II.
ΚΩΛΥΟΥΣΙ ΣΩΚΡΑΤΗΝ ΕΝ ΤΩΙ ΔΕΣΜΩ-
ΤΗΡΙΩΙ ΔΙΑΛΕΓΕΣΘΑΙ ΚΑΙ ΑΝΤΙΛΕΓΕΙ
ΤΙΣ.
Χαλεπὸν μὲν εἰπεῖν τι καὶ τῶν πάνυ δι- Mor p. 190
καίων ὑπὲρ Σωκράτους ἐν ὑμῖν προκατεγνωκόσι καὶ
τὰς πρώτας προσειμένοις | κατ’ αὐτοῦ διαβολάς, Mor p. 192
ἀναγκαῖον δὲ τῶν συκοφαντῶν ὑπερβολῇ χρωμένων
καὶ μὴ Σωκράτην μόνον ἀδικούντων, ἀλλά τινα κοινὸν
ἀπάντων τῶν ἀτυχούντων νόμον τοσοῦτον εἰπεῖν πρὸς
ὑμᾶς, ὅτι πολλῶν ἤδη καταψηφισθέντων ἐν ὑμῖν καὶ
τῶν μὲν ἀδίκως, τῶν δὲ δικαίως ἀποθανόντων οὐδεὶς
ἀπόλωλε σιωπῇ.
ἀποθνήσκειν μὲν οὖν ἐκελεύσατε
Σωκράτην καὶ πάνυ | πρᾴως πείθεται, οἱ δὲ καὶ Mor p. 194
δευτέραν ἐπιτάττουσιν αὐτῷ τιμωρίαν τὸ καὶ πρὸ τῆς
Μ = Codex Marcianus gr. 514
Ma = Matritensis 4679 (N-49)
Β = Barberinus II 41
6 cf. p. 17, 1; 129, 15 8 Dem. c. Lept. p. 504, 17 sq.
1 κωλύει τίς Ma quocum facit Macarius fol 87 v τῆς μελέτης
ἐν ᾖ κωλύοντός τινος ἐν τῷ δεσμωτηρίῳ Σωκράτην διαλέγεσθαι
ἀντιλέγει τις 2 καὶ om Ma 3 τις om Ma τὶς Β | ἀντίληψις
post ἀντιλέγει: Ma, λιβανίου μελέτη Μ 4 τί Ma 6 προσειμέ-
νοις scripsi προσιεμένοις ΜΒ Mor προσιεμένους Ma 9 πάν-
των Β 11 θανόντων Ma 13 σωκράτη Β | πράως MaB | καὶ
om Ma
τελευτῆς σιωπᾶν καὶ μὴ διαλέγεσθαι μηδενὶ ἀποκτεί-
νοντες αὐτὸν καὶ πρὸ τοῦ κωνείου. Σωκράτει μὲν οὖν
καὶ τοῦτο ῥᾴδιον, δύναται γάρ, ὥσπερ καὶ λέγειν, καὶ
σιωπᾶν, ὑμῖν δὲ εὐλαβείας ἄξιον μὴ καὶ παρὰ θεῶν καὶ
παρὰ ἀνθρώπων αἰτίαν λάβητε τοῦ κοινοῦ καλοῦ πᾶσι
τοῖς ἔτι ζῶσι Σωκράτην ἀποστερήσαντες καὶ τήν τε ψυχὴν
ἅμα καὶ πρὸ ταύτης ἤδη καὶ τὴν φωνὴν ἀφελόμενοι.
ἐγὼ δέ εἰμι μὲν εἷς τῶν φοιτώντων παρὰ Σωκράτην
καὶ τῶν ἀκροωμένων, καὶ γάρ ἐστι τὸ πρᾶγμα θαύ-
μάτος ἄξιον, ἐν δεσμωτηρίῳ φιλοσοφῶν καὶ φαιδρῶς
ἀποθνήσκων , ἀνέστην δὲ ἀντερῶν τῷ τὴν χαλεπὴν
γνώμην ταύτην εἰρηκότι νομίζων οὐκ ἐκείνῳ τοῦτο, ἀλλ’
ἡμῖν οἴσειν ζημίαν, εἰ μηδὲ ὀλίγα κερδανοῦμεν Σωκρά-
τοὺς τὰς λοιπὰς ἡμέρας.
Mor p. 196
Ὅτι μὲν οὖν παρὰ πάντα τὰ δίκαια συκο-
φαντηθεὶς καὶ λαβὼν αἰτίας ψευδεῖς καὶ τῆς αὑτοῦ
φιλοσοφίας ἀναξιωτάτας ἀπολεῖται Σωκράτης ἁπάντων
μὲν ἀνθρώπων θεοσεβέστατος γενόμενος, ἀπάντων δὲ
ὠφελιμώτατος τοῖς νέοις, καὶ τοῖς μὲν νόμοις τῆς πόλεως
πεισθεὶς ἀεὶ καὶ πολιτευόμενος καὶ στρατευόμενος, τοῖς
δὲ τυράννοις καὶ ταῖς ὀλιγαρχίαις ἀντιπαραταξάμενος,
μόνος χρήματα τῆς συνουσίας καὶ μισθὸν μὴ πραξάμενος
5 Plat. apol. p. 38 C 13 Dem. p. 118, 16 22 cf. p. 95, 12.
Xen. comm. I 2, 60
2 καὶοmΜa 3 δύναται scii-psi dvvaLtolihiiMoi | καὶ(3)
inserui e Ma om ΜΒ Mor 5 αἰτίαν scripsi e Ma coll 1. 16
et t. III 361, 18. Plat. 1. 1. Thuc. II 18, 2 ἀτιμίαν ΜΒ Mor
8 σωκράτει MaB 12 ταύτην γνώμην Β | τοῦτο scripsi e
Ma ταύτην ΜΒ Mor 13 τὴν ζημίαν Μ Mor | μηδὲ scripsi
μὴ δὲ MaB μὴ Μ Mor 16 αὐτοῦ scripsi αὐτοῦ libri
Mor 17 ἀναξιωτάτας scripsi e Ma ἀναξιὧτατα ilfMor
ἀναξίῳ cum lacuna 2 — 3 litt Β 21 ἀντιπαραταξάμενος
scripsi e Ma ἀντιταξάμενος ΜΒ Mor 22 χρήματα καὶ μι-
τοὺς φοιτῶντας αὐτᾷ καὶ ἰδίων μὲν φύσεων πονηρῶν
ὡς οἷόν τε ἦν κρείττων γενόμενος, πολλοὺς δὲ καὶ
ἄλλους ἀγαθοὺς ἡμῖν ἀπεργασάμενος, καὶ τὴν πόλιν
εὐδόκιμον καὶ περίβλεπτον ἐν τοῖς Ἕλλησι ποιῶν τοῖς
τε ξένοις τοῖς ἀμφ’ αὐτὸν ἀφικνουμένοις καὶ τοῖς λό-
γοις τοῖς πανταχόσε παρ’ αὐτοῦ διαπεμπομένοις.
5. Ὅτι μὲν οὖν τοιοῦτος Σωκράτης ὢν σεσυκοφάν-
τηται | καὶ θᾶττον ἢ δίκαιον ἦν ἤνεγκαν οἱ δι- Mor p.198
κασταὶ τὴν ψῆφον, δείξειν οἴομαι τὸν χρόνον καὶ τοὺς
θεούς, καὶ γένοιτό γε μετὰ μηδεμιᾶς ὀργῆς καὶ δημο-
σίας βλάβης τῇ πόλει, καὶ τοῦτ’ εὖ οἶδα, ὅτι μετέ-
γνωσαν ἂν οἱ δικάσαντες, εἴ τις αὐτοῖς δευτέραν
παρεῖχε περὶ τῶν αὐτῶν κρίσιν, ὧσπέρ ποτε καὶ περὶ
Μιτυλήνης μετέγνωτε.
ἐπειδὴ δ’ οὖν ἐκράτησαν οἱ
διὰ τοὺς ἔτι τῶν λόγων ἐλέγχους φθονήσαντες Σω-
κράτει, τοῦ μὲν ἠκούσατε κἀν τῷ δικαστηρίῳ φιλοσο-
φοῦντος, οὔτε γὰρ ἔκλαυσεν οὔθ’ ἱκέτευσεν οὐδὲ αἰ-
σχρὰν οὐδὲ ἀναξίαν φιλοσοφίας σωτηρίαν εὕρατο, ἀλλὰ
πείθεται τῷ πρὸς ταύτην ἄγοντι τὴν τελευτὴν θεῷ καὶ
τοῖς ἕνδεκα εὐδαιμόνως ἠκολούθησε καὶ παρῆλθε φαι-
8 Plat. apol. p. 38 C 11 Diog. L. II 5, 23, 43 14 cf. 1. ΙΙ
460, 20 sq. Thuc. III 36 sq. 15 cf. p. 17, 2 17 cf. p. 112, 6
18 cf. p. 112, 11 20 Plat. Phaed. p. 59 E; 85 B
σθὸν τῆς συνουσίας Ma | τῆς inserui e libris om Mor | μὴ πρα-
ξάμενος τοὺς φοιτῶντας αὐτῷ) τοὺς φοιτῶντας οὐκ αἰτῶν Ma
1 συνόντας Β | ἰδίων scripsi διὸ Ma δύο ΜΒ Mor
3 ἄλλους ἀγαθοὺς scripsi ἀγαθοὺς ἄλλους libri Mor | ἡμῖν inserui
e MaB om Μ Mor | ἐργασάμενος MaB 5 τοῖς om Mor | καθ’
αὐτὸν Ma 6 ἀπὸ Ma | τούτου MaB | διαπεμπομένοις scripsi
e MaB πεμπομένοις Μ Mor 7 οὖν om Ma | τοιοῦτος καὶ
τοιοῦτος Ma 8 δίκαιον scripsi δικαιότατον libri Mor
10 μετὰ om Ma 11 τοῦτ’ scripsi ταῦτ’ libri Mor | οἷδ’ Ma
12 ἂν inserui e Ma ut coni Mor om ΜΒ Mor 13 περὶ
om MMa 16 κἂν Μ Mor 17 οὔτε scripsi e MaB οὐ
Μ Mor 18 σωτηρίαν om Β
LIBANIUS ed. Foerster. V. 9
δρὸς εἰς τὸ δεσμωτήριον ὡς εἰς Λύκειον, ὡς εἰς Ἀκα-
Mor p. 200 δημίαν, | ὡς ἐπὶ τὸν Ἰλισσόν, ὡς ἐπὶ τὰς ἄλλας
αὑτοῦ διατριβάς, ἔμελλε δὲ κἀκεῖ φθέγξεσθαι καὶ λα-
λήσειν. πῶς δὲ οὐκ ἄν τις ἄνθρωπος ὢν καὶ ζῶν ἔτι;
ὁ δὲ καὶ προθύμως τοῖς ἑταίροις συμφιλοσοφεῖ, Σω-
κράτης γάρ ἐστι καὶ δεδεμένος οὐδὲ κατέπληξεν αὐτὸν
ἡ τοῦ σώματος συμφορά, καὶ τοιούτους διεξέρχεται
λόγους οὕτω θείους καὶ καλούς, ὥστε εἰ πάντες ὑμεῖς
αὐτῶν ἠκούσατε, πάντως ἂν αὐτὸν ἐλύσατε.
7. Σωκράτην μὲν οὖν μακαρίζειν ἄξιον, ὅτι γε τοῦ
θανάτου παρεστηκότος χαίρει καὶ λέγει καὶ φιλοσοφεῖ
τοῖς δὴ ἀκούουσι καὶ παρακερδᾶναί τι δυναμένοις εἰς
τὸν ὅλον βίον μὴ φθονῶν· Ἄνυτος δὲ ἄρα καὶ Μέλη-
Mor p. 202 τος | ἦσαν καὶ τοῦ δεσμοφύλακος χαλεπώτεροι.
ὁ μὲν γὰρ συγχωρεῖ παρεῖναι παρὰ Σωκράτην, οἱ δὲ
ἀνόνητον ποιοῦσιν ἡμῖν τήν τε σωτηρίαν αὐτοῦ καὶ
καινὰ δεσμὰ ταῦτα εὑρίσκουσιν ἐπὶ Σωκράτην, μὴ
χεῖρας μόνον καὶ πόδας δεδέσθαι πρὸ τοῦ θανάτου
Σωκράτην, ἀλλὰ καὶ τὴν γλῶτταν αὐτοῦ.
ὢ τοῦ
φθόνου καὶ τῆς σκαιότητος, ὢ τῆς ἀπαιδεύτου πονη-
ρίας. μὴ λαλήσῃ Σωκράτης, Ἄπολλον, ἔτι ζῶν <καὶ>
ἔχων φωνήν; ἀλλ’ ἐπ’ ἀνδρὶ γράφει ψήφισμα τοιοῦτον
11 Il. π 853
1 λύκιον MaB cf. p. 24, 11; t. IV 353, 11 3 αὑτοῦ
scripsi αὐτοῦ libri Mor | φθέγξασθαι MaB | λαλῆσαι Β
4 τις inserui e Ma om ΜΒ Mor 5 ἑταίροις Ma sed ταί-
ροις in ras m 2 8 οὕτω καὶ θείους Μ sed καὶ eras | οἱ Ma
9 πάντες Ma | ἂν om Ma 10 μὲν om Ma 12 δὲ
MaB 13 φθονῶν scripsi ut coni Mor φθονεῖν libri Mor |
Μέλητος reposui e libris Μέλιτος Mor ut constanter in hac
declamatione cui oblocutus est Boissonadius Anecd. V 324 sq.
17 δεσμὸς Μ | εὑρίσκουσι ταῦτα Ma | σωκράτει MaB 21 καὶ
inserui om libri Mor 22 τοιοῦτον reposui e libris τοιοῦτο Mor
ὁ Σόλων ἄντικρύς τε καὶ διαρρήδην ἀπειρημένον ὑπὸ
τῶν νόμων μηδὲ γράφειν ἐπ’ ἀνδρὶ νόμον ἢ ψήφισμα
ὅπερ ἂν μηδὲ κοινὸν ἐφ’ ἅπασιν Ἀθηναίοις ᾖ;
πονη-
ρός τε καὶ κατεψηφισμένος ὤν. | ἔστω πονη- Mor p. 204
ρός. μηδὲν ἄπιστον ἔστω τῆς γραφῆς μηδὲ τῆς Ἀνύ-
του καὶ Μελήτου καταβοῆς. εὖ οἶδα ὡς ἔσται χρόνος
ἐν ᾧ ποτε σεμνυνεῖσθε Σωκράτει, ὡς Ἡρακλείτῳ μὲν
Ἐφέσιοι, Πυθαγόρᾳ δὲ Σάμιοι καὶ Χείλωνι Λακεδαι-
μόνιοι καὶ Θάλητι Μιλήσιοι καὶ Πιττακῷ Λέσβιοι καὶ
Περιάνδρῳ Κορίνθιοι καὶ ὑμεῖς αὐτοί ποτε Σόλωνι.
πᾶσι γὰρ τοῖς σοφοῖς ζῶσι μὲν ὁ παρὰ τῶν πλησίον
φθόνος ἀνταγωνίζεται, | ἀποθανόντων δὲ καθα- Mor p. 206
ρῶς ἐξ ἀλύπου τῆς αἰσθήσεως ἡ σοφία κρίνεται.
10. Νῦν δὲ οὕτω δοκοῦντα ἔστω ταῦτα, ὡς ἔδοξεν.
οὐκοῦν ἅπερ ἔδοξεν ἐν τῷ δικαστηρίῳ, ταῦτα κρίνε-
σθαι προσήκει. ἔδοξε δὲ πιεῖν Σωκράτην κώνειον,
ὥσπερ καὶ ἄλλος τις ἤδη τῶν κατεψηφισμένων. τοῦτο
μὲν οὖν οὐκ ἀναίνεται Σω|κράτης οὐδ’ ἂν ἀπο- Mor p. 208
1 Dem. p. 352,12; 1075,10 2 Andoc. myst. § 87 et 89.
Dem. Timocr. § 59; Aristocr. § 86; Steph. II § 12. Aen. Theo.
p. 24, 8 ed. Boiss. 6 Thuc. I 73, 1 cum nota Kruegeri 11 Thuc.
II 45, 1. Dem. p. 330, 3; 441, 29 17 Lys. c. Erat. p. 394, 13
1 ἄντικρύς τε καὶ διαρρήδην] ἂν cum lacuna 8 litt Β | καὶ
om Ma | ὑπὸ scripsi e MaB ἀπὸ Μ Mor 3 μὴ δὲ Β | πο-
νηρός τε καὶ κατ’ ἐψηφισμένος ὤν om in lac 10 litt Β 4 καὶ
om Ma | ὤν] ἐστί coni Mor 6 καταβοῆς scripsi e MaB
καταβολῆς Μ Mor 7 σεμνυνεῖσθαι Μ | Σωκράτει om Ma
8 Χίλωνι MaB 9 καὶ Περιάνδρῳ Κορίνθιοι om Ma
10 αὐτόν Ma 11 πᾶσι — 13 κρίνεται omissa γὰρ particula
citat Macar fol 87 v (Villoison Anecd. 11 13; Lib. t. I p. XXVIII R)
| ζῶσι μὲν om Β | πλησίον scripsi e MaB Macar πλησιόνων
Μ Mor 12 προσφύεται Macar 14 νυνὶ Ma | ὧσπερ Ma |
ἔδοξαν ΜΒ 15 πράττεσθαι Ma 18 ἀποδραίη scripsi
ἀποδρῴη Μ Mor ἀποδρώη MaB
δραίη ποτὲ τὴν παρ’ ὑμῶν δίκην οὐδ’ ἂν ἐξέλθοι, κἂν
τῶν ἄλλων οἱ μὲν αὐτὸν εἰς Βοιωτίαν θέλωσιν ἁρπά-
σαι, οἱ δὲ εἰς Πελοπόννησον, οἱ δὲ εἰς Θετταλίαν,
ἅπασαι δ’ αὐτὸν αἱ τῶν Ἑλλήνων καλῶσι πόλεις, οὐδ’
#x003E; ἀνάσχοιτο κλοπιμαίαν σωτηρίαν, ἀλλ’ οὐκ οἶδ’
ὅπως ὑμῶν αὐτὸς μᾶλλον πρὸς τὴν τελευτὴν ἐπείγεται
καὶ δίψᾳ τοῦ κωνείου.
ἃ δὲ μήτ’ ἔδοξε τῷ δικα-
Mor p. 210 στηρίῳ μήτε | οἱ κείμενοι περὶ τῶν ἑαλωκότων
νόμοι κελεύουσι, ταῦτα πῶς οὐ δεινὸν καὶ παράνομον
προσεπιτάττειν ἐκ ψηφίσματος; δεῖ γὰρ μήτε πλείω
τοῖς δικασθεῖσι προστιθέναι τὴν φιλανθρωπίαν ἕκαστον
τῆς τεταγμένης ἀνάγκῃ ὑπὸ τῶν νόμων μήτ’ αὖ
πικροτέρους εἶναι τῶν νενομισμένων, ἑκάτερον γάρ
ἐστι, καὶ τὸ προστιθέναι τι τῷ κατ’ ἐψηφισμένῳ καὶ τὸ
τοῖς οὕτω πράττουσιν ἐπιεικὲς ἀφελεῖν, παρὰ τοὺς νό-
5 Luc. Icar. 20 11 Plat. rep. V p. 558 A
1 ἡμῶν Ma | ἐξέλθοι scripsi e MaB cum Boissonadio An III
199 ἐξέλθῃ Μ Mor | κἂν — 4 πόλεις om Ma κἂν] οὐδ’ ἂν Β
2 τῶν ἄλλων om Β 3 θετταλούς Β 4 ἁρπάσαι Β | καλοῦσι
Β 5 ἂν inserui 7 verba καὶ δίψᾳ τοῦ κωνείου citat
auctor Coisl. περὶ συντάξεως ed. Bekker Anecd. p. 135, 22 s. v.
διψῶ· γενικὴ. Δημοσθένης ὁ μικρὸς ἐν τῇ σιωπὴ Σωκράτους·
καὶ δίψᾳ τοῦ κωνείου atque hinc auctor metricus περὶ γραμ-
ματικῆς ἡ. 198 (Boiss. An. II 350 cf. Add. p. 485) διψῶ κωνείου
γενικῇ παρὰ τῷ Δημοσθένει et codex Suidae A in marg s. v. διψῶ·
Δημοσθένης· διψῶ τοῦ κωνείου cf. Mus. Rhen. XXXII 87
9 δεῖν Ma sed in δεινὸν corr m rec 10 δεῖ — 15 νόμους
citat Melissa Augustana (Mon. gr. 429 fol. 16 v) τοῦ μικροῦ δη-
μοσθένους· δεῖ γὰρ — νόμους et omissa γὰρ particula Macar
fol 87 v (Villois. Anecd. II 13 Lib. t. I p. XXVIII R) δεῖ —
11 δικασθεῖσι] οὔτε πλείω τοῖς δικασθεῖσι χρὴ Macar | προστε-
θῆναι Meliss κατατιθέναι Ma Macar | τὴν inserui e Μ om re-
liqui libri Mor | φιλανθρωπία Meliss 12 ἀνάγκῃ scripsi
ἀνάγκης libri Mor | ὑπὸ scripsi e MaB Meliss Macar παρὰ Μ
Mor 13 πικροτέρας Ma 14 ἐστι] ἐστιν ἄτοπον Meliss | τὸ
om Meliss | προσθεῖναί Ma Macar πρὸς τὸ τιθέναι Meliss |
τὸ] τῶ Meliss 15 ἐπιεικείας Meliss ἐπιεικίας Macar
μους. οὐ τοίνυν οὐδ’ ὁ τοῦ δικαστηρίου κῆρυξ ἀν-
εῖπε τὴν τῶν ἴνδεκα ἀρχὴν παραλαμβάνειν Σωκράτην
καὶ προστάττειν αὐτῷ μέχρι τοῦ θανάτου σιωπᾶν μη-
δὲ λαλεῖν Σωκράτην, ἀλλ’ ἀποθνήσκειν \ μόνον. Mor p. 212
καὶ ὑμεῖς δέ, Σωκράτους κατήγοροι, τιμώμενοί ποτε
αὐτῷ θανάτου [καὶ] σιωπῆς οὐ προσετιμήσατε. δύο
γὰρ ἂν ἦν οὕτω τὰ τιμήματα. ὅ τοίνυν οὐδ’ ὑπ’
αὐτὴν τὴν τῆς ὀργῆς ἢ τῆς ἐξαπάτης τῶν δικαστῶν
ἀκμὴν οὐ προσεθήκατε, τοῦτο νῦν προσεξευρίσκετε
τῶν ἐψηφισμένων πλεῖον.
εἰ μὲν γὰρ ἄλλο τι
καινότερον ἀδικεῖ Σωκράτης, καὶ προστίθετε τὰς αἰτίας
μετὰ τὴν ψῆφον τῶν δικαστῶν παρὰ τὰ γεγραμμένα πρό-
τερον ἐν τῇ γραφῇ, εἴπατε, διδάξατε· εἰ δ’ ὅτι φθέγ-
γεται καὶ λαλεῖ, τίς τούτου πώποτε ἀνθρώπων ἔδωκε
δίκην; τῷ δὲ ἀπηγόρευτο καταδικασθέντι σιωπᾶν; τίς
δ’ ἐπὶ τὸν δῆμον ἤχθη λαλῶν; πότε δὲ Ἀθήνησι τῶν
τεθνηξομένων τις γλῶτταν ἀπεκόπη; Θρᾷκας ἡμᾶς
ἀντ’ Ἀθηναίων ποιεῖς καὶ ἀντὶ Ἑλλήνων βαρβάρους.
6 Dem. p. 790, 20 8 Dem. p. 487, 10; 1116, 2 9 Isocr.
p. 75 e. [Luc.] salt. § 61. Arist. Eq. 1283
1 ὅδ’ Β Ι Κήρυξ ΜΒ Mor cf ad t. IV 316, 7 | ἂν εἷπε MaB
2 σωκράτη Ma 3 μὴ δὲ Β b γε MaB 6 καὶ can-
cellavi Ι σιωπῆς scripsi e Μ coll Dem 1. L σιωπὴ MaB Mor
7 ὃ] οὐ Μ 9 ἀκμὴν scripsi e MaB ἀκοὴν Μ Mor | οὐ om
Ma 1 νῦν scripsi e Ma ut coni Mor τοίνυν ΜΒ Mor | προσεξ-
ευρίσκετε scripsi e Β προσευρίσκετε Ma εὑρίσκετε Μ ἐξευ-
ρίσκετε Mor 10 γὰρ om Ma 13 φθέγγεται scripsi coll
p. 130, 3 et 137, 19 φθείρεται MMa Mor in lac 5—6 litt om
Β 14 δέδωκε Ma 15 ἀπηγορεύετο Β \ καταδικασθέν τι Β
καταδικασθέν τὰ Ma Ι τίς Ma sed ’ς add m rec 16 δ’ in-
serui e Ma om ΜΒ Mor Ι ἤχθη scripsi e MaB ἤχοη Μ
ἥκοι Mor 11 τίς Β om Ma \ γλῶττα Ma ἀπεκόπη scripsi e
Ma ἀπέκοπτε ΜΒ Mor Ι ἡμᾶς Ma sed ἡ in ras m2
ἐδέθη ποτὲ καὶ Μιλτιάδης παρ’ ὑμῖν, οὐκ ἐσιώπα
Mor p. 214 δὲ δεδεμένος. κατεψηφίσασθέ ποτε | τῶν ἐννέα
στρατηγῶν ἀθῴων ἄκοντος καὶ μὴ κοινωνοῦντος τῆς
παρανομίας ἐκείνης Σωκράτους, ἀλλὰ τὸν νόμον τῆς
Mor p. 216 ὀργῆς περὶ πλείονος ποιουμένου, | καταψηφισά-
μένοι δ’ οὖν οὐδ’ ἐκείνοις σιωπᾶν ἐπετάξατε.
δει-
νὸν δέ, ὅταν τῶν ἀνδροφόνων καὶ ἱεροσύλων καὶ
προδοτῶν καὶ τῶν τὰ μέγιστα κακὰ τετολμηκότων δί-
κην μὲν διδόντων, σιωπᾶν δὲ καὶ μὴ διαλέγεσθαι
κελευομένων ὑπὸ μηδενός, ἀλλὰ τῶν μὲν ἐπισκηπτόν-
των τοῖς φιλτάτοις, τῶν δὲ τοῖς οἰκείοις διαλεγομένων,
τῶν δὲ τοῖς φίλοις καὶ τοῖς ἀναγκαίοις, ἄλλων δὲ τοὺς
θεοὺς ἀνακαλούντων, ἑτέρων δὲ τὴν ἑαυτῶν μοῖραν
ὀδυρομένων ἑνὶ μόνῳ τούτῳ τῶν ἐκ παντὸς τοῦ χρό-
νοῦ προσταχθήσεται τεθνηξομένῳ μὴ λαλεῖν τῷ μάλι-
στα λαλεῖν ἀξίῳ.
1 cf p. 104,4 2 cf. p. 120, 13. Xen. comm. 1 1, 18
1 ἐδέθη — 16 ἀξίῳ citat loann. Doxap. comm. ad Hermog.
de inv. IV 1 (Rhet. gr. t. III p. 145, 16 Walz; t. II p. 234,20
Speng.) cod. Barocc. 175 fol 175; Par. 2922 fol 231 (Cramer
Anecd. Ox. IV 164, 7 sq. cf Mélanges Graux p. 629 sq.) καὶ τὸν
Λιβάνιον εὗρον τούτῳ (τῷ ἁπλοῦντι σχήματι) χρησάμενον ἐν τῷ
τοῦ Σωκράτους ζητήματι τοῦ κωλυομένου ἐν τῷ δεσμωτηρίῳ φι-
λοσοφεῖν· καὶ γὰρ ἐκεῖ ἐστι μὲν ἐπιχείρημα ὅτι οὐ δεῖ τοὺς τε-
λευτῶντας δίκην διδόναι, ὅτι τελευτῶντες φθέγγονται, εἶτα ἐρ-
γασία ἐκ παραδείγματος ὅτι ἐδέθη κτλ — 2 δεδεμένος καὶ πάλιν
ἑτέρα ἐργασία· κατεψηφίσασθε κτλ. — 6 ἐπετάξατε, εἶτα τὸ
ἐνθύμημα ἡπλωμένως ἐξενεχθὲν· δεινὸν δὲ ὅταν κτλ. | ἡμῖν
Dox | οὐκ ἐσιώπα δὲ scripsi e Ma Dox καὶ οὐκ ἐσιώπα ΜΒ
Mor 2 ποτε inserui e Dox om libri Mor 3 ἀθῴων —
5 ποιουμένου om Dox ἀθέων Μ | ἄκοντος scripsi εἴκοντος Ma
ἑκόντες ΜΒ Mor | κοινωνοῦντες Β 5 ποιούμενοι Ma
8 τὰ μέγιστα] ἄλλα Dox | κακὰ inser Ma 2 10 κωλυομένων ὐπ’
οὐδενός Dox | ἐπισκεπτόντων MaB 12 ἄλλων Ma sed v add
m rec 14 ἐπὶ Dox | ἐκ τοῦ παντὸς τοῦ Β 15 τεθνηξομένῳ
16. Τοῦτό ποτε <τὸ> πρόσταγμα μόνος προσέταξε
Κριτίας Σωκράτει μὴ διαλέγεσθαι τυραννῶν, Κριτίας
ὃς ἀνεπιτήδειος μαθητὴς φανεὶς κατεψηφίσατο Σω-
κράτους. μιμητὴς οὖν ὁ δῆμος τοῦ τυράννου γεγένη-
ται καὶ ψηφισαμένοις | Ἀθηναίοις γράφεται ταῦτα Mor p. 218
τοῖς τῶν τυράννων ἵσα προστάγμασι.
καίτοι Κριτίας
μὲν μόνοις ἀπηγόρευσε Σωκράτην τοῖς νέοις διαλέγε-
σθαι, οὔτοι δὲ παντάπασι μὴ λέγειν, ἀλλ’ ἀπέχεσθαι τῶν
εἰκόνων καὶ] τῶν νομέων καὶ τῶν βουκόλων χαλεπαίνων
τῆς Σωκράτους εἰκόνος, τὸ κακῶν εἶναι νομέων τὴν ποί-
μνην ἐλαττοῦν, ὅν δὴ κατὰ τῶν τυράννων ἐτύγχανε
Σωκράτης εἰρηκὼς λόγον· σὺ δὲ καθόλου μηδὲν δια-
λέγεσθαι Σωκράτην, μηδὲ τῷ δεσμοφύλακι μηδὲ τῇ
Ξανθίππῃ μηδὲ τοῖς παιδίοις, | ἀλλ’ ἂν ἔρηταί Mor p. 220
τι Λαμπροκλῆς ἢ Σωφρονίσκος τὸν πατέρα, μηδὲν
ἀποκρινεῖται Σωκράτης, ἀλλὰ περιμενεῖ τὸ κώνειον
ἐγκεχαλινωμένος καὶ τῆς κοινῆς ἅπασιν ἀνθρώποις καὶ
1 Plat. rep. IV p. 423 C 2 cf 47, 2; 99, 7 8 Xen.
comm. I 2, 37 9 Plat. Tim. p. 22 D 10 Xen. comm. I
2, 32 15 cf. p. 100, 18. Diog. L. II 5, 10 17 Her. III 14, 2
scripsi e Ma Dox τεθνηξομένων ΜΒ Mor | τούτῳ ποτὲ ante
μὴ ΜΒ Mor, quod delevi ut anticipatum e p. 135, 1, ποτε Ma
1 τοῦτό ποτε τὸ scripsi τούτῳ ποτὲ libri Mor qui τοῦτο
scribendum coni 3 μαθητὴς scripsi μαθητῶν libri Mor
5 γράφεται scripsi e MaB γράφετε Μ Mor 6 ἶσα MaB
7 ἀπηγόρευσε Ma sed σε in ras m 2 | τοῖς νέοις διαλέγεσθαι
σωκράτην Ma 8 οὔτοι — λέγειν om Β | οὗτοι MMa | πᾶσι
Ma | μὴ λέγειν om Ma | ἐπέχεσθαι Ma | τῶν — 9 βουκόλων in
lac 25 litt fere om Β 9 τεκτόνων olim conieci Mus. Rhen.
XXXII 93 coll. Xen. l. l. | καὶ cancellavi | τῶν (2) om Ma
10 τὸ delendum vel in τοῦ mutandum videtur cf t. IV 79, 6 R
11 ὃν δὴ] ᾧτινι MaB | καὶ Β 12 μηδὲ Μ μὴ δὲ Πα
14 ἂν ἔρηται] ἂν ἄρηταί Ma ἀνήρηταί Β 15 Λαμπροκλῆς
— 16 Σωκράτης in lac 24 litt om Β 16 ἀποκρίνηται Ma
17 τοῖς κοινοῖς Ma sed in τῆς κοινῆς corr m rec, Β
δυστυχέσι καὶ πονηροῖς ἀδείας στερούμενος;
φύσει
μὲν γὰρ ἄνθρωπος λάλον, τὸ δὲ Ἀθηναίων γένος φι-
λόλογόν τε καὶ πολύλογον, ὅταν δὲ ὑπόγυιος θάνατος
Mor p. 222 | ᾖ, καὶ φιλολαλία τις λαμβάνει καὶ φιλοτιμία
τοῦ πολλὰ μὲν ἀκοῦσαι, πολλὰ δὲ εἰπεῖν ὡς ἂν αὐτίκα
παυομένης ταύτης τῆς ἐξουσίας. ἀνεπίφθονον γὰρ
εἰπεῖν ὅσα βούλεται μέλλοντά γε εὐθὺς σιωπήσεσθαι
σιωπὴν μακράν.
19. Ὁ δὲ περιμενέτω, φησί, τὸ κώνειον, καὶ
γὰρ Θηραμένης ἀπέθανε σιγῶν. ἀλλὰ κἀκεῖνος
ἐπὶ τῆς βουλευτικῆς ἑστίας πολλὰ πρότερον εἰπών.
οὐδὲ ἐπὶ τῆς ὀλιγαρχίας πιόντων κώνειον πεντακοσίων
Mor p. 224 σχεδὸν ἐπὶ χιλίοις, ὧν ἕνεκα Σωκράτους | οὐδὲ
εἶς ἀπέθανεν, ἐπὶ Λέοντα γὰρ πεμφθεὶς τὸν Σαλαμί-
νιον ἀπελθεῖν οὐκ ἠθέλησεν οὐδὲ ἦγε τοῖς τυράννοις
ἄνθρωπον ἀποθανούμενον ὁ νῦν τεθνηξόμενος οὗτος,
τοσούτων οὖν γενομένων τῶν τότε ἀπολωλότων σιωπῇ
τὸ φάρμακόν φασι πιεῖν μηδένα. μήτε γὰρ φθέγξα-
σθαι μήτε μαρτύρασθαι πρὸ τῆς τελευτῆς μηδὲ ἓν μη-
δένα οὐ Δρακοντίδης ἐκέλευσεν, οὐ Πείσων, οὐ Χαρι-
κλῆς, οὐκ ἄλλος αὐτῶν.
Σωκράτει δὲ τούτῳ πολὺ
σχετλιώτερον ἐπιτάττετε τῶν ἐν τῇ πικροτάτῃ τυραν-
2 Plat. leg. I p. 641 A 3 Isocr. p. 310 d; 418 b 6 cf
t. III 443, 10. Dem. p. 331, 23 11 Xen. Hell. II 3, 52. Aesch.
fals. leg. § 45 p. 34, 9 12 Aesch. Ctes. p. 87, 21 14 cf.
p. 120, 10 20 cf. p. 47, 9; t. II 134, 15
1 καὶ inser Ma m rec 2 γὰρ om Ma | φιλόλογον Β Mor
3 πολύλογον Mor | ὑπόγυος Ma ὑπόγνος Β 4 φιλολαλιά
MaB 9 καὶ γὰρ] οὐδὲ Ma 13 χιλίων MaB | ἕνεκα scripsi
secundum usum Libanii εἵνεκα libri Mor | σωκράτης Ma
15 ἦγε μὲν Ma 16 αὐτός Ma 17 δ’ οὑν Ma 18 μηθένα
Ma 19 μὴ δὲ MaB 20 οὐ (3) om Μ 22 ἐπιτάττεται Μ
νίδι γενομένων. καὶ τοῖς μὲν τεμνομένοις ἀνάγκη
στένειν, καὶ κεκλεισμένος τις ᾤμωξεν, ὁ δὲ αὐτὴν αὐ-
τίκα ἀφήσων τὴν ψυχὴν μηδὲν ἐπὶ μηδενὶ | Mor p. 226
ἀντηχῶν ἐν λόγοις ἀποθάνῃ, ἀλλ’ ἤδη καὶ πρὸ τῆς
τελευτῆς νεκρὸς ἄφωνος; πολλοὺς τοῦ Σωκράτους 5
θανάτους ποιεῖς.
21. Καὶ τοῖς μὲν εἰδώλοις οἱ φιλοσοφοῦντές φασιν
εἶναι φωνὴν καὶ λείπεσθαι τοῦτο καὶ ταῖς σκιαῖς καὶ
τοῦτο ἔοικε καὶ Ὅμηρος ἐνδείκνυσθαι. ποιῶν γὰρ τὴν
Πατρόκλου ψυχὴν πάντα ἐλθεῖν ὁμοίαν ἐκείνῳ λέγει
καὶ τὸ σῶμα καὶ τὴν φωνήν· σὺ δὲ ἔτι ζῶντος Σω-
κράτους | ἐκκόπτεις τὴν φωνήν. καὶ οἱ μὲν ἄλλοι Mor p. 228
πάντες ἄνθρωποι ἀτυχοῦντές εἰσι λαλίστεροι καὶ τόν
γε Κροίσου τοῦ Λυδοῦ φασι παῖδα κωφὸν ὄντα πρό-
τερον ῥῆξαι φωνὴν ἐν τῇ τοῦ πατρὸς συμφορᾷ· Σω-
κράτης δὲ μόνος μηδὲ ὀδύρηται μηδὲ ἀνακαλέσῃ θεοὺς
ἐν τῇ παρούσῃ τύχῃ;
οὐ Σωκρατικὰ μέν ἐστι
ταῦτα, κοινὰ δὲ καὶ τούτῳ φυλακτέα. ἀλλὰ τῶν μὲν
ἄλλων ἕκαστος τῶν ἐν τῷ δεσμωτηρίῳ φθέγγεται καὶ
λαλεῖ, κἂν ἰδιώτης κἂν ἀπαίδευτος ᾖ, πλησίον γενό-
μένος τοῦ τέλους καὶ ὑπὲρ αὐτοῦ τοῦ θανάτου φιλο-
2 cf. p. 143, 8 11 II. ψ 65 sq. 14 Her. I 85, 2
2 τίς Β 3 ἀφήσων τὴν ψυχὴν αὐτίκα Ma | μηδενὶ in
lac 6 litt om Β μηδὲν Ma 4 αὐτὶ χ’ ὡς Ma | ἀποθάνῃ
scripsi e libris sed η in οι corr Μ ἀποθάνοι Mor 11 ὄμμα
olim conieci Mus. Rhen. XXXII 88 12 φωνήν; Ma Mor
καὶ om Β | μὲν γὰρ Ma 13 πάντες — 15 συμφορᾷ citat
Macar fol 87 v 14 γε in ras Ma 2 | τοῦ om Ma | παῖδά φασι
Macar φασι om Ma 15 τὴν ante φωνὴν Mor delevi coll
t. II 400, 1 et Her l. l. | ἐπὶ Μ 16 μὴ δὲ (1 et 2) Β
17 ἐπὶ Μ | τύχῃ; scripsi e Ma τύχη· ΜΒ Mor 18 φυλακτέα
scripsi φυλάττεται libri sed pro αι lac 2 litt Β, Mor
19 φθέγγεσθαι καὶ λαλεῖν MaB 20 πλησίον — 21 τέλους καὶ
om Β 21 φασὶ φιλοσοφεῖ Ma φασὶ φιλοσοφεῖν Β
σοφεῖ· Σωκράτει δὲ μηδὲ ὁ αὐτὸς ὅρος γένηται τοῦ
βίου καὶ τῆς φιλοσοφίας;
23. Λέγει γὰρ οὐκ ἐπιτηδείους οὐδὲ δικαίους
λόγους, ὡς αὐτοί φασιν. οὐκοῦν ταῦτ’ ἐστὶν ὧν δὴ
Mor p. 230 ἀπολεῖται χάριν; οὐδὲν οὖν ἔχοντες | ἐγκαλεῖν
πλέον ὧν ἕνεκεν ἑάλωκε μηδενὸς μηδὲ τιμᾶσθε τῶν
τιμηθέντων μείζονος. ἀλλὰ διαφθείρει. τί γὰρ εἰς
τὸ δεσμωτήριον μειράκιον παρελήλυθεν; Ἀπολλόδωρος
καὶ Κρίτων καὶ Φαίδων καὶ Σιμμίας καὶ Κέβης, Ἑρ-
μογένης, Ἐπιγένης) Ἀντισθένης, Αἰσχίνης, ἄνδρες
γέροντες, ὁμιληταὶ Σωκράτους. οὗτοι δέ, εἰ μὲν βλα-
βεροὺς καὶ πονηροὺς λόγους λέγει Σωκράτης, πάλαι
δήπουθέν εἰσι διεφθαρμένοι· εἰ δ’ ὠφελίμους καὶ
καλούς, οὐδὲ νῦν ἀποστερεῖσθαι τούτ’ ὢν εἰσὶ δίκαιοι.
ἔασον οὖν καὶ μὴ παρὰ τοῦτο ποιήσῃς. πῶς γὰρ
οὐ δεινὸν Γοργίαν μὲν καὶ Πρωταγόραν λέγειν καὶ
Πῶλον καὶ Πρόδικον τὸν ἀλαζόνα καὶ Ἱππίαν, τοὺς
Mor p. 232 σοφιστὰς καὶ καπήλους τῶν λόγων, | καὶ τούτων
ἀκούειν καὶ ἰδίᾳ καὶ κοινῇ τοὺς Ἕλληνας μισθοδοτοῦν-
τας αὐτοῖς, ἀνθρώποις Ἠλείοις καὶ Κείοις καὶ Ἀβδη-
8 cf p. 29, 10; 100,10; 144, 1 et 2. Plat. Phaed. p. 59 B
13 Plat. apol. p. 34 A 16 cf p. 26,7; 114, 15 sq.
18 Plat. Prot. p. 313 D
1 μὴ δὲ Β | ὅρος in ras Ma 2 φιλοσοφίας· Β 5 οὐ-
δενὸ αὖ Β 6 ἑάλωκεν Ma | μηδὲ in lac 4 litt om Β μὴ
δὲ Ma | τιμᾶσθαι MaB 7 τί] τὸ Ma 9 καὶ Κρίτων et
καὶ Σιμμίας et 10 Ἀντισθένης et 12 λέγει om Ma 14 εἰσὶν
οἱ δίκαιοι Ma 15 γὰρ ἂν οὐ Ma 17 καὶ Ἱππίαν] ἱππίαν
καὶ Ma 19 ἰδ’ ία καὶ κοινὴ MaB 20 αὐτ’ οἶς ἀνθρώποις
om in lac 8 litt Β αὐτοῖς τἄνοίς Ma unde olim Gepperto τανα-
γροις scriptum esse testanti fidem habens Ἀκραγαντίνοις post
καὶ Κείοις scribendum conieci Mus. Rhen. XXXII 96 quod iam
improbo | Κείοις scripsi χίοις libri Κίοις Mor | αὐδηρἰταις Ma
ρίταις καὶ Λεοντίνοις, τὸν δὲ Ἀθηναῖον Σωκράτην
μηδὲ πρὸ τοῦ θανάτου λαλεῖν;
25. Ἐμφορηθήσεσθε, ὦ βάσκανοι, τῆς τοῦ Σωκρά-
τους σιωπῆς. ἄφωνον μὲν ἔσται τὸ Λύκειον, ἄφωνος
δὲ ἡ Ἀκαδημία, ἄλογοι δὲ αἱ παλαῖστραι. ἁπάσας δὲ
τὰς διατριβὰς τῶν καλῶν ἀμουσία καθέξει καὶ σιωπή.
οὐκ ἐν τοῖς γυμνασίοις ἐρεῖ Σωκράτης, οὐκ ἐν ταῖς
στοαῖς, οὐκ ἐν τῇ βασιλείῳ διαλέξεταί τισιν, οὐκ ἐπὶ
τῆς ποικίλης, οὐκ ἐν ταῖς | τραπέζαις, οὐκ ἐν Mor p. 234
τοῖς δικαστηρίοις, οὐκ ἐν Ἀγάθωνος, οὐκ ἐν Καλλίου,
οὐκ ἐν Δάμωνος, οὐκ ἐν ἄστει Σωκράτης, οὐκ ἐν
Πειραιεῖ, οὐχ ὑπὲρ Ἰλισσὸν ὑπὸ τῇ πλατάνῳ τῇ καλῇ,
ἀλλ’ ἐκεῖ μὲν οἱ τέττιγες ᾄσονται, οὐκ ἐν Ποτιδαίᾳ
| Σωκράτης, οὐκ ἐπὶ Δηλίῳ, οὐ περὶ δικαιοσύνης Mor p. 236
πρὸς Θρασύμαχον, οὐ περὶ σωφροσύνης πρὸς Χαρμίδην,
οὐχ ὑπὲρ ἀνδρίας πρὸς Λάχητα, οὐχ ὑπὲρ φιλαδελφίας
πρὸς Χαιρεφῶντα, οὐχ ὑπὲρ ἀρετῆς πρὸς Μένωνα,
οὐχ ὑπὲρ τοῦ καλοῦ πρὸς Ἱππίαν, οὐ περὶ ῥητορικῆς
10 Plat. conv. p. 174 A 11 Plat. Prot. p. 311 A | rep.
III p. 400 B; 424 C; Axioch. p. 364 12 Plat. rep. I p. 327 A;
328 C | Plat. Phaedr. p. 229 A; 230 B 13 Plat. Phaedr.
p. 230 C; 258 E 14 cf ad p. 87, 14 15 Plat. rep. I p. 336 A sq.
cf. ad p. 26, 8 | Plat. Charm. p. 154 A sq. 16 Plat. Lach.
p. 178 A sq. 17 Xen. comm. II 3 cf p. 101, 1 | Plat. Men.
p. 70 A sq. 18 Plat. Hipp. mai. p. 286 sq. | Plat. Gorg.
p. 447 sq.
3 ἐμφορηθήσεσθαι Ma sed αι in ε corr m rec | τοῦ om
Ma 4 μὲν om Μ 6 καθέξει Ma sed έ in ras m 2
11 Δάμωνος scripsi ἄμμωνος libri Mor qui Δάμωνος coni, sed
fortasse οὐκ ἐν ἄμμωνος nihil nisi lectio varia ad οὐκ ἐν Ἀγά-
θωνος fuit 14 οὐκ ἐν Ἀμφιπόλει ante οὐκ ἐπὶ Δ. excidisse
coni Mor | Δηλίῳ scripsi e Ma δήλῳ ΒΜ Mor qui Δηλίῳ coni
15 Χαρώνδαν Β 16 ἀνδρείας Β
πρὸς Γοργίαν, οὐ πρὸς Πρωταγόραν περὶ τῶν τῆς
ἀρετῆς ἐπιτηδευμάτων, οὐχ ὑπὲρ <τοῦ> ὁσίου πρὸς
Εὐθύφρονα, οὐ πρὸς Ξενοφῶντα <τερὶ τοῦ μὴ> φι-
λεῖσθαι τὸν καλόν. ἐμφορηθήσεσθε τῆς ἐρημίας Σω-
κράτους. πολλὰς ὑμῖν σιωπήσει σιωπάς.
Mor p. 238
| Νῦν οὖν ἴως ἔστι μεθ’ ἡμῶν, τὴν μίαν
αὐτῷ καὶ τὰς δύο ταύτας ἡμέρας λαλῆσαι δότε. νῦν
μάλιστα σοφία Σωκράτους βασανίζεται, εἰ καὶ δεδε-
μένος οὐκ ἀλγεῖ καὶ τεθνηξόμενος οὐ θρηνεῖ <καὶ>
τῆς τελευτῆς ἐφεστώσης φιλοσοφεῖ. λεγέτω καὶ δεδε-
μένος. ἐγὼ καὶ Ξενοφῶντα ἐπῄνεσα, ὅτι κἀκεῖνος ἐν
Θήβαις δεδεμένος οὐκ ἠμέλησε τῶν Προδίκου λόγων,
ἀλλ’ ἐγγυητὴν καταστήσας ἐπὶ τὴν ἀκρόασιν ἦλθε. σὺ
δὲ ἀξιοῖς φιλοσοφώτερον εἶναι διδασκάλου τὸν μαθη-
τὴν καὶ Σωκράτην σιωπᾶν ἀναγκάζεις παυσόμενον
αὐτίκα; τί δ’ αὐτὸν ὅμοιον ποιεῖς λυπουμένῳ; λεγέτω
μάλιστα πρὸ τῆς τελευτῆς, ὅτι καὶ ἐγγυτέρω τῆς ἀλη-
θείας γίνεται.
27. Φιλοσοφείτω νῦν, ἀλλά μοι καὶ μαντευέσθω
Σωκράτης· ᾄδουσι μὲν πρὸ τῆς τελευτῆς κύκνοι καὶ
Mor p. 240 τὴν | ψυχὴν ἀφιᾶσιν ἐν τῷ μέλει, μουσικὸς δὲ
1 Plat. Prot. p. 319 sq. 2 Plat. Euthyp. p. 10 C sq.
3 Xen. comm. I 3, 8 sq. 11 Philostr. vit. soph. I 12 20 Plat.
Phaed. p. 84 E sq. Aesch. Ag. 1398
2 τοῦ inserui coll Plat. Eutyp. l. l. om libri Mor 3 οὐ
— 4 καλόν inserui e MaB om Μ Mor | περὶ τοῦ μὴ inserui
om libri 4 τὸν καλόν scripsi e Ma om in lac 5 litt Β
7 αὐτῷ in ras Ma 2 8 βασανίζεται· εἰ MaB 9 καὶ (2)
inserui om libri Mor 10 post δεδεμένος verba (9) οὐκ ἀλγεῖ
— θρηνεῖ repetivit Ma sed del m 2 et 11 ἐγὼ — 12 λόγων in
marg scr m 2 13 ἦλθεν Ma 15 καὶ om MaB | ἀνάγκαζ’ Β
| παυσόμενος Β 16 τί δ’ αὐτὸν om Β 17 ὅτι καὶ in lac 7
litt om Β ὅτε τίς Ma
θάνατος ὄρνιθος μουσικοῦ. ἔα δὲ ᾄδειν καὶ τὴν ἀηδό-
να τὴν Ἀττικὴν καὶ τὸν κύκνον. ὁμόδουλός ἐστιν
ἐκείνων Σωκράτης, καὶ οὗτος Ἀπόλλωνος ἱερός. σὺ
μὲν ἀνεῖπές ποτε, ὦ Πύθιε· | ἀνδρῶν ἁπάν- Mor p. 242
τῶν Σωκράτης σοφώτατος. ὁ δὲ σοφώτατος κε-
λεύεται νῦν ἀσόφως ἀποθανεῖν.
28. Ἐγένοντό ποτε καὶ πρότερον ἄδικοι κρίσεις.
ἔδοξέ ποτε καὶ Παλαμήδην τὸν σοφώτατον τῶν τότε
Ἑλλήνων παρὰ δίκην ἀποθανεῖν, ἦσαν γὰρ κἀν Ἰλίῳ
τινὲς Ἄνυτοι καὶ Μέλητοι, ἀλλ’ οὐδὲ ἐκεῖνος πρὸ τοῦ
θανάτου σιωπᾶν ἐκελεύετο, ἀλλ’ ἐξῆν αὐτῷ καὶ λέγειν
καὶ γράφειν, καὶ γράψας ἐπὶ τοῦ ξύλου τοῦ ναυτικοῦ
τὴν ἑαυτοῦ τύχην ἔπεμψε τῷ ἑαυτοῦ πατρὶ Ναυπλίῳ
τὴν ἐπιθανάτιον ἐπιστολήν.
Σωκράτης δὲ κακό-
ηθες μὲν οὐδὲ ἕν οὐδὲ πικρὸν γράφει οὐδὲ μνησικα-
κεῖ τῷ δικαστηρίῳ, ἀλλὰ καὶ χαίρων ἀποθνήσκει | Mor p. 244
καὶ παρὰ θεοὺς ἀπιέναι πείθεται. ὥσπερ δὲ ἐν τῷ
βίῳ λέγων, οὕτω καὶ νῦν ἐν λόγοις. καὶ μὴ θαυμάσῃς.
αὕτη φύσις τῶν σοφῶν. οὐκ ἀπολείπεται τὸ σοφὸν
αὐτῶν οὐδ’ ἐν ταῖς χαλεπαῖς τύχαις.
οὐδὲ μετὰ
τὸν θάνατον ἡ μουσικὴ Ὀρφέα κατέλιπεν. ἀλλὰ κἀ-
κεῖνον μὲν διέσπασαν αἱ Θρᾷτται γυναῖκες, ὥσπερ οἱ
1 cf ad p. 115, 9 2 Plat. Phaed. p. 85 B 4 Diog. L.
II 5, 18, 37 9 sq. Eur. Palam. fr. 578 sq. N 2. Arist. Thesm.
770 c. schol. 14 cf t. IV 588, 26 R 22 cf p. 119, 13 sq.
2 κατὰ Πα 5 σοφώτατος scripsi e Ma σοφώτερος ΜΒ
Mor 7 ἐγένοντο καὶ πρότερόν ποτε (ε in ras m 2) Ma
8 ποτε inserui e Ma om ΜΒ Mor | τῶν Ma sed ων in ras m 2
9 κἀν scripsi ἐν libri Mor 13 τύχην in ras Ma 2 14 ἐπιθα-
λάττιον Ma | καὶ post δὲ Ma 16 ἀλλὰ om Β 17 ἐπιέναι
Ma | πείθεται Ma sed πειθ in ras m 2 | τῷ om Ma 18 οὕτως
Ma | νῦν om M 19 τὸ om Ma 20 αὐτὸν Ma 21 τὸν
om Ma 22 θράττιαι Β θρακίαι Ma
συκοφάνται Σωκράτην, ὁ δὲ καὶ ἐσπασμένος ἔτι ᾖδεν.
Ὀρφέως ἡ κεφαλὴ διὰ τοῦ ποταμοῦ κατέβαινε τοῦ
Mor p. 246 Στρυμόνος τῶν ἑαυτῆς μελῶν μνημονεύουσα. |
αὐλητὴς δὲ Φρὺξ Μαρσύας ὁ κεκολασμένος ἀμείβειν
ὁ δῶρα βούλεται καὶ τοῦτο μὲν ἀδυνατεῖ, ἄλλου δὲ
αὐλοῦντος ἀκούει καὶ ἀναβιώσκεται τῷ μέλει. τοιοῦτον
καὶ τὸ Σωκράτους ἐστίν.
Mor p. 248
Μὴ δὴ φθόνει μηδὲ φιλοσοφίᾳ ἀπίστει. τί
δέδοικας μὴ θεοῖς εὔξηται καθ’ ὑμῶν, ἂν διαλέγηται;
0 ἀλλὰ λέγων μὲν οὐδὲν τοιοῦτον εἶπε, ταῦτα δ’ ἄν τις
δύναιτο καὶ σιωπῶν. ὀκνεῖς τὸ κώνειον προσενεγκεῖν
αὐτῷ λαλοῦντι; σιωπῶν γὰρ οὐ Σωκράτης ἐστίν. ἔασον
αὐτὸν <
ὡς> κἀν συμποσίῳ λαλεῖν. εἰπάτω τι πρὸς τὴν
τοῦ δαιμονίου φιλοτησίαν.
32. Ἐγὼ μὲν νῦν μάλιστα ᾤμην ἐληλέγχθαι τοὺς
συκοφάντας Σωκράτους, ὅτε φαιδρὸς ὤφθη καὶ γεγηθὼς
ἐκεῖνος ἐν τῇ συμφορᾷ, ὅτε καὶ τοιούτους λόγους διεξ-
ῆλθεν οἱόνπερ καὶ νῦν λέγει. τίσι λόγοις σιωπᾶν ἐπι-
Mor p. 250 τάττετε; τί κατὰ | τῆς πολιτείας, τί κατὰ τῶν
νόμων, τί κατὰ τῶν ἀρχῶν ἢ τῶν πατρίων λέγει; τὰ
δὲ δὴ νῦν καὶ τὰ ἱερώτατα ὑπὲρ τῶν νόμων φιλο-
4 Ael. var. hist. XIII 20 14 cf Ael. var. hist. 16; XII 49
2 ἡ κεφαλὴ Ma sed ἡ κεφα in ras m 2 | κατέβαινεν Ma
4 ὁ κεκολασμένος scripsi Mus. Rhen. XXXII 96 οὐ κεκο-
λασμένου MaB οὐ κεκολασμένα Μ Mor | ἀμείβεσθαι δώροις
olim conieci δωριᾶ αὐλήματα coni Mor 5 ἀλλ’ οὐδὲ Ma
9 ἡμῶν Ma 12 punctum post ἐστίν posui, signum interro-
gationis libri Mor 13 <
ὡς> κἀν scripsi κἂν ἐν libri sed ὡς
ante ἐν inser Ma 2, Mor 15 μὲν νῦν reposui e libris νῦν μὲν
Mor 16 σωκράτης Μ | ὅτε scripsi e Ma ὅτι ΜΒ Mor
17 τοιούτους λόγους scripsi e MaB τοιοῦτον λόγον Μ Mor
18 οἷόνπερ] οἶα γὰρ MaB 19 τί — πολιτείας om Μ 20 πα-
τρίων scripsi e Β πατέρων MMa πατρικῶν Mor | τὰ δὲ] τάδε
Β et coni Mor 21 νῦν καὶ] καὶ νῦν Β
σοφεῖ καί φησιν οὐκ ἀποδράσεσθαι τούτους τοὺς
δεσπότας οὐδ’ ἔσεσθαι μέτοικος Μεγαρέων ἢ Βοιωτῶν
οὐδὲ ξένος Πελοποννησίων ἢ Θετταλῶν, ἀλλ’ αὐτοῦ
μενεῖν καὶ πείσεσθαι τὸ δοκοῦν Ἀθηναίοις.
33. Ὦ νομιμώτατε Σώκρατες καὶ φιλαθηναιότατε
διὰ τέλους πάντων ὧν οἶδα ἐγώ, οὐδὲ νῦν ἐξ Ἀθηνῶν
ἀποδημῆσαι θέλεις. ἀλλὰ καὶ μουσικὴν ἐργάζεται καὶ
ποιεῖ καὶ κεκλεισμένος τοὺς θεοὺς ὑμνεῖ καὶ νῦν εἰς
τὸν Ἀπόλλω ποιήματα ᾄδει. τελευτῶν γὰρ Σωκράτης
καὶ ποιητὴς ἐγένετο. σὺ δὲ καὶ τὰ πεζὰ κελεύεις
σιωπᾶν Σωκράτην.
ἐναντία ταῦτα | ἐπιτάτ- Mor p. 252
τεις τῷ θεῷ. ὦ Ἄπολλον, σὺ μὲν κατέχεις ἐξεπίτηδες
τὴν Δηλίαν ὅμηρον τοῦ Σωκράτους καὶ τὴν ἱερὰν
ναῦν οὐ πέμπεις Ἀθηναίοις πλείους ποιῶν τῷ σῷ
θεράποντι τὰς βιωσίμους ἡμέρας καὶ τὰ πνεύματα
κελεύεις ἐπ’ Ἀθήνας μὴ φέρειν, ἔνα μακρότερα φιλο-
σοφῇ Σωκράτης· οὗτοι δ’ ἀνόνητον ποιοῦσι τὴν σὴν
χάριν.
Μὴ λαλείτω, φησί, μηδ’ εἰ ἀκροαταὶ πάρ-
εισι μηδὲ εἰ τοῦτο αἱρεῖται Σωκράτης. ἡνίκα 20
δὲ ἀλγῶν ἀπὸ τοῦ δεσμοῦ | τὸ σκέλος ἀνατείνας Mor p. 254
ἀναπαύεται, μηδὲ περὶ τούτου λέγῃ; μηδὲ περὶ συγγε-
1 Plat. ep. 8 p. 354 E 3 Plat. Crit. p. 53 B sq.; 45 C
7 Plat. Phaed. p. 60 D. Dio Chr. or. 43 t. II p. 580 R
8 Socr. fr. 2 Poet lyr. fr. ed. Bergk II p. 287 4 13 cf p. 119, 9 sq.;
146, 10. Plat. Phaed. p. 58 A sq. 15 Eur. Alc. 650 21 sq.
Plat. Phaed. p. 60 B sq.
4 μενεῖν scripsi ut coni Mor μένειν libri Mor 8 καὶ 0111
Ma | κεκελευσμένος Ma sed ε et ελ in ras m 2 | καὶ ante τοὺς MaB
9 ποιήματα in lac 7 litt om Β πᾶσαν Ma 15 θεράποντι
Ma sed ερ in ras m 2 17 ἀνόητον Β 19 εἰ inserui e libris
om Mor 20 τηνίκα δὲ Ma τηνικάδε Β 21 ἀποτείνας Ma
22 μὴ δὲ (1 et 2) Β | τούτου scripsi e MaB τοῦτο M Mor
νοῦς ἡδονῆς καὶ λύπης φιλοσοφῇ; ἐρωτῶσί τι Σιμμίας
καὶ Κέβης ὑπὲρ ψυχῆς. μηδὲ ὑπὲρ τούτου λέγῃ; ἀλλ’
Ἀθηναῖοι μὲν φιλοσοφοῦσιν, ἄνθρωπος δὲ Ἀθηναῖος
σιωπᾷ; φαιδρός ἐστιν ἀποθανούμενος. τοῦτο θαυμά-
ζοῦσι μᾶλλον οἱ ἐκείνου φίλοι. μὴ διαλέξηται, πόθεν;
<μηδέ>, εἴ τις ἀθάνατον ψυχὴν εἶναι πείθεται; ἂν
ὀφείλῃ θυσίαν τινὶ τῶν θεῶν, μηδὲ ταύτην ἀποδοῦναι
κελεύσῃ τῶν ἑταίρων τινί; κἂν μέλλῃ πιεῖσθαι τὸ
κώνειον, μὴ σπείσῃ μηδὲ εὔξηται τὸ σύνηθες αὑτῷ;
τί γὰρ περίεργον, τί δὲ ἄκαιρον λέγει; ἄλλος μέν
τις τελευτῶν ὑπὲρ χρημάτων ἢ παίδων ἐπισκήπτει καὶ
περὶ τοῦ σώματος ἢ τῆς ταφῆς, Σωκράτης δὲ κάθηται
Mor p. 256 λέγων, ὧς οὐ χρὴ | κλαίειν καὶ στένειν οὐδὲ τὸν
παρόντα βίον μόνον ἔσεσθαι νομίζειν, ἀλλ’ ὡς ἐκδέ-
χεταί τις ἡμᾶς ἕτερος μακρότερος τοῦ σὺν τι σώματι
<καὶ> ἐπειδὰν λυθῶμεν ὀστῶν τε καὶ σαρκῶν καὶ τοῦ
παντὸς τούτου δεσμωτηρίου, εἴτε σώματος εἴτε σήμα-
τος χρὴ λέγειν, ἄπιμεν ἐπὶ τὴν ἀξίαν ἕκαστοι διανο-
μήν, καὶ χρὴ ζῶντας μὲν φιλοσοφεῖν καὶ θανάτου
4 Plat. Phaed. p. 117 B 7 Plat. Phaed. p. 118 A
9 Plat. Phaed. p. 117 B sq. 13 Plat. Phaed. p. 117 D
17 Plat. Gorg. p. 493 A; Cratyl. p. 400 B
2 περὶ Β | ἀλλ’ om Ma 5 μὴ — 6 πείθεται om in lac
fere 27 litt Β | διαδέξη Ma 6 μηδέ inserui | λέγων ante
ἀθάνατον εἷναι τὴν ψυχὴν Ma | πείθεται scripsi e Ma πύθε-
ται Μ Mor 8 κελεύσῃ scripsi κελεύσειε Μ Mor ἐκέλευσε
MaB | τινὶ τῶν ἑταίρων Ma | μέλη ποεῖσθαι Ma 9 μηδ’ Mor
| εὔχηται Β | αὑτῷ scripsi αὐτῷ libri Mor 12 κάθηται om
Μ κάθεται Mor 16 ἡμῶν Β 16 καὶ inserui auctore Mor
om libri | τε om Β 18 ἔπιμεν Ma 19 χρὴ — 145, 1 βίον
citat Macar fol 88 r post 145, 5 — 13 τοὺς μὲν — τιμωρίαι ταμιεύον-
ται addita particula διὸ ante χρὴ (Villois. Anecd. II p. 14. Lib.
t. I praef. p. XXVIII R) | μὲν] ἡμᾶς Macar
μελέτην ποιεῖσθαι τὸν βίον ἀναμιμνησκομένους τὰ
πολλὰ τῶν ἀρχαίων | μαθημάτων ἐν οἶς ἐνταῦθα Mor p. 258
δοκοῦμεν μένειν, ἐλθούσης δὲ τῆς μοίρας τῆς εἱμαρ-
μένης κούφους καὶ μετεώρους φέρεσθαι παρὰ δεσπότας
θεοὺς καὶ δαίμονας ψυχῶν δικαστάς, οἱ νέμουσι τοῖς
μὲν καθαρῶς καὶ δικαίως βεβιωκόσι καὶ μετὰ φιλο-
σοφίας ἀληθοῦς ἀνασχομένοις τῶν ἐν τῇ γῇ πραγμά-
των θεῶν ἀκολουθίαν καὶ τὴν ὑπερουράνιον περίοδον
καὶ θέαν αὐτοῦ <τοῦ> δικαίου καὶ καλοῦ καὶ ἀθανάτου
καὶ ψυχῶν εὐδαιμόνων, τοῖς δὲ ἀθέσμως καὶ ἀδίκως βιώ-
σασι καὶ πολλῶν τὰς ψυχὰς μεστοῖς ἀνοσιουργημάτων
Τάρταροί τε καὶ Κωκυτοὶ καὶ Πυριφλεγέθοντες ὑπο-
δοχαὶ καὶ δειναὶ κολάσεις καὶ πολυχρόνιοι τιμωρίαι ἐν
| πυρὶ καὶ σκότῳ καὶ ἀλλοκότοις ῥεύμασιν ἄλη- Mor p. 260
κτον ἐλαυνομένοις φοράν.
37. Ταῦτ’ ἐστὶν ἃ λέγει Σωκράτης, ταῦτα ἡμῖν
ἐΠισκήπτει, αὗται διαθῆκαι Σωκράτους. τίς φθονήσει
ἡμῖν τῆς Σωκρατικῆς ἀθανασίας; ἔασον ἡμᾶς ἀκοῦσαι
1 Plat. Phaed. p. 81 A 2 Plat. Phaed. p. 72 E 8 Plat.
Phaed. p. 82 C 9 Plat. Phaedr. p. 247 C sq. 11 Plat. leg.
Χ p. 905 B; ep. VII p. 335 B 12 Luc. luct 3
1 μελέτην scripsi e Ma Macar coll Plat. l. l. μνήμην MB
Mor | τὸν πάντα βίον Macar 5 μένουσι MaB | τοὺς μὲν
Macar 6 καθαροῖς Β | δικαίοις Β καὶ βιοῦσι καὶ Ma | βε-
βιωκότας et 7 ἀνασχομένους Macar 8 ἀκολουθίαι δέχονται
καὶ ἡ ὑπερουράνιος περίοδος καὶ θέα αὐτοῦ τοῦ δικαίου Macar
9 καὶ θέαν αὐτοῦ inserui e Ma Macar om ΜΒ Mor | τοῦ
inserui 10 καὶ inserui e Macar om libri Mor | ψυχῶν
εὐδαιμόνων scripsi e Macar ψυχὴν εὐδαιμόνων Ma ψυχῆς
εὐδαίμονος Μ Mor ψυχῆς cum lac 8 litt Β | ἀθύμως Macar
11 καὶ — ἀνοσιουργημάτων om Macar 12 πυριφλεγέθοντος Μ
13 ταμιεύονται post τιμωρίαι Macar ἐν] καὶ Ma 16 ταῦτα
scripsi e ΜΒ ταῦτ’ Ma ταῦθ’ Mor | ἡμίν ἐπισκήπτει in lac
7 litt om Β
LIBANIUS ed. Foerster. V. 10
πάλιν καὶ πιστώσασθαι ταύτας τὰς τῆς εὐδαιμονίας
ἐλπίδας. Σωκράτει μὲν γὰρ οὐδὲν χεῖρον, κἂν μὴ λέγῃ,
μακρὸς αὐτὸν βίος περιμένει καὶ λόγοι πολλοὶ καὶ
ἀκροαταὶ θεοί, πρὸς ἐκείνους ἐρεῖ, φιλοσοφήσει λελυ-
μένος, ἅπαντα ἐκείνοις διηγήσεται· ἡμῖν δὲ τοῖς κατα-
λειφθησομένοις Σωκράτους ὀρφανοῖς τοῦτο δεινόν
ἐστιν, εἰ μήθ’ ὑπὲρ ὧν ἀμφισβητεῖ τις ἡμῶν, μηδὲ
περὶ τούτων ἐρήσεται μηδ’ ἀπολαύσει τις ἡμῶν ἔτι
τῆς Σωκράτους ἐπιδημίας.
38. Ἄπολλον, ἔτι μοι τὴν ναῦν κατάσχε, ἔτι μοι
Mor p. 262 περὶ Δῆλον ἡ θεωρία βραδυνάτω. ἔχω τι καὶ |
περὶ λόγου καὶ σιωπῆς καὶ σωτηρίας Σωκράτην ἐρέ-
σθαι. ὑμεῖς δέ, ὦ συκοφάνται, δότε ἡμῖν ὄνασθαι,
μέχρι περίεστι, Σωκράτους. οἴμοι, τήμερον γὰρ ἴσως
ἡ ναῦς ἀφίξεται. τοῦτο ὄναρ προερρήθη Σωκράτει. μὴ
φθονήσητε ἡμῖν τῆς μιᾶς ἡμέρας. ἦ που καὶ νῦν ἐγὼ
μὲν ἐνταῦθα ἀσχολοῦμαι, Σωκράτης δὲ ἑταίροις λαλεῖ.
καὶ ταῦτα ἔνι μὲν καὶ παρὰ τῶν ἑταίρων τῶν ἀκου-
σάντων μαθεῖν, οὐδὲν δὲ οἷον Σωκράτους ἀκούειν
αὐτοῦ.
12 Plat. Phaed. p. 58 B sq. Xen comm. IV 8, 2 15 Plat.
Crit. p. 44 A
1 τὰς inserui e libris om Mor 2 λέγῃ reposui e libris
λέγει Mor 3 μακρὸς γὰρ? 4 θεαί Ma | ἐκείνοις in marg
add Ma 7 ἔσαι? | μήποθ’ Ma 8 ἀπολαύσει scripsi e MaB
ἀπολαύσῃ Μ Mor | τίς Β | ἐστι Ma 10 κατέσχε Ma
12 ἐρέσθαι scripsi ἐρήσεσθαι ΜΒ Mor om Ma 14 με ante
μέχρι δ’ ἂν post μέχρι Ma | Σωκράτους scripsi σωκράτης libri
Mor | ἴσως ἡ ναῦς M 15 προερρήθη scripsi e MaB προἐρήθη M
προειρήθη Mor 16 φθονήσητε scripsi e MaB φθονήσετε
Μ Mor | ἦ scripsi e Β ἤ Ma εἰ Μ Mor | καὶ om Β | ἐγὼ
μὲν scripsi e Ma μὲν ἐγὼ ΒΜ Mor 17 ἑταίροις scripsi
ἑτέροις libri Mor
39. Τὰ ἐναντία σοῦ δέομαι, Σώκρατες, ἢ οὗτ’ οἱ
κελεύουσι, λέγειν μὴ ἔτι ζῶντα μόνον μηδὲ ἀπὸ τού-
του τοῦ στόματος, ἀλλὰ καὶ μετὰ τὸ κώνειον λέγειν.
καὶ | μὴ παύση λέγων μηδ’ ὅταν ἀποθάνῃς. ψυχὴ Mor p. 264
μὲν πᾶσα ἀθάνατος, καὶ σοὶ πείθομαι, ἡ δὲ σὴ καὶ
μᾶλλον ἑτέρας. εἰ δέ τις τῶν σοφῶν δαιμόνων ἐπι-
φοιτᾷ ταῖς τῶν φίλων ψυχαῖς, μὴ σιώπα καὶ δι’ ὀνεί-
ρων ἡμῖν λάλει, Σώκρατες, ὡς νῦν οἱ θεοί.
6 Plat. Cratyl. p. 398 A.; Theag. 128 D sq.; Phaedr. p. 242 B
1 εἰ MaB 2 κελεύουσιν Mor | λέγειν μήτι ζῶντα e ζῶντα
μήτι λέγειν corr Ma | μὴ ἔτι scripsi μήτι libri Mor 3 λέγειν
scripsi e MaB λέγε Μ Mor 4 λέγων scripsi e Ma λέγειν
ΜΒ Mor 5 καὶ (2) inserui e libris om Mor 6 ἑτέρων
MaB
10*