Διαίρεσις τῶν ἐπιδεικτικῶν (olim sub auctore Genethlio) Menander Leonard Spengel Harvard College Library Harvard Library Arcadia Fund Gregory Crane Digital Divide Data Corrected and encoded the text Gregory Crane Editor-in-Chief, Perseus Digital Library Matt Munson Project Manager (University of Leipzig) Annette Gessner Project Assistant (University of Leipzig) Thibault Clérice Lead Developer (University of Leipzig) Bruce Robertson Technical Advisor Harvard College Library tlg2586.tlg001.1st1K-grc1.xml Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License 2017 Harvard College Library United States Rhetores Graeci Leonard Spengel Menander Teubner Leipzig 1856 3 Internet Archive

Text encoded in accordance with the latest EpiDoc standards

Greek Latin
ΜΕΝΑΝΔΡΟΥ ΡΗΤΟΡΟΣ 127 ΓΕΝΕΘ ΛΙΩΝ ΔΙΑΙΡΕΣΙΣ ΤΩΝ ΕΠΙΔΕΙΚΤΙΚΩΝ.

Τῆς ῥητορικῆς ἁπάσης τριχῶς διαιρουμένης ὡς μέρεσιν 1 Heeren p. 25 ἢ εἴδεσιν, ἢ ὅπως δι καλεῖν, εἰς τοὺς λόγους τοὺς 128 ἐν δικαστηρίοις ὑπὲρ κοινῶν ἤτοι δημοσίων ἤ ἰδίων, καὶ οὓς ἐν ἐκκλησίαις ἢ ἐν βουλαῖς διατίθενται, καὶ εἰς τρίτους τοὺς ἐπιδεικτικούς, οὓς δὴ ἐγκωμιαστικοὺς ἢ ψεκτικοὺς καλοῦσιν, ἀπολογεῖσθαι συμβαίνει ὑπὲρ 26 τούτων τῶν τὴν τρίτην τάξιν εἰληφότων διδάσκουσιν ὀρθῶς. μὴ τοίνυν περὶ ῥητορικῆς προσδόκα μόνον ἀκροᾶσθαι ἐξ ἀρχῆς, κἂν ἄνωθεν ὑπὲρ πάντων μέρος διεξιέναι σοι ἐν βραχυτάτῳ προαιρήσωμαι. σκεψώμεθα τοίνυν τὴν μέθοδον, εἰ καθʼ ὁδὸν χωρήσει.

Τῶν δὴ ἐπιδεικτικῶν τὸ μὲν ψόγος, τὸ δὲ ἔπαινος· ἃς γὰρ ἐπιδείξεις λόγων πολιτικῶν οἱ σοφισταὶ καλούμενοι ποιοῦνται, μελέτην ἀγώνων εἶναί φαμεν, οὐκ ἐπίδειξιν. τὸ μὲν τοῦ ψόγου μέρος ἄτμητον. ἔπαινος δέ τις γίνεται, ὁτὲ μὲν εἰς τὰ θεῖα, ὁτὲ δὲ εἰς τὰ θνητά, 129 καὶ ὅτε μὲν εἰς θεούς, ὕμνους καλοῦμεν. καὶ τούτους 27 οὖ διαιροῦμεν κατὰ θεὸν ἕκαστον· τοὺς μὲν γὰρ εἰς Ἀπόλλωνα Παιᾶνας καὶ Ὑπορχήματα ὀνομάζομεν, τοὺς δὲ εἰς Διόνυσον Διθυράμβους καὶ Ἰοβάκχους, καὶ ὅσα τοιαῦτα εἴρηται Διονύσου, τοὺς δὲ εἰς Ἀφροδίτην ἐρωτικούς, τοὺς δὲ τῶν ἄλλων θεῶν ἢ τῷ λόγῳ τοῦ γένους ὕμνους καλοῦμεν γενικώτερον πρὸς Δία. ὅπως δὲ χρὴ μετιέναι τούτων τῶν εἰδῶν ἕκαστον, καὶ εἰ ἁρμόττει ὅλως τοῖς καταλογάδην συγγράφουσιν, ἢ πόσα μὲν ἁρμόττει, πόσα δʼ οὔ, ἢ πόσαι μέθοδοι καθʼ ἕκαστον, ἢ τίνες οἱ τρόποι, ἐπειδὰν τὸ ὅλον διελώμεθα, 130 τηνικαῦτα καθʼ ἕκαστα ἐργασόμεθα.

Τῶν δʼ οὖ περὶ θνητῶν οἱ μὲν περὶ πόλεις γίνονται 28 ἔπαινοι, οἱ δὲ περὶ ζώων. τὸ μὲν δὴ περὶ τὰς πόλεις καὶ χώρας ἂτμητον, διὸ τὰς διαφορὰς ἐν ταῖς τεχνικαῖς μεθόδοις ἐπιδειξόμεθα. οἱ μὲν περὶ ἀθανάτων, οἱ δὲ περὶ ζώων θνητῶν οἱ μὲν περὶ λογικόν, ἅνθρωπον, οἱ δὲ περὶ ἀλόγων γίνονται ἔπαινοι. καὶ τὸν μὲν περὶ τὸν ἄνθρωπον μεθῶμεν, τῶν δʼ αὖ περὶ τὰ ἄλογα οἱ μὲν περὶ χερσαῖα, οἱ δὲ περὶ ἔνυδρα ἔπαινοι γίνονται. καὶ τὸ μὲν περὶ τῶν ἐνύδρων πάλιν ἀποτιθέμεθα, τῶν δʼ αὖ, τῶν ἐγγείων, μέρος διττόν, ἢ πτηνὸν ἢ πεζόν. ἐφʼ ἅπασι δὲ τούτοις ἑξῆς ἀνθέων καὶ φυτῶν μέτιμεν ἀπὸ τῶν ἐμψύχων ἐπὶ τὰ ἄψυχα.

Αἱ μὲν οὖν διαιρέσεις τοῦ ἐπιδεικτικοῦ μέρους 131 παντὸς πᾶσαι αὗται, οὐκ ἀγνοῶ δʼ ὅτι ἐπιτηδευμάτων 29 καὶ τεχνῶν ἤδη τινὲς ἐγκώμια γεγράφασιν, ἀλλʼ ἀφʼ οὗπερ ἡμῖν· ὁ λόγος γίνεται περὶ τὸν ἅνθρωπον, πάντα ταῦτα δείξει, ὥστε λελήθασιν αὐτούς οἱ συγγράφοντες μέρος τι τοῦ παντὸς ἐγκωμίου ὡς ὅλον ἐγκώμιον συνθέντες. οὐ μὴν οὐδʼ ἐκεῖνο ἀγνοῶ, ὅτι καὶ τῶν ἀλῶν καὶ τῶν τοιούτων ἤδη τινὲς τῶν πάλαι σοφιστῶν ἐπαίνους συνέγραψαν, ἀλλʼ ἀφʼ οὗπερ ἡμῖν ἀπὸ τῶν ἐμψύχων ἐπὶ τὰ ἄψυχα μεταβέβηκεν ἡ διαίρεσις, ἤδη περιείληφεν καὶ αὐτὸ τὸ μέρος. ὅπως δὲ τούτων ἕκαστον τμητέον, καὶ ὅπη ταῦτα τὰ κεφάλαια πᾶσιν ὕπεστιν, καὶ ὅπη ἑκάστῳ ἁρμόττει χρήσασθαι, ἐφεξῆς καὶ δὴ δείκνυμεν.

ΠEPΙ ΤΩΝ ΤΜΝΩΝ ΤΩΝ ΕΙΣ ΤΟΥΣ ΘΕΟΥΣ. 132

Πρῶτον μὲν οὖν, ὥσπερ ἐξ ἀρχῆς διειλόμεθα, περὶ Ι. τῶν ὕμνων ἐπισκεψώμεθα τῶν εἰς τούς θεούς. αὐτῶν2 30 γὰρ δὴ τῶν ὕμνων οἱ μὲν κλητικοί, οἱ δὲ ἀποπεμπτικοί, καὶ οἱ μὲν φυσικοί, οἱ δὲ μυθικοί, καὶ οἱ μὲν γενεαλογικοί, οἱ δὲ πεπλασμένοι, καὶ οἱ μὲν εὐκτικοί, οἱ δὲ ἀπευκτικοί, οἱ δὲ μικτοὶ ἢ δύο τούτων, ἢ τριῶν, ἢ πάντων ὁμοῦ. κλητικοὶ μὲν οὖν ὁποῖοί εἰσιν οἱ πολλοὶ τῶν τε παρὰ τῇ Σαπφοἵ ἢ Ἀνακρέοντι ἢ τοῖς ἄλλοις μετρικοῖς, κλῆσιν ἔχοντες πολλῶν θεῶν. ἀποπεμπτικοὶ δὲ ὁποῖοι καὶ παρὰ τῷ Βακχυλίδῃ ἔνιοι εὕρηνται, ἀποπομπὴν ὡς ἀποδημίας τινὸς γενομένης ἔχοντες. φυσικοὶ δὲ οὓς οἱ περὶ Παρμενίδην καὶ Ἐμπεδοκλέα ἐτίμησαν, τίς ἡ τοῦ 133 Ἀπόλλωνος φύσις, τίς ἡ τοῦ Διός, παρατιθέμενοι. καὶ 31 οἱ πολλοὶ τῶν Ὀρφέως τούτου τοῦ τρόπου. μυθικοὶ δὲ οἱ τούς μύθους ἔχοντες, κατʼ ἀλληγορίαν προιόντες ψιλήν, οἷον Ἀπόλλων ἀνῳκοδόμησε τεῖχος, ἢ ἐθήτευσεν Ἀδμήτῳ ὁ Ἀπόλλων ἢ τὰ τοιαῦτα. γενεαλογικοὶ δὲ οἱ ταῖς τῶν ποιητῶν θεογονίαις ἀκολουθοῦντες, ὅταν Λητοῦς μὲν τὸν Ἀπόλλωνα, Μνημοσύνης δὲ τὰς Μούσας καλῶμεν. πεπλασμένοι δὲ ὅταν αὐτοὶ σωματοποιῶμεν καὶ θεὸν καὶ γονὰς θεῶν ἢ δαιμόνων, ὥσπερ Σιμωνίδης αὕριον δαίμονα κέκληκε, καὶ ἕτεροι Ὄκνον, καὶ ἕτεροι ἕτερόν τινα. εὐκτικοὶ δὲ οἱ ψιλὴν εὐχὴν ἔχοντες 134 ἅνευ τῶν ἂλλων μερῶν ὧν εἴπομεν, καὶ ἀπευκτικοὶ οἱ τὰ ἐναντία ἀπευχόμενοι ψιλῶς. καὶ παρὰ τούτους τούς τρόπους οὐκ ἂν ὕμνοι γίγνοιντο εἰς θεούς. τῷ δὲ μυθικῷ γένει καὶ γενεαλογικῷ τὰ πολλὰ εἰώθασι χρήσασθαι ἅπαντες γενέσεις διεξιόντες, καὶ ὅσοι ἀγαθῶν ἀνθρώποις αἴτιοι κατέστησαν, ἀπὸ μύθων λαμβάνοντες. 32 ἔστι δὲ τοῦτο ὡς ἐγώ φημι καὶ ζητῆσαι ἄξιον, πότερον ἑνὶ τούτων ἀεὶ χρηστέον ἢ πᾶσιν ἔξεστιν, ἢ τοῖς μὲν ποιηταῖς ἐξεῖναι χρὴ νομίζειν, τοῖς δὲ συγγραφεῦσιν ἢ λογοποιοῖς τοῦ μηκέτι ἐξεῖναι ἔνα καὶ ἀπλοῦν ὅρον, ὅτι πλείονα τὴν ἐξουσίαν τὴν περὶ ταῦτα ποιήσει μὲν ἡ περὶ τὸ θεῖον μερὶς ἀφορμὴ πλείστη ὑπόκειται, τῇ συγγραφῇ ἡ περὶ τὸν ἄνθρωπον. χρηστέον γε. μὴν καὶ τῷ συγγραφεῖ καὶ τῷ λογογράφῳ καὶ τούτων ἑκάστῳ εἴδει καὶ ὁμοῦ πᾶσιν, ὅπη καὶ Πλάτωνα περὶ τὴν γραφὴν ἄκρον καὶ ἂριστον εἶναι πεπιστεύκαμεν, ὁρῶμεν δὲ σχεδὸν τοῦτον πᾶσι τοῖς εἴδεσικεχρημένον, ἄλλῳ ἄλλοτε, ἀλλὰ καὶ ἐν ἑνὶ βιβλίῳ τοῖς πλείστοις αὐτῶν, 135 ἐν τῷ Συμποσίῳ. ἃ μὲν γὰρ ὁ Φαῖδρος περὶ τοῦ Ἔρωτος γενεαλογεῖ, γενεαλογικοῦ τύπου ἂν εἴη, ἃ δὲ Ἀριστοφάνης κομψεύεται διὰ μύθου, τοῦ μυθολογικοῦ, ἃ δὲ Ἀγάθων, ὡσαύτως τοῦ μυθικοῦ, ἃ δʼ οὖ Σωκράτης, 33 αὐτὸ τοῦτο κατὰ πλάσιν (πλάττει γὰρ Πόρους καὶ Πενίας), ἐγγυτάτω τοῦ φυσιολογικοῦ. καὶ μὴν ἐν οἷς μὲν καλεῖ τὰς Μούσας ἐν τῷ Φαίδρῳ, τὸν κλητικὸν τύπον δείκνυσιν, ἐν οἷς δʼ αὖ εὔχεται τῷ Πανί, τὸν εὐκτικόν. καὶ ζητῶν ἂν εὕροις πανταχοῦ κεχρημένον, εἰ δὲ μὴ πρὸς κόρον μηδʼ ἐπʼ ἀκριβείας, λογιστέον, ὡς ἐξ ἐλάττονος ἐξουσίας μέτεστι τῇ συγγραφῇ. πῶς δὲ ἕκαστον τούτων τῶν εἰδῶν μετιτέον τε καὶ μέχρι τίνος προςακτέον, καὶ τίς ἑρμηνεία πρέπουσα, ἐξῆς λέγειν πειράσομαι.

ΠΕΕΙ ΤΩΝ ΚΛΗΤΙΩΝ.

3 Μέτρον μέντοι τῶν κλητικῶν ὕμνων ἐν μὲν ποιήσει ἐπιμηκέστερον. ἅμα μὲν γὰρ πολλῶν τόπων 136 ἐκείνοις ἔξεστιν, ὡς παρὰ τῇ Σαπφοῖ καὶ τῷ Ἀλκμᾶνι πολλαχοῦ εὑρίσκομεν. τὴν μὲν γὰρ Ἄρτεμιν ἐκ μυρίων ὁρέων, μυρίων δὲ πόλεων, ἔτι δὲ ποταμῶν ἀνακαλεῖ, τὴν δὲ Ἀφροδίτην Κύπρου, Κνίδου, Συρίας, πολλαχόθεν 34 ἀλλαχόθεν ἀνακαλεῖ. οὐ μόνον γε, ἀλλὰ καὶ τούς τόπους αὐτοὺς ἔξεστι διαγράφειν, οἷον εἰ ἀπὸ ποταμῶν καλοίη, ὕδωρ ἢ ὄχθας καὶ τούς ὑποπεφυκότας λειμῶνας καὶ χοροὺς ἐπὶ τοῖς ποταμοῖς γινομιένους καὶ τὰ τοιαῦτα προσαναγράφουσι. καὶ εἰ ἀπὸ ἱερῶν, ὡσαύτως, ὥστε ἀνάγκη μακροὺς αὐτῶν γίγνεσθαι τοὺς κλητικοὺς ὕμνους. τοῖς δὲ συγγραφεῦσι βραχυτέραν τὴν περὶ ταῦτα διατριβὴν ἀναγκαῖον γίνεσθαι· οὕτε γὰρ ἐκ πολλῶν 137 τόπων καὶ χωρίων ἀνακαλέσουσιν, οὔτε ἐφʼ ἑκάστου μετὰ διαγραφῆς, ἀλλʼ ὥσπερ Πλάτων, ὅσπερ ἐξηγούμενος τῷ εἴδει κέχρηται, ἄγετε δὴ Μοῦσαι λίγειαι, εἴτε διʼ ᾠδῆς εἶδος μουσικόν, εἴτε 35 διὰ γένος τὸ Λιγύων ταύτην ἐπέσχετε τὴν ἐπωνυμίαν. ὁ δὲ Ὅμηρος ἐν κλητικῷ κέχρηται τῷ εἴδει μετὰ τῆς ἰσοσυλλαβίας, ἐν οἷς ὁ Χρύσης εὔχεται τῆς Ἰλιάδος ἐν τοῖς πρώτοις, ὃς Χρύσην ἀμφιβέβηκας Κίλλαν τε ζαθέην, Τενέδοιό τε ἶφι ἀνάσσεις. ἓν οὖν τόδε γίνωσκε, ὡς ποιητῇ μὲν ἐξουσία πλείων, τῷ δὲ συγγραφεῖ ἐλάττων.

Ἑρμηνεία δὲ πρέπουσα, οἵα καὶ τοῖς κλητικοῖς, ἣ τε διʼ ὥρας προῖοῦσα καὶ κόσμου, διόπερ τὰς διατριβὰς προσλαμβάνουσιν οἱ ποιηταί. σχήματα δὲ τὰ ἀνακλητικὰ 138 ἁρμόττοντα. οὐ χεῖρον δʼ ἴσως καὶ τὴν μέθοδον, ᾖ κεχρήμεθα ἡμεῖς ἐν τῷ κλητικῷ τοῦ Απόλλωνος 36 ὕμνῳ, βιβλίῳ πως θέσθαι. ὥσπερ ἂν ὥρα ἐνείη πλείων, ἅμα τε μήτε ὑπερβαίνωμεν τὸ μέτρον τῷ συγγραφεῖ πρέπον, μήτε ἡ περὶ τὴν κατασκευὴν ἀβρότης ὑπερφθέγγοιτο τὴν συγγραφήν· αὐτοῖς γὰρ τοῖς ποιηταῖς τὸ πλεῖον προστεθείκαμεν, καλοῦσιν ἐκ τῶνδε τῶν τόπων, ἐμὼ δὲ οὐκ ἂν καλέσαιμι. καὶ πολλὰ ἂν εὕροις πεποικιλμένα τῇ μεθόδῳ. γίνωσκε δὲ τόδε τὸ θεώρημα οὐκ ἄχρηστον, ὅτι εἰ μὲν εὐχὴ ἐπακολουθεῖ ἐπικλήσει, ἔτι37 139 ἐλάττων ἡ διατριβὴ καὶ τοῖς ποιηταῖς καὶ τοῖς συγγραφεῦσιν· εἰ δὲ αὐτὸ τοῦτο εἴη ψιλὴ κλῆσις, πλείων ἐστί, καὶ ζητῶν ἂν εὕροις παρὰ τοῖς ποιηταῖς τὴν συνήθειαν ταύτην πεφυλαγμένην.

ΠΕΡΙ ΑΠΟΠΕΜΠΤΙΚΩΝ.

4 Οἱ τοίνυν ἀποπεμπτικοί εἰσιν, ὡς καὶ τοὔνομα δηλοῖ, τοῖς κλητικοῖς ὑπεναντίοι, ἐλάχιστον δὲ τοῦτο τὸ 140 εἶδος, καὶ παρὰ τοῖς ποιηταῖς μόνον εὑρίσκεται. ἐπιλέ- 38 γονται δὲ ἀποδημίαις θεῶν νομιζομέναις ἢ γινομέναις, οἷον Ἀπόλλωνος ἀποδημίαι τινὲς ὀνομάζονται παρὰ Δηλίοις καὶ Μιλησίοις, καὶ Ἀρτέμιδος παρὰ Ἀργείοις. εἰσὶ τοίνυν καὶ τῷ Βακχυλίδῃ ὕμνοι ἀποπεμπτικοί. ἀφορμὴ δʼ ὑποβέβληται τοῖς τοιούτοις ὕμνοις ἡ χώρα ἢν καταλείπει, καὶ πόλεις καὶ ἔθνη, καὶ πρὸς ἢν ἄπεισι πόλιν ὁμοίως ἢ χώραν, αἵ τε γραφαὶ τόπων, καὶ ὅσα τοιαῦτα. γινέσθω δὲ διʼ ἡδονῆς προῖὼν ὁ λόγος· δεῖ γὰρ μετὰ ἀνειμένης τινὸς ἁρμονίας καὶ εὐμενεστέρας προπέμπεσθαι. διατριβὴν δὲ ἐνδέχεται πλείονα, οὐχ ὥσπερ οἱ κλητικοί, ἐλάττονα. ἐν μὲν γὰρ τοῖς ὅτι τάχιστα ἡμῖν συνεῖναι τούς θεούς βουλόμεθα, ἐν δὲ τοῖς ὅτι βραδύτατα ἀπαλλάττεσθαι. ἀνάγκη δὲ γίνεσθαι καὶ τὴν εὐχὴν ἐπὶ ἐπανόδῳ καὶ ἐπιδημίᾳ δευτέρᾳ. ταῦτά σοι καὶ περὶ προπεμπτικῶν ὕμνων εἰρήσθω.

141 ΠΕΡΙ ΤΩΝ ΦΥΣΙΚΩΝ.

5 Περὶ τοίνυν τῶν φυσικῶν ἐφεξῆς ἂν εἴη, ὥσπερ 39 προεθέμεθα, λέγειν. πρῶτον τοίνυν τόδε περὶ αὐτῶν ῥητέον, ὅτι ἐλάχιστα μὲν τοῖς ἀφελεστέροις τὸ εἶδος ἁρμόττει, μάλιστα δὲ τοῖς ἐμψυχοτέροις καὶ μεγαλονουστέροις, ἔπειτα ὅτι ποιηταῖς μᾶλλον ἢ συγγραφεῦσιν ἢ λογογράφοις ἢ πολιτικοῖς ἁρμόττουσιν. εἰσὶ δὲ τοιοῦτοι, ὅταν Ἀπόλλωνος ὕμνον λέγοντες ἥλιον αὐτὸν εἶναι φάσκωμεν, καὶ περὶ τοῦ ἡλίου τῆς φύσεως διαλεγώμεθα, καὶ περὶ Ἥρας ὅτι ἀήρ, καὶ Ζεὺς τὸ θερμόν· οἱ γὰρ τοιοῦτοι ὕμνοι φυσιολογικοί. καὶ χρῶνται δὲ 142 τῷ τοιούτῳ τρόπῳ Παρμενίδης τε καὶ Ἐμπεδοκλῆς ἀκριβῶς, κέχρηται δὲ καὶ ὁ Πλάτων· ἐν τῷ Φαίδρῳ γὰρ φυσιολογῶν ὅτι πάθος ἐστὶ τῆς ψυχῆς ὁ Ἔρως, ἀναπτεροποιεῖ 40 αὐτόν. αὐτῶν δὲ τῶν φυσπτκῶν οἱ μὲν ἐξηγηματικοί, οἱ δὲ ἐν βραχεῖ προαγόμενοι· πλεῖστον γὰρ διαφέρει, ὡς εἰδότα ἀναμιμνήσκειν συμμέτρως, ἢ ὅλως ἀγνοοῦντα διδάσκειν. Παρμενίδης μὲν γὰρ καὶ Ἐμπεδοκλῆς ἐξηγοῦνται, Πλάτων δὲ ἐν βραχυτάτοις ἀνυμνεῖ. ἔτι δὲ οἱ μὲν κατʼ αἰνίγματα, οἱ δὲ ἐκ τοῦ φανεροῦ προάγονται. κατʼ αἰνίγματα μέν, ὁποῖοί εἰσιν οἱ Πυθαγόρειοι φερόμενοι, ἐκ τοῦ φανεροῦ δὲ ὁποίους μικρῷ πρόσθεν ἐφάσκομεν. ὥσπερ δὲ καὶ αὐτῶν τῶν φυσιολογικῶν διαφορὰς ἐδείκνυμεν ταύτας οὔσας, οὕτω καὶ τῆς συμμετρίας διαφορὰς ὁριούμεθα. οἱ γὰρ κατʼ αἰνίγματα προιόντες βραχύτητα ἀπαιτοῦσιν, ἔτι δὲ οἱ καὶ μὴ διδασκαλικοὶ ἄλλως κεφαλαιωδέστεροι. οἱ δὲ ἕτεροι πλείστης καὶ μεγίστης διατριβῆς ἔχονται. ὁ γοῦν Πλάτων 143 41 ὕμνον τοῦ Παντὸς τὸν Τίμαιον καλεῖ ἐν τῷ Κριτίᾳ, καὶ οἱ φυσικώτεροι ποιηταί, ὧν ἐπεμινήσθημεν, πραγματείας ὅλας κατέθεντο. εὐχῆς δὲ οὐδέν τι πάνυ χρὴ ἐπὶ τούτων. ἐπιτηρεῖν δὲ χρὴ καὶ μὴ εἰς τὸν πολύν ὄχλον καὶ δῆμον ἐκφέρειν τούς τοιούτους ὕμνους· ἀπιθανώτεροι γὰρ καὶ καταγελαστικώτεροι τοῖς πολλοῖς φαίνονται.

Ἑρμηνεία δὲ καὶ πρὸς τὸν διθύραμβον ἀνελθεῖν μικρὸν διαφέρει· οὐ γάρ ἐστιν ὑπὲρ ὧν σεμνοτέρων ἅνθρωπος φθέγξαιτο.

ΠΕΡΙ ΜΥΘΙΚΩΝ.

6 Ἑξῆς ἂν εἴη περὶ τῶν μυθικῶν εἰπεῖν, οὓς ἔνιοι μὲν τοὺς αὐτοὺς εἶναι νομίζουσι τοῖς γενεαλογικοῖς, 42 ἔνιοι δὲ οὐχ οὕτως εἶναι νομίζουσι τοῖς γενεαλογικοῖς. 144 οἶ μέν γε νομίζοντες οὐδὲν διαφέρειν καὶ τὰς γενεαλο- γίας μύθους εἶναί φασιν, οἷον εἰ βούλει, ὅσα γε Ἀκουσίλεως καὶ Ἡσίοδος καὶ Ὀρφεὺς ἐν ταῖς θεογονίαις εἰρήκασιν. εἰσὶ μὲν γὰρ γενεαλογικαὶ αἵδε οὐδὲν ἧττον μυθικαί. τάδε δὲ οὖ φασιν οἱ διαφέρειν νομίζοντες, ὅτι καὶ χωρὶς τῶν γενεαλογικῶν εἰησάντινεςμυθικοὶ ὕμνοι, οἷον ὅτι Διόνυσος Ἰκαρίῳ ἐπεξενώθη, ἢ ὅτι ἐν Ζωστῆρι 145 43 τὴν ζώνην ἐλύσατο ἡ Λητώ, ὅτι ἡ Δημήτηρ παρὰ Κελεῷ ἐπεξενώθη, ἢ ὅσα ἕτερα τοιαῦτα. ταῦτα γὰρ καὶ γενεαλογίαν μὲν οὐδεμίαν εἴληφε, μυθικὴν δέ τινα ἄλλην ἱστορίαν. ἃ μέντοι ἀμφότεροι λέγοντες τὰ σφῶν αὐτῶν ἑκάτεροι νικᾶν ἀξιοῦσι, σχεδὸν ἀκήκοας, ἐμοὶ δὲ δοκεῖ κάλλιον ἐν ὅρῳ εἶναι ἀκριβῶς διελέσθαι. πάσας μὲν γὰρ γενεαλογίας καὶ πάντας ὕμνους τοὺς διὰ γενεαλογικῶν διὰ μυθικῶν περιστάσεων προάγεσθαι νομίζω, οὐ μὴν πάντας γε τοὺς μυθικοὺς διὰ γενεαλογίας, ὥστε τὸ μὲν τῶν μυθικῶν ὕμνων τὸ μέρος γενικώτερον ἂν εἴη, τὸ δὲ τῶν γενεαλογικῶν ἰδικώτερον. ταῦτά σοι περὶ διαφορὰς εἴρηται, ὑπὲρ δὲ τῶν μυθικῶν χωρὶς ἀποτέμνειν μὲν χρὴ λέγειν. φημὶ δὴ τὸ πρῶτον 44μὲν μηδαμῶς μετέχειν αὐτοὺς φυσιολογίας, λέγω φανερᾶς· εἰ γάρ τις ἐγκεκρυμμένη καθʼ ὑπόνοιαν, ὥς 146 γε πολλὰ ἔχει τῶν θείων, οὐδὲν τοῦτό γε διαφέρει. ἔπειτα εἶναι τῷ ποιητῇ μὲν ἄλλα προσφόρους· ἡ γὰρ ἐξουσία καὶ τοῦ κατὰ σχολὴν λέγειν, καὶ τὸ περιστέλλειν τοῖς ποιητικοῖς κόσμοις καὶ ταῖς κατασκευαῖς οὔτε κόρον ουτε ἀηδίαν παρίστησι, (καίτοι οὐκ ἀγνοῶ ὡσαύτως ὅτι ἔνιοι τῶν ποιητῶν προσφέρουσι τὰς ἀκαίρους διατριβάς ), συγγραφεῦσι δὲ ἢ λογοποιοῖς ἐλαχίστη ἐξουσία. γυμυοὶ δὲ οἱ μῦθοι τιθέμενοι σφόδρα λυποῦσι καὶ ἐνοχλοῦσι τὰς ἀκοάς. δεῖ τοίνυν ὅτι βραχυτάτοις ἀπαλλάττεσθαι. παραμυθίας οὑν προσακτέον καὶ πρὸς 45 συντομίαν καὶ πρὸς ἡδονήν, πρῶτον μὲν μὴ ἀπʼ εὐθείας πάντα εἰσάγειν, ἀλλὰ τὰ μὲν παραλιπεῖν λέγοντα, τὰ δὲ συγχωρεῖν, τὰ δὲ κατὰ συμπλοκὴν εἰσάγειν, τὰ δὲ προσποιεῖσθαι ἐξηγεῖσθαι, τὰ δὲ μὴ πιστεύειν μηδὲ ἀπιστεῖν. καὶ ὅλως οὐκ ἀπορήσεις μεθόδων, ἔν γε τοῦτο θεώρημα σώζων, ὡς διατριβὴ ἀπρόσφορος.

δὲ ἑρμηνεία, ὅπερ καὶ περὶ τῆς διατριβῆς ἔφαμεν, ἐπὶ ἐλάττονος ἐξουσίας γεγενήσθω, σώζουσα μὲν 147 τὸν ἐπιδεικτικὸν κόσμον, πολὺ δὲ τοῦ διθυράμβου ἀποβεβηκυῖα. γίγνοιτο δὲ τοιαύτη, εἰ τῷ Ἰσοκράτους 46 θεωρήματι χρησόμεθα, καὶ τὸ κάλλος καὶ τὴν σεμνότητα μὴ ἀπὸ τῶν ὀνομάτων μᾶλλον ἢ τῆς ἀρχαιότητος ἢ τοῦ μεγέθους θηρώμεθα, ἀλλʼ ἀπὸ τῆς ἁρμονίας καὶ τῶν σχημάτων, ἐπεὶ αὐτό γε τοῦτο, ὅ πάντες θρυλοῦσι, Δήμητρος γὰρ ἀφικομένης εἰς τὴν χώραν ἡμῶν καὶ τὰ ἐξῆς, τίς οὐκ οἶδεν, ὅτι τοῖς μὲν ὀνόμασιν ἐγγύς τοῦ πολιτικοῦ καθήκει, τῇ δὲ συνθέσει καὶ τῇ ἁρμονίᾳ καὶ τῷ σχήματι ὀλίγα καὶ λείπει ἔνια σεμνότερα εἶναι δοκεῖ; καὶ τὸ Τηρεῖ δὲ τῷ Πρόκνην τὴν Πανδίονος καὶ τὰ ἐξῆς τοῦ αὐτοῦ τύπου, εἰ 148 καὶ περὶ ἀνθρώπων εἴρηται. καὶ παρὰ Πλάτωνι, φήμη τις καὶ λόγος διαρρεῖ, ὡς ἄρα ὁ θεὸς οὗτος ὑπὸ μητρυιᾶς ο σης τῆς Ἥρας ἐκινήθη, καὶ πολλὰ παραδείγματα παρὰ τῷ Πλάτωνι, ὥστε εἰ σώζοις τὸ θεώρημα, φυλακτήριον ἔσται πρὸς ἀρετὴν λόγου. 47 ὅλως δὲ περὶ τῶν μυθικῶν τούτων ὕμνων περί τε ἔννοιαν καὶ ἑρμηνείαν ἐκεῖνο ἰστέον, ὅτι τῷ ἀξιώματι κατʼ ἄμφω τὸ μυθικὸν λεῖπον.

ΠΕΡΙ ΓΕΝΕΑΛΟΓΙΚΩΝ.

7 Περὶ δὲ τῶν γενεαλογικῶν ἓν μὲν ἤδη τοσοῦτον 149 εἴρηται, ὡς τοὺς αὐτοὺς ᾠήθησαν, ἐπὶ τῶν μυθικῶν, ἐν ᾧ καὶ τὴν διαφορὰν προσετίθεμεν· ἕτερον δὲ τοσοῦτον εἰρήσεται, ὡς ἔστι σπανίως ὕμνον εὑρεῖν θεῶν, ἐν ᾧ τὸ γενεαλογικὸν μόνον φέρεται, πλὴν εἰ μή τις ὑπολαμβάνοι τὰς θεογονίας ὕμνους εἶναι τῶν θεῶν, ἐν ᾧ 48 τὸ γενεαλογικὸν μόνον φέρεται ὡς τὰ πολλὰ δὲ ἢ τοῖς μυθικοῖς παρεμπλέκεται, ἢ ἄλλοις γε τῶν ὕμνων εἴδεσι καὶ ἑνὶ καὶ πλείοσι. γραῶδες γὰρ καὶ δεινῶς μειρακιῶδες, ὕμνον Διὸς προελόμενον πραγματείαν, μόνον γονὰς ἐκδέξασθαι. ἀλλʼ ἐπεὶ εὕρηται καὶ τοῦτο τὸ εἶδος τῶν ὕμνων παρὰ τοῖς ἀρχαίοις, καὶ ἤδη τινὲς καὶ Διονύσου γονὰς ὕμνησαν, καὶ Ἀπόλλωνος ἕτεροι, καὶ Ἀλκαῖος Ἡφαίστου, καὶ πάλιν Ἑρμοῦ, καὶ τοῦτʼ ἀποτετμήμεθα τὸ μέρος. χρὴ τοίνυν, εἰ μὲν παρεμπεπλεγμένον εἴη τοῖς ἄλλοις εἴδεσιν, εἰδέναι, ὅτι καὶ μῆκος προσίεται, εἰ δὲ καθʼ αὐτὸ εἴη τὸ μέρος, ὅτι βραχείας δεῖται διατριβῆς. ἔστι δὲ ὡς ποιητῇ μὲν καθʼ αὐτὸ μόνον τὸ εἶδος χρήσιμον, συγγραφεῖ δὲ οὐδέποτε. ὁ μὲν 150 γὰρ καὶ Χάριτας μαιευομένας, καὶ Ὥρας ὑποδεχομένας, καὶ τὰ τοιαῦτα πραγματεύεται, ὁ δʼ ἐπʼ ἀνάγκης ὅτι βραχύτατα ἐρεῖ.

49

Ἀρετὴ δʼ ἑρμηνείας ἐν τοῖς τοιούτοις καθαρότης, καὶ τὸ ἀπροσκορὲς γένοιτʼ ἂν ἐν ποιήσει ἐκ συμμεετρίας τῶν περιφράσεων, ἐν δὲ τῇ συγγραφῇ ἐκ τῆς ποικιλίας τῶν κώλων. παρέσχετο δὲ τὴν μὲν ἐν ποιήσει ἀρετὴν Ἡσίοδος, καὶ γνοίη τις ἂν μᾶλλον, εἰ τοῖς Ὀρφέως παραθείη· τὴν δὲ ἐν τῇ συγγραφῇ πολλαχοῦ μὲν Πλάτων, πολλαχοῦ δὲ Ἡρόδοτος ἐν τοῖς Αἰγυπτιακοῖς.

ΠΕΡ ΠΕΠΛΑΣΜΕΝΩΝ.

8 Περὶ δὲ τῶν πεπλασμένων ταῦτα ἰστέον, πρῶτον μὲν ὅτι οὐκ ἂν γένοιντο περὶ τοὺς περιφανεῖς τῶν θεῶν ῥᾳδίως, καὶ ὧν αἱ γενέσεις καὶ δυνάμεις πρόδηλοι, ἀλλὰ περὶ τοὺς ἀφανεστέρους ὡς τὰ πολλὰ θεούς καὶ δαίμονας, οἷον καὶ περὶ τὸν Ἔρωτα ὁ λάτων ποτὲ μὲν ὡς πρὸ γῆς ἐγένετο, ποτὲ δὲ ὡς Ἀφροδίτης ἐστὶ παῖς, πάλιν δὲ πεπλασμένος ὕστερον Πόρου καὶ Πενίας, καὶ, 151 50 πάλιν ὁ Παυσανίας, ὅτι τῇ τέχνῃ τῇ ἰατρικῇ ἐφέστηκεν ἡ δύναμις τοῦ Ἔρωτος, καὶ Ἀριστοφάνης, ὅτι συνάγει τὰ ἡμίτομα τῶν σωμάτων, τούτους γὰρ τοὺς ὕμνους ποικίλως σφόδρα πλάσας, τοὺς μὲν περὶ φύσιν, τοὺς δὲ περὶ δύναμιν, τοὺς δὲ περὶ γένος. ἥκει καὶ αὕτη ἡ ἐξουσία παρὰ τῶν ποιητῶν, παρὰ τοῖς συγγραφεῦσιν. Ἄρεως μὲν γὰρ θεράποντας Δειμὸν καὶ Φόβον ἀναπλάττουσι, τοῦ δὲ Φόβου τὴν Φυγὴν φίλην, καὶ 51 τοῦ Θανάτου τὸν Ὕπνον ἀδελφόν· ἤδη δὲ καὶ ἡμεῖς τὸν Λόγον τοῦ Διὸς ἀδελφὸν ἀνεπλάσαμεν, ὡς ἐν ἠθικῇ 152 συνόψει.

Ἃ τοίνυν χρὴ ἐν τοῖς πεπλασμένοις τῶν ὔμινων διορᾶν, ἔχοιτε ἂν λέγειν. φυλακτέον γὰρ πρῶτον μὲν μὴ ἀπηρτημένους ἀλλὰ συνεχεῖς πλάττειν, εἴη δʼ ἂν τὸ τοιοῦτο σωζόμενον, εἰ ἀπʼ αὐτῶν λαμβάνοιτο ἡ πλάσις, καὶ μὴ ἀνακεχωρηκυῖα εἴη. ἔπειτα μὴ ἀηδῶς, ἀλλὰ στωμύλως καὶ γλαφυρῶς ἀναπλάττειν, οἷον Μούσας Μνημοσύνης παῖδας, ἢ ὅσα τοιαῦτα. ἔνιαι γὰρ τοῦ ἀκοῦσαι ἀηδεῖς, οἷον ὅτι ἐκ τῆς κεφαλῆς τοῦ Διὸς ἀνέδραμεν ἡ Ἀθηνᾶ. μὴ γὰρ τοῦτο, εἰ καθʼ ὑπόνοιαν εἴρηται, καὶ πρὸς ἄλλο τι ἔχει ὀρθῶς, ἀλλʼ ὅτι ἀηδῶς πέπλασται. ἔπειτα δὲ πίστεις λαμβάνειν ἀπὸ τῶν ἀληθῶν, ἐν οἷς ἂν ψευδώμεθα, ὡς καὶ ἡμεῖς πεποιήκαμεν, πολλάκις δὲ καὶ ὁ Ὅμηρος. ἔτι δεῖ καὶ τοὺς πεπλασμένους ὕμνους ἑαυτοῖς εἶναι συμφώνους, καὶ μὴ ἐναντιούμενα ἢ μαχόμενα ἐφέλκεσθαι, ὥσπερ ἐν ἐκείνῳ τῷ μύθῳ, ὅτι Ζεὺς πρὸ πάντων ἐγένετο καὶ θεῶν ἀπάντων 153 ἐστὶ πατήρ, καὶ τὴν Θέμιν οὖσαν τοῦ Κρόνου τὸ παλαιὸν γυναῖκα ἠγάγετο. ἦν μὲν γὰρ πρὸ πάντων καὶ Θέμιδος· εἰ δʼ ἦν πρὸ Διὸς Θέμις, οὐ πρὸ πάντων. ἔτι πρὸς τούτῳ φυλακτέον ἐν τοῖς πεπλασμένοις ὕμνοις τὸ μῆκος καὶ τὴν περιεργίαν. ἤδη γάρ τινες τῶν νεωτέρων, ἀναπλάσαντες δαίμονά τινα νέον Ζηλοτυπίαν, κρήδεμνον μὲν αὐτῇ Φθόνον προσέθεσαν, ζώνην δʼ οὖ Ἔριν. καὶ μάλιστα ὁ Παυσανίας ἐπιφορὰς ἔχει πρὸς τὴν κατὰ μέρος ταύτην περιεργίαν. ἔστι δὲ καὶ ἑνῶσαι ἀρχαῖον καὶ νέον ἐν ποιήσει μέν, μάλιστα δὲ ἐν συγγραφῇ.

154

Τὴν ἑρμηνείαν δὲ προσάξεις τοῖς τοιούτοις ὕμνοις πρὸς τὰ πράγματα ὁρῶν, εἰ μὲν ἀνθρώπινόν τι ἀναπλάττοις, ἀφελεστέραν καὶ κομψοτέραν, λέγω δὲ ἀνθρώπινα, ὅσα οὐ παντάπασιν φρικώδη καὶ θεῖα, οἷον Πενίαν καὶ Ἀγρυπνίαν, καὶ ὅσα τοιαῦτα. εἰ δὲ ἀνα- 53 πλάττοις τι θεῖον, ὅπως καὶ τὴν ἑρμηνείαν σεμνοτέραν προσάξεις. χρὴ δὲ εἰδέναι, ὅτι γονιμώτατος καὶ ἐπινοίας ἐστὶ σημεῖον ὁ τοιοῦτος ὕμνος.

ΠΕΡΙ ΑΠΕΥΚΤΙΚΩΝ ΚΑΙ ΠΡΟΣΕΥΚΤΙΚΩΝ.

9 Οἱ δὲ ἀπευκτικοὶ καὶ προσευκτικοὶ ὕμνοι σχεδὸν μέν, ὥσπερ ἐφάσκομεν, πᾶσι τοῖς προειρημένοις εἰσὶν ἀναπεπλεγμένοι, ἢ τοῖς γε πλείστοις αὐτῶν. ἅπαντες γὰρ ἀνυμνοῦντες τοὺς θεοὺς εἰς εὐχὰς ἐγκλείουσι τοὺς λόγους. ἤδη δέ τινες καὶ ἀποτόμως κατὰ τὰ αὐτὰ γεγόνασιν, ἀπευκτικὸς μὲν ὁ τοιοῦτος 155 Ζεῦ κύδιστε μέγιστε, κελαινεφές, αἰθέρι ναίων, μὴ πρὶν ἐπʼ ἠέλιον δῦναι καὶ ἐπὶ κνέφας ἐλθεῖν. προσευκτικὸς δὲ κλῦθί μευ αἰγιόχοιο Διὸς τέκος, ἥτε μοι αἰεὶ ἐν πάντεσσι πόνοισι παρίστασαι. καὶ παρὰ Πλάτωνι, ὦ φίλε Πᾶν καὶ ὅσα ἐν τῷ Φαίδρῳ 54 εὔχεται. δεῖ δὲ τοὺς τοιούτους ὕμνους μὴ κατακόρους εἶναι. τὰς μὲν γὰρ εὐχὰς δικαίας εἶναι χρή, καὶ ἀπευχὰς δικαίας οὔσας καὶ ἁπλᾶς εἶναι, μὴ τὸ δεῖνα γενέσθαι, εἶναι δὲ ἁπᾶς καὶ βραχείας, ἔτι δὲ οὐ διδάσκειν τοὺς θεούς, ἀλλʼ αἰτεῖν ἅπερ ἀκριβῶς ἴσασιν. ἔτι δὲ καὶ πάσας εὐχὰς καὶ συγγραφέων ἐπιὼν τὰς αἰτίας εἰς τοὺς πολίτας βραχείας οὔσας εὑρήσεις. ἤδη δὲ καὶ εἰς τοὺς πολιτικοὺς τὸ μέρος τοῦτο τῶν ὕμνων κατῆλθε, πλήν γε ὅσαι ἐπιμαρτυρίαι· τὸ γάρ πρῶτον μὲν ὦ ἄνδρες Ἀθηναῖοι, τοῖς θεοῖς 156 εὔχομαι καὶ τὰ ἑξῆς, καὶ τὸ καλ ῶ δὲ τὸν Ἀπόλλω τὸν Πύ θιον, τῶν εὐκτικῶν καὶ ἀπευκτικῶν 55 ὕμνων μετείληφεν ἴχνη.

Οὐκ ἀγνοῶ δὲ ὅτι ἀπορητικούς τινες τεθείκασι καὶ διαπορητικοὺς καθʼ ἕκαστον τῶν μερῶν, οἳ διηπόρηω περὶ γενεαλογίαν, περὶ Ἔρωτος εὐθύς, εἴτε ἐκ χάους ἐγένετο, εἴτε ἐξ Ἀφροδίτης, καὶ πολλὰ τοιαῦτα. καὶ πάλιν περὶ δύναμιν, εἴτε ἀνθρώπινα πράγματα καὶ διοικήσεις, εἴτε θεῖαι. καὶ συνορᾷς δὴ τοῦτο τὸ εἶδος, ὅ φημι, πᾶν, ἀλλὰ τὸν τοιοῦτον ὕμνον τῷ μὲν σχήματι διαφέρειν φημί, τῇ δὲ φύσει τὸν αὐτὸν εἶναι ἐκείνων ἑκάστῳ, ὥσπερ καὶ τὴν Τύχην Σοφοκλῆς ὕμνησε, διαπορῶν ὑμνεῖ.

Ἔφην δὲ γενέσθαι τινὰς ὕμνους καὶ ἐξ ὁμοίου τούτων 56 ἀπάντων ἢ τῶν πλείστων συντεθέντων, οἵπερ εἰσὶ 157 καὶ τελειότατοι ἔπαινοι, καἲ μάλιστα τοῖς συγγραφεῦσι πρέποντες· τῷ μὲν γὰρ ποιητῇ ἐξαρκεῖ καὶ μέρος τι ἀπολαβόντι καὶ κατακοσμήσαντι τῇ ποιητικῇ κατασκευῇ πεπαῦσθαι, ὁ δὲ συγγραφσὺς πειράσεται διὰ πάντων ἐλθεῖν. χαριέστατον δὲ τῶν τοιούτων μέρος παρέσχηται ἐν τοῖς Μαντευτοῖς Ἀριστείδης. οὗτος γὰρ τὸν Ἀσκληπιὸν καὶ τὴν Ὑγίειαν συγγέγραφεν οὐκέτι μοι ὡς ἐπαίνων ἀνθρωπίνην περιέργειαν ἔχοντας.

Τὸ μὲν δὴ περὶ τῶν εἰς τούς θεούς βιβλίον τέλος 57 εἴληφεν ἡμῖν, ἐξ ὧν ἡγούμεθα καὶ ποιητὰς καὶ συγγραφέας καὶ ῥήτορας πάντας ἀνυμνεῖν θεούς ἐντέχνως, καὶ ὅπως καὶ ἐν ὁποίοις καιροῖς. ἐφεξῆς δʼ ἂν εἴη περὶ 158 χώρας καὶ πόλεως ἐπαίνων εἰπεῖν· οὕτως γὰρ καὶ εἰς τοὺς τόμους ἀνάγκη γεγένηται. καὶ πρῶτον περὶ τῶν τῆς χώρας ἐγκωμίων, οὐχ ὡς ἀποτόμως περί τινος ἐγκωμιάσαντος χώραν ἄνευ πόλεως, ἀλλʼ ἐν τοῖς τῶν πόλεων ἐγκωμίοις καὶ τῶν περὶ χώραν ἐπαίνων παραλαμβανομένων.

ΠΩΣ ΧΡΗ ΧΩΡΑΝ ΕΠΑΙΝΕΙΝ. II

Ἔπαινος μὲν χώρας, ὡς ἀνωτάτω διελέσθαι, διττός, ἢ κατὰ φύσιν ἢ κατὰ θέσιν. ἢ γὰρ πῶς κεῖται ἐξετάσαντες 58 ἀξίαν αὐτὴν ἐπαίνου ἀποφαίνομεν, ἢ ὅπως πέφυκε. θέσιν τοίνυν χώρας δοκιμάζομέν τε καὶ κρίνομεν ὅπως κεῖται πρὸς γῆν, ἢ πρὸς θάλατταν, ἢ πρὸς οὐρανόν· πρὸς μὲν γῆν, εἰ μεσόγειος εἴη καὶ πλέον ἢ ἔλαττον θαλάττης ἀπέχουσα, ἢ ἐπιθαλαττίδιος καὶ πρὸς 159 αἰγιαλούς· πρὸς δὲ θάλατταν, εἰ νῆσος ἢ νήσῳ ἐοικυῖα· πρὸς δὲ οὐρανόν, εἰ ἐν δυσμαῖς, ἢ ἐν ἀνατολαῖς.· ἢ ἐν μεσημβρίᾳ, ἢ ἐν ἄρκτῳ, ἢ ἐν τῷ μέσῳ τούτων. ἤδη δέ τινες καὶ κατʼ αὐτούς τούς ἀστέρας τὴν θέσιν ὡρίσαντο, ὥσπερ οἱ ποιηταί, ὑπὸ Πλειάδας ἢ Ὑάδας, ἡ ὑπὸ Ἀρκτοῦρον ἀνίσχοντα, ἢ ὑπὸ Ἕσπερον. κατὰ γὰρ τοὺς τρεῖς κανόνας θέσιν χώρας δοκιμάζομεν· ἐν γὰρ τῷ περὶ οὐρανοῦ καὶ τὸ τῶν ὡρῶν συνείληπται. τὴν δὲ φύσιν τῆς χώρας δοκιμάζομεν πάσης ἐκ τῶν ἓξ τόπων τούτων, ἢ γὰρ ὀρεινή τίς ἐστιν ἢ πεδινή, ἢ ξηρὰ καὶ ἄνυδρος ἢ λιπαρὰ καὶ εὔυδρος, καὶ εὔφορος καὶ ἢ πολύφορος ἢ ἄφορος καὶ δύσφορος. ἀπὸ γὰρ τούτων χώρας ἀρετὴν καὶ κακίαν διαγινώσκομεν. ἵνα δέ σοι τῶν θεωρημάτων τούτων ἀπάντων παραδείγματα ὑπάρχῃ, ἑκάστου ἐκθήσομαι δύο, εἰπὼν πρότερον, πρὸς ἃ τὰ κεφάλαια ἀνάγοντας ἐπαινεῖν δεῖ, πρὸς ἡδονὴν 59 160 ἢ πρὸς ὠφέλειαν· πρὸς γὰρ ταῦτα τὰ κεφάλαια ὁρῶντα δεῖ τοὺς περὶ χώραν ἐπαίνους ποιεῖσθαι. οἷον εἰ μεσόγειον ἐπαινοίης, πρὸς μὲν ἡδονήν, ἡ τῶν ἀπὸ τῆς ἠπείρου ἀγαθῶν βεβαίως ἀπόλαυσις καὶ τέρψις γίνεται ὀρῶν πεδία περιλαμβανόντων, καὶ τῶν πεδίων ληΐοις κατεστεμμένων. πρὸς δὲ ὠφέλειαν, διότι οἱ καρποὶ οἱ γνησιώτεροι ἀπὸ τῆς γῆς ἅτʼ οὐ κλυζομένης καὶ τῶν ἀπὸ τῆς θαλάττης ταραχῶν ἀπεχούσης. εἰ δὲ ἐπιθαλάττιον ἐπαινοίης, ὅτι ὅσα καὶ ἐν γῇ καὶ ἐν θαλάττῃ ἡδέα καὶ ὠφέλιμα, συνείληφεν ἡ χώρα. εἰ δὲ νῆσον ἐπαινοίης, καὶ πρὸς ἡδονὴν καὶ πρὸς ὠφέλειαν, ὥσπερ Ἀριστείδης ἐν τῷ Νησιωτικῷ. εἰ δὲ νήσῳ ἐοικυῖαν, ἅ τε περὶ Τύρου Ἀριστόβουλος ἱστόρησε καὶ περὶ Κυθαλάττιον ζέκου Ἀριστείδης ἐν τῷ πρὸς Κυζικηνούς, καὶ Ξενοφῶν 60 161 ἐν τοῖς πόροις τοῖς περὶ τῆς Ἀττικῆς. καὶ μὴν εἰ μὲν ἀνατολικὴ εἴη, ὅτι πρώτη αὕτη ἡλίῳ ἐντυγχάνει, καὶ ἡγεμών ἐστι φωτὸς ἄλλοις, εἰ δὲ δυτικὴ εἴη, ὅτι ὥσπερ κορωνὶς ἐπίκειται, παραπέμπουσα τὸν θεόν· εἰ δὲ μεσημβρινή, ὅτι ὥσπερ ἐπὶ παρατάξεως τοῦ οὐρανοῦ τὸ μέσον κατείληφεν· εἰ δὲ ἀρκτική, ὅτι τὸ ὑψηλότατον τῆς γῆς καὶ ὑπόβορρον ὥσπερ ἀκρόπολις κατέχει· εἰ δὲ τὸ μεσαίτατον, ὃ δὴ περὶ τῆς Ἀττικῆς καὶ τῆς Ἑλλάδος λέγουσιν, ὅτι περὶ αὐτὴν ἡ πᾶσα γῆ κυκλεῖται, καὶ χώρα ἐστὶν εὔκαρπος. ἔτι τοίνυν εἰ μὲν ὀρεινὴ εἴη, ὅτι ἀνδρὶ ἐρρωμένῳ ἔοικε νεύροις διειλημμένῳ· εἰ δὲ πεδινή, ὅτι εὔτακτός ἐστι καὶ οὐκ ἀνώμαλος οὐδʼ ὀστώδης. 162 καὶ μὴν εἰ μὲν ξηρὰ καὶ ἄνυδρος, ὡς διάπυρός ἐστι κατὰ τὸν περὶ τοῦ αἰθέρος λόγον καὶ τοῦ οὐρανοῦ· πυρώδης γὰρ ὁ οὐρανὸς καὶ ἐπίξηρος· εἰ δὲ λιπαρὰ καὶ εὔυδρος, καὶ πρὸς τὴν ἡδονὴν καὶ πρὸς τὴν ὠφέλειαν 61 εὐφυής. καὶ εἰ μὲν πάμφορος, ὅτι γυναικὶ εὔπαιδι ἔοικεν· εἰ δὲ ἄφορός τε καὶ δύσφορος, ὅτι φιλοσοφεῖν τε καὶ καρτερεῖν διδάσκουσα.

Ἐκεῖνό γε μὴν ἰστέον, ὅτι τῶν ἐγκωμίων τὰ μέν ἐστιν ἔνδοξα, τὰ δὲ ἄδοξα, τὰ δὲ ἀμφίδοξα, τὰ δὲ παράδοξα. ἔνδοξα μὲν τὰ περὶ ἀγαθῶν ὁμολογουμένων, οἷον θεοῦ ἢ ἄλλου τινὸς ἀγαθοῦ φανεροῦ· ἄδοξα δὲ τὰ περὶ δαιμόνων καὶ κακοῦ φανεροῦ· ἀμφίδοξα δὲ ὅσα πῆ μὲν ἔνδοξά ἐστι, πῆ δὲ ἄδοξα, ὃ ἐν τοῖς Παναθηναῖκοῖς εὑρίσκεται καὶ Ἰσοκράτους καὶ Ἀριστείδου· καὶ τὰ μὲν γάρ ἐστιν ἐπαινετά, τὰ δὲ ψεκτά, ὑπὲρ ὧν 163 ἀπολογοῦνται. παράδοξα δὲ οἷον Ἀλκιδάμαντος τὸ τοῦ 62 Θανάτου ἐγκώμιον, ἢ τὸ τῆς Πενίας ἢ τοῦ Πρωτέως τοῦ κυνός. ἐνέταξα δὲ τὸ θεώρημα, ἐπειδὴ ἀφόρους καὶ δυσφόρους χώρας, καὶ τὰς ἀνύδρους καὶ ψαμμώδεις, ὅπως ἐπαινεῖν χρὴ ὑπέδειξα. ὅτι γὰρ τῶν τοιούτων καὶ παραδόξων καὶ ἀπολογίαν ἐξευρίσκειν ἐστίν, εἰς ἐγκώμιον ἐξαρκεῖ. χώρας μὲν ἀπὸ τούτων ἐγκωμιαστέον, πόλεις δὲ ἐξ ὧν δεῖ ἐπαινεῖν, μετὰ ταῦτα ὑποδεικτέον, ἵνα ἡμῖν καθʼ ὁρμὴν προΐῃ τὸ σύνταγμα.

63 ΠΩΣ ΧΡΗ ΠΟΛΕΙΣ ΕΠΑΙΝΕΙΝ.

2. Οἱ τοίνυν περὶ τὰς πόλεις ἔπαινοι μικτοί εἰσιν ἀπὸ 164 κεφαλαίων τῶν περὶ χώρας εἰρημένων καὶ τῶν περὶ ἀνθρώπους. ἐκ μὲν γὰρ τῶν περὶ χώρας τὴν θέσιν ληπτέον, ἐκ δὲ τῶν περὶ ἀνθρώπους τὸ γένος, τὰς πράξεις, ἐπιτηδεύσεις· ἀπὸ γὰρ τούτων τὰς πόλεις ἐγκωμιάζομεν. ὅπως δὲ τῶν κεφαλαίων τούτων ἕκαστον ἐργαζομεθα, ἐγὼ διδάξω καὶ φράσω. θέσιν πόλεως δοκιμάζομεν κατὰ τοὺς ἄνω τρόπους τοὺς εἰρημένους καὶ καθʼ.ἑτέρους πλείονας, ἢ πρὸς οὐρανὸν καὶ ὥρας, ἢ πρὸς ἤπειρον, ἢ πρὸς θάλατταν, ἢ πρὸς τὴν χώραν, ἐν ᾖ κεῖτοι, ἢ πρὸς τὰς περιοίκους χώρας καὶ πόλεις, ἢ πρὸς ὅρη, ἢ πρὸς πεδία. τὸ γὰρ εὔυδρον εἶναι τὴν πόλιν ἢ ποταμοῖς περιειλῆφθαι ἔφην τῶν περὶ χώραν εἶναι. αὐτῶν δὲ τούτων ἕκαστον καὶ πρὸς ἡδονὴν καὶ ὠφέλειαν κατὰ τὴν ἄνω γεγονυῖαν διαίρεσιν. χρὴ δὲ καὶ καθʼ ἕκαστον τούτων εὐμαθέστερον καὶ σαφέστερον γενέσθαι τὸ σύνταγμα. τὴν γὰρ θέσιν πρῶτον ἔφην κατὰ τὸν οὐρανὸν καὶ κατὰ τὰς ὥρας δεῖν θεωρεῖν. θεωρεῖται δὲ ἢ κατὰ ψύξιν ἢ κατὰ θάλψιν ἢ κατʼ ἀχλύν ἢ κατὰ καθαρότητα ἡ κατὰ εὐαρμοστίαν πασῶν τῶν 165 ὡρῶν. εἰ γάρ τις τὸν οὐρανὸν δοκιμάσει, γίγνεται θέσις πόλεως ἢ κατὰ ταῦτα πάντα, ἢ κατὰ τούτων τὰ 64 πλεῖστα, ἢ ἔνια. ἂν μὲν οὖν περιῇ δεικνύειν τὴν πόλιν, ἣν ἐγκωμιάζομεν, κατὰ πάντα ταῦτα εὔθετον οὖσαν, θαυμαστὸν γίνεται τὸ χρῆμα καὶ πλείους αἰ ἀφορμαί. εἰ δὲ μή, τὰ πλεῖστα τούτων πειρᾶσθαι δεῖ προσόντα αὐτῇ ἀποδεικνύναι· εἰ δὲ μὴ τὰ πλεῖστα, ἀλλὰ ἰσχυρότατα καὶ τὰ μέγιστα. εἰ δὲ παντάπασιν ἄμοιρος εἴη ἡ πόλις ἐγκωμίων κατὰ τὴν θέσιν (ὅπερ σπανιώτατόν ἐστιν· εὑρήσομεν γὰρ ἢ ἐν ψυχροῖς τόποις οὖσαν ἢ ἐν θερμοῖς ἢ ἐν ἁρμοστοῖς παρὰ τὴν κρᾶσιν τῶν ὡρῶν), εἰ δέ τινες τὴν Ἄσκρην οἰκοῖεν, ἐχρῆν αὐτὸ τοῦτο εἰς ἐγκώμιον λαμβάνειν· εἰ δʼ αὖ ἄφορός τε καὶ δύσφορος, ἐχρῆν αὐτὸ τοῦτο εἰς ἐγκώμιον λαμβάνειν, ὅτι φιλοσοφεῖν ἀνάγκη τούς ἐνοικοῦντας καὶ καρτερικούς εἶναι. κατὰ τὸν αὐτὸν δὲ ὅρον, εἰ μὲν θερμότερος εἴη ὁ τόπος, τὰ ἐν τοῖς ψυχροῖς κακὰ λεκτέον· εἰ δὲ ψυχρότερος, τὰ 65 ἐν τοῖς θερμοτέροις. ἄριστα δὲ κεκραμένας χρὴ νομίζειν 166 τὰς ἱκανὸν χρόνον μέρει ἑκάστῳ παραμενούσας. αὐτῶν δὲ τῶν ὡρῶν αἰ μὲν ἐπὶ τὸ μᾶλλον θεωροῦνται, αἱ δὲ ἐπὶ τὸ ἔλαττον. χειμὼν μὲν γὰρ καὶ θέρος ἐπὶ τὸ ἔλαττον· μᾶλλον γὰρ ἐλάττους καὶ ἀσθενεστέρας ἐπαινετέον. ἔαρ δὲ καὶ τὸ μετόπωρον ἐπὶ τὸ μᾶλλον· μᾶλλον γὰρ ἰσχύειν τὰς ὥρας ταύτας ἐπαίνου ἄξιον. ἐν δὲ 66 τῷ περὶ τῶν ὡρῶν καὶ ἃ ἑκάστη φέρει τακτέον, αὐτὰ ταῦτα δὲ ἐφʼ ἑκάστῃ κατὰ τὰ τρία ταῦτα θεωρητέον, εἰ χρόνον ὅλον μένει ἀκήρατα, εἰ πλεῖστον τοῦ ἔτους· ποιότητα δὲ εἰ πρὸς ἡδονὴν καὶ ὠφέλειαν, ὠφέλειαν μὲν εἰ ἀβλαβῆ ἐστιν, ἡδονὴν δὲ εἰ ταῖς αἰσθήσεσι 167 τερπνὴ γεύσεσιν ὄψεσι καὶ ταῖς ἄλλαις. ποσότητα δὲ εἰ πολλὰταῦτα εἴη.

Περὶ μὲν τῆς θέσεως τῆς κατʼ οὐρανὸν καὶ ὥρας ταῦτα, ἐξ ὧν ἄν τις ἐγκωμιάζοι πόλιν, ἐφεξῆς δὲ καὶ περὶ τῶν ἄλλων τῶν τῆς θέσεως στοιχείων ἐπισκεψώμεθα. ἦν δὲ δεύτερον καὶ τρίτον στοιχεῖον, ὅπως κεῖται 6 πρὸς ἤπειρον, ὅπως πρὸς θάλασσαν. ἐὰν μὲν τοίνυν ἠπειρωτικὴ καὶ πλεῖστον ἀπέχῃ ἀπὸ τῆς θαλάσσης, τὴν ἀπὸ τῆς ἀποχωρήσεως ἀσφάλειαν ἐγκωμιάσεις, καὶ σοφῶν ἀνδρῶν παραθήσεις γνώμας, αἳ τοὺς κατʼ ἤπειρον οἰκισμοὺς ἐπαινοῦσι καὶ τοὺς πλεῖστον ἀπὸ θαλάττης ἀπέχοντας, καὶ πάντα ἐρεῖς, ὅσα ἐν τῷ ἑτέρῳ κακά. ἐὰν δὲ ἡ πόλις θαλαττία ᾖ ἢ νῆσος, τάς τε ἠπείρους ἐρεῖς κακῶς καὶ τοὺς ἠπειρωτικούς οἰκισμούς, καὶ ὅσα ἀγαθὰ ἀπὸ θαλάσσης ἀριθμήσῃ. ἰδίως δὲ καὶ 168 περιεργάσῃ τὴν ἑκάστης νήσου ἢ τὴν ἑκάστης πόλεως θέσιν. τὸ γὰρ τοιοῦτον μέρος ἀδύνατον περιστοιχεῖσθαι διὰ τὸ ἄπειρον. ἐὰν δὲ παραθαλάττιος ᾖ καὶ ἐπʼ αἰγιαλοῖς, ὅτι ἀμφότερα ὑπάρχει τὰ ἀγαθά. ἐὰν δὲ ὀλίγον ἀπέχῃ ἀπὸ τοῦ αἰπιαλοῦ, ὅτι τὰ μὲν ἑκατέρωθεν ἐκπέφευγε λυπηρά, τὰ δʼ ἀμφοτέρων ἀγαθὰ ἀνείληφεν.

Ἑξῆς ἦν στοιχεῖα θέσεως, ὅπως ἔχει πρὸς τὴν περιοικίδα χώραν, καὶ ὅπως πρὸς τὰς ἀστυγείτονας χώρας. πρὸς μὲν τοίνυν τὴν περιοικίδα χώραν θεωρεῖται,68 εἰ ἐπʼ ἀρχῆς κεῖται, ἢ ἐν τῷ μέσῳ, πρὸς τῷ τέλει. καὶ εἰ μὲν ἐπʼ ἀρχῆς κεῖται, ὥσπερ προσώπῳ ἀπεικαστέον, καὶ,  ὅτι ἐντὸς τὴν αὐτῆς χώραν φυλάττει, ὥσπερ μιᾶς οἰκίας προπύλαια. ἐὰν δὲ ἐν μέσῳ, ὅτι ὥσπερ βασίλεια ἢ ἀρχεῖα ἢ ὀμφαλὸς ἀσπίδος, ὥσπερ Ἀριστείδης εἶπε, κατείληφεν, ἢ ὥσπερ ἐν κύκλῳ μέσον σημεῖον. ἐὰν δὲ ἐπὶ τέλει, ὅτι ὥσπερ ἐραστὰς ἀποφυγοῦσα 169 τοὺς προσιόντας.

Ἔτι δὲ ὀψόμεθα καὶ ζητήσομεν, πότερον τὰ σκληρὰ 69 προβαλλομένη ἐν πεδινοῖς ἐστιν, ἢ ἐν τοῖς σκληροτάτοις τόποις κατῴκισται τὰ πεδία προβαλλομένη· καὶ ἐὰν ἐν πεδινοῖς ἱδρυμένη, ὅτι ἀποπειρᾶται τῶν ἀφικνουμένων, ὥσπερ ἀγῶνα προτιθεῖσα, ἢ ὅτι εὐερκής ἐστιν, ὧσπερ τείχους ἀνεστηκότος. ἐὰν δὲ τὰ πεδία προβαλλυμένη ἐν τοῖς σκληροῖς φαίνηται ἱδρυμένη, ὅτι ἥμερός ἐστι πρὸς τούς ἀφικνουμένους, καὶ ὥσπερ ἀκρόπολις αὕτη κατείληφεν, ἀφʼ ὑψηλοῦ πυρσεύουσα. ἐὰν δὲ ἀναμὶξ ταῦτα καὶ συγκεχυμένως φαίνηται διακείμενα, 70 170 τὴν ποικιλίαν ἐπαινετέον, ὥσπερ Ἀριστείδης πεποίηκεν. ἔτι δὲ πρὸς τὰ ὕδατα τὰ ἐν τῇ χώρᾳ θεατέον. ὑδάτων δὲ φύσεις τριχῆ δεῖ διαιρεῖν, ἢ ὡς πηγῶν, ἢ ὡς ποταμῶν, ἢ ὡς λιμνῶν. κριτέον δʼ αὐτὰ ὥσπερ καὶ τὰ ἄλλα, πρὸς ἡδονὴν καὶ ὠφέλειαν, καὶ ἔτι πρὸς ταύτῃ τῇ διαιρέσει πρὸς πλῆθος καὶ αὐτοφυΐαν· ἐνιαχοῦ γὰρ καὶ θερμαὶ πηγαὶ εὑρίσκονται.

Πρὸς τοίνυν τὰς ἐκ γειτόνων θεωρητέον ἢ ὡς πρὸς πόλεις ἢ ὡς πρὸς χώρας, πότερον ἐν ἀρχῇ ἐστιν αὕτη, ἢ πρὸς τῷ τέλει, ἢ πανταχόθεν μέση· καὶ χῶραι καὶ πόλεις εἰ μικραὶ καὶ ἀφανεῖς, ἢ μεγάλαι καὶ ἐπιφα- νεῖς, καὶ εἰ ἀρχαῖαι ἢ νέαι. πρὸς μὲν τοίνυν χώρας, 171 οἷον εἰ λέγον τις, ὅτι ἡ νῦν καλουμένη Ἀσία παρῴκισται 71 μεγάλῳ ἔθνει, καὶ ὅπως ὑπὸ μεγέθους οὐ κρύπτεται· πόλεις δʼ, ὥσπερ λέγουσι περὶ τῶν πόλεων τῶν Ἀσιανῶν, ὅτι ἐγγὺς ἀλλήλων οὖσαι οὐκ ἀφαιροῦνται ἀλλήλας τὸν κόσμον. καὶ εἰ μὲν ἐπʼ ἀρχῆς τῶν ἄλλων ἐθνῶν, ὅτι προβέβληται ἀντʼ ἄλλου φυλακτηρίου, ὥσπερ ὁ Ἀριστείδης· τοῦτο γάρ φησι περὶ τῶν Ἀθηνῶν. εἰ δὲ μέση κέοιτο ἡ πόλις πολλῶν χωρῶν καὶ πόλεων μεγάλων, ὅτι πανταχόθεν περιβέβληται καὶ ἀντὶ κόσμου προπύλαια καὶ εἰς ἀσφάλειαν περιβόλους. εἰ δὲ πρὸς τέλει, ὅτι ἀντὶ κεφαλῆς ἐπίκειται ταῖς ἄλλαις χώραις καὶ κορυφῆς.· εἰ δʼ ἔνδοξοι εἶεν αἰ πόλεις καὶ ἐπιφανεῖς, ὅτι ἐνδόξων ἐνδοξοτέρα ἐστὶ καὶ ἐπιφανῶν ἐπιφανεστέρα, ἢ ἐπιφανῶν οὐκ ἀφανεστέρα. εἰ δὲ πολὺ ἄδοξοι καὶ οὐκ ἐπιφανεῖς, ὅτι διʼ αὐτὴν ἀλλʼ οὖν ὀνόματος 172 καὶ φήμης τυγχάνουσιν. εἰ μὲν ἀρχαῖαι χῶραι εἴησαν, ὅτι ἀνάγκη καὶ αὐτὴν ἀρχαίαν εἶναι τὴν πρόσοικον χώραν· εἰ δὲ πόλεις, ὅτι αἰ μὲν κεκμήκασι χρόνῳ, ἡ δʼ ἀνθεῖ· εἰ δʼ αὖ νέα, ὅτι πρὸς φυλακὴν προβέβληται νεωστὶ γεγενημένη.

72

Σκεψψώμεθα τοίνυν καὶ τὴν τοπικὴν καλουμένην θέσιν, ἥπερ ἐστὶν ὑπόλοιπος. καλοῦσι δὲ τοπικὴν τὴν τοῦ τόπου φύσιν, ἐν ᾧ ἡ πόλις ἵδρυται. πᾶσα πόλις, ὡς ἀνωτάτω συλλαβεῖν, αὐτὰ γὰρ τὰ καθʼ ἑκάστην σχήματα ἀδύνατον περιλαβεῖν, ἢ πᾶσα ἐν ὄρει καὶ γηλόφῳ, ἢ πᾶσα ἐν πεδίῳ. ἂν μὲν τοίνυν πᾶσα ἐν ὄρει, καὶ πρὸς ὠφέλειαν καὶ πρὸς ἡδονὴν ἐπαινετέον ἐκ τούτου, 73 κατὰ μὲν ἡδονὴν διὰ τὴν τοῦ ἀέρος τοῦ ὑπερκειμένου καθαρότητα, κατὰ δʼ ὠφέλειαν, ὅτι αὐτοφυὲς τεῖχος καὶ ἀπρόσβατον κέκτηται. ἐλαττώματα δὲ τῶν ἐν γηλόφοις κειμένων ψύχους ὑπερβολαί, ὁμίχλη, στενοχωρίαι.- δεῖ οὖν ἀποφαίνειν οὐ προσόντα ταῦτα ἢ 173 οὐ μάλιστα. ἐὰν δὲ ἐν πεδίῳ, δεῖ ἐπαινεῖν, ὅτι ἐνὶ ὀφθαλμῷ ἡ πόλις φαίνεται, ὅτι οὐκ ἔστιν ἀνώμαλος τοῖς ἄρθροις, ὥσπερ σῶμα εὔρυθμον, ὅτι γεωργική τίς ἐστιν ἡ φύσις τῆς πόλεως, ὅτι ὑπʼ ἀνδρείας οὐ πέφευγεν, ὥσπερ αἱ ἄλλαι πόλεις, εἰς ὅρη. τὰ ἐλαττώματα τῶν ἐν ὑψηλῷ πόλεων ἱδρυμένων ὀνειδιεῖς, τὰ δὲ τῶν ἐν πεδίῳ φεύξῃ. ἔστι δὲ ἐλαττώματα αὐχμοὶ καὶ πνιγμοὶ 74 καὶ ῥᾳστώνη ἐπιθέσεωυς, καὶ ὅσα τοιαῦτα. ταῦτα οὖν ἢ ὡς ἥκιστα ἢ ὡς ἐλάχιστα ἀποδεικνύναι χρὴ προσόντα. ἀλλὰ μὲν εἰ πὴ μὲν πεδινὴ εἴη ἡ πόλις, πῆ δὲ ἐν ὄρεσιν, τό τε πλῆθος ἐπαινέσεις καὶ τὴν ποικιλίαν, ὅτι ἅπερ ἀμφοτέραις ταῖς πόλεσι πρόσεστι, ταῦτα ἀμφότερα μόνη κέκτηται, καὶ ὅτι τὰ ἀμφοτέρων ἐλαττώματα ἐκπέφευγε· πειράσῃ δὲ ἀποδεικνύναι καὶ ὅτι πολλαῖς ἔοικε πόλεσιν. ἐκ τούτων καὶ περὶ ταῦτα ἡ μέθοδος.

174
[ΠΩΣ ΔΕΙ ΛΙΜΕΝ ΑΣ ΕΓΚΩΜΙΑΖΕΙΝ.]

Ἐν τούτῳ δὲ τῷ μέρει καὶ τὸ περὶ λιμένων ἔγκειται. λιμένες δὲ ἢ ἐν μέσῳ τῆς πόλεως, καὶ φήσεις ὥσπερ κόλπῳ δέχεσθαι τοὺς καταπλέοντας ὑπὸ τὰς ἀγκάλας· ἐν ἀρχῇ τῆς θέσεως, καὶ φήσεις, ὥσπερ ποσὶν ἐπιστηρίζεσθαι τῷ λιμένι. ἢ αὐτοφυεῖς εἰσιν ἢ χειροποίητοι.75 ἄν μὲν τοίνυν χειροποίητοι ὦσιν, ἐρεῖς, ὅτι οὐχ ἡ πόλις διʼ αὐτούς, ἀλλʼ αὐτοὶ διὰ τὴν πόλιν γεγόνασιν· εἰ δʼ αὐτοφυεῖς, ὅτι ἀπρόχωστοί εἰσι διὰ τὸ αὐτοφυεῖς εἶναι, ὅσοι δὲ χειροποίητοι, προχοῦνται· καὶ εἶς ἐστιν ἢ πολλοί. ἂν μὲν εἶς, ὅτι ὥσπερ σώματος εἷς κόλπος ἐστίν· ἐὰν δὲ πολλοί, ὅτι ὑπὸ φιλανθρωπίας 175 πολλὰς χεῖρας προτείνει τοῖς καταίρουσι. λιμένας δὲ ἐπαινέσεις ἢ ὡς ἀκλύστους, ἢ ὡς νηνέμους καὶ ὡς ἐπισκεπεῖς, ἢ ὡς πολύπλους, ἢ ὡς κατὰ πάντα ἄνεμον ἐκπέμποντας, ἢ ὡς πρὸ τῶν μεγάλων πελαγῶν προκειμένονς, ἢ ὡς ἀγγμβαθεῖς.

[ΠΩΣ ΔΕΙ ΚΟΛΠΟΥΣ ΕΠΑΙΝΕΙΝ.]

Ἐν τούτῳ δὲ καὶ τὸ περὶ τῶν κόλπων. κόλπους ἐπαινέσεις εἰς μέγεθος καὶ κάλλος καὶ εὐρυθμίαν καὶ εἰς εὐλιμενότητα καὶ πολυλιμενότητα.

[ΠΩΣ ΔΕΙ ΑΚΡΟΠΟΑΙΝ ΕΓΚΩΜΙΑΖΕΙΝ.]

Ἐν τούτῳ δὲ καὶ τὸ περὶ τῶν ἀκροπόλεων· αἰ μὲν 76γὰρ αὐτῶν ἐν μέσῳ πόλεών εἰσιν, αἱ δʼ ἐν πλαγίοις. καὶ 176 αἱ μὲν ὑψηλαί, στεναὶ δὲ τὸ ἄνω δάπεδον, αἰ δὲ βραχεῖαι μέν, εὐρύχωροι δέ· καὶ αἱ μὲν εὔυδροι, αἱ δὲ ἄνυδροι· καὶ αἰ μὲν ἀνώμαλοι τὰς κορυφάς, αἰ δὲ πεδινώτεραι. ἥτις μὲν οὖν τὰς μὲν ἀρετὰς εἴληφεν, τὰς δὲ κακίας ἐκπέφευγεν, αὕτη καλλίστη, ὅμως δʼ ἐξ ὧν ἐπαινετέον τούτων ἑκάστην, λεκτέον. ἂν μὲν τοίνυν ἐν πλαγίῳ τῆς πόλεως ᾖ, ὅτι ἀκριβῶς κέλητι ἔοικε· μετὰ γὰρ πᾶν τὸ σῶμα κεῖται. εἰ δʼ ἐν μέσῳ, ὅτι περὶ αὐτὴν ἡ πόλις ἵδρυται, ὥσπερ βασιλικαὶ περὶ ἱερὸν περιβολαί. ἂν δʼ ὑψηλὴ μέν, στενὴ δὲ τὸ ἄνω ἔδαφος, 77 ὅτι ὥσπερ ἱερὸν τῷ ὄντι ἅπαν ἀοίκητόν ἐστι, πλὴν ὅσα 177 τοῖς κατέχουσι θεοῖς. εἰ δὲ βραχεῖα μέν, εὐρύχωρος δέ, ὅτι πόλει ἔοικεν ἡ ἀκρόπολις ὑπʼ εὐρυχωρίας. καὶ εἰ μὲν ἄνυδρος, ὅτι ὑπὸ ὕψους τοῦτο πέπονθεν, εἰ δὲ εὔυδρος, ὅτι καὶ ὑψηλὴ οὖσα πρὸς χρείαν ἐστὶν αὐτάρκης. καὶ εἰ μὲν ἀνώμαλος, ὅτι ὥσπερ ἄλλας ἀκροπόλεις ἐν αὐτῇ ἔχει· εἰ δὲ πεδινή, ὅτι θέσεως ἕνεκα καὶ ῥᾳστώνης ὡς πόλις ᾠκίσθη. κράτιστον δὲ ὅπερ ἔφην, τὰς ἀρετὰς παρούσας καὶ τὰς κακίας ἀπούσας ἁπάσας δεικνύναι, ἢ πλείονας ἀρετὰς κακιῶν. ταῦτα καὶ περὶ ἀκροπόλεων θέσεως ἡμῖν ἀποδεδείχθω.

ΠΩΣ ΔΕΙ ΑΠΟ ΓΕΝΟΥΣ ΠΟΛΙΝ ΕΓΚΩΜΙΑΖΕΙΝ.

Δεύτερος δʼ ἂν εἴη τόπος ὁ τοῦ γένους καλούμενος, 3 διαιρεῖται δὲ εἰς οἰκιστάς, εἰς τοὺς οἰκήσαντας, εἰς τὸν 178 78 χρόνον, εἰς τὰς μεταβολάς, εἰς τὰς αἰτίας, ἀφʼ ὧν αἱ πόλεις οἰκοῦνται. τούτων δʼ οὐ ἕκαστον πολλαχῆ διαιρετέον, οἷον εὐθύς εἴ τις οἰκιστής, ζητοῦμεν, εἰ θεός, εἰ ἥρως, εἰ ἄνθρωπος, καὶ πάλιν κατὰ τύχας στρατηγὸς ἢ βασιλεύς ἢ ἰδιώτης. ἐὰν τοίνυν θεὸς ᾖ, μέγιστον τὸ ἐγκώμιον, ὥσπερ ἐπʼ ἐνίων λέγεται, ὡς περὶ Ἑρμουπόλεως καὶ Ἡλιουπόλεως καὶ τῶν τοιούτων. ἐὰν δὲ ἡμιθέων καὶ ἡρώων καὶ μετὰ ταῦτα θεὸς γενόμενος, ἔλαττον μὲν τὸ ἐγκώμιον, ἔνδοξον δὲ καὶ οὕτως, ὥσπερ ἐφʼ Ἡρακλείας τῆς πόλεως, καὶ ὅσας ἢ Σαρπηδών ἢ Μίνως ᾤκισαν, ἢ ἄλλοι ἥρωες. ἐὰν δὲ ἄνθρωπος, 79 179 ἐὰν μὲν ᾖ στρατηγὸς ἢ βασιλεύς, ἔνδοξον, ἐὰν δὲ ἰδιώτης, ἄδοξον καὶ οὐκ ἐπιφανές. χρὴ οὖν, ὅτε τὸ περὶ τῶν οἰκιστῶν ἡμῖν διῄρηται, ἐκεῖνο τὸ θεώρημα καὶ τὸ στοιχεῖον κατὰ πάσης τῆς διαιρέσεως εἰδέναι,. ὡς εἰ μὲν ἔνδοξος εἴη ὁ κατοικίσας, τά τε ἄλλα αὐτοῦ ἐγκωμιαστέον ἐν βραχυτάτοις, καὶ ὅτι τὴν πόλιν ᾥκισεν, ἣν ἂν ἐπαινῶμεν. ἐὰν δὲ ἄδοξος ᾖ, ἡ διαδοχὴ ἄδοξος γίνεται ἢ τῷ αἰσφρὰν ἔχειν δόξαν, ἢ τῷ μηδʼ ὅλως ἔχειν. ἐὰν μὲν τοίνυν μηδʼ ὅλως ἔχῃ, φατέον μόνον, ὅτι ἀπὸ τῆς κτίσεως τῆς πόλεως, ὥσπερ ἐξαρκοῦν, ἠξίωσε γνωρίζεσθαι· εἰ δὲ φαύλην δόξαν εἰληφώς, ὅτι ἀπολογίαν ταύτην ἱκανὴν ἐπὶ τοῖς ἄλλοις ἐξεῦρεν. ἀπὸ μὲν τῆς τομῆς ταύτης τὸν οἰκιστὴν γνωριοῦμεν.

Τούς δὲ οἰκήσαντας διαιρήσομεν μιᾷ μὲν τομῇ Ἑλλήνων καὶ βαρβάρων, δευτέρᾳ δὲ βαρβάρων μὲν τῶν ἀρχαιοτάτων, ὥσπερ Φρυγῶν, ἢ βασιλικωτάτων, 80 180 ὥσπερ Λυδῶν ἢ Μήδων ἢ Περσῶν ἢ Αἰθιόπων ἢ Σκυθῶν. καὶ ὅλως δήλη ἐστὶν ἡ ὁδὸς τῷ προιόντι κατὰ τὸ ἀποδοθὲν θεώρημα. δεῖ γὰρ ἀποφαίνειν τὰ οἰκήσαντα γένη τὴν βάρβαρον πόλιν, ἣν ἂν ἐπαινέσῃς, ἢ πρεσβύτατα ἢ σοφώτατα ἢ ἀρχικώτατα ἢ ὅλως ἀρετήν τινα σχόντα, ἢ μίαν, ἢ πολλάς, πάσας, ᾖ μάλιστα. Ἑλλήνων δʼ αὖ τῶν εὐγενεστάτων νομιζομένων γενῶν γένη τὰ ἀνωτάτω καὶ γνωριμώτατα τρία, τὸ Δωριέων, Αἰολέων, Ἰώνων. τὸ μὲν τοίνυν Αἰολέων πολὺ ἰσχυρότατον, τὸ δὲ Δωριέων ἀνδρικώτατον, τὸ δὲ Ἰώνων ἐλλογιμώτατον. χρὴ οὖν ἀποφαίνειν τὴν Ἑλληνίδα πόλιν ἐκ τούτων οὖσαν τῶν γενῶν. καὶ οὕτως μὲν τὰ γένη τῶν ἐνοικούντων διαγνωσόμεθα, καὶ τούς ἐπαόνους, οὓς ἂν περὶ τῶν γενῶν εἴπωμεν, νομιοῦμεν 81 προσήκειν τοῖς οἰκήσασιν, ὥσπερ εἰ λέγοιμεν, ὅτι ἡ Σμύρνα ἢ Ἔφεσος τοῦ ἐλλογιμωτάτου μέρους ἐστίν, 181 ἢ τῶν ἐν Κρήτῃ πόλεων πολλαὶ καὶ Ῥόδος τοῦ ἀνδρικωτάτου· Δωρικαὶ γάρ εἰσι, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως.

Τρίτον ἔφαμεν τοῦ γένους εἶναι τὸν χρόνον, τρισὶν ὅροις· ἢ τῶν παλαιοτάτων, ὅταν ἢ πρὸ ἄστρων ἢ μετὰ τῶν ἄστρων φάσκωμεν, ἢ πρὸ κατακλυσμοῦ ἢ μετὰκατακλυσμὸν φάσκωμεν οἰκισθῆναι ἢ πόλιν ἢ χώραν, ὥσπερ 82 Ἀθηναῖοι μεθʼ ἡλίου γενέσθαι φασίν, Ἀρκάδες δὲ πρὸ 182 σελήνης, Δελφοὶ δὲ μετὰ τὸν κατακλυσμὸν εὐθύς. διαστήματα γὰρ καὶ ὥσπερ ἀρχαὶ αὗται τοῦ αἰῶνος. ἢ μέσῳ ὅρῳ λογιούμεθα, οἷον ὅτ ἤνθησεν ἡ Ἑλλὰς ἡ Περσῶν δύναμις ἢ Ἀσσυρίων ἢ Μήδων, ὥσπερ Συρακοῦσαι καὶ ἔνιαι τῶν ἐν Ἰωνίᾳ πόλεων καὶ πλεῖσται τῆς Ἑλλάδος καὶ τῆς βαρβάρου. τῶν δὲ ἐσχάτων καὶ νεωτάτων αἱ ἐπὶ Ῥωμαίων· ὅσαι γὰρ νεώταται πόλεις, παρὰ τούτων 83 ἐκτίσθησαν. ἐὰν μὲν τοίνυν ἀρχαιοτάτη ἡ πόλις ᾖ, φήσεις τὸ πρεσβύτατον τιμιώτατον εἶναι, καὶ ὅτι αἰώνιός ἐστιν ἡ πόλις, ὥσπερ οἱ θεοί. ἐὰν δὲ τοῦ μέσου ὅρου, ὅτι ὅθ’ ὑπορρεῖ καὶ γεγήρακεν, ὥστε πεπονηκέναι, οὕτε νεωστὶ ἀνέστηκεν. ἐὰν δὲ νεωτέρα ᾖ, ὅτι ἀνθεῖ καθάπερ κόρη ἀκμάζουσα, καὶ ὅτι μετὰ πλειόνων καὶ βελτιόνων ἐλπίδων οἰκεῖται. χρὴ δὲ τὰς νεωτέρας μηδὲν ἐλαττουμένας σεμνότητι τῶν παλαιοτέρων 183 δεικνύειν, τὰς δὲ ἀπὸ τοῦ μέσου ὅρου πρὸς ἀμφορων αὐτάρκεις. τοσαῦτα καὶ περὶ χρόνου τῶν πόλεων δεδόσθω.

Τέταρτος τόπος ὁ τῶν μεταβολῶν, διαιρεῖται δὲ κατὰ τάδε· ἢ γὰρ ἀπῳκίσθη, ἢ συνῳκίσθη, ἢ μετῳκίσθη, ἢ ἐπηυξήθη, ἢ ὅλως οὐκ οὖσα πρότερον ἐπῳκίσθη. ἀπῳκίσθη μέν, ὥσπερ αἱ πλεῖσται τῶν Ἑλληνίδων, αἱ ἐν Ἰωνίᾳ, αἰ ἐν Ἑλλησπόντῳ, αἱ νῆσοι· συνῳκίσθη δέ, ὥσπερ Μεγάλη πόλις ἐν Ἀρκαδίᾳ· μετῳκίσθη 84 δέ, ὥσπερ περὶ Σμύρνης Ἀριστείδης, φησὶ γὰρ αὐτὴν τρὶς ἀλλάξαι τὸν τόπον· ἐπηυξήθη δέ, ὥσπερ ὅσας πρότερον κώμας οὔσας ὅλως πόλεις πεποιήκασι 184 βασιλεῖς· ἐπῳκίσθησαν δέ, ὅσας πρότερον οὐδ’ οὔσας κώμας ὅλως πόλεις τινὲς ἀπέφηναν.

Μεταβολὴ δὲ παρὰ ταύτας ἁπάσας γίνεται, ἐπʼ ἐνίων πολλάκις περὶ τὸ ὄνομα· τὴν γὰρ αὐτὴν πόλιν ἢ χώραν ποτὲ μὲν Κραναήν, ποτὲ δὲ Κεκροπίαν, ποτὲ δὲ Ακτήν, ποτὲ δὲ Αττικήν, ποτὲ δὲ Αθήνὰς κεκλήκασι· 85 καὶ Πελοπόννησον ποτὲ μὲν Πελασγίαν, ποτὲ δὲ Ἀπίαν, ποτὲ δὲ ἄλλο τι τοιοῦτον. ἀλλὰ τὸ τοιοῦτον τῆς μεταβολῆς εἶδος οὐκ ἔχει πρόφασιν ἐπαίνου, πλὴν εἴ τις τοὺς ἄνδρας ἐπαινοίη ἢ θεούς, ἀφʼ ὦν αἱ πόλεις185 ὀνομάζονται. ὅπως δὲ τῶν μεταβολῶν ἕκαστον εἶδος ἐπαινεσόμεθα, διδάξω. ἐὰν μὲν ἀποικίαν, ὅτι ἀπὸ. μεγίστης πόλεως ἀπῴκησαν καὶ ἐνδοξοτάτης, ὅτι ἀπῴκισται ἐνδόξως, ὅτι δυνάμει κατέσχε τὸν τόπον, ὅτι κατὰ φιλίαν ἀπῳκίσθησαν, οὐχὶ στάσει καὶ πολέμοις ἐκπεσόντες, καὶ ὅλως ὑποδέδεικταί σοι πρὸς ἃ χρὴ βλέπειν κὰν τοῖς τῶν ἀπῳκισμιένων πόλεων ἐπαίνοις. εἰ δὲ συνῳκισμένην πόλιν ἐπαινοίης, καὶ τὰ μέρη αὐτὰ καθʼ ἑαυτὰ μέγιστα ἀποφανεῖς· ὅσῳ γὰρ ἂν μειζόνως αὐτὰ ἐπαινοίης, μειζόνως τὴν συνῳκισμένην πόλιν ἐγκωμιάσεις, τὴν δὲ πρόφασιν τοῦ συνοικισμοῦ ἐξετά- 86 186 σεις καὶ τούς συνοικήσαντας, οἵτινες ἦσαν, καὶ πάλιν ἠ τούτων ἰδέα σοι ἐπιδέδεικται. εἰ δὲ μετῳκισμένη εἴη ἡ πόλις, δεῖ σε δεικνύναι, ὅτι οὐ κατὰ συμφοράς, ἀλλὰ πρὸς κάλλος μεταβαλοῦσα τὸν τόπον, ὅτι μετοικιζομένη μείζων καὶ καλλίων ἐγένετο, καὶ περιεργάσῃ, εἴτε ἅπαξ εἴτε πολλάκις· κἂν μὲν ἅπαξ δίς, ἔκτυπα αὐτῆς πρότερον καταθέσθαι· εἰ δὲ πολλάκις, ὅτι κινουμένῃ καὶ βαδιζούσῃ ἔοικεν ἡ πόλις. καὶ τῶν μετοικισμῶν τὰς αἰτίας, εἰ μὲν εἴησαν φαῦλαι, συγκρύψεις ὡς δυνατόν, οἷον σεισμοὺς ἢ πορθήσεις ἢ λοιμούς ἢ τὰ τοιαῦτα· εἰ δʼ εἴησαν ἀγαθαί, ἐγκωμιάσεις καὶ ἀπὸ τούτων, οἷά σοι περὶ τούτων ἀποδέδεικται. εἰ δʼ ἐπηυξημένη ἡ πόλις εἴη, οὐ χαλεπὸν συνιδεῖν, ἀφʼ ὧν ἄν τις ἐγκωμιάζοι. ὥσπερ γὰρ σῶμα αὐξανόμενον, τῷ χρόνῳ φήσεις προεληλυθέ- ναι αὐτὴν εἰς μέγεθος, καὶ διὰ τοῦτο προσδοκᾶν αὐτὴν καὶ ἔτι μᾶλλον προελεύσεσθαι. εἰ δʼ ἡ πόλις, ἣν 87 ἐπαινεῖς, ἅμα οἰκοδομηθεῖσα καὶ πόλις ἦν γενομένη, τὸ 187 ἐκ διαφορᾶς πρὸς τὰς ἐκ κωμῶν μεταβαλούσας πολλὰς ἄν σοι παράσχοι προφάσεις ἐπαίνων, ὅτι, ὥσπερ ἔνιοι ἅμα τῷ τεχθῆναι ἐν ἀξιώματί εἰσι, καὶ οὐ πρότερον δοῦλοι, εἶτα ἐλεύθεροι, οὐδὲ πρότερον ἰδιῶται, εἶτα ἄρχοντες, οὕτως αἰ τοιαῦται πόλεις. καὶ αὕτη ἡ περὶ ταῦτα μέθοδος. εἰ δʼ ἐκ κώμης εἴη μεταβεβληκυῖα, ὅτι, ὥσπερ ἐν στρατοπέδῳ οὗτος ἄριστος στρατηγός, ὅστις χιλίαρχος πρότερον ἐγένετο, καὶ χιλίαρχος ὅστις λοχαγός, καὶ λοχαγὸς ὅστις στρατιώτης, οὕτω καὶ πόλις ἀρίστη, ἥτις ἐν πείραις ἐξητάσθη. καὶ ὅλως οὐκ ἀπορήσεις, κατὰ τοῦτο ἰών τὸ ἴχνος, ἐξ ὧν ἂν ἐπαινοίης. τοσαῦτά σοι καὶ περὶ τῶν μεταβολῶν καὶ τῶν εἰδῶν τῆς μεταβολῆς φημὶ οὐδὲν μέγα πρὸς ἐγκώμιον 88 ἔχειν ἢ βραχὺ ἐπαινούντων ἡμῶν ἢ θεὸν ἢ ἄνθρωπον τὸν ἐπώνυμον.

Ἦν δὲ μετὰ τὰς μεταβολὰς τόπος ὁ τῶν αἰτιῶν, πενταχῆ δὲ καὶ οὗτος διαιρεῖται, καὶ πῶς τὴν διαίρεσιν ποιησάμενοι τούς ἐπαίνους ἂν προσαγάγοιμεν, 188 ἑξῆς ἂν εἴη ἀποδεῖξαι. αἰτίαι τοίνυν οἰκισμῶν πόλεων ἢ θεῖαι, ἢ ἡρωῖκαί, ἢ ἀνθρώπιναι. καὶ πάλιν ἥ ἐπʼ εὐφροσύνῃ ἢ πένθει· καὶ πάλιν κατὰ τὰ τελικὰ καλούμενα κεφάλαια, ἢ ὡς διὰ τὸ συμφέρον, ἢ ὡς διὰ τὸ ἀναγκαῖον. χρὴ δὲ τούτων τὰ παραδείγματα ἐκθέσθαι. θεία μὲν τοίνυν αἰτία ἐστίν, ὁποία περὶ Ῥόδου ἢ Δήλου· περὶ μὲν Ῥόδου, ὅτι διαλαχόντες ὁ Ζεὺς καὶ ὁ Ποσειδῶν καὶ Ἅιδης τὰ πάντα, Ἡλίῳ μοῖραν οὐ κατέλιπον, ἀναμνησθέντες δὲ ἔμελλον ἀνακληροῦσθαι, ὁ δʼ Ἥλιος ἀρκεῖν αὐτῷ ἔφη, εἰ φανερὰν ποιήσειαν τὴν Ῥόδον. περὶ δὲ Δήλου, ὅτι διὰ τὴν ἐκ Διὸς Ἀπόλλωνος καὶ Ἀρτέμιδος γένεσιν ἀνέδραμεν 89 ἐκ θαλάττης. ἡρωῖκαὶ δʼ αἰτίαι περὶ Σαλαμῖνος 189 τῆς ἐν Κύπρῳ, ἢ Ἄργους τοῦ Ἀμφιλοχικοῦ· τὴν μὲν γὰρ ὁ Τεῦκρος ᾤκισεν ἐκπεσών, τὴν δὲ Ἀμφίλοχος ὁ Ἀμφιάρεω, καὶ πολλαὶ πόλεις τῶν Ἑλληγνίδων τοιαύτας ἔχουσιν αἰτίας ἡρωῖκάς. ἀνθρώπιναι δέ, ὁποῖαι περὶ Βαβυλῶνος λεγόμεναι, οἷον Νῖνον 90 Σεμίραμις ᾠκοδόμησεν, βασίλειαν εἶναί φησι. καὶ 190 Ῥωμαῖκαὶ δὲ πᾶσαι πόλεις, ἃς Ῥωμαίων ᾤκισαν βασιλεῖς, τοιαύτας ἔχουσι τὰς αἰτίας. αὕτη μὲν δὴ πρώτη διαίρεσις.

Ἡ δὲ δευτέρα, ὅτι αἱ μὲν ἐπʼ εὐφροσύνῃ, αἱ δὲ ἐπὶ πένθει. εὐφροσύνῃ μέν, ὡς ἐπὶ γάμοις, νίκαις καὶ τοῖς τοιούτοις. δεῖ δὲ καὶ τούτων παραδείγματα γράαι. γάμων μὲν τοίνυν, ὥς φασι τὴν Μέμφιν ἐπὶ τῷ γάμῳ τῆς Ἀφροδίτης καὶ τοῦ Ἡφαίστου. νίκης δέ, οἷόν φασι τὴν Θεσσαλονίκην ἐπὶ τῇ νίκῃ τῶν Θεσσαλῶν οἰκισθῆναι ὑπὸ τῶν Μακεδόνων· καὶ 91 τὴν ἐπὶ Ἀκτίῳ Νικόπολιν ὑπὸ Ῥωμαίων ἐπὶ τῇ νίκῃ τῇ κατὰ Κλεοπάτρας. ἐπὶ πένθει δὲ καὶ οἴκτῳ, ὡς 191 ἱστοροῦσι Βουκέφαλον τὴν ἐν Ἱνδοῖς πόλιν ἐπὶ τῷ ἵππῳ τοῦ Ἀλεξάνδρου τῷ Βουκεφάλῳ ἀνοικισθῆναι· τὴν Ἀντινόου δὲ ἐν Αἰγύπτῳ Ἀντινόου θανάτῳ ὑπὸ Ἀδριανοῦ. καὶ δῆλον ἡγοῦμαί σοι γεγενῆσθαι καὶ τὸ τῆς διαιρέσεως ταύτης θεώρημα.

Ἦν δὲ ἡ τρίτη διαίρεσις κατὰ τὰ τελικὰ κεφάλαια καλούμενα. τοῦ μὲν τοίνυν δικαίου τὸ κατὰ 92 Ῥήνην, ὅτι οἰκίσας αὐτὴν ὁ Μίνως ἀνέθηκε τῷ Ἀπόλλωνι 192 εὐσεβείᾳ, τὸ δʼ εὐσεβὲς δίκαιον. τοῦ δὲ καλοῦ, ὡς τὸ κατὰ Ἀλεξάνδρειαν, ὅτι εὐδοξίας ἕνεκα καὶ κλέους ὁ Ἀλέξανδρος μεγίστην τῶν ὑφʼ ἡλίῳ πόλεων ἠβουλήθη κατοικίσαι. τοῦ δὲ συμφέροντος, ὡς τὸ καθʼ Ἡράκλειαν τὴν ἐν Πόντῳ, ὅτι τοὺς βαρβάρους ἀναστέλλων Ἡρακλῆς τὸν ἐκεῖ τόπον κατῴκισε. τοῦ δʼ ἀναγκαίου, ὡς τὸ κατὰ τὰς πόλεις τὰς κατʼ Ἴστρον ποταμὸν ὑπὸ Ῥωμιαίων κατοικισθείσας, τὰς καλουμένας Καρπίας, ὡς μὴ διαβαίνοντες οἱ· βάρβαροι 193 κακουργοῖεν. οὐσῶν δὲ τοιούτων αἰτιῶν καὶ τοιουτοτρόπων, εἰδέναι σε χρή, ὅτι ἐνδοξόταται μὲν αἰ θεῖαι ἢ ἡρωῖκαί, τρίται δὲ αἰ ἀνθρωπικαί· καὶ πάλιν πρῶται μὲν αἱ ἐπ εὐφροσύνῃ, δεύτεραι δὲ αἰ ἐπὶ πένθει· καὶ πάλιν ἐνδοξότεραι μὲν αἱ ἐκ περιουσίας τῶν τελικῶν κεφαλαίων, χρησιμώτεραι δὲ αἱ ἀπὸ τῶν ἀναγκαίων καὶ συμφερόντων. ἐν μὲν οὖν ταῖς ἐνδοξοτέραις 93 ἐπὶ πλέον διατριπτέον, ἐν δὲ ταῖς ἀδόξοις ἐπʼ ἔλαττον· ὁ μέντοι τόπος ἀναγκαιότατος πρὸς ἔπαινον πόλεων ῥήτορι πανταχῆ. αὐτῶν δὲ τούτων τῶν αἰτιῶν μυθώδεις μὲν αἱ θεῖαι καὶ ἡρωῖκαί, πιθανώτεραι δὲ αἱ ἀνθρωπικαί. τὰς μὲν τοίνυν ἀνθρωπικὰς αὐξητέον, τὰς δὲ ἡρωῖκὰς καὶ θείας καὶ πιστωτέον καὶ αὐξητέον. τοσαῦτά σοι καὶ περὶ τῆς τοῦ γένους ἐπιχειρήσεως ἔχομεν συμβαλέσθαι. τρίτον τοίνυν βιβλίον ἡμῖν γραφέσθω περὶ ἐπιτηδεύσεων καὶ πράξεων· καὶ γὰρ ἀπὸ τούτων δεῖν ἔφαμεν τὰς πόλεις ἐγκωμιάζειν.

ΠΩΣ ΔΕΙ ΑΠΟ ΚΠΙΤΗΔΕΥΣΕΩΝ ΤΑΣ ΠΟΛΕΙΣ ΕΓΚΩΜΙΑΖΕΙΝ.

Τῶν τοίνυν ἐπιτηδεύσεων αἱ μὲν κατὰ τὴν τῆς πολιτείας 1 ΙΙΙ. κατάστασιν θεωροῦνται, αἰ δὲ κατὰ τὰς ἐπιστήμας, αἰ δὲ κατὰ τὰς τέχνας, αἱ δὲ κατὰ τὰς δυνάμεις. 94 αὐτῶν δὲ τούτων τῶν μερῶν ἢ εἰδῶν ὅ τι χρὴ διαιρεῖσθαι, πειράσομαι ποιῆσαι καταφανές. πολιτεῖαι μέν εἰσι τρεῖς, βασιλεία, ἀριστοκρατία, δημοκρατία, ταύταις δὲ παρακείμεναί εἰσι κακίαι, βασιλείᾳ μὲν τυραννίς, ἀριστοκρατίᾳ δὲ ὀλιγαρχία καὶ πλουτοκρατία λεγομένη, δημοκρατίᾳ δὲ λαοκρατία. παρὰ πάσας δὲ ταύτας ἡ μικτὴ ἐκ πάντων τούτων, ὁποία ἣ τε Ῥωμαῖκὴ καὶ ἡ Λακωνικὴ τὸ παλαιόν. εἰ τοίνυν ἐπαινοίης πόλιν, εἰ μὲν τυραννουμένην, ὡς βασιλευομένην ἐπαινεῖν δεῖ, ὡς ἐν τοῖς Νικοκλείοις ὁ Ἰσοκράτης πεποίηκεν, εἰ δὲ λαοκρατουμένην, ὡς δημοκρατουμένην, ὡς ἐν τῷ Παναθηναῖκῷ 195 95 Ἰσοκράτης, καὶ Πλάτων ἐν τῷ ἐπιταφίῳ· εἰ δὲ πλουτοκρατουμένην, ὡς ἀριστοκρατουμένην· εἰ δὲ μικτήν, ὅτι ἐξ ἀπασῶν εἴληφε τὰ κάλλιστα. τοῦτο δὲ ὁ Πλάτων περὶ τῆς Λακωνικῆς πολιτείας ἐν τοῖς Νόμοις εἴρηκεν, καὶ Ἀριστείδης ἐν τῷ Ῥωμαῖκῷ λόγῳ. εἴησαν δὲ ἐπαίνων ἀφορμαὶ παρὰ ταύτας ἁπάσας δεῖξαι πόλιν μὴ κατὰ τοὺς αὐτοὺς χρόνους ἀπάσαις κεχρημώνην ἀλλʼ ἄλλοτε ἄλλῃ, ὅπερ Ἰσοκράτης περὶ τῆς τῶν Ἀθηναίων πόλεως εἴρηκε καὶ Ἀριστείδης ἐν τῷ Παναθηναῖκῷ. δεῖ δὲ νομίζειν περὶ πολιτείας, ἄριστον εἶναι τὸ ἑκοῦσαν, ἀλλὰ μὴ ἄκουσαν ἄρχεσθαι τὴν πόλιν, καὶ τὸ ἀκριβῶς φυλάττειν τοὺς νόμους, ἥκιστα δὲ νό- μων δεῖσθαι. τοῦτο δὲ τὸ μέρος τῶν ἐπαίνων κινδυνεύει 96 σχεδὸν ἀργὸν εἶναι· ὑπὸ γὰρ μιᾶς αἱ Ῥωμαϊκαὶ 196 ἅπασαι νῦν διοικοῦνται πόλεις, τελειότητος δὲ ἕνεκεν ἐχρῆν περὶ αὐτοῦ μνησθῆναι.

Αἱ δὲ κατὰ τὰς ἐπιστήμας ἐπιτηδεύσεις, εἰ κατὰ πόλιν εἴησαν εὐδόκιμοι, ἀστρολογία καὶ γεωμετρία, ἢ μουσική, ἢ γραμματική, ἢ φιλοσοφία· αἰ γὰρ τοιαῦταί εἰσιν αἱ κατʼ ἐπιστήμην ἐπιτηδεύσεις. φασὶ γὰρ οὐ Μυτιληναίους ἐπὶ κιθαρῳδίᾳ μέγιστον φρονῆσαι, Θηβαίους δὲ ἐπὶ αὐλητικῇ, Δηλίους ἐπὶ χοροστατικῇ, ἔτι δὲ καὶ νῦν τοὺς Ἀλεξανδρέας ἐπὶ γραμματικῇ γεωμετρίᾳ καὶ φιλοσοφίᾳ.

Αἱ δὲ κατὰ τὰς τέχνας ἐπιτηδεύσεις αἱ μέν εἰσι βάναυσοι, αἰ δὲ ἐλευθέριοι. βάναυσοι μὲν χρυσοχοῖκὴ καὶ χαλκευτικὴ καὶ τεκτονικὴ καὶ ὅσαι τοιαῦταί εἰσιν. ἔστιν οὖν καὶ ἀπὸ τούτων ἐπαινέσαι πόλιν εἰς πλῆθος ἢ εἰς ἀκρίβειαν. φασὶ γὰρ Ἀθηναίους μὲν ἐπὶ ἀγαλματοποιΐα καὶ ζωγραφίᾳ, καὶ Κροτωνιάτας ἐπὶ ἰατρικῇ μέγιστον φρονῆσαι, καὶ ἄλλους ἐπʼ ἄλλαις τέχναις.

Αἱ δὲ κατὰ τὰς δυνάμεις ἐπιτηδεύσεις ῥητορικὴ καὶ 197 97 ἀθλητικὴ καὶ ὅσα τοιαῦτα. Αἰγινῆται μὲν γὰρ ἐπὶ ἀθλητικῇ καὶ Ἑρμουπολῖται μεγαλοφρονοῦσι.

Παρὰ πάσας δὲ ταύτας τὰς ἐπιτηδεύσεις καὶ τὰ ἐνεργήματα κοσμούμεθα, εἰ κοσμίως διοικεῖται ἡ πόλις· ἀνήκει δὲ ἐπὶ τὴν τῶν ἀνδρῶν καὶ τὴν τῶν γυναικῶν δίαιταν καὶ τὴν τῶν παίδων διαγωγήν. δεῖ γὰρ τὸ αὐτὸ ἀποφαίνειν προσῆκον καὶ γυναιξὶ καὶ ἀνδράσι καὶ παισὶν ἐπὶ διαίτῃ ἀπονενεμημένον, ὅπερ ὁ Δίων ἐν τῷ Ταρσικῷ ἐπιγραφομένῳ πεποίηκεν. ἀπὸ μὲν δὴ τούτων τὰς τῶν πόλεων ἐπιτηδεύσεις δοκιμαστέον.

Τὰς δὲ πράξεις κατὰ τὰς ἀρετὰς καὶ τὰ μέρη αὐτῶν.  198 2 98 χρὴ δὲ καὶ περὶ τούτων σοι διελέσθαι. οὐκοῦν ἀρεταὶ μέν, ὥσπερ ἔφαμεν, τέσσαρες· ἀνδρία, δικαιοσύνη, σωφροσύνη, φρόνησις. πράξεις δὲ πᾶσαι, ὅσας ἢ ἰδιῶται ἢ πολῖται ἀποδείκνυνται, κατὰ ταύτας δοκιμάζονται, καὶ αὐταὶ καὶ τὰ μέρη αὐτῶν. ἔστι δὲ δικαιοσύνης μὲν μέρη, εὐσέβεια, δικαιοπραγία καὶ ὁσιότης. εὐσέβεια 199 99 μὲν περὶ τούς θεούς, δικαιοπραγία δὲ περὶ τοὺς ἀνθρώπους, ὁσιότης δὲ περὶ τοὺς κατοιχομένους. τῆς δʼ αὖ περὶ τούς θεοὺς εὐσεβείας τὸ μέν τί ἐστι θεοφιλότης, τὸ δὲ φιλοθεότης. θεοφιλότης μὲν τὸ ὑπὸ τῶν θεῶν φιλεῖσθαι καὶ παρὰ τῶν θεῶν πολλῶν τυγχάνειν, φιλοθεότης δὲ τὸ φιλεῖν τοὺς θεοὺς καὶ φιλίαν ἔχειν περὶ αὐτούς. τῆς δʼ αὖ φιλοθεότητος τὸ μέν τί ἐστιν ἐν λόγοις, τὸ δέ τι ἐν ἔργοις. ἔργα δʼ ἢ ἴδια ἢ δημόσια, καὶ κατʼ εἰρήνην ἢ πόλεμον· ἄλλως γὰρ οὐκ ἂν εὐσέβεια φανείη πόλεως. δεῖ δὲ καὶ τούτων παραδείγματα ἑκάστων ἐκθέσθαι. τῆς μὲν θεοφιλότητος ἐκεῖνα ἐγκώμια, ἃ περὶ Ἀθηναίων καὶ Ῥοδίων καὶ Κορινθίων λέγεται. περὶ Ἀθηναίων μέν, ὅτι Ἀθηνᾶ καὶ Πcσειδῶν. 100 200 ἤρισαν περὶ γῆς αὐτῶν, περὶ δὲ Ῥοίων, ὅτι ὗσεν ὁ Ζδεὺς χρυσῷ, περὶ δὲ Κορινθίων καὶ Ἰσθμοῦ, ὅτι Ἥλιος καὶ Ποσειδῶν ἤρισαν, περὶ δὲ Δελφῶν Ἀπόλλων καὶ Ποσειδῶν καὶ Θέμις καὶ Νύξ. ἐν δὲ τούτῳ τῷ μέρει ἢ τοὺς πλείστους ἢ τοὺς ἀρίστους τῶν θεῶν ταῖς μεγίσταις τῶν τιμῶν ἢ ταῖς πρώταις ἢ ταῖς πλείσταις ἢ ταῖς ἀναγκαιοτάταις ἀποφαίνειν χρὴ τὴν πόλιν τετιμιηκότας. πλείστους μέν, ὡς περὶ Ἀθηναίων λέγεται· καὶ γὰρ Διόνυσον καὶ Ἀπόλλωνα καὶ Ποσειδῶνα καὶ Ἀθηνᾶν καὶ Ἥφαιστον καὶ Ἄρην καὶ πάντας αὐτοὺς ἢ τοὺς πλείστους τετιμηκέναι λέγουσι. τούς ἀρίστους δέ, ὥσπερ Ὀλυμπίαν τὸν Δία καὶ Νεμέαν. ταῖς δὲ μεγίσταίς, 101 ὡς περὶ Ἀθηναίων, ὅτι σῖτον καὶ οἶνον αὐτοῖς ἐδωρήσαντο· πλείσταις δέ, ὡς περὶ Ἀθηναίων· σχεδὸν γὰρ ἅπασαν τοῦ βίου τὴν κατασκευὴν αὐτοῖς ἀξιοῦσι παρὰ τῶν θεῶν γεγενῆσθαι. ταῖς δὲ ἀναγκαιοτάταις, 201 ὡς τὸ περὶ Αἰγυπτίων· ἀστρολογίαν γὰρ καὶ γεωμετρίαν ἀξιοῦσι παρʼ αὐτῶν γεγενῆσθαι. καὶ μάλιστα ὡς τὸ περὶ λόγων καὶ φιλοσοφίας· Ἀθηναίοις γὰρ μάλιστα ταῦτα ὑπάρξαι δοκεῖ. οὕτως μὲν οὖν τὴν θεοφιλότητα ἐγκωμιάσεις ὠνομάσθη, ἣν τῆς τεχνικῆς ἕνεκα χρείας ἐπισκεπτέον. τὴν δʼ οὖ φιλοθεότητα, ὥσπερ ἔφην, 102 κριτέον ἰδίᾳ μέν, εἰ τῶν πολιτῶν ἕκαστος τῆς περὶ τοὺς θεούς θεραπείας ἐπιμελεῖται, δημοσίᾳ δὲ κατὰ πολλοὺς τρόπους, εἰ τελετὰς κατεστήσαντο, εἰ πολλὰς ἑορτὰς ἐνόμισαν, εἰ πλείστας θυσίας ἢ ἀκριβεστάτας, εἰ πλεῖστα ἱερὰ ᾠκοδόμησαν ἢ πάντων θεῶν ἢ πολλὰ ἑκάστου, εἰ τὰς ἱερωσύνας ἀκριβῶς ποιοῦνται· ἀπὸ γὰρ τούτων αἰ τῶν πόλεων φιλοθεότητες ποιοῦνται. 202 τὴν μὲν οὖν τῶν καθʼ ἕνα σπάνιον ἐν τοῖς χρόνοις εὑρεῖν, τῆς δὲ κοινῆς εὐσεβείας καὶ περὶ τοὺς θεούς σπουδῆς πολλαὶ ἂν μεταποιοῖντο πόλεις, ὥστ᾿, εἰ τούτων μίαν ἀποφαίνοις τὴν ἐγκωμιαζομένην, ἱκανὴν εὐφημίαν ἔσῃ πεπορισμένος. καὶ περὶ μὲν τῆς εἰς τοὺς θεοὺς εὐσεβείας ταῦτα.

Ἡ δʼ οὖ δικαιοπραγία διαιρεῖται εἴς τε τοὺς ἀφικνουμένους ξένους καὶ εἰς ἀλλήλους, μέρος δʼ αὐτῆς καὶ τὸ τοῖς ἔθεσιν ἴσοις καὶ φιλανθρώποις καὶ τὸ νόμοις 103 ἀκριβέσι καὶ δικαίοις χρῆσθαι. εἰ γὰρ μὴ ξένους ἀδικοῖεν μηδὲ ἀλλήλους κακουργοῖεν, τοῖς δʼ ἔθεσιν ἴσοις καὶ κοινοῖς καὶ τοῖς νόμοις χρῷντο δικαίοις, οἱ πολῖται ἄριστα καὶ δικαιότατα τὰς πόλεις οἰκήσονται. ἀλλὰ τὸ τῶν νόμων ἐν τοῖς νῦν χρόνοις ἄχρηστον· κατὰ 203 γὰρ τοὺς κοινοὺς τῶν Ῥωμαίων νόμους πολιτευόμεθα, ἔθεσι δʼ ἄλλη πόλις ἄλλοις χρῆται, ἐξ ὧν προσῆκον ἐγκωμιάζειν.

Τῆς τοίνυν ὁσιότητος διττὸς τρόπος· ἢ γὰρ περὶ τὴν ἐκφορὰν τῶν τετελευτηκότων αἱ τιμαὶ γίνονται ἢ περὶ τὰ νομιζόμενα καὶ τὰ μνήματα καὶ τοὺς τάφους. περὶ μὲν δὴ τὴν ἐκφοράν, ὡς τὸ Ἀθήνησι πρὸ ἡλίου ἀνίσχοντος, ἢ ἐν Θουρίοις νύκτωρ ἡ πρόθεσις, ἢ προθέσεως ἡμέρα τακτή, ὡς τὸ Ἀθήνησι καὶ ὅσα ἄλλα 104 τοιαῦτα. περὶ δὲ τὰ ὅσια, τίνος ἀπάγειν χοάς, πόσας, τίνας μέχρι τίνος, ἐν ποίᾳ ἡλικίᾳ, τίνες αἰ ἀποφράδες 204 ἡμέραι· πάντα γὰρ ταῦτα ὁσιότητός εἰσιν. αὕτη τῆς δικαιοσύνης ἡ διαίρεσις αὐτῆς καὶ τῶν μερῶν, πρὸς ἣν τὸν ἐγκωμιάζοντα εἰς δικαιοσύνην καὶ τὸν νοῦν τῶν 105 πόλεων δεῖ βλέπειν.

Μετὰ τὴν δικαιοσύνην καὶ τὴν σωφροσύνην καὶ τὴν φρόνησιν ἐπισκεώμεθα. σωφροσύνης μὲν οὖν διττὸς ἔλεγχος, ἔν τε τῇ κοινῇ πολιτείᾳ καὶ τοῖς ἰδίοις οἴκοις. ἐν πολιτείᾳ μὲν κοινῇ περί τε παίδων ἀγωγὴν καὶ παρθένων καὶ γάμων καὶ συνοικήσεων καὶ τῶν νομίμων τῶν ἐπὶ τοῖς ἀμαρτήμασιν τοῖς ἀκόσμοις. καὶ 205 γὰρ γυναικονόμους πολλαὶ τῶν πόλεών εἰσιν αἳ χειροτονοῦσιν. ἐν ἄλλαις δὲ τῶν πόλεων οὔτε πρὸ πληθούσης ἀγορᾶς νέον φαίνεσθαι οὕτε μετὰ δείλην ὀψίαν καλόν, οὐδὲ γυναῖκα καπηλεύειν ἢ ἄλλο τι ποιεῖν τῶν κατὰ τὴν ἀγοράν. ἐν ἐνίαις δὲ πανηγύρεσιν οὐδὲ γυναῖκες φαίνονται, ὥσπερ ἐν Ὀλυμπίᾳ. χρὴ τοίνυν καὶ 106 ταῦτα ἐν τοῖς ἐγκωμίοις παρατηρεῖν. ἐν δὲ τοῖς ἰδίοις βίοις ἤδη καὶ εἰ ἐλάχιστα μοιχεία καὶ ἄλλα ἁμαρτήματα ἐν τῇ πόλει φαίνεται.

Φρονήσεως δὲ κατὰ τὸν αὐτὸν τρόπον. ἐν μὲν τοῖς κοινοῖς, εἰ τὰ νόμιμα καὶ περὶ ὧν οἱ νόμοι, τίθεται ἀκρι- 206 βῶς ἡ πόλις, κλῆρον ἐπικλήρων, καὶ ὅσα ἄλλα μέρη νόμων. ἀλλὰ καὶ τοῦτο τὸ μέρος διὰ τὸ τοῖς κοινοῖς χρῆσθαι τῶν Ῥωμαίων νόμοις, ἂχρηστον. ἰδίως δέ, εἰ πολλοὶ ἐλλόγιμοι γεγόνασιν ἀπὸ τῆς πόλεως ῥήτορες, σοφισταί, γεωμέτραι, καὶ ὅσαι ἐπιστημοῖ φρονήσεως ἢρτηνται.

Ἡ δʼ ἀνδρεία κατʼ εἰρήνην καὶ κατὰ πόλεμον δοκιμάζεται. καὶ κατὰ μὲν εἰρήνην πρὸς τὰς ἐκ τοῦ δαιμονίου συντυχίας, σεισμούς, λιμούς, λοιμούς, αὐχμσύς, καὶ ὅσα τοιαῦτα. κατὰ δὲ πόλεμον πρὸς τὰς ἐν 107 τοῖς ὅπλοις πράξεις. πρὸς τὰ τέλη γὰρ νίκην ἢ ἧτταν ἀναγκαῖον γενέσθαι. χρὴ τοίνυν ἧτταν μὲν ἐρρωμένως, νίκας δὲ ἀνθρωπίνως ἀποφαίνειν ἐνηνοχυῖαν τὴν πόλιν. τῶν δʼ ἐν τοῖς ὅπλοις πράξεων αἰ μὲν πρὸς Ἕλληνας, αἱ δὲ πρὸς βαρβάρους· ἔτι δὲ αἱ μὲν ἐκ περιουσίας, αἰ δʼ ἐξ ἀνάγκης. ἐνδοξότεραι μὲν τοίνυν αἰ ἐκ περιουσίας, δικαιότεραι δὲ αἱ ἐξ ἀνάγκης. τῶν δὲ πράξεων αἱ μὲν ἔνδοξοι, αἱ δὲ ἀμφίδοξοι, αἱ δὲ ἄδοξοι. ἔνδοξοι μέν, ὧν καὶ ἡ πρόφασις καλὴ καὶ τὸ τέλος, ὡς ἡ ἐν Μαραθῶνι. καὶ γὰρ τὸ τέλος καὶ ἡ τοῦ τέλους πρόφασις τῆς βελτίστης μοίρας. ἀμφίδοξοι δέ, ὧν τὸ μὲν τέλος φαῦλον, ἡ δʼ αἰτία καλή, ὡς τὸ ἐν Θερμοπύλαις Λακεδαιμονίων ἔργον· ἢ τὸ μὲν τέλος ἀγαθόν, ἡ δʼ αἰτία φαύλη, ὡς τὸ περὶ Μηλίους Ἀθηναίων ἔργον. ἄδοξοι 207 δέ, ὧν κοὶ ἡ αἰτία καὶ τὸ τέλος φαῦλον, ὡς τὸ Λακεδαιμονίων περὶ Καδμείαν ἔργον. αὐτῶν δὲ τῶν ὑποθέσεων αἰ μὲν κοιναί, αἱ δὲ ἴδιαι· ἴδιαι μέν, ὡς τὸ περὶ 108 Θυρέαν Λακεδαιμονίου ἔργον, κοιναὶ δέ, ὡς τὸ ἐν Θερμοπύλαις Λακεδαιμονίων ἔργον. ἐνδοξότεραι τοίνυν αἰ κοιναί. ὡς δὲ χρὴ ταύτας τάττειν, ἐν ἄλλοις δείξομεν.

Δοκεῖ δὲ ἴδιος τόπος εἶναι παρὰ τούτους ὁ ἀπὸ τῶν τιμῶν, ὧν τετυχήκασιν αἱ πόλεις παρὰ βασιλέων ἢ ἀρχόντων 208 ἢ γνωρίμων ἀνδρῶν, οἷον ὅτι αὐτονόμους ἀφῆκαν ἐνίας πόλεις καὶ Ῥωμαίους καὶ ἐλευθέρας. ἀλλὰ τοῦτο ἐπιχείρημα ἄν εἴη μᾶλλον ἢ τόπος γενικός· ἔστι γὰρ ἀπὸ κρίσεως ἐνδόξου, ἡμῖν δὲ νῦν οὐκ ἐπιχειρημάτων συγγράμματος ἔσται σοι ἡ περὶ ταῦτα ἔφοδος, γνωριμωτέρα δὲ ἡ περὶ τῶν γενικῶν καὶ ἀνωτάτω τόπων, ἀφʼ ὧν πόλεις ἐστὶν ἐπαινεῖν. χρὴ δέ σε μηδʼ ἐκεῖνο ἀγνοεῖν, ὅτι καὶ ἐπὶ μέρει τούτων ὅλαι ὑποθέσεις γίνονται. καὶ γὰρ ἐπὶ λουτροῦ μόνου κατασκευῇ 109 καὶ ἐπὶ λιμένος καὶ ἐπὶ μέρει τινὶ τῆς πόλεως ἀνοικοδομιηθέντι ἔστι προσφωνεῖν. ἐπὶ μέντοι τούτων διαμέμνησο μὴ τελέως τέμνειν, ἀλλὰ μόνον τὸ προσταχθὲν ἀναγκαίως βραχύτατα ἐπιδραμεῖν.

Ἔτι τοῖς τῶν πόλεων ἐγκωμίοις κἀκεῖνο χρὴ ἐπισημήνασθαι, 209 ὅτι τὰ ἐγκώμια γίγνεται τὰ μὲν κοινὰ παντὸς τοῦ χρόνου, τὰ δʼ ἴδια καιρῶν, ὅταν ἐν ἑορταῖς ἢ πανηγύρεσιν οἱ λόγοι γίγνωνται, ἢ ἐν ἀγῶνι, ἢ ἐν μονομαχίαις· κοινὰ δέ, ὅταν μηδεμίαν τοιαύτην πρόφασιν ἔχῃ. χρὴ τοίνυν τῶν πανηγυρικῶν τὴν πλείστην διατριβὴν περὶ τὸν καιρὸν ἕκαστον ποιεῖσθαι, οἷον εἰ ἑορτὴ εἴη ἢ πανήγυρις ἢ σύνοδος ἐν ἀγῶνι ἢ ἐνοπλίῳ ἢ γυμνικῷ ἢ μουσικῷ. ὅπως δὲ χρὴ τούτων ἕκαστον ἐπαινεῖν, νῦν ἤδη ἄκουε. ἐπαινεῖν χρὴ τὰς συνόδους καὶ πανηγύρεις ἢ ἐκ τῶν ἰδίων ἢ ἐκ τῶν κοινῶν. κοινῶν μὲν τῶν θετικῶν, ὅσα ἀγαθὰ ἐκ συνόδων γίνεται ἀνθρώποις· ἰδίων δέ, τὰ περιστατικὰ καλούμενα μόρια, 110 ἀπὸ προσώπου τριχῶς, θεῶν εἰ ἑορταὶ ἢ ἡρώων ἢ βασιλέων, τίνες οἱ συνάγοντές εἰσι, τίνες οἱ συνιόντες. ἀπὸ τοῦ τόπου, εἰ ἐν εὐκαιρίᾳ κεῖται ὁ τόπος, ἔνθα ἡ σύνοδος, ἢ καὶ ἀπὸ τόπων πλεῖστον ἀπεχόντων συνέρχονται· τὰ γὰρ περισπούδαστα τίμια. ἀπὸ δὲ 210 χρόνου, εἰ τοῦ ἔτους ἐν τῷ ὑγιεινοτάτῳ καὶ ἡδίστῳ καιρῷ. ἀπὸ δὲ αἰτίας, εἰ οἴονται ἡδίους καὶ βελτίους ἔσεσθαι. ἀπὸ ὕλης δέ, ἂν πολυτελεῖς καὶ σεμναί.

Δεῖ σοι ἴσως καὶ παραδείγματα τούτων εἰπεῖν, ἵνʼ ὑπάρχῃ ῥᾴδιον παρακολουθῆσαι. τῶν μὲν τοίνυν κοινῶν ἐστιν, οἷον τὸ Ἰσοκράτους, τῶν τοίνυν τὰς πανηγύρ εις καταστησάντων δικαίως ἐπαι 111 νουμένων. ἡ μὲν πανήγυρις ἄγεται, θεῷ, ὡς Ὀλύμπια τῷ Διΐ· ἥρωῖ δὲ τὰ Ἴσθμια Παλαίμονι, καὶ Νέμεα Ἀρχεμόρῳ· βασιλεῖ δέ, ὡς τὰ σεβάστια πολλαχοῦ. τῶν δὲ συναγόντων, ὡς τῶν Ἀθηναίων ἢ Ῥωμαίων· συμ- 211 βάλλεται γὰρ ἐπὶ δόξαν τῇ πανηγύρει καὶ τὸ ἐνδόξους εἶναι τούς ἀπαγγέλλοντας τὴν σύνοδον. τῶν δὲ συνιόντων ὡς πλείστων ἢ ὡς ἐνδοξοτάτων ἐνδοξοτάτων μέν, 112 ὡς οἱ Ὀλυμπίαζε· οἱ γὰρ γνωριμώτεροι συνέρχονται. πλείστων δέ, ὡς τὸ περὶ τὴν πανήγυριν τῶν Ἐβραίων ἐπὶ τὴν Συρίαν τὴν Παλαιστίνην· ἐξ ἐθνῶν γὰρ πλείστων συλλέγονται. κατὰ δὲ τὸν τόπον, ἔνθα μὲν ἡ πανήγυρις, ὡς τὸ περὶ Δελφῶν, ὅτι ἐν ὀμφαλῷ τῆς γῆς κεῖται· ὅθεν δὲ ὁρμῶνται οἱ συνιόντες, ὡς ἐπὶ τοῦ Πυθικοῦ ἀγῶνος ἐκ περάτων τῆς γῆς συνίασι· διʼ οὐ δὲ τόπου συνέρχονται, ὡς τὸ περὶ Ὀλυμπίων· χαλεπωτάτη γὰρ ἡ ἄνοδος, ὅμως δὲ παραβάλλονται οἱ ἄνθρωποι. ἀπὸ δὲ χρόνου κατὰ μὲν τὴν περίοδον, ἐὰν μὲν ἐνιαύσιος, ὅτι οὐ σπανιότητί ἐστι περισπούδαστος, 113 ὥσπερ αἱ ἄλλαι, καὶ συνεχῶς γινομένη οὐδὲν ἐκείνων 212 ἀπολείπεται σεμνότητι, ὡς τὰ Ληναῖα, ὡς Ἐλευσίνια, καὶ Νέμεα καὶ Ἴσθμια· ἐν δὲ πενταετηρικῇ ἢ τετραετηρικῇ ἢ πλειόνων, ὡς τὰ Πύθια καὶ Ὀλύμπια καὶ Δαίδαλα ἐν Πλαταιαῖς· διʼ ἑξήκοντα γὰρ ἐτῶν ἄγεται.