The following text is encoded in accordance with EpiDoc standards and with the CTS/CITE Architecture
The designation "part" indicates the line part as noted in the text (generally) by lowercase Roman alphabet letters. In instances where an indentation appears in print, an attempt has been made to preserve this as it is a significant distinction. The limitations of this structure mean a less nuanced presentation. In cases where no lowercase letter appears (line number only) an "x" has been used in place of "a." Some print errors (?) may have resulted in duplicate letters, and in these instances, "aa", "bb", etc., has been used to indicate a second appearance of the letter. There are rare cases where a different line number is nested within a parent line/part, and when obvious, the differing line number is used to designate the part instead of the lowercase letter.
This pointer pattern extracts poem, line and part.
This pointer pattern extracts poem and line.
This pointer pattern extracts poem.
τῆς στροφῆς καὶ ἀντιστρόφου τὸ α΄ Γλυκώνειον. τὸ Γλυκώνειον μέτρον, τὸ καὶ ἀντισπαστικὸν, ἐστὶ τετρασύλλαβον, συγκείμενον ἐκ βραχείας καὶ δύο μακρῶν καὶ βραχείας, οἷον Ἀρίσταρχος· ὠνόμασται δὲ διὰ τὸ οἷον ἀντεσπασμένον καὶ οἱονεὶ ἐναντίος διίαμβος εἶναι. τὸ β΄ Φερεκράτειον. τὸ γ΄ ἰθυφαλλικὸν λελυμένου τοῦ α΄ τροχαίου. τὸ δ΄ ἀναπαιστικὸν δίμετρον καταληκτικὸν εἰς συλλαβήν. τὸ ε΄ Εὐριπίδειον, τροχαικὸν δίμετρον καταληκτικὸν, ὅμοιον τῷ
τῆς δὲ ἐπῳδοῦ κώλων ιγ΄ τὸ α΄ τροχαϊκὸν δίμετρον
τὸ ις΄ ἀντισπαστικὸν τρίμετρον καταληκτικὸν κατ᾿ ἀντιπάθειαν. τὸ ιζ΄ ἀντισπαστικὸν, Φαλαίκειον συλλαβῆς δεούσης.
τὸ δ΄ ἰαμβικὸν πενθημιμερὲς καὶ ἐφεξῆς τρεῖς ἴαμβοι· ὡς εἶναι τρίμετρον μιᾶς δεούσης μέσον συλλαβῆς. τὸ ε΄ παιωνικὸν τρίμετρον τοῦ μέσου ὄντος ἐπιτρίτου τρίτου, τοῦ δὲ τελευταίου βακχείου, ὃς εἶδός ἐστι τοῦ παιωνικοῦ. τὸ ς΄ ἀντισπαστικὸν τρίμετρον ἀκατάληκτον ταῖς ἰαμβικαῖς ἀναμεμιγμένον. τὸ ζ΄ ἰωνικὸν ἀπὸ μείζονος δίμετρον ὑπερκατάληκτον ἐπίμικτον πρὸς τὰς τροχαικάς. τὸ η΄ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον. τὸ θ΄ ἰωνικὸν ἀπὸ μείζονος δίμετρον βραχυκατάληκτον. τὸ ι΄ ἰαμβικὸν δίμετρον Ἀνακρεόντειον. τὸ ια΄ ἰωνικὸν ἀπὸ μείζονος δίμετρον παρατετηρημένον· τὴν γὰρ πρώτην συζυγίαν ἀπὸ βραχείας ἀρχομένην ἐποίησεν. [ἤγουν παίωνα δεύτερον.] τὸ ιβ΄ ἐπιωνικὸν ἀπὸ μείζονος τρίμετρον καταληκτικὸν ἐξ ἀντισπάστου· τὴν δὲ κατακλεῖδα ἐκ τροχαίου καὶ τῆς ἀδιαφόρου. τὸ ιγ΄ χοριαμβικὸν δίμετρον καταληκτικὸν εἰς ἰαμβικὴν κατακλεῖδα περαιούμενον, τουτέστιν εἰς ἀμφίβραχυν ἢ βακχεῖον διὰ τὸ ἀδιάφορον τῆς τελευταίας.
Γέγραπται μὲν ὁ ἐπινίκιος Ἱέρωνι τῷ Γέλωνος
ὁ [δὲ] νοῦς τοῦ προοιμίου ὅλου τοιοῦτος· ὥσπερ τὸ
ὁ δὲ νοῦς· ὁ δὲ χρυσὸς ἐν ἅπασι τοῖς κτήμασι
ἄριστον μὲν ὕδωρ: ἀρχὴ γὰρ τῶν ὅλων κατὰ
ἄλλως. οὐδὲν ἕτερόν τι αὐτῷ τὸ προοίμιον βούλεται
ἄλλως· σύγκρισις τῶν ἀγώνων πρὸς τὰ στοιχεῖα
ἄλλως· ἄριστον μὲν ὕδωρ· ὁ δὲ χρυσὸς διαπρέπει
τέσσαρες ἔπαινοι τοῦ ὕδατος· λευκὸν, λεπτὸν,
τὸ ὕδωρ παχυνόμενον ποιεῖ τὴν γῆν· λεπτυνόμενον,
μεγάνορος ἔξοχα: μεγάνορα εἶπε τὸν πλοῦτον,
ἢ ὅτι αὐτός ἐστι μεγαλήνωρ, διὰ τὸ πολλὰ δύνασθαι κατεργάσασθαι. νεῦρα γὰρ πολέμου χρυσός.
ἢ καὶ τὰ ἔπαθλα· Ὅμηρος ἱππῆας τάδ᾿ ἄεθλα δεδεγμένα κεῖτ᾿ ἐν ἀγῶνι.
πρὸς ἑαυτὸν δὲ ἐκφέρων εἶπεν· ὦ φίλον ἦτορ, εἰ δὲ καταλέγειν ἆθλα βούλει, νόμιζε ὡς ἐν ἄστροις ἥλιον φαεινότερον, οὕτως ἐν ἄθλοις τὸν Ὀλυμπιακὸν ἀγῶνα πρωτεύειν.
οὐ γὰρ πάντων ἦεν ὁμὸς θρόος οὐδ᾿ ἴα γῆρυς.
ἔθος δέ ἐστι Πινδάρῳ, μὴ οἷς προοιμιάζεται συγκριτικοῖς, τούτοις τὰ συγκρινόμενα εὐθέως ἐπάγειν, ἀλλὰ μεταξύ τινα εἰκόνα ἀποδεικτικὴν τῆς βελτιότητος παρεντιθέναι καὶ οὕτω
θαλπνότερον: θερμότερον, φανερώτερον, |
ἐν ἁμέρᾳ φαεννὸν ἄστρον: εὖ καὶ ἐκ τοῦ καιροῦ
ἔρημον εἶπε τὸν αἰθέρα διὰ τὸ ἄγαν πυρῶδες καὶ τὸ μὴ πλησιάζειν αὐτῷ ζῷον ἐν τῷ ἀσφαλεῖ ἢ ὅτι τὸ -ερι- μόριον λέγουσιν ἀντὶ τοῦ μεγάλου, ὡς καὶ Ὅμηρος
τὸ δὲ σαφὲς οὕτως ἔχει· εἰ δὲ, ὦ προσφιλεστάτη ψυχὴ, ἀγῶνας φωνεῖν καὶ διακρίνειν θέλεις, μηκέτι τοῦ ἡλίου σκόπει ἕτερον ἄστρον μήτε θερμότερον μήτε λαμπρότερον διὰ τῆς ἐρήμου αἰθέρος φερόμενον ἐν ἡμέρᾳ, μηδὲ τοῦ Ὀλυμπιακοῦ ἀγῶνος ἕτερον βελτίονα.
ἄστρον: κακῶς εἶπεν ἄστρον· ἔδει γὰρ εἰπεῖν
τὸ δὲ ὅλον εἰπεῖν· ὥσπερ ἐν ἄστροις ἥλιον εἴποις θαλπνότερον, οὕτως ἐν ἀγῶσι προκρίναις Ὀλυμπίαν.
ἢ ἐρήμης, τῆς μὴ ἐχούσης νέφος· οὐ γὰρ συνίσταται εἰς θερμασίαν.
ἢ διὰ τὸ μὴ φαίνεσθαι οἰκούμενον.
ἢ ὡς πρὸς ἡμᾶς ἐρήμης, διὰ τὸ ἡσύχιον καὶ ἤρεμον.
τουτέστι
ἢ ἐν ᾧ πολλοὶ φημίζονται καὶ κλεΐζονται.
ὁ ὑπὸ πολλῶν φημιζόμενος καὶ λεγόμενος. πολυθρύλλητος.
ἀμφιβάλλεται δὲ, ἤτοι κοσμεῖται, ἢ περιγράφεται καὶ περιλαμβάνεται· ὥσπερ καὶ Ὅμηρος
ἔνιοι δὲ κοσμεῖται ὁ ὕμνος.
ἡ μεταφορὰ ἀπὸ τῶν στεφάνων.
Κρόνου παῖδ᾿ ἐς ἀφνεάν:
ἰστέον ὅτι τὸ
[τὸ δὲ ἱκομένους] ἀντὶ τοῦ
ἔστι μὲν τὴν ἑστίαν δέξασθαι Κρόνου, καθότι πρόκειται· βέλτιον δὲ οὕτως δέξασθαι· εἰς τὴν τοῦ Ἱέρωνος ἐλθόντας ἑστίαν τὸν τοῦ Κρόνου παῖδα Δία ὑμνεῖν. πιθανώτερον γὰρ τῆς νίκης Ὀλυμπιακῆς οὔσης τὸν Ὀλύμπιον Δία παρὰ τῷ Ὀλυμπιονίκῃ ὑμνεῖσθαι.
οἱονεὶ τοῦτο κατασκευάζει, ὅτι τοῦ ὑμνεῖσθαι τὸν
μάκαιραν: εὐδαίμονα. πλουσίαν.
θεμίστεῖον: Ἡρωδιανὸς
ἄλλως· θεμιστεῖον τὸ δίκαιον, παρὰ τὸ θέμις.
ἀμφέπει:
σκᾶπτον τὸ σκῆπτρον. ἔκθλιψις, ἧς ἐν αἰτίᾳ
σκᾶπτον ἐν πολυμάλῳ: κατὰ Δωριέας τὸ σκῆπτρον,
αὐτὸ τὸ ἄκρον δρεπόμενος ἀπὸ πασῶν τῶν ἀρετῶν· οἱονεὶ ἀφ᾿ ἑκάστης τὸ ὠφέλιμον καρπούμενος.
ἀκαταλλήλως δὲ τῷ δρέπων τὸ ἀγλαΐζεται ἐπενήνοχεν. ἐχρῆν γὰρ εἰπεῖν ἀγλαϊζόμενος, ἵν᾿ ᾖ καλλωπιζόμενος ἐπὶ τῷ τῆς μουσικῆς κάλλει, τουτέστι τῆς ᾠδῆς.
φίλην δὲ τράπεζαν, ἢ ὅτι κατὰ τὸ ἀναγκαῖον συνεστιῶνται· ἢ ὅτι ἐκ ταύτης αἱ φιλίαι.
ἄλλως· τῷ εἶναι μουσικὸς, ἢ τῷ διακεῖσθαι περὶ
ἀώτῳ δὲ τῆς ᾠδῆς ἄνθει, τουτέστιν ἐν ταῖς
οἷα δὲ ἔφη,
ἀγλαΐζεται: ἀγάλλεται καὶ σεμνύνεται καὶ ἐν
οἷα παίζομεν φίλαν: τὴν φιλοποιόν. οὐ γὰρ
τὸ δὲ παίζομεν ὡς
ἢ H gl τὴν προσφιλεστάτην.
ὁ δὲ νοῦς· οἷα παίζομεν φίλαν ἄνδρες:
οἱ δὲ παρὰ τὸ δῶρον ἀκούουσιν, ὅτι δὴ τὴν λύραν Ἑρμῆς ἀντὶ τῆς τῶν βοῶν κλοπῆς Ἀπόλλωνι παρέσχεν.
οἱ δὲ ὅτι Δωρικῇ ἁρμονίᾳ ἥρμοστο τῷ Πινδάρῳ ἡ λύρα. ἁρμονίαι δὲ πλείονες· Δώριος, Φρύγιος, Λύδιος.
τὸ δὲ ἀπὸ δύναται μὲν ἀκούεσθαι καὶ πρὸς τὸ [ἀπὸ] πασσάλου, ἵν᾿ ᾖ ἀπὸ πασσάλου, δύναται δὲ καὶ
ἐκ τούτου τὸ ἀκμαῖον τῆς τοῦ ἐγκωμίου γραφῆς ὑποφαινόμενον εἴη.
περὶ δὲ τῆς Δωριστὶ ἁρμονίας εἴρηται ἐν παιᾶσιν
πασσάλου δὲ, ὅτι ἐπὶ πασσάλων
ἢ ὅτι ὡς ἀνάθημα ἔν τινι τόπῳ τοῦ οἴκου ἀνάκειται.
τὸ Πίσας δὲ συσταλτέον διὰ τὸ ἀντίστροφον·
περὶ δὲ τῆς Πίσης, ὅτι τόπος ἐν Ἤλιδι ὑπὸ ὑψηλῶν ὄχθων περιεχόμενος, Πολέμων
ἔνιοι δὲ ὑποσυγχέουσι
ὠνόμασται δὲ Πίσα ἀπὸ τῆς Πίσης τῆς Ἐνδυμίωνος θυγατρός.
ἀναλάμβανε, ὦ Πίνδαρε, τὴν Δωρίαν φόρμιγγα,
εἴ
καὶ Φερενίκου χάρις: ὄνομα τοῦ νικήσαντος
ὁ δὲ νοῦς· εἴ τί σοι, ὦ θυμὲ, ἡ τοῦ ἵππου καὶ τῆς Πίσης χάρις τὸν νοῦν ὑπὸ γλυκυτάταις ἔθηκε φροντίσιν.
χάρις δὲ ἡ ἐπὶ τῇ νίκῃ ἡδονή· φροντίδα
ὅτε παρ᾿ Ἀλφεῷ: ἐν Ἤλιδι· ὁ γὰρ Ἀλφεὸς ἐν
σύτο δὲ, ὥρμα πρὸς τὸν δρόμον.
(σύτο:) ὥρμα.
ἀκέντητον ἐν δρόμοισιν: ἀμάστικτον αὐτῷ τῷ
κράτει ἀντὶ τοῦ νίκῃ.
ὁ δὲ νοῦς· ὁ δὲ Φερένικος ταχύνας ἑαυτὸν κατὰ τὸν ἀγῶνα τῇ νίκῃ προσέμιξε τὸν ἑαυτοῦ δεσπότην Ἱέρωνα.
καλῶς τὸ ἐπίθετον τῷ βασιλεῖ διὰ τὸ ἱπποτροφεῖν, | ἵνα δείξῃ ὅτι οὐ τύχης γέγονεν ἔργον τὸ τῷ Φερενίκῳ χρήσασθαι,
ἔνιοι δὲ ἀναγινώσκουσι παροξύνοντες τὴν παραλήγουσαν συλλαβὴν τοῦ Συρακουσίων καὶ τὴν ἐσχάτην τοῦ ἱππιοχαρμᾶν περισπῶσιν,
λάμπει δέ οἱ κλέος: τῷ ἵππῳ. ἢ τῷ Ἱέρωνι· ὃ
ἐν εὐάνορι Λυδοῦ Πέλοπος: Πίνδαρος μὲν
εὐάνορι: ἐν τῇ εὐάνορος ἀποικίᾳ, τοῦ Πέλοπος·
γράφεται καὶ ἐποικίᾳ· ταὐτὸν δὲ δι᾿ ἀμφοτέρων.
ἀποικίαν δὲ, οὐχ ἣν αὐτὸς ἔστειλεν, ἀλλ᾿ ἣν αὐτὸς ἐστείλατο.
τινὲς εὐάνορι, δοτικῇ ἀντὶ γενικῆς τοῦ εὐάνορος. ἐξ ἀνδρείας γὰρ νικήσας ἔσχε τὴν Ἦλιν. 40 d
Πέλοπος ἀποικίᾳ: τῇ Πελοποννήσῳ.
τοῦ
(ἀποικίᾳ:) κατοικίᾳ.
[ἐπεί νιν καθαροῦ λέβητος:] λόγος τις παρὰ
τοῦ δευτέρου οὖν ἀκουστέον, ἀφ᾿ οὗ καὶ ὑγιὴς ἀνεδόθη.
ἀφ᾿ οὗ καὶ ὑγιὴς ἐγένετο, ὅτε τῆς Δήμητρος τὸν ὠμοπλάτην αὐτοῦ φαγούσης κατ᾿ ἄγνοιαν ἐλεφάντινος ὦμος ἐτέθη αὐτῷ ὑπ᾿ αὐτῆς.
Κλωθὼ μία τῶν Μοιρῶν· εἴρηται δὲ παρὰ τὸ
κεκαδμένον: κεκοσμημένον.
κεκοσμημένον. ἀπὸ τοῦ κάζω τὸ καλλωπίζω.
ἦ θαύματὰ πολλά: ἄπιστον εἶναι βούλεται τὸν
τινὲς δὲ ὀξυτόνως ἀναγινώσκουσιν, ὡς κατὰ ἀποβολὴν τοῦ σ, ἵν᾿ ᾖ θαυμαστὰ ἔργα· ὡς καὶ Ἡσίοδος
ἔνιοι δὲ παράδοξα ἤκουσαν.
γράφεται καὶ οὕτως· ἦ θαυματὰ πολλά· ἀντὶ
γράφεται
καὶ πού τι καὶ βροτῶν φάτις: τὸ σαφές·
ἔνιοι δὲ φάτιν, ἀντὶ τοῦ τὰς φρένας τῶν ἀνθρώπων ἀπατῶσιν οἱ ψευδεῖς λόγοι.
γράφεται καὶ φασί. ἐν τῷ συντάγματι συντάσσεται
καὶ δὴ καὶ ἡ φάτις τῶν βροτῶν ὑπὲρ τὸν ἀληθῆ ἰσχύει λόγον, ἵνα ἐξαπατῶσιν οἱ μῦθοι πεποικιλμένοι ψεύδεσι ποικίλοις.
ἢ καὶ δὴ καὶ τὰς φάτις καὶ τὰς διανοίας τῶν βροτῶν ἐξαπατῶσιν οἱ μῦθοι δεδαιδαλμένοι ψεύδεσι ποικίλοις ὑπὲρ τὸν ἀληθῆ λόγον ἰσχύοντες.
ἀξιόπιστος ἔλεγχος. Δημοσθένης
ἐοικὸς δέ ἔστι καὶ προσῆκον ἀνθρώπῳ τὰ καλὰ
ὡς ὅτι δεῖ μηδὲ ὅλως ἐγκαθιέναι τινὰ εἰς τὸν περὶ τῶν θεῶν λόγον.
ἔνιοι δὲ μείων ἀντὶ τοῦ οὐδὲ ὀλίγη· | ὡς Ὅμηρος
ἄλλως· ἔστι δὲ εἰκὸς ἀνθρώπῳ εὔφημα περὶ θεῶν
υἱὲ Ταντάλου, σὲ δ᾿ ἀντία προτέρων φθεγξομαι:
ἀντὶ τοῦ ἐναντία καὶ ἕτερα οἷς εἶπον οἱ πρότεροι ποιηταὶ δοξάσω σε καὶ ἐρῶ. οἱ μὲν γάρ σε ἔθεντο τεθνεῶτα, ἐγὼ δὲ πλαπέντα.
οἱ δὲ τὸ
ἄλλως· γράψω εἰς σὲ παλινῳδίαν καὶ ἐναντία
προτέρων φθέγξομαι: δοξάσω.
φίλαν τε Σίπυλον: οἱ μὲν πόλεως ὄνομα, οἱ
ἐλλειπτικὸν
μεταβιβάσαι, μεταγαγεῖν.
ὡς δὲ ἄφαντος ἔπελες: ὡς δὲ ἀφανὴς ἐγένου,
ὡς δὲ ἄφαντος: ἀφανὴς ὑπὸ τοῦ Ποσειδῶνος.
ἔννεπε κρυφᾷ τις αὐτίκα: ἕνα φησὶ τῶν
κρυφᾶ: Δωρικῶς ἀντὶ τοῦ κρύφα.
ἁρπαγῆναι
ὕδατος ὅτι σε πυρὶ ζέοισαν: τουτέστιν εἰς
ἄλλως· ζέοισαν
μαχαίρᾳ τάμον: οἱ Ταντάλου δορυφόροι ἔταμον
τοῦ δὲ κακᾱγόρος Δωρικὴ ἡ ἀνάγνωσις· ἀεὶ γὰρ ἡ αἰτιατικὴ παρ᾿ αὐτοῖς κατὰ ἀφαίρεσιν τοῦ ῡ προφέρεται διὰ μόνου τοῦ ο.
κακηγόρους δὲ λέγει τοὺς ἀσεβεῖς καὶ βλασφήμους.
ὁ δὲ νοῦς· ἀκέρδεια εἴληχε πυκνῶς τοὺς κακηγόρους· ὅ ἐστιν, οἱ κακήγοροι τῶν ἀνθρώπων πυκνῶς ἐν ἀκερδείᾳ εἰσίν.
ἢ οὕτως· οἱ κακήγοροι οὐδὲν λελόγχασιν ἢ ἀκέρδειαν· οἷον οὐδὲν κερδαίνουσι κακηγοροῦντες.
τινὲς δὲ τῇ ἐκλείψει τοῦ ῡ ἐχρήσαντο.
ἀλλ᾿ εὐδαιμονῶν καρτερεῖν οὐκ ἠδυνήθη.
ἄλλως· κόρῳ
διὰ γὰρ τοῦ κόρου, φησὶ, προσείληφε τὴν ἄτην, ἀδυνατήσας κατασχεῖν τὴν εὐδαιμονίαν.
τίκτει τοι κόρος ὕβριν
ἔνιοι δὲ κόρῳ, τῇ πλησμονῇ τῆς τροφῆς.
περὶ τῆς τοῦ Ταντάλου κολάσεως ἕτεροι ἑτέρως ἀκόλαστον ἔσχε γλῶσσαν, αἰσχίστην νόσον.
Ὅμηρος δὲ αὐτὸν ἑτέρως ὑποτίθεται τιμωρεῖσθαι ἑσταότ᾿ ἐν λίμνῃ, ἡ δὲ προσέπλαζε γενείῳ·
καὶ τὰ ἑξῆς· πλὴν εἰ μὴ κατὰ τὸν Ἀρίσταρχον νόθα εἰσὶ τὰ ἔπη ταῦτα. καὶ Ἀλκαῖος δὲ αὶ Ἀλκμὰν λίθον
στεῦτο δὲ διψάων, πιέειν δ᾿ οὐκ εἶχεν ἑλέσθαι,ὁ γὰρ μακάριος, κοὐκ ὀνειδίζω τύχας,
καὶ πάλιν δι᾿ ἄλλων βῶλον λέγοντα οὕτως
Διὸς πεφυκὼς, ὡς λέγουσι, Τάνταλος
κορυφῆς ὑπερτέλλοντα δειμαίνων πέτρον
ἀέρι ποτᾶται καὶ τίνει ταύτην δίκην.μόλοιμι τὰν οὐρανοῦ
μέσον χθονὸς τεταμέναν
αἰωρήμασι πέτραν
ἁλύσεσι χρυσέαις φερομέναν δίναισι βῶλον ἐξ Ὀλύμπου,
ἵν᾿ ἐν θρήνοισιν ἀναβοάσω
γέροντι πατρὶ Ταντάλῳ.
τάν οἱ πατὴρ: τὴν ἄτην, φησὶν, ἐπεκρέμασεν
ἄλλως· δι᾿ ἥντινα ἄτην ὁ Ζεὺς ὑπὲρ τῆς κεφαλῆς αὐτοῦ λίθον ἐπήρτησεν· ὥστε τῇ προσδοκίᾳ τοῦ καταπίπτειν τὸν λίθον ἐφ᾿ ἑαυτὸν τιμωρεῖσθαι αὐτόν· ὅντινα ἐπηρτημένον λίθον ἐπιθυμῶν ἑαυτοῦ ἐκ τῆς κεφαλῆς ἀπώσασθαι καὶ μὴ δυνάμενος, εὐφροσύνης πλανᾶται, ἀντὶ τοῦ ἔξω τῆς εὐφροσύνης ἐστίν.
ἄλλως· τάν οἱ πατήρ: ἐπικρέμαται αὐτῷ λίθος·
ἔχει δ᾿ ἀπάλαμνον βίον: ἀπάλαμνον τὸν δεινὸν,
περὶ οὗ οὐδεὶς δύναται χεῖρα αὐτῷ ἐπαγαγεῖν βοηθόν.
ἐμπεδόμοχθον: διηνεκῶς μοχθηρόν. ἠσφαλισμένον
ἢ ὅτι μετὰ τριῶν, τοῦ πεινῆν, διψῆν, ἑστάναι, τέταρτον πόνον
ἢ μετὰ τριῶν κατὰ ἕνα· ἔστι δὲ τὸ περὶ σῶμα, περὶ ψυχὴν, περὶ τὰ
ἢ μετὰ τριῶν κολάζεται, οἷς μετέδωκε τοῦ νέκταρος ἀκόλαστον ἔσχε γλῶσσαν, αἰσχίστην νόσον.
ἢ ὅτι τριῶν οὐσῶν πρὸ τούτου βασάνων δι᾿ ὧν τις ἀπώλλυτο, βρόχου, κωνείου, βαράθρου, οὗτος μετὰ τὸ ἀποθανεῖν καὶ διελθεῖν τὰ τρία διὰ τοῦ θανάτου, καὶ ἐν Ἅιδου κρίνεται.
ἔνιοι δὲ ὅτι τρία λέγεται καὶ κοινῶς τὰ πρὸς τὸν θάνατον συνεργοῦντα, ξίφος, ἀγχόνη, κρημνός· Σοφοκλῆς λύσω γὰρ εἰ καὶ τῶν τριῶν ἓν οἴσομαι.
τέταρτον οὖν τοῦτον μετὰ τῶν τριῶν ὁ Τάνταλος τῶν εἰς τὸν θάνατον συνεργούντων προσείληφε πόνον τὸν τοῦ ὑπερκειμένου λίθου.
τοὔνεκά οἱ προῆκαν: τοὔνεκά [οἱ] ἀντὶ τοῦ
ἀνήρπαστο μὲν ὑπὸ Ποσειδῶνος, τῷ δὲ τὸν Τάνταλον κλέψαι ταῦτα, τούτου χάριν ἐξέβαλον τὸν υἱὸν εἰς τὸ τῶν θνητῶν γένος· | ἡ γὰρ μετά ἀντὶ τῆς εἰς.
τουτέστι διὰ τοῦτο τὸν Πέλοπα
τοὔνεκά οἱ: δαιμονίως τὴν ἱστορίαν μετεχειρίσατο,
ὁ δὲ λόγος· πρὸς τὴν ἀνθηρὰν ἐλθόντι αὐτῷ ἡλικίαν, ὅτε καὶ αἱ τρίχες αὐτοῦ ἔστεφον τὸ γένειον· ἀντὶ τοῦ ὅτε ἠνδρώθη καὶ τέλειος γέγονεν.
ἢ ὃν αὐτὸς ἑαυτῷ ἡτοίμασεν. |
ἢ τὸν ὑπὸ τῶν Μοιρῶν αὐτῷ ἡτοιμασμένον.
ἢ τὸν τοῖς ᾑρημένοις
ἀνεφρόντισε δὲ, ἐπεὶ ἠθέλησε γῆμαι τὴν Οἰνομάου Ἱπποδάμειαν.
ἄλλως· τὸν πᾶσιν ἀδεῶς τοῖς βουλομένοις κινδυνεύειν
ἢ τὸν παρὰ τῶν Μοιρῶν ἡτοιμασμένον αὐτῷ.
Πισάτα παρὰ πατρός: τοῦ Οἰνομάου τῆς
εὔδοξον: ἤτοι τὴν ἔνδοξον· ἢ τὴν συνετὴν,
ἐγγὺς δ᾿ ἐλθών: ἀντὶ τοῦ τὲ τὸν δέ παρέλαβεν.
ἐν ὄρφνᾳ: ἐν νυκτί.
ἄπυεν: ἐφώνει. προσεκαλεῖτο. τουτέστιν ηὔξατο
βαρύκτυπον δὲ εἶπε
ὁ δ᾿ αὐτῷ παρὰ ποδὶ σχεδὸν φάνη: τὸ ἕτοιμον
εἴποιμεν
σχεδὸν φάνη: οὐ τοπικῶς τὸ σχεδὸν, ἀλλὰ τοπικῶς
τῷ μὲν εἶπεν: ὁ μέν ἀντὶ τοῦ μήν· οὐ γὰρ
φίλια δὲ δῶρα Κυπρίας, τὰ προσφιλῆ δῶρα τῆς Ἀφροδίτης εἰ εἰς χάριν τινὰ γίνεται· ἀντὶ τοῦ εἰ χάρις ἐραστοῦ πρὸς ἐρώμενον.
ἢ Κυπρίας, τοῦ γάμου, ἵν᾿
ἄλλως· εἴ σοι κεχαρισμένος ἐστὶ τῆς Ἱπποδαμείας . . . . . καὶ εἰ μὴ μέλλεις ἐναντιοῦσθαι τῷ ἔρωτι τῷ πρὸς τὴν Ἱπποδάμειαν.
ὁ νοῦς· εἰ τὰ τῆς Ἀφροδίτης δῶρα εἰς χάριν γίνεται, ἅγε τὸ τοῦ Οἰνομάου δόρυ πέδασον.
Ἐν δὲ δύω δίφροι πεπονήατο δηριόωντε,
καὶ τὸν μὲν προπάροιθε Πέλοψ ἴθυνε τινάσσων
ἡνία· σὺν δέ οἱ ἔσκε παραιβάτις Ἱπποδάμεια.
τὸν δὲ μεταδρομάδην ἐπὶ Μυρτίλος ἤλασεν ἵππους,
σὺν τῷ δ᾿ Οἰνόμαος προτενὲς δόρυ χειρὶ μεμαρπώς
ἄξονος ἐν πλήμνῃσι παρακλιδὸν ἀγνυμένοιο
πίπτεν ἐπεσσυμένος Πελοπήια νῶτα δαΐξαι.
πέδασον ἔγχος: Ἀμμώνιος ἔγχος Οἰνομάου τὸ
ἐς Ἆλιν: εἰς Ὀλυμπίαν· ὅτι τὸ χωρίον τῆς Ἤλιδος.
κράτει δέ πέλασον: τῇ νίκῃ δὲ πέλασον, ἵνα
ἐπεὶ τρεῖς τε καὶ δέκα ἄνδρας ὀλέσσας:
[τρεῖς τε καὶ δέκα ἄνδρας ὀλέσας:] οἱ ἀναιρεθέντες
τινὲς δὲ οὕτως αὐτούς φασι ιε΄· Μέρμνην· Ἱππόστρατον· Αἰολοπέα· Πείραντα· Ἀκαρνᾶνα· Ἱππομέδοντα· Ἀλκάθουν· Εὐρύαλον· Εὐρύμαχον· Κρόκαλον· Ἀκρόκομον· Σκόπελον· Λυκούριον·
τινὲς δὲ τοὺς ιγ΄ οὕτως· Μέρμνωνα· Ἱππόθοον· Πέλοπα τὸν Ὀπούντιον· Εὐρύμαχον· Εὐρύλοχον· Ἱππομέδοντα· Λάσιον· Χάλκωνα· Αἰόλιον· Τρικόρωνον·
ἄλλοι δὲ ἓξ εἶναι λέγουσιν οὕτως· Τρικόρωνον· Ἀριστόμαχον· Κυριάνοντα· Αἴολον· Πελάγοντα· Κρόνιον.
οἷον, οὐδεὶς ἄναλκις ὑπομένει περὶ τῆς ψυχῆς κινδυνεύειν, ἀλλ᾿ ἔστι τὸ τοιοῦτον ἀνδρὸς ἀλκίμου. ὅμοιον τῷ παρ᾿ Ὁμήρῳ σοὶ δ᾿ οὐ δέος ἔστ᾿ ἀπολέσθαι·
οὐ γάρ τοι κραδίη μενεδήιος οὐδὲ μαχήμων.
ἄλλως· τὰ δὲ ἐπικίνδυνα τῶν πραγμάτων οὐ δεῖται ἀτόλμων καὶ ἀθλίων ἀνθρώπων.
ἢ οὕτως· τὸν ἀνδρεῖον μέγας κίνδυνος καταλαμβάνει.
ἄλλως· εἰ δεῖ ἀποθανεῖν τὸν ἄνθρωπον, ἄξιον αὐτὸν
ἕψοι δὲ, ἀντὶ τοῦ ἕψοιτο· οὐ γὰρ ἕψει τις τὸ γῆρας, ἀλλ᾿ ἕψεται
ἀνώνυμον δὲ, τὸ ἐν ἀπραξίᾳ καὶ
ἄλλως· ἐπειδὴ πρόκειται τὸ ἀποθανεῖν,
ἀλλ᾿ ἐμοὶ μὲν οὗτος ἄεθλος: ἀλλ᾿ ἐμοὶ μὲν
ἄλλως· ἐάν τε συμπράσσῃς, ὦ Πόσειδον, ἐάν τε μὴ, ἐγὼ ὑπομενῶ τοῦτον τὸν ἆθλον τοῦ γάμου.
τὺ δὲ πρᾶξιν φίλαν: σὺ μέντοι δίδου τὴν νίκην
ὣς ἔνεπεν: οὕτως εἶπεν.
οὐδ᾿ ἀκράντοις ἐφάψατο ἔπεσι: ἀντὶ τοῦ,
οὐδὲ ἀτελειώτοις ἐφήψατο λόγοις· παρέσχε γὰρ αὐτῷ ἃ ἐβούλετο· ἐνίκησε γὰρ καὶ ἔλαβε τὴν Ἱπποδάμειαν πρὸς γάμον.
τὸν μὲν ἀγάλλων θεός: τοῦτον μὲν οὖν,
ἀγάλλων: κοσμῶν, ὡς ἤδη, ἅτε θεὸς, πεπεισμένος
(ἀγάλλων:) ποιῶν ἀγάλλεσθαι ἢ ἀγαλλόμενος.
ἕλεν δ᾿ Οἰνομάου: ἐνίκησεν.
. . . .
παρθένον τε σύνευνον: ἀπὸ κοινοῦ τὸ ἕλεν.
ἃ τέκε λαγέτας ἓξ: ἥτις Ἱπποδάμεια.
λαγέτας, ἡγεμόνας. τῶν λαῶν ἡγουμένους.
λέγει δὲ Ἀτρέα· Θυέστην· Πιτθέα· Ἀλκάθουν· Πλεισθένην· Χρύσιππον.
ἄλλως· Ἀτρεύς· Θυέστης· Ἀλπάθους· Ἵππαλκμος· Πιτθεύς· Δίας· ἢ Χρύσιππος, ἐξ Ἀξιόχης νύμφης· καὶ Πλεισθένης, ἐξ ἄλλης.
τινὲς δὲ οὕτως· Ἀτρέα· Θυέστην· Ἵππαλκμον· Πλεισθένην· Πιτθέα· Πέλοπα τὸν νεώτερον.
ὁ δὲ νοῦς· ἐπὶ δὲ τοῦ παρόντος ὁ Πέλοψ ἐναγισμοῖς καὶ θυσίαις τελευτήσας τιμᾶται παρὰ τοῖς τοῦ Ἀλφειοῦ ῥεύμασι περισημότατον ἔχων μνῆμα παρὰ τῷ πολυξένῳ βωμῷ.
περιφραστικῶς οὖν ταῦτά φησιν ἀντὶ τοῦ
ἄλλως· αἱμακουρίαις: τοῖς μεθ᾿ αἱμάτων γινομένοις ἐναγισμοῖς. κατ᾿ ἐνιαυτὸν δὲ ἐγίνοντο τῷ Πέλοπι, ὡς καὶ τοῖς λοιποῖς. ἡ δὲ ἐτυμολογία ἀπὸ τοῦ κορέννυσθαι τὰς ψυχὰς αἵματος.
ἀμφίπολον δέ τινες τὸν περιπολούμενον, διὰ τὸ ἐν μέσῃ εἶναι τῇ πόλει· οἱ γὰρ οἰκισταὶ ἐν μέσαις ταῖς πόλεσιν ἐθάπτοντο ἐξ ἔθους.
ἄλλοι δὲ πολούμενον ὑπὸ τῶν ἀγωνιζομένων· ἐν γὰρ τῷ σταδίῳ ἐστὶν αὐτῷ ὁ τάφος.
περιπολούμενον, ὡς τῶν ἐπιφοιτώντων διὰ τὸ ἄγαν τῆς κατασκευῆς ἐκπρεπὲς κύκλῳ περιιόντων καὶ θεωμένων.
ἔνιοι δὲ ὅτι οἱ δρομεῖς εἰς τὸν
πολυξενωτάτῳ παρὰ βωμῷ: ἔνιοι μὲν οὖν
οἱ δὲ οὕτως· ὅτι Ἴαμος Ἀπόλλωνος παῖς παρὰ τοῦ πατρὸς τὴν μαντικὴν λαβὼν περὶ τῆς ἱερωσύνης ἔλεγε τοῖς ἐρωτῶσι. διὰ τὸ πλείστους οὖν ξένους τῆς μαντικῆς ἕνεκεν ἀφικνεῖσθαι, πολυξενώτατον εἶπε τὸν βωμόν. | καὶ τοῦτον τὸν βωμὸν Διὸς καὶ Πέλοπος λέγουσιν
ἐπεὶ πολλοὶ ξένοι εἰσρέουσιν εἰς τὸν Ὀλυμπιακὸν ἀγῶνα· βωμὸς γὰρ ἐν Πίσῃ, ἐφ᾿ ὃν θύουσι πάντες οἱ ξένοι.
τὸ τηλόθεν χρονικῶς ἀκουστέον.
τὸ
τουτέστι πανταχῆ βλέπεται καὶ ὁρᾶται ὁ Ὀλυμπιακὸς ἀγών. ἰδίως δὲ τὸ δέδορκεν ἐξενήνοχεν ἀντὶ παθητικοῦ τοῦ βλέπεται.
ὅτι μακρόθεν ὁρᾶται τὸ κλέος καὶ εἰς δεῖξιν
ἄλλως· τηλόθεν δέδορκε: τουτέστι πανταχῆ
ὁ δὲ νοῦς· ἔνθα πρὸς ἀλλήλας ἐρίζουσι καὶ φιλονεικοῦσιν αἱ τῶν ἀκμαίων ἰσχύες, αἳ γενναίως πρὸς τοὺς πόνους χωροῦσι.
τὸ δὲ ἀκόλουθον, αἱ ἀκμαῖαι ἰσχύες.
ἀντὶ τοῦ, ἔνθα γίνονται καὶ δρόμοι
ὁ νικῶν δὲ: ἐξωθεν ἀκουστέον τὸν Ὀλυμπιακὸν
ὁ νικῶν εὔδιον καὶ ἡδὺν τὸν λοιπὸν ἔχει βίον· ὡς τοῦ τέλους τῶν ἀγωνισμάτων ἐν τῷ Ὀλυμπιακῷ ὄντος | ἀγῶνι, καὶ τοῦ νικήσαντος ἔχοντος τὸ τέλειον τῆς
ἄλλως· ὁ νικῶν δὲ τὸν λοιπὸν αὐτοῦ βίον
ἄλλως· ἀμφίβολον πότερον ὁ νικῶν τὰ Ὀλύμπια εἰς τὸν μετὰ ταῦτα χρόνον ἐν εὐδίᾳ ἐστὶν ἕνεκα τῶν ἄθλων· οἷον, ἕνεκα τοῦ νικῆσαι τὰ Ὀλύμπια ἐν εὐθυμίᾳ ἐστὶ, πολλάκις μέντοι εἴωθε δι᾿ ἑτέρας συμφορὰς λυπεῖσθαι· ἢ οὕτως· ὁ νικήσας τὰ Ὀ|λύμπια
ἄλλως· ὁ νικῶν ἐν εὐδίᾳ διάγει ἡδόμενος ταῖς νίκαις.
(μελιτόεσσαν εὐδίαν:) ἡδεῖαν ἀνάπαυσιν.
τὸ δ᾿ αἰεὶ παράμερον ἐσλόν: οἱ ἄνθρωποι
ἄλλως· τὸ διὰ τῶν ἄθλων παραγινόμενον ἀγαθὸν παρ᾿ ἐκείνην τὴν ἡμέραν τὴν ἐνεστῶσαν, ἐν ᾗ τις ἐνίκησεν, ὕπατον δοκεῖ καὶ μέγιστον ἀγαθὸν τῷ τετυχηκότι.
ἢ οὕτω· τὸ παρ᾿ ἡμέραν γινόμενον·
ἄλλως· τὸ δὲ καθ᾿ ἡμέραν καὶ ἀδιαλείπτως παρὸν τοῖς ἀνθρώποις ἀγαθὸν, τοῦτο ἔξοχον καὶ ὑπεράνθρωπον γίνεται
ἢ οὕτω· τὸ δὲ παρὰ τὴν τοῦ στεφάνου ἡμέραν ἀγαθὸν ὕπατον γίνεται παντὶ ἀνθρώπῳ. ἡ δὲ ἡμέρα
ἄλλως· ἐάν τις πρότερον εὐτυχῇ ἐν τῷ ἄλλῳ βίῳ καὶ πάλιν εὐτυχήσας νικήσῃ, ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐν ᾗ ἐνίκησεν ἐπιλέλησται τῶν
ἄλλως· τὸ γὰρ κατὰ προαίρεσιν συμβαῖνον ἀγαθὸν ὕπατον καὶ μέγιστον γίνεται παντὶ ἀνθρώπῳ· ὥσπερ καὶ ὁ Ἱέρων ἐπιθυμήσας νίκης ἐνίκησε καὶ ἐγένετο αὐτῷ τοῦτο τὸ παρ᾿ ἡμέραν ἀγαθὸν κατὰ προαίρεσιν τελεσθὲν ὕπατον καὶ μέγιστον.
τινὲς δέ φασιν ὅτι ἄνωθεν Αἰολεὺς τὸ γένος ὁ Πίνδαρος· οἱ δὲ ὅτι Αἰολίῳ ῥυθμῷ διὰ τῆς μουσικῆς χρῆται τῶν ποιημάτων.
ἄλλως· πεπίστευκα δὲ καὶ πέπεισμαι ἀκριβῶς, μηδένα με ἔτι φίλον τῶν νῦν ἀνθρώπων ἐγκωμιάσαι τοῖς ὕμνοις ἀμφότερα ἔχοντα, καὶ ἐπιστήμονα τὰ κατὰ ψυχὴν καὶ σώματος ἰσχὺν τούτου ἀνδρειότερον· ἅπερ τὰ δύο τῷ Ἱέρωνι πάρεστιν.
ἔνιοι δὲ κατὰ τοῦ Πινδάρου αὐτὸ ἀκούουσιν, ὅπερ καὶ μᾶλλον διὰ τὰ ἑξῆς ἐπαγόμενα· ἵν᾿ ᾖ τὸ ἐγκώμιον ἐφ᾿ αὑτῷ κινῶν ὁ Πίνδαρος, καὶ ὁ νοῦς τοιοῦτος· | πιστεύω
ἄλλως· πεπίστευκα δὲ ὅτι οὐδένα ὕμνησα
ἄλλως· τεθάρρηκά, φησιν,
δαιδαλωσέμεν ὕμνων πτυχαῖς: κοσμήσειν.
ἄλλως· ὕμνων πτυχαῖς: τοῖς ὕμνοις κατὰ περίφρασιν. | οἰκείως δὲ πρὸς τὸ δαιδαλωσέμεν
θεὸς ἐπίτροπος: οἱ μὲν, φροντιστὴς τῆς σῆς
θεὸς ἐπόπτης καὶ διοικητὴς τεαῖσι μήδεται μερίμναις, κῆδος ἔχων τοῦτο, εἰς τοῦτο σπουδάζων τὸ σοῦ προνοεῖσθαι.
ἄλλως· θεὸς ἐπίτροπός σου ὢν ἔχει τε καὶ φυλάσσει τοῦτο
ἢ ὅτι θεὸς ἐπίτροπός σου ὢν τοῦτο ἐργάζεται· τὸ γὰρ μήδεται νῦν τοῦτο
ταῖς τεαῖσι μερίμναις: ἔμπειρόν τε εἶναι καὶ δυνατὸν τῶν καλῶν καὶ δραστήριον.
τὸ δὲ σὺν ἅρματι παραγεγονὼς, οἱονεὶ σοῦ τεθρίππῳ
ἄλλως· εἰ δὲ μὴ ταχὺ λίποι,
ἄλλως· εἰ δὲ μὴ ταχὺ λίποι ὁ αἰὼν, ὦ Ἱέρων, καὶ ἅρματί σε νικήσαντα ἐλπίζω ὑμνήσειν. f. δύναται δὲ καὶ οὕτως ἀκούεσθαι· εἰ δὲ μὴ ταχὺ
Κρόνιον: ἀκρωτήριον τῆς Πίσης· περὶ γὰρ τὸν
ἐμοὶ μὲν ὦν Μοῖσα: ἐμοὶ μὲν οὖν δυνάμει
ἄλλως· ἐγὼ μὲν ἐπὶ μουσικῇ πέποιθα· τὸ ἐμὸν βέλος ὑπὸ Μούσης τρέφεται· σὺ δὲ ἐν τῷ πλουτεῖν μέγας εἶ.
βέλος ἀλκᾷ τρέφει: τρέφει εἴρηκεν ἀντὶ τοῦ
μηκέτι περαιτέρω τούτων ζήτει ὧν ἔχεις, βασιλεὺς γενόμενος.
ἄλλως· εἴη σέ τε τοῦτον τὸν χρόνον ὃν ζῶμεν μὴ ἀποβαλεῖν τὴν βασιλείαν, ἐμέ τε ἐπινίκους γράφειν καὶ ὑμνεῖν τοὺς νικῶντας.
πρόφαντον: φανερὸν καὶ ἔξοχον ἐν τῇ σοφίᾳ
τέλος τοῦ Θηβαίου Ἱέρωνος.
Greg. Cor. p. 213: τὸ πάντη περισπῶσι (Δωριεῖς) παντᾶ λέγοντες. Πίνδαρος· πρόφαντον σοφίᾳ καθ᾿ Ἕλλανας ἐόντα παντᾶ. Cfr. Apoll. de adv. 625.
Θήρωνι Ἀκραγαντίνῳ ἅρματι.
Τῆς δευτέρας ᾠδῆς ἡ στροφὴ καὶ ἀντίστροφος κώλων
ἡ δὲ ἐπῳδὸς κώλων ἐστὶν η΄. τὸ α΄ χοριαμβικὸν τρίμετρον βραχυκατάληκτον ἀπὸ ἰαμβικῆς. τὸ β΄ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. τὸ γ΄ ἀντισπαστικὸν δίμετρον βραχυκατάληκτον. τὸ δ΄ παιωνικὸν δίμετρον ἀκατάληκτον. τὸ ε΄ ἰαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ ς΄ μικτὸν τροχαϊκὸν ἀπὸ συζυγίας ἰαμβικῆς. ἡ δὲ ἀπόδοσις ἐν τῷ Λάιον τοῦ ι πάσχει ὑφίζησιν. τὸ ζ΄ ἐπιωνικὸν ἰαμβικῆς ἐπιφερομένης. τὸ η΄ ἰαμβικὸν μικτὸν ἀπὸ τροχαϊκῆς.
Inscr. Γέγραπται Θήρωνι Ἀκραγαντίνῳ ἅρματι νικήσαντι τὴν οζ΄ Ὀλυμπιάδα. ἦν δὲ ὁ Θήρων τὸ ἀνέκαθεν ἀπὸ Οἰδίποδος. ἐκήδευσε δὲ Γέλωνι τῷ τυράννῳ, δοὺς αὐτῷ τὴν θυγατέρα Δημαρέτην, ἀφ᾿ ἧς καὶ τὸ Δημαρέτειον ὠνομάσθη νόμισμα. καὶ αὐτὸς δὲ ὁ Θήρων τὴν Πολυζήλου τοῦ ἀδελφοῦ Ἱέρωνος [θυγατέρα] ἔγημε, καθά φησι Τίμαιος
Ἀναξιφόρμιγγες ὕμνοι: οἱ τῆς φόρμιγγος
ἢ οὕτως· ὦ ὕμνοι οἱ ὑπὸ τῆς φόρμιγγος ἀνασσόμενοι. πρῶτον γὰρ ἔκρουον, εἶτα ἐπῇδον. καὶ τούτου μάρτυς Ὅμηρος ἦτοι ὁ φορμίζων ἀνεβάλλετο καλὸν ἀείδειν.
ἐμφανίζει δὲ τὸν μουσόληπτον. ὡς ἐπιζητῶν γὰρ τίνα ὀφείλει ὑμνῆσαι, εἶτα καθ᾿ ἑαυτὸν δοκιμάζων . . . .
ἄλλως· ἀναξιφόρμιγγες ὕμνοι: τὴν αἰτίαν αὐτὸς παρέστησε παρ᾿ ἣν τοὺς τρεῖς δεῖ ἐπαινεῖν· Δία ὅτι τούτου ἱερὸς ὁ τόπος· Ὀλυμπιάδα δ᾿ ἔστησεν Ἡρακλῆς· διὸ ὑμνητέον αὐτὸν ὡς ἥρωα· ἄνθρωπον δὲ Θήρωνα. τυποῖ δὲ ὁ Πίνδαρος ὅτι δεῖ καθ᾿ ἕκαστον ἐπίνικον ὑμνεῖν θεὸν, ἥρωα, ἄνδρα.
(κελαδήσομεν:) ὑμνήσομεν.
ἤ τοι Πίσα μὲν Διός: τὴν αἰτίαν παρέστησε,
ἀκροθίνια δὲ καὶ τὰ ἀπάργματα.
τετραορίας: τοῦ ἅρματος. ἡ λέξις παρὰ τὸ ἀρηρέναι καὶ ἡρμόσθαι τοὺς ἵππους ἑαυτοῖς.
ὁ δὲ νοῦς αὐτῷ· σεμνύνεται μὲν ὁ Ὀλυμπιακὸς ἀγὼν τῷ Διὶ καὶ τῷ καταβεβληκότι τὴν ἀρχὴν
(τεραορίας:) τεθρίππου ἅρματος.
δίκαιον ξένον: τὸν μετὰ δικαιοσύνης τοὺς ξένους
(δίκαιον ξένον:) ξενοδοχικόν. ἀντὶ τοῦ δίκαιον
ἔρεισμ᾿ Ἀκράγαντος: ἕδρασμα ὄντα καὶ τείχισμα
ἔρεισμα δὲ τὸν ὄντα ἕδρασμα καὶ τείχισμα.
εὐωνύμων τε πατέρων: τῶν καλῶς ὀνομαζομένων
εὐωνύμων τε πατέρων: προγόνων. πάνυ δὲ
εὐωνύμων: ἐνδόξων· ἐπεὶ ὁ Θήρων ἀπὸ Κάδμου
ὀρθόπτολιν: ὅτι συνέκτισε καὶ αὐτὸς τὴν Ἀκράγαντα.
ὀρθόπολιν: τὸν τῇ ἑαυτοῦ δικαιοσύνῃ ὀρθοῦντα
ἱερὸν δὲ εἶπεν οἴκημα τὴν Ἀκράγαντα, διὰ τὸ Ἀθηνᾶς αὐτόθι νεὼν εἶναι περιττῶς ἁγιστευόμενον· ἢ διὰ τὸ τὴν Ἀκράγαντα τῇ Περσεφόνῃ εἰς τὰ ἀνακαλυπτήρια ὑπὸ Διὸς δοθῆναι. ὅτι δὲ περὶ Ἀκράγαντός ἐστι τῷ Πινδάρῳ ὁ λόγος, σαφὲς ἐξ ὧν περὶ τοῦ πλούτου τοῦ Θήρωνος
ἱερὸν ἔσχον οἴκημα: Ἀρίσταρχος τὴν πόλιν
Ἀρτέμων δὲ ὁ ἀπὸ Περγάμου
Μενεκράτης δέ
οἴκημα δὲ ποταμοῦ τὴν πόλιν εἶπε διὰ τὴν ὁμωνυμίαν.
λείπει δὲ ἡ ἐπὶ, ἵνα ᾖ, τὸ ἐπὶ τοῦ ποταμοῦ οἴκημα ἔσχον, τὴν πόλιν.
Σικελίας τ᾿ ἔσαν ὀφθαλμός: οἱονεὶ τὸ ἐξαίρετον
ἵν᾿ εἴπῃ ὅτι περίβλεπτοι ἦσαν.
μόρσιμος: οὐχ ὁ μεμοιραμένος, ἀλλ᾿ ἀντὶ τοῦ
βούλεται δὲ λέγειν ὅτι ὁ βίος αὐτοῖς ἐπηκολούθησεν ἐκ πεπρωμένης τινὸς τὴν εὐδαιμονίαν αὐτοῖς καὶ τὴν χάριν ἐπιπέμπων ἐπὶ ταῖς γνησίαις αὐτῶν ἀρεταῖς.
αἰών τ᾿ ἔφεπε μόρσιμος: ἐπηκολούθησε δὲ
ἢ οὕτως· εὔμοιρος βίος ἐπηκολούθησεν αὐτοῖς ἐκ πεπρωμένης τινός.
ὡς καὶ παρ᾿ Ὁμήρῳ
γνησίαις: ἰδίαις. γνήσια γὰρ τὰ ἴδια πονήματα,
ἢ
Κρόνιε: οὐ μόνον ὅτι Κρόνου παῖς, ἀλλ᾿ ὅτι
ἀλλ᾿ ὦ Κρόνιε: ὁ νοῦς· ὦ Ζεῦ τὸν οὐρανὸν
ὁ δὲ νοῦς· ἀλλ᾿ ὦ τοῦ Κρόνου καὶ τῆς Ῥέας παῖ
τοῖς περὶ Θήρωνα.
ἀπὸ κοινοῦ τὸ νέμων.
ἔτι καὶ ἐπιπλέον τὴν πατρῴαν γῆν αὔξησον τῷ λοιπῷ
ἔτι, ἵνα τῇ προσούσῃ εὐδαιμονίᾳ ἔτι καὶ τοῦτο ὁ Ζεὺς παράσχῃ.
κόμισον: ἀπὸ μεταφορᾶς τῶν κομῶν, τουτέστι
κόμισον: αὔξησον. εὔχεται τοὺς ἀπογόνους Θήρωνος
λοιπῷ γένει: τοῖς περὶ Θήρωνα καὶ Ξενοκράτην
τῶν δὲ πεπραγμένων: Δεινομένους παῖδες δ΄
ἡ οὖν διάνοια
. . . τὰ πραχθέντα εἴτε δικαίως εἴτε ἀδίκως οὐδ᾿ ἂν ὁ πάντων πατὴρ δυνηθείη χρόνος· λήθην μέντοι ἱκανὸς ἐμβαλεῖν τύχῃ σὺν ἀγαθῇ· φθερεῖ δὲ τῶν ἀγαθῶν πραγμάτων ἡ χαρὰ τῶν ἀτόπων τὰς βλάβας, ὅταν πάλιν εὐδαιμονία παραγένηται.
ἄλλως· τὸ δὲ τραχὺ πῆμα
παλίγκοτον: τὸ χαλεπὸν καὶ ἐναντίον τῷ ἀγαθῷ.
δαμασθέν: ἀντὶ τοῦ ἡττηθέν.
ἢ παλίγκοτον ἵνα εἴπῃ τὸ ἰσχυρὸν παρὰ τὸ δὶς ἐπιφοιτᾶν δύνασθαι.
ἀνεκάς: ἄνωθεν· ἢ ἄνω.
ὅταν ἡ τοῦ θεοῦ
(ἀνεκάς:) πόρρω. ἤγουν ἄνω. ἐξ ὕψους.
ἀνεκάς: ἄνω. εἰς ὕψος πολύ.
ἕπεται δὲ λόγος: οὗτος ὁ λόγος ἀκολουθεῖ ταῖς
ἕπεται δὲ λόγος εὐθρόνοις Κάδμοιο κούραις:
ἐὰν δὲ χωρὶς τοῦ σ γράφηται, ἔσται τὸ νόημα τοιοῦτον· πρὸ τῶν ἀγαθῶν τοῖς ἀνθρώποις τὰ κακά· ὅπερ καὶ ἐν ἑτέρῳ φησίν
βρόμῳ: ἤχῳ πυρός· ἐκεραυνώθη γάρ.
Παλλάς: Ἀθηνᾶ ἡ πολιοῦχος τῶν Θηβαίων· οὐκ
φιλέοντι δὲ Μοῦσαι: ὡς Θηβαίαν οὖσαν· φιλόλογοι δὲ Θηβαῖοι.
[καὶ Ζεὺς πατήρ:] τὸ κῶλον τοῦτο ἀθετεῖ Ἀριστοφάνης· περιττεύειν γὰρ αὐτό φησι πρὸς
φιλεῖ δέ νιν Παλλάς: τοῦτο οἱ μὲν ἁπλῶς διὰ
φιλέοντι δὲ Μοῖσαι: οἱ μὲν διὰ τὰ περὶ αὐτῆς
φιλέοντι δὲ Μοῖσαι: περισσόν ἐστι κῶλον ὡς πρὸς τὴν ἀντίστροφον· ὅθεν καὶ ὀβελίσκος αὐτῷ παράκειται. πᾶσαι γάρ εἰσι δεκατεσσάρων [ὁμοῦ] κώλων, αὕτη δὲ μόνη δεκαπέντε εὑρίσκεται ἔχουσα.
φιλέοντι δέ: καὶ τοῦτο ὡς θεαὶ ἐπιχώριοι
ὁ κισσοφόρος: ἐπιθετικῶς ὁ Διόνυσος. παῖς δὲ
λέγοντι δέ: ἀντὶ τοῦ καὶ ἐν θαλάσσῃ· πρῶτος
οὕτως γὰρ, ἤγουν Λευκοθέα, καλεῖται. ἡ γὰρ Ἰνὼ μεταξὺ Βοιωτίας καὶ Ἀττικῆς φυγοῦσα ἦλθεν εἰς τὸν
μαρτυρεῖ δὲ καὶ Ὅμηρος τὸν δὲ ἴδεν Κάδμου θυγάτηρ, καλλίσφυρος Ἰνώ,
Λευκοθέη, ἣ πρὶν μὲν ἔην βροτὸς αὐδήεσσα,
νῦν δ᾿ ἁλὸς ἐν πελάγεσσι θεῶν ἐξέμμορε τιμῆς.
καὶ ἡ Ἰνώ ποτε κακωθεῖσα ὕστερον εἰς ἀθανασίαν μετέβαλεν, ἐνάλιος γενηθεῖσα θεός. τὸν δὲ ἴδε
ἄλλως· τοῖς ἀνθρώποις τὸ τέλος τοῦ θανάτου
ἢ οὕτω· τοῖς ἀνθρώποις τὸ τέλος τοῦ βίου κατ᾿ οὐδὲν σαφὲς, οὐδὲ ποδαπὴν τὴν ἐπιοῦσαν ἕξουσιν ἡμέραν ἴσασιν.
παῖδα δὲ ἡλίου
οὐδ᾿ ἁσύχιμον: λέγει ὅτι ἄδηλος ἡ τύχη τῶν
καθὸ ἐκ τῆς ἐπιτολῆς αὐτοῦ ἡ ἡμέρα γεννᾶται.
ἀμφίβολον δὲ πότερον αὐτῷ ὁ λόγος καὶ ἐπὶ τοῦ θανάτου· οὐδὲ ὁπότε τελευτήσομεν τὴν ἐσχάτην ἡμέραν . . . . ὅτι ἀθορύβως ἐν τῷ τοῦ ζῆν χρόνῳ. οὕτω δὲ καὶ Ἀρίσταρχος ἀκούει.
οὐδ᾿ ἁσύχιμον: ἥσυχον. ἀπράγμονα. εὐτυχῆ.
οὐδ᾿ ὁπότε ἐν ἡσυχίᾳ ἐσόμεθα | ἀθορύβως καὶ ἀταράχως
οὐδ᾿ ὁπότε διατελέσομεν
ἡμέρα δὲ ἡσύχιος, ἡ τοῦ θανάτου· ἐπεὶ ἐν αὐτῇ θανόντες ἡσυχάζομεν.
(ἁσύχιμον:) θανάσιμον.
ἀτειρεῖ σὺν ἀγαθῷ: ἀβλαβεῖ. ἀκαταπονήτῳ.
ὁπότε σὺν τῷ ἀβλαβεῖ ἀγαθῷ τελευτήσομεν.
(τελευτάσομεν:) πληρώσομεν.
ῥοαὶ δ᾿ ἄλλοτ᾿ ἄλλαι: ῥεύματα δὲ ἀλλοῖα καὶ
θέλει δὲ εἰπεῖν ὅτι οὐχ οἷόν τέ ἐστιν ἀνθρώπους ὄντας ἀεὶ ἐν εὐθυμίᾳ διάγειν, ἀλλὰ πάντως καὶ
ἄλλως· ῥεύματα. μεταβολαί.
αἱ τῆς τύχης φοραὶ ἄλλοτε εἰς ἄλλους ἀνθρώπους μεταβαίνουσιν ἢ εὐθυμίαν ἢ πόνον παρέχουσαι.
ἡ ἐξ ἀρχῆς τοῦ γένους τούτου μοῖρα.
τουτέστι τῶν Καδμιδῶν.
οὕτω δὲ μοῖρ᾿ ἅτε πατρώιον: ἡ ἐξ ἀρχῆς ἀπὸ
ὅτι ἐκ πλούτου κακὸν ἄγει ἡ μοῖρα ἐν ἄλλῳ χρόνῳ,
ἄλλως· οὕτω δὲ καὶ ἐπὶ τούτων τῶν περὶ τὸν Θήρωνά, φησιν, ἡ πατρῴα κακὸν ἄγει μοῖρα καὶ πάλιν ἀγαθόν.
ἐπί τι καὶ πῆμ᾿ ἄγει: ἐπάγει καί τι.
χρόνος
παλιντράπελον: ἢ τὸ ἐναντίον τῷ κακῷ· ἢ τὸ ἀηδές.
ἐπί τι καὶ πῆμ᾿ ἄγει: ἐπάγει δὲ ἡ μοῖρα καὶ
θεόρτῳ: ὑπὸ
παλιντράπελον: ἀντεστραμμένον.
ἡ δὲ ὅλη
ἐν ἄλλῳ δὲ χρόνῳ καὶ ἐπί τινα βλάβην ἄγει ἀντεστραμμένως
ἢ ὁ εἱμαρμένος, διὰ τοῦ σ.
μόρσιμον υἱὸν τὸν Οἰδίπουν, καθὸ μοῖραν ἐπήνεγκε τῷ πατρὶ Λαΐῳ· ἐν δὲ τοῖς παιᾶσιν
ἄλλως· περὶ τῶν Θήρωνος προγόνων, ὅτι οὗτοι τὸ γένος ἀπὸ Θηβαίων εἶχον, ἀπὸ Κάδμου τὸ ἀνέκαθεν. Κάδμου γὰρ Πολύδωρον· τοῦ δὲ Λάβδακον· τοῦ δὲ Λάιον· τοῦ δὲ Οἰδίποδα· εἶτα Ἐτεοκλέα· τοῦ δὲ Πολύδωρον· τοῦ δὲ Αἵμονα. τοῦτον δὲ τῶν ἐμφυλίων ἀνδρῶν ἀποκτείναντά τινα τῷ κυνηγεσίῳ Ἀθήναζε μεταστῆναι· τοὺς δὲ ἀπὸ τούτου πάλιν ἐκ τῶν Ἀθηνῶν μεταστάντας ἅμα τοῖς Ἀργείοις Ῥόδον κατοικῆσαι μέχρι τινῶν γενεῶν κἀκεῖ μείναντας ἐλθεῖν εἰς Ἀκράγαντα, καὶ μέχρι Θήρωνος τὰς ἁπάσας γενεὰς ζ΄ πρὸς ταῖς η΄ ἀριθμεῖσθαι. ταῦτα ἱστορεῖ ἐν ἐγκωμίῳ οὗ ἡ ἀρχή
ἵνα λέγῃ τὴν
μόριμος υἱός: ἤτοι ὁ κατὰ μοῖραν αὐτῷ γενόμενος,
ὁ δὲ χρησμὸς ὁ δοθεὶς
μόρσιμος
τὸ δὲ χρησθὲν παλαίφατον: τὸ δὲ μαντεῖον
ἄλλως·
ἐν δὲ Πυθῶνι: τὸ δὲ χρησθὲν τῷ Λαΐῳ ἐν Πυθοῖ,
(τελέσας:) γράφεται καὶ τέλεσε.
ἰδοῖσα δ᾿ ὀξεῖ᾿ Ἐρινύς: ἤτοι ὀξέως βλέπουσα,
ἐστύγησεν ὥστε ἀλληλοφονίαν γενέσθαι τοῦ γένους αὐτοῦ. | Ἐτεοκλῆς γὰρ καὶ Πολυνείκης
τοῦτο δὲ ὀξέως θεασαμένη
λέγει δὲ Ἐτεοκλέα καὶ Πολυνείκην.
τὸ δὲ ἑξῆς τοῦ λόγου· λείφθη δὲ ὁ Θέρσανδρος τοῦ Πολυνείκους πεσόντος οὐκ ἦν . . .
τὸ δὲ Ἀδραστεΐδαν οὐ περισπαστέον· ἔστι γὰρ θηλυκὸν καὶ ἔχει τὴν εὐθεῖαν
EM 18, 46: Ἀδραστεϊδῶν: Ἄδραστος κύριον· Ἀδραστίδης, Ἀδραστιδῶν· καὶ πλεονασμῷ τοῦ ε, Ἀδραστεϊδῶν θάλος.
θάλος ἀρωγὸν δόμοις: [τιμώμενος:] ὁ Θέρσανδρος.
Ἀδραστεΐδων δὲ εἶπε κατὰ τὸ πληθυντικὸν ἀντὶ ἑνικοῦ Ἀδραστίδος· μιᾶς γὰρ ἐγένετο τῆς Ἀργείας ὁ Θέρσανδρος.
οὐ δεῖ περισπᾶν τὸ Ἀδραστεΐδαν· εἴρηται γὰρ ἀπὸ τοῦ Ἀδραστίδες· Δαναίδες.
θάλος ἀρωγὸν δόμοις: τὸ βλάστημα τοῦ Ἀδράστου
ἀπὸ γὰρ Θερσάνδρου καὶ Κάδμου οἱ πρόγονοι τοῦ Θήρωνος.
ἐπεὶ Θέρσανδρος καὶ Διομήδης οἱ ἐπίγονοι ἐπιστρατεύσαντες ταῖς Θήβαις τῶν προαναιρεθέντων πατέρων ἐξεδίκησαν τὸν φόνον.
ὅθεν σπέρματος: ἔστι μὲν καὶ οὕτως διαστεῖλαι·
ὅθεν σπέρματος· ἀπὸ γὰρ Οἰδίποδος οἱ περὶ Θήρωνα.
Αἰνησιδάμου γὰρ παῖδες Θήρων καὶ Ἱέρων.
ὅθεν σπέρματος ἔχοντι: ἀφ᾿ οὗ γένους, τοῦ
καὶ οἱ μὲν βούλονται ἀκούειν οὕτως· οἱ κοινοὶ αὐτῶν ἵπποι νικήσαντες ἀμφοτέροις παρεσχήκασι κοινὴν καὶ τὴν δόξαν· οἱ δὲ ὅτι ἐν τοῖς κοινοῖς ἵπποις ἀμφότεροι, ἕκαστος ἰδίᾳ ἐν τοῖς αὐτοῖς ἵπποις ἐνίκησε τέθριππον· ὃ καὶ μᾶλλον.
κατὰ δὲ τοὺς Ἀριστοτέλους Πυθιονίκας μόνος Θήρων ἀναγέγραπται· ἤτοι οὖν συλληπτικῶς εἴρηκεν, ἢ ἐπεὶ Θήρωνος
ὁμόκληρον δὲ τὸν ἀδελφὸν ἢ διὰ τὸ τοῦ αὐτοῦ
ἄλλως· Ξενοκράτης ἦν Θήρωνος ἀδελφός. οὗτος ἐνίκησεν ἱπποτροφῶν καὶ Πύθια καὶ Ἴσθμια, καὶ γέγραφε Πίνδαρος εἰς τὰς τούτου νίκας· κοινὰς οὖν φησιν αὐτῶν εἶναι τὰς νίκας διὰ τὸ ἐκ τοῦ αὐτοῦ οἴκου εἶναι τὰς χορηγίας | καὶ τὰς ἐπιμελείας τῆς ἱπποτροφίας. τὴν γοῦν Ἰσθμικὴν
ἐν Ὀλυμπίᾳ μὲν γὰρ αὐτὸς γέρας καὶ τιμὴν
ὁμόκλαρον: ἤτοι τῆς αὐτῆς τύχης κεκοινωνηκότα,
ὁμόκλαρον ἐς ἀδελφεόν: ἤτοι διὰ τὴν συγγένειάν
φησὶν οὖν ὅτι ἐν Ἰσθμῷ αἱ χάριτες τῆς νίκης τῆς ἐν τῷ τεθρίππῳ κοιναὶ ἤγαγον αὐτοῖς τὰ ἄνθη τῶν στεφάνων. ἀπὸ σελίνων γὰρ τὸ στέμμα.
ἢ οὕτως· αἱ δὲ χάριτες αἱ ἐν Πυθῶνι καὶ Ἰσθμῷ τὰ ἄνθη τῶν τεθρίππων εἰς αὐτὸν καὶ τὸν ἀδελφὸν ἤνεγκαν.
τὸ γὰρ παλαιὸν οὐκ ἔκαμπτον οἱ ἵπποι ζ΄ καμπτοὺς, ἀλλὰ δώδεπα.
τῷ ἀποτυγχάνοντι κοινὸν ἔγκλημα ἡ ἄνοια καὶ ἡ ἀφροσύνη.
ὁ νοῦς· πρῶτον μὲν τὸ πειρᾶσθαι ἀγῶνος παρέχει κάματον τοῖς ἀγωνιζομένοις, ὕστερον δὲ πόνων λύσιν καὶ εὔκλειαν ἔχει.
ἢ οὕτως· τὸ πειρώμενον τοῦ ἀγωνίσματος τυχεῖν λύσιν ποιεῖ τῆς ἀφροσύνης, ὥσπερ τὸ μὴ νικῆσαι ἄφρονα ποιεῖ.
ἄλλως· τὸ δὲ ἐπιτυχεῖν καὶ νικῆσαι ἀποπειρώμενον ἀγῶνος τῶν δυσκόλων φροντίδων τῶν ἐπὶ τῇ νίκῃ ἀπολύει.
ἄλλως· τὸ νικῆσαι δέ, φησι, τὸν ἀγωνιζόμενον παράλυσιν
δύναται δὲ καὶ κυρίως κεῖσθαι ἡ ἀφροσύνη, ἵν᾿ ᾖ· | ὁ νικήσας
ὁ μάν: ἀντὶ τοῦ ὅταν.
ὁ δὲ νοῦς· ὅταν ᾖ
ὁ πλοῦτός γε μὴν ταῖς ἀρεταῖς κεκοσμημένος καὶ τῶν ἐξ αὐτοῦ εὐφραινόντων καὶ τῶν ἐκ τῆς ἀρετῆς κοσμούντων δίδωσι καιρὸν καὶ ἡδονὴν.
πολλὴν καὶ συνετὴν διάνοιαν πρότερον παρασχὼν, μετὰ ταῦτα καὶ τὰς ἰδίας ὁ πλοῦτος καὶ τὰς τῆς ἀρετῆς εὐφροσύνας παρέχει.
προπαρασχὼν τὴν μέριμναν δι᾿ ἧς πάντα ἀγρεύεται.
ὁ μὰν πλοῦτος ἀρεταῖς: οἱ μετὰ ἀρετῆς πλουτοῦντες
ὁ μὰν πλοῦτος: ὁ νοῦς· ὁ δὲ πλοῦτος οὐ μόνος οὔτ᾿ ἀρετῆς ἄτερ ὄλβος ἐπίσταται ἄνδρας ἀέξειν,
καὶ ἡ Σαπφώ
οὔτ᾿ ἀρετὴ ἀφένοιο· δίδου δ᾿ ἀρετήν τε καὶ ὄλβον.
ἄλλως· ὁ πλοῦτός γε μὴν ταῖς ἀρεταῖς κεκοσμημένος καὶ τῶν ἐξ αὐτοῦ εὐφραινόντων καὶ τῶν ἐκ τῆς ἀρετῆς κοσμούντων δίδωσι καιρὸν καὶ ἡδονὴν, τὴν πολλὴν καὶ βαθεῖαν καὶ συνετὴν διάνοιαν εὔκολον καὶ εὔληπτον καὶ ἀγροτέραν διδούς.
βαθεῖαν: τὴν συνετήν.
ὑπέχων: ὑποτιθείς.
ἀγροτέραν: ἀγρευτικὴν τῶν ἡδέων, θηρευτικωτέραν πρὸς τὸ πορίζειν τὰ ἀγαθά.
ἢ τῶν ἐπὶ τῇ ἀθλήσει καμάτων.
ἐκείνων, φησὶ, καὶ τούτων τῶν καλῶν.
ἀγροτέραν: ἀντὶ τοῦ εὐαγροτέραν, καὶ θηρευτικὴν εἰς τὸ πορίζειν.
Ἀρίσταρχος ἐξηγεῖται οὕτως· εἴ τις οἶδε τὸ μέλλον, ὅτι ποινὴν τίνουσιν οἱ ἐν Ἅιδου παρανομήσαντες· ὁ γὰρ λόγος ὡς τῶν αὐτῶν πλεονάκις ἀναβιούντων καὶ ἢ ἐνθάδε ἢ καὶ ἐκεῖ δίκας διδόντων τῶν ἁμαρτημάτων.
ἔνιοι δὲ ἁπλούστερον ἀκούουσι τοῦ λόγου οὕτως· εἰ ἔχων τις τὸν πλοῦτον οἶδεν ὅτι ἐν τῷ ὑστέρῳ χρόνῳ οἱ ἀποθανόντες καθ᾿ Ἅιδου δίκας διδόασιν.
εἰ δέ νιν ἔχων: εἰ δέ τις τοῦτον ἔχων τὸν
ὅτι θανόντων μὲν ἕως ἐχθρᾷ λόγον φράσαις νῦν μὲν μήτ᾿ εἴης, βουγάιε, μήτε γένοιο.
ἔνιοι δέ φασι | τῆς κατὰ Πυθαγόραν παλιγγενεσίας μνημονεύειν· τὰς γὰρ ψυχὰς εἰς ἕτερα σώματα εἰσδυνούσας ἀνανεοῦσθαι, ὥστε ὅσοι μὲν ὑπὲρ γῆς ὄντες ἐπλημμέλουν, τούτους ἐν Ἅιδου δίκην ὑπέχειν· ὅσοι δὲ ἀνάπαλιν ἐν Ἅιδου ἐνεωτέρισαν, ὑπὲρ γῆς γενόμενοι δίκας τίνουσιν, ὥστε μηδαμόθεν αὐτοὺς ἀποφυγεῖν τὴν προσήκουσαν τοῖς ἡμαρτημένοις δοῦναι δίκην.
ἔξωθεν οὖν· χρῆσθαι αὐτῷ πρὸς εὐσέβειαν δεῖ.
Διὸς ἀρχὴν τοὺς ἐπιγείους βούλεται εἶναι· λέγει δὲ τοὺς ζῶντας.
Διὸς ἀρχᾷ: Διὸς ἀρχὴν τὴν ζωὴν καὶ τὴν ἄνω
κατὰ γᾶς: ὑπὸ γῆς, τουτέστι καθ᾿ Ἅιδου. ὑφίσταται
λείπει τὸ διδοὺς, τῇ ἐχθρᾷ ἀνάγκῃ.
εἰπὼν
ἐχθρᾷ δὲ τοῖς πονηροῖς. ταῦτα δὲ τῶν ἀσεβῶν, σκάπτειν ἐν λίμναις τε πελαγίζεσθαι.
φράσας ἀνάγκᾳ: τὸν τῆς τιμωρίας λόγον.
σωματοποιεῖ ἐνταῦθα δαίμονά τινα Ἀνάγκην, ᾗ τὰς ἁμαρτίας λέγουσιν οἱ ἀκούοντες.
ἴσαις δὲ νύκτεσσιν: ἴσον ἡμῖν τοῖς ζῶσι χρόνον
ἴσαις δ᾿ ἐν ἁμέραις: οὐκέτι περὶ τῶν ἀδίκων
ἄλλως· τοὺς ἀγαθοὺς τῶν ἀνδρῶν κατ᾿ ἴσον ἡμῖν ἀπολαύειν ἐν Ἅιδου φησὶ τοῦ ἡλίου μηδὲν κακοπαθοῦντας.
χερὸς δὲ ἀκμῇ ἀντὶ τοῦ τῷ καρπῷ νῦν, καθὸ καὶ Ἀρίσταρχος.
ἔνιοι δὲ χερὸς ἀκμῇ ἀντὶ τοῦ τῇ αἰχμῇ [οἳ] ἀλληγορικῶς ἀκούουσιν· οὐ χθόνα ταράσσοντες, οἷον οὐ πολεμοῦντες κατὰ τὴν γῆν· οὐδὲ πόντιον ὕδωρ, οὐδὲ στόλους κατ᾿ ἀλλήλων ἐπάγοντες. κενεὰν δὲ παρὰ δίαιταν, παρὰ τὰ κενὰ ἑαυτῶν κρίματα.
ἄμεινον δὲ Ἀρίσταρχος, παρὰ τὰ μὴ πλήρη τὰ τῆς διαγωγῆς ἐκεῖ, οἷον εἴ τις λέγοι· μὴ ἐργαζόμενοι οὔτε κατὰ γῆν οὔτε κατὰ θάλατταν δι᾿ ἔνδειαν.
ἐν
ἢ οὕτως· οὐκ ἀροῦντες οὐδὲ σκάπτοντες τῇ ἀκμαζούσῃ χειρὶ
τινὲς δὲ ἀλληγορικῶς ἀκούουσιν· οὔτε πολεμοῦντες κατὰ γῆν οὔτε ἀλλήλοις
ἄλλως· οὐ χθόνα ταράσσοντες: οὐ διὰ μόχθου
κενεὰν παρὰ δίαιταν: διὰ τὴν κενὴν καὶ ἄπορον
τιμίοις: τοῖς τιμωμένοις θεοῖς.
τιμίοις θεῶν: τῷ Πλούτωνι καὶ τῇ Περσεφόνῃ.
οἵτινες οὖν, φησιν, ἔχαιρον τοῖς δικαίοις, ἀπόνως
τοὶ δ᾿ ἀπροσόρατον: οἱ ἀσεβεῖς. ἀπροσόρατον
ἢ ὃν οὐδεὶς ἰδεῖν ἐθελήσει.
λέγει δὲ ὅτι οἱ δυσσεβεῖς ἀνεπίδεικτον καὶ θεοῖς πόνον ἔχουσιν, ὅ ἐστιν οὐδὲ ὑπὸ θεῶν προσοραθῆναι δυνάμενον.d
ἄλλως· τοὶ δ᾿ ἀπροσόρατον: φοβερὸν, ὃν οὐ τολμᾷ τις προσβλέψαι.
εἰς τρίς: ἤτοι ἀριθμῷ, ἢ ἀντὶ τοῦ πολλάκις.
ὅσοι ἐδυνήθησαν ἐν γῇ καὶ ἐν Ἅιδῃ . . . ὡς παρὰ Πλάτωνι
ἄλλως· ὅσοι δὲ ἐκαρτέρησαν μέχρι τριῶν μετεμψυχώσεων εἰς ἑκάτερα τὰ μέρη, εἴς τε τὸν ἐν Ἅιδου μετὰ θάνατον εἴς τε τὸν τῆς ζωῆς χρόνον, δίκαιοι γενέσθαι δικαίως καὶ τὴν
(ἑκατέρωθι:) ἔνθεν κἀκεῖθεν. ἄνωθεν . . . .
ψυχὰν, ἔστειλαν: ἐτελείωσαν.
παρὰ τὴν
Διὸς δὲ ὁδὸν, ἣν ἔταξε τοῖς δικαίοις.
τὴν ὑπὸ Διὸς δεδειγμένην αὐτοῖς.
ἢ τὴν ὑπὸ τοῦ Διὸς νομοθετηθεῖσαν.
λέγει δὲ πρὸς τοῦ Διὸς κρίνεσθαι τοῦτον· τὸν γὰρ ἑκατέρωθεν μείναντα ἀναμάρτητον εἰς τὰς τῶν μακάρων νήσους πέμπεσθαι.
(ἔτειλαν:) ἐτελείωσαν.
ὁδὸν παρὰ Κρόνου: ἐτελείωσαν. παρὰ τὴν
τύρσιν: πόλιν. κυρίως δὲ τὸ τεῖχος. | λέγονται
ἀλλ᾿ αἰεὶ Ζεφύροιο λιγὺ πνείοντας ἀήτας.
ὠκεανὸς ἀνίησιν ἀναψύχειν ἀνθρώπους.
ἢ οὕτως· τὰ δὲ ἄνθη λάμπει ὡς ἀπὸ χρυσοῦ.
ἄνθη ἀπὸ δένδρων· ἐλαίας, μυρσίνης, κισσοῦ. κατὰ γῆν ἄνθη· ἴα καὶ κρόκος.
τὰ μὲν γὰρ ἀπὸ στελέχους καὶ χωρὶς ὕδατος ἀνθεῖ, τὰ δὲ χαμαίζηλα ἐπαρδευόμενα διατηρεῖται θάλλοντα καὶ ἀκμαῖα.
κατ᾿ ἐναλλαγὴν δὲ πτώσεως εἶπεν, ἀντὶ τοῦ χερσὶν ἀναπλέκουσιν ὅρμους καὶ στεφάνους.
ὅρμοις [οὖν] λέγει τοῖς ἑλίγμασιν, οἷς τὰς κεφαλὰς στεφανοῦνται καὶ τὰς χεῖρας.
ὅρμοισι, τοῖς ἐνέρμασιν, οἷς τὰς χεῖρας στεφανοῦνται καὶ τὰς κεφαλάς.
ἢ τῶν ἀνθῶν ταῖς χερσὶν ὅρμους ἀναπλέκουσι καὶ στεφάνους.
ἄλλως· βουλαῖς ἐν ὀρθαῖσιν: ὡς τοῦ Ῥαδαμάνθυος
ἢ ὡς τούτων μεταλαβόντων φύσεως δαιμονίας, οἵτινες ὀρθοὶ κατὰ βουλὴν καὶ δίκην τὸν τρόπον ἔχοντες, ὡς καὶ ὁ Ῥαδάμανθυς.
ἢ συγχωροῦντος τοῦ Ῥαδαμάνθυος· οὗτος γὰρ δικαιονομεῖ τοῖς ἐν Ἅιδου.
ἢ οὕτω· βουλαῖς ἐν ὀρθαῖσι
ὃν πατὴρ ἔχει ἕτοιμον: τὸν δίχα τοῦ κληθῆναι
ὅντινα Ῥαδάμανθυν ὁ πατὴρ πάντων Κρόνος, ὁ τῆς Γῆς παῖς, ὁ ἀνὴρ τῆς τὸν ὕπατον ἐχούσης θρόνον Ῥέας, ἕτοιμον καὶ ἀχώριστον ἔχει πάρεδρον. | συγκαταλέγονται
πόσις: ὁ μὲν Ἀρίσταρχος πόσιος γράφει ὁ
ἔνιοι πόσιν ἤκουσαν τὸν συμπότην.
κίονα δὲ οὐ στύλον λέγει· ἀλλ᾿ ἔστι παντὶ οἴκῳ τόπος στύλος λεγόμενος, ἐφ᾿ οὗ κεῖνται οἱ πινσοὶ καὶ λέγεται ὅλην ἔχειν τὴν οἰκίαν.
ἄστρεπτον καὶ ἀμετακίνητον· καὶ ἔστι κατὰ μετάθεσιν τοῦ ε εἰς τὸ ᾱ καὶ ἀποβολὴν τοῦ ᾱ· ἔστι γὰρ ἀστρεβλῆ.
οἷον ἄστρεπτον, ἀστραφῆ.
τὸν δὲ Κύκνον Σκαμανδροδίκης, ἄλλοι δὲ Καλυκίας φασί.
τὸν Ποσειδῶνος
Κύκνοι
Ἀοῦς τε παῖδ᾿ Αἰθίοπα: τὸν Μέμνονα, τὸν
ὠκέα βέλη: ἀλληγορεῖ ἀπὸ τῶν τόξων μεταφέρων
Σκυθικὰ δὲ βέλη τὰ ποιήματα λέγει· εἰώθασι γὰρ οἱ Σκύθαι ὑπὸ τὸν ἀγκῶνα τὰ βέλη βαστάζειν, οἱ δὲ ἐκεῖ Κρῆτες κατὰ τῶν ὤμων.
ὠκέα βέλη: τροπικὸς ὁ λόγος· βέλη δὲ τοὺς
ἄλλως· πολλά μοι ὑπ᾿
φωνᾶντα συνετοῖσιν: ἀκουστὰ τοῖς συνετοῖς.
ἀντὶ τοῦ φανερὰ, σαφῆ καὶ ἐκτιθέμενα.
ὁ δὲ Ἀρίσταρχος οὕτω· διάδηλά φησιν ὁ Πίνδαρος τοῖς συνετοῖς τῶν ἀνθρώπων εἶναι, εἰς δὲ τὸ κοινὸν ἀγόμενα ἑρμηνέως χρῄζειν τοῦ σαφηνίζοντος αὐτὰ, ὡς οὐ πᾶσι καταδήλως φράζων· ὥστε τοῖς μὲν σοφοῖς σοφὰ διαλέγεσθαι καὶ μὴ ἔκθεσμα, τοῖς δὲ ἰδιώταις μὴ κατάδηλα γίνεσθαι.
τινὲς δὲ ὅτι πολλὰ ἔχων λέγειν, εἰς τὸ πάντα εἰπεῖν καὶ διατίθεσθαι προσδεῖται ἑρμηνέων· ὡς Ὅμηρος
ἤτοι περὶ τῶν ποιημάτων ἑαυτοῦ διαλέγεται· οἶδε γὰρ ὅτι πολλῇ ἱστορίᾳ κέχρηται καὶ σχήμασιν ἐξηλλαγμένοις καὶ φράσει ποικίλῃ· ἔχει γὰρ ὑπερβατὰ πολλά. τὰ ποιήματα οὖν μου, φησὶν, ἑρμηνέων χρῄζει.
οἷον, οὐδέν ἐστιν ὃ μὴ χρῄζει ἑρμηνέων· αὐτὸς γὰρ οὐ δύναται διὰ τὸ πλῆθος ἐξειπεῖν πάντα. ὅμοιον δέ ἐστι τῷ πληθὺν δ᾿ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδ᾿ ὀνομήνω.
οἱ δὲ ἀπὸ μαθήσεως βουλόμενοι ἠχεῖν καὶ ἐκ πολλῶν
κόρακες: οἷον, ὡς κόρακες πρὸς ἀετὸν ἀντιβοῶντες,
τοὺς εὐφυεῖς ἀετοῖς παραβάλλει, τοὺς ἀφυεῖς κόραξιν. τὸ γὰρ γαρύετον δυικὸν οὐκ ὀρθῶς κεῖται, οὐδὲ τηροῦσι πάνυ τὸ τοιοῦτον οἱ ποιηταὶ οὗτοι.
ἄκραντα γαρύετον: οἱ φύσει χρώμενοι λαμπροί·
τὸ [δὲ] γαρύετον κακῶς· οὐδὲ γὰρ ἐπὶ δυϊκοῦ βούλεται ἡ λέξις, οὐδὲ ὑπὲρ δύο κοράκων, ἀλλ᾿ ὑπὲρ πολλῶν.
ὥσπερ κόρακες πρὸς ἀετὸν φιλονεικοῦσιν, οἱ διδακτοὶ πρὸς τοὺς φύσει αὐτοδιδάκτους. αἰνίττεται δὲ εἰς Σιμωνίδην.
εἰ δέ πως εἰς Βακχυλίδην καὶ Σιμωνίδην αἰνίττεται,
σκοπῷ τόξον: μεθέλκων ἑαυτὸν ἐπὶ τοὺς ἐγκωμιαζομένους
τὸ δὲ τίνα βάλλομεν, τίνα ἔχομεν θαυμάσαι ἐκ τῆς ἰδίας διανοίας.
ἐκ δὲ τούτου σημαίνει τὸν εὔκαιρον καὶ εὔστοχον λόγον.
τῆς [οὖν] προσηνοῦς καὶ οὐ πολεμικῆς διανοίας.
αὐδάσομαι μεθόρκιον: ἀποφανοῦμαι μεθ᾿
ἄλλως· ὄμνυμι ὅρκον ἀληθέστατον, μήτε εὐεργέτην ἀπὸ ἑκατὸν ἐτῶν γενέσθαι μήτε μεγαλόψυχον . . . .· ἀλλὰ φθόνος τις ταράξαι βουλόμενος ὕβριν ἐπήνεγκεν οὐ δικαίως αὐτῷ. λέγει δὲ τὴν ἔριν τὴν πρὸς τὸν ἀδελφὸν γενομένην.
καὶ φιλικὸν ἄνδρα καὶ μεταδόσει χρημάτων εὐεργετικώτατον λέγει τὸν Θήρωνα.
αὐδάσομαι ἐνόρκιον: λόγον ὄμνυμι ἔνορκον
αὐδάσομαι ἐνόρκιον: Ἀκράγας πεντηκοστῇ
Ἕλληνες δὲ κτίζουσιν Ἀκράγαντα.
ἐξ οὗ, φησιν, ἐκτίσθη ἡ πόλις τῶν Ἀκραγαντίνων, οὐκ ἄλλος ἐγένετο ὅμοιος Θήρωνι, εὐεργετικὸς καὶ συνετὸς καὶ μεγαλόφρων οὕτως.
ἑκατόν γε ἐτέων: λέγεται τὴν Ἀκράγαντα πεντηκοστῇ
ἄλλως· ὅτι κατακορεῖς γίνονται οἱ ἄνθρωποι τοῖς πολλοῖς ἀνθρώποις τῷ φθόνῳ. ἔστι δὲ καὶ παροιμία
ὁ κόρος τῶν ἀνθρώπων τῶν μάργων τῶν θορυβῆσαι θελόντων ἐπέβη τῷ τοῦ Θήρωνος ἐπαίνῳ, κρύψιν θέλων θεῖναι τοῖς τῶν ἀγαθῶν ἔργοις.
κόρος δὲ, ὕβρις μετὰ ἀδικίας.
τὸ χαριστικόν, φησι, τοῦ Θήρωνος ἐπέβησε πολλοὺς εἰς ὕβριν[, δηλονότι αὐτοὺς προηγάγετο]· ἐπεὶ οἱ προδιδόντες αὐτὸν Ἱέρωνι φίλοι ἦσαν. δύναται δὲ τοῦτο καὶ εἰς τοὺς
ἄλλως· Κάπυς καὶ Ἱπποκράτης | Θήρωνος ἦσαν ἀνεψιοί. οὗτοι πολλὰ ὑπ᾿ αὐτοῦ εὐεργετηθέντες ὡς ἑώρων ηὐξημένην αὐτοῦ τὴν τυραννίδα, φθονοῦντες πόλεμον ἤραντο πρὸς αὐτόν· ὁ δὲ συμβαλὼν αὐτοῖς περὶ τὴν Ἱμέραν ἐνίκησε.
ἄλλως· τοῦτο ὥσπερ ἀγανακτῶν
ἄλλως· διὰ τὴν μάχην τὴν πρὸς Ἱέρωνα
(οὐ δίκᾳ συναντόμενος:) οὐ δικαίως συναντήσας
ἀλλὰ μάργων: ὑπὸ γὰρ μανιωδῶν τινων καὶ
λαλαγῆσαι: φλυαρῆσαι. λέγειν τι φθόνου ἐχόμενον.
ἢ θορυβῆσαι, ἀπὸ τοῦ λαλεῖν.
τὸ λαλαγῆσαι θέλων: λαλαγῆσαι λέγει τὸ
(λαλαγῆσαι:) ταράξαι. θορυβῆσαι.
(θέλων:) ὁ κόρος.
ὃ δὲ βούλεται λέγειν ἔστι τοιοῦτον· τοῖς τῶν καλῶν ἀνδρῶν ἀγαθοῖς ἔργοις ἀφανισμὸν θέλων παρασκευάσαι.
κρύφιον: Ἀρίσταρχος χωρὶς τοῦ ι γράφει
καὶ ἡ ἐπῳδὸς κώλων θ΄. τὸ α΄ τροχαικὸν δίμετρον ἀκατάληκτον. |
Τυνδαρίδαις: ζητεῖται τί δήποτε ὁ Πίνδαρος
ζητεῖται δὲ διὰ τί μὴ Διὶ ηὔξατο, ᾧ οὗτος ὁ ἀγὼν ἀνάκειται, ἢ Ἡρακλεῖ τῷ καταβολεῖ, ἀλλὰ Διοσκούροις. καὶ φαμὲν πρῶτον ὅτι πρὸς τὸ
ὕμνον ὀρθώσαις: τὸν ὕμνον τῶν ἵππων ἄωτον
τὸ δὲ ὀρθώσας εἶπε μετενεγκὼν ἀπὸ τιθεμένων ἀνδριάντων ἢ ἀγαλμάτων.
ἢ ὀρθώσας καὶ ὑψώσας καὶ αὐξήσας τὸν
ἄωτον δὲ ἀντὶ τοῦ κόσμον αὐτοῦ καὶ στέφανον.
ὑψώσας καὶ αὐξήσας ἐπινίκιον ὕμνον.
(ἄωτον:) ἀντὶ τοῦ κόσμησιν.
Μοῖσα δ᾿ οὕτω ποι παρέστα: οὕτω μοι παρέστη
ἢ, οὕτω μοι ἐρχέσθω ἡ Μοῦσα, ὥστε με Δωρίδι διαλέκτῳ νεοποίκιλον ἐξαγγεῖλαι ὕμνον.
ἄλλως· οὕτω γάρ που ἡ Μοῦσα
νεοσίγαλον: νεοποίκιλον. σιγαλῶσαι γὰρ τὸ ἐπιθεῖναι
ἀμφιβάλλεται δὲ ὁ λόγος. ἤτοι γὰρ τοιοῦτόν ἐστιν· οὕτω μοι παρέστη ἡ Μοῦσα, ἵνα τοῖς Διοσκούροις ἀρέσω· ἢ, οὕτως μοι παρέστη ἡ Μοῦσα καὶ ἔρχεται ὥστε Δωρίδι διαλέκτῳ νεοποίκιλτον ἐπαγγεῖλαι ὕμνον.
πέδιλον δὲ κυρίως μὲν τὸ ὑπόδημα, νῦν δὲ τὸ
τουτέστιν ὅπως διοδεύσω διὰ τοῦ Δωρίου μέλους.
ἀπὸ [δὲ] τοῦ περιέχοντος
πρὸς τῷ
τινὲς δὲ χαίταις οὐ τῶν ἵππων, ἀλλὰ τῶν μελλόντων στέλλειν τὸν κῶμον.
(πράσσοντι:) ἀπαιτοῦσι.
θεόδματον χρέος: ἢ τὸ ἀπὸ θεῶν μεριζόμενον,
θεόδματον· τὸ εἰς θεοὺς πεποιημένον. λέγει
τὴν ποίησιν ἐπέων θέσιν εἶπεν.
ἀπὸ κοινοῦ τὸ πράσσουσιν.
συμμίξαι πρεπόντως: συμβαλεῖν τῇ λύρᾳ καὶ
ἅ τε Πίσα με γεγωνεῖν: ἥ τε Πίσα με ἀπαιτεῖ
ἢ τὸ ἑξῆς·
γεγωνεῖν: προσυπακουστέον τὸ πράσσει με ἐκ
ἀπαιτεῖ τὸ θεόδματον χρέος.
τὸ δὲ γεγωνεῖν οἱ μὲν ἀπὸ τῆς γεγωνώς μετοχῆς βαρύτονον
τὸ ἀπαρέμφατον
τᾶς ἄπο: τῆς Ὀλυμπίας.
ἀφ᾿ ἧς δὴ Πίσης
ἐπὶ τοὺς νικῶντας [ἀνθρώπους].
ἄλλως· τὸ ἑξῆς· βλεφάρων ὑψόθεν· οὕτως γὰρ ἐστέφοντο, ἐπὶ τοῦ μετώπου. Ἀνακρέων
τούτῳ, φησὶν, ἀκολουθοῦσιν αἱ ᾠδαὶ, ᾧτινι τελειῶν τὰς ἐντολὰς καὶ τοὺς νόμους τοῦ Ἡρακλέος ὁ δίκαιος καὶ ἀληθὴς Ἑλλανοδίκης, ὁ Ἠλεῖος ἀνὴρ, ἐπὶ τῆς κεφαλῆς ἐπάνω τῶν ὀφθαλμῶν τὸν στέφανον περιβάλλει τὸν ἀπὸ τῆς ἐλαίας τοῦ κοτίνου.
See previous = 21 b.
Αἰτωλὸς ἀνὴρ ὑψόθεν: Αἰτωλὸς ἀντὶ τοῦ
ἄλλως· Αἰτωλὸς ἀνὴρ ὁ Ἠλεῖος, ἤτοι ἀπὸ
ἄλλως· Αἰτωλοὶ πρῶτοι
(Αἰτωλός:) Ἠλεῖος.
(κόσμον ἐλαίας:) περιφραστικῶς τὴν ἐλαίαν.
(τάν:) τὴν ἐλαίαν.
τάν ποτε Ἴστρου: ἥντινα ἐλαίαν ποτὲ ἀπὸ
Ἴστρος δὲ ποταμὸς διὰ πολλῶν ἐθνῶν τῆς Εὐρώπης χωρῶν· ἔχει δὲ τὰς πηγὰς ἐν τῇ τῶν Ὑπερβορέων χώρᾳ· ὃς νῦν Δάνουβις λέγεται.
σκιερὰς δέ φησι πηγὰς ἤτοι τὰς βαθείας ἢ τὰς σκιαζομένας τῇ περὶ αὐτὰς τῶν ἐλαιῶν φυτείᾳ.
ἀμφί θ᾿ Ὑπερβορέων, οἵτ᾿ ἔσχατα ναιετάουσι
νηῷ ὑπ᾿ Ἀπόλλωνος, ἀπείρητοι πολέμοιο.
τοὺς μὲν ἄρα προτέρων ἐξ αἵματος ὑμνήσουσι
Τιτήνων βλαστόντας ὑπὲρ δρόμον αἰθρήεντα
νάσσασθαι Βορέαο γύην Ἀριμασπὸν ἄνακτα.
πιστὰ φρονέων: φιλικῶς διανοούμενος καὶ πείθων
ἢ πιστὰ, πειστικά· οἷον πειθοῖ καὶ οὐ βίᾳ· διὸ καὶ ἔπεισεν αὐτούς.
πανδόκῳ: τῷ πάντας ὑποδεχομένῳ, διὰ τὸ εἰς
ἄλσει: οὐ θαυμαστὸν εἰ τὸ μήπω πεφυτευμένον
ἄλσει: οὐκ ἄν τις ἐνταῦθα ἐναντιωθείη τῷ Πινδάρῳ Ὀγχηστόν θ᾿ ἱερὸν, Ποσιδήιον ἀγλαὸν ἄλσος. οὐ γὰρ Ὀγχηστὸς δένδρεσι κομᾷ, ἀλλ᾿ ἱερός ἐστιν.
ξυνὸν στέφανον: κοινὸν πᾶσιν ἀνθρώποις
ἄλλως· κοινὸν γενέσθαι φύτευμα τοῦ τε ἄλσους τοῦ Διὸς καὶ τῶν στεφάνων τῶν ἀρετὴν ἐχόντων ἀνδρῶν.
δεῖ δὲ τὸ πρότερον δεύτερον νοεῖν καὶ τὸ δεύτερον πρῶτον· οὐ γὰρ δὴ θυσίαι ἐγίνοντο πρότερον, εἶτα οὕτως ἡ διχόμηνις ἔλαμπεν, ἀλλὰ πρότερον ἡ ἡμέρα τῆς πανσελήνου παρεγίνετο, εἶτα οὕτως αἱ θυσίαι καὶ τὰ λοιπὰ τοῦ ἀγῶνος ἐτελοῦντο.
ὁ δὲ λόγος· ἤδη γὰρ τῶν βωμῶν τοῦ πατρὸς αὐτοῦ Διὸς πληρωθέντων θυσιῶν, ἀντὶ τοῦ σεβασθέντων ταῖς θυσίαις καὶ ἐναγίσματα λαβόντων.
(αὐτῷ:) τῷ Ἡρακλεῖ.
διχόμηνις: διχόμηνις
ἢ ὅτι ἀσκίαστος ἦν ὁ χῶρος, διὰ τοῦτο ὅλην λάμπει τὴν σελήνην.
[ἡ] μήνη: [οὖν] τὸν ὀφθαλμὸν τῆς ἑσπέρας ὅλον ἀντέφλεξεν ἡ μήνη ἡ διχόμηνις καὶ χρυσάρματος οὖσα. τουτέστι πανσέληνος ἦν.
διχόμηνις: ἡ σελήνη, ἐπεὶ ἐν τῇ πανσελήνῳ ὁ
βούλεται δὲ εἰπεῖν ὅτι ψιλὸς καὶ ἀσκίαστος ἦν ὁ τόπος, ὥστε ὅλον τὸν ὀφθαλμὸν τῆς σελήνης καταλάμψαι τοὺς βωμούς.
γίνεται δὲ ὁ ἀγὼν ποτὲ μὲν διὰ μθ΄ μηνῶν, ποτὲ δὲ διὰ ν΄, ὅθεν καὶ ποτὲ μὲν τῷ Ἀπολλωνίῳ μηνὶ, ποτὲ δὲ τῷ Παρθενίῳ ἐπιτελεῖται.
χρυσάρματον δὲ εἶπε τὴν σελήνην πρὸς τὸ μεγαλοπρεπέστερον τὴν εἰκόνα διαθέμενος.
τουτέστι πανσέληνος.
σελήνη δὲ ἑκκαιδεκαταία διὰ τὸ ἁβρὸν εἶναι τὸν τόπον καὶ μηδὲν ἐπιπροσθεῖναι ταῖς αὐγαῖς † τί δῆτα κατέχειν τὸν χῶρον.
ὃ γὰρ βούλεται λέγειν, τοιοῦτόν ἐστιν· ἐν γὰρ ταῖς ἔμπροσθεν ὑπ᾿ αὐτοῦ γενομέναις θυσίαις ἄδενδρος ἦν ὁ τόπος περὶ τὸ Κρόνιον.
ἤδη οὖν, φησι, τῶν Ὀλυμπιονικῶν ἀγώνων τελουμένων, οὐδέπω
καὶ μεγάλων ἀέθλων: ἢ διὰ τὴν τῶν Ἑλλανοδικῶν
πενταετηρίδ᾿ ἁμᾶ: ἰδίως τὰ κεφάλαια ἐκθεὶς
καὶ πενταετηρίδ᾿ ἁμᾶ: ἔθηκε δὲ ὁμοῦ τοῖς
πάντων οὖν, φησι, γενομένων τῶν μεγάλων ἄθλων, λοιπὸν τὴν ἁγνὴν καὶ ἀδωροδόκητον κρίσιν ἔθηκε, τὸν ἀγῶνα, ὥστε διὰ τοσούτου τελεῖσθαι καὶ ἐν τόπῳ τῇ Ἤλιδι· ἐκεῖ γὰρ ὁ Ἀλφεὸς ποταμός.
(κρημνοῖς:) ταῖς ὄχθαις.
κρημνοὺς Ἀλφεοῦ τὰς ὄχθας λέγει τοῦ
ἀλλ᾿ οὐ καλά: τὸ ἀλλά ἀντὶ τοῦ δέ. ἐκ δὲ τοῦ
ἐν βάσσαις Κρονίου Πέλοπος: τότε. κατὰ
Ἀρίσταρχος· χῶρος ὁ ἐν Κρονίου βήσσαις Πέλοπος. λόφος δέ ἐστιν ἐν Ὀλυμπίᾳ ὁ καλούμενος Κρόνιος.
τινὲς δὲ Κρονίου Πέλοπος, ὅτι Πλουτὼ θυγάτηρ Κρόνου ἐγένετο, ᾗ συγκοιμηθεὶς ὁ Τάνταλος ἔσχε Πέλοπα.
Κρονίου Πέλοπος: ἤτοι ὅτι ἀπὸ Κρόνου εἶχε
ἵνα οὖν εἴπῃ ὅτι οὔπω ἦν τὸ τοῦ κοτίνου φυτὸν ἐν ταῖς βήσσαις καὶ τοῖς τόποις τοῦ Πέλοπος τοῦ Κρονίου· τῆς Πελοποννήσου γὰρ ἦν ἡ Ἦλις.
ἢ ἁπλούστερον οὕτως· ὅτι ὁ χῶρος τοῦ Πέλοπος ὁ ἐν ταῖς βήσσαις τοῦ Κρονίου οὐδέπω εἶχε τὸ φυτόν. Κρόνιον δὲ ὄρος πλησίον
διὰ τὴν καῦσιν τοῦ ἡλίου.
ὁ θυμὸς αὐτὸν παρώρμησεν.
Ἀρίσταρχος· εἰς τὴν γῆν ἐλθεῖν, ὅπου αὐτὸν ἡ Ἰστρία Ἄρτεμις ὑπεδέξατο. δηλοῖ δὲ πάλιν τὴν εἰς Ὑπερβορέους ἐπὶ τὰς τοῦ Ἴστρου πηγὰς ἄφιξιν· ἐκεῖ γὰρ οὕτως τιμᾶται ἡ Ἄρτεμις ὅτι μάλιστα ἐκεῖ ἀπὸ Ταύρων τοῦ Σκυθικοῦ ἔθνους.
ἔνιοι δὲ καὶ β΄ -νν- γράφουσι καὶ τὸν λόγον ἀπευθύνουσιν οὕτως· τότε δὴ ὁ θυμὸς παρώρμησε τὸν Ἡρακλέα ἐπὶ τὴν Ἰστρίαν γῆν πορεύεσθαι.
θυμὸς ὥρμαινεν: διὰ τοῦτο προεθυμήθη παραγενέσθαι
Ἰστρίαν νιν: ἐὰν διὰ τῶν δύο -νν- Ἰστρίαν
ἔνθα ἡ Ἰστρία Ἄρτεμις αὐτὸν, τὸν Ἡρακλέα, ὑπεδέξατο. Ἰστρία δὲ ἡ Ἄρτεμις ἤτοι ἀπὸ τοῦ Ἴστρου, ὃν περιοικοῦσιν αἱ Ἀμαζόνες, αἳ τιμῶσι μάλιστα τὴν θεὸν, ἢ ἀπὸ Ταύρων ἔθνους Σκυθικοῦ περιοικοῦντος τὸν Ἴστρον, παρ᾿ οἷς ὁμοίως τιμᾶται ἡ Ἄρτεμις.
τοὺς δὲ ἀναγινώσκειν Ἰστριανὴν, ἵν᾿ ᾖ τὴν Ἰστριανὴν γῆν.
(Ἰστρίαν νιν:) γράφεται καὶ Ἰστριανήν.
εὖτέ μιν ἀγγελίαις: ἡνίκα αὐτὸν ἡ πατρόθεν
θήλειαν δὲ εἶπε καὶ χρυσοκέρων ἀπὸ ἱστορίας· ὁ γὰρ
εὖτέ μιν ἀγγελίαις: δι᾿ ἀγγέλου γὰρ καὶ κήρυκος
ὃς Εὐρυσθῆος ἀέθλων
ἀγγελίης οἴχνεσκε βίῃ Ἡρακληείῃ.
σήμερον ἄνδρα φόωσδε μογοστόκος Εἰλείθυια,
ἡ Τηϋγέτη ἡ θυγάτηρ τοῦ Ἄτλαντος.
ταύτην Διὸς βουλομένου βιάσασθαι εἰς
Ταϋγέτα: ἡ Τηϋγέτη τῆς Ἀρτέμιδός ἐστι φίλη.
Ταϋγέτα: ὄνομα κύριον, Ἄτλαντος θυγάτηρ.
Ὀρθωσίᾳ: τῇ Ἀρτέμιδι. περὶ τῆς Ὀρθωσίας
ἀντιθεῖσ᾿ Ὀρθωσίᾳ: Ὀρθωσία ἡ Ἄρτεμις παρὰ
ἤτοι τῇ ὀρθούσῃ τὰς γυναῖκας καὶ εἰς σωτηρίαν ἐκ τῶν τοκετῶν ἀγούσῃ.
Βορέα δὲ ἀντὶ τοῦ Βορέου Δωρικῶς· οἱ γὰρ Δωριεῖς τὴν -ου- δίφθογγον εἰς -α- μεταβάλλουσιν.
εἰς τὰ θεοξένια.
φησὶ γὰρ ἔρχεσθαι εἰς τὴν Θήρωνος ἑστίαν τόν τε Ἡρακλέα καὶ τοὺς Διοσκούρους, ἐπεὶ ἐξένιζεν αὐτοὺς ὁ Θήρων.
ἀντιθέοισιν: ἀντὶ τοῦ . . . οἱ Διόσκουροι θνητοὶ
νίσεται: ἔρχεται Ἡρακλῆς σὺν τοῖς Διοσκούροις·
τὸ δὲ ἀντιθέοισιν πρὸς τοὺς Διοσκούρους, ὅτι καὶ θνητοὶ ὄντες ἀθάνατοι ἐγένοντο.
καὶ νῦν νίσεται: ἥξει καὶ ἐπὶ τῇ παρούσῃ
ἀνδρῶν τ᾿ ἀρετᾶς: καὶ τὰ περὶ τῆς τῶν ἀνδρῶν
καὶ ῥιμφαρμάτου: Ἀρίσταρχος παρὰ τὴν ῥίψιν,
ῥιμφαρμάτου: τῆς ταχέα καὶ ὀξέα ἅρματα ἐχούσης.
ἐμὲ δὲ ὦν: ἐμὲ δὲ οὖν πως ὑμνεῖν τοὺς Ἐμμενίδας
φατρία [οὖν] οὕτω καλουμένη, ἐξ ἧς ἦν Θήρων καὶ ἀδελφὸς αὐτοῦ Ἱέρων.
οἵτινες τούτους τοὺς θεοὺς ξενίζουσι πολλάκις εὐωχίαν ποιοῦντες. καὶ ἐκάλουν αὐτὴν θεοξένια.
τὴν ἑορτὴν ἔνθεν τοὺς Διοσκούρους ξενίζειν ἐδόκουν.
λέγει δὲ τοῖς Ἀκραγαντίνοις.
Τηλεμάχου καταλύσαντος τὸν τῶν Ἀκραγαντίνων τύραννον Φάλαριν παῖς γίνεται Ἐμμενίδης, οὗ Αἰνησίδαμος, οὗ Θήρων καὶ Ξενοκράτης· Θήρωνος δὲ Θρασυδαῖος, Ξενοκράτους δὲ Θρασύβουλος.
ταῖς γινομέναις [οὖν] θυσίαις τοῖς Διοσκούροις ὑπ᾿ αὐτῶν ὡς εὐσεβῶν ὄντων.
ἀγαθῇ [οὖν] γνώμῃ καὶ συνειδήσει οἱ Ἐμμενίδαι τὰς θυσίας ἀεὶ πληροῦσιν.
οἱ Ἐμμενίδαι.
τελετὰς δὲ νῦν τὰς ἑορτάς· οὐ γὰρ τὰ ὄργια.
εἰ δ᾿ ἀριστεύει μὲν ὕδωρ: εἰ δὲ τὸ ὕδωρ μὲν
ἄλλως· καθολικῶς πάντων εἰπών. ὥσπερ οὖν, φησι,
ἄλλως· εἰ δὲ τὸ ὕδωρ τῶν ἄλλων
καὶ τὸ πόρσω ἐστὶ βροτοῖς σοφοῖς ἄβατον καὶ ἀσόφοις.
νῦν δέ: ἀντὶ τοῦ νῦν ἤδη. παρατηρητέον δὲ
πρὸς ἐσχατιάν: μέχρι τοῦ ἐφικτοῦ καὶ τοῦ ἐσχάτου
πρὸς ἐσχατιὰν ἀρεταῖσιν: εἰς ἄκρον ἥκει ἀρετῆς
ἀρεταῖσιν ἱκάνων: ἀντὶ τοῦ οὐκ ἔστι τούτων
τὸ πόρσω: τὸ ἐπέκεινα τῆς στήλης.
ἄλλως· τὸ δὲ περαιτέρω τῶν Ἡρακλέους στηλῶν χωρεῖν οὔτε σοφὸς οὔτε μὴ σοφὸς
ἐν τόπῳ Γαδείροις.
τὰ δὲ ὑπὲρ τὰ ἐκεῖ φράσαι καὶ τοῖς ποιηταῖς ἀδύνατα, ὡς εἶναι ἄγνωστα καὶ τοῖς σοφοῖς.
ἄλλως· περὶ τοῦ κεινὸς εἴην ἐπιστήσας τις λογικὸς
τέλος θεοξενίων.
Καμάρινα δὲ πόλις Σικελίας.
τὸ α΄ ἀνακλώμενον ἰωνικὸν δίμετρον ὑπερκατάληκτον. τὸ β΄ ἀναπαιστικὸν δίμετρον ἀκατάληκτον. τὸ γ΄ ἰθυφαλλικόν. τὸ δ΄ ἰωνικὸν τρίμετρον βραχυκατάληκτον τῆς α΄ μακρᾶς ἀναλυομένης. τὸ ε΄ ἰωνικὸν δίμετρον ἀκατάληκτον ἀδιαφόρου τῆς ἀρχούσης. Τὸ ς΄ ἰωνικὸν τρίμετρον βραχυκατάληκτον. τὸ ζ΄ λογαοιδικὸν ἐξ ἀναπαίστων καὶ ἰάμβου καὶ συλλαβῆς. τὸ η΄ Φερεκράτειον λεῖπον τῇ τελευταίᾳ συλλαβῇ. τὸ θ΄ ἰαμβικὸν ἑφθημιμερές. τὸ ι΄ ἐπιωνικὸν τρίμετρον βραχυκατάληκτον. τὸ ια΄ τροχαικὸν
ἡ δὲ ἐπῳδὸς κώλων ιβ΄. τὸ α΄ ἰωνικὸν δίμετρον ἀκατάληκτον. τὸ β΄ χοριαμβικὸν δίμετρον καταληκτικόν. τὸ γ΄ ἰαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ δ΄ προσοδιακὸν τῆς -κεοι- συνῃρημένης. τὸ ε΄ δίμετρον ὑπερκατάληκτον ἐπιχοριαμβικὸν, ἀπὸ τροχαίου ἀναλυομένου. τὸ ς΄ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον. τὸ ζ΄ δακτυλικὸν τρίμετρον καταληκτικὸν, ἢ προσοδιακὸν τοῦ ἰωνικοῦ β΄ ὄντος. τὸ η΄ περίοδος, διπλοῦς ἴαμβος. τὸ θ΄ περίοδος τροχαϊκὴ ἀπὸ ἰάμβου καταληκτικοῦ. τὸ ι΄ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον. τὸ ια΄ τροχαϊκὸν ἐπίτριτον τοῦ α΄ ποδὸς ἀναλυομένου. τὸ ιβ΄ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον.
Ψαύμιδι: ὁ Ψαῦμις ἐνίκησε τὴν πβ΄ Ὀλυμπιάδα τεθρίππῳ.
Ἐλατὴρ ὑπέρτατε: ἰδίως οἱ νεώτεροι τὴν βροντὴν
ὁ δὲ λόγος· ὑπέρτατε βροντᾶς ἐλατὴρ Ζεῦ· οἷον ἡνίοχε. ἀκαμαντόποδος δὲ, μὴ καμνούσης τοὺς πόδας. ἀκοπιάστου καὶ στερρόποδος.
Ἐλατὴρ ὑπέρτατε βροντᾶς: ἐπειδὴ ὁ ἀγὼν
οἱ νεώτεροι· δὲ ἅρματα τὴν βροντὴν τῷ Διὶ εἶναι διδόασι, καὶ λέγουσιν, ὦ ἡνίοχε Ζεῦ.
ἡ δὲ ἀκολουθία· ὦ Ζεῦ, ὃς Αἴτναν ἔχεις· καθ᾿ ὑπερβατόν.
ἀλλ᾿ ὦ Ζεῦ, ὅστις τὴν Αἴτναν κατέχεις τὴν οὖσαν ἶπον καὶ πίεσμα καὶ βάρος τοῦ
Αἴννα ὄρος Σικελίας | οἰκειότατα δὲ, Σικελιώτης
ὅτι καὶ ἡ Καμάρινα πόλις
καὶ ἡ Κατάνη ὕστερον Αἴτνη ἐκλήθη.
ἤτοι δὲ ὑπέρτατε Ζεῦ εἴρηκεν, ἢ ὑπέρτατε ἐλατὴρ τῆς βροντῆς.
ἀκαμαντόποδος δὲ, τῆς στερρᾶς καὶ μὴ καμνούσης τοὺς πόδας.
Διὸς δὲ ὥρας τὰς Ὀλυμπιάδας νῦν λέγει.
ἵν᾿ ᾖ, αἱ γὰρ σαὶ ὧραι τῶν ἐνιαυτῶν ἔπεμψαν. Ὅμηρος
μάρτυρα δὲ ἀντὶ τοῦ ὑμνητήν· διὰ γὰρ τῶν ποιημάτων καὶ ὕμνων ἐκδηλότεροι οἱ νικῶντες καὶ ἀίδιος ἡ μαρτυρία.
τὸ δὲ, ὑπὸ ποικιλοφόρμιγγος ἀοιδᾶς, τῇ ὑπό
ποικιλοφόρμιγγα δὲ εἷπεν,
τῇ δὲ ὑπό ἀντὶ τῆς μετά καὶ Ὅμηρος κέχρηται
Διὸς ὥρας τὰς Ὀλυμπιάδας λέγει.
ὑψηλοτάτων: τῶν Ὀλυμπιακῶν λέγει.
μάρτυρα
ξείνων δ᾿ εὖ πρασσόντων: τῶν φίλων εὖ πρασσόντων
ἔσαναν: ἐχάρησαν. ἡ μεταφορὰ ἀπὸ τῶν σαινόντων κυνῶν τοὺς ἰδίους δεσπότας.
ξείνων δ᾿ εὖ πρασσόντων: ξείνων, φίλων.
ἔσαναν ἀντὶ τοῦ ἐχάρησαν, ἀπὸ τῶν σαινόντων ζώων.
ἤτοι δὲ τὸ ἑξῆς· προσέσαναν τὴν ἀγγελίαν· ἢ, πρὸς τὴν ἀγγελίαν ἔσαναν καὶ ἐχάρησαν.
ἡ δὲ διάνοια· πρὸς τὴν τῶν εὖ πρασσόντων φίλων ἀγγελίαν ἐχάρησαν οἱ ἀγαθοί.
ἢ οὕτω· τὴν δὲ τῶν εὖ πρασσόντων φίλων ἀγγελίαν γλυκεῖαν οὖσαν ἱλαρῶς οἱ ἀγαθοὶ φίλοι προσδέχονται. | τοῦτο
ὁ χορὸς ἥδεται ἐπὶ τῇ τοῦ νενικηκότος εὐπραγίᾳ, | ὡς ἂν γνωρίμου.
ἔσαναν· ἐχάρησαν.
ὁ δὲ νοῦς· τῶν γὰρ φίλων εὐδαιμονούντων εὐθέως οἱ γνήσιοι καὶ ἀγαθοὶ ἑταῖροι ἥσθησαν ὑπὸ τῶν γλυκειῶν ἀγγελιῶν μαθόντες.
ὁ δὲ τέ σύνδεσμος περισσός· ἔστι γὰρ τὸ ἑξῆς· ἀλλὰ Κρόνου παῖ, δέξαι Χαρίτων ἕκατι τόνδε κῶμον ἐπὶ τῇ Ὀλυμπικῇ νίκῃ γεγραμμένον, ὅστις ἐστὶ τῆς τῶν νικησάντων ἀρετῆς χρονιώτατον φάος· σβέννυται γὰρ
τὸ δ᾿ ἑξῆς· Χαρίτων τ᾿ εὐρυσθενέων ἕκατι.
χρονιώτατον: τὸν ὕμνον, ὃς φωστὴρ ἀρετῆς ἐστι,
φάος: τὸν ὕμνον, ὃς φωστὴρ ἀρετῆς
Ψαύμιος γάρ: ἀντὶ τοῦ ἥκει γὰρ ἐπὶ τῶν ὀχέων
ἢ οὕτως· ὁ τοῦ Ψαύμιος ὕμνος . . . .
Ψαύμιος γὰρ ἵκει: ἥκει γὰρ ἐπὶ τῶν ὀχέων
Πισάτιδι κῦδος: τῇ ἑαυτοῦ πατρίδι. ἥκει γὰρ
ὃς ἐλαίᾳ στεφανωθείς: ὁ Ψαῦμις· ὃς τῇ ἑαυτοῦ
εὔφρων εἴη: καὶ εἰς τὸν πάντα χρόνον εὔφρων
θεὸς εὔφρων εἴη λοιπαῖς εὐχαῖς: εὐμενής.
μετὰ ταύτης οὖν αὐτοῦ τῆς δόξης εἴη αὐτῷ ταῖς λοιπαῖς εὐχαῖς εὐμενὴς ὁ θεός· ἐπειδὴ ἄξιος ἐπαίνου μοι δοκεῖ εἶναι διὰ τὸ εἶναι αὐτὸν λίαν πρόθυμον ἐπὶ τὸ ἱπποτροφεῖν,
ἄλλως· εὐχαῖς: τοῦ νικηφόρου.
ὁ Ζεύς, φησιν, εἴη εὔφρων καὶ ταῖς λοιπαῖς εὐχαῖς, ἐπειδὴ τὰς περὶ τῆς νίκης ἐτέλεσεν.
ἤτοι οὐ κρύψω τὸν λόγον τῷ ψεύδει· κρύπτεται γὰρ τἀληθῆ ὑπὸ τῶν ψευδῶν.
ἢ οὕτως· οὐ ποιήσω τὸν λόγον ἀσθενέστερον, ἀπὸ μεταφορᾶς τῶν βρεχομένων· ταῦτα γὰρ ἀσθενέστερα γίνεται.
οὐ μιανῶ οὖν, φησιν, οὐδὲ βρέξω τὸν λόγον μου ψεύδει· ἀντὶ τοῦ οὐ ψεύσομαι περὶ τῶν ἐγκωμίων τῶν τοῦ Ψαύμιδος λέγων.
διάπειρά τοι βροτῶν ἔλεγχος: πάρεστι διαπειρᾶσαι
ἄλλως· ἡ πεῖρα τῶν ἀνθρώπων ἔλεγχος ἀκριβής· καὶ ὁ τούτου πειραθεὶς εἴσεται ὅτι οὕτως ἔχει.
παράδειγμα δὲ τοῦ δεῖν τῇ πείρᾳ τἀληθὲς ἐξετάζειν τὸν Ἐργῖνον παρέλαβεν τὸν Μινυῶν βασιλέα, ἀγωνιζόμενον ἐν τῷ ἐπιταφίῳ ἀγῶνι Θόαντος μετὰ τῶν Ἀργοναυτῶν. γέλωτας δὲ κινῶν ἐπὶ τῷ παρ᾿ ἡλικίαν ἀθλεῖν αὐτὸν, αὐτῇ τῇ πείρᾳ τοῦ ἀγῶνος ἔδειξε νικήσας ὡς εἶχεν ἰσχύος. ἐνίκησε δὲ τοὺς Βορεάδας.
ἐλθόντων γὰρ εἰς τὴν Λῆμνον τῶν Ἀργοναυτῶν δοκεῖ Ὑψιπύλη ἡ Θόαντος θυγάτηρ θεῖναι τὸν γυμνικὸν ἀγῶνα, καὶ ὁ Ἐργῖνος ἠγωνίσατο· ὡς δὲ γελώμενος ὑπὸ τῶν Λημνιάδων ὅτι πολιὸς ὢν νέοις ἐσπούδασε διαγωνίσασθαι ἐνίκησε φύσει πολιὸς ὑπάρχων. ὅθεν δῆλον ὡς καὶ αὐτὸς ὁ Ψαῦμις ἤδη πολιὸς ὢν ἐνίκησεν.
ἅπερ: ἀντὶ τοῦ εἴπερ.
ἡ πεῖρα ἤλεγξε καὶ οἴη δ᾿ ἐκ πασέων γεραροῦ περιφείσατο πατρὸς
πῶς οὖν λέγει αὐτὸν ἐν Λήμνῳ τεθάφθαι καὶ ἐπ᾿ αὐτῷ ἀγῶνα ποιῆσαι Ὑψιπύλην; ἀλλ᾿ ἔξεστι πλάττειν τοῖς ποιηταῖς ἃ βούλονται.
Ὑψιπύλεια Θόαντος, ὃ δὴ κατὰ Λῆμνον ἄνασσεν·
λάρνακι δ᾿ ἐν κοίλῃ μιν ὕπερθ᾿ ἁλὸς ἧκε φέρεσθαι,
αἴ κε φύγῃ. καὶ τὸν μὲν ἐς Οἰνοίην ἐρύσαντο
πρόσθεν, ἀτὰρ Σίκινόν γε μεθύστερον αὐδηθεῖσαν.
ἥτις διάπειρα τὸν Κλυμένου παῖδα ἀπέλυσε τῆς ἀτιμίας τῶν ἐν Λήμνῳ γυναικῶν.
ἡ δὲ ἱστορία τοιαύτη· Ὑψιπύλης ἀγῶνα ἐπιτελούσης ἐπιτάφιον Θόαντι τῷ πατρὶ Λημνίων βασιλεῖ, συμβέβηκεν
χαλκέοισιν δὲ ἐν ἔντεσιν: ὁπλῖται γὰρ ἔτρεχον.
ὁ δὲ δέ σύνδεσμος ἀντὶ τοῦ γάρ· ἵν᾿ ᾖ· χαλκέοις γὰρ ἐν ὅπλοις νικῶν.
χαλκέοις δ᾿ ἐν ἔντεσιν: ὁ δέ ἀντὶ τοῦ γάρ.
μετὰ στέφανον: ἐπὶ τὸ στεφθῆναι ἀπιὼν εἶπε
οὗτος ἐγώ: τὸ οὗτος ἐγὼ ταχυτᾶτι δεικτικόν.
χεῖρες δὲ καὶ ἦτορ: αἱ δὲ χεῖρές μου καὶ ἡ ψυχὴ
φύονται καὶ νέοις: ὡς καὶ τοῦ Ψαύμιδος προπολιοῦντος
ἄλλως· πολλάκις τις νέος ὢν πολιοῦται καὶ παρὰ τὸν τῆς ἡλικίας ἐοικότα χρόνον. δηλονότι καὶ αὐτὸς ὁ Ψαῦμις πολιὸς ἦν καὶ οἷον προπόλιος.
ὕμνου τέλος Ψαύμιδος ἐκ Καμαρίνης.
τὸ ιζ΄ δίμοιρον ἔπους. τὸ ιη΄ ἐγκωμιολογικὸν παρὰ τὴν τελευταίαν συλλαβήν. τὸ ιθ΄ ἰθυφαλλικόν.
Inscr.b. Γέγραπται τῷ αὐτῷ Ψαύμιδι τεθρίππῳ καὶ
Inscr.c. περὶ δὲ τῆς ἀπήνης Πολέμων φησί·
ὦ θύγατερ Ὠκεανοῦ Καμάρινα, δέχου τὸν γλυκὺν
Ὑψηλᾶν ἀρετᾶν: ὁ νοῦς· λέγει πρὸς τὴν Καμάριναν
ἄλλως· Καμάρινα καὶ ἡ πόλις τοῦ Ψαύμιδος καλεῖται καὶ λίμνη πλησίον αὐτῆς κειμένη. οἱ μὲν οὖν φασιν ὅτι τῇ πόλει τὸ ὄνομα ἐτέθη ἀπό τινος νύμφης οὔσης, οἱ δὲ ἔκ τινος Ὠκεανοῦ θυγατρὸς ἀμφοτέραις, ὡς Ἡσίοδος τρὶς γὰρ μυρίαι εἰσὶ τανίσφυροι Ὠκεανῖναι.
πρὸς θυγατέρα οὖν τοῦ Ὠκεανοῦ τὴν Καμάριναν λέγει.
ἄλλως· ὃς τὰν σὰν πόλιν αὔξων: πρὸς τὴν
τὰν σὰν πόλιν: τὴν Καμάριναν ὁμώνυμον τῇ
σὰν πόλιν: τὴν ἀπὸ σοῦ προσαγορευομένην καὶ χρηματίζουσαν,
βωμοὺς ἕξ: ἀφ᾿ ἱστορίας τοῦτο εἴληφεν· ἱστορεῖ
βωμοὺς ἕξ: Ἡρόδωρός φησι τὸν Ἡρακλέα ἐν
ἄλλως· Ὀλυμπίασι βωμοί εἰσιν ἓξ δίδυμοι τοῖς δώδεκα θεοῖς ἀνιδρυμένοι, ἑνὸς ἑκάστου βωμοῦ δύο θεοῖς καθωσιωμένου· πρῶτος Διὸς καὶ Ποσειδῶνος· δεύτερος Ἥρας καὶ Ἀθηνᾶς· τρίτος Ἑρμοῦ καὶ Ἀπόλλωνος· τέταρτος Χαρίτων καὶ Διονύσου· πέμπτος Ἀρτέμιδος καὶ Ἀλφειοῦ· ἕκτος Κρόνου καὶ Ῥέας· ὥς φησιν Ἡρόδωρος.
ἡνίκα οὖν ἐτελεῖτο τὰ ἆθλα τῶν πενθημέρων ἀγώνων, ἐγέραιρε τοὺς βωμούς· ἐκόσμησε δὲ τοὺς βωμοὺς νικήσας ἵπποις [τεθρίππῳ] καὶ ἡμιόνοις καὶ κέλητι.
Tzetzes ad Lyc. 41: Τὰ δὲ Ὀλύμπια πέντε ἡμέρας ἐτελεῖτο, ἀπὸ ια΄ τῆς σελήνης μέχρι τῆς ὅλης ιε΄. Προεγυμνάζοντο δὲ πρῴην ἡμέρας λ΄.
μοναμπυκίᾳ: μονοχαλίνῳ. νοητέον δὲ ἑνὶ ἵππῳ
τὶν δὲ κῦδος: σοὶ δὲ, ὦ νύμφη Καμάρινα, τὴν
ὃν πατέρα Ἄκρων᾿ ἐκήρυξεν: Ἄκρων ἐκαλεῖτο ὁ
Φίλιστος ἐν γ΄
ἱκὼν δ᾿ Οἰνομάου: ἀπὸ τῆς Πίσης.
περιφραστικῶς
ὅτι καὶ ὁ Οἰνόμαος ἐν Ὀλυμπίᾳ ᾤκει.
ἱκὼν δὲ ἀντὶ τοῦ παραγενόμενος.
ἄλλως· ἱκὼν δ᾿ Οἰνομάου ἕως τόνδε δᾶμον
τοὺς δὲ ἱεροὺς τόπους ἄλση εἰώθασι λέγειν.
. . . καὶ Καμάριναν, ἵν᾿ Ἵππαρις ἀγκύλον ἕρπει.
Ἀρίσταρχος παριέναι φησὶ τὸν Ἵππαριν τὴν πόλιν καὶ προσχωννύντα ἰλὺν ἀναπλάσσειν αὐτῇ γῆν, καθάπερ τὸν
Ἵππαρις: ποταμὸς οὗτος ἐν Καμαρίνῃ. ἔστι δὲ
κολλᾷ τε σταδίων: εὖ ἑστώτων. ἑδραίων.
ὅτι προσχώννυσι καὶ προστίθησί τινα τῇ πόλει γῆν.
κολλᾷ οὖν ἀντὶ τοῦ προσαναπλάσσει.
τὸ δὲ σταδίων θαλάμων ἄλσος ἀντὶ τοῦ πρὸς οἰκοδομὴν ἐπιτήδειον οἴκων.
ἄλλως· κολλᾷ τε σταδίων: Ἀρίσταρχός φησιν
ἄλσος δὲ
ὁ οὖν Ἵππαρις κολλᾶ καὶ προστίθησιν ἐπὶ τῇ πόλει τοὺς θαλάμους, καθὸ δι᾿ αὐτοῦ εἰσκομίζεται τὰ πρὸς τὴν κατασκευὴν ὑπουργήματα, καὶ διὰ τοῦτο αἴτιος τοῦ τὰς οἰκίας κατασκευάζεσθαι. μεσόγειος γάρ ἐστιν ἡ χώρα.
ἔχον μακροὺς κλάδους, τουτέστι ξύλα μακρὰ οἷς † λακτίζουσι καὶ ὀροφοῦσι τοὺς θαλάμους.
πρὸς οἰκοδομίαν χρήσιμον.
κινδύνῳ δὲ κεκαλυμμένον εἶπε νῦν, ἐπειδὴ οὐ μόνον ἄδηλός ἐστι τοῖς τὰ ἑαυτῶν δαπανῶσιν ἡ ἐν Ὀλυμπίᾳ νίκη, ἀλλ᾿ ὅτι καὶ πλεῖστοι τῶν ἀγωνιζομένων ἀπέθανον ἐν τῷ σταδίῳ. τοῦτο δὲ οὐκ ἔστι πρόδηλον, οὐδὲ γὰρ πᾶσι συμβαίνει, ἀλλὰ κεκάλυπται ὁ τοιοῦτος κίνδυνος τῇ ἀδηλίᾳ. ἐνδείκνυται δὲ ὅτι οὐ μικρόν ἐστι νικῆσαι Ὀλύμπια.
τὸ ἀγωνίζεσθαι οὐκ ἐκτός ἐστι κινδύνου διὰ τὸ ἄδηλον τῆς τύχης. οἱ δὲ λέγουσιν ὅτι μετὰ κινδύνου ἐνίκησεν ὁ ὑμνούμενος.
ἔργον κινδύνῳ: τῇ ἀδηλίᾳ· ἄδηλος γὰρ ἡ τῆς
πρὸς ἔργον: τὴν νίκην λέγει, ὅτι ἄδηλός ἐστιν.
εὖ δὲ ἔχοντες: εὐδαιμονήσαντες δὲ καὶ σοφοὶ
εὖ δὲ ἔχοντες: εὖ δὲ πράξαντες οἱ ἀρετῆς ἀντιποιούμενοι,
ἄλλως· οἱ ἐνάρετοι καὶ πονοῦσιν ἅμα
ἢ οὕτω· παρὰ σοὶ, Ψαῦμι, ἕνεκα τῶν ἀρετῶν ὁ πόνος τῇ δαπάνῃ μάχεται· καὶ γὰρ δαπανᾷς καὶ ταλαιπωρεῖς.
σοφοὶ καὶ πολίταις: οἱ γοῦν εὐδαιμονήσαντες
σωτὴρ ὑψινεφές: Ἀττικῶς ἀντὶ τοῦ ὑψινεφής.
Ζεῦ, ὅστις σωτὴρ τυγχάνεις καὶ τῶν ἐν ὕψει νεφελῶν κρατεῖς τόν τε λόγον οἰκεῖς τοῦ Κρόνου.
Κρόνιον δὲ ὄρος ἐστὶν ἐν τῇ Πίσῃ ἱερὸν Κρόνου.
τιμῶν τ᾿ Ἀλφεόν: καὶ τιμῶν καταξιῶν καὶ τὸν
ἀπὸ δὲ μέρους τὴν Ἦλιν λέγει, διὰ
Ἰδαῖόν τε σεμνὸν ἄντρον: Ἰδαῖον ἄντρον ἐν
αἰτήσω σέ, φησιν, ὦ Ὀλυμπιόνικε Ψαῦμι, καὶ σὲ τοῖς ἵπποις ἐπιτερπόμενον εὔθυμον ἔχειν γῆρας καὶ φέρειν σε ἐπὶ τελευτὴν υἱῶν παρισταμένων.
ἢ ὅτι αἱ λεγόμεναι γλωσσίδες τῶν αὐλῶν ἐν Λυδίᾳ γίνονται, ἢ ὅτι τοὺς μετὰ Πέλοπος ἐλθόντας πρώτους αὐλητὰς οἱ Ἕλληνες ἐμιμήσαντο. γλυκὺ δὲ τὸ Λύδιον μέλος.
εὐρυθμίαις δὲ Λυδίαις, Λυδιστὶ ἡρμοσμέναις.
αἰτήσων πόλιν εὐανορίαις: αἰτήσω δὲ σέ, φησιν,
σέ τ᾿ Ὀλυμπιόνικε: πάλιν ἀπέστρεψε τὸν λόγον
υἱῶν Ψαῦμι: ἢ εὔχεται παῖδας αὐτῷ γενέσθαι,
υἱῶν, Ψαῦμι, παρισταμένων: παρεστώτων
ὑγίεντα: τὸν μετὰ ὑγείας· ἢ τὸν ἄθραυστον καὶ
ὁ μὲν Ἀρίσταρχος ἀναγινώσκει ὀξύτονον τὴν παραλήγουσαν ἀντὶ τοῦ ὑγιαίνοντα· τινὲς δὲ ὡς χαρίεντα.
εἰ δὲ πλοῦτον ἔχει τις μεθ᾿ ὑγιείας, διοικῶν αὐτὸν καὶ δαπανῶν ὅπως πρεπῶδές ἐστιν, τύχῃ δὲ καὶ ὕμνῳ εὐφημεῖσθαι, μὴ ζητείων θεὸς γενέσθαι· ταῦτα γὰρ αὐτῷ ἱκανά.
ὑγίεντα δ᾿ εἴ τις ὄλβον: τὴν μεθ᾿ ὑγείας
ὁ δὲ νοῦς· ὁ δὲ τὸν πλοῦτον καὶ τὴν εὐδαιμονίαν αὔξων ἐν ἑαυτῷ καὶ οὕτως ἐπαρκῶν τῇ περιουσίᾳ καὶ διοικῶν τὴν ὕπαρξιν ὥστε καὶ εὐφημίας αὐτῷ προσγενέσθαι, οὗτος μὴ ζητείτω ἔτι καὶ θεὸς γενέσθαι.
εἴ τις ἄρδοι: οἷον εἴ τις ἐπιμελούμενος τοῦ ἀπὸ τῶν καλῶν συναγομένου πλούτου τοῦτον αὔξει ἱκανὸς ὢν τοῖς κτήμασι καὶ προσκτώμενος εὐλογίαν, μὴ ζητείτω θεὸς γενέσθαι· ταῦτα γὰρ αὐτῷ ἱκανά.
τὸ η΄ ἴαμβος τρίμετρος. τὸ θ΄ ὅμοιον τῷ ἕκτῳ. τὸ ι΄ ἐγκωμιολογικόν. τὸ ια΄ ἰαμβικὸν δίμετρον ὑπερκατάληκτον.
ἡ δὲ ἐπῳδὸς κώλων ιδ΄. τὸ α΄ ἐγκωμιολογικὸν παρὰ μίαν τοῦ πενθημιμεροῦς ἰαμβικοῦ. τὸ β΄ προσοδιακὸν δίμετρον ἀκατάληκτον. τὸ γ΄ Στησιχόρειον τῷ Πινδαρικῷ ἰδιώματι· ὁ γὰρ τελευταῖος ἀντὶ τροχαίου ἴαμβον ἔχει. τὸ δ΄ ἀναπαιστικὸν μονόμετρον ἀκατάληκτον. τὸ ε΄ ἰωνικὸν δίμετρον ὑπερκατάληκτον. τὸ ς΄ ἰωνικὸν μονόμετρον ὑπερκατάληκτον, [ἢ ἀναπαιστικὸν δίμετρον]. τὸ ζ΄ ἰαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ η΄ Εὐριπίδειον. τὸ θ΄ ὅμοιον τῷ β΄ τῆς στροφῆς κατὰ τὸ ἔθος τῶν ἰωνικῶν ἀπὸ βραχείας. τὸ ι΄ δακτυλικὸν πενθημιμερές. τὸ ια΄ ὅμοιον τῷ β΄ τῆς στροφῆς. τὸ ιβ΄ δακτυλικὸν τρίμετρον καταληκτικόν. τὸ ιγ΄ προσοδιακὸν ἀπὸ χοριάμβου. τὸ ιδ΄ Στησιχόρειον.
Inscr.a. Τὸν Ἀγησίαν οἱ μὲν Συρακούσιον, οἱ δὲ Στυμφάλιον.
Inscr.b. Ἀγησίᾳ Συρακουσίῳ: ὡς μὲν ἔνιοι, Συρακουσίῳ,
ἔχει δέ τε κίονας αὐτὸς
μακρὰς, αἳ γαῖάν τε καὶ οὐρανὸν ἀμφὶς ἔχουσιν.
ἀρχομένου δ᾿ ἔργου: δύναται τῷ δέ συνδέσμῳ
ἀρχομένου δ᾿ ἔργου: ὁ δὲ ἀντὶ τοῦ γάρ. ἡ γὰρ
τὴν εἰσβολὴν καὶ τὴν ἀρχήν.
λαμπρὰν καὶ ἐπίσημον.
Ὀλυμπιονίκας: ἐπισυνάγει πρῶτον μὲν
εἰ δ᾿ εἴη μὲν Ὀλυμπιονίκας: λοιπὸν περὶ τοῦ
βωμῷ: ἀντὶ τοῦ βωμοῦ.
δι᾿ ἐμπύρων ἐν
μαντείῳ δὲ ἀντὶ τοῦ μαντικῷ.
ἢ ἐν τούτῳ τῷ πεδίλῳ, τῆς ἱμερτῆς ἀοιδῆς.
τουτέστι περὶ πόδας ἑαυτοῦ πεποιημένος τὰ τρία καὶ συνῃρημένα αὐτὰ ἔχων ὁ Ἀγησίας.
ἴστω τοῦθ᾿ ὅτι νῶιν ἀνήκεστον ἄλγος ἔσται.
ὁ δὲ νοῦς· ἴστω δὲ ἐν τῷδε βεβηκὼς τῷ τρόπῳ ὁ τοῦ Σωστράτου παῖς Ἀγησίας τὰ προειρημένα τρία ἔχων, Ὀλυμπιονίκης καὶ ταμίας
πεδίλῳ
τουτέστιν ὁ ὕμνος.
ἀκίνδυνοι δ᾿ ἀρεταί: ἤτοι ὡς περὶ τὸν οἶκον
ἀκίνδυνοι δ᾿ ἀρεταί: Ἡσίοδος λέγει τῆς δ᾿ ἀρετῆς ἱδρῶτα θεοὶ προπάροιθεν ἔθηκαν.
ὁ δὲ λέγει ὅτι αἱ ἀρεταὶ αἱ χωρὶς πόνων καὶ κινδύνων οὐκ εἰσὶ τίμιαι οὔτε παρὰ τοῖς ἄλλοις ἀνθρώποις οὔτε παρὰ τοῖς θαλαττεύουσιν ἁπλῶς, εἰ μὴ καὶ ναύμαχός τις εἴη. | παραμυθεῖται δὲ αὐτὸν, ἐπειδὴ μετὰ μόχθου πολλοῦ
πολλοὶ δὲ μέμνανται: τὸ διὰ πόνου γιγνόμενον
ἢ οὕτως· πολλοὶ τοῦ καλοῦ μνημονεύουσιν ὅταν πονηθῇ.
καλὸν εἴ τι ποναθῇ: ταῦτα δὲ ὡς κάλλιστα
τὸ δὲ πονηθῇ ἀντὶ τοῦ μετὰ
Ἀγησία: σοὶ ·δὲ, ὦ Ἀγησία, πάρεστιν ἕτοιμον
Οἰκλέους δὲ παῖς Ἀμφιάραος.
τὶν δ᾿ αἶνος ἕτοιμος: σοὶ δὲ, ὦ Ἀγησία, πρόχειρος
αὐτόν τέ νιν: ὅτι ἐκ παραλλήλου τέθεικε τὰς ἀντωνυμίας, καὶ ἔστιν ἡ μία αὐτῶν περισσή.
κατεπόθη δὲ Ἀμφιάραος, οἱ μὲν περὶ Ὠρωπὸν, οἱ δὲ περὶ Κλεωνάς· τοὺς δὲ ἵππους αὐτοῦ φησιν Ἀντίμαχος
ἑπτὰ δ᾿ ἔπειτα πυρᾶν νεκρῶν τελεσθέντων:
ἤτοι καταριθμηθέντων, ἵνα καὶ τὸ ἑξῆς τοῦ λόγου οὕτως ἔχῃ· καταριθμήσας γὰρ ὁ Ἄδραστος τοὺς νεκροὺς καὶ λείποντα τὸν Ἀμφιάραον εὑρὼν, εἰκότως δυσφορήσας τὸν λόγον ἀπεφθέγξατο.
ἄλλως· ἑπτὰ δ᾿ ἔπειτα: ζητεῖται πῶς ἑπτά φησι
ἢ ὅτι μάντις ὢν προέβλεπε καὶ διὰ τοῦτο διασημότατος ἦν.
ὀφθαλμὸν ἐμᾶς: ὀφθαλμὸν στρατιᾶς τὸν Ἀμφιάραον ἐκάλεσεν ὡς δυνάμει προὔχοντα καὶ μάντιν ὄντα καὶ προορᾶν τὰ μέλλοντα δυνάμενον· ὀφθαλμὸς γὰρ προὔχει τοῦ σώματος. τοῦτο οὖν καὶ ἐπὶ τούτου λέγει τοῦ νικηφόρου.
οἷον τῷ Ἀμφιαράῳ ὑπῆρξεν, τοιοῦτόν φησι καὶ τούτῳ ἶσον ὑμνούμενον. ἦν γὰρ ἀνὴρ ἀγαθὸς καὶ μάντις ὁ Ἀγησίας.
κώμου δεσπότᾳ: τῷ Ἀγησίᾳ. φησὶ γὰρ καὶ
οὔτε δύσερις ἐών: ὁ γὰρ δύσερις καὶ ψευδῆ
ὁ δὲ νοῦς· ἐγὼ οὐκ ὢν φιλόνεικος καὶ ὀμόσαιμι τῷ Ἀγησίᾳ μαρτυρῶν ταῦτα, ἅπερ καὶ ἐπὶ τοῦ Ἀμφιαράου λέγεται· εὔχομαι δὲ ἐπιτρέψαι μοι τὰς Μούσας καὶ συνεργῆσαι. εἰκότως δὲ παρὰ τῶν Μουσῶν αἰτεῖ ἐπιτραπῆναι, ἐπειδὴ οἶδεν ἀνάρμοστον ὂν τὸ ὀμνύναι ποιητῇ ἐγκωμιάζοντι.
οὔτε δύσερις ἐών: ἐγὼ γάρ, φησιν, οὔτε δύσερις
[τοῦτό γέ οἱ σαφέως μαρτυρήσω:] τοῦτο αὐτὸ
ὦ Φίντις: Δωριεῖς -λ- εἰς τὸ -ν-, ὅταν ἐπιφέρηται
ἔστι δὲ ἡνίοχος Ἀγησίου τῆς ἀπήνης.
ἢ ἔστω μοι ἀφορμὴ τοῦ ὕμνου Φίντις [δὲ] ὁ ἡνίοχος καὶ τὰ ἅρματα τῶν ἡμιόνων.
ὦ Φίντις: Δωρικῶς ἐσχημάτισται· εἴη δ᾿ ἂν κατὰ τὴν ἡμετέραν διάλεκτον Φίλτις. οἱ Δωριεῖς γὰρ τὸ -λ- εἰς -ν- μετατιθέασι, ὅταν ᾖ εἴτε τὸ -τ- εἴτε τὸ -θ-.
τῇ ὁδῷ δὲ τῇ καθαρᾷ, τῇ μὴ ἐχούσῃ ἐπίληψιν ἢ ψεῦδος, ἀλλὰ ἀλήθειαν.
τὸ δὲ ὄκχον κατὰ τὸ πλεῖστον ἐπὶ τῶν ἡμιόνων τιθέασιν.
τὸ δὲ βάσομεν ἀντὶ τοῦ βήσωμεν Ὁμηρικόν.
γράφεται ἧ τάχος.
(καθαρᾷ:) τῇ μὴ ἐχούσῃ ἐπίληψιν.
(ὄκχον:) ὄχημα.
ἵκωμαί τε πρὸς ἀνδρῶν: ἢ ὁ καί περισσός·
τὸν καί σύνδεσμον ὑπερβιβαστέον· ἢ περισσός ἐστιν. θέλει γὰρ εἰπεῖν· ὅπως παραγένωμαί τε πρὸς τὸ γένος καὶ τῶν ἀνδρῶν . . . μνημονεύσω καὶ τῶν προγόνων.
ἵκωμαί τε πρὸς ἀνδρῶν: τὸν καί σύνδεσμον
ἔνιοι δὲ
(καί:) τὸ καί περισσὸν κατὰ. . . .
ἐξ ἄλλαν: παρὰ τὰς ἄλλας πάσας.
ἀντὶ τοῦ
αὗται γὰρ παρὰ τὰς ἄλλας πάσας τὰς ἀγωνισαμένας νικήσασαι προκαλοῦνται τὸν ὕμνον.
lex. Vindob. p. 94, 1: ἔξ σημαίνει καὶ σύγκρισιν. Πίνδαρος· ἐκεῖναι γὰρ καὶ ἐξ ἄλλων ὁδὸν ἡγεμονεῦσαι ἐπίστανται.
ἐπεὶ δέξαντο: ἀντὶ τοῦ ἐπεδείξαντο τοὺς στεφάνους οὓς ἔλαβον πᾶσιν.
ἐπειδὴ καὶ αὐταὶ αἱ ἡμίονοι στεφάνοις ἐβάλλοντο καὶ ἄνθεσιν.
γράφεται καὶ
ἄλλως· χρὴ τοίνυν πύλας: προσήκει καθάπερ πύλας, οὕτω τοὺς ὕμνους ἀναπετάσαι. εὖ δὲ τῇ παρασκευῇ παρίστησι τήν τε τοῦ ἐπαίνου μεγαλειότητα καὶ τὴν ἐν τῷ ἐπαινεῖν ἑαυτοῦ δύναμιν ὁ ποιητής.
ἡ δὲ Λακωνικὴ Πιτάνη Εὐρώτα τοῦ ποταμοῦ γενεαλογεῖται εἶναι.
παρ᾿ Εὐρώτα πόρον: προσέθηκε τὸ παρ᾿ Εὐρώτα
δεῖ σάμερον: ἑαυτὸν λέγει ὁ ποιητής· ἀντὶ τοῦ
δεῖ σάμερον ἐλθεῖν: κατὰ τὸν ὡρισμένον καιρὸν
δεῖ οὖν, φησι, ταχέως καὶ περὶ τῆς Πιτάνης εἰπεῖν τήμερον, τῆς τοῦ Εὐρώτα ποταμοῦ θυγατρός.
ἐν δέοντι καιρῷ.
δεῖ αὐτῆς μνησθῆναι
[ἅ τοι Ποσειδάωνι]: λάθρᾳ τεκοῦσα ἡ Πιτάνη
Πιτάνη γὰρ Εὐρώτα Λακωνικοῦ ποταμοῦ· ᾗ Ποσειδῶν
ἅ τοι Ποσειδάωνι μιχθεῖσα: ἥτις μιχθεῖσα τῆς δ᾿ ἑτέρης Εὔδωρος ἀρήιος ἡγεμόνευε
παρθένιος.
ἡ ἡρωίνη, ἀφ᾿ ἧς καὶ ἡ πόλις.
ἢ ὅτι λαθραίως ἡ Πιτάνη διεκορεύθη καὶ ἔτεκεν.
ὁ νοῦς·
ἄλλως· κύριον εἶπε τὸν μῆνα εἰς
πέμποισ᾿ ἀμφιπόλους: λάθρᾳ φησὶ τὴν Πιτάνην
παρὼν δὲ καὶ ὁ Αἴπυτος ἐν Λακεδαίμονι ἔλαβεν αὐτὸ ἐκτεθέν· ὁ δὲ Πίνδαρος ποιητικῶς λέγει πεπέμφθαι τὸ βρέφος.
ἥρωι πορσαίνειν: τὸ ἑξῆς· ἥρωι Εἰλατίδᾳ δόμεν
(πορσαίνειν:) τρέφειν.
ὃς ἀνδρῶν Ἀρκάδων: Δίδυμός φησιν ὅτι
ὃς ἀνδρῶν Ἀρκάδων ἄνασσε Φαισάνᾳ: τὴν
ὅτι αἱ πηγαὶ τοῦ Ἀλφειοῦ ἐξ Ἀσέας τῆς Ἀρκαδικῆς εἰσι, καὶ μεταποιοῦνται αὐτοῦ οἱ Ἀρκάδες. 58 EQ
τὸ δὲ ὅλον·
ἄλλως· τῆς γλυκείας πρῶτον συνουσίας μετέσχε τοῦ Ἀπόλλωνος.
τινὲς τὸν Ἴαμον οὐκ Ἀπόλλωνος, ἀλλὰ Ποσειδῶνος γεγονέναι.
(κλέπτοισα:) συσκιάζουσα.
θεοῖο γόνον: τὸν ἐξ Ἀπόλλωνος γινόμενον παῖδα.
οὐκ ἠδυνήθη οὖν διαλαθεῖν τὸν αὐτὴν θρέψαντα Αἴπυτον δεξαμένη γόνον θεοῦ.
ἀλλ᾿ ὁ μὲν Πυθῶνα: ἀλλ᾿ ὁ μὲν εἰς Πυθῶνα
πιέσας: τὸν ἑαυτοῦ χόλον κατασχών.
ἐν θυμῷ πιέσας: κατὰ τὴν ψυχήν.
καίτοι
(χόλον:) τὸν ὑπὲρ τοῦ τεκεῖν αὐτήν.
ὀξείᾳ μελέτῃ, τῇ μεγάλῃ φροντίδι· μελέτας γὰρ
ἀτλάτου: περὶ τοῦ προδεδηλωμένου ἀτολμήτου
ἢ ἣν οὐκ ἄν τις ῥᾳδίως ἐνέγκοι διὰ τὴν ὕβριν.
ἁ δὲ φοινικόκροκον: ἡ Εὐάδνη.
φοινικόκροκον,
ἢ τὴν
ζώναν: ὁ Αἴπυτος ἕως ᾤχετο πρὸς Δελφοὺς
ἀργυρέαν: ἔθος ἦν ταῖς ἡρωίσιν ἑαυταῖς ὑδρεύσασθαι,
λόχμας ὑπὸ κυανέας: τοῦ ἀνθηροῦ καὶ καταπύκνου
κυανέας, ἤτοι τῆς βαθείας, ἢ παρὰ τὴν τῶν ἴων χροιάν.
ὁ δὲ νοῦς· ἡ δὲ Εὐάδνη τὴν ἐκ φοινικῆς κρόκης ζώνην λύσασα καὶ ἀποθεμένη, ἀποθεμένη δὲ καὶ τὴν κάλπιν, οὕτω λοιπὸν ἔτεκεν ἐν συσκίῳ τόπῳ τὸν
πραΰμητιν: τὴν Εἰλείθυιαν πραΰμητιν εἶπεν, ὅτι αἱ τίκτουσαι πραότεραι γίνονται.
ἢ ὅτι παρθένοι εἰσίν.
τῇ Εὐάδνῃ ἀποκυούσῃ παρέστησεν ὁ χρυσοκόμης Ἀπόλλων
πραΰμητιν δὲ πραεῖαν καὶ εὐμενῆ.
ἐς φάος αὐτίκα: εὐθέως. ἀκολούθως ὡς ἀπὸ
κνιζομένα: λυπουμένη ἐπὶ τῷ μὴ δύνασθαι τρέφειν
τὸν μὲν κνιζομένα: δοκεῖ τὸ κνιζομένα ἐναντίον
ἢ λυπουμένη· ἤλγει μὲν γὰρ ὡς μήτηρ, στέργουσα τὸ τέκνον· κατελείπετο δὲ αὐτὸ ἐπὶ τῆς ἐρημίας βουλομένη λαθεῖν.
γλαυκῶπες αὐτόν: ἢ πυρώδεις· τὸ γὰρ γλαυκὸν
δαιμόνων βουλαῖσιν: ἤτοι καθόλου τῶν θεῶν
ἀμεμφεῖ: ἀμεμφῆ ἰὸν προσηγόρευσε τὸ μέλι
ἐπειδὴ [δὲ] δράκοντές εἰσιν οἱ τρέφοντες, οὗτοι δὲ εἰώθασιν ἐμεῖν τὸν ἰόν· ὥστε τοὐναντίον ἐργάζεσθαι τὸν τῶν δρακόντων ἰὸν ὥσπερ εἰώθασι κατὰ φύσιν, τοῦ θεοῦ εἰς τοῦτο παραστήσαντος τὴν φύσιν τῶν δρακόντων.
ἢ ἰῷ μελισσᾶν τῷ μέλιτι, διὰ τὴν δριμύτητα καὶ κατὰ μεταφοράν.
ἐπεὶ δράκοντές εἰσιν, οὗτοι
[ἐν] ἀμεμφεῖ ἰῷ μελισσῶν: ἤγουν ἐν ἀμέμπτῳ ἰῷ καὶ παρὰ τῶν μελισσῶν· ἤτοι ἁπαλωτέρῳ καὶ γλυκυτέρῳ.
ὡς ἐπὶ δρακόντων δὲ τὸν ἰὸν εἶπεν· ἀποβάλλει γὰρ ὁ δράκων ἰόν· βουλῇ δὲ θεῶν ὡς μελισσῶν ἄνθος ἡδὺ γίνεται καὶ οἷον ὡς μέλι.
ἄλλως· ἠστειεύσατο εἰπὼν ἀντὶ τοῦ ἰοῦ μέλι προϊέναι.
τὸ δὲ σημεῖον ὅτι ἰὸν μελισσᾶν εἶπε τὸ μέλι διὰ τὸ ἀφίεσθαι ὑπ᾿ αὐτῶν· φησὶ δὲ τὸν Ἴαμον ὑπὸ δρακόντων μέλιτι τραφῆναι.
τὸ δὲ ἑξῆς, πετραέσσας Πυθῶνος.
ὁ δὲ νοῦς· ἐπειδὴ οὖν ἦλθεν ἐκ τοῦ μαντείου ὁ βασιλεὺς Αἴπυτος, ἀνήρετο πάντας τοὺς ἐν τῇ οἰκίᾳ περὶ τοῦ γεννηθέντος παιδὸς ὑπὸ τῆς Εὐάδνης.
ἔλεγε γὰρ αὐτὸν ἐκ πατρὸς Ἀπόλλωνος γεγονέναι καὶ περισσῶς ὑπὲρ πάντας ἀνθρώπους γενέσθαι μάντιν καὶ μηδέποτε αὐτοῦ τὸ γένος διαλείπειν.
τὴν μαντείαν οὐδέποτ᾿ ἐκλείψειν τὴν γενεὰν αὐτοῦ διὰ τὸ ἀπ᾿ αὐτοῦ τοὺς Ἰαμίδας εἶναι.
τοὺς ἀπογόνους.
(εὔχοντο:) ἀντὶ τοῦ ἔλεγον.
πεμπταῖον γεγεναμένον: τοῦτο οὐχ ὡς ἀπὸ
[οὔτ᾿ ἰδεῖν εὔχοντο ἕως τοῦτ᾿ ὄνομ᾿ ἀθάνατον:]
βατείᾳ τ᾿ ἐν ἀπειράτῳ: ἣν οὐκ ἔστι διὰ τὰ
ἢ τὴν πολλὴν καὶ δύσβατον μετασχηματίσας βάτειαν εἶπεν.
οἷον ἐν δρυμῷ μεγάλῳ.
βατείᾳ τ᾿ ἐν ἀπειράντῳ: ὅτι βάτειαν εἶπε τὴν
ἀπειράντῳ δὲ, ἐν δρυμῷ μεγάλῳ. |
ἀπειράτῳ
ἴων ξανθαῖς τε: ταῖς τῶν ἴων ἀκτῖσι καὶ λαμπηδόσι
ἀκτῖσι δὲ παμπορφύροις εἶπεν, ἐπειδὴ τῶν ἴων τὰ μὲν ὑπολευκίζει, τὰ δὲ πορφυρᾶ ἐστιν.
ἢ λαμπηδόνας τῶν ἀνθῶν.
Ζηνόδοτος γράφει ἀντὶ τοῦ βεβρεγμένος . . . .
ἀκτῖνας δὲ ἔφη τὰς ἀποπιπτούσας ἀπὸ τῶν ἀνθέων δρόσους
τὸ ἀθάνατον ὅτι διαβόητος ἦν· ἢ ὅτι ἐξ αὐτοῦ πολὺ γένος ἐγένετο τῶν Ἰαμιδῶν.
ἀθάνατον: διὰ τὸ ἀπ᾿ αὐτοῦ κεκλῆσθαι τοὺς Ἰαμίδας.
διὰ τὸ τοὺς Ἰαμίδας [ἀθανάτους] ἀπ᾿ αὐτοῦ καλεῖσθαι.
τερπνὴν δὲ καὶ εὐστέφανον ἐκάλεσε τὴν ἀκμὴν τοῦ σώματος διὰ τὸ ἐπίχαρι αὐτῆς.
τερπνᾶς δ᾿ ἐπεὶ χρυσοστεφάνοιο:
(χρυσοστεφάνοιο:) τῆς τιμίας καὶ ἀνθηρᾶς.
καρπὸν ἥβας: τῆς θεοῦ λέγει.
ὡς ἥβησεν.
Ἀλφεῷ μέσῳ: ὁ Ἀλφεὸς ἐκ τῆς Ἀρκαδίας ῥέει
κατελθὼν ἐν τῷ ποταμῷ ὑπαίθριος· ἀντὶ τοῦ ὑπὸ τὸν ἀέρα· ἐν νυκτί ἐκάλεσε τὸν Ποσειδῶνα τὸν ἑαυτοῦ πρόγονον· ἀντὶ τοῦ πάππον κατὰ μητέρα· εἶπε γὰρ ἐν τοῖς προλαβοῦσιν ὅτι τῇ Πιτάνῃ τῇ νύμφῃ ἐμίγη ὁ Ποσειδῶν· ἐξ ἧς Εὐάδνη· καὶ ἀπὸ Εὐάδνης καὶ Ἀπόλλωνος Ἴαμος.
λαοτρόφον: ἀντὶ τοῦ τὴν διατρέφουσαν αὐτὸν
τινὲς δὲ λαοτρόφον φασὶ τὴν βασιλείαν τὴν τοὺς λαοὺς τρέφουσαν.
λαότροφον οὖν προπαροξυτόνως τὸν διὰ τῆς μαντικῆς τρεφόμενον, παροξυτόνως δὲ τὴν τρέφουσαν τὸν λαὸν, τουτέστι τὸν ὄχλον.
λαοτρόφον: τὴν τρεφομένην ὑπὸ τῶν λαῶν
λαοτρόφον τιμάν: βασιλικὴν ἀρχήν· ᾧ καὶ
αἰτῶν οὖν τιμήν τινα τὴν ἀπὸ πολλῶν, ἐν πολλοῖς ὄχλοις, ὑπάρξαι αὐτοῦ τῇ κεφαλῇ.
ηὔχετο οὖν, φησιν, αἰτῶν καὶ παρακαλῶν νυκτὸς ὑπαίθριος· ἀρχαιότατος δὲ ὁ τρόπος τῆς εὐχῆς.
ἡ δὲ ἀρτιεπὴς καὶ ἀληθὴς φωνὴ τοῦ πατρὸς αὐτοῦ
ὄσσα δὲ ἡ φωνή.
ἔνιοι οὕτως· ἐπεὶ ἀφανὴς ἦν ὁ Ἀπόλλων, ἐπεφάνη μὲν οὔ, προσέπιπτε δὲ αὐτῷ ἡ βοή.
τὸ δὲ μετάλλασεν, ἐὰν λάβωμεν ἀντὶ τοῦ ἀνηρώτησεν, ἀκύρως κεῖται· μεταλλῆσαι γάρ ἐστι τὸ ζητεῖν, ὡς ἐπὶ τῶν μετάλλων.
ἄλλως· μετάλλασέ τέ νιν: ἰδίως κέχρηται τῇ
ἔνιοι δὲ οὕτως· ἐπεὶ ἀφανὴς ἦν ὁ Ἀπόλλων τῷ Ἰάμῳ, μόνῃ δὲ φωνῇ προσεῖπεν αὐτὸν, ἐφθέγξατο μὲν ὁ Ἀπόλλων, ὁ δὲ Ἴαμος ἐζήτησε τὸν φθεγξάμενον τίς ἦν.
τὸ δὲ ἑξῆς λεγόμενον· ἐφθέγξατο· ὄρσο τέκος.
ὄρσο τέκνον: ὅρμα, τέκνον, τῆς ἐμῆς φωνῆς
ὄρσο τέκνον δεῦρο: ταῦτα παρὰ Ἀπόλλωνος
πάγκοινον ἐς χώραν: κοινὴν χώραν τὴν Ἤλιδα,
φήμας δὲ ὄπισθεν, οἷον τῇ φωνῇ ἀκολουθῶν· ὡς Ὅμηρος
φάμας ὄπισθεν: τῇ ἐμῇ φωνῇ ἐπικατακολούθει.
πέτραν: τὸν ἐν τῇ Ὀλυμπίᾳ λόφον φησίν.
καὶ ἤτοι ἐφ᾿ ἧς βαίνοντά ἐστιν ἀλιτεῖν διὰ τὸ ὕψος, ἢ ἐφ᾿ ἧς ἀνατέλλων
ὁ δὲ νοῦς· ὅρμησον, ὦ τέκνον, καὶ ἐλθὲ εἰς τὴν πολύκοινον ἐσομένην χώραν
ἄλλως· μαντεῖον ἦν ἐν Ὀλυμπίᾳ,
ἔνιοι δὲ οὕτω φασὶ, τεμνομένοις δέρμασι μαντεύεσθαι αὐτούς· λαμβάνοντες γὰρ τὰς βύρσας τῶν ἱερείων ἔσχιζον, καὶ κατὰ τὰ σχίσματα ἐμαντεύοντο, ἀφορῶντες εἰς τὴν τομὴν, πότερον εὐθεῖά ἐστιν ἢ οὔ.
ψευδέων ἄγνωστον: ἀληθῆ.
ἄγνωστος
σεμνὸν θάλος: Δίδυμός φησι μὴ σώζεσθαι
ὅτι Ἀμφιτρύων Ἀλκαίου παῖς ἐστι, δῆλον· ἀφ᾿ οὗ καὶ Ἀλκείδης ὁ Ἡρακλῆς τὸ πρότερον ἐκαλεῖτο. 109
σεμνὸν θάλος: τὸ βλάστημα τῶν Ἀλκαϊδῶν·
ἔνιοι μέντοι αὐτὸν τὸν Ἡρακλέα Ἀλκαῖον καλεῖσθαι βούλονται, μετωνομάσθαι δὲ Ἡρακλῆ, Ἀπόλλωνος τοῦτο χρησμοδοτήσαντος.
πλειστόμβροτον: παρ᾿ ἣν οἱ πολλοὶ τῶν ἀνθρώπων
πλειστόμβροτον: παρ᾿ ἣν πλεῖστοι τῶν ἀνθρώπων
ἄλλως· ὁμοίως τῷ ἡ πληθὺς ἐπὶ νῆας Ἀχαιῶν ἀπονέοντο, τὸ, γένος τιμῶντες.
ἄλλως·
τεκμαίρει χρῆμ᾿ ἕκαστον: ἕκαστον γὰρ τῶν
λείπει· ἐγὼ τοίνυν διὰ τοῦτο ἐπαινῶ.
ὁ δὲ λόγος γνωμικός.
μῶμος δ᾿ ἐξ ἄλλων: φθόνος δὲ καὶ ψόγος
ἄλλως· ὁ νοῦς·
οἷς ποτε πρώτοις: τὸ ἑξῆς τοῦ λόγου· οἷς
εὐκλεᾶ μορφὰν δὲ εἶπε διὰ τὸ περιβλέπτους εἶναι τοὺς νικῶντας καὶ ἐπιχάριτας καὶ λαμπρούς.
αἰδοία ποτιστάξῃ: ἐπεὶ οἱ νικῶντες δοκοῦσιν
ποτιστάξῃ δὲ, ἐπιχαρίτους ποιήσῃ τοὺς νικῶντας.
εἰ δ᾿ ἐτύμως ὑπὸ Κυλλάνας ὅροις: Κυλλήνη
φησὶ δὲ ὅτι εἰ δὴ ἀληθῶς οἱ τοῦ Ἀγησίου πρόγονοι τὴν Κυλλήνην κατοικοῦντες
δι᾿ ὃν νικῶσιν οἱ περὶ Ἀγησίαν.
ὃς ἀγῶνας ἔχει: ἐναγώνιος ὁ θεός.
ἢ ὅτι κῆρυξ· κῆρυξ δὲ καὶ ἐν ἀγῶσιν.
ἢ ὅτι τῆς πάλης εὑρετής.
ὦ παῖ Σωστράτου: τῇ σῇ εὐτυχίᾳ, ὦ τοῦ
δόξαν ἔχω τιν᾿: [δόξαν ἔχω τινά.] δόκησιν ἔχω
ἀκόνην δὲ λιγυρὰν εἶπε τὴν τοῦ ὕμνου ᾠδήν, ὡς . . .
δόξαν ἔχω ἕως ἔτικτεν: ὁ νοῦς· ἔχω τινὰ
ματρομάτορα δὲ τὴν Μετώπην λέγει ὁ Πίνδαρος οὕτω. Μετώπη θυγάτηρ μὲν ἦν Λάδωνος τοῦ ποταμοῦ τῆς Ἀρκαδίας, | γυνὴ δὲ Ἀσωποῦ τοῦ ἐν
Θερσῖτ᾿ ἀκριτόμυθε, λιγύς περ ἐὼν ἀγορητής,
ἴσχεο.
ἄλλως· ἀκόνης τινὸς δόκησιν ἔχω ἐπὶ γλώσσης· ὅ ἐστι, παρακονῶμαι.
ἢ οὕτως· ἡ δόκησις ἀκόνη μοι· ὃ δοκῶ περὶ τῶν ἀνδρῶν, τοῦτό μοι ἀκόνη ἐστὶν ἡ παροξύνουσά με καὶ παρορμῶσα.
ἢ οὕτω· τῆς λιγυρᾶς ἀκόνης ἔχω δόκησιν ἐπὶ τῆς γλώσσης, ἥτις κραίνει τῆς εὐτυχίας
ὁ δὲ νοῦς· ὀξὺς ὢν ὀξύτερος γίνομαι
λιγυρᾶς νῦν τῆς ὀξείας.
παροξύνει καὶ αὐτόν με θέλοντα ταῖς καλλιρρόοις ῥοαῖς.
καλλίροοι δὲ ῥοαὶ αἱ ἀπὸ τῶν ὀργάνων ἐκπεμπόμεναι.
Στύμφηλόν τ᾿ εἶχον καὶ Παρρασίην ἐνέμοντο.
ἡ Μετώπη δὲ Ἀσωποῦ μὲν ἦν γυνὴ, θυγάτηρ δὲ Λάδωνος τοῦ ἐν Ἀρκαδίᾳ ποταμοῦ, μήτηρ δὲ Θήβης, ἀφ᾿ ἧς ἡ Πινδάρου πατρίς.
προσέλκεταί με ἡ Μετώπη ὑμνεῖν
Στυμφαλὶς εὐανθὴς Μετώπα: Μετώπη Ἀσωποῦ
τὴν δὲ Μετώπην φασὶ γήμαντα Ἀσωπὸν τὸν Ὠκεανοῦ, Λάδωνος οὖσαν θυγατέρα, τεκνῶσαι Κέρκυραν, Αἴγιναν, Σαλαμῖνα, Θήβην, Ἄρπινναν, Νεμέαν, Κλεώνην.
εὐανθὴς δὲ
ἡ Μετώπη ἡ Ἀρκαδικὴ πόλις (τοῦτο γὰρ σημαίνει
ἄλλως· Στυμφαλὶς εὐανθὴς Μετώπα: Ἀρκαδική. Στύμφηλόν τ᾿ εἶχον καὶ Παρρασίην ἐνέμοντο.
ματρομάτορα δὲ λέγει τὴν Μετώπην ὁ Πίνδαρος οὕτω· | Μετώπη θυγάτηρ μὲν Λάδωνος τοῦ ποταμοῦ τῆς Ἀρκαδίας,
φασὶ δὲ τὴν Μετώπην οἱ μὲν λίμνην, οἱ δὲ ποταμόν.
ὅτι δὲ ἡ Μετώπη τῆς Ἀρκαδίας ποταμὸς, Καλλίμαχος ἱστορεῖ ἐν ὕμνοις
τὸ δὲ πλέκων, ἤτοι πρὸς τὸ ποικίλον καὶ διάφορον τῆς φθογγῆς· λέγουσι γὰρ καὶ στροφὰς ὧδε· ἢ ὡς ἐπὶ στεφάνου μουσικοῦ.
ὁ δὲ λόγος· ὦ τῆς ἐμῆς πατρίδος Ἀρκαδικῆς Μετώπη· λέγει δὲ τοῦ ποταμοῦ· γεύσομαι τῷ ὕμνῳ καὶ εἰς τὸ ἐγκώμιον ἀναλήψομαι, αὐτῷ τε τῷ Ἀγησίᾳ καὶ τοῖς τούτου ἀνδρείοις καὶ πολεμικωτάτοις προγόνοις τὸν ποικίλον καὶ πολύφθογγον ὕμνον διαπλέκων καὶ συντιθείς.
ἡ δὲ παροιμία ἐντεῦθεν· Ὕαντες, ἔθνος βάρβαρον ἀρχαῖον, κατῴκησαν τὴν Βοιωτίαν· οὕστινας ἐκ παραφθορᾶς τοῦ ὀνόματος, ἀντὶ τοῦ Ὕαντας λέγειν, Ὗς ἐκάλουν· ὥστε καὶ τοῖς ὕστερον διαδοθῆναι τὴν λέξιν ἐπὶ τῶν Βοιωτῶν καὶ λοιπὸν νομισθῆναι, | διὰ πολλὴν ἀλογίαν καὶ ἀγροικίαν οὕτως ἐξ ἀρχαίου αὐτοὺς
ὁ δὲ νοῦς·
τινὲς δὲ τὸν Ἀγησίαν φασὶν ἱδρύσασθαι ἄγαλμα Ἥρας.
οἱ δὲ ὅτι γαμήλιος καὶ αἰτία γενέσεων.
καὶ ἐν Εὐβοίᾳ Παρθένος ἐκαλεῖτο.
καὶ ποταμὸς Παρθένιος, ὃς Ἴμβρασος ἐκλήθη. Καλλίμαχος
Ὕαντες δὲ ᾤκησαν τὴν Θήβην, καὶ ἀπὸ τοῦ ὀνόματος μετετράπη τὸ καὶ Συοβοιωτοὺς αὐτοὺς λέγεσθαι.
ὗν: Ὕαντες ἔθνος Βοιωτίας, οὕστινας ἐκ παραφθορᾶς
ἐσσὶ γὰρ ἄγγελος: τυγχάνεις γὰρ, ὦ Αἰνέα,
ἠυκόμων: καὶ νῦν τοῦτο σημαίνει· οἷον Μουσῶν
. . . . παρὰ τοῖς Λακεδαιμονίοις. τινὲς δὲ δύο ἰσοπήχεις καὶ ἰσομήκεις· καὶ τούτων τὴν μίαν διδόασι τῷ ἁρμοστῇ,
ἡ δὲ σκυτάλη τοιοῦτόν ἐστι. Λάκωνες κήρυκας διαπεμπόμενοι ξύλον μελαίνοντες περιείλισσον λευκῷ ἱμάντι καὶ περιέγραφον τῷ τε ἱμάντι καὶ τῷ ξύλῳ· εἶτα ὑπέλυον, ὥστε τὴν ἀκολουθίαν τῆς γραφῆς μὴ σώζεσθαι, εἰ μὴ προστεθείη πάλιν ὁ ἱμάς· καὶ οὕτω διὰ μὲν ἑτέρου τὸν ἱμάντα, διὰ δὲ ἑτέρου τὸ ξύλον ἀπέστελλον.
οἱ δὲ ὅτι ξύλον διαπρίοντες ἔνδον ἐπέγραφον καὶ οὕτως
οἱ δὲ ὅτι ξύλον τι στρογγύλον, ὅπερ εἰς δύο ποιοῦντες τὸ μὲν ἥμισυ κατεῖχον αὐτοὶ, τὸ δὲ ἕτερον ἐδίδουν τῷ ἁρμοστῇ [τῷ στρατηγῷ] τῷ ἐκπεμπομένῳ εἴς τινα πόλιν· εἶτα εἰ ἐβούλοντο δηλῶσαι αὐτῷ περὶ ἀπορρήτων, ἱμάντι περιειλίσσοντες ὃ εἶχον αὐτοὶ ξύλον ἐπέγραφον· ὅντινα δεχόμενος ὁ ἁρμοστὴς περιείλει ᾧ εἶχεν ἐκείνου ἀποκόμματι καὶ οὕτως ἀνεγίνωσκεν. ἦσαν δὲ ἁρμοσταὶ Λακεδαιμονίων εἴκοσιν.
ἐχρῶντο δὲ πλατείαις σκυτάλαις οἱ Λάκωνες,
Συρακοσσᾶν τε καὶ Ὀρτυγίας: Ὀρτυγία νῆσος
ἄλλως· νῆσος
ὅτι ἡ τῶν Συρακουσίων νῆσος Ὀρτυγία ἐκαλεῖτο, καὶ ὅτι Ἀγησίας ἐπολιτεύετο ἐν Συρακούσαις· ἦν δὲ τὸ ἀνέκαθεν Στυμφήλιος ἐξ Ἀρκαδίας.
ἥντινά, φησι, τὴν τῶν Συρακουσῶν πόλιν Ἱέρων καθαρῷ σκήπτρῳ διοικῶν, ἴσα καὶ δίκαια βουλευόμενος τιμᾷ καὶ θεραπεύει τὴν Δήμητραν τὴν ἀνθηρὸν [καὶ ἐρυθρὸν] ἔχουσαν πόδα.
ἢ φοινικόπεζαν, τὴν ἐρυθρόπουν,
τὰν Ἱέρων: ἱερωσύνην
σκάπτῳ: Ἀρίσταρχος· τοῖς κατὰ τὸν χορὸν εἰπεῖν
ὁ δὲ Δίδυμος· διὰ τὸν Ἱέρωνα, ἐπεὶ ἄνωθεν ἐκ προγόνων ἱεροφάντης τῶν θεῶν ἀποδέδεικται, τὰ προκείμενά φησιν ὁ Πίνδαρος· καὶ παρατίθεται τὰ Φιλίστου
λεύκιππον δὲ εἶπεν,
λέγεται δὲ ὁ Ἱέρων τῆς Δήμητρος καὶ τῆς Κόρης ἱεροφάντης.
περιέπει δὲ καὶ θεραπεύει ὁ Ἱέρων καὶ τὸ κράτος τοῦ Διὸς τοῦ κατὰ τὴν Αἴτνην τιμωμένου.
ὁ δὲ λόγος· αἱ δὲ ἡδύλογοι αὐτὸν πνοαὶ τῶν ὀργάνων καὶ ᾠδαὶ γνωρίζουσιν· ἤτοι ὡς πολυύμνητον διὰ τὰ κατορθώματα, ἢ ὡς καὶ αὐτὸν μουσικῆς ἔμπειρον· φησὶ γάρ που ἔμπροσθεν
μὴ θραύσοι: ὁ ἐπιγινόμενος χρόνος τὸν ὄλβον
μὴ ταράσσοι.
μὴ θραύσοι χρόνος ὄλβον: ὁ λόγος εὐκτικός·
σὺν δὲ φιλοφροσύναις: ὅτι φίλος Ἀγησίας
δέξαιτο κῶμον: τὸ τοῦ Ἀγησίου ἐγκώμιον δέξαιτο
οἴκοθεν οἴκαδε: ὅτι Ἀρκὰς καὶ Συρακούσιος
ὁ δὲ νοῦς· | οἰκεῖον ὄντα καὶ οὐκ ἀλλότριον.
ἴδιον ἐξ ἰδίων. εἰ γὰρ καὶ ἐν Σικελίᾳ οἰκεῖν
ἀπὸ Στυμφαλίων: ἐκ τοῦ Στυμφήλου εἰς
ποτινισόμενον: παραγινόμενον.
ὁ δὲ
ἀγαθαὶ δὲ πέλονται: ἀγαθαὶ δέ, φησι, καὶ
ἄλλως· ἐν νυκτὶ δ᾿ ἄνεμοι χαλεποί:— δῆλον νηῶν: πρὸς οὓς χρηστέον δύο ἀγκύραις . . .
. . .
ἡ δὲ ἔμφασις ὅτι ἐκπίπτοντες τῆς ἑτέρας πόλεως ἐπὶ τὴν ἑτέραν δύνανται σώζεσθαι παραγινόμενοι.
εὔθυνε πλόον: μέλλει γὰρ ὁ Ἀγησίας εἰς
τινὲς δὲ τὴν διαγωγὴν τοῦ βίου πλοῦν φασι ποιεῖσθαι.
πόσις: τὸ πόσις ἐπὶ κλητικῆς κεῖται εὐθείας ὂν,
τέλος ἀπήνης Ἀγησίᾳ Συρακουσίῳ.
Διαγόρᾳ Ῥοδίῳ πύκτῃ υἱῷ Δαμαγήτου.
Διαγόρᾳ Ῥοδίῳ πύκτῃ.
Διαγόρᾳ Ῥοδίῳ πύκτῃ νικήσαντι ἑβδομηκοστὴν ἐννάτην
Ὀλυμπιάδα.
Ταύτην τὴν ᾠδὴν ἀνακεῖσθαί φησι Γόργων
Τοῦ ζ΄ εἴδους ἡ στροφὴ καὶ ἀντίστροφος κώλων ἐστὶν ια΄.
τὸ α΄ ἰωνικὸν δίμετρον καταληκτικόν. τὸ β΄ προσοδιακὸν δίμετρον ἀκατάληκτον. τὸ γ΄ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. τὸ δ΄ Εὐριπίδειον. τὸ ε΄ ἰαμβικὸν δίμετρον ὑπερκατάληκτον. τὸ ς΄ δακτυλικὸν πενθημιμερές. τὸ ζ΄ ὅμοιον
ἡ δὲ ἐπῳδὸς κώλων ιγ΄. τὸ α΄ δακτυλικὸν πενθημιμερές.
τὸ β΄ ἰωνικὸν τρίμετρον καταληκτικὸν ἀπὸ τροχαϊκῆς εἰς τροχαϊκήν. τὸ γ΄ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. τὸ δ΄ δακτυλικὸν τρίμετρον καταληκτικὸν ἢ προσοδιακὸν δίμετρον ἀκατάληκτον. τὸ ε΄ ἀναπαιστικὸν μονόμετρον. τὸ ς΄ περίοδος, διπλοῦς τροχαῖος. τὸ ζ΄ προσοδιακὸν δίμετρον ἀκατάληκτον. τὸ η΄ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. τὸ θ΄ δακτυλικὸν πενθημιμερές. τὸ ι΄ ἰαμβέλεγος τοῦ πρώτου ἰάμβου λελυμένου. τὸ ια΄ ἰωνικὸν ἀπ᾿ ἐλάσσονος δίμετρον καταληκτικόν. τὸ ιβ΄ προσοδιακὸν δίμετρον καταληκτικόν. τὸ ιγ΄ Στησιχόρειον.
Inscr.b. περὶ τοῦ Διαγόρου εἷπε μὲν καὶ Ἀριστοτέλης . . . καὶ Ἀπόλλας μαρτυροῦσιν ὅτι δ΄ πηχῶν καὶ ε΄ δακτύλων ἦν. ἔσχε δὲ καὶ Δαμάγητον υἱὸν πρεσβύτατον τῶν παίδων τετράπηχυν τὸ μέγεθος, τοῦ πατρὸς ἐλάττονα ε΄ δακτύλων. ἔσχε δὲ καὶ ἄλλον ἀδελφὸν Ἀκουσίλαον, θυγατέρων
Inscr.c. προοίμιον. ὁ Διαγόρας υἱὸς μὲν ἦν Δαμαγήτου
φιάλαν ὡς εἴ τις: ὡς εἴ τις φιάλην πάγχρυσον
ὥσπερ οὖν ὁ πενθερὸς δωρεῖται τῷ νεανίᾳ τὴν φιάλην
ἔνδον δὲ ὅτι ἔσω τῆς φιάλης ἔχεται ὁ οἶνος.
ἀμπέλου δρόσῳ: ἤγουν τῷ οἴνῳ. 6
ἄλλως· τινὲς προπέμπων λέγουσι, τὸ δὲ προπίνων παλαιὸν σφάλμα φασὶ
νεανίᾳ δὲ γαμβρῷ, τῷ ἀκμαίῳ νυμφίῳ· γαμβρὸν γὰρ κυρίως τὸν νυμφίον λέγουσι δηλονότι.
τὸ δὲ κορυφὰν κτεάνων, ὅτι ἀξιοπρεπέστερος τῶν τοῦ πλούτου χρημάτων ὁ χρυσός. κορυφὰν οὖν τὸ κεφάλαιον καὶ ἄκρον
ἐξ Ὁμήρου τοῦτο παρέξεται φάσκοντος· τῷ κτέρας οὐδὲν ὅμοιον
συμποσίου τε χάριν: ἀντὶ τοῦ τῶν ἐν τῷ συμποσίῳ.
ὅπως καὶ δόξῃ χαριστικός τις εἶναι παρὰ τοῖς
κᾶδός τε· τὴν κατ᾿ ἐπιγαμίαν οἰκειότητα τιμῶν
κᾶδός τε τιμάσας ἑόν: τὸ κῆδος. τὴν συγγένειαν·
ζαλωτόν: ζηλωτὸν ἐκεῖνον αὐτοῖς ἐποίησεν ἕνεκεν
προσληπτέον δὲ εἰς τὸν πλήρη λόγον τὴν ἕνεκα, ἵν᾿ ᾖ· φίλων δὲ παρόντων ἐποίησεν αὐτὸν ζηλωτὸν ἕνεκα τῆς ὁμόφρονος εὐνῆς.
καὶ ἐγὼ νέκταρ χυτόν: αὐτόχυτον καὶ ἄκρατον.
νέκταρ τὸ ποίημα εἶπε· Μοισᾶν δὲ δόσιν,
ἱλάσκομαι, ἱλαροὺς ποιῶ.
καρπὸν φρενός: τὴν ποίησιν καὶ τὴν
νέκταρ χυτόν: καὶ ἐγὼ τὴν τῶν Μουσῶν δόσιν,
ἱλάσκομαι: ἱλαροὺς ποιῶ τοὺς τὸν ὕμνον λαμβάνοντας
ὁ δ᾿ ὄλβιος: οὗτος δέ ἐστιν εὐδαίμων, ὃν ἀγαθὴ
ἤτοι γνωμικῶς· ἢ ἰδίως, ὃν ἂν εὐφημήσω.
δύναται δὲ καὶ ἡ χάρις ἐποπτεύειν ἅμα μὲν ἁδυμελεῖ φόρμιγγι παμφώνων τε ἐν ἔντεσιν αὐλῶν ὅπερ νικῶσι τοῖς νικηφόροις συμβαίνει ποιεῖν.
περιφραστικῶς εἶπε τοὺς αὐλοὺς ἔντεα παρὰ τὸ ἔσω τὴν φωνὴν ἔχειν.
ζωθάλμιος δὲ, ἡ θάλλειν αὐτοὺς ποιοῦσα καὶ οἱονεὶ ζῆν διαπαντὸς μνημονευομένους.
ὁ δὲ νοῦς· [ἄλλοτε δ᾿ ἄλλον ἡ ζωθάλμιος χάρις, ἡ τῆς νίκης,] καταλαμβάνει δὲ καὶ ἐποπτεύει ἡ χάρις τοὺς νικηφόρους σύν τε κιθάρᾳ καὶ αὐλοῖς ποικίλως φθεγγομένοις.
ζωθάλμιος ἀντὶ τοῦ ζῶσα καὶ θάλλουσα.
ἔντεσιν αὐλῶν: περιφραστικῶς τοῖς αὐλοῖς, οὓς
καὶ νῦν ὑπ᾿ ἀμφοτέρων: μετὰ αὐλῶν καὶ
ἡ δὲ ὑπό ἀντὶ τῆς μετά· καὶ Ὅμηρος
κατῆλθον οὖν ἀπὸ Θήβης
τὰν ποντίαν: διὰ τὸ εἶναι αὐτὴν νῆσον, διὰ
κατέβαν δὲ, κατῆλθον ἀπὸ Θήβης ἐπὶ τὴν Ῥόδον, ὑμνῶν αὐτὴν μετὰ αὐλῶν καὶ κιθάρας.
τὰν ποντίαν ὑμνέων παῖδ᾿ Ἀρφοδίτας: σύνηθες
Ἀσκληπιάδης δέ φησι γενεαλογεῖσθαι τὴν Ῥόδον Ἀφροδίτης καὶ Ἡλίου· τὸν γὰρ Ἥλιον αὐτῆς ἐρασθῆναι καὶ ἐν αὐτῇ τῇ νήσῳ μιγῆναι.
ἄλλως· ποντίαν παῖδ᾿ Ἀφροδίτας: τὴν Ῥόδον.
οὐχ ὥς τινες
Ἡλίου καὶ Ῥόδης ἐγένοντο παῖδες ἑπτὰ καὶ θυγάτηρ Ἠλεκτρυώνη.
τὸ δὲ πελώριον οὐκ ἀργῶς, ἀλλ᾿ ἐπεὶ τετράπηχυς ἦν καὶ ε΄ δακτύλων.
εὐθυμάχαν δὲ τὸν ἐξ εὐθείας ἀγωνιζόμενον.
πελώριον ἄνδρα: οὐ παρὰ τὸ παρατυγχάνον
(πελώριον:) τεσσάρων γὰρ ἦν πηχῶν.
παρ᾿ Ἀλφειῷ: ἤγουν ἐν Ὀλυμπίᾳ.
(ἄποινα:) ἀντίδωρα.
παρὰ Κασταλίᾳ: ὡς καὶ Πύθια νικήσαντος τοῦ Διαγόρου.
παρὰ Κασταλίᾳ: ἐνίκησε γὰρ καὶ Πύθια· ἡ δὲ
πατέρα τε Δαμάγητον ἁδόντα δίκᾳ: ἀρέσαντα
ὁ δὲ νοῦς
ἢ ὅτι ἐν ἐξέχοντι τόπῳ κεῖται.
ἢ ὥσπερ τριήρει οὖσα ὁμοία καὶ Ἀσίας εὐρυχώρου πέλας οὖσα.
οἳ Ῥόδον ἀμφενέμοντο διάτριχα κοσμηθέντες,
Δίδυμος δέ φησι καὶ τετάρτην εἶναι πόλιν τὴν νῦν Ἀχαΐαν καλουμένην.
Λίνδον Ἰηλυσόν τε καὶ ἀργιόεντα Κάμιρον.
τρίπολιν νᾶσον: τὴν Ῥόδον· ὡς Ὅμηρος οἳ Ῥόδον ἀμφενέμοντο διάτριχα κοσμηθέντες,
ἔκγονοι δὲ Ἡλίου ἀφ᾿ ὧν αἱ πόλεις ὠνομάσθησαν· Λίνδος, Ἰηλυσὸς, Κάμειρος, παῖδες Κερκάφου τοῦ Ἡλίου καὶ Κυδίππης τῆς Ὀχίμου θυγατρός.
Λίνδον Ἰηλυσόν τε καὶ ἀργινόεντα Κάμειρον.
ἄλλως·
Ἀσίας ἐμβόλῳ: τούτους δὲ ὑμνήσω τοὺς τὴν
[Ἀσίας ἐμβόλῳ:] δύναται καὶ ἑτέρως ἑρμηνεύεσθαι
σημείωσαι ὅτι εἰς Ῥόδον τόπος ἐστὶν ἀποτείνων εἰς ὀξὺ κατὰ Λυκίαν ἐμβόλῳ παραπλήσιος.
τρεῖς ἀμφιβολίας ἔχει· ἤτοι γὰρ καθόλου πάντων ἀνθρώπων κοινὸν λόγον, ἢ αὐτῶν τῶν Ῥοδίων, ἢ ἔξωθεν ληπτέον τὸ ὥς, ἵνα ᾖ· ὥστε ξυνῶσαι καὶ πᾶσιν ἀνθρώποις εἰς μέσον ἀγαγεῖν.
Τληπόλεμος δ᾿ ἐπεὶ οὖν τράφη ἐν μεγάρῳ ἐυπήκτῳ,
λέγεται δὲ κατὰ τὴν βασιλείαν Τληπολέμου μάλιστα εὐδαιμονῆσαι Ῥοδίους, ὡς καὶ Ὅμηρος μαρτυρεῖ
αὐτίκα πατρὸς ἑοῖο φίλον μήτρωα κατέκτα.καί σφιν θεσπέσιον πλοῦτον κατέχευε Κρονίων.
ἔστι δὲ αὐτοῦ ἱερὸν καὶ τάφος ἐν Ῥόδῳ· | οἱ γὰρ συστρατευσάμενοι
ἀπὸ Τλαπολέμου: ἐπεὶ ὁ Τληπόλεμος φυγὼν ἐξ Τληπόλεμος δ᾿ ἐπεὶ οὖν τράφεν ἐν μεγάρῳ ἐυπήκτῳ,
διὸ καὶ ἔφυγεν.
αὐτίκα πατρὸς ἑοῖο φίλον μήτρωα κατέκτα
ἤδη γηράσκοντα Λικύμνιον, ὄζον Ἄρηος.
ὥστε ποιῆσαι κοινὸν πᾶσι καὶ εἰς πάντας ἀγαγεῖν.
εὔχονται δὲ ἀντὶ τοῦ καυχῶνται.
ὃν τέκεν Ἀστυδάμεια βίῃ Ἡρακληείῃ.
καὶ Ἡσίοδος δὲ
ἀμφὶ δ᾿ ἀνθρώπων φρασίν: ὑπεραπολογεῖται
τοῦτο δ᾿ ἀμήχανον: ἀμήχανον δέ ἐστι τοῦτο
ἄλλως· ἀδύνατόν ἐστι τοῦτο εὑρεῖν τὸ περιτυχεῖν ἀνδρὶ καὶ γνῶναι τὸ φέρτατον.
ἀντὶ τοῦ τὸ ἀποβησόμενον ἀφ᾿ οὗ τις γεννηθῇ μέχρι τέλους.
τοῦτο δ᾿ ἀμήχανον: καὶ τὸ τοιοῦτον γνῶναι
τοῦτο δ᾿ ἀμάχανον εὑρεῖν: τὴν παροῦσαν καὶ
(τυχεῖν:) συμβῆναι.
καὶ γὰρ Ἀλκμήνας: Ἀλκμήνης ἀδελφὸν νόθον
ἐκ θαλάμων: δύναται ἑκατέρως ἀκούεσθαι· ἔκ τε
χθονὸς οἰκιστὴρ χολωθείς: τῇ δόξῃ ὁ Πίνδαρος
αἱ δὲ φρενῶν ταραχαί: γνωμικῶς· αἱ δὲ ἀκρατόθυμοι
τοῦτο δὲ μέση παρεμβολή.
παρέπλαγξαν: αἱ γὰρ ταραχαὶ καὶ τὸν σοφὸν
μαντεύσατο δ᾿ ἐς θεὸν ἐλθών: ὡς οὖν
(θεόν:) τὸν Ἀπόλλωνα.
εὐώδεος ἐξ ἀδύτου: τοῦ τεθυμιαμένου ἀδύτου·
πλόον: πλεῖν ἐκέλευσεν αὐτὸν ἀπὸ τῆς Λερναίας
Λερναίας ἀπ᾿ ἀκτᾶς: τὴν Λέρνην οἱ μὲν λέγουσι
ὁ δὲ νοῦς· εὐθῦναι τὴν ναῦν εἰς τὴν νῆσον τὴν Ῥόδον, ἐν ᾗ νήσῳ ὁ βασιλεὺς τῶν θεῶν Ζεὺς χρυσέαις σταγόσι τὴν πόλιν κατέβρεχε καὶ ἐπλουτοποίει τοὺς οἰκήτορας τῆς Ῥόδου.
ἀμφιθάλασσον δὲ τὴν ἑκατέρωθεν θαλάσσῃ περιχεομένην.
νομὸν δὲ τὴν
(εὔθυν᾿:) ἤγουν ὀρθὸν ποίησον. γράφεται καὶ εὐθὺν.
νομὸν δὲ, κατανέμησιν.
καί σφιν θεσπέσιον πλοῦτον κατέχευε Κρονίων.
ὅτι ἄρα νεφέλην ἐπιστήσας τοῖς Ῥοδίοις χρυσὸν ἔχευε· ἢ ὅτι πολὺν χύδην πλοῦτον αὐτοῖς κατεσκεύασεν, ὁμοίως τῷ κούρη δ᾿ εἴμ᾿ Ἀρύβαντος ἐγὼ ῥυδὸν ἀφνειοῖο.
καί σφιν θεσπέσιον πλοῦτον κατέχευε Κρονίων·
| οὐκ εἰρηκότος Ὁμήρου ὅτι ἔβρεξε χρυσὸν, ἀλλὰ περιεποίησε
χρυσέαις νιφάδεσσι: τοῦτο ἄντικρυς ἐκ τοῦ ἀθετουμένου καί σφιν θεσπέσιον πλοῦτον κατέχευε Κρονίων.
ἁνίχ᾿ Ἁφαίστου τέχναισι: τὸν καιρὸν καθ᾿ ὃν
χαλκελάτῳ πελέκει: ἐν τοῖς Μουσαίου Παλαμάων
χαλκελάτῳ πελέκει: οἱ μὲν Παλαμάονα λέγουσι
φαυσίμβροτος: φαεσίμβροτος. τὸ -ε- καὶ το ᾱ εἰς
(φαυσίμβροτος:) ὁ τοῖς βροτοῖς φάος φέρων.
δαίμων Ὑπεριονίδας: ὁ Ὑπερίονος παῖς. Ὑπερίων Θεία δ᾿ Ἠέλιόν τε μέγαν λαμπράν τε Σελήνην
οἱ δὲ αὐτὸ ἐπιθετικῶς ἀκούουσιν ἐν τύπῳ πατρωνυμικῷ· ὁ ὑπὲρ γῆν ἱέμενος, ἢ ὑπὲρ ἡμᾶς πορευόμενος.
Ἠῶ θ᾿, ἣ πάντεσσιν ἐπιχθονίοισι φαείνει,
γείναθ᾿ ὑποδμηθεῖσ᾿ Ὑπερίονος ἐν φιλότητι.
μέλλον ἔντειλεν: τὸ μέλλον ἔσεσθαι ἐνετείλατό,
βωμὸν ἐναργέα: ἤτοι τῇ κατασκευῇ πολυτελῆ
σεμνὰν θυσίαν θέμενοι: τοῦτο πρὸς τὸν τῆς
σεμνῶς φησι τὰ θύματα αὐτῆς τελεῖν.
ὁ δὲ λόγος· οἱ τὴν προμήθειαν ἐπιστρεφόμενοι περί τινος καὶ προλαμβάνοντες τὸ ἐσόμενον διὰ τὸ προβουλεύσασθαι τοῦτο πράττουσι κατ᾿ ἐκτροπὴν καὶ ὕστερον χαίρουσι τοῦτο προβουλευσάμενοι.
ἔνιοι δὲ ἀναγινώσκουσι περισπωμένως αἰδῶς, τῆς αἰδοῦς.
ὃ δέ φησι, τοιοῦτόν ἐστιν· οἱ περὶ τῶν μελλόντων πραγμάτων τὸ δέον προσκοπήσαντες καὶ τοῦτο προδιαθέντες, οὗτοι εἰς ἀρετὴν καὶ ἡδονὴν ἔρχονται.
ἔνιοι δὲ οὕτως ἐνόησαν· ἐκ δὲ ταύτης τῆς αἰτίας καὶ αἰδὼς ἡ ὑπάρξασα εἰς τὴν θεὸν ἡ ἐκ τῆς προμηθείας καὶ τῆς προγνώσεως χαρὰν αὐτοῖς καὶ εὐθυμίαν καὶ ἀρετὴν παρέσχεν.
Προμαθέος αἰδώς: τὸ προσκοπεῖν τὸ μέλλον.
βαίνει τι: ἡ πρόνοια.
ἐπιβαίνει γε μὴν καὶ
λάθας ἀτέκμαρτον: πολλάκις τὴν προμήθειαν
ἐνίοτε καὶ τοῖς ἔχουσι τὴν προμήθειαν καὶ προσκοπουμένοις ἐπιβαίνει καὶ ἀνθιστᾷ ἕτερον μέρος. ὁ δὲ λόγος περὶ τῶν Ῥοδίων, ὅτι καίτοι καὶ τοῦ Ἡλίου προαναγγείλαντος αὐτοῖς θῦσαι τῇ Ἀθηνᾷ κατὰ τὴν γένεσιν καὶ αὐτοὶ μεμνημένοι ταύτῃ συντελέσαι, τῶν πρὸς τὴν παρασκευήν τι παραλειπόντων.
καὶ παρέλκει πραγμάτων: τῶν πραγμάτων τὴν
παρέλκει πραγμάτων ὀρθὰν ὁδόν: ὁ νοῦς
(παρέλκει:) παρατρέπει.
καὶ τοὶ γὰρ αἰθούσας: καὶ γὰρ αὐτοί, φησιν,
ἄλσος μὲν τὸ τέμενος εἴρηκεν· ἄπυρα δὲ [ὅτι] μέχρι νῦν οἱ Ῥόδιοι θύουσιν ἀπ᾿ ἐκείνης τῆς ἀρχῆς τῇ Ἀθηνᾷ. καὶ Ἀπολλώνιος ὁ ποιητής
ξανθὰν δὲ κατὰ τὴν ἔμφασιν ἔφη ὁ Πίνδαρος νεφέλην τὴν ἔγκυον οὖσαν χρυσοῦ, καθὸ καὶ τὴν ὕδωρ ἔχουσαν ζοφώδη
πυρὸς σπέρμα τὸν ἄνθρακα [δὲ] λέγει ἢ τὸν σπινθῆρα.
αἰθούσας δὲ τῆς αἰθομένης καὶ λαμπρᾶς καὶ καυστικῆς.
τὸ δὲ οὔ ἐπίρρημα προσαπτέον τῷ ἔχοντες, ἵν᾿ ᾖ οὐκ ἔχοντες.
φλογὸς δὲ σπέρμα, τὸ πῦρ, ὡς καὶ Ὅμηρος
ἄπυρα δὲ μέχρι νῦν θύουσιν οἱ Ῥόδιοι τῇ Ἀθηνᾷ.
ὕστερον δὲ οἱ Ῥόδιοι πολλὰ τῶν πρὸς τὸν βίον ἀνηκόντων ἐργαλείων εὗρον.
ἄλλως· χρύσειαι, ζωῇσι νεήνισιν ἔργ᾿ εἰκυῖαι.
κέλευθοι δὲ νῦν τὰ ἐν τῇ πόλει ἄμφοδα.
ἦν δὲ κλέος βαθύ: ἐκ δὲ τούτου βαθὺ κλέος καὶ
δαέντι δέ: τῷ μαθόντι δὲ ἡ σοφία μείζων καὶ
βέλτιον δὲ οὕτως· οἱ προπαρατυγχάνοντες καὶ μαθόντες τὴν σοφίαν τεχνολογοῦσι.
τοῦτο δὲ λέγει ὡς τῶν Ῥοδίων εὐφυῶν μὲν ὄντων κατὰ φύσιν· προσδεξάμενοι δὲ καὶ τὴν τέχνην, οὕτως ἐξ ἀμφοτέρων, τῶν μαθήσεων καὶ τῶν φύσεων, ἐχορήγησαν τὰ μέγιστα.
δαέντι δὲ καὶ σοφία: ἀντὶ τοῦ, δαέντος ἡ
βέλτιον δὲ οὕτως·
ἢ οὕτω· τῷ μαθόντι καὶ ἡ ἄδολος σοφία μείζων γίνεται.
τὸ δὲ σαφὲς οὕτως ἔχει· τῷ δὲ μετ᾿ εὐφυΐας μεμαθηκότι ἡ σοφία καὶ ἐπὶ τὸ μεῖζον ἀδόλως καὶ ἀνεμποδίστως ἐπαίρεται· ὡς τῶν Ῥοδίων εὐφυῶν μὲν ὄντων κατὰ φύσιν, προσδεξαμένων δὲ καὶ τὴν τέχνην, καὶ οὕτως ἐξ ἀμφοτέρων τῆς μαθήσεως αὐτοῖς ἐπὶ τὸ ἄκρον ἐλθούσης.
λέγει δὲ τοιοῦτόν τι· καθ᾿ ὃν χρόνον οἱ θεοὶ τὸν ὅλον κόσμον πρὸς ἑαυτοὺς διεμερίζοντο, ἀπόντος τοῦ Ἡλίου καὶ τὸν ἑαυτοῦ διανύοντος δρόμον, οὐδὲ εἷς τῶν θεῶν ὑπέμνησεν ὥστε καὶ αὐτῷ τοῦ κόσμου μερίδα φυλαχθῆναι. οὐδέπω δὲ ἡ Ῥόδος ἦν ἐκ θαλάσσης ἀναδοθεῖσα· διὸ καὶ ἀκλήρωτος μείνας ὁ θεὸς ταύτην εἵλετο τὴν μερίδα, ἱερὰν αὑτῷ τὴν νῆσον ἐπιτρεψάμενος.
δύναται δὲ τὸ μνασθέντι ἀντὶ τοῦ μνασθέντος.
ἢ μνησθέντι τῷ Ἡλίῳ.
ἄμπαλον μέλλεν θέμεν: ἀνακλήρωσιν· ἀπὸ
ὁ δὲ νοῦς· ὑπομνησαμένῳ δὲ τῷ Ἡλίῳ ἀνακλήρωσιν ἔμελλε ποιῆσαι ὁ Ζεύς· ἀλλ᾿ οὐκ εἴασεν αὐτὸν τοῦτο ποιῆσαι ὁ Ἥλιος, ἐπειδὴ εἶπεν ἔνδον τῆς θαλάσσης καὶ ἐν τῷ βυθῷ [ὁρᾶν] παραυξομένην καὶ ἐγειρομένην ἐκ τοῦ πέδου ἐσομένην ταύτην γὰρ πρός τε ἀνθρώπων χρησιμωτάτην καὶ πρὸς πάντα τὰ ζῷα εὔβοτον καὶ εὔφρονα, ἀπὸ μέρους τῶν προβάτων.
(ἄμπαλον:) ἀνακλήρωσιν.
Eust. II. 64, 42: . . . ἀναδασμὸν ἤγουν δεύτερον μερισμὸν τῶν προμερισθέντων· ὅπερ ἄμπαλον Πίνδαρος ἔφη, τουτέστι δεύτερον πάλον καὶ κλῆρον ἐπὶ μερισμῷ . . . . τὸ ἄμπαλος ἤτοι ἀνάπαλος, ἤγουν ἀνάδασμος, ὁ ἐκ δευτέρου πάλος ὅ ἐστι κλῆρος.
ἀλλά νιν οὐκ εἴασεν: ἀλλὰ τοῦτο μὲν ὁ
ἐν ἴσῳ δὲ τῷ Ὁμηρικῷ
ἀπὸ μέρους τὸ πᾶν.
νῦν δὲ καταχρηστικῶς τὴν τιμίαν ἀκουστέον.
Λάχεσις δὲ μία τῶν Μοιρῶν καλεῖται· τριῶν δὲ οὐσῶν τῶν πασῶν
χεῖρας ἀντεῖναι: ἀντὶ τοῦ χειροτονηθῆναι
θεῶν δ᾿ ὅρκον μέγαν: θεῶν ὅρκον τὴν Στύγα. καὶ τὸ κατειβόμενον Ετυγὸς ὕδωρ, ὅς τε μέγιστος
ὅρκος.
μὴ παρφάμεν: μὴ παραλογίσασθαι, τουτέστιν.
(παρφάμεν:) παραβῆναι.
φαενὸν ἐς αἰθέρα: ἀντὶ τοῦ, ἀλλ᾿ εἰς τὸν
φαενὸν κατὰ συγκοπὴν φαεινὸν, λαμπρόν.
αἰθέρα νῦν καταχρηστικῶς τὸν ἀέρα.
ἑᾷ κεφαλᾷ: τῇ ἑαυτοῦ, τοῦ Ἡλίου, κεφαλῇ εἰς
(γέρας:) γράφεται μέρος.
τελεύτασαν δὲ λόγων: ἀντὶ τοῦ ἀληθῆ ἐποίησαν
ὁ δὲ νοῦς· ἐτελειώθη δὲ τούτων τῶν λόγων τὰ κεφάλαια ἐν τῇ ἀληθείᾳ πεσόντα.
ἐκ δὲ
ἄλλως· Τενάγης ἤτοι Φαέθων [ὁ νεώτατος], Ἀκτὶς, Μάκαρ, Χρύσιππος, Κάνδαλος, Τριόπης.
(d.) διὸ καί τινες γράφουσιν· ὧν εἷς μὲν
τέκεν ἑπτά: Ἡλίου καὶ Ῥόδης (οὕτω γὰρ αὐτὴν
τέκεν ἑπτὰ σοφώτατα νοήματα: τουτέστι
σοφώτατα νοήματα: οἷον σοφωτάτους.
τὸ
τῶν ἑπτὰ τῶν προειρημένων εἷς ὁ Κέρκαφος ἐκ Κυδίππης τῆς Ὀχίμου τοῦ ἀδελφοῦ ὑπὸ Πινδάρου ἱστορεῖται πεποιηκέναι τρεῖς παῖδας,
ὁ δὲ νοῦς· τούτων δὲ ἕκαστος κεχωρισμένως καὶ κατ᾿ ἰδίαν ἔχει πόλιν ὁμώνυμον· τὴν γὰρ πατρῴαν, αὐτὴν τὴν νῆσον, εἰς τρεῖς νειμάμενοι διεμερίσαντο, καὶ οὕτως ἐπωνόμασαν τὰς ἕδρας καὶ τὰς πόλεις· ὁμώνυμοι γάρ εἰσιν.
Λίνδον Ἰηλυσόν τε καὶ ἀργιόεντα Κάμιρον.
τοῖς Ἡλίου υἱωνοῖς.
ἄλλως· λυτήριον τῆς φυγῆς τῆς διὰ Λικύμνιον.
τόθι: ἔνθα καὶ τῷ Τληπολέμῳ, τῷ τῶν Ἀργείων
λυτήριον δὲ τῆς συμφορᾶς τὴν μετοίκησίν φησι καὶ τὴν αὐτόθι τοῦ βίου διατριβήν.
μήλων τε κνισσάεσσα πομπά: ἡ θυσία. ἐπεί
κρίσις ἀμφ᾿ ἀέθλοις· κρίσιν εἶπε τὸν ἀγῶνα
ἀμφ᾿ ἀέθλοις· τὸν ἀγῶνα τῶν Ῥοδίων ὃν τιθέασιν οἱ Ῥόδιοι Τληπολέμῳ. καὶ τοῦτο δὲ ψεύδεται ὁ Πίνδαρος· οὐ γὰρ Τληπολέμῳ ὁ ἀγὼν ἐπιτελεῖται· οὐ γὰρ Ἡλίῳ, ὡς Ἴστρος
τῶν ἄνθεσι: ἐκ τῶν τιμώντων Τληπολεμίων ἐν
ἄνθεσι δὲ τοῖς στεφάνοις. τελεῖται γὰρ αὐτόθι ἀγὼν Τληπολέμειος ἐπικαλούμενος. ἐγκωμιαστικῶς δὲ ὁ Πίνδαρος τὸν ἀγῶνα, Ἡλίῳ τελούμενον, εἰς τὸν Τληπόλεμον μετήγαγε. τελεῖται δὲ μηνὸς Γορπιαίου εἰκοστῇ τετάρτῃ ἡμέρᾳ. ἀπέχει δὲ τῶν Νεμέων ἡμέρας ἕξ. ἀγωνίζονται δὲ παῖδες καὶ ἄνδρες. ὁ δὲ στέφανος λεύκη δίδοται.
τελεῖται
ἄλλως· ἐν Ἄργει, ἐν τῷ
τὸ δὲ σημεῖον ὅτι Ἑκατόμβαια λέγει τὰ ἐν Ἄργει νενικηκέναι τὸν Διαγόραν.
τά τ᾿ ἐν Ἀρκαδίᾳ: ἐν Ἀρκαδίᾳ πολλοὶ ἀγῶνες
τά τ᾿ ἐν Ἀρκαδίᾳ: ἀπὸ κοινοῦ τὸ ἔγνω νιν·
τὰ δὲ ἔργα τινὲς οὕτως ἀκούουσιν· ἐπειδὴ οἱ
ἄλλως· Πολέμων
πολλοὶ δὲ ἄγονται ἀγῶνες ἐν Ἀρκαδίᾳ· Λύκαια· Κόρεια·
τελοῦνται δὲ ἐν Βοιωτίᾳ διάφοροι
τελεῖται δὲ ἐν μὲν Πελλήνῃ τῆς Ἀχαΐας ἀγὼν ὁ καλούμενος Θεοξένια· τινὲς δὲ, καὶ τὰ Ἕρμαια· τὸ δὲ ἆθλόν ἐστι χλαῖνα. ἐν δ᾿ Αἰγίνῃ τὰ Αἰάκεια· οἱ δὲ Οἰνώναια· ἀμφορίτης ἀγὼν, οὗ Καλλίμαχος μέμνηται ἐν τοῖς ἰάμβοις
ψᾶφος ἔχει λόγον: κατὰ τὰ Μέγαρα ἔθος
τὸ σημεῖον ὅτι ψῆφον λιθίνην λέγει
ὦ Ζεῦ, νώτοισιν Ἀταβυρίου: ὁ νοῦς οὕτως
ἄλλως· νώτοισιν Ἀταβυρίου:
νώτοισι δὲ ἀντὶ
εἰσὶ δὲ χαλκαῖ βόες ἐν αὐτῷ, αἵτινες ὅταν
ἔστι δὲ καὶ ἐν
Ἀταβυρίου: ὄρος Ῥόδου.
νώτοις δὲ ἀλλάξας
Δίδυμος δέ φησιν ἐν Σικελίᾳ εἶναι ὄρος Ἀταβύριον, ὡς Τίμαιός φησι· καλεῖται δὲ καὶ ὁ Ἀταβύριος. εἰσὶ δὲ καὶ βόες χαλκοῖ ἐπὶ τῷ ὄρει τῆς Ῥόδου, οἳ ὅταν μέλλῃ τι τῇ πόλει γίνεσθαι κακὸν μυκῶνται.
τίμα μὲν ὕμνου: περιφραστικῶς τὸν ὕμνον
τὸ σημεῖον ὅτι τὴν θέσιν δηλοῖ.
τὸν διὰ πυγμῆς ἀρετὴν εὑρόντα.
τουτέστι μὴ ἀπόκρυπτε τοὺς προγόνους, ὦ θυμὲ, ἀλλὰ ὕμνει. ἑαυτῷ δὲ ὁ Πίνδαρος παρακελεύεται.
κοινὸν σπέρμα λέγει τὸ ἔνδοξον· κοινὰ γὰρ τὰ τοιαῦτα ἐξ οὗ πάντως ἔχει.
τὸ συγγενικόν.
Ἐραστεϊδᾶν: Ἐραστείδης πρόγονος τοῦ Διαγόρου,
σὺν χαρίτεσσι: ἐκ τῶν χαρίτων τῶν Ἐραστιδῶν
φυλὴ δέ ἐστι τῶν Ἐραστιδῶν ἐν Ῥόδῳ, ἀφ᾿ ἧς ἦν Διαγόρας.
ἐν δὲ μιᾷ μοίρᾳ χρόνου: ἐκ τούτου ἐμφαίνει
ἐν δὲ μοίρᾳ μιᾷ χρόνου: ἐν τῷ βραχεῖ δὲ
(διαιθύσσουσιν:) ὁρμῶσιν.
τέλος Διαγόρου πύκτου.
ὕμνου τέρμα Διαγόρα τοῦ πύκτου.
τέλος Διαγόρα Ῥοδίου πύκτου.
ἡ δὲ ἐπῳδὸς κώλων ια΄. τὸ α΄ προσοδιακὸν τρίμετρον ἀκατάληκτον. τὸ β΄ δακτυλικὸν τρίμετρον ἀκατάληκτον. τὸ γ΄ χοριαμβικὸν δίμετρον καταληκτικόν. τὸ δ΄ ἐγκωμιολογικὸν παρὰ τὴν τελευταίαν συλλαβήν. τὸ ε΄ δακτυλικὸν τρίμετρον τελικὸν, ἢ προσοδιακόν. Τὸ ς΄ ὅμοιον τῷ αὐτῷ.
τὸ ζ΄ ὅμοιον τῷ αὐτῷ. τὸ η΄ δακτυλικὸν πενθημιμερές. τὸ θ΄ προσοδιακὸν τρίμετρον ἀκατάληκτον· ὁ πρῶτος ἰωνικὸς ἀπ᾿ ἀδιαφόρου, ὁ δεύτερος χορίαμβος. τὸ ι΄
Inscr.a. Γέγραπται ὁ ἐπινίκιος προηγουμένως τῷ Ἀλκιμέδοντι
Inscr.b. ζητοῦσι δέ τινες διατί ἐν τῷ ἑνὶ τούτῳ ἐπινικίῳ τοὺς τρεῖς ἐνεκωμίασε; καὶ οἱ μέν φασι, διὰ τὸ μὴ καθ᾿ ἕκαστον ἀξιολόγους ἀφορμὰς εὑρηκέναι· οἱ δὲ, ὅτι ἐκ τῆς πόλεως ἦσαν τῆς αὐτῆς οἱ τρεῖς.
Ὁ Πίνδαρος πρὸς αὐτὴν τὴν Ὀλυμπίαν ποιεῖται
Μᾶτερ ὦ χρυσοστεφάνων: μητέρα τῶν ἀγώνων
χρυσοστεφάνων: ἀντὶ τοῦ καλλιστεφάνων. οὐδ᾿ εἰ χρυσείῃ Ἀφροδίτῃ κάλλος ἐρίζοι.
ἢ ὅτι ἀληθῶς ἡ διδομένη τοῖς νικῶσιν ἐλαία καλλιστέφανος
δέσποινα δὲ ἀληθείας διὰ τὸ αὐτόθι τὸ τῶν Ἰαμιδῶν μαντεῖον ὑπάρχειν.
ὡς οὖν λέγομεν μητρόπολιν τὴν πρώτην καὶ ἐνδοξοτέραν πόλιν, οὕτω καὶ ἐνταῦθα μητέρα ἄθλων.
τὸ ἑξῆς· ὅπου μάντιες ἄνδρες τοῖς διὰ τοῦ πυρὸς ἱεροῖς σημειούμενοι διαπειρῶνται τοῦ Διός.
ἀντὶ τοῦ ἀποπειρῶνται.
ἢ ἡ παρά ἀντὶ τῆς ἀπό· ἔστι γὰρ
ἀποπειρῶνται οἱ μάντεις καὶ ἐπιζητοῦσι μαθεῖν
Διὸς ἀργικεραύνου: ἤτοι παρὰ Διός· ἐνταῦθα
ὁ δὲ Ἀρίσταρχος οὕτως· ἀποπειρῶνται εἰ ἀντιποιεῖται περὶ ἀνθρώπων καὶ ἔχει λόγον τῶν ζητούντων ἀρετὴν κτήσασθαι.
ἄνεται δὲ πρὸς χάριν· τουτέστιν οἱ εὐσεβεῖς
ἢ οὕτως· τελευτᾷ δὲ πρὸς χάριν εὐσεβείας τὸ μαντεῖον.
ἢ οὕτως· ἀνύεται τὰ μαντεῖα ταῖς τῶν ἀνδρῶν λιταῖς.
βέλτιον δέ· τελειοῦται τὰ μαντεῖα πρὸς τὸ κεχαρισμένον ἕνεκα τῆς εὐσεβείας· οἷον οἱ εὐσεβεῖς ἀνύουσι ταῖς πρὸς θεοὺς λιταῖς καὶ λαμβάνουσι κεχαρισμένους χρησμοὺς, οἱ δὲ ἀσεβεῖς οὔ.
Ἀσκληπιάδης δὲ χωρὶς τοῦ -σ- γράφει λιταί· δεήσει δὲ καὶ αὐτὸν λαμβάνειν τὸ ἄνεται ἀντὶ πληθυντικοῦ τοῦ ἄνονται, ἵνα ᾖ· τελειοῦνται δὲ αἱ λιταὶ πρὸς τὴν χάριν τῆς εὐσεβείας.
ἄνεται δὲ πρὸς χάριν: ἀνύεται δὲ τὸ τοιοῦτον·
πρόσκειται δὲ τὸ σημεῖον ὅτι τὸ σημαινόμενόν ἐστι τοιοῦτον· ἐπιτελεῖται δὲ χάριν τῆς εὐσεβείας, ἢ διὰ τὴν εὐσέβειαν.
ἄλλως· ἄνεται δὲ πρὸς χάριν: τουτέστιν οἱ εὐσεβεῖς ἀνύουσί τι ταῖς πρὸς τοὺς θεοὺς λιταῖς, οἱ δὲ ἀσεβεῖς οὔ.
γράφει δὲ [κατ᾿ ἐνίους] ὁ Ἀσκληπιάδης ἄνευ τοῦ -σ- λιταί, καὶ οὕτω καθίστησι τὸν λόγον· πρὸς δὲ τὸ κεχαρισμένον τῇ εὐσεβείᾳ τῶν ἀνδρῶν ἀνύονται λιταί· ὡς ἂν αὐτῇ τῇ τῶν ἀνδρῶν εὐσεβείᾳ κεχαρισμένου τοῦ λιτανεύειν
ἄλλως· τελειοῦται ἡ μαντεία πρὸς τὸ κεχαρισμένον ἕνεκα τῆς εὐσεβείας ταῖς τῶν ἀνδρῶν λιταῖς.
ἢ οὕτω· τελειοῦνται δὲ τὰ μαντεῖα ταῖς τῶν ἀνδρῶν εὐσεβείαις, ὅτι πείθοντες λιταῖς τοὺς θεοὺς λαμβάνουσι χρησμούς. τοῦτο δὲ λέγει, ἐπεὶ οὐ παντὶ ἀνθρώπῳ μαντεύεται τὸ θεῖον, ἀλλὰ τοῖς εὐσεβέσιν.
τὸ εὔδενδρον ἄλσος
ὁ δὲ τρόπος περίφρασις.
τοῦτον τὸν κῶμον καὶ τὸν ὕμνον καὶ τὴν ἐκ τῆς στεφανηφορίας πρόσδεξαι νίκην.
(ἄλσος:) λείπει τὸ ἔχων.
μέγα τοι κλέος: ᾧτινι ἂν τὸ σὸν γέρας παρακολουθήσῃ,
μέγα τοι κλέος: μεγίστη γὰρ ἐκείνῳ δόξα, ᾧ
ἄλλα δ᾿ ἐπ᾿ ἄλλον ἔβαν: οὐ πάντες τὰ αὐτὰ ἀλλ᾿ οὔ πως ἅμα πάντα θεοὶ δόσαν ἀνθρώποισιν.
σὺν θεοῖς: ἀντὶ τοῦ, τῶν θεῶν βουλομένων πολλαὶ
ὔμμε δὲ κλάρωσεν: ὑμᾶς μέντοι, ὦ Τιμόσθενες,
ἐκλάρωσεν: ὁ μοιρίδιος ὑμῶν πότμος καὶ ἡ
ἐν Νεμέᾳ: ὅτι Νέμεα νενίκηκεν· Ἀλκιμέδων δὲ
ἐν Νεμέᾳ πρόφαντον: ἐπιφανῆ καὶ ἐπίσημον
ἀμφοτέρους δὲ τοὺς ἀγῶνας τούτους ἀνάπτει τῷ Διὶ, παρόσον καὶ ἡ Ὀλυμπία καὶ ἡ Νεμέα Διός. | καὶ Ζηνί τε καὶ Νεμέῃ τι χαρίσιον ἕδνον ὀφείλω.
[ἄλλως·] τὴν εὐμορφίαν, τὸ εἶδος, οὐ κατελέγχων. ὁ δὲ Ὅμηρος
[καὶ] ἀνεκήρυξεν ἑαυτὸν Αἰγινήτην τῇ πάλῃ [καὶ] κρατήσας καὶ νικήσας.
δολιχήρετμον δὲ τὴν Αἴγιναν, ὅτι ναυτικοὶ οἱ Αἰγινῆται· ὡς καὶ ἐν τῷ Περσικῷ πολέμῳ δεύτεροι Ἀθηναίων εὑρέθησαν.
ἀνεκήρυξε τὴν ναυτικὴν Αἴγιναν. Ἡσίοδος οἳ δή τοι πρῶτον τεῦξαν νέας ἀμφιελίσσας,
πρῶτοι δ᾿ ἱστία θέσαν νεὼς πτερὰ ποντοπόροιο.
τουτέστι φιλόξενοί εἰσιν, ἴσως διὰ τὸ ἐμπορεῖον εἶναι τὴν Αἴγιναν.
ἔνθα σώτειρα Διὸς ξενίου πάρεδρος ἀσκεῖται
πάρεδρος ἀσκεῖται Θέμις: Ἀσκληπιάδης ἀντὶ
τουτέστι φιλόξενοί εἰσιν. ἴσως διὰ τὸ ἐμπορεῖον εἶναι τὴν Αἴγιναν· | ὅθεν τὸν
ἄλλως· γνωμικόν ἐστι τὸ λεγόμενον, τείνει δὲ εἰς τὸν περὶ φιλοξενίας τῶν Αἰγινητῶν λόγον. σημαίνει δὲ τοῦτο· ἐὰν γὰρ ᾖ πολλὰ καὶ πολλαχῇ ῥέπειν δυνάμενον, περὶ τοῦ τοιούτου προνοῆσαι κατὰ τρόπον καὶ οἰκονομῆσαι καὶ κατορθῶσαι δυσχερὲς τοῖς πολλοῖς. οὔκ εἰσιν οὖν ἄξενοι οἱ Αἰγινῆται, οὐδὲ μὴν ἄνδρα ἀκρίτως παραδέχονται, ὡς ἡ Πηνελόπη ἐκπλήγδην ἕτερόν γε τίει μερόπων ἀνθρώπων
χείρονα, τὸν δέ τ᾿ ἀρείον᾿ ἀτιμήσασ᾿ ἀποπέμπει.
δύναται τὸ πολὺ καὶ πολλᾷ ῥέπον κατὰ τοῦ ὄχλου τίθεσθαι· ἐν ᾗ πόλει ἐστὶν ὄχλος, ἐν ταύτῃ τὸν κατοικοῦντα τῶν συμφερόντων τι νοῆσαι χαλεπόν ἐστιν· [ἀπὸ] ἀκριβοῦς γὰρ διανοίας ἔργον ἐστὶ τουτέστι τοῦτο. οὕτως ἐπλήθυναν οἱ Αἰγινῆται ὡς μζ΄ μυριάδας οἰκετῶν κτήσασθαι, ὥς φησιν Ἀριστοτέλης
ἐπαινεῖ δὲ τοὺς Αἰγινήτας ὅτι πάντας δεχόμενοι ἐξαιρέτως τοὺς ἀγαθοὺς ἔχουσιν.
τὸ δὲ πολὺ καὶ πολλᾷ ῥέπον, τὸ γένος τῶν ἀνθρώπων. τὸ δὲ δυσπαλὲς ἀπὸ τῶν δοράτων ἔχει τὴν μεταφορὰν, καὶ τὸ ῥέπειν ἀπὸ τῶν ἱστάντων ἐπὶ ζυγοῦ. ὅταν γὰρ τὸ ἐν τῷ ζυγῷ ἐλαφρὸν ᾖ, εὐχερὲς τὴν ἰσότητα γνῶναι· ἐὰν δὲ βαρὺ, δυσχερές.
ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν, ὅτι εἰς ὑπερβολήν εἰσι διακρίνειν τὸ καλὸν καὶ τὸ δυσχερὲς, ὅπερ καὶ παρὰ τοῖς ἄλλοις χαλεπὸν νομίζεται.
ὅ,τι γὰρ πολὺ καὶ πολλᾷ ῥέποι: γνωμικόν
οὐκ εἶναι οὖν φησιν ἀξένους τοιαύτη γὰρ ἐμὴ μήτηρ, πινυτή περ ἐοῦσα·
ἐμπλήγδην ἕτερον γε τιμᾷ.
δύναται [οὖν] τὸ πολὺ ἐπὶ τοῦ ὄχλου τίθεσθαι τοῦ ἐν τῇ πόλει, οἷον· ὅπου ἐστὶν ὄχλος, ἐνταῦθα τὸν κατοικοῦντα ὄχλον τῶν συμφερόντων τι νοῆσαι χαλεπόν ἐστιν. ἀκριβοῦς γὰρ διανοίας καὶ ἠρεμούσης καὶ ὀλίγων ἀνδρῶν τὸ ἐπὶ τοιαύτην ἐνεχθῆναι κρίσιν. πλήθειν γὰρ ἀνδρῶν οὕτω φασὶ τὴν Αἴγιναν ὡς εἶναι ἐν αὐτῇ μζ΄ μυριάδας οἰκετῶν.
τεθμὸς δὲ νόμος. κρίσις. δόγμα. δόκησις.
ἁλιερκέα δὲ χώραν τὴν Αἴγιναν· νῆσος γάρ.
τεθμὸς δέ τις ἀθανάτων: ἔτι πρὸς τὰ δεδηλωμένα
τὸ δὲ σαφὲς οὕτω· θεσμὸς δέ τις καὶ δικαία κρίσις τῶν θεῶν καὶ ταύτην τὴν τῇ θαλάττῃ περιτετειχισμένην Αἴγιναν τοῖς πανταχόθεν ἐπιφοιτῶσι ξένοις βάθρον ὥσπερ καὶ ἔρεισμα θεῖον ἐνομοθέτησεν.
τὸν παῖς ὁ Λατοῦς: ἰδίως φησὶν ὁ Δίδυμος ἦ γὰρ δὴ Φοῖβός τε Ποσειδάων τ᾿ ἐκάλεσσαν
Αἰακὸν, οὐκ ἀβοήθητα περὶ κρήδεμνα δέμοντες.
τὸν παῖς ὁ Λατοῦς: ὅντινα Αἰακὸν ὁ Ἀπόλλων ὁππότε μιν ξυνδῆσαι Ὀλύμπιοι ἤθελον ἄλλοι,
Ἥρη τ᾿ ἠδὲ Ποσειδάων καὶ Φοῖβος Ἀπόλλων,
οὐχ ὡς ἔνιοι, καὶ Παλλὰς Ἀθήνη.
εὐρυμέδων: μεγάλως βασιλεύων.
οὗτοι [δὲ] συνεργὸν εἵλοντο τὸν Αἰακὸν, ἐπειδὴ ἦν αὐτῷ πεπρωμένον, τῷ τείχει, πολέμου γενομένου πυρὶ καταφλεχθῆναι πολλῷ. οὐ γὰρ ἦν δυνατὸν ἁλῶναι αὐτὸ, εἰ τὸ
ἄλλως· ὅτι πέπρωτο δορυάλωτον γενομένην τὴν πόλιν ταύτην ἐμπυρισθῆναι, διὰ τοῦτό φησι τὸν Ποσειδῶνα καὶ τὸν Ἀπόλλωνα εἰς τὴν τῆς Ἰλίου τείχισιν προσλαβεῖν τὸν Αἰακὸν, διὰ τοῦ ὑπ᾿ αὐτοῦ οἰκοδομηθέντος ἵνα ἁλώσιμος γένηται καὶ μὴ διὰ τοῦ ὑπὸ τῶν θεῶν.
ὁ δὲ νοῦς· ἐπειδὴ οὖν ποτε ἐκτίσθη τὸ τεῖχος, εὐθέως καὶ παραχρῆμα
ἔδει εἰπεῖν· οἱ δὲ δύο σκόπελοι, ὁ μὲν οὐρανὸν εὐρὺν ἱκάνει.
κτίσθη νέον: οἱ μὲν νεωστὶ κατασκευασθὲν, οἱ
εἰσαλλόμενοί γε τρεῖς: κτισθέντος, φησὶ, τοῦ
ἐπειδὴ τρεῖς οἱ κατασκευάζοντες· οἱ μὲν οὖν τῶν θεῶν ἀπέθανον, ὁ δὲ τοῦ Αἰακοῦ εἰσῆλθεν.
(κάπετον:) κατέπεσον.
ἀτυζόμενοι: ἢ ταραττόμενοι· Ὅμηρος
εἷς δ᾿ ὄρουσεν: δύο μὲν δράκοντας Ἀχιλλέα καὶ
βοάσας: καθ᾿ ὃ μέρος ᾠκοδόμει ὁ Αἰακὸς, εἰσῆλθεν
ἔννεπε δ᾿ ἀντίον: οὐχ ὑπερέθετο στοχάσασθαι,
ὁ δὲ λόγος· οὐχ ὑπερέθετο στοχάζεσθαί, φησιν, ἀλλ᾿ ἐξ ἐναντίου ὁρῶν ἔτι εἶπεν.
ὡς δὲ συνέβαλε τὸ σημεῖον, καὶ οἰκείως ἔννεπεν· οἱ προσβαλοῦντες κατὰ τὰ ἡμέτερα τείχη ἀπολοῦνται καθάπερ οἱ
τινὲς δὲ εἰς τὸ ἐγγὺς ἔτι τὸ αἴνιγμα θέλουσιν ἄγειν.
εἶπε δὲ ὁ Ἀπόλλων, ἐναντίον καὶ ἀδέξιον θεασάμενος τὸ γεγονὸς τέρας.
Πέργαμος ἀμφὶ τεαῖς: Πέργαμος, ἡ ἀκρόπολις.
ἀποστρέφει δὲ τὸν λόγον πρὸς Αἰακόν· ἡ πόλις δὲ, ὦ ἥρως Αἰακὲ, τῶν Τρώων εὐάλωτος γενήσεται κατὰ τὴν ἐργασίαν τῶν σῶν χειρῶν, ὡς ἐμοὶ τὸ σημεῖον τὸ γεγενημένον ἐκ τοῦ Διὸς δηλοῖ.
ἄλλως· κατὰ τὰς σὰς ἐργασίας ἡ Πέργαμος ἁλίσκεται·
φάσμα τὸ φάντασμα καὶ σημεῖον. εἴρηται δὲ παρὰ
ἀλλ᾿ ἅμα πρώτοις: συμπεριλαμβάνει καὶ τὸν
πρώτοις ἄρξεται καὶ τετράτοις: ἰδίως κατὰ
ἅμα οὖν πρώτοις ἄρξεται καὶ τετάρτοις· πρῶτοι γὰρ, ὡς προείπομεν, ἐπολέμησαν τοῖς Τρωσὶν
ὧς ἄρα θεὸς σάφα εἴπας: ταῦτα τὰ περὶ τῶν
(εἴπας:) σημείωσαι τὸ εἴπας.
Ξάνθον ἤπειγεν: ποταμὸς Λυκίας· ἀφ᾿ οὗ δηλοῖ
ἤπειγε δὲ ἀντὶ τοῦ ἠπείγετο, ἐνεργητικὸν ἀντὶ παθητικοῦ.
Ξάνθον ἤπειγεν καὶ Ἀμαζόνας: ἀπὸ κοινοῦ
Ξάνθον
ἐκ δὲ τούτου
Ἴστρον ἐλαύνων: εἰς Ὑπερβορέους, ἔνθα Ἴστρος
ὀρσοτρίαινα: ὁ μὲν οὖν Ἀπόλλων, φησὶν, εἰς
ὀρσοτρίαινα δ᾿ ἐπ᾿ Ἰσθμῷ ποντίᾳ: κλητικὴ
ὁ δὲ νοῦς· ὁ δὲ ὀρσοτριαίνης Ποσειδῶν ἐπὶ Ἰσθμοῦ
σπουδάζουσιν εἰς ὑπεροχὴν ἔχειν· διὸ οὐδ᾿ ἓν
τερπνὸν δ᾿ ἐν ἀνθρώποις ἴσον ἔσσεται οὐδέν: ἄλλος γάρ τ᾿ ἄλλοισιν ἀνὴρ ἐπιτέρπεται ἔργοις.
ἄλλως· οὐχ ὁμοίως ἐπὶ τοῖς αὐτοῖς τέρπονται ἅπαντες·
εἰ δ᾿ ἐγὼ Μελησία: εἰ δὲ ἐγὼ ἐκ τῶν ὕμνων
ἄλλως· εἰ δ᾿ ἐγώ, φησι, τὸ γενόμενον τῷ Μελησίᾳ ἐκ τῶν ἀγενείων κῦδος ἀνέδραμον τῷ ὕμνῳ, τοῦ Ἀλκιμέδοντος ἀφέμενος· οἷον, παρεκβὰς ἦλθον ἐπ᾿ αὐτόν· ἀνέδραμον δὲ νῦν ἔφη διὰ τὸ προγενεστέραν εἶναι τὴν τοῦ Μελησίου νίκην τῆς ἐνεστώσης. ἔνιοι δὲ τὸ ἀνέδραμον ἀκούουσιν ἀντὶ τοῦ ἀναδραμοῦμαι· οἷον, εἰ τὸν ἀθλητὴν καταλιπὼν ἐπὶ τὸν ἀλείπτην ἐλεύσομαι καὶ ὑμνήσω, μηδεὶς [δέ] με μεμψάσθω. Ὅμηρος
ἢ οὕτως· εἰ δὲ ἐκ τῶν ὕμνων τοῦ Ἀλκιμέδοντος ἐπὶ τὸ τοῦ Μελησίου κῦδος ἀνέδραμον, ὃ ἔσχεν ἐξ ἀγενείων, μηδείς μοι φθονείτω· ἐρῶ γὰρ καί φημι αὐτὸν ὁμοίως ἐν τῇ Νεμέᾳ τὴν αὐτὴν ἐσχηκέναι
ἄλλως· ὡς τοῦ Μελησίου προηθληκότος καὶ τανῦν ἀλείφοντος καὶ διδάσκοντος τὸν Ἀλκιμέδοντα· ὥστε οὐ τῷ Μελησίᾳ γράφεται ὁ ἐπίνικος, ἀλλὰ τῷ Ἀλκιμέδοντι. ὁ οὖν εἰδώς, φησι, ῥᾳδίως διδάσκει, οὐχ ὁ ἀγνοῶν.
ὁμοίως ἐν τῇ Νεμέᾳ τὴν αὐτὴν χάριν ἔσχε νίκης ἀγενείων κἀκεῖ παγκρατίου.
τὰν δ᾿ ἔπειτα: τὴν τῶν ἀγενείων.
τὸ ἔπειτα
τὰν δ᾿ ἔπειτ᾿ ἀνδρῶν μάχαν: τὴν νίκην ἐξ
τὸ διδάξασθαι δέ τοι: ὡς τοῦ Μελησίου
τὸ διδάξασθαι δέ τοι ῥαΐτερον: τὸ διδάξασθαι
ἄγνωμον δέ: ἀνόητον δὲ διδάσκειν ἄλλους ὃ
ἄλλως· οὐκ ἂν εἴη ἐπιγνώμων οὐδὲ τεχνίτης ὁ μὴ προμαθών.
ἀπειράτων φρένες: τὰς τῶν μὴ πεπειραμένων
κεῖνα δὲ κεῖνος: ὁ μαθὼν καὶ προαθλήσας
ἢ ὁ Μελησίας.
ἐπὶ τοίνυν τοῦ παρόντος δόξα αὐτῷ ἐστιν ὁ Ἀλκιμέδων τριακοστὸς νικητὴς ἀναδειχθείς. λέγεται γὰρ σὺν τούτῳ ἀλεῖψαι τριάκοντα μαθητάς.
ἄλλως· νῦν τῷ ἀλείπτῃ Μελησίᾳ γέρας ὁ Ἀλκιμέδων περιεποίησε· τὸ γὰρ περιεποίησεν ἔξωθεν προσληπτέον.
οὐ δεκτέον [δὲ] πάντως ὅτι ὁ Ἀλκιμέδων τριάκοντα νίκας ἔσχεν· ἀλλ᾿ ὁ Μελησίας γυμνάσας ἀθλητὰς νίκας αὐτῶν ἐδέξατο τριάκοντα.
ὃς τύχᾳ μὲν δαίμονος: ὅστις Ἀλκιμέδων τῆς
ἄλλως· ὅστις τῆς τοῦ δαίμονος εὐτυχίας οὐχ
ἐν τέτρασι παίδων: τουτέστι τέσσαρας παῖδας
ἀπεθήκατο οὖν εἰς τὰ γυῖα
ἐχθρὰ οὖν αὐτοῖς ἡ ἀνακομιδή· οὐ γὰρ τὸν κατ᾿ εὐχὴν νόστον ἔχουσιν, ἀλλ᾿ ἀπεχθῆ.
ἀπεθήκατο γυίοις: ἀπεθήκατο τοῖς γυίοις τῶν
νόστον ἔχθιστον: ἀντὶ τοῦ φήμην κακὴν
ἢ ὅτι οὐχ ὑμνοῦνται.
αἶψα γὰρ ἐν κακότητι βροτοὶ καταγηράσκουσιν.
ἢ ἐκ τοῦ ἐναντίου· ἡ γὰρ εὐθυμία τοὺς γέροντας νεάζειν ποιεῖ.
ἀλλ᾿ ἐμὲ χρὴ μναμοσύναν: ἐμὲ τοίνυν χρὴ τὴν
Βλεψιάδαις: Βλεψιάδαι ἡ φατρία αὐτῶν ἐστιν,
ἕκτος οἷς ἤδη στέφανος: οἷστισι Βλεψιάδαις
φυλλοφόρων ἀπ᾿ ἀγώνων: ἤτοι καθὸ οἱ
φυλλίναι οἱ στεφανῖται· δωρῖται οἱ θέματα διδόντες·
καὶ γὰρ οἱ προαποθανόντες συγγενεῖς τοῦ Ἀλκιμέδοντος μετειλήφασι τῆς ἐπὶ τῇ νίκῃ δόξης, ὡς εἶναι διὰ τὴν τούτου δόξαν ἀθανάτους αὐτούς.
εἰδωλοπεποίηκεν Ἑρμοῦ θυγατέρα τὴν ἀγγελίαν· ἄγγελος γὰρ οὗτος καὶ διάκτωρ. ὅθεν ἀκούσας ὁ Ἰφίων τῆς τοῦ Ἑρμοῦ θυγατρὸς Ἀγγελίας εἴποι τῷ Καλλιμάχῳ, ὡς καὶ τούτῳ συγγενεῖ ὄντι καὶ προτετελευτηκότι.
κόσμον δὲ Ὀλυμπίᾳ, τὴν νίκην.
Ἰφίων πατὴρ Ἀλκιμέδοντος τεθνεώς· Καλλίμαχος δὲ εἷς τῶν συγγενῶν. ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· ἀκούσας Ἰφίων τὴν ἀγγελίαν εἴποι ἂν Καλλιμάχῳ.
ἄλλως· ποιητικῶς ἀναπλάττει τῆς ἀγγελίας. ἢ ἴσως ὡς αἴσθησιν ἐχόντων τῶν τεθνεώτων λέγει.
ὁ δὲ νοῦς· παρὰ δὲ τῆς
ὅτι δὲ ὁ Ἑρμῆς καὶ ἐπουράνιος καὶ ἐπίγειος καὶ ὑποχθόνιος δηλονότι καὶ κῆρυξ θεῶν ἐν οὐρανῷ καὶ ἐν γῇ· καὶ ὅτι ὑποχθόνιος, μαρτυρεῖ Ὅμηρος Ἑρμῆς δὲ ψυχὰς Κυλλήνιος ἐξεκαλεῖτο.
Ἀγγελία δὲ ὄνομα κύριον τῆς θυγατρὸς Ἑρμοῦ.
ἀκούσας Ἰφίων: ὁ Ἰφίων πρόγονός ἐστιν
εἰδωλοπεποίηκεν Ἑρμοῦ θυγατέρα τὴν ἀγγελίαν· ἄγγελος γὰρ ὁ θεὸς οὗτος. ἀκούσας οὖν, φησιν, ὁ Ἰφίων τῆς τοῦ Ἑρμοῦ θυγατρὸς Ἀγγελίας ἐννέποι τῷ Καλλιμάχῳ, ὡς καὶ τούτῳ συγγενεῖ ὄντι καὶ προτετελευτηκότι. τί ἂν οὖν ἐννέποι; τὸν κόσμον τὸν ἐν Ὀλυμπίᾳ, τουτέστι τὴν νίκην. ἡ γὰρ ἑνὸς νίκη πᾶν τὸ γένος κοσμεῖ.
Ἰφίων καὶ Καλλίμαχος κατὰ μέν τινας ἀπλῶς συγγενεῖς τοῦ Ἀλκιμέδοντος, κατὰ δέ τινας Ἰφίων μὲν πατὴρ αὐτοῦ, Καλλίμαχος δὲ θεῖος.
ἐσλὰ δ᾿ ἐπ᾿ ἐσλοῖς: ἀγαθὰ ἐξ ἀγαθῶν καὶ καλλίστων
ὀξείας δὲ νόσους: διὰ τὰς ἀλγηδόνας. ὡς δ᾿ ὅταν ὠδίνουσαν ἔχῃ βέλος ὀξὺ γυναῖκα.
ἢ ὀξείας διὰ τοὺς πυρετούς. Ἄρατος
καὶ ἀποκωλύοι αὐτῶν τὰς ἐπιπόνους καὶ ὀξείας νόσους.
ὀξεῖαι δέ εἰσιν αἱ ἐπικίνδυνοι.
εὔχομαι τῷ Διὶ ἐπὶ τῇ τῶν καλῶν αὐτῶν μοίρᾳ μὴ ἐπιθεῖναι διχόβουλον καὶ ἐναντίαν νέμεσιν.
διχόβουλον δὲ τὴν νέμεσιν τὴν ἐπιφθονοῦσαν καὶ ἐναντία ποιοῦσαν οἷς βουλευόμεθα.
οἷον τὴν διχάζουσαν
ἢ τὴν ἐναντία βουλευομένην τοῖς ἤδη προκατωρθωμένοις ὑφ᾿ ἡμῶν.
τουτέστι τὴν διχάζουσαν ἀφ᾿ ἡμῶν καὶ χωρίζουσαν τὰς βουλάς.
Ἐφαμρόστῳ Ὀπουντίῳ παλαιστῇ.
Τοῦ θ΄ εἴδους ἡ στροφὴ καὶ ἀντίστροφος κώλων ις΄.
τὸ ς΄ ὅμοιον τῷ δ΄. τὸ ζ΄ ἰωνικὸν δίμετρον βραχυκατάληκτον. τὸ η΄ ὅμοιον τῷ δ΄ καὶ ς΄. τὸ θ΄ ὅμοιον τῷ ζ΄. τὸ ι΄ περιοδικὸν, ἐπίτριτος τροχαῖος. τὸ ια΄ ὅμοιον τῷ ζ΄ καὶ τῷ θ΄. τὸ ιβ΄ Γλυκώνειον. τὸ ιγ΄ ὅμοιον τῷ ζ΄ καὶ θ΄ καὶ ια΄. τὸ ιδ΄ ἰαμβικὸν δίμετρον καταληκτικόν.
τὸ ιε΄ ἐπιωνικὸν ἄτακτον, β΄ σπονδεῖον ἔχον. τὸ ις΄ ἐπιωνικὸν καθαρὸν δίμετρον ἀκατάληκτον.
ἡ δὲ ἐπῳδὸς κώλων ι΄. τὸ α΄ ἰαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ β΄ ἰαμβικὸν δίμετρον ὑπερκατάληκτον. τὸ γ΄ ἀναπαιστικὸν δίμετρον καταλῆγον μιᾷ συλλαβῇ. τὸ δ΄ ἰωνικὸν καταλῆγον εἰς τροχαϊκὴν συζυγίαν δίμετρον ὑπερκατάληκτον. τὸ ε΄ δακτυλικὸν ἑφθημιμερές. τὸ ς΄ προσοδιακὸν τρίμετρον καταληκτικόν· α΄ ἰωνικὸς ἀπὸ μείζονος, β΄ χορίαμβος, γ΄ ἰωνικὸς ἀπ᾿ ἐλάσσονος. τὸ ζ΄ τρίμετρον
τήνελλα καλλίνικε χαῖρε ἄναξ Ἡράκλεις,
αὐτός τε καὶ Ἰόλαος, αἰχμητὰ δύο.
τὸ ἑξῆς τοῦ λόγου· τὸ μὲν Ἀρχιλόχου μέλος τὸ φωνᾶεν ἐν τῇ Ὀλυμπίᾳ ἤρκεσεν ἡγεμονεῦσαι παρὰ τὸν Κρόνιον λόφον κωμάζοντι Ἐφαρμόστῳ.
Ἀρχίλοχος τῷ Ἡρακλεῖ ὕμνον. . . ἀπορήσας κιθαρῳδοῦ διά τινος λέξεως τὸ μέλος ἐμιμήσατο. συντάξας οὖν τοῦτο τὸ κόμμα· τήνελλα, οὕτως τὰ ἑξῆς ἀνεβάλλετο, καὶ αὐτὸς μὲν τὸ μέλος τῆς κιθάρας ἐν μέσῳ τῷ χορῷ ἔλεγε, τὸ τήνελλα, ὁ δὲ χορὸς τὰ ἐπίλοιπα. ἐκ τούτου τὸ λοιπὸν οἱ ἀποροῦντες κιθαρῳδῶν τούτῳ τῷ κόμματι ἐχρῶντο τῷ τήνελλα. τὸ δὲ ὅλον οὕτως·
τήνελλα καλλίνικε χαῖρε ἄναξ Ἡράκλεις,
αὐτός τε καὶ Ἰόλαος, αἰχμητὰ δύο.
τήνελλα καλλίνικε χαῖρε ἄναξ Ἡράκλεις.
τριπλόον δὲ διὰ τοῦτο εἶπεν, ἐπειδὴ τρὶς ἐλέγετο τοῦτο τὸ κομμάτιον τοῖς νικῶσι. κωμάζει δὲ πρὸς τὸν τοῦ Διὸς βωμὸν ὁ νικήσας μετὰ τῶν φίλων, αὐτὸς τῆς ᾠδῆς ἐξηγούμενος.
ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· ὁ μὲν τοῦ Ἀρχιλόχου πεποιημένος ὕμνος ἐδυνάστευσε ῥηθῆναι κατὰ τοῦτον τὸν ἀγῶνα· ὁ δὲ ὑπ᾿ ἐμοῦ γενόμενος ῥηθήσεται.
τὸ μὲν Ἀρχιλόχου μέλος: ὁ Ἀρχίλοχος πρὸ τούτων
ὁ δὲ λόγος· τὸ μὲν τοῦ Ἀρχιλόχου μέλος, οἷον τὸ τήνελλα καλλίνικε, φωνηθὲν καὶ προλεχθὲν ἐν τῇ Ὀλυμπίᾳ, ὅπερ μέλος ἔχον τὸ καλλίνικος τρίτον ἐλέγετο μετὰ πλήθους καὶ χοροῦ, ἐξήρκεσε παρὰ τὸ Κρόνιον ὄρος ἐν τῇ Ὀλυμπίᾳ καθηγήσασθαι καὶ προρρηθῆναι τότε χορεύοντι καὶ κωμάζοντι σὺν τοῖς ἑταίροις τῷ Ἐφαρμόστῳ.
ἄλλως· ὁ μὲν
ἄλλως· τὸ μὲν Ἀρχιλόχου μέλος, ὃ τοῖς νικῶσι τὰ Ὀλύμπια ἐπῄδετο, ἦν τρίστροφον, κοινῶς δυνάμενον ἁρμόζειν ἐπὶ παντὸς νικηφόρου διὰ τὸ κατὰ τῆς πράξεως αὐτῆς ψιλὸν ἔχειν τὸν λόγον, μήτε δὲ ὄνομα μήτε ἰδίωμα
τὸ δὲ τριπλόος ὅτι τρὶς ἐπεκελάδουν τὸ καλλίνικε. οὐ καθόλου δὲ τρὶς, ἀλλ᾿ ὅτι τριπλῆν ἔχει τὴν στροφὴν καὶ πάλιν ἀναλαμβάνεται. Ἐρατοσθένης δέ
καλλίνικος ὁ τριπλόος κεχλαδώς: τρὶς ὑμνοῦντο
ἢ πολλάκις λεγόμενος τῇ νίκῃ.
ἢ ἐπειδὴ τρία ἰαμβεῖά εἰσιν.
ἄλλως· τριπλόος, ὁ πλήθων,
ἢ ὁ ἁβρυνόμενος καὶ πολλάκις ᾀδόμενος. τοῦτο λέγει κεχλαδώς.
ἄλλως· τριπλόος: ἀκαταλλήλως τῷ μέλος τὸ τριπλόος ἐπήγαγεν ὁ Πίνδαρος, οὐδετέρῳ προσπλέξας τὸ ἀρσενικόν. ἀλλὰ ῥητέον πρὸς τὴν διάνοιαν αὐτὸν ἀπηντηκέναι· Ἀρχιλόχου μέλος ὁ ὕμνος, εἶτα ὕμνος ὁ τριπλοῦς.
τριπλόος δὲ ἤτοι ὁ τρὶς ἐπᾳδόμενος, ἢ τρίστροφος
στροφῇ δὲ καὶ ἀντιστρόφῳ
ὁ τριπλόος κεχλαδώς: ὁ μετὰ πλήθους κελάδων·
[κωμάζοντι φίλοις:] πλειόνων οὐσῶν ἀντιστρόφων καθ᾿ ἑκάστην στροφὴν ἔφη ὅτι τρὶς ἐπεκελάδουν καλλίνικε λέγοντες. οὐ καθόλου δὲ τρὶς, ἀλλὰ καὶ τριπλῆν ἔχειν τὴν τροπὴν καὶ πάλιν ἀναλαμβάνεσθαι τοῦτον τὸν τρόπον.
βέλτιον δὲ ὅτι τρὶς ἐπῇδον λέγειν τὸ ἐφύμνιον οἱ κωμασταί· λέγω δὲ τὸ τήνελλα καλλίνικε.
ἢ κεκλαδὼς, ὁ κελάδων.
τὸ δὲ ὅλον τροπή· τόξῳ μὲν γὰρ τὴν ποίησιν, βέλεσι δὲ τὰ ἐγκώμια παραβάλλει.
ἄλλως· ἑαυτῷ παρακελεύεται·
τὸ δὲ ἐπίνειμαι ἢ πρὸς ἑαυτὸν ἢ πρὸς τὸν
ἄλλως· ἐπίνειμαι: ἔπελθε. ἡ δὲ παρακέλευσις
ἔπελθε οὖν, φησι, τὸ ἀκρωτήριον τῆς Ἤλιδος, ὅπερ ποτὲ ὁ Πέλοψ ἐξαίρετον εἴληφε παρὰ τῆς Ἱπποδαμείας νικήσας τὸν Οἰνόμαον ἕδνον.
ἢ τὴν ἐξέχουσαν τῇ θέσει, ἢ τὴν ἐνδοξοτάτην καὶ πρωτεύουσαν.
τοιοῖσδε μέλεσιν: τοιοῖσδε ποιήμασι. τοιούτοις
Πέλοψ ἐξάρατο: ὁ Πέλοψ κατὰ μέν τινας Λυδὸς,
κάλλιστον ἕδνον: ἕδνον νῦν οὐ τὸ παρὰ τοῦ
φησὶ τῶν ἐκ τῆς Ἱπποδαμείας
ἄλλως·
πτερόεντα δ᾿ ἵει: ἄφιε τὸν γλυκὺν ὀιστὸν καὶ
πτερόεντα δ᾿ ἵει γλυκὺν ὀιστόν: τροπικῶς τὸν
καὶ εἰς τὴν Πυθῶνα δὲ ἵει καὶ πρόπεμπε τὸν πτερόεντα
καὶ πρὸς τὴν Πυθῶνά, φησιν, ἀφίει τὸν γλυκὺν ὀιστὸν, ὅ ἐστι τὸν ὕμνον, ἀπὸ τὴς Ὀλυμπίας μεταβάς. καὶ γὰρ Πύθια ἐνίκησεν ὁ Ἐφάρμοστος τὴν λ΄ Πυθιάδα.
οὐ τοιούτων λόγων ἐφάψῃ κατὰ τοῦτον τὸν ὕμνον, οἳ ἂν πέσοιεν χαμαὶ, ἀλλὰ τοὐναντίον ἐνδόξων καὶ δυναμένων πανταχοῦ
χαμαιπετῆ δὲ κυρίως ἐστὶ δόρατα ἢ βέλη, ὅταν ἀποτυχόντα τοῦ σώματος χαμαὶ πέσῃ.
δύναται δὲ καὶ τὴν ἡρωίδα λέγειν, υἱὸν δὲ τὸν Ὀποῦντα.
αἰνήσαις ἓ καὶ υἱόν: ἕ ἀντωνυμία· κεῖται γὰρ
ἄλλως· τὴν πόλιν Ὀποῦντα καὶ τὸν υἱὸν αὐτῆς τὸν
δύναται καὶ αὐτὴν τὴν ἡρωίδα λέγειν, υἱὸν δὲ Ὀποῦντα.
(ἕ:) αὐτὴν, τὴν Ὀποῦντα.
(υἱόν:) ἤγουν
ἃν Θέμις: ἣν ἡ Θέμις λέλογχεν [ἀντὶ τοῦ ἥντινα]
Θέμιδος δὲ θυγατέρα καὶ Ἡσίοδος δεύτερον ἠγάγετο λιπαρὴν Θέμιν, ἣ τέκεν Ὥρας,
Εὐνομίην τε Δίκην τε καὶ Εἰρήνην τεθαλυῖαν.
ὁ δὲ λόγος ἐπὶ τῆς Ὀποῦντος, ὅθεν ἦν ὁ νικηφόρος.
ἃν Θέμις: ἥντινα Ὀποῦντα ἥ τε Θέμις καὶ ἡ
θάλλει δ᾿ ἀρεταῖς: ἡ Ὀποῦς θάλλει ταῖς ἀρεταῖς
παρά τε τὸ σὸν ῥέεθρον, Κασταλία, καὶ τὸ τοῦ Ἀλφεοῦ.
θάλλει δ᾿ ἀρεταῖς: βρύει δὲ καὶ αὔξεται ταῖς
θάλλει δ᾿ ἀρεταῖς: ἡ Ὀποῦς θάλλει ταῖς ἀρεταῖς τῆς Κασταλίας, ἀντὶ
μητρόπολις δὲ τῶν Λοκρῶν ἡ Ὀποῦς.
μητρόπολιν δὲ τὴν Ὀποῦντα τῶν Λοκρῶν λέγει.
λαμπρὰς δὲ τὰς ᾠδὰς διὰ τὸ διικνεῖσθαι
ὁ δὲ Δίδυμος ἀντὶ τοῦ μαλακαῖς· καὶ γὰρ ἑτέρωθι
μαλεραῖς ἐπιφλέγων ἀοιδαῖς: λαμπραῖς, κατὰ
ἄλλως· ταῖς λαμπραῖς καὶ ἐκδήλοις.
ἐπιφλέγων δὲ ἀντὶ τοῦ ἐπαυγάζων· διόλου γὰρ τῇ τροπῇ
λαμπρύνων.
ἐγὼ οὖν, φησιν, ὑμνῶν τὴν πόλιν ταύτην τὴν ἀγγελίαν πανταχοῦ πέμψω ταχύτερον ὀξέος ἵππου καὶ νεὼς οὐριοδρομούσης, εἰ σὺν θεοῦ βουλήσει κεχαριτωμένα ποιήματα γράφω.
ναὸς ὑποπτέρου: ἢ τῆς ταχείας, ἢ τῆς εὐτρεπισθείσης
ναὸς ὑποπτέρου: ταχείας.
ἢ διὰ τὰς κώπας.
ἀγγελίαν δὲ τὴν περὶ τῆς νίκης.
εἰ σύν τινι μοιριδίῳ: εἰ σύν τινι μηχανῇ παρὰ
ἄλλως· εἴπέρ τινι θείᾳ μοίρᾳ τὸν ἐξαίρετον τῶν Χαρίτων κῆπον (τὸν ποιητικὸν λέγει) καρποῦμαι τοῦτον. οἶδε γὰρ αὑτὸν εὐφυῶς μὲν γράφοντα, εἰ δὲ χάρις τοῖς ποιήμασιν ἐπακολουθήσει, ἀγνοεῖ.
μοιριδίῳ παλάμᾳ: δαιμονίᾳ μηχανῇ καὶ
Χαρίτων κᾶπον: τὴν ποιητικὴν λέγει, δι᾿ ἧς
ἄλλως· κᾶπον: τὸν ποιητικόν.
πὰρ δ᾿ αὐταῖς Χάριτές τε καὶ Ἵμερος οἰκί᾿ ἔχουσιν.
πῶς ἂν τριόδοντος: ἰδίως κἀν τούτοις ὁ
ἄλλως· ἐπεὶ ἀντίον πῶς: ἐπεὶ εἰ μὴ ἐκ θεῶν
ὅτι [δὲ] κηλητικὴ ἡ ῥάβδος καὶ κατεργάσασθαι δύναται, | Ὅμηρός φησινεἵλετο δὲ ῥάβδον, τῇ τ᾿ ἀνδρῶν ὄμματα θέλγει
ὧν ἐθέλει, τοὺς δ᾿ αὖτε καὶ ὑπνώοντας ἐγείρει.
κοίλαν ἐς ἀγυιάν: ὡς παρὰ τὸ αἴθω αἴθυια
ἀπὸ, στόμα, ῥῖψον: ἀπόρριψόν μοι τοῦτον τὸν
σοφία μὲν [γὰρ] οἶδε τὸ γινώσκειν τὰ παλαιὰ καὶ ταῦτα ἑρμηνεύειν τεχνικῶς διασκευάζουσα, τὸ δὲ πρὸς λοιδορίαν ἕλκειν τὰ διηγήματα οὐχ ὅσιόν ἐστιν, ὡς διορίζεται. διὸ ἐχθρὰν σοφίαν αὐτὴν ὀνομάζει.
τὸ δὲ ὑποκρέκει ὑποτερετίζει· οὕτω γὰρ ἔνιοι διηγήσαντο, ἀπὸ
ἄλλως· ὑποκρέκει: ὑπηχεῖ. προσέοικεν. ὑποκρέκειν γὰρ κυρίως ἐστὶ τὸ ἠρεμαίως ὑπηχεῖν ἐν τῷ ἁρμόζειν τὴν κιθάραν.
ὑποτερετίζει οὖν, ἐνδόσιμόν ἐστι μανίᾳ.
μὴ νῦν λαλάγει: μὴ λέγε τοῦτο ὅτι οἱ θεοὶ
μὴ λαλάγει: ἀντὶ τοῦ θορύβει.
μὴ τοίνυν
φέροις δὲ Πρωτογενείας: ὑμνοῖς τὸ τῆς Πρωτογενείας
Πρωτογενείας καὶ Λοκροῦ κατ᾿ ἐπίκλησιν Ὀποῦς· ἡ δὲ Πύρρα καὶ Δευκαλίων ἐκ τοῦ Παρνασσοῦ ἐλθόντες ἐν τῇ λάρνακι πρῶτον ᾤκησαν ἐν τῇ Ὀποῦντι πλησίον Παρνασσοῦ. ἔνιοι οὐκ ἐν Ὀποῦντί φασι Πύρραν οἰκῆσαι. ὁ γὰρ Ἀπολλόδωρος οὕτως γράφει· οἰκῆσαι δὲ ἐν Κύνῳ τὸν Δευκαλίωνα λέγεται, καὶ τὴν Πύρραν ἐκεῖ τετάφθαι φασίν· ἱστορεῖ δὲ ταῦτα. καὶ Ἑλλάνικος
φέροις δὲ Πρωτογενείας: φέροις δὲ μᾶλλον,
ὑμνοίης δέ, φησι, τὸ τῆς Πρωτογενείας ἄστυ. ταύτης γὰρ καὶ Λοκροῦ κατ᾿ ἐπίκλησιν μὲν Ὀποῦς, γόνῳ δὲ Διός· Πρωτογένεια δὲ Δευκαλίωνος καὶ Πύρρας. ὁ μέντοι Πίνδαρος Πρωτογένειαν Ὀποῦντος ἱστορεῖ ἐν τοῖς ἑξῆς.
ἵνα οὖν
ἄλλως· ἵν᾿ αἰολοβρόντα: ἔνθα, ἐν ᾗ Ὀποῦντι κατὰ βούλησιν τοῦ Διὸς ὅ
Πύρρα δὲ ἡ γυνὴ Δευκαλίωνος. ἐξάδελφοι οὗτοι· Ἰαπετοῦ γὰρ παῖδες Προμηθεὺς καὶ Ἐπιμηθεὺς δύο ἀδελφοί· καὶ ἐκ μὲν Προμηθέως Ἕλλην, ἀφ᾿ οὗ καὶ Ἕλληνες, καὶ Δευκαλίων· Πύρρα δὲ [ἡ Δευκαλίωνος γυνὴ] θυγάτηρ Ἐπιμηθέως.
λίθινον γόνον: κοινὰ τὰ περὶ Δευκαλίωνα καὶ
[ἐπέων σφίσιν οἶμον:] Ἐπίχαρμος
κτησάσθαν λίθινον γόνον: Ἐπίχαρμος
ἄλλως· ὅτι κατηκολούθησε τοῖς μυθογράφοις εἰρηκόσι λαοὺς τοὺς ἀνθρώπους προσωνομάσθαι διὰ τὸ ἐκ λίθων γενέσθαι·
ἐκ δὲ λίθων ἐγένοντο βροτοὶ, λαοὶ δὲ καλέονται.
διό φησιν ὁ Πίνδαρος ἄνευ συνουσίας αὐτοὺς κτήσασθαι λίθινον γόνον.
τοῖς ἀπὸ Δευκαλίωνος καὶ τοῖς Λοκροῖς.
ὡς τοῦ νικηφόρου
ἄλλως· ἐπέων οἶμον:
τὸν δὲ κατὰ Δευκαλίωνα λόγον ὡς κοινὸν ὄντα παραιτεῖται λέγειν. φησὶν οὖν· ἔγειρε καὶ ἵστα καὶ παῦε
τὴν γὰρ ἀοιδὴν μᾶλλον ἐπικλείουσ᾿ ἄνθρωποι,
ἥτις ἀκουόντεσσι νεωτάτη ἀμφιπέληται.
δοκεῖ δὲ τοῦτο πρὸς τὸ Σιμωνίδειον εἰρῆσθαι· ἐπεὶ ἐκεῖνος ἐλασσωθεὶς ὑπὸ Πινδάρου λοιδορίας ἔγραψε κατὰ τοῦ κρίναντος ἀγαθῶν εἰδέου ἐπειδὴ ἐκεῖνος εἶπεν
ἄνθεα δ᾿ ὕμνων νεωτέρων αἴνει: Ὅμηρος τὴν γὰρ ἀοιδὴν μᾶλλον ἐπικλείουσ᾿ ἄνθρωποι,
ἥτις ἀκουόντεσσι νεωτάτη ἀμφιπέληται.
ἄλλως· ἄνθεα ὕμνων τὰς ὑποθέσεις. ταῦτα δὲ αἰνίττεται πρὸς Σιμωνίδην.
νεωτέρων· λέγοντι: ἐπανάληψιν ποιεῖται τοῦ
ἄμπωτιν ἐξαίφνας: ἄμπωτιν λέγει τὸ πεδίον
τὸν δὲ κατακλυσμὸν γενέσθαι τινὲς διὰ Πέλοπος ἀνελόντος Ἄζανα, τινὲς δὲ διὰ τὸ περὶ τὸν Λυκάονος παῖδα ἀσέβημα ὑπὸ Λυκάονος δὲ διὰ τὴν κρεουργίαν. τὸν δὲ Δία βουλόμενον καθᾶραι τὴν γῆν τοῦ ἄγους κατακλύσαι.
τὸν δὲ κατακλυσμὸν γεγενῆσθαι οἱ μὲν διὰ τὸ Πέλοπος ἄγος ὅτε ἐκρεουγήθη· οἱ δὲ διὰ
ἄμπωτιν: ἀνάποσιν.
ἄμπωτις δὲ κυρίως ἡ αἰφνίδιος ὑποχώρησις ἡ ἐκ πλημμύρας τῶν ἐν θαλάσσῃ ὑδάτων,
τέχναις δὲ μηχαναῖς καὶ βουλήσεσι Διός.
ἐναντίωμα δὲ κατὰ τὴν γενεαλογίαν ἐμπίπτει. τὴν
κοῦροι: ὦ Ὀπούντιοι.
ἀντὶ
ἢ ὡς καὶ Ἕλληνα φέρειν τὸ γένος ἢ ἀπὸ Δευκαλίωνος. δύναται δὲ καὶ ἀπὸ τοῦ Ὀποῦντος· Διὸς γὰρ ἦν, ὥς φησι Πίνδαρος, θέσει δὲ Λοκροῦ.
τὸ γὰρ παλαιὸν ὁ Ζεὺς ἀναρπάσας τὴν Πρωτογένειαν
Ἐπειῶν: Ἐπειοὺς τοὺς Ἠλείους, ἀπὸ Ἐπειοῦ τοῦ
ἀπὸ γᾶς Ἐπειῶν: διὰ τούτων ὁ Πίνδαρος
ἐξήλλαχε δὲ τὴν ἱστορίαν ὁ Πίνδαρος. τὴν γὰρ Πρωτογένειαν οὐκ Ὀποῦντός φασιν οἱ πλείους, ἀλλὰ Δευκαλίωνος καὶ Πύρρας.
Ἐπειῶν τῶν Ἠλείων, ἀπὸ Ἐπειοῦ
Ὀποῦντος
ἀρπάσαις: ὁ Πίνδαρος τὴν Πρωτογένειαν ἀναρπασθεῖσαν
ἁρπάσας οὖν τὴν Πρωτογένειαν καὶ ἔγκυον αὐτὴν ποιήσας, ἵνα μὴ ὁ Λοκρὸς ἄτεκνος διατελοίη, δέδωκε τῷ Λοκρῷ. ὁ δὲ Λοκρὸς τὸν ἀπὸ Διὸς καὶ Πρωτογενείας παῖδα ὡς ἴδιον σχὼν ὠνόμασεν αὐτὸν Ὀποῦντα ὁμώνυμον τῷ κατὰ μητέρα πάππῳ.
ἵνα μὴ καθέλοι μιν αἰών: ἵνα μὴ ἄτεκνος τελευτήσῃ.
δέδωκεν αὐτῷ, μὴ ὀρφανεύσῃ τοῦ γένους, ἵνα ὡς ἑαυτοῦ θρέψῃ τὸν γεννηθέντα. ἐξ αὐτῆς γίνεται Ὀποῦς, ἐπίκλησιν Λοκροῦ, γένει Διὸς ὤν.
θετὸν δὲ λέγει ὁ ποιητὴς ἐκ τοῦ ἰδίου
θετὸν υἱόν: ὁ Λοκρὸς δηλονότι τὸν Ὀποῦντα οὐκ
μάτρωος δ᾿ ἐκάλεσέ νιν: κυρίως μήτρωες οἱ
μάτρωος δ᾿ ἐκάλεσσέ μιν ἰσώνυμον ἔμμεν: Ἀσίῳ, ὃς μήτρως ἦν Ἕκτορος ἱπποδάμοιο,
αὐτοκασίγνητος Ἑκάβης, υἱὸς δὲ Δύμαντος.
μάτρωος δ᾿ ἐκάλεσσέ μιν: ὁ Λοκρὸς τὸν
ὑπέρφατον: ὑπερφυᾶ καὶ μέγαν καὶ τῷ εἴδει καὶ
πόλιν δ᾿ ὤπασεν: ἐνεχείρισεν αὐτῷ.
ὥστε
πόλιν δ᾿ ὤπασεν: ὄντι δὲ τῷ παιδὶ ἐξαιρέτῳ
ὑπὲρ πάντας τοὺς ἐνοικοῦντας ξένους ἐτίμησε τὸν Ἄκτορος παῖδα, τὸν ἐξ Αἰγίνης μητρὸς
ἀφίκοντο δέ οἱ ξένοι συνοικήσοντες αὐτῷ.
τινὲς ἐκ Δαμοκρατείας τῆς Αἰγίνης καὶ Ἄκτορός φασι τὸν Μενοίτιον· ὁ δὲ Πάτροκλος Μενοιτίου ἦν καὶ Σθενέλης.
τοῦ παῖς: τοῦ Μενοιτίου παῖς ὁ Πάτροκλος ἀπὸ
ὁ δὲ νοῦς· τούτου οὖν [φησι] τοῦ Μενοιτίου
Τεύθραντος: τὴν Μυσίαν λέγει. βασιλεὺς γάρ
Τεύθραντος πεδίον τὴν Μυσίαν λέγει. ὁ γὰρ
ὅτ᾿ ἀλκάεντας: τὸν Μενοίτιον τὸν πατέρα
θέλει οὖν εἰπεῖν ὅτι τούτου τοῦ Μενοιτίου παῖς σὺν τοῖς Ἀτρέως παισὶ συστρατεύσας εἰς Μυσίαν κατήντησε, καὶ Τηλέφου τοῦ Μυσῶν βασιλέως πάντας τρέψαντος εἰς φυγὴν
ὥστε γνῶναι τὸν ἔμφρονα ὅτι γενναῖος ἦν ὁ Πάτροκλος ἀνθιστάμενος Τηλέφῳ.
ὥστε δυνατὸν εἶναι δεῖξαι παντὶ φρονίμῳ πρὸς τὸ γνῶναι τὴν τοῦ Πατρόκλου ἐπὶ τῇ ἀνδρείᾳ διάνοιάν τε καὶ σπουδὴν καὶ θάρσος.
ἰδίως δὲ τοῦτο τάσσει χαριζόμενος τῷ Πατρόκλῳ· Ὅμηρος γὰρ διὰ παντὸς λέγει
Ὅμηρος μὴ σύ γ᾿ ἄνευθεν ἐμεῖο λιλαίεσθαι πολεμίζειν
Τρωσὶ φιλοπτολέμοισιν· ἀτιμότερον δέ με θήσεις.
σφετέρας: ἀντὶ τοῦ τῆς ἑᾶς.
ταξιοῦσθαι: παρατάττεσθαι.
Ὅμηρος μὴ σύ γ᾿ ἄνευθεν ἐμεῖο λιλαίεσθαι πολεμίζειν.
εἴην εὑρεσιεπής: τοῦτό φησιν ὅτι ἔπλασε τὰ
γενοίμην, φησὶ, διαπαντὸς εὑρίσκειν δυνάμενος τρόπους καὶ διηγεῖσθαι τὰς πράξεις τῶν ἀρχαίων.
εἴην εὑρεσιεπής: ὡς σεμνυνόμενος τοῖς διηγήμασί
ἄλλως· γενοίμην, φησὶ, διὰ παντὸς δυνάμενος εὑρίσκειν λόγους καὶ διηγεῖσθαι πράξεις.
ταῦτα δὲ λέγει διὰ τὸ πλάσασθαι αὐτὸν τὸ ἐπὶ Πατρόκλου προειρημένον ἐπαινεῖν βουλόμενος τὸν Ἐφάρμοστον Ὀπούντιον ὄντα Πατρόκλου πολίτην.
εὑρεσιεπής: καινολόγος.
ἀναγεῖσθαι: διηγεῖσθαι.
πρόσφορος: κατάλληλος ἐν ποιητικῇ. ἐπιτήδειος.
πρόσφορος: μέγας. διαφέρων.
πρόσφορος: εὐεπίφορος ἐν ποιήμασιν. ἐπιτήδειος.
ταῦτα δέ φησιν ἐπειδὴ εἶπε τὴν περὶ
τόλμα δὲ καὶ ἀμφιλαφής: εἴη μοι τολμᾶν
τιμάορος δὲ εἷπεν ἀντὶ τοῦ τιμητὴς ἐσόμενος καὶ τιμῶν διὰ τῆς ἀρετῆς τοῦ ὕμνου, ὡς τοῦ Λαμπρομάχου καὶ Ἐφαρμόστου νενικηκότων Ἴσθμια τῇ αὐτῇ ἡμέρᾳ καὶ Νέμεα. μετὰ δὲ ταῦτα καὶ ἄλλα δὶς ἐνίκησεν Ἴσθμια ὁ Ἐφάρμοστος.
προξενίᾳ τῇ
τὸ δὲ ἑξῆς οὕτως ἔχει· διὰ δὲ τὴν προξενίαν, τουτέστι τὴν φιλίαν, καὶ τὴν ἀρετὴν τοῦ Λαμπρομάχου ἦλθον ἐπαινέτης τῶν ἐν τῷ Ἰσθμῷ μιτρῶν, ὅτι κατὰ μίαν ἡμέραν οἱ δύο ἐνίκησαν, ὁ μὲν Ἐφάρμοστος Ὀλύμπια, ὁ δὲ
ἔνιοι δέ φασιν ὅτι οἱ δύο Ἴσθμια
Λαμπρομάχου: τὰ β΄ μία ἐστὶ περίοδος.
μίτραισι δὲ ταῖς νίκαις.
Ἰσθμίαισι Λαμπρομάχου: Λαμπρόμαχος συγγενὴς
μίτραις νῦν τοῖς στεφάνοις καὶ ταῖς
ἄλλαι δὲ δύο ἐν Κορίνθου πύλαις: ἐν δὲ
χάρμαι νῦν χαραὶ καὶ ἡδοναί· καθ᾿ Ὅμηρον δὲ
ἄλλως· ἤτοι μάχαι, ἢ χαραὶ καὶ νῖκαι ἐγένοντο
ἔπειτα χάρμα: νῦν ἀντὶ τοῦ χαρά· Ὅμηρος δὲ
τὰ δὲ καὶ Νεμέας: καὶ ἐν τῇ Νεμέᾳ Ἐφάρμοστος
καὶ ἄλλαι δὲ χαραὶ ἐγένοντο τῷ Ἐφαρμόστῳ ἐν
ἀντὶ τοῦ ἐν ἀνδράσι νικᾷ ἐν Ἄργει.
ἢ τὰ Παναθήναια ἢ τὰ Ὀλύμπια.
τὸ οἷον θαυμαστικῶς. ἀγωνιζόμενος γὰρ ἐν Μαραθῶνι ἔκκριτος γενόμενος ἐκ τῶν ἀγενείων προβὰς ἄνδρας ἐνίκησε.
δύναται δὲ τὸ οἷον καὶ ψιλῶς ἀντὶ τοῦ μόνον τὸν ἀγῶνα.
τὰ Ἡράκλεια.
τὸ δὲ οἷον θαυμαστικόν.
ἀμφ᾿ ἀργυρίδεσσι: ἀργύρειαι φιάλαι ἆθλα
ἀμφ᾿ ἀργυρίδεσσι: τοῖς ἐν Μαραθῶνι ἀγωνιζομένοις
ὀξυρεπεῖ δόλῳ: ὀξυτάτῃ ἐπιμελείᾳ καὶ τέχνῃ.
τὸ δὲ ἀπτωτὶ ἐπιρρηματικῶς.
φῶτας δ᾿ ὀξυρρεπεῖ δόλῳ: τῇ ὀξυτάτῃ καὶ
ὁ νοῦς· τοὺς δὲ ἄνδρας τοὺς ἀνταγωνιστὰς αὐτοῦ τέχνῃ νικήσας ὀξυτάτῃ, [αὐτὸς] μὴ πεσὼν μήτε ὑποστὰς πτῶμα διέβαινε τὸν κύκλον τοῦ σταδίου μεθ᾿ ὅσης βοῆς.
ἤτοι τὸν ἀγῶνα.
μεθ᾿ ὅσων ἐπαίνων.
διήρχετο κύκλον: τὸν τοῦ σταδίου ἔνθα ἠγωνίζοντο
σὺν βοῇ τῇ τῶν θαυμαζόντων.
διήρχετο κύκλον ὅσσᾳ: ἀντὶ τοῦ μεγάλῃ.
ὁ νοῦς· αὐτὸς κατὰ τὴν ἄθλησιν οὐ πεσὼν (θαυμαστικῶς) μεθ᾿ ὅσης δὲ βοῆς κύκλον, τὸν τοῦ σταδίου φησὶ, διήρχετο.
ὅσσᾳ βοᾷ: μετὰ πάσης βοῆς παριόντι αὐτῷ
ὡραῖος ἐών: τὸ ἄκρον τῆς ὥρας καὶ τῆς ἀκμῆς
οἷον καλὸς ὢν καλὰ ἔπραξεν.
ὡραῖος ἐὼν καὶ καλός: νεανίας μὲν ὢν καὶ
ὅσσᾳ δὲ βοᾷ, μεγάλῃ βοῇ. τὸ γὰρ ὅσσᾳ θαυμαστικῶς.
τὰ δὲ ἔργα αὐτοῦ τὰ ἐν τῷ ἀγῶνι τοῦ Λυκαίου Διὸς κατὰ τὴν Παρρασίαν τῆς Ἀρκαδίας ὅπως αὐτὸν ἔδειξε θαύματος ἄξιον.
καὶ Λύκαιος ἀπό τινος Λυκαίου.
οἷον τρίβωνας.
ὁ δὲ ἀγὼν ἐν Πελλήνῃ Ἕρμαια καλεῖται.
[εὐδιανὸν δὲ] ἀντὶ τοῦ ἀνάπαυσιν τὴν
ὅτι ἐν Πελλήνῃ χλαῖνα ἐδίδοτο τῷ νικῶντι
ἄγεται δὲ Ἕρμαια καὶ Ἀπόλλωνος
Πελλάνᾳ: ὅτι χλαῖνα ἦν τὸ ἔπαθλον ἐν Πελλήνῃ,
ἤγετο δὲ ὁ ἀγὼν ἐν Πελλήνῃ τῆς Ἀχαΐας τὰ θεοξένια ἐν χειμῶνι· διὸ καὶ χλαμὺς ἐδίδοτο.
σύνδικος: σύμψηφος. σύμφωνος.
τὸν τῶν
ὁ δὲ νοῦς οὕτως· σύμφωνος δὲ τῶν προειρημένων ἀγώνων καὶ τὰ Ἰόλεια.
ἡ δὲ μεταφορὰ ἀπὸ τῶν ἐν τοῖς ἀγῶσι συνδικούντων ἀλλήλοις.
τύμβον δὲ λέγει τὸ κενοτάφιον.
σύνδικος δ᾿ αὐτῷ Ἰολάου τύμβος: μαρτυρεῖ
Ἰολάεια γὰρ λέγεται ὁ ἀγὼν ὃν ἐνίκησεν. |
ἄλλως·
τὸν τῶν Ἡρακλείων
εἰναλία τ᾿ Ἐλευσίς: ἐν Ἐλευσῖνι ἄγεται τὰ
ἢ τὸ ἐξ εὐφυΐας.
εἰς ἑαυτὸν δὲ αἰνίττεται· ἀεὶ γὰρ ἑαυτὸν λέγει αὐτοδίδακτον.
οἷον σοφώτερόν ἐστι σιγᾶν ἐκεῖνα τὰ πράγματα τὰ μὴ μετειληχότα βουλῆς ἀθανάτου.
οἷον μετὰ θεοῦ τις παραγενόμενος εἰς τοὺς ἀγῶνας ὡς ὁ Ἐφάρμοστος, οὗτος καὶ ὑμνεῖσθαι καὶ λαλεῖσθαι ἄξιός ἐστιν.
ἄνευ δὲ θεοῦ σεσιγαμένον οὐ σκαιότερον:
οἷον μετὰ θεοῦ τις παραγενόμενος εἰς τοὺς ἀγῶνας, οἷος ὁ Ἑφάρμοστος, ὑμνείσθω· | ὁ δὲ παρὰ θεόν τι πράσσων, ὡς αὐτόθεν μηδὲ νικᾶν
ἢ οὕτως·
ἀντὶ τοῦ καλόν ἐστι παρὰ βούλησιν θεοῦ τινα νικήσαντα μὴ ὑμνεῖσθαι.
ἄλλως· ἀπὸ κοινοῦ τὸ κλέος, ἵν᾿ ᾖ· τὸ δὲ ἄνευ θεοῦ
δύναται δὲ καὶ οὕτω νοεῖσθαι· ἕκαστον δὲ πρᾶγμα, ὃ μὴ κατὰ φύσιν ἐστὶ, τοῦτο σεσιωπημένον οὐκ ἔστι σκαιόν· ἐὰν γὰρ νόθον ὂν ἐμφανίζηται, τότε τὴν ἀδοξίαν προστρίβεται.
ἄλλως· πᾶν δὲ πρᾶγμα παρὰ φύσιν γινόμενον οὐχ
θεὸν δὲ τὴν φύσιν φησίν.
[ἐντὶ γὰρ ἄλλαι ὁδῶν ὁδοὶ ἕως τοῦ μελέτα:]
Ὅμηρος ἄλλῳ μὲν γὰρ ἔδωκε θεὸς πολεμήια ἔργα,
ἄλλῳ δ᾿ ἐν στήθεσσι τιθεῖ νόον.
περαίτεραι: εὐοδώτεραι. δι᾿ ὧν τις δύναται περαιῶσαί τι.
οἷον εἰ μὴ πέφυκας πρὸς τὸ παγκράτιον,
ὁ γὰρ ἑλόμενός τι ὥστε τηρῆσαι πάντων, ἐκεῖ εὐκλεὴς ἔσται.
μελέτη δὲ ἄσκησις. ἐπιτήδευμα.
ἢ οὕτως· ὑψηλόν ἐστι καὶ ἐν μετεώρῳ τῆς δ᾿ ἀρετῆς ἱδρῶτα θεοὶ προπάροιθεν ἔθηκαν.
ἢ οὕτως· αἱ μὲν σοφίαι ὑψηλαί εἰσιν καὶ πόρρω καὶ
προσφέρων ἄεθλον: προσφέρων τῇ σοφίᾳ τὸν
ἢ πρὸς τοῦτον φέρων τὸν ἆθλον, αὐτὴν τὴν σοφίαν. τὸν ὕμνον δὲ λέγει, ἔπαθλον τοῦ νικηφόρου.
τοῦτο δὲ προσφέρων: τὸ τῆς ἐμῆς σοφίας
τοῦτο δὲ προσφέρων ἄεθλον: ἑαυτῷ ὁ Πίνδαρος
ὄρθιον ὤρουσαι: ὀξὺ καὶ μέγα. Ὅμηρος
λέγει δὲ πρὸς τὸν χορὸν περὶ τοῦ νενικηκότος· βόησον ἀνατεταμένον θαρσῶν ὅτι θείᾳ μοίρᾳ ἐγένετο πρὸς ἄθλησιν οὗτος ὁ ἀνήρ.
ἢ πρὸς ἑαυτὸν λέγει ὅτι ὥρμησα ὀξέως.
θαρσέων: θαρρῶν φώνησον ἀνατεινάμενος, ὦ
δαιμονίᾳ γεγάμεν: ἀντὶ τοῦ θείᾳ μοίρᾳ
δεξιόγυιον: τὸν Ἐφάρμοστον λέγει· μετὰ γὰρ σῶμα
ἐπιδέξιον κατὰ πᾶν μέλος καὶ βλέποντα ἀνδρικῶς.
τὸ ς΄ ἀντισπαστικὸν δίμετρον βραχυκατάληκτον, ὅ ἐστι Φερεκράτειον παρὰ συλλαβήν. τὸ ζ΄ ἐπιωνικὸν τρίμετρον καταληκτικόν. ἡ α΄ συζυγία ἰωνική· ἡ β΄ ἰαμβική· εἶτα τροχαῖος, οἰκεῖος τῆ ἰωνικῇ,
ἡ δὲ ἐπῳδὸς κώλων θ΄. τὸ α΄ χοριαμβικὸν τρίμετρον βραχυκατάληκτον, οὗ ἡ πρώτη συζυγία ἰαμβική ἐστι τοῦ δευτέρου ποδὸς ἀναλυομένου· εἶτα χορίαμβος· εἶτα ποὺς ἁπλοῦς. τὸ β΄ προσοδιακὸν τρίμετρον ἀκατάληκτον· α΄ τροχαῖος τοῦ α΄ ποδὸς λελυμένου· εἶτα ἰωνικὸς ἀπὸ μείζονος· εἶτα χορίαμβος. τὸ γ΄ ἰαμβικὸν τρίμετρον βραχυκατάληκτον λελυμένον. τὸ δ΄ ἐπιωνικὸν τρίμετρον ἀκατάληκτον ἀπὸ ἰαμβικῆς συζυγίας λελυμένης. τὸ ε΄ ἰωνικὸν τετράμετρον καταληκτικὸν, τοῦ γ΄ παίωνος ἀντὶ τοῦ ἀπ᾿ ἐλάσσονος κειμένου,
ἐνίκησε δὲ οὗτος ἑβδομηκοστὴν τετάρτην Ὀλυμπιάδα.
ἀναμνήσατέ με, ὦ Μοῦσαι, ἐν ᾧ χωρίῳ τῆς φρενός μου
ὡς προδιατεθειμένος τὸν ἐπίνικον νῦν ἀναμνήσεως δεῖν αὐτῷ φησι. καὶ Σοφοκλῆς ἐν Τριπτολέμῳ
ἔστι δὲ τροπικῶς ταῦτα.
τὸν Ὀλυμπιονίκαν: ἀπὸ τῆς ἀρχῆς τοῦ προοιμίου
ἀναγνωρίσατέ μοι καὶ εἰς μνήμην τὴν ἐμὴν ἀγάγετε
τρία μέρη φασὶν εἶναι τῆς φρενὸς, λογιστικὸν, μνημονευτικὸν
πόθι φρενός: ἐν ποίῳ μέρει τῆς ἐμῆς ψυχῆς
διὰ τὸ μῆκος τοῦ χρόνου.
γράφεται δὲ καὶ ἐγγέγραπται, οἱονεὶ ἐγκεχάρακται.
ὁ δὲ λόγος· ἀλλὰ σὺ, ὦ Μοῦσα, καὶ Ἀλήθεια τὴν τῶν ψευδῶν ἐπίπληξιν ἐρύκετε.
ὅτι καὶ οὗτος εἰς Ἀρχέστρατον ξένον ὄντα ἤλιτεν.
ὁ γὰρ ἐκ πολλοῦ χρόνος παραγενόμενος τὸ ἐμὸν χρέος καταισχύνει.
πολὺς γὰρ ὁ μεταξὺ χρόνος ἐγένετο καὶ ἦλθεν οὐκ ἐγγύθεν, ἀλλὰ μακρόθεν,
ὁ μελλητικός.
ὁ γὰρ ἐκ πολλοῦ διαστήματος χρόνος παραγενόμενος τὸ ἐμὸν χρέος καταισχυνεῖ· οἷον βαθὺ αὐτὸ καὶ πολὺ ποιήσει χρέος καὶ αὐξηθησόμενον
ἕκαθε γάρ: ἀφ᾿ οὑκερ ὑπεσχόμην, πρὸς
ὁ γὰρ ἐπιγενόμενος χρόνος μετὰ
ὁ δὲ νοῦς· οὐ γὰρ ὡρισμένως οὐδὲ καθὼς ὑπεσχόμην.
βαθὺ χρέος: μέγιστον ὄφλημα τὸν ὕμνον λέγει.
ὅμως δέ γε λῦσαι δυνατός: ὅμως ἠρεθισμένην
νῦν ψᾶφον: ἀλληγορικῶς ταῦτα λέγει· προσυπακουστέον
ῥεῦμα οὖν λέγει τῶν ὕμνων τὸ πνεῦμα.
νῦν ψᾶφον ἑλισσομέναν ὅπα κῦμα κατακλύσει
τινὲς δὲ
παραβάλλει δὲ ἀλληγορῶν τῷ τῆς θαλάσσης ῥεύματι τὴν ἑαυτοῦ δύναμιν. ὡς γὰρ ψῆφον παρ᾿ αἰγιαλὸν κυλινδουμένην ἐκβρασσόμενον τὸ κῦμα κατακλύζει, τὸν αὐτὸν τρόπον, φησὶ, κἀγὼ τὴν ἐπικυλιομένην μέμψιν ἐκκλύσω ὡς ψῆφον.
ἢ οὕτω· νῦν τὴν τῶν ἀνδρῶν μομφὴν ὥσπερ ψῆφον δινουμένην κατακλύσει τὸ τῶν ὕμνον ῥεῦμα ὡς κῦμα.
ἄλλως· νῦν ψᾶφον ἑλισσομέναν: νῦν [ψᾶφον] τὴν παρὰ τῶν ἀνθρώπων μέμψιν κατακλύσει ὁ ὕμνος ὡς ψῆφον
προσυπακουστέον δὲ τὸ ὥς, ἵν᾿ ᾖ· ὡς ψῆφον ἑλισσομένην, οὕτω τὸ κῦμα καταλύσει αὐτήν.
ἢ οὕτως· ὥσπερ τὸ κῦμα τὴν ψῆφον ἐπιρρέον κατακλύζει,
ἢ οὕτως·
νῦν σκοπήσωμεν ὅπως τὸ ἡμέτερον κῦμα ῥέον, τουτέστιν ἡ ἡμετέρα ποίησις, κατακλύσει τὴν ἑλισσομένην ψῆφον, τουτέστι τὴν καθ᾿ ἡμῶν
ἄλλως· νῦν οὖν σκοπήσωμεν ὅπως καθάπερ [λοιδορίαν] ψῆφόν τινα κυλιομένην τὸ τῆς θαλάσσης κῦμα περικλύζει καὶ ἵστησιν, οὕτω στήσωμεν τὸν παρὰ τῶν πολλῶν ψόγον, καὶ σκοπήσωμεν ὅπως τὸν κοινὸν τοῦ παντὸς γένους καὶ πάσης τῆς πόλεως ἔπαινον προσφιλῶς καὶ κεχαρισμένως ἀποτίσωμεν καὶ ἀποδώσομεν.
ἑλισσομέναν: κυλιομένην.
ὅπα κῦμα κατακλύσει: τινὲς τὸ ὅπα ἀντὶ τοῦ
ὅπα κῦμα: οἱ μὲν ὅπου, οἱ δὲ ὅκως.
κοινὸν λόγον: Ἀρίσταρχος κοινὸν λόγον τὸν
κοινὸν λόγον: ἕτεροι μὲν τὸν περὶ τῶν πολλῶν
ὅπα τε κοινὸν λόγον: ὅπως τὸν ὕμνον ἀποτίσωμεν
φίλαν ἐς χάριν: εἰς χάριν, φησὶ, τοῦ νενικηκότος·
νέμει γὰρ ἁ τραχεῖα πόλις: ἀντὶ τοῦ εὐνομεῖται·
ἢ νέμει. οἱονεὶ νομὴν καὶ λαβὴν δίδωσιν ἡ πόλις πρὸς τὸ ἐγκωμιάζειν· διό φησι· μέλει τέ σφισι Καλλιόπα, τουτέστιν ἐν μουσικῇ καὶ πολέμῳ διαφέρουσιν.
ἢ οὕτως· ἡ ἀτρέκεια νέμει τὴν πόλιν τῶν Λοκρῶν, ἀντὶ τοῦ ἐπαληθεύει ἡ τῶν Λοκρῶν πόλις· διὸ καὶ ἐμοὶ φυλακτέον ἐστὶ τὴν πρὸς αὐτοὺς ἀλήθειαν γράφοντι τὸν ἐπίνικον καὶ ἀποδιδόντι Ἀγησιδάμῳ. ὁ δὲ Δίδυμός φησιν ἔχειν λόγον καὶ τὴν ἑτέραν νέμει γὰρ ἁ τραχεῖα πόλις Λοκρῶν, ἐπεὶ περὶ χάριτός ἐστιν ὁ λόγος· ἀπονέμει ἡ τραχεῖα πόλις τὴν χάριν,
νέμει γὰρ ἀτρέκεια πόλιν Λοκρῶν, τουτέστιν ἀληθεύει ἡ τῶν Λοκρῶν
ἐπεὶ γὰρ περὶ χάριτός ἐστιν ὁ λόγος, φησὶν· ὅπα τε κοινὸν λόγον τίσομεν ἐς χάριν· ἀπονέμει γὰρ ἡ τραχεῖα πόλις.
τινὲς οὕτως· οἶδεν ἀντιχαρίζεσθαι ἡ τῶν Λοκρῶν
νέμει γὰρ ἀτρέκεια πόλιν Λοκρῶν: ἀντὶ τοῦ ἔχει νομὴν καὶ δίδωσι λαβὰς ἡ πόλις τῶν Λοκρῶν
τραχεῖα δὲ εἰκότως ἂν λέγοιτο, λοφώδης οὖσα καὶ ἐπιθαλασσίδιος.
οὐκ ἀπὸ σκοποῦ
Ζεφυρίων: τῶν Ἐπιζεφυρίων. τρισσά εἰσιν
μέλει τέ σφι Καλλιόπα: οὐκ ἀπὸ σκοποῦ
Κυκνέα μάχη: ὅτι τὸν Ἄρεος Κύκνον Ἡρακλῆς
τοιγάρτοι διὰ τὸ καὶ τὸν Ἀγησίδαμον ἀπολήγοντα ἤδη ὑπὸ Ἰολάου ἀλείπτου ἀνερρῶσθαι εἰκότως ταῦτα ἐπηγάγετο.
ἐχέτω οὖν, φησι, τῷ Ἴλᾳ Ἀγησίδαμος χάριν, ὡς Ἀχιλλεῖ Πάτροκλος παρορμήσαντι εἰς τὸν πρὸς τοὺς βαρβάρους πόλεμον.
Ἰόλᾳ φερέτω χάριν: οὕτω, φησὶ, τῷ Ἰόλᾳ χάριν
ὡς Ἀχιλεῖ Πάτροκλος: ὁ γὰρ Ἀχιλλεὺς τοῖς
φύντ᾿ ἀρετᾷ: τὸν φύντα πρὸς ἀρετὴν σὺν θεοῦ
τὸ δὲ παλάμῃ ἀντὶ τοῦ γνώμῃ καὶ βουλῇ καὶ ἐπινοίᾳ.
πελώριον: τὰ β΄ μία ἐστὶ περίοδος ιζ΄ συλλαβῶν.
ἄπονον δ᾿ ἔλαβον: ὡς μετὰ πόνου αὐτοῦ λαβόντος
ὀλίγοι τινές εἰσιν οἳ χαρὰν ἐκτήσαντο χωρὶς πόνων.
τὸ ὀλίγοι ἀντὶ τοῦ οὐδείς ἦ ὀλίγον οἱ παῖδα ἐοικότα γείνατο Τυδεύς.
ἄπονον δ᾿ ἔλαβον χάρμα παῦροί τινες: οὗτος
ἢ οὕτως· οὐδένες
οὐδένες πρὶν
βιότῳ φάος: [τὸ φάος] τὸ χάρμα τὸ ἀπὸ τῆς
δηλονότι δικαίως ᾄδεται.
θέμιδες δὲ Διὸς ὁ κατὰ θεσμὸν τῆς πενταετηρίδος πληρωθεὶς χρόνος.
ἢ οὕτως· ἐμὲ προτρέπουσιν αἱ [Διὸς] θέμιδες ᾆσαι τὸν ἀγῶνα τὸν ἐξαίρετον τοῦ Διὸς τοῦ ἐν
ἄλλως· τὸ ἑξῆς· ἀγῶνα θέμιτες [δὲ] Διὸς
ἀντὶ τοῦ θέμιδες. Δωρικὴ δὲ ἡ κλίσις. Ὅμηρος
ἑξάριθμον δὲ, ἐπεὶ τῶν ιβ΄ θεῶν ἓξ βωμοὺς κατεσκεύασεν.
ὅντινα ἀγῶνα πλησίον τοῦ ἀρχαίου σήματος καὶ τάφου ἓξ βωμῶν ἀριθμὸν ἔχοντα [ἕκτον βωμὸν] ἱδρύσατο καὶ κατεστήσατο Ἡρακλῆς, ἡνίκα τοὺς τοῦ Ποσειδῶνος ἀνεῖλε παῖδας Κτέατον καὶ Εὔρυτον, ἵνα δυνηθῇ τῆς ὑπηρεσίας μισθὸν κομίσασθαι
βωμῶν ἑξάριθμον: ἐν τοῖς ἓξ βωμοῖς δώδεκα
ἓξ γὰρ βωμοὺς ἔκτισεν Ἡρακλῆς ἡνίκα τοὺς Ποσειδῶνος παῖδας ἐφόνευσε Κτέατον καὶ Εὔρυτον.
τῷ γὰρ δοκεῖν ἦσαν Ἄκτορος καὶ Μολιόνης.
[ἐκτίσσατ᾿ ἐπεὶ Ποσειδάνιον:] Κτέατος καὶ Εὔρυτος
Κτέατον: καὶ γὰρ Κτέατον καὶ Εὔρυτον τοὺς Ποσειδῶνος
λάτριον: τὸν ἐν τῇ λατρείᾳ γενόμενον. ἐλάτρευσε
ὡς Αὐγέαν λάτριον ἀέκονθ᾿ ἑκὼν μισθὸν
ἀνεῖλεν
ὑπέρβιον δὲ τὸν πολύν.
τινὲς δὲ δῆμον Λακωνικόν.
ἐδάμασε δὲ Εὔρυτον καὶ Κτέατον, ἤτοι ἀπέκτεινεν
ἐφόδῳ ἀντὶ τοῦ λόχῳ
ἀπέκτεινε δὲ αὐτοὺς | πορευομένους ἐπὶ τὸν Ἰσθμικὸν ἀγῶνα.
τὸ δὲ ὅτι πρόσθε ποτέ τὴν αἰτίαν ἀποδιδοὺς τοῦ
ἐφ᾿ ὁδῷ: διχῶς, ἐφ᾿ ὁδῷ, ἢ ὑφὲν ἀντὶ τοῦ ἐφόδῳ,
ἐφόδῳ: ἤτοι ἐνέδρᾳ.
ὅτι πρόσθε ποτὲ Τιρύνθιον: τουτέστιν ὅτι
Τιρύνθιον Ἀργεῖον· Τίρυνς
Τελαμών· Χαλκώδων· Ἴφικλος, ἀδελφὸς αὐτοῦ.
καὶ μὰν ξεναπάτας βασιλεὺς Ἐπειῶν:
ἀλλὰ μὴν καὶ ὁ περὶ τοὺς φίλους ἀπατηλὸς Αὐγέας, ὁ τῶν Ἠλείων βασιλεὺς, ἐθεάσατο οὐ πολὺ ὕστερον τὴν ἑαυτοῦ πατρίδα εἰς πλῆθος κακῶν ἐμβαλλομένην τοῦτο μὲν πυρὶ, τοῦτο δὲ σιδήρῳ, καὶ εἰς ῥεῦμα ἄτης ἐγκαθίσασαν.
ξειναπάτας: οὐ μετ᾿ οὐ πολὺ τῆς ἰδίας ἀπάτης
ἄλλως· οὐ μετ᾿ οὐ πολὺν χρόνον Αὐγείας εἶδεν ἁλισκομένην τὴν πατρίδα.
ὑπὸ στερεῷ πυρί: διὰ τὸ κατασκάπτεσθαι τὴν
ἄλλως· εἰς βάθος κακῶν.
εἰς ῥεῦμα ἄτης ἐμπεσοῦσαν.
ἵζοισαν δὲ, ἐπικαθημένην.
τὴν δ᾿ Ἀμαρυγκείδης Ἱππόστρατος, ὄζος Ἄρηος,
Φυκτέος ἀγλαὸς υἱὸς, Ἐπειῶν ὄρχαμος ἀνδρῶν.
κρείσσων γὰρ βασιλεὺς ὅτε χώσεται ἀνδρὶ χέρηι.
κρείσσων γὰρ βασιλεὺς ὅτε χώσεται ἀνδρὶ χέρηι.
ὅ ἐστι· τὸ τῶν κρεισσόνων νεῖκος οὐ ῥᾴδιον ἀποθέσθαι· ἐπὶ γὰρ τοῖς κρείττοσι κεῖται τὸ ὅτε θέλουσι πολεμεῖν.
ἄλλως· ἀδύνατον γάρ ἐστι τῷ ἥττονι τὸ τῶν ὑπερεχόντων κράτος ἐκκλῖναι.
τουτέστι μετὰ τὸ ἁλῶναι τὴν πόλιν ἀπώλετο διὰ τὴν ἑαυτοῦ ἀβουλίαν.
ὁ δ᾿ ἄρ᾿ ἐν Πίσᾳ ἔλσαις ὅλον τε στρατόν:
ὁ δὲ νοῦς· ὁ δὲ δὴ τοῦ Διὸς ἰσχυρότατος υἱὸς συναγαγὼν καὶ κατασχὼν ἐν τῇ Πίσᾳ, ἤτοι τῇ Ἤλιδι, τὸν ὅλον αὐτοῦ στρατὸν καὶ τὴν πᾶσαν λείαν, οὕτω λοιπὸν κατεσκεύαζε τὸ θεῖον τοῦ Διὸς ἄλσος.
ἔλσας ὅλον στρατόν: ὁ Ἡρακλῆς.
συνδήσας.
τὸν τοῦ
σταθμᾶτο: περιεγράφετο. ἐσημειοῦτο. ἐχωρογράφει.
σταθμᾶτο: κατεμετρεῖτο. περιώριζε. περιεσκέπτετο.
ἄλσος δὲ τὸ ἀνιερωμένον τῷ θεῷ γῆς μέρος, εἰ καὶ ψιλὸν εἴη φυτῶν.
ἄλσος: ὁ σύμφυτος καὶ ἀνιερωμένος τῷ θεῷ
περὶ δὲ πάξαις: περιπήξας δὲ ὁ Ἡρακλῆς τὰ
περὶ δὲ πάξαις: περιπήξας δέ, φησιν, ὁ Ἡρακλῆς
οἱ περὶ Ἀριστόδημον καὶ Λεπτίνην καὶ Διονύσιον γράφουσιν Ἄλτιν. μὴ γὰρ πρέπον ἐστὶ τὴν ἄρτι πεπορθημένην Ἦλιν ἱερὰν γενέσθαι τῷ Διί· καὶ λόγον ἔχει τὸ τοῦ Διὸς ἱερὸν ἱδρύσθαι ἐν Πίσῃ. οὐ γὰρ ἐν Ἤλιδι οἱ ἐρχόμενοι ἐπὶ τὴν πανήγυριν θοινῶνται, ἀλλὰ ἐν Πίσῃ. τὸ γὰρ ἐν κύκλῳ τοῦ ἱεροῦ καταγωγαῖς διείληπτο. διῴκισται δὲ ἡ Πίσα τῆς Ὀλυμπίας γ΄ σταδίους. Ἄλτιν οὖν γραπτέον· οὕτως γὰρ τὸν περὶ Ὀλυμπίαν τόπον ἐκάλουν.
Ἄλτιν μὲν ὅ γ᾿ ἐν καθαρῷ διέκρινε: τὴν μὲν
ἄλλως· Ἄλτιν τὸ
γράφεται Ἆλιν. τὴν μὲν Ἦλιν καθιέρωσε τῷ θεῷ,
ἄλλως· Ἄλτιν τὸ στάδιον· ἐκλήθη δὲ οὕτως διὰ τὸ ἅλλεσθαι
κύκλῳ δάπεδον: τὸ δὲ χωρίον τὸ κύκλῳ τοῦ
τὸ δὲ ὅλον· περιπήξας δὲ καὶ περιφράξας τόπον τὸν μὲν ναὸν καὶ τὸ ἄδυτον αὐτὸ διεχώρισεν ἐν τῷ καθαρωτάτῳ μέρει ἀνὰ τὸ μεσαίτατον· τὸ δὲ εἰς κύκλον τῆς γῆς ἢ τοῦ νεὼ καταγώγιον ἐποίησε καὶ δειπνητήριον τῶν ξένων.
τιμάσαις πόρον Ἀλφεοῦ: πρώτῳ τῷ Ἀλφειῷ
61.
τιμάσαις πόρον Ἀλφεοῦ μετὰ δώδεκ᾿ ἀνάκτων
ἄλλως· Ἀλφειῷ εἰκότως
τιμάσαις πόρον Ἀλφεοῦ: τουτέστι πρώτῳ τῷ Ἀλφειῷ ἔθυσεν ὡς ἐντοπίῳ θεῷ.
τινὲς δὲ οὕτως· ἐκρύπτετο νιφάδι, τῇ περὶ τὸν Οἰνόμαον ἀδοξίᾳ.
ἄλλως· ἐν ταυτῃ πρῶτον ἀγομένῃ τῇ ἑορτῇ τῶν Ὀλυμπίων
Χρόνος: διότι καὶ οὗτος ὁ χρόνος ἀποδέδωκε
ἄλλως· τὸ δὲ πρότερον ἀσαφὲς
κατέφρασε: ὁ χρόνος, φησὶ, προιὼν τὸν τόπον ἐδήλωσε.
68. τὴν λείαν.
69. ἔθηκε τὴν πρώτην Ὀλυμπιάδα.
τὸ δ᾿ ἐς ἀφανὲς ἰὼν πρόσω κατέφρασε: τὸ
ἢ οὕτω· προιὼν δὲ
ἄλλως· τὸ ἀφανὲς ἰὼν εἰς τὸ πρόσω ὁ
ἕτεροι δὲ οὕτω, σαφανές, ἵν᾿ ᾖ τὸ σαφὲς, ὑφὲν ἀναγινώσκουσιν, ὡς πρὸς
πολέμου
ὅπου τὴν λῆψιν τὴν ἐκ τοῦ πολέμου γενομένην διελὼν τὰ ἀκροθίνια τοῖς θεοῖς ἔθυσεν.
ὅπως ἄρα τὸν πρῶτον ἐνιαυτὸν καθαριθμῶν ἀνέθηκε τὴν πρώτην Ὀλυμπιάδα.
ποταίνιον: πρόσφατον· ἐκ δὲ τοῦ παρακολουθοῦντος σημαίνει τὸ πρῶτον, ἐπεὶ ὁ πρῶτος πρόσφατός ἐστι.
τίς οὖν, φησι, πρῶτος ἔλαχε τὸν στέφανον ὅτε ἔθηκεν ὁ Ἡρακλῆς τὸν ἀγῶνα;
τίς δὴ ποταίνιον: Δωρικῶς τὸν πρόσφατον.
τίς δὴ οὖν προσφάτως καὶ ἐν ἀρχῇ νικῆσαι δεδύνηται,
ἄλλως· ποταίνιον ἀντὶ τοῦ πρόσφατον, νεαρόν. ἐκ
τίς πρῶτον ἔλαχε στέφανον, ὅτε ἔθηκε τὸν ἀγῶνα Ἡρακλῆς;
ἐν δόξᾳ θέμενος: ἀντὶ τοῦ ἔνδοξον νομίσας τὸ
τουτέστι συλλαβὼν τὴν εὐχὴν ἢ καύχημα
ἢ οὕτως· τὸ ἀγώνιον εὖχος δόξαν θέμενος καὶ ἔργῳ καθελὼν αὐτό.
ἀγώνιον εὖχος ἔργῳ καθελών: τὸ ὑπερβατόν·
ἢ οὕτω·
(ἐν δόξᾳ θέμενος:) ἔνδοξον νομίσας τὸ νικῆσαι.
ἢ θέμενος τὸ ἀποτελέσας λέγει.
ἢ θέμενος καὶ ποιήσας ἑαυτὸν ἐν δόξῃ.
τὸ εὐθὺ, τὸ μὴ ἔχον καμπὴν καθάπερ ὁ δίαυλος.
στάδιον μὲν ἀρίστευσεν εὐθύτονον: εὐθὺ,
Οἰωνός: τὸν Οἰωνὸν ὁ Πίνδαρος ἤδη ἠνδρωμένον
παῖς ὁ Λικυμνίου Οἰωνός: ὁ νοῦς· ὁ μὲν τοῦ Λικυμνίου παῖς Οἰωνὸς τὸ εὐθύτονον καὶ ἀκαμπὲς στάδιον δραμών· οὗτος δὲ ὁ Οἰωνὸς ἦλθεν ἀπὸ πόλεως Μιδέας καλουμένης τοῦ Ἄργους, βασιλεύων καὶ ἡγεμὼν λαοῦ ὤν. ἡ δὲ μεταφορὰ τοῦ ἐλαύνων ἀπὸ τῶν ποιμνίων.
ἄλλως· παῖς ὁ Λικυμνίου, ὃς ἤδη ἀνδρωθεὶς τὴν πρώτην τῶν Ὀλυμπίων θέσιν καὶ δίαυλον ἐνίκησεν.
τὸ χ΄ ὅτι Οἰωνὸς προηγούμενος ἦλθεν. ἔστι δὲ ὄνομα κύριον ὁ Οἰωνός.
ἀπὸ Μιδέας κώμης Ἀργολικῆς. ἔνιοι δὲ πόλεως.
Ἔχεμος: προσυπακουστέον τὸ ἠρίστευσε· τὴν δὲ
ἀν᾿ ἵπποισι δὲ τέτρασιν ἕως Ἁλιρροθίου: στρωφᾷς δὲ πώλους ὡς ὁ Μαντινεὺς Ἥρως.
τρέψας δὲ πώλους ὡς ὁ Μαντινεῦς Σῆμος,
ὃς πρῶτος ἅρματ᾿ ἤλασεν παρ᾿ Ἀλφειῷ.
ἢ σῆμα
σᾶμ᾿ Ἁλιρροθίου: Ἁλιρρόθιος Μαντινεὺς ὁμώνυμος τῷ Ἀθηναίῳ, ὃς ἦν Ποσειδῶνος καὶ Βαθυκλείας.
τινὲς γράφουσι Σῆρος Ἁλιρροθίου, οὗ μέμνηται Ἡσίοδος ἤτοι ὁ μὲν Σῆρον καὶ Ἀλάζυγον υἱέας ἐσθλούς.
Ἁλιρροθίου: ὁ Ἁλιρρόθιος νικῶν ἐπίσημος ἐγένετο.
ὁ δὲ λόγος· ἀπὸ τῆς ἁλιρροθίου Μαντινείας ἐν ἅρματι πρῶτος ἐνίκα· ἢ ἐπίσημος ὢν Ἁλιρρόθιος· τὸ γὰρ ἐνίκα πᾶσι τούτοις ὑπακουστέον· εἶτα ἀφ᾿ ἑτέρας ἀρχῆς· ἄκοντι Φράστωρ ἔλασε σκοπόν.
ἢ οὕτως· ἀν᾿ ἵπποισι δὲ τέτρασιν: ἀπὸ Μαντινείας καὶ ἅρμασιν ἐνίκα Θησεύς.
σῆμα Ἁλιρροθίου: οἷον ὅμοιος ὢν Ἁλιρροθίῳ τῷ ἀδελφῷ. ἢ ἐπίσημος ὢν Ἁλιρρόθιος.
Φράστωρ: ὁ Φράστωρ τοῦ σκοποῦ τῷ ἀκοντίῳ
[ἄκοντι δὲ Φράστωρ ἔλασε σκοπόν:] ὁ δὲ
μᾶκος δὲ Νικεύς: ὡς Τυδεύς.
ὁ δὲ λόγος·
μᾶκος δ᾿ Ἐνικεύς: Ἐνικεὺς ὄνομα κύριον.
μακρὸν ἐδίσκευσε δίσκῳ λιθίνῳ. οὕτως οἱ ἀρχαῖοι. μᾶκος δὲ μακρόν. παρὰ τὸ Ὁμηρικόν
τὸ δὲ χέρα κυκλώσας παρὰ τὸ Ὁμηρικόν τόν ῥα περιστρέψας ἧκε στιβαρῆς ἀπὸ χειρός.
κατὰ δ᾿ ἔπτηξαν ποτὶ γαίῃ
Φαίηκες δολιχήρετμοι, ναυσίκλυτοι ἄνδρες.
ἢ οὕτω· παρεκίνησε καὶ ἀνήγειρε τὸ τῶν συμμάχων πλῆθος.
θόρυβον: ἀνήγειρε δὲ νικήσας ταραχὴν τοῖς συνοῦσιν· ἐβόησαν γὰρ θαυμάσαντες τῆς βολῆς τὸ μῆκος.
ἐρατὸν δὲ φάος, τὸ πανσέληνον· τελεῖται γὰρ κατὰ πληροσέληνον, ὡς αὐτὸς ἐν τοῖς πρώτοις εἶπεν
ἔδει δὲ οὕτως εἰπεῖν· οὔσης δὲ πανσελήνου ἐτέθη ὁ ἀγὼν, | ὁ δὲ τὸν ἀγῶνα διαθέμενος
ἐν δ᾿ ἕσπερον
ὅτι ἐν πανσελήνῳ ἐτέθη ὁ ἀγών. 90 a Q
σελάνας ἐρατὸν φάος: τοῦτο ἔδει πρῶτον εἰπεῖν
ἀείδετο δέ: τῶν ἐπινίκων λεγομένων ἤχει ἡ
ἀείδετο δὲ πᾶν τέμενος: ἐν δὲ ταῖς εὐωχίαις
ἢ οὕτως·
ἀρχαῖς δὲ προτέραις ἑπόμενοι: ταῖς οὖν ἀρχαῖς
χάριν νίκας: ἔξωθεν ληπτέον τὸ εἴς· εἰς χάριν
τὸ δὲ ἐπωνυμίαν τοῦ χάριν ἐπίθετον· τὴν ἐπωνύμους ποιοῦσαν, ἀντὶ τοῦ ἐπονομάζοντος
ἄλλως· ἐπωνυμίαν νίκης χάριν τὸν ἐπίνικον εἶπεν.
ἀντὶ τοῦ τὸν κεραυνὸν
ἄλλως· τὴν ὀνομαστὴν βροντὴν καὶ διαβόητον.
ἢ οὕτω· τὴν νίκην περιφραστικῶς τὴν διαβόητον.
ἢ οὕτως· ἐπίθετον τῆς νίκης τῆς ἐπωνύμους ποιούσης.
ἢ τῆς ὄνομα φερούσης καὶ κρατούσης ἐν παντὶ κράτει. 99B
ἢ πρὸς πᾶσαν αὐτῷ δύναμιν
ἢ κράτει τῇ νίκῃ· νικῶντα ἀεί.
κράτει ἀραρότα: ἡρμοσμένον παντὶ κράτει τοῦ Διός.
οἷον ἀντιάσει. ἀνακινήσει.
ὁ δὲ ὕμνος τρυφηλῶς καὶ ἡδέως μετὰ αὐλῶν ῥηθήσεται.
Δίρκᾳ: καὶ ἐν ἀρχῇ ἔλεγεν ὅτι διέστηκε τὸ
τὰ παρ᾿ εὐκλεεῖ Δίρκᾳ: ἅτινα μέλη ἐν τῇ
ἄλλως·
κεχρονικέναι μέν φησι καὶ ἐν
ἅπερ μέλη
ἀλλ᾿ ὥστε παῖς ἐξ ἀλόχου: γνησίας γυναικὸς
ὁ δὲ νοῦς· ἀλλ᾿ οὕτως ἐστὶ γλυκὺς
ὁ δὲ νοῦς· οὕτω δέ σοι ποθεινὰ καὶ ἡδέα ἔσται, ὥσπερ τις γνήσιος παῖς ἐκ νομίμης γυναικὸς
τὸ δὲ ἵκοντι νεότατος, εἰς τὸ ἔμπαλιν τῆς νεότητος, τὸ γῆρας.
εἰς τὸ γῆρας ἤδη ἐληλυθότι, καθ᾿ ὃν καιρὸν οὐκ ἔστιν οἷος ἄλλο γεννῆσαι.
τουτέστι γεγηρακώς.
θερμαίνει: ὁ γεννηθεὶς τοῦ πατρὸς θάλπει τὸν νοῦν.
ἄλλως· τὸν μὴ κατὰ γένος διάδοχον· παρὰ τὸ Ὁμηρικόν
ὥσπερ οὖν, φησι,
καὶ ὅταν καλὰ [μὲν] ἔρξαις: καὶ ὅταν καλά
Ἀίδα σταθμόν: τὸν οἶκον. ἢ τὸν Ἅιδην, περιφραστικῶς.
τὸ κενεὰ πνεύσας ἀντὶ τοῦ ματαίως μοχθήσας.
τερπνόν: βραχὺ τυγχάνει παρ᾿ αὐτὴν τὴν νίκην.
βραχύ τι τερπνόν ἀντὶ τοῦ οὐδέν. οὐδὲ ὀλίγον.
τὶν δέ: ἀντὶ τοῦ οὐδέν. . . . πᾶσα μουσικὴ
τὶν δ᾿ ἁδυεπής τε λύρα:
τίν σοί Δωρικῶς.
σοὶ οὖν, φησι, πᾶν εἶδος μουσικῆς διαποικίλλει τὴν χάριν
παρὰ τὸ Ὁμηρικόν
καὶ γὰρ τὸ πάσσειν ποικίλλειν ἐστὶ, καὶ παστὸς διὰ τὸ πεποικίλθαι.
ἀναποικίλλει σοι τὴν χάριν ἥ τε λύρα καὶ ὁ αὐλός. Ὅμηρος
ἢ ἀναποικίλλει σοι τὴν χάριν ἥ τε λύρα καὶ ὁ αὐλός.
τρέφουσι καὶ αὔξουσι τήνδε τὴν χάριν τοῦ νικῶντος αἱ Μοῦσαι.
ἀντὶ τοῦ τὸ ποίημα.
δοξάζουσι τοὺς νικῶντας.
τρέφουσι δὲ αἱ Μοῦσαι μέγιστον κλέος τῶν νικησάντων.
σπουδᾷ: τῇ σπουδῇ τῶν Μουσῶν.
ἀμφέπεσον μέλιτι καταβρέχων: ὥρμησα. αὐτῷ
παῖδ᾿ ἐρατόν: ταῦτα κομματικῶς καθ᾿ ἑαυτὸν λέγει.
τὸν εἶδον: ἀντὶ τοῦ ἔγνων.
κρατέοντα: νικῶντα.
χειρὸς ἀλκᾷ: ἀντὶ
κεῖνον κατὰ χρόνον: οὐ γὰρ ἐν ᾧ καιρῷ ἐνίκησεν
κεῖνον κατὰ χρόνον: τὴν βραδυτῆτα τοῦ ἐπινικίου
ἰδέᾳ τε καλόν: καὶ τῇ ὥρᾳ τοῦ σώματος ἐναβρυνόμενον
ὥρᾳ τε κεκραμένον: καὶ τῷ κάλλει τοῦ σώματος
ἅ ποτ᾿ ἀναιδέα: ἥτις ὥρα ποτὲ τὸν ἀναιδῆ τὸν καὶ ἀνηρείψαντο θεοὶ Διὶ οἰνοχοεύειν
κάλλεος εἵνεκα οἷο, ἵν᾿ ἀθανάτοισι μετείη.
ἄλλως· ἡ ὥρα, φησὶ, τῆς ἡλικίας τῷ Γανυμήδει θάνατον
τέλος Ἀγησιδάμου.
ἡ δὲ ἐπῳδὸς κώλων ι΄. τὸ α΄ ἐγκωμιολογικόν. τὸ β΄ δίμοιρον ἔπους. τὸ γ΄ ἰαμβέλεγος παρὰ τὴν πρώτην συλλαβήν. τὸ δ΄ τροχαϊκὸν τρίμετρον καταληκτικόν. τὸ ε΄ τὸ αὐτό. τὸ ς΄ Εὐριπίδειον. τὸ ζ΄ ἐγκωμιολογικὸν ἐπιλαμβάνον. τὸ η΄ χοριαμβικὸν δίμετρον ὑπερκατάληκτον.
τὸ θ΄ Εὐριπίδειον. τὸ ι΄ τροχαϊκὸν δίμετρον ἀκατάληκτον.
Inscr.b. τῷ αὐτῷ γέγραφεν ἐν προσθήκης μέρει διδοὺς ὡς ἂν τόκον διὰ τὸ μὴ παρὰ τὸν τῆς νίκης καιρὸν γεγραφέναι τὸν ἐπίνικον.
ἔστιν ἀνθρώποις: ὁ λόγος· καιρός ἐστι τοῖς ἀνθρώποις
. . . ἄλλο ἔστι δὲ ὅτε καὶ τοῖς γεωργοῖς ὀμβρίων ὑδάτων γένηται.
ἔστιν ἀνθρώποις ἀνέμων ὅτε πλείστα χρῆσις:
ἄλλως·
ἔστι δ᾿ οὐρανίων: ἔστι δὲ καὶ ὅτε οὐρανίων ὑδάτων
παίδων νεφέλας: παῖδας νεφελῶν τοὺς ὄμβρους
εἰ δὲ σὺν πόνῳ τις: εἰ δὲ φιλοπονήσας τις εὐτυχοίη.
εἰ δέ τίς, φησι, μὴ κατὰ κενὸν πονήσει.
εἰ δὲ διὰ τῶν πόνων ἀθλήσας νίκης τύχοι, τούτῳ μάλιστα χρεία τῶν ὕμνων· οὗτοι γὰρ αὐτῷ ἀρχὴν ποιοῦνται τῶν ὕστερον ἐσομένων περὶ αὐτοῦ λόγων· διὰ γὰρ τοὺς ὕμνους καὶ οἱ ὕστερον μνημονεύουσι τῶν προγενεστέρων, καὶ ὡσανεὶ ὅρκος πιστὸς, οὕτως καὶ
εἰ δὲ σὺν πόνῳ τις εὖ πράσσοι: εἰ δέ τίς,
ἄλλως· εἰ δέ τις πονήσας εὐτυχῆ πράσσοι καὶ νικήσει, τούτῳ οἱ ἡδεῖς οὗτοι ὕμνοι τῶν ὕστερον ἐπαίνων ἀρχὴ γίνονται καὶ πρόφασις· ἀντὶ τοῦ οἱ ὕμνοι οὗτοι αἴτιοι γίνονται τοῦ καὶ αὖθις μνημονεύεσθαι
ἢ ταῖς ἀρεταῖς οἱ ὕμνοι συνηρμοσμένοι εἰσὶ τῶν ὑμνουμένων.
ἄλλως· οἱ ὕμνοι πιστὸν ὅρκιόν εἰσι τῶν ἀρετῶν· οὐ γὰρ ἀπολείπουσιν αὐτοὺς οὐδέποτε συμπαρόντες, ἀεὶ δὲ μνείαν πορίζουσιν αὐτοῖς.
ἄλλως· καὶ τὸ μέγιστον, ὅτι ἀλλότριος τῶν διὰ φθόνον
τὰ μὲν ἁμετέρα γλῶσσα: ταῦτα οὖν τὰ κατορθώματα
γλῶσσα ποιμαίνειν θέλει: προστατεῖν, φησὶν, ἡ
ἐκ θεοῦ ἀνήρ: καὶ ἡμεῖς, φησι, καὶ οἱ ὕμνοι
ἐκ θεοῦ δ᾿ ἀνήρ: κατὰ δὲ βούλησιν δαιμονίου
ἀπὸ γὰρ θείας μοίρας μουσικός τις καὶ ἔξοχος λάμπει ὁμοίως ὥσπερ καὶ σὺ νενίκηκας. τοῦτο δὲ πρὸς τὰ ἴδια ἐγκώμια κατασκευάζει, λέγων ἑαυτὸν διαπαντὸς σοφῶς φράζειν.
ἴσθι νῦν Ἀρχεστράτου παῖ: ἴσθι δὴ οὖν καὶ
κόσμον ἐπὶ στεφάνῳ: τὸν ὕμνον λέγει.
ἐλαίας: λείπει τὸ δεξάμενον.
παρεῖται δέ τι εἰς τὸ τοῦ λόγου πλῆρες· πληρωθείη
ἔθνη δὲ γ΄ Λοκρῶν· Λοκροὶ οἱ Ἐπιζεφύριοι οἱ ἐν τῇ Ἰταλίᾳ· Λοκροὶ Ὀζόλαι οἱ ἐν τῇ Αἰτωλίᾳ· Λοκροὶ οἱ Ἐπικνημίδιοι οἱ ἐν τῇ Εὐβοίᾳ· ὅθεν Αἴας ὁ Ὀιλέως ὑπῆρχε καὶ τὴν ἐπωνυμίαν ἔσχε τὴν τοῦ
γένη δὲ καὶ ἔθνη τῶν Λοκρῶν εἰσι τρία, Ἐπιζεφύριοι, Ὀζόλαι, Ἐπικνημίδιοι. τούτων οἱ μὲν Ἐπιζεφύριοί εἰσιν ἐν τῇ Ἰταλίᾳ, οἱ δὲ Ὀζόλαι πρὸς τῇ Αἰτωλίᾳ, οἱ δ᾿ Ἐπικνημίδιοι πρὸς τῇ Εὐβοίᾳ, ὅθεν Αἴας ὁ Ὀιλέως.
ὁ δὲ λόγος οὗτος· τὴν Ἐπιζεφυρίων γενεὰν ὑμνῶν ὅπου συγκωμάζονται μέν σε ἐγγυήσομαι ἀφίξεσθαι εἰς στρατὸν μήτε ἄξενον μήτε καλῶν ἄπειρον.
ἔνθα συγκωμάξατε: ἐν ταύτῃ τῇ Λοκρίδι τῶν
φυγόξενον: φυγαδεύοντα τοὺς ξένους. κακόξενον.
ἀκρόσοφον δὲ καὶ αἰχμητὰν ἀφίξεσθαι:
ἀκρόσοφον: τὸν ἐπ᾿ ἄκρον ἰόντα σοφίας.
τὸ γὰρ ἐμφυὲς οὔτ᾿ αἴθων ἀλώπηξ: τὸ γὰρ
ἄλλως· τὸ γὰρ ἐμφυὲς οὔτ᾿ αἴθων ἀλώπηξ: τούτοις ὑπακουστέον ὅτι οὐδὲ οἱ Λοκροὶ τὸ συγγενικὸν μετέβαλον, ἀλλ᾿
ὥσπερ οὖν ὁ λέων οὐ μεταβάλλει τὸ γενναῖον οὔτε ἡ ἀλώπηξ τὸ σοφὸν, οὕτως οὐδὲ οἱ Λοκροὶ τὸ ἔμφυτον ἦθος μεταβάλλονται.
οὔτ᾿ αἴθων ἀλώπηξ: πανοῦργον ζῷον ἡ ἀλώπηξ·
αἴθων ἀλώπηξ: διάπυρος.
δολία τῇ διανοίᾳ.
ἢ αἴθων, παρόσον λαμπουρὶς καλεῖται.
τὸ α΄ ἰαμβέλεγος λειπούσης τῆς πρώτης συλλαβῆς [ἢ τοῦ τέλους μετακειμένου ἐπὶ τὴν ἀρχήν]. τὸ β΄ ἐπιχοριαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ γ΄ προσοδιακὸν δίμετρον ἀκατάληκτον. τὸ δ΄ τροχαϊκὸν τρίμετρον καταληκτικὸν ὅμοιον τῷ
τὸ ε΄ Πινδαρικὸν ἐκ Στησιχορείου τρίμετρον ἀκατάληκτον.
τὸ ς΄ ἰαμβέλεγος τοῦ τέλους ἐπὶ τὴν ἀρχὴν μετακειμένου.
τὸ ζ΄ Εὐριπίδειον. τὸ η΄ προσοδιακὸν δίμετρον ὑπερκατάληκτον. τὸ θ΄ Εὐριπίδειον.
ἡ δὲ ἐπῳδὸς κώλων ι΄. τὸ α΄ ἐγκωμιολογικόν. τὸ β΄ δακτυλικὸν τρίμετρον καταληκτικόν. τὸ γ΄ Εὐριπίδειον.
τὸ θ΄ Στησιχόρειον. τὸ ι΄ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. 1 B
Inscr. a. Ἐργοτέλει: Ὀλυμπιάδα μὲν ἐνίκησεν οζ΄ καὶ
Inscr. b. Ἐργοτέλης Κρὴς μὲν ἦν τῷ γένει πόλεως
Ἱμέραν δὲ νῦν τὴν πόλιν αὐτὴν λέγει· ἔστι δὲ καὶ ποταμός. ἐκ ταύτης δὲ τῆς Ἱμέρας καὶ Στησίχορος ὁ μελοποιός.
ἦν δὲ ὁ Ἐργοτέλης υἱὸς Φιλάνορος καὶ ἐπολιτογραφήθη ἐνταῦθα. metr. B
ἔστι δὲ ὡς τὸ
ἱκετεύω οὖν σε, ὦ τοῦ ἐλευθερίου Διὸς παῖ Τύχη σώτειρα, περὶ τῆς μεγαλοσθενοῦς
[ἔστι δὲ] Ἱμέρα πόλις
εὔχεται δὲ μὴ ὑποταγῆναι τὴν Ἱμέραν μηδενί.
ἢ ὑπὸ σοῦ.
διὰ τὴν τύχην φησὶ καὶ τὰς ἐν ἀνθρώποις ἐλπίδας ἐκκλείεσθαι.
ἤτοι ὅτι
αἵ γε μὲν ἀνδρῶν: ὃ ἄν τις ἐλπίζῃ, οὐκ εὐθέως
πόλλ᾿ ἄνω, τὰ δ᾿ αὖ κάτω: πεπλανημένως.
διὰ σὲ οὖν, ὦ Τύχη, πάντα γίνονται. αἱ γοῦν τῶν ἀνθρώπων
ψευδῆ μεταμώνια τάμνοισαι: τὰ ψευδῆ μεταμώνια
σύμβολον: σύμβολον ἀρσενικῶς καὶ οὐδετέρως.
συμβόλους δὲ λέγομεν πταρμοὺς ἢ φήμας ἢ ἀπαντήσεις. ὡς Ἀρχίλοχος
ἄλλως· οὐδεὶς ἀνθρώπων πράξεως μελλούσης ἔσεσθαι πιστὸν εὗρε παρὰ θεῶν σημεῖον. Φιλόχορος δὲ
καὶ γὰρ τοῖς ἕτερα τῆς γνώμης προσδοκῶσι τὰ ἐναντία συνέβη. τὸ δὲ ἔπεσεν ἀπὸ μεταφορᾶς τῶν κύβων.
οἱ μὲν γὰρ τὰ ἐναντία ἢ ὡς προσεδόκησαν καὶ μετεῖχον τέρψεως εὕραντο· οἱ δὲ χαλεπαῖς καὶ δειναῖς πραγμάτων ζάλαις περιτυχόντες μέγιστον ἀγαθὸν αἰφνιδίως μετηλλάξαντο τοῦ προσδοκωμένου κακοῦ. πάντων δὲ τῶν προειρημένων ὁ σκοπὸς τὴν ἀναφορὰν εἰς
ἄλλως· τὰ ἐναντία
ἄλλως· ἔνιοι δὲ ἐν ζάλαις καὶ πραγμάτων χειμῶσι γενόμενοι
ἀντικύρσαντες: ἀντὶ τοῦ ἐντυχόντες ζάλαις καὶ
ἔνιοι ἐν ζάλαις περιπεσόντες πραγμάτων καὶ χειμῶσιν ἐκομίσαντο ἐν μικρῷ χρόνῳ ἀντὶ τοῦ πήματος βαθὺ ἀγαθόν. ταύτην δὲ τὴν γνώμην λέγει πολλάκις ὁ Πίνδαρος, ὅτι παρὰ μὲν εὐτυχίαν κακὸν ἐμβαίνειν εἴωθε, παρὰ δὲ δυστυχίαν ἀγαθόν. καὶ γὰρ ὁ Ἐργοτέλης φυγαδευθεὶς καὶ ἐπὶ ἆθλον ἀγωνισάμενος ἐνίκησεν.
πήματος ἐν μικρῷ: λείπει ἡ ἀντί, ἵν᾿ ᾖ ἀντὶ
υἱὲ Φιλάνορος: ὁ λόγος πρὸς τὸν Ἐργοτέλη υἱὸν
ἅτ᾿ ἀλέκτωρ: τὸν ἀλεκτρυόνα παρέλαβε διὰ
ἄλλως· τί οὖν, φησιν, ὦ τοῦ Φιλάνορος υἱὲ Ἐργότελες; καὶ ἡ σὴ τιμὴ ἀκλεὴς ἂν ἐγένετο καὶ ἀπεμαράνθη ἂν καὶ ἀπώλετο ἡ τῆς ὀξύτητός σου τῶν ποδῶν δόξα, εἴπερ ἐν τῇ τῶν προγόνων σου ἑστίᾳ παρέμεινας ἐκεῖ μόνον ἀγωνιζόμενος ὡς εἴ τις ἀλέκτωρ ἐνοικίδιος τοῖς ἔνδον ὄρνισι μαχόμενος, καὶ μὴ ἡ γεγενημένη στάσις καὶ ὁ πόλεμος ὁ ἐν τῇ πατρίδι σου τῇ Κνωσσῷ στερήσας σε ἦν τῶν οἰκείων καὶ ποιήσας ἀναχωρῆσαι τῆς πατρίδος, ὥστε δυνηθῆναι τὸν Ὀλυμπίασιν ἀγῶνα νικῆσαι.
συγγόνῳ, ἐν τῇ συγγενικῇ, τῇ ἀπὸ προγόνων· Κνώσσιος γὰρ ἦν. λέγει δὲ ὅτι καὶ τὸ δόξαν κακῶς γεγενῆσθαι, τὸ τῆς φυγῆς, τοῦτο αὐτῷ ἀγαθὸν προέβη.
εἴπερ οὖν, φησι, μείνας ἦς ἐν τῇ πατρίδι, ἅτε ἐνδομάχης ἀλέκτωρ, οὕτως περιεῖδες ἂν φυλλοροοῦσάν σου τὴν ἀρετὴν, τουτέστι μαραινομένην. βούλεται δὲ εἰπεῖν ὅτι ἀπόδοξος ἂν ἦς.
βούλεται δὲ λέγειν ἀπὸ μέρους αὐτὴν τὴν πόλιν· τόπος γὰρ ἐν αὐτῇ τὰ θερμὰ λουτρὰ τὰ φυσικὰ ἔχων.
θερμὰ Νυμφᾶν: ἀντὶ τοῦ ἐπαίρεις καὶ αὔξεις.
ἀπὸ μέρους δέ φησι τὴν Ἱμέραν ἀντὶ τοῦ τὴν Σικελίαν, ὅτι ἐν Μεγάροις θερμὰ λουτρά ἐστιν, ἃ τῷ Ἡρακλεῖ φασι τὴν Ἀθηνᾶν ἀναδοῦναι ἵνα λούσηται, ὅτε τὰς βοῦς ἀπελαύνων Γηρυόνου παρεγένετο. τινὲς δὲ τὰς Νύμφας ἀναδοῦναι αὐτὰ, ὡς ὁ Πίνδαρος.
θερμὰ Νυμφᾶν: τὰ θερμὰ ἐν τῇ Σικελίᾳ τὰ
λοιπὸν ὡς ἐν ἰδίᾳ γῇ παροικῶν καὶ οὐδενὸς τῶν
τέλος Ἐργοτέλους.
ἡ δὲ ἐπωδὸς καὶ αὐτὴ κώλων ια΄. τὸ α΄ προσοδιακὸν δίμετρον ἀκατάληκτον τῆς -μοι- βραχείας οὔσης. τὸ β΄ ἐγκωμιολογικόν. τὸ γ΄ τὸ αὐτό. τὸ δ΄ ὅμοιον τῷ ια΄ τῆς στροφῆς. τὸ ε΄ ἰωνικὸν δίμετρον ἀκατάληκτον. τὸ ς΄ Εὐριπίδειον. τὸ ζ΄ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. τὸ η΄ δακτυλικὸν πενθημιμερές. τὸ θ΄ ἐπιωνικὸν ἄτακτον· ὁ γὰρ β΄ σπονδεῖός ἐστιν· εἶτα ἥμισυ συζυγίας. γίνεται δὲ ἐν τοῖς ἐπιωνικοῖς ἡ ἀταξία, ὡς ἐν τῷ Ὦ καλλίστη πόλι πασῶν, ὅσας Κλέων ἐφορᾷ
Τρισολυμπιονίκαν: παρόσον τρεῖς νίκας αὐτοῖς
τὸν τρισολυμπιονίκην οἶκον ἐπαινῶν τὸν πρᾷον μὲν πρὸς τοὺς πολίτας, φιλοξενώτατον δὲ πρὸς τοὺς ξένους, εἰς γνῶσιν ἄξω καὶ ὑμνήσω διὰ τούτων καὶ τὴν εὐδαίμονα Κόρινθον, τὴν τοῦ Ἰσθμίου Ποσειδῶνος οὖσαν προπύλαιον καὶ οἰκητήριον, ἥτις ἀγλαοὺς κούρους καὶ ἄνδρας ἔχει.
ἀγλαόκουρον τὴν εὔανδρον λέγει.
Ἰσθμίου πρόθυρον: ὅτι ἀρχὴ καὶ τέλος τῆς
ἔνιον δὲ, τὴν τοῦ Ἰσθμίου
δεύτερον ἠγάγετο λιπαρὴν Θέμιν, ἣ τέκεν Ὥρας
Εὐνομίην τε Δίκην τε καὶ Εἰρήνην τεθαλυῖαν.
βάθρον πολίων: ἐφ᾿ ὧν πᾶσα πόλις ἀσφαλῶς βέβηκεν.
ἔνιοι δὲ οὕτως· βούλημα δὲ καὶ σκοπὸν ἔχουσιν αἱ τῆς Θέμιδος θυγατέρες ἀπαλεξεῖν τὴν ὕβριν τὴν τοῦ κόρου μητέρα τὴν θρασεῖαν.
ἄλλως· ἔθελοντι δ᾿ ἀλεξεῖν· αἱ προειρημέναι θεαὶ
οὐκ ὀρθῶς δὲ
Ὅμηρος(? Theogn. v. 153)·
τίκτει τοι κόρος ὕβριν, ὅταν κακῷ ὄλβος ἕπηται.
ἔχω καλά τε φράσαι: ἔχω τοίνυν περὶ τῆς
ἄλλως· ἡ ὑπομονὴ καὶ ἡ εὐτολμία τὴν γλῶττάν
ἄμαχον δὲ κρύψαι: ἀμήχανον καὶ ἀδύνατον
ὔμμι δὲ παῖδες Ἀλάτα: ὑμῖν γὰρ, ὦ Κορίνθιοι,
παῖδας δὲ Ἀλήτου εἶπε τοὺς Κορινθίους.
ἄλλως· Ἀλήτου παῖδες οἱ Κορίνθιοι. Ἀλήτης γὰρ ἡγήσατο τῆς ἀποικίας τῶν Ἡρακλειδῶν, ὅτε οἱ Ἡρακλεῖδαι κατῄεσαν εἰς Πελοπόννησον, καὶ αὐτὸς εἷς ὢν τῶν Ἡρακλειδῶν· ἦν γὰρ Ἱππότου τοῦ Φύλαντος τοῦ Ἀντιόχου τοῦ Ἡρακλέους. Δίδυμος δέ φησι τὸν Ἀλήτην μὴ οἰκιστὴν τῆς Κορίνθου γεγονέναι, ἀλλὰ βασιλέα, ἔτει τριακοστῷ μετὰ τὴν τῶν Δωριέων ἄφιξιν.
φησὶ δὲ ταῦτα, ἐπειδὴ Φείδων τις, Κορίνθιος ἀνὴρ, εὗρε μέτρα καὶ σταθμία· καὶ ἄλλα πολλὰ λέγονται εὑρηκέναι οἱ Κορίνθιοι· διὸ καὶ ἐπιφέρει· πᾶν δ᾿ εὑρόντος ἔργον. πολλὰ οὖν εὗρον οἱ Κορίνθιοι.
πολλὰ οὖν εὗρον οἱ Κορίνθιοι, ὥστε καὶ τὰ
ἄλλως· καὶ οὐ μόνον νίκην παρέσχον ὑμῖν αἱ Ὧραι, ἀλλὰ καὶ πλεῖστα σοφὰ διανοήματα ὁ χρόνος ἐν ταῖς καρδίαις τῶν παρ᾿ ὑμῖν
ταῦτα δέ φησιν ἐπειδὴ Φείδων τις ἀνὴρ Κορίνθιος εὗρε μέτρα καὶ σταθμούς. καὶ ἄλλα πολλὰ λέγονται εὑρηκέναι οἱ Κορίνθιοι.
ἅπαν δ᾿ εὑρόντος ἔργον: τοῦ πρῶτον εὑρόντος
ταὶ Διονύσου πόθεν ἐξέφανεν: αἱ τοῦ Διονύσου
αἱ τῶν
ὁ Πίνδαρος δὲ
σὺν βοηλάτᾳ: βοηλάτην τὸν διθύραμβον προσαγορεύει,
Χάριτες διθυράμβῳ: οὕτως ἀκουστέον· αἱ τοῦ
ἄλλως. ὁ λόγος ἐρωτηματικὸς, ὑπακούεται
ἡ δὲ ἀκολουθία· αἱ τοῦ Διονύσου δὴ οὖν χάριτες ὁ διθύραμβος ποῦ πρῶτον ἐξεφάνη; οὐκ ἀπὸ Κορίνθου;
ἄλλως· τοῦτο
τίς γάρ, φησιν, ἕτερος εὗρε τὰ μέτρα τὰ ἐν τοῖς ἱππείοις ἔντεσι καὶ ὅπλοις γινόμενα; ἱππείοις δὲ ἔντεσιν
καὶ Θεόφραστος μὲν ἐν τῷ περὶ εὑρημάτων Ὑπέρβιον
ὁ Δίδυμος ἑτέραν ἀποδίδωσιν
ἢ θεῶν ναοῖσιν οἰωνῶν βασιλέα δίδυμον:
ἄλλως· οἰωνῶν βασιλέα: ὁ ἀετὸς οἰωνῶν βασιλεύς ἐστιν ὁ ἐπὶ
ἄλλως· τὸν Ἄρην φησὶν ἐν Κορίνθῳ λάμπειν τείνων εἰς τὰ περὶ Περσίδα, ἐν οἷς ὑπὲρ τῆς τῶν Ἑλλήνων σωτηρίας ἠνδραγάθησαν οἱ Κορίνθιοι. Θεόπομπος δέ φησι καὶ τὰς γυναῖκας αὐτῶν εὔξασθαι τῇ Ἀφροδίτῃ ἔρωτα ἐμπεσεῖν τοῖς ἀνδράσιν αὐτῶν μάχεσθαι ὑπὲρ τῆς Ἑλλάδος τοῖς Μήδοις, εἰσελθούσας εἰς τὸ ἱερὸν τῆς Ἀφροδίτης, ὅπερ ἱδρύσασθαι τὴν Μήδειαν λέγουσιν Αἵδ᾿ ὑπὲρ Ἑλλάνων τε καὶ ἀγχεμάχων πολιητᾶν
ἕστασαν εὐχόμεναι Κύπριδι δαιμονίᾳ.
Οὐ γὰρ τοξοφόροισιν ἐβούλετο δῖ᾿ Ἀφροδίτα
Μήδοις Ἑλλάνων ἀκρόπολιν δόμεναι.
ἀφθόνητος ἔπεσσιν: ἐπὶ τοῖς ἔπεσι [τῆς Ὀλυμπίας]
Ξενοφῶντος εὔθυνε: τοῦ Ξενοφῶντος εὔθυνε
ποίει δὲ αὐτὸν εὐτυχῆ καὶ εὐδαίμονα.
δέξαι δέ οἱ στεφάνων ἐγκώμιον: καὶ πρόσδεξαι
δέξαι δέ οἱ, ἀντὶ
τεθμὸν τὸν νόμον· νόμος
τὸν ἐγκωμιαστικὸν λόγον, ὅς ἐστιν ὕμνος τῶν νικηφόρων.
τὸν ἄγει: ὅντινα ὕμνον ἐκτήσατο καὶ ἄγει ἑαυτῷ νικῶν
ἐν τῷ σταδίῳ.
τῆς νίκης.
sch. 43a. EM 112, 48
ἄλλως· ἀντὶ τοῦ οὐδεὶς πώποτε τῶν ἀνθρώπων τὰς δύο ταύτας
πρῶτον καὶ μόνον φησὶ τὸν Ξενοφῶντα κατὰ τὴν αὐτὴν ἡμέραν
λέγει δὲ καὶ ἄλλας νίκας αὐτοῦ.
πλόκοι δὲ,
σημειωτέον ὅτι ἤδη ἀπεδέδεικτο Ἰσθμοῖ ἀπὸ σελίνων στέφανος, ὡς ἐν
ἀντὶ τοῦ ἐνίκησε καὶ Νέμεα.
οἱ δὲ ὅτι ἀντίκειται, ἀπὸ μεταφορᾶς τῶν ξύλων τῶν ξεομένων καὶ ἀλλήλοις ἁρμοζομένων.
Πυθοῖ τ᾿ ἔχει: ὡς καὶ τὰ Πύθια τοῦ Θεσσαλοῦ
ὁ δὲ λόγος· κατὰ δὲ τὴν Πυθίαν διαύλου
λέγει δὲ Θεσσαλὸν, τὸν τοῦ
ἁλίῳ ἀμφ᾿ ἑνί: ἀντὶ τοῦ ἐν μιᾷ ἡμέρα.
μηνός τέ οἱ τωὐτοῦ: κατὰ δὲ τὸν αὐτὸν μῆνα
ἔργα καὶ ἀγωνίσματα κάλλιστα, ἀφ᾿ ὧν ἐστέφθη τὰς κόμας καὶ τὴν κεφαλήν.
τρία δὲ ἔργα εἶπε δίαυλον καὶ ὁπλιτικὸν δρόμον καὶ στάδιον.
ποδαρκὴς ἁμέρα θῆκεν: ἤτοι ἡ πρὸς τὸν δρόμον
Ἑλλώτια δ᾿ ἑπτάκις: τὴν προσηγορίαν φασὶ
ἄλλως· Τιμάνδρου θυγατέρες τέσσαρες
ἄλλως· ἐν Κορίνθῳ τὰ Ἑλλώτια ἄγεται τῇ Ἑλλωτίᾳ
EM 332, 43: Ἑλλωτίς] Ἀθηνᾶ οὕτω καλουμένη ἐτιμᾶτο ἐν Κορίνθῳ· καὶ ἑορτὴ Ἑλλώτια. εἴρηται δὲ Ἑλλωτὶς ἡ θεὸς, ὅτι Βελλεροφόντης τὸν Πήγασον ἵππον ἑλὼν καθ᾿ ὑποθήκην καὶ συμμαχίαν τῆς Ἀθηνᾶς ἐχαλίνωσε· καὶ ἀπὸ τοῦ ἑλεῖν τὸν ἵππον Ἑλλωτίαν προσηγόρευσεν αὐτὴν καὶ ἱερὸν αὐτῇ ἱδρύσατο, καὶ τὰ Ἑλλώτια ἑορτήν (ἑορτή edd.). ἢ ἀπὸ τοῦ πρὸς Μαραθῶνα ἕλους ἐν ᾧ ἵδρυται. Πίνδαρος ἐπινικίῳ Ξενοφῶντος. — Ath. 15, 678b.
Ποτειδᾶνος τεθμοῖσιν: ἐν τοῖς Ἰσθμικοῖς ἀγῶσιν·
Πτοιοδώρου Θεσσαλὸς, Θεσσαλοῦ Ξενοφῶν.
Πτοιοδώρῳ σὺν πατρί: Τερψίου ἀδελφὸς Πτοιόδωρος,
τινὲς δὲ τὸν Ναμερτίδαν Ἐρίτιμόν φασιν, Ἐριτίμου δὲ Αὐτόλυκον.
μακρότεραι τέρψιες: αἱ πλείους ἀκολουθοῦσι
ἀντὶ τοῦ τὰ Πύθια.
ἄλλως· χόρτοις περιορίσμασι· τὸ γὰρ παλαιὸν χόρτους φυτεύοντες αὐλῆς ἐν χόρτοισι κυλινδόμενος κατὰ κόπρον.
ἢ οὕτω· διαμαχεσθήσομαι εἷς ὢν περὶ πλειόνων κατορθωμάτων.
πλεῖστα μὲν οὖν περὶ ὑμῶν πρὸς πάντας καταλέγειν . . . ., σαφῶς μέντοι καὶ ἀκριβῶς οὐκ ἂν δυνηθείην πάντα εἰπεῖν, ὥσπερ οὐδὲ θαλασσίας
ἢ οὕτως· περὶ πλήθει καλῶν:
οὕτω τὰ καλὰ πλεονάζει παρ᾿
(ποντιᾶν:) θαλασσίων. πολιῶν.
ἕπεται δ᾿ ἐν ἑκάστῳ μέτρον: τὸ μέτρον καιροῦ
ἐπεὶ δὲ μετρίως ἐκτὸς τῆς ᾠδῆς ἐγένετο, θέλει
ἄλλως· οὐδὲν οὖν πλεῖον δύναμαι λέγειν,
ἑκάστῳ γὰρ πράγματι
ἐγὼ δ᾿ ἴδιος ἐν κοινῷ σταλείς: ἐγὼ δὴ οὖν,
ἄλλως· ὡς ἴδιος, τουτέστιν ὡς εἷς ἐξ ὑμῶν ἀποσταλεὶς καὶ προκριθεὶς τὴν βούλησιν τῶν ὑμετέρων προγόνων καὶ τὸν ἡρωικὸν πόλεμον οὐ ψεύσομαι περὶ τῆς Κορίνθου γαρύων, τουτέστι φωνῶν καὶ λέγων. | μῆτιν δὲ ἔνθα δὲ Σίσυφος ἔσκεν, ὃ κέρδιστος γένετ᾿ ἀνδρῶν.
ἄλλως· οὐκ ἀλλότριός τις ὑμῶν ἀλλ᾿ οἰκεῖος, οὐκ ἴδιος
ἄλλως· ἐν κοινῷ: ἐν ὑμῖν.
ἢ οὕτως· κοινοῦ ὄντος τοῦ ἐγκωμιάζειν οὐκ ἐχρησάμην τῇ κοινότητι.
παλαιγόνων: τῶν σοφῶν. τοῦτο γὰρ εἰρήκασιν οἱ
τὸν μὲν Σίσυφον λέγω, φησὶν, οὕτω συνετώτατον ἐν ταῖς ἐπινοίαις γεγενῆσθαι ὡς ἂν θεόν.
ἄλλως· πατρὸς ἀντία: ἠναντιώθη κατὰ τὸν γάμον τῷ πατρὶ ἡ Μήδεια· ὃν γὰρ ἐκεῖνος οὐκ ἐβούλετο Ἰάσονα, τούτῳ ἐγήματο καὶ συναπῆρεν
ζητεῖται δὲ τί δήποτε τὴν Μήδειαν Κολχίδα οὖσαν εἰς τοὺς περὶ Κορινθίων λόγους προσάγεται.
τὴν δὲ Μήδειαν ἐρασθῆναι
ἄλλως· διὰ τί Μηδείας ἐμνημόνευσεν; ὅτι ἡ Κόρινθος πατρῷον αὐτῆς κτῆμα ἀλλ᾿ ὅτε δ᾿ Αἰήτης καὶ Ἀλωεὺς ἐξεγένοντο
Ἠελίου τε καὶ Ἀντιόπης, τότε δ᾿ ἄνδιχα χώρην
δάσσατο παισὶν ἑοῖς Ὑπερίονος ἀγλαὸς υἱός.
ἣν μὲν ἔχ᾿ Ἀσωπὸς, ταύτην πόρε δίῳ Ἀλωεῖ·
ἣν δ᾿ Ἐφύρη κτεάτισσ᾿, Αἰήτῃ δῶκεν ἅπασαν.
Αἰήτης δ᾿ ἄρ᾿ ἑκὼν Βούνῳ παρέδωκε φυλάσσειν
εἰσόκεν αὐτὸς ἵκοιτ᾿ ἢ ἐξ αὐτοῖό τις ἄλλος,
ἢ παῖς ἢ υἱωνός· ὁ δ᾿ ἵκετο Κολχίδα γαῖαν.
Βοῦνος δὲ Ἑρμοῦ καὶ νύμφης τινὸς παῖς.
ἄλλως· Μηδείας μέμνηται ὅτι ἐν Κορίνθῳ κατῴκει καὶ ἔπαυσε Κορινθίους λιμῷ κατεχομένους θύσασα Δήμητρι καὶ νύμφαις Λημνίαις. ἐκεῖ δὲ αὐτῆς ὁ Ζεὺς ἠράσθη, οὐκ ἐπείθετο δὲ ἡ Μήδεια τὸν τῆς Ἥρας ἐκκλίνουσα χόλον· διὸ καὶ Ἥρα
οἱ Κορίνθιοι ἐπ᾿ ἀμφότερα ἠρίστευσαν ἐν Ἰλίῳ· καὶ γὰρ τοῖς Τρωσὶ συνεμάχησαν καὶ τοῖς Ἕλλησι, Τρωσὶ μὲν Γλαῦκος τὸ γένος εἰς Βελλεροφόντην ἀναφέρων τὸν Γλαύκου τοῦ Σισύφου, τοῖς δὲ Ἀχαιοῖς Εὐχήνωρ Πολυίδου τοῦ μάντεως.
ἦν δέ τις Εὐχήνωρ Πολυΐδου μάντιος υἱὸς,
ἀφνειός τ᾿ ἀγαθός τε, Κορινθόθι οἰκία ναίων.
οἱ δ᾿ ἀπὸ πάμπαν εἴργοντες: οἱ δὲ ἀπεκώλυον
οὐ μόνον ἡ τοῦ Εὐχήνορος ἀνδρεία τοῦ συστρατεύσαντος
ὅτι τὸ γένος
πῶς δὲ ὁ Γλαῦκος γέγονε Λύκιος; ὅτι ὁ Βελλεροφόντης πεμφθεὶς εἰς Λυκίαν Κορίνθιος ὢν ἀπὸ τοῦ Προίτου ὡς ὀφείλων ἐπιβουλευθῆναι διὰ τὴν ἐπιψευσαμένην μοιχείαν παρὰ τῆς γυναικὸς, ἠρίστευσέ τε τὰ μέγιστα, καὶ προσδοκώμενον αὐτοῦ ἔσεσθαι φονέα τὸν βασιλέα τῶν Λυκίων τὸν πενθερὸν Προίτου, καὶ αὐτὸς πενθερὸν ἔσχε γαμήσας αὐτοῦ θυγατέρα Ἀντίκλειαν· ἐξ οὗ Λυκίαν οἰκοῦντος ὡς βασιλέως υἱὸς γέγονεν Ἱππόλοχος· οὗ Γλαῦκος. | οὕτως ἄρα Κορίνθιος Γλαῦκος τῷ γένει. ὄνομα ἀλλ᾿ ὅτε δὴ γίνωσκε θεοῦ γόνον ἠὺν ἐόντα.
ἄλλως· ὅστις πρόγονος αὐτοῦ καὶ πρὸς πατρὸς ὢν πάππος· λέγει δὲ τὸν Βελλεροφόντην.
ὅτι δὲ τῆς Γοργόνος ἀποτμηθείσης τὴν κεφαλὴν ὑπὸ τῆς ὅτε δὴ Περσεὺς κεφαλὴν ἀπεδειροτόμησεν,
ἐξέθορε Χρυσάωρ τε μέγας καὶ Πήγασος ἵππος.
ὀφιώδεος: δράκοντας γὰρ εἶχε τὰς τρίχας.
ὃς πολλὰ πάθε ζεῦξαι ποθέων: ὃς πολλὰ ἔπαθε
ἐξ ὀνείρου δ᾿ αὐτίκα ἦν ὕπαρ καὶ τὰ ἑξῆς:
φώνασε δ᾿ εὕδεις: εἶπε παραστᾶσα κατ᾿ ὄναρ
ἄγε φίλτρον τόδε: τὸν χαλινὸν, ὅτι τούτῳ οἱ
ἄγε δὴ
ἢ δαμαῖος λέγεται Ποσειδῶν ἐν Κορίνθῳ ἀπὸ τῆς τῶν ἵππων δαμάσεως.
πατρὶ δὲ, τῷ Ποσειδῶνι. τῷ μὲν γὰρ λόγῳ ὁ Βελλεροφόντης Γλαύκου ἐστὶ τοῦ Σισύφου, τῇ δὲ ἀληθείᾳ Ποσειδῶνος, ὥσπερ Ἡρακλῆς Ἀμφιτρύωνος.
ἄλλως· ἐπιλαμβάνονταί τινες τοῦ ἐπιθέτου, ἐπειδὴ ταῦρον εἶπε θύειν Ποσειδῶνι ἀργήεντα, ὅπερ δηλοῖ λευκὸν,
κνώσσοντι δὲ καθεύδοντι. ὁ δὲ νοῦς· ἡ κυαναιγὶς παρθένος τοσαῦτα ἔδοξεν ἐν τῷ ὀνείρατι διαλέγεσθαι· ὁ δὲ ἐξανέστη ἄσμενος
οὐχ ὥς τινες βούλονται παρακελεύεσθαι αὐτῷ τὴν Ἀθηνᾶν διηγεῖσθαι τὰ παρ᾿ αὐτῆς αὐτῷ ῥηθέντα κατ᾿ ὄναρ. οὐκ ἔστι δὲ, ἀλλ᾿ ἐκείνη βελτίων ἡ ἐκδοχὴ, λαμβανομένη ἀπὸ τοῦ ποιητικοῦ προσώπου.
ἀσμένως. περιχαρὴς ὤν.
συλλαβὼν τέρας: τὸν χαλινὸν τέρας εἶπεν,
παρακείμενον δὲ εὑρὼν
δαμασίφρονα δὲ εἶπε χρυσόν, ἵν᾿ ᾖ τὸν τίμιον,
καὶ ἡνίκα ἂν τὸν ταῦρον θύῃ τῷ Ποσειδῶνι, τότε δὴ τῇ ἱππικωτάτῃ Ἀθηνᾷ ἱδρύσασθαι βωμὸν ἤτοι ἄγαλμα.
κραταίποδα τὸν ταῦρον. οὕτω Δελφοὶ ἰδίως ἐκάλουν.
ἀναρύῃ δὲ σφάζῃ, θύῃ, ἀπὸ τοῦ παρακολουθοῦντος.
ἄλλως· οὐχὶ τὴν ἐξ ἐπιορκίας, ἀλλὰ καὶ
ἢ οὕτω· δύναται δὲ θεὸς τελέσαι καὶ τὸ μεθ᾿ ὅρκου ἀδύνατον νομιζόμενον εἰς περίκτησιν.
ἄλλως· οἷον εὐχερὲς καὶ ἀδύνατον.
τοῦτο δὲ γνωμολογεῖ, ὅτι δὴ καὶ Βελλεροφόντης ὀμόσας μηδέποτε ζευχθήσεσθαι τὸν Πήγασον, δι᾿ ἐπικουρίαν Ἀθηνᾶς ὑπὸ ζυγὸν ἐποίησεν.
καὶ ὁ καρτερὸς ὁρμαίνων: καὶ δὴ ἐκ τούτων
ὁρμαίνων: προθυμούμενος. 123B
πραῢ τείνων ἀμφὶ γένυι: πραΰνοντα καὶ
τὸ δὲ τείνων ἀμφὶ γένυι ἀντὶ τοῦ
χαλκωθείς: ἤτοι χαλκοῦν περιθέμενος θώρακα,
ἔπαιζεν: ἀντὶ τοῦ ἐπειρᾶτο, ἐγυμνάζετο εὐκόλως,
ἔστι δὲ ἐτέρπετο. ἢ ἐνόπλιον ὄρχησιν ἐποιεῖτο. ἢ σὺν τοῖς ὅπλοις εὐχερῶς ἐμάχετο.
σὺν δ᾿ ἐκείνῳ καί ποτ᾿ Ἀμαζονίδων: μετὰ
αἰθέρος ψυχρᾶς: τῆς ἐν Σκυθίᾳ· κρυώδης
μετέωρος γὰρ ὢν ἀνῄρει.
καὶ Χίμαιραν πῦρ πνέοισαν: ἐνίκησε δὲ σὺν
Σόλυμοι δὲ ἔθνος πρὸς τῇ Λυκίᾳ, μεταξὺ
εἶπε δὲ ταῦτα καὶ Ὅμηρος περὶ τοῦ Βελλεροφόντου
ὑποστέλλεται τὰ κατὰ τὴν τελευτὴν εἰπεῖν, ὅτι πεσὼν ἐκ
ἄλλως. τὸν θάνατον αὐτοῦ ἤτοι ὁ κὰπ πεδίον τὸ Ἀλήιον οἶος ἀλᾶτο
ὃν θυμὸν κατέδων.
τὸν Πήγασον αἱ οὐράνιαι φάτναι τοῦ Διὸς ὑπεδέξαντο. κατηστερίσθη γάρ. καὶ Ἄρατος
ἀλληγορικῶς· ὅτι οὐ χρή με περὶ ἄλλων πολυλογεῖν, ἐάσαντα τὸν προκείμενον ἔπαινον. τὸ δὲ ἀκόντων ῥόμβον τὴν δίνησιν καὶ τὴν βολὴν τῶν ἀκοντίων, τροπικῶς δὲ τὸν ἐγκωμιαστικὸν λόγον φησὶν, ὡς καὶ ἐν ἄλλοις
ἱέντα ῥόμβον: τὸ ἑξῆς· ἐμὲ δὲ ἱέντα πολλὰ
[παρὰ σποπὸν οὐ χρή:] ῥόμβον τὴν ῥίψιν καὶ ὁρμήν. λέγει δὲ ὅτι οὐ χρὴ περιττολογεῖν περὶ ἄλλων καὶ ἐκτραπῆναι τοῦ προκειμένου.
Μοίσαις γὰρ ἀγλαοθρόνοις εἴκων: ὁ νοῦς·
Ὀλιγαιθίδαισίν τ᾿ ἔβαν: οἱ περὶ τὸν Ξενοφῶντα
παύρῳ δ᾿ ἔπει θήσω: ἐν ὀλίγῳ καὶ συντόμῳ
ἄλλως· ἀντὶ τοῦ ἐν ὀλίγῳ τὰ πολλὰ φανερὰ ποιήσω.
ἄλλως· ἰδίως ἔφη ἔξορκος ἀντὶ τοῦ
ὀμόσω οὖν αὐτὸς τοὺς ἀπὸ τῆς φατρίας [Ὀλιγαιθίδος] ἑξηκοντάκις νενικηκέναι.
ὁ δὲ νοῦς· τὰ δὲ ἐν τῇ Ὀλυμπίᾳ αὐτῶν νικητήρια ἤδη ὡς ἔοικε προείρηται ἐν τοῖς ἔμπροσθεν λόγοις.
εἰ δὲ δαίμων ὁ γενέθλιος ἕρποι: εἰ δὲ τὸ
διατί δέ φησι τῷ Διὶ καὶ τῷ Ἐνυαλίῳ ἐπιτρέψειν; ὅτι ὁ μὲν Ζεὺς πατὴρ ἀνδρῶν τε θεῶν τε, καὶ Ὀλυμπία τοῦ Διὸς ἱερά· τὸν δὲ Ξενοφῶντα οὐ μόνον ἀθλητὴν γεγενῆσθαί φασιν, ἀλλὰ καὶ τὰ πολεμικὰ ἀγαθόν.
ἢ ὅτι τοῦ Οἰνομάου πατήρ ἐστιν ὁ Ἄρης καὶ μετέχει
ἄλλως· Διί τ᾿ Ἐνυαλίῳ τε: τῷ μὲν Διὶ ὅτι ὁ ἀγὼν αὐτῷ ἀνάκειται καὶ τελεῖται, | τῷ δὲ Ἄρει
τὰ δ᾿ ἐπ᾿ ὀφρύι Παρνασίᾳ: τὰ ἐν Δελφοῖς
ὅ ἐστι Πύθια
[c. καὶ ἐν Ἄργει δὲ καὶ ἐν Θήβαις].
ὅσα τ᾿ Ἀρκάσιν: καὶ ἐν Ἀρκαδίᾳ δὲ ὅπως δεσπότης
ἢ διὰ τὴν φιλοξενίαν.
ἄλλως· ταί θ᾿ ὑπ᾿ Αἴτνας: τῆς Σικελίας [πόλεις]· ἐκεῖ γὰρ ἄγεται ἀγὼν Νέμεα καλούμενος.
ἢ οὕτως· ἐν Συρακούσαις
ἅ τ᾿ Εὔβοια καὶ πᾶσαν καθ᾿ Ἑλλάδα: καὶ
ἄλλως· ἐν Εὐβοίᾳ Γεραίστια ὑπὸ
καὶ πᾶσαν τὴν Ἑλλάδα ἐπιπορευόμενος εὑρήσεις
μᾶσσον ἢ ὡς ἰδέμεν: τὸ πλῆθος τῶν στεφάνων,
ἀλλὰ κούφοισιν ἐκνεῦσαι ποσίν: [εἶπε]
ἢ οὕτως· ἐπαύσατο τῶν ἐπαίνων καὶ περὶ ἑαυτοῦ λέγει ὅτι χρὴ ἀποστῆναι κούφοις ποσὶν, ἀνεπαχθῆ φανέντα.
δίδου μοι οὖν, φησιν, ὦ Ζεῦ τέλειε, αἰδῶ τε καὶ εὐτυχίαν, ἐξ ἧς ἐστι τέρπεσθαι καὶ ἥδεσθαι.
ἀντὶ τοῦ αἰδέσιμόν με ποίει καὶ τιμῆς ἄξιον.
ἢ οὕτως· αἰδεστικούς τε καὶ αἰδεσίμους αὐτοὺς ποίει
Τέλος Ξενοφῶντος.
Scholia in Olympionicarum carmen XIV.
τὸ η΄ τροχαϊκὸν ἑφθημιμερές. τὸ θ΄ ἐκ δακτυλικῆς διποδίας καὶ τροχαϊκοῦ [καὶ ἰαμβικῆς βάσεως] πενθημιμεροῦς. τὸ ι΄ ἐξ ἀντισπάστου πεντασήμου καὶ τροχαϊκῆς κατακλεῖδος.
τὸ ια΄ ἰωνικὸν ἀπὸ μείζονος ἑφθημιμερές. τὸ ιβ΄ δακτυλικὸν πενθημιμερές. τὸ ιγ΄ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. τὰ ιδ΄ ἐξ ἰωνικῆς βάσεως ἀπ᾿ ἐλάττονος καὶ τροχαϊκοῦ πενθημιμεροῦς. τὸ ιε΄ ἰωνικὸν ἀπ᾿ ἐλάττονος ἑφθημιμερές. τὸ ις΄ ἐξ ἰωνικῆς βάσεως ἀπ᾿ ἐλάσσονος καὶ ἰαμβικοῦ ἡμιολίου ἀτάκτου. τὸ ιζ΄ ἐκ χοριάμβου καὶ ἰαμβικοῦ πενθημιμεροῦς. τὸ ιη΄ ἰαμβικὸν ἑφθημιμερές.
τὰ λοιπὰ ἑπτακαίδεκα οὕτως· τὸ α΄ Φαλαίκιον. τὸ β΄ ἐκ χοριάμβου καὶ ἰαμβικοῦ ἑφθημιμεροῦς. τὸ γ΄ Ἀλκμαιώνειον δεκασύλλαβον. τὸ δ΄ ἀντισπαστικὸν δίμετρον ὑπερκατάληκτον. τὸ ε΄ ἐκ χοριάμβου καὶ ἰαμβικῆς βάσεως. τὸ ς΄ χοριαμβικὸν ἑφθημιμερές. τὸ ζ΄ ἐξ ἀντισπάστου καὶ τροχαϊκῆς κατακλεῖδος. τὸ η΄ ἐκ χοριαμβικοῦ εἰς ἀντισπαστικόν. τὸ θ΄ ἐξ ἰωνικῆς βάσεως καὶ τοῦ πεντασήμου καὶ χοριαμβικοῦ καὶ ἰωνικοῦ ἀπὸ μείζονος. τὸ ι΄ Ἀσκληπιάδειον. τὸ ια΄ δακτυλικὴ τριποδία. τὸ ιβ΄ ἰαμβικὸν ἑφθημιμερές. τὸ ιγ΄ ἐξ ἀντισπάστου καὶ ἰαμβικοῦ ἑφθημιμεροῦς. τὸ ιδ΄ Γλυκώνειον. τὸ ιε΄ ἰαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ ις΄ ἐκ χοριάμβου καὶ ἰαμβικοῦ ἑφθημιμεροῦς. τὸ ιζ΄ ἰαμβικὸν πενθημιμερές.
Inscr.a. Ἀσωπίχῳ Ὀρχομενίῳ σταδιεῖ παιδὶ Κλεοδάμου
Inscr.b. γέγραπται
Inscr.c. ταύταις δὲ Ἐτέοκλος ὁ Κηφισοῦ τοῦ ποταμοῦ πρῶτος ἔθυσεν, ὥς φησιν Ἡσίοδος
ὁ δὲ νοῦς· ὦ ἀοίδιμοι βασίλειαι Χάριτες, αἳ τὰ τοῦ Κηφισοῦ ὕδατα ἐκληρώθητε
πλησιόχωροι καὶ γείτονες οὗτοι οἱ Μινυΐδαι Ὀρχομενίων.
ἀπὸ Μινύου. Μινύας
ὁ δὲ
σὺν γὰρ ὑμῖν τὰ τερπνά: μεθ᾿ ὑμῶν γὰρ, ὦ
εἴ τις ἀγλαός: ἀνδρεῖος νῦν· αἰ γὰρ τρεῖς ἀρεταὶ
αὗται
κοιρανέοντι χορούς: ἤτοι ὑπὸ τὴν ἐξουσίαν
τὸ δὲ οὔτε
ἀλλὰ
τὸ δὲ γίνεται ἀντὶ τοῦ ἀνύεται.
χρυσότοξον θέμεναι παρὰ Πύθιον Ἀπόλλωνα:
σέβουσι δὲ τὴν
πλησίον γὰρ τοῦ χρυσοτόξου Ἀπόλλωνος ἀποθέμεναι τοὺς ἑαυτῶν θρόνους καὶ ἐγγὺς αὐτοῦ ἱδρυμέναι ἀένναον καὶ ἀθάνατον οὖσαν τὴν τοῦ πατρὸς
ἀένναον κυρίως μὲν τὸ ἀεὶ ἐν τῷ ῥεῖν καὶ νάειν ὄν· νῦν δὲ τὸ αἰώνιόν φησιν.
ὦ σεμνὴ καὶ τιμία Ἀγλαΐα, καὶ Εὐφροσύνη ἡ τοῖς ὕμνοις χαίρουσα, τοῦ τῶν
τὰ δὲ ὀνόματα τῶν τριῶν κατέλεξεν Ἡσίοδος τρεῖς δέ οἱ Εὐρυνόμη Χάριτας τέκε καλλιπαρῄους,
Ἀγλαΐην τε καὶ Εὐφροσύνην Θαλίην τ᾿ ἐρατεινήν.
αἱ κράτισται τῶν παίδων τῶν θεῶν. |
ἢ τῶν κρατίστων θεῶν παῖδες.
Θάλεια δὲ ἡ Χάρις παρὰ τὸ τεθηλέναι τὴν μνήμην τῶν εὖ πεπονθότων.
τὸ δὲ ἰδοῖσα ἔνιοί
τὸ ἰδοῖσα
ἔνιοι δέ φασι πρὸς τὴν τρίτην Θάλειαν τοῦτο λέγεσθαι.
ὅτι δὲ τρεῖς εἰσι, καὶ Ἡσίοδος ἐν Θεογονίᾳ
τὸ κοῦφα βιβῶντα ἀντὶ τοῦ εὐκόλως προβαίνοντα.
ἐν Λυδῷ τρόπῳ καὶ ῥυθμῷ καὶ μουσικῇ.
ἐν μελέταις τε ἀείδων: ἐπιμελείαις· ἔνθεν καὶ
ἦλθον οὖν, φησιν,
(ἔμολον:) ὅρα τὸ μέτρον.
Ὀλυμπιόνικος ἁ Μινυεία: Ὀρχομενὸς γὰρ Μινύειος
ὁ δὲ Ἀρίσταρχος· ἰδίως, φησὶ, προτάξας
ἢ ὅτι πρὸς αὐτὸν
ὁ δὲ νοῦς· διότι τούτου δραμόντος ἔδοξεν Ὀλυμπιόνικος ἀναγορεύεσθαι ἡ τῶν Μινυῶν πόλις σοῦ ἕνεκεν. τὸ δὲ σοῦ ὡς πρὸς ἑκάστην ἰδίᾳ. καὶ
σοῦ ἕκατι, ὦ νικηφόρε.
ἢ πρὸς μίαν τῶν Χαρίτων ἀπὸ τοῦ πλήθους μετέβη.
οἱ δὲ τὸ ἕκατι σοῦ ὡς πρὸς μίαν ἑκάστην ἰδίᾳ. ἢ πρὸς αὐτὸν τὸν νικηφόρον· ὅτι σοῦ ἕνεκεν, Ἀσώπιχε, ἔνδοξός ἐστιν ἡ Μινυείη ἥ τε Ὀρχομενὸς ὡς νικήσαντος.
οἰκείως τὸν δόμον τῆς Περσεφόνης μελαντειχέα εἶπεν.
ἐν τῇ ἐνδοξοτάτῃ Ὀλυμπίᾳ ἐστέφθαι τοῖς τῆς ἀθλήσεως στέμμασι τὰς κόμας τὰς νεωτέρας αὐτοῦ. ἀπὸ μέρους δὲ τὸ τῆς ἡλικίας νέον λέγει.
πτεροῖσι: τοὺς στεφάνους λέγει· ἐπειδὴ ἐπαίρει
ἢ παρόσον ὁ στεφανούμενος
Πινδάρου τέλος Ὀλυμπιονίκων.
Πινδάρου ἐπινίκιοι Ὀλυμπιονικῶν.