The following text is encoded in accordance with EpiDoc standards and with the CTS/CITE Architecture.
τῷ μὲν δήμῳ πολλὴ χάρις, ὦ βουλή, μηδ’ RIV 227 ὑπὸ τῆς παρούσης συμφορᾶς
ἀμνημονῆσαι βιασθέντι 6 τῆς ἐμῆς εἰς τὴν πόλιν παρὰ πάντα τὸν χρόνον εὐ-
νοίας, οὐ γὰρ ἐδέξατο σῖτον ἐπ’ ἐμοὶ τοῦ πλουσίου διδόντος, ἀλλ’ ἐνὸν αὐτῷ
σῶμα ἓν προέμενον ἀπηλ- λάχθαι τῆς δυσκολίας μᾶλλον εἴλετο πεινῆν ἢ ποιῆσαί
10 τι τῶν οὐ καλῶν· ἐγὼ δὲ οὔτε τότε ἀντερῶν ἀνέστην τῷ πλουσίῳ καίτοι
λόγους ἔχων ἀφθόνους, ἀλλ’ ἀνέ- μενον καθήμενος τὰ δόξοντα τῷ δήμῳ φέρειν
ἐγνωκὼς
μάτος, νομίζων δὲ ἐμαυτῷ πρέπειν τελευτὴν ἑκούσιον.
2. οὕτω γὰρ ἂν εἴην δύο κερδάνας, ἐπὶ μὲν τῆς ἐκ- κλησίας τοῖς ἐκεῖ δόξασι
κοσμηθείς, ἐν δὲ τῷ βουλευ- τηρίῳ λύων ἐμαυτῷ τὴν ἐπὶ τοῖς παρελθοῦσι λύπην.
δεῖ γάρ με σώζεσθαι μὲν ὑπὸ τῆς πόλεως πανταχοῦ,
τῇ
πόλει.
ἦν μὲν οὖν τύχης ἀμείνονος πρὶν ἢ συμ- βῆναι τῇ πόλει δυσχερές τι κεῖσθαί με
μηδενὸς τῶν νῦν ἐπαισθανόμενον ἀηδῶν· ἐπεὶ δὲ εἵμαρτό με πολύν τινα χρόνον
εὐδαιμονήσαντα ἄντα μεθ’ ὑμῶν ἐπιδεῖν ἃ μή ποτε
ὤφελον, τὸν μὲν
δῆμον ἐν ἀπορίᾳ τροφῆς, τὸν πλού- σιον δὲ ἐν τῇ τοῦ πάντα αἰτεῖν ἐξουσίᾳ,
τοσοῦτον γοῦν ἐμαυτῷ χαριοῦμαι, τὸ μὴ μακρὰν ἐᾶσαί μοι γε- νέσθαι τὴν
δυστυχίαν.
καὶ οἶδα μὲν ὡς τὸ αὐτὸ τὴν μὲν ἀναιρεῖ συμφοράν, τὴν δὲ ποιεῖ. τὸ μὲν γὰρ
μὴ καθορᾶν τὸν λιμὸν κακόν τι διαφυγόντος ἂν εἴη, τὸ δὲ μὴ
καθορᾶν τὸν δῆμον μηδὲ τὴν προτέραν ἐκεί- νην πολιτεύεσθαι πολιτείαν
οὐδεμιᾶς ἐλάττων ζημία δημαγωγῷ. οὐκοῦν ἐπειδὴ δυοῖν ἀθυμίαιν οὐκ ἔνι
5. Θαυμαστὸν μὲν οὖν οὐδέν, ὦ βουλή, τὸ μήθ’ ὑμᾶς ἀδακρυτὶ τοιούτων ἀκούειν
λόγων μήτε τοὺς
πολλοὺς τουτουσὶ πένητας οἳ δεῦρ’ ἥκουσιν ἑτέραν
μὲν ἀκούσεσθαι προσδοκῶντες γνώμην, ἴσως τινὰ περὶ τῶν παρόντων δυσχερῶν,
ἑτέραν δὲ ἀκούοντες, δεήσεις περὶ θανάτου καὶ τοῦ δεῖν ταύτην μοι τὴν ἡμέραν
πέρας γενέσθαι τοῦ βίου. τὸ γὰρ πολλοὺς μέν μοι
συνειδέναι
πόνους, πολλὰς δὲ φροντίδας, πολλοὺς δὲ ἀγῶνας ὑπὲρ σωτηρίας τῶν ὅλων,
τοῦτ’, οἶμαι, ποιεῖ μὴ μετρίως φέρειν, εἰ γνώμης οὐ φαύλης στερήσεσθε.
ἐμὲ δὲ καὶ δι’ αὐτὸ τοῦτο δεῖ τελευτᾶν, | ὅτι
πῶς γὰρ ἂν τὴν εὔνοιαν ὑμῶν ἀμειψαίμην ἱκανῶς, εἰ μὴ θνήσκειν ἐπιθυμοίην τῶν
περὶ τὸν σῖτον χεῖρον ἐχόντων ὑμῖν; ἵνα δὲ μηδεὶς ἐμοῦ τετελευτηκότος τολμᾷ
λέγειν ὡς ἦν μὲν εὔνους τοῖς πράγμασιν ἀνὴρ ἐκεῖνος, περὶ ἐμοῦ δὴ λέγων,
πικρὸς δὲ ἄλλως
καὶ φιλαπεχθήμων καὶ τοῖς πλουτοῦσι φθονῶν καὶ
τὰ οὐκ ὄντα διαβάλλων, ἐντεῦθεν ἄξιον ποι- ήσασθαι τὴν ἀρχήν.
7. Ἐμοὶ γὰρ ἦν, ὦ βουλή, πατὴρ καὶ πένης καὶ
ἀγαπᾶν τε καὶ φιλεῖν εὐκλείας. τοῦτο δὲ ἔφασκεν ἔσεσθαι καλῶς, εἰ τοῖς
εὐποροῦσι καὶ τὴν ἰσηγορίαν οὐ φέρουσι προσκρούειν ὑπὲρ τῶν κοινῶν ἐθέλοιμι
μᾶλλον ἢ μετ’ ἐκείνων κακουργεῖν τὴν πολιτείαν.
γε- νόμενος δὴ τοιαύτης κληρονόμος τάξεως ἐπειρώμην μὴ
χείρων
τῆς παιδείας ἢν ἐπαιδεύθην φαίνεσθαι καὶ τὰ μὲν ὄντα μοι τὰ μικρὰ μένειν
εἴων ἐν ᾧπερ ἦν καὶ οὐδεπώποτε κατ’ ἐμεμψάμην τὴν πενίαν, τῶν δὲ πλου- σίων
τοὺς μὲν ἐν δημοκρατίᾳ δυναμένους πλουτεῖν
ἐπῄνουν καὶ πολλοὺς
ἂν αὐτῶν ἀριθμῆσαι δυναίμην ἁ ἐμαυτοῦ φίλους, τὸν δὲ ἄνθρωπον τοῦτον τὸν
μόνον ἔχοντα σῖτον αἰσθόμενος κρείττονα εἶναι τῶν καθεστώ- των βουλόμενον
ἠχθόμην, ὁμολογῶ.
καί, νὴ Δία γε, ἐφοβούμην μὴ τὸν δῆμον τοῦ κρατεῖν ἐκβαλὼν αὐτὸς ἡμῖν ἀντ’
ἐκείνου γένηται. καὶ διετέλουν παρα-
τηρῶν τί πράττει, τί
μέλλει, τί λέγει, τί γράφει,
κἀγὼ μὲν ὑπό τε τῆς ἀληθείας καὶ τῶν νόμων ἐσωζόμην, τῷ δὲ ὁ μισθὸς ἀπώλλυτο.
γνοὺς τοίνυν ὧς οὐδαμοῦ τοσούτους εὑρήσει συκο- φάντας, ὅσοι δύναιντ’ ἂν
γενέσθαι τῶν πραγμάτων ἰσχυρότεροι, εἶδεν ὡς μία μόνη λείπεται πρὸς τοῦτο
μηχανὴ τῇ πόλει μὲν ἀκαιρίαν περιστῆσαι, τὸ δὲ πρὸς ταύτην
δύνασθαι βοηθεῖν αὑτοῦ ποιῆσαι, ἔν’ ὁ δῆμος τῷ χρῄζειν τῆς ὠφελείας ἀντιδῷ
τι τῶν ἐκείνῳ δο- κούντων.
τί οὖν ποιεῖ; χρήματα πολλὰ ἔχων συν- εωνεῖτο σῖτον παρά τε τῶν ἐμπόρων καὶ
τῶν ἐν τῷ
γεωργεῖν ὅσον πλεῖστον. καὶ οὐκ ἦν ὡς εἰπεῖν οὐδὲ τὸ
σμικρότατον ἑτέρῳ πρίασθαι, ἀλλ’ οἱ τοῦ πλουσίου τούτου πανταχοῦ, ἐν τοῖς
λιμέσιν, ἐν τοῖς ἀγροῖς, ἐν μέση τῇ πόλει, τρέχοντες ἐπρίαντο πᾶν τὸ
φαινόμενον οὐδὲ μέδιμνον παριέντες.
ὡς δὲ ἦν αὐτῷ μεστὰ
πυρῶν τὰ ταμιεῖα καί τι παρὰ τῶν ὡρῶν
ἀντέκρουσεν, ἐνταῦθα ἤδη διακαλύπτει τὸ σόφισμα καὶ ἐφ’ ὅτῳ πάντ’ ἐκεῖνα
ἔπραττεν ὁμολογεῖ. συνειλεγμένων γὰρ ὑμῶν εἰς ἐκκλησίαν καὶ περὶ τούτων
σκοπουμένων φθάσας τοὺς οὐδεπώποτε ἡμᾶς, ὦ βουλή, προεμένους
διατεθέντων ἀλλ’
οὐδὲν δεῖ δεδιέναι, φησίν. ἐγὼ γὰρ ἐκεῖνος ὁ μισόδημος σίτου τήμερον ὑμῖν
ἐμπλήσω τὴν ἀγοράν.
ἐπὶ τούτοις ἐκρότουν ἐγὼ καὶ βελτίω τὸν ἄνθρωπον ἡγούμην γεγονέναι καὶ φιλό-
εἰ γὰρ καὶ τιμωρίας ἦν ἄξιος τῷ τὸν
λιμὸν εἰσαγαγεῖν, ἀλλ’ ὅμως ᾤμην δεῖν τὴν ἐπ’ ἐκείνοις αἰτίαν ἀφιέναι
τουτοισὶ τοῖς ὕστερον. ὁ δὲ ἦν ὁ αὐτὸς ἢ καὶ χαλε- πώτερος. ἡγουμένων γὰρ
ὑμῶν ἐπίδοσιν εἶναι τὸ πρᾶγμα καὶ ψυχῆς ἐπισταμένης εὖ ποιεῖν τὴν ἑαυτοῦ
τιμῆς εὐθὺς ὥσπερ τις κάπηλος ἐμέμνητο πρὸς ὑμᾶς, ὡς μὲν αὐτὸς
ᾤετο, μικρᾶς, σώματος ἑνὸς τῶν πολι- τῶν, ὡς δὲ ὑμεῖς ἐδείξατε, μεγάλης.
οὔκουν ἠνέ- σχεσθε, ἀλλὰ καὶ αὐτοὶ πεινῆν καὶ γυναῖκας καὶ παῖδας ὁρᾶν καὶ
πάνθ’ ὅσα πέφυκε λιμὸς ποιεῖν φέρειν ᾑρεῖσθε
μᾶλλον ἢ δοῦναι
ἐχθρὸν ἐχθρῷ ποιεῖν ὅ τι βούλοιτο. ἆρ’ ὑμῖν, ὦ βουλή, πονηρὸς ἐγὼ καὶ ἄδικος
ἄνθρωπος εἰς τοῦτον γεγονέναι δοκῶ ἢ πονηρὸν καὶ ἄδικον εἰς τὴν πόλιν
ἄνθρωπον οὐκ ἐῶν ὧν ἤθελε τυγχάνειν
15. Καί τινες ἐναντιοῦνται καὶ προσιόντες ἐρω- τῶσι· τί τὸ καταναγκάζον
ἀποθανεῖν; ᾔδειν ὡς
οὐκ ἄνευ πραγμάτων ἀποθανοῦμαι τῶν κοινωνῶν
μοι τῆς πολιτείας μαχουμένων. οἶς συγγινώσκω μὲν ἀλγοῦ- σιν, εἰ τὸν αὑτῶν
ἑταῖρον ὄψονται πίνοντα τὸ κώνειον, παραινέσαιμι δ’ ἂν ἐπιτρέψαι μοι
χρήσασθαι τοῖς παρὰ τοῦ νόμου, ὅστις φησὶ τὸν οὐκ ἐθέλοντα ζῆν πρὸς τὴν
βουλὴν τοῦτο εἰπόντα τυχόντα τῆς χάριτος ἀπελθεῖν, πρότερον
πείσας ἐμαυτὸν ὡς οὐκ εἴη μοι βιωτέον.
Ἀλλὰ δεῖ μὲν καὶ τὰς αἰτίας λαμπρᾷ τῇ φωνῇ πρὸς ἅπαντας διελθεῖν, ἐγὼ δὲ καὶ
τοῦτο ποιήσω. δυστυχοῦσαν ὁρῶ τὴν πόλιν. τοῦτό με πρῶτον ἀνιᾷ.
λύπης δὲ μέγιστον ὁ θάνατος φάρμακον. ἤδη τις ἐρωμέ- νου μὴ φέρων |
ὑπεροψίαν οὐκ ἔτ’ ἠξίωσε ζῆν, ἤδη
ἄγει τοίνυν καὶ ἐμὲ πρὸς τὸν θάνατον ἡ τοῦ σίτου σπάνις. εἰ γὰρ καὶ κοινὸν
τοῦτο πόλεων καὶ ἄλλοτε ἄλλως ἐπιὸν καὶ οὐ τοῦτό γε μόνον, ἀλλὰ καὶ λοιμοὶ
καὶ σεισμοὶ καὶ θαλάττης
ἐπικλύσεις καὶ τούτων ἔτι πλείω
προσβάλλειν ἀνθρώ- ποις εἴωθεν, ἀλλ’ ὑμᾶς γοῦν ἐβουλόμην ἴσα θεοῖς
εὐτυχεῖν. ὑμεῖς γὰρ ἐμοὶ πάντα, παῖδες, περιουσία, ψυχή.
τί οὖν φημι; βραδέως ἐπὶ τὸν θάνατον ἥκω, βραδέως ἀνεμνήσθην τοῦ φαρμάκου. οὐ
γὰρ ἐχρῆν
εὐθὺς ἐπιτιμωμένου τοῦ σίτου; ταῦτ’ ἂν ἔπρεπε τὠ- μῷ
πρὸς ὑμᾶς ἔρωτι. ἐγὼ δὲ ὁ μελλητὴς ἀνέμεινα τὴν τοῦ πλουσίου μέθην, ἐμέθυε
γάρ, ἐμέθυεν ἐν τοῖς ἡμετέροις κακοῖς ἐπ’ ἐκκλησίας μέσης. καὶ ὥσπερ οὐκ ἐπὶ
τοῦ βήματος ἑστηκώς, ἀλλ’ ἐν ἀκροπόλει καθήμενος
οὕτως ἐπὶ τὸν
ἐχθρὸν μετὰ τοῦ ξίφους ᾔει. καὶ τὸ ἐμοὶ τοῦδε βαρύτερον, μόνος σίτου
τοσούτου δεσπότης ἠδυνήθη γενέσθαι. ἤκουσα φωνῆς ἢν οὐδ’ ἂν τῶν μάντεων
προλεγόντων ἤλπισα· πωλῶ τροφὰς ὑμῖν τῆς τοῦ πένητος σφαγῆς. ὁ μὲν θνησκέτω,
ὑμεῖς
δὲ ἐσθίετε.
19. Ναί, φησιν, ᾔτησε μέν, λαβεῖν δὲ οὐκ ἠδυνήθη. καὶ πῶς οὐκ ἄλογον ἀθυμεῖν
ὑπὸ τοῦ δήμου φρουρούμενον; ἐγὼ δὲ τὸν μὲν δῆμον, ὅπερ
’ναι, ἐμοὶ δὲ ἀφόρητον,
εἰ προπηλακίζοιτο νόμος, ὥσπερ αὖ μέγιστον εἰς εὐφροσύνην | ἰσχὺν ἔχειν τοὺς
οὐχ εἷς προπεπηλάκισται νόμος, ἀλλ’ ἅπας θεσμὸς ὕβρισται, μᾶλλον δέ, ὅλον τὸ
σχῆμα τῆς πό- λεως τετάρακται. οὐ γὰρ ὅτι μὴ δεδώκατε τὸν φόνον,
οὐδὲν τούτῳ κατὰ τῶν νόμων τετόλμηται, ἀλλ’ αὐτὸ δὴ τὸ μὴ δεδόσθαι τοῦ
ταῦτα ἃ μὴ προσῆκεν ᾐτῆσθαι μαρτύριον γίνεται. ὑφ’ ὑμῶν μὲν οὖν οἱ νόμοι
τετή- ρηνται, ὑπὸ τούτου δὲ κεκίνηνται.
λόγους εἰσή- νεγκεν εἰς ἐκκλησίαν ἀκροπόλει πρέποντας, λόγους εἰς
δῆμον κρατοῦντα κεκρατημένῳ προσήκοντας ἀκούειν. καὶ γέγονεν
ἐφυβριστότερος τῶν ὄντων ἐν τυραννίσιν ὁ πλούσιος. ἐκεῖνοι μὲν γὰρ
καταδουλωσάμενοι τοὺς
τοῖς μετεώροις, τὴν δημηγορίαν δὲ τοῖς
ἐπιτάγμασιν.
22. Οὐκ ἔλαβε, λέγεις. ἀλλ’ ἐζήτησεν, ἐν δὲ τῷ ζητεῖν παρέβαινε τοὺς νόμους.
μηδεὶς γὰρ ἃ γενέσθαι δεινὸν ἐν δημοκρατίᾳ μηδὲ λεγέτω. τῶν γὰρ δὴ φο-
βερῶν ἔργων μισεῖσθαι δεῖ καὶ τὰ ῥήματα. ὁ δ’ οὐδὲ χάριν οἶδεν
ἔτι ζῶν, ἀλλ’ ἠδικῆσθαί φησιν οὐ λαβών. καίτοι τὸ μὲν σῶμα οὐκ ἔλαβεν,
ἕτερον δὲ οὐκ ἔλατ- τον, εἰ μὴ καὶ μεῖζον, τοῦ σώματος ἔλαβε. τί τοῦτο;
συνείθισε τὸν δῆμον τοιούτων ἀκροᾶσθαι λόγων. καὶ
αὐτὸς δὲ αὑτῷ
καὶ ἑτέροις οὐκ ὀλίγοις τοῖς τὰ αὐτὰ ζηλοῦν ἐθέλουσιν εὐρεῖαν ἀνέῳξεν
ὁδόν.
ἐχθρὸς δὲ οὐχ οὗτος ἐμοὶ μόνον, ἀλλὰ καὶ ἄλλοι πολλοὶ πολ- λοῖς οἳ οὐκ ἂν
ἀηδῶς τοιούτους ποιήσαιντο περὶ τῶν διαφόρων αὐτοῖς ἐν ἐκκλησίᾳ λόγους.
τούτων δὲ εἰς
24. Τοῦ καιροῦ ταῦτα, νὴ Δία. τοῦ αὐτοῦ τοίνυν ἴστω καιροῦ καὶ τὸ ἐμὲ
τεθνάναι. εἰ γὰρ ὁ λιμὸς μὴ λιμός ἐστι μόνον, ἀλλ’ ἔχει τι καὶ τυραννίδος,
αὐτὸς ὁ καιρός μου κατ’ καταψηφίζεται θάνατον. ἢ βούλεσθε πά- λιν ἐφ’
ἑτέρας | ἀκαιρίας, ἄδηλον δὲ οἶμαι τὸ
τοῖς νῦν
ὁμοίους ἀκοῦσαι παρὰ τοῦ πλουσίου; οἷον εἰ πολεμίων ἐπιόντων ὑμεῖς τοῦτον
οὐκ οἴεσθε χρημάτων μὲν πρὸς ὑμᾶς μεμνήσεσθαι, τὸν πένητα δὲ αἰτήσειν; τί
δέ; ὅπλων δεομένων οὐ τὰ μὲν δώσειν, τὸν πένητα
δὲ αἰτήσειν;
κοῦφον οὖν ὑμῖν, πρὸς Δῖός, πολλὰ τοι- αῦτα ἀκούειν, ἐμοὶ δὲ καλὸν τὸ παρὰ
ἀνδρὸς δυνατοῦ δι’ ἐμὲ πολεμεῖσθαι τὴν πόλιν ἀφορήτως; ὧν ὑμῖν τε καὶ ἐμοὶ
ἀπαλλαγὴν οἴσει τὸ κώνειον.
25. Ἀλλὰ ζημία, φησί, τῇ πόλει χρήσιμον ἄνδρα ἀποθανεῖν. κἀνταῦθα μεμνήσονται
λόγων καὶ πρεσβειῶν καὶ ψηφισμάτων ἐμῶν. ἐγὼ δὲ ἄχρηστος μὲν ὑμῖν οὐκ ἂν
φαίην γεγονέναι, ψεύσομαι γὰρ καὶ
ἐμὲ ἐξελέγξουσι πολλοὶ μὲν
νόμοι, πολλαὶ δὲ γνῶμαι, πολλαὶ δὲ πρεσβεῖαι ὧν οὐδεμία τὴν ἐμὴν ἐπηνώρθωσε
πενίαν, καίτοι γε βουλομένῳ ῥᾴδιον ἦν. ἀλλ’ εἰ καὶ τἄλλα μοι πάντα φιλοπόνως
ὑπὲρ ὑμῶν πέπρακται καὶ παρὰ τοῖς ἄλλοις Ἕλλησι καὶ τῇ πόλει καὶ μελ-
λούσας τε ἔτι καὶ συνισταμένας τὰς τούτου κακοτεχνίας
κρατεῖν νενικημένον;
26. Ἔτι τοίνυν, ὦ βουλή, τοὺς οὐκ ἐκδεδωκότας μὲν ἐμέ, τὴν σιτοδείαν δὲ
ὁρῶντας οὐ ῥᾴδιον μὴ οὐ καὶ φθέγξασθαί τι τοιοῦτον ὁποῖον εἰκὸς τοὺς ἀπο-
ροῦντας τροφῆς· δι’ ἕνα ἄνθρωπον ἀπολλύμεθα,
δι’ ἴνα πένητα
φθειρόμεθα. καὶ γὰρ εἰ λίαν ἐστὲ γενναῖοι καὶ καλοὶ κἀγαθοὶ καὶ τιμᾶτε τοὺς
νόμους, ἀλλ’ αἱ συμφοραὶ καὶ τὸν ἄγαν σώφρονα πολλάκις ἐξ-
τινα ταῦτα οὐχ ὑπερβάλλει
θάνατον;
ἀλλ’ οὐδεὶς οὐδὲν ἐρεῖ τοιοῦτον, οὐ παῖς, οὐκ ἀνήρ, οὐ γύ- ναιον, οὐ γέρων.
ἴσως. ἀλλ’ ἐστιν, ὦ βουλή, καὶ σιωπῶντα στένειν. αἴτιον οὖν ἐμὲ τοῦ στένειν
εἶναί τισι τὸν αἴτιον τῶν μεγίστων ἀγαθῶν ἐν τοῖς ἔμ-
πρόσθεν
χρόνοις; σβεσθήτω τοίνυν τὸ παρὸν κακὸν ἑνὸς πολίτου θανάτω.
28. Τί δέ; ζῶν, φησίν, οὐκ ἂν δύναιο λύσιν εὑρεῖν; οὐκ οἶσθα καὶ παρ᾿ ἄλλοις
ἐν ὁμοίοις καιροῖς ὑπ’ ἀνδρῶν ῥητόρων ἐπικουρίας εὑρη-
μένας;
οἶδα ὡς οἱ μὲν πολιτείαν ἐμπόροις ἐπαγγει- λάμενοι καί τινας ἑτέρας δωρεὰς
παρ’ αὑτοὺς κατα- πλεῖν ἔπεισαν, οἱ δὲ πρεσβευσάμενοι παρὰ | τοὺς
ἐστὶ δοῦναι χάριν ἣν ἔστιν ἐν ἴσοις κακοῖς κομίσασθαι.
εἰσὶ δὲ οἳ καὶ τὰς τῶν πλουσίων οἰκίας διερευνησά- μενοι τὸ κοινὸν ἐκεῖθεν διέσωσαν διδάσκοντες αὐτοὺς μὴ χαλεπαίνειν εἰ λήψεταί τις ἀκόντων ἃ βελτίους ἂν ἦσαν ἑκόντες διανείμαντες.
τούτων οὐδὲν ἀγνοῶ
τῶν φαρμάκων, ἀλλὰ καὶ λέγειν ἂν ἔχοιμι πόλεις
ὀνο- μαστὰς οὕτω σεσωσμένας. ἀλλὰ ὁρῶ τὰ μὲν ἄλλα ἡμε- ρῶν τινων χρῄζοντα,
τὸ δὲ τελευταῖον ἕτοιμον μὲν καὶ πολλαχοῦ δὴ καὶ αὐτὸ πεπραγμένον, ἔχον δέ
τινα ὄκνον ἐμοί. τί γάρ με βούλει παρελθόντα εἰπεῖν;
ἴωμεν ἐπὶ
τὰς οἰκίας τῶν πλουσίων, ἐξάγωμεν εἰς τὸ μέσον τοὺς πυρούς, μᾶλλον δέ, τὰς
μὲν τῶν ἄλλων ἐῶμεν, τὸν δὲ ὁμολογοῦντα κεκτῆ- σθαι πλείους τῆς ἡμετέρας
χρείας ποιῶμεν σω- τῆρα τῆς πόλεως.
ἀλλ’ οὔτε ἄλλοτε πώποτε οὐδ’
ὁτιοῦν ἐπὶ τούτῳ γράφων ἐφάνην νῦν
τε οὐκ ἂν φα- νείην. μὴ γὰρ εἴπῃ τις ὧς ἐγώ ποτε δι’ ἔχθραν ἢ λό- γον τινὰ
εἶπον ἢ ψήφισμα ἔγραψα. καλείτω μηδὲν ὑποστελλόμενος οὓς ἂν ἐθέλῃ τῶν
πολιτῶν. ἐμοὶ δὲ φυλακτέον τὴν τάξιν τὴν ἐμαυτοῦ, ὥστε παρὰ τοῦ
θανάτου τὰ τοῦ ψηφίσματος γένοιτ’ ἄν. ἐκεῖνο μὲν γὰρ ἂν ὑμᾶς ἦγεν ἐπὶ τὸν
σῖτον, τοῦτο δὲ τοῦτον ὑμῖν ἐκκομίσαι τὸν σῖτον ἀναπείσει ῥᾷον ἢ εἴπερ ἔλα-
31. Ἀλλ’, (6 βέλτιστε καὶ στήσας ἀπ’ ἐμοῦ τρό- παιον, ἀναστὰς ἐνταῦθά μοι
πάντων ἀκουόντων ὁμο- λόγησον ἦ μὴν ἐμοῦ πιόντος τὸ κώνειον εὐθὺς οἴσειν
τὰς τροφάς. δέδοικα γάρ, ὦ βουλή, δέδοικα μὴ ἐμοῦ κειμένου
ζυγομαχῇ πρὸς ὑμᾶς οὗτος ὡς οὐδὲν ὀφείλων τῇ πόλει· οὐ γὰρ αἰτήσας
τυχεῖν.
ἀλλὰ μή, πρὸς θεῶν, ὦ πλούσιε, μὴ ζητήσης διαδύσεις μηδὲ ἐκτείνῃς τὸ κακὸν
πρῶτον μὲν ἐνθυμούμενος ὧς, εἰ καὶ σφόδρα
τὸν δῆμον ἐμίσεις,
ἱκανήν σοι δέδωκε δίκην, ἔπειτα ὁπόσον ἐξουσίας <οἴσει> σοι τὸ μηκέτι
τῆς ἐμῆς ειν φωνῆς τὴν πόλιν. ἐρεῖς ὅ τι ἐθέλεις, γράψεις ὅ τι βούλει.
θήσεις νόμους ἀρέσκοντας. τῶν νῦν ἐμὲ καὶ τἀμὰ μιμουμένων ἐρημίαν θεάσῃ
πολλήν. μεγάλους
ὄψει τοὺς σαυτοῦ κόλακας, τοὺς δὲ πένητας
μικρούς, καὶ τοὺς μὲν ἀγορεύοντας, τοὺς δὲ ἐγκεκαλυμμένους.
33. ἆρ’ οὐκ ἄν, εἰ καὶ σὸς ἦν πᾶς ὁ πανταχοῦ καὶ
μὴ
τοίνυν ζητήσῃς ὅπως τούτους ἀποστερήσεις τῆς ἀμοι- βῆς μηδ’
αὖ δύο ἢ τρεῖς ἡμέρας μεταδοὺς τῶν ὄντων εἶτ’ αὖθις εἰς τὰ αὐτὰ φέρων
ἐμβάλῃς τὴν πόλιν, ἀλλ’ ἴως ἂν ὑπάρξῃ θερίζειν, τρέφε λογιζόμενος πρὸς αὑτὸν
ὅτι, εἰ καὶ στῖφος ἔστι σοι μέγα τὸ μὲν κολάκων, τὸ
δ’ οἰκετῶν,
οὔπω ταῦτα δυνατώτερα δήμου πεινῶντος, ᾧ δικαίως ἂν εἰδείης χάριν ὅτι καὶ
πόδας καὶ χεῖρας ἔχοντες κάθηνται ἀκροώμενοι λόγων.
ταῦτ’, εἰ καὶ δυσμενὴς ἄνθρωπος, ἀλλὰ πολλῷ σοι λυσιτελέστερα παραινεῖ τῶν
παρὰ τῶν συμποτῶν εἰωθότων λέγεσθαι.
δέχου δὲ καὶ συμβουλὴν
ἑτέραν οὐδὲν ταύτης ἀτιμο- τέραν. ἡ τυραννίς, ὦ πλούσιε, πρὶν μὲν κτηθῆναι
μέγιστον εἶναι δοκεῖ τοῖς ἐπιθυμοῦσιν ἀγαθόν, κτηθεῖ- σα δὲ πικρὸν εὐθὺς τῷ
κατειργασμένῳ δείκνυται ὧν γὰρ ἂν αὐτὸς ἑτέρους δράσῃ κακῶς φοβεῖται μὴ πάθῃ
πολλῷ χαλεπώτερα. τὸν φόβον δὲ αὐτὸς ὁμολογεῖ τῇ παρὰ τῶν
δορυφορούντων φρουρᾷ.
οἱ δὲ οὐ τὸν παρ’ ἑτέρων· παύουσι μᾶλλον φόβον ἤ παρέχουσι τὸν παρ’ αὑτῶν. ὁ
γὰρ ἔνα μή τις ἐπελθὼν ἀποκτείνῃ
πολιτευομένων
πενήτων. πολλοῖς γὰρ αἱ γνῶμαι τῆς τύχης βελτίονες. ἀνέχου τοίνυν καὶ
παρευδοκιμούμενος καὶ μὴ διὰ τὴν πρὸς τὸν δεῖνα φιλονεικίαν λιμοὺς ἐργάζου
καὶ τηλικαῦτα κακὰ μηδέ γ’ ἐπιτρέψῃς τῷ θυμᾷ τοιαῦτα αἰτῆσαι | πάλιν. δεινὸν
γὰρ ἐπι-
Ἐγὼ μὲν οὖν ἄπειμι κάλλιστον ἔχων ἐντάφιον τὸ προκεκρίσθαι τῆς ἐν λιμῷ
προτεινομένης εὐετηρίας. ταῦτά πού τις καὶ ἐπιγράψει μοι κειμένῳ. τοὺς υἱεῖς
δὲ ὑμῖν, ὦ βουλή, τοὺς ἐμαυτοῦ παρακατατίθεμαι με-
μαθηκότας
θαυμάζειν ἅπερ ἐγὼ καὶ δέομαι καὶ ἱκετεύω μὴ περιιδεῖν ὑπὸ τῆς τούτου
περιουσίας ἐλαυνομένους. ἴσως γὰρ ἂν ἐκ παίδων ἀντίπαλοι γένοιντο τοῖς τού-
του παισὶν ἀντεξάγοντες καὶ αὐτοὶ πλούτῳ καὶ ὕβρει πατρῴαν πρὸς τὸν δῆμον
εὔνοιαν.