The following text is encoded in accordance with EpiDoc standards and with the CTS/CITE Architecture.
οὐδὲν καινόν, ὦ βασιλεῦ, πέπρακταί μοι
διὰ τὴν ἐμαυτοῦ κακίαν, ἀλλὰ διὰ τὴν τῶν οὐ δυνη-
θἐντων ἐφ’ ὧν ἔδειξαν μεῖναι. καὶ οὐκ αἰσχύνομαι
μεμφόμενος ὃν πρότερον ἐπῄνουν, ἕτερον γεγενημένον
ὁρῶν. τοὐναντίον γὰρ αἰσχρὸν ἂν ἦν, εἰ μεταβεβλη-
μένων ἐκείνων μὴ τοῖς πράγμασιν ἠκολούθουν, ἀλλ᾿
ἦν ὁ αὐτὸς πρὸς τὸν οὐκέτι τὸν αὐτόν.
ὃ δὴ καὶ
νῦν συμβέβηκεν. ἕως μὲν γὰρ ἑώρων Ι Φλωρέν-
φανεῖται φιλάνθρωπος ἐρυθριῶντα φεύγειν.
3. Ἄκουσον δέ, ὦ βασιλεῦ, πῶς ἅπαν τοῦτο ἔσχεν.
Ἡκον ἐκ Κιλικίας φθάσαντες τοῦτον οἱ σύνδικοι.
προσελθὼν οὖν αὐτοῖς ἠρόμην, εἰ μέμνηται τῶν περὶ
Ὀδυσσέως εἰρημένων Ὁμήρῳ καὶ ὅστις ἦν πρὸς τοὺς
Ἰθακησίους. καὶ λίαν ἔφασαν καὶ οὔτε δεῖν ἡδέως
οὔτε πλήττειν. ἥσθην ἐγὼ ταῦτα ἀκούσας καὶ εἷναι
τοιοῦτον αὐτὸν διὰ τέλους εὐξάμην, ἀδύνατα ζητῶν,
ὡς μετὰ ταῦτα ἔγνων. εὐθὺς μὲν γὰρ ἕνα τῶν πολι-
τευομένων τῆς ἡμετέρας οἰκίας λύοντα τὰς ἐπενεχθείσας
αἰτίας δεσμώτην ἐποίησεν ἐγγυητῶν οὐκ ἀποροῦντα,
οἱ ὅταν ὦσι, δεσμὸς οὐκ ἔστιν ἐπὶ μικραῖς αἰτίαις,
οἷαι ἦσαν αἱ τότε. δεομένου δέ μου λῦσαι μόλις μέν,
ἔφη δὲ λύσειν. εἰπὼν δὲ εἴα δεδέσθαι, ὥσθ’ ἑτέρας
ἐκείνῳ δεῆσαι βοηθείας.
ἔπειτα ῥήτορα τῶν ἐν
δόξῃ τοῦ συνδικεῖν ἀφελκύσας ἔπεμψε περὶ μέτρα γῆς |
ἄνδρα τοίνυν
δεξιὸν ἐπὶ πλεῖστον ἥκοντα νοῦ καὶ βιβλίων [τε]
γέμοντα καὶ πλεῖστα διῳκηκότα καὶ ὡς οὐκ ἂν ἕτερος
καὶ τὴν ἀγορὰν διὰ πάντων ἀμείνω πεποιηκότα ἐμπειρίᾳ
τε τῇ περὶ ταῦτα καὶ δικαιοσύνῃ, τὸν δὴ τοιοῦτον
ὑβριζόμενον ἐν τῷ θεάτρῳ παρὰ τῶν αὑτοὺς πεπρα-
κότων τοῖς ἐχθροῖς τοῖς ἐκείνου προὔδωκεν ἀσελγέσι
καὶ τρόποις καὶ ῥήμασι καὶ νόμοις ἐναντίοις. καίτοι
χρῆν ἑπόμενον ἀρχόντων εὐδοκίμων παραδείγμασι
συλλαβεῖν τινας τῶν ὑβριστῶν, ἀγανακτῆσαι , δίκην
λαβεῖν τοῦ θράσους παρ’ ἀνθρώπων ὑπὸ τῆς τῶν
ὀρχηστῶν πορνείας τρεφομένων, μὴ τῶν ἔργων πιστο-
τέρας νομίσαι τὰς βλασφημίας. καίτοι καὶ εἰ τι δί-
καῖον ἦν ἐν τοῖς κατ’ αὐτοῦ λεγομένοις, οὐ τὸ θέατρον
ἦν χωρίον τουτοισὶ τοῖς δικαίοις, ἀλλ’ ἴσμεν οὗ τὰ
τοιαῦτα ἐξετάζεται. τούτου δὴ λαχόντα δίκην ἐπὶ τὸν
ἔλεγχον βαδίζειν ἔδει καὶ δεικνύντων μὲν ἀδίκημα
κακὸν νομίζειν τὸν ἐξεληλεγμένον, καταψευσαμένων δὲ
πάλιν ἀπαιτεῖν δίκην τὴν τῆς συκοφαντίας.
ὁ δ’
ἀπὸ Ι ψιλῶν τῶν αἰτιῶν τοὺς μὲν Αἰακοὺς ἐνόμισε,
αἰδεσθεὶς ἐκολάκευσε τοὺς τοῦ δήμου μοχθηρούς, οἷς
ὅσα βουλομένοις ἦν ἐψηφίζετο.
7. Παρῄνει μὲν οὖν μοι καὶ ταῦτα πόρρωθεν
τὸν ὁρᾶν καὶ ζημίαν ποιεῖσθαι τὴν ὁμιλίαν τὴν πρὸς
τὸν ἀρετῆς ἠμεληκότα, ὁ δὲ καί τινα τούτοις προσἐθη-
κεν ἕτερα τὴν αὐτὴν ἔχοντα συμβουλήν. τοὺς γὰρ
ἀθλίους τούτους τοὺς ἐν ὠνῇ καὶ πράσει τῇ τῶν ὠνίων
ζῶντας συλλέξας διὰ τῶν ῥαβδούχων, τουτὶ δὲ ἦν
λῆμμα ἑκάστῳ τῶν ῥαωδούχων ποιῆσαι τὸν εἰλημμένον,
εἴ γὰρ μὴ τοῦθ’ ὑπέμενον, ἤγχοντο ἄν, τὴν νύκτα
τοίνυν ἀνηλωκὼς ἐν τῷ σκοπεῖν, ὅ τι χρὴ παθεῖν
τοὺς ἐχομένους, πληγῶν ἐποίησε τὴν ἡμέραν, πληγῶν
ὅσαι γένοιντ᾿ ἂν καθ’ ἕκαστον ὑπὸ νέων πεντεκαίδεκα,
νῶτα τοῖς τυπτομένοις εἶναι.
καὶ πρῶτος ἐκεῖνος
ἐτόλμησε πληγαῖς ἐργάσασθαι θάνατον, οὗ μαθητὴν
ἔσχε Τατιανόν, ἐκεῖνος δὲ τὸν υἱόν. καὶ ᾤμην γε
τον ἐγὼ τοῖς ἐκείνων αἰσχυνόμενον μηδετέροις ἕψεσθαι
μηδ’ ἀντ’ ἀνθρώπου θηρίον ἔσεσθαι, ὁ δ’ ἄρα ἐνόμιζεν
ὅτε ταῦτ’ ἐπύθετο. αἰσχρὸν γάρ, ὡς ἔοικεν, ἡγεῖτο
τὸ μετὰ σοῦ φιλάνθρωπος καὶ εἶναι καὶ καλεῖσθαί.
τοῦτον οὖν οὐ προσεροῦμεν ἀνδροφόνον, δι’ ὅν
οἴχονταί τινες, ὅτι μὴ ξίφει τοῦτ’ ἔδρασεν; ἀλλ’ αὐτὸ
δὴ τοῦτο καὶ τὸ δεινότερόν ἐστι. τίς γὰρ οὐκ ἂν
ἕλοιτο τῶν ἐπὶ θάνατον ἀγομένων οὕτω μᾶλλον ἢ
’κείνως ἀποθανεῖν; Ι πᾶς ἄν, πλὴν εἰ τις τὴν ἐν
ωτέρους. ὁ δ’ οὓς δίδωσιν ὁ νόμος ἀποκτείνας οὐκ
οἰόμενος εἶναι φονεύς, διότι μὴ σιδήρῳ, διπλῇ τὸν
νόμον ἀδικῶν ἴστω, καὶ τοῦ ζῆν ἀποστερήσας καὶ λυπη-
ροτέρῳ τρόπῳ. Περσῶν δὲ Ῥωμαῖοι πολλοῖς τε ἄλλοις
βελτίονες καὶ τῷ τελευτῆς τρόπον εὑρεῖν ταχὺν οὐκ
ἐπὶ πολὺν ἐκτεινόμενον χρόνον. σὺ δὲ πληγαῖς ἀνα-
λώσας ὂν οὐκ ἀπέκτεινας ξίφει, καθαρὸς εἷναι λέγεις;
καὶ τίς ἀνέξεται;
10. Ἠδίκουν γάρ, φησίν, οἱ κάπηλοι περὶ τὰ
μέτρα τοὺς πίνοντας. ἀδικούμενοί γε, ὦ βασιλεῦ,
παρὰ τῶν πινόντων καὶ αὐτοὶ οὐ πάντων μέν, οὐκ
ὀλίγων δέ. εἰ μὲν οὖν ἠδίκουν οὐκ ἀδικούμενοι,
δίκης ἄξιοι· εἰ δ’ ὑπὸ τοῦ πάσχειν κακῶς ἐποίουν, τίς
οὐκ ἂν συγγνοίη; οὐ γὰρ βουλομένων τοῦτο ἦν, ἀλλ’
ἠναγκασμένων. οἷς δέ ἐστι καταφυγὴ καὶ τὸ παραιτη-
σόμενον, οὐ φονευτέον.
τί οὖν ἀδικοῦνται, βούλει
μαθεῖν, ὦ βασιλεῦ; πολλαὶ μὲν αἰ ἀρχαί, ἔνι δὲ καθ’
ἑκάστην φάλαγξ, καὶ τούτων αὖ καθ’ ἑκάστην κήρυκες, |
ἀλλὰ καὶ ἃ τούτῳ ἐν μίξει. ἀριθμεῖ δὲ οὐδεὶς τὰ
ἐκπώματα, οὐκ ἀνήρ, οὐ γυνή, οὐχ υἵός, οὐ θυγάτηρ,
ἀλλ’ ἢ δεῖ σιγᾶν ἢ ἀπολωλέναι. τοῖς γὰρ αὑτῶν χρῆ-
σθαι λέγουσι καὶ εἶναι δεσπόται τῶν τε πίθων ὁμοίως
καὶ ὧν εἰσιν οἱ πίθοι.
οἱ μὲν οὖν ἐπιεικέστεροι
τὸ ἔκπωμα καταθέντες καὶ προειπόντες οἶνον ἀμείνω
περισκοπεῖν ἀπῆλθον, οἱ δ’ αὐτοῖς ἐκπώμασιν. ὀβολὸς
δὲ οὐδὲ παρ’ ἑτέρων, ἀλλ’ ὁ μὲν κάπηλος ὠνεῖται, οἱ
δ’ ἐμπίμπλανται δόντες οὐδέν. εἶθ’ οἱ μὲν ἀπῆλθον,
τούτους ἀρίθμει, βασιλεῦ, τοὺς ὑπὸ τῷ
τὸ ἔθνος ἄγοντι, τοὺς ὑπὸ τῷ πλείονα, Ι τοὺς ὑπὸ
ἀγαπᾶν τῇ παρὰ σοῦ τροφῇ; καὶ τίς οὐκ οἶδε τὴν
ἁρπαγὴν ἣν ὁ πωλῶν ἐπισχεῖν μὲν οὐκ ἐπιχειρεῖ, μὴ
παροξύνῃ, δεῖται δὲ ἐλάττω γενέσθαι; οὗτοι δὲ οἱ
στρατιῶται πάνθ’ ἁπλῶς ἐπέρχονται πανταχόθεν ἕλκον-
τες καὶ εἰ μὴ κρέας ἤ τι τῶν τοιούτων ἔνι, φέροντες
ἀργύριον.
ἀγείρουσι δὲ οὐχ οἱ μάχιμοι μόνον,
ἀλλὰ καὶ οἷς ὁ βίος ἐν ἐκείνοις γελωτοποιεῖν. ἀρκεῖ
δὲ εἰς τὸ ποιεῖν τὰ τῶν ταλαιπώρων ἐλάττω καὶ λέων
τιθασὸς καὶ ἄρκτος καὶ πάρδαλις καὶ κύων μεγέθει
διαφέρων, ἤδη δὲ καὶ πίθηκος. καὶ ὁ μὲν αὐλήσας
εἰσέπραξεν, ὁ δὲ μετὰ σύριγγος ἐρχόμενος, ὁ δὲ Πάνα
ποιήσας αὑτόν, ὁ δὲ Σειληνόν, Βάκχην δὲ ἕτερος. ἂν
τὸ δὲ ἐν μείζονι τῇ
τῆς δόσεως ἀνάγκῃ ὁ πευθὴν καὶ τὰ τούτου καὶ ὦτα
καὶ ὄμματα. καὶ τῷ λίαν ἀναμαρτήτῳ πάντα ἡμάρτηται
στῶσιν, οἱ δὲ ἐπανέρχονται οἴκαδε ταῖς γυναιξὶ τὰς
μαχαίρας φέροντες καὶ τὸν περὶ τοῦ φόβου τοῦ πάντα
βιαζομένου λόγον.
καὶ ἔδει μὲν ἐν τῷ πευθῆνι
τοῦτο ἑστάναι, νῦν δὲ πᾶς ἀφ’ ὁτουοῦν σχήματος τῶν
βασιλείων μετέχων καὶ οὗτος ἀξιοῖ τῶν αὐτῶν ἀπο-
λαύειν, τοσούτῳ μετριώτεροι τῶν πευθήνων ὄντες, ὅσῳ
φασὶ δώσειν, εἰ καὶ ψευδεῖς αἰ ὑποσχέσεις. καὶ ὑπὲρ
τούτων οἶδα πολλὰ τραύματα καὶ δάκρυα γεγενημένα
τοῦ στενωποῦ ταῦτά με διδάσκοντος τοῦ ἐν τῷ βου-
παιομένων διεκόπησαν. τί οὖν θαυμαστόν, εἰ παρὰ
τῶν κλοπῶν τῶν τοιούτων ἔπραξάν τι περὶ τὰ σταθμὰ
τοιοῦτον οἷον οὐκ ἄν, εἰ μὴ ταῦτα ἔπασχον;
17. Ἀλλ’ ἐνταῦθα μὲν χλαμύδες καὶ ἀναξυρίδες
καὶ ὄνομα πολεμίων, εἰ καὶ μὴ κινδύνων ἔρως, τῶν
δὲ κηφήνων τούτων τίς ἂν ἐνέγκαι τὰς γαστέρας τῶν
ἐν ἀργίᾳ τὴν ἑτέρων ταλαιπωρίαν ἐσθιόντων; τίνας
δὴ λέγω τούτους; οἷς ἔργον ἒν τοῦτο τὰς τῶν κρα-
τούντων λέγειν ἐν τοῖς θεάτροις εὐφημίας. ἐν γὰρ
δὴ τοῖς θεάτροις ἔχουσι τὴν ἰσχὺν δεσποτείαν τῶν
ἀγοραίων ἔχοντες διὰ τὴν ἐν ταῖς φωναῖς ἐξουσίαν.
καὶ τὸ ἔθνος τοῦτο σκηπτοὺς ἀφιᾶσι καθ’ ὧν ἂν ἐθέ
λοιεν καὶ ἐβόησαν καὶ ἔπεισαν, οἱ δέ εἰσιν ἐν κακοῖς.
καὶ τὸ κακῶς Ι ῥηθὲν πέπαυται. δεῖ δὴ προσ-
τὸ δὲ προσκυνεῖν
τί ἐστιν; αἰτεῖν, λαμβάνειν· πάλιν αἰτεῖν, πάλιν
βάνειν ἢ πέμποντας τοὺς τοῦτο ποιήσοντας ἢ αὐτοὺς
προσιόντας. κἂν ἀπορίαν αἰτιάσηταί τις, ὅτι μὴ δανεί-
ζεται, λυπεῖ· τοῖς δὲ ἀνιαθεῖσι τούτοις ἐν τοῖς θεάτροις
ἡ τιμωρία. ἐκεῖνα δὲ πολλοῖς ἀνοίγεται. καὶ στρα-
τιῶται διαθέουσι σβεννύοντες πῦρ, ξύλα διαρριπτοῦν-
τες, οὐδὲν ἐῶντες μένειν, πάντα ἀνατρέποντες. τίς ἂν
ἐνέγκαι τετρακοσίους λύκους; πῶς ἔνι, βασιλεῦ, καὶ
τούτοις ὑπηρετεῖν καὶ τῶν ἄλλων μηδὲν παρακινεῖν;
ὁ γὰρ ἀξιῶν ἄμφω γίγνεσθαι παραπλήσιον ποιεῖ τῷ
τινα στερῆσαί τε τοῖν ποδοῖν καὶ κελεύειν βαδίζειν.
19. Ἀλλὰ ταῦτα μὲν κἂν ἀρνήσαιτό τις, ἐκεῖνο δὲ
ἐστρωμένων, τραπεζῶν, τῶν ἐπὶ τούτων ἐκπωμάτων,
ὀψοποιῶν, τῶν ὑπολυσόντων, τῶν ἀπονιψόντων, τῶν
πόρνας ἀξόντων, τῶν ἰατρούς, εἰ δεήσειε. πάντα δὴ
ταῦτα καὶ ἔτι πλείω τίνες οἱ παρέχοντες; οὗτοι οἱ
μαστιγούμενοι. κἂν συντρίψῃ τούτων ἢ καί τις ὑφέ-
λῆταί τι, τοὺς αὐτοὺς εἶναι δεῖ χορηγούς. καὶ πολλοὶ
τῶν διακόνων ὀργῇ τῶν αὐτοῦ καταλυσάντων ἀδίκῳ
περιπεσόντες ἀπέθανον, καὶ δεῖ χρήμασι πείσαντα τοὺς
τούτων γονεῖς σεσῶσθαι. αὕτη ἡ καταγωγή, βασιλεῦ,
κατὰ τῶν καπήλων ἐκτίσθη καὶ ὅ τι ἂν ἐνέγκῃ Ι
πρὸς γὰρ αὖ τοῖς ἄλλοις σεσυλῆσθαι φάσκοντες οὐδὲν
τοιοῦτο πεπονθότες διὰ τῶν μισθωτῶν ἐπὶ τοὺς καπή-
λους ἰόντες σείουσι.
20. Καιρὸς δὴ τῶν γιγνομένων ἐν ταῖς τῶν στρα-
τηγῶν διαδοχαῖς ἐνταῦθα μνησθῆναι, βασιλεῦ. τίς οὖν
ἡ ζημία; κεναὶ- τράπεζαι, <κενοὶ> πίθοι. τὰ μὲν πωλεῖ
μὲν ὁ πεπαυμένος ὁμοίᾳ καὶ αὐτὸς ἁρπαγῇ κτησάμενος,
κτᾶται δ’ ὁ τὴν ἀρχὴν ἐκδεξάμενος, εἰς τὴν ἡμέραν
βλέπων ἐν ᾗ καὶ αὐτὸς ταῦτα ἀποδώσεται.
21. Τούτοις οὐκ ἂν προσθείην τὴν εἰς τοὺς
χοὐς ἐπικουρίαν μηνὸς ἑκάστου γιγνομένην πολλάκις·
καὶ γὰρ εἰ δαπάνης ἐστὶ καὶ τοῦτο, ἀλλ’ ἑκουσίου τε
καὶ φερούσης τοῖς προιεμένοις ἡδονήν. οὐ γὰρ κατα-
ρῶνται τοῖς Ι λαμβάνουσιν, ἀλλ’ εὐφραίνονται δι-
ἕλξεσιν; ἄμφω γὰρ ἐκείνων, καὶ ἢ μεταφέρειν αὑτοὺς
ἀπὸ τῶν τεχνῶν ἐκεῖσε δεῖ ἢ τούτων ἐχομένους μισθῷ
πράττειν ἐκεῖνο. καὶ τούτου πολὺ χαλεπώτερον οἱ
ὀχετοὶ τὸ πλάτος Ι αὑτῶν κομιζόμενοι δι’ ἐκείνων.
καὶ προσήκει τὸν οὐκ ἀπολούμενον ἐν ἑτέρου κινδυ-
νεύειν σώματι, μισθοῦ πάλιν σώματι.
22. Λεγέσθω τοίνυν καὶ τὸ τἄλλα πάντα νενικηκός.
τοῦτο δέ ἐστιν ὁ ἀφόρητος φόρος, ἄργυρος καὶ χρυσός,
φρίττειν προσιούσας ποιῶν τὰς δεινὰς πεντετηρίδας.
ὄνομα μὲν γὰρ εὐπρεπὲς ἀπὸ τῶν ἐμπόρων τῷ πόρῳ
τούτῳ, τῇ θαλάττῃ δὲ ἐκείνων εἰς διάδυσιν χρωμένων
γε αὐτοὺς ἀπαλλάττει τῶν ἐγκειμένων καὶ ὑλακτούν-
των καὶ μόνον οὐ δακνόντων.
23. Οὗτος ὁ καιρός, ὦ βασιλεῦ, πλείω τὴν δουλείαν
καθίστησιν ἐκβάλλων ἐλευθερίας τοὺς ὑπὸ τῶν γονέων
πωλουμένους, οὐχ ἵνα αὐτοῖς δέξηται τὴν τιμὴν τὸ
κιβώτιον, ἀλλ’ ἵνα αὐτὴν ἴδωσιν εἰς τὴν τοῦ
γοντος δεξιὰν ἐρχομένην. καὶ μηδεὶς ὑπολαμβανέτω
με λέγειν, ὡς οὐκ ἐχρῆν γε λαμβάνειν, τοῦ πολέμου
δεομένου χρημάτων, ἀφ’ ὧν ἔνι καὶ κρατεῖν πολεμίων
καὶ σώζειν τοὺς ὑπηκόους, ἀλλ’ ὅτι τοῖς ταῦτα φέρουσιν
ἀνάγκη σκοπεῖν, ὅθεν ἂν καὶ φέροιεν. καὶ τὸν εἰσπράτ-
τοντα προσήκει καὶ παρορᾶν τι δύνασθαι ποιοῦντα
μελεῖσθαι πλείω τῶν νεύρων τοῦ πολέμου ποιούμε-
νον πρόνοιαν.
ἐνταῦθα μὲν οὖν οὔσης τοιαύτης
ἀμοιβῆς οὐδὲν μεταστατέον, τὰς δ’ ἄλλας βλάβας οὐ
περιοπτέον. ὧν τὴν ῥηθησομένην ἀδικωτάτην εὑρήσεις.
καθεύδειν μετὰ τοιοῦτον δεῖπνον καὶ φίλους καλεῖν
ἐπὶ τὰ ἀλλότρια;
εἶτα τοσαύτῃ λῃστείᾳ καὶ κακοῖς
ὑπηρεσίαν ὄνομα μετέθεντο ὡς ταύτῃ τοῖς βλαπτο-
μένοις Ι ἀφαιρήσοντές τι τῆς βλάβης, ὥσπερ ἂν εἴ
τῶν τῶν λημμάτων πυνθανόμενοι τῶν μαγείρων οὐ
καταδύονται. ἃ κερδαίνειν εἰ βουλόμενον ἰδιώτην
γραψάμενός τις ἐπέδειξεν, οἵας ἂν ὁ δικάζων ἀφῆκε
φωνὰς τυραννίδα τὸ πρᾶγμα καλῶν. ἀλλ’ ὅμως ὧν
τιμωρίαν ἐλάμβανον ἄν, ταῦτα τολμῶντες ἀδικεῖν σω-
φρονίζειν ἑτέρους φασί.
26. Τί οὖν ἐκ πάντων μοι τῶν εἰρημένων, ὦ
βασιλεῦ, δείκνυται; ὅτι χρῆν τουτονὶ τὸν γενναῖον,
τὸν πολλάκις δὴ τεθεαμένον τὸν Θύμβριν καὶ τῶν ἐν
ώμῃ Ι πιόντα πηγῶν μὴ πρότερον ἅψασθαι τῶν R II 481
μέτρων, πρὶν ἤ ῥύσασθαι τῆς καταδρομῆς τοὺς καπή-
εὐθύνειν τοὺς καπήλους, εἴασεν, ἀφεὶς δὲ τὸ πρότερον
ἧκεν ἐπὶ τὸ δεύτερον.
πρᾶγμα ῥᾴδιον εἰπεῖν·
τύπτε καὶ ποιείτω ταὐτὸν ἕτερος καὶ τρίτος
καὶ τέταρτος καὶ πέμπτος, καὶ ποιῆσαι τὸ κακὸν
βραχιόνων πεντεκαίδεκα. χρῆν δὲ ἐκθεῖναι γράμματα
καὶ προειπεῖν ταῦτα μὴ ποιεῖν αὐτοὺς ἃ νῦν ποιοῦσιν,
ἔπειθ᾿ ἡμέραις τισὶν ὕστερον πάλιν καλέσαι τοὺς πε-
πορθημένους καὶ μαθεῖν, ὅστις αὐτοῖς ὁ μετὰ τὰ
ματα χρόνος καὶ εἰ τι τῶν τολμωμένων ἐπηνώρθωται,
καὶ οὕτως ἀπαιτεῖν ἀκριβεῖς τοὺς κανόνας καὶ νομίζειν
σὺ δὲ ἀφεὶς ἀδικεῖν ἀσφαλῶς τοῖς καταφρονοῦσι
τῶν νόμων τοὺς τὰ δίκαια τιμᾶν οὐκ ἐωμένους
γεις τῇ δίκῃ καὶ τῇ φύσει προστίθης τὰ τῆς ἀνάγκης,
καὶ τῆς αὐτῆς ἡμέρας αἵ τε πληγαὶ τά τε τῶν πινόν-
τῶν ἀδικήματα. ἐν οἶς ἦσαν οἱ μεμαστιγωκότες ἐφ ’
ὁμοίας εἰσελθόντες κύλικας. καὶ τῶν μὲν αἱ γυναῖκες
ἐθρήνουν, οἱ δ’ ἐγχεῖν πάλιν ἐκέλευον. οὕτως αἱ πλη-
γαί σοι λόγον οὐκ εἶχον· οὐδὲ γὰρ βεβοηθηκὼς οὐδὲ
πεποιηκὼς ἀμείνους εἰκότως ἠγανάκτεις.
29. Ἀλλ’ αἱ μάστιγές σοι προοίμιον. κατηγορῶν
γάρ, φησίν, Ι ἀπελογεῖτο καὶ τὸ τὰς βοάς
σπῶνται. καὶ τί δεινὸν εἰπεῖν περὶ τῶν ταύτας
ἐπεισαγόντων τὰς ταραχάς; σὺ μὲν ἠρώτας· πόθεν
ἡ στάσις; οἱ δ’ ἀπὸ τῶν στάσει χαιρόντων ἀπε-
κρίναντο. καὶ γὰρ εἴ τινα, ὅπως ἑάλω τὸ Ἴλιον,
ἠρώτας, ἤκουες ἂν τὰς τῶν ἐπιστρατευσάντων ἀρετάς,
καὶ πῶς εὐδοκίμησεν ἡ Σπάρτη, τοὺς νόμους καὶ
τὸν Λυκοῦργον ἤκουες ἄν, καὶ τὸ Ξέρξην ἀγαπᾶν, εἰ
σωθείη, τοὺς Ἀθηναίους ἂν καὶ τὸ τούτων ναυτικόν.
περὶ Λέσβου δὲ εἴ τις ἔλεγεν Ι ἃ καὶ ἡ παροιμία,
καὶ νῦν τοὺς κινηθέντας οὐκ εὔκοσμον καὶ διαφθεί-
ραντας τοῦ θεάτρου τὴν χάριν οὐκ ἦν εὐλογεῖν ὡς
ἐν κόσμῳ τεθεαμένους. οὐκ ἦν οὖν οὗτος ὁ μὴ
πον ὄνομα τιθέμενος, ἀλλ’ ἀπ’ αὐτῶν τοῦτ’ ἐγίγνετο
τῶν πραγμάτων.
30. Ἐγὼ δ’ ἐβουλόμην μέν, ὦ βασιλεῦ, τὴν βελτίω
δόξαν ἀπὸ πάντων εἶναι τῇ πόλει, τουτὶ δὲ οὐδεμιᾷ
τέχνῃ δύναιτ’ ἂν διαφυγεῖν τὸ μὴ δοκεῖν εἰς στάσεις
ἐμπίπτειν. οὐδ’ ἂν ἐξαλείψαι τις Δομετιανὸν οὐδὲ
Θεόφιλον οὐδ’ οὗ πάντα ἐλάττω τὰ περὶ ἡμᾶς. ᾧ σὺ |
μὲν λαμπρότερος γέγονας, ἡμεῖς δὲ εἰς δόξαν βεβλάμ-
μεθα, καὶ τοῦ μὴ κατεσκάφθαι τὴν πόλιν ὀφείλομεν
χάριτας. ὁ δὲ τοὺς πολλοὺς ταῖς πολλαῖς πληγαῖς
αἰκισάμενος ὁ Παίων βασιλεὺς ἐν τίνι δόξῃ τὸν ὄχλον
εἶχεν; οὐ τῇ παρὰ τῆς ἀταξίας;
οἱ δὲ συμφορὰν
ἡγούμενοι τῇ πόλει τοὺς ὀρχουμένους, δι’ οὓς πολλοὶ
μὲν ἀργοί, πολλοὶ δὲ ἄσωτοι, πολλοὶ δὲ πατραλοῖαι,
πολλοὶ δὲ <αὑτοὺς> εὐδαιμονίζοντες, εἰ
αὐτοῖς περὶ τὰς θύρας καὶ τὰ δούλων ἐπιταχθεῖεν,
αὐτοὺς σπουδὰς ἀφ’ ὧν αἰ μιαραὶ φωναί, τὰ
εικέστερα περὶ αὐτῶν ὑπειλήφασιν ἢ τὰ δυσχερέστερα;
32. Θαυμάζω δέ, εἰ στάσιν αὐτὸς Φλωρέντιος ὀνο-
μάζων τὴν τότε κίνησιν ἡμαρτηκέναι τῷ ῥήματι νομίζει
τὸν εἰπόντα στασιάσαι τοὺς οὐδὲν ὀκνήσαντας ἐν τῷ
θεάτρῳ τότε. ἐπαινοῦντι μὲν οὖν αὐτοὺς λόγος
δεὶς ἂν ἦν, ἀλλ’ ἑαλώκει ἄν, κατηγοροῦντι δὲ ἦσαν
ἐλπίδες. ἠξίους οὖν αὑτοῦ γενέσθαι τὸν ἄνθρωπον
προδότην, ἵνα μήτις ἀκούσῃ κακῶς τἀληθῆ τῶν τὴν
πόλιν λελωβημένων;
33. Καὶ τί καινὸν φεύγοντα κατηγορεῖν καὶ κρινό-
μενον ἐγκαλεῖν; ἤδη γάρ τις καὶ κυβερνήτης τραύματι
ναύτην ἀφυπνίσας εἰς κρίσιν καταστὰς μίαν ἔσχεν
ἀπολογίαν τὴν κατηγορίαν καὶ τό· οὐ γὰρ ἤλαυνεν
οὐδ’ ἦν ἔργον τῆς κώπης οὐδέν, ἀλλ᾿ ἡ μὲν χεὶρ
τηνάλλως ἦν ἐπὶ τῆς λαβῆς, αὐτὴ δὲ ἠκολούθει
τῇ νηί; ὁ δὲ ἔρρεγχεν ἀσυντελὴς. ταῦτα ἂν ἦν
ἀπολογία τῷ κυβερνήτῃ.
καὶ στρατηγὸς δὲ ἤδη
δειλὸν στρατιώτην τὸν αὑτοῦ χείρους τῶν ἄλλων τινὰς
καὶ ὁμοίους αὑτῷ ποιοῦντα λαβὼν ἀπέκτεινε. καὶ
οὗτος τοίνυν κρινόμενος πολὺς ἂν ἦν ῥέων κατὰ τοῦ
ἂν ἐμέμψατο τὸν στρατηγὸν οὕτως ἀπολογούμενον; τίς
οὐκ ἂν ἐπῄνεσε τὸν φόνον; τίς οὐκ ἂν ἰσχὺν ἔφησεν
ἐν τοῖς εἰρημένοις εἶναι; καίτοι τί ταῦτα ἕτερον ἢ
κατηγορία;
Ὀρέστης ὁ τὴν μητέρα ἀπεκτονὼς
πῶς ἂν ἀπελογήσατο κάλλιον ἢ κατηγορῶν Κλυταιμνή-
στρας ὡς συγχέασα τὰ δίκαια τῶν γάμων προθείη μὲν
ἀνδρὸς τοιούτου μειράκιον ἀσελγές, προσθείη δὲ
χείᾳ φόνον, ὥσπερ δίκην ὀφείλοντος ὧν ἔπαθεν Ἀγα-
μέμνονος; καίτοι τίς ἂν εἴποι μεῖζον περὶ τῆς ἀπο-
λογίς ἐκείνης ἢ ὅτι καὶ θεοῖς εὖ ἔχειν ἔδοξε δικασταῖς;
σὺ δὲ ἐβούλου βελτίω ταύτης ζητεῖν ἀπολογίαν
τὸν κάπηλον; ποίαν; πόθεν φανουμένην; ὁ μὲν οὖν
διὰ τῆς μόνης οὔσης ἀπολογίας ἤρχετο, σὺ δὲ ἀντὶ
τοῦ μισεῖν τοὺς εἶναι κακοὺς ἑλομένους τὸν οὐκ ἔχοντα
περὶ αὐτῶν εἰπεῖν τι καλὸν ᾤου δεῖν οὐκ εἶναι.
σώζεται μὲν γὰρ τῇ τῶν θεῶν εὐνοίᾳ, τὸ δὲ πλῆθος
τῶν χειρῶν οὐ τοῦτο ἐβούλετο.
37. Δεινὸν γάρ μοι, φησίν, ἐδόκει πόλιν
ὅλην ἀκούειν ὑπὸ καπήλου κακῶς. ἀλλ’ |
θεάτρῳ. πολὺ γὰρ πλέον ἦν τοῦ παρόντος τὸ ἀπόν,
καὶ πολλοστὸν μέρος τοῦ τὸ θέατρον οὐχ ὁρῶντος τὸ
χωροῦν ἐπ’ αὐτό, ὥστε ἐλθών τις ἄλλοθεν πρῶτον
ὁρῶν τὴν πόλιν καὶ τὸ συγκαθήμενον κατὰ θέαν τῶν
ἐπὶ τῆς σκηνῆς οὐκ εἰκότως εἶπεν ἂν εἰς πολυάνθρω-
πον ἥκειν ἄστυ. οὕτως εἰ καὶ κατὰ πάντων εἴρητο
τῶν ἐν τῷ θεάτρῳ τὸ ῥῆμα, οὐ κατὰ πάσης εἴρητο
τῆς πόλεως.
φασὶ δὲ καὶ σαφῶς αὐτὸν ἀφεῖναι
τῆς αἰτίας τὸ πλέον ἐν τῷ τινὰς εἰπεῖν. εἰπεῖν γὰρ
τινῶν εἶναι ταῦτα ζώντων ἐν ἀταξίᾳ. καὶ μὴν ὅ γε
συλληφθεὶς νυκτὸς ἦν ὑπὸ τοῖς ἁλοῦσι Ι καὶ
πληγαὶ δείξειν ἔμελλον.
ὡς δὲ οὕτως ἂν ἔσχεν,
ἐκεῖνο σημεῖον μέγιστον. οἱ γὰρ δὴ μηδὲν μήτε
θέντες μήτ’ ἀποκρινάμενοι μισθὸν ἔδοσαν ἰατροῖς ὑπὲρ
δεῖξιν ἀρχῆς ἀρίστης ἡγούμενος, ἵνα τὰ τοιαῦτα βοῷεν.
ἄχθεσθαί φησιν ὑπὲρ αὐτῶν καὶ κτείνειν τὸν οὐκ οἰ-
όμενον αὐτοὺς ἰσοθέους τινὰς εἶναι.
Καὶ φιλῶ δή, φησί, τὴν πόλιν. πάνυ γε,
ὡς ἔδειξεν ἀπὸ τῆς περὶ τὴν βουλὴν ἀτιμίας μέσον
10 μὲν αὑτοῦ τε καὶ τῆς ἐκείνων προσρήσεως στάδιον Ι
τῶν πάντων οὐδέν, οὐκ ὄμβρος, οὐ χιών, οὐ πηλός,
οὐ βροντῶν κτύπος, οὐκ ἀστραπῶν σέλας, οὐ τὸ μέγι-
στον, σκιαὶ ποδῶν ἀντὶ ποδῶν κατερρυηκότων ποδάγρᾳ.
οὐκ ἔστι φιλοῦντος ἡμᾶς, οὐκ ἔστι τὰ περὶ τοὺς
ἁμιλλητηρίους ἵππους παρὰ τὸν νόμον πεπραγμένα
διὰ μὲν τὴν ὥραν τοῖς ἵπποις ἔρως, διὰ δὲ σὲ στέρη-
σις, ἀφ’ ἧς ὄλεθρος. ὅθεν τῷ λειτουργοῦντι πενία,
τῆς δὲ περὶ τὸ μέρος ζημίας τὸ κοινὸν αἰσθάνεται.
φιλοῦντος ἦν τὸ ἀρχόμενον μὴ τοῖς δικαζομένοις
δὲ τοὺς ψήφου δεομένους ἡ δι’ ὧν τε πορεύονται
περὶ τὰ κέρδη μανία ὅ τε κορυφαῖος τῶν λῃστῶν τὸν
ἔνα τέτταρας εἰργασμένος ὥσθ’ οἱ μὲν πλήρεις στα-
τήρων ἀπιόντες τῇ χειρὶ τοῦτον ὑμνοῦσιν, ὁ δὲ τῆς
χλαμύδος εἰς τοῦτο χρῄζων διψῶν ὅμως ἀπέρχεται.
καὶ δοκεῖς δὴ μετέχειν τῆς συλλογῆς· μὴ γὰρ ἂν ἀνα-
σχἐσθαι τοσοῦτον κακὸν μὴ κοινωνίας οὔσης.
43. Τοιοῦτος ἡμῖν ὁ τῶν καπήλων παιδευτὴς ὁ
τὰ μικρὰ μὲν ὁρῶν, τὰ μείζω δὲ οὐ βουλόμενος. καὶ
εἰ μὲν ἠγνόει τὴν περὶ ταῦτα ἀσέβειαν, καὶ οὕτω μὲν
ἂν ἡμάρτανεν οὐκ εἰδὼς ἃ προσῆκεν, ἦν δ’ ἂν ἴσως
τι καὶ συγγνώμης· νῦν δ’ εἰσὶν οἱ πρὸς αὐτὸν εἶπόν
τε καὶ διηγήσαντο καὶ παρῄνεσαν αὑτοῦ φροντίσαι |
καὶ βοηθῆσαι τῷ δικαστηρίῳ λέγοντες, ὡς ὠμότεροι
τῶν ὑπὲρ δικῶν δεῦρο ἀφικνουμένων μελλόντων τε
ἀγωνιεῖσθαι καὶ μετὰ τὴν γνῶσιν. ὁ δὲ ταῦτα ἀκούων
πλάττει μῦθον ὅς οὕτως ἐστὶν ἀπίθανος, ὥστ’ οὐδὲ
παῖδα ἂν λάβοι. καί φησιν οὐχ αὑτοῦ ταῦτα εἶναι, τῶν
δὲ κεκελευκότων.
ἐγὼ δὲ οὔτε κατ’ Ἀριστείδου
κνύουσιν αἰ στοαί; ἀλλ’ οὐδὲ αἰ πρότεραι τῶν
φιλούντων ἦσαν τὴν πόλιν, ἀλλ’ ἑαυτοὺς πηγῆς στοᾶς
ἑκάστης χρυσοῦ καθισταμένης, τῆς δ’ αὐτῆς καὶ
κρύων. τὰ γὰρ δὴ πρῶτα τῶν στοῶν οἰκιῶν κατα-
σκαφαὶ πολλὰς γενεὰς δεξαμένων, ὥστ’ αὐτοῖς ἀντὶ
οἰκήσεως γενέσθαι τὰ τῶν λίθων χρήματα. ἄγει δὴ
καὶ τοῦτον ὁ αὐτὸς λογισμὸς ἐπὶ ταῦτα. καὶ λόγος
εὐρυτέραν αὐτὸν τὴν ὁδὸν διὰ στοᾶς ποιήσειν, εἶθ’
ἵν’ εὐρυτέρα παλαιστῇ γένηται, τάφος ἅπας ἀποκεκά-
πόλιν οἰκησάντων τὰ ὀστᾶ διέρριπται, αἰδὼς δὲ
μία νεκροῖς ἀνδρῶν ἀγαθῶν.
45. Ἀλλὰ ἀντίκρουσον, ὦ βασιλεῦ, καὶ τοὺς κει-
μἐνους ἐλέησον καὶ τήρησον ἑκάστῳ τὰ τελευταῖα.
οὐδὲ γὰρ ἀδεὲς ἴσως τοσαύτας ψυχὰς ἐκπολεμῶσαι τῇ
πόλει καὶ ποιῆσαι δυσμενεῖς τοῖς μὲν ὡς ἠδικηκόσι,
τοῖς δὲ ὡς ἠμεληκόσιν.