The following text is encoded in accordance with EpiDoc standards and with the CTS/CITE Architecture.
Ὡς μὲν ἐπὶ τοῖς περὶ σὲ τετολμημένοις, ὦ
φίλτατε, διετέθην καὶ οἷα μὲν εἶπον, οἷα δὲ ἔπραξα
πρὸς τοὺς οὐ σωφρονοῦντας, τούς τε ἄλλους ἅπαντας
εἰδέναι νομ·ίζω σέ τε οὐδενὸς ἧττον. ει’ οὖν τινα πρὸς
σὲ ποιοίμην καὶ παραίνεσιν, οὐκ ἂν εἰκότως ὑπολαμ-
βόνοις ἑτέροις με μᾶλλον χαριζόμενον ἢ τῶν σῶν πρό-
νοιαν ποιούμενον ἐπὶ τοῦτο ἀφῖχθαι, οὐδ’ ἂν χαλεπῶς
ἐπανορθοίην. οὐ γὰρ οὓς οὐκ ἂν εἰκότως φιλοίης,
φαίην ἄν σε προσήκειν φιλεῖν, ἀλλὰ μὴ μισεῖν οὓς
οὐκ ἄξιον.
2. Οἶμαι δὴ δεῖν πρῶτον μὲν ὡς νῦν ἔχεις ἡμῖν πρὸς τὴν πόλιν, διελθεῖν, ἐπειθ’ ὡς ἔχοις ἂν εἰκότως, εἰπεῖν.
Οἴει τὴν πόλιν ἅπασαν τήνδε τὴν Ἀντιόχου Πρό-
κλου τε ἐρᾶν καὶ πρὸς ἐκεῖνον βλέπειν καὶ τὰ ’κείνου
ποθεῖν καὶ τοῖς σοῖς ἄχθεσθαι καὶ δυσχεραίνειν ταυ-
τηνὶ τὴν μεταβολὴν καὶ πάντα μὶν λόγον, ἅπαν δὲ
ἔργον δύο ταῦτα βούλεσθαι, τὰ ’κείνου μὲν αἱρεῖν,
τὰ σὰ δὲ καταβάλλειν.
ταῦτα τοίνυν ὅταν περὶ
ἁπάσης δοξάζῃς τῆς πόλεως, τοῦ προσήκοντος ἁμαρ-
τάνεις. ἔχει γὰρ οὐχ οὕτω τἀληθές, ἀλλ’ ἔστι ταῦτα
ὀλίγων τῶν ἐκ τῆς ἀρχῆς τῆς ἐκείνου πεπλουτηκότων,
τῶν τὰς ἀδίκους καὶ μεγάλας εἰληφότων χάριτας.
ἔλαβον μὲν γὰρ πολλοὶ καὶ μεστὴ τούτων ἡ γῆ, τοῖς
δὲ τὰ ἐλάττω λαβοῦσι φθόνος ἔνεστι πρὸς τοὺς τὰ
μείζω καὶ οὐκ ἀμείβονται τηλικούτοις.
| οἱ δὲ
πόσον ἂν εἴη τοῦτο πρὸς τοσαύτας μυριάδας τὰς μὲν
ἀνδρῶν, τὰς δὲ γυναικῶν; ὧν ἐν ἑκατέραις ἀμύθητόν
τι φίλτρον τῆς σῆς κεφαλῆς ἐνίδρυται καὶ μέγα μὲν
ὅταν οὖν τι τῶν
ἀγροικοτέρων γένηται, μὴ τῆς πόλεως, ὦ φίλτατε,
τοῦτο εἶναι δοκείτω, τῶν δὲ ἐν τῇ πόλει τὰ χείριστα
νοσούντων ἐκείνων τῶν ὀλίγων. κἀν ταῖς ἀγρυπνίαις
μὴ λέγε πρὸς αὑτόν, ὅτι ταῦτα ἡ πόλις, ἀλλ’ ὅτι ταῦτά
ἐστι τῶν ἐν τῇ πόλει κακίστων. ὧν ἐστι δήπου καὶ
τἀν τοῖς βαλανείοις οἵ τε ἐν ταῖς κολυμβήθραις λίθοι
καὶ αἱ πολλῶν θανάτων ἄξιαι λοιδορίαι καὶ νὴ Δία
γε εὐφημίαι, ἄδικοι μὲν αὗται πονηρῷ γιγνόμεναι,
ἄδικοι δὲ ἐκεῖναι κατὰ δικαίου τολμώμεναι τὴν αἰτίαν
τουτὶ δὲ ἦν μὲν ἀεὶ ταυτασὶ
τὰς ἡμέρας κἀν ταῖς τῶν λίαν εὐπόρων δαπάναις τοῦ
λειτουργεῖν αὐτοῦ τὸ τοιοῦτο ποιοῦντος καὶ ἦν ἐν
ἔθει καὶ οὐδεὶς ἠγανάκτει καὶ ταῦτα πολλάκις χεῖρον
ἢ νῦν τοῦ πράγματος ἔχοντος, ὥστε χορούς τε ἔνδον
ἑστάναι καὶ ἔνια τῶν ἐπὶ τῆς σκηνῆς ᾄδεσθαι. ἀλλ’
ὅμως ἐν τούτῳ τῶν βαλανείων καθεστηκότων οὐδεὶς
ἄρχων ἤκουε κακῶς, ἀλλ’ ἔφερον τά κεκρατηκότα. |
τὴν δὲ ἀσέλγειαν τουτωνὶ
τῶν μισθωτῶν καὶ τήν γε τῶν τούτους μισθωσαμένων,
οὐ γὰρ ἠγνοεῖτό γε ταῦτα, ἅπαντες μὲν ἐμίσουν οἱ
λούμενοι, δίκην δὲ παρ’ ὧν ἐξῆν ἐλάμβανον ἕλκοντες,
ὠθοῦντες, πλήττοντες, καὶ τοῦτο ἐποίει τῶν τὰ αὐτὰ
φρονούντων φυγήν. πῶς οὖν εἰκότως ἂν ἄχθοιο πρὸς
πόλιν ἦς τὸ μὲν κακῶς φρονοῦν ὀλίγον, τὸ δὲ εὖ
πολύ;
οὐ τοίνυν οὐδὲ τὸν θόρυβον τόν τε πρότε-
ρον τόν τε δεύτερον τῆς πόλεως εἶναι χρὴ νομίσαι. οὐ
γὰρ οἷς γυναῖκες καὶ παῖδες | καὶ οἰκίαι καὶ τέχναι
τρον, ἀλλὰ τῶν μὲν στρατιωτῶν οἱ τὰς τάξεις τὰς
αὑτῶν λελοιπότες, τῶν δὲ δούλων οἱ δουλεύειν οὐκ
ἀξιοῦντες, τὸ δὲ λοιπόν, ὄχλος ἐν τῇ σκηνῇ τοῦ βίου
τὰς ἐλπίδας ἔχων. εἰ δέ τι καὶ ἐπιεικὲς ἐν μέσῳ
των, ὑπὸ τῶν ἐκείνοις δοκούντων ὠθεῖται πρὸς τὰ
αὐτὰ καὶ ἐπαινεῖν τε τὸν ἄρχοντα ἐθέλον διεκωλύθη
καὶ φεύγειν βουλόμενον κατηναγκάσθη μένειν. τὸ δὲ
ἀναγκάζον τοῦτο λέγειν τε ἃ μὴ δεῖ καὶ μὴ λέγειν ἃ
9. Ἕνεκα μὲν οὖν τοῦ μηδὲν τῶν τοιούτων εἶναί
σοι βλάβην ἐᾶν ἐχρῆν, νῦν δ’ ὑπὲρ αὐτοῦ τοῦ ταῖς
πόλεσι τὴν σωφροσύνην λυσιτελεῖν προσήκει τι καὶ
ἐπανορθῶσαι, κἂν δέῃ τινὸς ἐνταῦθα δίκης. οὐ γὰρ
διὰ τὰς τιμωρίας. ποιεῖ γὰρ ἀμφότερα. καὶ σὺ τοί-
νυν τὸ μὲν ἱκανῶς ἐπιδέδειξαι, τὸ δὲ ἐκείνῳ πρόσθες,
ὅπως ἀμφοτέρωθεν παιδεύῃς τὸ ὑπήκοον, τῷ μὲν πεί-
θων, τῷ δὲ ἀναγκάζων. οὐδὲ γὰρ φιλανθρωπίαν ἔτι
τοῦτο καλοῦσιν οἱ κακοήθεις. ἀλλ’ ἐγὼ μὲν οὐκ ἄν
εἴποιμι, τοῖς δ’ οὐδὲν ἄρρητον.
μαθέτωσαν τοίνυν
οἱ κάκιστοι πάντων ἀνθρώπων, ὡς οὐχ ἡδέως μὲν
κολάζεις, ταῖς δὲ ἀνάγκαις εἴκεις. παίδευε δὲ αὐ-
τοὺς μήτε θανάτοις μήτε πληγαῖς, ἀλλ’ ἀρκείτω δε-
σμός, κἂν τὸ ἄμεμπτον ὑπὲρ τοῦ πεπλημμεληκότος
ἱκετεύῃ, τυγχανέτω τῆς φιλανθρώπου ταύτης χάριτος,
ὅπως ὅσον ἑτέρων καὶ ταύτῃ διαφέρεις, μανθάνωσι.
τοὺς μὲν οὖν πολλοὺς τούτους ἐκ τῶν θεάτρων
ἔστιν ἑλεῖν σοι, τοὺς δ’ εἰ μὴ τῶν ἀρχόντων ἄρχοιεν
καὶ γυναῖκες καὶ ὅσον ἐν γήρᾳ τροφῆς ἀποστερεῖται.
| ἐστι δὲ αὐτῶν οὐ τοῦτο ἀδίκημα μόνον, ἀλλ’
δ’ ὅ τι ἂν ἐθέλωσι τῶν ἐκείνων λαβεῖν, ἔλαβον. ταῦτα
τοίνυν ἅπαντα τὰ βεβιασμένα τοῦ βοηθοῦντος εἰ λά-
βοιτο, δείξει τὴν γνώμην ἀποσεισάμενα τὴν ἀνάγκην,
καὶ κατηγόρους ὄψει πολλοὺς καὶ τοὺς νῦν θρασεῖς
περιδεεῖς.
13. Οἶσθα μὲν οὖν τῶν ἐν ζώνῃ γεγενημένων τοὺς
κακούς, χρῆν μέντοι σε καὶ τοὺς ἀγαθοὺς εἰδέναι καὶ
μὴ μόνον ἐκείνους μισεῖν, ἀλλὰ καὶ τούσδε φιλεῖν.
οὐκ ἔνι δὲ αὐτοὺς ἀγνοουμένους φιλεῖσθαι. προσήκει
τοίνυν σε καὶ πυνθάνεσθαι καὶ βούλεσθαι μανθάνειν
καὶ βελτίονί τε βλέμματι τούτους ὁρᾶν Ἄκαι λαλεῖν
τούτοις ἥδιον καὶ δικαίων τιμῶν ἀξιοῦν καὶ μὴ διὰ
τὴν ἐνίων πονηρίαν πρὸς ὅλον διαβεβλῆσθαι τὸ ἔθνος.
14. Ταὐτὸ δὲ λέγω καὶ περὶ τῶν πολιτευομένων,
ὅτι τοὺς μὲν οἶσθα καὶ ἀποστρέφῃ, τοὺς δὲ οὔτε οἶσθα
οὔτε τιμᾷς. εἰ δὲ τοῖς μὲν τὰ Πρόκλου θαυμάζουσιν
ἔσται τὰ παρ’ ἐκείνου, τοῖς δὲ τὰ σὰ τὸ μηδὲ ἐγνῶ-
σθαι παρὰ σοῦ, πρῶτον μὲν ἐπίχαρτοι τοῖς τἀναντία
φρονοῦσιν ἔσονται, ἔπειτα ἀμβλύτεροι τὰ σὰ σεμνύ-
νειν. δεῖ δὲ αὐτοὺς ταῖς τιμαῖς ἐγείρεσθαι καὶ τῆς
ὑπὲρ σοῦ νίκης ἐπιθυμεῖν.
15. Τὸ δὲ φεύγειν σε πολλάκις τὰς βαρείας τρα-
πέζας ἐπαινῶν ἀντὶ τοῦ πολλάκις ἀεί σε βουλοίμην
τὸ μηδένα καλεῖν ἑστιασόμενον. χρόνον τε γὰρ οὐκ
ἄν παραναλίσκοις πλείω τε οὐκ ἄν ἢ βούλοιο πίνοις
χώρα τε οὐκ ἂν εἴη πονηραῖς αἰτήσεσιν.
ἀλλ’
ὅπως μοι φυλάξεις διὰ τέλους τὸν νόμον καὶ μὴ δἐ-
ξαιτό σοι τῆς ἀρχῆς ὁ χρόνος τοιούτους δαιτυμόνας.
ἀλλὰ μηδ’ ἀναπετάσειας δείλης πολλοῖς ποσὶ τὰς θύ-
ρας ἐχθροῖς τῆς Δίκης· ὡς οὐδὲν οὕτω τῇ θεῷ ταύτῃ
πολέμιον. ἐκ γὰρ ὧν οὐκ ἐῶσιν ἰσχύειν τοὺς νόμους,
ἐκ τούτων κερδαίνουσιν. οὕτω δὲ μέγα τοῦτο ἄρχουσι
ἤνεγκαν.
17. Καὶ τὰ πρὸς | τοὺς τοῖς ὀρχουμένοις ὑπη-
ταῦτα ἡ ἐπὶ τὸ θέατρον ὁδός σου τῆς αὐτῆς ἡμέρας
δευτέρα, πρᾶγμα οὐκ εἰωθός σοι. καὶ ἧκες μὲν εὖ
ποιῶν ἄσιτος καὶ ἄποτος, ὡς μηδέτερον ἐν τῷ προσ-
ώπῳ δείξαις τοῖς κεκληκόσι, τοὺς δὲ τὸ τούτων γέμειν
συρίττειν ἀνέπειθεν.
ταῖς μὲν οὖν τοιαύταις κλή-
σεσιν ἐρρῶσθαι λέγειν, ἐν δὲ ταῖς παρουσίαις, ἃς οὐκ
ἔνεστι διαφυγεῖν, τῶν μὲν δεικνυμένων μηδὲν φαίνου
θαυμάζων μηδὲ ἱστὰς πρὸς αὐτὰ τοὺς ὀφθαλμούς, τὸν
ὅμιλον δὲ μήτε ἐκφόβει μάτην μήτε θεράπευε, ἀλλ’
ἴσον ἀπεχέτω τρυφῆς τε καὶ ἀθυμίας. εἰ δὲ ἀσελγαίνοι
τι, ἀπειλαῖς σωφρονιζέσθω. ὃ καὶ πρὸς τὸν Ἀλεξαν-
δρέων δῆμον ἐκεῖνον τὸν ἕτοιμον εἰς ὀργὴν ἤδη τις
τῶν στρατιωτῶν τινας,
παρ’ ὧν ἔστιν ἀκοῦσαί τι περὶ πραγμάτων δεομένων
φροντίδος, ὑφορῶ καὶ νόμιζε κακῶς τῇ γνώμῃ καὶ οὐκ
ἀδόλως διακονεῖν χάριν τινὰ ταύτην τῷ πεπαυμένῳ
φέροντας. σοὶ μὲν γὰρ οὐκ ἔχουσιν ἐγκαλεῖν οὐδ’
εἰπεῖν, ἀνθ’ ὅτου μισοῦσιν, ἐκείνῳ δὲ ἴσασιν ὀφείλοντες
ἀμοιβὰς ὧν παρὰ τῶν ὑπ’ αὐτοῦ κακῶς πασχόντων
ἐκέρδαινον. βούλονται οὖν εἶναι περὶ ταύτας δίκαιοι
καὶ τὸν ἄνθρωπον ἀντευποιεῖν ἐκ τῆς περὶ τὰ παρόντα
βλάβης. δεῖ δή σε πάνυ δοκιμάζειν τῶν λεγομένων
ἕκαστον καὶ ὥσπερ ἐν πολέμῳ λίαν ἐγρηγορέναι.
20. Παρρησιάσομαι δὴ καὶ περὶ τῶν ἀπὸ τῶν ἐν
μέσῳ τῶν κιόνων σκηνῶν, τί γὰρ ἂν ἄλλο τις εἴποι
ταῦτα; συλλεγομένων χρημάτων. τουτὶ γὰρ ἥκιστα
χρῆν γεγονέναι τὸ ἔργον, ἐφ’ ᾧ κακῶς μετὰ δακρύων
ἀκούομεν ὑπὸ τῶν οὐκ ἐπὶ τούτοις αὐτὰς τὴν ἀρ-
χὴν πεποιηκότων, ἀλλ’ ὅπως ἐντεῦθεν εἴη τι τοῖς
† ἀνηλωκόσι. τούτου τοίνυν αὐτοῖς ἀπολλυμένου τὶ
οἴει μισθώσασθαι σοφιστήν, ὅστις αὐτοῖς τὸν τούτων
τί δ’ αὐτὰς διασώσει τὰς κα-
λύβας, ὅταν ὁ μὲν χρόνος, ὃ δὴ πέφυκε ποιεῖν, φθείρῃ, |
βοηθῇ δὲ μηδείς, ἢ καὶ διασπάσας ἔχῃ ἕκαστος
ἔσται τοῖς πένησιν οἴκησις τούτων μὲν ἀνῃρημένων,
τοῦ δὲ τῶν οἰκημάτων μισθοῦ μείζονος ἢ κατ’ ἐκείνους
ὄντος.
22. Πρόκλου γὰρ εἶναι τοῦτο ἔργον φήσει
τις. οὐ μὰ τὸν Δία καὶ τὴν Ἀθηνᾶν, ἀλλὰ τῶν
εἰσπραττόντων ἡμῶν. τὸ μὲν γὰρ ἐκείνου γράμματα
ἦν καὶ λόγος, τὸ δὲ νῦν καταβάλλουσι τἀργύριον.
θαυμάζω δέ, εἰ τις οἴεται καλὸν αὐτὸ δείξειν τῷ Πρό-
κλῳ. τῷ γὰρ ἄν τις σὲ μᾶλλον ἀποτρέψειεν ἢ τῷ
ὀνόματι τούτῳ; τί γὰρ γένοιτ’ ἂν αἴσχιον ἢ τὸ τῶν
Πρόκλου κακῶν Ἰκάριον κληρονομεῖν καὶ τὸν μὲν
ἡγεῖσθαι, τὸν δὲ ἕπεσθαι;
τὸ δὲ ἔτι δεινότερον,
ὅτι κἀκείνου χείρους γινόμεθα. πῶς; Πρόκλος τῶν
λειτουργούντων τοῖς πένησι πόρον τινὰ τοῦτον ἀνεῦ-
ρεν, οὐ καλὸν μὲν οὐδὲ ἄξιον τῆς πόλεως, οὐ γὰρ
ἴσον ἡμεῖς τε καὶ Βηρυτός, προσῆν δ’ οὖν τι σχήματος
τῷ πράγματι. νῦν δὲ ἐπὶ τὴν σκηνὴν τοῦτο τέτραπται,
πάνυ γε ἄξιον τῆς τούτων ἕνεκα ἡδονῆς ἱεροσυ-
λεῖν καὶ μετὰ τοῦτον τὸν πόρον ζητεῖν ἕτερον καὶ
πάλιν ἄλλον, ἵν’ ἃ μὲν λαμβάνουσι, μικρὰ λέγωσιν
καὶ τὴν νῦν οὐ καθαρὰν καθαρὰν γενέσθαι πόλιν;
τούτων γὰρ τῶν ὀλέθρων οὐ μεῖζον κακὸν οὐδὲ ἀν-
δροφόνος.
25. τὰς τέρψεις οὖν ἀφαιρῇ τὴν πόλιν; ἐγὼ
μὲν ἡδέως ἂν τὰς πονηράς, εἴπερ οἷός τ’ ἦν, νῦν δὲ
κἂν πάνυ βούλωμαι, μένουσιν, εἰ καὶ μηδεὶς τοῦτο διδοίη
τἀργύριον, μετενεγκόντες μὲν ἐφ’ ἑαυτοὺς πολλῶν οὐ-
σίας, οὐκ ὀλίγων δὲ μέλλοντες ἡγούμενοι τοὺς πλουτοῦν-
τας οὐχ αὑτοῖς μᾶλλον ἢ ’κείνοις ἔχειν ἃ κέκτηνται.
26. Μηδεὶς οὖν δεδιττέσθω τὸν καλὸν κἀγαθὸν
Ἰκάριον ὡς κακῶς πράξοντος τοῦ θεάτρου μὴ τούτων
προεθέντων τῶν χρημάτων. οὐ γὰρ τὸν παρελθόντα
χρόνον οἱ μὲν ἐδραπέτευον, ἡμῖν δὲ πραγμάτων ἐπ
27. Τούτων μὲν οὖν μὴ σφόδρα φαίνου προνοού-
μενος μηδὲ νομίζων ἀγαθὸν πόλει τηλικοῦτον κακόν,
τοῦ δὲ μὴ προστεθῆναι τῷ παρέδρῳ πάρεδρον μελέτω
σοι. καὶ γὰρ ᾐσθόμην τινῶν τοῦτο μηχανωμένων οὐ
πόνων ἐπιθυμούντων, ἀλλ’ ὅπως ἐν δυνάμει τοῦ χρη-
ματίζεσθαι γένοιντο. ἀλλ’ οἱ μὲν ἐθελόντων, σὺ δὲ
τὸ πλείω ταλαιπωρεῖν τοῦ τοιαῦτα κινδυνεύειν αἱρε-
τώτερον ἡγοῦ. τό τε γὰρ ἀσφαλὲς ἔνι, καὶ κάλλος
χῆς οὐ μικρὸν ἄρχων εἰς μέσας νύκτας διὰ τῶν
μάτων ἐρχόμενος κἀν τοῖς ἀπειποῦσι διακόνοις κρείττων
ὢν ἢ ἀπειπεῖν. ὅσοι δὲ πολλοῖς μὲν ὀφθαλμοῖς, πολ-
λαῖς δὲ χερσὶ ταῦτα ἀφέντες εὕροντο δι’ αὐτῶν τὸ
περιπατεῖν τε καὶ πρὸς τὸ εἰσρέον λαλεῖν, ἄμεινον δὲ
εἰπεῖν φλυαρεῖν, | ἐξήλεγξαν ἑαυτοὺς ἐλάττους
νονουχὶ βοῶντες, ὡς ὧν οὐκ ἐφικνούμεθα, ταῦτα
ἐζητήσαμεν.
28. Βούλομαι δή τι καὶ περὶ τοῦ φόβου διελθεῖν,
ὂν ἔχεις περὶ τῶν ἀδίκων λημμάτων. ὅσον γὰρ αὐτὸς
τούτων ἀπέχεις, τοσοῦτον ἀξιοῖς καὶ τοὺς σοὺς φίλους,
εὖ ποιῶν. οἱ δὲ τοῦτο μὲν ποιοῦσιν, ὑποπτεύονται
δὲ οὐ ποιεῖν, ἀλλ’ ἢν μνησθῇ τις συμφορᾶς ὡς δικαίας
λελύσθαι, ῥῆμα πᾶν ἐν ὑποψίᾳ καὶ μισθὸς ἤδη δἐδο-
ται ἢ ὡμολόγηται. εἶθ’ οἱ μέν, ἴνα μὴ τοῦτο νομι-
σθῶσι, σιγῶσι, μεθίσταται δὲ τῶν κακῶς ἐχόντων
φήσεις οὐδεπώποτε πρὸς ἐμὲ τοῦτο παθεῖν.
οἶδα. ἀλλὰ καὶ πρὸς ἄλλον καὶ ἄλλον ἄξιον εἶναι
τοιοῦτον· πρὸς ἅπαντας μὲν γὰρ τοὺς ὁμιλοῦντας οὔ.
πολλοῖς γὰρ τὰ δικαστήρια μέταλλα. δεῖ δὲ οὐδὲ
ἁπάντων κατεγνωκέναι κακίαν. ἔσται δέ σοι πίστις
ἀζήμιος, εἰ τοῖς μὲν προσέχοις, τοὺς δὲ φυλάττοιο.
30. Καὶ περὶ τῶν χθὲς πληγῶν ἐκεῖνο λέγω.
γῶν μὲν ἦν ὁ καιρός, οὐ μὴν τοσούτων γε, ὡς τοῖς
μὲν ἔδοξας τὸ Κόκκου πεποιηκέναι, τοῖς δὲ καὶ παρ-
ελθεῖν. εἰ δ’ ᾧ κρείττους ἐσμὲν ἐκείνου, τοῦτο προη-
σόμεθα, τέ τοῖς ἐκεῖνον ὑμνοῦσιν ἀντιθήσομεν; εἶθ’ ὁ
μὲν οὐκ ὀρθῶς ἐφ’ οἷς ἐπέστη διῳκηκὼς ἐπαίετο,
νηρὸς ἴσως στρατιώτης, ὁ δ’ οὐ παντὶ σθένει μαστι-
γοῦν δοκῶν πληγαῖς εἰς τοῦτ’ ἠναγκάζετο ταὐτὰ ποιῶν
καὶ πάσχων, τύπτων ὁμοῦ καὶ τυπτόμενος. πῶς οὖν
οὐ καὶ τέταρτος ἦν ποιῶν τοῦτο πρὸς τὸν τρίτον ὃ
’κεῖνος πρὸς τὸν δεύτερον; ἦν γὰρ δὴ καὶ τού τρίτῳ
τὴν αὐτὴν αἰτίαν ἐπενεγκεῖν καὶ τῷ τετάρτῳ γε, καὶ
οὐκ ἂν ἦν οὗ στῆναι τοῦτο ἔδει.
πάντα τὰ
σῦτά σοι φυλακτέον, Ἰκάριε, πόρρω τοῦ τῆς ὑμετέρας
λοις, ὥσπερ ὑπὸ νόμου προστεταγμένον, ἐπράττετο;
ἐν δὲ τούτῳ πρῶτον μὲν ἦν κακὸν ὁ τόπος· ποῦ
γὰρ ἴσον οἰκία καὶ δεσμωτήριον πολλοὺς ἐν ὀλίγῳ
φυλάττον; δεύτερον δὲ τὸ μὴ τῶν οἰκείων εἰς θερα-
πείαν ἀπολαύειν· τρίτον τὸ τὴν λύσιν ὠνεῖσθαι χρη-
μάτων διὰ τῶν ὡς τὸν ἄρχοντα εἰσιόντων ἄνευ τῶν
τῷ τῆς θύρας κυρίῳ καθ’ ἑκάστην διδομένων ἡμέραν·
τέταρτον οἱ παρὰ τὸ δεδέσθαι γιγνόμενοι θάνατοι.
τουτὶ γὰρ δὴ τοῖς τε ἰδιώταις ἦν σαφὲς καὶ παρὰ τῶν
ἰατρῶν ἦν ἀκούειν, ὅτι, εἰ μή τις αὐτοὺς ἐπὶ ταῖς
πληγαῖς ἔδησεν, οὐκ ἂν ἐτεθνήκεσαν. τούτοιν δὴ τοῖν
δυοῖν τοῦ μὲν ἀφεκτέον σοι, πικρότερον γάρ, τὸ δὲ
τηρητέον, καλὸν γάρ.
33. Δεῖται <δέ> σου δι’ ἐμοῦ πᾶν ὅσον ἐν
ταις, τηρῆσαι τὸ μέχρι μέσων νυκτῶν ἡσυχίᾳ. |
προστιθέναι γάρ σε τῇ ἡμέρᾳ τοῦτό γε τοσοῦτον
Κλεοῦς, καίτοι τίς οὐκ ἂν ἡδέως; νῦν δ’ οὐδ’ αὐτὸς ὁ
Θησεύς.
σοὶ μὲν οὖν ἕστηκε τὸ ὄμμα καὶ τὸ νι-
κᾶν τὸν ὕπνον ἐστὶν ἐν συνηθείᾳ, τοῖς δ’ οὐδὲ σφό-
δρα βουλομένοις τοῦτ’ ἔνι δυνηθῆναι. τρέπεται γὰρ
αὐτοὺς μετὰ πολλὴν μάχην καὶ πόνον, καὶ τὴν Νύκτα
ἱκετεύουσι κινῆσαι πρὸς ᾠδὴν ἀλεκτρυόνας. ἤδη δέ
τις καὶ γνώμην εἶπεν ἀλεκτρυόνα κατακλείσαντας ἔν
τινι τῶν ἐγγὺς οἰκημάτων εἰς ἀνάγκην αὐτὸν ᾠδῆς
ἀκαίρου καθιστάναι σοὶ μὲν ἀπάτην φερούσης, τοῖς
λουτρῶν κάμνουσι καὶ μέσον σφίσιν οὐδὲν δείπνου
τε καὶ τοῦ παρὰ σὲ δρόμου. καὶ δεινόν, εἰ διὰ τὴν
σὴν περὶ ταῦτα ἀρετὴν ἀπολεῖταί τις. βέλτιον γὰρ σὲ
βιασθῆναι πρὸς ὕπνον ἢ ἐκείνους πρὸς όγρυπνίαν.
ἐκεῖνοι μὲν οὖν οὕτως ἂν μόνως περισωθεῖεν, οἱ
δὲ ἐν τιμαῖς τε καὶ κέρδεσιν ὄντες μεγάλοις ἐπὶ τοῦ
πρὸ σοῦ τήνδε τὴν ἀρχὴν ἐσχηκότος πονηροί τε δο-
κούντων, εἴπερ ἦσαν πονηρῷ φίλοι, καὶ μὴ μετὰ τῶν
36. Νῦν μὲν ἐν τούτοις, ὦ Ἰκάριε, δείκνυμέν σοι τὸν φίλον, ἴσως δέ τις ἔσται λόγος καὶ μετὰ τοῦτον τὸν λόγον δεικνύναι τὸν φίλον καὶ αὐτὸς βουλόμενος·