Τῶν ἀρίστων ἀνδρῶν, καὶ τῆς ἀρετῆς ἀθλητῶν, καλὸν μὲν ἰδεῖν τοὺς ἀγῶνας, καὶ
τοῖς ὀφθαλμοῖς τὴν ὠφέλειαν ἀρύσασθαι. Ὁρώμενα γὰρ τὰ ἐπαινούμενα ἀξιόκτητά
τε φαίνεται, καὶ ἀξιέραστα γίνεται, καὶ πρὸς τὴν κτῆσιν ἐπείγει τοὺς θεατάς.
Φέρει δ̓ ὅμως ὄνησιν οὐ μετρίαν τῶν τοιούτων κατορθωμάτων καὶ τὰ διηγήματα,
παρὰ τῶν εἰδότων ταῖς τῶν οὐκ εἰδότων ἀκοαῖς προσφερόμενα. Πιστοτέραν μὲν
γὰρ τῆς ἀκοῆς εἶναι τὴν ὄψιν φ̔??ʼσί τινες : πείθεται δ̓ ὅμως καὶ ἀκοὴ, τῇ
τῶν λεγόντων ἀληθείᾳ κρίνουσα τὰ λεγόμενα. Καθάπερ γὰρ γλυκύτητι, καὶ
πικρότητι, καὶ ταῖς ἄλλαις ταῖς τοιαύταις ποιότησι γλῶσσά τε καὶ ὑπερῴα
δικάζειν πεπίστευται, καὶ κατὰ ταυτὸν τὴν ψῆφον ἐκφέρουσιν: οὕτως ἀκοὴ τὴν
τῶν λόγων
Καίτοι τῆς μνήμης λώβην ταῖς ψυχαῖς οὐκ ὄνησιν ἐμποιούσης: ἄλλ̓ ὅμως οἱ μὲν
τούτων ἐρῶντες τούτους, οἱ δὲ ἐκείνων ἐκείνους, καὶ ταῦτα λυμαίνοντας, τῇ
ζωγραφίᾳ γεραίρουσι. Καὶ ἐπειδὴ θνητὴν οὖσαν ὁ θάνατος τὴν φύσιν ληΐζεται,
χρώματα κεραννύντες, καὶ τὰ ἐκείνων ταῖς σανίσιν ἐντιθέντες ἰνδάλματα, πολλῷ
τῆς ζωῆς μακροτέραν γενέσθαι τὴν μνήμην σοφίζονται. Ἡμεῖς δὲ βίον μὲν
συγγράφομεν φιλοσοφίας διδάσκαλον, καὶ τὴν ὲν οὐρανοῖς πολιτείαν ἐζηλωκότα:
ζωγραφοῦμεν δὲ οὐ τῶν σωμάτων τοὺς χαρακτῆρας, οὐδὲ τὰ τούτων ἐκτυπώματα
τοῖς ἀγνοοῦσιν ἐπιδείκνυμεν: ἀλλὰ τῶν ἀοράτων ψυχῶν Ἀναλάβετε γὰρ , φησὶ, τὴν πανοπλίαν τοῦ Θεοῦ, ἵνα δυνηθῆτε ἀντιστῆναι
ἐν τῇ ἡμέρᾳ τῇ πονηρᾷ, καὶ ἅπαντα κατεργασάμενοι στῆναι.
Καὶ πάλιν:
Στῆτε οὖν περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ, καὶ ἐνδυσάμενοι
τὸν θώρακα τῆς δικαιοσύνης, καὶ ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ
Εὐ αγγελίου τῆς εἰρήνης, ἐπὶ πᾶσιν ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως,ἐν
ᾧ δυνήσεσθε πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι, καὶ τὴν
περικεφαλαίαν
Ταύτην αὐτοὺς τὴν
πανοπλίαν ἐνδύσας εἰς τοὺς ἀγῶνας εἰσήγαγε.
Τοιαύτη γὰρ καὶ τῶν πολεμίων ἡ φύσις, ἀσώματος, ἀόρατος, ἀφανῶς ἐπιοῦσα,
κρύβδην ἐπιβουλεύουσα, λοχῶσα καὶ ἐξαπιναίως προσβάλλουσα. Καὶ τοῦτο
διδάσκων αὐτὸς οὗτος ὁ στρατηγὸς ἔλεγεν: Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα
καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς
κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς
πονηρίας ἐν τοῖς ἐπουρανίοις.
Ἀλλ̓ ὅμως καὶ τοιούτους ἔχουσα τοὺς
ἀντιπάλους ἡ τῶν ἀγίων τούτων συμμορία, μᾶλλον δὲ τούτων ἕκαστος ὑπὸ
τοσούτων καὶ τοιούτων πολεμίων κυκλούμενος: οὔτε γὰρ κοινῇ πᾶσιν ἐπῄεσαν,
ἀλλὰ νῦν Ἀνέβη θάνατος διὰ τῶν
θυρίδων,
οἶόν τισι μοχλοῖς καὶ κλείθροις, τοῖς θείοις
Οὕτω τὴν ὄσφρησιν ἐπαίδευσαν μὴ τὰ εὐώδη ποθεῖν, ἄτε δὴ χαυνοῦν καὶ χαλᾷν
πεφυκότα. Οὕτω τῆς γαστρὸς τὸν κόρον ἐξήλασαν, καὶ τοιαῦτα λαμβάνειν
ἐδίδαξαν, οἶα οὐχ ἡδονὴν, ἀλλὰ χρείαν ἐπλήῥ??ʼ, καὶ ταῦτα τοσαῦτα, ὅσα τὸν
ἐκ λιμοῦ κωλύειν ἠδύνατο θάνατον. Οὕτω τὴν γλυκεῖαν τοῦ ὕπνου τυραννίδα
κατέλυσαν, καὶ τὰ βλέφαρα τῆς τούτου δουλείας ἐλευθερώσαντες, κρατεῖν ἀντὶ
τοῦ δουλεύειν
Τούτους τοίνυν τοὺς διὰ πόνων μυρίων τὸν βίον ὁδεύσαντας, ἱδρῶσι δὲ καὶ
ταλαιπωρίαις τὸ σῶμα δαμάσαντας, καὶ γέλωτος μὲν τὸ πάθος ἀγνοήσαντας, ἐν
κλαυθμῷ δὲ καὶ δάκρυσιν ἅπαντα τὸν βίον δαπανήσαντας: καὶ τρυφὴν μὲν
Συβαριτικὴν τὴν ἀσιτίαν νομίσαντας, ὕπνον δὲ ἥδιστον τὴν ἐπίπονον ἀγρυπνίαν,
στρωμνὴν δὲ μαλακὴν τὴν τοῦ ἐδάφους ἀντιτυπίαν, ἡδονὴν ἄμετρόν τε καὶ
ἄπλειστον, τὴν ἐν ταῖς προσευχαῖς καὶ ψαλμῳδίαις διατριβήν: τούτους τοὺς πᾶν
εἶδος ἀρετῆς συνειληχότας τίς οὑκ ἃν εἰκότως θαυμάσειε ; μᾶλλον δὲ τίς ἃν
πρὸς ἀξίαν εὐφημήσειεν ; Οἶδα μὲν οὖν κἀγὼ σαφῶς. ὡς τῆς τούτων ἀρετῆς
οὐδεὶς ἄν ἐφίκοιτο λόγος: ᾮ μὲν διὰ τοῦ
Πνεύματος δέδοται λόγος σοφίας: ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ
Πνεῦμα: ἄλλῳ δὲ χαρίσματα ἰαμάτων ἐν τῷ αὐτῷ Πνεύματι: ἄλλῳ δὲ
ἐνεργήματα δυνάμεων: ἄλλῳ δὲ προφητεία ἄλλῳ δὲ γένη γλωσσῶν, ἄλλῳ δὲ
ἑρμηνεία γλωσσῶν,
Καὶ δεικνὺς τὴν Ταῦτα δὲ πάντα ἐνεργεῖ τὸ ἔν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ
καθὼς βούλεται.
Ἐπειδὴ τοίνυν διαφόρων τετυχήκασι δωρεῶν, εἰκότως
ἰδίᾳ ἑκάστου ποιησόμεθα τὸ διήγημα: οὐχ ἅπαντα διεξιόντες τὰ πεπολιτευμένα:
εἰς γὰρ τὴν τοιαύτην συγγραφὴν οὑδὲ ἅπας ἄν ὁ βίος ἀρκέσειεν: ἀλλ̓ ὀλίγα τῶν
ἑκάστῳ βεβιωμένων ἢ πεπραγμένων διηγησάμενοι, καὶ διὰ τῶν ὀλίγων τοῦ παντὸς
βίου τὸν χαρακτῆρα παραδείξαντες, ἐφ̓ ἕτερον βαδιούμεθα. Οὐ πάντων δὲ τῶν
ἁπανταχοῦ διαπρεψάντων ἁγίων τὴν πολιτείαν ἱστορίᾳ παραδοῦναι πειρασόμεθα:
οὔτε γὰρ ἴσμεν τοὺς πανταχου διαλάμψαντας, οὔτε δυνατὸν ἅπαντας ὑφ̓ ἑνὸς
συγγραφῆναι.
Μόνων τοίνυν τῶν κατὰ τὴν ἔω φωστήρων δίκην ἀναφανέντων, καὶ ταῖς ἀκτῖσι τὰ
τῆς οἰκουμένης
Ἀφηγηματικῶς δὲ ὁ λόγος προβήσεται, οὐ νόμοις ἐγκωμίων χρώμενος, ἀλλ̓ ὀλίγων
τινῶν ἀτεχνῶς ποιούμενος τὴν διήγησιν. Ἀξιῶ δὲ τοὺς ἐντευξομένους τῇδε τῇ
φιλοθέῳ ἱστορίᾳ, ἢ ἀσκητικῇ πολιτείᾳ: ὡς γὰρ βούλεταί τις καλείτω τὸ
σύγγραμμα: μὴ ἀπιστεῖν τοῖς λεγομένοις, εἴ τε ὑπὲρ τὴν ἑαυτῶν ἀκούοιεν
δύναμιν. μηδὲ σφίσιν αὐτοῖς τὴν ἐκείνων μετρεῖν ἀρετήν: ἀλλ̓εἰδέναι σαφῶς.
ὡς ταῖς τῶν εὐσεβῶν γνώμαις μετρεῖν εἴωθεν ὁ Θεὸς τοῦ ἁγίου Πνεύματος τὰ
χαρίσματα, καὶ ταῖς τελειοτέραις τὰ μείζονα δίδωσι. Ταῦτα δέ μοι πρὸς τοὺς
οὐ λίαν ἀκριβῶς τὰ θεῖα μεμυημένους εἰρήσθω. Οἱ γὰρ μύσται τῶν ἀδύτων τοῦ
Πνεύματος ἴσασι τὰς φιλοτιμίας τοῦ Πνεύματος, καὶ οἶα δἰ ἀνθρώπων ἐν
ἀνθρώποις θαυματουργεῖ, τῇ τῶν τεράτων μεγαλουργίᾳ
Καὶ μὴ γεγενημένος γὰρ αὐτόπτης ὁ μακάριος Λουκᾶς, τῆς συγγραφῆς ἀρξάμενος
περὶ πεπληροφορημένων πραγμάτων ποιεῖσθαί φησι τὴν διήγησιν: καὶ ἡμεῖς δὲ,
ἀκούοντες ὅτι οὐκ αὐτόπτης ἐγένετο τούτων αὐτῶν διηγημάτων, ἀλλὸ παῤ ἄλλων
ταύτην
Μὡ??ʼσῆς ὁ θεῖος ὁ νομοθέτης, ὁ τῆς θαλάττης τὸν πυθμένα γυμνώσας, καὶ τὴν
ἄνυδρον ἔρημον ὕδασι κατακλύσας, καὶ τὰ ἄλλα πάντα θαυματουργήσας, τῶν πάλαι
γεγενημένων ἁγίων τὴν πολιτείαν συνέγραψεν, οὐ τῇ σοφίᾳ χρησάμενος, ἤν παρὰ
τῶν Αἰγυπτίων
Νίσιβίς ἐστι πόλις ἐν μεθορίῳ τῆς Ῥωμαίων καὶ Περσῶν βασιλείας, ἣ πάλαι μὲν Ῥωμαίοις ἐδασμοφόρει, καὶ ὑπὸ τὴν τούτων ἡγεμονίαν ἐτέλει. Ἐκ ταύτης ὁρμώμενος ὁ μέγας Ἰάκωβος, τὸν ἐρημικὸν καὶ ἡσύχιον ἠσπάσατο βίον, καὶ τὰς τῶν ὑψηλοτάτων ὀρῶν καταλαβὼν κορυφᾶς, ἐν ἐκείναις διῆγεν: ἐν ἔαρι μὲν, καὶ θέρει, καὶ μετοπώρῳ ταῖς λόχμαις χρώμενος, καὶ ὄροφον ἔχων τὸν οὐρανόν: τὸν δὲ τοῦ χειμῶνος καιρὸν ἄντρον αὐτὸν ὑπεδέχετο, βραχεῖαν σκέπην παρέχον. Τροφὴν δὲ εἶχεν, οὐ τὴν μετὰ πόνου σπειρομένην καὶ φυομένην, ἀλλὰ τὴν αὐτομάτως βλαστάνουσαν.
Τῶν γὰρ ἀγρίων δένδρων τοὺς αὐτοφυεῖς συλλέγων καρποὺς, καὶ τῶν βοτανῶν τὰς
ἐδωδίμους καὶ λαχανώδεις, ἐκ τούτων ἐδίδου τῷ σώματι τὰ εἰς τὸ ζῇν
ἀποχρῶντα, τὴν τοῦ πυρὸς παραιτούμενος Τὴν δόξαν Κυρίου
κατοπτριζόμενος, τὴν αὐτὴν εἰκόνα μετεμορφοῦτο ἀπὸ δόξης εἰς δόξαν,
Ἐντεῦθεν ἡ πρὸς τὸν Θεὸν αὐτῷ παῤῥησία καθ̓ ἑκάστην
ηὔξετο τὴν ἡμέραν, καὶ αἰτῶν ἃ τὸν Θεὸν αἰτεῖν ἕσει, παραυτίκα ἐλάμβανεν.
Ἐντεῦθεν καὶ τὰ ἐσόμενα προφητικῶς προεώρα, καὶ δύναμιν εἰς θαυματουργίαν ἐκ
τῆς τοῦ ἁγίου Πνεύματος ἐδέξατο χάριτος. Τούτων ὀλίγα διηγήσομαι, καὶ τῆς
ἀποστολικῆς αὐτοῦ λαμπηδόνος τοῖς ἀγνοοῦσι τὴν ἀκτῖνα δηλώσω.
Ἤκμαζε κατ̓ ἐκεῖνον τὸν καιρὸν ἡ περὶ τὰ εἴδωλα τῶν ἀνθρώπων μανία, καὶ τὰ
μὲν ἄψυχα ξόανα τὸ θεῖον σέβας ἐσφετερίζετο, ἡ δὲ τοῦ θεοῦ θεραπεία ὑπὸ τῶν
πλείστων κατημελεῖτο: εὐκαταφρόνητοι δὲ ἦσαν οἱ κοινωνεῖν μὲν οὐκ ἐθέλοντες
ἐκείνοις τῆς μέθης, ἀκριβῆ δὲ, ἅτε δὴ καθεστηκότες, τὴν τῶν ὄντων διάκρισιν
ἔχοντες, καὶ τὴν μὲν τῶν εἰδώλων γελῶντες
Κατ̓ ἐκεῖνον τὸν καιρὸν τὴν Περσίδα κατέλαβε, τὰ φυτὰ τῆς εὐσεβείας ὀψόμενος,
καὶ τὴν προσήκουσαν αὐτοῖς θεραπείαν προσοίσων: πηγὴν δὲ αὐτοῦ τινα
διιόντος, κόραι τινὲς πλυνοῖς ἐφεστῶσαι, καὶ ἱμάτια τοῖς ποσὶν
ἀποῤῥύπτουσαι, οὑδὲ τοῦ σχήματος τὸ καινοπρεπὲς κατῃδέσθησαν, ἀλλὰ τὴν αἰδὼ
ἀποῤῥίψασαι, ἀπηρυθριασμένῳ προσώπῳ, καὶ ἀναιδέσιν ὀφθαλμοῖς τὸν θεῖον
ἄνθρωπον ἐθεώρουν, οὔτε τὰς κεφαλὰς συγκαλύπτουσαι, οὐδὲ τὰ ἀνεζωσμένα
χαλῶσαι ἱμάτια. Τοῦτο δυσχεράνας ὁ τοῦ θεοῦ ἄνθρωπος, καὶ δεῖξαι τοῦ Θεοῦ
τὴν δύναμιν εἰς καιρὸν ἐθελήσας, ἴνα τῇ θαυματουργίᾳ τῆς ἀσεβείας
ἐλευθερώσῃ, ἐπηράσατο μὲν τῇ πηγῇ, καὶ φροῦδον παραυτίκα τὸ ῥεῖθρον ἐγένετο:
ἐπηράσατο δὲ ταῖς μείραξι, καὶ τὴν ἀναίσχυντον αὐτῶν νεότητα προώρῳ
Οὕτως αἰσθόμεναι τῆς τιμωρίας: τῆς τε γὰρ πηγῆς ἀπέδρα τὰ νάματα, καὶ τἀς
ἀλλήλων θεώμεναι κεφαλὰς, ἑώρων τὴν ἀθρόαν ἐκείνην μεταβολήν: ἔδραμον εἰς
τὴν πόλιν τὸ συμβὰν ἀπαγγέλλουσαι. Οἱ δὲ δραμόντες, καὶ τὸν μέγαν
καταλαβόντες Ἰάκωβον, ἱκέτευον χαλᾶσαι τὴν ὀργὴν, καὶ λῦσαι τὴν τιμωρίαν. Ὁ
δὲ μηδὲ βραχὺ μελλήσας, προσέφερε μὲν τῷ Δεσπότῃ τὴν ἱκεσίαν, ἐκέλευε δὲ
πάλιν ἀναβλῦσαι τὰ νάματα: τὰ δὲ παραυτίκα πάλιν ἐκ τῶν οἰκείων ἀνεφαίνετο
ταμιείων, τοῖς τοῦ δικαίου μετοχετευόμενα νεύμασιν. Οἱ δὲ τούτων
τετυχηκότες, καὶ τοῖς πλοκάμοις τῶν θυγατέρων τὴν προτέραν ἠντιβόλουν χρόαν
ἀποδοθῆναι. Τὸν δὲ
Ἐν τούτοις διαπρέπων καὶ πᾶσιν ἐπέραστος ὢν, καὶ ὲν ταῖς ἀπάντων
περιφερόμενος γλώσσαις, εἰς τὴν τῆς ἀρχιερωσύνης ἔρχεται λειτουργίαν, καὶ
τῆς πατρίδος λαγχάνει τὴν προστασίαν. Ἐναλλάξας δὲ τὴν ὄρειον ἐκείνην
διατριβὴν, καὶ τὴν ὲν ἄστει διαγωγὴν οὐ κατὰ γνώμην ἑλόμενος, οὔτε τὴν
τροφὴν, οὔτε τὴν ἀμπεχόνην ἐνήλλαξεν: ἀλλὰ τὰ μὲν χωρία ἠμείβετο, ἡ δὲ
πολιτεία μεταβολὴν οὐκ ἐδέχετο. Οἱ δὲ πόνοι προσθήκην ἐλάμβανον, καὶ
πολλαπλάσιοι τῶν προτέρων ἐγένοντο. Τῇ γὰρ νηστείᾳ καὶ χαμευνίᾳ,
Καὶ τί δεῖ πρὸς εἰδότας ἅπαντα καταλέγεσθαι, ἃ τοὺς ταύτην ἀναδεδεγμένους
περιστοιχίζει τὴν πρόνοιαν; Διαφερόντως δὲ ἐκεῖνος τοὺς τοιούτους πόνους
ἠσπάζετο, ἅτε δὴ διαφερόντως καὶ ποθῶν καὶ δεδιὼς τὸν τῶν προβάτων Κύριον.
Ὅσῳ δὲ πλείονα τῆς ἀρετῆς τὸν πλοῦτον συνέλεγε, τοσούτῳ μειζόνως καὶ τῆς τοῦ
παναγίου Πνεύματος ἀπήλαυε χάριτος. Καὶ δή ποτε εἴς τινα κώμην αὐτῷ ἢ πόλιν
ἀπαίροντι: οὐ γὰρ ἔχω λέγειν ἀκριβῶς τὸ χωρίον: προσίασί τινες πένητες, ἔνα
τινὰ τῶν συνόντων ὡς τεθνεῶτα προτεθεικότες, καί τινα πρὸς τὴν ἐκείνου ταφὴν
ἐπιτήδεια λαβεῖν ἱκετεύοντες. Ὁ δὲ εἶξεν
Καὶ γὰρ ὡσαύτως τὴν ἀλήθειαν κεκλοφότα, καὶ τῷ ψεύδει χρησάμενον ἀφείλετο τὴν
ζωήν. Ἀλλ̓ ὁ μὲν γνοὺς τὴν κλοπὴν, ἀπεκάλυψε γὰρ ἡ τοῦ Πνεύματος χάρις, τὴν
δίκην ἐπήγαγεν: ὁ δὲ τοῦ δράματος ἀγνοῶν τὴν ὑπόθεσιν, προσήνεγκε μὲν τὴν
εὐχὴν, ἔστησε δὲ τῷ πεπλασμένῳ τοῦ βίου τὸν δρόμον: καὶ
Ἐπειδὴ γὰρ Ἄρειος, ὁ τῆς κατὰ τοῦ Μονογενοῦς καὶ τοῦ παναγίου Πνεύματος
βλασφημίας πατὴρ καὶ δημιουργὸς. κατὰ τοῦ πεποιηκότος τὴν γλῶτταν κεκινηκὼς,
ἐνέπλησε τὴν Αἴγυπτον θορύβου καὶ ταραχῆς, Κωνσταντῖνος δὲ ὁ μέγιστος
βασιλεὺς, ὁ τῆς ἡμετέρας ἀγέλης Ζοροβάβελ: κατ̓ ἐκεῖνον γὰρ τὴν τῶν εὐσεβῶν
αἰχμαλωσίαν ἐκ τῆς ὑπερορίας ἅπασαν ἐπανήγαγε, καὶ τοὺς θείους νεὼς εἰς
ἔδαφος ἐῤῥιμμένους εἰς ὕψος ἀνήγειρεν. Ἐπειδὴ τοίνυν οὗτος πάντας τοὺς τῶν
Ἐκκλησιῶν προέδρους κατ̓ ἐκεῖνον τὸν καιρὸν συνήγειρεν εἰς τὴν Νίκαιαν,
ἀφίκετο μετὰ τῶν ἄλλων καὶ ὁ
Τῆς Ῥωμαίων γὰρ ἡγεμονίας τηνικαῦτα ὑπῆρχεν ἡ Νίσιβις. Ἐν τοίνυν τῇ μεγάλῃ
συνόδῳ, πολλῶν μὲν εὖ καὶ καλῶς, πολλῶν δὲ καὶ ἄλλως εἰρημένων: ἦσαν γὰρ
ὀλίγοι τινὲς, οἴ τἀναντία μὲν ἐφρόνουν, γυμνοῦν δὲ τὴν σφῶν οὐκ ἐθάῤῥουν
ἀσέβειαν, ἀλλὰ δελεάσμασί τισι συνεκάλυπτον, οὐ πᾶσι μὲν γνωοίμοις, τοῖς δὲ
ἀκριβέσι τῆς ἀληθείας μύσταις καὶ μάλα δήλοις: ὑπαγορεύεται μὲν ἡ κατὰ πᾶσαν
τὴν οἰκουμένην ἐπὶ τοῦ παρόντος κρατοῦσά τε καὶ κηρυττομένη τῆς πίστεως
ὁμολογία: ὑπεσημήναντο δὲ ἅπαντες, καὶ τῇ χειρὶ καὶ τῷ καλάμῳ οὕτω πιστεύειν
καὶ φρονεῖν ὡμολόγησαν: ἀλλ̓ οἱ πλείους μὲν ἄσμενοι τοῦτο ἐποίουν: ἑπτὰ δέ
τινες τῆς Ἀρείου βλασφημίας συνήγοροι, τῇ μὲν γλώττῃ καὶ τῇ χειρὶ
συνωμολόγησαν, Οὗτος ὁ
λαὸς τοῖς χείλεσί με τιμᾷ, τῇ δὲ καρδίᾳ πόῤῥω ἀπέχει ἀπ̓ ἐμοῦ:
καὶ
κατὰ τὴν Ἐγγὺς εἶ σὺ τοῦ στόματος αὐτῶν, καὶ πόῤῥω ἀπὸ τῶν νεφρῶν
αὐτῶν.
Σύμφωνα δὲ τούτοις περὶ τούτων καὶ ὁ μακάριος ἔφη Δαβίδ:
Τῷ στόματι αὐτῶν ηὐλόγουν, καὶ τῇ καρδίᾳ αὐτῶν κατηρῶντο.
Καὶ
πάλιν: Ἡπαλύνθησαν οἱ λόγοι αὐτῶν ὑπὲρ ἔλαιον, καὶ αὐτοί εἰσι
βολίδες.
Οὗτοι τὸν τῆς Ἀλεξανδρέων ἐπίσκοπον τὸν μέγαν Ἀλέξανδρον
παρεκάλουν, οἰκτεῖραι τὸν Ἄρειον ὑπὸ πάσης ἐκείνης ἀποκηρυχθέντα τῆς
φάλαγγος: τοῦ δὲ καὶ τὸ τούτων ὕπουλον εἰδότος, καὶ τὴν ἐκείνου πονηρίαν
ὑφορωμένου, καὶ τούτου χάριν οὐ δεχομένου τὴν αἴτησιν: ἄλλοι τινὲς τῶν
ἁπλότητι συνεζηκότων, πολλὰς τῆς φιλανθρωπίας διεξῄεσαν εὐφημίας, ταύτῃ
χαίρειν λέγοντες καὶ τὸν τῶν ὅλων Θεόν. Ἐπειδὴ δὲ ὁ μέγας Ἀλέξανδρος τὴν
Δεξαμένων δὲ ἁπάντων τοῦ θείου ἀνδρὸς τὴν εἰσήγησιν: ᾔδεισαν γὰρ αὐτὸν
ἀποστολικοῖς χαρίσμασι λάμποντα: ἐκεράννυτο μὲν ἡ νηστεία τῇ προσευχῇ:
ἐψηφίζετο δὲ ταῖς Ἐκκλησίαις ὁ τούτων κυβερνήτης τὸ συμφέρον. Καὶ ἐπειδὴ
ἀπήντησεν ἡ Κυριακὴ, καθ̓ ἤν ἤλπιζον οἱ πλείους τὸν ἀλιτήριον
εἰσδεχθήσεσθαι, καὶ τῆς θείας λειτουργίας ἔφθασεν ὁ καιρὸς, καὶ προσέμενον
ἄπαντες ἰδεῖν τὸν ἀντίθεον ἐλεούμενον, τηνικαῦτα γίνεται θεῖον ὄντως καὶ
παράδοξον θαῦμα. Ἐν βδελυκτοῖς γὰρ καὶ δυσώδεσι χωρίοις ὁ
Θαυμάζει μὲν οὖν ἡ θεία Γραφὴ Φινεὲς τὸν ἱερέα, καὶ εἰκότως θαυμάζει, ὅτι τὸν
ὀλέθρου λαῷ γινόμενον πρόξενον κατέσφαξε, τὸν Ζαμβρή: διὸ καὶ ψάλλων ὁ
μακάριος ἔλεγε Δαβίδ: Ἔστη Φινεὲς καὶ ἐξιλάσατο, καὶ ἐκόπασεν ἡ θραῦσις:
καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην, εἰς γενεὰν καὶ γενεὰν ἕως τοῦ
αἰῶνος.
Ἀλλ̓ ὅμως ἐκεῖνος ὅπλῳ πολεμικῷ χρησάμενος, τὴν δικαίαν καὶ
πολυθρύλλητον ἐκείνην
Οἱ δὲ μέγα ἐβόων, ὡς εὐαλώτου γενομένου τοῦ ἄστεος. Τὸ γὰρ μέγα τεῖχος τῶν
ἐνοικούντων ἠγνόουν:
Πόῤῥω τοίνυν ὑποχωρήσαντες, ὡς τοῦ πόνου σφίσι λωφήσαντος, αὐτοί τε διανεπαύοντο, καὶ τοὺς ἵππους ἐθεράπευον. Οἱ δὲ τὴν πόλιν οἰκοῦντες εἰς ἱκετείας σφοδροτέρας ἐτρέποντο, πρεσβευτὴν ἔχοντες τὸν μέγαν Ἰάκωβον: οἱ δὲ ἐν ἡλικίᾳ πάντες ἀνῳκοδόμουν σπουδῇ, οὔτε κάλλους οὔτε ἁρμονίας ἐπιμελούμενοι: ἀλλὰ πρὸς τὸ τυχὸν ἅπαντα συντιθέντες, καὶ λίθους, καὶ πλίνθους, καὶ ὅ τι ἅν τις ἐκόμιζε: καὶ ἐν μιᾷ νυκτὶ προὔβη τὸ ἔργον, καὶ τοσοῦτον ἔλαβεν ὕψος, ὅσον ἀπόχρη διακωλῦσαι καὶ τῶν ἵππων τὸν δρόμον, καὶ τῶν ἀνδρῶν τὴν ἄνευ κλιμάκων ἐπίβασιν. Τότε πάντες ἱκετεύουσι τὸν τοῦ Θεοῦ ἄνθρωπον φανῆναι ἐπὶ τοῦ τείχους, καὶ ἀραῖς κατατοξεῦσαι τοὺς πολεμίους.
Ὁ δὲ πεισθεὶς ἀνῄει, καὶ τὰς πολλὰς αὐτῶν θεασάμενος μυριάδας, σκνιφῶν αὐτοῖς
καὶ κωνώπων Οὐκ οἴδατε ποίου πνεύματός
ἐστε;
Διὰ τοῦτο οὐ χᾶναι αὐτοῖς τὴν γῆν ᾔτησεν, οὐδὲ πυρὶ
παραδοθῆναι τὴν φάλαγγα παρεκάλεσεν, ἀλλὰ τοῖς ζωῦφίοις ἐκείνοις
κατατρωθῆναι, καὶ τοῦ Θεοῦ διαγνόντας τὴν δύναμιν ὀψέ ποτε μεταμαθεῖν τὴν
εὐσέβειαν. Τοσαύτην εἶχεν ὁ θεῖος οὗτος ἄνθρωπος πρὸς τὸν Θεὸν παῤῥησίαν:
τοσαύτης ἄνωθεν ἀπήλαυε χάριτος. Ἐν τούτοις διατελῶν, καὶ καθ̓ ἑκάστην ἐν
τοῖς θείοις αὐξανόμενος ἡμέραν, μετὰ τῆς μεγίστης εὐκλείας τόνδε τὸν βίον
ἀπέθετο, καὶ τὴν ἐντεῦθεν ἀποδημίαν ἐστείλατο. Χρόνου δὲ διελθόντος, καὶ
τοῦδε τοῦ ἄστεος ὑπὸ τοῦ τηνικαῦτα
Ἰουλιανὸς, ὅν Σάββαν ἐπίκλην οἱ ἐπιχώριοι τιμῶντες ὠνόμαζον, τὸν δὲ
πρεσβύτην τῇ Ἑλλάδι φωνῇ σημαίνει τὸ ὄνομα, ἐν τῇ πάλαι μὲν Παρθυαίων, νῦν
δὲ Ὀσροηνῶν ὀνομαζομένῃ, τὴν ἀσκητικὴν καλύβην ἐπήξατο. Διατείνει δὲ αὕτη
πρὸς μὲν ἑσπέραν μέχρις αὐτοῦ τοῦ ποταμοῦ τῆς ὄχθης: Εὐφράτης δὲ ὄνομα
τούτῳ: πρὸς ἤλιον δὲ ἀνίσχοντα, τὸ τέρμα ἔχει τῆς Ῥωμαίων ἡγεμονίας: ἡ γὰρ
Ἀσσυρία διαδέχεται, πέρας οὖσα ἑσπέριον τῆς Περσικῆς βασιλείας, ἥν Ἀδιαβηνὴν
οἱ μετὰ ταῦτα ὠνόμασαν. Ἐν τούτῳ τῷ ἔθνει πολλαὶ μὲν πόλεις μεγάλαι καὶ
πολυάνθρωποι,
Ἐν τούτῳ διῆγεν, ἅπαξ τῆς ἑβδομάδος σιτίων μεταλαμβάνων.
Σιτίον δὲ ἦν αὐτῷ ἄρτος ὁ κεγχριδίας, Ὠς γλυκέα τῷ λάρυγγί μου
τὰ λόγιά σου ! ὑπὲρ μέλι καὶ κηρίον τῷ στόματί μου.
Ἤκουσε δὲ πάλιν
τοῦ μακαρίου Δαβὶδ λέγοντος: Τὰ κρίματα Κυρίου ἀληθινὰ, δεδικαιωμένα ἐπὶ
τὸ αὐτὸ, ἐπιθυμητὰ ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολὺν, καὶ γλυκύτερα
ὑπὲρ μέλι καὶ κηρίον.
Ἤκουσεν αὐτοῦ πάλιν λέγοντος: Κατατρύφησον
καὶ αὖθις, Εὐφρανθήτω ἡ καρδία
ζητούντων τὸν Κύριον:
καὶ, Εὔφρανον τὴν καρδίαν μου, τοῦ
φοβεῖσθαι τὸ ὄνομά σου.
Καί: Γεύσασθε καὶ ἴδετε ὅτι χρηστὸς ὁ
Κύριος.
Καί: Ἐδίψησεν ἡ ψυχή μου πρὸς Θεὸν, τὸν ἰσχυρὸν καὶ
ζῶντα.
Καί: Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου.
Καὶ μετέθηκεν εἰς
ἑαυτὸν τοῦ ταῦτα εἰρηκότος τὸν ἔρωτα. Τούτου γὰρ χάριν αὐτὰ καὶ Δαβὶδ ὁ
μέγας ᾅδων ἐδίδασκεν, ὡς ἂν πολλοὺς κοινωνοὺς καὶ συνεραστὰς τοῦ Θεοῦ
καταστήσειε. Καὶ οὐ διήμαρτε τῆς ἐλπίδος: ἀλλὰ καὶ τοῦτον τὸν θεσπέσιον
ἄνδρα, καὶ μυρίους ἑτέρους τῷ θείῳ κατέτρωσεν ἔρωτι. Τοσοῦτον γὰρ οὗτος
ἐδέξατο φίλτρου πυρσὸν, ὡς μεθύειν τῷ πόθῳ, καὶ μηδὲν ὁρᾷν τῶν γηΐνων, μόνον
δὲ τὸν ἐρώμενον καὶ νύκτωρ ὀνειροπολεῖν, καὶ μεθ̓ ἡμέραν φαντάζεσθαι.
Ταύτην αὐτοῦ τὴν ἄκραν φιλοσοφίαν πολλοὶ μεμαθηκότες,
Τούτου τοιγαροῦν τοῦ πάθους περὶ τόδε τὸ ὄψον γεγενημένου: πολλὴν γὰρ
πανταχόθεν τὸ ἄντρον εἰσεδέχετο τὴν νοτίδα: ἱκέτευον τὸν πρεσβύτην οἱ
θιασῶται, οἰκίσκον τινὰ βραχὺν σφίσιν ἐπιτρέψαι
Ὁ δὲ τὰ μὲν πρῶτα τὴν αἴτησιν οὐκ ἐδέχετο: ὀψὲ δέ ποτε πεισθείς: ἐδιδάχθη γὰρ ὑπὸ τοῦ μεγάλου Παύλου, μὴ τὰ ἑαυτοῦ ζητεῖν, ἀλλὰ τοῖς ταπεινοῖς συναπάγεσθαι: ἐδίδου μὲν τοῦ οἰκίσκου τὰ μέτρα βραχέα τινὰ καὶ σμικρὰ, ἀπῄει δὲ πόῤῥω τοῦ ἄντρου, τὰς συνήθας τῷ Θεῷ προσοίσων ἱκετείας.
Εἰώθει γὰρ πεντήκοντα μὲν πολλάκις σταδίους, ἔστι δ̓ ὅτε καὶ δὶς τοσούτους κατὰ τὴν ἔρημον βαδίζων, καὶ πάσης ἑαυτὸν ἀνθρωπίνης συνουσίας χωρίζων καὶ εἰς ἑαυτὸν νεύων, καθ̓ ἑαυτὸν ὁμιλεῖν τῷ Θεῷ, καὶ τὸ θεῖον ἐκεῖνο καὶ ἄῤῥητον κατοπτρίζεσθαι κάλλος. Ταύτης λαβόμενοι τῆς σχολῆς οἱ τῆς ἐκείνου κηδεμονίας ἠξιωμένοι, τῇ μὲν χρείᾳ σύμμετρον, μείζονα δὲ ἢ ἐπετάχθησαν τὸν οἰκίσκον ἐδείμαντο.
Ἐπανελθὼν δὲ μετὰ δεκάτην ἡμέραν, οἷά τις Μωὗ??ʼῆς ἀπὸ τοῦ ὄρους καὶ τῆς
ἀφράστου θεωρίας, καὶ Δέδοικα, ἔφη, ὧ ἄνδρες, μὴ τὰ ἐπὶ γῆς εὐρύνοντες καταγώγια σμικρύνωμεν τὰ
οὐράνια: καίτοι ταῦτα μέν ἐστι πρόσκαιρα, καὶ πρὸς ὀλίγον ἡμῖν
ἐπιτήδεια: ἐκεῖνα δὲ αἰώνια, καὶ πέρας λαβεῖν οὐ δυνάμενα
Καὶ ταῦτα
μὲν ἔλεγε, τὰ τελεώτερα τὸν χορὸν ἐκπαιδεύων. Ἠνείχετο δὲ ὅμως, τῆς
ἀποστολικῆς ἐπακούσας φωνῆς: Οὐ ζητῶ τὸ ἐμαυτοῦ συμφέρον, ἀλλὰ τὸ τῶν
πολλῶν, ἵνα σωθῶσιν.
Ἐξεπαίδευσε δὲ κἀκείνους, ἔνδον μὲν κοινὴν τῷ
Θεῷ τὴν ὑμνῳδίαν προσφέρειν, μετὰ δὲ τὴν ἔω ἀνὰ δύο κατὰ τὴν ἔρημον ἐξιέναι,
καὶ τὸν μὲν τὰ γόνατα κατακάμπτοντα τὴν ὀφειλομένην τῷ Δεσπότῃ προσφέρειν
προσκύνησιν, τὸν δὲ ᾅδειν ἑστῶτα ψαλμοὺς Δαὑ??ʼτικοὺς πεντεκαίδεκα, εἶτα
ἐναλλάττειν τὸ ἔργον, καὶ τὸν μὲν ἀνιστάμενον ᾅδειν, τὸν δὲ εἰς
Εἰώθει δὲ καὶ αὐτὸς ὁ πρεσβύτης ἕνα τινὰ τῶν ἐπισημοτέρων κοινωνὸν τῆς λειτουργίας λαμβάνειν.
Εἴπετο δὲ αὐτῷ συχνότερον ἀνήρ τις, τὸ μὲν γένος Πέρσης, τὸ δὲ εἶδος μέγας
καὶ ἀξιάγαστος, θαυμασιωτέραν δὲ τοῦ εἴδους τὴν ψυχὴν κεκτημένος, Ἰάκωβος
ὄνομα αὐτῷ, ὅς καὶ μετὰ τὴν ἐκείνου τελευτὴν ἐν πάσῃ μὲν διέλαμψεν ἀρετῇ,
ἐπίσημος δὲ καὶ περίβλεπτος ἦν, οὑ τοῖς αὐτόθι μόνοις, ἀλλὰ καὶ τοῖς ἐν τῇ
Συρίᾳ τῆς φιλοσοφίας φροντιστηρίοις, ἐν οἷς καὶ ἐτελεύτα βιώσας, ὡς λέγεται,
τέτταρα καὶ ἑκατὸν ἔτη. Οὗτος τῷ μεγάλῳ πρεσβύτῃ τῆς ἐπὶ τὴν ἔρημον
κοινωνήσας ὀδοῦ, πόῤῥωθεν εἴπετο. Οὐ γὰρ
Εἶτα θεασάμενος προβῆναι μὲν οὐκ ἐθάῤῥησεν, ἐκκλῖναι δὲ πολλάκις ὑπὸ τοῦ
δέους θελήσας, ἀνεῤῥώσθη πάλιν τὸν λογισμόν. Ἔπειτα κύψας, καὶ ψηφίδα Εἶδον,
ἔφη, κατὰ τὴν ὁδὸν δράκοντα μέγιστον ἐῤῥιμμένον, καὶ τὸ μὲν πρῶτον
ἐδεδίειν ζῇν τοῦτον ὑπολαμβάνων: ἐπειδὴ δὲ τεθνεῶτα ἐθεασάμην,
Ὁ δὲ πρεσβύτης:
Παῦσαι, ἔφη, πολυπραγμονῶν τὰ τοιαῦτα, φέρειν ὄνησιν τοῖς χρωμένοις
οὐδεμίαν δυνάμενα.
Ἀλλ̓ οὐδὲν ἦττον ὁ θαυμάσιος Ἰάκωβος ἐπέκειτο,
μαθεῖν τἀληθὲς ἐφιέμενος. Ὁ δὲ πρεσβύτης, κρύπτειν μὲν ἐπὶ πολὺ πειρώμενος,
ἀνιᾷν δὲ τὸν ἐραστὴν ἐπὶ πλεῖον οὐκ ἀνασχόμενος: Ἐγώ σοι, ἔφη, ἐρῶ, εἰ
μαθεῖν ἐφίεσαι: παρεγγυῶ δὲ μηδένα ἕτερον ἐμοῦ ζῶντος ποιήσασθαι τοῦ
ῥηθησομένου συνίστορα: κρύπτειν γὰρ τὰ τοιάδε προσήκει, εἰς ἀλαζονείαν
καὶ τῦφον πολλάκις ἐγείροντα: ἢν δὲ ἐγὼ ἐνθένδε ἀπέλθω, καὶ τῶν τοιῶνδε
παθῶν ἐλεύθερος γένωμαι, λέγειν οὐ κωλύω, καὶ τῆς θείας χάριτος
Ἐγὼ δὲ τῇ τοῦ Θεοῦ προσηγορίᾳ χρησάμενος, καὶ τῷ δακτύλῳ τὸ τοῦ σταυροῦ
τρόπαιον ὑποδείξας, ἅπαν μὲν δέος ἀπεσεισάμην, πεσὸν δὲ τὸ θηρίον
παραυτίκα εἰς γῆν ἐθεασάμην, καὶ τὸν κοινὸν ἀνυμνήσας Σωτῆρα τὴν ἐπὶ τὸ
πρόσω πορείαν ἐποιησάμην.
Οὕτω τὸ διήγημα συμπεράνας, ἀναστὰς εἴχετο
τῆς ἐπὶ τὸ ἄντρον ὁδοῦ.
Ἄλλοτε δὲ μειράκιον, ἐξ εὐγενῶν βλαστῆσαν, τρυφηλῶς δὲ τεθραμμένον, προθυμίᾳ δὲ μείζονι τῆς δυνάμεως κεχρημένον, ἱκέτευσε τὸν πρεσβύτην τῆς ἐπὶ τὴν ἔρημον αὐτῷ κοινωνῆσαι πορείας, οὐ τῆς κοινῆς ταύτης ὑπὸ πάντων καθ̓ ἑκάστην ὁδευομένης ἡμέραν, ἀλλὰ τῆς μακροτάτης, καὶ πολλάκις μὲν ἡμέρας ἑπτὰ, πολλάκις δὲ καὶ δέκα κατεχούσης ἀποδημίας.
Ἀστέριος δὲ ἦν οὗτος ὁ πολυθρύλλητος. Τοῦ δὲ θεσπεσίου πρεσβύτου τὸν νέον
διακωλύοντος, καὶ τῆς ἐρήμου τὸ ἄνυδρον λέγοντος, ἐπέκειτο λιπαρῶν
Καθάπερ γὰρ ἐκεῖνος πάλαι ποτὲ τῇ ῥάβδῳ τὴν πέτραν ἐκείνην τὴν ἄγονον πλήξας,
κατέκλυσε
Ἀφικνούμενος δὲ ἰσχάδας εἰώθει τοῖς θιασώταις κομίζειν τρισὶν ἢ τέτταρσι
ἐπιτιθεὶς κτήνεσι τὰ φορτία. Δύο δὲ μεδίμνους συλλέγων, ὡς διὰ παντὸς
Ποιήσω, ἔλεγεν ὁ γέρων, τὸ κελευόμενον, μόνον
Ἐμιμεῖτο γὰρ κἀν τούτῳ τῶν ἀποστόλων τὸν πρῶτον: ὃς τοῦ
Κυρίου ἀπονίψαι αὐτοῦ τοὺς πόδας θελήσαντος, πρότερον μὲν ἠρνήθη, ἄντικρυς
ἰσχυρισάμενος ὡς οὐ γενήσεται τοῦτο: ἐπεὶ δὲ ἤκουσεν ὡς τῆς Δεσποτικῆς
ἀποῤῥαγήσεται κοινωνίας, εἰ μὴ τοῦτο συγχωρήσειεν ἱκέτευε καὶ τὼ χεῖρε πρὸς
τοῖς ποσὶ, καὶ τὴν κεφαλὴν ἀπονίψασθαι. Οὕτω καὶ Ἰωάννης ὁ πάνυ βαπτίσαι
κελευσθεὶς τὸν Σωτῆρα, πρότερον μὲν καὶ τὴν οἰκείαν ὡμολόγησε δουλείαν, καὶ
τὸν Δεσπότην ὑπέδειξεν: ὕστερον δὲ τὸ κελευσθὲν ἐπετέλεσεν, οὐ θρασύτητι
χρώμενος, ἀλλὰ Δεσπότῃ πειθόμενος. Οὕτω δὲ καὶ ὁ θεῖος οὗτος ἀνὴρ ἐβαρύνετο
μὲν ἑτέρου πονοῦντος αὐτὸς ἀπολαύειν τροφῆς: ἐπειδὴ δὲ εἶδε θερμοτάτην τοῦ
θεραπευτοῦ τὴν προθυμίαν, τῆς οἰκείας αἱρέσεως τὴν ἐκείνου θεραπείαν
προείλετο.
Καὶ ἴσως τις τῶν φιλοψόγων, καὶ σκώπτειν τὰ καλὰ μόνον δεδιδαγμένων, φαίη ἃν
μὴ ἀξιομνημόνευτον εἶναι τουτὶ τὸ διήγημα, Ἐγὼ δὲ πρὸς ταῖς ἄλλαις τοῦ
ἀνδρὸς θαυματουργίαις καὶ τοῦτο προστέθεικα,
Τοσοῦτος γὰρ ὣν καὶ τοιοῦτος τὴν ἀρετὴν, οὐδὲ τῆς τυχούσης τιμῆς ἄξιον ἑαυτὸν ὑπελάμβανε, καὶ ἀπωθεῖτο μὲν αὐτὴν ὡς οὐδαμόθεν αὐτῷ προσήκουσαν, ἠνείχετο δὲ πάλιν, ἠνείχετο δὲ πάλιν, ὡς τοὺς δρῶντας εὐεργετοῦσαν.
Ταύτην ἀποδιδράσκων, δῆλος γὰρ ἅπασι γεγονὼς, εἷλκε πρὸς αὑτὸν διὰ τῆς φήμης
τοὺς τῶν ἀγαθῶν ἐραστὰς, τὸ τέλος ἐπὶ τὸ Σίναιον ὅρος μετ̓ ὀλίγων τῶν
συνηθεστέρων ἐξώρμησεν, οὐ πόλεως ἐπιβαίνων, οὐ κώμης, ἀλλὰ τὴν ἄβατον
ἔρημον βατὴν ἐργαζόμενος. Ἔφερον δὲ ἐπὶ τῶν ὤμων καὶ τὴν ἀναγκαίαν τροφὴν,
τὸν ἄρτον, φημὶ, καὶ τοὺς ἅλας, καὶ κώθωνα ἐκ ξύλου πεποιημένον, καὶ
σπογγιὰν μηρίνθῳ προσδεδεμένην: ὅπως εἴ ποτε βαθύτερον εὕροιεν ὕδωρ
ἀνιμήσαιντο μὲν τῇ σπογγιᾷ, ἀποθλίψαντες
Μαθὼν δὲ τοῦ ὁμωνύμου μὲν, δυσσεβοῦς δὲ βασιλέως τὰς ἀπειλάς: πανωλεθρίαν γὰρ
τοῖς εὐσεβέσιν ἀπειλήσας, τὴν ἐπὶ Πέρσας πορείαν ἐστείλατο: καὶ ἐκεχήνεσαν
οἱ τὰ αὐτὰ φρονοῦντες τὴν ἀπευκτὴν ἐκείνην ἐπάνοδον: τηνικαῦτα σπουδαίαν τῷ
Θεῷ προσενεγκὼν προσευχὴν, καὶ ταύτην μέχρι δεκάτης
Θαυμασάντων δὲ τῶν συνόντων τὸ καινὸν τοῦ θεάματος: σκυθρωπὸς γὰρ ἀεὶ
φαινόμενος, τηνικαῦτα μειδιῶν ἑωρᾶτο: καὶ τὴν αἰτίαν πυνθανομένων: Τῆς
εὐφροσύνης, ἔφη, ὦ ἄνδρες, καὶ θυμηδίας ὁ παρὼν καιρός: πέπαυται γὰρ ὁ
ἀσεβὴς κατὰ τὴν Ἡσαΐου φωνὴν, καὶ ἔδωκε δίκας τῶν τολμημάτων ἀξίας: καὶ
κατὰ τοῦ πεποιηκότος καὶ σεσωκότος τυραννήσας Θεοῦ, ὑπὸ δεξιᾶς ὑπηκόου
δέδεκται τὴν δικαίαν σφαγήν: διὰ τοῦτο γάννυμαι, τὰς ὑπ̓ ἐκείνου
πολεμηθείσας Ἐκκλησίας γαυριώσας θεώμενος, καὶ βλέπων τὸν ἀλιτήριον ὑπὸ
τῶν ὑπ̓ αὐτοῦ τιμωμένων δαιμόνων οὐδεμιᾶς ἐπικουρίας ἐπιτυχόντα.
Ἐπὶ
μὲν οὗν τῆς τοῦ δυσσεβοῦς τούτου σφαγῆς τοιαύτης ἀπέλαυσε τῆς προγνώσεως.
Ἐπεὶ δὲ καὶ Οὐάλης, ὁ μετ̓ ἐκεῖνον τὰς ἡνίας τῆς Ῥωμαϊκῆς ἡγεμονίας
δεξάμενος, τῶν εὐαγγελικῶν δογμάτων προέμενος
Ἐξελήλατο μὲν ἀπὸ τῆς Ἀντιοχέων ὁ μέγας Μελέτιος, ὁ ταύτην ὑπὸ τοῦ τῶν ὅλων
Θεοῦ ποιμαίνειν πεπιστευμένος: ἐξελήλαντο δὲ τῶν θείων νεῶν οἱ εἰς τὸν ἱερὸν
κλῆρον τελοῦντες ἄπαντες σὺν τῷ ὁμογνώμονι λαῷ, οἱ τὴν μίαν τῆς Τριάδος
θείας οὐσίαν πρεσβεύοντες. Καὶ νῦν μὲν τὴν ὑπώρειαν καταλαμβάνοντες, ἐκεῖ
τὰς ἰερὰς ἐποίουν συνόδους: νῦν δὲ τοῦ ποταμοῦ τὴν ὄχθην εὐκτήριον ἐποιοῦντο
χωρίον:
Τοῦτο μάλιστα ἠνία τοὺς εὐσεβεῖς, μὴ τοὺς εὐηθεστέρους καὶ ἀπλοϊκωτέρους
φενακίσασα ἡ φήμη τοῖς τῶν αἱρετικῶν περιβάλῃ δικτύοις. Ἀλλ̓ οἱ θεσπέσιοι
καὶ μακάριοι ἅνδρες, Φλαβιανὸς καὶ Διόδωρος, ἱερουργίας ἠξιωμένοι, καὶ τοῦ
ἱεροῦ λαοῦ προστατεύοντες, καὶ Ἀφραάτης, οὗ τὸν βίον αὐτὸν καθ̓ ἑαυτὸν ὑμῖν
σὺν Θεῷ φάναι προσθήσω, τὸν μέγαν ἐκεῖνον Ἀκάκιον πείθουσιν, οὗ ἤδη τὴν
μνήμην ἐποιησάμεθα, λαβεῖν μὲν τῆς ὁδοῦ κοινωνὸν τὸν ἑαυτοῦ Εἰπέ μοι, ἔφη, ὧ Πάτερ, τίνος ἕνεκα τοῦτον ἅπαντα τὸν πόνον
μεθ̓ ἡδονῆς ὑπομένεις;
Τοῦ δὲ ἀποκριναμένου, ὡς Καὶ σώματος, καὶ
ψυχῆς, καὶ ζωῆς, καὶ τοῦ βίου παντὸς ἡ τοῦ Θεοῦ μοι θεραπεία τιμιωτέρα,
καὶ πειρῶμαι ὅσον δύναμαι καθαρὰν αὐτῷ ῥύπου τὴν λειτουργίαν προσφέρειν,
καὶ διὰ πάντων ἀρέσκειν. — Ὑποδείκνυμί σοι, ὁ Ἀκάκιος ἔφη, τρόπον, δἰ οὖ
πλέον ʽ??ʼ νῦν αὐτὸν θεραπεύσεις, καὶ τοῦτο ἐρῶ, οὐ λογισμῷ μόνῳ
χρώμενος, ἀλλὰ τῆς αὐτοῦ διδασκαλίας μεμαθηκώς.
Ἐρόμενος γάρ ποτε τὸν Πέτρον, εἰ πλέον αὐτὸν τῶν ἄλλων φιλεῖ, καὶ μαθὼν ὅ
ἠπίστατο καὶ πρὸ τῆς
Σὺ γὰρ οἶδας, φησὶ, Κύριε, ὅτι φιλῶ σε,
ὑπέδειξεν αὐτῷ τί
δράσας πλέον αὐτὸν θεραπεύσειεν: Εἰ γὰρ φιλεῖς με, φησὶ, ποίμαινε τὰ
πρόβατά μου, καὶ βόσκε μου τὰ ἀρνία.
Τοῦτο καὶ σοὶ, ὦ Πάτερ,
ποιητέον ἐστί. Κινδυνεύει γὰρ ὑπὸ λύκων διαφθαρῆναι τὰ ποίμνια, φιλεῖ δὲ
αὐτὰ λίαν ὁ ὑπὸ σοῦ φιλούμενος λίαν: ἴδιον δὲ τῶν ἐρώντων ἐκεῖνα ποιεῖν,
ἂ τοὺς ἐρωμένους ἐπιτέρπει γινόμενα. Ἄλλως τε δὲ καὶ κίνδυνος οὐ
σμικρὸς, καὶ τῶν πολλῶν καὶ μεγάλων ἐκείνων ἱδρώτων ζημία, εἰ ἀνάσχοιο
σιγῇ προέσθαι τὴν ἀλήθειαν χαλεπῶς πολεμουμένην, τοὺς δὲ ταύτῃ
προσκειμένους ἀγρευομένους, δέλεαρ δὲ τῶν θηρευομένων τὴν σὴν γενέσθαι
προσηγορίαν: κοινωνὸν γὰρ ἔχειν σε τῆς σφετέρας δυσσεβείας οἱ τῆς,
Ἀρείου βδελυρίας προστάται νεανιεύονται.
Δύο δὲ καὶ τρεῖς ἐξανύσας διὰ τῆς ἐρήμου σταθμοὺς, εἵς τι χωρίον ἑσπέρας
καταλαβούσης ἀφίκετο. Γύναιον δέ τι τῶν εὐπόρων τὸν ἱερὸν ἐκεῖνον ἥκειν
πυθομένη χορὸν, ἔδραμεν αὐτοῦ τρυγῆσαι τὴν εὐλογίαν: καὶ πρὸ τῶν ποδῶν
καλινδουμένη τὴν οἰκίαν αὐτῆς γενέσθαι καταγώγιον ἠντιβόλει. Εἶξεν ὁ
πρεσβύτης: καὶ ταῦτα πλείονα ἤ τεσσαράκοντα ἔτη τῆς τοιαύτης θέας
κεχωρισμένος. Τῆς δὲ θαυμασίας ἐκείνης γυναικὸς περὶ τὴν τῶν ἱερῶν ἐκείνων
ἁνδρῶν θεραπείαν διατριβούσης, ἑπτάετες παιδίον, οὗ μόνου μήτηρ οὖσα
ἐτύγχανεν, ἡ τῆς Σάῤῥας τὴν φιλοξενίαν ζηλώσασα, ἑσπέρας οὔσης καὶ σκότους,
εἰς τὸ φρέαρ κατέπεσε. Θορύβου δὲ περὶ τούτου, ὡς εἰκὸς, γενομένου,
Κατήχθη δὲ ὲν τοῖς παρὰ τῇ ὑπωρείᾳ σπηλαίοις, Μὴ ἀθύμει, ἔλεγεν
ὁ πρεσβύτης: εἰ γὰρ ἀναγκαῖον τῆς ὑγείας τὸ χρῆμα, παραυτίκα καὶ τοῦτο
δώσει Θεός.
Εὐθὺς τοίνυν μετὰ τούτους τοὺς λόγους εἰς ἱκετείαν
τραπόμενος, καὶ συνήθως τὰ γόνατα καὶ τὸ μέτωπον τῷ ἐδάφει πελάσας,
ἠντιβόλει τῆς ὑγείας τυχεῖν, εἵπερ τις ὄνησις ἐντεῦθεν τοῖς συνεληλυθόσι
γενήσεται. Οὕπω
Ἐκεῖθεν πολλοὺς παντοδαπῶν νοσημάτων ἐλευθερώσας, ἐπὶ τὸν σύλλογον ᾔει τῶν εὐσεβῶν. Διιόντος δὲ αὐτοῦ τῶν βασιλείων τὰς θύρας, προσαίτης τις, ἀντὶ τῶν ποδῶν τοῖς γλουτοῖς κεχρημένος. καὶ ἐπὶ τοῦ ἐδάφους συρόμενος, ἐκτείνας τὴν χεῖρα, καὶ τῇ σισύρᾳ τοῦ πρεσβύτου πελάσας, ἐξήλασε μὲν τῇ πίστει τὸ πάθος, ἀναπηδήσας δὲ τὸν πρὸ τῆς ἀῤῥωστίας ἐπεδείκνυτο δρόμον, τὰ αὐτὰ ποιῶν τῷ χωλῷ, ὅν Πέτρος καὶ ὁ Ἰωάννης ἀνέστησαν. Τούτου γενομένου, συῤῥεῖ ἅπαν τὸ τοῦ ἄστεος πλῆθος, καὶ τὸ πολεμικὸν γυμνάσιον πλῆρες τῶν συνθεόντων ἐγένετο. Ἐν αἰσχύνῃ δὲ ἦσαν οἱ συκοφάνται καὶ τοῦ ψεύδους τεχνῖται, ἐν εὐθυμίᾳ δὲ πάσῃ καὶ εὐφροσύνῃ τῆς εὐσεβείας οἱ τρόφιμοι. Ἐκεῖθεν εἰς τὰς οἰκίας εἷλκον τὸν τῆς εὐσεβείας φωστῆρα οἱ θεραπείας δεόμενοι.
Καί τις ἀνὴρ, μεγίστην ἀρχὴν ἐγκεχειρισμένος, καὶ τῆς Ἔω τὰ πηδάλια κατέχειν
πεπιστευμένος, πέμψας
Ταῦτα καὶ τὰ τοιαῦτα διαπραξάμενος ἐπὶ τὴν ἀσκητικὴν λοιπὸν ἐδοκίμασε καλύβην ἐπανελθἑ??ʼν.
Διὰ δὲ τῆς Κύρου τὴν πορείαν ποιούμενος, πόλις δὲ αὕτη δυσὶ σταθμοῖς Ἀντιοχείας ἀπέχουσα, κατήχθη μὲν εἰς τὸν τοῦ νικηφόρου μάρτυρος Διονυσίου σηκόν.
Οἱ δὲ τῆς εὐσεβείας ἐκεῖ προστατεύοντες συνελθόντες ἱκέτευον ἐπαμῦναι σφίσι
προῦπτον ὄλεθρον προσδοκῶσιν. Ἀστέριον γὰρ ἔφασκον ὲν σοφιστικῇ ψευδολογίᾳ
τραφέντα, καὶ ἑαυτὸν εἰς τὴν τῶν αἰρετικῶν Καὶ δεδοίκαμεν, ἔλεγον, μὴ οἷόν
τινι δελεάσματι τῇ εὐγλωττίᾳ τὸ ψεῦδος συγκαλύψας, καὶ τὰς τῶν λογισμῶν
πλοκὰς οἷόν τινα δίκτυα πετάσας, πολλοὺς τῶν ἁπλότητι συνεζηκότων
ἀγρεύσῃ.
Τούτου γὰρ χάριν μετάπεμπτος ὑπὸ τῶν ἐναντίων γεγένηται. Ὁ
δὲ πρεσβύτης: Θαρσεῖτε, ἔφη, καὶ μεθ̓ ἡμῶν τὸν Θεὸν ἱκετεύσατε, νηστείαν
καὶ κακουχίαν τῇ προσευχῇ προστιθέντες.
Οὕτω τούτων τὸν Θεὸν
ἀντιβολούντων, πρὸ μιᾶς τῆς πανηγύρεως ἡμέρας, καθ̓ ἢν ἔμελλε τοὺς λόγους
ποιήσεσθαι ὁ τοῦ ψεύδους συνήγορος, καὶ τῆς ἀληθείας πολέμιος, θεήλατον
Ἄφρον, ταύτῃ τῇ νυκτὶ ἀπαιτοῦσι τὴν ψυχήν
σου ἀπὸ σοῦ: ἃ δὲ ἡτοίμασας κακὰ, δίκτυά τε καὶ πανάγρας, σοὶ ἔσται καὶ
οὐχ ἑτέρῳ.
Ταὐτὰ δὲ πέπονθε καὶ τῷ Βαλαὰμ, ὅς μετεπέμφθη μὲν καὶ
αὐτὸς κατὰ τοῦ θείου λαοῦ: ἀνόσια δὲ κατ̓ αὐτοῦ τῷ Βαλὰκ συμβουλεύσας, αὐτοῦ
δέδωκε δίκην, ὑπὸ δεξιᾶς Ἰσραηλιτικῆς δεξάμενος τὴν σφαγήν. Καὶ οὗτος
τοίνυν, ἐπειδὴ ἐπὶ τὸν λαὸν τοῦ Θεοῦ κατεπανουργεύσατο γνώμην, διὰ τοῦ λαοῦ
τοῦ Θεοῦ τὴν ζωὴν ἀφῃρέθη.
Ταύτης δὲ τῆς σωτηρίας διὰ τῆς τούτου προσευχῆς ἡ Κῦρος ἀπέλαυσεν. Ἐμοὶ δὲ τὰ
διηγήματα ἡ θεία κεφαλὴ ὁ μέγας Ἀκάκιος παρέδωκεν, ἀκριβῶς ἅπαντα τὰ κατ̓
αὐτὸν ἐπιστάμενος. Ἔνθεν τοίνυν
Μαρκιανὸν δὲ τὸν πάνυ πῶς ᾶν ἀξίως θαυμάσαιμεν; ἢ δῆλον ὅτι Ἠλίᾳ καὶ Ἰωάννῃ,
καὶ τοῖς κατ̓ ἐκείνους συντάττοντες, οἵ περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις
δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος
οὗτος, ἐν ἐρημίαις πλανώμενοι, καὶ ὄρεσι, καὶ σπηλαίοις, καὶ ταῖς ὀπαῖς τῆς
γῆς; Οὗτος γὰρ πατρίδα πάλαι μὲν ἔσχε τὴν Κῦρον, ἧς καὶ πρόσθεν ἐμνήσθην,
μετὰ δὲ ταῦτα τὴν ἔρημον, καὶ ταύτην δὲ κἀκείνην καταλιπὼν, Ὡς ὁ μελετῶν ἐν νόμῳ Κυρίου
ἡμέρας καὶ νυκτὸς, ἔσται ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους
τῶν ὑδάτων, ὅ τὸν καρπὸν αὐτοῦ δώσει ἐν καιρῷ
Τούτων τῶν καρπῶν ἐφιέμενος τὸν ἥδιστον τοῦτον
ἠσπάζετο πόνον, καὶ τὴν μὲν προσευχὴν ἡ ψαλμῳδία, τὴν δὲ ψαλμῳδίαν ἡ
προσευχὴ διεδέχετο, καὶ ἀμφότερα πάλιν ἡ τῶν θείων λογίων ἀνάγνωσις: Σιτίον
δὲ ἦν αὐτῷ μόνος ἄρτος, καὶ οὗτος σταθμῷ προσφερόμενος: τοσοῦτος δὲ ἦν ὁ
σταθμὸς, ὡς μὴ παιδίῳ ἄρτι θηλῆς ἀπαλλαγέντι τὴν χρείαν πληροῦν: φασὶ γὰρ
τοῦ ἄρτου τὴν λίτραν τετραχῆ διαιρουμένην ἡμέραις τέτταρσι διανέμεσθαι, καὶ
ἡμέρᾳ ἑκάστῃ μίαν ἀπονέμεσθαι μοῖραν. Ἐκεκρίκει γὰρ ἑσπέρας κατὰ μίαν
ἐσθίειν ἡμέραν, κόρον δὲ μηδέποτε λαβεῖν: ἀλλ̓ ἀεὶ μὲν πεινῇν, ἀεὶ δὲ διψῇν,
προσφέρειν δὲ τῷ σώματι τὰ εἰς τὸ ζῇν ἀποχρῶντα. Ἔλεγε γὰρ ὡς ὁ διὰ πλειόνων
ἡμερῶν σιτίων μεταλαγχάνων, ἀσθενέστερον
Χρόνου δέ τινος διελθόντος δύο συνοίκους ἐδέξατο, Εὐσέβιον, ὅς τῆς ἱερᾶς
ἐκείνης καλύβης κληρονόμος ἐγένετο, καὶ Ἀγαπητὸν, ὃς τὴν ἀγγελικὴν ταύτην
νομοθεσίαν εἰς τὴν Ἀπαμέων μετεφύτευσε. Κώμη γάρ τίς ἐστι μεγίστη καὶ
πολυάνθρωπος, Νικέρται
Τὸ μὲν οὖν πρῶτον, ὡς ἔφην, μόνος τὴν ἐθελούσιον εἶχεν εἱρκτὴν ἐκείνην:
ἔπειτα τοὺς δύο τούτους ὑποδεξάμενος, οὐ συνοίκους εἶχεν: οὐδὲ γὰρ αὐτῷ μόνῳ
ὁ οἰκίσκος ἀπέχρη. σμικρὸς ὢν κομιδῇ, καὶ πολὺν αὐτῷ καὶ ἑστῶτι καὶ
κατακειμένῳ παρέχων πόνον. Οὔτε γὰρ ἑστὼς ἀνορθοῦσθαι οἷός τε ἦν, τῆς ὀροφῆς
καὶ τὴν κεφαλὴν καὶ τὸν αὐχένα καμπτούσης: οὔτε κατακλινόμενος ἐκτείνειν
τοὺς πόδας ἠδύνατο, ἰσόμετρον τῷ σώματι τοῦ οἴκου τὸ μῆκος οὐκ ἔχοντος.
Ἕτερον οὖν αὐτοῖς ἐπιτρέψας κατασκευάσαι, ἐν ἐκείνῳ διάγειν ἐκέλευσε, καὶ
καθ̓ ἑαυτοὺς δὲ ὑμνεῖν, καὶ προσεύχεσθαι, καὶ τοῖς θείοις
Εὐσέβιος δὲ ὁ θαυμάσιος, τῆς συναθροισθείσης προστατεύων ἀγέλης, καὶ τοῦ
διδασκάλου τὴν ἐπιμέλειαν ἀνεδέδεκτο, καὶ μόνος εἰς καιρὸν αὐτῷ φοιτᾷν καὶ
πυνθάνεσθαι μή τι βούλοιτο ἠξιοῦτο Ἐθελήσας δέ ποτε νύκτωρ ἰδεῖν ὅ τι
πράττει, ἐτόλμησε τῇ φωταγωγῷ, βραχεῖα δὲ ἦν αὕτη, πελάσαι: καὶ
Καὶ γὰρ βιβλίον κατέχων ἐτύγχανε, καὶ τὸν ἄσυλον θησαυρὸν ἐπεζήτει τοῦ θείου θελήματος. Τοῦτο θεασάμενος Εὐσέβιος ὁ θαυμάσιος, δέους τε ἐνεπίμπλατο, καὶ φρίκης μεστὸς ἐγίνετο, καὶ τὴν κατακεχυμένην τοῦ θείου θεράποντος ἐδιδάσκετο χάριν, καὶ τοῦ Θεοῦ τὴν περὶ τοὺς δούλους ἐμάνθανεν εὔνοιαν.
Ἄλλοτε δὲ, ἐν τῷ προαυλίῳ τοῦ μεγάλου προσευχομένου Μαρκιανοῦ. δράκων τις
ἀνερπύσας εἰς τὸν πρὸς ἕω τετραμμένον τοῖχον, ἄνωθεν τοῦ τοίχου διέκυψε
κεχηνώς τε ἄμα καὶ βλοσυρὸν βλέπων, καὶ τὴν ἐπιβουλὴν σημαίνων. Πόῤῥω δὲ
ἑστὼς ὁ Εὐσέβιος, καὶ τὸ φρικῶδες ἐκεῖνο θέαμα δείσας, καὶ τὸν διδάσκαλον
ἀγνοεῖν ὑποτοπάσας, ὑπεδείκνυ βοῶν,
Τοιαύτη τοῦ μεγάλου Μαρκιανοῦ καὶ ἡ σοφία, καὶ ἡ θαυματουργία, καὶ ἡ πρὸς Θεὸν παῤῥησία. Ἀλλ̓ ὅμως καὶ τοιαύτης χάριτος ἠξιωμένος, καὶ θαυματουργεῖν μεγάλα δυνάμενος, κρύπτειν ἐσπούδαζε τὴν ἰσχὺν, τοῦ λωποδύτου τῆς ἀρετῆς τὰς μηχανὰς ὑφορώμενος.
Τὸ γὰρ τῆς ἀλαζονείας ὑποσπείρων πάθος, τοὺς πόνῳ συλλεγέντας καρποὺς λῃστεύειν ἐπιχειρεῖ.
Καὶ κρύπτειν δὲ τὴν δεδομένην προθυμούμενος χάριν, ἄκων ἐθαυματούργει, τῆς
τῶν κατορθωμάτων αἴγλης ἀπαστραπτούσης, καὶ τὴν κεκρυμμένην δύναμιν
παραγυμνούσης: καὶ δήποτε τοιόνδε συνέβη γενέσθαι. Ἀνήρ τις τῶν εὐπατριδῶν,
καὶ ἀρχὰς στρατιωτικὰς πολλάκις ἐγχειρισθεὶς, ἀπὸ Βεροίας
Ὑπὸ δὲ τὴν ἕω πάλιν τῆς κόρης ὁ πατὴρ ἱκέτευεν ἀποδοθῆναι αὐτῷ τὸ ληκύθιον, ὁ δὲ δεδιὼς μὲν, ἀπῄει δ̓ ὅμως ἡσυχῇ ᾗ ἠδύνατο, καὶ τὴν χεῖρα προτείνας, καὶ τὸ ληκύθιον λαβὼν, ἐπειρᾶτο λανθάνειν: ὁ δὲ πάλιν ἐπύθετο τί βουλόμενος ἥκοι. Ὡς δὲ τὴν αὐτὴν ἔφη πρόφασιν, ἢν καὶ ἑσπέρας ἐδήλωσε, δυσχεράνας ὁ θεῖος ἀνὴρ, ἄτε δὴ παρὰ τὸ εἰωθὸς γεγενημένην, τοῦ πρεσβύτου τὴν ἄφιξιν, τἀληθῆ ἀπαγγέλλειν ἐκέλευεν.
Ὁ δὲ δειμαίνων καὶ τρέμων, καὶ κρύπτειν τὸν τῆς θείας χάριτος ἀνάπλεων οὐ
δυνάμενος, τίς τε ἥκοι ἔλεγε, καὶ τοῦ πάθους τὴν τραγῳδίαν ἐδίδασκε, καὶ τὸ
ληκύθιον ἐπεδείκνυ. Ὁ δὲ ἠγανάκτει μὲν, ὡς εἰκὸς ἦν, δεικνύναι τὴν ἀρετὴν οὐ
βουλόμενος, ἀπειλήσας δὲ ὅμως, ὡς εἰ αὖθις τοιαῦτα τολμήσειε, καὶ τῆς
συνουσίας ἐκείνης στερηθήσεται, καὶ τὴν
Ἐγὼ δὲ εἰς ἔννοιαν λαμβάνω, τί οὐκ ἂν ἔδρασεν ὁ μέγας οὗτος ἀνὴρ, εἰ
θαυματουργεῖν ἐβούλετο. Εἰ γὰρ καὶ κρύπτειν ἐσπουδακὼς ἢν ἐδέξατο χάριν,
τοσαύτην αἴγλην ἠφίει, ποίαν οὐκ ἄν τερατουργίαν ἐθελήσας εἰργάσατο; Οὕτω δὲ
καὶ τὴν πνευματικὴν αὐτοῦ σοφίαν οὐχ ἅπασιν ἐδήλου, καὶ ταῦτα τὸ τελευταῖον,
μετὰ τὴν τοῦ σωτηρίου πάθους καὶ τῆς δεσποτικῆς ἀναστάσεως ἑορτὴν, εἰσιέναι
τοὺς βουλομένους εἰς
Τότε τις τῶν καθημένων, συνήθης ὢν αὐτῷ διὰ τὴν τῆς ψυχῆς ἐπιμέλειαν, καὶ
ἄλλως δὲ ἀξιώματι λάμπων: Ἄπαντες, ἔφη, ὦ πάτερ, καὶ οἱ θἑ??ʼοι Πατέρες
Ὁ δὲ μέγα στενάξας, ὁ τῶν ὅλων, ἔφη: Θεὸς καθ̓ ἑκάστην
ἡμέραν, καὶ διὰ τῆς κτίσεως φθέγγεται, καὶ διὰ τῶν θείων Γραφῶν
διαλέγεται, καὶ παραινεῖ τὰ δέοντα, καὶ εἰσηγεῖται τὰ συμφέροντα, καὶ
ἀπειλαῖς δεδίττεται, καὶ προτρέπει ταῖς ὑποσχέσεσι, καὶ ὄνησιν οὐδεμίαν
καρπούμεθα. Πῶς τοίνυν Μαρκιανὸς φθεγγόμενος ὠφελήσειε, τοσαύτην
ὠφέλειαν μετὰ τῶν ἄλλων ἀποπεμπόμενος, καὶ ὄνησιν ἐκεῖθεν εὕρασθαι μὴ
βουλόμενος;
Ἐντεῦθεν πολλοὶ μὲν παρὰ τῶν Πατέρων ἐκινήθησαν λόγοι,
οὒς ἐνθεῖναι τῷ διηγήματι παρέλκον ἐνόμισα. Ἀναστάντες δὲ καὶ προσευξάμενοι,
καὶ τῆς ἱερωσύνης
Ἀλλὰ γὰρ βούλομαι καὶ ἄλλο τούτοις προσθεῖναι διήγημα, τῆς θείας ὑπάρχον αὐτοῦ συνέσεως γνώρισμα.
Ἄβιτός τις εἰς τὴν ἑτέραν ἔρημον τὴν ἀσκητικὴν καλύβην πρῶτος ἐπήξατο.
Βορειοτέρα δὲ ταύτης ἐστὶ, καὶ μικρὸν πρὸς ἔω κειμένη, κατὰ τὸν ἀπαρκτίαν
ἄνεμον τὸν τῷ ἀφηλιώτῃ πελάζοντα. Οὗτος τοῦ μεγάλου Μαρκιανοῦ καὶ χρόνῳ καὶ
πόνῳ πρεσβύτερος
Μαθὼν δὲ αὐτοῦ τὴν ἄφιξιν ὁ μέγας Μαρκιανὸς, τὴν θύραν ἀνοίξας εἰσεδέξατο, Εὐσεβίῳ δὲ τῷ θαυμασίῳ παρηγγύησε, καὶ ὄσπριον ἑψῆσαι, καὶ λάχανον εἴπεῥ??ʼχοι.
Ἐπειδὴ δὲ τῆς ἀλλήλων διαλέξεως ἐνεπλήσθησαν, καὶ τὴν ἀλλήλων κατέμαθον
ἀρετὴν, κοινῇ τὴν τῆς Ἐυνάτης ἐπετέλεσαν λειτουργίαν. Ἧκε δὲ Εὐσέβιος
τράπεζαν φέρων, καὶ ἄρτους προσφέρων. Ὁ δὲ μέγας Μαρκιανὸς τῷ θεσπεσίῳ
Ἀβίτῳ: Δεῦρο, ἔφη, πάντων μοι προσφιλέστατε, καὶ ταύτης κοινωνήσωμεν τῆς
τραπέζης.
Ὁ δέ: Οὐκ οἶδα, ἔφη, πώποτε πρὸ τῆς ἑσπέρας σιτίων
μεταλαβὼν, πολλάκις
Ὁ δὲ μέγας Μαρκιανός:
Ἐμοῦ γοῦν εἵνεκα, ἔφη, σήμερον ἀμειβέσθω τὸ ἔθος: ἀσθενῶς γὰρ τὸ σῶμα
διακείμενος προσμένειν τὴν ἑσπέραν οὐ δύναμαι.
Ὡς δὲ καὶ ταῦτα λέγων
τὸν θαυμαστὸν Ἅβ̔??ʼτον οὐκ ἔπειθε, στενάξαι τε λέγεται καὶ φάναι: Ἀλλ̓
ἐγώ τε ἀθυμῶ λίαν καὶ δάκνομαι τὴν ψυχὴν, ὅτι τοσοῦτον ὑπέμεινας πόνον,
ἵνα τινὰ φιλόπονον καὶ φιλόσοφον ἴδῃς, καὶ τῆς ἐλπίδος ψευσθεὶς, κάπηλόν
τινα καὶ ἄσωτον ἀντὶ φιλοσόφου τεθέασαι.
Ἀνιαθέντος δὲ πρὸς ταῦτα
τοῦ θειοτάτου Ἀβίτου, καὶ φήσαντος, ὡς κρεῶν μεταλάβοι ἃν ἥδιον μᾶλλον, ἢ
τούτων ἀκούοι, ὁ μέγας ἔφη Μαρκιανός: Καὶ ἡμεῖς, ὧ φιλότης, τὸν αὐτόν σοι
μέτιμεν βίον, καὶ τὴν αὐτὴν ἀσπαζόμεθα πολιτείαν, καὶ τῆς ἀναπαύλης
Τοιαῦτα πρὸς ἀλλήλους διαλεχθέντες, καὶ
βραχείας μεταλαχόντες τροφῆς, καὶ τὸν Θεὸν ὑμνήσαντες, καὶ τρεῖς ἀλλήλοις
συνδιατρίψαντες ἡμέρας, ἐχωρίσθησαν, πάλιν ἀλλήλους ὁρῶντες τῷ πνεύματι. Τίς
τοίνυν οὐκ ἂν θαυμάσειε τοῦδε τοῦ ἀνδρὸς τὴν σοφίαν, ὑφ̓ ἧς κυβερνώμενος
ᾔδει μὲν νηστείας, ᾔδει δὲ φιλοσοφίας καὶ φιλαδελφίας καιρὸν, ᾔδει δὲ καὶ
τῶν τῆς ἀρετῆς μορίων τὸ διάφορον, καὶ ποῖον ποίῳ προσήκει
Ἔχω δὲ καὶ ἄλλο διήγημα τῆς ἐν τοῖς θείοις αὐτοῦ τελειότητος γνώρισμα. Ἀφίκετο γὰρ πρὸς αὐτὸν ἡ ἀδελφὴ ἀπὸ τῆς πατρίδος σὺν τῷ υἱῷ, ἀνδρί τε ὄντι, καὶ τῆς Κύρου πρωτεύοντι, τὰς ἀναγκαίας αὐτῷ χρείας πλουσίως κομίζουσα. Ὁ δὲ τὴν μὲν ἀδελφὴν ἰδεῖν οὐκ ἠνέσχετο, τὸν δὲ ἀδελφιδοῦν εἰσεδέξατο: τῆς γὰρ ὡρισμένης συντυχίας ἦν ὁ καιρός.
Ὡς δὲ ἱκέτευον ὑποδεχθῆναι τὰ κομισθέντα: Διὰ πόσων, ἔφη, μοναστηρίων
διήλθετε; τίσιν ἐκείνων ἐκ τούτων αὐτῶν μετεδώκατε;
Τοῦ δὲ εἰρηκότος
ὡς οὐδενὶ δεδωκότες εἷεν: Ἅπιτε, ἔφη, μεθ̓ ὧν
Ταῦτα λέγων
τὸν ἀδελφιδοῦν μετὰ τῆς ἀδελφῆς ἀπεπέμψατο, οὐδὲ βραχύ τι τῶν παῤ αὐτῶν
προσενεχθέντων ὑποδεχθῆναι κελεύσας. Οὕτως ἕξω τῆς φύσεως ἦν, καὶ εἰς τὴν
τῶν οὐρανῶν μεταβεβήκει πολιτείαν. Ποῖον γὰρ ἅν τις τούτου σαφέστερον
παράσχοι παράδειγμα. ὅτι τοῦ Θεοῦ ἄξιος ἦν, κατὰ τὴν αὐτοῦ τοῦ Θεοῦ φωνήν;
Ὁ μὴ καταλιμπάνων γὰρ, φησὶ, πατέρα, καὶ μητέρα, καὶ ἀδελφοὺς, καὶ
ἀδελφὰς, καὶ
Εἰ δὲ ὁ μὴ καταλιμπάνων ἀνάξιος, ὁ καταλιμπάνων,
καὶ τοσαύτῃ χρώμενος ἀκριβεῖ τελειότητι, δῆλον ὡς ἀξιώτατος ἦν. Ἐγὼ δὲ πρὸς
τούτοις θαυμάζω καὶ τὴν τῶν θείων αὐτοῦ δογμάτων ἀκρίβειαν. Ἐβδελύττετο μὲν
γὰρ τὴν Ἀρείου μανίαν ὑπὸ τῆς βασιλικῆς δυναστείας κατ̓ ἐκεῖνον τὸν καιρὸν
ἐξαπτομένην: ἐμυσάττετο δὲ καὶ τὴν Ἀπολιναρίου φρενοβλάβειαν.
Διεμάχετο δὲ γενναίως καὶ τοῖς τὰ Σαβελλίου φρονοῦσι, καὶ τὰς τρεῖς ὑποστάσεις εἰς μίαν συνάγουσιν.
Ἀπεστρέφετο δὲ κομιδῇ καὶ τοὺς ὀνομαζομένους Εὐχίτας, ἐν μοναχικῷ προσχήματι τὰ Μανιχαίων νοσοῦντας. Οὕτω δὲ θερμὸν εἶχε τὸν ὑπὲρ τῶν ἐκκλησιαστικῶν δογμάτων ζῆλον, ὅτι καὶ πρὸς ἅνδρα θαυμάσιόν τε καὶ θεῖον δικαίαν ἀνεδέξατο μάχην.
Ἀβραάμης τις ἢν κατὰ τὴν ἔρημον ἐκείνην, πρεσβύτης ἀνὴρ, πολιὰν μὲν ἔχων τὴν
τρίχα, πολιώτερον δὲ τὸ φρόνημα, ἀρετῇ πάσῃ λάμπων, καὶ ἀναβλύζων
Ἀπειθοῦντα δὲ θεασάμενος, τῆς πρὸς αὐτὸν προφανῶς κοινωνίας ἀπέστη: ἀλλὰ
χρόνου διελθόντος, ὁ θεσπέσιος ἐκεῖνος ἀνὴρ, ἀποῤῥίψας τὸν μῶμον, καὶ τῆς
θείας ἑορτῆς ἀγαπήσας τὴν συμφωνίαν, ἔψαλλεν ἀληθεύων: Μακάριοι οἱ ἄμωμοι
ἐν ὁδῷ, οἱ πορευόμενοι ἐν νόμῳ Κυρίου.
Καὶ τοῦτο δὲ τῆς τοῦ
Τούτῳ πολλοὶ μὲν πολλαχοῦ σηκοὺς εὐκτηρίους ἐδείμαντο: ἐν Κύρῳ μὲν ὁ ἀδελφιδοῦς Ἀλύπιος: Ζηνοβιανὴ δέ τις ἐν Χαλκίδι, καὶ γένει λάμπουσα, καὶ ἀρετῇ διαπρέπουσα, καὶ πλούτου περιουσίᾳ κομῶσα.
Καὶ ἕτεροι δὲ οὑκ ὀλίγοι αὐτὸ τοῦτο ἔδρων, τὸν νικηφόρον ἐκεῖνον ἀθλητὴν ἁρπάσαι φιλονεικοῦντες.
Τοῦτο γνοὺς ὁ τοῦ Θεοῦ ἅνθρωπος. παρεκάλει τὸν θαυμάσιον ἐκεῖνον Εὐσέβιον,
ὅρκους αὐτῷ προσενεγκὼν
Καὶ πεντήκοντα διελθόντων ἐνιαυτῶν, ἢ πλειόνων, μυρίων συνδεδραμηκότων, καὶ
διηρευνηκότων τὸ σῶμα, ἄδηλος ὁ τάφος μεμένηκεν. Ἐπειδὴ δὲ ἕκαστος τῶν
προειρημένων σηκῶν, ὁ μὲν ἀποστόλων, ὁ δὲ μαρτύρων ὑπεδέξατο λείψανα,
θαῤῥήσαντες
Ζηλωτὴς δὲ γενόμενος τῆς ἐκείνου ἀρετῆς Εὐσέβιος ὁ θαυμάσιος, πλείοσι διετέλεσε πόνοις κατατρύχων τὸ σῶμα. Εἵκοσι γὰρ καὶ ἑκατὸν σιδήρου περικείμενος λίτρας, ἐπέθηκε μὲν ἑαυτῷ καὶ τὰς τοῦ θειοτάτου Ἀγαπητοῦ ἄλλας πεντήκοντα, προσέθηκε δὲ καὶ τὰς τοῦ μεγάλου Μαρκιανοῦ ὀγδοήκοντα.
Ἔσχε δὲ οἰκητήριον λάκκον τινὰ ὑδάτων ἀπηλλαγμένον, καὶ τριῶν ἐτῶν ἀριθμὸν
τοῦτον διάγων διετέλεσε τὸν τρόπον. Εἰς τούτους δὲ ἐξέβην τοὺς λόγους,
δεῖξαι βουλόμενος ὅσοις καὶ ἄλλοις μεγάλων κατορθωμάτων ὁ μέγας Μαρκιανὸς
ἐγένετο πρόξενος. Τῆς τούτου φιλοσοφίας ἀπώνατο καὶ Βασίλειος ὁ θαυμάσιος,
ἐργάτας, ἀποστολικῶς εἰπεῖν,
ἀνεπαισχύντους, ὀρθοτομοῦντας τὸν λόγον τῆς ἀληθείας,
τίς ἄν ῥᾳδίως
ἀριθμήσειεν; Ἴνα γὰρ τοὺς ἄλλους ἐπὶ τοῦ παρόντος παραλίπω, εὐφημίας μὲν
ὄντας ἀξίους, μῆκος δὲ ἐμποιοῦντας τῷ διηγήματι, ἑνὸς τούτων καὶ μόνου
μνησθήσομαι. Ἐγένετό τις τούτου φοιτητὴς, Σαβῖνον δὲ αὐτὸν προσηγόρευον, ὅς
πόνοις μυρίοις τὸ σῶμα κατεδαπάνησεν. Οὔτε γὰρ ἄρτου, ʽ??ʼὔτε ὄψου τινὸς
μετελάμβανε: τροφὴ δὲ ἦν αὐτῷ ἄλευρον ὕδατι δευόμενον. Μιγνύναι δὲ οὕτως
εἰώθει
Ὄναρ γὰρ, φησὶν, ἐθεασάμην τινὰ ἐνταῦθα δραμεῖν παρεγγυῶντα, καὶ ταῖς εὐχαῖς τοῦ τῆς μονῆς ἡγεμονεύοντος τῇ θυγατρὶ πορίσαι τὴν σωτηρίαν.
Ἔλεγε τοίνυν ὁ τὰς ἀποκρίσεις ποιούμενος, ὡς οὐκ εἴη ἔθος τὸν προστατεύοντα
γυναιξὶ διαλέγεσθαι: ὡς δὲ ἐπέκειτο δακρύουσα ἡ γυνὴ, καὶ ὀλοφυρομένη, καὶ
πικρῶς ποτνιωμένη, ἐξελήλυθε μὲν ὁ τῆς μονῆς ἡγούμενος. Ἔφασκε δὲ ἡ γυνὴ μὴ
αὐτὸν εἷναι, ἕτερον δὲ αὐτῇ ὑποδειχθῆναι ὑπέρυθρον, ἐξανθήματά τινα κατὰ τῶν
παρειῶν ἔχοντα. Ὡς δὲ ἔγνωσαν τὸν ζητούμενον, τρίτος δὲ ἦν τῆς μονῆς, ἀλλ̓
οὐ πρῶτος, πείσαντες αὐτὸν ἤγαγον πρὸς τὴν γυναῖκα, καὶ παραυτίκα ἡ μὲν
ἐπέγνω τὸ πρόσωπον, ὁ δὲ πονηρὸς δαίμων βοήσας τὴν κόρην κατέλιπε. Τοιαῦτα
τῶν
Ἐγὼ δὲ πάλιν τούτῳ τέλος τῷ διηγήματι δεδωκὼς, ἀντιβολῶ καὶ δέομαι διὰ τῆς τούτων πάντων πρεσβείας τῆς θείας ἐπικουρίας τυχεῖν.
Ὁποίους μὲν καρποὺς ἡ ἄκαρπος ἔρημος τῷ Θεῷ προσενήνοχεν, ὡρίμους καὶ πεπείρους καὶ τῷ φυτουργῷ προσφιλεῖς, καὶ τοῖς εὗ φρονοῦσι τῶν ἀνθρώπων ἐρασμίους καὶ τριποθήτους, ἐν τοῖς ἤδη συγγραφεῖσιν ὑπεδείξαμεν διηγήμασιν. Ὡς ἃν δὲ μή τις ὑπολάβῃ τόπῳ περιγεγράφθαι τὴν ἀρετὴν, καὶ μόνην εἷναι τὴν ἔρημον εἰς τοιαύτης προσόδου φορὰν ἐπιτηδείαν: φέρε λοιπὸν εἰς τὴν οἰκουμένην μεταβῶμεν τῷ λόγῳ, καὶ δείξωμεν τῇ τῆς φιλοσοφίας κτήσει ἥκιστα ταύτην ἐμποδῶν γινομένην.
Ὅρος ἐστὶν ὑψηλὸν, πρὸς ἕω μὲν τῆς Ἀντιόχου, Βεροίας δὲ πρὸς ἑσπέραν
διακείμενον, τῶν παρακειμένων
Ἀφειστήκει δὲ σταδίους πέντε καὶ εἴκοσιν, ἐν οἰκήματι σμικρῷ τινι λίαν, οὐδὲ
φωταγωγοὺς ἔχοντι καθειργμένος. Ἐποδήγησε δὲ αὑτὸν πρὸς ταύτην τὴν ἀρετὴν
Μαριανὸς ὁ τούτου μὲν θεῖος, τοῦ δὲ Θεοῦ πιστὸς θεράπων. Ἀρκεῖ γὰρ τοσοῦτον
εἰπεῖν, ἐπεὶ καὶ Μωσῆν τὸν μέγαν τῇ ἐπωνυμίᾳ ταύτῃ τετίμηκεν ὁ Δεσπότης.
Οὗτος ὁ Μαριανὸς, τοῦ θείου γευσάμενος ἔρωτος, οὐκ ἠθέλησε μόνος τοῖς
ἀγαθοῖς ἐντρυφᾷν, ἀλλὰ πολλοὺς μὲν καὶ ἄλλους συν̔??ʼραστὰς ἐποιήσατο,
ἐθήρευσε δὲ καὶ τὸν μέγαν Εὐσέβιον, καὶ τὸν τούτου ἀδελφὸν, καὶ κατὰ τὸν
βίον ὄντα γε ἀδελφόν. Οὐκ εὔλογον γὰρ ᾠήθη, τοὺς μὲν οὐδὲν αὐτῷ διαφέροντας
ἀγρεῦσαι πρὸς ἀρετὴν, τοὺς δὲ ἀδελφιδοῦς ἀναγρεύτους
Ἀλλὰ τῷ μὲν ἀδελφῷ νόσος προσγενομένη τὸν δρόμον ἐκεῖνον διέκοψεν: ἠκολούθει δὲ τῇ νόσῳ καὶ ὁ θάνατος: ὀλίγας γὰρ μετὰ τὴν ἐκεῖθεν ἔξοδον διαβιώσας ἡμέρας, τοῦ βίου τὸ τέλος ἐδέξατο.
Διέμεινε δὲ ὁ μέγας Εὐσέβιος παρὰ πάντα τοῦ θείου τὸν βίον, οὔτε πρός τινα
διαλεγόμενος, οὔτε τὸ φῶς θεώμενος, ἀλλὰ διηνεκῶς καθειργμένος. Καὶ μετὰ τὴν
ἐκείνου δὲ τελευτὴν τοῦτον ἠσπάσατο τὸν βίον, ἕως ὁ θαυμάσιος ἐκεῖνος
Ἀμμιανὸς πολλαῖς αὐτὸν καταθέλξας ἱκεσίαις ἀνέπεισεν: Εἰπὲ γάρ μοι, πρὸς
αὐτὸν ἔφη, ὧ ἄριστε, τίνι νομίζων ἀρέσκειν τὸν ἐπίπονον τοῦτον καὶ
αὐχμηρὸν μετελήλυθας βίον.
Τοῦ δὲ τὸν Θεὸν, ὡς εἰκὸς ἦν, δήπουθεν
εἰρηκότος. τὸν καὶ τῆς ἀρετῆς νομοθέτην καὶ διδάσκαλον:
Οὐκοῦν,
ἐπειδὴ τούτου ἐρᾷς, ὁ Ἀμμιανὸς ἔφη, ἐγώ σοι τρόπον ἐπιδείξω, δἰ οὗ καὶ τὸν
ἔρωτα
Ὁ γὰρ θεῖος νόμος ἀγαπᾷν τὸν πέλας ὡς ἑαυτὸν διαγορεύει: τὸ δὲ πολλοὺς εἰς
κοινωνίαν ποῦ πλούτου λαβεῖν, τοῦ τῆς ἀγάπης ἐστὶ κατορθώματος ἴδιον. Ταύτην
δὲ ὁ θεσπέσιος Παῦλος νόμου πλήρωμα
προσηγόρευσε: βοᾷ δὲ καὶ πάλιν ὁ
λόγος: Ὁ νόμος καὶ οἱ προφῆται ἐν τούτῳ τῷ λόγῳ ἀνακεφαλαιοῦνται, ἐν τῷ
Ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτόν.
Καὶ ὁ Κύριος δὲ ἐν τοῖς ἱεροῖς
Εὐαγγελίοις τῷ Πέτρῳ πλέον τῶν ἄλλων φιλεῖν αὐτὸν ὡμολογηκότι, ποιμαίνειν
αὐτοῦ τὰ πρόβατα παρηγγύησε: τοῖς δὲ τοῦτο μὴ πεποιηκόσιν ἐγκαλῶν διὰ τοῦ
προφήτου βοᾷ: Ὧ οἱ ποιμένες, μὴ ἑαυτοὺς οἱ ποιμένες βόσκουσιν, οὐχὶ τὰ
πρόβατα νέμουσι;
Τούτου χάριν καὶ τὸν μέγαν Ἠλίαν τοῦτον μετιόντα
Καὶ τὸν δεύτερον Ἠλίαν, Ἰωάννην τὸν πάνυ, τὴν ἔρημον ἀσπαζόμενον, ταῖς τοῦ Ἰορδάνου παρέπεμψεν ὄχθαις, ἐκεῖ βαπτίζειν καὶ κηρύσσειν παρεγγυήσας.
Ἐπειδὴ τοίνυν καὶ σὺ θερμὸς ἐραστὴς εἷ τοῦ πεποιηκότος καὶ σεσωκότος Θεοῦ,
πολλοὺς καὶ ἄλλους συγκατασκεύασον ἐραστάς. Τοῦτο γὰρ τῷ κοινῷ Δεσπότῃ λίαν
ἐστὶ προσφιλές. Διὰ τοῦτο καὶ τὸν Ἰεζεκιὴλ
Φασὶ δὲ αὐτὸν οἱ τεθεαμένοι, ἐμβριθὲς ἀεὶ τὸ πρόσωπον ἐσχηκέναι, καὶ δέος
ἱκανὸν ἐνθεῖναι τοῖς θεωμένοις. Τροφῆς δὲ αὐτὸς μὲν διὰ τριῶν καὶ τεττάρων
ἁπήλαυεν ἡμερῶν: τοῖς δὲ συνοίκοις παρὰ μίαν μεταλαγχάνειν ἐκέλευε. Διηνεκῶς
δὲ προσομιλεῖν τῷ Θεῷ παρηγγύα, καὶ μηδένα καιρὸν ταύτης ἄμοιρον τῆς
ἐργασίας ἐᾷν: ἀλλὰ κοινῇ μὲν τὰς ὡρισμένας λειτουργίας ἐπιτελεῖν, τὰ δὲ ὲν
μέσῳ τούτων τῆς ἡμέρας μόρια καθ̓ ἑαυτὸν ἕκαστον, ἤ ὑπὸ σκιῷ τινι δένδρου, ἢ
παρά τινα πέτραν, ἢ ἔνθα ἄν τίς τινος ἡσυχίας ἀπολαύοι, ἢ ἑστῶτα, ἢ κείμενον
ἐπ̓ ἐδάφους, ἀντιβολεῖν τὸν Δεσπότην, καὶ τὴν σωτηρίαν αἰτεῖν. Οὕτω δὲ τῶν
τοῦ σώματος μορίων ἕκαστον, τὴν ἀρετὴν ἐξεπαίδευσεν, ὡς ἐκεῖνα δρᾷν, ἃ μόνος
ὁ λογισμὸς ἐπιτρέπει. Ἵνα δὲ τοῦτο δῆλον
Ἐπί τινος καθῆστο πέτρας αὐτός τε καὶ Ἀμμιανὸς ὁ θαυμάσιος, καὶ τῶν θείων
Εὐαγγελίων τὴν ἱστορίαν ὁ μὲν ἀνεγίνωσκεν, ὁ δὲ τῶν ἀσαφεστέρων ἐδήλου τὴν
ἔννοιαν. Γηπόνων δέ τινων ἐν τῷ ὑποκειμένῳ πεδίῳ νεουργούντων τὴν γῆν, ἐπὶ
ταύτην εἱλκύσθη τὴν θεωρίαν ὁ μέγας Εὐσέβιος. Ἀμμιανοῦ δὲ τοῦ θεσπεσίου
ἀνεγνωκότος τὸ εὐαγγελικὸν χωρίον, τὴν δὲ ἑρμηνείαν μαστεύοντος, ἀναλαβεῖν
ἐκέλευσε τὴν ἀνάγνωσιν ὁ μέγας Εὐσέβιος. Τοῦ δὲ εἰρηκότος, ὅτι Τοῖς
ἀροῦσιν ἐπιτερπόμενος οὐκ ἐπήκουσας, ὡς εἰκὸς,
νομοθετεῖ τοῖς
ὀφθαλμοῖς, μήτε ἐν τῷ πεδίῳ ἐκείνῳ θεωρῆσαί ποτε, μήτε τῷ οὐρανίῳ κάλλει,
καὶ τῷ τῶν ἀστέρων ἑστιαθῆναι χορῷ, ἀλλ̓ ἀτραπῷ χρώμενος στενωτάτῃ, ἧς τὸ
μέτρον σπιθαμῆς εἶναί φασιν, ἐπὶ τὸν εὐκτήριον
Τοῦτο τὸ κλέος αὐτοῦ πάντοθε διαθέον εἵλκυσεν ἅπαντας πρὸς αὐτὸν τοὺς τῆς ἀρετῆς ἐραστάς.
Ἀφίκοντο δὲ καὶ τοῦ θειοτάτου Ἰουλιανοῦ τοῦ πρεσβύτου, οὖ πρόσθεν τὸ διήγημα
διεξήλθομεν, τῆς ἀρίστης ποίμνης οἱ κτίλοι. Ἐπειδὴ γὰρ ὁ θεσπέσιος
Ἐπειδὴ γὰρ ὁ θεῖος Εὐσέβιος τὴν ἐντεῦθεν ἐκδημίαν ποιούμενος, αὐτὸν τοῦ
ποιμνίου παρηγγύησε προστατεύειν, καὶ παραιτούμενος τὴν κηδεμονίαν τοὺς τῆς
ἐπιμελείας ἐκείνης ἐφιεμένους οὐκ ἔπειθεν, εἰς ἑτέραν ᾤχετο ποίμνην,
νέμεσθαι μᾶλλον ἢ νέμειν αἱρούμενος, καὶ χρόνον πλεῖστον ἐπιζήσας, οὕτω
τόνδε τὸν βίον κατέλυσε. Διαδέχεται τοίνυν τὴν ἡγεμονίαν ἐκείνην Ἀγρίππας,
ἀνὴρ καὶ ἄλλοις πολλοῖς κομῶν
Τοῦτο δὲ οὐκ ἀκοῇ μόνον, ἀλλὰ καὶ πείρᾳ παρέλαβον.
Ἐπιθυμήσας γάρ ποτε τὴν ἀγέλην ἐκείνην θεάσασθαι, ἀφικόμην κοινωνοὺς ἔχων τῆς ἀποδημίας καὶ ἄλλους τὸν αὐτόν μοι βίον ἀσπαζομένους.
Ἅπαντα τοίνυν τῆς ἑβδομάδος τὸν κύκλον παρὰ τῷδε τῷ θείῳ διάγοντες, ἐθεώμεθα
πρόσωπον οὐδεμίαν μεταβολὴν δεχόμενον, οὐδὲ νῦν μὲν διαχεόμενον, νῦν δὲ
σκυθρωπότητι συναγόμενον, καὶ τὸ ὄμμα δέ γε ὡσαύτως οὐκ ἄλλοτε μὲν βλοσυρὸν,
χαροποιὸν δὲ ἄλλοτε, ἀλλ̓ ἐπὶ τῆς αὐτῆς ἀεὶ τοὺς ὀφθαλμοὺς μένοντας
εὐκοσμίας. Ἱκανοὶ δὲ καὶ οὗτοι τεκμηριῶσαι τῆς ψυχῆς τὴν γαλήνην. Ἀλλ̓ εἰκός
τινας νομίσαι τοιοῦτον αὐτὸν ἑωρᾶσθαι μηδεμιᾶς παρακινούσης αἰτίας. Οὗ
ἑ??ʼνεκα διηγήσασθαί τι τοιοῦτον Ἐγὼ δὲ, ἔφη, τοῖς πρὸς ἡμᾶς ἀφιγμένοις, ὡς
ὁρᾷς, διαλέγομαι, ἀναγκαίαν εἶναι νομίζων ταύτην τὴν θεραπείαν.
Πῶς
ἄν τις ἄμεινον ἐπιδείξοι τῆς ψυχῆς τὴν πραότητα; Τὸν γὰρ τὴν προστασίαν
ἐκείνην πεπιστευμένον, τοιαύτην ὑπὸ τοῦ τὰ δευτερεῖα ἔχοντος δέξασθαι
παροινίαν, μάλιστα δὲ ξένων παρόντων, καὶ τῆς λοιδορίας ἀκροωμένων, καὶ
μηδεμίαν Ὀργίζεσθε γὰρ, φησὶ, καὶ μὴ ἁμαρτάνετε: ὁ ἥλιος μὴ
ἐπιδυέτω ἐπὶ τῷ παροργισμῷ ὑμῶν.
Τὰ μὲν γὰρ τοῦ θυμοῦ κινήματα τῆς
φύσεως εἰδὼς, ἀλλ̓ οὐ τῆς γνώμης, ἐπίπονα λίαν, τάχα δὲ καὶ ἀδύνατα,
νομοθετεῖν οὐκ ἀνέχεται: τῇ κινήσει δὲ τῆς φύσεως, καὶ τῇ ζάλῃ τοῦ θυμοῦ
μέτρον τὴν ἡμέραν ὁρίζει, ἄγχειν κελεύων τῷ λογισμῷ, καὶ τῷ χαλινῷ πιέζειν,
καὶ περαιτέρω προβαίνειν τῶν ὅρων μὴ συγχωρῶν. Ὁ δὲ θεῖος οὗτος ἀνὴρ ὑπὲρ
τοὺς κειμένους ἠγωνίζετο νόμους, καὶ ὑπὲρ τὰ
Πολλοὺς δὲ καὶ ἄλλους ἐραστὰς τῆς φιλοσοφίας ταύτης καὶ ζηλωτὰς ἐπ̓ ἐκείνῃ τῇ
καλύβῃ γεγενημένους τεθέαμαι, τοὺς μὲν ἐν ἀκμῇ τοῦ σώματος, τοὺς δὲ καὶ ἐν
γήρᾳ βαθεῖ: πλείονα γὰρ ἢ ἐννενήκοντα ἔτη διαβιώσαντες ἄνθρωποι, τὸν
ἐπίπονον βίον καταλιπεῖν οὐκ ἠθέλησαν, ἀλλὰ τοῖς τῆς νεότητος ἱδρῶσι
διέπρεπον, παννύχιοι μὲν καὶ πανημέριοι τὸν Θεὸν ἀντιβολοῦντες, καὶ τὰς
εὐαγεῖς ἐκείνας λειτουργίας ποιούμενοι, διὰ δύο δὲ ἡμερῶν τῶν εὐτελῶν
ἐκείνων σιτίων μεταλαγχάνοντες. Καὶ ἵνα τοὺς ἄλλους καταλίπω, οὐ σιγῆς ὄντας
ἀξίους, εὐφημίας δὲ καὶ ἐπαίνων παντοίων, ἀλλ̓ ἴνα μὴ πέρα τοῦ
Κατὰ τὸν αὐτὸν χρόνον ἐγένετό τις Πούπλιος, καὶ τὸ εἶδος ἀξιοθέατος, καὶ τὴν
ψυχὴν τῷ εἴδει συμβαίνουσαν ἔχων: μᾶλλον δὲ πολλῷ τοῦ σώματος θαυμαστοτέραν
ἐπιδεικνύς. Οὗτος ἐκ βουλευτικῆς μὲν συμμορίας ὁρμώμενος, πόλιν δὲ ἔχων
καθ̓. ἢν Ξέρξης ἐκεῖνος ὁ πολυθρύλλητος, ἐπὶ τὴν Ἑλλάδα στρατεύων,
Ἐντεῦθεν ὁρμώμενος, καὶ ἀπὸ τοιούτου γένους βεβλαστηκὼς, ʽ??ʼψηλόν τι χωρίον καταλαμβάνει, τοῦ ἄστεος οὐ πλείοσιν ἢ τριάκοντα σταδίους ἀφεστηκός.
Ἐν τούτῳ βραχύν τινα οἰκίσκον δειμάμενος, ἀπέδοτ̔??ʼ μὲν ἅπαντα, ὅσα πατρόθεν
ἐδέξατο, οἰκίαν φημὶ, καὶ κτήματα, καὶ βοσκήματα, καὶ ἐσθήματα, σκεύη τε
ἀργυρᾶ καὶ χαλκᾶ, καὶ εἶ τι ἕτερον μετὰ τούτων ἐτύγχανε. Διανείμας δὲ ταῦτα
κατὰ τὸν θεῖον νόμον οἷς ἔδει, καὶ πάσης ἑαυτὸν φροντίδος γηΐνης
ἐλευθερώσας, μίαν ἀντὶ πάντων ἐκείνην ἐδέξατο φροντίδα, τὴν τοῦ καλέσαντος
θεραπείαν, καὶ ταύτην ἀνελίττων ὲν τῇ ψυχῇ διετήρει, νύκτωρ τε καὶ μεθ̓
ἡμέραν ʽ??ʼκοπούμενος, ὅπως ταύτην αὐξήσειε. Τούτου ἕνεκα ὁ πόνος αὐτῷ
διηνεκῶς ηὔξετο, καὶ ἐπίτασιν καθ̓
Ἐκέλευσε γὰρ μήτε ἐσθίοντας, μήτε πίνοντας ἀναμένειν τὸν κόρον, ἀλλὰ τοσούτων
ἀπολαύειν, ὁπόσα τῷ σώματι παρέχειν ἀπόχρη τὴν ζωήν. Εἰ δέ ποτε καὶ τῶν
πιτύρων ἀποκεκριμένον τὸ ἄλευρον ἐθεάσατο. ὡς Συβαριτικῆς τρυφῆς ἀπολαύουσι,
τοῖς τοῦτο δεδρακόσιν ἐλοιδορεῖτο. Καὶ νύκτωρ δὲ ἐξαπιναίως
Ἐδέξατο τὴν παραίνεσιν ὁ σοφώτατος, καὶ συναγείρας ἅπαντας, καὶ τοὺς μικροὺς
ἐκείνους καταλύσας οἰκίσκους, ἕνα δὲ τοῖς συνειλεγμένοις δειμάμενος, κοινῇ
τε πολιτεύεσθαι, καὶ παραθήγειν ἀλλήλους ἱκέτευε, καὶ τοῦτον μὲν τὴν ἐκείνου
μιμεῖσθαι πραότητα, ἐκεῖνον δὲ τῷ τούτου ζήλῳ κεραννύναι τὸ πρᾶον,
Οὕτω γὰρ παῤ ἀλλήλων, ἔφη, τὸ
ἐνδέον λαμβάνοντες, τὴν τελεωτάτην κατορθώσομεν ἀρετήν. Καθάπερ γὰρ ἐν
ταῖς πολιτικαῖς ἀγοραῖς, ὁ μὲν ἄρτων ἐστὶ πρατὴρ, ὁ δὲ λαχάνων. ὁ δὲ
ἱματίων ἔμπορος. ἅλλος δὲ ὑποδημάτων δημιουργός: παῤ ἀλλήλων δὲ τὴν
χρείαν ἐρανιζόμενοι θυμηρέστερον βιοτεύουσιν: ὁ μὲν γὰρ ἱμάτιον διδοὺς,
ἀντιλαμβάνει ὑπόδημα, ὁ δὲ λάχανον ὠνούμενος ἀποδίδοται ἄρτον: ὁ??ʼτως
ἡμᾶς ἀλλήλοις ἀντιδιδόναι προσήκει τῆς ἀρετῆς τὰ πολυτίμητα μόρια.
Οὕτω τῶν ὁμογλώττων γυμναζομένων τε καὶ ἀγωνιζομένων, καὶ Ἑλλάδι φωνῇ τὸν
Θεὸν ἀνυμνούντων, ἔλαβεν ἔρως ταυτησὶ τῆς πολιτείας καὶ τοὺς τῇ ἐγχωρίῳ
κεχρημένους φωνῇ: καὶ συνδραμόντες τινὲς ἱκέτευον, καὶ τῆς ἀγέλης Πορευθέντες, λέγων, μαθητεύσατε
πάντα τὰ ἔθνη.
Καὶ παῤ ἐκεῖνο τὸ καταγώγιον ἕτερον οἰκοδομήσας, ἐκεῖ
τούτους διάγειν ἐκέλευε: νεών τινα θεῖον κατασκευάσας, εἰς ὃν καὶ τούτους
κἀκείνους συνιέναι προσέταξεν ἀρχομένης τε καὶ ληγούσης ἡμέρας, ἵνα καὶ τὴν
ἑσπερινὴν καὶ τὴν ἑωθινὴν ὑμνῳδίαν κοινῇ προσφέρωσι τῷ Θεῷ, διχῆ μὲν
διῃρημένοι, καὶ τῇ οἰκείᾳ ἕκαστος κεχρημένος φωνῇ, ἐκ διαδοχῆς
Ἀφθόνιος δὲ τῆς Σύρας τὴν ἡγεμονίαν διεδέξαντο. ἀμφότεροι στῆλαί τινες
ἔμψυχοι καὶ εἰκόνες τῆς ἐκείνου ἀρετῆς γενόμενοι. Οὐδεμίαν γὰρ οὔτε τοῖς
συνοῦσιν, οὕτε τοῖς ἔξωθεν ἀφικνουμένοις αισθησιν λαβεῖν τῆς ἐκείνου
τελευτῆς συνεχώρησαν, σφᾶς αὐτοὺς
Θεοδότῳ τὴν ἡγεμονίαν παρέδωκεν: ὁ δὲ Ἀφθόνιος ἐπὶ πλεῖστον διέμεινε τῆς
ἀγέλης ἐπιμελούμενος, καὶ κατὰ τοὺς κειμένους νόμους ἰθύνων. Ὁ δὲ Θεόδοτος
οὗτος ἀπὸ τῆς Ἀρμενίας ὁρμώμενος. τὴν ἀσκητικὴν ἐκείνην συμμορίαν
θεασάμενος, τὰ μὶν πρῶτα μετὰ τῶν ὑπηκόων ἐτέτακτο, τῷ μεγάλῳ Θεοτέκνῳ
κυβερνῶντι πειθόμενος. Ἐπειδὴ δὲ, ὡς ἔφην, ὁ μὲν ἐξεδήμησεν, αὐτὸς δὲ τὴν
προστασίαν παρέλαβε, τοσούτοις ἐκόμασεν ἀγαθοῖς, ὡς ἀποκρύψαι μικροῦ δεῖν
τοὺς προτέρους τῇ φήμῃ. Οὕτω γὰρ αὐτὸν ὁ θεῖος κατειργάσατο πόθος, καὶ
τοσούτὁ??ʼς αὐτὸν καὶ τοιούτοις κατέτρωσε βέλεσιν, ὡς νύκτωρ καὶ μεθ̓ ἡμέραν
τῆς κατανύξεως προχέειν τὰ δάκρυα: τοσαύτης δὲ πνευματικῆς χάριτος
Καὶ ταύτην δὲ τὴν κηδεμονίαν ἀναδεξάμενος. οὐδὲν ἧττον τῆς ἀγέλης ἐκείνης
ἐπεμελεῖτο: ἐκεῖ τὰς πλείους διατρίβων ἡμέρας, καὶ νῦν μὲν τῶν ζυγομαχούντων
τὰς ἔριδας διαλύων, νῦν δὲ τῶν ὑφ̓ ὁτουοῦν ἀλγυνομένων ποιούμενος πρόνοιαν,
ἄλλοτε δὲ τοῖς θιασώταις τὴν θείαν προσφέρων παραίνεσιν. Καὶ τούτων ἕκαστον
ἔδρα, τὰ τῶν ὁμοσκήνων μεταξὺ περιῤῥάπτων ῥάκια, ἢ τὸν φακὸν ἐκκαθαίρων, ἣ
τὸν σῖτον ἐκπλύνων, ἣ ἄλλο τι τῶν τοιούτων μεταχειρίζων.
Διέμεινε γὰρ παντελῶς τῆς ἀμπέλου τὸν καρπὸν παραιτούμενος, καὶ οὐδὲ ὄξους ἢ σταφίδων μεταλαμβάνων, οὐ γάλακτος, οὐκ ἄρτι ληφθέντος, οὐ πεπηγότος. Οὕτω γὰρ βιοῦν ὁ μέγας ἐνομοθέτησε Πούπλιος. Ἐλαίου δὲ κατὰ τὸν τῆς Πεντηκοστῆς καιρὸν τὴν χρείαν μανθάνοντες, καὶ πάλιν παραιτοῦνται αὐτοῦ τὴν μετάληψιν.
Τοιαῦτα καὶ περὶ τοῦ μεγάλου Πουπλίου μεμάθηκα, τὰ μὲν ἀκοῇ δεξάμενος, τὰ δὲ
τοὺς ἐκείνου φοιτητὰς θεασάμενος καὶ τὸν διδάσκαλον, καὶ διὰ τῶν ἀθλητῶν τὸν
παιδοτρίβην καταμαθών. Ἄδικον τοίνυν νομίσας καὶ βάσκανον, τοσαύτην ὠφέλειαν
προδοῦναι σιγῇ. τοῖς ἀγνοοῦσι προστέθεικα τὸ διήγημα, καὶ αὐτοῖς τὴν
ἐντεῦθεν ὠφέλειαν πραγματευόμενος, καὶ ἐμαυτῷ τὸ ἀπὸ τῆς μνήμης
περιποιούμενος κέρδος. Ἥκουσα Πᾶς ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν
ἀνθρώπων, ὁμολογήσω κἀγὼ ὲν αὐτῷ ἔμπροσθεν τοῦ Πατρός μου, τοῦ ἐν
οὐρανοῖς.
Καὶ οἶδα σαφῶς, ὡς τοῖς ἀνθρώποις τὴν τούτων μνήμην
προσενεγκὼν, τῆς ἐπὶ τοῦ Θεοῦ τῶν ὅλων παῤ αὐτῶν ἀπολαύσομαι μνήμης.
Συμεώνην δὲ τὸν πρεσβύτην εἴ τις ἑκὼν παραλείποι, καὶ λήθῃ τῆς
ἐκείνου φιλοσοφίας παραδοίη τὴν μνήμην, ἀδικίας ἂν εἰκότως καὶ βασκανίας οὐ
φύγοι γραφὴν, ὡς μήτε ἐπαινεῖν ἐθέλων τὰ ἀξιέπαινα, μήτε τοῖς ὠφελεῖσθαι
βουλομένοις εἰς μίμησιν ἀξιέραστα προτιθείς. Ἐγὼ δὲ οὐ φόβῳ τῆς κατηγορίας,
ἀλλὰ πόθῳ τῆς εὐφημίας. τῆς τοῦδε πολιτείας ποιήσομαι τὴν διήγησιν. Οὗτος
γὰρ πλεῖστον ὅτι μάλιστα διετέλεσε χρόνον τὸν ἐρημικὸν ἀσπαζόμενοι
Ὁ δὲ εἶδέ τε ὁμοῦ καὶ ἠσπάσατο. Καὶ γὰρ εὐπροσήγορος ἦν. καὶ τῆς ἀφίξεως
ἤρετο τὴν αἰτίαν. Ὡς δὲ τὸ συμβὰν διηγήσαντο, καὶ τὴν ἐπὶ τὸ φρούριον
ἄγουσαν ὁδὸν μαθεῖν ἱκέτευσαν, Μείνατε, ἔφη, καὶ παραυτίκα ὑμῖν ἀγωγοὺς
δώσω, τὴν ποθουμένην ὀδὸν ἀποδείξοντας.
Οἱ μὲν οὖν ἐπείθοντο, καὶ
διανεπαύοντο: καθημένων δὲ αὐτῶν, ἀφίκοντο δύο λέοντες,
Καὶ τοῦτό μοι οὗτος ὁ μέγας Ἰἅ??ʼωβος διηγήσατο, παρεῖναι φήσας αὐτοῖς τῷ
θεσπεσίᾡ??ʼάρωνι διηγουμένοις τὸ θαῦμα. Ὁ τοίνυν Ἰουδαίοις τῇ τῶν Χριστιανῶν
μαρτυροῦσι θαυματουργίᾳ διαπιστῶν, πῶς οὐκ ἃν εἰκότως ἀπιστότερος Ἰουδαίων
κληθείη; Εἴπερ οἱ μὲν καὶ δυσμενεῖς ὄντες, ἡττῶνται ὅμως, καὶ ταῖς τῆς
ἁληθείας ἀκτῖσι παραχωροῦσιν: οἱ δὲ
Ἐκ τῶν τοιούτων δὲ θαυμάτων ὁ θεσπέσιος ἐκεῖνος ἄνθρωπος ἐπίσημος γεγονὼς, καὶ πολλοὺς τῶν γειτονευόντων βαρβάρων ἐπισπασάμενος ʽοἰκοῦσι δὲ τὴν ἔρημον ἐκείνην οἱ τὸν Ἰσμαὴλ σεμνυνόμενοι πρόγονον̓. ἡσυχίας ἐρῶν. καταλιπεῖν ἠναγκάσθη τὸ σπήλαιον, καὶ πολλὴν ἀνύσας ὁδὸν, ὅρος καταλαμβάνει τὸ καλούμενον Ἀμανὸν, καὶ τοῦτο πολλῆς πάλαι γέμον πολυθέου μανίας, τοῖς πολλοῖς καὶ παντοδαποῖς ἐγεώργησε θαύμασι, καὶ τὴν νῦν ὲν αὐτῷ πολιτευομένην εὐσέβειαν κατεφύτευσεν. Ἀλλὰ πάντα μὲν διηγεῖσθαι λίαν ἐπίπονον, ἐμοὶ δὲ τυχὸν καὶ ἀδύνατον.
Ἑνὸς τοίνυν μνησθεὶς, καὶ οἷόν τινα χαρακτῆρα τῆς ἀποστολικῆς αὐτοῦ καὶ
προφητικῆς θαυματουργίας προθεὶς, καταλείπω τοῖς ἐντυγχάνουσιν ἐννοεῖν
ἐντεῦθεν ἧς ἔλαβε χάριτος τὴν ἰσχύν: Θέρος ἦν, καὶ
Ἀνὴρ δέ τις, τοῖς δικαίοις οὐκ ἀρκούμενος πόνοις, ἀλλὰ τῶν ἀλλοτρίων
ἐφιέμενος, ὑφείλετο μὲν τῶν τοῦ πέλας δραγμάτων, αὔξειν δὲ τὸν οἰκεῖον διὰ
τούτων ἐπειρᾶτο θημῶνα: ἀλλ̓ εὐθὺς τὴν κατὰ τῆς κλοπῆς τὸ Θεῖον ἐξέφερε
ψῆφον: καὶ πρηστὴρ ἐπεφέρετο, καὶ ἡ ἅλως ἐνεπίμπρατο, καὶ ὁ δείλαιος ἐκεῖνος
τὸν τοῦ Θεοῦ κατελάμβανεν ἄνθρωπον, οὐ πόῤῥω τῆς κώμης ἐσκηνωμένον: καὶ τὴν
μὲν συμφορὰν διηγεῖτο, κρύπτειν δὲ τὴν κλοπὴν ἐπειρᾶτο. Ὡς δὲ τἀληθῆ λέγειν
κελευσθεὶς ὡμολόγησε τὴν κλοπὴν ʽτὸ γὰρ πάθος καὶ ἑαυτοῦ κατηγορεῖν
κατηνάγκασἐ, προσέταξεν ὁ θεῖος ἐκεῖνος ἀνὴρ τῇ λύσει τῆς ἀδικίας λῦσαι τὴν
τιμωρίαν. Σοῦ γὰρ, ἔφη, τὰ δράγματα ἐκεῖνα ʽ??ʼκτιννύοντος, τὸ θεήλατον
ἐκεῖνο σβεσθήσεται πῦρ.
Ἦν τοίνυν ἰδεῖν τὸν μὲν θέοντα, καὶ τῷ
ἀδικηθέντι
Τοὺ κτύπου γὰρ τῶν ποδῶν αἰσθόμενος ὁ τὰς χεῖρας ἐκτεταμένας ἔχων, ἑ??ʼσω τῆς καταδύσεως κατεκρύβη.
Διακύψας δὲ ὁ πρεσβύτης, ἐλιπάρει μάλα πολλὰ ὀφθῆναι αὐτὸν, εἰ ἀνθρωπείαν
ἔχει τὴν φύσιν, καὶ Καὶ γὰρ ἡμεῖς, ἔφη, τὸν ἀσκητικὸν μετιόντες βίον, καὶ τῆς ἡσυχίας
ἐρῶντες, ἀλώμεθα κατὰ τήνδε τὴν ἔρημον, ἐν τῷ Σινᾷ ὄρει τὸν τῶν ἁπάντων
ἐπιθυμοῦντες προσκυνῆσαι Θεὸν, ἐν ᾧ Μωσῇ τῷ θεράποντι τὴν οἰκείαν
ἐπιφάνειαν ποιησάμενος, ἔδωκε τῆς νομοθεσίας τὰς πλάκας: οὐχ ὅτι τὸ
Θεῖον περιγεγράφθαι νομίζομεν ʽἀκούομεν γὰρ αὐτοῦ λέγοντος, ὅτι Τὸν
οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ. λέγει Κύριος: καὶ ὅτι κατέχει τὸν γῦρον
τῆς γῆς. καὶ τοὺς ἐνοικοῦντας ὲν αὐτῇ ὡς ἀκρίδασ̓, ἀλλ̓ ἐπειδὴ τοῖς
θερμῶς ἐρῶσιν οὐ μόνον οἱ ἐρώμενοι τριπόθητοι, ἀλλὰ καὶ οἱ τόποι
ἐράσμιοι, οἱ τὴν τούτων παρουσίαν καὶ ὁμιλίαν δεξάμενοι.
Ταῦτα καὶ
τὰ τοιαῦτα λέγοντος τοῦ πρεσβύτου, ἀναδείκνυσιν ἑαυτὸν ἐκ τῆς καταδύσεως ὁ
κεκρυμμένος ἄνθρωπος, καὶ ἦν
Ἀσπασάμενος δὲ, καὶ τῆς εἰρήνης τὸ πρόσρημα δεδωκὼς, ἐπυνθάνετο τίνες τε
εἶεν, καὶ πόθεν ἥκοιεν, καὶ ὅπου ἀπίοιεν. Οἱ δὲ καὶ πρὸς τὴν ἐρώτησιν
ἀπεκρίναντο, καὶ ἀντεπύθοντο πόθεν τε ἐληλυθὼς εἴη, καὶ τί δήποτε ταύτην
εἴλετο τὴν ζωήν. Ὁ δὲ, Ταύτην ἔσχον: κἀγὼ τὴν προθυμίαν, ἔφη, ἢν καὶ
ὑμεῖς ἔχοντες ἀπίετε, κοινωνὸν δὲ τῆς ὁδοῦ ταύτης ἐπεποιήμην συνήθη τινὰ
καὶ ὁμογνώμονα, καὶ τὸν αὐτόν μοι κεκτημένον σκοπὸν, ὅρκῳ δὲ ἀλλήλους
ἐπεπείκειμεν, μηδὲ τῷ θανάτῳ χωρίσαι τὴν συνουσίαν.
Τοιγάρτοι κατὰ τὴν ἀποδημίαν ἐκεῖνον μὲν τῇδε συνέβη δέξασθαι τοῦ βίου τὸ
πέρας: ἐγὼ δὲ τῷ ὅρκῳ πεπεδημένος ὤρυξά τε ὡς ἠδυνάμην, καὶ ταφῇ
Τούτων οὕτω λεγομένων,
λέων πόῤῥωθεν ἀνεφάνη, ἀγωνίᾳ δὲ τῶν σὺν τῷ πρεσβύτῃ περιπεσόντων,
αἰσ̔??ʼόμενος ὁ ὲπὶ τῆς καταδύσεως καθήμενος, ἀναστὰς
Ὁ δὲ παραυτίκα ἐπείσθη τε καὶ ἧκε, φέρων τῶν φοινίκων τὸν βότρυν. Εἶτα πάλιν ἀπῆλθεν ἐπιτραπεὶς, καὶ πόῤῥωθεν τῶν ἀνδρῶν κατακλιθεὶς ἐκαθεύδησε.
Διανείμας τοίνυν τοὺς φοίνικας ἅπασι, προσευχῆς τε καὶ ψαλμῳδίας κοινωνήσας αὐτοῖς, καὶ μετὰ τὸ τέλος τῆς λειτουργίας ἕωθεν ἀσπασάμενος ἀπεπέμψατο καινὸν θέαμα τεθηπότας. Εἰ δέ τις ἀπιστεῖ τοῖς εἰρημένοις, τῆς Ἡλιοῦ τοῦ πάνυ πολιτείας, καὶ τῆς τῶν κοράκων διακονίας ἀναμνησθήτω, οἴ πρωῒ μὲν ἄρτον, δείλης δὲ κρέας αὐτῷ κομίζοντες διετέλεσαν.
Ῥᾴδιον δὲ τῷ Ποιητῇ τῶν ὅλων παντοδαποὺς πόρους εἰς τὴν τῶν οἰκείων θεραπείαν
εὑρίσκειν. Οὕτω τὸν Ἰωνᾶν ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρία νυχθήμερα διεφύλαξε,
καὶ τοὺς λέοντας ἐν τῷ λάκκῳ τεθηπέναι τὸν Δανιὴλ παρεσκεύασε, καὶ τὸ ἄψυχον
πῦρ λογικῶς ἐνεργεῖν, καὶ τοὺς μὲν ἔνδον φωτίζειν, τοὺς δὲ ἔξω κατακαίειν
Παλλάδιος δὲ ὁ πολυθρύλλητος ὁμόχρονος τούτου γεγένηται, καὶ ὁμότροπος, καὶ συνήθης, καὶ γνώριμος.
Παῤ ἀλλήλους γάρ, ὥς φασι, φοιτῶντες τῆς παῤ ἀλλήλων ὠφελείας ἀπήλαυον,
παραθήγοντες
Πανήγυρις εἰς τὴν προειρημένην συνηγείρετο κώμην, τοὺς πάντοθεν ἐμπόρους ἐπισπωμένη, καὶ πλῆθος ἀριθμοῦ κρεῖττον ἐφελκομένη. Ἐν ταύτῃ τις ἔμπορος, ἅπερ ἧκε φέρων ἀπεμπολήσας, καὶ τὸ χρυσίον συναθροίσας, νύκτωρ ἀπαίρειν ἐβούλετο.
Ἀνδροφόνος δέ τις, τὸ συλλεγὲν ἐκεῖνο θεασάμενος χρυσίον, οἴστρου τινὸς καὶ
μανίας ἐμφορηθεὶς, τὸν
Οὕτως εὐξάμενος, καὶ τῆς τοῦ κειμένου λαβόμενος δεξιᾶς, Εἰπὲ, ἔφη, ὦ
νεανία, τίς σοι ταύτην ἐπήνεγκε τὴν πληγήν: δεῖξον τὸν τοῦ μύσους
αὐθέντην, καὶ τὸν ἀθῶον ἀπόφηνον τῆς πονηρᾶς ταύτης συκοφαντίας
ἐλεύθερον.
Ἠκολούθει δὲ τῷ μὲν λόγῳ ὁ λόγος, τῇ δεξιᾷ δὲ ὁ ἄνθρωπος,
καὶ καθήμενος περιεσκόπει μὲν τοὺς παρόντας, ὑπεδείκνυε δὲ τῷ δακτύλῳ τὸν
ἀνδροφόνον. Βοὴ δὲ πάντων ἐγένετο, καὶ τὸ θαῦμα ἐκπληττομένων, καὶ τὴν
γεγενημένην συκοφαντίαν ἐκθαμβουμένων. Ἀποδύσαντες δὲ τὸν μιαιφόνον ἐκεῖνον,
καὶ τὴν μάχαιραν εὗρον ἔτι πεφοινιγμένην τῷ αἵματι, καὶ τὸ χρυσίον ἐκεῖνο τὸ
τῆς σφαγῆς γεγενημένον πρόξενον. Ὁ δὲ θεῖος Παλλάδιος πάλαι ἀξιάγαστος ὤν,
ἀξιαγαστότερος εἰκότως ἐντεῦθεν ἐγένετο. Ἱκανὸν γὰρ ἦν τὸ θαῦμα δεῖξαι
Καὶ Ἀβραάμη; δὲ ὁ θαυμάσιος τῆς αὐτῆς ἦν συμμορίας, ὅς τὸν μὲν καλούμενον Παράτομον ᾤκησε, πάντοσε δὲ τῆς ἀρετῆς τὰς μαρμαρυγὰς ἐξέπεμψε.
Μαρτυρεῖ δὲ τῇ λαμπρότητι τῆς ζωῆς τὰ μετά τελευτὴν ἐνεργούμενα θαύματα.
Ἀναβλύζει γὰρ ἡ ἐκείνου θήκη μέχρι καὶ τήμερον παντοδαπὰς θεραπείας, καὶ
μάρτυρες οἱ ταύτας ἐκεῖθεν ἀφθόνως διὰ τῆς πίστεως ἀρυόμενοι. Ἐμοὶ δὲ εἴη
καὶ τῆς τούτων ἐπικουρίας τυχεῖν, τῇ τούτων μνήμῃ τὴν γλῶτταν καθαγιάσαντι.
Ὅτι μὲν μία πάντων ἀνθρώπων ἡ φύσις, καὶ ῥᾴδιόν ἐστι τοῖς βουλομένοις
φιλοσοφεῖν, εἴτε Ἕλληνες εἶεν, εἴτε βάρβαροι, πολλαχόθεν μὲν καὶ ἄλλοθεν
καταμαθεῖν εὐπετὲς, ἀπόχρη δὲ καὶ μόνος Ἀφραάτης τοῦτο δηλῶσαι σαφῶς. Οὗτος
γὰρ ἐν Πέρσαις τοῖς παρανομωτάτοις καὶ τεχθεὶς καὶ τραφεὶς, καὶ ἐκ τοιούτων
γονέων βλαστήσας, καὶ τὰ ἐκείνων νόμιμα παιδευθεὶς, εἰς τοσαύτην ἤλασεν
ἀρετὴν, ὡς ἀποκρύψαι καὶ τοὺς ἐξ εὐσεβῶν φύντας, καὶ τροφὴν εὐσεβῆ
δεξαμένους παιδόθεν. Πρῶτον μὲν γὰρ τοῦ γένους καταφρονήσας ʽἐπίσημον δὲ ἦν
τοῦτο καὶ λαμπρὸν̓, εἰς τὴν τοῦ Δεσπότου προσκύνησιν ἔδραμε, τοὺς προπάτορας
μιμησάμενος μάγους: εἶτα τῶν ὁμοφύλων τὴν ἀσέβειαν βδελυξάμενος, τὴν
ἀλλοδαπήν
Ἐκεῖθεν δὲ καταλαμβάνει τὴν Ἀντιόχειαν, ὑπὸ τῆς αἱρετικῆς ζάλης χαλεπῶς
κυκλουμένην, καὶ πρὸ τοῦ ἄστεος ἔν τινι καταχθεὶς φροντιστηρίῳ φιλοσοφίας,
καὶ τῆς Ἑλλάδος φωνῆς μαθὼν ὀλίγα ἄττα ῥημάτια, εἷλκε μὲν ὅτι πλείστους εἰς
τὴν τῶν θείων λογίων ἀκρόασιν: τῇ δὲ μιξοβαρβάρῳ κεχρημένος γλώττῃ, τὰς τῆς
διανοίας ὠδῖνας προέφερεν, ἐκ τῆς τοῦ θείου Πνεύματος χάριτος τὰ τοιαῦτα
δεχόμενος νάματα. Τίς γὰρ τῶν ἐπ̓ εὐγλωττίᾳ Εἰ καὶ ἰδιώτης τῷ λόγῳ, ἀλλ̓ οὐ τῇ
γνώσει.
Καὶ τοῦτον ἀεὶ διετέλει τὸν τρόπον κατὰ τὴν ἀποστολικὴν
φωνήν: Λογισμοὺς καθαιροῦντες, καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως
τοὺ Θεοῦ, καὶ αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ.
Καὶ ἦν ἰδεῖν συνθέοντας, καὶ τοὺς ἐν τέλει καὶ ἀξιώματι, καὶ τοὺς ἔν τινι
στρατείᾳ τεταγμένους, καὶ τοὺς ἀποχειροβιώτους. καὶ ἁπαξαπλῶς ἰδιώτας τε καὶ
στρατιώτας, πεπαιδευμένους ειον θύραν τὰς συνουσίας
ποιούμενος, αὐτὸς αὐτὸς ἀνεῴγνυ τοῖς εἰσιοῦσι, καὶ ἀπιόντας προύπεμπεν.
Ἐδέξατο δὲ παρά τινος οὐδὲν πώποτε, Ὦ Πάτερ, εἰδὼς ἑκάστῳ τῶν ἀνθρώπων τὴν οἰκείαν
πατρίδα γλυκεῖαν, καὶ τοὺς ἐκεῖ φυομένους ἡδίστους καρποὺς, ἐκ τῆς
πατρίδος σοι τοῦτον κεκόμικα τὸν χιτῶνα, καὶ ἱκετεύω σε μὲν τοῦτον
λαβεῖν, ἐμὲ δέ τήν σὴν εὐλογίαν ἀντιλαβεῖν.
Ὁ δὲ πρῶτον μὲν τοῦτον
ἐν τῷ βάθρῳ θεῖναι προσέταξεν: εἶτα λόγων ἑτέρων μεταξὺ γενομένων, ἀθυμεῖν
Ἕνα, ἔφη, σύνοικον ἔχειν
εἱλόμην ἀεὶ, καὶ νόμον ἐμαυτῷ τέθεικα τῶν δύο πάμπαν ἀρνηθῆναι τὸ
συνοικέσιον. Ἑκκαίδεκα τοίνυν ἔτη μοί τινος συνοικήσαντος, καὶ θυμήρους
ὄντος, ἀφίκετό τις φυλέτης ἐμοὶ, συνοικεῖν θέλων, καὶ τούτου τυχεῖν
ἀξιῶν. Τοῦτό μοι μερίζει τὸν νοῦν: δύο μὲν γὰρ ἔχειν κατὰ ταυτὸν οὐκ
ἀνέξομαι: τὸν γὰρ φυλέτην ὡς φυλέτην ἀσπάζομαι: τὸν δὲ πρότερον ὡς
καταθύμιόν μοι γεγενημένον ἐκβαλεῖν καὶ ἀνιαρὸν ἡγοῦμαι καὶ ἄδικον.
Ὁ δὲ, Εἰκότως, ἔφη, ὧ Πάτερ: οὐδὲ γὰρ ὅσιον, τὸν μὲν ἐπιπλεῖστον
τεθεραπευκότα χρόνον, ὡς οὐκ ἐπιτήδειον ἀποπέμψασθαι, τὸν δὲ οὐδέπω
πεῖραν τῶν οἰκείων δεδωκότα τρόπων διὰ μόνην εἰσδέξασθαι τὴν
πατρίδα.
Πρὸς ταῦτα ὁ Οὐκοῦν, ἔφη, ὦ θαυμάσιε, τὸν χιτῶνα τοῦτον οὐ λήψομαι : δύο μὲν
γὰρ ἔχειν οὐκ ἀνέξομαι: ἡδίων δὲ κατὰ τὴν ἐμὴν, καὶ κρείττων κατὰ τὴν
σὴν ψῆφον ὁ τοσοῦτόν μοι διακονήσας χρόνον.
Οὕτω κατασοφισάμενος τὸν
Ἀνθέμιον, καὶ θαῦμα τῆς ἀγχινοίας παρεσχηκὼς, ἔπεισε μηδένα λοιπὸν αὐτῷ περὶ
τοῦ χιτῶνος ἐκείνου λόγον προσενεγκεῖν.
Ἐγὼ δὲ ταῦτα διεξῆλθον, δύο κατὰ ταυτὸν ἐπιδεῖξαι βουλόμενος, καὶ ὅτι παῤ ἑνὸς ἐδέχετο μόνου τὴν ἀποχρῶσαν τῷ σώματι θεραπείαν, καὶ ὅτι τοσαύτης ἥν σοφίας ἀνάπλεως, ὡς παρασκευάσαι τὸν ἱκετεύοντα δέξασθαι ψηφίσασθαι τὸ μὴ δέξασθαι. Ἀλλὰ τὰ τοιαῦτα καταλιπὼν, τὰ μείζονα διηγήσομαι.
Ἰουλιανοῦ τοῦ θεομισοῦς δίκας τῆς ἀσεβείας ἐν τῇ βαρβάρῳ δεδωκότος, ὀλίγης
μὲν γαλήνης ἀπήλαυσαν τῆς εὐσεβείας οἱ τρόφιμοι, Ἰωβιανοῦ τῆς Ῥωμαίων
ἡγεμονίας δεξαμένου τοὺς οἴακας. Ἐπειδὴ δὲ καὶ οὗτος βραχὺν κομιδῇ
βασιλεύσας χρόνον τοῦ βίου τὸ
Χαλεπώτερον δὲ τὸν χειμῶνα ἡ τῶν κυβερνητῶν ἐρημία ἐποίει. Τούτους γὰρ ὁ κατὰ μόνης τῆς εὐσεβείας θρασὺς βασιλεὺς τὴν ὑπερορίαν οἰκεῖν κατηνάγκαζε.
Καὶ τοσαύτῃ παρανομίᾳ χρησάμενος, κόρον τῆς δυσσεβείας οὐκ ἐλάμβανε: ἀλλὰ
πάντων τῶν εὐσεβῶν ἐσκεδάννυ τὸν σύλλογον, θηῥ??ʼς δίκην ἀγρίου τὸ ποίμνιον
διασπάσασθαι φιλονεικῶν. Τούτου εἵνεκα ʽ??ʼὺ μόνον αὐτοὺς ἁπάσης ἐκκλησίας
ʽ??ʼξηλασ̔??ʼν, ἀλλά Ἐπὶ
τῶν ποταμῶν Βαβυλῶνος ἐκεῖ ἐκαθίσαμεν, καὶ ἐκλαύσαμεν, ἐν τῷ μνησθῆναι
ἡμᾶς τῆς Σιών.
Τὰ δὲ λοιπὰ τῆς ᾠδῆς οὐκέτι αὐτοῖς Πῶς ᾅσομεν τὴν ᾠδὴν Κυρίου ἐπὶ γῆς
ἀλλοτρίας;
ἀλλὰ καὶ ἐν ὄρεσι, καὶ ἐν πεδίοις, καὶ ἐν ἄστει, καὶ ἐν
προαστείοις, καὶ ἐν οἰκίαις, καὶ ἐν ἀγοραῖς ᾖδον διηνεκῶς τὴν ᾠδὴν Κυρίου.
Ἔμαθον γὰρ παρὰ τοῦ Δαβὶδ, ὅτι Τοῦ Κυρίου, ἡ γῆ, καὶ τὸ πλήρωμα αὐτῆς, ἡ
οἰκουμένη, καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ.
Ἤκουσαν πάλιν τοῦ
αὐτοῦ προφήτου λέγοντας: Εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ, ἐν
παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ.
Ἥκουσαν καὶ τοῦ θεσπεσίου
παρεγγυῶντος Παύλου. Προσεύχεσθαι τοὺς ἄνδρας ἐν παντὶ τόπῳ, ἐπαίροντας
ὁσίας χεῖρας χωρὶς ὀργῆς καὶ διαλογισμῶν.
Καὶ αὐτὸς δὲ ὁ Δεσπότης,
πρὸς τὴν Σαμαρεῖτιν διαλεγόμενος, σαφέστερον Ἀμὴν γὰρ, ἔφη, λέγω σοι, γύναι, ὅτι
ἔρχεται ὥρα, καὶ νῦν ἐστιν, ὅτε οὔτε ἐν τῷ τόπῳ τούτῳ, οὔτε ἐν
Ἱεροσολύμοις, ἀλλ̓ ἐν παντὶ τόπῳ προσκυνήσουσι τῷ Πατρί.
Ταῦτα
πεπαιδευμένοι, καὶ ἐν οἰκίᾳ, καὶ ἐν ἀγορᾷ, καὶ ἀποστολικῶς εἰπεῖν,
δημοσίᾳ καὶ κατ̓ οἴκους
διαμαρτυρόμενοι διετέλουν, οἷόν τινες
ἄριστοι στρατηγοὶ, τοὺς μὲν οἰκείους ὁπλίζοντες, τοὺς δὲ ἐναντίους
κατακεντοῦντες.
Τὸν μὲν οὖν μέγαν Φλαβιανὸν, καὶ τὸν θεἴον Διόδωρον ὑποποιμαίνοντας τηνικάδε,
καὶ τῆς δευτέρας ἠξιωμένους καθέδρας, ταῦτα δρᾷν ἅ προείρηκα, θαυμαστὸν μὲν
καὶ εὐφημίας ἄξιον. Ἀλλ̓ ὅμως ταῦτα ἔπραττον στρατηγοὶ προβεβλημένοι, καὶ
τοῖς στρατηγικοῖς ὑποκείμενοι νόμοις: ὁ δὲ σοφώτατος Ἀφραάτης ἐθελοντὴς ἐπὶ
τούτους κατεπήδησε τοὺς ἀγῶνας. Ἡσυχίᾳ γὰρ συντεθραμμένος, καὶ καθ̓ ἑαυτὸν
Καὶ
τί δήποτε, τὸν μονήρη βίον ἐπαγγελλόμενος, ἀδεῶς κατὰ τὴν ἀγορὰν
βαδίζεις τὴν ἡσυχίαν καταλιπών;
Ὁ δὲ ʽκαὶ γὰρ εἰώθει τὸν Δεσπότην
μιμούμενος παραβολικῶς συλλογίζεσθαἰ, Εἰπέ μοι, ἔφη, ὦ βασιλεῦ, εἰ
παρθένος ἐτύγχανον ἐν θαλάμῳ τινὶ κρυπτομένη, ἐθεασάμην δέ τινα πῦρ
ἐμβάλλοντα τῇ τοῦ πατρὸς οἰκίᾳ, τί ἄν μοι συνεβούλευσας δράσαι
Τούτων
εἰρημένων, ὁ μὲν βασιλεὺς ἐπεψηφίζετο τῷ τῆς ἀπολογίας δικαίῳ συλλογισθείς.
Εἷς δέ τις τῶν οὔτε: εἰς ἄνδρας, οὔτε εἰς γυναῖκας τελούντων, ἀλλ̓ ἀφῃρημένων τὸ τῷ χρόνῳ γενέσθαι πατέρας, καὶ τούτου εἵνεκα εὔνοοι εἶναι βασιλεῖ νομιζόμενοι, καὶ τὴν προσηγορίαν ἐντεῦθεν καρπούμενοι, οὗτος ἄνωθεν τῷ θείῳ ἀνθρώπῳ λοιδορησάμενος, λαὶ θάνατον προσηπείλησεν: ἀλλ̓ οὐκ εἰς μακρὰν ἔτισε τῆς θρασύτητος δίκην. Τοῦ γὰρ βασιλέως βαλανείῳ τὸ σῶμα θεραπεῦσαι θελήσαντος, προῆλθε μὲν ὁ δείλαιος, ὡς τὴν πύελον ὀψόμενος, εἰ εὖ κεκερασμένη εἵη: πηρωθεὶς δὲ τὰς φρένας, τῇ τὸ ἄκρατον δεχομένῃ θερμὸν ὕδωρ ἐπεπήδησεν ἀσαμίνθῳ, καὶ οὐδενὸς ἔνδον παρόντος ʽμόνος γὰρ ὀψόμενος εἰ εὐτρεπὲς εἴη εἰσελήλυθἐ, διέμεινεν ἑψόμενος καὶ διαλυόμενος.
Χρόνου δὲ μεταξὺ τριβομένου, εἰσπέμπει ἄλλον ὁ βασιλεὺς ἐκεῖνον καλέσοντα,
οὐδένα δὲ οὗτος
Ἐκ τούτου πλείους εἰσέθεον τὰς πυέλους ἁπάσας διερευνώμενοι, καὶ τὸ τελευταῖον εἰς ἐκείνην ἀφικόμενοι, ὁρῶσιν αὐτὸν ἐῤῥιμμένον, καὶ τῆς ζωῆς ἐστερημένον.
Θορύβου δὲ γενομένου, καὶ πάντων ὀδυρομένων, οἱ μὲν τὸ θερμὸν ἐκεῖνο
ἐξήντλησαν ὕδωρ, οἱ δὲ τὸ τρισάθλιον ἀνεκόμισαν σῶμα. Ἐντεῦθεν δέος
ἐπιπίπτει τῷ βασιλεῖ, καὶ πᾶσι τοῖς κατὰ τῆς εὐσεβείας ὁπλιζομένοις. Φήμη δὲ
διὰ πάσης ἠχεῖτο τῆς πόλεως, οἴας ἐκεῖνος ὁ ταλαίπωρος τῆς κατὰ Ἀφραάτου
παροινία; ἔτισε δίκας, καὶ πάντες τὸν Ἀφραάτου δ̔??ʼετέλουν ὑμνοῦντες Θεόν.
Τοῦτο τῶν ἐναντίων
Ἵππος τις τῶν εὗ πεφυκότων, καὶ φέρειν εὗ μάλα δεδιδαγμένος. ἐπέραστος ἦν λίαν τῷ βασιλεῖ. Τούτῳ πάθος τι συμβὰν ἀνιαρῶς διετίθει τὸν βασιλέα: ἐπείχετο δὲ αὐτοῦ τῶν ὑγρῶν περιττωμάτων ἡ ἔκκρισις.
Πρὸς ταύτην ἐκαλοῦντο τὴν θεραπείαν οἱ ταύτην ἠσκημένοι τὴν τέχνην. Ἡττωμένης
δὲ καὶ ταύτης, ἠνιᾶτο ὁ βασιλεὺς. καὶ ὠλοφύρετο ὁ τῶν ἵππων πεπιστευμένος
τὴν ἐπιμέλειαν. Εὐσεβὴς δὲ ὢν, καὶ κατὰ τὴν πίστιν ἐῤῥωμένος, μεσούσης
ἡμέρας καταλαμβάνει σὺν τῷ ἵππῳ τοῦ μεγάλου Ἀφραάτου τὸ καταγώγιον, καὶ τὸ
πάθος εἰπὼν, καὶ τὴν πίστιν δηλώσας, ἱκέτευε προσευχῇ λῦσαι τὴν νόσον. Ὁ δὲ
οὐδὲν
Δείλης δὲ ὀψίας ʽκατὰ τοῦτον γὰρ τὸν καιρὸν εἰώθει ὁ βασιλεὺς ἐπὶ τὸν ἱππῶνα
φοιτᾷν̓ ἧκέ τε καὶ ἤρετο ὅπως ἔχει ὁ ἵππος. Τοῦ δὲ τὴν ὑγίειαν σημάναντος,
καὶ τὸν ἵππον ἐξαγαγόντος, ἐῤῥωμένον τοῦτον ἰδὼν, καὶ γαυριῶντα, καὶ
χρεμετίζοντα, καὶ τὸν αὐχένα σοβαρῶς ἀνατείνοντα, τῆς ὑγιείας ἐπυνθάνετο τὴν
αἰτίαν. Ὡς δὲ πολλάκις εἰπεῖν ἀναβαλλόμενος ʽἐδεδίει
Οὐ μὴν τῆς προτέρας ἀπηλλάγη μανίας, ἀλλ̓ ἐπέμενε κατὰ τοῦ Μονογενοῦς λυττῶν, ἕως ὅτε βαρβαρικοῦ πυρὸς ἐγένετο παρανάλωμα, οὐδὲ ταφῆς ἵσα τοῖς οἰκέταις ἢ προσαίταις ἀξιωθείς. Ὁ δὲ θεῖος Ἀφραάτης, καὶ ὲν ἐκείνῃ τῇ ζάλῃ τὴν οἰκείαν ἔδειξεν ἀρετὴν καὶ γαλήνης γενομένης τὰ ἴσα δρῶν διετέλεσε. Καὶ ἄλλα δὲ μυρία εἰργάσατο θαύματα, ὦν ἑνὸς ἢ δύο μνησθήσομαι.
Γυνή τις τῶν εὐπατριδῶν, ἀκολάστῳ ἀνδρὶ συνέλκουσα τὸν τοῦ γάμου ζυγὸν, ἀφίκετο πρὸς τὸν μακάριον ἐκεῖνον ἄνθρωπον, τὴν οἰκείαν κωκύουσα συμφοράν.
Ἔφασκε γὰρ τὸν ἄνδρα παλλακίδι προσκείμενον γοητικῇ τινι μαγγανείᾳ καταγεγοητεῦσθαι, καὶ ἀπεχθάνεσθαι πρὸς αὐτὴν γάμου νόμῳ συνεζευγμένην.
Ἔλεγε δὲ ταῦτα ἡ γυνὴ πρὸ τῆς αὐλείου θύρας ἑστῶσα. Οὕτω γὰρ
εἰώθει τὴν πρὸς τὸ θῆλυ
Γαλάτας ἀκούομεν τοὺς ἐν τῇ Εὐρώπῃ τοὺς ἑσπερίους: ἴσμεν δὲ τοὺς ἐν τῇ Ἀσίᾳ, τοὺς ἐκείνων ἐκγόνους, οἴ παρὰ τὸν Εὔξεινον κατῳκίσθησαν Πόντον.
Ἐκ τούτων ὁ μακάριος καὶ τρὶς τοῦτο καὶ πολλάκις ἐβλάστησε Πέτρος. Ἑπτὰ δὲ,
ὥς φασιν, ἐξ ὠδίνων ἔτη παρὰ τοῖ; γονεῦσι τραφεὶς, τὸν λοιπὸν ἅπαντα βίον ἐν
τοῖς τῆς φιλοσοφίας διετέλεσεν ἄθλοις: τελευτῆσαι δὲ λέγεται ἔτη βιώσας
ἐννέα καὶ ἐννενήκοντα. Τὸν τοίνυν δύο καὶ ἐννενήκοντα ἀγωνισάμενον ἔτη, καὶ
Οὗτος τοίνυν ἐν Γαλατίᾳ τὸν πρῶτον ἤθλησε χρόνον.
Ἐκεῖθεν ἱστορίας εἵνεκα τὴν Παλαιστίνην κατέλαβεν, ἵνα τοὺς τὰ σωτήρια πάθη δεξαμένους θεασάμενος τόπους, ἐν αὐτοῖς τὸν σεσωκότα προσκυνήσῃ Θεόν: οὐχ ὡς τόπῳ περιγραφόμενον ʽἠπίστατο γὰρ αὐτοῦ τὸ τῆς φύσεως ἀπερίγραφον̓, ἀλλ̓ ἵνα καὶ τοὺς ὀφθαλμοὺς ἑστιάσῃ τῇ θεωρίᾳ τῶν ποθουμένων, καὶ μὴ μόνον τὸ τῆς ψυχῆς ὀπτικὸν, δίχα τῆς ὄψεως, τῆς πνευματικῆς διὰ τῆς πίστεως ἀπολαύῃ τρυφῆς.
Πεφύκασι γάρ πως οἱ φιλοστόργως περί τινα διακείμενοι, οὐκ ἀπὸ τῆς θέας αὐτοῦ
μόνης θυμηδίαν καρποῦσθαι, ἀλλὰ καὶ τὴν οἰκίαν, καὶ ἐσθήματα, καὶ Ὡς μῆλον ἐν τοῖς ξύλοις τοῦ δρυμοῦ, οὕτως ὁ
ἀδελφιδοῦς μου ἀναμέσον τῶν υἱῶν. Ἐν τῇ σκιᾷ αὐτοῦ ἐπεθύμησα καὶ
ἐκάθισα, καρπὸς αὐτοῦ γλυκὺς ἐν λάρυγγί μου.
Οὐδὲν οὖν ἀπεικὸς οὐδὲ
ὁ θεῖος οὗτος πεποίηκεν ἄνθρωπος, τὸν αὐτὸν περὶ τὸν νυμφίον δεξάμενος
ἔρωτα, καὶ τοῖς τῆς νύμφης χρησάμενος ῤήμασι: Τετρωμένη ἀγάπης ἐγώ. Ποθήσας
δὲ καθάπερ τινὰ τοῦ νυμφίου θεωρῆσαι σκιὰν, τοὺς ἅπασιν ἀνθρώποις τὰς
σωτηρίους πηγὰς ἀναβλύσαντας ἐπεζήτησε τόπους. Ἀπολαύσας τοιγαροῦν ὧν
ἐπεπόθησε, κατήχθη μὲν εἰς τὴν Ἀντιόχειαν: θεασάμενος δὲ τῆς πόλεως τὸ
φιλόθεον, τῆς πατρίδος τὴν ξένην προείλετο, πολίτας ἡγούμενος, οὐ τοὺς
Ἀπιέναι δὲ μὴ βουλόμενον, ἀλλὰ τῆς θεραπείας ἐκείνης ἀντιδοῦναι τὴν διακονίαν
καθικετεύσαντα, σύνοικον ἐποιήσατο. Οἶδα καὶ τοῦτον ἐγὼ, καὶ τοῦ θαύματος
μέμνημαι, καὶ τὸν τῆς θεραπείας ἐθεασάμην μισθὸν, καὶ τῆς περὶ ἐμοῦ
γενομένης αὐτοῖς ἀκήκοα διαλέξεως. Ὁ μὲν γὰρ Δανιὴλ ἔλεγε ʽτοῦτο γὰρ αὐτῷ
ὄνομἀ, ὡς Τῆς καλῆς αὐτῷ διακονίας κοινωνήσω κἀγὼ.
Ὁ δὲ θεσπέσιος
ἐκεῖνος Εἰπέ μοι, ἔφη, τέκνον ʽτῇ γὰρ αὐτοῦ χρήσομαι φωνῇ, καὶ οὐκ ἀμείψω τῆς
ἁγίας ἐκείνης γλώττης τὸ πρόσρημἀ, εἴ τις ζωγράφος, εὖ μάλα τὴν τέχνην
ἠσκημένος, εἰκόνα τινὰ γράψειεν, ὡς νόμος ὑπαγορεύει τῆς τέχνης, καὶ
ταύτην προθείη
Ἤκουσε τούτων ἡ πάντα Πάντα γὰρ, ᾗ φησιν ὁ Δαβίδ, ὅσα
ἠθέλησεν ὁ Κύριος ἐποίησε:
τὸ δὲ συνοῖσον ἅπασι προμηθούμενος,
ὅσα λωβᾶται οὐ δίδωσι. Μὴ τοίνυν διαφθείρετε τοῦ Θεοῦ τὴν εἰκόνα, μηδὲ
πειρᾶσθε προστιθέναι ἅπερ ὁ σοφὸς οὐκ ἔδωκε, μηδὲ τὸ νόθον τοῦτο
ἐπινοεῖτε κάλλος, ὃ καὶ ταῖς σωφρονούσαις λυμαίνεται τοῖς ὁρῶσιν
ἐπιβουλεῦον.
Εἰ τοίνυν ταύτην ἔχεις ἀκραιφνῆ καὶ εἰλικρινῆ, καὶ πάσης ἀμφιβολίας
ἀπηλλαγμένην, ἐῤῥῶσθαι καὶ
Τοιαῦτα καὶ λέγων ἐκεῖνος ἐνήργει, καὶ προσευχόμενος ἴσχυεν.
Ἄλλοτε δὲ οἰκέτην ὀψοποιὸν ὑπό τινος πονηροῦ δαίμονος ἐνοχλούμενον
ἀπαγαγοῦσα, τῆς παῤ αὐτοῦ τυχεῖν ἐπικουρίας ἱκέτευε. Προσευξάμενος δὲ ὁ
θἑ??ʼ ἀνὴρ, ἐκέλευσε τῷ δαίμονι τῆς κατὰ τοῦ θείου ποιήματος ἐξουσίας τὴν
αἰτίαν εἰπεῖν. Ὁ δὲ, καθάπερ
Καὶ νῦν, ἔφη, μεμάθηκα, καὶ πείρας ἑτέρας οὐ δέομαι: παραυτίκα δὲ σοῦ
κελεύοντος ἔξειμι.ʼ Ταῦτα λέγων ἐδραπέτευε, καὶ τῆς ἐλευθερίας ὁ οἰκέτης
ἀπήλαυε. Καὶ ἕτερον δὲ ἄγροικον τῆς μητρὸς μὲν ἡ μήτηρ, ἐμὴ δὲ τιτθὴ,
δαιμονῶντα προσαγαγοῦσα ἐπαμῦναι παρεκάλει τὸν τῆς κακίας ἀντίπαλον. Ὁ δὲ
πάλιν ἐπυνθάνετο, πόθεν τε εἴη, καὶ παρὰ τίνος ἔλαβε τὴν κατὰ τοῦ θείου
ποιήματος ἐξουσίαν, Ὡς
Καὶ ἕτερα δὲ μυρία τῆς μακαρίας ἐκείνης ψυχῆς τοιαῦτα ἔχων διηγήματα, παραλείψω τὰ πλεῖστα, τῶν πολλῶν δεδιὼς τὴν ἀσθένειαν: εἰς σφᾶς γὰρ ἀφορῶντες, ταῖς τῶν θείων ἀνδρῶν ἀπιστοῦσι θαυματουργίαις.
Ἕν δὲ ἢ δύο διηγησάμενος, ἐφ̓ ἕτερον ἀγωνιστὴν μεταβήσομαι.
Ἦν τις ἀκόλαστος, στρατηγὸς ἐν τοῖς ἄνω χρόνοις.
Κόρη τοίνυν τις ἀπειρόγαμος, ὥραν ἔχουσα γάμου, ὑπὸ τὴν τούτου δεσποτείαν
τελοῦσα, τὴν μητέρα καταλιποῦσα, καὶ τοὺς οἰκείους, εἰς γυναικονῖτιν
κατ̔??ʼῳυγε συμμορίαν ἔχουσαν ἀθλητῶν. Ἀγωνίζονται γὰρ καὶ γυναῖκες τοῖς
ἀνδράσι παραπλησίως, καὶ εἰς τὸ τῆς ἀρετῆς καταβαίνουσι στάδιον. Ταύτης
μαθὼν ὁ στρατηγὸς τὴν φυγὴν, ἐμαστίγου τὴν μητέρα καὶ ἐκρεμάννυ: καὶ οὐ
πρότερον ἀφῆκε δεσμῶν, ἕως τὸ τῶν εὐσεβῶν γυναικῶν ὑπέδειξε καταγώγιον. Τῇ
λύττῃ τοίνυν τῇ οἰκείᾳ χρησάμενος, ἥρπασεν ἐκεῖθεν
Αὕτη χρόνου διελθόντος παθήματι περιέπεσε χαλεπῷ:
Ὡς δὲ ἀνολώλυξε τῶν γυναικῶν ὁ χορὸς, ʽἀθυμία
Ἱκέτευον ὡς ἐκέλευσε, καὶ ἐλάμβανον ὡς προείρηκε.
Τέλος γὰρ τῆς εὐχῆς δεξαμένης, τέλος καὶ ἡ νόσος ἐδέχετο, καὶ ἱδρὼς πάντοθεν ἐξαίφνης ἔῤῥει, καὶ τὸ πῦρ ἐκεῖνο ἐσβέννυτο, καὶ τὰ τῆς ὑγείας ἀνεφαίνετο σημεῖα. Τοιαῦτα καὶ ἐν τοῖς ἡμετέροις χρόνοις διὰ τῶν ἰδίων αὐτοῦ θεραπόντων ὁ Δεσπότης θαυματουργεῖ.
Τούτου καὶ ὁ χρὼς τῶν ἱματίων τῷ θειοτάτῳ Παύλῳ παραπλησίως ἐνήργει: καὶ
τοῦτο οὐχ ὑπερβολῇ τινι χρώμενος τέθεικα, ἀλλὰ τὴν ἀλήθειαν συνομολογοῦσαν
ἔχων. Τὴν γὰρ οἰκείαν ζώνην διχῆ τεμὼν ʽπλατεῖα δὲ ἦν καὶ μακρὰ, ἀπὸ λίνου
παχέος πεπλεγμένἠ, τῷ μὲν ἡμίσει ταύτης τὴν οἰκείαν
Οὕτω τις αὐτὴν λαβὼν τοὺς δεδωκότας ἐστέρησεν, ἀγνώμων περὶ τοὺς εὐεργέτας γενόμενος: τοῦτον τὸν τρόπον ἐκείνης τῆς δωρεᾶς ἐγυμνώθημεν.
Οὕτω λάμψας, καὶ τὴν Ἀντιόχου ταῖς ἀκτῖσι φωτίσας, ἔξω τῶν ἀγώνων ἐγένετο, τὸν ἀποκείμενον τοῖς νικηφόροις στέφανον ἀναμένων. Ἐγὼ δὲ ἧς περιόντος ἀπήλαυσα εὐλογίας, ταύτης καὶ νῦν ἀπολαῦσαι καθικετεύσας, πέρας ἐπιθήσω καὶ τῷδε τῷ διηγήματι.
Ῥῶσός ἐστι Κιλίκισσα πόλις, ἐν δεξιᾷ εἰσπλέοντι τὸν Κιλίκιον κόλπον. Ταύτης
πρὸς ἕω καὶ μεσημβρίαν, ὄρος ἐστὶν ὑψηλὸν, ἀμφιλαφὲς, καὶ κατάσκιον: τρέφει
δὲ καὶ θῆρας ἐν ταῖς λόχμαις ἀγρίους. Ἐν
Καὶ κόμην δὲ ἔφερεν αὐχμηρὰν, καὶ μέχρις αὐτῶν διήκουσαν τῶν ποδῶν, καὶ
περαιτέρω προβαίνουσαν,
Προσευχῇ δὲ καὶ ὑμνῳδίᾳ διηνεκῶς χρώμενος, ἐπιθυμίαν, καὶ θυμὸν, καὶ τῦφον,
καὶ τἄλλα τὰ ἄγρια τῆς ψυχῆς κατεκοίμιζε θηρία: πόνοις δὲ πόνους ἐπαύξων
ἀεὶ, καὶ τὴν χειρῶν ἐργασίαν μετῄει, νῦν μὲν τὰς καλουμένας ῥιπίδας ὑφαίνων
καὶ σπυρίδας, νῦν δὲ μικρὰς ἀρούρας ἐν τῇ νάπῃ κατασκευάζων, καὶ σπέρματα
καταβάλλων, καὶ τὴν ἀποχρῶσαν ἐκεῖθεν συλλέγων τροφήν. Ἐπειδὴ δὲ τοῦ χρόνου
προϊόντος πάντοθεν αὐτοῦ τὸ κλέος διέτρεχε, συνέθεον πολλοὶ πολλαχόθεν,
κοινωνῆσαι αὐτῷ καὶ οἰκήσεως, καὶ πόνων, καὶ πολιτείας ἐπιθυμοῦντες: καὶ
τούτους ὑποδεχόμενος, ἐπὶ τοῦτον ἐποδήγει τὸν βίον: καὶ ἦν ἰδεῖν, τοὺς μὲν
ἱστία, τοὺς δὲ δέῤῥεις τριχίνας ὑφαίνοντας, τοὺς δὲ τὰς ῥιπίδας ἢ τὰς
σπυρίδας διαπλέκοντας, ἄλλους δὲ τὴν γηπονίαν ἀναδεδεγμένους. Καὶ ἐπειδὴ
παραθαλάσσιον Νυκτὸς καὶ ἡμέρας ἐργαζόμενοι, εἰς τὸ
μὴ ἐπιβαρῆσαί τινα ὑμῶν:
καὶ, Αἱ χεῖρες αὗται ἐμοὶ καὶ τοῖς σὺν
ἐμοὶ ἐπήρκεσαν:
αὐτός τε εἰργάζετο, καὶ τοὺς ὁμοσκήνους παρῄνει τοῖς
κατὰ ψυχὴν πόνοις καὶ τοὺς σωματικοὺς συνεισφέρειν ἱδρῶτας.
Καὶ γὰρ ἄτοπον, τοὺς μὲν ὲν βίῳ στρεφομένους, καὶ παιδία καὶ γυναῖκας
ταλαιπωρουμένους καὶ πονοῦντας ἀποτρέφειν, καὶ πρὸς τούτοις καὶ φόρους
εἰσφέρειν, καὶ δασμοὺς ἀπαιτεῖσθαι, καὶ τῷ Θεῷ προσφέρειν τὰς ἀπαρχὰς, καὶ
τῶν προσαιτῶν εἰς δύναμιν θεραπεύειν τὴν ἔνδειαν: ἡμᾶς δὲ τὴν ἀναγκαίαν ἐκ
τῶν πόνων μὴ πορίζεσθαι χρείαν: καὶ ταῦτα
Ὑπὸ δὲ τῆς τοῦ λόγου ῥύμης ἑλκόμενος, παρῆκα
Ὅ τάχα τοῖς πολλοῖς καὶ ἄπιστον εἶναι δόξει, διαμένει μέντοιγε μαρτυροῦν τῷ λόγῳ μέχρι καὶ νῦν, καὶ δεικνῦον οἴας ἔτυχεν ὁ θαυμάσιος οὗτος ἀνὴρ παρὰ τῷ Θεῷ χάριτός τε καὶ παῤῥησίας. Κρημνώδης τις πέτρα ὑπέρκειται τοῦ φροντιστηρίου, οὗπερ αὐτὸς ἐδείματο, ἄνικμος δὲ καὶ ξηρὰ παντελῶς ὑπῆρχε τὸ πρότερον. Ἐν ταύτῃ ὑδραγώγιον ἐποίησεν ἀπὸ τῆς κορυφῆς ἐπὶ τὸ μοναστήριον φερόμενον, ὥσπερ ὑπὸ χεῖρα ἔχων τὴν τῶν ὑδάτων φοράν.
Πεποιθήσεως δὲ γέμων εἰς Θεὸν, καὶ θαῤῥῶν, ὡς εἰκὸς, εὐμενῆ τὸν Δεσπότην
κεκτημένος, καὶ πίστιν ἔχων ἀδίστακτον, νυκτὸς διεγερθεὶς, ἄνεισιν ἐπὶ τὴν
ἄκραν τοῦ ὑδραγωγοῦ, πρὶν τοὺς θιασώτας ἐπὶ τὰς συνήθεις εὐχὰς διαναστῆναι.
Καὶ διὰ προσευχῶν τὸν Θεὸν ἱκετεύσας, θαῤῥῶν τῷ ποιοῦντι τὸ θέλημα τῶν
φοβουμένων αὐτὸν, τῇ ῥάβδῳ, ἐν ᾖ
Οὕτω φερόμενος, εἰς τὸν τῶν ἁγίων μαρτύρων σηκὸν κατατίθεται, Ἰουλιανοῦ τοῦ
νικηφόρου τῆς εὐσεβείας ἀγωνιστοῦ ὁμόσκηνός τε καὶ ὁμοῤῥόφιος γεγονώς. Θήκη
δὲ αὐτὸν ὑπεδέξατο, ἣ καὶ τὸν θεσπέσιον καὶ μακάριον Ἀφραάτην. Τὴν δὲ τῆς
ἀγέλης ἡγεμονίαν Ἑλλάδιος ὁ θαυμάσιος διεδέξατο: ὅς ἐξήκοντα μὲν ἐν ἐκείνοις
τοῖς πόνοις διετέλεσεν ἔτη, εἶτα τὴν Κιλίκων θεόθεν ἐδέξατο προεδρίαν: οὔτε
τὴν φιλοσοφίαν τὴν προτέραν καταλιπὼν, καὶ τοῖς πόνοις ἐκείνοις τοὺς τῆς
ἀρχιερωσύνης ἱδρῶτας ὁσημέραι προστιθείς. Τούτου καὶ Ῥώμυλος ὁ μακάριος
ἀκροατὴς γεγονὼς, ἀγέλης μεγίστης ἡγεμὼν ἀπεφάνθη:
Ὁ μὲν οὖν μέγας Θεοδόσιος ἀπὸ τῆς Ἀντιοχέων ὁρμώμενος, καὶ ἐν τοῖς Ῥωσικοῖς
ἀγωνισάμενος ὄρεσιν, εἰς τὴν Ἀντιόχου πόλιν ἐπανελθὼν, οὕτω τοῦ βίου τὸ
τέλος ἐδέξατο. Ῥωμανὸς δὲ ὁ θεῖος, ἐν τῇ Ῥώσῳ καὶ τεχθεὶς, καὶ τὰ πρῶτα
τραφεὶς, ἐν Ἀντιοχείᾳ τοὺς τῆς ἀρετῆς ὑπεδέξατο ἄθλους, ἔξω μὲν τῶν τοῦ
ἄστεος περιβόλων, παρὰ τὴν ὑπώρειαν ἐσκηνωμένος, ὲν ἀλλοτρίῳ δὲ οἰκιδίῳ, καὶ
τούτῳ σμικρῷ, πάντα τὸν χρόνον διαβιώσας. Διετέλεσε δὲ μέχρι γήρως, μήτε
πυρὶ χρησάμενος, μήτε λυχνιαῖον δεξάμενος φῶς. Τροφὴ γὰρ ἦν αὐτῷ ἄρτος καὶ
ἅλες:
Ἐπλεονέκτει δὲ οὗτος ἤθους ἀπλότητι, καὶ πραότητι τρόπων, καὶ φρονήματος
μετριότητι. Καὶ τούτου εἵνεκα τῆς θείας χάριτος ἠφίει τὴν αἴγλην. Ἐπὶ
τίνα γὰρ, φησὶν, ἐπιβλέψω, ἀλλ̓ ἢ ἐπὶ τὸν πρᾶον, καὶ ἡσύχιον, καὶ
τρέμοντά μου τοὺς λόγους;
Καὶ τοῖς ἰδίοις δὲ πάλιν ἔλεγε μαθηταῖς:
Μάθετε ἀπ̓ ἐμοῦ, ὅτι πρᾶός εἰμι, καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε
ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν.
Καὶ πάλιν: Μακάριοι οἱ πραεῖς, ὅτι
αὐτοὶ κληρονομήσουσι τὴν γῆν.
Καὶ Μωϋσεῖ δὲ τῷ νομοθέτῃ τοῦτο ἦν τὸ
τῶν κατορθωμάτων ἐπίσημον. Ἦν γὰρ, φησὶ, Μωϋσῆς πραότατος παρὰ πάντας
ἀνθρώπους τοὺς ὄντας ἐπὶ τῆς γῆς.
Τοῦτο καὶ τῷ προφήτῃ Δαβὶδ τὸ
πανάγιον ἐμαρτύρησε Πνεῦμα: Μνήσθητι γὰρ,
Καὶ
περὶ τοῦ πατριάρχου Ἰακὼβ μεμαθήκαμεν, ὅτι ἄπλαστος ἦν, οἰκῶν οἰκίαν. Ταύτας
δίκην μελίττης ἐκ τῶν θείων ἐκείνων λειμώνων τὰς ἀρετὰς ἀθροίσας, τὸ τῆς
ἀληθείας κατεσκεύασε μέλι. Ἀλλ̓ οὐ μόνος τῶν πόνων ἀπήλαυσε. Προὐχεῖτο δὲ
αὐτοῦ καὶ εἰς τοὺς ἔξω τὰ ἥδιστα νάματα: καὶ τοῖς πρὸς αὐτὸν ἀφικνουμένοις,
τῇ πραείᾳ καὶ γλυκείᾳ κεχρημένος φωνῇ, πολλὰς μὲν περὶ φιλαδελφίας, πολλὰς
δὲ περὶ ὁμονοίας τε καὶ εἰρήνης προσέφερε παραινέσεις: πολλοὺς
Τίς γὰρ οὐκ ἂν ὑπερηγάσθη πρεσβύτην θεώμενος τὸ σῶμα τετρυχωμένον, καὶ
σίδηρον ὅτι πλεῖστον φέρειν αἱρούμενον, καὶ τῷ ἐκ τριχῶν ἐσθήματι
κεχρημένον, καὶ τροφῆς ἀπολαύοντα κωλύσαι μόνον ἀποχρώσης τὸν ἐκ λιμοῦ
θάνατον; Πρὸς δὲ τῷ μεγέθει καὶ τῷ πλήθει τῶν πόνων, καὶ ἡ ἐπανθοῦσα χάρις
θαυμάζειν αὐτὸν ἅπαντας καὶ γεραίρειν ἀνέπειθε. Πολλῶν μὲν γὰρ πολλάκις
χαλεπὰς ἀπήλασε νόσους, πολλαῖς δὲ γυναιξὶ στερίφαις ἐχαρίσατο παῖδας. Καὶ
τοσαύτην παρὰ τοῦ θείου Πνεύματος δεξάμενος δύναμιν, πτωχὸν ἑαυτὸν καὶ
προσαίτην ὠνόμαζεν. Πάντας τοίνυν τοὺς παῤ αὐτῷ φοιτῶντας, καὶ φαινόμενος,
καὶ φθεγγόμενος, ὡφελείας πληρῶν τὸν ἅπαντα διετέλεσε βίον. Καὶ ἐντεῦθεν δὲ
ἐκδημήσας, καὶ εἰς τὴν ἀγγελικὴν
Ζήνωνα τὸν θαυμάσιον οὐ πολλοὶ μὲν γινώσκουσιν, οἱ δὲ γινώσκοντες θαυμάζειν
ἀξίως οὐ δύνανται. Οὗ τος γὰρ πλοῦτον ὅτι μάλιστα πλεῖστον ἐν τῇ πατρίδι
καταλιπὼν ʽαὕτη δὲ ἦν ὁ Πόντοσ̓, ἀπήλαυσε μὲν, ὡς ἔλεγε, τῶν Βασιλείου τοῦ
μεγάλου ναμάτων γειτονεύοντος, καὶ τὴν Καππαδοκῶν ἀρδεύοντος, τῆς δὲ ἀρδείας
ἀξίους ἀπέδωκε τοὺς καρπούς. Εὐθὺς μὲν γὰρ Οὐάλεντος τοῦ βασιλέως
ἀναιρεθέντος, τὴν στρατιωτικὴν ἀπέθετο ζώνην. Ἐγκατείλεκτο δὲ τοῖς τὰ
βασιλέως ὀξέως διακομίζουσι γράμματα. Ἀπὸ δὲ τῶν βασιλείων εἴς τινα τάφον
ὁρμήσας ʽπολλοὺς δὲ ἔχει τὸ τῇ Ἀντιοχείᾳ παρακείμενον ὅροσ̓: μόνος
Ὡς δὲ εἴσω τῆς αὐλίου θύρας ἐγένετο, ἐκχέας τὸ ὕδωρ καὶ διαῤῥάνας, πάλιν
ἔδραμεν ἐπὶ τὸν κρουνὸν, ἔργῳ βεβαιώσας τοὺς λόγους. Κἀγὼ δὲ ὅτε πρῶτον
αὐτὸν ἱστορῆσαι ποθήσας εἰς τὸ ὄρος ἀνῆλθον, ἐθεασάμην ταῖν χεροῖν τὰ
σταμνία κατέχοντα. Εἶτα ἠρόμην, ὅπου εἴη τὸ τοῦ θαυμασίου Ζήνωνος
καταγώγιον: ὁ δὲ ἥκιστα ἔλεγεν εἰδέναι μονάζοντα ταύτῃ τῇ προσηγορίᾳ
καλούμενον. Ἐγὼ δὲ αὐτὸν εἶναι τοπάσας εἰπόμην, τεκμήριον ποιούμενος τῶν
λόγων
Ὡς δὲ πολλοὺς περὶ φιλοσοφίας ἐκινήσαμεν λόγους ʽἐγὼ μὲν γὰρ ἐπυνθανόμην,
αὐτὸς δὲ ἡμῖν ἀνέπτασε τὰ ζητούμενἀ: καὶ ἔδει λοιπὸν ἐπανιέναι οἴκαδε,
ἱκέτευον αὐτὸν δοῦναι τὰ τῆς εὐλογίας ἐφόδια. Ὁ δὲ ἀντέτεινε, πληροῦν ἡμᾶς
τὴν εὐχὴν ἔννομον εἶναι λέγων: καὶ ἑαυτὸν μὲν ἰδιώτην καλῶν, στρατιώτας δὲ
ἡμᾶς ὀνομάζων. Καὶ γὰρ ἐτύγχανον τηνικάδε τὰς ἱερὰς Βίβλους τῷ θείῳ
ὑπαναγινώσκων λαῷ. Ἡμῶν δὲ τὴν νεότητα προβαλλομένων, καὶ τῆς ἡλικίας τὸ
ἄωρον ʽἄρτι γὰρ ἰούλου βραχεῖάν τινα προβολὴν ἐδεδέγμεθἀ, καὶ διομνυμένων ὡς
οὐχ ἥξομεν αὖθις, εἰ τοῦτο δράσαι νῦν βιασθείημεν: μόλις ὀψέ ποτε
Ὁποῖον μὲν οὖν ἔζη βίον ὁ θεῖος οὗτος ἀνὴρ, καὶ οἴας θεόθεν ἀπήλαυσε χάριτος, ἀπόχρη καὶ ταῦτα διδάξαι. Ἀλλὰ γὰρ ἀναγκαῖον κἀκεῖνο τούτοις προσθεῖναι.
Λίαν αὐτὸν ἠνία καὶ ἔδακνε, τὸ διαμεῖναι τὴν περιουσίαν, καὶ μὴ κατὰ τὸν
εὐαγγελικὸν διαπραθῆναί τε καὶ διανεμηθῆναι νόμον. Αἴτιον δὲ τούτου ἦν τῆς
τῶν ἀδελφῶν ἡλικίας τὸ ἄωρον. Ἐπειδὴ γὰρ κοινὰ ἦν τά τε κτήματα, καὶ τὰ
χρήματα, αὐτὸς μὲν καταλαβεῖν τῆς διανομῆς ἕνεκεν τὴν ἐνεγκοῦσαν οὐκ ἤθελεν:
ἑτέρῳ δὲ τῆς οὐσίας ἀπ̔??ʼθαι
Τούτους ἐν ἑαυτῷ στρέφων τοὺς λογισμοὺς, πολὺν τὴν ἀπόδοσιν ἀνεβάλλετο
χρόνον, ὕστερον δέ τινι τῶν γνωρίμων ἀποδόμενος ἅπαντα, τὰ μὲν πλεῖστα
διένειμε, μεταξὺ δὲ ἀῤῥωστία συμβᾶσα περὶ τῶν λειπομένων, βουλεύσασθαι
κατηνάγκασε. Μεταπεμψάμενος τοίνυν τὸν τῆς πόλεως πρόεδρον ʽἦν δὲ ὁ μέγας
Ἀλέξανδροσ̓, τὸ τῆς εὐσεβείας ἀγλάϊσμα, τῆς ἀρετῆς τὸ ἀρχέτυπον, ἡ ἀκριβὴς
τῆς φιλοσοφίας εἰκὼν, Δεῦρο, ἔφη, ὦ θεία μοι κεφαλὴ, γενοῦ καὶ τῶνδε τῶν
χρημάτων ἄριστος οἰκονόμος, κατὰ τὸν θεῖον αὐτὰ διανέμων σκοπὸν, ὡς
ἐκείνῳ τῷ κριτῇ τὰς εὐθύνας ὑφέξων. Τῶν μὲν γὰρ ἄλλων αὐτουργὸς ἐγενόμην
ἐγὼ, καὶ διέδωκα ᾗ ἐνόμιζον ἄριστα: καὶ
Ἐπειδὴ δὲ ἐκ τοῦδε τοῦ βίου μεταβῆναι κελεύομαι, σὲ τούτων οἰκονόμον
καθίστημι, ἀρχιερέα τε ὄντα, καὶ τῆς ἀρχιερωσύνης ἀξίως
πολιτευόμενον.
Τὰ μὲν οὗν χρήματα ὡς θείῳ ταμίᾳ παραδέδωκεν: αὐτὸς
δὲ οὐ πολὺν ἐπιβιώσας χρόνον, ὁ??ʼά τις Ὀλυμπιονίκης ἀπὸ τῶν σκαμμάτων
ἀπῆρεν, οὐ παρὰ ἀνθρώπων μόνον, ἀλλὰ καὶ παρὰ ἀγγέλων τὴν εὐφημίαν
δεξάμενος. Ἐγὼ δὲ καὶ τοῦτον πρὸς τὸν Δεσπότην ὑπὲρ ἐμοῦ πρεσβεύειν
ἀντιβολήσας, εἰς ἑτέραν διήγησιν τοῦ λοιποῦ μετατρέψομαι.
Μακεδόνιον δὲ, τὸν ἐπίκλην Κριθοφάγον ʽἡ γὰρ τοιάδε τροφὴ ταύτην αὐτῷ τὴν
ἐπωνυμίαν ἐπέθηκεν̓ ἴσασι μὲν ἅπαντες, Φοίνικές τε, καὶ Σύροι, καὶ Κίλικες:
ἴσασι δὲ καὶ οἱ τούτων ὅμοροί τε καὶ γείτονες: οἱ μὲν αὐτόπται τῶν τοῦ
ἀνδρὸς θαυμάτων γενόμενοι, οἱ
Οὐ μὴν ἄπαντες ἴσασιν ἅπαντα, ἀλλ̓ οἱ μὲν τοῦτο, οἱ δὲ ἐκεῖνο μεμαθηκότες, ὃ γινώσκουσιν εἰκότως μόνον θαυμάζουσιν. Ἐγὼ δὲ, τὰ κατὰ τὴν θείαν ἐμοὶ κεφαλὴν τῶν πολλῶν ἀκριβέστερον ἐπιστάμενος ʽπολλὰ γάρ μοι παῤ αὐτὸν ἰέναι καὶ θαυμάζειν προέτρεπἐ. διηγήσομαι ὡς ἃν ἕκαστα δύνωμαι. Ταύτην δὲ αὐτῷ τὴν τάξιν τετήρηκα, καὶ μετὰ πολλοὺς αὐτοῦ τὸ διήγημα τέθεικα, οὐκ ἐπειδὴ δεύτερος τῶν ἄλλων τὴν ἀρετὴν ʽτοῖς γὰρ ἄκροις καὶ πρώτοις ἐφάμιλλος ἦν̓. ἁλλ̓ ὅτι χρόνον βεβιωκὼς ὅτι μάλιστα πλεῖστον, μετ̓ ἐκείνους ὧς ἐμνήσθην τοῦ βίου τὸ πέρας ἐδέξατο.
Οὗτος τοίνυν παλαίστραν ἔσχε, καὶ στάδιον, τ̔??ʼς τῶν ὀρῶν κορυφὰς, οὐκ ἐφ̓
ἑνὸς ἱδρυμένος χωρίου. ἀλλὰ νῦν μὲν τούτῳ ἐνδιαιτώμενος, νῦν δὲ εἰς ἐκεῖνο
μεταβαίνων. Ἐποίει δὲ τοῦτο, οὐ τὰ χωρία δυσχεραίνων, ἀλλὰ τῶν ὡς αὐτὸν
συνιόντων καὶ πάντοθεν
Ὕστερον δὲ τῶν γνωρίμων ἀντιβολούντων, καὶ
Πέντε δὲ καὶ εἴκοσι διατετέλεκεν ἔτη τῇ καλύβῃ καὶ τοῖς οἰκιδίοις
ἐνδιαιτώμενος: ὡς συνάγεσθαι λοιπὸν ἑβδομήκοντα ἔτη τῶν ἀγώνων τὸν χρόνον.
Τροφῇ δὲ ἐκέχρητο, οὐκ ἄρτῳ, οὐδὲ ὀσπρίοις, ἀλλὰ κριθαῖς πτισσομέναις, καὶ
μόνῳ ὕδατι δευομέναις. Καὶ ταύτην αὐτῷ τὴν τροφὴν ἡ μήτηρ ἡ ἐμὴ, γενομένη
συνήθης, ἐπὶ πλεῖστον ἐχορήγησε χρόνον. Καί ποτε πρὸς αὐτὴν ἀῤῥωστοῦσαν
ἀφικόμενος, μαθὼν ὡς οὐ πείθεται τροφῆς καταλλήλου τῇ νόσῳ μεταλαβεῖν ʽτὸν
ἀσκητικὸν γὰρ λοιπὸν καὶ αὐτὴ ἠσπάζετο βίον̓, εἶξαι παρῄνει τοῖς ἰατροῖς,
καὶ φάρμακον νομίσαι τὴν τοιαύτην τροφήν: οὐδὲ γὰρ τρυφῆς χάριν, ἀλλὰ χρείας
προσφέρεται: Καὶ γὰρ ἐγὼ, ἔφη, τετταράκοντα ἔτη ταῖς κριθαῖς, ὡς οἶσθα,
χρησάμενος μόναις, ἀσθενείας μοι: τῇ προτεραίᾳ γενομένης τινὸς, τὸν
Ἔννοια γάρ τίς μοι γέγονεν, ὡς εἰ τεθναίην, εὐθύνας ὑφέξω τοῦ θανάτου
παρὰ τῷ δικαίῳ κριτῇ, ὡς τοὺς ἀγῶνας ἐκφυγὼν, καὶ τῆς δουλείας
δραπετεύσας τοὺς πόνους. Δυνατοῦ γὰρ ὄντος τροφῇ βραχείᾳ κωλυθῆναι τὸν
θάνατον, καὶ τῷδε τῷ βίῳ προσμεῖναι πονοῦντα καὶ ταλαιπωρούμενον, καὶ
τὸν ἐντεῦθεν συνεγείροντα πλοῦτον, τὴν ἐκ λιμοῦ τελευτὴν τῆς ἐν
φιλοσοφίᾳ ζωῆς αἱρετωτέραν ὑπέλαβον.
Δείματος τοίνυν ἐντεῦθεν ἐμφορηθεὶς, καὶ τοῦ λογισμοῦ τὰς ἀκίδας ἀμβλῦναι
θελήσας, αἰτῆσαί τε τὸν ἄρτον ἐκέλευσα, καὶ κομισθέντος μετέλαβον. Καὶ
σοὶ τοίνυν παρεγγυῶ, μηκέτι μοι τὰς κριθὰς, ἀλλὰ τὸν ἄρτον παρέχειν.
Ἐκ τῆς ἀψευδοῦς τοίνυν ἀκηκόαμεν γλώττης, ὡς τεσσαράκοντα ἔτη τὰς κριθὰς
τροφὴν ἐποιήσατο. Τὸ μὲν οὗν ἀσκητικὸν τοῦ ἀνδρὸς καὶ φιλόπονον ἱκανὰ καὶ
ταῦτα τεκμηριῶσαι: τὴν δὲ ἀρχαιότητα καὶ ἀπλότητα τῶν ἠθῶν δἰ ἄλλων
δηλώσομεν.
Ἐπειδὴ γὰρ ὁ μέγας Φλαβιανὸς τὴν μεγάλην τοῦ Οὐκ ἀπόχρη ὑμῖν,
ἔφη, τὰ ἤδη γεγενημένα, ἀλλὰ πάλιν με βούλεσθε προβάλλεσθαι
πρεσβύτερον;
Τῶν δὲ λεγόντων, ὡς Ἀμὴν γὰρ,
ἔφη, λέγω ὑμῖν, ἐὰν μὴ στραφῆτε καὶ γένησθε ὡς τὰ παιδία, οὐ μὴ
εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.
Ἐπειδὴ τοίνυν ἐν κεφαλαίῳ
καὶ τὸν τῆς ψυχῆς ἐδείξαμεν χαρακτῆρα, φέρε καὶ τὴν ἀπὸ τῆς ἀρετῆς αὐτοῦ
δείξωμεν παῤῥησίαν.
Στρατηγός τις κυνηγεσίοις χαίρων θηρεύσων εἰς τὸ ὄρος ἀνῆλθεν: εἵποντο δὲ
αὐτῷ καὶ κύνες, καὶ Σὺ δὲ τί
ποιήσων ἐνταῦθα ἀνελήλυθας ;
Εἰρηκότος δὲ τοῦ στρατηγοῦ ὅτι
θηρεῦσαι: Κἀγὼ, ἔφη, τὸν ἐμὸν θηρεύω Θεὸν, καὶ λαβεῖν ἐφίεμαι, καὶ
θεωρῆσαι ποθῶ, καὶ τῆς καλῆς ταύτης οὐκ ἀφέξομαι θήρας.
Τούτων
ἀκούσας ὁ στρατηγὸς, καὶ θαυμάσας, ὡς εἰκὸς, ἀπελήλυθεν. Ἄλλοτε δὲ, τῆς
πόλεως ὑπό τινος πονηροῦ δαίμονος βακχευθείσης, καὶ τῇ μανίᾳ κατὰ τῶν
βασιλικῶν χρησαμένης στηλῶν, ἀφίκοντο μὲν οἱ ἄριστοι τῶν στρατηγῶν,
πανωλεθρίας ψῆφον κατὰ τῆς πόλεως φέροντες. Καταβὰς δὲ οὗτος ἀπὸ τοῦ
Καὶ ἡμῖν μὲν, ἔφη, τὰς
χαλκᾶς ἀναπλάσαι καὶ ἀναμορφῶσαι ῥᾴδιόν τε καὶ εὐπετές: σοὶ δὲ καὶ
βασιλεῖ ὄντι ἀδύνατον τὰ κατασφαγέντα σώματα ἐπαναγαγεῖν εἰς ζωήν. Καὶ
τί λέγω σώματα ; Οὔτε γὰρ τρίχα μίαν σοι δυνατὸν ἀναπλάσαι,
Ταῦτα τῇ
Σύρῳ κεχρημένος ἔλεγε
Γυνή τις τῶν εὐπόρων τινὸς, ἀδδηφαγίας περιέπεσε πάθει: καὶ οἱ μὲν δαίμονος
ἐκάλουν τὸ πάθος ἐνέργειαν, οἱ δὲ σώματος ἀῤῥωστίαν ἐνόμιζον. Εἴτε δὲ τοῦτο,
εἴτε ἐκεῖνο ἦν, τοιόνδε ἦν: τριάκοντα αὐτὴν ἔλεγον τῆς ἡμέρας ὄρνεις
ἐσθίουσαν, μὴ σβεννύναι τὴν ἔφεσιν, ἀλλ̓ ἔτι ἑτέρων ὀρέγεσθαι. Οὕτω τοίνυν
εἰς αὐτὴν τῆς οὐσίας δαπανωμένης, οἰκτείραντες οἱ προσήκοντες, τὸν θεῖον
ἐκεῖνον ἱκέτευον ἄνθρωπον. Ὁ δὲ ἀφίκετο μὲν καὶ προσηύξατο, καὶ ὕδατι τὴν
δεξιὰν ἐπιθεὶς, καὶ τὴν σωτήριον ἐντυπώσας σφραγῖδα, καὶ πιεῖν κελεύσας, τὸ
πάθος ἰάσατο: καὶ οὕτω σφόδρα ἤμβλυνε τὴν τῆς ὀρέξεως ἀμετρίαν, ὡς εἰς τὸν
ἔπειτα χρόνον βραχύ τι μόριον ὄρνιθος καθ̓ ἑκάστην ἡμέραν τὴν τῆς τροφῆς
αὐτῇ χρείαν πληροῦν. Τοῦτο μὲν τὸ
Τῶν εὐπατριδῶν τις γυνὴ, καὶ λίαν εὐπορωτάτων ʽἌστριον δὲ αὐτὴν
προσηγόρευον̓, ἔξω μὲν τῶν φρενῶν ἐγεγόνει, ἐπεγίνωσκε δὲ τῶν οἰκείων
οὐδένα, σιτίων δὲ ἢ ποτῶν μεταλαβεῖν οὐκ ἠνέσχετο: παραπαίουσα δὲ
ἐπιπλεῖστον διετέλεσε χρόνον, καὶ τοῦτο οἱ μὲν ἅλλοι δαίμονος ἐκάλουν
ἐνέργειαν, οἱ δὲ ἰατροὶ τοῦ ἐγκεφάλου προσηγόρευον νόσημα. Πάσης τοίνυν
δαπανηθείσης τῆς τέχνης, καὶ μηδεμιᾶς ἐκεῖθεν ἐπικουρίας προσγενομένης, ὁ
ταύτης ἀνὴρ ʽΑὐοδιανὸς δὲ οὗτος ἦν̓, ἀνὴρ τῶν ἐν τέλει καὶ ἀξιώματι, παρὰ
τὴν θείαν ἐκείνην δραμὼν κεφαλὴν, καὶ τῆς ὁμοζύγου διηγεῖτο τὸ πάθος, καὶ
τυχεῖν τῆς θεραπείας
Ἡνίκα δὲ τὴν ὄρειον πολιτείαν ἠσπάζετο, ποιμήν τις μαστεύων ἁλώμενα πρόβατα,
εἰς ἐκεῖνο τὸ χωρίον ἀφίκετο, ἔνθα ὁ τοῦ Θεοῦ ἅνθρωπος ἦν. Νὺξ δὲ ἦν βαθεῖα,
καὶ νιφετὸς κατῄει πολὺς, καὶ εἶδεν, ὡς
Καὶ προφητικοῦ δὲ μετειλήφει χαρίσματος.
Καί ποτε πρὸς αὐτὸν ἀφικόμενος στρατηγὸς, εὐσεβείᾳ λαμπρυνόμενος ʽτίς δὲ
ἀγνοεῖ Λουπικίνου τὴν ἀρετήν̓, φροντίζειν ἔλεγε, περί τινων ἁπὸ τῆς
βασιλευούσης πόλεως διὰ τῆς θαλάσσης αὐτῷ τὰ ἐπιτήδεια κομιζόντων.
Πεντήκοντα γὰρ ἔφασκε διεληλυθέναι ἡμέρας, ἐξ οὗ τοῦ λιμένος ἀνήχθησαν,
οὐδεμίαν δὲ περὶ αὐτῶν δέξασθαι φήμην. Ὀ δὲ μηδὲν μελλήσας, Τὸ ἓν, ἔφη,
σκάφος, ὦ φίλος, ἀπόλωλε: τὸ ἕτερον δὲ τῇ ὑστεραίᾳ τὸν Σελευκείας
καταλήψεται λιμένα.
Καὶ τοῦτο ἤκουσε μὲν τῆς θείας ἐκείνης
ἐπιφθεγξαμένης γλώττης, ἔμαθε δὲ τῇ πείρᾳ τὴν τῶν λόγων ἀλήθειαν.
Ἵνα δὲ τὰ ἄλλα καταλίπω, τὸ καθ̓ ἡμᾶς αὐτοὺς διηγήσομαι. Τριακαίδεκα ἔτη
συνοικήσασα τῷ ἐμῷ Πρὸς τούτῳ, ἔφη,
Ἐπανῆκεν ἐκεῖθεν ἡ μήτηρ, τὴν τῆς ἐπαγγελίας εὐλογίαν κομίζουσα: καὶ τῷ
τετάρτῳ τῆς ὑποσχέσεως ἐνιαυτῷ κύει, καὶ τὴν γαστέρα φορτίζεται, καὶ πρὸς
τὸν θεῖον ἄνθρωπον παραγίνεται, τῶν τῇς εὐλογίας σπερμάτων ὑποδεικνῦσα τὰ
δράγματα. Τῷ δὲ πέμπτῳ μηνὶ τῆς κυήσεως ἀμβλώσεως ἐπεγένετο κίνδυνος.
Ἡ δὲ πάλιν πρὸς τὸν νέον αὐτῆς Ἐλισσαῖον ἀπέστειλν ʽδραμεῖν γὰρ αὐτὴν τὸ πάθος ἐκώλυἐ, καὶ ὡς οὐκ ἐβούλετο παίδων γενέσθαι μήτηρ ἀνέμνησε, καὶ τὰς αὐτοῦ ὑποσχέσεις εἰς μέσον παρήγαγεν. Ὁ δὲ πόῤῥωθεν τὸν ἀφικόμενον θεασάμενος ἐπέγνω τε, καὶ τὴν αἰτίαν ἐγνώρισε: νύκτωρ γὰρ αὐτῷ καὶ τὸ πάθος, καὶ τὴν σωτηρίαν ὁ Δεσπότης δεδήλωκε.
Λαβὼν τοίνυν τὴν βακτηρίαν, ἀφίκετο σκηριπτόμενος, καὶ τῆς οἰκίας εἴσω
γενόμενος, καὶ τῆς εἰρήνης, ὡς εἰώθει, τὸ πρόσρημα δεδωκὼς, Θάρσει, ἔφη,
καὶ
Ὑπέσχου δὲ ἀντιδώσειν τὸ δοθησόμενον, καὶ εἰς τὴν θείαν αὐτὸ θεραπείαν
καθοσιώσειν. — Οὕτως, ἔφη ἡ μήτηρ, καὶ ἐγὼ τεκεῖν βούλομαί τε καὶ
εὔχομαι.
Τῆς γὰρ ἀλλοίας τοῦ παιδίου τροφῆς αἱρετώτερον ἡγοῦμαι τὸν ἀτέλεστον
τόκον. — Πίε τοίνυν, ἔφη ὁ θεῖος ἄνθρωπος, τόδε τὸ ὕδωρ, καὶ τῆς θείας
ἐπικουρίας αἰσθήσῃ.
Ἔπιε τοιγαροῦν ὡς προσέταξε, καὶ ὁ τῆς ἀμβλώσεως
ἐδραπέτευσε κίνδυνος. Τοσαῦτα τοῦ ἡμετέρου Ἑλισσαίου τὰ θαύματα. Τῆς τούτου
δὲ εὐλογίας πολλάκις ἐγὼ καὶ διδασκαλίας ἀπήλαυσα.
Παραινῶν γὰρ μοι πολλάκις ἔλεγε: Μετὰ πολλῶν, ὧ παιδίον, γεγέννησαι πόνων:
πολλὰς διετέλεσα νύκτας τοῦτο μόνον τὸν Θεὸν ἱκετεύων, ὥστε σου τοὺς
γονέας τοῦτο γενέσθαι, ὃ μετὰ τὴν γέννησιν ὠνομάσθησαν. Ἀξίως τοίνυν
πολιτεύου τῶν πόνων.
Πρὸ ὠδίνων ἀνετέθης ταῖς ὑποσχέσεσι: τὰ δὲ τοῦ Θεοῦ ἀναθέματα σεβάσμια
πᾶσίν ἐστιν, καὶ ἄψαυστα
Τοιαῦτά μοι παραινῶν ἀεὶ
διετέλεσεν ὁ τοῦ Θεοῦ ἄνθρωπος. Ἐγὼ δὲ καὶ τῶν λόγων μέμνημαι, καὶ τὴν θείαν
δεδίδαγμαι δωρεάν. Ἔργοις δὲ μὴ δεικνὺς τὴν παραίνεσιν, ἱκετεύω τῆς θείας
ῥοπῆς διὰ τῆς ἐκείνου τυχεῖν
Οἶδα μὲν ὡς ἄλλοι πολλοὶ παρὰ τὴν Ἀντιόχου πόλιν διέλαμψαν εὐσεβείας
φωστῆρες, Σεβῆρός τε ὁ μέγας, καὶ ὁ Αἰγύπτιος Πέτρος, καὶ Εὐτύχιος,
Ἐκ τῶν συγγραφέντων τοίνυν καὶ τὸν τῶν παραλειφθέντων τεκμαιρόμενοι βίον, εὐφημείτωσαν πάντες, καὶ ζηλούτωσαν, καὶ τὴν ὠφέλειαν καρπούσθωσαν.
Ἐγὼ δὲ ἐπὶ τοὺς τῆς Κύρου λειμῶνας διαβήσομαι, καὶ τῶν ἐν τούτοις εὐωδῶν τε καὶ εὐειδῶν ἀνθέων ὀλίγων ὡς ἔνι μάλιστα παραδηλώσω τὴν ὥραν.
Ἐγένετό τις Μαισυμᾶς ἐν τοῖς πρὸ ἡμῶν χρόνοις, Σύρος μὲν τὴν φωνὴν, ἐν
ἀγροικίᾳ δὲ τεθραμμένος, πᾶν δὲ εἶδος ἀρετῆς ἐπιδεδειγμένος. Διαλάμψας δὲ ἐν
τῷ κατ̓ αὐτὸν βίῳ, κώμης τινὸς ἐνεχειρίσθη τὴν ἐπιμέλειαν. Ἱερουργῶν δὲ, καὶ
τὰ θεῖα πρόβατα νέμων, ἐκεῖνα ἔλεγέ τε καὶ ἔπραττεν, ἅπερ ὁ θεῖος
Γυνή τις, καὶ γένει καὶ πίστει κοσμουμένη, τὸν υἱὸν ἀῤῥωστίᾳ περιπεσόντα
ʽκομιδῇ δὲ ἦν νέοσ̓ πολλοῖς
Ταύτῃ δὲ ἑαυτὴν καὶ τὸ παιδίον ἐνθεῖσα, τὸν θεῖον ἐκεῖνον κατέλαβεν ἅνθρωπον, καὶ ὀλοφυρομένη, καὶ τῆς φύσεως ἐπιδεικνύουσα τὸ πάθος, ἐπαμῦναι ἱκέτευεν.
Ὁ δὲ λαβὼν τὸ παιδίον ταῖν χεροῖν, καὶ τῇ τοῦ θυσιαστηρίου κρηπῖδι πελάσας, ἔκειτο πρηνὴς τὸν τῶν ψυχῶν καὶ σωμάτων ἀντιβολῶν ἰατρόν: καὶ λαβὼν τὴν αἴτησιν, ἀπέδωκεν ἐῤῥωμένον τῇ μητρὶ τὸν υἱόν. Ἐγὼ δὲ τοῦτο παῤ αὐτῆς ἀκήκοα τῆς τὸ θαῦμα θεασαμένης, καὶ τοῦ παιδὸς δεξαμένης τὴν σωτηρίαν.
Φασὶ δὲ καὶ τὸν τῆς κώμης ἐκείνης δεσπότην ἀφικόμενόν ποτε. Λητώϊος δὲ ἦν
οὗτος ʽτῆς μὲν Ἀντιοχέων βουλῆς τὰ πρωτεῖα ἔχων, δυσσεβείας
Πολλὰ δὲ καὶ ἄλλα τοιαῦτα περὶ τῆς θείας ἐκείνης κεφαλῆς διηγοῦνται. Ἔστι δὲ καὶ ἐκ τούτων καταμαθεῖν, ὡς ἥκιστα λωβᾶται τοῖς φιλοσοφεῖν προαιρουμένοις ἡ ὲν ἄστεσι καὶ κώμαις διατριβή.
Ἔδειξε γὰρ οὗτός τε καὶ οἱ κατ̓ αὐτὸν τῆς τοῦ Θεοῦ φροντισταὶ θεραπείας, ὡς δυνατὸν καὶ ἐν μέσῳ πολλῶν στρεφομένους, αὐτῆς ἐφικέσθαι τῆς τῶν ἀρετῶν κορυφῆς. Ἧς ἐγὼ τῆς γοῦν ὑπωρείας μικρὸν ἄνω γενοίμην ταῖς τούτων προσευχαῖς βοηθούμενος.
Ἀκεψιμᾶς κατὰ τὸν αὐτὸν γέγονε χρόνον, οὖ κλέος εὐρὺ κατὰ πᾶσαν τὴν Ἕω.
Οὗτος ἐν οἰκίσκῳ καθείρξας ἑαυτὸν, ἐξήκοντα διετέλεσεν ἔτη, μήτε ὁρώμενος,
Κατατρύφησον τοῦ Κυρίου, καὶ δῴη σοι τὰ
αἰτήματα τῆς καρδίας σου.
Διά τινος δὲ βραχέος ὀρύγματος τὴν χεῖρα
προτείνων,
Ἡνίκα δὲ τὴν ἐντεῦθεν ἀποδημίαν ἐστέλλετο, προεσήμανεν ὡς μετὰ πεντήκοντα ἡμέρας δέξεται τοῦ βίου τὸ τέλος: ὑπεδέξατο δὲ ἅπαντας τοὺς ἰδεῖν θελήσαντας.
Ἐπειδὴ δὲ καὶ ὁ τῆς Ἐκκλησίας ἀφίκετο πρόεδρος, ἤπειγεν αὐτὸν ὑποδέξασθαι τοῦ
πρεσβυτέρου τὴν ζεύγλην, Οἶδα, λέγων, ὧ Πάτερ, καὶ τῆς σῆς φιλοσοφίας τὸ
ὕψος, καὶ τῆς ἐμῆς πενίας τὴν ὑπερβολήν, Ἀλλὰ τῆς ἀρχιερωσύνης τὴν
ὁ??ʼκο νομίαν πεπιστευμένος, ταύτῃ τὰς χειροτονίας, ἀλλ̓ οὐκ ἐκείνῃ
προβάλλομαι. Δέξαι τοίνυν, ἔφη, τῆς ἱερωσύνης τὸ δῶρον, τῆς μὲν ἐμῆς
δεξιᾶς ὑπουργούσης, τῆς δὲ τοῦ παναγίου Πνεύματος τοῦτο χάριτος
χορηγούσης.
Πρὸς ταῦτα φάναι λέγεται: Ὅτι μετ̓ ὀλίγας ἐντεῦθεν
ἐκδημήσω ἡμέρας, ἥκιστα περὶ τούτων ζυγομαχήσω: εἰ μὲν γὰρ ἔμελλον ἐπὶ
Αὐτίκα τοίνυν, οὐδενὸς ἄγοντος, ὁ μὲν τὰ γόνατα κάμπτων τὴν χάριν ἀνέμενεν,
ὁ δὲ τὴν χεῖρα ἐπιτιθεὶς ὑπούργει τῷ Πνεύματι.
Τῇ δὲ ἱερωσύνῃ ὀλίγας ἐπιβιώσας ἡμέρας, βίου βίον ἠλλάξατο, καὶ τὸν ἀγήρω καὶ
ἄλυπον ἀντ̔??ʼ τοῦ πολυφρόντιδος ἔλαβεν. Ἁρπάζειν δὲ πάντων βουληθέντων τὸ
σῶμα, καὶ εἰς τὴν οἰκείαν ἑκάστῳ κώμην ἀποκομίζειν προαιρουμένων, μηνύσας
τις τοῦ ἁγίου τοὺς ὅρκους, τὴν ἔριν διέλυσεν. Ὁρκῶσαι γὰρ αὐτὸν
Οὕτω καὶ τῆς μετὰ θάνατον εὐτελείας ἐπεμελοῦντο τῶν οὐρανῶν οἱ πολῖται: καὶ οὕτε π̔??ʼριόντες μέγα φρονεῖν ἠνέσχοντο πώποτε, καὶ τελευτήσαντες τὸ παρὰ ἀνθρώπων οὐκ ἐπεσπάσαντο γέρας: ἀλλὰ τὸ φίλτρον ἅπαν εἰς τὸν νυμφίον μετέθεσαν, κατὰ τὰς σωφρονούσας γυναῖκας, αἵ παρὰ μόνων τῶν ὁμοζύγων καὶ φιλεῖσθαι καὶ ἐπαινεῖσθαι σπουδάζουσι, τῆς παῤ ἄλλων εὐφημίας καταφρονοῦσαι.
Τούτου χάριν αὐτοὺς ὁ νυμφίος καὶ μὴ βουλομένους ἀοιδίμους ἀπέφηνε, καὶ τῆς
παῤ ἀνθρώποις εὐκλείας ἐκ περιουσίας μετέδωκεν. Ὅταν γάρ τις τὰ θεῖα μετιὼν
αἰτῇ τὰ οὐράνια, προστίθησι μετ̓ ἐκείνων καὶ ἕτερα πάμπολλα, πολλαπλασίας
τὰς αἰτήσεις δωρούμενος. Τοῦτο γοῦν καὶ νομοθετῶν ἔλεγεν: Αἰτεῖτε τὴν
βασιλείαν τοῦ Θεοῦ, καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ τὰ λοιπὰ πάντα
προστεθήσεται ὑμῖν.
Ὁ καταλιμπάνων πατέρα,
καὶ μητέρα, καὶ ἀδελφοὺς, καὶ γυναῖκα, καὶ τέκνα ἕνεκεν ἐμοῦ καὶ τοῦ
Εὐαγγελίου μου, καὶ ἐν τῷ αἰῶνι τούτῳ ἑκατονταπλασίονα λήψεται, καὶ ὲν
τῷ μέλλοντι ζωὴν αἰώνιον κληρονομήσει.
Ταῦτα εἴρηκε, καὶ πεποίηκεν.
Ἡμᾶς δὲ εἴη, καὶ λόγῳ παιδευομένους, καὶ ταῖς τούτων προσευχαῖς ἐπερειδομένους, κατὰ σκοπὸν διῶξαι ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.
Μάρωνος μετὰ τούτων μνησθήσομαι: καὶ γὰρ οὗτος τὸν θεῖον τῶν ἀγίων χορὸν
κατεκόσμησε. Τὸν ὕπαιθρον γὰρ ἀσπασάμενος βίον, κορυφήν τινα κατέλαβεν, ὑπὸ
τῶν πάλαι δυσσεβῶν τιμωμένην: καὶ τὸ ὲν αὐτῇ τῶν δαιμόνων τέμενος τῷ θεῷ
καθοσιώσας, ὲν αὐτῷ διέτριψε, σκηνήν τινα βραχεῖαν πηξάμενος, ὀλιγάκις δὲ
ταύτῃ χρησάμενος. Πόνοις οὐ τοῖς εἰωθόσιν ἐχρήσατο μόνοις, ἀλλὰ καὶ ἑτέρους
ἐπενόει,
Οὕτω γὰρ αὐτῷ πλουσίως ὁ μεγαλόδωρος τὸ τῶν ἰαμάτων ἐδωρήσατο χάρισμα, ὡς πανταχοῦ μὲν τούτου τὸ κλέος διαδραμεῖν, πάντας δὲ πάντοθεν ἐφέλκεσθαι, καὶ τῇ πείρᾳ διδάξαι τῆς φήμης τὸ ἀληθές.
Ἦν γὰρ ἰδεῖν, καὶ πυρετοὺς σβεννυμένους τῇ δρόσῳ τῆς εὐλογίας, καὶ φρίκην
παυομένην, καὶ δαίμονας δραπετεύοντας, καὶ παντοδαπὰ καὶ ποικίλα νοσήματα
ἑνὶ φαρμάκῳ θεραπευόμενα. Ἰατρῶν μὲν γὰρ παῖδες ἑκάστῳ παθήματι κατάλληλον
προσφέρουσι φάρμακον: ἡ δὲ τῶν ἁγίων προσευχὴ κοινόν ἐστι παθῶν
ἀλεξιφάρμακον. Οὐ μόνον δὲ τὰς σωματικὰς ἀῤῥωστίας ἰᾶτο, ἀλλὰ καὶ ταῖς
ψυχαῖς τὴν πρόσφορον θεραπείαν προσέφερε, τούτου μὲν τὴν πλεονεξίαν, ἐκείνου
δὲ τὸν θυμὸν ἰατρεύων: καὶ τούτῳ μὲν τὴν περὶ σωφροσύνης διδασκαλίαν
προσφέρων, Δίκαιος ὡς φοίνιξ̔??ʼνθήσέι. ὡσεὶ κέδρος ἡ ὲν
τῷ Λιβάνῳ πληθυνθήσεται,
καὶ οἱ ἄλλοι δὲ ἄπαντες, ὧν ἰδίᾳ σὺν Θεῷ
φάναι μνησθήσομαι.
Οὕτω δὲ τῆς θείας γεωργίας ἐπιμελούμενος, καὶ ψυχὰς ὁμοῦ θεραπεύων καὶ σώματα, ἀῤῥωστίαν ὑπομείνας βραχεῖαν, ἵνα καὶ τῆς φύσεως τὴν ἀσθένειαν, καὶ τῆς προαιρέσεως καταμάθωμεν τὴν ἀνδρείαν, αὐτὸς μὲν ὑπεξῆλθε τὸν βίον. Πόλεμος δὲ περὶ τοῦ σώματος. τοῖς γειτονεύουσι συνέστη σφοδρός.
Κώμη δέ τις τῶν ὁμόρων πολυάνθρωπος πανδημὶ παραγενομένη, τοὺς μὲν ἄλλους
ἐσκέδασε, τὸν δὲ τριπόθητον ἐκεῖνον ἥρπασε θησαυρὸν, καὶ σηκὸν
Οὐδὲ Ἀβραάμου τοῦ θαυμαστοῦ τὴν μνήμην παραλιπεῖν εὐαγὲς, προφάσει χρωμένους, ὅτι μετὰ τὸν μονήρη βίον τὴν ἀρχιερατικὴν ἐφαίδρυνε προεδρίαν.
Πολλῷ γὰρ δήπουθεν τούτου γε ἕνεκα ἀξιομνημονευτότερος εἰκότως ἂν εἵη, ὅτι
τὴν πολιτείαν βιασθεὶς ἐναλλάξαι τὸν βίον οὐκ ἤμειψεν, ἀλλὰ μετὰ τῆς
ʽ??ʼσιητικῆς μετέβη κακοπαθείας, καὶ κατὰ ταὐτὸν μοναχικοῖς τε πόνοις, καὶ
ἀρχιερατικαῖς περιστοιχιζόμενος φροντίσι, τοῦ βίου τὸν δρόμον ἐξήνυσε. Καὶ
οὗτος δὲ τῆς Κύρου χώρας καρπός. Ἐν ταύτῃ γὰρ καὶ τεχθεὶς καὶ τραφεὶς τῆς
ἀσκητικῆς ἀρετῆς τὸν πλοῦτον συνέλεξε. Τοσαύτῃ γὰρ αὐτόν φασιν οἱ
συγγεγονότες ἀγρυπνίᾳ, καὶ στάσει, καὶ νηστείᾳ, καταδαμάσαι τὸ σῶμα, ὡς
ἀκίνητον ἐπὶ πλεῖστον διαμεῖναι
Ὥς δὲ ἑώρων ἀποπνιγομένους καὶ χωννυμένους, οὐδὲν οὔτε δρᾷν, οὔτε λέγειν
θέλοντας, εὐχὴν δὲ μόνην τῷ Θεῷ προσκομίζοντας, τῶν ἑτέρων ὑποθεμένων, τῆς
μανίας ἐπαύσαντο. Εἶτα τὰς θύρας ἀνοίξαντες, καὶ τοῦ χώματος ἀνασπάσαντες,
ἀπιέναι παραντίκ̔??ʼ
Ὑπεραγασθέντες δὲ οἱ τὰ δεινὰ ἐκεῖνα ἐργασάμενοι τῆς φιλανθρωπίας τὸν ἄνδρα,
αἰτοῦσι μὲν ὑπὲρ τῶν τετολμημένων συγγνώμην, προστάτην δὲ αὐτὸν γενέσθαι
παρακαλοῦσιν. Οὐ γὰρ εἶχεν ἡ κῴμη δεσπότην: αὐτοὶ δὲ ἦσαν καὶ γεωργοὶ, καὶ
δεσπόται. Τοὺς
Αλλ̓ οὐκ ἀπόνως ὁ θεῖος ἀνὴρ τὴν θείαν ταύτην γεωργίαν εἰργάσατο: πόνοις δὲ
μυρίοις χρησάμενος, καὶ τῶν τὰ σώματα θεραπεύειν πεπιστευμένων τὴν τέχνην
μιμούμενος, τὰ μὲν παρακλήσει γλυκαίνων, τὰ δὲ τοῖς αὐστηροτέροις
ἐπ̔??ʼστύφων φαρμάκοις, ἔστι
Τῇ δὲ διδασκαλίᾳ, καὶ τῇ ἄλλῃ ἐπιμελείᾳ, καὶ αἱ τοῦ βίου λαμπηδόνες συνηγόρουν. Ἐκείναις γὰρ φωτιζόμενοι, καὶ τῶν λεγομένων ὑπήκουον, καὶ ἄσμενοι τὰ δρώμενα κατεδέχοντο. Πάντα γὰρ τῆς προεδρίας τὸν χρόνον, περιττὸς μὲν ἦν αὐτῷ ὁ ἄρτος, περιττὸν δὲ τὸ ὕδωρ, ἄχρηστος δὲ ἡ κλίνη, περιττὴ δὲ ἡ τοῦ πυρὸς χρεία. Τεσσαράκοντα μὲν γὰρ νύκτωρ τὰς ἀντιφθεγγομένας ὑμνῳδίας ἐπλήρου, τῶν διὰ μέσου γινομένων προσευχῶν διπλασιάζων τὸ μέτρον: τὸ δὲ λειπόμενον τῆς νυκτὸς ἐπὶ θρόνου καθῆστο, βραχύ τι διαναπαύεσθαι παραχωρῶν ταῖς βλεφάροις.
Ὅτι μὲν οὖν οὐκ ἐπ̓ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος,
Τούτου καὶ τὴν θέαν ἐπόθησε βασιλεύς: ὑπόπτερος γὰρ ἡ φήμη, πάντα ῥᾳδίως καὶ
τὰ καλὰ καὶ τὰ χείρω μηνύουσα: καὶ πρὸς αὐτὸν ἐκάλει, καὶ ἀφικνούμενον
ἠσπάζετο, καὶ τὴν ἀγροικικὴν ἐκείνην σισύραν τῆς οἰκίας. ἁλουργίδος
τιμιωτέραν ἡγεῖτο. Καὶ ὁ τῶν βασιλίδων δὲ χορὸς, καὶ χειρῶν ἥπτοντο, καὶ
γονάτων, καὶ ἱκέτευον ἅνδρα, οὐδὲ ἐπαΐειν τῆς Ἑλλάδος ἐπιστάμενον γλώσσης.
Οὕτω καὶ βασιλεῦσι καὶ πᾶσιν
Τοῖς προειρημένοις ἁγίοις προσθήσω καὶ τὸν μέγαν Εὐσέβιον, ὅς οὐ πρὸ πολλοῦ
μὲν ἐτελεύτησε χρόνου, πάμπολλα δὲ ἔτη βεβιωκὼς, ἰσόμετρον τῷ χρόνῳ τὸν
πόνον ὑπέμεινεν, ἰσόμετρον δὲ τῷ πόνῳ συνέλεξεν ἀρετὴν, πολλαπλάσιον δὲ τὸ
ἐντεῦθεν ἀπενέγκατο κέρδος. Ὁ γὰρ Ἀγωνοθέτης τῇ φιλοτιμίᾳ τῶν ἀντιδόσεων
ὑπερβαίνει τοὺς ἄθλους. Οὗτος τοίνυν ἄλλοις τὰ πρῶτα τὴν οἰκείαν
καταπιστεύσας ἐπιμέλειαν, ἤγετο ᾗ ἃν ἐκεῖνοι ἦγον. Ἅνδρες γὰρ ἦσαν καὶ αὐτοὶ
θεῖοι, καὶ τῆς ἀρετῆς ἀθληταί τε καὶ γυμνασταί. Χρόνον δέ τινα τούτοις
συνδιατρίψας, ί. ἐῤῥυσω- μὲν ἔχων
Καὶ τὴν πρὸς τοὺς ὀλίγους δὲ συντυχίαν φυγεῖν ἅμεινον ἡγησάμενος, ἀπετείχισε τὴν εἴσοδον παντελῶς, τῇ θύρᾳ ἐκείνῃ λίθον μέγιστον συναρμόσας.
Διά τινος δὲ ὀρύγματος ὀλίγοις τῶν συνήθων διελέγετο μὲν, οὐχ ἑωρᾶτο δέ: οὕτω γὰρ ἐμεμηχάνητο: ἐκεῖθεν δὲ εἰσεδέχετο καὶ τὴν ὀλίγην ἐκείνην τροφήν.
Πάλιν δὲ τὴν πρὸς ἅπαντας ἀπαγορεύσας διάλεξιν, ἐμὲ μόνον τῆς γλυκείας
ἐκείνης καὶ Θεῷ φίλης ἠξίου φωνῆς: καὶ ἀπιέναι βουλόμενον ἐπιπλεῖστον
κατεῖχε περὶ τῶν οὐρανίων πραγμάτων διαλεγόμενος. Πολλῶν δὲ πρὸς αὐτὸν
ἀφικνουμένων, καὶ τῆς εὐλογίας ἀπαιτούντων τὸ δῶρον, σφόδρα τοῦτον
δυσχεράνας τὸν θόρυβον, οὔτε τὸ γῆρας εἰς νοῦν λαβὼν, οὔτε τὴν ἐπικειμένην
ἀσθένειαν λογισάμενος, ὑπερβαίνει τὸ θριγκίον, οὐκ εὐεπίβατον ὄν
Ζῇν γὰρ αὐτὸν πιστεύω, καὶ καθαρωτέραν ἔχειν πρὸς τὸν Θεὸν παῤῥησίαν.
Ἀδικεῖν νομίσας τὴν ἀρετὴν, εἰ καὶ Σαλαμάνου τοῦ θαυμασίου τὸν βίον τοῖς
δεομένοις μὴ γνωρίσαιμι, ἀλλ̓ ὑπὸ τῆς λήθης χωννυμένην περιίδοιμι, ἐν
κεφαλαίῳ Χριστῷ
συνεσταύρωμαι, ζῶ δὲ οὐκ ἔτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χριστὸς: ὅ δὲ νῦν ζῶ ὲν
σαρκὶ, ἐν πίστει ζῶ τῇ τοῦ Υἱοῦ τοῦ Θεοῦ τοῦ ἀγαπήσαντός με, καὶ δόντος
ἑαυτὸν ὑπὲρ ἐμοῦ.
Τοιοῦτος καὶ οὗτος ἐγένετο. Ἀρκεῖ γὰρ καὶ ταῦτα
δ̔??ʼδάξαι τὴν πᾶσαν τοῦ βίου προαίρεσιν. Ἐγὼ δὲ καὶ τὴν ἐντεῦθεν
καρπωσάμενος εὐλογίαν, ἐπὶ τὴν τῶν ἄλλων διήγησιν μεταβήσομαι.
Ὁμήρου κώμη τίς ἐστι παῤ ἡμῖν καλουμένη:
Καὶ τοῦτό μοι σαφῶς αὐτὸς κατεμήνυσεν, ἄφθορον αὐτῷ διαμεῖναι τὸ σῶμα
διδάξας, καὶ οἷον ἀπὸ τῆς μητρῴας ἐξελήλυθε μήτρας. Καὶ ταῦτα πολλὰς μὲν
μαρτύρων πανηγύρεις ἐπιτελέσας, ἡνίκα νέος ἐτύγχανεν,
Ἁπλότητι δὲ καὶ οὗτος διέλαμπε, καὶ τὰ ποικίλα ἤθη παντάπασιν ἐβδελύττετο:
τὴν πενίαν δὲ ὑπὲρ τὴν ἄκραν εὐπορίαν ἠγάπησεν. Ἐννενήκοντα ἔτη βεβιωκὼς,
τοῖς ἐξ αἰγείων τριχῶν κατεσκευασμένοις ἱματίοις ἐχρῆτο. Ἄρτος δὲ καὶ ἅλες
ὀλίγοι τῆς
Ὁ δὲ πάσης ἡδονῆς ἐνεφορεῖτο πνευματικῆς. καὶ αὐτὸν ὁρᾷν τὸν οὐρανὸν ὑπελάμβανε, καὶ ἔφασκεν οὐδέποτε εὐφροσύνης ἀπολελαυκέναι τοιαύτης.
Ἐγὼ δὲ θερμῶς λίαν ὑπ̓ αὐτοῦ φιληθεὶς, ἀδικήσειν ᾠήθην, εἰ μὴ καὶ τελευτήσαντι εὐφημήσαιμι: ἀδικήσειν δὲ τοὺς ἄλλους, εἰ μὴ τὴν ἀρίστην ταύτην τῆς παῤ αὐτοῦ τυχεῖν ἐπικουρίας ἀντιβολήσας,
Ἐπειδὴ τῶν ἀναῤῥηθέντων τῆς ἀρετῆς ἀθλητῶν τοὺς ἀγῶνας διεξήλθομεν, ὲν
κεφαλαίῳ διηγησάμενοι καὶ τοὺς ἐν τῇ μελέτῃ πόνους, καὶ τοὺς ἐν τοῖς ἀγῶσιν
ἱδρῶτας, καὶ τὰς λαμπροτάτας καὶ περιφανεστάτας νίκας, φέρε καὶ τῶν ἔτι
περιόντων, καὶ μεγαλοπρεπῶς ἀγωνιζομένων, καὶ φιλονεικούντων νικῆσαι τοῖς
ἱδρῶσι τοὺς προλαβόντας, τὴν πολιτείαν συγγράψωμεν, καὶ τοῖς ἐσομένοις
καταλείψωμεν
Ὁ μὲν γὰρ καὶ περίβολον εἶχε τῆς παλαιᾶς πλάνης τὸ τέμενος, καὶ σκηνὴν ἐκ
δέῤῥεων τριχίνων ἐπήξατο, καὶ ταύτῃ χρώμενος, τὰς τοῦ ὑετοῦ καὶ νιφετοῦ
διέφυγε προσβολάς. Οὗτος δὲ πᾶσι τούτοις ἐῤῥῶσθαι φράσας, καὶ σκηνῇ, καὶ
καλύβῃ, καὶ περιβόλῳ, ὄροφον ἔχει τὸν οὐρανὸν, πάσας τοῦ ἀέρος τὰς ἐναντίας
δεχόμενος προσβολάς. Καὶ νῦν μὲν ὑετῷ λαύρῳ κατακλυζόμενος, νῦν δὲ κρυμῷ καὶ
Ἐν σαρκὶ περιπατοῦντες οὐ κατὰ σάρκα στρατευόμεθα: τὰ γὰρ
ὅπλα ἡμῶν οὐ σαρκικὰ, ἀλλ
Ἀλλὰ τούτους τοὺς ὑπὲρ φύσιν ἀγῶνας ἐν μείοσιν ἐμελέτησε
πόνοις. Ἐν οἰκίσκῳ γάρ τινι βραχεῖ πρότερον ἑαυτὸν καθείρξας, καὶ τῶν ἔξωθεν
θορύβων ἐλευθερώσας, καὶ τῇ τοῦ Θεοῦ μνήμῃ προσηλώσας τὸν νοῦν, οὕτω τὴν τῆς
ἐντελοῦς ἀρετῆς ἐποιεῖτο μελέτην.
Γυμνασάμενος δὲ ἄριστα, καὶ τῶν ἀγαθῶν πόνων ἐθάδα τὴν ψυχὴν ἀποφήνας, τῶν
μειζόνων κατετόλμησεν ἄθλων: καὶ τοῦτο τὸ ὅρος καταλαβὼν, ὃ τοῦδε τοῦ ἄστεως
τριάκοντα σταδίοις ἀφέστηκεν, ἐπίσημον ἀπέφηνε καὶ σεβάσμιον, ἄσημον ὂν
πάλαι καὶ ἄκαρπον παντελῶς. Τοσαύτην δὲ νῦν εὐλογίαν δεδέχθαι
Καὶ ταῦτα λέγω, οὐ παῤ ἄλλου τοῦτο μαθὼν, ἀλλ̓ αὐτὸς αὐτόπτης γεγενημένος.
Πρὸ τεσσάρων γὰρ καὶ δέκα ἐνιαυτῶν, νόσος αὐτῷ χαλεπὴ προσπεσοῦσα,
Ὁ δὲ θεῖος ἀνὴρ, οὐδὲ τούτων ἀπελθόντων, ἡττήθη τῆς φύσεως: ἀλλ̓ ἔμεινε καρτερῶν, ἕως νὺξ ἐπιγινομένη βαθεῖα πάντας ἀπελθεῖν οἴκαδε κατηνάγκασε.
Πάλιν δὲ τῇ ὑστεραίᾳ πρὸς αὐτὸν ἀφικόμενος, ὡς εἶδον φλογμὸν σφοδρότερον
γεγενημένον, καὶ τὸν ἐπικείμενον αὐτῷ πυρετὸν τῷ ἔξωθεν πυρὶ τρεφόμενόν τε
καὶ αὐξανόμενον, κεφαλαλγίαν σκηψάμενος δυσχεραίνειν ἔλεγον τῆς ἀκτῖνος τὴν
προσβολὴν, καὶ παρεκάλουν βραχεῖάν μοί τινα παῤ αὐτῷ Αἰσχρὸν, ἔφην, ὦ
πάτερ, ἐμὲ μὲν, καὶ νέον ὄντα, καὶ ἐῤῥωμένον, τῆσδε τῆς ψυχαγωγίας
τυχεῖν: σὲ δὲ πυρετῷ κατεχόμενον λαύρῳ, καὶ τῆς τοιαύτης παραψυχῆς
δεόμενον, ἕξω καθῆσθαι δεχόμενον τῆς ἡλιακῆς ἀκτῖνος τὴν προσβολήν. Εἰ
τοίνυν, ἔφην, ἐθέλεις με τῆς σκιᾶς ἀπολαῦσαι, γενοῦ μοι κοινωνὸς τῆς
βραχείας ταύτης σκηνῆς. Προσμεῖναι γάρ σοι βούλομαι μὲν, ὑπὸ δὲ τῆς
ἀκτῖνος κωλύομαι.
Εἶξε τοίνυν τούτων ἀκούσας τῶν λόγων, καὶ τὴν ἐμὴν
θεραπείαν προείλετο. Ἐπεὶ δὲ κοινῇ τῆς σκιᾶς ἀπηλαύομεν, ἠρξάμην πάλιν
ἑτέρου λόγου, καὶ ἔφην Εἰ τοίνυν, ἔφην, ἐθέλεις με καὶ ταύτης ἐναπολαῦσαι τῆς
ἀναπαύλης, κοινῇ προσκλιθῶμεν, ὦ πάτερ: οὐ γὰρ ἐρυθριάσω μόνος
κατακλινόμενος.
Τοιούτοις λόγοις αὐτοῦ τὴν καρτερίαν
κατασοφισάμενος, τὴν ἀπὸ τῆς ἀνακλίσεως αὐτῷ παραψυχὴν εἰσενήνοχα: ἐπὶ δὲ
τοῦ ἐδάφους ἐῤῥιμμένῳ προσέφερον λόγους χαρίεντας, ἐπὶ τὸ θυμηρέστερον τὴν
ψυχὴν μεταφέρων.
Εἴσω δὲ τοῦ ἱματίου τὴν χεῖρα βαλὼν, ἐπειρώμην μετρίως ἀποτρίβειν τὰ νῶτα,
τότε τοῦ σιδήρου τὸ πολὺ φορτίον ἐθεασάμην, ὃ καὶ τὴν ὀσφὺν ἐδέσμει, καὶ τὸν
αὐχένα. Καὶ ἕτεραι δὲ ἀλύσεις ἀπὸ τοῦ περὶ τὸν αὐχένα κύκλου, δύο μὲν
ἔμπροσθεν, Νῦν μὲν γὰρ, ἔφην, ὦ πάτερ, ὁ πυρετὸς τὰ τοῦ σιδήρου ποεῖ:
ὅταν δὲ οὗτος λωφήσῃ, τηνικαῦτα τῷ σώματι τὸν ἐκ σιδήρου πάλιν
ἐπιθήσομεν φόρτον.
Εἶξε καὶ εἰς τοῦτο πολλαῖς τοιαύταις καταθελχθεὶς
ἐπῳδαῖς. Ἀλλὰ τότε μὲν ὀλίγας ἀῤῥωστήσας ἡμέρας, ῥᾳδίως ἐῤῥάῖσε.
Χρόνῳ δὲ ὕστερον χαλεπωτέρᾳ περιέπ̔??ʼσε νόσῳ.
Πολλῶν δὲ πολλαχόθεν συνεληλυθότων, ὡς ἁρπασόμενοι τὸ σῶμα, πυθ̔??ʼμενοι οἱ
τοῦ ἄστεως συνέδραμον
Θεραπεύειν δὲ αὐτὸν διὰ πάντων ἐθέλων, εὐθὺς τὴν κλίνην παρηγγύησα φέρειν,
καὶ εἰς τὸ ποθούμενον χωρίον ἀποκομίζειν. Τότε τῆς σεβασμίας
Ἐπεὶ δὲ μεταλαμβάνειν οὐκ ἤθελε: Πᾶσιν ἡμῖν, ἔφην, ὦ πάτερ, μετάδος
φειδοῦς: κοινὴν γὰρ σωτηρίαν τὴν σὴν ὑγιείαν ἡγούμεθα. Οὐ γὰρ μόνον
ὠφελείας ἀρχέτυπον πρόκεισαι, ἀλλὰ καὶ προσευχόμενος ἐπαμύνεις, καὶ τὴν
θείαν ἡμῖν εὐμένειαν προξενεῖς.
Εἰ δέ σε ἀποκναίει τὸ ἄηθες, καὶ τοῦτο, ἔφην. ὧ πάτερ, καρτέρησον: εἶδος
γὰρ καὶ τοῦτο φιλοσοφίας.
Ὥσπερ γὰρ ὑγιαίνων τροφῆς ἐφιέμενος ἐνίκας τῇ καρτερίᾳ τὴν ἔφεσιν: οὕτω
νῦν ἥκιστα ὀρεγόμενος, τὴν τῆς μεταλήψεως καρτερίαν ἐπίδειξαι.
Ταῦτά
μοι λέγοντι συμπαρῆν καὶ ὁ τοῦ Θεοῦ ἄνθρωπος Πολυχρόνιος, ὃς τῷ λόγῳ
συναγωνιζόμενος, αὐτὸς πρῶτος μεταλαμβάνειν ἤθελε τῆς τροφῆς, καὶ ταῦτα
ὄρθρου ὄντος, ὃς πολλάκις δἰ ἑπτὰ ἡμερῶν
Ὁ δέ: Τί καλύπτεις, ἔφη, τὸν σκύφον;
Τοῦ δὲ εἰρηκότος: Ὡς μὴ
παράκοιτο τοῖς ἀφικνουμένοις εἰς θεωρίαν.
—Ἄπαγε, ἔφη, ὦ παῖ, μὴ
κρύπτε ἀνθρώποις τὰ τῷ Θεῷ τῶν ὅλων δεδηλωμένα.
Ἐκείνῳ γὰρ ζῇν μόνῳ βουλόμενος, τῆς ἀνθρωπίνης οὐ πεφρόντικα δόξης. Τί
γὰρ ὄφελος, εἰ οὗτοι μέν μοι πλείονα συγγνοῖεν ἄσκησιν, ὁ δὲ Θεὸς
μείονα; τοῦ γὰρ ὑπὲρ τῶν πόνων μισθοῦ οὐχ οὗτοι δοτῆρες, ἀλλ̓
Τίς τοίνυν οὐκ ἃν
ὑπεραγασθείη καὶ τοὺς λόγους, καὶ τὸν τοὺς λόγους γεννήσαντα νοῦν, οὕτω
δόξης ἀνθρωπίνης γεγενημένον ὑπέρτερον; Τοιοῦτόν τι καὶ ἄλλοτε γεγενημένον
μεμάθηκα.
Ἐσπέρα ἦν, καὶ ἑσπέρα βαθεῖα, καὶ τῆς τροφῆς ὁ καιρός. Λαβὼν τοίνυν τὸ
παρακείμενον ὄστρακον, τοῦ βραχέντος φακοῦ μετελάμβανε: ταύτην γὰρ εἶχε τὴν
τροφήν. Ἧκε δέ τις ἀπὸ τοῦ ἄστεως, εἴσπραξίν τινα στρατιωτικὴν
ἐμπεπιστευμένος. Ὁ δὲ καὶ πόῤῥωθεν Θάρσει, ἔφη, καὶ μὴ
δείσῃς, ἀλλὰ προσευξάμενος ἄπιθι. Γενοῦ δέ μοι καὶ σύσσιτος, καὶ τῆς
τροφῆς μοι κοινώνησον.
Καὶ ἅμα ταῦτα λέγων, ἐπλήρου τ̔??ʼν δεξιὰν,
καὶ τοῦ φακοῦ μετεδίδου. Οὕτω τῆς κενῆς δόξης τὸ πάθος μετὰ τῶν ἅλλων τῆς
διανοίας ἀπήλασε. Περὶ δέ γε καρτερίας περιττὸν καὶ λέγειν, μαρτυρούσης τῆς
ὄψεως. Τρεῖς γὰρ πολλάκις ἡμέρα καὶ τοσαύτας νύκτας χιόνος κατενεχθείσης,
οὕτω κατεχώσθη πρηνὴς κείμενος, καὶ τὸν Θεὸν ἱκετεύων, ὡς μηδὲ βραχύ τι τῶν
περικειμένων αὐτῷ ῥακίων ὁρᾶσθαι. Πολλάκις δὲ καὶ ἄμαις χρώμενοι καὶ
μακέλλαις οἱ γειτονεύοντες, καὶ τούτῳ τῷ τρόπῳ τὴν περικειμένην ἀποσύροντες
χιόνα, ἀνασπῶσί τε
Ἐκ τούτων τῶν πόνων τὰ τῆς θείας χάριτος ἐδρέψατο δῶρα, ὧν πάντες μεταλαγχάνουσιν οἱ βουλόμενοι.
Τῇ γὰρ ἐκείνου εὐλογίᾳ, πολλοὶ μὲν ἐσβέσθησάν τε καὶ σβεννύονται πυρετοί:
πολλοὶ δὲ ἠπίαλοι ἐλώφησάν τε, καὶ παντελῶς ὑπεχώρησαν: πολλοὶ δὲ φεύγειν
ἠναγκάσθησαν δαίμονες: καὶ τὸ ὕδωρ τὸ ὑπὸ τῆς ἐκείνου δεξιᾶς εὐλογούμενον
ἀλεξίκακον φάρμακον γίνεται. Τίς ἀγνοεῖ τοῦ τεθνηκότος παιδίου τὴν δ̔??ʼα
τῆς τούτου προσευχῆς γενομένην ἀνάστασιν; Ἐν γὰρ τοῖς τῆς πόλεως προαστείοις
οἱ τούτου εἰσὶ γεννήτορες, οἳ πολλῶν μὲν παιδῶν ἐγένοντο πατέρες, πάντας δὲ
ἀώρους τῷ τάφῳ παρέπεμψαν. Ὅτε τοίνυν τοῦτο τὸ τελευταῖον ἐγεννήθη παιδίον,
ἔδραμεν ὁ πατήρ πρὸς τὸν τοῦ Θεοῦ ἄνθρωπον, μακρᾶς αὐτῷ ζωῆς μεταλαχεῖν
ἱκετεύων, καὶ ὑπισχνούμενος τῷ Θεῷ ἀναθήσειν, εἰ ζήσειε. Τέσσαρα τοίνυν ἔτη
διαβιῶσαν, Προσήκει, ἔφη, πληρῶσαί με τὴν
ὑπόσχεσιν, καὶ τῷ τοῦ Θεοῦ ἀνθρώπῳ καὶ τεθνεὸς ἀποδοῦναι.
Καὶ
ἀπεκόμισεν ὡς προείρηκε, καὶ τέθηκε πρὸ τῶν ἀγίων ἐκείνων ποδῶν. λέγων
ἐκεῖνα ἃ καὶ τοῖς οἰκείοις εἰρήκει. Ὁ δὲ θεῖος ἄνθρωπος προτεθεικὼς τὸ
παιδίον, καὶ τὰ γόνατα κλίνας, ἔκειτο πρηνὴς, τὸν ζωῆς καὶ θανάτου Δεσπότην
παρακαλῶν. Δείλης δὲ ὀψίας ἀφῆκε τὸ παιδίον φωνὴν, καὶ τὸν πατέρα ἐκάλεσεν.
Οὕτως αἰσθόμενος ὁ θεσπέσιος ἐκεῖνος ἀνὴρ, ὡς τὴν ἱκετείαν ὁ Δεσπότης
ἐδέξατο, καὶ τὴν ζωὴν ἐχορήγησεν, ἀνέστη. καὶ προσκυνήσας τὸν ποιοῦντα τὸ
θέλημα τῶν φοβουμένων αὐτὸν, καὶ τῆς δεήσεως αὐτῶν εἰσακούοντα,
Κἀγὼ δὲ πολλάκις τῆς τούτου ἐπικουρίας ἀπήλαυσα: μιᾶς δὲ, ἢ δύο μνησθήσομαι, λίαν ἡγούμενος ἄγνωμον εἶναι, σιγῇ παραδοῦναι καὶ μὴ διδάξαι τῆς εὐεργεσίας τὰ εἴδη.
Μαρκίων ὁ βδελυρὸς πολλὰς ἀσεβείας ἀκάνθας εἰς τὴν χώραν τῆς Κύῤῥου κατέσπειρε πόλεως. Ταύτας ἀνασπᾷν προῤῥίζους πειρώμενος, πάντα κάλων, τὸ λεγόμενον, ἐκίνουν, καὶ πάσῃ μηχανῇ χρώμενος διετέλουν.
Οἱ δὲ τῆς δἰ ἐμοῦ θεραπείας ἀπολἁ??ʼ. ἀντὶ τοῦ ἀγαπᾷν με,
προφητικῶς εἰπεῖν, ἐνδιέβαλλόν με, καὶ ἔθεντο
κατ̓ ἐμοῦ κακὰ ἀντὶ ἀγαθῶν, καὶ μῖσος ἀντὶ τῆς ἀγαπήσεώς μου:
καὶ
γοητικαῖς χρώμενοι μαγγανείαις, καὶ δαίμοσι πονηροῖς συνεργοῖς κεχρημένοι,
ἀοράτως πολεμεῖν ἐπειρῶντο.
Καί ποτε νύκτωρ ἧκέ τις βοῶν ἀλιτήριος δαίμων, καὶ τῇ Σύρᾳ κεχρημένος φωνῇ:
Τί πολεμεῖς, ὁ δεῖνα, Μαρκίωνι; τί δήποτε δὲ τὴν πρὸς τοῦτον
ἀναδέδεξαι μάχην; τί σοι λυπηρὸν εἰργάσατο πώποτε; Λῦσον τὸν πόλεμον,
κατάπαυσον τὴν δυσμένειαν: ἢ τῇ πείρᾳ μαθήσει ὅσον καλὸν ἡσυχία. Εὖ ἴσθι
γὰρ, ὡς πάλαι ἅν σε κατηκόντισα, εἰ μὴ. τὸν τῶν μαρτύρων χορὸν σὺν
Ἰακώβῳ φρουροῦντά σε ἑώρων.
Ἤκουσα τούτων ἐγὼ, καί τινι τῶν γνωρίμων
πλησίον καθεύδοντι: Ἀκούεις, ἔφην, ὁ δεῖνα, τῶν λεγομένων;
Ὁ δέ:
Πάντων, εἶπεν, ἐπήκουσα: καὶ
Ἀναστάντες τοίνυν,
ἄμφω τε διεκύπτομεν, καὶ οὐδένα οὔτε κινούμενον, οὔτε φθεγγόμενον ἠκούομεν:
τῶν δὲ ῥημάτων ἐκείνων καὶ οἱ ἄλλοι ἡμῶν ἐπήκουσαν σύνοικοι. Συνῆκα τοίνυν,
ὡς χορὸν μὲν μαρτύρων ἔλεγε τὸ τοῦ ἐλαίου τῶν μαρτύρων ληκύθιον, ὃ παρὰ
πολλῶν μαρτύρων συνειλεγμένην ἔχον τὴν εὐλογίαν, παρὰ τὴν ἐμὴν ἐξήρτητο
κλίνην: καὶ τῇ κεφαλῇ δέ μου ὑπέκειτο τοῦ μεγάλου Ἰακώβου τὸ παλαιὸν
περιβόλαιον, παντὸς ἕρκους ἀδαμαντίνου ἰσχυρότερόν μοι γεγενημένον. Καὶ
ἡνίκα δὲ τῇ μεγίστη τούτων κώμῃ προσβάλλειν ἔμελλον, εἶτα πολλά τινα ὲν μέσῳ
γινόμενα τὴν ἔξοδον διεκώλυεν, ἔπεμψα παρὰ τὸν ἐμὸν Ἠσαΐαν, τῆς θείας
συμμαχίας Θάῤῥει, ἔλεγε: πάντα γὰρ ἐκεῖνα δίκην ἀραχνῶν διαλέλυται τὰ κωλύματα:
καὶ τοῦτό με νύκτωρ ἐδίδαξεν ὁ Θεὸς, οὐκ ὄναρ σκιαγραφήσας, ἀλλ̓ ὕπαρ
ἐπιδείξας. Ἑώρων γὰρ, ἔλεγε, τῆς ὑμνῳδίας ἀρξάμενος, κατ̓ ἐκεῖνο τὸ
μέρος, ὲν ᾧ τὰ χωρία ἐκεῖνα διάκειται, ὄφιν τινὰ πυροειδῆ, ἀπὸ τῆς
ἐσπέρας ἐπὶ τὴν ἔω ἑρπύζοντα, καὶ διὰ μέσου τοῦ ἀέρος φερόμενον. Τρεῖς
δὲ εὐχὰς ἐξανύσας, πάλιν ἐθεασάμην ἐπικαμφθέντα, καὶ τὸ κυκλοτερὲς
ἐπιδείξαντα σχῆμα, καὶ τῇ κεφαλῇ συναφθεῖσαν τὴν κέρκον. Ὀκτὼ δὲ πάλιν
προσευχὰς συμπεράνας, ἐθεασάμην διχῇ τμηθέντα, καὶ εἰς καπνὸν
διαλυθέντα.
Ταῦτα αὐτὸς μὲν οὕτω προεῖδεν: ἡμεῖς δὲ ἐθεασάμεθα
συνομολογοῦσαν τῇ προῤῥήσει τὴν ἔκβασιν.
Ἔωθεν μὲν γὰρ, ὑπὸ τοῦ ἀρχεκάκου ὄφεως στρατηγούμενοι, οἱ πάλαι μὲν τῆς
Μαρκίωνος συμμορίας,
Περὶ δὲ τρίτην ὥραν τῆς ἡμέρας συσπειραθέντες, τῆς οἰκείας ἐφρόντιζον φυλακῆς, καθάπερ ὁ ὄφις τῇ κέρκῳ τὴν κεφαλὴν συνεκάλυπτεν. Ὀγδόῃ δὲ ὥρᾳ σκεδασθέντες, χώραν ἡμῖν ἔδωκαν τῆς εἰς τὴν κώμην εἰσόδου: καὶ παραυτίκα εὕρομεν ὄφιν ἐξ ὕλης χαλκοῦ πεποιημένον, καὶ ὑπ̓ ἐκείνων προσκυνούμενον.
Τὸν γὰρ κατὰ τοῦ Δημιουργοῦ καὶ Ποιητοῦ τῶν ὅλων προφανῶς ἀναδεξάμενον
πόλεμον, τὸν
Διηγήσατο δὲ οὐ φιλοτιμούμενος, πόῤῥω γὰρ καὶ τούτου τοῦ πάθους ἡ θεία ψυχὴ,
ἀλλά τινος χρείας βιασαμένης εἰπεῖν ἃ κρύπτειν ἠβούλετο. Ἱκέτευον αὐτὸν
ἀντιβολῆσαι τὸν τῶν ὅλων Θεὸν, καθαρόν μοι ζιζανίων ἀποφῆναι τὸ λήϊον, καὶ
τῶν αἱρετικῶν σπερμάτων πάμπαν ἐλευθερῶσαι. Ἠνία γάρ με κομιδῇ ἡ τοῦ
βδελυροῦ Μαρκίωνος ἐπὶ πλεῖστον διακρατήσασα πλάνη. Ἔφη τοίνυν λιπαρούμενος:
Ὁ??ʼτ̓ ἐμοῦ, οὔτε ἄλλου δεῖ σοι πρὸς αὐτὸν πρεσβευτοῦ. Ἔχεις γὰρ
Ἰωάννην τὸν πάνυ, τὴν τοῦ Λόγου φωνὴν, τῶ Δεσπότου τὸν πρόδρομον, ταύτην
ὑπὲρ σοῦ τὴν ἱκετείαν
Ἐμοῦ δὲ λέγοντος, ὡς καὶ ταῖς τούτου πιστεύω
προσευχαῖς, καὶ ταῖς τῶν ἄλλων ἁγίων ἀποστόλων καὶ προφητῶν, ʽ??ʼν ἔναγχος
ἡμῖν τὰ λείψανα ἐκεκόμιστο, Θάῤῥει, ἔφη, ὡς Ἰωάννην ἔχεις τὸν
Βαπτιστήν.
Ἀλλ̓ οὐδὲ οὕτω σιγὴν ἔχειν ἠνειχόμην: πολλῷ δὲ πλέον
ἐπεκείμην πυνθανόμενος, καὶ μαθεῖν ἐφιέμενος, τί δὴ τούτου μᾶλλον ἐμνήσθη. Ὁ
δέ: Περιπτύξασθαι, ἔφη, ἐβουλόμην αὐτοῦ τὰ ἐπέραστα λείψανα.
Ἐπειδὴ
δὲ ἔλεγον: Οὐκ οἴσω ταῦτα, εἰ μὴ ἐρεῖν ὑπόσχοιτο ἃ θεασάμενος εἴη,
αὐτὸς μὲν ὑπέσχετο: ἐγὼ δὲ τῇ ὑστεραίᾳ ἐκόμισα τὰ ποθούμενα, καὶ πάντας
πόῤῥω κελεύσας γενέσθαι, ἐμοὶ μόνῳ διηγήσαιο Ἡνίκα, ἔφη, τοὺς πολιούχους
τούτους ἀπὸ τῆς Φοινίκης καὶ τῆς Παλαιστίνης ἀφικομένους, μετα τῆς Δαυιτικῆς
ὑπεδέξω χορείας ἔννοιά μοί τις γέγονεν, Ἀδελφὲ Ἰάκωβε, λέγοντα, εἰπὲ, τί
δήποτε ἀφικομένοις ἡμίν οὐχ ὑπήντησας;
Ἐμοῦ δὲ ἐρομένου, τίνες ποτε
εἶεν. ἀπεκρίνατο λέγων: Οἱ ἀπὸ Φοινίκης καὶ Παλαιστίνης τῇ προτεραίᾳ
ἐληλυθότες: καὶ πάντων ἡμᾶς ὑποδεξαμένων προθύμως, καὶ τοῦ ποιμένος, καὶ
τοῦ λαοῦ, καὶ ἀστῶν, καὶ χωρητικῶν, σὺ μόνος οὐκ ἐκοινώνησας τῆς
τιμῆς.
ᾘνίττετο δὲ τὴν γενομένην ἀμφιβολίαν. Εἰπεῖν τοίνυν ἔφη πρὸς
ταῦτα, ʽ??ʼ Καὶ ἀπόντων ὑμῶν τε καὶ τῶν ἄλλων ἁπάντων προσκυνῶ τῷ
Θεῷ.
Πάλιν δὲ τῇ ὑστεραίᾳ κατὰ τὸν αὐτὸν καιρὸν, αὐτὸς ἑκεῖνος
ἐπιφανείς: Ὄρα ἔφῃ ἀδελφὲ Ἰάκωβε, τὸν ἐκεῖθεν ἑστῶτα, οὖ ἡ μὲν ἐσθὴς
Ἐμοῦ δὲ τὰς ὄψεις
ἐκεῖσε μεταθέντος, καὶ τὸν Βαπτιστὴν Ἰωάννην ὑποτοπάσαντος, καὶ γὰρ τὴν
στολὴν περιβέβλητο, καὶ τὴν χεῖρα ὡς βαπτίζων προέτεινε: Αὐτός ἐστιν,
ἴφη, ὃν ὑπέλαβες εἶναι:
καὶ ἄλλοτε δὲ Ἡνίκα, ἔφη, εἰς τὴν πρώτην
νύκτωρ ἀπῄεις κώμην, παιδεύσων ὡς στασιαστὰς, σπουδαιοτέραν τῷ Θεῷ
προσενεγκεῖν εὐχὴν παρεγγυήσας, ἄγρυπνος διετέλεσα τὸν Δεσπότην
ἀντιβολῶν.
Εἶτα φωνῆς ἀκήκοα λεγούσ̔??ʼς: Μηδὲν δείσῃς, Ἰάκωβε: ὁ
γὰρ μέγας Ἰωάννης ὁ Βαπτιστὴς παννύχιον ἀντιβολεῖ τὸν τῶν ὅλων θεόν:
Ταῦτά μοι
διηγησάμενος, παρεγγύησε μόνον εἰδέναι, καὶ μὴ λαβεῖν ἄλλους συνίστορας. Ἐγὼ
δὲ ὠφελείας ἕνεκεν, οὐ μόνον πολλοῖς προσήνεγκα τὸ διήγημα, ἀλλὰ καὶ
συγγραφῇ παραδίδωμι. Καὶ Ἰωσὴφ δὲ τὸν πατριάρχην θεάσασθαι ἔφη, καὶ τὴν
κεφαλὴν πολιὸν καὶ τὸ γένειον, καὶ ἐν γήρᾳ τῆς ὥρας ἀφιέντα τὴν αἴγλην, καὶ
ἐν ἀρετῆς ἀκρότητι ἔσχατον ἑαυτὸν τῶν ἁγίων ὀνομάζοντα. Ἐμοῦ γὰρ φησὶ,
πρῶτον λέγοντος τῶν τῆς θήκης αὐτῷ κοινωνούντων, αὐτὸς ἑαυτὸν ἔσχατον
ὠνόμαζε.
Διηγήσατο δέ μοι καὶ τὰς γεγενημένας αὐτῷ ὑπὸ τῶν πονηρῶν
δαιμόνων παντοδαπὰς προσβολάς. Εὐθὺς μὲν γὰρ, ἔλεγε, ταύτης μοι τῆς
πολιτείας ἀρξαμένῳ γυμνὸς ἑωρᾶτό τις, Αἰθίοπος ἔχων τὸ εἶδος,
Ἐγὼ
δὲ, ἔφη, ἔλεγον: Εἰ μὲν ἐπιτέτραψαι παρὰ τοῦ τῶν ὅλων Δεσπότου, παῖε, καὶ
δέξομαι μεθ̓ ἡδονῆς τὴν πληγὴν, ὡς ὑπ̓ ἐκείνου: παιόμενος: εἰ δὲ μὴ
ἐπετράπης, οὐ παίσεις, κἂν μυριάκις λυττήσῃς.
Τούτων ἀκούσας
ἐδραπέτευσε τότε: ἀλλὰ πάλιν κρύβδην διετέλει λυττῶν. Τὸ γὰρ δίς μοι τῆς
ἑβδομάδος κάτωθεν κομιζόμενον ὕδωρ, ἁπαντῶν τῷ κομίζοντι, καὶ Τί δή ποτε πέντε καὶ δέκα διελθουσῶν ἡμερῶν
οὐκ ἐκόμισας ὕδωρ;
Ὁ δὲ τρὶς ἔλεγε καὶ τετράκις κεκομικέναι, καί με
τοῦτο δεδέχθαι. Καὶ ποῦ τοῦτο, ἔφην, ἐγὼ παρὰ σοῦ φέροντος ἐδεξάμην;
Ὡς δὲ τὸν τόπον ὑπέδειξε: Κᾶν μυριάκις, ἔφην, ἐκεῖ με θεάσῃ
παραγινόμενον, μὴ δῷς τὸ ἀγγεῖον, ἕως εἰς τοῦτον ἀφίκῃ τὸν τόπον.
Οὕτω καὶ ταύτην αὐτοῦ τὴν ἐπιβουλὴν διαλύσας, αὗθις ἑτέρας ἐπειράθη. Βοῇ γὰρ
νύκτωρ χρησάμενος ἔφη, ὅτι Σὲ τοσαύτης δυσωδίας ἐμπλήσω, καὶ τοσαύτην
δύσκλειαν κατασκευάσω, ὡς μηδένα σε μηδαμόθεν θεάσασθαι ἄνθρωπον.
Ἐγὼ δὲ, ἔφη, πρὸς ταῦτα Σοι χάριν ὁμολογήσω: ἄκων γὰρ εὐεργετήσεις τὸν δυσμενῆ, πλέον
ἐντρυφᾷν τῇ τοῦ Θεοῦ μνήμῃ παρασκευάζων. Σχολῆς γὰρ πλείονος ἀπολαύων,
ἔργον σχήσω διηνεκὲς τοῦ θείου κάλλους τὴν φαντασίαν.
Ὀλίγων τοίνυν
διελθουσῶν ἡμερῶν, μεσούσης ἡμέρας τὴν εἰωθυῖαν λειτουργίαν ἐπιτελῶν,
ὁρῶ, ἔφη, δύο ἐκ τοῦ ὅρους κατιούσας γυναῖκας.
Ἐγὼ δὲ τὸ ἄηθες δυσχεράνας, καὶ λίθοις βαλεῖν ἐπιχειρήσας, τῆς τοῦ
ἀλάστορος ἀπειλῆς ἐμνήσθην, καὶ ταύτην ὑπέλαβον εἶναι τὴν δύσκλειαν.
Ἕφθην τοίνυν βοήσας, ὡς εἰ καὶ τοῖς ὤμοις ἐπικαθίσαιεν, οὐ βαλῶ τοῖς
λίθοις, οὐ διώξω, μόνῃ δὲ χρήσομαι τῇ προσευχῆ. Ταῦτα ἔφην, αἱ δὲ
φρουδοι ἐγἕ??ʼοντο, καὶ τῷ
Μετὰ ταῦτα πάλιν: Νύκτωρ ἐγὼ μὲν, ἔφη, προσηυχόμην,
ὀχήματος δὲ κτύπος ἐφέρετο, καὶ ἡνιόχου βοὴ, καὶ ἵππων χρεμετιζόντων:
ἐμὲ δὲ τοῦ πράγματος τὸ καινὸν ἐθορύβησεν.
Ἐνενόουν γὰρ ὡς οὔτε ἄρχων ἐπεδήμει τότε τῇ πόλει, οὔτε ὀχήμασιν ἡ ὁδὸς
ἦν, οὔτε ὁ καιρὸς τοῖς ὀχήμασιν ἐπιτήδειος.
Ἐμοῦ δὲ ταῦτα
λογιζομένου, θόρυβός τις πλήθους ἠκούετο προσπελάζοντος: καί τινες ἐβόων
ἡγούμενοι ῥαβδοφόροι, συρίττοντες, καὶ ἀπελαύνοντες ἐκ τοῦ μέσου τοὺς
πλείους, καὶ εὐτρεπῆ ποιοῦντες τῷ ἡγουμένῳ τὴν πάροδον. Ὡς δὲ σφόδρα μοι
πελάζειν ἔδοξε, εἷπον, ἔφη: Τίς εἷ; καὶ πόθεν ἥκεις; καὶ τίνος δεόμενος
κατὰ τοῦτον ἐλήλυθας τὸν καιρόν; μέχρι τίνος παίζεις, ὦ ταλαίπωρε, καὶ
τῆς θείας μακροθυμίας καταφρονεῖς;
Τοῦτο ἐγὼ μὲν ἔλεγον πρὸς ἔω
ἡ γὰρ θεία
χάρις ἀντέσχεν, καὶ παραυτίκα φροῦδα πάντα ἐγένοντο.
Ἔλεγε δὲ καὶ
κατὰ τὸν τῶν ἀλιτηρίων ἐκείνων λῃστῶν καιρὸν, ὅτε ἐξ Ἰσαυρίας ὁρμώμενοι τῆς
ἔω τὰ πλεῖστα ἐμπρήσαντες ἐληΐσαντο, δεδιέναι σφόδρα, οὐ τὴν σφαγὴν, οὐ γὰρ
οὕτω φιλοσώματος ἦν, ἀλλὰ τὸν ἀνδραποδισμὸν, καὶ τὴν αἰχμαλωσίαν, καὶ τῆς
ἀσεβείας καὶ παρανομίας τὴν θεωρίαν. Τούτου τοῦ δέους αἰσθόμενος ὁ διάβολος:
ἤκουσε γὰρ αὐτοῦ πολλάκις πρὸς τοὺς γνωρίμους ἐκφήναντος: μιμεῖται νύκτωρ
ὀλολογὴν γυναικῶν. Ἐγὼ δὲ, ἔφη, ἀκούειν ἐδόκουν ὡς ἥκοιεν οἱ πολέμιοι,
καὶ ὡς πῦρ ταῖς κώμαις ἐμβάλλοιεν. Εὐθὺς τοίνυν διχῆ τῆς κεφαλῆς
διακρίνας τὰς κώμας, καὶ τὰς μὲν ἐκ δεξιῶν,
Οὕτω πᾶσαν ἐκείνην διατελέσας τὴν νύκτα, καὶ διηνεκῶς τὴν ἐκείνων ἔφοδον
προσδεχόμενος, ἐπειδὴ ἡμέρα ἐγένετο, καὶ ἧκόν τινες, ἐπυθόμην τί περὶ
τῶν Ἰσαύρων εἶεν ἀκηκοότες: οἱ δὲ ἔλεγον, μηδὲν ἐν ταύταις ἐγνωκέναι
ταῖς ἡμέραις. Καὶ οὕτω, φησὶν, ἐπέγνων διαβολικὴν κἀκείνην εἶναι τὴν
φαντασίαν.
Ἄλλοτε δὲ, ἔφη, νέῳ σφριγῶντι ἀπεικασθεὶς, ὤρᾳ λάμποντι, καὶ κόμῃ ξανθῇ
κεκοσμημένῳ, προσῄει μειδιῶν ἅμα καὶ παίζων: ἐγὼ δὲ, ἔφη, τῷ θυμῷ
καθοπλισθεὶς ἐξήλαυνον λοιδορούμενος.
Ὁ δὲ ἐπέμενεν ἑταιρικὸν
βλέπων, καὶ τῷ τε μειδιάματι, τῷ τε φθέγματι, ἡδονὴν ἀναβλύζων. Τότε τοίνυν
πλέον τὸν θυμὸν παραθήξας: Πῶς ἰσχύεις, ἔλεγον, πᾶσαν τὴν
Τῇ γὰρ δοκούσῃ παιδιᾷ σπουδάζουσι πᾶσαν ἀφανίσαι τῶν ἀνθρώπων τὴν φύσιν.
Καὶ ἄλλα δὲ
πλείονα εἰδὼς τούτων διηγήματα, συγγράφειν, οὐ βούλομαι, Ἀλλά γε σὺ ἄπιθι, ἔφην, τοῦ Χριστοῦ σοι κελεύοντος, τοῦ λεγεῶνα
ὅλην διὰ τῶν χοίρων: τῷ βυθῷ παραπέμψαντος.
Ἤκουεν ἄμα καὶ
ἔφευγεν, οὔτε τῆς Δεσποτικῆς προσηγορίας τὴν δύναμιν φέρων, οὔτε τῆς
οἰκετικῆς φιλοσοφίας τήν αἴγλην βλέπειν δυνάμενος.
Ἐπειδὴ δὲ καὶ εἰς τοὺς ὕστερον ἐσομένους τὸ τοῦ διηγήματος διαβήσεται
σύγγραμμα, ἀπιστότερα δὲ τοῖς πολλοῖς τὰ ὧτα τῶν ὀφθαλμῶν, τῇ ἀσθενείᾳ τῶν
ἀκουόντων μετρήσομεν τὴν διήγησιν. Τούτῳ τοίνυν ᾠκοδόμησαν μὲν καὶ ἄλλοι
σηκὸν μέγιστον ὲν τῇ πελαζούσῃ κώμῃ, οὐ πολλοῖς ἀφεστῶτα σταδίοις:
κατεσκεύασα δὲ κἀγὼ θήκην ὲν τῷ τῶν ἀποστόλων καλλινίκων σηκῷ. Ἀλλὰ τοῦτο
μαθὼν ὁ θεῖος ἄνθρωπος, πολλά με πολλάκις ἐλιπάρησεν, ἐν ἐκείνῳ τῷ ὄρει ταφῇ
παραδοῦναι τὸ σῶμα. Ἐγὼ δὲ εἶπον πολλάκις, ὡς οὐ προσήκει τὸν τῆς παρούσης
ζωῆς Οὐκ ἀνέξομαι, ἔφη, τοῦτον Ἰακώβου καλεῖσθαι τάφον, ἀλλὰ βούλομαι τῶν
καλλινίκων μαρτύρων τοῦτον γενέσθαι σηκὸν, ἐμὲ δὲ οἷά τινα μέτοικον εἰς
ἑτέραν κεῖσθαι θήκην, παροικεῖν αὐτοῖς ἠξιωμένον.
Καὶ ταῦτα οὐ μόνον
εἶπεν, ἀλλὰ καὶ ἔδρασε. Καὶ πολλοὺς μὲν προφήτας, πολλοὺς δὲ ἀποστόλους,
πλείστους δὲ ὅτι μάρτυρας, πανταχόθεν συναγαγὼν, ἐν μιᾷ τέθεικε λάρνακι, τῷ
τῶν ἁγίων δήμῳ συνοικεῖν ἐθελήσας, καὶ σὺν αὐτοῖς ἀναστῆναι, καὶ τῆς θεωρίας
ἀξιωθῆναι ποθήσας. Ἱκανὸν δὲ τοῦτο τεκμηριῶσα,
Ὁποῖοι μὲν οὗν τῆς σεβασμίας ἐμοὶ κεφαλῆς οἱ πόνοι, καὶ οἱ ἀγῶνες ἡλίκοι, καὶ ὅσης θεόθεν ἀπέλαυσε χάριτος, καὶ ὅσας νίκας νενίκηκε, καὶ οἵοις στεφὰνοις κατακεκόσμηται, ἀπόχρη καὶ ταῦτα διδάξαι.
Ἐπειδὴ δέ τινες δυσκολίαν ἤθους ἐπαιτιῶνται, καὶ δυσχεραίνουσι τὸ φιλέρημον καὶ ἡσύχιον, ὀλίγα περὶ τούτων εἰπὼν, πέρας ἐπιθήσω τῷ διηγήματι: Πρόκειται πᾶσιν, ὡς ἔφην, εἰς θεωρίαν, οὔτε θριγκίῳ πεφραγμένος, οὔτε καλύβῃ τινὶ ἢ σκηνῇ καλυπτόμενος.
Ἕκαστος δὲ τῶν ἀφικνουμένων, ὑπ̓ οὐδενὸς ἑρκίου κωλυόμενος, εὐθὺς
παραγινόμενος προσδιαλέγεσθαι βούλεται. Τοῖς δὲ ἄλλοις ταυτησὶ τῆς
φιλοσοφίας ἐρασταῖς καὶ θριγκία καὶ θύραι εἰσὶ, καὶ ἡσυχίας ἀπόλαυσις, καὶ
ἀνοίγνυσιν ἐθελήσας ὁ καθειργμένος, καὶ ἀναβάλλεται ὅσον βούλεται, καὶ τῆς
θείας ἐμφορεῖται θεωρίας ὅσον ἐθέλει. Ἐνταῦθα δὲ Οὐκ ἄλλου χάριν, ἔφη, ἀλλ̓ ἐμαυτοῦ τὸ ὅρος κατείληφα.
Καὶ πολλὰ λίαν ἁμαρτημάτων περικείμενος ἕλκη, πολλῆς δέομαι θεραπείας.
Καὶ τούτου εἵνεκα τὸν ἡμέτερον ἱκετεύω Δεσπότην, ὀρέξαι μοι τὰ τῆς
κακίας ἀλεξιφάρμακα.
Πῶς τοίνυν οὐκ ἄτοπον, καὶ λίαν ἀνόητον, διακόψαι μὲν τὸν τῆς ἱκετείας
εἱρμὸν, μεταξὺ δὲ διάλεξιν πρὸς ἀνθρώπους ποιήσασθαι; Εἰ γὰρ οἰκέτης
ἀνθρώπου ὁμοφυοῦς ἐτύγχανον, ἐν δὲ τῷ τῆς δεσποτικῆς διακονίας καιρῷ,
καταλιπὼν τὸ προσενεγκεῖν εἰς καιρὸν ἢ σιτία ἢ ποτὰ, πρός τινα τῶν
ὁμοδούλων ἐποιησάμην διάλεξιν, πόσας οὐκ ἂν δικαίως ἐδεξάμην πληγάς; Εἰ
δὲ καὶ ἄρχοντι προσελθὼν, καὶ
Ταῦτα καὶ ἤκουσα, καὶ πρὸς
τοὺς δυσχεράναντας διεπόρθμευσα. Καὶ εὖ μοι καὶ καλῶς εἰρηκέναι δοκεῖ. Πρὸς
γὰρ αὗ τοῖς εἰρημένοις. καὶ
Εἰ δὲ καὶ ἐπιβιῴη τῷδε τῷ διηγήματι χρόνον, καὶ ἄλλα μυρία δήπουθεν κατορθώματα τοῖς προτέροις προσθήσει, καὶ συγγράψουσι κἀκεῖνα ἕτεροι. Ἡμῖν γὰρ τῆς ἐντεῦθεν ἐκδημίας πόθος πολύς.
Ὁ δὲ τῶν τῆς εὐσεβείας ἀθλητῶν ἀγωνοθέτης καὶ τούτῳ δώσει τέλος τῶν ἀγώνων ἐπάξιον, καὶ τοῦ δρόμου τὸ λειπόμενον παράσχοι τῷ προτέρῳ συμβαῖνον, ἵνα νικηφόρος καταλάβοι τὴν νύσσαν, καὶ τὴν ἡμετέραν ἀσθένειαν ταῖς τούτου προσευχαῖς ὑπερείσειεν: ὅπως ἀναῤῥωσθέντες, τὰς πολλὰς ἡμῶν ʽ??ʼναπαλαίσωμεν ἥττας, καὶ μετὰ νίκης τὸν βίον ἐξέλθωμεν.
Ταύτης πρὸς μεσημβρίαν λόφος τις ἐστὶν, οὕτε λίαν τραχὺς, οὔτε μάλα
προσάντης. Ἐν αὐτῷ τὸ ἀσκητικὸν ἐδείματο καταγώγιον Θαλάσσιος ὁ θαυμάσιος,
Καὶ τοῦτο λέγω οὐκ ἀκοῇ μόνῃ πειθόμενος, ἀλλὰ καὶ πείρᾳ χρησάμενος. Κατέλαβον γὰρ τὸν ἄνδρα, καὶ πολλάκις τῆς γλυκείας αὐτοῦ ἀπήλαυσα συνουσίας. Εἰς τὸν τοῦδε χορὸν ἐτέλεσεν ὁ νῦν παρὰ πάντων ᾀδόμενος Λιμναῖος, καὶ κομιδῇ νέος ὤν τὴν παλαίστραν ἐκείνην καταλαβὼν, τὴν ἄκραν ταύτην φιλοσοφίαν καλῶς ἐπαιδεύετο. Καὶ πρῶτον τὸ τῆς γλώττης εἰδὼς εὐόλισθον, μειράκιον ὤν ἔτι, σιγᾷν ἐνομοθέτησε ταύτην, καὶ πλεῖστον ὅτι μάλιστα διετέλεσε χρόνον μηδὲν πρὸς μηδένα φθεγγόμενος.
Ἐπειδὴ δὲ ἀποχρώντως τῆς τοῦ θείου πρεσβύτου διδασκαλίας μετέλαχε, καὶ
ἐκμαγεῖον ἑαυτὸν τῆς ἐκείνου ἀπέφηνεν ἀρετῆς, παρὰ τὸν μέγαν ἀφίκετο
Πολλὴν δὲ καὶ ἐντεῦθεν πάλιν ὠφέλειαν τρυγήσας, καὶ τὸν ὑπαίθριον βίον ζηλώσας, κορυφὴν ἑτέραν κατέλαβε, κώμης τινὸς ὑπερκειμένην, ἤν ὀνομάζουσι Ταργαλᾶν. Ἐν ταύτῃ μέχρι καὶ τήμερον διετέλεσεν, οὐκ οἰκίσκον ἔχων, οὐ σκηνὴν, οὐ καλύβην, ἀλλὰ γυμνῷ θριγκίῳ περιειργόμενος, ἐκ λίθων ᾠκοδομημένων, οὐδὲ πηλῷ συνηρμοσμένων. Θύραν δὲ σμικράν τινα ἔχει πηλῷ διηνεκῶς κεχρισμένην: ἤν οὔποτε μὲν ἀνοίγνυσι τῶν ἄλλων ἀφικνουμένων. ἐμοὶ δὲ μόνῳ παραγενομένῳ τοῦτο ποιεῖν ἐπιτρέπει. Τούτου χάριν συναγείρονται πάμπολλοι πάντοθεν, τῆς ἐμῆς ἀφίξεως αἰσθόμενοι, κοινωνῆσαί μοι τῆς εἰσόδου ποθοῦντες.
Τοῖς δὲ ἄλλοτέ ποτε πρὸς αὐτὸν φοιτῶσι, διὰ σμικρᾶς τινος θυρίδος διαλεγόμενος, μεταδίδωσι τῆς εὐλογίας, πλείστοις διὰ ταύτης τὴν ὑγίειαν δωρούμενος.
Τῷ γὰρ τοῦ Σωτῆρος ὀνόματι κεχρημένος, Οὐ μόνον δὲ τοῖς εἰς αὐτὸν ἀφικνουμένοις ἀναβλύζει τὴν
ἴασιν, ἀλλὰ καὶ τῷ οἰκείῳ ταύτην πολλάκις προσενήνοχε σώματι. Ἐπανέστη
γὰρ αὐτῷ πάλαι ποτὲ τοῦ κώλου τὸ πάθος: τὰς δὲ ἐντεῦθεν γινομένας ὀδύνας
καὶ ἀλγηδόνας ἴσασι μὲν ἀκριβῶς οἱ τὴν πεῖραν δεξάμενοι, ἴσασι δὲ καὶ οἱ
τούτου γενόμενοι θεαταί. Καλινδοῦνται γὰρ τοῖς λυττῶσι παραπλησίως, τῇδε
κἀκεῖσε περιστρεφόμενοι, καὶ ἄμα τοὺς πόδας ἐκτείνοντες καὶ
συστέλλοντες. Ἔστι δὲ ὅτε καὶ κάθηνται, καὶ ἀνίστανται, καὶ βαδίζουσιν,
ἀναπαύλης τινὸς πόρον εὑρεῖν μηχανώμενοι. Διὰ τοῦτο καὶ βαλανείοις
προσεδρεύουσι, καὶ πολλάκις εἰσίασι, ψυχαγωγίας τινὸς ἀπολαύοντες.
Καὶ τί δεῖ μηκύνειν, τὰ πᾶσι δῆλα καὶ σαφῆ καταλέγοντας; Τοιούτῳ πάθει
προσπαλαίων,
Πολλοὺς γὰρ τὸ βλέπειν ἀφῃρημένους, καὶ προσαιτεῖν
ἠναγκασμένους συναγαγὼν, καὶ ἑκατέρωθεν
Ταύτην ἐζήλωσε τὴν πολιτείαν καὶ Ἰωάννης, ἀνὴρ πρὸς τοῖς ἄλλοις ἡμερότητι καὶ πραότητι λάμπων.
Ῥαχίαν δὲ τραχεῖαν καταλαβὼν, δυσχείμαρον καὶ προσάρκτιον, ἐν ἐκείνῃ τέως πέντε καὶ εἴκοσι διετέλεσεν ἔτη, τὰς ἐναντίας τοῦ ἀέρος δεχόμενος προσβολάς.
Τἄλλα δὲ πάντα, ἵνα μὴ καθ̓ ἕκαστον διεξέρχωμαι, τροφὴ, καὶ ἐσθὴς, καὶ τὰ τοῦ
σιδήρου φορτία, τοῖς προειρημένοις ἐστὶ παραπλήσια. Οὕτω δέ ἐστι τῶν
ἀνθρωπίνων ἀπάντων ὑπέρτερος, ὡς μηδεμίαν
Τοῦτον ἠσπάσατο τὸν βίον καὶ Μωϋσῆς, ἐν ὑψηλῇ τινι κορυφῇ Ῥαμᾶς ὑπερκειμένῃ
τῆς κώμης, ἀγωνιζόμενος: καὶ Ἀντίοχος, ἀνὴρ πρεσβύτης, ἐν ἐρημωτάτῳ τόπῳ τὸ
θριγκίον δειμάμενος: καὶ Ἀντωνῖνος,
Ἀλλὰ καὶ τοῖς πρὸς αὐτὸν δέ γε ἀφικνουμένοις ὀλίγα ἄττα διαλεγόμενος, κατάγειν ἐκ τῶν οὐρανῶν οὐκ ἠνείχετο τὴν δίάνοιαν: ἀλλ̓ εὐθὺς ἐκείνων ἀπαλλαττόμενος, ὡς μηδὲ πρὸς βραχὺ χωρισθεὶς τοῦ τῶν ὅλων θεοῦ, πάλιν τὴν ἱκετείαν προσέφερεν.
Ἐπειδὴ δὲ τὴν διηνεκῆ στάσιν τὸ γῆρας ἀλύπως φέρειν οὐκ εἴα, ἔρεισμα τούτῳ
τὴν βακτηρίαν προσέφερε, καὶ ταύτῃ προσκλινόμενος ὕμνει τὸν Δεσπότην
Τοῦτον καὶ ὁ μέγας ἐκεῖνος ὑπερηγάσθη Μάρων, καὶ τοῖς φοιτῶσι πρὸς αὐτὸν ἅπασι παρηγγύα τρέχειν, καὶ τοῦ πρεσβύτου τὴν εὐλογίαν τρυγᾷν, πατέρα καὶ διδάσκαλον ὀνομάζων, καὶ πάσης ἀρχέτυπον ἀποκαλῶν ἀρετῆς. Τούτῳ κοινωνῆσαι καὶ ταφῆς παρεκάλεσεν: ἀλλ̓ οὐκ εἴασαν οἱ τὸ ἱερὸν ἐκεῖνο σῶμα διαρπάσαντες, καὶ εἰς τὸ προειρημένον χωρίον ἀποκομίσαντες. Ὁ δὲ θεσπέσιος Ζεβινᾶς προτελευτήσας, εἰς τὴν πελάζουσαν αὐτῷ κώμην ʽΚίττα δὲ αὕτη καλεῖταἰ, τῶν νομιζομένων ἀπήλαυσε, καὶ σηκὸν δὲ τῇ θήκῃ μέγιστον ᾠκοδόμησαν. Ἴασιν γὰρ ἀναβλύζει τοῖς μετὰ πίστεως προσιοῦσι παντοδαπήν.
Ἔχει δὲ νῦν καὶ μάρτυρας ὁμοροφίους, παρὰ
Τῆς τούτου διδασκαλίας ὁ μέγας ἀπήλαυσε Πολυχρόνιος: καὶ ὁ θειότατος δὲ
Ἰάκωβος τοῦτον ἔφη πρῶτον τρίχινον αὐτῷ δεδωκέναι χιτῶνα. Ἐγὼ δὲ ἐκεῖνον μὴ
θεασάμενος πώποτε ʽπρὸ γὰρ τῆς ἐμῆς ἀφίξεως τοῦ βίου προκατειλήφει τὸ τέρμἀ,
ἐν Πολυχρονίῳ τούτῳ τῷ πάνυ τὴν τοῦ θείου Ζεβινᾶ φιλοσοφίαν ὁρῶ. Οὐ γὰρ
οὕτως ὁ κηρὸς τοῦ δακτυλίου τὸν
Ὁμοίως γὰρ τῷ θείῳ πυρπολεῖται πόθῳ, καὶ τῶν γηΐνων ἐστὶν ἁπάντων ὑπέρτερος: καὶ τῷ σώματι προσδεδεμένος, ὑπόπτερον ἔχει ψυχὴν, καὶ διαπερᾷ καὶ τὸν ἀέρα καὶ τὸν αἰθέρα, καὶ τῶν οὐρανῶν ὑψηλότερος γίνεται, καὶ τὴν θείαν διηνεκῶς θεωρίαν φαντάζεται.
Καὶ οὔ ποτε καθέλκειν ἐκεῖθεν ἀνέχεται τὴν διάνοιαν: ἀλλὰ καὶ
προσδιαλεγόμενος τοῖς ἀφικνουμένοις, τὰ ἄνω περιπολεῖ. Τὴν δὲ παννύχιον
αὐτοῦ ἀγρυπνίαν, καὶ στάσιν, ἐντεῦθεν μεμάθηκα. Ὁρῶν γὰρ αὐτὸν, καὶ γήρᾳ
κατὰ ταυτὸν καὶ ἀσθενείᾳ παλαίοντα, καὶ θεραπείας οὐδὲ μιᾶς ἀπολαύοντα,
ἔπεισα λιπαρήσας πολλάκις δύο συνοίκους λαβεῖν, καὶ τῆς παρὰ τούτων
παραψυχῆς ἀπολαύειν. Ἐπειδὴ δὲ ἄνδρας
Ἐπειδὴ δὲ τὸν θεῖον ἄνδρα ἱκέτευον τῇ τοῦ σώματος ἀσθενείᾳ μετρῆσαι τὸν
πόνον, Οὐ μόνον, ἔφη αὐτοῖς, οὐ βιάζομαι διηνεκῶς κοινωνεῖν μοι τῆς
στάσεως, ἀλλὰ κατακλίνεσθαι πολλάκις παρεγγυῶ.
Οἱ δὲ, Καὶ πῶς ἂν
δυναίμεθα, ἔλεγον, τοῦ ἐν πόνοις γεγηρακότος ἑστῶτος, καὶ τῆς τοῦ
σώματος ἀσθενείας καταφρονοῦντος, κατακλίνεσθαι ἄνδρες καὶ ὑγιαίνοντες
καὶ μεσοῦντες τῷ χρόνῳ;
Ἀλλὰ τῆς μὲν σεβασμίας ἐμοὶ κεφαλῆς οὕτω
τοὺς νυκτερινοὺς κατέμαθον πόνους. Οἱ δὲ ἄνδρες οὗτοι τοσαύτην τῷ χρόνῳ
προσέλαβον ἀρετὴν, ὡς τὴν αὐτὴν τῷ μεγάλῳ
Οὗτος τοίνυν μετὰ τῶν ἅλλων παθῶν καὶ τὴν φιλοτιμίαν τῆς ψυχῆς ἀπελάσας, καὶ
τῆς κενῆς δόξης τὴν τυραννίδα πατήσας, κατακρύπτειν ἀεὶ τοὺς πόνους
ἐσπούδασε. Καὶ σίδηρον μὲν οὐκ ἠνέσχετο φορεῖν, δείσας μή τινα βλάβην
ἐντεῦθεν ἀρύσηται, τύφου φλεγμονὴν τῆς ψυχῆς δεξαμένης. Δρυὸς δὲ ῥίζαν
βαρυτάτην κομίσαι αὐτῷ τινα κελεύσας, ὡς εἰς ἑτέραν
Καὶ γὰρ ἡνίκα ὁ χαλεπὸς ἐκεῖνος αὐχμὸς τρύχων τοὺς ἀνθρώπους εἰς ἱκεσίαν
διήγειρεν, ἀφίκετο πρὸς αὐτὸν ἱερέων πλῆθος: συνῆν δὲ τούτοις καὶ τῆς
Ἀντιοχέων
Οὗτος τῶν παρόντων τοὺς γεραιτέρους ἱκέτευε, πεῖσαι τὸν ἄνδρα, ληκυθίῳ τινὶ
ἐπιθεῖναι τὴν δεξιάν. Τῶν δὲ εἰρηκότων ὡς οὐκ ἀνέξεται, εὐχῆς μετὰ ταῦτα
γινομένης, καὶ τῆς θεσπεσίας μοι κεφαλῆς προσευχομένης, ὄπισθεν ἐκεῖνος
ἑστὼς προὔτεινε ταῖς δύο χερσὶ τὸ ληκύθιον. Τὸ δὲ ἀνέβλυσεν, ὡς δύο καὶ
τρεῖς τῶν παρόντων ἐκτεῖναι τὰς χεῖρας, καὶ πεπληρωμένας ταύτας τοῦ ἐλαίου
λαβεῖν. Ἀλλ̓ ὅμως καὶ τῆς θείας χάριτος ἀφεὶς τὰς ἀκτῖνας, καὶ παντοδαποῖς
κατορθώμασι βρίθων, καὶ ὀσημέραι συλλέγων τῆς φιλοσοφίας τὸν πλοῦτον, οὕτως
ἐστὶ τὸ φρόνημα μέτριος, ὡς ἑκάστου τῶν ὡς αὐτὸν ἀφικνουμένων ἄμφω τὼ πόδε
περιπτύσσεσθαι, καὶ τὸ μέτωπον ἐπιτιθέναι τῇ γῇ, εἴτε στρατιώτης, εἴτε
χειροτέχνης, εἴτε ἄγροικος εἴη. Διηγήσομαι δέ τι, καὶ τὴν ἁπλότητα
Ἀνήρ τις σπουδαῖος, τοῦδε τοῦ ἔθνους τὴν ἡγεμονίαν λαχὼν, καὶ τὴν Κῦρον καταλαβὼν, σὺν ἐμοὶ τῆς τῶν μεγάλων τούτων ἀθλητῶν ἀπολαῦσαι θεωρίας ἠθέλησε.
Τοὺς ἄλλους τοίνυν περινοστήσαντες, ἀφικόμεθα καὶ παρὰ τοῦτον, οὖ νῦν τὴν ἀρετὴν ἀφηγούμεθα.
Ἐμοῦ τοίνυν εἰρηκότος, ὡς ἡγεμών ἐστιν ὁ σὺν ἐμοὶ παραγενόμενος, καὶ τοῦ
δικαίου φροντιστὴς, καὶ τῶν εὐσεβῶν ἐραστὴς, εὐθὺς ὁ θεσπέσιος ἄνθρωπος ἄμφω
τὼ χεῖρε προτείνας, καὶ ἀμφοῖν τοῖν ποδοῖν λαβόμενος, Αἴτησίν τινα, ἔφη,
ἐπαγγείλασθαί σοι θέλω.
Τοῦ δὲ λίαν δυσχεράναντος, καὶ ἀνίστασθαι
ἱκετεύοντος, καὶ ποιήσειν ὅ τι ἄν κελεύσειεν ὑπισχνουμένου ʽἐτόπαζε γὰρ
αὐτὸν περί τινος τῶν ὑπηκόων παρακαλεῖν̓, ἔφη ὁ θεσπέσιος ἄνθρωπος:
Οὐκοῦν ἐπειδήπερ ὑπέσχου, καὶ ὅρκῳ τὴν ὑπόσχεσιν ἐβεβαίωσας,
σπουδαίως τὰς ὑπὲρ ἐμοῦ τῷ Θεῷ προσένεγκε προσευχάς.
Ὁ δὲ τὰ μέτωπα
τύπτων ἱκέτευε λῦσαι τὸν ὅρκον, ὡς οὐκ ἀξιόχρεως ὤν οὐδὲ τὰς ὑπὲρ αὑτοῦ
ἱκετείας τῷ Δεσπότῃ προσφέρειν. Τὸν ἐν τοσούτῳ
Πολλοῖς δὲ πολλάκις χρησάμενοι λόγοις, μόγις τουτονὶ τὸν οἰκίσκον
ᾠκοδομησάμεθα, θάλπος ὀλίγον τῷ σώματι πάμπαν κατεψυγμένῳ μηχανησάμενοι.
Τούτῳ
Οὕτω δὲ τὴν πενίαν πάσης ἐρασμιωτέραν βασιλείας ἠγεῖτο, ὡς μηδὲ τὴν ἀναγκαίαν ἔχειν ἀεὶ τροφήν.
Οἶδα γὰρ πολλάκις ἀφικόμενος, καὶ εὐλογίαν αἰτήσας, καὶ μηδὲν ἕτερον εὑρὼν ἢ δύο μόνας ἰσχάδας.
Τούτου τὸ μέλι, καὶ τοῖς ὁρῶσι τριπόθητον, καὶ τοῖς ἀκούουσι λίαν ἐπέραστον. Οὐδένα γὰρ οἶδα ἀνθρώπων, οὐδὲ τῶν κομιδῇ φιλοσκωμμόνων τούτῳ μῶμον ἐπιτεθεικότα πώποτε. Ἀλλὰ πάντες ᾅδουσι καὶ εὐφημοῦσι, καὶ παῤ αὐτὸν φοιτῶντες οὐ θέλουσιν ἀπαλλάττεσθαι.
Ἐν ἑκατέρῳ τοίνυν διαπρέψας βίῳ, τῷ τε πολιτικῷ. καὶ ἐρημικῷ, διπλῶν εἰκότως
καὶ τῶν στεφάνων ἀξιωθήσεται. Πολλοὶ δὲ καὶ ἄλλοι τὴν τούτου ἐζήλωσαν
ἀρετὴν, καὶ πλήρης οὐχ ἡ ἡμετέρα μόνη,
Οἱ μὲν οὖν ἔτι περιόντες τῶν παῤ ἐμοῦ λόγων οὐ δέονται. Δύνανται γὰρ, εἰ
ἐθελήσωσιν, αὐτόπται τῆς τούτων γενέσθαι φιλοσοφίας. Τοῖς δ̓ ἐσομένοις, καὶ
τῆς τούτων οὐ μεταλαγχάνουσι θέας, ἀρκεῖ καὶ ταῦτα εἰς ὠφέλειαν, τῆς τούτων
φιλοσοφίας τὸν χαρακτῆρα
Συμεώνην τὸν πάνυ, τὸ μέγα θαῦμα τῆς οἰκουμένης, ἴσασι μὲν ἄπαντες οἱ τῆς
Ῥωμαίων ἡγεμονίας
Ὑψηλότερα γὰρ τῆς ἀνθρωπείας φύσεως τὰ γινόμενα. Φιλοῦσι δὲ οἱ ἄνθρωποι τῇ
φύσει μετρεῖν τὰ λεγόμενα: εἰ δέ τι τῶν ταύτης ὄρων ἐπέκεινα λέγοιτο, ψευδὴς
τοῖς τῶν θείων ἀμυήτοις ὁ λόγος νομίζεται. Ἐπειδὴ δὲ τῶν εὐσεβούντων γῆ καὶ
θάλασσα πλήρης, τά τε θεῖα πεπαιδευμένων, καὶ τοῦ παναγίου Πνεύματος τὴν
χάριν δεδιδαγμένων, τοῖς λεχθησομένοις οὐκ ἀπιστήσουσιν, ἀλλὰ καὶ μάλα
Κώμη τίς ἐστιν ἐν μεθορίῳ τῆς ἡμετέρας καὶ τῆς Κιλίκων χώρας διακειμένη: Σισὰν δὲ αὐτὴν ὀνομάζουσιν.
Ἐκ ταύτης ὁρμώμενος, ποιμαίνειν τὸ πρῶτον ὑπὸ τῶν γεγεννηκότων ἐδιδάσκετο
θρέμματα, ἵνα κατὰ τοῦτο τοῖς μεγάλοις ἀνδράσι συμφέρηται, Ἰακὼβ τῷ
πατριάρχῃ, καὶ Ἰωσὴφ τῷ σώφρονι, καὶ Μωϋσῇ τῷ νομοθέτῃ, καὶ Δαυῒδ τῷ βασιλεῖ
καὶ προφήτῃ, καὶ Μιχαίᾳ τῷ προφήτῃ, καὶ τοῖς κατ̓ ἐκείνους θεσπεσίοις
ἀνδράσι. Νιφετοῦ δέ ποτε πολλοῦ γενομένου, καὶ τῶν προβάτων ἔνδον μένειν
ἠναγκασμένων, ἀνακωχῆς ἀπολαύσας, εἰς τὸν θεῖον νεὼν μετὰ τῶν φυσάντων
ἀφίκετο. Ταῦτα δὲ τῆς ἱερᾶς αὐτοῦ διηγουμένης ἀκήκοα γλώττης. Ἔφη τοίνυν τῆς
εὐαγγελικῆς ἀκηκοέναι φωνῆς, μακαριζούσης
Δεξάμενος τοίνυν τοῦ θείου λόγου τὰ σπέρματα, καὶ ταῖς βαθείαις τῆς ψυχῆς
αὔλαξι ταῦτα καλῶς κατακρύψας, εἰς τὸν πελάζοντα τῶν ἁγίων μαρτύρων ἔφη
δεδραμηκέναι σηκόν. Ἐν τούτῳ δὲ τῇ γῇ τὰ γόνατα καὶ τὸ μέτωπον προσερεῖσαί
τε, καὶ ἱκετεῦσαι τὸν πάντας ἀνθρώπους σώζειν ἐθέλοντα, ποδηγῆσαι αὐτὸν πρὸς
τὴν τελείαν τῆς εὐσεβείας ὀδόν. Ἐπὶ πολὺ δὲ τοῦτον διατρίψαντι τὸν τρόπον,
ὕπνον μὲν αὐτῷ προσγενέσθαι τινὰ γλυκὺν, ὄναρ Ὀρύττειν, φησὶν, ἐδόκουν θεμέλια,
εἶτά τινος ἑστῶτος ἀκούειν, ὡς ἔτι με βαθύνειν τὸ ὄρυγμα δεῖ:
προστεθεικὼς τοίνυν ὡς ἐκέλευσε βάθος, πάλιν ἐπειρώμην διαναπαύεσθαι:
ἀλλὰ καὶ αὖθίς μοι ὀρύττειν προσέταττε, καὶ μὴ λήγειν τοῦ πόνου. Τρὶς δέ
μοι τοῦτο καὶ τετράκις παρεγγυήσας, τέλος ἀποχρώντως ἔχειν ἔφη τὸ βάθος,
καὶ οἰκοδομεῖν ἀπόνως ἐκέλευσε τὸ λοιπὸν, ὡς τοῦ
Ταύτῃ τῇ προῤῥήσει τὰ πράγματα
μαρτυρεῖ: πέρα γὰρ τῆς φύσεως τὰ γινόμενα. Ἐκεῖθεν ἀναστὰς ἀσκητῶν τινων
γειτονευόντων κατέλαβε καταγώγιον. Δὐο δὲ αὐτοῖς συνδιαγαγὼν ἔτη, καὶ τῆς
τελειοτέρας ἀρετῆς ἐρασθεὶς, Τελεδὰν ἐκείνην τὴν κώμην κατέλαβεν, ἧς καὶ
πρόσθεν ἐμνήσθημεν, παῤ ἢν οἱ μεγάλοι καὶ θεῖοι ἄνδρες, Ἀμμιανὸς καὶ
Εὐσέβιος, τὴν ἀσκητικὴν παλαίστραν ἐπήξαντο. Ἀλλ̓ οὐκ εἰς ταύτην ὁ θεσπέσιος
Συμεώνης ἀφίκετο, ἀλλ̓ εἰς τὴν ἑτέραν τὴν ἐκ ταύτης βλαστήσασαν. Εὐσεβώνας
γὰρ καὶ Ἀβιβίων, τῆς Εὐσεβίου τοῦ μεγάλου διδασκαλίας ἱκανῶς ἀπολαύσαντες,
τόδε τὸ τῆς φιλοσοφίας ᾠκοδομήσαντο φροντιστήριον. Ὁμογνώμονες
Ἥκουσα δὲ αὐτοῦ ἐκείνου διηγουμένου καὶ τοῦ νῦν τῆς αὐτῆς ἀγέλης ἡγεμονεύοντος, ὡς σχοινίον ποτὲ ἀπὸ φοινίκων κατεσκευασμένον λαβὼν ʽτραχυτάτη δὲ αὕτη λίαν καὶ χερσὶ προσψαυούσαισ̓, διέζωσε τὴν ὀσφὺν, ὁ??ʼτ̓ ἔξωθεν περιθεὶς, ἀλλ̓ αὐτῷ προσφύσας τῷ δέρματι: καὶ οὕτω λίαν συνέσφιγξεν, ὡς ἅπαν ἐκεῖνο ἐν κύκλῳ τὸ μέρος ἑλκῶσαι, ᾧ περιέκειτο.
Ὡς δὲ πλείους ἣ δέκα ἡμέρας τοῦτον διετέλεσε τὸν τρόπον, καὶ τὸ ἕλκος
χαλεπώτερον γιγνόμενον, αἵματος ἠφίει σταγόνας, ἤρετό τις αὐτὸν θεασάμενος,
Πέντε δὲ διαγενομένων ἡμερῶν, μεταμεληθέντες οἱ τῆς παλαίστρας ἐκείνης ἡγεμόνες, δύο τινὰς ἐξέπεμψαν, ἐπιζητῆσαί τε αὐτὸν καὶ ἀγαγεῖν ἐπιτρέψαντες. Τοιγάρτοι τὸ ὅρος οὗτοι περινοστήσαντες, ἤροντό τινας ἐκεῖ θρέμματα νέμοντας, εἴ τινα ἐθεάσαντο τοιόνδε χρῶμα ἔχοντα, καὶ σχῆμα περικείμενον. Ὡς δὲ τὸν λάκκον οἱ ποιμένες ὑπέδειξαν. πολλὰ μὲν εὐθὺς κατεβόησαν: σχοινίον δὲ εὐθὺ κομίσαντες, σὺν πολλῷ αὐτὸν ἀνιμήσαντο πόνῳ.
Οὐ γὰρ τῇ καθόδῳ παραπλησίως ἡ ἄνοδός ἐστιν εὐπετής. Ὀλίγον τοίνυν παῤ
ἐκείνοις διατρίψας
Αὔξειν δὲ ἀεὶ τῆς ἀρετῆς τὸν πλοῦτον φιλονεικῶν, ἐπεθύμησε Μωϋσῇ καὶ Ἠλίᾳ τοῖς θείοις ἀνθρώποις παραπλησίως τεσσαράκοντα ἡμέρας ἄσιτος διαμεῖναι.
Καὶ πείθει τὸν θαυμάσιον Βάσσον, ὅς τηνικαῦτα πολλὰς περιώδευσε κώμας τοῖς
κατὰ κώμην ἱερεῦσιν ἐπιστατῶν, μηδὲν ἔνδον μὲν καταλιπεῖν, πηλῷ δὲ
καταχρῖσαι τὴν θύραν. Τοῦ δὲ καὶ τὴν δυσκολίαν τοῦ πράγματος ὑπαγορεύοντος,
καὶ παραινοῦντος μὴ νομίζειν ἀρετὴν εἶναι τὸν βίαιον θάνατον: κατηγορία γὰρ
αὕτη, καὶ μεγίστη. καὶ πρώτη: Ἀλλὰ σύ γε, ἔφη, ὦ Πάτερ, δέκα μοι ἄρτους
καὶ στάμνον ὕδατος ἀπόθου, κἂν ἴδω τὸ σῶμα τροφῆς δεόμενον, μεταλήψομαι
τούτων.
Ἐγένετο ὡς ἐκέλευσε: καὶ τὰ μὲν ἀπετίθετο, ἡ θύρα δὲ τὸν
πηλὸν ὑπεδέχετο.
Μετὰ δὲ τὸ τέλος τῶν ἡμερῶν, ἧκε μὲν ὁ θαυμάσιος
Σπογγιὰν τοίνυν αἰτήσας καὶ ταύτῃ τὸ στόμα διαβρέξας καὶ ἀποκλύσας,
προσήνεγκεν αὐτῷ τῶν θείων μυστηρίων τὰ σύμβολα. Καὶ οὕτως διὰ τούτων
ἀναῤῥωσθεὶς ἀνέστησέ τε ἑαυτὸν, καὶ τροφῆς μετρίας μετέλαβε, θριδακίνας, καὶ
σέρεις, καὶ τὰ τούτοις παραπλήσια, κατὰ βραχὺ διαμασσώμενος, καὶ τῇ γαστρὶ
παραπέμπων. Ὑπεραγασθεὶς τοίνυν ὁ μέγας ἐκεῖνος Βάσσος, τὴν οἰκείαν ἀγέλην
κατέλαβε, τὸ μέγα τοῦτο διηγούμενος θαῦμα. Πλείοσι γὰρ ἣ διακοσίοις
θιασώταις ἐχρῆτο, μήτε κτῆνος ἔχειν, μήτε μύλην ἐπιτρέψας, μήτε χρυσίον
προσφερόμενον ὑποδέχεσθαι, μήτε τινὰ ἔξω τῆς θύρας ἰέναι, ἤ τι τῶν ἀναγκαίων
ὠνησόμενον, ἤ τινα τῶν γνωρίμων ὀψόμενον: ἀλλ̓ ἔνδον διάγειν, καὶ τὴν ἀπὸ
τῆς θείας χάριτος πεμπομένην τροφὴν ὑποδέχεσθαι. Τοῦτον μέχρι καὶ τήμερον
τὸν νόμον οἱ θιασῶται φυλάττουσι,
Ἐξ ἐκείνου τοίνυν μέχρι καὶ τήμερον ʽὀκτὼ δὲ καὶ εἵκοσι διελήλυθεν ἔτἠ, τὰς
τεσσαράκοντα ἄσιτος διαμένει ἡμέρας: ὁ δὲ χρόνος καὶ ἡ μελέτη τοῦ πόνου τὸ
πλέον ἐσύλησεν. Εἰώθει μὲν γὰρ τὰς πρώτας
Ἐπεὶ δὲ ἐπὶ τοῦ κίονος ἔστη, κατιέναι μὲν οὐκ ἠνείχετο, ἐμηχανήσατο δὲ τὴν στάσιν ἑτέρως.
Δοκὸν γάρ τινα προσδήσας τῷ κίονι, καὶ σχοινίοις πάλιν ἑαυτὸν τῇ δοκῷ
προσαρμόσας, τὰς τεσσαράκοντα οὕτω διετέλεσεν ἡμέρας. Μετὰ δὲ ταῦτα πλείονος
λοιπὸν τῆς ἄνωθεν χάριτος ἀπολαύσας, οὐδὲ ταύτης ἐδεήθη τῆς βοηθείας, ἀλλ̓
ἔστηκε τὰς τεσσαράκοντα ἡμέρας, σιτίων μὲν οὐκ ἀπολαύων, προθυμίᾳ δὲ καὶ
θείᾳ ῥωννύμενος χάριτι. Τρία τοίνυν, ὡς ἔφην, ἐν ἐκείνῳ τῷ οἰκίσκῳ
διατελέσας ἔτη, τὴν
Ἐπειδὴ δὲ Μελέτιος ὁ θαυμάσιος, ἐπισκοπεῖν τηνικαῦτα τῆς Ἀντιόχου πόλεως
τεταγμένος τὴν χώραν, ἀνὴρ φρονήσει καὶ συνέσει λάμπων, καὶ ἀγχινοίᾳ
κεκοσμημένος, περιττὸν ἔφη τὸν σίδηρον, ἀρκούσης τῆς γνώμης λογικὰ τῷ σώματι
περιθεῖναι δεσμά: εἶξε μὲν, καὶ τὴν παραίνεσιν εὐπειθῶς εἰσεδέξατο: χαλκέα
δὲ κληθῆναι κελεύσας, λῦσαι προσέταξε τὸν
Τῆς τοίνυν φήμης πάντοσε διαθεούσης, συνέθεον ἅπαντες, οὐχ οἱ γειτονεύοντες
μόνον, ἀλλὰ καὶ οἱ πολλῶν ἡμερῶν ἀφεστηκότες ὀδόν: οἱ μὲν παρειμένους τὸ
σῶμα προσφέροντες, οἱ δὲ ἀῤῥώστοις ὑγείαν αἰτοῦντες, οἱ δὲ πατέρας γενέσθαι
παρακαλοῦντες,
Ἐπειδὴ τοίνυν ἀριθμοῦ κρείττους οἱ ἀφικνούμενοι, προσψαύειν δὲ ἅπαντες ἐπεχείρουν, καί τινα εὐλογίαν ἀπὸ τῶν δερματίνων ἐκείνων ἱματίων τρυγᾷν: πρῶτον μὲν τῆς τιμῆς τὸ ὑπερβάλλον ἄτοπον εἶναι νομίζων, ἔπειτα καὶ τοῦ πράγματος τὸ ἐπίπονον δυσχεραίνων, τὴν ἐπὶ τοῦ κίονος ἐμηχανήσατο στάσιν.
Πρῶτον μὲν ἓξ πήχεων τμηθῆναι κελεύσας, εἶτα δύο καὶ δέκα, μετὰ δὲ ταῦτα δύο
καὶ εἴκοσι, νῦν δὲ ἓξ καὶ τριάκοντα: ἀναπτῆναι γὰρ εἰς οὐρανὸν ἐφίεται, καὶ
Γίνεσθαι δὲ τούτων ἕκαστον προσέταττε τῶν ὅλων ὁ πρύτανις, τοὺς λόγῳ μὴ
πειθομένους, μηδὲ τῆς προφητείας ἐπαῒειν ἀνεχομένους, τῷ τῆς θεωρίας
παραδόξῳ συλλέγων, καὶ τῶν θεσπισμάτων ἀκούειν παρασκευάζων. Τίς γὰρ οὐκ ἂν
ἐξεπλάγη θεῖον ἄνθρωπον γυμνὸν βαδίζοντα θεωρῶν; Τίς οὐκ ἂν τὴν αἰτίαν τοῦ
γιγνομένου μαθεῖν ἐπόθησε; Τίς δὲ οὐκ ἂν ἤρετο: Τί δήποτε πόρνῃ συνοικεῖν ὁ
προφήτης ἀνέχεται; Καθάπερ τοίνυν ἐκείνων ἕκαστον ὁ τῶν ὅλων Θεὸς γενέσθαι
προσέταξε, τῆς τῶν ῥᾳστώνῃ
Αὐτὸς μὲν γὰρ αὐτοῖς προσελθεῖν ἐκέλευσε. καὶ παῤ ἐμοῦ τὴν ἱερατικὴν εὐλογίαν λαβεῖν. μέγιστον φήσας αὐτοὺς ἐντεῦθεν καρπώσασθαι κέρδος: βαρβαρικώτερον δὲ συνδραμόντες ἐκεῖνοι, οἱ μὲν ἔμπροσθεν εἷλκον, οἱ δὲ ὄπισθεν, ἄλλοι ἐκ πλαγίων: οἱ δὲ ἀφεστῶτες, τῶν ἄλλων ἐπιβαίνοντες, καὶ τὰς χεῖρας προτείνοντες, οἱ μὲν τὸ γένειον εἷλκον, οἱ δὲ τῶν ἱματίων ἐπελαμβάνοντο. Κὰν ἀπεπνίγην ὑπὸ τῆς ἐκείνων θερμοτέρας προσόδου, εἰ μὴ βοῇ χρησάμενος ἁπεσκέδασεν ἅπαντας.
Τοιαύτην ὁ ὑπὸ τῶν φιλοσκωμμόνων σκωπτόμενος κίων ὠφέλειαν ἀνέβλυσε, καὶ τοσαύτην ἀκτῖνα θεογνωσίας ταῖς τῶν βαρβάρων διανοίαις κατέπεμψεν.
Οἶδα δὲ καὶ ἄλλο ὑπὸ τούτων τοιόνδε γεγενημένον: Ἱκέτευε μία φυλὴ τὸν θεῖον
ἅνθρωπον, εὐχήν τινα καὶ εὐλογίαν ἐκπέμψαι τῷ σφετέρῳ φυλάρχῳ: ἄλλη δὲ φυλὴ
παροῦσα ἀντέλεγε, μὴ δεῖν ἐκείνῳ τὴν
Ἀλλὰ καὶ οὗτοι ἔλεγον, μὴ δεῖν ἐκεῖνον ταύτης τυχεῖν, κἀκεῖνοι ταύτης
ἀποστερεῖν ἐπειρῶντο τὸν ἕτερον. Ἀπειλήσας δὲ αὐτοῖς ἄνωθεν, καὶ κύνας
καλέσας, μόγις τὴν φιλονεικίαν κατέσβεσε. Ταῦτα δὲ
Οὐ γὰρ ἂν οὕτω κατ̓ ἀλλήλων ἐμάνησαν, εἰ μὴ μεγίστην ἔχειν δύναμιν τοῦ
θεσπεσίου ἀνθρώπου τὴν εὐλογίαν ἐπίστευον. Εἶδον δὲ καὶ ἄλλοτε θαῦμα
γεγενημένον ἀοίδιμον. Εἰσελθὼν γάρ τις ʽΣαρακηνῶν δὲ καὶ οὗτος φύλαρχος ἦν̓,
τὴν θείαν ἱκέτευσε κεφαλὴν, ἐπαμῦναι ἀνδρὶ κατὰ τὴν ὁδὸν παρεθέντι τὰ μέλη
τοῦ σώματος. Ἔλεγε δὲ τοῦτο κατὰ τὴν Καλλίνικον ʽφρούριον δὲ αὕτη μέγιστον̓
ὑπομεμενηκέναι τὸ πάθος. Κομισθέντα τοίνυν εἰς μέσον ἀρνηθῆναι ἐκέλευσε τὴν
τῶν προγόνων ἀσέβειαν. Ἐπειδὴ δὲ ἅσμενος κατεδέξατο, καὶ ὑπήκουσε, καὶ τὸ
κελευσθὲν ἐξεπλήρωσεν. ἤρετο εἰ πιστεύει τῷ Πατρὶ, καὶ τῷ μονογενεῖ Υἱῷ, καὶ
τῷ ἁγίῳ Πνεύματι. Τοῦ δὲ πιστεύειν ὁμολογήσαντος, Ταύταις, ἔφη, ταῖς
προσηγορίαις πιστεύων, ἀνάστηθι.
Ὡς δὲ ἀνέστη, Ὁ πιστεύων εἰς ἐμὲ, τὰ ἔργα ἃ ἐγὼ ποιῶ, κἀκεῖνος ποιήσει, καὶ μείζονα
τούτων ποιήσει.
Καὶ ταύτης δὲ τῆς ἐπαγγελίας τὸ τέλος ἐθεασάμεθα.
Τῆς γὰρ τοῦ Κυρίου σκιᾶς οὐδαμοῦ θαῦμα ἐργασαμένης, ἡ τοῦ μεγάλου Πέτρου
σκιὰ, καὶ θάνατον ἔλυσε, καὶ νόσους ἐξήλασε, καὶ δαίμονας ἐφυγάδευσεν. Ἀλλ̓
ὁ Δεσπότης καὶ ταῦτα διὰ τῶν δούλων ἐνήργει τὰ θαύματα: καὶ νῦν δὲ ὡσαύτως,
τῇ τούτου κεχρημένος προσηγορίᾳ τὰ μυρία ὁ θεῖος Συμεώνης ἐργάζεται
Τῶν γὰρ εἰς τὸ σωτήριον ὄνομα τοῦ Δεσπότου Χριστοῦ πεπιστευκότων τις, Ἰσμαηλίτης οὐκ ἄσημος, εὐχὴν ἐποιήσατο πρὸς τὸν Θεὸν ὑπ̓ αὐτῷ μάρτυρι, καὶ ὑπόσχεσιν. Ἡ δὲ ὑπόσχεσις ἦν, πάσης ἀφέξεσθαι τοῦ λοιποῦ μέχρι τέλους ἐμψύχου τροφῆς.
Ταύτην οὐκ ὁ??ʼδ̓ ὅπως χρόνῳ τινὶ τὴν ἐπαγγελίαν παραδραμὼν, ὄρνιν καταθύσας ἐσθίειν ἐτόλμησε.
Τοῦ δὲ Θεοῦ αὐτὸν δἰ ἐλέγχου πρὸς ἐπιστροφὴν ἐνεγκεῖν ἐθελήσαντος, καὶ τὸν ἑαυτοῦ τιμῆσαι θεράποντα μάρτυρα τῆς παραβαθείσης γενόμενον ὑποσχέσεως, εἰς λίθου φύσιν ἡ σὰρξ τῆς ὄρνιθος μετεβάλλετο, ὥστε μηδὲ βουλόμενον δύνασθαι λοιπὸν ἐσθίειν αὐτόν.
Πῶς γὰρ οἷόν τε ἦν. ἀπὸ πετρωθέντος οὗπερ εἰς βρῶσιν ἐπείληπτο σώματος
ἐσθίειν δύνασθαι; Ταύτῃ καταπλαγεὶς ὁ βάρβαρος τῇ παραδόξῳ θέᾳ, σὺν πολλῷ
τάχει τὸν ὅσιον κατελάμβανε, τὸ κεκρυμμένον εἰς φῶς προσφέρων ἁμάρτημα, καὶ
τὴν παράβασιν
Τούτῳ πολὺ τὸ κλέος καὶ παρὰ τῷ Περσῶν βασιλεῖ.
Ὡς γὰρ οἱ πρὸς ἐκεῖνον ἀφικόμενοι διηγήσαντο πρέσβεις, ἐπιμελῶς ἐπυνθάνετο,
τίς τε εἴη τοῦ ἀνδρὸς ὁ βίος, καὶ ποῖα τὰ θαύματα. Τὴν δὲ ὁμόζυγα τούτου
φασὶ καὶ ἔλαιον αἰτῆσαι τῆς τούτου εὐλογίας ἠξιωμένον. καὶ ὡς μέγιστον δῶρον
κομίσασθαι. Καὶ οἱ περὶ βασιλέα δὲ πάντες ὑπὸ τῆς φήμης βαλλόμενοι, καὶ
πολλὰς παρὰ τῶν μάγων κατ̓ αὐτοῦ συκοφαντίας δεχόμενοι, καὶ ἀκριβῶς
ἐπυνθάνοντο, καὶ διδασκόμενοι θεῖον ἄνδρα ὠνόμαζον. Ὁ δὲ λοιπὸς ὅμιλος τοῖς
ὀρεωκόμοις προσιόντες, καὶ καθικέταις, Σὸν γὰρ, ἔφη, τόδε τὸ δράγμα.
Ἐγὼ μὲν γὰρ μετὰ δακρύων τὸ τῆς εὐχῆς προσενήνοχα σπέρμα: σὺ δὲ τὸ σπέρμα
πεποίηκας δράγμα, τῆς θείας χάριτος διὰ προσευχῆς ἑλκύσας τὸν ὑετόν.
Ἀλλὰ μέχρι πότε φιλονεικῶ μετρῆσαι τοῦ Ἀτλαντικοῦ πελάγους τὸ βάθος; Ὥσπερ
γὰρ ἐκεῖνα τοῖς
Τὰς θύρας γὰρ ἀφελὼν, καὶ τοῦ περιβόλου
Φασὶ δὲ ἀπὸ τῆς στάσεως καὶ χρόνιον ἕλκος ἐν θατέρῳ γενέσθαι ποδὶ, καὶ
διηνεκῶς πλεῖστον ἰχῶρα ἐκεῖθεν ἐκκρίνεσθαι. Ἀλλ̓ ὅμως οὐδὲν τουτωνὶ τῶν
παθῶν τὴν φιλοσοφίαν ἐξήλεγξεν: ἀλλὰ φέρει γενναίως, Εἰπέ μοι, ἔφη, πρὸς τῆς ἀληθείας αὐτῆς, τῆς τῶν
ἀνθρώπων γένος ἐπιστρεψάσης, ἄνθρωπος εἶ, ἢ ἀσώματος φύσις;
Δυσχερανάντων δὲ πρὸς τὴν ἐρώτησιν τῶν παρόντων, σιγὴν μὲν ἄγειν ἐκέλευσε
πάντας: πρὸς ἐκεῖνον δὲ ἔφη: Τί δή ποτε ταύτην τὴν πεῦσιν
προσήνεγκας;
Τοῦ δὲ εἰρηκότοσ̓ Ὡς πάντων ἀκούω θρυλλούντων, ὡς
οὕτε ἐσθίεις, οὔτε καθεύδεις: ἀνθρώπων δὲ ἑκάτερον ἴδιον: οὐ γὰρ ἄν τις
ταύτην ἔχων τὴν φύσιν, τροφῆς δίχα καὶ ὕπνου διαβιώσειεν:
ἐπιτεθεῖναι
Ἐν τοσούτοις δὲ πόνοις, καὶ κατορθωμάτων ὄγκῳ, καὶ πλήθει θαυμάτων, οὕτως ἐστὶ τὸ φρόνημα μέτριος; ὡς πάντων ἀνθρώπων κατὰ τὴν ἀξίαν ὕστατος.
Πρὸς δὲ τῷ μετρίῳ φρονήματι, καὶ εὐπρόσοδος
Ταῦτα δὲ καὶ τὰ τοιαῦτα μετὰ τὴν ἐννάτην διαπράττεται ὥραν. Τὴν γὰρ νύκτα ἅπασαν, καὶ τὴν ἡμέραν μέχρις ἐννάτης διατελεῖ προσευχόμενος.
Μετὰ δὲ τὴν ἐννάτην, πρῶτον μὲν τὴν θείαν διδασκαλίαν τοῖς παροῦσι προσφέρει, εἶτα τὴν ἑκάστου δεξάμενος αἴτησιν, καί τινας ἰάσεις ἐργασάμενος, τῶν ἀμφισβητούντων διαλύει τὰς ἔριδας.
Περὶ δὲ ἡλίου δυσμὰς, τῆς πρὸς τὸν Θεὸν λοιπὸν διαλέξεως ἄρχεται. Ἀλλ̓ ἐν
τούτοις ὣν, καὶ ταῦτα ἅπαντα δρῶν, οὐδὲ τῆς τῶν ἀγίων Ἐκκλησιῶν ἀμελεῖ
προμηθείας: νῦν μὲν Ἑλληνικῇ δυσσεβείᾳ μαχόμενος, νῦν δὲ τὴν Ἰουδαίων
καταλύων θρασύτητα,
Ταῦτα δὲ διεξελθὼν, ἀπὸ ψεκάδος δεῖξαι τὸν ὑετὸν πειραθεὶς, καὶ τῷ λιχανῷ
δακτύλῳ τοὺς ἐντυγχάνοντας τῷ συγγράμματι τῆς γλυκύτητος ἀπογεύων τοῦ
μέλιτος. Τὰ δὲ παρὰ πάντων ᾀδόμενα τούτων ἐστὶ πολλαπλάσια. Ἀλλ̓ όὐ πάντα
ἔγωγε συγγράφειν ἐπήγγελμαι, ἀλλὰ δἰ ὀλίγων τῆς ἑκάστου πολιτείας ἐπιδεῖξαι
τὸν χαρακτῆρα. Συγγράψουσι δὲ, ὡς εἰκὸς, καὶ ἄλλοι τουτωνὶ πολλῷ πλείονα: εἰ
δὲ καὶ ἐπιβιῴη. καὶ μείζονα τυχὸν προσθήσουσι θαύματα. Ἐγὼ δὲ καὶ αὐτὸν ταῖς
οἰκείαις προσευχαῖς βοηθούμενον, τοῖς ἀγαθοῖς τούτοις πόνοις ἐπιμεῖναι καὶ
ποθῶ, καὶ
Καὶ ὁ κοινὸς τῶν ἀνθρώπων ἀλάστωρ πολλὰς τῆς κακίας ἐξεῦρεν ὁδοὺς,
πανωλεθρίᾳ φιλονεικῶν παραδοῦναι πᾶσαν τῶν ἀνθρώπων τὴν φύσιν: καὶ τῆς
εὐσεβείας οἱ τρόφιμοι τῆς εἰς οὐρανὸν ἀνόδου πολλὰς καὶ διαφόρους
ἐμηχανήσαντο κλίμακας. Οἱ μὲν γὰρ κατὰ συμμορίαν ἀγωνιζόμενοι, μυρία δὲ
τοιαῦτα συστήματα, καὶ ἀριθμὸν νικῶντα, τῶν ἀκηράτων στεφάνων ἀπολαύουσι,
καὶ τῆς ποθουμένης ἀνόδου τυγχάνουσιν. Οἱ δὲ τὸν μοναδικὸν ἀσπαζόμενοι βίον,
καὶ μόνῳ τῷ Θεῷ προσλαλεῖν μελετῶντες, καὶ παραψυχῆς
Οἱ δὲ τὸν ἐν ἄντροις καὶ σπηλαίοις ἀσπάζονται βίον. Πολλοὶ δὲ, ὧν ἐνίων
ἐμνήσθημεν, οὐκ ἄντρον ἔχειν, οὐ σπήλαιον, οὐ σκηνὴν, οὐ καλύβην ἐπείσθησαν:
ἀλλὰ γυμνῷ τῷ ἀέρι τὰ σφέτερα σώματα δεδωκότες, τῶν ἐναντίων ποιοτήτων
ἀνέχονται: ποτὲ μὲν τῷ κρυμῷ τῷ ἀκράτῳ πηγνύμενοι: ποτὲ δὲ τῷ πυρὶ τῆς
ἀκτῖνος φλεγόμενοι. Καὶ τούτων δὲ αὖ πάλιν ὁ βίος διάφορος. Οἱ μὲν γὰρ
ἑστῶσι διηνεκῶς, οἱ δὲ εἰς καθέδραν καὶ στάσιν τὴν ἡμέραν μερίζουσι καὶ οἱ
μὲν ὲν θριγκίοις τισὶ καθειργμένοι, τῶν πολλῶν τὰς συνουσίας ἐκκλίνουσιν, οἱ
δὲ οὐδενὶ τοιούτῳ καλύμματι χρώμενοι, πρόκεινται πᾶσι τοῖς βουλομένοις εἰς
Οὐ σανίσι δέ γε αὕτη συνήρμοστο, ἀλλὰ ταῖς κιγκλίσι παραπλησίως διήνοικτο,
καὶ ταῖς φωταγωγοῖς ἐῴκει ταῖς εὐρυτέρας ἐχούσαις τοῦ φωτὸς τὰς εἰσόδους. Οὗ
χάριν, οὔτε ταῖς τῶν ὑετῶν ἀπηλλάττετο προσβολαῖς, οὔτε τῆς ἡλιακῆς
ἠλευθεροῦτο φλογὸς, ἀλλ̓ ἀμφότερα τοῖς ἄλλοις ὑπαιθρίοις παραπλησίως
ἐδέχετο:
Πολὺν δὲ χρόνον τοῦτον διατελέσας τὸν τρόπον, ὕστερον ἐξελήλυθε, ταῖς τοῦ θεσπεσίου Θεοδότου, ὅς τὴν ἀρχιερατικὴν τῆς Ἀντιοχέων ἔλαβε προεδρίαν, παραινέσεσιν εἴξας. Ἔστηκε μέντοι διηνεκῶς εἰς οὐρανὸν τὰς χεῖρας ἐκτείνων, καὶ τὸν τῶν ὅλων Θεὸν ἀνυμνῶν, ἅπαν τὸ σῶμα τῷ δερματίνῳ συγκαλύπτων χ̔??ʼτῶνι: περὶ τὴν ῥῖνα δὲ μόνην, καὶ τὸ στόμα, βραχεῖαν τῷ πνεύματι παρείσδυσιν καταλέλοιπεν, ἵνα ἀναπνέῃ τὸν κοινὸν ἀέρα δεχόμενος, ἐπειδήπερ ἄλλως ζῇν οὐχ οἵα τε τῶν ἀνθρώπων ἡ φύσις. Καὶ τοῦτον ἅπαντα ὑπομένει τὸν πόνον, οὐκ εὔρωστον σῶμα λαχὼν, ἀλλὰ καὶ λίαν πολλοῖς βαλλόμενος πάθεσι: ζέουσα δὲ ἡ προθυμία, καὶ τῷ θείῳ ἔρωτι πυρπολουμένη, βιάζεται πονεῖν τὸ πονεῖν οὐ δυνάμενον.
Καὶ τὰς φρένας δὲ συνέσει κεκοσμημένος, ἄριστα καὶ τὰς πεύσεις καὶ τὰς
ἀποκρίσεις ποιεῖται: καὶ
Ἐν αὐτῷ δὲ ὤν τῷ ὕψει τῆς ἀρετῆς, οὐκ ἐᾷ συναναβῆναι τὸ φρόνημα, ἀλλὰ κάτω ἕρπειν κελεύει, περὶ αὐτὰ τοῦ ὄρους τὰ κράσπεδα. Οἶδε γὰρ ὅσην ἕλκει βλάβην φλεγμαίνουσα τῷ τύφῳ διάνοια. Τοιαύτη ὲν κεφαλαίῳ καὶ ἡ τοῦδε φιλοσοφία: ἤν αὐξομένην γένοιτο τὴν νύσσαν τοῦ δρόμου καταλαβεῖν.
Κοινὴ γὰρ εὐφροσύνη τῶν εὐσεβῶν, τῶν νικηφόρων τούτων ἡ εὔκλεια. Ἐμὲ δὲ εἴη
ταῖς τούτου ὑπερειδόμενον προσευχαῖς, μὴ πόῤῥω τοῦδε γενέσθαι τοῦ ἐντρυφᾷν
θεωρίαις.
Οὐδὲ Θαλελαίου σιγήσομαι τὸ διήγημα, μεστὸν γὰρ τὸ θέαμα θαύματος. Οὐκ ἄλλων δὲ μόνον διηγησαμένων ἀκήκοα, ἀλλὰ καὶ αὐτόπτης ἐγενόμην τοῦ παραδόξου θαύματος. Ἀπὸ σταδίων γὰρ εἴκοσι Γαβάλων ʽπόλις δὲ αὕτη σμικρὰ καὶ χαριεστάτἠ, λόφον τινὰ καταλαβὼν, ἐν ᾧ τέμενος ἦν δαίμοσιν ἀνακείμενον, καὶ ὑπὸ τῶν πάλαι δυσσεβῶν πολλαῖς θυσίαις τιμώμενον, σμικράν τινα καλύβην ἐπήξατο.
Ἐθεράπευον δὲ τοὺς ἀλιτηρίους, ὡς ἔφασαν, τήν πολλὴν αὐτῶν ὠμότητα θυσίαις πραΰνειν πειρώμενοι.
Πολλοῖς γὰρ ἐλυμαίνοντο, καὶ παριοῦσι, καὶ γειτονεύουσιν, οὐκ ἀνθρώποις
μόνοις, ἀλλὰ καὶ ὄνοις, καὶ ἡμιόνοις, καὶ βουσὶ, καὶ προβάτοις: οὐ τοῖς
ἀλόγοις πολεμοῦντες, ἀλλὰ διὰ τούτων τοῖς ἀνθρώποις ἐπιβουλεύοντες. Τότε
τοίνυν ἀφικόμενον τοῦτον ἰδόντες, καταπλήττειν ἐπειρῶντο μὲν, οὐκ ἠδύναντο
δὲ,
Ὡς δὲ πάσας αὐτῶν τὰς ἐφόδους ἐγέλασεν, ὕστερον
Ἠρόμην δὲ, μαθεῖν τῆς καινῆς ἐκείνης πολιτείας τὴν αἰτίαν ποθῶν: ὁ δὲ τῇ
Ἑλλάδι χρησάμενος φωνῇ: Κίλιξ γὰρ τὸ γένος ἐτύγχανεν ὤν: Ἐγὼ, ἔφη,
πολλοῖς ὑποκείμενος ἁμαρτήμασι, καὶ ταῖς ἠπειλημέναις τιμωρίαις
πιστεύων, τόδε τοῦ βίου τὸ εἶδος ἐπινενόηκα, κολάσεις μετρίας τῷ σώματι
μηχανώμενος, ἵν: ἐκείνων τῶν προσδοκωμένων ὑποσυλήσω τὸν ὄγκον.
Χαλεπώτεραι γὰρ ἐκεῖναι, οὐ τῇ ποσότητι μόνον, ἀλλὰ καὶ αὐτῇ τῇ
ποιότητι: ἀκούσιοι
Ἵνα τοίνυν, ἔφη, ταῖς μικραῖς ταύταις ἀνίαις ἐλαττώσω τὰ προσδοκώμενα,
μέγα ἐντεῦθεν ἀποίσω τὸ κέρδος.
Τούτων ἀκούσας λίαν αὐτὸν τῆς
ἀγχινοίας ὑπερηγάσθην: ὅτι οὐ μόνον ὑπὲρ τὰ κείμενα ἠγωνίζετο σκάμματα, καὶ
ἄλλα οἴκοθεν ὑπενόει ἀγωνίσματα: ἀλλ̓ ὅτι καὶ τούτων τὰς αἰτίας ἐπεγίνωσκέ
τε, καὶ ἄλλους ἐδίδασκε. Καὶ θαύματα δὲ διὰ τῆς τούτου προσευχῆς πολλὰ
γίνεσθαι ἔφασαν οἱ περίοικοι, οὐκ ἀνθρώπων μόνον, ἀλλὰ καὶ καμήλων, καὶ
ὄνων, καὶ ἡμιόνων θεραπείας ἀπολαυόντων. Ἐντεῦθεν ἀσεβείᾳ πάλαι κατεχόμενον
ἐκεῖνο ἅπαν τὸ ἔθνος, τὴν μὲν πατρῴαν ἐξαπάτην ἠρνήθη, τοῦ θείου δὲ
Ταῖς δὲ τούτων εἴη πρεσβείαις, καὶ τοῦτον μετὰ τῆς αὐτῆς νίκης τῶν ἀγώνων τὸ τέρμα καταλαβεῖν, καὶ ἡμᾶς ὑπὸ τούτων κἀκείνου βοηθουμένους, ἐραστὰς γενέσθαι θερμοὺς τῶν τῆς φιλοσοφίας ἀγωνισμάτων.
Ἀμήν.
Τῶν ἀρίστων ἀνδρῶν τὴν πολιτείαν συγγράψας, προῦργον νομίζω καὶ γυναικῶν
οὐδὲν ἧττον εἰ μὴ καὶ μᾶλλον ἠγωνισμένων ἐπιμνησθῆναι. Αὗται γὰρ εὐφημίας
μείζονός εἰσιν ἀξιώτεραι, φύσιν μὲν ἀσθενεστέραν λαχοῦσαι, τὴν αὐτὴν δὲ τοῖς
ἀνδράσι προθυμίαν ἐπιδεικνύμεναι, καὶ τῆς προγονικῆς αἰσχύνης τὸ γένος
ἐλευθεροῦσαι. Μαράνας δὲ καὶ Κύρας ἐπὶ τοῦ παρόντος μνησθήσομαι, αἴ τὰς
ἄλλας ἁπάσας τοῖς τῆς καρτερίας νενικήκασιν ἄθλοις. Ταύταις πατρὶς
Τὰ δὲ περιβόλαια μέγιστα ἔχουσιν, ὡς ὄπισθεν μὲν ἀποσύρεσθαι, καὶ ἀκριβῶς
συγκαλύπτειν τὼ πόδε: ἔμπροσθεν δὲ μέχρις αὐτῆς τῆς ζώνης καθίεσθαι, τὸ
Διορύξαι γάρ μοι παρεκελεύσαντο, τῆς ἱερωσύνης τὴν προεδρίαν τιμῶσαι. Εἶδον
τοίνυν οὐδὲ ἁνδρὶ γενναίῳ φορητὸν τὸν ἐκείνου τοῦ σιδήρου σταθμὸν, καὶ πολλὰ
λιπαρήσας, παραυτίκα μὲν ἀφελεῖν ἠδυνήθην: μετὰ δὲ τὴν ἡμετέραν ἀναχώρησιν,
πάλιν αὐτὸν τοῖς οἰκείοις περιέθεσαν μέλεσιν: αὐχένι μὲν τὸν περιαυχένιον,
ἰξύϊ δὲ τὴν ζώνην. χερσὶ δὲ καὶ ποσὶ τὰ τούτοις ἀπονενεμημένα. Καὶ τοῦτον
βιοτεύουσι τὸν τρόπον, οὐ πέντε, ἣ δέκα, ἢ πεντεκαίδεκα μόνα ἐξανύσασαι ἔτη,
ἀλλὰ δύο καὶ τεσσαράκοντα. Καὶ τοσοῦτον ἀγωνισάμεναι χρόνον, ὡς ἄρτι τῶν
ἀγώνων ἁψάμεναι τῶν ἱδρώτων ἐρῶσι. Τὸ γὰρ τοῦ νυμφίου φανταζόμεναι
Τούτου εἵνεκα, καὶ ὑετοῦ, καὶ νιφετοῦ, καὶ ἡλίου δεχόμεναι προσβολὴν, οὐκ ἀνιῶνται, οὐδὲ ἀλγύνονται. ἀλλ̓ ἐκ τῶν δοκούντων ἀνιαρῶν θυμηδίαν καρποῦνται.
Καὶ τοῦ μὲν θεσπεσίου Μωῦσέως τὴν νηστείαν ζηλώσασαι, τρὶς ἄσιτοι τοσοῦτον διετέλεσαν χρόνον.
Διὰ τεσσαράκοντα γὰρ ἡμερῶν τροφῆς βραχείας μετέλαβον.
Τρὶς δὲ καὶ τοῦ θείου Δανιὴλ τὴν ἀπαστίαν ἐζήλωσαν, τρεῖς ἑβδομάδας ἡμερῶν
ἐξανύουσαι, καὶ τότε τροφὴν χορηγοῦσαι τῷ σώματι. Ποθήσασαι δέ ποτε τῶν
σωτηρίων τοῦ Χριστοῦ παθημάτων τοὺς ἱεροὺς θεάσασθαι τόπους, ἔδραμον εἰς τὴν
Αἰλίαν, οὐδεμιᾶς κατὰ τὴν ὀδὸν ἐδωδῆς ἀπολαύσασαι, ἀλλ̓ εἰς ἐκείνην
ἀφικόμεναι τὴν πόλιν, καὶ τὴν προσκύνησιν ἐκπληρώσασαι, τροφῆς μετέλαβον,
καὶ πάλιν ἐπανῆλθον ἄσιτοι τὴν πορείαν ἀνύσασαι: σταθμοὶ δέ
Ἐγὼ δὲ καὶ τὴν ἐντεῦθεν ὠφέλειαν προθεὶς, καὶ τὴν εὐλογίαν δρεψάμενος, ἐφ̓ ἕτερον βαδιοῦμαι διήγημα.
Τοῦ θεσπεσίου Μάρωνος. οὗ καὶ πρώην ἐμνήσθημεν, ἡ θαυμασία Δομνίνα τὸν βίον ζηλώσασα, ἐν τῷ κήπῳ τῆς μητρῴας οἰκίας σμικράν τινα καλύβην ἐπήξατο. Ποιεῖ δὲ αὐτῇ καλύβην τῶν μελίνων ἡ καλάμη.
Ἐν ἐκείνῃ διημερεύουσα, δάκρυσι διηνεκέσιν οὐ μόνας καταβρέχει τὰς παρειὰς,
ἀλλὰ καὶ τὰ ἐκ τριχῶν περιβόλαια: τοιοῖσδε γὰρ ἐσθήμασι συγκαλύπτει
Πρόκειται δὲ πᾶσι τοῖς ὁρᾷν αὐτὴν βουλομένοις, καὶ ἀνδράσι, καὶ γυναιξὶν, οὔτε ὁρῶσα πρόσωπον, οὔτε ἑτέρῳ προτιθεῖσα πρόσωπον: ἀλλ̓ ἀκριβῶς μὲν τῷ περιβολαίῳ καλυπτομένη, μέχρι τε τῶν γονάτων κατακαμπτομένη. Λεπτὰ δὲ λίαν καὶ ἄσημα φθεγγομένη, μετὰ δακρύων δὲ ἀεὶ τὰ λεγόμενα προφέρουσα.
Πολλάκις γάρ μου λαβοῦσα τὴν δεξιὰν, καὶ τοῖς ὀφθαλμοῖς ἐπιθεῖσα, οὕτω
διάβροχον γενομένην ἀφῆκεν,
Πρόκειται γὰρ αὐτῇ τὰ τῆς μητρὸς καὶ τῶν ἀδελφῶν εἰς δαπἅ??ʼην, τὴν δἰ αὐτῆς
εὐλογίαν
Ἀλλὰ μέχρι πότε μηκύνων ταύτης τὴν ἀρετὴν ἅπασαν διηγεῖσθαι φιλονεικῶ, δέον καὶ τῶν ἄλλων εἰς μέσον προτιθέναι τὸν βίον, αἴ καὶ ταύτην, κἀκείνας ὧν πρόσθεν ἐμνήσθην, ἐμιμήσαντο; Πολλαὶ γὰρ καὶ ἅλλαι, αἳ μὲν τὸν μοναδικὸν ἠσπάσαντο βίον, αἴ δὲ τὴν μετὰ πλειόνων ἠγάπησαν πολιτείαν, ὡς καὶ πεντήκοντα καὶ διακοσίας, καὶ πλείους, καὶ ἐλάττους κατὰ ταυτὸν βιοτεύειν, μιᾶς ἀνεχομένας τροφῆς, ἐπὶ ψιάθων μόνον καθεύδειν αἱρουμένας, καὶ τὰς μὲν χεῖρας ἀπονεμούσας ἐρίῳ, ὕμνοις δὲ τὴν γλῶτταν ἀφιερούσας.
Μυρία δὲ τοιαῦτα καὶ ἀριθμὸν νικῶντα φιλοσοφίας ἐστὶ φροντιστήρια, οὐκ ἐν τῇ
ἡμετέρᾳ δὲ μόνον, ἀλλὰ καὶ κατὰ πᾶσαν τὴν Ἕω. Πλήρης δὲ τούτων καὶ
Παλαιστίνη, Ἐν γὰρ
Χριστῷ Ἰησοῦ, κατὰ τὸν θεῖον Ἀπόστολον, οὐκ ἔνι ἄρσεν καὶ θῆλυ:
μία
δὲ καὶ ἀνδράσι καὶ γυναιξὶ κεχορήγηται Εἷς γὰρ Κύριος, μία
πίστις, ἕν βάπτισμα: εἷς Θεὸς καὶ Πατὴρ πάντων, ὁ ἐπὶ πάντων, καὶ διὰ
πάντων, καὶ ἐν πᾶσιν ἡμῖν: καὶ ἑνὶ ἑκάστῳ ἡμῶν ἐδόθη ἡ χάρις κατὰ τὸ
μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ.
Μίαν δὲ καὶ βασιλείαν οὐρανῶν
ἀγωνοθέτης τοῖς νικηφόροις προτέθηκεν, ἆθλον τοῦτο κοινὸν τοῖς ἀγῶσιν
ὁρίσας. Πολλαὶ τοίνυν, ὡς ἔφην, καὶ ἀνδρῶν εἰσι καὶ γυναικῶν εὐσεβείας
παλαίστραι, οὐ παῤ ἡμῖν μόνον, ἀλλὰ καὶ ἐν Συρίᾳ πάσῃ, καὶ ἐν Παλαιστίνῃ.
καὶ ἐν Κιλικίᾳ, καὶ ἐν τῇ μέσῃ τῶν ποταμῶν: ἐν Αἰγύπτῳ δέ φασι καὶ ἀνὰ πέντε
χιλιάδας ἀνδρῶν ἔχειν ἔνια φροντιστήρια ἐργαζομένων. καὶ μεταξὺ τὸν Δεσπότην
ἀνυμνούντων: καὶ οὑ μόνον τὴν ἀναγκαίαν ἐκ τῶν ἔργων ποριζομένων τροφὴν,
ἀλλὰ
Ἀλλὰ πάντα διηγεῖσθαι, οὐκ ἐμοὶ μόνον, ἀλλὰ καὶ πᾶσι συγγραφεῦσιν ἀδύνατον. Εἰ δὲ καὶ δυνατὸν ἦν, παρέλκον εἶναι νομίζω, καὶ φιλοτιμίαν οὐδὲν ἔχουσαν κέρδος. Τοῖς γὰρ ὄνησίν τινα δρέπεσθαι βουλομένοις ἀπόχρη καὶ τὰ εἰρημένα παρασχεῖν τὸ ποθούμενον.
Τούτου γὰρ ἕνεκα, καὶ διαφόρων ἐμνημονεύσαμεν βίων, καὶ γυναικῶν διηγήματα
τοῖς τῶν ἀνδρῶν προστεθείκαμεν, ἵν̓ ἔχωσι καὶ πρεσβύται, καὶ νέοι, καὶ
γυναῖκες, φιλοσοφίας ἀρχέτυπα: καὶ τὸν καταθύμιον ἕκαστος ἐκματτόμενος βίον,
ἔχῃ κανόνα τινὰ καὶ γνώμονα τοῦ οἰκείου, τὸν ἐν τῷ διηγήματι κείμενον. Καὶ
καθάπερ οἱ ζωγράφοι εἰς τὸ ἀρχέτυπον ἀφορῶντες, καὶ ὀφθαλμοὺς ἀπομιμοῦνται,
καὶ ῥῖνα, καὶ στόμα, καὶ παρειὰς, καὶ ὧτα, καὶ μέτωπα, καὶ αὐτὰς τῆς κεφαλῆς
καὶ τοῦ γενείου τὰς τρίχας: πρὸς τούτοις δὲ καὶ καθέδραν, καὶ στάσιν, καὶ
αὐτὰ μέντοι
Καὶ ὥσπερ οἱ τέκτονες τῇ σπαρτῇ τὰς σανίδας ἀπευθύνοντες, μέχρι τοσούτου τὸ περιττὸν ἀφαιροῦσιν, ἕως ἂν τὸν κανόνα παραθέντες, ἴσην γενομένην τὴν σανίδα θεάσωνται: οὕτω δὲ τὸν ζηλοῦν τινα βίον βουλόμενον, ἑαυτῷ τοῦτον ἀντὶ κανόνος παρατιθέναι, καὶ τῆς τε κακίας ἀποκόπτειν τὸ περιττὸν, καὶ τῆς ἀρετῆς ἀναπληροῦν ἅττα ἐλλείποντα. Τούτου γὰρ εἵνεκα καὶ τὸν τῆς συγγραφῆς ἀνεδεξάμεθα πόνον, ὠφελείας ἀφορμὴν προτιθέντες τοῖς βουλομένοις: ἀξιῶ δὲ τοὺς ἐντευξομένους, τοῖς ἑτέρων πόνοις ἀπόνως ἐντρυφῶντας, προσευχῇ τοὺς πόνους ἀμείψασθαι.
Ἱκετεύω δὲ καὶ τούτους, ὦν τὸν βίον συνεγραψάμην, μὴ περιιδεῖν με πόῤῥω τῆς
πνευματικῆς αὐτῶν χορείας