Historia Ecclesiastica Evagrius, Scholasticus Joseph Bidez Leon Parmentier Google Digital Humanities Award Gregory Crane Digital Divide Data Corrected and encoded the text Gregory Crane Editor-in-Chief, Perseus Digital Library Matt Munson Project Manager (University of Leipzig) Annette Gessner Project Assistant (University of Leipzig) Thibault Clérice Lead Developer (University of Leipzig) Bruce Robertson Technical Advisor Trustees of Tufts University Medford, MA Perseus Project Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License The ecclesiastical history of Evagrius with the scholia Evagrius, Scholasticus Joseph Bidez Leon Parmentier London Methuen 1898 Internet Archive Greek Latin

κεφάλαια του πρώτου τόμου της ἐκκλησιαστικης ἱστορίας ευαγρίου σχολαστικου καὶ ἀπὸ ὑπάρχων του ʼεπιφανέως.

α Προοίμιον τοῦ συγγραφέως, πῶς ἐπὶ τὸ γράφειν τὴν παροῦσαν πραγματείαν ἐλήλυθεν. Εἶτα πρῶτον κεφάλαιον, ὅτι μετὰ τὴν κατάλυσιν τοῦ ἀσεβοῦς Ἰουλιανοῦ τῶν αἱρέσεων μικρὸν παυθεισῶν, ὕστερον ὁ πονηρὸς διάβολος τὴν πίστιν πάλιν ἐτάραττεν.

β Ὅπως ἐφωράθη Νεστόριος δἰ Ἀναστασίου τοῦ μαθητοῦ διδάσκοντος μὴ θεοτόκον ἀλλὰ χριστοτόκον τὴν ἁγίαν καλῶν θεομήτορα, δἰ ἢν αἰτίαν καὶ αἱρετικὸς ὡμολόγηται.

γ Οἷα ὁ μέγας Κύριλλος τῷ Νεστορίῳ ἔγραψε, καὶ ὅπως ἡ τρίτη σύνοδος ἐν Ἐφέσῳ ἠθροίσθη, ὑστερήσαντος Ἰωάννου τοῦ Ἀντιοχείας καὶ Θεοδωρήτου.

δ Ὅπως παρὰ τῆς συνόδου καθῃρέθη Νεστόριος, τοῦ Ἀντιοχείας μὴ ἐνδημήσαντος.

ε Ὡς μετὰ πέντε ἡμέρας ἐλθὼν ὁ Ἀντιοχείας Ἰωάννης καθαιρεῖ Κύριλλον τὸν Ἀλεξανδρείας καὶ Μέμνονα τὸν Ἐφέσου: οὓς ἡ σύνοδος πάλιν ἠθῴωσεν καθελοῦσα Ἰωάννην καὶ τοὺς μετ̓ αὐτοῦ. Καὶ ὅπως διὰ Θεοδοσίου τοῦ βασιλέως συμβαίνουσι Κύριλλος καὶ Ἰωάννης, κυρώσαντες ἔτι καὶ τὴν Νεστορίου καθαίρεσιν.

ς Περὶ Παύλου τοῦ Ἐμέσης εἰς Ἀλεξάνδρειαν ἐλθόντος, καὶ ἔπαινος Κυρίλλου διὰ τὴν ἐπιστολήν.

ζ Οἷα ὁ δυσσεβὴς Νεστόριος πεπονθέναι περὶ αὐτοῦ γράφει, καὶ ὡς σκώληξι τὴν γλῶτταν τὸ τελευταῖον βρωθεὶς εἰς Ὄασιν ἀπέρρηξε τὴν ψυχήν.

η Ὡς μετὰ Νεστόριον Μαξιμιανός, καὶ μετὰ τοῦτον Πρόκλος, εἶτα Φλαβιανὸς γίνεται.

θ Περὶ τοῦ δυστυχοῦς Εὐτυχοῦς, καὶ ὅπως παρὰ τοῦ Κωνσταντινουπόλεως καθῃρέθη Φλαβιανοῦ, καὶ περὶ τῆς ἐν Ἐφέσῳ δευτέρας λῃστρικῆς συνόδου.

ι Ὅσα παρὰ τοῦ Διοσκόρου καὶ Χρυσαφίου τὸ παράλογον ἐν Ἐφέσῳ συνέδριον διεπράξατο.

ια Ἀπολογία τοῦ συγγραφέως ὑπὲρ τῶν ἐν ἡμῖν διαφορῶν, καὶ κατάγελως τῶν Ἑλληνικῶν ὕθλων.

ιβ Ὅπως ὁ βασιλεὺς Θεοδόσιος τὴν Νεστορίου αἵρεσινἀπελαύνει.

ιγ Περὶ τοῦ ἁγίου Συμεὼν τοῦ Στυλίτου.

ιδ Περὶ τοῦ πολλάκις φαινομένου ἀστέρος ἐν τῇ περὶ τὸν κίονα στοᾷ τοῦ ὁσίου Συμεών, ὃν ἑωράκει ὁ συγγραφεὺς καὶ ἄλλοι, καὶ αὐτῆς τῆς κεφαλῆς τοῦ ἁγίου.

ιε Περὶ τοῦ ἁγίου Ἰσιδώρου τοῦ Πηλουσιώτου, καὶ Συνεσίου τοῦ Κυρήνης ἐπισκόπου.

ις Ὅπως ὁ θεοφόρος Ἰγνάτιος ἐκ Ῥώμης ἀνακομισθεὶς παρὰ Θεοδοσίου ἐν Ἀντιοχείᾳ κατετέθη.

ιζ Περὶ Ἀττίλα τοῦ Σκυθῶν βασιλέως, καὶ ὅπως τὰ ἑῷα καὶἑσπέρια κατέστρεψε: καὶ περὶ τοῦ γενομένου ξένου σεισμοῦ καὶ τῶν ἄλλων ἐν κόσμῳ φοβερῶν σημείων.

ιη Περὶ τῶν οἰκοδομιῶν τῶν ἐν Ἀντιοχείᾳ, καὶ τίνες οἱ ἐργασάμενοι ταύτας.

ιθ Περὶ πολέμων διαφόρων Ἰταλικῶν καὶ Περσικῶν οἳ ἐπὶΘεοδοσίου γεγόνασι.

κ Περὶ τῆς βασιλίσσης Εὐδοκίας καὶ Εὐδοξίας τῆς θυγατρός, καὶ ὅπως εἰς Ἀντιόχειαν καὶ Ἱεροσόλυμα ἀφίκετο.

κα Ὅτι καλῶς τὰ περὶ τὰ Ἱεροσόλυμα ἡ Εὐδοκία διέθηκε: καὶ περὶ διαφόρου βιοτῆς καὶ διαίτης τῶν ἐν Παλαιστίνῃ μοναχῶν.

κβ Ὅσα ἐδείματο ἡ βασιλὶς Εὐδοκία κατὰ Παλαιστίνην, καὶ περὶ τοῦ ναοῦ τοῦ πρωτομάρτυρος Στεφάνου, ἔνθα καὶ ὁσίως ἐτάφη. Ετι δὲ καὶ περὶ τῆς τελευτῆς τοῦ βασιλέως Θεοδοσίου.

Εὐαγρίου σχολαστικου καὶ ἀπὸ υπάρχων του ʼεπιφανέως εκκλΗσιαστικΗς ἱστορίας λόΓοι κ.

α Τὰ προοίμια, καὶ περὶ Ἀναστασίου πρεσβυτέρου συμπαραγενομένου Νεστορίῳ.

β Περὶ Νεστορίου ἐξακολουθήσαντος αὐτῷ.

γ Περὶ τῆς συναθροισθείσης ἐπ̓ Ἐφέσῳ προτέρας συνόδου καὶ πάντων τῶν ἐν αὐτῇ.

δ Περὶ Παύλου ἐπισκόπου Ἐμέσης καὶ τῶν ἐπιστολῶν Ἰωάννου καὶ Κυρίλλου καὶ τῆς αὐτῶν ἑνώσεως.

ε Περὶ τῶν ἐξοριῶν Νεστορίου καὶ τῶν ἐπιστολῶν αὐτοῦ τῶν περὶ τούτου.

ς Περὶ τῆς Μαξιμιανοῦ καὶ Πρόκλου μετὰ Νεστόριον χειροτονίας, καὶ Φλαβιανοῦ μετ̓ αὐτούς.

ζ Περὶ τῶν κινηθέντων παρὰ Εὐσεβίου τοῦ ἐπισκόπου κατὰ Εὐτυχοῦς ἐν Κωνσταντινουπόλει.

η Περὶ τῆς δευτέρας ἐν Ἐφέσῳ συνόδου ἧς ἐξῆρχε Διόσκορος ὁ μετὰ Κύριλλον.

θ Περὶ τῆς ἀνακλήσεως Εὐτυχοῦς καὶ πάντων τῶν ἐν τῇ αὐτῇ συνόδῳ καθαιρεθέντων.

ι Καταδρομὴ κατὰ Ἑλλήνων καὶ τῶν σεβασμάτων αὐτῶν.

ια Περὶ ὧν Θεοδόσιος ὁ βασιλεὺς ἐνομοθέτησε κατὰ Νεστορίου.

ιβ Περὶ Συμεὼν τοῦ ἐν ἁγίοις Στυλίτου, καὶ ἔκφρασις τῆς κατ̓ αὐτὸν μάνδρας.

ιγ Περὶ Ἰσιδώρου τοῦ Πηλουσιώτου, καὶ Συνεσίου τοῦ Κυρήνης ἐπισκόπου.

ιδ Περὶ τοῦ ἐν ἁγίοις Ἰγνατίου, καὶ περὶ τοῦ ἐν ἁγίοις Βαβύλα.

ιε Περὶ τοῦ πολέμου τοῦ κατὰ Ἀττίλαν, καὶ σεισμῶν καθολικῶν.

ις Περὶ Μεμνονίου, Ζωΐλου, καὶ Καλλίστου, καὶ Ἀνατολίου.

ιζ Περὶ ἐπαναστάσεων ἀνά τε Εὐρώπην καὶ τὴν Ἑῴαν, καὶ περὶ Κλαυδιανοῦ καὶ Κύρου τῶν ποιητῶν.

ιη Περὶ Εὐδοκίας καὶ Εὐδοξίας.

ιθ Περὶ ὧν ἐδείματο μοναστηρίων ἡ Εὐδοκία ἐν Ἱεροσολύμοις, καὶ διαφόρου ἀσκήσεως μοναχῶν.

κ Περὶ τοῦ ναοῦ τοῦ ἁγίου Στεφάνου ἐν ᾧ ἐτέθη, καὶ τῆς μετ̓ αὐτὴν τελευτῆς Θεοδοσίου.

Εὐσεβίῳ τῷ Παμφίλου — ἀνὴρ δὲ ἐς τὰ μάλιστα λόγιος ὁ Παμφίλου τά τε ἄλλα καὶ ὥστε πείθειν οἷός τε εἶναι τοὺς ἐντυγχάνοντας θρησκεύειν τὰ ἡμέτερα, εἰ καὶ μὴ λίαν ἀκριβεῖς οἶδε ποιεῖν — Εὐσεβίῳ τε οὖν τῷ Παμφίλου, Σωζομενῷ τε καὶ Θεοδωρήτῳ καὶ Σωκράτει ἄριστα πάντων πεπόνηται ἥ τε εἰς ἡμᾶς ἄφιξις τοῦ φιλανθρώπου θεοῦ, ἥ τε εἰς οὐρανοὺς ἀνάβασις, ὅσα τε τοῖς θεσπεσίοις ἀποστόλοις ἀτὰρ καὶ μάρτυσι διαθλεύουσι κατώρθωτο, ἢ εἴ τι καὶ τοῖς ἄλλοις, ἀξιόλογον ἡμῖν ἢ καὶ τηνάλλως ἔχον, πέπρακται, μέχρι τινὸς τῆς Θεοδοσίου βασιλείας. Ἐπειδὴ δὲ τὰ ἑξῆς οὐ πολὺ τούτων ἀποδέοντα οὐδενός που καθ̓ εἱρμὸν τετύχηκε λόγου, ἔδοξέ μοι, εἰ καὶ μὴ δεινὸς ἐγὼ τὰ τοιαῦτα, τὸν ὑπὲρ τούτων ἀνελέσθαι πόνον συγγραφήν τε ταῦτα ποιήσασθαι, εὖ μάλα πιστεύσαντι τῷ καὶ ἁλιέας σοφίσαντι καὶ γλῶσσαν ἄλογον εἰς ἔναρθρον εὐφωνίαν κινήσαντι, ἀναστῆσαί τε τὰς ἤδη τῇ λήθῃ τεθνηκυίας πράξεις, ψυχῶσαί τε τῷ λόγῳ καὶ ἀπαθανατίσαι τῇ μνήμῃ, ὡς ἂν ἔχοιεν τῶν ἐντυγχανόντων ἕκαστος μέχρις ἡμῶν εἰδέναι τί τε καὶ ὅτε, καὶ ὅποι καὶ ὅπως, καὶ πρὸς οὓς καὶ παῤ ὧν ἐγένοντο, καὶ μηδὲν τῶν μνήμης ἀξίων διαλάθοι ὑπὸ τῇ ἀνειμένῃ καὶ ἐκλύτῳ ῥαθυμίᾳ καὶ τῇ ταύτης ἀγχιθύρῳ λήθῃ κρυπτόμενον. Ἄρξομαι δέ, τῆς θείας ἡγουμένης ῥοπῆς, ὅθεν οἱ λελεγμένοι μοι τὴν ἱστορίαν ἀπέλιπον.

Ἄρτι τῆς Ἰουλιανοῦ δυσσεβείας τοῖς τῶν μαρτύρων αἵμασι κατακλυσθείσης καὶ τῆς Ἀρείου μανίας συνδεθείσης ταῖς ἐν Νικαίᾳ χαλκευθείσαις πέδαις, Εὐνομίου τε αὖ καὶ Μακεδονίου ὑπὸ τοῦ παναγίου πνεύματος κατὰ τὸν Βόσπορον ἐκβρασθέντων καὶ πρὸς τῇ Κωνσταντίνου ἱερᾷ θραυσθέντωνπόλει, ἤδη τε τῆς ἁγίας ἐκκλησίας τὸν πρόσφατον ἀποθεμένης ῥύπον καὶ πρὸς τὴν ἀρχαίαν ἐπαναγομένης εὐπρέπειαν, ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένης καὶ πεποικιλμένης τῷ τε ἐραστῇ νυμφίῳ συναρμοζομένης, οὐκ ἐνεγκὼν ὁ μισόκαλος δαίμων ξένον τινὰ καὶ ἀλλόκοτον ἡμῖνἐπανίστησι πόλεμον, τήν τε πεπατημένην εἰδωλολατρίαν περιφρονήσας καὶ τὴν δουλικὴν Ἀρείου μανίαν παραγκωνισάμενος. Καὶ προσβαλεῖν μὲν ὡς ἐχθρὸς τῇ πίστει δέδοικεν ὑπὸ τοσούτων ἁγίων πατέρων πυργωθείσῃ καὶ τὰ πολλὰ τῆς δυνάμεως ἐν τῇ ταύτης πολιορκίᾳ παρῃρημένος,λῃστρικῶς δὲ τὸ πρᾶγμα μέτεισι πεύσεις τινὰς ἀποκρίσεις τε αὖ μηχανώμενος, πρὸς Ἰουδαϊσμὸν καινοπρεπῶς ἐπανάγων τὸν πλανώμενον, οὐ συνιεὶς καὶ τὴν ἐντεῦθεν ἧτταν ὁ δείλαιος — ὃ γὰρ πρότερον μόνον ἀντίπαλον εἶχε, νῦν τέθηπέ τε καὶ περιπτύσσεται — , καὶ οὐκ εἰ τοῦ παντὸσἐξώσει γε φρυαττόμενος, ἀλλ̓ εἰ καὶ λέξιν τινὰ παραχαράττειν οἶός τε γένοιτο: πολλάκις δὲ τῇ ἑαυτοῦ ἰλυσπώμενος κακίᾳ, καὶ γράμματος ἐναλλαγὴν ἐτέχνασε πρὸς μὲν τὴν αὐτὴν ἕλκοντος διάνοιαν, ὅπως δὲ τὴν γνώμην τῆς γλώσσης ἀπομερίσῃ, ἵνα μὴ τὴν αὐτὴν ὁμολογίαν τε καὶδοξολογίαν ὁμοφώνως ἄμφω τῷ θεῷ προσάγοιεν. Ὅπως δὲ τούτων ἕκαστον ἐπράχθη καὶ ὅποι τετελεύτηκεν, ἐν τοῖς ἰδίοις παραθήσομαι καιροῖς, παρυφαίνων εἴ τι καὶ ἄλλο πάρεργον μὲν ἱστορίας δὲ ἄξιον ἐξευρεῖν δυνηθείην, τὴν ἱστορίαν ἀποτιθέμενος ἔνθα τῷ φιλανθρώπῳ παρασταίη θεῷ.

Ἐπειδή γε Νεστόριος, ἡ θεομάχος γλῶσσα, τὸ Καϊάφα δεύτερον συνέδριον, τὸ τῆς βλασφημίας ἐργαστήριον, ἐν ᾧ πάλιν Χριστὸς συμφωνεῖταί τε καὶ πιπράσκεται, τὰς φύσεις διαιρούμενός τε καὶ σπαραττόμενος, ὁ μηδὲ ἐν αὐτῷ τῷ σταυρῷ ὀστοῦν ὅλως συντριβεὶς κατὰ τὸ Joh. xix 36 γεγραμμένον, ἢ τὸν ὑφαντὸν διόλου χιτῶνα παρὰ τῶν Joh. xix 23 θεοκτόνων περιρραγείς, τὴν μὲν θεοτόκος φωνὴν ὑπὸ τοῦ παναγίου πνεύματος ἤδη χαλκευθεῖσαν διὰ πολλῶν ἐγκρίτων πατέρων ἐξώθησέ τε καὶ ἀπεβάλετο, τὴν δὲ χριστοτόκος παραχαράξας ἀντεχάλκευσέ τε καὶ ἀνετύπωσε, μυρίων τε αὖ πολέμων τὴν ἐκκλησίαν ἐνέπλησεν αἵμασιν ἐμφυλίοις ταύτην ἐπικλύσας, δοκῶ μὴ ἀπορήσειν πρὸς εὔλογον διασκευὴν τῆς ἱστορίας καὶ τῆς ταύτης τελευτῆς καταντήσειν, εἴ γε προοιμιασθείη, Χριστοῦ τοῦ ἐπὶ πάντων συνεργοῦντος θεοῦ, ἐκ τῆς Νεστορίου τοῦ δυσσεβοῦς βλασφημίας. Ἤρξατο δὲ ὁ τῶν ἐκκλησιῶν πόλεμος ἐνθένδε. Ἀναστάσιός τις πρεσβύτερος τὴν γνώμην κακόδοξος Niceph. xiv 32 Socr. vii 32 Theophan. 88 Νεστορίου καὶ τῶν Νεστορίου Ἰουδαϊκῶν δογμάτων διάπυρος ἐραστής, ὃς καὶ συνέκδημός οἱ γέγονε πρὸς τὴν 21 ἐπισκοπὴν ἀπαίροντι, ὅτε καὶ Θεοδώρῳ κατὰ τὴν Μοψουεστίαν συντυχὼν ὁ Νεστόριος τῆς εὐσεβείας παρετράπη τῶν ἐκείνου διδαγμάτων ἀκροασάμενος, ὡς Θεοδούλῳ περὶ τούτων ἐπιστολικῶς γέγραπται, τὰς διαλέξεις τῷ φιλοχρίστῳ λεῲ ποιούμενος ἀνὰ τὴν ἐκκλησίαν Κωνσταντινουπόλεως ἀναφανδὸν ἐτόλμησεν εἰπεῖν: Θεοτόκον τὴν Μαρίαν καλείτω μηδείς. Μαρία γὰρ ἄνθρωπος ἦν: ὑπὸ ἀνθρώπου δὲ θεὸν τεχθῆναι ἀδύνατον. Πρὸς τούτοις τοῦ φιλοχρίστου λεὼ δυσχεράναντος καὶ βλασφημίαν εἰκότως ἡγουμένου τὴν διάλεξιν, Νεστόριος ὁ τῆς βλασφημίας καθηγητὴς οὐ μόνον οὐ διεκώλυεν οὐδὲ τοῖς ὀρθοῖς προσετίθετο δόγμασιν, ἀλλὰ καὶ μάλα ἀτεχνῶς τοῖς εἰρημένοις Ἀναστασίῳ τὴν ῥοπὴν ἐδίδου φιλονεικότερον ἐν τοῖς περὶ τούτων ἐνιστάμενος. Καί που καὶ ἰδίας παρεντιθείς τε καὶ παρεγγράφων δόξας καὶ τὸν τῆς ψυχῆς ἰὸν ἀπερευγόμενος, βλασφημότερα διδάσκειν ἐπειρᾶτο, ὥστε κατὰ τῆς ἰδίας κεφαλῆς ἐπιφθέγγεσθαι: Τὸν γενόμενον Socr. vii 34 Theophan. 90 Conc. iv 1124 διμηναῖον ἢ τριμηναῖον οὐκ ἂν θεὸν ὀνομάσαιμι, ὡς τὰ περὶ τούτου Σωκράτει τε καὶ τῇ ἐν Ἐφέσῳ προτέρᾳσυνόδῳ σαφῶς ἱστόρηται.

Ὧν ἐπειδὴ Κύριλλος, ὁ τῆς ἀοιδίμου μνήμης ἐπίσκοπος Conc. iv 884 τῆς Ἀλεξανδρέων, δἰ οἰκείων ἐπελαμβάνετο συλλαβῶν, Νεστόριός τε αὖ τούτοις ἀντέπιπτε, καὶ οὐδὲ τοῖς Κυρίλλῳ οὐδὲ τοῖς Κελεστίνῳ τῷ τῆς πρεσβυτέρας Ῥώμησἐπισκόπῳ γραφεῖσιν ἐπείθετο, τὸν δὲ ἴδιον ἔμετον κατὰ πάσης ἐξέχεε τῆς ἐκκλησίας μηδὲν εὐλαβούμενος, εἰκότως ἐδέησε νεύμασι τοῦ νέου Θεοδοσίου τὰ σκῆπτρα τῆς ἑῴας διέποντος τὴν ἐν Ἐφέσῳ πρώτην σύνοδον ἁλισθῆναι, Conc. iv 1112 Niceph. xiv 34 γραμμάτων βασιλικῶν γενομένων πρός τε Κύριλλον καὶτοὺς ἁπανταχῆ τῶν ἁγίων ἐκκλησιῶν προεστηκότας: ὃς κυρίαν τῆς συνελεύσεως ἀπέφηνε τὴν ἁγίαν Πεντηκοστὴν ἡμέραν, ἐν ᾗ τὸ ζωοποιὸν ἡμῖν ἐπεφοίτησε πνεῦμα. Καὶ Νεστόριος μὲν οὐ μακρὰν τῆς Ἐφέσου διεστώσης τῆς Κωνσταντίνου φθάνει πάντας. Καὶ Κύριλλος δὲ καὶοἱ ἀμφ̓ αὐτὸν πρὸ τῆς ἐπαγγελθείσης ἡμέρας ἀπηντήκασιν. Ἰωάννης δὲ ὁ τῆς Ἀντιοχέων πρόεδρος σὺν τοῖς ἀμφ̓ αὐτὸν ἀπελείφθη τῆς ὁρισθείσης ἡμέρας, οὔτι ἑκών, ὡς πολλοῖς ἀπολογουμένοις δοκεῖ, ἀλλ̓ ὅτι μὴ ἀγεῖραι τάχιστα τοὺς Conc. iv 1272 Liberat. v ἀμφ̓ αὐτὸν ἠδυνήθη, διϊσταμένων τῶν αὐτῶν πόλεων τῆσπάλαι μὲν Ἀντιόχου, νυνὶ δὲ θεοῦ προσαγορευομένης πόλεως, ὁδὸν ἀνδρὶ εὐζώνῳ ἡμερῶν δυοκαίδεκα, τισὶ δὲ καὶ πλέον, διεστώσης δὲ καὶ τῆς Ἐφεσίων ἐκ τῆς Ἀντιόχου ὁδὸν ἡμερῶν μάλιστα τριάκοντα, ἐνισχυριζόμενος μή ποτε ἂν αὐτὸν φθῆναι τὴν κυρίαν, εἰ τὴν καλουμένην νέανκυριακὴν οἱ ἀμφ̓ αὐτὸν ἀνὰ τοὺς οἰκείους ἐπετέλεσαν θρόνους.

Ὡς οὖν ἡ κυρία παρῴχηκεν ἡμέρας πεντεκαίδεκα, οἱ ἐπὶ τούτῳ συναθροισθέντες, ὡς οὐ φθησομένων τῶν Niceph. xiv 34 ἀνατολικῶν, ἢ εἰ καὶ φθαῖεν, μετὰ πολλοῦ χρόνου τριβήν, συναλίζονται, Κυρίλλου τοῦ θεσπεσίου διέποντος καὶ τὸν Κελεστίνου τόπον τὴν ἐπισκοπήν, ὡς εἴρηται, τῆς πρεσβυτέρας Ῥώμης πρυτανεύοντος. Καλοῦσι δ̓ οὖν τὸν Νεστόριον, προτρέποντες τοῖς ἐπαγομένοις ἀπολογήσασθαι. Καὶ δῆτα κατὰ τὴν προτεραίαν ὑποσχόμενος ἀφικνεῖσθαι εἴπερ δεήσοι, καὶ τῶν ὑποσχεθέντων κατολιγωρήσας, καὶ τρὶς κληθεὶς ἐπειδὴ μὴ ἀπήντηκε, τῆς ζητήσεως οἱ συνελθόντες ἀντελαμβάνοντο. Καὶ Μέμνονος τοῦ τῆς Ἐφεσίων προέδρου τὴν διέλευσιν τῶν ἡμερῶν τῶν μετὰ τὴν κυρίαν διελθόντος — ἐτύγχανον δὲ ἑξκαίδεκα τὸν ἀριθμὸν οὖσαι — καὶ τῶν ἐπιστολῶν ἀνεγνωσμένων Κυρίλλου τοῦ θεσπεσίου τῶν πρὸς Νεστόριον εἰργασμένων αὐτῷ, καὶ πρός γε τῶν Νεστορίου πρὸς αὐτὸν Κύριλλον, ἐγγραφείσης δὲ καὶ τῆς ἱερᾶς ἐκείνης ἐπιστολῆς Κελεστίνου τοῦ πάνυ, τῆς πρὸς αὐτὸν Νεστόριον γενομένης, εἰπόντων τε αὖ Θεοδότου ἐπισκόπου Ἀγκύρας Ἀκακίου τε τὸν Μελιτινῆς θρόνον διέποντος καὶ ἅπερ κατὰ τὴν Ἐφεσίων ἀναφανδὸν βλασφημίας ἀπ̔??ʼρεύξατο ῥήματα ὁ Νεστόριος, συνυφανθεισῶν δὲ καὶ πολλῶν ῥήσεων ἁγίων καὶ ἐγκρίτων πατέρων τὴν ὀρθὴν καὶ ἀμώμητον ἐκθεμένων πίστιν, ἐνταγέντων γε μὴν καὶ διαφόρων ἐκφρόνως βλασφημηθέντων παρὰ τοῦ δυσσεβοῦς Νεστορίου, ἡ ἁγία σύνοδος πρὸς λέξιν ἀπεφήνατο ταῦτα: Πρὸς τοῖς ἄλλοις μήτε ὑπακοῦσαι βουληθέντος τοῦ Conc. iv 1212 τιμιωτάτου Νεστορίου τῇ ἡμῶν κλήσει, μήτε μὴν τοὺς παῤ ἡμῶν ἀποσταλέντας ἁγιωτάτους καὶ θεοσεβεστάτους ἐπισκόπους προσδεξαμένου, ἀναγκαίως ἐχωρήσαμεν ἐπὶ τὴν ἐξέτασιν τῶν δυσσεβηθέντων αὐτῷ: καὶ φωράσαντες αὐτὸν ἔκ τε τῶν ἐπιστολῶν αὐτοῦ καὶ τῶν συγγραμμάτων τῶν καὶ ἀναγνωσθέντων, καὶ ἐκ τῶν ἀρτίως παῤ αὐτοῦ ῥηθέντων κατὰ τήνδε τὴν μητρόπολιν καὶ προσμαρτυρηθέντων, δυσσεβῶς φρονοῦντα καὶ κηρύττοντα, ἀναγκαίως κατεπειχθέντες ἀπό τε τῶν κανόνων καὶ ἐκ τῆς ἐπιστολῆς τοῦ ἁγιωτάτου πατρὸς ἡμῶν καὶ συλλειτουργοῦ Κελεστίνου τοῦ ἐπισκόπου τῆς Ῥωμαίων ἐκκλησίας,δακρύσαντες πολλάκις, ἐπὶ ταύτην τὴν σκυθρωπὸν ἐχωρήσαμεν ἀπόφασιν. Ὁ βλασφημηθεὶς τοίνυν παῤ αὐτοῦ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ὥρισε διὰ τῆς παρούσης ἁγίας συνόδου, ἀλλότριον εἶναι τὸν αὐτὸν Νεστόριον τοῦ τε ἐπισκοπικοῦ ἀξιώματος καὶ παντὸσσυλλόγου ἱερατικοῦ.

Μετὰ γοῦν τὴν ἐννομωτάτην καὶ δικαίαν ταύτην Niceph. xiv 35 ἀπόφασιν ἐφίσταται τῇ Ἐφεσίων Ἰωάννης ὁ τῆς Ἀντιόχου μετὰ τῶν ἀμφ̓ αὐτὸν ἱερέων, ἡμέρας πέντε τῆς καθαιρέσεως ὑστερήσας: καὶ συναλίσας πάντας τοὺς ἀμφ̓ αὐτὸνκαθαιρεῖ Κύριλλον καὶ Μέμνονα. Ἐκ δὲ λιβέλλων ἐπιδεδομένων παρὰ Κυρίλλου καὶ Μέμνονος τῇ ἅμα σφίσι Socr. vii 34 Theophan. 90-91 συναθροισθείσῃ συνόδῳ, εἰ καὶ Σωκράτης ἀγνοήσας ἑτέρως ἱστόοησε, μετακαλεῖται Ἰωάννης ἐφ̓ ᾗ πεποίηκεν ἀπολογησόμενος καθαιρέσει. Οὗ μὴ συνεληλυθότος μετὰ τρεῖστὰς γενομένας κλήσεις, ἀπολύονται μὲν τῆς καθαιρέσεως Κύριλλος καὶ Μέμνων, ἀποκρίνονται δὲ τῆς ἁγίας κοινωνίας καὶ πάσης αὐθεντίας ἱερατικῆς Ἰωάννης καὶ οἱ ἀμφ̓ αὐτὸν ἱερεῖς. Καὶ πρῶτα μὲν Θεοδοσίου οὐ προσιεμένου τὴν Νεστορίου καθαίρεσιν, ὕστερον δὲ τὴν ἐκείνου βλασφημίανἐγνωκότος εὐσεβέσι τε αὖ γράμμασι χρησαμένου πρός τε Κύριλλον καὶ Ἰωάννην τοὺς ἐπισκόπους, συμβαίνουσι πρὸς ἀλλήλους, τὴν Νεστορίου καθαίρεσιν ἐπικυρώσαντες,

Παύλου τε τοῦ Ἐμεσηνῶν ἐπισκόπου πρὸς τὴνNiceph. xiv 35 Conc. v 296 Ἀλεξάνδρου πόλιν γενομένου, ἐπί τε τῆς ἐκκλησίας τὸν περὶ τούτου φερόμενον λόγον ὁμιλήσαντος, ὁπηνίκα καὶ Conc. v 301, vi 665 Κύριλλος τὴν ἐπιστολὴν Ἰωάννου εὖ μάλα ἐπαινέσας ἐπὶ ῥήματος γέγραφε ταῦτα: Εὐφραινέσθωσαν οἱ οὐρανοὶ καὶ ἀγαλλιάσθω ἡ γῆ: Ps. xcv 11 λέλυται γὰρ τὸ μεσότοιχον τοῦ φραγμοῦ, καὶ πέπαυται Ephes. ii 14 τὸ λυποῦν, καὶ διχονοίας ἁπάσης ἀνῄρηται τρόπος, τοῦ πάντων ἡμῶν σωτῆρος Χριστοῦ ταῖς αὐτοῦ ἐκκλησίαις τὴν εἰρήνην βραβεύσαντος, κεκληκότων δὲ πρὸς τοῦτο ἡμᾶς καὶ τῶν εὐσεβεστάτων καὶ θεοφιλεστάτων βασιλέων, οἳ προγονικῆς εὐσεβείας ἄριστοι ζηλωταὶ γεγονότες ἀσφαλῆ μὲν καὶ ἀκατάσειστον ἐν ἰδίαις ψυχαῖς τὴν ὀρθὴν φυλάττουσι πίστιν, ἐξαίρετον δὲ ποιοῦνται φροντίδα τὴν ὑπὲρ τῶν ἁγίων ἐκκλησιῶν, ἵνα καὶ διαβόητον ἔχωσιν εἰς αἰῶνα τὴν δόξαν καὶ εὐκλεεστάτην ἀποφήνωσι τὴν ἑαυτῶν βασιλείαν: οἷς καὶ αὐτὸς ὁ τῶν δυνάμεων Κύριος πλουσίᾳ χειρὶ διανέμει τὰ ἀγαθά, καὶ δίδωσι μὲν κατακρατεῖν τῶν ἀνθεστηκότων, χαρίζεται δὲ τὸ νικᾶν. Οὐ γὰρ ἂν διαψεύσαιτο ὁ λέγων: Ζῶ ἐγώ, λέγει Κύριος, ὅτι τοὺς δοξάζοντάς με 1 Reg. ii 30 δοξάσω. Ἀφικομένου τοίνυν εἰς τὴν Ἀλεξάνδρειαν τοῦ κυρίου μου τοῦ θεοσεβεστάτου ἀδελφοῦ καὶ συλλειτουργοῦ Παύλου, θυμηδίας ἐμπεπλήσμεθα, καὶ σφόδρα εἰκότως, ὡς ἀνδρὸς τοιούτου μεσιτεύοντος καὶ τοῖς ὑπὲρ δύναμιν πόνοις ἑλομένου προσομιλεῖν, ἵνα τὸν τοῦ διαβόλου νικήσῃ φθόνον καὶ συνάψῃ τὰ διῃρημένα, καὶ τὰ μεταξὺ σκάνδαλα περιελὼν ὁμονοίᾳ καὶ εἰρήνῃ στεφανώσῃ τάς τε παῤ ἡμῖν καὶ παῤ ὑμῖν ἐκκλησίας. Καὶ μεθ̓ ἕτερα: Ὅτι δὲ περιττὴ παντελῶς καὶ οὐκ εὐάφορμος τῆς ἐκκλησίας ἡ διχοστασία γέγονε, νυνὶ μάλιστα πεπληροφορήμεθα, τοῦ κυρίου μου τοῦ θεοσεβεστάτου Παύλου τοῦ ἐπισκόπου χάρτην προκομίσαντος ἀδιάβλητον ἔχοντα τῆς πίστεως τὴν ὁμολογίαν, καὶ ταύτην συντετάχθαι διαβεβαιωσαμένου παρά τε τῆς σῆς ὁσιότητος καὶ τῶν αὐτόθι θεοσεβεστάτων ἐπισκόπων. Ἔχει δὲ οὕτως ἡ συγγραφή, καὶ αὐταῖς λέξεσιν ἐντέθειται τῇδε τῇ ἐπιστολῇ: Περὶ δὲ τῆς θεοτόκου, καὶ τὰ ἑξῆς. Ταύταις ὑμῶν ἐντυχόντες ταῖς ἱεραῖς φωναῖς οὕτω τε καὶ ἑαυτοὺς φρονοῦντας εὑρίσκοντεςEph. iv 5 — εἷς γὰρ Κύριος, μία πίστις, ἓν βάπτισμα — , ἐδοξάσαμεν τὸν τῶν ὅλων δεσπότην θεόν, ἀλλήλοις συγχαίροντες, ὅτι ταῖς θεοπνεύστοις γραφαῖς καὶ παραδόσει τῶν ἁγίων ἡμῶν πατέρων συμβαίνουσαν ἔχουσι πίστιν αἵ τε παῤ ὑμῖν καὶ αἱ παῤ ἡμῖν ἐκκλησίαι.Ταῦτα μὲν οὖν ἔστιν ἑλεῖν τὸν φιλοπόνως τοῖς τὸ τηνικαῦτα γεγονόσιν ἐπιστῆσαι βουλόμενον.

Ὅπως δὲ ὁ Νεστόριος ἐξηλάθη, ἢ τί μετὰ ταῦτα Niceph. xiv 36 Conc. v 256 γέγονεν ἐπ̓ αὐτῷ, ἢ ὅπως τὸν τῇδε κατέστρεψε βίον, καὶ ὧν ἔτυχεν ἀμοιβῶν τῆς βλασφημίας ἕνεκα, οὐ δεδήλωταιτοῖς ἱστορήσασιν: ἃ καὶ διέπεσεν ἄν, καὶ τέλεον διερρύη τε καὶ κατεπόθη τῷ χρόνῳ μηδὲ ψιλῶς ἀκουόμενα, εἰ μὴ Νεστορίου βίβλῳ περιέτυχον τὴν περὶ τούτων ἱστορίαν παρεχομένῃ. Αὐτὸς τοίνυν ὁ τῆς βλασφημίας πατὴρ Νεστόριος, ὁμὴ κατὰ τοῦ τεθέντος θεμελίου τὴν οἰκοδομίαν ποιησάμενος Matth. vii 26 ἀλλ̓ ἐπὶ τῆς ψάμμου κτίσας, ἢ καὶ ταχέως διελύθη κατὰ τὴν τοῦ Κυρίου παραβολήν, πρὸς τοὺς ἐγκαλέσαντάς οἱ μὴ κατὰ τὸ δέον τι καινουργῆσαι, μηδὲ μὴν καλῶς αἰτῆσαι τὴν ἐν Ἐφέσῳ σύνοδον ἁλισθῆναι,γράφει, πρὸς ἄλλοις οἷς ἐβουλήθη, ὑπὲρ τῆς ἰδίας βλασφημίας ἀπολογούμενος, ὡς ἐκ πάσης ἀνάγκης εἰς τοῦτο τάξεως ἐλήλυθεν ἀποκριθείσης τῆς ἁγίας ἐκκλησίας, καὶ τῶν μὲν λεγόντων ἀνθρωποτόκον δεῖν τὴν Μαρίαν ὀνομάζεσθαι, τῶν δὲ θεοτόκον: ἵνα γέ φησι μὴ δυοῖν θάτερονἁμαρτάνοιτο, ἢ ἀθάνατα συμπλεκομένων, ἢ προσχωροῦντος αὐτῷ θἀτέρου τῶν μερῶν τοῦ ἑτέρου στερηθείη, τὴν χριστοτόκος ἐπενόησε φωνήν. Ἐπισημαίνεταί τε ὡς τὰ μὲν πρῶτα Θεοδόσιος τῇ πρὸς αὐτὸν προσπαθείᾳ τὴν ἐπ̓ αὐτῷ γενομένην ἀποβολὴν οὐκ ἐκύρωσεν: εἶτα ὅτι τινῶν ἐπισκόπων ἔνθεν τε κἀκεῖθεν πεμφθέντων πρὸς Θεοδόσιον ἐκ τῆς Ἐφεσίων Conc. v 792 πόλεως, αὐτοῦ τε αὖ δεηθέντος, ἐπετράπη κατὰ τὸ οἰκεῖον ἐπαναζεῦξαι μοναστήριον, ὃ πρὸ τῶν πυλῶν τῆς νῦν Θεουπολιτῶν διάκειται καὶ Νεστορίῳ μὲν ἐπὶ λέξεως οὐκ ὠνόμασται: φασὶ δὲ νῦν τὸ Εὐπρεπίου προσαγορεύεσθαι, ὅπερ ἴσμεν ταῖς ἀληθείαις πρὸ τῆς Θεουπολιτῶν διακείμενον, σταδίοις διεστηκὸς οὐ πλείοσι δύο. Φησὶ γοῦν αὐτὸς ὁ Νεστόριος ὡς τετραετῆ χρόνον αὐτόθι διατρίψας παντοίας ἔτυχε τιμῆς καὶ παντοίων γερῶν ἀπέλαυσε, καὶ ὡς αὖθις Θεοδοσίου θεσπίσαντος ἀνὰ τὴν καλουμένην Ὄασιν φυγαδεύεται. Τὸ δέ γε καίριον ἀπεκρύψατο. Οὐδὲ γὰρ ἐνθαδὶ ὢν τῆς οἰκείας βλασφημίας Theophan. 91 Zonar. iii 240 Socr. vii 34 ἠρέμησεν, ὡς καὶ Ἰωάννην τὸν τῆς Ἀντιόχου πρόεδρον ταῦτα μηνύσαι, ἀειφυγίᾳ τε τὸν Νεστόριον καταδικασθῆναι Γράφει δὲ καὶ διαλεκτικῶς ἕτερον λόγον πρός τινα δῆθεν Αἰγύπτιον συγκείμενον περὶ τῆς αὐτοῦ εἰς Ὄασιν ἐξορίας, ἔνθα τὰ περὶ τούτων πλατύτερον λέγει. Ὦν δὲ τετύχηκε διὰ τὰς παῤ αὐτοῦ κυηθείσας βλασφημίας τὸν πανόπτην μὴ λαθὼν ὀφθαλμόν, ἐξ ἑτέρων γραμμάτων 26 ἔστιν ἑλεῖν, γενομένων αὐτῷ πρὸς τὸν τῆς Θηβαίων ἡγούμενον. Ἐν ἐκείνοις γὰρ ἔστιν εὑρεῖν ὡς ἐπειδὴ μὴ τῆς δεούσης ἔτυχεν ἐπεξελεύσεως, ἡ τοῦ θεοῦ κρίσις αὐτὸν ἐκδεξαμένη αἰχμαλωσίᾳ τῇ πάντων ἐλεεινοτάτῃ συμφορᾷ περιβάλλει. Ἐπειδὴ γοῦν μειζόνων ἐδεῖτο ποινῶν, ἀφείθη μὲν ἐκ τῶν Βλεμμύων, παῤ ὧν καὶ δορυάλωτος ἔτυχε γεγονώς, θεσπίσμασι δὲ Θεοδοσίου τὴν ἐπάνοδον ἐγνωκότος, τόπους ἐκ τόπων πρὸς ταῖς ἐσχατιαῖς τῆς Θηβαίων ἀμείβων, τῇ τε γῇ προσρηγνύμενος ἀξίως τῆς Cedren. i 595 οἰκείας βιοτῆς τὸν τῇδε βίον ἀπέθετο: δεύτερος Ἄρειος, διὰ τῆς καταστροφῆς διηγούμενός τε καὶ νομοθετῶν ποῖα τὰ ἐπίχειρα καθεστᾶσι τῆς εἰς Χριστὸν βλασφημίας. Ἄμφω γὰρ παραπλησίως εἰς αὐτὸν ἐβλασφημησάτην, ὁ μὲνκτίσμα καλῶν, ὁ δὲ ἄνθρωπον δοξάζων. Πρὸς ὃν ἥδιστα ἂν εἴποιμι, μεμφόμενον μὴ κατὰ τὸ δέον τὰ ἐν Ἐφέσῳ συντεθῆναι ὑπομνήματα, πανουργίᾳ δὲ καί τινι ἀθέσμῳ καινοτομίᾳ Κυρίλλου τεχνάζοντος, τί δή ποτε καὶ παρὰ Θεοδοσίου προσπάσχοντός οἱ ἐξηλάθη, καὶ οὐδεμιᾶς φειδοῦστετυχηκὼς τοσούτοις ἐξοστρακισμοῖς κατεκρίθη, καὶ οὕτω τὸν τῇδε κατέλυσε βίον: ἢ τί δή ποτε, εἰ μὴ θεία κρίσις ἐγεγόνει ἡ διὰ Κυρίλλου καὶ τῶν ἀμφ̓ αὐτὸν ἱερέων, ἀμφοτέρων αὐτῶν τοῖς ἀπελθοῦσι συναριθμηθέντων, ἡνίκα, Thuc. ii 45 ὥς τινι τῶν θύραθε σοφῶν εἴρηται, τὸ μὴ ἐμποδὼνἀνανταγωνίστῳ εὐνοίᾳ τετίμηται, ὁ μὲν ὡς βλάσφημος καὶ θεομάχος κατακέκριται, ὁ δὲ ὡς μεγαλόφωνος κῆρυξ καὶ μέγας τῶν ὀρθῶν δογμάτων πρόμαχος ᾅδεταί τε καὶ κηρύσσεται; Ὡς ἂν τοίνυν μὴ ψεύδους γραφὴν ἀπενεγκώμεθα, φέρε, Νεστόριον αὐτὸν εἰς μέσον παραγάγωμεντὰ περὶ τούτων διδάσκοντα. Καί μοι τῆς σῆς ἐπιστολῆς ἀνάγνωθι αὐτοῖς ἔνια τοῖς ὀνόμασιν, ἥ σοι συντέθειται πρὸς τὸν τῆς Θηβαίων ἡγούμενον: Ἐκ τῶν πρώην περὶ τῆς ἁγιωτάτης θρησκείας ἐν Ἐφέσῳ κεκινημένων, Ὄασιν τὴν καὶ Ἴβιν ἐκ θεσπίσματοσβασιλικοῦ κατοικοῦμεν. Καί τινων ἐν μέσῳ λελεγμένων ἐπάγει: Ἐπειδὴ δὲ ἐκ βάθρων μὲν ἡ προειρημένη καὶ % βαρβαρικῆς Rev. de l'hist. des relig. viii 559 αἰχμαλωσίας καὶ πυρὶ καὶ σφαγαῖς ἐκλελίκμηται, ἡμεῖς δὲ παρὰ τῶν βαρβάρων οἶκτον οὐκ οἶδ̓ ὅπωσἐξαίφνης ἐφ̓ ἡμῖν ἀναλαβόντων ἀπολελύμεθα, μετὰ τοῦ καὶ διαμαρτυρίαις ἡμᾶς ἀπειλητικαῖς καταπλῆξαι διὰ τάχους τὴν χώραν ἐκδραμεῖν, ὡς Μαζίκων αὐτὴν μετ̓ αὐτοὺς ἀμελλητὶ παραληψομένων, ἥκομεν ἐς τὴν Θηβαίων μετὰ τῶν αἰχμαλώτων λειψάνων, οὓς ἡμῖν οἱ βάρβαροι κατ̓ οἶκτον προσήγαγον, τί βουλόμενοι, λέγειν οὐκ ἔχω. Οἱ μὲν οὖν πρὸς τὰς καταθυμίους ἑκάστῳ διαγωγὰς ἀπολέλυνται. Ἡμεῖς δὲ φανεροὺς ἑαυτοὺς ἐγκαθιστῶμεν τῇ Πανὸς ἐπιστάντες. Δεδοίκαμεν γὰρ μή τις ἡμῶν πραγματείαν τὴν αἰχμαλωσίαν ποιούμενος ἢ φυγάδων καθ̓ ἡμῶν ἀναπλάσῃ διαβολὴν ἤ τινος ἄλλης μηχάνημα μέμψεως: εὔπορος γὰρ διαβολῶν παντοδαπῶν ἡ κακία. Διὸ δὴ ἀξιοῦμεν τὸ ὑμέτερον μέγεθος τῆς ἡμετέρας αἰχμαλωσίας φροντίσαι κατὰ τὸ τοῖς νόμοις δοκοῦν, καὶ μὴ ἐπιδοῦναι κακοτεχνίαις ἀνθρώπων αἰχμάλωτον εἰς κακίαν ἔκδοτον, ἵνα μὴ πάσαις ἐκ τούτου γενεαῖς τραγῳδῆται κρεῖττον εἶναι βαρβάρων αἰχμάλωτον ἢ πρόσφυγα βασιλείας ῥωμαϊκῆς. Καὶ ὅρκους ἐπαγαγὼν ᾔτησεν οὕτως: Ἀνενεγκεῖν τὴν ἡμετέραν ἐξ Ὀάσεως ἐνταῦθα διαγωγὴν ἐκ βαρβαρικῆς γενομένην ἀφέσεως, ὥστε τὴν τῷ θεῷ δοκοῦσαν καὶ νῦν ἐξενεχθῆναι περὶ ἡμῶν διατύπωσιν. Τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν ἐπιστολῆς δευτέρας: εἴτε ὡς φιλικὸν παῤ ἡμῶν πρὸς τὴν σὴν μεγαλοπρέπειαν γράμμα, εἴτε ὡς ὑπόμνησιν παρὰ πατρὸς πρὸς υἱὸν τὸ παρὸν τοῦτο λογισάμενος ἀνάσχου, παρακαλῶ, τῆς ἐν αὐτῷ διηγήσεως, περὶ πολλῶν, καθ̓ ὅσον ἐνῆν, γεγραμμένης παῤ ἡμῶν βραχυλόγου οὔσης. Ὀάσεως τῆς Ἴβεως ἐκ πολλῶν πρώην ἀφανισθείσης, τοῦ τῶν Νουβαδῶν πλήθους ἐπ̓ αὐτὴν ἀναδραμόντος... Καὶ μεθ̓ ἕτερα: Τούτων δὲ οὕτως συμβάντων, οὐκ οἶδ̓ ἐκ ποίας ὁρμῆς ἢ ποίαν ἀφορμὴν τῆς σῆς λαβούσης μεγαλοπρεπείας, πρὸς Ἐλεφαντίνην τινὰ τῆς Θηβαίων ἐπαρχίας πέρας οὖσαν βαρβαρικῶν διὰ στρατιωτῶν ἐκ τῆς Πανὸς ἐπεμπόμεθα, συρόμενοι πρὸς αὐτὴν διὰ τῆς προρρηθείσης στρατιωτικῆς βοηθείας. Καὶ τῷ πλείονι τῆς ὁδοῦ συντριβέντες πάλιν ἄγραφον τῆς σῆς ἀνδρείας καταλαμβάνομεν κέλευσμα εἰς τὴν Πανὸς ὑποστρέψειν. Συγκοπέντες δὲ τοῖς τῆς ὁδοιπορίας συμπτώμασιν ἐν νοσοῦντι καὶ γηράσαντι σώματι, καὶ τὴν χεῖρα καὶ τὴν πλευρὰν συντριβέντες ἀφικόμεθα πάλιν εἰς τὴν Πανός, τρόπον τινὰ ψυχορραγοῦντες καὶ τοῖς συμπτώμασιν ἔτι τοῖς τῶν ἀλγηδόνων μαστιγούμενοι κακοῖς. Μετῆγε δὲ πάλιν ἡμᾶς ἐκ τῆς Πανὸς πρὸς τὴν ὑπ̓αὐτὴν ἐνορίαν ἕτερον τῆς σῆς ἀνδρείας ἔγγραφον ἱπτάμενον πρόσταγμα. Ταῦτα στήσεσθαι καθ̓ ἡμῶν λογιζομένων καὶ τὸ τοῖς καλλινίκοις βασιλεῦσι δοκοῦν περὶ ἡμῶν ἀναμενόντων, ἐξαίφνης πρὸς ἄλλην ἐξορίαν καθ̓ ἡμῶν τετάρτην πάλιν ἀφειδῶς ἄλλο συνετίθετο.Καὶ μετ̓ ὀλίγα: Ἀλλ̓ ἀρκέσθητι τοῖς πεπραγμένοις, παρακαλῶ, καὶ τῷ τοσαύτας καθ̓ ἑνὸς σώματος ἐξορίας ὁρίζειν: καὶ τῆς ἐπὶ τοῖς ἀνενεχθεῖσι παρὰ τῆς σῆς μεγαλοπρεπείας καὶ παῤ ἡμῶν δὲ δἰ ὧν ἐχρῆν γνωρισθῆναι τοῖς καλλινίκοισἡμῶν βασιλεῦσι δοκιμασίας ἐπιεικῶς, παρακαλῶ, παραχώρησον. Ταῦτα παῤ ἡμῶν ὡς πρὸς υἱὸν παρὰ πατρὸς συμβουλεύματα. Εἰ δὲ ἀγανακτήσειας καὶ νῦν ὡς τὸ πρότερον, πρᾶττε τὸ δοκοῦν, εἴ γε τοῦ δοκοῦντος λόγος οὐδεὶς δυνατώτερος.Καὶ ὅδε μὲν οὕτω κἀν τοῖς γράμμασι, πύξ, λάξ, παίει, βαίνει, καὶ τὴν βασιλείαν καὶ τὴν ἀρχὴν βλασφημῶν, ὁ Zacharias iii 1 Rev. de Phist. des relig. viii 570 Theod. Lect. ii 38 Theophan. 93 μηδὲ ἐξ ὧν πέπονθε σωφρονήσας. Ἐγὼ δὲ καί τινος γεγραφότος τὴν τελευταίαν ἐκείνου ῥοπὴν ἀκήκοα λέγοντος ὡς τὴν γλῶσσαν σκώληξι διαβρωθεὶς ἐπὶ τὰ μείζω τεκαὶ ἀθάνατα κατ̓ αὐτοῦ δικαιωτήρια μετεχώρει.

Μετὰ δ̓ οὖν αὐτὸν Νεστόριον τὸν ἀλάστορα τῆς Κωνσταντίνου τοῦ ἀοιδίμου πόλεως τὴν ἐπισκοπὴν ἐπιτρέπεται Μαξιμιανός, ὑφ̓ οὖ πάσης εἰρήνης ἡ τοῦ Χριστοῦ τετύχηκεν ἐκκλησία. Τούτου δὲ αὖ ἐξ ἀνθρώπων γεγενημένου,Πρόκλος τοὺς οἴακας τῆς καθέδρας ἐγχειρίζεται, ὃς πάλαι Κυζίκου ἐπίσκοπος ἐκεχειροτόνητο. Καὶ τοῦδε τὴν κοινὴν τῶν ἀνθρώπων στειλαμένου πορείαν, Φλαβιανὸς τὸν θρόνον διαδέχεται.

Ὑφ̓ οὗ τὰ κατὰ Εὐτυχῆ τὸν δυσσεβῆ κινεῖται,μερικῆς Niceph. xiv 47 Conc. vi 649 Theophan. 99 κατὰ τὴν Κωνσταντίνου ἁλισθείσης συνόδου, λιβέλλους τε αὖ ἐπιδεδωκότος Εὐσεβίου τὴν ἐπισκοπὴν τοῦ Δορυλαίου διέποντος, ὃς καὶ ῥήτωρ ἔτι τυγχάνων πρῶτος τὴν Νεστορίου βλασφημίαν διήλεγξεν. Ὡς δ̓ οὖν κληθεὶς Εὐτυχὴς οὐκ ἐλήλυθε, τάδε καὶ παραγενόμενος ἑάλω: εἰρήκει γάρ: Ὁμολογῶ ἐκ δύο φύσεων γεγενῆσθαι τὸν Κύριον Conc. vi 744 ἡμῶν πρὸ τῆς ἑνώσεως, μετὰ δὲ τὴν ἕνωσιν μίαν φύσιν ὁμολογῶ: ὃς οὐδὲ τὸ σῶμα τοῦ Κυρίου ὁμοούσιον ἡμῖν ἔλεγεν εἶναι: καθαιρεῖται μέν, ἐκδεήσεων δὲ αὐτοῦ πρὸς Θεοδόσιον γενομένων, οἷα τῶν συστάντων ὑπομνημάτων παρὰ Φλαβιανῷ πλαστουργηθέντων, πρῶτα μὲν ἀνὰ τὴν Κωνσταντίνου ἡ ἐκ γειτόνων σύνοδος ἁλίζεται, καὶ ὑπ̓ Ibid. 753 αὐτῇ καί τισι τῶν ἀρχόντων Φλαβιανὸς κρίνεται: καὶ βεβαιωθέντων ὡς ἀληθῶν τῶν ὑπομνημάτων, ἡ ἐν Ἐφέσῳ δευτέρα σύνοδος ἀθροίζεται.

Ἧς ἔξαρχος καθειστήκει Διόσκορος, ὁ μετὰ Κύριλλον Niceph. xiv 47 Theophan. 100 τῆς Ἀλεξανδρέων ἐπίσκοπος, πρὸς ἔχθρας Φλαβιανοῦ τοῦτο τεχνάσαντος Χρυσαφίου τῶν βασιλείων τηνικαῦτα κρατοῦντος, συνδραμόντων ἐν Ἐφέσῳ Ἰουβεναλίου τοῦ Ἱεροσολύμων ἐπισκόπου, τοῦ καὶ πρότερον ἐν Ἐφέσῳ γενομένου, μετὰ πολλῶν τῶν ἀμφ̓ αὐτὸν ἱερέων. Συνῆν δὲ τούτοις καὶ Δόμνος ὁ μετὰ Ἰωάννην Ἀντιοχείας πρόεδρος, καὶ μὴν καὶ Ἰούλιος ἐπίσκοπος, τόπον πληρῶν Λέοντος τοῦ τῆς πρεσβυτέρας Ῥώμης ἐπισκόπου. Παρῆν δὲ αὐτοῖς καὶ Φλαβιανὸς μετὰ τῶν ἀμφ̓ αὐτὸν ἐπισκόπων, Θεοδοσίου θεσπίσαντος πρὸς Ἐλπίδιον ἐπὶ ῥήματος ταῦτα: Conc. vi 596 Τῶν πρὶν δικασάντων Εὐτυχεῖ τῷ εὐλαβεστάτῳ ἀρχιμανδρίτῃ παρόντων μὲν καὶ ἡσυχαζόντων, τάξιν δὲ δικαστῶν μὴ ἐπεχόντων, ἀλλὰ τὴν κοινὴν πάντων τῶν ἁγιωτάτων πατέρων περιμενόντων ψῆφον, ἐπειδὴ τὰ παῤ αὐτῶν κεκριμένα νῦν δοκιμάζεται... Ἐν τούτῳ τῷ συνεδρίῳ ἀνακαλεῖται μὲν τῆς καθαιρέσεως Εὐτυχὴς παρὰ Διοσκόρου καὶ τῶν ἀμφ̓ αὐτόν, ὅπως δὴ τοῖς πεπραγμένοις ἀνείληπται: κατακρίνεται δὲκαθαιρέσεως Φλαβιανὸς καὶ Εὐσέβιος ὁ τοῦ Δορυλαίου πρόεδρος. Κατὰ ταύτην καὶ Ἴβας τῶν Ἐδεσηνῶν ἐπισκοπήσας ἀποκηρύσσεται: καθαιρεῖται δὲ καὶ Δανιὴλ ἐπίσκοπος Καρρῶν, Εἰρηναῖός τε αὖ Τύρου, καὶ πρός γε Ἀκυλίνιος Βύβλου. Ἐπράχθη δὲ καί τινα Σωφρονίουχάριν τὴν Κωνσταντιναίων ἐπισκοπήσαντος. Καθαιρεῖται δὲ παῤ αὐτῶν καὶ ὁ τῆς Κυρεστῶν ἐπισκοπήσας Θεοδώρητος, καὶ μὴν καὶ Δόμνος ὁ τῆς Ἀντιοχέων. Ἐφ̓ ᾧ τί λοιπὸν γέγονεν οὐκ ἔστιν εὑρεῖν. Καὶ οὕτω μὲν τὸ ἐν Ἐφέσῳ δεύτερον διελύθη συνέδριον.

Μή μοι δέ τις τῶν εἰδωλομανούντων ἐπιγελάσῃ, Niceph. xiv 48 ὡς τῶν δευτέρων τοὺς προτέρους καθαιρούντων, καὶ προσεφευρισκόντων ἀεί τι τῇ πίστει καινότερον. Ἡμεῖς μὲν γὰρ τὴν ἄφραστον καὶ ἀνεξιχνίαστον τοῦ θεοῦ φιλανθρωπίαν ἐρευνῶντες καὶ ἐς τὰ μάλιστα σεμνύνειν καὶἐξαίρειν βουλόμενοι ἢ τῇδε ἢ ἐκεῖσε τρεπόμεθα. Καὶ οὐδεὶς [ἀδύνατον] τῶν αἱρέσεις παρὰ Χριστιανοῖς ἐξευρηκότων πρωτοτύπως βλασφημεῖν ἠθέλησεν, ἢ ἀτιμάσαι τὸ θεῖον βουλόμενος ἐξωλίσθησεν, ἀλλὰ μᾶλλον ὑπολαμβάνων κρεῖσσον τοῦ φθάσαντος λέγειν εἰ τόδε πρεσβεύσειε.Καὶ τὰ μὲν συνεκτικὰ καὶ καίρια πᾶσι κοινῶς ὡμολόγηται. Τριὰς γὰρ ἡμῖν τὸ προσκυνούμενον, καὶ μονὰς τὰ δοξολογούμενα, ὅ τε πρὸ αἰώνων γεννηθεὶς θεὸς Λόγος σαρκούμενος δευτέρᾳ γεννήσει φειδοῖ τοῦ πλάσματος. Εἰ δὲ περὶ ἕτερά τινα ἄττα κεκαινούργηται, γεγόνασι καὶSocr. i 22 ταῦτα τοῦ σωτῆρος ἐνδόντος θεοῦ τῷ αὐτεξουσίῳ καὶ περὶ τούτων, ἵνα μᾶλλον ἡ ἁγία καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία ἐνθένδε κἀκεῖθεν πρὸς τὸ δέον τε καὶ εὐσεβὲς αἰχμαλωτίσῃ τὰ λεγόμενα, καὶ πρὸς μίαν ἀπεξεσμένην καὶ εὐθεῖαν ὁδὸν ὑπαντήσῃ. Διὸ καὶ τῷ ἀποστόλῳ εὖ μάλα σαφῶς εἴρηται: Δεῖ δὲ καὶ αἱρέσεις ἐν ὑμῖν εἶναι, i Cor. xi 19 ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται. Καὶ θαυμάσαι κἀν τούτῳ ἔστι τὴν ἄρρητον τοῦ θεοῦ σοφίαν, τοῦ καὶ πρὸς τὸν θεσπέσιον Παῦλον εἰρηκότος: Ἡ γὰρ δύναμίς μου ii Cor. xii 9 ἐν ἀσθενείᾳ τελειοῦται. Ἐξ ὧν γὰρ τῆς ἐκκλησίας ἀπερράγη τὰ μέλη, ἐκ τούτων τὰ ὀρθὰ καὶ ἀμώμητα πλέον ἀπεξέσθη τε καὶ ἀπετέθη δόγματα, καὶ πρὸς αὔξησιν καὶ τὴν εἰς οὐρανοὺς ἀνάβασιν ἡ καθολικὴ καὶ ἀποστολικὴ τοῦ θεοῦ ἐλήλυθεν ἐκκλησία. Οἱ δέ γε τῆς Ἑλληνικῆς πλάνης τρόφιμοι, οὐ θεὸν Greg. Theol. PG 36, 337 εὑρεῖν βουλόμενοι ἢ τὴν αὐτοῦ περὶ τοὺς ἀνθρώπους κηδεμονίαν, τά τε τῶν φθασάντων τά τε ἀλλήλων καταλύουσιν, Euseb. PG 20, 1353 ἀλλὰ θεοὺς ἐπὶ θεοῖς ἐπινοοῦντες καὶ τῶν οἰκείων παθῶν χειροτονοῦντές τε καὶ ὀνομάζοντες, ἵνα συγγνώμην ταῖς οἰκείαις ἀκολασίαις πορίζοιντο θεοὺς τοιούτους ἐπιγραφόμενοι. Ὥστε ἀμέλει ὁ παῤ αὐτοῖς ὕπατος πατὴρ ἀνδρῶν τε θεῶν τε τὸν Φρύγα τὸ μειράκιον εἰς ὄρνεον μετασχηματισθεὶς ἀσελγῶς διήρπασεν, μισθόν τε τῆς αἰσχρουργίας τὴν κύλικα παρέσχετο, τὴν φιλοτησίαν προπίνειν ἐπιτρέψας, ὡς ἂν μετὰ τοῦ νέκταρος καὶ τὰ ὀνείδη κοινῶς πίνοιεν. Ὃς καὶ μυρίοις ἄλλοις ἀτοπήμασι καὶ παρὰ τοῖς οὐδέσι τῶν ἀνθρώπων ἀπηγορευμένοις καὶ πᾶσαν ἀλόγων ἰδέαν ὁ πάντων ἀλογώτατος μεταβληθείς, ἀνδρόγυνος γίνεται, εἰ καὶ μὴ τὴν γαστέρα, ἀλλὰ γοῦν τὸν μηρὸν κυοφορῶν, ἵνα καὶ ταῦτα παρὰ φύσιν αὐτῷ πράττοιτο. Οὗ καὶ τὸ διθύραμβον κύημα ἀνδρόγυνον γενόμενον ἑκατέραν ἐνύβρισε φύσιν, μέθης ἔξαρχον οἰνοφλυγίας τε αὖ καὶ κραιπάλης καί γε ἑωλοκρασίας, καὶ τῶν ἐντεῦθεν δεινῶν. Τούτῳ τῷ Αἰγιόχῳ τῷ ὑψιβρεμέτῃ καί τι σεμνὸν ἐκεῖνο περιτιθέασι, πατραλοίαν ἀποκαλοῦντες, τὴν ἐσχάτην παρὰ πᾶσι ποινήν, οἷα τὸν Κρόνον τὸν κακῶς αὐτὸν φύσαντα τῆς βασιλείας ἐξωθήσαντα. Τί δὲ ἂν φαίην καὶ περὶ τῆς θεουργηθείσης αὐτοῖς πορνείας, ᾗτὴν Ἀφροδίτην τὴν κοχλογεννήτην Κυπρίαν ἐπέστησαν, τὴν μὲν σωφροσύνην ὡς ἐναγές τι χρῆμα καί τι τῶν ἄλλως ἐκτόπων μυσαττομένην, πορνείαις δὲ καὶ πάσαις αἰσχρουργίαις ἡδομένην, καὶ τούτοις ἱλάσκεσθαι βουλομένην; Μεθ̓ ἧς Ἄρης ἀσχημονεῖ τοῖς Ἡφαίστου τεχνάσμασινὑπὸ τοῖς θεοῖς θεατριζόμενός τε καὶ γελώμενος. Γελάσοι δὲ ἄν τις δικαίως καὶ Φαλλοὺς αὐτῶν καὶ Ἰθυφάλλους καὶ Φαλλαγώγια καὶ Πρίαπον ὑπερμεγέθη καὶ Πᾶνα ἀσχήμονι μορίῳ τιμώμενον καὶ τὰ ἐν Ἐλευσῖνι μυστήρια, καθ̓ ἓν μόνον ἐπαινετὰ ὅτι γε ἥλιος οὐχ ὁρᾷ,ἀλλὰ τῷ σκότῳ συνοικεῖν κατεκρίθησαν. Τούτων τοῖς αἰσχρῶς τιμῶσί τε καὶ τιμωμένοις καταλιμπανομένων, ἐπὶ τὴν νύσσαν τὸν πῶλον ἐκκεντήσωμεν, καὶ τὰ λειπόμενα τῆς Θεοδοσίου βασιλείας εὐσυνόπτως ἀποθώμεθα.

Γέγραπται δ̓ οὖν αὐτῷ πανευσεβὴς διάταξις ἀνὰ Niceph. xiv 36 τὸ πρῶτον βιβλίον κειμένη — Ἰουστινιανοῦ κῶδιξ ὠνόμασται — τρίτη 21 τὸν ἀριθμὸν τοῦ πρώτου τίτλου τυγχάνουσα: ἐν ᾗ τὸν πάλαι ποθούμενον παῤ αὐτοῦ, ὡς αὐτῷ Νεστορίῳ γέγραπται, θεόθεν κινηθείς, ἁπάσαις τὸ δὴ λεγόμενον ψήφοις κατέκρινεν ἀναθέματι περιβαλών, καὶ γέγραφενἐπὶ λέξεως ὧδε: Conc. v 417 Ἔτι θεσπίζομεν τοὺς ζηλοῦντας τὴν ἀσεβῆ Νεστορίου πίστιν ἢ τῇ ἀθεμίτῳ αὐτοῦ διδασκαλίᾳ ἀκολουθοῦντας, εἰ μὲν ἐπίσκοποι εἶεν ἢ κληρικοί, τῶν ἁγίων ἐκκλησιῶν ἐκβάλλεσθαι, εἰ δὲ λαϊκοί, ἀναθεματίζεσθαι.Τέθεινται δὲ αὐτῷ καὶ ἕτεραι νομοθεσίαι τῆς ἡμετέρας ἕνεκα θρησκείας, τὸν διάπυρον αὐτοῦ ζῆλον δεικνῦσαι.

Ἐν τούτοις τοῖς χρόνοις ἤκμασέ τε καὶ διεφάνη Niceph. xiv 51 καὶ Συμεώνης, ὁ τῆς ὁσίας καὶ πάντα ἀοιδίμου μνήμης, πρῶτος τὴν ἐπὶ κίονος στάσιν ἐπιτηδεύσας, δίπηχυ μόλις ἐνδιαίτημα τὸ περίμετρον, Δόμνου τηνικάδε τὴν Ἀντιοχέων ἐπισκοποῦντος. Ὃς ἐπειδὴ παῤ αὐτὸν γέγονεν, ἐκπλαγεὶς τὴν στάσιν καὶ τὴν δίαιταν, τῶν μυστικωτέρων ἐγλίχετο: ἄμφω δ̓ οὖν συνηλθέτην, καὶ τὸ ἄχραντον ἱερουργήσαντες σῶμα τῆς ζωοποιοῦ κοινωνίας ἀλλήλοις μετέδοσαν. Οὗτος ἐν σαρκὶ τὴν τῶν οὐρανίων δυνάμεων πολιτείαν ζηλώσας, ἐξαίρει μὲν ἑαυτὸν τῶν ἐπὶ γῆς πραγμάτων, καὶ τὴν φύσιν βιασάμενος τὴν τέως κάτω βρίθουσαν τὰ μετέωρα διώκει: καὶ μέσον οὐρανοῦ καὶ τῶν ἐπὶ γῆς γενόμενος ἐντυγχάνει τε τῷ θεῷ καὶ μετὰ τῶν ἀγγέλων δοξολογεῖ, ἐκ μὲν τῆς γῆς τὰς ὑπὲρ τῶν ἀνθρώπων πρεσβείας τῷ θεῷ προσάγων, ἐξ οὐρανοῦ δὲ τοῖς ἀνθρώποις τὴν ἄνωθεν εὐμένειαν καταπραττόμενος. 16 Τούτου τὰς θεοσημείας γέγραφε μὲν καί τις τῶν αὐτοπτῶν γενομένων: γέγραφε δὲ καὶ λογίως ἀπέθετο καὶ AS Jan. i 264 Rel. Hist. PG 82, 1464 Θεοδώρητος, ὁ τὴν Κυρεστῶν ἐπισκοπήσας, ἐν ᾧ τὰ μάλιστα παραλελοιπότες, ὃ μέχρι νῦν σωζόμενον παρὰ τοῖς τῆς ἁγίας ἐρήμου κατειλήφαμεν, καὶ παῤ αὐτῶν παρειλήφαμεν. Ὅτε δ̓ οὖν Συμεώνης οὗτος ὁ ἐπὶ γῆς ἄγγελος, ὁ ἐν Metaphr. PG 114, 349 Theod. Lect. ii 41 Suidas s. v. Symeon σαρκὶ τῆς ἄνω Ἱερουσαλὴμ πολίτης, τὴν ξένην ταύτην καὶ τοῖς ἀνθρώποις ἀγνῶτα τρίβον ἐπετήδευσε, στέλλουσί τινα παῤ αὐτὸν οἱ τῆς ἁγίας ἐρήμου, ἐντειλάμενοι φάναι: τίς ἡ ξενοπρεπὴς αὕτη πολιτεία, τί τὴν τετριμμένην καὶ τοῖς ἁγίοις πεπατημένην ὁδὸν ἀφείς, ἄλλην τινὰ ξένην καὶ τοῖς ἀνθρώποις καθάπαξ ἀγνοουμένην ὁδεύει: καὶ ὡς ἐπιτετράφασιν αὐτῷ καταβῆναι καὶ τὴν τῶν ἐκλεκτῶν πατέρων ὁδὸν ἀνύειν. Οἵπερ, εἰ μὲν ἐκθύμως ἑαυτὸν πρὸς τὴν κατάβασιν δοίη, συγχωρεῖν ἐκέλευσαν αὐτῷ τὴν ἰδίαν ἐκτρέχειν: ἐκ γὰρ τῆς ὑπακοῆς δῆλον εἶναι ὡς ἐκ θεοῦ ποδηγηθεὶς ὧδε διαθλεύει: εἰ δέ γε ἀντισταίη, ἢ καὶ τοῦ ἰδίου θελήματος δοῦλος γένοιτο καὶ μὴ πρὸς τὴν ἐπιτροπὴν ἰθυδρομήσοι, καὶ πρὸς βίας αὐτὸν καθέλκειν. Ὃς ἐπειδή περ παῤ αὐτὸν ἐγένετο καὶ τὴν τῶν πατέρων ἀπήγγειλεν ἐντολήν, εὐθέως τεθάτερον τοῖν ποδοῖν προέπεμψε τῶν πατέρων τὴν ἐπιτροπὴν ἐκπληρῶσαι βουλόμενος, ἀφίει αὐτὸν τὴν ἰδίαν Josua i 6 ὁδὸν ἐκπληροῦν, ἐπιφθεγξάμενος: Ἴσχυε καὶ ἀνδρίζου: ἡ στάσις σου παρὰ θεοῦ ἐστιν. Ὅ μοι ἀξιόλογον ὂν ἐξετέθη, τοῖς περὶ αὐτοῦ γραφεῖσι παρειμένον.Metaphr. PG 114, 381 Τούτῳ τοσοῦτον ἡ τῆς θείας χάριτος ἐνέσκηψε δύναμις, ὡς καὶ Θεοδοσίου τοῦ αὐτοκράτορος τεθεσπικότος τοῖς κατὰ τὴν Ἀντιόχου Ἰουδαίοις ἀποδοθῆναι τὰς σφῶν συναγωγάς, ἅσπερ ἔφθησαν παρὰ Χριστιανῶν ἀφῃρημένοι, οὕτω παρρησίᾳ γέγραφεν, οὕτω σφοδρῶς ἐπετίμησεμόνον τὸν ἴδιον βασιλέα εὐλαβούμενος, ὡς καὶ τὸν βασιλέα Θεοδόσιον τὰς ἰδίας ἀνακαλεσάμενον κελεύσεις πάντα πρὸς χάριν Χριστιανῶν ἐκπληρῶσαι, παραλῦσαι δὲ καὶ τὸν ὕπαρχον τὸν ταῦτα διδάξαντα τῆς ἀρχῆς δεηθῆναί τε τοῦ παναγίου καὶ ἀερίου μάρτυρος ἐπὶ ῥήματοσἱκετεύειν τε καὶ εὔχεσθαι ὑπὲρ αὐτοῦ, καὶ τῆς οἰκείας εὐλογίας μεταδιδόναι. Διέτριψε τοίνυν ἐν σαρκὶ τόνδε τὸν βίον διαθλεύων ἔτη ἓξ καὶ πεντήκοντα: ἐν μὲν τῷ πρώτῳ φροντιστηρίῳ ἔνθα τὰ θεῖα κατηχήθη, ἔτη ἐννέα, ἐν δὲ αὖ τῇ καλουμένῃ μάνδρᾳ ἑπτὰ καὶ τεσσαράκοντα:ἔν τινι μὲν στενῷ τόπῳ ἔτεσι δέκα τὸν ἀγῶνα διανύσας, ἐν δὲ κίοσι βραχυτέροις ἑπτά, καὶ ἐπὶ τεσσαρακοντάπηχυν ἔτη τριάκοντα. Niceph. xiv 51 Metaphr. PG 114, 389 Malal. 369 Τούτου τὸ πανάγιον σῶμα μετὰ τὴν ἐνθένδε ἐκδημίαν κατὰ τὴν Ἀντιοχέων ὕστερον εἰσήχθη, Λέοντος τὰσκῆπτρα διέποντος, Μαρτυρίου τηνικαῦτα τῆς Ἀντιόχου προεδρεύοντος, Ἀρταβουρίου δὲ αὖ τῶν ἑῴων στρατηγοῦντος ταγμάτων μετὰ τῶν ἀμφ̓ αὐτὸν στρατιωτικῶν τελῶν τε καὶ λοιπῶν, κατὰ τὴν αὐτοῦ μάνδραν γενομένων, καὶ τὸν πάνσεπτον διασωσάντων νεκρὸν Συμεώνου τοῦ μακαρίου, ὡς ἂν μὴ αἱ γειτνιῶσαι πόλεις συνελθοῦσαι τοῦτον διαρπάζοιεν. Θαυμάτων τοίνυν μεγίστων καὶ κατὰ τὴν ὁδοιπορίαν γενομένων, κομίζεται κατὰ τὴν Ἀντιόχου τὸ αὐτοῦ πανάγιον σῶμα: ὃ καὶ Αέων ὁ αὐτοκράτωρ ἐξῃτήσατο παρὰ τῶν Ἀντιοχέων λαβεῖν. Καὶ δεήσεις οἱ τῆς Ἀντιόχου πρὸς αὐτὸν ἀνατεινάμενοι γεγράφασιν οὕτως: Διὰ τὸ μὴ ὑπάρχειν τεῖχος τῇ πόλει, πέπτωκε γὰρ ἐν ὀργῇ, ἠγάγομεν τὸ πανάγιον σῶμα, ὅπως ἡμῖν γένηται τεῖχος καὶ ὀχύρωμα. Οἷς καὶ πεισθεὶς ἐνδούς τε ταῖς δεήσεσι τὸ σεπτὸν αὐτοῖς εἴασε σῶμα. Τούτου τὰ πολλὰ μέχρις ἡμῶν ἐφυλάχθη, οὗ καὶ τὴν ἁγίαν κορυφὴν μετὰ πολλῶν ἱερέων τεθέαμαι, ἐπισκοποῦντος τήνδε Γρηγορίου τοῦ παναοιδίμου, Φιλιππικοῦ δεηθέντος παραφυλακῆς ἕνεκα τῶν ἑῴων ἐκστρατευμάτων τίμια λείψανά οἱ ἐκπεμφθῆναι. Καὶ τὸ παράδοξον, αἱ κατὰ τῆς κεφαλῆς ἐπικείμεναι τρίχες οὐ διεφθάρησαν, ὡς δ̓ αὖ ζῶντος καὶ τοῖς ἀνθρώποις συναλιζομένου διασώζονται. Καὶ τὸ κατὰ τοῦ μετώπου δέρμα ἐρρυτίδωτο μὲν καὶ ἀπέσκληκε, σώζεται δ̓ οὖν ὅμως, καὶ τῶν ὀδόντων δ̓ οἱ πλείους, εἰ μή γε ὅσοι χερσὶν ἀνθρώπων πιστῶν βιαίως ἀφῃρέθησαν, διὰ τοῦ σχήματος κηρύσσοντες οἷός τε καὶ ὁπόσος καὶ πηλίκος ὁ ἄνθρωπος τοῦ θεοῦ γέγονε Συμεώνης. Ταύτῃ καὶ ὁ ἐκ σιδήρου πεποιημένος κλοιὸς παράκειται, μεθ̓ οὗ τὸ πολυύμνητον διαθλεῦσαν σῶμα τῶν ἐκ θεοῦ γερῶν μεταδέδωκεν: οὐδὲ γὰρ ἀποθανόντα τὸν Συμεώνην ὁ ἐραστὴς ἀπέλιπε σίδηρος. Οὕτω τὸ καθ̓ ἕκαστον ἂν διεξεληλύθειν ἐμοί τε τῆς διηγήσεως ὠφέλειαν παρέξον καὶ τοῖς ἐντυγχάνουσιν, εἰ μὴ πλατύτερον ταῦτα Θεοδωρήτῳ, ὡς ἔφθην εἰπών, ἐπεπόνητο.

Φέρε δὲ καὶ ἕτερον ὃ τεθέαμαι, τῇ ἰστορίᾳ παραδῶ. Niceph. xiv 51 Metaphr. PG 114, 392 Ἐπόθουν τὸ τέμενος τούτου δὴ τοῦ ἁγίου θεάσασθαι. Διέστηκε δὲ Θεουπόλεως σταδίους μάλιστα τριακοσίους κείμενον πρὸς αὐτὴν τοῦ ὄρους τὴν κορυφήν. Μάνδραν οἱ ἐπιχώριοι καλοῦσι, τῆς ἀσκήσεως οἶμαι τοῦ παναγίου Συμεώνου τὴν προσηγορίαν τῷ χώρῳ καταλιπούσης. Διήκει δὲ τὸ πρόσαντες τοῦ ὄρους σταδίους εἴκοσιν. Ἡδὲ τοῦ νεὼ οἰκοδομία σύγκειται μὲν σταυροῦ δίκην ἐκ τῶν τεσσάρων πλευρῶν στοαῖς κοσμουμένη: παρατετάχαται δὲ ταῖς στοαῖς κίονες ἐκ λίθου ξεστοῦ πεποιημένοι εὐπρεπῶς, εὖ μάλα τὴν ὀροφὴν εἰς ὕψος ἐπαίροντες. Τὸ δέ γε μέσον αὐλὴ ὑπαίθριός ἐστιν, μετὰ πλείστης ἐξειργασμένη τῆστέχνης: ἔνθα ὁ τεσσαρακοντάπηχυς ἵσταται κίων, ἐν ᾧ τὸν οὐράνιον διήνυσε βίον ὁ ἐπὶ γῆς ἔνσαρκος ἄγγελος. Πρὸς τῇ ὀροφῇ τοίνυν τῶν λελεγμένων στοῶν κλειθρίδια καθεστᾶσι — θυρίδας ἔνιοι καλοῦσι — πρός τε τὸ λελεγμένον ὑπαίθριον πρός τε τὰς στοὰς ἀποκρινόμενα. Κατὰ τὸ λαιὸν τοίνυν μέρος τοῦ κίονος ἐν αὐτῷ τῷ 16 κλειθριδίῳ τεθέαμαι μετὰ παντὸς τοῦ ἁλισθέντος αὐτόθι λεώ, τῶν ἀγροίκων περὶ τὸν κίονα χορευόντων, ἀστέρα ὑπερμεγέθη κατὰ πᾶν τὸ κλειθρίδιον διαθέοντά τε καὶ σελαγίζοντα, οὐχ ἅπαξ, οὐχ ἅπαξ, οὐ δίς, οὐ τρίς, ἀλλὰ καὶ πολλάκις,παυόμενόν τε αὖ συχνῶς καὶ πάλιν ἐξαπίνης φαινόμενον: ὃ δὴ γίνεται μόνον ἐν τοῖς τοῦ παναγίου μνημείοις. Εἰσὶ δὲ οἳ λέγουσι, καὶ οὐκ ἀπιστητέον τῷ θαύματι ἔκ τε τῆς τῶν λεγόντων εὐπιστίας καὶ τῶν ἄλλων ὧνπερ τεθεάμεθα, ὅτι καὶ αὐτὸ δὴ τὸ προσωπεῖον αὐτοῦ τεθέανται ὧδέ τεκἀκεῖσε περιϊπτάμενον, τὴν ὑπήνην καθειμένον, τὴν κεφαλὴν τιάρᾳ κεκαλυμμένον ὥσπερ εἰώθει. Ὧδε τοῦ χώρου γινόμενοι ἄνδρες ἀφυλάκτως εἰσίασι, μετὰ τῶν σφῶν νωτοφόρων τὸν κίονα πολλάκις περινοστοῦντες. Φυλακὴ δέ τις εἰς τὸ ἀκριβέστατον, οὐκ ἔχω ἀνθ̓ ὅτου λέγειν, ὡσἂν γυνὴ μὴ φοιτῴη τῶν ἀνακτόρων εἴσω. Ἔξω δὲ περὶ τὰς φλιὰς ἑστῶσαι τεθήπασι τὸ θαῦμα: ἀντικρὺ γὰρ τοῦ σελαγίζοντος ἀστέρος ἡ μία τῶν θυρῶν ἐστιν.

Ἐπὶ τῆς αὐτῆς διέπρεπε βασιλείας καὶ Ἰσίδωρος, Niceph. xiv 53 οὗ κλέος εὐρὺ κατὰ τὴν ποίησιν, ἔργῳ τε καὶ λόγῳ παρὰ πᾶσι διαβόητος: ὃς οὕτω μὲν τὴν σάρκα τοῖς πόνοις ἐξέτηξεν, οὕτω δὲ τὴν ψυχὴν τοῖς ἀναγωγικοῖς ἐπίανε λόγοις, ὡς ἀγγελικὸν ἐπὶ γῆς μετελθεῖν βίον, στήλην τε ζῶσαν διὰ παντὸς εἶναι βίου τε μοναδικοῦ καὶ τῆς εἰς θεὸν θεωρίας. Γέγραπται δ̓ οὖν αὐτῷ πολλὰ μὲν καὶ ἕτερα πάσης ὠφελείας ἔμπλεα: γέγραπται δὲ καὶ πρὸς Κύριλλον PG 78, 361 τὸν ἀοίδιμον, ἐξ ὧν μάλιστα δείκνυται τοῦ θεσπεσίου συνακμάσαι τοῖς χρόνοις. Ταῦτά μοι κομψῶς ὡς δυνατὸν πονουμένῳ, φέρε καὶ Συνέσιος ὁ Κυρηναῖος εἰς μέσον ἡκέτω τῇ οἰκείᾳ μνήμῃ κοσμήσων τὴν διάλεξιν. Οὗτος ὁ Niceph. xiv 55 Συνέσιος ἦν μὲν καὶ τὰ ἄλλα πάντα λόγιος, φιλοσοφίαν δὲ οὕτως ἐς τὸ ἀκρότατον ἐξήσκησεν ὡς καὶ παρὰ Χριστιανῶν θαυμασθῆναι τῶν μὴ προσπαθείᾳ ἢ ἀντιπαθείᾳ κρινόντων τὰ ὁρώμενα. Πείθουσι δ̓ οὖν αὐτὸν τῆς σωτηριώδους παλιγγενεσίας ἀξιωθῆναι καὶ τὸν ζυγὸν τῆς ἱερωσύνης ὑπελθεῖν, οὔπω τὸν λόγου τῆς ἀναστάσεως παραδεχόμενον οὐδὲ δοξάζειν ἐθέλοντα, εὐθυβόλως εὖ μάλα στοχασάμενοι ὡς ταῖς ἄλλαις τἀνδρὸς ἀρεταῖς ἕψεται καὶ ταῦτα, τῆς θείας χάριτος μηδὲν ἐλλειπὲς ἔχειν ἀνεχομένης: καὶ οὐκ ἐψεύσθησαν τῆς ἐλπίδος. Οἷος γὰρ καὶ ὅσος γέγονε, τεκμηριοῦσι μὲν αἱ κομψῶς αὐτῷ καὶ λογίως μετὰ τὴν ἱερωσύνην πεποιημέναι ἐπιστολαί, ὅ τε πρὸς αὐτὸν Θεοδόσιον προσφωνητικὸς λόγος, καὶ ὅσα τῶν ἐκείνου χρηστῶν φέρεται πόνων.

Τότε καὶ Ἰγνάτιος ὁ θεσπέσιος, ὡς Ἰωάννῃ τῷ Niceph. xiv 44 ῥήτορι σὺν ἑτέροις ἱστόρηται, ἐπειδή γε ὡς ἐβούλετο 31 τάφον τὰς τῶν θηρίων ἐσχηκὼς γαστέρας ἐν τῷ τῆς Ῥώμης ἀμφιθεάτρῳ, καὶ διὰ τῶν ὑπολειφθέντων ἁδροτέρων ὀστῶν, ἃ πρὸς τὴν Ἀντιόχου ἀπεκομίσθη, ἐν τῷ καλουμένῳ κοιμητηρίῳ, μετατίθεται πολλοῖς ὕστερον χρόνοις, ὑποθεμένου τοῦ παναγάθου θεοῦ Θεοδοσίῳ τὸν Θεοφόρον μείζοσι τιμῆσαι τιμαῖς, ἱερόν τε πάλαι τοῖς δαίμοσιν ἀνειμένον — Τυχαῖον τοῖς ἐπιχωρίοις ὠνόμαστο — τῷ ἀθλοφόρῳ μάρτυρι ἀναθεῖναι: καὶ σηκὸς εὐαγὴς καὶ τέμενος ἅγιον τῷ Ἰγνατίῳ τὸ πάλαι Τυχαῖον γέγονε, τῶν ἱερῶν αὐτοῦ λειψάνων μετὰ πομπῆς ἱερᾶς ἀνὰ τὴν πόλιν ἐπ̓ὀχήματος ἐνεχθέντων καὶ κατὰ τὸ τέμενος τεθέντων. Ὅθεν καὶ δημοτελὴς ἑορτὴ καὶ πάνδημος εὐφροσύνη μέχρις ἡμῶν τελεῖται, πρὸς τὸ μεγαλοπρεπέστερον τοῦ ἱεράρχου Γρηγορίου ταύτην ἐξάραντος. Γέγονε δὲ ταὐτὰ ἐκεῖθεν ἔνθεν, τοῦ θεοῦ τὰς ὁσίας τῶν ἁγίων αὐτοῦτιμῶντος μνήμας. Socr. iii 18 Sozom. v 19 Theodoret. HE iii 6 Joh. Chrys. PG 50,531 et 555 Theophan. 49 Julian. 361 B Ἰουλιανὸς μὲν γὰρ ὁ ἀλιτήριος, ἡ θεοστυγὴς τυραννίς, ἄκων καὶ μαστιζόμενος, ἐπειδὴ μὴ ὁ Δαφναῖος Ἀπόλλων, ὁ φωνὴν καὶ προφητείαν τὴν Κασταλίαν ἔχων, ἀνελεῖν τι ἠδύνατο τῷ βασιλεῖ χρηστηριαζομένῳ, Βαβύλα τοῦ ἁγίουπαντοίως ἐκ γειτόνων ἐπιστομίζοντος, τιμᾷ μεταθέσει τὸν ἅγιον, ὅτε καὶ νεὼς αὐτῷ πρὸ τῆς πόλεως παμμεγέθης ἀνίστατο, ὁ καὶ μέχρις ἡμῶν σωζόμενος, ἵνα λοιπὸν οἱ δαίμονες ἐπ̓ ἀδείας τὰ οἰκεῖα δρῷεν, ὥς φασιν Ἰουλιανῷ φθῆναι τούτους ἐπαγγείλασθαι. Τοῦτο δ̓ ἄρα ἦν τὸοἰκονομούμενον παρὰ τοῦ σωτῆρος θεοῦ, ὡς ἂν καὶ τῶν μεμαρτυρηκότων ἡ δύναμις ἔκδηλος ᾗ, καὶ τοῦ ἁγίου μάρτυρος τὰ εὐαγῆ λείψανα ἐν εὐαγεῖ μετενεχθεῖεν χώρῳ, καλλίστῳ τεμένει τιμώμενα.

Ἐν τούτοις τοῖς χρόνοις ὁ πολὺς τῷ λόγῳ πόλεμοςFHG iv 73, 75 Malal. 358 Theophan. 102 ἐκεκίνητο Ἀττίλα τοῦ τῶν Σκυθῶν βασιλέως: ὃν περιέργως καὶ ἐς τὰ μάλιστα λογίως Πρίσκος ὁ ῥήτωρ γράφει, μετὰ πολλῆς τῆς κομψείας διηγούμενος ὅπως τε κατὰ τῶν ἑῴων καὶ ἑσπερίων ἐπεστράτευσε μερῶν, οἵας τε καὶ ὅσας πόλεις ἑλὼν κατήγαγε, καὶ ὅσα πεπραχὼς τῶν ἐντεῦθενμετέστη. Niceph. xiv 46 Τοῦ αὐτοῦ τοίνυν Θεοδοσίου τὰ σκῆπτρα διέποντος, μέγιστος καὶ ἐξαίσιος καὶ τοὺς προλαβόντας νικῶν γέγονε σεισμὸς ἀνὰ πᾶσαν, ὡς εἰπεῖν, τὴν οἰκουμένην, Theophan. 93 Malal. 363 Joh. Nikiu c. 84 ὥστε καὶ πολλοὺς τῶν πύργων τῶν ἀνὰ τὴν βασιλίδα πρηνεῖς ἐνεχθῆναι, συμπεσεῖν τε καὶ τὸ Χερρονήσου καλούμενον μακρὸν τεῖχος: διαχῆναι δὲ τὴν γῆν καὶ πολλὰς κώμας ἐν αὐτῇ καταδῦναι: πολλά τε αὖ καὶ ἀναρίθμητα γενέσθαι πάθη ἀνά τε γῆν καὶ κατὰ θάλασσαν: καὶ ἐνίας μὲν τῶν πηγῶν ξηρὰς ἀναδειχθῆναι, ἑτέρωθι δὲ ὑδάτων πλῆθος ἀναδοθῆναι μὴ πρότερον ὂν, δένδρα τε αὐτόπρεμνα σὺν ταῖς σφίσι ῥίζαις ἀναβρασθῆναι καὶ χώματα πλεῖστα εἰς ὄρη σχεδιασθῆναι: τὴν δὲ θάλασσαν ἰχθῦς νεκροὺς ἀποσφενδονήσασθαι, καὶ πολλὰς τῶν ἐν αὐτῇ νήσων ἐπικλυσθῆναι: πλοῖά τε αὖ θαλάττια ἐπὶ τῆς ξηρᾶς ὀφθῆναι τῶν ὑδάτων ἐς τοὐπίσω νοστησάντων: παθεῖν τε καὶ τὰ πολλὰ Βιθυνίας τε καὶ Ἑλλησπόντου, Φρυγίας τε ἑκατέρας. Ὃ δὴ πάθος καὶ ἐπὶ χρόνον τῆς γῆς ἐπεκράτησεν, οὐχ ὥσπερ ἤρξατο οὕτω σφοδρῶς διαμένον, ἀλλὰ κατὰ μικρὸν λῆγον, μέχρις οὗ καθάπαξ ἐπέπαυστο.

Κατὰ τούτους τοὺς χρόνους Μεμνόνιος καὶ Ζωΐλος Niceph. xiv 46 καὶ Κάλλιστος παρὰ Θεοδοσίου κατὰ τὴν Ἀντιοχέων ἄρξοντες ἐξεπέμφθησαν, τὴν ἡμετέραν θρησκείαν διαπρέποντες. Καὶ Μεμνόνιος μὲν εὐπρεπῶς τε καὶ περιέργως τὸ καὶ πρὸς ἡμῶν Ψηφίον ὀνομαζόμενον ἐξ ἐδάφους ἀνοικοδομεῖ, ὑπαίθριον αὐλὴν κατὰ τὸ μέσον ἐάσας: Ζωΐλος δὲ τὴν βασίλειον στοὰν τὴν πρὸς τὸ νότιον τῆς Ῥουφίνου πλευρόν, μέχρις ἡμῶν τὴν τούτου προσηγορίαν διαδεξαμένην, εἰ καὶ τὰς οἰκοδομίας ἐκ τῶν ποικίλων παθημάτων ἐνήλλαξεν. Ἀτὰρ καὶ Κάλλιστος μεγαλοπρεπῆ τε καὶ περιφανῆ οἰκοδομίαν ἀνίστη, ἣν Καλλίστου στοὰν οἵ τε παλαιοὶ οἵ τε νῦν ὀνομάζομεν, πρὸ τῶν ἑδῶν ἃ τῇ δίκῃ ἱδρύεται, εὐθὺ τοῦ φόρου οὗ ἡ περικαλλὴς οἰκία, τῶν στρατηγῶν τὰ καταγώγια. Μετὰ τούτους Ἀνατόλιος Malal. 360 αὖ στρατηγὸς τῶν ἑῴων ταγμάτων πεμφθείς, τὴν καλουμένην Ἀνατολίου στοὰν οἰκοδομεῖ παντοδαπαῖς ὕλαις ταύτην διακοσμήσας. Ταῦτα, εἰ καὶ πάρεργα, τοῖς φιλομαθέσιν οὐκ ἄκομψα.

Ἐν τοῖς αὐτοῖς χρόνοις Θεοδοσίου ἐπαναστάσεις Niceph. xiv 57 FHG iv 138 συχναὶ κατὰ τὴν Εὐρώπην γεγόνασιν, ΟὐαλεντινιανοῦῬώμης βασιλεύοντος: ἃς καὶ καθεῖλε Θεοδόσιος μεγάλας δυνάμεις ἐκπέμψας κατὰ γῆν τε καὶ θάλασσαν πεζικῷ τε καὶ νηΐτῃ στρατῷ. Οὕτω δὲ καὶ Περσῶν παροινησάντων Theodoret. HE v 38 Agathias iv 26 Socr. vii 18 Procop. i 14 Socr. vii 20 Theophan. 87 κεκράτηκε, βασιλεύοντος αὐτῶν Ἰσδιγέρδου πατρὸς τοῦ Βαραράνου, ἢ ὡς Σωκράτει δοκεῖ, αὐτοῦ Βαραράνουβασιλεύοντος, ὡς καὶ πρεσβευσαμένοις αὐτοῖς εἰρήνην χαρίσασθαι, ἣ καὶ διήρκεσε μέχρι δύο καὶ δέκα ἐτῶν τῆς Ἀναστασίου βασιλείας: ἅπερ ἱστόρηται μὲν καὶ ἄλλοις, ἐπιτέτμηται δὲ εὖ μάλα κομψῶς καὶ Εὐσταθίῳ τῷ ἐξ Ἐπιφανείας τῷ Σύρῳ, ὃς καὶ τὴν ἅλωσιν Ἀμίδησσυνεγράψατο. Τότε φασὶ καὶ Κλαυδιανὸν καὶ Κῦρον τοὺς ποιητὰς ἀναδειχθῆναι, Κῦρον δὲ καὶ πρὸς τὸν μέγιστον τῶν ὑπάρχων ἀναβῆναι θρόνον, ὃν ὕπαρχον τῆς αὐλῆς οἱ πρὸ ἡμῶν κεκλήκασι, καὶ τῶν ἑσπερίων ἐξηγήσασθαι δυνάμεων,Καρχηδόνος ὑπὸ Βανδίλων κρατηθείσης Γιζερίχου τε τῶν βαρβάρων ἡγουμένου.

Οὗτος τοίνυν ὁ Θεοδόσιος τὴν Εὐδοκίαν εἰσοικίζεται Socr. vii 21 Malal. 353 Joh. Nikiu c. 84 τοῦ σωτηριώδους μεταλαβοῦσαν βαπτίσματος, γένει μὲν Ἀθηναίαν, καλλιεπῆ δὲ καὶ τὴν ὥραν εὐπρεπῆ, μέσησοἱ γενομένης Πουλχερίας τῆς βασιλίδος τῆς αὐτοῦ ἀδελφῆς. Socr. vii 44 Ἐκ ταύτης αὐτῷ γίνεται παῖς ἡ Εὐδοξία, ἣν ὕστερον, ἐπειδὴ καιρὸν ἦγε γάμου, Οὐαλεντινιανὸς ὁ αὐτοκράτωρ ἄγεται, ἀπάρας μὲν ἐκ τῆς πρεσβυτέρας Ῥώμης, Niceph. xiv 50 Chron. Pasch. 585 Mai. Spicileg. Rom. ii App. p. 15 κατάρας δὲ πρὸς τὴν Κωνσταντίνου. Ἣ χρόνοις ὕστερονἐπὶ τὴν ἁγίαν ἐπειγομένη Χριστοῦ τοῦ θεοῦ ἡμῶν πόλιν, ἐνταῦθά τε γίνεται καὶ δημηγορήσασα πρὸς τὸν ἐνταῦθα λεὼν ἐπιτελεύτιον ἔπος ἐφθέγξατο: Ὑμετέρης γενεῆς τε καὶ αἵματος εὔχομαι εἶναι, Z 211 Y 241 τὰς ἐκ τῆς Ἑλλάδος ἐνταῦθα σταλείσας ἀποικίας αἰνιττομένη. Εἴ τῳ περισπούδαστον ταύτας εἰδέναι, ἱστόρηται περιέργως Στράβωνι τῷ γεωγράφῳ, Φλέγοντί τε καὶ Strab. xvi 750 Liban. i 287 et 479 R Julian. 367 C Διοδώρῳ τῷ ἐκ Σικελίας, Ἀρριανῷ τε αὖ καὶ Πεισάνδρῳ τῷ ποιητῇ, καὶ πρός γε Οὐλπιανῷ Λιβανίῳ τε καὶ Ἰουλιανῷ τοῖς παναρίστοις σοφισταῖς. Καὶ εἰκόνι ἐκ χαλκοῦ τεχνικῶς ἠσκημένῃ παῖδες Ἀντιοχέων αὐτὴν τετιμήκασιν, ἣ καὶ μέχρις ἡμῶν σώζεται. Ἐξ ἧς προτραπεὶς Θεοδόσιος μεγίστην μοῖραν τῇ πόλει προστίθησι, τὸ τεῖχος εὐρύνας μέχρι τῆς πύλης τῆς ἐπὶ Δάφνην ἀγούσης τὸ προάστειον — ὁρᾶν τοῖς ἐθέλουσι πάρεστι: μέχρι γὰρ ἡμῶν τὸ παλαιὸν ἰχνηλατεῖται τεῖχος, τῶν λειψάνων ξεναγούντων τὰς ὄψεις — , εἰσὶ δὲ οἵ φασι τὸν πρεσβύτερον Θεοδόσιον τὸ Malal. 346 τεῖχος εὐρῦναι. Καὶ χρυσίον δὲ διακοσίας ἕλκον λίτρας τῷ Βάλεντος ἐδωρήσατο λουτρῷ κατά τι μέρος ἐμπρησθέντι.

Ἔνθεν τοίνυν ἡ Εὐδοκία ἐν Ἱεροσολύμοις δὶς Niceph. xiv 50 Malal. 357 Socr. vii 47 Theophan. 101 Joh. Nikiu c. 87 ἀφικνεῖται. Καὶ ὅτου μὲν χάριν ἢ τί πρωτοτύπως ὥς φασι βουλομένη, τοῖς ἱστορήσασι καταλειπτέον, εἰ καὶ μὴ ἀληθίζεσθαί μοι δοκοῦσιν. Ὅμως δ̓ οὖν ἀνὰ τὴν ἁγίαν Χριστοῦ πόλιν γενομένη πολλὰ πρὸς τιμῆς τοῦ σωτῆρος πέπραχε θεοῦ, ὥστε καὶ εὐαγῆ δείμασθαι φροντιστήρια καὶ τὰς καλουμένας λαύρας: ἐν οἷς ἡ μὲν δίαιτα διάφορος, ἡ δέ γε πολιτεία εἰς ἕνα τελευτᾷ θεοφιλῆ σκοπόν. Οἱ μὲν γὰρ ἀγεληδὸν ζῶντες οὐδενὶ τῶν ἐς γῆν βριθόντων κρατοῦνται: οὐ χρυσὸς γὰρ αὐτοῖς ἐστι, τί δ̓ ἂν φαίην χρυσός, ὅτε οὔτε ἰδική τις ἐσθὴς οὐδέ τι τῶν ἐδωδίμων. Ὃ γὰρ νῦν τις ἀμπέχεται τριβώνιον ἢ ἐξωμίδα, τοῦτο μετὰ σμικρὸν ἕτερος ἀμφιέννυται, ὡς καὶ τὴν πάντων ἐσθῆτα 31 ἑνὸς εἶναι δοκεῖν καὶ τὴν ἑνὸς ἁπάντων. Καὶ κοινὴ τράπεζα παρατίθεται οὐκ ὄψοις κεκαρυκευμένη οὐδέ τινι τῶν ἄλλων ἡδυσμάτων, λαχάνοις δὲ καὶ ὀσπρίοις μόνοις δεξιουμένη εἰς τοσοῦτον χορηγουμένοις ὅσον ἀποζῆν καὶ μόνον. Κοινὰς δὲ τὰς πρὸς θεὸν λιτὰς διημερεύουσί τε καὶ διανυκτερεύουσιν, οὕτω σφᾶς ἐκθλίβοντες, οὕτω τοῖς πόνοις πιέζοντες ὡς τάφων ἄνευ νεκροὺς αὐτοὺς δοκεῖν ὑπὲρ γῆν ὁρᾶν.Οἳ πολλάκις μὲν καὶ τὰς καλουμένας ὑπερθεσίμους πράττουσι διήμεροι καὶ τριήμεροι τὰς νηστείας ἐκτελοῦντες, εἰσὶ δὲ οἳ καὶ πεμπταῖοι ἢ καὶ πρός, καὶ μόλις τῆς ἀναγκαίας μεταλαμβάνουσι τροφῆς. Ἕτεροι δὲ αὖ πάλιν ἀπ̓ ἐναντίας ἰόντες μόνους ἑαυτοὺσκαθειργνύουσιν ἐν οἰκίσκοις τοσοῦτον εὖρος, τοσοῦτον ὕψος ἔχουσιν ὡς μηδὲ τὰ σώματα ἀνορθοῦν, μηδὲ μὴν ἐπ̓ ἀδείας τὰς κλίσεις ποιεῖσθαι, σπηλαίοις προσκαρτεροῦντες Hebr. xi 38 καὶ ταῖς ὀπαῖς τῆς γῆς, κατὰ τὴν τοῦ ἀποστόλου φωνήν. Ἄλλοι σύνοικοι θηρίοις γινόμενοι καί τισι τῆς γῆς ἀτεκμάρτοισἐνδομυχοῖς τὰς τὸν θεὸν ἐντεύξεις ποιοῦνται. Ἀτὰρ καὶ ἕτερον εἶδος αὐτοῖς ἐπενοήθη, πάσης ἀνδρείας τε καὶ καρτερίας δύναμιν ἐκβαῖνον. Ἐς ἔρημον γὰρ κεκαυμένην σφᾶς αὐτοὺς ἀφέντες καὶ μόνα τὰ τῆς φύσεως Theodoret. PG 82,1485 ἀναγκαῖα περιστείλαντες, ἄνδρες τε καὶ γύναια, τὸ λοιπὸνσῶμα γυμνὸν κρυμνοῖς τε ἐξαισίοις ἀέρων τε πυρακτώσεσιν ἐπιτρέπουσιν, ἐπ̓ ἴσης θάλπους τε καὶ ψύχους περιορῶντες. Καὶ τὰς μὲν τῶν ἀνθρώπων τροφὰς τέλεον ἀποσείονται, Sozom. vi 33 νέμονται δὲ τὴν γῆν — βοσκοὺς καλοῦσι — μόνον τὸ ζῆν ἐντεῦθεν ποριζόμενοι, ὥστε χρόνῳ καὶ θηρίοις συναφομοιοῦσθαι,τῆς τε ἰδέας αὐτοῖς παρατραπείσης, τῆς τε γνώμης λοιπὸν οὐ συμβαινούσης ἀνθρώποις: οὓς καὶ διδράσκουσιν ἰδόντες, καὶ διωκόμενοι ἢ τῇ ὠκύτητι τῶν ποδῶν, ἤ τινι τῶν ἐπὶ γῆς δυσόδων χωρίων τὸ λαθεῖν ἑαυτοῖς πορίζονται. Λέξω δὲ καὶ ἕτερον, ὃ μικροῦ με διέλαθε, καίτοι τὰ πρεσβεῖα κατὰ πάντων ἔχον. Εἰσὶ μὲν ἐλάχιστοι, εἰσὶ δ̓ οὖν ὅμως, οἳ ἐπὰν διὰ τῆς ἀρετῆς τοῦ ἀπαθεῖς εἶναι τύχωσιν, εἰς κόσμον ἐπανίασιν ἐν μέσοις τοῖς θορύβοις: καὶ παραφόρους σφᾶς ἀπαγγέλλοντες, οὕτω τὴν κενοδοξίαν καταπατοῦσιν, ὃν τελευταῖον χιτῶνα κατὰ Πλάτωνα Athen. xi 507 d τὸν σοφὸν ἡ ψυχὴ πέφυκεν ἀποτίθεσθαι, οὕτω τὸ ἀπαθῶς ἐσθίειν φιλοσοφοῦσι, κἂν παρὰ καπήλοις ἢ παλιγκαπήλοις δεήσοι, οὐ τόπον, οὐ πρόσωπον, οὐδέ τι τῶν πάντων ἐγκαλυπτόμενοι: καὶ βαλανείοις δὲ συχνοῖς ὁμιλοῦσι, τὰ πολλὰ γυναιξὶ συναλιζόμενοι καὶ συλλουόμενοι, οὕτω τῶν παθῶν περιγενόμενοι ὡς καὶ τῆς φύσεως τυραννῆσαι, καὶ μηδὲ τῇ ὄψει, μηδὲ τῇ ἁφῇ, μηδὲ μὴν αὐτῇ τῇ περιπλοκῇ τοῦ θήλεος πρὸς τὴν ἰδίαν ἀποκριθῆναι φύσιν: μετὰ ἀνδρῶν δὲ ἄνδρας εἶναι, μετὰ γυναικῶν τ̓ αὖ γυναῖκας, ἑκατέρας τε μετέχειν ἐθέλειν φύσεως καὶ μὴ μιᾶς εἶναι. Συνελόντι τοίνυν εἰπεῖν, ἐν τούτῳ τῷ παναρίστῳ καὶ θεοφόρῳ βίῳ ἡ ἀρετὴ τῇ φύσει ἀντινομοθετεῖ οἰκείους πηξαμένη νόμους, ὥστε μηδενὸς αὐτῶν τῶν ἀναγκαίων μεταδιδόναι ὅσα γε κορεσθῆναι: πεινῆν δὲ αὐτοῖς καὶ διψῆν ὁ σφῶν ἐγκελεύεται νόμος, περιστέλλειν τε τὸ σῶμα τοσοῦτο μόνον ὅσον ἡ ἀνάγκη βιάζεται. Οὕτως τε αὐτοῖς ἡ δίαιτα ἀκριβέσιν ἀντιταλαντεύεται ζυγοῖς ὡς ἐκ διαμέτρου χωροῦσιν αὐτοῖς τὴν ῥοπὴν ἀνεπαίσθητον εἶναι, καὶ ταῦτά γε πολὺ διεστῶσαν. Τοσοῦτον γὰρ αὐτοῖς τὰ ἐναντία κέκραται, τῆς θείας τὰ ἄμικτα συναγούσης καὶ αὖ πάλιν διαιρούσης χάριτος, ὥστε ζωὴν ἐν αὐτοῖς καὶ νέκρωσιν συνοικεῖν, τἀναντία καὶ τῇ φύσει καὶ τοῖς πράγμασιν. Ἔνθα μὲν γὰρ πάθος, νεκροὺς εἶναι δεῖ καὶ τῶν τάφων εἴσω: ἔνθα δὲ πρὸς θεὸν ἱκετεία, ῥωμαλέους τὸ σῶμα, σφριγῶντας τὴν ἀκμήν, κἂν ἔξωροι τὴν ἡλικίαν ὦσι. Καὶ οὕτως αὐτοῖς ἑκάτερος συμπλέκεται βίος, ὥστε ἀμέλει καὶ τὴν σάρκα τέλεον ἀποθέμενοι ζῶσιν ἀεὶ καὶ τοῖς ζῶσι συναλίζονται, σώμασί τε ἄκη προσφέροντες καὶ τὰς τῶν ἱκετευόντων φωνὰς τῷ θεῷ προσάγοντες, τά τε ἄλλα ὁμοίως τῇ προτέρᾳ βιοτῇ διεκτελοῦντες, ὅσα μὴ τῶν ἀναγκαίων δεῖσθαι ἢ τόπῳ περιορίζεσθαι, πάντων δὲ ἀκούεινκαὶ πᾶσι συγγίνεσθαι. Εἰσὶ δὲ γονάτων αὐτοῖς συχναὶ καὶ ἀδιάκοποι κλίσεις ἐπαναστάσεις τε σύντονοι, μόνης τῆς ἐφέσεως ἀναζωπυρούσης αὐτοῖς τὴν ἡλικίαν καὶ τὴν ἑκούσιον ἀσθένειαν: ἄσαρκοί τινες ἀθληταί, ἀναίματοι παλαισταί, οἵ γε πανδαισίαν τε καὶ τρυφὴν τὴν νηστείαν ἔχοντες,καὶ τράπεζαν διακορῆ τὸ μηδενὸς ὡς οἷόν τε ἀπογεύεσθαι. Ὁπόταν ξένος παῤ αὐτοὺς ἀφίκηται κἂν ἐξ ἑωθινοῦ, οὕτω πάλιν ταῖς φιλοφροσύναις καὶ τῇ φιλοτησίᾳ δεξιοῦνται, ἕτερον εἶδος νηστείας ἐπινοήσαντες τὸ αὖ μὴ βουλόμενοι ἐσθίειν, ὡς ἔκπληξιν τὸ πρᾶγμα καθεστάναι, πόσων εἰστροφὴν αὐτάρκη δεόμενοι οὕτω κομιδῇ βραχέσιν ἀρκοῦνται: ἐχθροὶ τῶν ἰδίων βουλήσεων καὶ τῆς φύσεως, ἔκδοτοι τοῖς τῶν πέλας θελήμασιν, ἵνα διὰ πάντων αὐτοῖς τὸ ἡδὺ τῆς σαρκὸς ἐξωσθείη, καὶ ψυχὴ διακυβερνῴη τὰ κάλλιστα καὶ θεὸν ἀρέσκοντα νουνεχῶς ἐκλεγομένη τε καὶ περισώζουσα:μακάριοι τῆς ἐνταῦθα διαίτης, μακαριώτεροι τῆς ἐντεῦθεν μεταστάσεως, ἐς ἣν διὰ παντὸς χαίνουσι τὸν ποθούμενον αὐτοῖς ἰδεῖν ἐπειγόμενοι.

Πολλοῖς τοίνυν τοιούτοις ἐντυχοῦσα ἡ Θεοδοσίου Niceph. xiv 50 Metaphr. PG 114, 668 et 677 σύμβιος, καὶ πολλά, ὥς μοι λέλεκται, τοιαῦτα φροντιστήριαδειμαμένη, καὶ μὴν καὶ τὰ τείχη πρὸς τὸ κρεῖττον Ἱεροσολύμων ἀνανεωσαμένη, καὶ τέμενος μέγιστον ἀνίστη, ἐξοχῇ τε καὶ κάλλει προὖχον, τοῦ πρώτου διακόνων τε καὶ μαρτύρων Στεφάνου, οὔτι στάδιον Ἱεροσολύμων διεστώς: ἐν ᾧ καὶ τίθεται πρὸς τὸν ἀγήρω μεταχωρήσασαMalal. 358 Theophan. 109 βίον. Ἀμείψαντος δὲ μετὰ ταῦτα, ἢ καὶ ὥς τισι δοκεῖ πρὸ τῆς Εὐδοκίας, καὶ Θεοδοσίου, τὴν βασιλείαν ὀκτὼ καὶ τριάκοντα ἔτεσι τούτῳ διακονησαμένης, Μαρκιανὸς Ioh. Nikiu c. 87 ὁ πανάριστος τὴν Ῥωμαίων ἀρχὴν περιβάλλεται. Ἃ δ̓ οὖν καὶ ὑπ̓ αὐτῷ πέπρακται τῶν ἑῴων ἡγεμονεύοντι, ἡ ἑξῆς εὖ μάλα σαφῶς ἱστορία παραστήσει, τῆς ἄνωθεν ῥοπῆς τὴν οἰκείαν χορηγούσης εὐμένειαν. Τέλος τοῦ α τόμου τῆς ἐκκλησιαστικῆς ἱστορίας Εὐαγρίου.

τάδε ἔνεστιν ἐν τῷ δευτέρῳ τόμῳ της ἐκκλησιαστικης ἱστορίας Εὐαγρίου Σχολαστικοῦ:

α Περὶ Μαρκιανοῦ βασιλέως, καὶ οἷα σύμβολα προηγήσαντο τὴν βασιλείαν αὐτῷ μηνύοντα.

β Περὶ τῆς ἐν Καλχηδόνι συνόδου, καὶ πόθεν τὴν αἰτίαν τῆσσυνελεύσεως ἔσχεν.

γ Ἔκφρασις τοῦ εὐκτηρίου οἴκου τῆς μάρτυρος Εὐφημίας τῆς ἐν Καλχηδόνι, καὶ διήγησις τῶν γινομένων ἐν αὐτῷ θαυμάτων.

δ Περὶ τῶν ἐν τῇ συνόδῳ κινηθέντων καὶ τυπωθέντων, καὶ ὡς Διόσκορος ὁ Ἀλεξανδρείας καθῃρέθη, Θεοδώρητος δὲ καὶ Ἴβας καίτινες ἕτεροι ἀνεκλήθησαν.

ε Περὶ τῆς γενομένης στάσεως ἐν Ἀλεξανδρείᾳ, χάριν τῆς χειροτονίας Προτερίου, ὁμοίως καὶ ἐν Ἱεροσολύμοις.

ς Περὶ τῆς γενομένης ἀνομβρίας, λιμοῦ τε καὶ λοιμοῦ: ὅπως τε παραδόξως ἔν τισι χώραις αὐτομάτη ἡ γῆ τοὺς καρποὺσἐβλάστησεν.

ζ Περὶ τῆς ἀναιρέσεως Οὐαλεντινιανοῦ καὶ ἁλώσεως Ῥώμης: καὶ περὶ ἑτέρων βασιλευσάντων αὐτῆς.

η Περὶ τοῦ θανάτου Μαρκιανοῦ καὶ τῆς βασιλείας Λέοντος: καὶ ὡς οἱ τῶν Ἀλεξανδρέων αἱρεσιῶται τὸν Προτέριον ἀποσφάττουσι,Τιμοθέῳ δὲ τῷ Αἰλούρῳ τὴν ἀρχιερωσύνην παραδιδόασιν.

θ Περὶ τῶν ἐγκυκλίων Λέοντος βασιλέως.

ι Περὶ ὧν οἱ ἐπίσκοποι καὶ Συμεὼν ὁ κιονίτης ἀντέγραψεν.

ια Περὶ τῆς ἐξορίας Τιμοθέου τοῦ Αἰλούρου καὶ τῆς χειροτονίας Τιμοθέου τοῦ Σαλοφακιάλου, καὶ περὶ Γενναδίου καὶ Ἀκακίου τῶν Κωνσταντινουπολιτῶν.

ιβ Περὶ τοῦ γεγονότος ἐν Ἀντιοχείᾳ σεισμοῦ μετὰ ἔτη τριακόσια τεσσαράκοντα καὶ ἑπτὰ τοῦ κατὰ Τραϊανόν.

ιγ Περὶ τοῦ ἐμπρησμοῦ τοῦ ἐν Κωνσταντινουπόλει.

ιδ Περὶ καθολικῶν παθημάτων.

ιε Περὶ τοῦ γάμου Ζήνωνος καὶ Ἀρεάδνης.

ις Περὶ Ἀνθεμίου βασιλέως Ῥώμης, καὶ τῶν ἐξ αὐτοῦ βασιλέων.

ιζ Περὶ τῆς τελευτῆς Λέοντος, καὶ βασιλείας τοῦ μικροῦ Λέοντος, καὶ αὖθις Ζήνωνος τοῦ πατρὸς αὐτοῦ.

ιη Ἐπιτομὴ τῶν κινηθέντων ἐν τῇ εἰς Καλχηδόνα συνόδῳ, ἐν τῷ τέλει τοῦ δευτέρου τόμου τεθειμένη.

Ἃ μὲν ὑπὸ τοῖς Θεοδοσίου γεγένηται χρόνοις, Niceph. xv 1 τῇ πρώτῃ διείληπται διαλέξει. Φέρε δὲ Μαρκιανὸν εἰσμέσον ἄγοντες τὸν ἀοίδιμον Ῥωμαίων αὐτοκράτορα, πρότερον ἱστορήσωμεν τίς τε ἦν καὶ ὅθεν, καὶ ὅπως τὴν βασιλείαν Ῥωμαίων ἀνεδήσατο: οὕτω τε τὰ ὑπ̓ αὐτῷ γεγενημένα κατὰ τοὺς ἰδίους ἀποθώμεθα καιρούς. Μαρκιανὸς τοίνυν, ὡς ἄλλοις τε πολλοῖς καὶ μὴν καὶΠρίσκῳ ἱστόρηται τῷ ῥήτορι, ἦν μὲν Θρᾷξ γένος, ἀνδρὸς στρατιωτικοῦ παῖς: ὅς γε τῆς τοῦ πατρὸς βιοτῆς μεταλαχεῖν ἐπειγόμενος πρὸς τὴν Φιλιππούπολιν τὰς ὁρμὰς ἔσχεν, ἔνθα καὶ στρατιωτικοῖς ἐδύνατο συντετάχθαι τάγμασιν. Ἀνὰ δὲ τὴν ὁδὸν τεθέαται νεοσφαγὲσσῶμα ἐπὶ γῆς ἐρριμμένον: ᾧ παρεστώς, ἦν γὰρ τά τε ἄλλα πανάριστος καὶ ἐς τὰ μάλιστα φιλανθρωπότατος, ᾤκτειρε τὸ γεγονός, καὶ ἐπὶ πολὺ τὴν πορείαν ἐπεῖχε τῶν εἰκότων μεταδοῦναι βουλόμενος. Ἐπειδὴ δέ τινες τοῦτο τεθέανται, ταῖς ἐν τῇ Φιλιππουπόλει προσήγγελλονἀρχαῖς: αἳ τὸν Μαρκιανὸν παραλαβοῦσαι τὰ περὶ τῆς μιαιφονίας ἀνηρώτων. Καὶ δὴ τῶν στοχασμῶν καὶ τῶν εἰκότων πλέον τῆς ἀληθείας καὶ τῆς γλώσσης ἐσχηκότων, τὸν φόνον τε τἀνδρὸς ἀναινομένου καὶ μιαιφόνου γε ποινὰς μέλλοντος ἀποτίσειν, θεία τις ἐξαπίνης ῥοπὴ τὸν μιαιφόνον παραδίδωσιν: ὃς τὴν κεφαλὴν ἀποθέμενος ποινὴν τοῦ δράματος τὴν κεφαλὴν τῷ Μαρκιανῷ χαρίζεται. Οὕτω παραδόξως σωθεὶς ἔν τινι τῶν αὐτόθι στρατιωτικῶν τελῶν ἀφικνεῖται, ἐν αὐτῷ παραγγέλλειν βουλόμενος. Οἳ τὸν ἄνδρα θαυμάσαντες μέγαν τε ἔσεσθαι καὶ ἀξιολογώτατον εἰκότως τεκμηράμενοι ἥδιστα προσδέχονται, καὶ σφίσιν αὐτοῖς ἐγκαταλέγουσιν, οὔτι ἔσχατον, ὡς ὁ στρατιωτικὸς ἐθέλει νόμος, ἐς δέ τινα βαθμὸν ἄρτι τετελευτηκότος ἀνδρός — Αὔγουστος ὄνομα τούτῳ — , Μαρκιανὸν τὸν καὶ Αὔγουστον ἐς τὴν παραγγελίαν ἐγγράψαντες, ὡς φθάσαι τοὔνομα τὴν προσηγορίαν τῶν ἡμετέρων βασιλέων, τὸ καλεῖσθαι Αὔγουστοι μετὰ τῆς ἁλουργίδος περιβαλλομένων: ὥσπερ οὐκ ἀνασχομένου τοῦ ὀνόματος ἐπ̓ αὐτῷ χωρὶς τῆς ἀξίας μεῖναι, μηδ̓ αὖ πάλιν τῆς ἀξίας ἕτερον ὄνομα ζητησάσης εἰς σεμνολόγημα, ὥστε κύριον καὶ προσηγορικὸν τὸ αὐτὸ καθεστάναι, διὰ μιᾶς κλήσεως τῆς τε ἀξιώσεως τῆς τε προσηγορίας σημαινομένων. Καὶ ἕτερον δὲ συνέπεσε τὴν βασιλείαν τῷ Μαρκιανῷ Procop. i 326 Theophan. 104 Zonar. iii 246 Cramer. An. Par. ii 312 τεκμηριῶσαι δυνάμενον. Ἐπειδὴ γὰρ Ἄσπαρι συνεστράτευσε κατὰ Βανδίλων δορυάλωτός τε γέγονε σὺν ἑτέροις πλείστοις, παρὰ πολὺ τῶν Βανδίλων ἡττηθέντος τοῦ Ἄσπαρος, ἀνὰ τὸ πεδίον ἤχθη μετὰ τῶν ἄλλων ἀνδραπόδων, Γιζερίχου τοὺς ζωγρηθέντας ἰδεῖν βουληθέντος: οἵπερ ἐπειδὴ ἡλίσθησαν, ἔν τινι τῶν ὑπερῴων ὁ Γιζέριχος καθῆστο τῷ πλήθει τῶν σαγηνευθέντων ἡδόμενος. Οἳ τοῦ καιροῦ τριβομένου, ὡς ἂν ἑκάστοις ἐδόκει, διετέλουν: ἀνεῖσαν γὰρ οἱ φύλακες τὰ δεσμά, Γιζερίχου προστάξαντος. Ἄλλος μὲν οὖν ἄλλο τι ἐπεπράχει: Μαρκιανὸς δὲ καθεὶς ἑαυτὸν ἐς τὸ πεδίον ὑπὸ τῷ ἡλίῳ ἐκάθευδε θερμῷ τε ὄντι καὶ διαπύρῳ παρὰ τὴν ὥραν τοῦ ἔτους. Ἀετὸς δὲ τῶν ὕπερθεν ἐπιστὰς καὶ κατὰ κάθετον τῷ ἡλίῳ ἀντιμέτωπον τὴν πτῆσιν ποιησάμενος, νεφέλης δίκην σκιὰν καὶ τὴν ἐντεῦθεν παραψυχὴν τῷ Μαρκιανῷ ἐτεχνάσατο: ὡς θαυμάσαντα Γιζέριχον συμβαλεῖν εὐστόχως τὰ ἐσόμενα, μετάπεμπτόν τε τὸν Μαρκιανὸν ποιησάμενον ἀφεῖναι τῆς αἰχμαλωσίας, ὅρκοις δεινοῖς κατασφαλισάμενον ἦ μὴν τὰ πιστὰ φυλάξειν Βανδίλοις ἐς βασιλείαν παριόντα καὶ ὅπλα κατ̓ αὐτῶνμὴ κινεῖν: καὶ φυλάξαι τὸν Μαρκιανὸν ἐπὶ τοῖς ἔργοις Procop. i 327 ὁ Προκόπιος ἱστορεῖ. Ἀλλ̓ ἐπὶ τὸ προκείμενον ἐπανίωμεν, τὴν ἐκτροπὴν ἐάσαντες. Cramer. An. Par. ii 311 Ἦν ὁ Μαρκιανὸς τὰ πρὸς θεὸν εὐσεβής, τὰ πρὸς πολιτευομένους δίκαιος: πλοῦτον ἡγούμενος οὐ τὸν ἀπόθετον,οὐδὲ μὴν τὸν ἀπὸ δασμολογιῶν συμφορούμενον, ἕνα δὲ μόνον τὸν τοῖς δεομένοις ἐπαρκεῖν δυνάμενον καὶ τοῖς πολλὰ κεκτημένοις ἀσφαλῆ παρέχειν τὸν πλοῦτον: φοβερὸς οὐκ ἐν τῷ τιμωρεῖσθαι, ἀλλ̓ ἐν τῷ τιμωρήσεσθαι: δἰ ἃ καὶ τὴν ἀρχὴν ἆθλον ἀρετῆς, οὐ κληρονομίανμίαν ἔσχε, τῆς τε γερουσίας τῶν τε ἄλλων τῶν πᾶσαν πληρούντων τύχην ἁπάσαις ψήφοις τὴν βασιλείαν αὐτῷ Malal. 367 Theophan. 103 Ioh. Nikiu c. 87 παρασχομένων, γνώμῃ Πουλχερίας: ἣν καὶ ἐσῳκίσατο μὲν ὡς βασιλίδα, οὐ μὴν ἔγνω, ἀείπαιδος ἐκείνης μέχρι γήρως μεινάσης. Γέγονε δὲ ταῦτα οὔπω Οὐαλεντινιανοῦτοῦ τῆς Ῥώμης αὐτοκράτορος τὴν ψῆφον ἐπικυρώσαντος: ὅμως δ̓ οὖν διὰ τὴν ἀρετὴν ἐπιψηφίσαντος, ἐβούλετο ὁ Μαρκιανὸς καὶ τῷ θεῷ κοινὸν παρὰ πάντων σέβας προσάγεσθαι, τῶν διὰ τὴν ἀσέβειαν συγχυθεισῶν γλωσσῶν αὖθις εὐσεβῶς ἑνουμένων, καὶ διὰ μιᾶς καὶ τῆσαὐτῆς δοξολογίας τὸ θεῖον γεραίρεσθαι.

Προσίασι τοίνυν αὐτῷ ταῦτα βουλευομένῳ οἵ τε Niceph. xv 2 Theophan. 105 Λέοντος τοῦ τῆς πρεσβυτέρας Ῥώμης ἐπισκόπου διακονούμενοι ταῖς ἀποκρίσεσι, φάσκοντες Διόσκορον ἀνὰ τὸ δεύτερον ἐν Ἐφέσῳ συνέδριον μὴ δέξασθαι τὸν Λέοντοστόμον, ὀρθοδοξίας ὅρον τυγχάνοντα, οἵ τε παῤ αὐτοῦ Διοσκόρου καθυβρισθέντες τὰ κατὰ σφᾶς ἱκετεύοντες συνοδικῶς κριθῆναι. Παρώτρυνε δὲ μάλιστα Εὐσέβιος ὁ τοῦ Δορυλαίου γεγονὼς πρόεδρος, φάσκων ἐπιβουλεύμασι Χρυσαφίου τοῦ Θεοδοσίου ὑπασπιστοῦ αὐτόν τε καὶ Φλαβιανὸν καθαιρεθῆναι, διότι χρυσίον τῷ Χρυσαφίῳ Theophan. 98, 100 ζητοῦντι ὁ Φλαβιανὸς ἐπὶ τῇ οἰκείᾳ χειροτονίᾳ πρὸς ἐντροπὴν ἱερὰ πέπομφε σκεύη, καὶ ὅτι παραπλήσιος τὴν κακοδοξίαν Εὐτυχεῖ καθειστήκει ὁ Χρυσάφιος. Ἔλεγε δὲ τὸν Φλαβιανὸν καὶ δειλαίως ἀναιρεθῆναι πρὸς Διοσκόρου ὠθούμενόν τε καὶ λακτιζόμενον. Ἐξ ὧν ἡ ἐν Καλχηδόνι σύνοδος ἁλίζεται, ἀγγελιῶν τε καὶ ἀγγελιαφόρων πεμφθέντων καὶ τῶν ἑκασταχοῦ ἱερέων εὐσεβέσι γράμμασι κληθέντων, πρῶτα μὲν ἐν Νικαίᾳ — ὡς καὶ τὸν Conc. vi 132 Ῥώμης πρόεδρον Λέοντα τοῖς ἐν Νικαίᾳ συνελθοῦσιν ἐπιγράψαι, πρὸς αὐτοὺς ἐπιστέλλοντα περὶ ὧν ἐς τὸν οἰκεῖον πέπομφε τόπον, Πασκασιανοῦ καὶ Λουκενσίου καὶ λοιπῶν — , ὕστερον δὲ ἐν Καλχηδόνι τῆς Βιθυνῶν χώρας. Καὶ Ζαχαρίας μὲν ἐμπαθῶς ὁ ῥήτωρ καὶ Νεστόριον Zacharias iii 1 Rev. de l'hist. des relig. viii 570 ἐκ τῆς ὑπερορίας μετάπεμπτον γενέσθαι φησί: τὸ δέ γε μὴ ταῦθ̓ οὕτως ἔχειν τεκμηριοῖ τὸ πανταχοῦ τῆς συνόδου τὸν Νεστόριον ἀνατεθεματίσθαι. Δηλοῖ δὲ εὖ μάλα καὶ Εὐστάθιος ὁ τῆς Βηρυτῶν ἐπίσκοπος, γράφων πρὸς Ἰωάννην ἐπίσκοπον καὶ πρὸς Ἰωάννην ἕτερον πρεσβύτερον περὶ τῶν ἐν τῇ συνόδῳ κινηθέντων ἐπὶ λέξεως ὧδε: Ὑπαντήσαντες δὲ πάλιν οἱ ζητοῦντες Νεστορίου τὰ λείψανα τῆς συνόδου κατεβόων: Οἱ ἅγιοι διὰ τί ἀναθεματίζονται; ὡς ἀγανακτήσαντα τὸν βασιλέα τοῖς δορυφόροις ἐπιτρέψαι μακρὰν αὐτοὺς ἀπελάσαι. Πῶς οὖν ὁ Νεστόριος μετεκαλεῖτο τῶν ἐντεῦθεν μεταστάς, οὐκ ἔχω λέγειν.

Ἁλίζονται τοίνυν ἀνὰ τὸ ἱερὸν τέμενος Εὐφημίας Niceph. xv 3τῆς μάρτυρος, ὅπερ ἵδρυται μὲν ἐπὶ τῆς Καλχηδοναίων τοῦ Βιθυνῶν ἔθνους, ἀπῴκισται δὲ τοῦ Βοσπόρου σταδίοις οὐ πλείοσι δύο, ἔν τινι τῶν εὐφυῶν χωρίων ἠρέμα προσάντει: ὥστε τοὺς περιπάτους ἀνεπαισθήτους εἶναι τοῖς ἐς τὸν νεὼν ἀπιοῦσι τῆς μάρτυρος, ἐξαπίνης τε μετεώρους εἶναι εἴσω τῶν ἀνακτόρων γενομένους: ὥστε τὰς ὄψεις ἐκχέοντας ἐκ περιωπῆς ἅπαντα θεωρεῖν, ὑπεστρωμένα πεδία ὁμαλῆ καὶ ὕπτια, τῇ πόᾳ χλοάζοντα ληΐοις τε κυμαινόμενα καὶ παντοδαπῶν δένδρων τῇ θέᾳὡραϊζόμενα, ὄρη τε λάσια ἐς ὕψος εὐπρεπῶς μετεωριζόμενά τε καὶ κυρτούμενα, ἄταρ καὶ πελάγη διάφορα, τὰ μὲν τῇ γαλήνῃ πορφυρούμενα καὶ ταῖς ἀκταῖς προσπαίζοντα ἡδύ τι καὶ ἥμερον ἔνθα νήνεμα τὰ χωρία καθεστᾶσι, τὰ δὲ παφλάζοντά τε καὶ τοῖς κύμασιν ἀγριαίνοντα,κάχληκάς τε καὶ φυκία καὶ τῶν ὀστρακοδέρμων τὰ κουφότερα μετὰ τῆς ἀντανακλάσεως τῶν κυμάτων αὐτῆς ἀνασειράζοντα. Ἀντικρὺ δὲ τῆς Κωνσταντίνου τὸ τέμενος, ὥστε καὶ τῇ θέᾳ τῆς τοσαύτης πόλεως τὸν νεὼν ὡραΐζεσθαι. Τρεῖς δ̓ ὑπερμεγέθεις οἶκοι τὸ τέμενος:εἷς μὲν ὑπαίθριος, ἐπιμήκει τῇ αὐλῇ καὶ κίοσι πάντοθεν κοσμούμενος, ἕτερός τ̓ αὖ μετὰ τοῦτον τό τε εὖρος τό τε μῆκος τούς τε κίονας μικροῦ παραπλήσιος, μόνῳ δὲ τῷ ἐπικειμένῳ ὀρόφῳ διαλλάττων: οὗ κατὰ τὴν βόρειον πλευρὰν πρὸς ἥλιον ἀνίσχοντα, οἶκος περιφερὴς ἐς θόλον,εὖ μάλα τεχνικῶς ἐξησκημένοις κίοσιν, ἴσοις τὴν ὕλην, ἴσοις τὰ μεγέθη καθεστῶσιν ἔνδοθεν κυκλούμενος. Ὑπὸ τούτοις ὑπερῷόν τι μετεωρίζεται ὑπὸ τὴν αὐτὴν ὀροφήν, ὡς ἂν κἀντεῦθεν ἐξῇ τοῖς βουλομένοις ἱκετεύειν τε τὴν μάρτυρα καὶ τοῖς τελουμένοις παρεῖναι. Εἴσω δὲ τοῦθόλου πρὸς τὰ ἑῷα εὐπρεπής ἐστι σηκός, ἔνθα τὰ πανάγια τῆς μάρτυρος ἀπόκειται λείψανα ἔν τινι σορῷ τῶν ἐπιμήκων — μακρὰν ἔνιοι καλοῦσιν — ἐξ ἀργύρου εὖ μάλα σοφῶς ἠσκημένῃ. Simoc. viii 14 Καὶ ἃ μὲν ὑπὸ τῆς παναγίας ἐπί τισι χρόνοις θαυματουργεῖται,πᾶσι Χριστιανοῖς ἔκδηλα. Πολλάκις γὰρ ἢ τοῖς κατὰ καιρον τὴν αὐτὴν ἐπισκοποῦσι πόλιν ὄναρ ἐπιστᾶσα διακελεύεται ἢ τισι τῶν ἄλλως ἐς βίον ἐπισήμων, παραγινομένοις αὐτῇ κατὰ τὸ τέμενος τρυγᾶν. Ὅπερ ἐπειδὰν τοῖς τε βασιλεῦσι τῷ τε ἀρχιερεῖ καὶ τῇ πόλει κατάδηλον ᾖ, φοιτῶσι κατὰ τὸν νεὼν οἵ τε τὰ σκῆπτρα οἵ τε τὰ ἱερὰ καὶ τὰς ἀρχὰς διέποντες ἅπας τε ὁ λοιπὸς ὅμιλος μετασχεῖν τῶν τελουμένων βουλόμενοι. Πάντων τε οὖν ὁρώντων ὁ τῆς Κωνσταντίνου πρόεδρος μετὰ τῶν ἀμφ̓ αὐτὸν ἱερέων εἴσω τῶν ἀνακτόρων χωρεῖ, ἔνθα τὸ λελεγμένον μοι πανάγιον ἀπόκειται σῶμα. Ἔστι δέ τι κλειθρίδιον μικρὸν κατὰ τὴν αὐτὴν σορὸν ἐν τῷ λαιῷ μέρει θύραις μικραῖς κατησφαλισμένον, ὅθεν σίδηρον ἐπιμήκη κατὰ τὰ πανάγια λείψανα σπόγγον περιαρτήσαντες ἐπαφιᾶσι, καὶ τὸν σπόγγον περιδονοῦντες ἐς ἑαυτοὺς τὸν σίδηρον ἀνέλκουσιν αἱμάτων πλήρη θρόμβων τε πολλῶν. Ὅπερ ἐπὰν ὁ λεὼς ἴδοι, εὐθέως προσεκύνησε τὸν θεὸν γεραίρων. Τοσαύτη δέ γε καθέστηκε τῶν ἐκφερομένων ἡ πληθύς, ὥστε καὶ τοὺς εὐσεβεῖς βασιλεῖς καὶ πάντας τοὺς ἁλιζομένους ἱερέας καὶ μὴν καὶ πάντα τὸν ἀθροιζόμενον λεὼν πλουσίως τῶν ἀναδιδομένων μεταλαμβάνειν, ἐκπέμπεσθαί τε καὶ ἀνὰ τὴν ὑφήλιον πᾶσαν τῶν πιστῶν τοῖς βουλομένοις, καὶ διὰ παντὸς τούς τε θρόμβους σώζεσθαι τό τε πανάγιον αἷμα, μηδαμῶς ἐς 21 ἑτέραν μεταχωροῦν ὄψιν. Ἅπερ θεοπρεπῶς τελεῖται, οὐ κατά τινα διωρισμένην περίοδον, ἀλλ̓ ὡς ἂν ἡ τοῦ προεδρεύοντος βιοτὴ καὶ ἡ τῶν τρόπων σεμνότης βούλεται. Φασὶ δ̓ οὖν ὅτε μὲν τῶν εὐσχημόνων τις κυβερνῴη καὶ ταῖς ἀρεταῖς ἐπίσημος, τοῦτο τὸ θαῦμα καὶ μάλα συχνῶς γίγνεσθαι: ὅτε δὲ τῶν οὐ τοιούτων, σπανίως τὰς τοιαύτας θεοσημείας προϊέναι. Λέξω δέ τι, ὅπερ οὐ χρόνος, οὐ καιρὸς διατέμνει, οὐδὲ μὴν πιστοῖς τε καὶ ἀπίστοις διακέκριται, πᾶσι δὲ ἐξ ἴσης ἀνεῖται: ὅταν ὧδε τοῦ χώρου τις γένηται ἔνθα ἡ τιμία σορὸς ἐν ᾗ τὰ πανάγια λείψανα, ὀδμῆς εὐώδους ἐμπίπλαται πάσης συνήθους ἀνθρώποις ὑπερτέρας. Οὐδὲ γὰρ τῇ ἐκ λειμώνων ἀθροιζομένῃ παρέοικεν, οὐδέ γε τῇ ἔκ τινος τῶν εὐωδεστάτων ἀναπεμπομένῃ, οὐδὲ οἵαν μυρέψης ἐργάσαιτο: ξένη δέ τις καὶ ὑπερφυὴς ἐξ αὐτῆς παριστᾶσα τῶν ἀναδιδόντων τὴν δύναμιν.

Ἐνταῦθα ἡ λελεγμένη μοι σύνοδος ἁλίζεται, τὸν Niceph. xv 4 τόπον Λέοντος ἀρχιερέως τῆς πρεσβυτέρας Ῥώμης διεπόντων, ὡς εἴρηται, Πασκασίνου καὶ Λουκενσίου ἐπισκόπωνκαὶ Βονιφατίου πρεσβυτέρου, τῆς Κωνσταντίνου μὲν προεδρεύοντος Ἀνατολίου, Διοσκόρου δὲ τῆς Ἀλεξανδρέων ἐπισκοποῦντος, Μαξίμου τε Ἀντιοχείας, καὶ Ἰουβεναλίου Ἱεροσολύμων: οἶς παρῆσαν οἵ τε ἀμφ̓ αὐτοὺς ἱερεῖς καὶ οἱ τὰ κορυφαῖα τῆς ὑπερφυοῦς γερουσίασἔχοντες. Πρὸς οὓς οἱ τὸν τόπον πληροῦντες Λέοντος Conc. vi 581 ἔφασκον μὴ δεῖν Διόσκορον συγκάθεδρον σφίσι γενέσθαι: τοῦτο γὰρ αὐτοῖς ἐπιτετράφθαι παρὰ τοῦ σφῶν ἐπισκόπου Λέοντος, καὶ εἰ τοῦτο μὴ φυλάξουσιν, αὐτοὺς τῆς ἐκκλησίας ἀπαλλάττεσθαι. Καὶ πυθομένης τῆς γερουσίας τίἄρα εἴη τὰ ἐπαγόμενα τῷ Διοσκόρῳ, διεξῆλθον λόγον ὀφείλειν αὐτὸν ὑποσχεῖν τῆς οἰκείας κρίσεως, κριτοῦ πρόσωπον παρὰ τὸ εἰκὸς ἀνειληφότα. Ὧν εἰρημένων, ἐπειδὴ Διόσκορος ψήφῳ τῆς συγκλήτου ἀνὰ τὸν μέσον καθῆστο χῶρον, Εὐσέβιος ἐξῄτει τὰς ἐπιδεδομένας παῤαὐτοῦ τῇ βασιλείᾳ δεήσεις ἀναγνωσθῆναι, φήσας ἐπὶ λέξεως ταῦτα: Ἠδίκημαι παρὰ Διοσκόρου, ἠδίκηται ἡ πίστις, ἐφονεύθη Φλαβιανὸς ὁ ἐπίσκοπος, ἅμα ἐμοὶ ἀδίκως καθῃρέθη παῤ αὐτοῦ: κελεύσατε τὰς δεήσεις μου ἀναγνωσθῆναι. Ὅπερ ἐπειδὴ διελαλήθη, ἡ δέησισἀναγνώσεως ἔτυχε, ταυτὶ φθεγγομένη τὰ ῥήματα: Ibid. 584 Παρὰ Εὐσεβίου τοῦ ἐλαχίστου ἐπισκόπου Δορυλαίου, ποιουμένου τὸν λόγον ὑπέρ τε ἑαυτοῦ καὶ τῆς ὀρθοδόξου πίστεως, καὶ ὑπὲρ τοῦ ἐν ὁσίοις Φλαβιανοῦ τοῦ γενομένου ἐπισκόπου Κωνσταντινουπόλεως. Σκοπὸς τῷ ὑμετέρῳ κράτει ἁπάντων μὲν τῶν ὑπηκόων προνοεῖν καὶ χεῖρα ὀρέγειν πᾶσι τοῖς ἀδικουμένοις, μάλιστα δὲ τοῖς εἰς ἱερωσύνην τελοῦσι. Καὶ ἐν τούτῳ γὰρ τὸ θεῖον θεραπεύεται, παῤ οὗ τὸ βασιλεύειν ὑμῖν καὶ κρατεῖν τῶν ὑφ̓ ἥλιον δεδώρηται. Ἐπεὶ οὖν πολλὰ καὶ δεινὰ παρὰ πᾶσαν ἀκολουθίαν ἡ εἰς Χριστὸν πίστις καὶ ἡμεῖς πεπόνθαμεν παρὰ Διοσκόρου τοῦ εὐλαβεστάτου ἐπισκόπου τῆς Ἀλεξανδρέων μεγαλοπόλεως, πρόσιμεν τῇ ὑμετέρᾳ εὐσεβείᾳ τῶν δικαίων ἀξιοῦντες τυχεῖν. Τὰ δὲ τοῦ πράγματος ἐν τούτοις: ἐπὶ τῆς ἔναγχος γενομένης συνόδου ἐν τῇ Ἐφεσίων μητροπόλει — ἢν ὄφελόν γε ἦν μὴ γενέσθαι, ἵνα μὴ κακῶν καὶ ταραχῆς τὴν οἰκουμένην ἐμπλήσῃ — ὁ χρηστὸς Διόσκορος παῤ οὐδὲν θέμενος τὸν τοῦ δικαίου λόγον καὶ τὸν τοῦ θεοῦ φόβον, ὁμόδοξος ὢν καὶ ὁμόφρων Εὐτυχοῦς τοῦ ματαιόφρονος καὶ αἱρετικοῦ, λανθάνων δὲ τοὺς πολλούς, ὡς ὕστερον ἑαυτὸν ἐφανέρωσεν, εὑρὼν καιρὸν τὴν γεγενημένην παῤ ἐμοῦ κατὰ Εὐτυχοῦς τοῦ ὁμοδόξου αὐτοῦ κατηγορίαν καὶ τὴν ἐπ̓ αὐτῷ ἐξενεχθεῖσαν ψῆφον παρὰ τοῦ τῆς ὁσίας λήξεως Φλαβιανοῦ τοῦ ἐπισκόπου, πλῆθος ἀτάκτων ὄχλων συναγαγὼν καὶ δυναστείαν ἑαυτῷ διὰ χρημάτων πορισάμενος, τὴν εὐσεβῆ θρησκείαν τῶν ὀρθοδόξων τό γε ἧκον εἰς αὐτὸν ἐλυμήνατο, καὶ τὴν κακοδοξίαν Εὐτυχοῦς τοῦ μονάζοντος, ἥτις ἄνωθεν καὶ ἐξ ἀρχῆς παρὰ τῶν ἁγίων πατέρων ἀπεκηρύχθη, ἐβεβαίωσεν. Ἐπεὶ οὖν οὐ μικρὰ τὰ τετολμημένα αὐτῷ κατά τε τῆς εἰς Χριστὸν πίστεως καὶ καθ̓ ἡμῶν, δεόμεθα καὶ προσπίπτομεν τῷ ὑμετέρῳ κράτει θεσπίσαι τὸν αὐτὸν εὐλαβέστατον ἐπίσκοπον Διόσκορον ἀπολογήσασθαι τοῖς παῤ ἡμῶν αὐτῷ ἐπαγομένοις: δηλαδὴ τῶν παῤ αὐτοῦ καθ̓ ἡμῶν πεπραγμένων ὑπομνημάτων ἀναγινωσκομένων ἐπὶ τῆς ἁγίας συνόδου, δἰ ὧν δυνάμεθα ἀποδεῖξαι αὐτὸν καὶ ἀλλότριον ὄντα τῆς ὀρθοδόξου πίστεως, καὶ αἵρεσιν ἀσεβείας πεπληρωμένην κρατύναντα, καὶ ἀδίκως ἡμᾶς καθελόντα καὶ τὰ δεινὰ ἡμᾶς κατειργασμένον: θείων καὶ προσκυνουμένων ὑμῶν μανδάτων καταπεμπομένων τῇ ἁγίᾳ καὶ οἰκουμενικῇ συνόδῳ τῶν θεοφιλεστάτων ἐπισκόπων, ἐφ̓ ᾧ τε ἡμῶν καὶ τοῦ προειρημένου Διοσκόρου διακοῦσαι, καὶ ἀνενεγκεῖν εἰς γνῶσιν τῆς ὑμετέρας εὐσεβείας πάντα τὰ πραττόμενα πρὸς τὸ παριστάμενον τῇ ἀθανάτῳ ὑμῶν κορυφῇ.Καὶ τούτου τυχόντες ἀδιαλείπτους εὐχὰς ἀναπέμψομεν ὑπὲρ τοῦ αἰωνίου ὑμῶν κράτους, θειότατοι βασιλεῖς. Μετὰ ταῦτα ἐκ κοινῆς δεήσεως Διοσκόρου τε καὶ Εὐσεβίου τὰ ἐν τῷ δευτέρῳ συνεδρίῳ πεπραγμένα τῶνἐν Ἐφέσῳ διὰ τῆς ἀναγνώσεως ἐδημοσιεύετο: ὧν τὴν λεπτομέρειαν διὰ πολλῶν μὲν ἀνειλημμένην, ἐμπεριεχομένην δὲ τοῖς ἐν Καλχηδόνι κεκινημένοις, ὡς ἂν μὴ ἀδολεσχεῖν δόξω τοῖς πρὸς τὸ πέρας τῶν πραγμάτων ἐπειγομένοις, ὑπέταξα τῷ παρόντι τῆς ἱστορίας βιβλίῳ,ἄδειαν δοὺς τοῖς πάντα λεπτῶς εἰδέναι βουλομένοις καὶ τούτοις ἐντυχεῖν καὶ τὴν πάντων ἀκρίβειαν ἀναμάξασθαι. Ἐπιτρέχων δὲ τὰ καιριώτερα, φημὶ ὡς ἐφωράθη Διόσκορος μὴ δεξάμενος τὴν Λέοντος ἐπιστολὴν ἐπισκόπου τῆς πρεσβυτέρας Ῥώμης, καὶ πρός γε τὴν καθαίρεσινΦλαβιανοῦ τῆς νέας Ῥώμης ἐπισκόπου ἐν ἡμέρᾳ μιᾷ ποιησάμενος, ἐν ἀγράφῳ τε χάρτῃ παρασκευάσας τοὺς ἁλισθέντας ἐπισκόπους ὑποσημήνασθαι, καὶ τὴν καθαίρεσιν Φλαβιανοῦ περιέχοντι. Ἐφ̓ οἶς οἱ ἀπὸ τῆς συγκλήτου βουλῆς ἐψηφίσαντο τάδε:Conc. vi 936 Περὶ μὲν τῆς ὀρθοδόξου καὶ καθολικῆς πίστεως τελεώτερον συνόδου γινομένης τῇ ὑστεραίᾳ ἀκριβεστέραν ἐξέτασιν γενέσθαι συνορῶμεν. Ἐπειδὴ δὲ Φλαβιανὸς ὁ τῆς εὐσεβοῦς μνήμης καὶ Εὐσέβιος ὁ εὐλαβέστατος ἐπίσκοπος, ἐκ τῆς τῶν πεπραγμένων καὶ διαγνωσθέντωνἐρεύνης καὶ αὐτῆς τῆς φωνῆς τῶν γενομένων ἐξάρχων τῆς τότε συνόδου φησάντων ἐσφάλθαι καὶ μάτην αὐτοὺς καθῃρηκέναι, οὐδὲν περὶ τὴν πίστιν σφαλέντες δείκνυνται ἀδίκως καθαιρεθέντες, φαίνεται ἡμῖν κατὰ τὸ θεῷ ἀρέσκον δίκαιον εἶναι, εἰ παρασταίη τῷ θειοτάτῳ καὶ εὐσεβεστάτῳ ἡμῶν δεσπότῃ, τῷ αὐτῷ ἐπιτιμίῳ Διόσκορον τὸν εὐλαβέστατον ἐπίσκοπον Ἀλεξανδρείας, καὶ Ἰουβενάλιον τὸν εὐλαβέστατον ἐπίσκοπον Ἱεροσολύμων, καὶ Θαλάσσιον τὸν εὐλαβέστατον ἐπίσκοπον Καισαρείας Καππαδοκίας, καὶ Εὐσέβιον τὸν εὐλαβέστατον ἐπίσκοπον Ἀρμενίας, καὶ Εὐστάθιον τὸν εὐλαβέστατον ἐπίσκοπον Βηρυτοῦ, καὶ Βασίλειον τὸν εὐλαβέστατον ἐπίσκοπον Σελευκείας Ἰσαυρίας, τοὺς ἐξουσίαν ἐσχηκότας καὶ ἐξάρχοντας τῆς τότε συνόδου, ὑποπεσεῖν παρὰ τῆς ἱερὰς συνόδου κατὰ τοὺς κανόνας τοῦ ἐπισκοπικοῦ ἀξιώματος ἀλλοτρίους γινομένους, πάντων τῶν παρακολουθησάντων τῇ θείᾳ κορυφῇ γνωριζομένων. Εἶτα λιβέλλων ἐς ἑτέραν ἐπιδεδομένων κατὰ Διοσκόρου ἐγκλημάτων τε χάριν καὶ χρημάτων, ὡς δίς τε καὶ τρὶς κληθεὶς ὁ Διόσκορος οὐχ ὑπήντησεν ἐπὶ προφάσεσιν αἷς εἴρηκεν, οἱ τὸν τόπον πληροῦντες Λέοντος τοῦ τῆς πρεσβυτέρας Ῥώμης ἐπισκόπου ἐπὶ λέξεως ἀπεφήναντο ταῦτα: Δῆλα γεγένηται τὰ τετολμημένα Διοσκόρῳ τῷ γενομένῳ Conc. vi 1045 τῆς Ἀλεξανδρέων μεγαλοπόλεως ἐπισκόπῳ κατὰ τῆς τῶν κανόνων τάξεως καὶ τῆς ἐκκλησιαστικῆς καταστάσεως, ἐκ τῶν ἤδη ἐξετασθέντων ἐν τῷ πρώτῳ συνεδρίῳ καὶ ἀπὸ τῶν σήμερον πεπραγμένων. Οὗτος γάρ, ἵνα τὰ πολλὰ παραλίπωμεν, Εὐτυχῆ τὸν ὁμόδοξον αὐτῷ καθαιρεθέντα κανονικῶς παρὰ τοῦ ἰδίου ἐπισκόπου, τοῦ ἐν ἁγίοις φαμὲν πατρὸς ἡμῶν καὶ ἐπισκόπου Φλαβιανοῦ, αὐθεντήσας ἀκανονίστως εἰς κοινωνίαν ἐδέξατο, πρὶν ἢ συνεδρεῦσαι ἐν τῇ Ἐφεσίων μετὰ τῶν θεοφιλῶν ἐπισκόπων. Ἀλλ̓ ἐκείνοις μὲν ὁ ἀποστολικὸς θρόνος συγγνώμην ἀπένειμεν ἐπὶ τοῖς ἐκεῖθεν μὴ κατὰ γνώμην ὑπ̓ αὐτῶν πεπραγμένοις: οἳ καὶ διετέλεσαν μέχρι τοῦ παρόντος ἑπόμενοι τῷ ἁγιωτάτῳ ἀρχιεπισκόπῳ Λέοντι καὶ πάσῃ τῇ ἁγίᾳ καὶ οἰκουμενικῇ συνόδῳ: οὖ δὴ χάριν καὶ ἐν τῇ αὐτοῦκοινωνίᾳ αὐτοὺς ὁμοπίστους ἐδέξατο. Οὗτος δὲ καὶ μέχρι τοῦ παρόντος διέμεινε σεμνυνόμενος ἐπ̓ ἐκείνοις οἶς ἔδει στένειν καὶ εἰς γῆν κεκυφέναι. Πρὸς τούτοις δὲ οὐδὲ τὴν ἐπιστολὴν ἀναγνωσθῆναι συνεχώρησε τοῦ μακαρίου πάπα Λέοντος, τὴν γραφεῖσαν παῤ αὐτοῦπρὸς τὸν ἐν ἁγίοις τὴν μνήμην Φλαβιανόν, καὶ ταῦτα πολλάκις παρακληθεὶς ἀναγνωσθῆναι ταύτην ὑπὸ τῶν κεκομικότων, καὶ μεθ̓ ὅρκων ποιήσασθαι τὴν ἀνάγνωσιν ὑποσχόμενος. Ἦς μὴ ἀναγνωσθείσης, σκανδάλων καὶ βλάβης τὰς ἀνὰ τὴν οἰκουμένην ἁγιωτάτας ἐπλήρωσενἐκκλησίας. Ἀλλ̓ ὅμως τοιούτων παῤ αὐτοῦ τολμηθέντων, ἐσκοποῦμεν περὶ τῆς προτέρας αὐτοῦ ἀνοσίας πράξεως φιλανθρωπίας τινὸς αὐτὸν ἀξιῶσαι ὡς καὶ τοὺς λοιποὺς θεοφιλεῖς ἐπισκόπους, καίτοι μηδὲ τὴν αὐθεντίαν αὐτῷ παραπλησίως τῆς κρίσεως ἐσχηκότας. Ἐπειδὴ δὲτοῖς δευτέροις τὴν προτέραν παρανομίαν ὑπερηκόντισεν, ἐτόλμησε δὲ καὶ ἀκοινωνησίαν ὑπαγορεῦσαι κατὰ τοῦ ἁγιωτάτου καὶ ὁσιωτάτου ἀρχιεπισκόπου τῆς μεγάλης Ῥώμης Λέοντος, πρὸς δὲ τούτοις καὶ λιβέλλων παρανομιῶν μεστῶν κατ̓ αὐτοῦ προσενεχθέντων τῇ ἁγίᾳ καὶμεγάλῃ συνόδῳ, καὶ ἅπαξ καὶ δὶς καὶ τρὶς διὰ θεοφιλῶν ἐπισκόπων κανονικῶς κληθεὶς οὐχ ὑπήκουσεν, ὑπὸ τοῦ οἰκείου συνειδότος δηλονότι κεντούμενος, καὶ τοὺς παρὰ συνόδων διαφόρων ἐνθέσμως καθαιρεθέντας παρανόμως ἐδέξατο, αὐτὸς καθ̓ ἑαυτοῦ τὴν ψῆφον ἐξήνεγκε διαφόρως τοὺς ἐκκλησιαστικοὺς πατήσας θεσμούς. Ὅθεν ὁ ἁγιώτατος καὶ μακαριώτατος ἀρχιεπίσκοπος τῆς μεγάλης καὶ πρεσβυτέρας Ῥώμης Λέων δἰ ἡμῶν καὶ τῆς παρούσης συνόδου, μετὰ τοῦ τρισμακαρίου καὶ πανευφήμου Πέτρου τοῦ ἀποστόλου, ὅς ἐστι πέτρα καὶ κρηπὶς τῆς καθολικῆς ἐκκλησίας καὶ τῆς ὀρθοδόξου πίστεως θεμέλιος, ἐγύμνωσεν αὐτὸν τοῦ τε ἐπισκοπικοῦ ἀξιώματος καὶ πάσης ἱερατικῆς ἠλλοτρίωσεν ἐνεργείας. Τοιγαροῦν ἡ ἁγία αὕτη καὶ μεγάλη σύνοδος τὰ δόξαντα τοῖς κανόσιν ἐπὶ τῷ μνημονευθέντι Διοσκόρῳ ψηφίσεται. Τούτων παρὰ τῆς συνόδου κυρωθέντων καί τινων ἑτέρων πεπραγμένων, οἱ μὲν ἅμα Διοσκόρῳ καθαιρεθέντες παρακλήσει Niceph. xv 5,6 τῆς συνόδου καὶ νεύμασι τῆς βασιλείας ἀνακλήσεως ἔτυχον. Ἑτέρων δὲ τοῖς πεπραγμένοις ἐπεισενεχθέντων, ὅρος ἐξεφωνήθη λέγων αὐτοῖς ὀνόμασι ταῦτα: Ὁ κύριος ἡμῶν καὶ σωτὴρ Ἰησοῦς Χριστὸς τῆς Conc. vii 108 πίστεως τὴν γνῶσιν τοῖς μαθηταῖς βεβαιῶν ἔφη: Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν, εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν, ὥστε Joh. xiv 27 μηδένα πρὸς τὸν πλησίον διαφωνεῖν ἐν τοῖς δόγμασι τῆς εὐσεβείας, ἀλλ̓ ἐπ̓ ἴσης τὸ τῆς ἀληθείας ἐπιδείκνυσθαι κήρυγμα. Καὶ μετὰ ταῦτα ἀναγνωσθέντος τοῦ ἐν Νικαίᾳ ἁγίου συμβόλου, καὶ πρός γε τῶν ἑκατὸν πεντήκοντα ἁγίων πατέρων, ἐπήγαγον: Ἤρκει μὲν οὖν εἰς ἐντελῆ τῆς εὐσεβείας ἐπίγνωσίν τε Conc. vii 112 καὶ βεβαίωσιν τὸ σοφὸν καὶ σωτήριον τοῦτο τῆς θείας χάριτος σύμβολον: περί τε γὰρ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος ἐκδιδάσκει τὸ τέλειον, καὶ τοῦ Κυρίου τὴν ἐνανθρώπησιν τοῖς πιστῶς δεχομένοις παρίστησιν. Ἀλλ̓ ἐπειδή περ οἱ τῆς ἀληθείας ἐχθροὶ ἀθετεῖν ἐπιχειροῦσι τὸ κήρυγμα διὰ τῶν οἰκείων αἱρέσεων καὶ κενοφωνίας ἀπέτεκον, οἱ μὲν τὸ τῆς δἰ ἡμᾶς τοῦ Κυρίου οἰκονομίας μυστήριον παραφθείρειν τολμήσαντες καὶ τὴν θεοτόκος ἐπὶ τῆς παρθένου φωνὴν ἀπαρνούμενοι, οἱ δὲσύγχυσιν καὶ κρᾶσιν εἰσάγοντες καὶ μίαν εἶναι τὴν φύσιν τῆς σαρκὸς καὶ τῆς θεότητος ἀνοήτως ἀναπλάττοντες, καὶ παθητὴν τοῦ μονογενοῦς τὴν θείαν φύσιν τῇ συγχύσει τερατευόμενοι: διὰ τοῦτο πᾶσαν αὐτοῖς ἀποκλεῖσαι κατὰ τῆς ἀληθείας μηχανὴν βουλομένη, ἡ παροῦσα νῦν αὕτηἁγία καὶ μεγάλη καὶ οἰκουμενικὴ σύνοδος τὸ τοῦ κηρύγματος ἄνωθεν ἀσάλευτον ἐκδικοῦσα ὥρισε προηγουμένως τῶν τριακοσίων δέκα ὀκτὼ ἁγίων πατέρων τὴν πίστιν μένειν ἀπαρεγχείρητον. Καὶ διὰ μὲν τοὺς τῷ πνεύματι τῷ ἁγίῳ μαχομένους, τὴν χρόνοις ὕστερον παρὰ τῶν ἐπὶτῆς βασιλευούσης πόλεως ἑκατὸν πεντήκοντα συνελθόντων πατέρων περὶ τῆς τοῦ πνεύματος οὐσίας παραδοθεῖσαν διδασκαλίαν κυροῖ, ἢν ἐκεῖνοι πᾶσιν ἐγνώρισαν, οὐχ ὥς τι λεῖπον τοῖς προλαβοῦσιν ἐπεισάγοντες, ἀλλὰ τὴν περὶ τοῦ ἁγίου πνεύματος αὐτῶν ἔννοιαν κατὰ τῶν τὴν αὐτοῦδεσποτείαν ἀθετεῖν πειρωμένων γραφικαῖς μαρτυρίαις τρανώσαντες. Διὰ δὲ τοὺς τὸ τῆς οἰκονομίας παραφθείρειν τολμῶντας μυστήριον καὶ ψιλὸν ἄνθρωπον τὸν ἐκ τῆς ἁγίας παρθένου τεχθέντα Μαρίας ἀναιδῶς ληρωδοῦντας, τὰς τοῦ μακαρίου Κυρίλλου τοῦ τῆς Ἀλεξανδρέωνἐκκλησίας γενομένου ποιμένος συνοδικὰς ἐπιστολὰς πρός γε Νεστόριον καὶ πρὸς τοὺς τῆς ἀνατολῆς ἁρμοδίους οὔσας ἐδέξατο εἰς ἔλεγχον μὲν τῆς Νεστορίου φρενοβλαβείας, ἑρμηνείαν δὲ τῶν ἐν εὐσεβεῖ ζήλῳ τοῦ σωτηρίου συμβόλου ποθούντων τὴν ἔννοιαν: αἷς καὶ τὴν ἐπιστολὴν τοῦ τῆς μεγίστης καὶ πρεσβυτέρας Ῥώμης προέδρου, τοῦ μακαριωτάτου καὶ ἁγιωτάτου ἀρχιεπισκόπου Λέοντος, τὴν γραφεῖσαν πρὸς τὸν ἐν ἁγίοις ἀρχιεπίσκοπον Φλαβιανὸν ἐπ̓ ἀναιρέσει τῆς Εὐτυχοῦς κακονοίας, ἅτε δὴ τῇ τοῦ μεγάλου Πέτρου ὁμολογίᾳ συμβαίνουσαν, κοινήν τινα στήλην ὑπάρχουσαν κατὰ τῶν κακοδοξούντων, εἰκότως συνήρμοσε πρὸς τὴν τῶν ὀρθῶν δογμάτων βεβαίωσιν. Τοῖς τε γὰρ εἰς υἱῶν δυάδα τὸ τῆς οἰκονομίας διασπᾶν ἐπιχειροῦσι μυστήριον παρατάττεται: καὶ τοὺς παθητὴν τοῦ μονογενοῦς λέγειν τολμῶντας τὴν θεότητα τοῦ τῶν ἱερῶν ἀπωθεῖται συλλόγου: καὶ τοῖς ἐπὶ τῶν δύο φύσεων τοῦ Χριστοῦ κρᾶσιν ἢ σύγχυσιν ἐπινοοῦσιν ἀνθίσταται: καὶ τοὺς οὐρανίου ἢ ἑτέρας τινὸς οὐσίας τὴν ἐξ ἡμῶν ληφθεῖσαν αὐτῷ τοῦ δούλου μορφὴν παραπαίοντας ἐξελαύνει: καὶ τοὺς δύο μὲν πρὸ τῆς ἑνώσεως φύσεις τοῦ Κυρίου μυθεύοντας, μίαν δὲ μετὰ τὴν ἕνωσιν ἀναπαλάττοντας ἀναθεματίζει. Ἑπόμενοι τοίνυν τοῖς ἁγίοις πατράσιν, ἕνα καὶ τὸν αὐτὸν ὁμολογοῦμεν υἱὸν τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, καὶ συμφώνως ἅπαντες ἐκδιδάσκομεν τέλειον τὸν αὐτὸν ἐν θεότητι καὶ τέλειον τὸν αὐτὸν ἐν ἀνθρωπότητι, θεὸν ἀληθῶς καὶ ἄνθρωπον ἀληθῶς, τὸν αὐτὸν ἐκ ψυχῆς λογικῆς καὶ σώματος, ὁμοούσιον τῷ πατρὶ κατὰ τὴν θεότητα καὶ ὁμοούσιον ἡμῖν τὸν αὐτὸν κατὰ τὴν ἀνθρωπότητα, κατὰ πάντα ὅμοιον ἡμῖν χωρὶς ἁμαρτίας: πρὸ αἰώνων μὲν ἐκ τοῦ Hebr. iv 15 πατρὸς γεννηθέντα κατὰ τὴν θεότητα, ἐπ̓ ἐσχάτων δὲ τῶν ἡμερῶν τὸν αὐτὸν δἰ ἡμᾶς καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν ἐκ Μαρίας τῆς παρθένου καὶ θεοτόκου κατὰ τὴν ἀνθρωπότητα: ἕνα καὶ τὸν αὐτὸν Ἰησοῦν Χριστὸν υἱὸν κύριον μονογενῆ ἐν δύο φύσεσιν ἀσυγχύτως, ἀτρέπτως, ἀδιαιρέτως, ἀχωρίστως γνωριζόμενον, οὐδαμοῦ τῆς τῶν φύσεων διαφορᾶς ἀνῃρημένης διὰ τὴν ἕνωσιν, σωζομένης δὲ μᾶλλον τῆς ἰδιότητος ἑκατέρας φύσεως, καὶ εἰς ἓν πρόσωπον καὶ μίαν ὑπόστασιν συντρεχούσης: οὐχ ὡς εἰς δύο πρόσωπα μεριζόμενον ἢ διαιρούμενον, ἀλλ̓ ἕνα καὶ τὸν αὐτὸν υἱὸν μονογενῆ, θεὸν Λόγον, κύριον ἸησοῦνΧριστόν, καθάπερ ἄνωθεν οἱ προφῆται περὶ αὐτοῦ καὶ αὐτὸς ἡμᾶς ὁ Χριστὸς ἐξεπαίδευσε, καὶ τὸ τῶν πατέρων Niceph. xv 7 ἡμῖν παραδέδωκε σύμβολον. Τούτων τοίνυν μετὰ πάσης ἀκριβείας τε καὶ ἐμμελείας παῤ ἡμῶν διατυπωθέντων, ὥρισεν ἡ ἁγία καὶ οἰκουμενικὴ σύνοδος ἑτέραν πίστινμηδενὶ ἐξεῖναι προφέρειν, εἴτ̓ οὖν συγγράφειν, ἢ συντιθέναι, ἢ φρονεῖν, ἢ διδάσκειν ἑτέρως. Τοὺς δὲ τολμῶντας ἢ συντιθέναι πίστιν ἑτέραν, ἤγουν προκομίζειν, ἢ διδάσκειν, ἢ παραδιδόναι ἕτερον σύμβολον τοῖς ἐθέλουσιν ἐπιστρέφειν εἰς ἐπίγνωσιν ἀληθείας ἐξ Ἑλληνισμοῦ καὶ ἐξἸουδαϊσμοῦ ἢ ἐξ ἑτέρας αἱρέσεως οἵας δή ποτε, τούτους εἰ μὲν εἶεν ἐπίσκοποι ἢ κληρικοί, ἀλλοτρίους εἶναι τοὺς ἐπισκόπους τῆς ἐπισκοπῆς καὶ τοὺς κληρικοὺς τοῦ κλήρου, εἰ δὲ μονάζοντες ἢ λαϊκοὶ εἶεν, ἀναθεματίζεσθαι. Μετὰ τοίνυν τὸν ἀνεγνωσμένον ὅρον, καὶ βασιλεὺσΜαρκιανὸς ἀνὰ τὴν Καλχηδοναίων τῇ συνόδῳ παραγενόμενος γενόμενος δημηγορήσας τε αὖ ἐπανέζευξε. Καί τισι συμβάσεσιν Ἰουβενάλιός τε καὶ Μάξιμος τὰ περὶ τῶν κατ̓ αὐτοὺς ἐπαρχιῶν διῴκησαν, καὶ Θεοδώρητος καὶ Ἴβας ἀνεκλήθησαν, καὶ ἕτερα κεκίνητο, ἅπερ, ὡς ἔφθηνεἰπών, μετὰ ταύτην τὴν ἱστορίαν ἐγγέγραπται. Ἐδόκει δὲ καὶ τὸν θρόνον τῆς νέας Ῥώμης ἐκ τῶν δευτερείων τῆς πρεσβυτέρας Ῥώμης τῶν ἄλλων τὰ πρεσβεῖα φέρειν.

Ἐπὶ τούτοις Διόσκορος μὲν τὴν τῶν Γαγγρηνῶν Niceph. xv 8 Zacharias iii 2 Liberat. xiv τῶν Παφλαγόνων οἰκεῖν κατακρίνεται, Προτέριος δὲ τὴνἐπισκοπὴν ψήφῳ κοινῇ τῆς συνόδου τῆς Ἀλεξανδρέων κληροῦται. Ὃς ἐπειδὴ τὸν οἰκεῖον κατειλήφει θρόνον, μέγιστος καὶ ἀνύποιστος τάραχος τῷ δήμῳ ἀνέστη πρὸς διαφόρους κυμαινομένῳ γνώμας. Οἱ μὲν γὰρ Διόσκορον ἐπεζήτουν, οἷά περ εἰκὸς ἐν τοῖς τοιούτοις γίγνεσθαι, οἱ δὲ Προτερίου μάλα γεννικῶς ἀντείχοντο, ὡς καὶ πολλὰ καὶ ἀνήκεστα προελθεῖν. Ἱστορεῖ δ̓ οὖν Πρίσκος ὁ FHG iv 101 Theophan. 106 ῥήτωρ φθῆναι τηνικαῦτα τὴν Ἀλεξάνδρου τῆς Θηβαίων ἐπαρχίας ἰδεῖν τε τὸν δῆμον ὁμόσε κατὰ τῶν ἀρχόντων χωροῦντα, τῆς τε στρατιωτικῆς δυνάμεως τὴν στάσιν διακωλύειν βουλομένης, λίθων βολαῖς αὐτοὺς χρήσασθαι, τρέψασθαί τε τούτους καὶ ἀνὰ τὸ ἱερὸν τὸ πάλαι Σαράπιδος ἀναδραμόντας ἐκπολιορκῆσαι, καὶ πυρὶ ζῶντας παραδοῦναι. Ταῦτά τε τὸν βασιλέα μαθόντα δισχιλίους νεολέκτους ἐκπέμψαι, καὶ οὕτω πνεύματος ἐπιτυχόντας οὐριοδρομῆσαι ὡς ἀνὰ τὴν ἕκτην τῶν ἡμερῶν τῇ μεγάλῃ 16 τῶν Ἀλεξανδρέων προσσχεῖν πόλει. Κἀντεῦθεν τῶν στρατιωτῶν παροινούντων ἔς τε τὰς γαμετὰς καὶ θυγατέρας τῶν Ἀλεξανδρέων, τῶν προτέρων πολλῷ δεινότερα προελθεῖν. Ὕστερόν τε δεηθῆναι τὸν δῆμον τοῦ Φλώρου, τῶν στρατιωτικῶν ταγμάτων ἡγουμένου ὁμοῦ τε καὶ τὴν πολιτικὴν διέποντος ἀρχήν, ἀνὰ τὴν ἱπποδρομίαν ἁλισθέντα, ὥστε καταπράξασθαι αὐτοῖς τὴν τοῦ σιτηρεσίου χορηγίαν, ἥνπερ παῤ αὐτῶν ἀφῄρητο, τά τε βαλανεῖα καὶ τὴν θέαν καὶ ὅσα διὰ τὴν γενομένην παῤ αὐτῶν ἀταξίαν ἀπεκόπησαν. Καὶ οὕτω τὸν Φλῶρον, εἰσηγήσει τῇ αὐτοῦ, φανέντα τῷ δήμῳ ὑποσχέσθαι ταῦτα, καὶ τὴν στάσιν πρὸς βραχὺ διαλῦσαι. Ἀλλ̓ οὐδὲ τὰ κατὰ τὴν ἔρημον τὴν πρὸς τὰ Ἱεροσόλυμα Niceph. xv 9 Zacharias iii 3 τὴν ἠρεμίαν εἶχεν. Ἔνιοι γὰρ τῶν μοναχῶν τῶν ἀνὰ τὴν σύνοδον εὑρεθέντων καὶ τἀναντία ταύτης βουληθέντων φρονεῖν, πρὸς τὴν Παλαιστίνην ἀφικνοῦνται: καὶ προδοσίαν τῆς πίστεως ὀδυρόμενοι τὸ μοναδικὸν ἔσπευδον ἀναρριπίσαι καὶ ἀνασοβῆσαι. Καὶ ἐπειδή περ Ἰουβενάλιος τὸν οἰκεῖον κατειλήφει θρόνον, καὶ βιαζόμενος παρὰ τῶν ἀνασυρέντων τὰ οἰκεῖα ἀνασκευάσαι τε καὶ ἀναθεματίσαι κατὰ τὴν βασιλέως πόλιν ἀνέδραμεν, ἁλισθέντες οἱ τἀναντία τῆς ἐν Καλχηδόνι συνόδου, ὡς ἀνωτέρω εἰρήκαμεν,Theophan. 107 Conc. vii 484 et 513 φρονοῦντες χειροτονοῦσιν ἀνὰ τὴν ἁγίαν Ἀνάστασιν Θεοδόσιον, τὸν μάλιστα κυκήσαντα τὴν ἐν Καλχηδόνι σύνοδον, τὸν καὶ πρῶτον περὶ ταύτης αὐτοῖς ἀγγείλαντα. — Περὶ οὗ ὕστερον τὸ ἐν Παλαιστίνῃ μοναχικὸν πρὸς Ἀλκίσωνα γράφον εἴρηκεν, ὡς καὶ παρὰ τοῦ οἰκείουἐπισκόπου ἐπὶ κακουργίαις ἁλοὺς τοῦ κατ̓ αὐτὸν ἀπηλάθη μοναστηρίου, καὶ ὅτι γε κατὰ τὴν Ἀλεξάνδρου γενόμενος ἐπελάβετο τοῦ Διοσκόρου, καὶ πολλαῖς ὡς στασιώδης καταξανθεὶς πληγαῖς ἐπὶ καμήλου ἴσα κακούργοις ἀνὰ τὴν πόλιν περιηνέχθη. — Πρὸς ὃν πολλαὶ τῶν ἐν Παλαιστίνῃπόλεων ἀφικνούμεναι χειροτονεῖσθαι σφίσιν ἐπισκόπους Zacharias iii 4 Petrus Iber. 53 παρεσκεύαζον. Ἐν οἶς καθειστήκει καὶ Πέτρος ὁ ἐξ Ἰβηρίας, τοῦ καλουμένου Μαϊουμᾶ τοῦ πρὸς τῇ Γαζαίων πόλει τοὺς οἴακας τῆς ἐπισκοπῆς πιστευθείς. Zacharias iii 5 Ἅπερ ἐπειδὴ Μαρκιανὸς ἔγνω, πρῶτα μὲν ἀχθῆναι παῤαὐτῷ κατὰ τὸ στρατόπεδον τὸν Θεοδόσιον κελεύει, ἐκπέμπει δὲ τὸν Ἰουβενάλιον πρὸς διόρθωσιν τῶν γεγενημένων, ἀπελαθῆναι πάντας τοὺς ὑπὸ Θεοδοσίου χειροτονηθέντας ἐγκελευσάμενος. Μετὰ γοῦν τὴν ἄφιξιν Ἰουβεναλίου πολλὰ καὶ ἀνιαρὰγεγόνασιν, ἐκεῖθεν ἔνθεν προϊόντων ὅσαπερ θυμὸς αὐτοῖς ὑπηγόρευσε: τοῦ βασκάνου καὶ θεομισοῦς δαίμονος οὕτως ἑνὸς γράμματος ἐναλλαγὴν κακούργως τεχνάσαντός τε καὶ παρερμηνεύσαντος, ὥστε τῆς θἀτέρου τούτων ἐκφωνήσεως πάντως εἰσαγούσης ἐνταῦθα τὸ ἕτερον, πολὺ τὸ διαλλάττον παρὰ τοῖς πλείοσι νομίζεσθαι, καὶ ἀντικρὺ τὰς ἐννοίας ἐκ διαμέτρου φέρεσθαι καὶ ἀλλήλων ἀναιρετικὰς καθεστάναι. Ὅ τε γὰρ ἐν δύο φύσεσι τὸν Χριστὸν ὁμολογῶν ἐκ δύο ἄντικρυς λέγει, εἴπερ ἐν θεότητι καὶ ἀνθρωπότητι συνομολογῶν τὸν Χριστόν, ὁμολογῶν ἐκ θεότητος καὶ ἀνθρωπότητος συντεθεῖσθαι λέγει. Ὅ τε ἐκ δύο λέγων τὴν ἐν δύο πάντως ὁμολογίαν εἰσάγει, εἴπερ ἐκ θεότητος καὶ ἀνθρωπότητος τὸν Χριστὸν λέγων, ἐν θεότητι καὶ ἀνθρωπότητι ὁμολογεῖ αὐτὸν καθεστάναι: οὔτε τῆς σαρκὸς εἰς θεότητα μεταβληθείσης, οὔτε αὖ τῆς θεότητος ἐς σάρκα χωρησάσης, ἐξ ὧν ἡ ἄρρητος ἕνωσις, ὡς διὰ τῆς ἐκ δύο φωνῆς ἐνταῦθα νοεῖσθαι προσφόρως τὴν ἐν δύο, καὶ διὰ τῆς ἐν δύο τὴν ἐκ δύο, καὶ θάτερον τοῦ ἑτέρου μὴ ἀπολιμπάνεσθαι: ὅπου γε κατὰ τὸ περιούσιον οὐ μόνον τὸ ὅλον ἐκ μερῶν, ἀλλὰ καὶ ἐν μέρεσι τὸ ὅλον γνωρίζεται. Καὶ ὅμως οὕτως ἀλλήλων ἀπεσχοινίσθαι ταῦτα νομίζουσιν ἄνθρωποι, συνηθείᾳ τινὶ περὶ τῆς τοῦ θεοῦ δόξης, ἢ καὶ τὸ οὕτω βούλεσθαι προειλημμένοι, ὡς πάσης ἰδέας θανάτου περιφρονεῖν, ἣ πρὸς τὴν τοῦ ὄντος ἰέναι συγκατάθεσιν: ὅθεν τὰ λελεγμένα μοι γεγόνασι. Καὶ ταῦτα μὲν ἔσχεν οὕτως.

Ὑπὸ τούτοις δὴ τοῖς χρόνοις καὶ ὀμβρίων ὑδάτων Niceph. xv 10 σπάνις γέγονεν ἐν ταῖς Φρυγίαις Γαλατίαις τε αὖ καὶ Καππαδοκίαις καὶ Κιλικίαις, ὡς ἐνδείᾳ τῶν ἀναγκαίων καὶ ὀλεθριωτέρας τροφῆς μεταλαμβάνειν τοὺς ἀνθρώπους: ὅθεν καὶ λοιμὸς γέγονεν. Ἐνόσουν τε τῇ μεταβολῇ τῆς διαίτης, καὶ οἰδαίνοντος σφίσι τοῦ σώματος δἰ ὑπερβολὴν τῆς φλεγμονῆς τὰς ὄψεις ἀπέβαλλον, βηχός τε συγγινομένης τριταῖοι τὸν βίον ἀπελίμπανον. Καὶ τοῦ μὲν λοιμοῦ τέως βοήθειαν ἐξευρεῖν οὐκ ἐνῆν, ἄκος δὲ τῆς λιμοῦ τοῖς ὑπολειφθεῖσιν ἡ πάντων σώτειρα δέδωκε πρόνοια, κατὰ μὲν τὸ ἄγονον ἔτος τροφὴν ἐκ τοῦ ἀέρος ἐπιβρέξασα ἴσα τοῖς Ἰσραηλίταις — μάννα προσηγόρευται — , ἀνὰ δὲ τὸ ἑξῆς ἔτος αὐτομάτως εὐδοκήσασα τοὺς καρποὺς τελεσιουργηθῆναι. Ταῦτα καὶ τὴν Παλαιστινῶν χώραν ἐνεμήθη ἄλλας τε πολλὰς καὶ ἀναριθμήτους, τὴν γῆν τῶν παθῶν περινοστούντων.

Τούτων ἐν τοῖς ἑῴοις προϊόντων, ἀνὰ τὴν προτέρανNiceph. xv 11 Joh. Antioch. FHG iv 614 Procop. i 331 Theophan. 108 Malal. 365 Cedren. i 605 Ῥώμην Ἀέτιος δειλαίως ἐξ ἀνθρώπων μεθίσταται, Οὐαλεντινιανός τε ὁ τῶν ἑσπερίων μερῶν βασιλεὺς σὺν αὐτῷ τε Ἡράκλειος πρός τινων Ἀετίου δορυφόρων, ἐπιβουλῆς καττυθείσης κατ̓ αὐτῶν παρὰ Μαξίμου τοῦ καὶ τὴν ἀρχὴν περιζωσαμένου, διότι εἰς τὴν Μαξίμου γαμετὴν Οὐαλεντινιανὸσὕβρισε πρὸς βίας αὐτῇ συμφθαρείς. Οὗτος ὁ Μάξιμος τὴν Εὐδοξίαν τὴν Οὐαλεντινιανοῦ γαμετὴν συμπάσῃ ἀνάγκῃ εἰσοικίζεται. Ἣ δέ γε ὕβριν καὶ πᾶσαν ἀτοπίαν εἰκότως τὸ πρᾶγμα λογισαμένη, καὶ πάντα κύβον, τὸ δὴ λεγόμενον, ῥίπτειν αἱρετισαμένη ὑπὲρ ὧν εἰς τε τὸνγαμέτην ἐπεπόνθει καὶ εἰς τὴν ἐλευθερίαν ἐξύβριστο — δεινὴ γὰρ γυνὴ καὶ ἀδυσώπητος λύπης, σωφροσύνης ἀντεχομένη, εἰ ταύτην ἀφαιρεθείη, καὶ μάλιστα παῤ οὗ τὸν ἄνδρα ἔτυχεν ἀπολέσασα — , κατὰ τὴν Λιβύην ἐκπέμπει, καὶ δῶρα πλεῖστα παραυτίκα δοῦσα τό τε εὔελπι κἀντοῖς ἑξῆς ὑποσχομένη, πείθει Γιζέριχον ἐπελθεῖν ἀδοκήτως τῇ Ῥωμαίων ἐπικρατείᾳ, πάντα οἱ προδώσειν ὑποσχομένη: οὖ δὴ γεγονότος, ἡ Ῥώμη ἁλίσκεται. Ὁ δὲ Γιζέριχος οἷα βάρβαρος καὶ τὸν τρόπον ἀσταθής τε καὶ παλίμβολος οὐδὲ ταύτῃ τὸ πιστὸν ἐφύλαξεν: ἀλλὰτὴν πόλιν πυρπολήσας πάντα τε ληϊσάμενος, λαβὼν τὴν Εὐδοξίαν σὺν καὶ ταῖς δύο θυγατράσιν εἰς τοὐπίσω τὴν ἔλασιν ποιεῖται. Καὶ κατὰ τὴν Λιβύην ἀπιὼν ᾤχετο. Καὶ τὴν μὲν πρεσβυτέραν τῶν Εὐδοξίας θυγατέρων Εὐδοκίαν Priscus FHG iv 104 Ὀνωρίχῳ συνάπτει τῷ οἰκείῳ παιδί, Πλακιδίαν δὲ τὴννεωτέραν ἅμα Εὐδοξίᾳ τῇ μητρὶ σὺν θεραπείαις ὕστερον βασιλικαῖς ἐς Βυζάντιον ἐκπέμπει Μαρκιανὸν ἡμερούμενος. Ἐνῆγε γὰρ αὐτὸν ἐς ὀργὴν τό τε τὴν Ῥώμην ἐμπεπρῆσθαι, τό τε τὰς βασιλίδας οὕτω περιυβρίσθαι. Ἡ μὲν οὖν Πλακιδία γάμοις ὁμιλεῖ κελεύσμασι Μαρκιανοῦ Ὀλυβρίῳ ταύτην ἐσοικισαμένῳ: ὃς ἐπίσημος τῆς γερουσίας ἐτύγχανεν ὣν ἐκ τῆς Ῥώμης ἁλούσης ἀνὰ τὴν Κωνσταντινούπολιν ἀφικόμενος. Μετὰ δὲ αὖ Μάξιμον βασιλεύει Ῥωμαίων Μαϊουρῖνος Theophan. 109, 112 Joh. Antioch. FHG iv 616 Zacharias iii 11 δεύτερον ἔτος: καὶ Μαϊουρίνου πρὸς Ῥεκιμέρου τοῦ Ῥωμαίων στρατηγοῦ δολοφονηθέντος, κατέσχε τὴν ἀρχὴν Ἄβιτος μῆνας ὀκτὼ % δεύτερον ἔτος, καὶ μετ̓ ἐκεῖνον Σευῆρος ἔτεσι τρισίν.

Ἔτι δὲ βασιλεύοντος Ῥωμαίων Σευήρου, Μαρκιανὸς τὴν βασιλείαν ἐναλλάττει πρὸς τὴν κρείττονα μεταχωρήσας λῆξιν, ἑπτὰ μὲν μόνοις ἔτεσι τὴν βασιλείαν διακυβερνήσας, μνημεῖον δὲ ὄντως βασιλικὸν καταλελοιπὼς παρὰ πᾶσιν ἀνθρώποις, βασιλεύει δὲ Λέων. Ὅπερ οἱ τῆς Ἀλεξανδρέων πυθόμενοι τὴν κατὰ Προτερίου Niceph. xv 16 Zacharias iv 1 Cf. Socr. vii 13 μετὰ μείζονος θυμοῦ καὶ πλείστης θερμότητος ἀνενεοῦντο μῆνιν. Εὐέξαπτον γάρ τι χρῆμα πρὸς ὀργὴν ὁ δῆμος καὶ τὰς τυχούσας ἀφορμὰς ὑπέκκαυμα τῶν θορύβων ἔχων: οὐχ ἥκιστα δὲ πάντων ὁ τῆς Ἀλεξάνδρου πλήθει τε πολλῷ κομῶν καὶ μάλιστα ἀφανεῖ τε καὶ συγκλύδῳ, καὶ παραλόγῳ θράσει τὰς ὁρμὰς γαυρούμενος. Ὅθεν ἀμέλει φασὶν ἐξὸν τῷ βουλομένῳ τὸ προστυχὸν καταρρήξαντι πρὸς δημοτικὴν στάσιν τὴν πόλιν ἐκβακχεύειν, ἄγειν τε καὶ φέρειν ὅπη καὶ καθ̓ οὗ βούλεται: τὰ πολλὰ δὲ καὶ παιγνιήμονα καθεστάναι, καθὼς Ἡρόδοτος περὶ Ἀμάσιδος ii 173 ἱστορεῖ. Καὶ τοιαῦτα μὲν ὁ δῆμος ἐκεῖνος: οὐ μὴν 26 τά γε ἄλλα οἵου ἄν τις καὶ κατεφρόνησεν. Ἐπιτηρήσαντες δ̓ οὗν καιρὸν οἱ τῆς Ἀλεξάνδρου καθ̓ ὃν Διονύσιος τῶν στρατιωτικῶν ταγμάτων ἡγούμενος ἀμφὶ τὴν ἄνω διέτριβεν Αἴγυπτον, ψηφίζονται Τιμόθεον τὸν ἐπίκλην Αἴλουρον εἰς τὸν τῆς ἀρχιερωσύνης ἀναβῆναι βαθμόν, πρώην μὲν τὸν μοναδικὸν ἐπιτηδεύσαντα βίον, ὕστερον δὲ τοῖς πρεσβυτέροις ἐναριθμηθέντα τῆς Ἀλεξανδρέων: καὶ πρὸς τὴν μεγάλην ἀγαγόντες ἐκκλησίαν, ἣΚαίσαρος προσαγορεύεται, ἐπίσκοπον σφίσι προχειρίζονται, ἔτι Προτερίου περιόντος τε καὶ τὰ τῆς ἱερατείας αὐτουργοῦντος. Παρῆσαν δὲ τῇ χειροτονίᾳ Εὐσέβιος Petrus Iber. 65 Theod. Lect. i 8, 9 Theophan. 110 ὁ τοῦ Πηλουσίου πρόεδρος, Πέτρος τε ὁ ἐξ Ἰβηρίας Μαϊουμᾶ τοῦ πολιχνίου, ὡς τὰ περὶ τούτων ἱστόρηταιτῷ τὸν βίον συγγράψαντι Πέτρου: ὅς φησι τὸν Προτέριον μὴ τὸν δῆμον, ἀλλά τινα τῶν στρατιωτῶν διαχειρίσασθαι. Κατειληφότος δὲ Διονυσίου τὴν πόλιν μετὰ πλείστου τάχους, τῶν γενομένων ἀτοπημάτων συνωθούντων αὐτόν, σπεύδοντός τε τὴν διαναστᾶσαν τῆς στάσεως πυρὰνσβέσαι, ἔνιοι τῶν Ἀλεξανδρέων παροτρύνοντος Τιμοθέου, Conc. vii 524 ὡς ἐγράφη τῷ Λέοντι, ἐπελθόντες τὸν Προτέριον διαχειρίζονται, ξίφους κατὰ τῶν σπλάγχνων ὠσθέντος, κατὰ τὸ πανάγιον βαπτιστήριον καταπεφευγότα: ὃν καὶ καλωδίῳ περιαρτήσαντες ἀνὰ τὸ καλούμενον Τετράπυλοντοῖς πᾶσιν ἐπεδείκνυον, ἐπιτωθάζοντές τε καὶ κραυγάζοντες Προτέριον εἶναι τὸν ἀνῃρημένον. Καὶ μετὰ ταῦτα τὸ σῶμα διὰ πάσης τῆς πόλεως περιελκύσαντες πυρὶ παρέδοσαν, οὐδὲ τῶν σπλάγχνων αὐτοῦ ἴσα θηρίοις ἀπογεύσασθαι ναρκήσαντες, ὥς που ταῦτα πάντα ἡ δέησιςNiceph. xv 17 περιέχει τῶν ἐπισκόπων τῶν ἀνὰ τὴν Αἴγυπτον καὶ τοῦ σύμπαντος κλήρου τῆς Ἀλεξάνδρου, πρὸς Λέοντα τὸν μετὰ Μαρκιανόν, ὡς εἴρηται, τὴν ἐπικράτειαν τῶν Ῥωμαίων περιθέμενον γεγενημένη, ἥπερ γέγραπται ὀνόμασι τούτοις:Conc. vii 524 Τῷ εὐσεβεῖ καὶ φιλοχρίστῳ καὶ παρὰ θεοῦ ἀναδειχθέντι, νικητῇ, τροπαιούχῳ καὶ Αὐγούστῳ Λέοντι, δέησις παρὰ τῶν ἐπισκόπων πάντων τῆς ὑμετέρας Αἰγυπτιακῆς διοικήσεως καὶ κληρικῶν τῶν κατὰ τὴν μεγίστην ὑμετέραν Ἀλεξανδρέων ἁγιωτάτην ἐκκλησίαν. Ἐκ τῆς ἄνωθεν χάριτος δῶρον τῷ βίῳ παρασχεθείς, εἰκότως οὐ λήγεις ὁσημέραι τοῦ κοινοῦ μετὰ θεὸν προμηθούμενος, εὐαγέστατε πάντων αὐτοκρατόρων Αὔγουστε. Καὶ μεθ̓ ἕτερα: Ἀστασιάστου τε εἰρήνης τῶν ὀρθοδόξων λαῶν παῤ ἡμῖν τε καὶ κατὰ τὴν τῶν Ἀλεξανδρέων ὑπαρχούσης, πλὴν Τιμοθέου ἀποσχοινίσαντος ἑαυτὸν τῆς καθολικῆς ἐκκλησίας καὶ πίστεως καὶ ἀποτεμόντος εὐθὺς μετὰ τὴν ἐν Καλχηδόνι ἁγίαν σύνοδον, τὸ τηνικαῦτα δῆθεν πρεσβυτέρου τυγχάνοντος, ἅμα τέτταρσιν ἢ πέντε μόνοις ποτὲ ἐπισκόποις καὶ ὀλίγοις μονάζουσι, σὺν αὐτῷ τὴν αἱρετικὴν Ἀπολλιναρίου καὶ τῶν κατ̓ ἐκεῖνον νοσοῦσι κακοδοξίαν: δἰ ἣν καθαιρεθέντες τότε κανονικῶς ὑπὸ τοῦ τῆς θείας μνήμης Προτερίου καὶ πάσης Αἰγυπτιακῆς συνόδου, βασιλικῆς εἰκότως σὺν ἐξορίᾳ κινήσεως ἐπειράθησαν. Καὶ μεθ̓ ἕτερα: Ἐπιτηρήσας τε τὴν ἐντεῦθεν πρὸς θεὸν ἐκδημίαν τοῦ τῆς εὐαγοῦς λήξεως Μαρκιανοῦ τοῦ γενομένου βασιλέως, βλασφήμοις τε φωναῖς ὡς αὐτόνομος ἀναιδῶς κατ̓ αὐτοῦ θρασυνόμενος, καὶ τὴν ἁγίαν καὶ οἰκουμενικὴν τὴν ἐν Καλχηδόνι σύνοδον ἀναθεματίζων ἀπηρυθριασμένως, πλῆθος δήμου ὠνητῶν τε καὶ ἀτάκτων ἐπισυράμενος, καὶ στρατεύσας κατά τε τῶν θείων κανόνων καὶ τῆς ἐκκλησιαστικῆς καταστάσεως καὶ τῆς κοινῆς πολιτείας καὶ τῶν νόμων, ἐπεισέφρησεν ἑαυτὸν τῇ ἁγίᾳ τοῦ θεοῦ ἐκκλησίᾳ ἐχούσῃ ποιμένα τε καὶ διδάσκαλον, τὸν ἁγιώτατον ἡμῶν τὸν τηνικαῦτα πατέρα καὶ ἀρχιεπίσκοπον Προτέριον, τάς τε συνήθεις συνάξεις ἐπιτελοῦντα καὶ λιτὰς ἀναπέμποντα τῷ πάντων ἡμῶν σωτῆρι Χριστῷ Ἰησοῦ ὑπὲρ τῆς εὐσεβοῦς ὑμῶν βασιλείας καὶ τοῦ φιλοχρίστου ὑμῶν παλατίου. Καὶ μετ̓ ὀλίγα: Καὶ μόλις διαγενομένης ἡμέρας, ἐν τῷ ἐπισκοπείῳ κατὰ τὸ ἔθος διάγοντος τοῦ θεοφιλεστάτου Προτερίου,λαβὼν μεθ̓ ἑαυτοῦ ὁ Τιμόθεος τοὺς καθαιρεθέντας ἐνδίκως δύο ἐπισκόπους, καὶ κληρικοὺς ὁμοίως τὴν ἐξορίαν, ὡς ἔφημεν, οἰκεῖν κατακριθέντας, ὡς δὴ χειροτονίαν παρὰ τῶν δύο δεξάμενος, μηδενὸς τὸ σύνολον τῶν κατὰ τὴν Αἰγυπτιακὴν διοίκησιν ὀρθοδόξων ἐπισκόπων παρόντοσκατὰ τὸ εἰωθὸς ἐπὶ ταῖς τοιαύταις τῆς Ἀλεξανδρέων τοῦ ἐπισκόπου χειροτονίαις, ἐπιλαμβάνεται ὡς ἐνόμισε τῆς μὲν ἱερατικῆς καθέδρας, μοιχείαν προδήλως τολμήσας κατὰ τῆς ἐχούσης ἐκκλησίας τὸν ἑαυτῆς νύμφιον, καὶ ἐνεργοῦντος ἐν αὐτῇ τὰ θεῖα καὶ κανονικῶς τὸν οἰκεῖονδιέποντος θρόνον. Καὶ μεθ̓ ἕτερα: Οὐδὲν ἕτερον ἦν ποιεῖν τὸν μακάριον ἐκεῖνον ἣ τόπον Rom. xii 19 δοῦναι τῇ ὀργῇ κατὰ τὸ γεγραμμένον, καὶ τὸ σεπτὸν καταλαβεῖν βαπτιστήριον, φεύγοντα τῶν ἐπ̓ αὐτῷ τρεχόντωνπρὸς φόνον τὴν ἔφοδον: ἐν ᾧ μάλιστα τόπῳ καὶ βαρβάροις καὶ πᾶσιν ἀγρίοις ἀνθρώποις ἐγγίνεται δέος, τοῖς καὶ μὴ εἰδόσι τὸ σέβας τοῦ τόπου καὶ τὴν ἐκεῖθεν βρύουσαν χάριν. Ὅμως οἱ τὸν ἐξ ἀρχῆς Τιμοθέου σκοπὸν εἰς ἔργον προαγαγεῖν σπουδάζοντες, οἱ μηδὲ ἐντοῖς ἀχράντοις ἐκείνοις σηκοῖς αὐτὸν ἀνεχόμενοι σώζεσθαι, οὔτε τὸ σέβας αἰδεσθέντες τοῦ τόπου οὔτε τὸν καιρόν — ἦν γὰρ τοῦ σωτηρίου πάσχα πανήγυρις — οὔτε τὴν ἱερωσύνην αὐτὴν φρίξαντες μεσιτεύουσαν θεῷ καὶ ἀνθρώποις, ἀποκτέννουσι τὸν ἀνεύθυνον, ἀποσφάττουσιν αὐτὸν ἀπηνῶσμετὰ καὶ ἄλλων ἕξ. Καὶ περιαγαγόντες τούτου τὸ λείψανον πανταχοῦ κατατετρωμένον, ὠμῶς τε περισύραντες κατὰ πάντα σχεδὸν τόπον τῆς πόλεως καὶ καταπομπεύσαντες σχετλίως, ᾐκίζοντο ἀνηλεῶς τὸ τῶν πληγῶν οὐκ αἰσθανόμενον σῶμα διατεμόντες κατὰ μέλος, καὶ οὐδὲ τῶν ἐντὸς ἀπογεύεσθαι κατὰ τοὺς θῆρας φειδόμενοι ἐκείνου, ὃν ἔχειν μεσίτην θεοῦ καὶ ἀνθρώπων ἔναγχος ἐνομίσθησαν: πυρί τε παραδόντες τὸ ὑπολειφθὲν αὐτοῦ σῶμα τὴν ἐκ τούτου κόνιν τοῖς ἀνέμοις παρέπεμπον, θηρίων πᾶσαν ὑπερακοντίσαντες ἀγριότητα. Ὧν ἁπάντων αἴτιος καὶ τῶν κακῶν σοφὸς οἰκοδόμος καθειστήκει Τιμόθεος. Τῷ μέντοι γε Ζαχαρίᾳ τὰ περὶ τούτων διηγουμένῳ Zacharias iv 2 δοκεῖ πεπρᾶχθαι μὲν τὰ τούτων πλείω, ἐξ αἰτίας δὲ Προτερίου μεγίστας ταραχὰς τῇ Ἀλεξανδρέων ἐμποιήσαντος, καὶ οὐκ ἐκ τοῦ δήμου ταῦτα τετολμῆσθαι, ἀλλ̓ ἔκ τινων στρατιωτικῶν, ἐξ ἐπιστολῆς Τιμοθέου πιστούμενος πρὸς Λέοντα γεγενημένης. Τούτοις μὲν οὖν ἐπιθήσων δίκην Liberat. xv Στήλας πρὸς τοῦ βασιλέως Λέοντος ἐκπέμπεται.

Ἐγκυκλίοις δὲ χρῆται γράμμασιν ὁ Λέων τῶν Niceph. xv 17 Zacharias iv 5 ἀνὰ τὴν Ῥωμαϊκὴν πολιτείαν ἐπισκόπων πυνθανόμενος καὶ τῶν ἐν τῷ μοναδικῷ διαπρεπόντων βίῳ, περὶ τῆς ἐν Καλχηδόνι συνόδου καὶ τῆς Τιμοθέου τοῦ ἐπίκλην Αἰλούρου χειροτονίας, διαπεμψάμενος καὶ τὰ ἴσα τῶν ἐπιδεδομένων αὐτῷ δεήσεων ἔκ τε τῆς μοίρας Προτερίου ἔκ τε τῆς Τιμοθέου τοῦ Αἰλούρου. Σύγκειται δὲ τὰ ἐγκύκλια τούτοις τοῖς ῥήμασιν: Ἴσον θείου γράμματος τοῦ εὐσεβεστάτου βασιλέως Λέοντος, πεμφθέντος Ἀνατολίῳ ἐπισκόπῳ Κωνσταντινουπόλεως, καὶ τοῖς κατὰ τὴν οἰκουμένην ἅπασαν μητροπολίταις καὶ λοιποῖς ἐπισκόποις. Αὐτοκράτωρ Καῖσαρ Λέων, εὐσεβής, νικητής, τροπαιοῦχος, Niceph. xv 18 Conc. vii 521 μέγιστος, ἀεισέβαστος, Αὔγουστος, Ἀνατολίῳ ἐπισκόπῳ. Δἰ εὐχῆς μὲν ἦν τῇ ἐμῇ εὐσεβείᾳ ἁπάσας τὰς ὀρθοδόξους ἁγιωτάτας ἐκκλησίας, ἔτι γε μὴν καὶ τὰς ὑπὸ τὴν Ῥωμαίων πολιτείαν πόλεις μεγίστης ἡσυχίας ἀπολαύειν, μηδέν τε συμβαίνειν τὴν αὐτῶν κατάστασιν καὶ γαλήνην διαταράττειν. Οἶα δὲ κατὰ τὴν Ἀλεξανδρέωνἔναγχος συνέβη, εἰδέναι μὲν ἤδη πεπείσμεθα τὴν σὴν ὁσιότητα: ἵνα δὲ τελεώτερον περὶ πάντων διδαχθείης ποία αἰτία τοῦ τοσούτου θορύβου καὶ τῆς συγχύσεως γεγένηται, τὰ ἴσα τῶν δεήσεων ἃς οἱ εὐλαβέστατοι ἐπίσκοποι καὶ κληρικοὶ ἀπὸ τῆς προλεχθείσης πόλεωσκαὶ τῆς Αἰγυπτιακῆς διοικήσεως εἰς τὴν βασιλίδα Κωνσταντίνου πόλιν παραγενόμενοι κατὰ Τιμοθέου τῇ ἐμῇ εὐσεβείᾳ ἐκόμισαν, οὐ μὴν ἀλλὰ καὶ τὰ ἴσα τῶν δεήσεων ἃς εἰς τὸ θεῖον ἡμῶν στρατόπεδον ὑπὲρ Τιμοθέου ἀπὸ τῆς Ἀλεξανδρέων παραγενόμενοι τῇ ἡμετέρᾳ ἐπιδεδώκασιγαληνότητι, πρὸς τὴν σὴν θεοσέβειαν ἀπεστείλαμεν: ὥστε τί πέπρακται περὶ τοῦ εἰρημένου Τιμοθέου, ὃν ὅ τε τῆς Ἀλεξανδρέων δῆμος καὶ οἱ ἀξιωματικοὶ καὶ οἱ πολιτευόμενοι καὶ ναύκληροι ἐπίσκοπον ἑαυτοῖς αἰτοῦσι, καὶ περὶ τῶν ἄλλων πραγμάτων τῶν τῷ ὕφει τῶν δεήσεωνπεριεχομένων, καὶ πρὸς τούτοις, περὶ τῆς ἐν Καλχηδόνι συνόδου ᾗτινι οὐδαμῶς συναινοῦσι, καθὰ αἱ ὑποτεταγμέναι δεήσεις αὐτῶν σημαίνουσι, φανερῶς δυνηθῆναι μαθεῖν τὴν σὴν ὁσιότητα. Ἡ σὴ τοιγαροῦν εὐλάβεια ἅπαντας τοὺς ὀρθοδόξους ὁσίους ἐπισκόπους τοὺς ἐπὶ τοῦπαρόντος κατὰ τήνδε τὴν βασιλίδα πόλιν διάγοντας, ἔτι γε μὴν καὶ τοὺς εὐλαβεστάτους κληρικοὺς πρὸς ἑαυτὸν παραχρῆμα ποιησάτω συνελθεῖν: καὶ πάντων ἐπιμελῶς τρακτευθέντων καὶ δοκιμασθέντων, ἐπειδὴ νῦν ἡ Ἀλεξάνδρου πόλις τετάρακται, ἧστινος τῆς καταστάσεωσκαὶ τῆς ἡσυχίας μεγίστη ἐστὶν ἡμῖν φροντίς, εἴπατε τὸ δοκοῦν περὶ τοῦ προειρημένου Τιμοθέου καὶ τῆς ἐν Καλχηδόνι συνόδου, ἄνευ τινὸς ἀνθρωπίνου φόβου καὶ δίχα χάριτος καὶ ἀπεχθείας, μόνον τὸν τοῦ παντοκράτορος θεοῦ φόβον πρὸ ὀφθαλμῶν τιθέμενοι, ἐπειδὴ ἴστε ὡς περὶ τοῦ πράγματος τούτου τῇ ἀχράντῳ θεότητι λόγον δώσετε, ἵνα περὶ πάντων δἰ ὑμετέρων γραμμάτων τελείως διδαχθέντες τὸν ἁρμόζοντα τύπον δοῦναι δυνηθῶμεν. Καὶ αὕτη μὲν πρὸς Ἀνατόλιον. Τὰ παραπλήσια δὲ Niceph. xv 19 Theophan. 111 καὶ πρὸς τοὺς ἄλλους ἐπισκόπους γέγραφε, καὶ πρὸς τοὺς ἐπισήμους, ὡς λέλεκταί μοι, τῶν κατ̓ ἐκεῖνο καιροῦ τὸν ἄσκευον καὶ ἄϋλον διαθλευόντων βίον: ὧν ἦν καὶ 11 Συμεώνης, ὁ ἐπὶ κίονος πρῶτος τὴν στάσιν ἐξευρηκώς, οὗ καὶ κατὰ τὴν προτεραίαν ἱστορίαν ἐμνήσθημεν: εἰς οὓς καθειστήκεισαν Βαράδατος καὶ Ἰάκωβος οἱ Σύροι.

Τοιγαροῦν πρῶτος ὁ τῆς πρεσβυτέρας Ῥώμης Niceph. xv 19 Conc. vi 323 Zacharias iv 5, 6, 7 ἐπίσκοπος Λέων ὑπέρ τε τῆς ἐν Καλχηδόνι συνόδου γέγραφε, τήν τε Τιμοθέου χειροτονίαν ἀπεδοκίμασεν ὡς ἀθέσμως γεγενημένην: ἥντινα τοῦ Λέοντος ἐπιστολὴν Λέων αὐτοκράτωρ Τιμοθέῳ διαπέμπεται τῷ τῆς Ἀλεξανδρέων προέδρῳ, Διομήδους σιλεντιαρίου τοῖς βασιλικοῖς κελεύσμασι διακονησαμένου. Πρὸς ὃν καὶ ἀντέγραψε Τιμόθεος μεμφόμενος τὴν ἐν Καλχηδόνι σύνοδον καὶ τὴν Λέοντος ἐπιστολήν. Ὧν τὰ ἀντίγραφα μὲν σώζεται ἐν τοῖς καλουμένοις ἐγκυκλίοις, ἐμοὶ δὲ παρεῖται ἵνα μὴ πλῆθος ἐπεισαγάγω τῷ παρόντι πόνῳ. Καὶ οἱ τῶν ἄλλων δὲ πόλεων ἐπίσκοποι τοῖς ἐν Καλχηδόνι τυπωθεῖσιν ἐνέμειναν, καὶ τὴν Τιμοθέου χειροτονίαν ἁπάσαις κατέκριναν ψήφοις: Ἀμφιλόχιος δὲ μόνος ὁ Σίδης ἐπιστολὴν Ioh. Nikiu c. 88 γέγραφε πρὸς τὸν βασιλέα, καταβοῶσαν μὲν τῆς Τιμοθέου χειροτονίας, οὐκ ἀποδεχομένην δὲ τὴν ἐν Καλχηδόνι σύνοδον. Ἅπερ καὶ ταῦτα Ζαχαρίᾳ τῷ ῥήτορι πεπόνηται, 31 τῷ καὶ τὴν ἐπιστολὴν αὐτὴν Ἀμφιλοχίου ἐντεταχότι ἐν τῷ αὐτοῦ συντάγματι. Γράφει δὲ καὶ Συμεώνης ὁ τῆς ὁσίας λήξεως περὶ τούτων ἐπιστολὰς δύο πρός τε Λέοντα τὸν αὐτοκράτορα, πρός τε Βασίλειον ἐπισκοποῦντα τὴν Ἀντιόχου: ὧν τὴν πρὸς Βασίλειον βραχυλογοῦσαν ἐντίθημι τῇδε μου τῇ συγγραφῇ, ὧδέ πως ἔχουσαν: Τῷ δεσπότῃ μου τῷ ὁσιωτάτῳ καὶ ἁγιωτάτῳ φιλοθέῳΒασιλείῳ ἀρχιεπισκόπῳ, ὁ ἁμαρτωλὸς καὶ ταπεινὸς Συμεώνης ἐν Κυρίῳ χαίρειν. Ps. lxv 20 Νῦν εὔκαιρον εἰπεῖν, δέσποτα: Εὐλογητὸς ὁ θεός, ὃς οὐκ ἀπέστησε τὴν προσευχὴν ἡμῶν καὶ τὸ ἔλεος αὐτοῦ ἀφ̓ ἡμῶν τῶν ἁμαρτωλῶν. Δεξάμενος γὰρ τὰ γράμματατῆς ὑμετέρας ὁσιότητος ἐθαύμασα τὸν ζῆλον καὶ τὴν εὐσέβειαν τοῦ θεοφιλεστάτου ἡμῶν βασιλέως, τὴν πρὸς τοὺς ἁγίους πατέρας καὶ τὴν τούτων βεβαίαν πίστιν, ἣν ἐπέδειξε καὶ ἐπιδείκνυται: καὶ τοῦτο οὐκ ἐξ ἡμῶν τὸ Eph. ii 8 δῶρον, καθὼς καὶ ὁ ἅγιος ἀπόστολος λέγει, ἀλλ̓ ἐκ θεοῦτοῦ ταύτην αὐτῷ δεδωκότος τὴν προθυμίαν διὰ τῶν ὑμετέρων εὐχῶν. Καὶ μετ̓ ὀλίγα: Διὸ κἀγὼ ὁ ταπεινὸς καὶ εὐτελής, τὸ ἔκτρωμα τῶν μοναχῶν, ἐγνώρισα τῇ αὐτοῦ βασιλείᾳ τὴν ἐμὴν πρόθεσιντὴν περὶ τὴν πίστιν τῶν ἁγίων πατέρων τῶν ἐν Καλχηδόνι συνεληλυθότων ἑξακοσίων τριάκοντα, ἐμμένων καὶ ὑποστηριζόμενος ὑπ̓ αὐτῆς τῆς ὑπὸ τοῦ ἁγίου πνεύματος Matth. xviii 20 φανερωθείσης. Εἰ γὰρ μεταξὺ δύο ἢ τριῶν συνεληλυθότων διὰ τὸ ὄνομα αὐτοῦ πάρεστιν ὁ σωτήρ, πῶς μεταξὺτοσούτων καὶ τηλικούτων ἁγίων πατέρων ἐνεχώρει εἰ μὴ παρείη τὸ ἅγιον πνεῦμα; Καὶ μεθ̓ ἕτερα: Iosua i 6 Διὸ ἴσχυε καὶ ἀνδρίζου ὑπὸ τῆς ἀληθοῦς εὐσεβείας, καθάπερ καὶ Ἰησοῦς ὁ τοῦ Ναυῆ ὁ δοῦλος Κυρίου ὑπὲρτοῦ λαοῦ. Πάντα τὸν ὑπὸ τὴν σὴν ὁσιότητα εὐλαβῆ κλῆρον καὶ τὸν εὐλογημένον καὶ πιστότατον λαὸν ἐξ ἐμοῦ προσειπεῖν παρακλήθητι.

Ἐπὶ τούτοις Τιμόθεος ἐξορίαν κατακρίνεται, Niceph. xv 16 Zacharias iv 10 Theophan. 112 κελευσθεὶς καὶ αὐτὸς τὴν Γαγγρηνῶν οἰκεῖν. Οἱ δὲ οὖν τῆς Ἀλεξανδρέων διάδοχον Προτερίου Τιμόθεον ἐπίσκοπον ἕτερον προχειρίζονται: ὃν οἱ μὲν ἐκάλουν Βασιλικόν, οἱ δὲ Σαλοφακίαλον. Ἀνατολίου δὲ τελευτήσαντος, τὸν θρόνον τῆς βασιλευούσης διαδέχεται Γεννάδιος, καὶ μετ̓ αὐτὸν Ἀκάκιος, ὃς τοῦ καταγωγίου τῶν ὀρφανῶν προειστήκει κατὰ τὴν βασιλεύουσαν πόλιν.

Ἀνὰ δὲ τὸ δεύτερον ἔτος τῆς βασιλείας Λέοντος, Niceph. xv 20 Malal. 369 Ioh. Nikiu c. 88 κλόνος τῆς γῆς ἐξαίσιος καὶ βρασμὸς ἀνὰ τὴν Ἀντιόχου γίνεται, τινῶν μὲν παρὰ τοῦ κατ̓ αὐτὴν δήμου προγεγενημένων, πρὸς πᾶσαν ἐκβακχευθέντων μανίαν πάσης τε θηριώδους ἐπέκεινα γενομένων γνώμης, ὥσπερ δὲ προοίμιον τοῖς τοιούτοις κακοῖς παρασχομένων: γίνεται γοῦν χαλεπώτατος ἕκτον καὶ πεντακοσιοστὸν ἔτος χρηματιζούσης τῆς πόλεως, περὶ τετάρτην ὥραν τῆς νυκτός, τετάρτην καὶ δεκάτην ἄγοντος ἡμέραν τοῦ Γορπιαίου μηνός, ὃν Σεπτέμβριον Ῥωμαῖοι προσαγορεύουσι, κυρίας ἐπικαταλαβούσης ἡμέρας, ἀνὰ τὴν ἑνδεκάτην ἐπινέμησιν τοῦ κύκλου, ἕκτος τυγχάνειν ἱστορούμενος, ἑπτὰ καὶ τεσσαράκοντα καὶ τριακοσίων διῳχηκότων ἐνιαυτῶν ἐξ ὅτου ὁ κατὰ Τραϊανὸν γέγονεν: ἐκεῖνος μὲν γὰρ ἔνατον καὶ πεντηκοστὸν καὶ ἑκατοστὸν ἀγούσης τῆς πόλεως ἔτος τῆς αὐτονομίας γέγονεν, ὁ δέ γε ἐπὶ Λέοντος, ἕκτον καὶ πεντακοσιοστόν, ὡς τοῖς φιλοπονήσασιν ἐκτέθειται. Οὗτος τοίνυν ὁ σεισμὸς τῆς καινῆς τὰς οἰκίας ἁπάσας σχεδὸν καταβέβληκε, πολυανθρώπου ταύτης γεγενημένης, καὶ οὐδὲν ἐχούσης ἔρημον ἢ ὅλως ἠμελημένον, ἀλλὰ καὶ λίαν ἐξησκημένης τῇ φιλοτιμίᾳ τῶν βασιλέων πρὸς ἀλλήλους ἁμιλλωμένων. Τῶν τε βασιλείων ὁ πρῶτος καὶ δεύτερος οἶκος κατεβλήθησαν, τῶν ἄλλων σὺν τῷ παρακειμένῳ βαλανείῳ μεινάντων, τῷ γε καὶ λούσαντι τὴν πόλιν παρὰ τὴν συμφορὰν ἐκ τῆς πρότερον ἀχρηστίας, ἀνάγκῃ τῶν τοῖς ἄλλοις βαλανείοις συμβεβηκότων. Κατέρριψε δὲ καὶ τὰς στοὰς τὰς πρὸ τῶν βασιλείων καὶ τὸ ἐπ̓ αὐταῖς τετράπυλον, καὶ τοῦ ἱπποδρομίου δὲ τοὺς περὶ τὰς θύρας πύργους, καὶ τινας τῶν ἐπ̓ αὐταῖς στοῶν. Κατὰ δὲ τὴνπαλαιὰν τῶν μὲν στοῶν ἢ οἰκημάτων πτῶσις ὅλως οὐκ ἔψαυσε, τῶν δὲ Τραϊανοῦ καὶ Σευήρου καὶ Ἀδριανοῦ βαλανείων μικρὰ κατασείσας ἀνέτρεψε. Καὶ τῆς γε Ὀστρακίνης οὕτω καλουμένης γειτονίας τινὰ συγκατέβαλε σὺν καὶ ταῖς στοαῖς καὶ τὸ καλούμενον Νυμφαῖονῥίψας. Ὧν τὸ καθ̓ ἕκαστον περιέργως Ἰωάννῃ ἱστόρηται τῷ ῥήτορι. Φησὶ δ̓ οὖν ὡς χίλια χρυσίου τάλαντα πρὸς τοῦ βασιλέως ἐκ τῶν φόρων ἀφείθη τῇ πόλει, καὶ τοῖς δὲ πολιτευταῖς τῶν ἠφανισμένων τῷ πάθει τὰ τέλη: ἐπιμελήσασθαι δὲ τοῦτον καὶ τῶν δημοσίων οἰκοδομῶν.

Συνηνέχθη δὲ τούτοις ὅμοια ἢ καὶ δεινότερα ἀνὰ Niceph. xv 21 Theod. Lect. i 23 Malal. 372 Cedren. i 609 Zonar. iii 252 Metaphr. PG 116, 1004 τὴν Κωνσταντινούπολιν, ἀρχῆς τοῦ κακοῦ γενομένης ἐν τῷ παραθαλασσίῳ τῆς πόλεως μέρει, ὅπερ βοὸς καλοῦσι πόρον. Ἱστόρηται δὲ ὡς κατὰ τὰς ἐπιλυχνίους ὥρας δαίμων τις κακοῦργος παλαμναῖος γυναικὶ εἰκασθείς, εἴτεκαὶ ταῖς ἀληθείαις γυνὴ χερνῆτις ὑπὸ δαίμονος οἰστρουμένη — λέγεται γὰρ ἐπ̓ ἀμφότερα — , λύχνον πρὸς παντοπώλιον ἐνεγκεῖν ὠνησομένη τι τῶν τεταριχευμένων, τεθέντος δ̓ αὖ τοῦ λύχνου τὸ γύναιον ὑπαναχωρῆσαι: τὸ δέ γε πῦρ στυππίου λαβόμενον φλόγα μεγίστηνἐξᾶραι, λόγου τε θᾶττον ἐμπρῆσαι τὸ οἴκημα: ἐκ τούτου δὲ τὰ παρακείμενα ῥᾴδιον ἀφανισθῆναι, τοῦ πυρὸς ἀμφινεμομένου οὐ μόνον τὰ εὐέξαπτα ἀλλὰ καὶ τὰς ἐκ λίθων οἰκοδομίας, καὶ ἄχρι τετάρτης ἡμέρας διαμείναντος, καὶ πᾶσαν ἄμυναν ὑπερβεβηκότος, τὸ μεσαίτατον ἅπαν τῆσπόλεως ἀπὸ τοῦ ἀρκτῴου μέχρι τοῦ νοτίου κλίματος δαπανηθῆναι, ἐπὶ πέντε μὲν σταδίους τὸ μῆκος, δεκατέσσαρας δὲ τὸ πλάτος: ὡς μηδὲν μεταξὺ καταλειφθῆναι μὴ δημοσίων μὴ ἰδιωτικῶν οἰκοδομιῶν, μὴ κίονας, μὴ τὰς ἐκ λίθων ψαλίδας, ἀλλὰ πᾶσαν ἀπεσκληκυῖαν ὕλην ὥσπερ τι τῶν εὐεξάπτων κατακαυθῆναι. Τοῦτο δὲ τὸ κακὸν γενέσθαι ἐν μὲν τῷ βορείῳ κλίματι, ἐν ᾧ καὶ νεώρια τῆς πόλεως καθεστᾶσιν, ἀπὸ τοῦ καλουμένου βοὸς πόρου μέχρι τοῦ παλαιοῦ Ἀπόλλωνος ἱεροῦ, ἐν δὲ τῷ νοτίῳ ἀπὸ τοῦ Ἰουλιανοῦ λιμένος μέχρις οἰκιῶν οὐ πολὺ κειμένων τοῦ εὐκτηρίου τῆς ἐπίκλην Ὁμονοίας ἐκκλησίας, ἐν δὲ τῷ μεσαιτάτῳ τῆς πόλεως μέρει ἀπὸ τοῦ Κωνσταντίνου προσαγορευομένου φόρου μέχρι τῆς τοῦ Ταύρου καλουμένης ἀγορᾶς, οἰκτρὸν πᾶσι θέαμα καὶ εἰδεχθέστατον. Ὅσα γὰρ ἐπῃώρητο τῇ πόλει κάλλη, ἢ πρὸς τὸ μεγαλοπρεπὲς καὶ ἀπαράβλητον ἐξησκημένα, ἢ πρὸς κοινὰς ἢ ἰδιωτικὰς καλοῦντα χρείας, ὑφ̓ ἓν ἐς ὄρη τε καὶ βουνοὺς ἀπεσχεδιάσθη δυσβάτους τε καὶ δυσδιαπορεύτους καὶ παντοίων ὑλῶν πλήρεις, τὴν προτέραν συγχέοντας ὄψιν: ὡς μηδὲ τοῖς οἰκήτορσι τὸν τόπον ἐπιτρέπειν εἰδέναι τί τε ἢ ὅπη τῶν προτέρων ἐτύγχανεν ὤν.

Ὑπὸ τοῖς αὐτοῖς χρόνοις, τοῦ Σκυθικοῦ πολέμου Niceph. xv 20 Priscus FHG iv 110 συνισταμένου πρὸς τοὺς ἑῴους Ῥωμαίους, ἥ τε Θρᾳκία γῆ καὶ ὁ Ἑλλήσποντος ἐσείσθη, καὶ Ἰωνία καὶ αἱ καλούμεναι Κυκλάδες νῆσοι, ὡς Κνίδου καὶ τῆς Κρητῶν νήσου τὰ πολλὰ κατενεχθῆναι. Καὶ ὄμβρους δὲ ἐξαισίους ὁ Πρίσκος ἱστορεῖ γενέσθαι ἀνὰ τὴν Κωνσταντινούπολιν καὶ τὴν Βιθυνῶν χώραν, ἐπὶ τρεῖς καὶ τέσσαρας ἡμέρας ποταμηδὸν τῶν ὑδάτων ἐξ οὐρανοῦ φερομένων: καὶ ὄρη μὲν εἰς πεδία κατενεχθῆναι, κατακλυσθείσας δὲ κώμας παραπολέσθαι, γενέσθαι δὲ καὶ νήσους ἐν τῇ Βοάνῃ λίμνῃ, οὐ μακρὰν τῆς Νικομηδείας ἀφεστώσης, ἐκ τῶν συνενεχθέντων ἐς αὐτὴν παμπόλλων φορυτῶν. Ἀλλὰ ταῦτα μὲν ὕστερον ἐπράχθη.

Λέων δὲ γαμβρὸν ἐπὶ θυγατρὶ Ἀριάδνῃ προσλαμβάνεται Niceph. xv 27 Eustath. Ep. FHG iv 139 Hermes vi 371 Ζήνωνα, Ἀρικμήσιον μὲν ἐκ σπαργάνων καλούμενον, μετὰ δὲ τοῦ γάμου καὶ τὴν προσηγορίαν προσκτησάμενον ἔκ τινος παρὰ τοῖς Ἰσαύροις ἐς μέγα κλέος ἐληλυθότος οὕτω προσαγορευομένου. Ὅθεν δὲπροήχθη οὗτος ὁ Ζήνων, τίνος τε χάριν πάντων παρὰ τοῦ Λέοντος προεκρίθη, Εὐσταθίῳ ἐκτέθειται τῷ Σύρῳ.

Ἐκ πρεσβείας δὲ τῶν ἑσπερίων Ῥωμαίων, Ἀνθέμιος Niceph. xv 11 Theophan. 114 Malal. 371, et Hermes vi 369 Procop. i 336 βασιλεὺς τῆς Ῥώμης ἐκπέμπεται: ᾧ Μαρκιανὸς ὁ πρώην βεβασιλευκὼς τὴν οἰκείαν κατενεγγύησε παῖδα. Ἐκπέμπεται δὲ στρατηγὸς κατὰ Γιζερίχου Βασιλίσκος, ὁ τῆς Λέοντος γυναικὸς Βερίνης ἀδελφός, μετὰ στρατευμάτων ἀριστίνδην συνειλεγμένων. Ἅπερ ἀκριβέστατα Priscus FHG iv 100 Theophan. 117 Procop. i 340 Zonar. iii 251 Πρίσκῳ τῷ ῥήτορι πεπόνηται: ὅπως τε δόλῳ περιελθὼν ὁ Λέων μισθὸν ὥσπερ ἀποδιδοὺς τῆς ἐς αὐτὸν προαγωγῆσἀναιρεῖ Ἄσπαρα τὴν ἀρχὴν αὐτῷ περιθέντα, παῖδάς τε αὐτοῦ Ἀρταβούριόν τε καὶ Πατρίκιον, ὃν Καίσαρα πεποίητο πρότερον ἵνα τὴν Ἄσπαρος εὔνοιαν κτήσηται. Joh. Antioch. FHG iv 617 Theophan. 119 Zacharias iii 12 Μετὰ δὲ τὴν τοῦ Ἀνθεμίου σφαγὴν πέμπτον ἔτος τῆς Ῥώμης βασιλεύσαντος, ὑπὸ Ῥεκίμερος βασιλεὺς Ὀλύβριοσἀναγορεύεται, καὶ μετ̓ αὐτὸν βασιλεὺς προχειρίζεται Γλυκέριος. Ὃν ἐκβαλὼν Νέπως μετὰ πέμπτον ἔτος τῆς ἀρχῆς κρατεῖ, ἐπίσκοπόν τε Ῥωμαίων τὸν Γλυκέριον εἰς Σάλωνα πόλιν τῆς Δαλματίας χειροτονεῖ: ἐκβάλλεταί τε ὑπὸ Ὀρέστου, καὶ μετ̓ ἐκεῖνον ὁ τούτουπαῖς Ῥωμύλλος ὁ ἐπίκλην Αὐγουστοῦλος, ὃς ἔσχατος τῆς Ῥώμης αὐτοκράτωρ κατέστη, μετὰ τρεῖς καὶ τριακοσίους καὶ χιλίους ἐνιαυτοὺς τῆς Ῥωμύλου βασιλείας. Μεθ̓ ὃν Ὀδόακρος τὰ Ῥωμαίων μεταχειρίζεται πράγματα, τῆς μὲν βασιλέως προσηγορίας ἑαυτὸν ἀφελών, ῥῆγα δὲ προσειπών.

Κατὰ τοῦτον τὸν χρόνον Λέων ὁ βασιλεὺς ἐν Niceph. xv 29 Theophan. 120 Cramer. An. Par. ii 105 Malal. 375 Zonar. iii 254Βυζαντίῳ τὴν βασιλείαν ἀποτίθεται, ἑπτὰ καὶ δέκα ταύτην ἔτη ἰθύνας, Λέοντα τῆς ἑαυτοῦ θυγατρὸς Ἀριάδνης καὶ Ζήνωνος υἱὸν ὄντα νήπιον βασιλέα χειροτονήσας. Μεθ̓ ὃν Ζήνων ὁ πατὴρ τὸ ἁλουργὲς σχῆμα περιτίθεται, Βερίνης τῆς Λέοντος γυναικὸς ὡς γαμβρῷ συνεπιλαβούσης. Τελευτήσαντος δὲ τοῦ παιδὸς μετὰ χρόνον βραχύν, ὁ Ζήνων μόνος διέμεινε κρατῶν τῆς ἡγεμονίας. Ἃ δὲ πρὸς αὐτοῦ ἢ κατ̓ αὐτοῦ πέπρακται, καὶ ὅσα ἕτερα συνηνέχθη, τὰ ἑξῆς παραστήσει, τοῦ κρείττονος ἐπινεύσαντος. Τέλος τοῦ δευτέρου λόγου.

Εἰσὶν ὡς ἐν ἐπιτομῇ τὰ ἐν τῇ συνόδῳ τῇ ἐν Καλχηδόνι συλλεγείσῃ κεκινημένα ἐν τούτοις: Τὸν τόπον Λέοντος ἀρχιερέως τῆς πρεσβυτέρας Conc. vi 581 Niceph. xv 30 Ῥώμης ἐπλήρουν Πασκασῖνος καὶ Λουκένσιος ἐπίσκοποι, καὶ Βονιφάτιος πρεσβύτερος: Ἀνατολίου τῆς Κωνσταντίνου προεδρεύοντος, καὶ τῆς Ἀλεξανδρέων Διοσκόρου ἐπισκοποῦντος, Μαξίμου τε αὖ Ἀντιοχείας, καὶ Ἰουβεναλίου Ἱεροσολύμων, καὶ τῶν ἀμφ̓ αὐτοὺς ἐπισκόπων: οἷς παρῆσαν οἱ τὰ κορυφαῖα τῆς ὑπερφυοῦς γερουσίας ἔχοντες. Πρὸς οὓς οἱ τὸν τόπον πληροῦντες Λέοντος ἔφασκον μὴ δεῖν Διόσκορον συγκάθεδρον σφίσι γενέσθαι: τοῦτο γὰρ αὐτοῖς ἐπιτρέψαι τὸν Λέοντα: ἢ εἰ τοῦτο μὴ γένηται, αὐτοὺς ἔξω τῆς ἐκκλησίας γίνεσθαι. Καὶ πυθομένης τῆς γερουσίας τί τὰ ἐπαγόμενα τῷ Διοσκόρῳ εἴη, διεξῆλθον λόγον ὀφείλειν τὸν Διόσκορον δοῦναι τῆς ἰδίας κρίσεως, πρόσωπον κριτοῦ παρὰ τὸ εἰκὸς ἀνειληφότα τῆς ἐπιτροπῆς ἄνευ τοῦ τὴν ἐπισκοπὴν Ῥώμης πρυτανεύοντος. Ὧν εἰρημένων, καὶ Διοσκόρου κρίσει τῆς συγκλήτου ἀνὰ τὸν μέσον καθεσθέντος χῶρον, Εὐσέβιος ὁ τοῦ Δορυλαίου ἐπίσκοπος ἐξῄτει τὰς ἐπιδεδομένας παῤ αὐτοῦ τῇ βασιλείᾳ δεήσεις ἀναγνωσθῆναι, φήσας ἐπὶ λέξεως ταῦτα:Conc. vi 584 Ἠδίκημαι παρὰ Διοσκόρου, ἠδίκηται ἡ πίστις, ἐφονεύθη Φλαβιανὸς ὁ ἐπίσκοπος, ἅμα ἐμοὶ ἀδίκως καθῃρέθη παῤ αὐτοῦ: κελεύσατε τὰς δεήσεις μου ἀναγνωσθῆναι. Οὗ δὴ διαλαληθέντος γενέσθαι. ἡ δέησις ἀναγνώσεως ἔτυχε ταυτὶ φθεγγομένη τὰ ῥήματα:Παρὰ Εὐσεβίου τοῦ ἐλαχίστου ἐπισκόπου Δορυλαίου, ποιουμένου τὸν λόγον ὑπέρ τε ἑαυτοῦ καὶ τῆς ὀρθοδόξου πίστεως, καὶ ὑπὲρ τοῦ ἐν ἁγίοις Φλαβιανοῦ τοῦ γενομένου ἐπισκόπου Κωνσταντινουπόλεως. Ibid. Σκοπὸς τῷ ὑμετέρῳ κράτει ἁπάντων μὲν τῶν ὑπηκόωνπρονοεῖν καὶ χεῖρα ὀρέγειν ἅπασι τοῖς ἀδικουμένοις, μάλιστα δὲ τοῖς εἰς ἱερωσύνην τελοῦσι, καὶ ἐν τούτῳ τὸ θεῖον θεραπεύοντες, παῤ οὖ τὸ βασιλεύειν ὑμῖν καὶ κρατεῖν τῶν ὑφ̓ ἥλιον δεδώρηται. Ἐπεὶ οὖν πολλὰ καὶ δεινὰ παρὰ πᾶσαν ἀκολουθίαν ἡ εἰς Χριστὸν πίστις καὶἡμεῖς πεπόνθαμεν παρὰ Διοσκόρου τοῦ εὐλαβεστάτου ἐπισκόπου τῆς Ἀλεξανδρέων μεγαλοπόλεως, πρόσιμεν τῇ ὑμετέρᾳ εὐσεβείᾳ τῶν δικαίων ἀξιοῦντες τυχεῖν. Τὰ δὲ τοῦ πράγματος ἐν τούτοις: ἐπὶ τῆς ἔναγχος γενομένης συνόδου ἐν τῇ Ἐφεσίων μητροπόλει — ἣν ὄφελόν γεἦν μὴ γενέσθαι, ἵνα μὴ κακῶν καὶ ταραχῆς τὴν οἰκουμένην ἐμπλήσῃ — ὁ χρηστὸς Διόσκορος παῤ οὐδὲν θέμενος τὸν τοῦ δικαίου λόγον καὶ τὸν τοῦ θεοῦ φόβον, ὁμόδοξος ὢν καὶ ὁμόφρων Εὐτυχοῦς τοῦ ματαιόφρονος καὶ αἱρετικοῦ, λανθάνων δὲ τοὺς πολλούς, ὡς ὕστερον ἑαυτὸν ἐφανέρωσεν,εὑρὼν καιρὸν τὴν γεγενημένην παῤ ἐμοῦ κατὰ Εὐτυχοῦς ὁμοδόξου αὐτοῦ κατηγορίαν καὶ τὴν ἐπ̓ αὐτῷ ἐξενεχθεῖσαν ψῆφον παρὰ τοῦ τῆς ὁσίας λήξεως Φλαβιανοῦ ἐπισκόπου, πλῆθος ἀτάκτων ὄχλων συναγαγὼν καὶ δυναστείαν ἑαυτῷ διὰ χρημάτων πορισάμενος, τὴν εὐσεβῆ θρησκείαν τῶν ὀρθοδόξων τό γε ἧκον εἰς αὐτὸν ἐλυμήνατο, καὶ τὴν κακοδοξίαν Εὐτυχοῦς τοῦ μονάζοντος, ἥτις ἄνωθεν καὶ ἐξ ἀρχῆς παρὰ τῶν ἁγίων πατέρων ἀπεκηρύχθη, ἐβεβαίωσεν. Ἐπεὶ οὖν οὐ μικρὰ τὰ τετολμημένα αὐτῷ κατά τε τῆς εἰς Χριστὸν πίστεως καὶ καθ̓ ἡμῶν, δεόμεθα καὶ προσπίπτομεν τῷ ὑμετέρῳ κράτει θεσπίσαι τὸν αὐτὸν εὐλαβέστατον ἐπίσκοπον Διόσκορον ἀπολογήσασθαι τοῖς παῤ ἡμῶν αὐτῷ ἐπαγομένοις: δηλαδὴ τῶν παῤ αὐτοῦ καθ̓ ἡμῶν πεπραγμένων ὑπομνημάτων ἀναγινωσκομένων ἐπὶ τῆς ἁγίας συνόδου, δἰ ὧν δυνάμεθα ἀποδεῖξαι αὐτὸν καὶ ἀλλότριον τῆς ὀρθοδόξου πίστεως, καὶ αἵρεσιν ἀσεβείας πεπληρωμένην κρατύναντα, καὶ ἀδίκως ἡμᾶς καθελόντα καὶ τὰ δεινὰ ἡμᾶς κατειργασμένον: θείων καὶ προσκυνουμένων ὑμῶν μανδάτων καταπεμπομένων τῇ ἁγίᾳ καὶ οἰκουμενικῇ συνόδῳ τῶν θεοφιλεστάτων ἐπισκόπων, ἐφ̓ ᾧ τε ἡμῶν καὶ τοῦ προειρημένου Διοσκόρου διακοῦσαι, καὶ ἀνενεγκεῖν εἰς γνῶσιν τῆς ὑμετέρας εὐσεβείας πάντα τὰ πραττόμενα πρὸς τὸ παριστάμενον τῇ ἀθανάτῳ ὑμῶν κορυφῇ. Καὶ τούτου τυχόντες ἀδιαλείπτους εὐχὰς ἀναπέμψομεν ὑπὲρ τοῦ αἰωνίου ὑμῶν κράτους, θειότατοι βασιλεῖς. Ἐκ κοινῆς τοίνυν δεήσεως Διοσκόρου τε καὶ Εὐσεβίου, Conc. vi 585 τὰ ἐν τῇ δευτέρᾳ ἐν Ἐφέσῳ συνόδῳ πεπραγμένα διὰ τῆς ἀναγνώσεως ἐδηλοῦντο: δἰ ὧν ἐδείκνυτο τὴν ἐπιστολὴν Ibid. 616 Λέοντος μὴ ἀναγνωσθῆναι, καὶ ταῦτα διαλαλιᾶς ἐνεχθείσης ἅπαξ καὶ δὶς περὶ τούτου. Ἐφ̓ οἶς Διόσκορος τὴν αἰτίαν ἀπαιτηθεὶς εἰπεῖν, διεξῆλθεν ἅπαξ καὶ δὶς τοῦτο διαλαλῆσαι γενέσθαι, ᾔτησέ τε καὶ Ἰουβενάλιον τὸν Ἱεροσολύμων ἐπίσκοπον καὶ Θαλάσσιον τῆς πρώτης Καππαδοκῶν Καισαρείας τὰ περὶ τούτων διασαφῆσαι: σὺν αὐτῷ γὰρ καὶ τούτους τὴν αὐθεντίαν λαβεῖν. Ἰουβενάλιος μὲν οὖν ἔφησεν ὡς θείου γράμματος ἡγησαμένου διελάλησεν ἐκεῖνο τῇ ἀναγνώσει καθυποβληθῆναι, ὕστερον δὲ μηδένα τῆς ἐπιστολῆς μνημονεῦσαι: Θαλάσσιος δέ, μὴ κωλῦσαι ταύτην ἀναγνωσθῆναι, μηδὲ τοσαύτην ἐσχηκέναι παρρησίαν ὥστε καὶ μόνον οἷόν τε γενέσθαι τυπῶσαι τὴν ἀνάγνωσιν προελθεῖν. Conc. vi 624 Τῆς τοίνυν τῶν πεπραγμένων ἀναγνώσεως προϊούσης,καί τινων ῥήσεων ὡς πλαστῶν ἐπιλαβομένων ἐνίων τῶν ἐπισκόπων, ἐρωτηθεὶς Στέφανος ὁ τῆς Ἐφεσίων πρόεδρος τίνες τῶν ὑπογραφόντων αὐτῷ τηνικαῦτα συνεξελάμβανον, διεξῆλθεν Ἰουλιανὸν ὑπογράψαι αὐτῷ ἐπίσκοπον ὕστερον γενόμενον Λεβήδου καὶ Κρισπῖνον: τοὺς δέ γεὑπογράφοντας Διοσκόρῳ τοῦτο μὴ συγχωρῆσαι γενέσθαι, ἀλλὰ καὶ τοὺς δακτύλους ἐπιλαβέσθαι τῶν ὑπογραφόντων, ὡς καὶ τὰ αἴσχιστα αὐτοὺς κινδυνεῦσαι παθεῖν. Ὁ αὐτὸς τοίνυν Στέφανος κατέθετο ἐν μιᾷ καὶ τῇ αὐτῇ ἡμέρᾳ τῇ καθαιρέσει τοῦ Φλαβιανοῦ ὑποσημήνασθαι. Τούτοισἐπῆγεν Ἀκάκιος Ἀριαραθείας ἐπίσκοπος ἀγράφῳ χάρτῃ πάντας ὑπογράψαι πρὸς βίας τε καὶ ἀνάγκης, μυρίοις κακοῖς περιβληθέντας, στρατιωτῶν αὐτοὺς μετὰ φονικῶν ὀργάνων περιστοιχισάντων. Ibid. 628 Εἶτα πάλιν ἑτέρας φάσεως ἀνεγνωσμένης, Θεόδωροσἐπίσκοπος Κλαυδιουπόλεως ἔφη μηδένα ταῦτα φθέγξασθαι. Ibid. 633 Προκοπτούσης δὲ καὶ οὕτως τῆς ἀναγνώσεως, ἐπειδή τι χωρίον περιεῖχεν Εὐτυχῆ διεξελθεῖν: Καὶ τοὺς λέγοντας τὴν σάρκα τοῦ θεοῦ καὶ κυρίου καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἐξ οὐρανῶν κατεληλυθέναι, Εὐσέβιονἔλεγε τὰ γράμματα πρὸς ταῦτα διεξελθεῖν ὡς εἰρήκει μὲν τὸ ἐξ οὐρανῶν, οὐ προστέθεικε δὲ πόθεν: ἐπεῖξαι δὲ Διογένην ἐπίσκοπον Κυζίκου: Πόθεν οὖν; εἰπέ, καὶ μὴ συγχωρηθῆναι αὐτοὺς περαιτέρω τούτων ἐπιζητῆσαι. Εἶτα δηλοῦσι τὰ αὐτὰ πεπραγμένα Βασίλειον μὲν ἐπίσκοπονIbid. 636 Σελευκείας Ἰσαυρίας εἰπεῖν: Προσκυνῶ τὸν ἕνα κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ τὸν μόνον θεὸν Λόγον μετὰ τὴν σάρκωσιν καὶ τὴν ἕνωσιν ἐν δύο φύσεσι γνωριζόμενον, καὶ πρὸς ταῦτα τοὺς Αἰγυπτίους ἀναβοῆσαι: Τὸν ἀμέριστον μηδεὶς χωριζέτω, τὸν ἕνα υἱὸν οὐ δεῖ λέγειν δύο, τοὺς δὲ Ἀνατολικοὺς κραυγάσαι: Ἀνάθεμα τῷ μερίζοντι, ἀνάθεμα τῷ διαιροῦντι. Ἐρωτηθῆναι δὲ τὸν Conc. vi 637 Εὐτυχῆ τὰ αὐτὰ πεπραγμένα λέγει εἴ φησι δύο φύσεις ἐν τῷ Χριστῷ, εἰπεῖν τε ἐκεῖνον ἐκ δύο μὲν φύσεων εἰδέναι τὸν Χριστὸν πρὸ τῆς ἑνώσεως, μετὰ δὲ τὴν ἕνωσιν, μίαν: εἰπεῖν τε Βασίλειον ὡς εἰ μὴ μετὰ τὴν ἕνωσιν ἀχωρίστους καὶ ἀσυγχύτους λέγει δύο φύσεις, σύγχυσιν λέγει καὶ σύγκρασιν: εἰ μέντοι προσθήσει σεσαρκωμένην καὶ ἐνανθρωπήσασαν, καὶ νοήσει παραπλησίως Κυρίλλῳ τὴν σάρκωσιν καὶ τὴν ἐνανθρώπησιν, τὰ αὐτὰ λέγειν αὐτοῖς: ἄλλο μὲν γάρ τι εἶναι τὴν θεότητα τὴν ἐκ τοῦ πατρός, ἄλλο δέ τι τὴν ἀνθρωπότητα τὴν ἐκ τῆς μητρός. Ὧν ἐρωτηθέντων ὅτου οὖν χάριν τῇ καθαιρέσει τῇ κατὰ Φλαβιανοῦ ὑπέγραψαν, τοὺς Ἀνατολικοὺς δηλοῦσι τὰ γράμματα βοῆσαι: Πάντες ἡμάρτομεν, πάντες συγγνώμην Ibid. αἰτοῦμεν. Εἶτα πάλιν ἡ ἀνάγνωσις προκόπτουσα δηλοῖ τοὺς ἐπισκόπους ἐρωτηθῆναι τίνος χάριν τὸν Εὐσέβιον εἰσελθεῖν βουληθέντα οὐκ εἴασαν. Πρὸς ἃ Ibid. 644 Διόσκορος ἔφη κομμονιτώριον τὸν Ἐλπίδιον ἐπιφέρεσθαι, κἀκεῖνον διαβεβαιώσασθαι Θεοδόσιον κελεῦσαι τὸν βασιλέα τὸν Εὐσέβιον παρόδου μὴ τυχεῖν. Τὰ αὐτὰ καὶ Ἰουβενάλιον εἰπεῖν δηλοῦσι τὰ πεπραγμένα. Ὁ μέντοι γε Θαλάσσιος ἔφη τὴν αὐθεντίαν μὴ ἔχειν. Ἅπερ πρὸς τῶν ἀρχόντων καταγνώσεως ἔτυχε: μηδὲ γὰρ ἀπολογίαν εἶναι ταύτην πίστεως προκειμένης. Ἐφ̓ οἶς τὸν Διόσκορον μέμψασθαι δηλοῦσι τὰ κεκινημένα διεξελθόντα: Νῦν ποῖοι κανόνες σώζονται, ὅτι ἐσῆλθε Θεοδώρητος; τήν τε σύγκλητον ἀποφήνασθαι ὡς κατήγορον Θεοδώρητον εἰσελθεῖν. Ἐπισημήνασθαί τε Διόσκορον ὡς ἐν τάξει ἐπισκόπου καθέζεται: καὶ τὴν σύγκλητον πάλιν εἰπεῖν ὡς καὶ Εὐσέβιος καὶ Θεοδώρητος κατηγόρων τάξιν ἐπέχουσιν, ὥσπερ οὖν καὶ Διόσκορος κατηγορουμένου τάξινἐκληρώσατο. Πάντων τοίνυν τῶν κατὰ τὴν δευτέραν σύνοδον τῶν ἐν Ἐφέσῳ ἀνεγνωσμένων, καὶ τῆς ἀποφάσεως αὐτῆς κατὰ Φλαβιανοῦ καὶ Εὐσεβίου ὡσαύτως ἀναγινωσκομένης, Conc. vi 908 πρὸς τῇ ῥήσει ἔνθα γε Ἱλάριος ἐπίσκοπος εἶπεν, οἱτῆς ἀνατολῆς ἐπίσκοποι καὶ οἱ σὺν αὐτοῖς ἐβόησαν: Ἀνάθεμα Διοσκόρῳ. Ταύτῃ τῇ ὥρᾳ καθεῖλε, ταύτῃ τῇ ὥρᾳ καθαιρεθῇ. Ἅγιε Κύριε, σὺ αὐτὸν ἐκδίκησον. Ὀρθόδοξε βασιλεῦ, σὺ αὐτὸν ἐκδίκησον. Λέοντος πολλὰ τὰ ἔτη. Τοῦ πατριάρχου πολλὰ τὰ ἔτη. Εἶτα καὶ τῶνἑξῆς ἀνεγνωσμένων, τῶν δηλούντων πάντας τοὺς συνειλεγμένους ἐπισκόπους συναινέσαι τῇ καθαιρέσει Φλαβιανοῦ καὶ Εὐσεβίου, οἱ ἐνδοξότατοι ἄρχοντες διελάλησαν ἐπὶ λέξεως οὕτως: Ibid. 936 Περὶ μὲν τῆς ὀρθοδόξου καὶ καθολικῆς πίστεωστελειότερον συνόδου γενομένης τῇ ὑστεραίᾳ ἀκριβεστέραν ἐξέτασιν δεῖν γενέσθαι συνορῶμεν. Ἐπειδὴ δὲ Φλαβιανὸς ὁ τῆς εὐσεβοῦς μνήμης καὶ Εὐσέβιος ὁ εὐλαβέστατος ἐπίσκοπος, ἐκ τῆς τῶν πεπραγμένων καὶ διαγνωσθέντων ἐρεύνης καὶ αὐτῆς τῆς φωνῆς τῶν γενομένων ἐξάρχων τῆστότε συνόδου ὁμολογησάντων ἐσφάλθαι καὶ μάτην αὐτοὺς καθῃρηκέναι, οὐδὲν περὶ τὴν πίστιν σφαλέντες δείκνυνται, ἀδίκως δὲ καθαιρεθέντες, φαίνεται ἡμῖν κατὰ τὸ τῷ θεῷ ἀρέσκον δίκαιον εἶναι, εἰ παρασταίη τῷ θειοτάτῳ καὶ εὐσεβεστάτῳ ἡμῶν δεσπότῃ, τῷ αὐτῷ ἐπιτιμίῳ Διόσκοροντὸν εὐλαβέστατον ἐπίσκοπον Ἀλεξανδρείας, καὶ Ἰουβενάλιον τὸν εὐλαβέστατον ἐπίσκοπον Ἱεροσολύμων, καὶ Θαλάσσιον τὸν εὐλαβέστατον ἐπίσκοπον Καισαρείας, καὶ Εὐσέβιον τὸν εὐλαβέστατον ἐπίσκοπον Ἀρμενίας, καὶ Εὐστάθιον τὸν εὐλαβέστατον ἐπίσκοπον Βηρυτοῦ, καὶ Βασίλειον τὸν εὐλαβέστατον ἐπίσκοπον Σελευκείας τῆς Ἰσαυρίας, τοὺς ἐξουσίαν ἐσχηκότας καὶ ἐξάρχοντας τῆς τότε συνόδου, ἐκπεσεῖν διὰ τῆς ἱερᾶς ταύτης συνόδου κατὰ τοὺς κανόνας τοῦ ἐπισκοπικοῦ ἀξιώματος, πάντων τῶν παρακολουθησάντων τῆ θείᾳ κορυφῇ γνωριζομένων. Ἐφ̓ οἶς ἐπεβόησαν οἱ Ἀνατολικοί: Αὕτη δικαία Conc. vi 936 κρίσις. Οἱ δὲ τῶν Ἰλλυριῶν ἐπίσκοποι ἐπεκραύγασαν: Πάντες ἐσφάλημεν, πάντες συγγνώμης ἀξιωθῶμεν. Καὶ πάλιν τῶν Ἀνατολικῶν ἐπιβοησάντων: Αὕτη δικαία ψῆφος: τὸν φονέα ὁ Χριστὸς καθεῖλε, τοὺς μάρτυρας ὁ θεὸς ἐξεδίκησεν, οἱ συγκλητικοὶ διελάλησαν ὥστε ἕκαστον τῶν ἐπισκόπων τῶν συνειλεγμένων ἰδιαζόντως τὴν οἰκείαν ἐκθέσθαι πίστιν, γινώσκοντα ὡς ὁ θειότατος βασιλεὺς κατὰ τὴν ἔκθεσιν τῶν ἐν Νικαίᾳ πατέρων τριακοσίων δέκα ὀκτὼ καὶ τῶν ἑκατὸν πεντήκοντα, καὶ τὰς ἐπιστολὰς τῶν ἁγίων πατέρων, Γρηγορίου, Βασιλείου, Ἱλαρίου, Ἀθανασίου, Ἀμβροσίου, καὶ τὰς δύο τὰς Κυρίλλου, τὰς ἐπὶ τῇ πρώτῃ συνόδῳ τῇ ἐν Ἐφέσῳ δημοσιευθείσας πιστεύει: καὶ γὰρ καὶ τὸν εὐλαβέστατον ἐπίσκοπον τῆς πρεσβυτέρας Ῥώμης Λέοντα Εὐτυχῆ ἐπὶ τούτοις καθελεῖν. Οὕτω τοίνυν καὶ ταύτης τῆς συνελεύσεως καταπαυθείσης, εἰς ἑτέραν συνελθόντων μόνων τῶν ὁσιωτάτων Ibid. 976, 988 ἐπισκόπων, λιβέλλους ἐπέδωκεν Εὐσέβιος ὁ τοῦ Δορυλαίου ἐπίσκοπος ὑπὲρ ἑαυτοῦ τε καὶ Φλαβιανοῦ, δἰ οὗ ἐπεμέμψατο Διοσκόρῳ ὡς τὰ αὐτὰ Εὐτυχεῖ φρονήσαντι, καὶ ὅτι γε αὐτοὺς τῆς ἱερωσύνης ἀφείλετο. Προστέθεικε δὲ ὅτι καὶ φωνὰς μὴ εἰρημένας τῇ τὸ τηνικαῦτα ἁλισθείσῃ συνόδῳ προστέθεικεν ἐν τοῖς ὑπομνήμασι, καὶ εἰς ἀγράφους χάρτας παρεσκεύασεν αὐτοὺς ὑποσημήνασθαι. Καὶ ἐδεήθη ὡς ἐκ ψήφου τῶν συνειλεγμένων ἀκυρωθῆναι πάντα τὰ ἐν τῇ δευτέρᾳ συνόδῳ τῇ ἐν Ἐφέσῳ πεπραγμένα, καὶ ἔχειν αὐτοὺς τὴν ἱερωσύνην, καὶ ἀναθεματισθῆναι τὸ μιαρὸν ἐκείνου δόγμα. Καὶ ἠξίωσε μετὰ τὴνἀνάγνωσιν καὶ τὸν ἀντίδικον παρεῖναι. Οὗ δὴ διαλαληθέντος γενέσθαι, εἴρηκεν Ἀέτιος ἀρχιδιάκονος καὶ πριμικήριος νοταρίων ὡς διέβη πρὸς Διόσκορον, ὥσπερ οὖν καὶ πρὸς τοὺς ἄλλους, καὶ εἶπε μὴ συγχωρεῖσθαι ὑπὸ Conc. vi 988 τῶν φυλαττόντων αὐτὸν παραγενέσθαι. Καὶ διελαλήθηζητηθῆναι τὸν Διόσκορον πρὸ τοῦ συνεδρίου. Καὶ μὴ εὑρεθέντος αὐτοῦ, Ἀνατόλιος ἐπίσκοπος Κωνσταντινουπόλεως διελάλησεν ὀφείλειν αὐτὸν μετακληθῆναι καὶ ἐν τῇ συνόδῳ παραγενέσθαι. Καὶ τούτου γενομένου, παραγενόμενοι οἱ ἀποσταλέντες εἰρήκασιν εἰπεῖν αὐτόν:Φυλάττομαι ἐγώ: εἰ δὲ συγχωροῦσί μοι κατελθεῖν, εἰπάτωσαν. Καὶ εἰπόντων αὐτῷ τῶν ἐσταλμένων ὡς πρὸς αὐτόν, οὐ πρὸς τοὺς μαγιστριανοὺς ἀπεστάλησαν, διεξῆλθον εἰπεῖν αὐτόν: Ἕτοιμός εἰμι παραγενέσθαι εἰς τὴν ἁγίαν καὶ οἰκουμενικὴν σύνοδον, ἀλλὰ κωλύομαι. ΟἷςIbid. 992 προστέθεικεν Ἱμέριος ὡς, κατελθόντων αὐτῶν παρὰ Διοσκόρου, ὑπήντησεν ὁ βοηθὸς τοῦ μαγίστρου τῶν θείων ὀφφικίων, καὶ μετ̓ αὐτοῦ πάλιν γεγόνασιν πρὸς Διόσκορον οἱ ἐπίσκοποι, καὶ περὶ τούτων ἐν σημείοις τὸν Διόσκορονεἰπεῖν ταῦτα: Ibid. 993 Συναγαγὼν ἐμαυτὸν καὶ γνοὺς τὸ συμφέρον τάδε ἀποκρίνομαι: ἐπειδὴ ἐν τῇ πρὸ ταύτης συνόδῳ καθεζόμενοι οἱ μεγαλοπρεπέστατοι ἄρχοντες ὥρισαν πολλὰ μετὰ πολλὴν ἑκάστου διαλαλιάν, νῦν δὲ εἰς δευτέρανκαλοῦμαι σύνοδον εἰς τὴν τῶν προειρημένων ἀνασκευήν, παρακαλῶ τοὺς πρώην ἐν τῇ συνόδῳ παραγενομένους μεγαλοπρεπεστάτους ἄρχοντας καὶ τὴν ἱερὰν σύγκλητον καὶ νῦν παρεῖναι, ἵνα πάλιν τὰ αὐτὰ γυμνασθῇ. Πρὸς ὃν Ἀκάκιον δηλοῖ τὰ πεπραγμένα διεξελθεῖν ἐπὶ λέξεως ταῦτα: Οὐχ οὕτως ἐκέλευσεν ἡ ἁγία καὶ μεγάλη σύνοδος τὴν ὑμετέραν ἁγιότητα παρεῖναι ὥστε ἀνασκευασθῆναι τὰ ἐπὶ τῶν μεγαλοπρεπεστάτων ἀρχόντων καὶ ἐπὶ τῆς ἱερᾶς συγκλήτου πραχθέντα, ἀλλ̓ ἡμᾶς ἀπέστειλεν ὥστε καταλαβεῖν σε τὸ συνέδριον καὶ μὴ ἀπολειφθῆναι αὐτοῦ τὴν σὴν ὁσιότητα. Πρὸς ὃν Διόσκορος εἴρηκεν, ὡς τὰ ὑπομνήματα λέγουσιν: Εἰρήκατέ μοι νῦν ὅτι λιβέλλους ἐπιδέδωκεν Εὐσέβιος. Παρακαλῶ πάλιν παρόντων τῶν ἀρχόντων καὶ τῆς συγκλήτου δοκιμασθῆναι τὰ κατ̓ ἐμέ. Εἶτα ἑτέρων τοιούτων ἐγκειμένων, αὖθις ἀπεστάλησαν οἱ ὀφείλοντες τὸν αὐτὸν προτρέψασθαι Διόσκορον τοῖς πραττομένοις παρεῖναι. Καὶ τούτου γενομένου, ἐπαναζεύξαντες οἱ πεμφθέντες εἰρήκασιν ἔχειν ἐν σημείοις τὴν αὐτοῦ φωνήν, ἃ δηλοῦσιν αὐτὸν εἰπεῖν: Ἤδη φθάσας δεδήλωκα τῇ ὑμετέρᾳ θεοσεβείᾳ ὡς ὅτι Conc. vi 1000 καὶ ἀρρωστίᾳ συνέχομαι, καὶ ἐξαιτῶ ὥστε καὶ τοὺς μεγαλοπρεπεστάτους ἄρχοντας καὶ τὴν ἱερὰν σύγκλητον καὶ νῦν παρεῖναι τῇ τῶν ἐξετασθησομένων κρίσει. Ἐπειδὴ δέ μοι τὰ τῆς ἀρρωστίας ἐπετάθη, τούτου χάριν τὴν ὑπέρθεσιν πεποίημαι. Καὶ Κεκρόπιον εἰπεῖν τὰ ὑπομνήματα δηλοῖ πρὸς τὸν Διόσκορον πρώην μηδὲν περὶ ἀρρωστίας εἰπεῖν: ὀφείλειν οὖν αὐτὸν τοῖς κανόσι τὸ ἱκανὸν ποιῆσαι. Πρὸς ὃν ὁ Διόσκορος ἀπεφήνατο: Ἅπαξ εἶπον ὀφείλειν παρεῖναι τοὺς ἄρχοντας. εἶπον τὸν Ῥουφῖνον εἰπεῖν πρὸς αὐτὸν ἐπίσκοπον Σαμοσάτων κανονικὰ τὰ κινούμενα καθεστάναι, καὶ δύνασθαι αὐτὸν παραγενόμενον ἃ βούλεται διεξελθεῖν. Πυθομένου δὲ τοῦ Διοσκόρου εἰ Ἰουβενάλιος καὶ Θαλάσσιος παρεγένοντο καὶ Εὐστάθιος, ἀπεκρίνατο ὡς οὐδὲν πρὸς ἔπος. Πρὸς ἃ Διόσκορον εἰπεῖν τὰ πεπραγμένα δηλοῦσι παρακαλέσαι τὸν φιλόχριστον βασιλέα ὥστε καὶ τοὺς ἄρχοντας παρεῖναι καὶ τοὺς σὺν αὐτῷ δεδικακότας:καὶ πρὸς ταῦτα τοὺς πεμφθέντας εἰπεῖν μόνου κατηγορεῖν αὐτοῦ τὸν Εὐσέβιον, καὶ ὀφείλειν πάντως παραγενέσθαι: καὶ πρὸς ταῦτα τὸν Διόσκορον εἰπεῖν ὀφείλειν καὶ τοὺς ἄλλους παρεῖναι τοὺς σὺν αὐτῷ δεδικακότας: μηδὲ γὰρ ἰδικὸν ἔχειν πρᾶγμα πρὸς αὐτὸν τὸν Εὐσέβιον,ἀλλ̓ ἢ ἄρα περὶ ὧν πάντες δεδικάκασιν. Καὶ πάλιν ἐπιμεινάντων τῶν πεμφθέντων περὶ τούτου, ἀπέφησεν ὁ Διόσκορος εἰπών: Ἅπαξ εἶπον ἃ εἶπον: καὶ περαιτέρω τούτων εἰπεῖν οὐκ ἔχω. Πρὸς ἃ Εὐσέβιος ὁ τοῦ Δορυλαίου διεξῆλθε πρὸσμόνον Διόσκορον ἔχειν, καὶ πρὸς μηδένα ἕτερον: καὶ ἠξίωσε τρίτῃ κλήσει κληθῆναι Διόσκορον. Καὶ ὑπολαβὼν Conc. vi 1004 Ἀέτιος ἐδίδασκε πρώην τινὰς λέγοντας ἑαυτοὺς κληρικοὺς μετὰ καὶ ἑτέρων λαϊκῶν τῆς Ἀλεξανδρέων ὁρμωμένους ἐπιδοῦναι λιβέλλους κατὰ Διοσκόρου, καὶτούτους πρὸ τοῦ συνεδρίου ἑστῶτας ἐκβοήσεσι κεχρῆσθαι. Καὶ πρῶτον μὲν ἐπιδεδωκότος Θεοδώρου διακόνου γενομένου τῆς ἐν Ἀλεξανδρείᾳ ἁγίας ἐκκλησίας, εἶτα δὲ καὶ Ἰσχυρίωνος ὡσαύτως διακόνου καὶ Ἀθανασίου πρεσβυτέρου καὶ ἀδελφιδοῦ Κυρίλλου καὶ πρός γε Σωφρονίου,δἰ ὧν περί τε βλασφημιῶν ἐνεκάλεσαν Διοσκόρῳ περί τε σωματικῶν καὶ βιαίας ἀφαιρέσεως χρημάτων, τρίτη Ibid. 1036 κλῆσις γέγονε προτρέπουσα τὸν Διόσκορον παραγενέσθαι. Τοιγαροῦν ἐπαναζεύξαντες οἱ ἐπὶ τούτῳ ἀφωρισμένοι Ibid. 1040 εἰρήκασιν εἰπεῖν τὸν Διόσκορον: Αὐτάρκως ἐδίδαξα τὴνὑμετέραν θεοσέβειαν, οἶς προσθεῖναί τι οὐ δύναμαι. Ἀρκοῦμαι γὰρ ἐν τούτοις. Καὶ προτρεψάντων τῶν ἐπὶ τούτῳ σταλέντων πάλιν τὸν αὐτὸν Διόσκορον ἐλθεῖν, ἀπεφήνατο εἰρηκώς: Ἃ εἶπον, εἶπον: οἷς προσθεῖναί τι οὐ δύναμαι. Ἀρκοῦμαι γὰρ ἐν τούτοις. Καὶ προτρεψάντων τῶν ἐν τούτῳ σταλέντων πάλιν τὸν αὐτὸν Διόσκορον ἐλθεῖν, ἀπεφήνατο εἰρηκὼς τὰ αὐτά. Καὶ αὖθις δὲ τὰ αὐτὰ εἰρηκότος τοῦ αὐτοῦ Διοσκόρου, ἐπιμεινάντων τῇ προτροπῇ τῶν ἐπὶ τούτῳ σταλέντων, Πασκασῖνος ἐπίσκοπος εἶπεν ὡς ἤδη τρίτον κληθεὶς Διόσκορος οὐ παρεγένετο ὑπὸ συνειδήσεως βαλλόμενος, καὶ ἐπυνθάνετο Conc. vi 1041 τίνος ἄξιος εἴη. Πρὸς ὃ τῶν ἐπισκόπων ἀποκριναμένων ὑποπεπτωκέναι αὐτὸν τοῖς κανόσι, Προτερίου δὲ ἐπισκόπου Σμύρνης εἰπόντος: Ὅτε ἐφονεύετο ὁ ἅγιος Φλαβιανός, οὐδὲν ἀκόλουθον ἐπράχθη ἐπ̓ αὐτῷ, οἱ τὸν τόπον ἐπέχοντες Λέοντος ἐπισκόπου τῆς πρεσβυτέρας Ῥώμης ἀπεφήναντο ἐπὶ λέξεως ταῦτα: Δῆλα γεγένηται τὰ τετολμημένα Διοσκόρῳ τῷ γενομένῳ Ibid. 1045 τῆς Ἀλεξανδρέων μεγαλοπόλεως ἐπισκόπῳ κατὰ τῆς τῶν κανόνων τάξεως καὶ τῆς ἐκκλησιαστικῆς καταστάσεως, ἐκ τῶν ἤδη ἐξετασθέντων ἐν τῷ πρώτῳ συνεδρίῳ καὶ ἀπὸ τῶν σήμερον πεπραγμένων. Οὗτος γάρ, ἵνα τὰ πολλὰ παραλείπωμεν, Εὐτυχῆ τὸν ὁμόδοξον αὐτῷ καθαιρεθέντα κανονικῶς παρὰ τοῦ ἰδίου ἐπισκόπου, τοῦ ἐν ἁγίοις φαμὲν πατρὸς ἡμῶν καὶ ἀρχιεπισκόπου Φλαβιανοῦ, αὐθεντήσας ἀκανονίστως εἰς κοινωνίαν ἀνεδέξατο, πρὶν ἢ συνεδρεῦσαι ἐν τῇ Ἐφεσίων μετὰ τῶν θεοφιλῶν ἐπισκόπων. Ἀλλ̓ ἐκείνοις μὲν ὁ ἀποστολικὸς θρόνος συγγνώμην ἀπένειμεν ἐπὶ τοῖς ἐκεῖσε μὴ κατὰ γνώμην ὑπ̓ αὐτῶν πεπραγμένοις: οἳ καὶ διετέλεσαν μέχρι τοῦ παρόντος ἑπόμενοι τῷ ἁγιωτάτῳ ἀρχιεπισκόπῳ Λέοντι καὶ πάσῃ τῇ ἁγίᾳ καὶ οἰκουμενικῇ συνόδῳ: οὗ δὴ χάριν καὶ ἐν τῇ ἑαυτοῦ κοινωνίᾳ αὐτοὺς ὁμοπίστους ἐδέξατο. Οὗτος δὲ καὶ μέχρι τοῦ παρόντος διέμεινε σεμνυνόμενος ἐν ἐκείνοις ἐφ̓ οἷς ἔδει στένειν, καὶ εἰς γῆν κεκυφέναι ὀφείλει. Πρὸστούτοις δὲ οὐδὲ τὴν ἐπιστολὴν ἀναγνωσθῆναι συνεχώρησε τοῦ μακαριωτάτου πάπα Λέοντος, τὴν γραφεῖσαν παῤ αὐτοῦ πρὸς τὸν ἐν ἁγίοις τὴν μνήμην Φλαβιανόν, καὶ ταῦτα πολλάκις παρακληθεὶς ἀναγνῶναι ταύτην ὑπὸ τῶν κεκομικότων, καὶ μεθ̓ ὅρκων ποιήσασθαι τὴν ἀνάγνωσινὑποσχόμενος. Ἧς μὴ ἀναγνωσθείσης, σκανδάλων καὶ βλάβης αἱ ἀνὰ τὴν οἰκουμένην ἁγιώταται ἐπληρώθησαν ἐκκλησίαι. Ἀλλ̓ ὅμως τοιούτων παῤ αὐτοῦ τολμηθέντων, ἐσκοποῦμεν περὶ τῆς προτέρας ἀνοσίας αὐτοῦ πράξεως φιλανθρωπίας τινὸς αὐτὸν ἀξιῶσαι ὡς καὶ τοὺσλοιποὺς θεοφιλεστάτους ἐπισκόπους, καίτοι μηδὲ τὴν αὐθεντίαν παραπλησίως αὐτῷ τῆς κρίσεως ἐσχηκότας. Ἐπειδὴ δὲ τοῖς δευτέροις τὴν προτέραν παρανομίαν ὑπερηκόντισεν, ἐτόλμησε δὲ καὶ ἀκοινωνησίαν ὑπαγορεῦσαι κατὰ τοῦ ἁγιωτάτου καὶ ὁσιωτάτου ἀρχιεπισκόπου τῆσμεγάλης Ῥώμης Λέοντος, πρὸς δὲ τούτοις καὶ λιβέλλων παρανομιῶν μεστῶν κατ̓ αὐτοῦ προσενεχθέντων τῇ ἁγίᾳ καὶ μεγάλῃ συνόδῳ, καὶ ἅπαξ καὶ δὶς καὶ τρὶς διὰ θεοφιλῶν ἐπισκόπων κανονικῶς κληθεὶς οὐχ ὑπήκουσεν, ὑπὸ τοῦ ἰδίου συνειδότος δηλονότι κεντούμενος, καὶ τοὺς παρὰσυνόδων διαφόρων ἐνθέσμως καθαιρεθέντας παρανόμως ἐδέξατο, αὐτὸς καθ̓ ἑαυτοῦ τὴν ψῆφον ἐξήνεγκε διαφόρως τοὺς ἐκκλησιαστικοὺς πατήσας θεσμούς. Ὅθεν ὁ ἁγιώτατος καὶ μακαριώτατος ἀρχιεπίσκοπος τῆς μεγάλης καὶ πρεσβυτέρας Ῥώμης Λέων δἰ ἡμῶν καὶ τῆς παρούσησσυνόδου, μετὰ τοῦ τρισμακαρίου καὶ πανευφήμου Πέτρου τοῦ ἀποστόλου, ὅς ἐστι πέτρα καὶ κρηπὶς τῆς καθολικῆς ἐκκλησίας καὶ τῆς ὀρθοδόξου πίστεως θεμέλιος τυγχάνει, ἐγύμνωσεν αὐτὸν τοῦ τε ἐπισκοπικοῦ ἀξιώματος καὶ πάσης ἱερατικῆς ἠλλοτρίωσεν ἐνεργείας. Τοιγαροῦν ἡ ἁγία αὕτη καὶ μεγάλη σύνοδος τὰ δόξαντα τοῖς κανόσιν ἐπὶ τῷ μνημονευθέντι Διοσκόρῳ ψηφίσηται. Ὧν δὴ κυρωθέντων παρὰ Ἀνατολίου Μαξίμου τε αὖ καὶ τῶν λοιπῶν ἐπισκόπων, ἄνευ ἐκείνων τῶν ἄμα Διοσκόρῳ παρὰ τῆς συγκλήτου καθαιρεθέντων, ἀναφορὰ περὶ Conc. vi 1097 τούτων πρὸς Μαρκιανὸν ἐγράφετο παρὰ τῆς συνόδου, καὶ ἡ καθαίρεσις ἐπέμπετο Διοσκόρῳ παρὰ τῆς αὐτῆς συνόδου, ἔχουσα ὧδε: Γίνωσκε σαυτὸν διὰ τὴν κατὰ τῶν θείων κανόνων Ibid. 1093 ὑπεροψίαν καὶ διὰ τὴν ἀπείθειάν σου τὴν περὶ τὴν ἁγίαν ταύτην καὶ οἰκουμενικὴν σύνοδον, ὑπὲρ ὧν, πρὸς τοῖς ἄλλοις πλημμελήμασιν οἶς ἑάλως, καὶ τρίτον κληθεὶς παρὰ τῆς ἁγίας ταύτης καὶ μεγάλης συνόδου κατὰ τοὺς θείους κανόνας ἐπὶ τὸ ἀποκρίνασθαι τοῖς ἐπαγομένοις οὐκ ἀπήντησας, μηνὶ Ὀκτωβρίῳ τῷ ἐνεστῶτι τρισκαιδεκάτῃ, παρὰ τῆς ἁγίας καὶ οἰκουμενικῆς συνόδου καθῃρῆσθαι τῆς ἐπισκοπῆς, καὶ παντὸς ἐκκλησιαστικοῦ θεσμοῦ ὑπάρχειν ἀλλότριον. Εἶτα τῶν περὶ τούτων γραφέντων καὶ πρὸς τοὺς θεοφιλεῖς ἐπισκόπους τῆς ἐν Ἀλεξανδρείᾳ ἁγιωτάτης Ibid. 1096 ἐκκλησίας, καὶ προθέματος κατὰ τοῦ Διοσκόρου γενομένου, τὰ τῆς τοιαύτης συνελεύσεως πέρας ἐδέχετο. Οὕτω μὲν οὖν τὰ τῆς φθασάσης συνελεύσεως ἐπερατώθη. Μετὰ ταύτην δὲ καὶ αὖθις συναλισθέντες ἔφασκον Ibid. 952 πρὸς πεῦσιν τῶν ἀρχόντων διδαχθῆναι βουλομένων τὰ τῆς ὀρθῆς θρησκείας, ὡς οὐ δέοι τι περαιτέρω τυπωθῆναι, ἅπαξ τῶν κατ̓ Εὐτυχῆ πέρας δεξαμένων καὶ διατυπωθέντων παρὰ τοῦ ἐν Ῥώμῃ ἐπισκόπου, οἷς καὶ πάντες ἐστοίχησαν. Βοώντων τε αὖ πάντων τῶν ἐπισκόπων πάντας τὰ αὐτὰ λέγειν, καὶ τῶν ἀρχόντων διαλαλησάντων ἕκαστον πατριάρχην ἐκλεγόμενον ἒν ἢ δεύτερον τῆς ἰδίας διοικήσεως πρόσωπον ἐς μέσον παρελθεῖν, ὥστε τὴν ἑκάστου φανερωθῆναι γνώμην, Φλωρέντιος ἐπίσκοπος Σάρδεων ἐνδόσιμον ᾔτησεν, ἐφ̓ ᾧ μετὰ σκέμματος προσελθεῖν αὐτοὺς τῇ ἀληθείᾳ. Καὶ Κεκρόπιος ἐπίσκοποσΣεβαστοπόλεως ἔφη ταῦτα: Ἡ πίστις καλῶς εἴρηται παρὰ τῶν τριακοσίων δέκα ὀκτὼ ἁγίων πατέρων, καὶ ἐβεβαιώθη παρὰ τῶν ἁγίων πατέρων, Ἀθανασίου, Κυρίλλου, Κελεστίνου, Ἱλαρίου, Βασιλείου, Γρηγορίου, καὶ νῦν πάλιν διὰ τοῦἁγιωτάτου Λέοντος. Καὶ ἀξιοῦμεν καὶ τὰ τῶν ἁγίων πατέρων τῶν τριακοσίων δέκα ὀκτὼ καὶ τὰ τοῦ ὁσιωτάτου Λέοντος ἀναγνωσθῆναι. Ὧν ἀνεγνωσμένων ἡ πᾶσα σύνοδος ἐπεκραύγασε Conc. vi 956 ταῦτα: Αὕτη ἡ πίστις τῶν ὀρθοδόξων: οὕτως πάντεσπιστεύομεν: ὁ πάπας Λέων οὕτως πιστεύει: Κύριλλος οὕτως ἐπίστευσεν: ὁ πάπας Λέων οὕτως ἡρμήνευσεν. Ἑτέρας τε διαλαλιᾶς ἐνεχθείσης ὥστε καὶ τὰ ἐκτεθειμένα παρὰ τῶν ἁγίων ἑκατὸν πεντήκοντα τυχεῖν ἀναγνώσεως, ἀνεγνώσθη καὶ ταῦτα. Πρὸς ἃ πάλιν οἱ τῆς συνόδουβοήσαντες ἔφησαν: Αὕτη ἡ πάντων πίστις: αὕτη ἡ πίστις τῶν ὀρθοδόξων: οὕτως πάντες πιστεύομεν. Μεθ̓ οὓς Ἀέτιος ὁ ἀρχιδιάκονος ἔφη ἔχειν μετὰ χεῖρας τὴν πρὸς Νεστόριον ἐπιστολὴν Κυρίλλου τοῦ θεσπεσίου, ἣν πάντες οἱ ἐν Ἐφέσῳ συλλεγέντες ἐκύρωσαν οἰκείαισὑποσημειώσεσιν, ἔχειν δὲ καὶ ἑτέραν ἐπιστολήν, τὴν αὐτοῦ Κυρίλλου γεγραμμένην πρὸς Ἰωάννην τὸν Ἀντιοχείας, καὶ αὐτὴν βεβαιωθεῖσαν, ἃς ἐξῄτει ἀναγνώσεως τυχεῖν. Διαλαλιᾶς τε πρὸς ταῦτα γεγενημένης, ἄμφω ἀνεγνώσθησαν: καὶ τῆς μὲν προτέρας αὐτοῖς ἔνια τοῖς ὀνόμασίνἐστι ταῦτα: Τῷ εὐλαβεστάτῳ καὶ θεοσεβεστάτῳ συλλειτουργῷ Νεστορίῳ Κύριλλος. Καταφλυαροῦσιν, ὡς μανθάνω, Conc. vi 960, 660 τινὲς τῆς ἐμῆς ὑπολήψεως ἐπὶ τῆς σῆς θεοσεβείας, καὶ τοῦτο συχνῶς, τὰς τῶν ἐν τέλει συνόδους καιροφυλακοῦντες μάλιστα, καὶ τάχα που καὶ τέρπειν οἰόμενοι τὴν σὴν ἀκοήν. Καὶ μεθ̓ ἕτερα: Ἔφη τοίνυν ἡ ἁγία καὶ μεγάλη σύνοδος αὐτὸν τὸν ἐκ θεοῦ καὶ πατρὸς κατὰ φύσιν γεννηθέντα υἱὸν μονογενῆ, τὸν ἐκ τοῦ θεοῦ ἀληθινοῦ θεὸν ἀληθινόν, τὸ φῶς τὸ ἐκ τοῦ φωτός, τὸν δἰ οὗ τὰ πάντα πεποίηκεν ὁ πατήρ, κατελθεῖν, σαρκωθῆναι, ἐνανθρωπῆσαι, παθεῖν, ἀναστῆναι τῇ τρίτῃ ἡμέρᾳ, ἀνελθεῖν εἰς οὐρανούς. Τούτοις καὶ ἡμᾶς ἕπεσθαι δεῖ καὶ τοῖς λόγοις καὶ τοῖς παραδείγμασιν, ἐννοοῦντας τί τὸ σαρκωθῆναι καὶ ἐνανθρωπῆσαι δηλοῖ τὸν θεὸν Λόγον. Οὐ γάρ φαμεν ὅτι ἡ τοῦ Λόγου φύσις μεταποιηθεῖσα γέγονε σάρξ, ἀλλ̓ οὐδὲ εἰς ὅλον ἄνθρωπον μεταβληθῆναι τὸν ἐκ ψυχῆς καὶ σώματος: ἐκεῖνο δὲ μᾶλλον ὅτι σάρκα ἐψυχωμένην ψυχῇ λογικῇ ἑνώσας ὁ Λόγος ἑαυτῷ καθ̓ ὑπόστασιν ἀφράστως καὶ ἀπερινοήτως γέγονεν ἄνθρωπος καὶ κεχρημάτικεν υἱὸς ἀνθρώπου, οὐ κατὰ θέλησιν μόνην ἢ εὐδοκίαν, ἀλλ̓ οὐδὲ ὡς ἐν προσλήψει προσώπου μόνου: καὶ ὅτι διάφοροι μὲν αἱ πρὸς ἑνότητα τὴν ἀληθινὴν συνενεχθεῖσαι φύσεις, εἷς δὲ ἐξ ἀμφοῖν χριστὸς καὶ υἱός, οὐχ ὡς τῆς τῶν φύσεων διαφορᾶς ἀνῃρημένης διὰ τὴν ἕνωσιν, ἀποτελεσασῶν δὲ μᾶλλον ἡμῖν τὸν ἕνα κύριον καὶ Χριστὸν καὶ υἱὸν ἐκ θεότητός τε καὶ ἀνθρωπότητος διὰ τῆς ἀφράστου καὶ ἀπορρήτου πρὸς ἑνότητα συνδρομῆς. Καὶ μετ̓ ὀλίγα: Ἐπειδὴ δὲ δἰ ἡμᾶς καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν ἑνώσας ἑαυτῷ καθ̓ ὑπόστασιν τὸ ἀνθρώπινον προῆλθεν ἐκ γυναικός, ταύτῃ λέγεται γεννηθῆναι σαρκικῶς. Οὐ γὰρ πρῶτον ἄνθρωπος ἐγεννήθη κοινὸς ἐκ τῆς ἁγίας παρθένου, εἶθ̓ οὕτως καταπεφοίτηκεν ἐπ̓ αὐτὸν ὁ Λόγος, ἀλλ̓ ἐξ αὐτῆς τῆς μήτρας ἑνωθεὶς ὑπομεῖναι λέγεται γέννησιν σαρκικήν, ὡς τῆς ἰδίας σαρκὸς τὴν γέννησιν οἰκειούμενος. Οὕτω φαμὲν αὐτὸν παθεῖν καὶ ἀναστῆναι, οὐχ ὡς τοῦ θεοῦ Λόγου παθόντος εἰς ἰδίαν φύσιν ἢ πληγὰς ἢ διατρήσεις ἥλων ἤγουν τὰ ἕτερα τῶντραυμάτων: ἀπαθὲς γὰρ τὸ θεῖον, ὅτι καὶ ἀσώματον. Ἐπειδὴ δὲ τὸ γεγονὸς αὐτοῦ ἴδιον σῶμα πέπονθεν, ταῦτα πάλιν αὐτὸς λέγεται παθεῖν ὑπὲρ ἡμῶν: ἦν γὰρ ὁ ἀπαθὴς ἐν τῷ πάσχοντι σώματι. 1,6 Τῆς δέ γε ἑτέρας τὰ πολλὰ μὲν κατὰ τὴν πρώτηνἱστορίαν ἀνενήνεκται. Ἔστι δὲ ἐν αὐτῇ ῥῆσις τοιάδε, ἣν γέγραφε μὲν Ἰωάννης ὁ τῆς Ἀντιόχου, προσήκατο δὲ πάσαις ψήφοις ὁ Κύριλλος: Conc. vi 669 Ὁμολογοῦμεν τὴν ἁγίαν παρθένον θεοτόκον, διὰ τὸ τὸν θεὸν Λόγον σαρκωθῆναι ἐξ αὐτῆς καὶ ἐνανθρωπῆσαι,καὶ ἐξ αὐτῆς τῆς συλλήψεως ἑνῶσαι ἑαυτῷ τὸν ἐξ αὐτῆς ληφθέντα ναόν. Τὰς δὲ εὐαγγελικὰς καὶ ἀποστολικὰς ἐπὶ τοῦ Κυρίου φωνὰς ἴσμεν τοὺς θεοφόρους ἄνδρας τὰς μὲν κοινοποιοῦντας ὡς ἐφ̓ ἑνὸς προσώπου, τὰς δὲ διαιροῦντας ὡς ἐπὶ δύο φύσεων, καὶ τὰς μὲν θεοπρεπεῖς κατὰτὴν θεότητα τοῦ Χριστοῦ, τὰς δὲ ταπεινὰς κατὰ τὴν ἀνθρωπότητα αὐτοῦ παραδιδόντας. Οἷς ἐπήγαγε: Ταύταις ὑμῶν ταῖς ἱεραῖς ἐντυγχάνοντες φωναῖς οὕτω μὲν καὶ Ephes. iv 5 ἑαυτοὺς φρονοῦντας εὑρίσκομεν: εἷς δὲ Κύριος, μία πίστις, ἓν βάπτισμα. Ἐδοξάσαμεν οὖν τὸν τῶν ὅλων σωτῆραθεόν, ἀλλήλοις συγχαίροντες, ὅτι ταῖς θεοπνεύστοις γραφαῖς καὶ τῇ παραδόσει τῶν ἁγίων ἡμῶν πατέρων συμβαίνουσαν ἔχουσι πίστιν αἵ τε παῤ ἡμῖν καὶ αἱ παῤ ὑμῖν ἐκκλησίαι. Ὧν ἀνεγνωσμένων, οἱ τῆς αὐτῆς ἐπεβόησαν συνόδουConc. vi 960 ῥήμασι τούτοις: Πάντες οὕτω πιστεύομεν: ὁ πάπας Λέων οὕτως πιστεύει. Ἀνάθεμα τῷ μερίζοντι καὶ τῷ συγχέοντι. Αὕτη ἡ πίστις Λέοντος τοῦ ἀρχιεπισκόπου, Λέων οὕτως πιστεύει, Λέων καὶ Ἀνατόλιος οὕτω πιστεύουσι, πάντες οὕτως πιστεύομεν: ὡς Κύριλλος, οὕτως πιστεύομεν: αἰωνία μνήμη Κυρίλλου: ὡς αἱ ἐπιστολαὶ Κυρίλλου εἰσίν, οὕτως φρονοῦμεν, οὕτως ἐπιστεύσαμεν, οὕτως πιστεύομεν. Λέων ὁ ἀρχιεπίσκοπος οὕτως φρονεῖ, οὕτως πιστεύει, οὕτως ἔγραψε. Διαλαλιᾶς δὲ ἐνεχθείσης καὶ τὴν Λέοντος ἐπιστολὴν ἀναγνωσθῆναι, μεταφρασθεῖσα τῆς ἀναγνώσεως ἔτυχεν: ἥτις τοῖς πραχθεῖσιν ἐμφέρεται. Μετὰ γοῦν τὴν ἀνάγνωσιν τῶν ἐπισκόπων ἐπιβοησάντων: Αὕτη ἡ πίστις Conc. vi 972 τῶν πατέρων, αὕτη ἡ πίστις τῶν ἀποστόλων: πάντες οὕτω πιστεύομεν, οἱ ὀρθόδοξοι οὕτω πιστεύομεν. Ἀνάθεμα τῷ μὴ οὕτως πιστεύοντι. Πέτρος διὰ Λέοντος ταῦτα ἐξεφώνησεν, οἱ ἀπόστολοι οὕτως ἐδίδαξαν: εὐσεβῶς καὶ ἀληθῶς Λέων ἐδίδαξε, Κύριλλος οὕτως ἐδίδαξε, Λέων καὶ Κύριλλος ὁμοίως ἐδίδαξαν. Ἀνάθεμα τῷ μὴ οὕτως πιστεύοντι. Αὕτη ἡ ἀληθὴς πίστις, οἱ ὀρθόδοξοι οὕτως φρονοῦσιν, αὕτη ἡ πίστις τῶν πατέρων. Ταῦτα ἐν Ἐφέσῳ διὰ τί οὐκ ἀνεγνώσθη; Ταῦτα Διόσκορος ἔκρυψεν, ἐμφέρεται ἐν τοῖς αὐτοῖς πεπραγμένοις ὡς ἡνίκα τὸ μέρος τῆς ἐπιστολῆς Λέοντος ἀνεγνώσθη περιέχον: Καὶ πρὸς τὸ τὸ χρεωστούμενον ὄφλημα τῆς ἡμετέρας Ibid. φύσεως ἐκτισθῆναι, ἡ θεία φύσις ἡνώθη τῇ φύσει τῇ παθητῇ ἵνα, τοῦτο δὴ τὸ ταῖς ἡμετέραις ἰάσεσιν ὑπάρχον ἁρμόδιον, ὁ εἶς καὶ ὁ αὐτὸς ὢν μεσίτης θεοῦ καὶ ἀνθρώπων Timoth. ii 5 ἄνθρωπος Χριστὸς Ἰησοῦς, καὶ ἀποθνήσκειν ἐκ τοῦ ἑνὸς δυνηθῇ, καὶ τελευτᾶν ἐκ τοῦ ἑτέρου μὴ δυνηθῇ... πρὸς τὴν τοιαύτην ῥῆσιν ἀμφιβαλλόντων τῶν Ἰλλυριῶν καὶ Παλαιστινῶν ἐπισκόπων, Ἀέτιος ἀρχιδιάκονος τῆς Κωνσταντίνου ἁγιωτάτης ἐκκλησίας ῥῆσιν παρήγαγεν Conc. vi 972 Κυρίλλου περιέχουσαν οὕτως: Hebr. ii 9 Ἐπειδὴ δὲ πάλιν τὸ ἴδιον αὐτοῦ σῶμα χάριτι θεοῦ, καθά φησιν ὁ ἀπόστολος Παῦλος, ὑπὲρ παντὸς ἐγεύσατο θανάτου, λέγεται παθεῖν αὐτὸς τὸν ὑπὲρ ἡμῶν θάνατον,οὐχ ὡς εἰς πεῖραν ἐλθὼν θανάτου τό γε ἧκον εἰς τὴν αὐτοῦ φύσιν — ἀποπληξία: γὰρ τοῦτο λέγειν ἢ φρονεῖν — ἀλλ̓ ὅτι, καθάπερ ἔφην ἀρτίως, ἡ σὰρξ αὐτοῦ ἐγεύσατο θανάτου. Καὶ πάλιν πρὸς τὴν ῥῆσιν τῆς ἐπιστολῆς Λέοντος Conc. vi 972 τὴν ἔχουσαν:Ἐνεργεῖ γὰρ ἑκατέρα μορφὴ μετὰ τῆς θἀτέρου κοινωνίας ὅπερ ἴδιον ἔσχηκε, τοῦ μὲν λόγου κατεργαζομένου τοῦθ̓ ὅπερ ἐστὶν τοῦ λόγου, τοῦ δὲ σώματος ἐκτελοῦντος ἅπερ ἐστὶν τοῦ σώματος. Καὶ τὸ μὲν αὐτῶν διαλάμπει τοῖς θαύμασιν, τὸ δὲ ταῖς ὕβρεσιν ὑποπέπτωκεν...ἀμφιβαλλόντων τῶν Ἰλλυριῶν καὶ τῶν Παλαιστινῶν ἐπισκόπων, ὁ αὐτὸς Ἀέτιος κεφάλαιον ἀνέγνω Κυρίλλου περιέχον οὕτως: Αἱ μέν εἰσι τῶν φωνῶν ὅτι μάλιστα θεοπρεπεῖς, αἱ δὲ οὕτω πάλιν ἀνθρωποπρεπεῖς, αἱ δὲ μέσην τινὰ τάξινἔχουσιν ἐμφανίζουσαι τὸν υἱὸν τοῦ θεοῦ θεὸν ὄντα καὶ ἄνθρωπον ὁμοῦ ἐν αὐτῷ. Καὶ μετὰ ταῦτα πρὸς ἕτερον μέρος τῆς ἐπιστολῆς Λέοντος ἀμφιβαλλόντων τῶν εἰρημένων ἐπισκόπων ἔχον: Εἰ καὶ τὰ μάλιστα γὰρ ἐν τῷ δεσπότῃ ἸησοῦΧριστῷ τοῦ θεοῦ καὶ τοῦ ἀνθρώπου ἓν πρόσωπον, ὅμως ἕτερόν ἐστιν ἐκεῖνο ἐξ οὗ ἐν ἑκατέρῳ κοινόν ἐστι τὸ τῆς ὕβρεως, καὶ ἕτερον ἐξ οὗ κοινὸν τὸ τῆς δόξης καθέστηκεν. Ἐξ ἡμῶν μὲν γάρ ἐστιν αὐτῷ ἡ ἐλάσσων τοῦ πατρὸς ἀνθρωπότης, ἐκ δὲ τοῦ πατρός ἐστιν αὐτῷ ἡ μετὰ τοῦ πατρὸσαὐτῷ ἴση θεότης... Θεοδώρητος ζυγοστατῶν ἔλεγεν καὶ τῷ μακαρίῳ Κυρίλλῳ ἐπὶ λέξεως εἰρῆσθαι οὕτως: Καὶ γενόμενον ἄνθρωπον καὶ μὴ μεθέντα τὸ ἴδιον, Ibid. 973 μεμένηκεν ὅπερ ἦν, καὶ ἕτερον ἐν ἑτέρῳ τὸ κατοικοῦν, τουτέστιν ἡ θεία φύσις μετὰ τῶν ἀνθρώπων. Μετὰ ταῦτα τῶν ὑπερφυῶν ἀρχόντων ἐρωτησάντων εἴπερ ἔτι τις ἀμφισβητεῖ, πάντες ἔφησαν μὴ ἀμφιβάλλειν ἔτι. Μεθ̓ οὓς Ἀττικὸς ἐπίσκοπος Νικοπόλεως ἐξῄτησεν ἐνδόσιμον αὐτοῖς γενέσθαι ὀλίγων ἡμερῶν, ἐφ̓ ᾧ ἀκυμάντῳ διανοίᾳ καὶ ἀταράχῳ λογισμῷ τὰ τῷ θεῷ δοκοῦντα καὶ τοῖς ἁγίοις πατράσι τυπωθῆναι. Ἐξῄτησεν δὲ λαβεῖν καὶ τὴν ἐπιστολὴν Κυρίλλου τὴν πρὸς Νεστόριον γεγραμμένην, ἐν ᾗ παρακελεύεται αὐτὸν συνθέσθαι τοῖς δώδεκα αὐτοῦ κεφαλαίοις οἶς ἄπαντες συνέθεντο. Καὶ τῶν ἀρχόντων διαλαλησάντων ἐνδόσιμον αὐτοῖς ἡμερῶν πέντε γενέσθαι εἰς τὸ συνελθεῖν παρὰ Ἀνατολίῳ τῷ τῆς Κωνσταντινουπόλεως προέδρῳ, πάντες ἐπευφήμησαν οἱ ἐπίσκοποι φήσαντες: Ἡμεῖς οὕτως πιστεύομεν, πάντες οὕτω πιστεύομεν: ὡς Λέων, οὕτως πιστεύομεν. Ἡμῶν οὐδεὶς ἀμφιβάλλει: ἡμεῖς πάντες ὑπεγράψαμεν. Πρὸς ἃ διελαλήθη ἐπὶ ῥήματος ταῦτα: Οὐκ ἀναγκαῖον πάντας ὑμᾶς συνελθεῖν: ἀλλ̓ ἐπειδὴ ἀκόλουθόν ἐστιν πιστωθῆναι τοὺς ἀμφιβάλλοντας, ὁ εὐλαβέστατος ἐπίσκοπος Ἀνατόλιος ἀπὸ τῶν ὑπογραψάντων ἐπιλέξηται οὓς ἐὰν νομίσῃ πρὸς διδασκαλίαν τῶν ἀμφιβαλλόντων. Οἶς ἐπήγαγον οἱ τῆς συνόδου οὕτως: Δεόμεθα περὶ Conc. vi 976 τῶν πατέρων: τοὺς πατέρας τῇ συνόδῳ, τοὺς ὁμόφρονας 26 Λέοντος τῇ συνόδῳ, τοὺς πατέρας τῇ συνόδῳ: τὰς φωνὰς τῷ βασιλεῖ, τὰς ἱκεσίας τῷ ὀρθοδόξῳ, τὰς ἱκεσίας τῇ Αὐγούστῃ. Πάντες ἡμάρτομεν, πᾶσι συγχωρηθῇ. Ἐπεβόησαν δὲ οἱ τῆς Κωνσταντινουπόλεως ἐκκλησίας: Ὀλίγοι κράζουσιν. Οὐ λέγει ἡ σύνοδος. Μεθ̓ οὓς οἱ Ἀνατολικοὶ ἐξεβόησαν: Τὸν Αἰγύπτιον τῇ ἐξορίᾳ. Οἱ δὲ Ἰλλυριοὶ ἐκραύγασαν: Δεόμεθα, πάντας ἐλέησον. Μεθ̓ οὓς οἱ Ἀνατολικοί: ΤὸνΑἰγύπτιον τῇ ἐξορίᾳ. Καὶ τῶν Ἰλλυριῶν τὰ παραπλήσια αἰτούντων, οἱ τοῦ κλήρου Κωνσταντινουπόλεως ἐξεβόησαν: Διόσκορον τῇ ἐξορίᾳ, τὸν Αἰγύπτιον τῇ ἐξορίᾳ, τὸν αἱρετικὸν τῇ ἐξορίᾳ: Διόσκορον ὁ Χριστὸς καθεῖλεν. Μεθ̓ οὓς πάλιν οἱ Ἰλλυριοὶκαὶ οἱ ἁμφ̓ αὐτοὺς ἐπίσκοποι: Πάντες ἡμάρτομεν: πᾶσι συγχώρησον. Διόσκορον τῇ συνόδῳ, Διόσκορον ταῖς ἐκκλησίαις. Καὶ τῶν παραπλησίων προελθόντων τὰ τῆς τοιαύτης συνελεύσεως ἐπερατοῦτο. Κατὰ δὲ τὴν μετ̓ αὐτὴν συνέλευσιν, τῆς συγκλήτουδιαλαλησάσης ἀναγνωσθῆναι τοὺς ἤδη δεδομένους τύπους, Conc. vii 5 ἀνέγνω Κωνσταντῖνος σηκρητάριος ἀπὸ σχέδης ἐπὶ λέξεως ταῦτα: Περὶ μὲν τῆς ὀρθοδόξου καὶ καθολικῆς πίστεως τελειότερον συνόδου γενομένης μετὰ μίαν ἀκριβεστέρανἐξέτασιν δεῖν γενέσθαι συνορῶμεν. Ἐπειδὴ δὲ Φλαβιανὸς ὁ τῆς εὐσεβοῦς μνήμης καὶ Εὐσέβιος ὁ εὐλαβέστατος ἐπίσκοπος, ἐκ τῆς τῶν πεπραγμένων καὶ διεγνωσμένων ἐρεύνης καὶ αὐτῆς τῆς φωνῆς τινων τῶν ἐξάρχων γενομένων τῆς τότε συνόδου ὁμολογησάντων ἐσφάλθαι καὶμάτην αὐτοὺς καθῃρηκέναι, οὐδὲν περὶ τὴν πίστιν σφαλέντες δείκνυνται ἀδίκως καθαιρεθέντες, φαίνεται ἡμῖν κατὰ τὸ τῷ θεῷ ἀρέσκον δίκαιον εἶναι, εἰ παρασταίη τῷ θειοτάτῳ καὶ εὐσεβεστάτῳ ἡμῶν δεσπότῃ, τῷ αὐτῷ ἐπιτιμίῳ Διόσκορον τὸν εὐλαβέστατον ἐπίσκοπον Ἀλεξανδρείας,καὶ Ἰουβενάλιον τὸν εὐλαβέστατον ἐπίσκοπον Ἱεροσολύμων, καὶ Θαλάσσιον τὸν εὐλαβέστατον ἐπίσκοπον Καισαρείας Καππαδοκίας, καὶ Εὐσέβιον τὸν εὐλαβέστατον ἐπίσκοπον Ἀγκύρας, καὶ Εὐστάθιον τὸν εὐλαβέστατον ἐπίσκοπον Βηρυτοῦ, καὶ Βασίλειον τὸν εὐλαβέστατον ἐπίσκοπον Σελευκείας τῆς Ἰσαυρίας, τοὺς ἐξουσίαν ἐσχηκότας καὶ ἐξάρχοντας τῆς τότε συνόδου, κατὰ τοὺς κανόνας τοῦ ἐπισκοπικοῦ ἀλλοτρίους γενέσθαι ἀξιώματος, πάντων τῶν παρακολουθησάντων τῇ θείᾳ κορυφῇ γνωριζομένων. Εἶτα μεθ̓ ἑτέρας ἀναγνώσεις γενομένας, ἐρωτηθέντες Conc. vii 9 11 οἱ συνειλεγμένοι ἐπίσκοποι εἰ συνᾴδουσι τὰ Λέοντος γράμματα τῇ πίστει τῶν τριακοσίων δέκα ὀκτὼ ἁγίων πατέρων τῶν ἐν Νικαίᾳ συναχθέντων, καὶ τῇ τῶν ἑκατὸν πεντήκοντα τῶν ἐν τῇ βασιλίδι, ἀπεκρίνατο Ἀνατόλιός τε ὁ τῆς Κωνσταντινουπόλεως πρόεδρος καὶ πάντες οἱ συνειλεγμένοι συνᾴδειν τὴν ἐπιστολὴν Λέοντος τοῖς εἰρημένοις ἁγίοις πατράσιν: καὶ τῇ αὐτῇ Λέοντος ἐπιστολῇ καθυπεσημήναντο. Τούτων ὧδε προελθόντων, ἐπεβόησαν οἱ τῆς συνόδου: Πάντες συντιθέμεθα, πάντες Ibid. 48 συναινοῦμεν, πάντες ὁμοίως πιστεύομεν, πάντες τὰ αὐτὰ φρονοῦμεν, οὕτως πιστεύομεν. Τοὺς πατέρας τῇ συνόδῳ, τοὺς ὑπογράψαντας τῇ συνόδῳ. Πολλὰ τὰ ἔτη τοῦ βασιλέως, πολλὰ τὰ ἔτη τῆς Αὐγούστης. Τοὺς πατέρας τῇ συνόδῳ, τοὺς ὁμοπίστους τῇ συνόδῳ. Πολλὰ τὰ ἔτη τοῦ βασιλέως. Τοὺς ὁμόφρονας τῇ συνόδῳ. Πολλὰ τὰ ἔτη τοῦ βασιλέως. Καὶ οἱ πέντε τῇ πίστει ὑπέγραψαν. Ὡς ὁ Λέων, οὕτως φρονοῦμεν. Καὶ διαλαλιᾶς ἐνεχθείσης ἐπὶ λέξεως ὧδε: Ἀνηνέγκαμεν Ibid. τῷ θειοτάτῳ καὶ εὐσεβεστάτῳ ἡμῶν δεσπότῃ περὶ αὐτῶν, καὶ ἀναμένομεν τὴν ἀπόκρισιν τῆς αὐτοῦ εὐσεβείας. Ἡ δὲ εὐλάβεια ἡ ὑμετέρα καὶ περὶ Διοσκόρου τοῦ παῤ ὑμῶν καθαιρεθέντος, ἀγνοούσης καὶ τῆς θειοτάτης κορυφῆς καὶ ἡμῶν, καὶ περὶ αὐτῶν τῶν πέντε ὑπὲρ ὧν τὴν παράκλησιν ποιεῖσθε, καὶ πάντων τῶν πεπραγμένων ἐν τῇ συνόδῳ δώσει λόγον τῷ θεῷ, ἐπευφήμησαν λέγοντες: Διόσκορον ὁ θεὸς καθεῖλεν. Διόσκορος δικαίως καθῃρέθη. Διόσκορον ὁ Χριστὸς καθεῖλεν.Εἶτα μετὰ ταῦτα τῆς ἀπὸ Μαρκιανοῦ ἐνεχθείσης ἀποκρίσεως τῇ διακρίσει τῶν ἐπισκόπων τὰ περὶ τῶν καθαιρεθέντων διδούσης, ὡς ἡ διαλαλιὰ τῶν ἀρχόντων ἐδήλωσεν, ἐδεήθησαν ἐπὶ λέξεως εἰπόντες ταῦτα: Παρακαλοῦμεν αὐτοὺς εἰσελθεῖν: τοὺς ὁμοδόξους τῇ συνόδῳ, τοὺσὁμόφρονας τῇ συνόδῳ, τοὺς ὑπογράψαντας τῇ ἐπιστολῇ Λέοντος τῇ συνόδῳ. Οἵπερ ἀπὸ διαλαλιᾶς τῇ συνόδῳ συνηριθμήθησαν. Καὶ μετὰ τοῦτο δεήσεις ἐπιδεδομέναι παρὰ τῶν ἐπισκόπων τῆς ἐν Αἰγύπτῳ διοικήσεως Μαρκιανῷ τῷ αὐτοκράτοριἀνεγνώσθησαν, αἳ περιέχουσι πρὸς ἑτέροις: Conc. vii 52 Φρονοῦμεν καθὼς καὶ οἱ ἐν Νικαίᾳ τριακόσιοι δέκα ὀκτὼ ἐξέθεντο καὶ ὁ μακάριος Ἀθανάσιος καὶ ὁ ἐν ἁγίοις Κύριλλος, ἀναθεματίζοντες πᾶσαν αἵρεσιν, τήν τε Ἀρείου, καὶ Εὐνομίου, καὶ Μάνου, καὶ Νεστορίου, καὶ τῶν λεγόντωνἐξ οὐρανοῦ τὴν σάρκα τοῦ Κυρίου ἡμῶν ὑπάρχειν, καὶ μὴ ἐκ τῆς ἁγίας καὶ θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, καθ̓ ὁμοιότητα πάντων ἡμῶν, χωρὶς ἁμαρτίας. Πάντες οἱ τῆς συνόδου ἔκραξαν λέγοντες: Τὸ δόγμα Εὐτυχοῦς διὰ τί μὴ ἀνεθεμάτισαν; Τῇ ἐπιστολῇ Λέοντοσὑπογράψωσιν, ἀναθεματίσαντες Εὐτυχῆ καὶ τὰ δόγματα αὐτοῦ: συνθῶνται τῇ ἐπιστολῇ Λέοντος. Χλευάσαι ἡμᾶς θέλουσιν καὶ ἀπελθεῖν. Πρὸς ἃ διῆλθον οἱ ἐξ Αἰγύπτου ἐπίσκοποι ὡς πολλοὶ τυγχάνουσιν οἱ ἐν Αἰγύπτῳ ἐπίσκοποι, καὶ μὴ δύνασθαι τὸ τῶν ἀπολιμπανομένων ἀναδέξασθαι πρόσωπον: καὶ παρεκάλουν ἀναμεῖναι τὴν σύνοδον τὸν αὐτῶν ἀρχιεπίσκοπον, ἵνα τῇ γνώμῃ ἐκείνου ἀκολουθήσωσιν, ὡς τὸ ἔθος βούλεται: ἐὰν γὰρ πρὸ τῆς τοῦ ἡγεμονεύοντος Conc. vii 56 προβολῆς ποιήσωσί τι, ἐπέρχεσθαι αὐτοῖς τοὺς ἀπὸ πάσης τῆς Αἰγυπτιακῆς διοικήσεως. Καὶ πολλὰ περὶ τούτων δεηθέντων, καὶ τῶν ἀπὸ τῆς συνόδου μάλα ἰσχυρῶς ἀντιτεινόντων, διελαλήθη ἐνδοθῆναι τοῖς ἐξ Αἰγύπτου ἐπισκόποις μέχρις οὗ ἀρχιεπίσκοπος αὐτοῖς προχειρισθείη. Καὶ μετὰ τοῦτο δεήσεις ἐπεδίδοντό τινων μοναχῶν, Ibid. 61 ὧν τὸ κεφάλαιον ἦν μηδαμῶς αὐτοὺς ἀναγκάζεσθαι ἔν τισι χάρταις ὑπογράφειν μέχρις ἂν συναθροισθείη ἡ σύνοδος ἣν τεθέσπικεν ὁ βασιλεὺς ἁλισθῆναι, καὶ τὰ τετυπωμένα γνῶσιν. Ὧν ἀναγνωσθεισῶν, Διογένης ἐπίσκοπος Ibid. 68 Κυζίκου διεξῆλθε Βαρσουμᾶν ἕνα τῶν συνελθόντων Φλαβιανὸν σφάξαι: αὐτὸν γὰρ κράξαι: σφάξον, καὶ μὴ ἐγκείμενον ταῖς δεήσεσι παρὰ τὸ δέον τῆς εἰσόδου τυχεῖν. Οἷς ἐπεβόησαν πάντες οἱ ἐπίσκοποι: Πᾶσαν Συρίαν Βαρσουμᾶς ἠφάνισεν, ἐπήγαγεν ἡμῖν χιλίους μονάζοντας. Καὶ διαλαλιᾶς ἐνεχθείσης ἀναμεῖναι τοὺς συνεληλυθότας τὴν ἀπὸ τῆς συνόδου διατύπωσιν, ἠξίωσαν οἱ μοναχοὶ τοὺς συντεταγμένους αὐτοῖς λιβέλλους ἀναγνωσθῆναι: ὧν μέρος ὑπῆρχε τὸν Διόσκορον καὶ τοὺς σὺν αὐτῷ ἐπισκόπους παρεῖναι κατὰ τὸ συνέδριον. Πρὸς ὃ ἐπεβόησαν πάντες οἱ ἐπίσκοποι: Ἀνάθεμα Διοσκόρῳ. Ibid. 69 Διόσκορον ὁ Χριστὸς καθεῖλε. Τούτους ἔξω βάλε. Ἆρον ὕβριν τῆς συνόδου, ἆρον βίαν τῆς συνόδου. Τὰς φωνὰς τῷ βασιλεῖ. Ἆρον ὕβριν τῆς συνόδου, ἆρον αἶσχος τῆς συνόδου. Οἶς ἀντιτείνοντες οἱ μοναχοὶ ἔκραζον: Ἆρον ὕβριν τῶν μοναστηρίων. Καὶ τῶν αὐτῶν αὖθις κραυγασθέντων ἐκ τῆς συνόδου, διελαλήθη τοὺς λοιποὺς τῶν λιβέλλων ἀναγνωσθῆναι: οἵπερ λέγουσι μὴ κατὰ τὸ δέον τὴν καθαίρεσιν Διοσκόρου γενέσθαι, καὶ χρεὼν πίστεως προκειμένης μετασχεῖν αὐτὸν τοῦ συνεδρίου: εἰ δὲ μὴ τοῦτο γένηται, ἀποτινάσσειν τὰ ἱμάτια αὐτῶν τῆς κοινωνίας τῶν συνεληλυθότων ἐπισκόπων. Ὧν εἰρημένων, Ἀέτιος ἀρχιδιάκονος ἀνεγίνωσκεConc. vii 72 κανόνα περὶ τῶν ἀφοριζόντων ἑαυτούς. Καὶ πάλιν πρὸς τὰς πεύσεις τῶν ὁσιωτάτων ἐπισκόπων τῶν μοναχῶν διενεχθέντων, εἶτα καὶ πρὸς ἐρώτησιν Ἀετίου ἀρχιδιακόνου ὡς ἀπὸ τῆς συνόδου, τῶν μὲν ἀναθεματιζόντων Νεστόριον καὶ Εὐτυχῆ, τῶν δὲ καὶ παρακρουσαμένων,διελαλήθη παρὰ τῶν ἀρχόντων τὰς δεήσεις Φαύστου καὶ τῶν λοιπῶν μοναχῶν ἀναγνωσθῆναι, αἳ παρεκάλουν τὸν Ibid. 77 βασιλέα μὴ προσδεχθῆναι περαιτέρω προβῆναι τοὺς μοναχοὺς ἐναντιουμένους τοῖς ὀρθοῖς δόγμασιν. Ἐφ̓ οἷς Δωρόθεος μοναχὸς ὀρθόδοξον Εὐτυχῆ κέκληκεν. Πρὸς ὃνδιάφορα δογματικὰ περὶ Εὐτυχοῦς παρὰ τῶν ἀρχόντων ἐκινήθη. Ibid. 100 Καὶ μετὰ τοῦτο πέμπτης συνελεύσεως γενομένης, διελάλησαν οἱ ἄρχοντες τὰ τυπωθέντα περὶ τῆς πίστεως δῆλα γενέσθαι: καὶ ἀνέγνω Ἀσκληπιάδης διάκονος Κωνσταντινουπόλεωσὅρον, ὃν ἔδοξε μὴ συνταγῆναι τοῖς ὑπομνήμασιν. Πρὸς ὃν τινὲς μὲν διηνέχθησαν, οἱ πλείους δὲ συνῄνεσαν. Καὶ ἐκβοήσεων ἐναντίων γενομένων, εἶπον οἱ Ibid. 104 ἄρχοντες ὅτι Διόσκορος ἔλεγεν διὰ τοῦτο καθελεῖν Φλαβιανὸν ἐπειδὴ δύο φύσεις εἶπεν εἶναι, τὸν δὲ ὅρον ἐκ δύοφύσεων ἔχειν. Πρὸς ἂ Ἀνατόλιος εἶπεν Διόσκορον μὴ καθαιρεθῆναι διὰ τὴν πίστιν, ἀλλ̓ ἐπειδὴ ἀκοινωνησίαν ἐπήγαγεν Λέοντι, καὶ τρὶς κληθεὶς οὐκ ἦλθεν. Καὶ ἀπῄτουν οἱ ἄρχοντες τὰ ἐν τῇ ἐπιστολῇ Λέοντος ἐντεθῆναι τῷ ὅρῳ. Πρὸς ὃ ἀποφησάντων τῶν ἐπισκόπων καὶ εἰρηκότων ἄλλονὅρον μὴ γενέσθαι, ἐντελῶς γὰρ ἔχειν, ἀνηνέχθη ταῦτα τῷ Ibid. 105 βασιλεῖ. Καὶ ἐκέλευσεν ἓξ ἀπὸ τῶν ἀνατολικῶν ἐπισκόπων, καὶ τρεῖς ἀπὸ τῆς Ποντικῆς, καὶ τρεῖς ἀπὸ τῆς Ἀσίας, καὶ τρεῖς ἀπὸ Θρᾴκης, καὶ τρεῖς ἀπὸ Ἰλλυριῶν, συμπαρόντος Ἀνατολίου καὶ τῶν τοποτηρητῶν Ῥώμης, συνελθεῖν ἐν τῷ μαρτυρίῳ, καὶ τὰ περὶ τῆς πίστεως ὀρθῶς τυπῶσαι, ἢ ἕκαστον τὴν ἑαυτοῦ δηλῶσαι πίστιν, ἢ εἰδέναι ὡς ἐν τῇ δύσει ἡ σύνοδος γίνεται. Καὶ ἀπαιτηθέντες εἰπεῖν εἰ Διοσκόρῳ ἀκολουθοῦσιν ἐκ δύο λέγοντι, ἢ Λέοντι δύο ἐν Χριστῷ, ἐβόησαν Λέοντι πιστεύειν: τοὺς δὲ ἀντιλέγοντας, Εὐτυχιανιστὰς εἶναι. Καὶ τῶν ἀρχόντων εἰρηκότων προστεθῆναι κατὰ Λέοντα δύο φύσεις ἡνωμένας ἀτρέπτως καὶ ἀμερίστως καὶ ἀσυγχύτως ἐν τῷ Χριστῷ, καὶ εἰσελθόντων τῶν ἀρχόντων ἐν τῷ μαρτυρίῳ τῆς ἁγίας Εὐφημίας ἅμα Ἀνατολίῳ καὶ τοῖς τοποτηρηταῖς Λέοντος, καὶ Μαξίμου Ἀντιοχείας καὶ Ἰουβεναλίου Ἱεροσολύμων καὶ Θαλασσίου Καισαρείας Καππαδοκίας σὺν ἑτέροις, καὶ ἐξελθόντων αὐτῶν, ἀνεγνώσθη ὁ ὅρος ἔχων οὕτως: Ὁ κύριος ἡμῶν καὶ σωτὴρ Ἰησοῦς ὁ Χριστὸς καὶ Conc. vii 108 τὰ λοιπά, ἃ ἐν τῇ ἱστορίᾳ ἐντέτακται. Καὶ πάντων Evagr. ii 4 βοησάντων: Αὕτη ἡ πίστις τῶν πατέρων: οἱ μητροπολῖται Conc. vii 117 ἄρτι ὑπογράψωσιν. Αὕτη ἡ πίστις τῶν ἀποστόλων. Ταύτῃ πάντες στοιχοῦμεν, πάντες οὕτω φρονοῦμεν, διελάλησαν οἱ ἄρχοντες: Τὰ τυπωθέντα διὰ τῶν πατέρων καὶ πᾶσιν ἀρέσαντα ἀνενεχθήσεται τῇ θείᾳ κορυφῇ. Κατὰ δὲ τὴν ἕκτην συνέλευσιν παρεγένετο Μαρκιανὸς καὶ πρὸς τοὺς ἐπισκόπους περὶ τῆς ὁμονοίας ἐδημηγόρησε: Ibid. 129 καὶ διὰ Ἀετίου ἀρχιδιακόνου Κωνσταντινουπόλεως ὁ ὅρος ἀνεγνώσθη ἀπὸ διαλαλιᾶς τοῦ βασιλέως, καὶ πάντες Ibid. 136 ὑπέγραψαν τῷ ὅρῳ. Καὶ ἠρώτησεν ὁ βασιλεὺς εἰ κατὰ συναίνεσιν πάντων ὁ ὅρος ἀνεγνώσθη: καὶ πάντες δἰ Ibid. 169 εὐφημιῶν ἐβεβαίωσαν. Καὶ πάλιν πρὸς αὐτοὺς ὁ βασιλεὺς Conc. vii 172,173 ἐδημηγόρησεν δίς, καὶ ἐπευφήμησαν πάντες. Καὶ ἀπὸ προτροπῆς τοῦ βασιλέως ἐτέθησαν κανόνες, καὶ ἐδόθη τῇ Καλχηδοναίων μητροπολιτικὰ δίκαια. Καὶ ἐκέλευσεν ὁ βασιλεὺς μεῖναι τοὺς ἐπισκόπους τρεῖς ἢ τέσσαρας ἡμέρας καὶ ἕκαστον κινῆσαι περὶ ὧν βούλεται, παρόντωντῶν ἀρχόντων, καὶ τὰ εἰκότα γενέσθαι: καὶ ἐπεραιώθη ἡ συνέλευσις. Ibid. 357 Γέγονε καὶ ἑτέρα, καὶ ἕτεροι κανόνες ἐτέθησαν. Ibid. 180 Καὶ πάλιν καθ̓ ἑτέραν σύνοδον συνεβάθησανἸουβενάλιος καὶ Μάξιμος, καὶ ἔδοξε τὸν Ἀντιοχείας ἔχειν δύο Φοινίκας καὶ Ἀραβίαν, τὸν δὲ Ἱεροσολύμων τρεῖς Παλαιστίνας: καὶ ἀπὸ διαλαλιᾶς τῶν ἀρχόντων καὶ ἐπισκόπων ἐβεβαιώθησαν. Καὶ κατὰ τὴν ἐνάτην σύνοδον ἐκινήθη τὰ κατὰ Θεοδώρητον,Ibid. 189 καὶ ἀνεθεμάτισε Νεστόριον εἰρηκώς: Ἀνάθεμα Νεστορίῳ καὶ τῷ μὴ λέγοντι θεοτόκον τὴν ἁγίαν παρθένον Μαρίαν, καὶ τῷ εἰς δύο υἱοὺς μερίζοντι τὸν ἕνα υἱὸν τὸν μονογενῆ. Ἐγὼ δὲ καὶ τῷ ὅρῳ τῆς πίστεως ὑπέγραψα καὶ τῇ ἐπιστολῇ Λέοντος. Καὶ ἀπὸ διαλαλιᾶς πάντωνἀπέλαβε τὸν οἰκεῖον θρόνον. Ibid. 193 Ἐν ἄλλῃ συνόδῳ ἐκινήθη τὰ κατὰ Ἴβαν, καὶ ἀνεγνώσθησαν τὰ ἐπ̓ αὐτῷ κεκριμένα, οἷς ἐδίκασαν Φώτιος ἐπίσκοπος τῆς Τυρίων καὶ Εὐστάθιος ἐπίσκοπος Βηρυτοῦ: καὶ ὑπερετέθη ἡ ψῆφος εἰς τὴν ἑξῆς.Ibid. 204 Κατὰ οὖν τὴν ἑνδεκάτην συνέλευσιν, τῶν πλειόνων ἐπισκόπων ψηφισαμένων αὐτὸν εἰς ἱερέας εἶναι, τινὲς ἐπίσκοποι ἀντειπόντες εἰρήκασι τοὺς κατηγόρους αὐτοῦ ἔξω εἶναι, καὶ ἠξίωσαν αὐτοὺς εἰσελθεῖν. Καὶ ἀνεγνώσθησαν τὰ ἐπ̓ αὐτῷ πεπραγμένα: καὶ διαλαλησάντωνIbid. 257 τῶν ἀρχόντων ἀναγνωσθῆναι τὰ ἐν Ἐφέσῳ περὶ Ἴβα πεπραγμένα, εἰρήκασιν οἱ ἐπίσκοποι πάντα τὰ ἐν Ἐφέσῳ πεπραγμένα κατὰ τὴν δευτέραν σύνοδον ἄκυρα εἶναι χωρὶς τῆς χειροτονίας Μαξίμου τοῦ Ἀντιοχείας. Καὶ ἐδεήθησαν περὶ τούτου καὶ τοῦ βασιλέως ὥστε θεσπίσαι μηδὲν τῶν ἐν Ἐφέσῳ μετὰ τὴν πρώτην σύνοδον κρατεῖν, ἧς ἡγήσατο ὁ ἐν ἁγίοις Κύριλλος ὁ τῶν Ἀλεξανδρέων πρόεδρος. Καὶ ἐδικαιώθη τὴν ἐπισκοπὴν αὐτὸν ἔχειν. Καθ̓ ἑτέραν πρᾶξιν ἐζητήθη τὰ κατὰ Βασιανὸν ἐπίσκοπον Conc. vii 272 τῆς Ἐφεσίων, καὶ ἐδικαιώθη ἐξενεχθῆναι αὐτὸν καὶ Στέφανον. Καὶ ἑτέρας δὲ συνόδου γενομένης ταῦτα ἐψηφίσθη. Ibid. 300 Καὶ τρισκαιδεκάτης πράξεως γενομένης, ἐξητάσθη τὰ Ibid. 301 κατ̓ Εὐνόμιον τὸν Νικομηδείας ἐπίσκοπον καὶ Ἀναστάσιον τὸν ἐπίσκοπον Νικαίας, φιλονεικησάντων περὶ τῶν ἰδίων πόλεων. Γέγονε δὲ καὶ τεσσαρεσκαιδεκάτη πρᾶξις, καὶ ἐξητάσθη Ibid. 313 τὰ κατὰ Βασιανὸν τὸν ἐπίσκοπον. Καὶ πρὸς τῷ τέλει ἐδικαιώθη τὸν Κωνσταντινουπόλεως θρόνον εὐθὺς Ibid. 369 μετὰ τὸν Ῥώμης τετάχθαι. Τέλος τοῦ β τόμου τῆς ἐκκλησιαστικῆς ἱστορίας Εὐαγρίου.

τάδε ἔνεστιν ἐν τῷ τρίτῳ τόμῳ της ἐκκλησιαστικης ἱστορίας Εὐαγρίου Σχολαστικοῦ:

α Περὶ τῆς βασιλείας Ζήνωνος καὶ τοῦ βίου αὐτοῦ.

β Περὶ ἐφόδων βαρβαρικῶν ἔν τε τῇ ἕῳ καὶ τῇ δύσει.

γ Περὶ τῆς τυραννίδος Βασιλίσκου καὶ φυγῆς Ζήνωνος.

δ Ὡς Τιμόθεον τὸν Αἴλουρον ὁ Βασιλίσκος ἀνεκαλέσατο, καὶ πεισθεὶς ὑπ̓ αὐτοῦ ἐγκυκλίους ἐπιστολὰς εἰς ἀθέτησιν τῆς ἐν Καλχηδόνι συνόδου πανταχοῦ ἐξαπέστειλε.

ε Περὶ τῶν συνθεμένων τοῖς ἐγκυκλίοις Βασιλίσκου καὶ τὴν σύνοδον ἀθετησάντων.

ς Ὡς τοῦ Αἰλούρου Τιμοθέου τὴν Ἀλεξανδρέων ἀπολαβόντος καὶ τῇ Ἐφεσίων τὸ πατριαρχικὸν δίκαιον ἀποδόντος, ἀναθέματι τὴν ἐν Καλχηδόνι σύνοδον καθυπέβαλεν.

ζ Ὡς τῶν μοναχῶν Ἀκακίου γνώμῃ στασιασάντων, φοβηθεὶς ὁ Βασιλίσκος ἐναντία τῶν προτέρων γράψας ἐξαπέστειλενἀντεγκύκλια.

η Περὶ τῆς ἐπανόδου Ζήνωνος.

θ Ὡς μετὰ τὸν θάνατον Βασιλίσκου οἱ τῆς Ἀσίας ἐπίσκοποι τὸν Ἀκάκιον ἡμερούμενοι μετανοίας βιβλίον ἐπιδεδώκασιν, οἷς ἐξήμαρτον τὴν ἐν Καλχηδόνι σύνοδον ἀθετήσαντες.

ι Περὶ τῶν ἐν Ἀντιοχείᾳ ἐπισκοπησάντων.

ια Ὡς ὁ βασιλεὺς Ζήνων ἐβουλήθη τὸν Αἴλουρον διῶξαι, διὰ δὲ τὸ γῆρας αὐτὸν κατελεήσας εἴασε: καὶ ὡς αὐτοῦ τελευτήσαντος, Πέτρος μὲν ὁ Μογγὸς πρὸς τῶν Ἀλεξανδρέων κεχειροτόνηται, Τιμόθεος δὲ ὁ μετὰ Προτέριον νεύματι τοῦ βασιλέως τὸντῆς Ἀλεξανδρέων θρόνον κατέσχεν.

ιβ Περὶ Ἰωάννου τοῦ μετὰ Τιμόθεον τῆς Ἀλεξανδρέων τοὺς οἴακας κατασχόντος: ὅπως τε τοῦτον ὁ Ζήνων ὡς ἐπιορκήσαντα ἀπελαύνει, Πέτρῳ δὲ τῷ Μογγῷ τὴν Ἀλεξανδρέων ἐγχειρίζει.

ιγ Ὡς Πέτρος ὁ Μογγὸς δέχεται τὸ ἑνωτικὸν Ζήνωνος, καὶ τοῖς ἀπὸ Προτερίου συνάπτεται.

ιδ Περὶ τοῦ λεγομένου ἑνωτικοῦ τοῦ Ζήνωνος.

ιε Ὡς Ἰωάννης ὁ Ἀλεξανδρείας κατελθὼν ἐν Ῥώμῃ πείθει Σιμπλίκιον πρὸς Ζήνωνα περὶ τῶν συμβάντων γράψαι Ζήνωνι.

ις Περὶ Καλανδίωνος τοῦ Ἀντιοχείας, καὶ ὅτι ἐξορίᾳ κατεδικάσθη διὰ τὴν πρὸς Ἴλλουν καὶ Λεόντιον ὑπονοηθεῖσαν φιλίαν, καὶ ὡς Πέτρος ὁ Κναφεὺς ἡνώθη τῷ Μογγῷ καὶ τῷ Κωνσταντινουπόλεως καὶ τῷ Ἱεροσολύμων.

ιζ Περὶ ὧν ἔγραψε Πέτρος Ἀκακίῳ δεξαμένῳ τὴν ἐν Καλχηδόνι σύνοδον.

ιη Ὅπως Ἰωάννης ὁ Ἀλεξανδρείας πείθει Φίληκι τῷ πάπᾳ Ῥώμης καθαίρεσιν Ἀκακίῳ τῷ Κωνσταντινουπόλεως πέμψαι.

ιθ Περὶ Κυρίλλου ἡγουμένου μονῆς τῶν Ἀκοιμήτων,ὅπως εἰς Ῥώμην ἀπέστειλε πρὸς Φίληκά τινας, ἐνάγων αὐτὸν πρὸς ἐκδίκησιν τῶν τολμωμένων κατὰ τῆς πίστεως.

κ Περὶ ὧν ἔγραψε Φίληξ πρὸς Ζήνωνα, καὶ αὖ πάλιν Ζήνων πρὸς Φίληκα.

κα Ὡς Συμεώνης μοναχὸς μονῆς τῶν Ἀκοιμήτων εἰς Ῥώμην κατελθὼν τοὺς ἐν Κωνσταντινουπόλει ἀποσταλέντας ἐπισκόπους Ῥωμαίων διήλεγξε κοινωνήσαντας τοῖς αἱρετικοῖς: καὶ ὡς αὐτοί τε καὶ οἱ κοινωνήσαντες Πέτρῳ παρὰ Ῥωμαίων καθῃρέθησαν.

κβ Περὶ τῶν ἐν Ἀλεξανδρείᾳ κινηθέντων καὶ ἐν διαφόροις τόποις χάριν τῆς ἐν Καλχηδόνι συνόδου.

κγ Περὶ Φραυίτου καὶ Εὐφημίου τῶν Κωνσταντινουπολιτῶν, καὶ Ἀθανασίου καὶ Ἰωάννου τῶν Ἀλεξανδρέων, καὶ Παλλαδίου καὶ Φλαβιανοῦ τῶν Ἀντιοχέων, καὶ ἑτέρων τινῶν.

κδ Περὶ τῆς ἀναιρέσεως Ἀρμάτου συγγενοῦς Βερίνης τῆς βασιλίδος.

κε Περὶ τῆς ἐπαναστάσεως Θευδερίχου τοῦ Σκύθου, καὶ τῆς τούτου τελευτῆς.

κς Περὶ τῆς Μαρκιανοῦ ἐπαναστάσεως, καὶ οἷα περὶ τοῦτον συνέβη.

κζ Περὶ τῆς τυραννίδος Ἴλλου καὶ Λεοντίου.

κη Περὶ Μαμμιανοῦ καὶ τῶν ἔργων αὐτοῦ.

κθ Περὶ τῆς τελευτῆς Ζήνωνος καὶ τῆς ἀναρρήσεως Ἀναστασίου.

λ Περὶ Ἀναστασίου τοῦ βασιλέως, καὶ ὡς διὰ τὸ μὴ βούλεσθαι τοῦτον καινοτομεῖν τι περὶ τὴν ἐκκλησιαστικὴν κατάστασιν, μυρίων ταραχῶν αἱ ἀνὰ τὴν οἰκουμένην ἐκκλησίαι ἐνεπλήσθησαν,πολλοί τε τῶν ἐπισκόπων διὰ τοῦτο ἐξεβλήθησαν.

λα Ἐπιστολὴ τῶν Παλαιστινῶν μοναχῶν πρὸς Ἀλκίσωνα περὶ Ξεναίου καὶ ἑτέρων τινῶν.

λβ Περὶ τῆς ἐκβολῆς Μακεδονίου τοῦ Κωνσταντινουπόλεως καὶ Φλαβιανοῦ Ἀντιοχείας.

λγ Περὶ Σευήρου ἐπισκόπου Ἀντιοχείας.

λδ Περὶ τῆς πεμφθείσης αὐτῷ καθαιρέσεως ὑπὸ Κοσμᾶ καὶ Σευηριανοῦ.

λε Περὶ τῆς τῶν τυράννων Ἰσαύρων καθαιρέσεως.

λς Περὶ τῶν Σκηνητῶν βαρβάρων ὡς ἐσπείσαντο πρὸσῬωμαίους.

λζ Περὶ τῆς ἐν Ἀμίδῃ πολιορκίας καὶ κτίσεως τοῦ Δάρας.

λη Περὶ τοῦ μακροῦ τείχους.

λθ Περὶ τοῦ λεγομένου Χρυσαργύρου, ὡς ἀνεῖλεν αὐτὸ Ἀναστάσιος.

μ Περὶ ὧν ἱστόρησε Ζώσιμος χάριν τοῦ Χρυσαργύρου κατὰ Κωνσταντίνου τοῦ βασιλέως.

μα Ἀπόστασις πρὸς Ζώσιμον ἐφ̓ οἷς ἐβλασφήμησε Κωνσταντῖνον καὶ Χριστιανούς.

μβ Περὶ τῆς χρυσοτελείας.

μγ Περὶ τῆς τυραννίδος Βιταλιανοῦ.

μδ Ὡς Ἀναστασίου ἐν τῷ τρισαγίῳ ὕμνῳ τὸ Ὁ σταυρωθεὶς δἰ ἡμᾶς βουληθέντος προσθεῖναι, στάσις ἐν τῷ δήμῳ καὶ ταραχὴ γέγονεν: ὅπερ φοβηθείς, ὑποκρινάμενος ταπείνωσιν, ταχὺ τὰς γνώμας τοῦ δήμου μετέβαλεν.

με Περὶ τοῦ θανάτου Ἀναστασίου. Κεφάλαια ἐκκλησιαστικης ἱστορίας Εὐαγρίου Σχολαστικου καὶ ἀπὸ ἐπάρχων.

α Περὶ τῆς βασιλείας Ζήνωνος καὶ τοῦ υἱοῦ αὐτοῦ.

β Περὶ ἐφόδων βαρβαρικῶν ἔν τε τῇ ἑῴᾳ καὶ δυτικῇ.

γ Περὶ τῆς τυραννίδος Βασιλίσκου καὶ φυγῆς Ζήνωνος.

δ Περὶ τῶν ἐγκυκλίων καὶ ἀντεγκυκλίων Βασιλίσκου.

ε Περὶ τῆς ἐπανόδου Τιμοθέου τοῦ Αἰλούρου, καὶ τί ἐπράχθη αὐτῷ.

ς Περὶ τῆς ἐπανόδου Ζήνωνος καὶ τελευτῆς Βασιλίσκου.

ζ Περὶ ἐπισκόπων ἀνακαλεσαμένων τὴν οἰκίαν συναίνεσιν τῶν ἐπὶ Βασιλίσκου παῤ Ἀκάκιον τὸν Κωνσταντινουπόλεως.

η Περὶ Πέτρου τοῦ Μογγοῦ καὶ τοῦ ἑνωτικοῦ Ζήνωνος.

θ Περὶ ὧν ἔγραψε Πέτρος Ἀκακίῳ δεξαμένῳ τὴν ἐν Καλχηδόνι σύνοδον.

ι Περὶ συνοδικῶν κινηθέντων ἐν Ῥώμῃ χάριν Ἰωάννου τοῦ Ἀλεξανδρείας.

ια Περὶ τῶν ἐν Ἀλεξανδρείᾳ κινηθέντων καὶ ἐν διαφόροις τόποις χάριν τῆς ἐν Καλχηδόνι συνόδου.

ιβ Περὶ τῆς ἐπαναστάσεως Θευδερίχου καὶ Μαρκιανοῦ.

ιγ Περὶ τῆς τυραννίδος Ἰλλοῦ καὶ Λεοντίου καὶ λοιπῶν.

ιδ Περὶ Μαμιανοῦ καὶ ἔργων αὐτοῦ.

ιε Περὶ τῆς βασιλείας Ἀναστασίου καὶ χρόνων ἀναγραφῆς.

ις Περὶ ἐκκλησιαστικῆς καταστάσεως καὶ ἐκβεβλημένων ἐπισκόπων.

ιζ Περὶ ἐπιστολῆς Ἱεροσολυμιτῶν μοναχῶν πρὸς Ἀλκίσωνα.

ιη Περὶ τῆς ἐκβολῆς Μακεδονίου, Φλαβιανοῦ, καὶ περὶ Σεβήρου.

ιθ Περὶ Σεβήρου καὶ τῆς πεμφθείσης αὐτῷ καθαιρέσεως ὑπὸ Κοσμᾶ καὶ Σεβηριανοῦ.

κ Περὶ τῆς τῶν τυράννων Ἰσαύρων καθαιρέσεως.

κα Περὶ τῆς ἐν Ἀμίδῃ πολιορκίας καὶ κτίσεως τοῦ Δάρας.

κβ Περὶ τοῦ μακροῦ τείχους καὶ τῆς ἀναρτήσεως τοῦ Χρυσαργύρου.

κγ Περὶ ὧν ἱστόρησε Ζώσιμος χάριν τοῦ Χρυσαργύρου καὶ Κωνσταντίνου βασιλέως.

κδ Ἀπότασις πρὸς Ζώσιμον ἐφ̓ οἷς ἐβλασφήμησε Κωνσταντῖνονκαὶ Χριστιανούς.

κε Περὶ τῆς τυραννίδος Βιταλιανοῦ καὶ ναυμαχίας αὐτοῦ, καὶ τί ἔπαθεν.

κς Περὶ τῆς στάσεως τοῦ δήμου ἐν Βυζαντίῳ.

Ζήνων δέ, ἐπεὶ τὴν βασιλείαν τοῦ παιδός οἱ Niceph. xvi 1 Cramer. An. Par. ii 315 Cedren. i 615 τελευτήσαντος μόνος περιεβάλετο, ὥσπερ οὐκ οἰόμενος τῶν ὅλων ἐγκρατὴς γενέσθαι εἰ μὴ καὶ πάσαις ταῖς ἐπιούσαις ἡδοναῖς μετ̓ ἐξουσίας ἐπεξέλθοι, τοσοῦτον ἐκ προοιμίων ἑαυτὸν ταῖς ἐπιθέσεσι τῶν ἐπιθυμιῶν ἐκδέδωκεν ὡς μηδὲν αὐτὸν ἐπισχεῖν τῶν ἀπρεπῶν τε καὶ ἀθέσμων, ἀλλ̓ οὕτως τούτοις ἐμπολιτεύσασθαι ὡς τὸ σκοτίως ταῦτα καὶ ἐν παραβύστῳ γίγνεσθαι χαμερπὲς εἶναι νομίζειν, τὸ δέ γε ἀναφανδὸν καὶ ὥσπερ ἐξ ἀπόπτου βασιλικὸν καὶ αὐτοκράτορι μόνῳ πρέπον, κακῶς καὶ δουλοπρεπῶς κρίνας. Οὐκ ἐξ ὧν γὰρ ἑτέρων κρατεῖν πέφυκεν ὁ αὐτοκράτωρ γνωρίζεται, ἀλλ̓ ἐξ ὧν ἑαυτοῦ πρῶτον ἄρχει τε καὶ κρατεῖ, μηδενὶ τῶν ἀτόπων παρείσδυσιν ἑαυτῷ διδούς, οὕτω δὲ ἀνάλωτος ταῖς ἀκρασίαις ὑπάρχων ὡς ζῶν ἄγαλμα τῶν ἀρετῶν εἶναι πρὸς μίμησιν, ἐκπαιδεύων τὸ ὑπήκοον. Ὁ δὲ ταῖς ἡδοναῖς ἑαυτὸν ἀνοιγνὺς λέληθε κατὰ σμικρὸν δοῦλος αἴσχιστος δορυάλωτος ἀνάποινος γιγνόμενος, δεσποτείας συχνὰς ἀμείβων ἴσα τοῖς ἀχρείοις τῶν δούλων, εἴπερ ἀναρίθμητοι τῶν ἡδονῶν αἱ δέσποιναι καθεστᾶσιν, ἥκιστα πέρας τῆς συνεχείας τε καὶ τῆς σφῶν ἀλληλουχίας ἔχουσαι: ἀεὶ τῆς ἐν χερσὶν ἡδονῆς οὐχ ἱσταμένης, ὑπέκκαυμα δὲ καὶ προοίμιον ἑτέρας γιγνομένης, ἕως ἢ αὐτοκράτωρ τις ὄντως γιγνόμενος τὴν ὀχλοκρατείαν τῶν ἡδονῶν ξενηλατήσοι, βασιλεύων λοιπὸν οὐ τυραννούμενος, ἢ μέχρι τελευταίας ῥοπῆς δουλεύων τὰ ἐν Ἅιδου καταλάβοι.

Τοιαῦτα μὲν οὖν κατ̓ ἀρχὰς ὁ Ζήνων ἐκδεδιῃτημένος Niceph. xvi 1 τὸν βίον: οἱ δέ γε ὑπήκοοι πρός τε ἀνίσχοντα πρός τε δυόμενον ἥλιον κακῶς ἔπασχον, ἔνθεν μὲν τῶν Theophan. 120 Σκηνιτῶν βαρβάρων πάντα ληϊζομένων, Θρᾴκην δὲ πλῆθος Οὔννων τῶν πάλαι Μασσαγετῶν ἐπιδραμόντων,καὶ τὸν Ἴστρον διαβάντων μηδενὸς ἀμύνοντος, αὐτοῦ δέ γε Ζήνωνος τὰ ἐπίλοιπα βαρβαρικῷ τῳ τρόπῳ πρὸς βίας ἀφαιρουμένου.

Ἐπαναστάντος δέ οἱ Βασιλίσκου τοῦ Βερίνης Niceph. xvi 2 Malal. 377 Theophan. 120 Theod. Lect. i 28, 29 Cramer. An. Par. ii 80 ἀδελφοῦ — καὶ τὰ οἰκεῖα γὰρ αὐτῷ ἐκπεπολέμωτο, πάντωνἐπ̓ ἴσης τὸν αἴσχιστον αὐτοῦ βίον ἀποστρεφομένων — , ἀνδρικὸν μὲν οὐδὲν ὅλως ἐφρόνησεν — ἀγεννὲς γὰρ καὶ δύσελπι ἡ ἀνοσιουργία, ἐκ τῆς περὶ τὰς ἡδονὰς ἥττης τεκμηριοῦσα τὸ ἄνανδρον — , φεύγει δὲ προτροπάδην τῆς τοσαύτης ἀρχῆς ἀκονιτὶ παραχωρήσας τῷ Βασιλίσκῳ.Καὶ πολιορκίαν ὑπέστη κατὰ τὴν αὐτὸν προαγαγοῦσαν τῶν Ἰσαύρων χώραν, ἔχων ἅμα οἱ Ἀριάδνην τὴν γαμετήν, ὕστερον τὴν μητέρα φυγοῦσαν, καὶ εἴ τι ἕτερον εὔνουν αὐτῷ μεμενήκει. Οὕτω γοῦν ὁ Βασιλίσκος τὸν στέφανον τῆς Ῥωμαίων ἀρχῆς ἀναδησάμενος, καὶ τὸν παῖδαΜάρκον ἀνειπὼν Καίσαρα, ἀπ̓ ἐναντίας τῷ Ζήνωνι καὶ τοῖς προβεβασιλευκόσιν ᾔει.

Ἐκ πρεσβείας δὲ ἐνίων τῶν ἐκ τῆς Ἀλεξανδρέων Niceph. xvi 2 Zacharias v 1 Theod. Lect. i 30, 31 Theophan. 121 Joh. Nikiu c. 88, p. 478 ἀνακαλεῖται τὸν Τιμόθεον ἐκ τῆς ὑπερορίας, ὄγδοον καὶ δέκατον ἔτος αὐτῇ συγγενόμενον, Ἀκακίου τὴν ἐπισκοπὴντῆς Κωνσταντινουπόλεως πρυτανεύοντος. Καὶ δῆτα τὴν βασιλέως κατειληφὼς πόλιν ὁ Τιμόθεος πείθει τὸν Βασιλίσκον Petrus Iber. 79 Conc. vii 1176 ἐγκυκλίοις χρήσασθαι συλλαβαῖς πρὸς τοὺς ἑκασταχοῦ ἱερέας ἀναθέματί τε περιβαλεῖν τὰ ἐν Καλχηδόνι πεπραγμένα καὶ τὸν τόμον Λέοντος: ὧν ἡ συνθήκη λέγει τάδε: ἘΓκΥκλιοΝ ΒασιλίσκοΥ. Αὐτοκράτωρ Καῖσαρ Βασιλίσκος, εὐσεβής, νικητής, Niceph. xvi 3 Zacharias v 2 τροπαιοῦχος, μέγιστος, ἀεισέβαστος, Αὔγουστος, καὶ Μάρκος ὁ ἐπιφανέστατος Καῖσαρ, Τιμοθέῳ τῷ εὐλαβεστάτῳ καὶ θεοφιλεστάτῳ ἀρχιεπισκόπῳ τῆς Ἀλεξανδρέων μεγαλοπόλεως. Ὁπόσους μὲν ὑπὲρ τῆς ὀρθῆς καὶ ἀποστολικῆς πίστεως ἐθέσπισαν νόμους οἱ πρὸ ἡμῶν εὐσεβέστατοι βασιλεῖς, ὅσοι τὴν μακαρίαν, ἀγήρω καὶ ζωοποιὸν τριάδα θεραπεύοντες ὀρθῶς διετέλεσαν, τούτους ὡς τῷ παντὶ κόσμῳ σωτηρίους ἀεί ποτε γεγονότας οὐδένα χρόνον ἀργεῖν ἐθέλομεν, μᾶλλον δὲ ὡς οἰκείους ἑαυτῶν ἐκφωνοῦμεν νόμους. Ἡμεῖς δὲ πάσης τῆς περὶ τὰ ἀνθρώπινα πράγματα σπουδῆς προτιμήσαντες τὴν εὐσέβειαν καὶ τὸν ὑπὲρ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ζῆλον τοῦ πεποιηκότος καὶ δεδοξακότος ἡμᾶς, ἔτι δὲ πιστεύοντες τὸν σύνδεσμον τῶν τοῦ Χριστοῦ ποιμνίων σωτηρίαν ἑαυτῶν εἶναι καὶ τοῦ ὑπηκόου παντὸς θεμέλιόν τε ἀρραγῆ καὶ ἀσάλευτον τεῖχος τῆς ἡμετέρας βασιλείας, ἐντεῦθεν εἰκότως θείῳ διανοίας κινούμενοι ζήλῳ, καὶ ἀπαρχὴν τῆς ἡμετέρας βασιλείας τῷ θεῷ καὶ σωτῆρι ἡμῶν Ἰησοῦ Χριστῷ τὴν τῆς ἁγίας ἐκκλησίας ἕνωσιν προσκομίζοντες, θεσπίζομεν τὴν κρηπῖδα καὶ βεβαίωσιν τῆς ἀνθρωπίνης εὐζωΐας, τουτέστι τὸ σύμβολον τῶν τριακοσίων δέκα ὀκτὼ ἁγίων πατέρων τῶν ἐν Νικαίᾳ πάλαι μετὰ τοῦ ἁγίου πνεύματος ἐκκλησιασθέντων, εἰς ὃ ἡμεῖς τε καὶ πάντες οἱ πρὸ ἡμῶν πιστεύσαντες ἐβαπτίσθημεν, μόνον πολιτεύεσθαι καὶ κρατεῖν ἐν πάσαις ταῖς ἁγιωτάταις τοῦ θεοῦ ἐκκλησίαις τῶν ὀρθοδόξων λαῶν, ὡς μόνον κυρίως τῆς ἀπλανοῦς πίστεως ὅρον καὶ ἀρκοῦν εἰς ἀναίρεσιν μὲν καθόλου πάσης αἱρέσεως, ἕνωσιν δὲ ἄκραν τῶν ἁγίων τοῦ θεοῦ ἐκκλησιῶν: ἐχόντων δηλαδὴ τὴν οἰκείαν ἰσχὺν καὶ τῶν εἰς βεβαίωσιν αὐτοῦ τοῦ θείου συμβόλου πεπραγμένων ἔν τε τῇ βασιλευούσῃ πόλειταύτῃ κατὰ τῶν βλασφημούντων εἰς τὸ πνεῦμα τὸ ἅγιον παρὰ τῶν ἑκατὸν πεντήκοντα ἁγίων πατέρων, ἔτι δὲ καὶ πάντων τῶν πεπραγμένων ἐν τῇ Ἐφεσίων μητροπόλει κατὰ τοῦ δυσσεβοῦς Νεστορίου καὶ τῶν μετὰ ταῦτα τὰ ἐκείνου φρονησάντων.Τὰ δὲ διελόντα τὴν ἕνωσιν καὶ εὐταξίαν τῶν ἁγίων τοῦ θεοῦ ἐκκλησιῶν καὶ εἰρήνην τοῦ κόσμου παντός, δηλαδὴ τὸν λεγόμενον τόμον Λέοντος, καὶ πάντα τὰ ἐν Καλχηδόνι ἐν ὅρῳ πίστεως, ἢ ἐν ἐκθέσει συμβόλου, ἢ ἑρμηνείας, ἢ διδασκαλίας, ἢ διαλέξεως εἰρημένα καὶ πεπραγμέναεἰς καινοτομίαν τὴν κατὰ τοῦ μνημονευθέντος ἁγίου συμβόλου τῶν τριακοσίων δέκα ὀκτὼ ἁγίων πατέρων, θεσπίζομεν ἐνταῦθά τε καὶ πανταχοῦ καθ̓ ἑκάστην ἐκκλησίαν παρὰ τῶν ἁπανταχοῦ ἁγιωτάτων ἐπισκόπων ἀναθεματίζεσθαι, καὶ πυρὶ παραδίδοσθαι παῤ οἷς ἂνεὑρίσκηται, διὰ τὸ οὕτω διατεταχέναι περὶ πάντων τῶν αἱρετικῶν δογμάτων καὶ τοὺς πρὸ ἡμῶν ἐν εὐσεβεῖ καὶ μακαρίᾳ τῇ λήξει γενομένους βασιλέας, Κωνσταντῖνον καὶ Θεοδόσιον τὸν νέον: ἄκυρά τε οὕτως γινόμενα παντελῶς ἐκβάλλεσθαι τῆς μιᾶς καὶ μόνης καθολικῆς καὶ ἀποστολικῆσὀρθοδόξου ἐκκλησίας, ὡς μεταίροντα τὰ αἰώνια καὶ σωτήρια τῶν τριακοσίων δέκα ὀκτὼ ἁγίων πατέρων ὅρια καὶ τὰ τῶν μακαρίων πατέρων τῶν ἐν ἁγίῳ πνεύματι διαγορευσάντων κατὰ τὴν Ἐφεσίων: ὅλως δὲ μὴ ἐξεῖναί ποτε μήτε ἱερέων μήτε λαϊκῶν τινι τῆς τοῦ ἁγίου συμβόλουθειοτάτης ἐκείνης νομοθεσίας ποιεῖσθαί τινα παρέκβασιν: ἀναθεματίζεσθαι δὲ σὺν πάσαις ταῖς ἐν Καλχηδόνι γεγενημέναις καινοτομίαις κατὰ τοῦ θείου συμβόλου, καὶ τὴν αἵρεσιν τῶν μὴ ὁμολογούντων τὸν υἱὸν τοῦ θεοῦ τὸν μονογενῆ ἐκ πνεύματος ἁγίου καὶ ἐκ τῆς ἁγίας καὶ ἀεὶ παρθένου καὶ θεοτόκου Μαρίας κατὰ ἀλήθειαν σαρκωθέντα καὶ ἐνανθρωπήσαντα, ἀλλ̓ ἢ ἐξ οὐρανοῦ ἢ κατὰ φαντασίαν καὶ δόκησιν τερατευομένους, πᾶσάν τε ἁπλῶς αἵρεσιν, καὶ εἴ τι ἕτερον ἐν οἵῳ δή ποτε καιρῷ καὶ τρόπῳ καὶ τόπῳ τῆς οἰκουμένης ἁπάσης κατὰ διάνοιαν καὶ λέξιν ἐπὶ παραβάσει τοῦ θείου συμβόλου κεκαινοτόμηται. Ἐπειδὴ δὲ προνοίας βασιλικῆς ἴδιον μὴ τοῦ παρόντος χρόνου μόνον ἀλλὰ καὶ τοῦ μέλλοντος τὴν ἀσφάλειαν ἐκ προορατικῆς διασκέψεως ἐπιδαψιλεύεσθαι τοῖς ὑπηκόοις, θεσπίζομεν τοὺς ἁπανταχοῦ ὁσιωτάτους ἐπισκόπους ἐμφανιζομένῳ τῷ θείῳ τούτῳ ἡμῶν ἐγκυκλίῳ γράμματι καθυπογράφειν, σαφῶς καταμηνύοντας ὅτι δὴ μόνῳ τῷ θείῳ στοιχοῦσι συμβόλῳ τῶν τριακοσίων δέκα ὀκτὼ ἁγίων πατέρων, ὅπερ ἐπεσφράγισαν οἱ ἑκατὸν πεντήκοντα πατέρες ἅγιοι, ὡς ἔδοξεν ὁριστικῶς καὶ τοῖς μετὰ ταῦτα συνελθοῦσι κατὰ τὴν Ἐφεσίων μητρόπολιν ὁσιωτάτοις πατράσιν ὅτι δεῖ μόνῳ τῷ ἁγίῳ συμβόλῳ τῶν τριακοσίων δέκα ὀκτὼ ἁγίων πατέρων στοιχεῖν εἰς ὅρον πίστεως, ἀναθεματίζοντες ἅπαν τὸ γενόμενον ἐν Καλχηδόνι τῶν ὀρθοδόξων λαῶν πρόσκομμα καὶ ὁλοτελῶς τῶν ἐκκλησιῶν ἐκβάλλοντες ὡς παρεμποδὼν γινόμενον τῇ οἰκουμενικῇ καὶ ἡμετέρᾳ εὐπραγίᾳ. Τοὺς δὲ μετὰ ταύτας ἡμῶν τὰς θείας συλλαβάς, ἃς κατὰ θεὸν ἐκπεφωνῆσθαι πιστεύομεν, τὴν ἐπιθυμητὴν πᾶσιν ἕνωσιν πραγματευομένας ταῖς ἁγίαις τοῦ θεοῦ ἐκκλησίαις, ἐπιχειροῦντάς ποτε προφέρειν ἢ ὅλως ὀνομάζειν, εἴτε ἐν διδασκαλίᾳ εἴτε ἐν διαλέξει ἢ ἐν συγγράμμασι, καθ̓ οἷον δή ποτε καιρὸν ἢ τρόπον ἢ τόπον, τὴν ἐν Καλχηδόνι γεγενημένην κατὰ τῆς πίστεως καινοτομίαν, τοὺς τοιούτους ὡς ταραχῆς καὶ ἀκαταστασίας ταῖς ἁγίαις τοῦ θεοῦ ἐκκλησίαις καὶ τῷ ὑπηκόῳ παντὶ παραιτίους, θεῷ τε καὶ τῇ ἡμετέρᾳ σωτηρίᾳ πολεμίους, κελεύομεν κατὰ τοὺς ἤδη πρὸ ἡμῶν θεσπισθέντας παρὰ τοῦ ἐν μακαρίᾳκαὶ θείᾳ τῇ λήξει γενομένου βασιλέως Θεοδοσίου κατὰ τῆς τοιαύτης κακονοίας νόμους, τοὺς καὶ ὑποτεταγμένους τῷδε ἡμῶν τῷ θείῳ ἐγκυκλίῳ, εἰ μὲν ἐπίσκοποι ἢ κληρικοὶ εἶεν, καθαιρεῖσθαι, εἰ δὲ μονάζοντες ἢ λαϊκοί, ἐξορίᾳ καὶ δημεύσει παντοίᾳ καὶ τοῖς ἐσχάτοις ὑποπίπτειν ἐπιτιμίοις.Οὕτω γὰρ ἡ ἀεί ποτε παρὰ τῆς ἡμετέρας εὐσεβείας προσκυνουμένη ἁγία καὶ ὁμοούσιος δημιουργός τε καὶ ζωοποιὸς τῶν ὅλων τριάς, θεραπευθεῖσα καὶ νῦν παῤ ἡμῶν διὰ τῆς ἀναιρέσεως μὲν τῶν μνημονευθέντων ζιζανίων βεβαιώσεως δὲ τῶν ὀρθῶν καὶ ἀποστολικῶν τοῦἁγίου συμβόλου παραδόσεων, ἵλεως καὶ εὐμενὴς γενομένη ταῖς τε ἡμετέραις ψυχαῖς καὶ τῷ ὑπηκόῳ παντί, ἔσται διὰ παντὸς συνδιοικοῦσα ἡμῖν καὶ εἰρηνεύουσα τὰ ἀνθρώπινα.

Ὡς μὲν οὖν Ζαχαρίᾳ γέγραπται τῷ ῥήτορι, ταύταις Niceph. xvi 4 Zacharis v 2 ταῖς ἐγκυκλίοις συλλαβαῖς συντίθεται ὁ Τιμόθεος 21 ἄρτι τῆς ὑπερορίας, ὡς ἔφην, ἐπανηνεγμένος, καὶ πρός γε Πέτρος ὁ τῆς Ἀντιοχέων πρόεδρος, ὁ ἐπίκλην Κναφεύς, ὃς καὶ Τιμοθέῳ παρῆν ἀνὰ τὴν βασιλεύουσαν. Τούτων οὕτω γιγνομένων, ψηφίζονται δὲ καὶ Παῦλον τὸν τῆσἘφεσίων ἀρχιερατικὸν ὑπελθεῖν θρόνον. Φησὶ δ̓ οὖν ὡς καὶ Ἀναστάσιος ὁ μετὰ Ἰουβενάλιον Ἱεροσολύμων πρόεδρος ὑποσημαίνεται τοῖς ἐγκυκλίοις ἕτεροί τε πάμπολλοι, ὡς περὶ τοὺς πεντακοσίους καθεστάναι τοὺς τὸν Λέοντος τόμον καὶ τὴν ἐν Καλχηδόνι σύνοδον ἀποκηρύξαντας.Καί που καὶ δέησιν ἐγγράφει γενομένην παρὰ τῶν ἐν Ἀσίᾳ προέδρων ἐν Ἐφέσῳ συνεληλυθότων πρὸς Βασιλίσκον, ὧν ἔνια τούτοις σύγκειται τοῖς γράμμασιν: Τοῖς κατὰ πάντα εὐσεβεστάτοις καὶ φιλοχρίστοις Zacharias v 3 δεσπόταις ἡμῶν Βασιλίσκῳ καὶ Μάρκῳ, αἰωνίοις νικηταῖς Αὐγούστοις. Καὶ μεθ̓ ἕτερα: Διὰ πάντων ἐδείχθητε πανευσεβέστατοι καὶ φιλόχριστοι βασιλεῖς, μισουμένῃ καὶ πολεμουμένῃ διαφόρως τῇ πίστει συμπολεμούμενοι. Καὶ μεθ̓ ἕτερα: Φοβερά τις ἐκδοχὴ κρίσεως καὶ θείου Hebr. x 27 πυρὸς ζῆλος, καὶ ἡ δικαία τῆς ὑμετέρας γαληνότητος κίνησις τοὺς ἀντιδιατιθεμένους παρὰ πόδας συμπλέξει τοὺς τὸν θεὸν τὸν δυνατὸν καὶ τὴν ὑμετέραν τῇ πίστει κρατυνομένην βασιλείαν ἀλαζονικῇ τιμωρίᾳ κατατοξεύειν ἐπιχειροῦντας, καὶ τῆς ἡμετέρας βραχύτητος πολυτρόπως μὴ φειδομένους, ἀλλ̓ ἀεὶ συκοφαντοῦντας καὶ καταψευδομένους ἡμῶν ὡς ἀνάγκῃ τινὶ καὶ βίᾳ καθυπογραψάντων ἡμῶν ἐν τοῖς θείοις ὑμῶν καὶ ἀποστολικοῖς ἐγκυκλίοις, ἐν οἷς μετὰ πάσης χαρᾶς καὶ προθυμίας καθυπεγράψαμεν. Καὶ μεθ̓ ἕτερα: Μηδὲν οὖν ἕτερον παρὰ τὰ θεῖα ὑμῶν ἐγκύκλια προβῆναι θελήσατε, εἰδότες ὅπερ ἔφημεν, ὅτι πᾶς ὁ κόσμος ἀνατραπήσεται πάλιν, καὶ μικρὰ εὑρεθήσεται τὰ παρὰ τῆς ἐν Καλχηδόνι συνόδου γενόμενα κακά, ἅτινα καὶ τοὺς ἀναριθμήτους ἐκείνους εἰργάσατο φόνους, καὶ τὰ αἵματα τῶν ὀρθοδόξων ἀδίκως καὶ παρανόμως ἐξέχεεν. Καὶ μεθ̓ ἕτερα: Διαμαρτυρόμεθα ἐνώπιον τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ — ἐλευθέραν γὰρ τὴν εὐσέβειαν εἷναι τὴν ἡμετέραν — , δεόμεθα τῆς ἐπενεχθείσης αὐτοῖς δικαίας καὶ κανονικῆς καὶ ἐκκλησιαστικῆς κατακρίσεως καὶ καθαιρέσεως, καὶ μάλιστα τῷ τὴν βασιλεύουσαν οὐχ ὁσίως ἐπισκοποῦντι διὰ πολλὰ φωραθέντι. Ὁ αὐτὸς Ζαχαρίας καὶ τάδε πρὸς ῥῆμα γράφει, ὡς Niceph. xvi 5 Zacharias v 4 τῶν ἐγκυκλίων καὶ βασιλικῶν γραμμάτων ἐκδοθέντων, οἱ τὴν Εὐτυχοῦς φαντασίαν νοσοῦντες ἀνὰ τὴν βασιλεύουσαν καὶ τὸν μονήρη διώκοντες βίον, ὥσπερ ἑρμαίῳ τινὶ περιτυχεῖν οἰηθέντες Τιμοθέῳ καὶ τοῖς ἐγκυκλίοις τὸ ἴδιον θηρᾶσαι ἐλπίσαντες, δρομαῖοι παῤ αὐτὸν ἀφικνοῦνται: καὶ ὡς διελεγχθέντες πρὸς Τιμοθέου ὁμοούσιον ἡμῖν εἶναικατὰ τὴν σάρκα τὸν τοῦ θεοῦ Λόγον καὶ τῷ πατρὶ ὁμοούσιον κατὰ τὴν θεότητα, εἰς τοὐπίσω ἀνεχώρουν.

Ὁ αὐτός φησι τὸν Τιμόθεον ἐξορμήσαντα τῆς Niceph. xvi 5 Zachariarias v 4 βασιλίδος τὴν Ἐφεσίων καταλαβεῖν, ἐνθρονίσαι τε τὸν Παῦλον ἀρχιερέα τῇ Ἐφεσίων: ὃς ἤδη ἐκεχειροτόνητομὲν ἀνὰ τὴν ἀρχαιοτέραν συνήθειαν ὑπὸ τῶν τῆς ἐπαρχίας ἐπισκόπων, ἐκπεπτώκει δὲ τοῦ θρόνου. Ἀποδίδωσι δὲ τῇ Ἐφεσίων καὶ τὸ πατριαρχικὸν δίκαιον, ὅπερ αὐτὴν ἀφεῖλεν ἡ ἐν Καλχηδόνι σύνοδος, ὥς μοι λέλεκται. Ἐκεῖθέν τε ἀπάρας ἀνὰ τὴν Ἀλεξανδρέων ἀφικνεῖται,καὶ τοὺς προσιόντας ἀπαιτῶν ἀναθεματίζειν τὴν ἐν Καλχηδόνι σύνοδον οὕτω διετέλει. Ἀποπηδῶσι δ̓ οὖν παῤ αὐτοῦ ἐκ τῆς κατ̓ αὐτὸν μοίρας, ὡς τῷ αὐτῷ Ζαχαρίᾳ ἱστόρηται, ἄλλοι τε πολλοὶ καὶ Θεόδοτος εἷς τῶν ὑπὸ Θεοδοσίου ἀνὰ τὴν Ἰόππην κεχειροτονημένων, τοῦ τῆσἹεροσολύμων ἐπισκόπου πρός τινων γεγονότος, ὅτε πρὸς τὸ Βυζάντιον ὁ Ἰουβενάλιος ἀνέδραμεν.

Ἀκάκιον δέ φησι τὸν τῆς Κωνσταντίνου πρόεδρον Niceph. xvi 6 Zacharias v 5 Theod. Lect. i 32 — 34 Theophan. 122 Joh. Nikiu c. 88, p. 478 ἐπὶ τούτοις περιπαθήσαντα συγκινῆσαι τὸ μοναδικὸν καὶ τὸν δῆμον τῆς βασιλευούσης, ὡς αἱρετικοῦ τοῦ Βασιλίσκουτυγχάνοντος: ἐκεῖνόν τε αὖ ἐξαρνήσασθαι τὰ ἐγκύκλια, καὶ διάταξιν γράψαι τὰ ἐκ συναρπαγῆς γεγονότα τέλεον ἀργεῖν ἀντεγκύκλιά τε διαπέμπεσθαι συνιστῶντα τὴν ἐν Καλχηδόνι σύνοδον. Καὶ ταῦτα μὲν ἅ φησιν ἀντεγκύκλια παρῆκεν, ἐμπαθῶς τὴν ὅλην πραγματείανσυγγράψας. Ἔστιν δὲ ἐπὶ λέξεως ταῦτα: ἈΝτεΓκΥκλιοΝ ΒασιλίσκοΥ. Niceph. xvi 7 Αὐτοκράτορες Καίσαρες Βασιλίσκος καὶ Μάρκος. Τὴν ἄνωθεν καὶ ἐξ ἀρχῆς ἐν ταῖς καθολικαῖς ἐκκλησίαις κρατήσασαν ἀποστολικὴν καὶ ὀρθόδοξον πίστιν, τὴν καὶ μέχρι τῆς ἡμετέρας βασιλείας κρατήσασαν καὶ ἐπὶ τῆς ἡμετέρας βασιλείας κρατοῦσαν καὶ εἰς τὸ διηνεκὲς κρατεῖν ὀφείλουσαν, εἰς ἣν καὶ ἐβαπτίσθημεν καὶ πιστεύομεν, αὐτὴν μόνην ἄτρωτον καὶ ἀσάλευτον κρατεῖν, τὴν καὶ κρατοῦσαν, καὶ διηνεκῶς πολιτεύεσθαι ἐν πάσαις ταῖς καθολικαῖς καὶ ἀποστολικαῖς τῶν ὀρθοδόξων ἐκκλησίαις θεσπίζομεν καὶ μηδὲν ἕτερον ζητεῖσθαι. Διὰ τοῦτο γὰρ καὶ τὰ ἐπὶ τῆς ἡμετέρας βασιλείας γεγενημένα, εἴτε ἐγκύκλια, εἴτε καὶ ἕτερα, ἢ εἴ τι δή ποτε οὖν, πίστεως ἕνεκεν ἢ καταστάσεως ἐκκλησιαστικῆς, ἀργεῖν καὶ πεπαῦσθαι προστάττομεν, ἀναθεματιζομένων Νεστορίου καὶ Εὐτυχοῦς καὶ πάσης ἑτέρας αἱρέσεως καὶ πάντων τῶν τὰ αὐτὰ φρονούντων, καὶ περὶ ταύτης τῆς ὑποθέσεως μὴ σύνοδον γίνεσθαι ἢ ἑτέραν ζήτησιν, ἀλλὰ ταῦτα μένειν ἀρραγῆ καὶ ἀσάλευτα: ἀποδοθῆναι δὲ καὶ τὰς ἐπαρχίας τῷ εὐλαβεστάτῳ καὶ ἁγιωτάτῳ πατριάρχῃ καὶ ἀρχιεπισκόπῳ Ἀκακίῳ, ὧν τὴν χειροτονίαν εἶχεν ὁ θρόνος ταύτης τῆς βασιλίδος καὶ ἐνδόξου πόλεως: δηλαδὴ τῶν νῦν ὄντων θεοφιλεστάτων ἐπισκόπων μενόντων ἐπὶ τῶν οἰκείων θρόνων, μηδενὸς ἐκ τούτου προκρίματος γενομένου μετὰ τὴν τούτων τελευτὴν τῷ δικαίῳ τῆς χειροτονίας τοῦ εὐαγοῦς θρόνου ταύτης τῆς βασιλίδος καὶ ἐνδόξου πόλεως. Τοῦτο δὲ τὸ θεῖον ἡμῶν θέσπισμα δύναμιν ἐπέχειν θείας διατάξεως οὐδενὶ ἀμφίβολον καθέστηκεν. Καὶ ταῦτα μὲν ὧδε προῆλθε.

Ζήνων δὲ παροτρύνουσαν ὥς φασι θεασάμενος τὴν Niceph. xvi 8 Malal. 380 Joh. Nikiu c. 88, p. 479 Theod. Lect. i 35, 36 Theophan. 124 — 5ἁγίαν καὶ πολύαθλον πρωτομάρτυρα Θέκλαν καὶ τὴν τῆς βασιλείας ἀποκατάστασιν ὑπισχνουμένην, ἐπὶ τὸ Βυζάντιον στρατεύει δώροις τοὺς πολιορκοῦντας ὑπελθών, καὶ δεύτερον ἔτος τῆς ἀρχῆς κρατήσαντα τὸν Βασιλίσκον ἐξωθεῖται, ἁγίοις τε προσπελάσαντα σηκοῖς τοῖς ἐχθροῖς ἐκδίδωσιν. Οὗτος ὁ Ζήνων μέγιστον τέμενος ἐξοχῇ τε καὶ κάλλει προὖχον ἀνατέθεικε τῇ πρωτομάρτυρι Θέκλῃ ἀνὰ τὴν Σελευκέων τὴν πρὸς τῇ Ἰσαύρων χώρᾳ κειμένην, πλείστοις καὶ βασιλικοῖς ἀναθήμασι διακοσμήσας,τοῖς καὶ μέχρις ἡμῶν σωζομένοις. Πέμπεται μὲν οὖν ἀνὰ τὴν Καππαδοκῶν τεθνηξόμενος χώραν ὁ Βασιλίσκος: ἐν Κουκουσῷ δὲ τῷ σταθμῷ ἅμα γυναικὶ καὶ τέκνοις Zacharias v 5 ἀποσφάττεται. Καὶ νόμον ὁ Ζήνων τίθησιν ἀναιροῦντα τὰ ἐπὶ τοῖς ἐγκυκλίοις συντεθειμένα Βασιλίσκῳ τῷτυράννῳ: καὶ Πέτρος μὲν ὁ ἐπίκλην Κναφεὺς τῆς Ἀντιοχέων ἐκκλησίας ἀπελαύνεται, Παῦλος δὲ τῆς Ἐφεσίων.

Οἱ δὲ τῆς Ἀσίας ἐπίσκοποι τὸν Ἀκάκιον ἡμερούμενοι Niceph. xvi 9 Zacharias v 5 παρῃτοῦντο καὶ συγγνώμην ᾔτουν, βιβλία μετανοίας διαπεμπόμενοι δἰ ὧν ἔφασκον πρὸς ἀνάγκης τοῖς ἐγκυκλίοις,οὐ μὴν ἑκουσίως ὑποσημήνασθαι, καὶ διωμνύοντο ἦ μὴν οὕτως ἔχειν καὶ μὴ ἑτέρως, ἦ κατὰ τὴν ἐν Καλχηδόνι σύνοδον πεπιστευκέναι τε καὶ πιστεύειν. Ἡ δὲ τῶν γραμμάτων δύναμίς ἐστιν ἐν τούτοις: Ἐπιστολὴ ἤτοι δέησις ἀποσταλεῖσα Ἀκακίῳ ἐπισκόπῳΚωνσταντινουπόλεως παρὰ τῶν τῆς Ἀσίας ἐπισκόπων. Ἀκακίῳ τῷ ἁγιωτάτῳ καὶ ὁσιωτάτῳ πατριάρχῃ τῆς κατὰ τὴν βασιλεύουσαν Κωνσταντινούπολιν νέαν Ῥώμην ἁγιωτάτης ἐκκλησίας. Καὶ μεθ̓ ἕτερα: Ἔφθασεν ἐφ̓ἡμᾶς πρεπόντως ποιῶν ὁ καὶ τὸν ὑμέτερον ἀναπληρώσων τόπον. Καὶ μετ̓ ὀλίγα: Διὰ τῶνδε τῶν λιβέλλων γνωρίζομεν ὑπογεγραφηκέναι οὐ κατὰ πρόθεσιν ἀλλ̓ ἐξ ἀνάγκης, γράμμασιν καὶ ῥήμασιν ἀλλ̓ οὐ καρδίᾳ συνθέμενοι τούτοις. Ταῖς γὰρ ὑμῶν εὐπροσδέκτοις πρεσβείαις,σὺν ἐπινεύσει τοῦ κρείττονος, ὡς παρειλήφαμεν παρὰ τῶν τῆς οἰκουμένης φωστήρων τριακοσίων δέκα ὀκτὼ καὶ τῶν ἑκατὸν πεντήκοντα ἁγίων πατέρων, πιστεύομεν, πρὸς τούτοις δὲ καὶ τοῖς ἐν Καλχηδόνι εὐσεβῶς καὶ ὀρθῶς τυπωθεῖσι παρὰ τῶν καὶ ἐν αὐτῇ συναχθέντων θείων πατέρων. Εἴτε οὖν Ζαχαρίας ὁ ῥήτωρ ἐσυκοφάντησεν τούτους, εἴτε αὐτοὶ διεψεύσαντο φήσαντες ὡς οὐκ ἐβούλοντο ὑπογράψαι, λέγειν οὐκ ἔχω.

Μετὰ γοῦν Πέτρον Στέφανος τὸν Ἀντιοχείας Niceph. xvi 10 Malal. 381 Joh. Nikiu c. 88, p. 480 Theophan. 128 Conc. vii 1176 — 7 θρόνον παραλαμβάνει: ὃν παῖδες Ἀντιοχέων καλάμοις διεχειρίσαντο ἴσα δόρασιν ὀξυνθεῖσιν, ὡς Ἰωάννῃ τῷ ῥήτορι γέγραπται. Μετὰ Στέφανον δὲ Καλανδίων τοὺς τῆς αὐτῆς καθέδρας οἴακας ἐπιτρέπεται: ὃς τοὺς προσιόντας παρεσκεύαζε τὸν Τιμόθεον ἀναθεματίζειν σὺν καὶ τοῖς ἐγκυκλίοις Βασιλίσκου.

Ὁ δέ γε Ζήνων ἐβουλήθη μὲν τὸν Τιμόθεον Niceph. xvi 11 Joh. Nikiu c. 88,p. 482ἀπελάσαι τῆς Ἀλεξανδρέων: πρός τινων δὲ μαθὼν ἤδη πρεσβύτην εἶναι καὶ ὅσον οὔπω τὸ πάντων ὑπελθεῖν καταγώγιον, τὸ βούλευμα διεκώλυσε. Καὶ δὴ μετ̓ οὐ πολὺ τὸ κοινὸν ἀπέτισεν χρέος: καὶ Πέτρον αὐθεντίᾳ Liberat. xvi προχειρίζονται σφῶν οἱ τῆς Ἀλεξανδρέων ἐπίσκοπον, τὸν ἐπίκλην Μογγόν. Ὅπερ εἰς Ζήνωνα διαβὰν ἐξετάραξε: Zacharias v 5 καὶ τῷ μὲν ὁ Ζήνων θανάτου ζημίαν προσετίμησε, Τιμόθεον δὲ τὸν μετὰ Προτέριον ἀνακαλεῖται ἐν τῷ Κανόβῳ Theophan. 121 διά τινα στάσιν τοῦ δήμου διάγοντα: καὶ ὁ μὲν Τιμόθεος τοῖς τοῦ βασιλέως κελεύσμασι τὸν οἰκεῖον κατειλήφει θρόνον.

Ἐκ βουλῆς δὲ ἐνίων Ἰωάννης πρεσβύτερος οἰκονομεῖν Niceph. xvi 11 Zacharias v 6 Theophan. 128 Cramer. An. Par. ii 105 τεταγμένος τὸν σεβάσμιον νεὼν τοῦ ἁγίου προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου τὴν βασιλέως καταλαμβάνει, πρεσβεύσων ἵνα εἰ συμβῇ τὸν ἐπίσκοπον ἐξ ἀνθρώπων ἀπελθεῖν, ἐξὸν ᾖ τοῖς τὴν Ἀλεξάνδρου οἰκοῦσι προβάλλεσθαι Zacharias v 7 πρόεδρον ὃν ἂν ἐθέλοιεν. Ὃς ἑαυτῷ μνώμενος τὴν ἐπισκοπήν, ὡς Ζαχαρίας φησίν, ἐφωράθη ὑπὸ τοῦ βασιλέως: καὶ ὅρκους ὑποσχὼν μή ποτε τὸν τῆς Ἀλεξανδρέων ἐπιζητήσειν θρόνον, ἀνὰ τὴν οἰκείαν ἐπαναζεῦξαι. Καὶ θεσπίζει γε βασιλεὺς μετὰ τελευτὴν Τιμοθέου ἐκεῖνονἐπίσκοπον γενέσθαι ὃν ἂν ὁ κλῆρος καὶ τὸ κοινὸν ψηφίσοιντο. Οὐκ ἐς μακρὰν δὲ τελευτήσαντος τοῦ Τιμοθέου, ὁ Ἰωάννης χρήματα δούς, ὡς τῷ αὐτῷ Ζαχαρίᾳ γέγραπται, καὶ ἐς τὰ ὀμωσμένα τῷ βασιλεῖ ἀλογήσας εἰς ἐπίσκοπον τῆς Ἀλεξανδρέων προβάλλεται. Ἅπερ ὁ Theod. Lect. ii 45 Theophan. 130 Joh. Nikiu c. 88, p. 483 Conc. vii 1177 βασιλεὺς γνοὺς ἐκεῖνον μὲν ἀπελαθῆναι κελεύει. Ὑποθήκῃ 11 δέ τινων προσφώνησιν πρὸς τοὺς Ἀλεξανδρέας γράφει, ἥνπερ Ἑνωτικὸν κέκληκε, θεσπίσας ἀποδοθῆναι Πέτρῳ τὸν θρόνον τῆς Ἀλεξάνδρου, εἴπερ ἐν τούτῳ καθυποσημαίνοιτο, καὶ τοὺς τῆς μοιρας Προτερίου εἰσκοινωνίαν δέξοιτο.

Ταύτην τὴν οἰκονομίαν γνώμῃ συντεθειμένην Niceph. xvi 11 Zacharias v 7 Liberat. xviii Ἀκακίου τοῦ τῆς βασιλευούσης ἐπισκόπου Περγάμιος ἀποκομίζει, ὕπαρχος τῆς Αἰγύπτου χειροτονηθείς: ὅστις προσσχὼν τῇ Ἀλεξάνδρου πεφευγότα τὸν Ἰωάννην εὑρηκὼσἐντυγχάνει τῷ Πέτρῳ, καὶ πείθει δέξασθαι τὴν προσφώνησιν Ζήνωνος, προσέτι δὲ καὶ τοὺς διεστῶτας. Δέχεται τοίνυν τὴν εἰρημένην προσφώνησιν ὑπογράφει τε ταύτῃ, ὑπισχνεῖται δὲ καὶ τοὺς ἀπ̓ ἐναντίας δέχεσθαι. Μετὰ δ̓ οὖν πανηγύρεως δημοτελοῦς ἀνὰ τὴν Ἀλεξανδρέωνοὔσης πάντων τε τὸ καλούμενον Ἑνωτικὸν Ζήνωνος προσιεμένων, δέχεται Πέτρος καὶ τοὺς ἐκ τῆς Προτερίου μοίρας: καί τινα προσφώνησιν πρὸς τὸν λεὼν συντάξας ἐπὶ τῆς ἐκκλησίας ἀναγινώσκει τὴν Ζήνωνος προσφώνησιν ἔχουσαν ὧδε: Τὸ ἙΝωτικὸΝ τοΥ ΖΗΝωΝος.

Αὐτοκράτωρ Καῖσαρ Ζήνων, εὐσεβής, νικητής, Niceph. xvi 12 Zacharias v 8 Liberat. xvii Facundus xii 4 τροπαιοῦχος, μέγιστος, ἀεισέβαστος, Αὔγουστος, τοῖς κατὰ Ἀλεξάνδρειαν καὶ Αἴγυπτον καὶ Λιβύην καὶ Πεντάπολιν εὐλαβεστάτοις ἐπισκόποις καὶ κληρικοῖς καὶ μοναχοῖς καὶ λαοῖς. Ἀρχὴν καὶ σύστασιν δύναμίν τε καὶ ὅπλον ἀκαταμάχητον τῆς ἡμετέρας εἰδότες βασιλείας τὴν μόνην ὀρθὴν καὶ ἀληθινὴν πίστιν, ἥντινα διὰ τῆς θείας ἐπιφοιτήσεως ἐξέθεντο μὲν οἱ ἐν Νικαίᾳ συναθροισθέντες τριακόσιοι δέκα ὀκτὼ ἅγιοι πατέρες, ἐβεβαίωσαν δὲ καὶ οἱ ἐν Κωνσταντινουπόλει ἑκατὸν πεντήκοντα ὁμοίως ἅγιοι πατέρες συνελθόντες, νύκτωρ τε καὶ μεθ̓ ἡμέραν πάσῃ προσευχῇ καὶ σπουδῇ καὶ νόμοις κεχρήμεθα πληθύνεσθαι δἰ αὐτῆς τὴν ἁπανταχόσε ἁγίαν τοῦ θεοῦ καθολικὴν καὶ ἀποστολικὴν ἐκκλησίαν, τὴν ἄφθαρτον καὶ ἀτελεύτητον μητέρα τῶν ἡμετέρων σκήπτρων, εἰρήνῃ δὲ καὶ τῇ περὶ θεὸν ὁμονοίᾳ τοὺς εὐσεβεῖς λαοὺς διαμένοντας εὐπροσδέκτους τὰς ὑπὲρ τῆς ἡμετέρας βασιλείας ἱκετείας προσφέρειν σὺν τοῖς θεοφιλεστάτοις ἐπισκόποις καὶ θεοσεβεστάτοις κληρικοῖς καὶ ἀρχιμανδρίταις καὶ μονάζουσι. Τοῦ γὰρ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ ἐκ τῆς ἁγίας παρθένου καὶ θεοτόκου Μαρίας σαρκωθέντος καὶ τεχθέντος, τὴν ἐκ συμφωνίας δοξολογίαν τε καὶ λατρείαν ἡμῶν ἐπαινοῦντος καὶ ἑτοίμως δεχομένου, τὰ μὲν τῶν πολεμίων ἐκτριβήσεται καὶ ἐξαλειφθήσεται γένη, πάντες δὲ τὸν οἰκεῖον ὑποκλινοῦσιν αὐχένα τῷ ἡμετέρῳ μετὰ θεὸν κράτει, εἰρήνη δὲ καὶ τὰ ἐκ ταύτης ἀγαθὰ ἀέρων τε εὐκρασία καὶ καρπῶν εὐφορία καὶ τὰ ἄλλα δὲ τὰ λυσιτελοῦντα τοῖς ἀνθρώποις φιλοτιμηθήσεται. Οὕτως οὖν τῆς ἀμωμήτου πίστεως ἡμᾶς τε καὶ τὰ Ῥωμαϊκὰ περισωζούσης πράγματα, δεήσεις ἡμῖν προσεκομίσθησαν παρὰ θεοσεβῶν ἀρχιμανδριτῶν καὶ ἐρημιτῶν καὶ ἑτέρων αἰδεσίμων ἀνδρῶν, μετὰ δακρύων ἱκετευόντων ἕνωσιν γενέσθαι ταῖς ἁγιωτάταις ἐκκλησίαις συναφθῆναί τε τὰ μέλη τοῖς μέλεσιν, ἅπερ ὁ μισόκαλοσἀπὸ πλείστων χρόνων χωρίσαι κατηπείχθη γινώσκων ὡς ὁλοκλήρῳ τῷ τῆς ἐκκλησίας σώματι πολεμῶν, ἡττηθήσεται. Συμβαίνει γὰρ ἐκ τούτου καὶ γενεὰς ἀναριθμήτους εἶναι ὅσας ὁ χρόνος ἐν τοσούτοις ἔτεσι τῆς ζωῆς ὑπεξήγαγε, καὶ τὰς μὲν τοῦ λουτροῦ τῆς παλιγγενεσίασἐστερημένας ἀπελθεῖν, τὰς δὲ τῆς θείας κοινωνίας μὴ μετασχούσας πρὸς τὴν τῶν ἀνθρώπων ἀπαραίτητον ἐκδημίαν ἀπαχθῆναι, φόνους τε τολμηθῆναι μυρίους καὶ αἱμάτων πλήθει μολυνθῆναι μὴ μόνον τὴν γῆν ἀλλ̓ ἤδη καὶ αὐτὸν τὸν ἀέρα. Ταῦτα τίς οὐκ ἂν εἰς τὸ ἀγαθὸνμετασκευασθῆναι προσεύξοιτο; Διά τοι τοῦτο γινώσκειν ὑμᾶς ἐσπουδάσαμεν ὅτι καὶ ἡμεῖς καὶ αἱ πανταχοῦ ἐκκλησίαι ἕτερον σύμβολον ἢ μάθημα ἢ ὅρον πίστεως ἢ πίστιν πλὴν τοῦ εἰρημένου ἁγίου συμβόλου τῶν τριακοσίων δέκα ὀκτὼ ἁγίωνπατέρων, ὅπερ ἐβεβαίωσαν οἱ μνημονευθέντες ἑκατὸν πεντήκοντα ἅγιοι πατέρες, οὔτε ἐσχήκαμεν, οὔτε ἔχομεν, οὔτε ἕξομεν, οὔτε ἔχοντας ἐπιστάμεθα: εἰ δὲ καὶ ἔχοι τις, ἀλλότριον αὐτὸν ἡγούμεθα. Τοῦτο γὰρ καὶ μόνον, ὡς ἔφαμεν, τὴν ἡμετέραν περισώζειν τεθαρρήκαμεν βασιλείαν,καὶ πάντες δὲ οἱ λαοὶ τοῦ σωτηριώδους ἀξιούμενοι φωτίσματος αὐτὸ καὶ μόνον παραλαμβάνοντες βαπτίζονται: ᾧ καὶ ἐξηκολούθησαν καὶ πάντες οἱ ἅγιοι πατέρες οἱ ἐν τῇ Ἐφεσίων συνελθόντες, οἱ καὶ καθελόντες τὸν ἀσεβῆ Νεστόριον καὶ τοὺς τὰ ἐκείνου μετὰ ταῦταφρονοῦντας. Ὅντινα καὶ ἡμεῖς Νεστόριον ἅμα Εὐτυχεῖ τἀναντία τοῖς εἰρημένοις φρονοῦντας ἀναθεματίζομεν, δεχόμενοι καὶ τὰ δώδεκα κεφάλαια τὰ εἰρημένα παρὰ τοῦ τῆς ὁσίας μνήμης γενομένου Κυρίλλου ἀρχιεπισκόπου τῆς Ἀλεξανδρέων ἁγίας καθολικῆς ἐκκλησίας. Ὁμολογοῦμεν δὲ τὸν μονογενῆ τοῦ θεοῦ υἱὸν καὶ θεόν, τὸν κατὰ ἀλήθειαν ἐνανθρωπήσαντα τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν ὁμοούσιον τῷ πατρὶ κατὰ τὴν θεότητα καὶ ὁμοούσιον ἡμῖν τὸν αὐτὸν κατὰ τὴν ἀνθρωπότητα, κατελθόντα καὶ σαρκωθέντα ἐκ πνεύματος ἁγίου καὶ Μαρίας τῆς παρθένου καὶ θεοτόκου, ἕνα τυγχάνειν καὶ οὐ δύο. Ἑνὸς γὰρ εἶναί φαμεν τά τε θαύματα καὶ τὰ πάθη ἅπερ ἑκουσίως ὑπέμεινε σαρκί. Τοὺς γὰρ διαιροῦντας ἢ συγχέοντας ἢ φαντασίαν εἰσάγοντας οὐδὲ ὅλως δεχόμεθα, ἐπείπερ ἡ ἀναμάρτητος ἐκ τῆς θεοτόκου κατὰ ἀλήθειαν σάρκωσις προσθήκην υἱοῦ οὐ πεποίηκε. Μεμένηκε γὰρ τριὰς ἡ τριὰς καὶ σαρκωθέντος τοῦ ἑνὸς τῆς τριάδος θεοῦ Λόγου. Εἰδότες οὖν ὡς οὔτε αἱ ἅγιαι τοῦ θεοῦ πανταχοῦ ὀρθόδοξοι ἐκκλησίαι, οὔτε οἱ τούτων προϊστάμενοι θεοφιλέστατοι ἱερεῖς, οὔτε ἡ ἡμετέρα βασιλεία ἑτέρου συμβόλου ἢ ὅρου πίστεως παρὰ τὸ εἰρημένον ἅγιον μάθημα ἠνέσχοντο ἢ ἀνέχονται, ἑνώσωμεν ἑαυτοὺς μηδὲν ἐνδοιάζοντες. Ταῦτα δὲ γεγράφαμεν οὐ καινίζοντες πίστιν, ἀλλ̓ ὑμᾶς πληροφοροῦντες. Πάντα δὲ τὸν ἕτερόν τι φρονήσαντα ἢ φρονοῦντα, ἢ νῦν ἢ πώποτε, ἢ ἐν Καλχηδόνι ἢ οἵᾳ δή ποτε συνόδῳ, ἀναθεματίζομεν, ἐξαιρέτως δὲ τοὺς εἰρημένους Νεστόριον καὶ Εὐτυχέα καὶ τοὺς τὰ αὐτῶν φρονοῦντας. Συνάφθητε τοίνυν τῇ πνευματικῇ μητέρι τῇ ἐκκλησίᾳ, τῆς αὐτῆς ἡμῖν ἐν αὐτῇ θείας ἀπολαύοντες κοινωνίας κατὰ τὸν εἰρημένον ἕνα καὶ μόνον ὅρον τῆς πίστεως τῶν τριακοσίων δέκα ὀκτὼ ἁγίων πατέρων. Ἡ γὰρ παναγία μήτηρ ἡμῶν ἡ ἐκκλησία ὡς γνησίους ὑμᾶς υἱοὺς ἀπεκδέχεται περιπτύξασθαι, καὶ τῆς χρονίας καὶ γλυκείας ὑμῶν ἐπιθυμεῖ φωνῆς ἀκροάσασθαι. Ἐπείξατε οὖν ἑαυτούς: ταῦτα γὰρ ποιοῦντες καὶ τὴν τοῦ δεσπότου καὶ σωτῆρος καὶ θεοῦ ἡμῶν Ἰησοῦ Χριστοῦ εὐμένειαν πρὸς ἑαυτοὺς ἐφελκύσεσθε καὶ παρὰ τῆς ἡμετέρας βασιλείας ἐπαινεθήσεσθε.Τούτων ἀνεγνωσμένων, ἡνοῦντο μὲν πάντες οἱ τῆς Ἀλεξάνδρου τῇ ἁγίᾳ καθολικῇ καὶ ἀποστολικῇ ἐκκλησίᾳ.

Ὁ δέ γε Ἰωάννης οὖ πρότερον ἐμνήσθημεν, τὴν Niceph. xvi 15 Zacharias v 9 Ἀλεξάνδρου πεφευγὼς τὴν ἀρχαιοτέραν καταλαμβάνει Ῥώμην, καὶ διετάραττε φάσκων ὑπὲρ τῶν Λέοντος δογμάτωνκαὶ τῆς ἐν Καλχηδόνι συνόδου τοῦ οἰκείου ἐκπεπτωκέναι θρόνου, ἕτερον δὲ ἀντεισελθεῖν ἀντίπαλον τούτοις καθεστῶτα. Πρὸς τοῦτο ταραχθέντος Σιμπλικίου τοῦ τῆς πρεσβυτέρας Ῥώμης ἐπισκόπου καὶ πρὸς βασιλέα Ζήνωνα γράψαντος, ἀντιγράφει ὁ Ζήνων ἐπιορκίαν τῷἸωάννῃ ἐγκαλῶν, καὶ ὡς τούτου χάριν τῆς ἐπισκοπῆς οὐ δἰ ἕτερον ἀπηλάθη.

Καλανδίων δὲ ὁ Ἀντιοχείας πρόεδρος γράφων Niceph. xvi 13 Zacharias v 9-12 Cramer. An. Par. ii 105 Theophan. 131 Liberat. xviii Conc. vii 1177 τῷ βασιλεῖ Ζήνωνι Ἀκακίῳ τε τῷ Κωνσταντινουπόλεως προέδρῳ, μοιχὸν τὸν Πέτρον ἀπεκάλει, λέγων ὡς τὴν ἐνΚαλχηδόνι σύνοδον ἀνατεθεμάτικεν ἐπὶ τῆς Ἀλεξανδρέων γενόμενος. Ὃς ὕστερον τὴν ἐς Ὄασιν οἴκησιν κατακρίνεται, ἀμῦναι νομισθεὶς Ἰλλοῦ καὶ Λεοντίῳ καὶ Παμπρεπίῳ περὶ τὴν Ζήνωνος τυραννίδα. Πέτρος δὲ ὁ Κναφεύς, ὁ πρὸ Καλανδίωνος καὶ Στεφάνουὥς μοι λέλεκται, τὸν ἴδιον ἀπειλήφει θρόνον: ὃς καὶ τῷ Ἑνωτικῷ Ζήνωνος καθυπεσημήνατο, καὶ συνοδικοῖς δὲ πρὸς Πέτρον τὸν τῆς Ἀλεξανδρέων ἐχρήσατο: ἡνώθη δὲ τούτῳ καὶ ὁ τῆς Κωνσταντινουπόλεως πρόεδρος Ἀκάκιος. Καὶ Μαρτύριος δὲ ὁ Ἱεροσολύμων ἐπίσκοπος συνοδικαῖσπρὸς τὸν Πέτρον ἐχρήσατο συλλαβαῖς. Μετὰ ταῦτά Zacharias vi 1 τινες τῆς Πέτρου κοινωνίας ἑαυτοὺς ἀπέκριναν, ὡς ἐντεῦθεν τὸν Πέτρον τὴν ἐν Καλχηδόνι σύνοδον ἀναφανδὸν ἀναθεματίσαι. Ὅπερ εἰς Ἀκάκιον ἐλθὸν τὸν Κωνσταντινουπόλεως συνετάραξε, πέμψαι τε πεποίηκέ τινας τὰ περὶ τούτων εἰσομένους: οὓς δὴ Πέτρος πληροφορεῖν βουλόμενος ὡς οὐδὲν τοιοῦτο πεπραχὼς εἴη, ὑπομνήματα γέγραφεν, ἐν οἷς τινες εἰρήκασι μηδὲν τοιοῦτο συνειδέναι πεπραχότι τῷ Πέτρῳ.

Οὗτος ὁ Πέτρος, ὡς κόθορνος καὶ παλίμβολος Niceph. xvi 13 καὶ τοῖς καιροῖς συνδιατιθέμενος, ἥκιστα πρὸς μίαν ἔστη γνώμην, νῦν μὲν ἀναθεματίζων τὴν ἐν Καλχηδόνι σύνοδον, νῦν δὲ παλινῳδίαν λέγων καὶ ταύτην ψήφοις ἁπάσαις δεχόμενος. Γέγραφε τοίνυν ἐπιστολὴν ὁ αὐτὸς Πέτρος πρὸς Ἀκάκιον τὸν Κωνσταντινουπόλεως πρόεδρον, ἐπὶ λέξεως ἔχουσαν οὕτως: Ὁ θεὸς ὁ ὕψιστος τὴν σὴν ἁγιωσύνην ἀμείψεται Ibid. 14 ὑπέρ τε πόνων καὶ καμάτων τοσούτων ὧν περιόδοις χρόνων ἐφύλαξας τὴν τῶν ἁγίων πατέρων πίστιν, ἣν ἀκαταπαύστως κηρύττων ἐβεβαίωσας. Ἐν ᾗ καὶ τὸ σύμβολον κείμενον τῶν τριακοσίων δέκα ὀκτὼ ἁγίων πατέρων εὑρόντες ἀκολούθως ἐν ᾧ βαπτισθέντες ἐπιστεύσαμεν καὶ πιστεύομεν: ὅπερ καὶ ἐβεβαίωσαν οἱ συνελθόντες ἐν Κωνσταντινουπόλει ἅγιοι πατέρες ἑκατὸν πεντήκοντα. Ἀκαταπαύστως τοίνυν πάντας ὁδηγῶν ἥνωσας τὴν ἁγίαν τοῦ θεοῦ ἐκκλησίαν, πείσας ἡμᾶς διὰ μεγίστων ὑποδειγμάτων ὡς οὐδέν ἐστι παρὰ ταῦτα πεπραγμένον ἐν τῇ ἁγιωτάτῃ καὶ οἰκουμενικῇ συνόδῳ τῇ ἐν Καλχηδόνι γενομένῃ, συμφωνούσῃ καὶ βεβαιούσῃ τὰ τοῖς ἐν Νικαίᾳ ἁγίοις πατράσιν. Οὐδὲν γὰρ εὑρόντες καινὸν αὐτοτελῶς συνῃνέσαμεν καὶ πεπιστεύκαμεν. Μεμαθήκαμεν δὲ ὥς τινες μονάζοντες φθονοῦντες τῇ ἡμῶν ἀδελφότητι εἰς τὰς ὑμῶν ὁσίας ἀκοὰς εἰσήνεγκαν λοιδορίας τινὰς οὐκ εὐχερῶς μεταγούσας εἰς λύπην τὴν ὑμῶν ὁσιότητα: καὶ πρῶτον μὲν ὡς τὰ λείψανα τοῦ ἐν ἁγίοις ἡμῶν πατρὸς τοῦ μακαρίου ἀρχιεπισκόπου Τιμοθέου μετηνέγκαμεν εἰς ἕτερον τόπον: ὅπερ πρᾶγμα οὔτε θεῷ οὔτε νόμοις πρέπον ἐστί. Καὶ ἐπὶ τούτοις εἰς ἕτερον μετεπήδησαν ἀσύστατον καὶ τοῦ προτέρου χεῖρον.Πῶς γὰρ ἀναθεματίζειν εἴχομεν τὴν ἐν Καλχηδόνι ἁγίαν σύνοδον, ᾗ πιστεύσαντες ἐβεβαιώσαμεν; Οὐκ ἀγνοεῖται δὲ, οὐδὲ λέληθε τὴν ὑμῶν θεοφίλειαν τῶν παῤ ἡμῖν λαῶν ὁ ζῆλος καὶ ἡ ἐλαφρία καὶ τῶν νεωτερίζειν ἐθελόντων μοναζόντων, οἵτινες μελετήσαντες ἅμα τισὶν ἐθελοκάκοιστῆς ἐκκλησίας ἀποσκιρτήσασι τοὺς λαοὺς ἀποσπᾶν ἐπιχειροῦσι. Καὶ διὰ τῶν ὑμετέρων εὐχῶν, ἐσκεψάμεθα λόγον θεραπείας ἐχόμενον μηδὲν βλάπτοντα τὴν ἁγίαν σύνοδον τὴν ἐν Καλχηδόνι, εἰδότες οὐδὲν καινὸν ἔχειν αὐτὴν πεπραγμένον: καὶ πρὸς πεισμοσύνην τῶν ἀκεραίωνκαὶ ἀπολογίαν τοὺς ἐπισυνελθόντας ἡμῖν τοῦτο λέγειν πεποιήκαμεν. Καὶ τοῦτο μὲν πολὺς γενόμενος ταχέως ἐκώλυσα. Γνωρίζω δὲ τὴν ὑμῶν ἁγιωσύνην ὡς μέχρι καὶ νῦν οὐ παύονται οἱ τὰ ζιζάνια σπείροντες ἀεὶ μονάζοντεσὄργανα ἑαυτοῖς ἐγκαταμίξαντές τινων μοναστήριά ποτε μὴ οἰκησάντων, καὶ περιέρχονται φήμας θρυλλοῦντες διαφόρους καθ̓ ἡμῶν καὶ κατὰ τῆς ἐκκλησιαστικῆς τοῦ Χριστοῦ εἰρήνης, καὶ μηδὲν ἡμᾶς συγχωροῦντες κανονικῶς καὶ πρεπόντως τῇ ἁγίᾳ τοῦ θεοῦ καθολικῇ ἐκκλησίᾳπράττειν, παρασκευάζοντες τοὺς παῤ ἡμῖν λαοὺς μᾶλλον ἄρχειν ἡμῶν ἤπερ πείθεσθαι ἡμῖν, καὶ θέλουσι ποιεῖν ὅσα μὴ πρέπει θεῷ. Πιστεύομεν δὲ ὡς ἡ ὑμῶν ἁγιωσύνη διδάξει πάντα τὸν θειότατον δεσπότην τῆς οἰκουμένης, καὶ παρασκευάσει ὥστε τύπον αὐτοῖς παρασχεθῆναιπαρὰ τῆς αὐτοῦ γαληνότητος, τὸν δέοντα περὶ τῆς ἐκκλησιαστικῆς εἰρήνης πρεπούσης θεῷ τε καὶ βασιλεῖ, ὥστε πάντας ἐν τούτοις κατευνάζειν.

Ὁ δὲ Ἰωάννης ὁ ἐν Ῥώμῃ πεφευγὼς Φίληκα Niceph. xvi 15 Conc. vii 1053 Theophan. 131 Liberat. xviii τὸν μετὰ Σιμπλίκιον τῆς Ῥώμης ἐπίσκοπον παρηνώχλει περὶ τῶν παρὰ Πέτρου γενομένων, καὶ πείθει, ὡς Ζαχαρίας λέγει, καθαιρετικὸν Ἀκακίῳ διαπεμφθῆναι παρὰ τοῦ αὐτοῦ Φίληκος τῆς πρὸς Πέτρον ἕνεκα κοινωνίας. Ὅπερ ὡς ἀκανονίστως γενόμενον, καθὼς ἱστόρηται τῷ αὐτῷ Ζαχαρίᾳ — ἐπιδεδώκασι γὰρ ἔνιοι τῶν ἐν τῇ μονῇ τῶν Ἀκοιμήτων καλουμένων τὸν μοναδικὸν μετιόντες βίον — , ὁ Ἀκάκιος οὐ προσήκατο. Καὶ ταῦτα μὲν Ζαχαρίᾳ γέγραπται. Δοκεῖ δέ μοι μηδὲν τῶν ἐπὶ τούτῳ πραχθέντων εἰδέναι, μόνην δὲ ἀκοὴν ἠκρωτηριασμένην ἀφηγήσασθαι. Ἐγὼ δὲ τῶν γεγενημένων τὴν ἀκρίβειαν ἔρχομαι λέξων. Λιβέλλων ἐπιδεδομένων πρὸς Ἰωάννου Niceph. xvi 16 Conc. vii 1108 Liberat. xviii τῷ Φίληκι κατὰ Ἀκακίου ὡς ἀθέσμως Πέτρῳ κοινωνοῦντος, καὶ περὶ ἑτέρων ἀκανονίστως παῤ αὐτοῦ γιγνομένων, στέλλονται πρὸς τοῦ Φίληκος παρὰ τὸν Ζήνωνα Βιτάλιος καὶ Μισῖνος ἐπίσκοποι, ἐφ̓ ᾧ τὴν ἐν Καλχηδόνι σύνοδον κρατεῖν ἀπελαθῆναί τε τὸν Πέτρον ὡς αἱρετικὸν καὶ Ἀκάκιον πεμφθῆναι πρὸς τὸν Φίληκα, περὶ ὧν Ἰωάννης, οὗ πολλάκις ἐμνήσθημεν, ἐναγάγοι τὰς εὐθύνας παρέξοντα.

Πρὶν ἢ δὲ τούτους φθῆναι τὴν βασιλέως, Κύριλλος Niceph. xvi 16 ὁ τῶν Ἀκοιμήτων καλουμένων ἡγούμενος στέλλει πρὸς Φίληκα καταμεμφόμενος τὴν βραδυτῆτα, τηλικούτων κατὰ τῆς ὀρθῆς πίστεως ἁμαρτανομένων: καὶ γράφει Φίληξ τοῖς περὶ Μισῖνον μηδὲν πρᾶξαι πρὶν τῷ Κυρίλλῳ συντύχοιεν καὶ παῤ αὐτοῦ τὸ πρακτέον μάθοιεν.

Γεγόνασι πρὸς αὐτοὺς καὶ ἕτερα πρὸς τοῦ Niceph. ibid. Conc. vii 1028 s#3. Φίληκος ὑπομνηστικά, καὶ πρὸς τὸν Ζήνωνα γράμματα περί τε τῆς ἐν Καλχηδόνι συνόδου καὶ τοῦ ἐν Ἀφρικῇ διωγμοῦ τοῦ κατὰ Ὀνώριχον. Ἐπέστειλε δὲ καὶ πρὸς Ἀκάκιον. Πρὸς ὃν ὁ Ζήνων ἀντέγραφε μάτην τὸν Ἰωάννην αὐτὸν διαταράξαι, διομοσάμενον μὲν μηδαμῆ Ibid. 992 μηδαμῶς παριέναι διὰ τοῦ θρόνου τῆς Ἀλεξανδρέων, παραβάντα δὲ καὶ τὰ ὠμοσμένα ἀλογήσαντα πᾶσαν ἱεροσυλίαν ἐργάσασθαι: καὶ Πέτρον δὲ μὴ ἀβασανίστως προχειρισθῆναι, ἀλλ̓ αὐτοχειρίᾳ ὑπογράψαντα δέχεσθαι τὴν πίστιν τῶν τριακοσίων δέκα ὀκτὼ ἁγίων πατέρωντῶν ἐν Νικαίᾳ συνεληλυθότων, ᾗτινι καὶ ἡ ἐν Καλχηδόνι ἁγία σύνοδος ἠκολούθησε. Καὶ ταῦτα γέγραπται ἐπὶ ῥήματος: Ὀφείλειν ἀσφαλῶς ἔχειν καὶ τὴν ἡμετέραν εὐσέβειαν καὶ τὸν προλεχθέντα ἁγιώτατον Πέτρον καὶ πάσας τὰσἁγιωτάτας ἐκκλησίας τὴν Καλχηδοναίων ἁγιωτάτην σύνοδον δέχεσθαι καὶ σέβειν, ἥτις συνέστη τῇ πίστει τῇ ἐν τῇ Νικαέων συνόδῳ. Καὶ ἐμφέρονται τοῖς [τε] πεπραγμένοις ἐπιστολαὶ παρά τε Κυρίλλου τοῦ λεχθέντος καὶ ἑτέρων ἀρχιμανδριτῶντῆς βασιλίδος καὶ παρὰ ἐπισκόπων καὶ κληρικῶν τοῦ Αἰγυπτιακοῦ κλίματος πρὸς Φίληκα κατὰ Πέτρου ὡς αἱρετικοῦ καὶ τῶν κοινωνούντων αὐτῷ. Οἳ καὶ διήλεγξαν — οἱ ἐκ τῆς μονῆς τῶν Ἀκοιμήτων ἀφιγμένοι πρὸς Φίληκα — τοὺς περὶ Μισῖνον, ὡς μέχρι τῆς αὐτῶν παρουσίας τῆσἀνὰ τὸ Βυζάντιον ἐν παραβύστῳ Πέτρος ἐν ταῖς ἱεραῖς δέλτοις ἀνεγινώσκετο, καὶ ἐξ ἐκείνου ἕως νῦν ἀναφανδόν: καὶ οὕτως τοὺς περὶ Μισῖνον κοινωνῆσαι. Καὶ ἡ ἐπιστολὴ δὲ τῶν Αἰγυπτίων τὰ αὐτὰ περὶ Πέτρου ἔλεγεν, καὶ ὡς Ἰωάννης μὲν ὀρθόδοξος ὢν ἐνθέσμως κεχειροτόνητο,Πέτρος δὲ ὑπὸ δύο καὶ μόνων ἐπισκόπων παραπλησίων αὐτῷ τὴν κακοδοξίαν ἐχειροτονήθη: καὶ ὡς ἄρτι μετὰ τὴν φυγὴν Ἰωάννου πάσης αἰκίας ἰδέα κατὰ τῶν ὀρθοδόξων ἐπηνέχθη: ταῦτά τε πάντα γνῶναι τὸν Ἀκάκιον δἰ ἐνίων αὐτῷ κατὰ τὴν βασιλέως ἀφιγμένων: καὶ συνεργὸν ἐνπᾶσιν εὑρεῖν Πέτρῳ τὸν Ἀκάκιον.

Ἐπηύξησε δὲ ταῦτα Συμεώνης μοναχὸς τῶν Niceph. xvi 16 Liberat. xviii Ἀκοιμήτων ὁ παρὰ Κυρίλλου σταλείς. Διήλεγξε γὰρ τοὺς περὶ Μισῖνον καὶ Βιτάλιον κοινωνήσαντας τοῖς αἱρετικοῖς, διαρρήδην ἐκφωνηθέντος τοῦ ὀνόματος Πέτρου ἐν τοῖς ἱεροῖς διπτύχοις, καὶ ταύτῃ ὑπαχθῆναι πολλοὺς τῶν ἁπλουστέρων ὑπὸ τῶν αἱρετικῶν, λεγόντων δεχθῆναι τὸν Πέτρον καὶ πρὸς τοῦ Ῥώμης θρόνου. Καὶ πρὸς πεύσεις δὲ διαφόρους ἔλεγεν ὁ Συμεώνης μὴ ἀνασχέσθαι τοὺς περὶ Μισῖνον ἐντυχεῖν ὀρθοδόξῳ τινί, ἢ γραμμάτων ἀπόδοσιν ποιήσασθαι, ἤ τι τῶν τολμωμένων κατὰ τῆς ὀρθῆς πίστεως ἀκριβῶσαι. Παρήχθη δὲ καὶ Σιλβανὸς πρεσβύτερος συνὼν Μισίνῳ καὶ Βιταλίῳ ἀνὰ τὴν Κωνσταντίνου, ὃς τὴν τῶν μοναχῶν φωνὴν ἐπεβεβαίωσεν. Ἀνεγνώσθη καὶ Ἀκακίου ἐπιστολὴ πρὸς Σιμπλίκιον, λέγουσα πάλαι καθῃρῆσθαι Πέτρον καὶ υἱὸν νυκτὸς Conc. vii 983 καθεστάναι. Καὶ ἐπὶ τούτοις τῆς ἱερωσύνης ἀπεκινήθησαν καὶ τῆς ἀχράντου κοινωνίας ἐχωρίσθησαν Μισῖνός Ibid. 1140 Theophan. 132 τε καὶ Βιτάλιος, πάσης τῆς συνόδου ψηφισαμένης ἐπὶ λέξεως ταῦτα: Πέτρον τὸν αἱρετικὸν τὸν καὶ πάλαι τῇ ψήφῳ τῆς Cf. Conc. vii 1065 ἱερᾶς καθέδρας κατακριθέντα ἀποκηρυχθέντα τε καὶ ἀναθεματισθέντα, ἡ Ῥωμαίων ἐκκλησία οὐ δέχεται. ᾯ τινι εἰ καὶ μὴ ἄλλο τι ἀντετίθετο, τοῦτο ἤρκεσεν ἂν ὅτι ἀπὸ αἱρετικῶν χειροτονηθεὶς τῶν ὀρθοδόξων ἡγεῖσθαι οὐκ ἠδύνατο. Περιέχει δὲ καὶ τοῦτο: Ἀκάκιον δὲ τὸν τῆς Κωνσταντινουπόλεως Cf. Ibid. 1066 μεγίστης εὐθύνης ἄξιον τὸ πρᾶγμα ἀπέδειξε, διότι πρὸς Σιμπλίκιον γράφων καὶ αἱρετικὸν καλέσας τὸν Πέτρον νῦν τῷ βασιλεῖ οὐ πεφανέρωκε, δέον εἴπερ ἠγάπα τὸν Ζήνωνα τοῦτο πρᾶξαι. Ἀλλὰ μᾶλλον τῷ πόθῳ ἀγαπᾷ τὸν βασιλέα, οὐ τὴν πίστιν ἀγαπᾷ. Niceph. xvi 17 Ἀλλ̓ ἐπὶ τὰ ἑξῆς τὸν λόγον ἐπαναγάγωμεν. Φέρεται Ἀκακίου ἐπιστολὴ πρὸς τοὺς ἐν Αἰγύπτῳ προέδρους κληρικούς τε καὶ μοναχοὺς καὶ πρὸς ἅπαντα τὸν λεών,δἰ ἧς ἐπειράθη τὸ γενόμενον ἀνακαλέσασθαι σχίσμα. Περὶ ὧν καὶ πρὸς Πέτρον τὸν Ἀλεξανδρείας ἐπίσκοπον γέγραφε.

Ἀκμάζοντος τοίνυν τοῦ σχίσματος ἐν Ἀλεξανδρείᾳ, Niceph. ibid. Zacharias vi 1 — 3 Πέτρος ἐνίους τῶν ἐπισκόπων καὶ ἀρχιμανδριτῶνκοινωνεῖν αὐτῷ πεποίηκε, τὸν Λέοντος αὖθις ἀναθεματίσας τόμον καὶ τὰ ἐν Καλχηδόνι πεπραγμένα καὶ τοὺς μὴ δεχομένους τὰ συγγράμματα Διοσκόρου καὶ Τιμοθέου. Καὶ ὡς τοὺς ἄλλους πείθειν οὐκ ἴσχυε, τοὺς πλείστους ἐκ τῶν οἰκείων ἀπήλαυνε μοναστηρίων: ἐφ̓ οἷς Νηφάλιοσἀνὰ τὴν βασιλέως γενόμενος τὰ περὶ τούτων ἀνήγγειλε τῷ Ζήνωνι. Ὃς συνταραχθεὶς Κοσμᾶν ἐκπέμπει ἕνα τῶν ὑπασπιζόντων αὐτῷ μυρίας κατὰ Πέτρου τῆς ἑνώσεως χάριν ἐπιφερόμενον ἀπειλάς, ὡς δὴ διὰ τῆς οἰκείας τραχύτητος διάστασιν μεγάλην εἰργασμένου. Καὶ μηδενὸστῶν κατὰ σκοπόν οἱ προχωρήσαντος, ἀνεχώρει πρὸς τὴν βασιλέως ὁ Κοσμᾶς, μόνοις τοῖς ἀπελαθεῖσιν ἀποδοὺς Zacharias vi 4 τὰ οἰκεῖα καταγώγια. Καὶ πέμπεται αὖθις πρὸς τοῦ βασιλέως Ἀρσένιος ἡγεμὼν Αἰγύπτου τε καὶ τῶν στρατιωτικῶν ταγμάτων προβεβλημένος: ὃς σὺν Νηφαλίῳτὴν Ἀλεξάνδρου κατειληφὼς λόγους περὶ τῆς ἑνώσεως ἐκίνει, καὶ μὴ πείσας ἐνίους τούτων ἐκπέμπει ἀνὰ τὴν βασιλίδα πόλιν. Πλεῖστοι μὲν οὖν παρὰ τῷ Ζήνωνι περὶ τῆς ἐν Καλχηδόνι συνόδου κεκίνηντο λόγοι: ἐκβέβηκε δὲ πρὸς ἔργον οὐδέν, παντελῶς οὐ συνθεμένουΖήνωνος τὴν ἐν Καλχηδόνι σύνοδον ἀναθεματίζειν.

Ἐν τοσούτῳ δὲ Ἀκακίου τοῦ Κωνσταντινουπόλεως Niceph. xvi 19 τὴν κοινὴν στειλαμένου πορείαν, Φραυίτας τὴν Zacharias vi 4 — 6 Theophan. 133 ἐπισκοπὴν διαδέχεται. Καὶ συνοδικοῖς χρησαμένου τοῦ Φραυίτου πρὸς τὸν Ἀλεξανδρείας Πέτρον, ἀμοιβαίοις ὁ Πέτρος ἐχρήσατο γράμμασι, τὰ αὐτὰ περὶ τῶν ἐν Καλχηδόνι πεπραγμένων διεξελθών. Ἐπειδὴ δὲ καὶ Φραυίτας τῶν ἐντεῦθεν ἐξεδήμησε τέσσαρας καὶ μόνους ἐπισκοπήσας μῆνας, Εὐφήμιος μετ̓ αὐτὸν ἐπίσκοπος κεχειροτόνητο. Οὗτος τὰς συνοδικὰς ἐπιστολὰς δέχεται Πέτρου τὰς πρὸς Φραυίταν γεγενημένας. Καὶ εὑρηκὼς τὸ κατὰ τῶν ἐν Καλχηδόνι γεγενημένον ἀνάθεμα λίαν ἐταράττετο, καὶ ἑαυτὸν τῆς πρὸς Πέτρον κοινωνίας ἀπέρρηξε. Καὶ φέρεται τούτων ἐκατέρα ἐπιστολή, ἥ τε παρὰ Φραυίτου, ἥ τε παρὰ Πέτρου πρὸς Φραυίταν, ἃς διὰ τὸ μακρὸν τῆς λέξεως παρίημι. Μελλόντων τοιγαροῦν αὐτῶν πρὸς Niceph. xvi 20 ἀλλήλους ἀντιφέρεσθαι καὶ συνόδους ἐφ̓ ἑαυτοὺς καλεῖν, φθάνει τελευτήσας ὁ Πέτρος, καὶ διαδέχεται τούτου τὸν θρόνον Ἀθανάσιος: ὃς ἐπειράθη τοὺς διαστάντας συνάψαι, οὐκ ἴσχυσε δὲ πρὸς διαφόρους γνώμας τῶν μερῶν ἀποκριθέντων. Ὅστις Ἀθανάσιος μετὰ ταῦτα συνοδικὰς ἐπιστολὰς διαπεμπόμενος Παλλαδίῳ τῷ μετὰ Πέτρον ἐπισκοπήσαντι τὴν Ἀντιόχου, τὰ παραπλήσια πέπραχε περὶ τῆς ἐν Καλχηδόνι συνόδου. Ταὐτὸ δὲ τοῦτο καὶ Ἰωάννης ὁ μετὰ Ἀθανάσιον τὸν ἐν Ἀλεξανδρείᾳ θρόνον Theophan 140, 142 διαδεξάμενος. Καὶ Παλλαδίου τελευτήσαντος τοῦ ἐν Ἀντιοχείᾳ προέδρου, καὶ Φλαβιανοῦ τὸν ἐκείνου θρόνον διαδεξαμένου, πέμπεται πρὸς αὐτοῦ κατὰ τὴν Ἀλεξάνδρειαν Σολομὼν Ἀντιοχείας πρεσβύτερος, συνοδικά τε κομίζων καὶ ἀμοιβαίους συλλαβὰς ζητῶν Ἰωάννου πρὸς Φλαβιανόν. Καὶ μετὰ Ἰωάννην δὲ ἕτερος Ἰωάννης τὸν Ibid. 149 Ἀλεξανδρείας διαδέχεται θρόνον. Καὶ ταῦτα μὲν οὕτω προὐκεχωρήκει μέχρι τινῶν τῶν Ἀναστασίου χρόνων. Εὐφήμιον γὰρ αὐτὸς ἐκβεβλήκει: ἅπερ ἠνάγκασμαι καθ̓ Ibid. 140 Malal. 400 Theod. Lect. ii 15 εἱρμὸν συνάψαι σαφηνείας τε καὶ εὐμαθείας ἕνεκα. Malal. 381 Joh. Nikiu c. 88, p.480 Theophan. 125 FHG iv 117 Niceph. xvi 8

Ὁ δὲ Ζήνων Ἰλλοῦ γνώμῃ καὶ τὸν Ἁρμάτον ἀναιρεῖ συγγενῆ Βερίνης τῆς βασιλίδος: ὃν καὶ καταπεμφθέντα πρὸς Βασιλίσκου δώροις ὁ Ζήνων ἁλίσκει, καὶ σύμμαχον αὐτὸν ἀντὶ πολεμίου ποιεῖται, καὶ Βασιλίσκον τὸν αὐτοῦ παῖδα Καίσαρα χειροτονεῖ ἐν Νικαίᾳ τῇ πόλει.Παρελθὼν δὲ εἰς Βυζάντιον τὸν μὲν Ἁρμάτον δολοφονεῖ, Βασιλίσκον δὲ τὸν αὐτοῦ παῖδα ἀντὶ Καίσαρος ἱερέα δείκνυσιν: ὃς ὕστερον καὶ τῆς ἀρχιερωσύνης ἠξίωτο.

Ἐπανίσταται δὲ τῷ Ζήνωνι καὶ Θευδέριχος Niceph. xvi 21 Theophan. 126 Joh. Antioch. FHG iv 619 Marcell. Com. a. 481 Cf. FHG iv 139 — 140 Σκύθης ὣν γένος: καὶ τὰς οἰκείας δυνάμεις ἀνὰ τὴνΘρᾳκῶν ἀθροίσας ἐπιστρατεύει κατὰ τοῦ Ζήνωνος: καὶ μέχρι στόματος τοῦ Πόντου δῃώσας τὰ ἐν ποσὶ χωρία μικροῦ τὴν βασίλειον εἷλε πόλιν, εἴ γε μή τινες τῶν ἐς τὰ μάλιστα αὐτῷ ἐπιτηδείων ὑπαχθέντες ἐβουλεύσαντο αὐτὸν ἀνελεῖν. Ὃς ἐθελοκακοῦντας τοὺς οἰκείους ἐγνωκὼσεἰς τοὐπίσω μὲν ἀποχωρεῖ, οὐ πολλῷ δὲ ὕστερον τοῖς ἀπελθοῦσι συναριθμεῖται. Λέξω δὲ καὶ τὸν τῆς τελευτῆς τρόπον ὧδε γενόμενον. Δόρυ διηγκυλημένον πρὸ τῆς σκηνῆς αὐτῷ μετῃώρητο σχῆμα βαρβαρικόν. Εἶτα διακινῆσαι τὸ σῶμα βουληθεὶς ἵππον ἀχθῆναι προστέταχεν,ἀναβολεῖ δὲ οὐκ εἰωθὼς χρῆσθαι τῷ ἵππῳ προσήλατο. Ὁ δὲ ἀγελαῖός τις ὢν καὶ ὑβριστής, οὔπω περιβάδην Θευδερίχου καθίσαντος, μετεωρίζει τὼ πρόσθε πόδε, τὼ ὀπισθίω μόνω ἀκροβατῶν: ὡς διαφιλονεικοῦντα τὸν Θευδέριχον καὶ μήτε τῷ χαλινῷ ἀνασειράζειν τὸν ἵπποντολμῶντα ὡς ἂν μὴ ἐμπέσοι γε αὐτῷ, μηδὲ τῆς ἕδρας βεβαίως ἀντεχόμενον, τῇδε κἀκεῖσε περιδονεῖσθαι, διασεῖσαί τε τὴν αἰχμήν, ταύτην δὲ ἐπ̓ αὐτὸν ἐνεχθῆναι πλαγίαν καὶ τὴν πλευρὰν κατατρῶσαι: ἔνθεν τε κλινήρη γενόμενον καὶ βραχείας ἡμέρας ἀρκέσαντα, τὸν βίον ἐκτοῦδε τοῦ τραύματος καταστρέψαι.

Μετὰ ταῦτα διενεχθεὶς πρὸς Ζήνωνα καὶ Μαρκιανός, Niceph. xvi 22 Theod. Lect. i 37 παῖς μὲν Ἀνθεμίου τοῦ Ῥώμης βασιλεύσαντος, κῆδος δὲ πρὸς Λέοντα τὸν βεβασιλευκότα πρότερον Theophan. 126 Joh. Antioch. FHG iv 619 Cand. Is. ibid. 137 ἐσχηκώς, ἐπεὶ τὴν νεωτέραν αὐτοῦ θυγατέρα Λεοντίαν ἐσῳκίσατο, τυραννεῖν ἐπειρᾶτο: καὶ μάχης ἰσχυρᾶς περὶ τὰ βασίλεια συρραγείσης καὶ πολλῶν ἑκατέρωθεν πεπτωκότων, τρέπει τοὺς ἐναντίους ὁ Μαρκιανός: καὶ τῶν βασιλείων ἐγκρατὴς γέγονεν ἄν, εἰ μὴ τὸν καιρὸν παρῆκεν ἐς αὔριον τὴν πρᾶξιν ἀναβαλλόμενος. Ὀξυπετὴς γὰρ ὁ καιρὸς καὶ παρὰ πόδας μὲν ἰὼν ἴσως ἁλίσκεται, ἐπὰν δὲ τὴν λαβὴν διαδράσοι, μετεωροπορεῖ γελᾷ τε τοὺς διώκοντας, ἐφικτὸς αὐτοῖς λοιπὸν οὐκ ἀνεχόμενος εἶναι. Ὅθεν ἀμέλει οἱ πλάσται καὶ ζωγράφοι κόμην ἔμπροσθεν καθέντες αὐτῷ, τὴν κεφαλὴν ὄπισθεν ἐν χρῷ ξυρῶσιν: εὖ μάλα σοφῶς αἰνιττόμενοι, ὡς ὀπισθόπους μὲν τυγχάνων τῷ καθειμένῳ τῆς κόμης ἴσως κρατεῖται, ἐμπροσθόπους δὲ γενόμενος τέλεον διαφεύγει, οὐκ ἔχων ὅτῳ κρατηθείη τῷ διώκοντι. Ὅπερ καὶ ἐπὶ Μαρκιανῷ γέγονε τὸν μὲν εὔθετον αὐτῷ καιρὸν ἀπολέσαντι, ἐξευρεῖν δὲ τοῦτον λοιπὸν οὐ δυνηθέντι. Ἀνὰ γὰρ τὴν ἑξῆς πρὸς τῶν οἰκείων καταπροδοθεὶς καὶ μόνος ἀπολειφθεὶς πέφευγεν ἀνὰ τὸ τέμενος τῶν θεσπεσίων ἀποστόλων: ἐκεῖθέν τε πρὸς βίας ἀφελκυσθεὶς ἐς Καισάρειαν πόλιν τῆς Καππαδοκῶν ἐξοικίζεται. Καί τισι μοναχοῖς συναγελαζόμενος ὕστερον ἐφωράθη λαθεῖν ἐθέλων, καὶ πρὸς τοῦ βασιλέως εἰς Ταρσὸν τῆς Κιλικίας ἐκπεμφθεὶς καὶ τὴν κόμην ἀποθέμενος πρεσβύτερος χειροτονεῖται. Γέγραπται ταῦτα κομψῶς Εὐσταθίῳ τῷ Σύρῳ.

Ὁ αὐτὸς γράφει τὸν Ζήνωνα καὶ Βερίνῃ τῇ Niceph. xvi 23 Malal. 385 et Hermes vi 370 Theod. Lect. ii 3, 4 Joh. Antioch. FHG iv 620 et v 27 cf. ibid. iv 140 πενθερᾷ μυρίας ἐπιβουλὰς ῥάψαι, μετὰ δὲ ταῦτα καὶ πρὸς τὴν Κιλίκων ἐκπέμψαι χώραν, ὕστερον δὲ μεταβῆναι ταύτην πρὸς τὸ Παπιρίου λεγόμενον φρούριον, Ἰλλοῦ τυραννήσαντος, αὐτόθι τε τὸν βίον ἐκλιπεῖν. Καὶ τὰ κατὰ Ἰλλοῦν δὲ γράφει μάλα λογίως ὁ Εὐστάθιος, ὅπως πρὸς τοῦ Ζήνωνος ἐπιβουλευθεὶς διέφυγε, καὶ ὅπως Theophan. 127 Joh. Nikiu c. 88, p. 484 ὁ Ζήνων τὸν ἀποσφάξαι τοῦτον προσταχθέντα εἰς θάνατον ἐκδέδωκε, μισθὸν τῆς ἀποτυχίας τὴν τῆς κεφαλῆς ἐκτομὴν αὐτῷ παρασχών: ὃν καὶ στρατηγὸν ὁ Ζήνων τῶν ἑῴων ἀποδείκνυσι δυνάμεων, τὸ λαθεῖν πραγματευόμενος: ὁ δὲ Λεόντιον προσεταιρισάμενος Μάρσοντε αὖ ἄνδρα δόκιμον καὶ Παμπρέπιον ἀνὰ τὰ τῆς ἑῴας γέγονε μέρη. Εἶτα τὴν Λεοντίου ἀνάρρησιν τὴν ἐς Ταρσὸν τῆς Κιλικίας γενομένην, ὅπως τε καὶ οὗτοι τῆς Theophan. 130 Joh. Nikiu c. 88, p. 481 Malal. 383 τυραννίδος ἀπώναντο, Θευδερίχου κατ̓ αὐτῶν ἐκπεμφθέντος, ἀνδρὸς Γότθου τὸ γένος ὑπάρχοντος παρὰ Ῥωμαίοιστε αὖ ἐπισήμου, μετὰ ἡμεδαπῆς τε καὶ ἀλλοδαπῆς δυνάμεως, ἀναγράφει μάλα σοφῶς ὁ αὐτὸς Εὐστάθιος, καὶ τοὺς δειλαίως ἀνῃρημένους πρὸς Ζήνωνος ἀντὶ τῆς ἐς αὐτὸν εὐνοίας: καὶ ὅτι γε ὁ Θευδέριχος τῆς ἐπιβουλῆς Ζήνωνος αἰσθανόμενος ἐπὶ τὴν πρεσβυτέραν Ῥώμην ἀναχωρεῖ, τινὲς δέ φασιν ὡς καὶ ὑποθήκῃ Ζήνωνος. Καὶ 16 Ὀδόακρον μάχῃ κρατήσας ὑφ̓ ἑαυτὸν τὴν Ῥώμην ποιεῖται, ῥῆγα προσονομάσας ἑαυτόν.

Ὑπὸ τοῖς χρόνοις Ζήνωνος ἱστορεῖ Ἰωάννης ὁ Niceph. xvi 23 ῥήτωρ Μαμιανὸν ἐξ ἐπιδιφρίων ἐπίσημον ἄνδρα γενέσθαικαὶ τῆς συγκλήτου βουλῆς μετασχεῖν, καὶ ἐν Δάφνῃ τῷ προαστείῳ τὸν καλούμενον Ἀντίφορον οἰκοδομήσασθαι, πρώην ἀμπέλους δεδεγμένον καὶ πρὸς γεωργίαν ἐπιτήδειον χωρίον καθεστῶτα εὐθὺ τοῦ δημοσίου βαλανείου: οὖ Μαμιανὸς ὁ φιλόπολις ἡ χαλκῆ ἀνάκειταιεἰκών. Ἀνὰ δὲ τὴν πόλιν πόλιν δύο βασιλείους ἐργάσασθαι στοάς, τῇ τε οἰκοδομίᾳ λίαν εὐπρεπεῖς καὶ ταῖς ἐκ λίθων περιφανείαις τε καὶ διαυγείαις κεκοσμημένας: ὥσπερ δέ τι μεθόριον μέσον τῶν δύο βασιλείων στοῶν, τετράπυλον ἀναστῆσαι κίοσί τε καὶ τῇ ἐκ χαλκοῦ ὕλῃ μάλα κομψῶσἠσκημένον. Καὶ τὰς μὲν βασιλείους κατειλήφαμεν στοὰς μετὰ τῆς προσηγορίας ἔτι λείψανα τῆς πρώην εὐκοσμίας φερούσας, τῶν ἐκ Προκονήσου λίθων τῷ ἐδάφει συγκειμένων, οὐ μὴν τὴν οἰκοδομίαν ἔχουσάν τι τῶν ἐπισήμων: ἐκ τῶν γεγενημένων γὰρ παθημάτων ἔναγχος τὴν οἰκοδομίαν ἐδέξαντο, οὐδενὸς εἰς κόσμον ταύταις προστεθέντος. Τοῦ δὲ τετραπύλου τοῦ ὑπὸ Μαμιανοῦ γεγενημένου οὐδὲ ψιλὸν ἴχνος κατειλήφαμεν.

Τοῦ Ζήνωνος τοίνυν ἄπαιδος τελευτήσαντος ἐπιληψίας Niceph. xvi 24 Theophan. 135, 136 Theod Lect. ii 6 Malal. 391 Suidas s.v. Longinus cf. FHG iv 141 νόσῳ μετὰ ἕβδομον καὶ δέκατον ἔτος τῆς αὐτοῦ βασιλείας, ἤλπισε μὲν Λογγῖνος ὁ τούτου ἀδελφὸς εἰς μέγα δυνάμεως προκεχωρηκὼς τὴν βασιλείαν ἑαυτῷ περιθήσειν: οὐ μὴν τῶν δοκηθέντων ἔτυχεν. Ἡ γὰρ Ἀριάδνη Ἀναστασίῳ τὸν στέφανον περιτίθησιν, οὔπω μὲν ἥκοντι εἰς γερουσίαν, ἐν δὲ τῇ λεγομένῃ τῶν σιλεντιαρίων σχολῇ καταλεγομένῳ. Ἱστορεῖ δ̓ οὖν ὁ Εὐστάθιος μετὰ τὴν ἀρχὴν τῆς Διοκλητιανοῦ βασιλείας εἰς τὴν Ζήνωνος τελευτὴν καὶ τὴν ἀνάρρησιν Ἀναστασίου ἔτη διελθεῖν ἑπτὰ καὶ διακόσια: ἀπὸ δὲ τῆς Αὐγούστου μοναρχίας ἔτη δύο καὶ τριάκοντα καὶ πεντακόσια πρὸς μησὶν ἑπτά: ἀπὸ δὲ τῆς Ἀλεξάνδρου τοῦ Μακεδόνος ἀρχῆς ἔτη δύο καὶ τριάκοντα καὶ ὀκτακόσια ὁμοίως πρὸς μησὶν ἑπτά: ἐκ δὲ τῆς Ῥωμαίων καὶ Ῥωμύλου βασιλείας, ἔτη δύο καὶ πεντήκοντα καὶ χίλια καὶ πρός γε μῆνας ἑπτά: ἀπὸ δὲ ἁλώσεως Τροίας ἔτη ἓξ καὶ ὀγδοήκοντα καὶ ἑξακόσια καὶ χίλια πρὸς μησὶν ἑπτά. Οὗτος ὁ Niceph. xvi 25 Ἀναστάσιος πατρίδα τὴν Ἐπίδαμνον ἔχων, Δυρράχιον νῦν προσηγόρευται, τήν τε Ζήνωνος βασιλείαν καὶ γαμετὴν τοῦ αὐτοῦ Ζήνωνος τὴν Ἀριάδνην εἰσοικίζεται. Καὶ πρῶτα μὲν Λογγῖνον Ζήνωνος ἀδελφὸν τὴν τοῦ Joh. Antioch.FHG v 30 μαγίστρου ἀρχὴν διέποντα, ὃν ἡγεμόνα τῶν ἐν τῇ αὐλῇ τάξεων οἱ πρόσθεν ἐκάλουν, ἀνὰ τὴν ἐνεγκαμένην ἐκπέμπει, εἶτα δὲ καὶ πολλοὺς ἑτέρους Ἰσαύρους τοῦτο δῆθεν αἰτήσαντας.

Οὗτος ὁ Ἀναστάσιος, εἰρηναῖός τις ὤν, οὐδὲν Niceph. xvi 25 καινουργεῖσθαι παντελῶς ἠβούλετο, διαφερόντως περὶ τὴν ἐκκλησιαστικὴν κατάστασιν. Καὶ διὰ παντὸς ᾔει τρόπου τάς τε ἁγιωτάτας ἐκκλησίας ἀταράχους μεῖναι ἅπαν τε τὸ ὑπήκοον βαθείας γαλήνης ἀπολαύειν, πάσης Joh. Nikiu c. 89, p. 500 ἔριδος καὶ φιλονεικίας ἐκ τῶν ἐκκλησιαστικῶν τε καὶ πολιτικῶν πραγμάτων ἐκποδὼν γενομένων. Ἡ μὲν οὖν ἐν Καλχηδόνι σύνοδος ἀνὰ τούτους τοὺσχρόνους οὔτε ἀναφανδὸν ἐν ταῖς ἁγιωτάταις ἐκκλησίαις ἐκηρύττετο, οὔτε μὴν ἐκ πάντων ἀπεκηρύττετο. Ἕκαστοι δὲ τῶν προεδρευόντων ὡς εἶχον νομίσεως διεπράττοντο. Κἂν ἔνιοι μὲν τῶν ἐκτεθειμένων αὐτῇ μάλα γεννικῶς ἀντείχοντο, καὶ πρὸς οὐδεμίαν ἐνεδίδοσαν συλλαβὴν τῶνὁρισθέντων παῤ αὐτῆς, οὐδὲ μὴν γράμματος ἐναλλαγὴν παρεδέχοντο: ἀλλὰ καὶ μετὰ πολλῆς ἀπεπήδων τῆς παρρησίας, καὶ κοινωνεῖν παντελῶς οὐκ ἠνείχοντο τοῖς μὴ δεχομένοις τὰ παῤ αὐτῆς ἐκτεθειμένα. Ἕτεροι δὲ οὐ μόνον οὐκ ἐδέχοντο τὴν ἐν Καλχηδόνι σύνοδον καὶ τὰπαῤ αὐτῆς ὁρισθέντα, ἀλλὰ καὶ ἀναθέμασι περιέβαλλον αὐτήν τε καὶ τὸν Λέοντος τόμον. Ἄλλοι τοῖς ἑνωτικοῖς Ζήνωνος ἐνισχυρίζοντο, καὶ ταῦτα πρὸς ἀλλήλους διερρωγότες τῇ τε μιᾷ καὶ ταῖς δύο φύσεσιν, οἱ μὲν τῇ συνθήκῃ τῶν γραμμάτων κλαπέντες, οἱ δὲ καὶ πρὸς τὸ εἰρηνικώτερονμᾶλλον ἀποκλίναντες: ὡς πάσας τὰς ἐκκλησίας εἰς ἰδίας ἀποκριθῆναι μοίρας καὶ μηδὲ κοινωνεῖν ἀλλήλοις Cyrill. Scyth. Sabae vita c. 50 τοὺς προεδρεύοντας. Ἐντεῦθεν πλεῖστα τμήματα κατά τε τὴν ἑῴαν ἀνά τε τὰ ἑσπέρια μέρη καὶ κατὰ τὴν Λιβύην ἐτύγχανον ὄντα, οὔτε τῶν ἑῴων ἐπισκόπων τοῖς ἑσπερίοισἣ τοῖς Λίβυσι σπενδομένων οὔτε αὖ τούτων τοῖς ἑῴοις. Τὸ δὲ μείζον̓ εἰς ἀτοπίαν προῄει. Οὐδὲ γὰρ σφίσιν αὐτοῖς ἐκοινώνουν οἱ τῆς ἑῴας πρόεδροι, οὐδὲ μὴν οἱ τῆς Εὐρώπης ἢ τῆς Λιβύης τοὺς θρόνους διέποντες, μήτι γε δὴ καὶ ὑπερορίοις. Ἅπερ ὁ βασιλεὺς Ἀναστάσιοσθεώμενος τοὺς νεωτερίζοντας τῶν ἐπισκόπων ἐξωθεῖτο, εἴ που κατειλήφει παρὰ τὸ εἰωθὸς τοῖς τόποις τινὰ τὴν ἐν Καλχηδόνι σύνοδον κηρύττοντα ἢ ταύτην ἀναθέματι περιτιθέντα. Ἐκβέβληκε μὲν οὖν ἐκ τῆς βασιλίδος τῶν πόλεων πρῶτον μὲν Εὐφήμιον ὡς προγέγραπται, εἶτα Μακεδόνιον, μεθ̓ ὃν Τιμόθεος ἐγεγόνει, ἐκ δὲ τῆς Ἀντιόχου Φλαβιανόν.

Περὶ τοίνυν Μακεδονίου καὶ Φλαβιανοῦ γράφοντὸ ἐν Παλαιστίνῃ μοναδικὸν πρὸς Ἀλκίσωνα ἐπὶ λέξεως λέγει ταῦτα: Πέτρου δὲ κεκοιμημένου, πάλιν εἰς αὐτοὺς ἀπεσχίσθησαν Niceph. xvi 28 ʼ Λλεξάνδρειά τε καὶ Αἴγυπτος, Ἀθανασίου τοῦ μετὰ Πέτρον καταστάντος ἀναθεματισμὸν τῇ συνόδῳ ἀποστείλαντος ἔγγραφον ἐν τοῖς συνοδικοῖς τῷ τε Κωνσταντινουπόλεως καὶ τῷ Ἀντιοχείας καὶ τῷ Ἱεροσολύμων: καὶ μὴ δεχθέντος ἐξ ἐκείνου Ἀλεξάνδρειά τε καὶ Αἴγυπτος καὶ Λιβύη καθ̓ ἑαυτὰς διετέλεσαν, καὶ ἡ λοιπὴ πᾶσα ἀνατολὴ πάλιν καθ̓ ἑαυτήν, τῶν δυτικῶν μὴ ἀνεχομένων ἄλλως αὐταῖς κοινωνεῖν ἢ πρὸς τῷ ἀναθεματίζειν Νεστόριόν τε καὶ Εὐτυχῆ καὶ Διόσκορον προστιθέναι καὶ Πέτρον τὸν Μογγὸν καὶ Ἀκάκιον. Ἐν τούτοις οὖν τῶν ἀνὰ τὴν οἰκουμένην οὐσῶν ἐκκλησιῶν, οἱ γνήσιοι τῶν ἀπὸ Διοσκόρου καὶ Εὐτυχοῦς εἰς πάντη ἐλάχιστον περιέστησαν τὸν ἀριθμόν. Καὶ μελλόντων ὅσον οὐδέπω ἐκλιπεῖν ἀπὸ τῆς γῆς ὥστε μὴ ὑπάρχειν αὐτούς, Ξεναΐας ὁ τοῦ θεοῦ ξένος ἀληθῶς, οὐκ οἴδαμεν τί σκοπῶν ἢ ποίαν ἔχθραν πρὸς Φλαβιανὸν ἐκδικῶν, προφάσει δὲ τῆς πίστεως ὡς οἱ πολλοὶ διηγοῦνται, κινεῖν μὲν πρὸς αὐτὸν καὶ διαβάλλειν ἄρχεται ὡς Νεστοριανόν. Ἐκείνου δὲ Νεστόριον σὺν τῷ φρονήματι ἀναθεματίσαντος, μετέβαινε πάλιν ἐξ ἐκείνου ἐπὶ Διόσκορον καὶ Θεόδωρον καὶ Θεοδώρητον καὶ Ἴβαν καὶ Κύρον καὶ Εὐθέριον καὶ Ἰωάννην καὶ οὐκ ἴσμεν οὕστινας καὶ ὅθεν συλλεξάμενος: ὧν οἱ μὲν τὰ Νεστορίου ἀληθῶς ἐπρέσβευσαν, οἱ δὲ ὑπονοηθέντες ἀνεθεμάτισαν καὶ ἐν τῇ κοινωνίᾳ τῆς ἐκκλησίας κεκοίμηνται. Τούτους πάντας τὰ Νεστορίου, φησί, νοήσαντας εἰ μὴ ἀναθεματίσειας, τὰ Νεστορίου φρονεῖς, κἂν μυριάκις αὐτὸν μετὰ τοῦ φρονήματος ἀναθεματίζῃς. Ἀνεκίνει δὲ διὰ γραμμάτων καὶ τοὺς ἀπὸ Διοσκόρου τοῦ Εὐτυχοῦς συνηγόρους, πείθωνσυνάρασθαι μὲν αὐτῷ κατὰ Φλαβιανοῦ, μὴ μέντοι ἀναθεματισμὸν ἀπαιτεῖν τῆς συνόδου, ἀλλὰ τῶν προειρημένων μόνων προσώπων. Τοῦ δὲ ἐπισκόπου Φλαβιανοῦ τούτοις ἐπὶ πολὺ ἀντιτείναντος ἑτέρων τε μετὰ Ξεναΐα συμπλεκομένωνκατ̓ αὐτοῦ, Ἐλευσίνου μὲν ἐπισκόπου τινὸς τῆς δευτέρας Καππαδοκίας, Νικίου δὲ Λαοδικείας τῆς Συρίας, καὶ ἄλλων ἄλλοθεν — ὧν τὰς αἰτίας τῆς πρὸς Φλαβιανὸν μικροψυχίας ἑτέρων ἀλλ̓ οὐχ ἡμῶν διηγήσασθαι — , τέλος νομίσας διὰ τούτους εἰρηνεύειν αὐτοὺς εἶξεν αὐτῶν τῇφιλονεικίᾳ. Καὶ ἐγγράφως τὰ πρόσωπα ἀναθεματίσας ἀπέστειλε τῷ βασιλεῖ: καὶ αὐτὸν γὰρ κατ̓ αὐτοῦ κεκινήκασιν ὡς τὰ Νεστορίου πρεσβεύοντος. Μηδὲ τούτῳ οὖν ἀρκεσθεὶς ὁ Ξεναΐας τῆς συνόδου αὐτῆς πάλιν ἀναθεματισμὸν καὶ τῶν δύο φύσεις ἐπὶ τοῦ Κυρίουεἰρηκότων, τῆς σαρκὸς καὶ τῆς θεότητος, ἀπῄτει τὸν Φλαβιανόν: μὴ ὑπακούσαντος δέ, ὥσπερ Νεστοριανοῦ πάλιν κατηγόρει. Πολλῶν δὲ ἐπὶ τούτῳ κεκινημένων, καὶ τοῦ πατριάρχου ἔκθεσιν περὶ πίστεως πεποιημένου, ἐν ᾗ πρὸς καθαίρεσιν μὲν Νεστορίου καὶ Εὐτυχοῦς τὴνσύνοδον δέχεσθαι ὡμολόγει, μὴ μέντοι εἰς ὅρον καὶ διδασκαλίαν πίστεως, πάλιν ὡς τὰ Νεστορίου ὑπούλως φρονοῦντος ἐπελαμβάνοντο, εἰ μὴ καὶ τὸν ἀναθεματισμὸν αὐτῆς προσθείη τῆς συνόδου καὶ τῶν δύο φύσεις ἐπὶ τοῦ Κυρίου εἰρηκότων τῆς σαρκὸς καὶ τῆς θεότητος. Προσυπάγονταιδὲ πολλαῖς λόγων ἀπάταις καὶ τοὺς Ἰσαύρους: καὶ ποιήσαντες γραμματεῖον περὶ πίστεως, ἐν ᾧ τὴν σύνοδον μετὰ τῶν δύο φύσεις εἰρηκότων ἢ ἰδιότητας ἀναθεματίσαντες, Φλαβιανοῦ μὲν ἀφίστανται καὶ Μακεδονίου, ἄλλοις δὲ σπένδονται ὑπογράψασι τῷ γραμματείῳ. Ἐν τούτοις καὶ τὸν Ἱεροσολύμων ἀπῄτουν ἔγγραφον περὶ πίστεως: ὃς ἐκθέμενος ἀπέστειλε τῷ βασιλεῖ δἰ αὐτῶν τῶν ἀπὸ Διοσκόρου. Ὅπερ αὐτοὶ μὲν προφέρουσιν ἀναθεματισμὸν περιέχον τῶν δύο φύσεις εἰρηκότων: αὐτὸς δὲ ὁ Ἱεροσολύμων νενοθεῦσθαι παῤ αὐτῶν διαβεβαιούμενος, ἄλλο προφέρει δίχα τοιούτου ἀναθεματισμοῦ. Καὶ οὐ θαῦμα: καὶ γὰρ καὶ λόγους πατέρων πολλοὺς νενοθεύκασι, πολλοὺς δὲ Ἀπολιναρίου λόγους Ἀθανασίῳ καὶ Γρηγορίῳ τῷ Θαυματουργῷ καὶ Ἰουλίῳ διὰ τῶν ἐπιγραφῶν ἀνατεθείκασιν: οἷς μάλιστα τοὺς πολλοὺς πρὸς τὰς ἰδίας ἀσεβείας σφετερίζονται. Ἀπῄτουν δὲ καὶ Μακεδόνιον ἔγγραφον περὶ πίστεως: ὃ καὶ ἐξέθετο τὴν τῶν τριακοσίων δέκα ὀκτὼ καὶ τῶν ἑκατὸν πεντήκοντα μόνων εἰδέναι πίστιν διαβεβαιούμενος, ἀναθεματίζων δὲ Νεστόριον καὶ Εὐτυχῆ καὶ τοὺς δύο υἱοὺς ἢ Χριστοὺς δογματίζοντας ἢ τὰς φύσεις διαιροῦντας, μήτε δὲ τῆς ἐν Ἐφέσῳ Νεστόριον καθελούσης μνησθεὶς μήτε τῆς ἐν Καλχηδόνι καθελούσης τὸν Εὐτυχῆ. Ἐφ̓ ᾧ ἀγανακτήσαντα τὰ περὶ Κωνσταντινούπολιν μοναστήρια ἀφίστανται τοῦ ἐπισκόπου Μακεδονίου. Ἐν τούτοις ὅ τε Ξεναΐας καὶ Διόσκορος πολλοὺς προσλαβόμενοι τῶν ἐπισκόπων ἀφόρητοι ἦσαν, κινοῦντες κατὰ τῶν μὴ ἀνεχομένων ἀναθεματίζειν. Ὧν τοὺς εἰς τέλος μὴ ὑπείκοντας ἐξορίᾳ ὑποβάλλεσθαι πολλαῖς μηχαναῖς παρεσκεύαζον. Οὕτως οὖν καὶ Μακεδόνιον ἐξορίζουσι καὶ Ἰωάννην τὸν Παλτοῦ ἐπίσκοπον καὶ Φλαβιανόν. Ταῦτα μὲν οὖν τὰ γράμματα λέγει.

Τὰ δέ γε σμύχοντα ἐν παραβύστῳ τὸν Ἀναστάσιον Niceph. xvi 26 Theod. Lect. ii 6, 12 Theophan. 136, 140 Georg. Mon. 521 ἕτερα ἦν. Ἡνίκα γὰρ ἡ Ἀριάδνη τῷ Ἀναστασίῳ τὸ ἁλουργὲς ἐβούλετο περιβαλεῖν σχῆμα, οὐκ ἄλλως ὁ Εὐφήμιος τὴν ἀρχιερατικὴν διέπων καθέδραν συνετίθετο, μέχρις ὅτου τὴν δἰ ἐγγράφων καὶ ὅρκων δεινῶν ὁμολογίαναὐτόγραπτον ὁ Ἀναστάσιος ἐς Εὐφήμιον ἔθετο ἦ μὴν ἀκέραιον φυλάξαι τὴν πίστιν καὶ μηδὲν καινουργὲς ἐσαγαγεῖν τῇ ἁγίᾳ τοῦ θεοῦ ἐκκλησίᾳ, εἰ τῶν σκήπτρων ἐπιλάβοιτο: ἣν καὶ παρέθετο Μακεδονίῳ τὴν τῶν σεπτῶν κειμηλίων παραφυλακὴν ἐμπεπιστευμένῳ. Ἐδεδράκει δὲταῦτα διότι γε ὁ Ἀναστάσιος δόξαν μανιχαϊκῆς νομίσεως παρὰ τοῖς πολλοῖς εἶχεν. Ἐπειδὴ τοίνυν ὁ Μακεδόνιος ἐς τὸν ἱερατικὸν ἀνέβη θρόνον, ἤθελε τὴν οἰκείαν ὁμολογίαν ἀναλαβεῖν ὁ Ἀναστάσιος, καθυβρίζεσθαι τὴν βασιλείαν λέγων εἰ τὸ ῥηθὲν αὐτόγραπτον ἐναπομένοι.Καὶ πρὸς τοῦτο μάλα γενναίως ἐνισταμένου τοῦ Μακεδονίου, καὶ μὴ προδώσειν τὴν πίστιν ἐνισχυριζομένου, Rev. Arch. N. S. 26, 398 Theophan. 155 Theod. Lect. ii 26 — 28 πᾶσαν ἐπιβουλὴν ἐτύρευσεν ὁ βασιλεύς οἱ, ἐξῶσαι τῆς καθέδρας ἐθέλων. Ἀμέλει τοιγαροῦν καὶ παῖδες συκοφάνται παρήγοντο, καὶ σφῶν αὐτῶν καὶ Μακεδονίουαἰσχρουργίαν κατεψεύδοντο. Ὡς δὲ τῶν ἀνδρείων ἐψιλωμένος ὁ Μακεδόνιος ὤφθη, πρὸς ἕτερα ἐχώρουν τεχνάσματα, μέχρις ὅτε συμβουλεύμασι Κέλερος ἡγεμόνος τῶν ἐν τῇ αὐλῇ τάξεων ὁ Μακεδόνιος λαθραίως τῶν οἰκείων ἐξέστη θρόνων.Niceph. xvi 27 Cyrill. Scyth. Sabae vita c. 56 Τῇ δὲ ἐκβολῇ Φλαβιανοῦ ἕτερα προστιθέασι. Κατειλήφαμεν γὰρ ἐνίους ἐσχατογέροντας τὰ ὅσα συμβέβηκεν ἐπὶ Φλαβιανοῦ τῇ μνήμῃ διασώζοντας: οἳ λέγουσιν ὡς ὑπὸ Ξεναΐᾳ ἀνδρί — ἦν δὲ ὁ Ξεναΐας τῆς γείτονος Ἱερᾶς πόλεως πρόεδρος, ἑλλάδι φωνῇ Φιλόξενος προσαγορευόμενος — πεισθέντεσοἵ τε τῆς καλουμένης Κυνηγικῆς μοναχοὶ καὶ ὅσοι τοῦ πρώτου τῶν Σύρων ἔθνους καθεστήκεσαν, ἀθρόοι μετὰ ταραχῆς καὶ τῆς ἐς ἄγαν ἀταξίας ἐσπεπηδήκασι τῇ πόλει, βιαζόμενοι Φλαβιανὸν ἀναθεματίσαι τὴν ἐν Καλχηδόνι σύνοδον καὶ τὸν τόμον Λέοντος. Πρὸς ὃ δυσανασχετοῦντος Φλαβιανοῦ, καὶ τῶν μοναχῶν μετὰ πολλῆς τῆς ῥύμης ἐνισταμένων, ἀναστὰς ὁ λεὼς τῆς πόλεως φόνον πολὺν τῶν μοναχῶν κατειργάζετο: ὡς καὶ πολλοὺς καὶ ἀναριθμήτους αὐτῶν τάφον τὸν Ὀρόντην κληρώσασθαι, τῶν σωμάτων τοῖς κύμασι κηδευθέντων. Συνέπεσε δὲ καὶ ἕτερον τούτῳ οὐκ ἐλαττούμενον. Τὸ γὰρ Rev. Arch. N. S. 26, 397 τῆς Κοίλης Συρίας, νῦν δὲ δευτέρας προσαγορευομένης μοναδικόν, προσπάσχον τῷ Φλαβιανῷ, ἐπειδὴ τὸν μονήρη μετῆλθε βίον ἔν τινι φροντιστηρίῳ ἐπὶ ἀγροῦ — Τιλμογνὼν ὄνομα τούτῳ — διακειμένῳ, ἔπεισι τῇ Ἀντιόχου ἀμύνειν τῷ Φλαβιανῷ βουλόμενον, ὡς κἀνταῦθα οὐ μικρά τινα συμβῆναι. Εἴτε οὖν ἐκ τῶν προτέρων, εἴτε καὶ ἐκ τῶν Malal. 400 Joh. Nikiu c. 89, p. 497 δευτέρων, ἢ καὶ ἐξ ἀμφοῖν, ὁ Φλαβιανὸς ἐκβάλλεται, κατακριθεὶς Πέτρας οἰκεῖν πρὸς ταῖς ἐσχατιαῖς τῶν Παλαιστινῶν κειμένας.

Ἐκβεβλημένου τοίνυν Φλαβιανοῦ, Σευῆρος ἐπὶ Niceph. xvi 29 21 τὸν ἱερατικὸν τῆς Ἀντιόχου θρόνον ἄνεισι, χρηματιζούσης τῆς πόλεως ἔτος πρῶτον καὶ ἑξηκοστὸν καὶ πεντακοσιοστόν, ἀνὰ τὸν Δῖον μῆνα, τῆς ἕκτης ἐπινεμήσεως τοῦ τηνικάδε κύκλου, κατὰ τήνδε τὴν γραφὴν χρηματιζούσης πρῶτον τεσσαρακοστὸν καὶ ἑξακοσιοστὸν ἔτος. Ὃς πατρίδα τὴν Σωζοπολιτῶν κληρωσάμενος, ἢ μία τοῦ Πισιδῶν ἐστιν ἔθνους, δικανικοῖς πρώην ἐσχολάκει λόγοις ἀνὰ τὴν Βηρυτίων: ἐκ δὲ τῆς τῶν νόμων ἀσκήσεως εὐθὺ τοῦ ἁγίου μεταλαβὼν βαπτίσματος ἀνὰ τὸ ἱερὸν τέμενος Λεοντίου τοῦ θεσπεσίου μάρτυρος, τοῦ ἐπὶ τῆς Τριπολιτῶν Φοινίκης παράλου τιμωμένου, ἐπὶ τὸν μονήρη βίον μετῆλθεν ἔν τινι φροντιστηρίῳ, ἀνὰ τὸν μέσον χῶρον κειμένῳ Γάζης τοῦ πολίσματος καὶ τοῦ λεγομένου Μαιουμᾶ Theophau. 156 τοῦ πολιχνίου. Ἔνθα καὶ Πέτρος ὁ Ἴβηρ ὁ τῆς αὐτῆς Γάζης προεδρεύσας καὶ σὺν Τιμοθέῳ τῷ Αἰλούρῳ πεφευγὼς διὰ τῶν αὐτῶν ἦλθε σκαμμάτων, πολὺν λόγον ἑαυτῷ καταλελοιπώς. Καὶ Νηφαλίῳ μὲν ὁ Σευῆρος διαλογικῶς συμπλέκεται, τῆς αὐτῆς αὐτῷ πρότερον καθεστῶτιμοίρας περὶ τὴν μίαν φύσιν, ὕστερον δὲ τῆς ἐν Καλχηδόνι συνόδου καὶ τῶν δύο πρεσβευόντων φύσεις ἐπὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ γενομένῳ. Ἐξελαύνεται Joh. Nikiu c. 89, p. 494 Barhebr. i 188 Theophan. 152 Rev. Arch. N.S. 26, 396 δὲ πρὸς αὐτοῦ Νηφαλίου καὶ τῶν σὺν αὐτῷ τοῦ οἰκείου φροντιστηρίου, μεθ̓ ἑτέρων πολλῶν τὰ παραπλήσιαδοξαζόντων αὐτῷ. Ἔνθεν ἐπὶ τὴν βασιλέως ἄνεισι πόλιν, ὑπέρ τε αὐτοῦ καὶ τῶν ἅμα αὐτῷ ἐξεληλαμένων πρεσβεύσων: καὶ Ἀναστασίῳ τῷ βασιλεῖ γνώριμος καθίσταται, ὡς τὰ περὶ τούτων τῷ συγγράψαντι Liberat. xix Theod. Lect. ii 31 Cyrill. Scyth. Sabae vita c. 56 Niceph. xvi 30 τὸν Σευήρου βίον ἀνείληπται. Συνοδικὰς τοίνυν ἐπιστολὰσγράφων ὁ Σευῆρος ῥητῶς τὴν ἐν Καλχηδόνι σύνοδον ἀνατεθεμάτικε: περὶ οὗ τὰ πρὸς Ἀλκίσωνά φησι γράμματα ταυτὶ τὰ ῥήματα: Τὰ μὲν συνοδικὰ Τιμοθέου τοῦ νῦν Κωνσταντινουπόλεως ἐδέχθη ἐνταῦθα ἐν Παλαιστίνῃ, ἡ δὲ καθαίρεσισΜακεδονίου καὶ Φλαβιανοῦ οὐκ ἐδέχθη: ἀλλ̓ οὐδὲ τὰ συνοδικὰ Σευήρου. Ἀλλὰ καὶ οἱ κομίσαντες ἐνταῦθα ἀτιμασθέντες καὶ ὑβρισθέντες ἀξίως ἔφυγον τῆς πόλεως, ἐπ̓ αὐτοὺς τοῦ δήμου τε καὶ τῶν μοναχῶν κινηθέντων. Καὶ ἡ μὲν Παλαιστίνη ἐν τούτοις ἦν. Τῶν δὲ ὑπ̓Ἀντιόχειαν οἱ μὲν συναρπασθέντες ὑπήχθησαν, ἐξ ὧν ἐστι καὶ Μαρῖνος ὁ Βηρυτοῦ ἐπίσκοπος: οἱ δὲ βίᾳ καὶ ἀνάγκῃ συνέθεντο τοῖς συνοδικοῖς Σευήρου, ἀναθεματισμὸν ἔχουσιν ἅμα τῆς συνόδου καὶ τῶν λοιπῶν τῶν εἰρηκότων δύο φύσεις ἢ ἰδιότητας ἐπὶ τοῦ Κυρίου, τῆς σαρκὸς καὶτῆς θεότητος: οἱ δὲ μετὰ τὸ ἐξ ἀνάγκης συνθέσθαι μεταβαλλόμενοι ἀνεκαλέσαντο, ὦν εἰσιν οἱ ὑπὸ Ἀπάμειαν ἐπίσκοποι: ἄλλοι δὲ καθόλου οὐκ ἠνέσχοντο συνθέσθαι, ὧν εἰσιν Ἰουλιανὸς ὁ Βοστρῶν καὶ Ἐπιφάνιος ὁ Τύρου καὶ ἄλλοι τινές, ὥς φασι, τῶν ἐπισκόπων. Οἱ δὲ Ἴσαυροι νῦν ἀνανήψαντες ἑαυτῶν μὲν καταγινώσκουσιν ἐπὶ τῇ προτέρᾳ ἐξαπάτῃ, Σευῆρον δὲ καὶ τοὺς σὺν αὐτῷ ἀναθεματίζουσιν. Ἕτεροι δὲ τῶν ὑπὸ Σευῆρον ἐπισκόπων καὶ κληρικῶν τὰς ἐκκλησίας ἀφέντες ἔφυγον. Ὧν ἐστι καὶ ὁ Βοστρῶν Ἰουλιανὸς καὶ Πέτρος ὁ Δαμασκοῦ ἐνταῦθα διάγοντες: ἀλλὰ καὶ Μάμας, εἷς δὲ οὗτος τῶν δοξάντων δύο ἐξάρχων εἶναι τῶν Διοσκοριανῶν ὑφ̓ ὧν καὶ Σευῆρος κατήχθη, καταγνοὺς αὐτῶν τῆς αὐθαδείας. Καὶ μεθ̓ ἕτερα: Τὰ δὲ ἐνταῦθα μοναστήρια καὶ αὐτὰ τὰ Ἱεροσόλυμα ὁμονοοῦσι σὺν θεῷ περὶ τὴν ὀρθὴν πίστιν, καὶ ἄλλαι δὲ πλεῖσται πόλεις μετὰ τῶν ἐπισκόπων: περὶ ὧν ἁπάντων καὶ ἡμῶν προσεύχου μὴ εἰσελθεῖν εἰς πειρασμόν, δέσποτα ἁγιώτατε καὶ τιμιώτατε ἡμῶν πάτερ.

Ἐπειδὴ τοίνυν ταῦτα τὰ γράμματα λέγει τοὺς Niceph. xvi 31ὑπὸ Ἀπάμειαν ἱερέας ἀποπηδῆσαι ἀπὸ Σευήρου, φέρε τι προσθῶμεν ὅπερ ἐς ἡμᾶς πατρόθεν διέβη, εἰ καὶ ἱστορίᾳ μέχρι νῦν οὐκ ἀνείληπται. Κοσμᾶς τὴν ἡμετέραν ἐπισκοπῶν Ἐπιφάνειαν ἣ τὸν Ὀρόντην σύνοικον ἔχει, καὶ Σευηριανὸς Ἀρέθουσαν τὴν ἀστυγείτονα, πρὸς τὰ συνοδικὰ Σευήρου ταραχθέντες καὶ τῆς ἐκείνου κοινωνίας ἑαυτοὺς ἀπορρήξαντες, βιβλίον καθαιρέσεως αὐτῷ διαπέμπονται ἐσέτι τὴν Ἀντιόχου πόλιν ἐπισκοποῦντι. Ἐγχειρίζουσι δὲ τὸ βιβλίον Αὐρηλιανῷ, τῷ τῶν διακόνων πρώτῳ τῆς Ἐπιφανέων: ὃς ἐπειδὴ τὸν Σευῆρον ἐδεδοίκει καὶ τὸν τῆς τοσαύτης ἐπισκοπῆς ὄγκον, ὅτε τὴν Ἀντιόχου κατειλήφει, ἐσθῆτα γυναικείαν ἑαυτῷ περιθεὶς προσῄει τῷ Σευήρῳ, ἀκκιζόμενός τε καὶ θρυπτόμενος καὶ διὰ πάντων τὸ εἶναι γυνὴ σχηματιζόμενος, καὶ τὸ κατὰ τῆς κεφαλῆς φάρος μέχρι τῶν στέρνων καθείς, ὀλοφυρόμενός τε καὶ μύχιον ποτνιώμενος, ἱκετηρίας τινὸς προσχήματι προϊόντι τῷ Σευήρῳ τὴν καθαίρεσιν ἐπιδίδωσι: καὶ πάντας διαλαθὼν τοῦ ἑπομένου ἔξεισιν ὁμίλου καὶ δρασμῷ τὴν σωτηρίαν ὠνεῖται, πρὶν τὸν Σευῆρον τὰ ἐν τῷ βιβλίῳ κείμενα γνῶναι. Ὅμως δ̓ οὖν ὁ Σευῆρος καὶ τὸ βιβλίον δεξάμενος καὶ τὰ ἐν αὐτῷ συνείς, τῷ οἰκείῳ προσεκαρτέρησε θρόνῳ, μέχρι τῆς Ἀναστασίου τελευτῆς. Ὡς οὖν Ἀναστάσιος τὰ ἐπὶ Σευήρῳ γεγενημένα διέγνω,ἱστορητέον γὰρ τὴν πρᾶξιν φιλανθρώπως τῷ Ἀναστασίῳ διεσκευασμένην, προστάττει Ἀσιατικῷ τὴν στρατιωτικὴν ἀρχὴν τῆς ἐν Φοινίκῃ Λιβανησίας ἐπιτραπέντι, Κοσμᾶν καὶ Σευηριανὸν τῶν οἰκείων ἐξελάσαι θρόνων, διότι τῷ Σευήρῳ τῆς καθαιρέσεως τὸ βιβλίον πεπόμφασιν. Ὃς ἐπειδὴ τὰτῆς ἑῴας κατειλήφει μέρη πολλούς τε τῶν Κοσμᾶ καὶ Σευηριανοῦ δογμάτων ἀντεχομένους εὗρε μάλα τε γεννικῶς αὐτῶν ἀντιποιουμένας τὰς σφῶν πόλεις, ἀνήγαγε τῷ Ἀναστασίῳ ἀναιμωτὶ μὴ δύνασθαι τούτους τῶν οἰκείων φυγαδεύειν θρόνων. Τοσοῦτον τοιγαροῦν περιῆν φιλανθρωπίαστῷ Ἀναστασίῳ, ὡς διαρρήδην γράψαι τῷ Ἀσιατικῷ μηδὲν βούλεσθαι προελθεῖν, μηδ̓ ἂν εἰ μέγα τε καὶ ἀξιόλογον ᾖ, εἴπερ αἵματος ῥανὶς ἐκχέοιτο. Ἐν τούτοις μὲν οὖν τὰ κατὰ τὰς ἐκκλησίας πανταχοῦ γῆς καθειστήκει μέχρι τῆς Ἀναστασίου βασιλείας: ὃν καὶ ὡσἐναντίον τῆς ἐν Καλχηδόνι συνόδου τινὲς κρίναντες τῶν ἱερῶν περιεῖλον δέλτων. Ἐν δὲ τοῖς Ἱεροσολύμοις καὶ ζῶν ἀνεθεματίσθη.

Οὐκ ἀπὸ δὲ τρόπου καθ̓ ἣν ἐτύχομεν προκαταβεβληκότες Niceph. xvi 36 Malal. 393 et Hermes vi 373 Theophan. 137 — 140 Theod. Lect. ii 9 Joh. Antioch. FHG v 30 Marcell. Com. a. 492 Cf. FHG iv 141 ὑπόσχεσιν, καὶ τὰ ἕτερα λόγου ἄξια ὑπὸτοῖς Ἀναστασίου χρόνοις γενόμενα συνάψαι τῇ ἱστορίᾳ. Λογγῖνος ὁ Ζήνωνος ὅμαιμος τὴν ἐνεγκαμένην ὡς προδιήγηται κατειληφώς, τὸν πρὸς τὸν αὐτοκράτορα πόλεμον ἀναφανδὸν ἀναζώννυται. Καὶ πολλῶν ἔνθεν τε κἀκεῖθεν συναθροισθεισῶν δυνάμεων, μεθ̓ ὧν καὶ Κόνων ἐτύγχανενὤν — ἐπίσκοπος ἐν Ἀπαμείᾳ τῆς τῶν Σύρων ἐπαρχίας γεγονὼς τοῖς Ἰσαύροις ὡς Ἴσαυρος συνεστράτευσε — , τέλος ἐπιτίθεται τῷ πολέμῳ, τῶν μὲν Ἰσαύρων τῶν συστρατευσάντων τῷ Λογγίνῳ πανωλεθρίᾳ φθαρέντων, τῶν δὲ κεφαλῶν Λογγίνου καὶ Θεοδώρου πρὸς Ἰωάννου τοῦ Σκύθου σταλεισῶν ἀνὰ τὴν βασιλέως πόλιν: ἃς καὶ ἐν κοντοῖς περιαρτήσας ὁ βασιλεὺς ἐν ταῖς καλουμέναις Συκαῖς ἀντιπέρας τῆς Κωνσταντίνου κειμέναις ἐπῃώρησεν, ἡδὺ θέαμα τοῖς Βυζαντίοις ἀνθ̓ ὧν κακῶς πρὸς Ζήνωνος καὶ τῶν Ἰσαύρων ἐπεπόνθεσαν. Καὶ ὁ ἕτερος δὲ Λογγῖνος τὸ πολὺ τῆς τυραννίδος συνέχων, ὁ ἐπίκλην Σελινούντιος, καὶ Ἴνδης σὺν αὐτῷ, πρὸς Ἰωάννου τοῦ ἐπίκλην Κυρτοῦ στέλλονται τῷ Ἀναστασίῳ ζωγρίαι: ὃ μάλιστα τόν τε βασιλέα τούς τε Βυζαντίους τεθεράπευκε, θριάμβου δίκην ἀνὰ τὰς λεωφόρους τῆς πόλεως ἀνά τε τὴν ἱπποδρομίαν Λογγίνου τε καὶ Ἴνδου περιενεχθέντων, καὶ τῶν ἐκ σιδήρου πεποιημένων ἁλύσεων ἀνὰ τοὺς αὐχένας καὶ τὰς χεῖρας περιβεβλημένων. Ἐντεῦθεν καὶ τὰ καλούμενα πρώην Ἰσαυρικὰ τοῖς βασιλικοῖς ἐσηνέχθη θησαυροῖς: ἦν δὲ ἄρα τοῦτο χρυσίον ἐς ἕκαστον ἔτος τοῖς βαρβάροις χορηγούμενον, πεντακισχιλίας ἕλκον λίτρας.

Ἐπεκώμασαν οὐκ ἐς τὸ συνοῖσον σφίσι κατὰ τῆς Niceph. xvi 35 Theophan. 141 Joh. Nikiu c. 89, p. 492 21 Ῥωμαϊκῆς ἐπικρατείας καὶ οἱ Σκηνῆται βάρβαροι, τά τε τῆς μέσης τῶν ποταμῶν τά τε τῆς Φοινίκης ἑκατέρας καὶ τὰ Παλαιστινῶν ληϊσάμενοι πράγματα. Οἵπερ κακῶς παρὰ τῶν ἑκασταχοῦ στρατηγούντων παθόντες, ὕστερον τὴν ἡσυχίαν ἤγαγον πρὸς Ῥωμαίους πασσυδὶ σπεισάμενοι.

Ἀλλὰ καὶ Πέρσαι παρασπονδήσαντες ὑπὸ Καβάδῃ Niceph. xvi 37 Malal. 398 Theophan. 144 Procop. i 33 s#3. Marcell. Com. a. 502 τῷ βασιλεῖ, καὶ τὰ οἰκεῖα καταλελοιπότες ἤθη, πρῶτα μὲν Ἀρμενίαις ἐπεστράτευσαν, καὶ πολίχνιον ἐπίκλην Θεοδοσιούπολιν ἑλόντες, ἐς Ἄμιδαν πόλιν ὀχυρὰν τῆς μέσης τῶν ποταμῶν ἀφικνοῦνται, καὶ ταύτην ἐκπολιορκήσαντες εἷλον. Ἣν αὖθις ὁ Ῥωμαίων βασιλεὺς πολλοῖς ἀνενεώσατο πόνοις. Εἴ τῳ δὲ φίλον λεπτῶς τὰ περὶ τούτων εἰδέναι καὶ τῇ ἀκριβείᾳ πάντων ἐπεξελθεῖν, Cf. FHG i 142 Εὐσταθίῳ εὖ μάλα σοφῶς μετὰ πολλοῦ τοῦ πόνου καὶ τῆς ἐς ἄγαν κομψείας ἱστόρηταί τε καὶ συγγέγραπται: ὃς μέχρι τῆς γραφῆς ταύτης ἱστορήσας τοῖς ἀπελθοῦσισυναριθμεῖται, δωδέκατον ἔτος τῆς Ἀναστασίου καταλελοιπὼς βασιλείας. Malal. 399 Theophan. 150 Theod. Lect. ii 57 Joh. Nikiu c. 89, p. 492 Μετὰ γοῦν τὸν πόλεμον τοῦτον ὁ Ἀναστάσιος Δάρας χωρίον τῆς μέσης τῶν ποταμῶν πρὸς ταῖς ἐσχατιαῖς τῆς Ῥωμαίων ἐπικρατείας κείμενον καὶ μεθόριον ὥσπερ ἑκατέρασπολιτείας καθεστώς, ἐξ ἀγροῦ πόλιν εἶναι ποιεῖ, καρτερῷ τε τειχίσας περιβόλῳ, οἰκοδομίας τε διαφόρους ἐκπρεπεῖς περιθεὶς ἐκκλησιῶν τε καὶ μὴν καὶ ἑτέρων εὐαγῶν οἴκων βασιλείων τε στοῶν καὶ δημοσίων βαλανείων καὶ ἄλλων αἶς αἱ ἐπίσημοι τῶν πόλεων ἐγκαλλωπίζονται.Λέγεται δὲ πρός τινων Δάρας τὸ χωρίον προσηγορίαν λαχεῖν, διότι Δαρεῖον αὐτόθι κατηγωνίσατο παντάπασιν Ἀλέξανδρος ὁ Μακεδὼν ὁ Φιλίππου.

Μέγιστον δέ τι τῷ αὐτῷ βασιλεῖ κατείργασται Niceph. xvi 39 Zonar. iii 265 Chronic. Pasch. 610 Suidas s. v. Anastasius καὶ μνήμης ἄξιον, [καὶ] τὸ μακρὸν καλούμενον τεῖχος,καλῶς τῆς Θρᾴκης κείμενον: ὅπερ διΐσταται μὲν τῆς Κωνσταντινουπόλεως σταδίοις ὀγδοήκοντα μάλιστα καὶ διακοσίοις, ἑκατέραν δὲ θάλατταν περιλαμβάνει ἐπὶ σταδίους εἴκοσι καὶ τετρακοσίους, δίκην πορθμοῦ τινος: τήν τε πόλιν μικροῦ νῆσον ἀντὶ χερρονήσου ποιῆσαν, τούς τεβουλομένους διαπορθμεῦον ἀσφαλέστατα ἀπὸ τοῦ καλουμένου Πόντου ἐς τὴν Προποντίδα καὶ τὴν Θρᾴκιον θάλατταν, εἶργον τούς τε ἐκθέοντας βαρβάρους ἔκ τε τοῦ καλουμένου Εὐξείνου Πόντου Κόλχων τε καὶ τῆς Μαιώτιδος λίμνης καὶ τῶν ὑπὲρ τὸν Καύκασον καὶ τοὺς κατὰτὴν Εὐρώπην ἐκκεχυμένους.

Ὑπερμέγεθες δὲ κατεπράχθη αὐτῷ καὶ θεῖόν τι Niceph. xvi 40 Malal. 398 Cedren. i 626 χρῆμα, ἡ τοῦ καλουμένου Χρυσαργύρου ἐς τέλεον κωλύμη: ἣν καὶ λεκτέον, τῆς Θουκυδίδου γλώσσης ἢ καὶ μείζονός τε καὶ κομψοτέρας ἐπιδεομένην: λέξω δὲ κἀγώ, οὐ λόγῳ πεποιθώς, τῇ δὲ πράξει πίσυνος. Ἐπέκειτό τι τῇ τοσαύτῃ καὶ τηλικαύτῃ τῶν Ῥωμαίων πολιτείᾳ τέλος ἐλεεινόν τε καὶ θεομισὲς καὶ βαρβάρων αὐτῶν ἀνάξιον, μή τί γε δὴ τῆς Ῥωμαίων χριστιανικωτάτης βασιλείας: ὃ μέχρις αὐτοῦ, ἀνθ̓ ὅτου λέγειν οὐκ ἔχω, παροφθὲν αὐτὸς ἀνεῖλε βασιλικώτατα. Ἐπέκειτο δὲ ἑτέροις τε πολλοῖς ἐξ ἐράνου τὴν τροφὴν πορίζουσι, καὶ ταῖς ἀπεμπολούσαις τὴν ὥραν τοῦ σώματος καὶ χύδην πορνείαις ἐπὶ τοῖς κεκρυμμένοις καὶ λανθάνουσι τῆς πόλεως τόποις ἐπὶ χαμαιτυπείοις ἐκδεδομέναις, καὶ πρός γε τοῖς ἡταιρηκόσι καὶ μὴ μόνον τὴν φύσιν ἀλλὰ καὶ τὸ πολίτευμα καθυβρίζουσιν: ὡς ἀντὶ νόμου τινὸς τὴν ἐσκομιδὴν βοᾶν ἐπ̓ ἀδείας εἶναι τὴν τοιαύτην ἀθεμιτουργίαν τοῖς βουλομένοις. Καὶ τὸν ἐντεῦθεν ἀθροιζόμενον ἀνόσιόν τε καὶ ἐναγῆ πόρον ἐπὶ τὴν πρώτην καὶ κορυφαίαν ἐσῆγον τῶν ἀρχῶν ἀνὰ τετραετηρίδα οἱ τοῦτον ἑκασταχοῦ συλλέγοντες, ὡς καὶ μέρος οὐκ ἐλάχιστον τῆς ἀρχῆς καθεστάναι, καὶ τῶν καλουμένων εἰδικῶν σκρινίων τυχεῖν, καὶ τῶν τὰ τοιαῦτα διαψηφιζόντων, οὐκ ἀφανῶν ἀνδρῶν, στρατείαν ὥσπερ καὶ τὰς λοιπὰς ἡγουμένων τὸ πρᾶγμα. Ὃ μεμαθηκὼς ὁ Ἀναστάσιος ἐπί τε τὴν γερουσίαν προθείς, καὶ μύσος εἶναι καὶ καινοπρεπὲς ἄγος τὸ πρᾶγμα δικαίως ἀποφηνάμενος, τεθέσπικε καθάπαξ ἀναιρεθῆναι, καὶ τοὺς τὴν εἴσπραξιν δηλοῦντας χάρτας πυρὶ παραδέδωκε. Καὶ τέλεον τὴν πρᾶξιν ἱερουργῆσαι τῷ θεῷ βουληθείς, ἵνα μή τινι τῶν μετ̓ αὐτὸν ἐξῇ τὰ ἀρχαῖα αὖθις ὀνείδη ἀνακαλέσασθαι, προσποιεῖται μὲν τὸν ἀσχάλλοντα, ἀβουλίας δὲ ἑαυτοῦ κατηγόρει καὶ τῆς ἐς ἄγαν ἀνοίας, λέγων ὡς τῇ καινοδοξίᾳ τὸ πλέον δοὺς τοῦ συνοίσοντος τῇ πολιτείᾳ παρημέληκε, καὶ τὸν τοσοῦτον πόρον ἀνέκαθεν ἐφευρημένον καὶ τοσούτοις χρόνοις βεβαιωθέντα εἰκῆ τε καὶ ἀπερισκέπτως ἀνήρτησεν, οὐ συνεὶς τὰ ἐπαρτώμενα κινδυνεύματα ἢ τὰς στρατιωτικὰς δαπάνας, τὸ ζῶν τοῦ πολιτεύματος τεῖχος, οὐ τὰς ἐς θεραπείαν τοῦ θεοῦ: καὶ μηδὲν τῶν ἔνδοθεν δεικνὺς ἀπαγγέλλει βούλεσθαι τὸν εἰρημένον ἀνασώσασθαι πόρον. Καὶ δὴ τοὺς ἐφεστηκότασπροσκαλεσάμενος ἔφασκε μεταμελεῖσθαι μέν, οὐκ ἔχειν δὲ ὅ τι καὶ πράξειν ἣ ὅπως τὴν οἰκείαν ἁμαρτίαν διορθώσαιτο, καθάπαξ τῶν χαρτῶν καυθέντων τῶν δυναμένων τὴν εἴσπραξιν δηλοῦν. Κἀκείνων δὲ οὔ τινι προσποιήσει ταῖς δὲ ἀληθείαις τὴν πρᾶξιν ὀδυρομένων διὰ τὸν ἐντεῦθεναὐτοῖς περιποιούμενον ἄδικον μισθόν, καὶ τὴν παραπλησίαν ἀπορίαν προϊσχομένων, προὔτρεπέ τε καὶ παρεκάλει διὰ πάσης ἰόντας ζητήσεως ἐξερευνῆσαι εἴπερ εὑρεῖν δυνηθεῖεν διὰ τῶν ἑκασταχοῦ συγκειμένων πτυκτίων τὴν τοῦ παντὸς εἴσπραξιν. Καὶ πέμψας ἑκάστῳ δαπάνας ἐς τὴνπερὶ ταῦτα συλλογὴν ἔπεμπεν, ἐπιτρέψας ἕκαστον χάρτην ταῦτα σαφηνίζειν δυνάμενον, ὅποι ἂν εὑρεθείη, πρὸς αὐτὸν ἀποκομισθῆναι, ἵνα μετὰ πολλῆς τῆς περισκέψεως καὶ τῆς ἐς ἄγαν ἀκριβείας τὰ περὶ τούτων αὖθις συνταχθείη. Ὡς δ̓ οὖν μετὰ καιρὸν ἧκον οἱ τούτοις διακονούμενοι,χαρίεις τις ἐδόκει καὶ φαιδρότητι γανύμενος ὁ Ἀναστάσιος: ἔχαιρε δὲ καὶ ταῖς ἀληθείαις τῶν ἐσπουδασμένων τετυχηκώς, καὶ ἀνηρώτα τὸν τρόπον, ὅπως τε εὕρηνται, καὶ παρὰ τίσι, καὶ εἴ τι τοιουτῶδες καταλέλειπται. Τῶν δὲ πολλοὺς καταβεβληκέναι πόνους ἐπὶτῇ τούτων συναγωγῇ διϊσχυριζομένων, ὀμνυόντων τε πρὸς τοῦ βασιλέως ὡς οὐδεὶς ἕτερος χάρτης ταῦτα δηλοῦν δυνάμενος ἀνὰ πᾶν ἀπόκειται τὸ πολίτευμα, αὖθις πυρὰν ἐξῆψε μεγάλην ἐκ τῶν ἀποκομισθέντων χαρτῶν καὶ τὴν σποδιὰν ὕδασιν ἐπέκλυσεν, ἀφανίσαι τέλεον τὴν πρᾶξινβουλόμενος: ὥστε μὴ κόνιν, μὴ τέφραν, μήτε μήν τι λείψανον τοῦ πράγματος ἧττον ἀποκαυθέντων φανῆναι. Ὡς ἂν δὲ μὴ τὸ κώλυμα τῆς πράξεως τοσοῦτον ἐξάραντες δόξαιμεν ἀγνοεῖν τί τε καὶ ὅσα τοῖς ἀρχαιοτέροις περὶ ταύτης ἐμπαθῶς ἱστόρηται, φέρε καὶ ταῦτα παράθωμαι καὶ δείξω ψευδῆ, καὶ διαφερόντως ἐξ ὧν αὐτοὶ διεξῆλθον.

Εἴρηται Ζωσίμῳ, ἑνὶ τῶν τῆς ἐξαγίστου καὶ *niceph. xvi 41 Zosim. ii 38 μιαρᾶς τῶν Ἑλλήνων θρησκείας, μηνίσαντι τῷ Κωνσταντίνῳ ὅτι περ πρῶτος βασιλέων τὰ Χριστιανῶν εἵλετο, τὴν βδελυρὰν τῶν Ἑλλήνων καταλιπὼν δεισιδαιμονίαν, ὡς αὐτὸς πρῶτος τὸ καλούμενον Χρυσάργυρον ἐπινοήσας ἀνὰ τετραετηρίδα τὸ τοιοῦτο τέθεικε τέλος ἐσάγεσθαι, μυρίοις τε καὶ ἄλλοις τὸν εὐσεβῆ καὶ μεγαλόδωρον βλασφημήσας Κωνσταντῖνον. Φησὶ γὰρ καὶ ἕτερα ἄττα Ibid. 29 λίαν ἀνύποιστα κατὰ πάσης ἐξευρεῖν τύχης, καὶ Κρίσπον τὸν παῖδα δειλαίως ἀφανίσαι, καὶ Φαῦσταν τὴν αὐτοῦ γαμετὴν ἐν βαλανείῳ ὑπὲρ τὸ μέτρον ἐκπυρωθέντι καθείρξαντα ἐξ ἀνθρώπων μεταγαγεῖν, καθάρσιά τε παρὰ τοῖς σφῶν ἱερεῦσι ζητοῦντα τῶν τοιούτων ἐναγῶν φόνων καὶ μὴ τυχόντα — μηδὲ γὰρ εἶναι τούτους ἀναφανδὸν εἰπεῖν — , περιτυχεῖν Αἰγυπτίῳ ἐξ Ἰβηρίας ἀφιγμένῳ: καὶ πρὸς αὐτοῦ πιστωθέντα πάσης ἁμαρτάδος ἀναιρετικὴν εἶναι τὴν Χριστιανῶν πίστιν, μεταλαβεῖν ὧν ὁ Αἰγύπτιος αὐτῷ μεταδέδωκε: κἀντεῦθεν τὴν πατρῴαν καταλελοιπότα νόμισιν, τῆς ἀσεβείας, ὡς αὐτὸς ἔφη, τὴν ἀρχὴν ποιήσασθαι. Καὶ ὡς μὲν καὶ ταῦτα ψευδῆ παρὰ πόδας δείξω. Τέως δὲ τὰ περὶ τοῦ Χρυσαργύρου λελέξεται.

Σὺ φῄς, ὦ ἀλιτήριε καὶ παλαμναῖε δαῖμον, ὡς Niceph. xvi 42 Zosim. ii 30 αὐτὸς ἴσην τῇ Ῥώμῃ πόλιν ἀνταναστῆσαι βουλόμενος, πρῶτα μὲν ἀνὰ μέσον Τρῳάδος καὶ τοῦ Ἰλίου πρὸς κατασκευὴν πόλεως τοσαύτης ἐξώρμησε, καὶ θεμελίους πηξάμενος καὶ τεῖχος ἐς ὕψος ἄρας, ἐπειδή γε τόπον ἐπιτηδειότερον εὗρε τὸ Βυζάντιον, οὕτω τείχεσιν αὐτὸ περιέβαλεν, οὕτω τὴν προτέραν εὔρυνε πόλιν, τοσούτοις τε κάλλεσιν οἰκοδομιῶν ἐφαίδρυνεν, ὡς μὴ πολλῷ τῆς Ibid. 31 Ῥώμης λιπέσθαι τοσούτοις ἔτεσι κατὰ σμικρὸν τὴν αὔξην Zosim. ii 32 προσλαβούσης. Φῂς δὲ ὡς καὶ τῷ δήμῳ τῶν Βυζαντίων σίτησιν δημοσίαν ἀπένειμε, καὶ ὡς χρυσίου πάμπολυ χρῆμα τοῖς ἅμα οἱ ἀφικομένοις ἀνὰ τὸ Βυζάντιον ἐπιδέδωκεν ἐς κατασκευὴν ἰδιωτικῶν οἴκων. Αὐτὸς πάλιν γράφεις ἐπὶ ῥήματος, Κωνσταντίνουτελευτήσαντος, ἐς Κωνστάντιον τὸν αὐτοῦ παῖδα μόνον τὰ πράγματα περιελθεῖν μετὰ θάνατον τοῖν αὐτοῦ ἀδελφοῖν, Ibid. 43 καὶ ὡς Μαγνεντίου καὶ Βετρανίωνος τυραννησάντοιν, πειθοῖ τὸν Βετρανίωνα μετῆλθε, καὶ ἀμφοῖν τοῖν στρατοπέδοιν ἁλισθέντοιν πρῶτος ὁ Κωνστάντιος δημηγορήσαστῆς τοῦ πατρὸς ἀνεμίμνησκε τοὺς στρατιώτας φιλοτιμίας, μεθ̓ οὖ πολλοὺς πολέμους διεπόνησαν καὶ μεγίσταις ἐτιμήθησαν δωρεαῖς: καὶ ὡς τούτων ἀκούσαντες οἱ στρατιῶται τὸν Βετρανίωνα τῆς ἐσθῆτος γυμνώσαντες κατήγαγον τοῦ βήματος ἰδιώτην: καὶ ὡς οὐδὲν ἄχαρι πρὸσΚωνσταντίου πέπονθε, τοῦ παρὰ σοῦ τοσαῦτα μετὰ τοῦ πατρὸς βλασφημηθέντος. Πῶς τοίνυν ἀξιοῖς τὸν αὐτὸν οὕτως φιλότιμον, οὕτως μεγαλόδωρον γενέσθαι, καὶ οὕτω σμικρολόγον καὶ φειδωλόν, ὡς τοιοῦτον ἐναγῆ πόρον ἐπιθεῖναι, τέλεον ἀγνοῶ.Ὅτι δὲ οὐ Φαῦσταν ἢ Κρίσπον ἀνεῖλεν, οὐδὲ παρά τινος Αἰγυπτίου διὰ ταῦτα τῶν ἡμετέρων μυστηρίων μετέσχεν, ἄκουε συγγράφοντος Εὐσεβίου τοῦ Παμφίλου, συνακμάσαντος Κωνσταντίνῳ καὶ Κρίσπῳ καὶ συγγενομένου τούτοις. Σὺ γὰρ οὐδὲ ἀκοὴν γράφεις, μή τί γε δὴ ἀλήθειαν,πολλοῖς ὕστερον χρόνοις ἐπὶ Ἀρκαδίου τε καὶ Ὀνωρίου, μέχρις οὗ γέγραφας, ἢ καὶ μετ̓ αὐτοὺς γεγονώς. Γράφει δὲ ἐπὶ λέξεως ταῦτα ἐν τῷ ὀγδόῳ λόγῳ τῆς αὐτοῦ ἐκκλησιαστικῆς ἱστορίας: Euseb. Hist. Eccl. viii 13 Χρόνου δὲ οὐ πλείστου μεταξὺ γενομένου, βασιλεὺσΚωνστάντιος τὸν πάντα βίον πραότατα καὶ τοῖς ὑπηκόοις εὐνοϊκώτατα τῷ τε θείῳ λόγῳ προσφιλέστατα διαθέμενος, παῖδα γνήσιον Κωνσταντῖνον αὐτοκράτορα σεβαστὸν ἀνθ̓ ἑαυτοῦ καταλιπών, κοινῷ φύσεως νόμῳ τελευτᾷ τὸν βίον. Καὶ μεθ̓ ἕτερα: Τούτου παῖς Κωνσταντῖνος εὐθὺς ἀρχόμενος βασιλεὺς τελεώτατος καὶ σεβαστὸς πρὸς τῶν στρατοπέδων καὶ ἔτι πολὺ τούτων πρότερον πρὸς αὐτοῦ τοῦ παμβασιλέως θεοῦ ἀναγορευθείς, ζηλωτὴν ἑαυτὸν τῆς πατρικῆς περὶ τὸν ἡμέτερον λόγον εὐσεβείας κατεστήσατο. Καὶ πρὸς τῷ τέλει δὲ τῆς ἱστορίας τούτοις φησὶ Euseb. Hist. Eccl. x 9 τοῖς ὀνόμασιν: Ὁ δὲ ἀρετῇ πάσῃ θεοσεβείας ἐκπρέπων, μέγιστος, νικητὴς Κωνσταντῖνος σὺν παιδὶ Κρίσπῳ βασιλεῖ θεοφιλεστάτῳ καὶ κατὰ πάντα τοῦ πατρὸς ὁμοίῳ, τὴν οἰκείαν ἑῴαν ἀπελάμβανον. Οὐκ ἂν δὲ ὁ Εὐσέβιος Κρίσπον οὕτως ἐπῄνεσεν, εἰ πρὸς τοῦ πατρὸς ἀνῄρητο, ἐπιβιώσας τῷ Κωνσταντίνῳ. Ὁ δὲ Θεοδώρητος ἱστορῶν Theodoret. Hist. Eocl. i 30 φησιν ἐν Νικομηδείᾳ τὸν Κωνσταντῖνον πρὸς αὐτῷ τῷ τέρματι τῆς βιοτῆς τοῦ σωτηριώδους μεταλαβεῖν βαπτίσματος, ἀναβαλέσθαι δὲ μέχρι τούτου τοῦ χρόνου ἐν Ἰορδάνῃ τῷ ποταμῷ τούτου τυχεῖν ἱμειρόμενον. Φῂς δέ, ὦ ἐξάγιστε καὶ παμμίαρε σύ, ὡς καὶ τὰ Ῥωμαίων πράγματα, ἐξ οὗ τὰ Χριστιανῶν ἐδείχθη, διερρύη τε καὶ παντάπασιν ἀπώλετο, ἢ οὐδὲν τῶν παλαιοτέρων ἀνεγνωκὼς ἢ πρὸς τὴν ἀλήθειαν ἐθελοκακῶν. Τοὐναντίον γὰρ διαφανῶς δείκνυται τῇ ἡμετέρᾳ πίστει Niceph. xvi 43 συναυξῆσαι τὰ Ῥωμαίων πράγματα. Θέα τοίνυν ὡς παῤ αὐτὴν τὴν ἐν ἀνθρώποις ἐπιδημίαν Χριστοῦ τοῦ θεοῦ ἡμῶν Μακεδόνων οἱ πλείους ὑπὸ Ῥωμαίων καθῃρέθησαν, Ἀλβανία τε καὶ Ἰβηρία καὶ Κόλχοι καὶ Ἄραβες Ῥωμαίοις ὑπετάγησαν. Καὶ Γάϊος Καῖσαρ κατὰ τὴν τρίτην καὶ εἰκοστὴν καὶ ἑκατοστὴν ὀλυμπιάδα Γάλλους καὶ Γερμανοὺς καὶ Βρεττανοὺς μεγάλοις ἀγῶσιν ὑπηγάγετο καὶ τῇ Ῥωμαίων προσεποίησεν ἀρχῇ πόλεις πεντακοσίας οἰκοῦντας, ὡς τοῖς ἱστορήσασιν ἀναγέγραπται. Ὃς καὶ πρῶτος μετὰ τοὺς ὑπάτους ἐμονάρχησε, προοδοποιῶν καὶ προεισάγων ἐκ πολυθεΐας καὶ ὀχλοκρατίας τῆς μοναρχίας τὸ σέβας, διὰ τὴν Χριστοῦ μέλλουσαν ὅσον οὔπω μοναρχίαν. Εὐθὺς καὶ ἡ Ἰουδαία ἅπασα καὶ τὰ πρόσχωραπροσεκτήθη: ὡς καὶ πρώτην τηνικάδε ἀπογραφὴν γενέσθαι, ἐν ᾗ καὶ Χριστὸς συνανεγράφη, ἵνα Βηθλεὲμ τὸ πέρας τῆς περὶ αὐτὴν προφητείας δημοσιεύσῃ. Λέλεκται Matth. ii 6 Mich. v 2 γὰρ τῷ προφήτῃ Μιχαίᾳ περὶ αὐτῆς ὧδέ πως: Καὶ σὺ Βηθλεὲμ γῆ Ἰούδα, οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσινἸούδα: ἐκ σοῦ γάρ μοι ἐξελεύσεται ἡγούμενος ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ. Καὶ μετὰ τὴν ἀπότεξιν Χριστοῦ τοῦ θεοῦ ἡμῶν Αἴγυπτος Ῥωμαίοις προσετέθη, Αὐγούστου Καίσαρος, ἐφ̓ οὗ Χριστὸς ἐγεννήθη, καταγωνισαμένου παντελῶς Ἀντώνιονκαὶ Κλεοπάτραν, οἳ καὶ ἑαυτοὺς διεχρήσαντο. Μεθ̓ οὓς Κορνήλιος Γάλλος ἡγεμὼν Αἰγύπτου πρὸς τοῦ Αὐγούστου Καίσαρος καθίσταται, πρῶτος μετὰ τοὺς Πτολεμαίους ἄρξας Αἰγύπτου, ὡς τοῖς ἱστοριογράφοις πεπόνηται. Πόσα δὲ Πέρσαι περιεκόπησαν ὑπὸ ΒεντιδίουΚουρβούλωνός τε τοῦ Νέρωνος στρατηγοῦ, καὶ Σευήρου, Τραϊανοῦ καὶ Κάρου, Κασσίου τε καὶ Ὀδαινάθου τοῦ ἐκ Παλμύρας καὶ Ἀπολλωνίου καὶ ἑτέρων, ὁσάκις τε Σελεύκεια καὶ Κτησιφὼν ἥλω, Νίσιβίς τε ἐπ̓ ἀμφότερα τρεπομένη Ἀρμενία τε καὶ τὰ πλησιάζοντα ἔθνηῬωμαίοις προσετέθη, μεθ̓ ἑτέρων ἱστορεῖς. Μικροῦ δέ με διέλαθεν ἃ σὺ γράφεις τὸν Κωνσταντῖνον καταπράξασθαι, μάλα γεννικῶς καὶ ἀνδρείως τῆς Ῥωμαίων ἐξηγησάμενον ἀρχῆς μετὰ τῆς ἡμετέρας θρησκείας, καὶ οἷα πέπονθεν Ἰουλιανὸς ὁ σὸς καὶ τῶν σῶνὀργίων θιασώτης, τηλικαῦτα τραύματα τῇ πολιτείᾳ καταλελοιπώς. Εἰ δέ τι τῶν προφητευθέντων περὶ τῆς τοῦ κόσμου τελευτῆς ἢ προοίμιον εἴληφεν ἢ καὶ τὸ πέρας δέξεται, μείζονός ἐστιν οἰκονομίας ἢ κατὰ σέ. Ἐξετάσωμεν δὲ εἰ δοκεῖ ὅπως οἱ τὰ Ἑλλήνων πρεσβεύσαντες βασιλεῖς, καὶ ὅπως οἱ τὰ τοῦ Χριστοῦ ζηλώσαντες τὴν βασιλείαν ἀπέθεντο. Οὐ πρῶτος Γάϊος Ἰούλιος Καῖσαρ μοναρχήσας δολοφονηθεὶς κατέστρεψε τὸν βίον; οὐ δεύτερον τὸν ἔκγονον Τιβερίου Γάϊον τῶν ἐν τοῖς στρατεύμασιν ἔνιοι ξίφεσιν διεχρήσαντο; οὐ Νέρων πρός τινος τῶν οἰκείων ἀνῃρέθη; οὐ Γάλβας τὰ παραπλήσια πέπονθεν Ὄθων τε καὶ Βιτέλλιος, οἱ τρεῖς βασιλεύσαντες μόνον ἑκκαίδεκα μῆνας; Τίτον δὲ βασιλεύοντα οὐ Δομετιανὸς φαρμάκοις ἀδελφὸν ὄντα γε αὐτοῦ ἀνεῖλεν; οὐ Δομετιανὸς πρὸς τοῦ Στεφάνου δειλαίως τῶν ἐντεῦθεν μετέστη; τί δὲ καὶ περὶ Κομμόδου φῄς; οὐχ οὗτος ὑπὸ Ναρκίσσου τὸν βίον ἀπέλιπεν; Περτίναξ τε καὶ Ἰουλιανὸς οὐ τῶν αὐτῶν ἔτυχον; Ἀντωνῖνος δὲ ὁ Σευήρου οὐ Γέταν τὸν ἀδελφὸν διέφθειρεν, τὰ παραπλήσια καὶ αὐτὸς παθὼν ὑπὸ Μαρτιαλίου; τί δὲ καὶ Μακρῖνος, οὐ περὶ Βυζάντιον αἰχμαλώτου δίκην περιαχθεὶς πρὸς τῶν σφετέρων στρατιωτῶν ἐμιαιφονήθη; καὶ Αὐρήλιος δὲ Ἀντωνῖνος ὁ ἐξ Ἐμέσης οὐ μετὰ τῆς μητρὸς κατεσφάγη; ὁ δέ γε μετ̓ αὐτὸν Ἀλέξανδρος οὐ τῷ αὐτῷ σὺν καὶ τῇ μητρὶ περιπέπτωκεν δράματι; τί ἂν εἴποιμεν καὶ περὶ Μαξιμίνου πρὸς τῆς οἰκείας στρατιᾶς ἀναιρεθέντος, ἢ Γορδιανοῦ ἐπιβουλεύμασι Φιλίππου ὑπὸ τῶν οἰκείων στρατιωτῶν τὴν τέλειον ὑπελθόντος ἡμέραν; λέγε δὲ σὺ ὅπως τε Φίλιππος καὶ ὁ μετ̓ αὐτὸν Δέκιος: οὐχ ὑπὸ τῶν πολεμίων διεφθάρησαν; καὶ Γάλλος δὲ καὶ Βουλουσιανός, οὐχ ὑπὸ τῶν οἰκείων δυνάμεων τῆς σφῶν ζωῆς ἐξώσθησαν; τί δὲ καὶ Αἰμιλιανὸς οὐ τοῖς αὐτοῖς περιπέπτωκεν; Οὐαλεριανὸς δέ, οὐ δορυάλωτος γενόμενος ὑπὸ Περσῶν περιήγετο; Γαλλιήνου δὲ δολοφονηθέντος καὶ Καρίνου σφαγιασθέντος, εἰς Διοκλητιανὸν τὰ πράγματα περιέστη, καὶ οὓς αὐτὸς εἵλετο συνάρχειν αὐτῷ: ἐξ ὧν Ἑρκούλιος, Μαξιμιανὸς καὶ Μαξέντιος ὁ τούτου παῖς καὶ Λικίνιος δὲ ἐς ἔσχατα διεφθάρησαν. Ἐξ ὅτου δὲ Κωνσταντῖνος ὁ παναοίδιμος παρείληφετὴν ἀρχήν, καὶ τὴν ἐπώνυμον αὐτῷ πόλιν δειμάμενος τῷ Χριστῷ ἀνατέθεικεν, ἄθρει δή μοι εἴ τις τῶν ἐν αὐτῇ βασιλέων, Ἰουλιανοῦ δίχα τοῦ ἱεροφάντου σου καὶ βασιλέως, ἢ πρὸς τῶν οἰκείων ἢ τῶν ἐναντίων διεφθάρη, ἢ ὅλως τύραννος βασιλέως κατεδυνάστευσεν, ἢ μόνουΒασιλίσκου ἐξώσαντος Ζήνωνα, πρὸς οὖ καὶ κατελύθη καὶ τὸν βίον ἀπέθετο. Πείθομαι καὶ περὶ Οὐάλεντος λέγοντί σοι, τοσαῦτα κατεργασαμένου Χριστιανοὺς κακά. Περὶ γὰρ ἑτέρου, οὐδὲ σὺ αὐτὸς φῄς. Ταῦτα μηδεὶς οἰέσθω πάρεργα τῆς ἱστορίας τυγχάνειν τῆς ἐκκλησιαστικῆς,πάνυ μὲν οὖν χρειώδη καὶ συνεκτικά, διὰ τὸ τοὺς Ἑλλήνων ἱστοριογράφους ἐθελοκακεῖν πρὸς τὴν ἀκρίβειαν. Ἴωμεν δὲ καὶ ἐπὶ τὰ λειπόμενα τῶν Ἀναστασίου πράξεων.

Τὰ μὲν οὖν λελεγμένα βασιλικῶς τῷ ἈναστασίῳNiceph. xvi 44 Malal. 394 FHG iv 621 Cf. Chrill. Scyth. Sabac vita c. 54 κατώρθωτο. Πέπραχεν δὲ τούτων οὐκ ἄξια, τήν τε καλουμένην χρυσοτέλειαν ἐπινοήσας καὶ ἀπεμπολήσας τὴν στρατιωτικὴν δαπάνην κατὰ τῶν συντελῶν ἐς τὸ βαρύτατον. Περιεῖλεν δὲ καὶ τὴν τῶν φόρων εἴσπραξιν ἐκ τῶν βουλευτηρίων, τοὺς καλουμένους βίνδικας ἐφ̓ ἑκάστῃπόλει προβαλλόμενος, εἰσηγήσει φασὶ Μαρίνου τοῦ Σύρου τὴν κορυφαίαν διέποντος τῶν ἀρχῶν, ὃν οἱ πάλαι ὕπαρχον τῆς αὐλῆς ἐκάλουν. Ὅθεν κατὰ πολὺ οἵ τε φόροι διερρύησαν τά τε ἄνθη τῶν πόλεων διέπεσεν. Ἐν τοῖς λευκώμασι γὰρ τῶν πόλεων οἱ εὐπατρίδαι πρόσθεν ἀνεγράφοντο,ἑκάστης πόλεως τοὺς ἐν τοῖς βουλευτηρίοις ἀντὶ συγκλήτου τινὸς ἐχούσης τε καὶ ὁριζομένης.

Τυραννεῖ τὸν Ἀναστάσιον Βιταλιανὸς Θρᾷξ γένος, Niceph. xvi 38 Malal 402 — 5 Joh. Nikiu c. 89, p. 498 Joh. Antioch. FHG v 32 Cramer. An. Par. ii 316 Theophan. 157, 160 Zonar. iii 261 Marcell. Com. a. 515 ὃς τήν τε Θρᾴκην καὶ Μυσίαν μέχρις Ὀδυσσοῦ καὶ Ἀγχιάλου δῃώσας ἐπὶ τὴν βασίλειον ἠπείγετο, πλῆθος ἀστάθμητον ἔχων Οὐννικῶν ἐθνῶν: ὅπερ Ὑπάτιον ὑπαντήσοντα πέπομφεν ὁ βασιλεύς. Καὶ ἐπειδὴ πρὸς τῶν οἰκείων προδοθεὶς ὁ Ὑπάτιος ζωγρίας ἥλω λύτρων τε μεγάλων ἀφείθη, Κύριλλος τὰς ἐπιστρατεύσεις ἐγχειρίζεται. Καὶ πρῶτα μὲν τῆς μάχης ἀγχωμάλου γενομένης, εἶτα καὶ πολλὰς τροπὰς δεξαμένης ἔν τε ταῖς διώξεσι καὶ ταῖς ὑπαγωγαῖς, καὶ τοῦ Κυρίλλου τὸ πλέον ἐσχηκότος, ἐπιστροφάδην πάλιν δίωξις γέγονε, ἐθελοκακησάντων τῶν στρατιωτῶν. Καὶ οὕτω τὸν Κύριλλον ἐκ τῆς Ὀδυσσοῦ παρείληφεν ὁ Βιταλιανὸς καὶ μέχρι τῶν καλουμένων Συκῶν τὴν ἔλασιν ἐποιήσατο, πάντα δῃῶν, πάντα πυρπολῶν, οὐδὲν ἕτερον ταῖς φαντασίαις ἔχων ἢ καὶ τὴν πόλιν αὐτὴν ἐξελεῖν καὶ τῆς βασιλείας κρατῆσαι. Ἐν Συκαῖς δὲ αὐτοῦ σκηνησαμένου, στέλλεται πρὸς τοῦ βασιλέως Μαρῖνος ὁ Σύρος, οὖ πρόσθεν ἐμνήσθημεν, μετὰ νηίτου στρατοῦ πολεμήσων τῷ Βιταλιανῷ. Συνήτην οὖν ἄμφω τὼ στρατώ, ὁ μὲν ἐπὶ πρύμναν τὰς Συκάς, ὁ δὲ τὴν Κωνσταντίνου ἔχων. Καὶ πρῶτα μὲν ἀνεκώχευον: εἶτα μετὰ τοὺς ἔκπλους καὶ τοὺς ἀκροβολισμοὺς μεταξὺ τοῖν δυοῖν στρατοπέδοιν ναυμαχίας καρτερᾶς συστάσης περὶ τὰ καλούμενα Βυθάρια, φεύγει μὲν προτροπάδην πρύμναν κρουσάμενος ὁ Βιταλιανὸς τὰ πολλὰ τῆς δυνάμεως ἀποβαλών, φεύγουσι δὲ καὶ οἱ ἀμφ̓ αὐτὸν οὕτω τάχιστα, ὡς μηδένα πολέμιον ἀνὰ τὴν ἑξῆς περὶ τὸν Ἀνάπλουν ἢ περὶ τὴν πόλιν αὐτὴν εὑρεθῆναι. Φασὶ δ̓ οὖν τὸν Βιταλιανὸν ἐν Ἀγχιάλῳ τινὰ χρόνον διατρίψαι τὴν ἡσυχίαν ἄγοντα. Ἐπέδραμεν καὶ ἕτερον γένος Οὐννικὸν περαιωθὲν τὰς Malal. 406 Cedren. i 633 Καππαδοκῶν πύλας. Πέπονθε δὲ ὑπὸ σεισμῶν ἐξαισίων ἀνὰ τοὺς αὐτοὺς χρόνους καὶ ἡ Ῥόδος, τρίτον ἐκεῖνο πάθος, ἀωρεὶ τῶν νυκτῶν.

Καὶ ἀνὰ δὲ τὸ Βυζάντιον προσθήκην τοῦ βασιλέως Niceph. xvi 45 Malal. 407 Joh. Nikiu c. 89, p. 495 Cramer. An. Par. ii 316 Theophan. 159 Cedren. i 631 Zonar. iii 261 Georg. Mon. 517 Marcell. Com. a. 512 Barhebr. i 186 ἐν τῷ Τρισαγίῳ βουληθέντος ποιήσασθαι τὸ Ὁ σταυρωθεὶς δἰ ἡμᾶς, μεγίστη στάσις γέγονεν, ὡς ἐς τὰ μάλιστατῆς Χριστιανῶν θρησκείας ἀθετουμένης. Ἧς ἀρχηγὸν καὶ προστάτην γενέσθαι τὸν Μακεδόνιον καὶ τὸν ὑπ̓ αὐτὸν κλῆρον Σευῆρός φησι πρὸς Σωτήριχον γράφων, οὔπω μὲν ἱερατικοῦ τετυχηκὼς θρόνου, ἐπὶ δὲ τῆς βασιλέως διαιτώμενος, ὅτε τοῦ κατ̓ αὐτόν, ὥς μοι λέλεκται, σὺνἑτέροις ἀπηλάθη μοναστηρίου: πρὸς τοῖς λεχθεῖσι, καὶ ἐκ τούτων οἶμαι τῶν διαβολῶν τὸν Μακεδόνιον ἐκβεβλῆσθαι. Ἐντεῦθεν ἀκάθεκτα τοῦ δήμου φερομένου, οἵ τε ἐν ἀξιώσει τελοῦντες περὶ τῶν ἐσχάτων κεκινδυνεύκασι καὶ πολλοὶ τῶν ἐπισήμων ἐφλέχθησαν τόποι: καί τινα δὲχωρίτην μοναδικὸν μετιόντα βίον εὑρὼν ὁ λεὼς ἀνὰ τοὺς οἴκους Μαρίνου τοῦ Σύρου, τὴν κεφαλὴν ἀπέτεμε λέγων ὑποθήκαις τούτου τὴν ῥῆσιν προστεθῆναι: καὶ κοντῷ περιαρτήσας ἀνέκραγεν ἐπιτωθάζων ὡς αὐτὸς ἄρα τῆς τριάδος ἐπίβουλος εἴη. Καὶ οὕτως τὰ τῆς στάσεως ἤρθη πάνταληϊζομένης καὶ πᾶσαν ἰσχὺν ὑπερβάσης, ὡς τὸν βασιλέα πρὸς ἀνάγκης οἰκτιζόμενον στεφάνων ἄνευ πρὸς τὴν ἱπποδρομίαν ἀφικέσθαι, κήρυκάς τε τῷ δήμῳ διαπέμψασθαι βοῶντας ὡς καὶ τὴν βασιλείαν ἑτοιμότατα μὲν ἀποτίθεται, τῶν ἀδυνάτων δὲ καθεστάναι πάντας ἐπὶ ταύτηνἀναβῆναι, ἥκιστα πολλῶν ἀνεχομένην, ἕνα δὲ πάντως τυγχάνειν τὸν μετ̓ αὐτὸν ταύτην διακυβερνήσοντα. Ἅπερ θεασάμενος ὁ λεὼς ὥσπερ ἔκ τινος θείας ῥοπῆς μετετίθετο, καὶ παρεκάλει τὸν Ἀναστάσιον τὸν στέφανον περιθέσθαι ὑποσχόμενος τὴν ἡσυχίαν ἄγειν.Οἷς ἐλάχιστον ἐπιβιώσας χρόνον ὁ Ἀναστάσιος ἐπὶ τὴν ἑτέραν μετεχώρησε βιοτήν, ἔτεσιν ἑπτὰ καὶ εἴκοσιν πρὸς τρισὶ μησὶ καὶ ἡμέραις ἴσαις τὴν Ῥωμαίων διϊθύνας βασιλείαν. Τέλος τοῦ γ τόμου τῆς ἐκκλησιαστικῆς ἱστορίας Εὐαγρίου.

τάδε ἔνεστιν ἐν τῷ τρίτῳ τετάρτῳ της ἐκκλησιαστικης ἱστορίας Εὐαγρίου Σχολαστικοῦ:

α Περὶ τῆς Ἰουστίνου τοῦ πρώτου βασιλείας.

β Περὶ Ἀμαντίου τοῦ εὐνούχου καὶ Θεοκρίτου, ὅπως τε τούτους ὁ Ἰουστῖνος ἀνεῖλεν.

γ Ὡς καὶ Βιταλιανὸν ἀνεῖλε δόλῳ ὁ Ἰουστῖνος.

δ Ὅπως καὶ Σευῆρον ἐξελάσας Παῦλον ἀντεισήγαγε, μετ̓ ὀλίγον δὲ καὶ Εὐφράσιος τὸν Ἀντιοχείας θρόνον κατέσχεν.

ε Περὶ τῶν γεγονότων ἐμπρησμῶν ἐν Ἀντιοχείᾳ καὶ σεισμῶν, ὅτε καὶ Εὐφράσιος συγχωσθεὶς ἐτελεύτησεν.

ς Περὶ Ἐφραιμίου τοῦ μετὰ Εὐφράσιον.

ζ Περὶ Ζωσιμᾶ καὶ Ἰωάννου τῶν θαυματουργῶν.

η Περὶ καθολικῶν παθημάτων.

θ Ὡς Ἰουστῖνος ἔτι ζῶν συμβασιλεύειν αὐτῷ τὸν Ἰουστινιανὸν εἵλετο.

ι Ὅτι Ἰουστινιανὸς μὲν τοὺς τὴν Χαλχηδοναίων σύνοδον ἀποδεχομένους ἠγάπα, Θεοδώρα δὲ τοὺς ἐναντίους ἔστεργεν.

ια Ὡς Ἄνθιμον τὸν Κωνσταντινουπόλεως ὁ Σευῆρος διέστρεψε καὶ Θεοδόσιον τὸν Ἀλεξανδρείας: οὓς ὁ βασιλεὺς ἐξελάσας ἑτέρους κατέστησεν.

ιβ Ἐκ τῆς ἱστορίας Προκοπίου Καισαρέως περὶ Καβάδου τοῦ Περσῶν βασιλέως, καὶ Χοσρόου υἱοῦ αὐτοῦ.

ιγ Περὶ Ἀλαμουνδάρου καὶ Ἀζαρέθου, καὶ τῆς ἐν Βυζαντίῳ στάσεως τῆς ἐπίκλην λαβούσης τὸ Νίκα.

ιδ Περὶ Ὀνωρίχου τοῦ Βανδίλων ἄρχοντος, καὶ τῶν γλωσσοτομηθέντωνΧριστιανῶν παῤ αὐτοῦ.

ιε Περὶ Καβαώνου τοῦ Μαυρουσίου.

ις Περὶ τῆς Βελισαρίου κατὰ Βανδίλων ἐκστρατείας, καὶ τῆς τούτων ἐξολοθρεύσεως.

ιζ Περὶ τῶν ἀπὸ Ἀφρικῆς ἐλθόντων λαφύρων.

ιη Περὶ τῶν ἀπὸ προσώπου Ἰησοῦ υἱοῦ Ναυῆ ἀποφυγόντων Φοινίκων.

ιθ Περὶ Θευδερίχου τοῦ Γότθου καὶ τῶν ἐν Ῥώμῃ συμβάντων ὑπ̓ αὐτοῦ ἄχρι τῶν χρόνων Ἰουστινιανοῦ, καὶ ὡς πάλιν ἡ Ῥώμη ὑπὸ Ῥωμαίοις γέγονεν, Οὐιττίγιδος φυγόντος ἀπ̓ αὐτῆς.

κ Ὡς οἱ λεγόμενοι Ἔρουλοι ἐν τοῖς χρόνοις Ἰουστινιανοῦ ἐχριστιάνισαν.

κα Ὡς πάλιν ὑπὸ Γότθοις γεγονυῖαν τὴν Ῥώμην αὖθις ὁ Βελισάριος ἀνεσώσατο.

κβ Ὡς καὶ Ἀβασγοὶ τηνικαῦτα ἐχριστιάνισαν.

κγ Ὡς καὶ οἱ τὸν Τάναϊν οἰκοῦντες τηνικαῦτα ἐχριστιάνισαν: καὶ περὶ σεισμῶν ἐν Ἑλλάδι καὶ Ἀχαίᾳ γεγονότων.

κδ Περὶ Ναρσοῦ τοῦ στρατηγοῦ καὶ θεοφιλείας αὐτοῦ.

κε Ὡς ὁ Χοσρόης φθόνῳ τακεὶς ἐπὶ ταῖς εὐημερίαις Ἰουστινιανοῦ, κατὰ Ῥωμαίων ἐστράτευσεν, καὶ πλείστας πόλεις καθεῖλε Ῥωμαϊκάς, ἐν αἷς καὶ τὴν μεγάλην Ἀντιόχειαν.

κς Περὶ τοῦ γεγονότος θαύματος ἐν Ἀπαμείᾳ τοῦ τιμίου καὶ ζωοποιοῦ ξύλου τοῦ σταυροῦ.

κζ Περὶ τῆς εἰς Ἔδεσαν ἐκστρατείας Χοσρόου.

κη Περὶ τοῦ γεγονότος ἐν Σεργίου πόλει θαύματος.

κθ Περὶ τοῦ λοιμικοῦ πάθους.

λ Περὶ τῆς φιλοχρηματίας καὶ ἀπληστίας Ἰουστινιανοῦ.

λα Περὶ τοῦ μεγάλου ναοῦ τῆς ἁγίας Σοφίας, καὶ τῶν ἁγίων ἀποστόλων.

λβ Περὶ τῆς ἐν τῷ κυανῷ χρώματι τοῦ βασιλέως μανίας μᾶλλον ἢ φιλίας.

λγ Περὶ Βαρσανουφίου τοῦ ἀσκητοῦ.

λδ Περὶ Συμεὼν μοναχοῦ, τοῦ διὰ Χριστὸν σαλοῦ.

λε Περὶ Θωμᾶ μοναχοῦ, καὶ αὐτοῦ ὁμοίως προσποιητοῦ σαλοῦ.

λς Περὶ Μηνᾶ τοῦ πατριάρχου, καὶ τοῦ γεγονότος τηνικαῦτα θαύματος εἰς τὸ τοῦ Ἑβραίου παιδίον.

λζ Τίνες κατ̓ ἐκεῖνο καιροῦ τῶν μεγάλων πόλεων ἦσαν ἐπίσκοποι.

λη Περὶ τῆς ἁγίας οἰκουμενικῆς πέμπτης συνόδου, καὶ διὰ ποίαν αἰτίαν συνέστη.

λθ Ὡς Ἰουστινιανὸς τῆς ὀρθῆς δόξης παρατραπεὶς ἄφθαρτον τοῦ Κυρίου τὸ σῶμα ἐπρέσβευσεν.

μ Περὶ Ἀναστασίου ἐπισκόπου Ἀντιοχείας.

μα Περὶ τοῦ θανάτου Ἰουστινιανοῦ.

Κεφάλαια τῆς ἐκκλησιατικης ἱστορίας Εὐαγρίου ἀπὸ ἐπάρχων σχολαστικου.

α Περὶ τῆς Ἰουστίνου τοῦ γέροντος βασιλείας.

β Περὶ τῆς ἀναιρέσεως Βιταλιανοῦ.

γ Περὶ τῆς φυγῆς Σευήρου.

δ Περὶ τῆς χειροτονίας καὶ ἀναχωρήσεως Παύλου.

ε Περὶ τῆς Εὐφρασίου χειροτονίας.

ς Περὶ τῆς τῶν σεισμῶν Ἀντιοχείας.

ζ Περὶ τῆς τῆς χειροτονίας Εὐφημίου.

η Περὶ τῶν θαυμάτων Ζωσιμᾶ.

θ Περὶ τῶν παθημάτων Δυρραχίου, Κορίνθου, Ἀναζάρβου καὶ Ἐδέσσης.

ι Περὶ τῆς βασιλείας Ἰουστινιανοῦ.

ια Περὶ τῆς χειροτονίας Ἐπιφανίου Κωνσταντινουπόλεως [καὶ]

ιβ Περὶ ἐκβολῆς Ἀνθίμου Κωνσταντινουπόλεως [καὶ Θεοδοσίου Ἀλεξανδρείας].

ιγ Περὶ Θεοδοσίου Ἀλεξανδρείας.

ιδ Περὶ Ζωΐλου Ἀλεξανδρείας.

ιε Περὶ ὧν γράφει Προκόπιος γενέσθαι μεταξὺ

ις Περὶ Ῥωμαίων καὶ Περσῶν.

ιζ Περὶ τῆς στάσεως τοῦ Νίκα.

ιη Περὶ τῶν ἐν Ἀφρικῇ γενομένων.

ιθ Περὶ τῶν ἐν Ἰταλίᾳ γενομένων.

κ Περὶ τῶν Ἀβασγῶν χριστιανισάντων.

κα Περὶ ἐκδρομῆς Γότθων καὶ σεισμῶν καθόλου.

κβ Περὶ Ναρσοῦ καὶ τῶν γενομένων ἐν Ῥώμῃ.

κγ Περὶ ἁλώσεως Ἀντιοχείας καὶ ὧν ἐποίησεν ὁ Χοσρόης εἴς τε Ἔδεσσαν καὶ τὰς λοιπὰς πόλεις.

κδ Περὶ τοῦ γενομένου κοσμικοῦ λοιμοῦ.

κε Περὶ Ἰουστινιανοῦ, καὶ ἔκφρασις τῆς ἁγίας ἐκκλησίας Κωνσταντινουπόλεως.

κς Περὶ βίων διαφόρων μοναχῶν.

κζ Περὶ θαύματος γενομένου ἐν Κωνσταντινουπόλει ἐπὶΜηνᾶ.

κη Περὶ πέμπτης συνόδου καὶ τῶν ἐν αὐτῇ γενομένων.

κθ Περὶ ἀφθάρτου οὗ ἐκίνησεν Ἰουστινιανός, καὶ Ἀναστασίου πατριάρχου.

Ἀναστασίου δέ, ὥς μοι λέλεκται, πρὸς τὴν ἀμείνω Niceph. xvii 1 Malal. 410 Chronic. Pasch. 610 Cramer. An. Par. ii 108, 318 Joh. Nikiu c. 90, p. 501 Theophan. 165 Zonar. iii 265 μεταχωρήσαντος λῆξιν, Ἰουστῖνος, Θρᾷξ γένος, τῇ ἁλουργεῖ ἀμπεχόνῃ χρῆται, ἐνάτην ἄγοντος τοῦ Πανέμου μηνός, ὃς Ἰούλιος παρὰ Ῥωμαίων ὠνόμασται, χρηματιζούσης τῆς Ἀντιόχου ἕκτον καὶ ἑξηκοστὸν καὶ πεντακοσιοστὸν ἔτος, ὑπὸ τῶν βασιλικῶν σωματοφυλάκων ἀναρρηθεὶς ὧνπερ καὶ ἦρχεν, ἡγεμὼν τῶν ἐν τῇ αὐλῇ τάξεων καθεστώς. Περιέθετο δὲ τὴν ἀρχὴν τὴν αὐτοκράτορα πάσης ὑπέρτερον ἐλπίδος, ὅτι γε πολλοὶ καὶ ἔξοχοι καὶ πρὸς πᾶσαν εὐδαιμονίαν ἥκοντες καθειστήκεισαν Procop. i 50 τῆς Ἀναστασίου συγγενείας, πᾶσάν τε δύναμιν ἐφελκόμενοι τὴν τοσαύτην αὐτοὺς ἀρχὴν περιβαλεῖν ἐξισχύουσαν.

Ἦν δέ γε καὶ Ἀμάντιος τῶν βασιλικῶν κοιτώνων Cf. ibid. Hermes vi 375 προεστὼς ἐς τὰ μάλιστα δυνατός. Ὃς ἐπειδὴ μὴ θεμιτὸν ἦν ἄνδρα τῶν ἀνδρείων ἐστερημένον ἐς τὴν Ῥωμαίων παρελθεῖν ἀρχήν, ἐβούλετο Θεόκριτον πιστόν οἱ τυγχάνοντα τὸν στέφανον τῆς αὐτοκράτορος ἀρχῆς περιβαλέσθαι. Καὶ δὴ τὸν Ἰουστῖνον μετάπεμπτον ποιησάμενος χρήματά οἱ μεγάλα δίδωσι, διανεῖμαι κελεύσας τοῖς ἐς τοῦτο μάλιστα ἐπιτηδείοις οἵοις τε οὖσι τὸ ἁλουργὲς σχῆμα τῷ Θεοκρίτῳ περιθεῖναι. Ὃς εἴτε τὸν δῆμον τοῖς χρήμασιν ἐξωνησάμενος, εἴτε τὴν τῶν καλουμένων ἐξκουβιτόρων εὔνοιαν, φασὶ γὰρ ἐπ̓ ἀμφότερα, τὴν ἀρχὴν περιεβάλετο. Αὐτίκα γοῦν μεθ̓ ἑτέρων τόν τε Ἀμάντιον Θεόκριτόν τε ἐξ ἀνθρώπων ἠφάνισεν.

Τὸν δέ γε Βιταλιανὸν ἐπὶ τῆς Θρᾴκης τὰς διατριβὰς Niceph. xvii 1 Malal. 411, 412 Joh. Nikiu c. 90, p. 502 Theophan. 165 Zonar. iii 266 ποιούμενον, ὃς Ἀναστάσιον ἐξῶσαι τῆς βασιλείας ἐβουλήθη, πρὸς τὴν Κωνσταντίνου μετακαλεῖται πόλιν, δείσας μὲν αὐτοῦ τὴν δύναμιν καὶ τὴν ἀμφὶ τοὺς πολέμους ἐμπειρίαν τό τε παρὰ πᾶσι κλέος καὶ ἣν εἶχεν περὶ τὴνβασιλείαν ἔφεσιν. Εὐθυβόλως δὲ ἐπιστήσας ὡς οὐχ ἑτέρως αὐτοῦ περιέσεται εἰ μή τί γε φίλος εἶναι προσποιήσαιτο, καὶ τῷ δόλῳ προσωπεῖον ἀνεξέλεγκτον περιθείς, στρατηγὸν αὐτὸν ἑνὸς τῶν καλουμένων πραισέντων ἀναδείκυσιν. Ἐπὶ πλεῖον δὲ τῇ πειθοῖ χώρανδιδοὺς ἐπ̓ ἐξαπάτῃ μείζονι καὶ ἐς ὑπάτους τὸν Βιταλιανὸν ἀναβιβάζει. Οὗτος τῆς ὑπατείας ἐχόμενος, ἐπειδὴ κατὰ τὰ βασίλεια γέγονεν, ἔν τινι μεταυλίῳ θύρᾳ δολοφονηθεὶς ἐτελεύτησε, ποινὴν τῶν παῤ αὐτοῦ κατὰ τῆς Ῥωμαίων ἀρχῆς παροινηθέντων ταύτην καταβαλών. Ἀλλὰ ταῦταμὲν ὕστερον γέγονε.

Τὸν δέ γε Σευῆρον ὃς τῆς Ἀντιόχου πρόεδρος ἐκεχειροτόνητο, Niceph. xvii 2 καθὰ τὰ φθάσαντα διηγήσαντο, ἐπεὶ τὴν ἐν Καλχηδόνι σύνοδον ἐφ̓ ἑκάστης ἀναθέματι περιβάλλων οὐκ ἐπαύσατο, καὶ μάλιστά γε ἐν ταῖς καλουμέναις ἐνθρονιστικαῖσσυλλαβαῖς, καὶ ταῖς τούτων ἀμοιβαίαις ἃς διεπέμψατο τοῖς ἑκασταχοῦ πατριάρχαις — ἐδέχθησαν δὲ μόνον ἀνὰ τὴν Ἀλεξάνδρου πόλιν πρὸς Ἰωάννου τοῦ μετὰ τὸν πρότερον Ἰωάννην, Διοσκόρου τε αὖ καὶ Τιμοθέου — αἳ καὶ μέχρις ἡμῶν διασώζονται, πολλαί τε ἐντεῦθεν κατὰτῆς ἐκκλησίας ἐπανέστησαν ἔριδες καὶ ὁ πιστότατος διῃρέθη λεώς, κελεύει Ἰουστῖνος τῷ πρώτῳ τῆς αὐτοῦ βασιλείας ἔτει συσχεθέντα τὸν Σευῆρον ποινὰς εἰσπραχθῆναι τῆς γλώσσης διατεμνομένης, ὡς ἐνίοις διατεθρύληται, Εἰρηναίου τὴν πρᾶξιν ἐγχειρισθέντος ὃς ἐφειστήκει τῇ ἑῴᾳ τῶν ἀρχῶν ἀνὰ τὴν Ἀντιόχου. Πιστοῦται δὲ τὰ περὶ τῆς κατ̓ αὐτὸν ἐποχῆς τὸν Εἰρηναῖον ἐγχειρισθῆναι ὁ Σευῆρος πρὸς ἐνίους τῶν Ἀντιοχέων γράφων καὶ τὸν τρόπον τῆς φυγῆς διηγούμενος: ἔνθα μεγίσταις λοιδορίαις τὸν Εἰρηναῖον βάλλει ὡς πᾶσαν αὐτῷ φυλακὴν ἀκριβῆ περιθέντα μὴ διαδράναι τῆς Ἀντιόχου. Εἰσὶ δὲ οἵ φασιν ὡς Βιταλιανὸς τὴν γλῶσσαν ἐξῃτήσατο Mala. 411, 415 Joh. Nikiu c. 90, p. 502 Theophan. 165 Liberat. xix τοῦ Σευήρου, εἰσέ τι παρὰ τῷ Ἰουστίνῳ τὰ πρώτιστα δοκῶν φέρειν, διότι γε εἰς αὐτὸν ὕβριζεν ἐν τοῖς ἑαυτοῦ λόγοις ὁ Σευῆρος. Φεύγει δ̓ οὖν τὸν οἰκεῖον θρόνον ἀνὰ τὸν Γορπιαῖον μῆνα, ὃν Σεπτέμβριον ἡ Ῥωμαίων λέγει φωνή, ἕβδομον καὶ ἑξηκοστὸν καὶ πεντακοσιοστὸν ἔτος χρηματιζούσης τῆς Ἀντιόχου. Καὶ μετ̓ αὐτὸν ἐς τὸν ἑαυτοῦ θρόνον ἄνεισι Παῦλος, κελευσθεὶς τὴν ἐν Καλχηδόνι σύνοδον ἀναφανδὸν κηρύττειν. Παῦλος μὲν οὖν ἐθελούσιος ἀναχωρήσας τῆς Ἀντιόχου, τὴν Conc. viii 523 πάντων στέλλεται πορείαν τὸν βίον διαμετρησάμενος. Εὐφράσιος δὲ μετ̓ αὐτὸν ἐξ Ἱεροσολύμων ἐπὶ τὸν κατ̓ αὐτὸν ἄνεισι θρόνον.

Ὑπὸ τοῖς αὐτοῖς Ἰουστίνου χρόνοις ἐμπρησμοί τε Niceph. xvii 3 Malal 417, 419 Joh. Nikiu c. 90, p. 504 Theophan. 172 Procop. i 215 Georg. Mon. 525 Cramer. An. Par. ii 109 συχνοὶ καὶ δεινοὶ καὶ δεινοὶ κατὰ τὴν Ἀντιόχου γεγόνασιν, ὥσπερ ἡγούμενοι τῶν γενομένων ἐν αὐτῇ φοβερωτάτων κλόνων καὶ προοίμιον τοῖς παθήμασι παρεχόμενοι. Μετὰ γὰρ βραχύν τινα καιρόν, ἐν τῷ ἑβδόμῳ ἔτει τῆς αὐτοῦ βασιλείας, μηνὶ δεκάτῳ, ἀνὰ τὸν Ἀρτεμίσιον μῆνα ἤτοι Μάϊον, ἐνάτῃ καὶ εἰκοστῇ αὐτοῦ ἡμέρᾳ, κατ̓ αὐτὸ τῆς μεσημβρίας τὸ σταθερώτατον τῆς ἕκτης ἡμέρας τῆς καλουμένης ἑβδομάδος, βρασμὸς καὶ σεισμὸς ἐπελθόντες τῇ πόλει μικροῦ πᾶσαν ἀνατρέψαντες κατήγαγον: οἷς καὶ πῦρ εἵπετο ὥσπερ τὴν συμφορὰν μετ̓ αὐτῶν διανειμάμενον. Ἃ γὰρ ἐκεῖνοι οὐ κατέβαλον, τὸ πῦρ ἀμφινεμόμενον ἐξηνθράκωσέ τε καὶ ἀπετέφρωσε. Καὶ ὅσα μὲν τῆς πόλεως πέπονθεν ὅσοι τε τοῦ πυρὸς καὶ τῶνσεισμῶν ἔργον γεγόνασιν ὡς τὸ εἰκὸς ὑπέθετο, ὁποῖά τε παράδοξα καὶ λόγου κρείττω συμβέβηκε, περιπαθῶς ἀφήγηται Ἰωάννῃ τῷ ῥήτορι, ὧδε τῆς ἱστορίας καταλήξαντι. Τελευτᾷ δ̓ οὖν ἐγκαταληφθεὶς τοῖς πτώμασι καὶ ὁ Εὐφράσιος, ἄλλη τῆς πόλεως συμφορά, ἵνα μὴ τῶνἐπιτηδείων ὁ προνοῶν ᾖ.

Ἀλλ̓ ἡ τῶν ἀνθρώπων σώτειρα τοῦ θεοῦ κηδεμονία, Niceph. xvii 3 ἡ πρὸ τῆς πληγῆς τὰ φάρμακα πλάττουσα καὶ φιλανθρωπίᾳ τὸ ξίφος τῆς ὀργῆς θήγουσα, ἡ παῤ αὐτὴν Malal. 423 τὴν ἀπόγνωσιν τὴν οἰκείαν ἀνοιγνῦσα συμπάθειαν, Ἐφραίμιονδιανέστησε τῆς ἑῴας ἀρχῆς τὰς ἡνίας διέποντα πᾶσαν ἀναζώσασθαι φροντίδα μηδὲν τῶν ἐπιτηδείων ἐπιλιπεῖν τὴν πόλιν. Ὃν κἀντεῦθεν ἀγασάμενοι Ἀντιοχέων παῖδες εἰς ἱερέα ψηφίζονται: καὶ τὸν ἀποστολικὸν λαγχάνει θρόνον ὥσπερ μισθὸν καὶ γέρα τῆς τοσαύτηςMalal. 442, 443 Cramer. An. Par. ii 320 Theophan. 177 προνοίας τοῦτον κληρωσάμενος. Πέπονθε καὶ αὖθις ὑπὸ σεισμῶν μετὰ μῆνας τριάκοντα. Τότε καὶ Θεοῦ πόλις ἡ Ἀντιόχου προσηγορεύθη πόλις, καὶ ἄλλης προνοίας πρὸς τοῦ βασιλέως τυχοῦσα.

Ἀλλ̓ ἐπεὶ τῶν εἰρημένων ἐμνήσθημεν παθημάτων, Niceph. xvii 4 φέρε καὶ ἕτερα ἄττα τῶν ἀξιολόγων τῷ παρόντι προσθῶμεν 26 πόνῳ, ἅπερ εἰς ἡμᾶς ἐκ τῶν ἱστορησάντων ἐνηνέκται. Ζωσιμᾶς ἀνήρ, γένος Φοῖνιξ, τῆς λεγομένης παραλίας, κώμην Σίνδην πατρίδα κληρωσάμενος διέχουσαν τῆς τῶν Τυρίων οὔτι σταδίους εἴκοσι, τὸν μονήρη διαθλεύων βίον,οὕτως ταῖς τε ἀφέξεσι καὶ μεθέξεσι τῶν τροφῶν καὶ ταῖς ἄλλαις ἀρεταῖς τοῦ βίου τὸν θεὸν εἰσοικισάμενος ὡς μὴ μόνον διορᾶν τὰ μέλλοντα, ἀλλὰ καὶ πάσης ἀπαθείας χάριν λαβεῖν, συνῆν τῶν τινι ἐπισήμων ἀνὰ τὴν Καίσαρος πόλιν, ἣ μιᾶς τῶν Παλαιστινῶν ἡγεῖται: ἦν δὲ ἄρα οὗτος Ἀρκεσίλαος, ἀνὴρ εὐπατρίδης τε καὶ λόγιμος, εὖ τε ἀξιωμάτων καὶ τῶν λοιπῶν τῶν κοσμούντων ἀνδρὸς βίον ἥκων. Οὗτος ὁ Ζωσιμᾶς ἐν τῷ ἀκαρεῖ τῆς Ἀντιόχου πτώσεως ἀθρόον ἐπιστυγνάσας ὀλοφυρόμενός τε καὶ μύχιον ἀνοιμώξας, δάκρυά τε τοσαῦτα σπείσας ὡς καὶ τὴν γῆν ἐπιβρέξαι, θυμιατήριον ἐξῃτήσατο, καὶ πάντα τὸν χῶρον ἐν ᾧ καθειστήκεισαν ἐπιθυμιάσας ἐπὶ γῆς ἑαυτὸν ῥίπτει, προσευχαῖς τε καὶ λιταῖς τὸν θεὸν ἱλεούμενος. Εἶτα πυνθανομένου τοῦ Ἀρκεσιλάου τί ἄρα τὸ οὕτω διαταράξαν εἴη, διαρρήδην εἶπε τὴν ἠχὴν τῆς Ἀντιόχου πτώσεως αὐτίκα τὰ ὦτά οἱ περιβομβῆσαι. Ὥστε τὸν Ἀρκεσίλαον καὶ τοὺς παρατετυχηκότας ἐκπεπληγμένους ἀναγράψαι τὴν ὥραν, εὑρεῖν τε ἐς ὕστερον οὕτως ὡς ὁ Ζωσιμᾶς ἀπεφήνατο. Διὰ τούτου πολλαί τε καὶ ἕτεραι θεοσημεῖαι γεγόνασιν, ὧν τὸ πλῆθος παρείς, ἐπεὶ καὶ κρείττονος εἰπεῖν ἀριθμοῦ τυγχάνουσιν οὖσαι, ἔνια λέξω. Συνήκμαζε τῷ Ζωσιμᾷ ἀνήρ, Ἰωάννης τοὔνομα, ταῖς ἀρεταῖς παραπλήσιος, ἐν Χουζιβᾷ τῇ μάνδρᾳ — κεῖται δὲ πρὸς τῇ ἐσχατιᾷ τῆς χαράδρας ἀνὰ τὸ ἀρκτῷον μέρος τῆς λεωφόρου τῆς φερούσης τοὺς διαπορευομένους ἐξ Ἱεροσολύμων ἐπὶ τὴν Ἱεριχουντίων πόλιν — τὸν μονήρη τε καὶ ἄϋλον διαπαλαίσας βίον, ἐπισκοπήσας δὲ τὴν εἰρημένην μοι Καίσαρος πόλιν. Οὗτος ὁ Ἰωάννης ὁ Χουζιβίτης, ἐπεὶ τὴν Ἀρκεσιλάου τοῦ λελεγμένου μοι γυναῖκα ἠκηκόει θάτερον τοῖν ὀφθαλμοῖν ὑπὸ κερκίδος ἐκκοπέντα, δρομαίως ᾔει πρὸς αὐτὴν τὸ πάθος ἐπισκεψόμενος. Ὡς δ̓ οὖν ἐθεάσατο τήν τε κόρην ἐκπεσοῦσαν τέλεόν τε τὸν ὀφθαλμὸν διαρρυέντα, σπόγγον ἐπιτάττει τῶν τινι παρεφομαρτούντων ἰατρῶν ἐνεγκεῖν, εἰσαγαγεῖν τε τὸ διαρρυὲν ὡς ἂν δύναιτο, καὶ τὸν σπόγγον περιθέντα τελαμῶσιν ἀναδῆσαι, οὔτι παρόντος Ἀρκεσιλάου. Ἔτυχε γὰρ τῷ Ζωσιμᾷ παρὼν ἐν τῷ κατ̓ αὐτὸν φροντιστηρίῳ, ὅπερ ἐπὶ τῆς Σινδηνῶν ἔκειτο κώμης, διεστώσης τῆς Καίσαρος σταδίους μάλιστα πεντακοσίους. Δρομαῖοιτοίνυν παρὰ τὸν Ἀρκεσίλαον ἐκτρέχουσίν οἱ ταῦτα διαγγέλλοντες. Καθῆστο δὲ πρὸς Ζωσιμᾷ ὁ Ἀρκεσίλαος τὰς διαλέξεις ποιούμενος: ὅπερ ἐπειδὴ διέγνω, διωλύγιον ἀνεκώκυε, καὶ τὰς τρίχας ἐκτίλλων καὶ διασπῶν εἰς οὐρανὸν ἀνέπεμπε. Τοῦ δὲ Ζωσιμᾶ πυνθανομένουτὴν αἰτίαν, τὸ συμβὰν ὁ Ἀρκεσίλαος ἔλεγε ταῖς οἰμωγαῖς καὶ τοῖς δάκρυσι συχνὰ διακοπτόμενος. Ἀφεὶς οὖν τοῦτον ὁ Ζωσιμᾶς αὐτὸς καθ̓ ἑαυτὸν εἴς τι δωμάτιον ἐστρέχει ἔνθα τῷ θεῷ, ὡς θεμιτὸν τοῖς τοιούτοις, ἐνετύγχανεν. Μετὰ δ̓ αὖ τινα καιρὸν προσελθὼν ἔχαιρέν τεκαὶ σεμνὰ μειδιῶν πρὸς Ἀρκεσίλαον ἔλεγε τὴν χεῖρα καταψήχων: Ἄπιθι χαίρων, ἄπιθι: ἡ χάρις τῷ Χουζιβίτῃ δέδοται. Ἰάθη σου τὸ γύναιον, ἄμφω τὼ ὀφθαλμὼ ἔχει, οὐδὲν ἰσχυσάσης τῆς συμφορᾶς ἀφελέσθαι, οὕτω τοῦ Χουζιβίτου βουληθέντος. Ὅπερ καὶ γέγονεν ἀμφοῖντοῖν δικαίοιν κατὰ ταὐτὸ θαυματουργησάντοιν. Τούτῳ τῷ Ζωσιμᾷ καί ποτε ἐπὶ τὴν Καίσαρος ἰόντι ὀνάριόν τε παρασυρομένῳ ἐν ᾧ τῶν τινά οἱ ἐπιτηδείων ἐπεβέβλητο, λέων ἔπεισι καὶ τὸν ὄνον ἁρπάσας ἀπῄει. Ὁ δὲ Ζωσιμᾶς ἀνὰ τὴν ὕλην εἵπετο μέχρις ὅτου διακορὴσὁ λέων ἐκ τῆς θοίνης τοῦ ζῴου γέγονε: πρὸς ὃν ἐπιγελάσας ὁ Ζωσιμᾶς φησιν: Ἀλλὰ γάρ, ὦ ἑταῖρε, τὰ τῆς πορείας ἐμοὶ διακέκοπται πάχητί τε ὄντι πόρρω τε τῆς ἡλικίας ἀφιγμένῳ, καὶ μὴ δυναμένῳ νωτοφορεῖν τὰ ἐπὶ τοῦ ζῴου σεσαγμένα. Ἀχθοφορεῖν οὖν ἀνάγκη σεπαρὰ τὸν θεσμὸν τῆς φύσεως, εἴπερ ἐθέλεις τῶν ἐντεῦθεν τὸν Ζωσιμᾶν ἀπαλλάττεσθαι καὶ θηρίον αὖθις εἶναι. δὲ τοῦ θυμοῦ καθάπαξ ἐπιλελησμένος ὑπέσαινε καὶ τῷ Ζωσιμᾷ προσέτρεχε πράως εὐθύς, καὶ διὰ τοῦ σχήματος ἐβόα τὸ πειθήνιον. Ὧι περιθεὶς ὁ Ζωσιμᾶς τοῦ ὄνου τὸ φορτίον μέχρι τῶν πυλῶν τῆς Καίσαρος ἤγαγε, δεικνὺς τοῦ θεοῦ τὴν δύναμιν καὶ ὡς ἅπαντα τοῖς ἀνθρώποις δοῦλά τε καὶ πειθήνια, ὅταν αὐτῷ ζῶμεν καὶ τὴν δεδομένην ἡμῖν χάριν οὐ παραχαράττομεν. Ἀλλ̓ ἵνα μὴ τοῖς πλείοσι τὴν ἱστορίαν παραμηκύνωμεν, ἐπάνειμι ὅθεν τὴν ἐκβολὴν ἐποιησάμην.

Εἰσέτι Ἰουστίνου τὴν αὐτοκράτορα διϊθύνοντος Niceph. xvii 3 Malal. 417 Theophan. 168, 171ἀρχήν, τὸ νῦν μὲν Δυρράχιον, Ἐπίδαμνος δὲ πάλαι, πέπονθεν ὑπὸ κλόνου τῆς γῆς, ὡσαύτως δὲ καὶ Κόρινθος ἐπὶ τῆς Ἑλλάδος κειμένη, εἶτα καὶ Ἀνάζαρβος τὸ τέταρτον αὐτῆς πάθος, ἣ τοῦ δευτέρου τῶν Κιλίκων ἡγεῖται ἔθνους: ἃς ὁ Ἰουστῖνος πολλοῖς ἀνεκτίσατο χρήμασι. Κατὰ τοὺς αὐτοὺς χρόνους καὶ ἡ Ἔδεσσα πόλις τῆς Ὀσροηνῶν μεγίστη τε καὶ εὐδαίμων τοῖς τοῦ παραρρέοντος Σκίρτου χειμάρρου ὕδασι κατεποντώθη, ὥστε καὶ τὰ πολλὰ τῶν οἰκοδομιῶν παρασυρῆναι καὶ πλῆθος ἀναρίθμητον ἀπολέσθαι, οὓς τὸ ὕδωρ λαβὸν ᾤχετο. Μετεκλήθησαν τοίνυν ὑπὸ τοῦ αὐτοῦ Ἰουστίνου ἡ Ἔδεσσα καὶ Ἀνάζαρβος, καὶ τούτων ἑκατέρα τῇ αὐτοῦ προσηγορίᾳ κατεκοσμήθησαν.

Τούτῳ τῷ Ἰουστίνῳ ὄγδοον ἔτος τῆς βασιλείας Niceph. xvii 7 Malal. 422, 424 Chronic. Pasch. 616 Theophan. 173 Cramer. An. Par. ii 109 Cedren. i 641 Zonar. iii 269 ἄγοντι ἐννέα τε μῆνας πρός τισιν ἡμέραις, Ἰουστινιανὸς ἀδελφιδοῦς αὐτοῦ συμβασιλεύει, ἀναρρηθεὶς τῇ πρώτῃ τοῦ Ξανθικοῦ ἤγουν Ἀπριλίου μηνός, ἀνὰ τὸ πέμπτον καὶ ἑβδομηκοστὸν καὶ πεντακοσιοστὸν ἔτος τοῦ χρηματισμοῦ τῆς Ἀντιοχείας. Καὶ τούτων ὧδε προελθόντων, Ἰουστῖνος μεθίσταται τῆς ἐντεῦθεν βασιλείας, 31 ὑπελθὼν τὴν τέλειον ἡμέραν ἀνὰ τὴν πρώτην ἡμέραν τοῦ Λώου, τοῦ καὶ Αὐγούστου μηνός, συμβασιλεύσας μὲν Ἰουστινιανῷ μῆνας τέσσαρας, τὰ ὅλα δὲ ἔτη τὴν αὐτοκράτορα διανύσας ἀρχὴν ἐννέα πρός τισιν ἡμέραις. Ἰουστινιανοῦ δὲ μόνου τὴν ὅλην ἀρχὴν τῆς Ῥωμαίων ἐπικρατείας περιθεμένου, ἤδη τε τῆς ἐν Χαλχηδόνι συνόδου κηρυττομένης ἀνὰ τὰς ἁγιωτάτας ἐκκλησίασκελεύσμασιν Ἰουστίνου, καθά μοι διήγηται, ἔτι τὰ τῆς ἐκκλησιαστικῆς καταστάσεως ἔν τισι τῶν ἐπαρχιῶν περιεδονεῖτο, καὶ μάλιστά γε κατὰ τὴν βασιλέως καὶ κατὰ τὴν Ἀλεξάνδρου πόλιν: τῆς μὲν βασιλίδος τὴν ἐπισκοπὴν πρυτανεύοντος Ἀνθίμου, τῆς δὲ Ἀλεξανδρέωνἐκκλησίας ἡγουμένου Θεοδοσίου. Ἄμφω τε γὰρ τὴν μίαν καὶ μόνην ἐδοξαζέτην φύσιν.

Ἰουστινιανὸς μὲν οὖν τῶν ἐν Καλχηδόνι συνεληλυθότων Niceph. xvii 7 καὶ τῶν παῤ αὐτῶν ἐκτεθειμένων μάλα γεννικῶς ἀντείχετο, Θεοδώρα δὲ ἡ τούτου σύνοικος, τῶν μίαν φύσινλεγόντων: εἴτε καὶ τῶν ἀληθῶς οὕτως ἐχόντων — ἡνίκα γὰρ ὁ περὶ πίστεως πρόκειται λόγος, πατέρες τε πρὸς παῖδας, παῖδές τε αὖ πρὸς τοὺς φύντας διΐστανται, γυνή τε πρὸς τὸν ἴδιον γαμέτην, ἀνήρ τε αὖ πάλιν πρὸς τὴν ἰδίαν γαμετήν — , εἴτε καὶ κατά τινα συγκείμενοι οἰκονομίανἵν̓ ὁ μὲν τῶν λεγόντων δύο φύσεις ἐπὶ Χριστοῦ τοῦ θεοῦ ἡμῶν μετὰ τὴν ἕνωσιν ἀντέχηται, ἡ δὲ τῶν πρεσβευόντων μίαν φύσιν. Ὅμως δ̓ οὖν ἀλλήλοις οὐκ ἐνεδίδοσαν: ἀλλ̓ ὁ μὲν τῶν ἐν Χαλχηδόνι συντεθειμένων μάλα σπουδαίως ἀντελαμβάνετο, ἡ δὲ μετὰ τῶν ἀπ̓ ἐναντίασἰοῦσα τῶν λεγόντων μίαν φύσιν παντοίως προενόει, καὶ τούς γε ἡμεδαποὺς περιέθαλπεν καὶ τοὺς ἀλλοδαποὺς Niceph. xvii 8 μεγάλοις χρήμασιν ἐδεξιοῦτο. Ἣ καὶ πείθει τὸν Ἰουστινιανὸν μετάπεμπτον Σευῆρον ποιήσασθαι.

Σώζονται τοίνυν ἐπιστολαὶ Σευήρου πρός τε Ἰουστινιανὸν πρός τε Θεοδώραν: δἰ ὧν ἔστι λαβεῖν ὡς 31 κατ̓ ἀρχὰς τὴν πρὸς τὴν βασίλειον ὁδὸν διανεβάλετο μεθ̓ ὃ τὸν Ἀντιοχείας καταλέλοιπε θρόνον: ὕστερον μέντοι κατείληφε ταύτην. Καὶ γέγραφεν ὡς ἐπειδὴ πρὸς τὴν βασιλέως ἐγεγόνει ἐνέτυχέ τε τῷ Ἀνθίμῳ καὶ τῆς Joh. Ephes. i 42 παραπλησίας οἱ δόξης εὕρηκε αὐτὸν καὶ τῆς εἰς τὸν θεὸν νομίσεως, πέπεικε τῆς καθέδρας ἐκστῆναι. Γέγραπται δὲ αὐτῷ τὰ περὶ τούτων πρὸς Θεοδόσιον τὸν τὴν Ἀλεξανδρέων ἐπισκοποῦντα πόλιν: ἐν οἶς καὶ μεγαλαυχεῖ ὡς τὸν αὐτὸν Ἄνθιμον πέπεικεν, ὡς εἴρηται, τῆς ἐπὶ γῆς δόξης καὶ τῆς οἰκείας καθέδρας τὰ τοιαῦτα προκρῖναι δόγματα. Φέρονται δὲ καὶ Ἀνθίμου πρὸς Θεοδόσιον ἐπιστολαὶ περὶ τούτων, Θεοδοσίου τε αὖ πρὸς Σευῆρον καὶ Ἄνθιμον, ἃς παρίημι καταλιμπάνων τοῖς ἐντυγχάνειν ταύταις βουλομένοις, ἵνα μὴ πλῆθος ἄπειρον ἐπεισκυκλήσω τῷ παρόντι πόνῳ. Ὅμως δ̓ οὖν ὡς ἀντικρὺ τῶν βασιλέως κελευσμάτων ἰόντες καὶ μὴ δεχόμενοι τὰ ἐν Καλχηδόνι συντεθειμένα, ἄμφω τῶν οἰκείων ἐξηλαθέτην θρόνων, καὶ τὸν μὲν Ἀλεξανδρείας Ζωΐλος διαδέχεται, τὸν δὲ τῆς βασιλείας Ἐπιφάνιος: ὡς ἐν ἁπάσαις λοιπὸν ταῖς ἐκκλησίαις ἀναφανδὸν κηρύττεσθαι τὴν ἐν Καλχηδόνι σύνοδον, καὶ 21 μηδένα τολμᾶν ταύτην ἀναθέματι περιβάλλειν, τοὺς δὲ μὴ ταῦτα οὕτως ἔχοντας διὰ μυρίων συνελαύνεσθαι τρόπων πρὸς τὴν τοιαύτην ἰέναι συγκατάθεσιν. Γέγραπται δ̓ οὖν Ἰουστινιανῷ νομοθεσία ἐν ᾗ τὸν Conc. viii 1150 Joh. Nikiu c. 90, p. 514 Σευῆρον καὶ Ἄνθιμον σὺν ἑτέροις ἀνατεθεμάτικεν, ποιναῖς τε μεγίσταις ὑποτέθεικε τοὺς τὰ ἐκείνων πρεσβεύοντας δόγματα: ὡς ἐξ ἐκείνου περὶ μὲν τὰς ἑκασταχῆ διακειμένας ἐκκλησίας οὐδὲν ἔτι διερρωγὸς μεῖναι, ἀλλὰ τούς τε ἑκάστης διοικήσεως πατριάρχας ἀλλήλοις συμβαίνειν, τούς τε τῶν πόλεων ἐπισκόπους τοῖς ἰδίοις ἐξάρχοις ἕπεσθαι: καὶ τέσσαρας συνόδους ἐπὶ τῶν ἐκκλησιῶν κηρύττεσθαι, πρώτην μὲν τὴν ἐν Νικαίᾳ, εἶτα τὴν ἐν Κωνσταντινουπόλει, τρίτην τὴν ἐν Ἐφέσῳ τὸ πρότερον, τετάρτην τὴν ἐν Καλχηδόνι. Γέγονε δὲ καὶ πέμπτη σύνοδος κατὰ κέλευσιν Ἰουστινιανοῦ, περὶ ἧς τὰ πρόσφορα ἐν τοῖς προσφόροις ἐρῶ καιροῖς, τέως τῶν ἀνὰμέρος πραχθέντων ὑπὸ τοῖς αὐτοῦ χρόνοις λόγου τε ἀξίων καθεστώτων τῇ παρούσῃ συνυφαινομένων ἱστορίᾳ.

Γέγραπται δὲ Προκοπίῳ τῷ ῥήτορι τὰ κατὰ Niceph. xvii 10 Procop. i 51 — 55 Βελισάριον συγγράφοντι, ὡς Καβάδης ὁ Περσῶν βασιλεὺς Χοσρόῃ τῷ παιδὶ νεωτέρῳ τῶν ἄλλων υἱῶν ὄντι περιθεῖναιτὴν βασιλείαν βουληθείς, ἅμα Χοσρόῃ βουλεύει ὥστε τῷ βασιλεῖ Ῥωμαίων εἰς θετὸν υἱὸν ἐπιδοῦναι τὸν Χοσρόην, ἵνα ἐντεῦθεν ἀσφαλέστατα τὰ τῆς ἀρχῆς αὐτῷ διατεθείη. Ἐπειδὴ τοίνυν τούτων διήμαρτον εἰσηγήσει Πρόκλου, ὃς παρεδρεύων Ἰουστινιανῷ κυαίστωρκαθειστήκει, ἐπὶ μείζω τὴν πρὸς Ῥωμαίους ἔχθραν ἐξήγαγον. Ibid. 61 — 74 Φιλοπονώτατα τοιγαροῦν κομψῶς τε καὶ λογίως ἐκτέθειται τῷ αὐτῶ Προκοπίῳ ἃ δὴ πέπρακται ὑπὸ Βελισαρίῳ στρατηγοῦντι τῶν ἑῴων δυνάμεων Ῥωμαίοις τε καὶΠέρσαις πρὸς ἀλλήλους πολεμοῦσι. Πρώτην μὲν οὖν νίκην ἀναγράφει Ῥωμαίων περὶ τὰ χωρία Δάρας τε καὶ Νισίβεως, Βελισαρίου Ἑρμογένους τε αὖ τὰ Ῥωμαίων Ibid. 74 s#3. στρατόπεδα διακοσμούντων. Οἷς ἐπισυνάπτει καὶ ὅσα κατὰ τὴν Ἀρμενίων γέγονε χώραν, οἷά τε κατὰ τὴνIbid. 88 Ῥωμαίων εἰργάσατο γῆν Ἀλαμούνδαρος τῶν Σκηνιτῶν βαρβάρων ἡγούμενος: ὃς καὶ Τιμόστρατον τὸν Ῥουφίνου ἀδελφὸν σὺν τοῖς ἀμφ̓ αὐτὸν στρατιώταις ἐζώγρησε, καὶ χρημάτων ὕστερον μεγάλων ἀπέδοτο.

Περιπαθῶς διέξεισι καὶ τὴν τοῦ λελεγμένου μοιNiceph. xvii 10 Procop. 89 — 97 Ἀλαμουνδάρου καὶ Ἀζαρέθου κατὰ τῆς Ῥωμαίων γῆς ἔφοδον, ὅπως τε τούτοις τὴν ἄφοδον ἐπὶ τὰ σφέτερα ποιουμένοις, πρὸς βίας τοῦ οἰκείου στρατοῦ ἐπὶ ταῖς ᾐόσι τοῦ Εὐφράτου Βελισάριος συνεπλάκη ἐπικειμένης τῆς πασχαλίας ἡμέρας, καὶ ὅπως ὁ Ῥωμαίων διεφθάρη στρατὸς τῶν Βελισαρίου βουλευμάτων οὐκ ἀνασχόμενος, ὅπως τε Ῥουφῖνος καὶ Ἑρμογένης τὴν καλουμένην ἀπέραντον Procop. i 113 εἰρήνην πρὸς Πέρσας διέθηκαν. Οἷς ἐπάγει τὴν ἀνὰ τὸ Βυζάντιον γενομένην τῶν δημοτῶν στάσιν, ᾗ προσηγορίαν τὸ σύνθεμα τῶν δήμων Ibid. 119 — 129 δέδωκε: τὸ Νίκα γὰρ ἐπίκλησιν καλοῦσι, τοῦτο τῶν δήμων ἀλλήλοις συναφθέντων σύνθεμα δόντων τῆς εἰς ἀλλήλους γνώσεως. Καθ̓ ἣν Ὑπάτιός τε καὶ Πομπήϊος ἐβιασθήτην μὲν ὑπὸ τῶν δήμων πρὸς τὴν τυραννίδα, ἑκατέρω δὲ πρὸς τῶν στρατιωτῶν κελεύσμασιν Ἰουστινιανοῦ τὴν κεφαλὴν ἀποθεμένω κατεποντωθήτην, τῶν δήμων ἑσσηθέντων: ὅτε καὶ τριάκοντα χιλιάδας ἐν τῷ πόνῳ τούτῳ φησὶν ὁ Προκόπιος ἀνθρώπων ἀπολέσθαι.

Τῷ αὐτῷ τὰ κατὰ Βανδίλους γράφοντι μέγιστα Niceph. xvii 11 Procop. i 344 τέθειται καὶ μνήμης ἐς ἀεὶ διασωζομένης ἄξια, ἃ λέξων ἔρχομαι. Ὀνώριχος τὴν βασιλείαν ἐκ Γιζερίχου διαδεξάμενος, τά τε ἀρείου θρησκεύων, ὠμότατα διετίθετο ἀμφὶ τοὺς ἐν Λιβύῃ Χριστιανοὺς τοὺς τὰ ὀρθὰ πρεσβεύοντας δόγματα, βιαζόμενος εἰς τὴν Ἀρειανῶν μετατίθεσθαι δόξαν: καὶ τούς τε μὴ ὑπείκοντας πυρί τε καὶ μυρίαις θανάτων ἰδέαις ἔφθειρεν, ἐνίους δὲ τὰς γλώσσας ἀφείλετο. Τούτους καὶ τῇ θέᾳ παραλαβεῖν ὁ Προκόπιος ἔφη πρὸς τὴν βασιλέως γενομένους πόλιν αὐτόσε διαδράντας, ἐντυχεῖν τε αὐτοῖς ἴσα τοῖς μηδὲν πεπονθόσι φθεγγομένοις: καὶ τὰς μὲν γλώσσας ἐξ αὐτοῦ τοῦ πυθμένος ἀνακεκάρθαι, τὴν δὲ φωνὴν αὐτοῖς ἔναρθρον εἶναι καὶ εὔσημα διαλέγεσθαι, θαῦμα καινόν τε καὶ παράδοξον: ὧν καὶ Cod. i 27,1,1 Ἰουστίνου διάταξις μνημονεύει. Ἐξ ὧν καὶ δύο παρωλισθησάτην, Procop. i 345 ὡς ὁ αὐτὸς ἀναγράφει Προκόπιος. Ἐπειδὴ γὰρ γυναιξὶν ὁμιλεῖν ἐβουληθήτην, τὴν φωνὴν ἀφῃρέθησαν, τοῦ μαρτυρίου τῆς χάριτος αὐτοῖν μηκέτι παραμεινάσης.

Καὶ ἕτερον δὲ ἀξιάγαστον ἀνάγει τοῦ σωτῆρος Niceph. xvii 11 Procop. i 346 θεοῦ θαυματουργήσαντος ἐπ̓ ἀνδράσιν ἐκφύλοις μὲν τὴν θρησκείαν, ὅσια δὲ κατ̓ ἐκεῖνο δράσασιν. Καβαώνην φησὶ τῶν ἀμφὶ Τρίπολιν Μαυρουσίων ἡγεῖσθαι. Οὗτος, φησίν, ὁ Καβαώνης — ἄξιον γὰρ τοῖς αὐτοῦ χρήσασθαιῥήμασιν ἀξιολόγως καὶ περὶ τούτων διηγουμένου — ἐπειδὴ ἐπ̓ αὐτὸν ἐστρατεῦσθαι Βανδίλους ἐπύθετο, ἐποίει τοιάδε: πρῶτα μὲν τοῖς ὑπηκόοις ἐπήγγελλεν ἀδικίας τε πάσης καὶ βρώσεως ἐς τρυφὴν ἀγούσης καὶ πάντων μάλιστα γυναικῶν ξυνουσίας ἀπέχεσθαι. Χαρακώματά τεδύο πηξάμενος, ἐν θἀτέρῳ μὲν αὐτὸς σὺν πᾶσιν ἐστρατοπεδεύσατο τοῖς ἀνδράσι, ἐν δὲ δὴ τῷ ἑτέρῳ τὰς γυναῖκας καθεῖρξε, θάνατον δὲ τὴν ζημίαν ἠπείλησεν ἔσεσθαι εἴ τις ἐπὶ τὸ τῶν γυναικῶν χαράκωμα ἴοι. Μετὰ δὲ πέμψας ἐς Καρχηδόνα κατασκόπους ἐπέταττεν τάδε: ἐπειδὰν οἱΒανδίλοι ἐπὶ τὴν στρατείαν βαδίζοντες ἔς τινα νηὸν ὑβρίσωσιν ὃν οἱ Χριστιανοὶ σέβονται, αὐτοὺς μὲν ἐφορᾶν τὰ γινόμενα: ἐὰν δὲ οἱ Βανδίλοι τὸ χωρίον ἀμείψωσι, πάντα ποιεῖν τἀναντία ἐς τὸ ἱερὸν ἐξ οὗ δ̓ ἂν ἐκεῖνοι βαδίσαντες οἴχωνται. Ἐπειπεῖν δὲ αὐτὸν καὶ τοῦτόφασι ὡς ἀγνοοῖ μὲν τὸν θεὸν ὃν Χριστιανοὶ σέβονται, εἰκὸς δὲ αὐτόν, φησίν, εἴπερ ἰσχυρός ἐστιν ὡς λέγεται, τίσασθαι μὲν τοὺς ὑβρίζοντας, ἀμῦναι δὲ τοῖς θεραπεύουσιν. Οἱ μὲν οὖν κατάσκοποι εἰς Καρχηδόνα ἐλθόντες ἐσχόλαζον τὴν παρασκευὴν τῶν Βανδίλων θεώμενοι. Ἐπειδὴ δὲ τὸ στράτευμα τὴν ἐπὶ Τρίπολιν ᾔεσαν, σχήματα περιβεβλημένοι ταπεινὰ εἵποντο. Οἱ δὲ Βανδίλοι, ὡς ἡμέρᾳ τῇ πρώτῃ ηὐλίσαντο ἐς τῶν Χριστιανῶν τοὺς νεὼς τούς τε ἵππους τά τε ἄλλα ζῷα ἐπαγαγόντες, ὕβρεώς τε οὐδεμιᾶς ἀπελείποντο καὶ αὐτοὶ ἀκολασίᾳ τῇ σφετέρᾳ ἐχρήσαντο, τούς τε ἱερεῖς οὓς ἂν λάβοιεν ἐρράπιζόν τε καὶ ξαίνοντες κατὰ τοῦ νώτου πολλὰ ὑπηρετεῖν σφίσιν ἐκέλευον. Ἐπειδὴ δὲ τάχιστα ἐνθένδε ἀπηλλάγησαν, ἐποίουν οἱ τοῦ Καβάωνος κατάσκοποι ὅσα αὐτοῖς ἐπετέτακτο: τά τε γὰρ ἱερὰ ἐκάθηραν αὐτίκα, τήν τε κόπρον καὶ εἴ τι ἄλλο οὐχ ὁσίως ἐπέκειτο σὺν ἐπιμελείᾳ πολλῇ ἀφελόμενοι, τά τε λύχνα ἔκαιον ἅπαντα, καὶ τοὺς ἱερέας αἰδοῖ τε πολλῇ προσεκύνησαν καὶ τῇ ἄλλῃ φιλοφροσύνῃ ἠσπάσαντο, ἀργύριά τε τοῖς πτωχοῖς δόντες, οἳ ἀμφὶ τὰ ἱερὰ ταῦτα ἐκάθηντο, οὕτω δὴ τῶν Βανδίλων στρατιᾷ εἵποντο. Καὶ ἀπὸ τούτου κατὰ τὴν ὁδὸν σύμπασαν οἱ Βανδίλοι κατὰ ταὐτὰ ἡμάρτανον καὶ οἱ κατάσκοποι ἐθεράπευον. Ἐπεὶ δὲ ἀγχοῦ ἔσεσθαι ἔμελλον, προτερήσαντες οἱ κατάσκοποι ἀγγέλλουσι τῷ Καβάωνι ὅσα Βανδίλοις τε καὶ σφίσιν ἐς τὰ Χριστιανῶν ἱερὰ εἴργαστο, καὶ ὡς ἐγγύς που οἱ πολέμιοι εἶεν. Ὁ δὲ ἀκούσας εἰς τὴν ξυμβολὴν καθίστατο ... Οἱ μὲν οὖν πολλοί, ὥς φησι, Βανδίλων Procop. i 349 διεφθάρησαν, εἰσὶ δὲ οἳ καὶ ὑπὸ τοῖς πολεμίοις ἐγένοντο, ὀλίγοι τε κομιδῆ ἐκ τοῦ στρατοῦ τούτου ἐπ̓ οἴκου ἀπεκομίσθησαν. Ταῦτα μὲν Τρασαμούνδῳ παθεῖν ὑπὸ Μαυρουσίων ξυνέπεσε: ἐτελεύτα δὲ χρόνῳ ὕστερον ἑπτά τε καὶ εἴκοσιν ἔτη Βανδίλων ἄρξας.

Ὁ αὐτὸς ἀναγράφει ὡς Ἰουστινιανὸς φειδοῖ τῶν Niceph. xvii 12 Procop. i 353-356 κακῶς αὐτόσε πασχόντων Χριστιανῶν στρατείαν ἐπαγγείλας, ὑποθήκαις Ἰωάννου ὑπάρχου τῆς αὐλῆς καθεστῶτος τῆς προθέσεως ἀνεστέλλετο, ὄναρ τε αὐτῷ φανὲν διακελεύεσθαι μὴ πρὸς τὴν ἔφοδον ἀποκνῆσαι: Χριστιανοῖς γὰρ ἀμύνων τὰ Βανδίλων διαφθερεῖ πράγματα.Ἐντεῦθεν φρονηματισθεὶς ἕβδομον τῆς βασιλείας ἀνύων Ibid. 362 ἔτος στέλλει Βελισάριον ἐς τὸν Καρχηδόνος πόλεμον ἀμφὶ θερινὰς τροπάς, τῆς στρατηγίδος νεὼς προσσχούσης ἐς τὴν ἀκτὴν ἣ πρὸ τῶν βασιλείων ἐστίν, Ἐπιφανίου τοῦτῆς πόλεως ἐπισκόπου εὐξαμένου τε τὰ εἰκότα, τινάς τε τῶν στρατιωτῶν ἄρτι βαπτίσαντος καὶ ἐς τὴν στρατηγίδα ναῦν ἐσβιβάσαντος. Ἀνήνεκται δὲ αὐτῷ καὶ τὰ κατὰ Κυπριανὸν τὸν μάρτυρα ἱστορίας ἄξια, καί φησι πρὸς λέξιν ὧδε:Ibid. 397 Κυπριανόν, ἅγιον ἄνδρα, μάλιστα πάντων Καρχηδόνιοι σέβονται. Καὶ αὐτῷ νεών τινα λόγου πολλοῦ ἄξιον πρὸ τῆς πόλεως ἱδρυσάμενοι παρὰ τὴν τῆς θαλάσσης ᾐόνα, τά τε ἄλλα ἐξοσιοῦνται καὶ ἄγουσιν ἐνιαύσιον ἑορτήν, ἣν δὴ Κυπριανὰ καλοῦσι, καὶ ἀπ̓ αὐτοῦ τὸνχειμῶνα οἱ ναῦται οὗπερ ἐγὼ ἀρτίως ἐμνήσθην ὁμωνύμως τῇ πανηγύρει προσαγορεύειν εἰώθασι, ἐπεὶ εἰς τὸν καιρὸν ἐπισκήπτειν φιλεῖ ἐφ̓ οὗ ταύτην οἱ Λίβυες ἄγειν ἐς ἀεὶ τὴν ἑορτὴν νενομίκασι. Τοῦτον οἱ Βανδίλοι τὸν νεών, Ὀνωρίχου βασιλεύοντος, τοὺς Χριστιανοὺς βιασάμενοιἀφείλοντο, ἐνθένδε σὺν πολλῇ ἀτιμίᾳ τοὺς ἱερέας ἐξελάσαντες, καὶ τὸ λοιπὸν ἅτε προσήκοντα Ἀρειανοῖς ἐπανώρθουν. Ἀσχάλλουσι δὲ διὰ ταῦτα καὶ διαπονουμένοις τοῖς Λίβυσι πολλάκις φασὶ τὸν Κυπριανὸν ὄναρ ἐπισκήψαντα φάναι ἀμφ̓ αὐτῷ μεριμνᾶν τοὺς Χριστιανοὺς ἥκιστα χρῆναι: αὐτὸν γάρ οἱ προϊόντος τοῦ χρόνου τιμωρὸν ἔσεσθαι. Καὶ καταντῆσαι τὴν πρόρρησιν εἰς τοὺς Βελισαρίου χρόνους, Καρχηδόνος ὑπὸ Βελισαρίῳ στρατηγῷ Ῥωμαίων κατηκόου γενομένης, μετὰ πέμπτον καὶ ἐνενηκοστὸν ἔτος τῆς ἀφαιρέσεως, Βανδίλων τε παντάπασιν ἐκπολεμηθέντων, καὶ τῆς Ἀρειανῶν δόξης τέλεον ἐκ τῆς Λιβύων γῆς ἀπεληλαμένης, Χριστιανῶν τε τοὺς οἰκείους νηοὺς ἀπειληφότων ἀνὰ τὴν Κυπριανοῦ τοῦ μάρτυρος πρόρρησιν.

Τῷ αὐτῷ καὶ τάδε γέγραπται: Ἐπειδή, φησίν, Niceph. xvii 12 Procop. i 445 ὁ Βελισάριος τοὺς Βανδίλους καταπολεμήσας ἐς Βυζάντιον ἧκε, τά τε λάφυρα τά τε τοῦ πολέμου ἀνδράποδα περιαγόμενος αὐτόν τε τὸν Γελίμερα τῶν Βανδίλων ἡγούμενον, θριάμβου δοθέντος αὐτῷ, κατὰ τὸν ἱππόδρομον ἤγαγε πάντα θαύματος ἄξια. Ἐν οἶς κειμηλίων πάμπολύ τι χρῆμα καθειστήκει, ἅτε Γιζερίχου τὸ ἐν Ῥώμῃ σεσυληκότος παλάτιον, ἅπερ ἔμπροσθέν μοι δεδιήγηται, ἡνίκα Εὐδοξία ἡ Βαλεντινιανοῦ γυνὴ τῶν ἑσπερίων ἄρξαντος Ῥωμαίων, ὑπὸ Μαξίμου τόν τε ἄνδρα ἀποβαλοῦσα καὶ ἐς τὴν σωφροσύνην ὑβρισθεῖσα, τὸν Γιζέριχον μετεπέμψατο προδώσειν τὴν πόλιν ὑποσχομένη: ὅτε καὶ τὴν Ῥώμην ἐμπρήσας τὴν Εὐδοξίαν ἅμα ταῖς θυγατράσι κατὰ τὰ Βανδίλων ἤγαγεν ἤθη. Τότε σεσυλήκει σὺν τοῖς ἄλλοις κειμηλίοις ὅσα ὁ Οὐεσπασιανοῦ παῖς Τίτος τὰ Ἱεροσόλυμα ἀνδραποδίσας ἐς Ῥώμην ἤγαγεν, ἀναθήματα Σολομῶνος τυγχάνοντα τὸν θεὸν ἐξοσιουμένου. Ἅπερ Ἰουστινιανὸς πρὸς τιμῆς Χριστοῦ τοῦ θεοῦ ἡμῶν αὖθις ἐς Ἱεροσόλυμα πέπομφε, τὸ θεῖον ὡς πρέπον γεραίρων, ὥσπερ καὶ πρότερον ἀνετέθησαν. Τότε φησὶ τὸν Γελίμερα ὁ Προκόπιος ἐπὶ γῆς ἐρριμμένον ἀνὰ τὸν ἱππόδρομον ἀντικρὺ τῆς βασιλέως ἕδρας, ἔνθα καθῆστο τὰ δρώμενα θεώμενος Ἰουστινιανός, Eccles. i 2 ἐπειπεῖν τὸ θεῖον λόγιον τῇ σφετέρᾳ γλώσσῃ: Ματαιότησματαιοτήτων, τὰ πάντα ματαιότης.

Φησὶ δὲ καὶ ἕτερον ἥκιστα μὲν ἱστορηθὲν ἄχρις Niceph. xvii 12 αὐτοῦ, ἀξιάγαστον δὲ καὶ παντὸς θαύματος ὑπερβολὴν Procop. i 449 ἐκβαῖνον. Ἱστορεῖ δ̓ οὖν ὡς τὸ Λιβύων ἔθνος οἱ Μαυρούσιοι ἐκ τῆς Παλαιστίνων ἀναστάντες γῆς τὴνΛιβύην κατῴκησαν: εἶναι δὲ τούτους οὓς ἀναγράφει τὰ θεῖα λόγια Γεργεσαίους καὶ Ἰεβουσαίους καὶ τὰ λοιπὰ ἔθνη ὅσα πρὸς Ἰησοῦ τοῦ Ναυῆ κατεπολεμήθη. Τεκμηριοῖ δὲ τὸν λόγον ἀληθῆ παντάπασι τυγχάνειν ἔκ τινος ἐπιγράμματος, ὅπερ καὶ ἀναγνῶναι φησὶ τοῖς Φοινίκωνγράμμασι συγκείμενον: εἶναι δὲ τοῦτο ἀγχοῦ κρήνης, ἔνθα στῆλαι δύο ἐκ λίθων λευκῶν πεποίηνται, ἐν αἷς ἐγκεκόλαπται τάδε: Ἡμεῖς ἐσμεν οἱ φυγόντες ἀπὸ προσώπου Ἰησοῦ τοῦ λῃστοῦ υἱοῦ Ναυῆ. Ὧδε μὲν οὖν ἔληξε ταῦτα, αὖθις Ῥωμαίοις κατηκόουΛιβύης γινομένης, φόρους τε τοὺς ἐπετείους εἰσαγούσης ὥσπερ καὶ πρότερον. Λέγεται δὲ ἐν Λιβύῃ πεντήκοντα καὶ ἑκατὸν ἄστη Ἰουστινιανὸς ἀνασώσασθαι, τὰ μὲν τέλεον τὰ δὲ κατὰ πολὺ διαρρυέντα, καὶ πρὸς τὸ μεγαλοπρεπέστερον ἀνακαινίσαικαλλωπίσεως ὑπερβολαῖς, κοσμήμασί τε καὶ κατασκευαῖς ἰδίαις καὶ δημοσίαις, τειχῶν τε περιβόλοις, ἑτέραις τε μεγίσταις οἰκοδομίαις ἐξ ὧν αἵ τε πόλεις κοσμοῦνται τό τε θεῖον ἱλάσκεται, ἐπιρροίαις τε ὑδάτων ἔς τε χρείαν καὶ κάλλος, τῶν μὲν ἐκ προοιμίων ἐσαχθέντωνοὐκ ὄντων ταῖς πόλεσι πρότερον, τῶν δὲ αὖθις πρὸς τὴν ἀρχαίαν ἐπαναχθέντων τάξιν.

Ὅσα δὲ καὶ κατὰ τὴν Ἰταλίαν γέγονεν ἔρχομαι Niceph. xvii 13 λέξων, καὶ τούτων εὖ μάλα σαφῶς Προκοπίῳ τῷ ῥήτορι πεπονημένων μέχρι τῶν αὐτοῦ χρόνων. Ἐπειδὴ δὲ Θευδέριχος, Procop. ii 12 ὥς μοι προαφήγηται, Ῥώμην εἷλεν Ὀδόακρον τὸν ταύτης τύραννον παντάπασι καταπολεμήσας, καὶ τῆς Ῥωμαίων ἐξηγησάμενος ἀρχῆς τὸν βίον διεμετρήσατο, Ἀμαλασοῦνθα ἡ τούτῳ συνοικήσασα τοῦ κοινοῦ παιδὸς Ἀταλαρίχου τὴν ἐπιτροπὴν μετῄει καὶ τὴν βασιλείαν διεκυβέρνα, μᾶλλον πρὸς τὸ ἀρρενωπὸν ἀποκλίνασα καὶ τῇδε τῶν πραγμάτων προνοοῦσα. Ἣ πρώτη πρὸς τὴν ἔφεσιν τοῦ Γοτθικοῦ πολέμου Ἰουστινιανὸν ἐνῆγε πέμψασα Ibid. 15-25 πρὸς αὐτὸν πρέσβεις, ἐπιβουλῆς κατ̓ αὐτῆς ἐξαρτυθείσης. Καὶ Ἀταλαρίχου τοίνυν ἐξ ἀνθρώπων γενομένου ἔτι κομιδῆ μικρὰν τὴν ἡλικίαν ἄγοντος, Θευδάτος προσγενὴς Θευδερίχου τὴν τῶν ἑσπερίων πραγμάτων ἀρχὴν περιτίθεται. Ὃς ἐπειδὴ Βελισάριον Ἰουστινιανὸς ἀνὰ τὰ ἑσπέρια πέπομφε μέρη, τῆς ἀρχῆς ἐξίσταται, μᾶλλον περὶ λόγους ἐσχολακὼς καὶ πολέμων ἥκιστα πεῖραν ἔχων, Οὐιττίγιδος ἀνδρὸς πολεμικωτάτου τῶν Ibid. 58 ἑσπερίων ἐξηγησαμένου δυνάμεων. Ἐκ τῶν συγκειμένων τῷ αὐτῷ Προκοπίῳ ἔστιν ἑλεῖν ὡς Βελισαρίου προσσχόντος τῇ Ἰταλῶν γῇ, Οὐίττιγις μὲν τὴν Ῥώμην καταλέλοιπε, Βελισάριος δὲ σὺν τῷ ἀμφ̓ αὐτὸν στρατῷ τῇ Ῥώμῃ προσεπέλασεν: ὃν ἥδιστα Ῥωμαῖοι Ibid. 74 τὰς πύλας ἀναπετάσαντες ἐσεδέξαντο, Σιλβερίου μάλιστα τοῦ ταύτης ἀρχιερέως τοῦτο καταπραξαμένου στείλαντός τε ἐπὶ τούτῳ Φιδέλιον Ἀταλαρίχου πάρεδρον γενόμενον: ᾧτινι καὶ ἀμαχητὶ τὴν πόλιν παρέδοσαν. Καὶ γέγονεν ὑπὸ Ῥωμαίους αὖθις ἡ Ῥώμη ἑξήκοντα ἔτεσιν ὕστερον, ἐνάτῃ Ἀπελλαίου, πρὸς δὲ Ῥωμαίων προσαγορευομένου Δεκεμβρίου μηνός, ἑνδέκατον ἔτος 31 Ἰουστινιανοῦ βασιλέως τὴν αὐτοκράτορα διέποντος ἀρχήν. Ὁ αὐτὸς ἀναγράφεται Προκόπιος, ὡς τῶν Γότθων τὴν Ibid. 121 Ῥώμην πολιορκούντων Βελισάριος ὑποψίαν προδοσίας ἐς Σιλβέριον τὸν τῆς πόλεως ἀρχιερέα ἐσχηκώς, τοῦτον μὲν ἐς Ἑλλάδα μετοικίζει, ἀρχιερέα δὲ Βιγίλιον κατεστήσατο.

Ὑπὸ τοῖς αὐτοῖς χρόνοις, ὡς ὁ αὐτὸς Προκόπιος Niceph. xvii 13 Procop. ii 203, 204 ἀναγράφει, Ἔρουλοι ποταμὸν Ἴστρον ἤδη διαβάντες ὅτετὴν Ῥωμαίων ἀρχὴν Ἀναστάσιος διεκυβέρνα, φιλοφρονηθέντες ὑπὸ Ἰουστινιανοῦ χρήμασι μεγάλοις αὐτοὺς δωρησαμένου, πασσυδὶ Χριστιανοὶ γεγόνασι καὶ τὴν δίαιταν ἐπὶ τὸ ἡμερώτερον μετέβαλον.

Εἶτα τὴν ἐπὶ τὸ Βυζάντιον ἐπανάζευξιν ΒελισαρίουNiceph. xvii 13 Procop. ii 280 Ibid. 363 γράφει, ὅπως τε τὸν Οὐίττιγιν ἀνήγαγε μετὰ τῶν ἐκ Ῥώμης λαφύρων, Τωτίλα τε τῆς Ῥωμαίων ἀρχῆς τὴν παράληψιν, καὶ ὅπως αὖθις ὑπὸ Γότθους ἡ Ῥώμη γέγονε, καὶ ὡς Βελισάριος δὶς τὴν Ἰταλίαν κατειληφὼς αὖθις Ibid. 377 τὴν Ῥώμην ἀνεσώσατο, ὅπως τε τοῦ Μηδικοῦ πολέμουIbid. 405 συστάντος, αὖθις ἐς Βυζάντιον ὁ Βελισάριος μετάπεμπτος ὑπὸ βασιλέως γέγονεν.

Ὁ αὐτὸς ἱστορεῖ Ἀβασγοὺς ἐπὶ τὸ ἡμερώτερον Niceph. xvii 13 Procop. ii 472 μεταστάντας ὑπὸ τοῖς αὐτοῖς χρόνοις τὰ Χριστιανῶν ἑλέσθαι δόγματα, βασιλέα τε Ἰουστινιανὸν τῶν τινα ἐκτῆς αὐλῆς εὐνούχων, Ἀβασγὸν δὲ τὸ γένος, Εὐφρατᾶν ὄνομα, πέμψαι παῤ αὐτοὺς ἀπαγορεύοντα μηδένα τὸ λοιπὸν ἐν τούτῳ τῷ ἔθνει περὶ τὴν ἀρρενωπίαν ἀποψιλοῦσθαι σιδήρῳ βιαζομένης τῆς φύσεως. Ἐξ αὐτῶν γὰρ τὰ πολλὰ οἱ τοῖς βασιλικοῖς ἐξυπηρετούμενοι κοιτῶσικαθεστήκεσαν, οὓς εὐνούχους ἡ συνήθεια καλεῖ. Ὅτε καὶ Ἰουστινιανὸς ἱερὸν τῆς θεοτόκου ἐν Ἀβασγοῖς οἰκοδομησάμενος ἱερέας αὐτοῖς κατεστήσατο. Ὅθεν ἐς τὸ ἀκριβέστατον τὰ Χριστιανῶν ἐξέμαθον δόγματα.

Ἱστόρηται τῷ αὐτῷ ἀνδρὶ ὡς οἱ τὸν ΤάναϊνNiceph. xvii 13 Procop. ii 474 οἰκοῦντες — Τάναϊν δὲ καλοῦσιν οἱ ἐπιχώριοι τὴν ἐκ τῆς λίμνης τῆς Μαιώτιδος ἐκβολὴν ἄχρις ἐς τὸν Εὔξεινον Πόντον — Ἰουστινιανὸν δυσωποῦσιν ἐπίσκοπον σφίσιν ἐκπέμψαι, ἐπιτελῆ τε τὴν δέησιν Ἰουστινιανὸν ἀπεργάσασθαι καὶ ἱερέα αὐτοῖς ἥδιστα πέμψαι. Ἀναγράφει δὲ μάλα λογίως ὁ αὐτὸς ὑπὸ τοῖς Ἰουστινιανοῦ χρόνοις Γότθων τῶν ἀπὸ τῆς Μαιώτιδος ἐκδρομὰς κατὰ τῆς Procop. ii 477 Ῥωμαίων γῆς, σεισμούς τε ἐξαισίους ἀνὰ τὴν Ἑλλάδα Ibid. 594 γενέσθαι, τήν τε Βοιωτίαν καὶ Ἀχαΐαν καὶ τὰ περὶ κόλπον τὸν Κρισαῖον κατασεισθῆναι, καὶ χωρία ἀνάριθμα καὶ πόλεις ἐς ἔδαφος ἐνεχθῆναι, καὶ χάη τῆς γῆς πολλαχόσε γενέσθαι, καὶ ἐνιαχῆ μὲν αὖθις ἐς ταὐτὸν συνελθεῖν, εἶναι δὲ οὗ μεμενήκασι.

Γράφει καὶ τὴν Ναρσοῦ στρατηγίαν σταλέντος Niceph. xvii 13 11 πρὸς Ἰουστινιανοῦ πρὸς τὴν Ἰταλῶν χώραν, ὅπως τε τὸν Τωτίλαν κατηγωνίσατο, καὶ μετὰ τοῦτον Τεΐαν, καὶ Procop. ii 623 s#3. ὡς Ῥώμη πέμπτον ἑάλω. Φασὶ τοίνυν οἱ συγγενόμενοι τῷ Ναρσῇ, ὡς οὕτως τὸ θεῖον λιταῖς τε καὶ ἄλλαις εὐσεβείαις ἐξωσιοῦτο τὰ εἰκότα γεραίρων καὶ τὴν παρθένον καὶ θεοτόκον, ὡς ἀναφανδὸν αὐτήν οἱ διακελεύεσθαι τὸν καιρὸν ὅτε πολεμεῖν δέοι, καὶ μὴ πρότερον χειρῶν ἄρχειν πρὶν ἂν ἐκεῖθεν τὸ σύνθεμα λάβοι. Πέπρακται δὲ καὶ ἕτερα τῷ Ναρσῇ λόγου πολλοῦ ἄξια, Βουσελίνον καὶ Σινδούαλδον καταπολεμήσαντι, καὶ τὰ πολλὰ προσκτησαμένῳ μέχρις ὠκεανοῦ. Ἅπερ Ἀγαθίᾳ μὲν γέγραπται Agathias ii 5 — 10 τῷ ῥήτορι, οὔπω δὲ ἐς ἡμᾶς ἀφῖκται.

Τῷ αὐτῷ Προκοπίῳ καὶ τάδε συνεγράφη: ὅτι γε Niceph. xvii 14 Procop. i 155 s#3. Χοσρόης, ἐπειδὴ ἔγνω τά τε ἐν Λιβύῃ τά τε ἐν Ἰταλίᾳ συνενεχθέντα δεξιῶς τῇ Ῥωμαίων ἐπικρατείᾳ, πρὸς φθόνον ἐξαίσιον ἤρθη: ἐπεκάλει τέ τινα τῇ Ῥωμαίων ἀρχῇ, παρεσπονδῆσθαι λέγων καὶ τὴν συγκειμένην εἰρήνην λελύσθαι. Καὶ πρῶτα μὲν Ἰουστινιανὸν πρέσβεις Ibid. 169 διαπέμψασθαι πρὸς Χοσρόην, πείσοντας μὴ τὴν σφίσιν ἀπέραντον εἰρήνην παραλῦσαι μηδὲ λυμήνασθαι τοῖς συγκειμένοις, ζητηθῆναι δὲ τὰ ἀμφίλογα καί τινι φιλίῳ διατεθῆναι τρόπῳ. Τὸν δέ φησιν ἁλύοντα ὑπὸ τοῦ ἔνδοθεν κυκῶντος φθόνου μηδὲν τῶν εὐλόγων προσδέξασθαι, στρατῷ δὲ μεγάλῳ τῇ Ῥωμαίων ἐπελθεῖν γῇ, τρίτον καὶ δέκατον ἔτος [ἄγοντος] Ἰουστινιανοῦ [καὶ] τὴν Ῥωμαίων ἰθύνοντος βασιλείαν. Καὶ συγγράφει ὅπως ὁ Procop. i 172 — 175 Χοσρόης Σοῦρον τὴν πόλιν πρὸς ταῖς ᾐόσι τοῦ Εὐφράτου κειμένην ἐκπολιορκήσας καθεῖλεν, ἕτερα συνθέσθαι δόξας,ἕτερα δὲ πράξας ἐς αὐτούς, τὰ πάντα ἀνοσιώτατα, τοῖς συγκειμένοις οὐδὲν προσεσχηκώς, καὶ δόλῳ μᾶλλον ἢ πολέμῳ τῆς πόλεως ἐγκρατὴς γεγονώς: ὅπως τε καὶ τὴν Ibid. 182,183 Βέροιαν ἐνέπρησεν: εἶτα καὶ τὴν ἐς Ἀντιόχειαν ἔφοδον, Ἐφραιμίου μὲν ἐπισκοποῦντος τὴν πόλιν, καταλελοιπότοσδὲ αὐτὴν μηδενὸς αὐτῷ τῶν κατὰ σκοπὸν προϊόντος: ὃς τὴν ἐκκλησίαν καὶ τὰ ἀμφ̓ αὐτὴν πάντα περισῶσαι λέγεται κατακοσμήσας τοῖς ἱεροῖς ἀναθήμασιν, ἵνα λύτρα ταύτῃ γένηται. Ibid. 186 — 194 Ἀναγράφει δὲ καὶ περιπαθῶς ἐκτίθεται καὶ τῆσἈντιόχου πόλεως τὴν ἅλωσιν πρὸς αὐτοῦ Χοσρόου γεγενημένην, καὶ ὡς πάντα ἀπόλλυσι κτείνων τε καὶ ἐμπιπρὰς Ibid. 199 Χοσρόης: ὅπως τε κατὰ τὴν γείτονα Σελεύκειαν γέγονεν, ἐν Δάφνῃ τε τῷ προαστείῳ, εἶτα καὶ κατὰ τὴν Ἀπαμέων, Θωμᾶ τὸν αὐτόσε τῆς ἐκκλησίας θρόνον διέποντος, ἀνδρὸσλόγῳ τε καὶ ἔργῳ δυνατωτάτου: ὃς καὶ συνθεάσασθαι τῷ Χοσρόῃ τὴν τῶν ἵππων ἅμιλλαν ἐν τῷ ἱπποδρομίῳ παρὰ τὸ νενομισμένον σοφῶς ὑπέστη, παντοίως Χοσρόην θεραπεύων τε καὶ ἡμερούμενος. Ὃν καὶ Χοσρόης ἤρετο εἴπερ ἤθελεν αὐτὸν ἀνὰ τὴν οἰκείαν θεάσασθαι πόλιν: ὅνφασιν ἀληθιζόμενον εἰπεῖν ὡς οὐχ ἥδιστα τὸν Χοσρόην ὁρῴη κατὰ τὴν οἰκείαν πόλιν. Ἃ καὶ θαυμάσαι φασὶ τὸν Χοσρόην, τῆς ἀληθείας τὸν ἄνδρα δικαίως ἀγάμενον.

Ἐπειδὴ δὲ τῆς ἱστορίας ὧδε γεγόναμεν, λέξω καὶ Niceph. xvii 15 Procop. i 200 τὸ γεγονὸς αὐτόσε θαῦμα, ὃ τῆς παρούσης ἱστορίας καθέστηκεν ἄξιον. Ὅτε τὴν Ἀντιόχου πυρπολεῖσθαι τῶν Ἀπαμέων οἱ παῖδες ἐγνώκεσαν, ἱκέτευον τὸν λελεγμένον μοι Θωμᾶν τὸ σωτήριον καὶ ζωοποιὸν τοῦ σταυροῦ ξύλον παρὰ τὸ εἰωθὸς προενεγκεῖν τε καὶ προθεῖναι, ὡς ἂν τὰ τελευταῖα ὁρῷέν τε καὶ κατασπάζοιντο τὴν μόνην τῶν ἀνθρώπων σωτηρίαν ἐφόδιόν τε λάβοιεν τῆς ἑτέρας βιοτῆς, διαπορεύοντος αὐτοὺς τοῦ τιμίου σταυροῦ πρὸς τὴν ἀμείνω λῆξιν. Ὃ δὴ καὶ πεπραχὼς ὁ Θωμᾶς προφέρει τὸ ζωοποιὸν ξύλον, ῥητὰς ἐπαγγείλας ἡμέρας τῆς προθέσεως ὡς ἂν ἐξῇ καὶ πᾶσι τοῖς ἀστυγείτοσιν ἁλισθῆναι καὶ τῆς ἐντεῦθεν σωτηρίας ἀπόνασθαι. Φοιτῶσι γοῦν μετὰ τῶν ἄλλων καὶ οἱ ἐς φῶς με προαγαγόντες, ἐς χαμαιδιδασκάλου φοιτῶντά με περιαγόμενοι. Ὡς δ̓ οὖν προσκυνῆσαί τε καὶ κατασπάσασθαι τὸν τίμιον ἠξιώθημεν σταυρόν, ἄρας ὁ Θωμᾶς ἄμφω τὼ χεῖρε τὸ τῆς ἀρχαίας κατάρας ἐξαλειπτήριον τοῦ σταυροῦ ξύλον ἐπεδείκνυ, πάντη τῶν θείων ἀνακτόρων περινοστῶν, ὥσπερ ἐν ταῖς κυρίαις τῶν προσκυνήσεων ἡμέραις εἴθιστο. Εἵπετο δὲ τῷ Θωμᾷ μεθισταμένῳ πυρὸς μέγα τι χρῆμα σελαγίζοντος, οὐ κατακαίοντος, ὡς πάντα τὸν χῶρον ἔνθα παρεστὼς τὸν τίμιον ἐπεδείκνυ σταυρὸν ἐμπίπρασθαι δοκεῖν. Καὶ γέγονεν οὐχ ἅπαξ, οὐ δίς, ἀλλὰ καὶ πολλάκις, τοῦ ἱερέως πάντα τὸν αὐτόσε χῶρον περιϊόντος καὶ τοῦ ἀθροισθέντος λεὼ τοῦτο γενέσθαι Θωμᾶν δυσωποῦντος. Ὅπερ καὶ τὴν γενομένην σωτηρίαν τοῖς Ἀπαμεῦσι προεφήτευεν. Ἀνετέθη τοίνυν καὶ εἰκὼν ἀνὰ τὸν ὄροφον τῶν ἀνακτόρων ταῦτα ταῦτα τοῖς ἀγνοοῦσι τῇ γραφῇ διαγγέλλουσα: ἣ καὶ μέχρι τῆς Ἀδααρμάνου καὶ Περσῶν ἐφόδου διεσώζετο, συνεκαύθη δὲ τῇ αὐτόσε ἁγίᾳ τοῦ θεοῦ ἐκκλησίᾳ μετὰ τῆς ὅλης πόλεως. Καὶ ταῦτα μὲν ὧδε ἐγεγόνει. Ὁ δὲ Χοσρόης κατὰ τὴν ἄφοδον παρασπονδήσας τὰ Procop. i 202 συγκείμενα, ἐπεὶ καὶ τηνικάδε συνεδόκει, ἕτερα πέπραχε, τῷ μὲν ἀσταθεῖ αὐτοῦ καὶ ἀβεβαίῳ τρόπῳ συμβαίνοντα, ἥκιστα δὲ ἀνδρὶ λογικῷ, μή τί γε δὴ βασιλεῖ πρέποντα λόγον τῶν συγκειμένων ποιουμένῳ.

Ἀναγράφει ὁ αὐτὸς Προκόπιος καὶ τὰ περὶ Niceph. xvii 16 Procop. i 208 Ἐδέσης καὶ Ἀγβάρου τοῖς παλαιοῖς ἱστορημένα, καὶ ὡς ὁ Χριστὸς πρὸς Ἄγβαρον ἐπέστειλεν, εἶτα καὶ ὡς ἐσἑτέραν ἔφοδον πολιορκίαν τῶν Ἐδεσηνῶν ὁ Χοσρόης κατέστη, παραλύειν οἰόμενος τὰ παρὰ τοῖς πιστοῖς θρυλούμενα, ὡς οὐκ ἄν ποτε ἡ Ἔδεσα ὑπὸ τοῖς ἐχθροῖς γενήσεται: ὅπερ τοῖς γραφεῖσι μὲν πρὸς Ἄγβαρον παρὰ Χριστοῦ τοῦ θεοῦ ἡμῶν οὐκ ἔγκειται, ὡς ἔστι τοὺςHist. Eccl. i 13 φιλοπόνους ἑλεῖν ἐκ τῶν ἱστορηθέντων Εὐσεβίῳ τῷ Παμφίλου, αὐτὴν πρὸς λέξιν τὴν ἐπιστολὴν ἀναγνόντι: οὕτω δὲ παρὰ τοῖς πιστοῖς ᾅδεταί τε καὶ πεπίστευται καὶ τὸ πέρας ἐδέξατο, τῆς πίστεως ἔργον προρρήσεως Conc. xiii 189 ἀγαγούσης. Μετὰ γὰρ τὸ προσβαλεῖν τῇ πόλει τὸν Χοσρόην μυρίας τε ἐφόδους ἐργάσασθαι χοῦν τε συναμήσασθαι 16 πολύν, ὡς καὶ τὰ τείχη τῆς πόλεως ὑπερπηδῆσαι, ἑτέρας τε μυρίας μηχανὰς ῥάψαι, ἄπρακτον ἐπεποίητο τὴν ἀποπόρευσιν: λέξω δὲ τὰ γενόμενα. Procop. i 267 — 280 Ἐπήγγελλεν ὁ Χοσρόης ταῖς ἀμφ̓ αὐτὸν δυνάμεσιξύλων ἀθροῖσαι μέγα τι χρῆμα πρὸς τὴν πολιορκίαν τῆς προστυχούσης ὕλης. Ἅπερ ἐπειδὴ συνελέγη ὀξύτερον τῆς ἐπιτάξεως, κυκλοτερῶς περιθεὶς τὸν χοῦν ἐς μέσον ἐπέβαλε, καὶ ἀντιμέτωπος τῇ πόλει ᾔει. Οὕτω τε κατὰ σμικρὸν ἐποικοδομῶν τοῖς ξύλοις τε καὶ τῷ χώματι καὶτῇ πόλει προσιών, τοσοῦτον ἐς ὕψος ἦρε καὶ τὸ τεῖχος ὑπερήλατο, ὡς ἐξ ὑπερδεξίων τὰ βέλη κατὰ τῶν προκινδυνευόντων ὑπὲρ τῆς πόλεως ἐν τῷ τείχει ῥίπτειν. Ἐπειδὴ τοίνυν οἱ τῇ πολιορκίᾳ συνεχόμενοι τεθέαντο τὸ χῶμα πλησίον ὥσπερ ὄρος βαδίζον ἐγγίζειν τῇ πόλει,ἐπιδόξους τε εἶναι τοὺς πολεμίους πεζῇ τῆς πόλεως ἐπιβήσεσθαι, ἅμα ἕῳ μηχανῶνται ἀντικρὺ τοῦ χώματος, ὅπερ ἀγέστα πρὸς Ῥωμαίων κέκληται, διώρυγα ὑπὸ γῆν κατεργάσασθαι ἔνθεν τε πῦρ ἀνεῖναι, ὡς ἂν τῇ φλογὶ τὰ ξύλα φθειρόμενα τὸν χοῦν ἐς γῆν καταγάγοι. Καὶ τὸ μὲν ἔργον ἐπετετέλεστο, πυρὰν δὲ προσάψαντες τοῦ σκοποῦ διημάρτανον, οὐκ ἔχοντος τοῦ πυρὸς διέξοδον ὅθεν ἀέρος ἐπιλαμβανόμενον δύναιτο τὴν ὕλην περιδράξασθαι. Ὡς δ̓ οὖν ἐς πᾶσαν ἀμηχανίαν ἦλθον, φέρουσι τὴν θεότευκτον εἰκόνα ἣν ἀνθρώπων μὲν χεῖρες οὐκ εἰργάσαντο, Ἀγβάρῳ δὲ Χριστὸς ὁ θεός, ἐπεὶ αὐτὸν ἰδεῖν ἐπόθει, πέπομφε. Ταύτην τοίνυν τὴν παναγίαν εἰκόνα κατὰ τὴν εἰργασμένην σφίσιν ἐσαγαγόντες διώρυγα ὕδατί τε ἐπικλύσαντες, ἀπ̓ αὐτοῦ κατὰ τῆς πυρᾶς καὶ τῶν ξύλων ἀφεῖσαν. Καὶ παραυτίκα τῆς θείας δυνάμεως τῇ πίστει τῶν δεδρακότων ἐπιφοιτησάσης, ὅπερ ἦν ἐκείνοις πρώην ἀδύνατον ἐξηνύετο: παραυτίκα γὰρ ἐσεδέξαντο τὴν φλόγα τὰ ξύλα, καὶ λόγου θᾶττον ἀπανθρακωθέντα τοῖς ὑπερτέροις μετεδίδοσαν, ἅπαντα τοῦ πυρὸς ἀμφινεμομένου. Ὡς δὲ τὸν καπνὸν ἀναθρώσκοντα τεθέαντο οἱ τῇ πολιορκίᾳ πιεζόμενοι, σοφίζονται τάδε: λαγυνίδας μικρὰς ἀγαγόντες ἐμφορήσαντές τε θείου ἅμα καὶ στυππίου καὶ τῶν ἄλλων εὐκαταφλέκτων ὑλῶν, κατὰ τῆς καλουμένης ἀγέστας ἀπεσφενδόνιζον, αἵπερ καπνὸν ἀνιεῖσαι, τοῦ πυρὸς τῇ ῥύμῃ τῆς βολῆς ἀναφθέντος, τὸν ἐκ τοῦ χώματος ἀναδιδόμενον καπνὸν λανθάνειν παρεσκεύαζον: ὡς πάντας ὑποτοπάζειν τοὺς οὐκ εἰδότας ἐκ τῶν λαγυνίδων μᾶλλον καὶ οὐχ ἑτέρωθεν τὸν καπνὸν καθεστάναι. Τρίτῃ δ̓ οὖν ἀπ̓ ἐκείνης ἡμέρᾳ, ὤφθησαν αἱ γλωσσίδες τοῦ πυρὸς ἐκ τῆς γῆς ἀναδιδόμεναι, καὶ τότε συνῆκαν οἱ ἐν τῷ χώματι τῶν Περσῶν μαχόμενοι ὅποι κακῶν καθεστήκασιν. Ὁ δὲ Χοσρόης, ὥσπερ τῇ θείᾳ δυνάμει ἀντιφερόμενος, τοὺς τῶν ὑδάτων ὁλκοὺς οἳ πρὸ τῆς πόλεως ἔτυχον ὄντες κατὰ τῆς πυρᾶς ἀφείς, σβεννύειν ταύτην ἐπειρᾶτο. Ἡ δὲ μᾶλλον ὡς ἔλαιον ἢ θεῖον ἤ τι τῶν ἐξάπτειν εἰωθότων τὸ ὕδωρ δεξαμένη, ἐπὶ μεῖζον ἤρθη μέχρις ἂν τὸ πᾶν κατήγαγε χῶμα καὶ τέλεον τὴν ἀγέσταν ἀπετέφρωσε. Τότε δ̓ οὖν ὁ Χοσρόης ἁπάσαις ταῖς ἐλπίσιν ἀπειρηκὼς καὶ διὰ τῶν ἔργων ἐγνωκὼς ὡς πολλὴν ὦφλεν αἰσχύνην, ὑποτοπήσας τοῦ πρὸς ἡμῶν πρεσβευομένου θεοῦ περιέσεσθαι, ἐπὶ τὰ σφέτερα τὴνἀποπόρευσιν ἐποιεῖτο ἀκλεῶς.

Λελέξεται δὲ καὶ ὃ κατὰ τὴν Σεργιουπολιτῶν Niceph. xvii 17 ἄλλοτε ὑπὸ Χοσρόου γέγονεν, ἐπεὶ καὶ ἀξιόλογόν ἐστιν καὶ πρέπον ὄντως μνήμῃ ἐς ἀεὶ διασωζομένῃ. Ἐπέστη Cf. Procop. i 239 καὶ ταύτῃ ὁ Χοσρόης, ἐκπολιορκεῖν αὐτὴν ἐπειγόμενος.Ὡς δ̓ οὖν τῶν τειχῶν ἀπεπειρᾶτο, τὰ περὶ τῆς σωτηρίας τῆς πόλεως πρὸς ἑκατέρων ἐλαλεῖτο: καὶ συμβαίνουσιν ὥστε τὰ ἱερὰ κειμήλια λύτρα τῇ πόλει γενέσθαι: ἐν οἷς καθειστήκει καὶ σταυρὸς ὑπὸ Ἰουστινιανοῦ καὶ Θεοδώρας πεμφθείς. Ὡς δ̓ οὖν ἀπεκομίσθη ταῦτα, τοῦ ἱερέως ὁΧοσρόης καὶ τῶν σὺν αὐτῷ πεμφθέντων Περσῶν ἀνεπύθετο μή τι ἕτερον εἴη. Τῶν δέ τις οὐκ εἰωθότων ἀληθίζεσθαί φησι πρὸς τὸν Χοσρόην καὶ ἕτερα εἶναι κειμήλια, ἅπερ πρὸς τῶν πολιτῶν ἀπεκρύβη εὐαρίθμων ὄντων. Ὑπελέλειπτο δὲ χρυσοῦ μὲν ἢ ἀργύρου κειμήλιον τῶνἐπιφερομένων οὐδέν, ἑτέρας δὲ προὐργιαιτέρας ὕλης καὶ θεῷ καθάπαξ ἀνεχούσης, τὰ πανάγια λείψανα Σεργίου τοῦ ἀθλοφόρου μάρτυρος, ἔν τινι τῶν ἐπιμήκων σορῶν κείμενα ἐξ ἀργυρίου ἠμφιεσμένῃ. Ἐπειδὴ δὲ τούτοις πεισθεὶς ὁ Χοσρόης τῇ πόλει τὸν ὅλον ἐπαφῆκε στρατόν,ἐξαπίνης ἀνὰ τὸν περίβολον ἀσπὶς ἀνεφάνη μυρία, ὑπερμαχοῦσα τῆς πόλεως: ὅπερ οἱ πεμφθέντες πρὸς Χοσρόου θεασάμενοι ἐπανῆκον, τό τε πλῆθος θαυμάζοντες τήν τε ἐξόπλισιν διηγούμενοι. Ὡς δὲ καὶ πάλιν πυθόμενος ἔμαθεν ὁ Χοσρόης ὀλίγους τῇ πόλει κομιδῆ ἐναπομεῖναι,ἐξώρους τε καὶ ἀώρους, τῆς σφριγώσης ἡλικίας ἐκποδὼν γενομένης, ἔγνω τοῦ μάρτυρος εἶναι τὸ θαῦμα: καὶ δείσας καὶ τὴν Χριστιανῶν πίστιν ἀγάμενος, ἀπῆρε πρὸς τὰ οἰκεῖα. Ὃν καί φασιν ἐν ταῖς τελευταίαις ἀναπνοαῖς τῆς Ioh. Nikiu c. 95. p. 526 θείας ἀξιωθῆναι παλιγγενεσίας.

Ἀφηγήσομαι δὲ καὶ τὰ περὶ τῆς ἐπισκηψάσης Niceph. xvii 18 Procop. i 249 νόσου, τοῦτο δεύτερον καὶ πεντηκοστὸν ἔτος, μὴ πρότερον ἱστορηθέν, κρατησάσης καὶ πᾶσαν γῆν ἐπινεμηθείσης. Τῆς γὰρ Ἀντιόχου πρὸς Περσῶν ἁλούσης, ἔτεσιν ὕστερον δύο, πάθος ἐπεδήμησε λοιμῶδες ἔν τισι μὲν συμφερόμενον τῷ ὑπὸ Θουκυδίδου γραφέντι, ἔν τισι δὲ πολλῷ διαλλάττον. Καὶ ἦρχθαι μὲν ἐξ Αἰθιοπίας καὶ νῦν ἐλέγετο. Τὴν δὲ πᾶσαν ἀμοιβαδὸν διέδραμεν οἰκουμένην, οὐδένας ἀνθρώπων οἶμαι ἀπειράτους τοῦ νοσήματος καταλελοιπός. Καὶ ἔνιαι μὲν πόλεις ἐπὶ τοσοῦτον κατεσχέθησαν ἄχρι καὶ τοῦ παντάπασι κενὰς οἰκητόρων γενέσθαι. Ἔστι δὲ οὗ ἐπιλαβόμενον τὸ πάθος κουφότερον μετῆλθεν. Οὔτε δὲ κατὰ περίοδόν τινα τεταγμένην ἐνέσκηπτεν, οὔτε αὖ ἐπισκῆψαν ὁμοίως ἀπεχώρει: ἀλλά τινας μὲν τόπους χειμῶνος ἀρχομένου κατεῖχεν, ἑτέρους δὲ ἦρος διατελοῦντος, ἄλλους θερίζοντας, ἐνιαχῆ δὲ καὶ μετοπώρου προϊόντος. Καὶ ἔστιν ἔνθα μέρους πόλεως ἁψάμενον τῶν γε ἄλλων ἀπήλλακτο μερῶν: καὶ πολλάκις ἦν ἰδεῖν ἐν οὐ νοσούσῃ πόλει ἐνίας οἰκίας ἐς ὑπερβολὴν φθειρομένας. Ἔστι δὲ οὖ μιᾶς ἢ δύο φθαρεισῶν οἰκιῶν τὸ λοιπὸν τῆς πόλεως ἀπαθὲς μεμενήκει: ὡς δέ γε ἐς τὸ ἀκριβὲς ἐπισκέψαντες κατειλήφαμεν, αἱ ἀπαθεῖς μείνασαι οἰκίαι κατὰ τὸν ἐφεξῆς ἐνιαυτὸν μόναι ἐπεπόνθεσαν. Τὸ δὲ πάντων παραδοξότερον τοῦτο ἦν, ὅτι εἴ γε συνέβαινε τῶν εἰλημμένων πόλεων οἰκήτορας ἑτέρωθι διάγειν ἔνθα τὸ πάθος οὐκ ἐπέσκηψε, κἀκεῖνοι μόνοι τοῖς παθήμασιν ἡλίσκοντο οἱ ἐκ τῶν κρατηθεισῶν πόλεων ἐν ταῖς ἀπαθέσι πόλεσι διαιτώμενοι. Καὶ ταῦτα μὲν πολλάκις ἐν ταῖς περιόδοις τῶν κύκλων τῶν καλουμένων ἐπινεμήσεων ταῖς πόλεσι καὶ τοῖς ἑτέροις ἐγίγνοντο τόποις. Μάλιστα δὲ πανωλεθρία σχεδὸν τοῖς ἀνθρώποις ἐπέπιπτεν ἑνὶ ἢ δευτέρῳ ἔτει τῆς πεντεκαιδεκαετηρίδος τοῦ κύκλου. Ὡς καὶ ἐμὲ τὸν ταῦτα συγγράψαντα — συνεῖδον γὰρ καὶ τὰ κατ̓ ἐμὲ παρυφᾶναι τῇ ἱστορίᾳ, τὰ πρόσφορα τοῖς προσφόροις ἁρμόζων — κατ̓ ἀρχὰς μὲν οὖν τοῦ τοιούτου πάθους ληφθῆναι τοῖς καλουμένοισβουβῶσι, ἐς χαμαιδιδασκάλου ἔτι φοιτῶντα: ἀποβαλεῖν δὲ ἐν τοῖς διαφόρως ἐπισκήψασι τοιούτοις πάθεσι πολλούς τε τῶν ἐξ ἐμοῦ προελθόντων καὶ γαμετὴν καὶ τῆς λοιπῆς συγγενείας, οἰκέτας τε καὶ χωρίτας παμπόλλους, ὥσπερ τῶν κύκλων τῶν ἐπινεμήσεων τὰς εἰς ἐμὲσυμφορὰς μεριζομένων. Ὅτε δ̓ οὖν ταῦτα ἔγραφον, ὄγδοον καὶ πεντηκοστὸν τῆς ἡλικίας ἄγων ἔτος, οὐ πρόσω δύο τούτων χρόνων, ἤδη τετράκις ἐπισκήψαντος τοῦ πάθους ἀνὰ τὴν Ἀντιόχου ἐπεὶ τέταρτος ἀπ̓ ἀρχῆς διῆλθε κύκλος, ἀπέβαλον θυγατέρα, τῶν προτέρων ἄνευ,καὶ τὸν ἐξ αὐτῆς προελθόντα. Τὸ δὲ πάθος ἐκ διαφόρων νοσημάτων συνέκειτο. Ἐνίοις μὲν γὰρ ἐκ τῆς κεφαλῆς ἀρχόμενον καὶ ὀφθαλμοὺς αἱματώδεις καὶ οἰδαῖνον πρόσωπον ἀπεργαζόμενον ἐς τὸν λαιμὸν κατῄει, καὶ τὸν ἁλισκόμενον ἐξ ἀνθρώπωνἀπέπεμπεν. Ἄλλοις ῥύσις γαστρὸς ἐγίγνετο. Τισὶ δὲ βουβῶνες ἐπανίσταντο πυρετοί τε ἔνθεν ἐξαίσιοι: καὶ διήμεροι ἢ τριταῖοι ἔθνησκον, ἴσα τοῖς μηδὲν πεπονθόσι φρονοῦντές τε καὶ τὸ σῶμα συγκείμενοι. Ἕτεροι παράφοροι γινόμενοι τὸν βίον ἀπετίθεσαν. Καὶ ἄνθρακες δὲἐξαλλόμενοι τοὺς ἀνθρώπους ἠφάνιζον. Ἔστι δὲ οὗ καὶ ἅπαξ καὶ δίς τινες κρατηθέντες καὶ διαφυγόντες, αὖθις κρατηθέντες ἀπώλλυντο. Καὶ τὰ ἐς τὰς μεταλήψεις δὲ διάφορα καὶ λόγον ὑπερβαίνοντα. Οἱ μὲν γὰρ τῷ συνεῖναι μόνον καὶσυνδιαιτᾶσθαι ἐφθείροντο, οἱ δὲ καὶ προσαψάμενοι μόνον, οἱ δὲ καὶ εἴσω τοῦ οἰκήματος γενόμενοι, ἄλλοι δὲ κατὰ ἀγοράν: ἔνιοι δὲ ἐκ νοσουσῶν πόλεων πεφευγότες ἀπαθεῖς μεμενήκασι, τοῖς οὐ νοσοῦσι τῆς νόσου μεταδόντες. Οἱ δὲ τὸ παράπαν οὐχ ἥλωσαν, πολλοῖς τε συνδιαιτηθέντες νοσοῦσι, καὶ πολλῶν οὐ νοσούντων μόνον ἀλλὰ καὶ τετελευτηκότων προσαψάμενοι: οἱ δὲ καὶ σπουδὴν ὅπως ἀπόλοιντο διὰ τὴν παίδων ἢ οἰκιῶν πανωλεθρίαν ποιούμενοι, καὶ διὰ τοῦτο μάλιστα ἐναλινδηθέντες τοῖς νοσοῦσι, ὅμως ὥσπερ ἀνταγωνιζομένου τοῦ πάθους πρὸς τὴν βουλήν, οὐκ ἐκρατήθησαν. Ἐνεμήθη τοίνυν ὥς μοι λέλεκται μέχρι τοῦ δεῦρο δύο καὶ πεντήκοντα χρόνους τοῦτο τὸ πάθος, ἅπαντα τὰ πρώην νικῆσαν. Φιλόστρατος γὰρ θαυμάζει ὅτι γε πεντεκαίδεκα ὁ κατ̓ αὐτὸν ἐκράτησε λοιμός. Καὶ τὰ ἑξῆς δὲ ἄδηλα, ἐκεῖσε ἰόντα οὗ ὁ θεὸς εὐδοκήσει, ὁ καὶ τὰς αἰτίας ἐξεπιστάμενος καὶ ποῖ φέρονται. Ἐγὼ δὲ ὅθεν ἐξέβην ἐπάνειμι καὶ τὰ λοιπὰ τῶν Ἰουστινιανοῦ φράσων.

Ἰουστινιανὸς ἦν μὲν χρημάτων ἄπληστος, καὶ Niceph. xvii 19 Cf. Procop. Hist. Arcana Zonar. iii 270 τῶν ἀλλοτρίων οὕτως ἐκτόπως ἐραστὴς ὡς καὶ τὸ ὑπήκοον ἅπαν χρυσίου πιπράσκειν τοῖς τε τὰς ἀρχὰς ἐπιτροπεύουσι, τοῖς τε τοὺς φόρους ἐκλέγουσι, καὶ τοῖς ὅσοι ἀπ̓ οὐδεμιᾶς αἰτίας ῥάπτειν ἐπιβουλὰς τοῖς ἀνθρώποις ἐθέλουσι. Πολλοὺς δὲ καὶ ἀναρίθμους τῶν τὰ πολλὰ κεκτημένων, προφάσεις ἀπροφασίστως ἐπιχρώσας, τὰς οὐσίας ἁπάσας ἐζημίωσεν. Ἢν δὲ καὶ γυνὴ ἑταιριζομένη ἐποφθαλμιῶσά τῳ ὁμιλίαν τινὰ ἢ μῖξιν ἀνέπλασεν, εὐθὺς ἅπαντα φροῦδα τὰ τῶν νόμων καθίστατο, καὶ τὸν Ἰουστινιανὸν προσεταιρισαμένη τοῦ ἀτόπου κέρδους ὅλον τὸν πλοῦτον τοῦ συκοφαντηθέντος οἴκοι μετεσκευάσατο. Καὶ ἀφειδὴς δὲ χρημάτων ὑπῆρχεν: ὥστε καὶ πολλοὺς ἁγίους καὶ ἑκασταχοῦ νεὼς μεγαλοπρεπεῖς ἀναστῆσαι, ἄλλους τε εὐαγεῖς οἴκους ἐς ἐπιμέλειαν ἀνδρῶν τε καὶ γυναίων ἀώρων τε καὶ ἐξώρων καὶ τῶν ὑπὸ νοσημάτων ποικίλων ἐνοχλουμένων: συντάξεις τε μεγάλας ἀποκληρῶσαι, ὅθεν δέοι ταῦτα γίγνεσθαι: πρᾶξαί τε καὶ ἄλλα μυρία εὐσεβῆ καὶ θεῷ ἀρέσκοντα, εἴπερ ἐξ οἰκείων δρῷεν οἱ τούτων ἐργάται καὶ καθαρὰς τὰς σφῶν πράξεις καρποφοροῖεν.

Ἀνέστησε δὲ καὶ κατὰ τὴν Κωνσταντίνου πολλοὺς Niceph. xvii 20 μὲν ἐς κάλλος ἐξησκημένους τῷ θείῳ καὶ τοῖς ἁγίοις σηκούς. Ἐδομήσατο δὲ μέγα τι καὶ ἀπαράβλητον χρῆμα, οὐχ ἱστορηθὲν πώποτε, τὸν μέγιστον τῆς ἐκκλησίας νηόν, εὐπρεπῆ τε καὶ ἔνδοξον καὶ λόγου δύναμιν ἐκβαίνοντα.Καὶ πειράσομαι δὲ ὡς ἂν οἷός τε ὧ χωρογραφῆσαι τὸ Procop. iii 174 τέμενος. Θόλος ἐστὶν ὁ τῶν ἀνακτόρων νηὸς τέτταρσι μετεωριζομένη ψαλίσιν, ἐς τοσοῦτον ὕψος ἐπαιρομένη ὡς ἔνερθεν μὲν τοῖς ἀτενίζουσι δυσέφικτον εἶναι τοῦ ἡμισφαιρίου τὴν ἀποπεράτωσιν, ὕπερθε δὲ τοὺς γινομένουσμηδαμῆ πειρᾶσθαι, εἰ καὶ μάλα τολμητής τις εἴη, ὑπερκύπτειν καὶ ἐς τὸν πυθμένα τὰς ὄψεις παραπέμπειν. Αἱ δὲ ψαλίδες κεναὶ ἐξ ἐδάφους μέχρι τῆς καλύπτρας τῆς Paul. Silent. v. 387 ὀροφῆς ἐπαίρονται. Ἐν δεξιᾷ δὲ καὶ κατὰ τὸ εὐώνυμον κίονες αὐταῖς παρατετάχαται ἐκ Θεσσάλου λίθου πεποιημένοι,ὑπερῷά τε μετεωρίζουσιν ἑτέροις παραπλησίοις κίοσι, προκύπτειν τοῖς βουλομένοις διδόντες ἐς τὰ τελούμενα: ὅθεν καὶ ἡ βασιλὶς παροῦσα ταῖς ἑορταῖς τῇ ἱερουργίᾳ τῶν μυστηρίων ἐφίσταται. Αἱ δὲ πρὸς ἀνίσχοντα καὶ δυόμενον ἥλιον οὕτως ἀφείθησαν, οὐδενὸσἐμποδὼν τῷ θαύματι τοῦ τηλικούτου μεγέθους γινομένου. Στοαὶ δὲ τῶν λελεγμένων ὑπερῴων ἔνερθε κίοσι καὶ ψαλίσι σμικραῖς τοσοῦτον ἔργον ἀποπερατοῦσαι. Ὡς ἂν δὲ καὶ τὸ θαῦμα τῆς οἰκοδομίας τρανότερον ᾖ, καὶ τοὺς πόδας συνεῖδον ἐνθεῖναι τοῦ τε μήκους τοῦτε εὔρους τοῦ τε ὕψους καὶ τῶν ψαλίδων τό τε διάκενον τό τε ὕψος, ἔχοντας ὧδε: ἔστιν μὲν οὖν τὸ μῆκος ἐκ τῆς καταντικρὺ θύρας τῆς ἱερᾶς κόγχης ἔνθα τὰ τῆς ἀναιμάκτου καλλιερεῖται θυσίας, μέχρις αὐτῆς, ποδῶν ἑκατὸν ἐνενήκοντα: τὸ δέ γε εὖρος κατὰ βορρᾶν καὶ νότον ποδῶν ἑκατὸν πεντεκαίδεκα: τὸ δὲ βάθος ἀπὸ τοῦ κέντρου τοῦ ἡμισφαιρίου μέχρις ἐδάφους ποδῶν ἑκατὸν ὀγδοήκοντα: καὶ τῶν ψαλίδων, τὸ μὲν ἑκάστης εὖρος ποδῶν , τὸ δέ γε μῆκος ἀπὸ ἀνατολῶν εἰς δύσιν πόδες διακοσίων ἑξήκοντα: τὸ δὲ πλάτος τοῦ ἐμφώτου αὐτῶν ποδῶν ἑβδομήκοντα πέντε: εἰσὶ δὲ καὶ πρὸς δυόμενον ἥλιον ἐκπρεπεῖς ἕτεραι δύο στοαί, καὶ πάντοθεν ὑπαίθριοι αὐλαὶ εἰς κάλλος ἐξησκημέναι. Εἴργασται δὲ αὐτῷ καὶ ὁ τῶν θεσπεσίων Procop. iii 187 ἀποστόλων νηὸς οὐκ ἐθέλων ἑτέρῳ τὰ πρωτεῖα διδόναι: ἐν ᾧ οἵ τε βασιλεῖς οἵ τε ἱερωμένοι τῆς νενομισμένης ταφῆς Sozom. ii 34 τυγχάνουσι. Περὶ μὲν οὖν τούτων καὶ τῶν τοιούτων ἁμωσγέπως εἰπεῖν τοιαῦτα.

Ὑπῆν δὲ καὶ ἕτερον τῷ Ἰουστινιανῷ πᾶσαν Niceph. xvii 21 Procop. iii 47, 110 Malal. 425 FHG v 38θηριώδη γνώμην ἐκβαῖνον, εἴτε δὲ φύσεως ἁμαρτία, εἴτε δειλίας τε καὶ φόβων ἔκγονον, οὐκ ἔχω λέγειν, ἐκ τῆς δημώδους στάσεως τοῦ Νίκα τὴν ἀρχὴν ἕλκον. Ἐδόκει γὰρ θἀτέρῳ τῶν μερῶν, τῷ κυανέῳ φημί, ἀτεχνῶς προσκεκλίσθαι ἐς τοσοῦτον ὥστε καὶ μιαιφονίας αὐτοὺς ἐν μέσῃ ἡμέρᾳ καὶ ἐν μέσῃ τῇ πόλει ἐργάζεσθαι τῶν ἀπ̓ ἐναντίας, καὶ μὴ μόνον ποινὰς μὴ δεδιέναι ἀλλὰ καὶ γερῶν ἀξιοῦσθαι, ὡς πολλοὺς ἀνδροφόνους ἐντεῦθεν γενέσθαι. Ἐξῆν δὲ αὐτοῖς καὶ τοῖς οἴκοις ἐπιέναι καὶ τὰ ἐναποκείμενα κειμήλια ληΐζεσθαι καὶ τοῖς ἀνθρώποις τὰς σφῶν πιπράσκειν σωτηρίας. Καὶ ἤν τις τῶν ἀρχόντων εἴργειν ἐπειράθη, περὶ τὴν σωτηρίαν αὐτὴν ἐκινδύνευεν. Ὅθεν ἀμέλει εἷς τις τὴν ἑῴαν ἐπιτροπεύων ἀρχήν, ἐπεὶ ἐνίους τῶν νεωτεριζόντων νεύροις ἐσωφρόνισεν, ἀνὰ τὸ μεσαίτατον τῆς πόλεως νεύροις ᾐκίσθη τε καὶ περιηνέχθη. Καλλίνικος Procop. iii 100 δὲ τῶν Κιλίκων ἡγούμενος, δύο ἀνδροφόνω Κίλικε, Παῦλον καὶ Φαυστῖνον, ἐπελθόντε οἱ καὶ διαχρήσασθαι βουλομένω, ἐπεὶ ταῖς ἐκ νόμων ποιναῖς ἐκτέθεικεν, ἀνεσκολοπίσθη, ποινὴν ὑπὲρ ὀρθῆς συνέσεως καὶ τῶν νόμων ταύτην καταβαλών. Ἐντεῦθεν οἱ θἀτέρου μέρους τὰ οἰκεῖα φεύγοντες καὶ πρὸς οὐδένων ἀνθρώπων δεξιούμενοι, ἀλλὰ καὶ ὡς ἅγη πάντοθεν ἐλαυνόμενοι, τοῖς ὁδοιποροῦσιν ἐφήδρευονλωποδυσίας τε καὶ μιαιφονίας ἐργαζόμενοι, ὡς πάντα πλήρη θανάτων ἀώρων λεηλασίας τε καὶ τῶν λοιπῶν ἀτοπημάτων εἶναι. Ἔστιν δὲ οὗ πρὸς τὰ ἐναντία μεταχωρήσας καὶ αὐτοὺς διεχρήσατο, τοῖς νόμοις ἐκδοὺς οὓς ἀφῆκεν ἀνὰ τὰ ἄστη ἀνοσιουργεῖν βαρβάροις ἴσα. Καὶτὰ μὲν περὶ τούτων λεπτομερῶς λέγειν κρεῖττον καὶ λόγου καὶ χρόνου: ἀπόχρη δὲ ταῦτα τεκμηριῶσαι καὶ τὰ ἐπίλοιπα.

Γεγόνασι δὲ κατ̓ ἐκεῖνο καιροῦ ἄνδρες θεοφόροι Niceph. xvii 22 καὶ μεγάλων σημείων ἐργάται πολλαχοῦ μὲν γῆς, ὦν δὲτὸ κλέος ἑκασταχοῦ διέλαμψεν. Βαρσανούφιος, Αἰγύπτιος γένος, οὕτως ἐν σαρκὶ τὸν ἄσαρκον διήθλησε βίον ἔν τινι φροντιστηρίῳ ἀγχοῦ Γάζης τοῦ πολίσματος, ὥστε πολλὰ μὲν καὶ μνήμης κρείττονα θαυματουργῆσαι, πιστεύεσθαι δὲ καὶ ζῆν αὐτὸν ἐν οἰκίσκῳ καθειργμένον, καίτοι γε ἀπὸτούτων πεντήκοντα καὶ πρός γε χρόνων οὔτε ὀφθέντα τῳ, οὔτε τῶν ἐπὶ γῆς τινος μετειληφότα. Οἷς δυσαπιστῶν Εὐστόχιος ὁ τῶν Ἱεροσολύμων πρόεδρος ἐπειδὴ διορύττειν ἔγνω τὸν οἰκίσκον οὗ καθεῖρκτο ὁ ἄνθρωπος τοῦ θεοῦ, πῦρ ἐκθορὸν μικροῦ τοὺς αὐτόσε πάντας ἐνέπρησε.

Γέγονε δὲ καὶ ἀνὰ τὴν Ἔμεσαν Συμεώνης, ἀνὴρ Niceph. ibid. Leontius PG 93, 1669 οὕτως τὸν τῆς κενοδοξίας ἀποδυσάμενος χιτῶνα ὡς καὶ παράφορον τοῖς οὐκ εἰδόσι δόξαι αὐτὸν εἶναι, καίτοι γε πάσης σοφίας θείας καὶ χάριτος ἐμπεπλησμένον. Οὗτος ὁ Συμεώνης τὰ πολλὰ μὲν αὐτὸς καθ̓ ἑαυτὸν διῃτᾶτο, οὐδενὶ τὸ παράπαν ἄδειαν ἐνδιδοὺς εἰδέναι πότε τε ἢ ὅπως τὸ θεῖον ἱλάσκετο, μηδὲ ὅτε τὰς ἀφέξεις ἢ μεθέξεις καθ̓ ἑαυτὸν τῶν τροφῶν ποιοῖτο ἄν. Ἔστιν δὲ οὗ καὶ κατὰ τὰς λεωφόρους ἀγοράζων ἐκτετράφθαι τοῦ καθεστῶτος ἐδόκει καὶ μηδὲν φρενῆρες ἢ ἀγχίνουν ἔχειν ὅλως: καί που καὶ καπηλείῳ παρεισδὺς ἐκ τῶν προστυχόντων ἐδεσμάτων ἢ σιτίων ἤσθιεν ὅτε πεινῴη. Εἰ δέ τις ἐγκλίνας τὴν κεφαλὴν αὐτῷ προσεκύνησε, μετὰ θυμοῦ καὶ τάχους τῶν τόπων ἐξίστατο, τὸ πρὸς πολλῶν φωραθῆναι τὴν οἰκείαν ἀρετὴν δεδιώς. Καὶ τοιαῦτα μὲν τὰ κατὰ τὴν ἀγορὰν τῷ Συμεώνῃ. Ἦσαν δὲ αὐτῷ τινες συνήθεις οἷς καὶ παρενέβαλλεν, οὐδὲν ὅλως ὑποκρινόμενος. Τῶν τοίνυν συνήθων αὐτῷ ἦν τινι θεράπαινα, ἣ πρός τινος ἐκπορνευθεῖσα καὶ κυοῦσα, ἐπειδὴ Ibid. 1717 τὸν τοῦτο δεδρακότα παρὰ τῶν δεσποτῶν ἐξειπεῖν ἠναγκάζετο, τὸν Συμεώνην ἔλεγεν σκοτίως αὐτῇ συμπλακῆναι, ἀπ̓ αὐτοῦ τε κυοφορεῖν, καὶ ὀμεῖσθαι ἦ μὴν ταῦτα οὕτως ἔχειν, εἰ δέοι δὲ καὶ διελέγχειν. Ὅπερ ἐπειδὴ ὁ Συμεώνης ἠκηκόει, συνετίθετο, σάρκα φορεῖν εἰπὼν τὸ εὐόλισθον χρῆμα. Ἐπειδὴ δὲ παρὰ πᾶσι τοῦτο τεθρύλητο, καὶ πολλὴν ὦφλε τὴν αἰσχύνην ὁ Συμεώνης ὡς ἐδόκει, ὑπέστελλεν ἑαυτὸν καὶ τὸν αἰδούμενον ὑπεκρίνετο. Ὡς δ̓ οὖν ἡ κυρία τῇ κυούσῃ ἧκε, καθῆστό τε τὰ εἰωθότα, ἡ μὲν ὠδὶς σφοδρότερον καὶ πολλὴν καὶ ἀνύποιστον τὴν ἀλγηδόνα κατεργαζομένη ἐς ἔσχατον κινδύνου τὴν ἄνθρωπον κατήγαγεν, ὁ δὲ τόκος οὐδαμῆ προέκοπτεν. Ἐπειδὴ οὖν τὸν Συμεώνην ἐξεπίτηδες ἀφιγμένον ἱκέτευον προσεύξασθαι, ἀναφανδὸν εἶπε μὴ πρότερον ἀποτέξειν τὸ γύναιον, πρὶν ἂν εἴποι τίς ὁ φύσας τὸ κυοφορούμενον εἴη. Ὅπερ ἐπειδὴ πέπραχε, καὶ τὸν ὄντως ἀνεῖπε πατέρα, εὐθὺ τὸ βρέφος ἐξήλατο, ὑπὸ τῆς ἀληθείας μαιευθέν. Οὗτός ποτε εἴς τι δωμάτιον ἑταίρας εἰσεληλυθὼς ὤφθη, καὶ τὴν θύραν ἀποκλείσας μόνος πρὸς μόνην ἐχρόνιζεν. Ὡς γοῦν ἀνακλίνας τὴν θύραν ἀπιὼν ᾤχετο, πανταχῆ θεώμενος μή τις αὐτὸν ὁρῴη, ἐπὶ μεῖζον τὰ τῆς ὑπονοίας ἤρθη ὡς τοὺς ἑωρακότας ἀγαγεῖν τὴν ἄνθρωπον, καὶ πυνθάνεσθαι τί τε εἰσιτητὰ τῷ Συμεώνῃ παῤ αὐτὴνεἴη καὶ ἡ τοσαύτη τοῦ καιροῦ τριβή. Ἡ δὲ διώμνυτο τρίτην ἀπ̓ ἐκείνης ἡμέραν μηδενὸς ἀπογεύσασθαι ἀπορίᾳ τῶν ἀναγκαίων ἣ μόνον ὕδατος, τὸν δὲ ὄψα τε κομίσαι καὶ σιτία καὶ οἴνου τι ἄγγος, καὶ τὴν θύραν ἀποκλείσαντα τράπεζαν παραθεῖναι δειπνίσαι τε ταύτην, ἐγκελευσάμενοντῆς θοίνης ἐμπλησθῆναι, ἱκανῶς τῇ ἀφέξει τῆς τροφῆς πιανθεῖσαν: καὶ τὰ λείψανα τῶν ἀποκομισθέντων προέφερεν. Ibid. 1716 Ἀλλὰ γὰρ καὶ τοῦ κλόνου τοῦ τὴν παραλίαν Φοινίκην κατασείσαντος παρὰ πόδας ὄντος, ἡνίκα ἥ τε ΒηρυτίωνΒιβλίων τε καὶ Τριπολιτῶν μάλιστα πεπόνθασιν, ῥυτῆρα τῇ χειρὶ μετεωρίζων ἔτυπτε τῶν κιόνων τοὺς πλείους ἀνὰ τὴν ἀγοράν: Στῆτε, βοῶν, ὀρχήσασθ̓ ἔχετε. Ἐπεὶ τοίνυν οὐδὲν τἀνδρὸς ἦν πάρεργον, οἱ τούτοις περιτυχόντες τὸν νοῦν ἐτίθεσαν τίνας τῶν κιόνων μὴ τύπτωνπαρῄει. Οἳ καὶ μετ̓ οὐ πολὺ πεπτώκασιν, ἔργον τῶν σεισμῶν γενόμενοι. Πολλὰ δὲ καὶ ἕτερα πέπραχεν, ἃ καὶ πραγματείας ἰδιαζούσης δεῖται.

Ἦν δὲ τηνικάδε καὶ Θωμᾶς τόνδε διαθλεύων τὸν Niceph. xvii 23 βίον ἀνὰ τὴν κοίλην Συρίαν, ὃς πρὸς τὴν Ἀντιόχου γέγονεντὴν ἐπέτειον χορηγίαν κομιούμενος τῆς κατ̓ αὐτὸν μονῆς: ἐντέτακτο δὲ ἐκ τῆς αὐτόσε ἐκκλησίας. Τοῦτον ὁ Ἀναστάσιος οἰκονομῶν τὴν ἐκκλησίαν, ἐπειδὴ συχνῶς αὐτὸν ἠνώχλει, τῇ χειρὶ κατὰ κόρρης ῥαπίζει: καὶ δυσανασχετούντων τῶν σφίσι παρόντων, ἔφη οὔτε αὐτὸν ἔτιλήψεσθαι, οὔτε τὸν Ἀναστάσιον δώσειν: καὶ ἄμφω γενέσθαι, Ἀναστασίου μὲν μεθ̓ ἡμέραν μίαν τὸν βίον καταστρέψαντος, Θωμᾶ δὲ ἐν τῷ τῶν νοσούντων καταγωγίῳ ἀνὰ τὸ προάστειον Δάφνην ἐν τῇ ἀποπορεύσει ἐπὶ τὸν ἀγήρω μεταστάντος βίον. Οὗ τὸν νεκρὸν ἔθεντο ἐν τοῖς τῶν ἐπηλύδων τάφοις. Ἐπειδὴ δέ, ἑνὸς καὶ δευτέρου τεθέντοιν, ὕπερθεν αὐτοῖν τὸ αὐτοῦ σῶμα γέγονε, μέγιστον θαῦμα τοῦ θεοῦ καὶ μετὰ θάνατον αὐτὸν ἀναδεικνύντος — ἀπεπέμποντο γὰρ μακρὰν ἀποκρουόμενοι — , θαυμάσαντες τὸν ἅγιον Ἐφραιμίῳ διαγγέλλουσι. Καὶ μετὰ δημοτελοῦς ἀγερωχίας καὶ πομπῆς μετακομίζεται ὁ πανάγιος αὐτοῦ νεκρὸς ἀνὰ τὴν Ἀντιόχου, ἔν τε τῷ κοιμητηρίῳ τιμᾶται, τὴν τηνικαῦτα φοιτήσασαν λοιμώδη νόσον τῇ μεταθέσει παύσας. Οὗ καὶ τὴν ἐτησίαν ἑορτὴν μέχρι ἡμῶν παῖδες Ἀντιοχέων μεγαλοπρεπῶς ἄγουσιν. Ἀλλ̓ ἐπὶ τὸ προκείμενον τοῦ λόγου τὴν ῥύμην μεταγάγωμεν.

Ἀνθίμου ὥς μοι λέλεκται τοῦ θρόνου τῆς βασιλίδος Niceph. xvii 25 ἐκβεβλημένου, Ἐπιφάνιος τὴν ἐπισκοπὴν διαδέχεται. Μετὰ δὲ αὖ Ἐπιφάνιον Μηνᾶς, ἐφ̓ οὖ καὶ θαῦμα γέγονε λόγου πολλοῦ ἄξιον. Ἔθος παλαιὸν βούλεται Georg. Mon. 550 ἀνὰ τὴν βασιλεύουσαν, ὅταν πολύ τι χρῆμα τῶν ἁγίων μερίδων τοῦ ἀχράντου σώματος Χριστοῦ τοῦ θεοῦ ἡμῶν ἐναπομείνῃ, παῖδας ἀφθόρους μεταπέμπτους γίνεσθαι παρὰ τῶν ἐς χαμαιδιδασκάλου φοιτώντων, καὶ ταῦτα κατεσθίειν. Ὅπερ ἐπειδὴ γέγονεν, ἡλίσθη μετὰ τῶν παίδων ὑαλουργοῦ παῖς, Ἑβραίου τὴν δόξαν: ὃς τοῖς γονεῦσι τὴν αἰτίαν τῆς βραδυτῆτος πυνθανομένοις ἀνεῖπε τὸ γεγονός, καὶ ὅπερ ἀποφαγὼν σὺν τοῖς ἄλλοις παισὶν εἴη. Ὁ δὲ φύσας θυμωθεὶς καὶ μηνίσας, ἐν τῷ πνιγεῖ τῶν ἀνθράκων ἔνθα τὴν ὕαλον ἐμόρφου τὸν παῖδα καθίησι ἀνάψας. Ὡς δὲ τὸν παῖδα ἡ μήτηρ ζητοῦσα εὑρεῖν οὐκ ἴσχυεν, πανταχῆ τῆς πόλεως ᾔει ποτνιωμένη καὶ λύγιον κωκύουσα: καὶ τριταία παρὰ τὴν θύραν τοῦ ἐργαστηρίου τἀνδρὸς ἑστῶσα ὀνομαστὶ ἀνεκάλει τὸν παῖδα, τοῖς θρήνοις σπαραττομένη. Ὁ δὲ τῆς φωνῆς τῆς μητρὸς συνιεὶς ἐκ τοῦ πνιγέως ἀνταπεκρίνετο. Ἡ δὲ τὰς θύρας διατεμοῦσα εἴσω τε γενομένη ὁρᾷ τὸν παῖδα τῶν ἀνθράκων μέσον ἑστῶτα, τοῦ πυρὸς αὐτοῦ μὴ προσψαύοντος. Ὃς ἀνερωτώμενος ὅπως ἀπαθὴς μεμενήκει, γυναῖκα ἔφη πορφυρᾶν ἀμπεχομένην ἐσθῆτα συχνὰ φοιτῶσαν παῤ αὐτὸν ὕδωρ ὀρέγειν, καὶ τούτῳ τοὺς πλησιάζοντας τῶν ἀνθράκωνκατευνάζειν, σιτίζειν τε αὐτὸν ὁσάκις πεινῴη. Ὅπερ ἐπειδὴ ἐς Ἰουστινιανὸν ἠνέχθη, τὸν μὲν παῖδα καὶ τὴν μητέρα τῷ λουτρῷ τῆς παλιγγενεσίας φωτισθέντας ἐκλήρωσε: τὸν δὲ φύσαντα οὐκ ἀνασχόμενον Χριστιανοῖς ἐναριθμηθῆναι ἐν Συκαῖς ὡς παιδοφόνον ἀνεσκολόπισε.Καὶ ταῦτα μὲν τῇδε γέγονε.

Μετὰ δὲ Μηνᾶν Εὐτύχιος εἰς τὸν θρόνον ἄνεισιν. Niceph. xvii 26 Ἀνὰ δὲ τὰ Ἱεροσόλυμα μετὰ Μαρτύριον Σαλούστιος τὸν θρόνον διαδέχεται, Ἡλίας τε μετὰ τοῦτον, Πέτρος τε αὖ, καὶ μετ̓ ἐκεῖνον Μακάριος, οὔπω βασιλέως προσηκαμένου,ὃς ἐξώσθη τῆς οἰκείας καθέδρας: ἔφασκον γὰρ αὐτὸν τὰ Ὠριγένους πρεσβεύειν δόγματα. Μεθ̓ ὃν τὴν ἐπισκοπὴν Εὐστόχιος διεδέξατο. Μετὰ δὲ τὴν ἐκβολὴν Θεοδοσίου ὡς προδεδιήγηται, ἐπίσκοπος τῆς Ἀλεξανδρέων Ζώϊλος ἀναδείκνυται: καὶ τοῖς αὐτῶν ἡγησαμένοις προστεθέντος,Ἀπολινάριος τὴν καθέδραν ἐγχειρίζεται. Μετὰ δὲ Ἐφραίμιον Δομνῖνος τὸν Ἀντιοχείας πιστεύεται θρόνον.

Τῆς πρεσβυτέρας μὲν οὖν Ῥώμης ἡγουμένου Niceph. xvii 27 Βιγιλίου, τῆς δὲ νέας πρῶτα μὲν Μηνᾶ, εἶτ̓ Εὐτυχίου, τῆς δὲ Ἀλεξάνδρου Ἀπολιναρίου, καὶ τῆς ἈντιόχουΔομνίνου, Ἱεροσολύμων τε Εὐστοχίου, τὴν πέμπτην μεταπέμπεται σύνοδον Ἰουστινιανὸς ἐξ αἰτίας τοιᾶσδε: Theophan. 242 Cramer. An. Par. ii 111 Cyrill. Scyth. Sabac vita c. 72, 83 s#3. Εὐστόχιος, κατακρατούντων καὶ μάλιστα ἐν τῇ καλουμένῃ νέᾳ λαύρᾳ τῶν τὰ Ὠριγένους θρησκευόντων δόγματα, πᾶσαν ἔθετο σπουδὴν τούτους ἀπελάσαι. Καὶ καταλαβὼντὴν αὐτὴν νέαν λαύραν ἅπαντας ἐκβεβλήκει, ὥσπερ ἅγη κοινὰ μακρὰν ἐκδιώξας: οἲ καὶ σποράδες γενόμενοι πολλοὺς σφίσι προσηταιρίσαντο. Τούτων ὑπερήσπιζε Θεόδωρος ἐπίκλην Ἀσκιδᾶς, ἐπίσκοπος Liberat. xxiii, xxiv μὲν τῆς Καίσαρος ἣ προκάθηται τοῦ Καππαδοκῶν ἔθνους, Ἰουστινιανῷ δὲ προσεδρεύων πιστός τέ οἱ καθεστὼς καὶ ἐς τὰ μάλιστα ἐπιτήδειος. Κυκῶντος οὖν αὐτοῦ τὰ βασίλεια, καὶ πᾶσαν ἀσέβειαν καὶ ἀθεμιτουργίαν τὸ πρᾶγμα καλοῦντος, στέλλονται πρὸς τὴν βασιλέως πόλιν πρὸς Εὐστοχίου Ῥοῦφος ἡγούμενος τῆς Θεοδοσίου μονῆς καὶ Κόνων τῆς Σάβα, τὰ πρώτιστα τῆς ἐρήμου φέροντες Sabac vita c. 89, 90 ἔκ τε τῆς οἰκείας ἀξιώσεως καὶ ὧν ἡγοῦντο φροντιστηρίων: γεγόνασι δὲ σὺν αὐτοῖς καὶ ἕτεροι, οὐ πολλῷ τῆς ἀξίας αὐτῶν λειπόμενοι. Καὶ οὗτοι μὲν τὰ κατὰ Ὠριγένην πρωτοτύπως ἐκίνουν καὶ Εὐάγριον καὶ Δίδυμον. Θεόδωρος Theophan. 228 δὲ ὁ Καππαδόκης, ἑτέρωθι τούτους ἀφέλκειν ἐθέλων, ἐπεισάγει τὰ κατὰ Θεόδωρον τὸν Μοψουεστίας καὶ Θεοδώρητον καὶ Ἴβαν, τοῦ παναγάθου θεοῦ πάντα καλῶς οἰκονομήσαντος ἵν̓ ἐκεῖθεν ἐντεῦθεν τὰ βέβηλα ἐξωσθείη. Πρώτης τοίνυν κινήσεως γενομένης εἰ δέοι τοὺς τετελευτηκότας ἀναθέμασι περιβληθῆναι, Εὐτύχιος παρὼν τὴν θείαν ἐς ἄκρον ἐξησκημένος γραφήν, ἐσέτι ζῶντος Μηνᾶ, οὐδὲ τῶν διαφανῶν ὤν — ταῖς γὰρ ἀποκρίσεσι τοῦ Ἀμασείας ἐπισκόπου διηκονεῖτο — , διαρρήδην εἶπεν, οὐκ ἐν φρονήματι μόνον, ἀλλὰ καὶ ἐν καταφρονήματι τοὺς ἁλισθέντας ἑωρακώς, μηδὲ βουλῆς τοῦτο δεῖσθαι: ἐπεὶ καὶ Eustrat. Eutychii vita PG 862 c. 22 Ἰωσίας ὁ βασιλεὺς οὐ τοὺς ζῶντας ἱερέας τῶν δαιμόνων πάλαι μόνον κατέσφαξεν, ἀλλὰ καὶ τῶν πρὸ πολλοῦ τεθνηκότων τὰς θήκας ἀνώρυξε. Τοῦτο πρὸς ἔπος ἅπασιν ἔδοξε λελέχθαι. Ὅπερ καὶ Ἰουστινιανὸς ἐγνωκὼς ἐς τὸν τῆς βασιλευούσης αὐτὸν ἀνεβίβασε θρόνον, παραυτίκα Μηνᾶ τελευτήσαντος. Βιγίλιος μὲν οὖν ἐγγράφως συνθέμενος συνεδρεύειν οὐχ εἵλετο. Πυθομένου δὲ Ἰουστινιανοῦ τῆς ἁλισθείσης συνόδου, τί φασι περὶ Θεοδώρου καὶ ὧν Θεοδώρητος κατὰ Κυρίλλου καὶ τῶν δώδεκα αὐτοῦ κεφαλαίων εἴρηκε, καὶ τῆς λεγομένης ἐπιστολῆς Ἴβα τῆς πρὸς Μάριν τὸν Πέρσην, ἀναγνωσθεισῶν πολλῶν ῥήσεων Conc. ix 203 s#3. Θεοδώρου: καὶ Θεοδωρήτου, δειχθέντος δὲ ὡς καὶ πάλαι Θεόδωρος κατεκέκριτο καὶ ἐκ τῶν ἱερῶν ἀπηλίφη δέλτων, καὶ ὡς καὶ μετὰ θάνατον δέοι τοὺς αἱρετικοὺς κατακρίνεσθαι, Θεόδωρον μὲν ἁπάσαις τὸ δὴ λεγόμενον ἀναθεματίζουσι, καὶ τὰ εἰρημένα Θεοδωρήτῳ κατὰ τῶν δύο καὶ δέκα κεφαλαίων Κυρίλλου καὶ τῆς ὀρθῆς πίστεως, καὶ τὴνἐπιστολὴν Ἴβα τὴν πρὸς Μάριν τὸν Πέρσην, φήσαντες ταῦτα τὰ ῥήματα: Conc. ix 368 s#3. Τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ κατὰ τὴν ἐν τοῖς εὐαγγελίοις παραβολὴν... Καὶ μεθ̓ Ibid. 375 Georg. Mon. 537 ἕτερα: Κατακρίνομεν δὲ καὶ ἀναθεματίζομεν, πρὸς τοῖσἄλλοις ἅπασιν αἱρετικοῖς τοῖς κατακριθεῖσι καὶ ἀναθεματισθεῖσι παρὰ τῶν εἰρημένων ἁγίων τεσσάρων συνόδων καὶ ἀπὸ τῆς ἁγίας καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας, καὶ Θεόδωρον τὸν λεγόμενον ἐπίσκοπον Μοψουεστίας, καὶ τὰ ἀσεβῆ αὐτοῦ συγγράμματα, καὶ τὰ ἀσεβῶς συγγραφένταπαρὰ Θεοδωρήτου κατά τε τῆς ὀρθῆς πίστεως καὶ τῶν δώδεκα κεφαλαίων τοῦ ἐν ἁγίοις Κυρίλλου καὶ τῆς ἐν Ἐφέσῳ ἁγίας πρώτης συνόδου, καὶ ὅσα ὑπὲρ συνηγορίας Θεοδώρου καὶ Νεστορίου αὐτῷ γέγραπται. Καὶ πρὸς τούτοις ἀναθεματίζομεν καὶ τὴν ἀσεβῆ ἐπιστολὴν τὴν λεγομένην παρὰ Ἴβα γεγράφθαι πρὸς Μάριν τὸν Πέρσην. 21 Conc. ix 376 Καὶ μετὰ ἔνια, ἐξέθεντο τέσσαρα καὶ δέκα κεφάλαια περὶ τῆς ὀρθῆς καὶ ἀμωμήτου πίστεως. Καὶ ταῦτα μὲν οὕτω προκεχωρήκει. Ἐκ λιβέλλων δὲ ἐπιδεδομένων πρὸς Εὐλογίου, Κόνωνος, Κυριακοῦ, καὶ Παγκρατίου μοναχῶνκατὰ τῶν Ὠριγένους τοῦ καὶ Ἀδαμαντίου δογμάτων καὶ Cf. Georg. Mon. 529 τῶν ἑπομένων τῇ τούτου δυσσεβείᾳ καὶ πλάνῃ, πυνθάνεται Ἰουστινιανὸς τῆς ἁλισθείσης συνόδου περὶ τούτων, συζεύξας καὶ τοῦ λιβέλλου τὸ ἴσον ἀτὰρ καὶ τὰ πρὸς Βιγίλιον περὶ τούτων ἐπεσταλμένα. Ἐξ ὧν ἁπάντων ἔστιν ἑλεῖν ὅπως ἐσπουδάσθη τῷ Ὠριγένει Ἑλληνικῶν καὶ Μανιχαϊκῶν ζιζανίων ἐμπλῆσαι τῶν ἀποστολικῶν δογμάτων τὸ λιτόν. Ἀναφορὰ τοίνυν γέγονε πρὸς Ἰουστινιανὸν παρὰ τῆς συνόδου μετὰ τὰς γενομένας παῤ αὐτῆς ἐκβοήσεις κατὰ Ὠριγένους καὶ τῶν τὰ αὐτὰ ἐκείνῳ πεπλανημένων. Ὧν ἔνια τούτοις ἔγκειται τοῖς ῥήμασι: Τῆς ἄνωθεν εὐγενείας μετέχουσαν κεκτημένος τὴν ψυχήν, χριστιανικώτατε βασιλεῦ... Καὶ μεθ̓ ἕτερα: Ἐφύγομεν τοίνυν, ἐφύγομεν ταύτην. Οὐ γὰρ ἐγνωρίσαμεν τῶν ἀλλοτρίων τὴν φωνήν, καὶ ὡς κλέπτην καὶ ὡς Joh. x 5 λῃστὴν τὸν τοιοῦτον τοῖς τοῦ ἀναθέματος βρόχοις ἀσφαλῶς περισφίγξαντες, τῶν ἱερῶν ἔξω περιβόλων ἀπεβαλόμεθα. Καὶ μετ̓ ὀλίγα: Τῶν δὲ παῤ ἡμῶν πεπραγμένων διὰ τῆς ἐπ̓ αὐτοῖς ἀναγνώσεως εἴσεσθε τὴν δύναμιν. Τούτοις συνέζευξαν καὶ τὰ κεφάλαια τὰ ὅσα πρεσβεύειν οἱ τὰ Ὠριγένους δοξάζοντες ἐδιδάχθησαν δηλοῦντα, τὰς τε συμφωνίας αὐτῶν ἀτὰρ καὶ τὰς διαφωνίας, καὶ τὴν πολυσχεδῆ τούτων πλάνην. Ἐν τούτοις ἐστὶ πέμπτον κεφάλαιον τῶν βλασφημηθέντων ἀπὸ ἰδικῶν προσώπων τῆς καλουμένης νέας λαύρας, ἔχον ὧδε: Θεόδωρος ὁ Ἀσκιδᾶς ὁ Καππαδόκης εἶπεν: Εἰ νῦν οἱ ἀπόστολοι καὶ οἱ μάρτυρες θαυματουργοῦσι καὶ ἐν τῇ τοσαύτῃ τιμῇ ὑπάρχουσιν, ἐν τῇ ἀποκαταστάσει εἰ μὴ ἴσοι γένοιντο τῷ Χριστῷ, ποία ἀποκατάστασις αὐτοῖς ἐστιν; Ἀνηνέχθησαν αὐτοῖς καὶ Διδύμου καὶ Εὐαγρίου καὶ Θεοδώρου ἕτεραι πολλαὶ βλασφημίαι μάλα σπουδαίως τὰ περὶ τούτων ἐκλεξαμένοις. Μετὰ τοίνυν ταύτην τὴν σύνοδον χρόνου τινὸς ἐν μέσῳ Niceph. xvii 29 Theophan. 240 Ioh. Nikiu c. 93. p. 520 Joh. Ephes. i 42 διαστάντος, Εὐτύχιος μὲν ἐκβάλλεται, Ἰωάννης δὲ τῷ θρόνῳ τῆς Κωνσταντινουπόλεως ἐκκλησίας ἀντεισάγεται, ὁ ἐκ τοῦ Σηρήμιος: κώμη δὲ αὕτη ἐν τῇ Κυνηγικῇ κειμένη τῆς Ἀντιοχέων χώρας.

Τηνικαῦτα ὁ Ἰουστινιανός, τῆς ὀρθῆς λεωφόρου Niceph. xvii 29 Theophan. 240 Zonar. iii 284 τῶν δογμάτων ἐκτραπεὶς καὶ πρὸς τὴν ἀτριβῆ τοῖς ἀποστόλοις τε καὶ τοῖς πατράσιν ἀτραπὸν βαδίσας, ἀκάνθαις καὶ τριβόλοις περιπέπτωκεν. Ὧν καὶ τὴν ἐκκλησίαν ἐμπλῆσαι βουληθεὶς τοῦ σκοποῦ διήμαρτε, τοῦ Κυρίου τὴν βασιλικὴν ὁδὸν ἀρρήκτοις θριγκοῖς κατασφαλισαμένου,Ps. lxi 4 ὡς ἂν μὴ φονευταὶ ἐπεισπηδήσωσιν ὡς τοίχῳ κεκλιμένῳ καὶ φραγμῷ ὠσμένῳ, τῆς προφητείας πληρώσας τὴν πρόρρησιν. Τὴν μὲν οὖν πρεσβυτέραν Ῥώμην μετὰ Βιγίλιον Ἰωάννου τοῦ καὶ Κατελίνου ἐπισκοποῦντος, τὴνδὲ νέαν Ἰωάννου τοῦ ἀπὸ Σηρήμιος, καὶ τὴν Ἀλεξανδρέων Ἀπολιναρίου, τὴν δὲ Θεουπολιτῶν Ἀναστασίου μετὰ Δομνῖνον ἐπισκοποῦντος, καὶ τὴν Ἱεροσολύμων Μακαρίου αὖθις ἀποδοθέντος τῷ οἰκείῳ θρόνῳ, ἐπεὶ Ὠριγένην καὶ Δίδυμον καὶ Εὐάγριον ἀνατεθεμάτικε μετὰ τὴν Εὐστοχίουκαθαίρεσιν, τὸ καλούμενον πρὸς Ῥωμαίων ἴδικτον γράφει, ἐν ᾧ ἄφθαρτον τὸ σῶμα τοῦ Κυρίου κέκληκε καὶ τῶν φυσικῶν καὶ ἀδιαβλήτων παθῶν ἀνεπίδεκτον, οὕτω λέγων τὸν Κύριον πρὸ τοῦ πάθους φαγεῖν ὥσπερ μετὰ τὴν ἀνάστασιν ἔφαγε, μηδεμίαν τροπὴν ἢ ἀλλοίωσιν ἐξ αὐτῆστῆς ἐν μήτρᾳ διαπλάσεως μηδὲ ἐν τοῖς ἑκουσίοις καὶ φυσικοῖς πάθεσι, μηδὲ μετὰ τὴν ἀνάστασιν τοῦ παναγίου σώματος αὐτοῦ δεξαμένου: οἷς συναινεῖν τοὺς ἑκασταχῆ ἱερέας κατηνάγκαζε. Πάντες μὲν οὖν ἐς Ἀναστάσιον τὸν Ἀντιοχείας ἐπίσκοπον καραδοκεῖν εἰπόντες τὴν πρώτηνπεῖραν ἀπεκρούσαντο.

Ἦν δέ γε ὁ Ἀναστάσιος τὰ μὲν θεῖα ἐς τὰ Niceph. xvii 30 μάλιστα λόγιος, ἀκριβὴς δὲ τοὺς τρόπους καὶ τὴν δίαιταν, ὡς καὶ τοῖς λίαν ψιλοῖς ἐπισκήπτειν καὶ μηδαμοῦ τοῦ εὐσταθοῦς καὶ βεβαίου παρεξιέναι, μή τί γε δὴ τῶν καιρίωνκαὶ ἐς αὐτὸ τὸ θεῖον ἀναφερομένων. Οὕτω δὲ τὸ ἦθος ἐκέκρατο, ὡς μηδὲ τῷ εὐπροσόδῳ τε καὶ εὐεντεύκτῳ εὐεπίβατον τοῖς μὴ καθήκουσιν εἶναι, μηδὲ τῷ αὐστηρῷ τε καὶ ἀφειδεῖ δυσπρόσιτον ἐς τὰ δέοντα καθεστάναι. Ἐν μὲν οὖν τοῖς σπουδαίοις ἕτοιμος ἦν τὰ ὦτα, καὶ τὴν γλῶσσαν εὔρους, εὐθυβόλως τὰς πύστεις διαλύων: ἐν δὲ τοῖς παρέργοις τὰ μὲν ὦτα τέλεον ἀποκέκλειστο, τὴν δὲ γλῶσσαν χαλινὸς ἐπεῖχεν, ὡς καὶ τὸν λόγον λόγῳ ῥυθμίζεσθαι, καὶ τὴν σιωπὴν κρείττονα λόγου καθεστάναι. Τούτῳ ὥσπερ τινὶ δυσαλώτῳ πύργῳ ὁ Ἰουστινιανὸς προσβάλλει παντοίας μηχανὰς ἐπιστήσας, ἐννοῶν ὡς εἰ τοῦτον κατασείσειε, πόνος οὐδεὶς λελείψεται τὴν πόλιν ἑλεῖν ἀνδραποδίσαι τε τὰ ὀρθὰ τῶν δογμάτων καὶ αἰχμάλωτα λαβεῖν τὰ πρόβατα τοῦ Χριστοῦ. Ὁ δὲ εἰς Eustrat. Eutychii vita PG 862 c. 41 τοσοῦτον ὑπερήρθη τῷ θείῳ φρονήματι — ἐπὶ τὴν ἄρρηκτον γὰρ πέτραν εἱστήκει τῆς πίστεως — ὡς καὶ Ἰουστινιανῷ ἀναφανδὸν ἀντειπεῖν δἰ οἰκείας μηνύσεως, καὶ ἀποδεῖξαι μάλα σαφῶς καὶ λογίως δἰ αὐτῆς, ὡς φθαρτὸν τὸ σῶμα τοῦ Κυρίου ἐν τοῖς φυσικοῖς καὶ ἀδιαβλήτοις πάθεσιν οἵ τε θεσπέσιοι ἀπόστολοι οἵ τε θεοφόροι ᾔδεσάν τε καὶ παρέδοσαν πατέρες. Ταῦτα δὲ καὶ πρὸς τὸ μοναδικὸν πρώτης τε καὶ δευτέρας Συρίας πυθόμενον ἀπεκρίνατο, πάντων ὑποστηρίζων τὰς γνώμας καὶ πρὸς τὸν ἀγῶνα ἐπαλείφων, ἐπὶ τε τῆς ἐκκλησίας ὁσημέραι ἀναγινώσκων τὸ τοῦ σκεύους τῆς ἐκλογῆς: Εἴ τις ὑμᾶς εὐαγγελίζεται παῤ ὃ Galat. i 9 παρελάβετε, κἂν ἄγγελος ἐξ οὐρανοῦ ᾖ, ἀνάθεμα ἔστω. Οἷς ἀπιδόντες ἅπαντες τὰ παραπλήσια μέχρις εὐαρίθμων ἐζήλωσαν. Γέγραπται δ̓ οὖν αὐτῷ καὶ συντακτήριος πρὸς τοὺς Ἀντιοχέας λόγος, πυθομένῳ τὸν Ἰουστινιανὸν ἐθέλειν αὐτὸν ἐξοστρακίσαι: ὃν ἔστι δικαίως ἄγασθαι τῆς τε καλλιεπείας, τοῦ τε ῥοῦ τῶν νοημάτων, τῆς τε εὐπορίας τῶν ἱερῶν ῥήσεων, καὶ τοῦ προσφόρου τῆς ἱστορίας.

Ἀλλὰ τοῦ θεοῦ κρεῖττόν τι προβλεψαμένου Hebr. xi 40 περὶ ἡμῶν, ὁ λόγος οὐκ ἐδημοσιεύθη. Ὁ γὰρ Ἰουστινιανὸς Niceph. xvii 31 τὴν Ἀναστασίου καὶ τῶν ἀμφ̓ αὐτὸν ἱερέων ἐξορίαν ὑπαγορεύων, ἀοράτως τρωθεὶς τὸν τῇδε κατέστρεψε βίον, βασιλεύσας τὰ πάντα ὀκτὼ καὶ τριάκοντα ἔτη πρὸς μησὶν ὀκτώ. Τέλος τοῦ τετάρτου τόμου τῆς ἐκκλησιαστικῆς ἱστορίας Εὐαγρίου.

τάδε ἔνεστιν ἐν τῷ πέμπτῳ τόμῳ της ἐκκλησιαστικης ἱστορίας Εὐαγρίου Σχολαστικοῦ: α᾽. Περὶ τῆς Ἰουστίνου ἀναρρήσεως, καὶ τοῦ τρόπου αὐτοῦ. β᾽. Περὶ τῆς ἀναιρέσεως Ἰουστίνου τοῦ ἀνεψιοῦ αὐτοῦ. γ᾽. Περὶ τῶν ἀλιτηρίων Ἀδδαίου καὶ Αἰθερίου. δ᾽. Περὶ τοῦ προγράμματος τῆς πίστεως ἡμῶν, ὅπερ Ἰουστῖνος τοῖς ἁπανταχοῦ Χριστιανοῖς ἔγραψεν. ε᾽. Περὶ τῆς ἐκβολῆς Ἀναστασίου ἐπισκόπου Θεουπόλεως. σ᾽. Ὡς μετὰ Ἀναστάσιον Γρηγόριος ἐπίσκοπος γέγονε, καὶ περὶ τοῦ τρόπου αὐτοῦ. ζ᾽. Ὡς οἱ λεγόμενοι Ἀρμένιοι Πέρσαι τοῖς Χριστιανοῖς προσεχώρησαν: διόπερ ὁ πρὸς Πέρσας ἀνερράγη πόλεμος. η᾽. Περὶ Μαρκιανοῦ στρατηγοῦ, καὶ τῆς πολιορκίας Νισίβεως. θ᾽. Ὡς ὁ Χοσρόης Ἀδααρμάνην στρατηγὸν κατὰ Ῥωμαίων ἐξαποστείλας πολλὰ κακὰ τούτοις διαθέντα πρὸς Νίσιβιν αὐτὸς ἀπῆλθεν. ι᾽. Περὶ τῆς ἁλώσεως Ἀπαμείας, καὶ τοῦ Δάρας. ια᾽. Ὡς ὁ βασιλεὺς Ἰουστῖνος φρενίτιδι νόσῳ ἑάλω, Τιβέριος δὲ τὴν φροντίδα τῶν ὅλων ἀνεδέξατο. ιβ᾽. Ὡς Τραϊανὸς διαπρεσβευσάμενος πρὸς Χοσρόην τὰ τῶν Ῥωμαίων ἐπηνώρθωσε πράγματα. ιγ᾽. Περὶ τῆς εἰς τὴν βασιλείαν ἀναρρήσεως Τιβερίου, καὶ τοῦ ἤθους αὐτοῦ. ιδ᾽. Ὡς ὁ βασιλεὺς Τιβέριος στρατὸν πολὺν ἀγείρας κατὰ Χοσρόου καὶ στρατηγὸν Ἰουστινιανὸν ἐξαποστείλας, τοῦτον ἐκ τῆς Ῥωμαίων γῆς ἀπήλασεν. ιε᾽. Ὅτι Χοσρόης δυσθυμήσας διὰ τὴν ἧτταν ἐτελεύτησεν, ὁ δὲ υἱὸς αὐτοῦ Ὁρμίσδης τῆς τῶν Περσῶν ἀρχῆς ἀντελάβετο. ισ᾽. Τίνες ἐπίσκοποι τὸ τηνικαῦτα τῶν μεγάλων ἦσαν παροικιῶν. ιζ᾽. Περὶ τοῦ γεγονότος ἐπὶ Τιβερίου ἐν Ἀντιοχείᾳ σεισμοῦ.ιη᾽. Περὶ τῆς ἐπαναστάσεως τῆς κατὰ τὸν ἐναγῆ Ἀνατόλιον. ιθ᾽. Περὶ τῆς στρατηγίας Μαυρικίου, καὶ τῶν ἀρετῶν αὐτοῦ. κ᾽. Ὡς Ταμχοσρόην καὶ Ἀδααρμάνην τοὺς Περσῶν στρατηγοὺς ἐνίκησεν Μαυρίκιος. κα᾽. Περὶ τῶν μηνυσάντων σημείων τὴν βασιλείαν Μαυρικίῳ.κβ᾽. Περὶ τῆς ἀναγορεύσεως Μαυρικίου καὶ Αὐγούστης. κγ᾽. Περὶ χρόνων ἀναγραφῆς ἀπὸ Ἰουστίνου τοῦ νέου μέχρι Μαυρικίου. κδ᾽. Περὶ τῆς καθ̓ εἱρμὸν ἱστορίας μέχρις ἡμῶν σωζομένης.

Οὕτω μὲν δὴ Ἰουστινιανὸς ἁπαξάπαντα ταράχου Niceph. xvii 33 καὶ θορύβων πληρώσας καὶ τἀπίχειρα τούτων πρὸς τῷ τέρματι τοῦ βίου κομισάμενος, ἐς τὰ κατώτατα μετεχώρησε δικαιωτήρια. Ὁ δέ γε Ἰουστῖνος ἀδελφιδοῦς μέν οἱ καθεστώς, τὴν δὲ φυλακὴν τῆς αὐλῆς ἐμπεπιστευμένος, ὃν κουροπαλάτην ἡ Ῥωμαίων λέγει φωνή, μετ̓ αὐτὸν τὴν ἁλουργίδα περιβάλλεται, οὔτε τὴν ἀποβίωσιν Ἰουστινιανοῦ οὔτε τὴν ἀνάρρησιν Ἰουστίνου τινὸς ἐγνωκότος πλὴν τῶν ἀμφ̓ αὐτόν, μέχρις οὖ κατὰ τὴν ἱπποδρομίαν ἐφάνη τὰ νόμιμα τῆς βασιλείας δράσων τε καὶ πεισόμενος. Ὡς δ̓ οὖν ταῦτα γέγονε, μηδενὸς παντάπασι νεωτερισθέντος, ἐπανῆκε μὲν κατὰ τὴν αὐλήν: πρώτην δὲ ποιεῖται κέλευσιν τοὺς ἁπανταχῆ συνειλεγμένους ἱερέας ἀφεῖσαν πρὸς τοὺς οἰκείους θρόνους, ἐφ̓ ᾧ τὰ εἰωθότα θρησκεύειν μηδενὸς περὶ τὴν πίστιν καινουργουμένου. Καὶ τοῦτο μὲν ἀξιόλογον αὐτῷ ἐπράχθη. Ἦν δέ γε τὸν βίον ἐκδεδιῃτημένος καὶ τρυφαῖς ἀτεχνῶς καὶ ἡδοναῖς ἐκτόποις ἐγκαλινδούμενος, ἀλλοτρίων τε χρημάτων διάπυρος ἐραστὴς ὡς πάντα κέρδους ἀθέσμου ἀπεμπολεῖν, μηδὲ ἐπὶ ταῖς ἱερωσύναις τὸ θεῖον εὐλαβούμενος ἃς τοῖς προστυχοῦσιν ἐπίπρασκεν, ὠνίους καὶ ταύτας Niceph. xvii 34 ἀναφανδὸν τιθέμενος. Θράσει δὲ καὶ δειλίᾳ ταῖς κακίαις κρατούμενος, πρῶτον Ἰουστῖνον προσγενῆ τυγχάνοντα καὶ πολὺ κλέος παρὰ πᾶσιν ἔχοντα περί τε ἐμπειρίαν πολέμων καὶ τὰς ἄλλας ἀξιώσεις, μετάπεμπτον ποιεῖται, ἀμφὶ τὸν Ἴστρον τὰς διατριβὰς ποιούμενον, καὶ τὰς τῶνCf. Simoc. i 3 vii 7, 8 Ἀβάρων διαβάσεις ἀνείργοντα. Ἔθνος δὲ Σκυθικὸν οἱ Ἄβαροι τῶν ἁμαξοβίων τῶν ὑπὲρ τὸν Καύκασον τὰ ἐπέκεινα πεδία νεμομένων: οἳ τοὺς γειτνιῶντας Τούρκους πασσυδὶ πεφευγότες, ἐπεὶ κακῶς πρὸς αὐτῶν ἐπεπόνθεσαν, ἐπὶ τὸν Βόσπορον ἀφίκοντο: καὶ τὴν ἠϊόνα τοῦΕὐξείνου καλουμένου Πόντου καταλιπόντες — ἔνθα συχνὰ μὲν ἔθνη βαρβαρικά, ἐξῳκίσθησαν δὲ καὶ ὑπὸ Ῥωμαίων πόλεις τε καὶ στρατόπεδα καί τινες προσορμήσεις, ἢ στρατιωτῶν ἀπομάχων γιγνομένων, ἢ καὶ ἀποικιῶν πρὸς τῶν βασιλέων στελλομένων — , τὴν πόρευσιν ἐποιοῦντοπᾶσι τοῖς ἐν ποσὶ βαρβάροις ἀνταγωνιζόμενοι, μέχρις οὗ τὰς ἠϊόνας τοῦ Ἴστρου κατειλήφασι καὶ πρὸς Ἰουστινιανὸν ἐπρεσβεύσαντο. Ἐντεῦθεν οὖν ὁ Ἰουστῖνος μετεπέμφθη, οἷα δῆθεν ὀφείλων τῶν συγκειμένων αὐτῷ τε καὶ τῷ αὐτοκράτορι Ἰουστίνῳ ἀπολαῦσαι. Ἐπεὶ γὰρ ἄμφωπαραπλησίω καθεστηκάτην ταῖς τοῦ βίου φαντασίαις, καὶ ἐπ̓ ἄμφω ἡ βασιλεία ἐπῃώρητο, συνήτην μετὰ πολλὰ τὰ ἀμφίλογα ὥστε τὸν ἐς τὴν βασιλείαν παριόντα τὴν δευτέραν χώραν θἀτέρῳ δοῦναι, ἵν̓ ἐκ τῶν δευτερείων τῆς βασιλείας τὰ πρωτεῖα τῶν ἄλλων ἀποφέροιτο.

Μετὰ πολῆς τοιγαροῦν τῆς ἔξωθεν φιλοφροσύνης Niceph. xvii 34 ὁ Ἰουστῖνος τὸν Ἰουστῖνον δεξιωσάμενος, καὶ κατὰ σμικρὸν αἰτίας ἐπιπλάττων, καὶ τοὺς ὑπασπιστὰς καὶ δορυφόρους καὶ σωματοφύλακας παραιρούμενος τάς τε παῤ αὐτοῦ προόδους εἴργων, καθῆστο γὰρ οἴκοι Ἰουστίνου κελεύσμασιν,ἐς τὴν Ἀλεξάνδρου μεγάλην ἐξοικίζεται πόλιν: αὐτοῦ τε δειλαίως ἀναιρεῖται πόρρω τῶν νυκτῶν, ἔτι Joh. Antioch. FHG v 35 Theophan. 244 Agathias iv 22 κλινοπετὴς ὑπάρχων, ταύτην ἀμοιβὴν τῆς ἐς τὸ πολίτευμα εὐνοίας καὶ τῶν ἐς τοὺς πολέμους ἀνδραγαθημάτων κομισάμενος. Καὶ οὐ πρότερον ἀνεῖσαν τοῦ θυμοῦ ἢ τῆς ζεούσης μήνιδος ἐνεφορήθησαν, μέχρις οὗ τὴν κεφαλὴν ἀποτμηθεῖσαν αὐτός τε καὶ ἡ τούτου σύνοικος Σοφία ἐθεάσαντο, καὶ τοῖς ποσὶν ἐξελάκτισαν.

Οὐ μετ̓ οὐ πολὺ δὲ καὶ Αἰθέριον καὶ Ἀδδαῖον, τῆς Niceph. xvii 34 Theophan. 242 Eustrat. Eutychii vita PG 862 c. 76 μὲν συγκλήτου βουλῆς καθεστῶτε, μεγάλα δὲ καὶ πρωτεῖα παῤ Ἰουστινιανῷ ἐσχηκότε, ἐς κριτήριον ἐπὶ καθοσιώσει ἐκδέδωκεν. Ὧν ὁ μὲν Αἰθέριος συγκατετίθετο φαρμάκοις βουληθεὶς τὸν βασιλέα διαχρήσασθαι, κοινωνὸν τῆς τοιαύτης ἐγχειρήσεως καὶ ἐν πᾶσι συνεργὸν ἔχειν εἰπὼν τὸν Ἀδδαῖον. Ὁ δὲ ὅρκοις δεινοῖς διώμνυτο μηδὲν τούτων παντάπασιν εἰδέναι. Ἄμφω δ̓ οὖν τὰς κεφαλὰς ἀπετμηθήτην, παῤ αὐτὴν τὴν ἐκτομὴν τῆς κεφαλῆς Ἀδδαίου φήσαντος ἐν τούτοις μὲν συκοφαντηθῆναι, δίκαια δὲ πάσχειν πρὸς τῆς ἐφόρου τῶν ὁπωσοῦν δρωμένων δίκης: αὐτὸν γὰρ γοητείᾳ τὸν Θεόδοτον ὕπαρχον τῆς αὐλῆς ἀνελεῖν. Ἐγὼ δὲ εἰ μὲν ταῦθ̓ οὕτως ἔχει, οὐκ ἔχω λέγειν, ἄμφω δὲ ἀλιτηρίω ἤστην: ὁ μὲν Ἀδδαῖος παιδομανῶν, Cf. Joh. Ephes. ii 29 Αἰθέριος δὲ διὰ πάσης ἰὼν συκοφαντίας, καὶ τάς τε τῶν ζώντων τῶν τε τελευτώντων τὰς οὐσίας ληϊζόμενος ὀνόματι τῆς βασιλικῆς οἰκίας, ἧς ἐπὶ Ἰουστινιανοῦ προὐστήκει. Καὶ ταῦτα μὲν ἔληξεν ὧδε.

Γράφει δὲ ὁ Ἰουστῖνος τοῖς ἑκασταχοῦ Χριστιανοῖς Niceph. xvii 35 πρόγραμμα, αὐτοῖς ὀνόμασι τοῦτο: Ἐν ὀνόματι τοῦ δεσπότου Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ Cf. Chron. Pasch. 635 s#3. ἡμῶν, αὐτοκράτωρ Καῖσαρ Φλάβιος Ἰουστῖνος, πιστὸς ἐν Χριστῷ, ἥμερος, μέγιστος, εὐεργέτης, Ἀλαμανικός, Γοτθικός, Γερμανικός, Ἀντικός, Φραγκικός, Ἐρουλλικός, Γηπαιδικός, εὐσεβής, εὐσεβής, εὐτυχής, ἔνδοξος, νικητής, τροπαιοῦχος, Joh. xiv 27 ἀεισέβαστος, Αὔγουστος. Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν, φησὶν ὁ δεσπότης Χριστὸς ὁ ἀληθινὸς ἡμῶν θεός, εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν, ὁ αὐτὸς κηρύττει πᾶσιν ἀνθρώποις. Οὐκ ἄλλο δὲ τοῦτό ἐστιν ἢ τοὺς πιστεύοντας εἰς αὐτὸν εἰς μίαν καὶ τὴν αὐτὴν ἐκκλησίαν συντρέχειν,ὁμοφρονοῦντας μὲν περὶ τὴν ὀρθὴν τῶν Χριστιανῶν δόξαν, ἀποστρεφομένους δὲ τοὺς τἀναντία λέγοντας ἢ δοξάζοντας. Πρώτη γὰρ σωτηρία καθέστηκε πᾶσιν ἀνθρώποις ἡ τῆς ὀρθῆς πίστεως ὁμολογία. Διὸ καὶ ἡμεῖς τοῖς εὐαγγελικοῖς κατακολουθοῦντες παραγγέλμασι καὶ τῷ ἁγίῳ συμβόλῳ,ἤτοι μαθήματι τῶν ἁγίων πατέρων, πρὸς μίαν καὶ τὴν αὐτὴν ἐκκλησίαν τε καὶ γνώμην προτρεπόμεθα πάντας συνελθεῖν, πιστεύοντες εἰς πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα, τριάδα ὁμοούσιον, μίαν θεότητα ἤτοι φύσιν καὶ οὐσίαν λόγῳ καὶ πράγματι, καὶ μίαν δύναμιν καὶ ἐξουσίανκαὶ ἐνέργειαν, ἐν τρισὶν ὑποστάσεσιν ἤγουν προσώποις δοξάζοντες, εἰς ἃ βεβαπτίσμεθα, εἰς ἃ πεπιστεύκαμεν, καὶ οἷς συντετάγμεθα. Μονάδα γὰρ ἐν τριάδι καὶ τριάδα ἐν μονάδι προσκυνοῦμεν, παράδοξον ἔχουσαν καὶ τὴν διαίρεσιν καὶ τὴν ἕνωσιν: μονάδα μὲν κατὰ τὴν οὐσίαν ἤγουνθεότητα, τριάδα δὲ κατὰ τὰς ἰδιότητας ἤγουν ὑποστάσεις, ἤτοι πρόσωπα. Διαιρεῖται γὰρ ἀδιαιρέτως, ἵν̓ οὕτως εἴπωμεν, καὶ συνάπτεται διῃρημένως. Ἓν γὰρ ἐν τρισὶν ἡ θεότης καὶ τὰ τρία ἕν, τὰ ἐν οἷς ἡ θεότης, ἢ τό γε ἀκριβέστερον εἰπεῖν, ἃ ἡ θεότης. Θεὸν τὸν πατέρα, θεὸντὸν υἱόν, θεὸν τὸ ἅγιον πνεῦμα, ὅταν ἕκαστον πρόσωπον καθ̓ ἑαυτὸ θεωρῆται, τοῦ νοῦ χωρίζοντος τὰ ἀχώριστα: θεὸν τὰ τρία μετ̓ ἀλλήλων νοούμενα, τῷ ταὐτῷ τῆς κινήσεως καὶ τῆς φύσεως, ἐπειδὴ χρὴ καὶ τὸν ἕνα θεὸν ὁμολογεῖν, καὶ τὰς τρεῖς ὑποστάσεις ἤγουν ἰδιότητασκηρύττειν. Ὁμολογοῦμεν δὲ αὐτὸν τὸν μονογενῆ υἱὸν τοῦ θεοῦ τὸν θεὸν Λόγον τὸν πρὸ αἰώνων καὶ ἀχρόνως ἐκ τοῦ πατρὸς γεννηθέντα, οὐ ποιηθέντα, ἐπ̓ ἐσχάτων δὲ τῶν ἡμερῶν δἰ ἡμᾶς καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν, καὶ σαρκωθέντα ἐκ πνεύματος ἁγίου καὶ τῆς δεσποίνης ἡμῶν τῆς ἁγίας ἐνδόξου θεοτόκου καὶ ἀεὶ παρθένου Μαρίας, καὶ γεννηθέντα ἐξ αὐτῆς, ὅς ἐστιν ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ὁ εἷς τῆς ἁγίας τριάδος, συνδοξαζόμενος τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι. Οὐδὲ γὰρ τετάρτου προσώπου προσθήκην ἐπεδέξατο ἡ ἁγία τριάς, καὶ σαρκωθέντος τοῦ ἑνὸς τῆς ἁγίας τριάδος θεοῦ Λόγου: ἀλλ̓ ἔστιν εἷς καὶ ὁ αὐτὸς ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός, ὁμοούσιος τῷ θεῷ καὶ πατρὶ κατὰ τὴν θεότητα, καὶ ὁμοούσιος ἡμῖν ὁ αὐτὸς κατὰ τὴν ἀνθρωπότητα, παθητὸς σαρκὶ καὶ ἀπαθὴς ὁ αὐτὸς ἐν θεότητι. Οὐ γὰρ ἄλλον τὸν θεὸν Λόγον τὸν θαυματουργήσαντα, καὶ ἄλλον τὸν παθόντα ἐπιστάμεθα: ἀλλ̓ ἕνα καὶ τὸν αὐτὸν ὁμολογοῦμεν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν τοῦ θεοῦ Λόγον, σαρκωθέντα καὶ τελείως ἐνανθρωπήσαντα, καὶ ἑνὸς καὶ τοῦ αὐτοῦ τά τε θαύματα καὶ τὰ πάθη ἅπερ ἑκουσίως ὑπέμεινεν σαρκὶ διὰ τὴν ἡμετέραν σωτηρίαν. Οὐ γὰρ ἄνθρωπός τις ἑαυτὸν ὑπὲρ ἡμῶν δέδωκεν, ἀλλ̓ αὐτὸς ὁ θεὸς Λόγος ἀτρέπτως γενόμενος ἄνθρωπος, τό τε ἑκούσιον πάθος καὶ τὸν θάνατον ὑπὲρ ἡμῶν σαρκὶ κατεδέξατο. Καὶ θεὸν τοίνυν αὐτὸν ὁμολογοῦντες, οὐκ ἀθετοῦμεν τὸ εἶναι αὐτὸν καὶ ἄνθρωπον: καὶ ἄνθρωπον αὐτὸν ὁμολογοῦντες, οὐκ ἀρνούμεθα τὸ εἶναι αὐτὸν καὶ θεόν. Ὅθεν ἕνα καὶ τὸν αὐτὸν ἐξ ἑκατέρας φύσεως, θεότητος καὶ ἀνθρωπότητος, σύνθετον τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ὁμολογοῦντες, σύγχυσιν τῇ ἑνώσει οὐκ ἐπεισάγομεν. Οὐ γὰρ ὅτι γέγονε καθ̓ ἡμᾶς ἄνθρωπος, τὸ εἶναι θεὸς ἀπολέσει: οὔτε μὴν ὅτι θεὸς κατὰ φύσιν ἐστί, καὶ τὴν πρὸς ἡμᾶς ὁμοίωσιν ἀπαράδεκτον ἔχει, καὶ τὸ ἄνθρωπος εἶναι παραιτήσεται. Μεμένηκεν δὲ ὥσπερ ἐν ἀνθρωπότητι θεός, οὕτω καὶ ἐν ὑπεροχῇ θεότητος ὢν ἄνθρωπος οὐδὲν ἧττον, ἄμφω δὲ ὢν ἐν ταὐτῷ, καὶ εἷς θεός τε ὁμοῦ καὶ ἄνθρωπος ὁ Ἐμμανουήλ. Τὸν αὐτὸν δὲ ὁμολογοῦντες ἐν θεότητι τέλειον καὶ ἐν ἀνθρωπότητι τέλειον, ἐξ ὧν καὶ συνετέθη, διαίρεσιν μὲν τὴν ἀνὰ μέρος ἢ τομὴν οὐκ ἐπιφέρομεν τῇ μιᾷ αὐτοῦ συνθέτῳ ὑποστάσει, τὴν δὲ διαφορὰν τῶν φύσεων σημαίνομεν, οὐκ ἀναιρουμένην διὰ τὴν ἕνωσιν. Οὔτε γὰρ ἡ θεία φύσις εἰς τὴν ἀνθρωπείαν μετεβλήθη, οὔτε ἡ ἀνθρωπεία φύσις εἰς τὴν θείαν ἐτράπη. Νοουμένησδὲ μᾶλλον καὶ ὑπαρχούσης ἑκατέρας ἐν τῷ τῆς ἰδίας φύσεως ὅρῳ τε καὶ λόγῳ πεπρᾶχθαί φαμεν τὴν ἕνωσιν καθ̓ ὑπόστασιν. Ἡ δὲ καθ̓ ὑπόστασιν ἕνωσις δηλοῖ ὅτι ὁ θεὸς Λόγος, τουτέστιν ἡ μία ὑπόστασις τῶν τριῶν τῆς θεότητος ὑποστάσεων, οὐ προϋποστάντι ἀνθρώπῳἡνώθη, ἀλλ̓ ἐν τῇ γαστρὶ τῆς δεσποίνης ἡμῶν τῆς ἁγίας καὶ ἐνδόξου θεοτόκου καὶ ἀεὶ παρθένου Μαρίας ἐδημιούργησεν ἑαυτῷ ἐξ αὐτῆς ἐν τῇ ἰδίᾳ ὑποστάσει σάρκα ὁμοούσιον ἡμῖν καὶ ὁμοιοπαθῆ κατὰ πάντα, χωρὶς ἁμαρτίας, ἐψυχωμένην ψυχῇ λογικῇ καὶ νοερᾷ. Ἐν αὐτῷ γὰρ ἔσχεν τὴνὑπόστασιν καὶ γέγονεν ἄνθρωπος, καὶ ἔστιν εἷς καὶ ὁ αὐτὸς κύριος ἡμῶν Ἰησοῦς Χριστὸς συνδοξαζόμενος τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι. Ἐννοοῦντες δὲ αὐτοῦ τὴν ἄφραστον ἕνωσιν, ὀρθῶς ὁμολογοῦμεν μίαν φύσιν τοῦ θεοῦ Λόγου σεσαρκωμένην σαρκὶ ἐψυχωμένῃ ψυχῇ λογικῇ τεκαὶ νοερᾷ. Καὶ πάλιν ἐν θεωρίᾳ λαμβάνοντες τὴν τῶν φύσεων διαφορὰν δύο ταύτας εἶναι λέγομεν, διαίρεσιν οὐδεμίαν εἰσάγοντες. Ἑκατέρα γὰρ φύσις ἐστὶν ἐν αὐτῷ. Ὅθεν ἕνα καὶ τὸν αὐτὸν ὁμολογοῦμεν Χριστόν, ἕνα υἱόν, ἓν πρόσωπον, μίαν ὑπόστασιν, θεόν τε ὁμοῦ καὶ ἄνθρωπον.Πάντας δὲ τοὺς παρὰ ταῦτα φρονήσαντας ἢ φρονοῦντας ἀναθεματίζομεν, ἀλλοτρίους εἶναι κρίνοντες τῆς ἁγίας τοῦ θεοῦ καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας. Τῶν ὀρθῶν τοίνυν δογμάτων τῶν παρὰ τῶν ἁγίων πατέρων παραδεδομένων ἡμῖν κηρυττομένων, προτρέπομεν ὑμᾶς ἅπαντας εἰσμίαν καὶ τὴν αὐτὴν καθολικὴν καὶ ἀποστολικὴν ἐκκλησίαν συντρέχειν, μᾶλλον δὲ καὶ παρακαλοῦμεν — οὐ γὰρ ὀκνήσαιμεν, κἂν ἐν ὑπεροχῇ βασιλείας ἐσμέν, καὶ τοιούτοις χρήσασθαι ῥήμασιν ὑπὲρ τῆς τῶν Χριστιανῶν ἁπάντων ὁμοφροσύνης τε καὶ ἑνώσεως, ἐκ τοῦ μίαν ἁπάντων δοξολογίαν ἀναπέμπεσθαι τῷ μεγάλῳ θεῷ καὶ σωτῆρι ἡμῶν Ἰησοῦ Χριστῷ — τοῦ δὲ λοιποῦ μηδένα προφασιζόμενον πρόσωπα ἢ συλλαβὰς ζυγομαχεῖν, ὅτι πρὸς μίαν καὶ τὴν αὐτὴν ὀρθὴν ἔννοιάν τε καὶ πίστιν αἱ συλλαβαὶ φέρουσι: τοῦ μέχρι νῦν κρατοῦντος ἔθους τε καὶ σχήματος ἐν τῇ ἁγίᾳ τοῦ θεοῦ καθολικῇ καὶ ἀποστολικῇ ἐκκλησίᾳ διὰ πάντων βεβαίου τε καὶ ἀκαινοτομήτου, καὶ εἰς τὸν ἑξῆς ἅπαντα μένοντος χρόνον. Τούτῳ μὲν οὖν ἄπαντες τῷ ἰδίκτῳ συγκατετίθεντο, ὀρθοδόξως ἐκπεφωνῆσθαι λέγοντες: οὐδὲν δὲ τῶν διερρωγότων Cf. Joh. Ephes. i 19 s#3. Joh. Biclarensis a. 567 ὅλως ἡνώθη, διότι ῥητῶς ἐπεσημήνατο τὸ βέβαιον καὶ ἀκαινοτόμητον ταῖς ἐκκλησίαις πεφυλάχθαι καὶ κατὰ τὸν ἑξῆς ἐπιρρέοντα χρόνον.

Ἐκβεβλήκει δὲ καὶ Ἀναστάσιον Ἰουστῖνος τοῦ Niceph. xvii 36 Joh. Ephes. i 41 Theophan. 243 Θεουπόλεως θρόνου, ἐπεγκαλῶν οἱ τῶν τε ἱερατικῶν χρημάτων τὴν γεγενημένην δαπάνην, λέγων καὶ εἰς ἄπειρον καὶ μὴ κατὰ τὸ προσῆκον γενέσθαι, τήν τε ἐς αὐτὸν βλασφημίαν. Ἐρωτηθέντα γὰρ τὸν Ἀναστάσιον τί δή ποτε οὕτω χύδην τὰ ἱερατικὰ ῥίπτει χρήματα, ἀναφανδὸν εἰπεῖν: ὡς ἂν μὴ παρὰ Ἰουστίνου τῆς κοινῆς λύμης ἀφαιρεθεῖεν. Ἐλέγετο δὲ μηνῖσαι Ἀναστασίῳ, ὅτι γε ζητοῦντι χρήματα τὴν ἐπισκοπὴν ἐγχειρισθεὶς οὐχ εἴλετο δοῦναι. Προεφέρετο δὲ καὶ ἕτερα ἄττα κατ̓ αὐτοῦ, ἐνίων οἶμαι τὸν βασιλικὸν βουληθέντων θεραπεῦσαι σκοπόν.

Μετ̓ αὐτὸν δὲ πρὸς τὸν ἱερατικὸν ἄνεισι θρόνον Niceph. xvii 36 Γρηγόριος, οὗ κλέος εὐρύ, κατὰ τὴν ποίησιν, ἐκ πρώτης ἡλικίας τοῖς μοναδικοῖς ἐναποδυσάμενος σκάμμασιν, οὕτω δὲ γεννικῶς καὶ καρτερικῶς ἀγωνισάμενος ὡς τάχιστα καὶ ἐκ πρώτων ἰούλων πρὸς τοὺς ἀνωτάτω βαθμοὺς ἐλάσαι, ἡγήσασθαι δὲ τῆς τῶν Βυζαντίων μονῆς ἔνθα τὸν ἄσκευον εἴλετο βίον, κελεύμασι δὲ Ἰουστίνου καὶ τοῦ Σινᾶ ὄρους: ἐν ᾦ μεγίστοις ἐμπέπτωκε κινδύνοις πολιορκίαν ὑποστὰς ὑπὸ τῶν Σκηνητῶν βαρβάρων: εἰρηνεῦσαι δ̓ οὖν αὐτῷὅμως μέγιστα τῷ τόπῳ καταπραξάμενος ἐκεῖθεν πρὸς τὴν ἀρχιερωσύνην ἐκλήθη. Ἦν δὲ γνώμην καὶ ἀρετὴν ψυχῆς πάντα ἐν πᾶσι κράτιστος, καὶ ἐς ὅ τι ὁρμήσειεν ἐξεργαστικώτατος, δέει τε ἄτρωτος, καὶ πρὸς τὸ ὑπείκειν ἢ κατεπτηχέναι δυναστείασἀληπτότατος. Οὕτω δὲ μεγαλοπρεπεῖς τὰς ἐπιδόσεις τῶν χρημάτων ἐποιεῖτο, ἐλευθερίοις τε καὶ ἀφειδέσι ἐς ἅπαντα χρώμενος, ὥστε ὅτε προΐοι παμπληθεῖς αὐτῷ καὶ τῶν εἰωθότων ἄτερ ἐπηκολούθουν, καὶ ὅσοι ὁρῷεν ἢ πυνθάνοιντο προσιόντα, συνέρρεον: καὶ ἦν τά γε ἐστὴν τοσαύτην ἀρχὴν δεύτερα τῆς ἐς τὸν ἄνδρα τιμῆς, ἐθελουσίων τὰ πολλὰ ὁρᾶν τε ἐκ τοῦ σύνεγγυς καὶ ἀκούειν διαλαλοῦντος ἐπιθυμούντων. Πόθον γὰρ ἑαυτοῦ πᾶσι τοῖς ὁπωσοῦν ἐντυγχάνουσιν ἐνεργάσασθαι ἦν ἱκανώτατος: ἰδεῖν τε ἀξιάγαστος, καὶ προσφθέγξασθαι διὰ χαρίτων ἥδιστος,νοῆσαί τε ἐκ τοῦ παραυτίκα ὀξὺς εἴ τις ἄλλος ἀνθρώπων, πρᾶξαί τε ἐς τὰ μάλιστα ὀξύτατος, καὶ βουλὴν ἄριστα βουλεῦσαι καὶ κρῖναι τά τε οἰκεῖα τά τε τῶν ἄλλων ἱκανώτατος: ὅθεν καὶ τοσαῦτα κατεπράξατο μηδὲν εἰς αὔριον ἀναβαλλόμενος. Κατέπληξε δὲ οὐ μόνον τοὺσῬωμαίων βασιλέας, ἅπασι χρώμενος ὡς ἥ τε χρεία καλοίη καὶ καιρὸς ὑπείκοι οὐχ ὑστερῶν, ἀλλὰ καὶ τοὺς Περσῶν, ὡς ἕκαστα προσφόρως δηλώσω. Ἦν δὲ ἐν αὐτῷ πολὺ μὲν τὸ σφοδρόν, ἐνιαχοῦ δὲ καὶ τὸ θυμοειδές, οὐκ ὀλίγον δὲ πάλιν ἀλλὰ καὶ μάλα περιούσιον τὸ πρᾶόνCf. Gregor. Nyss. i 249 A τε καὶ ἥμερον: ὡς ἐπ̓ αὐτῷ ἄριστα καταντῆσαι τὰ Γρηγορίῳ τῷ θεολόγῳ πεφιλοσοφημένα, τὸ αὐστηρὸν αἰδοῖ σύγκρατον, ὡς μηδὲ ἕτερον ὑπὸ τοῦ ἑτέρου καταβλάπτεσθαι, ἀλλ̓ ἀμφότερα δἰ ἀλλήλων εὐδοκιμεῖν.

Τούτου τὴν ἐπισκοπὴν πρῶτον ἔτος διέποντος, οἱ Niceph. xvii 37 Menand. FHG iv 239 Theoph. Byz. ibid. 270 Joh. Epiph. ibid. 274 Joh. Ephes. ii 20, 21 τῆς πάλαι μὲν μεγάλης Ἀρμενίας, ὕστερον δὲ Περσαρμενίας ἐπονομασθείσης — ἣ πρώην Ῥωμαίοις κατήκοος ἦν, Φιλίππου δὲ τοῦ μετὰ Γορδιανὸν καταπροδόντος αὐτὴν τῷ Σαπώρῃ, ἡ μὲν κληθεῖσα μικρὰ Ἀρμενία πρὸς Ῥωμαίων ἐκρατήθη, ἡ δέ γε λοιπὴ πᾶσα πρὸς Περσῶν — , τὰ Χριστιανῶν πρεσβεύοντες, ἐπεὶ παρὰ Περσῶν κακῶς ἔπασχον καὶ μάλιστα περὶ τὴν οἰκείαν νόμισιν, ἐν παραβύστῳ ἐπρεσβεύοντο πρὸς Ἰουστῖνον ἱκετεύοντες κατήκοοι Ῥωμαίοις γενέσθαι, ὡς ἂν ἐπ̓ ἀδείας δρῷεν τὰ εἰς θεὸν γέρα μηδενὸς αὐτοῖς ἐμποδὼν γιγνομένου. Τοῦ δὲ Ἰουστίνου προσηκαμένου, καί τινων ἐν γράμμασι πρὸς τοῦ βασιλέως διομολογηθέντων ὅρκοις τε δεινοῖς κατασφαλισθέντων, ἀποσφάττουσι μὲν οἱ Ἀρμένιοι τοὺς σφῶν ἄρχοντας, προστίθενται δὲ πασσυδὶ τῇ Ῥωμαίων ἀρχῇ μεθ̓ ὧν προσειλήφεσαν πλησιοχώρων, ὁμοεθνῶν τε καὶ ἀλλοφύλων, Οὐαρδάνου προὔχοντος παῤ αὐτοῖς γένει τε καὶ ἀξιώσει καὶ τῇ περὶ τοὺς πολέμους ἐμπειρίᾳ. Ἐπεγκαλοῦντα τοίνυν περὶ τούτων Χοσρόην Ἰουστῖνος ἀπεπέμπετο, λέγων πεπεράσθαι τὰ τῆς εἰρήνης, καὶ μὴ οἷόν τε εἶναι Χριστιανοὺς ἀπορρίψαι ἐν καιρῷ πολέμου Χριστιανοῖς προσρυέντας. Καὶ ταῦτα μὲν ἀπεκρίνατο: οὐ μὴν ἐς πόλεμον παρεσκευάζετο, ἀλλὰ τῇ συνήθει τρυφῇ ἐνεδέδετο, πάντα δεύτερα τῶν οἰκείων ἡδονῶν τιθέμενος.

Στρατηγὸν δὲ τῶν ἑῴων ἐκπέμπει Μαρκιανὸν Niceph. xvii 37 Joh. Epiph. FHG iv 274 s#3 Theoph. Byz. ibid. 271 Simoc. iii 10 Joh. Ephes. vi 2 συγγενῆ αὐτῷ καθεστῶτα, οὔτε στρατείαν ἀξιόμαχον δοὺς οὔτε τὴν ἄλλην τὴν ἐς τὸν πόλεμον παρασκευήν. Ὃς ἐπὶ προὔπτῳ κινδύνῳ καὶ ἐπ̓ ἀνατροπῇ τῶν ὅλων τὴν μέσην κατειλήφει τῶν ποταμῶν, ὀλίγους κομιδῇ στρατιώτας καὶ τούτους ἀνόπλους ἐπισυρόμενος, ἔχων καί τινας σκαπανέας καὶ βοηλάτας ἐκ τῶν συντελῶν ἀφῃρημένους. Συμπλέκεται μὲν οὖν ὀλίγα πρὸς Πέρσας περὶ τὴν Νίσιβιν, οὔπω οὐδὲ τῶν Περσῶν παρεσκευασμένων. Καὶ τὸ πλέον ἐσχηκὼς περικάθηται τὴν πόλιν, οὐκ ἀξιωσάντων Menand. FHG iv 240 τῶν Περσῶν ἀποκλεῖσαι τὰς πύλας, ἐνυβριζόντων δὲ καὶ μάλα αἰσχρῶς ἐς τὸ Ῥωμαίων στράτευμα. Τεράστια δὲ πολλὰ μὲν καὶ ἄλλα ὡρᾶτο, τὰ ἐσόμεναδυσχερῆ μηνύοντα. Καὶ βοῦν δὲ ἀρτιγενῆ ἐθεασάμεθα κατ̓ ἀρχὰς τοῦ πολέμου, ᾧ δύο κεφαλαὶ ἐκ τοῦ αὐχένος ἐπαιώρηντο.

Ὁ δὲ Χοσρόης, ἐπεὶ αὐτάρκως αὐτῷ τὰ εἰς Cf. ibid. Niceph. xvii 38 τὸν πόλεμον ἐξηυτρέπιστο, Ἀδραμαὰν μὲν διαπορεύσασμέχρι τινὸς καὶ τὸν Εὐφράτην ἀνὰ τὴν σφετέραν γῆν διαβιβάσας, εἰς τὴν Ῥωμαίων ἐπικράτειαν ἠφίει διὰ τοῦ καλουμένου Κιρκησίου. Τὸ δὲ Κιρκήσιόν ἐστι πόλισμα Ῥωμαίοις ἐπικαιρότατον πρὸς ταῖς ἐσχατιαῖς τοῦ πολιτεύματος κείμενον: ὅπερ ὀχυρὸν οὐ μόνα τὰ τείχη ποιεῖεἰς ἄπειρον ὕψος ἐπαιρόμενα, ἀλλὰ καὶ Εὐφράτης καὶ Ἀβόρας οἱ ποταμοὶ κυκλοῦντες καὶ ὥσπερ ἀπονησοῦντες τὴν πόλιν. Αὐτὸς δὲ σὺν τοῖς ἀμφ̓ αὐτὸν τὸν Τίγρητα διαβὰς ποταμὸν ἐπὶ τὴν Νίσιβιν τὴν ἔλασιν ἐποιεῖτο. Ταῦτα δὲ γιγνόμενα μέχρι πολλοῦ τοὺς Ῥωμαίους ἐλάνθανεν,ὥστε Ἰουστῖνον φήμῃ πειθόμενον λεγούσῃ Χοσρόην ἢ τεθνάναι ἢ πρὸς αὐτὰς τὰς τελευταίας ἀναπνοὰς εἶναι, ἀσχάλλειν ἐπὶ τῇ δῆθεν βραδυτῆτι τῆς πολιορκίας τοῦ Νίσιβι, πέμψαι τε τοὺς ἐπείξοντας τὸν Μαρκιανόν, καὶ τὰς κλεῖς τῶν πυλῶν ὡς τάχιστα οἴσοντας. Ὡς δὲοὐδαμῆ οὐδαμῶς τὸ πρᾶγμα προῄει, ἀλλὰ καὶ πολλὴν ὦφλε τὴν αἰσχύνην τὰ ἀμήχανα ζητῶν ἐπὶ τοσαύτῃ καὶ τοιαύτῃ πόλει καὶ οὕτως ἐξουθενημένῳ στρατῷ, ἀγγέλλεται πρῶτον Γρηγορίῳ τῷ Θεουπολιτῶν ἐπισκόπῳ. Ὁ γὰρ τῆς Νισίβης ἐπίσκοπος φίλος ἐς τὰ μάλιστα Γρηγορίῳ καταστὰς μεγάλοις δώροις παῤ αὐτοῦ ἀξιωθείς, ἄλλως τε δὲ καὶ δυσχεραίνων τὴν Περσῶν παροινίαν τὴν εἰς Χριστιανοὺς γιγνομένην ἣν διὰ παντὸς παῤ αὐτῶν ἐπεπόνθεσαν, καὶ Ῥωμαίων κατήκοον τὴν οἰκείαν πόλιν ἱμειρόμενος εἶναι, πάντων τῶν ἐν τῇ ὑπερορίᾳ γιγνομένων τὴν γνῶσιν Γρηγορίῳ παρείχετο, ἅπαντα κατὰ καιρὸν παριστάς: ἅπερ παραυτίκα ἐπὶ Ἰουστῖνον ἀνέφερεν, τὴν ἔφοδον τοῦ Χοσρόου τὴν ταχίστην μηνύων. Ὁ δὲ περὶ τὰς συνήθεις ἡδονὰς ἐγκαλινδούμενος τοῖς μὲν γεγραμμένοις προσεῖχεν οὐδέν, οὔτε δὲ πιστεύειν ἤθελεν, οἰόμενος ὅπερ ἐβούλετο. Ἕπεται γὰρ τοῖς ἐκδεδιῃτημένοις τῶν ἀνθρώπων τό τε ἀγεννὲς καὶ θρασὺ πρὸς τὰς ἐκβάσεις, τὸ δὲ ἄπιστον εἰ τύχοιεν ἀντικρὺ τῶν θελήσεων αὐτῶν φερόμεναι. Γράφει μὲν οὖν αὐτῷ ταῦτα τέλεον ἀποδιοπομπούμενος ὡς οὐκ ἀληθῆ παντάπασι ὄντα, εἰ δέ γε καὶ ἀληθῆ, ὡς οὐ φθησομένων Περσῶν τὴν πολιορκίαν, εἰ δὲ καὶ φθαῖεν, κακῶς ἀπαλλαξάντων. Ἐκπέμπει δὲ Ἀκάκιον ἀτάσθαλόν τινα καὶ ὑβριστὴν παρὰ Μαρκιανῷ, ἐγκελευσάμενος καὶ εἰ ἕτερον τοῖν ποδοῖν ὁ Μαρκιανὸς φθαίη τῇ πόλει πέμψας, παραλῦσαί γε αὐτὸν τῆς ἀρχῆς. Ὃ καὶ πέπραχεν ἀκριβῶς, οὐ πρὸς τὸ συνοῖσον τοῖς τοῦ βασιλέως κελεύσμασι διακονησάμενος. Γενόμενος γὰρ πρὸς τὸ στρατόπεδον, Μαρκιανὸν μὲν ἐν τῇ ὑπερορίᾳ παύει τῆς ἀρχῆς, οὐδὲν τῷ στρατῷ διαγγείλας. Οἱ δὲ λοχαγοὶ καὶ ταξιάρχαι, ὡς διανυκτερεύσαντες ἐξέμαθον παυθῆναι τὸν στρατηγόν, πρόσω μὲν οὐ παρῄεσαν τὸ πλῆθος: ὑποχωρήσαντες δὲ φεύγουσι σποράδες τὴν καταγέλαστον πολιορκίαν λύσαντες. Ὁ μὲν οὖν Ἀδαρμαάνης ἔχων ἀξιόλογον στρατὸν Περσῶν τε καὶ τῶν Σκηνητῶν βαρβάρων, ἐπεὶ τὸ Κιρκήσιον παρήμειψεν, παντοίως τοῖς Ῥωμαίων ἐλυμήνατο πράγμασι ἐμπιπρὰς ἀποκτειννύς, οὐδὲν μέτριον ἐννοῶν ἢ πράττων: αἱρεῖ τε φρούρια καὶ κώμας πολλὰς οὐδενὸς ἀντιστάντος, πρῶτα μὲν ὅτι γε ἦρχεν οὐδείς, εἶθ̓ ὅτι καὶ τῶν στρατιωτῶν πρὸς τοῦ Χοσρόου κατὰ τὸ Δάρας ἐναποκλεισθέντων ἐπ̓ ἀδείας αἵ τε προνομαὶ καὶ αἱ ἔφοδοιἐγίγνοντο. Ἔπεισι δὲ καὶ τῇ Θεουπολιτῶν διὰ τῶν ἀμφ̓ αὐτόν, οὐδὲ γὰρ αὐτὸς ἀφίκετο. Οἳ καὶ παρὰ πᾶσαν ἐλπίδα ἀπεκρούσθησαν, μηδενὸς ἐναπομείναντος τῇ πόλει ἣ λίαν κομιδῇ εὐαρίθμων, καὶ τοῦ ἱερέως πεφευγότος καὶ τὰ ἱερὰ ὑπεξαγαγόντος κειμήλια, διότικαὶ τὰ πολλὰ τοῦ τείχους διερρύη, καὶ ὁ δῆμος ἐπανέστη νεωτέρων πραγμάτων ἄρξαι θέλων, οἷα φιλεῖ γίγνεσθαι καὶ μάλιστα παρὰ τοὺς τοιούτους καιρούς: οἳ καὶ αὐτοὶ πεφευγότες ἐρήμην την πόλιν καταλελοίπασιν, οὐδενὸς ὅλως ἐπινοηθέντος εἰς ἐπιτέχνησιν ἢἀντεπιχείρησιν.

Ὡς δ̓ οὖν τῆς πείρας ταύτης διήμαρτεν Ἀδαρμαάνης, Niceph. xvii 38 Joh. Ephes. vi 6 ἐμπρήσας τὴν πάλαι μὲν Ἡράκλειαν, ὕστερον δὲ Γαγγαλικὴν ὀνομασθεῖσαν, Ἀπάμειαν κατείληφεν, πρὸς Σελεύκου τοῦ Νικάνορος συνοικισθεῖσαν, πάλαι μὲν εὐδαίμονακαὶ πολυάνθρωπον, τῷ χρόνῳ δὲ τὰ πολλὰ διαρρυεῖσαν. Ὃς ἐπί τισι συμβάσεσι τὴν πόλιν παρειληφώς, ἐπεὶ μηδὲ ἀντιστῆναι οἶοί τε καθειστήκεισαν τοῦ τείχους ὑπὸ γήρως ἐπὶ γῆς κειμένου, πᾶσαν ἐμπρήσας καὶ πάντα ληϊσάμενος παρὰ τὰ συγκείμενα, ἀπιὼν ᾤχετοἐξανδραποδίσας τὴν πόλιν καὶ τὰ προστυχόντα χωρία. Μεθ̓ ὧν καὶ τὸν ἱερέα τῆς πόλεως καὶ τὸν τὴν ἀρχὴν ἐπιτροπεύοντα ζωγριας ἀπήγαγεν. Τὰ πάντα δεινὰ καὶ κατὰ τὴν ἀποπόρευσιν εἰργάσατο, οὐδενὸς ἀνείργοντος ἣ ὅλως ἀντιπίπτοντος, πλὴν ἐλαχίστου κομιδῇ στρατοῦπρὸς Ἰουστίνου πεμφθέντος ὑπὸ Μάγνῳ ταττομένου, πρώην μὲν ἀργύρου τραπέζης προϊσταμένῳ κατὰ τὴν βασιλέως, ὕστερον δὲ καὶ μίαν τῶν βασιλικῶν οἰκιῶν ἐμπιστευθέντι πρὸς Ἰουστίνου: οἳ καὶ προτροπάδην ἔφυγον, μικροῦ δορυάλωτοι ληφθέντες. Ἀδαρμαάνης μὲν οὖν ταῦτα κατειργασμένος τὸν Χοσρόην Simoc. iii 11 Joh. Ephes. vi 5 κατειλήφει, οὔπω τὴν πόλιν ἐκπολιορκήσαντα. Ὃς προστεθεὶς αὐτοῖς μεγάλην ῥοπὴν δέδωκε, τούς τε οἰκείους ἀναθαρσήσας τό τε ἀντίξοον καταπλήξας. Εὕρηκε δὲ τήν τε πόλιν ἀποτειχισθεῖσαν καὶ χοῦν ἀγχοῦ τοῦ τείχους συμφορηθέντα πολὺν καὶ τὰς ἑλεπόλεις μηχανὰς ἑστώσας, καὶ μάλιστα τοὺς καταπέλτας ἐξ ὑπερδεξίων ῥιπτοῦντας, οὓς λιθοβόλους ἡ συνήθεια καλεῖ. Οἷς καὶ τὴν πόλιν κατὰ κράτος εἷλεν ὁ Χοσρόης κατὰ τὴν ὥραν τοῦ χειμῶνος, Ἰωάννου τοῦ Τιμοστράτου παιδὸς αὐτῆς ἄρχοντος, ἥκιστα πεφροντικότος ἢ καὶ καταπροδόντος. Λέγεται γὰρ ἐπ̓ ἀμφότερα. Προσήδρευσε δὲ τῇ πόλει ὁ Χοσρόης πέμπτον καὶ πρός γε μῆνα, μηδενὸς ἀμύνοντος. Ἅπαντας τοίνυν ἐξαγαγών, πλῆθος ἀστάθμητον, καὶ τοὺς μὲν αὐτοῦ δειλαίως κατασφάξας, τοὺς δὲ πλείστους καὶ ζωγρίας ἑλών, τὴν μὲν πόλιν ἐπίκαιρον οὖσαν φρουρᾷ κατέσχεν: αὐτὸς δὲ πρὸς τὰ οἰκεῖα ἀπεχώρησεν ἤθη.

Ἅπερ ἐπειδὴ ἠκηκόει ὁ Ἰουστῖνος, ἐκ τοσούτου Niceph. xvii 39 Joh. Epiph. FHG iv 275 Menand. ibid. 240 Simoc. iii 11τύφου καὶ ὄγκου οὐδὲν ὑγιὲς ἢ φρενῆρες ἐννοήσας οὐδὲ ἀνθρωπίνως τὸ συνενεχθὲν ἀνατλάς, ἐς φρενίτιδα νόσον καὶ μανίαν ἐμπίπτει, οὐδὲν λοιπὸν τῶν γινομένων συνιείς. Διῴκει δὲ τὸ πολίτευμα Τιβέριος, Θρᾷξ μὲν γένος, τὰ πρωτεῖα δὲ παρὰ Ἰουστίνῳ φέρων: ὃν καὶ κατὰ τῶν Ἀβάρων πρώην ἐπεπόμφει, πολὺ ἀγείρας πλῆθος στρατοῦ. Menand. ibid. 235, 237 Ὃς καὶ μικροῦ ἑάλω, τῶν στρατιωτῶν μηδὲ τὴν θέαν τῶν βαρβάρων ὑπενεγκάντων, εἰ μὴ θεία πρόνοια παραδόξως τοῦτον διέσωσε καὶ εἰς τὴν Ῥωμαίων βασιλείαν ἐφύλαξε, κινδυνεύσασαν τοῖς Ἰουστίνου παραλόγοις ἐγχειρήμασι σὺν καὶ τῷ ὅλῳ πολιτεύματι διαρρυῆναι, καὶ βαρβάροις τῆς τοσαύτης ἀρχῆς ἐκστῆναι.

Βουλεύεται τοίνυν βουλὴν ἐπίκαιρον καὶ τοῖς Niceph. xvii 39 Menand. FHG iv 241, 253 πράγμασιν ἁρμοδίαν, ἣ τὸ πᾶν ἀνώρθωσε πταῖσμα. Τραϊανὸν γὰρ παρὰ τὸν Χοσρόην ἐκπέμπουσιν, ἄνδρα λόγιον τῆς συγκλήτου βουλῆς πολιᾷ τε καὶ συνέσει τοῖς πᾶσι τίμιον, οὐκ ἐκ προσώπου τῆς βασιλείας οὐδὲ μὴν τῆς πολιτείας τὴν πρεσβείαν ἀνύσοντα, ὑπὲρ δέ γε μόνησΣοφίας τὰς διαλέξεις ποιησόμενον. Γέγραφε δὲ καὶ αὐτὴ πρὸς Χοσρόην, τάς τε συμφορὰς τἀνδρὸς ποτνιωμένη τό τε τῆς πολιτείας ἄναρχον, καὶ ὡς οὐ δέοι χήρᾳ γυναικὶ καὶ βασιλεῖ κειμένῳ καὶ ἐρήμῃ πολιτείᾳ ἐπεμβαίνειν: καὶ Menand. ibid. 240 αὐτὸν γὰρ νοσήσαντα μὴ μόνον τῶν παραπλησίων τυχεῖν,ἀλλὰ γὰρ καὶ τοὺς πάντων ἀρίστους ἰατροὺς πρὸς τῆς Ῥωμαίων πολιτείας παῤ αὐτὸν πεμφθῆναι, οἳ καὶ τὴν νόσον διέλυσαν. Πείθεται τοίνυν ὁ Χοσρόης: καὶ μέλλων ὅσον οὔπω τοῖς Ῥωμαίων ἐπιτίθεσθαι πράγμασι, ἐκεχειρίαν Joh. Ephes. vi 8 ποιεῖται τριῶν χρόνων ἐν τοῖς ἑῴοις μέρεσι, δόξαντὴν Ἀρμενίαν ἐν τοῖς παραπλησίοις μεῖναι, ὡς ἂν αὐτοῦ πολεμῷεν, μηδενὸς τὰ ἑῷα παρενοχλοῦντος. Τούτων κατὰ Menand. ibid. 231, 268 Joh. Ephes. vi 30, 32 τὴν ἑῷαν πεπραγμένων, τὸ Σίρμιον πρὸς τῶν Ἀβάρων ἑάλω, πρώην μὲν ὑπὸ Γηπαίδων κρατούμενον, Ἰουστίνῳ δὲ πρὸς αὐτῶν παραδοθέν.

Ἐν τοσούτῳ δὲ Καίσαρα Τιβέριον βουλεύμασι Niceph. xvii 40 Simoc. iii 11 Theophan. 248 Cramer. An. Par. ii 326 Joh. Ephes. iii 5 Σοφίας Ἰουστῖνος ἀναγορεύει, τοιαῦτα κατὰ τὴν ἀνάρρησιν ἐπιφθεγξάμενος ἃ πᾶσαν ἐκβέβηκε παλαιάν τε καὶ νέαν ἱστορίαν, τοῦ φιλανθρώπου θεοῦ ἐνδόντος καιρὸν Ἰουστίνῳ τάς τε οἰκείας ἐξειπεῖν ἁμαρτίας τά τε χρηστὰ εἰσηγήσασθαιὑπὲρ τοῦ τῇ πολιτείᾳ συνοίσοντος. Ἀθροισθέντων γὰρ ἐν τῇ ὑπαίθρῳ αὐλῇ, ἔνθα παλαιὸν ἔθος λέγει τὰ τοιαῦτα γίνεσθαι, τοῦ τε ἀρχιερέως Ἰωάννου, οὗ πρόσθεν ἐμνήσθημεν, καὶ τῶν ἀμφ̓ αὐτὸν τῶν τε ἐν ἀξιώσεσι τελούντων καὶ τῶν περὶ τὴν αὐλὴν στρατευομένων, τὸνβασιλικὸν χιτῶνα ἐνδιδύσκων Τιβέριον καὶ τὴν χλαῖναν περιτιθείς, ἀναφανδὸν κεκραγὼς ἐξεῖπεν: Μὴ πλανάτω σε τῆς ἀμπεχόνης ἡ φαντασία, μηδὲ τῶν ὁρωμένων ἡ σκηνή, οἷς ὑπαχθεὶς ἔλαθον ἐμαυτὸν ταῖς ἐσχάταις ποιναῖς ὑπόδικος γενόμενος. Ἀνόρθωσον τὰς ἐμὰς ἁμαρτάδας, διὰ πάσης εὐπαθείας ἄγων τὸ πολίτευμα. Καὶ τοὺς ἄρχοντας δὲ δεικνὺς ἔλεγεν ἥκιστα χρῆναι τούτοις πείθεσθαι, προσθεὶς ὡς αὐτοί με ἐς ἅπερ ὁρᾷς ἤγαγον, καὶ ἕτερα τοιαῦτα ἅπερ ἅπαντας ἐς κατάπληξιν καὶ δακρύων ἄμετρον χύσιν ἤγαγεν. Ἦν δέ γε ὁ Τιβέριος μέγιστός τε τὸ σῶμα καὶ ἐς Niceph. xviii 1 Simoc. iii 16 Cramer. An. Par. ii 327 Joh. Ephes. iii 11, 14, 22 ὑπεροχὴν εὐπρεπέστατος μᾶλλον ἤπερ τις εἴκασεν οὐ βασιλέων μόνων, ἀλλὰ καὶ πάντων ἀνθρώπων: ὡς πρῶτον μὲν τὸ εἶδος ἄξιον τυραννίδος εἶναι. Τὴν δὲ ψυχὴν ἤπιός τε καὶ φιλάνθρωπος, εὐθὺς ἀπὸ τοῦ βλέμματος ἅπαντας δεξιούμενος, πλοῦτον ἡγούμενος τὸ πᾶσιν ἐπαρκεῖν περὶ τὰς ἐπιδόσεις οὐ πρὸς μόνην τὴν χρείαν, ἀλλὰ καὶ κατὰ τὸ περιούσιον. Οὐ γὰρ ὅ τι λαβεῖν ὤφειλον οἱ δεόμενοι τοῦτο διεσκόπει, ἀλλ̓ ὅπερ βασιλέα Ῥωμαίων δοῦναι προσήκει: κίβδηλον δὲ τὸν χρυσὸν ἡγεῖτο τὸν ἐκ δακρύων ἥκοντα. Ὅθεν ἀμέλει τήν τε δασμολογίαν τοῖς συντελοῦσι ἐπαφῆκεν ἑνὸς τέλεον χρόνου, τάς τε κτήσεις αἷσπερ ὁ Ἀδραμαὰν ἐλυμήνατο, τῶν ἐπικειμένων τελῶν οὐ πρός τι μέτρον τῆς βλάβης, ἀλλὰ καὶ πολλῷ καθυπέρτερον ἠλευθέρωσεν. Ἀφείθησαν δὲ καὶ τοῖς ἄρχουσι αἱ ἄθεσμοι ʽ??ʼ δόσεις, αἷς πρώην οἱ βασιλεῖς τοὺς ὑπηκόους ἐπίπρασκον: καὶ ὑπὲρ τούτων καὶ διατάξεις ἔγραψε, καὶ τὸ μέλλον κατασφαλισάμενος.

Τοῖς τοίνυν κακῶς συλλεγεῖσι χρήμασι ἐς δέον Niceph. xviii 2 Simoc. iii 12 — 14 Joh. Biclarensis a. 575 χρησάμενος, τὰ πρὸς τὸν πόλεμον ἐξηρτύετο: καὶ τοσοῦτον ʽ??ʼγειρει στρατὸν ἀνδρῶν ἡρώων, ἔκ τε τῶν ὑπὲρ τὰς Ἄλπεις ἐθνῶν τὰ ἀμφὶ τὸν Ῥῆνον ἀριστίνδην στρατολογήσας, τά τε ἐντὸς τῶν Ἄλπεων, Μασσαγετῶν τε καὶ ἑτέρων Σκυθικῶν γενῶν, καὶ τὰ περὶ Παιονίαν, καὶ Μυσούς, καὶ Ἰλλυριούς, καὶ Ἰσαύρους, ὡς σύνεγγυς πεντήκοντα καὶ ἑκατὸν χιλιάδων ἴλας ἱππέων ἀρίστων ἐγκαταστήσασθαι, ἐξῶσαί τε τὸν Χοσρόην, μετὰ τὴν Δάρας ἅλωσιν εὐθὺς ἀνὰ τὸ θέρος ἐπὶ τὴν Ἀρμενίαν ἐλάσαντα, ἐκεῖθέν τε τὰς ὁρμὰς ἐπὶ τὴν Καίσαρος ἔχοντα, ἣ τῶν Καππαδοκῶν ἄρχει καὶ τῶν αὐτόσε πόλεων προκάθηται. Menand. FHG iv 242 Joh. Ephes. vi 8 Ὅς τοσοῦτον ὑπερεφρόνει τὴν Ῥωμαίων ἀρχήν, ὅτι γεπρεσβευσαμένου τοῦ Καίσαρος, οὐκ ἠξίου τῆς ὡς αὐτὸν ἐσόδου τοῖς πρέσβεσι μεταδοῦναι, ἕπεσθαι δὲ τούτοις διεκελεύετο μέχρι τῆς Καίσαρος: ἐκεῖσε γὰρ περὶ τῆς πρεσβείας διασκοπεῖν ἔλεγεν.Ὡς γοῦν ἀντιμέτωπον εἶδε τὸ Ῥωμαίων στράτευμα ὑπὸ Ἰουστινιανῷ ταττόμενον τἀδελφῷ Ἰουστίνου τοῦ πρὸς Ἰουστίνου δειλαίως ἀνῃρημένου, ἀκριβῶς ἐξωπλισμένον, τό τε ἐνυάλιον τὰς σάλπιγγας ἠχούσας, καὶ τὰ σημεῖα πρὸς μάχην αἰρόμενα, τόν τε στρατιώτην φονῶντακαὶ θυμοῦ μετὰ τῆς εἰς ἄγαν εὐκοσμίας πνέοντα, ἵππον τε τοσαύτην καὶ τοιαύτην ἣν οὐδεὶς πώποτε βασιλέων ἐφαντάσθη, πολλά γε ἐπιθειάσας ἀνῴμωξε μύχιον πρὸς τὸ ἄνελπι καὶ ἀδόκητον, καὶ μάχης οὐκ ἤθελεν ἄρχειν. Ἀναβαλλομένῳ δὲ αὐτῷ καὶ διαμέλλοντι καὶ τὸν καιρὸντρίβοντι καὶ σοφιζομένῳ τὴν μάχην, ἔπεισι Κοῦρσος, Σκύθης ἀνήρ, τοῦ δεξιοῦ κέρως ἡγούμενος. Καὶ μὴ οἵων τε γενομένων ἐνεγκεῖν τὴν ἐμβολὴν τῶν κατ̓ αὐτὸν Περσῶν, ἐκλελοιπότων δὲ μάλα λαμπρῶς τὴν τάξιν, πολὺν μὲν εἰργάσατο φόνον τῶν ὑπεναντίων. Ἔπεισι δὲ τοῖσοὐραγοῖς, ἔνθα καὶ τὴν ἀποσκευὴν ὅ τε Χοσρόης καὶ ὁ σύμπας εἶχε στρατός: αἱρεῖ τε τὰ βασιλικ̔??ʼ κειμήλια ἁπαξάπαντα καὶ μὴν καὶ τὴν ἀποσκευὴν ἅπασαν, ὁρῶντος μὲν Χοσρόου καὶ ἐγκαρτεροῦντος, ἀνεκτοτέραν δὲ τῆς ἑαυτοῦ ἐπιστροφῆς τοῦ Κοὺρς ἡγουμένου.Οὗτος μὲν οὖν σὺν τοῖς ἀμφ̓ αὐτὸν μεγάλων χρημάτων καὶ λαφύρων ἐγκρατὴς γενόμενος, τά τε σκευοφόρα τῶν ζῴων σὺν καὶ αὐτοῖς τοῖς φορτίοις φέρων, ἐν οἷς καὶ τὸ Χοσρόου σεβαστὸν πῦρ, ὃ θεὸς καθειστήκει, περιελαύνει μὲν τὸ Περσῶν στρατόπεδον παιανίζων. Ἀφικνεῖται δὲ παρὰ τοὺς οἰκείους ἀμφὶ τὰς ἐπιλυχνίους ὥρας ἤδη διαλυθέντας ἐκ τῶν σφῶν τάξεων, μήτε Χοσρόου μάχης ἄρξαντος μήτε μὴν αὐτῶν, μόνων δέ τινων ἀκροβολισμῶν γενομένων, ἢ εἴ πού γε εἷς πρὸς ἕνα συνεπλάκη ἐξ ἀμφοῖν τοῖν στρατοπέδοιν, ὅπερ εἰώθει γίγνεσθαι. Πυρὰ δὲ πολλὰ τὴν νύκτα ὁ Χοσρόης ἀνάψας, πρὸς νυκτομαχίαν παρεσκευάζετο. 11 Καὶ δυοῖν στρατοπέδοιν τοῖς Ῥωμαίοις γενομένοιν, ἔπεισι ἀωρεὶ τῶν νυκτῶν τοῖς ἀμφὶ τὸ βόρειον μέρος. Ὧν ὑποχωρησάντων τῷ αἰφνιδίῳ τε καὶ ἀδοκήτῳ, πλησιαζούσῃ Μελιτινῇ ἔπεισι τῇ πόλει, ἀφυλάκτῳ καὶ ἐρήμῃ πολιτῶν καθεστώσῃ: καὶ πᾶσαν πυρπολήσας πρὸς τὴν διάβασιν τοῦ Εὐφράτου παρεσκευάζετο ποταμοῦ. Ὡς δὲ ἁλισθὲν τὸ στράτευμα τῶν Ῥωμαίων εἵπετο, δείσας περὶ τῆς ἑαυτοῦ σωτηρίας, αὐτὸς μὲν ἐλέφαντι ἐπιβὰς τὸν ποταμὸν ἐπεραιώθη: τῶν δὲ ἀμφ̓ αὐτὸν τὸ πολὺ πλῆθος τοῖς τοῦ ποταμοῦ ῥεύμασιν ἐκηδεύθη: οὓς ἀποπνιγέντας λαβὼν ἀπιὼν ᾤχετο. Χοσρόης μὲν οὖν ταύτην ὑστάτην ποινὴν τῆς εἰς Ῥωμαίους τοσαύτης παροινίας καταθείς, σὺν καὶ τοῖς περισωθεῖσιν τὰ ἑῷα κατειλήφει, ἔνθα τὴν ἐκεχειρίαν εἶχε, ὡς ἂν μή τις αὐτῷ ἐπίοι. Ὁ δέ γε Ἰουστινιανὸς εἰσβαλὼν Joh. Biclarensis a. 575 σὺν παντὶ τῷ στρατῷ εἰς τὴν Περσῶν ἐπικράτειαν ὅλην τὴν χειμάδιον ὥραν αὐτοῦ διήγαγεν, μηδενὸς παντάπασιν ἐνοχλήσαντος. Ἐπανῆκε μὲν οὖν ἀμφὶ θερινὰς τροπάς, οὐδὲν ὅλως ἀποβαλὼν τοῦ στρατοῦ, καὶ σὺν εὐπαθείᾳ καὶ κλέει πολλῷ παῤ αὐτὰ ἐθέριζε τὰ μεθόρια.

Τῷ δὲ Χοσρόῃ μυρίον ἄχος ἐπιχυθέν, ἁλύοντα Niceph. xviii 2 Agathias iv 29 Simoc. iii 14 Theophan. 251 Joh. Ephes. vi 9 καὶ ἀμηχανοῦντα καὶ τῇ παλιρροίᾳ τῆς λύπης καταποντωθέντα τοῦ βίου δειλαίως ἀφείλετο, στήλην ἀθάνατον τῆς αὐτοῦ φυγῆς ἀναθέντα ὃν γέγραφε νόμον μηκέτι βασιλέα Περσῶν κατὰ Ῥωμαίων στρατηγεῖν. Βασιλεύει δὲ Ὁρμίσδης ὁ τούτου παῖς, ὃν νῦν ἐατέον ἐπεὶ τὰ ἑξῆς πρὸς ἑαυτά με καλεῖ, καὶ τὴν ῥύμην τοῦ λόγου ἀπεκδέχεται.

Ἰωάννου τοῦ καὶ Κατελλίνου τῆς ἐντεῦθεν μεταστάντος Niceph. xvii 36 διαίτης, Βόνοσος τοὺς οἴακας τῆς ἐπισκοπῆσῬώμης ἐγχειρίζεται, καὶ μετ̓ αὐτὸν ἕτερος Ἰωάννης, Πελάγιός τε αὖ. Τῆς δὲ βασιλίδος μετὰ Ἰωάννην ὁ πρό γε αὐτοῦ Εὐτύχιος. Μετὰ δὲ Ἀπολινάριον Ἰωάννης τὸν Ἀλεξανδρείας διαδέχεται θρόνον, μεθ̓ ὃν Εὐλόγιος. Ἐπὶ δὲ τὴν Ἱεροσολύμων ἄνεισιν ἱερωσύνην μετὰ ΜακάριονἸωάννης, ἐν τῇ καλουμένῃ τῶν Ἀκοιμήτων μονῇ τὸν ἄσκευον βίον ἀγωνισάμενος, μηδενὸς νεωτερισθέντος περὶ τὴν ἐκκλησιαστικὴν κατάστασιν.

Ἀνὰ δὲ τὴν Θεουπολιτῶν καὶ τὴν γείτονα Δάφνην, Niceph. xviii 3 Τιβερίου Καίσαρος τρίτον ἔτος τὴν βασιλείαν διακυβερνῶντος,κλόνος τε τῆς γῆς γέγονεν ἐξαίσιος ἐς αὐτὸ τῆς μεσημβρίας τὸ σταθερώτατον, ὅτε καὶ σύμπασα Δάφνη τῶν σεισμῶν ἔργον γέγονε, τῶν ἐν Θεουπόλει δημοσίων καὶ ἰδιωτικῶν οἰκοδομιῶν διαρραγεισῶν μὲν μέχρι τῆς γῆς αὐτῆς, οὐ μὴν ἐς ἔδαφος γόνυ κλινασῶν. Γεγόνασι δὲ καὶἕτερα ἔνια λόγου πολλοῦ ἄξια ἀνά τε Θεούπολιν αὐτὴν καὶ τὴν βασιλεύουσαν, ἅπερ ἀμφοτέρας ἀνετάραξε καὶ ἐς μεγίστους ἀνεβάκχευσε θορύβους, τὴν ἀφορμὴν ἐκ θείου ζήλου λαχόντα, καὶ πέρας θεοπρεπὲς δεξάμενα, ἃ καὶ λέξων ἔρχομαι.

Ἀνατόλιός τις, πρῶτα μὲν εἷς τῶν πολλῶν τε καὶ Niceph. xviii 4 Joh. Ephes. iii 28 — 33 ἐπιδιφρίων καθεστώς, ὕστερον δὲ ἀρχαῖς τε καὶ ἑτέροις πράγμασι οὐκ οἶδ̓ ὅπως ἐπεσφρήσας ἑαυτόν, ἀνὰ τὴν Θεουπολιτῶν τὴν δίαιταν εἶχεν, ἔνθα καὶ διῴκει τὰ ἐν χερσὶ πράγματα: ἐξ ὧν καὶ συνήθης μάλιστα Γρηγορίῳγέγονε τῷ τῆς αὐτῆς πόλεως προέδρῳ, συχνά τε παῤ αὐτὸν ἐφοίτα, τὰ μὲν καὶ πράγματα διαλεξάμενος, τὰ δὲ καὶ μείζω δύναμιν ἐκ τῆς πρὸς αὐτὸν ἀσχολίας μνώμενος. Οὗτος ἐπὶ θυσίαις ἥλω, καὶ πρὸς εὐθύνας κληθεὶς ἐφωράθη ἐξάγιστος καὶ γόης καὶ μυρίοις ἀτοπήμασιν ἐνειλημμένος. Ἐξωνεῖται δὲ τὸν τῆς ἑῴας ἡγούμενον, καὶ μικροῦ ἃν ἀφείθη σὺν τοῖς ἀμφ̓ αὐτόν — εἶχε γὰρ καὶ ἑτέρους ὁμοτρόπους, οἳ συνήλωσαν — , εἰ μή γε ὁ λεὼς ἀναστὰς καὶ πάντα κυκήσας τὸ σκέμμα διέλυσεν. Ἐπεβόων δὲ καὶ κατὰ τοῦ ἱερέως, φάσκοντες καὶ αὐτὸν κοινωνῆσαι τοῦ βουλεύματος. Ταραξίας δέ τις καὶ ἀλιτήριος δαίμων ἀνέπεισεν ἐνίους, ὡς καὶ θυσίαις σὺν Ἀνατολίῳ παρενέβαλεν. Ἐντεῦθεν καὶ πρὸς ἔσχατον ἦλθεν κινδύνου Γρηγόριος, ἐφόδων μεγάλων κατ̓ αὐτοῦ πρὸς τοῦ δήμου γενομένων. Καὶ τοσοῦτον ἤρθη τὰ τῆς ὑπονοίας, ὡς καὶ βασιλέα Τιβέριον ζητῆσαι τὴν ἀλήθειαν διὰ τῆς Ἀνατολίου φωνῆς ἐκμαθεῖν. Κελεύει δ̓ οὖν καὶ Ἀνατόλιον καὶ τοὺς ἀμφ̓ αὐτὸν τὴν βασιλέως τάχιστα καταλαβεῖν. Ἅπερ ἐγνωκὼς ὁ Ἀνατόλιος, ἐπί τινος εἰκόνος τῆς θεοτόκου κατὰ τὴν εἱρκτὴν καλωδίῳ αἰωρημένης ἐκδραμὼν καὶ ὀπίσω τὼ χέρε περιστρέψας, τὸν ἱκετεύοντα καὶ δεόμενον ἀπήγγειλεν. Ἡ δὲ μυσαχθεῖσα καὶ τὸν ἐναγῆ καὶ θεομισῆ διελέγχουσα, τέλεον ἐκ τοὔμπαλιν μετεστράφη, θαῦμα φρικῶδες καὶ τῆς εἰς ἀεὶ μνήμης ἄξιον. Ὅπερ ὑπὸ πάντων τῶν τε ἐμφρουρίων τῶν τε αὖ τὴν φυλακὴν αὐτοῦ καὶ τῶν ἀμφ̓ αὐτὸν πεπιστευμένων ὁραθὲν τοῖς πᾶσι διηγγέλθη. Ὡράθη δὲ καὶ ὕπαρ τισὶ τῶν 26 πιστῶν, παροτρύνουσα κατὰ τοῦ ἀλάστορος φάσκουσά τε τῷ αὐτῆς υἱῷ τὸν Ἀνατόλιον ἐνυβρίσαι. Ὡς δὲ κατὰ τὴν βασιλέως ἤχθη, πᾶσάν τε αἰκίας ὑπερβολὴν ὑποστὰς οὐδὲν ὅλως κατὰ τοῦ ἱερέως ἔσχεν εἰπεῖν, μειζόνων κἀκεῖσε θορύβων καὶ πανδήμου στάσεως αἴτιος τῇ πόλει σὺν τοῖς ἀμφ̓ αὐτὸν γέγονεν. Ἐνίων γὰρ αὐτῶν ψῆφον δεξαμένων ἐξοστρακίζουσαν, οὐ μὴν ἀναιροῦσαν, θείῳ τινὶ ζήλῳ πυρωθεὶς ὁ δῆμος ἅπαντα διετάραττεν, ἀγριαίνων τε καὶ χαλεπαίνων: καὶ τοὺς μὲν ἐξοστρακισθέντας ἀναρπάσας ἀκατίῳ τε ἐμβιβάσας πυρὶ ζῶντας παρέδωκε, τοῦ δήμου τὴν ψῆφον ἐξενέγκαντος. Κατεβόων δὲ καὶ τοῦ βασιλέως καὶ Εὐτυχίου τοῦ σφῶν ἱερέως, ὡς τὴν πίστιν προδόντων. Οἳ καὶ διαχρήσασθαι τὸν Εὐτύχιον ἤμελλον καὶ τοὺς τὴν ζήτησιν ἐμπεπιστευμένους, πάντη περιϊόντες καὶ τούτους ἀνερευνώμενοι, εἰ μή γε ἡπάντων σώτειρα πρόνοια ἐκείνους μὲν ἐκ τῶν ζητούντων ἀνήρπασε, τὸν δὲ θυμὸν τοῦ τοσούτου λεὼ κατὰ σμικρὸν κατηύνασεν, μηδενὸς ἐκ χειρῶν ἀτοπήματος γενομένου. Καὶ αὐτὸς δὲ Ἀνατόλιος θηρίοις πρότερον ἐς τὸ ἀμφιθέατρον παραδοθεὶς καὶ πρὸς αὐτῶν τὸ σῶμα σπαραχθείς, ὕστερονἀνεσκολοπίσθη, οὐδὲ οὕτω τῶν ἐνταῦθα ποινῶν λύσιν εὑράμενος: λύκοι γὰρ τὸ μιαρὸν αὐτοῦ σῶμα καταγαγόντες, οὐχ ἱστορηθὲν πώποτε, πρὸς θοίνην διενείμαντο. Ἦν δέ τις τῶν παῤ ἡμῖν ὃς καὶ πρὶν ταῦτα γενέσθαι ἔλεγε καθ̓ ὕπνους ἰδεῖν ὡς ἡ κατὰ Ἀνατολίου ψῆφος καὶ τῶν ἀμφ̓αὐτὸν τῷ δήμῳ ἐδόθη. Καὶ μέγας δὲ εἷς τῶν βασιλικῶν οἰκιῶν προεστὼς ἰσχυρῶς μάλα τοῦ Ἀνατολίου ὑπερασπίζων εἰρήκει θεάσασθαι τὴν θεοτόκον λέγουσαν, μέχρι τίνος ἀντέχῃ Ἀνατολίου, οὕτως εἰς αὐτήν τε καὶ τὸν αὐτῆς παῖδα ἐνυβρίσαντος. Καὶ ταῦτα μὲν ἔληξεν ὧδε.

Ὁ δέ γε Τιβέριος, ἐπεὶ Ἰουστινιανὸς μὴ τῇ Niceph. xviii 5 παραπλησίᾳ τύχῃ κατὰ τῶν βαρβάρων ἐχρῆτο, παύει μὲν αὐτὸν τῆς ἀρχῆς, ἤδη καὶ τὸν στέφανον περιθέμενος καὶ Ἰουστίνου τελευτήσαντος. Χειροτονεῖ δὲ τῆς ἑῴας Niceph. xviii 8 Joh. Ephes. vi 14 στρατηγὸν Μαυρίκιον, ἕλκοντα μὲν γένος καὶ τοὔνομαἐκ τῆς πρεσβυτέρας Ῥώμης, ἐκ δὲ τῶν προσεχῶν πατέρων Ἀραβισσὸν πατρίδα ἐπιγραφόμενον τοῦ Καππαδοκῶν Cramer. An. Par. ii 329 Menand. FHG iv 258 ἔθνους, ἄνδρα φρενήρη τε καὶ ἀγχίνουν καὶ πάντα ἐν πᾶσιν ἀκριβῆ τε καὶ ἀδόνητον. Ὃς τήν τε δίαιταν τούς τε τρόπους εὐσταθής τε ὢν καὶ ἀπεξεσμένος, γαστρός τεἐκράτει μόνοις τοῖς ἀναγκαίοις καὶ εὐπορίστοις χρώμενος, τῶν τε ἄλλων ἁπάντων οἷς ὁ ἐκδεδιῃτημένος ἐγκαλλωπίζεται βίος. Ἦν δὲ τὰς ἐντεύξεις τοῖς πολλοῖς οὐκ εὐπρόσοδος οὐδὲ τὰς ἀκοὰς ἀνειμένος: τὸ μὲν εἰδὼς εἰς περιφρόνησιν ἄγον, τὸ δὲ εἰς θωπείας φέρον. Τὰς μὲν οὖν ἐς αὐτὸν ἐσόδους σπανίας παρείχετο, καὶ ταύτας ἐσπουδασμένων πέρι: τὰς δὲ ἀκοὰς τοῖς περιττοῖς ἀπέφραττεν οὐ κηρῷ κατὰ τὴν ποίησιν, λόγῳ δὲ μᾶλλον: ὡς ἄριστα κλεῖν αὐταῖς τὸν λόγον εἶναι, εὐθέτως ἐν ταῖς διαλέξεσιν ἀνοίγουσάν τε καὶ ἀποκλείουσαν. Ἀμαθίαν δὲ τοῦ θράσους τὴν μητέρα καὶ δειλίαν τὴν ἀπῳκισμένην καὶ σύνθυρον αὐτῇ οὕτως ἀπώσατο, ὡς τὸ μὲν κινδύνευμα εὐβουλίαν εἶναι, τὸν δὲ ὄκνον ἀσφάλειαν, ἀνδρείας τε καὶ φρονήσεως τοῖς καιροῖς ὀχουμένων καὶ τὰς ἡνίας πρυτανευόντων πρὸς ὃ ἂν ἡ χρεία ἐπιτάττοι, καὶ τὴν ὕφεσιν καὶ ἐπίτασιν αὐτῷ τῶν ὁρμῶν μέτρῳ τινὶ καὶ ῥυθμῷ γίγνεσθαι. Περὶ οὗ τελεώτερον ἐν τοῖς ἑξῆς εἰρήσεται. Ὅσος γὰρ καὶ οἷος τῇ βασιλείᾳ φυλακτέον, ἣ τρανότερον τὸν ἄνδρα διεσάφησε, τῷ αὐτεξουσίῳ καὶ τὰ ἔνδον ἀναπτύξασα. Οὗτος μὲν οὖν ὁ Μαυρίκιος τὰς ἐπιστρατεύσεις ποιησάμενος Simoc. iii 15-18 κατὰ τῆς ὑπερορίας, πόλεις τε καὶ φρούρια Πέρσαις ἐπικαιρότατα αἱρεῖ, λείαν τε τοσαύτην περιεβάλετο ὥστε τὰ σαγηνευθέντα αἰχμάλωτα ὁλοκλήρους Joh. Ephes. vi 15 νήσους καὶ πόλεις, ἀγρούς τε ἐρημωθέντας τῷ χρόνῳ ἐξοικῆσαι τήν τε γῆν ἐνεργὸν καταστήσασθαι πάντη πρώην ἀγεώργητον οὖσαν, στρατόπεδά τε ἐξ αὐτῶν συστῆναι πολύανδρα κατὰ τῶν ἄλλων ἐθνῶν μάλα γεννικῶς τε καὶ ἀνδρείως ἀγωνισάμενα, πληρωθῆναι δὲ καὶ πάσῃ ἑστίᾳ τὰς οἰκετικὰς χρείας, εἰς τὸ κουφότατον τῶν ἀνδραπόδων ἐκποιουμένων.

Συνανεπλάκη δὲ καὶ τοῖς ἀρίστοις Περσῶν τῷ Niceph. xviii 5 τε Ταμχοσρόῃ καὶ Ἀδαρμαάνῃ μετὰ ἀξιολόγου στρατοῦ ἐπιστρατεύσασιν: καὶ ὅπως μὲν καὶ ὅ τι καὶ ὅπη πέπρακται, ἄλλοι γραφόντων, ἢ καὶ παῤ ἡμῶν ἴσως ἐν ἑτέρῳ λελέξεται πόνῳ, τῆς παρούσης πραγματείας ἕτερα μάλιστα κατεπαγγελλομένης. Menand. FHG iv 263 Joh. Ephes. vi 26 Πίπτει δ̓ οὖν ὅμως κατὰ τὴν παράταξιν ὁ Ταμχοσρόης, οὐκ ἀνδρείᾳ τοῦ Ῥωμαίων στρατοῦ, εὐλαβείᾳ δὲ μόνῃ καὶ τῇ εἰς θεὸν πίστει τοῦ στρατηγοῦ. Φεύγει δὲ καὶ ὁ Ἀδαρμαάνης κατὰ κράτος ἐν τῇ μάχῃ πταίσας καὶ πολλοὺς τῶν οἰκείων ἀποβαλών, καὶ ταῦταJoh. Epher. iii 40 vi 16 Ἀλαμουνδάρου καταπροδόντος, ὃς τῶν Σκηνητῶν ἡγεῖτο βαρβάρων, καὶ τὸν Εὐφράτην οὐχ ἑλομένου διαβῆναι ποταμὸν καὶ συμμαχῆσαι τῷ Μαυρικίῳ κατὰ τῶν ἀπ̓ ἐναντίας Σκηνητῶν Ἀράβων — ἀκαταγώνιστοι γὰρ τοῖς ἄλλοις διὰ τὴν τῶν ἵππων ὠκύτητα, οὔτε καταλαμβανόμενοιεἴ που ἐγκλεισθεῖεν, καὶ τοὺς ἀπ̓ ἐναντίας ἐν ταῖς ὑπαγωγαῖς προφθάνοντες — , καὶ Θεοδωρίχου ὃς τῶν Σκυθικῶν ἐθνῶν ἡγεῖτο οὐδὲ ἐντὸς βέλους γενομένου, σὺν δὲ καὶ τοῖς ἀμφ̓ αὐτὸν πεφευγότος.

Γεγόνασι δὲ καὶ θεοσημεῖαι τὴν βασιλείαν αὐτῷ Niceph. xviii 9 προφητεύουσαι. Πόρρω γὰρ τῶν νυκτῶν ἐπιθυμιῶντί γε 16 αὐτῷ τῶν ἀνακτόρων εἴσω τοῦ ἱεροῦ οἴκου τῆς ἁγίας καὶ πανάγνου παρθένου καὶ θεοτόκου Μαρίας, ὃς πρὸς τῶν Θεουπολιτῶν Ἰουστινιανοῦ προσηγόρευται, τὸ ἀμφὶ τὴν ἱερὰν τράπεζαν παραπέτασμα πυρίφλεκτον γέγονεν, ὡσκαὶ πρὸς ἔκπληξιν καὶ θάμβος ἐλθεῖν τὸν Μαυρίκιον καὶ δεῖσαι τὸ ὅραμα: ᾧ παρεστὼς Γρηγόριος, ὁ τῆς πόλεως ἀρχιερεύς, εἶπε θειασμοῦ τινος εἶναι τὸ χρῆμα, καὶ μέγιστα καὶ ἔξοχα μηνύειν αὐτῷ. Ἐφάνη δέ οἱ κατὰ τὴν ἑῴαν καὶ Χριστὸς ὁ θεὸς ὕπαρ ἐκδίκησιν ζητῶν, ὅπερ ἄντικρυσβασιλείαν ἐδήλου. Παρὰ τίνος γὰρ ἂν ἢ παρὰ βασιλέως καὶ οὕτως ἐς αὐτὸν εὐσεβοῦς τὰ τοιαῦτα ἐξῄτησεν; Ἀξιόλογα δὲ καὶ ἱστορίας ἄξια πυνθανομένῳ μοι περὶ τούτων, καὶ οἱ ἐς φῶς αὐτὸν προαγαγόντες διηγήσαντο. Ὁ μὲν γὰρ φύσας ἔλεγεν ἄμπελον μεγίστην ὄναρ ἰδεῖνκατὰ τὸν καιρὸν τῆς αὐτοῦ συλλήψεως ἐκ τῆς σφετέρας κοίτης ἐκφῦσαι, καὶ βότρυς παμπληθεῖς καὶ ὡραίους αὐτῆς αἰωρεῖσθαι. Ἡ δέ γε μήτηρ παῤ αὐτὴν ἔφασκε τὴν ἀπότεξιν εὐωδίαν ξένην τε καὶ παρηλλαγμένην τὴν γῆν ἀναθυμιᾶσαι: πολλάκις δὲ καὶ τὴν λεγομένην Ἔμπουσαν μεταθεῖναι τὸ βρέφος ὡς τοῦτο βρώξουσαν, μὴ οἵαν δὲ γενέσθαι τοῦτο λυμήνασθαι. Καὶ Συμεώνης δὲ ἀγχοῦ Θεουπόλεως τὴν ἐπὶ κίονος στάσιν ποιούμενος, ἀνὴρ πρακτικώτατος καὶ πάσαις ταῖς ἐνθέοις ἀρεταῖς ἐπίσημος, πολλὰ ἔλεξέ τε καὶ πέπραχε τὴν βασιλείαν αὐτῷ μηνύοντα. Περὶ οὗ τὰ πρόσφορα ἡ ἑξῆς ἱστορία διαλέξεται.

Ὁ δέ γε Μαυρίκιος πρὸς τὴν βασιλείαν ἄνεισι, Niceph. xviii 5 Simoc. i 1, 10 Theophan. 252 Τιβερίου πρὸς ταῖς ἐσχάταις ἀναπνοαῖς τυγχάνοντος καὶ τὴν παῖδα Αὐγοῦσταν καὶ τὴν βασιλείαν ἀντὶ φερνῆς τινος παραδόντος αὐτῷ, ὀλιγοστὸν μὲν βιώσαντος ἐν τῇ βασιλείᾳ χρόνον, ἀθάνατον δὲ μνήμην καταλελοιπότος ἐφ̓ οἷς πέπραχεν ἀγαθοῖς: οὐδὲ γὰρ λόγῳ περιληπτέον. Ἄριστον δὲ καὶ τῷ πολιτεύματι κλῆρον καταλέλοιπεν ὁ Τιβέριος τὴν Μαυρικίου ἀνάρρησιν: ὃς διένειμε καὶ τὰς ἑαυτοῦ προσηγορίας, τὸν μὲν Μαυρίκιον, Τιβέριον, τὴν δὲ Αὐγοῦσταν, Κωνσταντῖναν προσειπών. Τί δὲ καὶ αὐτοῖς πέπρακται, τῆς θείας συναιρουμένης ῥοπῆς, ἡ ἑξῆς ἱστορία δηλώσει.

Ὡς ἂν δὲ καὶ οἱ χρόνοι σὺν πάσῃ ἀκριβείᾳ ἀναγραφεῖεν, Joh. Ephes. v 13 ἰστέον ὡς βεβασίλευκεν ὁ Ἰουστῖνος ὁ νέος, καθ̓ αὑτὸν μὲν ἔτη δυοκαίδεκα πρὸς μησὶ δέκα καὶ ἥμισυ, σὺν Τιβερίῳ δὲ ἔτη τρία μῆνας ἕνδεκα, τὰ δὲ πάντα ἔτη ἓξ καὶ δέκα πρὸς μησὶν ἐννέα καὶ ἥμισυ: ἐβασίλευσε δὲ καὶ Τιβέριος καθ̓ αὑτόν τε ἔτη τέσσαρα: ὡς συνάγεσθαι ἀπὸ Ῥωμύλου μέχρι τῆς ἀναρρήσεως Μαυρικίου Τιβερίου, ὥς τε τὰ προλαβόντα τά τε παρόντα δεδηλώκασιν ἔτη.

Σὺν θεῷ δὲ ἡμῖν καὶ τὰ τῆς ἐκκλησιαστικῆς ἱστορίας εὐσυνόπτως ἀπόκειται διὰ τῶν ἱστορημένων, μέχρι μὲν Κωνσταντίνου Εὐσεβίῳ τῷ Παμφίλου, ἐξ ἐκείνου δὲ μέχρι Θεοδοσίου τοῦ νέου, Θεοδωρήτῳ, Σωζομενῷ τε καὶ Σωκράτει, καὶ ὦν ὁ παρὼν ἡμῖν ἐξέλεξε πόνος. Καὶ ἡ ἀρχαία δὲ καὶ ἡ θύραθεν ἱστορία καθ̓ εἱρμὸν τοῖς φιλοπόνοις διασώζεται, Μωσέως μὲν γὰρ ἄρξαντος ἱστορίας καὶ συγγραφῆς, ὡς τοῖς τὰ περὶ τούτων συναγαγοῦσισαφῶς ἀποδέδεικται, καὶ ἀπ̓ ἀρχῆς κόσμου ἀληθῶς γράψαντος ἐξ ὦν ἐντυγχάνων τῷ θεῷ μεμάθηκεν ἀνὰ τὸ Σινᾶ ὄρος, καὶ ὧν οἱ μετ̓ αὐτὸν τὴν ἡμετέραν προοδοποιοῦντες θρησκείαν διὰ τῆς θείας ἀπέθεντο γραφῆς. Πολλὴν δὲ καὶ Ἰώσηπος ἔγραψεν ἱστορίαν, χρειώδηἐς ἅπαντα τυγχάνουσαν. Ὅσα δὲ εἴτε μυθώδη εἴτε μετὰ τῶν ἀληθῶν γεγένηται, Ἑλλήνων τε καὶ τῶν ἀρχαίων βαρβάρων πρὸς ἑαυτούς τε καὶ πρὸς ἐκείνους διαγωνιζομένων, ἢ εἴ τι καὶ ἄλλο ἐξειργάσθη ἐξ ὅτου ἀνθρώπους ἱστόρησαν εἶναι, Χάρακίτε γέγραπται καὶ Ἐφόρῳ καὶ Θεοπόμπῳ καὶ ἄλλοις ἀναρίθμοις. Αἱ δὲ κατὰ Ῥωμαίους πράξεις πᾶσαν κοσμικὴν ἱστορίαν ἐν ἑαυταῖς περιλαμβάνουσαι, ἢ εἴ τι καὶ ἄλλο γέγονεν εἴτε ἐς ἑαυτοὺς διαιρουμένων εἴτε καὶ καθ̓ ἑτέρων πραττόντων, πεπόνηται Διονυσίῳ μὲν τῷ Ἁλικαρνασεῖ,ἀπὸ τῶν λεγομένων Ἀβοριγίνων τὴν ἱστορίαν ἑλκύσαντι μέχρι τοῦ Ἠπειρώτου Πύρρου: ἐξ ἐκείνου δὲ Πολυβίῳ τῷ Μεγαλοπολίτῃ, καταγαγόντι ἕως τῆς Καρχηδόνος ἁλώσεως. Ἅπερ Ἀππιανὸς εὐκρινῶς διέτεμεν, ἑκάστην πρᾶξιν εἰς ἓν ἀγείρας, εἰ καὶ κατὰ διαφόρουσγέγονε χρόνους. Καὶ τὰ μετ̓ ἐκείνους ὡσαύτως εἰργασμένα, Διοδώρῳ τε τῷ Σικελιώτῃ πεποίηται τὰ μέχρις Ἰουλίου Καίσαρος, καὶ Δίωνι τῷ Κασσίῳ γράψαντι μέχρις Ἀντωνίνου τοῦ ἐξ Ἐμεσῶν. Ἐκθεμένου δὲ τὰ τοιαῦτα καὶ Ἡρωδιανοῦ, τὰ μέχρι τῆς Μαξιμίνου τελευτῆσδηλοῦται. Νικοστράτου τε τοῦ σοφιστοῦ τοῦ ἐκ Τραπεζούντων συγγράψαντος, τὰ ἀπὸ Φιλίππου τοῦ μετὰ Γορδιανὸν ἐκτίθεται ἕως Ὀδαινάθου τοῦ ἐκ Παλμυρῶν καὶ τῆς Οὐαλλεριανοῦ πρὸς Πέρσας αἰσχρᾶς ἀφίξεως. Καὶ Δεξίππῳ δὲ πλεῖστα περὶ τούτων πεπόνηται, ἀπὸ μυθικῶν ἀρξαμένῳ καὶ λήξαντι ἐς τὴν Κλαυδίου τοῦ μετὰ Γαλλιηνὸν βασιλείαν: οἷς συνανείληπται περὶ ὧν Κάρποι καὶ ἕτερα βάρβαρα ἔθνη κατὰ τὴν Ἑλλάδα καὶ Θρᾴκην καὶ Ἰωνίαν διαπολεμοῦντες ἔπραξαν. Καὶ Εὐσέβιος δὲ ἀπὸ Ὀκταβιανοῦ καὶ Τραϊανοῦ καὶ Μάρκου λαβὼν ἕως τῆς τελευτῆς Κάρου κατήντησεν. Γέγραπται δὲ περὶ τῶν χρόνων τούτων ἔνια Ἀρριανῷ τε καὶ Ἀσινίῳ Κουαδράτῳ. Περὶ δὲ τῶν ἑξῆς χρόνων Ζωσίμῳ ἱστόρηται μέχρις Ὀνωρίου καὶ Ἀρκαδίου τῶν βασιλέων: καὶ ὅσα μετ̓ αὐτοὺς συνείλεκται Πρίσκῳ τῷ ῥήτορι, καὶ ἑτέροις. Ἅπερ ἅπαντα Εὐσταθίῳ τῷ Ἐπιφανεῖ ἐπιτέτμηται πανάριστα Suidas s.v. ἐν δύο τεύχεσιν, ἑνὶ μὲν ἕως ἁλώσεως Ἰλίου, τῷ δὲ ἑτέρῳ ἕως δωδεκάτου ἔτους τῆς Ἀναστασίου βασιλείας. Καὶ Προκοπίῳ δὲ τῷ ῥήτορι πεποίηται τὰ ἐξ ἐκείνου ἕως τῶν Ἰουστινιανοῦ χρόνων. Καὶ τὰ ἐχόμενα δὲ τούτοις Joh. Epiph. FHG iv 273 Ἀγαθίᾳ τῷ ῥήτορι καὶ Ἰωάννῃ ἐμῷ τε πολίτῃ καὶ συγγενεῖ καθ̓ εἱρμὸν ἱστόρηται, μέχρι τῆς Χοσρόου τοῦ νέου πρὸς Ῥωμαίους φυγῆς καὶ τῆς ἐς τὴν αὐτοῦ βασιλείαν ἀποκαταστάσεως: Μαυρικίου μηδαμῶς πρὸς τὴν πρᾶξιν ἐλινύσαντος, ὑποδεξαμένου δὲ βασιλικῶς, καὶ μάλιστα τάχιστα εἰς τὴν βασιλείαν χρήμασί τε μεγάλοις καὶ στρατεύμασι καταγαγόντος: εἰ καὶ μήπω ἔτυχον ἐκδεδωκότες. Περὶ ὧν καὶ ἡμεῖς τῆς ἄνωθεν ἐπιτρεπούσης εὐμενείας ἐν τοῖς ἐφεξῆς τὰ πρόσφορα λέξομεν. Τέλος τοῦ ε τόμου τῆς ἐκκλησιαστικῆς ἱστορίας Εὐαγρίου.

τάδε ἔνεστιν ἐν τῷ ἕκτῳ τόμῳ της ἐκκλησιαστικης ἱστορίας Εὐαγρίου Σχολαστικοῦ:

α Περὶ τοῦ γάμου Μαυρικίου καὶ Αὐγούστης.

β Περὶ Ἀλαμουνδάρου τοῦ Σαρακηνοῦ, καὶ τοῦ υἱοῦ αὐτοῦ Νααμάνου.

γ Περὶ τῆς στρατηγίας Ἰωάννου καὶ Φιλιππικοῦ, καὶ ὧν πεπράχασι.

δ Περὶ τῆς στρατηγίας Πρίσκου, καὶ ὧν πέπονθεν ὑπὸ τοῦ στρατοῦ ἐπαναστάντος αὐτῷ.

ε Περὶ τῆς Γερμανοῦ εἰς τὴν τῶν ὅλων ἀρχὴν ἀκουσίουκατασχέσεως.

ς Ὡς ὁ βασιλεὺς Φιλιππικὸν πάλιν ἐξαπέστειλεν, ὁ δὲ στρατὸς τοῦτον οὐ παρεδέξατο.

ζ Περὶ Γρηγορίου τοῦ Θεουπόλεως, καὶ τῆς κατ̓ αὐτοῦ γενομένης συκοφαντίας, ὅπως τε ταύτην ψευδῆ διήλεγξεν.

η Ὡς πάλιν ὑπὸ σεισμῶν ἡ Θεούπολις ἔπαθεν.

θ Ὡς οἱ Βάρβαροι θαρρήσαντες τῇ τοῦ στρατοῦ κατὰ τοῦ βασιλέως ἀποστάσει τούτοις προσβαλόντες ὑπὸ Γερμανοῦ ἡττήθησαν.

ι Περὶ τῆς τοῦ βασιλέως εἰς τοὺς ἀποστάτας φιλανθρωπίας.

ια Ὡς Γρηγόριος ὁ Θεουπόλεως εἰς διαλλαγὰς ἐξαπεστάλη τοῦ στρατοῦ.

ιβ Δημηγορία Γρηγορίου πρὸς τὸν στρατόν.

ιγ Ὅτι μετὰ τὸ δημηγορῆσαι Γρηγόριον, μετέθεντο ταῖς γνώμαις οἱ στρατιῶται, καὶ πάλιν δέχονται Φιλιππικὸν στρατηγόν.

ιδ Περὶ τῆς ἁλώσεως Μαρτυροπόλεως.

ιε Περὶ τῆς στρατηγίας Κομεντιόλου, καὶ ἁλώσεως τοῦ Ὄκβας.

ις Περὶ τῆς ἀναιρέσεως Ὁρμίσδου.

ιζ Περὶ τῆς πρὸς ἡμᾶς φυγῆς τοῦ νέου Χοσρόου.

ιη Ὡς ὁ βασιλεὺς Γρηγόριον καὶ Δομετιανὸν εἰς ἀπαντὴν Χοσρόου ἐξαπέστειλεν.

ιθ Ὡς πάλιν τὴν ἀρχὴν Περσῶν Χοσρόης ἔλαβε, Ῥωμαίων αὐτῷ συναραμένων.

κ Ὅτι κατ̓ ἐκεῖνο καιροῦ ἡ ἁγία μήτηρ ἦν Γολανδούχ.

κα Περὶ ὧν ἔπεμψε Χοσρόης ἀναθημάτων τῷ ἁγίῳ μάρτυρι Σεργίῳ.

κβ Περὶ Νααμάνου τοῦ Σαρακηνοῦ.

κγ Περὶ τῆς τελευτῆς τοῦ ἐν ἁγίοις Συμεὼν τοῦ Στυλίτου τοῦ νέου.

κδ Περὶ τῆς τελευτῆς Γρηγορίου ἐπισκόπου Θεουπόλεως, καὶ ἀποκαταστάσεως Ἀναστασίου.

Μαυρίκιος δέ, ἐπεὶ παρέλαβε τὴν ἀρχήν, πρῶτα μὲν Niceph. xviii 8 Simoc. i 10 Theophan. 252 τὰ περὶ τὸν γάμον ἐξηρτύετο, καὶ κατὰ τοὺς βασιλικοὺσθεσμοὺς Αὐγοῦσταν, τὴν καὶ Κωνσταντῖναν, ἐσοικίζεται, τῆς τε τῶν γάμων πομπῆς μεγαλοπρεπῶς γεγενημένης δημοθοινίας τε καὶ ἀγερωχίας ἑκασταχοῦ τῆς πόλεως. Παρῆσαν δὲ τῷ γάμῳ θεοσέβειά τε καὶ βασιλεία δορυφοροῦσαί τε ἐκπρεπέστατα καὶ δωροφοροῦσαι τὰ τιμιώτατα.Ἡ μὲν γὰρ πατέρα τε καὶ μητέρα παρείχετο, σεμνῇ πολιᾷ αἰδεσίμῳ τε ῥυτίδι τὸν γάμον ἁγιάσοντας, οὐχ ἱστορηθὲν ἐς βασιλέας πώποτε, ἀδελφούς τε καλοὺς καὶ ὡραίους τὴν γαμήλιον πομπὴν σεμνύνοντας. Ἡ δέ γε ἀμπεχόνην χρυσόπαστον, ἁλουργίδι καὶ λίθοις Ἰνδῶνκεκοσμημένην, στεφάνους τε χρυσῷ πολλῷ καὶ ταῖς ἐκ λίθων ποικιλίαις τε καὶ διαυγείαις τιμαλφεστάτους, ἅπαντάς τε τοὺς ἐν ἀξιώσεσι περὶ τὴν αὐλὴν καὶ στρατείαις ἐναριθμίους, κηρούς τε γαμηλίους ἐξάπτοντας μεγαλοπρεπῶς τε ἐσταλμένους καὶ ἐξ ὧν γνωρίζοιντο, καὶ τὴννυμφαγωγὸν πανήγυριν ἀνυμνοῦντας: ὥστε τῆς πομπῆς ἐκείνης μηδὲν τῶν ἐν ἀνθρώποις σεμνοπρεπέστερον ἣ εὐδαιμονέστερον γενέσθαι πώποτε. Καὶ Δαμόφιλος μέν Plut. 316 c s#3. φησι τὰ κατὰ Ῥώμην ἀναγράφων,Πλούταρχον τὸν Χαιρωνέα σαφῶς εἰπεῖν ὅτι διὰ ταύτην μόνην ἐσπείσαντο πρὸς ἀλλήλας ἀρετή τε καὶ τύχη. Ἐγὼ δὲ ἂν φαίην ὡς θεοσέβειά τε καὶ εὐδαιμονία ἐπὶ Μαυρικίῳ μόνῳ οὕτω συνηλθέτην, τῆς θεοσεβείας βιασαμένης τὸ εὔδαιμον καὶ περιτρέπεσθαι παντάπασιν οὐκ ἐνδούσης. Ἐσπούδακε δὲ λοιπὸν οὐκ ἐν τῷ σώματι μόνῳ, ἀλλὰ γὰρ καὶ ἐν τῇ ψυχῇ περιβαλέσθαι τὴν ἁλουργίδα καὶ τὸν στέφανον. Μόνος γὰρ τῶν πρώην βασιλέων ἑαυτοῦ βεβασίλευκε, καὶ αὐτοκράτωρ ὄντως γενόμενος τὴν μὲν ὀχλοκρατείαν τῶν παθῶν ἐκ τῆς οἰκείας ἐξενηλάτησε ψυχῆς, ἀριστοκρατίαν δὲ ἐν τοῖς ἑαυτοῦ λογισμοῖς καταστησάμενος, ζῶν ἀρετῆς ἄγαλμα ἑαυτὸν παρέσχετο πρὸς μίμησιν ἐκπαιδεύων τὸ ὑπήκοον. Ἅπερ οὐ πρὸς θωπείαν εἴρηταί μοι: τί γὰρ καὶ λελέξεται, ἀγνοοῦντος ἐκείνου τὰ γραφόμενα; Παραστήσει δὲ ταῦθ̓ οὕτως ἔχειν τά τε ἐκ τοῦ θεοῦ δεδωρημένα γε αὐτῷ, τά τε παντοίως συνενεχθέντα, ἅπερ ἡμῖν ὁμολογουμένως ἐς τὸν θεὸν ἀνακτέον.

Οὗτος πρὸς τοῖς ἄλλοις ἅπασι διεσπούδακε μηδενὸς Niceph. xviii 10 τῶν ὑποδίκων τῇ βασιλείᾳ αἷμα παντάπασιν ἐκχέαι. Ἀμέλει τοιγαροῦν οὔτε Ἀλαμούνδαρον τῶν Σκηνητῶν Ἀράβων ἡγούμενον τό τε πολίτευμα αὐτόν τε καταπροδόντα, ὡς πρόσθε μοι δεδιήγηται, ἀνεῖλε: μόνης δὲ νήσου προσετίμησε σὺν γυναικὶ καὶ τῶν παίδων ἐνίοις, καὶ πρὸς τὴν Σικέλων ἐξοικίσαι. Νααμάνην δὲ τὸν τούτου παῖδα, μυρίων κακῶν ἐμπλήσαντα τὸ πολίτευμα, Φοινίκην τε Joh. Ephes. iii 42 ἑκατέραν Παλαιστίνας τε ληϊσάμενον καὶ ἀνδραποδίσαντα διὰ τῶν ἀμφ̓ αὐτὸν βαρβάρων, ὅτε Ἀλαμούνδαρος ἥλω, πάντων αὐτοῦ θάνατον καταψηφισαμένων, ἐν ἐλευθέρᾳ φυλακῇ φρουρεῖ, μηδὲν ἐπέκεινα κακῶν: ἃ καὶ ἐφ̓ ἑτέροις ἀναρίθμοις πέπραχεν, ὡς ἕκαστα προσφόρως λελέξεται.

Πέπομφε μὲν οὖν ὁ Μαυρίκιος στρατηγὸν τῶν Niceph. xviii 10 Sinoc. i 9, 12 ἑῴων ταγμάτων πρῶτα μὲν Ἰωάννην Θρᾷκα γένος, ὅς τινα μὲν πταίσας, τινὰ δὲ καὶ ἀναμαχεσάμενος, οὐδὲν ὅ τι καὶ λόγου ἄξιον πέπραχε: μετ̓ αὐτὸν δὲ Φιλιππικὸν Simoc. i 13 s#3. Theophan. 253 s#3. κῆδος πρὸς αὐτὸν ἔχοντα, τὴν ἑτέραν γὰρ ταῖν ἀδελφαῖν αὐτοῦ γεγαμήκει. Ὃς καὶ κατὰ τὴν ὑπερορίαν διαβὰς πάντα τε τὰ ἐν ποσὶ ληϊσάμενος, μεγάλων λαφύρων ἐγκρατὴς γέγονεν, εἶλέ τε πολλοὺς τῶν εὐγενῶν τε καὶ εὐπατριδῶν τῆς Νισίβεως καὶ τῶν ἄλλων τῶν ἐντὸς τοῦΤίγριδος ποταμοῦ. Συνεπλάκη δὲ καὶ Πέρσαις, καὶ μάχης καρτερᾶς γενομένης πολλῶν τε καὶ ἀξιολόγων Περσῶν Simoc. ii 4, 5 πεπτωκότων, καὶ ζωγρίας πολλοὺς εἶλε, καί τινα λόχον ἐκδραμόντα ἔν τινι τῶν εὐφυῶν γεωλόφων δυνάμενος ἐξελεῖν, ἐφῆκεν ἀπαθεῖς, ὑποσχομένους πείθειν τὸν σφῶνβασιλέα εἰρήνης πέρι τὴν ταχίστην ἐκπέμπειν. Καὶ ἕτερα δὲ στρατηγῶν κατεπράξατο, τῶν περιττῶν καὶ ἐς τρυφὴν ἀγόντων τὸν στρατὸν ἐλευθερώσας καὶ πρὸς τὸ κόσμιον καὶ εὐπειθὲς αὐτοὺς χαλινώσας. Ἃ τοῖς συγγράψασιν ἢ καὶ συγγράφουσι καταληπτέον, ὡς ἂν ἀκοῆς ἢ δόξησἔχοιεν ἢ καὶ ἐσχήκασιν: οἷς ὁ λόγος τῇ ἀγνοίᾳ περιολισθαίνων καὶ ἀποχωλεύων, ἢ προσπαθείᾳ θρυπτόμενος ἢ ἀντιπαθείᾳ τυφλώττων, τῶν ἀληθῶν διαμαρτάνει.

Μετ̓ αὐτὸν δὲ Πρίσκος τὴν στρατηγίδα μέτεισιν Niceph. xviii 11 Simoc. iii 1 Theophan. 260 ἀρχήν, οὐκ εὐπρόσοδός τις, οὐδὲ ἄτερ τῶν ἀναγκαίωνεὐπρόσβατος, τὸ πᾶν δὲ νομίζων καταπράττεσθαι εἰ τὰ πολλὰ καθ̓ αὑτὸν εἴη, ὡς ἐντεῦθεν καὶ τῶν στρατευμάτων δέει μᾶλλον ὑπειξόντων πρὸς τὰ κελευόμενα. Ὅτε δ̓ οὖν πρὸς τὸ στρατόπεδον ἀφίκετο, ὀφρυάζων καὶ ὑπερβλέπων καὶ πρὸς τὸ κομπωδέστερον ἐξησκημένος, προὐτίθει τινὰπερί τε τῆς τῶν στρατιωτῶν ἐς τοὺς πολέμους καρτερίας, περί τε τῆς ἀκριβοῦς ἐξοπλίσεως καὶ ὧν ἐκ τοῦ δημοσίου κομίσαιντο. Οἳ καὶ πρώην περὶ τούτων πεπυσμένοι ἐς τοὐμφανὲς τὸν θυμὸν ἐξέρρηξαν, ὁμόσε χωρήσαντες ἔνθα ἦν σκηνησάμενος, ληῒζονται μὲν βαρβαρικῶς ὅσα μεγαλοπρεπῶςSimoc. iii 2 αὐτῷ διεσκεύαστο καὶ τῶν κειμηλίων τὰ τιμιώτατα, μικροῦ δὲ καὶ αὐτὸν διεχρήσαντο, εἰ μή τινι τῶν παρόχων ἵππων ἐπιβὰς κατὰ τὴν Ἔδεσαν διεσώθη: ἣν Ibid. iii 3 καὶ πέμψαντες ἐπολιόρκησαν τὸν Πρίσκον ἐξαιτούμενοι.

Ὡς δὲ οἱ τῆς πόλεως οὐκ ἐνεδίδοσαν, ἀφέντες μὲν Niceph. xviii 11 Simoc. iii 2 Thecophan. 260 αὐτοῦ Πρίσκον, βίᾳ δὲ καὶ χερσὶ ζωγρήσαντες Γερμανὸν τὸν ἐν Φοινίκῃ Λιβανησίας στρατιωτικῶν ταγμάτων ἡγούμενον, χειροτονοῦσι σφῶν ἡγεμόνα τό γε ἐπ̓ αὐτοὺς καὶ αὐτοκράτορα. Τοῦ δὲ ἀντιτείνοντος καὶ τῶν σφοδρότερον ἐγκειμένων, ἔριδός τε ἀμφοῖν οὔσης τοῦ μὲν μὴ βιασθῆναι, τῶν δὲ ἐξεργάσασθαι, καὶ τῶν μὲν ἀποκτανεῖν ἐνδεικνυμένων εἰ μὴ ἑκὼν ἐνδέχοιτο, τοῦ δὲ μάλα δὴ καὶ τοῦτο ἐνδεχομένου, ὡς οὔτε φοβοῖτο οὔτε καταπλήττοιτο, ἐτράποντο ἐπί τινας αἰκιῶν τε καὶ λωβήσεων ἐπιχειρήσεις, ἃς οὐδαμῆ ὑποίσειν αὐτὸν ᾤοντο: οὐ γὰρ ἂν καὶ τῆς φύσεως καὶ τῆς ἡλικίας ἔσεσθαι ἀτεγκτότερον. Καὶ καταρξάμενοί γε καὶ ἀποπειράσαντες αὐτὸν σὺν εὐλαβείᾳ τε καὶ φειδοῖ, τέλος ἄκοντα βιάζονται συνθέσθαι τε καὶ διομόσασθαι ἦ μὴν τὰ πιστὰ φυλάξειν αὐτοῖς. Ἔνθεν οὖν ἄρχειν ἀρχόμενον καὶ κρατεῖν κρατούμενον καὶ εἰλημμένον δεσπόζειν σφῶν κατηνάγκαζον. Τοὺς δέ γε ἄλλους ἅπαντας ταξιάρχους, λοχαγούς τε καὶ χιλιάρχους, καὶ τοὺς ὅσοι ἑκατοστύος ἢ δεκάδος ἦρχον ἐκδιώξαντες, σφίσι χειροτονοῦσιν οὓς ἐβούλοντο, ἀναφανδὸν τὴν βασιλείαν βλασφημοῦντες, καὶ τῶν μὲν βαρβάρων μετριώτερον περὶ τοὺς συντελεῖς τὰ πολλὰ διαγιγνόμενοι, συμμάχων δὲ ἢ πολιτείας δούλων καὶ μάλα γε ἀλλοτρίως: οὐδὲ γὰρ τακτοῖς μέτροις ἢ σταθμοῖς τὰς σιτίσεις ἐκομίζοντο, οὐδὲ μόναις ταῖς ἀπονενεμημέναις ἠρκοῦντο, ἀλλ̓ ἦν ἑκάστῳ θεσμὸς ἡ γνώμη καὶ μέτρον νενομισμένον ἡ βούλησις.

Ταῦτα διαθήσοντα Φιλιππικὸν βασιλεὺς ἐκπέμπει: Niceph. xvii 11 ὃν οὐ μόνον οὐκ ἐσεδέξαντο, ἀλλὰ κἂν εἴ τινα ἐκείνῳ προσήκειν ὑπειλήφεσαν, περὶ τῶν ἐσχάτων ἐκινδύνευσεν.

Ἐν τούτοις ὄντων τῶν πραγμάτων, ἐπάνεισι τῆς Joh. Ephes. v 17Βασιλίδος Γρηγόριος ὁ Θεουπόλεως ἐπίσκοπος, ἤδη τὸν ἀγῶνα νενικηκὼς ὃν ἱστορήσων ἔρχομαι. Ἀστερίου τὴν Niceph. xviii 12 ἑῴαν ἀρχὴν διέποντος, ἔριδός τέ τινος συστάσης αὐτῷ τε καὶ Γρηγορίῳ, τὸ πᾶν τῆς πόλεως κεφάλαιον ἐς τὴν Ἀστερίου μοῖραν ἀπεκρίθη, προσέλαβε δὲ καὶ εἴ τι δημῶδες ἦν καὶ τὰς τέχνας τῇ πόλει συνεπλήρου. Ἕκαστοι γὰρ βεβλάφθαι τι ἐνισχυρίζοντο. Λοιπὸν δὲ καὶ ὁ δῆμοσἀφείθη πρὸς τὰς κατ̓ αὐτοῦ βλασφημίας. Ἄμφω τοιγαροῦν τὼ δήμω ἐς μίαν συνήτην γνώμην, καὶ κατά τε τὰς λεωφόρους ἀνά τε τὸ θέατρον τὰς κατὰ τοῦ ἱερέως ὕβρεις ἐπεβόων, οὐδὲ τῶν ἀπὸ τῆς σκηνῆς τούτων ἀποσχομένων. Καὶ παύεται μὲν τῆς ἀρχῆς Ἀστέριος, ἐγχειρίζεται δὲταύτην Ἰωάννης, πρὸς τοῦ βασιλέως κελευσθεὶς τὴν τῶν κινουμένων ζήτησιν ποιήσασθαι, ἀνὴρ οὐδὲ τὰ σμικρότατα τῶν πραγμάτων, μή τί γε δὴ τὴν τοσαύτην ὑπόθεσιν διοικήσασθαι οἷός τε ὤν. Θορύβων τοίνυν καὶ ταραχῶν τὴν πόλιν ἐμπλήσας,προγράμμασί τε χρησάμενος εἴ τις κατηγορεῖν τοῦ ἱερέως βούλοιτο, δέχεται γραφὰς κατ̓ αὐτοῦ πρός τινος τραπέζης ἀργυρίων προεστηκότος, λεγούσας τῇ τε οἰκείᾳ ἀδελφῇ ἐπιπλακῆναι, ἑτέρῳ ἀνδρὶ συνοικεῖν λαχούσῃ: δέχεται δὲ καὶ παῤ ἑτέρων τοιούτων περὶ τῆς εὐετηρίας τῆς πόλεως,ὡς αὐτοῦ ταύτῃ πολλάκις λυμηναμένου. Καὶ περὶ μὲν τῆς εὐετηρίας τὰς ἀπολογίας ὑπέδυ, περὶ δὲ τῶν ἄλλων βασιλέα τε καὶ σύνοδον ἐπεκαλέσατο. Περὶ τούτων οὖν ἐμοῦ παρεδρεύοντος καὶ παρόντος γε αὐτῷ κατὰ τὴν βασιλέως γέγονε τὴν ἀπολογίαν ὑφέξων. Καὶ τῶν ἑκασταχοῦπατριαρχῶν, τῶν μὲν δἰ ἑαυτῶν, τῶν δὲ καὶ δἰ ἑτέρων τῇ ζητήσει παραγενομένων, προσέτι δὲ καὶ τῆς ἱερᾶς γερουσίας καὶ πολλῶν ὁσιωτάτων μητροπολιτῶν, τῆς ὑποθέσεως δοκιμασθείσης, μετὰ πολλοὺς ἀγῶνας κρατεῖ: ὥστε τὸν κατήγορον νεύροις αἰκισθέντα καὶ τὴν πόλινπεριαχθέντα ἐξοστρακισμοῦ προστιμηθῆναι. Ἐντεῦθεν οὖν ἐπάνεισι πρὸς τὸν οἰκεῖον θρόνον, τῶν στρατευμάτων στασιαζόντων καὶ Φιλιππικοῦ ἀμφὶ Βέροιαν καὶ Χαλκίδα τὰς πόλεις ἐνδιατρίβοντος.

Καὶ τεσσάρων διαγενομένων μηνῶν μετὰ τὴν αὐτοῦ Niceph. xviii 13 Joh. Nikiu c. 101 p. 536 ἄφιξιν, ἔτος ἕβδομον καὶ τριακοστὸν καὶ ἑξακοσιοστὸν χρηματιζούσης Θεουπόλεως, μετὰ ἓν καὶ ἑξηκοστὸν ἔτος τῶν προτέρων σεισμῶν, ἐμοῦ κατὰ τὴν ἕνην καὶ νέαν ἡμέραν τοῦ Ὑπερβερεταίου μηνὸς κόρην παρθένον νυμφεύοντος, καὶ τῆς πόλεως ἑορταζούσης καὶ δημοτελῆ πανήγυριν ἀγούσης περί τε τὴν πομπὴν καὶ τὴν παστάδα, ἀμφὶ τρίτην ἐπιλύχνιον ὥραν, βρασμὸς καὶ κλόνος ἐπελθόντες τὴν πᾶσαν μὲν κατέσεισαν πόλιν: τὰ πολλὰ δὲ καὶ κατήγαγον αὐτῶν τῶν βάθρων ἀναβρασθέντων, ὥστε πάντα τὰ περὶ τὴν ἁγιωτάτην ἐκκλησίαν ἐς ἔδαφος ἐνεχθῆναι, μόνου τοῦ ἡμισφαιρίου περισωθέντος, ἐκ τῶν Δάφνης ξύλων πρὸς Ἐφραιμίου διασκευασθέντος, ἐκ τῶν ἐπὶ Ἰουστίνου σεισμῶν παθόντος: ὅπερ ἐκλίθη ἐκ τῶν ἐφεξῆς κλόνων κατὰ τὸ βόρειον μέρος ὥστε καὶ ἀντερείδοντα ξύλα βαλεῖν, ἃ καὶ πεπτώκασι τῷ σφοδρῷ κλόνῳ ὑπονοστήσαντος τοῦ ἡμισφαιρίου καὶ ὡς ἔκ τινος κανόνος ἐς τὸν ἴδιον ἀποκαταστάντος χῶρον. Πέπτωκε δὲ καὶ τὰ πολλὰ τῆς καλουμένης Ὀστρακίνης, καὶ ὃ πρόσθεν ἔφαμεν Ψηφίον, καὶ σύμπαντα τὰ καλούμενα Βυρσία, καὶ τὰ περὶ τὸν πάνσεπτον σηκὸν τῆς θεοτόκου, μόνης τῆς μέσης στοᾶς παραδόξως σωθείσης. Πεπόνθασι δὲ καὶ σύμπαντες οἱ πύργοι τοῦ πεδίου, τῆς λοιπῆς οἰκοδομίας ἀπαθοῦς μεινάσης τῶν ἐπάλξεων δίχα. Τούτων γὰρ ἔνιοι λίθοι ἐκ τοὔμπαλιν μετεστράφησαν οὐ πεπτωκότες. Πεπόνθασι δὲ καὶ ἕτεροι νεῲ καὶ τῶν δημοσίων βαλανείων ἑκάτερον τὸ πρὸς τὰς ὥρας διῃρημένον. Καὶ πλῆθος δὲ ἀστάθμητον ἥλω, καὶ ὡς εἴκαζον ἔνιοι τῷ ἄρτῳ τεκμαιρόμενοι, ἀμφὶ τὰς ἑξήκοντα χιλιάδας παρανάλωσεν ὁ πόνος οὗτος. Σώζεται οὖν ὁ ἱερεὺς ὑπέρτερον πάσης ἐλπίδος, τοῦ καταγωγίου σύμπαντος πεπτωκότος ἔνθα καὶ αὐτὸς καθῆστο, καὶ μηδενὸς τὸ παράπαν διασωθέντος ἢ μόνων τῶν ἀμφ̓ αὐτὸν ἑστώτων: οἳ καὶ φοράδην ἀνελόμενοι διά τινος καλωδίου κατήγαγον ἑτέρου σεισμοῦ τόπον διορύξαντος, καὶ τῶν κινδύνων ὑπεξήγαγον. Καὶ ἕτερον δὲ γέγονε τῇ πόλει σωτήριον, τοῦ φιλανθρώπου θεοῦ φειδοῖ τὴν ἀπειλὴν θήξαντος κλάδῳ τε οἴκτου καὶ ἐλέου τὴν ἁμαρτίαν σωφρονίσαντος. Οὐδεὶς γὰρ ἐμπρησμὸς γέγονε, τοσαύτης φλογὸς τὴν πόλιν περιεχούσης, ἔκ τε τῶν ἐσχαρῶν καὶτῶν δημοσίων καὶ ἰδιωτικῶν λύχνων ὀπτανείων τε πνιγέων τε αὖ καὶ βαλανείων καὶ ἑτέρων ἀναρίθμων. Ἐλήφθησαν δὲ καὶ τῶν ἀξιολόγων πλεῖστοι, μεθ̓ ὧν καὶ Ἀστέριος ἔργον τῶν σεισμῶν γέγονε. Καὶ τὸ μὲν πάθος τῆς πόλεως χρήμασιν ὁ βασιλεὺς παρεμυθήσατο.

Τὰ δὲ τοῦ στρατοῦ παραπλησίως εἶχεν, ὥστε καὶ Niceph. xviii 14 Simoc. iii 3.4 τοὺς βαρβάρους ἐπιστρατεῦσαι, πειθομένους μηδένα σφᾶς κωλύσειν τὰ βαρβάρων πράττοντας. Ὑπαντιάζει δὲ τούτοις ὁ Γερμανὸς σὺν τοῖς ἀμφ̓ αὐτόν, καὶ οὕτω κατὰ κράτος νικήσας διέφθειρεν ὥστε μηδὲ ἀγγελιώτην τῆς συμφορᾶσΠέρσαις ὑπολειφθῆναι.

Ἀμείβεται μὲν οὖν βασιλεὺς τὸν στρατὸν χρήμασιν, Niceph. xviii 14 ἀναγαγὼν δὲ Γερμανὸν καὶ ἑτέρους ἐς κριτήριον καλεῖ. Καὶ πάντες μὲν θανάτου κατεψηφίσθησαν: οὐ μὴν εἴασεν ἄχαρί τι παθεῖν, ἀλλὰ καὶ γερῶν ἠξίωσεν.Simoc. i 3 — 8 Theophan. 253, 254 Τούτων ὧδε χωρούντων, οἱ Ἄβαρεις δὶς μέχρι τοῦ καλουμένου μακροῦ τείχους ἐλάσαντες, Σιγγηδόνα Ἀγχίαλόν τε καὶ τὴν Ἑλλάδα πᾶσαν καὶ ἑτέρας πόλεις τε καὶ φρούρια ἐξεπολιόρκησαν καὶ ἠνδραποδίσαντο, ἀπολλύντες ἅπαντα καὶ πυρπολοῦντες, τῶν πολλῶν στρατευμάτωνκατὰ τὴν ἑῴαν ἐνδιατριβόντων. Πέμπει δέ γε βασιλεὺς Ἀνδρέαν, τῶν βασιλικῶν ὑπασπιστῶν πρῶτον γενόμενον, πείσοντα τὸν στρατὸν τοὺς προτέρους λοχαγούς τε καὶ λοιποὺς ἐσδέξασθαι.

Ὧν μηδὲ μέχρις ὤτων ὑπομεινάντων τὸ κέλευσμα,Niceph. xviii 14 ἐς Γρηγόριον τὸ πρᾶγμα μετασκευάζεται, οὐ μόνον ὅτι τὰ μέγιστα ἐξεργάσασθαι οἶός τε καθεστήκει, ἀλλ̓ ὅτι καὶ πολλὴν ὦφλε τιμὴν αὐτῷ τὸ στράτευμα, τῶν μὲν χρήμασι δεξιωθέντων πρὸς αὐτοῦ, τῶν δὲ καὶ ἐσθῆσι βρωτοῖς τε καὶ ἑτέροις, ὅτε στρατολογηθέντες ἐκ καταλόγου δἰ αὐτοῦ παρῄεσαν. Ἀγείρει τοίνυν τοὺς ἐς πρῶτα τοῦ στρατοῦ τελοῦντας, ἀγγελιαφόρους ἑκασταχοῦ πέμψας, ἐν Λιτάρβοις τῷ χωρίῳ, διεστῶτι Θεουπόλεως ἀμφὶ τοὺς τριακοσίους σταδίους. Παῤ οὓς αὐτὸς γενόμενος, καὶ ταῦτα κλινοπετὴς ὑπάρχων, ἔλεξε τοιάδε:

Ἐγὼ μὲν, ὦ ἄνδρες Ῥωμαῖοι τὴν προσηγορίαν Niceph. xviii 15 καὶ τὰ πράγματα, ᾤμην ἐκ παλαιοῦ τὴν ὑμῶν παῤ ἡμᾶς ἄφιξιν ἔσεσθαι, κοινωσομένων τὰ παρόντα, βουλήν τε ληψομένων ἣν ἡ πρὸς ὑμᾶς εὔνοια κατεπαγγέλλεται, τοῖς προλαβοῦσιν οὐκ ἐνδοιαστῶς βεβαιωθεῖσα, ὅτε τὸν νηίτην ὑμῶν κλόνον καὶ τὸν ἐντεῦθεν σάλον τοῖς ἐπιτηδείοις ἐδεξιούμην. Ἀλλ̓ ἐπεὶ μέχρι τοῦδε παρῶπται, ἴσως ἄνωθεν οὐκ ἐνδοσίμου γενομένου ἵνα Πέρσαι μὲν τὴν Ῥωμαίων τέλεον ἀνδρείαν ἐκμάθοιεν πρὸς ἀνδρῶν ἀστρατηγήτων ἐκπολεμηθέντες, ἡ δέ γε ὑμῶν ἀκραιφνὴς εὔνοια διὰ πάντων βεβαιωθείη τῷ καιρῷ βασανισθεῖσα καὶ τοῖς ἔργοις μαρτυρηθεῖσα — δεδείχατε γὰρ ὡς εἰ καὶ πρὸς τοὺς στρατηγήσαντας ὑμῶν τὴν λύπην ἐκληρώσασθε, οὐδὲν ὑμῖν τοῦ πολιτεύματος προὐργιαίτερον — , φέρε νῦν περὶ τῶν πρακτέων σκοπήσωμεν. Βασιλεὺς ὑμᾶς προσκαλεῖται, πάντων τῶν ἡγησαμένων ἀμνηστίαν κατεπαγγελλόμενος, τὴν ἐς τὴν πολιτείαν ὑμῶν εὔνοιαν καὶ τὴν παρὰ τὸν πόλεμον ἀνδρείαν ἐς ἱκετηρίαν καὶ θαλλοὺς δεξάμενος, ταῦτα δοὺς ὑμῖν τῆς ἀφέσεως ἐνέχυρα πάντων ἀσφαλέστατα: καί φησιν ὡς εἰ ὁ θεὸς τῇ εὐνοίᾳ τὸ πλέον δέδωκε, καὶ τῶν ἁμαρτάδων ἐξωσθεισῶν ἡ ἀνδρεία διεφάνη, σαφὴς ἔλεγχος τῆς συγχωρήσεως γενομένη, πῶς οὐχ ἕψομαι τῇ θείᾳ κρίσει,εἴπερ καρδία βασιλέως ἐν χειρὶ θεοῦ καὶ οὗ ἂν θέλῃ κλίνει αὐτήν. Ὑπείξατέ μοι οὖν, ὦ Ῥωμαῖοι, τάχιστα, καὶ μὴ καταπροδῶμεν τὸν παρόντα καιρόν, μηδὲ παρολισθήσῃ διαμαρτών. Μισεῖ γὰρ κρατεῖσθαι διαδραμών, καὶ ὥσπερ ἀγανακτῶν ὅτι γε παρώφθη, δὶς ληπτὸς εἶναι καθάπαξοὐκ ἀνέχεται. Κληρονομήσατε οὖν τοὺς πατέρας τῆς εὐηκοΐας ὥσπερ τῆς ἀνδρείας ἐκληρονομήσατε, ἵνα διὰ πάντων Ῥωμαῖοι δειχθῆτε, καὶ μηδεὶς ὑμῶν ἅψηται μῶμος ἢ νενοθευμένους ὑμᾶς παῖδας δείξῃ. Ὑπὸ τοῖς ὑπάτοις καὶ βασιλεῦσι ταττόμενοι οἱ ὑμᾶς φύσαντες πειθοῖ καὶἀνδρείᾳ τὸ οἰκούμενον ἅπαν προσεκτήσαντο. Μάλλιος Τουρκουᾶτος τὸν παῖδα στεφανώσας ἀνεῖλεν, ἀνδρισάμενον μέν, ἀπειθήσαντα δέ. Τῶν γὰρ ἀγόντων εὐβουλία καὶ τῶν ἀγομένων εὐπείθεια μεγάλα πεφύκασιν ἀγαθὰ κατεργάζεσθαι. Θάτερον δὲ τοῦ ἑτέρου χηρεῦον χωλεύει καὶπεριτρέπεται καὶ σφάλλεται πάντως, τῆς ἀρίστης ξυνωρίδος διαλυομένης. Μὴ οὖν μέλλετε, πείσθητε δέ μοι, ἱερωσύνης βασιλείᾳ καὶ στρατῷ μεσιτευούσης: καὶ δείξατε ὡς οὐ τυραννὶς τὰ ὑμέτερα, ἀλλὰ δικαία πρὸς μικρὸν ἀγανάκτησις κατὰ τῶνἀδικησάντων ὑμᾶς στρατηγῶν. Εἰ γὰρ μὴ τὴν ταχίστην προσδράμοιτε, ἐγὼ μὲν ἐξοσιώσομαι καὶ τὴν ἐς τὴν πολιτείαν εὔνοιαν, καὶ τὴν ἐς ὑμᾶς φιλίαν, ὑμεῖς δὲ σκοπεῖτε ποῖα τῶν τυράννων τὰ τέλη. Ποῖ γὰρ καὶ περανεῖτε τὰ παρόντα; Ἀθρόους εἶναι τῶν ἀδυνάτων:Cf. Thucyd. 1, 120, 2 πόθεν γὰρ ἡ τῶν ὡραίων συγκομιδή, ἢ ὧν ἐς ἀντίληψιν ἡ θάλασσα τῇ ἠπείρῳ δίδωσιν, εἰ μή γε πολεμοῦντες Χριστιανοὺς καὶ πολεμούμενοι, τὰ πάντων αἴσχιστα δράσοιτε καὶ πείσοισθε; Καὶ ποῖ τὸ τέλος σποράδες γενόμενοι βιοτεύσοιτε; Αὐτόθεν παρὰ πόδας ἡ δίκη, συγγνώμηντοῦ λοιποῦ νέμειν οὐκ ἀνεχομένη. Δόντες οὖν δεξιὰς καὶ ἑαυτοῖς καὶ τῷ πολιτεύματι τὸ συνοῖσον σκοπήσωμεν, ὅταν καὶ τὰς ἡμέρας τοῦ σωτηρίου πάθους καὶ τῆς παναγίας ἀναστάσεως Χριστοῦ τοῦ θεοῦ συνεπιλαμβανομένας ἔχωμεν.

Τοσαῦτα εἰπὼν καὶ πλεῖστά γε ἐπιδακρύσας, Niceph. xviii 16 Simoc. iii 5 ὥσπερ ἐκ θείας τινὸς ῥοπῆς ἁπάντων τὰς γνώμας ἐν ἀκαρεῖ μετατέθεικεν: οἵπερ ἐξῄτησαν ὑπεξελθεῖν τοῦ συλλόγου καὶ καθ̓ αὑτοὺς περὶ τῶν πρακτέων βουλεύσασθαι. Ἧκον τοίνυν οὐ μετὰ πολὺ σφᾶς αὐτοὺς τῷ ἱερεῖ ἐγχειρίσαντες. Καὶ δῆτα Φιλιππικὸν αὐτοῖς ἐξονομάσαντος ἵν̓ αὐτοὶ στρατηγὸν σφίσιν ἐξαιτήσωσι, ὅρκοις δεινοῖς ἔφασκον περὶ τούτου διομόσασθαι καὶ τὸ σύμπαν στράτευμα. Ὁ δέ, μηδὲ πρὸς τοῦτο μελλήσας ἢ ὅλως ἐλινύσας, ἱερεὺς ἔφη κατὰ συγχώρησιν εἶναι ἐξουσίαν τε ἔχειν λύειν καὶ δεσμεῖν ἐπὶ γῆς τε καὶ οὐρανοῦ, καὶ τῆς Matth. xvi 19 θείας ἀπεμνημόνευε φωνῆς. Ἐνδόντων δὲ καὶ πρὸς τοῦτο, τὸν θεὸν λιταῖς καὶ προσευχαῖς ἐξωσιοῦτο: καὶ τοῦ ἀχράντου αὐτοῖς μεταδοὺς σώματος — ἧν γὰρ ἡ πάνσεπτος ἡμέρα δευτέρα ἡ τῷ ἁγίῳ ἐγγίζουσα πάθει — , πάντας δειπνίσας ἀμφὶ τοὺς δισχιλίους, στιβάδων ἐπὶ τῆς πόας σχεδιασθεισῶν, ὑπέστρεφε κατὰ τὴν ἑξῆς. Ἔδοξε δὲ αὐτοὺς συλλεγῆναι ᾗ βούλοιντο. Μεταπέμπεται τοιγαροῦν Φιλιππικόν, ἐν Ταρσοῖς τῶν Κιλίκων διάγοντα ἐπειγόμενόν τε κατὰ τὴν βασιλέως, ἀναγαγὼν τῇ βασιλείᾳ περὶ τούτων στείλας τε καὶ τὰς παρὰ τοῦ στρατοῦ περὶ Φιλιππικοῦ δεήσεις. Ὑπαντῶσι τοίνυν τῷ Φιλιππικῷ κατὰ τὴν Θεουπολιτῶν γενομένῳ, καὶ τοὺς ἠξιωμένους τῆς θείας παλιγγενεσίας εἰς ἱκετείαν προσλαβόμενοι προσπίπτουσιν αὐτῷ: καὶ δεξιὰς ἀμνηστίας λαβόντες σὺν αὐτῷ τὰς ἐπιστρατεύσεις ποιοῦνται. Οὕτω μὲν δὴ προκεχωρήκει ταῦτα.

Σίττας δέ τις τῶν ἐν Μαρτυροπόλει δεκαδάρχων, Niceph. xviii 17 Simoc. iii 5 Theophan. 261 31 πρός τινα τῶν αὐτόθι στρατιωτικῶν ἀρχόντων λυπηθεὶς καταπροδίδωσι τὴν πόλιν, τὴν ἀπόλειψιν τῶν ἐγκαθημένων αὐτὴν στρατιωτῶν ἐπιτηρήσας: καὶ λόχον Περσικὸν ὡς Ῥωμαῖον εἰσαγαγὼν τὴν πόλιν κατέσχεν ἐπικαιροτάτην Ῥωμαίοις καθεστῶσαν, τὰ μὲν πολλὰ τῶν γυναίων τῶν σφριγώντων εἴσω κρατήσας, ἅπαντας δὲ τοὺς ἄλλους χωρὶς ἐνίων οἰκετῶν ἐξελάσας. Εὐθέως μὲν οὖν ὁ Φιλιππικὸς αὐτοῦ τὴν ἔλασιν ἐποιεῖτο, καὶ περικαθίσας τὴνπόλιν ἐπολιόρκει, οὐδὲν τῶν ἐς πολιορκίαν ἐπιτηδείων ἔχων: ὅμως δ̓ οὖν ἐκ τῶν παρόντων αὐτῷ διεμάχετο, καί τινας διώρυχας ἐργασάμενος ῥίπτει τῶν πύργων ἕνα. Οὐ μὴν τὴν πόλιν ἐξίσχυσε παραστήσασθαι, τῶν Περσῶν διανυκτερευσάντων καὶ τὸ πεπτωκὸς κατασφαλισαμένων.Ὡς δὲ συχνὰ προσβαλόντες οἱ Ῥωμαῖοι τῷ τείχει ἀπεκρούοντο — ἐπίσκοπα γὰρ ἐξ ὑπερδεξίων ἐφέρετο κατ̓ αὐτῶν τὰ βέλη, καὶ πλέον ἐβλάπτοντο ἢ τοὺς ἔνδον ἐλύπουν — , λύουσι τὴν πολιορκίαν: καὶ σμικρὸν διαστάντες στρατοπεδεύονται, μόνον τὸ μὴ καὶ ἑτέρους προστεθῆναιΠέρσας ἐπιτηροῦντες. Κελεύμασι δὲ Μαυρικίου, καὶ Γρηγόριος ἀφικνεῖται πρὸς τὸ στρατόπεδον καὶ πείθει πρὸς τὴν πολιορκίαν ἐπανελθεῖν. Οὐ μήν τι πλέον ἐξεργάσασθαι οἷοί τε γεγόνασι, μηδενὸς τῶν ἑλεπόλεων μηχανῶν ὄντος. Ὅθεν διαλύεται μὲν ὁ στρατὸς διαχειμάσων, ἐς δὲτὰ σύνεγγυς φρούρια συχναὶ φρουραὶ καταλιμπάνονται, ἵνα μὴ λαθόντες Πέρσαι τῇ πόλει ἐπεισέλθωσι. Καὶ κατὰ τὸ ἑξῆς δὲ θέρος ἀθροισθέντος τοῦ στρατεύματος καὶ Περσῶν ἐπιστρατευσάντων, γίγνεται μὲν ἀμφὶ Μαρτυρόπολιν μάχη καρτερά. Καὶ τὸ πλέονἐσχηκότος Φιλιππικοῦ καὶ πολλῶν Περσῶν πεπτωκότων, ἑνὸς ἥρωος ἡσσηθέντος, ἱκανὴ πληθὺς Περσῶν ἐκπέπτωκεν ἐν Μαρτυροπόλει, ὃ καὶ μάλιστα διεσπουδάσθη αὐτοῖς. Ἐντεῦθεν πολιορκεῖν μὲν οἱ Ῥωμαῖοι τὴν πόλιν ἀπέγνωσαν — μηδὲ γὰρ δυνάμει ταύτην οἷόν τε παραστήσασθαι — ,ἑτέραν δὲ ἀντανιστῶσι πόλιν ἀπὸ σταδίων ἑπτὰ ἐπὶ τὰ ὄρεια καὶ ἐρυμνότερα μέρη, ὡς ἐπιτεχνήσεις τινὰς καὶ ἀντεπιχειρήσεις ποιοῖντο. Καὶ ταῦτα μὲν θερίζοντες ἔπραττον, τῷ δὲ χειμῶνι διελύοντο.

Καὶ πέμπεται τῆς ἡγεμονίας διάδοχος Κομεντίολος, Niceph. xviii 18 Simoc. iii 6 Θρᾷξ γένος: ὃς κράτιστα Πέρσαις συνεπλάκη, καὶ μικροῦ τὸν βίον κατέστρεψε σὺν καὶ τῷ ἵππῳ καταρραγείς, εἰ μή τις τῶν δορυφόρων ἔν τινι τῶν παρόχων ἵππων ἐπιβιβάσας τῆς μάχης ὑπεξήγαγεν. Φεύγουσι δ̓ οὖν οἱ περισωθέντες προτροπάδην, πάντας τοὺς σφετέρους ἡγεμόνας ἀποβαλόντες, καὶ κατὰ τὴν Νίσιβιν διασώζονται. Καὶ τὴν πρὸς τὸν σφῶν βασιλέα δεδιότες ἐπάνοδον — Ibid. iii 18 θάνατον γὰρ αὐτοῖς ἠπειλήκει, εἰ μὴ τοὺς ἡγεμόνας διασώσωσιν — , αὐτοῦ τὴν κατὰ Ὁρμίσδου τυραννίδα μελετῶσι, ἤδη καὶ Βαράμου στρατηγοῦ Περσῶν τοῦτο βουλεύοντος σὺν τοῖς ἀμφ̓ αὐτόν, ἐκ τῆς τῶν Τούρκων συμπλοκῆς ἐπανιόντος. Ἐν τούτῳ δὲ Κομεντίολος τὴν Μαρτυρόπολιν περικαθήμενος τοὺς μὲν πολλοὺς αὐτοῦ καταλείπει, αὐτὸς δὲ σὺν καί τισιν ἀριστίνδην ἐκλεγεῖσιν ἐκτρέχει κατὰ τὸ Ὄκβας ὀχυρώτατον φρούριον, ἀντικρὺ Ibid. iv 2 Joh. Ephes. vi 36 Μαρτυροπόλεως ἐς τὴν ἀντιπέρας ὄχθην διακείμενον ἐπί τινος σκοπέλου ἀποτόμου, ὅθεν καὶ ἄποπτος ἡ πᾶσα καθειστήκει πόλις: καὶ πολιορκήσας πείρας τε οὐδὲν ἀνιεὶς καὶ τοῦ τείχους τινὰ διὰ καταπελτῶν ῥίψας, ὑπερκαταβὰς αἱρεῖ κατὰ κράτος τὸ φρούριον. Ὅθεν λοιπὸν καὶ ἐν ἀπογνώσει Πέρσαις τὰ Μαρτυροπόλεως καθειστήκει.

Τούτων ὧδε δρωμένων, οἱ Πέρσαι τὸν Ὁρμίσδην Niceph. xviii 18 Simoc. iv 3-7 διεχρήσαντο, πάντων βασιλέων ἀδικώτατον γενόμενον, οὐ μόνον ὅτι χρήμασιν ἐζημίου τοὺς ὑπηκόους, ἀλλὰ καὶ θανάτων διαφόροις ἰδέαις.

Ἐγκαθιστῶσι δὲ μετ̓ αὐτὸν βασιλέα Χοσρόην Joh. Epiph. FHG iv 272 Simoc. iv 7-11 Theophan. 265 τὸν τούτου παῖδα, καθ̓ οὗ Βάραμος ἐπιστρατεύει μετὰ τῶν ἀμφ̓ αὐτόν. Ὧιπερ ὑπαντιάζει μὲν ὁ Χοσρόης μετά Niceph. xviii 20 τινος οὐκ ἀξιολόγου δυνάμεως, καὶ φεύγει, τοὺς οἰκείους ὁρῶν ἐθελοκακοῦντας. Ἀφικνεῖται δὲ κατὰ τὸ Κιρκήσιον, ὥς γε αὐτὸς ἔφη, τὸν θεὸν τῶν Χριστιανῶν ἐπικαλεσάμενος ἐκεῖσε τὸν ἵππον ἀπιέναι ἔνθα ἂν πρὸς αὐτοῦ ὁδηγοῖτο. Ἀφίκετο δὲ σὺν καὶ ταῖς γυναιξὶ καὶ παισὶ νεογνοῖς δύοκαί τισι Περσῶν τῶν εὐγενῶν, οἵπερ αὐτῷ ἐθελονταὶ κατηκολούθουν: κἀκεῖθεν πρὸς βασιλέα Μαυρίκιον πρεσβεύεται. Ὁ δέ, κἀν τούτῳ πανάριστα βουλευσάμενος, καὶ τὸν ἀσταθῆ καὶ κόθορνον βίον καὶ τὰς ἀγχιστρόφους παλιρροίας τῆς τῶν ἀνθρώπων ζωῆς καὶ τούτῳ διαμετρησάμενος,δέχεται τὴν ἱκετείαν, καὶ ξένον ἀντὶ φυγάδος Simoc. v 3 παῖδά τε ἀντὶ αὐτομόλου καθίστησι, δώροις βασιλικοῖς δεξιωσάμενος: οἷς ἐφιλοφρονήσατο οὐ μόνος αὐτὸς βασιλικῶς στείλας, ἀλλὰ καὶ τῆς βασιλίδος τὰ παραπλήσια περὶ τὰς ὁμοζύγους τοῦ Χοσρόου καὶ τῶν παίδων πρὸστοὺς παῖδας πραξάντων.

Πέμπει δὲ καὶ πᾶσαν βασιλικὴν δορυφορίαν καὶ Niceph. xviii 20 Simoc. iv 12 πάντα τὸν Ῥωμαίων στρατὸν σὺν καὶ τῷ στρατηγῷ, ἑψόμενον αὐτῷ ὅπη καὶ βούλεται, καὶ πρὸς μείζονος τιμῆς Ibid. 14 Theophan. 266 Δομετιανὸν ἐπίσκοπον Μελιτινῆς, αὐτοῦ συγγενῆ, ἄνδραφρενήρη καὶ ἀγχίνουν, λόγῳ τε καὶ ἔργῳ ἐς τὰ μάλιστα ἱκανώτατον, καὶ πρὸς τὰ μέγιστα τῶν πραγμάτων ἐξεργαστικώτατον. Πέμπει δὲ καὶ Γρηγόριον, ὃς ἐν ἅπασι κατέπληξε τὸν Χοσρόην, ὁμιλῶν, δωρούμενος, ἐπίκαιρα τοῖς πράγμασιν ἐσηγούμενος.

Παραγενόμενος δὲ μέχρι τῆς Ἱεραπολιτῶν ὁ Niceph. xviii 20 Simoc. iv 14 v 11 Joh. Nikiu c. 96 p. 527 Χοσρόης, ἣ τῆς Εὐφρατησίας προκάθηται, αὖθις ἐπανῆκε, τοῦτο καὶ Μαυρικίου συνεωρακότος καὶ τὸ πλέον δόντος τῆς οἰκείας δόξης τῷ συνοίσοντι τῷ ἱκέτῃ. Δεξιοῦται δὲ καὶ χρήμασι μεγάλοις, οὐχ ἱστορηθὲν πώποτε. ΚαὶΠέρσας στρατολογήσας καὶ τὰς ἐπιδόσεις ἁπάσας οἴκοθεν ποιησάμενος, ἐκπέμπει τὸν Χοσρόην μεθ̓ ἑκατέρου στρατοῦ Ῥωμαίων τε καὶ Περσῶν κατὰ τὴν ὑπερορίαν, Μαρτυροπόλεως καὶ Σίττα παραδοθέντος αὐτῷ: ὃς καὶ πρὸς τῶν Μαρτυροπολιτῶν καταλευσθεὶς ἀνεσκολοπίσθη. Παρεδόθη δὲ καὶ τὸ Δάρας ὑπεξελθόντων Περσῶν. Καὶ διὰ μιᾶς συμπλοκῆς ἑσσηθέντος τοῦ Βαράμου πρὸς Ῥωμαίων μόνων, ἀκλεῶς τε μόνου πεφευγότος, εἰς τὰ ἴδια κατήχθη βασίλεια ὁ Χοσρόης.

Τότε καὶ Γολιανδοὺχ μάρτυς ζῶσα παῤ ἡμῖν ἦν, Niceph. xviii 25 Simoc. v 12 Joh. Nikiu c. 96 p.526ἡ διὰ πολλῶν μὲν πόνων τὸ μαρτύριον διενέγκασα, τῶν μάγων Περσῶν αὐτὴν αἰκιζομένων, μεγάλων δὲ τεραστίων ἐργάτις γενομένη: ἧς τὸν βίον ἀνέγραψε Στέφανος ὁ πρότερος ἐπίσκοπος τῆς Ἱεραπολιτῶν.

Ὁ δὲ Χοσρόης ἐγκρατὴς τῶν οἰκείων βασιλείων Niceph. xviii 21 Simoc. v 13 11 γενόμενος, πέμπει Γρηγορίῳ σταυρὸν χρυσῷ πολλῷ καὶ λίθοις τιμίοις ἐξησκημένον, πρὸς τιμὴν τοῦ ἀθλοφόρου μάρτυρος Σεργίου: ὃν ἀνέθηκε μὲν Θεοδώρα ἡ Ἰουστινιανοῦ γαμετή, ἐληΐσατο δὲ Χοσρόης σὺν καὶ τοῖς ἄλλοις κειμηλίοις, ὡς ἤδη μοι ἀφήγηται. Πέμπει δὲ καὶ ἕτερον σταυρὸν χρυσοῦν, καὶ ἐπέγραψεν ὁ Χοσρόης τῷ σταυρῳ Ἑλλήνων γράμμασι τάδε: Τοῦτον τὸν σταυρὸν ἐγὼ Χοσρόης βασιλεὺς βασιλέων, υἱὸς Χοσρόου, ὅτε ἐκ διαβολικῆς ἐνεργείας καὶ κακουργίας τοῦ δυστυχεστάτου Βαρὰμ Γουσνὰς καὶ τῶν σὺν αὐτῷ καβαλλαρίων εἰς Ῥωμανίαν ἀπήλθομεν, καὶ διὰ τὸ ἔρχεσθαι τὸν δυστυχῆ Ζαδεσπρὰμ μετὰ στρατοῦ εἰς τὸ Νισίβιος ἐπὶ τὸ ὑποσῦραι τοὺς καβαλλαρίους τοῦ μέρους τοῦ Νισίβιος εἰς τὸ ἀντᾶραι καὶ ταράξαι ἐπέμψαμεν καὶ ἡμεῖς καβαλλαρίους μετὰ ἄρχοντος εἰς τὸ Χάρχας, καὶ διὰ τῆς τύχης τοῦ ἁγίου Σεργίου τοῦ πανσέπτου καὶ ὀνομαστοῦ, ἐπειδὴ ἠκούσαμεν δοτῆρα εἶναι αὐτὸν τῶν αἰτήσεων, ἐν τῷ πρώτῳ ἔτει τῆς βασιλείας ἡμῶν, μηνὶ Ἰαννουαρίῳ ἑβδόμῃ, ᾐτησάμεθα ὡς, ἐὰν οἱ καβαλλάριοι ἡμῶν σφάξωσι τὸν Ζαδεσπρὰμ ἢ χειρώσωνται, σταυρὸν χρυσοῦν διάλιθον εἰς τὸν οἶκον αὐτοῦ πέμπομεν διὰ τὸ πάνσεπτον αὐτοῦ ὄνομα, καὶ τῇ ἐνάτῃ τοῦ Φεβρουαρίου μηνὸς τὴν κεφαλὴν τοῦ Ζαδεσπρὰμ ἤνεγκαν ἐπὶ ἡμῶν: ἐπιτυχόντες οὖν τῆς δεήσεως ἡμῶν,διὰ τὸ ἕκαστον ἀναμφίβολον εἶναι, εἰς τὸ πάνσεπτον αὐτοῦ ὄνομα τοῦτον τὸν σταυρὸν τὸν παῤ ἡμῶν γενόμενον, μετὰ τοῦ πεμφθέντος σταυροῦ παρὰ Ἰουστινιανοῦ βασιλέως Ῥωμαίων εἰς τὸν οἶκον αὐτοῦ, καὶ τῷ καιρῷ τῆς ἀμιξίας τῶν δύο πολιτειῶν ἐνεχθέντος ἐνταῦθα παρὰΧοσρόου, βασιλέως βασιλέων, υἱοῦ Καβάδου, τοῦ ἡμετέρου πατρός, καὶ εὑρεθέντος ἐν τοῖς ἡμετέροις θησαυροῖς, ἐπέμψαμεν ἐν τῷ οἴκῳ τοῦ ἁγίου πανσέπτου Σεργίου. Καὶ τούτους γνώμῃ Μαυρικίου βασιλέως Γρηγόριος λαβὼν μετὰ πολλῆς πομπῆς εἰς τὸν ἱερὸν οἶκον τοῦNiceph. xviii 22 Simoc. v 14 μάρτυρος ἀνατέθεικεν. Οὐ μετὰ πολὺ δὲ καὶ ἕτερα πέπομφε δῶρα ὁ Χοσρόης ἀνὰ τὸν αὐτὸν ἱερὸν ναόν, ἐπιγράψας ἐπὶ δίσκου ἐκ χρυσοῦ πεποιημένου ἑλληνίδι φωνῇ ταῦτα: Ἐγὼ Χοσρόης, βασιλεὺς βασιλέων, υἱὸς Χοσρόου, τὰἐν τῷδε τῷ δίσκῳ γεγραμμένα, οὐκ εἰς θέαν ἀνθρώπων, οὐδὲ ἵνα ἐκ τῶν λόγων μου τὸ μέγεθος τοῦ πανσέπτου ὀνόματος γνωσθῇ, ἀλλὰ διὰ τὴν ἀλήθειαν τῶν γεγραμμένων καὶ διὰ τὰς πολλὰς χάριτας καὶ εὐεργεσίας ἃς ἔσχον παρὰ σοῦ: εὐτυχία γάρ μοί ἐστι, ἵνα τὸ ἐμὸνὄνομα ἐμφέρεται τοῖς ἱεροῖς σου σκεύεσιν. Ἐν τῷ εἶναί με ἐν τῷ Βεραμαῒς ᾐτησάμην παρὰ σοῦ, ἅγιε, ἐλθεῖν εἰς τὴν βοήθειάν μου καὶ ἐν γαστρὶ συλλαβεῖν Σιρήν. Καὶ ἐπειδὴ ἡ Σιρὴν Χριστιανή ἐστιν κἀγὼ Ἕλλην, ὁ ἡμέτερος νόμος ἄδειαν ἡμῖν οὐ παρέχει Χριστιανὴν ἔχειν γαμετήν. Διὰ γοῦν τὴν ἐμὴν πρὸς σὲ εὐγνωμοσύνην εἰς ταύτην τὸν νόμον παρεῖδον, καὶ ταύτην ἐν γυναιξὶν ἡμέραν ἐξ ἡμέρας ἐν γνησιότητι ἔσχον καὶ ἴσχω, καὶ οὕτω συνεῖδον νῦν δεηθῆναι τῆς σῆς ἀγαθότητος, ἅγιε, ἐν γαστρὶ συλλαβεῖν αὐτήν. Καὶ ᾐτησάμην καὶ συνεταξάμην ἵνα, ἐὰν ἐν γαστρὶ συλλάβῃ Σιρήν, τὸν σταυρὸν τὸν φορούμενον παῤ αὐτῆς πέμψω τῷ πανσέπτῳ σου οἴκῳ. Καὶ τούτου ἕνεκα κἀγὼ καὶ Σιρὴν τὸν σκοπὸν τοῦτον ἔχομεν ἵνα εἰς μνημόσυνον τοῦ ὀνόματός σου, ἅγιε, τοῦτον τὸν σταυρὸν κρατῶμεν. Καὶ συνείδομεν ἀντ̓ αὐτοῦ τὴν τιμὴν αὐτοῦ, μὴ συντείνουσαν περαιτέρω τῶν τετρακισχιλίων τετρακοσίων στατήρων μιλιαρισίων, πεντακισχιλίους στατῆρας ἐκπέμψαι. Καὶ ἐξ οὗ τὴν τοιαύτην ἑαυτῷ ἔσχον αἴτησιν καὶ ταῦτα διελογισάμην, ἕως οὗ ἐφθάσαμεν τὸ Ῥοσονχοσρόν, δέκα ἡμέραι πλέον οὐ διῆλθον, καὶ σύ, ἅγιε, οὐ διὰ τὸ εἶναί με ἄξιον ἀλλὰ διὰ τὴν σὴν ἀγαθότητα, ἐφάνης μοι ἐν ὁράματι τῆς νυκτός, καὶ τρίτον εἶπάς μοι ὅτι Σιρὴν ἐν γαστρὶ ἔχει. Κἀγὼ ἐν αὐτῷ τῷ ὁράματι τρίτον ἀνταπεκρίθην σοι λέγων: Καλῶς. Καὶ διὰ τὸ εἶναί σε δοτῆρα τῶν αἰτήσεων, ἐκ τῆς ἡμέρας ἐκείνης ἡ Σιρὴν τὸ εἰθισμένον ταῖς γυναιξὶν οὐκ εἶδεν. Ἐγὼ δὲ διστάξας εἰς τοῦτο, εἰ μὴ τοῖς λόγοις σου ἐπίστευσα, καὶ ὅτι ἅγιος εἶ καὶ δοτὴρ τῶν αἰτήσεων, μετὰ τὸ ταύτην τὰ γυναικεῖα μὴ ὑπομεῖναι, ἐκ τούτου ἔγνων τὴν δύναμιν τοῦ ὁράματος καὶ τὴν τῶν παρὰ σοῦ ῥηθέντων ἀλήθειαν. Παραυτὰ οὖν ἔπεμψα τὸν αὐτὸν σταυρὸν καὶ τὴν τούτου τιμὴν ἐν τῷ πανσέπτῳ σου οἴκῳ, κελεύσας ἐκ τῆς τούτου τιμῆς δίσκον ἕνα καὶ ποτήριον ἓν γενέσθαι εἰς λόγον τῶν θείων μυστηρίων, ἀλλὰ μὴν καὶ σταυρὸν γενέσθαι καὶ πηχθῆναι ὀφείλοντα ἐπὶ τῆς τιμίας τραπέζης, καὶ θυμιατήριον, τὰ πάντα χρυσᾶ, καὶ ἀμφίθυρον Οὐννικὸν κεκοσμημένον χρυσίῳ: καὶ τὰ ἀπομένοντα τῆς τιμῆς μιλιαρίσια εἶναι τοῦ ἁγίου σου οἴκου, ἵνα διὰ τῆς τύχης σου, ἅγιε, εἰς πάντα, ἐξαιρέτωσδὲ εἰς τὴν αἴτησιν ταύτην ἔλθῃς εἰς τὴν βοήθειάν μου καὶ Σιρήν, καὶ ὃ διὰ τῆς σῆς πρεσβείας γέγονεν ἡμῖν τῷ ἐλέει τῆς σῆς ἀγαθότητος καὶ τῷ θελήματί μου καὶ Σιρὴν εἰς τέλειον προέλθῃ: ἵνα κἀγὼ καὶ Σιρὴν καὶ πάντες οἱ ἐντῷ κόσμῳ εἰς τὴν σὴν δύναμιν ἐλπίζωμεν, καὶ εἰς σὲ ἔτι πιστεύωμεν. Ταῦτα τὰ παρὰ Χοσρόου ἀναθήματα λέγει, οὐδὲν τῆς Βαλαὰμ προφητείας ἀπᾴδοντα, τοῦ φιλανθρώπου θεοῦ σοφῶς οἰκονομήσαντος Ἑλλήνων γλώσσας σωτήρια φθέγξασθαιῥήματα.

Τότε καὶ Νααμάνης τῶν ἐχθρῶν Σκηνητῶν Niceph. xviii 23 φύλαρχος, ἐξάγιστος καὶ παμμίαρος Ἕλλην ὡς καὶ ἀνθρώπους αὐτοχειρὶ σφαγιάζειν τοῖς αὐτοῦ δαιμονίοις, τῷ ἁγίῳ προσῆλθεν βαπτίσματι, τὴν ὄντως ὕλην χρυσῆνἈφροδίτην πυρὶ τήξας καὶ πτωχοῖς διαδούς, καὶ πάντας τοὺς ἀμφ̓ αὐτὸν τῷ θεῷ προσαγαγών. Ὁ δὲ Γρηγόριος νεύμασι τῆς βασιλείας μετὰ τὸ δοῦναι τοὺς Χοσρόου σταυρούς, τὰς πανερήμους τῶν λεγομένων Λιμητῶν περινοστῶν, ἐν οἷς μάλιστα τὰ Σευήρου δόγματα κατεκράτει,τὰ ἐκκλησιαστικὰ προὐτίθει δόγματα, καὶ πολλὰ φρούρια καὶ κώμας μοναστήριά τε καὶ φυλὰς ὁλοκλήρους τῇ ἐκκλησίᾳ προσήγαγε τοῦ θεοῦ.

Ἐν τοσούτῳ δὲ Συμεώνου τοῦ ἐν ὁσίοις τὴν ἐπὶ Niceph. xviii 24 θάνατον νοσήσαντος, ἐμοῦ τὰ περὶ τούτου μηνύσαντος, ἐκτρέχει Γρηγόριος τοῦτον τὰ τελευταῖα κατασπασόμενος: οὐ μὴν ἔτυχεν. Ἦν δέ γε ὁ Συμεώνης πάντων τῶν κατ̓ αὐτὸν ἀνθρώπων τὴν ἀρετὴν ἐξοχώτατος, ἐξ ἁπαλῶν τῶν ὀνύχων τὸν ἐπὶ κίονος διαθλεύων βίον, ὡς καὶ τοὺς ὀδόντας αὐτοῦ διήλλαξεν ἐν τῇ στάσει τοῦ κίονος. Ἀνήχθη δὲ κατὰ τὸν κίονα ἐξ αἰτίας τοιᾶσδε. Ἔτι σμικρὰν κομιδῇ τὴν ἡλικίαν ἄγων, κουρίζων τε καὶ ἀλώμενος ἀνὰ τὰς κολώνας τοῦ ὄρους περιῄει. Καὶ περιτυχὼν πάρδῳ τῷ θηρίῳ τὴν ζώνην περὶ αὐχένα βάλλει, καὶ ἐκ ῥυτῆρος ἦγεν τῆς φύσεως ἐπιλαθόμενον, καὶ ἀνὰ τὸ οἰκεῖον ἤγαγε φροντιστήριον. Ὅπερ ἑωρακὼς ὁ τοῦτον μαθητεύων καὶ αὐτὸς ἐπὶ κίονος ἑστὼς ἐπυνθάνετο τί ἂν εἴη τοῦτο. Ὁ δὲ ἔφη αἴλουρον εἶναι, ἣν κάτταν ἡ συνήθεια λέγει. Ἐντεῦθεν τεκμηράμενος πηλίκος ἔσται τὴν ἀρετήν, ἐπὶ τοῦ κίονος ἀνήγαγεν. Ἐν τούτῳ δὲ τῷ κίονι καὶ ἐν ἑτέρῳ ἐς τὰς ἀνωτάτω τοῦ ὄρους ἀκρωρείας, ὀκτὼ καὶ ἑξήκοντα διετέθη χρόνους, πάσης χάριτος ἠξιωμένος περί τε τὴν τῶν δαιμονίων ἔλασιν, ἀκούμενός τε πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν, προορῶν τε ὡς παρόντα τὰ μέλλοντα. Ὃς καὶ Γρηγορίῳ προειρήκει αὐτὸν μὲν μὴ ὁρᾶν τὸν αὐτοῦ θάνατον, τὰ δὲ μετ̓ αὐτὸν ἀγνοεῖν. Κἀμοῦ δὲ λογισμοὺς θεωρήσας ἐπὶ τέκνων ἀποβολῇ Nicephori *wita Symeonis PG 862, c. 237, 3204 καὶ διαπορουμένου τί δή ποτε Ἕλλησι πολυτέκνοις οὐ γέγονε ταῦτα, καὶ πρὸς μηδένα τὸ παράπαν ἐξαγαγόντος, γέγραφεν ἐκστῆναι τούτων ὡς οὐκ ἀρέσκοντα τῷ θεῷ. Καὶ γυναικὸς δέ τινος τῶν ὑπογραφόντων μοι, ἐπεὶ τὸ γάλα τεκούσῃ κεκώλυτο καὶ περὶ τῶν ἐσχάτων τὸ βρέφος ἐκινδύνευεν, ἐπιθεὶς τὴν χεῖρα τῇ δεξιᾷ τἀνδρός, ἐπέτρεπεν ταύτην ταῖς θηλαῖς τῆς γυναικὸς ἐπιβαλεῖν. Ὅπερ ἐπειδὴ πέπραχεν, εὐθέως ὡς ἔκ τινος πηγῆς ἥλατο τὸ γάλα, ὡς καὶ τὴν ἐσθῆτα τοῦ γυναίου ἐμπλῆσαι. Καὶ παιδαρίου δὲ παρὰ τῶν συνοδοιπόρων ἐπιλελησμένου πόρρω τῶν νυκτῶν, λέων τοῖς νώτοις ἐπιβιβάσας παρὰ τὸ μανδρεῖον ἤγαγεν, καὶ Συμεώνου προστάξαντος ὑπεξελθόντες οἱ διακονούμενοι τὸ παιδίον ἤγαγον ὑπὸ τοῦ λέοντος φρουρούμενον. Πολλὰ δὲ ἕτερα καὶ κρείττονα μνήμης πέπραχεν, ἃ καὶ γλώσσης κεκομψευμένης καὶ χρόνου καὶ πραγματείας ἰδίας δεῖται, ταῖς τῶν ἀνθρώπωνᾀδόμενα γλώσσαις. Ἐκ πάσης γὰρ σχεδὸν γῆς, οὐ μόνον Ῥωμαίων ἀλλὰ καὶ βαρβάρων, παῤ αὐτὸν ἐφοίτων, καὶ τῶν αἰτουμένων ἐτύγχανον. Ὧι ἀντὶ παντὸς βρωτοῦ καὶ ποτοῦ, κλάδοι τινὲς ἐτύγχανον ἐκ θάμνου τῷ ὄρει φυομένης.

Ἐπιτελευτᾷ δὲ αὖ μετ̓ οὐ πολὺ καὶ Γρηγόριος, Niceph. xviii 26 ποδαγρικῷ μὲν ἁλοὺς παθήματι ᾧ μάλιστα παρηνωχλεῖτο, φαρμακοποτήσας δὲ ἐκ τῆς καλουμένης ἑρμοδακτύλου πρός τινος τῶν Ἀσκληπιαδῶν δεδομένης. Τελευτᾷ δέ, Γρηγορίου μὲν τὴν πρεσβυτέραν Ῥώμην ἐπισκοποῦντος,ὃς μετὰ Πελάγιον γέγονε, τὴν δὲ νεωτέραν Ἰωάννου, καὶ τὴν Ἀλεξάνδρου Εὐλογίου, τῶν λελεγμένων μοι, Ἀναστασίου τε τὴν Θεουπολιτῶν, τῷ οἰκείῳ ἀποδοθέντος θρόνῳ μετὰ τρεῖς καὶ εἴκοσι χρόνους, Ἱεροσολύμων τε Ἰωάννου: οὖ μετὰ βραχὺ τελευτήσαντος οὔπω τις τοὺσαὐτόσε οἴακας ἐνεχειρίσθη. Ἐνταῦθά μοι τὰ τῆς ἱστορίας πεπαύσθω, Μαυρικίου Τιβερίου δωδέκατον ἔτος τὴν Ῥωμαίων βασιλείαν διακυβερνῶντος, τῶν ἑξῆς τοῖς βουλομένοις ἐκλέγειν τε καὶ γράφειν καταλιμπανομένων. Εἰ δέ τι παρῶπται ἢ οὐκἀκριβῶς ἀνείληπται, μηδεὶς ἡμᾶς μεμφέτω μέμψεως, ἐννοῶν ὡς πεπλανημένην ἱστορίαν συνελέξαμεν, τὴν τῶν ἀνθρώπων ὠφέλειαν πραγματευσάμενοι, δἰ οὓς καὶ τῶν τηλικούτων πόνων ἠνεσχόμεθα. Πεπόνηται δὲ ἡμῖν καὶ ἕτερον τεῦχος, ἀναφοράς, ἐπιστολάς, ψηφίσματα, λόγουστε καὶ διαλέξεις, καὶ ἕτερα ἄττα ἔχον: τῶν ἐμπεριεχομένων ἀναφορῶν ὡς ἐπίπαν ἐκ προσώπου Γρηγορίου τοῦ Θεουπόλεως συντεθειμένων. Δἰ ὧν καὶ δύο τετυχήκαμεν ἀξιωμάτων, Τιβερίου μὲν Κωνσταντίνου τῇ τοῦ κυαιστωρίου περιβαλόντος, Μαυρικίου δὲ Τιβερίου δέλτους ὑπάρχων στείλαντος, ἐφ̓ ᾗ συντεθείκαμεν, ὅτε τὰ ὀνείδη τῆς βασιλείας λύσας Θεοδόσιον ἐς φῶς προήγαγε προοίμιον αὐτῷ τε καὶ τῷ πολιτεύματι πάσης εὐδαιμονίας παρασχόμενον. Εὐαγρίου σχολαστικοῦ Ἐπιφανέως καὶ ἀπὸ ἐπάρχων ἐκκλησιαστικῆς ἱστορίας τόμοι ἔξ.