The following text is encoded in accordance with EpiDoc standards and with the CTS/CITE Architecture.
πολλῶν ἀγώνων μοι παρ’ ὑμῖν, ὦ ἄνδρες
Ἀθηναῖοι, γεγενημένων ἐν ἅπασι μετὰ τοῦ δικαίου
νενικηκὼς πολλὰς ἐλπίδας ἔχω καὶ τήμερον διὰ τοὺς
θεοὺς ὁμοίου πειράσεσθαι τοῦ δικαστηρίου καὶ περι-
έσεσθαι τοῦ πάντας μὲν ἐνοχλοῦντος τοὺς εὐδοκιμοῦν-
τας φθόνου, μάλιστα δέ, ὅτι καὶ μέγιστα δοκῶ κατορ-
θοῦν, ἐμέ. ὑφ’ οὗ καὶ Κέφαλος οὗτος προαχθείς, οὐ
γὰρ οὕτως ἐστὶν εὐήθης ὥστε παρ’ οἷς οὐδ’ ὁποίας
ἐστὶν ἔγνωσται γῆς ὡς ἄριστος οἴεσθαι τεύξεσθαι
δωρεᾶς, βασκαίνων δὲ τῆς τιμῆς ἐφέστηκέ μοι τελευ-
ταῖος, ἐπεὶ μηδεμίαν αἰτίαν ἔχει λοιπήν, τῆς δωρεᾶς
συκοφάντης.
2. Ἐν μὲν οὖν τοῖς προτέροις ἀγῶσιν, ὦ ἄνδρες
Ἀθηναῖοι, μέρος ἕκαστον ἐξητάσθη τῶν ἐμοὶ βεβιωμέ-
νων καὶ πανταχοῦ δόξας ἀγαθὸς σὺν ἐπαίνῳ παρε-
πεμπόμην ἐκ τῶν δικαστηρίων· τήμερον δὲ τοῦ παντὸς
ἐξέτασιν διδοὺς ἀξιῶ φυλάξαι μὲν ὑμᾶς τὴν ὑμετέραν
ψῆφον, ἢν ὧς περὶ καλοῦ κἀγαθοῦ πολλάκις ἠνέγκατε,
μὴ περιβαλεῖν δέ με οἵᾳ μηδ’ ἂν ἁλόντα τιμωρίᾳ
νενικηκότα, εἰ κριθήσομαι χείρων τοῦ μηδὲ κριθέντος
ὅπως ζῇ καὶ πεπολίτευται.
3. Ὅτι μὲν οὖν <οὐκ> ἄκριτος οὐδ’ ἀνεξέταστος
οὐδεὶς ἂν εὕροιτο τιμὴν οὐδεμίαν, ἔργῳ μαρτυρεῖ
Κέφαλος αὐτός, ἥκει γοῦν εἰς τὴν περὶ αὑτοῦ κρίσιν,
θαυμαστὸν δὲ ὅπως τοὺς ἐν τοῖς δικαστηρίοις ἀγῶνας
ἐν δικαστηρίῳ λοιδορεῖ καὶ δεῖται μὲν τῆς ὑμετέρας
ψήφου νῦν, ὧς μόνην οὖσαν ἀρετῆς βεβαίωσιν, τῷ
δὲ πολλὰς ἔχοντι μηδεμιᾶς τυχὼν ἀνταγωνίζεται. οὐκ
αἰτιῶμαι δὲ Κέφαλον τῆς ἀντιλογίας, μικροῦ δὲ καὶ
χάριν ἔχω, διότι μοι παρέσχηκε μηδὲ τὴν δωρεὰν
ἀκρίτως μηδὲ ὡς ἐξ αὐτομάτου τύχης, ἀλλὰ καὶ τοῦτο
δι’ ἀγῶνος λαβεῖν.
τούτου μὲν <οὖν> ἠκούσατε
φορτικῶς αὑτὸν ἐγκωμιάζοντος, ὃ κἂν ἑτέρου λέγοντος
ἠρυθρίασέ τις | ὅτῳ γέ τι χρηστὸν ὄντως πρόσεστιν·
τούτῳ μὲν οὐδεὶς πάρεστιν οὐδ’ ἀνώμοτος μάρτυς,
ἐμοὶ δὲ πολλοὶ πολλάκις ἔνορκοι δικασταί.
εἰ μὲν
οὖν τὸ μὴ κεκρίσθαι ποτὲ δωρεᾶς ἄξιόν ἐστι, πολλοὶ
καὶ τῶν ἰδιωτῶν ἀντιποιήσονται τοῦ γέρως, οὓς οὐδ’
ἴσασιν οἱ συκοφάνται· εἰ δὲ τοῖς μὲν τὸ καθ’ ἑαυτοὺς
ἀσφαλὲς ᾑρημένοις ἱκανὸν τὸ τῆς ἀπραγμοσύνης ἀκίν-
δυνόν ἐστι γέρας, ἀξιοῖ δὲ καὶ] Κέφαλος ὡς ῥήτωρ
καὶ τὰ κοινὰ πράττων διὰ βίου, ταῦτα γὰρ ἠκούετε
αὐτοῦ σεμνολογουμένου, ι τὴν δωρεὰν ἐνέγκασθαι,
μὲν ἀπράγμονα οὐδὲ αὐτός, ὧς ἔοικεν, ι ἐπαινεῖ
οὐδ’ εἴλετο, λανθάνει δ’ ὅσῳ τῶν ἰδιωτῶν αὑτὸν
ἀποφαίνει δοκιμώτερον, εἰ καὶ κατὰ μικρὸν τῶν ἐν τῇ
πολιτείᾳ κινδύνων ἥψατο, τοσοῦτον αὑτοῦ <προτιμῶν>
τὸν> πολιτευόμενον οὐδὲ παυσάμενον, ἀλλ’
μενον ἐν τοῖς μεγίστοις ἀγῶσιν.
6. Ἒστι μὲν οὖν καὶ κατὰ τοῦτον οὐκ ἀπραγμο-
σύνης, ἀλλὰ πολιτείας ἡ κρίσις, οἶμαι δὲ θαυμάζειν
ἐνίους, τί δή ποτε τῆς αὐτῆς πόλεως προεστηκότες, ὁ
7. Ἐγὼ γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, σφόδρα ἂν καὶ
αὐτὸς ἠγάμην ἂν αὐτὸν ἀρετῆς μὲν οὐδεμιᾶς, εὐτυχίας
δὲ θαυμαστῆς, εἰ τὰ αὐτὰ πράττων ἐμοὶ καὶ συντόνως
ὁμοίως ἐχόμενος τῆς πολιτείας ἐμοῦ κεκριμένου πολ-
λάκις οὐδενὸς τετυχήκει κατηγόρου· νῦν δὲ οὔθ’ οὗτος,
ὧσπερ ἀλαζονεύεται, τῷ καθαρῶς καὶ ἀναιτίως πράττειν
τὰ πολιτικὰ ταύτῃ διαπέφευγε τοὺς συκοφάντας, οϊ
καὶ πάντων ἥδιστα τοὺς ἀθῴους καὶ οἷς οὐδ’ ὁτιοῦν
ὕπεστιν ἔγκλμα, τούτους διώκουσιν, οὔτ’ αὐτὸς ὑπο-
νοίας | ἀδίκου γινόμενος ἐγγύς, ὧς οὗτος διέβαλλέ
ἐν πᾶσιν ἀπεδεικνύμην τοῖς ἀγῶσι καθαρεύων παντὸς
αἰσχροῦ.
τίς οὖν ἡ τοσαύτη διαφορά; τὴν μὲν ἄχρι
τοῦ βήματος ὁδὸν κοινὴν ἄμφω πεπορεύμεθα, τὴν δὲ
διὰ τῶν πραγμάτων ἄλλην ἄλλος τέτραπται. Κέφαλος
μὲν ἀφοσιούμενος τὴν πολιτείαν ἄχρι τοῦ ῥήτωρ εἶναι
δοκεῖν, εἰ μέν τι μέγα καὶ ἀτέκμαρτον ἔχον τοῦ τέλους
καὶ περὶ τοῦ τὰς ὁδοὺς ἐπισκευάσαι· καὶ κονιᾶν τὰς
ἐπάλξεις, τὰ πάρεργα καὶ μικρά, ῥήτωρ πρῶτος ὑπα-
κούει τῷ κήρυκι. ζητεῖ γὰρ λόγους, οὐχ οἱ δημοσίᾳ τι
λαμπρὸν καὶ μέγα παρασκευάσουσιν, ἀλλὰ τοὺς ἀκιν-
δύνους ἑαυτῷ.
περὶ πολέμου σκέψις ἐστίν· ὅτι μὲν
χρὴ πολεμεῖν οὐδεὶς ἤκουσεν αὐτοῦ ῥᾳδίως, ἐπαινέσας
δὲ τοὺς προγόνους καὶ τὰ τρόπαια ἀριθμήσας κατέβη
πάλιν. πολλὰ δὲ καὶ πρὸς χάριν λέγει, θεωρικῶν δια-
νομὰς καὶ τοιαῦτα. πολιτεύεται ἐνέχυρον τῆς ἀσφα-
λείας ἔχων τὴν ἡδονὴν τῶν ἀκροωμένων. ἀφ’ ὧν
αὐτὸς μὲν ἀθάνατος ἕνεκα τῆς παρ’ ὑμῖν ἀσφαλείας,
ὁ δῆμος δὲ οὐ δύναμιν, οὐ τιμήν, οὐ δόξαν ἐκαρπώ-
σατο.
οὐ μόνον δὲ τὸν δῆμον ταύτῃ ὑπέρχεται,
ἀλλὰ καὶ τοὺς ῥήτορας αὐτοὺς θεραπεύων διαγίνεται,
κἂν δοκῇ τοῖς μὲν ταῦτα, τοῖς δὲ τἀναντία, οὐδετέροις
ἀντιλέγει σαφῶς, ἐπαμφοτερίζων δὲ τάττεται διὰ μέ-
σου καὶ φίλος ἀμφοτέροις μένει. τὰς γνώμας οὐχ,
ἀντεγκαλεῖν, οὐχ ὁρᾷ, ἐπὶ δὲ τοὺς ἰδιώτας καὶ ὑφ’ ὧν
οὐ δέος μὴ κριθῇ δεινός ἐστιν.
11. Ὅτι μὲν οὖν οὗτος ἀνέγκλητός ἐστι καὶ νῦν
ἔτι μένει, μεμαθήκατε· ἐγὼ δὲ νομίζω ἔνα βίον ἐξ
ἀρχῆς ἕκαστον ἑλέσθαι | προσήκειν τινά, οἷον
οὐχ ὑπομένεις ἀργὸς οὐδ’ ἀσύμβολος εἶναι τῇ πόλει
οὐδὲ βούλει ζῆν ἀφανῶς ἐν τῷ σκότῳ κατορωρυγ-
μένος· καὶ τὰ σφαλερὰ τῆς πολιτείας ὑπόμενε καὶ μὴ
φεῦγε τοὺς κινδύνους ἢ μηδὲ τὰς τιμὰς δίωκε.
ταῦτα καὶ ἐμαυτῷ παραγγείλας, ἡγησάμην γὰρ οὐ
τοῖς γονεῦσι γενέσθαι μόνον, ἀλλὰ καὶ πρώτη τῇ
πατρίδι, οὐκ ἐξ ἡμισείας πολιτεύομαι τῷ κατ’ ἐμαυτὸν
ἀδεεῖ κρίνων τὰ λεκτέα καὶ τὰ μή, ἀλλ’ ὅλον ἐμαυτὸν
δωροδοκῶν κᾆτ’ ἐλεγχόμενος ἀντεγκαλεῖ οὔτε εἰ γρά-
φων ἐξόδους καὶ ναυτικοὺς ἀποστόλους εἶτα λυπήσω
τοὺς μὲν πλουσίους εἰσφέροντας καὶ τριηραρχοῦντας,
τοὺς δὲ πολλοὺς στρατευομένους οὔτε εἰ ταῖς τοῦ
δήμου παντὸς ἐπιθυμίαις ἀντιστήσομαι, καὶ γὰρ τοῦτο
συμβούλου, ἀλλὰ τῇ μὲν πόλει χρήματα, δόξαν, ἡγε-
μονίαν κτώμενος, ἐμαυτῷ δὲ κατηγόρους, ἀφ’ ἧς ἡμέ-
ρας ἀνέβην ἐπὶ τὸ βῆμα, τὴν περὶ τὰς Ἑλληνικὰς
πράξεις ἑλόμενος πολιτείαν, ὑπεύθυνον ἐμαυτὸν διδοὺς
τῷ τοῦ πολέμου τέλει, τῇ τύχῃ, τῷ καιρῷ, τοῖς βουλο-
μένοις.
διὰ ταῦτα αἰτίας ἐπ’ ἐμὲ πλάττουσιν, οἱ
μὲν ἐφ’ οἷς ἀντεῖπον ἀμυνόμενοι, οἱ δ’ ἐφ’ αἷς παρ’
ὑμῶν ἔχω τιμαῖς ἀχθόμενοι. καὶ οὐ μέμφομαι τοῖς συ-
κοφάνταις, συναύξεται γὰρ ἅπασι τοῖς μεγάλοις ὁ
φθόνος. κἂν πάντα τις ποιῇ, τούς γε οὐδένα βουλο-
μένους αὑτῶν ἀμείνω δοκεῖν οὐ διαφεύξεται· τὸ μὲν
γὰρ κακονοίᾳ τὰς γραφὰς ἐνστήσασθαι μισῶ δικαίως,
τοῦ δὲ ἀποβάντος ὀλίγου δέω καὶ χάριν αὐτοῖς εἰδέ-
ναι, ὅτι μοι τὴν ἀρετὴν οὐκ ἀνέλεγκτον οὐδὲ ἀμφισ-
καὶ οὔτε ῥήτορος δεινότης οὔτε συκοφάντου θράσος,
οὐ ψευδολογία μάρτυρος, οὐ δικαστοῦ φόβος, οὐ cpf)-
μ- λογοποιούμεναι κρείττους ἐγένοντο τῆς ἐμῆς πολι-
τείας, κέκριμαι δὲ ἐν πᾶσιν ἀεὶ καλῶς βεβιωκέναι.
οὐκοῦν ἐγὼ μὲν ἀνωμολόγημαι φανεραῖς γνώσεσι
πάντων (xcovy δικαστηρίων ἀγαθὸς εἶναι πολίτης, Κέ-
φαλος δὲ μίαν οὐκ ἔχει παρασχέσθαι περὶ αὑτοῦ κρί-
σιν. ὅ καὶ θαυμάζω εἰ δὶς μὲν περὶ τῶν αὐτῶν οὐκ
ἔσονται δίκαι, περὶ ἐμοῦ δὲ κρίσεων ὅσων οὐδ’ ἂν
εἴποι τις γεγενημένων ἔτι λόγου δεῖσθε, καὶ νόμῳ
μὲν ἀπείπατε δίκας ἀναδίκους ποιεῖν πλὴν τῶν ἐπὶ
τοσαυτάκις περὶ ἐμοῦ διέγνωσται, οὐ βεβαιώσετε, καὶ
τὸ πάντων ἀτοπώτατον, ὅν οὐκ ἴστε, τοῦτον ἐμοῦ βελ-
τίω κρινεῖτε, οὗ τὸν τρόπον ἀεὶ καὶ καθ’ ἕκαστον
ἐπιτήδευμα σαφῶς μεμαθήκατε. τίς γὰρ τούτῳ ψῆφος
ἠνέχθη ποτέ; οὐκ ἂν εἰπεῖν ἔχοι ὅς ἀκρίτῳ δόξῃ πε-
καὶ πῶς
ἀρετῆς δόξειεν ἂν εἶναι κρίσις ἡ μηδ’ ὁποία κρίσις.
οὐδὲν γοῦν ἕτερον αὐτοῦ παρὰ πάντα τὸν λόγον
ἠκούετε ἔξω τοῦ λαμπροῦ σεμνολογήματος· οὐ κέκρι-
μαί ποτε, οὐκ ἐξήτασμαι. βεβίωκα ἀνέγκλητος.
οὐκ ἴστε με. ἐγὼ δὲ τοὺς ἐναντίους <ἂν>
παρά γε τοῦ φάσκοντος ἀξίου τιμῆς εἶναι λόγους·
ἀεὶ παρ’ ὑμῖν δεδοκίμασμαι. πᾶσάν μου πεῖραν
εἰλήφατε. οὐδὲν λαθραῖον οὐδὲ κρυφαῖον τῶν
ἐμῶν. ἐν ἅπασι νενίκηκα τοῖς δικαστηρίοις.
συνίσασί μοι τὴν ἀρετὴν οἱ δικάσαντες, οἱ μαρ-
τυρήσαντες, οἱ κρινομένῳ παρεστηκότες. ταῦτ’
ἦν <τοῦ> τῷ συνειδότι πεπιστευκότος,
τοὺς κατηγορήσοντας, οὐκ ἀποδιδράσκειν εἰς τὸ ἀφανές.
δὲ πείρᾳ δέδειγμαι καθαρὸς ὧν ᾐτίαμαι. κἀγὼ μὲν ἐν
φωτὶ πολλῷ, τὰ δὲ σὰ σκοτεινά, ἀμάρτυρα, ὁποῖαπερ
ἂν αὐτὸς ταῦτα βούλῃ λέγειν οἷς ἔλεγχος οὐδεὶς
ἔπεστιν.
οὐδὲν οὖν ἄλλ’ ἢ δόξαν ἄπιστον ἀληθείας
ἐξητασμένης, ἀπειρίαν πείρας, ἀμαθίαν ἐπιστήμης,
κυρωμένου καὶ νόμον ἄκυρον πρὸ τοῦ ψήφῳ κειμένου,
εἰ καὶ βίον ἄγνωστον τοῦ δεδοκιμασμένου προτιμήσετε.
καὶ νῦν μὲν ὧς ἐκ νόμου δοκιμάσαι δέον ἀπαι-
τεῖτε τοὺς ἀμφοτέρων βίους, τὸν δὲ μὴ κριθέντα προ-
κρινεῖτε τοῦ πολλάκις; καὶ πῶς ἂν ἔχοι καλῶς μίαν
ψῆφον ἐναντίαν τοσαύταις ἐνεγκεῖν καὶ τοῦτον μὲν
ἰσχύσαι τὸ νῦν, ἄν, ὃ μὴ γένοιτο, πείσας κρατήσῃ,
ἐμοὶ δὲ οὐδὲν ὄφελος αἱ μυρίαι νῖκαι; εἰ δὲ ἐν ἑτέρᾳ
πόλει κρινόμενος παρεσχόμην γνώσεις ἐν ὅσαις ἐπιει-
κής, οὕτως γὰρ ἴσως ἀνεπίφθονον εἰπεῖν, ἔδοξα, οὐκ
ἂν ἐνίκων, ὅπουπερ ἂν ἦν ἡ κρίσις; ἕτεροι μὲν οὖν
ὑμῖν ἀκολουθοῦντες ἀμείνω ἂν τὸν ὑφ’ ὑμῶν ἐπαινε-
θέντα τοῦ μηδ’ εἰς ἐξέτασιν ἐλθόντος ἐψηφίσαντο,
ὑμεῖς δὲ τοῖς ὑφ’ ὑμῶν ἐγνωσμένοις ἀπιστήσετε; καὶ
τὸν δεῖνα μὲν δημότην ἢ φυλέτην εἰ παρεστησάμην
μάρτυρα τοῦ τρόπου, κατ’ ἐκεῖνον ἄν, εἰ μή τις αὐτῷ
οὐκ Ἄρειος πάγος; οὐχ ἡλιαία; οὐχ ὅ τι ἂν εἴποι τις;
18. Καίτοι φησὶν οὐ περὶ δωρεᾶς, ἀλλὰ περὶ τι-
μωρίας κριθῆναί με καὶ περὶ τοῦ μὴ πονηρόν, ἀλλ’ οὐ
περὶ <τοῦ> χρηστὸν εἷναι δοκεῖν. ἐγὼ δὲ εἰ μὲν
δωρεᾶς ἄντικρυς οὑτωσὶ παρ’ ὑμῖν ἠγωνισάμην, ἐστε-
καὶ πλείονος ἐξετάσεως οὐκ ἔδει· νῦν δὲ εἰ καὶ μὴ
καθ’ ἑκάστην ἀγαθὸς δέδειγμαι κρίσιν, ἀλλ’ ὅμως οὐ
κακός, ἀθρόαι γνώσεις ἀρετῆς εἰσιν. διὰ τί; ὅτι μίαν
μέν τις ἐκφυγὼν αἰτίαν οὔπω δῆλον εἰ καὶ τὰ ἄλλα
τοιοῦτός ἐστιν. οἷον ὁ δίκαιος εἰς χρήματα τάχα ἂν
ἄλλως ὑβριστὴς φανείη. ὁ μέτριος ἐνταῦθα καὶ πλησίον
τῶν νόμων ἴσως πονηρὸς ἐν τῇ ξένῃ. πρεσβεύει μέν τις
ἀδωροδοκήτως, τὰ ἄλλα δὲ μισθοῦ πολιτεύεται. τὰ κοινά
τις χρηστός, ἰδίᾳ δὲ οὐχ ὅμοιος. οὔκουν ἀξιόχρεως
ἄφεσις ἐγκλήματος ἑνὸς τῆς ὅλης ἀρετῆς πίστις εἶναι τῷ
τὸν αὐτὸν τὸν μὲν οὐ δοκεῖν ἀδικεῖν, ἕτερον δέ τινα.
εἰ δέ τις διὰ πάντων κέκριται τῶν ἐπιτηδευμάτων καὶ
’λαιον ἀθροίζεται. οὐδὲ γάρ ἐστιν ἄλλη τις ἀνδραγαθία
πλὴν τὸ κακίας πάσης ἐκτὸς εἷναι. εἰ μὲν γάρ ἐστιν
ἐν θεοῖς ἀρετή τις ἑτέρα τελειοτέρα, θεὸς οἶδεν·
ἀνθρώπου δὲ αὕτη μία ἀναμάρτητον ἐν ἅπασι δειχθῆ-
ναι τὸν βέον.
19. Ὁρᾶτε δὲ οὕτως καὶ καθ’ ἕκαστον ἐξετάζοντες.
τίνα δίκαιον ἡγεῖσθε; ὅστις οὐδὲν ἀδικεῖ, φήσετε. τίνα
δὲ ἔμφρονα; ’τον οὐδὲν ἀγνοοῦντα τῶν προσηκόντων
εἰδέναι· σώφρονα δέ, εἴ τις ὕβρεως καὶ ἀσελγείας
ἀπήλλακται. καὶ μὴν καὶ ἀνδρεῖος ὁ μὴ δειλός, ἔνθα
τόλμης καιρός ἐστι. καὶ πάσας ἑνὶ λόγῳ τὰς ἀνθρω-
πίνας ἀρετὰς αὐτοῦ καμπτούσας ἰδεῖν ἔστιν ἄχρι τοῦ
τῶν ἐναντίων ἀφεστηκέναι. φρόνησις μὲν ἀνοίας φυγή,
δικαιοσύνη δὲ ἀδίκου φυλακὴ τρόπου, δειλίας δὲ τή-
ρησις εὐψυχία, καὶ σωφροσύνη τὸ κρείττω τῶν ἡδονῶν
εἶναι. καὶ πάντα ἀγαθὸς ὁ μηδὲν κακός.
μάθοι δ’
κτητο, ἀλλ’ ὅτι τῶν κοινῶν οὐδενὸς ἥψατο, πρὸς δι-
καιοσύνης δόξαν ἤρκεσεν αὐτῷ. φήμην συνέσεως περι-
έθηκε Θεμιστοκλεῖ τὸ μηδὲν ἀγνοῆσαι τῶν ἀναγκαίων.
ἀνδρεῖος ὁ Μιλτιάδης, οὐ γὰρ ἔδεισε τοὺς βαρβάρους. ὁ
Περικλῆς πιστός, οὐ γὰρ ὑπεῖχε τὴν χεῖρα τοῖς λήμμασιν.
ὁ Σόλων θαυμαστός,] ὅτι οὐδεὶς αὐτοῦ πονηρὸς ἠλέγχθη
νόμος, σοφώτατος ὠνομάσθη νομοθέτης.
τούτων
ἕκαστος, ὦ ἄνδρες Ἀθηναῖοι, κἂν ἔτι πλείους εἴποι
τις ἀγαθούς, ἐφ’ οἷς οὐχ ἥμαρτεν ἔδοξε κατωρθωκέναι.
καὶ δικαίως. τῆς γὰρ θνητῆς φύσεως ἐπὶ τὰ χείρω
φερομένης ὅστις αὑτὸν ἀνέσχεν ἀπὸ τῶν ἐμφύτων
ἁμαρτημάτων, τέλειος τὴν ἀρετήν ἐστιν, ἣν ἡ θνητὴ
χωρεῖ δύναμις. οὐδ’ ἔστιν ὅπως ἂν ἄμεινον οἰκηθείη
πόλις ἢ μηδενὸς ἁμαρτάνοντος έν αὐτῇ. τοῦτο τέλος
εἰς καλοκἀγαθίαν ἑκάστῳ, τοῦτο αὔταρκες εἰς εὐδαι-
μονίαν τῇ πόλει.
κἀμοὶ προσεῖναι τὰ βελτίω τῷ
μὴ τὰ χείρω διέγνωσται, φρόνησιν μέν, ὁσάκις τὰ
κράτιστα παρῃνέθη μοι, τὸ τοῦ Θεμιστοκλέους καλὸν
καθ’ αὑτό, δικαιοσύνην δέ, ὅτι μηδὲ ἄκρᾳ τῇ χειρὶ
ζητεῖν, τὴν ἀρετὴν ὁμοίως τὴν Μιλτιάδου πάλιν. καὶ
οὔτε δώρων εἶλέ τις ἐμὲ μᾶλλον ἢ τὸν ἄδωρον Περι-
κλέα οὔτε νόμον ἤλεγξεν οὐκ ὀρθῶς εἰσενηνεγμένον
οὐ μᾶλλον ἢ <τοὺς> τοῦ Σόλωνος. ὧν οὖν
ἐκείνων ἑκάστῳ δόξαν ἀρετῆς ἀθάνατον ἐκτήσατο, οὐδὲ
σύμπαντα ἐμοὶ μαρτυρίαν δώσει τοῦ καλῶς βεβιωκέναι;
Οὐκ ἀγαθὸς γὰρ ἔδοξας. ἀλλ’ οὐ κακός.
ἀγνοεῖς ὅτι καὶ τὰς ἄλλας εἴτε τέχνας εἴτε δυνάμεις οὐχ
ἑτέρωθεν εἰ κατορθοῦσιν εὕροι τις ἂν ἢ ἐκ τοῦ μηδὲν
ἁμαρτάνειν; οὗτος καὶ μάντις ἄριστος, ὅστις οὐ ψεύδεται,
καὶ τοξότης ἐπίσκοπος, ὅστις οὐχ ἁμαρτάνει τοῦ σκοποῦ,
καὶ κυβερνήτης ὁ μηδὲν ἔξω τῆς τέχνης δρῶν. τοῦ δὲ
ῥήτορος οὐχ ὁμοία κρίσις; s νόμιμος ὁ μὴ
ἐν τοῖς πολιτεύμασιν. ἐγὼ δὲ καὶ πάσας τὰς παρα-
νόμων ἐκπέφευγα | γραφάς. ἀδωροδόκητος ὁ μὴ
ἄξιος ἐπαίνου καὶ δωρεᾶς. δεινὸν γάρ, εἰ μὲν ἁλοὺς
ἅπαξ τῆς ἐπιτιμίας ἂν ἢ τῆς πατρίδος ἢ τῆς ψυχῆς
ἐστερήθην, τοσαῦτα δὲ νενικηκὼς οὐδ’ ἅπαξ τιμηθή-
σομαι.
καὶ τοὺς κατηγόρους μὲν ἐτιμωρήσασθε ὡς
συκοφάντας, ὧν τοῖς μὲν χρημάτων προσετιμήσατε,
τοὺς δὲ καὶ ἀτίμους ἀπεπέμψατε· ὧν δὲ τοῖς ἡττη-
θεῖσιν αἱ ζημίαι γεγόνασι καθ’ ἑκάστην κρίσιν, οὐδὲ
τὸ κέρδος εἰς δόξαν τῷ πάσας νενικηκότι; οὐ γὰρ
οὐδ’ ἐκείνοις ἤρκεσε τῆς νίκης ἀποτυχεῖν, ἀλλὰ καὶ
προσεζημιώθησαν, οὐδὲ ἐμοὶ τὸ τὰς δέκας ἀποφυγεῖν,
εἰ μὴ καὶ γέρας ἀντίρροπον οἶς ἡττηθεὶς ἂν ἔπαθον
λήψομαι. ὥσπερ γὰρ τῶν ἁμαρτανομένων αἶ ζημίαι,
<οὕτω> καὶ κατορθουμένων εἰσὶν αἱ τιμαί.
εἰ δὲ
μὲν ὡς οὐκ ἔδει πεπολιτεῦσθαι κριθεῖσι τὰς ἐσχάτας
τιμωρίας ἐπιθήσετε, τῷ δὲ καλῶς τὰ κοινὰ πράττειν
ἐγνωσμένῳ μόνον ἐν χάριτος μέρει τὸ μὴ κολασθῆναι
δώσετε, ἧς ἀξιοῖ με Κέφαλος δωρεᾶς, ὁρᾶτε μή ποτε
ἔρημον τὸ βῆμα τῶν ἐθελόντων ἃ χρὴ λέγειν ἀποδεί-
ξητε· ὅ δ’ οὐκ ἔστιν, ἄν τις μὴ τῆς ἐπιτιμίας ἀδίκως
εἰ μὲν οὖν οὗτος αὐτὸς περὶ ἀρετῆς κεκριμένος
καὶ ψῆφον εἰληφὼς ὧς φιλόπολις καὶ δικαιότατος ἀν-
θρώπων καὶ σωφροσύνῃ διαφέρων ἐκάκιζέ μου τὰς
ἀφέσεις ὧς ἀποφυγὰς ὀνειδίζων, εἰκότως ἀμείνων ἂν
ἔφασκεν εἶναι τοῦ μὴ πονηροῦ κριθέντος, ἀγαθὸς
γνωσθεὶς δηλαδή· εἰ δ’ ἐγὼ μὲν <μεγάλας> εὐθύνας
ὑπέσχηκα τῶν βεβιωμένων, οὗτος δὲ οὐδὲ μικράν, ἐμοὶ
μέν, εἰ μηδὲν ἄλλο, τό γε μηδὲν ἠδικηκέναι δέδοται·
σὺ δ᾿ οὐχ ὅπως ἀγαθὸς ὤν, ἀλλ’ οὐδ’ ὡς οὐκ εἶ πο-
νηρὸς ἔγνωσαι. τί οὖν τὰ σοφά σοι ταῦτα· οὐ κέκρι-
σαι δίκαιος, ὅτι μὴ κλέπτης, οὐδ’ ὅτι μὴ παρα-
νομεῖς, ἔννομος; σὺ δὲ οὐδὲ τὴν τοῦ μὴ | παρα-
ἐστιν;
27. Ὁ δὲ καὶ ὠνείδιζέ μοι τὸ πλῆθος τῶν ἐγκλη-
μάτων. τοῦτο γὰρ λοιπὸν ἦν καὶ Κεφάλου πειραθῆναί
με κατηγοροῦντος. οὗτος δὲ μᾶλλόν ἐστι τῶν ἡττημέ-
ποιοῦσιν εἷναι, ἀλλὰ τὰ μὲν ὄντα εἰς φῶς ἄγουσι, τὰ
δ’ οὐ γεγενημένα μᾶλλον ὡς οὐ γεγένηται βεβαιοῦσι,
τὴν ἄδικον δὲ βλασφημίαν εἰς τοὺς εἰπόντας αὐτοὺς
τρέπουσι. τὰ ψευδῆ γὰρ ὀνείδη τοῖς εἰποῦσιν, οὐ
τοῖς οὐδὲν ἀδικοῦσιν ὀνείδη γίγνεται, καθάπερ βέλος
ἰσχυροτέρῳ προσπεσὸν εἰς τὸν ἀφέντα πάλιν ἀναστρέ-
φει καὶ πολλάκις ἔτρωσεν αὐτὸν τὸν βαλόντα.
οὐκ-
οῦν οὐ τὸ κριθῆναι πολλάκις ὄνειδος, ἀλλὰ τὸ μηδ’
ἅπαξ ἐν ἀγῶσιν ἁλῶναι τοσούτοις ἔπαινος, καὶ τὰ πρὸ
τῆς κρίσεως αἰσχρὰ τῶν ὀνομάτων, κλοπὴ καὶ δωρο-
δοκία καὶ τὰ τοιαῦτα, τῷ μηδενὶ τούτων ἐνόχῳ φα-
νέντι πρὸς εὐφημίαν περιίσταται, καὶ συμβαίνει τοὺς
κατηγόρους ἐπαινέτας ἀναφαίνεσθαι καὶ μὴ βουλομέ-
νους ὧν κατηγόρησαν <μέν> ἐξελέγξαι δὲ οὐχ οἶοί
ἐγένοντο. αὐτοὶ γὰρ ἐπέδειξαν ἀγαθοὺς <οὓς>
ἠδυνήθησαν θέλοντες ἐλέγξαι πονηρούς. καὶ οἷς οὐδὲ
ψευδομαρτυριῶν ἄν τις ἐπισκῆψαι δύναιτο, τούτοις
ἄκοντες οἱ ἐχθροὶ ἀρετὴν μαρτυροῦσι. καὶ παράπαν
τέχνης εἰδέναι, καὶ οἱ δικασταὶ μίαν ἔχοντες ἐμπειρίαν
ἀγαθοῦ καὶ πονηροῦ βίου οὓς μὲν ἂν φλαύρους ὑπο-
νοήσωσι, ζημίαν ἐπιβάλλουσι τούτοις, τοὺς δὲ νικῶν-
τας ἐπὶ τὰς τιμὰς προπέμπουσι, τοὺς δὲ οὐκ ἐξετα-
σθέντας οὔτε κολάζουσιν οὔτε τιμῶσιν.
οὕτω δὲ καὶ
τοῖς | νόμοις ἅπασι δοκεῖ μηδένα ἐᾶν ἄκριτον. καὶ
νοῦσι, κἂν εὐπατριδῶν τις ᾖ κἂν Ἐτεοβουτάδης κἂν
Εὐμολπίδης κἂν ἐστρατηγηκώς. τῆς μὲν οὖν κοινῆς
πολιτείας ἄνευ διαψηφίσεων οὐδενὶ μέτεστι, δωρεὰν
δὲ τὴν μεγίστην οἴσεται οὐ διαψηφισθεὶς εἰ γνήσιός
ἐστι τοῦ τῆς ἀρετῆς ὀνόματος ἢ νόθος καὶ ὑποβολι-
μαῖος ἐν ἀλλοτρίᾳ δόξῃ πολιτεύεται;
ἔπειτα κλήρῳ
τὰς ἀρχὰς ἱστάντες, ὡς δημοτικὸν ὂν τὸ τῆς ἴσης ἐλ-
πίδος, οὐ μόνον τῇ τοῦ κλήρου τύχῃ τὴν αἵρεσιν
τούτων ἐπιτρέπουσιν, ἀλλὰ καὶ δικαστήριον καθίζουσι
τὸν δὲ τῆς ἀρετῆς οὕτω προχείρως τῷ μὴ δοκιμασθέντι
πρὸ τοῦ κεκριμένου δώσετε;
πάλιν ἄλλους τελοῦν-
τες ἄρχοντας οὓς χειροτονητοὺς καλοῦμεν, στρατηγούς,
ἱππάρχους, ταξιάρχους, εἴλοντο μὲν αὐτοὺς ἐν ἀρχαιρε-
σίαις, οἷον Ἀριστείδην Ἀθηναῖοι, πληροῦται δὲ καὶ
τούτοις δικαστήριον, εἰ δικαίως εἰσὶ κεχειροτονημένοι.
οἶς οὔτε <χήρυγμα οὔτε> στέφανος
στρατεῖαι, πόνοι, κίνδυνοι, ἀλλὰ κἂν κατορθώσωσιν,
ὀψέ ποτε αἰ τιμαί. ὅπου δὲ τοὺς στρατηγούς, οὓς
αὐτὰ τὰ πράγματα κρίνει, ψήφῳ δοκιμάζετε, τῷ ῥήτορι
τὴν δωρεὰν ἀλογὶ χειροτονήσετε;
οὐ τοίνυν οὐδ’
ὅταν τὰ μέγιστα καταπράξωσιν οἱ χειροτονηθέντες
ὑπὸ τοῦ δήμου, τῆς δωρεᾶς τυγχάνουσι, πρὶν <ἂν>
εὐθύνας ὑπόσχωσι τῷ τὸν νόμον ἄντικρυς ἀπειρηκέ-
ναι τὸν ὑπεύθυνον μὴ στεφανοῦν. ὑμεῖς μὲν <οὖν>
οἴεσθε τοὺς ταμίας μὲν ἢ τειχοποιοὺς ἄρχοντας εἶναι,
καὶ πρὶν ἢ λόγον δοῦναι οὐκ ἐξεῖναι στεφανοῦν· ἡμᾶς
τῶν ὅπλων, ὁ ταμίας τῶν χρημάτων, ὁ τειχοποιὸς τοῦ
κύκλου, ὁ δημαγωγὸς δὲ οὐκ ἔστιν ὅτου τὴν ἐπιμέ-
λειαν οὐ πεπίστευται. κἀκείνοις αὐτὸς ἐπιτέτακται,
αὐτὸς ἐξετάζει τοὺς ταμίας, αὐτὸς ἐκπέμπει τοὺς στρα-
τηγούς, ἄρχει τῶν ἀρχόντων ἁπάντων μόνος. τοὺς
μὲν οὖν ἔν τινι χρόνῳ καὶ τοὺς κατὰ μέρη προνοουμέ-
νους ἀνευθύνους οὐ στεφανώσετε, τοὺς ἀιδίους δὲ
τιμήσετε; καὶ παρ’ οὗ μὲν εὐθύνας καθ’ ἕκαστον
εἰλήφατε, ἀστεφάνωτον ἐάσετε, τὴν τιμὴν δὲ τῷ παν-
τὸς εὐθύνας ὀφείλοντι τοῦ βίου δώσετε;
33. Καίτοι εἰ μὲν μηδὲν ἄξιον λόγου διῴκηκας, οὐ
θαυμαστὸν εἰ μηδὲ κατηγόρῳ λόγον παρέσχηκας, οὐδὲ
γὰρ ἐπὶ μικροῖς εἰσιν αἱ τοῦ βίου δωρεαί· εἰ δέ, ὡς
φῄς, μεγάλα καὶ πολλά, πρὸ τοῦ τούτων ἀποδοῦναι
λόγον πῶς ἐπ’ αὐτοῖς δωρεὰν αἰτεῖς; νὴ Δία, οὐδὲν
γὰρ εἴρηται περὶ τῶν ῥητόρων αὐτῶν τῷ Σό-
λωνι. καὶ τίνας οὕτως ὑπευθύνους καθίστησι καὶ μο-
ἔγνωκάς τινα γνώμην
εἰσφέρειν. προβούλευε, φησίν, εἰς τοὺς πεντακοσίους,
πρώτη γὰρ αὕτη κρίσις. τὴν βουλὴν πέπεικας. εἰς τὸν
δῆμον ἴθι, δευτέρα γὰρ ἡ διαχειροτονία. κἂν τοὺς
πολλοὺς ἔχῃς ὁμογνώμονας, οὔπω νενίκηκας. ἐφέσιμος
λοιπὸν εἰς τὸ δικαστήριον ἡ διάγνωσις. τριῶν οὖν
ὄντων συνεδρίων, βουλῆς, δήμου, δικαστηρίου, ἀκρι-
βέστατον ὡμολόγηται τὸ δικαστήριον. εἰκότως. ἡ βουλὴ
μέν γε καὶ ὁ δῆμος ἀνώμοτοι τὴν ψῆφον φέρουσι, τὸ
δικαστήριον δὲ σὺν ὅρκῳ καὶ ἀρᾷ τῇ μεγίστῃ. καὶ οἱ
μὲν βοῇ τὰ πολλὰ κρίνουσι πρὸς ὀργὴν φανερὰν
καὶ χάριν, οἶ δὲ κρύβδην τὸ δόξαν τίθενται. θόρυβος
ἐν τοῖς ἄλλοις ἰσχύει συλλόγοις· ἐνταῦθα πρὸς ὕδωρ οἱ
οὐδὲ τῷ δήμῳ λῦσαι γνῶσιν δικαστηρίου, τῷ δικαστη-
ρίῳ δὲ ἀμφοῖν ἅμα.
οὕτω δὲ κρατοῦντος ἀκριβείᾳ
πολὺ τοῦ δικαστηρίου ἐγὼ μὲν διὰ πάντων ἐλήλυθα
τῶν συνεδρίων, καὶ γὰρ τὴν βουλὴν οὐχ ἧττον πέ-
πεικα Κεφάλου, καὶ ὁ δῆμος ἐπεχειροτόνησεν ἅμα καὶ
πλείω ψηφίσματα, καὶ τὸ τρίτον δὴ πάλαισμα, γραφεὶς
παρανόμων ἐπὶ πάσαις ταῖς γνώμαις ὑμᾶς ἔπεισα τοὺς
τῶν ὅλων κυρίους· τούτῳ δὲ ἀτελὴς ἡ πολιτεία <ἐν>
τῷ κυριωτάτῳ μέρει. τῆς ἐξετάσεως γὰρ ἀπάσης τέλος ἡ
σὺ δὲ καὶ μέγα φρονεῖς
σωθεὶς ἐρημίᾳ κατηγόρων, οὐ πίστει δικαιωμάτων,
τοσοῦτον ἐμοῦ λειπόμενος ὅσον τοῦ δι’ ἀντιλογίας
νενικηκότος ὁ ἐρήμην ἐνηνεγμένος. ὁ μὲν γὰρ οὐδενὸς
φανέντος τοῦ κατηγορήσοντος ἀθῷος μένει, ἐγὼ δὲ
καὶ τοὺς παρόντας ἤλεγξα συκοφάντας.
καὶ τὰς
πλείους μὲν ψήφους ὁ νόμος κελεύει νικᾶν, ὅν αὐτὸς
ἄρτι παρείχετο, αὐτὸς δὲ μηδεμιᾶς τυχὼν ψήφου φιλο-
νεικεῖ τῷ πάσας παρειληφότι καὶ πλείους σχεδὸν τῶν
οἰκούντων τὴν πόλιν, εἴγε καὶ δὶς οἱ αὐτοὶ περὶ ἐμοῦ
καὶ τρὶς ἐψηφίσαντο. ἐγὼ μὲν οὖν εἰ καὶ ἴσας πρὸς
ἴσας <τὰς μὲν> ἐνίκων, τὰς δὲ ἐνικώμην, ἀντίπαλος
τᾷ μήτε ἡττημένῳ μήτε νενικηκότι ἴσως τῆς ἐπ’ ἄμφω
μετασχὼν τύχης πρὸς τὸν οὐδετέρας πεπειραμένον·
νῦν δὲ τὸ μὲν οὐδέποτε ἡττῆσθαι [καὶ] ἐμοὶ περίεστι,
τούτῳ δὲ ὅπερ ἐμοὶ πολλάκις οὐδ’ ἅπαξ ὑπῆρξε, τὸ
νενικηκέναι. οὐδὲ γὰρ αἰτιαθῆναί φησι. τοῦτο μὲν
δὴ καὶ τῶν ἰδιωτῶν πολλοῖς ἄν τις ἴδοι συμβεβηκός.
αὐτίκα οἱ κατὰ δήμους οἰκοῦντες οὐδὲ εἶδον ἔνιοι τὸ
δικαστήριον καὶ οὐ κατίασιν ἐκ τῶν ἀγρῶν αἰτήσοντες
γέρας τοῦ λαθραίου βίου. γραφὰς δὲ ὀλίγας φυγὼν
πάσας ἀπέφυγέ τις, ὅς οὐδ’ ἐν μέρει τὰ μὲν ἐνίκα,
τὰ δὲ ἡττᾶτο;
38. Εἰ δέ γε τῶν ἐξαιρέτων καὶ ἃ πρὸς ἄλλους οὐκ
ἔστι κοινὰ τὰς δωρεὰς εἶναί φησιν, ἡ τούτου μὲν ἀπραγ-
ἔτι τοίνυν ὅ μὲν οὗτος αὐχεῖ, τὸ ἀναίτιον ἐμοὶ
μᾶλλον ἢ τούτῳ πρόσεστιν. ὁ μὲν γὰρ ἐκφυγὼν τὰ
ἐγκλήματα εἰς ἴσον τῷ μηδὲ κατηγορηθέντι τὴν ἀρχὴν
ἐπανέρχεται. καὶ καθαρῶς οὗτος ἀναίτιος ὅστις ἠλευθέ-
ρωται τῶν αἰτιῶν ὑπὸ τοῦ δικαστηρίου, τὸν δὲ οὐ
κατηγορηθέντα ἄκριτον, οὐκ ἀναίτιον εἴποι τις ἂν
οὐδ’ ἀνεύθυνον, ἀλλ’ ὑπεύθυνον ἐπὶ παντὸς βίου.
ὅπου γ’ οὖν, ἐφ’ ᾧ μὲν οὗτος ἀγάλλεται, τὸ δοκεῖν
αἰτίας ἀπάσης ἐκτὸς εἶναι, τούτῳ μὲν ἄδηλον εἰ καί
τινος αἰτίας ὑπούσης οὐ τετύχηκε κατηγόρου, ἐμοὶ δὲ
κρίσεσι πολλαῖς κεκύρωται, τὸ δὲ κριθέντα ἐκφυγεῖν
τούτῳ μὲν οὐκ ἔστιν εἰπεῖν οὐδ’ ἅπαξ, ἐμοὶ δὲ καὶ
πολλάκις, ᾧ δὴ τὸ συναμφότερον, οὐχ ᾧ θάτερον
ὑπάρχει, τούτῳ προσήκει κρατεῖν.
καὶ πότερον
εὔξασθαι ἂν εἵλου μᾶλλον κρίνεσθαι καθ’ ἑκάστην
ἡμέραν ἢ ἐν ἀδείᾳ δικῶν εἶναι; ἔστι δὲ τοῦτο μὲν
εὐτυχία τὸ τοὺς συκοφάντας λαθεῖν οὐκ εἰς δόξαν
οὐδὲ τιμῆς λόγον, πολλοῦ γε καὶ δεῖ, <εἰς>
δὲ καὶ ῥᾳθυμίαν καὶ τὸ μὴ δεῖσαι, αἱ δωρεαὶ δὲ τῶν
τύχην, ζηλωτὰ δέ, ὅταν κρατήσῃ τοῦ τέλους.
καὶ
τὰς ἐν ὑμῖν κρίσεις ὑπομεῖναι μὲν οὐδεὶς ἂν ἐθελή-
σειεν οὐκ εἰδὼς εἰ διαφεύξεται· εἰ δὲ θεῶν τις ἐγ-
γυήσαιτο τὴν νίκην, τίς οὐκ ἂν εὔξαιτο δεῖξαι χρηστὸς
ὤν; πλὴν εἰ σύνοιδεν αὑτῷ τοιαῦτά τις ὥστε μόνην
σωτηρίαν τὸ μὴ κριθῆναι δοκεῖν, ἐπεὶ τοῖς ἀδικοῦσι
μὲν ἀγαθὸν ἀνελέγκτοις μένειν, τοῖς δὲ χρηστοῖς
ἀτύχημα τὸ λανθάνειν, καὶ θαρροῦσιν οἱ μὲν τῷ
συνειδότι καὶ ταῖς ἀποδείξεσιν, οἱ δὲ κακοῦργοι τῷ
λανθάνειν.
42. Ἃ τοίνυν κακοήθως ὑπελάμβανεν ὡς ἐξαπα-
ἐξαπατηθέντας ὑπ’ ἐμοῦ τοὺς δικαστάς, οὐκ ἐμοῦ τὴν κατη-
γορίαν ἐποιεῖτο, ὑμᾶς δὲ διέβαλλεν, εἰ μὲν ἄκοντας ἐξα-
πατηθῆναί φησιν, ὡς ἀνοήτους, εἰ | δὲ βουλομένους
κακίστων ἁπλῶς αὐτοῦ λέγοντος ἠκούσατε. εἶτα παρὰ
μὲν τοῖς ἄλλοις ἅπασιν ἀνθρώποις ἄριστοι δικάζειν
καὶ νομοθετεῖν πρὸ τοῦ πεπίστευσθε, Κέφαλος δὲ παρα-
νοίας αἱρεῖ τὰ δικαστήρια, ἐν οἷς οὔτε διώκων ἡττηθεὶς
ψήφους, Κεφάλῳ δὲ μόνῳ δοκεῖτε τὰ δίκαια μὴ δι-
αιρεῖν ἀκριβῶς, κἂν μὴ δῶτε τὴν δωρεὰν ἐκ δικαστη-
ρίου, φησὶν ὑμᾶς δικάζειν κακῶς.
εἰ μὲν οὖν ἅπαξ
ἢ δὶς ἐξέφυγον τά ἐγκλήματα, ὑπενόησέ τις <ἂν>
ὑπῆλθον, ὡς ἐφενάκισα, ὡς ἐλέῳ κατέλαβον τοὺς δι-
καστάς· εἰ δέ, ὁσαχοῦ κέκριμαι, πανταχοῦ καὶ ἑκαστα-
χοῦ νικῶ, καθαρὰ τῆς ἀρετῆς ἡ κρίσις. εἰς μὲν
ἅπαξ καὶ παρ’ ἕνα καιρὸν ἰσχυρὸν ἀπάτη καὶ τέχνη,
ὁ χρόνος δὲ φωρᾷ τὴν ἀλήθειαν. καὶ οὐδ’ ἂν οἱ πάν-
των ἀνοητότατοι δὶς περὶ τὸν αὐτόν, οὐχ ὅπως Ἀθη-
ναίοι, σφαλῆναι δύναιντ’ ἄν, ἐμοὶ δὲ καὶ φιλονεικό-
τερον προσεφέροντο τῷ πολλάκις ἤδη κεκρατηκέναι, οἱ
κατήγοροι μὲν ἀναμάχεσθαι πειρώμενοι καὶ μόνος
λέγοντες ἡμᾶς οὗτος ἀεὶ διαφεύξεται; οἱ δικασταὶ
δὲ παρατεταγμένοι πρὸς τοὺς λόγους τοὺς ἐμοὺς
καὶ μέχρι τίνος τοῦτον ἀφήσομεν; ἀλλ’ οὐδὲ
σκιὰν εὗρον αἰτίας εἰς ἐμέ.
πάνυ γοῦν εὐμε-
ταχείριστοι πρὸς ἀπάτην Ἀθηναῖοι. Μιλτιάδου μὲν
οὐκ ἐφείσασθε τοῦ τὴν ἐν Μαραθῶνι μάχην νενικη-
κότος ἀνδρὸς <καὶ> δουλείας Μηδικῆς τὴν
καὶ Θεμιστοκλῆς ἔφυγεν εἰς Πέρσας
ἢν ὁδὸν ἐξήλασε βασιλέα. καὶ Λακεδαιμονίους μὲν ἐξη-
πάτησε τοὺς δεινούς, καὶ πάντας ἀνθρώπους παρήγαγε
ῥᾳδίως· πρὸς δὲ | τὸ δικαστήριον οὐδὲν ἔργον
ὧν ἐπὶ μιᾶς ἡμέρας θάνατον κατεψηφίσασθε. οὐ Σω-
κράτης παρήγαγε τῷ λόγῳ τοὺς δικάζοντας, οὐ Θρασύ-
βουλος ὁ ἀποδοὺς τὴν δημοκρατίαν καὶ τὰ δικαστή-
ρια, οὐ τὰ τελευταῖα, Καλλίστρατος, ὅν ὑπερβάλλοντα
δεινότητι τοὺς ῥήτορας αὐτοῖς λόγοις φυγάδα ἀπεστεί-
λατε. ὧν καὶ Κέφαλος ἐνίων ἐμέμνητο, ὥσπερ οὐχ
ὑπὲρ ἐμοῦ σεμνολογούμενος.
εἶτα τοῖς ἀρίστοις
μέν, καθ’ ὅν ἦν χρόνον αὐτῶν ἕκαστος, εἰ καὶ
ἥμαρτον, ἐκ μεταβολῆς ἰσχυροτέραν ἐποιεῖσθε τὴν
ὀργὴν τὴν ἐπὶ τοῖς καινοῖς ἐγκλήμασι τῆς μνήμης τῶν
προκατωρθωạένων, καὶ τούτους οὐ ναυμαχίας λέγον-
τας οὐ πεζομαχίας, οὐ τρόπαια δεικνύντας ἐσώσατε, καὶ
ἐχαρίσασθε; τίνα πειθὼ καὶ σειρῆνα καινὴν ἀνευρόντι
ᾗ κατέθελξα δικάζοντας ὑμᾶς μόνος ἐγρηγορότας ἀεί,
προνοοῦντας τὰ λεχθησόμενα, πολλὰ καὶ τῶν οὐκ εἰρη-
μένων τῇ κατηγορίᾳ κατατιθέντας, οὔτε συνετώτερος
ἐγὼ Θεμιστοκλέους οὔτε πιθανώτερος Περικλέους οὔτε
σοφώτερος Σωκράτους οὔτε δεινότερος Καλλιστράτου,
ὧν ἀπάντων ἐκρατήσατε.
ἐν τοιούτοις ἀνύποπτος
ὤφθην δικασταῖς <τοῖς> πάντα ὑπονοοῦσι. μὴ
πεῖραν αὐτῶν λάβῃς, οὐ γὰρ ἂν ἐκφύγοις. ἐλεήμονες
Ἀθηναῖοι, κἀγώ φημι. πότε; καὶ πρὸς τίνας; ἄν ποτε
συμμαχίας δέηται πόλις, ἂν ἱκετεύῃ ξένος, πρὸς ἐκεί-
νους θεὸν τὸν Ἔλεον νομίζουσι. κἂν μὲν τῶν πολι-
τῶν τινά τις αἰτιάσηται· Κέφαλός ἐστι τῶν κακῶν
αἴτιος ἢ Ἀριστοφῶν ἢ ὃν ἂν τῶν ὑπὸ χεῖρα φαίη
τις, ὀργίλοι καὶ τραχεῖς· ἐὰν δέ τις τῶν ἔξωθεν ἱκε-
τεύσῃ, κἂν Οἰδίπους, κἂν Ὀρέστης, ἐλεοῦσι καὶ σώ-
ζουσιν, οὐκ ἀλόγως, ὧς ἐμοὶ δοκεῖ, τοὺς ἀλλοφύλους μέν
αὐτοῦ τοῦ καλοῦ.
ἤδη τοίνυν τινὰ καὶ δεηθέντα
καὶ παιδία κλαίοντα <εἰσκαλέσαντα> ὧν οὐδὲν
ἐμὲ ποιοῦντα, ᾠκτείρατε εἰς ἅπαξ, καὶ οὐκ ἐπὶ τῆς
πρώτης ψήφου παροξυνθέντες, καθυφέντες δὲ ἐν τῷ
τιμήματι τῆς ὀργῆς ἐπανήκατε· ἐμοὶ δὲ οὐκ ἔστιν ὅτε
τοῦ μέτρου τῆς ζημίας εἶτα ἐπεκουφίσατε, ἀλλ’ ὅλως
ἀπελύσατε.
49. Οὐ τοίνυν οὐδὲ ῥᾴδιον πολιτείας κρίσιν παρα-
γαγεῖν, μᾶλλον δὲ οὐδὲ ἐν δυνατῷ. τὰ μέν γε τῶν
ἰδιωτῶν ἀδικήματα ὑπὸ σκότους ὄντα ἐκ τῶν εἰκότων
στοχάζεσθε, τὰ δὲ τῶν δημαγωγῶν πολιτεύματα οὐκ
ἂν λάθοι τοὺς αὐτοὺς ἐκκλησιάζοντας καὶ δικάζοντας.
οἷον, εἰ παρανόμων γραφὴ τὸ κρινόμενόν ἐστι, παραν-
εγνώσθησαν οἱ νόμοι. τὰ τοῦ ψηφίσματος ῥήματα εἰ
διαφωνίαν τινὰ ἔχει, μεμαθήκατε. εἰ χρημάτων διοί-
κησίς ἐστιν, ἐπὶ δακτύλων ἡ κρίσις. τί οὖν ἐνταῦθα
οὔτ’ ἂν ἔλαθον τοιοῦτόν τι κακουργῶν, ὅς καὶ περὶ
ὧν οὐκ ἀδικῶ κρίνομαι.
μαρτυρεῖς δέ μοι καὶ σύ.
εἰ γὰρ ἤ ψευδομαρτυρίας ἡτοίμαζον ἢ δικαστὰς διέ-
φθειρον, εἰσὶ περὶ τούτων ἀπάντων νόμοι καὶ θάνατος
ἡ ζημία· σὺ δὲ οὔτε τοιοῦτον οὐδὲν οὔτ’ ἄλλο τι τῶν
ἐμῶν ἐγράψω ποτέ. οὕτως οὐδὲ κέκριμαι τὸ κατὰ σέ.
εἰ δὲ χρὴ καὶ ὑπονοεῖν τὰ ἀφανῆ, σὲ μᾶλλον <ἂν>
νηρεύματα, καὶ τοὺς ἀνατεινομένους ἰδίᾳ καθυφεῖναι
πείθεις. καὶ πανταχῇ ῥᾷον τὸ μὴ κριθῆναι διαπράξα-
σθαι τοῦ πορίσασθαι κριθέντα ἄφεσιν, δεινοὶ γὰρ
ὑπιδέσθαι τοὺς κατὰ συνθήκας λόγους, κἂν ἐνδεᾶ τὰ
τοῦ διώκοντος ᾗ, τὴν τοῦ κατηγόρου τάξιν οἱ δικά-
ζοντες αὐτοὶ λάβοιεν ἂν. καὶ τὸ μηδ’ εἰσελθεῖν ἄν, εἰ
51. Ὁ τοίνυν σοφὸς οἴεταί τι εὑρηκέναι πυνθανόμε-
νος, εἴτε βασκάνους ὑμᾶς καὶ πικροὺς εἴτε ἀνοή-
τους καὶ ῥᾳθύμους ὑπολαμβάνω, καὶ τοιούτῳ ὑπά-
γῶν ἐνθυμήματι· εἰ μὲν εὐπαραγώγους καὶ εὐή-
θεις, οὐ θαυμαστὸν εἰ παρὰ τοιούτοις ἐνίκη-
σας· εἰ δὲ χαλεποὺς καὶ δυσοργήτους, οὐδ’ ὑπὸ
τοιούτων, φησίν, ᾐτιάθην. ἐγὼ δὲ τούτων μὲν οὐδἐ-
τερον καθ’ ὑμῶν ὑπολήψομαι, μαινοίμην γὰρ ἄν, ὡς δὲ
τἀληθὲς ἔχει, φράσω.
ὅτι μὲν οὖν περιπίπτεις τῷ σαυ-
τοῦ σοφίσματι, εὔδηλον τοῦθ’ ἅπασι, κἂν ἀντέρωμαί σε
κἀγώ, δικαίως ἐρωτήσω· πότερά σοι παρορᾶν Ἀθη-
ναῖοι τοὺς ἀδικοῦντας δοκοῦσιν ἢ
ἐλέγχειν; καὶ εἰ μὲν παρορᾶν, διὰ τοῦτο ἄρα οὐκ
ἐγράψαντό σε· εἰ δὲ καταφωρᾶν ἀκριβῶς, οὐκοῦν καὶ
παρὰ τοιούτοις ἀφείθην ἐγώ. ταῦτα μὲν οὖν ἐάσω διὰ
τὴν ἴσην ἀντιλογίαν, ὅ δὲ οὐδ’ ἡντιναοῦν ἀμφισβή-
τησιν ἔχει, τοῦτ’ ἐρῶ.
εἰ μὲν ἄμφω κριθέντες ἐν
τοῖς αὐτοῖς δικασταῖς, σὺ μὲν ἀφείθης, ἐγὼ δὲ ἤλων,
εἰκότως ἂν παρετίθης, ὡς καὶ σὺ τοὺς χαλεποὺς ἐκ-
πέφευγας καὶ παρὰ τοῖς δυσοργήτοις κατεδικάσθην
οὐδὲ κριθέντος οὐδ’ ἂν οἱ χαλεπώτατοι καταψηφίσαιντο,
τοῦ δὲ ἀδικοῦντος ἐλεγχομένου καὶ οἶ πρᾳότατοι. οὔκ-
ἐν τοσαύτῃ πόλει καὶ εἰ σφόδρα ἀκριβῶς φυλάττουσιν,
ἐναποκρυπτομένου τῷ τοῦ κοινοῦ μεγέθει τοῦ καθ’
ἕκαστον τρόπου, καθάπερ ἐν τοῖς μεγάλοις πελάγεσιν
οἶ καταποντισταί, οὐ γὰρ Κύθνος ἢ Σίφνος ταῦτα,
ὅπου δι’ ὀλιγανθρωπίαν ἀλλήλους ἴσασιν; ὁ δὲ ἅπαξ
ἐλθὼν εἰς κρίσιν οὐκ ἂν ἀφεθείη μὴ σαφῶς ὧς οὐδὲν
ἀδικεῖ δείξας.
54. Ὁ δὲ καὶ τοὺς νοσοῦντας μὲν πολλάκις, ἰα-
τρευομένους δὲ χείρους τῶν ἀνόσων ἀπεφαίνετο· τίς
δ’ οὔ φησιν; ἀλλ’ οὐ πρὸς λόγον σοι τὸ παράδειγμα.
διὰ τ·ί; ὅτι εἰ μὲν αἶ κρίσεις ἦσαν νόσοι ψυχῆς, ὑγι-
εινότερος ὁ μὴ κριθεὶς <ἂν ἦν> τοῦ φυγόντος·
νοσήματα μὲν αἱ κακίαι τῶν ἀνθρώπων εἰσίν, ἰατρεῖα
ἐφάνην τοῖς ἰατροῖς· σὺ δὲ οὐκ ἀπέδυσάς ποτε τὸν
βίον τοῖς δικασταῖς οὐδὲ γυμνὴν τὴν ψυχὴν ἔδειξας,
συγκαλύπτων δὲ σαυτὸν καὶ περιστέλλων, ὡς οἶ τὰς
κρυφαίας νόσους <νοσοῦντες> ἴσως ὕπουλος ὢν
νεις.
οὐ τοίνυν μόνον αἶ τοῦ σώματος εὐεξίαι τῶν
ἀνεξετάστων αἶ κεκριμέναι κρείττους, ὁ αὐτὸς δ’ ἐπὶ
πάντων λόγος· οὐδὲν τιμιώτερον ὅ μὴ συνεξητάσθη
τοῦ οὐκ εἰκῆ δοκιμαστοῦ. οὐδὲ χρυσὸς ἀβασάνιστος
ἐντιμότερος τοῦ πυρὶ κριθέντος οὐδὲ παρὰ τοῖς βαρ-
βάροις, ἀλλὰ χρυσὸς μὲν ἐν πυρί, ἀνθρώπου δὲ τρόπος
ἐν δικαστηρίῳ βασανίζεται. τοῦτο δοκίμιον ἐφ’ ἑκά-
στου, ἄλλως τε καὶ ῥήτορος. ἐξ οὗπερ ἐγὼ μὲν ἀκήρα-
τος ἐξέβην ἀεί, σὺ δὲ οὐδὲ δόκιμος εἷ· οὐδὲ νόμισμα
νόμιμον, ὁ μὴ πολλάκις ἔστρεψαν <οἱ>
ὥσπερ οὑμὸς | βίος ἄνω καὶ κάτω στρεφόμενος
προέλθω δέ, εἰ βούλει,
καὶ ἐπὶ τὰ μείζω παραδείγματα. αὕτη καὶ τείχους
ἰσχύς, οὐχ ᾧ μηδεὶς προσήγαγε πολέμιος, ἀλλ’ ὃ πολλὰς
καὶ στρατιωτῶν καὶ μηχανημάτων προσβολὰς ἀπεκρού-
σατο, ὥσπερ οὑμὸς βίος πανταχόθεν προσαγόντων τῶν
ὑπορυττόντων διαβολαῖς καὶ κακοηθείαις ἐστὶν ὀρθός.
καὶ πλόιμος οὐκ ἐν γαλήνῃ δείκνυται. σὺ μὲν οὖν
ἀπείρατος κινδύνου πολιτικοῦ καταστὰς ἄπλους, ἐγὼ
δὲ πολλοὺς συκοφαντῶν ὑπέμεινα πολέμους καὶ κινδύ-
νους καὶ ῥήτορας κατ’ ἐμοῦ πνέοντας ἤνεγκα.
τὰ
δὲ ζῷα πῶς δοκιμάζεται; τίς ἵππον ὠνεῖται μὴ πολλοὺς
ἐλάσας δρόμους οὐκ ἐν ἱππασίμοις καὶ λείοις μόνον
ἀλλὰ καὶ ἐν τοῖς ἀποκρότοις καὶ πρὸς τὰ σιμὰ καὶ
κατὰ πρανοῦς; αὕτη γὰρ ἵππων κρίσις. τοὺς δὲ κομιδῆ
πώλους ἄγοντες εἰς τὴν ἀγορὰν πλήθουσαν καὶ τοὺς
θορύβους μέσους εἰ φοβεροὶ δοκιμάζετε. οὐκ ἤχθη
Κέφαλος εἰς τὴν ἀγορὰν ἐπὶ πείρᾳ βίου οὐδ’ ἤκουσε
θόρυβον δικαστηρίου, ἐγὼ δὲ πολλοὺς περὶ ἐμαυτοῦ
δραμὼν δρόμους ἐνίκων ἅπαντας.
εἰ δὲ τὸ μὴ
στοιχείῳ τοῦ πολέμου τὴν κρίσιν οὐδὲ Θρασύβουλος ὁ
Φυλὴν καταλαβὼν τετταράκοντα τοῖς πρώτοις;
ἔστη-
σα κἀγὼ τρόπαια τῶν συκοφαντῶν ἐν ἅπασι τοῖς δι-
καστηρίοις. πολλαχόθεν βαλλόμενος ἐγκλήμασιν ὧς ἀλη-
θῶς αὐτὸς ὤφθην ἄτρωτος, ὧς οὔτε ὁ Αἴας, ᾧ σαυτὸν
εἴκαζες, οὔτε ὁ Ἀχιλλεὺς | οὔτε ὁ Καινεὺς οὔτε εἴ
ἄγε καὶ ἀθλητὰς εἰς τὸ πρυτανεῖον τοὺς οὐκ ἀποδύν-
τας εἰς στάδιόν ποτε, καὶ τίς ἀνέξεται; ποῖος Γλαῦκος
στάδια τῆς ἀρετῆς
τῆς ἐμῆς τὰ δικαστήρια, Ἑλλανοδίκαι δὲ τούτων τῶν
Ὀλυμπίων ὑμεῖς, καὶ γὰρ τούτοις τοῖς ἀθληταῖς κάθην-
ται δικασταί. τοῦ νικῶντος ὁ στέφανος, οὐχ ὅστις ἀνα-
γώνιστος. ἐμὲ εἰς τὸ πρυτανεῖον ὁ νόμος καλεῖ δι-
καιότερον ἢ τοὺς Ὀλυμπιάδα καὶ Πυθιάδα νίκην ἀνῃ-
ρημένους. οἱ μὲν γὰρ μόνον εἰς δόξαν συναίρονται τῇ
πατρίδι, τἀμὰ δὲ κηρύγμάτα ψηφίς μάτα χρηστὰ καὶ
νόμοι συμφέροντες, πόροι χρημάτων, ἀπόστολοι, νῖκαι.
πόσους ἡ πόλις αὕτη στεφάνους ἐκ τῶν ἐμῶν πολι-
τευμάτων ἠνέγκατο. οἱ δεῖνες σωθέντες, οἶ δεῖνες
ἐλευθερωθέντες διὰ τὴν ἐμὴν προπέτειαν, ὧς Κε-
φάλῳ δοκεῖ.
οὐχ οἱ δειλοὶ καὶ τρέμοντες καὶ
λαγὼ βίον ὡς ἀληθῶς ζῶντες τὰ τρόπαια ἱστᾶσιν
οὐδὲ τὰ κοινὰ ὀρθοῦσιν οὐδὲ δωρεῶν τυγχάνουσι,
καὶ ταῦτα ἐν Ἀθήναις. εἰ μὲν γὰρ Φλιασίοις ἢ Με-
γαρεῦσι συνεβούλευον, αὐτός τε οὐδὲν ἂν ἐτόλμων
μέγα καὶ τοὺς πολίτας τῇ τύχῃ τὴν γνώμην μετρεῖν
ἠξίουν, Ἀθηναίων δέ τις ἀξιωθεὶς προστατεῖν ἐπὶ
ἀλλὰ τί πράξει; ὧς
Κέφαλος, εὐλαβηθήσεται τοὺς βασκάνους καὶ τῶν
αἰτιῶν τὰς σκιὰς φοβηθήσεται; μιμήσεται τὴν σὴν
ἄνανδρον πολιτείαν; οὐκ ἐγώ. περὶ πρωτείων ἀεὶ πολι-
τεύομαι. <ὑπὲρ> δόξης <καὶ> ἡγεμονίας οὐδένα κίνδυνον
ἐξίσταμαι. διὰ τοῦτ’ ἀεὶ κρίνομαι, οὐ ζητῶ γὰρ ὅ τι
λεχθὲν οὐχ ἕξεὰ κατηγορίαν, ἀλλ’ ὅ τι πᾶσαν αὐξήσει
τὴν πόλιν καὶ ποιήσει φθονεῖσθαι τὸν μὲν δῆμον παρὰ
τοῖς Ἕλλησι, παρὰ δὲ ὑμῖν ἐμέ, οὐ πρὸς ἐμαυτὸν
σκοπῶν τὰ λεκτέα καὶ τὰ μή, πρὸς δὲ τὸ κοινὸν τῶν
Ἀθηναίων ἀξίωμα.
τοῦτο μέτρον εἶναι χρὴ τῶν
πολιτευμάτων, καὶ τὸν αὐτὸν τρόπον ὅνπερ οἶ τῶν
δραμάτων ὑποκριταὶ συναρμόττονται τοῖς προσώποις
καὶ στρατηγὸς καὶ τύραννός τις ἐξαίφνης ἐγένετο,
οὕτω καὶ τὸν δημαγωγὸν τὸ τοῦ δήμου πρόσωπον
φέρειν δεῖ πρὸς τὸ χρῆσθαι τῇ φωνῇ. ποῖός τις οὖν
ὁ δῆμος οὗ τἀς ῥήσεις δεδιδάγμεθα; οὐκ εὐλαβὴς
οὐδὲ ἄτολμος οὐδ’ ὅθεν μηδεὶς κίνδυνος ἐπιστήσεται,
τούτοις ἐπιχειρῶν. εἰ γάρ, ὡς σὺ παρὰ τούτοις, οὕτως
πάντα νικῶν τοῖς κινδύνοις τὸ πρωτεῖον ἐκτήσατο.
πᾶσα γῆ καὶ θάλαττα τοῦ δήμου τὰ δικαστήρια,
ἐν οἶς βασιλεῖ μὲν τῶν Περσῶν περὶ τῆς Ἑλλάδος,
ὕστερον δὲ καὶ τῆς Ἀσίας ἐδικάζετο, Λακεδαιμονίοις
δὲ καὶ τὰ τελευταῖα Θηβαίοις περὶ τῆς ἡγεμονίας. τί-
νᾶς ἀντιδίκους οὐκ ἐπεσπάσατο μηδεμίαν κατηγορίαν
ἄλογον εὐλαβηθείς; καὶ γὰρ ὁμοίως ἐμοὶ κέκριται
πολλάκις ἐν Λακεδαίμονι Κορινθίων κατηγορούντων.
ἐν τοῖς Ἕλλησι πᾶσι πάλιν Θηβαίων συκοφαντούντων
ἠνέχθη καὶ περὶ τῶν Ἀθηναίων τῆς πόλεως> ψῆφος
περὶ ἐμοῦ, καὶ διαφυγοῦσα τὰς αἰτίας τὰς τιμὰς ἀπη-
νέγκατο, τὴν αὐτονομίαν, τὰ τείχη, τὴν θάλατταν. καὶ
γὰρ τῆς πολεμικῆς δυνάμεως οὐ τὴν πεζικὴν εἴλετο, ᾗ
πλέον ὑπάρχει τὸ βέβαιον εἰς ἀσφάλειαν, ἀλλὰ τοὺς
ἐν τῇ θαλάττῃ κινδύνους, ὡς τῶν μειζόνων ἐν τῷ κατ-
ὀρθοῦν ἀγαθῶν αἰτίους. ὤνιοι γὰρ τῶν κινδύνων
εἰσὶν αἱ τιμαὶ καὶ ἀνδρὶ καὶ δήμῳ.
| Τοιαύτης οὖν πόλεως ἐγὼ προεστηκὼς οὐκ
ἂν μιμησαίμην τὸ κοινὸν δραστήριον, τὰ δὲ σὰ μελλή-
δημηγόρου δεδιέναι ψόφον ἐγκλημάτων, ἃ φύσει παρα-
κολουθεῖ τοῖς λέγουσιν. ἁλῶναί ποτε βέλτιον ὁμόσε
χωροῦντα ταῖς αἰτίαις ἢ τοῦτο δεδοικότα μὴ παρρησιά-
ζεσθαι.
εἰ δὲ βούλει καὶ τὴν ἀσφάλειαν σκοπεῖν ἐν
αὐτοῖς τοῖς κινδύνοις, ὅρα, τίς ἢ πόλεμος οὐκ ἀναγ-
καῖος ἠλέγχθη μοι πεπολιτευμένος ἢ στόλος ἄκαιρος
ἢ νόμος ἄχρηστος; οὔ φασιν οἱ τὰς ἐμὰς γνώμας ἐπι-
ψηφίσαντες.
67. Εἰ δὲ μηδὲν ἁμαρτὼν ἐν αἰτίαις ἐγενόμην,
ἐκρίθησαν καὶ θεοί, Ἄρης ἐπὶ Ἁλιρροθίῳ καὶ τὴν
νίκην οὐκ ὀνειδίζεται, Εὐμενίδες δὲ καὶ τὴν ἧτταν
ἠνέγκαντο ὐπ’ ἀνδρὸς θεαὶ καὶ ὑπ’ Ὀρέστου νενικη-
μέναι. πόσας Ἡρακλῆς ἀνδρίας ὑπέσχε κρίσεις δικά-
ζοντος Εὐρυσθέως· εἰ δὲ μὴ τοὺς πολλοὺς κινδύνους
ἤνυσεν, οὐκ ἂν τὸ τῆς ἀθανασίας ἆθλον ἠνέγκατο.
οὐκ ἂν θεὸς ἦν ὁ Διόνυσος μὴ κριθεὶς τῷ πατρῴῳ
πυρί. ἀλλ’ οὐδ’ αὐτὸς ἄκριτος βασιλεύει τῶν ὅλων ὁ
Ζεύς, πρὸς Τιτᾶνας δὲ διεκρίθη καὶ Γίγαντας. 00 Πο-
68. Σεμνύνομαι δὲ κἀγὼ μετ’ Ἄρην κρινόμενος, μετ’ Εὐμενίδας οὐχ ἡττώμενος, μεθ’ Ἡρακλέα δοκιμα- ζόμενος, μετὰ τὸν Δία, μετὰ τὴν Ἀθηνᾶν. ἐν τοῖς Κεκροπίδαις ἕπεταί μοι τὸ ἀνάδημα τοῦ θαλλοῦ τῷ πάντα νικῶντι, τὸ νικητήριον τῆς θεοῦ.
Sequuntur septem declamationes Philippicae.
Quarum agmen ducat