Vita metrica Vitae Pindari et varia de Pindaro A. B. Drachmann Google Digital Humanities Awards Program Gregory Crane Digital Divide Data Corrected and encoded the text Gregory Crane Editor-in-Chief, Perseus Digital Library Matt Munson Project Manager (University of Leipzig) Annette Gessner Project Assistant (University of Leipzig) Thibault Clérice Lead Developer (University of Leipzig) Bruce Robertson Technical Advisor Trustees of Tufts University Medford, MA Perseus Project Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License Scholia in Pindarum Scholia in Olympionicas A. B. Drachmann Leipzig Teubner 1903 Scholia Vetera in Pindari Carmina 1 Internet Archive Greek Latin
Πινδάρου γένος δι᾿ ἐπῶν.

Πίνδαρον ὑψαγόρην Καδμηίδος οὔδεϊ Θήβης Κλειδίκη εὐνηθεῖσα μενεπτολέμῳ Δαϊφάντῳ γείνατο ναιετάουσα Κυνὸς κεφαλῆς παρὰ χώρῳ, οὐκ οἶον· ἅμα τῷ καὶ Ἐρίτιμον εἰδότα θήρην, εἰδότα πυγμαχίην τε παλαισμοσύνην τ᾿ ἀλεγεινήν. τὸν μὲν ὅτε κνώσσοντα ποτὶ χθόνα κάτθετο μήτηρ εἰσέτι παιδνὸν ἐόντα, μέλισσά τις ὡς ἐπὶ σίμβλῳ χείλεσι νηπιάχοισι τιθαιβώσσουσα ποτᾶτο. τῷ δὲ λιγυφθόγγων ἐπέων μελέων θ᾿ ὑποθήμων ἔπλετο δῖα Κόριννα· θεμείλια δ᾿ ὤπασε μύθων τὸ πρῶτον· μετὰ τὴν δ᾿ Ἀγαθοκλέος ἔμμορεν αὐδῆς, ὅς τέ ῥά οἱ κατέδειξεν ὁδὸν καὶ μέτρον ἀοιδῆς. εὖτε δ᾿ Ἀλεξάνδροιο Φιλιππιάδαο μενοινῇ Καδμείων ἀφίκοντο Μακηδόνες ἄστεα πέρσαι, Πινδαρέων μεγάρων οὐχ ἥψατο θεσπιδαὲς πῦρ. ἀλλὰ τὰ μὲν μετόπισθεν. ἔτι ζώοντι δ᾿ ἀοιδῷ Φοῖβος ἄναξ ἐκέλευσε πολυχρύσου παρὰ Πυθοῦς ἤια καὶ μέθυ λαρὸν ἀεὶ Θήβηνδε κομίζειν. καὶ μέλος, ὡς ἐνέπουσιν, ἐν οὔρεσιν ἠυκέρως Πάν Πινδάρου αἰὲν ἄειδε, καὶ οὐκ ἐμέγηρεν ἀείδων. ἦμος δ᾿ ἐν Μαραθῶνι καὶ ἐν Σαλαμῖνι παρέσταν αἰναρέται Πέρσαι μετὰ Δάτιδος ἀγριοφώνου, τῆμος ἔτι ζώεσκεν, ὅτ᾿ Αἰσχύλος ἦν ἐν Ἀθήναις. τῷ δὲ Τιμοξείνη παρελέξατο δῖα γυναικῶν, ἥ τέκεν Εὔμητιν, μεγαλήτορα καὶ Δαΐφαντον, Πρωτομάχην δ᾿ ἐπὶ τοῖσιν. ἔμελψε δὲ κῦδος ἀγώνων τῶν πισύρων, μακάρων παιήονας ἐνδεδεγμένους, καὶ μέλος ὀρχηθμοῖο, θεῶν τ᾿ ἐρικυδέας ὕμνους, ἠδὲ μελιφθόγγων μελεδήματα παρθενικάων. τοῖος ἐὼν καὶ τόσσα παθὼν καὶ τόσσα τελέσσας κάτθανεν ὀγδώκοντα τελειομένων ἐνιαυτῶν.