The following text is encoded in accordance with EpiDoc standards and with the CTS/CITE Architecture.
πάρεισι μὲν οἱ δικάσοντες ἡμῖν καὶ ὑπή-
κουσαν εὖ ποιοῦντες ἀνίσχοντι τῷ θεῷ, δεῖ δὲ οὐδὲν
ὅρκου πρὸς ἡμᾶς ἦ μὴν φυλάξειν ὑμᾶς τὸ δίκαιον.
ἐν γὰρ δὴ τῷ τά δίκαια αἰδεῖσθαι καὶ φυλάττειν ἅπαντα
βεβιώκατε τὸν χρόνον καὶ γίγνοιτ’ ἂν ὑμῖν ἀνθ’ ὅρ-
κων ὁ τρόπος, ὥστε με καὶ πάνυ προσδοκᾶν δόξειν
ὑμῖν μηδὲν ἀδικεῖν, εἰ καὶ μὴ τὸ τῆς Τύχης παρ’ ἐμοί
τε καὶ τοῖς ἀντιδίκοις ἴσον.
2. Ἠξίουν μὲν οὖν ἔγωγε τὸν χρηστὸν Ἀντίοχον,
εἰ καὶ μὴ κατηγορεῖν ἐξῆν αὐτῷ τῶν πεπραγμένων διὰ
ἐμοῦ μεταπεισθῆναι μηδενὶ τῶν νυνὶ τούτων βλαβεί-
σὴς τῆς οὔσης ἡμῖν φιλίας· εἰ δ’ οὖν καὶ ἄχθοιτο τῷ
μὴ λαβών με παρὰ τὸν Σευῆρον ἄγειν, ἀξιώσω μοι
συγγνώμην ἔχειν, εἰ τὴν σπουδὴν αὐτοῦ τὴν ὑπὲρ
ἄλλων ἐν τοῖς ὑπὲρ ἐμαυτοῦ μιμήσομαι.
3. Μικρὸν δὲ ἄνωθεν ἀνάσχεσθέ μου λέγοντος, ὦ ἄνδρες δικασταί. γνώσεσθε γάρ, ὡς οὐδ’ ἐν οἷς ποιῶ νῦν ἀδικῶ.
Τοῦτόν μοι παρέδωκεν ὁ πατὴρ ἐπαινέσας μου τὴν
περὶ μισθοὺς μεγαλοψυχίαν καὶ πιστεύων ἐν ἴσῳ τὸν
οὐ δώσοντα τοῖς διδοῦσιν ἔσεσθαι. δευτέρῳ | δὲ
ὁρῶν δὲ ταῦτα ἐγώ, τοῦτον, ἔφην,
τὸν τηλικοῦτον; τὸν ἐν προοιμίῳ τῆς τέχνης;
πῶς μὲν οἴσοντα τοῦ δικάζοντος τὸ πρόσωπον;
πῶς δὲ τῶν συνηγόρων τὰς τόλμας; πῶς δ’ αὐτοῦ
καὶ μὴν οὔπω τρίτος, καὶ λόγος πολὺς εἶναι πολ-
Λὴν τῷ Σευήρῳ δύναμιν ἐν συνηγορίαις, εἶτα πλεί-
στην, εἶτα πάντας ἡττῆσθαι τοὺς νικᾶν εἰωθότας. καὶ
ἤσαν οἱ λέγοντες χρυσίον ὑπὲρ τούτου γόητι γεγενῆ-
σθαι καὶ εἶναι τὸ πραττόμενον ὑπὸ τῆς ἐκείνου σο-
φίας, οὐ τῆς τοῦ ῥήτορος, καὶ μαρτυρεῖν τὸ μηδὲν
εἶναι καλὸν ἐν τοῖς λόγοις.
ἐγὼ τοίνυν τὰς μὲν
νίκας ἡδέως, ταῦτα δὲ οὐχ ἡδέως ἤκουον κἀν τοῖς
δευτέροις καὶ τρίτοις τῶν αὐτῶν μὲν συμβαινόντων,
ἐγὼ τοῖς μὲν ἡδόμην, τοῖς δὲ ἠχθόμην πράττων τὸ τοῦ
φιλοῦντος ἐν ἀμφοτέροις.
μετὰ ταῦτα τοίνυν πολ-
λοῦ γε ἐλθόντος τοῦ τῶν ἀγαθῶν ῥεύματος καὶ παρα-
δοξοτέρου καὶ μείζω χώραν τῷ λόγῳ παρέχοντος τῷ
περὶ τοῦ γόητος τῶν μὲν τὸν γόητα λεγόντων κατε-
γέλων ῥητορείας καὶ καλοκἀγαθίας ἀξιῶν ἅπαντα ταῦτα
εἶναι, Σευῆρον δὲ οὐκ ἐλάνθανον ταῖς ἐκείνου τιμαῖς
καὶ χαίρων καὶ φιλοτιμούμενος.
καὶ χωρῶν τε ἐπ’
Αἰγύπτου καὶ πάλιν ἐκεῖθεν ὡς βασιλέα δι’ ὧν ᾤετο
δόξειν εἶναι περὶ ἐμὲ δίκαιος ἅπαντα ἔπραττε καὶ
ἔρχεται Κύδνος ὁ ποταμός.
ἔλεγε δὲ ταῦτα πάντα,
ὧς ἀδικεῖσθαί τε τῷ μὴ τεθεᾶσθαί με νομίζοι σπεύδοι
τε ὅπως ἴδοι. καὶ ἐπειδὴ τὸ | πρῶτον συνεμίξα-
ἕκαστον ἠσπάσατο, καὶ τοῦτο διατριβὴν οὐκ ὀλίγην
ἐνεποίησεν.
οἷς τοίνυν ταραχήν τε καὶ φόβον παρ-
έσχεν ἥκων τε καὶ μέλλων, εἰδότες μὲν οἵδε τὰ δεύ-
τερα, ἰδόντες δὲ τὰ τρίτα μίαν ἄδειαν καὶ μίαν ἀπο-
στροφὴν καὶ μίαν καταφυγὴν ἕξειν ἐλπίσαντες τὴν
αἰδῶ Σευήρου τὴν πρὸς ἐμὲ κοινῇ πάντες ἐφέροντο
πρὸς ἐμέ τε καὶ ταυτὶ τὰ γόνατα, οἶ μέν τι καὶ ὐπουρ-
γηκότες ἡμῖν, τοῖς δ’ ἣν αὐτὸ δίκαιον τοῦτο τὸ βε-
βοηθηκέναι με πολλοῖς οὐδὲν εὖ προπαθόντα. δείλης
οὑν αὐθημερὸν ἐπιτρέψαντος ἀπελθὼν αὐτὰ ταῦτα
ἀπήγγελλον, τήν τε ἐλπίδα τῶν ἀνθρώπων καὶ τὸν
11. Ὁ μὲν οὖν Ὅμηρός φησι· καὶ ἐλίσσετο πάν-
τας <'Αχαιούς>, 'Ατρείδα δὲ μάλιστα, ἐγὼ δ’ ὑπὲρ
ἀπάντων δεόμενος ὑπὲρ Μάλχου μάλιστα τοῦτο ἐποίουν
διὰ τὸ μείζους εἶναι τοὺς κινδύνους ἐκ μειζόνων τῶν
διαβολῶν.
Σευῆρος δὲ χρηστός τε ἦν ἐν τοῖς ῥή-
μασι καὶ τιμήσειν ἔλεγε τῇ πρᾳότητι τὸν Μειλίχιον
Δία, ὥστε τὸν παρακαθήμενον Ἀλέξανδρον ἐπαινεῖν
τὴν εἰς ταῦτα ἑτοιμότητα. τίνα δὴ τἀπὶ τούτοις; ἐκέ-
λευσε θαρρεῖν τοὺς δεδεμένους καὶ πάντα τὰ ἀληθῆ
πρὸς αὑτὸν περὶ πάντων λέγειν, Μάλχον δὲ μετὰ τοὺς
ἄλλους λόγους καὶ ὡς φανεῖται τὸ χρυσίον. ταῦτα
τῆς μὲν ἐπιούσης ὁ ἄρχων ἐφύλαξεν, ἐν δὲ τῇ μετ’
ἐκείνην ἐκίνησε.
καὶ τοὺς μὲν ἄλλους ὅπως μετα-
χειριεῖται, θεὸς οἶδε· τά δὲ δὴ Μάλχου, τρὶς ἀποθα-
νεῖν αὐτῷ βέλτιον ἣν καὶ γενέσθαι τῷ Πολυφήμῳ
δεῖπνον ἢ παθεῖν ἃ πέπονθε μενούσης ἡμῖν τῆς πολι-
τείας καὶ οὐ μεταπεσούσης. ἃ γὰρ οὐδ’ ἀγοραίων πα-
ταῦτα ὁ ζώνην, ὁ θρόνον, ὁ δικάζειν παρὰ τοῦ κρα-
τοῦντος λαβών, ταῦτα ὁ στρατιώταις ἐπιτάξας, ταῦτα
οὐ γάρ ἔτι κρύ-
ψαι τὸ μῖσος οἷός τε γενόμενος οὐδὲ ἀντισχεῖν τῷ
μεγέθει πᾶν ὅσον εἶχεν ἐν τῇ καρδίᾳ κείμενον ἐξέχεε
μικρὸν ἀπέχων μανίας. καὶ γυμνούσθω τῆς χλα-
μύδος, καὶ ἦν ἐκείνη χαμαί, καὶ τοῦ πρώτου χι-
τῶνος, καὶ ἣν ὁ χιτὼν χαμαί, καὶ τοῦ τρίτου τοῦ
λινοῦ, καὶ ἣν καὶ οὗτος μετ’ ἐκείνων.
δεινὰ μὲν
οὖν καὶ ταῦτα καὶ ἣν οὐδεὶς ὃς οὐκ ἐξεπέπληκτο, στή-
σεσθαι δὲ αὐτὸν ἐνταῦθα τῶν πολλῶν οἰομένων μετ-
έωρος μὲν ὁ Μάλχος ταῖς ἐσομέναις πληγαῖς ὑποκεί-
μένος, ῥάβδων δὲ ἐπὶ γῆς ἑωρῶντο φάκελλοι. τῶν δὲ
ἀεὶ ταῖς πληγαῖς τριβομένων ἀπορριπτουμένων ἑτέρων
ἀκραιφνῶν ἔδει. ταὐτὸ δ’ ἣν καὶ περὶ τοὺς τύπτοντας
τὸν ἀπειπόντα ἀκμῆτος ἐκδεχομένου, καὶ δέκατος ὁ
τελευταῖος ἣν. τούτων δὲ ἐξ μὲν εἰς τὰ νῶτα τὴν
ἰσχὺν | ἀνάλωσαν, αἰ πλευραὶ δὲ τέτταρας εἰς
μάτος, Μάλχος δὲ μέχρι μὲν μέσων αὐτῶν ἐβόα, τὸ δ’
τίνα ἄν τις δίκην ἑτέραν
ἐπὶ τούτοις προσέθηκεν; ἀφείλου τὴν δέλτον καθ’ ἢν
ἦρξεν. ἐγύμνωσας οὐ τῶν μέν, τῶν δ’ οὔ, πάντων
δὲ ἱματίων. πληγὰς δὲ οὐδ’ ἂν ἀριθμήσαι τις. ἄφες
δὴ τοῖς τε ἰατροῖς καὶ τοῖς οἰκείοις τὰς τοῦ σώματος
χαράδρας, ἢν πως ποιῶσι τὰ διεστηκότα συνελθεῖν.
ὁ δὲ ἐπ’ ἄλλο προὔβη πολὺ τῷ πάσχοντί τε ἀλγεινό-
τερον καὶ τοῖς ὁρῶσιν ἐλεεινότερον. παρέδωκε τοῖς
διὰ τῆς πόλεως ἄξουσι τὸ καλὸν ἐκεῖνο θέαμα, τά ἐν
τῷ σώματι βάθη, καὶ οὐδεὶς ἦν ὃς οὐκ ᾤμωξέ τε καὶ
εἶχον δέ τινα ὕβριν καὶ αἶ ἀναξυρί-
δες, ὧν ὅσον ὑπὲρ τοὺς μηρούς ἐξελήλεγκτο ταῖς
ῥάβδοις καὶ τοὖργον ἀπολωλέκει σκέπειν οὐ δυνάμενον.
Μάλχῳ δὲ αἰτοῦντί τι τοιοῦτον ὃ πρὸ τῶν ὀφθαλμῶν
ποιησάμενος οὐκ ἂν ἐθεᾶτο τοὺς θεωμένους αὐτόν,
ὁ δώσων οὐκ ἣν, πολλοὶ μὲν ἂν δόντες ἡδέως, φόβῳ
δὲ τῶν ὁρωμένων εἰργόμενοι.
ὁ δ’ αὐτὸς φόβος
καὶ τῆς ἀκριβοῦς θεραπείας ἀπεστέρησε Μάλχον ἰατρῶν
τῶν μὲν οὐ προσιόντων, τῶν δ’ οὐ πᾶσιν οἶς ἐνῆν
χρωμένων εἰδότων, ὡς ἥδιστ’ ἂν ἀκούσαι τεθνεῶτα
19. Ταῦτα τοίνυν ἅπαντα ποιήσας οὕτως ἐναντίως
ἔχοντα ταῖς ἐμαῖς ὑπὲρ Μάλχου δεήσεσιν ἀδικεῖσθαί
φησιν οὐκ ἀφικνουμένου μου παρ’ αὐτὸν καὶ πέπομφεν
Ἀντίοχον πείσοντά με ποιεῖν ὃ πρόσθεν. ἀλλ’ εἰ μὲν
ἀνελεῖν, Ἀντίοχε, δύνασαι τά πεπραγμένα καὶ ποιῆσαι
μὴ γεγενῆσθαι, βαδίζωμεν, | ἴωμεν, εἰ καὶ ἡ νὺξ
τί τὸν μετέχοντα τῆς ἀτιμίας Μάλχου πείθειν ἐπιχει-
ρεῖς ἑαυτὸν καταισχύνειν καὶ πρὸς ἅπαντας ὁμολογεῖν,
ὧς ἀναίσθητος εἴη καὶ οἷος τοὺς ὑβρίζοντας προσ-
κυνεῖν;
20. Ἀδικοῦντα γάρ, φησί, Μάλχον ἔλαβον περὶ
τὸ βασιλέως χρυσίον. οἶδα ὡς ἐπλημμέλησέ τι τοι-
οῦτον ὐπ’ ἀνδρῶν πανούργων ἐξαπατηθεὶς ἐλπίσι γλυ-
κείαις τε καὶ δειναῖς ἄνθρωπον λαβεῖν. τὸ δὲ τῆς
ἀπάτης τοῦτο καὶ τοῦ μεγίστου τῶν θεῶν ἴσμεν ἀψά-
μένον. ἀλλ’ ἴστω πᾶν τοῦτο Μάλχου καὶ τῆς ἐκείνου
γνώμης τὸ ἀδίκημα.
τί οὖν; ἡνίκα ἠξίουν, ἤκουές
μου λέγοντος, ὅτι σῶσον ἡμῖν ἄνθρωπον ἀναμάρ-
ὁμολογεῖν καὶ ἀποδώσειν, ἄξιον δὲ εἶναι δι’ ἔργα τινὰ
καλὰ μηδὲν πλέον παθεῖν. καὶ ταῦτα λέγων ἐδόκουν
δίκαια λέγειν καὶ οὐκ ἄλλως ἔφησθα ποιήσειν καὶ ἐπί-
μὲν ἐπῄνουν, Μάλχῳ δέ συνέχαιρον. ταῦτ᾿ οὐκ ἂν
μὴ οὕτως ἔχειν εἴποις.
καίτοι χρῆν τὸν ἅπερ
ἔλεγε ποιήσειν οὐ πράξοντα μηδὲ λέγειν ὅτι ποιήσει.
ῥᾴδιον γὰρ ἣν ἀποκρίνασθαι, ὅτι, ὦ φίλτατε, βού-
λομαι μὲν ταῦτα, Μάλχου δὲ ἡ πονηρία κωλύει
τὴν χάριν πληγάς τε ἀπαιτοῦσα καὶ τἄλλα δὴ
τά τε πρὸ αὐτῶν τά τε μετ’ αὐτάς. οὐ γὰρ δὴ
δέος ἣν μὴ χαλεπήνας δήσω τὸν ἄρχοντα οὐδὲ μὴ
γενοίμην δυσμενής. οὐ γὰρ οὕτως ἄτοπός τις ἦν,
ὥστ’ ἀντὶ τῆς τοῦ πράγματος φύσεως τοῦ μὴ δόντος
αἰτιᾶσθαι τὴν γνώμην. ἀλλ’ ᾔδειν ἂν αὐτῷ τοῦ τἀλη-
θὲς ἀκηκοέναι χάριν καὶ τοῦ μήτε αὐτὸς ἠπατῆσθαι
μήτ’ ἄλλον τινά.
νῦν δὲ αἰσχύνη πολλή· ἀπήγγελ-
ται μὲν ἄλλα, πέπρακται δὲ ἄλλα, καὶ ἤλπισται μὲν
χειρόνων. καὶ κινδυνεύω γέρων ἄνθρωπος ἐνέγκασθαι
προσηγορίαν ἢν οὐδ’ ὄναρ νέος ὤν.
24. Καίτοι, φησίν, ἠπίου μου τετύχηκεν ὁ
Μάλχος ἐπὶ τῆς προτέρας ἡμέρας. τί δέ; οὔτε
αὐτὸς ᾔτουν ἡμέραν μίαν αἵ τε ὑποσχέσεις αἰ σαὶ τὸ
πᾶν εἶχον. τί γὰρ πλέον ἔχειν πρᾳοτέραν ἡμέραν θη-
ριώδους τῆς μετ’ | ἐκείνην ἐσομένης καὶ τῆς μὲν
τὸ δεύτερον. οὐδ’ αὖ λῃστὴς ὂν ἐθήρασεν ἑστιάσας
πρότερον, εἶτα ἀποσφάξας ἧττον ἀπέσφαξε διά τὴν
προλαβοῦσαν τράπεζαν. ἴσμεν δὲ καὶ τοὺς Διοσκόρους
οἷς ἂν ὦσιν εὐμενεῖς μέχρι λιμένων παραπέμποντας
αὐτούς τε καὶ τὸν γόμον, ἀλλ’ οὐ τοῦ μὲν ῥύονται
κλύδωνος, τῷ δὲ προίενται.
τὴν μὲν οὖν ἐκείνης
ἡδονὴν ἡ ἐπιοῦσα ἔσβεσε, τά δὲ τῆς δευτέρας ἡμέρας
26. Ὁ δὲ καὶ ἀχάριστόν με καλεῖ μεγάλην εἰληφότα
χάριν. οὐ γὰρ βασανισθῆναι δι᾿ ἐμὲ τὸν Μάλχον τῇ
φρικωδεστάτῃ δὴ βασάνῳ οὐδὲ ἀποτμηθῆναι τὴν κε-
φαλήν. καὶ τίς σοι τοῦ σοφοῦ τούτου διδάσκαλος ἢ
ὅσπερ καὶ ἑτέροις, ἐκεῖνος ὁ Λίβυς, ὁ Ἶρος, εἶτα Μίδας;
ὃς ὄν ποτε μὲν ἀποκτείνειε ξίφει, τοὺς τοῦ τεθνεῶτος
οἰκείους ἠξίου χάριν αὑτῷ τοῦ μὴ πυρὶ γενέσθαι τὴν
τελευτὴν εἰδέναι, οὗ δὲ πῦρ ἐποίει τὸν θάνατον, πά-
λιν ἦγεν εἰς χάριν τῷ μὴ στερεῖσθαι τὸν τεθνεῶτα
καὶ σὺ δὴ τὴν αὐτὴν βαδίζεις | τοὺς
καταγελῶντας οὐχ ὁρῶν. τίς γὰρ οὕτως ἢ παῖς ἤ ἀνὴρ
ἀνόητος, ὃς οὐκ ἂν ῥᾳδίως καταλάβοι τὸν λόγον; πότε
γὰρ οὐκ ἐν τοῖς δεδωκόσιν ἔσῃ χάριν ἀεί τινος ὄντος
τοῦ παραλελειμμένου; καὶ γὰρ εἰ τὴν κεφαλὴν ἀποτε-
τμήκεις, εἶπες ἂν ὅπερ ὁ πρότερος· καὶ εἰ κατὰ μέλος,
εἶπες ἂν τὴν ταφήν. καὶ εἰ κυσὶ καὶ ὄρνισιν ἐδεδώ-
κεις τὸν νεκρόν, ἦν ἂν εἰπεῖν· ὰλλ’ οὐκ εἰς λέβητας
ἀλλ’, οἶμαι,
πολὺς ὁ γέλως χάριν ταῦτα ποιεῖν. ἢ καὶ τοὺς ὀφθαλ-
μοὺς ἐκκόψας ἠξίωσας ἄν μοι κεχαρίσθαι δοκεῖν τῷ
μὴ καὶ τὴν γλῶτταν προσαφῃρῆσθαι, ὥσπερ ἂν εἴ τις
δημεύσας τινὸς τά ὄντα φιλανθρωπίαν ἐκάλει τὸ μὴ
καὶ αὐτὸν ἐψηφίσθαι δουλεύειν; οὕτω τοίνυν οὐκ ἦν
ταῦτα χάρις, ὥστε οὐκ ἐτόλμησεν ἐν τῷ καιρῷ τῶν
δεήσεων εἰπεῖν, ὅτι μοι δώσει τὸ μὴ τὸ καὶ τὸ παθεῖν
τὸν ἄνθρωπον, ἄλλο δὲ οὐδέν. καίτοι γε εἰ ἣν χάρις,
τίς βλάβη τῇ χάριτι καὶ πρὶν ἢ δοθῆναι φαίνεσθαι;
29. Καὶ παρώξυνέ με, φησί, ῥήμασί τισι θρα-
συτέροις. εἰ δὲ μὴ ταῦτα εἴρητο, οὐκ ἂν ταῦτα
ἐπεπόνθει. πῶς οὖν ἐν τοῖς πρὸ τῶν εἰρημένων
τούτων ἀδικήματα ἔφασκες εἶναι τῆς ἐσχάτης | ἄξια
τὸν οἶκον τὸν βασιλέως βλάβη τοσαύτην ἀπῄτει τὴν
δίκην, τί μέμνηται τῶν ἐν τῷ δικαστηρίῳ ῥημάτων;
εἰ δὲ ταῦτα τοιούτοις ἔδει κεκολάσθαι, σεσιγήσθω τὰ
περὶ τὰ χρήματα. ἅ φησιν αὐτὸς οὐκ ἂν ἐξετασθῆναι
τῷ φάσκειν τὰ ῥήματα τὴν ὀργὴν πεποιηκέναι.
σκε-
ψώμεθα δὴ καὶ αὐτὰ τά ῥήματα τά, ὡς ὅδε φησί, δα-
κόντα αὐτόν. ὡμολόγησε μὲν ὀφείλειν καὶ καταθήσειν,
ὀφείλουσι βοήθειαν τῶν μὲν αἰτούντων ἀναβολήν, οἷς
δὲ ἔξεστιν ἀνανεύειν, διδόντων κἀν τούτῳ τοῖς ὀφεί-
λουσιν ἀναπνεῖν παρεχόντων; ὃ γὰρ οὐκ ἂν δυναίμην
διαλῦσαι τήμερον, ὕστερον ἄν. κατέχει δὲ αὐτὸν ὁ
δεδανεικὼς ὁ μὲν δύο μῆνας, ὁ δὲ τρεῖς, ὁ δὲ δὶς
τοσούτους, ὁ δ’ ἐνιαυτόν, ὁ δὲ καὶ πλεῖον, εἶθ’
ὕστερον ἃ προεῖται κομιζόμενος αὑτόν τε ἐπαινεῖ καὶ
τὴν αὑτοῦ μέλλησιν, ὡς αὐτὴν οὖσαν τὴν ἀποδοῦσαν.
ἤδη δέ τινες ἀφορήτοις | ἀνάγκαις ἐνδήσαν-
τες τὸν ὀφείλοντα τὸν μὲν ἐπὶ βρόχον ἔπεμψαν, αὐτοὶ
δ’ ἐφ’ ὃν ἔλθοιεν οὐκ εἶχον. οὕτω δὲ ἀνθρωπίνως
τοῦτ’ ἔχειν ἔδοξεν, ὥσθ’ ὁ νόμος καὶ δικαστὴν ἐν τοῖς
τοιούτοις χρόνου κύριον ἐποίησε. κἂν ὁ ὀφείλων μη-
δενὸς ἐπιεικοῦς παρὰ τῶν εἰσπραττόντων τυγχάνῃ,
καταφυγὼν ἐκεῖσε τὸ μὴ ἤδη καταβάλλειν εὕρετο, καὶ
οὐκέτ’ ἂν ὁ εἰσπράττων ἄγξειεν οὐδὲ ἐπιλάβοιτο.
σὺ δ’ ἀκούσας δύο μῆνας ἐπήδας ἐπὶ Μάλχον.
τοῦ χάριν; ἔλυέ σοι ταῦτα τὴν ζώνην; ἀλλ’ ἀφῃρεῖτο
συλλέξουσι τὸ συνέχον τοῦτο τὴν Ῥωμαίων ἀρχὴν χρυ-
σίον; ἀλλ᾿, οἶμαι, πρόφασις μὲν οἱ μῆνες, τὸ βούλημα
δὲ τύπτειν ἐν Μάλχῳ τοὺς Μάλχου κηδομένους. οὓς
οὕτος μὲν ὑλακτῶν οὐ πέπαυται, πολλαχοῦ δὲ Μάλχος
εὑρηκὼς ἐπικούρους οὐκ ἔμελλε φυγὼν ὡς τοῦτον
μεταπηδήσειν.
καὶ δὴ δῶμεν ἀγροικότερον αὐτῷ
τὰ περὶ τοῖν μηνοῖν εἰρῆσθαι. οὐκοῦν ἐξήρκει μὴ τυ-
χόντα ἐκβαλεῖν | κἀν τούτῳ μὲν λαβεῖν τὴν δίκην,
μηδέν μέρος εἶναι πληγῶν καθαρόν. οὕτω μὲν οὐ
σφόδρα τὸ δίκαιον ἣν ἐν οἷς Μάλχος ἔπαθεν· εἰ δ’
οὑν καὶ θείη τις, αὐτὸς ἔχοιμ’ ἂν ἐγκαλεῖν τὸ καὶ
οὕτως ὑβρίσθαι.
34. Ἀλλ’ ἥκω, φησὶν Ἀντίοχος, ἐκείνου πεπομ-
εἶπεν οὐκ εἰρηκώς, οὐκ ἔστιν ἐμὲ μὴ παρακεκροῦσθαι.
εἰ δὴ δώσομεν τοῖς ἀδικοῦσι ποιοῦσιν ἃ βούλον-
ται φίλους ἔχειν τοὺς κακῶς πεπονθότας ἀπ᾿ ὀλίγων
συλλαβῶν, μεγάλην ἂν εἴημεν αὐτοῖς πλεονεξίαν δε-
δωκότες, εἰ παροινοῦντες εἰς οὖς ἂν ἐθέλωσι μηδὲ
μισοῖντο παρά τῶν ὑβρισμένων ὡς ὧν ἔδρασαν αὐτοὶ
κατεγνωκότες. ἔσται δέ, οἶμαι, ῥᾴδιον καὶ τῷ κακῶς
ἀγορεύσαντι καὶ τῷ ῥαπίσαντι καὶ τῷ καταβλάψαντι
καὶ τοῖς τά μείζω τολμῶσιν ἐν ταπεινότητι τῇ τῶν
μετεγνωκότων προσελθοῦσι φίλους ἔχειν τοὺς ἔχοντας
ὃ κατηγοροῖεν ἄν.
ἀλλὰ γὰρ οὐκ οἶδ’ ὅπως ἀπη-
νέχθην εἰς τοὺς ὁμολογοῦντας ἁμαρτεῖν. ὁ γὰρ ἀνὴρ
37. Ἀλλ’ εἰ καὶ μὴ τοῖς ῥήμασι, τοῖς δὲ ἔρ-
γοις ὡμολόγηκεν ἐν λύπῃ τε ὤν καὶ τὴν σὴν
ποθῶν συνουσίαν. σὺ δ’ ἐλέγξας πολλοὺς ἡμαρ-
τηκότας εἰς σὲ διηλλάγης. πάνυ γε. εἰσὶ δέ γε
καὶ πρὸς οὖς οὐ διηλλάγην, οὐδ’ ἱστᾶι χρόνος ὁ τοῦτο
ἐγὼ δὲ οἶδα μέν, οὗ δεῖ παῦσαι
μῖσος, οἶδα δέ, ἐν οἷς οὐδέποτε. καὶ δυναίμην ἂν
εἰπεῖν πρὸς ἄνθρωπον σπονδάς μοι γεγενημένας. τίνος
τοῦτο πείθοντος; τοῦ μηδὲν ἀνήκεστον εἰς τοὺς ὑπὸ
χεῖρα περὶ ὧν ἐδεήθην πεπρᾶχθαι. ᾔτησέ τις ἡμερῶν
ἀριθμὸν εἰς τὸ τῶν ἀγρῶν τινας ἐπελθεῖν τῶν ἑαυ-
τοῦ. οὐκ ἔδωκεν ὁ ἄρχων. ἀπῆλθον ἀγανακτήσας. |
χρόνος ἐκοίμισε τὴν ὀργήν· οὐ γὰρ κακῶς, ἀλλ’
οὐδὲν γάρ ἄσχημον ἐγεγόνει περὶ τὸν φίλον οὐδ’ οἷς
κατέθηκεν ἄτιμος ἣν.
τά δὲ νῦν, τὰ δ’ ὑπὸ τού-
του, τά δ’ εἰς τοῦτον τῆς Αἰσχύλου καὶ Σοφοκλέους
μῖσος, μὴ θεραπεύσῃς ὄφιν, μὴ γένῃ κακὸς εἰς
ἱκέτην δοῦλον οἷς ἔπαθε τῶν αὑτοῦ δούλων
γεγενημένον, οὐκ ἐγκαλέσαι δυνάμενον οἰκέ-
ταις, οὐ κατηγορῆσαι ῥᾳθυμίας υἱέων, οὐ μέμ-
ψασθαι γυναικὸς ὕπνον, πανταχοῦ γεγυμνω-
μένον φρονήματος καὶ τῆς παρρησίας ταῖς τε
ῥάβδοις καὶ ἃ προσεγένετο ταύταις ἐκβεβλη-
μένον.
40. Ἔλεγε δὲ καὶ τὴν ἀρχὴν Ἀντίοχος καὶ δύνα-
δῦνον ἄρχοντος ἔχθραι. ἐγὼ δὲ τοῦτο πάλαι μὲν ἠπι-
στάμην, οὐ μὴν φόβῳ γε τῆς δυνάμεως προὔδωκά
ποτε τὸ δίκαιον οὐδὲ ἐκείνους ἐκολάκευσα μᾶλλον ἢ
μετὰ τῶν ἠδικημένων ἔστην. καὶ ταῦτα πολὺς μέν μοι
σύνοιδε χρόνος, πολλαὶ δὲ πόλεις, πολλὰ δὲ ἔθνη,
πολλοὶ δὲ ἄνθρωποι, πολλοὶ δὲ τόποι καὶ τὸ δὴ μέ-
γιστον ἀπάντων, οἱ θεοί, οἳ ἀνθ’ ὅπλων μοι καὶ περι-
βόλων καὶ τειχῶν γεγένηνται. οὐ γὰρ ὧς οὐκ ἐπεβου-
λευόμην εἴποιμ’ ἄν, ἀλλ’ ὡς τῇ τῶν θεῶν ῥοπῇ διε-
σωζόμην, ὥσπερ ἐκεῖνος ὁ τὴν Τροίαν ἑλὼν τῇ τῆς
Ἀθηνᾶς εὐνοίᾳ, ἢ τά τε ἄλλα αὐτῷ συνέπραξε καὶ τά
πέπεικα τοίνυν ἐμαυτόν, ὧς
οὐδὲν ῥᾳθυμοτέρων αὐτῶν συμμάχων τεύξομαι οὐδὲ
καταγνόντες τῆς περὶ ἐμὲ σπουδῆς ἄρχοντος δυνάμει
προήσονται οὐδ᾿ ὂν ἐν νεότητι προνοίας ἠξίωσαν, τοῦτον
ἐν γήρᾳ προδώσουσι. μετὰ δὲ τῆς τῶν θεῶν ἐπικου-
ρίας ἤδη τις ἐπίστευσε καὶ μεθ’ ἑνὸς ἑταίρου πέρας
ἐπιθήσειν οἷον ἐβούλετο τῷ Τρωικῷ πολέμῳ.
ὅλως
δὲ εἰ τοῦτο ὑπακουσόμεθα φόβῳ, τί τῶν ἀπάντων οὐ
χαριούμεθα φόβῳ, ὥστε ἡμῖν εἶναι τὴν ἀσφάλειαν ἐν
τῷ μηδὲν ἐκεῖνον αἰτῆσαι τῶν οὐ καλῶν; φέρε γάρ,
εἴ με κελεύοι λελουμένον καὶ πεπωκότα χωρεῖν εἰς τὸ
διδασκαλεῖον, πείσομαι; τί δαί, μισεῖν τινα τῶν φί-
λων, πείσομαι; τί δαί, κύβους ἐν χεροῖν ἀντὶ βιβλίων
ἔχειν, πείσομαι; καὶ μήν, εἰ τὸ νῦν ἀνεξόμεθα δι᾿ ἢν
ἔχει δύναμιν, κἀκείνων ἕκαστον [δι᾿ ἢν ἕκαστον]. τοῦ
γὰρ αὐτοῦ δέους ἐπόντος οὐκ ἔστιν οὐδὲν φυγεῖν.
43. Ἀλλὰ καὶ | πολλοί, φησίν, ἀποστερή-
ἐξαπατᾶν καὶ τοῖς οὐδέποτε ἐσομένοις δελεάζεσθαι.
χωρὶς δὲ τούτων οὐδὲ σπάνιν ὀρῶ τῶν τοῖς δεησο-
μένοις συμμάχων παραστησομένων. οἳ ἀντὶ τοῦ τὰς
ἱκετείας ἀναμένειν αὐτοὶ θηρῶσιν, ὅπως τοὺς δεομέ-
νους ἕλξουσι. καὶ εἰσὶ πολλοὶ πανταχοῦ τῆς πόλεως
οὐδὲν αἰσχυνόμενοι τὸ μισθοῦ ταῦτα ποιεῖν. ὥστε
τοῦτο μηδένα φοβείτω. τὸ γὰρ μυρίους ἄρξαι συχνοὺς
ἐποίησε τοὺς δυναμένους ἀμύνειν. ἐκεῖνοι καὶ εὖ
ποιήσουσι καὶ ἀντευπείσονται, φίλτατε Ἀντίοχε, οἱ τὸν
ἄνθρωπον καταδεδούλωνται τοῖς περὶ τῶν πονηρῶν
ἔργων ἐπαίνοις τοῖς ἐν τοῖς συμποσίοις. ὥσπερ γὰρ
Αἰακῷ συναριστῶντες, ἀλλ’ οὐκ ἀγορᾶς περιτρίμματι,
τὴν τῶν πραττομένων ὑπ’ αὐτοῦ φύσιν οὐκ ἐξετάζοντες
πίστει χρῶνται τοῦ τὸ δίκαιον ἐν ἐκείνοις εἶναι τῷ τοῦ-
ὢν τοιαῦτα ἐχούσαις ἄνθη ταχὺς δοῦναι χάριν γίγνεται.
45. Ἀνίστω δὴ καὶ ταῦτα ἀπάγγελλε. ποίοις πο-
σὶν ὑποστρέψας; ἴσως ἐρεῖς. οἷς Αἴας, οἷς Ὀδυσ-
σεύς. οὐ γάρ ἐκείνων τὸ μὴ πεῖσαι, τοῦ τοιαῦτα δέ
ὑβρικότος ἣν, ἃ καὶ νῦν οἶμαι δόξειν. ἀλλ’ ἐγὼ πο-
ρεύσομαι παρ’ αὐτὸν καὶ ὄψομαι καὶ συνέσομαι καὶ
καθεδοῦμαι πλησίον καὶ τὰ τῶν φίλων διαλέξομαι
εἰδὼς οἷα τοιούτοις ἔργοις ἀκολουθήσει ῥήματα; τί
μὲν γὰρ ἐροῦσιν ἄνδρες; τί δὲ γυναῖκες; τί δὲ παῖδες;
τί δὲ νεότης; τί δὲ γῆρας; οὗτος ὁ φιλοικτίρμων;
οὗτος ὁ ἐλεήμων; οὗτος ὁ τοῖς χαλεποῖς ἐχθρός;
οὗτος ὁ τοῖς ἠπίοις φίλος; τῷ δὲ ἡλίῳ ταῦτα
ἀρέσειν νομίζομεν; τῇ δὲ ἡμέρᾳ; τῇ δὲ νυκτί;
τοῖς δὲ ἐν ἑκατέρᾳ δαίμοσι; τῇ δὲ πάντα ὁρώσῃ
Δίκη; εἶτα τὸ μὲν ζῆν ἐλευθέρως ἐπαινεῖ, τὰ δὲ
τῶν ἑκόντων δουλευόντων ποιῶν οὐκ αἰσχύ-
νεται; οὐ γὰρ δὴ μαχούμενος εἰσῆλθεν αὐτῷ
καὶ ἐξελέγξων ὁπόσα ἠδίκηκεν, ἀλλ’ ἔστιν ἅπαν
τοῦτο πτήξαντος καὶ δείσαντος καὶ | κολα-
ταῦτα, ὦ φίλε Ἀντίοχε, περὶ
τοῦ σοῦ φίλου βούλει λέγεσθαι; ταῦτα ἐλθεῖν ἐπ’ ἐμὲ
τά βέλη; καὶ τίνας οἴει πρὸς ἐμὲ τοὺς ἄλλους ἄρχον-
τας ἔσεσθαι βλέπειν ἔχοντας εἰς τὰ τοιαῦτα παρα-
47. Ἀναπηδήσας γάρ; φησίν, εἰ φανείης, φι-
λήσει τὴν <σὴν> κεφαλήν. πάνυ γε. καὶ γάρ ἄλλας
μυρίας. καὶ κομιδῆ τινας ὀλίγους οἶδα τοὺς οὐ τοῦτο
λαβόντας. φίλος μὲν γάρ ἐστιν οὐδενὶ οὐδὲ βούλοιτ’
ἂν εὖ πρᾶξαί τινα ἀνθρώπων, τοῖς δὲ χείλεσιν ἐξαπατᾷ
καὶ βούλοιτ’ ἂν ἕκαστον νομίζειν αὑτὸν παρ’ αὐτῷ
προκεκρίσθαι τῶν ἄλλων. ἐπειδὴ γάρ οἶδε τοῖς πράγ-
μασιν αὐτοῖς οὐ κτησόμενος ἐπαινέτας, ταύτην εὕρηκε
τὴν τέχνην, ὡς εἰς ἀτιμίας τάξιν ἥκειν αὐτοῦ τὰς τιμάς.
48. Ἀλλὰ μισοπόνηρός εἰμι, φησί, καὶ τὴν
φύσιν ἴδει κἀνταῦθα κρατεῖν καὶ λόγους ἤκουον
ὑπὲρ Μάλχου βοηθεῖν βουλομένους. ἀλλ’ οὐ
τῶν, ὄντων δὲ ἐπὶ τῆς αὐτῆς ἐλπίδος. ἰνὶ δὲ οὐδὲ
τοῖς ἡττημένοις ὃ προήκαντο κομίσασθαι ὅρκοις τισὶ
προδιῳκημένου τοῦ πράγματος. προῖκα δὲ οὐδέν, οὐ
ψῆφος, οὐκ εἴσοδος, οὐκ ὄνομα, οὐ συλλαβή τις, οὐ
καὶ ταῦτα οὕτω πωλεῖται φανερῶς οὐδένα
ὀφθαλμὸν οὐδὲ οὑς φοβούμενα, ὥστ᾿ εἷναι δόξαν μαν-
τείαις αὐτοὺς πεπιστευκότας μηδὲν ὀκνεῖν. ὧς γοῦν
οὐ δώσοντες δίκην ἅπαντα θερίζουσι πάντων Σύρων
βοώντων, ὡς ὅσοις ἀπὸ τουτωνὶ τῶν θρόνων γεγέ-
νηνται πλοῦτοι, πάντες εἰσὶ πρός γε τοῦτον πένητες.
εἰκότως ἄρα καὶ οἳ] τοὺς ἐν μείζοσι σχήμασιν ἄρχον-
τας ὠνοῦνται καὶ παρ’ ὧν ἔθνησκον ἄν, εἴ τι τῶν
δικαίων ἐγίγνετο, τούτους ὑφ’ ἑαυτοῖς ἔχουσι. μέχρι
μὲν οὖν ἀπῆν οὗτος, ἅτερος ἤσθιεν, ἥκοντος δὲ ἄμφω.
ἢ τί ποτ’ ἂν ἕτερον τὰς βροντὰς ἐκείνας ἔπαυσε καὶ
τὰς ἀστραπάς; οὐδέν.
ἀλλ᾿ ἔστι τῷ Μαρέᾳ τούτῳ
κηδεστὴς πάσης Μηδείας δυνατώτερος. καὶ τὸ μὲν
ἔργον τούτου, τἀληθὲς δὲ | ἀφανίζοντες Βίκτορα
ὁ δὲ τὸν οὐδὲ ἔτι δεδεμένον ἔλυεν, ὁ δὲ μισοπόνηρος
ἔπεμπε Μαρέαν πάλιν τὰ αὐτὰ ἀμήσοντα καὶ τά αὐτὰ
τρυγήσοντα καὶ τὰ αὐτὰ κεροῦντα, ἔπεμπε πάλιν ἐπὶ
τὰς αὐτὰς πηγὰς καὶ τοὺς αὐτοὺς κρουνούς, καὶ] χρυ-
σὸν καὶ ἄργυρον. ἃ κατὰ μικρὸν ἀγείρων εἰς μέγεθος
ἤγαγεν. οἶδε γὰρ ὁ πέμπων αὐτὸν ἐφ’ ὁμοίαν βοράν,
ὧς ἀμφοῖν ἡ θοίνη, τοῦ τε ἀπεσταλμένου τοῦ τε ἀπε-
σταλκότος.
καὶ τί θαυμαστόν, εἰ κερδῶν οὗτος
τροις ἀδικῶν οὐ συμβαίνουσι τῷ νόμῳ. οὕτω μὲν
οὗτος ἐπώλει, κακῶς δ’ ἠγόραζον ἐκεῖνοι καὶ ἡ πενία
πλοῦτον ἠναγκάζετο ποιεῖν. ἀλλ’ ὅμως εἰ μὴ Ἀριστεί-
δην αὐτὸν προσερεῖς, ἀδικήσεις.
52. Ὢ τῆς ὅ τι βούλοιτο πραττούσης Τύχης, εἰ δὲ
ὀρθῶς ἢ μὴ βούλεται μὴ σκοπούσης, ἀλλὰ τὰς |
καὶ
νῦν τοίνυν τὴν αὐτὴν ὁρῶμεν οὖσαν τὴν θεόν. καὶ
τὸ τῶν ἐπιδείξεων τούτων εἶδος οὐ πέπαυται, ἀλλ’
ἄνθρωποι καὶ τοῖς γείτοσιν ἀγνῶτες καὶ δικαίως ἂν
αἰπολοῦντες ἢ ποιμαίνοντες ἢ βουκολοῦντες ἢ ἐν συ-
βώταις ὄντες μετέωροι φέρονται τοῖς παρὰ τῆς Τύχης
δεδομένοις πτεροῖς. ἡ δ’ ἀκούει μὲν κακῶς ἐν ἅπασι
τόποις ὡς οὐ ταῖς ἀρεταῖς ταῦτα τηροῦσα μόναις,
ποιήσει δέ, μέχρις ἂν ἡ γένος ἀνθρώπων, ἃ δὴ πολ-
λάκις πεποίηκε. κἂν ἴδῃς συβώτην ὑσὶν ἑπόμενον, μὴ
διαπτύσῃς λογιζόμενος, ὧς τάχ’ ἂν καὶ οὗτος κοσμη-
θείη τῇ Τύχῃ.
54. Δεῖνόν μὲν οὖν καὶ αὐτὸ τοῦτο καὶ οὐδαμῆ
φορητὸν ἀπὸ μυλώνων καὶ τῶν ἐν αὐτοῖς ἀγρυπνιῶν
ἄγεσθαί τινας ἐπὶ δυνάμεις τε καὶ ἀρχῶν λαμπρότητας,
πολὺ δέ γίγνεται καὶ δεινότερον καὶ ἀφορητότερον,
ὅταν οἱ ἐπὶ τοιαῦτα μετενεχθέντες ἀπὸ τοιούτων μὴ
θέλωσιν εἰδέναι, τίνες ἐκ τίνων γεγένηνται, μηδὲ
οἷος
ἡμῖν καὶ οὗτος. ὂν ἔδει μὲν περὶ τὸν Τίγριν πανδο-
κεῦσιν ὑπὲρ κόπρου μάχεσθαι, γέγονε δὲ κύριος τοῦ
πολὺ μέρος τῆς οἰκουμένης κυκᾶν.
Ἀλλά, ὦ θεοὶ καὶ θεαί, πείσατε τὴν Τύχην ἃ περὶ Σευήρου προσήκει <ποιῆσαι> > καὶ τῆς ἀλόγου σπουδῆς αὐτὸν τῆς παρ’ ἐκείνης ἐκβαλόντες δείξατε τὸν κολοιὸν τὸν ἐν τῷ μύθῳ.