐμαυτοῦ πολίταις μὴ ταῦτα περιορᾶν, ἀλλ’ ἀγανακτῆσαί τε καὶ κωλύσαι. καὶ ἐγένετό τις ὀργὴ κατὰ τῶν ἀδικούντων οὐ μικρά. ὁ δὲ ἀντίτεχνος ἠπείλει συνερεῖν αὐτοῖς. καὶ τοῦτ ἦν ἐπίδειξις ἡ ὑπόσχεσις.
τελευτᾷ Ζηνόβιος καὶ ἐμονῴ- δοῦν ἀπελθὼν τοῦ τάφου. καὶ μικρὸν ὕστερον ἐγκωμιάζω τὸν
διδάσκαλον μακροτέρῳ λόγῳ καὶ ἔδοξεν οὐ φαύλους κεκομί- σθαι μισθούς. ὁ δὲ ἀντίτεχνος ὑπέσχετο λέξειν, ἢν ὁ πατὴρ αὐτῷ ἀποθάνῃ. ὁ δ’ ἔτι ζῇ. τούτων γιγνομένων οἱ σφόδρα
ἐγὼ μὲν οὖν ἀναπαύλης ἐδεόμην, τῷ θείῳ δὲ οὐδὲν ἄρα ἤρκει. καὶ Κυρῖνος δὲ ἦν τῶν οὐκ ἀνιέντων παρ’ ἡμῖν τε ἔχων τὸν υἱὸν καὶ μιμούμε- νος σὲ μὲν εἰς τἀμά, ἐμὲ δὲ εἰς τὰ σά.
ἀγωνίζομαι δή
τινα ἀγῶνα τῶν ἐν τοῖς πλάσμασι τούτοις, οἱ δὲ ὠρχοῦντο ἅτε ἐν αὐτοῖς τεθραμμένοι καὶ ἐδέοντό μου κατὰ μέσον γενο- μένου τὸν λόγον μετὰ τῆς ἴσης τέχνης καὶ τὴν ἀντιλογίαν γράφειν. καὶ γράψας ἐπῆλθον ὅτι τάχιστα. καὶ ἦν ἀδελφὸς ὁ λόγος τοῦ προτέρου καὶ διεσέσειστο τῶν πολεμίων τὰ πράγ-
μάτα.
δείσας δὲ μὴ γυμνωθείη εἰσῆλθε μὲν ὡς καθέξων τὰς ἀποστάσεις, ἐκίνησε δὲ καὶ τὰς οὐκ ἄν, εἴπερ ἐσίγα, συμ- βάσας. ἐν γὰρ τοῖς προοιμίοις ἐδεῖτο ἐφεθῆναί οἰ τὸ τέλος εἰπεῖν, Κυρίνου δὲ οὐ διδόντος ὑπερπηδᾶν αὐτὸς αὑτῷ τοῦτο ἔδωκε. καὶ ἀπ’ ἐκείνης τῆς ἡμέρας κάθηται μόνος, ὅρκοι δὲ
καὶ ἀνάγκαι πᾶσαι καὶ δεσμοὶ καὶ ὅσα ἐπιστεύετο τηρήσειν τοὺς Ἄους. ἐπατεῖτο καὶ μετέρρεεν.
ἐπὶ τούτοις γράμματα
ῥᾶς ἐδέησεν ἡμέρας, ἧς ἐκοινώνει Κλημάτιος.
τὴν μὲν οὖν ἐπ’ αὐτῶ κίνησιν οὐκ ἐμὸν εἰπεῖν· ἐκεῖνο δὲ ἐμόν τε ἦν εἰπεῖν καὶ ἐβοᾶτο, ὅτι τούτων μέντοι διδάσκαλος Ἀρισταίνετος καὶ δὴ καὶ τῶν ἄλλων ὅσα ἂν ἔπαινον δέχηται.
υς΄.
Θεμιστοκλεῖ (355)
Πάλιν ὁ σοφὸς παρ’ ὑμῖν Ὀλύμπιος, πάλιν ἐκεῖνοι σύλ- λογοι καὶ διάλογοι καὶ συμπόσια συγγραφῆς ἄξια, σοφιστὴς ὑπὲρ ῥητορικῆς τι λέγων, γραμματιστὴς ὑπὲρ τῶν ποιητῶν, σὺ καὶ Θεμίστιος ἐκ φιλοσοφίας, Ὀλύμπιος περὶ πάντων πο-
λύς τε ῥέων καὶ καθαρὸς καὶ τῷ κάλλει τῶν ὀνομάτων ἀφέλ— κῶν τοὺς δαιτυμόνας τῆς θοίνης καὶ ποιῶν ἡδίω τῆς τρα- πέζης τὴν ἀκρόασιν.
ἐμοῦ δὲ ἴσως μεμνήσεσθε καὶ τάχ ἴσως ἐπ’ ἀμείνοσιν. ἀπόντα γὰρ ἐπαινέσεσθε καὶ τοὺς παρόν- τας ουκ ἀνιάσετε.
υζ΄.
Θεμιστίῳ. (355)
Ἀπήγγειλεν ἡμῖν Κλημάτιος τῶν εἰωθότων τι θρασύ- νεσθαί τινας κατὰ σοῦ καὶ μηδενὸς φείδεσθαι ῥήματος. ἐμὲ δὲ οὐ τὸ τοῦ πράγματος εἰωθὸς παρεμυθεῖτο μᾶλλον ἢ τὸ
μηδὲ παύσασθαι ἐθέλειν πρᾶγμα οὕτως ἄδικον.
ἐδακνό- μην οὗν οὐδὲ ἔχαιρον ἔξω βελῶν ὤν, ἀλλ’ ὅτι μὴ φίλῳ παρῆν, ἤλγουν. ἡγοῦμαι μέντοι τὰ νῦν οὐ σφόδρα ὑμῶν ἀποστατεῖν ἥκοντος ὑμῖν Ὀλυμπίου τοῦ καλοῦ δικάσαι τε ἀγαθοῦ καὶ ἐλευθέρως θέσθαι ψῆφον καὶ νικῆσαι τὸν ἀδικοῦντα καὶ μετὰ
τῶν ὑβρισμένων γενέσθαι. τὰ δ’ ἡμέτερα μεγάλα τε ἐποίησε καὶ μηνύσει πρὸς ὑμᾶς ἃ πεποίηκεν.
υη΄.
Φιλίππῳ. (355)
Ὁ μέγα τι λαβὼν παρὰ θεῶν ἀγαθόν, εἶτα μικρὸν εἰλη- 15 φέναι νομίζων ἀδικεῖ τοὺς δεδωκότας. σὺ δὲ εἶ μὲν ἐκ Μου- σῶν μᾶλλον ἢ ᾧ δάφνην ἔδοσαν, τάττεις δὲ σαυτὸν εἰς τοὺς οὐ μέγα λαβόντας.
ἀλλ’ ἀντιφθέγγεταί σοι πᾶς ἀνὴρ καὶ
ὅν δέ φημι σο- φιστήν, ἀγνοεῖν προσποιῇ πάλαι πρῶτον αὐτὸν ἐψηφισμένος
σοφιστῶν.
υθ΄.
Δατιανῷ. (355)
Ἐπειδὴ πάλαι τῆς βοηθείας ἤρξω, καθ’ ἣν ἐκομισάμην τὴν ἐμαυτοῦ, βραχὺς ἀρκέσει μοι λόγος· πείθοντι μὲν γὰρ μα-
κρῶν ἂν ἔδει, κινοῦντι δὲ τὸν πεπεισμένον οὐδὲν ἂν δέοι πολλῶν.
χεῖρα ὄρεξον, ὦ ἄριστε, τήρησον τὴν σαυτοῦ γνώ- μην, δὸς διὰ τέλους τὴν χάριν, μή με περιίδῃς ἀποσπώμενον ἀτυχοῦντος θείου καὶ πενομένων ἀδελφῶν καὶ μητρὸς ὑπὸ γήρως κειμένης μηδὲ ἐμὲ μὲν ἑλκόμενον εἰς γῆν ξένην, ἐκεί-
ὄις δὲ πικρὰν τὴν πατρίδα γινομένην.
ποιεῖ δέ σοι τοὺς ὑπὲρ ἡμῶν λόγους εὐσχήμονας τὰ ἐμὰ κακά. ἥ τε γὰρ κεφαλὴ μοι κατείληπται νοσήματι, δι’ ὃ πλέον οἴνου πίνω φάρμακον, οἵ τε νεφροὶ τῇ κλίνῃ δεδώκασιν ἡμᾶς, ἃ δὲ ἥδιστον ποιεί
μάρτυς δὲ ἡμῖν τῶν πα. θῶν ὁ παλαίσας τοῖς πάθεσιν Ὀλύμπιος, ὁ σός τε ἑταῖρος καὶ Ἱπποκράτους καὶ Πλάτωνος. οὗ δεδεήμεθα λαβέσθαι σου τῶν γονάτων καὶ ἐπιδακρύσαι καὶ μηδὲν ἱκετείας εἶδος ἀφεῖναι.
τούτοις σε παρακαλῶ, πρὸς δὲ ἄλλον οὐδὲν ἂν γράψαιμι
τοιοῦτον λογιζόμενος, ὡς ἐθελήσας μὲν ἀρκέσεις καὶ μόνος, οὐ βουληθέντος δὲ σοῦ καὶ τἄλλα μάταια.
υι'.
Καλλιοπίῳ. (355)
Τὰ μὲν ἄλλα ἡ πατρὶς ἡμῖν ἀμείνων τῆς ἀλλοτρίας, σὺ
δὲ αὐτὴν οὐκ ἐᾷς πάντα εἶναι τῆς ἀλλοτρίας ἀμείνω. γραμ- μάτων γάρ, ἃ πρὸ τοῦ πλεῖστα ἔπεμπες, ἐπειδὴ δεῦρ’ ἥκομεν, ἐφθόνησας δίκαιος ὢν νῦν πέμπειν, εἰ καὶ πρότερον ἐτύγχα- νες σιγήσας.
καὶ τὸ ἔτι σχετλιώτερον, ἄλλοι μὲν εἶχον λα- βόντες καὶ ἐδείκνυσαν ἡμῖν, ἐγὼ δὲ ἠναγκαζόμην τοῦ μὴ λα-
βεῖν αἰτίαν λέγειν. ἣν πάντα κινῶν εὑρεῖν οὐκ εἶχον. σοί τε γὰρ εὐπορίαν εἰς λόγους συνῄδειν ἐμαυτῷ τε εἰς σὲ φαῦλον οὐδέν, πλὴν εἰ τοσοῦτόν σε ἠδίκουν, ὅτι μέλλων δεικνύναι λόγον ἐπεισήνεγκα σὸν ὄνομα σὺν εὐφημίᾳ καὶ μὴν κἀκεῖνο φιλοῦντος καθαρῶς.
ἀπιστῶ τοῖς ἀγγέλλουσιν, ὡς ἄρα
ποιοῦ δὲ σημεῖον τῆς περὶ σὲ γνώμης καὶ τὴν ἐπὶ τῷ μὴ λαμβάνειν γράμματα λύπην. ἔρωτα γὰρ ἀνάγκη τῆς λύπης
ἡγεῖσθαι. τίς δ’ οὐκ ἂν ἐρασθείη γλώττης ἱκανῆς ἀρθῆναι πρὸς μέγεθος ἔργων; ὡς, εὖ ἵσθι, σώζει μὲν ὁ βασιλεὺς ταῖς νίκαις τὰς πόλεις, σώζεις δὲ σὺ τῷ λόγῳ τὰς νίκας, καὶ οὐ πάντη ἄρα σῶν γραμμάτων ἀπεστερήμεθα, ἀλλ’ ἡ πρὸς τὸ κοι- νὸν ἐπιστολὴ τὴν ἐν τοῖς ἰδίοις ἀτιμίαν παραμυθεῖται
υια'.
Ἰοβιανῷ. (355)
Αρ᾿ αἰσθάνῃ σαυτῷ μαχόμενος καὶ τὸν αὐτὸν εὖ ποιῶν τε ὁμοῦ καὶ κακῶς καὶ μισῶν οὐ μικρῶς ὃν πάνυ φάσκεις φι- λεῖν; τὸ μὲν γὰρ πολλούς τε εἰδέναι τῶν ἡμετέρων λόγων καὶ
μνήμη τηρεῖν καὶ λέγειν ἀπὸ στόματος καὶ ἐπεισάγειν παντὶ συλλόγῳ καὶ βουλομένοις δεικνύειν καὶ μὴ βουλομένοις ἐνο- χλεῖν, ταυτὶ μὲν ἴσως φιλοῦντος, τὸ δὲ ἴσως εἴρηταί μοι διὰ τὸ τὰ μὴ καλὰ ποιήματα κέρδος εἶναι τοῖς ποιηταῖς, εἰ κρύ- πτοιτο, ἀλλ’ ὅμως ἴστω τοῦτο φιλοῦντος· ὅταν δέ με ἐκ-
βάλλης τῆς πατρίδος, ἣν πολλοῖς ἀπείληφα πόνοις, καὶ περι-
καὶ δέδοικα δὴ μή σοι δια- βάλλῃ τὸν τρόπον, καίτοι Κλημάτιος ἐν ἐπαίνῳ τῷ περὶ σοῦ
ταύτην ἀπήγγειλε τὴν σπουδήν, κατήγορος δὲ ὢν οὐκ ἡπί- στατο.
δεικνύντος δέ μου ὅτι τὰ ἀδικήματα θαυμάζοι, κάλει φησίν, ὅ τι ταῦτα ἐθέλεις· ὡς ἡμῖν γε ἀρέσκει καὶ πεπράξεται. καὶ έμοὶ τοίνυν ἔφην ἐξέστω μὴ νο- μίξειν ἡμᾶς φίλους μηδὲ εἰς ταὐτὸω ἰέναι. ταῦτα ἀκού-
σὰς ἔφη λήξειν.
παῦσαι δὴ καὶ σὺ τῆς φιλονεικίας καὶ φρόνησον Ἑλληνικόν τι. πρέποι δ’ ἂν ἥκοντος Ὀλυμπίου τοῦ φέροντος ὑμῖν ἐπὶ τῆς ψυχῆς πάντα τὰ Ἑλλήνων καλά.
υιβ΄.
Δεωνᾷ. (355) 15
Τό τε πολὺν σιγῆσαι χρόνον καὶ τὸ νῦν ἐπιστε[ελαι λόγον ἐστὶν ἔχον ἀμφότερα· τὸ μὲν γὰρ ὑπ’ ἀθυμίας ἐγίνετο, ἣν τὸ
λέγω
τοίνυν ὅτι πρῶτον μὲν καλῶς ποιεῖς ἀγαθὸς ὤν, ἔπειθ’ ὡς ὧν ἐπιτηδεύεις καλῶν ἐπαινέτην ἔχεις Ὀλύμπιον, ἄνδρα καὶ ῥήτορα δεινὸν καὶ φιλόσοφον ἄκρον βοηθοῦντα ψυχαῖς οὐ μεῖον ἡ σώμασιν ἀπὸ τῶν φαρμάκων.
ἀνὴρ δὲ τοιοῦτος ἐπαινέτης ἀνδρὶ σώφρονι τιμιώτερον τῶν Γύγου χρημάτων.
ἐπεὶ καὶ αὐτῷ μοι χρήματα μὲν οὐκ ἔστιν, ἡ δὲ παρὰ τοῦδε ψῆφος, καὶ οἶμαι κατὰ τοῦτο τῶν πολυχρύσων εὐδαιμονέστε- ρος εἶναι.
ἢν οὖν τι φροντίζῃς περὶ ἡμῶν, σύγγνωθί τε ἐραστῇ καὶ συλλαβοῦ. καὶ ὅ τι ἂν εὖ ποιήσῃς, δήλωσον γράμ- μασι τὸ ἔργον· ὡς οὐχ ἥττων ἡ χάρις ἐν τῷ δευτέρῳ.
υιγ'.
Ἱταλικιαῷ (355)
Οἶδ’ ὅτι σε εὐφραίνει γράμμα ἐμόν. σὺ γὰρ ἐκεῖνος ὁ πετόμενος μέν, ὅπως ἂν ἡμῶν ἀκούσαις, πετόμενος δὲ αὖθις όπὸ τῶν λόγων έν τῷ συλλόγῳ, καὶ σπεύδων τε ἐπ’ ἀκρόασιν
καὶ ἐν αὐτῇ πάντα δρῶν.
ἦν οὖν δῆλον ὡς οὐκ ἀτιμάσεις
ὄψει
δὲ αὐτὸν θαυμαστὰ ἐργαζόμενον ἐν τοῖς ὑπὲρ ἡμῶν ἄθλοις, ὧν κοινωνήσεις δήπου, κἂν μηδεὶς ἐπεγείρῃ.
νιδ'.
Ἀρισταινέτῳ. (355)
Ἀκούω σου κεκρατηκέναι τὴν λύπην καὶ εἶναί σοι περὶ
τὸ μνῆμα τὴν διατριβήν. ἐγὼ δὲ ὥσπερ μὴ λυπούμενον ᾐτιώ- μην ἄν, οὕτω σφόδρα λυπούμενον οὐκ ἐπαινῶ. τὸ μὲν γὰρ οὐ τῆς σῆς φύσεως, τὸ δὲ οὐ τῆς σῆς παιδεύσεως.
εἰ δ᾿ οὗν δεῖ τινος καὶ παρ᾿ ἄλλου παραμυθίας, πληρώσει ταύτην Ὀλύμ- πιος ἀμφότερα ὢν ἀγαθός, ψυχάς τε καὶ σώματα νοσημάτων
ἐλευθεροῦν.
υιέ.
Σιλανῷ. (355)
Τὰ μὲν δοκοῦντα παρὰ τοῖς ἀνθρώποις μεγάλα δοῦναί σοι βουληθεὶς οὐκ ἠδυνήθην, τὰ δὲ ὄντα μᾶλλον ἢ δοκοῦντα –
ταυτὶ γὰρ δοῦναι δεδύνημαι – δέχου, φίλον ἄνδρα πάσης ἀρετῆς γέμοντα, τὸν θαυμαστὸν Ὀλύμπιον.
υις΄.
Ἀνδρονίκῳ. (355)
Οὐ δήπου καὶ νῦν με μακρὰν ἀπαιτήσεις ἐπιστολήν· ἐγγὺς γὰρ ὁ τά τε ἐμὰ διδάξων καὶ σοὶ συμβουλεύσων ἃ ποιῶν
ἀμείνων ἔσῃ.
υιζ΄.
Εὐσεβίῳ. (355)
Καὶ πρότερον ἐπέσταλκά σοι καὶ νῦν προσαγορεύω. καὶ γράφων γε οὐ παύσομαι πρὶν ἂν πρὸς ἀμοιβὰς ἐκκαλέσωμαι
τὴν ἱερὰν κεφαλήν. πάντως δὲ οὐκ ἐπὶ μικροῖς ἄθλοις ἡ σπουδή.
υιη΄.
Παλλαδίῳ. (355)
Γράμματά σου ποθοῦμεν, σὺ δ’ ἡμῖν ἐπιστείλαις ὡς ἔρρω-
σαί τε καὶ τἄλλα πράττεις κατὰ νοῦν.
υιθ΄.
Εὐπάτορι. (355)
Οἱ παῖδές σου τοὺς πόνους οὓς ὁρίζει τὸ θέρος ἐν τῇ Δάφνῃ διαντλοῦσιν ἡμῶν τοῦτο ἐφιέντων, ὅπως ᾖ τῷ πονεῖν
παραμύθιον δένδρα καὶ ὕδατα καὶ αὖραι. ἢν οὖν τις αὐτοὺς διαβάλλῃ τῷ τόπῳ, συκοφάντης δοκείτω τῷ ἔργῳ.
τὴν δ’
υκ'.
Συγκλητίῳ. (355)
Ζηνόβιος ἡμῖν διδάσκαλος καὶ πάντα ἦν. τούτῳ συγγε- νής ἐστι Βοηθός. τῷ δ’ αὖ Βοηθῷ τούτῳ παῖς ὁμώνυμος, ὃς τὸν διδάσκαλον ἡμῖν ἀγαπώμενος ὡς υἱὸς ἐθεράπευσεν ὡς οἰκέτης. ὅστις δὲ ἐκείνῳ τι καὶ μικρὸν ἐχαρίζετο, τοῦτον ἡμεῖς τίθεμεν εἰς τοὺς τὰ μέγιστα κεχαρισμένους ἡμῖν.
τὸν μὲν
οὖν νεώτερον Βοηθὸν ἐνθάδε οἰκοῦντα ὅ τι ἔχομεν εὖ ποι- οῦμεν, τὸν δὲ πρεσβύτερον παρ’ ὑμῖν τε ὄντα καὶ διὰ τὴν τοῦ παιδὸς χρηστότητα δίκαιον εὖ παθεῖν ὄντα σύ τι ποίησον ἀγαθόν· ὡς τῆς ἐπὶ τῶν δικῶν ἀκριβείας οὐ χεῖρον τὸ τοὺς φιλοῦντας ἐκ τῶν δικαίων εὐφραίνειν.
υκα'.
Ἐλπιδίῳ. (355)
Ἐγώ σε ᾤμην εὐθὺς ἀκούσαντα παρ’ ἡμῖν εἶναι τὸν ἄρχοντα καὶ αὐτὸν ἔσεσθαι παρ’ ἡμῖν· οἷς τε γὰρ ἤχθου με- γάλα ἦν καὶ ταῦτα ἴδει λυθῆναι καὶ ἄλλως οὐκ ἦν. σὺ δὲ 20 οὔτε ἀφῖξαι τοῦ τε μὴ ἥκειν τὴν αἰτίαν οὐκ ἐδήλωσας.
εἰ
υκβ΄.
Ἀπαργγίῳ. (355)
Σὺ μὲν ἐν ἀγροῖς ἔτι καὶ βιβλίοις, ἡ Τύχη δέ σε καλεῖ πρὸς τὸ βῆμα καὶ δίκας. ἧκε δὴ τοῦτο δράσων, ἐφ’ ᾧπερ ἐπόνεις, καὶ πορεύου τὴν πατρῴαν ὁδὸν τέτταρα ἔχων εἰς τὸ θαρρεῖν
τοὺς λόγους, εὔνοιαν ἄρχοντος, τοκέα διδάσκαλον, ἡμετέρας εὐχάς.
υκγ΄.
Ἀνατολίῳ. (355)
Πόλλα κακὰ περὶ τὸ σῶμα παθὼν καὶ τῶν μὲν μόλις
ἀπαλλαγείς, τὰ δὲ ἔτι φέρων ἕν ἔχω παραμύθιον τὰς ἐλπίδας τὰς περὶ σέ. μὴ γὰρ οἴου τοὺς ἀνθρώπους ἄλλο τι ᾄδειν ἡ ὡς αὐτίκα μάλα ἔσται σοὶ μὲν σχῆμα πάλαι προσῆκον, τοῖς δὲ πράγμασι σωτηρία.
ταύτην δὲ τεκμαίρονται δυοῖν, ἀρετῇ τε σῇ καὶ τῷ τὸν βασιλέα δι’ ὧν ἔστι σώζειν τὰς πόλεις ὁρᾶν.
ἀλλ’ ὅπως μὴ πάλιν φύγῃς προσιοῦσαν ἀρχήν· οὐ γὰρ κα-
υκδ΄.
Βακχίῳ. (355)
Σὺ τῶν ἐμῶν κύριος βραδέως τε ἀποδοῦναι καὶ κατα-
σχεῖν, εἰ βούλοιο. ὃ δὲ καὶ πρὸς παρόντα ἔφην, οἴεσθαι μέν σε κάλλος ἐνεῖναι τοῖς ἐμοῖς πιστεύω· δέδοικα μέντοι μή σοι τοῦτό τὴν χείρω δόξαν ἐνέγκῃ. ἐγὼ μὲν γὰρ οὐδὲν ἱερόν, οἱ δὲ πίθηκοι πιθηκίζοντες τὰ αὑτῶν ποιοῦσι.
μὴ τοίνυν αὐτοὺς μεμφώμεθα.
υκε'.
Ἀσκληπιῷ. (355)
Ἐφρόντιζον, ἐπειδὴ ἐνθένδε ἀπῆρας, ὅπως ἡμῖν περιέσῃ τῶν πραγμάτων, οὐ σοῦ τινα ἀσθένειαν καταγνούς, ἀλλ’ ἐκείνοις ἐνορῶν μοχθηρίαν. ἀτεχνῶς γὰρ εἰς χειμῶνα τὸ σκάφος ἀφῆκας.
ἀλλά τοι τοῦτό σε αὐτὸ καὶ ποιείτω ἄρχοντα ἀγαθὸν τὸ μείζω σοι λόγον ἀπὸ τῆς δυσκολίας ἔσεσθαι.
καὶ δῆτά μοι δοκεῖς ἤδη τοῦ μεγίστου τυγχάνειν. ὃς γὰρ ἄριστός ἐστι τῶν παρ’ ὑμῖν, οὗτός ἐστί σοι φίλος ἀπὸ θαυμάζειν εἰς τὸ φιλεῖν ἐλθών. Εὐτόλμιος
καὶ οὔτ’ ἐγώ τι πρότερον ἠρόμην ἡ ὅστις εἴης ἐπὶ τῆς ἀρχῆς αὐτός τε οἷς ἀπεκρίνατο δῆλος ἦν οὐκ ἂν ἡδέως ἕτερα πρὸ τούτων ἐρωτηθείς. καὶ ἐπῄνει τε τὴν πρᾳότητα καὶ
ἐδεδοίκει τοῦθ’ ὅπερ ἡμεῖς, τὴν ἀπορίαν, καὶ συνεύχετο ῥᾳστώ- νην καὶ ὅλως ἐῴκει κατὰ τὴν γνώμην πατρὶ τρέφοντι φρον- τίδας ὑπὲρ υἱέος.
παραινῶ δή σοι τὸν ἄνδρα προσιόντα τε ὡς ἀσμενέστατα δέχεσθαι καὶ μὴ τοῦτο ποιοῦντα μεταπέμ- πεσθαι σύμβουλόν τε ποιεῖσθαι καὶ τἄλλα πιστεύειν · ὡς ἀμ-
φοτέρους γε ἐπαινέσῃ τὸν μὲν τοῦ συμπροθυμηθῆναί σοι, τοῦ προξενῆσαι δὲ ἐμέ, καὶ τρίτον γε τοῦ πεισθῆναι σαυτόν.
νῦν μὲν οὖν μαθητής τε ἡμέτερος εἶναι φῄς καὶ λόγων ὀφείλειν χάριτας, Εὐτολμίῳ δὲ χρησάμενος ἔργα φήσεις πρὸς τοῖς λόγοις ὀφείλειν. εἴη δέ σε τῆς μὲν φρονήσεως αὐτοῦ πεῖ-
ραν τοῖς λαμβάνειν, τῆς διατριβῆς δὲ ἐν ἄλλων σώμασιν.
υκς΄.
. . . . . . (355)
Ἆρ’ οἶσθα ὅτι καὶ τοῦτό σοι πολλὴν εὐφημίαν ἔχει τοὺς ἐν λόγοις ἡμᾶς τῷ περὶ τὰ ὅπλα σοὶ θαρρεῖν ἐπιστέλλειν; ση- μεῖον γὰρ οἶμαι τοῦτο τοῦ χαλεπὸν μὲν τοῖς πολεμίοις, ἥμερον
δὲ πρὸς τοὺς οἰκείους εἶναι, τοῦτο δὴ τὸ πάλαι ὑμνούμενον, ὅτι χρὴ τὸν ἅπερ σὺ μέτει, καὶ ταῦτα κἀκεῖνα ἀγαθὸν εἶναι.
τοὺς μὲν γὰρ ἄλλους στρατηγοὺς πόρρωθέν τε ὁρῶμεν κἂν εἰς ἡμᾶς βλέψωσι, φεύγομεν· σοὶ δὲ ἥδιον ἢ τοῖς γονεῦσι πρόσιμεν κἂν ἀπίης, ἀλγοῦμεν. αἴτιον δὲ ὅτι πεπαίδευσαι μετὰ
τῶν τακτικῶν τὰ Μουσῶν, ὧν τὸ μὲν νικᾶν ἐν πολέμοις παρέ- χει, τὸ δὲ νιλᾶν τε ἐκεῖ καὶ πρᾷον εἶναι τούτοις ὑπὲρ ὧν πολεμεῖς.
εἴη ἂν οὖν ἐν τρόπῳ σοι καὶ τὸ Διονυσίῳ τούτῳ χεῖρα ὀρέξαι, ὃς ὀρφανὸς μὲν ἐγένετο λῃστῶν αὐτῷ τὸν πατέρα ἀποκτεινάντων, διὰ δὲ τὴν συμφορὰν φυγὼν πολλὰ μὶν ἀπώ-
λεσεν οἴκοι διαρπασθείσης αὐτῷ τῆς οὐσίας, λόγοις δὲ ἐπέθετο καὶ ταῦτα ἐν ἀπορίᾳ.
καφὸς δὲ αὐτῷ νῦν κομίσασθαί τι τῶν πατρῴων, ἐπειδὴ σὺ τῶν πραγμάτων κύριος. τήν τε οὖν δυστυχίαν ἐλεήσας τοῦ νέου καὶ τὴν ἐπιθυμίαν θαυμάσας λῦσον αὐτῷ τὴν πενίαν τῇ βοηθείᾳ.
υκζ΄.
Ἀρισταινέτῳ. (355)
Οἶον πρᾶγμα νῦν λήψεται τὴν ἀρχὴν δίκαιον ὂν ἀρ- χαῖον εἶναι· νῦν Σπεκτάτος Ἀρισταινέτῳ ξένος ἔσται. πρὸ
τοῦδε οὐ σφόδρα, ταχὺ δὲ ὑμῖν ἐκ τοῦ κέρδους ἡ ζημία φαί νεται καὶ θαυμάζοντες ἀλλήλους τὸν προειμένον αἰτιάσεσθε χρόνον.
ἃ μὲν οὖν οὗτος ἤκουσε περὶ σοῦ, τοιαῦτά ἐστιν, ὥστε ἐρῶν ἔρχεται· ἃ δὲ εὑρήσεις ἐν τούτῳ σύ, τοιαῦτά ἐστιν, ὤστ’ ἀπιόντος οὐκ οἴσεις.
ἄξιον δὲ τὴν ἀρχὴν τῆς πρὸς
τὸν ἄνδρα φιλίας πέρας σοι γενέσθαι τῆς λύπης, ἣν ἐπὶ τῇ γυναικὶ τρέφεις. τὸ μὲν γὰρ Ἡρακλέους οὐ ποιήσει — οἴμαι δέ, οὐδ’ Ἡρακλῆς ἐποίησεν, ἀλλ’ ἡ Ἄλκηοτις ἀνιοῦσα μῦθός έστιν — ὅση δὲ ἀνθρώπῳ δύναμις, εἰς παραμυθίαν οὐδὲν ἐλλείψει.
υκη΄.
Ἑορτίῳ. (355)
Περιεργάζομαι μὲν ἴσως πατέρα παρακαλῶν ἐπιμελεῖσθαι παιδὸς ἀμελεῖν ἐγνωκότα, δακρύοντα δὲ ἰδὼν Θεμίστιον μᾶλ- λον ἐδεξάμην ἐκεῖνο δόξαι ἢ τοῦτο παριδεῖν.
ἔλεγε τοίνυν
τραχὺ μὲν οὐδέν, ὡς δὲ λήθη σέ τις αὑτοῦ λάβοι, ἐγὼ δέ,
ἴσως μὲν γὰρ οὐδὲ πεῖνα σφόδρα νέῳ χρήσιμον, ἔστι δὲ νῦν οὐ περὶ τῆς γαστρὸς ὁ λόγος, ἀλλ’ ὅπως ᾐ το
νεανίσκῳ βιβλία· ὧν ἀπόντων ὅμοιος ἔσται τῷ πειρωμένῳ το- ξεύειν ἄνευ τόξου μανθάνειν.
υκθ΄.
Φιλίππῳ. (355)
Φιλοῦ μὲν τὸ τὰ τοιαῦτα ἀκούσαντα ἀλγῆσαι καὶ ἐπι-
στεῖλαι, ἀγαθοῦ δὲ καὶ κατὰ σὲ τὸ μετὰ Μουσῶν ἐπιστεῖλαι. ὁ δὲ σοὶ ταῦτα ἀγγείλας ἢ ῥᾳδίως περὶ ὧν οἶδεν οὐδὲν ὡς εἰδὼς τολμᾷ λέγειν ἢ τοῦτο μὲν οὐχί, σοὶ δὲ ἐχθρός ἐστι καὶ ἐμοί.
καὶ ταῦτα ἔπλαττεν ἐπὶ ψόγῳ μὲν ἐμῷ, σῇ δὲ λύπῃ. μᾶλλον δέ, ἐχθροῦ μὲν ἡ γνώμη, τὸ δὲ ἔργον φίλου. τὸ γὰρ
σοὶ μὲν δοῦναι τοιαύτην ἐπιστολὴν συνθεῖναι, καλὴν δὲ οὕτως ἐλθεῖν ἐπιστολὴν ἐμοὶ σφόδρα ἀμφοῖν κηδομένου.
τὰ δὲ ἡμέτερα ὧδε ἔστηκεν· οἱ πρὶν ἡμᾶς ἥκειν ἀνθοῦντες ἀπηνθή- κασιν, φθόνος δ’ ἀνέφυ οὐδείς. τὸ δὲ μὴ πρὸς κέντρα
υλ΄.
Ἀρισταινέτῳ (355)
Ἡ μὲν λέξις τῶν ἐπιστολῶν ἔπειθεν ἡμᾶς ὡς σύνει τῷ Πλάτωνι, τὸ δὲ ἀκμάζειν ἐν σοὶ τὴν ἀθυμίαν ἔτι καὶ τὴν τρίχα πρὸς πένθος ἀνεῖσθαι καὶ τὴν οἰκίαν ὡς ἐπὶ χθὲς τῇ τελευτὴ συμβάσῃ διακεῖσθαι, ταῦτα οὐκέτι πάνυ προσκειμένου τῷ
Πλάτωνι. καίτοι πολὺ βέλτιον ἂν ἦν, εἰ τὴν γνώμην μᾶλλον ἢ τὴν γλῶτταν ὤνησο.
σὺ μὲν οὖν οἴει σύμφωνα ταῦτα ποιεῖν οἷς περὶ ζῶσαν ἔπραττες, εὐφραίνειν γὰρ δὴ καὶ νῦν ὥσπερ καὶ τότε· δοκεῖς δέ μοι ζῶσαν οὐδὲν λυπήσας πάνυ τοῦτο δρᾶν εἰς ἀπελθοῦσαν. εἰ γὰρ ὅπως σαυτὸν διαφθείρεις,
αἴσθοιτο, μέγα ἂν στενάξαι τοσούτῳ κακῷ διδοῦσα ἀφορμήν.
ἀλλ’ ὑπὲρ μὲν τούτων εἰ μὴ σαυτῷ διαλέξῃ, τά γε παρ’ ἄλλου μάταια· ἐγὼ δὲ ἃ νοσεῖν πλασάμενος ἔφυγον ἥνπερ ἔφυ- γον πόλιν, ταῦτα ἐνθάδε νοσῶ. καὶ οὕτως ἄρα ἡδὺ πατρίς, ὥστε ἄμεινόν μοι τῇδε πονεῖσθαι ἡ παρ’ ἐκείνοις ὑγιέστερον
εἶναι Κρότωνος.
τὸ κακὸν δὲ πάλαι μὲν ἐπέκειτο τῇ κε- φαλῇ, νῦν δὲ εἰς τοὺς νεφροὺς κατέβη, μᾶλλον δέ, τούτους μὲν ἰσχυρῶς πιέζει, τὴν δὲ οὐ τελέως ἠλευθέρωσεν, ἀλλ’ ἔκει
ἦρι μὲν οὖν ἄνωθεν ἐρρύη, παντὶ δὲ ἐνέβαλε σθένει· φάρμακα δὲ πάντα ἠλέγχετο καὶ ίατροὶ τὴν μὲν ὑπερβολὴν ἐθαύμαζον, κωλύειν δὲ οὐκ εἶχον. καὶ διετελέσαμεν ἐνναίοντες αὐτῶν ταῖς χερσὶ καὶ οὐδὲν ὅ τι οὐκ ἀνεχόμενοι.
θεῶν δὲ ἄρα τις ἡμῖν εὔνους, ὅστις, ἐπειδὴ
χρῆν με καμεῖν, ἔδωκε παραμύθιον τὴν Ματίου παρουσίαν. ἐλθὼν μὲν γὰρ εὐθὺς ἀκροάσεως μετέσχεν, ὃ ἦν ἐκείνῳ τε πάμμεγα ἐμοί τε οἷον οὐκ ἄλλο.
ἔπειθ’ ὁ μὲν ὑπὲρ τὸν Εὐφράτην ἐλθὼν τὰ Περσῶν σκεψόμενος, ἐπειδὴ ἐπῄεσαν, ἀναστρέψας ὀξέως παρεσκεύασε Στρατήγιον πρᾶξαι ταῦτα ἀφ’
ὧν ἐκεῖνοι ταχέως ἀπῆλθον· ἐμοὶ δὲ ἐνέβαλον ἀλγηδόνες, ἇί τῆς κλίνης ἐξανιστᾶσαι περιτρέχειν ἠνάγκαζον.
ταυτὶ μέν, ὁπότε οἴκοι μένοι Κλημάτιος, παρακαθημένου δὲ καὶ τούτων ἐδυνάμην κρατεῖν οὕτως ἰσχυρότερος ἦν φαρμάκων πείθων φέρειν, συναχθόμενος, παίζων, σπουδάζων, ἀναμιμνήσκων τῶν
ἀρχαίων, χρηστόν τι προλέγων.
τὸ πολὺ δὲ τῶν λόγων Ἀρισταίνετος ἦν καὶ μετ’ ἐκεῖνον Ἄλκιμος, καὶ παντὶ τῷ παραπίπτοντι τὸ σὸν ὄνομα ἐπεισήγετο. εἴτε γάρ τις εἰς ἡμᾶς ἐφάνη ῥᾴθυμος, ἀλλ’ οὐκ Ἀρισταίνετός γε τοιοῦτος ἐλέγετ’ ἄν, εἴτε ὄντως φίλον ἐπῄνει, ἀλλ᾿ οὐκ Ἁρισταινέτῳ
γε παραπλήσιος οὗτος προσετίθετο ἄν.
ὡς δὲ ἐγέ- νετό μοι καὶ θυρῶν ἔξω φανῆναι, παρά τε τὸν Στρατήγιον ᾖμεν καὶ ἐπὶ λουτρὸν ἐκεῖθεν, ὁ μὲν λουσόμενος, ἐγὼ δὲ αὐτὸν τῶν Ὁμήρου τι περιέμενον ᾄδων. διὰ δὲ τὸ σφόδρα ἀλλήλοις
τὸν θεῖον δέ μου φιλῶν τε ὥσπερ ἐμὲ καὶ νομίζων περὶ σὲ γνώ- μης ἔχειν ὥσπερ ἐγὼ δίκαια ἇι ποιοίης. ὅς εἰς τοῦτο ἥκει
τοῦ πεπεῖσθαι κρατεῖν σε πάντων ἀρετῇ, ὥστε πρὸ τοῦ μὲν ταῦτα ἀκούων ἥδετο, νῦν δὲ ἐν τοῖς <φάσκουσιν> ἀριθμεῖται.
Κλημάτιος δὲ αὐτὸν ὡς μὲν νοῦν ἔχοντα πάλαι ἐθαύμα- σεν, νῦν δὲ καὶ φιλεῖ, διότι σὲ ἐκεῖνος καὶ δὴ καὶ αὐτὸν ἐκ Ῥώμης ἥκοντα ἤρου φάσκοντα ἀνδράσιν ἐντυχεῖν ἀγα-
θοῖς αὐτόθι, διηγήσατο πολλάκις· ἔλεγε δὲ ὡς αὐτὸς μὲν ἥκων ἐπαινοῖ τὴν ἐν Ῥώμῃ βουλὴν ἐπὶ φρονήσει, σὺ δ’ εἰ Φασγανίῳ τις προσόμοιος, πύθοιο.
τοῦτο δὲ ἡμῖν ἐντι- μότερον ἢ εἰ Πινδάρῳ πολλὰ εἰς τὴν ἡμετέραν οἰκίαν ἐγέ- γραπτο. Κλημάτιον δὲ τὸ μὲν ἐρώτημα ἀπαγγείλαντα καὶ ὡς
ἠπόρησεν ἀποκρίσεως ἐπαινῶ, μέμφομαι δὲ ὅτι με βουλόμε- νος ὑγιαίνειν ἔσθ’ ὅτε καὶ ἀρρωστοῦντος ἥδετο. εἰδὼς γὰρ ὡς μὴ νοσοῦντος μὲν ἀπεκλείετ’ ἂν ὑπὸ τῶν βιβλίων, ἀσθε- νοῦντι δὲ ἔχει λαλεῖν, ὁπότε ἐθέλοι, λαβών με ῥᾴω ποτὲ τοῦτο ἐξελάλησεν, ὡς ἄρα τι αὑτῷ καὶ χαρίσαιτο ἡ νόσος.
σὺ δ
αὐτὸν ἢ ἐν Νικαίᾳ κατέχειν, ἴως ἂν πάντα ἀκούσῃς — ὡς πολλήν γε κομίζει διὴγησιν —ἢ συνοδοιπορεῖν εἰς Νικομήδειαν ὑπὲρ τῆς ἀκοῆς
υλα΄.
Ἀκακίῳ. (355)
Τῷ Δάφνῳ πᾶσα ἀνάγκη καὶ πείρα προσενήνεκται πάντα μὲν Κληματίου πεποιηκότος, οὐκ ὀλίγα δὲ Ἀποδημίου, τάχα δέ τι καὶ ἡμῶν. καὶ μὴν καὶ Σrρατήγιος ἀκούσας εἶναί σοι
δίκην εὐθύς τε ἐπίστευσεν ὡς ἀδικεῖ, καὶ οἷος ἦν μηδὲν ἐλλεί- πειν.
ἀλλ’ ὁ Δάφνος καὶ ἡμῶν καὶ νόμων καὶ ἀρχόντων καταγελᾷ· τοιοῦτον ἔχει συνήγορον τὴν πενίαν, ὑφ’ ἧς ἂν μὴ πεινῶν κοιμηθῇ, πλουτεῖν οἴεται, ὅμως δὲ οὐδ’ οὕτω λέλυται. καταστήσας δὲ ἐγγυητὴν σὲ περιμένει. τουτὶ γὰρ ἡμῖν σκο-
πουμένοις ἐφάνη λοιπόν.
υλβ΄.
Ἀνδρονίκῳ. (355)
Ὤιμην σε πεπαυκέναι τῆς κατηγορίας, ἥν ὅτι σοι βρα- χέα γράφω κατηγόρεις, σὺ δὲ ἔχῃ τῆς γραφῆς καὶ κατὰ τοὺς
ἄγαν συκοφάντας οὐκ αὐτὸ μόνον ἐγκαλεῖς, τὴν βραχυλογίαν, ἀλλ’ ἐποίησας αὐτὴν καὶ ἕτερον ἔγκλημα τεκεῖν σημεῖον εἶναι ταύτην λέγων τοῦ καὶ τὴν φιλίαν μοι τὴν πρὸς σὲ κεκινῆ- σθαι.
φέρε δή, πρὸς Δῖός, εἴ τῳ τῶν πάνυ σοι δυσμενῶν ἐπέλθοι πέμψαι σοι μακρὰν ἐπιστολήν, τὸ μῆκος τοῦτο λύσιν
σὺ δὲ καὶ τοῦ μήπω σοι
τὸν ἄνδρα ἐκεῖνον διηλλάχθαι προθύμως ἡμᾶς αἰτιᾷ κἀνταῦθα συκοφαντῶν. οὔτε γὰρ ἐγὼ λέγων οὔτ’ ἐκεῖνος πέπαυται τῆς ὀργῆς. αἴτιος δὲ σὺ οὐκ ἀδικήσας μὲν αὐτὸν ἅπερ ἐνομίσθης πρότερον, ὀλιγωρήσας δὲ τοῦ τὴν ὑποψίαν ἀνελεῖν. ὁ δὲ τότε μὲν ὑπεριδών, νῦν δὲ ἀπολογούμενος τότε μὲν αὑτοῦ κατε-
γνωκέναι δοκεῖ, νῦν δὲ τὴν ἀρχὴν κολακεύειν.
ὁ δὲ Αγα- μέμνων τά τε ἄλλα ἦν, ὡς ἔοικεν, ἀγαθὸς καὶ ὅτι τὸν Ὀδυσσέα παρ’ Ἀχιλλέως ἥκοντα οὐ πεπεικότα καὶ τοῦτο ὁμολογοῦντα οὐδαμοῦ μέμφεται τῶν ἐπῶν, ὡς οὐ βουληθείη σύμμαχον αὑτῷ τὸν ἀχθόμενον ἀγαγεῖν.
ὑμεῖς δέ, ὅ τι ἂν μὴ οὗτος
ἐνδῷ, μέμφεσθε τὸν πρεσβευτήν. ὃν οὐκ ἐᾷ πιθανὸν εἶναι Κλεομένης ὑπὸ σοῦ θεραπευόμενος. σὺ δ’ οἴει μετὰ τοῦ δα- κτυλίου τοῦ Γύγου πάντα δρῶν λανθάνειν, τὰ δὲ ἐν μέσῳ τε
εἰ δὲ οὐκέτι ταῦτα ποι- εῖς, ἀλλ’ ἐποίεις γε. καὶ δοκεῖς αὐτὸς μὲν ἔτι τούτων ἐπιθυ- μεῖν, ὕβρει δὲ Κλεομένους ἐκβεβλῆσθαι καὶ δεῖν ἐκεῖνον σοὶ δοῦναι δίκην, οὐ σὲ παρ’ αὐτῷ εὐδοκιμεῖν.
ἀλλὰ τὴν μὲν
δυσκολίαν ἐφέρομεν εἴτε ὡς ἁμαρτόντες εἴτε ὡς ἀτυχοῦντες, τὰ νῦν δέ σου γράμματα ἀκριβῶς φιλοῦντες καὶ τοὐμόν, οὐ τὸ σαυτοῦ σκοποῦντες. καὶ δὴ καὶ οὕτω ποιήσομεν.
ἀρ- χέτω μὲν ὁ βουλόμενος παρ’ ὑμῖν, ἡμῖν δὲ τῇδε καὶ ἄρχεσθαι τῶν ἡδέων, εἰ καὶ πάντες ἡμῖν ἀφίστανται τῆς ἀρχῆς. ὁ βα-
σιλεὺς δὲ γρίφων τιμᾷ μέν, ἀναστήσει δὲ ἥκιστα κίνδυνος γὰρ ἡμῖν καὶ εἰς ἀγορὰν ἐμβαλεῖν. οὕτω μία σωτηρία τῷ σώ- ματι τὸ ἡσυχάζειν.
Κλημάτιος δέ, ὅσπερ κάμνοντι παρῆν, καὶ ἀπαγγεῖλαι δύναιτ’ ἂν αὐτό τε τοῦτο καὶ τἄλλα πολλά τε καὶ ποικίλα.
υλγ.
Σιλανῷ. (355)
Πρότερον μέν σοι γράφων ὡς οὐ πολλή μοι παρὰ τῷ Διονυσίῳ δύναμις, ἴσως ἂν ἠπιστούμην καὶ διὰ τοῦτο οὐκ ἔγραφον, νῦν δὲ καιρὸς ἂν εἴη τὴν ἀσθένειαν ὁμολογεῖν. Κλη-
μάτιος γὰρ ὡς οὐ ψεύδομαι πείσει.
ἴσθι τοίνυν ὡς οὔτε τὰ ἐμαυτοῦ βελτίω πεποίηκα τῶν τε φίλων ὅσοι δι’ ἡμῶν ἐβουλήθησάν του τυχεῖν, ἔγνωσαν οὐχ ἣν ἐχρῆν, ἐλθόντες δὲ
εἰ μὲν οὖν οὔσης μοι δυνάμεως οὐκ ἀπέλαυες, ἠδίκουν ἄν· ἀδυνατοῦντι δὲ συγγνώμην ἔχειν. ὧν δ’ ἐγὼ κύριος, καὶ σύ. καὶ τὴν μὲν ἐν λαμπροτέρῳ σχήματι πορείαν ἄφες, οὐ γὰρ τῆς σῆς ψυχῆς
ἄξιον τὰ τοιαῦτα θηρεύειν, ἐλθὼν δὲ ὅπως ἂν ἐξῇ, δοκίμαζέ μου τὴν γνώμην, εἴγε μέμνηται τῶν πτερῶν.
πτερὰ δὲ ἐν- ταῦθα πλείω καὶ οἱ τὰ σὰ θαυμασόμενοι πλῆθος. δεῖ δὲ καὶ νόμων διδασκάλου τοῖς νέοις. σὲ δὲ τοῦτο ἀναμένει κεκωλυ- κότων ἡμῶν ἕτερον ἐπιστῆναι τῷ πράγματι.
υλδ΄.
Θεμιστίῳ (355)
Συνήσθην φιλοσοφίᾳ τε καὶ τῷ βασιλεῖ· τῷ μέν, ὅτι τὸ κάλλιστον ὧν ἔδοσαν ἀνθρώπῳ θεοὶ τιμᾶν ἐπίσταται· τῇ δ’, ὅτι καὶ παρὰ τῶν ἐν ἐξουσίαις θαυμάζεται. σοὶ δ’ ἂν ἔχοι
χάριν αὐτή τε καὶ ἐκεῖνος· σὺ γὰρ ἀμφοῖν αἴτιος τούτων τυ- χεῖν.
ἐγὼ δὲ καὶ πρὶν ἐπιστεῖλαί σε πρὸς ἐμὲ ταῦτα ᾔδειν ἐκ τῶν πρὸς τὸν ἄριστον ἡκόντων Στρατήγιον γραμμάτων. ἔδωκε γὰρ ἅ τε σὺ πρὸς αὐτὸν καὶ ἃ περὶ σοῦ πρὸς τὴν βου- Λὴν ὁ πάντα ἀγαθὸς ἔγραψε βασιλεύς. ἃ δὴ δι’ ἑρμηνέως ὅ
τι εἴη μαθόντες ὑπερεχαίρομεν. ἐγένετο δὲ καὶ τούτων τῶν γραμμάτων πρεσβυτέρα φήμη καὶ οὐκ ἠπιστήθη, ταχὺ δὲ προσ- ετέθη καὶ τὰ γράμματα.
κάλλιστον δὲ τῶν πεπραγμένων τὸ δι’ ὧν μὲν ἦν μετασχεῖν τῆς βουλῆς μὴ ἀτιμάσαι, τὰ δὲ
τὸ δ’ ἐμὸν οὕτως ἔχει· τὰ τοῦ σώματος ἀρρωστήματα παραινεῖ μοι μένειν. εὖ δὲ ἴσθι, κἄν εἰ σφόδρα ἦν ὑγιής, ἐμαυτῷ σύμ- βουλος ἂν ἐγενόμην μένειν. τῇδε μὲν γὰρ ἀγέλαις νέων εὔω-
ῥία, τὸ δὲ παρ’ ὑμὶν διδάσκειν λόγους ἀρχὴ Σκυρία.
υλε'.
Ιοβιανῷ. (355)
Ἔτι μέμνησαι ἡμῶν εἰς Ρώμην ἀπηρκὼς καὶ θεώμενος οἵα οὐ πρότερον πείθων τε σαυτὸν ὡς οὐκ ἐστι yfj αὕτη, ἀλλ’
οὐρανοῦ μοῖρά τις; ἡμᾶς μὲν γὰρ σοῦ μεμνῆσθαι θαυμαστὸν
ἀλλ’ ἴσως οὐκ ὀρθῶς ἠρόμην. σὺ γὰρ οὐδ’ εἰ τοῦ Ὀλύμπου κοινωνήσαις τοῖς θεοῖς, οὐκ ἴσθ’ ὅπως ἐπιλήσῃ τοῦ ἐρωμένου. μὴ θαυμάσῃς δὲ εἰ σὸν ἔφην
ἐρώμενον ἐμαυτόν, νέου πρεσβύτερον.
ἐρᾷς γάρ, καὶ τὸ πραττόμενον εἴρηται, καὶ ἅμα παλαιὸν τοῦτό γε καὶ περὶ Σω- κράτη συμβάν. ἤρα γὰρ τὰ μειράκια τοῦ γέροντος.
ἔχεις δὲ καὶ κοινωνὸν τοῦ πάθους Κλημάτιον τουτονὶ δεινῶς ὑπὸ τοῦ θεοῦ κεκρατημένον καὶ οὐδὲν οὔτε λέγειν οὔτ᾿ ἀκούειν
ἀνεχόμενον πλὴν ὅ τι εἰς ἐμὲ φέροι.
τοῦτον ἥκοντα μὲν εὐθὺς εἰς τὸ βουλευτήριον εἰσήγομεν ἐπ’ ἀκρόασιν, καὶ ἦν τοῦτο Κληματίῳ μεῖζον ἢ στρατοπέδων ἄρξαι, μικρὸν δὲ ὕστε- ρον ἀρρωστήσας μόνην εἶχον τὸν ἄνδρα παραψυχήν, καὶ διὰ τοῦτον οὐκ ἐπέκλυσε τὴν ψυχὴν λύπη, παρών τε γὰρ ἐκού-
φιζε καὶ ἀπόντος ἡ παρουσίας ἐλπὶς ἤρκει βοηθεῖν.
ἐπεὶ
τῶν δὲ ὁρώντων ἐνίους ἤδη καὶ φθόνος εἰσῄει· ὦ Ἡράκλεις, οὗτοι
τὸν Ἡρακλέα καὶ τὸν Θησέα τῇ πρὸς άλλήλους φιλίᾳ παρελθαίν ἀξιοῦσι. τούτους ὅρκος ἰδίᾳ κωλύει λα- λεῖν.
ἤδη δέ ποτε ὁ μὲν ὡς Στρατήγιον εἰσῆλθεν, ἐγὼ δὲ οὔ. καὶ ὃς ἐξεπλάγη τε καὶ ἤρετο ποῦ ποῦ δέ σου τὸ ἥμισυ; γαῖ πάλιν ἔφθην ἐγὼ τοῦτον, καὶ ταὐτὸ θαῦμα καὶ ταὐτὸ
ἐρώτημα.
τῶν Κληματίου δὲ κάλλιστον τὸ πάντας μὲν εὖ πεποιηκέναι τοὺς τῇδε, χάριν δὲ ἀπαιτῆσαι μηδένα. οἶσθα γὰρ ὡς, ἡνίκα ἦν τῷ χρηστῷ Παλλαδίῳ συνεργός, πᾶν λυπη- ρὸν τοῖς ἐμοῖς πολίταις ἐκ τῆς τοῦδε γνώμης ἐκωλύετο, ὧν οἱ μὲν ἠξίουν μεμνῆσθαι, τῷ δὲ ἐδόκει πρέπειν ἐπιλελῆσθαι
καὶ διὰ τοῦτ’ ἄρα τοὺς τόπους ἔφευγεν, ἐν οἶς ἐπιεικῶς οἱ σύλλογοι, τοῦ μὴ ἐρυθριᾶν ἐπαινούμενος.
τούτου δὲ ἐκεῖνο σεμνότερον τὸ μηδὲ παρὰ τῶν ἀρχόντων οἴκαδε κέρδος ἐνέγ- κασθαι, καίτοι οὐκ ἐνοχλήσαντα ἔχειν ἴδει, ἀλλὰ καὶ δοῦναι δεομένων μὴ ἀτιμάσαι. ὁ δ’ ἔοικε μᾶλλον δύνασθαι λιμὸν
τοιοῦτος δὲ ὢν αὑτοῦ σὲ βελτίω τίθησι καὶ παῖδας αὑτῷ σοὶ γενέσθαι προσομοίους εὔχεται. καὶ τοσοῦτόν ἐστι τὸ φίλτρον, ὥστ’, εἴ αὐτὸν ἔροιτο
θεῶν· ὦ Κλημάτιε, δέδοκται ἡμῖν ἀθανασίας σοι μεταδοῦναι, ὑφορώμεθά μὴ τυχὼν εἶτα καὶ ἄλλῳ δοῦναι δεηθῇς· εἰ οὖν ἀπόχρη σοι μόνῳ λαβεῖν, ἀποκρίνου, δοκεῖ οὖν μοι ταῦτ’ ἂν ἀκούσας, εἰ μὴ μετὰ σοῦ τοῦτο ἐξείη λαβεῖν, μηδ’ ἂν αὐτὸς ἐθελῆσαι λαβεῖν.
οὕτως
ἡμῖν ἀνήρτησαι τὸν καλὸν Κλημάτιον, καὶ ὁμολογῶν ὅτι σοι δέδωκεν αὑτόν, ἀγάλλεται. συνελθόντες δὲ ὅπως <μὴ> κινήσετε τὸν βασιλέα τὰ συνήθη ταῦτα· ὁ σοφιστὴς ἐπανίτω, μὴ μελλέτω, ἐκεῖ μὴ ἔστω, ἐν Θρᾴκη ἔστω.
γελᾶτε, ὦ βίαιοι, πρὸς τὰ ῥήματα, ἀλλ’ ἐγὼ κλαίω, εἴ με δεήσει διὰ φί-
λῶν φιλονεικίαν φεύγοντα ψῦχος εἰς βόρβορον ἐμπεσεῖν. ὅ τι δὲ ὁ βόρβορός μοι νοεῖ, Κλημάτιός σε διδάξει.
υλς΄.
Βαρβατίωνι. (355)
Ἐγώ σε καὶ πάλαι μὲν ἄνδρα ἀγαθὸν ήγούμην ἀπὸ τῆς Θεμιστοκλέους πρὸς σὲ φιλίας, ὁ γὰρ ἀνὴρ ἐκεῖνος οὐκ ἂν φιλήσαι μὴ λίαν ἀγαθόν· ἐπὶ δὲ τῆς προτέρας ἐνθάδε μοι
γενομένης ἐπιδημίας μικρά σοι συμμίξας οὐ προῆλθον εἰς ὅσον ἔδει τοῦ τε σώματός μοι κάμνοντος καὶ σοὶ πολλῆς ἀσχολίας οὔσης, τῶν γὰρ μεγίστων ἐπεστάτεις.
Γεσσίου δέ σοι φοι- τῶντος τοὐμοῦ καὶ πιστευομένου παρὰ τοῖς σοῖς οἰκείοις εἰς τοὺς συνήθεις σοι καὶ ἐμαυτὸν ἐγγράφων οὔτι ἀδικεῖν οἶμαι
ἄλλως τε καὶ Ματίου κελεύοντος καὶ ὑπισχνουμένου μὴ μεταμελήσειν μοι τῶν γραμμάτων. σέ τε γὰρ εὖ μάλα εἰδὼς ἐμέ τε οὐκ ἀγνοῶν ἔφασκεν ἕξειν ἡμᾶς οὐκ ἀγεννῆ τινα πρὸς ἀλλήλους ἁρμονίαν.
τὰ τρόπαια δὲ ὅσα ἀπὸ βαρβάρων ἔστη- σας ἄγων μὲν αὐτὸς τὰς δυνάμεις, ἑπόμενος δὲ τῇ βασιλέω)
τύχῃ, πανταχοῦ μὲν ἔγνωσται, πανταχοῦ δὲ τεθαύμασται, ἐλ- πίδες δέ εἰσιν ὡς αὐτίκα πλείω τε αὐτὰ ποιήσεις καὶ προïὼν
ἡμᾶς δὲ οὒς δεῖ κοσμεῖν ὅσα ὑμεῖς ἐργάζεσθε παρ’ αὐτῶν τῶν ποιούντων ἃ ποιοῦσιν ἀκούειν καλόν.
υλζ΄.
Εὐσεβίῳ. (355)
Ἀκούω σε ἐπαινεῖν με καὶ μὴ λήγειν τοῦτο ποιοῦντα, καὶ μοι φαίνῃ δίκαιά τε δρᾶν καὶ σαυτῷ συμφέροντα. ὁ γὰρ ὡς παρὰ ἄριστον ἐφοίτησε λέγων τῷ διδασκάλῳ τε τὸ εἰκὸς ἀπο- δίδωσι καὶ ἅμα αὑτὸν ἐσέμνυνε δεικνύς, οἴων ἀπολέλαυκε τῶν
πηγῶν.
χρῆν μέντοι προσεῖναι τοῖς ἐπαίνοις καὶ τὸ ἐπι- στέλλειν, ὅπως μηδὲν μέρος ἀργὸν εἴη σοι τῶν πρὸς ἐμέ. ἀλλά μοι δοκεῖν δεδιὼς μή σε χάριτας ἀπαιτῶμεν καὶ λαβόντες πρώτας ἐπαγγέλλωμεν δευτέρας, σιγᾷς ἀποκλείων ἡμῖν τὴν ὁδὸν τοῦ χρῆσθαί σοι τὰ εἰκότα.
εἰ δὲ ψεύδεσθαί με φής, ἔλεγ-
ξον· ἐλέγξεις δέ, εἰ γράψαις. εἰ δὲ οὐ γράψεις, ὑπὸ Κληματίου εἰην ἂν ἠπατημένος, ὃς ἐκεῖνά τε ἀπήγγειλε καὶ τοῦτο ἔπεισεν ἐπιστεῖλαί σοι.
υλη'.
Ἀνατολίῳ (355)
Ἀεὶ μὲν ἔγωγε τὴν σὴν εὔνοιαν ἠγάσθην <τὴν> εἰς ἐμὲ καὶ οὐκ εἶχον πεισθῆναι ὅτι σὺ τοῦτο ποιεῖς οὐχὶ θεῶν του κινοῦντος, οὕτως ὑπεραίρειν ἐφαίνου πάντας ὅσοι φάσκουσι
φιλεῖν· νῦν δὲ ὑπὲρ τὰ ἐσκαμμένα, φασίν, ἐπεδείξω τὴν κηδεμονίαν ἐν οἶς ἐμοὶ μὲν ἔγραψας, ὡς δεῖ τι παρὰ Μάγνου μαθεῖν, ἐκείνῳ δὲ ἔφρασας ἃ δεῖ πρὸς ἡμᾶς εἰπεῖν.
ἄλλῳ μὲν οὖν ἀσαφὴς ἂν ἔδοξεν ἄγγελος εἶναι, καὶ γὰρ τοσοῦτον ἤγγειλε μόνον, ὡς οὐ δεῖ κινεῖσθαι μάτην, ἐμὲ δὲ ἔννοιά τις
ἔλαβε Δωδώνης, καὶ σκοτεινὸν ἦν οὐδέν.
πολλῶν οὖν ᾤμην σοι δεῖν χάριν εἰδέναι, εἰ δὴ δεῖ τοὺς ἐρωμένους τοῖς ἐρασταῖς εἰδέναι χάριν, τοῦ τε φέρειν με ἐπὶ τῆς ψυχῆς καὶ τοῦ συμβού- λεσθαί μοι τὸ μὴ τῶν οἰκείων στέρεσθαι καὶ τοῦ ζητῆσαι τοῦτο, εἰ δυνατόν, καὶ τοῦ γνῶναι μηνύσαι, ὡς δυνατόν.
νῦν μὲν
οὖν ἐν ἡμῖν αὐτοῖς θύρας ἐπιθέντες ὁμολογοῦμεν τὴν χάριν, ἐξου- σίας δὲ εἰς τὸν λόγον δοθείσης ἐμπλήσομεν γῆν καὶ θάλατταν.
πῶς οὖν ἀντεπιμελοῦμαί σου; εἰ τὸ σὸν ἑώρων πρὸ τοῦ
ἀρχῆς εἰς χεῖρας ἐλθούσης.
αἰτῶ δὲ δή σοι τοῦτο ὃ πάντως δράσεις, καὶ δὴ καὶ πέπρακταί γε ἤδη. τὴν δὲ ἐκ βασιλέως ἀνάγκην πεμπομένην ἐν ἐπιστολαῖς εἰς τὸ ἀναστῆναί με ἐν- θένθε πρέποι ἂν λαβεῖν τινα ἀνάπαυλαν σοῦ γε ἐλθόντος ἐκεῖσε. τῶν γὰρ τὰ τοιαῦτα δυνατῶν διοικῆσαι οὔτι ἔστιν ὅστις οὐχ
ἔρμ αιον ἡγήσεται τῶν σοὶ κατὰ νοῦν ὑπηρετῶν τι φανῆναι· ὡς νῦν γράμματά γε ἐπὶ γράμμασιν ἥκοντα μικροῦ με ἐξέβα- λεν, εἰ μή μοι τὸ σῶμα εὖ ποιοῦν ἔκαμνε.
καίτοι σκόπει, τόσην τινὰ κρίνω συμφορὰν ἐκείνην τὴν ὁδόν, δι’ ἣν ἤδη μοι καὶ τὸ νοσεῖν οὐκ ἐχθρόν. αὐτὸ δὴ οὖν τοῦτο λέγων, ὡς
τὸ σῶμά μοι διερρύηκε τῶν νεφρῶν πυκναῖς προσβολαῖς τί οὐ παθόντων, πεῖθε μὴ πέμπειν με ἐπὶ ψύχους ὑπερβολάς, ὃ μέ- γιστον κακὸν ἠσθενηκόσι νεφροῖς, ἐπεὶ καὶ ὅσα τῇδε νενοσή- καμεν, Θρᾳκίους ἰατροί φασιν εἰληφέναι τὰς πληγάς· ὥστε ὁ πέμπων ὡς νέοις συνεσόμενον ἴστω πέμπων ὡς τεθνηξόμενον.
υλθ΄.
Ὀλυμπίῳ. (355)
Κεχήναμεν προσδοκῶντες οὐ τὸν Αἰσχύλον, ἀλλὰ γράμ- ματα τὰ σά τε καὶ χρηστοῦ βασιλέως, τὰ μὲν ἄφεσιν διδόντα, τὰ σὰ δὲ ὅτι σοῦ ταῦτα πονοῦντος ἐδόθη δηλοῦντα.
ἴσθι
δὲ καὶ δευτέραν ἥκειν ἐκεῖθεν ἐπιστολὴν ταὐτὰ μὲν ἐπιτάττου- σαν, μαθεῖν δὲ οὐ παρέχουσαν οὔθ’ ὡς νεωτέρα τοῦ ψηφί- σματος ὡς ὡς προτέρα γένοιτο.
ἀλλὰ σοὶ καὶ ταύτας προσ- ήκει τὰς ἀνάγκας ὥσπερ τὰ νοσήματα λύειν. τὰς μὲν γὰρ συνθήκας ἐγὼ τηρῶ πάντων αὐταῖς ἐπιστρατευσάντων πλὴν
δυοῖν, διαστῆναι γὰρ ἃ συνήγαγες οὐ θέμις, σὺ δ’ ὅπως ἡμῖν μὴ τηρήσῃς τοὺς φόρους. ἆθλος γὰρ ἐμοὶ μὲν ἔστω τοῦτο φυλάξαι, σοὶ δὲ ἐκεῖνο κινῆσαι.
τὸν δ’ ἀγωνοθέτην τῶν Ὀλυμπίων γινώσκεις μεγάλα οὐκ ἐκ μικρῶν οἷον ὄντα λει- τουργεῖν, συμμαχία δὲ ἐν τοῖς τοιούτοις φιλόδωρος βασιλεύς.
ὅν, πρὸς τοῦ Δῖός, δεῖξον τοιοῦτον ἐξορμήσας τὴν Δατιανοῦ ψυχὴν εἰς ἐπικουρίαν. ἀγαθὴ δὲ παραίφσίς ἐστιν ἐταί- ρου.
υμ.
Παλλαδίῳ. (355)
Τῶν ἐκεῖθεν ἀνιόντων ἕκαστον ἐρωτῶμεν, ὅπως ἔχει σοι τὸ σῶμα. περὶ γάρ τοι τῆς ψυχῆς οὐκ ἂν ἐροίμεθα εἰ χρηστή
ἀκούοντες δὲ ὡς ἔρ- ρωσαι χαίρομέν τε καὶ προσέτι θαυμάζομεν εἰ εἰδὼς ἡλίκον τι κακὸν τὸ ἀρρωστεῖν καὶ ὡς μάλιστα πρᾶγμα τῆς ἡσυχίη δεό- μενον, ἐμέ γε ταύτης ἀφαιρῇ τῆς ἡσυχίας κεκυκλωμένον νο-
σήμασιν. ὁ γὰρ ἔχων μὲν κωλῦσαι μὴ τοιαῦτα περὶ ἐμοῦ γρά- φεσθαι, γράφεσθαι δὲ ἐπιτρέπων αὐτός ἐστιν ὁ τὰς ἀνάγκας προσάγων.
ἀλλ’, ὦ πρᾳότατε, μήτ’ ἐμὲ περιίδης ἐκ τῆς κλί- νης ἀποσπώμενον τῷ τε ὁριστῷ βασιλεῖ χάρισαι τὸ μηδὲν ἀνά- ξιον τῆς αὑτοῦ γνώμης εἰς ἄνδρα πράττεσθαι πολλὰ εἰς ἐκεῖ-
νον ᾄσαντα.
τῷ πολίτῃ δὲ ἡμῶν Ἀντιόχῳ στέφανον φέροντι τοῦ ἀγῶνος ἐπώνυμον τῷ Διὶ πάντα γενοῦ νομίζων ἐν τούτῳ τήν τε πόλιν εὖ ποιεῖν καὶ τοῦ Δῖός τὴν φρένα τέρπειν μᾶλ- λον ἢ τῶν Ἑλλήνων οἱ περὶ Τροίαν μέλποντες τὸν Ἀπόλλω.
υμα'.
Δατιανῷ. (355)
Ἴσως μὲν ἐμοὶ καὶ πρὸς τὰ παρόντα βοηθεῖν ἐθελήσεις ἐμέ τε σώζων διὰ τέλους καὶ τὰς ἔμπροσθεν εὐεργεσίας· εἰ δέ υε δεῖ καὶ τοῦτο ἀτυχῆσαι τὸ τὴν σὴν γνώμην ἑτέραν γεγο-
ἕναι, τάς γε πρὸ τοῦ βοηθείας οὔποτε ἐκβαλοῦμεν τῆς ψυχῆς, ἀλλ’ ἐκείνας μὲν τῇ σῇ φύσει λογιούμεθα, τὴν δ’ αὖ μεταβο- Λὴν δαίμονι δυσκόλῳ.
καίτοι πρὸς τῶν πόνων, οὓς ἐπό- νησας ὑπὲρ Ἑλλῄνων τε καὶ φίλων, θὲς μὲν ἐρρῶσθαί μοι τὸ σῶμα, βελτίω δὲ τήνδε ἐκείνης ἡγούμενόν με φεύγειν ἐκείνην,
τὸ βελτίω δὲ ὅπως ἀκούσῃ πρὸς τὰς τῶν νέων συνουσίας.
ἔπειτα ἐροῦ τὸν βασιλέα, δύνασαι δὲ σωφροσύνῃ τε καὶ εὐνοίᾳ διηνεκεῖ τὴν δύναμιν κεκτημένος· ὦ βασιλεῦ, ἀνὴρ ἐκεῖνος, ὃν κελεύεις εἰς Θρᾴκην ἐλθὼν ἐκεῖσε προσόμοιος ἔσται γεωργῷ πλέοντι καὶ ἐν νηὶ
ζῶντι συνεχῶς.
οὔτε γὰρ ἐκείνῳ τὴν θάλατταν ἔστιν ἀροῦν οὔτε τούτῳ σπείρειν εἰς νέους τῶν πο- λιτῶν μὲν πρὸς ἕτερα τετραμμένων, τῶν ξένων δὲ ὑφορωμένων τὸ χωρίον καὶ νομιζόντων διδασκαλεῖον
ἡ Συρία δὲ Μουσῶν ἐργαστήριον πολὺν ἤδη χρόνον δημιουργοῦσα ῥήτορας, ὧν εἷς οὖτος Καλλιόπιος,ᾦ χαίρεις, καὶ πολλὴ πολλαχόθεν νεότης θήγουσά τε παιδευτὴν καὶ αὐτὴ λαμβάνουσα
εφ᾿ ὄπερ ἤκει. πότερον οὖν βούλει σοι τὸν βουκόλον ἀπορεῖν βοῶν ἢ περὶ συχνὴν ἀγέλην χρῆσθαι τῇ τέχνῃ;
ταῦτ’ ἀκούων ἀποκρινεῖται σοῦ μειδιῶντος καὶ ἐν τῷ βλέμματι πρὸς τὸ δεύτερον ἐνάγοντος· βόες ἔστωσαν τῷ βουκόλῳ.
εἰ δέ με οἰήσῃ ῥαψῳδεῖν καὶ μύθους ταῦτα
ἡγησάμενος ἀμελήσεις, ἀλλ’ ἔγωγε ἀποσπώμενος βοήσομαι ὅτι με τῆς Ἀντιοχείας ἀνέπεισεν ἔχεσθαι Δατιανὸς καἰ τὸ κάλλος, ᾠ Δατιανὸς τὴν πόλιν ἐλάμπρυνε, λουτρὰ τὰ μὲν τετελεσμένα, τὰ δὲ ἀνιόντα, στοὰ τεταμένη τε εἰς μῆκος καὶ εἰς ὤραν ἀνθοῦσα τοσοῦτον ἔχουσα ἐν
τῇ πόλει, ὄσον ὁ τοῦ Πέλοπος ωμος ἐν τῷ σώματι τοῦ Πέλοπος. ὅρα οὖν εἴ σοι λίαν ἀδεὲς ἕλκεσθαί με.
ταύ- την μὲν οἶν τὴν παιδιὰν ἵλεως οἶδ’ ὅτι δέξῃ, κοινὴν δὲ ἡμῖν ἴσθι πεποιηκὼς ἑορτήν, ἃς Πομπηιανῷ παρέστησας ἐλπίδας. ὁ γὰρ ἀνὴρ οἷος εὖ πράττων πολίτας εὐφραίνειν.
ἦν μὲν
γὰρ καὶ ἐκ νέου μέτριος καὶ τὸ ἄλυπος εἶναι μελετῶν, ἐπή- σκησε δὲ τὸν τρόπον εἰς σέ τε βλέπων καἰ πειρώμενος αὑτὸν
εἰ δὲ γένοιτο τῷ μὲν τὰ πατρῷα, ἡ μονὴ δὲ ἐμοί, παιᾶνα εἰς τοὺς αἰτίους ᾀσόμεθα.
υμβ΄.
Καλλιοπίῳ. (355)
Ἧκεν εἰς ἡμᾶς τὰ εἰωθότα· νενίκηκεν ὁ βασιλεὺς καὶ βαρβάρων ἔθνος ἐκκέκοπται. ταύτην δὲ καρπούμενοι τὴν ἡδο- νὴν τὴν ἑτέραν ἐλπίζομεν. αὕτη δέ ἐστι σὴν ἐπιστολὴν ἐλθεῖν διδαχήν τε ἔχουσαν τῆς μάχης καὶ τοῦ κεκρατηκότος ἐγκώ-
μιον.
ὡς οὖν μετέωρον ἔχων τὸ θέατρον κήρυττε, ὦ κηρύ- κων ἄριστε καὶ εὐδαιμονέστατε, γενναίῳ συζῶν ἀθλητῇ. δότω δὲ σοὶ χάριν ἀντὶ τῆς φωνῆς ὁ παλαιστὴς τὸ μένειν ἀτρέμας ἐν δεμνίοις ἐμὲ τὸν οὐδὲν ἔτι δυνάμενον πλὴν τὰ ἑτέρων θαυ- μάζειν· οὕτω πανταχῶς ἀσθενῶ.
καὶ σὺ δὲ δὸς ἡμῖν χάριν
τὸ πρὸς τῷ τι πράττειν ὑπὲρ ἡμῶν καὶ ἐπιστέλλειν. νῦν δὲ πῶς, οἴει, διετέθην, ἡνίκα πρὸς μὲν τὸν θεῖον ἔγραφες ὑπὲρ ἡμῶν, αὐτὸς δὲ ἡμῖν ἐπέστελλες οὐδέν;
υμγ΄.
Εὐσεβίῳ.
Εἰ μὲν μικροῦ του ἐπεθύμουν σῶν γραμμάτων, ἐγχειρή- σας ἄν, εἶτα οὐ τυχὼν εὐθὺς ἐπεπαύμην· νῦν δὲ ἀεὶ τὰ δεύ-
τερα τῶν προτέρων ἀμείνω διὰ τῆς φήμης σπείρεται καὶ τὸν πόθον ἡμῖν τοῦτο ἐγείρει.
ἔστω οὖν καὶ τοῦτο τῶν σῶν καλῶν τὸ μὴ φθονεῖν γραμμάτων. καὶ γὰρ ἄτοπον ἔργῳ μὲν ὠφελεῖν, λόγῳ δὲ εὐφραίνειν ὀκνεῖν.
υμδ΄.
Ἀγησιλάῳ. (355)
Οἱ πρέσβεις οἵδε τῆς πόλεως ἡμῖν τὰ πρῶτα γένους τε ἕνεκα καὶ τρόπων, εἰσὶ δὲ καὶ τῶν εἰδότων ὡς ὁ σὸς υἱὸς οὐ κατὰ τοὺς πολλοὺς ἐν λόγοις. ὥστ᾿ ἔξεστί σοι περὶ ἐκεί- νου τι πυθέσθαι καὶ περὶ ἡμῶν ἀκοῦσαι.
υμε΄.
Ἀρισταινέτῳ. (355)
Οὐδέν σε διδάσκειν δεῖ περὶ τῶν πρέσβεων· ἄμφω γὰρ οἶσθα, τὸν μέν, ἡνίκα διὰ τῆς ὑμετέρας ἤλαυνε, τὸν δέ, ὅτε ἄχρι τῆς ὑμετέρας ἦλθεν.
ἀλλ᾿ ὅμως ἐκεῖνο προσθείην ἄν·
οὐ μικρόν σοι δίκαιον πρὸς αὐτούς· παῖς ἐστιν ἑκατέρῳ παρ᾿ ἡμῖν ἑκάτερος εὐφραίνων ἐλπίσιν.
υμε'.
Ἀνδρονίκῳ. (355)
Ἂν εἴπῃ τις ἥκειν Ἀνδρονίκου γράμματα, δῆλον ἡμῖν ὡς ἐγκλήματα ἥκει, καὶ συμβαίνει δὴ μὴ ἧττον ἀλγεῖν ἢ χαί- ρειν, ὅταν ἐπιστέλλῃς. καί μοι δοκεῖς οὐκ ἔχων σαυτὸν ἐξαλ-
λάττειν μίαν ἀεὶ στείχειν καὶ ἢ τῷ μὴ λαβεῖν ἢ τῷ μικρὰν λα- βεῖν ἐγκαλεῖν.
εἰ δ’ οὖν καὶ λίαν ἀληθῆ μέμφῃ, ἀποδέ- δοταί σοι πάντα διὰ τῶν πρέσβεων· πολλῶν γὰρ ἐπιστολῶν ἀμείνους αἱ τῶνδε γλῶτται.
Κλεομένην δὲ ὧν οὐκ ἄρχει κακῶς ποιεῖν οὐδὲν θαυμαστόν· καὶ γὰρ ὧν ἄρχει κακῶς ποιεῖ.
σοῦ δὲ ἐθαύμασα λέγοντος ὡς ἀφῄρημαι τῶν παρ’ ὑμῖν τιμῶν καὶ ὡς ἀναγκαζοίμην παρ’ ὑμᾶς ἐλθεῖν, πλὴν εἰ τοῦτο λέγοις, ὡς τοῖς ἐκεῖσε ἰοῦσιν ἀτιμία πρέπει. τοῦτο δὲ ὀρθῶς ἂν λέγοις.
υμζ΄.
Θεμιστίῳ. (355)
Ὑπῆρξέ σοι καὶ μένοντι τὴν ἡμετέραν ὁρᾶν. δι’ οὓς γὰρ ἦν σοι παρ’ ἡμᾶς ἄξιον ἐλθεῖν, οἵδε ἥκουσι παρὰ σέ, ὁ μὲν πάλαι σοι φίλος, ὁ δὲ νῦν ἐσόμενος.
τοῖν δὲ ἀνδροῖν τού- τοιν ἀμείνων μὲν παρ’ ἡμῖν οὐδείς, ἴσοι δὲ οὐ πολλοί· φαίην
δ’ ἂν ὡς οὐδὲ ἄλλοθι. περὶ δὲ ἡμῶν οὐδὲν ἐρήσῃ τοιοῦτον ὃ φήσουσιν ἀγνοεῖν.
υμη'.
Ἐλπιδίῳ. (355)
Ἥκεις εἰς τοῦτο τάξεως, οἷ σε ἔμελλον ἄξειν αἱ φρένες ἀγαθαί τε οὖσαι καὶ τὸν τοῦ βασιλέως οὐ λανθάνουσαι νοῦν.
ἐμοὶ δὲ καὶ πρόσθεν εὐνοικῶς εἶχες, νῦν δ’ ἂν καὶ προσθείης τὸ φιλεῖν εἰκότως διὰ τὸ κῆδος.
περὶ δὲ τῶν πρέσβεων ἥδι- στα μὲν ἂν ἐπέστελλον, τολμῶ δὲ οὔπω τὰ τοιαῦτα πρὶν παρὰ σοῦ μοι γράμματα ἐλθεῖν.
υμθ΄.
Σπεκτάτῳ. (355)
Κέντρον ἡμῖν ἐναπέθου κινοῦν εἰς τὸ μεμνῆσθαί σου τὸν τρόπον. ἐμοὶ δὲ καὶ Κληματίῳ δάκρυα κατὰ τῶν παρειῶν ἄχρι τῶν πυλῶν ἔρρει. ἔπειτα τὸν μὲν ἔπαυσε τῆς λύπης ὁ τοῦ αὐτίκα σε ὄψεσθαι λογισμός, ἐμὲ δὲ τὸ μετὰ χρηστῆς σε
τῆς ἐλπίδος πορεύεσθαι.
τοὺς φόβους δὲ ἡμῖν ὅτι μὲν ἀν- αιρήσεις οἶδα, προσέστω δὲ καὶ τάχος τῇ χάριτι. δώσει δέ σοι πρὸς τὰς δεήσεις ὁδὸν ἡ τῶν πρέσβεων παρουσία, καὶ συλλήψῃ διὰ μὲν τούτους ἡμῖν, τούτοις δὲ διὰ τὴν πόλιν.
υν.
Παλλαδίῳ. (355)
Κλημάτιον ὡς εἶδον, ἥσθην τε καὶ οὐκ ἀπῆν άνία τῆς ἡδονῆς. ἡδὺ μὲν γὰρ τὸ φίλον ὁρᾶν, τὸ δὲ μὴ σοὶ συνεῖναι
εἰ μὲν οὖν οὗτος ἠδίκηκέ τι, φρά- σον, ὅπως αὐτὸν τιμωροίμεθα· εἰ δ’ ὁ δεῖνα τὸν ὀπαδὸν ὑπερ- εῖδεν, ἰασάσθω τὴν ῥᾳθυμίαν εὐεργεσίᾳ.
υνα'.
Δατιανῷ. (355)
Πολὺ καλλίων ἡμῖν ἐφάνη Κλημάτιος οὐχὶ ῥητορικὴν ἀπὸ τῆς 'Pώμης, ὥσπερ οἴεται, προσλαβών, ἀλλ’ ὅτι τἄλλα πάρ- εργον ἡγησάμενος ἔργον ἔθετο τῆς σῆς διανοίας ἐπ’ ἀμείνοσι μεμνῆσθαι. τὸ γὰρ οὓς προσῆκεν ἐπαινεῖν δι’ εὐφημίας ἔχειν
τῶν ἐπαινούντων ἀγαθόν, ὥσπερ, οἴμαι, τὸ ψέγειν τοῖς τοῦτο ποιοῦσι κακόν.
ἡγοῦμαι δὲ καὶ πρὸς τὸ μέλλον ἀσφάλειάν τε αὐτῷ τὸ πρᾶγμα καὶ ἐπίδοσιν ἔσεσθαι τῆς σῆς αὐτῷ χειρὸς πανταχοῦ παρούσης καὶ τά τε δυσχερῆ παυούσης καὶ τὰ βελ- τίω παρεχούσης
υνβ΄.
Ἐλπιδίῳ. (355)
Κλημάτιος παρ’ ὧν μὲν ἤλπισε μέγα τι φησὶ μικρὸν ἔχειν, οὓς δὲ ἐνόμιζεν ἀμελήσειν αὑτοῦ, τούτους εὑρηκέναι συμ-
σὺ δὲ ἡμῖν τούτων εἶ τῶν δευτέρων. τοιγαροῦν ὃ ποθεῖς ἔχεις, ἐπαίνους παρὰ τῶν Κληματίῳ συνήθων. πολλοὶ δὲ οὗτοι, σὺ δ’, εἰ βούλει, προστίθει καὶ ἀγαθοί.
υνγ΄.
Ἡρακλειανῷ. (355)
Εἶδον ἐν τοῖς λόγοις σου τὰ βέλη καὶ οὐκ ἂν φαίην· βάλλ᾿ οὕτως, ἀλλὰ μᾶλλον· πέπαυσο βάλλων. οἶσθα γὰρ ὁπποῖόν εἴπῃσθα.
ἐμὲ δὲ εἴ τις λέγοι κακῶς, μὴ τοῦτό σοι ποιείτω πόλεμον, ὃ μηδὲ ἡμᾶς ἀλγύνει.
υνδ΄.
Φασγανίῳ. (355/56)
Ἐρωτᾷς, ὅπως ἔχει μοι τὰ πράγματα, τὸ σὸν δὲ ὅπως σοι σῶμα πέπραγεν, οὐ μηνύεις ὥσπερ οὐ πλείονος οὔσης ἡμῖν ὑπὲρ ἐκείνου φροντίδος ἢ σοὶ περὶ τούτων. ἄκουε δὴ οὖν
γράμμα οὐδὲν ἥκει μοι φοβερόν, Σπεκτάτος δὲ καὶ χρηστὸν ἐπαγγέλλεται. ὁ δὲ μάργος ἐκεῖνος καὶ τὴν Μεγάλην φθείρων πόλιν ἥν τε ἐκαρπούμην ἐκ τῆς πόλεως τροφὴν εἰς ἑτέρους μετέθηκε γνώμῃ βασιλέως χρησάμενος καὶ χρυσὸν εἰσπράττει δή με πρὸς τὸν ἄρχοντα ἐπιστείλας
ἐφ’ οἷς οὕτως ὴγανά-
τὰ δὲ περὶ τοὺς νέους τὰ μὲν ἄλλα ᾗ πρὸ τοῦ, Ἰούλιος δὲ ὁ γραμματιστὴς ὑπὸ λύπης οἴχεται, καὶ γνοὺς Εὐδαίμων ὡς
οὔπω πάντα αὑτῷ ῥᾴδια, Σεβαστιανὸν πείθει δεηθῆναί μου νεῖμαί τι προνοίας αὑτῷ.
τῷ δὲ Εὐβούλῳ δῆλός τε ἐγενό- μην ἡδέως ἂν ἰδὼν Ἀκάκιον ἐνθάδε καὶ ἐποιήσατο περὶ τού- του πρὸς τὸν ἄρχοντα λόγον προσθείς, ὡς ἄρα ἀρέσκοντά μοι ποιοῖ. ὁ δὲ οὐ μάλα προσέσχεν οὐκ οἰόμενος δεῖν ἄκοντα ἕλ-
κειν τὸν ἄνθρωπον, ἐκ δὲ Παλαιστίνης ἀφιγμένοι τῶν γνω- ρίμων τινὲς λέγουσί τε ὡς αὐτοῦ μενεῖ καί τινα ἐπίδειξιν ἀπαγγέλλουσιν οὐκ εὐτυχῆ.
ὁ δὲ Ἡρωδιανὸς προσιὼν ἐμέ τε αὑτοῦ ποιεῖται κύριον καὶ ἐφ’ οἷς Οὐράνιος ζῆν ἀξιοῖ. καὶ πολλὰ τὰ σοῦ χρῄζοντα, τὰ μὲν ἐμά, τὰ δὲ κοινά.
υνε'.
Βακχίῳ. (355/56)
Ἄμφω πείθομαι, καὶ ὡς ἐξεγράψω καὶ ὡς οἴει κτῆμα τοὺς ἡμετέρους εἶναί σοι φληνάφους. σὺ μὲν οὖν χάριν φὴς ἔχειν ἐμοὶ τοῦ ταῦτα λαβεῖν, ἐγὼ δὲ οὐ λίαν ἔχω σοι χάριν
ἡ Τύχη δὲ τὸ μέν τί μοι δέδωκεν ἀγαθόν, τὴν σὴν φιλίαν, θάτερον δὲ οὐ δέδωκε, τὸ συζῆν τῇ φίλῃ κεφαλῇ. χρῆν δὲ τὴν θεὸν μὴ φθο- νῆσαι τοῦ δευτέρου.
υνς΄.
Καικιλίῳ. (355/56)
Καλόν γε ἐξεῦρες τῷ παιδὶ κηδεμόνα τὸν χρηστὸν Τα- τιανὸν δεινόν γε ·διδασκάλους τε ἐπεγεῖραι καὶ νέων σπουδὴν μὲν ἐπαινέσαι, ῥᾳθυμίαν δὲ καὶ ἰδεῖν καὶ παῦσαι. καὶ δή σε
κελεύω θαρρεῖν, ὡς οὐδὲ μικρὸν Ἀλέξανδρος παραναλώσει τοῦ χρόνου τούτου τείνοντος εἰς ἐκεῖνον τό τε ὄμμα καὶ τὴν γνώ- μην.
θαυμάζω δὲ ὅτι τὸν μὲν ἐπιμελητὴν ἐπορίσω τῷ νέῳ γενναῖον, αὐτὸν δὲ τὸν νέον πρὸς τοῖς ὄις δήσας ἔχεις.
υνζ΄.
Ἀμβροσίῳ. (355/56)
Πολύν σοι χρόνον οὐκ ἐπιστείλας εἶτα ἀπολογίαν ζητῶν εὗρον οὐ τουτὶ μόνον ἱκανὸν λῦσαι τὸ ἔγκλημα, ἀλλ’, οἶμαι, κἂν εἰ τί σε δυσχερέστερον ἐτύγχανον εἰργασμένος, ἐκράτησεν ἂν τουτὶ τὸ καλὸν ἐκείνου τοῦ χαλεποῦ.
γράμματα γὰρ δή
σοι πέμπομεν διὰ τοῦ κρατίστου μὲν ῥητόρων, πρᾳοτάτου δὲ
δὸς δέ μοι προειπεῖν ὡς παρ’ ὑμῶν δεῦρο βαδιεῖται τὸ κέρδος. σὸν δὴ δεικνύναι σαυτόν, ὡς εἰς καθαρά γε ὦτα τοὺς λόγους ἀφήσεις καὶ ψυχὴ φανεῖται ἀξία σπουδῆς
ἐπισταμένη γε διορᾶν καὶ οἶς οὐ προσεκτέον.
υνη΄.
Ἀλκίμῳ. (355/56)
Ἤδη τινὸς ἤκουσα λέγοντος ὡς εὐδαίμων Εὐσέβιος βα- σιλεῖ γε ὢν οἰκεῖος. ἐγὼ δὲ φαῦλον μὲν οὐδὲ τοῦτο ἡγοῦμαι,
διὰ δὲ τὴν ἀρετὴν ᾗ συζῇ τὸν ἄνδρα εὐδαίμονα καλῶ. πῶς γὰρ οὐκ ἀρετὴ τὸ ἐν ἐξουσίᾳ τοῦ γενέσθαι κακὸν ἀγαθὸν ἐθέ- λειν εἶναι;
τὸν μὲν οὖν Ἑλλήσποντον οἷον εὑρὼν οἶον ἔδειξεν, ἠκούετε τὰ δ’ ὑμέτερα ταχέως τις ἄλλος ᾄσεται. ἐμὲ· δὲ διὰ πάντων τετιμηκὼς μεγίστῳ τούτῳ κεκόσμηκε δοὺς ἐπι-
στεῖλαι δι’ αὐτοῦ τοῖς γνωρίμοις.
λαβὼν δὲ τὴν ἐπιστολὴν φίλει μὲν ὥσπερ ἐμὲ τὸν ἄνδρα, θαύμαζε δὲ ὡς οὐκ ἄλλον.
υνθ΄.
Ἀρισταινέτῳ. (355/56)
Ἠρόμην τὸν γενναῖον Εὐσέβιον, εἴ σε τιθείη τῶν φίλων.
ὁ δὲ καὶ πάνυ φησὶ μέγα βοῶν. ἡ βοὴ δὲ ἦν δηλοῦντος ὡς ἐν κέρδει ποιοῖτο τὴν φιλίαν.
σὺ τοίνυν ἀφείς ποτε
ἐπαινέσῃς καὶ ποιήσῃς ἅπασαν Βιθυνίαν ἔνα χορὸν ᾀδόντων ἃ πεπόνθασιν.
υξ΄.
Λιβανίῳ. (355/56)
Καλῶς ἐποίησας καὶ σιγήσας ὅτε ἄμεινον καὶ φθεγγό-
μένος ἡνίκα βέλτιον καὶ τὰ τοῦ Πυθαγόρου καλὰ πάλιν εἰς τὸν βίον εἰσάγων.
ἐγὼ δέ σε πρότερόν τε ἠγάμην καὶ νῦν φιλῶ κἂν ἴδω ποτέ, τὴν ὄψιν εἰς μεγίστην εὐτυχίαν θήσομαι.
υξα΄.
Ἑλλησποντίῳ. (355/56)
Τοῦ λέγοντος ἦν τὸ μὴ τοιοῦτον λαβεῖν ἀκροατὴν ἡ ζη- μία. σὺ μὲν γὰρ οὐκ ἀπορήσεις δεξιωτέρου ῥήτορος, ἡμεῖς δὲ κριτὴν οὐχ εὑρήσομεν εὐνούστερον.
τὸν υἱὸν δὲ πάλαι προσ- δοκῶντες ὁρῶμεν οὔπω, καίτοι νεανίσκος μὲν ἐκεῖνος, ἡμεῖς δὲ αὐτῷ πατρικοὶ φίλοι. τόπος δὲ αὐτόν, ὃς καὶ τὸν τοκέα
δέξαιτο.
υξβ΄.
Εὐσεβίῳ. (355/56)
Αὐτὸς μὲν ἠρρώστησα τοῦ θέρους, Ἀλβάνιος δὲ τοῦ φθινοπώρου.. τοῦ καμεῖν δὲ ἀμφοῖν αἴτιος ὁ περὶ τοὺς λόγους πόνος.
σὺ δ’ εἴ τις ἡμᾶς οἰόμενος ἐνθένδε ἀναστήσεσθαι
μέλλει, πεῖθε τοῦτον ὅτι μενοῦμεν τῶν τε κρατούντων ἐφιέν- των καί τινος ἡμῖν ἐξευρημένης ὁδοῦ, δι’ ἧς καὶ ἀκόντων μένειν ὑπάρξει.
υξγ΄.
Θεμιστίῳ. (355/56)
Οἴμαι μέν σοι τὸν χρηστὸν Μακεδόνιον μηνυτὴν γεγο- νέναι τῶν τε ἡμετέρων πόνων καὶ τῶν ἀποκρίσεων ἐκείνου. περὶ γὰρ σοῦ φροντίζων διετέλει καὶ τῶν ἡμετέρων οὐδὲν ἀγνοῶν.
εἰ δὲ δεῖ σε καὶ παρ’ ἡμῶν ἀκοῦσαι τὰ ῥήματα αὐτά, γράψομεν. ὧν λεγομένων παρῆν μὲν Εὐστάθιος, οὐκ
ἀπῆν δὲ Ἑρέννιος. ἐγώ φησιν ἐγκαλῶ μὲν οὐδέν, ὁ δὲ εἰ πέπεικεν αὑτὸν ὡς ἠδίκηκεν, ἐπειδὰν συνέλθω- μεν, ὁμολογήσεται.
ταυτὶ μὲν ἐκεῖνος, σὺ δ᾿ ἠμῖν τὸν Ἀγροίκιον τουτονὶ δέξασθαί τε εὐμενῶς, ἥκει δὲ ἐπὶ τὸ χρυ- σίον, καὶ μὴ περιιδεῖν ἄπρακτον ἀπελθόντα.
υξδ΄.
Φωτίῳ. (355/56)
Ἥδιστον μέν σε Ἄι ἄρχοντα ὁρᾶν, οὐ πολλῷ δὲ ἦττον τὸ 'τὴν. ἀρετὴν μεθ’ ἧς ἄρχεις ἀκούειν. καὶ θαυμαστόν γε
οὐδὲν μαθητὴν ὄντα τοῦ καλοῦ Στρατηγίου καλὸν ἐν ἀρχαῖς εἶναι
εἰ μὲν οὖν ἦν παρ’ ὑμῖν, ᾠκοδόμησα ἄν μοι, νῦν δέ, οὗ πολὺν χρόνον ἀπεστέρημαι χρυσίου, τοῦτο εἰσπράξας ἀπόστελλε. νομιοῦμεν δὲ οὐκ ὄφλημα κεκομίσθαι μᾶλλον ἡ δωρεὰν εἰληφέναι.
υξε΄.
Ἱερακίῳ. (355/56)
Τῷ δ᾿ ἔτερον μὲν ἔδωκε θεός, ἔτερον δ᾿ ἀνένευ- σεν, ἔφη τις περί τινος εὐξαμένου δύο. καὶ δὴ καὶ σοὶ τὸ μέν τι δέδοται, τὸ δὲ τῷ τῷ μὲν γὰρ Διοφάντῳ καὶ τοῦ σω-
φρονεῖν μέλει καὶ λόγων καὶ ἔστιν ἐν ἑκατέρῳ τοιοῦτος οἶος εὐφρᾶναι πατέρα, τὸν δ’ ἕτερον ἔδει μηδὲ γενέσθαι.
μὴ οὖν ἔστω τι βλάβος ἡ ’κείνου κακία τῇ τοῦδε ἀρετῇ μηδ’ ἀμ- φοῖν ἡγοῦ τὰ μὴ ἀμφοῖν, ἀλλ’ ἴσθι τὸν μὲν ἀγαθὸν εἶναι, τὸν δ’ οὐκ ἐθέλειν.
υξς΄.
Ἱεροκλεῖ. (355/56)
Σὺ πατρῴων μὲν πάνυ μικρῶν ἐκληρονόμησας χρημα΄- των, ἃ δὲ δίκας λέγων εἰργάσω, δικάζων ἀνήλωκας καί σοι σύνεστιν ἀντὶ χρυσίου δόξα.
πόθεν οὖν μοι πέπομφας τὸ
χρυσίον; εἰ μὲν ἐντυχὼν θησαυρῷ, φράζε καὶ δεξόμεθα· εἰ δ οὐκ ἐντυχών, ἐπειδὰν ἐντύχῃς, δεξόμεθα.
υξζ΄.
Βάσσῳ. (355/56)
Τούς τε σοὺς ὑπὲρ ἡμῶν οὐκ ἀγνοοῦμεν ἄθλους παρ’
ἡμῶν τε σοὶ μισθὸς οὗ μείζονα οὐκ ἂν ζητήσαις. τὸν γὰρ υἱόν σοι ποιεῖν πειρώμεθα τοιοῦτον, οἶος ὢν τῷ πάππῳ προσ- όμοιος εἶναι δόξει καὶ τῷ θείῳ καὶ τὸν πατέρα κοσμήσει.
τῶν αὐτῶν τοίνυν ἐχώμεθα ἀμφότεροι καὶ τὰ τιμιώτατα παρέχωμεν διὰ τέλους ἀλλήλοις.
υξη'.
Μαρκιανῷ. (355/56)
Ἥ τε πρὸς τὸν υἱόν σου γενομένη μοι φιλία πάντων ἥδιστον ἐμοί, πρὸς γὰρ τῷ δεινὸς εἶναι λέγειν καὶ χρηστὸς ἀνήρ, τό τε σὰ περὶ τούτων ἐλθεῖν γράμματα τῆς πρὸς ἐκεῖ-
νόν μου φιλίας οὐχ ἧττον καλὰ γὰρ ὑπὲρ καλοῦ πράγματος
εἰ δὲ σὺ μὲν πά- λαι, νῦν δὲ ἐγὼ γράφω μὴ θαυμάσῃς. καὶ γὰρ σοὶ θαρρεῖν ἔπρεπε καὶ ἡμῖν ὀκνεῖν. αὐτὸς δὲ ὁ φέρων τὰ γράμματα μα-
κρῷ τῶν γραμμάτων ἀμείνων, Σαβῖνος ὁ μανικὸς εἰς λόγους, τὸ ταμιεῖον τῶν λόγων.
ἥκει δέ σοι καὶ σύμπας ὁ τῶν Μόρων χορός, πάντες ἄκροι, ἐν οἶς οἶδα ὅτι σὺ τὴν νόσον ἐκδὺς τὰ τοῦ Πανὸς σκιρτήσεις ὁρῶν, ὃ πάλαι ἐπόθεις, ἐν Φοινίκη νῦν Στρατήγιον ἐπὶ τοῦδε τοῦ σχήματος.
ὁ δέ
σοι Πρισκιανὸς παρεστήξει πατρὶ βοηθῶν τε καὶ συγχαίρων. ὄψει δὲ καὶ σὺ τοῦτον ὁπόσα λέγοι νικῶντα. πρέπουσά γε ἡ πανήγυρις τῇ Βηρυιῷ.
υξθ΄.
Γοργονίῳ. (355/56)
Ἥκει σοι καιρὸς παρέχων εὖ ποιῆσαι ἅπαν τὸ Ἑλληνικόν. Ἱμερίῳ γὰρ βίος μέν ἐστι παιδεύειν, τόπος δὲ τῆς συνουσίας Ἀθῆναι, κτήματα δὲ ἐν Ἀρμενίᾳ.
τιμῆς δὲ τῆς μὲν ἄκρας ἄξιος ἁνήρ, τυγχάνει δὲ οὐδὲ μικρᾶς, ἀλλ’ ἐπιθέμενοι Δυκοῦρ- γοί τινες ἐλαύνουσι Διόνυσον καὶ γέγονεν αὐτῷ τἀκει Μυ-
σῶν λεία. καίτοι τῷ μὲν εἰς χρήματα ἡ βλάβη, οἱ δὲ εἰς τὸν θεὸν ὃς ἔδωκε λόγους ἀσεβοῦντες οὐκ αἰσθάνονται.
σοὶ τοίνυν πρέπει τῶν ταῦτα κωλυόντων, οὐ τῶν ποιούντων ἴνα
δεῖξον δὴ τοῖς ἐχθροῖς τῶν Μουσῶν ὅτι εἰσί τινες καὶ φίλοι ταῖς Μούσαις τῶν ἐχθρῶν δυνατώτεροι, καὶ πράξει μιᾷ χάρισαι μὲν θεοῖς Ἑλληνίοις, χάρισαι δὲ τῷ τε ἐπιστέλ- λοντι καὶ περὶ οἱ, τὰ γράμματα, δίδαξον δὲ τὸν υἱὸν Ἀκύλαν
ὡς οὐκ ἄτιμον οἱ λόγοι.
υο΄.
Ἠλίᾳ. (355/56)
Ἣν μὲν κ.αλεῖς φήμην, Τραϊανὸς εἶναί μοι δοκεῖ, ἐκεῖνος γάρ ἐστιν ὁ πείσας τε αὑτὸν ὡς εἴην ἐγώ τι, καὶ πολλοὺς
ἕλκων εἰς κοινωνίαν τῆς δόξης, χάρις δέ σοι τοῦ μὴ ποιήσα- σθαι πρόφασιν εἰς τὸ μὴ γράψαι τὸ μὴ λαβεῖν τὴν ἐπιστολήν, ἀλλὰ χωρὶς θεῖναι τό τε ἐμὸν καὶ τὴν τῶν οἰκετῶν κακίαν.
εἰ δὲ μὴ τῶν νέων, οὓς τῇ μουσικῇ τρέφεις, ἐκηδόμην, ἁρπασθεὶς ἂν ἦσθα παρ’ ἡμῖν. νῦν δὲ ἔδοξέ μοι τοις μὲν μὴ
φθονῆσαι τοῦ χειμῶνος, τὸ δὲ τῷ θέρει τηρῆσαι.
τὸν νε- φρὸν δὲ ἡμῖν ἢν ἀπαλλάξῃς τοῦ πάθους, ζῆν ἡμᾶς πέπεικας· ὡς νῦν γε ἡμῖν ἐν συμφορᾷ τὸ μὴ τεθνάναι.
υοα'.
Ἱεροκλεῖ. (355/56)
Ἕως ἡσυχάζειν ἔστι σοι, γῆς φρόντ ζε καὶ οἰκοδόμου, ὅπως, ἐπειδὰν αὖθις εἰς τὸ δοκιμάζειν ἀφίκῃ, παρὰ τῶν ἀγρῶν
υοβ΄.
Μητερίῳ. (355/56)
Οἶμαί σοι πρὸς τὸν υἱὸν εἼ τινα ὀργήν. ἀλλ’ εἰ μὲν ὅτι αὐτὸν οὐκ εΙόες πολλοῦ χρόνου χαλεπαίνεις, χαίρειν ἡμῖν δίδως· εἰ δὲ μὴ σοι τοῦτο ἦν λυπηρόν, ἡμῖν ἂν ἦν λυπηρὸν τὸ σοὶ τοῦτ’ εΙναι κοῦφον. ἐν μὲν οὖν τῇ διὰ τὴν ἀπουσίαν ὀργῇ τὸν πατέρα δεικνύων εὐφραίνεις, ἄλλο δέ τι μεμφόμενος
ἐξηπάτησαι
σημεῖον δέ σοι γενέσθω τῆς τοῦδε εὐταξίας ταυτὶ τὰ γράμματα · οὔτε γὰρ ἀμελεῖν ἐνῆν μοι τοῦ σοῦ παι- δὸς οὔτε φροντίζοντι μὴ τὰ ὄντα μαθεῖν, ἐπαινέσαι δὲ ὃν οὐ χρηστὸν εὕρισκον οὐκ ἐμόν.
εἰ μὲν οὖν ὅστις παρ’ ἡμῖν φίλους κέκτηται τοὺς δοκιμωτάτους, οὗτος ὀφείλει δίκην πατρί,
δότω δίκην Μητέριος, κέκτηται γάρ· εἰ δὲ κἂν αὐτὸς εὔξαιο πᾶσαν αὐτῷ πόλιν μὴ χείρω τῆς ἐνεγκούσης εἶναι, μετάστ,Ι- σὸν εἰς τὸ συνήδεσθαι τὰς αἰτίας.
υογ΄.
Ἀρισταινέτῳ. (355/56)
Μὴ λαβεῖν μέν σε τὰ γράμματα ἃ Κλημάτιος ἐκόμιζεν οὐκ ἂν πεισθείην· τοῦ δὲ μηδὲν ἡμῖν ἀντεπιστεnαι τὴν αἰτίαν
καίτοι καὶ κατ’ αὐτό γε τοῦτο χρῆν σε ἐπιστεῖλαι διδάσκοντά με τὴν τῆς γυναικὸς ἀρετὴν νομί- ζοντα μέρος εἶναι τῆς εἰς ἐκείνην τιμῆς τὸν λόγον. τῇ δὲ ἦν ἂν μείζων ὁ κόσμος οὗτος ὧν νῦν ποιεῖς.
περὶ μὲν οὑν
τούτου πράξεις ὅ τι ἄν σοι φαίνηται βέλτιον, ἡμεῖς δὲ ἃ πλα- σάμενοι νοσεῖν ἀνέστημεν ἐκεῖθεν, τῇδε νοσοῦμεν. ὥστε πρὸ τοῦ μὲν ἐδυσχεραίνομεν τόπον τινά, νῦν δὲ αὐτὸ τὸ ζῆν.
πρὸς γὰρ τῷ περὶ τὴν κεφαλὴν κακῷ νεφρῖτις ἡμᾶς πο- λιορκεῖ νῦν μὲν σφοδρότερον ἐμβάλλουσα, νῦν δὲ ἡσυχαίτερον,
πάντως δέ τι λυποῦσα. καὶ πάντα μὲν πανταχόθεν εἰς τὴν ἴασιν ἀγείρεται, κρατεῖ δὲ τὸ κακόν, καὶ ὁ νεφρὸς ἡμῖν ὅλμος, φασίν, ὑπὲρ κεφαλῆς. ἀλλ’ ὅμως πειρώμεθα μὴ σιγᾶν.
μη- νυτὴς δέ σοι καὶ τούτων κἀκείνων ἔσται Μητέριος, ὃς τῇ πατρίδι μὲν ἔχων ἀντιθεῖναι τὴν ἡμετέραν, τοῖς πολίταις δὲ
τοὺς ἐνταῦθα φίλους ὑπὸ σοῦ πάλιν εἰς Βιθυνίαν ἕλκεται θαυμαστὸν αὑτοῦ πόθον ἐγκαταλιπὼν Σύροις. ἃ μήτ’ ἀγνοεῖν ἔα τὸν πρεσβύτην μήτ’ εἰδότα ὀργίλον εἶναι.
υοδ΄.
Ἀλκίμῳ. (355/56)
Μόλις λαθὼν τὴν ἡμετέραν πόλιν Μητέριος διέδυ. πολλοὐς γὰρ ἔχων τοὺς ἐρῶντας ὑπὲρ τὸν Ἀριστόδημον ἐτη-
ρεῖτο. ἦν δὲ καὶ αὐτὸς ἐγὼ τῶν βουλομένων αὐτὸν ἐνθάδε εἶναι, καὶ γὰρ ὑπὲρ ἡμῶν ἦν ἐνθάδε.
σὲ δὲ πρὸς αὐτὸν εὔνουν πολλὰ ἂν ποιοῖ. τά τε τῆς πατρίδος δίκαια καὶ ἡ πρὸς τὸ γένος οἰκειότης καὶ τὸ τοὺς ἐν τούτῳ λόγους σὴν εἶναι δόσιν. πρόσθες, εἰ βούλει, καὶ τὴν εἰς ἡμᾶς τοῦ νεανίσκου
σπουδήν.
ἃ πάντα ἐνθυμηθεὶς πεῖθε τὸν πατέρα μὴ νομί- ζεῖν ἀδίκημα τοῦ παιδὸς τὸ παρ’ ἡμῖν εὐδοκιμηκέναι. πάνυ γὰρ ἄν ἀχθοίμην, εἰ τὰ ἄλλα ὢν Μητέριος ἄμεμπτος πονηρὸς εἶναι δόξει, διότι Σύρους θαυμάσας ταὐτὸν ἔσχε παρ’ ἐκείνων.
οὗτος μὲν οὖν ἢν τύχῃ σοῦ συμμάχου, μέμψεται μᾶλλον ἢ
ἐν αἰτίαις ἔσται· ἡμεῖς δέ σοι τὰ μὲν ἄλλα πράττομεν οὐ κα- κῶς, τὸ σῶμα δὲ οὐδὲ ἔστιν εἰπεῖν ὅπως ἡμῖν ἔχει κακῶς.
υοε΄.
Λαμπετίῳ. (355/56)
Ἔδει μέν σοι μηδεμίαν γενέσθαι περὶ τὸν οἶκον πληγήν·
ἐπεὶ δὲ ταῦτα ἔδοξε τοῖς ἄγουσι τὰ ἀνθρώπεια, καλῶς ποιεῖς σωφρόνως τὸ κακὸν φέρων.
Μητερίῳ δὲ τῷδε παρ’ ἡμῖν ὑπῆρξε μέν τι καὶ ἡσθῆναι, τὰ πλείω δὲ σπουδάσαι, τῶν μὲν
προσῆκεν οὖν αὐτὸν τῶν μὲν ἐπαινεῖσθαι, διὰ δὲ ταῦτα μὴ φθονεῖσθαι. πάντως καὶ παρ’ ὑμῖν οἱ πρεσβύ- τιροι τὰς τῶν ἴππων ἁμίλλας οὐκ ἀτιμάζουσιν· οὕτω γάρ μοι
κάλλιον εἰπεῖν ἢ ὅσον ἔξεστιν.
εἰ μὲν οὖν οὔτως ὁ πατὴρ ἔχει γνώμης ὡς μηδὲ ‘ὲν ἐγκαλεῖν, ἐπαίνει τὴν κρίσιν· εἰ δὲ οἴεται δεῖν ἐπιτιμᾶν, μετάβαλλε τὴν γνώμην.
υος΄.
Θεμιστίῳ. (356)
Ὁμολογῶ μὴ πυκνὰ γράφειν. ἡ δὲ αἰτία παρ’ ὑμῖν. Με καὶ νῦν ὅτι γέγραφα θαυμάζω. τί οὖν ἀδικοῦντες ἠναγκάσατέ με σιγᾶν; ἣν ἂν ἐπιστολὴν λάβητε, τοῖς ἐνταῦθα εὐθὺς ἔγνω- σται. καὶ προδιδόντες τὸν Φίλιον ἐν τῷ Καρὶ κινδυνεύειν οἴεσθε.
εἶθ’ ὑμεῖς μὲν ἐπ’ ἀγορᾶς δείκνυτε τὰ γράμματα,
πνεῦμα δὲ ἐκεῖθεν ἀρθὲν καὶ δεῦρο ἐμπεσὸν κύματα ἡμῖν ἐγεί- ρει καὶ ποιεῖ ταῦτα ἃ Μακεδόνιος εἰδώς, εἴ τις ἔροιτο, διδά- ξει.
τὴν μὲν οὖν πληγὴν ἐκείνην οὐκ ἂν ἰάσαιτό τις, δέο- μαι δὲ ὑμῶν μὴ προσθεῖναι δευτέραν. ὅταν δέ μοι παραινῇς μὴ τῷ πράττειν εὖ τῶν φίλων ἀμνημονεῖν, αὐτὸς ἐπιλελῆσθαι
φαίνῃ τῶν φίλων.
ἐμὲ γὰρ ὅτι τούτων δὴ τῶν τοῖς πολ-
τρίς.
καὶ μὴν εἰ καὶ σφόδρα οὕτως εἶχον ὡς τοῦτο εὐτυ- χίαν ἄγειν, ἑτέρων γε νῦν τὸ δύνασθαι τῶν καὶ ἡμᾶς ἀφῃρη- μένων τὸ δύνασθαι. ζήτει οὖν, ὅστις σοι πράξει τὰς διαλλα- γάς· ὡς ἔγωγε δέδοικα μὴ τοῦ πράγματος ἁπτόμενος Ἀκεσίας γένωμαι.
υοζ΄.
Ἀνδρονίκῳ (356)
Οἶον ἔδρασας, Ἀνδρόνικε; σοὶ μὲν ἐγὼ γέγραφα, σὺ δὲ ἑτέροις ἔδειξας, οἱ δὲ εἰς τοὺς ἐνθάδε ἐξήνεγκαν, καὶ γέγονας ἡμῖν ἀρχὴ πολέμου. εἶτα τοιαῦτα ἁμαρτὼν ἀφεὶς παραιτεῖ-
σθαι ἐγκαλεῖς καὶ πονηρὸν ἴσως καλεῖς, ὅτι σοι τὴν δι’ Ἅρ- μάτος γράφω δέον θαυμάζειν ὅτι σοι γράφειν ἐτόλμησα. 2 εἰ μὲν οὖν ἀλλὰ Ἀττικοὶ τὰ Ἐλευσίνια, πάλιν ἐπιστελοῦμεν· εἰ δὲ προθήσεις πρόσθε τῶν Ἐπωνύμων τῷ βου- λομέιῳ μαθεῖν, ὁμολογήσεις τῆς σιωπῆς ἡμῶν ἐρᾶν.
νοη΄.
Σιλανῷ. (356)
Εἰ μὲν συνέμιξας Κληματίῳ, εἰκὸς δή σε κληθέντα ἐπὶ τοὺς γάμους πάντα ἔχειν λόγον· εἰ δ᾿ οὔπω τοῦτο γέγονεν, ἐπειδὰν γένηται, πάντα ἀκούσῃ λόγον καὶ τάχα οὐκ ἐλάττω
με φήσεις, ἀλλ᾿ ὑπὲρ τὸ μέτριον σπουδάσαι.
ὅσοι δὲ ἡμῖν οἴονται δύναμιν μὲν εἶναι, τὸ δὲ βούλεσθαι μὴ παρεῖναι, πάσχουσι μὲν εἰκός τι νομίζοντες ἡμᾶς ἀπολαύειν ὧν εἰκὸς ἦν· εἰσίτω δὲ αὐτοὺς ἃ περὶ προσδοκιῶν Εὐριπίδης φιλοσοφεῖ, καὶ γνώσονται ὡς οὐ πάντως παρ᾿ ἡμῖν ἡ μέμψις.
ὃ δὲ πολλάκις
ἔφην, ἐγὼ μὲν ἐκείνου κύριος ἥκιστα, σὺ δὲ τῶν ἐμῶν μάλιστα. συνεύχου δή τι χρηστὸν ἡμῖν, ὡς ἐν οἷς ἡμᾶς εὑρήσεις, τούτων κοινωνήσεις.
υοθ΄.
Ὑγίνῳ. (356)
Ἐμὲ δέ, εἴπερ ἔδει νοσῆσαι τοὺς νεφρούς, ἔδει παρ᾿ ὑμῖν τοῦτο παθεῖν, οὐχ ὅτι μοι τὸ πάλαι νοσεῖν ἔχει τινὰ ἡδονήν, ἀλλ᾿ ὅτι τῆς ἐν σοὶ τέχνης ἐγγύθεν βοηθούσης ἐλέλυτο ἂν ἡ νόσος. νῦν δὲ ἐν χεροῖν μὲν ἔχων τὸν ἄριστον ἰατρὸν οὐκ ἔχρῃζον ἰατροῦ, ἐν δὲ ἀπορίᾳ τῶν τοῦτο καλουμένων νοσῶ.
σοὶ δὲ ἔνεστι καὶ ἀπόντι δι᾿ ἐπιστολῆς ἀμῦναι. μέγα οὖν ἕν τι δηλώσας ῥῦσαι τὸν ἑταῖρον τοῦ κακοῦ.
υπ'.
Ἀραξίῳ. (356)
Ἐπανήκει τῇ καλῇ πόλει τὸ τῆς προσηγορίας ἔργον, καὶ ἔστιν ὄντως αὖθις εὐδαίμων τῆς βουλῆς μὲν τὰ γινόμενα τι-
μωμένης, τοῦ δήμου δὲ οὐκ ἐλαυνομένου, νόμων δὲ καὶ φρε- νῶν ἀγαθῶν καὶ ἡσυχίας καὶ ἡμερότητος, ἃ πάντα ἐν σοί, πάντα εἰς ἐξέτασιν ἀγόντων.
ἐγὼ δέ, εἰ μὲν οὐκ εὖ ᾔδειν ὡς ἐκεῖθεν ἐπὶ τοῖς μείζοσι δεῦρο ἀφίξῃ, πάνυ ἂν ἡγησάμην ἐμαυτὸν ἀζημιωκέναι τῇ μεταστάσει· νῦν δ’, ὁρῶ γὰρ τὴν τοῦ
πράγματος ὁδὸν καὶ ποῖ προβήσῃ, μέμφομαι οὐδὲν ἐμαυτῷ· μεθέξεις γὰρ τῶν λαμπροτέρων.
μέλλοντες δέ σου δεῖσθαι μή με ἀποστερῆσαι τῶν οἰκείων, ὧν ἐν ταῖς χερσὶν ἐνιαυτὸν ἤδη νοσῶ, γράμματα λαμβάνομεν παρὰ τῶν φίλων καὶ γνω- ρίμων δεδόχθαι τῷ βασιλεῖ τὸν μὲν ἀσθενοῦντα ἐᾶν, ἑτέρου
δὲ τὸν πόνον εἶναι.
καὶ οὕτω δὴ τοῦ μὲν ἐπῃνέσαμεν τὸ πρᾷον, σοὶ δ’ ὑπὲρ ἄλλων ἐπιστελοῦμεν ὡς τούτου γε καλῶς ἡμῖν κειμένου.
υπα'.
Δημητρίῳ. (356)
Πρὸς ἕτερον Τάνταλον τὰ τοιαῦτα ἐπιστέλλεις, ἐπεὶ καὶ αὐτῷ μοι πόθος μὲν τῶν σῶν πηγῶν, πλησίον δὲ αἱ πηγαί, πιεῖν δὲ οὐ δίδως, καίτοι τῶν ἡμετέρων αὐτὸς ἀξιοῖς λαμβά-
ὁ δ’ ἀνὴρ ἐκεῖνος, ὃν φὴς ἀνα- γνῶναι βιβλίον σου δεδωκότος, εἰ μετ’ εὐνοίας τοῦτο ἔδρα θαυμαστὸν οὐδέν· ἃ γὰρ ἔγνω πάλαι, ταῦτα ἐτήρει. πάλαι γὰρ ἡμᾶς ἀντὶ τοῦ βασανίζειν ἐπῄνει καίτοι δεινὸς μὲν ὢν εἰπεῖν,
ἀμείνων δὲ δοκιμάζειν. ἀλλ’ ὅμως ἐπειδὰν ἅψηταί του τῶν ἐμῶν, εὐθὺς ὁ γενναῖος κριτὴς λευκὴ στάθμη γίωεται.
τοῦτο δὲ ὁπόθεν αὐτῷ τὸ πάθος, ἐγώ σε διδάξω. Ἀρισταίνετος, ἀνὴρ Βιθυνός, Ἀθήνησιν αὐτῷ συμφοιτᾷ καὶ φιλίαν ἐκτησάσθην ταῖς ὑμετέραις ὑμνουμέναις ἴσην. καὶ δὴ καὶ ὅ τι ἂν τὸν ἕτε-
ρον ἀρέσῃ, τὴν ἀμφοῖν ἔχει ψῆφον. ἕπεται γὰρ τούτῳ μὲν ἐκεῖνος, ἐκείνῳ δὲ οὗτος.
ἐπεὶ οὖν ἐπῆλθεν Ἀρισταινέτῳ νομίσαι με μὴ φαῦλον, οὐκέτ’ ἐνῆν Ἀκακίῳ μὴ νομίζειν με δεξιόν, ὥσθ’ ὅσα συνηγωνίζετο τῷ λόγῳ καἰ τόνῳ φωνῆς καὶ χειρὸς σχήματι καὶ τοῖς ἄλλοις, ἃ καὶ τὰ μὴ καλὰ πολλάκις
ἐποίησε δόξαι καλά, τῶν πρὸς ἐκεῖνον ἦν συνθηκῶν. εἰ δὲ οὐκ ἐπῆν ἀνάγκη, πάντως ἂν εἶδες κατγελῶντα.
ἀλλ’ οὗτος μέν, εἴτε δίκαιον εἴτε μή, μή με ἐπαινῶν παύσαιτο· σὺ δὲ τὸν μὲν ἀναιδῆ τοῦτον καθελὼν καὶ διδάξας ὡς ἄρα οὐ χρὴ πρὸς
υπβ΄.
Ἀραβίῳ. (356)
Τὴν μὲν πρὸ ταύτης ἐπιστολὴν Βάσσου παῖδες ἐκόμιζον, οἷς λαμπρὸς ὁ πατήρ· Μάλχῳ δὲ τούτῳ τοιοῦτον μὲν οὐδέν, τὰ δὲ ὄντως ἀγαθὰ πάνυ πολλά, σωφροσύνη τε καὶ ἐπιείκεια καὶ λόγων ἐπιθυμία καὶ λόγων ἐργασία. οὗτος ἐνοχλήσας μὲν
οὐκ ἄν εὑ παθεῖν ἀξιώσαι, παθὼν δὲ εὖ πρότερον ἂν τοῦ ὀνόματος ᾧ καλεῖται ἢ τῆς χάριτος ἐπιλάθοιτο.
οὕτω δέ ἐστι βέλτιστος ὥστ’, ἐπειδὴ δεομένῳ γράμματα λαβεῖν πρὸς τοὺς ἐκεῖ μοι γνωρίμους ἔφην, ὅτι καὶ πρὸς σὲ δώσω, κύψας εἰς γῆν ἠρυθρίασε σιγῇ δῆλον ποιῶν ὡς ἐπιθυμοῖ μὲν λαβεῖν,
μεῖζον δὲ αὑτοῦ τὸ λαβεῖν ἄγοι. κατ’ αὐτὸ δὴ τοῦτο μᾶλλον ἐδόκει μοι δίκαιος εἶναι λαβεῖν, ὅτι τὸ κέρδος οὐκ ἠγνόει.
τὸν μὲν οὖν τρόπον τοιοῦτος ἡμῖν ὁ Μάλχος· ὅτι δὲ καὶ εὐτυχής, δηλοῖ τὸ παρόν. τὴν γὰρ δὴ καλὴν πόλιν ἔτι καλλίω ὄψεται τῆς θείας ἀρχούσης κεφαλῆς, ἣ πάντα μὲν εἰσάγει τὰ
χρηστά, πάντα δὲ ἐζελαύνει τὰ χείρω
υπγ΄.
Θεμιστίῳ. (356)
Δι’ μὲν ὀκνηρῶς πρὸς τὸ ἐπιστέλλειν ἔσχον, παρὰ τῶν γραμμάτων ἔμαθες, εἴπερ ἔλαβες, ἃ διὰ τῶν Βάσσου παίδων ἔπεμπον. Μάλχον δὲ τουτονὶ πρὸς ὑμᾶς ἀφικνούμενον μὴ δι’
ἐμοῦ σοι γενέσθαι φίλον τῶν ἀτόπων ἐφαίνετό μοι.
ὅτι μὲν γὰρ καὶ χωρὶς ἐμῶν γραμμάτων οὗτός τε τῆς νεὼς ἐκβὰς σὲ πρὸ τῶν ἄλλων εὐθὺς ἔμελλε ζητήσειν σύ τε προσιόντα τοῦτον ὡς ἡμερώτατα δέξεσθαι, δῆλον, μακρῷ δὲ ἥδιον ἀμ- φοῖν ἐμὲ τὸν συνάγοντα εἶναι.
Μάλχος μὲν οὖν πλήρης
ὢν τῶν περὶ σοῦ λόγων ἔρχεται τοὺς μὲν παρ’ ἐμοῦ δεξάμενος, τοὺς δὲ παρ’ ἄλλων, οἳ παρ’ ἐμοῦ μαθόντες ἄλλους διδάσκουσι· περὶ δὲ τοῦδε γράφω τοσοῦτον, ὅτι χρηστὸς μὲν ὡς οὐκ ἄλλος, ῥητορικὸς δὲ οὐχ ἧττον ἢ χρηστός.
ποίει δὲ τὴν πόλιν αὐτῷ τοιαύτην ὥστε αὐτὸν ἐπαινεῖν τῆς ὁδοῦ. μᾶλλον δέ,
οὐδέν σε δεῖ τὰ ἄλλα πονεῖν, ἀλλ’ ἢν ‘ὲν τοῦτο χαρίσῃ τὸ νο- μίσαι τὸν ἄνδρα οἷός ἐστι καὶ γράψασθαι ἐν ἐπιτηδείοις, τὰ μέγιστα ἀπολέλαυκε τῆς ὁδοῦ.
υπδ΄.
Ἀνδρονίκῳ. (356)
Μάλχος ἡμᾶς ἐθαύμασε καὶ Μάλχον ἡμεῖς ἐφιλήσαμεν. ἐπεὶ οὖν τὸ πρότερον ἐκεῖνος ποιεῖ μετὰ σοῦ, <ποίει σὺ> μεθ’ ἡμῶν
τὸ δεύτερον καὶ χρηστόν τε ἡγοῦ καὶ θάρρει τῷ τρόπῳ καὶ συλλαμβάνου πράξεων καὶ ὅ τι ἔχεις, ὠφέλει διά τε σαυτοῦ καὶ τῆς πόλεως ὅλης. ἀκούω γὰρ ὡς εὖ ποιῶν ἐν τῇ πόλει δύνασαι.
υπε΄.
Ὑγίνῳ. (356)
Τὰ κάλλιστα τῶν παρ’ ὑμῖν Μάλχῳ προξενεῖν ἐθέλωv πῶς ἔμελλον σὲ παρήσειν, ὃς τὰ μὲν ἄλλα τοῖς φίλοις ἧπερ οἱ ἄλλοι βοηθεῖς, πλέον δέ τι παρὰ τοὺς ἄλλους εἰσφέρεις ἀνἐ- χων τῇ τέχνῃ τὰ σώματα;
τὸν οὖν ἑταῖρον ἡμῖν τήρει τε
ἐν ὑγείᾳ καὶ ὅπως ὧν ἐπιθυμεῖ τεύξεται συμπόνει. πάντως δὲ ὁ μὲν ὢν ἀγαθὸς καλῶν τε ἐπιθυμεῖ καὶ οὐ χαλεπῶν, σοὶ δὲ τοσαύτη δύναμις ὥστε κἂν ἐκείνοις ἀρκέσαι.
υπς΄.
Σιλανῷ. (356)
Ἀπαγγελεῖ σοι Μάλχος, ὅπως ἡμῖν ἔχει τό τε σῶμα καἰ τὰ πράγματα σὺ δὲ πρὸς ταῦτα περὶ τῶν σαυτοῦ βουλεύσῃ.
ἀλλ’ ὅμως σοι δίδωμι βουλεύσασθαι πάλιν. οἶδα γὰρ ὅτι ταὐτὸ φανεῖται καὶ καλὸν καὶ συμφέρον ἐν Συρίᾳ Σιλανοῦ χρῆσθαι τῇ τέχνη.
υπζ΄.
Θεοδώρῳ. (356)
Ὥρα σοι τὸν Νεῖλον μικρὸν καλεῖν ποταμόν, ὅπου γε καὶ σαυτὸν μικρὸν εἶναι φὴς ἐν λόγοις. ἡμεῖς δὲ τὰ μὲν ἄλλα σοι πιστεύσομεν, τουτὶ δὲ μόνον ἀπιστήσομεν. σοὶ μὲν γὰρ ἴσως καλὸν μὴ σαυτὸν ἐγκωμιάζειν, ἡμῖν δὲ μὴ πᾶν ὅσον ἐν
σοὶ δοκεῖν εἰδέναι πῶς καλόν;
ἢ γὰρ οὐ σὺ Θεόδωρος ἐΜ νος ὁ πολλῶν μὲν πόνων πολλοὺς λόγους ἐωνημένος Ἀθήνησι, πρὸς δὲ τοὺς ἔξω λαμπρὸς ἀφ’ ὧν ἐκεῖθεν ἐκόμιζες, ἡμὶν δὲ ἀντὶ κέντρου ποιήσας ὃν ἀνέγνως ἀγῶνα;
θαυμάζω δὲ ὅπως οὐκ εἶδες ὅτι λέγων μὲν μὴ μεγάλα εἰδέναι, τοιαῦτα δὲ
ἐπιστέλλων ψευδόμενος ἁλώσῃ τοῖς γεγραμμένοις αὐτοῖς ἐλέγ- χων τὰ γεγραμμένα.
οὑτωσὶ μὲν οὐδ’ εἰ πάνυ βούλοιο, δύναιο ἂν εἰπείν τι μὴ καλόν, τοὺς δὲ νέους ὑπὲρ ὧν ἡμᾶς παρακαλεῖς φιλοῦμεν, ὅτι καὶ αὐτοὶ παρακαλοῦσιν ἡμᾶς οἶς ἐπιθυμοῦσιν.
υπη΄.
Ἀδαμαντίῳ. (356)
Εἰ δὲ μὴ οὗτος ἥκων ἐκ Κύπρου κώλυμά σοι κατέστη, πάντως ἄν ἕτερος ἧκεν ἐξ Εὐβοίας ἢ Σκύρου. λέγω δὴ οὐχ
ὡς ἐψεύσω τοῦτο δὴ τὸ νῦν, ἀλλ’ ὡς, εἰ καὶ μὴ τοῦτο ἦν, οὐκ ἂν ἠπόρεις ὅ τι ἂν ᾐτιῶ.
καίτοι φιλεῖς μὲν ἐμὲ πλέον ἢ τὴν Ἰθάκην ὁ τοῦ Τηλεμάχου πατήρ. ἔστω γάρ, καὶ οὐ μα- χοῦμαί σοι περὶ τοῦ φίλτρου, τὸ δὲ τῆς ἀργίας, ἣν ἐν σοὶ πολλὴν ἐνεῖδον, οὐκ ἐᾷ σε μὴ ὅτι πλεῖν ἐπὶ σχεδίας, ἀλλ’ οὐδὲ
προελθεῖν τῶν πυλῶν. πολλοὶ δὲ ἱδρῶτες ἐκεῖνοι καὶ λόγοι καὶ γλῶττα μετέχουσα δρόμου, πάντα ταῦτα μέλλει σε ὀνήσειν· οὕτω γὰρ εἰπεῖν βέλτιον.
εἶτα νομίζεις ὡς ἀρκεῖ σοι πρὸς τὸν βίον τὸ φιλεῖν με, ὅτι δὲ πολλῆς ἀτοπίας ἄλλον μὲν φι- λεῖν, αὑτὸν δὲ μή, τοῦτο δὴ οὐχ ὁρᾷς.
ἀλλ’, ὦ λέγειν εἰδὼς
μέν, οὐκ ἐθέλων δέ, βουλήθητι λέγειν. πάντως δὲ πολλὰ πολ- λαχοῦ δικαστήρια, τὰ μὲν μείζω, τὰ δὲ ἐλάττω. σὺ δ’, εἰ τῶν μειζόνων ἔρως, ἥκειν ἐνθάδε καὶ σαυτὸν ποιεῖν μέγαν καὶ ἡμᾶς εὐφραίνειν. οὕτως δὲ καὶ τοὺς συγγενεῖς ἐγγύθεν παρ- οξυνεῖς καὶ ἔργῳ καὶ λόγῳ.
υπθ΄.
Ὀλυμπίῳ. (356)
Ὅτι σιγῶ, μέμφῃ καὶ ταῦτα τῶν ὀρνίθων εἰς ᾠδὴν ὑπὸ τοῦ ἦρος κεκινημένων. ἰδοὺ δή, φθέγγομαι καὶ αὐτός, ἐπειδή μοι τὰ γράμματα ἔαρ ὑπὸ σοῦ γεγένηται.
δώσεις γάρ μοι
εἰ δ’ οἱ τῶν ποταμῶν ἀπολαύ- οντες εἰς καλὸν ταῖς πηγαῖς ἂν εἰκότως εἰδεῖεν τὴν χάριν, καὶ
τὰ τούτων ἁπάντων σὰ θετέον. ἀπὸ γὰρ τῆς σῆς, οἶμαι, γνώ- μης ἅπαντα ἐρρύη.
ταυτὶ μὲν οὖν ἱκανῶς ἐκπεπλήρωταί σοι, τοἶς κακοῖς δὲ ἐκείνοις ἃ περὶ τὴν κεφαλὴν ᾔδεις ὄντα μοι προσετέθη κακὸν ἕτερον πικρόν τε καὶ συνεχές, ὃ παῦσαι τῆς σῆς ἂν εἴη χειρός, ὡς αἴ γε τῶν ἄλλων ἥττηνται.
καὶ
κεῖμαι νῦν ὑπὸ τῶν νεφρῶν εἰς ἐλπίδα μίαν τὴν σὴν ἄφιξιν ὁρῶν. μᾶλλον δέ, καὶ δι’ ἐπιστολῆς, ὦ δαιμόνιε, βοήθει καὶ ποίησον τὴν βοήθειαν βιβλίον, ὅπως ἐμοί τε ᾐ σωθῆναι καὶ τοῖς ἰατροῖς μαθεῖν, ὅτῳ τρόπῳ τὸ πάθος ἐξοριστέον.
υq΄.
Δατιαμῷ. (356)
Εἰ καὶ μηδὲν ἡμῖν τοῖς ἔργοις βεβοηθηκὼς γράμματα ἐπεπόμφεις, ἐν τοῖς τὰ μέγιστα κεχαρισμένοις ἐτέταξο ἄν· νῦν δὲ καὶ βοηθῶν ἔσωζες καὶ σώσας ἐπέστελλες, τῷ μὲν ὠφελῶν, τῷ δὲ κοσμῶν καὶ καλὰ καλοῖς προστιθείς. αὐλοί φασι μετὰ
λύραν.
οἱ μὲν οὖν ἄλλοι περιστάντες ἐθαύμαζον, ἐκρότουν, ἐμέμνηντο συνεχῶς τῆς θείας κεφαλῆς· ἐγὼ δὲ ἁβρυνόμενος
ἀπορούντων δέ, ὅ τι μοι νοοῖ τὸ ῥηθέν, κατέλεγον εὐεργεσίαν πρώτην, δευτέραν, τρίτην τετάρτην, τὰς ἄλλας, ἃς ὁ λαβὼν μὲν οἶδεν, ὁ δοὺς δὲ ἐπι-
λέλησται. ἔπειτα ἠρώτων εἰ ἣν διὰ μακρῶν πελαγῶν ἴσωσεν ὁλκάδα ὁ Ποσειδῶν, ταύτην ἂν περιίδοι πρὸς τῷ λιμένι ῥηγνυ- μένην. ἀλλ᾿ οὔτε ἐκεῖνος ἔφην οὗτός τε ἐμὲ διὰ τέλους ἐξαιρήσεται κακῶν αὐτὸς τἀ αὑτοῦ ζηλῶν.
ἐμοὶ μὲν οὖν ἐπ’ ἀμφότερα καθεύδειν δέδωκάς τε καὶ δίδως καὶ δώ-
σεῖς· Ἀντίοχον δὲ τῶν ἐπαίνων, οὓς ἐπιστέλλων αὐτὸς ἐπῄ- νεις, εὐδαιμονίζω καὶ ὅτι σε δῆλος ἦν εἰδώς. οἶδε δέ σε κα- λῶς ὅστις ἂν ἡγῆταί σε τῶν ὄντων ἄριστον, ὃ δὴ καὶ Ἀντίο- χος ἡγεῖται.
τοῦτ’ οὖν εὐτύχημα τοῦ ταύτῃ δοξάζοντος τίθεμαι. καὶ γὰρ ὅστις ἃ χρὴ πέπεισται περὶ τῶν θεῶν, αὐτοῦ
τὸ κέρδος. τά τε οὖν ἄλλα μέγας ἡμῖν ὁ βασιλεὺς καὶ τῇ τοῦ κοινωνοῦ τῶν φροντίδων ἀρετῇ.
υqα΄.
Βαρβατίωνι. (356)
Περὶ τὰς ἀρχὰς τοῦ χειμῶνος ἐπέστειλά σοι, Κλημάτιος δὲ ἦν ὁ λαβὼν κομίζειν, ἀνὴρ ἅπαν μὲν τὸ θέρος διατρίψας ἐνθάδε, πάντα δὲ τὸν χρόνον ἐν τοῖς ὑπὲρ σοῦ λόγοις διεξελ-
θῶν καὶ οὐκ ἀγνοοῦντας μὲν ἐδίδασκεν, εἰ μὴ καὶ ὁ Κρὴς τὴν θάλατταν· ἦν δὲ αὐτοῦ χάριεν τὸ σὺν βοῇ καὶ παντὶ θυμῷ καὶ μετὰ πηδημάτων μεμνῆσθαι τῶν σῶν καλῶν.
ἃ ἐγὼ καθορῶν ἠγησάμην πρέπον τὰ πρῶτα τῶν γραμμάτων δι’ ἀνδρὸς ἐλθεῖν σοι φιλοῦντος μὲν ἐμέ, σὲ δὲ τοῦτό τε αὐτὸ
καὶ θαυμάζοντος. ἀλλ’ ἔοικας οὐ λαβεῖν τὴν ἐπιστολήν· οὐ γὰρ ἂν τῷ θείῳ γράφων ὅπερ ἡμῶν αὐτῷ μοι γραμμάτων οὐ μετέδωκας, ᾧ τὸ μένειν ἐνταῦθα δέδωκας.
ἀλλ’ ἐκεῖνος μὲν ἢ δώσει ποτὲ τὴν πρόσρησιν ἡ μέμψιν οἴσεται σοὶ δὲ ἀντὶ τῆς εἰς ἡμᾶς σπουδῆς τρόπαιά τε ἀπὸ βαρβάρων εἴη καὶ τὸ
διὰ τέλους ἀρέσκειν τῷ βασιλεῖ, παρ’ ἡμῶν δὲ μισθὸς ἔπαι- νος, τὰ γὰρ ἡμέτερα ἐν λόγοις, καὶ προσέτι τοὺς υἱεῖς σοι πρὸ τῶν ἄλλων ἐν μουσείοις τετάχθαι.
υqβ΄.
Ἀνατολίῳ. (356)
Τοὺς μὲν ἄλλους ἐπιστέλλων ἐπῄνουν τῆς εἰς ἐμὲ προ- θυμίας, σὺ δ’ ὅτι μὲν κἀκείνους ἐπήγειρας προσλαβὼν τὸν
οὐ μέντοι τῶν γε ἐπαίνων κοι- νωνήσεις. ἃ γάρ, ὅπως σαυτὸν εὐφράναις, ἐποίεις, τούτων ἕτερον οὐ δεῖ σοι χάριν εἰδέναι. σὺ γὰρ δὴ Φοῖνιξ ὢν καὶ
διατρίβων τὰ μὲν ἐκεῖ, τὰ δὲ παρ’ ἡμῖν, ὃν οὐχ ὁρῶν μὲν ἀλγεῖς, ὁρῶν δὲ ὑπερχαίρεις, ἔπραττες εἶναι οὗ θεάσῃ πολλά- κις.
ὥσπερ οὖν, εἰ χρυσὸν ζητῶν ἅπαντα ἐκίνεις λίθον, οὐκ ἂν ὡς τὸν χρυσὸν εὖ ποιῶν ἐπῃνοῦ, τοῦτο γὰρ ἦν ἐθέλειν αὐτὸν κερδαίνειν, οὕτω δι’ ὅσων μοι τὸ τῇδε μένειν ἐμηχανῶ,
πάντα ἦν ἐρῶντος καὶ τὰ αὑτοῦ θεραπεύοντος.
ταυτὶ μὶν οὖν μοι παίζειν ἔπεισιν, ὅπως εἴη σοι βοᾶν καὶ γελᾶν, οἶάπερ εἴωθας, ἴσθι δέ μοι τὸ σῶμα τῇ περὶ τοὺς νεφροὺς νόσῳ πρὸς τοῦτο ἀσθενείας ἥκειν ὥστ’, εἰ καὶ μηδὲν ἡμῖν ἐκεῖθεν ἤνυ- στο, πάντως ἆν ἐκ τῆς συμφορᾶς γενέσθαι τὴν ἀπαλλαγήν.
ἐνιαυτὸν γὰρ ἤδη καὶ μῆνας τρεῖς ὁ λαβύρινθος οὗτος ἡμᾶς ἔχει τοῦ κακοῦ, καὶ δέδοικα δή, δέδοικα μὴ μετὰ τοῦ σώματος μαρανθῶσιν οἱ λόγοι καί σοι φανῶ δι’ ἀμφοτέρων ἄμορφος.
ἐκάλουν δ’ ἄν σε παρ’ ἡμᾶς καὶ τὴν ἀπουσίαν ἐμεμφόμην, εἰ μή σε ᾔδειν ἐν Ἰταλίᾳ καρπούμενον, ὃ μὴ παρ’
ἄλλοις ἔνι, τὸν κράτιστον Δατιανὸν καὶ τὴν ἐκείνου φωνὴν καὶ γνώμην, ᾧ συνόντα πᾶσα ἀνάγκη πρὸς τὸ φρονεῖν ἐπι- διδόναι, ἐπεὶ καὶ ἡμᾶς ἡ περὶ αὐτοῦ μνήμη βελτίους τε ποιεῖ καὶ πρὸς νοῦν ἄγει.
υqγ΄.
Ἰουλιανῷ. (356)
Τῇ τε ἄλλῃ τὸν Ἀβλάβιον εἶδον ἡδέως καὶ ὅτι μοι παρὰ σοῦ γράμματα ἦγεν. ἡμεῖς δὲ πρότερον ἡμᾶς αὐτοὺς μισήσο- μεν ἢ σοί τι μεμψόμεθα· οὕτω μελέτην πεποίησαι τὸ τὰ ἡμέ-
τέρα μείζω ποιεῖν, ὃς ἤδη καὶ πόλεμον πολεμεῖς οὕτω μακρὸν ἀπὸ τοῦ μὴ φέρειν, ἢν ἐμοῦ τις ἐπὶ τὰ χείρω μνησθῇ.
καί- τοι σε δεῖ καὶ γελᾶν εἰδέναι καὶ συγγνώμην ἔχειν τοῖς ἵνα κολακεύωσιν ἕτερον βλασφημοῦσιν ἕτερον. ζῶσι γὰρ ἀπὸ τοῦ κολακεύειν καὶ τοῦτο αὐτοῖς βίος ὥσπερ τοῖς ναύταις τὸ ἐρέτ-
τειν.
ὁ δὲ σοφὸς ἐκεῖνος, οὗ τὸν μὲν τρόπον ἡμῖν ἤγγειλεν Ἀβλάβιος, τοὔνομα δὲ εἰπεῖν οὐκ εἶχε, τὰ μὲν ἄλλα ἡμᾶς οὐκ ἐλύπει, τουτὶ δὲ μόνον, ὅτι μου μεμνημένος ἐσολοίκιζε καὶ μέσος ἐγινόμην οὐδὲν ἀδικῶν βαρβαρίας.
πεῖσον οὖν αὐτὸν μαθόντα μὴ τὰ τοιαῦτα ἁμαρτάνειν, εἶτα οὕτω με λέγειν κα.
κῶς. ἢ τότε γε ἴσως οὐκ ἐρεῖ κακῶς, νῦν δὲ στάδιον ἁνήρ. εἰ δὲ σὲ λοιδορῶν ἀνιᾷ καὶ λάβοις ἂν ἡδέως δίκην, ῥᾷστον λα- βεῖν· κλεῖε τὰς θύρας, ἐπειδὰν ἐσθίῃς, αὐτῷ καὶ κέλευε δει-
τούτῳ τε οὖν τὴν ἀκόλαστον γλῶτταν ἀμύνου καὶ ὅ τι ποτὲ καλεῖται δήλωσον, ἕν’, ὅταν εἰς αὐτὸν ἐγκώμια γράφωμεν, μὴ ἀνώνυ-
μος ἐπαινῆται.
υqδ΄.
Καλλιοπίῳ. (356)
Τὴν ἐπιστολήν σου λήψεσθαι μὲν ἐλπίζω, λαβεῖν δὲ οὐ δε- δύνημαι· μέχρι γὰρ Κιλίκων ἐλθοῦσα μέλλει πρὸς ἡμᾶς ἥξειν.
ἐπειδὰν γνῶμεν, ὅ τι γέγραφας, ἀντεπιστελοῦμεν μακρότερα.
υqε΄.
Ἀρισταινέτῳ. (356)
Οὐδὲ πρότερον μὲν ἐν τοῖς πολίταις ἠπιστούμην περὶ σοῦ λέγων ἃ περὶ σοῦ λέγειν ἄξιον ἦν· οἱ δὲ συγγενόμενοι
τῶν ἐμῶν πολιτῶν μάρτυρές μοι γενόμενοι πρὸς ἅπασαν τὴν πόλιν πλείω τὴν πίστιν ἐνέθηκαν, Ἀντίοχος ἐκεῖνος ὁ χρηστός, Ἀπελλίων ὁ βέλτιστος, πάντες ὅσοι δι’ ὑμῶν ἰόντες ἔλαβον παρὰ τῆς Τύχης τὸ γνῶναι τὴν σὴν ψυχήν.
ὥστ’ ἐν τοῖς ἐπ’ ἀγορᾶς συλλόγοις τὸ πολὺ τῶν λόγων σὺ ποιεῖς καί τινες
σὺ δ’ ὅτι μὲν ἀπηλλάγης ποτὲ τοῦ τάφου τῆς γυναικός, ἐπαινῶ· φασὶ δέ σε μηδὲν γεγονέναι
φαιδρότερον ἡ ὅτε παρεκάθου τῷ τάφῳ ἀλλὰ τὸν μὲν τόπον ἀφεῖναι τῆς δὲ ἀθυμίας ἔχεσθαι καὶ τὸ πρόσωπον πάνυ δεικνύναι γέροντος.
σοὶ μὲν οὖν ἐκ λύπης, ἐμοὶ δὲ τοῦτο παρὰ τοῦ νοσεῖν. νοσῶ δέ, ἐξ οὗπερ ἧκον, καὶ οὐδὲ παύσεταί γε τὸ κακόν, πρὶν ἂν παύσωμαι τῆς πατρίδος ἐρῶν. θαυμάζω
δὲ ὅπως ἠχθέσθης τὰ γράμματα ἀπαιτούμενος εἰδὼς τὸν ἡμέ- τερον τρόποι ὡς οὐκ οἶδεν ἀντὶ τῆς Πηνελόπης τὴν Ἑλένην ἐπαινεῖν.
νῦν δέ, ἐπειδὴ διδάσκεις, μικρὰ μὲν καὶ νῦν γέ- γραφας ἐνὸν πλείω, τοῦ δὲ μηδενὸς τοῦτο πλέον. πειρασόμεθα δὲ μὴ γενέσθαι κακοὶ τοῦ θέρους ἡμᾶς ἀπὸ τῶν μειρακίων
ἐλευθεροῦντος, ἐν ᾧ τι καὶ βέλτιον ἄν τις φθέγξαιτο.
υqς΄.
Ἠλίᾳ. (356)
Θαυμάζεις ὅτι σὺ μὲν ἡμῖν ἐπεκούρεις ἔργῳ καὶ ὅ τι εἶχες ἐβοήθεις, ἡμεῖς δὲ οὐδὲ ὅ τι ἡμῖν ἐκ τῆς βοηθείας ὑπῆρξεν
τοῦτο δὲ ἐποίουν βασανίζων ἐν χρόνῳ τὴν συμ- μαχίαν, ᾧ μόνῳ τὴν δύναμιν αὐτῆς ἦν ἰδεῖν. οὐ γὰρ ὀφθαλ- μῷ γε ἐκρίνετο ἄν, ἀλλὰ τῷ κωλῦσαι τὸ νόσημα μὴ ὡς πρό- τερον ἐπελθεῖν.
ὅ τι δ’ οὖν ἤνεγκεν ὃ πέπομφας, ἄκουσον·
ἐρῶ δὲ μεῖζον οὐδὲν οὐδὲν οὔτ᾿ ἔλαττον. τὰς μὲν προσβολὰς ὅλως οὐκ ἀνῄρηκεν, βραχυτέρας δὲ κατὰ τὸν χρόνον ἐποίη· σεν· ἀντὶ γὰρ ἡμερῶν ἑπτὰ καὶ ἔτι πλειόνων εἰς δύο συνέστειλε τὸ πάθος, ὅσα γε ἐκ τῶν πεπραγμένων. τὸ μέλλον δὲ ἀφείσθω τῷ θεῷ.
τοῖς μὲν οὖν ἰατροῖς, — ἀεὶ δὲ οὗτοι διασύρου-
σιν ὅ τι ἂν αὐτῶν ἔξω τῆς τέχνης ὂν μεῖζον ἰσχύῃ τῆς τέ- χνης —, οὐκ ἐνθένδε φαίνεταί τι γεγονέναι χρηστόν, ἀλλ’ ἀπὸ τοῦ κεκολάσθαι τὰ περὶ τὴν τράπεζαν· ἐμοῦ δὲ τοῦτο οὐδεὶς ἐξαιρήσεται, ὡς οὐκ ἐκεῖθεν, ἀλλὰ παρὰ σοῦ γέγονα ῥᾴων. 5, ὃ πεπεισμένον ἀνάγκη πλέον ἢ πρὸ τοῦ φιλεῖν, ἀμοιβῶν
δὲ παραπλησίων μή σοι δεηθείη τὸ σῶμα.
υqζ΄.
Στρατηγίῳ. (356)
Ἠλγήσαμέν τε ὡς οὔπω πρότερον καὶ ἥσθημεν ὡς οὐκ ἄλλοτε τὸ μέν, ὅτι σοι ἔκαμνεν ἡ γυνὴ, γυνὴ τὰς ὑμνουμέ- 20 νᾶς ἀρετῇ νικῶσα, τὴν δὲ εὐθυμίαν ἐποίει τὸ τὴν νόσον εἴξαι τοῖς ἰατροῖς. εὖ δὲ ἴσθι, καὶ μὴ παρόντων ἰατρῶν ἐσώζετ’ ἂν
ἡ πόλις δὲ ἡμῖν ἐν χορείαις τὸ νῦν καὶ πρόφασις μὲν οἱ γάμοι, τὸ δὲ ἀληθές, ὑπὸ τοῦ πεπαῦσθαι τὸν φόβον εἰς τοῦτο κεκίνηνται. εἰ δέ, ὃ μάλιστα ποθοῦμεν, προσθείης καὶ φανείης ἄγων μετὰ τῆς μητρὸς τὰ παιδία, διπλῆν ἑορτὴν
ἐργάσῃ.
καὶ οὐκ ἀγνοῶ μὲν ὅτι με παρόντα χρῆν τῶν τε ἐλπίδων κεκοινωνηκέναι καὶ τῶν νῦν ἀπολαύειν καὶ ταῦτα ἀντὶ τοῦ γράφειν ἀπὸ στόματος λέγειν· ἀλλ᾿, ὦ ἄριστε τῆς μὲν παροιμίας ἀκούω στείχειν ἀξιούσης παρὰ τοὺς φίλους τοὺς τηλοῦ φίλους· τὸ κακὸν δὲ ᾧ μοι τὸ σῶμα πιέζεται,
πείθεσθαι τῇ παροιμίᾳ κωλύει. μία γάρ μοι σωτηρία τὰ πολλὰ διάγειν ἐπὶ τῆς εὐνῆς, κίνδυνος δὲ ἤδη καὶ τὸ ἀγοράζειν, καὶ πολλάκις δεξάμενος προσβολὴν ἐλαυνόμενος ἀπῆλθον.
ἀλλ’ οἷς Μιν ὁρᾷς ὡς θέουσιν ἄλλοι τε πολλοὶ καὶ Κλη- μάτιος, ᾧ πάντα γέγονάς τε καὶ ἔσῃ, ὃς τοσοῦτόν ἐστι παρ’
ἡμῖν, ὅσον ἐρέσθαι καὶ μαθεῖν , ὅπως ἔχοι σοι τὰ πράγματα. γνοὺς δὲ ὡς ἄμεινον οὐδ’ αὐτὸς ἡγεῖται τοῖς αὑτοῦ πράττειν ἔτι κακῶς.
καίτοι τῶν χειμῶνι κεχρημένων ἁνήρ, ἀλλ’ ὅμως ἐκ τῶν σῶν εἰς τὰ αὑτοῦ κουφίζεται· οὕτως ἅπασι κα- ταφυγὴ μία Στρατηγίῳ τῷ χρηστῷ σῶν εἶναι τὸν οἶκον.
υqη΄.
Ἀτακτίῳ. (356)
Οὐκ ἐπιλελησμένους τῆς ξενίας ἀναμιμνήσκεις, ἀλλὰ καὶ πρὸς ἄλλους εἰπόντας, ὅστις εἰς ἡμᾶς γένοιο. τῶν ξενίων δὲ
ἐκείνων οὐ χείρω ταυτὶ τὰ γράμματα.
καίτοι γε γραμμά- των ἑτέρων ἐπιθυμεῖν ἴσον εἰς τιμὴν τῷ γράφειν αὐτόν. ὥστε τοῖς μεγίστοις εὐφραίνεις τρισίν, οἷς τε κατελύομεν παρὰ σοὶ καὶ οἷς ἐπιστέλλεις καὶ ὅτι τὸ λαβεῖν παρ’ ἡμῶν ἐπιστολὴν ἐν μεγάλῳ ποιῇ.
ἐγὼ δὲ οὐ κατὰ τοὺς κακοὺς ἐμέλλησα αὐ-
λητάς, ἀλλ’ οἱ διδόντες, ὅπως λάβοιεν, οὐκ ἔπραττον. καὶ οἱ μὲν ἠδίκουν, ἐγὼ δὲ ἐν αἰτίαις, ὅς, εἰ καὶ λίαν ἀργῶς εἶχον, οὐκ ἂν εἴς γε ἐπιστολὴν, πρᾶγμα οὕτω κοῦφον, τοῦτο ἔπαθον καὶ ταῦτα πρὸς φίλον.
ἀλλ’, οἶμαι, ἐκείνων τὸ ἔγκλημα σοῦ δὲ ἡμεῖς τὸν οἶκον γραμμάτων, εἰ γραμμάτων ἐπιθυμεῖς,
ἐμπλήσομεν.
υqθ΄.
Σελεύκῳ. (356)
Ὁμολογῶν ἀδικεῖν τῷ μὴ γράψαι σαυτὸν ἀφῄρησαι τὸ κατηγορεῖν ἔχειν. ἐγὼ γὰρ ἤδη γίνομαι τῶν ἀμυνομένων, οὐ
τῶν ἠδικηκότων, εἴ γε τὸ ἀμύνεσθαι νόμῳ δέδοται.
πρὸς δὲ καὶ οὕτω σε κινήσειν ἔμελλον εἰς τὰ γράμματα σιγήσας. εἰ
βεβαρβαρῶσθαι δὲ ὅταν λέγης, εἰρωνεύῃ σαφῶς καὶ καταψεύδῃ τῆς Μηνὰς, ἣν δή σοι παρεῖναι πείθομαι ὥσπερ οὖν τῶν τεττίγων οὐκ ἂν ὴνε-
σχόμην λεγόντων ὅτι ἄρα γένοιντο βάρβαροι, οὓς αὐτὸ τοῦτό γε τέττιγας ἐποίησε τὸ θαυμάσαι μουσικήν, οὕτως οὐδὲ Σέ- λευκος πείσει με φάσκων αὑτῷ χείρω γεγονέναι τὴν φωνήν.
σὺ γὰρ δὴ καὶ πονῶν εἰς λόγους καὶ μὴ πονῶν ἐπτέρωσαι τοῖς λόγοις δῶρον, οἶμαι, τοῦτο παρὰ τῆς φύσεως ἔχων ῥεῖν
ἀεὶ καὶ μετὰ κάλλους γε τοῦτο ποιεῖν. μαρτύριον δὲ τὰ γράμ- ματα αὐτὰ πάση γεγραμμένα τέχνῃ.
φ΄.
Μητερίῳ. (356)
Ἐγὼ τοῦ φιλεῖν μέν σε καὶ προσέτι γε θαυμάζειν οὔτε
ἐπαυσάμην οὔτ’ ἂν παυσαίμην· ἐγένετο δέ τις ὄκνος μοι τάχ ἴσως οὐκ ἄλογος, δι’ ὃν ᾤμην γράφων ἐνοχλήσειν· ὅθεν οὐκ ἠξίουν γράφειν.
Κληματίου δὲ ἐξελθόντος αὐτῷ τῷ φιλεῖν
σὺ γὰρ καὶ νόσων καὶ ταραχῆς καὶ πραγμάτων καὶ λύπης καὶ
κινδύνων ἱκανὸν φάρμακον, καὶ δρόμος ἐπὶ σὲ τῶν πιεζομέ- νων καὶ ὁ χειμὼν ἔληγεν· ἐπεὶ καὶ νῦν ἐν τῷ νοσεῖν μένω παρὰ τὸ μὴ συνεῖναί σοι, συγγενέσθαι δὲ ὡς εὔχομαι, Κλη- μάτιος οἶδεν.
ἄγε δὴ καὶ αὐτὸς ἐπίστελλε καὶ τὰς ὑποψίας ἀφεὶς ἔχου τῶν ἀρχαίων.
φα΄.
Βασιλείῳ. (356)
Ὢ χρόνων νίνων, ἐν οἷς πάντα ἦμεν ἀλλήλοις. νῦν δὲ διῳκίσμεθα πικρῶς, ὑμεῖς μὲν ἔχοντες ἀλλήλους, ἐγὼ δὲ ἀνθ᾿ ὑμῶν οἶοί περ ὑμεῖς οὐδένα.
τὸν Ἄλκιμον ἀκούω
τὰ νέων ἐν γήρᾳ τολμᾶν καὶ πρὸς τὴν 'Pώμην πέτεσθαι περι-
σὺ δὲ τί τε ἄλλα πρᾷός τις καὶ τοῦτο οἴσεις οὐ χαλεπῶς, ἐπεὶ καὶ ἡμῖν τοῦ μὴ γράψαι πρότερον οὐκ ἔσχες χαλεπῶς.
φβ΄.
Ὀλυμπίῳ. (356/57)
Ἔοικα διακόνοις οὐ δικαίοις χρῆσθαι περὶ τὰ γράμματα, εἰ πολλὰ ἐπὶ πολλοῖς ἐπιστείλας ὡς οὐδ’ ὁτιοῦν ἐπιστείλας ἐγκέκλημαι.
σὺ δ’ ἀλγῶν μὲν τῷ μὴ λαβεῖν ὀρθῶς δοκεῖς ἀλγεῖν, τὸ δ’ ἀφέντα ἐγκαλεῖν ἐμοὶ παρὰ τῷ θείῳ με διώκειν, τουτὶ δὴ πικρῶς ἀμυνομένου. οἶσθα γὰρ ὡς ἐμοί τε ἐκεῖνος
αἰδέσιμος ἐμέ τε ἐκεῖνος οὐκ ἂν ἀδίκως ἐγκαλεῖσθαι ἐθέλοι.
σὺ δ’ ἴσως ἐπενεγκών μοι τὴν Γοργόνα μικρὸν οἴει πεποι- ηκέναι. πρᾶττε οὖν, ὅπως καὶ τοῦτο εἴσεται, ὅτι σοι ἐπέστει- λα, καὶ μὴ τὰ φαυλότερα μηνύων ἀργὸς γένῃ περὶ τὰ βελ- τίω.
καὶ μὴν κἀκεῖνο ἴσθι, ὡς ἡ μὲν πυκνότης τῶν γραμ-
μάτων πολλοῖς ἂν κωλυθείη, καὶ νόσῳ καὶ ἀσχολίᾳ καὶ τῷ τοὺς ὡς ὑμᾶς ἰόντας φάσκειν ἐθέλειν γράμματα φέρειν μᾶλ- λον ἢ θέλειν· τὸ δὲ μεμνῆσθαί σου καὶ θαυμάζειν ἐν ἡμῖν
ὃ δὴ καὶ περὶ τῶν φίλων ἐγὼ πέπεισμαι, ὅτι κἂν μὴ γράφωσι, τὸ φιλεῖν γε οὐκ ἀφῃρήκασιν.
φγ΄.
Ἀραξίῳ. (356/57)
Λουππίων εἰπὼν ὅτι μοι φέρει γράμματα παρὰ σοῦ δέδωκε μὲν οὔπω, δώσει δέ. νῦν μὲν οὖν ὡς ληψόμενοι χαί- ρομεν, τότε δὲ αὐτῇ τῇ λήψει.
τὴν Τύχην δὲ οἶς περὶ σοῦ βεβούλευται θαυμάσας τὸν σὸν οὐχ ἧττον τρόπον ἢ ’κείνην
ἔχω θαυμάσαι. ἡ μὲν γὰρ ἀεὶ τὰ σὰ πρὸς τὰ βελτίω κινεῖ, σὺ δὲ τὰ πρὸς τοὺς φίλους ἐν βεβαίῳ τηρεῖς καὶ οὕς, ὅτε οὔπω τοσοῦτος ἦσθα, τούτους ηὐξημένος ἀγαπᾷς. οἱ πολλοὶ δὲ ἐν τῷ γενέσθαι μεγάλοι τοὺς πάλαι γνωρίμους ἀπορρίπτου- σιν ὥσπερ τῶν ἱματίων τὰ σαπρά.
Γυμνάσιος δὲ μεθ
ἡμῶν σε ἐπαινέσας τῷ λόγῳ καὶ ἔργῳ τὸ θαυμάζειν δεικνύει. ἔχων γάρ, εἴπερ ἐβούλετο, παρ’ ἡμῖν τὴν αὑτοῦ καρποῦσθαι τέχνην, οἱ, δὴ γλῶτται νιφάδεσσιν ἐοικυῖαι χειμερίῃ-
καὶ νῦν αὐτὸν ὑμῖν ἐπανάγει μὲν καὶ τὸ τὴν πόλιν ποθεῖν καλήν τε, νὴ τοὺς θεούς, καὶ μεγάλην καὶ καθαρὰν πραγμάτων καὶ δακρύων, ὃ παρ᾿ ἑτέροις πολύ. κέκληται δὲ ὑπὸ τῆς σῆς ἀρχῆς πλέον, ἐπεὶ τήν γε πόλιν αὐ-
τὴν ἤδη τις ἀφεὶς ἐν ἄλλωι ἀρχαῖς ᾤχετο ἀποδράς, ὥσπερ, οἶμαι, τὰς Ἀθήνας ἐπὶ τῶν τριάκοντα. σημεῖον δὲ μέγιστον ἀρχῆς ἐννόμου μὲν τὸ συρρεῖν ἐκεῖσε πολλούς, τῆς δὲ ἐναν- τίας αἱ φυγαί.
μέγιστον οὖν ἐγκώμιον κατὰ σου Γυμνά- σιος ἐκ Συρίας παρὰ Ἀράξιον τρέχων. ἐγὼ δὲ ταὐτὰ μὲν
ἐκείνῳ βούλομαι, δύναμαι δὲ οὐκ ἴσα τὰς γὰρ ἀνάγκας οἶσθα τῶν ἐν τῶ διδάσκειν δεθέντων.
φδ΄.
Ἀρισταινέτῳ. (356/57)
Λεόντιος ἑσπέρας ἰδών μου τὸν ἀδελφὸν καὶ φήσας σε 15 ἐπεσταλκέναι μοι δι’ αὐτοῦ τῆς ὑστεραίας θεατὴς ἦν ἁρμά- των ἁμιλλητηρίων, ἐμοῦ δὲ ἐπελέληστο Γυμνασίου δὲ ἐπει- γομένου καὶ μὴ λαβόντα ἐκεῖνα γράφειν ἴδει. τίς γὰρ ἂν ἦν ἐκείνῳ λόγος ἢ ἐμοὶ δι’ ἐκείνου;
τούτῳ τοίνυν πρὸς τοῖς
φυγεῖν ἐχρήσατό τε οἷς μὴ χρώμενος ἂν ἠδίκει. δυνάμεως
κομίζει δέ σοι καὶ οὗτος διήγησιν πραγμάτων, ὥσπερ ἐκεῖνος Κλημάτιος. ἐφ’ οἷς δέομαί σου μηδὲν ἀλγῆσαι, ἕνα μὴ πάνυ μοι φίλος ὢν ἀνόμοιος ἦς τῷ
φίλῳ· ὡς ἔμοιγε πίσης ἐφάνη γαλήνης πρᾳότερα τὰ παρα- στήσαντά μοι δόξαν ὅτι λυπήσει
τὰ μὲν οὖν τῶν πολιτῶν πλὴν τοῦ Κοκκυλίωνος ἡμέτερα, καὶ νέοι καὶ γέροντες καὶ τῶν γε ξένων ὅσοι γαστρὸς ἐγκρατεῖς· τῶν δὲ τὰς δίκας λέγειν μὲν οὐ δυναμένων, εἰς δὲ τοὺς λέγοντας εἰσβιαζομένων, οὓς
τὸ τοὺς ἀμείνους λοιδορεῖν, ἄλλο δὲ οὐδὲν ἂν ποιήσαι γνω- ρίμους, οὗτοι μισθὸν τοῦ δειπνεῖν τοῖς ἑστιῶσι παρέχουσι τὴν ἐπὶ τοῖς φληνάφοις βοήν.
ὁ δὲ σὸς ἐκεῖνος ἑταῖρος ὁ παλαιὸς τὰ μὲν ἄλλα ἴσως οὐ κακός, Ἰσοκράτους δὲ οὐκ ἀκούει κολακεύεσθαι γὰρ ἐθέλει. τούτου δὲ ἡμεῖς οἶσθα ὡς
ἀμαθεῖς. εἶτά φησι λόγους μὲν ἐπαινεῖν τοὺς ἡμετέρους, τρό- ποις δὲ ἐν οἷς θωπεῖαι καί τινα ὧν οὐκ ἂν ἐπαινέσαις ποιεῖ. χάριεν δὲ καὶ τούτου καὶ τῶν ἄλλων τὸ ποιοῦσιν αἰσχύνε-
ταυτὶ μέν σοι παρ’ ἡμῶν εἰ δ’ ἄχρι τῶν σμικροτάτων ἡδέως ἂν εἰδείης, τὸν οὐδὶν ἀγνοοῦντα Γυμνάσιον ἐγγὺς ἔχεις.
φε΄.
Κληματίῳ. (356/57)
Ὑπέσχου μοι δηλώσειν οὗ τύχης σοι τὸν οἶκον εὑρήσεις ὄντα, γράφεις δὲ οὐδέν. καίτοι χρῆν, εἴτ᾿ ἐπὶ τῶν προτέρων ἕστηκεν εἴτ’ ἐπ’ ἀμείνω μεθέστηκε, μηδ’ ἡμᾶς ἀγνοεῖν. ἢ γὰρ συνήσθημεν ἢ συνηυξάμεθα ἄν.
ἀλλ’, οἶμαι, γράμματα πέμψαι μὲν εἶ ῥᾴθυμος, ἀπαιτῆσαι δὲ σφοδρός. καίτοι δῶρα
δοῦναι μὲν ἕτοιμος, λαβεῖν δὲ ἀργότατος.
ἀλλ’ ἐπίστει- λόν τε καὶ τὸν Σπεκτάτον ἡγοῦ τάχιστα ὄψεσθαι μεθ’ οὗ βάδιζε, πρὸς θεῶν, εἰς Ἰταλίαν, ὡς σοί τε βελτίω τὰ παάυ- ματα γένοιτο καὶ ἡμῖν ἐκ τῶν αὐτῶν.
φς΄.
Ἀνδρονίκῳ. (356/57)
Βουλῆς σοι δεῖ πρὸς τὴν ἐπιβουλὴν τὴν παρὰ τοῦ θείου, καλείσθω γὰρ κἀν ταῖς ἐπιστολαῖς θεῖος, ὅπως φαίνηται, τίς
ἀλλ’ ἐπὶ σοὶ καὶ ἐμοὶ φυγεῖν· εἰ μέν σοι γνώμη Ῥώμην ἰδεῖν, εἰς Ῥώμην, εἰ δὲ τὴν Ἑλλάδα ἥδιον, εἰς Ἑλλάδα. καὶ μὴ αἰσχύνου φεύγων,
τὸ γὰρ αἰσχρὸν εἰς τὸν φοβήσαντα ἔρχεται.
ἐγὼ δὲ οἴσω βαλλόμενος, κἂν ἔλθῃ ποτὲ καιρός, ὑπὲρ ἀμφοῖν λήψομαι δίκας, τὸν δὲ τρόπον ᾧ δίκας εἴωθα λαμβάνειν, οὐκ ἀγνοεῖς. καίτοι καὶ νῦν ὀρθῶς κρίνοντι δίδωσι δίκας. ἄνευ γὰρ τοῦ μίσους ὃ μισεῖται παρὰ τῶν ἀγαθῶν περὶ τὸν οὐκ ἔστιν ὅτε
οὐ σολοικίσαντα ποιεῖται σπουδήν.
εἴποι ἂν οὖν ὁ Δη- μοσθένης ὅτι ἃ καταράσαιτ’ ἄν τις αὐτῷ, ταῦτα ἐκ προαιρέσεως ποιεῖ. ἐχθρὸς μέν ἐστιν ὁδελφοῦ παιδὶ καὶ τῷ τούτου διδασκάλῳ, φίλος δὲ Παυσανίᾳ τῷ πόρ- νῳ, καὶ φρονεῖ μὲν μεῖζον Ἀλκιβιάδου, ποιεῖ δὲ τὰ Σίκωνος.
ὅ τι δὲ οὗτος ἔδρα, τὸν Ἀριστοφάνην ἐροῦ.
πρὸς ταῦτα ἐφ’ ὅ τι ὁρμήσεις, ἐπίστειλον, καὶ δὴ καὶ εἰ τις ἐλπὶς ὑποφαί- νοιτο μηδὲν ἔσεσθαι μένοντι κακόν, μένε· τουτὶ γὰρ ἐκείνου κάλλιον.
φζ΄.
Σιλανῷ. (356/57)
Οἶμαι μέν σοι συμβούλους εἶναι πολὺ πάντων ἀνθρώ- πων ἀμείνους, οἷς πειθόμενος οὐδὲν οὐδέποτε σαυτὸν ἐμέμψω· εἰ δέ σοι δεῖ καὶ ἀνθρώπων φωνῆς, τὰ μὲν πολλὰ Γυμνασίου
πεύσῃ λέγοντος, παρ’ ἡμῶν δὲ τοσοῦτον εἰρήσεται, ὅτι Γυ- μνασίῳ συνήσθημεν ἐπανιόντι.
φη'.
Θεμιστίῳ. (356/57)
Θαυμάζω τὸ μήτε διὰ Κλεάρχου σε γράψαι τι μήθ’
ἡνίκα παρ’ ὑμῶν Ἰφικλῆς ὡς ἡμᾶς ἤρχετο.
εἰ μὲν οὖν ῥᾳθυμίᾳ τοῦτ’ ἐγένετο, καὶ γράμματα ἐλπίζειν ἀεὶ ἔστι, προ- θυμήσῃ γάρ ποτε· εἰ δ’ ἀπ’ ἄλλης αἰτίας ἐχούσης τι δυσχε- ρές, δήλωσον, ὡς μή σε ἐνοχλοίην τῷ γράφειν. ὁ γὰρ οὐκ ἂν ἡδέως ἐπιστείλας οὐδ’ ἄν ἡδέως λάβοι.
φθ΄.
Ἀνατολίῳ. (356/57)
Παρεκαθήμην τῷ θείῳ καὶ διελεγόμην, καί τις ἐπιστὰς ἔδωκεν ἐπιστολὴν ἐκείνῳ, καὶ τὸ δοθὲν ἔλκει μου τὼ ὀφθαλμὼ
ἠρόμην οὑν αὐτόν· ποῦ δὲ τὰ πρὸς ἐμὲ γράμματα; νομίζων οὐκ ἄν σε ἐτέ- ροις γράφοντα μνήμην ἡμῶν μὴ λαβεῖν. ὁ δὲ ποῖα ἔφη γράμματα;σοὶ γὰρ ἔρχεται δι᾿ ἡμῶν οὐδέν:
ἐνεθυ-
μούμην οὖν ὅτι πλάσμα ἦν ἅπαν ἐκεῖνο καὶ ὁ σὸς ἔρως λόγος ἦν, οὐκ ἔοως. εἰ γὰρ δὴ φὴς ὅτι αὐτὸν οὐκ ἐπιστείλας ἔπαυσα ἐγώ, τούτῳ δεικνύεις αὐτῷ τὸ μὴ πολὺν ἐν σοὶ γενέ- σθαι τὸν θεόν εἰ γὰρ ἦν, ὃ πολλάκις ἔλεγες, πολύς τε καὶ ἰσχυρός, οὐκ ἄν ποτε ἐκινήθη φαύλη προφάσει.
νῦν οὖν
ἄνω ποταμῶν· σὺ μὲν ὑπερορᾷς, ἐγὼ δὲ ἐρῶ. καὶ μεταπεσόν- τος ὀστράκου φεύγεις, ἐγὼ δὲ ὁ διώκων εἰμί.
παραμυθεῖται δέ με τὸ μετὰ πολλῶν μὶν ἐθνῶν, πολλῶν δὲ πόλεων, πλείστων δὲ ἀνθρώπων ὑβρίζεσθαι. εἰ γὰρ οἱ μὲν εὔχονταί σε λαβεῖν ἡνίοχον, σὺ δ’ ἐξὸν ἄρχειν οὐκ ἐθέλεις. ἀλλὰ μᾶλλον τρυφᾶν
ἢ πονεῖν, καὶ καθεύδειν ἢ εὖ ποιεῖν, πῶς οὐ πάντα μικρά σοι νενόμισται;
ἀλλὰ γὰρ οὐ καλῶς ἔοικα ῥητορεύειν, εἰ δυσ- χεραίνων σου τὴν ὑπεροψίαν ἀφ’ ὧι ἔσται μείζων λέγω· τοι- οῦτον γὰρ τὸ φάσκειν εἰς σὲ κεχηνέναι τοσούτους. 7, ἕν’ οὖν μὴ τοῦτο 7], μάνθανε ὡς οὐ πᾶσιν ἀρέσκεις. οἷς γὰρ αἱ τῶν
ἄλλων συμφοραὶ πρόσοδοι, κἂν ἀποτεμόντες σε φάγοιεν ἂν ἡδέως, θαυμαστὸν δὲ ἴσως οὐδέν. καὶ γὰρ οἱ λύκοι μισοῦσι τοὺς κύνας.
φι'.
Φλωρεντίῳ. (356/57)
ἐγώ σοι μικρὰ συγγενόμενος διὰ τὴν ἐν λόγοις ἀσχο- λίαν, ὅτι γε μὴ πάλαι σοι τῶν πάνυ συνήθων γέγονα, βε- βλάφθαι φημὶ καὶ νῦν ἀπὸ γραμμάτων τὴν φιλίαν θηρεύω,
οὐχ ὅπως σου καρπωσαίμην τὴν δύναμιν, ἐμπόρου γὰρ τοῦτό γε καὶ οὐ φιλίας ἐπιθυμοῦντος, ἀλλ’ ἵνα μή με καλὸς κἀγαθὸς ἀνὴρ διαφύγῃ κἀν τοῖς ἐπαίνοις τοῖς περὶ σοῦ καταδύωμαι μὴ ἔχων λέγαν ὅτι οὗτος ὁ τοιοῦτος ἐμοὶ φίλος.
εὖ γὰρ ἴσθι, τοῖς μὲν πολλοῖς ἀπὸ τῶν ἄλλων εὐδαίμων εἶναι δοκεῖς,
γένους δὴ λέγω καὶ πλούτου καὶ τάξεως, ἐφ’ ἦς σὺ βέβηκας· ἐγὼ δὲ οὐδὲ ταῦτα μὲν ἀτιμάζω, μακαρίζω δὲ τὸ καὶ ἐν τού- τοις εἰδέναι σωφρονεῖν καὶ πολλῆς εὐφημίας τυγχάνειν. χα- λεπὸν γὰρ οὗπερ σὺ τεταγμένον πάντας ἐπαινέτας λαβεῖν. ἀνάγκη γὰρ τὸν ἐν δυνάμει καὶ λυπεῖν τινας.
ἀλλ’ ἐγὼ
μέχρι τῆσδε τῆς ἡμέρας ἐπαίνων μὲν σῶν ἀκροατὴς γέγονα, τῶν δὲ ἑτέρων οὔτε ἐγενόμην μήτε γενοίμην.
εὐχόμενος δέ σε μένειν ἀγαθὸν καὶ τῷ καλῷ Σπεκτάτῳ συνεύχομαι. πρὸς γὰρ ἀλλήλους ἡμεῖς ὅπερ Ἡρακλῆς καὶ Θησεὺς πρὸς ἀλλή-
γε- νέσθω δή σου τῆς καλοκἀγαθίας τὸ καὶ τῶν γραμμάτων ἀντι- δοῦναι γράμματα. εἰ δὲ τοῦτο ἐπίπονον, ἀλλὰ τό γε φιλεῖν ἐθέλειν πόνον οὐκ ἔχει, ὥστ’ ἂν φιλῶν μὴ γράφῃς, ἀρκέσει.
φια΄.
Ὀλυμπίῳ. (356/57)
Ἔχω τὴν πατρίδα διὰ σέ, προσθήσω δ’ ἴσως ποτὲ τὸ ὅτι καὶ ὑγιαίνων ἔχω διὰ σέ, ὡς νῦν ἡμῖν ἐπεστράτευσε πάλιν ἐκεῖνο τὸ δεινὸν τὸ σεῖον τὴν κεφαλὴν καὶ φάρμακα πολλὰ
μὲν ἀνήλωται πίνοντος ἐμοῦ, τῆς δὲ πόσεως τὸ ἔργον οὐ λαμ- πρόν, ἀλλὰ μέλλουσα μὲν εὔφρανεν ἐλπίδι, γενομένη δὲ ἤνεγκε μικρόν.
ὥστ’ ἂν μὴ τάχιστα ἡμῖν ἀφικόμενος ἐκβάλῃς τὸ κακὸν τῇ τέχνῃ, τῆς γε πατρίδος ἡμᾶς ἐκβαλεῖ τὸ κακόν. οἶσθα γὰρ ὡς οἱ ιοσοῦντες, ἐπειδὰν μηδεὶς ὠφελῇ, τοῦ τόπου
κατηγοροῦντες ὑπὸ τῆς ἀπορίας ἀποπηδῶσιν ἐπ’ ἄλλο χωρίον.
σὸν οὖν ἂν εἴη πρὸς τῷ τὴν οἰκείαν ἀποδοῦναι τὸ καὶ τὴν κεφαλὴν ἐρρῶσθαί μοι δοῦναι.
φιβ'.
Ἀνατολίῳ. (356/57)
Οὕτω με Σπεκτάτος ὁ γενναῖος ἀνηρτήσατο καὶ προσέ- γειν ἔπεισεν αὑτῷ καὶ πάντα ἄγειν αὑτόν, ὥσθ’ ὅστις ἰδεῖν με ἐθέλοι δύντος ἡλίου, παρὰ τοῦτον ἔτρεχε καὶ εἶχεν εὐθύς
καὶ γὰρ τὰ πάντων ἥδιστά μοι βιβλία πολλάκις τοῦδε ἐκρίθη δεύτερα Ἄι εἱλκόμην εἰς τοῦτον ἀπ’ ἐκείνων τῶν παιδικῶν.
αἴτιον δὲ οὐχ οὕτω τὸ τῆς συγγενείας, πολλοὶ γάρ μοι συγγενεῖς, ὧν οὐδείς με τοιαῦτα ἐργάζεται , ἀλλ’ ὁ τρόπος πάντων γέμων φαρμάκων ἐπισπᾶσθαι δεινῶν. ὃ δέ με μάλιστα
ἐξέμηνεν, ἐκεῖνό ἐστι.
θαυμάζει τῆς σῆς γνώμης τὸ μέγε- θος κἂν μνησθῇ σου, πολλάκις δὲ τοῦτο δρᾷ, μόλις ἀφίσταται τοῦ περὶ σοῦ τι λέγειν. ἐγὼ δὲ βλέπων εἰς τοὺς παρόντας σεμνύνομαι καὶ χαίρω τῷ τοὺς ἀκροωμένους χαίρειν τε καὶ βοᾶν ὡς οὔτως ἔχοι τὰ σά.
ὁ δὲ καὶ μάντις ἤδη γίνεται
κατεχόμενος ὑπὸ σοῦ καὶ προλέγει ταῦτα, ὧν ἡμεῖς μὲν αὐτῷ μισθὸν ὀφείλομεν, οὗτος δὲ σοὶ δίκην. τὸ γὰρ ὡς ἄρξεις ἡμῖν μὲν εἰδόσιν ἃ ποιήσεις ἐν εὐχαῖς, σοὶ δέ, οὐ γὰρ οἶσθα κερδαίνειν ἄρχων, οὐκ ἐν ἡδονῇ.
ἀλλ’ εἰ καὶ βαρύ σοι τὸ ἔργον, μὴ τῷ γε ῥήματι παροξύνου· οὐ γὰρ παρὰ τὸ ῥῆμα
ἔσται τὸ ἔργον, ἀλλ’ ἡ τοῦ μάντεως φωνὴ φθάνει τὸ ἔργον.
φιγ΄.
Ἀρισταινέτῳ. (356/57)
Οὔθ’ ὁ Λεόντιος ἔδωκε τὴν ἐπιστολήν, ἀλλ’ ἢ οὐ λα- βὼν ἔφησε λαβεῖν ἢ λαβὼν ἀπολώλεκε, Θεμίστιός τε φήσας
φέρειν τῆς ὑστεραίας οὐ φέρειν ἔφη· γράψαντα γάρ σε οὐκ ἐπιθεῖναι. ταῦτα δὴ τί βούλεται, δίδαξον, ὡς ἐγὼ τῶν αἰνιγ- μάτων οὐχ ὁρῶ λύσιν.
Σπεκτάτος δὲ παρ’ ἡμῶν ἀνέστη μὶν βραδέως, εὖ δὲ τὰ τῇδε θεὶς ἀνέστη καὶ μιμησάμενος τοῦ Νικίου τοῦ ἡμετέρου προγόνου τὸν τρόπον. Βαβυλῶνα γὰρ
ὁρᾶν, ὁρᾶν, εἰ καὶ μὴ πολέμῳ ληφθεῖσαν ἀλλ’ εἰρήνης γε ἀνεῳγμένην νόμῳ.
φιδ΄.
Κληματίῳ. (356/57)
Ἔχεις ὑπὸ χεῖρα Σπεκτάτον, ὃν ηὔξω λαβεῖν. μὴ τοίνυν
πρὸς τὴν ὄψιν μαλακισθῇς, ἀλλ’ ὅσα ἠπείλεις ἐπιτέλει βοῶν, ἕλκω ἄγχων, καταφιλῶν μετὰ θυμοῦ· τοιάσδε γὰρ οἶσθα παρὰ τοῦδε δίκας λαμβάνειν.
σεμνότερος δὲ ἥκει σοι τὸν πόλεμον καταλύσας καὶ καθίσας ἡμῖν ἐν τῷ θεάτρῳ τοὺς δεινοὺς ἐκείνους τοξότας, ὥστ’ εἰκὸς αὐτὸν ἔσεσθαι μείζω
παρὰ τῷ βασιλεῖ δυνηθέντα τῇ γνώμη πλέον τῶν ὄντων.
εἰ
φιε΄.
Ανδρονίκῳ. (356/57)
Ἢ παίζειν ἔοικας ἐν τοῖς γράμμασιν ἢ τὸ πᾶν ἀγνοεῖν, πρῶτον μέν, εἰ νομίζεις τὸν σαυτοῦ θεῖον θείου τι πρὸς σὲ ποιήσειν· ἔπειτα, εἰ δι’ ἡμᾶς. ἐμοὶ γὰρ οὑτοσὶ χαλεπώτερος γέγονε τῶν παρ’ ἡμῖν χαλεπῶν καὶ κακῶς ὅσα δύναται ποιεῖ· δύναται δὲ πολλὰ καὶ πλουτεῖ· τὸ ὁ ὅθεν, ἴστε.
ἔσχε δὲ
πρὸς ἐμὲ δυσκόλως ἀπὸ τοῦ μὴ παρὰ σοῦ τυχεῖν ὧν ἐπέ- ταττεν. ἐγὼ μὲν γὰρ οὐδ’ οὕτως ἐπαυόμην φιλῶν, ὁ δ’ ὅτι σε μὴ μεταβαλὼν ἐμίσουν, μισεῖν ᾠήθη με δεῖν.
σὺ δ’ εὖ τι παθεῖν παρ’ ἐκείνου ζητῶν λύκου πτερὰ ζητεῖς· ἐπεὶ καὶ νῦν ὁ Θεμίστιος, ᾧ τί παραπλήσιον εἴποις ἄν; οὗ φθεγγομένου
Θυμὸν ἐνὶ στήθεσσι θεοὶ θέσαν εἵνεκα κούρης.
Δοκεῖ γάρ μοι πρὸς τὸ θυγάτριον βλέπων καὶ τὰ Κινύρου Μικρὰ νομίζειν, ὥστε πανταχόθεν ἀρπάζειν, κἂν αἰτήσας μὴ Λάβῃ, ἐχθρὸς εὐθέως ὁ μὴ δοὺς καὶ κακῶς οὐκ ἀκήκοεν, ἀλλὰ Πέπονθεν.
ἢ οὖν ἀποστὰς ὧν αἰτεῖ λῦσον τὸν πόλεμον ἢ Τῶν σαυτοῦ κρατῶν ἀνέχου τοῦ πολέμου.
φις'.
Ἀραξίῳ. (356/57)
Πάλαι σου τὴν περὶ τὸ ἄρχειν ἐπιστήμην εἰδώς, ὅτι Καὶ τὴν παροῦσαν μετὰ παντὸς ἄρχεις τοῦ προςήκοντος, οἶδα. Εἰ δὲ μὴ καὶ πάλαι σε ἐτύγχανον εἰδώς, εὗρον ἄν σου τὴν
ἀρετὴν ἀπὸ τοῦ φίλου. ὅστις γὰρ ὁμιλῶν ἥδεται Θεμιστίῳ, Οὐ πώποτ᾿ ἠρώτησα γινώσκων, ὅτι τοῦ ζῆν ὡς ἄριστα Ποιεῖται λόγον.
Διὸ δὴ καὶ αὐτὸς ἐκεῖ τε συνέζων αὐτῷ
γράμ- ματα δέ μοι σὰ κομίζων διπλῆν ἐποίει τὴν ἡδονήν, αὐτοῖς τε τοῖς δοθεῖσι καὶ ὅτι τοιοῦτος ἦν ὁ φέρων. καὶ δή με καὶ
μετεωρίσας τοῖς περὶ σοῦ λόγοις ὥρμησε πρὸς τὴν ὁδόν. καὶ νῦν ἔ σοι διελεγόμην, εἰ μή με τὸ γῆρας τῆς μητρὸς ἔκαμψε πάνυ χρῇζον ἐπικουρίας. εἰ δὲ μὴ τοῦτο μένειν ἔπειθεν, οὐ- δὲν ἄν με τῶν ἄλλων μᾶλλον ἔπειθεν ἢ σοὶ βαδίζειν.
ἴσως μὲν οὖν καὶ μένων ὄψομαί σε, τὴν γὰρ Τύχην ὁρῶ σε κομί-
ζουσαν οἷ δεῖ σε ἐλθεῖν· ἴσως δὲ καὶ τῆσδέ σοι τῆς ἀρχῆς μηκυνομένης ἐμέ τις ὄψεται παρὰ σοί.
τῆς δὲ ὕβρεως ἣν ὕβρισμαι, πρὸς θεῶν, ἀπαίτησον δίκας καὶ μὴ τὸ γνῶναι πολλοὺς τὴν συκοφαντίαν μᾶλλον ἡγήσῃ φοβερὸν ἢ τὸ μὴ λαβεῖν με δίκην τοιούτων ὑβρισμάτων.
ὅπως δὲ ταῦτα
ἔσται, καλῶς εἴσῃ τά τε ἄλλα ἐπιστάμενος καὶ δικῶν ὁδούς. οὐ γὰρ ἔγωγε οἴσω τὰ τῶν κακῶς πεπλουτηκότων ἀκούων ἐν πενία.
φιζ΄.
Ἱεροκλεῖ. (356/57)
Εἰ δὲ τοῦτο ἐγεγόνει καὶ σὲ εἶχεν ὁ χορὸς ὃν νικῶν συν- έστησε Θεμίστιος, ἀπῆν ἂν ἡμῖν εὐδαιμονίας οὐδέν. νῦν δὲ
μακαρίους δὲ καὶ σὺ τότε ἡμᾶς ὀρθῶς ἐκάλεις καὶ νῦν ἡμεῖς σέ· τότε μὲν γὰρ ὡς ἡμᾶς ᾔει τἀγα- θόν, νῦν δὲ ἀναστρέφει παρὰ σέ.
ἀπόλαυε δὴ καὶ πάρεχε
τὰ ὦτα διηγήσει μακρᾷ καὶ χρῶ διδασκάλῳ νέων πραγμάτων, ὃν ἐδίδασκες τὰ ἀρχαῖα.
φιη΄.
Ἀρισταινέτῳ. (356/57)
Ἐξέμηνε τὴν πόλιν ἡμῖν εἰς σοφίας ἔρωτα Θεμίστιος
σιγῶν μὲν οὐδαμοῦ, πανταχοῦ δὲ λέγων, καὶ λέγων οἷα τοῦτον ἦν εἰκὸς λέγειν, ὥστ’ εἰ μὴ τάχιστα ἀπῆρε, κἂν μετέστησε τὴν βουλὴν ἀπὸ τούτων ἐν οἷς νῦν ἐστιν ἐπὶ τὸν αὑτοῦ βίον.
ἐμὲ δὲ ἀναμνήσας τῶν παλαιῶν ἐκείνων πραγμάτων εἰς δάκρυα κατέστησεν, ὃ ἐγὼ τὴν πατρίδα ποθῶν ἴτ’ ὢν παρ’ ὑμῖν οὐδε-
πώποτε οἶδα παθών. ἔχει δέ μοι καὶ τὸ σῶμα οὕτως ὥστε ἐλεοῦμαι μὲν ὑπὸ τῶν ἄλλων, ζημία δέ μοι τὸ μὴ τεθνάναι. καὶ πολλὰ μὲν ᾄδεται τῶν νοσημάτων αἴτια, δεῖ δὲ φέ- ρειν ἀφέντα ζητεῖν, ὅθεν ἐστίν. οὐδὲ γὰρ ἐζητοῦμέν τι ῥᾷστον εἴρειν.
σὺ δὲ οὐ γράψας προσέθηκας τοῖς κακοῖς.
φιθ΄.
Εὐτοκίῳ. (356 ?)
Λητόιος ἡμῖν φίλος ἐστὶν ἀπὸ τοῦ χρηστὸς εἶναι καὶ κρείττων τοῦ σχήματος ἐν ᾧ ζῇ. ζῇ μὲν γὰρ ἐν στρατιώτου μοίρᾳ, τῇ γνώμη δὲ μετὰ τῶν περὶ τοὺς λόγους ἐστίν.
οὗτος ἐντυχών μοι τό τε μέλλειν ὡς ὑμᾶς ἰέναι φράζει καὶ κελεύει πρὸς Εὐτόκιον ἐπιστεῖλαι. ἐγὼ δέ, ὅστις μὲν οὗτος Εὐτόκιος,
οὐκ ἔμελλον ἐρήσεσθαι, πάντας γὰρ ἐμπέπληκας τοῦ περὶ σαυτοῦ λόγου, τὸ δὲ μήπω σοι συμμίξαντα γράφειν ὄκνον παρεῖχε καὶ ἐδεδοίκειν μὴ δόξω τούτων εἶναι τῶν ἐνοχλούν- των.
Λητοίου δὲ δεομένου μὴ ἄλλως ποιεῖν καὶ φήσαντος οὐ πρὶν ἀποστήσεσθαι καὶ ἅμα ὑποσχομένου σοὶ μὲν ἡδονήν,
ἐμοὶ δὲ οἴσειν τὴν σὴν φιλίαν τὰ γράμματα τὸ μὲν ὑπήκουσα, τὸ δὲ εὔχομαι.
φκ΄.
Σεβαστιανῷ. (356)
Οὐ λέληθεν ἡμᾶς οὔθ’ ὅπως σὺ τὴν Αἴγυπτον ὠφελεῖς
οὔθ’ ὅπως Αἰγύπτιοι σὲ φιλοῦσι καὶ χωροίη γε ταῦτα ἄμφω
πρόσθες δὴ τοῖς εὖ πεπονθόσιν ὑπὸ σοῦ καὶ τουτονὶ Δουλκίτιον, ὃς ἄλλως οὐκ ἂν ἐλθὼν εἰς Αἴγυπτον, ἐπειδὴ σὺ τἀκεῖ φυλάττεις, ἥκει νομίζων ἴσως μέν τι καὶ ἄλλο κερδανεῖν, μέγιστον δὲ καὶ πρὸ τῶν ἄλλων εὐθὺς τὸ σὲ προσ-
ἰδεῖν.
ὡς οὑν ἡμῖν τε ἐπιτήδειον καὶ σὸν ἐραστὴν ποίει τῶν ἄλλων εὐδαιμονέστερον.
φκα΄.
Καταφρονίῳ. (356)
Δουλκίτιός ἐστι μὲν ἀπὸ τῆς ἰσχυούσης ὅσον οἶσθα
συμμορίας, βούλοιτο δ’ ἂν ἐπιεικείᾳ μᾶλλον ἢ τῷ δύνασθαι δόξαι τῆς παρὰ σοῦ τιμῆς τυγχάνειν.
γινέσθω δέ σοι ση- μεῖον τὸ τοῖς παρ’ ἡμῶν αὐτὸν μᾶλλον πιστεῦσαι γράμμασιν ἢ ὅσα τῆς ἀρχῆς ἔρχεται φέρων. τὸ δὲ αὐτὸ τούτῳ τε ἰσχυρὸν καὶ σοί τις ἔπαινος, εἰ φαίνοιο τοὺς σοφιστὰς μᾶλλον αἰδού-
μένος ἢ τοὺς ἄρχοντας φοβούμενος.
ἐγὼ μὲν οὖν οἶδα τούτῳ χάριν, ὅτι μοι προσειπεῖν ἔδωκέ σε· σὺ δ’ εἰ τοῦ λαβεῖν ἔχεις, δεῖξον ἔργῳ. πάντως δὲ ἀρκέσει Δουλκιτίῳ γνῶναι τοὺς Αἰγυπτίους ὡς ἄρα αὐτὸν ἐπίστασαι.
φκβ΄.
Ἀνατολίῳ. (356)
Ἐγὼ σοὶ πολλάκις ἐπιστέλλων βουλοίμην ἂν σὲ μὴ γρά- φειν ἐμοί. τοῦτο γάρ μοι δώσει σοῦ κατηγορεῖν, ὃ περὶ παν-
τί οὖν κελεύω; φησὶ Δημοσθένης. παρ’ οἱ, τὰ γράμματα δέχῃ, τοῦτον ποιεῖν ὅ τι ἔχεις ἀγαθόν. καὶ γὰρ εἰς ἡμέτερον φίλον εὐεργέτης ἴσῃ καὶ κτήσῃ φίλον ἐπαινεῖν εἰδότα. τοῦτο δὲ σοὶ
δήπου μέλει ἢ τὸ κερδαίνειν ἑτέροις.
φκγ΄.
Ὀλυμπίῳ. (356)
Σὺ τοῖς Σύροις λιμήν, κἂν ἀμοιρῶσι παιδείας, καὶ τοῖς γε παιδείας μετειληφόσι πάλιν λιμήν, κἂν μὴ Σύρους εἶναι
συμβαίνῃ. χαίρεις δέ που καὶ τοῖς ἡμετέροις φίλοις, κἂν ἑτέ- ρωθεν ὦσι, κἂν μὴ λόγους εἰδῶσιν.
εὑρίσκω δὴ πάντα παρὰ τῷ τὰ γράμματα φέροντι· καὶ γὰρ πολίτης ἡμῖν καὶ συνήθης Ἡλιόδωρος καὶ δεινὸς εἰπεῖν. χρῶ δὴ τῷ σαυτοῦ περὶ τὸν ἄνδρα τρόπῳ.
φκδ΄.
Ἀραξίῳ. (356)
Ἔρχεται μὲν εὶς Ἰταλίαν Ἡλιόδωρος, τῆς αὐτοῦ δὲ ὁδοῦ τῶν ἐν τῇ γῇ τὸ κάλλιστον ὄψεται τὴν ὑμετέραν πόλιν. ζητῶν
δὲ τῶν ἐν αὐτῇ τῇ πόλει τὸ κάλλιστον ἄγεται παρὰ σὲ διὰ τῆς ἐπιστολῆς, ὃς καὶ τῇ πόλει δίδως τῶν ἄλλων κρατεῖν.
τὸν δὲ ἄνδρα, κἂν ἐπείγηται, δίδαξον, ὅστις εἶ, δίκαιον ὄντα μὴ τὸν σὸν ἀγνοεῖν τρόπον. πάντως δέ, ὅ τι ἂν φθέγξη πρὸς αὐτόν, θαυμάζοντα ἀποπέμψεις.
φκε΄.
Σπεκτάτῳ. (356)
Οὗ μάλιστα ἐπεθύμεις, ἐπεθύμεις δέ, οἶμαι, γραμμάτων ἐμῶν, τοῦτο ἤκει σοι. κομίζει δὲ Σευῆρος, ἀνὴρ ᾧ ποιεῖ σε προστάτην δικαιώματα δύο, τό τε πρὸς ἡμᾶς αὐτὸν ἔχειν οἰ-
κείως καὶ τὸ πολίτην ἀμφοῖν εἶναι τὸν ἄνδρα.
τοῦ μὲν οὖν μαθεῖν σε ταῦτα ἐμέλησεν ἐμοί, τῆς δὲ εἰς τὸ βοηθεῖ, προθυμίας σοὶ δήπου μελήσει· ὡς ἑκάτερόν γε ἄτοπον, καὶ τὸ πὲρ ὧν ἥκει μὴ πρᾶξαι καὶ τὸ σοῦ παρόντος μὴ διὸ σοῦ τινος ἀγαθοῦ τυχεῖν.
φκς΄.
Ἀνατολίῳ. (356)
Ἄλλοις μὲν ἄλλος φιλοτιμεῖται, Σευῆρος δὲ τῷ φίλος ἐμὸς εἶναι. καὶ δῆλον ὡς εὐθὺς ἥκων πρὸς ὑμᾶς τοῦτο κη- ρύξει.
ἔδεισα δὴ μὴ τὸ μὲν ἀκούων, γράμματα δὲ ἐμὰ διὰ
τοῦ ταῦτα λέγοντος οὐ λαβὼν ἢ ψεύστην ἐκεῖνον ἢ κακὸν ἐμὲ περὶ τὸν φίλον ἡγήσῃ. τί γὰρ ἂν αὐτὸν ἠδίκησα μεῖζον ἢ τῆς σῆς ῥοπῆς ἀποστερῶν; τὸ γὰρ μὴ δοῦναι παρὸν εἰς τὸ ἀποστερεῖν ἔγωγε ἂν θείην.
ὧν μὲν οὖν δεῖται, τῶν πάνυ ῥᾴστων ἐστί· φοβοῦμαι δὲ μὴ τοῦτό σε κωλύσῃ συμμαχεῖν,
ὡς πρέπον σοι τὴν ῥώμην ἐν μεγάλοις δεικνύειν. ἀλλ’, ὦ δαιμόνιε, χάριν ἐμὴν ἅψαι καὶ τῶν μικρῶν.
φκζ΄.
Ἱέρακι. (356)
Φιλῶ γὰρ ἐμαυτὸν καὶ διὰ τοῦτο σὲ φιλῶ καὶ φιλεῖν
ὁμολογῶ, ὡς ὅστις σε εἰδὼς οὐ φιλεῖ, δοκεῖ μοι μισεῖν αὑτόν. Κυζικηνῶν δὲ τὴν ὁρμὴν ἐπαινέσας μέμφομαι τὴν μεταβολήν. τὸ μὲν γὰρ εἰς τὸν κύκνον ἰδεῖν καλόν, τὸ δὲ τῷ κολοιῷ δοῦναι χώραν οὐ καλόν, ἀλλ’ ἀτεχνῶς τὸ Ἀριστοφάνους· ὁ Θέογνις ἀντ’ Αἰσχύλου. γράμματα δὲ πρὸς οἷα οἷα
φῄς οὐχ ἧκεν, εἰ δ’ ἔλθοι, τὸν φίλον ὄψει, τῇ γυναικὶ δέ,
φκη΄.
Δημητρίῳ. (356)
Πόλλα ἀγαθὰ γένοιτο Βακχίῳ καλῷ τε ὄντι καὶ καλῶν ἐρῶντι. λέγω δὲ οὐκ ἐμαυτὸν σεμνύνων, ἐρᾷ μὲν γὰρ καὶ ἐμοῦ, καλοῦ δὲ οὐ πάνυ, σοῦ δὲ πάνυ τε ἐρᾷ καὶ πάνυ καλοῦ, ὃς τοιαύτην ἡμῖν φέρων ἐνέθηκας εἰς τὴν ἐπιστολὴν τὴν ἠχώ, ὥστε κατειχόμην μὲν ὑπ’ αὐτῆς καὶ πρὸς τὸ κάλλος
ἐπήδων θαυμάζων τῶν ὀνομάτων τὴν ὥραν οὐχ ἧττον ἡ αὐ- τὴν ὁ Πὰν τὴν θεόν.
συνέβη δέ τι δυσχερὲς ἐμοί τε καὶ Βακχίῳ. μεσούσης μὲν γὰρ τῆς ἡμέρας λέγων ἐπεπαύμην ἐγώ, ληγούσης δὲ οὗτος ἐπῆλθε καὶ βλέποντες εἰς ἀλλήλους ἠληοῦ- μεν, ὁ μὲν ὡς ὑστερήσας τῶν λόγων, ὁ δ’ εἰπὼν οὐ τυχὼν
τῆς τοῦ φίλου ῥοπῆς. ἀλλ’ ἐκεῖνό γε ἐτερπόμην ἀκούων, ὅτι τὴν ἀπάτην οἱ τοῦτο παθόντες παρ’ ὑμῖν ἀποτίθενται καὶ ἐπανίασιν ὅθεν οὐ καλῶς ἐξέβησαν.
λόγους δὲ μὴ αἴτει μᾶλλον ἢ πέμπε μηδ’ οἴου λαμβάνειν σοι μᾶλλον ἡ διδόναι προσήκειν μηδὲ σφόδρα δίκαιος ὢν ’ν τοῦτο ἄδικον ποίει.
πῶς γὰρ οὐ δεινὸν Ἀλέξανδρον σοὶ μὲν ἡμετέρους κομίζειν
ἀλλ’, ὦ δαιμόνιε, δεῖξον ἡμῖν πρὸ τοῦ σώματος τὸν ῥήτορα· δηλοῦται μὲν γὰρ ἡ τέχνη καὶ διὰ τῶν γραμμάτων, τὸ δὲ μηδὲν τῶν σῶν ἀγνοεῖν ἄμεινόν τε καὶ χαριέστερον.
φκθ΄.
Εὐφημίῳ. (356)
Ἐγὼ τὸν σὸν ἡγούμην συγγενῆ κακοῦ μὲν οὐδενός, ἀγα- θῶν δὲ πολλῶν αἴτιον ἔσεσθαί μοι ὁ δὲ ἀφ’ οὗ μάλιστα ἂν ἐβλάβην, τοῦτο διετέλεσε ποιῶν. οὔτε γὰρ μεθ’ ἡμῶν ὢν τὰ παρ’ ἡμῶν ἔπεμψέ σοι γράμματα πολλὰ λαβὼν ἅ τε ἐπέθηκα
ἀπιόντι, ταῦτα οὐ φαίνῃ λαβών. εἰπάτω, τίνος τοσαύτην ἀπῄ- τησε δίκην· ὡς τό γε μὴ εἶναι τοῦτο δίκην οὐκ ἀρνήσεται.
τὰ δ’ ἡμέτερα οὕτως ἔχει· πόνος πολύς, ὁ μὲν ἀπὸ τῶν νέων. ὁ δ’ ἀπὸ τοῦ πολλάκις εἰς ἀγῶνας ἐμβαίνειν. καὶ πρόσ- εστι τὸ νοσεῖν ἀεί. πάντα γὰρ δὴ τὸν χρόνον τοῦτον ἐνναίον-
τες ταῖς τῶν ἰατρῶν χερσὶν οὔπω τελέως ἵξω τοῦ νοσεῖν ἐσμεν.
τῶν πολιτῶν δὲ ἡμὶν πλὴν ἑνὸς ἐχόντων οἰκείως τῶν ἐν ταῖς δίκαις οἱ μὲν ὄντες ὡς ἀληθῶς ῥήτορες μεθ’ ἡμῶν εἰσιν, οἱ δὲ βλάψαντες ἄν, εἰ μεθ’ ἡμῶν ἦσαν, ἑτέρων εὖ ποιοῦντές εἰσιν ἐσθίοντες πολλά, πίνοντες κρα-
τῆρας τοῦ θαυμασίου σοφιστοῦ.
παρ’ ᾧ δὲ δικαίως ἂν
φλ΄.
Δημοφίλῳ. (356)
Ἤιδειν ὅτι μου μέμνησαι καὶ πρὶν ἐπιστείλῃς, τὸν γὰρ ἀδελφὸν ᾔδεις καὶ διὰ τούτου τιμήσων· γράμματα δὲ προσθεὶς ἐχαρίσω καὶ ταύτῃ.
ὁ δὲ ἥκων παρ’ ὑμῶν ἔγνω τε εὐθὺς ὡς εἴην συκίνη βοήθεια καὶ πέρας αὐτῷ τῶν πραγμάτων δι
ἑτέρου λαβόντων τοῦτο ἔφρασεν αὐτὸ καὶ δοὺς τὰς ἐπιστολὰς ἀντέλαβεν.
ἐγὼ μὲν οὗπέρ εἰμι κύριος ποιῶ, γράφω, τὰ ἔργα δὲ ὑμῖν παρὰ τῶν ἰσχυόντων.
φλα΄.
Ἀρισταινέτῳ. (356)
Ὑπῆρξεν ἡδύ τι Ῥουφίνῳ παρ’ ἡμῖν, ἤκουσέ μου. καὶ δὴ καὶ αὐτὸς ἡδόμην Ῥουφῖνον ὁρῶν ἀκούοντά μου.
ἴσῃ δὲ καὶ σὺ τῶν ἡδομένων ταῦτα ἀπαγγέλλοντος ἀκούων. ἔνι γὰρ αὐτῷ περί τε ἡμῶν εἰπεῖν τι καλὸν καὶ περὶ τῶν Βοιω- τῶν, ὅτι εἶεν Βοιωτοί.
φλβ΄.
Φιρμίνῳ (356)
Τῷ μὲν ἐπιστέλλειν τιμᾷς, ὧν δὲ ἐδεήθημεν τυχεῖν, ταῦτα οὔτε ποιῶν οὔτε δηλῶν, δι’ ὅ τι μὴ ποιεῖν ἴδει, λυπεῖς.
ἐγὼ δὲ αὖ Πυθῶδε· πάλιν γάρ σοι περὶ Βοηθοῦ δια-
λέξομαι. ὁ δὲ Βοηθὸς οὗτος πόλεως μὲν Ἐλούσης, Ζηνοβίου δὲ ἀνεψιός, ὂν τεθνεῶτα πλέον ἢ ζῶντα αἰδούμεθα. τοῦτον εὑρὼν τῆς εἰρήνης φύλακα τὸν μὲν ἔπαυσας, ἑτέρῳ δὲ τὸ πρᾶγμα ἐπέτρεψας.
καὶ οὐ μέμφομαι, χάριν δὲ ἐπαγγέλλω τὸ τὸν Βοηθὸν πάλιν ἐν οἷς ἦν πρὸ τοῦ φανῆναι. εἰ δὲ ἐμοὶ
μὲν τοῦτο ἐν σπουδῇ, σοὶ δὲ οὐκ ἔργον, αἰσχύνη δὲ ἄπεστι τῆς χάριτος, τί οὐ δίδως;
φλγ΄.
Δομνίνῳ. (356)
Ἀρτέμων οὗτος πολίτης μέν ἐστιν ἐμός μαθητὴς δὲ
ἑτέρων. τοῦτο δὲ τὸ ἑτέρων οὐκ ἔστιν ὅτε οὐκ ἐμέμψατο. συνέβη δὲ αὐτῷ συνεῖναι μὲν ἄλλοις, ἡμῶν δὲ ἐρᾶν, τὰ μὲν καιροῦ, τὰ τὰ δὲ τύχης, τὰ δὲ τοῦ μέλλειν ἀπαίρειν οὐ δόντων ὧν ἐπεθύμει τυχεῖν.
τάττεται οὖν ὑφ’ ἡμῶν ἐν τοῖς ἀκη- κοόσιν ἡμῶν, ἐπειδὴ γνώμην ἔσχεν εἰς ἡμᾶς ἣν οἱ μεθ’ ἡμῶν.
ὡς οὖν προσελθὼν εἶπεν, οἷ βαδιεῖται καὶ ἐφ’ ὅ τι, καὶ έπῄ- νεσα καὶ συνευξάμην καὶ ἐμήνυσα τὸν ὅρμον.
ἐγὼ μὲν οὖν
φλδ΄.
Ὀλυμπίῳ. (356)
Εὖθύς ἀκούσας σε τῆς Ῥώμης εἰλῆφθαι τούτου σε εὐδαι- μόνιζον γνοὺς δὲ ὅτι σοι καὶ δόξα βελτίων εἴη καὶ δύναμις αὐτόθι, μᾶλλον ἐκάλουν εὐδαίμονα. δέδοικα μέντοι μὴ τοῦτο τὴν ἡμετέραν ἀποστερήσῃ τῶν ἑαυτῆς τὸ τοῖς ἐγγόνοις εἶναι
παρ’ ἄλλοις εὐδοκιμεῖν.
ἐγὼ δέ σε πανταχοῦ μὲν ἐπαίνων βουλοίμην ἂν τυγχάνειν, οὐ μέντοι τούτῳ τὴν ἐνεγκοῦσαν ἀδικεῖν, ἣ δεῖται μέν σου δι’ ἡμῶν ἥκειν αὑτῇ χαίρουσα μὲν ἐφ’ οἷς ἐκτήσω λόγοις, ἐρῶσα δὲ τῆς ἀπολαύσεως ὧν ἐκτήσω λόγων. μέμφεται δὲ ἐμοὶ πρὸ σοῦ· σὲ γὰρ οἴονται τοῖς ἐμοῖς
ἕπεσθαι νεύμασι καὶ τοῦ μήπω σε ἥκειν ἐμὲ τὸν οὐ λέγοντα αἰτιῶνται.
Ῥώμη μὲν οὖν ἔστω τὸ κεφάλαιον τῶν ἐν τῇ γῇ, σὲ δὲ μὴ τοῦτο ποιείτω καὶ φίλων ἐπιλήσμονα καὶ γένους, ἀλλ’ ἐφ’ ὁμοίοις ἡμῖν ἐπάνιθι καὶ συνεπιμελοῦ ποιμνίων ἥδιον τὸ μετ’ ἐμοῦ τούτων ἄρχειν ἢ τὸ πόλεων ἡγούμενος.
εἰ δ’ ἥττων ἀκοὴ τῆς σῆς φωνῆς, σύ τοι ποιήσεις αὐτὴν
βιβλίοις δὲ οἷς τε ἔπεμψας ἥσθη, οἷς τε συλλέγειν ἔφης. ἥξει δέ σοι καὶ παρ’ ἡμῶν τοῦ θέρους ἃ κελεύεις.
φλε΄.
Ἀνατολίῳ. (356)
Νῦν ἡμῖν τε ὑπὲρ τῶν μεγίστων ἡ σπουδὴ καὶ σὺ βου- ληθεὶς τὰ μέγιστα ἔση δεδωκώς. τῷ δὲ αὐτῷ καὶ ἡμᾶς ὀνή- σεῖς καὶ σαυτὸν κοσμήσεις· τὸ γὰρ ἀδικουμένοις βοηθεῖν τοὺς μὲν ἀπαλλάττει τῶν κακῶν, τῷ δὲ ἀπαλλάξαντι τὴν ἀμείνω δόξαν φέρει.
σκόπει δὲ ὅσα σε παρακαλεῖ πρὸς τὸ συμ-
μαχεῖν. ἕλκεται παρ’ ἀνδρῶν Ἀπολινάριος εἰς Ἰταλίαν πολλὰς πόλεις ἐδηδοκότων, ὅπως καὶ τοῦτον καταπίοιεν. τοῦτό σε πρῶτον κινείτω· χρηστὸς ἁνὴρ καὶ τῶν γένει σεμνυνομένων καὶ τῶν ἐν λόγοις ὄντων. τρία ταῦτά σε ἐπ’ ἐκείνῳ προτρε- πέτω.
φίλος ἡμῖν πάλαι μὲν ἀρξάμενος, ἀεὶ δὲ τῷ φιλεῖν
προστεθεικώς. τοῦτ᾿ ἐκείνων παρὰ σοὶ κριτῇ μεῖζον. ἄκουε δὴ καὶ τὸ μέγιστον· Κυρίνου γὰρ ἀδελφός, ὃς ἐν ταῖς ἀρχαῖς τὰς σὰς ἐμιμήσατο χεῖρας εἴσω ·μὲν αὐτὰς ἔχων, προτείνας δὲ οὐδαμοῦ.
οὗτος ὁ Κυρῖνος δύο μὲν ἐν τῇ ψυχῇ φυλάττει συνεχεῖς φροντίδας, ἐμέ τε καὶ τὸν υἱόν, μέλει γὰρ αὐτῷ τοῦ
μέν, ὅπως λήψεται λόγους, ἐμοῦ δέ, ὅπως δόξω κρατεῖν ἐν λόγοις. ὁρῶν δὲ τὸν ἀδελφὸν ἐλαυνόμενον τὴν μόνην μὲν οὐκ ἠγνόησεν ἐλπίδα, τὴν σὴν ἀνδρίαν, γράμματα δὲ πέμψαι μὲν
σὺ δὲ καὶ τοῦτο αἰδεσθεὶς αὐτοῦ καὶ τἄλλα ἐνθυμηθεὶς ζήλωσον πρὸς τὸν ἀδελφὸν τούτου τὴν τούτου πρὸς ἐμὲ σπουδήν.
φλς΄.
Καλλιοπίῳ. (356/57)
Ἣν ἂν ἥσθην ἡδονήν, εἰ Σύρων ἦρχες, ταύτην ἥδομαι νῦν, ἐπειδὴ πόλεων ἄρχεις, ἃς ἐν ἴσῳ ποιοῦμαι τῇ πατρίδι. τὰ μὲν οὖν δίκαια καὶ μηδενός σε παρακαλοῦντος ὑπάρξει
τοῖς γε ὑπὸ σοί, κωλύει δὲ οὐδὲν μηνύσαι τοῖς ἡμῖν ἐπιτη- δείοις τὸ πᾶσιν εἶναι τῶν δικαίων τυγχάνειν. πρὸς γὰρ τῷ τῶν κοινῶν ἀπολαύειν ἀγαθῶν ἔχει τι μέρος εὐθυμίας τὸ μὴ ἠγνοῆσθαι.
πατὴρ ἦν Στρατηγίῳ χρηστὸς εἶναι ἐθέλων καὶ φίλος ἡμῖν. οὗτος ἃ μέγιστα ἀνθρώποις ἐστὶν ἐνεχείρισέ
μοι τοὺς υἱεῖς αὑτοῦ. τούτων ὁ μὲν ἔτι παρ’ ἡμῖν ἐπὶ λόγοις, ὁ δὲ μικρὰ μετασχὼν εἰς τὸ λειτουργεῖν εἰσῆλθεν ὡς ἐν ταῖς φροντίσι τοῦ πατρὸς ἐσόμενος λαμπρός
ἀλλὰ τὸν μὲν ἐκ μέσων τῶν πόνων ὁ δαίμων ἥρπασεν, ὁ δὲ ὢν ἔρημος εἰς τὴν σὴν καταφεύγει πρόνοιαν. οὐ γὰρ ἄδηλον ὡς οἷς τε δεῖ
πολλῆς ἐπικουρίας εἴσῃ καὶ δώσεις ὁπόσης δεῖ.
φλζ΄.
Ἀρισταινέτῳ. (356/57)
Γυμνασίῳ πάντ’ ἂν ὑπῆρξε ῥᾳδίως κοὶ μένοντι πὰρ ἡμῖν, θαῦμα δὲ παρέσχε Στρατηγίῳ τὸ μήτε σὲ τοῖς καλοῦσιν ὑπακοῦσαι σέ τε μιμούμενον ἐκεῖνον οὐ πορευθῆναι.
καὶ
δὴ καὶ ἐμέμφετό σε τοῦ μὴ ἄρχειν ἐθέλειν ἄρχειν ὄντα ἐπι- τήδειον, ἐγὼ δέ σε οὐκ ἔφην ἰδιωτεύειν ἄρχοντος ἐκείνου καὶ ἥσθη τῷ λόγῳ.
περὶ δὲ τοῦ σώματος οὐ κακῶς ἐμαντεύσω· χωρεῖ γάρ πως ἐπὶ τὰ βελτίω θεοῦ διδόντος, προσκείσθω γάρ τὴν βουλὴν δὲ λέγων κακῶς εἰς τοὺς φίλους ἡμῖν βλασφη-
μεὶς πλὴν γὰρ ἑνὸς οἴκου φρενῶν ἐρήμου τὸ πᾶν ἐμόν.
σὺ δέ, οὐκ οἶδ᾿ ὅπως, ὑπερβὰς τὸ τἀμὰ παρὰ τῶν μανθάνειν ἐπιστολῶν προσέχεις τὸν νοῦν ἀνθρώπῳ λέγοντι οὐχ ἅπερ ἤθελεν εἰρηκέναι. καὶ γὰρ ἃ διελέχθης περὶ τοῦ θυμοῦ, συνῆκα ὅθεν ἦν.
ἐγὼ δὲ μηδέποτε ἐπὶ τοὺς ἐχθροὺς
γενοίμην ἄθυμος ἐπεὶ καὶ νῦν δίκας τὰς μὲν δεδώκασι, τὰς δὲ ἴσως δώσουσιν.
φλη΄.
Σπεκτάτῳ. (356/57)
Γεροντίου τὸν τρόπον ἐπαινέσας ἐποιησάμην φίλον καὶ 20 δὴ καὶ ὅντινα ἂν δύνωμαι ποιῶ τῷ Γεροντίῳ. φίλον δὲ σὲ ἐγὼ μὲν μάλιστα ἂν δυναίμην ποιεῖν, οὗτος δ’ ἂν εὔξαιτο λαβεῖν.
ἥκει μὲν οὖν παρ’ ὑμᾶς τῶν αὑτοῦ τι δεόμενος,
φλθ΄.
Ὀλυμπίῳ. (356/57)
Καὶ πρότερον ἐπέστειλά σοι παρακαλῶν σε μὴ τὴν πα. τρίδα ἀτιμάσαι καὶ νῦν ταὐτὰ παρακαλῶ Ῥώμην μὲν θαυμά- ζειν, οἰκεῖν δὲ τὴν σαυτοῦ. τόπος δέ σοι καὶ χοροὶ νέων καὶ ψήφισμα τιμὰς ἔχον, πάντα εὐτρεπῆ.
δεῖ δ’ ἐμοῦ τοῖς
πράγμασι τῆς σῆς φωνῆς. εἰ γὰρ δεῖ τοὺς ἡμετέρους ἑταίρους ἐν δίκαις ἰσχύσαι, τοῦτο δὲ ἀμήχανον ὑπὸ τῆς ἑτέρας γλώτ- της, πῶς οὐ χρὴ παρόντα σὲ συνεφάπτεσθαι τοῦ ποιμνίου;
ἀλλ’, ὦ γαθέ, γενοῦ ποτε καὶ διδάσκαλος, ἐπειδὴ μαθη- τὴς ἐγένου γενναῖος, καὶ αὐτός τε ἐλθεῖν καὶ μετὰ βιβλίων.
φμ΄.
Ἀρσενίῳ. (356/57)
Κἀκεῖνο ἂν εἶχε καλῶς, εἰ παρὼν ἐχρῶ τῷ νόμῳ, καὶ τὸ νῦν οὐ κακῶς, τὸ μηδὲ ἀπόντα τὸν νόμον ἐκλιπεῖν.
ἥσθην
φμα΄.
Ἀντιόχῳ. (356/57)
Οὕτως ἐγνώκειμεν ἐγώ τε καὶ ὁ σὸς ἀδελφὸς παραδοῦ- ναι τὸν ἄνδρα τοῖς σοῖς ἄγειν πρὸς σέ· ἔπειθ᾿ μὲν ἐξῆλθον οὐ μάλα τοι δείξαντες ὡς ἐκείνου δέοιντο· τὸν δὲ ἴδει μέ-
νεῖν.
νῦν οὖν, ἐπειδὴ μεταπέμπῃ, παρέσται σοι πρὸ τοῦ μὲν οὐκ ἀξιώσας ἐνοχλῆσαι, νῦν δὲ οὐ τολμήσας ἀντειπεῖν.
φμβ΄.
Εὐμαθίῳ. (356/57)
Ἄρα μου φεύξῃ καὶ τὴν ἐπιστολὴν καὶ τοὔνομα τοῦ 15 πέμψαντος εὑρὼν ἀπορρίψεις, ὡς ἡμᾶς γε τὴν πρώτην ἰδὼν ἡδέως ἔφυγες προιών; τὴν δὲ αἰτίαν, ὑφ’ ἧς τοῦτο ἐποίησας, οὐκ ἂν εἴποιμι πρὸς ἄλλον, ἐπειδή σε φιλῶ, καίτοι τινὰ ἅκ-
κατηγορεῖς Γε, ὡς ἀκούω, τὸ συνόντα με τοῖς νέοις πρὸς τοὺς νέους ὡς μάλιστα τετάσθαι, τῶν δὲ ἄλλων ἀμελεῖν. ἐγὼ δέ σε ἠξίουν, εἰ μὴ τοῦτο οὕτως ἐπράτ- τετο, πονηρὸν <ἐμὲ> καλεῖ ὁ γάρ τοι παιδευτὴς ἐν τῷ
καθήμενος, εἰ περιστησάμενος τὸν χορὸν ἐπ’ ἄλλο τρέποιτο, δίκην ὀφείλων ἴστω.
σὺ δὲ ὃν στρυφνὸν εὗρες ἐν τῷ δι- δασκαλείῳ, τοῦτον εὗρες ἂν ἑτέρωθι καὶ γελᾶν εἰδότα. ἀλλ’, οἶμαι, καλῶν ἄγριον ἐμὲ καὶ χαλεπὸν αὐτὸς οὐχ ἡμέρου τοῦτο ἐποίησας τὸ κακίσαι τε ἐφ’ οἷς οὐκ ἄξιον καὶ πρὶν ἀσπάσασθαι
ἀπελθεῖν.
ἀλλὰ καὶ παῖδές εἰσί σοι καὶ τὸν πατέρα μιμού- μενοι λόγων ἔχονται καὶ τάχα δὴ βαδιοῦνται παρ’ ἡμᾶς. ἐν- θυμοῦ δή, πότερόν σοι λυσιτελεῖ τὸ τοιαῦτα ἐγκαλεῖσθαι τὸν ἐκείνων διδάσκαλον ἢ τὸ παίζειν ἀντὶ τοῦ φροντίζειν.
φμγ΄.
Ἀνδρονίκῳ. (356/57)
Γαυδέντιος ἡμῖν κοινωνεῖ τῶν περὶ τοὺς νέους Ἀράβιος δὲ οὑτοσὶ καὶ ἔστιν αὐτῷ γένος ἐκεῖ, πενόμενοι παρὰ τὴν ἀξίαν. γνοὺς οὖν ὡς εἴης μοι φίλος καὶ τῶν μὲν οἰκείων
ἃ μὶν οὖν ἀδικοῦνται, παρ’ αὐτῶν εἴσῃ· λύσας δὲ αὐτοῖς τὸ κακὸν τοὺς νόμους τε βεβαιώσεις, ὧν, οἶμαι, σοὶ
μάλιστα μέλει, καὶ ἡμῖν ἐκ τῶν αὐτῶν χαριῇ.
φμδ΄.
Ἀντιόχῳ. (356/57)
Τῷ μὲν Ὀλυμπίῳ Διὶ πάλαι τὸν ἀγῶνα τέθεικεν οὑμὸς ἀνεψιός, νῦν δὲ εἰς λειτουργίαν εἰσῆλθεν, ἧς οὐκ ὀλίγα μὶν
ᾔδει, τὸ δὲ ἐν πλείστῃ σπουδῇ τὰ τῶν ἀνθρώπων ἀγωνίσματα πρὸς τὰ θηρία.
δεῖ δὲ θηρίων ἡμῖν οὐ νυσταζόντων καὶ θαρρεῖν παρεχόντων τοῖς ἀπαντῶσιν, ἀλλ’ ἐφ᾿ ἃ διήσει πολλῆς σοφίας τῷ γε οὐχ ἁλωσομένῳ. τοιαύτας δὲ ὑμῖν τὰ ὄρη τρέφει τὰς ἄρκτους δεινὰς ἐπινοῆσαι καὶ ἑλεῖν. τὸ δὲ τὰς δει-
νὰς ἑλεῖν διαφυγεῖν τὴν χάριν ἔχει τῷ θεάτρῳ. οὔσης δὲ ἡμῖν εὐθήρου τῆς χώρας εἰσί σοι θηραταὶ πολλοὶ καὶ ἐπιστήμονες, οἷς ἡγοῦμαι τέρπεσθαι καὶ Ἄρτεμιν.
ποίησον δὴ ἡμῖν λαμπρὰν τὴν λειτουργίαν ἄρκτων χαλεπότητι καὶ τῷ αὐτῷ
ἔπρεπε δὲ σοὶ μὲν παρ’ ἐμοῦ περὶ τούτων ἐλθεῖν ἐπιστολὴν, πρὸς δὲ τὴν ἀδελφήν σου τὴν ἀγαθὴν παρὰ τῆς
ἀρίστης Βασσιανῆς.
φμε΄.
Σπεκτάτῳ. (356/57)
Τρία δεῖ γενέσθαι διὰ σοῦ, τὸ μὲν εἰς συγγενῆ, τὸ δὲ εἰς ῥήτορα, τὸ δὲ εἰς σοφιστήν.
τῷ μὲν γὰρ ἀνεψιῷ τὴν
λειτουργίαν ἐφ’ ἣν κέκληται δεῖ βασιλέως βεβαιωθῆναι νεύ- ματι, Σαβίνῳ δὲ δέλτον ἐλθεῖν σχῆμα λαμπρότερον φέρουσαν, ὅπως μὴ ὧν κρατεῖ τοῖς λόγοις, τούτῳ λείποιτο.
ταύτῃ δὲ μὴ δοκῇ χρῆσθαι φίλοις ἀσθενεστέροις ἑτέρων. οὔτε γὰρ ἡμῖν ἀνεκτὸν οὔτε σοὶ καλὸν ἐκείνῳ τι παρέχειν ἐμοῦ τε καὶ σοῦ
κατηγορεῖν.
ὁ δὲ δὴ τρίτος λαβέτω τὸν σῖτον, ὅπως τὸ τούτου κέρδος τοὺς ἡμῖν ἐχθροὺς ἀποπνίγῃ.
φμς΄.
Ἐλπιδίῳ. (356/57)
Οὐκ ἔστιν ὅτε οὐ προσιόντες ἐδεήθημεν, ὅπως σοί τι
γένοιτο τῶν περὶ τὸν χαλκὸν δικαίων, ὁ δὲ οὐκ ἀίοντι ἐοι-
νῦν δὲ τοῦ παιδὸς ἀφιγμένου πάλιν ἐποιησάμην πεῖραν· ὁ δὲ ἀμείνων ἦν ἢ πρόσθεν καὶ παρεῖχεν αὑτὸν εἰς τὸ μανθάνειν καὶ ἤκουε περὶ τῆς σῆς φύ- σεως καὶ πόσα ἴτη γεγονὼς ἔλθοις Ἀθήναζε καὶ δόξαν ἣν
αὐτόθι κτήσαιο καὶ λόγους οὓς δείξαις.
καὶ προιὼν ἔλεγον τὰς πρὸς τὸν ἐπίτροπον δίκας, τὴν ἔφεσιν, τοὺς δευτέρους ἀγῶνας ὅσα τε ἐκακουργήθης ἁπτόμενος θρόνου καὶ τὴν τοῦ δόξαντος κρατεῖν ἐν τοῖς γάμοις τελευτὴν καὶ ὡς ταῦτά σοι προηγόρευε Κάλχας. ὁ δὲ ἐθαύμασέ τε καὶ καλεῖν ἐκέλευσε καὶ
ἔπεμψεν ὅσα ἐξῆν, ὡς τά γε μείζω βασιλεὺς ἐκώλυσε γράφων.
φάνηθι δὴ μετὰ λόγων πολλῶν. δῆλον δὲ ὡς, ὅσους ἂν κομίζῃ, οἴσεις καλούς, καὶ μετ᾿ ἐλπίδων ἀγαθῶν ἰών, τεκμαί. ρομαι γάρ, ὧν ἂν εὔξαιο μείζω λαβὼν ἄπει.
φμζ΄.
Ἑορτίῳ. (356/57)
Ἂν γράψω τι χρηστὸν περὶ τοῦ Θεμιστίου, σὺ μὲν πολ- λοῖς τὰ γράμματα δείξεις, ἐκείνῳ δὲ οὐκ ὀλίγοι φήσουσι σὲ ἐξαπατᾶσθαι· ταυτὶ γὰρ εἶναι τῶν διδασκάλων ἐπαινεῖν τοὺς ὁμιλητάς, κἂν ὦσι φαῦλοι.
ἐγὼ οὖν ἃ σύνοιδα τῷ νεανί-
σκῳ γράφειν ἀφεὶς αὐτόν σε ἥκειν ἀξιῶ τοὺς ἐν αὐτῷ λόγους ὀψόμενον.
φμη΄.
Εὐιππίῳ. (356/57)
Ἤκουον εἶναί σε καλὸν κἀγαθὸν καὶ ἐπεθύμουν ἰδεῖν. ἰδὼν εὗρον βελτίω τοῦ λόγου καὶ ταχέως ἐζήτουν τὸ κέρδος,
ἐπειδήπερ ἀπῆλθες ὀξέως.
ἐντυχὼν δή σου τῷ κηδεστῇ καὶ συγγενεῖ τούτῳ τῷ φέροντί σοι τὴν ἐπιστολὴν λόγον ἐποιη- σάμην πρὸς αὐτοὺς τὰ σὰ καὶ ἐπήνεσα καὶ ἐπαινούντων ἤκουσα. τὸ δὲ μὴ παρεῖναί σε δεικνύντι μοι λόγους τοῖς μὲν εἶναι ἐδόκει σὸν βλάβος, ἐμοὶ δὲ ἐμόν.
ἥσθην δὲ ὅτι παῖς ἐν
μουσείοις ἐστί σοι λόγων ἀθλητὴς καὶ ποιῶν σε μετὰ τῆς ἀδελφῆς εὔπαιδα κεκλῆσθαι.
φμθ΄.
Ἀνατολίῳ (356/57)
Καὶ τὰ δοκηθέντα ἐτελέσθη· μεταθέντα γὰρ εἰπεῖν
ἀληθὲς ὡς οὐκ ἔσθ’ ὅστις οὐκ ἤλπισε τὴν παροῦσαν ἀρχήν· οὕτως οὐκ ἀλλοτρίων ἅπτῃ τῶν νῦν, ἀλλ’ ἀκριβῶς ἐδέξω τὰ σαυτοῦ, καὶ μέγα πάντες ἐβόησαν ἄνθρωποι μακαρίζοντες μὲν ὧν ἐπιστατεῖς, ἐπαινοῦντες δὲ τὸν ἐπιστήσαντα, συγχαίροντες δὲ σοὶ τοῦ λαβεῖν ἀφορμὴν πρὸς ἐπίδειξιν τῆς ἀρετῆς.
χάριεν δὲ ἐκεῖνο τῶν πολλῶν· ὄντος γὰρ ἔτι σοῦ τῆς ἀρχῆς ἐν προοιμίοις οὐχ ὡς ποιήσοντος πολλὰ ἀγαθὰ τὰς πόλεις, ἀλλ’ ὡς ἤδη πάντα πεποιηκότος χρῶνται τοῖς λόγοις καὶ περὶ τῶν ἐσομένων ὡς ἤδη τετελεσμένων διηγοῦνται· τοιαύτη δόξα τὴν οἰκουμένην ἐπέρχεται.
τῶν δὲ ἡδομένων μάλιστα ὦν
αὐτὸς οὐκ ἐγενόμην τῶν λαβόντων ἐπιστολήν, ἀλλ’ εἷς ἦν τῶν λεγόντων῾ ἥκει τῷ δεῖνι γράμματα καὶ τὸν δεῖνα ἐτίμησε γράμμασι. καὶ ἴσως εἰκότως τόδε ἐπράττετο· τῷ γὰρ ἀξιῶ ματι προσήκει τὸ φρόνημα ἀντίπαλον εἶναι.
τὸ δ’ ὂν πρό- τερόν τί σε τιμᾶν ἐν ταῖς ἐξουσίαις ταπεινόν, ὥστ’ ἐγὼ δέ-
δοικα μὴ καὶ τὸ γράμματά σοι παρ’ ἡμῶν ἐλθεῖν εἰς ἔγκλημα ἀφίκηταί μοι. γνῶθι δ’ ὡς ἀληθῶς φοβοῦμαι.
τὸν δὲ πάντα ἄριστον Σαραπόδωρον ἔχων ἐπαινεῖν πανταχόθεν σιω- πῶ, μὴ τοῦτο τῷ πρώτῳ τῶν Αἰγυπτίων ἐλάττωμα γένηται.
φν΄.
Ἀρισταινέτῳ. (357)
Εἶπόν ποτε πρὸς σὲ γράφων ὅτι πλὴν ἑνὸς ἡ βουλὴ μεθ’ ἡμῶν. τούτων δὴ τῶν μεθ’ ἡμῶν ἐν πρώτοις ἐστὶ Λη- τόιος οὐδενὸς οὔτε ῥήματος οὔτε ἔργου φειδόμενος, προσθείην δ’ ἂν ὡς οὐδὲ χρημάτων. τῶν γὰρ νέων οἷς ἐν πενίᾳ συμ-
βαίνει λόγων ἐρᾶν οὐκ ἐᾷ τὸ πρόθυμον ὑπὸ τῆς πενίας βλα-
ποιεῖται δὲ καὶ τὴν πρεσβείαν αὐτὸς τὸν θεῖον τὸν ἐμὸν ἀφεὶς τῆς ὁδοῦ καμόντος γὰρ ἐκείνῳ τοῦ σώματος, τοῦ δὲ ἄρχοντος ἐγκειμένου καὶ κελεύοντος ἢ βαδίζειν ἢ πείθειν ἕτερον αὐτοῦ μὴ χείρω τὸν μὲν ἐκεῖνος ἔδειξεν, ὁ δὲ ὑπέστη
3, καὶ νῦν γενοῦ περὶ τοῦτον οἷος ἂν ἦσθα πρὸς ἐκεῖνον.
φνα΄.
Θεμιστίῳ. (356/57)
Εἶτ᾿ οὐκ οἴει με τοῦ παντὸς ἂν πρίασθαι τὸ σοῦ καθη- μένου δεῖξαι τὸν λόγον; ἀλλ’, οἶμαι, σέ τε κωλύειν οὐκ ἦν
καλὸν ἐμοί τε λέγειν οὐκ ἦν πω δυνατόν.
τοῦ δὲ ὅπως κείσεται παρὰ σοὶ καὶ ταῦτα καὶ τῶν ἄλλων οὐκ ὀλίγα φρον- τιῶ. τοῖς τε γὰρ ἡμαρτημένοις οὐκ ἂν ἄλλος ἄμεινον βοηθοὶ τά τε μὴ κακῶς εἰρημένα δεξιώτερον ἐπαινέτην οὐκ ἂν λάβοι.
Λητόιον δὲ καὶ πρότερον ἔγνως, ἡνίκα παρ’ ὑμῖν μὲν ἦν
ἐγώ, παρὰ δὲ τὸν βασιλέα δι’ ὑμῶν οὗτος ἐχώρει, καὶ δεῦρο ἥκων εὗρες ἐν δόξῃ. καὶ νῦν ἐντυχών, εἰ πάνυ ποιήσαιο φί- λον, οὐ φήσεις βεβουλεῦσθαι κακῶς. πρὸς γὰρ τῷ φιλεῖν εἰδέναι καὶ μένειν οἶδεν ἐν τῷ φιλεῖν, ὃ δὴ καὶ σὺ μάλιστα ποιεῖς τε καὶ τιμᾷς.
ἡμῖν δὲ ἀντὶ πολλῶν κατέστη λέγων,
φνβ΄.
Ἀνατολίῳ. (357)
Ἧκεν ἡμῖν ἐξ Ἰταλίας γράμματα δηλοῦντα σοφιστοῦ τινος ὑποξύλου φληνάφους καὶ σὸν γέλωτα μὲν εἰς ἐκεῖνον, ἔπαινον δὲ εἰς ἐμέ. καὶ παρῄνει δὴ τὰ γράμματα γράφειν σοι καὶ νομίζειν ἀνδρῶν σε εἰς ἐμὲ βέλτιστον εἶναι
ὑῶ δέ σε ἀνδρῶν μὲν ὅλως εἶναι βέλτιστον πάλαι δὴ ψῆφον ἐθέμην,
θαυμάζω δέ σου τὸ ἐπειδὴ ἦρξας, τοῖς μὲν ἄλλοις, ᾗ πρόσθεν, ἐπιστεῖλαι, πρὸς δὲ ἐμὲ τοῦτο δὴ τὸ εἰωθὸς μὴ τηρῆσαι.
ἀπορῶν δὴ τὸ πρῶτον νῦν ἀπορῶν ἐπαυσάμην· εὑρηκέναι γὰρ οἶμαι, πόθεν ἡ σιγή. ὁρᾷς τῶν σοφιστῶν τοὺς πολλούς, ὅταν τις τῶν αὐτοῖς ἐπιτηδείων εἰς ἀρχὴν εἰσέλθῃ τοιαύτην,
οἴαν καὶ σὺ νῦν, τρέχοντας παρὰ τὸν ἄρχοντα μετὰ λόγου καὶ βαλαντίου καὶ τὸν μὲν δεικνύντας, τὸ δὲ διδόντας καὶ δι ἐκείνου πληροῦντας.
ἔδεισας δὴ μὴ γένωμαι καὶ αὐτὸς τῶν ἐπὶ τοῦτο τρεχόντων, καὶ διὰ τοῦτο δὴ τοῦ γράφειν
ἐγώ σου καὶ ταύτην ἐλέγξω τὴν τέχνην· ἥξω γάρ.
ταυτὶ μὲν οὖν ἐν παιδιᾶς δέξῃ μέρει· πάνυ δὲ ἥσθην ἀκούσας ἃ προσεδόκων. ἤκουσα δὲ ἐν Στρατηγίου λέγοντος αὐτοῦ. ἑσπέρα μὲν ἦν, προσεισι,ίκειμεν δὲ τῇ δεξαμενῇ. καὶ λόγος ἦν τις ὑπὲρ ἀρχόντων ἀρετῆς, ἐν ᾧ μὴ τὸ σὸν εἶναι ὄνομα
οὐκ ἐνῆν.
εἰπόντος δέ του τῶν παρόντων μηδὲν μὲν εἶναι τῶν σῶν μικρόν, ‘ὲν δὲ καὶ δὴ πάνυ μέγα ποῖον ἔφην τοῦτο τὸ μέγα; Στρατήγιος οὖν εὐθὺς μέλλων ἔφη πα- ρὰ τοῦ βασιλέως ἀπιέναι μετὰ πολλὰ καὶ καλὰ προσ- έθηκεν ὅτι, ὦ βασιλεῦ, τῶν ἀδικούντων οὐδένα
οὺόὲν ἀξίωμα ῥύσεται, ἀλλὰ κἂν τῶν δικαζόντων τις,κἂντῶνἐπὶταἱςδυνάμεσιπαραβαίνη τοὺςνό- μους,οὐκἀνέζομαιἀμελεῖσθαι.
ταῦτα σὲ μὲν ἔλεγεν ἀπειλεῖ τὸν δὲ ἐπαινεῖν τε καὶ ἐπιτρέπειν καὶ σοὶ τὸν λόγον εὐθὺς εἰς ἔργον ἐλθεῖν. τῶν γάρ τινα στρατηγῶν δειλὸν γενό-
μένον πρὸς τοὺς βαρβάρους δεδέσθαι.
παρ’ ἐκείνου μὲν ἐγὼ ταῦτα ἤκουσα πέντε παρόντων, παρ’ ἐμοῦ δὲ οὐδεὶς ὅστις
ἐγὼ δὲ οὕτως ἔχαιρον, οὐχ ὡς λέγων περὶ ὧν σὺ ποιεῖς, ἀλλ’ ὡς αὐτὸς ὢν ὁ ποιῶν, ἐπεὶ καὶ σὺ περὶ τοὺς ἐμοὺς λόγους ἴσον τι πέπονθας· σαυ- τοῦ τοὺς ἐμοὺς ἡγῇ. οὐκοῦν καὶ τοὺς ἐμοὺς φίλους σαυτοῦ
νομίζειν εἰκός.
εἰ δὴ τοῦτο οὕτως ἔχει, φίλος σοι Λητόιος οὗτος τῶν οἰκείων οὐδὲν λειπόμενος εἰς ἐμέ, τινὰς δὲ καὶ παρελθών, ἐπεὶ καὶ τὸ τὰ κοινὰ πράττειν ἀφεὶς ἡσυχίας ἐπι- θυμίᾳ πάλιν αὐτῶν ἐμὴν χάριν ἀνθήψατο τοῦ τοῖς ἐμοῖς πράγμασιν ἀπὸ μείζονος τῆς δυνάμεως συμμαχεῖν.
οὗτος,
ἂν μὲν ἐμοί τι χρηστὸν ᾖ, καὶ φαιδρός, ἐν δὲ τοῖς ἑτέροις τῷ λυπεῖσθαί με νικᾷ. καὶ τὰ ὄντα κοινά μοι κέκτηται, κἂν μὴ παρ’ ἡμέραν τι πέμψας λάβω, δεινὰ πεπονθέναι φησί.
νέων δὲ ὅσοι πένητες, διὰ τοῦτον οὐ πένητες· τὰς γὰρ ἐνδείας τῶν περὶ τοὺς λόγους ὅπως τε μὴ ἀγνοήσει ποιεῖ καὶ
ὅπως λύσει φροντίζει.
πρεσβεύειν δὲ οὐκ ἐγνωκώς, ἤδη γὰρ ἐντετυχήκει τῷ βασιλεῖ μέλλων θήσειν τὰ Ὀλύμπια, τὸν θεῖον τὸν ἐμὸν ἀπαλλάττων τοῦ πόνου τὸν πόνον ὑπέστη.
οἷς ἂν οὖν ἐχρήσω πράγμασιν ὑπὲρ ἐκείνου παῶν αὐτῷ
φνγ'.
Ἀνδρονίκῳ. (357)
Εἰ λέγοιμί σοι, τίς τὸ γένος ὁ Λητόιος καὶ τίς τοὺς τρόπους καὶ τίς πρὸς ἐμέ, διδάξω σέ ποτε καὶ περὶ σαυτοῦ· τοῦτον γὰρ οὐ χεῖρον ἢ σαυτὸν οἶσθα σύ.
διὸ δὴ λέγε μὲν αὐτὸς ὑπὲρ αὐτοῦ πρὸς ἄλλους, πυνθάνου δὲ αὐτοῦ περί τε
ἐμοῦ καὶ τοῦ θείου πάνυ γὰρ οἶδε τά τι ἐμὰ πράγματα καὶ τὴν εὐπραξίαν ἐκείνου.
φνδ΄.
Ὀλυμπίῳ καὶ Ἰοβίνῳ. (357)
Σὺ μέν, Ὀλύμπιε, τὸν ἀγῶνα λαῷ, τὸν μισθὸν ἀπόδος·
ἔστι δὲ ὁ μισθὸς τὸν ἑταῖρον ἡμῖν Στρατήγιον ἐπί τινος φα- νῆναι σχήματος. πάντως δὲ δύναμίς ἐστί σοι παρὰ τοῖς δυ- νατοῖς.
τῷ δὲ ἀδελφῶ σου τὴν μὲν ἐμὴν εἰς αὐτὸν ὀργὴν οὐκ ἦν ἀγνοῆσαι, Κλημάτιος γὰρ οὐκ οἶδε σιγᾶν· ἀπολογεῖ-
ἐγὼ δὲ τὸν μὲν νέον οὐκ ἀηδῶς εἶδον, τὰ δὲ ἐγκλήματα μένει, μέχρις ἄν μοι παραδοὺς αὑτὸν ἐκεῖνος ὅ τι βούλομαι χρῆ-
σθαι τούτῳ με αὐτῷ πείσῃ μὴ λαβεῖν δίκην τῷ δίκην ἐθέ- λειν ὑποσχεῖν.
ἀλλ’ ἐκεῖνα μὲν ἔσται ποτέ· τὸν δὲ Λητόιον ἡμῖν ποιεῖτε μέγαν συγγενῆ μὲν ὄντα τῶν ἀδελφιδῶν ὑμῖν, ἐμοὶ δὲ ἐν τάξει συγγενῶν. οἱ μὲν γὰρ ἄλλοι χρήμασι πι- στεύοντες ὡς ὑμᾶς ἴασιν, ὁ δὲ τῷ πρεσβεύειν ἄξιος εἶναι καὶ
ὑμῖν. οὐ γὰρ ἀγνοοῦμεν ὡς ἀπὸ τοῦ χρηστοὶ φαίνεσθαι πρὸς τὸ δύνασθαι προήλθετε.
δείξατε δὴ τὸν ἄνδρα κρείττω τῶν οἰομένων αὐτοῦ κρειττόνων ἔσεσθαι.
φνε΄.
Ὀλυμπίῳ. (357)
Λέγων οὐκ ἔχειν ποιεῖν μοι περὶ τοῦ νεφροὶ βιβλίον διὰ τὸ μὴ πάντα ἀκριβῶς ἀΚοῦσαι τὰ περὶ τὴν νόσον ἕτερον ἐποίησας τὴν ἐπιστολὴν βιβλίον περὶ τοῦ δεῖν ἐπ’ ἀκριβεῖ τῶν τοιούτων ἀκοῇ τὰ βιβλία ποιεῖν.
ἐμὲ δὲ καὶ αὐτὸ τοῦτο ὤνησε τὸ προσαγγεῖλαί σοι περὶ τοῦ πάθους. οὐ γὰρ
ὁ δὲ σοφὸς ἐκεῖνος ἀνεπυρίασε σοφιστὴς οὐδὲ τὸν πράξαντα τὴν εἰρήνην αἰδεσθείς. καὶ εἰ μὲν τὰ Κύρου ζητῶν ὁ Λυδὸς ἀποβαλεῖ τὰ ὄντα, οὐκ ὄιδα·
τὰς δὲ συνθήκας ὅπως ἀνεῖλεν, ἐρῶ.
πορευθεὶς εἰς Φοινί- κην ἐβούλετο μένειν, ἐγὼ δὲ αὐτὸν ἕλκων ἐπανῆγον καὶ ἐβου- λόμην εἶναι χρηστόν. ἐλθὼν δὲ μετὰ Φοινίκων ὑβρίζειν εἰ- δότων ἐπαρῴνει δι’ ἐκείνων. ὡς δ’ οὐκ ἠνέγκαμεν, ἰδὼν νέον τῶν ἐμῶν ἄξιον πληγῶν ἀπὸ πληγῶν εἰς ὀργὴν πεσόντα τὸν
καιρὸν ἁρπάσας καὶ πείσας αὑτὸν ἢ πεισθείς γε ὑπ’ ἐκείνου μοῖραν ἕξειν τῆς ἀγέλης οὐ μικρὰν ἐρρῶσθαι φράσας Ὀλυμ- πίῳ τῷ καλῷ καὶ δεξιαῖς ἠξίου κερδαίνειν.
πέμψας οὖν ὡς Εὔβουλον ἠρώτων, τί ταῦτα; ὁ δὲ νοῦν ἔχοντος ἔφασκε ταῦτ’ εἶναι καὶ φιλοῦντος αὑτό ἴσασι μὲν οὖν Οἰναῖοι τὴν
χαράδραν, καὶ οὐ πάνυ γε κερδανεῖ· σὲ δ’ ἂν εἰκὸς εἴη τὸν παρασπονδήσαντα δυοῖν ἕνεκα μισεῖν, τῆς τε τῶν θεῶν ὑπερ- οψίας καὶ ὅτι σοῦ τὴν σπουδὴν ἐκείνην ὕβρισε.
Λητόιον δὲ πολλάκις πρὸς ἡμᾶς ἐπαινέσας νῦν εὖ ποιῆσαι καιρὸν παρείληφας, οἶμαι δέ, οὐκ αἰσχυνῇ τῆς πόλεως ἡμῖν τὸν πρῶ-
τὸν εὐεργετῶν γένους τε ἕνεκα καὶ παιδείας καὶ τρόπων.
φνς΄.
Βαρβατίωνι. (357)
Αἴνιγμα δοκεῖ τοῖς ἀνθρώποις τὸ τῶν μὲν ἔργων σε τῶν ὑπὲρ ἡμῶν μηδὲ ἓν φεύγειν, γράμματα δέ, πρᾶγμα οὕτω ῥᾷστον, μὴ προστιθέναι τοῖς ἔργοις.
ἐγὼ δὲ οὓς μὲν ἔνεστιν
ἐξαπατᾶν, πρὸς μὲν τούτους φημὶ καὶ γράμματα λαμβάνειν· ὑφ’ ὧν δ’ ἂν ἐλεγχοίμην, εἰ προσποιοίμην, λέγω σοὶ μὲν προσ- ήκειν πράττειν, ἐμαυτῷ δὲ γράφειν· λέγειν δὲ οὐδὲν ἰσχυρὸν δοκῶ.
φέρων δὲ οὐδὲ πρὸ τοῦ ταυτηνὶ τὴν ζημίαν μετρίως, ἀφ’ οὗ Κλημάτιον μὲν ᾐσθόμην ἀφῖχθαι, λαβεῖν δὲ οὐδ’
οὕτως ἐδυνήθην ἐπιστολήν, οὐδ’ ἂν εἴποιμι ῥᾳδίως ὡς ἠνιά- θην. ὁ γὰρ ἄνθρωπος ἐκεῖνος εὐθὺς ἰδών σε τοῦτό μοι πρά- ξειν ἔφη καὶ ἐψεύσατο· εἰ μὲν ἐκλαθόμενος, εἰσὶν ἐλπίδες· εἰ δ’ οὐδὲν παρείς, ἀλλ’ οὐκ ἐρῶ τι δυσχερές.
Λητόιος δὲ τῶν ταὐτά μοι περὶ σὲ φρονούντων ἐστί· καὶ γὰρ εὖ πράττειν
σε βούλοιτ’ ἂν καὶ ὅστις ἐπαινεῖ σε, τούτῳ φίλος. συνεύχεται δὲ σοὶ μὲν οὗτος, τούτῳ δὲ ἡ πόλις, ἣν οὐδὲν οὐδεπώποτε λυπήσας πολλάκις ἀπὸ τῆς πατρῴας οὐσίας εὔφρανεν.
ὡς ἂν οὖν ἐν τούτῳ τὸ κοινὸν ἡμῖν τιμήσων χαίροντα ἀπόπεμπε τὸν ἄνδρα.
φνζ΄.
Μυγδονίῳ. (357)
Ἶσον τι πεποίηκε Σπεκτάτος ὅτι με φιλεῖς ἐπιστείλας, ὥσπερ εἰ πρὸς ἐμὲ ἔλεγες. σὺ γὰρ Ἀθήνησί γε τὰ γονέων
ἐπλήρωσας εἰς ἐμὲ καὶ διὰ τοῦτο μὲν πρῶτον μόνῳ ἐθάρρησα σοί. μάλιστα δέ, ἐπειδή, ὅτε διῆγον ἐν Βιθυνίᾳ τὸν σκηπτὸν ἐκεῖ ὂν ἐκφυγών, σὺ τοῖς ἐκβαλοῦσιν ἐπὶ Θρᾴκης ἐμάχου μό- νος ἐν μέσῳ πολλῶν ὑπὲρ τῶν δικαίων βοῶν.
ὥστε σε καὶ Νικοκλῆς ἐκ τῆς ὑπὲρ ἡμῶν ἀνδρίας ἐποιήσατο φίλον μισῶν
μὲν ἐμέ, τότε δὲ σὲ θαυμάσας, ὅτι με οὐ προὔδωκας, ὅπως ἐκείνῳ χαρίσαιο. καὶ δὴ καὶ ὅτε πρὸς τὸν ἀγρὸν ἐπλεῖτε, κατι- δών με ἐπὶ τῆς ἠιόνος οὐ πόρρω Χαλκηδόνος κελεύσας τὸν ναύτην ἔχειν οὗπερ εἱστήκειν, ἐκβὰς ἠσπάζου Νικοκλέους ὁρῶντος ἀπὸ τοῦ πλοίου.
τί οὖν θαυμαστὸν εἰ ᾧ πέ-
πρακται ἐκεῖνα, τὸν ἄριστον οὑτοσὶ Μουσώνιον πείθει τι δο- ξάζειν περὶ ἡμῶν ἄμεινον; μιμῇ γὰρ τῶν δρομέων τοὺς ἀγα- θούς, ὧν ἀεὶ τὰ δεύτερα βελτίω.
πρόσθες δὴ καὶ τοῖς τότε
τοῦτον οὔτε εὐ- τυχία πώποτε ἐπῆρεν ἐν δυσκολίᾳ τε οὐκ ἔπτηξεν Εὐριπίδου
μεμνημένος. φίλος δὲ τοιοῦτος ὁποῖος καὶ σύ, θᾶττον ἂν δε- ξάμενος τελευτὴν ἢ κακὸς εἰς ἑταῖρον γίνεσθαι, τοῦτο δὴ τὸ σόν, ἀλλὰ μὴν ἥ γε πρὸς ἐμὲ σπουδὴ τοσαύτη ὥστε οὐκ ἂν μείζω ζητήσαις.
ἔχω δὲ τὸν ἄνδρα ἀντευποιεῖν, εἰ βουλη- θείης. τούτῳ τε γὰρ ἀντὶ πάντων, εἰ Μουσώνιος αὐτὸν εὐ-
μενῶς ἴδοι σοί τε ἐκεῖνον καταστῆσαι τοιοῦτον ῥᾷστον ἁπάν- των. μαθέτω δὴ ὅτι, παρ’ ὅσων κομίζει γράμματα, ταῦτα μάλιστα αὐτὸν ὤνησεν ἃ παρ’ ἡμῶν τῶν ἐν τῷ τρίβωνι φέρει.
φνη΄.
Μουσωνίῳ. (357)
Ἐπῄει μέν μοι καὶ πρότερον ἐπιστεῖλαί σοι, τὰ γὰρ ᾀδό- μενα περὶ τῆς σῆς φύσεως καὶ τοῦτο ἀνέπειθε, κατειχόμην δὲ τῷ νομίζειν εἶναι θρασὺ πρὶν ἐντυχεῖν ἐπιστεῖλαι.
Σπε-
εἶναι τὸν δώσοντα τὴν δίκην.
ἀλλὰ γὰρ ἐλπίζειν χρὴ τὰ βελτίω. σὺ γὰρ δήπουθεν ὁ τήν τε Ἑλλάδα σεσωκὼς καὶ νῦν ἀνοίξας τὰ βασίλεια τοῖς λόγοις. εἰμὶ δέ που καὶ αὐτός, εἰ μὴ τῶν ποιούντων λόγους καλούς, τῶν γε ἐρώντων λόγων καλῶν, ὥστ’ εἰκὸς ἡμέρου σου τεύξεσθαι τήν τε ἐπιστολὴν
καὶ τὸν φέροντα τὴν ἐπιστολήν.
καίτοι γελοῖον μὲν ὑπὲρ ἄλλου γράφειν πρὶν ὅπως ἐκβήσεταί μοι τὸ γεγραφέναι μα- θεῖν, τετολμήσθω δ’ οὖν ὅμως, καὶ γενοῦ Λητοίῳ τὰ πάντα δι’ ἐμὲ τὸν θρασύν.
φνθ΄.
Εὐγνωμονίῳ. (357)
Ἆρ᾿ ἔτι μέμνησαι τῆς κυνὸς καὶ τοῦ γραιδίου καὶ ἐκάλεις τὸν Σωκράτην καὶ πάντων δὴ τῶν Ἀθήνησιν ἐκεί- νων, ἢ σεμνὸς ἡμῖν γέγονας καὶ λόγος οὐδεὶς τῶν ἀρχαίων;
ἐγὼ δὲ συγχαίρω μέν σοι τῆς γλώττης καὶ πλέον γε τοῦ
δευτέρου· τῶν δὲ γραμμάτων, οἷς ὁ βασιλεὺς ἐπὶ τὴν πανή-
ἐξῆλθον ἐκ τοῦ διδασκαλείου περὶ μεσημβρίαν, τῶν δ’ ἀκουσάντων οἷς ἦν αἴσθησις λόγων ἐντυχόντες μοι σῆς ἔφασαν ἀκηκόαμεν ἐπιστολῆς. πῶς ἔφην ἐμῆς; ὅτι, νὴ Δία, τοιαύτας ἔφασαν ἐργάζῃ.
καὶ τό τε κάλλος ἐπῄνουν καὶ τὸ μὴ μάταιον μῆκος ἐνοχλεῖν τῷ κάλλει. ἐμοὶ μὲν οὖν τιμήν τινα τοῦτο ἡγούμην ἔχειν, εἰ δὲ μὴ σοί τινα ὕβριν, αὐτὸς σκόπει.
καὶ τὸν Λητόιον σύ τε ὅ τι ἔχεις ὠφέλει καὶ τοὺς ἄλλους συμπαρακάλει. καὶ γὰρ εὖ γεγονὼς καὶ μετειληφὼς λόγων καὶ λαμπρὸς ἐκ λειτουργιῶν
καὶ νοῦν ἔχων καὶ φρόνημα δίκαιον καὶ χάριν πρὸς τῷ λα- βεῖν εἰδὼς ἀποδοῦναι καί, ὁ δὴ μάλιστα σὺ ποθεῖς, ἡμῖν ἀντὶ τείχους καὶ δορυφόρων.
φξ΄.
Ἀνδρονίκῳ. (357)
Εἰκὸς μὲν ἥκειν ὡς ὑμᾶς λόγον τῶν ἔργων, οἷς εἰς ἐμὲ κέχρηται Μαιορῖνος οὑτοσί· ὑμῖν τε γὰρ ἐπιμελὲς μηδὲν τῶν ἐμῶν ἀγνοεῖν τά τε τούτου τοιαῦτα περὶ ἡμᾶς, οἷα φή- μην ἂν ποιήσαι, κωλύει δὲ οὐδὲν καὶ παρ’ ἐμοῦ λεχθῆναι.
οὗτος γενόμενος ἐξ ἐνδόξων, τὴν γὰρ δὴ μεγίστην ἦρξεν
ἀρχὴν ὁ πατὴρ αὐτοῦ, καὶ φοιτήσας ἐπὶ λόγοις οὐ παρὰ
ποιῶν ὑμῶν τε τῶν τὰ ἡμέτερα ἑλομένων οὐ χείρων τῶν τε ἐνταῦθα πολλῶν ἐφάνη βελτίων.
ἐπιτιμώντων δὲ ἐνίων αὐτῶ τὸ τὸν οὐ διδάσκαλον πρὸ τοῦ διδασκάλου ποιεῖσθαι τόδε φαυλότερον ἴφη πρὸ τοῦ βελτίονος τίθε- σθαι τῶν καλῶν ὑμῖν εἶναι δοκεῖ; τοιούτοις ἀπήντα
πρὸς αὐτοὺς λόγοις καὶ ὡς ἀδικοῖεν αὑτὸν σπλάγχνων, φασί, ποιοῦντες μὴ φαγεῖν.
ἔστι δὲ καὶ ὅλως ὁ νεανίσκος άγα- θός, οὐχ ἕτοιμος εἰς ὀργήν, βέβαιος εἰς φιλίαν, εἰδὼς ποιῆσαι τὸ ὄντα ἐλάττω τοῦ βοηθῆσαι γνωρίμοις. οὐ γὰρ ὅσον φύλλον ἀπ’ ἐλαίας, φασίν, ἀλλ’ ὅσοις ἄν τις γένοιτο πλούσιος, τοσού-
τῶν ἀφίσταται λύων ἀκαιρίαν ἑταίρων· φροντίζων δὲ ἐν οἷς δεῖ φροντίδος οὐ φεύγει τὰ φέροντα τῇ γνώμῃ τέρψιν. ὅστις δὲ αὐτῷ συγγένοιτο καὶ μικρά, κατέχεται τῇ τε πρᾳότητι καὶ χάριτι τῶν τρόπων.
μαθέτω δὴ διὰ σοῦ τῶν παρ’ ὑμῖν τοὺς σπουδαίους καὶ πρὸς τῷ μαθεῖν κτησάσθω διὰ σοῦ τοὺς
σπουδαίους συνήθεις. τὴν δὲ τῆς πορείας κοινωνίαν, ἣν
φξα΄.
Ἀρισταινέτῳ. (357)
Ἐγένετο καὶ Ἀρισταίνετος ἡμῖν εἷς τῶν πολλῶν ὁ πρό- τερον τῶν σοφῶν καὶ τὰς· ἐπιστολὰς πήχεσι καὶ σπιθαμῇ με- τρεῖ, κἂν μακρὰς μὴ λάβη, δεινὰ πέπονθε καὶ ἠδίκηται. ἐγὼ δέ σε ᾔδειν εἰδότα μέτρα τῶν λόγων εἶναι τὰ πράγματα· πάν-
τὼς δὲ ὁ τῶν λόγων νόμος καὶ τὸ τῶν ἐπιστολῶν περιλαμ- βάνει μέρος.
τότε οὖν συνέστελλέ μοι τὴν ἐπιστολὴν ὁ φέρων τὴν ἐπιστολὴν ἔχων ἀγγεῖλαί σοι τὰ ἡμέτερα ἀκριβῶς· εἰ δὲ ἐγὼ διηγούμην, ὑβρίζετο ἂν ὁ φέρων. ἀλλ’ οὐδὲ ἀγνὼς ἦν ὁ Γυμνάσιός σοι καὶ διδάσκειν σε δέον, ὅστις ἐκεῖνος,
ἔφυγον ὑπ’ ἀργίας τῆς περὶ τὰ γράμματα.
τίς οὖν ὁ τοῦ βεβήλου καιρὸς καὶ τοῦ τὰς θύρας ἀποκλείειν; ὁρᾷς, ὅπως ἐπέστελλες Στρατηγίῳ μακρὰ καὶ καλά, μήκους γὰρ
ὅπως δὲ ἡμῖν εἰς χεῖρας ἦλθεν ἃ πρὸς ἐκεῖνον ἔγραψας, ἄκουσον. ἀνέστρεψε μὲν ἐκ Χαλκηδό-
νος, ἐγὼ ἐγὼ δέ, τοῦτο δὴ τὸ εἰωθός, πρὸ τῆς πόλεως ὁ δὲ ἅμα τε ἐφίλησε καὶ γράμματα ἃ ἧκεν αὐτῷ παρὰ σοῦ, δώσειν μοι ταῦτα ἴφη.
καὶ ταῦτα ἐλέγετο σὺν φαιδρότητι σοί τε καὶ ἐμοὶ τιμὴν ἔχοντα, Νεβρίδιος δὲ ἠκροᾶτο σὺν ἐκείνω φερόμενος. ὡς οὖν οἴκαδε ἦλθον, αὐτοῦ δόντος
ἀνέγνων οὐ πλείω μᾶλλον ἢ καλλίω. ἐγὼ μὶν οὖν ἐπῄνουν, ὁ δὲ ἥδετο.
Ὀλυμπίῳ δὲ πολλῶν εἰδὼς χάριν, ὅτι σοι τὰ ὄντα ἀπήγγελκε καὶ τὴν μεθ’ ἡμῶν μοῖραν καὶ τοὺς ῥηγνυ- μένους δύο καὶ τοὺς πηδῶντας καὶ τοὺς κλάοντας οὐδὲ ἔστιν εἰπεῖν ὅσην ἡδονὴν ἔχω. καὶ σὺ δ’ ἂν ἔχοις εἰκότως, εἴ σοι
κέρδος τὸ μὴ περὶ τῶν ἐμῶν ἐξηπατῆσθαι πραγμάτων.
τῶν δὲ ἐμῶν λόγων ἐρᾶν μὲν ἐγνωκώς, τιμὴν δὲ οὐ διδοὺς ἀδι-
φξβ΄.
Τῷ αὐτῷ. (357)
Πρέποντά γε εἰς τὸν καλὸν Σπεκτάτον ᾄδεις, καὶ τοῖς
γε εἰς ἐκεῖνον ἐπαίνοις τὸ γένος ἡμῶν ἴσθι κοσμῶν. τὴν τι- μὴν δέ, ᾐ σε τιμᾷ βασιλεύς, σὺ μὲν ἐσίγησας, ὁ δὲ ἐμήνυσεν. ἔφη γὰρ τῷ διδόντι μᾶλλον ἢ τῷ λαβόντι συνησθῆναι. οὕτως ὁ τι ἄν τις περὶ σὲ σπουδάσῃ, τούτῳ πρῶτον εὖ πεποίηκεν αὑτόν.
τὸ δὲ ὀκνεῖν τε καὶ μένειν καὶ μὴ κινεῖσθαι ἐθέ-
λειν ἥκιστα μὲν καλόν, τοῦ δὲ σοῦ τρόπου· ὥστ’ οὐκ ἐδεήθην ὅ τι ποιεῖν ἔγνωκας ἐρωτᾶν, ἀλλ’ εἶπον φθάσας ὃ ποιήσεις.
δεῖ δέ σε τὴν ἀργίαν ἐκδύντα μικροῖς πόνοις μεγάλην κτήσασθαι ῥᾳστώνην, ἄλλως θ’ ὅτε πορεύσῃ παρ’ ἄνδρα τὰ πάντα πρῶτον καὶ ᾧ κοινωνῆσαι πραγμάτων ἔχει τι δόξης.
ἀλλ’ ὑπὲρ τούτου μὲν σαυτῷ διαλέξῃ· Πελάγιον δὲ του τονὶ γνοὺς ἐγνωκὼς ἔσῃ τὸν ἡμερώτατον Σύροις. ἐπαινῶ δὲ ἐντεῦθεν αὐτόν, οὐχ ὡς οὐκ ἔχοντα καὶ γένος, ἐπεὶ καὶ λό- γους καὶ δύναμιν ἐν πόλει καὶ τἄλλα οἷς ἄν τις εἴη λαμπρός,
δεήσῃ δὲ οὐ πολλῶν μηνῶν εἰς τὸ ταὐτὰ ψηφίσα- σθαι περὶ τοῦ ἀνδρός, ἀλλ’ ἢν συμμίξας ἀκούσῃς τε φθεγγο-
μένου καὶ αἰδούμενον ἴδῃς, ἀεὶ γὰρ τοῦτο ποιεῖ, τὸν μὲν ὅτι τοιοῦτός ἐστι θαυμάσῃ τοὺς δὲ ἔχοντας αὐτὸν εὐδαίμονας ἡγήσῃ.
φξγ΄.
Ἀνατολίῳ. (357)
Εἰ καὶ μή, ὅτε ἐβουλόμην, ἔτυχον ὧν ἐπεθύμουν, ἀλλ ὧν γε ἐπεθύμουν ἔτυχον. γράμματα γὰρ σὰ πάλαι μὲν εἶχον ἂν εἰκότως, ὀψὲ δὲ ἔχω. καί με ἔπαυσας λυπούμενον, ὃν μὴ λυπηθῆναι τὴν ἀρχὴν σὺ ἦσθα κύριος.
ἐξεῦρες δέ πως καὶ τούτου παραμυθίαν. ὁ γὰρ ταχέως οὐ δεδωκὼς ἔδωκας
τῇ βραδυτῆτι τὴν ἀπὸ τοῦ φέροντος χάριν. Σπεκτάτος γὰρ ἦν, οὗ μεῖζον ἐμοὶ μὲν οὐδὲν ἢ σύ, σοὶ δὲ ἴσως οὐδέν.
ἴσθι δέ με τῆς Παλαιστίνης ἄρχοντα πεποιηκὼς πέμψας ἐκεῖσε Κλημάτιον, καὶ οἷς Ἀρισταίνετος ἐκοσμήθη, ταῦτα εἰς ἡμᾶς γεγενῆσθαι. πρόσθες δὴ ταῖς εἰς αὐτὸν τιμαῖς, καίτοι
δέδοικα μὴ δόξη λέγειν μᾶλλον ἢ πράττειν ἀμείνων εἶναι.
περὶ δὲ τῆς ἰσχύος τῶν νόμων, ἣν ἀπέδωκας αὐτοῖς, καὶ τῶν φόβων, οἷς ἀδικεῖν κωλύεις, οἱ μὲν ἄλλοι φρονοῦσιν οὕτως, ὡς τὸ λίαν ἀκριβὲς ταχύ σε τὸ ἄρχειν ἀφαιρήσεται, ἐμοὶ δὲ μάλιστα μὲν τοῦτο φαίνεται μακροτέραν ποιεῖν σοι τὴν ἀρχὴν οὐ λανθανούσης τῆς ὠφελείας. εἰ δ’ οὖν καὶ ἄλ-
λῶς ἐκβαίνοι, σοί γε οὐκ ἀποστατέον τοῦ καλοῦ. μὴ γὰρ ὅπως ἄρξαις πλείω χρόνον ὧν ἄρχεις, γένοιο κακός.
ἀλλ εἰς μὲν τοῦτο συμβούλων οὐδέν σοι δεῖ, ΠΛάγιον δὲ τοῦτον οἶσθά που· Σύρων γὰρ τοὺς ἀγαθοὺς οὐκ ἀγνοεῖς. εἰδὼς δὲ ἀγαθὸν ὄψει τε ἡδέως καὶ παραπέμψεις εὐμενῶς ἄνδρα ὑπὸ
τῶν πολιτῶν ἐπαινούμενον, ὅσοι τε καταδεεῖς καὶ οἷς ἐστι περιουσία διὰ τὴν ἐπιείκειαν. οὕτω καίτοι πράττων ἑτέρων ἄμεινον ἐξέφυγε τοῦ Φθόνου τὸ βέλος.
ἐμοὶ δὲ πάλαι μὲν συμφοιτητής, ἀεὶ δὲ φίλος. τοῦτο δὲ ὅσον ἐστὶ παρὰ σοί, μαθέτω.
φξδ΄.
Κρήσκεντι. (357)
Θαῦμά σοί που τῶν πάνυ θαυμάτων τὸ τοῖς μὲν ἄλλοις παρ’ ἡμῶν τὸν Λητόιον φέρειν ἐπιστολάς, σοὶ δὲ μόνῳ μὴ
μετὰ μὲν γὰρ τῶν ἄλλων ἣν ἐγεγράφειν πρὸς σὲ ἐπιστολήν, ἡτοίμαστο, πορευόμενος δὲ παρὰ τὸν Λητόιον ἐκέ- λευσα τὸν οἰκέτην κομίζειν τὰ γράμματα, πολλῶν δὲ πραγμά-
τῶν ὄντων ἐπ’ αὐτῆς τῆς ἐξόδου τῷ πρεσβευτῇ δίδωσιν οὑμὸς παῖς τῷ ’κείνου. καὶ πάντα ᾠόμην δεδόσθαι. κειμένην δὲ ὁρῶ τὴν ἐπιστολὴν καὶ ἀνέκραγον καὶ κολάζω τὸν οἰκέτην.
εἶτ’ εὐθὺς ἡ Τύχη με παραμυθεῖται πρεσβευτὴν ἕτερον δοῦσα καὶ χρηστὸν ὥσπερ ἐκεῖνον καὶ φίλον ἀμφοῖν. μόλις
ἂν οἷς ἐνῆν εἰπεῖν ἤρκουν, σὺ δὲ κἂν ἄλλον ὑπὲρ αὐτοῦ δι- δάξαις, ὥστ᾿ οὐδὲν ἂν δέοι πρὸς σὲ μηκύνειν.
φξε΄.
Φουρτουνατιανῷ. (357)
Ἐμὸν τὸ γράμμα καὶ παλαιὸν καὶ πρὸς παιδιὰν γραφέν.
ἔτυχον μὲν γάρ σοι πέμψας ἐπιστολὴν ἀπὸ τῶν τόπων ὧν ἄσμενος ἀπηλλάγην, ἡ δὲ εἰς ἄλλων ἐλθοῦσα χεῖρας ἐκείνους πρὸς σὲ περὶ τῶν πρὸς σὲ γραφέντων ἐποίει λέγειν. σοὶ δ’ ἄτοπόν τι τοῦτο ἐφαίνετο καὶ γράφων ἐθαύμαζες, ὅ τι τὸ πρᾶγμα εἴη.
καί σε προσπαίζων ἔγραψα ταῦτα ἃ νυνὶ φὴς
εὑρεῖν. ἃ σπουδῇ νομίσας εἰρῆσθαι δόξης μὲν ἥμαρτες, ἐμοὶ δὲ λυσιτελούντως διὰ γάρ τοι πολλῶν καὶ καλῶν ἠγωνίσω
τὸν δὲ Κύριλλον πάλαι παῖδα νομίζων ἐμαυτοῦ νῦν ἤδη καὶ μειζόνως. παρὰ σοῦ γὰρ ἥκει μοι νῦν τοῦ πάππου τιμιώτερος.
φξς΄.
Ὀλυμπίῳ. (357)
Ἀλλ᾿ εἰ καὶ βραδέως, ὑπηρέτηκά γέ σοι, καὶ λαβὼν τὰ Κέλσου δοκίμαζε. δοκεῖς γὰρ ἐπὶ βασάνῳ μοι μᾶλλον ἢ τοῦ τι μαθεῖν ἐκεῖθεν ἐθελῆσαι λαβεῖν. οὐχ οὕτω σοι μικρὸν <τὸ> περὶ τὴν γλῶτταν ἐκείνην.
βραχὺ δ’ ἐφρόντισας τῆς
ἀποκρίσεως, ἣν ἡ κλῆσις ἥν γε ἐκάλουν ἀπῄτει· χρῆν γὰρ ὡς ἥξεις εἰπόντα δοῦναι χάριν ἢ μένειν ἐγνωκότα, δι’ ὅ τι μένειν ἐπῆλθεν, εἰπεῖν. σὺ δ’ οὐδέτερον πεποίηκας.
ἀλλά μοι φαίνῃ μετεωριζόμενος ὑπὸ τοῦ τῆς Ῥώμης μεγέθους τῶν τε ἄλλων πόλεων καὶ τῶν ἐν αὐταῖς φίλων καταφρονεῖν, ἄλλως
θ’ ὅτε καὶ λαμπροτέρα νῦν δὴ γεγένηται τῷ βασιλέως ἔρωτι. τοῦτον γὰρ εὐδαιμονίσαι τις ἂν τῆς θέας, ἐκείνη <δὲ> τοῦτο
τοῦ δ’ οὖν σε καλεῖν οὐ παύσομαι νομίζων ἐμοί τε καλῶς ἕξειν, εἰ παρείης, σοί τε οὐ χεῖρον. περὶ δὲ τῶν ἀγώνων, οὓς εἰκὸς πεποιῆσθαι τοὺς σο- φιστάς, ὅσοι τε ἐπῆλθον καὶ οἱ πάλαι τὴν πόλιν οἰκοῦσι, πολ-
λοὶ μὲν ἀγγελοῦσι, σοῦ δ’ ἀμείνων οὐκ ἄν μοι γένοιτο μηνυ- τής. τό τε γὰρ ἀκριβὲς διασώσεις καὶ χάρις ἡ σοὶ συνήθης ἐπέσται τοῖς γράμμασιν.
φξζ΄.
Μελινιανῷ. (357)
Ὤιμην σε νῦν μᾶλλον ἔσεσθαι σὺν ἡμῖν, ἐπειδὴ σαυτοῦ κατέστης κύριος· σὺ δ’ ἔοικας μᾶλλον αὐτόθι μένειν, ἐπειδὴ πολλῶν ἐγένου κύριος. καίτοι σοι καὶ πλῆθος οἰκετῶν κἀν τοῖς πολλοῖς εἰσί τινες, οἷς καὶ βουλομένῳ τοὺς φίλους ἰδεῖν ἦν περὶ τῶν ὄντων θαρρεῖν
ἀλλ’, οἶμαι, τοῦ φιλεῖν μὲν
εἶναι ἐπιστήμων ἔλεγες, ἦσθα δὲ οὐ πάνυ, ὃς καὶ τὸν ἄνθρω- πον, ὃς ὑμέτερος ὢν ἡμετέρᾳ συνῴκησε δούλῃ, παρὼν μὲν οὐκ ἀπέσπασας, ἐλθόντα δὲ κατέχεις, μᾶλλον δέ, εἴτ’ ἄκοντα κατέχεις, ἀδικεῖς, εἴθ’ ἑκόντα καθήμενον οὐκ ἐξελαύνεις, ἀδι- κεῖς.
ἀλλ’ ἐκεῖνος ἡμῖν μὴ γένοιτο δυσχεροῦς τινος ἀρχή.
τοὺς δὲ παῖδας ἥκοντας, ὅπως ἐκεῖθεν ἄγοιεν ξύλα, ποίησον μαθεῖν, ὅσον σὺ τοῦ πατρὸς ἀμείνων τῇ δυνάμει μὲν ἐκεί- νου, τῷ σαυτοῦ δὲ χρησάμενος τρόπῳ.
φξη΄.
Γαίῳ. (357)
Ἐπέμψαμεν τοὺς οἰκέτας ὡς ὑμᾶς ὠνησομένους ξύλα. δεῖ δὲ αὐτοῖς ἐν γῇ ξένῃ βοηθὸν γενέσθαι τινὰ τῶν αὐτόθι δυνατῶν, ὅπως εἰδῶσιν οἱ πωλοῦντες ὡς, ἢν ἀδικῶσιν, ὁ
κωλύσων ἔσται.
σοὶ δὴ καὶ δύναμις δικαία καὶ φιλία πρὸς ἡμᾶς. καὶ ὡς ἐμνήσθην ὅτι Γαΐῳ χρηστέον συμμάχῳ, ἥσθη τε ὁ παῖς καὶ ἐβόησεν ὡς ὃν ἐχρῆν εὗρον. ἐφαίνετο οὖν καὶ πάλαι σου τετυχηκέναι, καὶ ὡς ἠρόμην ὡμολόγησεν. εἰ οὖν ἀπαράκλητος πρότερον ὠφέλεις, τί νῦν ἐπὶ τοῖς γράμμασιν οὐ
δράσεις;
φξθ΄.
Ἱεροκλεῖ. (357)
Ἐφ᾿ οἷς ἐξῆλθεν Ἰάμβλιχος, αὐτὸς ἐρεῖ σοι. σὺ δὲ δο- κιμάσας τὴν γνώμην ἢ χρηστὴν εὑρὼν ἐπικούρησον ἢ μὴ
τοιαύτην κίνησον· ὡς ὅ τι ἂν γνῷς, τοῦτο ἱστᾶι κύριον παρὰ τὰ νῦν δεδογμένα. δύο γὰρ ὁ νεανίσκος πέπεισται, φρένας τε ἀγαθὰς εἶναί σοι καὶ πρὸς αὑτὸν εὔνοιαν. ἐξ ὧν ἀμφο- τέρων ἰσχυρὸν ἔσται τοῦθ’ ὅ τι ἂν ἡγῇ συμφέρειν.
Καλύ- κιος δὲ τὸ μὲν ὧν ἐκέλευες ποιεῖ, τὸ δ’ οὐκ ἴσχε ποιῆσαι.
τῶν μὲν γὰρ Πλάτωνος ἧπται, τῶν δ’ ἡμετέρων οὐκ ἔπεμψε
φο΄.
Μαξίμῳ (357)
Σοί τε ἔπρεπεν Ἱμερίῳ φίλον εἶναι καὶ οἱ παῖδες ὑμῶν εὖ ποιοῦντες τὰ ὑμέτερα μιμοῦνται. αἰδεῖται μὲν τοῦτον ὁ σὸς υἱός, οὗτος δὲ ἐκεῖνον ἐπαινεῖ καὶ συγχαίρει δόξαν τε ἀγαθὴν ὁρῶν ἔχοντα καὶ παρ’ ἡμῶν πρόνοιαν, ἓν δὲ αἰτιᾶται
μόνον, ὅτι πολλὰ τοῦδε διδόντος μικρὰ λαμβάνειν ἐθέλει.
σὺ τοίνυν ἐπαίνει τοῦ μὲν τὴν φιλοτιμίαν, τοῦ δὲ τὸ αἰ- δεῖσθαι.
φοα΄.
Ἀρισταινέτῳ. (357)
Τὸν Ἱμερίου μὲν υἱόν, Σωπάτρου δὲ ἀδελφιδοῦν, Ἰαμ- βλίχῳ δὲ ὁμώνυμον, ἐμὸν δὲ καὶ συγγενῆ καὶ φίλον ἔχων εὐθὺς ἡγοῦ καὶ σαυτοῦ φίλον καὶ μὴ κατὰ βραχὺ συγκεράννυ τῷ νεανίσκῳ σαυτόν, ἀλλ’ ἐπὶ τοῖς γράμμασιν ἀναπέτασον αὐτῷ πάντα τὰ πράγματα μὴ τῇ ἡλικίᾳ κρίνων τὸν τρόπον,
ἀπὸ δὲ τοῦ τρόπου τὸν νέον τιθεὶς εἰς γέροντας.
οὗτος
κληρονομήσας δὲ πατρῴας οὐσίας καὶ φίλων τὸ μὲν τῶν
φίλων ηὔξησε μέρος, τὸ δὲ ἐκείνης οὐκ ἠξίωσεν, ἀλλ᾿ ἐπαι- νῶν Εὐριπίδην λέγοντα τοῦν ἔχοντος εἶναι φίλον πρίασθαι χρημάτων πολλῶν σαφῆ, τοῦτο τὸ κτῆμα κτώμενος ἀναλίσκει τῶν ὄντων.
ἀκούσας δέ, τίς μὲν αὐτὸν ὁ καλῶν, ἐφ’ ὃ δὲ καλούμενος τίνι γνώμῃ πορεύεται, θαυμάσῃ μὲν αὐτοῦ τὸ μὴ
θαυμάσαι πλοῦτον, ἐπαινέσῃ δὲ τὴν σοφίαν, ᾗ πειρᾶται δια- φεύγειν ἃ μὴ μομίζει καλά, μακάριον δὲ ἡγήσῃ τῆς περὶ τὰ θεὶα κρίσεως.
ξενίσας οὖν τὴν γενναίαν φύσιν καὶ συνευ- ξάμενος αὐτῷ λυθῆναι πέμπε ἐπ’ Ἰταλίας, μᾶλλον δὲ ἐπὶ Συρίας.
φοβ΄.
Γυμνασίῳ. (357)
Οὐκ ἠχθέσθην τῆς ἐκ βασιλέως τροφῆς ἐπ’ ἄλλους μετα- στάσης. ἴδει γάρ με τελέως ἐκεῖθεν λελύσθαι· τοῦτο δὲ ὑπῆρξε
τῇ τῆς τροφῆς μεταστάσει.
τὸν μὲν οὖν ἀφελόμενον εὐερ- γέτην ἡγοῦμαι, περὶ δὲ τῶν χρημάτων, ἃ τὸν πρὸ τοῦ χρόνον οἱ λαβόντες οὐκ ἀπέδωκαν, εἶπον πρὸς τὸν ἄρχοντα καὶ προσ- θεὶς ὡς τῷ καταφρονεῖσθαι πλέον ἀλγοίην ἢ τῇ ζημίᾳ, μά- την ἔλεγον· ἀπεκρίνατο μὲν γὰρ οὐδέν, δῆλος δὲ ἦν τοὺς μὲν
ἀποστεροῦντας οὐκ αἰτιώμενος, τοῖς δὲ ἀπαιτοῦσι μεμφόμενος
ἀλλ’ ἐκεῖνος μὲν ἔστω τῶν ἀδικούντων, Ἰάμβλιχον δέ, ὃν ἐθαύμαζες παρ’ ἡμῖν, ἡδέως ὄψει παρ’ ὑμῖν καὶ διδάξεις γε τὴν Μεγάλην πόλιν, τίς τε καὶ ἐκ τίνων ἁνὴρ καὶ ὡς ἄξιος τιμῆς Ἑλλήνων παισίν. ἀμφοτέροις γὰρ τοῦτο κόσμος, τῷ
μὲν ὑπὸ τῆς σῆς ἐπαινεῖσθαι φωνῆς, σοὶ δὲ τὸν τοιοῦτον ἐπαινεῖν.
φογ΄.
Σιλανῷ. (357)
Ἐπῄνεσα Σπεκτάτον τῶν εἰς σέ, μᾶλλον δὲ τῶν εἰς
τὰ γὰρ εἰς σὲ ταῦτ’ εἰς ἐμαυτὸν ἡγούμην τε καὶ ἔλεγον πε- πρᾶχθαι. συνήσθην δὲ αὐτῷ μικρὰ μὲν πεποιηκέναι λέγοντι, μείζω δὲ ὑπισχνουμένῳ. δῆλον δὲ ὅτι καὶ τὰ μείζω ποιήσας μικρὰ κἀκεῖνα πρὸς τὰ μέλλοντα φήσει.
Ἰαμβλίχου δὲ τὸν
ρασχεῖν ἀγαθόν. λέγειν δὲ εἰδώς, ἔστι γὰρ ῥήτωρ, οἶδε καὶ σιγᾶν, οὗ σιγὴ βελτίων.
οὗτος ἂν μὴ μαθών σε διαδράμῃ τὴν πόλιν, ἀμφοτέροις αὕτη ζημία, τῷ μὲν οὐ μετασχόντι τῆς σῆς σοφίας, σοὶ δὲ οὐ μεταδόντι τῆς αὑτοῦ σοφίας, ᾧ μάλιστα χρῆν. ἀλλ’ ἀγαθῇ τῇ τύχῃ χρήσασθε τοῖς ἀλλήλων ἀγαθοῖς.
φοδ΄.
Ἀνατολίῳ. (357)
Μετὰ δακρύων Ἰάμβλιχος ἐξῄει παρ’ ἡμῶν ἆρά ποτε τὴν ἑῴαν ὄψομαι; λέγων. καὶ πάνυ γε ἔφην· ἐν Ἰλλυ- ριοῖς αὐτίκα μάλα τῶν τῆς ἑῴας ὄψει τὸ κάλλιστον.
ὁ δὲ ἅτε ὢν ὀξὺς καὶ τῆς οἰκίας ἐκείνης, ἣ διήνεγκε τῷ φρο- νεῖν, εἶδεν ὃ λέγω καὶ τῶν δακρύων ἐπαύσατο ταῖς ἐνταῦθα πόλεσιν ἀντιτιθεὶς ἕνα, δι’ ὃν αἱ τῇδε πόλεις ἐν δόξῃ.
εὐθὺς
λόγον δὲ περὶ ἡμῶν ἀπαιτῶν ὄψει μὲν αὐτὸν ἐν τῇ διηγήσει τὰ σὰ
μιμούμενον εἰς ἐμέ, τοῦτο δὲ αἰσθόμενος παῖδα σαυτοῦ νο- μιεῖς· τοιοῦτον γὰρ δὴ τὸ σὸν περὶ τὸν πρόθυμον εἰς ἐμέ.
τὰ μὲν οὖν ἄλλα οὗτος ἐρεῖ, λόγων πλῆθος, ἴσως δέ τι καὶ κάλλος, νέων πλῆθος καὶ περὶ τοὺς νέους πόνους, νέους πόνων ἐραστάς, φίλους πολλούς τε καὶ φαιδρούς, ἐχθροὺς οὐ
πολλοὺς καὶ ταπεινούς.
ὃ δὲ οὗτος μὲν οὐκ ἐρεῖ, σεσιγῆ- σθαι δὲ οὐ καλόν, δεσπότην με τῶν αὑτοῦ μεθ’ αὑτοῦ πε- ποίηται τὴν συγγένειαν αἰδούμενος. ταὐτὸ δ’ ἂν οἶμαι ποιῆσαι καὶ πρὸς ἄλλον οὐ συγγενῆ μέν, ἀγαθὸν δέ.
φοε΄.
Θεμιστίῳ. (357)
Ὁ μὲν δαίμων οὐ καλῶς ὑπὲρ τῶν σῶν ἐβουλεύσατο, σὺ δέ, οἶμαι, καλῶς. ὁ μὲν γὰρ ἀφῄρηταί σε Θεμίστιον, ὃν ἐγώ ποτε ταῖς Ἰσοκράτους παραινέσεσιν ἔθρεψα· σὲ δὲ οὐ κατέ- κλυσεν ἡ συμφορά, μένεις δὲ ἐν τοῖς φιλοσοφίας νόμοις ἀνδρίᾳ
ἔστι δέ, οἶμαι, τοῦ μέχρι νῦν ἐνηνοχότος τὸ κακὸν τὸ μὴ γενέσθαι μετὰ ταῦτα πρὸς τὸ πά- θος μαλακόν. αἰσχρὸν γὰρ εὐθὺς οὐ προαχθέντα προἰόντος ἐνδοῦναι τοῦ χρόνου.
τὸν δ’ Ἰάμβλιχον ἔγνως μὲν ἐλθὼν ὡς ἡμᾶς ἀγαθόν, εὖ ποίει δὲ νῦν ὡς ἄνδρα ἀγαθόν. μεγίστη
δὲ εὐεργεσία φίλον τε σαυτοῦ νομίσαι καὶ δεῖξαι τοῖς ἄλλοις, ὅτι αὐτὸν ἡγοῖο φίλον. πάντως δὲ τὸν ἐξ ἐκείνων παρὰ σοὶ δεῖ κεκρίσθαι τίμιον, τὸν ἐκ τῶν φιλοσόφων παρὰ τῷ φιλο- σοφοῦντι.
αὐτὸς μὲν οὖν ταῖς τῶν πατέρων ἀρεταῖς σε- μνύνεται, μεῖζον δέ ἐστιν αὐτῷ τοῦ φῦναι ἐκ τοιούτων τὸ γε-
νέσθαι τούτων ἄξιον. καὶ γὰρ εἰ μὴ λόγων ὅσων ἐπεθύμει μετέσχεν ὀρφανίᾳ κωλυθείς, ἥ γε φύσις καὶ τὸ τῶν ἠθῶν γενναῖον φιλοσοφίᾳ πρέποντα.
φος΄.
Βαρβατίωνι. (357)
Ἅπαν ἡμῶν τὸ γένος διὰ σοῦ καὶ κτᾶταί τι χρηστὸν καὶ διαφεύγει κακόν. Ἰάμβλιχος δὲ ἡμῶν ἐν τῷ γένει κατὰ Πίνδαρον ἀστὴρ ἀρίζηλος, σώφρων, ἐπιεικής, εἰδὼς αἰδεῖ- σθαι, λόγων ἐπιθυμητής, χρημάτων κρείττων, οὐκ εἰδώς, ἢν εὖ πάθῃ, τῆς μνήμης ἐκβαλεῖν τὴν χάριν· ὥστε, εἰ πάντα
αὐτῷ γένοιο, περὶ τὸν ἄριστον ἡμῶν ἔσῃ πρόθυμος.
καὶ ταῦτα ἐγὼ γράφω νῦν, οὐχ ὅπως ἄρξῃ τὸν νεανίσκον ὠφελεῖν,
φοζ΄.
Ὀλυμπίῳ καὶ Ἰοβίνῳ. (357)
Ταύτην τὴν ἐπιστολὴν οὐκ αὐτὸς ἐδεήθην Ἰαμβλίχου κομίζειν ὑμῖν, ἀλλ’ αὐτὸς ἐδεήθη μου πέμπειν ὑμῖν. ὡς γὰρ ἀπαίρειν μέλλων κελεύσας ἐπιστεῖλαι τοῖς φίλοις εἶχε πειθό- μενον.
τῶν μὲν <οὖν> ἄλλων οὐδενὸς ὀνομαστὶ πρὸς
ἐμνήσθη, τὸν Ὀλύμπιον δὲ καὶ τὸν ἀδελφὸν εἰπὼν τοὺς φιλο- μούσους, εἰ τούτοις ἔφη φέροιμι γράμματα, πάντα ἕξει μοι καλῶς.
τρεῖς οὖν εἶχον ἡδονὴν ἀφορμάς, τὸ ὑμᾶς ἐν τούτῳ δόξης εἶναι τό τε ἐμοὶ φίλους μὲν ὑμᾶς εἶναι τοὺς ἀγαθούς, συγγενῆ δὲ τοῦτον καὶ φίλον τὸν οὐκ ἀγνοοῦντα
τοὺς ἀγαθούς.
φοη΄.
Ἀνατολίῳ. (357)
Σή τοι σαφῶς ἡ ἐπιστολή, ὥστε, εἰ καὶ τοὔνομα τοῦ πέμψαντος μὴ ἐνεγέγραπτο, πάντως ἂν εὗρον ἐκ τῶν ἐπεσταλ- 20 μένων τὸν γεγραφότα. σύ τε γὰρ ὑβριστὴς ἥ τε ἐπιστολὴ πολὺ
ὡς δὲ οὐδὲν ὑγιὲς ἐπέσταλκας, ἐπιδείξω. πρῶτον μὲν γὰρ ἔφης διὰ τοῦτό μοι μόνῳ τῶν πάντων οὐ γράψαι τὸ θυμωθέντα με πλῆξαί σε λόγοις. τοῦτο δὲ οὐκ ἦν εὐθὺς ἀναγκαῖον τῷ μὴ λαβόντι
ποιεῖν, ἀλλ᾿ εἶχε λόγον καὶ οὐκ ἢν ἔξω τῶν εἰκότων τὸ τῷ μὴ λαβεῖν ἀλγήσαντα σιγῆσαι. μὴ γάρ, εἰ ἐπέστειλα πρᾴως ἐνεγκὼν τὸ παρεωρᾶσθαι, σκόπει, ἀλλ᾿ ὅτι τῷ μὲν ἠμελημένῳ τὸ λυπηθῆναι, τῇ λύπῃ δὲ ἠκολούθησεν ἂν οὐκ ἀλόγως ἡ σιγή.
τούτῳ μὲν οὖν ἐξηλέγχθης τῷ λόγῳ καὶ μάλα λαμπρῶς·
κόλακα δέ με προσειπὼν σαυτὸν ἀποφαίνεις κόλακος. ἐραστήν. εἰ γὰρ τὸ κολακεύειν κακόν, τοῦτο δὲ ἐν ἐμοί, σὺ δὲ ἐμὲ πρὸ τῶν πολλῶν ποιῇ, πονηροῦ τινος ἐρᾶν ὁμολογεῖς. καὶ εἰ τοῦτό γε ἀληθές, ὅτι πονηρὸς ὅστις χαίρει τούτοις οἷς οὐκ ἔοικε, πονηρὸς ἡμῖν ὁ σεμνὸς ὕπαρχος ἀναφαίνεται.
θαυμάζω δὲ εἰ σὺ μέν, ὅπως λάβοις τὴν ἀρχήν, οὐκ ἐκολάκευσας, ἐγὼ δὲ οὐδὲν δεόμενος οὔτ᾿ ἄρχειν οὔτε παρ᾿ ὑμῶν πλουτεῖν ἐμαυτὸν κατῄσχυνον, ὅς, ὅπως μὴ γενοίμην κόλαξ, πένης ἐδεξάμην εἶναι· ὡς κολακεύειν γε ἐπισταμένῳ πολὺς ἂν εἴργαστο πλοῦτος. νῦν δ᾿ ἴσον ἀπέχομεν εὐπορίας καὶ κολακείας
καὶ οὐκ ἄχθομαι τῷ μὴ πλουτεῖν, ἀλλὰ φιλοτιμοῦμαι τῷ μὴ δουλεύειν.
ἐγὼ μὲν οὖν ταῦτα λέγω φεύγειν, ἃ δὴ
ἐξαπατῶν.
ἀλλ’ οὐδὲ ἐκεῖνο καλῶς δρᾷς ἀπατᾶν ἐπιχειρῶν ὃν οὐκ ἔχεις ἁρπάσαι. εἰ γὰρ ἐγὼ Φαιδρὸν ἀγνοῶ, καὶ τὴν μητέρα ἀγνοῶ. εἶτά μοι παρακελεύῃ τὸ ἐπαινεῖν ἀφέντα ἔχεσθαι τοῦ ἐγκαλεῖν.
εἰ μὲν οὖν οὐδὲν ἀδικοῦντι πείθεις ἐγκαλεῖν, οὐδὲν ἕτερον ποιεῖς ἢ συκοφαντεῖν· εἰ δ’ ὡς ἀληθῶς
ἀδικοῦντι, σαυτὸν πεῖσον μὴ ἀδικεῖν μᾶλλον ἢ ἡμᾶς ἐγκα- λεῖν. πολὺ γὰρ βέλτιον καθαρεύειν ὑποψίας ἢ ταύτῃ χρώμε- νον ζητεῖν, ὅστις κατηγορήσει τοῦ πράγματος.
ἀλλ’ ἐπαι- νῶ τοὺς οὐκ ἀγαθοὺς ἐν ἴσῳ τοῖς ἀγαθοῖς καὶ διὰ τοῦτο φεύγεις τοὺς παρ᾿ ἡμῶν ἐπαίνους. ἀλλὰ μάλιστα
μὲν ἐκεῖνος ἐπῃνέθη, πολλοὶ δὲ παντελῆ μὲν οὐκ ἔσχον τὴν ἀρετήν, ‘ὲν δέ τι μόριον, ὃ μὴ τιμᾶν ἐπαίνοις ἄδικον. εἰ δ οὑν τις καὶ τῶν φαυλοτέρων ἐπῃνέθη, τέχνῃ πρὸς ἀρετὴν Πλήθη. θαυμαζόμενος γὰρ ἀπὸ τῶν οὐκ ὄντων ὡς ὄντων
σὺ δὲ χαλεπός τις εἶ καὶ τοὺς καθεύδοντας καὶ τοὺς ἐγρηγορότας κακίζων. καίτοι εἰ μὲν Δάρδανος ἠδίκει κοιμώμενος, ὁ μὴ κοιμώμενος ἔξω μέμψεως· εἰ δὲ τὴν ἀγρυπνίαν τούτου ψέγεις, τί μὴ τὸν ὕπνον ἐπαινεῖς ἐκείνου; ἀλλ’ οὔτ’ ἐκεῖνος ἠδίκει κοιμώμενος
μεθ’ ἡμέραν ἀπὸ τῶν ἐν νυκτὶ φροντισμάτων οὗτός τε κρα- τῶν ὕπνου στεφάνων, οὐκ αἰτίας ἄξιος.
ὁρᾷς ὡς οὐκ ἐμὲ τὸ πλουτεῖν, ἴστω γάρ, ἀπέφηνε χείρω, σὺ δ’ ὑπὸ τῆς ἐξουσίας ἐπήρθης συκοφαντεῖν. παραινῶ δή σοι τούτου μὲν ἀποστῆναι, τοῦ δ’ ἀκριβῶς ἐπιμελεῖσθαι, τῆς ἀρχῆς ἔχεσθαι.
καίτοι τινὲς κατηγοροῦσί σου τὴν τοῦ Φοίνικος τραγῳ- δοῦντες πρᾶσιν καὶ ὅσοι περὶ τὰς δίκας οἴχονται φεύγοντες ὑπὸ τῶν ὑβρισμάτων. ἀλλ’ ἐγὼ τοὺς μὲν οὐδὲν λέγοντας δεικνύω, σοῦ δέ, ἢν μὴ παύση τοιαῦτα ποιῶν, φανοῦμαι κατήγορος.
φοθ΄.
Ἑορτίῳ. (357)
Ἔτι σοι γράφομεν ἀπόντι, χρῆν δέ σε εἶναι παρ’ ἡμῖν καὶ μὴ ταῖς ἐπιστολαῖς ὁρᾶν μόνον τοῦ παιδὸς τοὺς λόγους, ἀλλὰ πᾶσιν εἴδεσιν ὁπόσα λόγων.
πολλῶν δ’ ἂν ἐπριάμην
εἰδέναι σε τὸν παρ’ ἡμᾶς ἥκοντα Θεμίστιον· οὕτω γὰρ ἆν ἐθαύμασας ἐμέ τε τὸν μεταβαλόντα κἀκεῖνον τὸν μεταστάντα.
φπ΄.
Ἀρισταινέτῳ. (357)
Εἶχον μέν σε ἐλέγχειν ἐκείνως ἐπεσταλκότα καὶ οὐ τὸ μὴ πολλάκις λαβεῖν, ἀλλὰ τὸ μὴ μακρὰς αἰτιώμενον· ἕνα
μὴ πόλεμος ἐκ μικροῦ σπινθῆρος ἁφθῇ καὶ βάλλωμεν ἀλλή- λους γράμμασιν ἀντὶ τοῦ τέρπειν ἐπιστολαῖς, δεδόσθω σὲ μὲν τιμᾶν τὰ τῆς Λακεδαίμονος, ἐμὲ δὲ οὐκ ὀρθῶς ἐγκαλεῖν. καὶ νίκα τὴν νίκην ταύτην ἡττημένων ἡμῶν ἑκόντων.
βιβλία δὲ ὅτι μὲν ὑπέσχου μοι, ἐμὸν ἀναμνῆσαι, ὅτι δὲ οὐκ ἔδωκας,
σὸν εἰπεῖν. ὅτε γὰρ ἐν τῇ Μεγάλη πόλει τὴν νόσον τὴν με- γάλην διαφυγὼν ἀνεγίνωσκόν σοι λόγον, ἔπαινον τῆς Στρα- τηγίου θυγατρός, βιβλίον τι παλαιὸν εἰς κάλλος γεγραμμένον ἐθαυμάσαμεν ἰδόντες καὶ διελέχθημεν, ὡς ἦν ποτε κάλλος γραμμάτων, νῦν δὲ οὐκ ἔστιν.
ἐνιδὼν δή μοι σὺ τῶν
τοιούτων ἐπιθυμίαν ἔχειν ἔφης πολλὰ καὶ κτῆμα παππῷον καὶ πέμψειν ἀπὸ τῆς Νικαίας. εἶτα ἐγένου Φίλιππος ὑπισχνού- μενος Ἀθηναίοις. καὶ ἀγροὺς μὲν ὑπὲρ ἡμῶν ἄλλοις οἶσθα δοῦναι, βιβλία δὲ ἡμῖν οὐκ οἶσθα.
διὰ δή; λέγοις ἄν. ἢ κἀνταῦθα τὸν Φίλιππόν μοι καιρὸς εἰπεῖν· οὐ δίδωσιν
φπα΄.
Ὀλυμπίῳ. (357)
Τὸ μὲν προσπεσεῖν σοι πολλὰ λυπηρὰ μετὰ τὴν ἀρχὴν λέγων, αὐτὰ δὲ οἷς ἐλυπήθης οὐκ εἰπὼν πᾶν εἶδός με κακῶν ἠνάγκασας ἐννοεῖν, ὥστ’ οὐκ ἔστιν ἐφ’ ὅ τι δυσχερὲς τὴν
ψυχὴν οὐκ ἄγων ἀπεύχομαι μὲν μηδὲν εἶναι τούτων, φοβοῦμαι δὲ μὴ τούτων ἐνῇ τι.
εἰ μὲν οὖν ᾔδειν, καθ’ ὃ μέμφῃ τὸν δαίμονα, πρὸς τοῦτ’ ἂν ἐποιούμην τὸν λόγον ἐπεὶ δὲ ἁπλῶς ὡς εἴης ἐν χαλεποῖς ἀκήκοα, παραινῶ σοι παντὸς ἀνδρειότε- ρον εἶναι κακοῦ τὸ πανταχοῦ λεγόμενον ἡγούμενος εὖ ἔχειν,
ὡς οὐκ ἔστιν ἴασις συμφοραῖς ἡ λύπη.
καλῶς δέ μοι δο- κεῖς καὶ τοῦτο βεβουλεῦσθαι, καταφυγεῖν εἰς Νικαίαν· παρα- μύθιον γὰρ οἷον οὐκ ἄλλο ζῆν σὺν Ἀρισταινέτῳ καὶ μορφὴν
χρῶ τοίνυν τῷ καλῶς εὑρημένῳ φαρμάκῳ. εἰ δὲ καὶ τὰ ἡμέτερα γράμματα φάρμακον, ἕξεις ἐπὶ τῷ προτέρῳ τὸ δεύτερον.
φπβ΄.
Ἀρισταινέτῳ. (357)
Καλή γε ἡ συνωρίς, σὺ καὶ Δομέτιος ὸ χρηστός. ζεύ- γνυσι δὲ ὑμᾶς ἡνίοχος ἀγαθὸς μίαν ψῆφον ὑπὲρ ἀμφοῖν θέμενος. ὁ γὰρ σὲ καλῶν ἐπὶ κοινωνίᾳ τῶν πόνων τοῦτον
οὗτος ἐπὶ τοῖς ἴσοις.
ἀλλὰ σὺ μὲν οὐδὲ μελετήσας καθῆ- σθαι μένεις, ὁ δὲ ἔρχεται κουφιῶν τὸν ἄρχοντα, μακάριος μέν, ὑφ’ οἴου κέκληται, ποιήσων δὲ κἀκεῖνον εὐδαίμονα τῇ παρ’ αὑτοῦ φορᾷ. ἔστι δὲ ἡ φορὰ νόμων ἐμπειρία, λόγων δεινότης, δικαιοσύνη τρόπων.
σὺ τοίνυν τῷ μὲν συνηδό-
μένος, οἷον λήψεται, τῷ παρ’ οἷον ἔρχεται, τὸν ἄνδρα ποιοῦ φίλον, ὥστε καὶ σοὶ συνησθῆναι τοῦ κτήματος.
φπγ΄.
Ἀνατολίῳ. (357)
Τέ χρή με ποιῆσαι; φῂς μὲν γὰρ αἰτιῶν ἐπιθυμεῖν, πράτ- τεις δὲ ἐπαίνων ἄξια. καὶ πρὸς μὲν τὸν ἐπαινοῦντα χαλεπὸς εἶ, ψέγειν δὲ οὐ δίδως.
τοῦτο τοίνυν πόσης εὐφημίας
οἴει κέκληται Δομέτιος ἐπὶ τῷ συνεφάψασθαι τῶν φροντί- δων ἀνὴρ ἄχρηστος ἄρχοντι πονηρῷ. καὶ πολλὰ μὲν ἔστι μοι λέγειν, εἰ λέγειν ἐθέλοιμι περὶ τῶν τοῦδε καλῶν· φοβοῦμαι δὲ μή σοι γένηται σκώμματος ἀφορμὴ τὸ πρὸς σὲ λέγειν, ἃ καλῶς εἰδὼς κέκληκας οὐ γὰρ ἀγνοῶν ἐκάλεις. ὅ. ἀλλ’ ἐκεῖνό
γε οὐκ οἶσθα· μάνθανε δή· λόγοις τοῖς μὲν ἄλλων ἐβοήθησε, τοὺς δὲ ἡμετέρους ἐθαύμασε, τὸ μὲν αἰδοῖ φιλίας ποιῶν, τὸ δὲ ἐπιστήμῃ λόγων, ὥσθ’ ἡμῖν αὐτὸν ἀμφοτέροις ἀγαθὸν φανῆναι τὴν μὲν οὐ κινήσαντα, τοὺς δὲ τιμήσαντα.
φπδ΄.
Εὐσεβίῳ. (357)
Οἱ παῖδές σου φύσεως τε ἀγαθῆς καὶ προθυμίας ἀμεί- νονος. ἤδη δέ τι καὶ δεῖγμα ἐξήνεγκαν νέων ἐχόντων ὦτα. ὅτι δὲ τοῦτ’ ἔστιν, ἐμοὶ μὲν ἀκριβῶς εἰπεῖν οὐ καλόν, ἐκείνοις
παρεὶς δὲ τὸ παρακαλεῖν ἡμᾶς ὑπὲρ αὐτῶν τιμῶντος ἔργον ἐποίησας τῇ σιγῇ μαρτυρήσας ὡς ἅπαν τὸ προσῆκον ἔχουσιν.
φπε΄.
Λαυρικίῳ. (357)
Σὺ μὲν ἐπῄνεις τοὺς ἐμοὺς λόγους, οἱ δ’ ἄλλοι τὴν σὴν εἰς λόγους ἐπιθυμίαν. οὐ τοίνυν ἡδέως ἠκροῶ, τούτῳ δὸς αἰτοῦντι χάριν. ἡ δὲ χάρις οὐκ ἔξω τῶν νόμων, ὥστε οὐκ ἀρνήσῃ.
Εὐσέβιος αὐτὸς μὲν ἐμοὶ συνεφοίτησεν, οἱ δὲ
τούτου παῖδες φοιτῶσιν εἰς ἐμέ. τούτους μὲν οὖν αὐτὸς εὑ ποιῶ διδοὺς ἃ παρ’ ἐμοῦ λάβοι τις ἄν· τῷ δὲ τούτων πατρὶ παρὰ σοῦ γένοιτ’ ἄν, εἰ βουληθείης, εὖ παθεῖν. ἔστι δὲ εὐερ- γεσία γνῶναι πάντας ὅτι αὐτὸν ἡμέτερον ἑταῖρον οἶσθα.
φπς΄.
Ἀρισταινέτῳ. (357)
Ἠισχύνθην οἷς ἔγραψας περὶ τῶν θηρίων· οὐ γὰρ ἐῴκεις ὅτι σοι μὴ χαρίσασθαι παρῆν ἡμῖν ἀνιωμένῳ, ποιου- μένῳ δὲ μᾶλλον τὴν ἀπορίαν παιδιάν. ἤδη δέ τις οὐδ’ ἀπο- ρεῖν σε ἔφη σημείῳ τῇ παιδιᾷ χρώμενος.
συνέβη δὲ τὴν
ἐπιστολὴν διὰ τῶν τοῦ θείου χειρῶν εἰς ἡμᾶς ἐλθεῖν, ἀνδρ·ὸς αὐτοῦ μὲν ἥκιστα παίζειν εἰδότος, σὲ δὲ νομίζοντος μετὰ τοῦ καιροῦ τοῦτο ποιεῖν. ἀλλὰ νῦν γε οὐ καιρὸς ἐν ἐπειγούσῃ τῇ
τὸ δὲ τὸν συγγενῆ σοι ταὐτὰ λειτουργεῖν ἐν Βιθυνίᾳ καιρὸς ἦν διδούς σοι δεικνύειν ὅτι τῶν οἰκείων οὐ ποιῇ τὸ τῶν φίλων δεύτερον. ἀλλ’, οἶμαι, πρόφασιν ἥρπασας εἰς ῥᾳ- θυμίαν.
πεπόμφαμεν δὲ ὑμῖν ὧν ἡμῖν τὸ ὄρος τρέφει. σὺ δ’, εἰ καὶ μὴ δοῦναι χάριν ἕτοιμος, ἀλλ’ ἀμείψασθαι φάνηθι
μὴ κακός.
φπζ΄.
Ἀλκίμῳ. (357)
Ἔλαβόν σου διὰ Θώρακος ἐπιστολήν, γράμματα δὲ ἐπ ἐκείνη δώσειν εἰπών, ἀφ’ ὧν ἂν ἦν μοι μαθεῖν, ὅ τι δεῖ σοι
πραχθῆναι, μόλις μὲν ἐντυγχάνει, δίδωσι δὲ οὐδὲ τότε.
ἐκείνων μὲν οὖν ἢν λάβω, φανοῦμαί σοι τοιοῦτος οἷον ἐλπίζεις· τῶν ἄρκτων δὲ ἡμῖν ἡ πόλις ὑμῶν μεταδότω. σοὶ δὲ διαλεγόμενος περὶ ὧν δεῖ γενέσθαι παρὰ τοῦ κοινοῦ τάχ’ ἴσως οὐχ ἁμαρτάνω· πειθομένην γὰρ ἔχεις καλῶς ποιοῦσαν
τὴν πόλιν.
ἐνθυμοῦ δὲ ὅτι τὸ αὐτὸ καὶ ἡμῖν καὶ ὑμῖν οἴσει κρότον, ἡμῖν μὲν ὡς σπουδῇ χρησαμένοις <εἰς> τὸ βεῖν, ὑμῖν δὲ ὡς ἄνευ φθόνου δεδωκόσιν. ἡδὺ δέ που τὸ τῆς ἄρκτου θαυμαστὰ ἐργαζομένης τὸν ἐρόμενον, πόθεν δὲ αὕτη; παρὰ Βιθυνῶν ἀκοῦσαι.
φπη΄.
Ἰουλιανῷ. (357)
Ὅτι μὲν πρᾴως προσενεχθήσῃ ταῖς πόλεσιν, εὖ ᾔδειν, φύσει γὰρ δὴ σὺ τοιοῦτος ἥσθην δὲ ἀκούσας ὅτι σοι καὶ
κέντρον ἐστὶν ἐπὶ τοὺς κέντρου δεομένους. ἤγγειλε δὲ Κλη- μάτιος, ᾦ καὶ αὐτῷ κέντρον ὀξύ.
χαίρειν οὖν μοι συνέ- βαινε τῷ τόν τε ἐπαινούμενον εἶναι πολίτην ἐμὸν καὶ τοὺς
πάντως δὲ
οἶσθα περὶ ὧν ἐπέστειλας ἡμῖν, ὡς γεγένηται, ἃ γέγονεν, οὐ δι’ ἡμῶν, οὐ γὰρ ἀφαιρήσομαι Σπεκτάτον ὧν ἐσπούδασε τὴν δόξαν, ἐπῄνεσα μέντοι τὴν σπουδὴν. καὶ τοῦτό σοι παρ’ ἐμοῦ τὸ μαθεῖν ἐκεῖνον ὅτι ὅτι σοὶ βοηθῶν ἀμφοτέροις χαρίζε- ται.
χάρισαι δὲ καὶ αὐτὸς ἡμῖν τῷ φανῆναι παρ’ ἡμῖν
ἄρκτους ἐκεῖθεν, ἐπειδὴ κἀκείνοις ἔδειξας ἐνθένδε παρδά- λεις, ὅπως τοὺς μὲν ἀρχομένους διὸ τῶν τῆς πατρίδος εὐ- φραίνῃς, τὴν δὲ σαυτοῦ διὰ τῶν παρ’ ἐκείνοις.
φπθ΄.
Δημητρίῳ. (357)
Χρηστός γε ὁ Λεόντιος καὶ τῶν εὐφημιῶν αἷς αὐτὸν ἐκόσμεις οὐκ ἀνάξιος. καίτοι μικρὰ μέν μοι συγγεγένηται διὰ
τὸν δ’ οὖν Λεοντίου τρόπον οὐδ’ οὕτως ἠγνοήσα- μεν, ἀλλ’ εὕρομεν τὸ τῆς ἐπιστολῆς ἐν τῷ φέροντι. πειθόμενος
δὲ οἷς ψηφίζῃ περὶ ἡμῶν πείθεται μὲν ἀγαθῷ, εἰ πείθεται δὲ περὶ τοιούτου, τοῦτο οὐκ οἶδα.
φϥ΄.
Βακχίῳ. (357)
Οὐ παύσῃ ποτὲ τὰ μικρὰ μεγάλα νομίζων καὶ πολλοῦ
τινος ἄξια τὰ μηδενός; ἀλλ’ ἂν φθέγξωμαί τι, σεμνὸν εὐθὺς τοῦτο παρὰ σοὶ καὶ ζητεῖς καὶ ποθεῖς καὶ τὸ μήπω λαβεῖν ἐγκαλεῖς.
ἀεὶ μὲν οὖν μοι φαύλων ἐρᾶν ἐφαίνου τῶν ἡμε- τέρων ἐρῶν, νῦν δ’ οὐχ ἥκιστα σπουδάζειν περὶ μικρά. γνώσῃ δέ, ἢν λάβῃς, λήψῃ δὲ οὐκ εἰς μακράν, ὡς οὗ κλέος εἰς ὑμᾶς
ἀφῖχθαι λέγεις, σκιὰ λόγου μᾶλλόν ἐστιν ἢ λόγος.
φϥα΄.
Ἀρισταινέτῳ. (357)
Ἤιδειν μὲν καὶ πρότερον τὸν ἐμαυτοῦ πολίτην Μαριά- δην ἤ, εἰ βούλει γε, Ἀριστείδην, οὕτω γὰρ αὐτὸν καλεῖς καἰ
οὐκ ἄρα μεγάλη μόνον ἡμῶν ἡ πόλις, ἀλλ’ ἤδη καὶ μήτηρ ἀνδῤῶν,
ἴσως δὲ καὶ ῥητόρων, πάντως δὲ δικαίων. καὶ σὺ μαρτυρεῖς ὁ τὸν Ἀριστείδην εἰπών.
φϥβ΄.
Σαβίνῳ. (359?)
Λέλυταί σοι τὰ δυσχερῆ, λέλυται δὲ τοῖς Μαριάδου πόνοις.
καὶ τὴν ἐπιστολὴν ἤδη τῶν δεινῶν πεπαυμένων ἐλάμβανον, ὥστ’ ἐγὼ μὲν ἠρώτων· πῶς οὖν χρὴ βοηθεῖν; ὁ δὲ ἀπεκρίνατο δεῖν μὲν οὐδὲν βοηθείας, εἶναι δὲ τὸν καιρὸν ἡδονῆς. ἔχαιρόν τε οὖν καὶ ἐπέστελλον.
φϥγ΄.
Ἰαμβλίχῳ. (357)
Οὕτως ἐξῆρας τῷ λόγῳ τόν τε λιμὸν καὶ τὸ ψῦχος, Μ’ ἀναγινώσκων ἐρρίγωσά τε καὶ ἐπείνησα. σὲ δὲ καὶ ταῦτα κοὶ ἔτι χαλεπώτερα δεῖ φέρειν ἀπὸ τῆς φιλοσοφούσης οἰκίας γε-
τοῖς δὲ Ἱεροκλέους λόγοις οὐδὲ πρότερον μὲν ἀπειθεῖν ἴδει, νῦν δὲ καὶ ἀνάγκη πείθεσθαι. τύχῃ τ’ οὖν ἀγαθῇ χώρει καὶ δεξάμενος ὅ τι ἂν διδῶσιν οἱ θεοί, χαίρων ἐπάνιθι.
φϥδ΄.
Ἱεροκλεῖ. (357)
Ἀγαθῷ οὐ κακῶς συνεβούλευσας, ὅθεν σὺ μὲν εὗρες τὸ δέον, ὁ δὲ οὐκ ἠτίμασε. μαρτυρεῖ δὲ ὡς ὀρθῶς τὸν νεανίσκον ἔπεμψας ὁ μὴ δυνηθεὶς εἰς τὸ μεῖναι βοηθῆσαι.
φϥε΄.
Κληματίῳ. (357)
Πορεύεται μὲν ὁ καλὸς Αὐξέντιος ἐπ’ Αἰγύπτου, διὰ δὲ τῆς Παλαιστίνης ἰὼν ἱστᾶι τῶν τῆς σῆς ἀρχῆς προοιμίων θεωρός· δῆλον δὲ ὅτι καλῶν. ἃ γὰρ συνέθου πρὸς ἡμᾶς
περὶ τοῦ μετὰ πενίας ἄρξειν, οὐ δήπου κινήσεις.
μισθὸς δέ σοι τῆς ἀρετῆς ἡ γλῶττα τοῦ φέροντος τὴν ἐπιστολήν, ὅς, ἐπειδάν τι θαυμάσῃ, καὶ κηρύττειν ἐπίσταται.
φϥς΄.
Σεβαστιανῷ. (357)
Ἔδειξας μὲν ὡς εἴης ἀγαθὸς καὶ ἐν ταῖς ἀρχαῖς, ἀρκεῖ δὲ καὶ τὸ παρὸν δηλῶσαι τὴν σὴν ἀρετήν. Αὐξέντιος μισῶν
ἃ μισεῖν ἄξιον καὶ θαυμάζων ἃ μὴ θαυμάζειν ἀδίκημα παῖ- δας ἀφεὶς καὶ γυναῖκα καὶ τὴν ἐκ τῶν δικῶν πρόσοδον ἔρχε- ται τὴν σὴν ὀψόμενος στρατηγίαν.
μαρτυρεῖ δὴ διὰ τῆς ὁδοῦ πάντων εἶναί σε διὰ πάντων ἄριστον. ὁ γὰρ οὐδ’ ἂν τύραννον κολακεύσας, εἰδὼς δὲ ὅ τι μέμφοιτο περὶ τούτου
καὶ βοῆσαι δῆλον ὡς ὑπὸ τῶν ἐν σοὶ καλῶν ἐπὶ Νεῖλον κέ- κληται
φιλοτιμησάμενος δὴ πρὸς τοὺς Αἰγυπτίους ἐπὶ τῇ παρουσίᾳ τοῦ ῥήτορος ἀπόδος ἡμῖν ὅτι τάχιστα τὸν ῥήτορα.
φϥς΄.
Κληματίῳ. (357)
Φίρμου τουτουὶ μέλει μὲν τῇ μητρί μου, μέλει δὲ καἰ ἐμοὶ διὰ τὴν μητέρα. καὶ σοὶ δ’ ἂν εἰκότως ἀμφοῖν εἵνεκα μέλοι.
ἔστι δὲ ὁ Φίρμος εὐγενής τε καὶ πένης ὑπὸ τῶν ἐν Παλαιστίνῃ κακῶν εἰς πενίαν ἐλθών. φέρων δὲ τὴν πενίαν καὶ χρημάτων οὐκ ἐπιθυμῶν ἐπιθυμεῖ γνῶναί σε τοῦθ’, ὅτι
ἡμῖν αὐτοῦ μέλει.
φϥη΄.
Ἀλκίμῳ. (357)
Ἕως ἂν ᾖς καὶ σώζῃ τῇ Βιθυνίᾳ, καὶ δι’ ἀνδρῶν ἔστι τῷ ἔθνει νικᾶν· οὐ γὰρ ἂν ἄλλοι γε δείξειαν ἕτερον Ἄλκιμον.
τοῖς δὲ περὶ τῶν ἄρκτων γράμμασιν ἑορτὴν ἐποίησας τῇ
πόλει. μεγάλα γὰρ ἀκούοντες ἀπιστεῖν οὐκ εἶχον σοῦ λἐγον- τος, ἀλλ’ ἐγγύς τι καθειστήκεσαν τοῦ ὁρᾶν. ἡγοῦμαι δὲ σοὶ τὰς παρδάλεις ἥκειν, ἡνίκα πρὸς ἡμᾶς τὰ περὶ ἐκείνων γράμ- ματα. πάλαι γὰρ δὴ πλέουσι καί, ὡς εἰκάζειν ἔστιν, ἐχρήσαντο πλῷ.
τερπόμενος δὴ τοῖς ἐνθένδε τέρπε τοῖς ἐκεῖθεν ἡμᾶς
μεμνημένος ὅτι τῶν προτέρων αἱ νῦν κυνηγέταις, ὡς ὁ σὸς λόγος, χαλεπώτεραι.
φϥθ΄.
Ἰουλιανῷ. (357)
Ὡν ἐδεήθης ἔχων ἃ δώσειν ἔφης ἀπόστελλε καὶ χαρίζου
τῇ πατρίδι τοῖς ἐρχομένοις ἐκ τῆς πατρίδος κεχαρισμένα. λόγος δὲ παρ’ ἡμᾶς ἀφῖκται θαυμαστὰ παρ’ ὑμῖν τὰς ἄρκτους ἐργάζεσθαι καὶ εἶναι τοσαύτας ὥστε καὶ ἐκπέμπειν ἔχειν.
καίτοι μίαν οὖσαν πάντως ἂν σύ γε τῶν σῶν πολιτῶν τὴν μίαν ταύτην ἐποίησας συγγνώμην ἔχων καὶ παρ’ αὐτῶν ἐκεί- νων οὓς ἀφῃροῦ, μᾶλλον δὲ ἔπαινον, οὐ συγγνώμην, εἰ τιμῶν ἐφαίνου τὴν σαυτοῦ.
λογίζου δὲ τὴν ἡμέραν ἐκείνην, ἐν
ᾗ πᾶσα μὲν ἤθροισται πόλις ἐπὶ τὴν θέαν, ἄρκτος δὲ βοὴν ἐκκαλεῖται, ζητεῖ δὲ ὁ θεωρός, παρ’ ὅτου τὸ θηρίον, σὲ δὲ ἀκούει καὶ πρὸς ἕτερον λέγει καὶ γίγνῃ τῷ λειτουργοῦντι τῶν ἐπαίνων κοινωνός.
χ΄.
Διομήδει. (357)
Ὥσπερ, εἴ τι φαῦλον ἐνεώρων Διοφάντῳ, πάντως ἄν σε ἐδίδασκον, ὅπως αὐτῷ προσάγῃς ἐπανόρθωσιν καὶ ποιῇς βελ- τίω τοὺς τρόπους, οὕτως, ἐπειδὴ βέλτιστος μίν ἐστι τοὺς τρό- πους, ἐρρωμένος δὲ εἰς τοὺς λόγους, αὐτός σε διδάσκω τοῦτο,
ὡς ἔστιν ἀμφότερα ἀγαθός, ὅπως αὐτὸς ἐπαινῆς, δι’ ὃν εἰς εὐδαιμόνων πατέρων τελεῖς χορόν.
χα΄.
Ἱερακίῳ. (357)
Ὁ τῆς παιδός σου παῖς τοιοῦτός ἐστιν, οἷον εὔξαιτο ἂν
ὁ πάππος, λόγων ἐραστής, σωμάτων οὔτι ἐραστής, θράσους
ταῦτα αὐτῷ συνειδὼς σιγᾶν οὐκ εἶχον. ἐγὼ γὰρ οἶδα μὲν κατηγορῆσαι νέων ἔξω κόσμου φερομένων, οἴδα δὲ ἐπαινέσαι μένοντας έν τῷ τεταγμένῳ.
τὸν οὖν Διόφαν- τον τοῦτον ἕνα τῶν ἃ χρὴ ποιούντων εὑρὼν ἡγησάμην ἄδι-
κον μὴ καὶ τῷ πάππῳ τὴν ἀκοὴν εὐφρᾶναι.
χβ΄.
Κληματίῳ. (357)
Ἐπέμψαμεν οὐκ αἰτήσοντες χάριν, ἀλλ’ ἀπαιτήσοντες ὑπόσχεσιν. σὺ γὰρ ἐκεῖνος ὁ φήσας μείζω τῶν δυνατῶν εἰς
τὴν λειτουργίαν εἰσοίσειν. Κλημάτιος δὲ πολλὰ μὲν ὧν οὐκ ἐπαγγέλλεται ποιεῖ, πάντως δὲ ἐπαγγελίαν ἐπιτελεῖ. δύο τοίνυν βοήθει τοῖς ἀνδράσι· τὸ μέν, ὅπως ταχέως τἀργύριον λάβοιεν, τὸ δέ, ὅπως μὴ πολλοῦ τὴν ἐσθῆτα πρίαιντο.
ὅστις δέ ἐστιν Ὀλύμπιος, ἀπ’ αὐτοῦ γνῶθι τοῦ δι’ αὐτοῦ σέ με προσειπεῖν,
ὃς οὐκ ἂν τοσοῦτον προὐξένουν ἀγαθὸν μὴ καλῷ κἀγαθῷ καί τινος ἀξίῳ σπουδῆς. ἔστι δὲ πολίτης μὲν ἐμός, πολλῶν δὲ βελτίων εἰς ἐμὲ πολιτῶν, καὶ βουλοίμην ἂν αὐτῷ τόπον πάντα
σὺ τοίνυν ἡδέως αὐτὸν ἰδὼν καὶ μετὰ γραμμάτων ἐπ’ Ἰταλίας πέμψας δεῖξον ὅτι τοῖς ἡμᾶς φιλοῦ. σιν ἔνι τις τοῦ φίλτρου καρπός.
χγ΄.
Μυγδονίῳ. (357)
Ὀλυμπίου τουτουὶ πολλαχόθεν κήδομαι. καὶ γὰρ ὡς πολίτην φιλῶ καὶ ὡς φίλον ἀντιφιλῶ. καὶ νοῦν ἔχει καὶ χάριν, καὶ λόγων κριτὴς οὐκ ἄκρος μέν, οὐ φαῦλος δέ.
γέγονε δὲ στρατιώτης ἀντὶ ῥήτορος πενίᾳ βιασθείς. ἀλλ’
οὐδὲ ἐν τούτῳ μέντοι πλούσιος ἀντὶ πένητος γεγένηται κο- λακεῦσαι μὲν οὐ δυνηθείς, ἐραστὴν δὲ τῶν αὑτοῦ τρόπων οὐχ εὑρών
ἀλλ’ οὗτος αὐτῷ σὺ γενοῦ. καὶ πρῶτον μὲν αὐτῷ χάρισαι τὸ μὴ τὸ μῆκος τῆς ἀπουσίας ἔγκλημα αὐτῷ καταστῆναι. ἔπειτα τῶν σοὶ μὲν ῥᾴστων, τούτῳ δὲ χρησίμων
γενέσθω τι. τῆς τε γὰρ παρὰ Μουσωνίῳ δυνάμεως δίκαιον ἀπολαύειν ἐμὲ τοῦτόν τε τῆς ἐμῆς παρὰ σοί.
χδ΄.
Μουσωνίῳ. (357)
Καὶ σοὶ δεδόσθαι νομίζω τὴν ἐμὴν ἐπιστολὴν καὶ σὴν ἀφίξεσθαί μοι, καὶ πρὶν λαβεῖν ὅτι λήψομαι πιστεύων ἥδο- μαι. μὴ οὖν θαυμαστὸν ποιοῦ εἰ μήπω μαθὼν ἣν ἔσχες ἐπὶ
τῇ πρώτη γνώμην, ἐπέθηκα δευτέραν. πέπεικα γὰρ ἐμαυτὸν ἃ μάλιστα βούλομαι, καὶ ἴσως γε οὐ κακῶς μαντεύομαι. λο- γίζομαι γὰρ ὡς εἴης μὲν ἥμερος, εἴης δὲ λόγων ἐραστής τε καὶ ποιητής.
πολλὰ δή σοι πεπόνηται βοηθοῦντι πολλοῖς ἄλλοις τε καὶ μάλιστά γε δὴ τοῖς περὶ τοὺς λόγους· ὧν τοὺς
μὲν ἀγαθοὺς εὑρὼν ἐτίμησας, τοὺς δ’ οὐ τοιούτους ἠλέησας, τὸ μὲν κρίσει ποιήσας ὀρθῇ, τὸ δὲ φύσεως χρηστότητι.
τὸν οὖν πρᾷόν τε καὶ λέγειν ἕτοιμον καὶ πράττειν ἄοκνον τίνα εἶχε λόγον ἀνδρὶ θαρρήσαντι μὴ μεταδοῦναι γραμμάτων, ἄλ- λως τε καὶ Μυγδονίου τοῦ καλοῦ παρακαλοῦντος ἐγγύθεν,
μᾶλλον δέ, οὐ κινοῦντος, ἀλλ’ ἐπαινοῦντος ὡρμημένον; ταῦτά με πεποίηκε μαντικὸν εἰς τὴν ἐκεῖθεν ἐπιστολήν. καὶ ἃ λαβὼν ἔπραττον ἂν εἰκότως, ἐλπίζων ἀξιῶ ποιεῖν.
ἄλλοις ἤδη προξενεῖν ἐπιχειρῶ τὴν σὴν ῥοπήν· ἧς πρῶτος Ὀλύμπιος ἀπολαύσεται, λέγειν γὰρ οὕτω βέλτιον. ὁ δ’ Ὀλύμπιος οὗτος
μετὰ μὲν πολλῶν πολίτης ἐμός, πρὸ πολλῶν δὲ φίλος. καὶ ἐδέξατο ταὐτὸ διδασκαλεῖον ἡμᾶς παῖδας ὄντας ἔπειτα τύχη
οὔκουν εἰς τήνδε τὴν ἡμέραν γέγευται κέρδους τούτων δὴ τῶν ὀξέως ποιούντων τὸν στρατιώτην εὐδαίμονα· ὥστ᾿, εἰ μὴ ἠπίστατο πενίαν φέρειν, κἂν ἴσως ἐχρήσατο τῷ
παρ’ ἡμῖν ποταμῷ. διατρίψας δὲ τῇδε καὶ χρόνον ἀνηλωκὼς φοβούμενος προσετίθει τῇ μελλήσει.
ἐγὼ δὲ αὐτὸν ἀνέ- στησα θαρρύνας τε καὶ βοήσας ἐν μέσῳ ὡς δίκην μὲν οὐ δώσει, λήψεται δέ τι καλόν. σὺ τοίνυν κύριος ἐμὲ τελεῖν εἰς συμμορίαν μάντεων.
χε΄.
Βακχίῳ. (357)
Οὐ γὰρ οἶσθ᾿ ὅτι καὶ ἑτέραν πεποιήμεθα μελέτην, ἡ πάντως ἂν ᾔτεις ἐπὶ τῇ προτέρᾳ τὴν δευτέραν. τοιοῦτος γὰρ δὴ σὺ πρὸς ἡμᾶς· ἂν ὅτι εἶπον ἀκούσῃς, πρὶν ὅπως εἶπον
μαθεῖν εὐθὺς ἐρᾷς.
ὡς οὖν καὶ ταύτην ᾐτηκότι πέμψομεν ἀμφοτέρας αὐτίκα. τὸ δ’ αὐτίκα παρ’ ἡμῖν δύο μῆνες· τοσ- αύτη τις ἀφθονία γραφέων, ἵνα μὴ λέγω σπάνις. μὴ λαμ- βάνων μὲν οὖν ἐγκάλει· βραδέως δὲ εἰ λάβοις, ἀνθ’ ἡμῶν μεθ’ ἡμῶν αἴτια τὸ αἴτιον.
χς΄.
Δημητρίῳ. (357)
Σὺ μὲν ἐπ’ ἐλέγχῳ τὴν ἐπιστολὴν ἔπεμψας, ὡς ἄρα μείζω σοι τῶν ὄντων ἔδωκα πρῶτον Ἑλλήνων εἰπών· ἡ δὲ λαμπρὰν ἧκε φέρουσα μαρτυρίαν, ὡς οὐκ ἄλλο τι χρῆν ἢ
τοῦθ’ ὅπερ εἶπον εἰπεῖν.
εἰ γὰρ δὴ πάνυ πολὺν ἐσκόπει χρόνον ὁ καλὸς Δημήτριος, πῶς ἂν αὑτὸν δείξειεν Ἑλλήνων κεφάλαιον, οὐκ ἂν ἄμεινον ἐξεῦρεν ἢ τοιαῦτα γράφων· οὕτω τά τε ἐνθυμήματα πυκνὰ καὶ λέξις ἣν ἐπιστολὴ ποθεῖ, καὶ οὐκ ἔστιν ὅπου τὸ κάλλος οὐκ ἔστιν· ὥστε νῦν πλέον ἢ πρό-
τερον ὡς εἴης ἄκρος λέγω, κἂν πάλιν ἐπιχειρῇς ἐλέγχειν, εὖ ἴσθι, συναγορεύσεις πάλιν.
ὁ δὲ φοιτητὴς καὶ ὁ συνου- σιαστής, ταυτὶ γὰρ σαυτὸν ὀνομάζεις τῷ τοῖς ἐμοῖς λόγοις, χαρίεντα μέν, κατηγορήματα δὲ τοῦ μὴ καὶ ἡμᾶς ἐν ἴσῃ τάξει ποιοῦντος ἀπὸ τοῦ μεταδοῦναι λόγων.
ἵν’ οὖν
πρὸς τῷ δεινὸς εἰπεῖν εἴης καὶ δίκαιος, πέμπε τῶν σαυτοῦ καὶ ποίει καὶ ἐμὲ σὸν φοιτητὴν.
χζ΄.
Ἰαμβλίχῳ. (357)
Οὐ ταῦτα συνῄδειν τοῖς οἰκοῦσι τὴν Ἄγκυραν, ἀλλ᾿, εἴπερ τινές, ξένους ἐφίλησαν ἑνὶ λυπήσαντες μόνῳ τῷ κατέχειν
ἀπιόντας. ἐπεὶ οὖν σοὶ μὲν ἀπιστεῖν οὐκ ἔχω, τοὺς δὲ ἠπιστάμην ἀγαθούς, οἶμαι τὴν πόλιν ὑπὸ συμφορῶν μεταβεβληκέναι τοὺς τρόπους.
ἀλλ᾿ ἐκεῖνοι μὲν εὖ πράξαντες ἀνακτήσαιντο τοὺς τρόπους, σὺ δ᾿ ὅτι μὲν ὁδὸν πορεύῃ λυπηράν, οἶδα· δεῖ δέ σε φέρειν τε εἰδέναι, κἂν μὴ τοῦτο ῥᾴδιον
ᾖ, σιγᾶν εἰδέναι. μεῖζον μὲν γὰρ ἐκεῖνο, μικρὸν δὲ οὐδὲ τοῦτο.
καὶ τό γε πᾶσιν ἐγκαλεῖν, ὅτι μὴ πετόμενα γράμματα λαμβάνεις, ἀφείσθω· μεμφόμενος γὰρ ἃ μὴ προσῆκεν ἐν μέμψει γίνῃ. ἡμεῖς δέ σοι νῦν οὐ τὴν δι᾿ Ἅρματος ἐπιστέλλομεν, ἀλλ᾿ ἄρτι δόντες τῷ παιδί σου γράμματα ταῦτ᾿ εὐθὺς Ὀλυμπίῳ
δεδώκαμεν, ὃν οἶσθά τε καὶ εἰδὼς εὖ ποιήσεις, ὅ τι ἂν ἔχῃς.
χη΄.
Φιλαγρίῳ.
Καὶ ὡς ἄνδρα χρηστὸν καὶ ὡς ἔμπειρον λόγων καὶ ὡς
ὀξὺν στρατιώτην καὶ ὡς ἡμέτερον φίλον ἡδέως τε ὄψει τὸν Διονύσιον καὶ χαίροντα ἀποπέμψεις. μαντεύομαι γὰρ θαρρῶν.
χθ΄.
Ἐλπιδίῳ
Εὐδαιμόνει τῷ σαυτοῦ βίῳ τὸν σὸν ποιῶν πατέρα εὐ- δαίμονα.
χι΄.
Βασιλεῖ Ἰουλιανῷ. (360?)
Ἔπεμψά σοι τὸν λόγον μικρὸν ὑπὲρ μεγάλων πραγμό- των. τοῦ δὲ καὶ μείζω γενέσθαι λόγον σὺ δήπου κύριος, εἰ δοίης ἀφ’ ὧν ἂν γένοιτο μείζων.
δοὺς μὲν οὖν δηλώσεις ὅτι με τεχνίτην ἐγκωμίων ἡγῇ· μὴ δοὺς δὲ δώσεις ἕτερα
ὑποπτεύειν.
χια΄.
Δωροθέῳ ἐπισκόπῳ.
Ἀναπέτασον τὰς σαυτοῦ θύρας τῷ νέῳ τούτῳ διδοὺς χάριν ἐμοὶ καὶ τῇ ἡμετέρᾳ πόλ.ι καὶ τῇ Λαοδικέων.
χιβ΄.
Ἀγαπητῷ.
Τὸν ἑταῖρον ἡμῶν εἰ τὰ εἰκότα τιμήσαις, καὶ ἡμῖν ἂν εἴης κεχαρισμένος.
χιγ΄.
Ἰουλιανῷ.
Μὴ παύσῃ ὑβρίζων με καὶ τοιαῦτα Ἄκαι ἔτι μείζω.
χιδ΄.
Εὐθαλίω.
Εἴ τις ὑμῖν λόγος τοῦ κηδεστοῦ, ἔλθετε αὐτὸν ὀψόμενοι μέλλοντα ἀπαίρειν, ἀλλ’ ὅτι τάχιστα. δεῖ γάρ, δεῖ τάχους.
χιε΄.
Δημητρίῳ. (361)
Ὁ μὲν Ἀσχόλιος τὰ πάντων δεινότατά τε καὶ ἥδιστα
πρὸς ἡμᾶς ἀγγείλας — εἰπὼν γὰρ περὶ τοῦ πτώματος, ἐφ’ ᾧ
νᾶι δύνασθαι . . . . . . . — τοιαῦτα διαλεχθεὶς Ἀσχόλιος καὶ τοὺς ἀγροὺς ἐπαινέσας καὶ παραινέσας ἔχειν, ἀλλὰ μὴ πωλεῖν ἀπῆλθε. καὶ νῦν ὅπου γῆς ἐστιν, οὐκ οἴδα.
σοὶ δὲ καὶ παισὶ τοῖς σοῖς εἴη μὲν ἐκ θεῶν σωτηρία, φέροιεν δὲ αἱ ὧραι τὰ αὑτῶν, πάντα δὲ ἐξ οὐρίων θέοι, πέμποις δὲ ἡμῖν
καὶ γράμματα καὶ τὰ παρὰ τῆς χώρας.
ἐγὼ δὲ δύο λόγους, ὧν ἐν μὲν τῷ πρὸς Ἡρόδοτον, ἐν δὲ τῷ πρὸς Ἀριστείδην μάχομαι, πέπομφα. τούτους εὐθὺς δεῖ γενέσθαι Παλλαδίου, καὶ γὰρ ᾔτησε παρών, οὐκ ἄδηλον δὲ ὡς τοῦτο ποιήσει καὶ σοὺς εἶναι τοὺς λόγους.
χις΄.
Παλλαδίῳ. (361)
Οὐκ ἄρα τῶν λόγων ἐπεθύμεις, ἀλλὰ τοῦ δοκεῖν ἐπιθυμεῖν τῶν λόγων. οὔκουν ἐτόλμησας οἰκέτην τῇδε καταλιπεῖν ἡμέ- ραν μίαν. ἀλλ’ ἐγὼ καὶ μηδὲν δεομένῳ πέμπω. δῆλον γὰρ
ὡς αὖθις ἐντυχὼν ἐρᾶν πλαττόμενος ἐπετίμας ἄν.
χιζ΄.
Μοδέστῳ. (361)
Εἰ περὶ τὰς τῶν δυνατῶν ἠπιστάμην στρέφεσθαι θύρας, ἦν ἂν καὶ αὐτὸς τῶν δυνατῶν· νῦν δέ εἰμι μὲν ἀσθενής,
αἰσχύνομαι δὲ οὐδαμῶς, ἀλλ’ ἀρκεῖ μοι τὸ ᾄδειν, ὥσπερ τῇ ἀηδόνι.
γράμματα δέ σοι πέμπειν πολλὰ οὐκ ᾠήθην δεῖν πολλὰ μὲν πράττοντι πράγματα, πολλὰ δὲ δεχομένῳ γράμ- ματα· τοῖς γάρ τοι βαρυνομένοις τῶν πλοίων οὐ δεῖ προστι- θέναι φορτία· ἐπεὶ δὲ πλήθους ἐπιθυμεῖς, Λυδὸν εἰς πεδίον
ἴσθι προκαλούμενος.
τῆς μὲν οὖν ἐπιστολῆς, ἣν πρὸς Ἀκάκιον ἔπεμψας, οἶδά σοι χάριν, ἐδείκνυ γὰρ τὸν ἐσπουδα- κότα καὶ βουλόμενον ἔργον ἰδεῖν, ἄλλος δ’ ἂν ἀφοσιωσάμενος ἀπηλλάγη· περὶ δὲ τῆς στοᾶς σοι σκεπτέον, ὅπως εὔφημόν τι λέγοιτο περὶ αὐτῆς καὶ μὴ δοκῶν τῷ Διονύσῳ χαρίζεσθαι τὸν
πατέρα λυποίης τοῦ Διονύσου τὸν Δία.
χιη΄.
Εὐφημίῳ. (361)
Μή με νομίσῃς Εὔριπον· ἐγὼ γάρ τοι τὸν ἄνθρωπον τοῦτον οὔτε μὴ μέμφεσθαι δυναίμην ἂν οὔτε μὴ φιλεῖν. ποιῶ
ἐννοῶν γὰρ τῶν προ- γόνων τῶν ἡμετέρων τὴν τάξιν, ἧς οὗτος διάδοχος, πάντα τρόπον οἶμαι δεῖν βοηθεῖν τῷ τῆς οἰκίας σχήματι καὶ βου-
λοίμην ἂν ἐκλάμπειν ἐν τῇ πόλει τὸν τοῦ θείου μοι παῖδα.
νῦν δέ μοι καὶ δύναμις εὖ ποιοῦσα πάρεστιν οὐ μικρά. τὴν γὰρ σὴν ἀρχὴν ἐμαυτοῦ δύναμιν ἡγούμενος ἴσως οὐκ ἀδικῶ. δεῖ δέ σε προσδοκᾶν αἰτίας τε ἀεὶ κατ’ αὐτοῦ καἰ παρακλήσεις ὑπὲρ αὐτοῦ.
χιθ΄.
Δημητρίῳ. (361)
Οὐχ ἧττον ὑμῶν τῆς ὑμετέρας ἀπολαύομεν διὰ τοὺς πυκνοὺς τουτουσὶ διακόνους. καί μοι δοκεῖς ἄχθεσθαι καὶ πρὸς τὰ δένδρα ταῦτα τὰ ἀγλαόκαρπα, ὅτι σοι μὴ ἐθέλοι
δεῦρο κομισθέντα βριθομένων τῶν κλάδων ἐναρμοσθέντα τῇ γῇ ταὐτὸν ποιεῖν.
ἀλλ’ ἐκεῖνα μὲν τικτέτω παρ’ ὑμῖν, πάν- τως καὶ ἡμῶν ὁ τόκος· περὶ δὲ τοῖν λόγοιν νῦν ᾐσθόμην ὡς οὐδὲν ἔγραφον σαφές. διορθοῦμαι δή· κτῆμα μὲν ἴστω Παλ- λαδίου, σὺ δὲ ἢ δοὺς ἐκγράψῃ λαβὼν ἢ δώσεις, ἐπειδὰν ἐκ-
γράψῃ.
χκ΄.
Εὐφημίῳ. (361)
Καὶ περὶ τῆς ἄνωθεν πρὸς ἡμᾶς τοῦ θαυμαστοῦ Θα- λασσίου φιλίας καὶ περὶ τῶν πόνων, οὓς ὑπέμεινεν, ὅπως
σωθείην, ὅτε ὁ σκηπτὸς ἐκεῖνος κεκίνητο, πολλάκις οἶδα πρὸς σὲ διελθών· ἐφ’ ᾧ μέγα τε ἐβόησας τὸν ἄνδρα θαυμάσας καὶ σαυτοῦ σωτῆρα καὶ εὐεργέτην ἐκάλεις ἐκ τῶν πρὸς ἐμέ.
τοῦτον ἰδὼν ἐγὼ σκυθρωπὸν ἐν ἀγορᾷ καθήμενον ἐταράχθην καὶ προσιὼν ἠρώτων, ὅθεν ἡμῖν τοιοῦτός ἐστιν, ὁ δὲ ἐσίγα.
τῇ σιγῇ δὲ αὐτὸς ἐταραττόμην πλέον.
ἔπειτα τὸν μὲν ἀφείς. ἐπ’ ἄλλον δέ τινα τῶν συνήθων ἐλθὼν πράγματα ἔμαθον, ἃ τὸν μὲν εἰκότως ἐλύπησεν, ὑπὸ σοῦ δὲ δικαίως ἂν κωλυθείη. τιμωρίας γὰρ ἴσως τῆς ἐπὶ τοῖς πεπραγμένοις οὐκ ἔξεστι μνη- σθῆναι· τοιαῦτα τὰ παρόντα.
γράφω δέ σοι τὸν μὲν λα-
θῶν, βουλόμενος δέ σοί τε ἔργων καλῶν ἀφορμὰς παρέχειν αὐτός τε φαίνεσθαι μεμνημένος τοῦ χεῖρα ὀρέξαντος ἐν και- ροῖς θεοῦ τινος χρῄζουσιν.
οἶμαι δὲ καὶ τὸν Ἡρακλέα τῆς Ἀθηνᾶς μεμνημένον διατελεῖν, ὅτι δι’ αὐτὴν ἐξέφυγεν,
τί οὖν; δεῖ σε καὶ δεινὸν καὶ παράνομον καὶ τῆς σῆς ἀρχῆς ἀνάξιον καὶ νομίσαι καὶ μι- σῆσαι. ὁ Εὐρύβατος ἐκεῖνος ἢ Φρυνώνδας, μᾶλλον δὲ πάν-
τὰς τοὺς ἐπὶ πονηρίᾳ διαβεβοημένους Αἰακοὺς ἀποφήνας καὶ τὰς χάριτας ἀμειβόμενος κατηγορίᾳ καὶ γραφῇ οἶδε μὲν ὅτι θανατῶντος ἔργον ἐποίησε πλῆθος μὲν αἰτιῶν ἐπενεγκών, ἔχων δὲ ἐλέγχειν οὐδέν, τό τε σὸν ὀρέξεται ξίφος, ὃ διὰ τῶν συκοφαντῶν ἦλθέ τε ἤδη καὶ πορεύσεται, νομίζων δὲ κερδα-
νεῖν ὅ τι ἂν ἐπὶ προφάσει τῆς δίκης κακώσῃ Θαλασσίου τὸν οἶκον, πάντας μέν φησι δύνασθαι μαρτυρεῖν, πάντας δὲ κε- λεύει συλλαμβάνειν.
καὶ δὴ καὶ τὸ τῆς τέχνης αὐτῷ κεχώ- ρηκεν εἰς ἔργον. ἔρημοι μὲν ἀγροί, καρποὶ δὲ ἀπολώλασιν, ἐπιμεληταὶ δὲ χωρίων εἰς ὄρη φεύγουσιν. οἱ δὲ ἔχοντες φθό-
ὄν εἰς τὸν ἄνδρα γυμνοῦσι τὸ πάθος καὶ Μυσῶν λείαν πε- ποιήκασι τὰ τούτου, δι’ ὃν ἐκ κινδύνων ἐλύθησαν πολλάκις.
κἂν δέῃ τέκτονας ἤ τι τοιοῦτον εἰς τὴν κοινὴν εἰσενεχθῆ-
τῷ δὲ τά τε πρῶτα τῆς δίκης δόξαν ἤνεγκε τὴν ἀμείνω καὶ τὰ λοιπὰ θεοῦ δι- δόντος συνέσται τῷ προοιμίῳ, καί τις αὐτὸν ὄψεται τοὺς νῦν
ὑβρίζοντας μετιόντα.
ἀλλὰ τοῦτο μὲν οὐκ οἶδ’ ὅπως με ἐξέφυγε καὶ ταῦτα εἰδότα φυλάττεσθαι μὴ μεγάλα λέγειν· σὺ δὲ ὡς ἂν ἐμοῦ ταῦτα πάσχοντος ἀλγήσας καὶ προσέτι γε σαυ- τὸν μετ’ ἐμοῦ ταῦτα πάσχειν νομίσας μέμψαι μὲν τὰ τετολ- μημένα, δεῖξον δὲ ὡς ὁ μὴ σωφρονῶν δώσει δίκην, κόσμησον
δὲ σαυτῷ τὴν ἀρχὴν ταῖς ὑπὲρ Θαλασσίου καὶ τῶν τούτου πραγμάτων ὀργαῖς.
χκα΄.
Θεμιστίῳ. (361)
Οἶδα ὡς ἠθύμησας οὐκ ἐντυχὼν Ἀκακίῳ τῶν τε ἄλλων
εἴνεκα καὶ ὅτι ἡμῖν οὐκ ἔπραξας ὧν ᾔδεις σφόδρα ἐπιθυ- μοῦντας· ἀλλὰ οὐδὲ ὁ δεύτερος ἡμῖν φαίνεται πλοῦς, ὁ δὲ ἦν Μαξίμῳ δοθῆναι τὴν ἐπιστολὴν.
δίδασκε οὖν, ὦ ’γαθέ, τὴν περὶ τὰ γράμματα τύχην, ὅπως ἢ τὸν λαβόντα μέν, οὐχ ὁμολογοῦντα δὲ μεμφώμεθα ἢ παυσώμεθά σε χάριν αἰτοῦντες
ὡς ἀπημελημένοι.
χκβ΄.
Ἀκακίῳ. (361)
Ἐν μὲν τοῖς πρότερον γράμμασιν, ὅτι τε εἰκότως ἂν παρὰ σοῦ λαμβάνοιμι χάριτας, ἐδείκνυον καὶ παρεκάλουν ἐπὶ τὸ Μάξιμον ἄνδρα βέλτιστόν τε καὶ φίλον ἡμῖν εὖ ποιεῖν
καὶ πιστεύω γε πολλῶν αὐτὸν ἤδη τετυχηκέναι· νῦν δέ μοι πρᾶγμα πάλαι μὲν σπουδῆς ἠξιωμένον, τέλος δὲ οὔπω λαβὸν ἐπὶ πέρας ἄγειν. ἔστι δὲ γᾶι τούτῳ τὸ τὴν οἰκίαν εὖ πάσχειν τὴν Μαξίμου.
εἰ μὲν οὖν μὴ ῥήτωρ ἦν ὁ κομίζων τὴν ἐπιστολήν, αὐτὸς ἂν διηγούμην· ἐπεὶ δὲ τῷ λέγειν δύνασθαι
καὶ τὴν ἄλλην δύναμιν Εὐσέβιος προσεκτήσατο, τί ἄν τις μη- κύνοι πρεσβευτῇ τοιούτῳ χρώμενος;
τοσοῦτο μέντοι προσ- θείην ἄν, ὡς οὔτε ἔξω τῶν νόμων οὐδὲν ἐπαγγέλλομεν πλείω τε εἰσόμεθα χάριν τῶν τὰ ἄδικα παρὰ τῶν ἀδίκων αἰτούντων.
χκγ΄.
Δημητρίῳ (361)
Ἤδη καὶ ἡμῖν τὰ τῆς ὡραίας προέρχεται καὶ ἔστιν ὀπώ- ρα. λύωμεν οὖν, εἰ δοκεῖ, τοῖς γεωργοῖς τοὺς δρόμους
τὴν δ’ ὑπὲρ τῶν ἀγρῶν συμβουλὴν καὶ ἐπαινῶ καὶ δέχομαι. καὶ πειρασόμεθα τῶν μὲν μὴ ἀποστῆναι, τὰ δὲ προσλαβεῖν.
χκδ΄.
Μοδέστῳ. (361)
Ἀκούεις ἅ φησιν ὁ λαβὼν τὴν ἐπιστολήν, ὅτι κατηγορεῖ μὲν τῶν οἰκετῶν ἐρρᾳθυμηκότων, σὲ δ’ ἀξιοῖ τὸ συμβὰν ἐπαν-
ὀρθῶσαι. πονηρὸς δὲ ἄρα δαίμων ἥψατο τοῦ πράγματος καὶ φθονεῖ τῷ νεανίσκῳ τοῦ τέλους.
ἀλλ’, ὦ ’γαθέ, κατὰ τὸ ἔπος καὶ πρὸς δαίμονά περ καὶ μηδενὶ δυσκόλῳ, πρὸς Δῖός, εἴξῃς· ὡς ἡμῖν ἄνευ τῆς βλάβης οὐδὲ τὸ τῆς αἰσχύνης οἷον φέρειν, εἰ δόξαιμεν ὕπνῳ τὸ πᾶι διεφθαρκέναι καὶ ταῦτα
λόγου πανταχῆ πεφοιτηκότος, ὡς ἔδωκας σαυτὸν τῇ περὶ ταῦτα προνοίᾳ.
οἶμαι μὲν οὖν καὶ πόνον ἀπεῖναι τοῦ πράγματος. οὐ γὰρ δευτέραν δεῖ χάριν λαβεῖν, ἀλλὰ μὴ τῆς δοθείσης ἐκπεσεῖν· ὃ γένοιτ’ ἂν ὀλίγοις κομιδῆ γράμμασιν. εἰ δ’ οὖν καὶ τῶν Ὀλυμπιακῶν ἐπιπονώτερον ἄθλων, οὐ νῦν
πρῶτον ὑπὲρ ἡμῶν πονήσεις.
χκε΄.
Πρισκιανῷ. (361)
Ἄλλων ἄλλα ἐρωτώντων τοὺς ἐκεῖθεν ἀφικνουμένους· τί τὰ τῶν Ἀρκάδων; τί τὰ τῶν Ἀμφικτυόνων; ποῖ
πολλῶν δὲ πολλὰ τραγῳδούντων καὶ ὡς ἦσαν οἱ παρὰ σοῦ ζητοῦντες τὰ τῶν Βακχῶν, αἷς ἐκ πετρῶν πάντα ῥεῖ, καὶ μεμνημένων τοῦ Αἴαντος καὶ τῶν πόνων, ἐν
οἷς ἦν, οὐδεὶς ἦν ὁ λέγων· Αἴας δ’ οὐκέτ’ ἔμιμνεν, ἀλλ ὅτι πάντα πρισκιανὸς ἤνεγκε θέων, παρακελευόμενος ὑπα- κούων, ἐκπορίζων, πείθων, ἀντιλέγων, τοῖς μὲν ἄρχουσι πλη- ρῶν ἐπιθυμίας, τοὺς δ’ ἀρχομένους εἰς ἀνάγκας οὐκ ἄγων.
καί σοί φασιν ἐκ τούτων δύο γενέσθαι, πενίαν καὶ δόξαν,
ὥσθ’ ἡμῖν ἐλπίδας ἀνθεῖν ἀγαθὰς ὡς τοῦ βασιλέως ἀπο- δώσοντος χάριν, ἐπειδὰν εὖ ποιῶν τὸν. Πέρσην ἑλὼν ἀνα- στρέφῃ.
τουτὶ μὲν οὖν τελοίη θεός, Σέλευκος δὲ οὑτοσὶ κηδεστὴς μέν ἐστι Καλλιοπίου τοῦ τραφέντος μὲν ἐν τοῖς Ζηνοβίου λόγοις, κουφίζοντος δὲ ἐμοὶ τὸ περὶ τοὺς νέους
ἄχθος.
ἥκει δὲ πέμποντος Ἐλπιδίου συνεισοίσων τι τοῖς ἔργοις. εἰδὼς δὲ ὡς, ἂν μὴ πρὸς αὐτὸν ἡμέρως ἔχῃς, ἀπελ- θεῖν αὐτῷ κρεῖττον ἢ μένειν, ὅπως ἥμερος ἴσῃ, πράττει διὰ τῶν γραμμάτων.
ἐγὼ δὲ βουλοίμην ἂν καὶ Καλλιοπίῳ κα
χκς'.
Ἀπολιναρίῳ. (361)
Βασσιανὸς καὶ ἡ τούτου τηθὶς συγγενεῖς τε ἄμφω μοι καὶ τιμῆς ἀξίω καὶ ὅ τι ἂν ὑπουργῶ κελευόντων, κέρδος ἐμόν.
γίγνεται δὴ καὶ ταυτὶ τὰ γράμματα βουληθέντων ἐκείνων. Μέγιστον γὰρ τουτονί φασι μὲν αὑτοῖς εἶναι χρήσιμον, ἔσε-
σθαι δὲ πιστεύουσιν ἐν ἀσφαλείᾳ, τῆς σῆς εὐνοίας εἰ τυγχάνοι.
ταύτην δὲ ἔχειν μὲν ἤδη Μέγιστος ἔφη, βούλεται δὲ αὐξη- θῆναι δι’ ἐμοῦ. σὺ γάρ που τὸν σὸν ἔρωτα περὶ ἐμὲ λαθεῖν οὐκ ἐᾷς, ἐρῶν δὲ πᾶν ἂν ποιῆσαι δοκεῖς.
ἄγε δή, πεῖθε τὸν ἄνθρωπον ὡς οὐ κακῶς ἤλπισεν, ἀλλ’ ὑπὸ τῆς ἐπιστολῆς
εἰς τὸ διπλάσιον ἥκει τὸ τῆς βοηθείας
χκζ΄.
Σωπάτρῳ. (361)
Ἔστω καὶ τοῦτο ὃ δεόμεθα τῶν πολλῶν, ἃ πράττεις. οὐκ ἀγνοῶ γὰρ ὡς οὐδ’ ἀναπνεῖν ἔστιν ὑμῖν τοῖς ὀλίγοις
ἀλλ’, οἶμαι, ταῦτα μὲν οὕ- τως ἔδει γενέσθαι· τῷ φέροντι ἴε τὴν ἐπιστολὴν ὑπαρξάτω τῆς σῆς προνοίας μεταλαβεῖν, ὅπως με φαίνοιο τιμῶν καὶ ἐν ἀσχολίαις τηλικαύταις.
χκη΄.
Φαυστιλλιανῷ. (361)
Οὔπω συγγεγόναμεν ἀλλήλοις, ἀλλ’ ὅμως ἐξ ὧν ἀκούο- μεν περὶ ἀλλήλων εἰκότως ἂν θαρροίημεν ἀλλήλοις. ἐγὼ δὲ τοῦ φιλεῖν σε σημεῖον ἐκφέρω τὸ καὶ χάριν αἰτεῖν· σὺ δ’, εἰ
πρὸς τῷ δοῦναι τὴν χάριν καὶ ἐπιτάξαις, δύ’ ἔσῃ χάριτας δε- δωκώς.
τὸν ἄνθρωπον τοῦτον εὖ ποιεῖν ἠρξάμην πάλαι λόγους ὑπὲρ αὐτοῦ καλοὺς ἀκούσας παρὰ Γαυδεντίου τοῦ κα- λοῦ. νῦν οὖν αὐτὸν ἠρόμην, τί ποιῶν μάλιστ’ ἂν αὐτῷ βοη- θοίην, ὁ δ’ ἔφησεν· εἰ σὲ βοηθὸν αὐτῷ ποιοίην.
πέμπω
δὴ τὴν ἐπιστολὴν πράξουσαν τὴν συμμαχίαν καὶ πιστεύω δυ- νήσεσθαι.
χκθ΄.
Πρισκιανῷ. (361)
Οἶσθά που Μαιόνιον τὸν βιβλιογράφον. καὶ ὅτι μοι
βιβλιογράφων ἀμελεῖν οὐκ ἔνι, καὶ τοῦτο οἶσθα. τὸν δὴ φέ- ροντα τὴν ἐπιστολὴν ἐγὼ μὲν οὐ γινώσκω, Μαιόνιος δὲ ποι-
πονηρὸς δέ τις βλάψας ἄνθρωπος ἀπο- δρὰς ᾤχετο, καὶ νῦν οὗτος ἀφῖκται τῶν δικαίων ἀξιῶν τυ- χεῖν.
ὡς οὖν ἐν τῇ πρὸς τοῦτον σπουδῇ βοηθήσων τῷ κάλλει τῶν βιβλίων δεῖξον ὀργὴν ἐπὶ τὸν ἠδικηκότα.
χλ΄.
Ἰταλικιανῷ. (361)
Ὁ Σπεκτάτος ἀνὴρ ἀγαθὸς εἰς ἡμᾶς γίγνεται καὶ γράφει πρὸς τὴν μητέρα τοιούτους μὲν ἐπαίνους, τοιαύτας δὲ παρα- κλήσεις, ὥστ’ οὐδέν μοι πλέον ἀφῆκεν, ἀλλ’ οἷς αὐτὸς χρῶμαι
παρών, ταῦτ’ ἔπεμπεν ἐν ἐπιστολαῖς.
καὶ τὸ ἔτι κάλλιον, οὐ γὰρ ἀμείνω μὲν ἐν ταῖς ὑπὸ τῶν σῶν κομιζομέναις ἔγρα- φεν, οὐ τοιαῦτα δὲ ἐν ταῖς ὑπὸ τῶν αὑτοῦ, τοῦτο δὴ τὸ τῶν ἐξαπατώντων, ἀλλ’ ἔστιν αὐτὸς διὰ πάσης ἐπιστολῆς.
καλῶς οὖν ἡμῖν οἰκονομεῖ τὸ πρᾶγμα. χαίρειν γὰρ ἀνάγκη
τὴν τήθην τοιαῦτα ἀκούουσαν χαίρουσαν δὲ καὶ ζεύξειν εἰ- κός.
σὲ δὲ οἶμαι δεῖν ποιεῖν ἃ παρῄνουν ποιεῖν· ὡς οὐκ ἔσθ’ ὅ τι ἂν εὑρεθείη βέλτιον εἰς τὴν παροῦσαν σπουδήν.
χλα΄.
Παλλαδίῳ. (361)
Περὶ δείλην πρωίαν ἦλθεν ὁ παῖς κομίζων τὰ βιβλία μέλλοντί μοι τῆς ὑστεραίας ἐρεῖν, καὶ οἱ δαιτυμόνες ἐκέκληντο. χρηστὸν οὖν μοί τι δηλοῦν ἐδόκει τὸ παρ’ ἀνδρὸς λόγους
ἐργαζομένου λόγους ἀφῖχθαι δείξοντι λόγους. καί μέ τις ἀμεί- νων ἐλπὶς ἔχει, θεὸς δὲ οἶδε τὸ μέλλον.
ἢν οὖν ἀπέλθωμεν ἐκ τοῦ ἄθλου, τῶν Ἀριστείδου τε καὶ τῶν σῶν ἑξόμεθα καὶ κρινοῦμεν τὰ παλαίσματα. καίτοι τὸ Ἀριστείδην φέρον σαπρὸν ὑπὸ τοῦ χρόνου καὶ τὰ πρῶτα δοκεῖν, ἐστὶν ἔχειν οὐκ ἔχειν·
οὕτως ἡ μέν τις συλλαβὴ φαίνεται, τὴν δὲ ζητῶν οὐκ ὄψει, ἀλλὰ δοκῶν εὑρηκέναι τὸν Θερσίτην ἐγὼ τοῦ ζητεῖν ἔτι τὸν Θερσίτην οὐκ ἀπηλλάγην.
Ἀδριανὸς δέ σε οὐ διαπέφευγε μέν, ἀλλ’ ἐκεῖνος ἐν τῇ σῇ κεῖται χειρί. κατέμεινε δέ, ὅπως ἀεί σου δεοίμην καὶ ἔχοις, ὅ τι χαρίζοιο. καίτοι τοῦτο οὐκ
ὀρθῶς κεκόμψευται. πολλὰ γὰρ ἐν Ἀντιμάχοιο, κἂν πέμπῃς καθημέραν, οὐδέποτε τὰ δοθέντα τῶν οὐ δοθέντων ἱστᾶι πλείω.
περὶ δὲ τοῦ λόγου σου τὰ δίκαια ψηφιοῦμαι καὶ ταῦτα δικάζων ἀνώμοτος.
χλβ΄.
Γεροντίῳ. (361)
Ὅτι μὲν καὶ φιλεῖς καὶ ποθεῖς καὶ ἡμᾶς καὶ τὴν ἡμε- τέραν πόλιν, εὖ ποιεῖς· Αἰγύπτου δὲ μὴ καταβόα μηδ’ ὅπως
ἀπαλλάξῃ τῆς ἀρχῆς, ζήτει.
εἰ γὰρ οἷς ὑπῆρξεν ἐν ἰδιώτου σχήματι Νεῖλόν τε ἰδεῖν καὶ τὰ Νείλου κοὶ Αἴγυπτον καὶ τὰ Αἰγύπτου μακαρίους καλοῦμεν, ποῦ τὸν ἄρχοντα τῶν τοιού- των θετέον, ᾧ μετὰ θεραπείας μὲν μεγάλης ἔστιν ἐπιέναι καὶ γῆν καὶ πόλεις καὶ λίμνας καὶ ποταμὸν καὶ διώρυχας
καὶ στόματα, πανταχοῦ δὲ τῆς ἀρετῆς αὑτοῦ καὶ προ- νοίας ἐγκατοικίζειν ἀποδείξεις;
ἀλλὰ μὴν ὅ γε δῆμος ὁ τῶν Ἀλεξανδρέων κἂν ἐπὶ τῶν κεφαλῶν ἄρχοντα ἀγαθὸν περιφέροι σὺ δὲ τοιοῦτος φρενῶν τε ἐπὶ πλεῖστον ἥκων καὶ λόγων καὶ νόμων καὶ τοῦ τῶν καλῶν ἐπιθυμεῖν, ὥστ’ ἔγωγε
πιστεύω πάντα τὰ πρὸ τοῦ σμικρὰ φανεῖσθαι πρὸς τὰ παρὰ σοῦ τοῖς Αἰγυπτίοις ἐσόμενα ἀγαθά.
εἰ δὲ τῷ μὴ ἡμᾶς ὁρᾶν ἀνιᾷ, νόμιζε μὲν καὶ ἡμᾶς εἰς ταὐτὸν ἥκει παραμυθοῦ δὲ καλλίονι φίλῳ τὴν ἀπουσίαν ἡμῶν. καλλίων δὲ φίλος Εὐ- δαίμων ὁ ποιητὴς οὐχ ἧττον τοῦτο εἰδὼς ἢ κάλλος ποιημάτων.
οὗτός σοι καὶ τὰ ἔργα τῆς ἀρχῆς ἀθάνατα καταστήσει.
χλγ΄.
Εὐδαίμονι. (361)
Ὁ παρὰ σοῦ μὲν ἐμοὶ γράμματα ἐνεγκών, σοὶ δὲ καθ ἡμῶν αἰτίας ἀντὶ τῶν παρ’ ἡμῶν γραμμάτων, εἰκάζω, κακὸς διάκονος ἦν καὶ οὐκ ἐχρῆτο γνώμῃ βουλομένου γράμματα
λαβεῖν, ἀλλὰ δοκοῦντος ἐθέλειν λαβεῖν. μὴ οὖν ἔστω πιστὸς ἐν ταῖς κατηγορίαις, ἀλλ’ ὁ χρόνος τῆς ἡμετέρας φιλίας μεῖ- ζον ἰσχυέτω τῶν ἐκείνου ῥημάτων.
σοῦ δὲ οὐκ ἂν φαίην θαυμάζειν εἰ ποιητὴς ὤν, ἔπειτα Αἰγύπτου λαβόμενος ἐπελά- θου τῆς περὶ τὸν Βόσπορον τρυφῆς, ἐπεὶ καὶ Κασάνδραν εἴ
τις ἤγαγεν εἰς Δελφοὺς καὶ παρήγαγεν εἰς τὸ μαντικὸν χω- ρίον, δοκεῖ μοι μηδὲν ἂν ἔτι τῶν ἐν Ἰλίῳ λαμπρῶν πρότερον ποιήσασθαι τῶν ἐν Δελφοῖς καλῶν.
νῦν δὲ δή τι καὶ πλέον προσγέγονεν· ἄρχει Γερόντιος Αἰγυπτίων λόγους ἔχων τε καὶ τιμῶν τοὺς ἔχοντας. τοῦτο δ’ ἐστὶ διπλοῦν σοι γεγο-
νέναι τὸν δασμόν. οὐδὲ γάρ, εἰ τὰ Τέλληνος ᾄδοι τις, οἶός τε ἔσται πρὸς αὑτόν σε μεταστῆσαι.
χλδ΄.
Ἀμφιλοχίῳ. (361)
Εἰ μὴ ταῦτα ἐποίουν, ἠδίκουν ἄν, ποιῶν δὲ οὐκ ἂν
εἰκότως ἐπαινοίμην· ἐπεὶ καὶ σὺ τῶν μὲν υἱέων ἀμελῶν εἶχες
ἐμὲ δὲ τούτοις οὐκ ὀλίγα ποιεῖ πατέρα· ὧν κεφάλαιον τὸ πρὸς λόγους εὖ πεφυκέναι.
χλε΄.
Θεμιστίῳ. (361)
Μανὸς ὀξὺς μέν ἐστι δανείσασθαι, βραδὺς δὲ ἀπο- δοῦναι. ἀλλὰ τοῦτο μὲν τῆς ἐκείνου φύσεως, οἱ νόμοι δὲ αὐ- τὸν ἕτερα διδασκέτωσαν, ὧν οὐκ ἂν καταφρονοίη σοῦ βεβαι- οῦντος τοὺς νόμους.
βιβλίδιον δὲ τουτὶ κομίζει Φαυστιλ-
λιανός, ὥστε μὴ εἶναι ἀναισχυντεῖν ἐκείνῳ. τούτῳ δέ γε εἶναι δεῖ παρὰ σοῦ τινα φροντίδα Σευήρου τε ὄντι συγγενεῖ, περὶ οὗ γράφων οἶσθα ὁπόσα εἶχον γράφειν, καὶ πειρωμένῳ τὸν Σευήρου μιμεῖσθαι τρόπον. οὗτος δέ ἐστιν· ἀδικεῖν μὲν οὐκ ἐπίστανται, πάσχειν δὲ κακῶς οὐκ ἀνέχονται.
τούτους καὶ
παρόντας καὶ ἀπόντας εὖ ποιεῖν· ὡς ὅστις ἄρχων ἐπαίνων ἐπιθυμεῖ — τὴν τούτων δὲ ἐπιθυμίαν εἶναι πιστεύω παρὰ σοί — μάλιστ’ ἂν τυγχάνοι τῶν ἐπαίνων τοῖς ἀγαθοῖς βοη- θῶν.
δεῖ δὲ μὴ μόνον ἔργῳ βοηθεῖν, ἀλλὰ καὶ πρὸς ἡμᾶς ἐπιστέλλειν, ἅττα εἰς αὐτοὺς πράττεται. σιγήσονται μὲν γὰρ
οὐδὲ ἐκεῖνοι, τῶν δὲ ἡδίστων ἐμοὶ τὸ καὶ παρὰ σοῦ μανθάνειν.
χλς΄.
Ἀνατολίῳ. (361)
Οἴα τετόλμηται οὐ περὶ τὸν Ἴστρον ἐγγὺς Σκυθῶν οὐδὲ ἐν τοῖς ἐσχάτοις Λιβύης, ἀλλ’ ἐν Φοινίκη, τῷ πάντων ἡμε- ρωτάτῳ χωρίῳ, νόμων ὄντων, ἀρχόντων ἐφεστηκότων, βασι-
λέως ζῶντος ἐν ὅπλοις, ὅπως ἅπαν ἀπείη βίαιον.
Λου- κιανός τις, ἄνθρωπος ἐπὶ μικροῦ τινος σχήματος, χρήματα εἰσπράττων γεωργούς τινας, ὥσπερ Διονύσιος ὤν, ὁ Σικελίας δεσπότης, ἢ Γέλων ἐκεῖνος ὁ τὴν μεγάλην δύναμιν ἔχων, ἐκώ- μασεν εἰς τὸν γάμον Εὐσταθίου τουτουί, πένητος μὲν καὶ
πένητι συνοικοῦντος, παρεμυθεῖτο δὲ αὐτὸν ἡ σωφροσύνη τῆς γυναικός, ἣν ἀπολωλυίας αὐτῷ τῆς πόλεως, ἔστι δὲ Νικομη- δεύς, ἄγεται, προῖκα δὲ εἰσέφερεν ἡ γυνὴ τὸν τρόπον.
ἀλλ’ ὁ μὲν Ἐλπιδίου κελεύοντος ᾤχετο ἄξων ἀνθρώπους ὡς ὑφέ-
καὶ ἦσαν ἐν συνη-
θείᾳ καὶ πολλάκις ἦλθε παρ’ ἐκείνην ἡ τούτου θυγάτηρ εἰ- δυῖα, ὅτου χάριν ταῦτα ἐπράττετο τοιαῦτα γὰρ ἐπαίδευε τὴν θυγατέρα. καλεῖ δή ποτε καὶ ταύτην ἐκείνη παρ’ αὑτὴν ἀξιοῦσα τῶν ἴσων τυχεῖν, ἡ δέ, ὧν γὰρ ἀφειστήκει τοῖς ἔρ- γοις, οὐδὲ ὑποπτεύειν ἠξίου, καὶ ὑπήκουσε καὶ ἦν εἴσω θυ-
ρῶν, μᾶλλον δὲ ἐν δικτύῳ.
κατακλείσας γὰρ αὐτὴν ὁ ὑβρι- στὴς ἐκεῖνος ἐν δωματίῳ καὶ φήσας δεῖν προσκυνεῖν τὴν Τύ- χην, εἰ τὸν βίον ἐκ τῶν χειρῶν ποιουμένη συγκατακλίνοιτο τῷ δοῦναι δυναμένῳ, ἐπειδὴ καλῶς εὕρισκεν ὡπλισμένην
ξίφος ἐνταῦθα ἐγύμνωσε Λουκιανός, ὦ θεοί. ἡ δὲ τοῦτο ἐπῄνεσε μόνον, εἰ ἀποθανεῖται πρὸ αἰσχροῦ τινος. ὡς δὲ ἔγνω καὶ
τῆς ψυχῆς ἀφισταμένην, οἰκέτας καλεῖ καὶ σχοινία κομίζειν ἐκέλευεν, ἡ δὲ ἦν ἐπὶ κλίνης ἐν δεσμοῖς καὶ βοώσης ὑβρίζετο τὸ σῶμα.
εἰ μὲν οὖν ταῦτα εἰργασμένος εἰς φρέαρ ἐνέβαλε ἠδικημένην, ὥσπερ ἐν Λεύκτροις Λάκωνες ἃς ἐβιάσαντο, πονηρὸς μὲν ἂν ἦν τῇ μοιχείᾳ, πειρώμενος δὲ ἀφανίζειν τὸ
πραχθὲν ἐδόκει ἂν φοβεῖσθαι τοὺς νόμους· νῦν δ’ ὥσπερ ἐν- δεικνύμενος ὅτι, κἂν σύ, κἂν Μόδεστος, κἂν Ἐλπίδιος, κἂν ἅπαντες γνῶσιν ἄνθρωποι τὸ ἀδίκημα, δέος οὐδέν, ἐκπέμπει τὴν ἄνθρωπον καταγελῶν.
ἡ δὲ πρὸς τὸν ἄνδρα, καὶ γὰρ εὐθὺς ἀφῖκτο κατὰ τύχην, ἐποῦσα τὸ πᾶν ἐδεῖτο αὑτὴν ἀπο-
κτεῖναι, μηδὲ γὰρ ἂν ἀτυχησάσῃ τὰ τοιαῦτα ζῆν ἔχειν καλῶς.
μοιχόν.
ἐγὼ δὲ αὐτὸν πέμπω παρὰ σὲ νομίσας τὸ μὲν ἔχειν πολὺν πόνον, τὸ δὲ ἴσην τὴν ἀκρίβειαν ἄνευ πόνων. ἀλλ’, ὦ σωφρονέστατε καὶ δικαιότατε καὶ γυναικὶ συνοικῶν καὶ παῖδας γνησίους τρέφων, δεῖξον ὡς ἔστιν ὁ κωλύσων ταῦτα τολμᾶσθαι.
χλζ΄.
Ἀπολιναρίῳ καὶ Γεμέλλῳ. (361)
Ἃ μὲν ἠδικημένος Εὐστάθιος ἥκει δίκην ληψόμενος, ἐκ τῶν πρὸς τὸν πατέρα ὑμῶν εἴσεσθε γραμμάτων· ὑμᾶς δὲ δεῖ φανῆναι καὶ τὸν δεδρακότα μισοῦντας καὶ τὸν πεπονθότα
ἐλεοῦντας καὶ τίνες ἂν ἄρχοντες γένοισθε, δι’ ὧν πράττετε συζῶντες ἄρχοντι τῷ πατρί.
χλη΄.
Ἀγροικίῳ καὶ Εὐσεβίῳ. (361)
Εἰ ταῦτα οὕτως ἔχει, καὶ θεῶν ἀνάγκη κρείττων, ὡς ὁ
τῶν σοφῶν λόγος. ἐγὼ δὲ ἐνθυμούμενος τήν τε ὑμετέραν
πραγμάτων δέ τις ἐπιγενόμενος κύκλος ἐδίδαξεν ὅτι ἄρα κρεῖττον ἦν ἵζω τοῦ κυδοιμοῦ μένειν, ἀλλ’ οἴμαι καὶ τοῦτον στήσεσθαι καὶ
ὑμῖν ἐπάνοδον ἔσεσθαι.
χλθ΄.
Εὐσεβίῳ. (361)
Τί ἄν τις αἰτιῷτο φεύγοντα πῦρ; πυρὸς γὰρ οὐδὲν ἡ τῶν ἐνταῦθα διαφέρει φιλονεικία. εἴτε τῆς φύσεως ἐναγούσης
εἴτε τῶν πραγμάτων βιαζομένων οἴχεται μὲν αἰδώς, αἰσχύνεται δὲ οὐδείς, δάκνουσι δὲ ἀλλήλους, φθόνον δὲ ἐμοὶ συνάγουσιν.
ὁ δὲ ἀδελφός μοι τῶν περὶ ταῦτα κακῶν οὐκ ἔστιν ἐλεύ- θερος, ἀλλ’ οὔπω μὲν λειτουργεῖ, τὴν μνήμην δὲ οὐ διέφυγεν ἐν τῷ περὶ τούτων λόγῳ.
δυσχεραίνω δὲ τὴν πόλιν, βλέπω
δὲ ἑτέρωσε καὶ ταῦτα γήρως γεγευμένος. τοιαῦτα τοῦ παρόντος ἀπολαύομεν καιροῦ.
χμ΄.
Ἀνατολίῳ. (361)
Ἡρωδιανῷ δέδοται παρ’ ἡμῶν χρόνος βραχύς, ὅπως ἣν ἔχει γῆν βραχεῖαν ἐλθὼν ἴδῃ. δεῖ δὲ αὐτῷ τῶν ἐν Φοινίκη
μικρῶν, ἐπειδὴ τὰ ἀπὸ τῆς τέχνης ἔτ’ ἐκείνων μικρότερα. τὸ γὰρ οὓς οὐ προσῆκεν εἶναι μεγάλους ἐταπείνωσε τὰ τῶν εἰκό- τως ἂν ὄντων μεγάλων.
γενέσθω δὴ τοῖς Φοίνιξιν αἴσθη- σις ὅτι σοὶ καὶ τούτου καὶ τῶν τούτου μέλει. καὶ γὰρ ἀπὸ τῶν μικρῶν γένοιτ’ ἂν ἴσως τι κέρδος, ὅταν εὔνοιαν ἄρχοντος
λάβῃ.
χμα΄.
Τῷ αὐτῶ. (361)
Φλαβιανὸς οὑτοσὶ τὸ μὲν γένος ἐστὶ Βιθυνός, δὲ ὅπως ἔχω πρὸς Βιθυνούς, μουσείων δὲ τῶν Ἀθήνησι
μετέσχε. τὸν νοῦν δὲ ὢν ὀξὺς χρηστός ἐστι τὸν τρόπον. μικρὰ δέ μοι συγγενόμενος εἰς τοὺς φίλους ἐγγέγραπται· τοσοῦτον ἴσχυσε τοῖς μικροῖς.
ἔρχεται δή σέ τε ὀψόμενος καὶ Φοι- νίκην, τὴν μὲν εὖ πράττουσαν, σὲ δὲ ὑπὲρ αὐτῆς πονοῦντα. πέμπε οὖν αὐτὸν αὗθις ὡς ἡμᾶς γνόντα σου καὶ τὴν ἡμε-
ρότητα καὶ τὴν δικαιότητα.
χμβ΄.
Ἰταλικιανῷ. (361)
Σὸν τὸ κέρδος, εἴ τι δόξεις εὑ ποιεῖν τὸν οἶκον τῆς πάντα ἐμοὶ τὰ κάλλιστα προσειπεῖν ἀξίας Βασσιανῆς. ὅπως τοίνυν χρήσῃ τῷ καιρῷ καὶ γένῃ βελτίων εἰς Ῥουφῖνον ἢ
βούλεται.
ἥκει δὲ γῆν τὴν οὖσαν αὐτοῖς ἐπὶ τῆς Ἀσίας ὀψόμενος καὶ καταστήσων, εἴ τι τετάρακται. τὰ τοιαῦτα δὲ τῆς παρὰ τῶν ἀρχόντων δέοιτ’ ἂν εὐνοίας, ἣν ἀεὶ σὺ περὶ τούσδε φυλάξας νῦν οἶδ’ ὅτι λαμπρότερον δείξεις.
χμγ.
Πρισκιανῷ. (361)
Ἀλλ’ εἰ καὶ τῶν χειρῶν σου τὸν Πλάτωνα ἐξέβαλεν ἥ τε ἀρχὴ καὶ τὰ πανταχόθεν ἕλκοντα, τήν γε ψυχὴν ὁ Πλατῶν οἰκεῖ τὴν σήν, ὅθεν ἡμῖν μύθους καὶ λόγους τοιούτους φέ- ρεις.
ἀλλ’ ἰδού, πάλιν σύ τε καὶ Μίκκαλος εἰς γεγένησθον
τοῦ Ἡφαίστου τοῦθ’ ὑμᾶς ἐργασαμένου. καὶ περιστήσεταί γε ὑμᾶς ταῦτα, ὥσπερ εἰκός, ἴνα ὄντας· ἥξουσιν οἱ τίλλοντες. ἀλλὰ σοὶ μὲν οὗτος ὁ φόβος, ὁ Μίκκαλος δὲ ἡμῖν οὐκ ἐν περιουσίᾳ τριχῶν.
χμδ΄.
Φουρτουνατιανῷ. (361)
Ἡμεῖς ὡς ἀληθῶς ἐν ἐρημίᾳ σοῦ γε ἀπόντος, μᾶλλον δὲ ἐν φαυλοτέροις τῶν [γε] ἐρημίᾳ· οἱ μὲν γὰρ οὔτε χείροσιν
οὔτε βελτίοσιν ὁμιλοῦσιν, ἡμεῖς δὲ ὃν μὲν ἐχρῆν ἔχειν ζητοῦ- μεν, ὧν δὲ κέρδος ἦν ἀπηλλάχθαι, τούτοις περιτυγχάνομεν.
ὃς δ’ ἦν μόνος εἰς παραμυθίαν, παραμυθίας δεῖται· Ῥου- φῖνος ὁ πολλὰ δὴ παρὰ τοῦ δαιμονίου πεπληγμένος οὗτος νῦν ἐκκρέμαται τῶν ἀγγάρων, καὶ τὸν αὐτὸν ἔδοις ἂν νῦν
μὲν γελῶντα, νῦν δὲ κλάοντα, πρὸς τὸν ἀεὶ φοιτῶντα λόγον τὴν γνώμην τρεπόμενον.
‘ὲν δὴ φάρμακον ἰσχυρότερον τῶν κακῶν, εἰ σὺ φανείης καὶ φιλοσοφοίης τὰ εἰωθότα.
χμέ.
Εὐδοξίω. (361)
Οὐ τὸ ἐπιστεῖλαι θρασύ, ἀλλὰ τὸ μὴ τοῦτο ποιῆσαι μέμψιν ἔχον. σὺ δέ, κἂν μηδὲν ἄλλο κατεπείγῃ, προσαγόρευε· κἂν κατεπείγῃ, γράφε θαρρῶν· ὡς ἐγὼ σέ τε καὶ τὸν ἀδελφὸν ἄν- δρας τε ἡγοῦμαι χρηστοὺς καὶ τῆς παρ’ ἐμαυτοῦ βοηθείας, εἴ τι δυναίμην, οὐκ ἀποστερήσω.
χμς΄.
Μαξίμῳ. (361)
Μικρὰ πενθῆσαι λέγεται Εiδkηος τὸν πατέρα, τούτου δὲ αἴτιον εἶναι σὲ τὸν τῆς ὀρφανίας αὐτῷ τὴν αἴσθησιν ἀφε- λόντα πολλοῖς καὶ μεγάλοις ἔργοις, ἃ τῶν παρόντων οὐ χεῖρον
ἡμῖν ὑπῆρξε μαθεῖν αὐτοῦ τοῦ σεσωσμένου μηνύοντος ἐν ἐπι- στολῇ μακρᾷ.
τὰ μὲν οὖν παρ’ ἡμῶν ἤδη κομίζῃ, κρότον καὶ ἐπαίνους καὶ τὸ μηδένα ταῦτα ἀγνοεῖν· εἰκὸς δέ σοι καὶ τοὺς μείζους ἔσεσθαι μισθούς, οὓς εἰώθασι διδόναι τοῖς ἀγα- θοῖς οἱ θεοί.
παρακαλεῖν δέ σε πρότερον μὲν ᾤμην δεῖν,
νῦν δὲ οὐκέτι. καὶ γὰρ ἰοὺς στρατηγοὺς ὁρῶ πρὸ μὲν τῶν ἔργων λόγῳ κινοῦντας τοὺς μαχομένους, ἔπειτα ἀρκεῖν ἡγου- μένους αὐτὰ τὰ εἰργασμένα παρακαλέσαι πρὸς τὰ λοιπά.
τουτονὶ δὲ τὸν νεανίσκον πάλαι μὲν εὖ ποιεῖς, νῦν δὲ ὄψει κοινωνοῦντα τῷ μὲν πατρὶ τοῦ ὀνόματος, τῷ δὲ ἀδελφῷ τῶν
τρόπων.
χμζ΄.
Βασιλείῳ. (361?)
Καὶ πῶς ἂν ἐπιλαθοίμην ἡμερῶν ἐκείνων καὶ λόγων καὶ κρότων; ὡς ἔμοιγε ἀνάγραπτος ὁ βραχὺς ἐκεῖνος χρόνος
δεῖ δή σε τέρπεσθαι μέν, εἰ λαμβάνοις γράμ-
μάτα· μὴ λαβεῖν δὲ εἰ συμβαίη, πάντα μᾶλλον εἰκάζειν ἢ ὡς οὐ σὺ παρ’ ἐμοὶ τίμιος. καὶ τοὺς νεανίσκους, ὑπὲρ ὧν ὡς ἡμᾶς ἦλθες, μὴ μόνον ἐκ τῆς κηδείας, ἀλλὰ καὶ ἐμὴν χάριν φιλεῖν.
χμη.
Κυρίλλῳ. (361)
Οὐλπιανοῦ καὶ ὡς πολίτου καὶ ὡς ἑταίρου καὶ ὡς χρη- στοῦ πάντων εἵνεκα κήδομαι. τούτου δὲ κηδόμενον οὐκ ἔστιν ἀμελῶς ἔχειν περὶ τὸν τούτου κηδεστήν· ὃς εὖ πεπονθέναι μὲν ὑπὸ σοῦ πολλά φησι καὶ οὐκ ἀρνεῖται, δέδοικε δὲ νῦν
μὴ κακόν τι λάβῃ πονηρίᾳ μὲν οὐ κεχρημένος, μέμψει δέ πως χώραν δεδωκώς.
σὺ δὲ πανταχόθεν μὲν ἐπαινῇ, μάλιστα δὲ τῷ συγγνώμην νέμειν εἰδέναι· πάντως δέ, εἰ καὶ μὴ ὧδε ἐπεφύκεις, ἀλλ’ ᾔδεις καὶ θυμῷ χαρίσασθαι, κρείττων ἂν ἐγέ- νου α τῆς φύσεως εἰς ἐμὴν βλέπων
χμθ΄.
Παλλαδίῳ. (361)
Ὥσπερ ὑπὲρ ἀδίκου τινὸς ᾐσχυνόμην ἂν ἐπιστεῖλαι πρὸς σὲ τὸν ὑπὲρ τῶν δικαίων ζῶντα, οὕτω νῦν δικαίου μεμνῆσθαι
Ἀκάκιος ἴνα με νομίζει τῶν εὐκαταφρονήτων καὶ τῷ πρὸς ἄλλους καὶ πρὸς ἐμὲ προσ- φέρεται τρόπῳ. ξύλα γοῦν λαβὼν φυλάττειν τῆς παρακατα- θήκης αὑτὸν ποιεῖ δεσπότην ἔτος τουτὶ τέταρτον ἀεὶ μὲν ὑπισχνούμενος ἀποδώσειν, οὐκ ἔστι δὲ ὅτε οὐ ψευσάμενος.
ἐμὲ δὲ δύ’ ἀνθ’ ἑνὸς ἀδικεῖ, τῷ τε ἀποστερεῖν καὶ τῷ χρήσασθαι δικαοταῖς ἀναγκάσαι. χρῶμαι δὲ τῷ τε ἐνταῦθα καὶ σοί, τὸν μὲν πείσας πέμψαι στρατιώτην, σοῦ δὲ δεόμενος μὴ τῆς ἀνάγκης αὐτὸν ἐξελέσθαι τῇ τοῦ σοὶ διακονεῖν προ- φάσει.
χν΄.
Φουρτουνατιανῷ. (361)
Ἐξ ἡμισείας ἔχειν ἔοικας ἀγαθοὺς οἰκέτας, οἱ τὰ μὲν παρὰ σοῦ γράμματα καλῶς ἴσασιν οἷς δοῦναι δεῖ, τὰ δὲ πὰρ ἐκείνων ὥστε σοὶ φέρειν οὐδ’ ἂν ἀναγκαζόμενοι λάβοιεν.
ἴγωγέ τοι πρὸς τὴν προτέραν ἐπιστολὴν εὐθὺς ἀντεπιστεί- λας ἐκέλευον λαμβάνειν, ὁ δὲ μέλλειν ἔφησεν ἔτι καὶ οὐδὲν κατεπείγειν, πάντως δὲ οὐχ οὕτως ἔσεσθαι κακὸς ὡς ἐμὲ μὲν ἀργὸν ἐθελῆσαι δεῖξαι, σὲ δὲ ἀνιᾶσαι.
τοιαῦτα ἐκείνου λἐ-
θαυμάζω δὲ εἰ τὸ
τῶν νέων ἀποκεκρίσθαι με νῦν ὀνομάζεις σχολὴν ὥσπερ οὐκ ἐννοῶν ὅτι τοῦτ’ αὐτὸ τοὺς ἄλλους ἡμῖν ἐπάγει τὸ τὰ τῶν νέων ἡσυχάζειν. οὐδὲ γὰρ εἰς ἐκείνους ἔστιν ἡμῖν ἀναχωρεῖν, ἀλλ’ ἀνάγκη τρέχειν ἢ πονηρὸν εἶναι δοκεῖν.
ὥσπερ οὖν ἅτερος τοῖν σκοπέλοιν ὧν Ὅμηρος ἐμνήσθη καλύπτεται τὴν
κορυφὴν διηνεκεῖ νεφέλῃ, οὕτως ἐμοὶ πραγμάτων ὄχλος Μὁε σοὶ δ’, εἰ μὲν ἀνθ’ ἡμῶν ἀρκεῖ τὰ δένδρα, σκόπει πρὸς σαυ- τὸν εἰ καλῶς ἀρκεῖ· εἰ δὲ καὶ ἡ τοῦ Μήδου πλάτανος δευ- rέρα τῶν φίλων, ἴργῳ δεῖξον.
χνα΄.
Ἀκακίῳ. (361)
Εἴ μοι τὰ Κροίσου χρήματα καὶ χρυσὸν τὸν Γύγου καὶ ἔτι τὸν Μίδου τοῦ Φρυγός , οὗ τὴν χώραν νῦν τε εὖ ποιεῖς καὶ πρότερον ἐποίεις — οὐ θαυμάσῃ δέ, οἶμαι, τὸ καὶ νῦν εὖ
ἀλλ’ ὅπως, ὦ ἄριστε μὴ μὴ χείρων ἔσται τῶν ἤδη πεπραγμένων ὁ
μετὰ ταῦτα χρόνος· οὐδὲ γὰρ εἰς ἀχάριστον καταθήσῃ τὴν χάριν, ἀλλ’ εἰς βοῶντα καὶ κηρύττοντα ὃ λάβοι.
οὔκουν ἐσίγησε πρὸς ἡμᾶς οὔτε τὴν παρὰ σὲ εἴσοδον οὔθ’ ὧν ἔτυχεν εἰσελθών, ἀλλ’ οὕτως ἐστὶ χρηστός, ὥστε μακρὰν μὲν ἔπεμψεν ἐπιστολὴν, δι’ ἑνὸς δὲ ῥήματος πᾶσαν ἦλθεν ὑφαίνων, ὥστε
με καὶ πρὸς γέλωτα ὑπενεχθῆναι. διὰ γὰρ τοῦ τετίμημαι καὶ ἐτιμήθην καὶ τιμῆς ἠξίωμαι τὸ μῆκος ἐξειργάσατο καὶ ἦν ὁ Δῖός Κόρινθος ἀτεχνῶς τὰ γράμματα.
εἰ οὖν ὅστις ἀχάριστος μισοῖτ’ ἂν εἰκότως, ὅτῳ μέλει τοῦ μεμνῆσθαι χάριτος, πῶς οὐχ ὅτι πλείστας τῷ τοιούτῳ δοτέον, ὥσπερ
πιείρᾳ γῇ σπέρματα;
ἐπῄνεσα δέ σου τὸ δόντα τὴν χάριν μηδὲν εὐθὺς ἐπιστεῖλαι· τό τε γὰρ μηδὲν ἀποκρίνασθαι περὶ ὧν ἠξίουν ἄλογον εἰπεῖν τε ὃ πεποιήκεις ᾐσχύνου. ἀλλ’ ἐπει- δὴ παρ’ ἐμοῦ τὰ σοὶ πεπραγμένα πρὸς ἡμᾶς ἀκήκοας, ἴθι καὶ γράφε καὶ διὰ πάντων εὔφραινε.
χνβ΄.
Ἀνατολίῳ. (361)
Ἱλαρῖνος οὑτοσὶ τὸ μὲν Ἕλλην ἀπὸ τῆς Εὐβοίας. δικῶν δὲ οὐκ ἄπειρος. ἐμοῦ δὲ ἤρα καὶ πρὶν ἰδεῖν. ἐπὶ δὲ
τὴν τῶν νόμων μητέρα ἥκει τὸ Σωκράτους μιμούμενος νομί- ζων ἁπάσῃ ἡλικίᾳ πρέπειν τῶν καλῶν τι μανθάνειν.
τοῦ· τὸν ἴνα ποίησαι τῶν περὶ σαυτόν, κἂν προσίῃ δέχου μεθ’ ἡδονῆς, κἂν ὀκνῇ, μεταπέμπου. εἴς τε γὰρ ἄνδρα χρηστὸν τὰ τοιαῦτα ποιήσεις καὶ τῆς αὐτῆς ὁδοῦ δώσεις ἡμῖν χάριν, οἷς
χαριζόμενος οἴει κερδαίνειν.
χνγ.
Δομνίωνι. (361)
Ἴδου, καὶ τὴν Ἑλλάδα πρὸς σαυτὸν κεκίνηκας καὶ μετὰ τῶν νέων σχεδόν τι καὶ γέροντας εἰς Φοινίκην ἀναπέπεικας
τρέχειν. Ἱλαρῖνος δὲ οὑτοσὶ πρότερον μὲν ἐπεθύμει τῶν ἐμῶν τι λαβεῖν, κωλυθεὶς δὲ τῇ τύχη τῶν σῶν ἔρχεται μετασχήσων.
δεῖ δή σε τοιοῦτον περὶ αὐτὸν γενέσθαι, οἷος ἂν ἦν ἐγώ, τῶν ἐμῶν εἰ μετεῖχε διατριβῶν. λέγω δὲ οὐ περὶ τῆς εὐνοίας,
χνδ΄.
Δημητρίῳ. (361)
Ὁ τὰ μέρη τῶν ἀγρῶν ἀποδόμενος ἐκεῖνος, ὅτε μὶν ἡμεῖς ἠξιοῦμεν ὠνεῖσθαι, Θετταλίαν ἔφασκε καὶ Βοιωτίαν πωλεῖν, καὶ ἦν οὐδὲν ἐν τῇ τιμῇ μέτριον, ὥστε ἐφεύγομεν·
ἐπεὶ δὲ τὸν δεῖνα ἴδει πρίασθαι, καὶ τὸ μικρὸν ἡγήσατο μέγα βλάψας μὲν αὐτὸς αὑτόν, θεὶς δὲ ἐφ’ ἡμῖν νόμον· μνησθῆναι γὰρ ἴσως οὐκ ἔνεστι πλείονος ἢ τοῦ παραδείγματος ἀκούειν ἀνάγκη.
δοκεῖ οὖν μοι χρῆναι χρήσασθαι μὲν μερισμῷ τὸ νῦν τοῦ μὴ τὸ πᾶν ἀντὶ τοῦ μέρους εἶναι τῷ πριαμένῳ, τιμὴν
δὲ τὴν πείθουσαν ὁ διδοὺς εἰ φανείη, πωλεῖν. ὁ γὰρ κοινω- νὸς παραινεῖ.
χνε΄.
Φλαβιανῷ. (361)
Πὰν ὅ τιπερ ἀπὸ φιλούσης γίγνεται γνώμης, οὐ μικρὸν 20 παρά γε ἐμοί. σοῦ δὲ ἐγὼ τὴν σπουδὴν πρὸ τῶν πεμφθέντων σκοπῶν ταύτῃ κρίνω καὶ τὰ πεμφθέντα μεγάλα.
ταῖς μὲν οὖν περιστεραῖς ἥσθην, τὴν δορκάδα δὲ ἐδάκρυσα θαυμαστὰ
τῆς δὲ νίκης, ἣν ἐμήνυες, χάριν ἔχω τῷ ὁμωνύμῳ, καὶ αὐτός γε δι-
δάξειεν ἐλθὼν τὴν τε μάχην καὶ ὅπως ἐτρέψατο τοὺς ἐναν- τίους. εἰ δὲ καὶ αἰχμαλώτους δείξει, μείζων ἔσται παρ’ ἡμῖν τοῦ Κλέωνος.
χνς΄.
Μαξίμῳ. (361)
Τῇ πρὸς Καρτέριον ὀργῇ Μούσαις τε καὶ πᾶσι λογίοις θεοῖς ἔπραξας κεχρισμένα, οὓς ἐκεῖνος ἀφεὶς καὶ ταῦτα αὐ- τῶν τυχὼν ὅπλα τε ἐώνηται καὶ τὸν Ἄρη θεραπεύει καὶ γέ- γονεν ἀντὶ ῥήτορος στρατιώτης.
ἀλλ’, ὦ μακάριε, βλέψας πρὸς τὸν παρόντα καιρόν, ὃς τὰ μὲν ἐκείνων ἦρε, τὰ δ’ ἡμέ-
τέρα καθεῖλε, — πάντως δὲ ἀπὸ τῶν σῶν εὐθὺς ἡ πίστις, προσθείην δ’ ἂν ὅτι καὶ ἐμῶν, οἳ πολλῷ χείρους ἡμῶν ἐπαι- νεῖν ἠναγκάσμεθα φοβούμενοι μετὰ τῆς δυνάμεως αὐτῶν τὴν ἄνοιαν — διὰ δὴ ταῦτα νομίσας Καρτέριον εἰκός τι πεπον- θέναι πρὸς τὸ λυσιτελοῦν κεχωρηκότα τῷ μὲν παρελθόντι χρό-
νῷ τὴν εἰς τὸν Ἑρμῆν ὅρισον χάριν, τὰ λοιπὰ δὲ ἔστω φιλαν- θρωπότερα μᾶλλον ἢ ἀκριβέστερα, ὅπως καὶ αὐτὸς ἀπολυ- θείην αἰτίας. οὐ γὰρ σὺ δοκεῖς ἀμνημονεῖν τῶν πρὸς ἡμᾶς
ἔπειτα ὑβρίζομαι ταῖς ὑποψίαις. ἀλλὰ σὺ τοῦτο ἄνελε καὶ δεῖξον ἐμ τε οὐ κακοῦργον σαυτόν τε πόρρω τοῦ ψεύδεσθαι.
χνζ.
Ἀκακίῳ. (361)
Ἀρ’ ἀδίκου τινὸς ἠξιοῦμεν τυχεῖν καὶ διὰ τοῦτο ἀπε- τυγχάνομεν; ἢ τὸ μὲν πρᾶγμα δίκαιον, οἱ δὲ αἰτοῦντες οὐ- δενὸς ἄξιοι; <ἢ> πέπρακται μὲν ἐκεῖνο, γνῶναι δὲ οὕπω δύνημαι;
λῦσον δὴ τὴν ἀπορίαν καὶ νόμισον καὶ τὸ ὡς μάτην ἠνωχλοῦμεν μαθεῖν κέρδος ἡμῖν ἔσεσθαι. τοῦ τε γὰρ
ἐκκρέμασθαι τηνάλλως ἀπαλλαξόμεθα καὶ ἴσως ἐπ’ ἄλλην βου- Λὴν ἥξομεν.
αἰσχυνθεὶς οὖν εἰ μὴ καὶ ἡμᾶς, ἀλλὰ τὸν γεν- ναῖον Εὐμόλπιον ἢ δὸς τὴν χάριν, εἰ μήπω δέδωκας, ἢ δή- λωσον ὅτι δέδωκας, ἢ ὅτι ὄντως δώσεις ἐπίστειλον.
χνη΄.
Τῷ αὐτῷ. (361)
Ἔπραξας, ὦ γενναῖε, σοφίᾳ χρησάμενος ὑπὲρ τῆς ὰλη- θείας· τὸ σοφὸν δὲ ἦν ἐν τῷ συντέμνειν καὶ μὴ διατρίβειν, ὡς τά γε ἐν τοῖς τοιούτοις μήκη πολλὰς δύναται τίκτειν λαβάς.
δοκεῖς δέ μοι σὺ καὶ τὴν Ἀρκαδίαν αἰτηθεὶς παρ’ ἐμοῦ μὴ ἂν εἰπεῖν· οὔτοι δώσω δοῦναι κύριος ὤν· οὕτω πάντα ἐθέλεις διδόναι καὶ δῆλος εἶ χαίρων ὁ διδοὺς τοῦ λαμβάνον- τος οὐχ ἧττον.
οὐκοῦν καὶ τὰ λοιπὰ δώσεις ἥκοντι τῷ
νεανίσκῳ, τοῖς αὐτοῖς δὲ καὶ ἐμὲ τὸν ἀπόντα εὖ ποιήσεις. ἔστι δὲ τὰ λοιπὰ συνεχὴς εὔνοια καὶ τὸ δεικνύειν ὡς εἰσιόντι μὲν παρὰ σὲ χαίροις, ὀκνοῦντι δὲ μέμφοιο.
ποιήσει δὲ αὐτὸν τοῦτό τε καὶ τὰ τούτῳ παραπλήσια μέγαν μὲν ἐν τοῖς πολί- ταις, μέγαν δὲ παρὰ τοῖς γονεῦσι. βουλοίμην γὰρ ἂν αὐτὸν
δοκεῖν τῷ πατρὶ δύνασθαι βοηθεῖν μᾶλλον ἢ ’κείνου χρῄζειν. ἡδὺ δὲ ἄρα καὶ τοῦτο πατρὶ καὶ ἕν τι τῶν ἐν εὐχαῖς καταφεύγειν ἔχειν εἰς παιδὸς δύναμιν.
αὐξήσεις δὲ οὐ φαῦλον ἄνθρω- πον, ἀλλ’ ἔχοντα σύνεσιν καὶ χάριτος εἰδότα μεμνῆσθαι. πει- ρώμενος δὲ φήσεις περὶ αὐτοῦ πρὸς ἄλλους ἃ νῦν ἀκούεις
καὶ οὐ φήσεις με τὴν πολλὴν ταύτην σπουδὴν ἄνευ νοῦ πε- ποιῆσθαι.
νομίζω δέ σε βλέψαντα εἰς αὐτὸν γνωριεῖν τὸν νεανίσκον. ἦν γὰρ δὴ περιφανὴς ἐν τοῖς ἀκροωμένοις, ὁπότε ἡμῖν ἐπιδείξεις εἴησαν. ἐκάθου δὲ ἄρα καὶ αὐτὸς σιγῇ θαυμάζων, οὐ γὰρ ἐξῆν σὺν βοῇ, καὶ ἴσως οὐκ ὀλιγάκις
ἐκεί- νων τε οὖν μνησθεὶς καὶ ἃ νῦν πεποίηκας ἐνθυμηθεὶς καὶ νομίσας δεῖν ἀκολουθεῖν σαυτῷ γίγνου τοιοῦτος εἰς αὐτόν, οἷος ἂν αὐτὸς ἐγενόμην, εἰ Γαλατῶν ἦρχον.
χνθ΄.
Ἰταλικιανῷ. (361)
Ἡμεῖς οἱ αὐτοὶ καὶ τῷ φιλεῖν καὶ τῷ θαυμάζειν, σὺ δὲ ἔοικας — ἀλλ’ οὔπω γε ἐρῶ, καίτοι τῶν πραγμάτων καὶ δυσ- χερέσrερόν τι βιαζομένων λέγειν, ἀλλ’ ὅμως ἀναβεβλήσθω τὸ νῦν—τοῦ δ᾿ ἡμᾶς οὐχ ἑτέρους γεγονέναι σύμβολον ἔστω σοι τὸ
χάριτας, ὥσπερ ἔμπροσθεν, αἰτεῖν καὶ χάριτας, αἰ τὴν οὖσάν σοι δόξαν καταστήσουσι μείζω.
Σευῆρος ὁ Λύκιος ὁ πονη- ρὸς μέν, ὡς ἂν οἱ φθονοῦντες φαῖεν, γενναῖος δέ, ὡς οὑμὸς λόγος ἀνδρὸς ἴσως οὐ φαυλοτέρου τῶν διαβάλλειν εἰωθότων, οὗτος δὴ ὁ Σευῆρος, εἰ καὶ τὸν πρὶν ἠλαύνετο χρόνον, νῦν
γε εἰκότως ἂν ἐπ’ ἀδείας ἦν εἰς σὲ τῆς ἀρχῆς ἡκούσης, τοῦτο δέ ἐστιν ἰσχυόντων τῶν νόμων.
νῦν δ’ οὕτω τὸ πρᾶγμα ἀνέστραπται, ὥσθ’ ἧς ἀπέλαυεν ἀσφαλείας τῶν ἧττον ἀγαθῶν
καίτοι Σευήρου πάσχοντος κακῶς ἀδικεῖται μὲν ἡ τῶν Ἀθηναίων πόλις, ἣ τοῦτον ἐξέθρεψεν, ἀδικεῖται δὲ Μάξιμος, δι’ ὃν οὐκ ἐμαράνθη τὸ χρῆμα τῶν λόγων, ὃς
τοῦτον ἀνθ’ υἱέος ἑώρα.
κοινωνοῦμεν δὲ καὶ ἡμεῖς τῶν κακῶν συμφοιτηταί τε ὄντες καὶ παρὰ πάντα τὸν χρόνον τὰ τοῦδε θεραπεύσαντες οὐχ ἡμῖν οὔσης δυνάμεως, ἀλλ’ αἰδοῦς παρὰ τοῖς δυνατοῖς. οὔτ᾿ οὖν λιπεῖν τὴν τάξιν ἦν μοι αἰσχύνη τε, εἰ μεῖζον ἐλπίσας ἰσχύσειν, Μῆν σὺ κρατεῖς,
ἀσθενὴς φανείην.
ἐξαιροῦμαι δὲ ἄνθρωπον οὐ Μίδαν οὐδὲ Ῥαμψίνιτον οὐδ’ ὃν τὸ πλῆθος τῶν γεωργιῶν οἴκοι δύναται κατέχειν, ἀλλ’ ὃς πανταχοῦ μὲν εὑρήσει τὴν ἀναγκαίαν τρο- φὴν, τιμῇ δὲ πατρῴων μνημάτων ἔτι τῆς Λυκίας έχεται.
χξ΄.
Λυσιμάχῳ. (361)
παῖς ὄντως ἐμὸς ὁ Λυσίμαχος τοιαῦτα καὶ λέγων καὶ γράφων, τοῦτο μὲν ἐν ἐπαίνοις ἀρχόντων, τοῦτο δὲ ἐν τοῖς κατὰ μελέτην ἀγῶσιν· ὥστ’ οὐδὲν θαυμαστὸν εἰ πετόμενος ἧκεν ὡς ἡμᾶς ὁ Ἔρως τοιαύτης αὐτῷ γλώττης κινούσης τὸ
πτερόν.
ὁ δὲ συκοφάντης ἐκεῖνος, τὸ θηρίον, δίκην τὴν
ἐπεὶ δὲ Μούσαις εἶ φίλος καί σου κατέχουσι τὴν ψυχὴν καὶ κάλλος τίκτεις ἐπῶν, τίμησον ἐπιγράμμασιν οἰκίαν λαμπράν τε καὶ μεγάλην ὑπ’ ἀνδρὸς ἡμὶν ἑταίρου πεποιημένην ἐν Δάφνῃ. τὸ
μὲν ὄνομα Ὀλύμπιος αὐτῷ, παίδων δὲ οὔτ’ ἐστὶν οὔτ᾿ ἐγένετο πατήρ, παραμυθεῖται δὲ τὴν περὶ ταῦτα τύχην τῷ τῆς οἰκίας θαύματι.
χρῆσαι δὴ ταῖς ἀφορμαῖς καὶ πρόσθες τῇ τῶν στοῶν καὶ κρηνῶν ὥρᾳ τὴν ἀπὸ τῶν ἐπῶν.
χξα΄.
Φουρτουνατιανῷ. (361)
ἴστω νῦν τόδε γαῖς καὶ οὐρανὸς εὐρὺς ὕπερθεν, προστίθημι δέ, εἰ βούλει, καὶ Στύγα καὶ τοὺς ἄλλους θεούς, ἡ μὴν τὴν ἐπιστολὴν ἐκείνην τοῦ προσήκοντος τετυχηκέναι χρόνου καὶ μηδὲν πεπρᾶχθαι τέχνῃ.
σοὶ δὲ ἴσως οὐ καλῶς
ἴχνει φείδεσθαι τῶν οἰκετῶν κατὰ τῶν φίλων καὶ ὅπως ἐκεί- νους ἐξέλοιο μέμψεως, τούτοις περιάπτειν αἰτίας.
ἀλλ’ ὑπὲρ μὲν τούτων ὀλίγον ὕστερον διαδικασόμεθα Κέλσου τὴν ψῆφον τιθεμένου, τῆς Βακχείας δὲ ἡμῖν ἴσθι τὸ πλέον ἀμ- βλύνας ὑπὸ τῆς ἀπουσίας. οὐ γὰρ ἔστιν ὅτῳ ἂν τἀπὸ καρδίας
λέγοιμεν, ἀλλ’ ἢ δεῖ σιγᾶν ἢ εἰπόντα μετεγνωκέναι καὶ ἐπιτι-
ὅπως οὖν ἡμεῖς τε σοῦ σύ τε ἡμῶν ἀπολαύοις ἑκάτεροί τε δι’ ἀλ- λήλων ἐλευθερίας, τοῖς στόμασιν ἄνοιγε τὰς θύρας φανείς.
χξβ΄.
Σαρπηδόνι. (361)
Ἀκούσας ὅτι οἷς ἠνιάθης ἀφορμῇ πρὸς φιλοσοφίαν ἐχρήσω, μικροῦ τὸν λυπήσαντα ἐπῄνεσα· ὡς δὲ εἶδον τὴν ἀρίστην Μαριανὴν καὶ πεῖραν τῆς γνώμης ἔλαβον, ἐθαύμασα
ὡς οὐ πάλαι τὴν μετάστασιν ἐποιήσω τοιαύτη γυναικὶ συν- οικῶν. ἀλλ’ εἵμαρτο, ὡς ἔοικε, βραδέως ἐν εὐδαιμονίᾳ γε- νέσθαι.
ἔχου δὴ τῆς παρούσης τάξεως ἐλπίζων μέν τι καὶ μέγα δράσειν, καὶ τὸ μικρὸν δὲ ἐν τοῖς τοιούτοις ἡγούμενος μέγα. ταῦτά σοι μισθὸς ἀντὶ τῆς σωτηρίας ἥν με ἔσωσας, ὅτε
ἐπὶ φαρμάκου πόσει πρὸς βαλανεῖον οὐκ ἐν ὥρᾳ θέων ὑπὸ σοῦ διεκωλύθην.
χξγ΄.
Σωπάτρῳ. (361)
Ὅστις μὲν στεφανώσεται παρ’ ἡμῖν ἢ παλαίων ἢ παγ-
κρατιάζων ἢ πυγμῇ νικῶν, Ζεύς που τοῦτο οἶδε καὶ Ἡρακλῆς
ἡ μὲν οὖν
δαπάνη σή, τὸ δὲ ἀπ’ αὐτῆς καλὸν κοινὸν τοῦ γένους. ἔγωγέ τοι τῶν λαβόντων ἐπιδεικνύντων τε καὶ διηγουμένων ἡβρυ- νομὴν τε καὶ μεῖζον ἐφρόνουν καθάπερ αὐτὸς ὢν ὁ θεὶς τὰ Ὀλύμπια.
ἀλλά τοι τοὺς μὲν ἄλλους κινῶ καὶ πέμπω, κάθημαι δὲ ὑπ’ ἀνάγκης ἐνθάδε τοιαῦτα ἀπολαύων τῆς κε-
φαλῆς. παραμυθοῦμαι δὲ ὅμως τὸ μὴ θεάσασθαι τῷ τῶν ποιουμένων θαύματι.
καί τινα τρόπον ἐσοφισάμην, ὅπως μὴ παντάπασιν ἀπείην. ἀνέστησα γὰρ ἀπὸ λύπης ἰσχυρᾶς Ὀλύμπιον καὶ πανηγυρίζειν ἔπεισα παυσάμενον οἰμωγῶν. καὶ νῦν ἐγὼ πάντα μὲν ὁρᾶν, πάντα δὲ ἀκούειν ὠσί τε ἡγοῦμαι
τοῖς τοῦδε καὶ ὄμμασιν.
χξδ΄.
Θεμιστίῳ. (361)
Ἀκούων σε τούς τε νόμους ἐν ταῖς δίκαις βεβαιοῦν καὶ πρᾳότητι μὲν πρὸς τοὺς ἐπιεικεῖς, θυμῷ δὲ χρῆσθαι πρὸς
τοὺς δεομένους δίκης, τοὺς δὲ δήμους ἡδίους ποιεῖν διὰ τῶν
νόμιζε δὲ τὸ τῷ χρηστῷ Σευήρῳ σεσωκέναι τὸν οἶκον μηδὲν ἥττω σοι κόσμον ὧν κατέ- λεξα τούτων ἴχειν. τὰς γὰρ πόλεις οὐχ οἱ πλουτοῦντες μόνοι
ποιοῦσι λαμπράς, ἀλλὰ καὶ ὅσοι πόνους ὑπὲρ παιδείας ὑπή- νεγκαν, ὧν εἷς οὗτος ὃν εὖ ποιεῖς. φαίην δ’ ἂν ὅτι καὶ μεῖζον πόλεσιν εἰς δόξαν οἱ τοῦτο ἔχοντες τῶν ἐκεῖνα κεκτημένων,
μὴ οὖν ἄχρηστον οἰέσθων οἱ πολῖται Σευήρου Σευῆρον καὶ ἦττον ἢ τὸ δύνασθαι λειτουργεῖν μηδ’ ὅταν ὑλακτοῦντες
ὑπὸ σοῦ κωλύωνται, ζημίαν τὸ κέρδος ἡγείσθων ὃ τήν τε σὴν σεμνύνει γνώμην καὶ τὸ κοινὸν ἐκείνοις.
χξε΄.
Ἰταλικιανῷ (361)
Εἰ μή σε ᾔδειν φιλεῖν ἐπιστάμενον καὶ πολλὰ πολλάκις
καὶ μεριμνήσαντα καὶ πονήσαντα τοῦ τοῖς ἑταίροις ἀγαθόν τι γενέσθαι, πάνυ ἂν ἔδεισα μή σοι προσστῇ τὸ πλῆθος γραμ- μάτων· νῦν δέ, τῶν γὰρ ἐπαινούντων εἶ καὶ αὐτὸς τὸν Ἀχιλ- λέα, πιστεύω δόξειν εἶναι χρηστός, ὅτι βοῶν καὶ δεόμενος οὐ
λέγω δὴ πάλιν ὡς Σευῆρος συνεχόρευσεν ἡμῖν τὰ μὲν ἐλάττω μεθ’ ἡμῶν μανθάνων, δυνηθεὶς δὲ ἐπὶ τὰ μείζω προβῆναι καὶ νῦν, ἂν ζητῇς, ἐν αὐτῷ φιλοσοφίαν εὑρήσεις Μαξίμου φυτευσαμένου τουτὶ τὸ καλὸν ἐν τῇ τοῦδε ψυχῇ.
Μάξιμον δὲ ὥσπερ ἆν ἐτίμας ζῶντα, τίμα καὶ με-
ταστάντα. τιμῴης δ’ ἂν μειζόνως Σευήρῳ βοηθεῖν ἀξιῶν ἢ εἰ προσιὼν ἐστεφάνους αὐτῷ τὸν τάφον.
ἀλλ’ ὅπως μή σε ἡ χλαμὺς καὶ ὁ πώγων ἀπὼν εἰς ἀπιστίαν ἐμβάλῃ περὶ τῶν ἐν αὐτῷ λόγων τῶν σεμνοτέρων. οὗτος γὰρ κατ’ Αἰσχύλον εἶναι ἐθέλων μᾶλλον ἢ δοκεῖν τούτοις ἀντ’ ἐκείνων χρῆται
ὥσπερ οὖν οὐ πάντως μετὰ τοῦ τρίβωνος καὶ τῶν τριχῶν ἡ σοφία, οὕτω γένοιτ’ ἂν ἄνευ τούτων εἶναι σπουδαῖον.
χξς΄.
Τῷ αὐτῷ (361)
Καὶ Πισιδῶν ὅτιπερ κεφάλαιον Φαυστἱνος οὑτοσὶ καὶ
τῆς περὶ ἡμᾶς νεότητος. τὰ μὲν οὖν οἴκοι ὄντα αὐτῷ καὶ
ζῶν γὰρ ἐν καθεύδουσι νέοις καὶ οἰομἐ-
νοῖς οὐδὲν εἶναι τοὺς λόγους ὡς τῆς ψυχῆς ἑτέρων οὐκ ἐδέξατο τῇ ψυχῇ τήνδε τὴν δόξαν, ἀλλ’ ἡγησάμενος τοὺς παιδείας ἀμοίρους οὐκ ἐν ἀμείνονι τάξει τῶν ἀνδραπόδων εἶναι θέατρα μὲν καὶ μίμους καὶ τὴν περὶ ἵππους μανίαν ἑτέροις ἀφῆκεν, αὐτὸς δὲ τὸ μὲν σῶμα τοῖς πόνοις ἔδωκε.
τὴν ψυχὴν δὲ ἀπειργάσατο καλλίω προθύμοις μὲν διδασκάλοις ἕρμαιον ὤν, οὐ τοιούτοις δὲ ἄχθος τῶν πόνων ἀνάπαυλαν αὐτοὺς νομίζων τοὺς πόνους.
ἐν δὴ τοῖς εἰρημένοις ἔχεις δήπου καὶ τὴν σωφροσύνην καὶ τοῦ καθ’ ἡμέραν βίου τὸν κόσμον ὡς ὅστις αὑτὸν ἐξήρτησε βιβλίων, οὗτος αὑτὸν ἀπέ-
στῆσε κακίας
εἰ μὲν οὖν ἢ ὁ πατὴρ αὐτῷ περιῆν ἢ ὁ πάππος μὴ ἦν ἐλάττων τοῦ γήρως, παρῆλθεν ἂν καὶ τοὺς παιδευτὰς ἐν προιόντι τῷ χρόνῳ· νῦν δέ, δεῖ γὰρ αὐτὸν τὰ αὑτοῦ σώζειν ἤδη, δακρύων μὲν ἀποστερεῖται τοῦ πλείονος.
ἔχει δὲ ῥώμην ἀρκοῦσαν μὲν δίκαις, ἀρκοῦσαν δὲ μείζω
ποιῆσαι πατρίδα.
προσγέγονε δὲ καὶ τὰ ἀπὸ τοῦ δαίμονος εὖ ποιοῦντα. σοῦ γὰρ ἄρχοντος ἀνάγκη τοὺς ἐμοὺς ἑταίρους ἐξ οὐρίων φέρεσθαι τῆς Ἀθηνᾶς λυσιτελοῦντα πεμπούσης ἄνεμον.
χξζ΄.
Θεμιστίῳ (361)
Οὐκ ἆν φαίην ὡς ὁμοίως τῷ τε ἀνίστασθαι ἠθύμει καὶ τῷ παρ’ ὑμᾶς βαδίζειν ἔχαιρεν Ἰουλιανός, ἀλλ’ ἦν μείζων τῆς λύπης ἡ ἡδονή.
ὥσπερ γὰρ ἔμπορος ἐκ λι-
μένος εἰς λιμένα πλέων, ἐκ φαυλοτέρου περὶ τὰ κέρδη πρὸς τὸν μᾶλλον συναγωνιζόμενον ταῖς ἐμπορίαις, οὐ κακίζει μὲν τὸν πρότερον, βλέπει δὲ πόρρωθεν πρὸς τὸν δεύτερον, οὕτως οὗτος οὐκ ἀτιμάζων ἡμᾶς ὑπὸ τοῦ παρὰ σοὶ λιμένος ἕλκεται· σύ τι γὰρ τῶν πάντα εἰδότων οὗτός τε οὐκ έ·στιν ὅτου λόγων
εἴδους οὐχ ἧπται.
ἀλλ’ ἢν τε ῥητορικὴν δεικνύῃς, βοήσε- ται Πλάτωνός τε καὶ φιλοσοφίας παριόντων κινήσεται, κἆν ὑπὲρ ἄστρων διαλεχθῇς, οὐκ ἀργὸν ὄψει, κἂν ποιητὰς ἐξετά- ζῃς, περὶ τὰ τοῦδε παιδικὰ σπουδάσῃ.
πιστεύων δὲ τὴν συνουσίαν ὑμῖν καὶ ἐπ’ ἄλλα καλὰ προβήσεσθαι, κοινωνὸν
ἐμαυτὸν τῆς ἡδονῆς γράφομαι. μεμνήσεσθε γάρ μου, τοῦτο οἶδα σαφῶς, καὶ σὺ μὲν ἐρεῖς ὅτι ἄρα καὶ τὸν δεῖνα παρεῖται χρῆν, ὁ δὲ προσθήσει· καὶ μάλα ἐχρῆν παρεῖναι.
χξη'.
Κλεάρχῳ. (361)
Σοὶ κτῆμα πρέπον Ἰουλιανὸς οὑτοσί, πρῶτος μὲν ἐν Ελλάδι φωνῇ, πρῶτος δὲ ἐν τῇ τῶν κρατούντων, πλήρης
ἔξεστι δὲ τῷ βουλομένῳ καὶ
δι’ ἑνὸς τοῦδε τὸν ἄνδρα μαθεῖν· ὃν γὰρ ἄριστον τῶν ὑπὸ τὸν ἥλιον ἐγώ τε ἡγοῦμαι καὶ ὅστις οὐ φιλονεικεῖ μετ’ ἀναι- δείας, τοῦτον εὕροις ἂν ἐν κέρδει ποιούμενον Ἰουλιανῷ συζῆν. ὥστε καὶ συνοδοιπορεῖν αὐτὸν αὑτῷ Σαλούτιος πεποίηκεν ὡς πᾶν δυσχερὲς λεῖον ἕξων, εἰ τῷδε παρόντι χρῷτο. 3, ἔγραψε
δ’ ἄν σοι καὶ Ὀλύμπιος ὑπέρ τε τοῦ ἀνδρὸς ὅμοια τοῖς παρ’ ἐμοῦ καὶ τοὺς πόνους ἐπαινῶν οὓς ὑπὲρ αὐτοῦ πονεῖς, εἰ μὴ ἔτυχεν ἀπὼν ἐν Ἀπαμείᾳ τὰ Ὀλύμπια θεώμενος.
χξθ΄.
Εὐσεβίῳ. (361)
Εἰ μὴ μοι φίλος ἦν Ἰουλιανός, κἂν ἐφθόνουν αὐτῷ τῆς τύχης, ὅτι σε καὶ μεθ’ ἡμῶν εἶχεν ἐνθάδε καὶ νῦν ἄνευ ἡμῶν πάλιν ἔχει· νῦν δὲ φθονῶ μὲν ἥκιστα, μακαρίζω δὲ μάλιστα καὶ συνόντα καὶ φιλούμενον.
σὺ γὰρ οὐ ῥήμασι καὶ τραπέζῃ τὴν φιλίαν ὁρίζεις, ἀλλ’ ὅντινα τούτου τοῦ προσ-
τυχὼν δὴ καὶ κατωρθωκὼς ἐγὼ
ταῦτα λέγω πολλοῖς μὲν ἠνωχληκὼς καὶ σχὼν ἐν πολλοῖς ἐλ- πίδας, κενὰς δὲ πάσας εὑρὼν πλὴν τῶν πορὰ σοῦ. μήτ’ οὖν σὺ παύσαιο δυνάμενος μήθ’ ἡμεῖς ἐκπέσοιμεν τοῦ τιμᾶσθαι παρὰ σοί.
χο΄.
Οὐλπιανῷ (361)
Ὅπερ οἱ τοὺς ἐν χειμῶνι πλέοντας ἀπὸ γῆς ὁρῶντις πάσχουσι καὶ τὰ κύματα τοῖς αὑτῶν ἡγοῦνται προσπίπτειν σώμασι, τοῦτο καὶ ἡμεῖς λογιζόμενοι τὸν καιρόν, ἐν ᾧ παρεί- ληφας τὴν ἀρχήν, πεπόνθαμεν. μεστοὶ γοῦν ἐσμεν θόρυβοι
καὶ ταραχῆς ὥσπερ αὐτοὶ κυκλούμενοι πανταχόθεν ὑπὸ τῶν
ἀλλ’ ἡμεῖς μὲν σοὶ συνευχόμεθα, σὺ δὲ τοῦ τε πατρὸς καὶ τῆς σαυτοῦ φύσεως καὶ ὧν ἐκτήσω λόγων ἄξιος εἶναι πειρῶ καὶ δεῖξον ὡς ὑπὸ γνώμης γενναίας καὶ καιροῦ δυσκολία νικᾶται
ταῦτα εἶπον οὐ πείθων τὸν πε-
πεισμένον, ἀλλ’ ὁρμὴν καλὴν παρακαλῶν, ἐπεὶ καὶ τὸν χρηστὸν Ἀμφιλόχιον οἶδα μὲν ὡς εὖ ποιήσεις, κἂν μηδεὶς ὑπὲρ αὐτοῦ διαλέγηται, δέομαι δὲ ὅμως εὖ τι ποιεῖν. καὶ γὰρ ἐμὸς συμ- φοιτητὴς καὶ σὸς συστρατιώτης καὶ παιδευτὴς δεξιὸς καὶ παίδων πατὴρ ἀρκούντων εἰς τιμὴν πατρί.
χοα΄.
Ἀμφιλοχίῳ. (361)
Ἐδίδαξα τὸν καλὸν Φωσφόρον, ὁποδαπός τε εἴης καὶ τίς τὸν τρόπον καὶ τίς τοὺς λόγους καὶ τίνων πατήρ, ἤδη γὰρ ἔστι σοι τὸ διὰ τοὺς παῖδας τιμᾶσθαι, ὁ δὲ ἐδέξατό τε
τοὺς λόγους καὶ πάντα ἔφη ποιήσειν ὥστ’ ἔχειν ἐμοί τε καὶ σοὶ καλῶς.
ἀνακτῶ δὴ τὰ διεφθαρμένα τῶν πραγμάτων καὶ τοῖς υἱέσιν ἑτοίμαζε παμφόρους ἀγροὺς καὶ παραμυθοῦ τὸ γῆρας ταῖς ἀπὸ τούτων ἐλπίσιν.
χοβ΄.
Μενάνδρῳ. (361)
Οἱόν με ἠδίκηκας, ὦ καλὲ Μένανδρε, καὶ ταῦτα μικρὸν ἔμπροσθεν εὐφράνας· φερόμενος ἐφ’ ἵππου καλοῦ τε καὶ μεγάλου καὶ ὑγροσκελοῦς δόξαν μέν μοι παρέης, ὡς ἐπὶ
θεραπείᾳ τὸ σῶμα κινήσας ὑποστρέψεις αὐτίκα, σὺ δὲ ἄρα ἔκδημον ὁδὸν ἐποιοῦ καὶ οὐκέτ’ ἐτόλμησας τῷ τῶι διαλυο- μένων ἀσπάσασθαι νόμῳ, ἀλλὰ τῷ τῶν μενόντων χρησάμενος ἤλαυνες.
ὡς δ’ Λόον ἐγὼ ζεῦγος ὀρικὸν ἑπόμενον σπουδῇ, πρὸς τὸ ἑταῖρον, ὅς μοι παρῆν, ἆρ’ ἔφην τοῦτο Μενάν-
δρου; καὶ ὃς ἤρετο παῖδα τῶν παραθεόντων κἀκεῖνος κατα- μήνυσεν. εἶθ᾿ οὕτως ἔγνων ἠδικημένος ὑπὸ τοῦ καλοῦ Με ἄνδρου.
καλὸν δὲ δὶς ἤδη κέκληκα τὸν Μένανδρον, ὅπως φαίνηται μειζόνως ἠδικηκώς, εἰ καλὸς ὢν ἔπειτα τοιαῦτα λυπεῖ. ἀλλ᾿ ἐλθεῖν μὲν οἴκαδε ὡς ἐμὲ καὶ διὰ κλίμακος
ἀναβῆναι τραχείας οὐκ ὤκνησας, δυοῖν δὲ ῥημάτων ἐφθόνη- σας ἀνδρὶ φίλῳ. ποῦ ταῦτα τῆς σῆς ψυχῆς;
χογ΄.
Ἰουλιανῷ. (361)
Εἰ μὴ καὶ αὐτὸς ᾔδεις, ἐξ ὅσου χρόνου καὶ δι’ ὅσων ἔργων καὶ συνέστη καὶ ηὐξήθη ἡ πρὸς τὸν χρηστὸν ἡμῖν Μα-
γεδόνιον φιλία, τοῦτο πρῶτον ἐδίδασκον ἄν· εἰδότι δὲ τὰ πεποιηκότα ταύτην οὐκέτ’ ἂν φανείη θαυμαστὸν εἰ βοηθεῖν οἶμαι δεῖν διὰ γραμμάτων, ὃς οὐδὲ κίνδυνον φύγοιμ’ ἂν τὸν ὑπὲρ φίλων
πέπεικε δέ με χάριν αἰτεῖν οὐ τὸ σὲ διδόναι καὶ ῥᾳδίως καὶ πάσας, ἀλλὰ τὸ τὴν μὲν εἶναι καὶ καλὴν καὶ
δικαίαν, σὲ δὲ εἰδέναι τὰς τοιαύτας διδόναι· ὡς ὅστις οὐδ’ ἂν τούτων δοίη τοῖς φίλοις, ὧν οὐκ ἂν ἅψαιτο μέμψις, οὗτος ἐπιλαμβάνεται τῆς τοῦ Δῖός θυγατρός, ἣ τὰς Χάριτας ἐν προπυλαίοις ἔχει.
ἀλλ’ ὅτι μὲν οὐ φαῦλα αἰτοῦσι χαριῇ, παντί που δῆλον· σκόπει δὲ ὧν χρῇζομεν εἰ δύναται μὴ
τῶν αἰσχρῶν εἶναι. γαμεῖ γυναῖκα Μακεδόνιος, ᾗ παιδίον ἦν ἐκ προτέρων γάμων, τὸ δὲ οἴχεται.
βουλόμεθα δὴ κληρο- νόμον ἀντὶ τοῦ πάππου τῶν τοῦ παιδίου γενέσθαι τὴν τοῦ
σὸς τοίνυν ὁ ἆθλος πεῖσαι τὸν ἄνθρωπον ὅτι μεῖζον κέρδος μὴ λαβεῖν τὰ τοιαῦτα ἢ λαβεῖν. ἔσῃ δὲ ἀμ- φοτέρωθεν πιθανός, ἔκ τε τοῦ δύνασθαι λέγειν καὶ τοῦ σχή-
μάτος τῆς ἀρχῆς. ἀκούω δὲ καὶ τὸν πρεσβύτην εὐφημίᾳ τε χαίρειν καὶ σκοπεῖν οὐχ ὅ τι κτήσεται μᾶλλον ἢ ὅ τι ἀκούσεται.
μὴ τοίνυν ὀκνήσῃς καὶ καλέσαι καἰ διαλεχθῆναι καὶ κα- τασκευάσαι πρᾶξιν φιλανθρωποτέραν νόμου μηδ’ οἴου πρὸς ἡμᾶς ἀπολογίαν εὑρήσειν ἢ μὴ σαυτοῦ νομίζων τοὺς ὑπὲρ
τοιούτων λόγους ἢ καταφεύγων εἰς τὸ μὴ δεδυνῆσθαι πεῖσαι.
πόρρω τε γὰρ αἰσχύνης, εἰ τῇ τεκούσῃ μὲν χρημάτων, τῷ πατρὶ δὲ ἐκείνης παραίτιος γένοιο δόξης, καὶ λόγος ἅπας [<ὁ> παρὰ σοῦ μετὰ πάσης ἰσχύος τὸν ἀκούοντα χειροῦται.
χοδ΄.
Ἀνατολίῳ. (361)
Οὔτε σοὶ μὴ βοηθεῖν ἔνι πανταχοῦ Γαλάταις, ὧν ἦρξας, ἐμοί τε ἀνάγκη πολλῶν εἵνεκα αὐτοῖς συμπράττειν ὅ τι ἂν δύνωμαι. Ἀέτιον δὲ πρὸς τῷ κοινῷ δικαιώματι φιλῶ μὲν αὐτὸς διὰ τοὺς τρόπους, φιλοίης δ’ ἂν καὶ αὐτὸς ἐκ τῶν αὐτῶν
ἔγνω ταῦτα Ἀνατόλιος καλῶς, ὃς πολλὰ μὲν αὐτὸν ἐθαύμασεν, ἀμείψασθαι δὲ οὐκ ἴσχεν. ὁ δὲ καὶ οὕτως ἐπαινεῖ τὸν ἄνδρα. καίτοι πρὸς τῷ μὴ
τυχεῖν ἐλπίδος κὰν τοῖς αὑτοῦ μικροῖς οὖσιν ἐζημίωται κἂν κομίσηται, ποιεῖται μέγα.
μὴ τοίνυν αὐτὸν περιίδῃς τρί- βοντα χρόνους, ἀλλ’ ὅπως μήτε καταφρονηθήσεται καὶ ταχέως ἀπαλλάξεται σκόπει.
χοε΄.
Μάγνῳ. (361)
Τοῦ καλὸν κἀγαθὸν Ἀέτιον εἶναι τουτονὶ μὴ ζήτει καλ- λίω μάρτυρα τῆς Ἀνατολίου γνώμης.
εἰ μὲν οὖν ἐκεῖνος περιῆν, Φοινίκην τ’ ἂν οὗτος ᾤκει καὶ ἦν εὐδαίμων· οἰχο- μένου δὲ σὺ γενοῦ τοῦ φίλτρου κληρονόμος οὐκ εἰς τὸ πεῖσαι
μετοικεῖν οὐδ’ ὥστε πληρῶσαι τὰς μεγάλας ἐλπίδας, ἀλλ’ εἰς τὸ μὴ τὰ αὑτοῦ περιιδεῖν ἀποβαλόντα.
χος΄.
Σαρπηδόνι.
Ἔοικας οὐ σφόδρα εἶναι ἐν χρείᾳ τοῦ πρὸς τὴν τύχην
φαρμάκου· τὸ γὰρ οἴεσθαι δεῖσθαι ἐγγύς ἐστι τοῦ μὴ δεῖσθαι.
καὶ τῷ τόπῳ δὲ ὃν ἀγαπᾷς ἴσθι μοι κεχαρισμένος. ἧς γὰρ ἐρῶ πόλεως, ταύτην ἔχεις, καὶ τῇ σῇ ψήφῳ συμβαίνει μοι <εὖ> κεῖσθαι τὴν ἐπιθυμίαν. τοίνυν αὐτόθι τὴν φιλοσοφίαν, ὅπως τῇ πόλει μετὰ τῶν κα-
λῶν ὑδάτων καὶ τῶν παντοίων δένδρων καὶ τῆς τῶν ὡρῶν κράσεως καὶ τοῦτο εἰς φιλοτιμίαν φέροι τὸ καὶ Μουσῶν μετει- ληφέναι τὸ χωρίον.
Ἡσυχίου δὲ τοῦ καλοῦ, μὴ γὰρ εἶναι καλὸν ὃν ἐπαινεῖς οὐκ ἔνι, γενοῦ μοι σαφὴς διδάσκαλος καὶ μὴ τοὔνομα εἰπών, ὅτι μὴ πάντα ἐπίσταμαι μέμψιν ποιοῦ
χοζ΄.
Μαριανῇ. (361)
Εὖ ᾔδειν ὅτι ταῖς συνθήκαις ἐμμένεις ταῖς περὶ τῆς διφθέρας· ἃ δὲ γενέσθαι σοι κελεύεις ὅπως καὶ ἔσται ταχέως, ἐπιμελησόμεθα· τὸ γὰρ ἀπότευγμα τοῦ μὴ ποιήσοντός ἐστιν
ἡ πόλις δὲ ἡμῖν καὶ ταῦτα ἀπὸ θαλάσσης ᾠκισμένη πολ- λοῖς πλήττεται τοῖς κύμασι, κἂν ἔρῃ τι περὶ τῶν φίλων, πολ- λοὶ μὲν οἱ φάσκοντες εἰδέναι, οἶδε δὲ οὐδείς. εὐχώμεθα δὴ μετ’ εὐμενείας Ἀλέαι νδρᾳ παραστῆναι τὰς Εἰλειθυίας, ὅπου- περ ἂν ὁ καιρὸς ἐπείγῃ.
χοη'.
Ἰουλιανῷ. (361?)
Ὁ μὲν κακουργότατος οἰκέτης ὅπως δώσει δίκην καἰ ὧν εἶπε καὶ ὧν ἔπραξε, τοῖς τε νόμοις καὶ ἐμοὶ μελήσει· σὺ δέ
μοι μετὰ τῆς ἀρχῆς καὶ τὴν εὔνοιαν, ἣν ἔσχεν εἰς Σέλευκον ὁ καλὸς Πρισκιανός, διάδεξαι.
τοῦτο γὰρ ποιῶν εὐνουστέ- ρους Ἀρραβίῳ καταστήσεις τοὺς διδασκάλους Καλλιόπιόν τε καὶ τὸν τούτου πατέρα. γαμεῖ γὰρ ὁ Σέλευκος τὴν τοῦδε μὲν ἀδελφήν, ἐκείνου δὲ παῖδα.
ὃν οὖν τιμᾷς ἐν ἐπιστολαῖς
προσπαραγράφων ὅτι καὶ τὸ παιδίον προσαγορεύοις, τούτῳ σύμπραξον εἰς λόγους.
χοθ΄.
Βασσιαωῷ. (361)
Καλῶς ἐποίησας ὀλίγοις γράμμασι πολλὴν φλυαρίαν
σβέσας, ἧς ἐγὼ μὲ. καὶ πρὸ τῆς ἐπιστολῆς κατεγέλων, ὡς δὲ ἧκεν ἐκείνη, πάντες. χαίρω δὲ ὅτι δῆλος εἶ χαίρων βασι- λεύοντος τοῦ βασιλεύειν εἰδότος. ἐν γὰρ τῷ φάναι τὸ σκῆπτρον αὐτῷ δεδόσθαι παρὰ τοῦ παιδὸς τοῦ Κρόνου τὴν τοῦ λαβόν- τος ἀρετὴν μηνύεις.
ἐπιμελοῦ δὴ σαυτοῦ καὶ ὅπως ἔσται
περὶ σοῦ λόγος βελτίων καὶ νύκτα καὶ ἡμέραν σκόπει.
χπ.
Πολυχρονίῳ. (361)
Ἐξῆν ἀπὸ τοῦ αὐτοῦ μέλανος καὶ διὰ τῆς αὐτῆς χειρὸς καὶ πρὸς ἡμᾶς ἐπιστέλλειν· νῦν δὲ ἐμοὶ μὲν οὐδέν, ὑπὲρ ἐμοῦ δὲ πρὸς Ὀλύμπιον γράφεις. εἶτ’ οἴει με τιμῶν ὀκνεῖν, ἐγὼ δὲ
ἀτιμάζεσθαι λέγω.
τὴν μὲν οὖν ἐμὴν διαφεύξῃ γλῶτταν, ὁ δ’ υἱὸς ἀπαιτήσει σε δίκας, ὅταν ἐμοὶ βοηθῶν κατηγορῇ τοῦ πατρός. ἀλλ’ ἐκείνην μὲν ἴδοιμεν τὴν ἡμέραν, Μάλχος δὲ πολλαχόθεν ἄξιος ἡμῖν προνοίας. ἤδη δὲ τῷ γενναίῳ Μοδέστῳ παιδίον τρέφων πᾶσι μὲν χαρίζεται τῷ πόνῳ, πᾶσι δὲ ἕτοιμος
εἰς ὅ τι βούλεται χρῆσθαι.
τὴν δὲ σὴν εἰς ἐμὲ γνώμην εἰδὼς κελεύει γράφειν καὶ οὐκ ἐμέλλησα. σὸν τοίνυν ἂν εἴη τοὐμὸν ζηλῶσαι τάχος καὶ ποιῆσαι Μάλχῳ φαιδρότερον τὸν βίον.
χπα΄.
Φιλαγρίῳ. (361)
Ηκον οἱ παῖδες, εἰ μέν τι κερδάναντες ἀπὸ τῆς οἴκοι δια- τριβῆς, οὐκ οἶδα· εἰσὶ δ’ οὖν νῦν ἐν τῷ μανθάνειν, ὁ μὲν πρεσβύτερος προθυμίᾳ χρώμενος, περὶ δὲ θατέρου ταῦτά ποτ ἴσως ἐπιστελοῦμεν· ὡς ἔγωγε οὐ παύομαι τοῦ πατρὸς αὐτοὺς ἀναμιμνήσκων νομίζων καλλίστην παράκλησιν, εἰ πολλάκις
ἀκούοιεν, οὗ παῖδές εἰσίν.
χπβ΄.
Ἡλιοδώρῳ. (361)
Τῶν Ἑλλαδίου θυγατέρων καὶ ἐμὲ νομιζε πατέρα. ἔσπειρε μὲν γὰρ ἐκεῖνος, φιλοῦνται δὲ ὑπ’ ἀμφοτέρωι ἄλλων τε εἵνεκα
πολλῶν καὶ ὧν ἡ μήτηρ αὐτῶν ἔφη πρός με μέλλουσα τελευ- τᾶν, ἃ οὔτε ἐκβάλλειν τῆς ψυχῆς δυναίμην ἂν οὔτε μὴ ποιεῖν μεμνημένος
ἴθι οὖν, ὦ βέλτιστε, φράσον, εἴτ’ ἄλλος γέγο- νας εἴτε τῶν ἔμπροσθεν εἶ, μᾶλλον δέ, τοὺς λόγους ἀφεὶς ἔργον τι δεῖξον ὡς ἡμῖν πολλαχόθεν ἀνάγκη ζευγνύναι τὴν
παρθένον.
χπγ΄.
Ἀνατολίῳ. (361)
Ὁ σώζων Ἑλλαδίῳ τὸν οἶκον τοῖς περὶ ἕκαστα πόνοις Μαρτύριός ἐστιν οὑτοσί. τὸ δὲ δεῖν ἀνδρὸς εἰς ἐκεῖνο πάλιν
ἐφ᾿ ᾧπερ ἥκει πεποίηκεν αὐτὸν τρέχειν. ἥκει γὰρ μνηστῆρα ῥᾴθυμον κινήσων καὶ ἢ πρὸς γάμον ἄζων ἢ μεταβεβλημένον ἀφήσων.
ἢν οὖν ἴδῃς Μαρτύριον, ὡς εἰκὸς τὸν ὑφ’ ἡμῶν τε καὶ ὑπὲρ τοιούτων πεμφθέντα, πάνθ’ ἡμῖν ἕξει καλῶς.
χπδ΄.
Διοδότῳ. (361)
Μέμνημαί σου, φιλῶ γάρ, καὶ γράφω, χαρίζομαι γάρ. σὺ δ’ ὅτι μὲν φιλεῖς, οἶδά τε καὶ χαίρω· ὅτι δὲ σιγᾷς, τοῦτο ἐγκαλῶ· ἴν’ οὖν καὶ τῇδε συμβαίνωμεν. ἡσθεὶς τῷ λαβεῖν
εὔφρανον τῷ δοῦναι.
χπέ.
Ἀκακίῳ. (361/62)
Πάλιν ἥκει μοι γράμματα παρὰ τοῦ φιλτάτου διπλῆν φέροντα τὴν εὐφροσύνην, τοῦτο μὲν ὡς ἐπιστολή, τοῦτο δ’
ὅτι μεταβολὴν ἐπὶ τὰ κρείττω μηνύει.
σιγᾶν δέ με τὸν πρότερον ἠνάγκαζε χρόνον τὸ μήτε ἔχειν λόγον ἐπιστέλλοντα πρὸς σὲ τοῦ πάθους ἀμνημονεῖν μήτε συμφέρειν μνημονεύειν πρὸς σὲ τοῦ πάθους· βλάπτεσθαι γὰρ ἐκ τοῦ τοιοῦδε τὸν ἀρ- ρωστοῦντα. ὡς δ’ ἠρρώστεις παῖδες ἔλεγον ἰατρῶν.
οὔτ’
οὖν ὡς ὑγιαίνοντι διαλέγεσθαι ἐνῆν, πάνυ γὰρ ὑβριστικὸν καἰ οὐκ εἰδότος τὴν τοῦ ἑταίρου τύχην, οὔθ’ ὡς νοσοῦντι γράφειν, βλαβερὸν γάρ. ἐλείπετ’ οὖν ἐφ’ ἑαυτοῦ καὶ στένειν καὶ εὔχε-
καὶ μὴν καὶ ὑπὲρ ἐμαυτοῦ ταῦτα ἐποίουν ἀμφότερα. καὶ γὰρ αὐτὸς ἦν τῶν ὑφ’ ὁμοίου κακοῦ πιεζομένων, ὃ μέγα πάνυ γενόμενον τοῦ θέρους ἠνάγκασεν ἐλλέβορον ὠνεῖσθαι.
νῦν δὲ δὴ τὸ μέν τι πέπαυται, τοῦ παντὸς δὲ οὐκ ἀπήλ- λαγμαι, χρησταὶ δὲ ἐλπίδες ἱερῶν ἀνεῳγμένων.
Τιτιανὸς δὲ ὡς μὲν παῖς ἀγαθὸς δυστυχίαν πατρὶ συνδιήνεγκεν, ὡς δὲ σὸς υἱὸς τοῦ λόγων ἐρᾶν οὐκ ἀπέστη. πειρασόμεθα οὖν ἐγώ τε καὶ αὐτὸς εἰς τὸν παρόντα χρόνον καὶ τὰ τοῦ παρελθόν-
τος ἀγαγεῖν.
χπς΄.
Κυρίλλῳ. (361/62)
Ἐπέταξας ἡδέως ὑπηρετοῦντι· καὶ ὁ Μόδεστος δὲ τῶν ἑτοίμως ἦν πάντα· ποιούντων. χαίρω δὲ ὅτι εἰς ἀρχὴν ἐξ
ἀρχῆς, εἰς Παλαιστίνην ἐκ Παλαιστίνης.
εἰ οὖν πρὸς τοὺς γείτονας ἀεὶ τοῦτο προβήσεται τὸ καλόν, ἥξεις δή που καὶ παρ’ ἡμᾶς διὰ τὴν ἀρχὴν βαδίζων.
χπζ΄.
Μενάνδρῳ. (361/62)
Βεβίωκας ὀρθῶς, ἐκτήσω δικαίως, συκοφαντῇ φανερῶς. ὁ κριτὴς ἔννομος. ἡμεῖς μὲν πάλαι θαρροῦμεν, σὺ δ’ ἴσως ἤδη νενίκηκας.
χπη΄.
Μαξίμῳ. (361/62)
Παῦσαι μεγάλα περὶ μικρῶν λέγωι, τῶν ἐμῶν ἐπιστολῶν παῦσαι δὲ καὶ πείθων ἑτέρους ταὐτὰ περὶ αὐτῶν λέγειν δείσας τὸν νόμον ὃς κεῖται περὶ τῶν ἀπατώντων, κοὶ μετένεγκε τὸ
τῶν ἐγκωμίων μέγεθος ἐπὶ τὸν γενναῖον Φωτεινόν, ᾧ φρένας ὀξείας καὶ λῆμα ὑψηλὸν κοὶ χάριν ἐμμελῆ καὶ γλώτταν ἱκανὴν ὁ θεὸς ἔδωκεν.
τῆς γλώττης δὲ αὐτοῦ καὶ αὐτὸς εἰς τὰ μέγιστα ἀπολαύεις· δι’ ὅσης γὰρ ἔρχεται, πᾶσαν τῆς περὶ σοῦ δόξης πίμπλησι διηγούμενος, οἵας ἐποίησας Ἀρμενίοις τὰς
πόλεις.
εὔχου δὴ τὸν ἄνδρα μέχρι τερμάτων ἀφικέσθαι τῆς γῆς· οἴτῳ γὰρ οὐδεὶς ἀνθρώπων ἀνήκοος ἔσται τῶν Μαξί- μου καλῶν.
χπθ΄.
Ἰουλιανῷ. (361/62)
Οὐ βούλομαι πιστεῦσαι τοῦθ’ ὅτι σοι τῶν Οὐλπιανοῦ καὶ Παλλαδίου μικρὸν ἐμέλησε πραγμάτων καὶ οὔτε ὡς φίλους ἐτίμησας οὔθ’ ὡς ῥήτορας ᾐδέσθης οὔτε τὸ τοὺς αὐτούς σοι
γράψας δὴ πέμψον τὴν μαρτυρίαν καὶ βοήθησον ἐμοί τε καὶ σεαυτῷ.
χρ'.
Κυρίλλῳ. (361/62)
Μαρκιανὸς, οὗ κηδόμενος ἐπιστέλλω, καὶ πολίτης ἐμὸς καὶ φίλος ἐκ παλαιοῦ καὶ λόγων οὐκ ἄπειρος, καὶ παῖς αὐτῷ παρ’ ἡμῖν ἐπιθυμητὴς λόγων.
οὗτος ὁ Μαρκιανὸς ὅτι μέν
σοι καὶ διὰ τῶν πραγμάτων φανεῖται χρηστός, πάνυ πιστεύω· μετεχέτω δέ τινος καὶ διὰ τὴν πρὸς ἡμᾶς οἰκειότητα τιμῆς, ἴνα τοῦ μὲν τοῖς αὑτοῦ τρόποις, τοῦ δὲ τοῖς παρ’ ἐμοῦ γράμ- μασιν ἔχῃ χάριν.
χρα΄.
Πολυχρονίῳ. (361/62)
ὤ με ἔλαθες ἐλέγξαι βουληθεὶς τὸν ἔπαινον, ὃς κατ’ ἐμοῦ τε καὶ Ὀλυμπίου παρὰ πάντων ᾄδεται. λέγεται γὰρ ὡς ταὐτὰ μὲν φρονοῦμεν, ταὐτὰ δὲ φθεγγόμεθα, σώμασι δὲ κεχω- ρίσμεθα μόνον.
σὺ τοίνυν ζηλοτυπήσας μάλα ἀφελῶς, ἴνα
μὴ κακούργως εἴπω, διορύττεις ἐπιστέλλων τὸ ἐγκώμιον, εἰ
ἀλλὰ τοῦτο μὶν οὐ μέγα τεθήρευκας, ἐγὼ δέ σε πεφώρακα καθάπερ παισὶ διαλιγόμινον ἡμὶν. οὐδαμοῦ γὰρ δοὺς θαρρῆσαι περὶ τοῦ μέλλοντος κύκλῳ βαδίζεις ἐπι- κρεμάσας ἡμῖν τὸν Ταντάλου πέτρον.
ἱν οὖν μὴ ὦμεν
Τάνταλοι, τὴν κεφαλὴν ἀπάλλαξον τοῦ λίθου ἢ ἤδη λαβὼν ἢ μηδὲ λήψεσθαι φήσας ὡς ἐμοὶ τὸ μὲν ἀποδοῦναι κοῦφον — εἰδότι δ’ ἂν λέγοιμι —, βρόχου δὲ ἄξιον, εἰ ἐν τοῖς ἡρπακόσι τὰ τῶν πόλεων ἀριθμοίμην
χρβ΄.
Αὐξεντίῳ. (361/32)
Καὶ ὅτε τὰ θαυμαστὰ ἴνα ἐποίεις δόξαν ὠνούμενος χρημάτων, αὐτὸς ἡγούμην ἐν τιμῇ καθίστασθαι μετὰ σαυτοῦ καὶ νῦν χαίρω τε τῇ διὰ τοῦ δέρματος τιμῇ καὶ τῶν τεθεαμέ- νων τὰ ἔργα τῶν θηρίων οὐ πόρρω γεγένημαι τῇ δορᾷ τε-
κμαιρόμενος, οἷα ἡ πάρδαλις ἔδρα τοὺς κυνηγέτας
εὔχομαι δὴ τῇ Ἀρτέμιδι καὶ τὰ λοιπά σοι θεῖναι λαμπρὰ θηρίων τι χαλεπότητι καὶ τῇ τῶν πρὸς ταῦτα εἰσιόντων σοφίᾳ.
χϥγ΄.
Χρωματίῳ. (361/62)
Ἐγώ σε ἐξ ἐκείνων καὶ φιλῶ καὶ θαυμάζω τῶν χρόνων, ἐν οἷς ἀπὸ τῆς παρ’ ὑμῖν ἀρχῆς ἥκων Κλημάτιος ἐκεῖνος, ὃς
ἐπὶ δικαίῳ βίῳ τελευτὴν οὐ δικαίαν ἐδέξατο πολλὰ μὲν τὴν Παλαιστίνην ἐπῄνει, κεφάλαιον δὲ τῶν καλῶν τὴν σὴν ὡρίζετο φύσιν.
ἐγὼ δὲ ἀκούων ἀνδρὸς ἀρετήν, εἰμὶ ἴε τῶν τοιού- των ἐρωτικός, ἐκινούμην τε καὶ οἷος ἦν ἐπιστέλλειν. ἔπειτ᾿ οὐκ οἶδ’ ὅπως ἀφῃρέθην τὴν ὁρμήν. ἀλλὰ νῦν ἀποδίδωμι καὶ
δῆτα ὡς παλαιὸς φίλος εὐθὺς ἐπαγγέλλω χάριν πείθων ἐμαυ- τὸν ὡς οὐ μέμψῃ μᾶλλον ἢ δώσεις.
Βάσσος οὗτος ἤδη γεγονὼς ὑπὲρ εἴκοσιν ἴτη, πένης πένητος πατρός, ἦλθεν ἐκ Φοινίκης παρ’ ἐμὲ κατὰ λόγων ἐπιθυμίαν, εἰδὼς δὲ πονεῖν καὶ φεύγων ἡδονὰς ἐκτήσατο τοσοῦτον ὅσον ἐγὼ μὲν ἐπαινεῖν
ὀκνῶ, σοὶ δὲ ἴσως οὐ μικρὸν δόξει.
τῇ μὲν οὖν πατρίδι μικρὸν ἔμπροσθεν ἐφάνη καὶ τοῖς ἄλλοις Φοίνιξι καὶ ῥήτωρ ἐνομίσθη νῦν δ’ ἐπελθεῖν ἐθέλων τὴν Παλαιστίνην, εἰ παρὰ σοί τε ὁρμίσαιτο καὶ μετὰ σῶν γραμμάτων ἔλθοι παρὰ τοὺς ἄλλους ὅσονπερ παρ’ ὑμὶν, τοσοῦτον ἕξειν ἡγεῖται πανταχοῦ
διὰ σοῦ.
γενοῦ δὴ λιμὴν ἀνθρώπῳ καὶ λέγειν εἰδότι καὶ
χϥδ΄.
Μαξίμῳ. (362)
Ἃ ἐποίουν ἂν περὶ Σωκράτην, εἰ κατὰ Σωκράτην ἐγι- γόνειν, ὅτε αὐτῷ τὰ θηρία ἐπέκειτο, συκοφάνται τρεῖς, ταῦτ’ ᾤμην δεῖν καὶ νῦν ποιεῖν περὶ τὸν τὰ Σωκράτους ἐζηλωκότα.
ἔπραττον δ’ ἂν ταῦτά τε κἀκεῖνα ἂν ἐποίουν οὐχ ὑπὲρ τῶν ἐν ταῖς αἰτίαις δεδοικὼς μὴ δεινόν τι πάθωσιν, — οὐδὲν γὰρ
εἴ φιλοσόφοις ἐκλυθῆναι σώματος, μέγιστον μὲν οὖν ἀγαθόν — ἀλλ’ εἰδὼς ὅτι πάμμεγα κέρδος ἀνθρώποις ἀνὴρ
διὰ δὴ ταῦτα μισῶ μὲν τοὺς περὶ Ἄνυτον· ὑπὲρ δὲ σοῦ τοὺς θεοὺς ἐκάλουν,
τουτὶ γὰρ ἡ παρ’ ἐμοῦ συμμαχία, καὶ οὐκ ἦρχόν γε χάριτος ἐκείναις ταῖς φροντίσιν, ἀλλ’ ἠμειβόμην.
οἶμαι δὲ καὶ πάν- τας ὀφείλειν σοι χάριν κοινὸς γὰρ εὐεργέτης σὺ γῆς τε καὶ θαλάττης, ὁπόση μὴ βάρβαρος, θρέψας ἡμῖν καὶ δημιουργήσας βασιλέα πάντα ἄκρον ὥσθ’ οἱ πρὶν τοὺς τεθνεῶτας μακαρί-
ζοντες νῦν βούλοιντ’ ἂν εἰς τὸ Ἀργανθωνίου γῆρας ἐλθεῖν ἐκείνῳ πρότερον τοῦτο συνευχόμενοι τὸ γῆρας.
ᾧ δοκεῖς μοι νῦν παρεῖναι σὺ τερπόμενος, οὐ πονῶν· οὐ γὰρ ἔχεις, ὅ τι ἐπανορθώσεις τῶν πραττομένων, ἀλλ’ ἐφ’ ἑκάστῳ χαίρεις μετὰ πάσης ἀρετῆς γιγνομένῳ. λέγων δὲ ἥξειν παρ’ ἡμᾶς καὶ
ὑπισχνούμενος μετέωρον ἡμῖν πεποίηκας τὴν πόλιν ἐνθυμου- μένοις, οἷον ἂν εἴη τὸ θέαμα Φοῖνιξ ἑπόμενος Ἀχιλλεῖ
ἔοικα δὲ οὐκ ὀρθῶς εἰκάσαι. ποῦ γὰρ ἴσον πρὸς ταύτην τὴν συζυγίαν ἐκείνη; ἀλλ’ ἐγὼ μὲν εἰκόνα πρέπουσαν ζητήσω κατὰ σχολήν, ὑμεῖς δὲ ἀφίκοισθε καὶ φανείητε ποθοῦσιν·
ἐπεὶ καὶ ὁ πρόδρομος πολλοῦ γεγένηται ταῖς πόλεσιν ἄξιος, ὁ καλὸς Πυθόδωρος.
τὴν γάρ τοι περὶ τοὺς θεοὺς θερα-
ἐκεῖνος μὲν οὖν χωρείτω πανταχοῦ ποιήσων ταὐτόν· ἐμοὶ δὲ ἦν μὲν διὰ πολλῶν ἀντεπιστεῖλαι, κρεῖττον δὲ ἔδοξε πέμψαι δι’ ἀνδρὸς ἐοικότος τῷ κομίσαντι τἀκεῖθεν,
ὅπως σε ταύτῃ γε μιμοίμην.
οἶμαι δὲ οὐκ ἀδικεῖν εἰς φι- λοσόφων χορὸν Φουρτουνατιανὸν ἐγγράφων. κωλύσει γὰρ ἴσως οὐ οὔτε ἡ χλαμὺς οὔτε ὁ κείρων.
χϥε΄.
Ἀκακίῳ. (362)
Οὐχ ἄνευθε θεοῦ Ὅμηρος οὐδὲ σὺ ταῦτα ἄνευ τῆς Ἀσκληπιοῦ ῥοπῆς, ἀλλ’ ἀκριβῶς αὐτὸς συνεφήπτετο τῆς γραφῆς. εἰκὸς δὲ αὐτὸν ὄντα Ἀπόλλωνος ἔχειν τι τῆς τοῦ πατρὸς μουσικῆς καὶ νέμειν οἷς ἂν ἐθέλῃ.
σοὶ δὲ πῶς οὐκ ἔμελλεν ἐν τοῖς ὑπὲρ αὑτοῦ συλλήψεσθαι λόγοις; ἐντεῦθεν
ἀπὸ τῆς πρώτης μέχρι τῆς ἐσχάτης συλλαβῆς Μουσῶν ἀν-
κατασκαφήν, τὸ πῦρ. τοὺς ὑβριζομένους βωμούς, τοὺς ἀδι- κουμένους ἱκέτας οὐκ ἐωμένους ἀπαλλαγῆναι κακῶν.
ἀλλὰ μὴν ὅ γε βελτίων Ἀδριανοῦ τῇ περὶ τοὺς νεὼς δεικνύμενος γνώμη δαιμονίᾳ κεκίνηται τέχνῃ, τούτου δ’ αὖ μείζων ὁ ὁμώνυμος οὐδὲ βουλεύσασθαι τῷ δεχομένῳ τὴν παράκλησιν
ἐπιτρέπων, ἁπλῶς δὲ πάντα ταῖς μὲν ἐννοίαις ἀναγκάζει, τοῖς δὲ ὀνόμασι θέλγει. καὶ γέγονε τῷ λόγῳ τὸ μέγεθος κάλλος· ἥκει γὰρ μετὰ τοῦ καιροῦ.
καί μοι δοκεῖς ἀμείνων νῦν πεφηνέναι ῥήτωρ ἡ ἦσθα πρὸ τῆς ταραχῆς. ἀπολαβὼν γάρ, οἶμαι, τὸ λογίζεσθαι παρὰ τῶν θεῶν κάλλιον ἀπέλαβες ἢ
ἀφῃρέθης παραμυθουμένων τῇ προσθήκῃ τὸ ουμβάν· ὃ καὶ περὶ τὸν Πέλοπα πείθομαι γενέσθαι μετὰ τὸν λέβητα · χαρι- έστερον γὰρ ἀποδοθῆναι τῷ Ταντάλῳ τὸν υἱὸν ἢ οἷος ἦν, ὅτε εἰς δεῖπνον τοῖς θεοῖς κατετέμνετο.
ἀλλὰ καὶ τὴν ἐπι- στολὴν καλὴν περὶ καλῶν ἔλαβον ἀδελφὴν ἀτεχνῶς ἐκείνων,
ὑπὲρ ὧν ἐβούλετο δηλοῦν. καὶ ὅ γε ἔπαθον, ἄκουσον· ἔλαβον μὲν ἄμφω μέσον τῆς συνουσίας, ἐδίδου δὲ Τιτιανὸς μειδιῶν εἰδὼς ἃ ἐδίδου
τὴν ἐπιστολὴν δὲ εὐθὺς ἀναγνοὺς ἔγνων
γράφε τοίνυν ὑπὲρ τοῦ θεοῦ καὶ πρᾶττε κἀν ταῖς εὐχαῖς μὴ τῆς ἐμῆς ἀμνημόνει
κεφαλῆς.
χϥς'.
Κέλσῳ. (362)
Εὖθύς ἀπὸ γραμμῆς ἡμῖν ἄξιος τῶν ἐλπίδων ἐφάνης ἴνα μὲν ἄνδρα τὴν βουλὴν εὑρὼν Ἀλεξανδρείας καὶ τοῦτον,
ὡς ἀκούω, χωλόν, εἰς πεντεκαίδεκα δὲ τὸν ἀριθμὸν ἐκτείνας ἐν ἡμέραις δύο βίᾳ μὲν οὐδεμιᾷ, προσδοκίαις δὲ λαμπραῖς.
δείξας γὰρ ὡς οὐκ ἔσονται Μυσῶν λεία τοῖς ἁρπάζουσιν οἱ βουλευταί, τοὺς μὲν ἐκ τῶν ὀρῶν κατήγαγες, τοὺς δὲ ὑπὸ κλίνας κρυπτομένους ἔπεισας ὡς ἐπὶ κέρδος τὸ λειτουργεῖν
ἐκπηδᾶν.
καὶ ταῦτα ἠγγέλλετο μὲν ὑπὸ τῶν ἑταίρων, οἱ παρῆσαν, ὅτε ἐπράττετο, τοὺς ἀκροωμένους δὲ ἡδομένους εἶχον, καὶ οὐδεὶς ἠπίστει· τὰ γὰρ δὴ καλά τε καὶ μεγάλα συμ- βαίνειν ἐδόκει τῇ σῇ φύσει.
ἐγὼ δέ σε πολλὰ παρακεκληκὼς ἐπὶ τὴν ἀκρίβειαν καὶ τὸ δεῖν πάσας ἀνελόντα χάριτας χεῖρα
γράψας Ἀθηναίοις νόμον τὸν οὐκ ὄντα ἀμφοτέρωθεν Ἀθη- ναῖον τῶν τοῖς ἀστοῖς ὑπαρχόντων εἴργεσθαι τεθνεώτων αὐτῷ
Ξανθίππου καὶ Παράλου τὸν ἐκ τῆς Ἀσπασίας υἱὸν ἐδεῖτο τῶν πολιτῶν πολίτην ἐγγράφειν τὰ αὑτοῦ κινῶν, οἱ δὲ ἐχα- ρίσαντο.
κἀγὼ τοίνυν τὸν ἐμαυτοῦ παραβαίνων νόμον βου- λοίμην ἂν τὸν Σελεύκου τινὸς τυγχάνειν ἔξω τῶν ἐμῶν τε καὶ σῶν δογμάτων. Σέλευκον δὲ ἀκούσας οὐκ ἂν Ἀλεξάνδρας
ἀμνημονεῖν δύναιο, ταύτης δὲ μνησθεὶς οὐκ ἂν ἀντιτείνειν δύναιο. δεῖ γάρ, ὥσπερ τοὺς θεοὺς πρὸ ταύτης ἄγομεν, οὕτω ταύτην πρὸ τῶν ἄλλων ἀνθρώπων.
οἷς οὖν αὐτὸς ἄρχων ἐχρώμην ἄν, τούτοις σὲ δεῖ φανῆναι χρώμενον ἐννοοῦντα σχῆμά τε τὸ τῆς γυναικὸς καὶ γνώμης μέτρον καὶ τὴν ἄλλην
ἀρετὴν καὶ ὡς ἐδοκοῦμεν ἐξ ἱεροῦ τινος ἀπιέναι παρ’ αὐτῆς καταβαίνοντες.
τῷ μὲν οὖν Περικλεῖ τὴν χάριν ἐκείνην ἀντὶ Εὐβοίας ἔδοσαν Ἀθηναῖοι καὶ Σάμου, ἐγὼ δὲ νήσους μὲν ᾑρημένας εἰπεῖν οὐκ ἔχω, τὸ δὲ μέγιστον τῶν ὑπὸ τὸν ἥλιον Ἀλεξάνδραν εἶδες Σελεύκου μὲν ἐπιτρέποντος, ἐμοῦ δὲ
εἰσάγοντος.
χϥζ΄.
Σελεύκῳ. (362)
Εοικας ὅπως εἶχον καὶ γνώμης καὶ σώματος ἐπιλελῆσθαι, εἰ δὴ καὶ ἐν πρέσβεων ἀριθμῷ προσεδόκησας ὄψεσθαί με. ἐγὼ δὲ οὔτε τῶν ἐπιθυμούντων ἐπὶ τοιούτοις τρέχειν οὔτ’ ἄν,
εἰ καὶ σφόδρα ἐπεθύμουν, οἰός τ’ ἦν, ᾧ γε ἔργον εἰς ἀγορὰν οἴκοθεν ἐλθεῖν.
ἃ δὲ διηγήσασθαι τοὺς γνωριμωτάτους ἔφης, οὐδὲν μὶν αὐτῶν ἔλεγον εἰς μισθὸν ὁρῶν, ἀλλ’ ᾤκτειρον γῆν καὶ θάλατταν. εἰ δ’ οὖν ἔδει μοι καὶ γενέσθαι μισθὸν τοῦ μίσους, γέγονεν· οἴχεται γὰρ ὁ πάντα φθείρων οὐδὲν
ἡμῶν δεηθέντων ἐπ’ αὐτὸν σιδηρίου.
γέγονε δὲ καὶ ἕτερος καὶ γίγνεταί γε καθ’ ἡμέραν. ἃ γὰρ εἰς κοινὴν εὐδαιμονίαν παρὰ τοῦ βοσιλέως πράττεται, τούτων ἔχω τὸ μέρος· ἴδιον δέ τι καὶ διδόντος δέξομαι καὶ μὴ διδόντος οὐ μὴ μέμψωμαι. τί γὰρ ἄν τις καὶ ζητοῖ μεῖζον τῶν ἱερῶν λιμένων ἀνθρώποις
ἀνεῳγμένων;
χοη΄.
Ὀβοδιανῲ. (362)
Ἐμοὶ περὶ μὲν τὸν ὦμον οὐδὲν οἷον σοὶ συνέβη, τὴν ψυχὴν δὲ οὐχ ἦττον ἡ σὺ τετάραγμαι λογιζόμενος, ἐφ’ οἷς
ἐξελθὼν οὗ μένεις ἐπὶ μὲν τὸν ἵππον ἀπὸ τοῦ ζεύγους ὁρμή-
ἀλλὰ γὰρ πανταχοῦ δηλοῦται, πόσῳ κάλλιον μετειληφέναι παιδείας ἢ μή. ἄλλος μὲν γὰρ ὠδύρετ’ ἄν, ὥσπερ αἱ φαῦλαι γυναῖκες, καὶ ταῦτα οὐκ ἀφαιρῶν τοῦ κακοῦ τοῖς θρήνοις· σὺ δ’ ἐπὶ
τὸ τοῦ φιλολόγου φάρμακον ἀφῖξαι, τοὺς λόγους, καὶ διαφέ- ρεις ὡς μετριώτατα τὸ συμβάν.
φίλων δὲ ἔρημος, οὗ γένος ἀνθρώπων, οὐκ ἔστι ὅπως ἂν εἴης, ἴως ἂν ᾖς, οἷος εἶ· δεινὸς γὰρ εἶ θηρευτὴς τοῦ πράγματος ἀντὶ δικτύων ἔχων τὸν τρόπον.
ὅταν οὖν ἡ χείρ σοι δυνηθῇ τὰ πρὸ τοῦ πάθους,
δυνήσεται δὲ τῶν τε θεῶν ἐθελόντων τῶν τε ἰατρῶν προθυ- μουμένων, οἴκαδε θεῖν καὶ μὴ φιλονεικεῖν. τὴν μὲν γὰρ πό- λιν τῷ προελέσθαι τετίμηκας, τῇ τύχῃ δὲ τοῦ τέλους ἀπε- κρούσθης.
χϥθ΄.
Κέλσῳ. (362)
Οὐκοῦν αὐτὸν τὸν ἀγκῶνα τοῦτον τὸν γλυκύν, ᾧ παρα- βάλλειν ἀξιοῖς τὴν Κιλικίας ἀρχήν, οὐκ ὀλίγοι τῶν πλεόντων ὑπομένουσιν; ἀνάσχου δὴ καὶ αὐτὸς τοῦ ἀγκῶνος· οὐ γὰρ ἀεί γε τοῦτον ἀναπλεῖν δεήσει καὶ πονεῖν, ἀλλ’ ἀπολαύσῃ
ποτὲ καὶ ῥᾴστου πλοῦ.
εἰ δ’ οὖν καὶ πονοῦντα δεήσει διατελεῖν, Αἰσχύλος σε παραμυθείσθω τὰς ἀρετὰς ἐκ πόνων
σὺ μὲν οὖ1 τὴν κριθῶν σπάνιν δέδοικας, ἐμὲ δὶ ἀνιᾷ φίλων σπάνις. καλῶ δὲ νῦν σπάνιν τὴν ἀπουσίαν, ἐπεῖ καὶ τὸν Ὀλύμπιον ἐν τοῖς ἀποῦσι θετέον. πρὶν γὰρ φα-
νῆναι καθαρῶς πρὸς Ἀρτάβαζον οἴχεται πλέων. ἐγὼ δὲ ἢ τοῖς ἔνδον μαχόμενος ἢ περὶ τοὺς νέους κοπτόμενος μίαν ἴι̣ο, καταφυγὴν τὴν νύκτα.
ψ'.
Πολυχρονίῳ. (362)
Δέχου δὴ καὶ ἀμφοῖν ὑπὲρ ἑνὸς ἔργου γράμματα, τὰ μὲν ἀξιοῦντα, τὰ δὲ ἀπαιτοῦντα· δkται μὲν γὰρ Ἀκάκιος. εἰσπράττω δὲ ἐγὼ καὶ ταῦτα πρότερον δεηθείς. ἕως μὲν γὰρ ἴδει πείθειν, ἐκεῖνο ἐποίου1 ὑποσχόμενον δὲ ἐν τοῖς ὀφείλου- σιν ἔχω.
δεῖξον δὴ τὸ ἔργον καὶ παῦσον τοὺς ἐνοχλοῦντας.
βουλοίμην γὰρ ἄν σε τὸν Δία μιμεῖσθαι μᾶλλον τὸν στρα- τηγὸν Χάρητα.
ψα΄.
Ἰουλιανῷ. (362)
Εἰ τι τῶν δικαίων ἐγίγνετο, πάλαι μὲν ἐπ’ ἐκείνης ἂν
ἦσθα τῆς ἀρχῆς, νῦν δὲ ἐπὶ μείζονος ἢ κατ’ ἐκείνην ἐξουσίας. ἀλλ’, οἶμαι, τέρπεται ἡ Τύχη τοῖς μὲν ἀμείνοσιν ἐλάττω όι- οἰδοῦσα, τοῖς δὲ φαυλοτέροις μείζω καὶ διατελεῖ δὴ τοῦτο ποι- 9γΠβ,qη.Var,πέ.kο(Rπέ.SΙέ(ξέ).Βιέ-
ἐγὼ δὲ ὅτι μὲν ὁμοίως ἡδέως καὶ λέγω καὶ τῆς σῆς ἀκοῆς τυγχάνω — καὶ γὰρ οἶσθα πηδᾶν λέγοντος — οὐκ ἀγνοεῖς· πλῆθος δὲ ἐπιστολῶν τὸ τῶν πραγμάτων πλῆθος οὐκ ἀφῆκε
γενέσθαι. πολλοὶ μὲν γὰρ οἷς δεῖ βοηθεῖν, οἱ δ’ ὑπερπηδῶντες πολλῶν δυνάμεις ἐπὶ τὴν ἐμὴν καταφεύγουσιν ἀσθένειαν ἀτόπῳ κεχρημένοι πάθει, συκίνην ἀνθ’ Ἑρμιόνος ζητοῦντες ἐπικουρίαν.
ἐμοὶ δὲ ἀνάγκη παρέχειν ἐμαυτόν, τί γὰρ ἄν τις καὶ ποιοῖ; ἔπειτα μικρὰ δεομένων μὲν ὠφελῶ, χρόνος δὲ
ἀναλίσκεται, γράμματα δὲ ὑμῖν οὐχ ὅσα βούλεσθε γίγνεται.
ψβ΄.
Ὀβοδιανῷ. (362)
Ἡ μὲν πρὸς τὸν ὦμον καὶ διὰ λόγων καὶ διὰ φαρμά- κων ἥκει σοι βοήθεια παρὰ τῶν ἡμετέρων ἰατρῶν, αὐτὸς γὰρ
ἄμφω μετεπέμπου· περὶ δὲ τοῦ πότερον ἐπανελθεῖν βέλτιον ἢ προσθεῖναι τὸ μέρος τὰ πράγματα συμβουλεύσει, φωνῆς δὲ οὐδὲν δεῖ.
ζεῦγος μὲν γὰρ εἰ γένοιτό σοι παρὰ τοῦ βασι- λέως καὶ καλοῖ, δῆλον ὡς ἐκεῖσε δεήσει τρέχειν, εἴπερ ἐξείη κινεῖσθαι· μὴ δοθέντος δὲ πρὸς τὴν πατρίδα βλέπειν ἀνάγκη.
τῇ μέντοι Δημοσθένους ἐτῳδῇ μὴ παύση τὴν ψυχὴν ἐώμενος, ἐάν τε εἰς Θρᾴκην ἴῃς ἐάν τε ἐπανίῃς, ἥ φησι δεῖν γενναίως τὰ παρὰ τοῦ θεοῦ φέρειν.
ψγ΄.
Κέλσῳ. (362)
Οἶσθά που τουτονὶ τὸν νεανίσκον· οὐ γὰρ ἠγνόεις τοὺς παρ’ ἡμῖν ἐπιδεδωκότας εἰς λόγους. ἴδει μὲν οὖν αὐτὸν ἐπὶ βελτίοσιν εἰς Κιλικίαν ἐλθεῖν, νῦν δ’ ἥκει πενθήσων τὴν ἀδελφὴν καὶ δάκρυσι τιμήσων τὸ πάθος.
ἱν οὖν μήτ’ ἀπέλθῃ παρ’ ὑμῶν πρὶν ἐντυχεῖν σοι μήτε ζητῇ, δι’ ὅτου ἵν
σοι συγγένοιτο δέδωκα τὴν ἐπιστολήν.
σὺ δ’ αὐτὸν μὴ καθ’ Ὅμηρον, ὅταν ἐθέλῃ, πέμπειν, ἀλλὰ πέμπε. κἂν ἐθέλῃ μένειν.
ψδ΄.
Ὑπερεχίῳ. (362)
Ἰοῦ, ἰού, ποσάκις τὴν κεφαλὴν ἐκίνησας καὶ πρὸς σαυτὸν εἶπες ἐπ᾿ ἐρημίας ἢ νυκτός· ἠμέλημαι, καταπεφρόνημαι, μεταβέβληται τὰ πάντα. καὶ τούτου σοι πίστις ἤ τὸ πλῆθος μὲν εἶναι τῶν δι’ ὑμῶν ἐπὶ Θρᾴκης δραμόντων, ἐλθεῖν δὲ σοὶ μήτε μικρὰν μήτε μείζω παρ’ ἡμῶν ἐπιστολὴν.
ἐμὲ δὲ πολλοὶ μὲν ᾔτησάν, ἔδωκα δὲ οὐδενί· δι’ δέ,
γωρεῖσθαι.
καὶ ἅμα τοὺς ἀνθρώπους ᾔδειν ἐσθίοντας μὶν ἡδέως, μεμνῆσθαι δὲ ξενίας οὐκ εἰδότας, ἀλλ’ ἡγουμένους ἀνδρεῖον, ἂν εἴπωσι κακῶς τοὺς ὑποδεξαμένοις.
οὔκουν ἀποστήσας σου τὴν ἐμαυτοῦ ψυχὴν ἐσίγων, ἀλλ’ ὅπως μηδενός σοι γενοίμην μήτ’ ἀηδοῦς αἴτιος μήτε κακοῦ, μέλλειν ἠξίουν.
ἐπεὶ δ’ οὖν ἐλαβόμην Μικκάλου, τοῦτο δέ ἐστιν ἐμαυτοῦ, γράφω λύων τε τὴν αἰτίαν καὶ ἀναμιμνήσκων σε τῶν πα- λαιῶν μαντευμάτων, ἐν οἶς προὔλεγον ὡς ἥξοι χρόνος ἀπαι- τῶν λόγους καὶ λύων ζώνας.
σοὶ δ’ ἐκείνων τε μὴ διαμαρ- τεῖν ὑπῆρξε κἀν τοῖς παροῦσιν ἔστι τις χώρα, βουλοίμην δ’
ἂν εἰδέναι, τίς σοι γνώμη καὶ τί σαυτῷ χρήσασθαι διανοῇ.
ψε΄.
Ἀπολιναρίῳ. (362)
Οὐδὲν οἶμαι δεῖν προοιμιάζεσθαι χάριν αἰτοῦντα παρὰ φίλου. οὐκοῦν εὐθύς, ὃ δεῖ σε ποιεῖν, ἐρῶ. Μέγιστος οὑτοσὶ
πρότερον μὲν ἦν τῶν διακονούντων Χρυσηίδι, νῦν δὲ ταὐτὸ Βασσιανῇ πληροῖ, κἂν ἀφέλῃ τις αὐτόν, τὰ πράγματα ἔβλαψεν.
ἴστω τοίνυν ἰπὶ τοῖς πράγμασι· τοῦτο γὰρ ἐγὼ μὶν δίομαι, σὺ δὲ δοῦναι κύριος. πάντως δὲ ἀφθονία βουλευμάτων πάλαι μὲν ποθουμένη, νῦν δὲ ἥκουσα.
σὺ δή μοι τὸν Μέγιστον ἐκκλέψας ἄφες· εἰ δ’ Ἀρκαδία τοῦτο καὶ μέγα, μήτοι τὸν δεύ- τερον φύγῃς πλοῦν, ἀλλ’ ἐν τοῖς κομίζουσιν ἀπ’ Αἰγύπτου
σῖτον τετάχθω, καί σοι χάριν εἰσόμεθα καὶ τοῦδε.
ὁπότερον δ’ ἂν δοῦναι γνῷς, ἐν γράμμασιν ὁμολόγει, καὶ πίστις τοῦ μέλλοντος ἐπιστολὴ γενέσθω.
ψς΄.
Ἑορτίῳ. (362)
Ἔπεμψα τὸν ἀδελφὸν ἱκετεύσοντα τὸν παρ’ ὑμῖν ὑπὲρ ἐμοῦ θεόν. κοινώνησον δὴ τῆς ἱκειείας, εἶ τί σοι μέλει τοῦ ἐρρῶσθαί με.
ψζ΄.
Σατορνίνῳ. (362)
Ἐν τῇ κεφαλῇ μοι κατοικεῖ πάθος ποιεῖ τὸ μὶν ζῆν βαρύ, τὴν δὲ τελευτὴν ἐν εὐχαῖς. τοῦτο τὰ μὲν τῶν ἰατρῶν ἐξήλεγξε φάρμακα, μόνῳ δ’ ἂν εἴξοι τῷ θεῷ.
κατὰ τοῦτο δὴ τὸν ἀδελφὸν ἀπεσταλμένον πρόσαγε τῷ ἀγάλματι καὶ τὰ ἄλλα συμπροθυμοῦ.
ψῇ.
Παρθενίῳ. (362)
Εἰ μὲν ἦν κινεῖσθαι κύριος, αὐτὸς ἂν ὑμῖν ἧκον εἰς τὴν μεγάλην πόλιν, δίδωσι γὰρ αὐτὴν οὕτω καλεῖν ὁ θεός· ἐπεὶ
δὲ ἀνάγκαις, ἃς οἶσθα, κατείλημμαι, μένω μέν, πιστεύω δὲ τεύξεσθαι μαντείας σπένδοντός τε ὑπὲρ ἡμῶν ἀδελφοῦ καὶ σοῦ συνευχομένου.
ψθ΄.
Δημητρίῳ. (362)
Ἀλλ’ ὅτι καὶ ταῦτα εἰσεπράχθη τεθαύμακα τάς τε γὰρ ἄλλας ἠπιστάμην δυσχερείας καὶ τὴν περὶ τὸν οἶνον τύχην, ἣ πάντας ἐπῆλθε πίθους.
ὅ γέ τοι τῆς ἐσπέρας οἶνος ἅμα ἡμέρᾳ διέφθαρται παρ’ ἡμῖν, ὥσθ’ ὅσον ἂν ἀργύριον γένηται παρ’ ὑμῶν, στέρξομεν καὶ οὐκ ἀποδιδόναι μᾶλλον ἢ δωρεῖσθαί
σε νομιοῦμεν. πείσομεν δὲ καὶ τὸν ἐωνημένον μὴ βοηθεῖν τοῖς γεωργοῖς, ἢν ἐθέλωσιν ἀποστερεῖν.
ψι.
Βακχίῳ. (362)
Οἱ μὲν ἰδόντες εὐδαιμονέστεροι τὰ περὶ τὴν Ἄρτεμιν
σοὶ πεφιλοτιμημένα, γεγόναμεν δὲ καὶ αὐτοὶ τοῖς ἠγγελμένοις ἡδίους καὶ οὐκ ἴσον μὲν ἐκείνοις, οὐ πολὺ δὲ ἔλαττον εἴχομεν.
ὁ γάρ σοι τὰ γράμματα φέρων οὗτος ἐκόμιζέ μοι τῶν πε-
καὶ τῶν ἱερείων ἐμνήσθη τοῦ τι ἀργυροῦ συὸς καὶ τῆς ἐλάφου πομπῆς τε διηγήσατο κόσμον πλῆθός τε δαι- τυμόνων καὶ πλῆθος ἡμερῶν ἐν πότω καὶ τὸ κάλλιστον·
προσθεῖναι γὰρ ἔφησε τὴν ἀπὸ τῶν λόγων τὸν καλὸν Δημή- τριον ἑστίασιν, ὥστε με σκιρτήμασιν ἔχεσθαι καὶ συνήδεσθαί σοι τῆς περὶ τὴν Ἄρτεμιν θεραπείας. ἀλλὰ σύ γε παισί τι παραδοίης τὴν ἱερωσύνην τῆς τε τῶν θυσιῶν ἐπανόδου γῆ τε καὶ θάλαττα πάντα ἀπολαύοι τὸν χρόνον.
ψια.
Πολυχρονίῳ. (362)
Ἀπειρήκαμεν τοὺς ἐκεῖθεν ἀφικνουμένους ἐρωτῶντες, πότε ἀφίζεσθε; καὶ γὰρ ἐξαπατῶντες οἱ πλείους, ἴν’ ἡμᾶς εὐφραίνοιεν, αὐτίκα φασίν. εἶθ’ ἡμεῖς μὲν προσκείμεθα τοῖς
εἰσιοῦσι καὶ γιγνόμεθα τῆς ὁδοῦ χαλεπώτεροι τοῖς κεκομμένοις, ὑμεῖς δὲ ἄρα λαβόμενοι θαλάττης πολλὰ βοσκούσης ἡδίω τὰ κύματα τῆς ἠπείρου κρίνετε.
ἢν οὔ· ποτε ὑμᾶς ἐνταῦθα λάβωμεν, γραφὴν ἀποίσομεν, ἡ δὲ ἤπειρος δικάσει.
ψιβ΄.
Βακχίῳ. (362)
Ὅνπερ ἐγὼ τρόπον, τοῦτον ὁ ἄρχων μετέσχε τῆς πὰρ ὑμῖν ἑορτῆς· οὐδὲν γὰρ ἠγνόησεν ὧν ᾔδειν ἐγώ. ἀλλὰ καὶ
περὶ τῶν ὅπλων καὶ τῶν τεθυμένων καὶ τῆς ἄλλης δαπάνης καὶ τῆς διὰ πάντων ἀκούων λαμπρότητος οὕτως ἥσθη τε καὶ συνήσθη τῷ τε ἱερεῖ καὶ τῇ πόλει, ὥστε ἔφησε τῶν πεπραγμέ- νων πρὸς αὐτὸν μεμνήσεσθαι τὸν βασιλέα.
μάλιστα δὲ αὐτὸν εὔφρανεν, ὅτι εἷς ὢν ἤρκεσας εἰς τὴν τοῦ ἀγάλματος κλοπήν.
Διομήδει δὲ ἄρα καὶ Ὀδυσσέως ἔδει. καί σε ἐπεγείρει δι’ ἐμοῦ καὶ πρὸς τὸ τὸν νεὼν ὁμοῦν πάλαι μὲν πᾶσι κηρύξας κομί- ζεσθαι τὰ αὑτῶν, ἕτοιμος δὲ ὢν ὅ τι ἂν μηνύσῃς ἠδικημένον τὸν τόπον, καὶ βοήσεσθαι καὶ βοηθήσειν.
ψιγ.
Λεοντίῳ. (362)
Μένανδρον τὸν χρηστὸν ἥκοντα παρ’ ὑμῶν καὶ βουλό- μενον λέγειν, ὅσα ἐξ ἀέρος εἰς τὴν γῆν ἐπράχθη, πρὸς τὸν περὶ σοῦ μετέστησα λόγον καὶ ἡδόμεθα ἀμφότεροι· καλὰ γὰρ ἦν τὰ λεγόμενα καὶ μάλα ἄξια τοῦ γένους καὶ τῆς παιδείας
οὔκουν ἐπ’ ἀμείνω σε παπακαλεῖν ἔχοιμ᾿ ἄν, ἀλλ’, ἂν μείνῃς ὅμοιος, ἀρκέσει δεῖ δέ σε τῇ περὶ τὰ πρῶτα ἀρετῇ διὰ πολλῶν ἀφικέσθαι τῶν ἀρχῶν, ἐν δὲ ταῖς πολλαῖς ἴσως καὶ ἡμεῖς ἐσόμεθα.
ψιδ΄.
Κέλσω. (362)
Οὑτοσὶ μὲν ὁ μὴν γέμει πραγμάτων, γάμος δὲ οὐκ ἀνέχε- τᾶι τοιούτων δρόμων οὐδὲ φροντίδων· ὁ δὲ ἐπὶ τούτῳ, κἂν ὑπάρχῃ σχολή, νόμῳ τινὶ παλαιῷ τὸν ὑμέναιον οὐ δέχεται. δέξεται τοίνυν ἡμᾶς ὁ τρίτος φόβου μὲν ὢν καθαρός, ἐσόμε
νος δὲ ἴσως καὶ πόνων.
ψιε΄.
Τῷ αὐτῶ. (362)
Οὐδὲν θαυμαστὸν εἴ τις ἠράσθη τῆς Ἀττικῆς· φύσει γὰρ φίλτατον τὸ χωρίον τοῖς τε ἰδοῦσι τοῖς τε οὔπω. κοὶ
νομίζουσιν οἱ πατέρες ἢ λόγους αὑτοῖς ἐκεῖθεν τοὺς υἱεῖς κομιεῖν ἡ δόξαν γε τοῦ λόγους ἔχειν.
Ἀκάκιον δέ, διότι μὲν αἰδοῦμαι, κἂν πέμψαντα τὸν υἱὸν ἐπῄνουν· διότι δὲ φιλῶ. βουλοίμην ἂν μὴ πέμψαι τὸν παῖδα. τῶν γὰρ αὐτόθι δι- δασκάλων οἱ μὲν διὰ γῆρας δέοιντ’ ἂν τοῦ καθεύδειν μαλακῶς
ἐπὶ πλησμονῇ, τοῖς δ’ ἴσως δεῖ διδασκάλων, οἳ τοῦτο πρατὸν
νῦν δ’ ἡμῖν στρατιώτας ἀντὶ ῥητόρων ἐκκροτοῦσι, καὶ πολλοὺς εἶδον οὐλὰς ἐνηνοχότας ἀπὸ τῶν ἐν Λυκείῳ τραυμάτων. ὧν ἴσως μὲν οὐκ ἂν ἐγένετο Τιτιανός, ἔστι δὲ οὐδὲ συμφοιτητὴν
τῶν τὰ τοιαῦτα λογιζομένων δόξαι καλόν.
ἀμφοτέροις οὖν ἴσθι βεβοηθηκώς, καὶ ἐμοὶ καὶ ἐκείνοις· ἐμοὶ μὲν οὐκ ἐάσας ἄλλον τοῖς ἐμοῖς κοσμηθῆναι πόνοις· ἐκείνοις δὲ τῷ μὴ πολὺν αὐτοῖς ἀναλωθῆναι χρόνον ἴσως ὑπὲρ μικρῶν· οὕτω γὰρ εἰπεῖν βέλτιον.
πρόσθες δὴ τῷ τὴν ὁδὸν ἐκείνην κωλύσαι τὸ τὴν
ὡς ἡμᾶς ἐπεῖξαι. ἐρχέσθω δέ, εἰ μὲν βούλεται, προσληψό- μενος λόγων· εἰ δὲ ἐθέλει, χρησόμενος οἷς ἔχει. πάντως ὅ γε ἄρχων πάσῃ δέξεται τὸν νεανίσκον εὐνοίᾳ. σωφρονούντων δέ, οἶμαι, καρποῦσθαι καιρόν.
τούτων μὲν οὖν οὐκ ἀμελή- σεις, τὸν δὲ Ἀλέξανδρον ἡμῖν ἀπάλλαττε δεσμοῦ δευτέρου·
πρὶν γὰρ ἀναπνεῦσαι πιέζεται καὶ κῦμα τὸ μὲν διαπέφευγε, τῷ δὲ παλαίει. τὸ γάρτοι προεισφέρειν τὸν τηλικοῦτον οὐ πολὺ κουφότερον τῆς περὶ τὸ κοινὸν βαλανεῖον δαπάνης.
ποιοῦ δὴ τὴν βοήθειαν διὰ πάντων καὶ μηδὲν τῶν ἐκεῖθεν ταραττέτω τὸν νέον.
ψις.
Τῷ αὐτῷ. (362)
Ἔδωκεν ἡ ἀρχή σοι πλεονεκτῆσαι ἡμῶν καὶ προεντυχεῖν τῷ καλῷ Φουρτουνατιανῷ. ἡμῶν γὰρ ἴτ’ ἐν μαντείαις ὅντων καὶ ἄλλην ἄλλου λέγοντος ἡμέραν, εἰς ἣν αὐτὸν εἰκὸς φα-
νεῖσθαι, σὺ τὸν ἄνδρα εἶχές τε καὶ εἱστίας, ἀνθειστία δὲ σὲ κἀκεῖνος, ὡς εἰκός, οἷς εἶχε, καλλίονι θοίνῃ, τοῖς πιρὶ τοῦ βασιλέως λόγοις, ἐν οἷς ἦν ὅτι καὶ σὲ φιλεῖ καὶ ἡμῶν οὐκ ἀμνημονεῖ.
κατηγορούμενος δὲ ἐπὶ τῷ μὴ γράψαι καὶ παρὰ τούτῳ καὶ ἔτι πρότερον παρὰ τοῖς πρέσβεσιν, οἶσθα γὰρ ἃ
πρὸς ἑκατέρους εἶπεν, οὔπω δύναμαι καταγνῶναι τῆς ἐμαυτοῦ σιωπῆς οὐδ’ ὡς ἦν μοι κάλλιον ἐπεσταλκότα εἶναι πεισθῆναι τῆς γὰρ νῦν οὔσης αἰτίας ἡ τότ’ ἂν γενομένη χαλεπωτέρα τ’ ἂν ἦν καὶ οὐκ ἐῶσα τὸν φεύγοντα ἀντιβλέπειν τῷ διώκοντι.
πρότερον μὲν οὖν τὸ τῆς βασιλείας μέγεθος ὀκνεῖν ἐποίει
γράφειν· νῦν δὲ δὴ καὶ τὸ κάλλος τῶν βασιλέως ἐπιστολῶν διπλοῦν ποιεῖ τὸν φόβον. καὶ γὰρ εἰ τὰ ἄλλα παρ’ ἡμῖν, ἀλλ’ οὐ τό γε φῶς ὅσον ἐν τοῖς ἐκείνου μάλιστα γὰρ ὧν ἴσμεν ἰσχὺν ἁνὴρ συνεκέρασε σαφηνείᾳ.
ψιζ΄.
Τῷ αὐτῶ. (362)
Εἰ μὲν ἠγνόεις Θεόφιλον, ἐδίδασκον ἄν σε ὅτι οὗτος ἐν καιρῷ παρέχοντι παροινεῖν μέτριος ἦν· ἐπεὶ δὲ καὶ οἶσθα καὶ
διὰ τοῦτ’ εὖ ποιεῖς, διδάσκειν μὲν ἢ παρακαλεῖν οὐδὲν ἄν σε δεοίμην, ἐπαινῶ δέ, ὅτι τὸν ἄνδρα τῶν προνοίας ἀξίων ἡγῇ.
ψιη΄.
Τῷ αὐτῶ. (362)
Τὸν ἱεροφάντην ἡμῖν ἐκ τῆς κλίνης ἀνέστησεν ὁ θεός.
καὶ τοσοῦτον ἄρα ἐστὶ θεὸς μένος ἐμπνέων, ὥσθ’ ὁ πρὶν φε- ρόμενος ὁ γέρων ἐβάκχευσεν ἄμεινον τῶν ἐρρωμένων καὶ νέων.
ἀπὸ τῆς αὐτῆς δὴ προθυμίας τε καὶ ῥώμης καὶ παρ’ ὑμᾶς τρέχει βίβλους τὰς παρ’ ἡμῖν οὐκ ὀρθῶς ἐχούσας ἐκ τῶν παρ’ ὑμῖν ἐπανορθώσων.
ἐγὼ δ’ οὐχ ἴνα οὗτος
κερδάνῃ τι παρὰ τῶν γραμμάτων, ἔγραψα, πολλαχόθεν γὰρ αὐτῷ τιμῆς ἀφορμαί, ἀλλ’ ἕν’ ἐν τοῖς ὑπὲρ τῶν ἱερῶν πονοῦσι καὶ αὐτὸς ἀριθμῶμαι.
ψιθ΄.
Ἀκακίῳ. (362)
Τοὺς μὲν ἀπὸ γλώττης με προσεροῦντας πέμπεις, τὰς δ’ ἐν ἐπιστολαῖς προσρήσεις ἐκλέλοιπας καὶ ταῦτα θέλγειν δυνάμενος ἐξ ἐπιστολῶν εἰ μὲν οὖν ἕτερος γέγονας, ἀνθ’
ὅτου, φράσον· εἰ δ’ ὁ αὐτὸς μεμένηκας, μὴ φθόνει τοῦ μείζονος.
Τιτιανὸς δὲ ὅτι μὲν ἡμῶν ἔσται μᾶλλον ἢ τῶν ἐκ τῆς Καλλιρρόης πινόντων, οἶδα· βουλοίμην δ’ ἂν μαθεῖν, εἴτε σὴ τοῦτο ψῆφος εἴτε ἐκείνου. καὶ γὰρ ἐδάκρυσεν ἐνθένδε ἀπαίρων· εἰκὸς δέ, ὅτι καὶ παρὰ σοὶ μνημονεύσας ἐμοῦ.
ψκ΄.
Διοφάντῳ. (362)
Δέχου τῶν ἡμετέρων ἑταίρων τὸν ἄριστον· οὗ τὴν φύσιν ἐκ τῆς νῦν ἐπιθυμίας κρῖνε. τῶν γὰρ ὄντων αὐτῷ λόγων ἐπὶ τὸ δίκας λέγειν αὐτὸν ἀγόντων καὶ τῶν οἰκείων ταῦτα συνευ-
χομένων τὸ φιλοσοφίας κάλλος ἄμεινον ἡγήσατο τῆς ἐκεῖθεν ἰσχύος.
σκοποῦντι δέ, πόθεν ἂν ὡς ἀληθῶς τὸ πρᾶγμα λάβοι, μηνύομεν ἡμεῖς Αἴγυπτόν τε καὶ Διόφαντον, τὴν μέν, ἐξ οὗπερ ἄνθρωποί τε καὶ Νεῖλος, τὸ καλὸν τοῦτο τρέφουσαν,
συνίστησι μὲν οὖν καὶ αὐτὸς ὁ ἔρως τὸν νεανίσκον, συνίστημι δὲ κἀγὼ πιστεύων τι δύνασθαι παρὰ σοί. σὺ δ’ εὐμενεῖ τε λόγῳ καὶ προσώπῳ φαιδρῷ μετάδος τῆς τελετῆς, ἣ τὸν οὐρανὸν τοῖς
μετασχοῦσιν ἀνοίγει.
ψκα΄.
Ἀμμωνίῳ. (362)
Μενεκράτης οὗτος ἦλθε μὲν οἴκοθεν ὡς μετασχήσων μου συνεχῶς, νοσημάτων δὲ πλῆθος ὀλίγην ἐποίησεν αὐτῷ
τὴν συνουσίαν. οὐ μὴν τήν γε παρ’ ἡμῶν εὔνοιαν εἰς αὐτὸν τοῦτο ἤμβλυνεν, ἀλλ’ ὅ τι ἂν ἔξω τῶν λόγων ἐξῇ βοηθεῖ ἕτοιμον ἐμαυτὸν παρέχω. μέγιστον δὲ ὧν δοίην ἂν ὃ νυνὶ ποιῶ· ταυτὶ γὰρ αὐτῷ τὰ γράμματα πολλῶν ἀγαθῶν ἀρχὴ τὴν σὴν προξενοῦντα ῥοπήν.
ὡς οὖν ἐπιθυμήσαντα μὲν
ῥητορικῆς, κωλυθέντα δὲ ὅσον ἄξιον λαβεῖν ἄνεχε ταῖς παρὰ σαυτοῦ βοηθείαις.
ψκβ΄.
κέλσω. (362)
Οὐκ ἀγνοεῖς τουτονὶ Διογενῆ ὄντα πολίτην ἡμέτερον,
τὼ δ’ οὐ τοῦτο μόνον πρὸς ἡμᾶς ἐστιν, ἀλλὰ καὶ ἆθλον ὑπέστη ποτὲ προσόμοιον τῷ Ζωπύρου.
μὴ καταφρόνει δὲ μήτε τῶν πολέμων, οὓς πολεμοῦσιν οἱ σοφισταί, μήτε τῶν ἐν αὐτοῖς ἀριστευόντων νέων, ὧν ὁ Διογενὴς οὗτος. ἔδοξε
ἡ δὲ ἦν ἀπόστασις μαθητοῦ πεπλασμένη ζητοῦσα δὴ τὸν ὡς ἄριστα ὑποκρινόμενον τὸ δρᾶμα βελτίων δὲ οὐδεὶς ἐδόκει τοῦ Διο- γένους.
ὁ δὲ ἐφάνη καλλίων ἡ προσεδοκήθη. καὶ γὰρ ἐπι- στεύθη ταχέως καὶ ῥημάτων ἥκουσι τῶν ἐκ κολακείας καὶ
παρέπεμπε μὲν ὡς ἂν μαθητὴς ὀχούμενον, ἀπεπήδα δὲ περὶ τὰς θύρας ὡς τοὺς ἡμετέρους οἳ ἐκάθηντο θέατρον αὐτῷ. καὶ οὕτως ἀντὶ τῆς Βαβυλῶνος εἴχομεν ἀφορμὴν εἰς γέλωτα καὶ οὐδὲ ὁ θεῖος ἡμῖν ἐνταῦθα ἠδύνατο μὴ γελᾶν.
σκόπει οὖν ὅπως αὐτῷ τὸν μισθὸν ἀποδώσεις τῆς τόλμης ἐπὶ τὸν
ἀποστεροῦντα χρέους τινὸς βοηθήσας.
ψκγ΄.
Τῷ αὐτῶ. (362)
Ὁ νόμος τοὺς ἰατροὺς μίαν ἀπαιτεῖ λειτουργίαν τὴν ἀπὸ τῆς τέχνης, Φίλων δὲ πρὸς τὸ βουλεύειν ὑπὸ τῶν Ῥωσὸν
οἰκούντων ἕλκεται πάλαι πολλοὺς ἐκ νοσημάτων ἀναστήσας.
εἰ μὲν οὖν ἀγνοοῦσιν ὡς ἰατρὸς ὁ Φίλων, μαθόντες παυ- έσθωσαν· εἰ δὲ εἰδότες βιάζονται, Φίλων μὲν ἴσως ἀσθενής, ἰσχυρὸς δὲ ὁ νόμος.
ψκδ΄.
Ἡσυχίῳ. (362)
Ὅτι μὶν οὐχ ἧττον τῶν ἱερέων ὑμῶν ἐπιθυμῶ τοὺς νεὼς κομίσασθαι τὸ κάλλος, οἶσθά που μᾶλλον ἑτέρων· οὐ μέντοι βουλοίμην ἂν οἰκιῶν καθαιρουμένων γενέσθαι τοῦθ’,
τῆς δὲ οἰκίας Θεοδούλου κατηγο- ρῆσαι μὲν πρόχειρον, φείσασθαι δὲ ἄξιον οὔσης καλῆς τε καὶ
μεγάλης καὶ ποιούσης ἑτέρων καλλίω τὴν ἡμετέραν, ἄλλως θ’ ὅτε Θεόδουλος οὐχ ὕβρει καὶ παροινίᾳ διέσπα τὸ ἱερόν, ἀλλ’ ὄντων τῶν πωλούντων ἐώνητο τιθεὶς τὰς τιμάς, πρᾶγμα ποιῶν, ὃ πᾶσιν ἐξῆν τοῖς δυναμένοις ὠνεῖσθαι.
λέγουσι δὲ οἱ πάντα εἰδότες τὰ Θεοδούλου πολλάκις αὐτὸν ἐωνῆσθαι
τοιαῦτα καὶ ᾤοντο δεῖν χρῆσθαι δικαστηρίῳ γνοὺς δὲ ἐγὼ δικαστὰς ὑμῶν αὐτοῖς οὐκ ἐπέτρεψα ζητεῖν ἀμείνους εἰδὼς ὑμᾶς βουλεύσεσθαί τι τοιοῦτον, ᾧ καὶ τοῦ θεοῦ φροντίζοντες φανεῖσθε καὶ τῆς πόλεως οὐ καταμελοῦντες.
ἢν οὖν τι γένηται μέτριον, ἐπιστέλλετε πρὸς ἡμᾶς, ἕν’ ὑμᾶς ἐπαινῶμεν.
ψκε΄.
Ἰουλιανῷ. (362)
Ἀλλ’ εἰ καὶ μὴ πρὸς ἡμᾶς ἐπιστέλλεις, ἡμεῖς γε τοῖς σοῖς ἑστιώμεθα γράμμασιν. ὅταν γὰρ ὅτι τις ἔλαβε μάθοvεν, εὐθὺς ἡμεῖς πλησίον καὶ ἢ πείσαντες ἢ κρατήσαντερ ἀκόντων
τὸ μὲν οὖν κέρδος οὐχ ἧττον ἢ ᾿ κείνων, τὸ τετιμῆσθαι δὲ παρ’ ἐκείνοις μόνοις ἐρῶμεν δὲ καὶ αὐτοὶ τιμῆς, ἐπειδὴ καὶ φίλτρου τοῦ παρὰ σοί. δῆλον γὰρ ὡς, εἴ τι τιμήσεις, οὐκ ἄνευ γε τοῦ φιλεῖν τοῦτο ποιήσεις.
ψκς΄.
Ῥουφίνῳ. (362)
Τί οὖν οὐκέτι περὶ τὸν Βόσπορον ἐκαθέζου μέλλων γε τοῦτο ποιήσειν ἐν Κιλικίᾳ; Κέλσῳ μὲν γὰρ ἐπανήκεις, ἡμὶν δὲ οὔπω.
καίτοι πάντα μὲν ἤλπιζον ἀκούσεσθαι παρὰ τοῦ δοκιμάζειν τε δυναμένου καὶ φενακίζειν οὐκ εἰδότος, πᾶσαν
δὲ ἐκείνην ἀπολήψεσθαι τὴν εὐφροσύνην, ἣν εἶχον διὰ σοῦ μετὰ σοῦ τὸν ἵππον ἐλαύνων, ὅτε σοὶ μὶν οὑμὸς ὁ μικρὸς ἐπεβούλευε λακτίσαι θέλων, σὺ δ’ ὁμοῦ τε ἐφυλάττου καὶ διηγοῦ τι τῶν σαυτοῦ τῇ διηγήσει τὸν Ὀδυσσέα μιμούμενος.
καὶ γὰρ δὴ καὶ Κύκλωπα διεπεφεύγεις, οἶμαι. τινὰ κτεῖναι
βουλόμενον καὶ τοῦτο ἔχοντα τέχνην, ξενίζειν, εἶτα φονεύειν διαφέρει δὲ τοσοῦτον, ὅτι ἐκεῖνος μὲν ἄκοντος ἐσώθη τοῦ Κύκλωπος τὸν ὀφθαλμὸν ἐκκόψας αὐτῷ, σὺ δὲ ὀρχήσει τὸν
ᾤμην οὖν μοι τὴν κεφαλὴν τῶν αὐτῶν ἀπολαύσεσθαι φαρμάκων· σὺ δὲ φίλῳ μὲν σύνει, φίλου δὲ ἀμελεῖς, καὶ οὐκ ἐμέρισας
τὸν χρόνον.
ἐβουλόμην μοι τὸν ἵππον τὸν μικρὸν μικρὰ τῆς ἐμῆς συνιέναι φωνῆς κατ’ ἐκεῖνον τὸν Ἀχιλλέως, ὅπως αὐτὸν παροξύναιμι καὶ ποιήσαιμί σοι χαλεπώτερον διδάξας ὅσα ἠδίκημαι.
ἀλλ’ εἰ καὶ μὴ τοῦτο ἔστι μοι, τῷ γε εἰωθό:ι θυμῷ λήψεται παρὰ σοῦ δίκην.
ψκζ΄.
Δημητρίῳ. (362)
Τὸ μὲν ὀφείλημα τί ποτέ ἐστιν, ὃ φὴς οὐκ ἀποδοῦναί με, οὐκ οἶδα· τὸ δὲ τῆς κεφαλῆς κακὸν ἀρχαῖον ὄν, εἴκοσι γὰρ ἔτη γεγονὼς ἐπλήγην, ἔστι δὲ ἐκεῖθεν ὀκτὼ καὶ εἴκοσι,
νῦν γέγονε περιβόητον ταῖς παρὰ τῶν θεῶν βοηθείαις. τὰ γὰρ ἐκ τῶν ἱερῶν φοιτῶντα τοῖς σώμασιν ἔχοντά τι καὶ τοῦ παραδόξου πολὺν ἐφ’ ἑαυτοῖς κινεῖ τὸν λόγον.
σὺ δὲ μὴ μόνον μοι συναλγεῖν, ἀλλὰ καὶ τὸν προβαλόντα σοι τὸν ἆθλον δαίμονα πείθειν φθέγξασθαί τι καὶ περὶ ἡμῶν. δίκαιος δέ
ἐστι μισθὸν δυοῖν δοῦναι λόγοιν, ὧν καὶ Ζηνόβιος ἐμνήσθη μετ’ εὐφημίας. οὕτως ἄρα αὐτῶν ὁ δαίμων συνεφήπτετο.
βουλοίμην δ’ ἂν καὶ αὐτὸς τοι; σοῖς λόγοις τιμῆσαι τὸν θεόν· τοῦτο δ’ ἂν ποιοίην ἀναγιγνώσκων. πέμπε οὖν καὶ δίδασκε γείτονα πόλιν, ὅστις ἐστὶν οὗτος ὁ τὴν ὑμετέραν ἀνέχων.
ψκη΄.
Ἀρείονι. (362)
Ἡδέως εἶδόν σου τοὺς υἱούς τὸν μὲν ὑπὲρ λόγων ἥκοντα, τὸν δὲ τὸν ἀδελφὸν ἐπὶ λόγους ἄγοντα· παντὶ μὶν γάρ, οἶμαι, τὸ πρᾶγμα καλόν, ὑμῖν δὲ ἤδη καὶ ἀναγκαῖον, εἰ δὴ τὸ τὴν γενομένην ὑμῖν δόξαν ἐκ τῆς Ἀγαθίου σοφίας
φυλάττειν μὲν πρέπον, διαφθείρειν δὲ οὐχ ὅσιον.
ἐγὼ μὶν οὖν καὶ δι’ Ἄγκυραν, ᾗ πολλὰς ὀφείλω χάριτας, καὶ διὰ σὲ καὶ διὰ τὸν θεῖον τοῦ νέου πάσῃ μὲν προθυμίᾳ, πάσῃ δὲ παρακλήσει χρήσομαι· δεῖ δὲ καὶ τὸν σὸν υἱὸν τῶν κινούν- των με μᾶλλον ἢ τῶν κινεῖσθαι δεομένων γενέσθαι.
πείθο-
μαι δὲ ὡς ἔσται τῶν ἐπιθυμούντων ὅ τε γὰρ οὐκ ἐῶν θαυ- μάζεσθαι λόγους καιρὸς παρελήλυθε τό τε ὄνομα τῷ παιδὶ παντὸς ἰσχυρότερον προτρεπτικοῦ.
ψκθ΄.
Παγκρατίῳ. (362)
Ἕνεκα μὲν λόγων ἐξ Ἐλευσῖνος εἰς Ἐλευσῖνα πέπομφας τὸν ἔταφον, ταὐτὰ γὰρ οἴμαι μυστήρια, καὶ λόγοις οὐ καινοῖς
ἢν οὖν ὀξύτερος ὁ νέος ἐπανέλθῃ, τὴν
πόλιν αἰτιάσασθε μᾶλλον ἢ τὸν ὧν ἀπέλαυεν οἴκοι τούτων ἐν ξένῃ μεταδόντα.
ψλ΄.
Ἀλβανίῳ. (362)
Οὐκ ἐλύπεις με πρός με σιγῶν· ἐκ γὰρ ὧν ἐν ἄλλοις λέγων
εὐδοκίμεις εὔφραινες. ἄγγελοι δὲ τούτου πολλοὶ μέν, οὐδεὶς δὲ οἷος ὁ περὶ μὲν χεῖρα ἀτυχήσας πολίτης ἡμέτερος, τὴν δ᾿ ὑμετέ- ραν οὐ χείρω τῆς οἰκείας εὑρών. οἷα γὰρ ἐν μακρᾷ καθέδρᾳ καὶ προσέτι δεινὸς ὢν ἐξετάσαι πολιτευομένου δύναμιν ὡς ἂν ἐν τοῖς αὐτοῖς ζῶν πάντα μὲν συνέλεξε, πάντα δὲ ἐμήνυσεν.
οὐδὲν δὲ ἦν ἐφ’ ᾧ μὴ πάνυ χαίρειν παρῆν· τήν τε γὰρ οὐσίαν ὑμῖν ἔφασκεν ἐπιδεδωκέναι, καὶ τὸ ἔτι κάλλιον, ἐκ δικαίων ἀφορμῶν, τῶν τε ἐκ τοῦ λέγειν εὐδοκιμούντων εἶναι καὶ σὲ καὶ τὸν ἀδελφὸν βλέπειν τε εἰς ὑμᾶς τὴν πόλιν μετὰ τὸν ὑμέτερον θεῖον ἔν τε ταῖς ἐλπίσιν εἶναί τι λαμπρότερον.
ἀλλὰ καὶ ὡς ᾤχου δίκης καλούσης εἰς Θρᾴκην καὶ ὡς
δὲ καὶ ἑτέρα μοι πίστις· οὐ γὰρ ἂν φίλων παισίν, ὑφ᾿ ὧν ἡγοῦ βεβλάφθαι προὐξένεις.
ἀναγινώσκων δὴ τὴν ἐπιστο- λὴν ἑώρων μὶν ὡς οὐ μόνον τὰ κοινὰ πράττεις, ἀλλὰ καὶ τῶν βιβλίων ἔχῃ· πλέον ἴε ἡδόμην, ὅτι κοὶ προσέθηκας τοῖς πατρῴοις ἀγροῖς.
ψλα'.
Ὑπερεχίῳ. (362)
Συνησθεὶς σοί τε καὶ τῷ σῷ πατρί, τῷ μὶν τῆς εἰς σὲ μεγαλοψυχίας, σοὶ δὲ τοῦ τὸν πατέρα ἀρέσκειν, ὥστ’ ἐκείνου ζῶντος πάντων καταστῆναι κύριον, ἐν τοῖς δευτέροις σὲ μὲν
ὁμοίως ἐπαινεῖν ἰχῶ, τὸν δὲ οὐκέτι.
σὺ μὲν γὰρ τῶν τε ἡμετέρων μεμνημένος λόγων καὶ τὸ πρᾶγμα ἐξετάζων ὀρθῶς οἷος εἶ τῇ πατρίδι λειτουργεῖν, ἐξ οὗ δόξα τε καὶ δύναμις γένοιτ’ ἂν καὶ πρὸ τούτων γε τὸ τὰ δίκαια πρὸς τὴν οἰκείαν ποιεῖν· ὁ δὲ σὲ πέμπει ῥίψοντα τὰ ὄντα εἰς τὴν θάλατταν.
εἰ γὰρ μήτε ἐκεῖ μέγα τι παρὰ τὴν δαπάνην ἕξεις οἴκοι τι
πεῖθε οὖν αὐτὸν μὴ τὴν ἐν τῇ παροιμίᾳ μιμεῖσθαι βοῦν μηδ’ ὃ ἠμέλχθη γάλα λακτίσαντα ἐκχέαι. πρὸς γὰρ τῇ περὶ τὰ χρήματα βλάβῃ καὶ
εἰς τὴν πόλιν ζημιώση.
εἰ μέντοι πολιτεύοιο τοῖς καθ’ ἡμέραν παρὰ τοῖς ἄρχουσιν ἀγῶσιν, ἀμείνων ἔσῃ καὶ τὸ νῦν ἐπαινούμενον ῥεῦμα πλέον ἐργάσῃ· πράξας δὲ ἃ ’κείνῳ δοκεῖ, τῆς μὲν οὐσίας οὐ μικρὸν ἀφαιρήσεις, ἐν ἀργίᾳ δὲ καὶ ὕπνῳ τὸν λοιπὸν βιώσῃ χρόνον τὰ μὲν τῶι πέλας ὁρῶν αὐξόμενα,
σοὶ δὲ πλὴν ὀνόματος κενοῦ γεγενημένον οὐδέν.
πρόσαγε δὴ πᾶσαν μὲν πεῖραν, πάσας δὲ δεήσεις τῷ πατρὶ καὶ μὴ Καδμείαν νίκην ἐπίτρεπε νικᾶν ἐκείνῳ. γιγνέσθω δὲ μετὰ σοῦ καὶ ἡ μήτηρ, ἀκούω δὲ αὐτὴν νοῦν ἔχειν, καὶ τὸ μηδὲ ἐμοὶ τὴν βουλὴν ἀρέσκειν τὴν ἐκείνου λεγέσθω. ἴσως γὰρ
νουθετούμενος λύσει δόγμα πονηρόν, ὅπερ μοι δοκεῖ πρὸς τὴν ἀπραγμοσύνην τὴν αὑτοῦ κεκυρωκέναι νῦν. ἅτε γὰρ ἐν ὄρεσι καὶ θήρᾳ τὰ πολλὰ διάγων μισεῖ τοὺς ἐκ τῶν ἐπ ἀγορᾶς ἄθλων ἱδρῶτας.
ἀλλ’ ἐκεῖνος μὲν ταῦτα φευγέτω, σοὶ δὲ ἐπιτρεπέτω παλαίειν. νῦν γὰρ οὐ Μάξιμον οἶμαι πολι-
ἐγὼ μὶν ταῦτα παραινῶ καί φημι λυσιτελήσειν ὑμῖν· ληρεῖν δὲ εἰ δόξαιμι νῦν, ἀλλ’ ὕστερόν γε ἐπαινέσεσθε τὴν γνώμην, τὸν ἢν σύμβουλον κοσμήσει τὸν οὐκ ἐπαινοῦντα δὲ οὐκ ὀνήσει.
ψλβ΄.
Ἀκακίῳ. (362)
Ἐμοὶ μὲν ἤρκει καὶ τὰ πρῶτα, δι’ ὧν τόν τι οἶκον διε- φύλαξας Μαξίμῳ καὶ τὸν υἱὸν αὐτοῦ τιμῶν οὐ μικρῶν ἠξk- σας· σὺ δὲ κατὰ τοὺς ἀγαθοὺς τῶν δρομέων ἀμείνων εἶ
προϊών.
ὑπὲρ ὧν ἔγραψαν μὲν ἐκεῖνοι, μεμήνυκε δὲ Φι- λοκλῆς τήν τε ὅλην σου πρόνοιαν εἰς αὐτοὺς ἀπαγγέλλων κοὶ ὡς κοινωνήσειε τῷ νεανίσκῳ παρὰ σοὶ τραπέζης. πυκνὸν δἰ ἔφασκε τοῦτ’ εἶναι, φράσαι δὲ ἐκεῖνον πρὸς αὐτόν.
ἐγὼ δὲ ἀκούων τὰ δεῖπνα καὶ μετὰ τὴν τιμὴν καὶ πρὸ τῆς τιμῆς
ἐνενόουν ὡς βελτίων τὴν διάνοιαν ὑπὸ τῆς <σῆς>
κινδυνεύω δὲ οἷς χαίρω γιγνομένοις, διὰ ταῦτα φοβεῖσθαι. ταῖς μὲν γὰρ εὐεργεσίαις ταύταις οὐκ ἔστιν ἃς ἂν
ἄλλας παραβάλλοιμι, καίτοι πολλοὶ καιροὶ πολλούς μοι πε- ποιήκασιν εὐεργέτας.
ἀλλ’ ἴως μὲν ἑώρων, ὡς τάχ’ ἄν σε ἀμειψαίμην, καθαρῶς ἡδόμην· ἐπεὶ δὲ πλείω καὶ μείζω δίδως ἢ ὥστε με ἀντεισενεγκεῖν ἔχειν, ἤδη τι συνεισέρχεται καὶ δέους, εἰ δεήσει με χρήστην ὄντα περινοστεῖν ἀδυνατοῦντα τὸ χρέος
ἐκτῖσαι.
τὸ δὲ πάντων ἀτοπώτατον, οὐδὲ γὰρ λυθῆναι τοῦ- τον ἑλοίμην ἄν μοι τὸν φόβον, ἀλλὰ τὸν αὐτὸν καὶ δέδοικα καὶ μείζω γίγνεσθαι βούλομαι. βουλοίμην γὰρ ἂν εὖ πάσχειν τοὺς ἐμοὶ φιλτάτους.
ἀλλ᾿, εὗρον γὰρ ἐν τοῖς ἀπόροις παραμυθίαν τινά, πρᾷός ἐστιν Ἀκάκιος καὶ χρηστός, κἂν μὲν
ἀπολάβῃ, εἰ δὲ μή, τὸν ὀφείλοντά γε οὐκ ἐλέγξει βοῶν ἃ δέδωκεν, ἀποχρήσει δὲ αὐτῷ τὸ μὴ πονηρῷ δεδωκέναι χάριν.
ψλγ΄.
Ἀετίῳ. (362)
Ἐν ταῖς παραμυθίαις, ἃς ἔσχεν ἐπὶ τῆς ὑμετέρας Ὀβο- 20 διανὸς κάμνων τὸν ὦμον, καὶ τὴν μετὰ σοῦ συνουσίαν ἠρίθμει
ἀλλὰ καὶ τὸ τοῖς ἐπαίνοις, οὕς γε ἐκεῖνος ἐποιεῖτο κοτ’ ἐμοῦ, χαίρειν σε προστιθέναι τε πλείους αὐτό καὶ ταῦτα ἔλεγεν αὐτῷ τὰ
παρόντα κουφίσαι.
τὸν δὲ Ἀέτιον ὁσάκις εἴποι τὸν κα- λὸν προσέθηκεν Ἀγκύρᾳ τε συνηδόμενος καὶ τῇ ἡμετέρᾳ, τῇ μὲν ὡς παιδευσάσῃ, τῇ δὲ ὡς ἐνεγκούσῃ.
ἐγὼ δὲ τούτοις τε ἐτερπόμην τὴν ψυχὴν κοὶ ἅμα ἐλογιζόμην ὅτι πάλιν νέων ἐκεῖθεν δεῦρο ἰόντων αὐτὸς ἡγῇ τοῖς πᾶσιν ἄμεινον πράττειν
γράψας μὲν οὐδὲν δι’ αὐτῶν, οὐκ ὀλίγα δὲ συμβεβλημένος εἰς τὸ ταύτην ἐλθεῖν.
ψλδ΄.
Ἀλεξάνδρᾳ. (362)
Ὥσπερ πᾶσι πράγμασι πλὴν ἑνὸς πέρυσιν ἠχθόμην —
σὺ δὲ οἶσθα τοῦτο τὸ ἕν, ὁπότε γὰρ ἔλθοιμι παρὰ σὲ καὶ διαλεγοίμην, ἑορτὴν ἡγούμην — οὕτω νῦν πᾶσι χαίρων ὑφ’ ἑνὸς ἀνιῶμαι τοῦ μὴ πάλιν ὑμᾶς ἀφῖχθαι.
καίτοι τὸν γεν- ναῖον Σέλευκον ἀκούων κεκομίσθαι τὴν ζώνην ἤλπιζον τὸν
ἀνδράποδα δῶρον.
ἐμοὶ δὲ τὸ μὲν δῶρον οὐκ ἐφάνη καινόν, πολλὰ γὰρ παρ’ ἡμῖν ὑμέτερα καὶ ὅ γε τὸν νόθον μοι παιδα- γωγῶν ἔτι καὶ νῦν ὁ Σελεύκου καλεῖται· ἕμην δὲ ὅτι δεῖ προσεῖναὶ τῷ δώρῳ κάλλιον αὐτοῦ τοῦ δώρου, γράμματα σά.
ὡς δὲ τὰ μὲν ἀνδράποδα εἰσήγετο, γράμματα δὲ οὐκ έφαί-
νετο, τὸ μὲν δῶρον καὶ οὕτως ἐλάμβανον, ἡδονὴ δὲ οὐκ ἦν, ὅσηπερ ἂν ἦν, εἰ καὶ τὰ γράμματα προσῆν.
σὺ δ’ εἰ ῥᾴθυ- μος ἡμῖν γέγονας ἐπὶ τῷ τόκῳ, τήν γε θυγατέρα κέλευε γρά- φειν καὶ βοηθεῖν τῇ μητρί. θεοὶ δέ μοι δοῖεν καὶ περὶ σῶν υἱέων τοιαῦτα ἐπιστεῖλαι.
ψλε΄.
Ἀκακίῳ. (362)
Ἀλλὰ τί με ἐβούλου ποιεῖν, πρὸς αὐτῆς τῆς Ἀθηνᾶς, Τιτιανοῦ μὲν ἑτέρωσε πεμπομένου, τῆς δὲ σῆς ψήφου, δι’ ἣν ἔμπροσθεν ἐπεδώκαμεν, κινουμένης ἢ κινουμένης μὲν οὐδα-
μῶς, δοκούσης δέ; κροτεῖν ἔδει με καὶ στεφανοῦσθαι καὶ χα-
δικαίως μέντ’ ἂν τότε ἠθύμεις καὶ γραφὴν ἀπέφερες ὕβρεως ὡς μικρῶν τῶν σῶν παρ’ ἐμοὶ κι- κριμένων, νῦν δ’ εἰκότως ἂν ἐκ τῆς ἐμῆς λύπης ἔχαιρες, ἣν ἐγὼ λυπούμενος ῥῆμα μὶν οὐδὲν ἐξέβαλον πικρόν, ἐννοῶν δ’
ὅτι τῶν Φωκεῦσι πεπονημένων Φίλιππος ἆν εἶχε τὴν δόξα οὐ διῆγον ἡδέως.
ταύτην δὴ τὴν ἀθυμίαν πρώτου Κέλσου λύει γράμματα μηνύοντα λελύσθαι τὸ δόγμα καὶ ἐγεγόνειν ῥᾴων. ἔπειτ᾿ ἄλλος τις ἤγγειλεν ὅμοια καὶ τρίτος καὶ μυρίοι τὰ γὰρ μεγάλα τῶν ἀγαθῶν πολλοὺς ἔχει τοὺς ἀγγέλους.
Ῥουφῖνός δὲ ὁ καλὸς τὸν κολοφῶνα ἐπέθηκε· κεκοσμῆσθαι γὰρ ὑπὸ τοῦ νεανίσκου λόγῳ τὸν ἄρχοντα ἔφησε. τοῦτο οἱ ἦν καὶ ἐμὲ κεκοσμῆσθαι τοῦ μὲν τοῖς ἔργοις, τοῦ δὲ τοῖς λόγοις· ἄμφω γὰρ ἐμὰ θρέμματα, ὅ τε ἐπαινούμενος ὅ τε τὸν ἔπαινον ἐργαζόμενος
τοιαύταις τερπόμενος ἀκοαῖς εἶδόν
τε τὸν ῥήτορα καὶ τὰς ἐπιστολὰς δόντος ἀνέγνων καὶ τὴν ἐν ἀμφοτέραις τιμὴν ὑπὲρ τὸν Γύγου χρυσὸν ἦγον οἱ γε μὴν ἐν τοῖς βαλανείοις Μαραθωνομάχαι πᾶσαν παριόντες κωμῳ-
ἓν μόνον ἐδόκεις μοι ψεύδεσθαι τὸ φάσκειν οὐ γενέσθαι σοι δύναμιν, ἀφ’ ἧς ἂν εἶχες συνεῖναι νέοις. ἐγένετο γάρ, καὶ οὐκ ἐκώλυ- σαν αἱ γραφαί, ἀλλ’ ἀμφότερα σύγε, ῥήτωρ τ’ ἀγαθὸς
κρατερός τ’ αἰχμητής.
ἀλλ᾿ , οἶμαι, τοῦ θρόνου τοὺς πόνους ἔδεισας. μαρτυρεῖ δὲ ἃ γράφεις καὶ οἱ τὰ τῶν σοφι- στῶν κρύψοντες, ἡνίκα ἂν μηκέτι κρύπτωνται, λόγοι, καὶ κρυπτομένων δὲ ἐκείνων τοῖς ἤδη πεμπομένοις τε καὶ φαινο- μἐνοις πάντα τὰ πάντων ἐλέγχεις.
ἐλπίζω δὲ ὅτι καὶ διὰ
τοῦ παιδὸς πολλοὺς ἡμῖν ἐλέγξεις ῥήτορας οὕτως ὀξὺ βλέπον- τος καὶ ῥέοντος. ὃν ᾠήθην δεῖν εὐθὺς ἀποδύντα παλαίειν, ὅπως μὴ παρελθόντα καιρὸν ζητῶμεν.
ψλς΄.
Κέλσῳ. (362)
Οὐκ ἴφθη σε ἀφεὶς ὁ βασιλεὺς καὶ συνέμιξεν ἐμοὶ καὶ μικροῦ μὲν σιγῇ παρέδραμεν ἠλλοιωμένου μοι τοῦ προσώπου
οἷς τε ἔλεγεν οἷς τε ἠνείχετο.
μικρὰ δὲ αὑτὸν ἀναπαύσας καὶ τὴν πόλιν ἁμίλλαις ἵππων εὐφράνας ἐκέλευέ με λέγειν. καὶ εἶπον παρακληθείς, οὐκ ἐνοχλήσας, ὁ δὲ ἐτέρπετο βεβαιῶν μοι τὸ προοίμιον· ἔφην γὰρ αὐτὸν ἐν προοιμίῳ πάντα τἀμὰ καλὰ νομιεῖν ὑπὸ τοῦ ἐρᾶν. καὶ οὕτως ἐξέβν.
σὺ δὲ καὶ
αὐτὸς μὲν εἶ τῶν εἰπόντων καὶ ψήφου τετυχηκότων ἐγγύθεν σοι τῶν θεῶν ἀπὸ τοῦ βωμοῦ βοηθούντων καὶ παρεχόντων πρὸς τὸ θάλπος ἀνδρείαν τοσοῦτον δὲ ἀπέσχες πέμψαι μοι τὸν λόγον, ὥστ’ οὐδ’ ὅτι εἴρηκας ἔγραψας, ἀλλὰ πρὸς μὶν Ὀλύμπιον εἰρωνευόμενος ἔφης ἐμέσαι, πρὸς δὲ ἡμᾶς οὐδὲ
τοῦτο.
ψλζ΄.
Πάππω. (362)
Χαίρω σου γράμματα λαμβάνων οὐκ αὐτὸ τοῦτο μόνον, ὅτι πρᾶγμα ἥδιστον γράμματα φίλου, ἀλλ’ ὅτι μοι καὶ σημεῖον
γίγνεται τοῦ καθαρὰν εἶναι πολεμίων τὴν χώραν· τοσοῦτόν ἐστιν Ἰουλιανὸς ἐλπιζόμενος· οἱ δὲ πρὶν ὁρώμενοι θρασυτέρους ἐποίουν τοὺς ἐναντίους.
τῆς παρούσης δὲ ἀσφαλείας ἄξιος ἀπολαύειν Πάππος ὁ καλός, ὅπως αὐτὸν μήποτε ἐπιλείποι τὸ μειδιᾶν εἰωθὸς ἐπανθεῖν τῷ προσώπῳ.
Πέρσαι μὲν οὖν
οὕτω πράξουσιν, ὡς εἰκὸς ἀνθρώπους θεοῖς πολεμοῦντας, οἳ τὸ αὑτῶν ἕκαστος ὅπλα λαβόντες αὐτίκα αὐτοῖς συνεπιθήσον- ται καὶ διδάξ·ουσι φεύγειν.
ὁ δὲ υἱός σου βούλεται γενέσθαι ῥήτωρ, καὶ τῆς ἐπιθυμίας οὐ χείρων ἡ φύσις· ἐπί- σταται δὲ καὶ τὸ αἰδεῖσθαι. τοῦτο δὲ ὅστις οἶδε τῶν νέων,
ἐφέλκεταί με καὶ πλέον ἑτέρου λαμβάνει.
γράφε δὴ πρὸς ἐκεῖνον ἐμμένειν τοῖς τρόποις, καὶ πρὸς ἡμᾶς οὐδὲν ἄν σοι παρακλήσεως δέοι.
ψλη΄.
Δημητρίῳ. (362)
Οἶον ἔχων ἐν χεροῖν ἀγαθὸν οὐκ ἐχρώμην Εὐκαρπίωνα γὰρ τὸν καλὸν πολλαὶ μὲν πολλάκις δεῦρ’ ἤγαγον ἀνάγκαι, τὴν κεφαλὴν δὲ ἐγὼ νοσῶν καὶ δυνάμενος πάλαι διὰ τῆς
παρὰ τῷδε ῥαῖσαι τέχνης μικρὰ μὶν αὐτῷ διελέχθην, οὐ μὴν μέχρι τοῦ καὶ ζητῆσαι βοήθειαν προῆλθον.
ταυτὶ μὶν τῆς πρὶν εὐηθείας ἤ, εἰ βούλει γε, δυστυχίας· ἀλλὰ νῦν ἥκουσί τε ἀκριβέστερον περὶ τοῦ πάθους καὶ τήν τε φύσιν ἥτις ἦν ἐξεῦρε καὶ δι’ ὧν ἢ στήσεται τελέως ἢ κουφότερον ἀνιάσει
ἕφρασε σκεψάμενος.
καὶ πεῖρόν γε τῆς ἐπικουρίας εὐθὺς ἐν προοιμίοις ἐλαμβάνομεν οὐκ ἀγεννῆ· ὡς δὲ ἐπῄνουν τε καὶ ὡμολόγουν, γνώτω τοίνυν ἴφη καὶ Δημήτριος σοφιστής. τοῦτο δὲ ἦν εἰδότος ὅτι τοσαύτην αὐτῷ χάριν, ὅσηνπερ ὁ κάμνων, εἴσῃ.
σὺ δ’ ὁμοῦ τι τὴν χάριν ὁμολογεῖν
καὶ κινεῖν ἐπί τι σοφώτερον· οἷα γὰρ ἐν μεγάλῳ πολέμῳ καὶ μῆκος ἔχοντι πολλῶν δεῖ τῶν ἐπιτεχνήσεων. βιβλίον οὖν ποιησάτω σοῦ πείθοντος, ὅπως εἰς ἐκεῖνο βλέποντες οὕτως ἄγωμεν τὸ σῶμα πειθόμενοι τῷ νόμῳ.
ψλθ΄.
Ἀνατολίῳ. (362)
Ὑμῖν μὲν εἵη καλλιερεῖσθαι καὶ τυγχάνειν τῶν θεῶν, τοῦ τε τῶν Μουσῶν ἡγεμόνος καὶ τοῦ τὸ ὄρος λαχόντος, λέ-
γεται γὰρ δὴ βασιλεὺς ἀναβήσεσθαι κἀκεῖσε τὴν χαλεπὴν ὁδὸν ῥᾳδίαν ἡγούμενος, εἰ προξενοίη βωμόν· ἐμὲ δὲ ἔδει μὲν κοι- νωνεῖν καὶ ὁδοῦ καὶ εὐχῶν καὶ ἱερῶν καὶ βλέπειν εἰς τὸ τοῦ βασιλέως γένειον, ᾧ κοσμεῖ τὴν πορφύραν, τῇ Τύχῃ δὲ οὐ ταῦτα ἔδοξεν, ἀλλά με πληγὴν οἴαν οὐ πρότερον ἔπληξε.
καὶ διῆλθον ἂν περὶ αὐτῆς, εἰ μὴ τὸν ἄμεινον τῆς ἐπιστο- λῆς ἐροῦντα τὸν χρηστὸν εἶχες Ὀλύμπιον, ὃς καὶ παρῆν ἡμῖν καὶ συνεδάκρυε καὶ χεῖρα ὤρεγε καὶ πάντα οἶδεν.
οὗτος δέ ἐστιν ἐκεῖνος, ὃν ἐπαινοῦντος ἐμοῦ ἐγγράφειν ἕτοιμος εἰς τοὺς φίλους ἦσθα, καὶ προσάγειν τὸν ἄνδρα ἐκέλευσας. καὶ ταῦτα
οἶδε καὶ ἡ ἄμπελος, ὑφ’ ἣν περιπατοῦντες ἐποιούμεθα τοὺς λόγους ἔχοντες παρ’ αὐτῆς ὁπόσον ἄν τις ἐξ ὀροφῆς.
ὁ μὲν οὖν Ὀλύμπιος ἐνέκειτό μοι βοῶν εἰσάγειν αὑτόν, ἐγὼ δὲ ὑπὸ κακῶν μυρίων εἰργόμην. ἐπεὶ δὲ οὐ φέρει τὴν ζημίαν ἀκούων, ὡς ὁ μικρά σοι συγγενόμενος ἀπέρχεται φρονιμώτερος, τὸν
δεύτερον ἐζήτησε πλοῦν, γράμματα ἐμὰ ἀντ’ ἐμοῦ, καὶ οὐκ ἔμελλον δήπου μὴ δώσειν.
σὸν δ’ ἂν εἴη τὸν δεύτερον αὐτῷ τοῦ κρείττονος μὴ χείρω καταστῆσαι πλοῦν, ὅπως οὗτός τε χαίροι καὶ τὰ γράμματά μου τιμῷτο.
ψμ΄.
Ἰουλιανῷ . (362)
Κατήγαγεν ἡμᾶς εἰς τὴν τιμὴν ὁ χρηστὸς Σαλούτιος, ἦς ἐτύγχανεν ἐξεληλακὼς ὁ σκαιὸς Ἐλπίδιος· ἃ γὰρ ἐκεῖνος ὑβρίζων ἀφείλετο, ταῦθ’ οὗτος παύων τὴν ὕβριν ὕβριν
τὸ μὲν οὖν ἥμισυ τῆς τροφῆς ἐνταῦθα φέρομεν. θάτερον δὲ ἐκ Φοινίκης ἐκέλευσεν ἔχειν ἐνθυμηθείς, Οἶμαι, τοῦθ’ ὅτι σοῦ τῆς Φοινίκης ἄρχοντος καλῶς μοι τὸ πρᾶγμα κείσεται.
βεβαίωσον τοίνυν τῷ φίλω τὰς ἐλπίδας.
ψμα'.
Ἀταρβίῳ. (362)
Ἔμελλον αἰτιάσεσθαί σου τὴν πρὸς ἐμὲ σιωπήν ἔπειτ᾿ ἐνεθυμήθην ὅτι ταῖς αὐταῖς αἰτίαις καὶ ἐμαυτὸν αἱρήσω. κοινὸν γὰρ ἀμφοῖν οἶμαι τὸ τῆς σιγῆς· ἣν ἐποίησι δήπου μακρὰν τὸ μὴ γράψαι μὲν εὐθύς, αἰσχυνθῆναι δὲ ὕστερον
τῷ μὴ πρὶν ἐπεσταλκέναι.
πάσχομεν δέ τι τοιοῦτον καἰ ἐπὶ τῶν ἀρρωστούντων· εἰ μὴ ἀρχὰς εἰσέλθοιμεν αὐτούς,
ἀλλ’ εὖ ποιῶν Πατρώινος μῆκος ἀτοπίας ἔστησεν ἀνάγκην περιθεὶς
γραμμάτων. ὁ δὲ Πατρώινος οὗτος ὅτι μὲν καὶ γένους ἕνεκα καὶ τῆς ἄλλης τάξεως ἐν πρώτοις ἐστὶ τῶν τῆς σῆς ἀρχῆς ἀπολαυόντων, αὐτὸς ἂν πρὸς ἄλλους εἴποις· ἀλλ’ ἐμός γε ἑταῖρος ἐκ παιδός, ὡς οὐχ ἕτερος, καὶ συμφοιτητὴς ἀδελφῶν ἀμείνων, χαίρων τε, ὁπότε τι τέκοιμι γενναῖον, καὶ πρόθυμον
ὄντα ἐπαινῶν καί που καὶ ναρκῶντα ἐπεγείρων.
οἶδα δὲ αὐτὸν καὶ σωφροσύνης ἐγκώμια πρός με διεξελθόντα καὶ περὶ τῶν ἡδοναῖς δουλευόντων κατηγορίας ἀποτείναντα. καὶ πολλὴν δὴ γῆν ἐπελθὼν ἐγὼ τὸν ἄνδρα τῆς μνήμης οὐδεπώποτε ἐξέβαλον, ἔχων δὲ τὴν πατρίδα καὶ τοὺς οἰκείους οὔπω πάντα
ἔχειν ἡγούμην τὰ ποθούμενα Πατρώινον οὐχ ὁρῶν.
καὶ ἐκάλουν δὴ δι’ ἐπιστολῶν, ἐξ οὗπερ ἦλθον. ὁ δὲ καὶ αὐτὸς ἐπεθύμει μὲν ἐλθεῖν, ἐμποδισμάτων δὲ ἄλλοτε ἄλλων εἰργόν- των τὸν μὲν ἔμπροσθεν χρόνον οὐχ ἧκε, βιαιοτέρῳ δὲ χρησά- μενος τῷ ἔρωτι δρόμον ἔδραμε βραδέως ὀφειλόμενόν μοι πάλαι.
τοῦτο δὲ αὐτῶ θορύβους τινὰς ἐνήνοχεν ὡς ἂν ἠμεληκότι
ἐγὼ δὲ ὑπεσχόμην τήν τι σὴν φύσιν εἰδὼς καἰ τὴν πρὸς ἐμαυτὸν φιλία ἐμοί τε γὰρ ἂν χαρίζοιο κοὶ συγ- γνώμην ἆν δοίης ῥᾷον ἢ λάβοις δίκηι. ὑφ’ οὐ δὴ καὶ περὶ
τὸν Εὐφράτην ὑπὸ τῶν ἀρχομένων ἐδέθης καὶ πρότερον εἰς γῆρας ὄψει τοὺς υἰεῖς ἥκοντας ἢ τῆς ἀρχῆς ἀπεαλλάξῃ. τοιούτοις φαρμάκοις ἐγοήτευσας τὰς πόλεις καὶ οὐ τοὺς οἰκή- τοράς γε μόνον, ἀλλὰ καὶ στρατηγοὺς καὶ ταξιάρχους καἰ στρατιώτας καὶ τοὺς ἐν ὅτῳ δήποτε σχήματι παρ’ ὑμᾶς πο
ρευομἐνους.
ἐγὼ μὲν οὖν ταῦτα ἐλπίζω καὶ ταῦτα ἐπηγγει- λάμην, ὡς πρᾷος ἴσῃ, σὺ δέ μοι μάρτυς γενοῦ καὶ τῷ λῆξαι τῆς ὀργῆς πρόσθες τὸ καὶ προνοίας τὸν ἔ μείζονος ἢ πρότερον ἀξιοῦν.
ψμβ΄.
Κέλσῳ. (362)
Ὅτ᾿ ἐν Νικομηδείᾳ τῆς εὐδαιμονίας ἐκείνης ἀπηλαύομεν οὐ πλουτοῦντες μᾶλλον ἑτέρων, ἀλλὰ σχολὴν ἄγοντες εἰς λόγους,
βαλών, οὗ δείξειν τὴν ἀσθένειαν ἔμελλεν.
ἀπὸ δὴ τῶν χρόνων ἐκείνων εὐεργέτην τε τὸν ἄνδρα ἐγραψάμην καὶ οὐδὲν οὕτως ἐπιτάξει χαλεπόν, ὃ μὴ ποιῶν οὐκ ἂν ἡγοίμην ἀδικεῖν. τὸ δὲ δὴ νῦν καὶ μάλα ῥᾷστον· κελεύει γάρ με δι’ ἐπιστολῆς δεηθῆναί σου γυναικῶν τινων ἐπιμεληθῆναι δύο, Φιλοπάτρα
ὄνομα θατέρᾳ, τῇ δὲ ‘Eρμογἐνεια.
ἐγὼ δὲ οὐκ ἠρόμην, ἐφ’ ὁποῖα δὴ χρῄζουσι τῆς βοηθείας, ὅπως πρὸς τὴν φύσιν τῶν πραγμάτων ἢ γράψω ἢ μή, ἀλλ’ ‘ὲν ἐκεῖνο πεπεικὼς ἐμαυτόν, ὡς οὐκ ἂν Πομπηιανὸς γυναιξὶν ἐπὶ νόμους ἤμυνε, δίδωμι τὴν ἐπιστολὴν εὐθέως.
σὺ δ’ οἷς ποιεῖς εὔφραινε
τὸν ἄνδρα ἐκεῖνον, ὅς μοι πολλάκις ἠγωνοθέτησεν
ψμγ.
Τῷ αὐτῷ. (362)
Πάνδωρος οὑτοσὶ Κιλίκων ἐστὶν εἰς μὲν χρημάτων λόγον ἔσχατος, εἰς δὲ λόγων ἐπιθυμίαν πρῶτος. οἶδε γὰρ ὀρθῶς
δεινὸς δὲ ὢν ῥητορικῆς θηρατὴς οὐκ ἐσχίσθη τὴν διάνοιαν εἰς ὁδοὺς μυρίας, ἀλλ’ ἀφεὶς ἑτέροις τὰ ποικίλα ταύτην ἐδίωξεν ἱκανῶς καὶ τὰ μὶν αὐτῆς ἔχει τῶν δέ ἵν οὐ πόρρω.
νῦν οὖν ἥκει τήν τε πατρίδα ὀψόμενος τὴν
μικρὰν καὶ τῷ πατρὶ συνεσόμενος καὶ σοὶ φανησόμενος διξαὶ δὴ τὸν νέον εὐμενῶς καὶ μετάδος ὧν τοῖς τηλικούτοις πρέπει· κἂν ἄρα τι καὶ δεῖξαι τῶν αὑτοῦ βουληθῇ, καὶ ὦτα πάρασχε καὶ λεῖρα ὄρεξον.
ψμδ΄.
Δημητρίῳ. (362)
Ὅτι μὲν τῶν μάλιστα συνηδομένων ἴσῃ, καλῶς ἠπιστά- μὴν, ἐπεὶ κἀκεῖνο ἠπιστάμην, ὅτι μετὰ τῶν μάλιστα φιλούν- των τυγχάνεις ὤν.
μὴ μέντοι νόμιζε τὴν ἀπὸ τῶν ωῦν ἐπαινούντων ἡδονὴν μείζω τῆς ἀπὸ τῶν σῶν ἐπαίνων πάλαι
μοι γιγνομένης. ὃν γὰρ ἡγοῦμαι τῶν νῦν λεγόντων ἄριστον, τούτῳ λέγειν ἄριστα δοκῶν εὐφραίνομαι πλέον ἢ εἰ πάντες ἄνθρωποι πάντα ποιοῖεν λέγοντες.
ἀλλὰ πᾶσαν ταύτην ἀμβλύνει τὴν εὐθυμίαν τὸ τῆς κεφαλῆς κακόν. πρὸς τὰ πρῶτα μὲν ἐπολέμησεν Εὐκαρπίων φαρμάκοις καὶ τῆς ὑπερ-
βολῆς ἀφεῖλε, δείσας δὲ μὴ πάλιν εἰς ταὐτὸν ἀφίκηται, μετὰ σιδήρου πεποίηται τὴν μάχην.
εἰ μὶν οὖν τι γένοιτο χρη-
λόγους δὲ εἰ μὲν αὖθις ποιήσομεν, οὐκ οἶδα· τὸν δὲ πρῴην ῥηθέντα πέπομφά σοι, τοὺς γὰρ ἔτι πρότερον εὑρεῖν
οὐκ εἶχον. ὁ γάρ τοι τῶν παίδων ἐπὶ ταῦτα τεταγμένος χρυ- σοχόον ἐδίωκεν ἀποδεδρακότα πολλὰ πολλῶν ἔχοντα.
ψμε'.
Ἐκδικίῳ. (362)
Ἀνδρὸς φίλου παῖδες διὰ φίλου παρὰ φίλον ἥκουσιν
οἷς εὐθὺς μὲν ἥσθην διὰ τὸν πατέρα, χρόνου δὲ προἰόντος καὶ διὰ τὰς φύσεις.
ἐπαινῶ δὲ τοῦ πρεσβυτέρου τὸ βραδέως τε ἤκειν ἡμῖν καὶ ὅτι σε φιλεῖ μέν, μέμφεται δὲ μὴ πάι·.. ταῦτα βεβουλευμένον. ὁ γὰρ ἐν ζημίᾳ τιθέμενος τὸν προïέμε- νον χρόνον δῆλός ἐστιν ὡς τῷ γε μέλλοντι χρήσεται.
πέ-
πρακται δέ τι κἀν τούτῳ τῷ μικρῷ χρόνῳ τάχα μεῖζον τοῦ χρόνου. καὶ περὶ τούτου πίστευε μὲν ἐμοί, πίστευε δὲ τῷ πρεσβύτῃ. καὶ γὰρ ἐπιμελεῖται τούτων οὐχ ἧττον ἢ τῶν ἐγ- γόνων καὶ λόγων κριτὴς ἀγαθός, ἐπεὶ καὶ ποιητής, φίλῳ δὲ οὐκ ἂν χαριζόμενος ἐξαπατήσαι φίλον.
ψμη'.
Εἰ συμφοράν τισιν ὴόη λυσιτελῆσοί τις ἴφησι, τι θαυ- μαστὸν καὶ χάριν ει·ς βλάβην τελευτῆσαί τῳ: Οιόφιλος τοίνυν τῶν τυχόντων μέν ἐστι χάριτος, μεμφομίlιὤ 6i τὴν χάριν
ἐκ γὰρ ὧν κατέπραττεν ἃ πρῴην ἠβούλετο κίνδυνος αὐτῶ μείζων ἐξέφυ.
κοὶ νῦν ἴδραμεὶι ng Κιλικίαν ἱστόν τινά Πηνελόπης ἀναλύσων. δεῖ δὲ αὐτῷ τῶν σῶν πρὸς τὸν ἱστὸν yitQmv πολὺ γὰρ οὗτος ἐκείνου χαλεπώτερὀ͂ ἀναλῦσαι.
μι- μεῖται δὲ ὁμοῦ μὲν τὴν Πηνελόπην, ὁμοῦ δὲ τῆς ΠηνΠόπης
τὸν ἄνδρα. πικρὰ μὲν γὰρ αὐτῷ καὶ τἀκιἱ καὶ τὰ ΠΑι. ἀνάγκης δὲ οὔσης ἀνασχέσθαι θάτερα τῇ Σκύuῃ συμπλimαι μᾶλλον ἢ τὸ σκάφος ἐπὶ τὴν Χάρυβδιν ἄγει.
ψμζ΄.
Βηὶαίῳ. (362)
Ἤδη λόγος ὡς ἡμᾶς ὰφι-κmι τῆς σῆς ἀρχῆς ἄξιος τῶι- λόγων ὧν πρὸ τῆς ἀρχῆς εἰργάζου. τοῦτο δ’ ἐστὶ μετὰ τοῦ πράττοντος ἅπαν τὸ τῶν σοφιστῶν γένος εὺδοmμ.ι-ν, ὡς οὐκ
χώρει δὴ τὴν αὐτὴν ὁδὸν καὶ ποίει τὰς μὲν πόλεις εὐδαίμονας, ἡμᾶς δὲ ἡδίους, καὶ πᾶσι μὲν βεβαίου τοὺς νόμους, τοὺς δὲ τῶν φίλων συγγενεῖς ἡμε-
ρώτερον ὅρα.
φίλος δὲ σοὶ Γαυδέντιος ὁ ῥήτωρ ὥσπερ ἐμοί, καὶ οὐκ ἂν αἰσχύνοιο κηρύττων ὅτι τοῦτον μέντοι τὸν ἄνδρα τιμᾷς ταῖς εἰς τὸ τούτου γένος εὐεργεσίαις. μάλιστα μὲν γάρ, εἰ καὶ παρὰ τῶν ἔμπροσθεν ἐτύγχανον ἠμελημένοι, νῦν γε δικαίως ἂν βελτίονος ἐγεύοντο τῆς τύχης· ὑπάρχει
δὲ αὐτοῖς πάλαι τῶν ἀρχόντων ἀπολελαυκέναι καὶ ὅσοι τὰ ὅπλα καταθέμενοι πρὸς τὸν θρόνον ἧκον. τοσοῦτόν ἐστι Γαυ- δέντιος καὶ οἱ τούτου τρόποι.
δεῖ δὴ νῦν Λεόντιόν τε καὶ Δορυμένην τυχεῖν, ὅπως καὶ ταύτῃ νικῶν τοὺς πρότι- ρον φανείης.
ψμη.
Μάγνῳ. (362)
Ὑβρίσας οὐκ ἔλαθες, ὦ φίλε Μάγνε, καίτοι γε ἤλπισας· ᾤου γὰρ δεινὸς ὢν εἰς ἀνόητον τοῦτο ποιεῖν, ἐγὼ δὲ τὰ μὲν ἄλλα γνώμην βραδύς, τοῦτο δὲ οὐ διέφυγεν. ἀλλ’ ἔκλεισας
μὲν τὸ βαλανεῖον εὖ ποιῶν, ἐμὲ δὲ αὐτῷ χρῆσθαι κελεύσας αὐτὸς κατὰ χρείαν τροφῆς ἔφασκες οἴκαδε τρέχειν.
σὺ δ’ οὐκ ἄρα ἐδέου τῆς οἰκίας οὐδὲ σιτίων, ἀλλ’ ὅπως μήτ’ ἀνοί-
ἢν γάρ, οἶμαι μᾶλλον ἐμμελὲς πείσαντα ἀπαγαγεῖν ἢ πέμψαντα πρὸς τὰς θύρας εἰς στρατιωτῶν ἀπαιδευσίαν ἐμβαλεῖν. ει γὰρ τοῦτο ἦν ἀστείῳ συμφέρον, οὐκ ἂν ὑπὸ σοῦ μὲν ἐτηρεῖτο, ὑπ᾿ ἐμοῦ δὲ ἐκινεῖτο.
ἀλλ’ ἐπεθύμεις, ὡς ἔοικεν, ὑβρίσαι
ἐγὼ μὲν οὖν λέλουμαι καὶ μικρὸν ἀντὶ μείζονος ἤρκεσέ μοι· σὺ δ’ εἰ χλευάζειν ἐπι- θυμεῖς, τοὺς μὲν ἄλλους ἴα χαλεποὶ γάρ, ἐξ ἐμοῦ δὲ χαρίζου τῷ πάθει τοῦ καὶ πληγὴν ἂν ἐνεγκόντος πρᾴως.
ψμθ΄.
Λεοντίῳ. (362)
Τὰ μὲν πρῶτα γράμματα παράκλησις ἦν γενέσθαι σε δίκαιον εἰς τὸν παῖδα τοῦ διδασκάλου, τὰ οἱ νῦν ἔπαινός τι ὧν ἐποίησας καὶ πάλιν παράκλησις τοῦ τοῖς αὐτοῖς ἐμμένειν.
ὁ γάρ τοι Γαυδέντιος ἦλθεν ὡς ἐμὲ μηνύων τῷ προσώπῳ
τὴν ἡδονήν. ἡσθεὶς οὖν, ὅτι ἦν φαιδρός, ἠρόμην, ὅθεν εἴη τοιοῦτος· ὁ δὲ μαθητῶν ἔφησεν εἰς ἐμὲ δικαιότατος Λεόντιος, καὶ διῆλθε τὴν εἰς τὸν παῖδα τιμὴν καὶ ὡς διπλῆ κερδαίνοι λέγειν τε μελετῶν καὶ λαμβάνων.
ταῦτα εἰπὼν ὁ γέρων καὶ τὴν χεῖρα ἄρας πρὸς τοὺς θεοὺς εὔξατό σοι παρ’
ἐκείνων τά τε ἄλλα καὶ τὴν ἀρχὴν ὀρθοῦσθαι. ἴν’ οὖν ἐκεῖνος ἀεὶ ταῦτα αἰτῇ, καὶ σὺ βάλλ’ οὕτως καὶ κτῶ δόξαν τῇ περὶ πάντα ἀρετῇ.
ψν΄.
Ἀταρβίῳ. (362)
Ἀγροίκιος καὶ Εὐσεβίος τῶν ἐμοὶ πεπλησιακότων ἐστόν· γενομένω δὲ τὼ νεανίσκω ῥήτορε γενναίω τιμῶνται μὲν ὑπ
ἐμοῦ, τιμῶνται δὲ ὑπὸ τῶν δεξιωτέρων, ὥστε καὶ τοῖς οἰκείοις αὐτοῖν, εἰ ταράττοιντο, συμβαίνει τῶν βοηθησόντων εὐπορεῖν.
Ἀλέξανδρος τοίνυν οὗτος οὐκ ἔμελλεν ὑπ’ ἐμοῦ περιοφθὴ- σεσθαι συνοικῶν ἐκείνοιν ἀδελφῇ· δῆλον γὰρ ἦν ὡς τῆς μὲν τούτου συμφορᾶς ἡ γυνὴ κοινωνήσει, τῆς δὲ ἐκείνης οὗτοι,
τῆς δὲ τούτων λύπης ἐγώ.
σὸν τοίνυν, ὦ ἄριστε, δι’ ἑνὸς τοῦ πρώτου φείσασθαι τοσούτων, τοῦ Γε τελευταίου καὶ φί- λου. καὶ μή με οἴου καθαρὸν αἰτίας ἡγεῖσθαι τὸν Ἀλέξανδρον εἶναι, καίτοι φησὶ καὶ κελεύει τῶν ἐσχάτων αὑτῷ τιμᾶν, εἴ τις ἐξελέγξειεν.
ἐγὼ τοίνυν ὁ ἐλέγχων εὑρέθην αὐτὸν τὸν φεύ-
γοντα μάρτυρα καθ’ αὑτοῦ λαβών. ὡς γὰρ ἐν τῷ λόγῳ σῆς ὀργῆς ἐμνήσθη, τοῦτ’ ἔφην ὁμολογίαν εἶναι τῆς ἁμαρτίας ἐκείνου· σοῦ μὲν γὰρ οὐδεπώποτε τοῦτο ἅψασθαι τὸ νόσημα, τὸν δ’ ἴσως τι ῥᾳθυμήσαντα περιστῆσαί σοι τοῦ μέμφεσθαί τι τῶν ἐκείνῳ πεπραγμένων ἀνάγκην.
ἤδη τοίνυν Ἀλεξάν-
δρου κατεψηφισμένος Ἀταρβίου δέομαι τοῦ καλοῦ γνώμην τοιαύτην λαβεῖν, ἣ τῶν παρόντων Ἀλέξανδρον ἀπαλλάξει φό-
ψνα΄.
Δημητρίῳ (362)
Ἀπείληφας ὃν ἐζήτεις, ζητῶ δὲ ὃν εἶχον ἐγώ. σὲ μὶν οὖν καὶ μὴ παρὼν Εὐκαρπίων σὸς ὢν παρεμυθεῖτο, παρεῖχε γὰρ ἐλπίζειν· ἐμὲ δὲ ἀπάραντος οὐκ ἔστιν ὃς πείσει θαρρεῖν.
ἀλλ’ οὐ πάντα γε ζημιοῦμαι διεστηκότος, ἀλλ’ ὅσον εἰς τοὐ- μὸν σῶμα βλάπτομαι, τοσοῦτον ἐν τῷ σῷ κερδαίνω.
ψνβ΄.
Ἀκακίῳ (362)
Ὅταν τῷ Μικκάλῳ συνδειπνῇς, μὴ παραναλώσῃς τὸν τοῦ δείπνου χρόνον εἰς σκώμματα κοὶ τὸν ἀπὸ τούτων γέλωτα, ἀλλὰ γενέσθω τοῦ πῶς δεῖ ἄρχειν διδαχή. καὶ σὺ μὶν παίδευε,
μανθανέτω δὲ ἐκεῖνος. μισθὸς δὲ ἔσται σοι τὸ τὸν Μίκκαλον εὐδοκιμεῖν.
οὗτος μὲν οὖν ἐν Θρᾴκη δείξει τὸν διδάσκαλον καλῶς, σὺ δέ μοι γνώμης τῆς αὐτῆς ἔχου κατὰ τὸν Ξαν- θίππου παῖδα πρὸς τὴν οἰκίαν τοῦ Μαξίμου. καὶ πολλὰ ἂν εἶπον εἰς παράκλησιν, εἰ μὴ βέλτιον ᾔδειν τοῦτο ποιήσοντα
Μίκκαλον τοῦ γράφοντος ἐν ἐπιστολῇ.
ψνγ'.
Ὑπερεχίῳ. (362)
Τό τε μὴ προσειπεῖν σε διὰ τοῦ χρηστοῦ Μικκάλου δει- νὸν ἡγούμην τό τ’ αὖ μηκύνειν διὰ τούτου γράφοντα τῶν
ἀτόπων· οἶδέ τε γὰρ ἃ φρονῶ καὶ λέγειν ἂν δύναιτο.
οὔκ- ουν ἠξίουν μακρὰν ποιεῖν ἐκείνῳ τὴν σιωπὴν ἐν τῷ μήκει τῆς ἐπιστολῆς, ἀλλ’ αὕτη μέν σοι πληρούτω τῆς προσρήσεως τὸν νόμον, παρ’ ἐκείνου δὲ πεύσῃ, τί ποιῶν οὐ μέμψῃ σαυτόν.
ψνδ΄.
Ἀκακίῳ. (362)
Τῶν πολλῶν ἐκείνων καὶ γενναίων λόγων, οὓς τὸ μὲν πρῶτον ἐν Φοινίκῃ, μετὰ ταῦτα δὲ τῇδε, νῦν δὲ πράττεις ἐν Παλαιστίνῃ τῇ καλῇ — πῶς γὰρ οὐ καλὴ τοῦ γε παρὰ σοὶ κάλλους ἐρῶσα; — τούτων δὴ τῶν γενναίων ἐγγόνων οὐχ
ἥττω σοι δόξαν ἤνεγκαν οὓς Εὐτρόπιος ἐποίησε.
καὶ γὰρ οὗτοι σοὶ τοῦ γε σπείραντος, ὥστ’ ἔδοξεν οὐ μᾶλλον τῇ μορφῇ τὴν συγγένειαι μηνύειν ἡ τῷ τύπῳ τῶν λόγων, ἐν οἷς δει- κνύει μετὰ ῥώμης δρόμον, τοῦτο δὴ τὸ ὑμέτερον.
οὕτω δὲ ὢν ῥήτωρ ἀγαθὸς οὕτως ἐστὶ χρηστός, ὥστ’ αἰσθόμενος ὅτι
τοιγαροῦν καὶ αὐτὸς εἰς τοὺς πάλαι συνήθεις τὸν ἄνδρα ἐνέγραψα καὶ πρὸ πολλῶν γε τῶν πάλαι, παρῄει γὰρ δὴ πολλοὺς ἐν τῷ φιλεῖν. ὅθεν αὐτῷ καὶ τὰ μικρὰ τῶν ἐμῶν — πάντα
δὲ οἶμαι μικρὰ τἀμά, τί γὰρ ἄν τις αὑτὸν ἀγνοοίη καὶ ταῦτα βοῶντος ἀνδρὸς σοφοῦ δεῖν γιγνώσκειν αὑτόν; — ἀλλ᾿ αὐτῶν γε τούτων καὶ τὰ σμικρότατα ἠγάπα καὶ οὐκ ἔστιν ὃ ἐγὼ μὲν εἶπον, ὁ δὲ οὐκ ἀκήκοεν, οὐδ’ αὖ ἤκουσε μέν, οὐ σὺν ἐπαίνω δέ.
οὗτος τοίνυν ὁ καλὸς κἀγαθὸς καὶ δίκαιος εἶναι βου-
λόμενος ἔστιν ὅ τι με ἠδίκησε. καὶ σκόπει γε τὴν γραφήν ὴδίκηκέ με Εὐτρόπιος τὸν λόγον, εὖ μὶν ποιῶν Ἀκάκιος ἔγραψεν, εὖ δὲ ποιῶν ἔπεμψε, τῷ βασιλεῖ δεδωκὼς πρὶν ἐμοί
καὶ τὴν μὲν αἰτίαν ἐπὶ τὸν πρεσβύτην οἴσει, καὶ γὰρ πρὸς
λεγέτω μὲν οὖν μηδέν, ἔργῳ δὲ ἀπολογείσθω, καὶ μι-
μείσθω τὸν Ἀχιλλέα κύριος ὤν, ὥσπερ ἐκεῖνος, ἰᾶσθαι τὸ τραῦμα.
ψνε΄.
Κυρίλλῳ. (362)
οἶδε μὲν παρὰ φίλον σε καὶ πρόθυμον εἰς αὑτὸν ἐσό-
μένον ἥξων Εὐτρόπιος εἰδώς, ἡλίκος ἐστὶν ὁ θεῖος αὑτοῦ παρὰ σοί· βουλόμενος δέ σε τὴν χάριν, ἣν μέλλεις ἐκείνῳ δώσειν, δοῦναι ταύτην ἀμφοτέροις, ἐμοί τε κἀκείνῳ, γράμματα λαβὼν ἧκεν ἐμά.
δῆλος οὖν ἐστι πάντα τρόπον τῇ σῇ συναγωνι- ούμενος δόξῃ δι’ ὧν δύ’ ἀνθ’ ἑνὸς ὑπευθύνους σοι καθίστησι
χάριτος. ὅταν οὖν τοῦτον ἀμείψῃ πολλοῖς τε καὶ μεγάλοις, δίδασκέ με τὰς εὐεργεσίας γράφων, ἕν’ οὗτος μὲν ἔργῳ κερ- δαίνῃ, τὸ δὲ ἥδεσθαι κοινὸν Εὐτροπίου τε ᾖ καὶ ἐμοῦ.
ψνς΄.
Βοσπορίῳ. (362)
Οὐδὲν θαυμαστὸν εἴ τις ἐν Ἀγκύρᾳ τεχθεὶς ὥρμησεν ἐπὶ τέχνην τῶν σεμνοτέρων· ἀγαθῶν γὰρ φύσεων ἡ πόλις
ἀπέδωκε δὴ καὶ Ἀχίλλιος οὑτοσὶ τὸ εἰκὸς ἀντὶ τοῦ τρυφᾶν οἴκοι γενέσθαι βουληθεὶς ἰατρός. καλὸν δὲ αὐτοῦ τὸ μηδεμίαν τῶν πόλεων — πολλαὶ δὲ αὗται καὶ ὅσαι μεταξὺ τῆς τε Ἀλεξάνδρου καὶ τῆς ἡμετέρας — τούτων τοι νυν οὐκ ἔστι μὲν ἥτις οὐκ ἠβουλήθη τὸν ἄνδρα κτήσασθαι
καὶ τῆς τέχνης ἀπολαύειν, οὐκ ἔστι δὲ ἥτις ἠδυνήθη πειρω- μένη πεῖσαι.
χρηστοὺς μὲν γὰρ ἐκείνους ἡγεῖτο καὶ ἔχαιρεν ἐπαινούμενος, πάντα δὲ ὑμῶν δεύτερα· καίτοι φόβους μὲν ᾔδει παρὰ τῆς Τύχης ἐγηγερμένους οἴκοι — τοῦ πατρὸς γὰρ αὐτῷ τεθνεῶτος ἐπ’ αὐτὸν οἱ θόρυβοι χωροῦσιν — ἀλλ’
ὅμως τῆς παρ’ ἄλλοις εὐδαιμονίας τὰς παρ’ ὑμῖν φροντίδας ἡδίους ἔθετο.
εἴη ἂν οὖν τῆς σῆς φιλοτιμίας τε καὶ ἀν- δρίας καὶ ἡμερότητος πρᾶξαι ταῦτα δι’ ὧν ὅτι καλῶς ἐποίει πρὸς ὑμᾶς ἐπειγόμενος εἴσεται. καταφεύξεται μὲν γὰρ εὐθὺς ἐπὶ σέ, τοῦτο γὰρ αὐτός τε ᾖδε καὶ ἐγὼ παρῄνουν, σὺ δ’ εὐθὺς
ἐνδείκνυσο τοῖς δυναμένοις λυπεῖν, ὅτι οὐκ ἐπιτρέψεις.
οἱδ’
εἰ δὲ οὕτω ταῦθ’ ἕξει, ὁ μὲν καθ’ ἡσυχίαν χρήσεται τῇ τέχνῃ, σοὶ δὲ
ἔσται παρὰ μὲν ἡμῶν ἔπαινος, παρὰ δὲ Ἀσκληπιοῦ τὸ μηδὲν ἰατροῦ δεῖσθαι, τοῖς δὲ νέοις ἔρως τοῦ μανθάνειν τι σπου- δαῖον ὁρῶσι τοὺς μεμαθηκότας ἐκ δεινῶν σωζομένους. εἶναι δέ σε τοιούτων αἴτιον ἐν τῇ πόλει μεῖζον τῶν εἰς τὴν πόλιν ἀναλωμάτων.
ταύτην ἐγὼ δέδωκα τὴν ἐπιστολὴν πολλὰς
ἐκ Παλαιστίνης Ἀχιλλίου πρὸς τὸν ἄρχοντα κομίζοντος. ἐννόει δή, τίνι γνώμῃ προσέθηκα ταῖς πολλαῖς τὴν μίαν· ὀρθῶς μὲν γὰρ ἡγοῦμαι βεβουλεῦσθαι, σιγᾶν δὲ τὴν αἰτίαν κρεῖττον ἢ γράφειν·
ψνζ΄.
Βακχίῳ. (362)
Ἐπιμελοῦ τῶν ἱερῶν, ὦ καλὲ Βάκχιε, καὶ πλήθει θυσιῶν καὶ τελετῶν ἀκριβείᾳ καὶ τῷ τὰ κείμενα ἀνιστάναι. δεῖ γάρ σε καὶ περὶ τοὺς θεοὺς εὐσεβεῖν καὶ τῷ βασιλεῖ χαρίζεσθαι καἰ
γενοῦ δή μοι τοιοῦτος ἐν οἶς εἰσπράττεις Βασιλικὸν με ρίσας αὐτῷ τὴν καταβολήν, ὥστε τὸ μὲν θεῖναι, τὸ δὲ εὐτρε-
πίσαι. τῶν γὰρ Αἰμιλιανοῦ τρόπων ἐπελάβετο μὲν οὐδείς ἐγὼ δὲ καὶ ἐπαινέτης. οὐ γὰρ ἦν τῶν ὑβριζόντων καὶ ταῦτα ἐνόν, εἴπερ ἐβούλετο.
δῶμεν δὴ μισθοὺς αὐτῷ τῆς καλο- κἀγαθίας ἀφελόντες τῆς εἰσπράξεως οὐ τὸ ἐπείγειν, ἀλλὰ τὸ λίαν.
ψνη΄.
‘Ιουλιανῷ αὐτοκράτορι. (362)
Ἐγὼ Ἀριστοφάνει τὰς ἀμοιβάς, σὺ δὲ ἀπέδωκας ἐμοὶ τοῦ περὶ σὲ φίλτρου λαμπροῦ τε καὶ σφοδροῦ καὶ οὔτε θεοὺς οὔτε ἀνθρώπους λανθάνοντος· ὡς νῦν γε μικροῦ πέτομαι
πρὸς ὕψος ἀρθεὶς ὑπὸ τῆς ἐπιστολῆς ἐλπίδας τε ἐνεγκούσης καὶ τὸν λόγον μοι κοσμούσης. καὶ μικρά μοι πάντα ἤδη φαί-
δοκῶ δ’ ἄν μοι μηδ’ ἂν τοῦ νέκταρος μετασχὼν ἡσθῆναι μᾶλλον ἢ νῦν, ὅτε μοι βασιλεύς, ὃν πάλαι Πλατῶν ζητῶν ὀψέ ποθ’ εὖρε, τήν τε
γνώμην ἐπῄνεσε τόν τε λόγον ἐθαύμασε καὶ τιμῶν τῇ τοῦ δώσειν ὑποσχέσει τῷ μετ’ ἐμοῦ σκοπεῖν ἐθέλειν ὃ δοῦναι δεῖ, τιμᾷ μειζόνως.
οὐκ ἄρα ὁ τὴν αἶγα τὴν οὐρανίαν ἐπιτέλ- λουσαν παρατηρῶν παντὸς ἂν τύχοι, ὅπου γε ἐμοὶ τοῦτο οὐ σπουδάσαντι τὰ μέγιστα γίγνεται, κἂν δεηθῶ του καλοῦ, βασι-
λεὺς ἕτοιμος εἰς τὴν χάριν θεὸν τὴν ἐν οὐρανῷ μιμούμενος;
ἡ μὲν οὗν ἐπιστολή σου προσκείσεται τῷ λόγῳ μηνύουσα παισὶν Ἑλλήνων ὡς οὐ μάτην ἐξεπέμφθη τὸ βέλος, καὶ φιλο- τιμήσεται τοῖς μὲν ὑπ’ ἐμοῦ γεγραμμένοις Ἀριστοφάνης, τοῖς ὑπὸ σοῦ δὲ ἐπεσταλμένοις ἐγώ, μᾶλλον δέ, ἀμφότεροι τοῖς τε
ἐπεσταλμένοις τοῖς τε δοθησομένοις σεμνότεροι γὰρ ἀμφοτέ- ροις ἀμφότεροι.
δεῖ σε τὸν φόβον Ἀριστοφάνους μαθεῖν, ὅπως ἂν καὶ γελάσαις. τῶν τις εἰσιέναι παρὰ σὲ δείλης εἰω- θότων ἥκων ἐπὶ θύρας, εἶτα κωλυθεὶς ὡς σοῦ τινα ποιοῦντος λόγον ἤγγειλεν ἡμῖν, καὶ φόβος εὐθὺς μὴ παλαῖσαι προελό-
μένος πρὸς τὸν λόγον καταβάλῃς μὲν τὸν διδάσκαλον, Ἀριστο-
δρόμος οὖν παρὰ τὸν καλὸν Ἐλπίδιον, ὁ δὲ μαθὼν ἐφ’ ᾧ δεδοίκαμεν ἀνεκάγ- χασεν. εἶθ’ οὕτως ἀνεπνεύσαμεν καὶ μικρὸν ὕστερον δεχό- μέθᾳ τὴν καλὴν ἐπιστολήν
ψνθ΄.
Ἱερίῳ. (362)
Τὸ μὲν ἡμέτερον ἦν ἐπιθυμία τις οὐ παντάπασιν ἔξω λόγου, τὸ δὲ σὸν συμβουλὴ σωφρονεστέρα. οἶς δ’ ὁ γέρων μετέῃσι, φησὶ τὸ ἔπος, ὅπως μηδὲν ἁμαρτήσονται σκέψεται
καὶ χαλεπανεῖς μὲν ἴσως, εἰ γέροντα ἐγώ σε καλῶ καθάπερ
αὐτὸς ὢν ἐν ὑπήνη πρώτῃ ἐγὼ δὲ εἶναι μὲν γέρων ὁμολογῶ, καὶ γάρ, ἢν ἀρνῶμαι, παρὰ τῆς κεφαλῆς ὁ ἔλεγχος· εἶναι μέν- τοι παρὰ σοὶ γῆρας πλέον φαίην ἂν ἀναμιμνησκόμενος τῆς τε ἐμαυτοῦ καὶ σῆς ἐν διδασκαλείοις ἡλικίας. οὐδὲν οὖν θαυμα- στὸν εἰ μετὰ τοῦ σαυτοῦ παιδὸς καὶ τὸν σοῦ νεώτερον παι-
δεύεις ἐμέ.
ὡς οὖν καὶ ταύτην δεξαμένου τὴν παραίνε- σιν καὶ τἄλλα πεισομένου λέγε καὶ συμβούλευε ταῦθ’ ἅπερ ἂν ἄριστα νομίσῃς
ψξ΄.
Ἰουλιανῷ αὐτοκράτορι. (362)
Εἰ ταῦτα γλώττης ἀργοτέρας, τίς ἂν εἴης αὐτὴν ἀκονῶν; ἀλλὰ σοὶ μὲν ἐν τῷ στόματι λόγων οἰκοῦσι πηγαὶ κρείττους
ἢ δεῖσθαι ἐπιρροῆς· ἡμεῖς δὲ ἢν μὴ καθημέραν ἀρδώμεθα, λείπεται σιγᾶν.
τὸν λόγον δὲ ζητεῖς μὲν ἔρημον βοηθοῦ λαβεῖν καὶ διὰ τοῦτό σοι Πρίσκος ὁ καλὸς μέλλει, δέχου δὲ ὅμως. πάντως ὅ τι ἂν γνῷς, στέρξομεν.
ψξα΄.
Μαξίμῳ. (362)
Οὐκ ἀγνοουμένους συνίστημί σοι τοὺς ἰατρούς, ἀλλὰ δι’ ἀνδρῶν ἐγνωσμένων, οἶμαι δὲ καὶ φιλουμένων, γράφω.
φι- λῶν δέ, οἶμαι, μετὰ μὲν εὐνοίας ἀμφοτέρους ὄψει, θατέρῳ δὲ βοηθήσεις. δεῖ γὰρ τῷ μὲν ἡμέρου βλέμματος, τῷ δὲ καὶ συκ-
μαχίας. ἐν γὰρ ἐλπίσι πόλεμος, ὃν μετὰ μόνης ἂν διαφύγοι τῆς Ἀθηνᾶς, ἣν οἴκαδε ἐλθὼν εὑρήσει.
ψξβ΄.
Παλαιᾶς τινος εὐεργεσίας Σωπάτρῳ τούτῳ χάριν ὀφείλω· τυχον μὶν γὰρ Ἀθήνηθέν πότι πορευόμενος ἐπὶ Θρᾴκης, Μου δὲ γενομένου πολλοῦ καταφεύγω Πλαταιᾶσιν εἰς οἴκημα
φαῦλον, εἰς ὃ καὶ αὐτὸς οὗτος ὑπὸ τοῦ αὐτοῦ καταφεύγει.
τὸ μὲν οὖν πρῶτον λόγος ἦν ἡμῖν ὁ σφοδρὸς ὑετὸς καὶ οἵαν ἐργάσεται τὴν ὁδόν· ἔπειτ’ ἀλλήλους ἡρωτῶμεν, οἶ σπεύ- δομεν. ὡς δὲ ἐγένετο δῆλον ὅτι πρὸς τὸ αὐτὸ χωρίον, καὶ προσέθηκα τὸ βαδίζειν ἐπὶ συνουσίᾳ νέων, ὁ μέν, καὶ
γὰρ ἤ τῷ ἄρχοντι φίλος, ἥσθη δύναμιν ἔχων εὖ με ποιεῖν, ἐγὼ δὲ Ἑρμοῦ δῶρον τὸν ἄνθρωπον ἡγούμην. ἥ τε οὖν ὁδὸς οὐ χείρων ἡμῖν ἑορτῆς, καὶ ὡς ἥκομεν ἐπὶ τὸν Βόσπορον, ἐμ βαίου τὰς ὑποσχέσεις.
ἐγὼ δὲ τῆς μὲν χάριτος ἐμεμνήμην, ἀποδοῦναι δὲ ἐπεθύμουν, καιρὸν δὲ ἐζήτουν, ὁ δὲ εὖ ποιῶν
ἥκει· σοῦ γὰρ ἐφεστηκότος Ἀραβίᾳ γένοιτ’ ἄν τι τῷδε καλὸν ἐμοῦ δεομένου.
δέομαι δή σου τὸν πρεσβύτην τοῦτον πρῶ- τὸν ἢ ἡδέως ὁρᾶν, ἔπειτα ἀπόντα ζητεῖν καὶ τρίτον ἰσχυρό- τερον τῶν βιαζομένων ποιεῖν, ὅπως ἂν ὧν ἔλαβον παρ’ αὐτοῦ τὸ μέτρο· τοῖς διὰ σοῦ διδομένοις παρέλθω.
ψζγ.
Τῷ αὐτῷ. (362)
Ὠρίων γίγνεταί μοι φίλος ἐπὶ τῶν προτέρων χρόνων τῆς τε μητρὸς ἡμᾶς συναγούσης καὶ ἅμα χρηστὸς δοκῶν καὶ τοὺς
τῇ δυνάμει κακῶς χρωμένους οὐ μᾶλλον μιμούμενος ἢ μεμ- φόμενος.
ἤκουον δὲ καὶ τῶν τὴν Βόστραν οἰκούντων ὡς οὔτε πολεμοῖ τοῖς ἱεροῖς ὄνθ’’ ἱερεῖς ἐλαύνοι πολλοῖς τε λύσειε συμφορὰς πρᾳότατα καταστησάμενος τὴν ἀρχήν.
τοῦτον ν9ν εΙδον κατηφῆ καὶ συνεοταλμἐνον. καὶ δάκρυα πρὸ τῶν
λόγωνἀφεὶς ἐγὼ μόλις τὰς τῶν παθόντων ἐμοῦόιαπέφευγαχεῖραςλυπήσαςμὲνοὐδέναοὐδέν, ἡνίκα ἐξῆν, μικρο9 δὲ διασπασθείς. καὶ προσετίθει φυγὴν ἀδελφοῦ καὶ γένους ὅλου πλάνην καὶ γῆν ἄσπορον mxI σκευῶν ἁρπαγήν.
ὧν οὐδὲν οἶδα τὸν βασιλέα βουλόμενον,
ἀλλ’ εἰ μέν τις ἔχει τῶνἱερῶνχρημάτων, εἰσπρατ- τέσθωφησίν·εἰδὲμή,μήτεἀτιμαζέσθωμήτεκακού- σθω.
ἀλλ’, οΙμαι, τῶν οὐδὲν ἐχόντων ἐγκαλεῖν τὸ τῆς χώρας ἐκβαλεῖν ἐστιν, ἐπεὶ οΙς γε ὑπῆρχεν ἐλέγχειν, μᾶλλον
ἀλλ’ ἐκεῖνοι μὲν οὐκ εἰσιν ἄδηλοι τῶν ἀλλοτρίων ἐπιθυ- μοῦντες ἐν τῷ τοῖς θεοῖς προσποιεῖσθαι βοηθεῖν· τὸν δ’ αὖ ἄρχοντα καλόν, ἄλλως τε καὶ σέ, τοὺς μὲν κατάγειν κηρύγματι. τοῖς δὲ προειπεῖν μὴ Μυσῶν λείαν οὓς ἐθέλουσι ποιεῖσθαι,
ἀλλ’ ἀποδοῦναι μὲν ἃ παρὰ τοὺς νόμους ἔχουσι, χρήσασθαι δὲ τοῦ λοιποῦ τοῖς νόμοις
ἂν ταῦτα, ὦ ἄριστε, τοῖς μὲν ὑπόσχῃ, τοὺς δὲ ἀναγκάσῃς, τοῖς μὲν ἀποδώσεις τὴν αὑτῶν, τοὺς δὲ ποιήσεις βελτίους. Εὐκλαδίου δὲ κατελθόντος ἐπάν εισι μὲν Ὠρίων, ἐπάνεισι δὲ τὸ διεσπαρμένον, δόξω δὲ ἐγὼ
μὲν ἀτυχοῦντος οὐκ ἠμεληκίναι φίλου, σὺ δὲ φίλῳ παραι- νοῦντι πεπεῖσθαι.
φξδ΄.
Καισαρίῳ. (362)
Ἐγὼ Φρυγίαν μὲν οὐκ εἶδον, τιμῶ δὲ λίαν, οὐ μᾶλλον
διὰ τὸ βεβοσκηκέναι τὸν βέλτιστον Αἴσωπον ἢ ὅτι τοῖς γεν-
καὶ τοῦ χρόνου τὸ μῆκος οὐκ ἤμβλυνε τὸ φίλτρον, ἀλλ’ οἴκοι τε αὐτὸν ᾄδουσι κοινῇ καὶ τοῖς δεῦρο
ἰοῦσιν ὥσπερ τις θεὸς ὁρᾶται Φρύξ τε ἅπας ὡς ἡμᾶς ἥκων ἡδέως ἂν ἀγείρας εἰς τὸ θέατρον τὴν πόλιν τὰ τοῦδε πρὸς αὐτοὺς διέλθοι. διὸ καὶ τοῦτον πρόθυμον ἔτι καὶ νῦν εἰς αὑ- τοὺς ἔχουσι βοηθοῦντά σφισιν ὅσα ἔξεστιν ἀπὸ τοῦ παρόντος σχήματος.
ἡ τοίνυν παροῦσα βοήθεια γράμματά ἐστι πολλὰ
δεόμενα σοῦ Θευδιανὸν τοῦτον ἐπιεικῆ τε νομίζειν καὶ ἄξιον εὖ πράττειν. τούτων δὲ τῶν γραμμάτων τὰ μὲν αὐτοῦ τοῦ φίλου Φρύγων τε καὶ σοῦ, τὰ δ’ ἡμῶν αὐτοῦ κελεύοντος, οὐχ ὡς οὐ πείσοντος ἄνευ ἡμῶν, ἀλλ᾿ ἐρωτικόν τι πέπονθε πάν- τας συμπνεῖν ἐθέλων ὑπὲρ τῶν αὑτοῦ παιδικῶν.
ταυτὶ δέ
σοι τὸ κέρδος, εἰ μηδὲν πλέον ὧν τότ’ ἂν ἔδωκας νῦν διδοὺς πολιοῖς ἀνθ’ ἑνὸς καταθήσῃ τὴν χάριν.
φκε'.
Διοφάντῳ. (362)
Ἐπράχθη σοι ὧν ἐδέου, καὶ χρῶ τῇ τε γνώμῃ σαυτοῦ
καὶ τοῖς τοῦ πάππου χρήμασιν ἐν τῇ τοῦ πάππου πόλει. ταῦτα
ἢν οὖν τις ἐπιγράφῃ με τῳ τροποίῳ, μέμνησο τοῦ Μαραθῶνι τροπαίου καὶ τῶν μὴ συμμεμαχημένων μὲν Λακε-
δαιμονίων, ἐγγεγραμμένων δέ οὕτω γὰρ ἥκιστα παρακρου- σθήσῃ.
φξς΄.
Ἱερακίῳ. (362)
Τοιοῦτος ἦν ἐκ παιδὸς ὁ Διόφαντος· σώφρων, ἐπιεικής,
ἐθελουργός, τοῖς βελτίστοις ἀρέσκων εἰ οὖν εἰς τὸ αἷμα τῆς ἀρετῆς τὸ πλέον ἔρχεται, σοὶ δεῖ τὴν χάριν ἔχειν κἀμὲ καὶ Διόφαντον τὰ σὰ καλὰ διὰ μέσης τῆς μητρὸς ἐδέξατο.
εἶναι μὲν οὖν αὐτὸν εἰς ἐμὲ χρηστὸν καὶ ἔσεσθαι πιστεύω· ποιείσθω μέντοι πρὸς ἐμὲ τὰς ἀμοιβὰς ἀπὸ τοῦ πειρᾶσθαι
λέγειν, τῶν δ’ ἄλλων ἀφείσθω φροντίδων.
φξζ΄.
Μαξίμῳ. (362)
Ἀχίλλιος οὑτοσὶ καὶ συνεφοίτησέ μοι καὶ παῖς αὐτῷ τρέ- φεται παρ’ ἐμοὶ φύσεως τε ἐγρηγορυίας καὶ πονεῖν εἰδώς.
τὸν δὲ Ἀχιλλίου τρόπον ἀρκεῖ δηλῶσαι τὰ περὶ τὴν οὐσίαν, ἣν οὐ μεγάλην ἐκ μικρᾶς ἐποίησε κακῶς, ἀλλ’ ἐκ πάνυ μεγά-
καὶ νῦν ἥκει λειτουργήσων, δεῦρο δὲ ἀφῖκτο τὸν υἱὸν ὀψόμενος. δύο γὰρ δὴ ταύτας ἔχει φροντίδας, τὸν παῖδα καὶ τὴν πόλιν. ἔστι οἶμαι, καὶ τὸ τοῦ παιδὸς τῆς περὶ τὴν πόλιν προνοίας· ὡς
ὅσοι τῆς τῶν υἱέων ἐπιμελοῦνται διανοίας, πολὺ μεῖζον εὖ ποιοῦσι τὰς αὑτῶν ἢ ὅταν χορηγῶσι λαμπρῶς.
σὺ τοίνυν κἀκεῖνο τιμῶν καὶ τοῦτο ἐπαινῶν καὶ τοὐμὸν ἐννοῶν ποίει, ὅπως κούφῳ χρήσεται τῷ φορτίῳ.
ψξη΄.
Πομπηιανῷ. (362)
Εἴ μοι χρυσὸν ἀποστέλλων πολύν τε καὶ Κολοφώνιον ἢ ἄλλο τι χρυσοῦ τιμιώτερον ἄνευ γραμμάτων ἀπέστελλες τὸ δῶρον, οὐκ ἂν οἴει τὸ πρᾶγμα ἄτοπον εἶναι καὶ φιλοῦντος μέν, οὐ θαρροῦντος δέ;
εὖ τοίνυν ἴσθι πρὸς τὴν αὐτὴν
ἀτοπίαν ἥκων μετὰ σιγῆς πέμψας τοὺς υἱεῖς. μᾶλλον γὰρ ἂν ἦν εἰκὸς οἴκοι τούσδε κατέχοντα νόμῳ προσρήσεως γράφειν ἢ διδόντα μοι τοὺς παῖδας ἐπιστολὴν μὴ τολμῆσαι προσθεῖναι.
ἀλλὰ σὺ μὲν ἀπολογίαν ζήτει, ζητήσεις δέ, οἴμαι, τὸν πάντα
φξθ'.
Ἀετίῳ. (362)
Νέοι μὲν οὐκ ὀλίγοι παρ’ ὑμῶν ὡς ἡμᾶς, γράμμα δὲ οὐδὲν παρὰ σοῦ. πότερον δή σε χάρτου φείδεσθαι φῶμεν ἢ μέλανος; οὐ γὰρ δὴ λόγων γε τῶν πρὸς ἐπιστολὴν ἀπορεῖς,
ὅς γε ῥεῖς ἐν δικαστηρίοις ὑπὲρ τὰς κρήνας.
ἴσως ὅτι τὸν πλοῦτον, ὃν ἔκρυπτες, ἐκδιδοὺς τὸ θυγάτριον ἔδειξας σεμνὸς ἡμῖν γέγονας. ἐγὼ δέ σε ἠξίουν νῦν μέτριον εἶναι, τότε μὶν γὰρ αὐτὸς πλούσιος ἦσθα, νῦν γε κηδεστὴς πλουσίου. τοῦτο δέ ἐστιν ἕτερον ἔχειν τὰ σά.
μᾶλλον οὖν σε νῦν εἰκὸς
καὶ μεμνῆσθαι τῶν φίλων καὶ τὰ τοῦ μεμνημένου ποιεῖν, ὅπως καὶ συμμάχους ἰπὶ τὸν κηδεστὴν ἔχῃς, ἢν ποιῇ τὰ τῶν πολλῶν κηδεστῶν, οἱ τὰ μὶν ἔχοντες, εἰς δὲ τὰ βλέποντες μάχονται.
φο'.
Σελεύκῳ. (362)
Μόλις ἥψω τῶν σαυτοῦ καὶ γέγονας ἐπιστάτης τῶν τῇ σῇ πρεπόντων φύσει. πρότερον δὲ ἄρα Ἡρακλῆς ταλασίας ἠναγκάζου φροντίζειν κοὶ λύειν στάσεις ἀνθρώπων, οἶς ἡδέως
ἀλλ’ ἐκεῖνα μὲν εὖ ποιοῦντα οὄχε- ται, τὰ δὲ νῦν βωμοὶ καὶ νεῴ καὶ τεμένη καὶ ἀγάλματα κο- σμούμενα μὲν ὑπὸ σοῦ, κοσμοῦντα δὲ σὲ καὶ γένος.
ἔχων δὴ τηλικούτους συμμάχους κωφὰ μὲν ἡγοῦ τὰ τῶν ἀνοσίων
βέλη, κάθιζε δὲ κλάοντας τοὺς καταγελάσαντας πολὺν δὴ χρό- νον τῶν βελτιόνων. ὀφείλεις δὲ χάριν τοῖς θεοῖς πατὴρ γε- γονώς. ἣν ἀποδοῦναί σε χρὴ βοηθοῦντα τῶν ἱερῶν τοῖς κει- μένοις.
ταυτὶ μὲν οὖν οἶδ᾿ ὅτι ποιήσεις, ὥστ’ εἶναι πολὺ τὰ διὰ σοῦ τῶν ἑτέρωθι καλλίω· τὰ δ’ ἡμέτερα, μικροῦ με
τοῦ θέρους ἡ κεφαλὴ κατηνάγκασεν αὐξηθέντος τοῦ κακοῦ χρησμῷ κιβδήλῳ.
νοσῶν δὴ τὸ σῶμα πῶς ἂν δυναίμην οἶος πρὶν εἶναι περὶ τοὺς λόγους, ὃς οὐδὲν οὔτε λέγειν οὔτ ἀκούειν βούλομαι πλὴν περὶ τῆς κεφαλῆς;
ὕμνηται μὲν οὖν ὁ γενναῖός μοι βασιλεύς, βραχεῖ δέ τινι μάλα λόγῳ· φασὶ
δὲ αὐτὸν εἶναι καλόν, ἀλλ’ ἐγὼ οὐ πείθομαι, καὶ διὰ τοῦτο κρύψας ἔχω ἢν οὗν παρέλθῃ τὸ νέφος καὶ τῆς Αἴτνης ἀπ- αλλαγῶ καὶ κομίσωμαί τινας δυνάμεις, καὶ γράψω τι τοῦ πέμ- πειν ἄξιον, ὃ πρὸ ὑμῶν ληψόμενος οὐκ ἔσται.
ψοα.
Ἀλεξάνδρᾳ. (362)
Ἀλλ’ ὅ γε Κέλσος, ἀνήρ, ὡς οἶσθα, ψεύδεσθαι οὐκ εἰ- δώς, ἰδεῖν τε ἔφησε τὰ βιβλία καὶ λαβεῖν Διοτίμου διδόντος
ἔοικεν οὖν ὁ Διότιμος ἵππῳ μετ’ ὄνον ἐντυχὼν καταπεφρονηκέναι ἐμοῦ τοῦ ὄνου καὶ νομίζειν ἢ τοῦ μηδενὸς ἄξιον ἢ φόβου μὴ κακὸς ἀποδοῦ νᾶι γενοίμην.
σὺ οὖν ἐγγύησαί με καὶ παῦε τὸ δέος αὐτῶ καὶ πεῖθε μήτ’ ἐμὲ πονηρὸν ἡγεῖσθαι μήτε σὲ ἐξαπατᾶν. εἰ
δ’ <ὁ> αὐτὸς εἴη, λείπεται παρ’ ἑτέροις ζητεῖν, μᾶλλον δὲ δτηθι καὶ τούτου τοῦ πόνου καὶ τοῦ περὶ τὸν Ὅμηρον· ὁρῶ γὰρ ὅτι γλαῦκα Ἀθήνησιν οὐκ ἔστιν εὑρεῖν.
φοβ΄.
Ἀλεξάνδρῳ. (362)
Ἔδει μέν σε καλλίω γνώμην ἐσχηκέναι προσιόντος φίλου καὶ νῦν ἂν ἦσθα τῶν ἀπολαυόντων τοῦ καιροῦ· ἐπεὶ δέ σε φόβος μάταιος ἐξέκρουσε λογισμοῦ, χάριν εἰδέναι δεῖ τοῖς θεοῖς, ὅτι τὴν δίκην ἐν τῷ προσλαβεῖν τι δεδώκαμεν.
ἀλλὰ σοί γε ἡμεῖς οὐκ ἂν χάριν <εἰδείημεν> ᾧ γυναικὸς καὶ παίδων
ἐφάνη τι τιμιώτερον. τερπόμενος γὰρ οἰκοδομίᾳ καὶ θα- λάττῃ καὶ τρυφώσῃ πόλει βελτιόνων ἀποστατεῖς, ὡς ἀρκέσον εἰς ἀπολογίαν, εἰ πέμποις ἡμῖν χρυσίον. ἡμεῖς δὲ σοὶ δοίημεν ἂν ἥδιον ἰδόντες ἢ παρ’ ἀπόντος λαμβάνοιμεν.
ψογ.
Ἐντορεχίῳ. (362)
Οὐκ ἄρα τῇ τῶν νόμων φυλακῇ καὶ τῷ κάλλει τῶν ἀρ- χῶν μόνον ἀκολουθεῖς τῷ γένει, ἀλλ’ ἤδη καὶ τὴν περὶ ἐμὲ
τῶν ἀνδρῶν διεδέξω σπουδήν, μᾶλλον δὲ καὶ παρελήλυθας.
οἱ μέν γε δικαιώμασιν ἀρχαίοις κατειλημμένοι καὶ συμπε- φοιτηγότες μόλις ὑπὸ πολλῶν ἐκινοῦντο παρακλήσεων, καὶ κινηθέντες δὲ ἐχαρίζοντο μικρά· σὺ δ’ ἔοικας καὶ τὸ προοί- μιον τῆς ἀρχῆς ἐμὲ πεποιῆσθαι καθάπερ διὰ πάσης τῆς ὁδοῦ
σαυτὸν τῶν ἐμῶν ἀναμιμνήσκων ῥημάτων.
μεγάλου δὲ ὄν- τος τοῦ μὴ παραμελῆσαι τῆς τοῦ ἑταίρου μητρὸς μεῖζόν ἐστι τὸ μηδὲ ἰδεῖν ὀκνῆσαι. τούτου δὲ ὄντος λαμπροτέρου πολὺ κάλλιον τὸ φιλοτιμεῖσθαι τῷ ἔργῳ· ὡς ἤδη τινὲς δόντες χάριν αὑτῶν ὅτι ἔδοσαν κατηγόρησαν καὶ ἐμίσησαν ὁμοίως τούς τε
πείσαντας καὶ τοὺς πεπεισμένους.
ἀλλὰ σύ γε δῆλος εἶ τερπόμενος οἷς ἔπραξας καὶ οὐδὲ παυσόμενος. οὕτω τις ἐκο- μίζετο διὰ τῶν γραμμάτων τοῦ πεποιηκότος ἡδονὴ. πῶς οὖν ἔστι τοὺς εὖ παθόντας ἡμᾶς ἢ πρὸς σὲ μὴ γράφειν ἢ πρὸς ἄλλους περὶ σοῦ σιγᾶν, ὧν τοὺς φίλους ἡδέως ὁρᾷς;
ζητῶν
δὲ ἐμὰς ἐπιστολὰς ὡς έν αὐταῖς μνήμην ἀθάνατον ἔζων μικρὰ
προσθήσω δὲ ὅτι καὶ μακροτέρα, ἐξ ἧς ὁρμώμενος οὐκίτ’ ἔθνους ἑνός, ἀλλ’ ὁμοῦ πολλῶν ἐπιμελήσῃ ῥᾷον ἤ τις ἑνός.
εἴσονται δὲ οἱ ταῦτα ὑμνοῦντες πολλοὶ τῶν ἀκμαζόντων. εἰ δὲ δὴ καὶ γέροντας ὁ ἀγὼν δέχοιτο, τάχα τις ὄψεται καὶ ἐμὲ γυμνούμενον, ἄλλως θ’ ὅτε πάλαι μοι τὴν ψῆφον ἔδωκας, καὶ
ταῦτα ὄντων οὓς ταῦτα ποιῶν ἐλύπεις, κοί τινα τρόπον Λα- κωνικοῦ κειμένου παρ’ Ἀθηναίοις νόμου μηδένα τῶν ἔξωθεν ἐπαινεῖν. ἀλλ’ ὅμως ᾤου δεῖν ἅπερ ἐφρόνεις λέγειν.
τού τῶν δὴ τῶν λόγων ἐπαίνους σοι συντιθέντων ἀκούσαις.
φοδ΄.
Δημητρίῳ. (362)
Εὖθύς ὡς ἔλαβόν σου τὴν ἐπιστολήν, ἐν ᾗ τὸ μέτρον ἀπῄτεις τῶν παλαιῶν τιμῶν, ἔδραμον πρὸς τὸν χρηστὸν
καὶ νῦν κάθημαι φυλάττων, εἴ τινι τῶν πάντων ἔσται τι τῶν προτέρων, ὡς ἁρπασόμενος. καὶ στέρξωμεν, ἕως ἄν τις δαιμό- νων τὸν δεύτερον λύσῃ νόμον.
ψοε΄.
Σευήρῳ. (362)
Εἰ καὶ πρὸς Ὀλύμπιον ἃ πρὸς ἐμὲ περὶ τῶν ἐμῶν ἔγρα- φες ἐπιστολῶν ἐπιστολῶν καὶ σοῦ τὸν ἔρωτα τοῦτον ἐκεῖνος πλείους ἂν εἶχες ὧν ἔπεμπες. οὔτε γὰρ ἐγώ τις περὶ ταῦτα βραδὺς οὗτός τε κληρονόμος τῆς Μαξίμου πρὸς ἐμὲ φιλίας, ἕνα μὴ μανίας εἴπω, ἣν οὔτε πρότερον ἠγνόουν νῦν τε μᾶλλον
ἔμαθον πολλοὺς ἡμῖν τοῦ καιροῦ κεκομκότος ἀγγέλους.
ἀλλ᾿, οἶμαι, δοῦναι μὲν οἶδεν Ὀλύμπιος, ἀπαιτεῖν δὲ οὐ βούλεται γράμματα. καὶ τῆς σῆς νεὼς καταιρούσης μὲν αἰσθάνομαι, ἀποπλεούσης δὲ οὐκέτι. καὶ νῦν ταύτην ἔδωκα τὴν ἐπιστολὴν τῶν μὲν σῶν ἀνηγμένων, κεισομένην δὲ παρ’ Ὀλυμπίῳ βου-
σοῦ δὲ νῦν, εἴπερ ποτέ, ἐβουλόμην λαβέσθαι, σῦν ᾧ τὰ τότε μὶν ἔπτησσον, τὰ νῦν δὲ ἐπόθουν, ὅπως τὸν τοῦ τρόμου κοινω- νοῦντα καὶ τῆς ἐλευθερίας ἴδω.
ψος.
Bηλαίῳ (362)
Μάγνον φιλῶ μέν, ὡς εἰκὸς συμφοιτητήν τι καὶ ἄν χρηστόν, θαυμάζω δὲ ὡς ῥήτορα δεινόν τε καἰ ἰσχυρόν· βου- λοίμην δ’ ἂν αὐτὸν νικᾶν μὲν ἐνταῦθα τοὺς ἀντιπάλους, καρ- ποῦσθαι δὲ τὴν ἐκεῖ γῆν οὐ πολλὴν μέν, πατρῴαν δέ.
τὰς
μὲν οὖν νίκας αὐτὸς ὁρᾶν μοι παρέχει τρεπόμενος ἄλλους ἐπ ἄλλοις· τοῦ δ’ ἐΜεν αὐτῷ τι προσιέναι μελέτω σοί. μέλοι δ’ ἄν, εἰ οὓς ἐπέστησε τοῖς πράγμασι γνωρίζοις τε καὶ δικα- στηρίου χρῄζοντας εὐμενῶς δέχοιο.
ταῦτά τε οὖν χαρίζου καὶ γράφε, δύο γὰρ οὕτω γε χαριῇ, τά τε ἔργα τόν τε ὑπὲρ
αὐτῶν λόγον. εἰ δὲ τὸ μὲν ποιοῖς, τὸ δὲ μὴ προστιθείης, γρα- ψόμεθά σε παρὰ ταῖς Μούσαις, ὅτι δὴ τὸν πρότερον ἀτιμά- ζεις χορόν.
φοζ΄.
Ὑπερεχίῳ. (362)
Ἐπῄνεσά σου τὴν γνώμην, καθ’ ἣν νῦν οἴκοι μεμένη- κας· καιροῦ γὰρ οὐ μετεῖχεν ἡ ὁδός, μεθ’ οὗ πάντα δεῖν καὶ
λέγειν καὶ πράττειν παλαιὸς συμβουλεύει λόγος.
σοὶ τοίνυν συνεβούλευεν ὁ λιμός, ᾧ παλαίειν πορευόμενον ἔδει, κρατῆσαι τῆς ἐπιθυμίας μᾶλλον ἢ ὅπως ἴδοις ἐμὲ τοσαύτῃ συμπλέκεσθαι ταλαιπωρίᾳ· ἐγὼ δέ, εἰμὲν τοὐμὸν ἐσκόπουν, ἐπετίμων ἄν σοι μὴ καὶ διὰ πυρὸς ἑλομένῳ δραμεῖν· νῦν δέ, τὰ σὰ γὰρ οὐχ ὕστερα
τῶν ἐμαυτοῦ ποιοῦμαι, καλὴν ἡγοῦμαι τὴν μονὴν καὶ χάριν ἐμοὶ φέρειν οὐχ ἥττω τῆς σῆς θέας, ὅτι σε κακῶν ἐξείλετο μυρίων.
τοῦ δὲ ἦρος ὑπολάμποντος ἢν ἴδῃς τὴν γῆν δι- ηλλαγμένην πρὸς ἡμᾶς καὶ τὴν πρὸ τοῦ θέρους ὥραν χρη- στόν τι περὶ τοῦ θέρους δηλοῦσαν, εἰς ἔργον ἄγε τὴν ἐπιθυ-
μίαν. ὄψει γὰρ ποθῶν ποθοῦντα.
ποθεινὸς δέ μοι γέγο- νας ἀπὸ τῆς νίκης ἣν ἐνίκησας λέγων, διπλῇ τὸν πατέρα κοσμήσας, τῷ τε κρείττων γενέσθαι τῶν ἑλεῖν πειρωμένων τῷ τε μὴ διὰ φίλων, ἀλλὰ τῇ σαυτοῦ γλώττῃ.
τοῦ τροπαίου δὲ ἄγγελοι πολλοὶ μέν, ἐμοὶ δὲ ἀμείνους οἱ σὺν ἡδονῇ μηνύ-
ονιες, Σουλπίκιός τε καὶ οὓς ἔπεμψας ἀδελφούς, οἷς τ’ εὐδο- κίμησας οἷς τε παρῄνεις, οἱ μισθὸν ὧν ἀπήγγειλαν εἰλήφασι τὸ προθυμοτέρῳ μοι χρῆσθαι περὶ τοὺς λόγους. οὕτως οὐ σὲ μόνον εὖ ποιεῖν οἶμαι δεῖν, ἀλλὰ καὶ οἷς ἐνορῶ πρὸς σέ τι φίλτρον.
ἀλλ’ ὅ γε ἔχω θαυμάσας, τί μαθών, ὦ χρηστέ,
βούλει σοι βοηθήσω καὶ τὸν κατήγορον τὴν κατηγορίαν λίσαι; δει-
νὸν ἐνόμιζες, εἰ δίκαιος ὢν συνεῖναι τὸν δεύτερον δόξεις ᾑρῆσθαι πλοῦν. εἶτα τοῦτον ἀφῆκας ὡς ἀποδώσων τὸ βέλτιον.
φοη'.
Ἀσκληπιῷ. (362)
Ἠχθόμην, ὅτι σε ἀπαίροντα οὐκ εἶδον σὺ δὲ τοῦτο
καλῶς εἶδες καἰ ὅπως ἂν λυθείη. τὸ γράμμα γοῦν ὡς ἧκεν, εὐθύς τε ἡδόμην καὶ ᾤμην ἐκεῖνό μοι σεσῶσθαι. ποίει τοί νυν βελτίους, οὓς μὲν ὁρᾷς, τῇ συνουσίᾳ. τοὺς ἀπόντας δὲ ἐπιστολαῖς. οὗτος γὰρ δὴ σὸς ἆθλος, ὥσπερ ἐκείνων οἷς ἔπη.
ἐγὼ δὲ πάλαι μὲν ἀρρωστῶν σοῦ βοηθοῦντος ἀνέ-
στῆν καὶ ἦν μοι τῆς ὑγείας ἥδιον τὸ σοῦ φροντίζοντος ἐκεί- νης τετυχηκέναι· νῦν δὲ ἐπαινούμενος ὑπὸ τῆς σῆς φωνῆς πλέον τοῦτο τίθεμαι ἢ εἴ με πάντες ἄνθρωποι πάντωv ἄρι- στον ἦγον.
ἴν’ οὖν αὐτός τε ἀγαθὸς γίγνωμαι καὶ σὺ περὶ τοιούτου τοὺς ἐπαίνους ποιῇ, πυκνά τε ἴστω τὰ γράμματα καὶ
παραινέσεις κομίζοντα.
φοθ΄.
Μαξίμῳ. (362)
Πάντα σου καλὰ ἀπὸ τῆς μορφῆς αὐτῆς, μᾶλλον δὲ ἀπ αὐτῆς ἀρξάμενα τῆς ψυχῆς. νῦν γοῦν ἀκούοντας ἡμᾶς περὶ
κάλλους κάλλος γραμμάτων καταλαμβάνει πολὺ λαμπρότερον τοῦ πολλάκις ἐλθόντος ἀπὸ τῆς Ἀρμενίας.
ὁ μὲν οὖν κο- μίζων ἦν, ὃν διεδέξω, γενναῖος γενναίῳ παραδοὺς τὰς πό- λεις. ἔδωκε δὲ ἐν τοῖς βασιλείοις ποιητοῦ τινος συνάγοντος τοὺς βοησομένους. ἐγὼ δὲ ἀναγνοὺς καὶ θαυμάσας φθάσας
τὸν ποιητὴν ἐχρησάμην εἰς τὰ γράμματα τῷ συλλόγῳ καὶ ἦν οὐδεὶς ὃς ἤνη ἀκοῦσαι σιγῇ.
ὥσπερ οὖν ἐπιστολαῖς δευτέραις προτέρας νενίκηκας, ταῖς πόρρωθεν τὰς ἐγγύθεν, οὕτως ἀρχὴν ἀρχὴ νικησάτω, καὶ ποίησον Ἀρμενίων Γαλάτας εὐδαιμονεστέρους, αὐτῶν δέ μοι Γαλατῶν εὐδαιμονεστάτην
ποίει τὴν· οἰκίαν Μαξίμου γυναικός τε τιμῶν ἀρετὴν καὶ δρὸς ἐπιείκειαν παῖδά τε τὸν αὐτῶν πρὸ αὐτῶν πάντων ὄντα ἐμοὶ φίλτατον.
καὶ διῆλθον ἂν τὰς αἰτίας, εἰ μὴ παρόντα διδάξας ἦν· νῦν δ’ Ἀκακίῳ μὲν ἴδει πέμπειν ἐν γράμμασι διδαχὴν καὶ μηκύνειν, ἠγνόει γάρ· σὺ δ’ ἀκηκοὼς ἐξῆλθες,
καὶ λέγειν ὀχληρὸν εἰδότι.
πρὸς μὲν οὖν ἐκεῖνον οὐκ οὖσά μοι πρότερον ἐγένετο φιλία διὰ τὴν εἰς τοῦτον προθυμίαν, καὶ νῦν οὐκ ἔστιν ὅ τι προστάξας Ἀκάκιος οὐ πλείω με ποι- οῦντα εὑρήσει, μεγάλα γὰρ ὀφείλειν ἡγοῦμαι· σὺ δ’, ὦ δαιμό-
φπ΄.
Γαϊανῷ. (362)
Φοίνικες μὲν ἀπολαύουσι τῶν ἀγαθῶν, ἐγὼ δὲ ὀνειρο- πολῶ τὰ Φοινίκων ἀγαθά, βουλευτὰς τιμωμένους, δήμους εὐ- θυμουμένους, ἐμπόρους οὐκ ἀδικουμένους, γεωργοὺς οὐ καταφρονουμένους, ῥήτορας ῥέοντας ὡς οὔπω πρότερον κοὶ τῷ Δημοσθένει συγγινομένους εἰδότας ὅτι παρ’ ἀνδρὶ γέ-
μοντι τοῦ Δημοσθένους αἱ δίκαι.
ταῦτα ὁρᾶ καἰ τὰ τοιαῦτα δοκῶν ὁρῶμαι φαιδρότερος καὶ πρὸς τοὺς ἐρωτῶν τὰς, ὅτῳ γέγηθα, Φοίνικες εὖ πράττουσιν ἀποκρί- νομαι. καὶ τί τοῦτο πρὸς τὸν οὐ Θοίνικα; φασί. μάλι- στά γε φημί. τοῦ μὲν γὰρ εὖ πάσχειν τὸ εὖ ποιεῖν οὐ
χεῖρον εὶς ἡδο νήν. ἔστι δὲ τρόπον τινὰ ἐκείνοις, ἃ νῦν ἔχουδι, καὶ παρ᾿ ἐμοῦ· τὰ γὰρ τοῦ ἄρχοντος καὶ ἐμά.
ταῦθ’ ὅταν εἴπω, πολλοὺς ἀνίστημί σοι πολλαχόθεν
καὶ ταύτην τὴν λύπην ἔτεκεν εὐφροσύνη. σωθέντες γὰρ
ὑπὸ σοῦ παρεδρεύοντος οἱ περὶ τὸν Ὀρόντην ἐνθυμούμενοι, τίς ἂν ἦσθα τὸ ἅρμα αὐτὸς ἐλαύνων, ὅσην τότε ἥδοντο ἡδο- νήν, τοσαύτῃ νῦν ἀθυμίᾳ συζῶσι. 5 τοιαῦτά σοι πράγματα πεφύτευται παρ’ ἡμῖν, ὦ μέλιτος γλυκίων τὴν αὐδήν, προσ- θείην δ’ ἂν καὶ τρόπον, ἃ οὐδὲν ἐκκόψει τῶν πάντων, ἴως
ἂν ὕδωρ ᾖ καὶ δένδρα.
φπα΄.
Ἀθανασίῳ. (362)
Οἶδα ὃ καλεῖς τὴν περὶ ἐμοῦ φήμην· οὐκ ἀνθρώπους χιλίους ἢ μυρίους ἢ δὶς τοσούτους, ἀλλ’ Ἀκάκιον τὸν ῥήτορα
καὶ τὸ Ἀκακίου στόμα πολλῷ μὲν ἐμοὶ κάλλιον δισμυρίων στομάτων, οὐκ ἔξω δὲ ὑποψίας διὰ τὴν ἄγαν φιλίαν.
οὐ μὴν ἀλλ’ ὧν ἔχομεν ὁ Γάϊος ἀπολαύσεται καὶ τοσαύτης γε προθυμίας ὅσης ὁ παῖς ἐκείνου τοῦ τὴν φήμην πεποιηκότος. ὑμεῖς τε γὰρ ἄξιοι τιμῆς ἐκεῖνός τε ταῦτα κελεύει παῖδα μὲν
αὑτοῦ τὸν ὑμέτερον καλῶν, διηγούμενος δὲ καὶ τἄλλα, ὡς εἴη
ταῦτ᾿ οὖν ἀεί τε μεμνησό- μεθα καὶ φήσεις οὐκ ἂν αὐτῷ γίγνεσθαι παρὰ τοῦ πατρὸς πλέον, εἴπερ ἐτύγχανε ζῶν ᾖπερ ἐγὼ τέχνῃ.
ψπβ΄.
Γαΐῳ. (362)
Τριῶν ἔοικα πατέρων παῖδα τὸν Γάϊον δεδέχθαι, τοῦ τε γεγεννηκότος καὶ σοῦ τοῦ θείου τε καὶ ὁμωνύμου καὶ ἔτι τοῦ τῶν γενναίων δημιουργοῦ λόγων, Ἀκακίου τοῦ καλοῦ, ὃς ἀφ᾿ οὖπερ ἦκεν αὐτός, ἕως ἦλθεν ὁ νέος, οὐδὲν ἐπαύσατο λέγων
ὡς ἥξει παῖς χρηστὸς ἐξ ἀγαθῶν, φίλος ἐκ φίλων, ἕτερος Τι- τιανός.
ἐνθυμοῦ οὖν τίς ἂν εἴην μέλλων χαριεῖσθαι τοσού- τοις, ὃς οὐδ᾿ ἂν ἑνὸς ἐπιτάττοντος ἠμέλουν. ὅ τε γὰρ σὸς ἀδελφός, σός τε ὢν ἀδελφὸς καὶ ἐπιεικείας ἑταῖρος, αἰδοῦς ἡμῖν ἄξιος σύ τε ταΐς Μούσαις σύνει καὶ δύνασαι παρ᾿ αὑ-
ταῖς οὓς ἂν ἐθέλῃς ἐπαινεῖν. οὔκουν ἀκίνδυνον μὴ πάντα σοι πείθεσθαι;
τὴν δὲ Ἀκακίου ῥώμην, μεθ᾿ ἧς μεγάλα μὲν ὠφελεῖ, θάτερον δὲ ἄλλος εἰδείη, τίς οὐκ ἂν ἐννοῶν πρὸ τῶν ἄλλων θεῖτο ὃν ἐκεῖνος ἐν τάξει Τιτιανοῦ;
ἐγὼ μὲν οὖν,
γίγνομαι τῷ Γαΐῳ πατήρ· μακαρίζω δὲ ἐκεῖνον τῶν ὀλίγων ἡμερῶν ἐν αἶς ἐγεύσατο τῶν Ἀκακίου μυστηρίων. οὑ γὰρ ἄδηλός ἐστι μετασχὼν ἱερῶν.
ψπγ΄.
Κέλσῳ. (362)
Τοιαύτας ἴδει σε παρ’ ἄλλων ἐπιστολὰς ὑπὲρ τοιούτων δέχεσθαι, σὺ δ’ ἀποδρὰς τὴν τῶν παιδευτῶν τάξιν εἰς τὴν
τῶν ἀρχόντων εἰσῆλθες.
εἶτ’ ἐκεῖνο μὲν δὺν ἐπιστήμῃ πράττεις, ὡς οὐκ ἂν ἡμεῖς, εἴ τις ἐκεῖσε ἦγεν· εἰ δ’ ἐνταῦθα ἐτύγχανες ὤν, κἀνταῦθα ἂν ἐκράτεις. οὕτως εὐτράπελόν τι χρῆμα τὴν σὴν φύσιν ὁ θεὸς ἐτεκτήνατο. καὶ μόνος ὧν ἴσμεν οὐχ ὅτι ῥᾳθυμεῖς, ἀλλ’ ὅτι μὴ δάκνεις, ἐγκαλῇ.
σὲ δὲ μη-
δὲν μεταβαλλέτω μηδὲ λυπείτω μᾶλλον ἀνὴρ μεθύων ἢ Ὅμη- ρος ἐπαινῶν εὐφραινέτω καὶ μετὰ τοῦ ποιητοῦ πάντες Κίλι- κες καὶ πρὸ τῶν ἄλλων Κιλίκων Ἀντικλῆς ὁ ῥήτωρ, οὗ τὴν ψῆφον ἰσχυροτέραν νομιστέον ἀμφοτέρων τῶν ἠπείρων.
σὲ μὲν οὕτω δεῖ φρονεῖν, ὁ δὲ νέος οὐδὲν ἐλαττόνων ἢ σὺ πρό-
τερον τεύξεται.
φπδ΄.
Ἀταρβίῳ. (362)
Τύραννος οὑτοσὶ καὶ ἀνὴρ χρηστὸς καὶ ἰατρὸς ἀγαθὸς καὶ ἡμῖν φίλος καὶ τῶν διὰ τὴν τέχνην ἐν βασιλείοις οὐκ ὀλί-
γον δὴ χρόνον βεβιωκότων. ἠδίκησε δὲ ἄλλον μὲν οὐδένα οὐδεπώποτε ἀνθρώπων, αὑτὸν δὲ νῦν πιστεύσας ἀνθρώπῳ δεινῷ γοητεῦσαι λόγοις καὶ πεῖσαι τὸν ἀκούοντα δοῦναι χάριν ἐκείνῳ μὲν συμφέρουσαν, αὑτῷ δὲ βλαβεράν.
νῦν οὖν ἥκει
ἐνθυμοῦ δέ, ὦ ἄριστε, τὴν περιεστηκυῖαν ἀνάγκην εἴς τε τὸ σῶμα τοῦ Τύραν νοῦ καὶ τὸν χειμῶνα βλέπων. οὐ γὰρ ἂν νῦν τε καὶ οὕτως
ἔχων ἔφερε τὸ μεῖζον φεύγων κακόν.
ὅπως οὖν αὐτὸν ἡμὶν ἀποπέμψῃς χαίροντα τὴν λύπην ἀποθίμενον περὶ τὸν Εὐφρά- τὴν, ἣν τῆς ἀφελείας ἱκανὴν ἔτισε δίκην· ὡς, εἰ περιοφθείη, τὴν μὲν λύπην ἀποθήσεται, τρόπον δὲ οὔθ’ ἡμῖν οὔτε σοὶ πρέποντα. κείσεται γὰρ αἰτοῦ που κουφοτέραν τοῦ ζῶντα
περιέλκεσθαι τὴν τελευτὴν ἡγησάμενος.
ψπε.
Δημητρίῳ. (362)
Δευτέρων φασὶν ἀμεινόνων ἤ, εἰ βούλει γε, εὐτυχε- στέρων· ταύτῃ γὰρ κατῆρεν, οἷπερ ἐπέμπετο, καὶ οὐκ Πάφος
ἀντὶ παρθένου. διάγομεν δὲ τὰ μὲν χαίροντες, τὰ δὲ οὐχ οὕτω διὰ τὴν τῆς ἀγορᾶς πενίαν.
λόγος δὲ ὁ μὶν εἰς τὴν πανήγυριν ἔτι μέλλει κρύπτεσθαι μὲν ἐθέλων, ἑλκόμενος δὲ εἰς μέσον παρὰ τοῦ βασιλέως καὶ ἴσως φανεῖται, δεῖ γὰρ ἐκεῖνον κρατεῖν· ἃ δ’ ἐπὶ τῷ πυρὶ καὶ οἷς ἴδρασεν ἅμα δάλρυ-
τέχνης δὲ γέμων καὶ τῶν τοῖς πρεσβυτέροις πεποιημένων οὐ δήπου καταγνώσῃ τοῦ τὰ τοιαῦτα θρηνοῦντος.
φπς΄.
Βασσιανῷ (362)
Αὐτὸς ἔφθης εἰπὼν τὴν παραμυθίαν, ἣν εἰκότως ἂν προσείποις καὶ ἑορτήν, γυναῖκα ἀγαθήν τε καὶ καλὴν καὶ με- γάλην· ἄλλος δ’ ἂν καὶ τὸν πλοῦτον προσέθηκε.
τῆς δ’ ἐμῆς σιγῆς τὴν αἰτίαν πρόσθεν ἀληθείας ἄγων ὀρθῶς ἂν ποι-
οἶς. εἰ μὲν γὰρ αἰτηθεὶς ἐπιστολὴν ὤκνουν, αὐτὸς ἂν ἠδίκουν· οὐδενὸς δὲ αἰτοῦντος ἠδίκημαι μετὰ σοῦ τοῦ μὴ λαβόντος ὁ μὴ γράψας ἐγώ.
θαυμάζω δὲ ὅτι γεωργήσας καλῶς καὶ σπείρας καὶ προσδοκῶν τὸν στάχυν ἄλλοις μὲν ἐπέστειλας τὰ περὶ τὴν ἄρουρα ἐμοὶ δὲ οὔ. ὃν δεήσει πλείω τῶν ἄλλων
περὶ τὸν ἐσόμενον πονεῖν.
ἀλλ’ ἴσως ᾐδέσθης. ἐγὼ δέ σε ἠξίουν, εἰ μὴ ταῦτα ἐπέπρακτό σοι, τοὺς πρεσβυτέρους ἡμᾶς αἰδεῖσθαι. νῦν δέ σοι συγχαίρομεν ἐγγὺς ὄντι τῆς τῶν πατέ- ρων προσηγορίας.
φάνηθι τοίνυν ἡμῖν μετὰ τοῦ παιδίου. παρακολουθείτω δὲ καὶ ὁ τῷ γάμῳ τὸ ᾆσμα πεποιηκώς, ἱν
ἐπὶ τῷ προτέρῳ μισθῷ καὶ τὸν μείζω λάβῃ, λόγους μετὰ τὸν χιτῶνα. πάντως οὐκ ἀντερεῖ σοι Θεοδώρα χάριν οὕτως αἰ- τοῦντι δικαίαν τε καὶ αὐτῇ κατὰ νοῦν.
φπζ΄.
Κέλσῳ. (362)
Ἴδου καὶ κηδεστής ἐστί μοι τοῖν Ἰουστινιανοῦ παίδοιν ὁ πρεσβύτερος. ἔστι γάρ μοι καὶ θυγάτηρ ἐπειδήπερ ἐστὶ Κυνηγίῳ, ὅς τὸν ἀδελφὸν τὸν αὑτοῦ μιμησάμενος οὐ χείρων
εἰς ἐμὲ τῶν ἐμῶν ἀδελφῶν ἀνεφάνη.
ἵν’ οὖν κὰκεῖνος κοὶ Λητόϊος ἴδωσιν ὡς οὐ ῥᾴθυμον ὄρα φιλοῦσι, τὸν δαὶ σοῦ τὴν παῖδα ληψόμενον βουλοίμην ἂν εὖ παθεῖν. ἔστι γὰρ τοῖς νέοις ἐν Κιλικίᾳ καὶ γῆ καὶ τἄλλα ἃ τῶν εὐδαιμόνων ἐστί. περὶ τούτων καὶ ζήτει καὶ ἐρώτα καὶ μάνθανε καὶ ποίει δῆ-
λον ὡς, εἰ βιάζοιτό τις, οὐκ έπιτρέφεις.
ἀλλὰ τοῦτο μὶν κοινὸν Κιλικίας καὶ τοῦ τῆς άρχῆς νόμου· προσίστω δὲ τῷ νόμῳ φροντὶς ἑτέρα συγγενείᾳ πρέπουσα. καὶ ὧν ἂν ἠξίωσας Μάρκον, εἰ παρ’ ὑμῖν ἐτύγχανε γεωργῶν, τούτοις νῦν χρῶ περὶ τὰ τῶνδε κτήματα.
φπη΄.
Τῷ αὐτῷ. (362)
Ἀνήρ τις τῶν ἐπιεικῶν ἐδεήθη μου δεηθῆναί σου καὶ χάριν αἰτῆσαι τοῦ πρέποντος οὐκ ἔξω, ταμίαν τινὰ κοινῶν χρημάτων, Παπιριανὸν ὅπως βλέποις ἡδέως· ἐγὼ δὲ ἐκεῖνον
εἰ οὖν μὴ φαῦλος ὁ ταμίας, ὅπερ εἰκάζω, τυγχανέτω τινὸς ἀγαθοῦ.
φπθ΄.
Τῷ αὐτῷ. (362/63)
Εὐστόχιον οἶσθά που τὸν ἐκ Παλαιστίνης τὸν νόμων τε πλήρη καὶ τῇ τῶν λόγων ῥώμῃ βοηθοῦντα τοῖς νόμοις, ὃς πολλοῦ μὲν ἄξιος Ἀπελλίωνι γεγένηται, πλείονος δὲ Μακεδο- νίῳ τῷ γέροντι, δραμὼν μὲν ὑπὲρ τοῦδε πρὸς τὴν Μεγάλην
πόλιν, πανταχοῦ δὲ ἐκείνῳ συμπονῶν.
πεπόνηται δὲ αὐτῷ καὶ ὑπὲρ ἡμῶν πολλά τε καὶ οὐ σμικρά, κἂν κελεύσῃ τι, δεῖ με εὐθὺς ὑπουργεῖν ἢ κακὸν εἶναι δοκεῖν. νῦν τοίνυν βούλε- ται Γερόντιον τὴν βουλὴν διαφυγεῖν, εἴ τι φαίνοιτο φησὶ δὲ αὐτὸν ἐρρῶσθαι πρὸς τὸν ἀγῶνα, καὶ ἐγὼ πείθομαι.
σαυτὸν οὖν παρασχὼν εὔνουν ποίησόν με μὴ πάντα ὁφεί- λειν Εὐστοχίῳ τῷ καλῷ.
φϥ΄.
Μαξίμῳ. (362/63)
Ἔγγραφε τῷ καταλόγῳ τῶν ἡμετέρων φίλων καὶ τὸν
χρηστὸν Πομπηιανὸν ὄντα μὲν ἐμοὶ πάλαι συνήθη, νῦν δ ἔχοντα καὶ νεανίσκους παρ’ ἐμοὶ τά τε ἄλλα καὶ φιλοπάτορας.
αὐτῶν νῦν ἔργον γέγονε καὶ ταυτὶ τὰ γράμματα κινούντων τε καὶ παρακαλούντων δεδιότων μὴ ταύτῃ γε αὐτοῖς ὁ πατὴρ ἔλαττον ἑτέρων ἔχῃ. 3, ἀμφοτέρους οὔ· ἐπαινέσας, κοὶ τοὺς ἐπεγείραντας καὶ τὸν ὑπακούσαντα, μᾶλλον ἢ πρότερον ἐν τιμῇ τὸν ἄνδρα ποιοῦ.
φϥα'.
Τῷ αὐτῷ. (362/63)
Εἴ σε καλοίην τοῦ καλοῦ Μοδέστου μαθητήν, ιὐδέτερον ἆν αἰσχύνοιμι· σύ τε γὰρ τῷ κρατίστῳ δόξεις ἀκολουθεῖν ἐκεῖ- νός τε γενναῖον τὸν μιμησάμενον ἀπειργάσθαι.
ἐμοὶ δὲ καὶ
ταῦτα μὲν ἡδέα, πολλῷ δὲ ἥδιον τὸ τὸν βασιλέα τῇ τῶν αἱρι- θέντων φύσει κοσμεῖσθαι. καίτοι πολλοὶ μὲν οἱ πειρώμενοι πείθειν ὡς εἴη δίκης ὁ Μόδεστος ἄξιος· ὁ δὲ τῶν μὲν ἀκού- σας, εἰς δὲ τὰ πράγματα βλέψας, καὶ νομίζων μὲν πρὶν ἴν δεῦρο κακόν, εὑρὼν δὲ ἥκων ἀγαθὸν πρὸς ὃν εἶχε χαλεπῶς,
τοῦτον ὕπαρχον ἀποφαίνει βραχὺ φροντίσας τῶν ἀθυμησόν- των καὶ ἅμα παιδεύων τοὺς αὑτῷ πάλαι συνόντας ἀσκεῖν ἀρε- τὴν δεικνὺς ὅτι κἂν τούτων τινὰς ἐκβάλοι πονηρευομένους, εἰ δὲ ἴδοι τὸν τῷ πολεμίῳ διακονοῦντα χρηστὸν ὄντα, καὶ νῦν
ὁ δὲ Ἀτρέως ἐκεῖνος ὁ μέγας, ὁ τῶν ἡμιθέων ἡγούμενος καὶ τῆς Ὁμήρου τυχὼν φωνῆς, ἀσθενέ- στερα λόγου ποιήσας ἔργα τὸν Παλαμήδην ἀπέκτεινεν. ἀλλὰ νῦν τῆς ἀληθείας τὸ κράτος καὶ μετὰ τοῦ βασιλέως καὶ αὐτὴ
βασιλεύει τὰ μὲν λογισμοῖς τὰ δὲ μαντείαις εὑρισκομένη.
παράπεμπε δὴ τὸν ἄρχοντα χοροὺς ἱστὰς καὶ μακάριζε τὴν δεξομένην πόλιν. ὁ δὲ πορεύσεται τοὺς σοὺς Γαλάτας μακα- ρίζων πανταχόθεν σοι μακρᾶς ἐγειρομένης εὐφημίας. Δῖός δὲ ὄμμα τούτῳ καὶ τὰ λοιπὰ προσθείη καὶ σὲ δι’ ἀρχῶν ἐπὶ τὸν
τοῦδε θρόνον κομίσειεν.
φϥβ΄.
Ὑπερεχίῳ. (362/63)
Ἕνα σε τίθεμαι τῶν νῦν ἑορταζόντων ἐπὶ τῷ τὸν γε ναῖον Μόδεστον ὅστις ἐστὶ καὶ νομίζεσθαι· πρότερόν τε γὰρ
αὐτοῦ τῆς δυνάμεως ἀπήλαυσας ἐγγραφεὶς εἰς οὕσπερ ἐβούλου νῦν τε οἶμαί σε τοὺς ἐν τῇ βουλῇ βαρεῖς οὐ φοβήσεσθαι τού- του τοὺς μὲν πείθοντος, τοὺς δὲ ἀναγκάζοντος τοῖς δικαίοις ἐμμένειν.
ὥστ’ οὐκ ἂν θαυμάσαιμι εἰ καὶ κοινωνεῖν αὐτῷ τῆς πορείας ἕλοιο καὶ καταστῆσαι σαυτὸν εἰς τὸ γνωρίζεσθαι
ὄντων δὲ οὐδὲ τούτων μικρῶν ἔτι μείζω προσδόκα παρὰ τῆς Μοδέστου
καὶ φιλίας καὶ τύχης. ἐπιμελήσεται γὰρ τοῦ κοὶ σὲ μείζω γε- νέσθαι τὰ μὲν αὑτὸν παρακαλῶν τὰ δὲ ὑπ’ ἐμοῦ κινούμενος.
δώσει δέ μοι καὶ τεθνεῶτι χάριν τῷ σοί τι χαρίζεσθαι ποῖ λοῖς μὲν ἔργοις, πολλοῖς δὲ λόγοις, οὐκ ὀλίγοις δὲ ὅρκοις με- μαθηκὼς ὅτι μοι τὰ σὰ τῶν ἐμῶν οὐ δεύτερα.
φϥγ΄.
Θεμιστίῳ. (362/63)
Οὔτε Σπεκτάτον ὡς ἠδικηκότα με εἶδον, οὐδὲν γὰρ ἂν περὶ σοῦ γράψαιμι τοιοῦτον, ὃ κεκρύφθαι βουλοίμην ἄν, εἰ τέ τι καὶ ἥμαρτον, οὐ τοσαύτην γε ὤφειλον δίκην, ὁπόσην
ἔλαβες γράφων. διδάσκεις γάρ με περὶ τῶν σαυτοῦ τρόπων ὡς οὐ δυνηθέντα μαθεῖν ἐν οὕτω πολλῷ χρόνῳ, δώδεκα ἔτε- σιν οἷμαι.
καίτοι τοῦτό γε μὴ ὅτι τῶν παρὰ σοί τις τρα- φέντων οἰκετῶν, ἀλλ’ οὐδ’ ἂν Ἴστρος ἐκεὶνος ὁ παρὰ τῶν βαρβάρων ἔπαθεν, ἀλλ’ ἐσπούδασας, ὡς ἔοικε, τὸν εἰ μηδὲν
ἐγὼ δέ σε καὶ νῦν καὶ πάλαι φιλοσοφεῖν ἡγοῦμαι καὶ νῦν μὲν ἴσως πλείω συγγράφειν, τὰ δὲ τῷ βίῳ προσή- κοντα καὶ πρόσθεν τετηρηκέναι καὶ γενέσθαι γε μείζω βάσα-
νον τῆς παρούσης ἐκείνην. οὐ γὰρ ἴσον ἔξω πραγμάτων ὄντα τοῖς νόμοις Πλάτωνος ἐμμένειν καὶ πολλῶν ἐνοχλούντων μη- δαμοῦ βιασθῆναι.
μαθητὰς δὲ πολλοὺς ἀριθμῶν πολλοὺς εὐδαίμονας λέγεις, οἷς ἔστι μὲν τὴν ἀλήθειαν λαβεῖν, λαβεῖν, δὲ μετ’ ἐκείνης εἰς εὐγλωττίαν ἐπιδοῦναι. ἄμφω γὰρ δὴ παρὰ
σοὶ τὰ Πλάτωνος, γενναῖά τε διδάξαι καὶ γλώττῃ καλῇ. ταῦτ οὔτ’ ἀγνοοῦμεν οὔτε σιγῶμεν, ἀλλ’ ὅσοιπερ ἡμῖν εἰς λόγους ἦλθον, καὶ τοιούτων λόγων ἀκούσαντες ἀπῆλθον.
παῦσαι δὴ τοιούτων ἐπιστολῶν καὶ νόμιζέ με γεγηρακέναι μέν, παρα- φρονεῖν δὲ οὔπω.
φϥδ΄.
Ἀλβανίῳ. (362/63)
Καὶ τοῖς γράμμασί σου χαίρω καὶ πολὺ πρότερον οἷς ποιεῖς ἀκούω γάρ σε καὶ τὴν οὐσίαν συνέχειν καὶ λειτουργεῖν ἡδέως καὶ τὴν τοῦ δύνασθαι λέγειν δόξαν συλλέγειν.
μὴ
τοίνυν ἀποκάμῃς σαυτόν τε ὠφελῶν καὶ ἐμέ· τὸ γὰρ αὐτὸ σὲ μὲν ἐν τοῖς πολίταις καταστήσει δυνατόν, ἄζει δὲ ὡς ἐμὲ τοὺς ἐκείνων υἱεῖς.
φϥε΄.
Δημητρίῳ. (362/63)
Οὐ μόνον τῷ πρὸς ἑκάτερον ἕλκεσθαι τῶν κομισθέντων ἔδειξας τὸν ἐραστὴν ἀπορῶν, ὁποτέρῳ δεῖ προτὲρῳ δοῦναι τοὺς ψαλμούς, ἀλλὰ καὶ ἡ <περὶ> τοῦ λόγου ψῆφος πάθος
ἦν ἐρωτικόν
τῷ μέν γε κάλλος οὐκ ἔπεστι, σὺ δ᾿ αὐτὸν τῶν ἀμφὶ Πέλοπα καὶ Γανυμήδην ποιεῖς καὶ γέγονας ἐκείνων δὴ τῶν τοὺς σιμοὺς καὶ γρυποὺς καὶ μέλανας ἐπαινούντων ἐξ αὐτῶν ὧν ἂν ψεχθεῖεν ὑπ’ ἀνδρὸς οὐκ ἐρῶντος.
ἀλλ’ ἐκείνοις τε συγγνώμη καὶ σοί, τοιαῦτα γὰρ ὁ θεὸς ἐργάζεται,
οὐ μέντοι πείσαις ἂν ὅτι ταῦτα οὕτως ἔχει, πρὶν ὂν ἐρῶν παύσῃ τοῦτο δὲ οὐδέποτε ποιήσεις, ὥστε οὐδέποτε πείσεις.
φϥς΄.
Ἱέρακι (362/63)
Ἐθαύμασα, ὅπως τὸ μὲν μὴ ἐπιστεῖλαί με πρὸς σὲ κατη-
γορίας ἄξιον ἡγήσω, τοῦ δ’ ἐλθεῖν σοι τὴν βασιλέως ἐπιστο-
καίτοι δεικνὺς ἐγὼ τὰ πρὸς σοι γεγραμμένα καὶ τοῦτο πεποιηκὼς τετράκις καὶ βοῶν ὡς δεινὰ μὲν ἂν ἡ Τρῶάς, δεινὰ δὲ Ἀλέξανδρος πάθοι καὶ μετὰ τούτων γε ὁ θεός, εἰ μὴ Ἱέρακα τοῖς ἐκ τοῦ νόμου κοσμήσαιμεν, τοιαῦτα
νῦν μὲν πρὸς Ἐλπίδιον λέγων, νῦν δὲ πρὸς τὸν πάντα ἄριστοι βασιλέα τὰ σοὶ πρέποντα συμπαρεσκεύασα γράμματα έλθεῖν.
λέγω δὲ οὐχ ὡς ἐμοὶ ταύτην δόντος τοῦ βασιλέως τὴν χάριν, ἀλλὰ σὲ μὲν καὶ εὖ οἶδε καὶ τιμᾷ καὶ ἰδεῖν ἤθελεν· ἐν δ’ αὖ πλήθει πραγμάτων καὶ ἐραστὴς ἀμβλύτερος εἰς ἐρώμενον ἂν εἴη. δεῖ
δὴ τοῦ γε κινοῦντος καὶ οὐκ ἐῶντος ἀμνημονεῖν, ὃ καὶ ἐμοὶ πέπρακται.
συνέβη δέ πως τὸν σὲ καλοῦντα πρὸς ἡμᾶς ὕστερον ὅτι κέκληκεν εἰπεῖν, ἡνίκα τὸ μὲν ἔργον ἐπῃνοῦμεν, ἐπιστέλλειν δὲ οὐκ εἴχομεν. ἐπιτιμᾶν δὲ οὐκ ἦν, εἴ τις ὑπὲρ γῆς ἁπάσης καὶ θαλάττης βουλευόμενος ὑπερέβη τι σμικρὸν
ἄκων.
δὸς δὴ Λαὶ αὐτός μοι συγγνώμην τῷ μὴ παραχρῆμα ἀκούσαντι καὶ μὴ νόμιζε οὕτω σφόδρα παρ’ ἡμῖν τιμᾶσθαι τὰς μελέτας, ὥσθ’ ἕνεκα αὐτῶν αἱρεῖσθαι τοὺς φίλους ἀδικεῖν. εἰ γὰρ ἐλάττους ἦμεν ἢ ἀρκεῖν ἀμφοτέροις, ἀλλ’ οὐκ ἂν ἠμε- λήσαμεν Ἱέρακος τοῦ καλοῦ περὶ Μιλτιάδην ἢ Θεμιστοκλέα
ληροῦντες.
φϥξ΄.
Ἀντιπάτρῳ. (362/36)
Ἔοικας ἀνδρὸς πονηροῦ γραμμάτων ἐπιθυμεῖν, εἴτε διὰ χρόνου μῆκος ἐπιλέλησμαι φίλου εἴθ᾿ ὑπό τινος εὐπραξίας αὐτὸ τοῦτο ἔπαθον, καὶ θαυμάζω γε ὅπως οὐ κέρδος ἡγήσω
τοῦ τὰ τοιαῦτα νοσοῦντος ἀπηλλάχθαι.
ἐγὼ οἱ τῆς μὲν κοινῆς εὐτυχίας ἰχῶ τὸ μέρος ἀρχόμενος ὑπὸ βασιλέως ἀρίστου. τοῖς δὲ ἰδίοις οὐδένα παρελήλυθα τῶν γειτόνων. οὔτε γὰρ οἰκοδομῶ λαμπρῶς οὔτε γῆν ἐώνημαι πολλὴν οὔθ᾿ ῥα βδούχων παραπέμπομαι παιόντων καὶ φοβούντων οὐδ᾿ ὑπ-
ισχνοῦμαι μεγάλα οὐδ’ ἐχθρὸν ἠμυνάμην.
τίνα τοίνυν ὄΠ· ἑωρακὼς ὑβρίζεις; τίς μηνυτὴς ἢ τίς μάντεων τοῦτον ἔφρασέ σοι τὸν ὄγκον; εἴσειμι παρὰ τὸν βασιλέα καλούμενος, ἄλλως δὲ οὐδαμῶς, τοῦτο δὲ οὐ συνεχῶς. εἰσελθὼν ἀκούω λέγοντος, καὶ γάρ ἐστι Σειρήν, καὶ ὅ τι φθέγξαιτο, συγγράμματος τοῦτο
οὐ χεῖρον ἀμείνων γενόμενος τὴν γνώμην ἄπειμι παρακλη- θεὶς εἰς λόγους τοῖς τοῦ βασιλέως λόγοις
οὗτοι τῶν εἰσό- δων οἱ καρποί. τὸ δὲ τὸν δεῖνα μέν, ὦ βασιλεῦ, παῦ- δον ἄρχοντα, ὁ δεῖνα δὲ ἀρξάτω, καὶ τῷ μὲν γενέσθω τιμὴ, τὸν δὲ ἔκβαλε τῶν ὄντων, ταῦτα δὴ τὰ ἐπὶ τοῦ
Πραξίλλης Ἀδώνιδος οἴχεται καὶ νῦν ἲς ἀληθῶς εἰς ἔργον
οὐ μὴν ἀλλ’, εἰ καὶ σφό- δρα τις ἦν τῶν γε τοιούτων ἐξουσία, τῶν φευγόντων ἂν ἐγε- νόμην τὸν ὄγκον ὥσπερ τι φορτίον οὐ φορητόν. πιστεύοις δ’ ἄν μοι δικαίως, εἰ μὴ ὅπερ αἰτιᾷ πέπονθας καὶ ἐπιλέλησαί
μου τοῦ τρόπου.
καὶ μὴν κἀκεῖνό γε ἄτοπον εὔχεσθαι μὲν ζῆν ἐν τοῖς αὐτοῖς πράγμασι, καινὰ δὲ ποιεῖν καὶ οἵα οὔπω πρότερον. ἀνάμνησον γάρ με, τί σου γράμμα πρὸ τοῦδε πρὸς ἡμ.ᾶς ἧκεν εἰς Συρίαν, ἀλλ’ οὐκ ἂν ἔχοις. οὐκοῦν ἕτερος γέ- γονας καὶ αἰτῶν παρὰ τῶν θεῶν ὁ αὐτὸς εἶναι τέμνεις ἄλλην
ὁδὸν ἑκὼν ἡδίω μὲν ἐμοί, ταῖς δὲ σαῖς εὐχαῖς μαχομένην.
ἀλλὰ ταύτην μὲν ἰὼν καὶ γράφων μὴ παύσαιο, βουλοίμην δ’ ἄν σε καὶ περὶ ἡμῶν ἐπιεικεστέραν ζητεῖν αἰτίαν καὶ ὅταν γράμματα μὴ λάβῃς, μᾶλλον τοῖς διακόνοις ὡς ἠμεληκόσιν ἐγκαλεῖν ἢ τὸν φίλον νομίζειν εὐθὺς γεγονέναι κακόν, ὃς
ἐβουλήθη μὲν σοὶ τὴν ἱερωσύνην γενέσθαι, τοῦ φθάσαντος δὲ ἡττήθη τοῦτ’ αὐτὸ δίκαιον ἔχοντος τὸ προειληφέναι.
φϥη΄.
Θεοδώρῳ. (362/63)
Τῇ μὲν μνήμῃ τετίμηκάς με, τῆς δὲ τῶν ὀφθαλμῶν
ἀσθενείας οὐ μάλα ἐστοχάσω. ἔρρωται μὲν γὰρ οὐδέν μοι
σοὶ δ’ ἔστι μὶν βιβλία πολλὰ καὶ καλὰ κοὶ οἷα βοηθεῖν τοῖς οὅτω διακειμένοις, ἐγὼ δὲ οὔπω τῶν τοιούτων ἄξιος κοὶ οἶδα ἐνοχλήσας καὶ συγγνώμην αἰτῶ· ὡς ὅ γε ἔπεμφας, ἓν μόνον
εἶχε καλὸν τὸ παρὰ σοῦ τε καὶ μετὰ σῶν κεκομίσθαι γραμμά- των, ὡς τῇ γε ἄλλῃ τὸ δῶρον οὐ σόν.
ἥκει οὖν αὖθις εὶς ταὐτὸ ταμιεῖον μετὰ τῶν καλῶν κεισόμενον, ὅπως βασκανίαν ἀπελαύνῃ τῶν καλῶν.
ψϥθ΄.
Γαϊανῷ. (362/63)
Καὶ γὰρ ἐγὼ κτῆμα σόν· ὥστ’ οὐδὲν θαυμαστὸν εἰ καὶ σὺ κτῆμα ἐμόν. ἐκεῖνο μέντοι οὐκέτι πείθομαι τὴν τὴν τὸ ἄρχειν ἀρετὴν παρ’ ἡμῶν γεγενῆσθαί σοι.
κομίζων γὰρ αὐτὴν ἐκ Φοινίκης ἀφῖξο καὶ διὰ τοῦτο ἑτέρῳ παρεδρεύων
μεῖζον ἴυγγος ἴσχυσας τῷ τρόπῳ. καὶ νῦν Φοινίκη μισθοὺς ὧν ἐδίδαξε κομίζεται ποιήσασά τε γενναῖον καὶ παρὰ τοῦ μα- θητοῦ σωζομένη τε καὶ θεραπευομένη.
σωτηρίαν δὲ καλῶ καὶ θεραπείαν οὐ τὸ ἐξεῖναι πάντα ποιεῖν ὡς ὂν ἑταίρου
ὡς ὅστις ἐν ἀρχῇ τοῖς πάλαι συνήθεσι δίδωσι παρανομεῖν, βλαβερὰν ἀμφοτέροις χα-
ρίζεται χάριν καὶ δοκῶν αἰδεῖσθαι φιλίαν αὑτόν τε κἀκείνους μισῶν οὐκ οἶδε.
πολλὴν δὲ ἄρα βραδυτῆτα κατέγνως τῆς φήμης. εἰ ἀγνοοῦσι ταῦτα ᾠήθης γράφειν. ἡ δὲ πάλαι σου τὴν ἐπιστολὴν ἔφθη θεοῦ τε πρᾶγμα ποιοῦσα καὶ ὑποπτέρου καὶ οὐ τὴν ἀγοράν γε μόνον ἐνέπλησεν αὑτῆς, ἀλλ’ ἤδη καὶ
εἰς τὸ βασίλειον εἰσῆλθεν ἡδονὴν φέρουσα τῷ βασιλεῖ καὶ μάντει.
ὁ δὲ χαίρων ἐφθέγξατό τε οἷα τὸν ἡδόμενον εἰκός, καί τί που καὶ ἡμεῖς παρόντες ἠκούσαμεν καὶ συνήσθημέν τε καὶ συνεισηνέγκαμεν κρότον, ὃν ἐκεῖνός τε οἶδε καὶ σὺ δήπου τεκμαίρῃ.
ω΄.
Τῷ αὐτῷ. (362/63)
Ὤιμην σὲ ὑπὸ τῆς ἀρχῆς καὶ τῶν περικεχυμένων πραγ- μάτων οὐκέθ’ ὁμοίως ἀγαθὸν ἐπιστέλλειν εἶναι· σὺ δὲ ἄρα καὶ τοῦτο πράττεις κἀκεῖνο ἐφύλαξας. ἐμὲ γοῦν τὸν οὐδὲν ἄλλο ἢ
γράφοντα νενίκηκας τῷ πλήθει.
τὸ δέ γε κάλλος ἴσον, καὶ
αἰσθάνομαι δὲ ὅτι γελᾷς ὑπὸ σαυτῷ με λαβὼν καὶ γεγονὼς κύριος παίζειν τι καὶ τιμὰς
τάττειν πυρῶν καὶ κριθῶν ἀλλ’, εὖ ἴσθι, μᾶλλον ἴσῃ μου κύ- ριος αὐτίκα καὶ δώσεις τι μεῖζον ὁ τὰ παρόντα θαυμάσας. τότε σύ τε ἐμοῦ λέγοντος ἀκούση καθήμενος, οὗ σοι πρέπει, καἰ ἐγὼ σοῦ τὰς ἴριδας τῶν ἐν ταῖς δίκαις ῥεούσῃ φωνῇ δια- λύοντος, καὶ ἐπαινεσόμεθα, σὺ μὲν εὐνοίᾳ τἀμά, ἐγὼ δὲ ἀλη-
θεία τὰ σά.
ωα΄.
Ἰαμβλίχῳ (362/63)
Ὁ παῖς ᾔτει με γράμματα προσελθών, ἐγὼ δὲ ὤκνησα μέν, ἔδωκα δέ. ἐποίει δὲ τὸν μὲν ὄκνον, ὅτι σὺ τῶν Ἐρε-
χθειδῶν εἰλημμένος καὶ ἀκροπόλεως ἐκείνης καὶ ἀνδρῶν καὶ τόπων καὶ θεῶν ἐδόκεις μοι τῶν προτέρων παιδικῶν ὑπὸ τῶν δευτέρων καταφρονεῖν· δοῦναι δὲ ἔπειθε, μᾶλλον δὲ ἠνάγκαζε τὸ ἐρᾶν. κωλύει γὰρ οὐδὲν ἐρᾶν τοῦ πρὸς ἕτερον ὡρμηκότος ἐγὼ δὲ κἂν ὑβριζόμενος ἤλεγξα τὴν παροιμίαν οὐ οὐδ᾿
δεόμεθα δή σου τὸ σὸν γένος ἀναμεῖναι τὸν Βοηδρομιῶνα καὶ μετασχεῖν τοῖν θεοῖν, ἀλλὰ κἂν ἄλλη τις τελετὴ καλῇ, τρέχειν καὶ γίνεσθαι τοῖς δαίμοσι διὰ μυστηρίων ἑταῖρον, νομίσαι δὲ καὶ τοῦτο ἱερόν, τὸ τὸν πατρῷον οἶκον
ἐπανελθόντα συνέχειν καὶ συνεῖναι μὲν τοῖς ζῶσι τῶν οἰκείων, τιμᾶν δὲ τοὺς οἰχομένους.
εἰ δὲ δεινὴ κατέχειν ἡ τῆς Παλ- λάδος γῆ, πάλιν δεόμεθά σου σπεῖραι παῖδας Ἀθήνησι καὶ τὸ γένος ἡμῖν ἐκτεῖναι. πάντως δὲ ἡ πόλις γέμει τῶν ἀπὸ Κόδρου, τὸ δὲ αὐτό σοι καὶ υἱεῖς οἴσει καὶ βάσανον φίλων·
οἱ μὲν γὰρ ὄντως ἀγαπῶντες μενοῦσι φιλοῦντες, τοὺς δὲ ἀπο- πετομένους ὄψει.
ἀλλ’, ὦ γενναῖε καὶ ἐκ τοιούτων, μάλιστα μὲν τὰ πρότερον ποίει, δίκαιον γάρ· εἰ δὲ θάτερα νενίκηκε, κἀνταῦθά τι προσέστω τάχους.
ωβ΄.
Ἰουλιανῷ αὐτοκράτορι. (363)
Ὅσα κατηγόρησα τῆς ὁδοῦ, καὶ γὰρ ἦν χαλεπή, τοσαῦτα ἐμαυτοῦ καὶ ἔτι πλείω ταχέως ἀναστρέψας, ἀλλ’ οὐκ ἐπ’ αὐτὸν ἐλθὼν τὸν σταθμὸν καὶ δοὺς ἐμαυτῷ τὸ καὶ τῆς ὑστεραίας ἅμα τῷ ἡλίῳ τὴν θείαν ἰδεῖν κεφαλήν.
καὶ γὰρ οὐδ’ ἡ
ἴως μὶν οὖν Ἄλκιμος μοι παρῆν, εἶχον τὸν δεχόμενον τοὺς λόγους, ἐν οἷς ἐμαυτόν
τε ᾐτιώμην καὶ περὶ τῆς εἰς ἐμαυτὸν παρὰ σοῦ διεξηῄειν τιμῆς ὡς δὲ ἐκεῖνος ἀπῆρε, τὴν ὀροφὴν ἐποιούμην ἀντὶ τοῦ φίλου.
πρὸς ἣν ἀναβλέπων κείμενος ἐπὶ τῆς κλίνης νῦν, ἔλεγον, ὁ βασιλεὺς ἐκάλει· νῦν εἰσὼν ἐκαθήμην, καὶ γὰρ τοῦτο ἐδίδου, νῦν ὑπὲρ τῆς πόλεως ἠγωνιζόμην, καὶ
γὰρ τοῦτο ἐξῆν ὑπὲρ τῶν βασιλέα λελυπηκότων πρὸς βασιλέα λέγειν· ὁ δὲ ἐκράτει μὲν δίκαιά τε ἐγκαλῶν καὶ δυνάμενος εἰπεῖν, ἐγὼ δὲ φιλονεικῶν οὔτε ἐμι- σούμην οὔτε ἐξεβαλλόμην.
τοιούτοις ἐμαυτὸν εὐωχῶ καὶ αἰτῶ παρὰ τῶν θεῶν πρῶτον μὲν σὲ ποιῆσαι κρείττω τῶν
πολεμίων· ἔπειθ’ ἡμῖν ἐνταῦθα δεῖξαι καθάπερ ἔμπροσθεν.
ἔστι τι καὶ τρίτον ἐν ταῖς εὐχαῖς, ὃ ἐκεῖνοι μὲν ἀκηκόασι, πρὸς σὲ δὲ οὐκ ἐρῶ· ἴδει δὲ ἄρα μηδ’ αὐτὸ τοῦτ’ εἰπεῖν, τὸ ὡς οὐκ ἐρῶ. δεινὸς γὰρ σύ γε τὸ τρίτον τοῦθ’ εὑρεῖν ἀπὸ τοῦ τὸν εὐχόμενον ἐμὲ κρύπτειν ὅπερ ηὐξάμην, καὶ δέδοικα
δὴ μὴ τοὐναντίον αἰτήσῃς.
ἀλλὰ νῦν μὲν διάβαινε τοὺς
πιστεύων ὅτι καὶ ταῦτ’ ἂν εἴη τῆς σῆς φύσεως τάττειν τε ὁμοῦ στρατὸν καὶ τιτρώσκειν καὶ ἐπιστέλλειν.
οὕτως ὑπὸ τοῦ σώματος ἀδικοῦμαι μέλλων ἀκούειν ἃ χρῆν ὁρᾶν· Σέλευ- κος δὲ ὁ μακάριος ὄψεται καλῶς προθεὶς καὶ γυναικὸς ἀγα- θῆς καὶ παιδὸς ἀγαπητῆς τὴν ἀπὸ τοῦ τοιούτῳ βασιλεῖ δια-
κονεῖν εὔκλειαν
ωγ'.
Κωνσταντίῳ. (363)
Σὺ μὲν ἀγαθὸς ἐπιστείλας, ἐγὼ δὲ ἀτυχὴς οὐ λαβών, προδόται δὲ ἀμφοῖν οἱ κακοὶ περὶ τὸ δῶρον. ἀλλ’ ἔμοιγε οὐ
μικρὸν εἰς εὐθυμίαν τὸ πλῆθος τῶν γενομένων γραμμάτων, εἰ καὶ μὴ μέχρι τῶν ἐμῶν προῆλθε χειρῶν
πράττεις δὲ
τιώτου βίον.
καλῶν δὲ ὄντων κοὶ τούτων καὶ ὧν ἐφρόν- τίσας, ἐν οἷ; προὔκειτο βουλή, πῶς ἂν 'Υπερέχιος τὸ δίκτυον, ἔτι μεῖζον ἦν τὸ φερόμενον ἀγνοίᾳ ἀγνοίᾳ πρὸς ὄρυγμα χαλεπώτατον μονονοὺ τὴν χεῖρα ἐρείσαντα πρὸς τὸ στῆθος ἀνασχεῖν.
ἦν δὲ τὸ ὄρυγμα γόητας ἡγεῖτο τοὺς ἐν
τοῖς τρίβωσιν ἐκεῖνος ὃς καὶ τοὺς θεοὺς ἡγεῖτο εἶναι φλήνα- φον. εἶδες οὖν ὡς, εἰ με ἴδοι, χαλεπὸς εὐθὺ; ἔσται, καἰ ἔδεισας μὴ γένηταί τι τῶν ἀπ’ ὀργῆς.
καὶ τοῦτο μὶν οὐ θαυμαστόν, εἰ τὸν ἄνθρωπον εἰδὼς ταῦτα οὐκ ἠγνόησας· ἐκεῖνο δὲ τὸ κελεῦσαί με ἀπελθεῖν καὶ πιστεῦσαί τι τῶν ἀπορ-
ῥήτων. ὃ διατελῶ μεμνημένος καὶ δι’ σωτῆρά σε γράφομαι τούς τε ἄλλους Λάσκων οἷα εὐεργέτημαι καὶ οὐδὲ τὸν βασι- λέα τῆς χάριτος ταύτης ἀφιεὶς ἀνήκοον.
ωδ'.
Μοδέστῳ. (363)
Ἥσθην ὅτι με παρακαλεῖς ἐφ’ ἅπερ ἐγὼ σέ· δῆλον γὰρ ὅτι σὲ πέπεικα βοηθεῖν, εἰ τὴν ἐμὴν τάξιν λαβὼν ἐμὲ προ-
τρέπεις Ὑπερεχίῳ βοηθεῖν.
ἐγὼ μὲν οὖν οὔτε τῶν δυνα- τῶν τι παρήσω τοῖς τ’ ἀδυνάτοις ἐπιχειρήσω. καὶ γὰρ εἰ μά- ταιον, ἀλλὰ τῷ φιλοῦντι πρέπον, καὶ ἤδη γ’ ἂν ἐπέπρακτό τι περὶ τὸν νεανίσκον, εἰ μὴ τὸ βραδέως ἐλθεῖν ἐκώλυσε τὸ ἔργον. οὐ μὴν τάς γε ἐλπίδας ἀνεῖλεν, ἀλλ’ εἰσὶ καὶ λαμπραί.
πτύω δὲ εἰς κόλπον τῇ παροιμίᾳ πειθόμενος.
ἔοικε δέ τις δαίμων τὸ πρᾶγμα καλῶς διῳκηκέναι βουλόμενος αὐτὸν ἀμφοτέρων τυχεῖν, ὧν τε σὺ δοῦναι κύριος ὧν τε ὁ πάντων, ὡς ἐκείνων γε προτέρων τυχών, τῶν δ’ ἂν ἐστέρητο.
νῦν δὲ σὺ μὲν αὐτὸν παιδεύσεις καὶ ποιήσεις ῥήτορά τε καὶ τἄλλα
μέγαν γάμῳ τε καὶ δόξη καὶ τοῖς ἐν τῷ συνεδρίῳ δρω- μένοις, ἥξει δὲ τὰ δεύτερα διδόμενα δέξασθαι δυναμένῳ.
ἀλλά, πρὸς τῶν θεῶν, οὓς πάλαι θαυμάζων νῦν ὡμολόγη- σας, πάρελθε πάρελθε μὲν τὴν τοῦ πατρὸς Ὑπερέχιον εὔνοιαν, μησαι δὲ τὴν ἐμήν· ὃ ποιήσας τὴν τοῦ πατρὸς νικήσεις.
ωε΄.
Μαξίμῳ. (363)
Ἀρκῶν ἐμοὶ μισθὸς Ὑπερέχιος τοιοῦτος ὤν, ὥσθ᾿ ὑμῶν ἔτι ζώντων ἀποδειχθῆναι δεσπότης οὗπερ ἦν δίκαιον τῶν ὄντων μέρους. ἔστι γὰρ ὑμῖν τε κόσμος τοῖς τε ἀδελφοῖς
καταφυγὴ φέρων μὲν τὴν θρασύτητα πρᾴως, τιμῇ δὲ τῆς φύ- σεως βοηθῶν.
τὸν γοῦν νεώτατον στρατείας καὶ πόνων ἐξελόμενος ἐπανήκει. δεῖ γὰρ αὐτὸν πρὸς τὴν Μεγάλην πόλιν δραμεῖν καὶ πρὸς μέγεθος ἀπολαῦσαι τοῦ καιροῦ. τὰ δὲ ἐν- τεῦθεν εἶχε μὲν ἄν, εἰ θᾶττον ἀφῖκτο· ἔζει δὲ μετὰ τὴν νίκην
δοῦναι δὲ ἄμφω θεοῦ.
γάμον δὲ εἰ μὲν αὐτὸς φεύγει, πειθέσθω παρ’ ὑμῶν μὴ φεύγειν· εἰ ὁ ὁ μὲν διώκει, τὸ δ᾿ ὑμέτερον οὐ συμπνεῖ, μετάθεσθε.
ως΄.
Ἀπολιναρίῳ καὶ Γεμέλλῳ. (363)
Οὐδὲν θαυμαστὸν μαθητὰς ὑπὸ διδασκάλων φιλεῖσθαι ὥσπερ οὐδ’ υἱεῖς ὑπὸ πατέρων, ἄλλως θ’ ὅταν οἱ μαθηταὶ μὴ κακοὶ περὶ τὸν παιδεύσαντα γένωνται. γίγνονται γὰρ δὴ καὶ κακοὶ καὶ γεγένηνταί γε. καὶ τοῦτο μᾶλλον ἑτέρων οἶδα πολλὰ μὲν περὶ πολλοὺς καμών, πολλὰ δὲ ὑπὸ πολλῶν παθών.
ἀλλ’ ὑμεῖς γε χρηστοὶ καὶ τὸ τῶν πελαργῶν μᾶλλον ἢ τὸ τῶν κριῶν ἐπαινοῦντες. διόπερ ὑμῖν καὶ συμβούλομαι καὶ συνεύχομαι τὰ βελτίω. βέλτιστον δὲ ἐν τοῖς παροῦσιν ἃ δια- νενόησθε πρᾶξαι.
τοῦτο δὲ εἶπον εἰδὼς τὸν ὄκνον πολλά-
κὶς ἐμποδίζοντα τὸ συμφέρον. ὑμῖν δὲ ἥ τε πατρὶς μεγάλη ὅ τε οἶκος τοιοῦτος. δέος οὖν μὴ τούτοις κατασχεθῆτε τοῖς φαρμάκοις.
ωζ΄.
Μοδέστῳ. (363)
Ἐπὶ τὰς ὑποσχέσεις ἥκουσιν οἱ νέοι, σὺ δὲ τῇ τε ἄλλῃ γενναῖος καὶ ψεύδεσθαι οὐκ εἰδώς. ἀλλὰ καὶ αὐτὸς ἀπὼν ἀπαιτῶ τὰς ὑποσχέσεις. πάντως δὲ τὸ αἰδὼς ἐν ὀφθαλμοῖς οὐ παρὰ σοὶ κρατεῖ, ἀλλ’ ὁμοίως αἰδέσιμος ὁρώμενός τε καὶ ἐπιστέλλων φίλοις.
ἄγε οὖν, ποίει τούτω δικὼν ἐπιστήμονε,
κἂν ἐπ’ ἄλλο τι προβῇς, ἄγε καὶ τούτω ταὐτὸ δράσοντε πάλιν. ἴσως δέ τις ὄψεται τοὺς ἀγωνιστὰς ἀθλοθέτας σοῦ προξενοῦν. τος καὶ ἐπαινοῦντος
ωη'.
Μαξίμῳ. (363)
Υπὲρ ἀδελφοῦ τὴν ὁδὸν Ὑπερέχιος ἴφη ταυτηνὶ πεποιῇ- σθαι, ἐφωράθη δὲ ὑπὲρ σοῦ μᾶλλον ἢ ὃν ἴφη πεποιημένος· εἰς μὲν γὰρ ἐκεῖνον μικρά τις ἦν ἡ σπουδή, περιέτρεχε δὲ
σβεννύων φήμην ἀκμάζουσαν οὐκ ἀληθῆ μίν, ὡς ἔγωγε ἐπε- πείσμην, ἦσαν δὲ οἱ βουλόμενοι τὰ χείρω κρατεῖν, πἳ τιμῆς μὶν οὐκ ἂν τύχοιεν διὰ τὸ μὴ ἀσκεῖν ἀρετήν, τοῖς δὲ ἀπ ἀρετῆς τιμωμένοις φθονοῦντες, ἂν ἐκεὶνοί τι δόξωσιν ἀδικεῖν, ἀναπνέουσι.
πρὸς οὓς ἐγὼ μὲν ἐμαχόμην τῷ εἰκότι συμ-
μάχῳ χρώμενος, ἔδει δέ τινος ἐγγύθεν μάρτυρος, ὃς ἕμελλε ποιήσειν μοι τὸ εἰκὸς ἰσχυρόν.
τῶν μὲν οὖν ἄλλων οἱ μὲν ἐσίγων μετὰ τῶν κατηγόρων τῇ σιγῇ γιγνόμενοι, οἱ δ’ ἀκοῦ- σαι μὲν ταῦτα ἔφασκον, τἀκριβὲς δὲ ἀγνοεῖν, οὐδὲν ἢ μικρὸν ἐκείνων οἵδε διαφέροντες· ἀλλ’ ὁ χρηστὸς οὑτοσὶ καὶ σοί τε
καὶ ἐμοὶ καὶ Ἀληθείᾳ φίλος ἀνθ’ ὅπλων ὑπὲρ σοῦ τὴν γλῶτ- ταν ἔθετο καταβοῶν μὲν τῶν λεγόντων ὡς ψευδομένων, κατα- βοῶν δὲ τῶν πειθομένων ὡς ἐξαπατωμένων.
καὶ τοσοῦτον ἴσχυσε τῇ συνεχείᾳ τῶν ἀγώνων, ὥστε καθήρας ἡμῖν τὴν πό- λιν τῆς ἀπάτης ἔρχεται· καὶ νῦν οὔτε βουλευτὴς ἰς τὰς πλευ-
ἐγὼ οὖν ἀμφοτέροις συνήσθην τῶν ἐπαίνων, εἰ σὺ μὲν ἐν ἀρχῇ δίκαιος, ὁ δὲ ἐν ἀρχομένοις, καὶ ἅμα ἐδόκεις μοι μηδὲν εἰς αὐτὸν εὐ-
νοίας ἐλλελοιπέναι.
τοῦτο δὲ οὐκ ἠρόμην· ὑπὸ γὰρ ὧν ἔπραττεν εὐθὺς ἐδιδασκόμην. τοσαύτη τις ἦν ἡ περὶ τὴν ἀπο- λογίαν προθυμία δεικνῦσα μὲν τὸν ἀληθεύοντα, δεικνῦσα δὲ τὸν ἀμειβόμενοι χάριτας. τοιούτους ἐγὼ τρέφω τε καὶ συνί- στημι τοῖς φίλοις.
ωθ΄.
Εὐαγόρᾳ. (363)
Ἐγὼ σοῦ πρεσβύτερος μέν εἰμι, τὴν φύσιν δὲ οὐκ οἶμαι εἶναι βελτίων διὰ δὲ πόνων ἐγὼ μὲν ἦλθον, σὺ δὲ ἔρχῃ. τοῦ δὴ εἰκότος νικῶντος ποιήσεις οἷα ποιῶ. σοφὸς οὖν ὢν ἤδη
σαυτὸν ἐπαινεῖς ἐν οἷς ἐμέ.
ἀλλ’, εὖ ἴσθι, καὶ ὧν ποιῶ καὶ ὧν ποιήσω μείζω τὸν ἔπαινον ᾄδεις κείσθω μὲν γάρ, εἰ δοκεῖ, τἀμὰ μετὰ τῶν Δημοσθένους, νεμεσήσει γὰρ οὐδεὶς εἰδὼς ὅτι καὶ ῥάκια καὶ τὴν καλλίστην ἐσθῆτα πολλάκις ‘ὲν δέχεται κιβώτιον· τίμα δὲ μήθ’ ὁμοίως ἐκείνοις μήτ’ εὐθὺς
ωι'.
Νικοκλεῖ. (363)
Οὐκ ἄδηλον ὅτι δι’ ὅσων ἦλθες πολίων, πάσας ἐνέπλη- σας τῶν ὑπὲρ ἡμῶν λόγων καὶ γὰρ ἐνταῦθα, ὡς ἤρξω τοῦτο ποιεῖν, πάντα ὦτα ἐνέπλησας τῶν τε βουλομένων τῶν τε οὐκ ἐθελόντων, τοῖς μὲν χαριζόμενος, τοὺς δὲ ἀνιῶν ὥστε θαυ- μάσαιμ’ ἂν εἰ μὴ παραπλήσια καἰ πρὸς τοὺς γεωργοὺς ἐβόας,
ὅσοι μέχρι τῆς λεωφόρου τὰς αὔλακας ἔτεμνον.
ἐμοὶ δὲ μείζω μὲν ταῦτα τῆς Συρακουσίων δεκάτης, μικρῷ δὲ ἐλάττω τῶν εἰς τὸν ὑμέτερον νομοθέτην ὑπὸ τοῦ θεοῦ λεχθέντων. ὃς γὰρ οὔτ᾿ ἂν κολακεύσαις, οὐδὲ γὰρ βασιλέως σύ γε τύχην, μὴ ὅτι γε σοφιστήν, οὔτ’ ἂν ἀγνοήσαις λόγου κάλλος ἢ αἶσχος,
πῶς οὐκ ἐπαινῶν τόν γε ἐπαινούμενον μέγαν ποιεῖς καὶ λαμ- πρὸν ἐν Ἑλλήνων χοροῖς;
ἡμεῖς δὲ σὲ ἐπαινοῦντες ν οὐ παυόμεθα, ποιοῦμεν δὲ παραπλήσιον ὥσπερ ἂν εἴ τις πυ- ροὺς χρησάμενος ἀποδοίη κριθὰς αὐτῷ τῷ μέτρῳ τὸ μὶν γὰρ
οὐδὲ γὰρ ἐκεῖνος, οὗ νῦν ἐμνήσθην, ὁ Λακωνικὸς τιμηθεὶς ὑπὸ τοῦ χρησμοῦ εἰ τὸν Πύθιον αὐτὸς ἀντεκόσμησεν ἔπεσιν, ἴσον ἂν ἦν, οὐδ’ εἰ πάνυ πολλὰ ἦν τὰ ἔπη.
ἐνταῦθα μὲν οὖν
λειπόμεθα, φιλοῦντες δὲ ἡ νικῶμεν ἢ πάντως γε οὐ νικώμεθα. πρὸς τοσοῦτον δὲ ἥκω τοῦ θαρρεῖν σοι καὶ οἴεσθαι παντὸς ἂν τυχεῖν, ὥστε καὶ τῶν ἡμετέρων φίλων τοὺς ἐκεῖσε ἰόντας καὶ δεομένους φίλων ἐπὶ τὰς δὰς πέμπω θύρας ὡς σοῦ γνώμην μὲν τὴν ἐμὴν εἰς αὐτοὺς μιμησομένου, ῥώμῃ δὲ μείζονι χρη-
σομένου.
δι’ οὗ δὲ ταύτην λαμβάνεις τὴν ἐπιστολήν, μὴ ἴνα νόμιζε τῶν πολλῶν, ἀλλ’ υἱέος μοι διαφέρειν οὐδέν. αἰ· τίον δὲ <ἡ> ἐπιείκεια καὶ τὸ αἰδεῖσθαί τε καὶ δόξης καὶ λαβεῖν ἐπαινέτας τοὺς γέροντας, ὧν καὶ πρῶτον καὶ μάλι- στα τὸν θεῖον τὸν ἐμόν, ὃν εἰδὼς εἰδείης ἂν καὶ τοῦτον· οὐ
γὰρ ἂν ἐκεῖνος τὸν οὐκ ἀγαθὸν ἐθαύμασε.
μέλει δὲ καὶ Μοδέστῳ τοῦ νεανίσκου τὸ μὲν πρῶτον ὑπ’ ἐμοῦ παρακλη- θέντι, μετὰ δὲ τὴν πεῖραν ὑφ’ ἑαυτοῦ. ὄψει δὲ αὐτὸν τὰ πα- τρὸς εἰς Ὑπερέχιον τουτονὶ σπουδάζοντα, ἀλλ’ οὐδὲν οἷον εἰς προστασίαν ὁ δαιμόνιος Νικοκλῆς· οὕτω γὰρ κἀκεῖνος αὐτὸν
ἐπαινέσεται σπουδάζων, εἰ ὅτι καὶ σοὶ χαριεῖται γνοίη. 8, μα-
ωια΄.
Ιουλιανῷ αὐτοκράτορι. (363)
Ἐγὼ τὴν ἀρχὴν τὴν Ἀλεξάνδρου τὸ πρῶτον ἐδυδχέραινον, ὁμολογῶ, καὶ τὸ τοὺς ἀτιμοτάτου, τῶι παρ’ ἡμῖν ἐπιμελεῖσθαι τούτων δὴ τὸ πρὶν οὐ τῶν ἐνδόξων ὕβριν ἡγούμην κὼ οὐκ ἄρχοντος ἔργον, ἀλλὰ καὶ τὴν εἰς χρήματα ζημίαν πυκνήν τινα οὖσαν ἀσθενεστέραν ᾤμην ποιήσειν τὴν πόλιν, πλέον δὲ οὐ
νῦν δὲ ὁ καρπός τε ἀνεδόθη τῆς τραχύτητος καὶ ᾄδω πα λινῳδίαν. οἱ γὰρ δὴ πρὸ μεσημβρίας ἐκεῖνοι λελουμένοι καὶ κοιμώμενοι Λακωνικοί τινες γεγένηνται τοὺς τρόπους καὶ καρ- τερικοί, καὶ πρὸς τῇ ἡμέρᾳ τυ νυκτὸς οὐκ ὀλίγον πονοῦσιν ὡσπερ προσηλωμένοι ταῖς Ἀλεξάνδρου θύραις.
ὁ δ’ εἰ
βοήσειεν ἔνδοθεν, σείεται πάντα, ὥστ’ οὐδὲ σιδήρου μοι δε- ήσεσθαι δοκεῖν τοῦ ἀπειλεῖν ἀποχρῶντος ἐνεργούς τε ὁμοῦ καὶ σώφρονας ποιεῖν τοὺς ἀργούς τε καὶ θρασεῖς.
τειερά
δὲ ὁ ἄρχων ὡς χαίρει τῇ τοιαύτῃ βοῇ μείζω ταύτην ἀπὸ πλειόνων προκαλεῖται.
τοσοῦτόν ἐστιν, ὦ βασιλεῦ, μαντικὴ τοῖς ἀνθρώποις διδάσκουσα, τί ποιῶν ἄν τις ἄριστα διοικοίη καὶ οἶκον καὶ Πόλιν καὶ ἔθνος καὶ βασιλείαν.
ωιβ΄.
Κλεάρχῳ. (363)
Ἀλλ’ ἔδει μέν σε ἐκ τῶν ἐμῶν χειρῶν δεδέχθαι τὸν ἑταῖ- ρον· ἐπεὶ δὲ σὺ μὲν ἠπείγου πρὸς τὰς πύλας, ὁ δ’ οὐ παρῆν, ἃ μὲν ὑπὲρ αὐτοῦ διείλεγμαι, μέμνησο· τίμησον δέ μοι τὴν ἐπιστολὴν δείξας ὡς ἠδυνήθη τοσοῦτον ὅσον ἂν ἐγὼ τὸν
χρηστὸν Ὑπερέχιον εἰς τὴν σὴν φιλίαν εἰσάγων τῇ δεξιᾷ.
ωιγ΄.
Δημητρίῳ. (363)
Ταυτὶ γὰρ ἀγαθῶν γειτόνων ἐπικουρεῖν ἐν ταῖς ἀτυχίαις τοῖς πλησίον οἰκοῦσι. σὺ δ’ ἀμφότερα τὴν παροιμίαν πεπλή-
ἡμῖν δὲ ὁ λιμὸς διπλοῦν γἐγο ἑ κακόν, αὐτός τε καὶ ἡ δι’ οὐτὸν κατὰ τῆς πόλιας ὀρ- γή· ἣν εἰ μή τις λύσει θεῶν, δέδοικα μὴ τὸν λιμὸν διαφυ- γόντες ἐν ἀφθονίᾳ τῶν ὠνίων πληγῶμεν.
ἀλλὰ σύ τι εὔχου καὶ τῶν ἄλλων οὓς οἶσθα θεοῖς φίλους, πεῖθε τὸ αὐτὸ ποιεῖν.
ωιδ΄.
Μαξίμῳ. (363)
Ἀρκαδίην δε αἰτῶ, μέγα αἰτῶ. τὸ δὲ ἀκροτελεύτιον μεταθεὶς ἐρῶ ὅτι δώσεις πολλὰ γὰρ δὴ καὶ ἕτερα δέδωκας μείζω τῆς Ἀρκαδίας, ἡνίκα Ἀρμενίων τόσους καὶ τόσους ἀγο-
μένους ὑπὸ ζυγὸν χρόνον οὐκ ὀλίγον ἀφῆκας ἐλευθέρους.
καὶ νῦν τοίνυν ὅπως οὑτοσὶ Λεόντιος μὴ λάβῃ πεῖραν ζυγοῦ, σπουδαστέον τε ἐμοὶ καὶ σοὶ συμβυλευτέον. γέγονε δέ μοι πάλαι συνήθης ὁ Λεόντιος οὗτος καὶ θαυμαστὸν οὐδὲν εἶναί τινα Γαλατῶν ἐμοὶ φίλον.
οὔτ᾿ οὖν μὴ προθυμεῖσθαι
βοηθεῖν εἶχε καλῶς κἂν μὴ τύχω δεηθείς δόξαν οἴσομαι κου- φότητος, εἰ καὶ τοιούτων ἤλπισα τεύξεσθαι παρὰ σοῦ μήπω τηλικοῦτος ὤν.
ἵν’ οὖν τὸ μέγεθος τῆς ἡμετέρας γνῶσι φιλίας καὶ ὧν ἄρχεις καὶ παρ’ οἷς οἰκεῖς, τήρησον ἡμῖν τὸν
ἐγὼ δὲ αὐτὴν γίγνεσθαι μὲν ὑπὸ σοῦ μεγάλην βουλοίμην ἄν, ὁρῶ δὲ ὅτι πᾶν, ὃ μὴ δίκαιον,
οὔτε καλὸν οὔτε μόνιμον. ἀκούω δὲ τοὺς ἕλκοντας αὐτὸν εἰς ἐκεῖνον τὸν πόνον οὐδὲν ἔχειν εἰπεῖν, δι’ ὃ δεῖ τοῦτο ποιεῖν, ἢ ὅτι βούλονται. ἀλλὰ σύ γε αὐτοὺς δίδασκε μὴ πάντων ἅπτεσθαι, καὶ μὴ πείθων ἀνάγκαζε.
γένοιτο δ’ ἂν ἀπαλλαγὴ τῷ Λεοντίῳ βεβαίως, εἰ λέγοντος ἀκούσας
γνοίης αὐτὸν μηδαμόθεν τοῖς ἕλκουσι προσήκειν· ὡς μὴ τοῦτο ποιήσας οὐ λύσιν τῶν φόβωι, ἀλλ’ ἀναβολὰς εἰργάσω, τοῦτο δέ ἐστιν ὁ Τάνταλος δεδοικὼς τὸν λίθον.
ωιε'.
Ἀκακίῳ. (363)
Ἡ πόλις ἐκείνη ἡ λαμπρὰ καὶ μεγάλη, ᾗ καὶ σαυτὸν ἔδει- ξας καὶ παρ’ ᾗ τετίμησαι, πολλοῖς κακοῖς διασέσεισται λιμῷ τε μεμαχημένη καὶ βασιλεῖ δόξασα εἶναι κακοῦργος, καὶ διε- τελέσαμεν ἱκετεύοντες μέν, ἐκφυγεῖν δὲ τὴν δόξαν οὐ δυνη- θέντες.
σὺ δὲ ἄρα εὐδαίμων εὖ πραττούσης μὲν ἀπολαύ-
ὅπῃ γὰρ ἔλθοιμεν, ἀθυμία πανταχοῦ, καὶ οἱ λόγοι μάτην ἀναλοῦντο· προσιόντων δὲ οἱ δοῦναι κύριοι τὰς θύρας ἀπέκλειον, ὅπως
ἡμῶν μὴ ἀκούοιεν τῆς φωνῆς· εἰς τοσοῦτον δυνάμεως ἥκο- με ἀλλ’ ἢν θεῶν τις λύση τὸν ζόφον, ἔργου τε αὖθις ἑξό- μέθᾳ καὶ ἴσως οὐκ ἀτυχήσομεν.
ωις΄.
Νικοκλεῖ. (363)
Ποιητὴν δὲ ἄνδρα καὶ Μουσῶν ἑταῖρον παρὰ τίνα πέμ- ψειν ἔμελλον ἢ παρὰ τὸν ταῖς Μούσαις φίλον; τὰ μὲν οὑν ποιήματα αὐτὸς κρινεῖς καὶ οἶμαι ὅτι θαυμάσῃ· σκόπει 81 ὅπως καὶ οὗτος ὑμῶν τὸ εἰδέναι διδόναι θαυμάσῃ δοκεῖ γάρ μοι σόφισμά τι τοῦτο εἶναι τῶν Μουσῶν τὸ μὴ πλουτεῖν τοὺς
δυναμένους εἰπεῖν, ὅπως ἀγείροντες ἀργύριον λέγωσι.
σὺ οὖν αὐτός τε δίδου μεμνημένος, ὡς ἡδέως μοι διηγοῦ προτί ῥᾶς δόσεις, καὶ τοὺς ἄλλους ἐργάζου φιλοτιμοτέρους.
ωιζ'.
Μοδέστῳ. (363)
Τοὺς ποιητὰς εὖ ποίει· καλὸς γὰρ θησαυρὸς παρ’ ἀνδρὶ ποιητῇ χάρις ὀφειλομένη. μᾶλλον δέ, οὗτος μὲν ἄρξει χάριτος
ἐκ λόγων· σὺ δὲ μὴ ἀνάσχῃ γενέσθαι τῶν ὀφειλόντων, ἀλλ’ εὐθὺς ἀπόδος τὴν χάριν, χρυσίον ἀντὶ χρυσῶν ἐπῶν.
ἀλλ’ ὅπως ὧν παρ’ ἡμῶν λήψεται μετὰ τὸ ὑμέτερον μὴ ἔλαττον γένηται τὸ ὑμέτερον. δεῖ γὰρ εἶναι μείζω τὰ δῶρα τῶν μει- ζόνων.
ωιη'.
Θεμιστίῳ. (363)
Ὤιμην ἀφεῖσθαι πάσης αἰτίας μετ’ ἐκείνην τὴν ἐπιστο- Λὴν καὶ γνώμην εἶναι σοὶ πρὸς ἐμὲ τὴν πρὸ τῶν ἐγκλημάτων. σὺ δ’ ἄρα ἐχθρόν τέ με ἡγοῦ καὶ δίκην ἐπιθήσειν ἔμελλες.
καίτοι ὅ γε θαυμαστὸς Ἁρποκρατίων μένειν ἔφασκε τὴν παλαιὰν φιλίαν θαρρεῖν τε ἐκέλευεν ὡς σοῦ γε οὐ μεταβεβλη- μένου. ἐξηπατώμεθα δέ, ὡς ἔοικεν, ἐγώ τε κἀκεῖνος οὐ μι- κρόν τινα χρόνον, καὶ ἴσως ἐκέρδαινον ἀπατώμενος, εἰ τὸ μὴ λυπεῖσθαι κέρδος ἦν.
ὡς δὲ ἦλθεν ὁ λόγος καὶ διεδόθη
γνοίην ἃ μὴ ἐθέλεις, καὶ ὠδυνώμην μὶν ἀπεχόμενος θοίνης οὕτω καλῆς, ἠνειχόμην δέ, ὅπως μὴ γένηταί τι ὧν οὐκ ἐβού- λου.
εἰ μὲν οὖν ἔτι χαλεπαίνειν οἴει δεῖν, μὴ ἐπίστελλε μηδ’ εἰρωνεύου τῆς ὀργῆς δὲ πέπαυσαι, πρόσθες ἐπιστολῇ τὸν λόγον. ἥδιον γὰρ ἀναγνώσομαι πέμποντος αὐτοῦ τοῦ δη-
μιουργοῦ τὸ τέχνημα.
ωιθ΄.
βηλαίῳ. (363)
Ἐγένετό μοι φίλος Ὠρίων, ὅτε εὐτύχει· νῦν δὲ πράττει μὲν ἐκεῖνος κακῶς, τηρῶ δὲ ἐγὼ τὴν γνώμην· αἰσχύνομαι γὰρ
εἰ καὶ αὐτὸς ὑπὸ τῇ παροιμίᾳ γενήσομαι καὶ δόξω φεύγειν ἠτυχηκότα φίλον.
ταῦτα δὲ τρὶς ἤδη πρὸς σὲ βοῶ τὸ μὲν πρῶτον ἐν γράμμασιν, ἔπειτα πρὸς παρόντα, νῦν δὲ ὥσπερ τὸ
ἠξίουν δὲ ἔγωγε καὶ τοὺς νῦν ἐγκειμένους αὐτῷ μεμνῆσθαι ὧν αὐτοῖς ἐβοήθησε πολλά-
κὶς καὶ μᾶλλον ἀποδοῦναι χάριν ἢ ζητεῖν κατορύξαι ζῶντα τὸν εὐεργέτην· οὗ τὴν συγγένειαν ἐλαύνοντες πάλαι καὶ Μυ- σῶν λείαν πεποιημένοι τἀκείνων τελευτῶντες ἥκουσιν ἐπὶ τὸ τοῦδε σῶμα ὡς ταύτῃ γε χαριούμενοι τοῖς θεοῖς, πλεῖστον ἀπέχοντες τοῦ περὶ τὰς τῶν θεῶν τιμὰς νόμου.
ἀλλὰ τοὺς
μὲν πολλοὺς οὐδὲν θαυμαστὸν ἄνευ λογισμοῦ φέρεσθαι καὶ ποιεῖν ἀντὶ τῶν καλῶν τὰ ἡδέα· σὲ δὲ τὸν ἀπὸ τοῦ παιδεύ- ντος θρόνου θρόνου πρὸς τὸν ψήφου κύριον ἥκοντα κατέχειν τοιούτους εἰκὸς καὶ πείθειν ἢ ἔργῳ κωλύειν.
εἰ μὲν οὖν ἔχει χρήματα τῶν ἱερῶν Ὠρίων καὶ δύναιτ’ ἂν ἐκτῖσαι, παι-
έσθω, κεντείσθω, τὰ τοῦ Μαρσύου πασχέτω, δίκαιος γάρ, εἰ
εἰ δὲ δὴ καὶ ἀποθανεῖν αὐτῷ δεδεμένῳ συμβαίη σκόπει
ποῖ τὸ πρᾶγμα ἥξει, καὶ ὅρα μὴ πολλοὺς Μάρκους ἀποφήνῃς. Μάρκος ἐΜ κρεμάμενος καὶ μαστιγούμενος κοὶ τοῦ πώ- γωνος αὐτῷ τιλλομένου πάντα ἐνεγκὼν ἀνδρείως νῦν ἰσόθεός ἐστι ταῖς τιμαῖς, κἂν φανῇ που, περιμάχητος εὐθύς. κοὶ ταῦτα εἰδὼς βασιλεὺς ἀλγεῖ μὲν ὑπὲρ τοῦ νεώ, τὸν δὲ ἄνδρα
οὐκ ἀπέκτεινε.
νόμισον δὴ νόμον τὴν Μάρκου σωτηρίαν καὶ τὸν Ὠρίωνα σώσας ἔκπεμπε μὴ θαυμαζόμενον. φησὶ μὶν γὰρ οὐδὲν ἡρπακέναι, κείσθω δὲ εἰληφώς τί οὖν; εἰ πάντα ἀνήλωται. μέταλλα χρυσίου προσδοκᾷς εὑρήσειν ἐν τῷ δέρ- ματι;
μή, πρὸς Δῖός, ἑπαῖρε κοὶ δικαστά, μὴ σύ τι πάθῃς
ἀβέλτερον, ἀλλ’, εἰ δεῖ δίκην αὐτὸν ὑποσχεῖν, ἄτρωτος περι- νοστείτω μηδεμίαν ἔχων εἰς φιλοτιμίαν ἀφορμήν.
ωκ΄.
Ἀταρβίῳ. (363)
Τῶν Μουσῶν νόμισον ταύτην εἶναι τὴν πρεσβείαν βου- λομένων αὑταῖς Ἀστεῖον, ἕνα τῶν χορευτῶν, ἔτι πλείω προσ-
διατρίψαι χρόνον. ὁ δὲ Ἀστεῖος οὗτος ἧκε μὲν ὡς οὐχ ἁψό- μενος λόγων, ὁρῶν δὲ ἄλλους κτωμένους ἐπεθύμησε τοῦ κτή- ματος καὶ μέρος λαβὼν πένθος ποιεῖται τὸ μὴ καὶ ἄλλα λαβεῖν.
ἀλλ’ ἢν μὲν ὁ πατὴρ αὐτῷ Μαρκιανὸς ἀπηλλαγμέ- νος ᾖ πραγμάτων, ὑπάρξει τούτῳ μένειν ἐφ’ ὧν ἐστι καὶ νῦν·
ἢν δὲ ἐκεῖνόν τις ἕλκη, καὶ τοῦτον ἐκεῖνος εὐθέως οὐκ ἀγνοῶν μὲν τὴν βλάβην, τοῦ γήρως δὲ ἀναγκάζοντος.
σὸν οὖν, ὦ γενναῖε, γενέσθω τὸν μὲν ἐν ἡσυχίᾳ διατηρῆσαι, τῷ δὲ συν- αγωνίσασθαι πρὸς τὴν τέχνην· ὡς ὧν νῦν εὖ ποιεῖς τοὺς ἀρχομένους οὐχ ἧττον, εἰ διὰ σὲ ῥήτωρ ἔσται τις αὐτῶν.
εἴσονται δὲ πάντες, ὃ δώσεις, ἐμοῦ τε οὐ σιγῶντος καὶ τούτου περὶ τῆς χάριτος γράφοντος.
ωκα'.
Μοδέστῳ. (363)
Γῆς στρατείας εἷς ἐστιν ἐκείνης Βραχῖνος, δι᾿ ἧς τὰ πολλὰ καὶ μεγάλα πέπρακταί σοι παρ’ ἡμῖν, ἐμοὶ δὲ γέγονε συνήθης ὕστερον, καὶ τὸν ἄνδρα ἐπαινῶ
βουλοίμην ἂν
οὖν Βασιλείδην, ἔστι οἱ αὐτῷ γυναικὸς ἀδελφός, ἀγγεῖλαι ἡμῖν ὡς ἡδέως αὐτὸν ἴδοις ἀφῖκται δὲ οἰκίας τι ἃς ἔχουσιν ὀψόμενος καὶ τἄλλα εὖ θησόμενος
ἢν οὖν τι καὶ τοῦ δικαστηρίου δεηθῇ, μετὰ τῆς σῆς εὐνοίας ἀγωνιζέσθω.
ωκβ΄.
Παρνασίῳ (363)
Καὶ ἡνίκα τοῖς πολλοῖς ἐκείνοις Ἀβυδηνοῖς περιεπε- πτώκεις, ἤλγουν καὶ νῦν εἰλημμένου σου τῆς Κορίνθου καὶ τῶν πατρῴων ἀγαθῶν χαίρω.
χαίρω δὲ καὶ τῷ χρηστῷ Πρόκλῳ κεχωρηκότων τῶν πολλῶν κατὰ νοῦν ἐφ’ ἃ τοσαῦτα
αὐτῷ συμβεβλήμεθα ὁπόσα σύ. σύ τε γὰρ εὔχου δήπου τοῖς θεοῖς ῥέξαντα αὐτὸν ἐπανελθεῖν ἐγώ τε ὁ παρὼν οὐ πλέο εἶχον ποιεῖν. οὕτως οὐδὲ τὴν ἐμὴν διαφεύγει δύναμιν.
ωκγ΄.
Πρόκλῳ. (363)
Ἥσθην καὶ τῷ γραμματείῳ καὶ τοῖς ἐγγεγραμμένοις καὶ ὡς ὑπ’ ἀνάγκης ἁρπασθεὶς ἐπὶ τὸν δεύτερον ἦλθες πλοῦν
τὸν δι’ ἐπιστολῆς.
Ἀριστοφάνης δέ σε ἠδίκηκεν οὐδέν, εἰ γνώμης ἐστὶ τὸ ἀδικεὶν· ἀλλ’ ὁ μὲν ἔλεγεν ἃ ἦν ὑπεσχημένος, ἐγὼ δὲ αὐτὸν ἐβιαζόμην εἰδὼς ὅτι σοὶ μὲν ἀντ’ ἐκείνου Δω- ρίων ἔσται ἤ τις ἕτερος — ὃ δὴ γέγονε —, τῷ νέῳ δέ, ὃν εἰς Ἄγκυραν ἐβουλόμην ἐλθεῖν, μία ἐστ’ ἐλπὶς Ἀριστοφάνης καὶ
τὸ Ἀριστοφάνους σχῆμα.
εἰ μὲν οὖν ἐμοῦ κατηγορεῖς, ἕτοι- μος ὅ τι ἂν κελεύῃς παθεῖν· ἐκεῖνον δὲ αἰτιώμενος ὅρα μὴ δόξῃς ἀσυγγνώμων εἶναι καὶ ταῦτα Ἕλλην τε ὢν καὶ Ἑλλή- νων ὅτιπερ κεφάλαιον.
ωκδ΄.
Δημητρίῳ. (363)
Ὁ μὲν βασιλεὺς τοῦ βασιλέως οὐ χείρων, φαίην δ’ ἂν ὅτι καὶ βελτίων, εἴ τις τὴν ὅλην ἀρετὴν πρὸ τῆς ἀλογίστου τόλμης ἄγοι· τὸν σύμβουλον δὲ τῷ συμβούλῳ παραβάλλων ὄρα μὴ δόξῃς ἀγνοεῖν, ὅσον ὄνου καὶ ἵππου τὸ μέσον.
ἐγὼ
δὲ λιμοῦ μὲν τὴν πόλιν ἱκετεύων ἐξειλόμην, ὃ καὶ μηδενὸς ἱκετεύοντος ἴσως ἂν ὑπῆρξεν ἀπὸ τῆς ἐκείνου γνώμης· πεῖσαι
λείπεται δὴ πρὸς διαλλαγάς, ἐφ’ ὃ ἡμεῖς τετράμμεθα, καὶ σὲ παρακαλοῦμεν.
ωκε'.
Ἀμφότερα εὑ ᾔδειν, καὶ ὅτι μεμνήσῃ κοινῆς δεήσεως καὶ ὅτι ἔργου ἅψῃ γενναῖός τε ὢν κοὶ ἐκ τοιούτων καὶ ὅθεν ἥκεις ἐννοῶν. τιμῇ δὲ ἄρα τιμὴν προσέθηκας, τοῖς ἐκεῖ δι ἡμᾶς πεπραγμένοις τὰ πρὸς ἡμᾶς ἐπεσταλμένα.
φημὶ δή σε πολλὰ τοιαῦτα ποιήσειν τῇ τῶν ῥητόρων μαντικῇ χρώμε-
νος. αὕτη δέ ἐστιν οὐκ εἰς οἰωνοὺς ἰδεῖν ἢ ἄρνας θῦσαι ἢ φήμαις προσσχεῖν, ἀλλὰ τὸ εἰκάζειν καλῶς ἐγγὺς αὐτοὺς Ἀμ- φιαράου καθίστησιν.
ἐγὼ τοίνυν ἐνθυμούμενος, ὡς ἡδέως μοι διηγοῦ περὶ τῆς εἰκόνος ἥ σε ἐδίδαξεν ὡς ὁ σὸς πρόγονος ἄρξειεν ἡμῶν — θύειν γὰρ ἔφησθα τὸν ἄνδρα ἐκεῖνον τῇ
ἡμᾶς ἐχούσῃ Καλλιόπῃ — ἀπὸ δὴ τῶν λόγων ἐκείνων καὶ τῆς ἡδονῆς πιστεύω σε πολλὰ μὲν ἐρεῖν, πολιὰ δὲ πράξειν τὰ μὲν σώζοντα, τὰ δὲ αὔξοντα τὴν πόλιν.
ἔχων δὲ ἀντὶ τού- των ἄπει τοῦτο ὃ Ῥωμαίοις ἤρκεσε, δόξαν ἀγαθήν, πολλοὺς ἐπαίνους, τὸ τοὺς μετὰ ταῦτα ἄρχοντας εὔχεσθαι μὴ λειφθῆ-
νᾶι τῶν σῶν.
ωκς'.
Γαΐῳ. (363)
Τὸ ποίημά ἐστιν ἔπαινος δεξιοῦ ῥήτορος, ἐγὼ δὲ τῶν πολλῶν ἐκείνων καὶ μεγάλων ἐν ἐμαυτῷ ζητῶν εὗρον οὐδέν.
ἀλλ’ ὤνημαι μὲν μαθών, ἃ ποιῶν ἄν τις ἀγαθὸς εἴη συγγρα- φεύς, εἰμὶ δὲ τῶν τὰ φαῦλα γεννώντων.
εἰ δὲ σοὶ μὴ δο- κῶ, θαυμαστὸν οὐδέν· τὸ γὰρ φιλεῖν ἐξαπατᾶν πέφυκε. διὸ καὶ σφόδρα ἠγάσθην τῶν ἀνδρῶν, οἷς ἔδειξα τὸ ἐγκώμιον· ἀπῆλθον γὰρ πολὺ φήσαντες ἑωρακέναι τοῦ ποιητοῦ τὸ φίλ-
τρον εἰς τὸν ῥήτορα.
καὶ ἔγωγε οὐκ ἔχω ὅ τι ποιῶ. εἰ μὲν γὰρ κρύψαιμι οὕτω καλὰ ἔπη, τὸν ποιήσαντα ἀδικήσω· δεικνὺς δὲ γέλωτα ὀφλήσω οἰόμενος αὐτὸς ἐν τοῖς ἔπεσιν εἶ νᾶι.
ἀλλ’ ὅπως μὲν μήτε σὲ μήτε ἐμαυτὸν ἀδικήσω, σκέ- ψομαι· τὸν στέφανον δὲ Εὐδαίμονι προτέρῳ περιθεὶς πρᾶγμα
ἐποίησας, ὅ κἂν αὐτὸς ἐγώ, ποιητὴς εἴπερ ἦν. ὁ γὰρ ἀνὴρ ἔμελλεν αὐτῷ τῷ εἴδει τὴν ἀμοιβὴν ἀποδώσειν, ποίημα ἀντὶ ποιήματος. καὶ ὅλως τοὺς μᾶλλον ὁμοίους πρὸ τῶν ἧττον αὑτοῖς ἐοικότων εἰώθασιν ἄνθρωποι ποιεῖσθαι.
τοῦ οὖν τετιμῆσθαι μᾶλλον οἶδα χάριν ἢ λογίζομαι πότερος πρότερος.
ωκζ΄.
Μοδέστῳ. (363)
Ἐλπίδιος οὑτοσὶ παῖς μέν ἐστι Ξιφιδίου τοῦ πάνυ, τοῦ πατρὸς δὲ οὐ λειπόμενος κατὰ τὴν τέχνην πάντων ἀνθρώπων
τοῦτον ὅτι μὶν ἔμελλες ἡδέως ὄφεσθαι βοηθὸν ἥκοντα τῇ πόλει οἰκεῖον ἦν, ἐπεὶ καὶ δημοσίᾳ τιμήσαιτ’ ἂν εἰκόνι τὸν ἄνδρα, τοῦ Ποσειδῶ διδόντος ποιήσειεν ὑμᾶς καταρ-
ρύτους.
ἀλλ’ ἤλπισέ τι πλέον ἕξειν ἀπὸ τοῦ μὴ τὴν οὖσάν μοι πρὸς σαυτὸν ἀγνοεῖσθαι φιλίαι. καὶ ἴσως εἰκότως. κεκή- ρυκται γάρ, ὅστις σὺ πρὸς ἐμὲ καὶ ὡς ὅστις ἐπιτήδειος ἐμοί, παρὰ σοὶ τίμιος.
ἄγε οὖν, βεβαίου τὰς ἐλπίδας καὶ περὶ πολλοῦ τὸν ἄνδρα ποιοῦ τὰ μὲν ὑπὲρ ὧι ἥκει τιμῶν, τὰ δὲ
ὡς ἔταφον ἡμέτερον.
ωκη΄.
Γαϊανῷ. (363)
Ἅπασι μὲν τοῖς τῶν ἐμῶν μετεσχηκόσι διατριβῶν ὅσα οἷός τε ἦν συνεπηνώρθωσα τῶν πραγμάτων· Ἑρκουλιανὸν δὲ
τὸν Ἑρμογένους οὕτω δὴ βέλτιστον ἡγησάμην, ὥστε αὐτῷ καὶ ᾆσμα ἐποίησα γαμοῦντι φυγὼν ἀεὶ δήποτε τὸ τὰ τοιαῦτα ᾄδειν. πῶς οὖν ἔμελλον τὸν τοιοῦτον ἀπώσεσθαι δεόμενον βοηθεῖν αὑτῶ, καὶ ταῦτα ἐν τούτοις, ἃ σὺ κύριος θεῖναι καλῶ,
λέγει τοίνυν οὗτος ὁ Ἑρμογένους ὑπὸ τῆς τῶν Τυρίων
ἀδικεῖσθαι πόλεως οἰκίαν αὐτὸν ἀφαιρουμένων, ἣν ὁ πατὴρ
κελεύει δέ, ὡς ἴσμεν, ὁ βασιλεὺς τὰς μὲν πόλεις τὰ αὑτῶν κομίζεσθαι, τὰ δ’ ἐκείνῳ δοθέντα μένειν. ταῦτα δέ φησιν οὐκ ἀγνοεῖν μὲν τοὺς Τυρίους,
ἐπιθέσθαι δὲ αὑτῷ συκοφαντουμένῳ πιστεύοντας οὐ τοῖς δικαίοις, ἀλλὰ τῷ καιρῷ.
ἐγὼ δὲ πόλιν πόλιν οὕτω οὐκ ἂν ἀξιοίην κερδαίνειν κακῶς, οὔτε γὰρ καλὸν οὔτ’ ἀσφα- λές. ἔτι δὲ σοῦ δικαίως πρὸς αὐτοὺς προσφερομένου πῶς οὐκ ἄτοπον μὴ νῦν, εἴπερ ποτέ, καὶ αὐτοὺς δικαιοσύνην ἀσκεῖν
καὶ τὸν ἐφεστηκότα μιμεῖσθαι;
εἰ δὲ ταῦτα μὲν ὕθλον ἡγοῦνται, δεινὸν δέ, εἰ μὴ τῆς τοῦ νεανίσκου ταραχῆς εἰς πλεονεξίαν ἀπολαύσουσι, παυσάσθων βιαζόμενοι· καὶ γὰρ τού· τῳ πέπαυται τὰ φοβερὰ κρίσει καὶ ψήφῳ.
ωκθ'.
Λεοντίῳ. (363)
Εὐτόκιον εἰ μὲν οἶσθα, καὶ ὅτι χρηστός ἐστιν οἶσθα· εἰ δ’ ἀγνοεῖς, ἀλλ’ ἐμοῦ μαρτυροῦντος οὕτω περὶ αὐτοῦ φρόνει. χρηστὸν δὲ ἄνθρωπον ἄρχων δίκαιος ὡς εὖ ποιήσει δῆλον.
ἔστι δὲ αὐτῷ καὶ φιλία πρὸς ἡμᾶς οὐκ ἀπὸ σμικρῶν οὐδ’
ὀλίγων. οὐκοῦν αὕτη σοι δευτέρα τοῦ τὸν Εὐτόκιον εὖ ποιεῖν ἀνάγκη, ἐπεὶ καὶ τοῖν νέοιν τὸν μὲν ἡμῖν ἀπέπεμψας ῥήτορα, τὸν δὲ ἔχεις καὶ αὐτὸν ἔμπειρον καταστήσας δικῶν.
ωλ'.
Μαξίμῳ. (363)
Οὐ τῶν ῥητορικῶι οὐδὲ τῶν εὐπόρων οὐ τῶν ἄλλην ἐχόντων δύναμίν ἐστιν Αὶνείας οἶτος, πλὴν εἴ τις λέγοι δύ- ναμιν τὴν ἐπιείκειαν καὶ τὸ εἶναι χρηστόν· ὡς ταῦτά γε αὐτῷ
πρὸς ὑπερβολὴν μεμελέτηται.
μαρτυρῶ δὲ αὐτὸς πειθόμενος τοῖς μαρτυροῦσιν αὐτῷ φίλοις γε οὖσιν ἐμοί τι καἰ Ἀληθείᾳ. καὶ πιστεύω γε τὸν Αἰνείαν τεύξεσθαι βοηθείας παρὰ τῷ τὸ πράγματα πρὸ τῆς τῶν ἀγωνιζομένων ὁρῶντι τύχης.
ωλα.
Μοδέστῳ. (363)
Θεόδωρος οὗτος ἔφυ μὲν παρ᾿ ἡμὶν, ἐγγέγραπται δὲ παρ’ ὑμῖν πολιτείας πατρικῆς κληρονομήσας. γενόμενος δὲ φοιτη- τῆς ἐμός, ὅτε ἄρτι τοῦ πράγματος ἡπτόμην, τοὺς μὶν ἐμοὺς περὶ λόγους ἐμιμήσατο πόνους. τὴν δὲ τῶν ἀδελφῶν εὔνοταν
εἰς ἐμέ.
αἱ μὲν οὖν διατριβαὶ παρεῖχον ἡμῖν ἐλπίδας, ὡς μέγα ἐν δικαστηρίοις ἰσχύσει καὶ πλοῦτον ἀπὸ τῆς φωνῆς ἐρ- γάσεται· προιὼν δὲ χρυσὶ ἀντὶ χαλκῶν ἐθαύμασε καὶ ἐγένετο
νῦν δὲ ἥκει παρ’ ὑμᾶς ὑπ’ ἀνάγκης, ἧς ἡττᾶσθαι καὶ θεοὺς λόγος. δέχου δὴ τὸν ἄνδρα ἡμέρως καὶ
ὡς εἰκὸς ἐμὸν πολίτην καὶ μαθητήν, καὶ ταχείας αὐτῷ ποίει τὰς ἐν τοῖς πράγμασιν ἀπαλλαγάς, κἂν ἐπιχειρῇ τις ἀδικεῖν, ἀπάντα μετὰ τῶν νόμων· ὡς ἔσται τῶν ἀτοπωτάτων, εἰ μηδὲν αὐτὸν ὀνήσομεν μήθ’ ὁ πατὴρ μήτ’ ἐγώ, καὶ ταῦτα ἄμφω παρὰ σοὶ πάλαι δὴ τιμωμένω.
ωλβ΄.
Νικοκλεῖ. (363)
Οὐ συνίστημί σοι Θεόδωρον, ὃν αὐτὸς ἐξέθρεψας, ἀξιῶ φιλεῖν, πάλαι γὰρ φιλεῖς τὸν ἑταῖρον, ἀλλ’ ἴν’ ὅτι καὶ ἐμοὶ χαριῇ ταῖς εἰς αὐτὸν σπουδαῖς εἰδείης, ἐπέσταλκα.
ἂν
μὲν οὖν ἐπηρεάζῃ μηδείς, τοῖς ἄλλοις αὐτὸν εὐφρανεῖς· ἂν δ’ ὦσιν οἱ τοῦτο ποιοῦντες, διδάξεις αὐτοὺς ὡς οὗ Νικοκλῆς ὁ γενναῖος, ἐντεῦθεν ἀδικία φεύγει.
ωλγ΄.
Ἀλβανίῳ. (363)
Τί τοῦτο; χρήματα ἡμῖν ἔπεμψας οὐ λειτουργοῦσι λει- τουργῶν αὐτός, ὥσπερ οὐ πολλὰ μὲν τετελεκὼς ἔτι ζῶντος τοῦ
πρὸς τί δὴ βλέπων ἐπέσταλκας; εἴτε γὰρ ὅτι λέγων
κρατεῖς, ἐγώ σοι τούτου μισθὸν ὀφείλω, εἴθ᾿ ὅτι σου Μάξι- μος ὁ δίκαιος ὑπερέσχε χεῖπα, Μαξίμῳ μὶν ἐγὼ πάλιν ὀφείλω μισθόν, σὺ δὲ οὐδ’ οὕτως ἐμοὶ τὰ ὀφειλόμενά σοι κεκομι- σμένος οἶσθα δέ, ὅστις ἐμοὶ πρὸς τοὺς ἑταίρους ὁ νόμος· τὰ πατέρων εἰς αὐτοὺς μιμεῖσθαι.
σοφὸν δέ σου τὸ μὴ ἐγ-
γράψαι τῇ ἐπιστολῇ τὰ χρήματα εὖ γὰρ ᾔδεις ὅτι βοήσομαι καὶ διώσομαι. νῦν δ’ ὁ συνεργὸς τοῦ μηχανήματος Οὐλπια- νὸς τὰ μὲν ἔδωκε τοῖς ἐμοῖς πρὶν ὡς ἐμὲ εἰσελθεὶν, τὰ γράμ- μάτα δὲ ἐμοί· εἶθ᾿ ὁ μὲν διηγησάμενος, ἐν οἷς εἴης δὲ ἦν λαμπρὰ καὶ ἄξια τῶν ἐλπίδων,’ ἐγὼ δὲ
ἅμα τῷ βιβλίῳ πανταχῆ τῆς οἰκίας ἰὼν εὑρίσκω τὴν τέχνην καὶ διενοήθην μὲν ἀποπέμψαι πάλιν, γνοὺς δὲ ὅτι σε ἀνιάσω καὶ δείσας μὴ ἀγροικότερον ᾖ, τὰ μὲν εἴασα κεῖσθαι, βουλεύ- ομαι δέ, ὅπως ἂν ἡ ἀπόδοσις γένοιτο τερπνή τε καὶ ἐν καλῷ τῷ σχήματι καὶ δυναμένη λαθεῖν, ὡς ἔστιν ἀπόδοσις.
ωλδ΄.
Μαξίμῳ. (363)
Ἐλπίσιν ἔργα προστίθης, ὦ γενναῖε Μάξιμε, μᾶλλον δὲ παρῆλθες τοῖς ἔργοις τὰς ἐλπίδας, ὃς πρὸς τῷ τὰ ὄντα τοῖς
ἑταίροις σεσωκέναι τῇ περὶ ταῦτα φρουρᾷ καὶ τὴν ἐκ λόγων αὐτοῖς δόξαν εἰργάσω.
τὸν γοῦν Ἀλβάνιον ὁμοῦ ῥήτορά τε καὶ πλούσιον ἔδειξας οὔτε σιγᾶν ἀφιεὶς καὶ λέγοντι βοηθῶν καὶ πανταχῆ κοσμῶν· ὥστε μοι δύ’ ἥδιστοι λόγοι κομίζονται διὰ τῶν ἀφικνουμένων, ὁ μὲν τῆς σῆς ἀρχῆς τὴν ἀκρίβειαν
μηνύω, ὁ δὲ τὴν ἐκείνου δύναμιν, τὴν μὲν οὖσαν. τὴν δὲ προσδοκωμένην, καὶ ταῦτα οὐκ ἄλλοθεν ἢ παρὰ τῆς σῆς εἰς τὸ ἄρχειν ἀρετῆς.
ταῦτά μοι μείζω τῶν Ταντάλου ταλάν- των καὶ οὐδ’ ἂν τὸ μέσον πρὸς τοῖς ταλάντοις Κορίνθου καὶ Σικυῶνος ἐδεξάμην πρὸ τοῦ τὰ τοιαῦτα ἀκούειν ἔχειν.
γί-
γνου δή μοι παραπλήσιος κἀν τοῖς ἄλλοις πρᾴως προσφερό- μενος Ἀλβανίῳ· περὶ δὲ λόγους εἰ ῥᾳθυμοῦντα λάβοις, χαλε- πὸς ἴσθι καὶ δίκην ἀπαίτει· κἂν δήσῃς ἐπὶ τούτῳ, τὸν δεσμὸν ἐπαινέσομαι.
δέομαι δέ δου καὶ τοὺς ἄλλους ἐπὶ τὰ αὐτὰ προτρέπειν, ὡς ἂν μή τις ἡμᾶς τῇ ἀπὸ τῆς μιᾶς χελιδόνος
ωλε'.
Ἐντρεχίῳ. (363)
Ἐπ’ ἄλλοις ἐχρῆν ἐπανιέναι τὸν φίλτατόν μοι Ἰουλιανὸν ὀψόμενόν τε τὴν μητέρα καὶ ποιήσοντα αὐτῇ γῆρας ἥδιστον τῇ τοῦ παιδὸς ἀρετῇ.
νῦν δὲ ἔρχεται δάκρυά τε ἐπαφήσων τῷ τάφῳ καὶ διπλῇ τὴν τεκοῦσαν πενθήσων, ὅτι τε ἀπῆλθε καὶ ὅτι οὕτως. καὶ τρίτον κακὸν τὸ ἠναγκάσθαι αὐτὸν πρὸς
οὓς ἥκιστα ἐβούλετο περὶ τοιούτων ἀγωνίζεσθαι, ἐν ᾧ πᾶσα ἀνάγκη καὶ παλαιάν τινα τραγῳδίαν ἀποκαλυφθῆναι.
πρὸς δὴ ταῦτα πάντα παραμυθία μία, ἡ σὴ γνώμη τε καὶ ἀρχὴ καὶ φιλία. δι’ ἃ πάντα θαρρεῖν αὐτῷ παρεκελευσάμην ὡς οὐ μόνον τῆς μητρός, ἀλλὰ καὶ τοῦ πατρὸς περιόντος
τὰ
μὲν γὰρ περὶ τὸν φόνον κρινεῖς, ᾗ ἄν ὁ ἔλεγχος ἄγῃ· ἐπειδὰν δὲ ταῦτα πέρας ἔχῃ, ποίει μοι μέγαν τὸν Ἰουλιανὸν ἱν τι τῇ πόλει καὶ τῷ ἔθνει καὶ μιμοῦ τὴν τῆς Ἀθηνᾶς εὶς τὸν Ὀδυσ- σέα πρόνοιαν. πάντως δὲ οὐκ αἰσχυνῇ νεανίσκοι ὗς ἄμ· εἰσάγων νοῦν τε ἔχοντα καὶ σώφρονα καὶ δεινὸν εὶπεῖν κοὶ
λέγω δὲ ταῦτα οὐχ ἡγούμενος σὲ δεῖσθαι παρακλήσεως, ὅς γε καὶ ἀπόντος αὐτοῦ τὸν οἶκον συνέχεις ἀλλ’ οὐκ ἂν δυναίμην Ἰουλιανοῦ μεμνημένος ἢ μικρὰ εἰπεῖν ἢ ταχέως σιγῆσαι μεγάλα αὐτῷ
καὶ πολλὰ συνειδώς· δι’ ὃ καὶ κορυφαῖον οὐκ ἂν ὀκνήσαιμι τοῦ παρ’ ἡμῖν προσειπεῖν χοροῦ.
μὴ τοίνυν εἰ μηκύνοιμι, θαύμαζε. κἂν πυκνά σοι γράμματα ἔρχηται, καὶ τούτου συγ- γνώμην δίδου. περὶ μὲν γὰρ τῆς παρὰ σοῦ βοηθείας μαντευσαίμην. τὸ δὲ ἄγαν φιλεῖν οὐκ ἐᾷ με μὴ φροντίζειν.
εἰ οὖν σοι μέλει τοῦ ὡς ἥδιστά με διάγειν, ἐπὶ τοῖς πρώ- τοις εὐθὺς ἐπίστελλε, καὶ πάλιν ἐπὶ τοῖς δευτέροις. καὶ προσ- έστω τῶν πραττομένων ἑκάστῳ γράμμα μηνῦον τὰς βοηθείας, ὥστε τὸν μὲν ἐκεῖ μακαρίζεσθαι, κοινωνεῖν δὲ καὶ ἐμὲ τῆς εὐ- θυμίας.
ωλς'.
Μεμορίῳ. (363)
Ἐγὼ φιλίας ἀρχὴν ἡμῖν τὴν ἡμέραν ἐκείνην γεγενῆσθαι νομίζω, ἐν ᾗ σε ἐκάλουν ἐπὶ φαύλην θοίνην, σοὶ δὲ ἐδόκει καὶ τὰ μικρὰ μεγάλα καὶ ἀπῄεις ἡδίων γενόμενος.
πράττω
δὴ τὸ τῇ φιλίᾳ πρέπον καὶ ἐπιστέλλω πιστεύων ὅτι με μιμού- μενος ἀντεπιστελεῖς. παρ’ οὗ δὲ λήψῃ τὰ γράμματα, τῶι
ωλζ΄.
Διονυσίῳ. (363)
Καὶ τῶν Τρωὸς καἰ τῶν Ἀχιλλέως ἵππων κοὶ αὐτοῦ γε τοῦ τὰ πτερὰ ἔχοντος Πηγάσου μεὶζον ἐμοί, Διονύσιε, τὸ σὲ κάλλους οὕτω γέμουσαν ἐπιστολὴν ἐπεσταλκέναι.
φασί δέ σε καὶ τὸν ἄρχοντα ἐγκεκωμιακέναι μετὰ τεχνης ἀπάσης καἰ ἐγὼ πείθομαι μαρτυρεῖ μαρτυρεῖ ἡ ἐπιστολή. καὶ μὴν καὶ κρατῆσαί σε 10 τῶν ἀντιδίκων λόγος οἷς ἐκτήσω λόγοις ἐν ᾧ σε ἠδίκουν χρό- νῷ.
σὺ μὲν οὖν γῆν τε ἐκομίσω καὶ ὅσα ἄλλα ἡρπάκεσαν· ἐμοὶ δὲ δόξα γεγένηται τῷ σὲ τὰ σαυτοῦ διὰ σαυτοῦ πάλιν ἔχειν. εἴτ᾿ οὖν ἔχειν ἐθέλοις τὸν ἵππον, ἀναβαίνων ἔλαυνε, εἴτ’ οὐκ ἂν δύναιο μὴ πέμψαι μοι τὸν ἵππον, λήψομαι χαίρων. 15 ὅτι νικῶν πέπομφας.
ωλη'.
Ἀλεξάνδρῳ. (363)
Εἰ δὲ Μίδας ἦν νῦν καὶ ἦρχε Φρύγων καὶ ἦν τῷ Μίη τούτῳ χρυσὸς ὅσον φησὶν ὁ μῦθος, ἆρ᾿ ἄν με δοκεῖς ἐκεῖνον
οἶσθα γὰρ ὡς ἐγὼ μὲν πολλάκις ὤκνησα ἐπαγγεῖλαι χάριν ἐνθυμούμενος, ὁπόσας λάβοιμι σὺ
δὲ τῷ προσώπῳ μου τὸ τῆς ψυχῆς πάθος εὑρὼν ἐπετίμησας, εἰ σε ἡγοίμην ἀπερεῖν ποτε χαριζόμενον ἐμοί.
καὶ τούτων ὁ λόγος ἤδη πρὸς τὰ τῆς οἰκουμένης ἔσχατα ἐρρύηκε, καὶ πάντες ᾄδουσιν ὡς οὔτ᾿ ἂν εἰς πατέρα παῖς οὔτ᾿ ἂν εἰς παῖδα πατὴρ οὕτως ἐγένετο πρόθυμος.
φόβους μὲν δὴ καὶ κιν-
δύνους ὁπόσους δι’ ἐμοῦ τοῖς ἐμοῖς πολίταις ἔλυσας ἐνδειξά- μενος ὡς, εἰ δι’ ἄλλου του δεήσονταί σου, ληροῦσι, καἰ ὡς εὶς τοῦτο τὴν βουλὴν ἡμῖν κατέστησας ὥστε ταῖς αὐταῖς εὐφημί- αις ἐμέ τε καὶ σὲ κοσμεῖν, μακρὸν ἂν εἴη λέγειν καὶ αὐλητοῦ φασιν Ἀραβίου.
ἀλλ’ εἰδὼς ὅτι καὶ σοφιστὴν οὐδὲν ἂν
οὕτω λαμπρύνειεν ὡς εὶ πολλοῖς περιρρέοιτο φοιτηταῖς, οὐδὲν ὅ τι οὐ κινεῖς, δι’ οὖ νομίζεις γυμνώσειν μὲν τοὺς ἑτέρωθι καθημένους, δεῦρο δὲ ἄξειν τοὺς ἐν Συρίᾳ πάση διεσπαρμέ- νους.
ἐγὼ δή σοι πῶς ἂν τοῦτο γένοιτο, ῥᾳδίως ὑποθή- σομαι· τοὺς μὲν πολλοὺς ἴα κύκλους καὶ μήτε σοφιστὰς ψέγε
μήτε πατέρων κατηγόρει, τοὺς νεανίσκους δὲ τούτους, οὓς ἄρτι τοῖς συνηγόροις ἐνέγραψας, ζήτει καὶ κάλει καὶ δείκνυε λέ- γοντας.
μέγα γὰρ τοῖς τοιούτοις τὸ ποῦ δὲ ὁ δεῖνα; τὸν δικαστὴν εἰπεῖν, καὶ τὰ μικρὰ ταῦτα ῥήατα πλῆθος ποιεῖ
ἀκούομεν δὲ πολλοὺς ἄρ- χοντας πολλοὺς τῶν οὐ· ἐνδόξωι ἐν δόξῃ καταστῇσαι σφίσιν αὐτοῖς ὄνομα κτωμένους. καὶ νῦν τοὺς ἀγαθοὺς ῥήτορας δει-
κνύντες ἅμα λέγουσι· τοῦτον Ῥουφῖνος, τοῦτον Ἱμέριος, ἐκεῖνον ἄλλος
ἂν γὰρ ὁ λέγειν ἐπιστάμενος ἀφορμῆς ἀπορῇ λόγων. πῶς ὅτι λέγειν ἐπίσταται φανεῖται; ἀφορμαὶ ἀφορμαὶ τοῖς μὶν πρεσβυτέροις παρὰ τοῦ χρόνου, τοῖς δ’ ἄρτι γεγευμέ- νοῖς βήματος παρ’ ὑμῶν.
ταύτην ἐλθὲ τὴν ὁδόν, ὦ πάν-
τῶν ὑψηλότατε καὶ πλείους ὧν ἐπιθυμεῖς ὄφει περὶ τὸ σὸν Ὀρφέα.
ωλθ΄.
Δεκεντίῳ. (363)
Καὶ Ἡρακλείδης τυχέτω τῆς παρὰ σοῦ συμμαχίας, ἀνὴρ
Μεμφίτης, Ἀσκληπιῷ φίλος, ἐπιεικὴς τὸν τρόπον πατρῷα ταῦτα διαδεξάμενος καὶ γὰρ ἐκεῖνος ἦν ἑταῖρός τε τῷ θεῷ
βλέψας δὲ εἰς τὸν Ἡρακλείδην ὄψει διὰ τῆς μορφῆς τὴν γνώμην· οὕτω μηνύει τὴν καλοκἀγαθίαν
τοῖς ὄμμασιν. εἰ δέ σοι σχολὴ καὶ ἐπῶν ἀκούειν, ᾄσεται καλὰ καὶ γενναῖα καὶ ἃ φήσαις ἂν Ὁμήρου.
τοῦτον ἡμῖν, πρὸς Ἀσκληπιοῦ, χαίροντα ἀπόπεμψον, ὅπως σε τῇδε μὲν παρ’ ἡμῖν, οἴκοι δὲ ἐπαινέσῃ παρὰ τῷ θεῷ. ἔρρωσό μοι πανοικεσίᾳ. δικαιότατε.