Text encoded in accordance with the latest EpiDoc standards (January 2014)
altera recensio qualis extat in cod. Mon. 525 fol. 51—66.
. . . λέγει οὖν πρὸς τὴν ὁμόζυγον· τί ἐστι τοῦτο ὅπερ
νῦν τεθέαμαι; οὐ διεστειλάμην σοι μηδʼ ὅλως τού-
τοις ἡμῶν προσψαύειν τοῖς σιτίοις;“ ἡ δʼ ὁμόζυγος
καὶ οὐχ ἡψάμην αὐτῶν·“ ἀπεκρίνατο. ἣ δὲ οὐδαμῶς
ταύτῃ πεπίστευκεν, ἀλλὰ μᾶλλον κατʼ αὐτῆς ἀγριά-
νασα, πλήττει θρασέως αὐτὴν καὶ τῆς ζωῆς ἀπορ-
ρήγνυσι, καὶ μονωτάτη καταλιμπάνεται. ἐπιστάντος
δὲ τοῦ χειμῶνος καὶ πολλῶν ὑετῶν τε καὶ νιφετῶν
καταφερομένων, καὶ αὖθις ὁ σῖτος ἐκεῖνος τῇ τοῦ ἀέ-
ρος ὑγρότητι νοτισθεὶς ὅλην ἐκείνην ὡς τὸ πρότερον
τὴν θυρίδα πεπλήρωκεν. ὅπερ θεασαμένη ἡ περι-
στερὰ τὴν αἰτίαν τῆς τε ἐλλείψεως καὶ τῆς ὡς πρῴην
ὕστερον ἀναπληρώσεως καθʼ ἑαυτὴν ἐπέγνω. καὶ
τὸ ἀπʼ ἐκείνου πικρῶς ἐπὶ τῇ ἀπωλείᾳ τῆς ὁμοζύγου
μετεμέλετο, οὐδὲν δὲ τῆς μεταμελείας ἀπώνατο. οὕ-
τως οὖν ἐπίσταμαι, ὦ βασιλεῦ, ὡς εἴπερ καὶ σύ τὸν
ὄφελος ἔσται. καὶ ἄλλης δέ μου διηγήσεως ἄκουσον,
βασιλεῦ, περὶ τῶν γυναικείων σοι δηλούσης πα-
νουργιῶν. Ἀνήρ τις ἦν γεωργικὴν μετιὼν ἐπιστήμην.
οὗτος οὖν ἐν μιᾷ ἐξέρχεται εἰς τὸν ἀγρὸν αὐτοῦ τοῦ
κατασπεῖραι αὐτόν. περὶ δέ γε τὴν ὥραν τοῦ ἀρί-
στου ἡ τοῦ γεωργοῦ σύζυγος ὄψα ἡτοίμασεν ὄρνιθός
τε καὶ μελιπήκτου ἐδέσματος. ἃ δὴ σπυρίδι ἐνθεῖσα
πρὸς τὸν ἄνδρα ἐκόμιζε. συνέβη δὲ πορευομένην αὐ-
τὴν διά τινος καταλύματος διελθεῖν. ἐλθοῦσαν δὲ
ὁδοστάται ποθέν τινες ἐξορμήσαντες κατέσχον αὐτὴν
καὶ ἐν ἐκείνῳ εἰσαγαγόντες τῷ καταλύματι βιαίως
αὐτῇ συνεγένοντο, καὶ ἃ διεκόμιζεν ὄψα κατήδοντα
ἀφελόμενοι. μικρὸν δέ τι τοῦ μελιπήκτου ἐδέσματος
ὕστερον καταλιπόντες, καὶ εἰς μόρφωσιν ἐλέφαντος
τουτὶ τὸ καταλειφθὲν ἐπισκευάσαντες, τῇ σπυρίδι
ἐναπέθεντο, μηδέν τι περὶ τοῦδε εἰδυίας τῆς γυναι-
κός, καὶ τὴν σπυρίδα κατεκάλυψαν. ἡ δὲ γυνὴ ταύ-
την ἀνελομένη κεκαλυμμένην οὖσαν ὡς πρότερον καὶ
ἀγνοοῦσα ὡς τὰ ἐν αὐτῇ παῤ ἐκείνων ὄψα ἐβρώθη,
φαντος. ὅπερ ἰδών, „τί τοῦτο, γύναι;“ πρὸς τὴν
σύζυγον ἔφησεν. ἣ δὲ τὰς ὄψεις τῷ ὁρωμένῳ ἐπιβα
λοῦσα, εὐθὺς τὸ αὐτῇ συμβεβηκὸς δρᾶμα κρύπτειν
ἐκμηχανᾶται. καί φησι πρὸς τὸν ἄνδρα· „ταύτῃ τῇ
νυκτί, καθευδούσης μου, ὄναρ ἐφάνη μοι ξένον.
ἔδοξα γὰρ ἐλέφαντι ἐποχεῖσθαι καθʼ ὕπνους, καὶ
τούτου ὀλισθήσασάν με τοῖς ποσὶν αὐτοῦ συμπατη-
θῆναι. ἔξυπνος δὲ γενομένη πολλῷ συνειχόμην φόβῳ,
καὶ αὐτίκα πρὸς τὸν ὀνειροκρίτην ἔσπευσα πορευ-
θῆναι σὺν τάχει, καὶ τὰ ὁραθέντα διηγησάμην·
καὶ ὃς τὸν ὄνειρον διαλύσας ἐνετείλατό μοι οὕτως
εἰπών· ‘(ὡς) ἐλέφαντος μορφήν σε χρή, ὦ γύναι,
ἐκ μελιπήκτου κατασκευάσαι ἐδέσματος καὶ τῷ ἀνδρί
σου εἰς βρῶσιν ἀποκομίσαι, ὡς ἂν ὁ ὄνειρος οὗτος
ἀκινδύνως σοι διαλυθείη.’ καὶ νῦν κατὰ ταύτας
τὰς ὑποθήκας ὡς ὁρᾷς σοι πεποίηκα μὲν ἐγώ, σὺ δὲ
λοιπόν, ὦ ἄνερ, προθυμότατα φάγε, ὡς ἂν μηδείς
μοι προσγένοιτο κίνδυνος.“ καὶ ὃς τὸ μελίπηκτον
εὐθὺς ἐδηδόκει. ἡ δὲ γυνὴ τοιούτως πρὸς αὐτὸν
προφασισαμένη ἐξ ἀνυπόπτου, τὸν τοῦ συνεύνου
κένδυνον ὑπεξέφυγεν ἑαυτὴν περιποιησαμένη τὰ μά-
Κατὰ δὲ τὴν ἕκτην ἡμέραν σφόδρα ἡ γυνὴ ἐπὶ
τῷδε τῷ προστάγματι τοῦ βασιλέως χαλεπήνασα καὶ
δεινοπαθήσασα, καθʼ ἑαυτὴν οὕτως ἔλεγεν, ὡς „εἰ
μὴ τὴν σήμερον ὁ τοῦ βασιλέως υἱὸς ἀποκτανθείη,
τὴν αὔριον πάντως προσφθέγξεται τῷ ἰδίῳ πατρί,
καὶ εὐθέως διὰ τῆς αὐτοῦ πρὸς αὐτὸν ὁμιλίας τὰ
τῆς ἐμῆς σκαιωρίας ἔσται κατάδηλα, καὶ θανάτῳ
παραδοθήσομαι. χρὴ οὖν ἐμαυτὴν διαχειρίσασθαι·
οὐδαμῶς γάρ τι ἕτερον τῷ βασιλεῖ ἀναγγεῖλαι τολ-
μήσω.“ ταῦτα καθʼ ἑαυτὴν ἡ κακότροπος ἐκείνη
γυνὴ συλλογισαμένη καὶ δέει συσχεθεῖσα πολλῷ,
πρῶτα μὲν τὰ ἑαυτῆς συνελέξατο πράγματα τῆς οὐ-
σίας καί γε τοῖς γνωστοῖς καὶ τοῖς γείτοσιν ἐμερί-
σατο. εἶτα καὶ ἀξιοῖ ὕλην αὐτοὺς καυστικὴν συνα-
γαγεῖν αὐτῇ· οἱ δὲ δαψιλῆ συναγείρουσι. κἀκείνη
διʼ αὐτῆς σφοδρὰν ἀνῆψε πυράν· ἧς δὴ ἀναφθείσης,
ὥρμησεν ἡ γυνὴ τῇ καμίνῳ ἑαυτὴν ἐμβαλεῖν, ὅτιπερ
λετο. ᾔδει γὰρ ὡς ἡνίκα τῷ βασιλεῖ ὁ παῖς φθέγ-
ξαιτο, οὐ μόνον αὐτὴ καταισχυνθήσεται, ἀλλὰ καὶ
ὀλέθρῳ μετὰ τῆς αἰσχύνης παραδοθήσεται, ἐφʼ οἷς
πάντως τῷ παιδίῳ ἀτόπως λελάληκε. τοῦ γοῦν τοι-
ούτου αὐτῆς χαλεποῦ βουλεύματος πολλαχῆ γε τῇ
φήμῃ θρυλλουμένου καὶ διαθέοντος, ἔφθασε καὶ εἰς
τὰς τοῦ βασιλέως αὐτοῦ ἀκοάς. καὶ μὴν σὺν τάχει
τὴν γυναῖκα προφθάνει καί φησιν αὐτῇ· „τίνος χά
ριν, ὦ γύναι, πυρὶ σεαυτήν παραδίδως;“ ἣ δέ „μὴ
ὡς ἔδει με ἀπὸ τοῦ παιδός σου“ ἔφη „ἐξεδίκησας
οὐδὲ αὐτὸν ἀπέκτεινας καθάπερ προσῆκεν.“ ὁ δὲ
σιλεὺς μετʼ ὀργῆς ἀπεφήνατο ἀνυπερθέτως τὸν υἱὸν
ὑποβληθῆναι τῷ ξίφει. τῆς οὖν τοιαύτης ἰταμωτά-
της ἐξενεχθείσης ἀποφάσεως, ὁ τοῦ βασιλέως φιλο-
σοφώτατος ἕβδομος σύμβουλος περὶ ταύτης ἐνωτι
σάμενος καὶ σὺν αὐτῷ οἱ ἕτεροι ἓξ συμφιλόσοφοι,
ἐπὶ τῷ γόνῳ τῆς πορφύρας σφόδρα λελύπηνται καὶ
ἤλγησαν τὰς ψυχάς, ὁρῶντες τὸν ἀνεύθυνον ὡς
πρὸς τὸν βασιλέα εἰσέλθοι ἅμα τε καὶ ἐξέλθοι. οὐ
μὴν ἀλλὰ καὶ δώροις τὸν ἄνδρα ἐδεξιώσαντο. ὃ δὲ
τοὺς φιλοσόφους αἰδεσθείς, τῇ αὐτῶν συγκατανεύει
αἰτήσει. εἶτα ὁ τῶν φιλοσόφων ἕβδομος σύμβουλος
πρὸς τὸν βασιλέα ἐκεῖθεν πορεύεται· καὶ εἰσελθὼν
προσεκύνησεν αὐτὸν ἐπὶ τῆς γῆς καί φησι „βασιλεῦ,
ζῆθι. γινώσκειν σου τὸ κράτος ἐκδυσωπῶ, ὡς ἐξαί-
σιον ἅμα καὶ ἀνόσιον δρᾶμα πειρᾶσαι ποιήσασθαι,
παγείς, καὶ ταῦτα μήπω ἐγνωκώς, κἂν ἀληθῆ σοι
κἂν ψευδῆ λελάληκεν. ἤκουσται δέ μοι καὶ τοῦτο,
ὡς διὰ πολλῶν εὐχῶν, νηστειῶν τε καὶ εὐποιιῶν
θεόθεν τοῦτον τὸν παῖδα σύ τε καὶ ἡ μήτηρ ἐξῃτή-
σασθε· καὶ διὰ γυναικὸς ῥῆμα ὀλέθρῳ αὐτὸν παρα-
δίδως; ἀλλʼ ὅμως μου τῶν ῥημάτων ἄκουσον.
Ἀνὴρ γάρ τις ἦν πύθωνος πνεῦμα ἔχων, καὶ
τοῖς βουλομένοις τὰ μέλλοντα δὴ μαντευόμενος καὶ
δαψιλῆ ποριζόμενος κέρδη· οὐ μὴν ἀλλὰ καὶ ἰατρι-
κῆς τέχνης τῇ μαντείᾳ ἔμπειρος ἦν. ὅθεν καὶ πᾶσι
τοῖς παῤ αὐτοῦ πυνθανομένοις περί τινων ἀδήλων
ἑτοίμους ἐποιεῖτο τὰς ἀπολύσεις. οὕτως οὖν ὁ ἀνὴρ
ἕξεις με. πλὴν πρὸ τῆς ἐκδημίας μου λόγους τρεῖς
διαστελῶ σοι, καὶ δὴ ἐν ἑκάστῳ τούτων ὃ ἂν θεόθεν
αἰτήσῃ, παραχρῆμά σοι παρασχεθήσεται.“ καὶ ταῦτα
λέξαν τὸ πνεῦμα τὰς τρεῖς ῥήσεις τἀνδρὶ δεδήλωκεν.
εἶτα πόρρω μὲν αὐτὸ γέγονεν, ὁ δʼ ἀνὴρ ἐκεῖνος
ἀνακεχωρηκότος τοῦ πνεύματος οἴκαδε σὺν ἀθυμίᾳ
πολλῇ ἀφῖκτο. καὶ τοῦτον ἡ σύζυγος οὕτως ἔχοντα
θεασαμένη, „τί οὕτως“ ἔφησε ,,στυγνὸς καὶ ὠχριῶν
παραγέγονας;“ ὃ δὲ αὐτῇ ἀπεκρίνατο· „ὅτιπερ, ὦ
γύναι, τὸ τοῦ πύθωνος ἐκεῖνο πνεῦμα, ὃ δὴ ἐνε-
κατῴκει μοι, δἰ οὗ ἐμαντευόμην καὶ τὰς νόσους
ἐθεράπευον, νῦν ἀπʼ ἐμοῦ ἐξελθόν, τελέως ἀνεχώ-
ρησε. καὶ τούτου ἐρημωθείς, αὐτήν, ἴσθι, τὴν ζωήμ
μου ἀπολέγομαι. ὑπ’ αὐτοῦ γὰρ ἅπαν ἀπόρρητον
ἐμυούμην καὶ δαψιλῆ κέρδη ἐποριζόμην.“ ἡ δὲ γυνὴ
ταῦτα παρὰ τοῦ ἀνδρὸς ἀκούσασα, σφόδρα κἀκείνη
ἐπὶ τῷ συμβάντι ἤλγησεν. ὀρῶν δὲ ταύτην ἐκεῖνος
ἀνιωμένην πικρότερον, παρηγορεῖν ὡς ἐνὸν τὴν γυ-
ναῖκα ἐπεχείρησε, καὶ εἴρηκε πρὸς αὐτήν· „θάρσει,
ὦ γύναι, καὶ μὴ λυποῦ· τὸ γὰρ πνεῦμα ἐκεῖνο ῥή-
σεις μοι διεστείλατο τρεῖς, ὥστε διʼ ἑκάστου αὐτῶν
πᾶν εἴ τι θυμῆρές μοι θεόθεν ἐξαιτήσασθαι. καὶ δε-
πρὸς θεοῦ, συμβουλεύεις μοι ἤδη αἰτήσασθαι;“ ἡ
δὲ λίαν οὖσα πονηροτάτη καὶ πρὸς ἀτάκτους ὁρμὰς
καὶ παραλόγους ὀρέξεις ἐνδόσιμός τε καὶ φιλοσώμα-
τος, ,,οἶδας“ φησίν ,,ὦ ἄνερ, καθὰ καὶ αὐτὴ ἐπίστα-
μαι, ὡς οὐδὲν συνουσίας τοῖς ἀνθρώποις προσφι-
λέστερον· αἴτησαι (τοίνυν) τὸ θεῖον, πολλοὺς τῷ
σώματί σου ἰθυφάλλους ἐπιφυῆναι. ὀ δὲ ματαιό-
φρων ἐκεῖνος τὴν τοιαύτην αὐτίκα δέησιν προέθετο
καὶ ἅμα τὸ ἑαυτοῦ σῶμα γέγονε κατάκομον (καὶ
μεστὸν ἰθυφάλλων). οὓς ἑωρακὼς ὁ δείλαιος ἑαυ-
τὸν πικρῶς ἐμυσάττετο καὶ τὴν γυναῖκα θρασέως
πλήττει καὶ καθυβρίζει, καὶ τοσοῦτον τῷ θυμῷ κατʼ
αὐτῆς ἠγριαίνετο, ὡς καὶ ἀνελεῖν αὐτὴν ἀνηλεῶς
βεβουλεῦσθαι. καὶ ἔλεγεν αὐτῇ· „αὕτη ἐστὶν ἡ ἐπω-
φελής σου συμβουλία, ὦ κατάρατε; οὐκ ᾐδέσθης
τοιαύτης μοι ἀσχημοσύνης βουλὴν πονηρὰν ὑποθέ-
σθαι;“ ἣ δὲ πρὸς αὐτὸν ἀντέφησε· „τί τοσοῦτον
σθῆναι ἀπὸ σοῦ.“ ὃ δὲ τῇ συζύγῳ πεισθείς, αἰτεῖ-
ται τοῦτο παρὰ θεοῦ, καὶ εὐθύς ἐκείνων μὲν ἀπηλ-
λάγη τῶν ἰθυφάλλων, ἀπώλεσε δὲ σὺν αὐτοῖς καὶ
ἃ δὴ γεννητὰ αἰδοῖα ἐκέκτητο. αὖθις οὖν ἐπὶ πλέον
τῆς γυναικὸς καταθρασύνεται καὶ αὐτὴν ἐκ παντὸς
τρόπου ἀποκτεῖναι πειρᾶται. ἡ δὲ γυνή ,,ἵνα τί“
φησίν „ἀνελεῖν με σφαδάζεις; μηδʼ ἐπὶ τῷδε ἀσχάλ-
λου. ἓν γάρ σοι ῥῆμα ὑπολέλειπται. αἴτησοι γοῦν
τὸ θεῖον τὰ γεννητά σου ἀπολαβεῖν αἰδοῖα. ὃ δὲ
τοῦτο ποιήσας μόγις τοῦ αἰτηθέντος ἐπέτυχεν. Ἴδε
οὖν, βασιλεῦ, οἷα ἐκείνῳ τἀνδρί συμβέβηκεν, ὅτι-
περ ἀσυλλογίστως τῇ τῆς γυναικὸς κακίστῃ βουλῇ
ὁ μάταιος συγκατέθετο. καὶ νῦν λοιπὸν μακροθύ-
μησον, ἀξιῶ, καὶ μὴ κατεπείγου πρὸς τὴν ἄδικον
τοῦ υἱοῦ σου ἀναίρεσιν μηδὲ οὕτως ἀνεξετάστως
συναρπαγῇς τῇ τῆς μοχθηρᾶς γυναικὸς σκαιωρίᾳ,
Ἀνήρ τις ἦν, ὃς ἔνορκον ἑαυτῷ ὅρον ἔθετο μὴ
ὅλως ἠρεμῆσαι ἢ ἑαυτῷ δοῦναι ἄνεσιν, μήτε μὴν
ἀγαγέσθαι γυναῖκα, ἕως ἂν πᾶσι τοῖς τῶν γυναικῶν
ἐπισταίη μηχανήμασι. καὶ εὐθὺς τῆς πατρίδος ἐξιών,
περιῄει τὰς χώρας πληρώσων τὸ σπουδαζόμενον.
τόπον διʼ αὐτῆς καταπάσας τεσσαράκοντα ἡμέρας
καὶ τεσσαράκοντα νύκτας ἐπʼ αὐτῆς διατελέσῃς καθή-
μενος καὶ μετρίας τροφῆς καὶ πόσεως μεταλαμβά-
τούτων ἀκούσας παρὰ τοῦ αὐτῷ συναντήσαντος,
ἐποίησε καθὼς οὗτος αὐτῷ ἐνετείλατο, καὶ διετέλει
ἐπὶ σποδιᾶς καθήμενος καὶ εὐτελεῖ τῇ διαίτῃ χρώ-
μενος καὶ παῤ ὅλας τὰς τεσσαράκοντα ἡμέρας καὶ
τεσσαράκοντα νύκτας ἀπογραφόμενος τὰς τῶν γυ-
ναικῶν μηχανουργίας· ἃς δὴ καὶ περαιωθῆναι ἐδόκει
ἐσύστερον καὶ μηδεμίαν τούτων καταλιπεῖν ἄγρα-
φον. λαβὼν οὖν ἃς ἐπεποιήκει ἀπογραφάς, πρὸς
τὴν ἑαυτοῦ οἰκίαν ἐπανῄει. πορευόμενος (δʼ) ἐπί τι
χωρίον παρεγένετο, ἐν ᾧ καὶ κατέλυσεν. ἦν δέ τις
ἀνὴρ ἐν τῷδε τῷ χωρίῳ, ὃς καὶ παρασκευασάμενος
ἑστίασίν τινα, τοὺς τοῦ χωρίου οἰκήτορας κέκληκε
μεθʼ ὧν κἀκεῖνον τὸν ἀπογραφέα εἰς δεξίωσιν μετε-
καλέσατο. ὃ δὲ ἐλθὼν καὶ ἀναπεσών μετὰ τῶν ἄλλων
δαιτυμόνων, οὐχ ὁμοίως αὐτοῖς τῶν παρατιθεμένων
ἤσθιεν, ἀλλʼ ἄσιτος ἐκαθέζετο. λέγει οὖν ὁ ἑστιάτωρ
αὐτῷ· ‘πόθεν καὶ τίς εἶ, ὦ ἑταῖρε;ʼ ὁ δὲ ἀπεκρί-
νατο· ‘ὁδίτης εἰμί, ὡς ὁρᾷς, κὰκ μακρᾶς παραγί-
οὗτος ξένος τοῦδε τοῦ χωρίου πεφύκει καὶ οὐδὲν
αὐτῷ τὰ πρὸς βρῶσιν καὶ πόσιν ἁρμόζοντα αὐτῷ,
ὡς ἂν παῤ ἡμῶν δεόντως φιλοφρονηθείη.’ ὁ μέντοι
ἀνὴρ ἐξειπὼν ἔξεισιν. ἡ δέ γε γυνὴ τὸν ὁδοιπόρον
(ἐρωτῶσα) ‘τί πεποίηκαςʼ φησίν ‘ἄνθρωπε; γέ-
γραφας πᾶσαν τῶν γυναικῶν τὴν πονηρίαν;ʼ ὃ δὲ
‘ναί’ φησί ‘πάσας αὐτῶν ἀπεγραψάμην τὰς μηχα-
νουργίας καὶ τοὺς αὐτῶν δόλους καὶ σκαιωρίας
διελαβόμην, μηδέν τι τούτων τὸ παράπαν ἐάσας
ἀσήμαντον.᾿ ἐκείνη δὲ ταῦτα παρ αὐτοῦ ἐνωτισθεῖσα,
ἔγνωκεν ὡς ματαιόφρων ὁ ὁδοιπόρος καὶ ἀσύνετος
καθέστηκε. καὶ πρὸς αὐτὸν κατʼ εἰρωνείαν ἐφθέγ-
ξατο· ‘καὶ ἐπείπερ, ὡς φάσκεις, τὰ γυναικεῖα μηχα
νήματα γέγραφας, ἀδύνατόν ἐστι γυναικί, εἴτε κἀμοὶ
αὐτῇ, τεχνάσασθαί τι πρὸς σὲ ἢ διὰ λόγου ἢ διά
ἰδοὺ [ὡς] ὁρᾷς τὸν ἐμὸν ἄνδρα ὡς εἰς βαθὺ ἐλη-
τῆς γυναικὸς πρὸς ἀπάτην τοᾶ ὁδοιπόρου, πείθεται
τοῖς λόγοις αὐτῆς. καὶ ἀναστὰς ὡς εὐήθης καὶ ὄν-
τως ἠλίθιος, τὴν ζώνην ἔλυε τοῦ ἰδίου φιμιναλίου
τοῦ τὴν κλίνην ἐπαναβῆναι. ἰδοῦσα δὲ ἡ γυνὴ τὸ
πρὸς ἐπιμιξίαν αὐτοῦ ταχυρρεπές τε καὶ ῥᾴδιον, τὰς
χεῖρας τῇ ἑαυτῆς ἐπιθεῖσα κεφαλῇ μεγαλοφώνως
ἐκραύγασεν. εὐθέως δὲ οἱ τοῦ χωρίου κάτοικοι ἐπὶ
τῇ αὐτῆς κραυγῇ πρὸς τὴν οἰκίαν ἐπέθεον ἰδεῖν τί
τοῦτʼ ἦν. ὁ δέ γε ὁδοιπόρος, ἐκείνης οὕτω βοώσης
τῶν τʼ ἐγχωρίων πρὸς αὐτὴν ἐρχομένων καὶ τῆς
τραπέζης ἔτι πρὸ αὐτοῦ ἱσταμένης, ἦν δεδιὼς ἐς τὰ
μάλιστα, ἐρυθριῶν καὶ ἀμηχανῶν ἐπὶ τῷδε. εἰσ-
ελθόντες δὲ οἱ ἀγροῖκοι λέγουσι τῇ γυναικί· ‘τίνος
ἕνεκεν ἐπὶ τοσοῦτον, ὦ γύναι, ἀνεβόησας᾿; ἣ δέ φησι
πρὸς αὐτούς· ‘οὗτος ὁ ξένος παῤ ἡμῶν φιλοφρο-
νούμενος καὶ ἀπὸ τῆςδε τῆς τραπέζης ἐσθίων, ὑπό
τες. ἡ δὲ γυνὴ προσπελάσασα τῷ ὁδοιπόρῳ ἔφησεν
οὕτως· ‘ἆρά γε τοῦτο, ὅπερ ἤδη διεπραξάμην εἰς σέ,
τοῖς λοιποῖς προσαπεγράψω᾿; ὁ δὲ ξένος ‘οὔ’, φη-
σέν ‘οὐδαμῶς.’ ἡ δὲ ‘μάτην τοίνυν, ὦ ἄνθρωπε.
τοὺς κόπους καὶ τὴν δαπάνην ἀνάλωσας. πολλὰ γὰρ
ἀγωνισάμενος ἀνηνύτοις ἐπεχειρήσω, τὰς δὲ τῶν
γυναικῶν μηχανουργίας οὔπω κατενόησας.ʼ ὁ δὲ,
ἅμα τῷ λόγῳ διεγερθεὶς καὶ τὰ γραφέντα διενεγκών,
τῷ πυρὶ ἀπετέφρωσεν. εἶτα καὶ θειαζόμενος ἔλεγεν
οὐδεὶς βροτῶν διαγνῶναι δύναιτʼ ἂν τὰ τῶν γυναι-
κῶν πανουργεύματα. μετὰ δὲ ταῦτα διαπορούμενος
καὶ μηκέτι προσθείς τὰ γυναικεῖα ζητεῖν, πρὸς τὴν
ἰδίαν πατρίδα ἐπάνεισι καὶ ἀπεριέργῳ τῇ γνώμῃ
νόμιμον ἑαυτῷ γυναῖκα ἠγάγετο.
Ἐκ τούτων τοίνυν, ὦ βασιλεῦ, τῶν τῷ κράτει
σου νῦν ἐξηγημένων πρὸς τῆς ἐμῆς εὐτελείας, ἴσθι
ἀσφαλῶς ὡς ἀπέραντος ἡ τῶν γυναικῶν μοχθηρία.
ὑποβάλοις, τίς ἄρα ἔσται τὸ ἀπὸ τοῦδε ἐπὶ τῇ σῇ
νης ἡμέρας λύεται μὲν τοῦ τῆς σιωπῆς δεσμοῦ ἡ
τοῦ παιδὸς γλῶττα, καὶ ἀρξάμενος φθέγγεσθαι λέγει
τεύοντα.’ ἡ δὲ τῆς φωνῆς ἀσμένως τοῦ νεανίσκου
ἀκούσασα, πορεύεται πρὸς τὸν φιλόσοφον τὸν τῶν
ἑτέρων διαφορώτατον καὶ ἀπαγγέλλει αὐτῷ λέγουσα
ὡς ‘ὁ τοῦ βασιλέως υἱὸς φθέγγεσθαι ἀπήρξατο καὶ
προσκαλεῖταί σε εἰς αὐτὸν παραγίνεσθαι.ʼ ὁ δὲ αὐ-
τίκα δρομαίως πρὸς αὐτὸν παραγίνεται καὶ τοῦτον
χαριέστατα περιπτυξάμενος ἠσπάσατο. εἶτα ὁ παῖς
προσφθεγξάμενος τῷ φιλοσόφῳ, ἀνακαλύπτει αὐτῷ
ὅτου χάριν παῤ ὅλας τὰς ἑπτὰ ἡμέρας σιωπῶν διε-
τέλει· ἀλλὰ μὴν καὶ ὅσα πρὸς αὐτὸν ἡ πονηρὰ τοῦ
βασιλέως παλλακὴ ἀφρόνως λελάληκε, δῆλα τῷ φι-
λοσόφῳ πεποίηκε. καὶ προσέθετο λέγων ‘μεγάλας
τὰς εὐ χαριστίας ὑπέχω τῷ θεῷ τε καὶ ὑμῖν, ὅτι με
βιαίου καὶ ἀδίκου θανάτου τὸν ἀναίτιον ἐλυτρώ-
σασθε, καὶ τὸν πατέρα μου καὶ βασιλέα τῶν τῆς
μοχθηρᾶς σκαιωριῶν [γυναικὸς] ἐξηρπάσατε. ἀλλά
μοι, κύριέ μου, πορεύθητι πρὸς τὸν βασιλέα καὶ
νία, ὡς καὶ ὁ σὸς διδάσκαλος ἅμα τῷ τὰ τῆς σῆς
λαλιᾶς ἀκουτισθὴναι αὐτῷ πρὸς τὸν βασιλέα παρα-
γενήσεται.’ ὁ δὲ παῖς ‘ἀληθῶς’ φησί τοῦτο εἶπας,
κύριέ μου· τὴν σήμερον γὰρ κἀκεῖνος πρὸς τὸν βα-
σιλέα ἐλεύσεται.’ τούτων οὕτω παῤ ἀμφοτέρων πρὸς
ἀλλήλους διαλεχθέντων, ἐγείρεται ὁ φιλόσοφος μετὰ
σπουδῆς καὶ πρὸς τὸν βασιλέα πορεύεται. καὶ εἰσελ-
ν 80 θὼν πρὸς αὐτὸν καὶ τὴν συνήθη τούτῳ ἀποδιδοὺς
προσκύνησιν, λέγει αὐτῷ· ‘βασιλεῦ, ζῆθι εἰς τὸν
αἰῶνα. χαρᾶς σοι κομίζω εὐαγγέλια· σήμερον γὰρ ὁ
υἱός σου τῶν τῆς σιωπῆς δεσμῶν λέλυται καὶ φθέγ-
γεσθαι ἤρξατο καί με πρὸς τὸ σὸν ἐστείλατο κράτος
δηλῶσαι τῇ σκηπτουχίᾳ σου τὰ περὶ αὐτοῦ ἅπανταʼ.
καὶ ταῦτα εἰπὼν διεσάφησεν αὐτῷ ὅσα παρὰ τοῦ
παιδὸς ἠκηκόει. ὁ δὲ βασιλεύς χαρᾶς ὅτι πλείστης
ἐπὶ τῇ ἀγγελίᾳ τοῦ φιλοσόφου πληρωθεὶς καὶ ὥσπερ
ἄλλος ἐξ ἄλλου ὑφ’ ἡδονῆς καταστὰς, πρῶτα μὲν
δώροις τὸν ἄνδρα τῶν ἀγαθῶν εἵνεκεν ἀγγελιῶν
ἐδεξιώσατο, εἶτα καί τινας τῶν αὐτοῦ δορυφόρων
ἀπέστειλε, μετακαλούμενος τὸν παῖδα σὺν πολλῇ
ταχυτῆτι. ὃς πρὸς τὸν βασιλέα ταχύ παραγίνεται καὶ
εἰσελθών προσεκύνησεν αὐτῷ. ἀνέστη δὲ τοῦ θρό-
νου ὁ βασιλεὺς ἐκ περιχαρίας καὶ τῷ υἱῷ χαριέντως
προσυπήντησε καὶ αὐτὸν περιπτυξάμενος ποθεινό-
τῆς ἐπὶ ταῖς προλαβούσαις ἑπτὰ ἡμέραις τοσαύτης
σου σιωπῆς καὶ ἀφωνίας, καὶ ὅτου χάριν οὐδʼ ὅλως
μοι ἐν αὐταῖς λελάληκας, ὡς κἀμὲ διὰ τῆς σῆς σιγῆς
ὑπὸ τῶν τῆς γυναικὸς ῥημάτων πρὸς ὄλεθρόν σου
συναρπάζεσθαι καὶ πειρᾶσθαί σε ἀνελεῖν;ʼ ὁ δὲ νέος
τῷ βασιλεῖ καὶ πατρὶ ἀπεκρίνατο· ‘ὁ θεὸς, βασιλεῦ,
ὅς ἐστιν ἀρωγὸς τῷ ἀνθρωπείῳ γένει, οὖτός με τῆς
σφαγῆς διεφύλαξεν. ὅτι δὲ μὴ ἐφθεγγόμην τῷ κρά-
Συντίπα ἐντεταλμένος ἐτύγχανον, μὴ τὸ παράπαν
ἐντὸς τῶν ἑπτὰ ἡμερῶν λόγον τινὰ φθέγξασθαι. ὅτι
δὲ καὶ ἡ γυνὴ αὕτη πρὸς τὴν σφαγήν μου τὸ κράτος
σου παρώρμα, γνωρίζω σοι, βασιλεῦ, καὶ περὶ ταύτης,
ὡς ὅτε πρὸς σὲ μετὰ τὸ πέρας τῆς διδασκαλίας τοῦ
ἐμοῦ μυσταγωγοῦ παραγέγονα, καί με μετʼ ὀλίγον
τῇ γυναικὶ ταύτῃ παρέδωκας, κἀκείνη με πρὸς τὴν
αὐτῆς οἰκίαν ἀπήγαγεν, εὐθὺς ἡ γυνὴ ἀκολάστως
ἔχειν τυγχάνουσα, πρὸς συνουσίαν ἑαυτῆς με ἠρέ-
θιζε καὶ ᾑρεῖτο με συγγενέσθαι αὐτῇ. ἐγὼ δὲ σφο-
δρῶς ἐπὶ τῷ ἀτόπῳ τοῦ πράγματος, ὡς ἔδει, χαλε-
πήνας καὶ κατʼ αὐτῆς ὀξύτατα θυμωθείς, ὑπὸ τῆς
κατασχούσης με τότε τοῦ θυμοῦ συγχύσεως καὶ τα-
ραχῆς ἐπελαθόμην τῆς τοῦ διδασκάλου ἐντολῆς, ἥν
ραρρυεισῶν δὲ τούτων καθώς σοι προσήκει περὶ ὧν
ναικὶ ἀρεστὰ οὐδαμῶς ἐγὼ τότε διεπραξάμην, εὐθὺς
ἐκείνη πολλῷ δέει ληφθεῖσα κἀντεῦθεν κινδυνεῦσαι
διʼ ἐμοῦ ὑφορωμένη ἔσπευδεν ἐντὸς τῶν ἑπτὰ ἡμερῶν
ἀπωλείας με θέσθαι παρανάλωμα, καὶ σέ, ὦ βασιλεῦ,
πρὸς τὴν σφαγήν μου παρώτρυνεν ἡ κακότροπος.
ἀλλὰ τὸ μὲν τῆς ἐμῆς γε σιωπῆς αἴτιον ἤδη σου τῇ
σκηπτουχίᾳ δεδήλωται· τοῦ λοιποῦ δὲ εἴπερ εὐδο-
κοίη καὶ ἐθέλοι τὸ κράτος σου, προσταξάτω ἱκανὸν
ὄχλον συνελθεῖν καὶ πάντας τοὺς φιλοσόφους, ὅπως
ἐπʼ ἀκροάσει αὐτῶν ἀνακαλύψω ἐπὶ τοῦ ἀνακτορικοῦ
σου βήματος ἥν με διδασκαλίαν ὁ φιλόσοφος Συν-
τίπας ἐξεδίδαξε.ʼ
Τούτων ἀκούσας ὁ βασιλεὺς παρὰ τοῦ υἱοῦ τῶν
ῥημάτων, ἐπὶ πλεῖον ἔχαιρε μᾶλλον καὶ σφόδρα ἠγαλ-
λιᾶτο. ὃς καὶ κελεύει πάντας τοὺς φιλοσόφους καὶ
εἰδήμονας συναθροισθῆναι, ἀλλὰ μὴν καὶ τοὺς με-
γιστᾶνας αὐτοῦ. καὶ μὲν δὴ πάντες ἐπὶ τὸ αὐτὸ
πρὸς τὸν βασιλέα συνῆλθον. παραγίνεται δὲ καὶ ὁ
ἀπεκρίνατο· ‘ἐγώ, βασιλεῦ, τῷ υἱῷ σου ἐφʼ ὅλαις
ἡμέραις (ἑπτὰ) σιγᾶν ἐνετειλάμην, καθότι τὰ περὶ
καὶ τοῦ σοῦ κράτους ἐμαυτὸν πόρρω πεποίηκα, ἕως
ἂν ἡ τῶν ἑπτὰ ἡμερῶν περαιωθείη διωρία. καὶ κα-
λῶς ὁ υἱός σου πεποίηκε, μηδαμῶς σοι φθεγξάμενος
ἐν αὐταῖς.’ ὁ δὲ βασιλεὺς ἔφη· ‘χάρις μεγίστη τοί-
νυν τῷ ἀθανάτῳ θεῷ, ὅτι μου τὸν υἱόν τῆς σφαγῆς
διεφύλαξεν. εἰ γὰρ τοῦτον παῤ ἐμοῦ ἀναιρεθῆναι
συνέβαινεν, ἐξαρθῆναι ἂν ἐκινδύνευε τὸ ἐμὸν τῆς
γῆς ὄνομα.ʼ ταῦτα εἰπὼν ὁ βασιλεὺς προσκαλεῖται
τούς φιλοσόφους, οὓς ἐγγυτέρω σὺν τῷ Συντίπᾳ
παραστησάμενος, τοῦ παιδὸς ἐκ δεξιῶν συνέδρου
τῷ βασιλεῖ καθεστηκότος, ἐπηρώτα τοὺς φιλοσόφους
λέγων· ‘γνωρίσατέ μοι νῦν, εἴπερ ἄρα τὸν ἐμὸν
υἱὸν ἐντὸς τῶν ἑπτὰ ἡμερῶν ἀνῃρηκέναι εἶχον,
τίνι τὸ σἴτιον τῆς ἐκείνου σφαγῆς ἐπεγράφετο, ἐμοί,
τῷ υἱῷ μου ἢ τῇ γυναικί;’ ἐγγίζουσι δὲ τῷ βασιλεῖ
τέτταρες τῶν φιλοσόφων. ὧν θάτερος ἀποκριθεὶς
ἔφη· ‘ἡ αἰτία αὕτη, ὦ βασιλεῦ, τοῦ Συντίπα ἐτύγ-
ἑνὸς φιλοσόφου εἰπόντος, ὁ δεύτερος ἀπεκρίνατο·
‘οὐ τοῦτό γε ὃ φάσκεις εὐάρμοστον· οὐ γάρ τις
αἰτία τῷ Συντίπᾳ πρόσεστι, καθότι οὐχ οἷός τε ἦν
τὸν παῤ αὐτοῦ πρὸς τὸν βασιλέα ὑποσχεθέντα ὅρον
ἐλλεῖψαι ἢ πλεονάσαι, οὔτε τῷ βασιλεῖ τὸ παράπαν
διαψεύσασθαι. καὶ διὰ τοῦτο πόρρω τῶν ὀφθαλμῶν
αὐτοῦ ἀπομακρύνας ἑαυτὸν ἀπέκρυψε, τὸν δέ γε
παῖδα τῷ βασιλεῖ ἐξαπέστειλεν. ὅθεν ἡ αἰτία τῷ τὴν
τοῦ παιδὸς ἀναίρεσιν ἐπιτάξαντι πρόσεστιν.’ ἀπο-
κριθεὶς δὲ καὶ ὁ τρίτος φιλόσοφος ἔφησεν· ‘οὐχ
οὕτως ἐστὶν ὡς σὺ φής· οὐ γὰρ ὁ βασιλεὺς τοῦ
πράγματος αἴτιος· ἀλλʼ ὥσπερ οὐδὲν ψυχρότερον
τῆς τε καφουρᾶς καὶ τοῦ εύλου ὃ σάνταλον ἡ συνή-.
θεια οἶδε καλεῖν, ἀμφότερα δὲ ἀλλήλοις παρά τινος
συντριβόμενα σπινθῆρας πυρὸς μᾶλλον ἀποτελοῦ-
σιν, οὕτω καὶ ἅπας ἀνὴρ κἂν ἄγαν εἴη συνετὸς καὶ
ἀγχίνους, ἅμα τῷ αὐτὸν γυναικὶ προσομιλῆσαι καὶ
πράγματος, ὅτιπερ ψευδῶς τοῦ παιδὸς κατειποῦσα
πρὸς ἀπώλειαν αὐτοῦ τὸν βασιλέα παρώτρυνε.’ παρ-
ελθὼν δὲ καὶ ὁ τέταρτος φιλόσοφος ἔφη· ‘οὐδ’
γὰρ ἡ γυνὴ ἐπὶ πλέον πρὸς τὴν τοῦ νέου γαργαλίζε-
ται συνουσίαν καὶ διερεθίζει αὐτὸν εἰς ἐκπλήρωσιν
τῆς ἰδίας ἐφέσεως. ὅθεν καὶ αὕτη ἡ γυνὴ τῷ αὐτῷ
συνεσχέθη ἔρωτι, ἐπεὶ δὲ οὐδαμῶς ὁ τοῦ βασιλέως
υἱὸς αὐτῇ συγκατέθετο, ἀλλὰ καὶ μᾶλλον διαπειλεῖν
ἐδόκει αὐτῇ, ἐδεδίει πάντως αὐτὸν ἡ γυνὴ καὶ ἑαυ-
ρηκεν, ἀλλʼ ἐφθέγξατο τῇ γυναικὶ δειμαλέον καὶ
ἀπότομον λόγον.ʼ ὑπολαβὼν δὲ καὶ ὁ Συντίπας λέγει
οὐκ ἔστιν οὕτως ὡς ὑμεῖς φατε· οὐδὲ ὁ παῖς αἴτιος
καθέστηκε. καὶ γὰρ οὐδὲν τῆς ἀληθείας μεῖζον, καὶ
πᾶς ὃς φάσκει σοφιστικὸν ἑαυτὸν τυγχάνειν, καὶ
διαψεύδεται ἐς τὰ μάλιστα, ἐξουδένωται πᾶσα ἡ αὐ-
τοῦ σύνεσις, καὶ οὐκ ἔστι σοφὸς ὁ τοιοῦτος οὔτε
μοίρᾳ σοφῶν συνηρίθμηται, ἀλλὰ τῆς τῶν ψευδολ-
λόγων καὶ ὑποκριτῶν ὁμηγύρεως καθέστηκεν.ʼ
Ὑπολαβὼν δὲ καὶ ὁ τοῦ βασιλέως υἱὸς λέγει τῷ
πατρὶ· ‘δέσποτα βασιλεῦ, ἐπίτρεψον κἀμοὶ ἀπόλογόν
μου τῶν ῥημάτων ἀκούσατε. Ἦν γάρ τις ἀνὴρ ὃς
ἑαυτοῦ δούλην ὠνήσασθαι γάλα τοῖς κληθεῖσιν ἀν-
δράσιν. ἣ δὲ λαβοῦσα τὴν χύτραν ἐπὶ τὴν ἀγορὰν
ἐπορεύθη καὶ γάλα ὠνήσατο, καὶ ἐπιθεῖσα τὴν χύ-
τραν τῇ ἑαυτῆς κεφαλῇ πρὸς τὴν τοῦ κυρίου αὐτῆς
οἰκίαν ἐπανήρχετο. αὐτῆς δὲ πορευομένης, λοῦπος
ἄνωθεν καταπτάς, ὄφιν δέ τινα ἐπιφερόμενος, ἐπὶ
τὴν χύτραν κατέρριψε τὸν ἰὸν τοῦ ὄφεως. οὗτος
γὰρ σφόδρα ὑπὸ τῶν ὀνύχων τοῦ λούπου συνεχό-
μενος, ἀπὸ τῆς πολλῆς βίας τὸν ἰὸν παρὰ τὸ τῆς
χύτρας ἐξήμεσε στόμιον. τοῦ δέ γε ἰοῦ ἐν τῷ γάλακτι
ἐμεθέντος, οὐκ ᾔσθετο περὶ τοῦδε (οὐδὲν) τὸ παρά-
παν ἡ δούλη. ἀχθέντος οὖν εἰς τὸν οἶκον τοῦδε τοῦ
γάλακτος, ἐκπεπώκεισαν οἱ δαιτυμόνες αὐτό, καὶ
εὐθέως τεθνήκασιν ἅπαντες· εἴπατε οὖν μοι, φιλό-
σοφοι, τίς τοῦ φόνου γέγονεν αἴτιος;“ εἷς δὲ τῶν
φιλοσόφων ὑπολαβὼν ἔφη· ‘ὀ ἑστιάτωρ· ἔδει γὰρ
αὐτὸν τοὺς δαιτυμόνας μὴ πρὶν πιεῖν παραδοῦναι
τοῦ γάλακτος, ἄχρις ἂν ἐπιτρέψαι τὴν δούλην τοῦδε
οὕτως ἔχει ὡς φατέ· οὐδὲ γὰρ ὁ ὄφις μέμψεως ἄξιος,
ἐπειδήπερ τῇ βίᾳ τῆς πιεζούσης αὐτὸν συνοχῆς, ὑφ᾿
ἧς καὶ ἀπαγχονισθῆναι κατηναγκάζετο, τὸν ἰὸν ἐξή-
μεσεν.ʼ εἶτα καὶ ἄλλος ἀπεκρίνατο τῶν φιλοσόφων·
‘ἡ αἰτία αὕτη τῷ λούπῳ μᾶλλον πρόσεστιν, ὅτιπερ
ἐκείνου κραταιῶς τὸν ὄφιν συνέχοντός τε καὶ ἄγχον-
τος, εἰς τὸ ἐμέσαι ὁ ὄφις συνηλάθη.’ παρελθὼν δὲ
φύσει ὁ θεὸς ἀπέταξε. τοιγαροῦν καὶ ὁ λοῦπος ἀπὸ
τῶν τῆς γῆς ἑρπετῶν διατρέφεσθαι ὁρισθείς, ἀναί-
τιος ἐπὶ τῷ συμβάντι καθέστηκεν.’ ὁ δὲ βασιλεὺς
ταῦτα εἰπόντων τῶν φιλοσόφων ἐνατενίσας τῷ υἱῷ
λέγει πρὸς αὐτόν· ‘οἶμαι, ὦ υἱέ, ὡς οἱ παρόντες
φιλόσοφοι οὐκ ἐπίστανται τίνι τῶνδε προσυπῆρχε
τὸ σἴτιον. πλὴν ἀλλὰ σὺ φράσον μοι, τίς ὁ γεγονώς
αἴτιος.’ ὁ δὲ παῖς τῷ βασιλεῖ ἀπεκρίνατο· ‘οὐ κατά
τι, ὦ δέσποτα βασιλεῦ, οἱ φιλόσοφοι σφάλλονται,
οὐδʼ ὡς τῇ ἀληθείᾳ προσκρούοντες ἀλληνάλλως
φάσκουσι. πλὴν ὁ τοῖς τοῦ γάλακτος πεπωκόσι
υἱοῦ πάνυ συνέσει καὶ τῇ τούτου συλλογιστικῇ
καὶ σοφιστικῇ ἀποκρίσει. καί φησι πρὸς τὸν Συν-
τίπαν· ‘αἴτησαι ὃ ἂν ἐθέλοις καί σοι πρὸς τῆς ἐμῆς
βασιλείας βραβευθήσεται. ἀλλὰ καὶ εἴ τις περισσοτέρα
σοι πρόσεστι διδασκαλία, καὶ τήνδε τὸν υἱόν μου
ἐκδίδαξον’. ὁ δὲ Συντίπας ἔφη τῷ βασιλεῖ· ‘γνωστὸν
ἔστω τῷ κράτει σου, ὦ βασιλεῦ, ὡς οὐδὲν τῆς σο-
φιστικῆς τέχνης καὶ λογιότητος τὸ παράπαν ἐνέλιπον,
ὅπερ μὴ τὸν υἱόν γε τὸν σὸν ἐξεδίδαξα, ὡς καὶ πάν-
των τῶν ὑπὸ τὴν βασιλείαν σου φιλοσόφων ὑπέρ-
τερον αὐτὸν καταστῆναι.’ ὁ δὲ βασιλεὺς ὑπολαβὼν
πρὸς τοὺς μεγιστᾶνας καὶ τοὺς ὑπ᾿ αὐτὸν φιλοσό-
φους ἔφη· ‘ἆρά γε ταῦτα φιλαλήθως ἡμῖν ὁ Συν-
τίπας φθέγγεται;’ οἳ δὲ ἀπεκρίναντο· ‘καὶ μάλα,
ὦ δέσποτα.ʼ ὃ δὲ τῷ υἱῷ ἐμβλέψας αὐτοῦ λέγει·
‘σὺ δὲ τί φής, ὦ τέκνον; ἀληθείᾳ ταῦτα περὶ σοῦ
γε ὁ σὸς φάσκει διδάσκαλος;’ οἱ δὲ φιλόσοφοι ἀντὶ
τοῦ παιδὸς ἀποκριθέντες εἶπον· ‘οὐδεὶς ὡς ὁ υἱός
σου ἐν τῇ τῶν λόγων διαπρέπει κομψότητι.’ λέγει
οὖν καὶ ὁ παῖς τῷ βασιλεῖ· ‘γνωρίζω σου τῷ κράτει,
ὦ δέσποτα, ὡς εἴ τις τῶν ἀνθρώπων μὴ τελείαν
ἐπεὶ δʼ, ὦ βασιλεῦ, καὶ οὗτοί σου οἱ φιλόσοφοι ἐπι-
μαρτυροῦσί μοι ὡς καὶ αὐτῶν δὴ τοῖς λόγοις ὑπερ-
τερῶ, ἄκουσόν μου τῆς παρούσης διηγήσεως.
Δύο γάρ τινα παιδία ἐτύγχανον, τὸ μὲν χρόνων
ἀνάπηρος ἅμα καὶ παράλυτος, ὃς συνέσει καὶ ἀγχι-
νοίᾳ σὺν ἐκείνοις ὑπῆρχε κατάκοσμος.
Ὁ δὲ βασιλεὺς τὸν εἱρμὸν ἀνακόπτων τοῦ διη-
γήματος, λέγει τῷ υἱῷ ‘καὶ τίς ἦν, τέκνον, ἡ τούτων
ὑπόθεσιςʼ; ἀναλαβὼν δὲ ὁ παῖς τὸν λόγον ἄνωθεν
διηγεῖτο λέγων·
‘Ἀνήρ τις ἦν κίναιδος. ὃς ἡνίκα περὶ γυναικὸς
εὐειδοῦς ἠκηκόει, πρὸς ἐκείνην ἀκολασίας χάριν
εὐθύς ἐπορεύετο. ἐδηλώθη γοῦν αὐτῷ ἐν μιᾷ περί
τινος ὡραιοτάτης γυναικός, καὶ αὐτίκα πρὸς αὐτὴν
ἀπελήλυθε συνουσίας εἵνεκεν. εἶχε δὲ παῖδα ἡ γυνὴ
ἐκείνη ἐτῶν τριῶν τῇ ἡλικίᾳ τυγχάνοντα. ὃς τηνι-
καῦτα ἔτυχε λέγειν τῇ μητρί· ‘παρασκεύασόν μοι,
ὦ μῆτερ, ἔδεσμά τι τοῦ φαγεῖν. ἣ δὲ ὁρῶσα τὸν
ἄνδρα ἐκεῖνον πρὸς τὴν μετʼ αὐτῆς κατεπειγόμενον
ἀκολασίαν, λέγει πρὸς αὐτόν· ‘μικρόν με ἀνάμεινον,
με χρονίσαι ὧδε.’ ἣ δὲ ἀντέφησε τῷ ἀνδρί· ‘εἰ
ἤδεις, ὦ ἄνθρωπε, ὁποίαν οὗτος ὁ παῖς μου τὴν
ἀγχίνοιαν κέκτηται, οὐκ ἂν τοιαῦτά μοι ἔλεγες.’ καὶ
ταῦτα εἰποῦσα εὐθέως ἐγείρεται καὶ ὅπερ ἦν
ἑψήσασα ἔδεσμα, ὀρύζιον τυγχάνον, παρέθηκε τῷ
παιδί. ὃ δὲ εἰ καὶ μὴ πάντη νήπιος ἦν τῷ χρόνῳ,
ἀλλʼ οὖν ὀδυρόμενος διετέλει καὶ τὴν μητέρα
ἠνάγκαζε περισσότερον αὐτῷ παρατεθεικέναι ὀρύζιον·
‘οὐ γὰρ κεκόρεσμαι ἔτι’, φησίν, ‘ἀλλὰ πλείονος
θέλημα· ὃ δὲ αὖθις καὶ ἑτέρας παραθήκης ἐφιέμενος
ἐπὶ πλέον πρὸς τὴν μητέρα ὠλοφύρετο. ὁ μέντοι
ἀκόλαστος ἐκεῖνος ἀνὴρ δυσχεραίνων ἐπὶ τῇ ἀσελγείᾳ
τοῦ παιδὸς καὶ τῷ τούτου ἀδιακόπτῳ κλαυθμῷ, λέ-
γει πρὸς αὐτόν· ‘λίαν τῷ ὄντι ἀναιδὴς καὶ ἀκόρεστος
πέφυκας, καὶ οὐκ ἔνεστί σοι φρόνησις, ὡς ὁρῶ, τὸ
παράπαν. εἰ γὰρ τὸ τοιοῦτον ἔδεσμα πέντε ἀνδράσι
παρετέθη, δαψιλῶς ἂν αὐτοῖς εἰς κόρον διήρκεσεν.ʼ
ὁ δὲ παῖς ὑπολαβὼν ἔφη· ‘σὺ μᾶλλον πάσης ἀπε-
στέρησαι φρονήσεως, ὡς τὸ παρὰ σοῦ νῦν ζητού-
μενον καὶ ἐμῇ μητρὶ ἀπρεπῶς λεγόμενον σεαυτὸν
ἐπιζητεῖ καὶ πρᾶξιν μεταδιώκει θεῷ μεμισημένην.
ἐν ἐμοὶ δὲ τί καθορᾷς φρονήσεως ἐστερημένον ; ἀλλὰ
καὶ ἀπὸ τοῦδέ μου τοῦ κλαυθμοῦ ὅπερ ἀναίδειαν
θμοῦ εἴ τι ἄρα καὶ ἤθελον ῥᾳδίως μοι προσεγένετο.’
τούτων ὁ ἀνὴρ ἐκεῖνος τῶν συνετῶν ῥημάτων ἀκη-
κοὼς συνῆκεν ὡς ὁ παῖς οὗτος αὑτοῦ μᾶλλον ὑπέρ-
κειται τῇ φρονήσει. καὶ ὃς ἀναστὰς καὶ σχηματίσας
ἄμφω τὼ χεῖρε τῷ παιδὶ προσεκύνησε καί φησι· ‘μὴ
μέμψῃ μοι, ἀξιῶ, περὶ ὧν σοι ἀπεφθεγξάμην. οὐ
γὰρ ᾔδειν ὡς τοιαύτην ἐκέκτησο φρόνησιν.ʼ καὶ
τοῦτο εἰπών, εὐθύς ἐκεῖθεν ὑπανεχώρησε μηδὲν
ἄτοπον ἐπὶ τῇ αὐτοῦ μητρὶ ἐργασάμενος.
Ἄκουσον τοίνυν, ὦ δέσποτα βασιλεῦ, καὶ τῆς
περὶ τοῦ πενταετοῦς παιδὸς διηγήσεως. Ἄνδρες
ὑπῆρχόν τινες τρεῖς, οἳ καὶ ἀλλήλοις ἐτύγχανον
κοινωνοί. ἐπί τινα δὲ διʼ ἐμπορίαν χώραν μακρὰν
ἐστάλησαν. τῆς δέ γε ὁδοιπορίας ἐχόμενοι εἴς τινα
κώμην εἰσέρχονται καὶ παρά τινι γραΐδι τὴν κατάλυσιν
ἔθεντο. μετὰ δὲ ταῦτα ἔδοξεν αὐτοῖς ἐπὶ τὸ βα-
λανεῖον ἀπελθεῖν καὶ ἀπολούσασθαι. καὶ λέγουσι
τῇ γραΐδι· ‘ἑτοίμασον ἡμῖν, ὦ γύναι, τὰ χρειώδη
σκεύη καὶ ἐπιβλήματα.’ ἣ δὲ πάντα αὐτοῖς ἡτοιμά
σατο, μόνου τοῦ κτενὸς δʼ ἐπελάθετο. ἐκεῖνοι δὲ
ἐκβαλόντες ἅτινα ἐπεφέροντο χρυσίου τρία βαλάν-
ἐπεὶ κτένιον ἔχειν οὐκ εἶδον, στέλλουσι θάτερον αὐ-
τῶν τῇ γραΐδι τοῦ κομίσαι τὸ κτένιον. ὁ δὲ σταλεὶς
εἶπεν αὐτῇ· ‘οἱ κοινωνοί μου διʼ ἐμοῦ σοι δηλοῦσιν,
ὦ γύναι· στεῖλον ἡμῖν τὸ παῤ ἡμῶν σοι παρατεθὲν
χρυσίον.ʼ ἣ δὲ λέγει αὐτῷ· ‘οὐδαμῶς σοι δώσω τι,
ἄχρις ἂν οἱ τρεῖς ὁμοῦ γένοισθε.’ ὃ δὲ λέγει αὐτῇ·
‘κατ’ ὄψιν ἰδού σοι ἑστήκασιν, ὡς ὁρᾷς, οἱ κοινωνοί
μου καὶ φωνοῦσί σοι πόρρωθεν, δοῦναι μοι τὸ τοι-
οῦτον χρυσίον.᾿ ταῦτα εἰπὼν φωνεῖ πρὸς ἐκείνους
περὶ τοῦ κτενὸς αὐτοῖς ἀνωνύμως καὶ ἀδήλως οὑ-
τωσὶ λέγων· ‘οὐδέν μοι ἡ γραῦς παρέχει, εἰ μὴ
οἱ δὲ κοινωνοὶ τούτου ἐπὶ πολὺ αὐτὸν διετέλουν
προσμένοντες· εἶτα φωνοῦσι πρὸς τὴν γραΐδα· ‘ποῦ
ἐστιν ὁ πρὸς σὲ σταλεὶς ἐκεῖνος κοινωνὸς ἡμῶν, ὅτι
μὴ ὅλως ἡμῖν ἀνεφάνη;’ ἡ δὲ γραῦς ἔφη τοῖς ἀν-
δράσιν ὡς ‘τὸν θησαυρὸν ὑμῶν παῤ ἐμοῦ ἐπεζή-
τησε, καὶ κατὰ τὴν ὑμετέραν προσφώνησίν τε καὶ
προτροπὴν παραδέδωκα τοῦτον αὐτῷ. ὃν καὶ λαβὼν
ὑπεχώρησε τῆς οἰκίας μου.’ οἳ δὲ ἀντεῖπον τῇ γυ-
ἔφητε ἐκβαλοῦσα τοῦτο ἐπιδέδωκα πρὸς αὐτόν.’
ταῦτα οἱ ἔμποροι ἀπροσδοκήτως παρὰ τῆς γυναικὸς
ἐνωτισθέντες καὶ πικρῶς ἀθυμίᾳ βαρείᾳ κατασχε-
θέντες, ταύτην ἀνάρπαστον ἅμα λαβόντες, πρὸς τὴν
τῆς χώρας πορεύονται ἄρχοντα καὶ αὐτῷ τὰ τοῦ
πράγματος ἐκτραγῳδοῦσι περιπαθῶς. ὁ δὲ ἄρχων
θυπέφερον· ‘ἡμεῖς, ὦ δικαστά, τρεῖς τυγχάνοντες
κοινωνοί, ὅτε τῇ γραΐδι τὰ ἡμέτερα χρήματα παρε-
θέμεθα, σὺν ἀσφαλείᾳ εὐθὺς αὐτῇ ἐνετειλάμεθα
εἰπόντες ὡς „μηδαμῶς γε τῶν σῶν χειρῶν, ὦ γύναι,
ἡ τοιαύτη ἡμῶν ἐκβληθήτω παραθήκη, εἰ μήτοι γε
τοὺς τρεῖς ἡμᾶς ὁμοῦ θεάσαιο ταύτην ἐπιζητοῦντας
λαβεῖν ἀπὸ σοῦ·“ ὁ δὲ ἄρχων πάλιν ἔφη πρὸς τὴν
γραΐδα· ‘ἀπόδος τὸ χρυσίον τοῖς ἐμπόροις, ὦ γύναι,
καὶ μηδὲν μηκέτι πρὸς ταῦτα ἀμφίβαλλε.’ ἡ δὲ γραῦς
ἀπὸ προσώπου ἔξεισι τοῦ ἄρχοντος ὀδυρομένη πικρῶς
καὶ γοερὸν ἀλαλάζουσα. μετὰ μικρὸν δὲ παῖς τις
ἐτῶν πέντε τυγχάνων ἔφη τῇ γυναικί, συναντήσας
βιάζων αὐτὴν καὶ τὴν αἰτίαν τοῦ ὀδυρμοῦ πυνθα-
νόμενος, καὶ οὐ πρότερον ἀπέστη αὐτῆς ἄχρις οὗ
πάντα αὐτῷ ἡ γυνὴ διεσάφησεν. ὃ δὲ ἀντέφη αὐτῇ·
‘ἐγώ σε τῆς κατεχούσης ἀπαλλάξω νυνὶ συμφορᾶς.
ἀλλʼ εἰ βούλοιο ποιῆσοι με τοῦτο, δός μοι πρότερον
ἀργυροῦν ἕνα, ἵνα διʼ αὐτοῦ κάρυά μοι ἐξωνήσωμαι.ʼ
ἡ δὲ γυνή φησιν· ‘εἴπερ με τῆς χαλεπῆς ταύτης
συνοχῆς ἀπαλλάξεις, δώσω σοι τὸν ἀργυροῦν.ʼ ὁ δὲ
παῖς λέγει αὐτῇ· ‘ὑπόστρεψον τοίνυν πρὸς τὸν
ἄρχοντα καὶ λέξον αὐτῷ οὕτως· „γνωρίζω σοι, ὦ
κύριέ μου, ὡς τρεῖς ἦσαν τυγχάνοντες οἱ κοινωνοί,
οἳ τὸ χρυσίον μοι τοῦτο παρέθεντο, ὥσπερ δῆτα καὶ
πρὶν ἐδηλώθη σου τῇ μεγιστότητι. οἳ καὶ ἐνετεί-
λαντό μοι λέγοντες· „ὅρα μὴ δώσεις τινὶ ἐξ ἡμῶν
τὰ παρατεθέντα σοι χρήματα, ἐὰν μήτοι γε οἱ τρεῖς
ὁμοθυμαδὸν παραγενοίμεθα πρὸς σέ.“ νυνὶ δὲ,
κύριέ μου, ἰδού, τὸ χρυσίον παῤ ἐμοί ἐστι· πρόσ-
ταξον τοίνυν τοὺς τρεῖς κοινωνοὺς ἐπὶ τὸ αὐτὸ
παραστῆναί μοι, καθάπερ, ὡς ἔφην, κἀκεῖνοι σὺν
ἀκριβείᾳ μοι κατηγγυήσαντο. καὶ οὕτως ὁ κοινὸς
αὐτῶν θησαυρὸς παῤ ἐμοῦ αὐτοῖς ἀποδοθήσεται.ʼ
ἐπὶ ταύταις τοιγαροῦν ταῖς τοῦ παιδὸς ἐκείνου πι-
θαναῖς ὑποθήκαις ἡ γυνὴ σφόδρα ἡσθεῖσα ταχέως
ὑποστρέφει πρὸς τὸν ἡγεμόνα καὶ τὰ πρὸς τοῦ παι-
σατε ὑμεῖς μεθʼ ἑαυτῶν καὶ τὸν ἕτερον ὑμῶν κοι-
τῶν δύο ἀνδρῶν ἐκείνων καθελκομένης, συνῆκεν ὁ
ἄρχων ὡς παῤ ἑτέρου τινὸς ἡ ἐγκαλουμένη γραῦς
τὸν ἔσχατον τόνδε ἀπόλογον ἐξεδίδακτο. καὶ προσ-
καλεσάμενος αὐτὴν ἐπυνθάνετο παῤ αὐτῆς, τίς
ἄρα ταύτῃ τὴν πιθανὴν ἀντίθεσιν ταύτην ὑπέθετο.
ἣ δὲ ἀπεκρίνατο· ‘παῖς μοι πενταέτης ἐντυχών καὶ
ὀδυρομένην ἑωρακώς, ᾤκτειρέ με καὶ τήνδε τὴν
ἀντίθεσιν ὑπεσήμανεν.’ ὁ δὲ ἡγεμὼν τὸν παῖδα
πρὸς ἑαυτὸν εὐθὺς μετεστείλατο καὶ ἥξαντα ἐπηρώ-
τησε λέγων αὐτῷ· ‘σύ, παῖ, ἀληθῶς τόνδε τὸν
λόγον τῇ γραΐδι ὑπέθουʼ; ὃ δὲ ‘ναί,’ φησίν ‘ὦ κύριέ
μου.’ ὁ δὲ δικαστὴς ἐκπλαγεὶς ἐπὶ τῇ τοῦ παιδὸς
συνέσει καὶ ἀγχινοίᾳ, εὐθέως αὐτὸν καθηγητὴν
ῥητόρων καὶ φιλοσόφων προβάλλεται.
Ἄκουσον δέ, ὦ δέσποτα βασιλεῦ, καὶ τῆς περὶ
τοῦ γηραιοῦ ἀνδρὸς διηγήσεως. Ἀνήρ τις ἦν ὃς εἰ-
ωθὼς ἐμπορεύεσθαι, ἀρωματικὰ ξύλα εἰς ἐμπορίαν
ὠνήσατο. ὃς καὶ μεμαθηκὼς περί τινος πόλεως ὡς
ταύτῃ τῇ πόλει περὶ τούτων ἔχει τῶν ξύλων ἡ ὤνη-
σις. ἐν δὲ τῷ μεταξὺ γυνή τις δούλη τῶν ἐν τῇ
πόλει τινὸς τυγχάνουσα, τὸν ἔμπορον θεασαμένη,
‘πόθεν, ὦ ἑταῖρε;’ πρὸς αὐτὸν ἔφη ‘καὶ τίνα εἰσὶν
ἃ ἐπιφέρῃ;’ ὁ δʼ ἔμπορος ‘ἔγωγε’ ἀπεκρίνατο ‘ὃ
ἐπιφέρομαι ξύλα εἰσὶν ἀρωματικά.’ δὲ εἰσελθοῦσα
πρὸς τὸν ἑαυτῆς κύριον πάντα τὰ κατʼ ἐκεῖνον τὸν
ἔμπορον αὐτῷ διεσάφησεν. ὃ δὲ ποικίλος ὢν καὶ
πανοῦργος τὸν τρόπον, αὐτίκα συναγαγὼν ἃ παῤ
ἑαυτὸν ἀρωματικὰ ξύλα ἐκέκτητο, ἐνέβαλε τῷ πυρί,
ὀλίγα ταῦτα ὑπάρχοντα. καὶ ἐμφυσήσαντος πολλή
τις ἐκεῖθεν εὐωδία ἐξεπέμπετο. ἧς ὀσφρανθεὶς ὁ
ἔξωθεν ἔμπορος λέγει τοῖς περὶ αὐτόν· ‘εὐωδίας·
πλείστης ἀρωματικῆς ὀσφραίνομαι. ἴδετε οὖν τὸ
τάχος σὺν πολλῇ ἀκριβείᾳ μήπως τινὶ τῶν ἡμετέρων
γόμων πυρκαϊά τις προσήγγισε, καὶ ἡμέτερα καίεται
λης ἐκείνης δεσπότης. εἶτα πυνθάνεται παῤ αὐτοῦ,
ἄλλʼ ἅ σοι ἐπικερδῆ ἐτύγχανεν εἴδη παραλιπεῖν; ἐν
ἀκριβείᾳ γὰρ ἴσθι ὡς τοῖς τοιούτοις οἱ ἐνταῦθα ἄν-
θρωποι ξύλοις οἷα καυσίμῳ ὕλῃ τινὶ προσανέχουσι,
καὶ πρὸς ἔκκαυσιν καμίνου αὐτοῖς χρῶνται.’ ‘ἀλλ’
ἔγωγεʼ φησὶν ὁ ἔμπορος ‘ἠνώτισμαι ὡς ὑπὲρ πάσας
τὰς πόλεις αὕτη μάλιστα ἐνδεὴς καὶ σπανίζουσα τῶν
τοιούτων.’ ὃ δὲ πρὸς αὐτόν· ‘οἱ τοῦτ’ εἰρηκότες
σοι πολύ σε ἠπάτησαν.’ τούτοις τοῖς λόγοις τὴν
καρδίαν πληγεὶς ὁ ἔμπορος συνεσχέθη τῇ λύπῃ. ὁ
δέ γε ἀνὴρ ἐκεῖνος ἀνίᾳ τοῦτον συσχεθέντα ἑωρα-
κώς, ἔφη αὐτῷ· ὀρῶ σε δεινῶς, ἑταῖρε, γεγονότα
περίλυπον, καί σε κατοικτείρω τῆς σφοδρᾶς ἀθυμίας.
ἄγε δὴ λοιπὸν διάπρασόν μοι πάντα τὸν φόρτον σου,
καὶ εἰ τι βούλει, παράσχω σοι ἐν πλήρει πίνακι.’ ὁ
δʼ ἔμπορος συλλογισάμενος καθʼ ἑαυτὸν ἔλεγε· ‘βέλ-
τιόν μοι οὖν, ὡς στοχάζομαι, πέφυκεν, εἴ τι δή μοι
γυναικί. καὶ αὐτῇ ἐπηρώτησε λέγων ‘πῶς ἄρα, ὦ
γύναι, τὰ τῶν ἀρωμάτων ξύλα ἀπεμπολοῦνται τῇ
πόλει;’ ἣ δὲ ἔφη πρὸς αὐτόν· ‘ἰσοστάθμῳ αὐτοῖς
χρυσίῳ. πλήν, ὦ ἔμπορε, ἰδοὺ λέγω σοι, προσεκτι-
κῶς ἔχε ἀπὸ τῶν τῆςδε τῆς πόλεως κατοίκων. παν-
οῦργοι γὰρ ἅπαντες καὶ ποικίλοι πεφύκασι, καὶ οὐκ
ἔστι τινὰ τῶν ὧδε ἡκόντων μὴ παρὰ τῶν πολιτῶν
ἄνδρας ἅμα καθεζομένους. οἷς θαμινὰ ἐνατενίζων
εἱστήκει. κἀκείνων δὲ τὸν ἔμπορον τοῦτον ἑωρα-
κότων, θάτερος τούτων εἰρήκει· ‘δεῦρο, ὦ πάτερ,
συ τε κἀγὼ πρὸς ἀλλήλους διαλεχθῶμεν, καὶ ὃς ἂν
τοῦ ἑτέρου ὑπερτερήσῃ, ἐπιταξάτω τῷ ἡττηθέντι
ποιήσαι, ὅπερ ἂν ὁ νενικηκὼς βούλοιτο.’ ὁ δʼ ἔμ-
πορος ἁπλοικῇ τῇ γνώμῃ καὶ ἀπεριέργῳ τῇ γνώσει
στοιχῶν ‘ναί,’ φησί ‘καὶ γενέσθω καθὼς ἐκέλευσας.’
εἶτα ἐκαθέσθησαν πρὸς ἀλλήλους διαλεγόμενοι· καὶ
νενίκηκε τὸν ἔμπορον ὁ μῖμος ἐκεῖνος καὶ πανοῦργος
τίθεσιν προβαλέσθαι καὶ τοὺς αὐτοῦ βρόχους διεκ-
φυγεῖν. ἦν δὲ ὁ ἔμπορος γλαυκόφθαλμος· ἔτυχε
δὲ καὶ ὁ μῖμος ὁ ἕτερος τῶν τριῶν μονόφθαλμος
μὲν ὑπάρχων, γλαυκὸν δὲ καὶ αὐτὸν ἔχων. κἀκεῖνος
δὲ ἀναστὰς ἐπελάβετο ἰσχυρῶς τοῦ ἐμπόρου λέγων
‘σύ μου τὸν ἕτερον ἐσύλησας ὀφθαλμόν. ἄγωμεν
ὁ μῖμος ἐκεῖνος τὸν ἔμπορον εἷλκε. καὶ τούτοις
ἀπιοῦσι συναντήσασα ἔφησε πρὸς τὸν μῖμον· ‘ἔασον,
ἀξιῶ, τὴν σήμερον ἐγγυητικῶς παρ’ ἐμοὶ τὸν ἄνδρα
τοῦτον τὸν ἔμπορον, κἀγ αὐτὸν ἕωοθεν πρωῒ παρα-
στήσω σοι.’ ὃ δὲ εἴξας αὐτῆς τῇ αἰτήσει, δέδωκεν
αὐτῇ τὸν ἄνθρωπον. ὃν καὶ λαβοῦσα ἡ γραῦς οἴκαδε
ἀνεχώρησε. καὶ ἤρξατο κατηγορεῖν αὐτοῦ λέγουσα
‘οὐδέν σοι προπαρήγγειλα προσεκτικῶς ἔχειν ἀπὸ
τῶν ἐν ταύτῃ (τῇ πόλει) πολιτῶν, ὅτι γε μῖμοι καὶ
πονηροὶ τὴν γνώμην καὶ ποικίλοι πάντη πεφύκασι;
συνθέσθαι βεβούλημαι. γνωρίζω γάρ σοι ὡς οἱ
τοιοῦτοι μῖμοι ἔχουσί τινα καθηγητὴν γηραιόν, ὃς
καὶ τοῖς τῆς πονηρίας πλεονεκτήμασι μάλα τῶν
ἄλλων διαφέρει καὶ ὑπερτερεῖ. ὅθεν καὶ πάντες οἱ
μῖμοι καθʼ ἑκάστην ἑσπέραν παῤ αὐτὸν ὡς καθη-
γητὴν προσφοιτῶσι καὶ αὐτῷ τὰ ἑκάστῳ διʼ ὅλης
σχημάτισον. εἶτα λάθρα διελθών, ἐγκατάμιξον σε-
αυτὸν τῇ αὐτῶν ὁμηγύρει. πλὴν ὅρα, μὴ φωραθῇς
ὑπ᾿ αὐτῶν. συμπορεύθητί τε αὐτοῖς ἕως τοῦ καθη-
γητοῦ, καὶ πλησίον αὐτῷ στὰς λεληθότως οἷά τις
τῶν τυχόντων καὶ κοινῶν τῆς πόλεως ἀνδρῶν, ἄκου
σον περὶ ὧν αὐτῷ ἀπαγγελοῦσιν οἱ ὡμιληκότες σοι
καὶ ὧν ἐκεῖνος αὐτοῖς ἀποκριθήσεται. καὶ εἴ τι ἄρα
παῤ αὐτοῦ αὐτοῖς λαληθήσεται, σημείωσον ἐν τῇ
διανοίᾳ σου, ὡς ἂν τὰς πρὸς ἐκείνους αὐτοῦ ἀπο-
κρίσεις τοῖς πολεμοῦσί σοι ἀντιπροθέμενος, κατὰ
κράτος αὐτῶν τῆς πανουργίας περιγένοιο· καί σοι
μέγιστον ἐντεῦθεν προσγενήσεται τὸ κέρδος. ὁ δʼ
θηγητὴς ἀπεκρίνατο αὐτῷ λέγων ‘καὶ τίνα γε ἄρα
ἐστὶν ἃ συνεφώνησας αὐτῷ δοῦναι; χρυσός; ἄργυ-
ρος; ὁ δὲ μῖμος ‘οὐχί᾿ φησί ‘κὕριέ μου· τούτων
οὐδέν, ἀλλʼ εἴδη ἀνώνυμα ἅπερ αὐτὸς βουληθείη,
πίνακα πεπληρωμένον.᾿ ἔφη δὲ πρὸς αὐτὸν ὁ καθη-
γητής· ‘μεγάλως ἐσφάλης. εἰ γὰρ τετυχήκει τὸν
ἔμπορον ἀπὸ σοῦ ζητῆσαι ψύλλους, πίνακα πεπλη-
ρωμένον, ὧν τὸ ἥμισυ θηλείας, τὸ δʼ ἕτερον ἥμισυ
ἄρρενας ἔχειν, ἀλλὰ μὴν καὶ γλαυκοειδεῖς ὑπάρχειν,
ἆρά γε δυνάμεις σὺ εἶχες τοιαύτην δόσιν αὐτῷ πα-
ρασχεῖν; πῶς εἶχες αὐτὸν διαδρᾶναι’; ὁ δὲ μῖμος
λέγει αὐτῷ· ‘οὐκ ἐπὶ τοσοῦτον, κύριέ μου, ὁ ἔμ-
πορος οὗτος σεσόφισται, οὐδὲ τοιαῦτα πανουργεύε-
πλοκῆς λόγων τῷ ἐμπόρῳ συναμιλληθεὶς καὶ νικήσας
αὐτόν, τέταχα πιεῖν τὰ θαλάττια ὕδατα ἅπαντα.
οὕτω γὰρ παῤ ἡμῶν συμπεφώνητο, ὡς ἐπὶ λόγοις
τὸν νικηθησόμενον, εἰ τι ᾄρα καὶ ἐπιτραπείη πρὸς
τοῦ νικήσαντος, δέξασθαι καὶ ποιήσασθαι.’ ὁ δὲ
καθηγητὴς πρὸς αὐτὸν ἀπεκρίνατο· ‘οὐδὲ σύ γε
καλῶς πέπραχας. ἔστω γὰρ ἴσως ὅτι ἐκεῖνος ἀντείποι
σοι· ,,ἄπιθι πρότερον καὶ ἀνάστειλον τοὺς τῇ θα-
λάσσῃ ἐπιρρέοντας ποταμούς· εἶθʼ οὕτω πίομαι τὸ
τῆς θαλάττης ὕδωρ, ὃ δὴ καὶ μόνον πεπωκέναι
συνεθέμην σοι.“ εἰ οὖν οὗτος οὕτω σοι λέξει, ἆρά
γε σὺ εὐχερῶς ἕξεις τοὺς ποταμοὺς ἀναχαιτίσαι τῆς
ἀπὸ τῆς θαλάττης ἐπιρροῆς;’ ὁ δὲ μῖμος ‘ἀλλ᾿ ἴσθι’,
φησίν ‘ὡς οὐχ ἱκανοῖ ἡ τοῦ ἐμπόρου φρόνησις τὸν
τοιοῦτον [μοι] ἀντιφράσαι μοι ἀπόλογον.’ εἶτα καὶ
ὁ μονόφθαλμος μῖμος προσελθὼν ἔφη τῷ γηραιῷ·
‘κἀγὼ ἐν τῇ ἀγορᾷ ἑώρακα, κύριέ μου, ἔμπορόν
τινα ξένον, ὃς ἦν γλαυκοειδὴς τοὺς ὀφθαλμούς. καὶ
σύστασιν τῆς τοιαύτης σου προτάσεως ἔξελέ σου τὸν
ἕνα τοῦτον ὃν ἔχεις ὀφθαλμόν, κἀγὼ δʼ ὡσαύτως
θάτερον τῶν ἐμῶν ἐκβαλῶ ὀφθαλμῶν, καὶ ἄμφω
σταθμίσωμεν αὐτούς· καὶ εἰ μὲν ἰσόσταθμοι ἀλλή-
λοις εὑρηθεῖεν, εὔδηλον ὅτι γε σός ἐστιν ὁ ἐμὸς εἷς
ὀφθαλμός· εἰ δέ τις τῶν σταθμιζομένων δύο ὀφθαλ-
μῶν βαρύτερος τοῦ ἑτέρου ἐν τῇ τοῦ ζυγοῦ φανείη
πλάστιγγι, οὔκουν σός ἐστιν ὁ θάτερός μου ὀφθαλ-
μός, ἀλλὰ μᾶλλον καὶ ὑπὲρ τῆς αὐτοῦ ἐκβολῆς
ἀξίως εὐθυνθήσῃ.“ εἰ οὖν ταῦτά σοι ἀντιλέξειεν
ὁ ἔμπορος, οὐχὶ πάντη σε ἀποπείσει τῆς ἀντιθέσεως;
καὶ τὸ δὴ χείριστον, ὅτι γε τούτου ἐπὶ σοὶ γενομένου,
σὺ μὲν τέλεον ἀποστερηθήσῃ τῆς ὁράσεως καὶ πάντη
γενήσῃ ἀόμματος, οὗτος δὲ ἕνα τῶν ἑαυτοῦ ὀφθαλ-
μῶν ὕστερον ἔχων, πάλιν τὸ φῶς καθορῶν ἔσται.’
πρὸς ταῦτα ὁ μονόφθαλμος μῖμος ὑπολαβὼν λέγει
φθεγγομένων, ἠκροᾶτο μάλα καλῶς καὶ λαθραίως
παῤ ὅλην ἐκείνην τὴν νύκτα ὁ ἔμπορος καὶ τῇ ἰδίᾳ
ταῦτα συνετήρει καρδίᾳ. πρωΐας δὲ γενομένης
‘ζήτησον εἴ τι καὶ βούλοιο, κἀγὼ ἑτοίμως παράσχω
σοι.’ ὁ δʼ ἔμπορος· ‘θέλω ἵνα μοι δῷς ἐν τῷ πίνακι
ψύλλους καθ᾿ ὅσον χωρήσειεν, ὧν τὸ μὲν ἥμισυ στῖφος
ἄρσεν, θῆλυ δὲ τὸ ἕτερον ἥμισυ, καὶ πάντας γλαυ-
κοειδεῖς τὴν ἰδέαν αὐτῶν.’ οὕτως εἰπὼν τῷ μίμῳ ὁ
ἔμπορος ἰσχυρῶς αὐτὸν διετέλει ἀπαναγκάζων καὶ
πολλῇ τῇ βίᾳ πρὸς αὐτὸν κεχρημένος, ἄχρις ἂν ὁ
μῖμος καὶ ἄκων ἐδεδώκει αὐτῷ πλείονα ποσότητα
τῆς δικαίας τιμῆς τῶν ἀρωματικῶν αὐτοῦ ξύλων·
καὶ οὕτως ἀπηλλάγη τῶν τοῦδε ὀχλήσεων. ἐντυχὼν
δὲ καὶ τοῖς ἑτέροις δυσὶ μίμοις, τῷ τε περὶ τοῦ
ὀφθαλμοῦ διαμαχομένῳ καὶ τῷ τὴν θάλασσαν κατα-
πιεῖν αὐτῷ ἐπιτρέψαντι, ἀπῄτει κἀκείνους πεποιηκέ-
ναι ἃ λάθρα παρὰ τοῦ αὐτῶν καθηγητοῦ ἠκηκόει.
μάτων ὁ ἔμπορος ἐξ αὐτῶν (πεισθῆναι) ἠθέλησεν
ἀπολαβεῖν· καὶ οὕτως ἀπηλλάγησαν τῶν ὀχλήσεων.
καὶ νῦν, ὦ δέσποτα βασιλεῦ, ἐξ ὧν σοι διηγησάμην
γίνωσκε ὅτι οἵ τε δύο παῖδες ἐκεῖνοι, ὁ τριετὴς καὶ
ὁ πενταετής, περὶ ὧν προειρήκειν σοι, καὶ οὗτος ὁ
γηραιὸς καθηγητὴς πολλῇ τῇ γνώσει καὶ τῇ συνέσει
κεκόσμηνται· καὶ κατʼ ἐκείνους κἀμὲ ὁ διδάσκαλος
ὁ ἐμὸς ἀπετέλεσε διδάσκαλον.ʼ
Ὁ δὲ βασιλεὺς ὑπολαβὼν ἔφη τῷ υἱῷ· ‘γνώρι-
σόν μοι, τέκνον, πῶς ἐν μὲν τοῖς προλαβοῦσι τρισὶν
ἔτεσιν οὐ μεμάθηκας τὴν νῦν προσγενομένην σοι
λογιότητα, νυνὶ δὲ ἐν μόνοις τοῖς παρελθοῦσιν ἳξ
μησὶν ἐπὶ τοσοῦτον ἐσοφίσθης;’ ὁ δὲ παῖς τῷ βασι-
λεῖ ἀπεκρίνατο ὡς ‘τῷ τότε, ὦ βασιλεῦ, ἔτι μου
νηπιάζοντος, οὐ συνήργουν ἀλλήλαις αἱ προσοῦσαί
μοι τοῦ σώματος καὶ τῆς ψυχῆς αἰσθήσεις. τότε γάρ
μου τὸ σῶμα ἀφήλικος πάντη τυγχάνοντος, οὔτε οἱ
ὀφθαλμοὶ οὔτε ἡ γλῶττα οὔτε ἡ καρδία ἀλλήλοις
συνεκρότουν πρὸς τὴν τῆς διδασκαλίας μάθησιν.
οὐδὲ γὰρ δυνατὸν ἔτι νηπιόφρονα πεφυκότα γνῶσιν
εὐχερῶς ἐκδιδάσκεσθαι, καθότι ἅπαν παιδίον ταῖς
παιδιαῖς καὶ τῇ ἀργίᾳ ἐνηδόμενον, οὐ προσεκτικῶς
τὸν νοῦν περὶ τὴν διδασκαλίαν διατίθεται. κἀγὼ
δέ, ὦ βασιλεῦ, τὸν αὐτὰν τρόπον τῷ τότε τῇ τε
ἡλικίᾳ καὶ τῇ διανοίᾳ διακείμενος, οὐδὲν ὅλως τῶν
δὲ ὁ διδάσκαλός μου Συντίπας τὸ νεάζον τῆς ἐμῆς
ἡλικίας περισκοπῶν, οὐκ ἐμβριθῶς με ἐξεδίδασκεν
οὐδὲ τοῖς δυσχερέσι κατʼ ἀρχὰς λόγοις πρός με
ἐχρήσατο, ἵνα μὴ τῷ τῶν δυσχερῶν καὶ δυσλήπτων
βάρει ἐξ ἀρχῆς καταπονηθείς πάντα τῆς ἐμῆς δια-
νοίας ἀπορρίψω τὰ διδασκόμενα — καὶ γὰρ ᾔδει μου
ὁ διδάσκαλος ὅτιπερ, εἰ ἀμέτρως ἐξ ἀρχῆς με ἐκδι-
δάξειεν, εὐχερῶς ἂν εἶχον ἀπʼ αὐτοῦ ἀφηνιάσαι καὶ
τῇ καρδίᾳ πάντα δὴ τὰ παῤ αὐτοῦ μοι ἐκδιδασκό-
μενα, καὶ συναγαγὼν τὸν πρῴην μου διασπαρέντα
λογισμόν, τώτε ὦτε συντείνας πρὸς ἀκοὴν καὶ τὴν
γλῶτταν πρὸς λόγων μελέτην τε καὶ πλοκήν, καὶ
οὕτως ἐπὶ (τὸν) καιρὸν τῶν ἓξ καὶ μόνων μηνῶν
πάντα δὴ τὰ διδαχθέντα μοι ἀκριβέστατα κατέλα-
βον, καὶ ἐν μεθέξει πάσης φιλοσοφίας καὶ συνέσεως
γέγονα, συναραμένης πάντως καί της θείας δυνάμεως
ἐμοί τε καὶ τῇ παρὰ τοῦ ἐμὲ μυσταγωγοῦντος σπουδῇ.’
τούτοις ὁ βασιλεὺς τοῖς τοῦ παιδὸς ῥήμασι σφόδρα
τὴν καρδίαν ἡσθείς, εὐχαριστηρίους τῷ θεῷ λόγους
ἀνέπεμπε καὶ τὴν τοῦ παιδὸς σύνεσιν καὶ φιλοσοφίαν
ἐκθειάζων διετέλει τὰ μέγιστα, καὶ τῷ Συντίπᾳ
ὡμολόγει τὰς χάρτας. εἶτα κελεύει παραστῆναι αὐτῷ
τὴν πονηρὰν ἐκείνην γυναῖκα, ἥτις τὸν αὐτοῦ υἱὸν
ἀπολέσαι ἐμηχανᾶτο καὶ ταύτης παραστάσης, λέγει
πρὸς αὐτὴν ὁ βασιλεύς· ‘ἀνακάλυψόν μοι, ὦ γύναι,
μηδὲν κατὰ φόβον ὑποστειλαμένη, τίνος χάριν τὸν
ἐμὸν υἱὸν ἀπολέσαι ἔσπευδες, καὶ τίς ἦν ὁ τρόπος
τῆς τοιαύτης σου σκαιωρίας;’ ὑπολαβοῦσα δὲ ἡ γυνὴ
ἔφη· ‘οἶδας, ὦ κράτιστε βασιλεῦ, ὡς οὐδέν τινι τῶν
ἀνθρώπων τῆς ἰδίας ζωῆς καθέστηκε προσφιλέστερον.
αὐτοῦ διαγνῶναι ὑπὸ ποίας αἰτίας ἐπεχόμενος οὐ
φθέγγεται. καὶ διετέλουν παντοιοτρόποις πεύσεσι
καὶ θωπείαις τοῦτον ὑπερχομένη καὶ τὸ τῆς σιγῆς
αὐτοῦ σκληρὸν μειλιχίοις τοῖς λόγοις διαλεαίνουσα,
ἄχρις ὅτου παρεσκεύασα τοῦτον ἕνα λόγον μοι ἀπο-
κρίνασθαι. ὃν δὴ καὶ ὀργίλως καὶ ἀποτόμως φθεγ-
ξάμενος εἰρήκει πρός με ὡς ‘οὐδέν σοι, γύναι, τό γε
νῦν ἔχον ἀποκριθήσομαι, ἄχρις ὅτου ἑπτὰ ἡμέραι
τὸ ἀπὸ τοῦδε παρέλθοιεν. εἶθʼ οὕτως κατʼ ἀξίαν
σοι ἀπολογήσομαι.’ ἐγὼ δὲ τούτῳ τῷ λόγῳ σφόδρα
ἐκθροηθεῖσα καὶ περιδεὴς λίαν καταστᾶσα καὶ κιν-
δύνῳ παρὰ τοῦ παιδὸς ὑποβληθῆναι ὑφορωμένη,
συνεῖδον μηχανικῶς τὸν ἐξ αὐτοῦ διαφυγεῖν ὄλε-
θρον. κἀντεῦθεν ὑπὸ σατανικῆς ἐνεργείας παρορ-
μηθεῖσα κατεψευσάμην τοῦ παιδός σου, καὶ δολερῶς
αὐτοῦ ἐπὶ τοῦ κράτους σου κατηγόρησα. καὶ τὸ
ἀξίαʼ; εἷς δὲ τῶν μεγιστάνων ὑπολαβὼν λέγει τῷ
βασιλεῖ· ‘δίκαιόν ἐστιν, ὦ βασιλεῦ, χεῖρας καὶ πόδας
ἀποτμηθῆναι αὐτῆς.’ ἕτερος δὲ ‘οὐχ οὕτως εὖ ἔχει’
φησί ‘μοι τὸ δίκαιον· ἀλλὰ προσήκει ζώσης αὐτῆς
ἐξορυχθῆναι τὴν καρδίαν.’ ἄλλος δὲ πάλιν αὐτῶν
ἀντέφη τὴν γλῶτταν αὐτῆς ἐκκοπῆναι. ἡ δὲ γυνὴ
τῶν τοιούτων ἀκροωμένη ἀποφάσεων καὶ οἵας περὶ
αὐτῆς τῷ βασιλεῖ τὰς τιμωρίας ὑποτιθέασι, τοιόνδε
μῦθόν τινα πρὸς ἐκείνους ἐφθέγξατο, ‘ἔοικεν, ὦ
μεγιστᾶνες’, λέγουσα ‘τά τε παῤ ὑμῶν ἀποφαινό-
μενα κατʼ ἐμοῦ παραδείγματι ἀλώπεκός τινος, ἥτις
νυκτὸς εἴς τινα πόλιν εἰσήρχετο. ἦν δὲ ἡ αὐτῆς
εἰσέλευσις διὰ θυρίδος οἰκίσκου γινομένη ἀνδρός.
τινος σκυτέως. ὁσάκις δὲ δἰ αὐτῆς τὴν ἐκείνου οἰ-
κίαν εἰσήρχετο, τὰ τοῦδε κατήσθιε δέρματα. εἶτα ὁ
σκυτεὺς ἐκεῖνος ἑωρακὼς τὰ γεγονότα ἐν τοῖς αὐτοῦ
δέρμασι σπαράγματα, εὐθὺς αὐτῇ παγίδα ἰσχυροτά-
κερδὼ καὶ ποικιλότροπος οὖσα, διά τινος εὐμεθόδου
μηχανῆς τὴν περιέχουσαν αὐτὴν παγίδα διέφυγε.
καὶ περιήρχετο ἀνὰ πᾶσαν τὴν πόλιν τοῦ ἐντυχεῖν
τινι ἑτέρᾳ θυρίδι, διʼ ἧς δυνηθείη ἐξιέναι τῆς πό-
λεως· ἣ δὲ πανταχόθεν τετείχιστο. καὶ παῤ ὅλην
ται. ἀλλʼ ἔγωγε οἶδα, τί με δεῖ πεποιηκέναι. καὶ
ταῦτα εἰποῦσα ἐπὶ τὴν πύλην πορεύεται τῆς πόλεως,
καὶ ἑαυτὴν ἐγγὺς τῆς φλιᾶς ἔσωθεν ἐκτανύσασα,
προσεποιεῖτο εἶναι νεκρά τε καὶ ἄπνους. τούτῳ δὲ
τῷ τρόπῳ ἐχρήσατο προσμένουσα διανοιγῆναι τὴν
τῆς πόλεως πύλην, ὡς εὐθύς ἑαυτὴν ἀθρόον διʼ
αὐτῆς φυγάδα ποιῆσαι καὶ τοῦ ὑφορωμένου ἀπαλ-
λαγὴναι κινδύνου. οὕτω δὲ αὐτῆς ὡς νεκρᾶς ἐκτα-
θείσης καὶ τῆς πύλης ὑπὸ τὴν ἕω διανοιχθείσης,
ἑωράκει τις ταύτην καὶ πρὸς ἑαυτὸν εἰρήκει· ‘ὄντως
ἡ κέρκος τῆς ἀλώπεκος τῆσδε λίαν ἐστὶ χρησιμεύουσα
ἕτερος παριών καὶ ταύτην ἑωρακὼς ἔλεγεν οὕτως·
‘ἀκήκοα ὡς εἴ τις τῶν νηπιαζόντων ἐπὶ πολὺ διατε-
λοίη κλαυθμηρίζων, οὐδὲν ἅτερον αὐτῷ εἰς θερα
πείαν καὶ ἀπόπαυσιν τοῦ κλαυθμοῦ αὐτοῦ ὡς ὦτα
ἀλώπεκος. ἅτινα εἰ παρὰ τοῦ παιδίου τοῦδε φέροιτο,
θάνατον. ἕτερος δέ τις ἐκεῖσε τὴν διέλευσιν ποιού-
μενος, ἔφη πρὸς τοὺς ἑτέρους· ‘κἀγώ’, φησίν ‘ὦ
ἄνδρες, ἠνώτισμαι ὡς εἴπερ τις τοὺς ὀδόντας ἀλγῶν
ἔσται καὶ ὀδυνώμενος, ὀφείλει ἀλώπεκος ἐκβαλεῖν
ὀδόντ (α) καὶ τῷ πάσχοντι ἐπιτιθέναι ὀδόντι, καὶ
εὐθὺς τῆς τοῦ πάθους θεραπείας τεύξεται.ʼ οὕτως
οὖν κἀκεῖνος ὁ ἀνὴρ εἰρηκώς, αὐτίκα λίθον ἀρά-
μενος, πάντας τοὺς τῆς ἀλώπεκος ὀδόντας συνέτρι-
ψεν· κἀκείνη δὲ καὶ ταύτην γενναίως ὑπέμεινεν
τὴν τιμωρίαν. καὶ οὕτω διετέλει τὰ ἀλγεινὰ ὑπομέ-
νουσα, ἄχρις ὅτου ἕτερός τις ἀνὴρ παρερχόμενος
ἔφη ὡς ‘κἀγὼ ἀκήκοα, ὅτιπερ οὖν ἀκεσώδυνον φάρ-
μακον ἡ τὴς ἀλώπεκος χρησιμεύει καρδία, καὶ ὅτι
πάσαις ταῖς νόσοις θεραπευτικόν ἐστιν οὕτως οὖν
κἀκεῖνος εἰπών, εὐθύς μάχαιραν σπασάμενος ἐξορύξαι
τὴν αὐτῆς ἐπειρᾶτο καρδίαν. κατʼ ἐκείνην δὲ τὴν
ὥραν ἔτυχεν καὶ τὴν πύλην τῆς πόλεως διανοιγῆναι·
μως ἔχω ὑπομένειν, τὸ δὲ τὴν καρδίαν μου ἐξορυ-
χθῆναι ὑπενεγκεῖν οὐ δεδύνημαι. θανάτου γὰρ βιαίου
παραίτιον πέφυκεν.
Ἐπὶ τούτοις οὖν ἀποκριθεὶς ὁ τοῦ βασιλέως υἱὸς
λέγει τῷ πατρὶ καὶ τοῖς παρεστηκόσι μεγιστάνοις·
‘ἀληθῶς ἡ γυνὴ καὶ πρεπόντως φησίν· οὐ χρὴ γὰρ
τοὺς τῶν ἀνδρῶν συνετοὺς καὶ φρενήρεις τὰ παρὰ
τῶν γυναικῶν σφαλλόμενα ὑπὸ μέμψιν καὶ αἰτίασιν
τιθέναι. λοιπὸν οὖν οὐδὲ ταύτῃ τῇ γυνῇ τιμωρίας
καὶ ποίνης προσήκει ἀπόφασις, ἀλλὰ τοῦτο μόνον
δέον ἐπʼ αὐτῇ γενέσθαι, ἵνα ἡ αὐτῆς κεφαλὴ ἀπο-
ξυρισθῇ καὶ ἡ ὄψις αὐτῆς ἀσβόλῃ περιχρισθῇ, κώδωνά
τε τοῦ αὐτῆς τραχήλου ἐξαρτήσωσιν, εἶτα καὶ ὄνῳ
αὐτὴν ἀντιστρόφως ἐποχεῖσθαι παρασκευάσαντες
ἀνὰ πᾶσαν θριαμβεύσωσιν τὴν πόλιν, ἔμπροσθεν δὲ
εἰπόντος τοῦ παιδὸς ἥσθη ὁ βασιλεὺς ἐπὶ τοῖς λα-
ληθεῖσι, συνεμαρτύρουν δὲ καὶ οἱ μεγιστᾶνες ἀπο-
δεχόμενοι. καί φησι πρὸς τὸν παῖδα ὁ βασιλεύς·
‘ἄριστα, ὦ τέκνον, λελάληκας καὶ συνετῶς τῷ ὄντι
ἡμῖν συμβεβούλευκας. γενέσθω λοιπὸν ἐπὶ τῇ γυ-
ναικί, ὅπερ ὁ ἐμὸς υἱὸς ἡμῖν συνεβούλευσεν.’ καὶ
διεπράχθη ἐπὶ τῇ πονηρᾷ γυναικὶ καὶ σκολιᾷ ὅπερ ὁ
τοῦ βασιλέως υἱὸς τῷ πατρὶ περὶ αὐτῆς συνῄνεσεν.
Εἶτά φησιν ὁ βασιλεὺς τῷ φιλοσόφῳ Συντίπᾳ·
‘ἀνακάλυψόν μοι, ὦ φιλόσοφε, καὶ ἀριδήλως πα-
ράστησον, πόθεν ἡ τοσαύτη σύνεσις καὶ φιλοσοφία
τῷ υἱῷ μου προσεγένετο· μήτοι ἐξ αὐτῆς τῆς γεν-
νήσεως φυσικὴν ἔσχε τὴν λογιότητα ἢ μᾶλλον διὰ
τῆς σῆς ἐπιμελείας σεσόφισται’; ὑπολαβὼν δὲ ὁ
Συντίπας λέγει τῷ βασιλεῖ· ‘ἡ τοῦ υἱοῦ σου σύνεσις
ἅμα καὶ γνῶσις, ὦ βασιλεῦ, ἄνωθεν αὐτῷ ἐν πρώ-
τοις κεχορήγηται· ἀλλὰ καὶ αὐτὴ ἡ τῆς γεννήσεως
αὐτοῦ τύχη τὸ τῆς γνώσεως προτέρημα, ὡς σὺ μὲν
ἔφης, πεπλούτηκεν· ἔπειτα δὲ καὶ ὑπὸ τῆς ἐμῆς
‘Βασιλεύς τις ἦν ἐν τοῖς ἔκπαλαι χρόνοις· ὅς δὴ
καὶ πλείστους ἐφʼ ἑαυτὸν φιλοσόφους ἐπλούτει. ὧν
ὁ εἷς ἐτύγχανεν τῶν ἄλλων μᾶλλον διαφορώτατος.
ἦν δὲ ἐκείνῳ τῷ βασιλεῖ καί τις ἕτερος ἀνὴρ τὴν
ἀστροθεάμονα τέχνην ἄκρως ἐξησκημένος. τῷ γοῦν
πρωτεύοντι ἐκείνῳ τοῦ βασιλέως φιλοσόφῳ υἱὸς
γεννᾶται· περὶ οὗ καὶ τῷ βασιλεῖ ἀνηγγέλθη. ὁ δὲ
βασιλεὺς εὐθὺς τὸν ἀστρολόγον προσεκαλέσατο· καὶ
οὗτος περὶ τοῦ τεχθέντος τῷ φιλοσόφῳ παιδὸς πρό-
τερον μεμαθηκώς, ἐξήτασεν περὶ τῆς αὐτοῦ τύχης,
καὶ τῷ βασιλεῖ δεδήλωκεν ὡς ‘ὁ παῖς οὗτος, ὡ δέ-
σποτα, ἐξ ὧν με οἱ τῶν ἀστέρων δρόμοι διδάσκουσι,
τὴν τῶν λῃστῶν καὶ κακούργων πονηρίαν κέκτηται·
καὶ ἐπὶ μακροὺς βιοτεύσει τοὺς χρόνους· ἀλλὰ καὶ
κατʼ αὐτὴν τὴν τρισκαιδεκαετίαν τῆς αὐτοῦ ζωῆς
παιδὸς ἐγνώρισας;’ ὃ δὲ ‘ναί’, φησίν ‘ὦ φιλόσοφε,
ἀκριβῶς τὰ περὶ τοῦ παιδὸς ἐξετάσας καὶ συζητήσας
εὗρον ὅτιπερ λῃστὴς γενήσεται καὶ λῃστῶν ὁ χαλε-
πώτατος καὶ ὀλεθριώτατος.’ ὑπολαβὼν δὲ ὁ φιλό-
σοφος λέγει τῷ βασιλεῖ· ‘ἔγωγε λοιπὸν τὸν ἐμὸν
παῖδα ῥυθμίσω καὶ ἐκπαιδεύσω τοῦ μή τινα αὐτὸν
τοιαύτην πρᾶξιν νενοηκέναι, ἀλλὰ μᾶλλον τῶν ἀπη-
γορευμένων αὐτὸν πρακτέων ἀπέχεσθαι, τῶν δὲ
ἀγαθῶν καὶ ἀξιεπαίνων ἀντέχεσθαι.ʼ ὁ μέντοι γεν-
νηθεὶς παῖς ὀκτὼ μῆνας τῆς ἡλικίας ἀμείψας, τοῦ
μητρῴου μαζοῦ εὐθὺς ἀποτέμνεται. τοῦτον δὲ μετὰ
ταῦτα ὁ πατὴρ ἐντὸς οἰκίσκου τινὸς ἐγκατακλείει,
καὶ ἤρξατο αὐτὸν διά τινων ἀπαλῶν καὶ λυσιτελῶν
ἐδεσμάτων ἐκτρέφειν τε καὶ ἀνατρέφειν, οὐ μὴν
ἀλλὰ καὶ πᾶσαν αὐτὸν ἀρετὴν ἐκδιδάσκειν καὶ
σεμνότητα. καὶ οὕτω σὺν ἀκριβείᾳ τὸν υἱὸν ἀν-
έτρεφεν· οὐκ εἴα τινὰ τὸ παράπαν πρὸς αὐτὸν
εἰσέρχεσθαι, οὐδὲ ἔξωθεν τοῦ οἴκου τὸν παῖδα
τὸν βασιλέα πορεύσομαι καὶ σὲ μεθʼ ἑαυτοῦ ἀπαγα-
γεῖν πρὸς αὐτὸν βούλομαι, ὡς ἂν χαίρειν αὐτῷ
προςφθέγξῃ καὶ ὡς δέον τούτῳ προσομιλήσῃς μετά
γε τὴν συνήθη καὶ δουλοπρεπῆ προσκύνησιν. οὕτω
μὲν (οὖν) ὁ φιλόσοφος τῷ ἑαυτοῦ υἱῷ ἔλεγε. καὶ
ἦν τοῦτον ἄκρως τῆς διδασκαλίας ἐκπαιδεύσας, ἅτε
σπεύδων ψευδῆ (ἐνδείξασθαι τὴν τοῦ ἀστρολόγου
μαντείαν. ὁ δὲ παῖς ἀκούσας ὅτι αὐτὸν ὁ) πατὴρ
εἰς τὸν βασιλέα εἰσαγαγεῖν βούλεται, ἠγωνία μᾶλλον
ἐπὶ τῇ ἀκούσει, καὶ λογισμῷ συνεστρέφετο λέγων
εἰκὸς ἐγκωμιάσαι. πλὴν ἀλλʼ ἐρυθριῶ τοιαῦτά τινα
εἴδη ἀπὸ τοῦ ἐμοῦ πατρὸς ἐπιζητῆσαι. ἐπίσταμαι
οὖν ὅμως τί με δεῖ πεποιηκέναι.’ τῇ ἐπιούσῃ νυκτὶ
ἐξέρχεται λάθρα τῆς πατρῴας οἰκίας καὶ εἰσέρχεται
πρὸς τὸ τοῦ βασιλέως παλάτιον. εἶτα διορυγήν τινα
κατὰ κλέπτας ἐν τῷ τούτου τοίχῳ ποιησάμενος,
εἰσέδυ τὰ βασίλεια ἕως αὐτοῦ τοῦ βασιλικοῦ κοιτῶ-
νος. καὶ αὐτίκα ὁ βασιλεὺς ἔξυπνος γενόμενος
ἀθρόον αὐτὸν ἑωράκει, καὶ τῇ αὐτοῦ θέῳ δειλίᾳ
συνεσχέθη. καὶ θροούμενος τὰ μέγιστα ἔλεγε καθʼ
ἑαυτὸν οὕτως, ὡς ‘εἰ μὴ ἐπὶ πλεῖστον οὗτος ἐφʼ
λογισάμενος καὶ μᾶλλον ἡσυχάσας, παραχωρεῖ τῷ
νέῳ [τῆς ἐκεῖθεν ἀπολήψεως] τοῦ εἰληφέναι τῶν
εἰδῶν εἴ τι καὶ βούλοιτο. ὃς καὶ ἐκτείνας τὰς χεῖρας,
τῶν ταύτῃ κειμένων βασιλικῶν ἥψατο ὑφασμάτων,
βασιλεὺς οὐδενὶ τὴν τοῦ νέου νυκτερινὴν τὸ παρά-
παν ἐπιστασίαν ἐγνώρισεν. ἕωθεν οὖν ὁ φιλόσοφος
τὸν ἑαυτοῦ παῖδα παραλαβών, πρὸς τὸν βασιλέα
πορεύεται. καὶ εἰσελθόντες, ἐπὶ τὴν γῆν αὐτὸν
προσεκύνησαν. καὶ εὐθὺς ὁ παῖς τὰ ἐωνημένα
εὐώδη ἐκεῖνα καὶ τερπνότατα εἴδη τῷ ἄνακτι προσ-
ήνεγκε καὶ διʼ αὐτῶν τῆς προσαγωγῆς τοῦτον ἐγ-
κωμιάζειν ἀπήρξατο. ἔφη δὲ καὶ ὁ φιλόσοφος πρὸς
αὐτόν· ‘βασιλεῦ, ζῆθι εἰς τὸν αἰῶνα. ἰδού, ὡς
ὁρᾷς, τῷ κράτει σου τουτονί μου τὸν παῖδα παρέ-
στησα. ὃν ὁ σὸς ἀστρολόγος περὶ αὐτὴν τὴν τρισ-
καιδεκαετίαν τῆς αὐτοῦ ζωῆς λῃστρικῆς ἐργασίας
μέλλειν κατάρξασθαι προηγόρευσε. καὶ ἰδοὺ νῦν
πεντεκαιδεκαέτης γέγονε καὶ οὐδαμῶς κλοπὴν ἐξειρ-
γάσατο. τοίνυν ψευδὴς ὁ ἀστρολόγος ἤδη πεφώρα-
ται, καὶ αἱ τούτου προρρήσεις ληρώδεις ἀπεφάνθη-
αὐτοῦ κλοπὴν ποιησάμενος. καὶ ὑπολαβών, ‘οὗτός
ἐστιν’ ἔφη ‘ὁ κατὰ τῆς βασιλείας μου εἰσεληλυθὼς
κλέπτης.’ καὶ ἐπιστώθη μᾶλλον ἐπʼ αὐτῷ ἡ τοῦ
ἀστρολόγου προαγόρευσις. Ἐκ ταύτης μου τῆς διη-
ἐπαινετὰ καὶ εὐτυχίας ἀνάμεστα, ἐν δὲ τῇ γεννήσει
τοῦ τεχθέντος παιδὸς τῷ φιλοσόφῳ τοῦ βασιλέως
ἐκείνου, περὶ οὗ προδιελαβόμην σοι, ἀπέβη τὰ
ἄχρηστα καὶ φευκτέα καὶ ἀπόβλητα καὶ ἀτυχίας
πεπληρωμένα. ταῦτα τῷ βασιλεῖ Κύρῳ τοῦ Συν-
τίπα διηγησαμένου, φησὶν ὁ βασιλεὺς πρὸς τὸν
ἑαυτοῦ παῖδα· ‘φράσον μοι, περιπόθητον τέκνον,
πῶς ἄρα καὶ ὁποίῳ τρόπῳ ὁ σὸς μυσταγωγὸς Συν-
τίπας τὴν τοσαύτην σε φιλοσοφίαν ἐξεδίδαξεν;’ ὁ
δὲ παῖς τῷ πατρὶ ἀπεκρίνατο· ‘ἐπειδήπερ εἰσέτι,
ὦ δέσποτα, περὶ τούτου μαθεῖν σὺ ζητεῖς, γνωρίζω
αὖθις τῷ κράτει σου, ὡς παραλαβών με ἀπὸ σοῦ ὁ
ἐμὸς διδάσκαλος καὶ εἰς τὸν αὐτοῦ οἶκον ἀπαγαγών,
γλαΐσας, πάντα ὅσα ἐκδιδάξαι με ἔδει ἐν τοῖς τοῦ
οἴκου τοίχοις ἀνιστόρησε καὶ γράμμασι διεστίξατό
τε καὶ ἀκριβῶς ἀνετάξατο. οὐ μὴν ἀλλὰ καὶ τὸν
ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας ἐν τοῖςδε
ἀνεζωγράφησεν. ἐνεχάραξε δὲ τοῖς αὐτοῖς τοίχοις
ἐν καλλωπίσμασι καὶ τὰ δέκα κεφάλαια τῆς τε σοφίας
(καὶ) τῆς γνώσεως καὶ τῆς διδασκαλίας. ὧν τὸ
πρῶτον κεφάλαιον περὶ σκαιοῦ τε καὶ λοιδόρου
ηγεῖται, ὃς οὐκ ἐπινυστάζειν οἶδε πώποτε τοῖς κα-
κοῖς, δόλους καὶ σκαιωρίας κατὰ τοῦ ἑτέρου συρ-
ράπτων, ἐκείνου μὴ εἰδότος. τὸ τέταρτον περὶ ἀνδρός
ἐστιν ἀπρεπῶς ἑτέρῳ προσονειδίζοντος τὴν ἐκείνου
τῷ σώματι ἐνυπάρχουσαν ἐκ λέπρας ἴσως ἀσχημο-
σύνην τινὰ ἢ ἕτερόν τι τοιόνδε. τὸ πέμπτον, περὶ
τοῦ μὴ δεῖν ἀποφαίνεσθαί τινα περί τινος πράγμα-
τος ἢ κατηγορίας, πρὶν ἢ τὴν ταύτης βεβαιωθείη
ἀλήθειαν. τὸ ἕκτον κεφάλαιον περὶ τοῦ μὴ δεῖν τινα
τὸ ἕβδομον κεφάλαιον περὶ φθονεροῦ ἀνδρὸς ἐκδι-
δάσκει, ζηλοτύπως πρὸς ἑτέρους ἄνδρας ἔχοντα διὰ
τὸ ἐκείνους χρηστοῦ τινος ἐπαπολαύειν ἢ ἀξιεπαίνου
τινὸς προτερήματος ἐν μετουσίᾳ τυγχάνειν· ὃς δὴ
καὶ βασκαίνων ἐκείνοις ἀνιᾶται μὲν καθʼ ἑαυτὸν καὶ
φθόνῳ τήκεται, τοὺς δέ γε φθονουμένους κατʼ οὐ-
δένα τρόπον ἐντεῦθεν λυμαίνεται. τὸ ὄγδοον κεφά-
λαιον πέφυκε περὶ τοῦ δεῖν τινα πάντας ἀγαπᾶν
καὶ μηδαμῶς τῷ ποιήσαντι κακὸν ἀποδιδόναι τὰ
ποιεῖν τοῖς ἀσεβῶς τῶν πράξεων καὶ τυραννικῶς
ἔχουσι καὶ ἀδικίαις καὶ πλεονεξίαις χρωμένοις.’
Ταῦτα οὕτως ὁ βασιλεὺς παρὰ τοῦ υἱοῦ ἐνη-
χηθείς, εὐχαριστηρίους τῷ θεῷ λόγους ἀναπέμπει,
καὶ τῷ Συντίπᾳ διετέλει ἐγκωμιάζων· οὐ μὴν ἀλλὰ
καὶ δώροις τὸν ἄνδρα φιλοτίμοις ἐδεξιοῦτο. εἶτα
λέγει πρὸς τὸν παῖδα οὑτωσί· τέκνον ποθεινότατον,
ἆρά γε τὰ συμβαίνοντά τινι ἐξ εἱμαρμένης τύχης
συμβαίνειν εἰώθασιν ;’ ὁ δὲ παῖς ἔφη τῷ βασιλεῖ·
‘τοῦτο μὲν οὕτως ἔχειν, ὦ δέσποτα, πολλοὶ τῶν
ἀνθρώπων οἴονται· πλὴν τὸ αἴτιον τῶν συμβαινόν-
των λυπηρῶν ἐκ τῆς τῶν ἀνθρώπων γίνεται μο-
χθηρίας. οὐ γὰρ δικαίως χρῶνται ταῖς πράξεσιυ,
ἀλλὰ σκολιῶς καὶ ἀδίκως. ἔθος γάρ ἐστιν αὐτοῖς,
ὅταν τινὶ τῶν φιλοσόφων ἀνδρῶν ἐντυγχάνωσι, τῷ
τὰ χρηστὰ καὶ δέοντα καὶ λυσιτελῆ συμβουλεύοντι,
εἰ μὴ καὶ πλουτοκομῶν καὶ τιμῆς διαπρέπων ὁ τοι-
πάντων ἀξιούμενος, σοφίας δὲ καὶ συνέσεως παντε-
λῶς ἀπεστέρηται, ἐκείνῳ μᾶλλον οἱ ἄνθρωποι προσ-
ανέχουσι, κἂν ἰδιωτικῶς τοῦ νοὸς ἔχει. οὐ καλῶς
τοῦτο δρῶσιν οἱ ἄνθρωποι, ἀλλὰ καὶ μᾶλλον κακο-
τρόπως.’ Αὖθις οὖν ὁ βασιλεὺς τὸν υἱὸν ἐπερωτᾷ·
‘τίνι ἄρα τὸ βασιλεύειν προσήκει;’ ὁ δὲ παῖς ‘τῷ
συνετῷ’ φησί ‘καὶ ἐχέφρονι, ὡς ἂν ἐντεῦθεν καὶ τὸ
ὑπήκοον καλῶς διακυβερνᾶται, καὶ μηδέν τι ἄδικον
καταδίκῃ τινὰ καθυποβάλλῃ, καὶ ὅπως τοῖς μὲν εὐ-
θέσι καὶ ἀγαθοῖς ἀγαθὰ ἀποδιδῷ, τοῖς δὲ σκαιοῖς
καὶ κακοτρόποις τὰ ἀναλογοῦντα λυπηρά, τόν τε
τοῦ θεοῦ φόβον πρὸ ὀφθαλμῶν ἔχ καὶ μηδὲν τοῦ
δικαίου λογίζηται προτιμώτερον.’ Ἔφη δὲ πάλιν ὁ
βασιλεὺς τῷ υἱῷ· ‘ποία βασιλεία, τέκνον, ἀσφα-
λεστέρα καθέστηκε;’ καί φησιν ὁ παῖς· ‘ἡ τὸν θεὸν
ὦ τέκνον, ἡ σοφιστεία τῶν φιλοσόφων τῆς τῶν
ἑτέρων περιγίνεται πανουργίας;’ ὁ δὲ υἱὸς ἔφη τῷ
βασιλεῖ· ‘σφόδρα τῆς πανουργίας ἡ γνῶσις περι-
γίνεται καὶ ἐφʼ ἅποσιν αὐτῆς ὑπερτερεῖν δύναται,
ἅτε τὰς τῶν πράξεων διαφορὰς ἀσφαλῶς διακρί-
νουσα καὶ τῶν φύσει καλῶν τὰ ἐναντία διαιροῦσα.
ἡ γὰρ ἐνυπάρχουσά τισι πανουργία οὐ συνέσεως
καὶ σοφίας καθέστηκεν, ἀλλὰ ψιλῆς διανοίας καὶ
προθέσεως καὶ φρονήσεως.’ Ὁ δὲ βασιλεὺς πάλιν
ἐπερωτᾷ· ‘τίνος χάριν οὐκ αἰδοῦνταί τινα τὸ παρά-
παν οἱ φιλόσοφοι, ἀλλʼ ἰταμῶς τὴν αὐτῶν διδασκα-
λίαν τοῖς πᾶσι προτείνονται;’ ὁ δὲ παῖς ὑπολαβὼν
ἔφη· ‘τούτου χάριν, βασιλεῦ, τὸ ἀναιδὲς ἔχουσιν,
ἐφʼ ᾧ διδάσκειν πάντας ἐπιποθοῦσι καὶ μάλιστα
τοὺς συνετωτέρους καὶ τῆς σοφίας ἐφιεμένους.’
‘Τίνες οὖν᾿ φησὶν ὁ βασιλεύς ‘ὑπάρχουσιν οἱ παρὰ
Καὶ ὁ βασιλεὺς πάλιν ἔφη· ‘ποῖος θησαυρὸς τῶν
ἄλλων ἐστὶν κρείσσων;’ ὑπολαβὼν ὁ υἱὸς αὐτῷ
λέγει· ‘ὁ τῶν ἀγαθῶν ἔργων.’ Ὁ βασιλεὺς λέγει·
‘τίνος χρῄζει κατὰ τῶν ἀντιπάλων;’ ὁ δὲ παῖς ‘τῆς
ἐπὶ τῷ θεῷ’ φησί ‘πεποιθήσεως.’ Ὁ βασιλεὺς λέγει·
‘τίς τῷ ὄντι πλουσιώτατος πέφυκεν;’ ὁ δὲ παῖς ἔφη
‘ὃς πέποιθεν ἐπὶ τὸ θεῖον καὶ ἀγαθοεργίαν κέκτη-
ται.’ Ὁ βασιλεὺς εἶπεν· ‘ποῖός ἐστιν ὁ τὴν κρείτ-
τονα κεκτημένος ἀνάπαυσιν;’ ὁ παῖς ἔφη· ‘ὁ μὴ βα-
σκαίνων τινί, καὶ ἑαυτὸν μὲν ἐπιμεμφόμενος ἕτερον
δὲ μὴ κατακρίνων.’ Ὁ βασιλεὺς εἶπεν· ‘τίς ἄφρων
ὄντως τυγχάνει;’ ὁ δὲ παῖς λέγει· ‘ὁ μὴ συνιῶν τὸ
ὁ δὲ παῖς· ‘ὁ μή τινα τὸ παράπαν ἀνιῶν, μηδὲ
ζηλοτύπως πρός τινα διακείμενος.’ Ὁ βασιλεὺς εἶπεν·
‘ποῖος λογισμὸς τῷ θεῷ καθέστηκε βδελυκτός;’ ὁ δὲ
υἱὸς αὐτοῦ ἔφη· ‘ὅς ἐστιν ὑπερήφανος καὶ ἀλαζών.
ρία, ἀπληστία τε καὶ πλεονεξία, καὶ τὸ πορεύεσθαί
τινα ὀπίσω τῶν αὐτοῦ θελημάτων διὰ τὸ μήτε τὸν
θεὸν φοβεῖσθαι μήτε ἄνθρωπον αἰσχύνεσθαι. ἐφʼ
οἷς ἀλόγως πλημμελεῖ τε καὶ ἁμαρτάνει. αὗται δὲ αἱ
πράξεις τοῦ ἐφαμάρτου βίου πεφύκασιν.’ Ὁ βασιλεὺς
λέγει· ‘καὶ τίς ἐστιν ὁ μὴ ταῦτα συνιείς;ʼ ὁ νέος
ἔφη· ‘ὅς ἐστιν ἀκόρεστος ἐν πᾶσι καὶ λίαν φιλάρ-
γυρος. Ὁ βασιλεὺς εἶπεν· ‘τίνα ὀφείλει τις δεδοι-
μὴν πτοεῖσθαι δεῖ καὶ φίλον δολιόφρονα καὶ ὑπο-
κριτὴν δύσνουν, ὃς ἄλλα μὲν τῷ στόματι φθέγγεται,
ἄλλα δὲ τῇ καρδίᾳ πονήρως συλλογίζεται. Ὁ βασι-.
λεὺς ἔφη· ‘πῶς ἄρα οἱ ἄνθρωποι ἐπὶ πλεῖον ἀλλή-
λους ἐχθραίνονται, ἤπερ τὴν φιλίαν ἀσπάζονται;’
ὁ δὲ παῖς λέγει· ‘ἐφ’ ᾧ ἡ μὲν τῆς ζημίας πρᾶξις
ταύτην φέρουσιν;’ ὁ δὲ υἱὸς ἔφη τῷ βασιλεῖ· ‘ὅτι-
περ ὁ μὲν νοσῶν τὰ τούτῳ προσφερόμενα φάρμακα,
κἂν ἀηδῆ πως καὶ πικρότατα πεφύκασιν, ἀλλʼ ὡς
ὑγείας καὶ χαροποιοῦ εὐεξίας πρόξενα ἡδέως προσ-
δέχεται· ὁ δὲ ἄφρων ἀνὴρ καὶ ἀσύνετος, ὅταν αὐτῷ
ἀληθῆ τε καὶ δέοντα λέγηται, βαρέως ταῦτα φέρει
καὶ δυσχεραίνει ἐπʼ αὐτοῖς, καθʼ ὅτι οὐχ ὑπό τινος
βίας εἴτε ὀδύνης ὥσπερ ὁ νοσῶν συνωθεῖται πρὸς
τὰ ἁρμόζοντα. διὰ γὰρ τοῦτο καὶ γέγραπται· ἔλεγχε
σοφώτερος ἔσται. καὶ μὴ ἔλεγχε ἄφρονα, ἵνα μή σε
μισήσῃ· καὶ εἰς ἄφρονος ὦτα μὴ λέγε τοὺς λόγους
σου, ἵνα μὴ μυκτηρίσῃ αὐτούς.’ Καὶ ὁ βασιλεὺς
ἔφη πάλιν τῷ υἱῷ· ‘πῶς ἄρα ὁ μὲν δαψιλῶς ἐσθίων
εὐθὺς καὶ κορέννυται, ὁ δὲ χρημάτων ἐρῶν ἀκόρε-
στον ἔχει τὴν περὶ ταῦτα ἔφεσιν;’ ὁ παῖς ἀπεκρίνατο·
‘ἡ μὲν τὰ ὄψα δεχομένη τοῦ ἀνδρὸς γαστὴρ μετὰ
χρις ἂν διὰ θανάτου ὑπὸ τὸν χοῦν ἡ αὐτοῦ ὄψις
ὡς ἔθος καλυφθείη.’ Φησὶν οὖν αὖθις ὁ βασιλεύς·
‘ὁποῖος (ἂν) ἀποβαίη ἄρα ὁ τοῦ φθονεροῦ ἀνδρὸς καὶ
βασκάνου θάνατος;’ καὶ ὁ παῖς· ‘ἀνδρὸς τοιούτου
(θάνατος) κέρδος τοῖς ἑτέροις γίνεται. οὐδεμία γὰρ
τῶν ἀθέσμων πράξεων χείρων τῆς βασκανίας καθέ-
πίνει, καὶ ἡδέως ὑπνώττει. ἡ γὰρ αὐτοῦ διαγωγὴ
φροντίδος ἀπήλλακται, ὁ βίος αὐτοῦ ἀνώδυνος τέ-
τακται, (ἡ) καθέδρα ἀμέριμνος καὶ ἡ στάσις ἄπονος:
Ταῦτα οὖν, ὦ κράτιστε βασιλεῦ, ἅπερ παῤ ἐμοῦ
ἀκήκοας, αὐτάρκη πεφύκασιν εἰς διαγωγὴν ἀρίστην
καὶ βίον ἀκατάγνωστον τοῖς ἐχέφροσι κατὰ σὲ καὶ
συνετοῖς ἀνδ ράσι καὶ φιλοσοφίας ἐφιεμένοις.’