Scholia in Euripidis Troiades Wilhelm Dindorf Scholia in Euripidem Harvard College Library Harvard Library Arcadia Fund Gregory Crane Digital Divide Data Corrected and encoded the text Gregory Crane Editor-in-Chief, Perseus Digital Library Matt Munson Project Manager (University of Leipzig) Annette Gessner Project Assistant (University of Leipzig) Thibault Clérice Lead Developer (University of Leipzig) Bruce Robertson Technical Advisor Harvard College Library tlg5023.tlg012.1st1K-grc1.xml Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License 2017 Harvard College Library United States Scholia Graeca in Euripidis tragoedias Wilhelm Dindorf Scholia in Euripidem Oxford University Press Oxford 1863 1 Internet Archive

Text encoded in accordance with the latest EpiDoc standards

Greek Latin
ΤΡΩΙΑΔΕΣ.
ΥΠΟΘΕΣΙΣ ΤΡΩΙΑΔΩΝ.

ΜΕΤΑ τὴν Ἰλίου πόρθησιν ἔδοξεν Ἀθηνᾷ τε καὶ Ποσειδῶνι τὸ τῶν Ἀχαιῶν στράτευμα διαφθεῖραι, τοῦ μὲν εὐνοοῦντος τῇ πόλει διὰ τὴν κτίσιν, τῆς δὲ μισησάσης τοὺς Ἕλληνας διὰ τὴν Αίσντος εἰς Κασάνδραν ὕβριν. οἱ δὲ Ἕλληνες κληρωσάμενοι περὶ τῶν αἰχμαλώτων γυναικῶν τὰς ἐν ἀξιώμασιν ἔδωκαν Ἀγαμέμνονι μὲν Κασάνδραν, Ἀνδρομάχην δὲ Νεοπτολέμῳ, Πολυξένην δὲ τῷ Ἀχιλλεῖ. ταύτην μὲν οὖν ἐπὶ τῆς τοῦ Ἀχιλλέως ταφῆς ἔσφαξαν, Ἀστυάνακτα δὲ ἀπὸ τῶν τειχῶν ἔρριψαν. Ἑλένην δὲ ὡς ἀποκτενῶν Μενέλαος ἤγαγεν, Ἀγαμέμνων δὲ τὴν χρησμῳδὸν ἐνυμφαγώγησεν. Ἑκάβη δὲ τῆς μὲν Ἑλένης κατηγορήσασα, 2. Ὑπόθεσις Τρῳάδων] Sic inscriptum Falsum est quod ἐκληρώσαντο in A. Argumentum est in Harl. esse dicitur, qui, pariter ut Neapolitanus, 5743 et Vaticano Palatino 287. κληρωσάμενοι habet. Est etiam in A. (Vaticano 909.), 8. μὲν om. Havn. et Havniensi: de quibus diximus ib. Ἀνδρομάχην δὲ] ἀνδρομάχην μὲν ad Rhesi ὑπέθεσιν. 3. τὴν om. Havn. 9. τῷ Ἀχιλλεῖ] τῷ om. Havn. ib. πόρθησιν] πόρθωσιν A. ib. ἐπὶ τῆς τοῦ ἀχιλλέως ταφῆς ib. Ποσειδῶνι] τῷ ποσειδῶνι Havn. ἔσφαξαν A. Feminino τῆς ταφῆς 4. διαφθεῖραι] διαφθαρῆναι Harl. offensus corrector aliquis scripsit 5. Αἴαντος] τοῦ αἴαντος N. ἐπὶ τοῦ τοῦ ἀχιλλέως τάφου κατέσφαξαν, 6. Κασάνδραν] Sic A.N. hic et quod est in Havn. Alius in infra, non κασσάνδραν. Harl. ἐπὶ τῆς τοῦ προειρημένου ταφῆς ib. οἱ δὲ Ἕλληνες κληρωσάμενοι περὶ ἔσφαξαν. et in Pal. ἐπὶ τῆς τοῦ εἰρημένου των αἰχμαλώτων γυναικῶν τὰς ἐν ἀξιώμασιν] ταφῆς ἔσφαξαν, cui Musurus Sic A.N. et sic Harl. quo in Ald. substituit ἐπὶ τοῦ τάφου αὐτοῦ nisi quod post γυναικῶν interpungit τοῦ ἔσφαξαν. et pergit τὰς γὰρ ἐν ἀξιώμασι. 10. τειχῶν] τειχέων Havn. Quam scripturam in Ald., haud 11. ἀποκτενῶν] ἀποκτείνων libri. dubie ex Pal., posuit Musurus, nisi Correxit Musurus in Ald. quod ἐκληρώσαντο ex conjectura, ut ib. Μενέλαος libri. Μενέλεως Ald. videtur, scripsit pro κληρωσάμενοι. τοὺς ἀναιρεθέντας δὲ κατοδυραμένη καὶ τὸν Ἀστυάνακτα κηδεύσασα πρὸς τὰς Ὀδυσσέως ἤχθη σκηνὰς, τούτῳ λατρεύειν δοθεῖσα.

1. ἀναιρεθέντας δὲ] ἀναιρεθέντας Kirchhoffius. καὶ κηδεύσασα A. Havn. τε καὶ θρηνήσασα καὶ κη. μὲν A. ib. κατοδυραμένη A. Havn. κατοδυρομένη δεύσασα Harl. τε καὶ θρηνήσασα ceteri. ib, καὶ τὸν Ἀστυάνακτα κηδεύσασα 2, Ὀδυσσέως] τοῦ ὀδυσσέως Ald.
ΕΧΟΛΙΑ ΕΙΣ ΤΑΣ ΤΡΩΙΑΔΑΣ.

1. ἭΚΩ λιπόν: ὅλος ἐστὶ τοῦ θεάτρου ὁ Εὐριπίδης, πρὸς ὃ ἀφορῶν τοὺς λόγους νῦν ὁ Ποσειδῶν ποιεῖ παρὼν ἐν τῇ ὑποθέσει. πολλαχοῦ δὲ τοιοῦτος, ὡς ἐν ταῖς Βάκχαις ὁ Διόνυσος, ἥκω Διὸς παῖς τήνδε Θηβαίων χθόνα.

6. οὔποτʼ ἐκ φρενῶν: τὸ ἑξῆς, ἐκ φρενῶν τῶν ἐμῶν. παρὰ Ὀμηρικὸν δὲ Ποσειδῶνα ταῦτα.

9. ὁ γὰρ Παρνάσσιος: Παρνάσσιον αὐτὸν εἶπε Φωκέα ὄντα διὰ τὸ τάττεσθαι Δελφοὺς ὑπὸ Φωκεῦσιν. Ὅμηρος αὐτὰρ Φωκήων Σχεδίος καὶ Ἐπίστροφος ἦρχον, υἱέες Ἰφίτου μεγαθύμου Ναυβολίδαο. εἶτα οἳ Κυπάρισσον ἔχον Πυθῶνά τε πετρήεσσαν. παῤ ὃ δὴ ἠξιοῦντο τοῦ τε ἱεροῦ καὶ τῶν αὐτόθι χρημάτων ἔχειν τὴν ἐπιμέλειαν. ἔνθεν καὶ οἱ ἱεροὶ πόλεμοι κατερράγησαν, Λακεδαιμονίων μὲν ἀποδόντων Δελφοῖς τὸ ἱερὸν μετὰ τὸ καταπολεμῆσαι Φωκέας, Ἀθηναίων δὲ ἔμπαλιν Φωκεῦσιν αὐτὸ παραδόντων, καθάπερ Θουκυδίδης φησί. καλεῖται δὲ ἱερὸς ὅτι περὶ τοῦ ἱεροῦ τοῦ ἐν Δελφοῖς ἐγένετο. Φώκου δὲ τοῦ Ψαμάθης καὶ Ἀστεροδίας τῆς Δηϊονέως ἐγένετο Πανοπεὺς καὶ Κρῖσος ὁ κρισάντου, τοῦ δὲ Πανοπέως 3. ἐστὶ Cobetus. ἐπὶ A. ib. ἔχειν L. Dindorfius. εἶχον A. 5. Βάκχαις] v. 1. 18. παραδόντων N. παραδόντων αὖτις 7. παρὰ L. Dindorfius. περὶ A. A. ib. Ὁμηρικὸν] Vid. Il. 12, 17. et 19. Θουκυδίδης] 1, 112. 13 init. 20. Ἀστεροδίας] Rectam hujus 9. διὰ τὸ τάττεσθαι L. Dindorfius. nominis scripturam Ἀστεροδείας esse διατάττεσθαι A. dixi in annot. ad schol. Homeri 10. Ὅμηρος] Il. 2, 517. Odyss. p. 50, 1. 11. Σχεδίος] σχέδιος A. 21. Κρῖσος Κampmannus. κροῖσος 15. παῤ ὃ L. Dindorfius. παῤ A. ὦ A. Ἐπειός. οὗτος εἰς Τροίαν στρατεύσας τὸν δούρειον ἵππον ἐποίησεν. Ἄλλως. ὁ Φωκεὺς Παρνάσσιος εἴρηται, ἐπεὶ Δελφὸς ὢν σὺν τοῖς Φωκεῦσιν ἐτάττετο, ἢ διὰ τὸ πλησίον τῇ Φωκίδι εἶναι τὸν Παρνασσόν.

14. δούρειος ἵππος: ψυχρῶς ἠτυμολόγησε τὸν ἵππον ἀπό τῶν δοράτων· ἄμεινον γὰρ παρὰ τὰ δοῦρα πεποιῆσθαι ἤγουν τὰ ξύλα. Ὅμηρος δουράτεον, ὅ ἐστι ξύλινον.

15. ἔρημα δʼ ἄλση: ἔρημα αὐτά φησιν, ὡς τῶν θεῶν ἐκλελοιπότων τὰ ἱερά. αὐτὸς οὖν ὁ Ποσειδῶν φησι λείπω τὸ κλεινὸν Ἴλιον βωμούς τʼ ἐμούς.

16. πρὸς δὲ κρηπίδων βάθροις: παρὰ τοῖς βάθροις δὲ τῶν κρηπίδων τοῦ ἑρκείου Διὸς ἀντὶ τοῦ ὑπὸ τοῖς βωμοῖς τοῦ Διός. τὸν δὲ ἕρκειον Δία ἄλλοι ἱστορικοὶ ἀναγράφουσιν ἰδίαν τινὰ σχέσιν περὶ αὐτοῦ ἱστοροῦντες, τρισὶν ὀφθαλμοῖς αὐτὸν κεχρῆσθαί φασιν, ὡς οἱ περὶ Ἀγίαν καὶ Δερκύλον. πεφόνευται δὲ ὁ Πρίαμος ὑπὸ Νεοπτολέμου δικαίως, ἐπειδὴ καὶ τὸν πατέρα αὐτοῦ Ἀχιλλέα ἐλθόντα ἐπὶ τὸν γάμον τῆς Πολυξένης οἱ περὶ Ἀλέξανδρον ἐν τῷ τοῦ Θυμβραίου Ἀπόλλωνος ἱερῷ λόγχαις ἀνεῖλον.

20. δεκασπόρῳ χρόνῳ: ἀντὶ τοῦ διὰ δέκα ἐνιαυτῶν· ἔνθεν καὶ ποιὰς τοὺς ἐνιαυτοὺς ἔλεγον ἀπὸ τῆς τῶν καρπῶν ἀναδόσεως.

27. νοσεῖ τὰ τῶν θεῶν: ἀντὶ τοῦ ἐξασθενεῖ, οἷον τὰ τῶν θεῶν ἀμελούμενα ὑπὸ τῶν ἀνθρώπων.

29. βοῷ Σκάμανδρος: ἀντὶ τοῦ καταβοᾶται· ἐν τῷ αὐτὰς βοᾶν Νεοπτόλεμος καὶ ἄλλοι τινές.

ib. ὁ κρισάντου A. ὁκρισαν N., uterque 15. Ἀγίαν καὶ Δερκύλον] ἀγΐαν καὶ que vitiose. ὁ Κρῖσαν κτίσας Κampmannus. δέρκαλον A. Athenaeus 3. p. 86 F. Ἀγίας δὲ καὶ Δερκύλος ἐν Ἀργολικοῖς 2. ἐπεὶ Δελφὸς ὢν—ἐτάττετο Cobetus, τοὺς στραβήλους ἀστραβήλους ὀνομάζουσιν. ἐπειὸς δὲ ἁφῶν (ἀφʼ ὧν N.)— σιν. Clemens Alexandr. Strom. 1. p. 381. Ἴλιον ἑάλω—Θαργηλιῶνος μηνὸς ἐτάττοντο A.N. 7. Ὅμηρος] Od. 8, 493. 512. νὸς δευτέρᾳ ἐπὶ δέκα Ἀγίας δὲ καὶ 12. ἑρκείου—ἕρκειον] ἑρκίου—ἕρκιον Δερκύλος ἐν τῇ τρίτῃ μηνὸς Πανέμου ὀγδόῃ φθίνοντος. COBET. ib. τὸν δὲ Cobetus. τὸ δὲ A. 18. ἱερῷ Κampmannus. ἱερὸν A. 14. ἱστοροῦντες] Conf. Pausan. 2, ib. λέγειν] His in A. adjuncta 24, 4. et 8, 46, 2. COBET. sunt verba ταῦτα ἔνιοι—ἀφηγουμένων ib. αὐτὸν Kampmannus. αὐτοὺς τῶν Ἀθηναίων, quae scholio versus A. Ante τρισὶν excidit καί. 31. adjunxi, monente Cobeto.

31. εἴληχʼ Ἀθηναίων τε Θησεῖδαι πρόμοι: ἔνιοι ταῦτά φασι πρὸς χάριν εἰρῆσθαι· μηδὲν γὰρ εἰληφέναι τοὺς περὶ Ἀκάμαντα καὶ Δημοφῶντα ἐκ τῶν λαφύρων, ἀλλὰ μόνην τὴν Αἴθραν, διʼ ἣν καὶ ἀφίκοντο εἰς Ἴλιον Μενεσθέως ἡγουμένου. Λυσίμαχος δὲ τὸν τὴν Πέρσιδα πεποιηκότα φησὶ γράφειν οὕτως Θησείδαις δʼ ἔπορεν δῶρα κρείων Ἀγαμέμνων ἠδὲ Μενεσθῆϊ μεγαλήτορι ποιμένι λαῶν. Ἄλλως. ταῦτα ἔνιοι πρὸς χάριν Ἀθηναίων Εὐριπίδην λέγειν· ἀγαπητὸν γὰρ εἶναι τοῖς περὶ Δημοφῶντα Αἴθραν ἀναλαβεῖν, ἦς ἕνεκα αὐτούς φασιν ἐπὶ Τροίαν ἐλθεῖν Μενεσθέως ἀφηγουμένου τῶν Ἀθηναίων.

32. ἄκληροι Τρῳάδων: γράφεται παρθένων. ὅσαι μὲν οὖν ἐκληρώθησαν ἀπεδόθησαν, ὅσαι δὲ ἀκλήρωτοι ἐξαιρέτως δοθεῖσαι τοῖς πρώτοις ἐνταῦθα τυγχάνουσιν.

36. τὴν δʼ ἀθλίαν: ἄμεινον ἦν ἀπὸ τῶν πραγμάτων παράγεσθαι ὀδυρομένην τὰ παρόντα. οὕτω γὰρ ἂν ἡ τραγῳδία τὸ πάθος εἶχε, νῦν δὲ ψυχρῶς τῷ θεάτρῳ προσδιαλέγεται.

41. ἣν δὲ παρθένον μεθῆκʼ Ἀπόλλων: ἣν οὐ διεκόρευσεν, ἀλλʼ εἴασε παρθένον· οἱ γὰρ ἐνθουσιῶντες ἐπιτετραμμένοι εἰσὶ τῇ κοινωνήσει.

44. γαμεῖ βιαίως: ἀντὶ τοῦ γαμήσει· σεσημείωται καὶ μηκέτι αὐτῆς οἰκουμένης· ὑπώπτευκε γὰρ Ἀριστοφάνης ἐκ τούτου τὸ “νῦν δὲ δὴ Αἰνείαο βίη Τρώεσσιν ἀνάξει.”

2. πρὸς χάριν] κατὰ χάριν A. Correctum Cobetus, ut in scholio superiore ex scholio inferiore. legitur: recte, ut videtur, etsi ib. μηδὲν Cobetus. μὴ A. omissum φασί defendi quodammodo 5. Πέρσιδα Cobetus. περσηΐδα A. potest exemplis ad schol. Πέρσιδα dicit quam grammatici Ἰλίου Rhesi v. 28. allatis. πέρσιδα vei Ἰλιοπέρσιδα dicere solent, 10. φασιν Cobetus. φησὶν A. nisi id hic quoque restituendum, 16. οὕτω L. Dindorfius. οὐ A. quemadmodum apud Pausaniam ib. ἂν addidit Cobetus. 10, 15, 5. et Proclum Chrestom. 19. κοινωνήσει kampmannus. κοινήσει p. 483. ed. Gaisf. Ἰλίου πέρσιδος in A. Ἰλιοπέρσιδος mutandum. 22. τὸ addidit Nauckius in libro 6. ἔπορεν] ἔπορε A. de Aristophane Byz. p. 30. Locus 8. Praefixi Ἄλλως. Scholion ipsum autem est Homeri Il. 20, 307. ubi non hoc loco in A. legi, sed Aristophanem non unum tantum scholio v. 16. adjectum esse supra versum hunc, sed tres 306— 308. dicebam. videri suspectos habuisse monet ib. ταῦτα ἔνιοι] ταῦτά φασιν ἔνιοι Nauckius.

51. ἔξεστιν· αἱ γάρ: φιλονεικεῖ ὁ Ποσειδῶν σώζειν τὴν Ἴλιον, ἐπεὶ ᾠκοδόμησεν αὐτήν.

61. ἐκεῖσε πρῶτʼ ἄνελθε: ἀντὶ τοῦ ἐκεῖνον ἀνάλαβε τὸν λόγον καὶ ἀνάτρεχε εἰς τὸν περὶ Ἑλλήνων λόγον.

89. Μυκόνου: ἀκτή τις οὕτω καλουμένη. Καφηρεὺς δὲ ἀκρωτήριον Εὐβοίας, μεταξὺ Σκύρου. Νεάνθης δὲ ὁ Κυζικηνὸς Καθηρέα αὐτόν φησι πρότερον κεκλῆσθαι· εἶναι γὰρ ἐκεῖ βωμὸν εἰς ὃν Εὐβοεῖς καθαιρόμενοι ἔθυον. χρόνου δὲ προϊόντος Καφηρεὺς ἐκλήθη παραφθειράντων τῶν ἐνοικούντων τὴν λέξιν. περὶ τοῦτο δὲ οἱ πλεῖστοι τῶν Ἑλλήνων κατὰ τὸν ἀπόπλουν διεφθάρησαν. κοινὰ δὲ διὰ τῆς ἱστορίας.

96. τύμβους θʼ, ἱερά: λείπει ὁ γάρ, ἵν᾿  ᾖ τὰ γὰρ ἱερὰ τῶν τεθνηκότων ἔρημα ποιήσας αὐτὸς ὕστερον ὀλεῖται.

99. ἄνα δυσδαίμων: πρὸς ἑαυτὴν ταῦτα ἡ Ἑκάβη λέγει, ἀνάστηθι τὴν κεφαλήν σου, ὦ Ἑκάβη. ὁ δὲ λόγος, ἄνα δυσδαίμων, ὦ ἐκ θεῶν δυσδαίμων κεφαλὴ γεγονυῖα, ἀνάστηθι. ἡ δὲ πεδόθεν κεφαλὴ ἐμπαθεστέρα ἐστὶ καὶ τοῖς ὑποκειμένοις οἰκείως ἔχουσα. ἡ γὰρ Ἑκάβη ἔρριψεν ἑαυτὴν διὰ τὰς συμφορὰς ἐπὶ τοῦ ἐδάφους καὶ τούτῳ οἰκείως ἐπέλεξε τὸ “ἐπάειρε δέρην,” ὡς πεπτωκυίας αὐτῆς καὶ κεκλιμένης ἐπὶ τοῦ ἐδάφους. καὶ τὸν Πρίαμον ὁμοίως κείμενον πρὶν συνέστησεν οὕτως “πρὸς δὲ κρηπίδων βάθροις πέπτωκε Πρίαμος.” ὥστε εἰκὸς διὰ τὰ τοιαῦτα τὴν Ἑκάβην τὰς ἐπιτηδείους καθέδρας καταλιποῦσαν ἐπὶ τοῦ ἐδάφους κεῖσθαι.

101. ἀνέχου: ἀνέχου, φησὶν, ἐν εὐτελείᾳ τυγχάνουσα· οὐ γὰρ 3. πρῶτʼ] πρῶτον A. 9. περὶ] π A.N. quod etiam παρὰ 5. Μυκόνου] μυκίνου A. esse potest. ib. Καφηρεὺς Κampmannus. κά- 14. δυσδαίμων] δυσδαῖμον A. hic et φηρος A. 6. μεταξὺ] ἀντικρὺ Kampman- ib. ἀνάστηθι] ἀνάστησον dicere de- nus, nisi alius loci nomen exci bebat derit. καὶ Ἄνδρου addit Brunneman- 16. δυσδαίμων] δυσδαῖμον A. ib. πεδόθεν] παιδόθεν A. ib. Κυζικηνὸς Καθηρέα kampman- 17. ἐμπαθεστέρα] ἐμπαθέστερον A. nus. κυζικηνός:—καφήρειοί τʼ ἄκραι:. καφηρεὺς καθηρέα A. Verba Καφήρειοί ἐμπαθεστέρος N. τʼ ἄκραι (v. 90.) e lemmate illata. ib. οἰκείως] οἰκείοις A. Narrationem autem Neanthis ex 19. τούτῳ scripsi pro τοῦτο. opere περὶ τελετῶν excerptam esse 21. συνέστησεν Kampmannus. συν- probabiliter conjecit Muellerus έστηκεν A. Fragm. Histor. vol. 3. p. 11. ib. οὕτως] v. 16. τὰ παρόντα νῦν ἐστιν ἡ Τροία οὐδὲ ἡ πρὶν εὐδαιμονία, οὐδὲ νῦν βασιλεῖς ἐσμεν Τροίας.

103. μηδὲ προσίστω: ἀντὶ τοῦ μὴ ἀντικεῖσθαι τοῖς πρὸς πρῷραν κύμασιν, ὅ ἐστι, μὴ ἀνθίστασο τῷ δαίμονι τοῦ βίου, ἀλλὰ πλέε κατὰ τὸ εὐθύ· ὅταν γὰρ ἡ ναῦς πρὸς κῦμα ἢ πρὸς ἄνεμον πλέῃ, βλάπτεται. σὺ οὖν, φησὶ, πλέουσα πρὸς κῦμα μὴ ἀνθίστασο τῇ τύχῃ. τοῦτο δὲ ἐναντίον τῷ ἡ δʼ ἔθεεν κατὰ κῦμα διαπρήσσουσα κέλευθον.

108. ὦ πολὺς ὄγκος: ὄγκον λέγει τὴν πάλαι εὐτυχίαν μεταφορικῶς· ὦ πολλὴ εὐδαιμονία τῶν προγόνων συσταλέντων.

113. ἄρθρων κλισίας: ἀντὶ τοῦ φεῦ τῆς ἀνακλίσεως τῶν μελῶν ὡς διάκειμαι.

117. ἄκανθαν: τὴν τῶν μελῶν ἄκανθαν. λέγει δὲ τοὺς νωτιαίους σφονδύλους. τοίχους δὲ τὰς πλευρὰς μεταφορικῶς εἴρηκεν. τὴν ῥάχιν οὖν ἄκανθάν φησιν. ὁ δὲ λόγος, πόθος μοί ἐστι τὴν ῥάχιν εἰλῆσαι περὶ τὰ πλευρά.

119. ἐπὶ τοὺς αἰεὶ δακρύων: ἡ ἐπί ἀντὶ τῆς διά, ὅ ἐστι βούλομαι διαδοῦναι ἐμαυτήν· κέκμηκα γὰρ διὰ τοὺς ἐλέγους καὶ τοὺς θρήνους.

120. Μοῦσα δὲ καὐτή: καὶ αὐτὴ δὲ, φησὶ, παραμυθία ἐστὶ τοῖς δυστυχοῦσι, τὰς ἑαυτῶν ἀποδύρεσθαι συμφοράς. ἔστι γὰρ καὶ μοῦσα θρηνωδίας.

122. ναῶν ὠκεῖαι: ὦ πρῷραι τῶν νηῶν, αἵτινες κώπαις ἀνὰ τὴν θάλασσαν καὶ τοὺς λιμένας μετʼ αὐλῶν βαίνουσαι τὴν πλεκτὴν τῆς Αἰγύπτου παιδείαν, ὅ ἐστι τὰ σχοινία, ἐν τοῖς κόλποις τῆς Τροίας ἐξήψασθε, τὴν Μενελάου γυναῖκα μετερχόμεναι. Ἄλλως. τὰ σχοινία, φησὶν, ἐν τῷ τῆς Τροίας λιμένι ἐξήψασθε τὰ πρυμνήσια. Αἰγύπτου δὲ παιδείαν τὰ σχοινία, καθὸ ἡ Αἴγυπτος τὴν βύβλον τρέφει. ὁ δὲ νοῦς τοιοῦτος, ὦ νῆες ἐπὶ αὐλῶν στυγνῷ παιᾶνι τὴν Τροίαν 1. οὐδὲ ἡ πρὶν] ἡ δὲ πρώην N. 13. 16. Verba τοὺς νωτιαίους et 3. πρῷραν] πρώραν A. περὶ τὰ πλευρὰ obliterata in A., ser- 7. τν] τὸ A. vata in N. 8. ἡ δʼ ἔθεεν] δὲ εὐθὺς in A. esse 19. καὐτή] Scribendum χαῦτη et videtur. δὲ εὐθεε N. Correctum ex in verbis scholiastae καὶ αὕτη. Hom. Od. 2, 249. 25. ἐξήψασθε] ἐξήρτασθε A. Cor- ib. διαπρήσσουσα] διαπρήσας A. rectum ex scholio proximo. ἐξηρ- Correctum ex Homero. τήσασθε dixit poeta v. 129. 10. συσταλέντων N. συσταλτῶν A. 28, αὐλῶν στυγνῷ] αὐλῶν στυγνῶν ut videtur. A. αὐλῷ στυγνῷ N. προσωρμίσατε. παρʼ ὅσον αὐλοῦσιν αὐλοὺς ἔχοντες εἰς τὰς ναῦς. “ἀλλʼ Ἡρακλῆς αὐλεῖ τις.”

132. Κάστορι λώβαν: τὴν γενομένην τῷ Κάστορι λώβαν καὶ τῷ Εὐρώτα δύσκλειαν, τῷ ποταμῷ Λακεδαίμονος. κοινοποιεῖ δὲ ἐπὶ πάσης Ἑλλάδος.

139. σκηναῖς ἔφεδρος Ἀγαμεμνονείαις: αὕτη μὲν ἔξω τῆς σκηνῆς ἦν, ὁ δὲ χορὸς ἔσω.

141. κουρᾷ ξυρήκει: τῇ ξυρικῇ κουρᾷ ἐκκαρθεῖσα τὴν πενθίμην κεφαλὴν, ἀντὶ τοῦ πένθιμον κεφαλὴν ἔχουσα.

147. μάτηρ δʼ ὡσεὶ πτανοῖς: καθάπερ δὲ ὄρνισιν ἡ μήτηρ ἐξάρχει τὴν πτῆσιν, οὕτως κἀγὼ κατὰ τὴν κλαγγὴν καὶ τὸν θρῆνον ἐξάρχωἐξάρχω δὲ οὐ κατὰ τὴν μολπὴν ἐκείνην, ἣν εἰώθειν εὐτυχοῦσα λέγειν.

150. σκήπτρῳ Πριάμου: τῷ σκήπτρῳ τοῦ Πριάμου ἐπερειδομένη ταῖς εὐκόμποις πληγαῖς Φρύγιαι τοῦ ἀρχεχόρον ποδὸς ἐξῆρχον τοὺς θεοὺς, ὅ ἐστιν ἀνύμνουν.

διερειδομένα: ἡ λέξις ἑκάτερον ἔχει, καὶ τὴν αὐτῆς ἀσθένειαν καὶ τὴν Πριάμου δυναστείαν.

168. ἔξω κομίζεσθʼ οἴκων: ἔξω τῶν οἴκων εὐτρεπίζεσθε, πρὸς τὸ πλεῖν στέλλεσθε ἑαυτάς. λέγει πρὸς τὰς λοιπὰς τὰς ἔσω, ἵνα τὸ ἡμιχόριον ἐξέλθῃ.

169. μὴ νῦν μοι τὰν ἐκβακχεύουσαν: ἐπειδὴ μέλλουσιν αἱ Τρῳάδες ἐξιέναι, συμβουλεύει ἡ Ἑκάβη μὴ ἐᾶν Κασάνδραν ἐξιέναι διὰ τὸ μαίνεσθαι.

1. προσωρμίσατε A. προσωρμήσατε N. non scholiastae, sed librarii vi- ib. αὐλοῦσιν] Scribendum, vide- tium esse videtur) πενθήρη κρᾶτʼ ἐκ- tur βαίνουσιν ex scholio praecedente. πορθηθεῖσα, quacum codices qui ho- Verba εἰς τὰς ναῦς, quae legere non die supersunt omnes consentiunt, potuerat Amatius, satis clare scri- nisi quod inter πενθήρει et πενθήρη pta sunt in A.N. Verba proxima variant. Vera scriptura est κουρᾷ ἀλλʼ Ἡρακλῆς αὐλεῖ τις particula esse πενθήρει κρᾶτʼ etc., ejecto ξυρήκει, videntur loci ex comico aliquo al- quod ex Alcest. 427. illatum esse lati: de quo etiam Meinekius cogi vidit Bothius. tavit Com. vol. 4. p. 685. 12. εἰώθειν scripsi pro εἴωθεν. 3. τὴν—λώβαν N. In A. haec 16. ἑκάτερον N. ἑκατέρως A. obliterata et mox syllabae τῶ ποτα- 18. κομΐζεσθ᾿] Metrum postulat μῷ λακεδαί et ἑλλάδος. Supplevi ex κομίσασθ᾿, quod in ed. Ald. legitur, N., qui τὸν ποταμόν. etsi fortasse ex editoris conjectura. 8. τῇ ξυρικῇ κουρᾶ] Decepit scho- 19. λέγει] Fort. λέγει δὲ—. liastam scriptura interpolata κουρᾷ 20. ἡμιχόριον Kampmannus. ἡμι- ξυρήκει (nam quod in scholio legi- χορὸν A. tur ξυρικῇ. adjectivum inauditum, 22. Τρῳάδες] τρωϊάδες A.

171. αἰσχύναν Ἀργείοισιν: μὴ πέμψητε αὐτὴν αἰσχύνην τοῖς Ἕλλησιν, ἵνα καταισχύνωσιν αὐτὴν οἱ Ἕλληνες.

176. οἴιμρι: τὸ λοιπὸν ἡμιχόριον ἐξῆλθεν.

182. ὀρθρεύου σὰν ψυχάν: ἔπαιρε τὴν σεαυτοῦ ψυχὴν, ὁ χορέ. ἀπὸ μεταφορᾶς τῶν ὄρθρου ἐγειρομένων.

187. τίς μʼ Ἀργείων: τίς τῶν Θεσσαλῶν ποτὲ ἢ νησιωτῶν ἄξει με; ἢ Θεσσαλὸς ἢ Ἀργεῖος.

192. δειλαία νεκροῦ μορφά: ἥτις εἰμὶ δειλαία νεκροῦ μορφὴ, ἢ νεκρῶν ἄγαλμα.

193. ἄγαλμʼ, ἢ τὰν παρά τε προθύροις: ἢ θυρωρὸς ἐσομένη καὶ τὴν φυλακὴν τῶν προθύρων κατέχουσα, ἢ παίδων τροφὸς ἄγομαι. δέον, φησὶ, ταῦτα ποιῆσαι ἡ τῆς Τροίας δεσπότις.

197. ποίοις δʼ οἴκτοις: δύναται πρὸς τὴν Ἑκάβην, ἵνʼ ᾖ οὕτω, πῶς αὐταρκῶς δύνασαι τὰ κατὰ σὲ θρηνῆσαι;

199. οὐκ δαίοις ἱστοῖσι: οὐχ ὡς πρότερον ἥδον ἐν τοῖς ἱστοῖς δινεύουσα καὶ στρέφουσα τὴν κερκίδα.

201. νέατον τεκέων: ὅσῳ, φησὶ, νέα ὑπάρχουσα αἰχμάλωτος γέγονα, κρείσσους ἕξω μόχθους. καθὸ αἱ δυναταὶ ἰσχύουσαι πᾶν τὸ ἐπιτασσόμενον ποιοῦσιν· ἐὰν δὲ καὶ εὔμορφος , καὶ ὕβρισται. Ἄλλως. τὰ ὑμῶν σώματα νέα ὁρῶ πρὸς ὑπομονὴν τῶν πόνων.

203. ἢ λέκτροις πλαθεῖσʼ Ἑλλάνων: ἢ λέκτροις πλησιάσασα τῶν Ἑλλήνων.

204. ἔρροι νύξ: φθειρέσθω ἡ νὺξ ἡ ἐμὲ νυμφεύουσα τοῖς πολεμίοις, ὁμοίως δὲ καὶ ὁ δαίμων ἔρροι.

209. ἔλθοιμεν Θησέως εὐδαίμονα χώραν: ταῦτα ὑποθεραπεύουσα τοὺς Ἀθηναίους λέγει.

210. μὴ γὰρ δὴ δίναν: ἀπὸ κοινοῦ τὸ ἔλθοιμι. μὴ ἔλθοιμι, φησὶν, ὑπὸ τὴν δίνην τοῦ Εὐρώτου, ἥτις ἐστὶ Θεράπνη ἡ πόλις τῆς. Ἑλένης. οἰκητήριον δέ φησι τὰς Θεράπνας τῶν Διοσκούρων παρόσον 2.ἴνα] ἵνα μὴ Κampmannus. 16. δινεόουσα scripsi pro δονεόὁρθρεόου 4. σάν] Vitiose pro ὀρ- ουσα. θρεύουσαν: quod fraudi fuit scho- 18. δυναταὶ] δοῦλαι Κampmannus. liastae. ib. ἰσχύουσαι A. N., non αἰσχραὶ 5. τῶν] τοῦ A.N. οὖσαι ut Amatius. 6. τίς τῶν—ᾶξει με] τίς πρὸς τὴν 23. φθειρέσθω scripsi pro φθαρέ- τῶν—ὰξει με χώραν kampmannus. σθω. ib. ποτὲ A. πότερον N. ὑπὸ τὴν γῆν τῆς Θεράπνης εἶναι λέγονται ζῶντες, ὡς Ἀλκμάν φησιν.

214. τὰν Πηνειοῦ σεμνὰν χώραν: Πηνειοῦ χώραν τὴν Θετταλίαν. τῆς γὰρ Μακεδονίας Ὄλυμπος, ἡ δὲ Μακεδονία τῆς Θετταλίας. αἰνίττεται δὲ τὸν Νεοπτόλεμον. Καλλίμαχος “Πηνειὲ Φθιῶτα.”

218. τάδε δεύτερά μοι: ἐν δευτέρᾳ μοι τάξει τῶν καλῶν ἐστι ταῦτα τὰ κατὰ τὸν Πηνειὸν μετὰ τὴν ἱερὰν πόλιν τοῦ Θησέως.

220. καὶ τὰν Αἰτναίαν Ἡφαίστου: ὁ λόγος, καὶ τὴν Αἴτνην τὴν τοῦ Ἡφαίστου χώραν τὴν καταντικρὺ κειμένην τῆς Φοινίκης τῆς τε Καρχηδόνος, ἵνα λέγῃ τὴν Λιβυφοινίκων χώραν. μητέρα δὲ τῶν Σικελῶν ὀρέων ἀκούω ἐπὶ στεφάνοις σεμνύνεσθαι. τὴν Σικελίαν δὲ ὀρέων φησὶ μητέρα, ἐπειδὴ ὀρεινή.

221. Φοινίκας ἀντήρη χώραν: ἀντήρη Σικελίας τὴν Λιβύην εἴρηκε καὶ τὴν Καρχηδόνα, παρόσον τὸ Λιλύβαιον ἀκρωτήριον τῆς Σικελίας ἀντικρὺ κεῖται τῆς Καρχηδόνος, εἰς ἣν ἀπῴκησαν Τύριοι. ἔστι δὲ ἡ Καρχηδὼν πόλις Λιβύης. ὀλίγῳ δὲ πρότερον τῶν Τρωικῶν Εὔδοξος ὁ Κνίδιος ἀπῳκηκέναι τοὺς Τυρίους εἰς αὐτὴν, Ἀζάρου καὶ Καρχηδόνος ἡγουμένων, ἀφʼ οὗ καὶ τὴν ὀνομασίαν ἔσχεν ἡ πόλις. τινές φασι καὶ τὴν Ῥώμην καὶ τὴν Καρχηδόνα ἐπὶ τῆς πρώτης ὀλυμπιάδος κτισθῆναι. Σοφοκλῆς δὲ ἐπὶ τῶν καιρῶν Τριπτολέμου οἰκισθῆναι τὴν Καρχηδόνα, ἐν οἷς φησι Καρχηδόνος δὲ κράσπεδ, ἣν ἀσπάζομαι. Ἄλλως. ἀντήρη Σικελίας τὴν Λιβύην φησὶ καὶ τὴν Καρχηδόνα, παρόσον τὸ Λιλύβαιον ἀκρωτήριον τῆς Σικελίας καταντικρύ ἐστι 1. Ἀλκμάν Cobetus pro ἀλκμαίων, 20. τινές] τινὲς δέ Kampmannus. quod est in N. Nam in A. solae ib. ἐπὶ τῆς L. Dindorifius. ἀπὸ τῆς literae ἀλκ supersunt. N. ἀπρ A. 5. Καλλίμαχος] H. in Delum 112. 21. Σοφοκλῆς] In Triptolemo 11. λέγῃ τὴν Λιβυφοινίκων χώραν] fragm. 536. λέγηται λιβυηφοινίκων A.N. omisso χώ- 23. κράσπεδες (κράσπεδ cum com- ραν. Correxi ex gi. interl. φοινίκης pendio syllabae ες) ἀσπάζομαι N. τῆς καρχηδόνος, ἵνα λέγῃ τὴν τῶν λιβυ- κράσπεδ. ν ἀσπάζομαι A. unde Berg- φοινίκων χώραν. kius κράσπδʼ, ἣν ἀσπάζομαι. κράσπεδʼ 16. Τύριοι Kampmannus. τύρροι A. ἔστ᾿  B. ἀσπάζομαι Cobetus, addita et mox τυρρίους. interlocutoris nota. 18. ἀπῳκηκέναι] Infinitivus pen- 25. τοῦτο ante καταντικρὺ delevit det ab verbo φησὶ intellecto. Vid. Kampmannus. ad schol. Rhesi v. 28. Καρχηδόνος. ὁ δὲ Παρμενίσκος τὴν Σικελίαν ἀντήρη τῆς Φοινίκης φησίν.

224. τάν τʼ ἀγχιστεύουσαν: καὶ τὴν ἀγχιστεύουσαν γῆν τῷ Ἰονίῳ. κατὰ κοινοῦ τὸ “ἀκούω κηρύσσεσθαι στεφάνοις ἀρετᾶς.” τὴν Ἰταλίαν δὲ λέγει τὴν ἐγγὺς τοῦ Ἰονίου πελάγους· Ἰόνιον γὰρ πέλαγος τὸ πρὸς τὴν Ἰταλίαν.

228. Κρᾶθις: δύο εἰσὶ Κράθιδες, ὡς Ἰαρμενίσκος φησίν· ὁ μὲν ἀπὸ Πελοποννήσου τὰς πηγὰς ἔχων μέχρι Ἀρκαδίας, ὃς ἐμβάλλει τῷ Ἀλφειῷ, οὗ ἐάν τις τὸ ὕδωρ ἐπὶ πολὺν χρόνον ἀφῇ οὐ σήπεται, οὐδὲ ἐὰν ἀπʼ αὐτοῦ ἄρτοι πεφθῶσιν εὐρωτιῶσιν· ὁ δὲ ἐν Ἰταλία, οὗ νῦν μέμνηται ὁ Εὐριπίδης, ἐν ᾧ ἐάν τις λούσηται λελιπασμένος ἀνέρχεται, ὡς δοκεῖν ἠλεῖφθαι καὶ τὴν τρίχα ξανθίζειν, ὡς ἐν ὀλίγαις ἡμέραις τὸν λουόμενον ἐν αὐτῷ πυρρότριχα γίνεσθαι. ἔνιοι δέ φασι τὸν μὲν Κρᾶθιν τοῦτο μὴ ποιεῖν, τὸν δὲ ἐν Τροίᾳ βάνθον, ἀφʼ οὗ καὶ ὀνομάζεται Σκάμανδρος καλούμενος. τὸν δὲ Εὐριπίδην ἐπὶ τοῦ Κράθιδός φασι τοῦτο μετενηνοχέναι. ὁ δὲ Αἰσχρίων φησὶν ὅτι ἐν Πελοποννήσῳ ἦν Κρᾶθις καλούμενος ποταμὸς, ὃς ἐποίει τὰς κόμας ξανθὰς τῶν λουομένων. οἱ δὲ ἀκὸ Πελοποννήσου ἀποικίαν στειλάμενοι καὶ κτίσαντες Σύβαριν τὸν ἐκεῖ ποταμὸν ὠνόμασαν Κρᾶθιν. ἀπὸ οὖν τοῦ ἐν Πελοποννήσῳ ὁ Εὐριπίδης τοῦ ἐν Ἰταλίᾳ μέμνηται ὡς οὐ μόνον τὸ αὐτὸ ὄνομα ἔχοντος τῷ ἐν Ἀχαίᾳ ποταμῷ, ἀλλὰ καὶ τὴν δύναμιν.

244. τίνα πότμος εὐτυχής: τίνα τῶν Τρῳάδων πότμος εὐτυχὴς ἐκδέχεται;

250. ἢ τᾷ Λακεδαιμονίᾳ: παρόσον ἡ Κλυταιμνήστρα Τυνδάρεω, οὕτος δὲ Λακεδαιμόνιος.

258. ἱεροὺς στολμούς: τὰς τῶν στεφάνων στολὰς ώσπερ ἔνδυσιν ποιούντων αὐτῇ.

267. τί θέσμιον: τί θεσμοποιὸν, θεμιτὸν, ἢ νόμος τῶν Ἑλλήνων.

4. κατά] ἀπὸ margo N. quasi ἠλίφθαι scribere voluerit libra- 8. ἐμβάλλει τῷ Cobetus. συμβάλ- rius. Veteres ἀληλίφθαι dixerunt. λει καὶ τῷ A. 14. Κρᾶθιν] κράνθιν A. 12. εἰλῆφθαι A., quod ἠλεῖφθαι 21. τῷ—ποταμῷ Cobetus. τοῦ— esse intellexit L. Dindofius, etsi ποταμοῦ A. hanc formam rejicit Sextus Emp. 27. ἔνδυσιν ποιούντων (sc. τῶν στε- p.266. ἀλήλιπται μὲν εἴποιτις ν, ἤλει- φάνων) Karmpmannus. ἐν δυσὶ (δυσὶν πται δὲ οὐκέτι. In N. est εἰλίφθαι, N.) ποιουσῶν A.

268. εὐδαιμόνιζε παῖδα σήν: αἰνίττεται ὅτι τέθνηκεν, ἢ σαφῶς εἶπεν· καὶ ἡ Ἑκάβη οὔτε ἐστέναζεν οὕτε ἀπηλλάγη. εἴτε γὰρ οἶδεν οἰκτίσασθαι περὶ θυγατρὸς εἴτε μὴ οἶδεν, ἐρωτῆσαι καὶ μαθεῖν.

275. ἐγὼ δὲ τῷ πρόσπολος: τίνι δὲ ἐγὼ ἐκληρώθην δούλη, ἡ τριτοβάμονος βάκτρου δεομένη διὰ τὸ γηραιὸν κάρα· τρίτος γὰρ ποὺς ἡ βακτηρία.

285. ὃς πάντα κεῖθεν: τὰ μὲν ἐκεῖ διαβάλλων ἐνταῦθα ἀντίπαλα τίθησιν, αὖθις δὲ ἐκεῖ πολέμια τίθησι, δῆλον ὅτι τὸ ἐνταῦθα. τοῦτο γὰρ λείπει.

296. εἶτα τὰς εἰλεγμένας: τὰς κεκληρωμένας καὶ ἐκλελεγμένας τοῖς ἄλλοις δῶ.

301. αὐτῶν τʼ ἐκπυροῦσι: καίουσι, φησὶν, ἑαυτὰς ἐξελθεῖν μέλλουσαι τῶν οἴκων. Ἄλλως. διὰ τὸ μὴ εἰθίσθαι δουλεύειν καίουσιν ἑαυτάς.

303. δυσλόφως: ἀπὸ μεταφορᾶς τῶν ὑποζυγίων.

304. μὴ τὸ ταῖσδε: μὴ διὰ τὸ πρόσφορον ἑαυταῖς φονεύουσιν ἑαυτὰς καὶ λυπήσουσι τοὺς Ἕλληνας, κἀγὼ αἴτιός εἰμι.

308. ἄνεχε, πάρεχε: ὡς πρός τινα ποιεῖται τὸν λόγον δᾳδουχοῦντα· ἀναχώρει, φησὶ, καὶ πάρεχε ὁδόν. δύναται δὲ πρὸς ἑαυτὴν λέγειν ἀντὶ τοῦ ἄνεχε καὶ φέρε.

310. ὦ Ὑμὴν Ὑμέναι’: πρὸς Ὑμέναιον ἀποτείνεται διὰ τὸ μέλλειν γαμεῖν. καθαίρω, φησὶ, τὸ ἱερὸν, οὐχ ὅτι ἐν ἱερῷ ἦν, ἀλλʼ ὅτι μαινομένη ἐν ἱερῷ ἐνόμιζεν εἶναι.

315. ἐπεὶ σὺ, μῆτερ: ἐπεὶ σὺ, μῆτερ, περὶ τὸν ἴδιον ἄνδρα, πατέρα δὲ ἐμὸν, γίνῃ καταστενάζουσα αὐτὸν καὶ οὐ ποιεῖς τὰ μητέρων (νόμιμον γάρ ἐστι τῇ μητρὶ δᾳδουχεῖν ἐν τοῖς γάμοις τῶν θυγατέρων,) ἐγὼ τοῦτο ποιήσω ἐμαυτῷ.

321. ἐς αὐγάν: ὥστε αὐγὴν καὶ αἴγλην ποιεῖν σοὶ, ὦ Ὑμέναιε· 3. θυγατρὸς et ἐρωτῆσαι, pro quibus τὸν A. θογατρ... et ἐρωτ apud Amatium 7. βακτηρία] βάκτρα N. 9. πολέμια τίθησι Kampmannus. legitur, satis clare scripta πολέμια τίθειης A. sunt in A.N. Ante ἐρωτῆσαι aliquid 17. πρόσφορον] σύμφορον N. excidisse videtur. 5. ἐκληρώθην] κληρωθῶ N. 6. τριτοβάμονος—τὸ] τριβάμονος— ib. φονεύουσιν —λυπήσουσι] Immo φονεύσωσιν—λυπήσωσι. ἢ σὺ, ὦ Ἑκάτη, διδοῦσα φῶς, ὥσπερ νόμος ἐστὶ τοῖς παρθένοις· ἔθος γὰρ εἶχον πῦρ ἀνάπτειν ἐπὶ τὸν γάμον.

323. ὦ Ἑκάτη: τὴν Ἑκάτην παρέμιξε διὰ τὸ μετʼ ὀλίγον ἀποθνήσκειν· χθονία δὲ ἡ θεός. ἢ ὅτι γαμήλιος ἡ Ἑκάτη.

325. πάλλε πόδʼ αἰθέριον: εἰς τὸν αἰθέρα χόρευε. λέγει δὲ Βακχικὰ ἐπιφθέγματα.

326. εὐὰν εὐοῖ: τὸ εὐὰν εὐοῖ Βακχικὰ ἐπιφθέγματα. εἰσὶ δὲ ἐπιρρήματα θειασμοῦ. διόρισον. τὰ δὲ θειασμοῦ, οἷον, εὖ οἷ εὖ ἄν.

330. ἀνάκτορον θυηπολῶ: ὥσπερ ἐν τῷ ἱερῷ οὖσα, οὕτως θυηπολῶ. ἢ οὕτως, ἡγοῦ σὺ τοῦ θυηπόλου.

341. βασίλεια: ταῦτά τινες τῷ Ταλθυβίῳ, τινὲς δὲ τῷ χορῷ ἐπιμερίζουσιν.

343. Ἥφαιστε, δᾳδουχεῖς: παρὰ τὸ πᾶν διαλέγεται· εἰ καὶ ἐν γάμοις δᾳδουχεῖς, ἀλλʼ οὐ νῦν ἐν εὐπραγίᾳ φαίνῃ.

350. ἐσωφρωνήκασʼ: σώφρονα πεποιήκασι, τὰ κακὰ σὲ οὐ πεπαιδεύκασιν.

351. δάκρυσί τʼ ἀνταλλάσσετε: δάκρυα, φησὶν, ἀνταλλάξατε ἀντὶ τῶν γαμηλίων χορῶν. τοῖς δὴ ταύτης γαμηλίοις μέλεσι δάκρυα ἀνταλλάξατε.

357. Ἑλένης γαμεῖ με: προμηνύει ὅτι δι᾿ αὐτὴν Ἀγαμέμνων ἀποθανεῖται, καὶ ἥδεται δοκοῦσα αὐτὸν ὥσπερ τιμωρῆσαι.

361. ἄλλατ’ ἐάσω: τινὰ, φησὶν, ἐάσω. διʼ ὧν δὲ δοκεῖ ἀποσιωπᾶν, διὰ τούτων λέγει.

366. ἔνθεος μέν: ἔνθεος μέν εἰμι καὶ ἐμμανὴς, ὅμως διὰ τὴν ἀλήθειαν ἔξω μωρίας καὶ βακχευμάτων δόξω εἶναι, ἐπειδὴ τὸ τὴν 7. εὐὰν εὐοῖ] εὖ ἂν εὖ οἷ A. in lemmate dictum accepit. Recte judicarunt et in scholio. qui aliud quid scriptum ab Euripide 15. ἐσωφρονήκασʼ] ἐσωφρόνηκα A. pide fuisse censuerunt, velut σοφὴν. et mox. πεποίηκα—πεπαίδευκᾶ. ἐσωφρονήκασ᾿ ἔθηκαν. A. in textu, et sic ceteri 21. τιμωρῆσαι Kampmannus. τιμωρῆ... quoque libri, nisi quod ἐσωφρονήκασιν A. In A. τιμωρῆσαν esse est in ed. Ald. et ἔσω φρονίκασιν videtur, in N. τιμ, literis reliquis in cod. Flor. ex quo σεσωφρονίκασιν compendio expressis. feci: Stephanus. Scholiastae interpretatio 22. ἄλλατ᾿] Sic A. etiam in postulat οὐδὲ σʼ αἰ τύχα textu: quod pro ἀλλʼ ἄττʼ accepit, —σεσωφρονίκασιν, etsi hoc fortasse aut id ipsum legit, scholiasta. Veram non legit, sed σεσωφρονήκασʼ, a metri scripturam ἀλλʼ αὔτʼ restituit correctore positum, illo sens Musgravius. ἀλήθειαν λέγειν οὐκ ἔστι μαινομένου. τοσοῦτον οὖν, φησὶν, ἔξω γενήσομαι μανίας ὡς καὶ πιστεύεσθαι.

372. τέκνων ἀδελφῷ: τὸ ἐπὶ τῆς Ἰφιγενείας εἰπὼν πληθυντικῶς λέγει τέκνων ἀντὶ τοῦ τέκνου, ἀδελφῷ δὲ τῷ Μενελάῳ.

379. τὰ δʼ οἴκοι: οἷς εἶκον· καὶ γὰρ καὶ οἱ ἐν τοῖς οἴκοις ἀπέθνησκον, μὴ ὁρῶντες τοὺς οἰκείους.

381. οὐδὲ πρὸς τάφους: τῶν γὰρ τεθνηκότων οἱ παῖδες τιμῶσι τοὺς τεθνηκότας.

393. Ἀχαιοῖς ὧν ἀπῆσαν: ὧν, τούτων, τὸ μεταξὺ τῶν οἰκιῶν ἀποθνήσκειν, αἱ ἡδοναὶ τοῖς Ἕλλησιν ἀπῆσαν· οὕτως τούτων ἐστέρηντο.

396. ἵξις ἐξεργάζεται: παρουσία, ἄφιξις. ἀνδρεῖον αὐτὸν ἀπέδειξεν. γράφεται καὶ ἦρξις, ἵνʼ ᾖ καὶ ἡ ἔρξις καὶ ἡ πρᾶξις.

397. εἰ δʼ ἦσαν οἴκοι, χρηστός: ὁ Ἕκτωρ χρηστὸς γεννηθεὶς κατεσιωπήθη ἂν, εἰ μὴ ἐστράτευσαν ἐπὶ Ἴλιον.

398. Πάρις τʼ ἔγημε: ἑτερότροπόν ἐστιν· ἐπὶ γὰρ κακῷ ἔσχε τὸ κλέος, ὥσπερ ἡ Ἑλένη. Ὅμηρος “ ὡς καὶ ὀπίσσω ἀνθρώποισι πελώμεθ᾿ ἀοίδιμοι.”

401. εἰ δʼ ἐς τόδʼ ἔλθοι: εἰ δὲ εἰς πόλεμον ἔλθοι, οὐκ αἰσχρὸν τῇ πόλει αὐτοῦ ἀποθνήσκειν.

407. μέλπεις θʼ ἅ : καὶ ταῦτα, φησὶν, ἃ εἴρηκας καλῶς, οὐ δείξεις αὐτὰ σαφῶς καλὰ καὶ ἀληθῆ.

408. εἰ μή σʼ Ἀπόλλων: μάταιός ἐστιν ὁ Τλθύβιος ἐπιπλήσσων καὶ λέγων, εἰ μὴ ἐμαίνου, ἐτιμωρήθης ἄν· πᾶς γάρ τις τοῖς μαινομένοις συμπεριφέρεται.

411. καὶ δοκήμασιν σοφά: τὰ τῷ δοκεῖν σοφά. λέγει δὲ περὶ 13. γράφεται (γράψον apud Amatium) 14. γεννηθεὶς Kampmaunus. γενναθ` καὶ ἦρξις—πρᾶξις] In marg. ... A. cod. Harl. est γρ. καὶ ἔρξις, ἵνʼ ᾖ 15. κατεσιωπήθη L. Dindorfius. ἡ ἔρξις, τουτέστιν ἡ πρᾶξις, unde corrigendum κατεσκοπήθη A. scholion est, nisi ἦρξις 16. Πάρις] ἄλλως. πάρις A. pro ἔρξις scriptum scholiastam induxit 17. Ὅμηρος] Il. 6, 358. ut ex ἡ ἔρξις contractum ib. ὀπίσσω—πελώμεθʼ] ὀπίσω—γενόμεσθ᾿ crederet. ἧξις ἀντὶ τοῦ ἄφιξις Εὐριπίδης νόμεσθʼ A. Τρῳάσιν annotavit Antiatticista 19. πόλεμον -ἀποθνήσκειν] πόλιν in Bekk. Anecd. p. 99, 4: μου ἔλθοι, οὐκ αἰσχ...... τοῦ ἀποθν... A. ἵξις per παρουσία, ἄφιξις, ἱκετεία ex. Correxit Kampmannus. plicat Hesychius. Ἀγαμέμνονος, διὰ ταύτης ἐληλυθέναι εἰς ἔρωτα. τὰ σοφὰ, φησὶ, δοκοῦντα τῶν εὐτελῶν οὐκ ἔστι κρείσσονα· οἷον Ἀγαμέμνων ὁ σοφὸς οὐ διαφέρει τινὸς τῶν εὐτελῶν.

418. καὶ Φρυγῶν ἐπαινέσεις: τὰς ὕβρεις τὰς εἰς τοὺς Ἕλληνας καὶ τοὺς ἐπαίνους τοὺς εἰς τὴν Τροίαν ὑπὸ σοῦ λελεγμένους ἐῷ ἀνέμῳ φέρεσθαι.

420. καλὸν νύμφευμα: ἐν εἰρωνείᾳ ταῦτα λέγει.

424. τί ποτʼ ἔχουσι τοὔνομα: τί ποτε αὐτοῖς ἐστι τὸ ὄνομα τοῦτο, ὥστε κοινῇ ὑπὸ πάντων ἐχθαίρεσθαι. εἰσὶ δὲ καὶ ἕτεροι κήρυλες, οἱ περὶ τὰ δεῖπνα διακονοῦντες. Ὅμηρος κήρυκες δʼ αὐτοῖσιν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν. Ἄλλως. διὰ τί πάντες τὸ αὐτὸ ὄνομα ἔχουσιν εἰς ἀπέχθειαν ἐπιτήδειον; Ἄλλως. διὰ τί ποτε τὸ ὄνομα αὐτῶν τοιοῦτον ὥστε ὑπὸ πάντων μισεῖσθαι;

430. τἄλλα δʼ οὐκ ὀνειδιῶ: τὰ λοιπά· ἐν γὰρ Θρᾴκῃ κύων γενομένη ἀπέθανεν.

432. ὡς χρυσὸς αὐτῷ: τὰ ἐμὰ, φησὶ, καὶ τὰ τῶν Τρώων κακὰ νομίσει ποτὲ χρυσὸν εἶναι καὶ τίμια, παρὰ τὸ Ὁμηρικὸν “τρισμάκαρες Δαναοί.”

435. οὗ δὴ στενὸν δίαυλον: ὁ λόγος, ἐλεύσεται δὲ εἰς τὸν στενὸν δίαυλον τῆς πέτρας, ὅπου ἦν οἰκοῦσα ἡ Χάρυβδις, δηλονότι ἐπὶ τῆς πέτρας. δίαυλον δὲ λέγει τὸν αὐλῶνα· ἦσαν γὰρ οἱ σκόπελοι πλησίον ἀλλήλων, ὁ τῆς Σκύλλης καὶ ὁ τῆς Χαρύβδεως.

440. αἳ σάρκα φωνήεσσαν: καὶ Ὅμηρος “κρέα δʼ ἀμφʼ ὀβελοῖσι μέμυκεν.”

446. νυκτὸς, οὐκ ἐν ἡμέρᾳ: πρὸς Ἀγαμέμνονα λέγει· ἐν νυκτὶ γὰρ τέθνηκεν.

448. κἀμέ τοι νεκρὸν φάραγγες: τῷ ὕδατι τῷ χειμερινῷ ῥέουσαι, ἀπὸ τῶν ὀρῶν καταφέρουσαι, πλησίον τοῦ τάφου τοῦ Ἀγαμέμνονος κομίσουσί με· φονεύσασα γὰρ Ἀγαμέμνονα καὶ τὴν Κασάνδραν 10. Ὅμηρος] Legitur hic versus 18. Ὁμηρικόν] Od. 5, 306. Il. 9, 173. τοῖσι δὲ—αὐτίκα κήρυκες 23. Σκύλλης] σκύλης A. μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν. et ter 24. Ὅμηρος] Od. 12, 395. in Odyssea (1, 146. 3, 338. 21, 28. νεκρὸν] νεκρῶν A. 270.), τοῖσι δὲ κήρυκες μὲν ὕδωρ etc. ib. ῥέουσαι—καταφέρουσαι kampmannus. 11. ἔχευαν] ἔχευον A. ῥέουσα—καταφέρουσα A. εἰς ὄρος ἔρριψεν. ὑπʼ οὐδενὸς δὲ παραδίδοται ἡ Κασάνδρα ἄταφος ἐκβεβλημένη. Ἄλλως. ὅτι ἰδικῶς ἱστορεῖ ἄταφον τὴν Κασάνδραν ἐκβεβλῆσθαι εἰς ὄρος.

451. ὦ στέφη: ὦ στέφη τοῦ Ἀπόλλωνος, ἅπερ ἐστί μοι ἀγάλματα· ἀπορρίπτει δὲ τοὺς στεφάνους.

453. σπαραγμοῖς: σπαρασσόμενοι, φησὶν, οἱ στέφανοι ἴτε ἀπʼ ἐμοῦ. ἤδη δὲ διεκορεύθη ὑπὸ τοῦ Αἴαντος, καὶ πῶς λέγει ἑαυτὴν παρθένον; φαμὲν οὖν ὅτι, ὅσον τὸ κατʼ αὐτὴν ἧκεν, παρθένος ἦν· βίᾳ γὰρ διεκορεύθη.

456. οὐκέτʼ ἂν φθάνοις: κατʼ ἐρώτησίν φησιν, οὐκέτι φθάνεις με; καὶ τοῦτο λαμβάνεις ἐπὶ τὴν ναῦν προεπειγόμενος; ἢ ἀποφαντικῶς, ἐὰν μὴ νῦν με ἄγῃ, οὐκέτι ἔσται ἐπιτήδειος ἄνεμος.

457. τριῶν Ἐρινύν: τρεῖς γάρ εἰσιν Ἐρινύες, Ἀληκτὼ, Τισιφόνη, Μέγαιρα. πεποίηται δὲ τὰ ὀνόματα.

460. οὐ μακράν: λείπει ἡ εἰς· οὐκ εἰς μακρὰν, ὅ ἐστι μετ᾿ ὀλίγον.

463. δέσποιναν ὡς ἄναυδος: ὡσ. τιν. αὐτῆς ἐπιμελοῦμεν, πρὸς ἃς ποιεῖται τὸν λόγον.

466. οὔτοι φίλα: τὰ μὴ ὄντα φίλα οὐδέποτε ἔσται φίλα· οὐκοῦν οὐχ ἥδομαι ἐπὶ τῷ ἀναστῆναι· οὐ γὰρ φίλον.

467. κεῖσθαι πεσοῦσαν: τὸ ἑξῆς, ἐᾶτέ με κεῖσθαι πεσοῦσαν.

470. ὅμως δʼ ἔχει: ὅμως δὲ παραμυθία ἐστὶ τοῖς δυστυχοῦσιν ἀνακαλεῖσθαι τοὺς θεούς.

472. πρῶτον μὲν οὖν μοι: ἡδύ μοι, φησὶ, πρῶτον τὰ ἀγαθὰ ὑμνῆσαι· ὅτε γὰρ πρῶτον εἰς τὰ καλὰ μνημονεύσω, τῶν κακῶν τότε μείζονα οἶκτον κινῶ.

487. κοὔτ᾿ ἐξ ἐκείνων: καὶ οὔτε ἐκεῖναι ἐλπίζουσιν ἐμὲ ὄψεσθαι οὔτε ἐγὼ ἐκείνας.

489. τὸ λοίσθιον δὲ θριγκός: τὸ ἔσχατον πάντων κακῶν τὸ δοῦλον εἶναι, οἱονεὶ τὸ τέλος ἐστὶ, μεταφορικῶς ἀπὸ τῶν οἰκοδομημάτων· μετὰ γὰρ τὴν οἰκοδομὴν ἐπιτίθεται θριγκὸς, ὅπερ ἐστὶ τὸ γεῖσον.

496. τὸ ἑξῆς, τρυχηρὰ πέπλων λακίσματα, ἤγουν σχίσματα.

13. εἰσιν L. Dindorfius. φησιν A. ib. Ἀληκτὼ] ἀλεκτὼ A.

501. ἔλυσας συμφοραῖς: τουτέστιν ἐν ἀτυχίαις ἔλυσάς σου τὴν παρθενίαν, οὐδὲ ἐν εὐτυχίαις.

506. ἄγετε τὸν ἁβρὸν δήποτʼ: τὸν ἐμὸν πόδα πρώην ἁβρὸν ὄντα, νῦν δὲ δοῦλον, ἄγετε εἰς τὴν στιβάδα καὶ εἰς τὰ πέτρινα κρήδεμνα καὶ περιβόλαια.

511. ἀμφί μοι Ἴλιον: ποίησόν με ᾆσαι ἐπικήδειον μέλος εἰς τὴν Ἴλιον, ὅ ἐστι, περὶ τῆς Ἰλίου ποίησόν με θρηνῆσαι.

516. τετραβάμονος: ἀλληγορικῶς τὸν ἵππον τὸν δούρειον, τέσσαρας βάσεις ἔχοντα· ἀπήνην γὰρ τὸν ἵππον καλεῖ.

525. τόδʼ ἱερόν: πρὸς ἑαυτοὺς δὲ, φησὶ, παρεκελεύοντο οἱ Τρῶες, τοῦτο τὸ ἱερὸν ξόανον, τὸν ἵππον, ἄγετε τῇ Ἀθηνᾷ.

532. πεύκᾳ ἐν οὐρείᾳ: ἐν τῇ οὐρείᾳ πεύκῃ· ξύλινος γὰρ ὁ ἵππος.

535. θέᾳ δώσων: καὶ ὁ Πρίαμος ἐξῆλθε τὴν βλάβην θεασόμενος.

536. καὶ χάριν ἄζυγος: καὶ χάριν ἀντὶ τοῦ τέρψιν, ἐπιτερπῶς θεασόμενος τὸν ἵππον.

ἀμβρότα: ὡς ἱππότα, ἵνʼ ᾖ ἀμβρότου πώλου.

537. κλωστοῦ δʼ : καθάπερ ναὸς σκάφος κλωστοῦ λίνου ἀμφιβόλοις, ὅ ἐστι σχοινίοις, οὕτως ἐπὶ τὸν ἵππον ἐπέβαλον.

539. φοίνιά τε πατρίδι: ἀντὶ τοῦ φονίως, ἤτοι φοινιχθέντα. τοῦτο δὲ ἀπὸ τοῦ συμβεβηκότος λέγει.

541. ἐν δὲ πόνῳ: πόνῳ διὰ τὸ κεκμηκέναι ἐν τῷ ἕλκειν, χαρᾷ διὰ τὸ ἐλπίζειν τι ἀγαθὸν ἐνηνοχέναι.

547. ἐνὶ δόμοις δὲ παμφαὲς σέλας: τὸ δὲ σέλας τοῦ πυρὸς τὴν μέλαιναν αἴγλαν δέδωκε τῷ ὕπνῳ, ὅ ἐστι τὴν μέλαιναν κατάστασιν τῷ ὕπνῳ. ἔδωκε τὸ πῦρ ἀντὶ τοῦ διεδέξατο ἡ νὺξ τὸ πῦρ· σβεσθέντος γὰρ αὐτοῦ ἐκοιμήθησαν· οἷον ἐπὶ τῶν λαμπάδων καιομένων ἐκοιμήθησαν. ἰδίως δὲ αἴγλην εἶπε τῆς νυκτὸς τὸ φῶς.

562. σφαγαὶ δʼ ἀμφιβώμιοι: ἐκ δὲ τοῦ σφάζεσθαι ἐρημία 2. οὐδὲ Kampmannus. ... δὲ A. 18. ὡς ἱππότα] Decepit scholiastam 14. Verba καὶ ὁ Πρίαμος—θεασόμενος scriptura vitiosa ἀμβρότα πώλου in A. cum scholio praecedente pro ἀμβροτοπώλου, quod restituit sunt conjuncta, cum lemmate ξεστὸν Musgravius. λόχον ἀργείων. 21. ἤτοι L. Dindorfius. ἢ τὰ A. παρηκολούθησεν, ἥτις τῇ μὲν Ἑλλάδι στέφανον ἔφερε, τῇ δὲ Τροίᾳ πένθος.

568. Ἑκάβη, λεύσσεις: ἀποθεωροῦσιν αἱ κατὰ τὸν χορὸν τὴν Ἀνδρομάχην παροδεύουσαν ἐπὶ ὀχήματος Ἑλληνικοῦ καὶ τὸν Ἀστυάνακτα αὐτῇ ἑπόμενον.

570. εἰρεσίᾳ: τῇ συζυγίᾳ. ἀπὸ μεταφορᾶς τῶν ἐρεσσόντων.

573. σκύλοις τε Φρυγῶν: τί παρακαθέζῃ τοῖς σκύλοις, ὡς καὶ σκύλων ὄντων μετʼ αὐτῆς, ἐν οἷς καὶ τὸ Ἕκτορος ὅπλον.

577. τί παιᾶν᾿ ἐμόν: ἐπειδὴ εἶκεν οἴμοι, λέγει, διὰ τί τὸν ἐμὸν θρῆνον θρηνεῖς; παιᾶνα δέ φησι κατὰ ἀντίφρασιν, ὡς τὸ ἅπας δʼ ἀνευφήμησεν οἰμωγῇ λεώς.

590. οἱ δὲ πόθοι μεγάλοι: ἃ ποθεῖτε μεγάλα ἐστὶν, ἡ μὲν Ἕκτορα, ἡ δὲ Πρίαμον.

592. δυσφροσύναις: κακοβουλίαις. καὶ ὁ Πάρις τεχθεὶς δυσφροσύναις τῶν θεῶν οὐκ ἀπώλετο.

601. δάκρυά τʼ ἐκ δακρύων: ὁ οἶκος αὐτὸς, φησὶν, ἐκ διαδοχῆς καὶ δακρύει καὶ θρηνεῖ.

614. ἄλλος τις Αἴας: τῆς σῆς θυγατρὸς φαίνεται καὶ δεύτερος Αἴας, ἐπειδὴ καὶ τότε οὗτος αὐτὴν ἐδίωξεν.

646. ὄλωλεν ὡς ὄλωλεν: ἐμοῦ ζώσης εὐτυχέστερον ἀπώλετο· τοῦ γὰρ αἰχμάλωτον δουλεύειν κρεῖσσον τὸ ἀποθανεῖν.

628. οὐ ταυτὸν, ὦ παῖ. τὸ βλέπειν: ἔθος ἐστὶ τῷ Εὐριπίδῃ τῷ βλέπειν χρῆσθαι ἀντὶ τοῦ ζῆν, ὡς καὶ ἀλλαχοῦ τὸ μὲν τέθνηκε σῶμα, τοῦτο δʼ αὖ βλέπει.

630. ὦ μῆτερ ὦ τεκοῦσα: οὐ στοχάζεται τῶν ὑποκειμένων προσώπων. καὶ γὰρ νῦν ἡ Ἀνδρομάχη τὰ αὐτὰ φιλοσοφεῖ ἅπερ καὶ ἔμπροσθεν ἡ Κασάνδρα.

636. κείνη δʼ ὁμοίως: ἡ δὲ Πολυξένη ὥσπερ μὴ ἰδοῦσα τὸ φῶς καὶ μὴ αἰσθανομένη τέθνηκεν.

1. παρηκολούθησεν] παρηκολούθη A. 10. ὡς τὸ] Sophoclis Trach. 783. Sic ἀφώρμη pro ἀφώρμησα scriptum in 19. αὐτὴν (Casandram) Kampmannus. scholio v. 938., ἐξώρμ pro ἐξώρμησε mannus. αὐτὸν A. 24. δʼ αὖ βλέπει Cobetus. δʼ ἀναβλέπει ad v. 1129. 3. λεύσσεις] λεύσεις A. A. 7. παρακαθέζῃ Kampmannus. παρακαθελκ... 26. τὰ αὐτὰ Kampmannus. σὺ A. 28. κείνη] ἐκείνη A. A.

638. ἐγὼ δὲ τοξεύσασα: μεταφορικῶς φησιν, ἐγὼ δὲ τοξεύσασα καὶ βαλοῦσα τὸν σκοπὸν τῆς εὐδαιμονίας κατὰ τὸ πλεῖστον τῆς τύχης ἥμαρτον. ἢ οὕτως, ἐγὼ δὲ ἐπὶ τὴν εὐδοξίαν βαλοῦσα καὶ τῆς τύχης ἐτύγχανον συγκυρούσης, ὡς καὶ παῤ Ὁμήρῳ τὸ ἁμαρτάνω ἐπὶ τοῦ συγκυρῶ τίθεται.

642. πρῶτον μὲν ἔνθα: πρῶτον μὲν κἂν ᾖ κἂν μὴ ᾖ ψόγος ταῖς γυναιξὶν, ὅμως κακῶς αὐτὰς ἀκούειν δεῖ, ὅταν μὴ μένωσιν οἴκοι.

645. τούτου παρεῖσα πόθον: τοῦ ἐξέρχεσθαι ἀπὸ τῶν οἴκων ἐάσασα τὴν ἐπιθυμίαν ἀντὶ τοῦ μὴ ἐξερχομένη.

650. ᾔδειν δʼ ἁμὲ χρή: εἰς ἃ ἐχρῆν, κἀκείνῳ ὧν ἐχρῆν τὴν νίκην ἐᾶν.

652. καὶ τῶνδε κληδών: τούτων τῶν ἔργων καὶ τῆς εὐκοσμίας ἡ κληδὼν ἐλθοῦσα εἰς τοὺς Ἕλληνας ἀπώλεσέ με.

653. ᾑρέθην: τὴν γὰρ ἀρίστην ἔκρινεν αὐτὸς λαβεῖν ὁ Νεοπτόλεμος.

655. αὐθεντῶν δόμοις: τοῖς τῶν φονέων οἴκοις· αὐθέντας γὰρ λέγουσι τοὺς ἑκουσίῳ φόνῳ μετερχομένους, καὶ αὐτοέντας τοὺς αὐτόχειρας λέγουσιν.

681. αὐτὴ μὲν οὔπω ναός: ἐγὼ μὲν οὐδέποτε εἰς νῆα εἰσέβην, γραφῇ δὲ μόνον καὶ ἀκοῇ οἶδα. εἰκάσαι δὲ βούλεται τὰ κατὰ τὴν ναῦν τοῖς ἑαυτῆς κακοῖς· ὥσπερ γὰρ οἱ ἐν νηὶ μετρίων ὄντων πόνων ἐλπίδα ἔχουσι σώζεσθαι, εἰ δὲ βία συμβῆ ἀπελπίζουσι τῆς ζωῆς, οὕτως κἀγὼ ἀπήλπισα.

703. Φρυγῶν ἀρίστου: μήποτε οὐχ ὁ Ταλθύβιος, ἀλλ᾿ ἄλλος τις ταῦτα λέγει. καὶ γὰρ οὐ λάτριν, ἀλλʼ ὀνομαστὶ Ταλθύβιον καλεῖν εἴωθεν.

781. τὰ δὲ τοιάδε: τὰ δὲ τοιαῦτα ἐπιτάγματα χρὴ ποιεῖν, ὅσοι ἀναιδεῖς εἰσι καὶ φίλοι τῇ ἀναιδείᾳ.

798. ὄχθοις ἱεροῖς: ἀπὸ τῶν ὄχθων ἐπὶ τὴν πόλιν, ἐν ᾗ πόλει ἡ Ἀθηνᾶ τὸν γλαυκῆς ἐλαίας κλάδον ἔδειξε, τὸν οὐράνιον στέφανον.

803. ἔβας ἔβας: ὦ βασιλεῦ Τελαμὼν, ἔβας ὅτε τὸ πρῶτον ὁ 2. Post βαλοῦσα nihil deese videtur. nisi negligenter locutus est scho- KAMPMANN. liasta. 4."/μαρτάνω] Scribendum vel οὐχ 23. ἀπήλπισα Kampmannus. ἀπ. ἁμαρτάνω vel in verbis proximis οὐ ... A. συγκυρῶ, ut monet kampmannus: Ἡροκλῆς τὸ τῶν Ἑλλήνων ἤγαγεν ἄνθος διὰ τοὺς πώλους λυπούμενος.

814. τυκίσματα: τὰς κατασκευὰς, τὰ τείχη.

821. Λαομεδόντιε παῖ: τὸν Γανυμήδην καθʼ Ὅμηρον Τρωὸς ὄντα παῖδα Λαομέδοντος νῦν εἶπεν ἀκολουθήσας τῷ τὴν μικρὰν Ἰλιάδα πεποιηκότι, ὃν οἱ μὲν Θεστορίδην Φωκέα φασὶν, οἱ δὲ Κιναίθωνα Λακεδαιμόνιον, ὡς Ἑλλάνικος, οἱ δὲ Διόδωρον Ἐρυθραῖον. φησὶ δὲ οὕτως ἄμπελον, ἦν Κρονίδης ἔπορεν οὖ παιδὸς ἄποινα χρυσείην φύλλοισιν ἀγανοῖσι κομόωσαν βότρυσί θʼ, οὓς Ἡφαιστος ἐπασκήσας Διὶ πατρὶ δῶχ᾿, ὁ δὲ Λαομέδοντι πόρεν Γανυμήδεος ἀντί. καὶ Ἀντιφάνης Λαομέδοντος παῖδα τὸν Γανυμήδην φησὶ διὰ τούτων τῶν οἰκιῶν οὖν ὧν ὁρᾷς ἐν τῇδε μὲν ὁ τῶν Φρυγῶν τύραννος οἰκῶν τυγχάνει γέρων, ἀπʼ ἀρχῆς Λαομέδων καλούμενος.

828. ἠϊόνες δʼ ἅλιαι: τὴν Ἀλκυόνην λέγει. οὕτως, φησὶν, ἐβόησαν οἱ αἰγιαλοὶ ὥσπερ οἰωνὸς, ἤγουν ἡ Ἀλκυόνη, ὑπὲρ τῶν τέκνων.

840. Ἔρως Ἔρως: ὁ Ἔρως, μεγάλως τότε τὴν Τροίαν ηὔξησας διὰ τὸ τοὺς θεοὺς ἐρᾶν.

3. τυκτίσματα A. in lemmate ut Hermannus. in textu vitiose pro τυκίσματα. 11. θʼ et Διῒ om. schol. Orest. 4. Ὅμηρον] Il. 5, 265. 20, 231. 12. δῶχ᾿, ὁ δὲ] δῶκεν. αὐτὰρ ὁ 6. Κιναίθωνα] κιναιθῶνα A. Dixi schol. Orest. de hoc nomine, apud alios Κυναίθων ib. πόρεν] πόρε A. et Κύναιθος scripto, in Thesauro vol. 4. ib. ἀντί] ἄρτι schol. Orest. p. 2110. 13. Ἀντιφάνης Hermannus. ἀριστοφάνης 7. Ἑλλάνικος Hermannus Opusc. A. Versus ex prologo vol. 5. p. 185. μελάνικος A. fabulae Γανυμήδης inscriptae sumtos 10. χρυσείην] χρυσείοις A. Correxi esse monet Cobetus. Ceterum ex schol. Orest. 1392. ubi scholiasta paullo plura quam tres haec ex cyclo afferuntur, τινὲς οὐχ qui nunc leguntur versus attulisse ἵκπους, ἀλλὰ χρυσῆν ἄμπελόν φασι δεδόσθαι videtur. Nam in his nulla Ganymedis ὑπὲρ Γανυμήδους, καθάπερ ἐν medis mentio it. κύκλῳ λέγει, ubi excidit nomen poetae, ib. διὰ τούτων—οἰκῶν] Sic haec nisi λέγεται scripsit. correxit Cobetus. διὰ τὰς τῶν οἰκείων ib. φύλλοισιν ἀγανοῖσι] Sic etiam ... ὁρᾶς ἐν τῇδε μενόντων φρυγῶν in scholio ad Orest. vitio manifesto, τύραννος ὤκων A. οἰκιῶν etiam L. cnjus lenissima est correctio Dindorfius et ὁ τῶν—οἰκῶν Hermannus. ab Schneidero in Lexico facta ἀγαυσῖσιν, οῖσιν, sed merito rejecta ab Hermanno, 16. ἀρχῆς Seidlerus. ὀργῆς A. quum ἀγαυός non dicatur 18. ὥσπερ] ἢ addit A. de rebus inanimatis. φύλλοισι παναργυρέοις 19. ὦ kampmannus. ὁ A.

850. φέγγος ὀλοόν: τὸ δὲ φέγγος τῆς ἡμέρας, ἐστιν αὕτη ἡ ἡμέρα, πῶς περιεῖδε τὸν ὀλοὸν τοῦτον ὄλεθρον, τὸν κατὰ ταύτην τὴν γῆν ἐπηρμένον καὶ τῶν περγάμων, καίτοι ἄνδρα ἔχουσα ἐν ταύτῃ τεκνοποιὸν, ὡς καὶ τέκνα ἔχειν τὸν Μέμνονα.

855. ὃν ἀστέρων τέθριππος: τὸν Τιθωνὸν λέγει ἡ Ἡμέρα ἔχουσα. κατὰ δὲ Ἡσίοδον οὐκ ἔστι ταυτὸν Ἠὼς καὶ Ἡμέρα. λέγει ὁτὲ μὲν Θεία δʼ Ἠέλιον τέκετο λαμπράν τε Σελήνην. Ἄλλως. ὅντινα Τιθωνὸν ὁ τέθριππος, ὁ χορὸς τῶν ἄστερων, ὅ ἐστιν ὁ λάμπων ἀστὴρ, τῇ πατρῴᾳ γῇ μεγάλην ἐλπίδα παρεχόμενος.

863. Μενέλαός εἰμι: περισσὸν τὸ “Μενέλαός εἰμι·” αὔταρκες γὰρ τὸ “δάμαρτα τὴν ἐμὴν χειρώσομαι.”

884. ὦ γῆς ὄχημα: τὴν γῆν ὀχῶν καὶ ἐπὶ γῆς ὀχούμενος. λέγει δὲ τὸν ἀέρα· ὦ συνέχων τὴν γῆν· ἔστι γὰρ καὶ ἐπάνωθεν ἀὴρ καὶ κάτω, ὡς τὴν γῆν εἶναι μετέωρον. ὦ ὄχημα τῆς γῆς ὅστις εἶ, εἴτε Ζεὺς εἴτε ἄλλο τι, ἐπάκουσον, εἴτε τὸν νοῦν τοῖς ἀνθρώποις ἐντιθείς. δύναται καὶ οὕτως· ὁ διήκων διὰ πάντα νοῦς. καὶ μήποτʼ ἐστὶ βέλτιον· καὶ γὰρ ἔνιοί φασιν, ὁ νοῦς ἡμῶν ὁ θεός· ὁρᾶται δὲ ἐκ τῶν Ἀναξαγορείων λόγων. Ἄλλως. ἔνιοι οὕτως· ὁ τὸν νοῦν τοῖς ἀνθρώποις τιθεὶς, ἢ ὁ διήκων ἐπὶ πάντας νοῦς, ὃ καὶ βέλτιον, εἴτε Ζεὺς ὁ τοιοῦτος ἀνθρωπόμορφος εἴτε φυσικὴ ἀνάγκη, ἢ τοιοῦτος νοῦς οἷον ἔχουσιν οἱ ἄνθρωποι, ἢ τοιοῦτον μὲν οὐδὲν, ἀναπλασμὸς δέ ἐστι τῆς ἡμῶν διανοίας ὁ θεός.

890. Μενέλαε: διὰ τί τολμηρῶς αὐτὸν Μενέλαον καὶ οὐ πόσιν 4. τὸν Μέμνονα] Scribe Ἠμαθίωνα τέκετο debetur librario antiqui codicis καὶ Μέμνονα, collato Apollod.3, 12, 4. evanidam scripturam vel lacunam 6. Ἡσίοδον] Theog. 371. utcunque explenti. Eadem ib. Ἡμέρα—Θεία Cobetus. ἡμέρα de causa reliquam partem scholii, ταυτόν. λέγει ὅτε μενθεῖα A. quam expedire nullo modo poterat, 8. τέκετο] Scribendum τε μέγαν. omisit, sic supplendam: ὁτὲ Θεία δʼ Ἠέλιόν τε μέγαν λαμπράν τε Σελήνην Ἠῶ θʼ, ἣ πάντεσσιν ἐπιχθονίοισι φαείνει ἀθανάτοις τε θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι, γείναθʼ ὑποδμηθεῖσ’ Ὑπερίονος ἐν φιλότητι. Νυκτὸς δʼ αὖτ᾿ Αἰθήρ τε καὶ Ἡμέρη ἐξεγένοντο, οὓς τέκε κυσσαμένη Ἐρέβει φιλότητι μιγεῖσα. COBET. 16. ἀνθρώποις addidit Kampmannus ex scholio proximo. In A. lacuna. προσαγορεύει; διὰ τὸ μετὰ φόβου ἐξάγεσθαι ἀρχήν φησι τοῦ λόγου ταύτην ἀξίαν φόβου τὸ Μενέλαον αὐτὸν καὶ οὐ πόσιν προσσγορεύειν.

901. οὐκ εἰς ἀκριβές: ὅ ἐστιν οὐκ εἰς τὸ ἀκριβὲς ἦλθεν ὥστε ἀριθμουμένων τῶν ψήφων εἰς τὸ βραχὺ ἐλθεῖν καὶ εἰς ἰσοψηφίαν καταντῆσαι.

906. ἄκουσον αὐτῆς: καταφέρεται εἰς τὸ νόσημα τῶν ἀντιθέσεων· ἡ γὰρ πρότερον λέγουσα “ὅρα μή σε ἕλῃ” νῦν φησιν “ἄκουσον αὐτῆς.”

911. σχολῆς τὸ δῶρον: ἀργίας, φησὶ, χρεία εἰς τὸ συγχωρῆσαι αὐτῇ εἰπεῖν· ὅμως ἕνεκα τῶν σῶν λόγων, ὦ Ἑκάβη, δίδωμι αὐτῇ τὸ παρρησιάζεσθαι, οὐχ ἕνεκα ταύτης.

916. ἅ σʼ οἶμαι: ἅπερ σε οἶμαι διὰ λόγων ἰόντα κατηγορήσειν, ταῦτα ταῖς ἀντιθέσεσιν ἀνατρέψω.

928. εἴ σφε κρίνειεν Πάρις: εἰ κρίνει αὐτὴν ὁ Πάρις βελτίονα. ταῦτα δὲ συλλογίζεται λέγουσα, ὅτι, εἰ μὴ εἵλετο ὁ Ἀλέξανδρος, ἐδούλευσεν τοῖς Τρωσὶν ἡ Ἑλλάς· ἡ γὰρ Ἀθηνᾶ τὴν βασιλείαν τῆς Ἑλλάδος αὐτῷ ὑπέσχετο.

932. οἰμοὶ γάμοι: οἱ ἐμοὶ γάμοι ὤνησαν τὴν Ἑλλάδα, καθὸ ἐκράτησε τῶν βαρβάρων· εἰ γὰρ ἐπείσθη τῇ ὑποσχέσει τῆς Ἀθηνᾶς, ἔμελλον ἂν νικᾶσθαι ὑπὸ τῶν βαρβάρων οἱ Ἕλληνες.

934. οὔτʼ εἰς δόρυ: οὔτε εἰς μάχην σταθέντες οὔτε ἐν τυραννίδι, οἷον οὐκ ἐτυραννήθησαν. οἷον, εἰ γὰρ ἡ Ἥρα ἐκράτησε, τύραννον ἔλεγε καταστῆσαι Ἀλέξανδρον, ἡ δὲ Ἀθηνᾶ εἰς μάχην.

938. οὔπω με φήσεις: ἀλλʼ ἐρεῖς με, φησὶ, μὴ εἰπεῖν τὰ ἀναγκαῖα. ποῖα δέ εἰσι τὰ ἀναγκαῖα; τὸ, πῶς ἀφώρμησα ἐκ τῶν σῶν οἴκων.

941. ὁ τῆσδʼ ἀλάστωρ: ἡ ἀπολογία αὕτη ἐστίν· ὁ ταύτης ἀλάστωρ στωρ ὁ Ἀλέξανδρος ἦλθε μεθʼ ἑαυτὸν ἄγων οὐ μικρὰν θεὸν τὴν Ἀφροδίτην.

8. πρότερον] v. 891. scriptura est οὑμοί. 15. κρίνειεν] κρίνειε A. 26. ἀφώρμησα Kampmannus. 17. ἐδούλευσεν] ἂν addit Kampmannus. ἀφώρμη A. 28. ταύτης τῆς 18. αὐτῷ Kampmannus. αὐτῇ A. αὐτῆς A. 19. οἱμοὶ] οἱ μοὶ A. Recta 29. μικρὰνscripsi pro μικρόν.

943. σοῖσιν ἐν δόμοις: καὶ ταῦτα παρὰ τὴν ἱστορίαν φησίν· οὐ γὰρ παρόντος αὐτοῦ, ἀλλʼ ἀποδημοῦντος, ὁ Ἀλέξανδρος παρεγένετο.

951. ἔνθεν δʼ ἔχοις: τοῦτο καθʼ ἑαυτὸ ἀναγνωστέον· βούλεται γὰρ λέγειν ἐκ τῶν λέγεσθαι μέλλοντων· ἐνταῦθα ἔχεις εἰς ἐμὲ εὐπρεπῆ λόγον, διὰ τί ἀποθανόντος Ἀλεξάνδρου οὐκ ἦλθες εἰς ἐμέ.

966. βασίλει᾿, ἄμυνον: ἤγουν ὡς λέγοι· καλλιώτερον ἐγένετο ὅτι ἐφονεύθησαν ὑπὸ σοῦ καὶ ἡ Τροία διώλετο.

975. αἳ παιδιαῖσι καὶ χλιδῇ μορφῆς πέρι ἦλθον πρὸς Ἴδην: ἀνοίκειον τοῦτο τοῦ ὑποκειμένου. ἔδει γὰρ αὐτὴν ἀνελεῖν καὶ μὴ εἰπεῖν ὅτι παίζουσαι ἦλθον εἰς τὴν τοῦ κάλλους ἔριν. διόπερ καὶ τοὺς ἐν Ἰλλιάδι στίχους ἀθετοῦσι τοὺς “ὃς νείκεσσε θεάς.” δύναται δὲ καὶ καθʼ ὑπόκρισιν ἐρωτηματικῶς ἀκούεσθαι, αἳ παιδιαῖς καὶ τρυφῇ ἦλθον εἰς Ἴδην οὐκ ἦλθον, οὐ δῆτα· ὥστε εἶναι πάντων τῶν προειρημένων ἀναιρετικόν. τὸν γὰρ ἐναντίον λόγον χειρίζουσα ὀφείλει ἀναιρεῖν ἐκεῖνα.

983. Κύπριν δʼ ἔλεξας: ἐλθεῖν δὲ τὴν Κύπριν ἔλεξας εἰς τοὺς Μενελάου δόμους σὺν τῷ ἐμῷ παιδὶ, ἅπερ γέλως εἴη.

988. ὁ σὸς δʼ ἰδών νιν: σὺ κατὰ τὸν ἐκπτοηθέντα νοῦν ἀναπλάσσῃ Κύπριν ποιοῦσα. ὁ δὲ νοῦς οὕτως, ὁ δὲ σὸς νοῦς ἰδῶν τὸν Ἀλέξανδρον ἐποιήθη Κύπρις, οἷον ἐμωράνθη καὶ εἰς ἀκολασίαν ἐτράπη· ἡ γὰρ Ἀφροδίτη ἐπὶ ἀσελγείας λαμβάνεται.

989. τὰ μῶρα γάρ: συνεχῶς ὁ Εὐριπίδης μῶρα λέγει τὰ ἀκόλαστα καὶ κατωφερῆ. καὶ νῦν τοῦτό φησιν, ὅτι τὴν σαυτῆς ἀκολασίαν εἰς τὴν θεὸν ἀποτρίβει· πάντα γὰρ τὰ ἀκόλαστα Ἀφροδίτη λέγεται.

990. καὶ τοὔνομʼ ὀρθῶς: τὴν Ἀφροδίτην ἐτυμολογοῦσιν οἱ μὲν 6, διὰ τί Kampmannus. διὰ τὸ cognoscitur, quorum unus (29.) incipit ab verbis quae apposuit 7, 8. Scholion manus recentioris. suit scholiasta, ὃς νείκεσσε θεάς, quibus bus Cobetus καὶ τὰ ἑξῆς addidit. 9. Lemma praefixit Cobetus. In 12. τοὺς “ὃς νείκεσσε] τὸ ὃς νείκεσε A. est ἐγὼ γὰρ Ἥραν ex v. 971. A. 10. μὴ εἰπεῖν] negare. KAMPM. 22. ἀσελγείας] ἀσελγίας A. 11. αίζουσαι kampmannus. παίζουσα 25. ἀποτρίβει] Scribe ἀποτρίβῃ. A. Non utitur alias scholiasta forma ib. τοὺς ἐν Ἰλιάδι στίχους] Versus in ει. KAMPM. dicit 23—30. ut ex scholiis Homericis παρὰ τὸν ἀφρὸν τὸν ἐν τῇ συνουσίᾳ, οἱ δὲ παρὰ τὸν ἐν τῇ θαλάττῃ ἀφρὸν, ὡς Ἡσίοδος ἐν Θεογονίᾳ· οἱ δὲ ἀφόρητόν τινα εἶναι, ὡς αὐτός φησι Κύπρις γὰρ οὐ φορητὸς, ἢν πολλὴ ῥυῇ. οἱ δὲ Ἁβροδίτην ἁβροδίαιτόν τινα οὖσαν· μόνη γὰρ οὐκ οἶδε πολεμικὰ ἔργα.

995. χρυσῷ ῥέουσαν: ἤλπισας τὴν Τροίαν χρυσῷ ῥέουσαν ταῖς δαπάναις πλημμυρεῖν.

1006. ἀνταγωνιστὴν μέγαν: ἀντεραστήν· λυποῦνται γὰρ οἱ ἐρῶντες, ὅταν οἱ ἀντερασταὶ ἐπαινῶνται.

1008. εἰς τὴν τύχην δʼ ὁρῶσα: πρὸς τὴν τύχην ἑκάστου ἐφέρου καὶ τὸν εὐτυχοῦντα ἐπῄνεις.

1010. κἄπειτα πλεκταῖς: καθόλου νῦν παρὰ τὸ προσῆκον ἡ Ἑκάβη δικαιολογεῖ, ὡς φησιν νικτην ὁ ποιητής. εἰσὶ δὲ αἱ τοιαῦται ἐπιχειρήσεις ἀμάρτυροι πίστεις.

1030. στεφάνωσον Ἑλλάδʼ: εὐήθης ἡ κάβη. ἀπὸ γὰρ τῆς ἐμβολῆς τοῦ ξίφους ἐχρῆν ἐπιγνῶναι τὴν διάθεσιν τοῦ ἀνδρὸς, ὡς ἐν τῇ Ἀνδρομάχῃ οὐκ ἔκτανες γυναῖκα χειρίαν λαβών.

1034. ἀφελοῦ πρὸς Ἑλλάδος: ἀφελοῦ τὸ θῆλυ, τουτέστιν μὴ θηλυνθῇς, ἀνελὼν δὲ ταύτην σεαυτὸν ἀπαλλάξεις ψόγου.

1036. ἐμοὶ σὺ συμπέπτωκας: πρὸς τὴν Ἑκάβην φησί· συμφωνεῖς νεῖς μοι λέγουσα τὰ τοιαῦτα, ἑκουσίᾳ ἐξελθεῖν τῶν ἐμῶν οἴκων καὶ μάτην τὴν Κύπριν προβάλλεσθαι.

1037. ἑκουσίως τήνδʼ ἐκ δόμων: ἑκουσίως ἔπλευσε, κόμπου δὲ χάριν ἡ Ἀφροδίτη τοῖς λόγοις αὐτῆς ἐμβέβληται.

1049. μὴ νῦν: καὶ τοῦτο γέλοιον, γελοιότερος δὲ ὁ ἀντερῶν.

1051. οὐκ ἔστʼ: ὁ στίχος οὗτος ἐν παροιμίαις φέρεται.

1057. ῥᾴδιον μὲν οὐ τόδε: τὸ κατὰ τῶν γυναικῶν μῖσος ἑαυτοῦ 2. Θεογονίᾳ] 197. syllabae ην) A. corrupte. ib. αὐτός] Hippol. 443. 17. ἐχρῆν] ἐχρὴν A. hic et alibi. 10. ἐπαινῶνται Kampmannus. 18. Ἀνδρομάχῃ] 628. ἐπαινοῦνται A. 19. γυναῖκα] γυναῖκα σὴν A. 13. προσῆκον] πρέπον apud Amatium. 22. φησί· συμφωνεῖς—προβάλλεσθαι] φησιν αμφῶ—προβάλλεσθε A. 14. νικτην (νικτ cum compendio Correxit Kampmannus. καὶ διὰ τούτων παρίστησιν ὁ Εὐριπίδης· οὐ γὰρ, φησὶ, ῥᾴδιόν ἐστι ποτε σωφρονίσαι γυναῖκα.

1059. κἂν ἔτʼ ὦσ’ ἐχθίονες: κἂν ἀκόλαστοι πάνυ ὦσιν.

1064. σμύρνης αἰθερίας: εἰς τὸν αἰθέρα φθανούσης ἢ τῆς αἰθομένης τὴν ἀκρόπολιν. κατὰ κοινοῦ τὸ προὔδωκας.

1068. τέρμονά τε: τέρμονα νῦν λέγει τὴν τοῦ Ἰδαίου ὄρους κορυφὴν διὰ τὸ τερματίζειν, πρωτόβολον δὲ διὰ τὸ ἐμβάλλειν τὸν ἥλιον πρῶτον ἀνίσχοντα εἰς αὐτήν.

1070. ζαθέαν θεράπναν: ἔνθα τὸ θεῖον θεραπεύεται. νῦν δὲ θεράπναν λέγει τὴν τοῦ Διὸς οἴκησιν, παρόσον ὁ Ζεὺς τὴν Ἴδην οἰκεῖ.

1075. Φρυγῶν τε ζάθεοι: ἀμφιβόλως ἔχει, πότερον κατʼ ἐνιαυτὸν διὰ τὸ δωδεκασέληνον εἶναι τὸν ἐνιαυτὸν, ἢ διʼ ὅλου τοῦ ἐνιαυτοῦ κατὰ μῆνα. λέγουσι δὲ ἔνιοι καὶ τὰ πέμματα σελήνας διὰ τὸ λευκὰ εἶναι καὶ περιφερῆ· σελήνας δε ἱδρύεσθαι· δύναται οὖν λέγειν ἐκ δώδεκα πεμμάτων θυσίαν.

1079. αἰθέρα τε πόλεως: καὶ τὸν αἰθέρα ἐπιβεβηκώς. ὁ Δίδυμος τὸν ἐμπυρισμὸν, ἀπὸ τοῦ αἴθεσθαι.

1084. φθιμένοις ἀλαίνεις: ἐν τοῖς νεκροῖς διατρίβεις.

1090. κατάορα: ἐστεγασμένα, πεπυκνωμένα τοῖς δάκρυσι. κατῄορα τῇ βοῆ. ἢ βοᾷ, ἵνʼ ᾖ ῥῆμα.

1100. ἔνθʼ ἀκάτου: ἔνθα πορευομένης τῆς νεὼς τοῦ Μενελάου κατὰ τὸ μέσον πέλαγος τοῦ Αἰγαίου. τὸ δίπαλτον πῦρ τὸ ἱερὸν, ὅ ἐστιν ὁ κεραυνὸς, κεραυνώσει κατὰ τὸ μέσον τὴν πλάτην, ὅ ἐστι τὸ πλοῖον· εὔχονται γὰρ κατὰ τὸ μέσον πέλαγος κεραυνωθῆναι.

1107. χρύσεα δʼ ἔνοπτρα: φαίνεται ἐπιλαθόμενος ὧν προείρηκεν· ἀπῆκται γὰρ ἐπὶ τὰς ναῦς ὡς ἀποτυμπανισθησομένη. ἤτοι οὖν ἐπιλελησμένην αὐτὴν εἰσάγει καὶ καταστοχαζομένην, ὅτι πάλαι ἔχει τὰ ἔνοπτρα καὶ καλλωπίζεται.

1112. χαλκόπυλόν τε: τινὲς θεᾶς μέλαθρον. ἢ προσυπακουστέον αὐτὸ ἔξωθεν. ἔστι δὲ χαλκιοίκου Ἀθηνᾶς ἐν Σπάρτῃ ἱερόν.

1118. καινὰ καινῶν: παρασκευάζουσαι αἱ συντυχίαι τῇ Τροίᾳ. τὸ ἑξῆς δὲ, λεύσσετε Τρώων ἄλοχοι μέλεαι.

3. Praefixi lemma κἂν ἔτʼ ὦσʼ ἐχθίονες. 30. χαλκιοίκου] χαλκειοίκου A. In A. verba κἄν—ὦσιν scholio 32. λεύσσετε] λεύσετε A. praecedenti adjecta sunt.

1121. ὃν πύργων δίσκημα: ἀντὶ τοῦ ἔκτεινον ῥίψαντες καὶ δισκεύσαντες αὐτὸν ἀπὸ τῶν τειχῶν.

1123. νεὼς μὲν πίτυλος: ἀντὶ τοῦ μία ναῦς· πίτυλος γὰρ ἡ κωπηλασία, ὡς τῆς Ἀνδρομάχης παρακαλεσάσης αὐτὸν μετὰ τῆς ἀσπίδος θάπτεσθαι. διὰ τοῦτο Ταλθύβιος λέγει μίαν ναῦν καταλελεῖφθαι ἐπʼ αὐτὸ τοῦτο.

1126. αὐτὸς δʼ ἀνῆκται: ἀναγωγὴ λέγεται ἡ ἀπὸ τοῦ λιμένος εἰς τὸ πέλαγος ἀναχώρησις· δοκεῖ γὰρ ὑψηλότερον εἶναι ἡ θάλασσα τῆς γῆς.

1128. Ἄκαστος ἐκβέβληκεν: ὁ μὲν Εὐριπίδης ὑπὸ Ἀκάστου φησὶν ἐκβεβλῆσθαι τὸν Πηλέα, εἰσὶ δὲ οἵ φασιν ὑπὸ τῶν δύο αὐτοῦ παίδων, Ἀρχάνδρου καὶ Ἀρχιτέλους, κατὰ τὸν καιρὸν ὃν ἔμελλον Ἕλληνες ἐξ Ἰλίου ἐπανιέναι ἐξεληλάσθαι, καὶ ἐλθόντα εἰς ἀπάντησιν τῷ Νεοπτολέμῳ προσελθεῖν διὰ χειμῶνα τῇ Κῷ τῇ νήσῳ καὶ ξενισθέντα ὑπὸ Μόλωνός τινος Ἄβαντος ἐκεῖ καταλύσασθαι τὸν βίον.

1129. οὗ θᾶσσον: θᾶσσον τοῦ δέοντος ἐξώρμησε καὶ οὐκ ἐπεμέρισέ τινα τῇ μονῇ χάριν. οὔτε γὰρ ἡγήσατο κεχαρισμένον ἑαυτῷ εἶναι τὸ μεῖναι, ἀλλʼ ἀνήχθη. τοῦτο δὲ πρὸς τὴν δραματικὴν ὑπόθεσιν μεμηχάνηται, ὅπως τὸ ἐπεισόδιον ἐπαγάγοι τοῦτο ἐπὶ τῆς σκηνῆς, τήν τε ἀσπίδα παρεισενέγκοι καὶ τὸν Ἀστυάνακτα. πρὸς μὲν οὖν τὴν ταχεῖαν ἀναχώρησιν εὗρεν ὅτι αἴτιον τῷ Νεοπτολέμῳ τὸν Πηλέα ὑπὸ Ἀκάστου ἐκβεβλῆσθαι, περὶ δὲ τῆς ἀσπίδος, ὅτι ἠξίωσεν αὐτὸν ἡ Ἀνδρομάχη τὴν ἀσπίδα αὐτῇ ἀφεῖναι, ὅπως μὴ ἐν τῷ αὐτῷ θαλάμῳ ἡ τοῦ Ἕκτορος ἀσπὶς ᾖ. κομψὰ δὲ ταῦτα πάντα πεποίηκε, παρῄρητο δὲ τὸ τραγικὸν κατασκεύασμα. εἴπερ γὰρ παρῆν ἡ Ἀνδρομάχη, οἰκτρότερον ἂν ἐγένετο τὸ πάθος θρηνούσης αὐτῆς τὸν ἴδιον παῖδα. ἀντικατήλλακται δὲ τοῦ τοιούτου πάθους τὴν τῆς ἀσπίδος εἰσαγωγήν.

1133. καί σφʼ ᾐτήσατο: παρεκάλεσε δὲ συνθάψαι καὶ τὴν ἀσπίδα, ἥτις τοῖς Ἕλλησι φόβον παρεσκεύασεν.

1. δισκεύσαντες L. Dindorfius. διεσκευάσαντο 18. οὔτε] Immo οὐδέ. A. 21. παρεισενέγκοι Cobetus. παρεισενέγκῃ 12. καιρὸν L. Dindorfius. σκανὸν A. 24. αὐτῇ] αυ A. 17. ἐξώρμησε Cobetus. ἐξώρμ A. 26. γὰρ addidit Cobetus.

1138. μή νιν πορεῦσαι: παρεκάλεσεν αὐτὸν μὴ ἄγειν τὴν ἀσπίδα εἰς τὸν Πηλέως οἶκον, πρὸς τὸ μὴ λυπεῖσθαι ὁρῶσαν αὐτήν.

1141. ἀλλʼ ἀντὶ κέδρου: ἀντὶ σοροῦ· ἀπὸ κέδρου γὰρ αἱ σοροί. συνθάπτειν τὴν ἀσπίδα.

1143. ὡς περιστείλῃς νεκρόν: ἵνα σὺ περιστείλῃς, ἐπειδὴ ἡ Ἀνδρομάχη βέβηκε· τὸ γὰρ τοῦ Νεοπτολέμου τάχος ἀφείλετʼ αὐτὴν ὥστε μὴ διʼ ἑαυτὴν θάπτειν τὸν νεκρόν.

1152. ἔλουσα νεκρόν: καὶ καθόλου ἔλουσα καὶ κατὰ μέρος ἀπένιψα.

1153. ἀλλʼ εἰμʼ ὀρυκτόν: ἀλλὰ πορεύομαι ἐπὶ τῷ ὀρύξαι τάφον.

1154. ὡς σύντομʼ ἡμῖν: ἵνα συντόμως διʼ ἐμοῦ καὶ διὰ σοῦ πραχθέντα ταῦτα παρασκευάσῃ ἡμᾶς πλεῖν.

1158. ὦ μείζονʼ ὄγκον δορός: ὦ Ἀχαιοὶ μᾶλλον κομποῦντες ἐν λόγοις ἢ ἐν πολέμῳ, εἰ τοῦτον ἐφοβήθητε.

1161. οὐδὲν ἦτʼ ἄρα: οὐδὲν ἐτυγχάνετε, ὅτι Ἕκτορος μὲν ζῶντος ἐπορθήσατε τὴν πόλιν, τοῦτον δὲ νῦν φοβεῖσθε.

1166. ὅστις φοβεῖται: ὅστις μὴ μετὰ λογισμοῦ φοβεῖται.

1175. ὃν πόλλʼ ἐκήπευσʼ: κῆπος κουρᾶς εἶδος, ἣν οἱ κειρόμενοι διεβάλλοντο, κατελίμπανον δὲ τὰς ἔξω τῆς κεφαλῆς περὶ τὰ ἄκρα τρίχας. οὐ κέχρηται οὖν μεταφοραῖς ὁ Εὐριπίδης, ἀλλὰ τὸ τῆς κουρᾶς εἶδος αἰνίττεται. οὕτως ὁ Ἐρατοσθένης· οὐ γὰρ ἀξιοῖ μεταφορὰν εἶναι. λέγει οὖν, ὅντινα βόστρυχον κῆπον ἔκειρε. τὴν τοιαύτην δὲ κουρὰν καλοῦσι κῆπον. Ἄλλως. κατά τινας ἐπιμελείας ἠξίωσεν,· ἐθεράπευσεν, ἵνʼ ᾖ μεταφορά. ἔστι δὲ καὶ εἶδος κουρᾶς ὁ κῆπος, ᾧ οἱ χρώμενοι διεβάλλοντο, κατελίμπανον δὲ τὰς ἔξω τῆς κεφαλῆς τρίχας. νῦν οὖν ὁ Εὐριπίδης τὸ εἶδος τῆς κουρᾶς, ὡς καὶ Ἐρατοσθένης λέγει.

1176. ἔνθεν ἐκγελᾷ: ἔνθεν ἀπὸ τῶν βοστρύχων τῶν ὀστέων ῥαγέντων διαχάσκει ὁ φόνος· φόνον δὲ λέγει τὸν ἐγκέφαλον.

1177. ἵνʼ αἰσχρὰ μὴ λέγω: ἵνα τὰ εἰθισμένα μὴ εἴπω· αἰσχρὸν γὰρ λέγειν ἐγκέφαλον.

1178. ὦ χεῖρες, ὡς εἰκοῦς: τῆς μὲν εἰκόνος καὶ τῆς εἰκασίας τοῦ 1. παρεκάλεσεν — ἄγοι (praetuli spectant ad v. 1136. ἄγειν) kampmannus. παρεκαλ...... 13. παρασκευάσῃ] παρασκευάσει A. 14. κομποῦντες] κομπῶντες A. ἄγει A. 4. συνθάπτειν τὴν ἀσπίδα] Haec πατρὸς κέκτησθέ τι, οἷον, ὅμοιοι μέν ἐστε τοῦ πατρὸς, ἐν δὲ τοῖς ἄρθροις ἐκλελυμένοι πρόκεισθε.

1182. ὦ μῆτερ, ηὔδας: ἔλεγες τοιαῦτα, φησὶν, ὅτι, ὅτε τεθνήξῃ, τὸν πλόκαμον σου κεροῦμαι, καὶ τοῦτο ἔλεγες, ὅτι ὑμνήσω σε μετὰ τῶν ὁμηλίκων.

1189. γράψειεν ἄν σε: εἰώθασιν ἐν τοῖς τάφοις τῶν ἀποθνησκόντων γράφειν τὰ ἀνδραγαθήματα. καὶ σὲ οὖν πῶς γράψει; ἆρα ὡς ἐφονεύθης ὑπὸ τῶν Ἑλλήνων, αἰσχύνην τοῖς Ἕλλησι, διʼ ὧν λέγει αὐτοὺς ἕνα παῖδα πεφοβῆσθαι.

1196. σὸς κεῖται τύπος: ὁ τοί τύπος τοῦ Ἕκτορος συμβέβηκεν εἶναι ἐκ τοῦ ἱδρῶτος, ἢ ἀπλῶς ὁ ἱδρὼς κεῖται, ὃν ἔσταξεν ὁ Ἕκτωρ ἐκ τοῦ μετώπου τοῖς περιδρόμοις τῆς ἀσπίδος.

1201. οὐ γὰρ ὁ δαίμων δίδωσιν εἰς κάλλος τὰς τύχας: ἀντὶ τοῦ, οὐκ ἔστιν εὐπρεπὴς οὐδὲ πο .

1204. τοῖς τρόποις γὰρ αἱ τύχαι: αἱ γὰρ τύχαι πηδῶσιν, ὅ ἐστι γίνονται κατὰ τοὺς τρόπους τοῦ εὐμεταβλήτου καὶ ἄλλοτε ἄλλῃ πηδῶντος ἀνθρώπου· ἔμπληκτος γὰρ ὁ εὐμετάβλητος.

1207. καὶ μὴν πρὸ χειρῶν: ἕτεραι Τρῳάδες φέρουσι σκῦλα τῷ τεθνηκότι Φρυγῶν.

1223. θανῇ γὰρ οὐ θανοῦσα: καίτοι συνθαπτομένη τῷ νεκρῷ οὐκ ἀποθανῇ.

1230. νεκρῶν ἴακχον: ἐγὼ στενάζω τὸν νεκρῶν ἴακχον, τὸν θρῆνον τὸν εἰς τὸν Ἴακχον, ὅν φασι Περσεφόνης εἶναι υἱόν.

1233. τλήμων ἰατρός: κἀγῶ, φησὶν, ἰατρὸς νομιζομένη, τὰ δὲ ἔργα τῶν ἰατρῶν οὐκ εἰδυῖα, τοῖς ῥάκεσι πληρώσω τὰ ἕλκη σου.

1240. οὐκ ἦν ἄῤ ἐν θεοῖσιν: οὐδὲν ἦν ἐν τοῖς θεοῖς, φησὶν, εἰ μὴ ἡ Τροία καὶ οἱ ἐμοὶ πόνοι· οἷον περὶ οὐδενὸς ἐφρόντιζον οἱ θεοὶ εἰ μὴ περὶ ἐμοῦ καὶ τῶν ἐμῶν πόνων καὶ τῆς Τροίας τῆς μεγάλως μισουμένης.

2. πρόκεισθε] πρόσκεισθε A. Supplevi verbum e textu. 7. ἆρα Cobetus. ἄρα A. 17. ἀνθρώπου Kampmannus. τοῦ 11. ἔστσξεν vel ἔσταζεν kampmannus. ἀνθρώπου A. ἔταξεν A. 21. ἀποθανῇ Kampmannus. ἀποθανῇ 14. πο......] πολυτελής Kampmannus. με A. 15. πηδῶσιν om. A. in lacuna. A. 22. νεκρῶν—νεκρῶν] νεκρὸν—νεκρὸν

1244. ἀφανεῖς ἂν ὄντες: νῦν, φησὶ, περιβόητοι ἐγενόμεθα· εἰ δὲ ὡς ἔτυχεν ἐπορθήθημεν οὐδὲ, ὑμνούμεθα. τρίτον δὲ τὸ ἄν παρέλαβε δέον ἅπαξ. Ἀττικὸν δὲ τὸ ἔθος.

1248. δοκῶ δὲ τοῖς θανοῦσιν: δοκῶ δὲ μηδὲν διαφέρειν τοῖς νεκροῖς τό τε πολυτελῆ καὶ ὀλίγον θάπτεσθαι.

1250. κενὸν δὲ γαύρωμʼ ἐστί: τὸ γὰρ πλουσίως ταφῆναι κόμπος μόνον ἐστὶ τοῖς ζῶσιν, οὐδὲν δὲ τοῖς τεθνηκόσι διαφέρει.

1254. μέγα δʼ ὀλβισθείς: νομισθεὶς δὲ εὐδαίμων εἶναι, τε δὴ ἀγαθῶν γονέων ὑπάρχων, νῦν ἐν συμφορᾷ δεινῇ περιπέπτωκας.

1257. λεύσσω φλογέας: ὁρῶ τοὺς Ἕλληνας πορθοῦντας τὴν Ἴλιον, ἵνα ταχέως ἀποπλεύσωσι. φλογέας δὲ ἅπτοντας.

1260. αὐδῶ λοχαγοῖς: λέγω, φησὶν, ὑμῖν, τοῖς τὸ Ἴλιον ἐπιτεταγμένοις πιμπράναι, μὴ ἀργεῖν.

1266. χωρεῖτε, Τρώων παῖδες: καὶ ὑμεῖς χωρεῖτε, ὦ Τρῳάδες. ἵνα ὁ λόγος δύο τάξεις ἔχῃ, τό τε συμβουλεύειν τοῖς καίουσι καὶ ὑμᾶς ἐξιέναι. μορφὰς δὲ εἰώθασι λέγειν τὰς τάξεις, ἵνα, φησὶ, δύο τάξεις ὁ λόγος ἔχῃ, ἵνα δι᾿ ἑνὸς λόγου δύο πράγματα γίνωνται.

1275. ἀλλʼ ὦ γεραιὲ πούς: πρὸς γὰρ αὐτὸν ὁ λόγος, ὡσεὶ ἔλεγε, συγκαυθῶ αὐτῇ.

1295. λέλαμπεν: τὸ Ἴλιον τῷ πυρὶ λέλαμπεν, ὁμοίως δὲ καὶ τὰ Πέργαμα καὶ τὰ τέραμνα τῶν Περγάμων.

1299. οὐρανία πεσοῦσα: πέσουσα δὲ ἡ γῆ τῇ οὐρανίᾳ, ὅ ἐστι τῇ ὑψηλῇ, ἑαυτῆς πτέρυγι, ὅ ἐστι τῇ ἀκροπόλει, καταφθίνει καὶ μαραίνεται τῷ πυρὶ ὡς καπνός.

καταφθίνει γᾶ: ἡ δὲ γῆ, φησὶν, ὑπὸ τοῦ δόρατος φθίνει καὶ ὁ καπνὸς ὡσπερ πτέρυγι χρώμενος οὕτως ἀνίπταται.

1304. ἰαλέμῳ τοὺς θανόντας: ἀνακαλεῖς τοὺς τεθνηκότας θρήνῳ, οὐχ ὡς ἕτεροι σπονδαῖς. Ἄλλως. ἀνακαλοῦμαι, φησὶν, αὐτοὺς τὰ γεραιὰ μέλεα προστιθεῖσα τῇ γῇ καὶ ταῖς δισσαῖς χερσὶ κτυποῦσα τὴν γῆν.

1307. διάδοχόν σοι: οὐκοῦν, φησὶν, ἐγὼ διαδέχομαί σε, καὶ τῷ θρηνεῖν τὸ γόνυ τίθημι ἐπὶ τῆς γῆς.

3. δέον Cobetus. δὲ A. 11. φλογέας δὲ ἅπτοντας] Haec 8. μέγα—εὐδαίμων] μελέα μήτηρ: non integra. Hoc dicit, φλογέας νομισθεῖσα δὲ εὐδαίμων A. δαλοῖσι χέρας διερέσσοντας significare 10. λεύσσω] λεύσω A. ut solet. τοὺς δαλοὺς ἅπτοντας.

1310. ἀγόμεθα: τ εγόμεθα δούλειον ὑπὸ μέλαθρον.

1315. θάνατος ὅσιον: ὅτι ἐπὶ τοῦ ἑρκείου Διὸς ἡ σφαγή. τινὲς δὲ διὰ τὸ αὐτὸν μὲν εἶναι ὅσιον, ἀνοσίαν δὲ τὴν σφαγήν.

1316. ἰὼ θεῶν μέλαθρα: ἰδίως τοὺς βωμοὺς, ἢ θεῶν μέλαθρα διὰ τὸ θεόκτιστον εἶναι τὴν πόλιν.

1320. κόνις δʼ ἴσα: ἡ δὲ κόνις καὶ ἡ σποδὸς, ὁμοίως τῷ καπνῷ ὡς πτέρυγι χρωμένη, ἄϊστον καὶ ἀφανῆ τὸν ἐμὸν οἶκον τίθησιν. ἡ δὲ σποδὸς, φησὶ, καθάπερ καπνὸς ἀναστήσεται πρός τὸν αἰθέρα τῶν ἐμῶν οἴκων ἀφανισθέντων πυρί.

1325. ἐμάθετε: αἰσθάνεσθε, φησὶ, πεσούσης τῆς Τροίας, ὡς τῶν Ἑλλήνων τὰ λείψανα καταρριπτούντων.

1. τ......εγόμεθα] τουτέστιν ἀγόμεθα 10. αἰσθάνεσθε, φησὶ, —καταρριπτούτων kampmannus. Kampmannus. αἰσθάνεσθαί 2. ἑρκείου] ἑρκίου A. φησι—καταριπτούντων A.