Scholia in Pindarum Nemean Odes Scholia in Pindarum A. B. Drachmann Google Digital Humanities Awards Program Gregory Crane Digital Divide Data Corrected and encoded the text Gregory Crane Editor-in-Chief, Perseus Digital Library Matt Munson Project Manager (University of Leipzig) Annette Gessner Project Assistant (University of Leipzig) Thibault Clérice Lead Developer (University of Leipzig) Bruce Robertson Technical Advisor Patrick Callahan Digital Editor Trustees of Tufts University Medford, MA Perseus Project Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License Scholia in Pindarum Scholia in Nemeonicas et Isthmionicas A. B. Drachmann Leipzig Teubner 1927 Scholia vetera in Pindari carmina 3 InternetArchive

text encoded in accordance with the latest EpiDoc standards

Greek Latin 1.) Removed extraneous page number notes. 2.) Removed extra returns 3.) Made consistent paragraph tags to all scholia (a., b., etc.) 4.) Moved MS notations from OCR position to where Drachmann intended to be read in text 5.) few line breaks should have been paragraph and vice versa 6.) caught incorrect line #s 7.) added some elements in Drachmann that were missing in scan 8.) deleted portions that were scans of app. crit.
Ὑπόθεσις Νεμέων. ἀρχὴ Νεμέων· ἐν τέλει τῶν Πυθίων.

a. Τὸν ἀγῶνα τῶν Νεμέων τινὲς μὲν ὑφ᾿ Ἡρακλέους τεθεῖσθαί φασιν ἐπὶ τῇ τοῦ λέοντος ἀναιρέσει, οἱ δὲ οὐχ οὕτως, ἀλλὰ καὶ ἱστορίαν τινὰ λέγουσιν ἐπ᾿ αὐτῷ ὡς ἀπὸ τοῦ Ὀφέλτου μὲν πρότερον, νυνὶ δὲ Ἀρχεμόρου, ἀπὸ τοῦ μαντεύσασθαι τοῖς ἐπὶ Θήβας στρατευσαμένοις διὰ τοῦ ἰδίου θανάτου. ὁ δὲ ἀγὼν ἐπιτάφιος. καὶ γὰρ οὕτως ἀπὸ τῶν Ὁμηρικῶν δεικνύουσιν, ἐξ ὧν οὐδένα νικήσαντα ὑπὲρ στεράνου εἰσάγει, οὐδὲ Νέστορα τὸν πολλὰς νίκας ἑαυτοῦ πολλάκις ἐξηγούμενον· καί φασιν οὐδὲ ὄνομα τοῦ στεφάνου εἰδέναι τὸν ποιητὴν, ἀποδεικνύντες ὡς οὐδαμοῦ παρὰ τῷ ποιητῇ εἴρηται· στεφάνας μὲν γὰρ λέγει, στεφάνους δὲ οὔ· τῶν οἳ μὲν καλὰς στεφάνας εἶχον (Σ 597).

b. ἄλλως. οἱ ἑπτὰ ἐπὶ Θήβας παραβαλόντες τῇ Νεμέᾳ διψήσαντες συνέτυχον ᾿Υψιπύλῃ τῇ Λημνίᾳ φερούσῃ τὸν Λυκούργου τοῦ τοῦ Διὸς ἱερέως καὶ Εὐρυδίκης παῖδα Ὀφέλτην· ἡ δὲ αὐτοῖς ἀφηγήσατο εἴς τινα πηγήν, καταλιποῦσα τὸν παῖδα ἔν τινι λειμῶνι· ὃν δράκων περιειληθεὶς ἢ ἰὸν ἀφεὶς ἀνεῖλεν. οἱ δὲ ὑποστρέψαντες καὶ τὸ πάθος θεασάμενοι τόν τε δράκοντα ἀνεῖλον καὶ ἀγῶνα ἦγον ἐπιτάφιον τριετηρικόν· ἠγωνίζοντο δὲ στρατιῶται καὶ παῖδες στρατιωτῶν· ὕστερον δὲ καὶ ἐπὶ τὸ δημοτικὸν πλῆθος ἔδραμεν· ἦν δὲ γυμνικὸς καὶ ἅρμα, οὐχὶ δίφρος οὐδὲ κέλης. ἔτυχε δὲ οὕτως Ὑψιπύλη ἐν Νεμέᾳ· ὡρισμένου παρὰ τῶν Λημνιάδων πᾶν τὸ ἄρσεν ἀναιρεθῆναι γένος, ἐκ πασῶν Ὑψιπύλη τὸν πατέρα Θόαντα ἐνείρξασα κιβωτῷ ἐφύλαττεν· ὕστερον δὲ μετὰ τὸ τοὺς Ἀργοναύτας ἐκπλεῦσαι φανεροῦ γενομένου ταῖς Λημνιάσι τοῦ κατὰ τὸν Θόαντα αὐτὸν μὲν κατεπόντωσαν ἐνείρξασαι τῇ κιβωτῷ, ἐψηφίσαντο δὲ καὶ κατὰ τῆς Ὑψιπύλης θάνατον· ἡ δὲ μαθοῦσα φεύγει. ἐν τοσούτῳ δὲ λῃσταῖς περιτυχοῦσα πιπράσκεται Λυκούργῳ. κατ᾿ ἐκεῖνον δὲ τὸν καιρὸν κατὰ ζήτησιν οἱ ταύτης παῖδες Θόας καὶ Εὔνεως παρέβαλον ἐν Νεμέᾳ, Εὐρυδίκης δὲ τῆς Λυκούργου γυναικὸς βουλομένης διὰ τὸν Ὀφέλτου θάνατον ἀνελεῖν τὴν Ὑψιπύλην, διὰ τοῦτό τε ἔν τινι τόπῳ λαθραίῳ κατακλεισάσης, Ἀμφιάραος μαντευσάμενος δείκνυσι τοῖς παισὶ τὴν Ὑψιπύλην· ἡ δὲ τοῦτο εὐτυχήσασα παρεκάλει τοὺς ἥρωας τοῖς παισὶ συναγωνίσασθαι.

c. ἄλλως. τὰ Νέμεά φασιν ἄγεσθαι ἐπὶ Ὀφέλτῃ τῷ Εὐφήτου καὶ Κρεούσης παιδὶ, ὃν Εὐφήτην ἐκάλεσαν οἱ Ἀργεῖοι τελευτήσαντα ὑπὸ τὸν Θηβαϊκὸν πόλεμον. τοῦτον δὲ ἔτυχε τροφεύουσα Ὑψιπύλη, ἣν ᾔτησαν οἱ Ἀργεῖοι ὕδωρ· τῆς δὲ ἀπελθούσης ὑδρεύσασθαι ὄφις ἐπελθὼν ἀνεῖλε τὸν παῖδα. Ἀμφιάραος δὲ τούτοις μαντευόμενος Ἀρχέμορον αὐτὸν ἐκάλεσεν, ὅτι αὐτοῖς ἀρχὴ μόρου ἐγένετο ὁ τοῦ παιδὸς θάνατος, ἐφ᾿ ᾧ καὶ τὸν ἀγῶνα διέθηκαν τὴν Ὑψιπύλην παραμυθούμενοι. ἄλλοι δὲ, ὧν ἐστι καὶ Αἰσχύλος (FTG p. 49), ἐπ᾿ Ἀρχεμόρῳ τῷ Νεμέας παιδί· οἱ δὲ ἐπὶ τῷ Ταλαοῦ παιδί. Ἀδράστου δὲ ἀδελφῷ. εἰσὶ δέ τινες οἳ καὶ παλαιότερον εἶναί φασι τὸν ἀγῶνα τοῦ Θηβαϊκοῦ πολέμου. ἤθλησαν δὲ ἐν αὐτῷ περὶ στεφάνου μόνου, οὐκ ἐθελήσαντες δωροδοκεῖν, ἐν τιμῇ καθιστάντες τὸν ἀγῶνα· ὑπέσχοντο δὲ ἐκ τῶν λαφύρων ὑπονοστήσαντες ἀργυρίτην αὐτὸν ποιῆσαι, καὶ διὰ τοῦτο στεφανίτης πρῶτον ἐκλήθη. προέστησαν δὲ τοῦ ἀγῶνος καὶ Ἀργεῖοι καὶ Κορίνθιοι καὶ Κλεωναἰοι· ἐμπεδοῦντες δὲ αὐτὸν τῷ Νεμεαίῳ ἀνέθηκαν Διΐ. ἐστέφοντο δὲ τὸ παλαιὸν ἐλαίᾳ. ὕστερον δὲ μετὰ τὴν συμφορὰν τῶν Μηδικῶν ἐπὶ τιμῇ τῶν κατοιχομένων σελίνῳ· οἱ δὲ ἐξ ἀρχῆς ἐπ᾿ Ἀρχεμόρῳ τοῦτο τεθῆναι. ἔστι δὲ ἡ Νεμέα τῆς τῶν Ἀργείων χώρας μοῖρα, ὠνομασμένη ἀπὸΝεμέαςτῆς Σελήνης καὶ Διός· οἱ δὲ ἀπὸ τῶν βοῶν τῶν ὑπὸ Ἄργου νεμομένων ἐν τῷ χωρίῳ, αἳ ἦσαν Ἥρας ἱεραί· οἱ δὲ ἀπὸ τῶν Δαναοῦ παίδων, οἳ κατενείμαντο καὶ ἐκληρούχησαν τὸ χωρίον.

d. ἄλλως. καθ᾿ ὃν χρόνον οἱ ἑπτὰ τῶν Ἀργείων λοχαγοὶ ἐπεστράτευσαν Θηβαίοις Πολυνείκει συμμαχοῦντες, εἰς Λῆμνον τὴν Θρᾳκικὴν καταντήσαντες καὶ δίψει συσχεθέντες συνέτυχον Ὑψιπύλῃ τῇ Λημνίᾳ γυναικὶ καὶ καθικέτευον ἅτε τῶν χωρίων ἔμπειρον οὖσαν ξεναγῆσαι ἐπὶ πότιμον ὕδωρ. τὴν δὲ ἀβλαβῆ χάριν τοῖς λοχαγοῖς ἀπονεῖμαι βουληθεῖσαν καταλιπεῖν ἐπί τινα τόπον τὸν Ἀρχέμορον Λυκούργου τοῦ ἱερέως παῖδα, ὃν εἶχε πρὸς ἀνατροφήν, Ἀργεῖον τὸ γένος· ὄφιν δὲ τῆς χειᾶς ἐξελθόντα κατὰ τὴν τῆς Ὑψιπύλης ἀπουσίαν περιπλακῆναι τῷ παιδὶ καὶ ταῖς σπείραις ἀποτεταμένον ἀποπνῖξαι τὸ βρέφος· τοὺς δὲ ἐπανελθόντας τοξεῦσαι μὲν τὸν ὄφιν, σφόδρα δὲ ἐπὶ τῷ γεγονότι δυσφορῆσαι, ὅτι δὴ ἡ αὐτῶν χρεία αἰτία τῆς τοῦ παιδὸς ἀναιρέσεως γεγένηται, εἶτα τῇ συμφορᾷ βραχεῖάν τινα παραμυθίαν ποριζομένους θάψαι τὸν παῖδα καὶ ἐπιτάφιον ἀγῶνα θέσθαι τὸν Νεμεαῖον, καθ᾿ ὃν οἱ κριταὶ φαιὰς ἐσταλμένοι στολὰς κρίνουσι τοῖς ἀγωνιζομένοις ὑπόμνημα τοῦ πένθους ταῖς στολαῖς ἐμφανίζοντες· ὁ γὰρ ἀγὼν ἐπιτάφιος. ὕστερον δὲ νικήσας Ἡρακλῆς καταγωνισάμενος τὸν Νεμεαῖον λέοντα ἐπεμελήθη τοῦ ἀγῶνος τὰ πολλὰ ἀνορθωσάμενος, καὶ Διὸς εἶναι ἱερὸν ἐνομοθέτησεν. ὁ δὲ στέφανος ἐκ χλωρῶν πλέκεται σελίνων· διαφέρει δὲ τοῦ κατὰ τὸν Ἰσθμόν, παρόσον ἐκεῖνος ξηρὰ ἔχει τὰ σέλινα. προέστησαν δὲ τοῦ ἀγῶνος πρῶτοι μὲν Κλεωναῖοι, εἶτα Κορίνθιοι, καὶ ἔστι τριετὴς, τελούμενος μηνὶ Πανέμῳ ιη΄. οὐκ ἀξιοῦντες δὲ πρότερον εἰ μὴ τοὺς ἀπὸ στρατιωτικοῦ γένους, ὕστερον δὲ ἐπιλειψάντων καὶ τοῦ ἔθους διαλυθέντος συνέβη τοὺς πάντας ἀγωνίζεσθαι. ὁ δὲ ἀγὼν ἱππικός τε καὶ γυμνικός.

e. ἄλλως. ὁ ἀγὼν ἐπιτάφιος ἐπὶ Ἀρχεμόρῳ τῷ Λυκούργου τοῦ ἱερέως παιδὶ, καθ᾿ ὃν καιρὸν οἱ ἑπτὰ τῶν Ἀργείων λοχαγοὶ ἐπεστράτευσαν Θηβαίοις Πολυνείκει συμμαχοῦντες. οὗτοι γὰρ δυσφορήσαντες, ὅτι δὴ ἡ αὐτῶν χρεία αἰτία τῆς τοῦ παιδὸς ἀναιρέσεως γεγένηται, βραχεῖαν παραμυθίαν τῇ συμφορᾷ ποριζόμενοι ἐπιτάφιον ἀγῶνα θέσθαι τὸν Νεμεαῖον, καθ᾿ ὃν οἱ κριταὶ φαιὰς ἐσταλμένοι στολὰς κρίνουσι τοὺς ἀγωνιζομένους ὑπόμνημα τοῦ πένθους ταῖς στολαῖς ἐμφανίζοντες· ὕστερον δὲ νικήσας Ἡρακλῆς καταγωνισάμενος τὸν Νεμεαῖον λέοντα ἐπεμελήθη τοῦ ἀγῶνος τὰ πολλὰ ἀνορθωσάμενος, καὶ Διὸς εἶναι ἱερὸν ἐνομοθέτησε. καὶ ἔστι τριετής, τελούμενος μηνὶ Πανέμῳ ὀκτωκαιδεκάτῃ. ὁ δὲ ἀγὼν ἱππικός τε καὶ γυμνικός.

Scholia in Nemeonicarum carmen I.

Χρομίῳ Αἰτναίῳ ἵπποις.

Τῆς πρώτης ᾠδῆς τῶν Νεμέων ἡ στροφὴ καὶ ἀντίστροφος κώλων δέκα. τὸ α΄ ἰαμβικὸν δίμετρον ἀκατάληκτον, ὡς τὸ (Archil. fr. 94, 2) τίς σὰς παρήειρε φρένας. τὸ β΄ ἰαμβέλεγος. τὸ γ΄ πενθημιμερὲς δακτυλικόν. τὸ δ΄ ἰαμβέλεγος. τὸ ε΄ Εὐριπίδειον. τὸ ς΄ δακτυλικὸν τετράμετρον ἀκατάληκτον. τὸ ζ΄ Εὐριπίδειον. τὸ η΄ Πινδαρικὸν ἐκ Σαπφικοῦ· σύγκειται δὲ ἐκ τροχαϊκῆς συζυγίας,χοριάμβουκαὶ ἰάμβου καὶ συλλαβῆς· ὁ δὲ Πίνδαρος τοῦ ἰάμβου τὴν μακρὰν συνέστειλεν. τὸ θ΄ Εὐριπίδειον. τὸ ι΄ ἰαμβικὸν δίμετρον ἀκατάληκτον. ἡ δὲ ἐπῳδὸς κώλων ὀκτώ. τὸ α΄ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. τὸ β΄ ἑφθημιμερὲς δακτυλικόν. τὸ γ΄ πενθημιμερὲς δακτυλικόν. τὸ δ΄ Ἰωνικὸν ἀπ᾿ ἐλάσσονος τρίμετρον καταληκτικόν. τὸ ε΄ Σαπφικὸν ἑνδεκασύλλαβον. τὸ ς΄ Ἰωνικὸν δίμετρον ἀκατάληκτον. τὸ ζ΄ τροχαϊκὸν τρίμετρον βραχυκατάληκτον. τὸ η΄ Εὐριπίδειον.

Inscr. a. Γέγραπται ὁ ἐπίνικος Χρομίῳ Αἰτναίῳ. Ἱέρων γὰρ οἰκιστὴς ἀντὶ τυράννου βουλόμενος εἶναι, Κατάνην ἐξελὼν Αἴτνην μετωνόμασε τὴν πόλιν, ἑαυτὸν οἰκιστὴν προσαγορεύσας, καὶ ἐν ταῖς ἀναρρήσεσιν ἔν τισι τῶν ἀγώνων Αἰτναῖον ἑαυτὸν ἀνεῖπε. ταὐτὸν δέ, φησὶν ὁ Δίδυμος, εἰκὸς παθεῖν καὶ τὸν Χρόμιον ἑταίρῳ κεχρημένον αὐτῷ. Τίμαιος δὲ (FHG I 232) τὸν ἐπίνικον Ὀλυμπικὸν εἶναι τοῦτον, ἁμαρτάνων· ὁ γὰρ Πίνδαρος ἄντικρυς Νεμεακὸν εἶναί φησιν (vs. 7)· ἅρμα δ᾿ ὀτρύνει Χρομίου Νεμέα τ᾿ ἔργμασι νικαφόροις.

b. ζητεῖται δὲ, τί δήποτε τῷ Ἀλφειῷ προσδιαλέγεται καὶ τῇ Ὀρτυγίᾳ, τῆς νίκης οὐκ οὔσης Ὀλυμπιακῆς, ἀλλὰ Νεμεακῆς; ἔνιοι μὲν οὖν φασιν, ὅτι τὰ ἱπποτροφεῖα τοῦ Ἱέρωνος καὶ τοῦ Χρομίου ὁμοίως ἐν τῇ Ὀρτυγίᾳ ἦν· τῷ δὲ ἱερὰν εἶναι τὴν κρήνην Ἀρτέμιδος, τὴν δὲ θεὸν ἱππικὴν εἶναι· καθὸ Σώφρων (fr. 167 Kaib.) μὲν αὐτὴν ἀτρέστην, Ὅμηρος δὲ (Z 205) χρυσήνιον· καὶ ὁ Πίνδαρος προσεφώνησεν αὐτὴν καὶ τὴν ἐπ᾿ αὐτῆς Ἄρτεμιν· διὰ τοῦτο δὲ καὶ ἐν ἄλλοις φάναι τὸν Πίνδαρον (P. II 7)· ποταμίας ἕδος Ἀρτέμιδος. ἀπόχρη δὲ εἰπεῖν, ὅτι ἱππικὴ ἡ θεός, ἀνάκειται δὲ αὐτὴ ἡ νῆσος τῇ θεῷ· ψεῦδος γὰρ τὸ εἶναι τὰ ἱπποστάσια τοῦ Ἱέρωνος αὐτόθι. Ἀριστόνικος δὲ καὶ ἐν Ἐφέσῳ φησὶν εἶναι Ὀρτυγίαν, ἐφ᾿ ἧς ἐδόκει γεγεννῆσθαι ἡ Ἄρτεμις· ὁ μὲν γὰρ Ἀπόλλων ἐν Δήλῳ, αὐτὴ δὲ δοκεῖ ἐν τῇ Ἀσιατικῇ Ὀρτυγίᾳ.

a. Ἄμπνευμα: ἀνάπνευμα καὶ ἀναπνοή· ἔνιοι δὲ ἀναφύσημα· ἀπὸ γὰρ καταδύσεων ἀφανῶν εἰς τὴν Ἀρέθουσαν ἀναφαίνεται. τὸ δὲ ἀνάπαυμα ἐπὶ τῆς ἐρωτικῆς σπουδῆς ἐπὶ τοῦ ποταμοῦ τάττει· ἔστη γὰρ κατὰ Ὀρτυγίαν τὴν νῆσον. ἡ δὲ Ὀρτυγία πρότερον μὲν οὖσα νῆσος εἶτα προσχωσθεῖσα χερρόνησος γέγονεν, ὡς καὶ Ἴβυκος ἱστορεῖ (fr. 22)· παρὰ χέρσον λίθινον ἔκλεκτον παλάμαις βροτῶν· πρόσθε νιν παῖδα νήριτον ἰχθύες ὠμοφάγοι νέμοντο. σεμνὸν δὲ εἶπεν, ἤτοι ὅτι οὐκ ἔτυχε τῆς συνουσίας ὁ Ἀλφειὸς, ἢ διὰ τὸ καθαρὸν, ὡς Εὐριπίδης (Med. 69)· θάσσουσι σεμνὸν ἀμφὶ Πειρήνης ὕδωρ.

b. ἄλλως. ἄμπνευμα: οἷον ἀναπνοὴ διὰ τὸ ἀπορρῶγα καὶ οἷον στόμα εἶναι τοῦ Ἀλφειοῦ τὴν αὐτόθι Ἀρέθουσαν, ἥ ἐστι κρήνη· | ὥστε καὶ τὸ σημαινόμενον εἶναι τοιοῦτον· ὦ Ὀρτυγία, ἐν ᾗ ἐστι τὸ τοῦ Ἀλφειοῦ ἀνάπνευμα. τίς; ἡ Ἀρέθουσα; ἀλλ᾿ οὐ τὴν Ἀρέθουσαν εἴρηκεν ἄμπνευμα, ἀλλὰ τὴν Ορτυγίαν, ἐν ᾗ ὁ Ἀλφειὸς ἀναπνεῖ, τῷ περιέχειν τὴν Ἀρέθουσαν.

a. θάλος Ὀρτυγία: Ὀρτυγία νῆσος πρὸ τῶν Συρακου· σῶν, εἰς ἣν διὰ πελάγους φερόμενος ὁ Ἀλφειὸς ἐμβάλλει καὶ ποιεῖ τὴν Ἀρέθουσαν κρήνην.

b. ἄλλως. κατὰ μὲν τὴν ἱστορίαν οὐκ αὕτη ἡ Ὀρτυγία, καθ᾿ ἣν ἡ Λητὼ τὴν Ἄρτεμιν ἀπέτεκεν, ἀλλὰ περὶ Ἔφεσον ἑτέρα . . . . . πλησίον τῆς Σικελίας, ἣν χερρόνησον τῶν Συρακουσῶν ἔφαμεν γεγενῆσθαι, καὶ αὐτὴν ἱερὰν τῆς Ἀρτέμιδος διὰ τὴν πρὸς Δῆλον ὁμωνυμίαν· ᾗ χαριζόμεναι τῇ θεῷ αἱ Νύμφαι καὶ πηγὴν πεποιήκασιν ὀνόματι Ἀρέθουσαν ἐν ταύτῃ τῇ νήσῳ, ἐξ ἧς οὔτε ἀρύσασθαι οὔτε ἰχθῦς λαμβάνειν νόμος.

δέμνιον Ἀρτέμιδος: ὁ μὲν Ἀρίσταρχος τὴν Ὀρτυγίαν ἀκούει, διὰ τὸ κατ᾿ ἐνίους αὐτόθι δοκεῖν αὐτὴν γεγεννῆσθαι· προσθείη δ᾿ ἄν τις, ὅτι συνήθως ὁ Πίνδαρος τοῖς ὁμωνύμοις χωρίοις ἐπιτίθησι καὶ τὰ ἐπὶ τοῖς ἄλλοις ἱστορούμενα· καθὰ καὶ ἐπὶ τῶν Πλειάδων (N. II 10)· ἔστι δ᾿ ἐοικὸς ὀρειᾶν τε Πελειάδων μὴ τηλόθεν Ὠαρίωνα νεῖσθαι· ὄρειον δὲ τὸ ζῷον. ἔνιοι δὲ ἱστορικώτερον ἀκούουσι. τὸν γὰρ Ἀλφειόν φασιν ἔρωτι ἁλόντα τῆς Ἀρτέμιδος ἐπιδιῶξαι αὐτὴν ἄχρι Σικελίας· τοῦ δὲ τέλους τῆς διώξεως αὐτόθι γενομένου αὐτόθι συστῆναι τὴν Ἀρέθουσαν. διὰ τοῦτο δὲ καὶ τὴν Ἄρτεμιν Ἀλφειώαν προσαγορεύεσθαι· καὶ ἐν Ὀλυμπίᾳ δὲ ὁ Ἀλφειὸς τῇ Ἀρτέμιδι συναφίδρυται· καὶ τὴν ποταμίαν δὲ Ἄρτεμιν εἶναι οἳ παρὰ τῷ Πινδάρῳ (P. II 7) ἀκούουσι διὰ τὸ ἐπ᾿ αὐτῇ τοῦ Ἀλφειοῦ πάθος· εἶναι δὲ οἳ Ἀλφειώαν τὴν Ἄρτεμιν λέγουσι διὰ τὸ τὸν Ἀλφειὸν διὰ τοῦ πλησίον τῆς Ἠλείας Ἀρτεμισίου καταφέρεσθαι. ἔχοι δ᾿ ἂν οὐ φαύλως δέμνιον Ἀρτέμιδος λέγεσθαι τὴν Ὀρτυγίαν, οἷον ἐνδιαίτημα καὶ διατριβήν· ἱερὰν γὰρ τὴν πᾶσαν νῆσον Φερσεφόνης εἶναι· ὅτι δὲ ἡ αὐτή ἐστι τῇ Ἀρτέμιδι, Καλλίμαχος ἐν Ἑκάλῃ (fr. 48)· οἵ νυ καὶ Ἀπόλλωνα παναρκέος Ἠελίοιο χῶρι διατμήγουσι καὶ εὔποδα Δηιώνην Ἀρτέμιδος.

a. Δάλου κασιγνήτα: τὴν Ὀρτυγίαν τῆς Δήλου κασιγνήτην εἴρηκε, μετάγων τὰ ἐπὶ τῶν θεῶν λεγόμενα κατὰ τῶν τόπων, οἵτινες ἀπ᾿ ἐκείνων προσηγορεύθησαν. οἱ δὲ διὰ τὴν ὁμωνυμίαν, ὡσανεὶ ἔφη· ἐν ᾗ ἡ Ἄρτεμις ἐγεννήθη ὥσπερ ἐν Δήλῳ· εἴωθε γὰρ ὁ Πίνδαρος μετάγειν τὰς ὁμωνυμίας· ὥστε τὸ λεχθὲν ἐπὶ τῆς εἰς Δῆλον Ὀρτυγίας, τοῦτο ἐπὶ τῇ πρὸς Συρακούσαις μετήχθη. ἔνιοι δὲ κασιγνήτην ἀκούουσιν ἀντὶ τοῦ συγγενῆ διὰ τὴν ὁμοιότητα· κοινὰ γὰρ τὰ ἐφ᾿ ἑκατέρας ἱστορούμενα. καὶ γὰρ νῆσος ἡ Δῆλος, καὶ ἡ Ὀρτυγία ἡ ἐν Συρακούσαις νῆσος, καὶ ὑπεδέξαντο θεοὺς ἀμφότεραι· καὶ ἡ μὲν ἔκρυσιν διὰ πελάγους, ἡ δὲ ἐκ τοῦ Νείλου διὰ τὸν Ἰνωπόν.

b. ἄλλως. δοκεῖ μὲν πρὸς τὸ βίαιον τὴν πρὸς ταῖς Συρακούσαις ἀδελφὴν λέγειν τῆς Δήλου· τὸ δὲ ὅλον διὰ τὴν ὁμωνυμίαν αὐτῷ ὁ λόγος προήχθη.

c. ὁ δὲ νοῦς· ὦ σεμνότατον ἀνάπαυμα τοῦ Ἀλφειοῦ, τῶν Συρακουσῶν καὶ τῆς Σικελίας κόσμε καὶ βλάστημα, τῆς Ἀρτέμιδος ἐνδιαίτημα καὶ τῆς Δήλου ἀδελφή. ὁ δὲ νοῦς· ὦ σεμνὸν καὶ σεμνότατον ἄμπνευμα καὶ ἀνάπαυμα τοῦ Ἀλφειοῦ, τῶν Συρρακουσῶν καὶ τῆς Σικελίας τῶν κλεινῶν θάλος*) καὶ κόσμε καὶ βλάστημα, τῆς Ἀρτέμιδος δέμνιον καὶ ἐνδιαίτημα, καὶ τῆς Δήλου κασιγνήτη καὶ ἀδελφή. τοῦτο δὲ καὶ διὰ τὴν ὁμωνυμίαν· Ὀρτυγία γὰρ καὶ ἡ Δῆλος ἐκαλεῖτο· καὶ διὰ τὸ θεοφιλές· ἐν Δήλῳ γὰρ ἦν ἡ Ἄρτεμις.

d. σέθεν ἁδυεπής: ἐκ σοῦ ἡδυεπὴς καὶ εὔφημος.

e. ὁ δὲ νοῦς· ἀπὸ σοῦ, ὦ Ὀρτυγία, ὁ ἡδυεπὴς ὕμνος τὴν ὁρμὴν ἔχει, ὥστε θεῖναι καὶ πληρῶσαι ἔπαινον μέγαν τῶν ὀξυτάτων ἵππων Διὸς ἕνεκεν τοῦ ἐν τῇ Αἴτνῃ· Διῒ γὰρ ἀνάκειται καὶ οὗτος ὁ ἀγών.

f. ἐν γὰρ τῇ Αἴτνῃ Διὸς ἱερόν ἐστι.

g. σέθεν ἁδυεπής: ὁ δὲ νοῦς· σέθεν καὶ ἐκ σοῦ. εὔφημος ὁ ὕμνος ὁ ἡδυεπὴς ὁρμᾶται ἀντὶ τοῦ τὴν ὁρμὴν ἔχει ὥστε θέμεν καὶ θεῖναι καὶ πληρῶσαι αἶνον καὶ ἔπαινον μέγαν τῶν ἀελλοπόδων καὶ τῶν ὀξυτάτων ἵππων, χάριν καὶ ἕνεκεν τοῦ Ζηνὸς τοῦ Αἰτναίου τοῦ ἐν τῇ Αἴτνῃ. Διὶ γὰρ ἀνάκειται καὶ οὗτος ἀγών. ἐν γὰρ τῇ Αἴτνῃ Διὸς ἱερόν.

a. Ζηνὸς Αἰτναίου: ἐν γὰρ τῇ Αἴτνῃ Διὸς ἱερόν ἐστιν.

b. Ζηνὸς Αἰτναίου χάριν: ἢ εἰς χάριν τοῦ Διός, ἢ ἕνεκεν τοῦ Διός, παρόσον ἐν τῷ ἀγῶνι καὶ ἐν τῇ πανηγύρει τοῦ Αἰτναίου Διὸς ᾖδον οἱ περὶ τὸν Ἱέρωνα τοὺς ἐπὶ τοῖς στεφανίταις ἀγῶσι πεποιημένους ἐπινίκους [καὶ ᾖδον]. πιθανὸν οὖν φησιν ὁ Δίδυμος καὶ τὸν ἐπὶ τῆς Χρομίου Νεμεακῆς νίκης ἐπίνικον ἕνεκα τούτου συντετάχθαι, ὑπὲρ τοῦ μέλλειν αὐτὸν ὑπὸ τῆς πανηγύρεως ᾀσθήσεσθαι. ὁ δὲ τρόπος ποιητικός, ὥστε τὸ ἀπὸ τοῦ αὐτομάτου συμβαῖνον ὡς αἴτιον λαμβάνειν. οὐ γὰρ ἕνεκα τοῦ ᾀσθῆναι τὸν ἐπίνικον ἐν τῇ πανηγύρει τοῦ Αἰτναίου Διὸς ἐνίκησεν, ἀλλὰ νικήσαντος ἔμελλεν ἡ εἰς αὐτὸν ᾠδὴ ᾀσθήσεσθαι.

ἅρμα δ᾿ ὀτρύνει Χρομίου: Χρόμιος ἡνίοχος Ἱέρωνος παιδόθεν γεγονὼς, ἅτε δὴ βασιλεῖ συνὼν καὶ ἄριστος ὢν τὴν ἱππικὴν ἐπλούτησε καὶ ἤρξατο ἀποστὰς τοῦ Ἱέρωνος καθ᾿ ἑαυτὸν ἱπποτροφεῖν· νικᾷ δὲ νῦν ἵππῳ ἅρματι πρῶτον ἀγωνισάμενος.

ζεῦξαι μέλος: συνθεῖναι ἐγκωμιαστικὸν μέλος. ἔστι δὲ τὸ σχῆμα περίφρασις.

a. ἀρχαὶ δὲ βέβληνται θεῶν: τοῦ ἐγκωμίου. τοῦτο δὲ λέγει διὰ τὸ ἀπὸ θεοῦ τῆς Ἀρτέμιδος κατῆρχθαι, ὥστε ἀρχὰς τὰ προοίμια τῆς ᾠδῆς αὐτὸν λέγειν. ἔθος δὲ Πινδάρῳ θεοῖς ἀνάπτειν τὰ ὁπωσοῦν τοῖς ἀνθρώποις ἐκπονούμενα.

b. ὁ δὲ νοῦς· αἱ γὰρ ἀρχαὶ ταῖς δαιμονίαις καὶ θείαις ἀρεταῖς ἐκείνου τοῦ ἀνδρὸς ἐκ θεῶν βέβληνται, ἀντὶ τοῦ ἐκ πρώτης καταβολῆς ἡ τύχη τούτῳ συνέλαβεν.

a. ἔστι δ᾿ ἐν εὐτυχίᾳ: κατὰ πάντα μέρη τοῦ βίου ἄκρως ἔνδοξος ὁ εὐτυχής. καὶ Εὐριπίδης (fr. 1017)· τὸν εὐτυχοῦντα καὶ φρονεῖν νομίζομεν.

b. ἢ οὕτως· ἔστι δὲ καὶ ἐκ τῆς εὐτυχίας καὶ εἰς ἄκρον εὐδοξίας ἀφικέσθαι.

μεγάλων δ᾿ ἀέθλων Μοῖσα μεμνᾶσθαι φιλεῖ: ἀντὶ τοῦ μεγίστων ἀγωνισμάτων ἡ Μοῦσα μεμνῆσθαι βούλεται.

a. ἔγειρε νῦν ἀγλαΐαν τινά: ἔκπεμπε τοίνυν, ὦ Μοῦσα, καὶ σπεῖρε λαμπρότητά τινα τῇ νήσῳ τῇ Σικελίᾳ, ἥντινα ὁ Ζεὺς ἐξαίρετον δέδωκε τῇ Φερσεφόνῃ ἀρίστην οὖσαν καὶ ἐπιτηδειοτάτην τῆς γῆς τῆς εὐκαρποτάτης, καὶ ἐπένευσε τῇ ἑαυτοῦ κεφαλῇ τὴν Σικελίαν πιειρῶς καὶ λιπαρῶς ἀνορθώσειν, ἢ τὴν πιοτάτην καὶ καλλίστην ὑψώσειν πλουσίων πόλεων ἐνοικήσεσι ταῖς ὑπ᾿ αὐτὴν ἐσομέναις.

b. ἔγειρε νῦν: ἔκπεμπε τοίνυν, ὦ Μοῦσα, καὶ σπεῖρε λαμπρότητά τινα τῇ νήσῳ Σικελίᾳ, τὰν καὶ ἥντινα ὁ δεσπότας τοῦ Ὀλύμπου ἤγουν ὁ Ζεὺς ἔδωκεν ἐξαίρετον τῇ Φερσεφόνῃ ἀρίστην οὖσαν καὶ ἐπιτηδειοτάτην τῆς γῆς τῆς ἐυκάρποτάτης, καὶ κατένευσε ταῖς χαίταις καὶ τῇ κεφαλῇ οἱ καὶ αὐτῇ τὴν Σικελίαν πειρῶς καὶ λαμπρῶς ἀνορθώσειν, ἢ τὴν πίειραν καὶ τὴν πιοτάτην καὶ καλλίστην ὑψώσειν πλουσίων πόλεων κορυφαῖς καὶ ἐνοικήσεσι ταῖς ὑπ᾿ αὐτὴν ἐσομέναις.

τὰν Ὀλύμπου δεσπότας: περὶ τῆς ὅλης Σικελίας ἐστὶν ὁ λόγος. δοκεῖ δὲ αὐτὴν ὁ Ζεὺς εἰς τὸν γάμον Πλούτωνος τοῖς ἀνακαλυπτηρίοις τῇ Φερσεφόνῃ δωρήσασθαι.

εὐκάρπου χθονός: λέγεται γὰρ ἡ πᾶσα Σικελία ἐξ ἀρχῆς Δήμητρος εἶναι καὶ Κόρης, τοῦ Διὸς οὕτως ἐξ ἀρχῆς βουληθέντος. ἡ γοῦν Φερσεφόνη περὶ τοὺς τῆς Αἴτνης διατρίβουσα λειμῶνας ἡρπάσθη παρὰ τοῦ Πλούτωνος.

πίειραν ὀρθώσειν: ὅ ἐστι διαφυλάξειν ὀρθὴν τῇ Φερσεφόνῃ διὰ τῶν πόλεων τῶν ἐσομένων ἐν αὐτῇ ἀφνεῶν οὕτω γὰρ ἔμελλε δηλονότι ὀρθοῦσθαι ἡ Σικελία, εἰ ἀξιολόγους ἔχοι πόλεις ἐν αὐτῇ.

ὤπασε δὲ Κρονίων: παρέσχε δὲ πρὸς τοῖς εἰρημένοις ὁ Ζεὺς αὐτῇ γενναίων ἀνδρῶν καὶ πολεμικῶν πλῆθος, ὥστε δι᾿ ὅπλων μεμνῆσθαι τῶν πολεμικῶν καὶ ἱππαιχμίαις εὐδοκιμεῖν.

πολέμου μναστῆρα: οἷον μνήμονα πολέμου, ἐπιστήμονα, οὐκ ἀμελοῦντα τῶν πολεμικῶν, ἀλλὰ κατατιθέμενον ἐν τῷ νόῳ ὅτι δεῖ παρασκευάζεσθαι εἰς τὰ πολεμικὰ διόλου. ὅμοιον τῷ μνήστορες ἀϋτῆς (Δ 328).

a. θαμὰ δὴ καὶ Ὀλυμπιάδων: οὐ μόνον, φησί, τὰ περὶ πόλεμον δραστηρίους ἀπέδειξε τοὺς Σικελιώτας, ἀλλὰ καὶ Ὀλυμπιονίκας· οἷον πολλάκις ἐνίκησαν ἐπ᾿ Ὀλυμπίας. ἔστι δὲ ὁ λόγος τῷ Πινδάρῳ οὐ περὶ τοῦ Χρομίου μόνου, ἀλλὰ καὶ περὶ τοῦ παντὸς λαοῦ, οἳ πολλὰς ἔσχον νίκας Ὀλυμπικάς. ἐντεῦθεν ἴσως πλανηθεὶς ὁ Τίμαιος (FHG I 232) Ὀλυμπικὸν τὸν ἐπίνικον ᾠήθη εἶναι.

b. ἔστι δὲ καὶ οὕτως ἀναγνῶναι· ἵππαιχμόν θ᾿ ἅμα δή, καὶ ὁ λόγος κατὰ συναλοιφὴν, ἵν᾿ ᾖ· ὁ λαὸς μνηστὴρ ἅμα πολέμου καὶ τῶν Ὀλυμπικῶν ἀθλημάτων.

a. πολλῶν ἐπέβαν καιρὸν οὐ ψεύδει βαλών: πολλῶν ἐπέβην καὶ ἡψάμην ἐγκωμίων, οὐδαμοῦ τῷ καιρῷ πρὸς ψεῦδος χρησάμενος.

b. ἢ οὕτως· οἷον τοῦ καιροῦ τῇ ἀληθείᾳ τυχών.

a. ἔσταν δ᾿ ἐπ᾿ αὐλείαις θύραις: ἀμφίβολον πότερον ὁ χορὸς ἢ ὁ ποιητής· δύναται γὰρ ὁ χορὸς κυρίως λέγειν ἐφ᾿ ἑαυτοῦ, δύναται δὲ καὶ ὁ Πίνδαρος μεταφορικῶς εἰπεῖν· ἔστην τῷ λόγῳ καὶ τῇ μολπῇ μέλπων αὐτὸν καὶ ὑμνῶν. ἐὰν μὲν οὖν ὁ χορὸς λέγῃ, κυρίως ἀκουσόμεθα δεῖπνον παρεσκευάσθαι· κῶμον γὰρ στέλλουσιν οἱ χορευταί· ἐὰν δὲ ὁ ποιητής, κεκόσμηται τὰ δοθησόμενά μοι δῶρα, φησί, διὰ τοῦ ὕμνου.

b. ὁ δὲ νοῦς· ἔστην δὲ παραγενόμενος ἐπὶ τοῖς οἴκοις τοῦ φιλοξένου ἀνδρός, τὰ καλὰ δὲ τούτου ἀναβαλλόμενος.

a. θαμὰ δ᾿ ἀλλοδαπῶν: οὐκ ἄπειροι γὰρ τῆς συνεχοῦς δεξιώσεως οἱ τούτου οἶκοι· συνεχῶς γὰρ τοὺς ἐκ τῆς ἀλλοδαπῆς ὑποδέχονται γῆς.

b. οἱ τοῦ Χρομίου δόμοι οὐκ εἰσὶν ἀπείρατοι ξένων, τουτέστι, φιλόξενοί εἰσι.

a. λέλογχε δέ: ὁ νοῦς· πέφυκε δὲ τοῖς μεμφομένοις τοὺς ἀγαθοὺς οὕτω τήκεσθαι ὥσπερ ὑπὸ πυρὸς ὕδωρ, οὐκέτι δυνάμενον φέρειν τὴν θέρμην καὶ τὸν καπνόν.

b. λέλογχε δὲ μεμφομένοις: Ἀρίσταρχος οὕτως· τοῖς δὲ τοὺς ἀγαθοὺς μεμφομένοις τοῦτο λέλογχε καὶ ὑποκείμενόν ἐστιν, οἷον ἀκολουθεῖ, ὥσπερ καπνῷ ὕδωρ φέρειν ἀντίον κατασβεννύναι. καταλείπεται δὲ τῇ ἀρχαίᾳ σημασίᾳ τὸ ἐσλός· καὶ ἡ ἀντίστροφος ἀπῄτει τὸ (??). ταῖς δὲ τοιαύταις παραβολαῖς χρῆται ἀποτόμως, οὐ λέγων τὸ καθάπερ. καὶ ὁ μὲν Ἀρίσταρχος ταῦτα. βέλτιον δὲ οὕτως ἀκούειν κατ᾿ ἐναλλαγὴν πτώσεως· μεμφομένοις, ἀντὶ τοῦ μεμφομένους σβεννύειν ὡς ὕδατι καπνὸν, ἵνα αὐτὸς ὁ ἀγαθὸς κατασβεννύῃ τὸν φθονερόν, ἀλλὰ μὴ σβεννύηται ὑπ᾿ ἐκείνου. χρῆται δὲ ὁ Πίνδαρος τῷ καπνῷ ἀντὶ πυρὸς, ἐκ τοῦ παρακολουθοῦντος τὸ πρῶτον σημαίνων.

c. ἢ οὕτως· ὅτι τὸ ἐσλός ἀντὶ τοῦ ἐσλούς εἴρηται Δωρικῶς, καὶ ὅτι τὸ λέλογχεν εἶπεν ἑνικῶς ἀντὶ τοῦ λελόγχασι· λελόγ· χασι δὲ οἱ καταμεμφόμενοι καπνῷ ὕδωρ ἐπιφέρειν· ὅ ἐστι τοὺς ἐχθομένους αὐτῷ οἷός ἐστι καταπραΰνειν, ὥσπερ καπνῷ ὕδωρ ἐπιφέρων.

d. τινὲς οὕτως· ὡς ὕδατι καπνὸν σβεννύουσι καὶ πῦρ, οὕτω τοὺς ἐσλοὺς σβεννύουσιν οἱ φθονεροὶ μεμφόμενοι. e. ἄλλως. οὐκ ἀνύουσιν οἱ φθονεροὶ μεμφόμενοι τοὺς ἀγαθούς· ὁ γὰρ ἀγαθὸς ἀγαθός ἐστι, κἂν μυριάκις μέμφωνται αὐτόν.

τέχναι δ᾿ ἑτέρων ἕτεραι: τουτέστιν ἄλλοι ἄλλα φιλοτεχνοῦσι. τοῦτο δὲ λέγει· πρὸς ἃ πέφυκέ τις, πρὸς ταῦτα ἀκολουθοῦντα τῇ φύσει ἰέναι, καὶ περὶ αὐτὰ ἐνεργεῖν. ἢ τέχνας, φησὶν ὁ Δίδυμος, ἀκουστέον τοὺς δόλους, ὅθεν καὶ τὸ ἀτεχνῶς παρὰ τοῖς Ἀττικοῖς· ἄλλαι δ᾿ ἄλλων ἐπιτεχνήσιες. εἴρηται δὲ παρὰ τὸ Ὁμήρου (N 730). ἄλλῳ μὲν γὰρ ἔδωκε θεὸς πολεμήϊα ἔργα.

μάρνασθαι οὖν Ἀρίσταρχος ἀντὶ τοῦ μάχεσθαι καὶ ἀντερίζειν φύσει χρώμενον κατὰ τρόπον καὶ μηδὲν παρὰ φύσιν πράττειν. μήποτε δὲ τὸ μάρνασθαι οὐκ ἔστι μάχεσθαι, ἀλλ᾿ ἐνεργεῖν, ὥς φησι Δίδυμος, καὶ πραγματεύεσθαι, ὥστε εἶναι τὸ κεφάλαιον τοῦ λόγου· προσήκει δὲ ἀδόλως εὐθὺς πράττειν, καθ᾿ ἣν εἴληχεν ἕκαστος φύσιν, ἢ ἔργῳ ἢ γνώμῃ.

χρὴ δ᾿ ἐν εὐθείαις ὁδοῖς: Ἀριστόνικος· χρὴ καθ᾿ ἣν γεγέννηταί τις φύσιν, ταύτῃ ἀκολουθεῖν καὶ μὴ βιάζεσθαι αὐτὴν εἰς ἄλλα τρέποντα, μηδὲ τῷ φθόνῳ μάρνασθαι πρὸς τοὺς ἀγαθούς, ἀλλὰ συνασκεῖν ἅ τις ἔχει ἐκ φύσεως. ὁ δὲ νοῦς· χρὴ δὲ ταῖς εὐθείαις ὁδοῖς βαδίζοντα καταχρῆσθαι ταῖς ἑαυτοῦ καὶ τῇ φύσει, μὴ δι᾿ ἑτέρων ἐπιτηδευμάτων τὴν ἰδίαν ἐνυβρίζειν τέχνην.

πράσσει γὰρ ἔργῳ μὲν σθένος: συμπράσσει καὶ συνεργεῖ τοῖς μὲν ἔργοις ἡ ἀνδρείας, τοῖς δὲ βουλεύμασι καὶ λόγοις ὁ νοῦς· μετέβαλε δὲ τὸ Ὁμηρικόν (Π 630)· ἐν γὰρ χερσὶ τέλος πολέμου, ἐπέων δ᾿ ἐνὶ βουλῇ.

οὕτω τῷ νῷ ὁ λόγος ἕπεται, ὥστε καὶ τὸ μέλλον προγνῶναι ἀκολούθως, ὧν ἐστι συγγενὲς καὶ συμφυὲς καὶ ἀκόλουθον· συγγενὲς γὰρ τὸ συμφυές.

Ἀγησιδάμου παῖ, σέο δ᾿ ἀμφὶ τρόπῳ: ὁ νοῦς· σοῦ δὲ, ὦ Χρόμιε τοῦ Ἀγησιδάμου παῖ, περὶ τὸν τρόπον καὶ τὸν βίον ἀμφοτέρων ἡ χρῆσις ὑπάρχει, καὶ λόγων καὶ ἔργων· πρὸς ἀμφότερα χρήσιμος εἶ.

τῶν τε καὶ τῶν: τῶν ἔργων καὶ τῆς συνέσεως. ἐνεργεῖς γὰρ καὶ προβουλεύῃ.

οὐκ ἔραμαι πολὺν ἐν μεγάρῳ πλοῦτον: πιθανῶς ὃ θέλει παραινέσαι τῷ Χρομίῳ, ἐφ᾿ ἑαυτοῦ ἐξενήνοχεν· οὐκ ἐπιθυμῶ, φησί, κατακρύψαι θησαυρὸν, ἵνα πλουτῶ, ἀλλὰ παρόντων τῶν ἀπὸ τοῦ πλούτου καὶ εὖ παθεῖν καὶ εὖ ἀκοῦσαι θέλω ἐξαρκῶν τοῖς φίλοις. τὸ δὲ ὅλον· δωρητικὸς γίνου.

a. κοιναὶ γὰρ ἔρχοντ᾿ ἐλπίδες: αἱ γὰρ ἐλπίδες καὶ αἱ μέλλουσαι, φησί, προσδοκίαι κοιναὶ καὶ ἄδηλοι τοῖς ἀνθρώποις εἰσίν.

b. ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· εἵ τις τοῖς φίλοις ἐπαρκέσει, οὗτος καὶ ἐλπίδος ποτὲ διαπεσὼν τῆς ἴσης τύχοι ἂν ἀμοιβῆς· ἄδηλα γὰρ τὰ παρὰ τῆς τύχης συμπτώματα.

a. ἐγὼ δ᾿ Ἡρακλέος: οὐκ ἀφίσταμαι τοῦ Ἡρακλέους. ἢ οὕτως· ἐγείρω τὸν λόγον ὄντα ἀρχαῖον τὸν περὶ τῆς Ἡρακλέους ἀρετῆς· ἀντέχομαι γὰρ αὐτοῦ καὶ ζηλῶ αὐτόν.

b. ἐγὼ δ᾿ Ἡρακλέος ἀντέχομαι προφρόνως: ἐπαπορήσειεν ἄν τις, διατί τοῦ Ἡρακλέους μνημονεύει· οὐ γὰρ εὔκαιρος δοκεῖ ἡ μνήμη νῦν Ἡρακλέους. καί φαμεν, ὅτι βουλόμενος δεῖξαι, ὡς οἱ διαφανεῖς ἐν τοῖς ἔργοις καὶ τοῖς λόγοις ἀθάνατοι γίνονται τῇ μνήμῃ, διὰ τοῦτο μέμνηται Ἡρακλέους ἀρετῆς, ἐπιφέρων τοῖς τοῦ Χρομίου θαύμασιν· ὅτι ἐγὼ ἀντέχομαι ἐν ταῖς κορυφαῖς τῶν σῶν ἀρετῶν, καὶ μνημονεύω τῶν κατὰ τὸν Ἡρακλέα διηγημάτων.

c. ἄλλως ἐγὼ δ᾿ Ἡρακλέος· διαπορεῖται τίνι ἀφορμῇ εἰς τοὺς περὶ Ἡρακλέους λόγους παρῆλθε· μηδεμίαν γὰρ ἔχειν εἰς τὰ παρόντα Ἡρακλέα οἰκείωσιν· | ὁ μὲν οὖν Ἀρίσταρχός φησιν, ὅτι οἴονταί τινες, ὅτι ὑπόθεσις αὐτῷ ἐδέδοτο τοιαύτη ὥστε μνησθῆναι τοῦ θεοῦ, ὅπερ ἐστίν, ὡς καὶ αὐτός φησιν Ἀρίσταρχος, ἀπίθανον. μήποτε δὲ, ὅτι ἀεὶ ὁ Πίνδαρος ἐπαινεῖ τοὺς φύσει μᾶλλον τῶν ἐκ διδαχῆς περιγινομένων, ὁ δὲ Ἡρακλῆς τοιοῦτος. τοῦτο δὲ ἀπίθανον. τί γὰρ, ὅτι τὴν πρώτην περὶ Ἡρακλέους γενομένην συμφορὰν ἰδίως ἐξύμνησεν, εἰς ἔνδειξιν τῶν φυσικῶν ἀγαθῶν; Ἡρακλῆς γὰρ μέχρι παντὸς ἐκ φύσεως ἀγαθὸς ὢν ἀνεφάνη, ὥστε οὐκ ἂν ὡμοίωσε τὸν ἔπαινον, ἓν μόνον τὸ περὶ τοὺς δράκοντας αὐτῷ διαπραχθὲν εἰπών· ἀλλ᾿ εἴπερ ἄρα, ἀπὸ τῶν ἐπιφανεστέρων ἂν ἐπῄνει τὸν Ἡρακλέα. ὁ δὲ Χαῖρίς φησιν, ὅτι ὁ Χρόμιος πολλὰ συμπονήσας τῷ Ἱέρωνι κατὰ τὴν ἀρχὴν ἀμοιβῆς ἔτυχεν ἐξ αὐτοῦ, ὥστε ἐκ περιουσίας καὶ ἱπποτροφῆσαι· ὡς οὖν οὗτος ἔπαθλον πόνων ἔλαβε τὴν ἐπιφάνειαν, οὕτω καὶ Ἡρακλῆς πολλὰ ταλαιπωρήσας ἔπαθλον ἔσχε τὴν ἀθανασίαν καὶ τὸν γάμον τῆς Ἥβης. καὶ πρὸς τοῦτον δὲ ἔνεστιν εἰπεῖν· τί δήποτε ὁ Πίνδαρος ἰδίως τὸν ἔπαινον τὴν τοῦ Ἡρακλέους παρέλαβε συμφορὰν εἰς ἐπίδειξιν τῆς φιλοπονίας; μᾶλλον γὰρ ἔδει κοινότερον πάντας τοὺς ἄθλους εἰς ὑπόμνησιν ἀγαγεῖν, ὅτι καθήρας γῆν καὶ θάλασσαν ἀπεθεώθη. ὁ δὲ Χρύσιππος Νεμεακὸν εἶναί φησι τὸν ἀγῶνα καὶ ἐπὶ τούτῳ δὴ τὸν ἐπίνικον· διά τε τὸ Νεμεαῖον εἶναι τὸν λέοντα, ταύτῃ τὸν Ἡρακλέα τοῖς τοῦ νενικηκότος ἐπαίνοις ἐγκαταμεμίχθαι. ἀντιπράττει δὲ καὶ τούτῳ τὸ μηδ᾿ ὁτιοῦν τὸν Πίνδαρον [εἰπεῖν] περὶ τοῦ λέοντος, ὅπερ αἰτιώτατον τῆς παρεκβάσεώς φησιν ὁ Χρύσιππος εἶναι. βέλτιον δέ φησιν ὁ Δίδυμος ἐκεῖνο λέγειν, ὅτι ὃ περὶ τῆς Αἴτνης ἔφη, τοῦτο καὶ νῦν βούλεται δηλοῦν ὁ Πίνδαρος (P. I 33)· ναυσιφορήτοις δ᾿ ἀνδράσι πρώτη χάρις ἐς πλόον ἐρχομένοις πομπαῖον ἐλθεῖν οὖρον. τοιοῦτο λέγοι ἄν τι καὶ ἐπὶ τοῦ Χρομίου· ἐπεὶ νῦν ἦρκται ἀγωνίζεσθαι καὶ ἀρξάμενος εὐθὺς ἐνίκησεν, ἐλπίς ἐστιν ἀυτὸν καὶ τῶν ἄλλων τεύξεσθαι στεφάνων. πρὸς τί οὖν τὸ περὶ Ἡρακλέους ὑπόδειγμα; ὅτι καὶ ὁ Ἡρακλῆς βρέφος ἔτι ὢν μεταχειρισάμενος τοὺς δράκοντας, καὶ τοὺς αὖθις ἄθλους κατεπράξατο· καὶ ὥσπερ τούτου περὶ τὸν Ἡρακλέα γεγενημένου ὁ Ἀμφιτρύων Θηβαῖον ὄντα τὸν Τειρεσίαν προανέκρινε περὶ τοῦ παιδὸς, ὁ δὲ προεμαντεύσατο τοὺς ἐσομένους αὐτῷ ἄθλους, οὕτως αὐτὸς ὁ Πίνδαρος ἀπὸ τῆς πρώτης τοῦ Χρομίου νίκης προμαντεύεται, ὅτι καὶ τῶν λοιπῶν στεφάνων τεύξεται.

d. ὁ δὲ νοῦς· ἐγὼ δ᾿ ἐφίεμαι καὶ οὐκ ἀφίσταμαι τοῦ Ἡρακλέους, ἐγείρων τὸν λόγον ὄντα ἀρχαῖον τὸν ἐν ταῖς μεγίσταις τῶν ἀρετῶν, οὖ κορυφαῖς τὸν ἐμὸν ὁπλίζων καὶ ἐγείρων λόγον· ἀντέχομαι γὰρ καὶ ζηλῶ αὐτόν.

e. ἢ οὕτως· ἐν ταῖς κορυφαῖς τῶν ἀρετῶν τὸν ἐξ ἀρχῆς παροτρύνων περὶ αὐτοῦ λόγον, οἷον ἀπ᾿ ἀρχῆς τῶν περὶ αὐτὸν γεγονότων μνημονεύων.

f. ἢ ἐν ταῖς μεγίσταις τῶν ἀρετῶν κορυφαῖς τὸν ἐμὸν ὁπλίζων καὶ διεγείρων λόγον.

ὡς ἐπεὶ σπλάγχνων ὑπὸ ματέρος αὐτίκα: διηγήσομαι, φησίν, ὅπως ἐκ τῆς μητρικῆς νηδύος εἰς τὰς αὐγὰς ἦλθε τὰς ἡλιακὰς ὁ τοῦ Διὸς παῖς Ἡρακλῆς, ἅμα τῷ ἀδελφῷ Ἰφικλεῖ διδύμῳ ὄντι ἐκφυγὼν τὴν ὠδῖνα.

a. θαητὰν εἰς αἴγλαν: τὴν λαμπρὰν ἡμέραν καὶ θαυμαστήν.

b. ἄλλως. ἤτοι τὴν ὁρατὴν αἴγλην, τὸ φῶς· ἢ τὴν αἰτίαν τοῦ θεάσασθαι ἡμᾶς· καθὸ καὶ μητέρα τοῦ Ἡλίου Θείαν διεπλάσαντο· θέας γὰρ αἴτιος ἡμῖν ὁ θεός.

διδύμῳ σὺν κασιγνήτῳ: τῷ Ἰφικλεῖ. ἐναντίως τῷ Θεοκρίτῳ. ἐκεῖνος γάρ φησι (24, 2)· καί νυκτὶ νεώτερον Ἰφικλῆα.

a. κροκωτόν: ἤτοι ἀπὸ τῆς χρόας κροκοειδὲς, ἢ ἀπὸ τῆς κρόκης ὑφαντόν.

b. διηγήσομαι οὖν, φησί, καὶ ὅπως μὴ δυνηθεὶς διαλαθεῖν τὴν Ἥραν εἰς κροκοβαφὲς ὕφασμα ἐνετέθη σπαργανωθείς.

ἀλλὰ θεῶν βασίλεια: ὁ ἀλλά κεῖται ἀντὶ τοῦ δέ.

a. ταραχθεῖσα τῇ ψυχῇ καὶ ὑπερζέουσα τῷ θυμῷ, οὐ τότε ὅτε ἐνετέθη τῷ κροκωτῷ σπαργάνῳ, ἀλλ᾿ ἔτι πάλαι, ὅτε ἐμίσγετο τῇ Ἀλκμήνῃ ὁ Ζεύς.

b. σπερχθεῖσα: ἐπιχυθεῖσα, λυπηθεῖσα.

τοὶ μὲν οἰχθεισᾶν πυλᾶν: οἱ μὲν οὖν δράκοντες ἀνεῳχθεισῶν τῶν πυλῶν εἰς τὸ ἐσώτατον τῶν οἴκων παρεγένοντο, ἔνθα κατέκειτο ὁ παῖς.

a. ἀμφιελίξασθαι: ἐκ τοῦ προηγουμένου καταφαγεῖν· οὕτω γὰρ εἶπε τὸ ἀμφελίξασθαι, ἐπεὶ μεγαλοστομώτατόν ἐστι τὸ ζῷον καὶ ὅμοιον τῇ εἱλήσει τὴν κατάποσιν ποιεῖ.

b. τὸ δὲ χ΄ ὅτι ἀντὶ τοῦ μασᾶσθαι ἀπὸ τοῦ παρεπομένου δεδήλωκε, διὰ τὸ συστρέφειν τὰς γνάθους τοὺς μασωμένους.

c. ὃ δ᾿ ὀρθὸν μὲν ἄντεινε κάρα: ὁ δὲ Ἡρακλῆς ὀρθώσας ἑαυτὸν πρώτης ταύτης τῆς μάχης πεῖραν ἐλάμβανε.

a. πειρᾶτο δὲ πρῶτον: αὕτη γὰρ πρώτη μάχη ἐγένετο Ἡρακλεῖ ἡ πρὸς τοὺς δράκοντας.

b. εἰσὶ δὲ οἳ ὑπὸ Ἀμφιτρύωνος ἐπιπεμφθῆναι τοὺς ὄφεις λέγουσιν ἐπὶ διαπείρᾳ τοῦ γνῶναι, πότερος εἴη τοῦ Διός, ὡς Φερεκύδης (FHG I 77 M, I 79 J), ἐνιαυσίοις οὖσιν ἤδη· καὶ ὁ μὲν Ἰφικλῆς, ὥς φασι, φεύγει, ὁ δὲ ἐπὶ τῆς εὐνῆς μείνας ἀμφοτέρους ἀπέπνιξε.

δισσαῖσι: καὶ ταῖς δύο χερσὶν ἑαυτοῦ τοὺς δύο θῆρας ἐκ τῶν αὐχένων σφίγξας οὕτως ἀφύκτως κατεῖχεν.

ἀγχομένοις δὲ χρόνος: τούτους οὖν, φησί, τοὺς δράκοντας στρεβλουμένους καὶ πνιγομένους αἱ ψυχαὶ ἀπέλιπον, καὶ νεκρὸν εἴασαν τὸ παμμέγεθες σῶμα.

μελέων ἀφάτων: ἀρρήτων, οὐκ ἐπιδεχομένων τὸ φατισθῆναι διὰ τὸ μέγεθος· ἢ φθαρτικῶν ἄγαν, κατ᾿ ἐπίτασιν λαμβανομένου τοῦ (??)· φάσαι γὰρ τὸ φθεῖραι, ὅθεν καὶ τὸ φάσγανον.

ἐκ δ᾿ ἄρ᾿ ἄτλατον δέος πλᾶξε γυναῖκας: ἐξέπληξε δὲ τοῦτο τὸ ἀνυπομόνητον κακὸν τὰς ἐκεῖσε γυναῖκας πάσας, ὄσαι ἔτυχον περὶ τὴν θεραπείαν τῆς Ἀλκμήνης καὶ τὴν κοίτην. συνεχῶς δὲ ὁ Πίνδαρος τὸ ἀρήγειν τάσσει ἐπὶ τοῦ θεραπεύειν.

a. καὶ γὰρ αὐτὰ ποσσὶν ἄπεπλος ὀρούσαισ᾿: τὴν ἄπεπλον οὐ δεκτέον γυμνήν· ἀπρεπὴς γὰρ ἡ εἰκών· ἀλλὰ νοητέον, ὅτι τὸν μὲν πέπλον ἔρριψεν, ἐν δὲ τῷ χιτωνίσκῳ ἀνήλατο νεοτόκος οὖσα.

b. καὶ γὰρ αὐτὴ ἡ Ἀλκμήνη ἄπεπλος αὐτοποδὶ ἐκπηδήσασα ἀπὸ τῆς κοίτης ἐπὶ βοήθειαν ἠπείγετο πρὸς τὴν τῶν θηρίων βλάβην.

ὕβριν κνωδάλων: τὴν βλάβην τῶν δρακόντων. κνώδαλα κυρίως τὰ ἐν τῇ θαλάσσῃ θηρία, παρὰ τὸ ἐν ἁλὶ κινεῖσθαι, καταχρηστικώτερον δὲ πᾶν θηρίον (ρ 317)·

κνώδαλον ὅ, ττι δίοιτο· καὶ ἴχνεσι γὰρ περιῄδει.

a. τὸ γὰρ οἰκεῖον πιέζει: ἕκαστος δάκνεται τῷ οἰκείῳ κακῷ, ὅταν δὲ τὰ τῶν ἄλλων ἴδῃ κακὰ, εὐκόπως ὑπομένει.

b. ἄλλως· τὸ γὰρ οἰκεῖον καὶ ἴδιον κακὸν ὁμοίως πιέζει καὶ λυπεῖ τοὺς οἰκείους πάντας.

εὐθὺς δ᾿ ἀπήμων: περὶ δὲ τὰ ἀλλότρια συμπτώματα καὶ κακὰ ἀβλαβὴς καὶ ἄλυπος ἡ καρδία παραχρῆμα γίνεται.

a. ἔστα δὲ θάμβει: ἔστη δὲ ὁ Ἀμφιτρύων ἐκπλήξει βαρυτάτῃ καὶ τέρψει πολλῇ συγκραθείς. Ὅμηρος (Ζ 484)· δακρυόεν γελάσασα. καὶ ἐν ἄλλοις (τ 471)· τὴν δ᾿ ἅμα χάρμα καὶ ἄλγος ἕλε φρένα.

b. δυσφόρῳ τερπνῷ τε: δυσυπομονήτῳ. πῶς δὲ ταὐτὸν δυσυπομόνητον καὶ τερπνόν: ὅτι μὲν δρακόντων ἦν ἔφοδος ἐπὶ νεογνὰ τὰ τέκνα, δύσελπις ἐγένετο· ἐπεὶ δὲ εἶδεν αὐτοὺς ἀγχομένους ὑπὸ Ἡρακλέους, ἐτέρφθη. διὸ ἐξεπλάγη δυσφορῶν ἅμα καὶ τερπόμενος.

a. ἐκνόμιον: ἤτοι ἀπὸ τῶν παρὰ τοὺς νόμους τινὰ πραττόντων καὶ βιαζομένων, ἢ ἀπὸ τῆς νομῆς, καθὸ ἀτιμαγέλαι τινὲς λέγονται βόες.

b. ἐθεάσατο γὰρ ἄηθες καὶ οὐ νομιζόμενον δυνάμεως ἔργον τοῦ Ἡρακλέους.

παλίγγλωσσον δέ οἱ ἀθάνατοι: τὴν ἐναντιόφημον, τὴν ἐναντίον τοῖς προηγγελμένοις τὸν λόγον ἔχουσαν· οἱ μὲν γὰρ ἄγγελοι ἐσήμαινον, ὅτι νεκρὰ ἦν τὰ βρέφη, ὁ δὲ εὗρε σώους τε καὶ ὑπ᾿ αὐτῶν τοὺς δράκοντας ἀνῃρημένους· ἐναντίον οὖν ἐγένετο τοῖς ὁρωμένοις τὸ ἄγγελμα, | ὅ ἐστιν ἐναντιόφημον.

γείτονα δ᾿ ἐκκάλεσαν Διὸς ὑψίστου προφάταν ἔξοχον: ἐκάλεσεν δὲ τὸν ἔξοχον προφήτην τοῦ Διὸς, πλησίον ὄντα, τὸν ἀληθῆ μάντιν Τειρεσίαν.

ὁ δέ οἱ φράζε καὶ παντὶ στρατῷ: ὁ δὲ μάντις Τειρεσίας εἶπεν αὐτῷ, τῷ Ἀμφιτρύωνι, καὶ ὅλῳ τῷ ὄχλῳ τὼν Θηβαίων, ὁποίαις συντεύξεται καὶ συναναστραφήσεται πράξεσί τε καὶ τύχαις ὁ Ἡρακλῆς.

θῆρας ἀϊδροδίκας: ἀπέκτεινε γὰρ καὶ τὸ κῆτος τὸ ἐν τῇ Τρωάδι. μέμνηται δὲ τούτου καὶ Ὅμηρος (Υ 146)· τό ῥά οἱ Τρῶες καὶ Παλλὰς Ἀθήνη ποίεον, ὄφρα τὸ κῆτος ὑπεκροφυγὼν ἀλέοιτο.

a. καί τινα σὺν πλαγίῳ: καί τινα συμβήσεται ἄνδρα ἄδικον πλούτῳ ἐπαιρόμενον δίκην ὑποσχεῖν καὶ ἐχθροτάτῳ καὶ ἀπευκτῷ μόρῳ περιπεσεῖν. εἶπεν αὐτῷ καὶ τοῦτο ὁ μαντευόμενος Τειρεσίας.

b. ἄλλως. καί τινα σὺν πλαγίῳ: οὐ κατ᾿ εὐθὺ ἰόντι, οὐκ ἀπὸ τοῦ δικαίου περιουσιαζομένῳ. μετῆκται δὲ ἀπὸ τῶν κακούργων· οὐ γὰρ τὴν λεωφόρον βαδίζουσιν, ἀλλ᾿ ἐκτρεπόμενοι, τὰς ἐρήμους. τείνει δὲ ὁ λόγος ἐπὶ Βούσιριν καὶ Ἀνταῖον· οὗτοι γὰρ δι᾿ ὕβριν ὑφ᾿ Ἡρακλέους ἀπώλοντο ἑκάτεροι.

c. καί τινα σὺν πλαγίῳ: πρὸς τὸ ὀρθὸν τοῦ λόγου ἀντὶ αἰτιατικῆς τὴν δοτικὴν ἀκουστέον, ἵν᾿ ᾖ· καί τινι ἀδίκῳ ἀνδρὶ αὐτὸν, τὸν Ἡρακλέα, ἔφασκε δώσειν μόρον, ἀντὶ τοῦ τοὺς ἀδίκους ἀνελεῖν.

καὶ γὰρ ὅταν θεοί· καὶ ὅταν οἱ θεοὶ τοῖς Γίγασιν εἰς μάχην συνάπτωσιν· ἔξωθεν γὰρ τὴν εἴς πρόθεσιν παραληπτέον.

Φλέγρα τόπος ἐν Θρᾴκῃ καὶ κώμη, ἔνθα οἱ Γίγαντες ἀνῃρέθησαν ὑπὸ θεῶν. τῶν δὲ ἐχόντων τὴν μάχην πρὸς τοὺς Γίγαντας καὶ μὴ περιγινομένων τῆς μάχης, φασὶν εἰρηκέναι τὴν Γῆν μὴ ἄλλως ἁλῶναι τούτους, εἰ μὴ συμμαχήσειαν αὐτοῖς δύο τῶν ἡμιθέων· Ἡρακλέους τοίνυν καὶ Διονύσου συνελθόντων ἐκράτησαν οἱ θεοὶ τῶν Γιγάντων. προεῖπεν οὗν ὁ μάντις ὅτι καὶ τὴν ἐκεῖ τὴν ἐν τῇ Φλέγρᾳ πρὸς τοὺς Γίγαντας μέλλοι ἔσεσθαι, ὅτε ὁ πόλεμος τῶν θεῶν ὑπὸ τοῖς τοῦ Ἡρακλέους τόξοις πεσοῦνται, καὶ τὴν κόμην αὐτῶν τὴν φαιδίμην συμφυρήσεσθαι τῇ γῇ συμβήσεται.

γαίᾳ πεφυρήσεσθαι κόμαν: διὰ τοὺς ἀγῶνας τοὺς πρὸς τοὺς Γίγαντας. σκληρότερον δὲ ἐξενήνεκται· μᾶλλον γὰρ ἐπὶ νεκροῦ ἑλκομένου τάσσεται τὸ τοιοῦτο. Ὅμηρος (Χ 405)· ὣς τοῦ μὲν κεκόνιστο κάρη ἅπαν.

ἔννεπεν αὐτὸν μὲν ἐν εἰρήνᾳ: ὁ νοῦς· καὶ τοῦτο δὲ προεῖπεν αὐτῷ ὁ μάντις, ὅτι καὶ τοῦ λοιποῦ αὐτὸς, ὁ Ἡρακλῆς, ἐν εἰρήνῃ καὶ ἡσυχίᾳ διάξει, ταύτην ἀμοιβὴν τῶν ἑαυτοῦ πόνων λαβών, καὶ ὅτι λήψεται μὲν γυναῖκα τὴν θαυμασίαν Ἥβην παρ᾿ αὐτῷ τῷ Διῒ τελουμένης τῆς εὐωχίας τοῦ γάμου, οὗτινος Διὸς καὶ θαυμάσει τὴν σύνοδον, εἷς δὲ ἐκ τῶν θεῶν γενόμενος σύννομος ἔσται τοῖς οὐρανίοις θεοῖς.

ποινάν: τὴν ποινὴν ὁ Πίνδαρος ἰδίως ἐπὶ ἀγαθοῦ τάσσει, ὅταν ἀμοιβὴ γένηται ἀντὶ κακοπαθείας εἰς ἀγαθόν. καὶ Ὅμηρος (Ι 632)· καὶ μέν τίς γε κασιγνήτοιο φίλοιο ποινὴν ἢ οὗ παιδὸς δέξατο τεθνειῶτος.

καὶ γάμον δαίσαντα: εὐωχήσαντα τοὺς θεοὺς τὸν Ἠρακλέα.

a. σεμνὸν αἰνήσειν: εὐαρεστήσειν τῷ παρὰ θεοῖς νόμῳ.

b. ἢ οὕτως· τὴν διανέμεσιν τὴν παρὰ θεοῖς ἐπαινέσειν.

Scholia in Nemeonicarum carmen II.

Τιμοδήμῳ Ἀθηναίῳ Ἀχαρνεῖ παγκράτιον.

Ἡ δευτέρα ᾠδὴ μονόστροφός ἐστιν, ἔχει δὲ κῶλα η΄.

τὸ α΄ Γλυκώνειον. τὸ β΄ ἰωνικὸν τρίμετρον βραχυκατάληκτον. τὸ γ΄ λογαοιδικὸν Ἀλκαϊκόν. τὸ δ΄ δίμετρον δακτυλικόν. τὸ ε΄ δίμετρον τροχαϊκὸν ἀκατάληκτον. τὸ ς΄ ἰωνικὸν ἀπὸ μείζονος δίμετρον ἀκατάληκτον. τὸ ζ΄ ἰαμβικὸν πενθημιμερές. τὸ η΄ δακτυλικὸν τετράμετρον.

a. ὃν τρόπον, φησίν, οἱ Ὁμηρίδαι ῥαψῳδοῦντες ἀπὸ τοῦ Διὸς ἄρχονται, οὕτω καὶ οὗτος ὁ ἀνὴρ | τὴν καταβολὴν, τουτέστι τὴν ἀρχὴν καὶ τόν θεμέλιον τῶν ἱερῶν ἀγώνων ἀπὸ τοῦ Διὸς πεποίηται, Νέμεα νικήσας πρῶτον. Διῒ δὲ ἀνάκειται ὁ Νεμεακὸς ἀγών. ὅτι δὲ καταβολὰς ἔλεγον τὰς ἀρχὰς οὑτινοσοῦν ἔπους, Καλλίμαχός φησιν (fr. 196)· Ἀρσινόης, ὦ ξεῖνε, γάμον καταβάλλομ᾿ ἀείδειν. μετῆκται δὲ ἡ λέξις ἀπὸ τῶν τὰς οἰκίας κατασκευαζόντων καὶ βαλλόντων τοὺς θεμελίους. ἐλπὶς οὖν, φησίν, ἐστὶν ἀπὸ Διὸς αὐτὸν ἀρξάμενον τῶν ἀγώνων καὶ μετὰ ταῦτα νικήσειν· ὃ καὶ Ἐγένετο εὐθέως· μετὰ γὰρ τὴν Νεμεακὴν νίκην ἐστεφανοῦτο τὰ Ὀλύμπια. | τὸ δὲ τὰ πόλλ᾿ ἀοιδοί ἀντὶ τοῦ ὡς ἐπὶ τὸ πλεῖστον. Τοῦτο δὲ λέγει, ἐπεὶ οὐκ ἀεὶ ἀπὸ Διὸς ἤρχοντο, ἀλλὰ καὶ ἀπὸ τῶν Μουσῶν.

b. ὅλοι γὰρ οὗτοι εἰς τὸν Δία προοιμιασάμενοι τοὐντεῦθεν ἤδη τῆς ἐποποιΐας ἥπτοντο· τῷ δὲ μὴ διὰ παντὸς ἄρχεσθαι ἀπὸ τοῦ Διὸς τοὺς ῥαψῳδοὺς προσέθηκεν ὁ Πίνδαρος τὰ πολλά, ἵν᾿ ᾖ· ὡς ἐπὶ τὸ πλέον.

c. Ὅθεν περ καὶ Ὁμηρίδαι: Ὁμηρίδας ἔλεγον τὸ μὲν ἀρχαῖον τοὺς ἀπὸ τοῦ Ὁμήρου γένους, οἳ τὴν ποίησιν αὐτοῦ ἐκ διαδοχῆς ᾖδον· μετὰ δὲ ταῦτα καὶ οἱ ῥαψῳδοὶ οὐκέτι τὸ γένος εἰς Ὅμηρον ἀνάγοντες. Ἐπιφανεῖς δὲ ἐγένοντο οἱ περὶ Κύναιθον, οὕς φασι πολλὰ τῶν ἐπῶν ποιήσαντας Χῖος, ὃς καὶ τῶν ἐπιγραφομένων Ὁμήρου ποιημάτων τὸν εἰς Ἀπόλλωνα γεγραφὼς ὕμνον ἀνατέθεικεν αὐτῷ. Οὗτος οὖν ὁ Κύναιθος πρῶτος ἐν Συρακούσαις ἐραψῴδησε τὰ Ὁμήρου ἔπη κατὰ τὴν ξθ΄ Ὀλυμπιάδα, ὡς Ἱππόστρατός φησιν (FHG IV 433).

d. ἄλλως. Τοὺς ῥαψῳδοὺς οἱ μὲν ῥαβδῳδοὺς ἐτυμολογοῦσι διὰ τὸ μετὰ ῥάβδου δηλονότι τὰ Ὁμήρου ἔπη διεξιέναι. Καλλίμαχος (fr. 138)· καὶ τὸν ἐπὶ ῥάβδῳ μῦθον ὑφαινόμενον ἠνεκὲς ἀείδω δεδεγμένος. οἱ δέ φασι τῆς Ὁμήρου ποιήσεως μὴ ὑφ᾿ ἓν συνηγμένης, σποράδην δὲ ἄλλως καὶ κατὰ μέρη διῃρημένης, ὁπότε ῥαψῳδοῖεν αὐτὴν, εἱρμῷ τινι καὶ ῥαφῇ παραπλήσιον ποιεῖν, εἰς ἓν αὐτὴν ἄγοντας. οὕτω καὶ ὁ Πίνδαρος ἐκδέδεκται. οἱ δὲ, ὅτι κατὰ μέρος πρότερον τῆς ποιήσεως διαδεδομένης τῶν ἀγωνιστῶν ἕκαστος ὅ τι βούλοιτο μέρος ᾖδε, τοῦ δὲ ἄθλου τοῖς νικῶσιν ἀρνὸς ἀποδεδειγμένου προσαγορευθῆναι τότε μὲν ἀρνῳδούς, αὖθις δὲ ἐκατέρας τῆς ποιήσεως εἰσενεχθείσης τοὺς ἀγωνιστὰς οἷον ἀκουμένους πρὸς ἄλληλα τὰ μέρη καὶ | τὴν σύμπασαν ποίησιν ἐπιόντας, ῥαψῳδοὺς προσαγορευθῆναι. ταῦτά φησι Διονύσιος ὁ Ἀργεῖος (FHG III 26). Φιλόχορος (FHG I 417) δὲ ἀπὸ τοῦ συντιθέναι καὶ ῥάπτειν | τὴν ᾠδὴν οὕτω φησὶν αὐτοὺς προσκεκλῆσθαι. δηλοῖ δὲ ὁ Ἡσίοδος λέγων (fr. 265)· ἐν Δήλῳ τότε πρῶτον ἐγὼ καὶ Ὅμηρος ἀοιδοὶ μέλπομεν, ἐν νεαροῖς ὕμνοις ῥάψαντες ἀοιδὴν, Φοῖβον Ἀπόλλωνα χρυσάορον, ὃν τέκε Λητώ. ῥαψῳδῆσαι δέ φησι πρῶτον τὸν Ἡσίοδον Νικοκλῆς (FHG IV 464). Μέναιχμος δὲ ἱστορεῖ τοὺς ῥαψῳδοὺς στιχῳδοῦς καλεῖσθαι διὰ τὸ τοὺς στίχους ῥάβδους λέγεσθαι ὑπό τινων.

e. ἄλλως. Ὁμηρίδαι πρότερον μὲν οἱ Ὁμήρου παῖδες, ὕστερον δὲ οἱ περὶ Κύναιθον ῥαβδῳδοί· οὗτοι γὰρ τὴν Ὁμήρου ποίησιν σκεδασθεῖσαν ἐμνημόνευον καὶ ἀπήγγελλον· ἐλυμήναντο δὲ αὐτῇ πάνυ. | αἰεὶ οὖν τὴν ἀρχὴν ὡς ἐπὶ τὸ πλεῖστον ἐκ Διὸς ἐποιοῦντο προοιμιαζόμενοι, ἐνίοτε δὲ καὶ Μουσῶν.

f. ὁ δὲ νοῦς ὅλος· ὅθεν δὴ καὶ οἱ Ὁμηρίδαι λεγόμενοι ἀοιδοὶ τὴν ἀρχὴν τοῦ λέγειν ὡς ἐπὶ τὸ πολὺ ποιοῦνται ἐκ Διὸς προοιμιαζόμενοι, ἐντεῦθεν καὶ οὗτος ὁ ἀνὴρ | ὁ Τιμόδημος τὴν καταβολὴν καὶ τὴν πρώτην ἀρχὴν τῶν ἱερῶν ἀγώνων ἐποιήσατο καὶ τὴν ἐξ αὐτῶν νίκην ἐδέξατο, ἀπὸ Νεμέας φημί, ὃς αὐτῷ τῷ Διῒ ἀνάκειται καὶ τελεῖται.

a. ὀφείλει δ᾿ ἔτι: Ἀρίσταρχος· οὐκ ἐπὶ τοῦ ἀνδρὸς τὸ ὀφείλει, ἀλλ᾿ ἐπὶ τοῦ πράγματος, ὡς ἄν τις εἴποι· ὀφειλόμενον δ᾿ ἔτι ἐστίν. οὕτω γὰρ τὰ ἑπόμενα συναρμοσθήσεται, ὅταν λέγηται· Πυθίοισί τε νικᾶν Τιμονόου παῖδα. οὐ γὰρ εἴρηκε παῖς.

b. ὀφειλόμενον δὲ, τουτέστιν ἀναγκαῖόν ἐστι νικᾶν αὐτὸν καὶ Πύθια καὶ Ἴσθμια, εἴπερ κατὰ τὰ ἴχνη τῶν πατέρων ὁ εὐθυπομπὸς αἰὼν δέδωκεν αὐτὸν εἰς κόσμον ταῖς Ἀθήναις· ἀναγκαῖον οὖν νικᾶν αὐτόν, ὡς οἱ πατέρες ἐνίκησαν, Ἴσθμια καὶ Νέμεα· ὡς τῶν προγόνων ἱερονικῶν γεγονότων.

c. ὀφείλει δ᾿ ἔτι πατρίαν: ὀφειλόμενον καὶ πρέπον ἐστὶ, τὸν Τιμονόου παῖδα· οὕτω τὸ ὑπέρβατον δεῖ νοεῖν.

a. Τιμονόου παῖδα: εἰκός ἐστι καὶ προσδοκητέον τὸ νικῆσαι αὐτὸν ἐν τοῖς προειρημένοις ἀγῶσι, Τιμονόου ὄντα παῖδα καὶ κατ᾿ ἴχνος βαίνοντα τοῦ πατρὸς, ὥσπερ εἰκός ἐστι καὶ τῶν ὅρων καὶ τῶν τόπων, ὧν ἔχουσιν αἱ Πλειάδες, μὴ πορρωτέρω μηδὲ μακρὰν τὸν Ὠρίωνα πορεύεσθαι ἀλλ᾿ ἐγγύς. τὸ δὲ σύντομον· ὥσπερ γὰρ τῶν Πλειάδων ὁ Ὠρίων οὐκ ἀφίσταται, οὐδὲ αἱ Πλειάδες τοῦ Ὠρίωνος, οὕτω καὶ τοῦτον πάρεδρον ἔσεσθαι τῇ νίκῃ εἰκός ἐστιν.

b. ἄλλως. Τιμονόου παῖδ᾿ ἔστι δ᾿ ἐοικός: εἰκὸς δέ ἐστι τὸν Τιμονόου παῖδα. ἵνα δὲ ἀξιωματικὸν ποιήσῃ τὸν λόγον, ἐλλειπτικῶς εἶπε. λείπει γὰρ τὸ νικᾶν αὐτὸν ἀεί· τοῦτο γὰρ ἔδει προσκεῖσθαι.

a. ὀρειᾶν γε Πελειάδων: τῶν Πλειάδων τῶν ἀστέρων· ὃ ἔθος αὐτῷ τε Πινδάρῳ λέγειν καὶ Σιμωνίδῃ (fr. 18) τὰς Πλειάδας. | ἔστι δὲ ἄστρον κατὰ τὴν ἱστορίαν καὶ τὸν λόγον ἐξ ἑπτὰ ἀστέρων συγκείμενον, κατὰ δὲ τὴν ὄψιν ἓξ, ὡς καὶ Ἄρατος (257)· ἑπτάποροι δὴ ταί γε κατ᾿ ἀνθρώπους ὑδέονται ἓξ οἶαί περ ἐοῦσαι ἐπόψιαι ὀφθαλμοῖσιν. πλησιάζουσι δὲ τῷ Ὠρίωνι αἱ Πλειάδες.

b. ἄλλως. ἤτοι τῶν πρὸς τὸν Ὠρίωνα κεκλιμένων· ἢ τῶν ὀρείων, ἐπειδὴ ὁ Ἄτλας ὁ τῶν Πλειάδων πατὴρ ὁμώνυμα ἔσχεν ὄρη· ἢ ὅτι ὅροι εἰσὶ τοῦ ἀμήτου· ἢ λιτότερον, τῶν ὅρων καὶ τῶν τόπων ἐν οἷς εἰσιν οἱ ἀστέρες.

c. ἄλλως. Ἀρίσταρχος· ἐν τούτοις μὲν ταῖς Πλειάσι φησὶ τὸν Ὠρίωνα ἐπέχειν, ἐν ἄλλοις δὲ (fr. 74) τὴν Πληιόνην φησὶν αὐτὸν διώκειν, ὑποτιθέμενος τὸ σύστημα τῶν Πλειαδων ἓν ζῴδιον. ταῦτα μὲν ὁ Ἀρίσταρχος. θέλοι δ᾿ ἂν δηλοῦν τοῦτο, ὅτι τῇ Νεμεακῇ δεῖ συνάπτειν τὴν Ἰσθμιακὴν καὶ Πυθικὴν καὶ οὕτως ἀκολουθεῖν, ὡς ταῖς Πλειάσιν ὁ Ὠρίων ἕπεται. ἐπέχει γὰρ τῇ ἐπιτολῇ τοῦ Ταύρου ὁ Ὠρίων κυνηγετικὸς ὤν· διό φησιν Ἄρατος (322)· λοξὸς μὲν Ταύροιο τομῇ ὑποκέκλιται αὐτὸς Ὠρίων. | εἰσὶ δὲ αἱ Πλειάδες ἐπὶ τῇ οὐρᾷ τοῦ Ταύρου. καὶ ὁτὲ μὲν Πληϊάδας καλεῖ πληθυντικῶς, ὁτὲ δὲ Πληϊόνην ὡς μίαν (fr. 74)· τρεχέτω μετὰ Πληϊόναν, ἅμα δ᾿ αὐτῷ κύων. δοκεῖ γὰρ κατ᾿ αὐτὸν τὸν Πίνδαρον ἐρασθῆναι αὐτῆς ὁ Ὠρίων, | καὶ διώκειν αὐτὴν ἐπὶ πολλοὺς χρόνους· ὑπομνήματα δὲ τούτων ὁ Ζεὺς κατηστέρισε. παρὸ δή φησιν· ὁ Ὠρίων ἐπιὼν ταῖς Πληϊάσι. ζητεῖται δὲ διὰ τί ὀρείας εἶπε τὰς Πλειάδας· καὶ τινὲς μὲν ἔφασαν, ὅτι Νύμφαι ἦσαν, ὧν οἱ ἀστέρες οὗτοι (Hesiod. fr. 275)· Τηϋγέτη τ᾿ ἐρόεσσα καὶ Ἠλέκτρη κυανῶπις, Ἀλκυόνη τε καὶ Ἀστερόπη δίη τε Κελαινώ, Μαῖά τε καὶ Μερόπη, τὰς γείνατο φαίδιμος Ἄτλας. Σιμωνίδης δὲ μίαν τῶν Πλειάδων Μαῖαν ὀρείαν προσηγόρευσεν εἰπών (fr. 18)· Μαιάδος οὐρείας ἑλικοβλεφάρου· κατὰ λόγον· αὕτη γὰρ (Hesiod. fr. 276) Κυλλήνης ἐν ὄρεσσι θεῶν κήρυκα τέχ᾿ Ἑρμῆν. τινὲς δὲ ἐπὶ τὴν τῶν ὁμωνύμων ὕλην ἀποχωροῦντες Ἄτλαντός φασι λεγομένας θυγατέρας, ἐπειδὴ ἐκεῖ τι κληΐζεται, κατὰ τὴν τοῦ πατρὸς ὁμωνυμίαν ὡς ἐξ ὄρους γεγεννημένας ὀρείας προσηγορεῦσθαι. οἱ δὲ οὕτως· καθὸ Πελειάδας αὐτὰς εἶπε, καὶ ὀρείας· αἱ γὰρ περιστεραὶ ὄρειαί εἰσιν· εἴωθε δὲ ὁ Πίνδαρος ταῖς ὁμωνυμίαις ἐπαναπαύεσθαι ἔθει ἰδίῳ ἔνιοι δὲ διὰ τὸ ἐπὶ τῆς οὐρᾶς τοῦ Ταύρου κεῖσθαι, κατὰ ὕφεσιν τοῦ υ [λέγεσθαι], ὡς καὶ τὸ (Pind. fr. 308) Κλειὸς ἕκατι, ἀντὶ τοῦ Κλειοῦς. εἶπε δ᾿ ἂν οὐραίας, ὡς καὶ παρ᾿ Ὁμήρῳ (Ψ 519)· τοῦ μέν τε ψαύουσιν ἐπισσώτρου τρίχες ἄκραι οὐραῖαι. εἰ μὴ καθὸ ἀπόγειον ἄνεμον λέγομεν, οὕτως οὐρείας τὰς οὐραίας ἀκουστέον. τάχα δὲ ἀπὸ τοῦ συνόντος Ὠρίωνος τὰς ὠρείας ἐν συστολῇ γενέσθαι ὀρείας. βέλτιον οὖν ἀποδιδόναι. τῇ ὁμωνυμίᾳ προσαναπαυόμενον τὸν Πίνδραρον οὕτως εἰρηκέναι, ἢ ἀπὸ τῆς Κυλλήνης, ἐν ᾗ ἐτράφησαν. ὁ δὲ Κράτης γράφει θερειᾶν Πελειάδων, ὅτι θερείας ἐπιτέλλουσι· τούτῳ δὲ ἀντιπράσσει ἥ τε ἀντίστροφος καὶ τὸ μὴ μόνον θέρους αὐτὰς ἐπιτέλλειν, ἀλλὰ καὶ χειμῶνος. δύναιτο δ᾿ ἂν καὶ ὀρείας λέγειν τὰς ὀρουστικὰς, τουτέστιν ὁρμητικὰς, διὰ τὸ φεύγειν τὸν Ὠρίωνα ἢ διὰ τὸν φόβον τῶν Ἡρακλέους βελῶν.

καὶ μὰν ἁ Σαλαμίς γε: ζητεῖται διὰ τί δήποτε τὰ περὶ Σαλαμῖνα εἰς τοὺς περὶ Τιμόδημον λόγους προσῆκται οὐ γὰρ δήπου Σαλαμίνιος ἦν· ἄντικρυς γὰρ αὐτὸν Ἀχαρνέα φησὶ τῶν δήμων. Ἀρίσταρχος μὲν οὖν τῆς Αἰαντίδος φυλῆς εἶναι, οὐκ ὀρθῶς· οἱ γὰρ Ἀχαρνεῖς τῆς Οἰνηΐδος φυλῆς εἰσιν. οἱ δὲ περὶ Ἀσκληπιάδην φασὶν, ὅτι εἰκός ἐστιν αὐτὸν εἶναι τῶν τὴν Σαλαμῖνα κατακληρουχησάντων Ἀθηναίων· εἰκὸς οὖν αὐτὸν γεννηθέντα Ἀθήνησι τεθράφθαι ἐν Σαλαμῖνι. Δίδυμος δέ φησιν, ὅτι ἴσως ἄμεινον λέγειν, ὅτι εἰς Αἴαντα ἀνέφερε τὸ γένος, ὥσπερ καὶ Μιλτιάδης καὶ Κίμων καὶ Ἀλκιβιάδης καὶ Θουκυδίδης ὁ συγγραφεὺς ὁ Ὀλό ου. ἴσως δὲ, ὅτι διὰ τιμῆς ἦγον οἱ Ἀθηναῖοι τὸν Αἴαντα, ὡς μὴ μόνον φυλὴν Αἰαντίδα ἀποδεῖξαι, ἀλλὰ καὶ κλίνην αὐτῷ μετὰ πανοπλίας κοσμεῖν, λόγον τε ἔχειν παγκρατιαστὴν ὄντα τὸν Τιμόδημον τῷ μαχιμωτάτῳ τῶν Ἑλλήνων καὶ ἀνδρειοτάτῳ παραβεβλῆσθαι. θρέψαι οὖν ἡ Σαλαμὶς ἱκανή ἐστιν ἄνδρα μαχητήν· τίς ἀπόδειξις; ἡ ἐπιφερομένη.

a. ἐν Τροίᾳ μὰν Ἕκτωρ Αἴαντος ἄκουσε: τούτῳ γὰρ μονομαχήσας ἐλείφθη.

b. δυνατός: ἀντὶ τοῦ δυνατή, ὡς θερμὸς ἀϋτμή (h. Hom. Merc. 110. μ 369?), καὶ Πίνδαρος (Ν. IV 1)· ἄριστος εὐφροσύνη ἀντὶ τοῦ ἀρίστη.

a. Αἴαντος ἄκουσεν: ᾔσθετο τῇ πείρᾳ. καὶ Ὅμηρος (Λ 532)· τοὶ δὲ πληγῆς ἀΐοντες, ἀντὶ τοῦ αἰσθόμενοι. ἔοικε δὲ ὁ Πίνδαρος τὸ παρ᾿ Αἴαντος ῥηθὲν πρὸς Ἕλληνας ὑπονενοηκέναι εἰρῆσθαι πρὸς Ἕκτορα· φησὶ γάρ (Η 198)· ἐπεὶ οὐδ᾿ ἐμὲ νήϊδά γ᾿ οὕτως ἔλπομαι ἐν Σαλαμῖνι γενέσθαι τε τραφέμεν τε. εἰ μὴ ἄρα τις τῇ πείρᾳ μεμαθηκέναι ὑποστήσεται τὸν Ἕκτορα, ὡς ἐπιτηδείως ἡ Σαλαμὶς ἔχει πρὸς τὴν τῶν ἡρώων γένεσιν.

b. ὁ δὲ νοῦς· τούτου γοῦν τοῦ τὴν Σαλαμῖνα φέρειν ἀνδρείους τὴν πεῖραν ἔσχεν ὁ Ἕκτωρ ἐν τῇ Ἰλίῳ τῇ πείρᾳ τοῦ Αἴαντος.

c. ἄλλως· ἄκουσεν ἀντὶ τοῦ ἐπῄσθετο, ὅτι ἡ Σαλαμὶς φέρει ἄνδρας ἀγαθούς.

a. Ἀχάρναι δέ: φανερὸν ἐκ τούτων, ὅτι Ἀχαρνεὺς τῶν δήμων ὁ νικηφόρος. καὶ σὺ οὖν Ἀχαρνεὺς τυγχάνων ἀγαθὸς ἀνὴρ πέφυκας.

b. ἢ οὕτως· καὶ αἱ Ἀχάρναι δὲ, ὅθεν ὑπάρχεις, ἀπ᾿ ἀρχῆς ὡς εὔανδροι ὑμνοῦνται. Ἀχάρναι δὲ δῆμος τῆς Ἀττικῆς, ὅθεν ἦν ὁ Τιμόδημος.

c. παλαίφατοι δὲ ἀντὶ τοῦ ἐξ ἀρχῆς λέγονται.

ὅσσα δ᾿ ἀμφ᾿ ἀέθλοις: θαυμαστικῶς ἀντὶ τοῦ πάνυ· πλειστάκις ἐν τοῖς ἄθλοις οἱ πρόγονοί σου προεκρίθησαν.

a. προλέγονται: ἀντὶ τοῦ προκέκρινται. Ὅμηρος (Ν 689)· οἳ μὲν Ἀθηναίων προλελεγμένοι.

b. ἢ οὕτως· ἐν τοῖς πρὸ τούτου χρόνοις λέγονται.

c. Τιμοδημίδαι δὲ φατρία, ὅθεν οἱ πρόγονοι τοῦ Τιμοδήμου, ἀπὸ πάππου Τιμοδήμου.

a. πὰρ μὲν ὑψιμέδοντι: καταχρηστικῶς ἀντὶ τοῦ ὑψηλῷ.

b. Παρνασὸς ὄρος τῆς Φωκίδος. τῇ Πυθοῖ.

τέσσαρας ἐξ ἀέθλων: ὡς τῶν προγόνων αὐτοῦ τέσσαρας νίκας Πυθικὰς εἰληφότων.

a. ἀλλὰ Κορινθίων: ὁ ἀλλά ἀντὶ τοῦ καί· καὶ Ὅμηρος (K 316)· καὶ δή τοι εἶδος μὲν ἔην κακὸς, ἀλλὰ ποδώκης, ἵν᾿ ᾖ· καὶ ποδώκης.

b. ἄλλως· ὁ ἀλλά σύνδεσμος ἀντὶ τοῦ δέ, καὶ ἡ ὑπό ἀντὶ τῆς παρά, | ἵν᾿ ᾖ· παρὰ δὲ Κορινθίων ἐν ταῖς πτυχαῖς τοῦ Πέλοπος, τουτέστιν ἐν Πελοποννήσῳ, ἔλαβον ὀκτὼ νίκας, ἐπεὶ Κορίνθιοι τότε ἐτίθεσαν τὸν ἀγῶνα· ἑπτὰ δὲ στεφάνους ἐν τῇ Νεμέᾳ, φησίν, ἔλαβον, ἤτοι οἱ Ἀχάρναι ἢ οἱ Τιμοδημίδαι.

τὰ δ᾿ οἴκοι μάσσον᾿ ἀριθμοῦ: τὰ δὲ οἴκοι ἐν ταῖς Ἀθήναις μείζονά ἐστιν ἢ ἀριθμεῖσθαι, οἷον ὑπερβαίνει ἀριθμὸν ἃ ἐνίκησαν οἴκοι. τίθεται δὲ ἐν Ἀθήναις Διὸς ἀγὼν, τουτέστι τὰ Ὁλύμπια.

a. τὸν, ὦ πολῖται: ἢ τὸν ἀγῶνα τῶν Ὀλυμπίων ἢ τὸν Δία, ᾧ ἀνατίθεται ὁ ἀγὼν, σὺν τῷ Τιμοδήμῳ κωμάσατε καὶ μετὰ κωμασίας ὑμνήσατε, εὐκλεῶς παραπέμποντες διὰ τῶν ἡδυτάτων ὕμνων.

b. ἢ οὕτως· σὺν τῇ ἀπονοστήσει ἀπὸ τῆς Νεμέας κωμάξατε· ἀπὸ τοῦ κώμου τὸ ἐγκώμιον νοητέον· τουτέστιν ὑμνήσατε αὐτόν.

Scholia in Nemeonicarum carmen III.

Ἀριστοκλείδῃ Αἰγινήτῃ παγκρατιαστῇ.

Τῆς τρίτης ᾠδῆς ἡ στροφὴ καὶ ἀντίστροφος κώλων ιγ΄. τὸ α΄ ἰαμβικὸν δίμετρον καταληκτικόν. τὸ β ἐπιχοριαμβικὸν δίμετρον καταληκτικόν. τὸ γ΄ ἰθυφαλλικόν. τὸ δ΄ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. τὸ ε΄ τὸ αὐτό. τὸ ς΄ ἰαμβικὸν τρίμετρον βραχυκατάληκτον. τὸ ζ΄ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον. τὸ η΄ ἰαμβικὸν δίμετρον καταληκτικόν. τὸ θ΄ τροχαϊκὸν μονόμετρον ὑπερκατάληκτον. τὸ ι΄ ἰαμβικὸν δίμετρον ὑπερκατάληκτον. τὸ ια΄ Σαπφικὸν ἑνδεκασύλλαβον. τὸ ιβ΄ ἰαμβικὸν δίμετρον καταληκτικόν. τὸ ιγ΄ τροχαϊκὸν δίμετρον ἀκατάληκτον.

ἡ ἐπῳδὸς κώλων η΄. τὸ α΄ χοριαμβικὸν τρίμετρον ὑπερκατάληκτον. τὸ β΄ ἰαμβικὸν πεντασύλλαβον καὶ ἰωνικὸς ἀπ᾿ ἀδιαφόρου ἀρχῆς, εἶτα πάλιν ἰωνικὸς ἀπεμφαίνων διὰ τὴν λύσιν καὶ συλλαβή. δύναται καὶ ὅλον ὡς ἰαμβικόν, παρακεχαρα; μένον μέντοι διὰ τὸν τελευταῖον πόδα. τὸ γ΄ δίμετρον χοριαμβικὸν καταληκτικόν. τὸ δ΄ δοκεῖ ἀντισπαστικὸν εἶναι. τὸ ε΄ χοριαμβικὸν τρίμετρον βραχυκατάληκτον. τὸ ς΄ ἀντισπαστικὸν τρίμετρον καταληκτικόν. τὸ ζ΄ ἰωνικὸν μονόμετρον καταληκτικὸν δύο συλλαβῶν. τὸ η΄ δακτυλικὸν τετράμετρον παρὰ τὴν ἐν ἀρχαῖς συλλαβήν.

a. ὦ πότνια Μοῖσα, μᾶτερ ἁμετέρα: μητέρα ἑαυτοῦ εἶπε τὴν Μοῦσαν ὁ Πίνδαρος, ὡς ἂν ἐπιπνεόμενος ἐκ τῶν Μουσῶν (Hes. theog. 94)· ἐκ γάρ τοι Μουσέων καὶ ἑκηβόλου Ἀπόλλωνος ἄνδρες ἀοιδοὶ ἔασιν. ἢ τροφὸν, διὰ τὸ ἀποζῆν αὐτὸν ἐξ ὧν ἔγραφεν ἐπινίκων. ἄμεινον δὲ, ὅτι προσηνὴς ἦν αὐτῷ ἡ Μοῦσα, ὥσπερ Ὀδυσσεῖ ἡ Ἀθηνᾶ (Ψ 183)· μήτηρ ὣς Ὀδυσσῆϊ παρίσταται ἠδ᾿ ἐπαρήγει.

b. ὁ δὲ νοῦς· ἱκετεύω σε, ὦ ἐντιμοτάτη Μοῦσα, ἡμετέρα μῆτερ, παραγενοῦ μοι εἰς τὴν πολύξενον νῆσον τὴν τῶν Δωριέων τῶν Ἀργείων ἄποικον· ἐν τῇδε τῃ ἱερομηνίᾳ τῆς Νεμεάδος ἧκε εἰς τὴν Αἴγιναν.

c. ἄλλως. ἐζήτηται, πῶς ἐπικαλεῖται τὴν Μοῦσαν ἐλθεῖν εἰς Αἴγιναν ὑπὲρ τοῦ τὸν ὕμνον ᾀσθῆναι, καὶ ἅμα τοὺς νεανίσκους φησὶ μένειν, δι᾿ οὓς αὐτὴν ἐπικαλεῖται, οὐκ ἐν Αἰγίνῃ ἀλλ᾿ ἐν Νεμέᾳ· ὁ γὰρ Ἀσωπὸς οὐκ ἐν Αἰγίνῃ, ἀλλὰ περὶ Φλειοῦντά ἐστι καὶ Νεμέαν. ὁ μὲν οὖν Ἀρίσταρχός φησιν, ἤτοι τὸν χορὸν ὑπὸ τὸν καιρὸν τῆς νίκης αὐτοσχέδιόν τινα ἐπίνικον ᾆσαι, ἢ τὸν Ἀρχιλόχου Καλλίνικον, οὗ καὶ τὸν Πίνδαρον μνημονεύειν διὰ τούτων (Ο. IX 1)· τὸ μὲν Ἀρχιλόχου μέλος φωνᾶεν, καὶ τὰ ἑξῆς. μεταβάντος οὖν τοῦ χοροῦ εἰς τὴνΑἴγιναν καὶ μέλλοντος ᾄσ ιν τὸν ὑπὸ τοῦ Πινδάρου πεποιημένον εἰκότως φάναι· ὕδατι γὰρ μένοντ᾿ ἐπ᾿ Ἀσωπίῳ μελιγαρύων τέκτονες κώμων νεανίαι· ὥσθ᾿ ὃ βούλεται εἰπεῖν, τοιοῦτόν ἐστιν· οἱ γὰρ ἐπὶ τῷ Ἀσωπῷ τὸν αὐτοσχέδιον ὕμνον τεκτηνάμενοι χοροὶ ἀναμένουσί σε ἐν τῇ Αἰγίνῃ ᾀσόμενοι τὸν ὑπὸ Πινδάρου ποιηθέντα ἐπίνικον. ὁ δὲ Δίδυμος διηπατῆσθαί φησι τοὺς ὑπομνηματισαμένους τῇ ὁμωνυμίᾳ τῶν ποταμῶν· οἱ γὰρ Ἀσωποὶ πλείους, ὧν ἕνα φησὶν εἶναι καὶ τὸν ἐν Αἰγίνῃ· ὁ δὲ Καλλίστρατος Ἀσωπίδα ἐν Αἰγίνῃ. δύναται δὲ καὶ ἐπὶ τοῦ ἐν Βοιωτίᾳ Ἀσωποῦ ποταμοῦ ἀκούεσθαι, ὡς τῶν ἐξ Αἰγίνης χορευτῶν τῷ Πινδάρῳ προσλιπαρούντων ἕνεκα τοῦ γράφειν Ἀριστοκλείδῃ τὸν ἐπίνικον.

ἱερομηνίᾳ Νεμεάδι: τουτέστι τῇ τῶν ἐπινίκων εὐωχίᾳ. ἱερομηνίαν δὲ λέγουσι κατὰ σύντμησιν τὴν ἱερονουμηνίαν· αἱ γὰρ τῶν μηνῶν ἀρχαὶ ἱεραί εἰσι τοῦ Ἀπόλλωνος, καθὸ ὁ αὐτὸς δοκεῖ εἶναι τῷ ἡλίῳ. ἐν ἱερομηνίᾳ ἐλθὲ Νεμεάδι, ἐν ᾗ μέλλομεν ἡμέρᾳ τὸν εἰς τὴν Νεμεακὴν νίκην ὕμνον γράφειν. οἱ δὲ ἱερὸν μῆνα καθόλου λέγουσι κεκλῆσθαι, ἐν ᾧ τὰ Νέμεα ἄγεται· ἱερομηνίαι δὲ λέγονται αἱ ἐν τῷ μηνὶ ἱεραὶ ἡμέραι οἷαι δήποτε θεοῖς ἀνειμέναι· τὸν οὖν Δημητριῶνα μῆνά φησι Φιλόχορος (FHG I 413) ὅλον ψηφίσασθαι τοὺς Ἀθηναίους ἱερομηνίαν λέγεσθαι, οἷον ὅλον ἑορτήν. . . . . . ἱερομηνίαν φησὶν ἐν τούτοις (Dem. 24, 29)· ἁπάντων ὑμῶν ἀγόντων ἱερομηνίαν. ἔοικε δὲ ὁ Πίνδαρος νῦν ἱερομηνίαν λέγειν τὴν τῶν ἐπινίκων ἑορτήν· οὐ γάρ ἐστι δημοτελής.

νᾶσον Αἴγιναν: Αἴγινα μία νῆσος τῶν Σποράδων ἀντικρὺ κειμένη τῆς Ἀττικῆς, ἄποικος τῶν Ἀργείων. ἔοκε δὲ βραδύτερον ἀποδιδοὺς τὸν ἐπίνικονσπεύδειν γράφειν, ἴσως καὶ τῆς πανηγύρεως κατεπειγούσης.

a. ὕδατι γὰρ μένοντι: ἐπὶ γὰρ τῶν ὑδάτων τοῦ Ἀσωποῦ ποταμοῦ, ἐν ταῖς Θήβαις λέγω, προσμένουσιν ἡμᾶς οἱ νεανίαι οἱ τῶν ἡδυτάτων ὕμνων τέκτονες καὶ χορευταὶ, τὴν σὴν φωνήν, ὦ Μοῦσα, ἐπιζητοῦντες ἀεί.

b. μένοντι δὲ ἀντὶ τοῦ μένουσιν Δωρικῶς εἶπε.

a. διψῇ δὲ πρᾶγος ἄλλο μὲν ἄλλου: διψῇ δὲ καὶ ἐπιθυμεῖ ἄλλο μὲν ἄλλου πράγματος, ἡ δὲ ἐκ φιλονεικίας ἔρις, ἡ ἀθλονικία, μάλιστα φιλεῖ τοὺς ἐπαίνους καὶ τοὺς ὕμνους· τῶν γὰρ στεφάνων καὶ ἀρετῶν ἐπιδέξιος καὶ καλλίστη ὀπαδὸς ἡ ᾠδή.

b. ἡ γὰρ ᾠδὴ καὶ τὸ ἐγκώμιον, φησίν, ἕπεται ταῖς ἀρεταῖς καὶ τοῖς στεφάνοις τοῖς τοῦ νικηφόρου.

τᾶς ἀφθονίαν ὄπαζε: ταύτης οὖν τῆς ᾠδῆς, ὦ Μοῦσα, ἀφθονίαν δίδου ἀπὸ τῆς ἐμῆς διανοίας.

a. ἄρχε δ᾿ οὐρανῶ: Αἰολικῶς ἀντὶ τοῦ οὐρανοῦ.

b. ὁ μὲν Αρίσταρχος Οὐρανοῦ θυγατέρα τὴν Μοῦσαν δέδεκται, καθάπερ Μίμνερμος (fr. 13) καὶ Ἀλκμὰν (fr. 119) ἱστοροῦσιν· ὁ δὲ Ἀμμώνιος προστίθησιν, ὅτι διὰ τοῦτο κρέοντα κέκληκε τὸν Οὐρανὸν, ὅτι πρὶν Κρόνον βασιλεῦσαι οὗτος ἐβασίλευσεν. ἤλλακται δὲ ἡ πτῶσις, ἀντὶ τοῦ τοῦ πολυνεφέλου οὐρανοῦ θύγατερ. βέλτιον δέ φησιν ὁ Δίδυμος ἀκούειν τὸ ὅλον οὕτως· τοῦ πολυνεφέλου κρέοντος οὐρανοῦ θύγατερ, τοῦ Διός. κρέων γὰρ οὐρανοῦ ὁ Ζεὺς, Διὸς δὲ Μοῦσαι.

c. ὁ δὲ νοῦς· κάταρχε δὲ αὐτὴ ὦ Μοῦσά μοι καὶ πάρεχε δόκιμον ὕμνον καὶ κάλλιστον, ὦ τοῦ πολυνεφέλου οὐρανοῦ βασιλέως θύγατερ.

a. ἐγὼ δ᾿ ἐκείνων τέ μιν ὀάροις: ἐκ τῶν νεανίσκων, φησί, τῶν μενόντων παρ᾿ ἐμοὶ τὸν ὕμνον κοινῶς ᾄσομαι· μετ᾿ ᾠδῆς γὰρ καὶ λύρας ἀπηγγέλλοντο οἱ ἐπίνικοι.

b. ὁ δὲ νοῦς· ἐγὼ δὲ ταῖς ἐκείνων τῶν χορευτῶν φωναῖς καὶ ταῖς λύραις κοινῶς τὸν ὕμνον ᾄσομαι.

c. ἐγὼ δ᾿ ἐκείνων: ἐγὼ δὲ ταῖς τῶν χορευτῶν φωναῖς καὶ ταῖς λύραις κοινῶς τὸν ὕμνον ᾄσομαι· μετ᾿ ᾠδῆς γὰρ καὶ λύρας ἀπηγγέλλοντο οἱ ἐπίνικοι.

a. χαρίεντα δ᾿ ἕξει πόνον: ἀμφίπολον πότερον ἡ Αἴγινα τὸν ὕμνον ἕξει τῆς χώρας αὐτῆς ὄντα ἄγαλμα, ἢ τὸν πόνον ἕξει, τουτέστι τὸν ὕμνον. χαρίεντα δὲ ἀντὶ τοῦ ἐπίχαριν.

b. ἢ οὕτως· ἡ Αἴγινα, ἥτις ἐστὶ χώρας ἄγαλμα, ἕξει μοι τὸν ὕμνον ἐπὶ χάριτι.

c. ἄλλως. τὸν δὲ χαρίεντα πόνον τοῦ παγκρατίου διὰ τῶν ὕμνων ἕξει μνημονευόμενον ἡ Αἴγινα ἡ οὖσα ἄγαλμα τῆς περὶ αὐτὴν πάσης χώρας.

d. ἢ χαρίεντα πόνον τὸν ὕμνον ἕξει ἡ Αἴγινα ἡ οὖσα τῆς περὶ αὐτὴν χώρας ἄγαλμα.

Μυρμιδόνες ἵνα πρότεροι ᾤκησαν: περὶ τῶν Μυρμιδόνων Ἡσίοδος μὲν οὕτω φησίν (fr. 76)· ἣ δ᾿ ὑποκυσαμένη τέκεν Αἰακὸν ἰππιοχάρμην. αὐτὰρ ἐπεί ῥ ἥβης πολυηράτου ἵκετο μέτρον, μοῦνος ἐὼν ἤσχαλλε. πατὴρ δ᾿ ἀνδρῶν τε θεῶν τε, ὅσσοι ἔσαν μύρμηκες ἐπηράτου ἔνδοθι νήσου, τοὺς ἄνδρας ποίησε βαθυζώνους τε γυναῖκας. οἳ δή τοι πρῶτον ζεῦξαν νέας ἀμφιελίσσας. Θεογένης (FHG IV 511) δὲ ἐν τῷ περὶ Αἰγίνης οὕτω γράφει· ἄλλοι δέ τινες πιθανώτερον ἐξηγοῦνται περὶ τούτων. ὀλιγανθρωπούσης γὰρ τῆς νήσου φασὶ τοὺς ἐνοικοῦντας αὐτὴν ἐν σπηλαίοις καταγείοις διαιτᾶσθαι, αὐτοὺς παντελῶς ἀκατασκεύους ὄντας, καὶ τοὺς μὲν γινομένους καρποὺς εἰς ταῦτα καταφέρειν, τὴν δὲ ἐκ τούτων ὀρυττομένην γῆν ἐπὶ τὰ γεώργια ἀναφέρειν, οὔσης ἐπιεικῶς ὑπάντρου τε καὶ ὑποπέτρου τῆς νήσου, μάλιστα δὲ τῶν πεδινῶν τόπων αὐτῆς. διόπερ ἀφομοιούντων αὐτοὺς, ὡς εἶδον ταῦτα πράττοντας, τῶν ἔξωθεν ἐρχομένων μύρμηξι, Μυρμιδόνας κληθῆναι. μεθ᾿ ὧν συνοικίσαντα τὸν Αἰακὸν τοὺς ἐκ Πελοποννήσου μεθ᾿ ἑαυτοῦ παραγενομένους, ἐξημερῶσαί τε καὶ νόμους δοῦναι καὶ σύνταξιν πολιτικὴν, ᾗ χρησαμένους αὐτοὺς παντελῶς δοκεῖν ἐκ μυρμήκων γενέσθαι.

ὧν παλαίφατον ἀγοράν: ὧν, τῶν Μυρμιδόνων, τὴν πάλαι πεφατισμένην, τουτέστιν ὑμνουμένην ἀγορὰν καὶ σύνοδον οὐδαμῶς ὕβρισε καὶ ὀνειδισμοῖς ἐμίανεν ὁ Ἀριστοκλείδης, ἀλλὰ τοὐναντίον καὶ προσηύξησεν· ὡς καὶ Ὅμηρος (Ο 11)· ἐπεὶ οὔ μιν ἀφαυρότατος βάλ᾿ Ἀχαιῶν· ἀλλὰ ἰσχυρότατος δηλονότι.

διὰ τὸ σόν, φησί, μέρος, ὦ Μοῦσα, ἢ ὦ Αἴγινα. ὅ ἐστι τοῦ ὕμνου τυχών. κατὰ τὴν ἑαυτοῦ μερίδα καὶ σπουδὴν, ὅσον γε αὐτῷ ἀνῆκε.

a. παγκρατίου στόλῳ: στόλῳ μὲν τῇ στάλσει. εἰσι δὲ οἳ τὸ παγκράτιον ἀπαρχαΐζοντες καὶ τὸν Θησέα φασὶ τῷ Μινωταύρῳ παγκρατιαστικῶς ἀγωνίσασθαι. Ἀριστοτέλης δὲ (fr. 475) Λεύκαρόν φησι τὸν Ἀκαρνᾶνα πρῶτον ἔντεχνον τὸ παγκράτιον ποιῆσαι.

b. ὁ δὲ νοῦς· τῇ τοῦ παγκρατίου ὁ μῇ, τοῦτο γὰρ λέγει στόλῳ, καὶ ὁρμῇ τῇ περισθενεῖ καὶ πανταχόθεν συνεχομένῃ μαλαχθεὶς καὶ γυμνασθεὶς ἱκανῶς. τῶν δὲ ἐπιπόνων πληγῶν καὶ τῶν ἐκ τοῦ παγκρατίου τραυμάτων τῶν κατὰ τὴν μεγάλην Νεμέαν βοήθημα καὶ ἴαμα ὑγιεινὸν φέρει τὴν νίκην.

ἄκος ὑγιηρόν: τὴν νίκην φάρμακον ἔσχε τῶν πληγῶν· οἱ γὰρ νικήσαντες οὐδὲ εἰ τραύματα ἔχουσιν αἰσθάνονται διὰ τὸ ἥδεσθαι.

εἰ δ᾿ ὢν καλὸς ἕρδων τ᾿ ἐοικότα μορφᾷ: εἰ δὲ τὸ εἶδος ὢν καλὸς ἰσορρόποις τοῦ εἴδους σεμνύνεται πράξεσιν ὁ τοῦ Ἀριστοφάνους παῖς Ἀριστοκλείδης, οὐκέτι οἷόν τέ ἐστι περαιτέρω τὴν μὴ πλεομένην θάλασσαν περᾶν, ἀλλ᾿ ἄβατον ὑπὲρ τὰς Ἡρακλείους στήλας τοῖς πλέουσιν.

ὑπὲρ Ἡρακλέος περᾶν: ἀρκείσθω τούτοις τοῖς ἀγαθοῖς καὶ τῷ κάλλει καὶ τῷ νικᾶν, καὶ μὴ ζητείτω ἔτι πλείονα ἀγαθά· ὡς γὰρ οὐ δυνατὸν ὑπερθέσθαι τὰς Ἡρακλείους στήλας, οὕτως οὐδὲ τὴν ἀπὸ τούτου δόξαν.

a. ἥρως θεὸς ἃς ἔθηκεν: ὁ Ἡρακλῆς. διατί δὲ αὐτὸν ἥρωα καὶ θεὸν εἶπε; λέγεται γὰρ ὅτι τῆς Ἑλλάδος προσελθούσης τῷ Ἀπόλλωνι καὶ ἐρωτώσης, ὅπως δεῖ τιμᾶν τὸν Ἡρακλέα μετὰ τὴν ἀποθέωσιν, εἶπεν ὁ θεός· νῦν μὲν ὡς ἥρωα, τῇ δὲ ἐπιούσῃ ὡς θεόν.

b. ὁ δὲ νοῦς ὅλος· ἅστινας στήλας ὁ ἥρως καὶ θεὸς Ἡρακλῆς τῆς τελευταίας ναυτιλίας καὶ τοῦ ἐσχάτου πλοῦ ἔστησε περιφανέστατα σημεῖα. ὡς ἐν παρεκβάσει δὲ λέγει, ὅτι καὶ ἀνεῖλε θαλάσσια θηρία, οἷον τὸ κῆτος. λέγεται γὰρ ὁ Ἡρακλῆς διαπλεῦσαι τὰ δυτικὰ μέρη καὶ Λιβύην καὶ ἔτι περαιτέρω, καὶ θεασάμενος ἄπειρον τὸ πέλαγος ὅρους τοῦ πλοῦ δύο κίονας ἔστησε, τὸν μὲν ἕτερον ἐν Λιβύῃ, τὸν δὲ ἄλλον εἰς τὸ ἕτερον κλίμα.

μάρτυρας κλυτάς: ἀμφίβολον πότερον τῆς ἐσχάτης μάρτυρες ναυτιλίας αἱ στῆλαι, ἢ κατὰ τὸ πληθυντικὸν τὰς ἐσχάτας μάρτυρας ἐμφανιζούσας ἔθηκεν, ὅτι μέχρι αὐτῶν δεῖ πλεῖν. ἔστι δὲ καὶ περισπάσαι τὸ κλυτᾶς, ἵν᾿ ᾖ· τῆς κλυτῆς ναυτιλίας ἐσχάτας μάρτυρας τὰς στήλας ἔθηκεν. αἱ δὲ Ἡράκλειαι στῆλαι καὶ Βριάρεω λέγονται εἶναι, καθά φησι. . . . (Fr. Ep. Gr. ed. Kinkel p. 7)· στῆλαί τ᾿ Αἰγαίωνος ἁλὸς μεδέοντι Γίγαντος.

a. ὑπερόχος ἰδίᾳ τ᾿ ἐρεύνασε: Δωρικῶς ἀντὶ τοῦ ὑπερόχους, οἷον ὑπερέχοντας καὶ μεγίστους. ἡ δὲ ἀπότασις αὐτῷ ἐπὶ τοῦ κήτους τοῦ περὶ τὴν Ἴλιον καὶ τὸν Λαομέδοντα.

b. τὸ δὲ ἰδίᾳ τ᾿ ἐρεύνασεν ἔνιοι γράφουσι διά τ᾿ ἐρεύνασε, διηρεύνησέ τε.

c. ἰδίᾳ: οὐκέτι προστάξαντος Εὐρυσθέως, ἀλλ᾿ ἀφ᾿ ἑαυτοῦ καὶ κατὰ τὸ φιλόπονον αὐτοῦ διηρεύνησεν, ὅθεν ἦν δυνατὸν ἐπανελθεῖν τινας. Καλλίμαχος (fr. 120)· χαῖρε βαρυσκίπων, ἐπιτακτὰ μὲν ἑξάκι δοιά. ἐκ δ᾿ αὐταγρεσίης πολλάκι πολλὰ καμών, τουτέστι τὰ πάραθλα.

a. τενάγη δὲ λέγονται αἱ δίυγροι καὶ παραποτάμιοι ὀφρύες, ἤτοι παρατεταμένη τις καὶ ὑπερέχουσα γῆ οὖσα, ἢ ἀπὸ τοῦ τέγγεσθαι.

b. ἢ νησώδης.

a. καὶ γᾶν φράδασε: ἀντὶ τοῦ φραδητὴν ἐποίησε καὶ δήλην ἕως τίνος ἐστὶ πορευτὴ καὶ ἕως τίνος ἡ θάλασσα πλωτὴ, ἐπιστήσας τὰς στήλας αὐτός.

b. θυμὲ. τίνα πρὸς ἀλλοδαπάν: ἐπιλαμβάνεται ἑαυτοῦ ὡς περαιτέρω ἢ πρ σῆκεν εἰς τοὺς περὶ Ἡρακλέους ἐπαίνους τραπέντος, δέον λέγειν περὶ τῶν προγόνων τοῦ νενικηκότος, Αἰακοῦ καὶ Τελαμῶνος· προσεχέστεροι γὰρ οὗτοι Ἡρακλέους τοῦ ἐπαινουμένου ἕνεκεν Ἀριστοκλείδα· ὁ μὲν γὰρ Αἰγινήτης ἐστὶν ὥσπερ Αἰακός, ὁ δὲ Ἡρακλῆς Θηβαῖος. ἀλληγορεῖ δὲ πρὸς ἄκραν ἀπευθύνειν λέγων τὸν πλοῦν, ἀπὸ τῶν κυβερνητῶν τῶν ἐχομένων ἄλλων ἀκρωτηρίων ἀλλ᾿ οὐ τῶν προκειμένων, δέον εὐθυπλοεῖν κατὰ λιμένα. τουτέστι, μὴ καὶ τὸν νοῦν περιφέρειν ἔξω τοῦ σκοποῦ τοὺς ἐπαίνους ἄγοντα, ἀλλ᾿ ἐπὶ τὸν ἐπαινούμενον τρέπειν. διὸ καὶ ἐποίσει ἐντόπιά τινα καὶ οἰκεῖα· Αἰακῷ σε φημὶ γένει τε Μοῖσαν φέρειν· τὸ ποίημα δεῖν οἶμαι φέρειν, ὦ θυμὲ, Αἰακῷ σε· Αἰγινήτης γὰρ ὅ τε ἐπαινούμενος καὶ ὁ Αἰακός.

c. ἄλλως. ἀποστρέφει τὸν λόγον πρὸς ἑαυτόν· ᾔσθετο γὰρ ἑαυτοῦ παρεκβάντος, καί φησι· τίνα πρὸς ἄκραν ἀλλοτρίαν ἐκπλέεις, ὦ θυμέ; ἀντὶ τοῦ διατί τὰ Ἡρακλέους νῦν διηγῇ θαύματα ἐάσας τὰ τῶν Αἰακιδῶν; λέγε μᾶλλον περὶ Αἰακοῦ καὶ τούτου τοῦ γένους· ἢ τῶν πολέμων· καὶ ἐν τούτοις τὴν Μοῦσαν τὴν σὴν, ἤτοι τὸν ὕμνον φέρε.

a. ἕπεται δὲ λόγῳ δίκας: ἕπεται δὲ τῷ λόγῳ καὶ ἀκόλουθον φαίνεται, ὅστις λόγος τῆς δίκης ἄωτός ἐστι· τί ἕπεται; ὅτι δεῖ τοὺς ἀγαθοὺς πάντας ἐπαινεῖν, ἀλλ᾿ οὐ καλὸν ἐξ ἀλλοτρίων κοσμεῖσθαι. κατ᾿ ἔλλειψιν δὲ εἶπε τὰ πλεῖστα.

b. ἄλλως. τὸ ἐσλός ἀντὶ τοῦ ἐσλούς· οἷον δίκαιόν ἐστι τοὺς ἀγαθοὺς ἐπαινεῖν. τοῦτο δὲ πρὸς τὸν Αἰακὸν, ὅτι δεῖ αὐτὸν ἐπαινεῖν· ἀγαθὸς γὰρ ἦν.

οὐ καλοὶ γὰρ οἱ ἔρωτες, φησίν, οὐδὲ ἀρίστη ἡ ἐπιθυμία, τὸ ἀνδρὶ προσάπτειν καὶ προσφέρειν ἔπαινον ἐξ ἀλλοτρίων ἐγκωμίων καὶ μὴ ἰδίων.

a. οἴκοθεν μάτευε: ἐκ τοῦ ἰδίου τοίνυν γένους ἀνεύρισκε καὶ ἐπιζήτει τὰ ἐγκώμια καὶ μὴ ἀπὸ τοῦ Θηβαίου Ἡρακλέους.

b. οἴκοθεν μάτευε: ἐκ τοῦ ἰδίου γένους ἀνεύρισκε καὶ ἐπιζήτει γλυκύ τι φωνεῖν εἰς τοῦτον ἐγκώμιον, μὴ ἀφ᾿ Ἡρακλέους· οὐχ ὑπ᾿ ἐμοῦ δὲ μόνον ὑμνεῖταί ὁ Πηλεύς, ἀλλ᾿ ἔτι πάλαι ὑμνεῖτο.

a. ποτίφορον δέ: πρόσφορον, οἰκεῖον ἔπαινον ἔλαχες καὶ ἔχεις, ὅπερ δὴ γλυκύτατόν ἐστι λέγειν, τὸ ἀπὸ τῶν ἰδίων καλῶν ἐγκωμιάζεσθαι.

b. ἢ οὕτω· τοῦτο, φησίν, ἔλαβες ἐκ θεῶν, κοσμεῖν τοὺς ἀξίους, ἵν᾿ ᾖ ὡς πρὸς αὑτὸν λέγων. κόσμον δὲ τὸν ἔπαινον.

παλαιαῖσι δ᾿ ἐν ἀρεταῖς γέγαθε Πηλεὺς ἄναξ: ἔτι πάλαι, φησίν, ὑμνεῖται ὁ Πηλεὺς καὶ ὑμνεῖτο, οὐ νεωστὶ οὐδὲ ὑπ᾿ ἐμοῦ μόνον. οὐ γὰρ λέγει, ὅτι νῦν γέγηθεν ὁ Πηλεὺς ὡς νῦν πρῶτον ἐπαινούμενος, ἀλλ᾿ ἔτι πάλαι ὑμνεῖτο.

ὑπέραλλον αἰχμάν: ἀντὶ τοῦ ἐξαίρετον, ἐξέχουσαν καὶ ὑπερβάλλουσαν. ἀναφέρει δὲ ἐπὶ τὰ Ὁμηρικά (T 390)· Πηλιάδα μελίην, τὴν πατρὶ φίλῳ τάμε Χείρων. ἀντιτάττεται δὲ τοῖς Ὁμήρου· ὁ μὲν γὰρ ὑπὸ Χείρωνός φησι τμηθῆναι αὐτὴν καὶ δοθῆναι Πηλεῖ, οὗτος δὲ ὑπὸ Πηλέως φησὶν αὐτὴν τμηθῆναι. δόξει δὲ ὁ Πίνδαρος διὰ τὸν Αἰγινήτην χαρίζεσθαι τῷ Πηλεῖ· οὐ γὰρ μόνος εἷλε τὴν Ἰωλκόν, ἀλλὰ μετὰ Ἰάσονος καὶ τῶν Τυνδαριδῶν, ὡς ἱστορεῖ Φερεκύδης (FHG I 73 M, I 78 J.).

ὃς καὶ Ἰωλκόν: ὃς ὁ Πηλεὺς καὶ τὴν Ἰωλκὸν ἐπόρθησε μόνος πολεμήσας πρὸς Ἄκαστον τὸν Πελίου παῖδα.

ποντίαν Θέτιν κατέμαρψεν: ἀντὶ τοῦ περιεγένετο αὐτῆς τῶν ἐπιβουλῶν· διωκομένη γὰρ ὑπ᾿ αὐτοῦ μετέβαλλε τὰς μορφὰς, δτὲ μὲν εἰς πῦρ, ὁτὲ δὲ εἰς θηρία· ὁ δὲ καρτερήσας περιγέγονε. περὶ δὲ τῆς μεταμορφώσεως αὐτῆς καὶ Σοφοκλῆς φησιν ἐν Τρωΐλῳ (fr. 561)· ἔγημεν ὡς ἔγημεν ἀφθόγγους γάμους, τῇ παντομόρφῳ Θέτιδι συμπλακείς ποτε. καὶ ἐν Ἀχιλλέως ἐρασταῖς (fr. 154)· τίς γάρ με μόχθος οὐκ ἐπεστάτει; λέων δράκων τε, πῦρ, ὕδωρ. ὅτι δὲ τῷ διαφόρῳ τῆς μορφῆς ἡ Θέτις ὑπέκλεπτε τοὺς πρὸς τὸν Πηλέα γάμους, δημώδης ὁ λόγος· ὥσπερ καὶ ὁ Πρωτεὺς τὴν φύσιν ἤμειβεν.

a. ἐγκονητί: ἀντὶ τοῦ ἐνεργῶς. ἡ μεταφορὰ ἀπὸ τῶν ἀθλευόντων.

b. Λαομέδοντα δ᾿ εὐρυσθενὴς Τελαμών: ἀπὸ μὲν τοῦ Λαομέδοντος τὴν πόρθησιν τῆς Ἰλίου σημαίνει, ἀπὸ δὲ τοῦ Ἰόλα, ὃς ἦν Ἰφικλέους υἱός, τὴν Ἡρακλέους στρατηγίαν· τᾷ δὲ Ἡρακλεῖ συγκαθεῖλε Τελαμὼν τὴν Ἴλιον.

c. εὐρυσθενὴς Τελαμὼν Ἰόλα: τῷ Ἡρακλεῖ λέγει ἐκ συσσήμου· Ἰόλας γὰρ Ἡρακλέους ἡνίοχος.

d. ἄλλως. Ἰόλαος Ἡρακλέους ἦν ἡνίοχος· ἐκ συσσήμου οὖν λέγει Ἰόλᾳ, τουτέστι τῷ Ἡρακλεῖ. | φησὶν οὖν, ὅτι καὶ ὁ Τελαμὼν παραστάτης ὢν τοῦ Ἡρακλέους ἅμα τῷ Ἰόλᾳ ἐπόρθησε τὸν Λαομέδοντα.

a. καί ποτε χαλκότοξον Ἀμαζόνων μετ᾿ ἀλκάν: χρόνῳ δέ τινι καὶ ἐπὶ τὰς πολεμικὰς Ἀμαζόνας ἀπιόντι τῷ Ἡρακλεῖ συνηκολούθησε, φησίν, ὅτε πρὸς τὴν Ἱππολύτην διὰ τὸν ζωστῆρα ἦλθεν.

b. ἄλλως. περὶ τοῦ καὶ ἐπὶ τὰς Ἀμαζόνας συστρατεῦσαι . . . . . . (Hesiod. fr. 278) Τελαμὼν ἀκόρητος ἀϋτῆς ἡμετέροις ἑτάροισι φόως πρώτιστος ἔθηκε κτείνας ἀνδρολέτειραν ἀμώμητον Μελανίππην, αὐτοκασιγνήτην χρυσοζώνοιο ἀνάσσης. ἔνιοι δέ φασιν, ὅτι καὶ Πηλεὺς αὐτῷ συνεστράτευσεν, Ἑλλάνικος δὲ πάντας τοὺς ἐν τῇ Ἀργοῖ πλεύσαντας Ἡρακλεῖ συστρατεῦσαί φησιν (FHG I 49 M., I 134 J.)

a. οὐδέ μίν ποτε φόβος ἀνδροδάμας: ὁ τοὺς ἄνδρας δαμάζων φόβος.

b. οὐδέποτε δὲ αὐτοῦ τὴν ἀνδρείαν ἐκ τῶν φρενῶν φόβος τις ἔπαυσεν· οὕτως ἄρα τῇ ἐκ φύσεως εὐδοξίᾳ πᾶς τις ἐπαίρεται καὶ μέγα φρονεῖ. δεῖ οὖν, φησί, καὶ τούτους ἐφ᾿ ἑαυτοῖς μέγα φρονεῖν· ἐκ φύσεως γὰρ ἀγαθοί.

a. ὃς δὲ διδάκτ᾿ ἔχει, ψεφηνὸς ἀνήρ: ἀντὶ τοῦ σκοτεινός· ψέφος γὰρ τὸ σκότος.

b. ὁ δὲ νοῦς· ὅστις δὲ ἐξ ἐπιτηδεύσεως καὶ μαθήσεως ἔχει τὰ καλὰ, σκοτεινός ἐστι καὶ οὐχ ὁμοίως ἐκλάμπων, οὐκ ἀεὶ τὰ αὐτὰ φρονῶν ἀλλ᾿ εὐμαρῶς μεταβαλλόμενος διὰ τὸ σαθρὸν τῆς ἐπιτηδεύσεως ἀφ᾿ ἑτέρων εἰς ἕτερα.

a. οὔποτ᾿ ἀτρεκεῖ: οὐ διαπαντὸς διομαλίζων, ὡς ὁ ἐκ φύσεως τὸ ἀγαθὸν περιπεποιημένος, ἀλλὰ νῦν μὲν ἐπιτυγχάνων, νῦν δὲ οὔ. ὁ γὰρ φυσικὴν μὲν οὐδεμίαν ἔχων ὁρμὴν οὐδὲ εὐφυΐαν, διδακτὰ δὲ πάντα, οὗτος οὐδέποτε ἐφ᾿ ἓν ὁρμήσας συνετέλεσεν, ἀλλ᾿ ἐπὶ πολλὰς ἀρετὰς ἐρχόμενος ἀπογεύεται μόνον.

b. ἢ οὕτως· διομαλίζει, οὐκ ἐπιβαίνει, οὐκ ἐπὶ τὸ αὐτὸ πρᾶγμα ἵσταται. ὁ δὲ Δίδυμος· οὐδέποτε καταβὰς ἐπί τι πρᾶγμα ἐνέμεινεν ἐπ᾿ αὐτοῦ καὶ ἐνεκαρτέρησεν, ἀλλ᾿ εἰς πολλὰ καὶ ἄλλα μετατρέπει.

c. ἄλλως. οὐδέποτε ἀσφαλῶς ἐπέβη τοῖς καλοῖς, καταψευδόμενος τῆς ἐλπίδος πολλῶν ἀρετῶν ἀτελῶς ἅπτεται. ὡς Ὅμηρος (Ν 281)·

ἀλλὰ μετοκλάζει καὶ ἐπ᾿ ἀμφοτέρους πόδας ἵζει.

ξανθὸς δ᾿ Ἀχιλλεύς: ὁ δὲ Ἀχιλλεὺς τὰ μὲν παῖς ὢν ἄθυρεν ἐν τοῖς οἴκοις τῆς Φιλύρας, καὶ ταῦτα δὲ μεγάλα, καὶ συνεχῶς κατειργάζετο ὀξείαις βολαῖσι μάχας, τῶν γενναιοτέρων ζῴων, λεόντων τε καὶ συῶν ἀγρίων πλῆθος ἀναιρῶν. διαπαντὸς δὲ ὁ Πίνδαρος μᾶλλον τὰ ἐκ φύσεως ἀγαθὰ τῶν ἐκ διδασκαλίας παραγινομένων προκρίνει.

a. Φιλύρας ἐν δόμοις: ἐν τοῖς τοῦ Χείρωνος· ἀπὸ τὴς μητρὸς ἀκουστέον.

b. ἢ οὕτως· παρὰ μὲν Ὁμήρῳ μόνον παιδεύεται διδασκόμενος τὴν ἰατρικήν, παρὰ δὲ τοῖς νεωτέροις καὶ τρέφεται παρὰ Χείρωνι.

βραχυσίδαρον ἄκοντα: ἤτοι καθὸ βραχυσίδηρός ἐστιν ἡ ἀκμὴ πρὸς τὸ ξύλον τοῦ δόρατος συγκρινομένη, ἢ ἐπεὶ παῖς ἦν ὁ Ἀχιλλεὺς, ἀνάλογον εἶχε τῇ ἡλικίᾳ βραχυσίδηρον ἄκοντα, τουτέστι παιδικῷ δόρατι ἐχρήσατο.

ἶσόν τ᾿ ἀνέμοισιν: ἀκαταλλήλως ἐξενήνοχεν· ἔδει γὰρ εἰπεῖν, λεόντων ἀγροτέρων μάχας ἐνήργει, ἢ λεόντεσσιν ἀγροτέροισι.

σώματι δὲ παρὰ Κρονίδαν κένταυρον: τῷ δὲ αὑτοῦ σώματι ἐνεργῶν ὁ Ἀχιλλεὺς ἄσθματος πλήρης ἑξέτης ὢν κυνηγῶν θῆρας ἐφόρει παρὰ Κρονίδην κένταυρον, ἤτοι τὸν Κείρωνα· ἐκ Κρόνου γὰρ οὗτος καὶ Φιλύρας, ὡς καὶ Ἀπολλώνιος ἐν τῷ δευτέρῳ (1235) μαρτυρεῖ.

ὅλον δ᾿ ἔπειτ᾿ ἂν χρόνον· τὸν ἐθάμβευν: τουτέστι τὸν ἅπαντα βίον τοῦτο ἐνήργει, καὶ τῶν ἀνδραγαθημάτων αὐτὸν ἐθαύμαζον.

τὸ δὲ ἐθάμβευν ἀντὶ τοῦ τῶν ἀνδραγαθημάτων ἐθαύμαζον αὐτόν.

κτείνοντ᾿ ἐλάφους ἄνευ κυνῶν: τὴν ἰσχὺν καὶ τὴν ταχυτῆτα αὐτοῦ διὰ τούτων παρίστησι· | ποδώκης γὰρ ἦν. ἔτι τε σὺν τῷ μηδὲ κύνας ἔχειν οὐδὲ λίνα περιεπήγνυ, οἷς δολώσει τοὺς θῆρας· οὕτως ἦν ἶσος ἀνέμοις.

a. δολίων θ᾿ ἑρκέων: τῶν λίνων. ἕρκεα γὰρ τὰ λίνα, τὰ περιφράγματα.

b. δολίων δὲ, ὅτι θηρῶντες τοὺς θῆρας τὰ λίνα λάθρα ἱστᾶσιν.

c. ὅτι δὲ ποδώκης ἦν Ἀχιλλεὺς, καὶ Ὅμηρος (Α 58) μαρτυρεῖ λέγων· πόδας ὠκὺς Ἀχιλλεύς.

d. τὴν δὲ ἰσχὺν καὶ τὴν ταχυτῆτα τοῦ Ἀχιλλέως διὰ τούτων παρίστησι· καὶ Ὅμηρος (Α 58) μαρτυρεῖ· πόδας ὠκὺς Ἀχιλλεύς.

λεγόμενον δὲ τοῦτο: δοκεῖ δὲ καὶ τὸν Ἰάσονα ἀναθρέψαι ὁ Χείρων.

ἔπος ἔχω: παρηκολούθηκα οὖν καὶ τοιούτῳ τινὶ λεγομένῳ λόγῳ, ὅτι καὶ τὸν Ἰάσονα ἀνέθρεψεν ὁ Χείρων. | ὅτι δὲ ἐτράφη παρὰ τῷ Χείρωνι ὁ Ἰάσων, Ἡσίοδός φησιν (fr. 19)· Αἴσων, ὃς τέκεθ᾿ υἱὸν Ἰήσονα, ποιμένα λαῶν, ὃν Χείρων ἔθρεψ᾿ ἐνὶ Πηλίῳ ὑλήεντι. ἀλλὰ καὶ ὁ Ἀσκληπιὸς παρὰ Χείρωνι, φησίν, ἐτράφη, ὡς καὶ Σωκράτης ὁ Ἀργεῖός φησι (FHG IV 496).

b. βαθυμῆτα χείρων: οὐκ ἐπιπόλαια βουλευόμενος ἀλλ᾿ ἐν βάθει. ἀντὶ εὐθείας δὲ ὁ συνετώτατος Χείρων, ὡς καὶ παρ᾿ Ὁμήρῳ· ἱππότα Πηλεύς, καὶ νεφεληγερέτα Ζεύς.

a. τὸν φαρμάκων δίδαξε μαλθακόχειρα: τὸν πρᾳοτάτην καὶ ὑγιαστικὴν ἔχοντα τὴν διὰ τῶν χειρῶν ἐπιμέλειαν.

b. νομὸν δὲ τὴν διανέμησιν τῶν φαρμάκων καὶ τὴν ἐμπειρίαν λέγει.

a. νύμφευσε δ᾿ αὖθις: ἐγαμοστόλησε τῷ Πηλεῖ, φησί, τὴν Θέτιν ὁ Χείρων· ὑπεδέξατο γὰρ τοὺς θεοὺς ἐπὶ τὴν δαῖτα.

b. τὸ δὲ αὖθις οὐκ ἐκ δευτέρου, ἀλλὰ μετὰ ταῦτα· ἐναντίον γὰρ, εἰ ὡς πρός τι λαμβάνοιτο.

γόνον τέ οἱ φέρτατον ἀτίταλλε: ἔτρεφε καὶ τὸν Ἀχιλλέα ἐν τοῖς ἁρμοδίοις καὶ προσήκουσι τὴν αὐτοῦ παιδεύων ψυχήν.

a. ὄφρα θαλασσίαις ἀνέμων ῥιπαῖσι πεμφθείς: εἰς ταῦτα ἀτίταλλε τὸν Ἀχιλλέα ὁ Χείρων ἁρμοστὰ αὐτῷ πάντα παρέχων, ἵνα πλεύσας εἶς Ἴλιον ταῖς κατὰ θάλασσαν τῶν ἀνέμων ἐπιπνοαῖς τὴν πολεμικὴν ἀλαλὰν τῶν Λυκίων ὑπομένοι, | καὶ ἵνα ἐμπήξαι τὰς χεῖρας τοῖς Αἰθίοψι καὶ καθίκοιτο τῆς ψυχῆς αὐτῶν διὰ τοῦ πολεμεῖν.

b. ἢ ἐπὶ τῶν αὐτοῦ φρενῶν τοῦ Ἀχιλλέως δεκτέον τὸν λόγον, ἵν᾿ ἑαυτοῦ τὰς χεῖρας πήξαιτο, πεπηγυίας παράσχοι ταῖς φρεσίν, ἵνα ὃ διανοηθῇ ταῖς φρεσίν, ὑπηρετηθῇ διὰ τῶν χειρῶν. ἐνίοτε γὰρ ἐπιθυμοῦμέν τι κατορθῶσιν, καὶ ἀσθενοῦμεν αὐτὸ ποιῆσαι μὴ ὑπηρετούμενοι ταῖς χερσίν. ὁ δὲ Ἀχιλλεὺς ἐτράφη, ἵν᾿ ὅπερ ἄν διανοηθῇ, δυνηθῇ διὰ τῶν χειρῶν κατεργάσασθαι.

c. ἵν᾿ οὖν καθίκοιτο τῶν Αἰθιόπων τὸν βασιλέα Μέμνονα ἀνελών.

ὑπό Τρωΐαν δορίκτυπον: οἱ μὲν [ἁπλῶς] εἰς τὴν μάχην τῶν Λυκίων, οἱ δὲ ἁπλῶς εἰς τὴν Τροίαν ἤκουσαν, ἵνα ἡ ὑπό ἀντὶ τῆς εἴς κέηται· οἱ δὲ ἔξωθεν τὸ χώραν προσυπήκουσαν, ἵν᾿ ᾖ· ὑπὸ Τρῴαν χώραν.

ἐν φρασὶ πάξαιθ᾿: παγίως λογίσαιτο καὶ κρίναι· ἀντὶ τοῦ εἰς πέρας ἄγοι.

ἀνεψιὸς ζαμενής: ἀνεψιὸς τοῦ Ἑλένου ὁ Μέμνων, εἴπερ Τιθωνὸς καὶ Πρίαμος ἀδελφοί εἰσιν, ὧν οὗτοι παῖδες. τὸ δὲ ζα ἐπιτατικόν, ὡς καὶ τὸ ζάθεον, ζαχρηής, ζάπλουτος.

τηλαυγὲς ἄραρε φέγγος Αἰακιδᾶν: τὸ φέγγος καὶ ἡ δόξα τῶν Αἰακιδῶν τηλαυγής ἐστιν αὐτόθεν. ἢ ἐξ ὧν νῦν εἶπον ἔργων ἢ ἐκ τῆς Ἰλίου· ἠρίστευσαν γὰρ ἐπὶ τῆς Ἰλίου οἱ Αἰακίδαι· ἢ καὶ τρίτον ἐπὶ τῆς Αἰγίνης· διὰ τὸ Αἰγινήτας εἶναι ἀναφέρων τὸν ἔπαινον ἐπὶ τὸν ἀθλητὴν ἐκ τῆς Αἰγίνης αὐτόν φησιν ᾑρῆσθαι τὸ κλέος.

a. Ζεῦ, τεὸν γὰρ αἷμα: τεχνικώτατα τῷ Διῒ προσοικειοῖ τὸν νικηφόρον, πρῶτον μὲν ὅτι πρόγονος τῶν Αἰακιδῶν ὁ Ζεύς, δεύτερον δὲ ὅτι τοῦ Νεμεαίου ἀγῶνος ἔφορος ὁ Ζεὺς, καθ᾿ ὃν ὁ Ἀριστοκλείδης ἐνίκησεν. ἀνάκειται δὲ Διῒ καὶ ὁ Νεμεακὸς ἀγών.

b. ἄλλως. πιθανῶς, ἐπεὶ παρεκβέβηκεν ἐπὶ τοὺς Αἰακίδας ὑμνήσας αὐτῶν τὸ κλέος, βούλεται πάλιν ἐπανελθεῖν ἐπὶ τὸν ὕμνον τοῦ ἀθλητοῦ οὐκ ἀπρόσλογον ἀπόσπασμα ποιήσας· ἐκ τοῦ σοῦ γένους ἐστί, φησίν, ἡ ἀρετὴ τῶν Αἰακιδῶν. διὰ τί; σὺ γὰρ ἀρχηγέτης εἶ τοῦ γένους αὐτῶν.

c. τεὸν γὰρ αἷμα, σέο δ᾿ ἀγών: τὰ γὰρ Νέμεα σά ἐστι· Νεμεονίκης δὲ ὁ ὑμνούμενος.

d. ὁ δὲ νοῦς· ὦ Ζεῦ, ἀπὸ σοῦ τηλαυγὲς ἔχουσι τὸ γένος οἱ Αἰακίδαι. | σὺ γὰρ ἀρχηγέτης τοῦ γένους αὐτῶν, σὸς δὲ ὁ ἀγὼν τῶν Νεμέων.

ἐπιχώριον χάρμα κελαδέων· τὸ ἐπιχώριον καὶ ἴδιον αὐτῶν τῶν Αἰγινητῶν χάρμα καὶ ἡδονὴν ἀνυμνῶν τὸν νικηφόρον.

a. βοὰ δὲ νικαφόρῳ: ἡ δὲ βοὴ τῶν ὑμνούντων νέων σὺν τῷ νικηφόρῳ Ἀριστοκλείδᾳ πρέπει, ἀντὶ τοῦ ἐκπρεπὴς ὑπάρχει. ἔν τισι δὲ γράφεται σὺν τῷ ῑ βοᾷ, προσληψόμεθα δὲ ἔξωθεν τὴν σύν πρόθεσιν, ἵν᾿ ᾖ· σὺν βοᾷ νέων ὁ ὕμνος ἐκπρεπής ἐστιν.

b. ἢ οὕτως· ἡ δὲ βοὴ τοῦ ὕμνου συμπρέπει τῷ νικηφόρῳ Ἀριστοκλείδᾳ.

ὃς τάνδε νᾶσον εὐκλεεῖ προσέθηκε λόγῳ: ὃς τὴν Αἴγιναν εὐκλεοῦς λόγου προσθήκην ἐποίησε λαβεῖν δι᾿ ἑαυτοῦ· καὶ γὰρ ἄλλοι ἔμπροσθεν εὔκλειαν αὐτῇ περιεποίησαν, καὶ αὐτὸς δὲ δι᾿ ἑαυτοῦ προσέθηκέ τι εἰς εὔκλειαν αὐτῇ καὶ σεμνότητα.

a. ἔστιν ἐν Αἰγίνῃ Πυθίου Ἀπόλλωνος ἱερὸν, ἐν ᾧ οἱ θεωροὶ διῃτῶντο οἱ τὰ θεῖα φυλάσσοντες· θεωροὶ γὰρ οἷον θεοφύλακες. οἱ δὲ, ὅτι ἐν τοῦ Πυθίου Ἀπόλλωνος ἱερῷ οἶκός ἐστι καλούμενος Θεάριον διὰ τὸ τοὺς ἄρχοντας, οἳ καλοῦνται θεωροὶ, ἐνταῦθα διαιτᾶσθαι.

b. Πυθίου Θεάριον: τόπος ἐν Αἰγίνῃ δημόσιος, ἔνθα τὰ συμπόσια· εἴρηται δὲ ἀπὸ τῶν θεωρῶν τῶν εἰς Ἀπόλλωνα πεμπομένων.

c. συνέζευξεν οὖν, φησί, λόγῳ εὐκλεεῖ καὶ τὸ Θεάριον, καὶ ταῖς ἀγλααῖς καὶ καλαῖς αὐτοῦ μερίμναις.

d. οἱ δὲ, ταῖς ἐμαῖς μερίμναις καὶ τοῖς ἐμοῖς ποιήμασι συνέζευξε τῷ εὐκλεεῖ λόγῳ.

e. ἐν δὲ πείρᾳ τέλος διαφαίνεται: οὐκ ἔστι γνῶναι τὸν ἀνδρεῖον, ἐὰν μὴ ἑτέρῳ συμβάλῃ καὶ περιγένηται. ἐν τῷ πειραθῆναι οὖν ἑκάστῳ τὸ τέλος διαφαίνεται.

f. ἢ οὕτως· ὅστις ἂν ἔξοχος γένηται, τούτου τὸ τέλος ἐν τῇ πείρᾳ ἀποδείκνυται. τοῦτο δὲ ὡς πρὸς τὸν ἐγκωμιαζόμενον, ὅτι οὐκ ἄχρι λόγου τὰ προσόντα αὐτῷ δείκνυσιν.

a. ἐν παλαιτέροισι: προσληπτέον ἔξωθεν παλαιός. λέγει δὲ οὐχ ὅτι γέρων ἦν τὴν ἡλικίαν, οὐδὲ γὰρ παῖς· ἀλλ᾿ ὡς ὁ τραγικός (fr. adesp. 453)· καὶ παιδὶ καὶ γέροντι προσφέρων τρόπους, πάσῃ ὁμιλῆσαι ἡλικίᾳ δυνάμενος καθ᾿ ἕκαστον μέρος τῆς ἡλικίας.

b. οἷον ἔχομεν τὸ βρότειον ἔθνος, οὕτως ἥρμοστο.

a. μέρος ἕκαστον: λείπει τὸ ἐπίσταται. φησὶ δὲ, ὅτι πρὸς πᾶσαν ἡλικίαν ἁρμοδίως προσοικειοῖ ἑαυτόν.

b. ἢ οὕτως· ἐπίσταται ὁ νικηφόρος ἕκαστον μέρος τῶν προλεχθεισῶν ἡλικιῶν, οἷον μέρος ἐλάχομεν τὸ βρότειον ἔθνος.

a. ἐλᾷ δὲ καὶ τέσσαρας ἀρετάς: Ἀρ σταρχος· τρεῖς μὲν τὰς καθ᾿ ἡλικίαν, ἃς προεξηρίθμηται, τὸ ἐν παισὶν εἶναι παῖδα, καὶ τὸ ἐν ἀνδράσιν ἄνδρα, καὶ τὸ ἐν παλαιοτέροις παλαιότερον. καὶ τετάρτην δέ φησιν ἐλᾶν ἀρετὴν τὸν τῶν ἀν θρώπων βίον. τετάρτη οὖν ἐστιν ἀρετὴ αὕτη πρὸς αἷς εἴρηκεν, ὡς δεῖ περὶ τοῦ παρόντος φροντίζειν καὶ μὴ περὶ τῶν ἐσομένων πάντων, ἀλλὰ πρὸς τὸ παρὸν δύνασθαι ἁρμόζεσθαι.

b. ὁ θνητὸς αἰὼν καὶ τετάρτην ἀρετὴν ταύτην φέρει, τὸ καὶ περὶ τοῦ ἐνεστῶτος φροντίζειν· ὧν οὐκ ἄπεστιν ὁ Αριστοκλείδης, ἀλλὰ πρὸς ταῖς τρισί, φησίν, αἷς προκατείληχε, κέκτηται καὶ ταύτην, τουτέστι τοῦ παρόντος φροντίζειν. ἢ ἐν ταὐτῷ ἔχει. ἅπερ οἱ ἄλλοι κατὰ μέρος ἔχομεν.

ἐνέπει: ἀντὶ τοῦ διδάσκει τὸ παρὸν σκοπεῖν καὶ εὖ τίθεσθαι.

a. χαῖρε φίλος· ἐγὼ τόδε τοι πέμπω: ἐπεὶ ἴσως οἱ προπίνοντες ἔλεγον τὸ χαῖρε, ὡς τὸ χαῖρ᾿ Ἀχιλεῦ (I 225).

b. κἀγὼ τόδε τοι πέμπω, φησί, μεμιγμένον μέλι λευκῷ σὺν γάλακτι, τὸν ὕμνον λέγω.

a. μεμιγμένον μέλι λευκῷ γάλακτι: τῇ ὁμοιότητι χρῆται τῇ ἀπὸ τοῦ μέλιτος καὶ γάλακτος καὶ διαφορὰν ἐπὶ τοῦ ποιήματος, καθὸ ἀποδέχεται τὰ φύσει γράφων ποιήματα τῶν ἐκ πόνου· τὸ γὰρ γάλα φύσει παρέπεται ταῖς τικτούσαις, τὸ δὲ μέλι μετὰ πόνου αἱ μέλισσαι ἐργάζονται.

b. ἀλληγορικῶς οὖν τὸν ὕμνον φησὶ, τὸ καλὸν καὶ ἡδύτατον αὐτοῦ ἐπιδεικνύμενος.

κιρναμένα δ᾿ ἔερσ᾿ ἀμφέπει πόμ᾿ ἀοίδιμον: ἡ δρόσος, φησίν, ἡ τοῦ μέλιτος κιρναμένη πρὸς τὸ γάλα ποιεῖ τὸ πόμα ἀοίδιμον, καὶ τὸ ποίημα μιχθὲν αὐλοῖς γίνεται καὶ αὐτὸ θαυμάσιον· οἷον ὡς τὸ γάλα τῷ μέλιτι μιχθὲν χρηστὸν γίνεται, οὕτω καὶ τὸ ποίημα τοῖς αὐλοῖς ἐγκραθὲν προσηνὲς γίνεται.

a. Αἰολίσιν: ἤτοι ὡς τῇ Αἰολίδι ἁρμονίᾳ γεγραμμένων τῶν ποιημάτων, ἢ καθὸ τῷ γένει ἐστὶν Αἰολεὺς ὡς Βοιωτός.

b. ἢ οὕτω· τοῖς Δωρίοις φθόγ οις. Αἰολεὺς γὰρ ἄνωθεν ὁ Πίνδαρος, ὅτι οἱ κατ᾿ αὐτὸν Θηβαῖοι Αἰολέων ἄποικοι τυγχάνουσιν ὡς ἀπὸ Αἰόλου τοῦ Ἀθάμαντος παιδός.

a. ἔστι δ᾿ αἰετὸς ὠκὺς ἐν ποτανοῖς: ὡς μετὰ πολὺν χρόνον τῆς νίκης γεγραμμένου τοῦ ποιήματος· τῆς βραδυτῆτος οὖν ἕνεκεν ἱκανῶς καὶ τὴν εἰκόνα παρείληφεν.

b. ἢ οὕτως· εἰ καὶ ὅλως ὀψέ [φησί,] γέγραπταί μοι τὸ ποίημα, ὅμως ὡς ἀετὸς πόρρωθεν ἐλθὼν ταχέως ἤγρευσέ τι καί συνήρπασεν, οὕτως ἐγὼ τὰ πράγματα ταχέως συνήρπακα καὶ γέγραφα.

κραγέται δὲ κολοιοὶ ταπεινὰ νέμονται: οἱ δὲ ἀντίτεχνοί μου κολοιοῖς ἐοίκασι, κραυγάζοντες μόνον καὶ ταπεινὰ νεμόμενοι, οὐ δύνανται δὲ διαίρεσθαι εἰς ὕψος. δοκεῖ δὲ ταῦτα τείνειν εἰς Βακχυλίδην· ἦν γὰρ ὑφόρασις αὐτοῖς πρὸς ἀλλήλους. παραβάλλει δὲ αὑτὸν μὲν ἀετῷ, κολοιῷ δὲ Βακχυλίδην.

a. τίν γε μὲν εὐθρόνου Κλειοῦς ἐθελοίσας: τῆς Κλειοῦς τῆς Μούσης οὐ λειφθήσεσθαί φησι, τῶν γεγραμμένων ἐπινίκων συλλαμβανομένης αὐτῷ καὶ χάριν τοῦ λήματος τοῦ ἀθλοφόρου.

b. ἐκ τῆς Νεμέας καὶ ἐξ Ἐπιδαύρου καὶ ἀπὸ Μεγάρων.

λήματος: φρονήματος. ἡ δὲ ἀπό κατὰ κοινοῦ· ἀπὸ Νεμέας καὶ ἀπὸ Ἐπιδαυρόθεν λάμπει σου ἡ ἀρετή.

Ἐπιδαυρόθεν τ᾿ ἀπό: φησὶ καὶ ἐν Ἐπιδαύρῳ αὐτὸν νενικηκέναι. | τίθεται δὲ ἐν Ἐπιδαύρῳ ἀγὼν Ἀσκληπιῷ, τῶν Ἀσκληπιαδῶν πρώτων θέντων, μετὰ ταῦτα δὲ Ἀργείων Ἀσκληπιῷ, διὰ πενταετηρίδος· τίθεται δὲ ἐν τῷ ἄλσει τοῦ Ἀσκληπιοῦ, ἄγεται δὲ μετὰ ἐννέα ἡμέρας τῶν Ἰσθμίων. τὰ Μεγαρικὰ δὲ Πύθια ἄγεται εὐθέως ἔαρος ἀρχομένου.

a. δέδορκε φάος: τουτέστι λελάμπρυται ἡ δόξα τοῦ νενικηκότος καὶ ἐν Νεμέᾳ.

b. βουλομένης τῆς Μούσης Κλειοῦς λάμπει σου ἡ ἀρετή. τέλος τοῦ παρόντος ἐπινικίου.

Scholia in Nemeonicarum carmen IV.

Τιμασάρχῳ Αἰγινήτῃ παλαιστῇ.

Τῆς τετάρτης ᾠδῆς ἡ στροφὴ καὶ ἀντίστροφος κώλων ιγ΄. τὸ α΄ δίμετρον ἰαμβικὸν βραχυκατάληκτον. τὸ β΄ δίμετρον ἀντισπαστικὸν βραχυκατάληκτον. τὸ γ΄ ὁμοίως τῷ πρώτῳ. τὸ δ΄ ἐπιωνικὸν δίμετρον ἀκατάληκτον. τὸ ε΄ ὁμοίως τῷ πρώτῳ καὶ τρίτῳ. τὸ ς΄ περίοδος, διπλοῦς τροχαῖος, ἢ Γλυκώνειον. τὸ ζ΄ ἰαμβικὸν πενθημιμερές. τὸ η΄ ἐπιχοριαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ θ΄ ἰωνικὸν ἑφθημιμερές. τὸ ι΄ τροχαϊκὸν ἐπίτριτον, ἢ ἐπιχοριαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ ια΄ ἰαμβικὸν πενθημιμερὲς, ἢ ἰωνικὸν δίμετρον βραχυκατάληκτον, τῆς ἀρχούσης ἀδιαφόρου οὔσης. τὸ ιβ΄ περίοδος ἰαμβικὴ ἀπὸ βακχείου, ἢ Γλυκώνειον λελυμένον. τὸ ιγ΄ ἰωνικὸν τρίμετρον βραχυκατάληκτον.

Ἡ ἐπῳδὸς ὁμοίως κώλων ιγ΄. τὸ α΄ ὅμοιον τῇ στροφῇ καὶ ἀντιστρόφῳ. τὸ β΄, τὸ γ΄, τὸ δ΄, τὸ ε΄, τὸ ς΄, τὸ ζ΄, τὸ η΄, τὸ θ΄, τὸ ι΄, τὸ ια΄, τὸ ιβ΄, τὸ ιγ΄ ὁμοίως τῇ στροφῇ καὶ ἀντιστρόφῳ.

a. Ἄριστος εὐφροσύνα: ὁ λόγος· τῶν πόνων κρίσιν λαβόντων καὶ συντελεσθέντων ἄριστος ἰατρός ἐστιν ἡ εὐφροσύνη.

b. ἄριστος δὲ ἀντὶ τοῦ ἀρίστη· ὅταν πονήσας τις νικήσῃ, ἔχει τὴν εὐφροσύνην ἀρίστην ἰατρόν.

c. ἢ οὕτως· ἡ ἀρίστη εὐφροσύνη τῶν τετελειωμένων καὶ πεπληρωμένων πόνων καὶ σπουδασμάτων ἰατρός ἐστιν.

αἱ δὲ σοφαὶ Μοισᾶν θυγατέρες: αἱ δὲ σοφαὶ θυγατέρες τῶν Μουσῶν, ᾠδαὶ καὶ ἔπαινοι, ἁπτόμεναι αὐτῶν τῶν πόνων διὰ τοῦ θαυμάζειν ἡδονῆς πλείονος καὶ εὐφροσύνης πληροῦσι.

θέλξαν νιν: τὸ νίν Ἀρίσταρχος ἐπὶ τῆς εὐφροσύνης ἀκούει, ὥστε εἶναι τὸν λόγον· αἱ δὲ τῶν Μουσῶν θυγατέρες ᾠδαὶ, τουτέστι τὰ ποήματα, ἁπτόμεναι αὐτὴν, τὴν εὐφροσύνην, ἔθελξαν, τὴν τοῦ ἀνθρώπου ὅταν ἐγκωμιάζηται. ἔστι δὲ ἄκυρον· πῶς γὰρ θέλγεται ἡ εὐφροσύνη, αὐτὴ θέλγουσα τοὺς νενικηκότας, οὐχ ὑπ᾿ ἄλλου θελγομένη; ἄμεινον δέ, φησὶν ὁ Δίδυμος, ἐπὶ τῶν πόνων ἀκούειν τὴν νίν· οἱ γὰρ μεθ᾿ Ὅμηρον οὐκ ἀκριβεύουσι τὴν ἀντωνυμίαν. καθὼς καὶ Εὐριπίδης (Bacch. 32)· τοιγάρ νιν αὐτὰς ἐκ δόμων οἴστρησ᾿ ἐγώ. ὥστε τὸν λόγον εἶναι τοιοῦτον· αἱ ᾠδαὶ ἔθελξαν αὐτοὺς, τοὺς πόνους, ἁπτόμεναι αὐτῶν καὶ μαλάσσουσαι· οἷον θέλγουσι τὴν κακοπάθειαν ὑμνοῦσαι αἱ ᾠδαί.

a. οὐδὲ θερμὸν ὕδωρ τόσσον γε: οὐδ᾿ οὕτω τὰ θερμὰ λουτρὰ μαλάσσει κεκμηκότα τὰ γυῖα καὶ πεπονημένα, ὅσον ἡ εὐλογία ἀνίησιν.

b. ὁ δὲ νοῦς ὅλος· οὐκ ἂν δὲ τοσοῦτον ἀπὸ θερμοῦ ὕδατος καὶ βαλανείου χαλασθείη καὶ μαλαχθείη τὸ σῶμα κεκμηκὸς, ὅσον ὑπὸ ἐπαίνων· ἧς μάλιστα τῆς εὐφημίας πληρουμένης τῇ διὰ τῆς κιθάρας ἡδονῇ.

συνάορος, οἷον συμφερομένη, κοινωνοῦσα.

a. ῥῆμα δ᾿ ἑργμάτων χρονιώτερον βιοτεύει: παντὸς ἔργου χρονιώτερόν ἐστι τὸ ῥῆμα, τουτέστιν ὁ ὕμνος· οἷον τὰ λεγόμενα πάντα ἢ γραφόμενα χρονιώτερά ἐστι τῶν ἔργων τὰ μὲν γὰρ ἔργα τῷ γεγονέναι παρήκει, τὰ δὲ γραφόμενα αἰώνια παραδίδοται. ποῖα δέ; ἃ ἂν μετὰ τῆς ἐκ Χαρίτων τύχης τεχθῇ καὶ προαιρεθῇ ἐκ τῆς γλώττης ἑκάστῳ· ὡς ἐάν γε χωρὶς Χαρίτων γράφηται ὁ ὕμνος, ἀπόλωλε καὶ ἔσβεσται, ἐὰν δὲ μετὰ Χαρίτων, μένει πρὸς αἰῶνα εὔδια. καὶ Καλλίμαχος (fr. 121)· ἔλλατε νῦν, ἐλέγοισι δ᾿ ἐνιψήσασθε λιπώσας χεῖρας ἐμοῖς, ἵνα μοι πολὺ μένουσιν ἔτος.

b. ὁ δὲ νοῦς· ὁ γὰρ διὰ τῶν λόγων ἔπαινος αὐτῶν τῶν καλῶς πεπραγμένων πολλῷ μακρότερον διασῴζεται καὶ μνημονεύεται, ὅσπερ ἂν λόγος μάλιστα καὶ ἔπαινος τετυχηκὼς Χαρίτων λέγηται ἐκ διανοίας συνετῆς.

a. τό μοι θέμεν Κρονίδᾳ τε Διὶ καὶ Νεμέᾳ: ἐμοὶ εἴη ποιῆσαι· τὸ γὰρ εἴη οὕτως ἀναβιβαστέον· εἴη με μετὰ τῶν Χαρίτων γράφειν. τὸ δὲ προηγούμενον τοῦ κώμου προκώμιον εἶπεν, ἐπειδὴ κωμάζουσιν ᾄδοντες τὸ ποίημα· προκώμιον οὖν τὸ πρὸ τοῦ κώμου γραφόμενον. δύναται καὶ οὕτω, φησὶν ὁ Δίδυμος· παντὸς τοῦ ποιουμένου εἰς αὐτὸν ὕμνου τοῦτο τὸ ῥῆμα προκώμιον εἴη, οἷον προοίμιόν τι τοιοῦτον γένοιτο τῶν εἰς αὐτὸν γραφησομένων ὕμνων ὑπ᾿ ἐμοῦ, νικῆσαι καὶ ἄλλους ἀγῶνας· ἵνα τῶν ἑξῆς ἐσομένων ἐπινίκων ὁ νῦν γραφόμενος λέγηται πρὸ τοῦ παντὸς κώμου γεγονώς. δύναται δὲ καὶ οὕτω· τῶν γραφησομένων αὐτῷ ὕμνων ὑπ᾿ ἄλλων ὁ ἐμὸς ἂν εἴη προκώμιον.

b. ἄλλως. ὁ νοῦς· ὅνπερ δὴ λόγον καὶ ἔπαινον γένοιτο νῦν ἐμοὶ θεῖναι καὶ πληρῶσαι προκώμιον τῷ τε Διῒ καὶ αὐτῇ τῇ Νεμέᾳ καὶ τῇ Τιμασάρχου πάλῃ.

ὕμνου προκώμιον: ὕμνου προκώμιον εἶπε διὰ τὸ ὑπὸ χορευτῶν μὲν λέγεσθαι τὸν ὕμνον νεωτέρων τινῶν, πρὸ δὲ τῆς τούτων χορείας καὶ κωμασίας γραφῆναι ὑπὸ τοῦ ποιητοῦ αὐτόν. ὁ δὲ λόγος· γένοιτό μοι ἐπιτυχεῖν πρὸ τοῦ κωμάζειν τοὺς ἐπαίνους γράφοντι.

δέξαιτο δ᾿ Αἰακιδᾶν εὔπυργον ἕδος: ῥῆμα ὃ προείρηκε, ῥῆμα δ᾿ ἑργμάτων χρονιώτερον, τὸ ῥῆμα τοῦτο τὸ εὔπυργον τοῦ Αἰακοῦ ἕδος δέξαιτο, ὡς ἔστι δίκαιον. (20 a.) κοινὸν δὲ φέγγος ἔστι μὲν καὶ τὴν Αἴγιναν ἀκοῦσαι, ἔστι δὲ καὶ τὸ ποίημα, τὸ κοινὸν φέγγος γινόμενον· οὐ γὰρ ἐᾷ ἐν ἀφανεῖ τὰ ἔρ α, ἀλλὰ φωτίζει κοινῶς. (20 b.) ξεναρκεῖ δὲ ὡς ποδαρκεῖ. κοινὸν φέγγος τῆς ξεναρκοῦς δίκης ἡ τῶν Αἰακιδῶν πόλις παραδέξαιτο, ὡς ἔστι δίκαιον ξένους ἀποδέχεσθαι.

a. ἕδος δίκᾳ: δίκης ξεναρκοῦς, τῆς τοῖς ξένοις ἀρκούσης δικαιοσύνης κοινὸς ὢν ὀφθαλμὸς, ὦ Αἴγινα, ἤτοι περιφραστικῶς ἡ δικαιοτάτη.

b. δέξαιτο δὲ τοῦτο τὸ προκώμιον καὶ τοῦτον τὸν ἔπαινον πόλις καλλίστη Αἴγινα, ἥτις διὰ τὴν προσοῦσαν πρὸς πάντας τοὺς ξένους δικαιοσύνην καὶ φιλοξενίαν κοινὸς ὀφθαλμὸς τῶν πάντων τυγχάνει.

a. εἰ δ᾿ ἔτι ζαμενεῖ Τιμόκριτος: τῷ ἄγαν ξηραντικῷ· τὸ γὰρ ζα ἐπιτατικόν ἐστι μόριον ἀεί· τῷ ἰσχυροτάτῳ οὖν φησι. περιφραστικῶς δὲ τοῦτό φησιν· εἰ ἔζη σου ὁ πατὴρ Τιμόκριτος, ὦ Τιμάσαρχε.

b. ἤτοι ὁ ἐν κιθάρᾳ ποικίλος ἢ ὁ μουσικώτατος ἀπὸ μέρους· ἤσκουν γὰρ οἳ ἀρχαῖοι μουσικήν.

c. ὁ δὲ νοῦς ὅλος ἕως Ἡρακλέος ὀλβίαν πρὸς αὐλὰν οὕτως· εἰ δὲ μέχρι τοῦ παρόντος ὁ σὸς πατὴρ Τιμόκριτος ἐν ζῶσιν ἀνεστρέφετο τῇ ἑαυτοῦ μουσικῇ σεμνυνόμενος, συνεχῶς ἂν τούτῳ τῷ μέλει καὶ ταύτῃ τῇ ᾠδῇ προσκλίνας ἂν ἑαυτὸν καὶ προσαγαγὼν ἀνευφήμησε καὶ ἀνεβάλετο τὴν γεγενημένην νίκην τὴν ἀπὸ τοῦ Κλεωναίου ἀγῶνος τοῦ πέμψαντος πλῆθος καὶ ὁρμαθὸν στεφάνων· | λέγει δὲ τοῦ Νεμεακοῦ, Κλεωναῖοι γὰρ αὐτὸν διέθηκαν· | καὶ τὴν ἀπὸ τῶν πλουσίων Ἀθηνῶν καὶ ἐνδόξων νίκην, καὶ τὴν ἐν ταῖς Θήβαις τῶν Ἰολαείων καλουμένων· διότι δὴ παρὰ τὸν τοῦ Ἀμφιτρύωνος τάφον οἱ Θηβαῖοι σὺν πολλῇ προθυμίᾳ καὶ βουλήσει τοῖς τῶν στεφάνων ἄνθεσιν ἐκόσμουν εὶς χάριν καὶ τιμὴν τῆς Αἰγίνης· Αἴγινα γὰρ καὶ Θήβη ἀδελφαὶ, ἐξ ὧν αἱ πόλεις ὠνομάσθησαν. προσφιλὴς γὰρ ὢν ἅτε Αἰγινήτης, καὶ πρὸς φίλους ἥκων τοὺς Θηβαίους ἅτε δὴ καὶ τὸ εὔξενον ἄστυ καταλαβόντας, ἠδυνήθη κατ᾿ εὐχὴν θεάσασθαι τὴν τοῦ Ἡρακλέους αὐλὴν, ἤτοι τὰς Θήβας.

εὐωνύμων ἀπ᾿ Ἀθανᾶν: ἐνδόξων, ὀνομαστῶν. ἄδηλον δὲ ποῖον ἀγῶνα ἐνίκησε· πολλοὶ γὰρ τελοῦνται, Παναθήναια καὶ ἄλλοι. εἶτα ἐπάγει· | Θήβαις τ᾿ ἐν ἑπταπύλοις, ὡς καὶ ἐν Θήβαις αὐτοῦ νικήσαντος. ἦν δὲ καταλληλότερον εἰπεῖν Θηβῶν, ἵν᾿ ᾖ· καὶ ἀπὸ Θηβῶν ἔπεμψας αὐτῷ στέφανον. διατί; ὅτι παρὰ τὸν τοῦ Ἀμφιτρύωνος τύμβον οἱ Θηβαῖοι οὐκ ἄκοντές σε τοῖς ἄνθεσιν ἐμίγνυον, τουτέστιν ἐστεφάνουν, χαίροντες διὰ τὸ συγγενεῖς εἶναι Θηβαίους Αἰγινητῶν. Θήβη γὰρ καὶ Αἴγινα Ἀσωπίδες, καί φασι Θηβαίοις πολεμοῦσιν Ἀθηναίοις ἐκπεσεῖν λόγιον, τοὺς συγγενεῖς ἑλέσθαι συμμάχους, δι᾿ οὗ τοὺς Αἰγινήτας δηλοῖ.

οὕνεκεν Ἀμφιτρύωνος: ἀντὶ πατρωνυμικοῦ τοῦ Ἀμφιτρυωνίδου· οὐ γὰρ Ἀμφιτρύωνι ἄγεται ὁ ἀγών. ὡς δὲ Ὅμηρος λέγει Ὑπερίονος Ἠελίοιο, ἀντὶ τοῦ Ὑπεριονίδου· καὶ Εὐριπίδης (fr. 70)· ὃς Οἰδίπουν ἀπώλεσ᾿, Οἰδίπους δ᾿ ἐμέ, χρυσοῦν ἐνεγκὼν ὅρμον εἰς Ἄργους πόλιν. οὐ γὰρ ὁ Οἰδίπους ἤνεγκε χρυσοῦν ὅρμον εἰς Ἄργος, ἀλλ᾿ ὁ Πολυνείκης, καὶ ἔδωκεν Ἐριφύλῃ· ἔστιν οὖν, Οἰδιποδιονίδης δ᾿ ἐμὲ, ὁ Πολυνείκης· οὕτω καὶ τοῦτο οὕνεκεν Ἀμφιτρυωνίδου· Ἰόλαον γὰρ εἶπεν· οὗτος γὰρ Ἰφικλέους, ὁ δὲ Ἀμφι τρύωνος· διὸ καὶ τὸ ἐν Θήβαις γυμνάσιον ἀπ᾿ αὐτοῦ Ἰολάειον καλεῖται καὶ ὁ ἀγὼν Ἰολάεια. Δίδυμος δέ φησιν οὐκ ἄγεσθαι Ἰολάεια ἐν Θήβαις ἀγῶνα γυμνικόν, αὐτὸ δὲ μόνον τὸ στάδιον καὶ γυμνάσιον εἶναι Ἰολάειον, καθὼς ὁ περὶ ἀγώνων ἀναγραψάμενος οὐκ Ἰολάειά φησιν ἄγεσθαι ἀλλ᾿ Ἡράκλεια. τὸν ἀγῶνα οὖν τῶν Ἡρακλείων φησὶν ἐν τῷ τοῦ Ἰολάου γυμνασίῳ διακεῖσθαι παρὰ τὸ τοῦ Ἀμφιτρύωνος μνῆμα, ἔνθα φασὶ καὶ τὸν Ἰόλαον κεκενοταφῆσθαι· τὸ γὰρ κατ᾿ ἀλήθειαν αὐτοῦ μνῆμα ἐν Σαρδοῖ εἶναι.

a. Αἰγίνας ἕκατι: τῆς ἡρωΐδος Αἰγίνης γυναικὸς χάριν, διὰ τὸ συγγενές. Θήβη γὰρ καὶ Αἴγινα ἀδελφαὶ θυγατέρες Ἀσωποῦ τοῦ ποταμοῦ, ἀφ᾿ ὧν καὶ αἱ προσηγορίαι τῶν πόλεων.

b. φίλοισι γὰρ φίλος: πρὸς φίλους φίλος ἦλθε, πρὸς Θηβαίους Αἰγινήτης ὤν. (37.) ξένιον δὲ ἄστυ ἤτοι τὸ εὔξενον, ὡς τὸ κληϊσταὶ δ᾿ ἔπεσαν σανίδες (β 344) ἀντὶ τοῦ εὔκλειστοι, καὶ τειχιόεσσα (Β 559) ἀντὶ τοῦ εὐτειχής· ἢ ξένιον ἄστυ ταῖς Θήβαις ἡ Αἴγινα, διότι Πηλεὺς καὶ Τελαμὼν Αἰγινῆται ὄντες, ὅτε ἔμελλε στρατεύειν εἰς Ἴλιον Ἡρακλῆς, ἐπεξενώθησαν αὐτῷ· διὸ ἐποίσει, ξὺν ᾧ ποτε Τρωΐαν.

ξὺν ᾧ ποτε Τρωΐαν: ὁ νοῦς· σὺν ᾧ Ἡρακλεῖ ἐν τοῖς ἀνωτέρω χρόνοις ὁ γενναῖος Τελαμὼν ἐπόρθησε τὴν Τροίαν, ἐπόρθησε δὲ σὺν αὐτῷ καὶ τοὺς νῦν μὲν Κῴους λεγομένους νησιώτας, τότε δὲ Μέροπας, ἔτι γε μὴν ἐπόρθησε καὶ τὸν μέγιστον καὶ ἐκπληκτικώτατον τῶν Γιγάντων Ἀλκυονέα.

a. καὶ Μέροπας: τοὺς Κῴους· δοκοῦσι γὰρ εἶναι γηγενεῖς· ἀπὸ Μέροπος δὲ Μέροπες οὕτως γράφεται.

b. ὅτι δὲ Ἡρακλῆς ἐπόρθησε τὴν Κῶ ἀπὸ τῆς Ἀσίας κατιὼν, καὶ Ὅμηρος μαρτυρεῖ (Ξ 255, Ο 28)· καί μιν ἔπειτα Κόωνδ᾿ εὖ ναιομένην ἀπένεικας. ἔλαβε δὲ καὶ Χαλκιόπην ἐξαίρετον τὴν Εὐρυπύλου τοῦ βασιλέως θυγατέρα, ἀφ᾿ ἧς ἔσχεν υἱὸν Θεσσαλὸν, οὗ παῖδες Φείδιππος καὶ Ἄντιφος ἐν Ἰλίῳ στρατεύσαντες.

c. λέγεται δὲ πεπορθηκέναι διὰ τοὺς Χαλκιόπης ἔρωτας τῆς θυγατρὸς Εὐρυπύλου τοῦ βασιλέως τὴν Κῶ.

a. ἔκπαγλον Ἀλκυονῆ: ἀντὶ τοῦ Ἀλκυονέα· κατὰ συναίρεσιν δὲ γέγονεν, ὡς καὶ τὸ Τυδέα Τυδῆ· Ὅμηρος (Δ 384) ἐνταῦθ᾿ ἀγγελίην ἐπὶ Τυδῆ στεῖλαν Ἀχαιοί.

b. καὶ τὸν μέγαν πολεμιστὴν ἔκπαγλον Ἀλκυονῆ: οὗτος ὁ Ἀλκυονεὺς εἷς τῶν Γιγάντων λέγεται περὶ τὸν Ἰσθμὸν τῆς Κορίνθου συμβεβληκέανι Ἡρακλεῖ, οὗτος δὲ εἷς ἦν τῶν Γιγάντων, οὗ τὰς βοῦς Ἡρακλῆς ἐξ Ἐρυθείας παρήλαυνε· καὶ τῆς μάχης αὕτη αἰτία ἐγένετο τῇ βουλῇ τοῦ Διός· πολέμιος γὰρ ἦν τοῖς Γίγασιν.

c. οὐ πρότερον οὖν ἀνεῖλε τὸν Ἀλκυονέα Ἡρακλῆς, πρὶν τὰ ἅρματα αὐτοῦ ὑπὸ τοῦ Ἀλκυονέως βληθῆναι.

d. ἄλλως. οὗτος ὁ Ἀλκυονεὺς εἷς τῶν Γιγάντων λέγεται περὶ τὸν Ἰσθμὸν τῆς Κορίνθου συμβεβληκέναι Ἡρακλεῖ, | καὶ μετὰ τὸ συντρίψαι αὐτοῦ δώδεκα ἅρματα καὶ εἰκοσιτέσσαρας ἄνδρας λίθῳ μεγίστῳ, τὸ τελευταῖον κατ᾿ αὐτοῦ τὸν λίθον ἔρριψεν, ὅντινα τῷ ῥοπάλῳ ἀποσεισάμενος οὕτως ἀπέκτεινε τὸν Ἀλκυονέα, καί φασι κεῖσθαι τὸν λίθον ἐν τῷ Ἰσθμῷ. λέγεται δὲ τότε συμπαρεῖναι τῷ Ἡρακλεῖ καὶ τὸν Τελαμῶνα.

e. οὐ πρὶν ἤ γε τετραορίας δώδεκα, ὅ ἐστι τεθρίππους ἀνεῖλεν ὁ Ἀλκυονεύς. οὐ πρότερον δέ, φησίν, ἀπέκτεινεν Ἡρακλῆς, πρὶν ἢ ἀπέκτεινεν ὁ Ἀλκυονεὺς δώδεκα ἅρματα καὶ εἰκοσιτέσσαρας ἄνδρας τοῦ Ἡρακλέους.

a. ἀπειρομάχας ἐών κε φανείη λόγον ὁ μὴ ξυνιείς: ἐπεὶ ῥητῶς οὐκ ἐξήγγειλεν ὁ Πίνδαρος ὅτι ἐνικᾶτο ὁ Ἡρακλῆς, ἀλλ᾿ ἀμφιβόλως αὐτὸ παρεδήλωσεν, ὁ μὴ συνιεὶς τοῦτο ὃ λέγω, φησίν, ὅτι ἐλείφθη ὁ Ἡρακλῆς, ἄπειρος μάχης ἂν εἴη οὗτος.

b. ἄλλως. τὸν λόγον τοῦτον ὁ μὴ διαλογιζόμενος καὶ νοῶν ὀφθείη ἂν ἄπειρος μάχης, ὡς μὴ συνιεὶς τὴν τύχην καὶ τὸν ἐξ αὐτῆς λόγον.

a. ἐπεὶ ῥέζοντά τι καὶ παθεῖν ἔοικε: παρὰ τὸ Ὁμηρικόν (Σ 309)· ξυνὸς Ἐνυάλιος καί τε κτανέοντα κατέκτα.

b. ὁ δὲ νοῦς· ἔπαθεν ὁ Ἡρακλῆς ἀποβαλὼν τοὺς ἑταίρους. παρὰ τοῦτο ὁ τραγικός (Soph. fr. 209)· τὸν δρῶντά πού τι καὶ παθεῖν ὀφείλεται. εἴη δ᾿ ἂν ἀπὸ ταύτης τῆς ὁμοιώσεως τῆς περὶ τὸν Ἡρακλέα ἐλάττωμά τι γεγονὸς περὶ τὸν ἀθλητὴν ἐν ἀρχῇ· οὕτω γὰρ τὸν ὅμοιον λόγον ἕξει ἡ παραβολή. ὡς γὰρ ὁ Ἡρακλῆς ἐπὶ μὲν τῆς ἀρχῆς ἐλείπετο, ὕστερον δὲ ἐνίκησεν, οὕτω καὶ ὁ ἀθλητής. ὥστε εἰκὸς εἶναι αὐτὸν πεπτωκέναι ἢ ἄλλο τι τοιοῦτον ὑπομεῖναι.

a. τὰ μακρὰ δ᾿ ἐξενέπειν ἐρύκει με τεθμός: Ἀρίσταρχος· εἰς νουμηνίαν ἐπιοῦσαν ὑποκείμενόν ἐστιν αὐτῷ ἀποδοῦναι τὸν ἐπίνικον. πάντα γάρ, φησί, τὰ περὶ τὸν Ἡρακλέα καὶ Ἀλκυονέα μακρῶς διελθεῖν κωλύομαι . . . . . . . ἐξειπεῖν ἐρύκει με καὶ κωλύει με ὁ τεθμός· ποῖος δὲ τεθμός; ὁ νόμος τοῦ ἐγκωμίου. ὁ νόμος οὖν τοῦ ἐγκωμίου, φησί, κωλύει με μακραῖς παρεκβάσεσι χρῆσθαι.

b. ὁ δὲ Ἀμμώνιος ὡμολογηκέναι φησὶ τὸν Πίνδαρον ἐν χρόνῳ τινὶ ἀποδώσειν τὸν ἐπίνικον· ὁ νόμος οὖν οὗτος, ὃν διεστησάμεθα ἐγώ τε καὶ οἱ τοῦ ἀθλητοῦ περὶ τῆς ἡμέρας, ᾗ ἀποδώσω, κωλύει με μακρὰ γράφειν· οὐ γὰρ φθάσω. διὸ ἐποίσει· Ὧραί τ᾿ ἐπειγόμεναι, τουτέστιν ἐπείγουσί με αἱ Ὧραι.

c. ὁ δὲ νοῦς οὕτω· τὰ πολλὰ δὲ καὶ μακρῶν δεόμενα λόγων διηγεῖσθαι κωλύομαι ὑπό τε τοῦ καιροῦ κατεπείγοντος καὶ ὑπὸ τοῦ εἰωθότος θεσμοῦ· νενόμισται γὰρ τὰ τοιαῦτα διὰ συντόμων λέγεσθαι.

a. ἴυγγι δ᾿ ἕλκομαι ἦτορ: ἴυγξ εἶδος ὀρνέου ἐρωτικοῦ. πόθεν δὲ ἡ ἴυγξ; οἱ μέν φασιν Ἠχοῦς, οἱ δὲ Πειθοῦς γεγενῆσθαι θυγατέρα, ἥτις φαρμάσσουσα τὸν Δία εἰς τὸν Ἰοῦς πόθον κατὰ χόλον Ἥρας εἰς ὄρνεον μετεβλήθη, ᾧ κέχρηνται αἱ τὰ ἐρωτικὰ σκευάζουσαι γυναῖκες. ἐκ τούτου δὲ καὶ τὸ ποθεινὸν ἴυγξ καλεῖται. ἴυγγι οὖν τῇ ἐπιθυμίᾳ φησίν.

b. ἄλλως. ὡς ἀπὸ φαρμάκου, φησί, καὶ ἴυγγος τὴν ψυχὴν ἕλκομαι τῇ ἐπιθυμίᾳ, ᾗ ὑπεσχόμην ἐπιδείξασθαι τόν ἐπίνικον συντελέσας. διὸ τὰ περὶ τὸν Ἡρακλέα λέγειν κωλύομαι, σπεύδων τελειῶσαι τὸν ὕμνον εἰς ὃν ὡμολόγησα χρόνον.

a. ἔμπα καί περ ἔχει βαθεῖα ποντιὰς ἅλμα: ὅμως εἰ καὶ κινδυνεύω τελειῶσαι τὸ ποίημα, τηρήσω γε τὴν ὑπόσχεσιν, ὥσπερ καὶ ἡμεῖς λέγομεν· εἰ καὶ ἐμβέβηκα εἰς μέσον πέλαγος.

b. ἢ οὕτως, τῆς ἀναφορᾶς γινομένης περὶ τὸν Ἡρακλέα· καὶ εἰ τὸ μέσον ἔχω τῆς ἱστορίας καὶ μεσοπορῶ κατὰ τὴν διήγησιν, ὅμως ἀνθέξομαι, καὶ οὐκέτι τὰ λοιπὰ ἐπ᾿ ἴσης συνάψω διὰ τὴν νουμηνίαν.

c. ἄλλως. ὅμως οὖν, εἰ καὶ πολὺ τὸ μέσον ἔχει διάστημα ἡ τῆς Αἰγίνης θάλασσα πρὸς τὰς Θήβας, ἐπείγου καὶ ἀντίτεινε ταῖς τῶν ἐχθρῶν ἐπιβουλαῖς.

a. ὁ δὲ λόγος· ὡς πρὸς ἑαυτὸν φιλονεικεῖ. ἐναντιοῦ τῷ φθόνῳ, ὅ ἐστιν ἀπόδος τὸν ἐπίνικον τῇ ὡρισμένῃ ἡμέρᾳ.

b. ἀντίτεινε ἐπιβουλίαις: πρὸς ἑαυτὸν [γὰρ] τοῦτο λέγει ὁ Πίνδαρος· ἀντίτεινε τοῖς ἐπιβουλεύουσιν, οἷον, μὴ ὕπεικε τοῖς ἀντιτέχνοις καὶ ἐπισιλλαίνουσί σε, | μὴ δίδου λαβὰς ὅτι παρεκβέβηκας· τῇ ἐπιβουλῇ αὐτῶν ἀντίτεινε. σφόδρα γὰρ τῶν πολεμούντων ἡμᾶς ἀντιδιδασκάλων καὶ ἀντιτέχνων φανησόμεθα καταβαίνοντες καὶ διοδεύοντες λαμπρῶς, ἐὰν μὴ παρεκβαίνωμεν. δοκεῖ δὲ ταῦτα τείνειν εἰς Σιμωνίδην, ἐπεὶ ἐκεῖνος παρεκβάσεσι χρῆσθαι εἴωθε.

c. καθυπέρτεροι οὖν ἐκείνων φανησόμεθα· ἐὰν μὴ ἐπιμένωμεν ταῖς παρεκβάσεσι, σφόδρα δόξομεν τῶν ἀντιπολεμούντων ὑπερέχοντες καταβαίνειν.

a. φθονερὰ δ᾿ ἄλλος ἀνήρ: ἄλλος ἀνὴρ ὁ βάσκανος.

b. ἄλλος ἐχθρὸς τὴν ἑαυτοῦ προαίρεσιν τὴν κενὴν καὶ ματαίαν ἀφανῆ ἕξει. |

c. ἄλλος ὁ ἐχθρός.

d. ὁ δὲ νοῦς· οὗτος γὰρ ἂν ὁ τὸν φθόνον ἐν ὀφθαλμοῖς ἔχων ἐχθρὸς τὴν ἑαυτοῦ προαίρεσιν καὶ τὴν ἐπ᾿ ἐμοὶ προσδοκίαν κενὴν καὶ ματαίαν ἔχων καὶ τὸν σκοπὸν χαμαὶ καὶ ἀσκόπως ἐνεχθέντα, ἐν τῷ τῆς ἀδοξίας καὶ λύπης κυλισθήσεται σκότῳ ὁ βάσκανος.

e. ἄλλως. εἴτις φθονεῖ ἡμῖν, φησί, τὴν ἑαυτοῦ γνώμην ἐν σκότει κυλίσει· τουτέστιν οὐδὲν ἀνύσει φθονῶν ἐμοί, ἀλλ᾿ ἐναποκρυβήσεται τῷ σκότῳ καὶ ζόφῳ, κυλισθήσεται αὐτὸς ἐν σκοτίᾳ φθονῶν ἐμοί.

a. ἐμοὶ δ᾿ ὁποίαν ἀρετὰν ἔδωκε πότμος ἄναξ: ἐμοὶ δέ, φησίν, ἣν ἔδωκε τάξιν ὁ θεὸς καὶ ἡ εἱμαρμένη, ταύτην πεπίστευκα ὅτι καὶ ὁ μακρὸς διαθέων χρόνος πληρώσει εὔμοιρον καὶ καλήν.

b. ἢ οὕτως· ἣν δὲ ἔχω παρὰ θεοῦ δύναμιν ποιητικὴν, εὖ οἶδ᾿ ὅτι κατὰ τὴν πεπρωμένην ὁ χρόνος τελειώσει καὶ ἐκλάμψει.

ἐξύφαινε γλυκεῖα καὶ τόδ᾿ αὐτίκα φόρμιγξ: ἐργάζου δὲ οὖν καὶ πλήρου τοῦτο τὸ ποικίλον μέλος, ὦ γλυκυτάτη φόρμιγξ, σὺν τῇ Λυδίων ἁρμονίᾳ, ὅπερ ἐστὶ προσφιλέστατον τῇ τε Αἰγίνῃ καὶ τῇ Κύπρῳ. Οἰνώνη δὲ τὸ πρότερον ἐκαλεῖτο ἡ Αἴγινα ἀπὸ Οἰνώνης τινός.

ἔνθα Τεῦκρος ὑπάρχει: ὁ νοῦς· ἔνθα δὴ καὶ ἐν ᾖ Κύπρῳ ὁ τοῦ Τελαμῶνος παῖς ἡγεμονεύει. ὁ γὰρ Τεῦκρος ἐλθὼν μετὰ τὴν ἅλωσιν τῆς Ἰλίου ἐν Σαλαμῖνι, καὶ ὑπονοηθεὶς ὑπὸ τοῦ Τελαμῶνος ὡς αἴτιος γεγονὼς τοῦ φόνου τοῦ Αἴαντος, φυγὼν ᾤκησε τὴν Κύπρον καὶ ἔσχεν αὐτῆς τὴν ἀρχὴν, | ὡς καὶ Λυκόφρων (450) ἱστορεῖ.

ἀτὰρ Αἴας: ὅ γε μὴν Αἴας κατέχει τὴν πατρῴαν Σαλαμῖνα· λόγῳ, ἐπεὶ πατρὶς αὐτοῦ ἡ Σαλαμίς· ἐν Ἰλίῳ δὲ τελευτᾷ.

a. ἐν δ᾿ Εὐξείνῳ πελάγει: πᾶν τὸ γένος τῶν Αἰγινητῶν ὑμνεῖ, ὅτι πολλῶν τόπων ἐπῆρξεν. ἔστι δέ τις ἐπὶ τοῦ Εὐξείνου πόντου καλουμένη Λευκὴ νῆσος, εἰς ἣν δοκεῖ τὸ Ἀχιλλέως σῶμα ὑπὸ Θέτιδος μετακεκομίσθαι· καὶ δρόμους τινὰς δεικνύουσι διὰ τὰ τοῦ ἥρωος γυμνάσια. ὁ δὲ Πίνδαρος φαεννὰν νῆσον τὴν Λευκήν· μεταληπτικῶς δέ φησι· φαεινὸν γὰρ τὸ λευκόν ἐστιν. Λευκὴ δὲ καλεῖται διὰ τὸ πλῆθος τῶν ἐννεοσσευόντων ὀρνέων [ἤτοι ἐρωδιῶν]· φαντασίαν γὰρ τοιαύτην τοῖς πλέουσι παρέχει.

b. ἄλλως. τὴν λεγομένην Λευκὴν ἀκτὴν ἐν τῷ Εὐξείνῳ πόντῳ, ἐν ᾗ πλεῖστοι ἐρωδιοὶ φαινόμενοι ἐκεῖθεν τοῖς πλέουσι μηνύουσιν αὐτήν. αὕτη καλεῖται καὶ Ἀχίλλειος δρόμος, ἐπειδὴ μνηστευομένου τοῦ Ἀχιλλέως τὴν Ἰφιγένειαν ἀχθεῖσάν τε διὰ τὴν αὐτοῦ πρόφασιν εἰς Αὐλίδα, γενομένης ἀπλοίας τοῖς Ἕλλησιν εἰς Ἴλιον ἠθέλησαν σφαγιάσαι ὑπὲρ εὐπλοίας, καὶ τῆς Ἀρτέμιδος αὐτὴν ἁρπασάσης καὶ ἐπὶ Ταύρους τῆς Σκυθίας τόπον ἀγαγούσης ἐπεδίωκεν ἐρῶν ὁ Ἀχιλλεὺς, καὶ συνηκολούθησε μέχρι ταύτης τῆς νήσου τῆς λεγομένης Λευκῆς. 81 b BD

a. Θέτις δὲ κρατεῖ: ἡ δὲ Θέτις ἄρχει καὶ δεσποτεύει τῆς Φθίας, ἔνθα ἐστὶ καὶ τὸ Θετίδειον ἱερὸν, ὡς καὶ Εὐριπίδης ἐν Ἀνδρομάχῃ (19).

b. ἄλλως. Φύλαρχός φησι (FHG I 357) Θέτιν πρὸς Ἥφαιστον ἐλθεῖν εἰς τὸν Ὄλυμπον, ὅπως Ἀχιλλεῖ ὅπλα κατασκευάσῃ· τὸν δὲ ποιῆσαι· ἐρωτικῶς δὲ ἔχοντα τῆς Θέτιδος, οὐ φάναι ἄν δώσειν αὐτῇ, εἰ μὴ αὐτῷ προσομιλήσαι· τὴν δὲ αὐτῷ ὑποσχέσθαι· θέλειν μέντοι ὁπλίζεσθαι, ὅπως ἴδοι, εἰ ἁρμόξει ἅ πεποιήκει ὅπλα τῷ Ἀχιλλεῖ· ἴσην γὰρ αὑτὴν ἐκείνῳ εἶναι. τοῦ δὲ παραχωρήσαντος ὁπλισαμένην τὴν Θέτιν φυγεῖν· τὸν δὲ οὐ δυνάμενον καταλαβεῖν σφῦραν λαβεῖν καὶ πατάξαι εἰς τὸ σφυρὸν καὶ ἰαθῆναι ἐν τῇ πόλει ταὑτῃ τῇ ἀπ᾿ αὐτῆς Θετιδείῳ καλουμένῃ.

c. ἢ οὕτως· ἀντὶ τοῦ ἐν Φθίᾳ νῦν· ἔοικε δὲ ὁ Πίνδαρος μνημονεύειν τοῦ Θετιδείου, περὶ οὗ ἐν πρώτῳ Φερεκύδης οὕτω γράφει (FHG I 72 M., I 59 J.)· ἔπειτα Πηλεὺς ᾤχετο εἰς Φθίαν [καὶ] Θέτιν ἐπὶ τῶν ἵππων τούτων ἄγων, καὶ οἰκεῖ ἐν Φαρσάλῳ καὶ ἐν Θετιδείῳ, ὃ καλεῖται ἀπὸ τῆς Θέτιδος ἡ πόλις.

a. Νεοπτόλεμος δ᾿ Ἀπείρῳ διαπρυσίᾳ: ὁ δὲ Ἀχιλλέως παῖς Νεοπτόλεμος ἄρχει τῆς πολλῆς Ἠπείρου, ἐν ᾗ ἔξοχοι πρῶνες καὶ πρὸς τροφὴν βοῶν ἐξαίρετοι τυγχάνουσιν, ἐκ Δωδώνης τὴν ἀρχὴν ἔχοντες καὶ περατούμενοι πρὸς τῷ Ἰονίῳ πελάγει. λέγεται δὲ ὅτι μετὰ τὰ ἐν Ἰλίῳ ταύτης τῆς Ἠπείρου ἦρξεν ὁ Νεοπτόλεμος.

b. τὸ δὲ διαπρυσίᾳ ἀντὶ τοῦ διηνεκεῖ, οἷον ἀπ᾿ ἀρχῆς μέχρι πέρατος, οὐ μέρους τῆς Ἠπείρου ἀλλ᾿ ὅλης· | Ἀπείρῳ γὰρ ἀντὶ τοῦ Ἠπείρῳ φησί.

c. βουβόται δὲ οἱ βουκόλοι· βουτρόφος γὰρ ἡ Ἤπειρος.

τόθι πρῶνες: τὰ ἄκρα τῶν ὀρῶν. βουβόται δὲ οἱ καλλίστους βοῦς τρέφοντες. λέγονται γὰρ ἐκ τοῦ γένους τῶν τοῦ Γηρυονέως βοῶν αὐτόθι μεμενηκέναι, κλέψαντος παρ᾿ Ἡρακλέους Λαρίνου τινὸς, ἀφ᾿ οὗ καὶ λαρινοὶ καλοῦνται οἱ ἐκεῖ βόες, μνήμην τοῦ τὸ γένος καταστήσαντος τῇ προσηγορίᾳ φυλάσσοντες.

πρὸς Ἰόνιον πόρον: μέχρι τοῦ Ἀδρίου, ὃς Ἰόνιος καλεῖται πόρος, καθήκοντες ἐκ Δωδώνης.

a. Παλίου δὲ πὰρ ποδὶ λατρείαν Ἰαωλκόν: τὴν δὲ κειμένην Ἰωλκὸν πρὸς τοῖς κάτω μέρεσι τῆς Θεσσαλίας ὁ Πηλεὺς πορθήσας διὰ τὴν Ἀκάστου ἐπιβουλὴν δούλην παρέδωκε τοῖς Θεσσαλοῖς, τουτέστιν ὑπήκοον. ἔστι δὲ ἡ Ἰωλκὸς τῆς Μαγνησίας, ἥτις πρὸς τοῖς τέρμασι τοῦ Πηλίου ὄρους κεῖται.

b. ὁ δὲ νοῦς· ἀλλὰ μὴν καὶ τὴν πρὸς τοῖς τέρμασι τοῦ Πηλίου κειμένην Ἰωλκὸν δούλην ἔδωκε Θετταλοῖς, πρότερον οὖσαν Μαγνησίας.

a. Ἱππολύτας: Ἱππολύτης θυγάτηρ γέγονε Κρηθηῒς Ἀκάστου γαμετὴ, ἥτις τῷ Πηλεῖ ἐρωτικῶς διατεθεῖσα καὶ μὴ πείσασα συνελθεῖν αὐτὸν φθάσασα τῷ Ἀκάστῳ ὡς ἄσεμνον ἢ βίαιον διέβαλεν. ὁ δὲ κατακούσας καὶ προφασισάμενος ἤγαγεν ἐπὶ τὰ ἀπέρημα τοῦ Πηλίου ὄρους, καὶ καταλείψας θηρίοις ὑποπεσεῖν αὐτὸν ὑπαναχωρεῖ. φασὶ δὲ τοὺς θεοὺς τῆς σωφροσύνης οἰκτείραντας τὸν Πηλέα Ἥφαιστον ἐξαποστεῖλαι· τὸν δὲ μάχαιραν ἔχοντα τῷ Πηλεῖ δωρήσασθαι, ᾗ τὰ προσπίπτοντα τῶν θηρίων διαχρώμενος εἰς Θεσσαλίαν κατῆλθε. καὶ κατελθὼν κατεπολέμησεν Ἄκαστον καὶ τὴν Ἰωλκόν.

b. ὁ δὲ νοῦς· ἀλλὰ μὴν καὶ τὴν παρὰ τοῖς τέρμασι τοῦ Πηλίου ὄρους κειμένην Ἰωλκὸν ὑπήκοον καὶ δούλην ἔδωκε νικήσας ἐν πολέμῳ διὰ τροπαίου ὁ Πηλεὺς, πρότερον οὖσαν Μαγνησίας, καὶ αὐτὴν ὑπέταξε Θεσσαλοῖς, | εἰς πρόφασιν τιμωρίας ταῖς τοῦ Ἀκάστου γυναικὸς Κρηθηΐδος, ἥτις Ἱππολύτης ἐστὶν, ἐπιβουλαῖς ἀποχρησάμενος· | αὕτη γὰρ δολίως ἐπεβούλευσε τῷ Πηλεῖ.

c. χολωθεὶς ταῖς γενηθείσαις ἐξ Ἀκάστου γυναικὸς δολίαις τέχναις καὶ ταύταις εἰς πόρθησιν τῆς Ἰωλκοῦ αἰτίᾳ χρησάμενος, ὅτι ἐπεβουλεύθη.

a. τᾷ Δαιδάλου δὲ μαχαίρᾳ: ὅστις, φησίν, ὁ Ἄκαστος τὸν τοῦ Δαιδάλου τρόπον ἀναλαβὼν καὶ τὴν ἐκείνου τῶν δόλων μάχαιραν, ἐμηχανᾶτο κατ᾿ αὐτοῦ θάνατον, οὐχ ὅτι Δαιδάλου εἶχε ξίφος, ἀλλ᾿ ὅτι τὸν δόλον ἐῴκει τῷ Δαιδάλῳ ὁ Ἄκαστος.

b. ἢ οὕτως· Δαιδάλου μάχαιραν τὸν δόλον εἶπε τμητικὸν γεγονότα εἰς ἀπώλειαν, παρόσον δολίᾳ τέχνῃ χρησάμενος ἐπεβούλευσεν. ὁ γὰρ Δαίδαλος ἐκ Κρήτης εἰς Σικελίαν ἀφικόμενος πρὸς Κώκαλον βασιλεύοντα τῆς Καμίκου, πείθει τὰς θυγατέρας Κωκάλου διὰ τῆς ὀροφῆς ποιῆσαι κατάρρουν, δι᾿ οὗ ἐπεκχυθὲν θερμὸν ὕδωρ ἐπενεχθήσεται τῷ Μίνῳ λουομένῳ, καὶ τοῦτον τὸν τρόπον ἀπόλωλεν ὁ Μίνως. τούτῳ οὖν φησι τῷ τρόπῳ κεχρῆσθαι καὶ κατὰ τοῦ Πηλέως τὸν Ἄκαστον· ἀφῆκε γὰρ αὐτὸν ἐπὶ τῆς ἐρημίας ὠς ἀπολούμενον ὑπὸ τῶν Κενταύρων· διὸ μετῆλθεν αὐτόν. καὶ πιθανώτερόν ἐστι τὸν δέ σύνδεσμον ἀντὶ τοῦ γάρ παρειλῆφθαι· τῇ γὰρ Δαιδάλου μαχαίρᾳ ὁ Ἄκαστος αὐτῷ δόλον ἐφύτευσε. Δίδυμος δέ φησι δεῖν γράφειν διὰ τοῦ ῳ· δαιδάλῳ δὲ μαχαίρᾳ δόλον ἤρτυσε τῷ Πηλεῖ, παρελόμενος αὐτοῦ κρύφα, ἵνα χωρὶς ἀμυντηρίου ἁλοὺς ὑπὸ τῶν Κενταύρων φθαρῇ. ταῦτα δὲ ἱστοροῦσι πολλοὶ μέν, ἀτὰρ δὴ καὶ Ἡσίοδος λέγων οὕτως (fr. 79)· ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή· αὐτὸν μὲν εὔχεσθαι, κρύψαι δ᾿ ἀδόκητα μάχαιραν καλὴν, ἣν οἱ ἔτευξε περικλυτὸς Ἀμφιγυήεις· ὡς τὴν μαστεύων οἶος κατὰ Πήλιον αἰπὺ αἶψ' ὑπὸ Κενταύροισιν ὀρεσκῴοισι δαμείη.

c. δαίδαλον δὲ εἶπε τὴν μάχαιραν διὰ τὸ ὑπὸ Ἡφαίστου κατεσκευάσθαι. ἐπιεικῶς δὲ τὰ Ἡφαίστου ἔργα δαίδαλά φησι· ποίει δαίδαλα πόλλ᾿ εἰδυίῃσι πραπίδεσσιν (Σ 482).

ἄλαλκε δὲ Χείρων: ἀλλὰ βοηθὸν ἔχων τὸν Χείρωνω. τὸν ἐχθρὸν ἐτιμωρήσατο καὶ οὕτως ὑπὸ τῆς πεπρωμένης διεσώθη τοὺς κινδύνους διελθὼν ὁ Πηλεύς.

a. πεπρωμένον ἔκφερεν: ἀμφίβολον πότερον τὸ μόρσιμον ἔκφερε καὶ ἔξω ἔφερε τὸν κίνδυνον καὶ τὸν θάνατον αὐτοῦ τὸν πεπρωμένον, ἢ οἷον ἐξέφερε καὶ ὑπεδείκνυε τὸ πεπρωμένον.

b. τουτέστιν ἐξέφερε τῶν κινδύνων καὶ ἔσῳζεν.

a. πῦρ δὲ παγκρατές: ὁ νοῦς· τὸ δὲ πάντων κρατοῦν πῦρ, ᾧ ἀπείκαζεν ἑαυτὴν ἡ Θέτις, καὶ τὴν θρασεῖαν τῶν θηρίων φύσιν καὶ τὴν ἀκμὴν ἐπισχὼν καὶ παύσας τῶν ὀδόντων, οὕτω λοιπὸν ἔγημεν αὐτὴν τὴν ἐνδοξοτάτην τῶν Νηρεΐδων, καὶ γέγονε τῶν οὐρανίων θεατὴς ἀκριβῶς· ἐπειδὴ λέγεται ἀπειλῆφθαι ἐν οὐρανῷ ἀθανασίᾳ τιμηθείς.

b. ἄλλως. πῦρ παγκρατές: τὸ πάντων κρατοῦν καὶ δεσπόζον διὰ τὸ φθαρτικὸν τῆς δυνάμεως. οἱ δὲ φυσικώτερον ἀκούουσι τὸν λόγον, τὴν τῶν θεῶν φύσιν εἰς πῦρ ἀνάγοντες. ὅτι δὲ καθ᾿ ὃν καιρὸν ἡ Θέτις γάμῳ συνήπτετο τῷ Πηλεῖ, εἴς τε πῦρ καὶ εἰς λέοντα καὶ εἰς διαφόρους ἰδέας μετέβαλλεν ἑαυτῆς τὴν φύσιν μὴ βουλομένη γαμηθῆναι τῷ Πηλεῖ, καὶ Ὅμηρος μαρτυρεῖ (Σ 432)· ἐκ μέν μ᾿ ἀλλάων ἁλιάων ἀνδρὶ δάμασσεν Αἰακίδῃ Πηλῆϊ, καὶ ἔτλην ἀνέρος εὐνὴν πολλὰ μάλ᾿ οὐκ ἐθέλουσα. φαίνεται δὲ ἐκ τούτων ἡ Θέτις μὴ βουλομένη γαμηθῆναι θνητῷ· μετεβάλλετο οὖν ὥσπερ ὁ Ὁμηρικὸς Πρωτεύς. οὔτε οὖν τὸ πῦρ, εἰς ὃ μετέβαλλεν, οὔτε οἱ τῶν λεόντων ὄνυχες καὶ ὀδόντες ἤνυόν τι. σχάσας οὖν καὶ ἐπισχὼν τοὺς ὄνυχας καὶ τοὺς ὀδόντας ἔγημε τὴν Θέτιν [ὁ Πηλεύς]. ἡ δὲ μεταφορὰ ἀπὸ τῶν ἐρεσσόντων, οἳ ὅταν λήγωσι τῆς εἰρεσίας, σχάζουσι τὰς κώπας. | Εὐριπίδης (Phoen. 454)· σχάσον δὲ δεινὸν ὄμμα καὶ θυμοῦ πνοάς.

a. εἶδε δ᾿ εὔκυκλον: ἐθεάσατο δὲ τὴν ἕδραν καὶ τὴν ἀσφάλειαν τοῦ οὐρανοῦ, καὶ τοὺς θεοὺς τοὺς θαλαττίους καὶ τοὺς οὐρανίους, οἵτινες αὐτῷ καὶ τοῦτο ἐδωρήσαντο, φανερώσαντες τὸ ἑαυτῶν κράτος καὶ τὸ γένος ἐν ὀφθαλμοῖς· ἢ ὅτι ὁ Ποσειδῶν μὲν ἵππους. Ἥφαιστος δὲ μάχαιραν ἔδωκε, καὶ οὕτω μέχρις ἐκγόνων αὐτοῦ παρέπεμψε τὴν εὔκλειαν.

b. ἄλλως. εὔκυκλον ἕδραν: οἱ μὲν φυσικώτερον τὸν οὐρανὸν ἀπέδοσαν διὰ τὸ σφαιροειδές, ἀλλ᾿ ἐναντιοῦται αὐτοῖς | τὰ τῆς ἱστορίας· οὐ γὰρ τὸν οὐρανὸν ὁ Πηλεὺς ἐθεάσατο. ἀκουστέον οὖν τὸ παρὰ τὸ Πήλιον τῶν θεῶν κυκλοτερὲς συμπόσιον, ὅπερ συνετελέσθη τοῖς τοῦ Πηλέως γάμοις.

c. λείπει οὖν ἡ ἐπί, ἵν᾿ ᾖ· ἐφ᾿ ἧς ἕδρας καθίσαντες οἵ τε Ὀλύμπιοι καὶ οὐράνιοι καὶ οἱ θαλάττιοιδῶρα ἔδωκαν αὐτῷ.

d. ἕδρας δὲ, ἢ τοῦ οὐρανοῦ ἢ τοῦ Ὀλύμπου.

a. δῶρα καὶ κράτος ἐξέφαναν: ἀμφίβολον πότερον διεσήμηναν τὸ κράτος τοῦ Πηλέως αὐτῷ, ὧν κρατήσει τόπων, ἢ διεσήμηναν ἐν τῷ γάμῳ αὐτῷ, ὅτι ἔσται οὕτως ἐγγενὲς, ὥστε καὶ ἐκγόνοις καταλιπεῖν, ἢ τὸ ἑαυτῶν κράτος οἱ θεοὶ ἐξέφηναν αὐτῷ, τουτέστι τὴν ἑαυτῶν φύσιν καὶ δύναμιν καὶ τὸ ἐγγενὲς αὐτοῖς, οὐ μεταβαλόντες τὴν μορφὴν ὡς ἔθος θνητοῖς φαντάζεσθαι θεούς, ἀλλ᾿ ἐν ταῖς ἰδίαις μορφαῖς ὤφθησαν αὐτῷ.

b. ἢ τὸ κράτος τὸ πεπρωμένον αὐτῷ.

a. Γαδείρων τὸ πρὸς ζόφον οὐ περατόν: οὐκ ἔστι, φησί, Γαδείρων περᾶσαι τὰ ἐπέκεινα· ζόφος γὰρ καὶ ἀφάνεια· ὑποστρέφων μὲν οὖν εἰς τοὐπίσω ἄγε τὴν ναῦν. ἀλληγορεῖ δὲ λέγειν βουλόμενος, ὅτι οὐκ ἔστι δυνατὸν εἰς πάντας τοὺς ἐπαίνους χωρεῖν τοῦ Τιμασάρχου. ἐπάγει γοῦν, ὅτι οὐκ ἔστι δυνατὸν τὸν πάντα λόγον καὶ ἔπαινον τῶν ἐκγόνων τοῦ Αἰακοῦ διελθεῖν, ὥσπερ οὐδὲ Γαδείρων ἐπέκεινα. Γάδειρα γὰρ πόλις μέχρι τῶν στηλῶν Ἡρακλέους, ἔνθα τὸ τέλος ἐστὶ τοῦ πλεῖν καὶ τοῦ ὁδεύειν· περαιτέρω γὰρ λοιπὸν ὁ Ὠκεανὸς καὶ πάντα ἀφανῆ, ζόφου ὄντος. τὰ ἐντεῦθεν οὖν τῶν Γαδείρων τῆς Εὐρώπης ἐστίν. εἰς δύο γὰρ διῄρητο τὸ παλαιὸν μέρη ἡ οἰκουμένη, Εὐρώπην καὶ Ἀσίαν.

b. ὁ δὲ νοῦς· ὥσπερ οὐκ ἔστιν ἐσωτέρω πλεῖν ἐπὶ τὴν δύσιν, ἐπειδὰν ἅπαξ τις ἐπὶ τὰ Γάδειρα ἀφίκηται, ἀλλ᾿ ἐπιστρεπτέον ἐστὶν ἐπὶ τὴν Εὐρώπην διὰ τὸ μὴ εἶναι ἔτι πλεῖν, οὕτω καὶ ἐπὶ πάντα τῶν Αἰακιδῶν τὸν ὕμνον ἀφικέσθαι οὐ δυνατόν. μὴ πλέε γοῦν, φησί, πρὸς ζόφον ἔξω τῶν Γαδείρων, ἀλλὰ στρέφε τὴν ναῦν ἐπὶ τὴν Εὐρώπην. ἔντεα γὰρ ναὸς περιφραστικῶς ἀντὶ τοῦ ναῦν εἶπε. διατί δὲ τοῦτό φησι, διασαφήσει· ἄπορα γὰρ λόγον Αἰακοῦ παίδων· διὸ μετάστρεφε τὴν ᾠδὴν ἐπὶ τὰ δυνατὰ ὥσπερ τινὰ ναῦν, ἐπὶ τοὺς ἱερονίκας.

Θεανδρίδαισι δ᾿ ἀεξιγυίων ἀέθλων: φατρία τις ἀπό τινος Θεάνδρου προγόνου ἐνδόξου τῶν περὶ Τιμάσαρχον, ᾧ γέγραπται ἡ ᾠδή. ἦλθον οὖν κῆρυξ, φησίν, ἕτοιμος τοῖς Θεανδρίδαις τῶν αὐξόντων τὰ σώματα ἄθλων, τούς τε ἐν Ὀλυμπίᾳ συνθεὶς ἄθλους καὶ τοὺς ἐν Ἰσθμοῖ καὶ Νεμέᾳ.

ἔνθα πεῖραν ἔχοντες: ἔνθα τοῖς ἀγῶσιν ἀπόπειραν λαβόντες, καὶ γνῶσιν τῆς ἀγωνίας σχόντες οὐδέποτε ἄνευ στεφάνων εἰς τὴν οἰκείαν ἐληλύθασι, τῶν ἔνδοξον καρπὸν φερόντων· στεφάνων.

a. πάτραν νιν ἀκούομεν: τὴν πατρίδα σου ταύτην ἀκούομεν, φησί, τὴν τῶν Θεανδριδῶν, ὦ Τιμάσαρχε, προέχουσαν τοῖς τῶν ᾠδῶν ἐπινίκοις. τὸ γὰρ πρόπολον ἔμμεναι, τουτέστι προυπάρχουσαν εἶναι.

b. ὀ δὲ νοῦς· τοιγαροῦν ἀκούομεν, ὦ Τιμάσαρχε, τὴν πατρίδα τὴν σὴν τοῖς ὕμνοις τοῖς ἀπὸ τῆς ὑμετέρας νίκης θεραπεύεσθαι καὶ εἶναι ὑπηρέτιν τῶν ὑμετέρων νικῶν.

a. εἰ δέ τοι μάτρῳ μ᾿ ἔτι Καλλικλεῖ: μήτρως ὁ τῆς μητρὸς ἀδελφός.

b. ὁ δὲ λόγος· εἰ δὲ τῷ σῷ ὕμνῳ κελεύεις ἔτι με θεῖναι στήλην πρὸς πάροδον καὶ μνησθῆναι τοῦ πρὸς μητρός σου θείου Καλλικλέους, μνησθήσομαι.

c. ἢ οὕτως· εἰ δὲ δὴ καὶ τῷ Καλλικλεῖ τῷ πρὸς μητρός σου θείῳ κελεύεις ἔτι στήλην τινὰ ἀναστῆσαι τῆς Παρίου λίθου λευκοτέραν, προσληπτέον ἔξωθεν τὸ ποιήσω, τουτέστι λαμπρῶς ὑμνήσω κἀκεῖνον. τοῦτο δὲ εἴρηκεν ὡς διστάσεως γεγονυίας ἐν ἀρχῇ, ὅτι μνησθήσεται διὰ τῆς ᾠδῆς τοῦ Καλλικλέους. φησίν. ἀλληγορικῶς δὲ τὸ ποίημα στήλην λέγει. Πάριος δὲ λίθος ἐστὶν ὁ καλούμενος λύγδινος.

a. ὁ χρυσὸς ἑψόμενος αὐγὰς ἔδειξεν ἁπάσας: τουτέστιν ὡς τὸν χρυσὸν ποιεῖ τὸ πῦρ διαυγέστερον, οὕτω τοὺς ἀγαθοὺς ἄνδρας ὁ ὕμνος διαφανεστέρους καὶ τοῖς βασιλεῦσιν ἴσους ποιεῖ.

b. τουτέστιν οὕτω λάμπει, ὤσπερ οἱ ἀγαθοὶ ὑμνούμενοι λάμπουσιν.

κεῖνος ἀμφ᾿ Ἀχέροντι ναιετάων: ἐκεῖνος ὁ Καλλικλῆς, φησίν, εἰ καὶ τέθνηκεν ἤδη, τῆς ἐμῆς εὐφημίας τυγχανέτω· ὡς τετελευτηκότος δὲ αὐτοῦ, εὕρημα ἐχέτω, φησί, τὴν ἐμὴν γλῶσσαν εἰς τὸν ὕμνον αὐτοῦ τὴν ὑμνοῦσαν, τοῦτο γάρ ἐστι κελαδῆτιν.

a. ἵν᾿ ἐν ἀγῶνι: ὡς νενικηκότος αὐτοῦ τοῦ Καλλικλέους Ἴσθμια τοῦτό φησιν· ξηροῖς γὰρ σελίνοις ἐστέφοντο κἀκεῖ.

b. ὁ δὲ νοῦς· ὅτι ἐν τῷ τοῦ Ποσειδῶνος ἀγῶνι τῷ Ἰσθμικῷ ἐστέφθη παρὰ τῶν Κορινθίων Καλλικλῆς.

a. τὸν Εὐφάνης ἐθέλων: ὅντινα Καλλικλέα καὶ ὁ Εὐφάνης | ὁ πρεσβύτερος τῶν σῶν προγόνων, ὦ Τιμάσαρχε, ᾤσει καὶ ὑμνήσει, δηλαδὴ ὡς ἀποθανόντα ἀποθανών· ὡς ὅτι καὶ ἐν ᾅδου εἰσὶν οἱ θαυμάζοντες τοὺς ἀρίστους, καὶ ὅτι αἴσθησίς ἐστιν ἐν αὐτοῖς.

b. ἢ οὕτως· ὁ Εὐφάνης οὗτος ἐκ τοῦ αὐτοῦ γένους Τιμασάρχῳ παλαίτερός τις καὶ τῶν σοφῶν καὶ τῶν συγγραψάντων ἐπαίνους. λέγεται δὲ πάππος εἶναι τοῦ νικηφόρου πρὸς μητρός.

c. ἢ οὕτω· τοῦτο ἐπιπεφώνηκεν ὡς τοῦ Εὐφάνους καὶ Καλλικλέους ἡλικιωτῶν ὄντων. διό φησιν· ἐκεῖνος ὁ ἡλικιώτης ᾄσεται καὶ ὑμνήσει τὸν Καλλικλέα, τοὺς δὲ ἄλλους ὑμνήσουσιν οἱ ἡλικιῶται· | τουτέστι σὲ οἱ ἡλικιῶται ὑμνήσουσι, τὸν δὲ Καλλικλέα ὁ Εὐφάνης.

a. τὰ δ᾿ αὐτὸς ἄν τις τύχῃ, ἔλπεταί τις ἕκαστος: ἕκαστος γάρ, φησίν, οἴεται ταῦτα ὑπάρχειν ἐξοχώτατα, ἅπερ αὐτὸς εἶδε. τοῦτο δὲ λέγει ὡς τοῦ Εὐφάνους παρατετυχηκότος, ὅτε ὁ Καλλικλῆς ἐνίκα τὰ Ἴσθμια· διὸ ὑμνήσει αὐτὸν ἅτε παρατετυχηκὼς καὶ ἑωρακὼς ἐν τῷ ἀγῶνι τοῦ Ὀρσοτριαίνα αὐτὸν νικήσαντα.

b. ἢ οὕτω· ταῦτά γε μὴν ὅπως ἂν τύχῃ λέγων, ἐλπίζει καὶ πείθεται αὐτὸς ἐξαιρέτως καὶ ὑπὲρ τοὺς λογίους εἰρηκέναι.

c. ἔνιοι δὲ οὕτως· ἅπερ δὴ ἄν τις τύχῃ θεασάμενος, ταῦτα δοκεῖ καὶ ἀκριβέστερον διατίθεσθαι καὶ κάλλιον οὕτω νοεῖν τῶν ἄλλων.

a. οἷον αἰνέων κε Μελησίαν ἔριδα στρέφοι: ὁ Ἀρίσταρχος ψιλοῖ τὸ οιον. ὁ δὲ λόγος· μόνον ἄν τις ἐπαινῶν τὸν Μελησίαν τὰς ἀπαντωμένας ἔριδας παρὰ τῶν ἄλλων στρέφοι καὶ καταπαλαίοι καὶ καταγωνίζοιτο. ἡ μεταφορὰ ἀπὸ τῶν παλαιόντων. δύναται δὲ καὶ δασέως ἀναγινώσκεσθαι τὸ οιον, θαυμαστικῶς, ὥς φησι Δίδυμος. ἐλλείπει δὲ τὸ τίς· οἷόν τις τοῦτον τὸν Μελησίαν ἐπαινῶν τὰς τῶν ἄλλων ἔριδας καταπαλαίοι· οἷον, καὶ περιγίνοιτο. διαπρέπει γὰρ, ὥστε τοὺς φθονοῦντας μηδὲν ἀνύειν.

b. παρεῖται δὲ τὸ τίς. ἔστι γάρ· ἔριδα στρέφοι τις ῥήματα πλέκων, οἷον ἄν τις αἰνέων τὸν Μελησίαν.

c. ὁ δὲ νοῦς· μόνον δὲ ἄν τις αἰνέων καὶ ὑμνῶν τὸν Μελησίαν, τὸν ἀλείπτην τοῦ Τιμασάρχου, τὴν ἔριδα καὶ τὴν φιλονεικίαν ἀποστρέψαι, τὴν παρὰ τῶν ἄλλων δηλαδή.

ἀπάλαιστος ἐν λόγῳ ἕλκειν: τοῦτο ἔστι καὶ ἐπὶ τοῦ Μελησίου ἀκούειν, ὥς φησι Δίδυμος, οἷον· ἀκαταπάλαιστός ἐστι πρὸς τὸν ἕλκοντα αὐτὸν ἐν λόγοις, | ὡς καὶ λογίου ὄντος τοῦ Μελησίου· οἱ δὲ ὅτι ὁ νικῶν. τάχα δὲ ὁ νικηφόρος κάλλιον ὑμνεῖται. ἀπάλαιστος οὖν, φησί, καὶ ἀνίκητος καὶ ἐν τοῖς λόγοις | καὶ οὐ δυνάμενος παραλογισθῆναι. ἀπὸ τῶν παλαιόντων δὲ πάλιν ἡ μεταφορά, καὶ τροπικαὶ αἱ λέξεις ἀπὸ τῆς ἀθλήσεως. ἐάν τις, φησίν, αὐτὸν εἰς λόγους ἕλκῃ, οὐ πίπτει ἀλλ᾿ ἔστιν ἀκαταπάλαιστος. ἔστι δὲ καὶ ἐπὶ τοῦ ἐπαινοῦντος αὐτὸν ἀκοῦσαι, ἐφ᾿ οὗ προεῖπε τὸ οἷον αἰνέων κε Μελησίαν. τὰ δὲ ἑξῆς ἐπὶ τοῦ Μελησίου λέγει.

a. μαλθακὰ μὲν φρονέων ἐσλοῖς, τραχὺς δὲ παλιγκότοις ἔφεδρος: καὶ ταῦτα ἐπὶ τοῦ Μελησίου οὗτος δὲ ἀλείπτης ἐστὶ τὸ γένος Ἀθηναῖος. ταῦτα δέ φησιν ὡς τοῦ Τιμασάρχου ὑπὸ τοῦ Μελησίου ἀληλιμμένου.

b. ἔφεδρος οὖν τοῖς ἐχθροῖς ὁ ἐπικείμενος τοῖς ἐχθροῖς, ὁ ἐφεδρεύων καὶ ἐπιτηρῶν. ἀλληγορικὸν δὲ τὸ νόημα, οἷον ἀντὶ τοῦ δυσκαταγώνιστος. προκεκληρωμένοις γὰρ καὶ προκεκμηκόσι τοῖς προηγωνισμένοις πρὸς ἄλλους ἀκοπίατος ἐφέστηκε.

c. τὸ δὲ τραχὺς ἀντὶ τοῦ φοβερὸς, ἐπαχθής.

d. ὁ δὲ νοῦς ὅλος· πρᾷος μὲν καὶ προσηνὴς τοῖς ἀγαθοῖς καὶ φίλοις, χαλεπὸς δὲ τοῖς ἐναντίοις ἐφεδρευτής.

Scholia in Nemeonicarum carmen V.

Πυθέᾳ υἱῷ Λάμπωνος παγκρατιαστῇ.

Τῆς πέμπτης ᾠδῆς ἡ στροφὴ καὶ ἀντίστροφος κώλων ἕνδεκα. τὸ α΄ δίμετρον ἰαμβικὸν ἀκατάληκτον. τὸ β΄ δίμετρον τροχαϊκὸν ἀκατάληκτον. τὸ γ΄ ἐγκωμιολογικὸν παρὰ τὴν τελευταίαν συλλαβήν. τὸ δ΄ δακτυλικὸν τρίμετρον καταληκτικόν. τὸ ε΄ ἐγκωμιολογικόν. τὸ ς΄ ὁμοίως τῷ β΄. τὸ ζ΄ τὸ αὐτό. ἡ δὲ τι ἐμηκύνθη ὡς καταλήξασα. τὸ η΄ Εὐριπίδειον. τὸ θ΄ ἰαμβέλεγος. τὸ ι΄ ἰαμβικὸν δίμετρον ὑπερκατάληκτον. τὸ ια΄ τροχαϊκὸν δίμετρον ἀκατάληκτον.

ἡ ἐπῳδὸς κώλων ἕνδεκα. τὸ α΄ χοριαμβικὸν δίμετρον ὑπερκατάληκτον. τὸ β΄ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. τὸ γ΄ ἐγκωμιολογικόν. τὸ δ΄ Εὐριπίδειον. τὸ ε΄ προσοδιακὸν δίμετρον ὑπερκατάληκτον. τὸ ς΄ Εὐριπίδειον. τὸ ζ΄ ἐπιωνικὸν τρίμετρον ἀκατάληκτον. τὸ η΄ χοριαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ θ΄ ἐπιχοριαμβικὸν τρίμετρον ἀκατάληκτον. διὰ τὴν ἐν ἀρχῇ τοῦ τροχαίου συζυγίαν. καὶ ἔστι Σαπφικὸν πλεονάζον μιᾷ συλλαβῇ, κατὰ τὸν ἴαμβον ἐξηλλαγμένον. τὸ ι΄ ἰαμβέλεγος λειπούσης τῆς ἀρχῆς. τὸ ια΄ ἰωνικὸν δίμετρον ἀκατάληκτον· καὶ ἡ τελευταία ἀπόδοσις τὸ Χάρισιν ἐξέτεινεν.

a. Οὐκ ἀνδριαντοποιός εἰμι: φασὶν ὅτι οἱ τοῦ Πυθέου οἰκεῖοι προσῆλθον τῷ Πινδάρῳ παρακαλοῦντες ὅπως εἰς αὐτὸν γράψῃ ἐπίνικον· Πινδάρου δὲ αἰτήσαντος τρισχιλίας δραχμὰς ἔφασαν ἐκεῖνοι κάλλιον εἶναι χάλκεον ἀνδριάντα ποιῆσαι τῆς αὐτῆς τιμῆς ἢ τὸ ποίημα. χρόνῳ δὲ ὕστερον γνωσιμαχήσαντες ἐπανῆλθον τὸ αὐτὸ διδόντες· ὁ δὲ ἐξονειδίζων αὐτοὺς οὕτως ἤρξατο, καί φησι μὴ κατασκευάζειν ἔργα τὴν αὐτὴν κατέχοντα χώραν, καθὼς οἱ ἀνδριαντουργοὶ τοὺς χαλκοῦς ἀνδριάντας, ἀλλὰ τὰ ποιήματα ἅπερ πανταχόσε διϊκνεῖται, ὥστε τὴν ἀρετὴν τῶν ἐπαινεθέντων πολλοῖς εἶναι δήλην.

b. ὁ δὲ νοῦς· οὐκ εἰμί, φησίν, ἀνδριαντοποιὸς, ὥστε ἀργὰ καὶ ἀκίνητα ἐργάζεσθαι ἀγάλματα ἐπ᾿ αὐτῆς τῆς βαθμίδος ἑστῶτα διηνεκῶς καὶ οὐ δυνάμενα ἀλλαχοῦ τὴν τοῦ νικηφόρου διαβοᾶν εὐδοξίαν. ἐνδείκνυται δὲ διὰ τούτων, ὅτι οἱ λόγοι πάντων εἰσὶ βελτίους.

a. ἀλλ᾿ ἐπὶ πάσης ὁλκάδος: ὁλκὰς εἶδος φορτηγοῦ πλοίου, ἄκατος δὲ πλοίου βραχυτάτου.

b. ὁ δὲ λόγος· διὰ παντὸς οὖν πλοίου φορτηγοῦ τε καὶ μικροτέρου, ὧ γλυκεῖά μου ᾠδὴ, πορεύου ἐκβοῶσα πρὸς πάντας τὰς τοῦ Πυθέου νίκας.

τὸ δὲ νικῇ κατὰ μετάθεσιν τοῦ α εἰς η.

a. οὔπω γένυσι φαίνων τέρειναν: ἀλληγορεῖ βουλόμενος σημῆναι τὸν ἀγένειον ἀπὸ τῆς κυπριζούσης ἀμπέλου. ἡ δὲ ὀπώρα οὐκ ἔστι τῆς οἰνάνθης μήτηρ, ἀλλὰ τοὐναντίον· προανθεῖ γὰρ πρῶτον, εἶτα ὀπώρα γίνεται. χρῆται δὲ τῇ τοιαύτῃ ἀναστροφῇ συνεχῶς· ἁσυχία φιλεῖ μὲν συμπόσιον (N. IX 48)· οὐ γὰρ ἡ ἡσυχία φιλεῖ τὸ συμπόσιον, ἀλλὰ τὸ συμπόσιον τὴν ἡσυχίαν. Δίδυμος δὲ βέλτιόν φησι μὴ τὸν καρπόν, ἀλλὰ τὴν ὥραν ἀκούειν, καθ᾿ ἣν ὁ καρπὸς ὁμώνυμος πεπαίνεται. ὅτι δὲ καλοῦσι τὸν καιρὸν ὀπώραν, Ὅμηρος (ξ 384)· καὶ φάτ᾿ ἐλεύσεσθαι ἢ ἐν θέρει ἢ ἐν ὀπώρῃ. θέλει οὖν λέγειν, ὅτι οὔπω τὸν καιρὸν τοῦ γενειάσκειν ἔχων. οἰνάνθην γὰρ κατὰ μεταφορὰν τὸν ἴουλον εἴρηκε, τουτέστι τὴν πρώτην τῶν γενειάδων ἀνάφυσιν· μήτηρ δὲ τοῦ γενειάσκειν γίνεται ἡ ὥρα.

b. ὁ δὲ νοῦς· οὐδέπω ἐν τῇ γενειάδι δεικνὺς τὴν ἁπαλὴν ὥραν καὶ ὀπώραν, τουτέστιν οὐδέπω γενειάσκων.

c. τὸ δὲ σχῆμα περίφρασις ἐξ ἀλληγορίας· οὔπω τῆς ἁπαλῆς οἰνάνθης τὴν μητέρα ὀπώραν φαίνων, ὅπερ ἐστὶν ὥραν, ὡς Ὅμηρος (μ 76)· οὔτ᾿ ἐν θέρει οὔτ᾿ ἐν ὀπώρῃ, ἀντὶ τοῦ τῷ ὀπωρινῷ καιρῷ. metr. D

a. ἐκ δὲ Κρόνου καὶ Ζηνὸς ἥρωας: συλλήψει κέχρηται ἀπὸ Κρόνου καὶ Διὸς καὶ Νηρεΐδων λέγων εἶναι τοὺς Αἰακίδας. Αἰακὸς γὰρ Διὸς, Αἰακοῦ δὲ καὶ Ἐνδηΐδος τῆς Χείρωνος Τελαμὼν καὶ Πηλεὺς, ὁ δὲ Χείρων Κρόνου. πάλιν ἀπὸ τῶν Νηρεΐδων Φῶκος καὶ Ἀχιλλεύς· Ἀχιλλεὺς μὲν γὰρ παῖς Θέτιδος ἔκγονος ὢν Αἰακοῦ, Φῶκος δὲ Ψαμάθης Νηρεΐδος καὶ αὐτοῦ Αἰακοῦ.

b. ἐκ δὲ Κρόνου καὶ Ζηνός: Τελαμὼν καὶ Πηλεύς· Κρόνου μὲν γὰρ Χείρων καὶ Φιλύρας, Χείρωνος δὲ Ἐνδηῒς, Ἐνδηΐδος δὲ Τελαμὼν καὶ Πηλεὺς ἐξ Αἰακοῦ. | τούτους οὖν Κρόνου καὶ Ζηνὸς καὶ ἀπὸ χρυσῶν Νηρεΐδων φυτευθέντας ἐγέραιρε· τίς; ὁ Πυθέας νικήσας, ὡς ἂν προγόνους αὐτοῦ καὶ κτίστορας.

c. ὁ δὲ νοῦς· τοὺς δὲ ἀπὸ Κρόνου καὶ Διὸς καὶ ἀπὸ τῶν καλλίστων Νηρεΐδων, τουτέστι τοὺς Αἰακίδας ἐκόσμησε, καὶ αὐτὴν τὴν μητρόπολιν Αἴγιναν. ἀπὸ κοινοῦ δὲ τὸ ἐγέραιρε.

ξείνων ἄρουραν δὲ τὴν Αἴγινάν φησιν, ἢ ὅτι φιλόξενοι οἱ Αἰγινῆται, ἢ καθότι μητρόπολις ἦν τῶν περὶ Πηλέα καὶ Τελαμῶνα. γεννηθέντες γὰρ ἐν τῇ Αἰγίνῃ ἀπῳκίσθησαν διὰ τὸν Φώκου θάνατον.

a. τάν ποτ᾿ εὔανδρόν τε: τουτέστιν ἀγαθοὺς ἄνδρας ἔχουσαν καὶ ἐν τῷ ναυτίλλεσθαι.

b. ὁ δὲ νοῦς· ἥντινα Αἴγιναν ηὔξαντο ἀγαθῶν ἀνδρῶν ἐπιτυχεῖν καὶ ἔνδοξον γενέσθαι τὰ ναυτικά· ηὔξαντο δὲ στάντες παρὰ τὸν Ἑλλανίου Διὸς βωμόν. Ἑλλήνιος δὲ Ζεὺς τιμᾶται ἐν Αἰγίνῃ παρὰ τῷ οὕτως Ἑλληνίῳ ἀκρωτηρίῳ καλουμένῳ. φασὶ γὰρ αὐχμοῦ ποτε πιέζοντος τὴν Ἑλλάδα, ἔνιοι δὲ κατακλυσμοῦ, συνελθόντας τοὺς Ἕλληνας καθικετεῦσαι τὸν Αἰακὸν ὡς ὄντα παῖδα Διὸς ἐξαιτήσασθαι τῶν τότε συστάντων κακῶν τὴν ἴασιν· τοῦτον δὲ εὐξάμενον ἀποθεραπεῦσαι τὰ δεινὰ, καὶ οὕτω διὰ τὴν τῆς Ἑλλάδος σωτηρίαν Ἑλλήνιον παρὰ τοῖς Αἰγινήταις τιμῆσαι Δία.

a. Ἐνδαΐδος ἀρίγνωτες υἱοί: τίνες δὲ πάντες ὁμοῦ ἐλιτάνευσαν περὶ τῶν προειρημένων: οἱ ἔνδοξοι παῖδες τῆς Ἐνδηΐδος, φησί, Τελαμὼν καὶ Πηλεύς, καὶ ὁ Φῶκος ὁ τὴς θεοῦ Ψαμάθης παῖς, ὅντινα ἡ Ψαμάθη ἐγέννησε παρὰ τοῖς αἰγιαλοῖς τῆς θαλάσσης, εἰκότως ὡς Νηρηΐς.

b. κρέοντος δὲ, ἤτοι τοῦ ἐνδόξου ἢ βασιλέως.

a. αἰδέομαι μέγα εἰπεῖν: αἰδοῦμαι καὶ φυλάττομαι. φησί, διηγήσασθαι μέγα τι καὶ οὐ δικαίως τετολμημένον καὶ πεπραγμένον. εἰς γὰρ τὰ πάτρια τῶν Αἰακιδῶν ἐμπεσὼν καὶ μνησθεὶς Φώκου ὑποστέλλεται τὴν κατ᾿ αὐτὸν τύχην λέγειν. ἔστι δὲ αὕτη. φασὶ γὰρ Πηλέα καὶ Τελαμῶνα ἐν γυμνασίοις ἀνελόντας Φῶκον, τὸν μὲν δίσκῳ τύψαντα, τὸν Πηλέα, τὸν δὲ Τελαμῶνα σιδήρῳ τὰ μετάφρενα, καὶ οὕτω τὸ μύσος φεύγοντας τῆς Αἰγίνης ἐκπεσεῖν, καὶ τὸν μὲν Τελαμῶνα εἰς Σαλαμῖνα τὴν πρὸς τῇ Ἀττικῇ, τὸν δὲ Πηλέα εἰς Θετταλίαν μετοικῆσαι· ὡς καὶ Ἀπολλώνιος ἐν τῷ καταλόγῳ φησί (I 93)· Τελαμὼν μὲν ἐν Ἀτθίδι νάσσατο νήσῳ, Πηλεὺς δ᾿ ἐν Φθίῃ ἐριβώλακι ναῖε λιασθείς.

b. ἄλλως. τί αἰδεῖται ὁ Πίνδαρος, καὶ τί αὐτοῖς φησι μὴ δικαίως κεκινδυνευμένον εἶναι; τὸ ὅτι ἀνεῖλον τὸν Φῶκον καὶ ἔφυγον· περιεσταλμένως δὲ αὐτὸ εἴρηκε. μέγα δὲ ἔργον φησὶν, ὅτι οὐ κατὰ δίκην ὁ κίνδυνος ἐγενήθη τῷ Τελαμῶνι καὶ τῷ Πηλεῖ τὸν ἑαυτῶν ἀδελφὸν ἀποκτείνασι Φῶκον, ἀλλ᾿ ἄδικος ὁ τοιοῦτος κίνδυνος, ὅν φησιν αἰδεῖσθαι εἰπεῖν. | δύναται δὲ καὶ οὕτως ἀκούεσθαι· τὸ ἀκίνδυνον ἐν δίκῃ, ἀληθές. ὃ γὰρ μὴ ἔχει κίνδυνον κατὰ τὴν δίκην, ἀληθές ἐστιν. οἶδεν οὖν ὁ Πίνδαρος τὸν Φώκου θάνατον, ἀλλ᾿ ἐκτρέπεται εἰπεῖν. | μήποτε δὲ καὶ τὸ παρὰ Καλλιμάχῳ (fr. 136)· ἔκλυε, τῶν μηδὲν ἐμοὺς δι᾿ ὀδόντας ὀλίσθοι. Πηλεύς, οὕτως ἀποδοτέον, ὅτι αἱ γυναῖκες ὠνείδιζον αὐτῷ τὸν Φώκου θάνατον.

c. ὁ δὲ νοῦς· αἰδοῦμαι οὖν, φησί, τὴν προφανῆ αἰτίαν, δι᾿ ἣν κατέλιπον τὴν ἐνδοξοτάτην νῆσον Αἴγιναν, εἰπεῖν, καὶ τίς τούτους τοὺς ἄνδρας δαίμων καὶ τύχη ἀπὸ τῆς Οἰνώνης ἀπήλασε· παύσομαι τῆς τοιαύτης διηγήσεως.

a. οὔ τοι ἅπασα κερδίων: οὐ φέρει κέρδος πᾶσα ἀλήθεια ἀτρεκὴς γινομένη καὶ φαίνουσα τὸ ἴδιον πρόσωπον, ἀλλὰ δεῖ ποτε καὶ ἐπικεκρύφθαι τὸ πρόσωπον τῆς ἀληθείας.

b. ὁ δὲ νοῦς· οὐ γὰρ πᾶσα ἐπικερδής ἐστιν ἀλήθεια φανερὰ γινομένη καὶ εἰς ὄψιν ἀγομένη ἀτρεκῶς, ἀλλὰ πολλάκις καὶ τὸ νοῆσαι, ὅτι δεῖ κατὰ καιρὸν σιωπῆσαι, σοφώτατόν ἐστι πρᾶγμα.

a. εἰ δ᾿ ὄλβον ἢ χειρῶν βίαν: τὰ μὲν περὶ τὸν φόνον τοῦ Φώκου διασιωπήσομαι· εἰ δέ τοι ἐπαινέσαι δεῖ, φησίν, ἢ εὐδαιμονίαν ἀνθρώπου ἢ σθένος χειρῶν ἢ τὴν κατὰ πόλεμον ἀρετὴν, δύναμαι, φησί, πόρρω ἅλλεσθαι τοὺς Αἰακίδας ἐν τούτοις ὑμνῶν.

b. ὁ δὲ νοῦς· εἰ δὲ δεῖ τὴν ἄλλην εὐδαιμονίαν τῶν Αἰακιδῶν, ἢ τὴν ἀνδρείαν ἢ τὰ κατὰ πόλεμον ἔργα ἐπαινέσαι, ἤδη τίς μοι ὑποσκαπτέτω πηδημάτων μεγάλων σημεῖα, ὥστε κούφως διὰ τῶν γονάτων ἐπὶ τὸ ἐξώτερον φέρεσθαι. ἀλληγορεῖ οὖν· δύναμαι πλέον πάντων θαυμάσαι αὐτοὺς καὶ ὑπερβαλέσθαι τοὺς ἀγωνίζεσθαι βουλομένους. ἡ δὲ μεταφορὰ ἀπὸ τῶν πεντάθλων, οἷς σκάμματα σκάπτονται, ὅταν ἅλλωνται· ἐκείνων γὰρ κατὰ τὸν ἀγῶνα πηδώντων, ὑποσκάπτεται βόθρος ἐκάστου τὸ ἅλμα δεικνύς. φησὶν οὖν ὅτι βουλομένῳ μοι τοὺς Αἰακίδας ἐγκωμιάζειν ἤδη τις μακρὰ ὑποσκαπτέτω μοι ἅλματα, νικήσω γὰρ καθάπαξ τοὺς ἐναντιοῦσθαί μοι καὶ ἐγκωμιάζειν βουλομένους.

καὶ πέραν πόντοιο πάλλοντ᾿ αἰετοί: οἱ ἀετοί, φησίν, οὐ μόνον τὰ περίγεια πέτονται, ἀλλὰ καὶ πελαγίζουσι· καὶ ἐγὼ οὖν ὡς ἀετὸς πελαγιῶ ἐν τοῖς ποιήμασιν.

a. ἐν δὲ μέσσαις φόρμιγγ᾿ Ἀπόλλων: ἐν αἷς Μούσαις ὁ Ἀπόλλων κιθάραν ἑπτάφωνον τῷ πλήκτρῳ κρούων (διὰ γὰρ τοῦ πλήκτρου ὥσπερ γλώσσης ὁ φθόγγος ἀποδίδοται) ἐξῆρχε πάσης μελῳδίας, τουτέστι νόμων μελῳδικῶν. τοῦτο δέ φησι παρὰ τὸ ὡς νομίῳ θεῷ τῷ Ἀπόλλωνι ἀνακεῖσθαι τὴν μοῦσαν.

b. τὸ δὲ διώκων ἀντὶ τοῦ συνάπτων, κιθαρίζων τῷ πλήκτρῳ. διώκειν δέ φησιν αὐτὸν, τὸ τάχος ἐμφῆναι βουλόμενος τῆς πλήξεως.

a. αἱ δὲ πρώτιστον μὲν ὕμνησαν: αἱ Μοῦσαι, φησί, πρῶτον μὲν ὕμνησαν τὸν Δία, μετὰ δὲ τὸν Δία ὕμνησαν δευτέραν τὴν Θέτιν, ἔπειτα τρίτον τὸν Πηλέα, καὶ διηγήσαντο ὅπως αὐτὸν ἡ ἁβρὰ Κρηθηῒς ἡ τοῦ Ἱππολύτου θυγάτηρ ἀνελεῖν ἐβουλήθη· ἐκ δὲ τούτου τὸ σεμνὸν αὐτοῦ ἐγκωμιάζουσαι ᾖδον.

b. ἄλλως. ἀπὸ Διὸς προοιμιαζόμεναι, φησίν, ᾖδον καὶ ὕμνουν τὴν Θέτιν. τὸ προοίμιον οὖν ἀπὸ Διὸς ἐποιήσαντο· καὶ ἀλλαχοῦ (N. II 1)· Ὅθεν περ καὶ Ὁμηρίδαι, Διὸς ἐκ προοιμίου. καὶ Ἄρατος (1)· Ἐκ Διὸς ἀρχώμεσθα.

Μαγνήτων σκοπὸν πείσαισ᾿ ἀκοίταν: τὸν Ἄκαστον τῆς Μαγνησίας τὸν ἐπίσκοπον καὶ βασιλέα. ποικίλοις οὖν, φησί, λόγοις ἀπατήσασα τὸν ἑαυτῆς ἄνδρα ἡ Κρηθηἴς ἐπεβούλευσε τῷ Πηλεῖ· τὸ δὲ πλάσμα ψεύστης ἦν λόγος, ὅτι ἄρα ἐπειρᾶτο ὀ Πηλεὺς ἐπιβουλεῦσαι τῇ κοίτῃ τοῦ Ἀκάστου καὶ μοιχεῦσαι τὴν Κρηθηΐδα· ἦν δὲ τὸ ἐναντίον· πολλὰ γὰρ αὐτὸν τὸν Πηλέα ἐκ πάσης ψυχῆς ἐλιτάνευε καὶ παραπείθειν ἐπεχείρει συνελθεῖν αὐτῇ.

a. τοῦ δὲ ὀργὰν κνίζον αἰπεινοὶ λόγοι: οἱ προσάντεις λόγοι καὶ χαλεποὶ, κατὰ μεταφορὰν τὴν ἀπὸ τῶν ὑψηλῶν τόπων. προσάντεις οὖν οἱ ἀντίτυποι λόγοι καὶ δυσπρόσιτοι.

b. ὁ δὲ νοῦς· τούτου δὲ τὴν προαίρεσιν καὶ τὸν τρόπον ἔκνιζον καὶ ἐλύπουν οἱ ἄδικοι λόγοι, καὶ παραχρῆμα ἀπηρνήσατο αὐτὴν εὐλαβηθεὶς τὴν τοῦ ξενίου Διὸς ὀργήν· ἵνα καθόλου ἀκούσωμεν τὸ πατρός, ὡς Ὅμηρος (A 544)· πατὴρ ἀνδρῶν τε θεῶν τε· ἢ ὅτι ὁ Πηλεὺς ἔκγονος ἧν Διός.

ὁ δ᾿ εὖ φράσθη: ὁ δὲ Ζεύς, φησίν, ἐφράσθη, ἀντὶ τοῦ ἔγνω, καὶ ἀντὶ τῆς σωφροσύνης ἐπένευσεν αὐτῷ καὶ παρέσχεν ὥστε λαβεῖν γυναῖκα τὴν Θέτιν.

a. γαμβρὸν Ποσειδάωνα πείσαις: πείσας ὁ Ζεὺς σύγγαμβρον αὐτῷ γενέσθαι τὸν Ποσειδῶνα· ὁ μὲν γὰρ τὴν Θέτιν, ὁ δὲ τὴν Ἀμφιτρίτην ἔγημεν. Αἰγαὶ δὲ νῆσός ἐστι πρὸς τῇ Εὐβοίᾳ, καὶ ἀπὸ ταύτης τὸ πέλαγος Αἰγαῖον προσαγορεύεται. ἀπὸ τῶν Αἰγῶν οὖν φησι τὸν Ποσειδῶνα συνεχῶς ἐπὶ τὸν Ἰσθμὸν πορεύεσθαι. ὅτι δὲ Ποσειδῶνος ἱερὰ αὕτη, φησὶ καὶ Ὅμηρος (Θ 203)· οἳ δέ τοι εἰς Ἑλίκην τε καὶ Αἰγὰς δῶρ᾿ ἀνάγουσι πολλά τε καὶ χαρίεντα. διατί δὲ ὠνόμασε νῦν τὸν Ἰσθμόν; ὅτι οἰκεῖός τις ἦν τοῦ Πυθέου, εἰς ὃν αὕτη ἡ ᾠδὴ γέγραπται, Εὐθυμένης, ὃς ἐνίκησεν Ἴσθμια.

b. ὁ δὲ νοῦς· πείσας σύγγαμβρον αὐτῷ γενέσθαι τὸν Ποσειδῶνα, ὅστις συνεχῶς ἀπὸ τῶν Αἰγῶν ἐπὶ τὸν τῶν Κορινθίων ἰσθμὸν φοιτᾷ, ὅπου δὴ μάλιστα αἱ συνεταὶ τῶν Κορινθίων τάξεις ὑποδέχονται τὸν θεὸν μετὰ βοῆς τῶν αὐλῶν, ὅτε δὴ καὶ διαφιλονεικοῦσιν ἀγωνιζομένοις σώμασιν ἀνδρείαν· ἴσως ἐν τοῖς Ἰσθμικοῖς ἀγῶσι· τότε δὲ ἑκάστου δείκνυται καὶ διακρίνεται τὸ συγγεννηθὲν θράσος ἐπὶ πάντων τῶν τελουμένων ἔργων.

c. τὸν ἐσόμενον οὖν τοῦ Πηλέως σύγγαμβρον.

a. ἔνθα μιν εὔφρονες ἶλαι: ἶλαι αἱ τάξεις καὶ αἱ συστροφαὶ τῶν νέων αἱ ἐν χορῷ γινόμεναι· ὅθεν καὶ εἰλαπίναι.

b. ὅπου αὐτὸν αἱ ἶλαι τῶν κωμαζόντων μετὰ τὰς νίκας εὔφρονες οὖσαι, τουτέστιν εὐφραντικαὶ, ἐκδέχονται μετὰ αὐλῶν· ὄπου γὰρ κῶμοι, ἐκεῖ ἐστιν εὐφροσύνη. εἶτα ἐποίσει, διὰ τί τοῦ Ἰσθμοῦ ἐμνήσθη.

a. τὺ δ᾿ Αἰγίνᾳ θεᾶς, Εὐθύμενες: ὁ Εὐθυμένης οἰκεῖος τοῦ Πυθέου.

b. ὁ δὲ νοῦς· σὺ δὲ, ὦ Εὐθύμενες, ἐν τῇ Αἰγίνῃ προσερχόμενος ἐν τοῖς ἀγῶσι τῆς θεᾶς Νίκης ἠδυνήθης πολλῶν ὕμνων τυχεῖν. τοῦτο δέ φησι διὰ τὸ εἶναι αὐτὸν παγκρατιαστήν.

a. ἤτοι μεταΐξαντα καὶ νῦν τεὸς μάτρως ἀγάλλει: μήτρως ἢ ὁ τῆς μητρὸς ἀδελφὸς ἢ ὁ κατὰ μητέρα συγγενής· χρῆται γὰρ οὕτως ὁ Πίνδαρος.

b. ἀγάλλει σου τὸ ὁμόσπορον ἔθνος, τὸ τῶν Αἰγινητῶν.

c. καταλληλότ ρον δὲ ἔνιοι γράφουσι Πυθέας. ἵν᾿ ᾖ ὁ μήτρως Πυθέας. οὐ μόνον, φησί, Νέμεα νενικήκατε, ἀλλὰ καὶ ἐν Αἰγίνῃ τοὺς ἡλικιώτας ἐλθόντας οἴκοι τῷ κράτει νενικήκατε. ἔστι δὲ ἀγὼν ἐν Αἰγίνῃ ἀγόμενος τὰ Αἰάκεια, ὅντινα δηλαδὴ ἐνίκησεν ὁ Πυθέας.

d. ὁ δὲ νοῦς οὕτω· μετὰ τὰ προειρημένα ὑπὸ σοῦ ἔτι καὶ ἐπὶ τοῦ παρόντος ὁ σὸς μήτρως, ὦ Εὐθύμενες, ὁ Πυθέας ἀγάλλει τε καὶ σεμνύνει τὸ ὁμόσπορον ἔθνος καὶ συγγενὲς ὑμῶν τὸ τῶν Αἰακιδῶν τὸ ὂν ἐν τῇ Αἰγίνῃ.

a. ἁ Νεμέα μὲν ἄραρε μείς τ᾿ ἐπιχώριος: παρ᾿ Αἰγινήταις Δελφίνιος μὴν ἄγεται Δελφινίου Ἀπόλλωνος ἱερός, ἐν ᾧ ἴσως φησὶ γεγενῆσθαι τὰ Νέμεα. πεφιλῆσθαι γάρ φησι τὸν μῆνα τοῦτον ὑπὸ τοῦ Ἀπόλλωνος· καὶ εἴη ἂν ὁ μὴν οὗτος, ἐν ᾧ θύουσιν Αἰγινῆται Ἀπόλλωνι οἰκιστῇ καὶ δωματίτῃ. καθά φησι Πυθαίνετος (FHG IV 487).

b. ἄλλως. μεὶς ἐπιχώριος ὁ Δελφίνιος μὲν καλούμενος, καθ᾿ ὃν τελεῖται Ἀπόλλωνος ἀγὼν Ὑδροφόρια καλούμενος. ὁμοίως οὖν, φησίν, ἥρμοσται τῷ Πυθέᾳ καὶ οὗτος ὁ Δελφίνιος.

c. ὁ δὲ νοῦς· ἡ μὲν γὰρ Νεμέα καὶ προσήρμοσται αὐτῷ πρὸς τὸ νικᾶν ἀεὶ, καὶ ὁ πάτριος ἀεὶ παρ᾿ Αἰγινήταις μὴν, ὃν ὁ Ἀπόλλων ἐφίλησεν· ἐλθόντας δὲ καὶ ὁμήλικας ἐν Αἰγίνῃ νικᾶ.

a. Νίσου τ᾿ ἐν εὐαγκεῖ λόφῳ: τουτέστιν ἐν Μεγάροις. διατίθεται δὲ Ἀπόλλωνι καὶ Πύθια καλεῖται ὁ ἀγών.

b. ἄλλως. ἐν Μεγάροις τῷ εὐθέτῳ χωρίῳ ὁμοίως ἐνίκησε τὰ Ἀλκαθοῖα. Νῖσος δὲ βασιλεὺς Μεγάρων. ἥδομαι δέ, φησίν, ὅτι τῶν καλῶν ἕνεκα πᾶσα φιλονεικεῖ ἡ πόλις.

a. ἴσθι, γλυκεῖάν τοι Μενάνδρου σὺν τύχᾳ: λείπει τὸ ὅτι. ὁ δὲ λόγος· ἴσθι, ὅτι ἐπωνάσθης τῶν τοῦ Μενάνδρου μόχθων.

b. ἢ οὕτω· γίνωσκε ὅτι γλυκεῖαν ἀμοιβὴν ἐκαρπώσω τῶν πόνων ἐκ τῆς νίκης σὺν τῇ Μενάνδρου παρουσίᾳ. οὗτος δὲ Ἀθηναῖος, ἀλείπτης Πυθέου.

c. τὸ δὲ τύχᾳ ἀμφίβολον, ἢ σὺν τῇ σῇ τύχῃ ἢ τοῦ Μενάνδρου.

a. χρὴ δ᾿ ἀπ᾿ Ἀθανᾶν: χρὴ δὲ ἀπὸ Ἀθηνῶν τοὺς ἐπιστάτας εἶναι τῶν ἀθλητῶν, ἐπειδὴ καὶ ὁ Μένανδρος Ἀθηναῖος. τοῦτο δέ φησιν, ἐπειδὴ πρότερον ὁ Θησεὺς Ἀθηναῖος ὢν εὗρε παγκράτιον ἄνευ μυρμήκων· ἡνίκα γὰρ ἐν τῷ Λαβυρίνθῳ ἐξησθένει πρὸς τὴν ἰσχὺν τοῦ Μινωταύρου, παγκρατίῳ αὐτὸν διαπαλαίων περιγέγονεν· οὐ γὰρ εἶχε μάχαιραν· καὶ οὕτως ἐνομίσθη εὑρετὴς τῆς πυγμῆς. ἴσως οὖν ὁ Πίνδαρος οὐκ ἀργῶς μέμνηται τῶν Ἀθηνῶν, ἀλλὰ τοιοῦτόν τι ὑποσημαίνων.

b. ἄλλως. ἐν Ἀθήναις φασὶν εὑρῆσθαι τὴν παλαιστρικὴν ὑπὸ Φόρβαντος τοῦ παιδοτρίβου Θησέως· | τινὲς δὲ τοὐναντίον Θησέα μὲν παρ᾿ Ἀθηνᾶς τὴν πάλην μαθεῖν, Φόρβαντα δὲ ὑπὸ Θησέως. | Φερεκύδης (FHG I 97 M., I 98 J) δὲ ἡνίοχον τὸν Φόρβαντά φησι Θησέως, σὺν ᾧ καὶ τὴν Ἀμαζόνα ἁρπάζει. καὶ Πολέμων δὲ ἱστορεῖ (FHG III 132) πάλην εὑρηκέναι Φόρβαντα Ἀθηναῖον. ὅτι δὲ Θησεὺς παρ᾿ Ἀθηνᾶς ἔμαθε τὴν πάλην, Ἴστρος ἱστορεῖ (FHG I 421).

εἰ δὲ Θεμίστιον ἵκεις ὥστ᾿ ἀείδειν: εἰ δὲ βούλει, φησίν, καὶ ἦλθες ὑμνεῖν τὸν Θεμίστιον· οὗτος δὲ λέγεται πάππος τῷ Πυθέᾳ πρὸς μητρός· μηκέτι εὐλαβούμενος, φησί, φθέγγου, μηδὲ ὡς ὑπὸ ῥίγους συνεχόμενος, ἀντὶ τοῦ μηδεμίαν εὐλάβειαν ἔχων θαύμαζε ὡς καὶ μεγαλοφώνως βοᾶν.

a. ἀνὰ δ᾿ ἱστία τεῖνον πρὸς ζυγὸν καρχασίου: καρχήσιον τὸ ἀνώτατον τῆς κεραίας. τούτῳ τὸ ἱστίον προσανατείνουσιν, ὅταν θέλωσι δαψιλεῖ τῷ ἀνέμῳ χρῆσθαι οὐριοδρομοῦντες.

b. καὶ πύκτην οὖν αὐτὸν ὕμνει καὶ παγκρατιαστὴν, διπλόαν νικῶντα ἀρετὴν ἐν Ἐπιδαύρῳ, ὡς διττὰ Ἀσκληπιεῖα νενικηκότος αὐτοῦ ἢ ὡς δύο στεφάνους εἰληφότος ἑνὶ ἀγῶνι πυγμῆς καὶ παγκρατίου. ταῦτα δὲ ἐπὶ τοῦ Θεμιστίου λέγει.

c. ἢ οὕτω· ζυγὸν καρχησίου λέγει τὴν σύνδεσιν καὶ τὸ ἄκρον τοῦ καρχησίου, περιφραστικῶς δὲ αὐτὸ τὸ καρχήσιον.

d. ἢ καρχήσιόν φησι τὸ ἄκρον τοῦ ἱστοῦ· καρχήσιον γὰρ, ἐν ᾧ τὸν ἱμάντα ἐνείρουσι. θαύμαζε οὖν, φησίν, αὐτὸν οὕτω μεγαλοφώνως καὶ θαρρούντως, ὥσπερ οἱ πλέοντες ἐπὶ πνεύματος οὐρίου· εἰς ἄκρον τὸ καρ ήσιον ζυγώσας τὸ κέρας, οὕτω διόλου ἐκπέτασον τὸ ἄρμενον. ἀλληγορῶν δὲ ἐνδείκνυται τὴν περιουσίαν τῶν θαυμάτων. φθέγξαι δὲ καὶ πυκτικὴν αὐτὸν καὶ παγκράτιον νενικηκέναι ἐν Ἐπιδαύρῳ καὶ διπλῆς ἀρετῆς δόξαν κεκτῆσθαι, καὶ κομίζειν αὐτὸν τῇ Αἰγίνῃ φαιδρὰ τὰ ἄνθη τῶν στεφάνων μετὰ τῶν Χαρίτων φθέγξαι.

e. προθύροις δέ φησιν Αἰακοῦ ἀντὶ τοῦ ἐν τῷ ἡρῴῳ τοῦ Αἰακοῦ ἐν Αἰγίνῃ, οὗπερ ἐν τοῖς προθύροις ἀνάκεινται οἱ ἐξ Ἐπιδαύρου τοῦ Θεμιστίου διπλοῖ στέφανοι.

f. ἢ οὕτως· ὡς ἐν Αἰγίνῃ ἐν τῷ τεμένει τοῦ Αἰακοῦ ἐπὶ τῶν προπύλων ἀνακειμένων αὐτῷ τῶν στεφάνων.

Ἐπιδαύρῳ διπλόαν: διπλῆν, ἀντὶ τοῦ δεύτερον. ἐν δὲ Ἐπιδαύρῳ Ἀσκληπιοῦ ἱερὸς ἀγὼν ἄγεται.

Scholia in Nemeonicarum carmen VI.

Ἀλκιμίδῃ Αἰγινήτῃ παιδὶ παλαιστῇ.

Τῆς ἕκτης ᾠδῆς ἡ στροφὴ καὶ ἀντίστροφος κώλων ιγ΄. τὸ α΄ ἰαμβικὸν ἀκατάληκ ον. ἐν γὰρ τῇ δευτέρᾳ χώρᾳ ἐστὶν ὁ σπονδεῖος· πολὺ δὲ τοῦτο παρὰ τοῖς λυρικοῖς. τὸ β΄ ἰαμβικὸν πενθημιμερές. τὸ γ΄ τροχοϊκὸν πενθημιμερές, ἢ ἰωνικὸν δίμετρον βραχυκατάληκτον ἀπὸ τροχαϊκῆς συζυγίας. τὸ δ΄ διπλῆ περίοδος, ἣ καλεῖται τροχαῖος ἀπὸ ἰάμβου. τὸ ε΄ τροχαϊκὸν δίμετρον βραχυκατάληκτον. τὸ ς΄ ἰαμβέλεγος λείπων τῇ πέμπτῃ συλλαβῇ, ἢ ἀναπαιστικόν. τὸ ζ΄ τὸ αὐτό. τὸ η΄ ἐπιχοριαμβικὸν, ἐξ ἀντισπάστου καὶ χοριάμβου, ἀδιάφορον περὶ τὴν ἀρχήν. τὸ θ΄ δακτυλικὸν πενθημιμερές. τὸ ι΄ τὸ αὐτό. τὸ ια΄ προσοδικὸν δίμετρον ἀκατάληκτον. τὸ ιβ΄ ἰωνικὸν δίμετρον ἀπὸ τροχ ϊκῆς συζυγίας. τὸ ιγ΄ ἀντισπαστικὸν τρίμετρον βραχυκατάληκτον, ὅ ἐστι Φαλαίκειον παρὰ συλλαβὴν, οὖ ἡ ἀρχὴ τὸν ἀντίσπαστον ἔχει ἀδιάφορον τοῦ ἄρχοντος ποδός.

ἡ ἐπῳδὸς κώλων ια΄. τὸ α΄ χοριαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ β΄ ἰαμβικὸν πενθημιμερές. τὸ γ΄· ἡ τελευταία ἀπόδοσις ἀναγκάζει δακτυλικὸν γενέσθαι τὸ κῶλον. τὸ δ΄ προσοδικὸν δίμετρον ἀπὸ ἰωνικοῦ, καὶ ἐνόπλιον. τὸ ε΄ ἰωνικὸν δίμετρον καταληκτικὸν ἀπὸ ἰωνικῆς συζυγίας. τὸ ς΄ δακτυλικὸν τρίμετρον. τὸ ζ΄ ἰωνικὸν δίμετρον βραχυκατάληκτον. τὸ η΄ ἀναπαιστικὸν δίμετρον καταληκτικὸν δύο συλλαβαῖς. τὸ θ΄ ἰαμβικὸν δίμετρον ἀκατάληκτον Ἀλκαϊκόν. ὁ γὰρ τέταρτος ποὺς σπονδεῖος. τὸ ι΄ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. τὸ ια΄ δακτυλικὸν πενθημιμερές.

Inscr. Τοῦτον τὸν Ἀλκιμίδαν ἀναγράφεσθαί φησιν Ἀσκληπιάδης ἀντὶ Αἰγινήτου Κρῆτα οὕτως· Ἀλκιμίδας Θέωνος Κρής.

Ἒν ἀνδρῶν, ἓν θεῶν γένος: ἐκ μιᾶς μητρὸς ὑπάρχομεν, φησί, καὶ ζῶμεν τῆς Γῆς οἵ τε θεοὶ καὶ οἱ ἄνθρωποι. ἐμφαίνει δὲ διὰ τοῦ προοιμίου, ὅτι κοινωνίαν τινὰ πρὸς τοὺς θεοὺς οἱ ἄνθρωποι ἔχομεν τῇ εὐφυΐᾳ καὶ τοῖς ἔργοις τοῦ νοῦ. ὅτι δὲ κοινὸν ἡμῖν τοῖς ἀνθρώποις πρὸς τοὺς θεοὺς τὸ γένος, καὶ Ἡσίοδος μαρτυρεῖ, ἐπὶ μὲν τῆς τῶν θεῶν γενέσεως λέγων (th. 126)· Γαῖα μέν τοι πρώτιστον ἐγείνατο ἶσον ἑαυτῇ Οὐρανὸν ἀστερόενθ᾿, ἵνα μιν περὶ πάντα καλύπτῃ. Οὐρανοῦ δὲ καὶ Γῆς εἰσιν οἱ περὶ Κρόνον καὶ οἱ ἄλλοι Τιτᾶνες, ἐκ δὲ τῶν Τιτάνων οἱ ὕστεροι θεοί· Ἥφαιστος δὲ Πανδώραν ποιεῖ (op. 60)· Ἥφαιστον δ᾿ ἐκέλευσε περικλυτὸν ὅττι τάχιστα γαῖαν ὕδει φύρειν, ἐν δ᾿ ἀνθρώπου θέμεν αὐδὴν καὶ σθένος, ἀθανάτῃς δὲ θεῇς εἰς ὦπα ἐΐσκειν. ἀπὸ δὲ τῆς Πανδώρας εἰς ἡμᾶς τὸ γένος διῖκται. οὕτως ἕν ἐστι θεῶν καὶ ἀνθρώπων τὸ γένος. ἀφορᾷ δὲ καὶ πρὸς τὸ εὐφυὲς τοῦ Ἀλκιμίδου τὸ προοίμιον.

a. διείργει δὲ πᾶσα κεκριμένα δύναμις: ἡ ἀμετάβλητος.

b. ἢ πολλή, ἐπιτατικῶς.

c. κεκριμένη, ἤτοι κεχωρισμένη.

d. ὁ δὲ νοῦς· διαχωρίζει δὲ ἀπ᾿ ἀλλήλων ἡμᾶς ἡ ὡρισμένη δύναμις τῶν θεῶν, ἵν᾿ ἔξωθεν ἀκούσωμεν τοσοῦτον, ὥστε τὸ μὲν τῶν ἀνθρώπων εὐδιάφθορον εἶναι γένος, τὸ δὲ τῶν θεῶν ἐν ἀσφαλεῖ καὶ βεβαίῳ καὶ ἀφθαρσίᾳ τυγχάνειν.

e. ἢ οὕτω· τοὺς θεοὺς καὶ ἡμᾶς χωρίζει ἡ δύναμις· οἱ μὲν γὰρ ἀθάνατοί εἰσι και ἰσχύουσιν, ἡμεῖς δὲ οὐδέν.

f. ἢ οὕτω· τὸ μὲν ἡμέτερον γένος τὸ μηδέν ἐστι καὶ ταπεινόν, τὸ δὲ θεῖον πολλὴν ἔχει τὴν δύναμιν. καὶ ἐν Πυθιονίκαις (VIII 95) σκιᾶς ὄναρ ἄνθρωπός φησιν.

a. ἀλλά τι προσφέρομεν ἔμπαν: ἀλλ᾿ ὅμως καίτοι οὐδαμινοὶ ὄντες, φησίν, ἐμφερές τι ἔχομεν τοῖς θεοῖς, ἢ κατὰ τὸν νοῦν· θεὸς γάρ τις ἐν ἡμῖν κατὰ τὸν Εὐριπίδην (fr. 1018)· ἢ κατὰ τὰς εὐφυΐας τῶν σωμάτων καὶ τὰ κάλλη.

b. ἢ οὕτως· ὅμως μέντοι ἐοίκαμεν προσεοικέναι τοῖς θεοῖς κατά τι, ἢ κατὰ τὸν νοῦν ἢ κατὰ τὴν εὐφυΐαν.

c. ὁ δὲ νοῦς· προσφερεῖς, φησίν, ἐσμὲν τοῖς θεοῖς, καίπερ οὐκ εἰδότες εἴτε ἐν ἡμέρᾳ εἰτε ἐν νυκτὶ πότμος ἔγραψε τὴν εἱμαρμένην ἡμῖν καὶ τὸν θάνατον.

d. ἢ οὕτω· καίτοι μὴ γινώσκοντες μήτε τὰ πρὸς τὴν ἡμέραν μήτε τὰ διὰ νυκτὸς ἐσόμενα, μηδὲ εἴ τις ἡμᾶς μόρος κατακέκρικεν εἰς σκοπόν τινα καὶ στάθμην λαβεῖν. στάθμην δέ φησι τὸν θάνατον κατὰ λόγον· ἐπίστασις γὰρ ἡμῖν ἐστι τοῦ παντὸς βίου καὶ στάσις καὶ τέλος.

e. ἢ στάθμην ἀκουστέον ἐκ μεταφορᾶς τὴν περιγραφὴν τοῦ βίου καὶ τὴν οἴκησιν.

a. τεκμαίρει δὲ καὶ νῦν Ἀλκιμίδας: ὅτι δὲ συγγενεῖς ἐσμεν τῶν θεῶν, ὁ Ἀλκιμίδας, φησί, σαφὲς ποιεῖ τεκμηριοῦσθαι ἡμᾶς. εἰς ὃ γὰρ καὶ αὐτὸς ἔπραξε τῇ εὐφυΐᾳ ἑαυτοῦ, ἐπέδειξε τὴν πρὸς τὸ θεῖον ἡμῶν συγγένειαν, ἐγγύς τι καὶ παραπλήσιον εἰργασμένος ταῖς καρποφόροις ἀρούραις.

b. ὁ δὲ νοῦς· τεκμηριοῖ δὲ καὶ σαφὲς εἶναι ποιεῖ τὸ πρὸς τοὺς θεοὺς ἡμῖν διὰ τὴν εὐφυΐαν συγγενὲς καὶ νῦν Ἀλκιμίδης τοῖς αὐτοῦ κατορθώμασιν.

a. αἵ τ᾿ ἀμειβόμεναι: οὐ γὰρ διαπαντός, φησίν, ἐξομαλίζουσι τὴν εὐκαρπίαν αἱ ἄρουραι, ἀλλὰ παρὰ χρόνους τινὰς ἀναπαύλης τυγχάνουσιν, εἶτα ἀναπαυσάμεναι πάλιν ἀποδιδόασι πλείονας τοὺς καρπούς. ἀμειβόμεναι οὖν αἱ ἄρουραι, τουτέστιν ἐξ ἀμοιβῆς παρ᾿ ἐνιαυτὸν φέρουσαι, τὸν βίον ἔδοσαν, τουτέστι τὰ πρὸς τὸν βίον δαψιλῆ καὶ πλούσια· διὰ γὰρ τοῦ ἐπηετανοῦ τοῦτο βούλεται δηλοῦν.

b. ἄλλως. τοῦ γένους τοῦ Ἀλκιμίδου οἱ μὲν ἠγωνίσαντο, οἱ δὲ οὔ, ἀλλὰ συμβέβηκε τύχῃ τινὶ παρὰ μέρος ἀθλεῖν. νικᾷ γὰρ Ἀγησίμαχος, σχολάζει Σωκλείδης ὁ τούτου παῖς, εἶτα Πραξιδάμας ὁ ἐκ Σωκλείδου ἐναγώνιος γίνεται· Πραξιδάμαντος πάλιν σχολάζει ὁ υἱὸς ὁ τοῦ νικηφόρου πατήρ. τούτου οὖν μεταξὺ γεγενημένου ἐν τῷ γένει διαλείμματος ὑπεραπολογεῖται, καὶ παρομοιοῖ αὐτοὺς τῇ γῇ τῇ παρ᾿ ἐνιαυτὸν καὶ ἐκ διαλειμμάτων εὐκαρπούσῃ, λέγων ὅτι δηλοῖ δὲ καὶ σαφὲς ποιεῖ τὸ ἑαυτοῦ συγγενὲς ὁ Ἀλκιμίδης, ὅπερ ἐστὶν ἰδεῖν ὅμοιον τῇ σπορίμῃ γῇ καὶ ταῖς ἀρούραις, αἵτινες ἐξ ἀμοιβῆς καρποφοροῦσαι ποτὲ μὲν ἀδιάλειπτα τὰ πρὸς τὸν βίον παρέχουσιν ἐκ τῆς γεωργίας, ποτὲ δὲ ἀναπαυσάμεναι καὶ σχολάσασαι τὴν ἑαυτῶν δύναμιν ἀνέλαβον. τὸ δὲ ὑπερβατόν· τεκμαίρει καὶ νῦν Ἀλκιμίδης, ὃς ἦλθεν ἐξ ἐρατῶν ἄθλων, παῖς ἐναγώνιος, ἰδεῖν τὸ συγγενὲς καὶ πρόσφορον τῇ γῇ, ἥτις ἐξ ἀμοιβῆς σπειρομένη ἀναπαύεται καὶ δίδωσι πολλοὺς τοὺς καρπούς.

a. ἦλθέ τοι Νεμέας ἐξ ἐρατῶν ἀέθλων: καὶ ὁ Ἀλκιμίδης οὖν παραπλήσιος ταύταις ἐγένετο· ὡς γὰρ αὗται ποτὲ μὲν ἀναπαύονται, ποτὲ δὲ καρποφοροῦσι, τῆς γῆς ἐκ διαλείμματος καρποφορούσης, οὕτω καὶ τὸ γένος τοῦ Ἀλκιμίδα. ὁ μὲν γὰρ πάππος τοῦ Ἀλκιμίδα ἐνίκησεν, ὁ δὲ πατὴρ οὐκέτι· ὁ δὲ μὴ νικήσας πατὴρ τῇ ἀναπαύσει παραβέβληται τῶν ἀρουρῶν, ὁ δὲ Ἀλκιμίδας πάλιν νικήσας τῇ μετὰ τὴν ἀνάπαυσιν καρποφορίᾳ.ὃς μετερχόμενος, φησί, τὴν ἐκ Διὸς μοῖραν, τουτέστι τὸν Νεμεακὸν στέφανον, τὰ γὰρ Νέμεα τοῦ Διός, κατὰ τὰ ἴχνη τοῦ Πραξιδάμαντος τὸν ἑαυτοῦ πόδα νέμει, τουτέστι μερίζει· ὡς γὰρ ἐκεῖνος ἐνίκησεν, οὕτω καὶ οὗτος.

b. ὁ δὲ νοῦς· ἦλθεν οὖν πρὸς τὸ παρὸν ἀπὸ τῶν Νεμεακῶν ἀγώνων τῶν ἐρασμίων ὁ ἀνδρειότατος Ἀλκιμίδης, ὃς ἐκ θεῶν ταύτην κληρωθεὶς τὴν εὐτυχίαν νῦν ἐφάνη περὶ τὴν τῆς πάλης νίκην οὐκ ἄμοιρος, ἀλλ᾿ ὥσπερ τις ἀγαθὸς κυνηγέτης, οὕτω κατ᾿ ἴχνος βαίνων τοῦ Πραξιδάμαντος τοῦ ἑαυτοῦ πάππου. ὁ δὲ Ἀρίσταρχος οὐκ ἐπὶ τῷ διαλιπεῖν τὸν πατέρα παραβεβλῆσθαί φησι τῇ γῇ τὰ τῶν ἀνθρώπων, ἀλλὰ διὰ τὸ τὸν Ἀλκιμίδαν πρότερον μὲν ὄντα παῖδα νικῆσαι, διαλιπόντα δὲ χρόνον νῦν πάλιν νενικηκέναι.

κεῖνος γὰρ Ὀλυμπιόνικος ἐών: ἐκεῖνος ὁ Πραξιδάμας, φησί, πρῶτος ἐγένετο τῶν Αἰγινητῶν πάντων Ὀλυμπιονίκης, ἢ τοῦ γένους ἑαυτοῦ. ὁ δὲ παρὼν Ἀλκιμίδης οὐκ ἐποίησε ληθαργηθῆναι τὸν ἑαυτοῦ πατέρα, φησίν, ἀργησάντων τῶν ἀγωνισμάτων, ἀλλὰ διὰ τῆς ἑαυτοῦ ἀνδρείας ἐκεῖνος ἐσέμνυνε τὸν Σωκλείδην τὸν ἑαυτοῦ πατέρα. ὁ δὲ Δίδυμος, Σωκλῆς ἐστι τὸ ὄνομα, φησί· παρήγαγε δὲ αὐτὸ πατρωνυμικῶς, ὡς ἔθος ἐστὶ τοῖς ποιηταῖς. ὡς οὖν μὴ νενικηκότος τοῦ Σωκλείδου οὗτος τὴν περὶ ἐκεῖνον λήθην ἔπαυσε, νικήσας τοὺς προειρημένους στεφάνους. τὸ δὲ ὑπέρτατος ἀντὶ τοῦ πρεσβύτερος· ὁ γὰρ Σωκλείδης πρεσβύτερος μὲν τῶν υἱῶν γέγονεν Ἀγησιμάχῳ, πατὴρ δὲ Πραξιδάμαντος.

ἐπεί οἱ τρεῖς ἀεθλοφόροι: ἄρθρον ἐστὶ τὸ οἵ ἀντὶ τοῦ τῷ· τουτέστι τῷ Σωκλείδῃ. τρεῖς γὰρ παῖδες ἐγένοντο αὐτῷ, ὧν ὁ Πραξιδάμας πρῶτος· οῖτινες παῖδες, φησίν, εἰς ἄκρον ἦλθον τῆς ἀρετῆς τῆς ἀθλητικῆς, τῶν τε πόνων τῶν ἀθλητικῶν μετέσχον καὶ ἐγεύσαντο. περιττεύει οὖν ὁ τέ.

b. τρεῖς γὰρ ἀθλοφόρους εἶπε, τοὺς ἀδελφοὺς δηλαδὴ τοῦ Σωκλείδου· τῷ δὲ αὐτὸς μὴ ἠθληκέναι ὁ Σωκλείδης τὸν υἱὸν ἐγύμνασεν, ὃς τὴν περὶ αὐτὸν λήθην ἐσκέδασε νικήσας· ἀνεκήρυξε γὰρ τὸν πατέρα.

c. τὸ δὲ σὺν θεοῦ τύχᾳ ἀντὶ τοῦ τῇ ἐκ θεοῦ τύχῃ.

d. οὐδένα ἕτερον οἶκον οὕτως ἀπέδειξε καὶ ἀπέφηνε, φησί, πλείους ἀπενηνοχότα στεφάνους.

μυχῷ Ἑλλάδος ἁπάσας: ἀμφίβολον πότερον ὡς ἐν Ἰσθμῷ πολλὰς νίκας εἰληφότων οὕτως εἶπεν, ἐπεὶ μυχὸς τῆς Πελοποννήσου ἡ Κόρινθος. ἐν ᾗ τὰ Ἴσθμια ἄγεται· Ὅμηρος (Ζ 152)· ἔστι πόλις Ἐφύρη μυχῷ Ἄργεος ἱπποβότοιο· ἢ ἐπεὶ μυχοί εἰσι τῶν χωρῶν αἱ πόλεις αἱ κρύψεις παρέχουσαι ἀντὶ τῶν πεδινῶν τόπων, τὰς πόλεις, ἐν αἷς ἐνίκησαν, μυχοὺς Ἑλλάδος κέκληκεν. ἐν μυχοῖς οὖν Ἑλλάδος, ἐν ταῖς Ἑλλαδικαῖς πόλεσιν, ἐν ἑκάστῳ μυχῷ τῆς Ἑλλάδος.

a. ἔλπομαι μέγα εἰπὼν ἄντα σκοποῦ τυχεῖν: ἔνιοι γράφουσιν ἂν τετυχεῖν. ἐλπίζω οὖν, φησί, μεγαλορρημονήσας καὶ καυχησάμενος ἐπιτυχεῖν ἂν τοῦ σκοποῦ ὡς ἀπὸ τόξου πέμπων βέλος. τὸ δὲ τετυχεῖν ὅμοιον τῷ λελαβέσθαι (δ 388). γράφουσι δὲ καὶ ἄντα, ἵν᾿ ᾖ ὁ λόγος· ἐναντίον τι καὶ εὐθὺ τοῦ σκοποῦ.

b. ἄλλως. προσδοκῶ δὲ μεγάλως ἐπαινέσας τὸν νικηφόρον ἐπιτυχεῖν τοῦ σκοποῦ ὡς ἄριστος τοξότη.

c. τὸ δὲ ὥ Δωρικῶς, ὡς ἀντὶ τοῦ ὥστε φησίν.

a. εὐθὺν ἐπὶ τοῦτον ἄγε Μοῖσα: ἐπὶ τοῦτον οὖν τὸν σκοπὸν, ὦ Μοῦσα, τοὺς σοὺς ἄγε λόγους τοὺς εὐκλεεῖς, καὶ ἐπαίνει τὸν νικηφόρον.

b. ἢ οὕτως· ἐπὶ τὸν σκοπὸν, ὃν προεῖπον, τὴν οὐριότητα τῶν ποιημάτων ἄγε.

παροιχομένων γὰρ ἀνέρων: τῶν γὰρ τεθνηκότων ἀνδρῶν τὰ κάλλιστα κατορθώματα διὰ τῶν οἰκείων λόγων οἱ ποιηταὶ τῇ μνήμῃ παραδιδόασι καὶ οἱ λοιποὶ τῶν σοφῶν. ἀοιδοὶ μὲν γὰρ οἱ ποιηταί, λόγιοι δὲ οἱ πρότερον τὰ κατὰ τὰς πόλεις διηγούμενοι.

a. Βασσίδαισιν ἅ τ᾿ οὐ σπανίζει: ὁ Δίδυμός φησι προσήκειν γράφειν Βουδίδαι. γενέσθαι γάρ τινα Βουδίωνα ἐν Αἰγίνῃ, ἀφ᾿ οὗ κατάγεσθαι γενεὰν τὴν Βουδιδῶν. μνημονεύειν δέ φησι τοῦ Βουδίωνος Πυθαίνετον (FHG IV 487) ἐν πρώτῳ Αἰγινητικῶν γράφων οὕτως· περὶ δὲ ταῦτα τούτον λεγομένων λέγεται Βουδίωνα τυγχάνειν διενηνεγμένον πρὸς Οἰνώνην τὴν ἑαυτοῦ θυγατέρα.

b. ὁ δὲ νοῦς οὕτως· ἅτινα κάλλιστα ἔργα ἐν τοῖς Βασσίδαις οὐ σπανίζει, ἀλλὰ πλεονάζει, οὐδὲ ἐν τῷ γένει τῷ ἐξ ἀρχῆς διαβοήτῳ. Βάσσος γὰρ πρόγονος τῶν ἀνωτέρω τοῦ Ἀλκιμίδου· ἔστι δὲ καὶ φυλὴ ἐν Αἰγίνῃ Βασσιάδαι.

c. ἢ οὕτως· τῶν Βασσιδῶν, φησί, γενεὰ οὐ σπανίζει καλῶν ἔργων. διὸ οἱ ἀοιδοὶ καὶ οἱ λόγιοι κομίζουσιν αὐτῶν τὰ ἔργα τὰ καλά. ἐὰν δὲ προφερώμεθα, ἅ τ᾿ οὐ σπανίζει, τὸν λόγον οὕτω καταστήσομεν· ὧν οὐ σπανίζει ἡ παλαίφατος γενεὰ τῶν προειρημένων ἔργων.

d. ἢ οὕτω· Βασσίδαισι καθ᾿ αὑτό, εἶτα ἀπ᾿ ἄλλης ἀρχῆς· ἅ τ᾿ οὐ σπανίζει· τὰ προειρημένα ἔργα, ἅ τ᾿ οὐ σπανίζει τοῖς Βασσίδαις.

e. ἢ Βασσίδαισιν ἅ τ᾿ οὐ σπανίζει, εἶτα ἀπ᾿ ἄλλης ἀρχῆς· παλαίφατος, ᾧ συναπτέον τὸ ἐπιφερόμενον.

a. ἴδια ναυστολέοντες: οἱ Βασσίδαι, φησίν, ἴδια ναυστολοῦντες, τουτέστιν ἴδια χορηγοῦντες καὶ κομίζοντες ἔργα τοῖς τῶν Πιερίδων ἀρόταις, τουτέστι τοῖς ποιηταῖς.

b. ἀνυμνεῖν θέλοντες οὐκ ἐπακτοῖς χρήσονται ἐπαίνοις διὰ τὸ σπανίζειν αὐτοὺς ἔργων, ἀλλὰ τοῖς αὑτῶν· πολλὰ γὰρ δεδράκασιν. ἐπικώμια δὲ τὰ εἰς κῶμον ὑμνεῖσθαι ἐπιτήδεια τῆς νίκης. μετὰ γὰρ τὸ νικῆσαι ἐκώμαζον μετὰ τῶν ἡλικιωτῶν.

c. ἢ οὕτως· οὐ δεόμενοι δι᾿ ἑτέρων κοσμήσασθαι, ἀλλ᾿ ἑαυτοῖς ἀρκούμενοι πρὸς κόσμον ἴδια παρακομίζοντες ἔργα τοῖς ποιηταῖς. ναυστολοῦντες δὲ ἀντὶ τοῦ ἐπιφορτίζοντες, οἱονεὶ σωρεύοντες ἐκ τῶν ἰδίων κόπων τὰ ἐγκώμια.

d. ἀγερώχων δὲ ἐργμάτων ἀντὶ τοῦ μεγάλων ἔργων. δυνάμενοι οὖν τοῖς ποιηταῖς παρέχειν πολλῶν ἐπαίνων χορηγίαν ἕνεκεν τῶν πραττομένων αὐτοῖς ἔργων ὀλβίων.

a. καὶ γὰρ ἐν ἀγαθέᾳ χεῖρας ἱμαντωθείς: καὶ γὰρ ἐν . . . θαυμασίᾳ τὰ πυκτικὰ σκεύη μετὰ χεῖρας λαβὼν ἐνίκησεν ἀπὸ τῆς αὐτῆς συγγενείας ὢν καὶ πατρίδος ὁ Καλλίας.

b. ἢ ὅτι πυκτεύσας ἐν Πυθοῖ ἐνίκησεν ἀρέσας τῷ Ἀπόλλωνι καὶ τῇ Ἀρτέμιδι ἀπὸ τῆς αὐτῆς ὢν πατρίδος, ἤτοι τῆς Αἰγίνης, καὶ ἐκ τοῦ αὐτοῦ αἵματος, τουτέστιν ἐκ τῆς αὐτῆς φατρίας τῶν Βασσιδῶν Καλλίας, ὅς Κρέοντος ὑπῆρχε παῖς.

c. χρυσηλάκατον δὲ εἶπε τὴν Λητὼ | τὸ τῆς Ἀρτέμιδος μετενεγκὼν ἐγκώμιον ἐπὶ τὴν μητέρα τὴν γεννήσασαν.

a. παρὰ Κασταλίᾳ τε Χαρίτων ἑσπέριος: ἀπὸ τῆς πηγῆς τοὺς Δελφοὺς ὠνόμασεν. ἐκωμάσθη γὰρ νικήσας ὑπὸ τῶν ἡλικιωτῶν ἑσπέριος.

b. Χαρίτων ἑσπέριος: Χαρίτων ὁμάδῳ οἱ μὲν τῷ χορῷ ἀποδεδώκασιν, οἱ δὲ, τῷ χαριεστάτῳ θορύβῳ τῆς ἐπὶ τῇ νίκῃ πανηγύρεως ἐλαμπρύνετο κωμάζων.

c. ἄλλως. μέχρις ἑσπέρας ἔλαμπεν.

d. ὁ δὲ νοῦς· παρὰ δὲ τῇ Κασταλίᾳ πηγῇ (ἐκ δὲ τούτου ἐν Δελφοῖς τῷ ἀγῶνι νικήσας) τῇ τῶν χορευτῶν χάριτι ἐπὶ τῇ νίκῃ μέχρις ἑσπέρας ἡ νίκη αὐτοῦ καὶ ἡ δόξα ἐξέλαμπεν· ἔθος γὰρ ἦν καὶ παννυχίδας ὕμνων τοῖς νενικηκόσιν τελεῖσθαι. τοῦτο δὲ ὡς καὶ τὰ Πύθια νικήσαντος αὐτοῦ.

a. πόντου τε γέφυρα: ὡς καὶ ἐν Ἰσθμοῖ νενικηκότος αὐτοῦ· πόντου γὰρ γέφυρα ὁ Ἰσθμός· τεσσαράκοντα τριῶν γὰρ σταδίων ἀμφιθάλασσος ἦν. καὶ ἔστι κατὰ τὸ ἔτυμον γέφυρα ἡ διὰ τῆς γῆς φέρουσα ὁδός. ἀπὸ δὲ τοῦ προκειμένου τούτῳ προσυπακουστέον τὸ φλέγε πόντου γέφυρα.

b. ἀμφικτυόνων δὲ τῶν περιοικούντων· μέχρι γὰρ αὐτοῦ οἱ ἀγῶνες ἐτελοῦντο.

c. πόντου γέφυρ᾿ ἀκάμαντος ὁ Ἰσθμικὸς ἀγὼν, ὅτι ἱερὸς τῷ Ποσειδῶνι.

d. ὁ δὲ νοῦς· πόντου ἀκάμαντος γέφυρα ὁ Ἰσθμὸς, ὁ ὢν τοῦ Ποσειδῶνος τέμενος καὶ ἀγὼν καὶ οἴκημα ὥσπερ.

a. ταυροφόνῳ τριετηρίδι: ἐν ᾗ ταύρους φονεύουσι καὶ ἱερουργοῦσι τῷ Ποσειδῶνι. καὶ Ὅμηρος (γ 6)· ταύρους παμμέλανας ἐνοσίχθονι κυανοχαίτῃ.

b. τριετηρίδι δὲ διὰ τὸ διὰ τριετηρίδος τὸν Ἰσθμικὸν ἀγῶνα τελεῖσθαι.

Κρεοντίδαν: τὸν Καλλίαν, ὡς τοῦ πατρὸς αὐτοῦ Κρέοντος καλουμένου.

a. βοτάνα τέ νίν ποθ᾿ ἁ λέοντος: βούλεται ἡ ἱστορία ἐκ τοῦ Ἀρχεμόρου αἵματος ἀναδεδόσθαι τὸ βοτανίδιον· οἱ δὲ, ὃ καὶ βέλτιον, βοτάνη λέοντος ἡ Νεμέα, παρόσον κατ᾿ αὐτὴν διῆγεν ὁ λέων βοσκόμενος.

b. ἄλλως. βοτάνην λέοντος τὸ σέλινον δεκτέον. σέλινον γὰρ ὁ αὐτόθι στέφανος,

b. ἄλλως. βοτάνη λέοντος ἤτοι καθολικῶς ἡ Νεμέα, ἢ τὸ σέλινον δεκτέον, ὅτι ὁ Ἡρακλῆς καταγωνισάμενος τὸν λέοντα τοῦτο ἐνομοθέτησεν εἶναι τὸ στέμμα.

c. ἀλλ᾿ ἀλόγως· φαίνεται γὰρ ἐπ᾿ Ἀρχεμόρῳ ὅ τε ἀγὼν τεθεὶς καὶ τὸ σέλινον τοῖς νικῶσι διδόμενον.

d. ὁ δὲ νοῦς· καὶ ἡ Νεμέα δέ ποτε νικήσαντα τὸν Καλλίαν ἔστεψεν, ἥτις Νεμέα ἐστὶν ὑπὸ τοῖς συμφύτοις καὶ ἀρχαίοις τοῦ Φλιοῦντος ὄρεσι. θέλει δὲ αὐτὸν καὶ Νεμεονίκην ἀποδεῖξαι.

δασκίοις: τοῖς συνδένδροις, ἢ παρὰ τὸ ὑψηλὸν τοῖς μεγίστην σκιὰν ἀπεργάζεσθαι δυναμένοις. κεῖται δὲ ἡ Νεμέα παρὰ τὰ Φλιάσια ὄρη, παράκειται δὲ καὶ πόλις ὁμώνυμος ἡ Φλιοῦς, ἡ πρότερον Ἀραιθυρέα καλουμένη, ἣν καὶ Ὅμηρος οὕτω φησί (Β 571).

πλατεῖαι πάντοθεν λογίοισι: πολλαὶ καὶ πλατεῖαι ἀφορμαί εἰσι τοῖς ἐλλογίμοις, φησί· πάλιν τοὺς ποιητὰς ἀκουστέον· ὥστε ὑμνεῖν τὴν νῆσον ταύτην τὴν Αἴγιναν· ἐπειδὴ αὐτοῖς χορηγίαν παρέχουσιν ἐπαίνων οἱ Αἰακίδαι, καὶ ἐξαίρετον ἀρετὴν ἐπεδείξαντο. ἀμφίβολον δὲ πότερον τοῖς προκειμένοις λόγοις παρέσχον μοῖραν πλείστην οἱ Αἰακίδαι, ἢ οἱ Αἰακίδαι ἔπορον ἔξοχον αἶσαν τοῖς ἰδίοις πολίταις δοξάζοντες αὐτούς.

καὶ ἐς Αἰθίοπας Μέμνονος οὐκ ἂν ἀπονοστάσαντος ἐπᾶλτο: ἔστι καὶ συνεσταλμένως καὶ βαρυτόνως ἀναγνῶναι, ἔπαλτο, τουτέστιν ἐπάλθη, ἐβλήθη τὸ κλέος αὐτῶν εἰς Αἰθίοπας.

a. βαρὺ δέ σφιν νεῖκος ἔμπεσ᾿ Ἀχιλεύς: βαρεῖαν δὲ καὶ ἐπαχθῆ μάχην διὰ φιλονεικίαν αὐτοῖς ἐπέδειξεν ὁ Ἀχιλλεὺς τοῖς Αἰθίοψι, χαμαὶ κλίνας τὸν Μέμνονα αὐτὸς ἐκ τῶν ἁρμάτων κατελθὼν, τῆς φαιδρᾶς Ἡμέρας τὸν υἱὸν, ἡνίκα ἐφόνευσε τῇ ἀκμῇ τοῦ δόρατος τοῦ λίαν ὀργίλου. περίφρασις δὲ τὸ σχῆμα, ἵνα τὴν Ἀχιλλέως δείξῃ περὶ τὸ πολεμεῖν εὐθαρσίαν.

b. ἄλλως. Μέμνων υἱὸς μὲν ἦν Τιθωνοῦ καὶ Ἡμέρας. βασιλεὺς δὲ Αἰθιόπων. οὗτος ἐναντιούμενος τοῖς Ἕλλησιν ὑπὲρ τῶν Τρώων ἀνῃρέθη ὑπὸ Ἀχιλλέως, καὶ διὰ τοῦτό φησι τὴν τῶν Αἰακιδῶν δόξαν καὶ μέχρις Αἰθιόπων διαπτῆναι. οὐκ ἐκ παραδρομῆς δὲ ζάκοτον εἶπε τὸ δόρυ τοῦ Ἀχιλλέως, ὡσανεὶ μείλινον ἤ τι τοιοῦτον αὐτὸ ἔφη ἐν κοινότητι, ἀλλ᾿ ὅτι ἰδιαίτερον παρὰ τὰ ἄλλα κατεσκεύαστο. δίκρουν γὰρ, ὥστε δύο ἀκμὰς ἔχειν καὶ μιᾷ βολῇ ὥστε δισσὰ τὰ τραύματα ἀπεργάζεσθαι. καὶ Αἰσχύλος ἐν Νηρεΐσι (fr. 152)· κάμακος εἶσι, κάμακος γλώσσημα διπλάσιον. καὶ Σοφοκλῆς ἐν Ἀχιλλέως ἐρασταῖς (fr. 156)· ἢ δορὸς διχόστομον πλᾶκτρον· δίπτυχοι γὰρ ὀδύναι μιν ἤρικον Ἀχιλληΐου δόρατος. μετάγουσι δὲ τὴν ἱστορίαν ἀπὸ τῆς Λέσχου μικρὰς Ἰλιάδος λέγοντος οὕτως (fr. 5 Kinkel)· ἀμφὶ δὲ πόρκης χρύσεος ἀστράπτει, καὶ ἐπ᾿ αὐτῷ δίκροος δίη.

c. ἢ ζάκοτόν φησι κατὰ μετουσίαν τοῦ φέροντος καὶ αὐτὸ συμπνέον τῇ ὀργῇ, ἀπὸ τῶν παρ᾿ Ὁμήρῳ (Λ 573; Ο 316)· πολλὰ δὲ καὶ μεσσηγὺ, πάρος χρόα λευκὸν ἐπαυρεῖν, ἐν γαίῃ ἵσταντο, λιλαιόμενα χροὸς ἆσαι.

a. καὶ ταύταν μὲν παλαιότεροι: καὶ ταύτην μὲν τὴν ὁδὸν τὴν τῶν ἐπαίνων, ἥτις ἐστὶ τολοιπὸν κατημαξευμένη, οἱ παλαιότεροι ἡμῶν καὶ οἱ πρεσβύτεροι ἐξεῦρον· ἀντὶ τοῦ καὶ οἱ πρότεροι ἡμῶν ἐπῄνεσαν τοὺς Αἰακίδας. ἀκολουθήσω οὖν καὶ αὐτὸς ἔχων ταύτην τὴν μελέτην καὶ σπουδὴν, τὸ ἐπαινεῖν τοὺς ἀγαθοὺς ἄνδρας ἀεί.

b. μελέτην δέ φησι τὴν ἐπιμέλειαν. Ὅμηρος (Hes. op. 412)· μελέτη δέ τοι ἔργον ὀφέλλει.

a. τὸ δὲ πὰρ ποδὶ ναὸς ἑλισσόμενον: ποὺς μὲν νεὼς τὸ πηδάλιον. τὸ δὲ κῦμα τὸ παρὰ τῷ πηδαλίῳ ἑλισσόμενον δονεῖ καὶ ταράσσει τὸν ἑκάστου θυμόν. οὑ τὸ παρεληλυθὸς οὖν ταράσσει, ἀλλὰ τὸ ἔτι εἱλούμενον. λέγει δὲ τοῦτο ὁ Πίνδαρος, ὅτι παρεξέβη εἰς τὸ ὑμνεῖν τοὺς Αἰακίδας· ἔργον δὲ οὐκ ἐξέλαβε τοῦτο, ἀλλ᾿ εἰς τὸ ὑμνῆσαι τὸν Ἀλκιμίδην. διό φησιν· αὐτὸν ὑμνήσω.

b. ὁ δὲ νοῦς· παραπεμψάμενος οὖν, φησί, τὰ παλαιὰ τῶν νέων καὶ παρόντων ἕξομαι· καὶ γὰρ ἐπὶ τῶν πλεόντων ἀεὶ τὸ παρὰ τῷ πηδαλίῳ κῦμα παρὸν καὶ ὁρώμενον τοῦ κυβερνῶντος ἀνδρὸς ταράσσει τὴν ψυχήν.

a. ἑκόντι δ᾿ ἐγὼ νώτῳ μεθέπων δίδυμον ἄχθος: μεταφορᾷ κέχρηται τῇ τῶν ὑποζυγίων· σημαίνει γὰρ ὅτι ἑκουσίως ἐγὼ τοῦτο τὸ βάρος ὑπέμεινα δίδυμον ὑπάρχον· τοῦτο δέ φησιν, ἢ ὅτι σὺν τῷ τὸν Ἀλκιμίδην ὑμνῆσαι συμπαραλαμβάνειν μέλλει καὶ ἔπαινον τοῦ ἀλείπτου Μελησίου, ἢ τὸ τοῦ Ἀλκιμίδου καὶ τὸ τῶν Αἰγινητῶν· καὶ γὰρ ἐκείνους καὶ ἔτι τρίτον τοὺς Αἰακίδας ὕμνησε, καὶ αὐτὸν τὸν Ἀλκιμίδην.

b. ὁ δὲ νοῦς· ἑκὼν γὰρ ἐδεξάμην ἐπὶ τοῖς ἐμαυτοῦ νώτοις τοῦτο τὸ φορτίον τὸ διπλοῦν, ἄγγελος καὶ κῆρυξ βου ηθεὶς γενέσθαι τῆς ἀρετῆς τῶν ἀνδρῶν, Ἀλκιμίδου καὶ Μελησίου. περὶ γὰρ αὐτῶν ἑξῆς φησιν ὡς εἰκοσιπέντε στεφάνους εἰληφότων τῶν ἀπὸ ταύτης τῆς φατρίας ἢ καθόλου τῶν Αἰγινητῶν.

c. ἄλλως. φησὶν αὐτὸ τὸ προφθάσαν γένος εἰκοσιτέσσαρας ἐσχηκέναι νίκας. τὸν δὲ Ἀλκιμίδην εἰκοστὴν πέμπτην ταύτην νενικηκέναι. τοῦτο οὖν τὸ εἰκοστὸν πέμπτον σεμνολόγημα ἐξαγγέλλων, ὅπερ ἀπὸ τῶν ἀγώνων ἐδέξαντο, ἀγώνων δὲ τούτων οὓς ἱεροὺς καλοῦσιν, ἤτοι τοὺς περιοδικούς . . . .

d. . . .εἰκοσιτέσσαράς φησιν. ὅπερ εὖχος καὶ σεμνολόγημα τὸ εἰκοστὸν πέμπτον ὁ Ἀλκιμίδης προσέθηκε καὶ ἐπήρκεσε παρασχεῖν νικήσας τὸν ἀγῶνα τῇ ἐνδοξοτάτῃ αὐτοῦ γενεᾷ.

a. δύο μὲν Κρονίου πὰρ τεμένει: ἐν Ὀλυμπίᾳ, φησίν, ἐνόσφισεν αὐτοὺς καὶ ἐχώρισεν ἡ προεξάνθησις τῶν τριχῶν· ἀπεκρίθησαν γὰρ, ὡς οὐ παιδικὴν ἔχοντες ἡλικίαν διὰ τὸ προηνθηκέναι τὰς τρίχας. πρὸ ὥρας γοῦν τὸ ἄνθος αὐτοῖς τῆς ἥβης, φησί, συνεκληρώθη· οὗτος γὰρ κλῆρος ἄνθους. ὁ δὲ Πολυτιμίδας οἰκεῖος τοῦ Ἀλκιμίδου. κληρωθέντες οὖν οὗτοι παίδων ἀγωνίσασθαι, μεταξὺ γενειάσαντες. ἐξεκρούσθησαν τοῦ ἀγῶνος.

b. ὁ δὲ νοῦς· δύο δὲ ἄνθη καὶ νίκας τῆς Ὀλυμπίας τῆς οὔσης παρὰ τῷ Κρονίῳ τεμένει ὁ προπετὴς κλῆρος ὑμᾶς ἀπεστέρησεν, ὦ Ἀλκιμίδη.

a. δελφῖνί κε τάχος δι᾿ ἅλμας ἶσον εἴποιμι Μελησίαν: Μελησίας εἷς τῶν ἐνδόξων ἀλειπτῶν· ἐπαινεῖ δὲ αὐτοῦ τὸ τάχος, ἐπεὶ ταχὺ αὔξει τοὺς ὑπ᾿ αὐτοῦ ἀλειφομένους καὶ κατάγει εἰς τοὺς ἀγῶνας. καὶ τοσοῦτόν φησι διαφέρειν τῶν ἄλλων ἀλειπτῶν τῷ ταχέως τοὺς ἀλειφομένους κατάγειν. εὐχερείας καὶ ἰσχύος ἡνίοχον ὄντα, ὅσον ὁ δελφὶς τῶν ἄλλων ἐναλίων τῷ τάχει διαφέρει.

b. ἀντὶ τοῦ ἶσον ἂν εἴποιμι καὶ τὸν Μελησίαν τῷ ταχεῖ δελφῖνι τῇ τε ἰσχύϊ καὶ τῇ τέχνῃ.

Scholia in Nemeonicarum carmen VII.

Σωγένει Αἰγινήτῃ πεντάθλῳ παιδί.

Τῆς ἑβδόμης ᾠδῆς ἡ στροφὴ καὶ ἀντίστροφος κώλων ιβ΄. τὸ α΄ ἀντισπαστικὸν τρίμετρον ὑπερκατάληκτον. τὸ β΄ ἐγκωμιολογικὸν λεῖπον τῷ ἐσχάτῳ ἰάμβῳ. τὸ γ΄ ἐπιωνικὸν, διὰ τὰς ἀντιπαθεῖς ἰάμβῳ. τὸ δ΄ περίοδος διπλῆ, καὶ ἡ μὲν πρώτη ἀπόδοσίς ἐστι μέσος ἴαμβος, ἡ δὲ δευτέρα διπλοῦς τροχαῖος. λείπει. τὸ ε΄ ἰαμβικὸν δίμετρον ἀκατάληκτον. ὁ τρίτος ποὺς δάκτυλος συναλειφόμενος. τὸ ς΄ χοριαμβικὸν δίμετρον καταληκτικόν. τὸ ζ΄ Ἀνακρεόντειον ἐκ διπλοῦ πενθημιμεροῦς καὶ ἰαμβικῆς συλλαβῆς καταληκτικόν. τὸ η΄ ἰωνικὸν δίμετρον καταληκτικόν· ἡ γὰρ πο συλλαβὴ βραχεῖα. τὸ θ΄ τροχαϊκὸν Εὐριπίδειον διαλυθέν. τὸ ι΄ ἐπιωνικὸν ὅμοιον τῷ γ΄. τὸ ια΄ ἰωνικὸν δίμετρον ἀκατάληκτον. τὸ ιβ΄ ἰαμβικὸν ἑφθημιμερές.

ἡ δὲ ἐπῳδὸς κώλων ἑπτά. τὸ α΄ δίμετρον χοριαμβικὸν καὶ ἴαμβος καὶ συλλαβή. τὸ β΄ ἰωνικὸν δίμετρον ἀκατάληκτον. ἡ πρώτη συζυγία τροχαῖος, εἶτα ἰωνική. τὸ γ΄ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. τὸ δ΄ Φερεκράτειον ἢ ἀναπαιστικὸν μονόμετρον ὑπερκατάληκτον. τὸ ε΄ Γλυκώνειον· ἡ μία ἀπόδοσις ἀντὶ τῆς ἰαμβικῆς συζυγίας τὴν χοριαμβικὴν ἔχει ὡς συγγενῆ. τὸ ς΄ τροχαϊκὸν δίμετρον κατα ηκτικόν. τὸ ζ΄ τροχαϊκὸν τρίμετρον βραχυκατάληκτον, ἢ Ἀρχιλόχειον παρὰ μίαν συλλαβήν.

Inscr. Πρῶτος ὁ Σωγένης Αἰγινητῶν ἐνίκησε παῖς ὢν πεντάθλῳ κατὰ τὴν τεσσαρεσκαιδεκάτην Νεμεάδα. ἐτέθη δὲ ὁ πένταθλος πρῶτον κατὰ τὴν τρισκαιδεκάτην Νεμεάδα.

a. Εἰλείθυια πάρεδρε Μοιρᾶν: ζητεῖται διατί ἀπὸ τῆς Εἰλειθυίας εἰσβέβληκε, καὶ τί δήποτε τῇ Εἰλειθυίᾳ προσδιαλέγεται. ἔνιοι μὲν οὖν φασι νέον ὄντα τὸν Σωγένην ἑτέρου νικήσαντος αὐτὸν κατὰ χάριν ἀνηγγέλθαι τοῦ πατρὸς Θεαρίωνος εἰς τοῦτο φιλοτιμηθέντος, τὸν δὲ ἀγωνισάμενον Νεοπτόλεμον τοὔνομα Ἀχαιόν· παρὸ καὶ εἰς τοὺς ὑπὲρ Νεοπτολέμου τοῦ Ἀχιλλέως τὸν ποιητὴν παρεκβῆναι λόγους. αὐτοσχέδιον δέ φησι τοῦτο εἶναι ὁ Δίδυμος· οὐδεὶς γὰρ ἀφ᾿ ἑτέρου ὀνόματος κηρύττεται, μόνον δὲ ἐν τοῖς ἱππικοῖς ἀγῶσι νενόμισται τὸ ἔθος, ὥστε τοὺς βασιλέας καὶ τυράννοις ἀναγράφεσθαι· πλούτου γὰρ καὶ χορηγίας τὴν ἱπποτροφίαν ἐπίδειξιν εἶναι καὶ οὐ ῥώμης. ἔνιοι δέ φασι | πρὸς τοὔνομα τοῦ Σωγένους παρειλκύσθαι τὴν Ἐἰλείθυιαν· εἶναι γὰρ αὐτὴν σωγενῆ τινα διὰ τὸ τὰ γεννώμενα ἀνασῴζειν· τὸν οὖν Πίνδαρον ψυχρευσάμενον | πρὸς τοὔνομα τῆς Εἰλειθυίας μεμνῆσθαι. καὶ τοῦτο δὲ οὐκ εὖ· τότε γὰρ καταφέρεται εἰς τοῦτο ὁ Πίνδαρος, ὅταν ὑπῇ τις ὁμωνυμία· οἷον (fr 120) Ὀλβίων ὁμώνυμε Δαρδανιδᾶν, παῖ θρασύμηδες Ἀμύντα· καὶ (fr. 105)· Σύνες ὅ τι λέγω, ζαθέων ἱερῶν ὁμώνυμε πάτερ, κτίστορ Αἴτνας. νῦν δὲ οὐδὲν τοιοῦτόν ἐστιν, ἔνιοι δὲ τὸν πατέρα τοῦ Σωγένους Θεαρίωνα τῇ Εἰλειθυίᾳ ἔφασαν ἱερᾶσθαι· ἀμάρτυρον δὲ καὶ τοῦτο. οἱ δὲ, ὅτι ἐν γειτόνων ἦν τῷ Σωγένει ἱερὸν Εἰλειθυίας. οὐδὲ τοῦτο δὲ ἱστορεῖται. ἄλλοι δὲ ἔφασαν, ὅτι τοὺς ἐκ φύσεως ἀγαθοὺς ἐπαινεῖ πάντοτε ὁ Πίνδαρος μᾶλλον τῶν ἐκ διδασκαλίας· καὶ ἡ Εἰλείθυια οὖν τὸν Σωγένην εὐθέως ὑπὸ τὴν γένεσιν ἐπιτήδειον κατεσκεύασε πρὸς ἄθλησιν. οἱ μὲν γὰρ ἄλλοι τῶν θεῶν αὐξανομένοις ἀγαθὰ δωροῦνται, ἡ δὲ Εἰλείθυια αὐτὴν τὴν πρώτην καταβολήν. ἔστι δὲ καὶ πρὸς τοῦτο λέγειν· τί δήποτε τὴν Ειλείθυιαν ἰδίως ἐπὶ τοῦ Σωγένους παρέλαβεν, ἀλλ᾿ οὐχὶ καὶ ἐπ᾿ ἄλλων εὐφυΐᾳ διενεγκόντων: Ἀριστόδημος δὲ ὁ Ἀριστάρχου μαθητὴς βελτιον οὕτω φησίν· ὀψέ ποτε τῷ Θεαρίωνι καὶ παρὰ τὴν ἡλικίαν ἤδη προήκοντι, εὐξαμένῳ τῇ θεῷ Σωγένην τεκνωθῆναι, καὶ τὴν τοῦ παιδὸς αὐτοῦ γέννησιν οἷον Εἰλειθυίας εἶναι χάριν. διὰ τὴν ἰδιότητα οὖν τῆς γενέσεως τοῦ ἀθλητοῦ πρὸς τὴν θεὸν ταύτην ἐπήρεισε τὸν λόγον. ἐπιστοῦτο δὲ τοῦτο ἐξ ἐπιγράμματος Σιμωνίδου (fr. 166). ἑνικῶς δὲ εἶπεν Εἰλείθυια. ὡς καὶ Ἡσίοδος (th. 922)· ἣ δ᾿ Ἥβην καὶ Ἄρηα καὶ Εἰλείθυιαν ἔτικτεν. ὁ δὲ Ὅμηρος (Π 187 al.; Λ 270 al.) ἑκατέρως. ὅτι δὲ τῆς Ἥβης ἀδελφὴ ἡ Εἰλείθυια, πρόκειται τὰ Ἡσιόδου.

b. ὁ δὲ νοῦς· ὦ Εἰλείθυια, παῖ μὲν τῆς μεγαλοσθενοῦς καὶ ἰσχυρᾶς Ἥρας, πάρεδρε δὲ τῶν συνετῶν Μοιρῶν. τοῦτο δέ φησιν, ἐπεὶ δοκοῦσι παρὰ τὸν τῶν ὠδίνων καιρὸν παρεστάναι καὶ ἐπικλώθειν τὰ τῆς εἱμαρμένης.

a. ἄνευ σέθεν οὐ φάος οὐ μέλαιναν δρακέντες: ἄνευ γὰρ σοῦ, ὦ Εἰλείθυια, οὔτε τὴν ἡμέραν οὔτε τὴν νύκτα θεωρήσαντες ἠδυνήθημεν τῆς σῆς ἀδελφῆς Ἥβης τυχεῖν. εἰκότως· οὐ γὰρ οἷόν τε μὴ γεννηθέντα καὶ ταῦτα ἰδεῖν καὶ αὐξηθῆναι.

b. ἢ οὕτως· ἢ γὰρ ἐν νυκτὶ ἢ ἐν ἡμέρᾳ γεννώμεθα, οὐκ ἄνευ σοῦ τὴν σὴν ἀδελφὴν ἐλάχομεν τὴν Ἥβην· οἷον, εἰ μὴ ἐγεννήθημεν, οὐδ᾿ ἂν ἠκμάσαμεν.

c. ἀγλαόγυιον δὲ αὐτήν φησιν, ἐπεὶ ὃν ἡβῶμεν χρόνον, εὐπρεπέστεροι αὐτοὶ ἑαυτῶν γινόμεθα. κἂν γὰρ αἰσχροὶ ὦσί τινες τὰς φύσεις, διαφορώτεροι ἑαυτῶν γίνονται κατὰ τὸν τῆς ἀκμῆς χρόνον.

ἀναπνέομεν δ᾿ οὐχ ἅπαντες ἐπ᾿ ἴσα: ζῶμεν δὲ οὐχ ὁμοίως πάντες, φησίν, ἀλλ᾿ οἱ μὲν πλουτοῦσιν, οἱ δὲ οὔ· καὶ οἱ μὲν ἔρρωνται, οἱ δὲ οὔ. εἶτα ἔξωθεν προσληπτέον τὸ πράγματα. διακωλύει δὲ ἕτερον ἕτερα, καὶ διαζεύγνυσιν ἡμᾶς ἀπ᾿ ἀλλήλων, ἢ ἀπ᾿ ἄλλων πραγμάτων, τὰ συγκεκληρωμένα ἡμῖν πράγματα.

a. σὺν δὲ τὶν καὶ παῖς ὁ Θεαρίωνος: σὺν σοὶ δὲ, ὦ Εἰλείθυια, ἀντὶ τοῦ διὰ σὲ γεγονὼς καὶ ὁ τοῦ Θεαρίωνος παῖς Σωγένης ἔκκριτος γενόμενος, ἔνδοξος καὶ ἀγωνιστικὸς ὑμνεῖται καὶ πένταθλος ἀγωνίζεται. εἰκότως δὲ οὕτως ἐστὶν ἔνδοξος, ἐπειδὴ καὶ τὴν εὔυμνον Αἴγιναν τὴν τῶν γενναίων Αἰακιδῶν οἰκεῖ. φιλόμολπον δὲ ταύτην καλεῖ διὰ τοὺς γράφοντας τοῖς νικῶσιν ἐπινίκους. σύμπειρον δὲ τὸ συμπεπερασμένον. σφόδρα δὲ ἀεὶ θέλουσι, φησί, τὴν ἑαυτῶν ψυχὴν οἱ Αἰγινῆται συμπεπερασμένην ἔχειν τῇ νίκῃ τῇ πενταθλικῇ. 16a

b. ἣ οὕτως· οἷον μὴ ἀπείρατοι τῶν ἀγώνων εἶναι, τουτέστι πειρᾶσθαι θέλουσι τῶν ἀγώνων, ἐνεργεῖν θέλουσι διὰ τῆς πείρας. δύναται δὲ καὶ ἰδίως ἀκούεσθαι ὡς φιλοπεντάθλων ὄντων τῶν Αἰγινητῶν, ἐπειδὴ Πηλεὺς δοκεῖ εὑρηκέναι τὸν πένταθλον Αἰγινήτης ὑπάρχων καὶ Αἰακίδης.

a. εἰ δὲ τύχῃ τις ἔρδων: εἰ δὲ ἐπιτύχῃ τις πράσσων, τὴν ἡδεῖαν αἰτίαν τοῦ αὐτὸν ἐπιτετυχηκέναι ταῖς ῥοαῖς τῶν Μουσῶν ἐνέβαλε, τουτέστι τοῖς ὕμνοις τοῖς εἰς αὐτὸν γραφομένοις.

b. ὁ δὲ νοῦς· ἐὰν δέ τις σὺν εὐτυχίᾳ εἴη τι πράττων, ἡδεῖαν πρόφασιν τοῖς τῶν Μουσῶν ῥεύμασιν ἔδωκε.

a. ταὶ μεγάλαι γὰρ ἀλκαί: αἱ γὰρ μεγάλαι δυνάμεις καὶ τὰ μείζονα κατορθώματα ὕμνων χρῄζοντα σκότον καὶ ἀφάνειαν ἔχουσιν.

b. ἢ οὕτως· αἱ μεγάλαι ἀλκαὶ ὕμνων δεόμεναι σκότον πολὺν ἔχουσι, τουτέστιν ἀφανεῖς γίνονται, ἐὰν μὴ ὑμνηθῶσιν.

a. ἔργοις δὲ καλοῖς ἔσοπτρον: τοὺς ἀγαθόν τι πράξαντας, φησί, φιλοτιμεῖσθαι δεῖ τὰ ἴδια ἔργα διὰ τῶν ποιημάτων καὶ παραδιδόναι ἔπειτα λαμπρότατα.

b. ἄλλως. ἔσοπτρόν φησι τῶν καλῶν ἔργων τὸν ὕμνον εἶναι, ὅτι ὥσπερ ἡμεῖς διὰ κατόπτρου γινώσκομεν, οὕτω τὰ καλὰ ἔργα διὰ τῶν ὕμνων θεωρεῖται ὡς δι᾿ ἐσόπτρου· κἂν τελευτήσωσιν οἱ πράξαντες, ἐμβλέψαντες ὡς εἰς κάτοπτρον ἀρετῆς τοὺς ὕμνους ἀντιλαμβανόμεθα τῶν καλῶν ἔργων.

c. ὁ δὲ νοῦς· τοῖς δὲ καλοῖς ἔργοις λαμπρότητα ἴσμεν ἑνὶ τρόπῳ γινομένην, διὰ δὴ τῶν ὕμνων.

a. σοφοὶ δὲ μέλλοντα τριταῖον ἄνεμον: οἱ μὲν οὕτως· ὥσπερ τῶν κυβερνητῶν οἱ σοφοὶ ἐπιτηδείου πνέοντος ἀνέμου οὐχ ὑπτιοῦνται πρὸς τὸ παρὸν ἀγαθόν, ἀλλὰ καὶ μετὰ τρεῖς ἡμέρας ἐσόμενον ἄνεμον προγινώσκουσι καὶ προορῶσι τὸ μέλλον· οὕτω καὶ τοὺς ἀνθρώπους τοὺς συνετοὺς προσῆκόν ἐστι μὴ τῷ παρόντι πλούτῳ βουκολεῖσθαι τὰς ἐλπίδας, ἀλλὰ φροντίζειν τοῦ μετὰ ταῦτα καὶ ἄξιόν τι δρᾶν, ὅπως καὶ μετὰ ταῦτα ὑμνηθέντες ἀθάνατον ἔχωσι τὴν εὐδοξίαν. καὶ γὰρ οἱ πλούσιοι καὶ οἱ πένητες ὁμοίως τελευτῶσι. διὸ δεῖ τῆς μετὰ ταῦτα μελλούσης εὐδοξίας φροντίζειν. οἱ δὲ οὕτως· ὥσπερ γὰρ τῶν ἐν εὐδίᾳ πλεόντων οἱ σοφοὶ καὶ τῶν μετὰ ταῦτα ἀνέμων φροντίζουσι, καὶ οὐχὶ διὰ τὸ παρὸν κέρδος, κέρδος δὲ τὸ τοῦ πλοῦ εὔδιον, ἐζημιώθησαν τὸν μετὰ ταῦτα πλοῦν, οὐδὲ ἀπώλοντο ἀμελήσαντες, ἀλλὰ καὶ τὰ μετὰ ταῦτα προορώμενοι καὶ ἀσφαλισάμενοι ἐσώθησαν· οὕτω δέον μὴ φιλοκερδεῖς εἶναι, ἀλλὰ προΐεσθαι τοῖς ποιηταῖς μισθὸν, ὅπως ἄν σχῶσι τῆς ἀρετῆς ἀδιάλειπτον τὴν μνήμην. ὅτι δὲ φιλοκερδὴς πανταχοῦ ὁ Πίνδαρος, ἐκ τῶν φθασάντων δῆλός ἐστιν. οἰκειοτέρα δὲ αὕτη ἡ ἐκδοχὴ, ὡς ἐξ ὧν ἐπάγει. φησὶ γὰρ ὅτι ὁμοίως καὶ ὁ πλούσιος καὶ ὁ πένης τελευτᾷ· διὸ δεῖ τὸν πλούσιον τῆς μετὰ ταῦτα εὐδοξίας φροντίζειν. οὐ γὰρ ἔστιν ἀργυρίῳ τὸν θάνατον παραιτήσασθαι.

b. ὁ δὲ νοῦς· οἱ σοφοὶ δὲ τῶν κυβερνητῶν προορῶνται. τίς ἐπὶ τρεῖς ἡμέρας πνεύσεται ἄνεμος, ἢ τίς εἰς τρίτην ἡμέραν πνεύσεται.

a. ἐγὼ δὲ πλέον ἔλπομαι λόγον: ἐγὼ δέ, φησίν. ἐλπίζω αὐτὸν μὴ τοσαῦτα πεπραχέναι μηδὲ τοιαῦτα τὸν Ὀδυσσέα, οἷα Ὅμηρος κεκήρυχε περὶ αὐτοῦ. ἀγαθοῦ γὰρ τυχὼν ποιητοῦ ἐνδοξότερα καὶ μείζονα ἔσχεν ἔργα ἢ κατώρθωσε· δυνατοὶ γάρ εἰσιν οἱ ποιηταὶ τὰ τυχόντα ἔργα μεγαλύνειν καὶ αὔξειν. διὸ καὶ σὺ φρόντιζε τοῦ ὑμνεῖσθαι.

b. ὁ δὲ νοῦς· ἐγὼ δὲ μᾶλλον ἐλπίζω διὰ τὴν Ὁμήρου ποίησιν ζῆν ἐπιπλέον καὶ θρυλλεῖσθαι τὴν Ὀδυσσέως εὐδοξίαν. τοῖς γὰρ περὶ Ὀδυσσέως κεκηρυγμένοις σεμνότης τις ἐπήνθει. ποτανὴν δὲ μηχανὴν τὰ ποιήματα εἶπε, καθὸ ὑψοῖ καὶ μετεωρίζει τὰς ἀρετὰς τῶν ὑμνουμένων, ἢ καθὸ τὰ ἔπη κοινῶς λέγεται παρ᾿ Ὁμήρῳ πτερόεντα, ἢ διὰ τὸ οὕτω μεμηχανῆσθαι ὥστε κατὰ πᾶσαν χώραν πέτεσθαι καὶ διϊκνεῖσθαι.

a. σοφία δὲ κλέπτει παράγοισα μύθοις: ἡ τοῦ Ὁμήρου σοφα κλέπτει τὸν νοῦν ἡμῶν, ὥστε τὰ ψευδῆ δοκεῖν ἀληθῆ εἶναι διὰ χάριν καὶ σεμνότητα. ἡ ἀπότασις πρὸς τὰ ἑξῆς ἱστορούμενα περὶ τοῦ Αἴαντος.

b. καθόλου ἡ σοφία ἔχει κλέψαι τὸν νοῦν τῶν ἀνθρώπων.

c. ἢ οὕτως· ἡ δὲ σοφία καὶ ὁ λόγος ἱκανός ἐστί τινα παραπείθων ὑποκλέψαι τὴν ἀλήθειαν· τυφλὸν γὰρ καὶ ἀνόητον ἦτορ ἔχει ὁ πολὺς τῶν ἀνδρῶν ὄχλος. βούλεται δὲ τὸν δημώδη λέγειν.

a. εἰ γὰρ ἦν ἐὰν ἀλάθειαν: ἔνιοι μὲν ἀνέγνωσαν ἑάν δασέως, ἀντὶ τοῦ τὴν ἑαυτοῦ· βέλτιον δὲ ψιλῶς, ὡς καὶ Διονύσιος ὁ τοῦ Χαρμίδου.

b. ἄλλως. εἰ γὰρ ἦν τὴν οὖσαν καὶ δέουσαν ἀλήθειαν πάντας γινώσκειν, οὐκ ἂν οὐδὲ ὁ Αἴας τῶν ἀριστείων ἐστερήθη. εἰ μὴ διὰ τὴν τῶν κρινάντων ὄχλων ἀμαθίαν, καὶ διὰ τὴν ὀργὴν ἐνέπηξε κατὰ τῶν φρενῶν ἑαυτοῦ τὸ ξίφος.

a. λευρὸν ξίφος: λευρὸν οἱ μὲν τὸ πλατύ· βέλτιον δὲ τὸ πλάγιον ἀκούειν, ἵνα νοήσωμεν οὐχὶ τὸ καθ᾿ ἑαυτὸ πλαγίως ἔχον, ἀλλὰ τὸ κατὰ τὴν πληγὴν πλαγίως ἐνεχθέν. οὕτω γὰρ καὶ ὁ Εὐφορίων (fr. 40) τὴν πληγὴν ὑπεστήσατο· πλευρά τε καὶ θώρηκα διήρικεν ἰνίου ἄχρις.

b. τοῦ δὲ ὃν κράτιστον καὶ ἑξῆς, ὁ νοῦς οὕτως· ὅντινα ἤγαγον αἱ τοῦ Ζεφύρου πνοαὶ, τῷ ξανθῷ Μενελάῳ τὴν δάμαρτα κομίσαι εἰς Ἴλιον. Ὅμηρος (Β 768)· ἀνδρῶν δ᾿ αὖ μέγ᾿ ἄριστος ἔην Τελαμώνιος Αἴας, ὄφρ᾿ Ἀχιλεὺς μήνιεν.

a. ἀλλὰ κοινὸν γὰρ ἔρχεται κῦμα: πάντες γὰρ ἀποθνήσκομεν καὶ οἱ ἄξιοι καὶ οἱ μή. καὶ τὸ κῦμα, φησί, τοῦ ᾅδου ἐνέπεσε τῷ ἀδοκήτῳ· τῷ μὴ δοκοῦντι νῦν τελευτήσειν, ἀλλὰ μετὰ ταῦτα, ἐςαίφνης ἐμπίπτει ὁ θάνατος. ἢ ἀδόκητον κέκληκε τὸν ἄδοξον, δοκέοντα δὲ τὸν ἔνδοξον· δοκεῖν γὰρ καὶ δοξάζειν ταὐτόν. ἐπεὶ οὖν ὁ θάνατος καὶ τὸν ἔνδοξον καὶ τὸν ἄδοξον συναναιρεῖ, σὺ ὁ μεγάλα κατεργασάμενος τῷ αἰῶνι παρακατατίθεσο τὴν μνήμην διὰ τῶν ποιημάτων.

b. ἄλλως. ἀδόκητον τὸν νεώτερόν φησιν· οὐ γὰρ προσδοκᾷ ταχέως τὸ ἀποθανεῖν· δοκέοντα δὲ τὸν πρεσβύτην· προσδοκᾷ γὰρ τὸ ἀποθανεῖν. ἐμπίπτει, φησίν, ὁ θάνατος ὁμοίως καὶ πρεσβυτέροις καὶ νεωτέροις. τὸ δὲ σύμπαν τῆς διανοίας τοιοῦτόν ἐστι· τὸ μὲν ἀποθανεῖν καὶ τοῖς νεωτέροις καὶ τοῖς πρεσβυτέροις ἐμπίπτει· ἐκείνων δὲ ἡ τιμὴ καὶ ἡ δόξα αὔξεται, ὧν ἂν ἡ Μοῦσα αὐξήσῃ τὸν ἐγκωμιαστικὸν λόγον. βούλεται δὲ εἰπεῖν, ὅτι ἀθάνατος ἡ μνήμη τῶν ἐγκωμιαζομένων.

a. τιμὰ δὲ γίνεται, ὧν θεὸς ἁβρὸν αὔξει λόγον: ἁβρὸν λόγον τὰ ἐγκώμιά φησι, θεὸν δὲ τὴν Μοῦσαν.

b. ὁ δὲ νοῦς· τούτων δὲ τιμὴ γίνεται τεθνηκότων, ὧν ἂν θεὸς αὔξῃ λόγον, τουτέστιν ὁ ποιητὴς ἐμπνευσθεὶς ὑπὸ τῶν θεῶν. τινὲς δὲ τὸ τεθνακότων πρὸς τὸ ἑξῆς.

τεθνακότων βοαθόων: πρὸς τὸ ἓν ἀκουστέον ἄχρι τοῦ ἐπεὶ πράθε, καὶ γραπτέον ἐν τῷ ε ἔμολεν. ὡς Δίδυμος, ὃς καὶ ὑφ᾿ ἓν ἀπὸ τοῦ τεθνακότων ἕως τοῦ πράθεν ἀναγινώσκει. τὸ δὲ ὅλον τοιοῦτον· ἔμολε παρὰ μέγαν ὀμφαλὸν εὐρυκόλπου χθονὸς Νεοπτόλεμος, Πριάμου πόλιν ἐπεὶ πράθε· τεθνηκότων δὴ τῶν βοηθῶν ἐν Πυθίοις δαπέδοις κεῖται. ποίων δὲ βοηθῶν; τῶν περὶ τὸν Εὐρύπυλον, οὓς αὐτὸς ὁ Νεοπτόλεμος ἀνελὼν ἐπόρθησε τὴν Ἴλιον. οὕτω γὰρ ἴδιος ὁ πόνος ἔσται τοῦ ἥρωος. δοκεῖ δὲ ὁ Νεοπτόλεμος ἐν Δελφοῖς ἀνῃρῆσθαι καὶ τεθεῖσθαι ἐν τῷ ναῷ. ἐὰν δὲ ἐπὶ τῶν περὶ τὸν Ἕκτορα, καθὼς Ἀρίσταρχός φησιν, ἀναδράμωμεν, πρῶτον μὲν μακρόθεν ἔσται τὴν πόρθησιν συνάπτων, δεύτερον δὲ ἐπὶ τὴν κοινότητα μεταβησόμεθα, δι᾿ ἧς τὸ ἐγκώμιον οὐκ ἔσται. εἰ δὲ γράφεται ἔμολον, τῷ πληθυντικῷ ἀντὶ τοῦ ἑνικοῦ χρᾶται, ὥστε ὅμοιον εἶναι τῷ· ὁ δὲ ἀποπλέων Σκύρου μὲν ἅμαρτεν, ἵκοντο δὲ εἰς Ἔφυραν, ἀντὶ τοῦ ἵκετο. εἰς δὲ τὸ προκείμενον τείνων παρέθηκε τὴν τοῦ Νεοπτολέμου ἀπώλειαν. ὅτι ἀδοκήτως αὐτῷ συνέβη.

τᾷ καὶ Δαναοὶ πόνησαν: ὑπὲρ ἧς, φησί, καὶ οἱ Ἕλληνες ἐταλαιπώρησαν, ἢ ἐφ᾿ ᾗ, ἢ ἐν ᾗ· ἢ ταύτῃ καὶ οἱ Δαναοὶ πόνησαν, ᾗ καὶ ὁ Νεοπτόλεμος· παρόσον ἀπονοστοῦντες οἴκαδε χειμῶσιν ἐχρήσαντο καὶ ὁ Νεοπτόλεμος καὶ οἱ Ἕλληνες. Ἔφυραν δὲ εἶπε νῦν τὴν ἐν Ἠπείρῳ, ἣν Κιχυρόν φησι μετωνομάσθαι ἀπὸ Κιχύρου τοῦ Μέρμου. τέσσαρας δὲ ἀναγράφει τὰς Ἐφύρας· πρώτην μὲν τὴν αὖθις Κόρινθον ὀνομασθεῖσαν· Ὅμηρος (Ζ 152)· ἔστι πόλις Ἐφύρη. ἑτέραν δὲ τὴν περὶ Θεσσαλίαν· Ὅμηρος (α 259)· ἐξ Ἐφύρης ἀνιόντα παρ᾿ Ἴλου Μερμερίδαο. τρίτην δὲ περὶ Ἦλιν, ἧς Ἱππίας μνημονεύει (FHG II 61 M., Ι 158 J.). τετάρτην τὴν ἐν Θεσπρωτοῖς. συνήθως δὲ ὁ Πίνδαρος τῷ τῆς λέξεως κέχρηται σχήματι, συντάξας τῷ ἑνικῷ πληθυντικόν· ὁ δὲ ἀποπλέων Σκύρου μὲν ἅμαρτεν, ἑνικόν· ἵκοντο δὲ οὐκ ἐπήνεγκεν ἑνικὸν, ἀλλὰ πληθυντικὸν ἑνικῷ.

a. Μολοσσίᾳ δ᾿ ἐν βασίλευεν ὀλίγον χρόνου: ἀνάγει τοὺς χρόνους· ὕστερον γὰρ ἀπὸ Μολοσσοῦ τοῦ Νεοπτολέμου καὶ Ἀνδρομάχης τοὔνομα ἔλαβεν ἡ Μολοσσία. παρεκβαίνει δὲ εἰς τὰ περὶ Νεοπτολέμου, ὡς μὲν Ἀρίσταρχος. ὅτι νικήσας καὶ χαρισάμενος τὴν ἀνάρρησιν τῷ Σωγένει Νεοπτόλεμος ἦν τοὔνομα, Ἠπειρώτης τὸ γένος, ὅπερ οὐχ οὕτω φησὶν ἔχειν ὁ Δίδυμος· ὡς δὲ Ἀριστόδημος, ὅτι ἀλείπτῃ ἐκέχρητο τῷ Νεοπτολέμῳ. διὸ εἰς ἔπαινον τοῦ ὀνόματος τῇ ἡρωϊκῇ κέχρηται παρεκβάσει.

b. ὁ δὲ νοῦς· τὸ γένος τοῦ Νεοπτολέμου τὸ τῆς βασιλείας γέρας ἔσχεν ἀεί. δοκοῦσι γὰρ οἱ ἀπὸ Νεοπτολέμου βεβασιλευκέναι ἐπὶ πλεῖον.

ᾤχετο δὲ πρὸς θεόν: διάφοροι αἰτίαι, δι᾿ ἃς ἦλθεν εἰς Δελφοὺς Νεοπτόλεμος· καὶ οἱ μέν φασιν ὅτι παίδων αὐτῷ οὐ γινομένων ἐξ Ἑρμιόνης ἦλθε παρὰ τοῦ θεοῦ πευσόμενος ὡς παιδοποιήσεται· οἱ δὲ ὅτι ἐπιτιθέμενος τοῖς Πελοποννήσου πράγμασι διαρπάσαι πρῶτον ἐπέβαλε τὸ ἐν Δελφοῖς ἱερὸν ἤτοι χρηστήριον· ἄλλοι δὲ ὅτι δίκας αἰτήσων τοῦ πατρὸς τὸν θεόν· ὅτε κέν σε Πάρις καὶ Φοῖβος Ἀπόλλων ἐσθλὸν ἐόντ᾿ ὀλέσωσιν ἐπὶ Σκαιῇσι πύλῃσιν (X 359). οὐκ ἔοικε δὲ συγκατατίθεσθαι ὁ Πίνδαρος ταύταις ταῖς αἰτίαις, ἀλλ᾿ ὅτι τιμήσων ἦλθε τὸν θεόν.

a. ἔλασεν ἀντιτυχόντ᾿ ἀνὴρ μαχαίρᾳ: φασὶ τοῦ Νεοπτολέμου θύοντος τοὺς Δελφοὺς ἁρπάζειν τὰ θύματα, ὡς ἔθος αὐτοῖς· τὸν δὲ Νεοπτόλεμον δυσανασχέτως ἔχοντα διακωλύειν· αὐτοὺς δὲ διαχρήσασθαι αὐτὸν ξίφη ἔχοντας. b. ἄλλως. Ἀσκληπιάδης διὰ τῶν Τραγῳδουμένων (FHG III 303 M., I 171 J.) φησὶν οὕτως· περὶ μὲν οὖν τοῦ θανάτου σχεδὸν ἅπαντες οἱ ποιηταὶ συμφωνοῦσι, τελευτῆσαι μὲν αὐτὸν ὑπὸ Μαχαιρέως, ταφῆναι δὲ τὸ μὲν πρῶτον ὑπὸ τὸν οὐδὸν τοῦ νεώ, μετὰ δὲ ταῦτα Μενέλαον ἐλθόντα ἀνελεῖν, καὶ τὸν τάφον ποιῆσαι ἐν τῷ τεμένει. τὸν δὲ Μαχαιρέα φησὶν υἱὸν εἶναι Δαίτα.

c. τρεῖς δὲ αἰτίας ὑπὲρ τοῦ θανάτου τοῦ Νεοπτολέμου πορίζεται· πρῶτον μὲν, ὅτι τὸ πεπρωμένον αὐτῷ ἀπέδωκε· δεύτερον δὲ, ὅτι πρέπον ἦν ἕνα τῶν Αἰακιδῶν καὶ ὀφειλόμενον σύνοικον εἶναι τῷ Ἀπόλλωνι· ἐτάφη γὰρ ὑπὸ τὸν οὐδὸν τοῦ ἱεροῦ· ἡ δὲ τρίτη, ὅτι ἐπισκοπεῖ τὰς τελουμένας θυσίας τοῖς ἥρωσι. λέγεται γὰρ, ὅτι μετὰ τὸ θῦσαι ἐναγισμοὺς ἐπέσπενδον.

a. ἡρωΐαις δὲ πομπαῖς: γίνεται ἐν Δελφοῖς ἥρωσι ξένια, ἐν οἷς δόκεῖ ὁ θεὸς ἐπὶ ξένια καλεῖν τοὺς ἥρωας. εἶναι οὖν μόρσιμον ἐν ταῖς πομπαῖς ταῖς ἡρωΐαις καὶ ταῖς πανηγύρεσιν, ἐν αἷς ἐκήρυσσον τοὺς ἥρωας, θυσίαις ταῖς πολυθύτοις ἐπισκοπεῖν μετὰ Θέμιδος καὶ τὰ νομίμως γινόμενα αὐτοῖς ξένια ἐφορῶντα.

b. ὁ δὲ νοῦς· ταῖς δὲ ἡρωϊκαῖς πομπαῖς καὶ πανηγύρεσι ταῖς πολυθύτοις οἰκεῖν προσῆκον τὸν Νεοπτόλεμον ὄντα δίκαιον ἔφορον.

εὐώνυμον ἐς δίκαν τρία ἔπεα διαρκέσει: Ἀρίσταρχος οὕτως· ἐπεὶ μέμψις τοῖς Αἰγινήταις πρὸς τὸν ποιητὴν ἦν χάριν τοῦ Νεοπτολέμου, εἰς τὴν ἀπολογίαν τὴν περὶ Νεοπτόλεμον δικαίως διαρκέσει τρία ἔπεα, φησίν· ὅτι μόρσιμον ἦν αὐτῷ οὕτω τελευτῆσαι, καὶ ὅτι πεπρωμένον ἦν ἕνα τῶν Αἰακιδῶν ἀποθανόντα τεθῆναι ἐν τῷ ναῷ, τρίτον ὅτι ταῖς ἡρωΐαις πομπαῖς ἕνα τῶν Αἰακιδῶν θεμίσκοπον εἶναι. τρεῖς οὖν φησι λόγους ἱκανοὺς εἶναι εἰς τὴν εὐώνυμον δίκην· οἷον ἱκανὰς εἶναι τρεῖς αἰτίας, ἃς ἐξαριθμεῖται, τοῦ δικαίως αὐτῷ συμβεβηκέναι τὸν θάνατον. ἔνιοι δὲ οὕτως ἀπολογοῦνται περὶ τῆς τοῦ Νεοπτολέμου τελευτῆς, τρία φέροντες ταῦτα, ὅτι τὸ ὑπὲρ τῶν κρεῶν εἰπεῖν ἀνῃρῆσθαι, καὶ ὅτι οἱ Δελφοὶ ἐβαρύνθησαν ἐπὶ τῇ ἀπωλείᾳ αὐτοῦ, καὶ ὅτι πεπρωμένον ἦν αὐτὸν ἀναιρεθῆναι. ὁ δὲ Ἀριστόδημος ἔπεα τρία τὰς τριάδας ἀκούει· τὴν γὰρ ἀρχὴν ἔπος προσηγόρευον τὴν στροφὴν καὶ τὴν ἀντιστροφὴν καὶ τὴν ἐπῳδόν· τρεῖς δὲ λοιπὸν ὑπεῖναι τῷ ἐπινίκῳ τριάδας.

Αἴγινα, τεῶν Διός τ᾿ ἐκγόνων: ὦ Αἴγινα, τῶν τε σῶν καὶ τοῦ Διὸς ἐκγόνων, τῶν Αἰακιδῶν δὲ λέγει, τὸ ταῖς λαμπραῖς ἀρεταῖς, αἷς οἴκοθεν ἔχετε, ὁδὸν κυρίαν λόγων, ἀντάξιον, κυρίως ἔχουσαν, εἰπεῖν ἀδύνατόν μοι καὶ τολμηρὸν τυγχάνει. τοῦτο δέ φησιν ὡς οὐ δυνησόμενος θρασέως τὴν τῶν Αἰακιδῶν ἀρετὴν διεξιέναι· πολλοῖς γὰρ ἀνήνυτόν φησι τοῦτο.

ἀλλὰ γὰρ ἀνάπαυσις ἐν παντὶ γλυκεῖα ἔργῳ: βούλεται ἤδη λῆξαι τῆς περὶ Νεοπτόλεμον παρεκβάσεως. ἀναπαύσομαι ἤδη λέγων περὶ αὐτοῦ, ἐπεὶ κόρος ἔπεστι πᾶσι. κόρον γὰρ ἔχει καὶ τὸ μέλι, φησί, καὶ τὰ Ἀφροδίσια. παρὰ τὸ Ὁμηρικόν (Ν 636)· πάντων μὲν κόρος ἐστί.

φυᾷ δ᾿ ἕκαστος διαφέρομεν: διαφέρομεν, φησίν, ἄλλοι ἄλλων τῇ φύσει· οὐ πρὸς πάντα πάντες εὐφυεῖς ἐσμεν, ἀλλ᾿ ἄλλοι περὶ ἄλλα· ἄλλος γάρ τ᾿ ἄλλοισιν ἀνὴρ ἐπιτέρπεται ἔργοις (ξ 228)· τὸ δὲ τυχεῖν πάντων τῶν ἀγαθῶν ἕνα καὶ παραμεῖναι αὐτῷ μέχρι τέλους ἀδύνατον.

Θεαρίων, τὶν δ᾿ ἐοικότα: σοὶ δέ, φησίν, ὧ Θεαρίων, ἡ τύχη καιρὸν εὐδαιμονίας ἁρμόδιον δωρεῖται, ὅτι γεγηρακότι ἀνακουφίζεταί σοι τὸ γῆρας ταῖς τοῦ παιδὸς εὐδοξίαις.

τόλμαν τε καλῶν ἀραμένῳ: ὅλως ἀποδέχεται ὁ Πίνδαρος τὴν μετὰ συνέσεως τόλμαν· τόλμα τέ μιν ζαμενὴς καὶ σύνεσις πρόσκοπος ἐσάωσεν (fr. 231)· ἡ μὲν σύνεσις προεπισκοποῦσα, πῶς ἐκβήσεται, ἡ δὲ τόλμα ἐγχείρησις οὖσα. θαρσαλέος γὰρ ἀνὴρ ἐν πᾶσιν ἀμείνων (η 51).

a. ξεῖνός εἰμι σκοτεινὸν ἀπέχων ψόγον: ξένος εἰμί, φησί, τῶν Αἰγινητῶν, τὸν ἐπισκοτοῦντα ψόγον ἀπέχων.

b. οὐδείς με ψέγει, ὅτι ἐπαινῶ τοὺς Αἰγινήτας οὐ γὰρ πολίτας ὄντας ἐμαυτοῦ διὰ τοῦτο ἐπαινῶ· προσχαρίζεσθαι γὰρ ἂν ἐδόκουν διὰ τὴν οἰκειότητα ἐγκωμιάζων· ὁ γὰρ ἐξ οἴκου ποτὶ μῶμον ἔπαινος κίρναται (fr. Pind. 181)· νῦν δὲ οὐκ ὢν ἐξ οἴκου ἐπαινῶ αὐτούς· διὸ οὐ φθονηθήσομαι. Δίδυμος δὲ, οὐδένα ψέξω, φησί, καὶ ὅτι τοῦτο οὐκ ἀλλότριον τοῦ Πινδάρου, ἄλλα γὰρ πολλὰ αὐτῷ τοιαῦτα εἴρηται. τοῦτο δὲ λέγει, παρὸ εἰώθασιν οἱ πολῖται ἀεὶ φθονεῖν τοῖς κατά τι προέχουσι· διὰ τοῦτό φησιν ὁ Πίνδαρος ξένος εἶναι καὶ τὸν σκοτεινὸν ψόγον ἄποθεν ἔχειν· καὶ οὐδένα, φησί, ψέξω, μᾶλλον δὲ τὸ κλέος τὸ ἀληθὲς ὥσπερ ὕδατος ῥοὰς εἰς τὸν φίλον ἄγων ἄνδρα αἰνέσω, ὡς ὕδωρ ὀχετηγός. ὡς γὰρ ἐκεῖνος ἀμφυτὰ ἄγων τὸ ὕδωρ ἐπὶ τὰ δένδρα τρέφει αὐτὰ, οὕτω κἀγὼ τὰς τοῦ ὕμνου ῥοὰς ἐπὶ σὲ, τὸν φίλον ἄνδρα, ἐπαινέσω σου καὶ αὐξήσω τὸ κλέος.

c. ὁ δὲ νοῦς· ξένος ὢν λέγω τἀληθῆ, τοῦ φθόνου ἐκτὸς ὢν τοῦ πολιτικοῦ. ἔμφυτον γὰρ τοῖς πολίταις τὸ ἀλλήλοις διαφθονεῖν· καὶ ὥσπερ τὰ ὕδατα ὀχετηγὸς ἀψαύστως, οὕτω καὶ ἐγὼ διαπορθμεύσω τοῦ ἀνδρὸς τὴν ἀρετὴν τοῖς ὕμνοις καὶ τὴν περὶ τοὺς ἀγῶνας αὐτοῦ εὐδοξίαν ἀψευδῶς καὶ ἀληθῶς ἐπαινέσω· πρόσφορος γάρ ἐστι τοῖς ἀγαθοῖς καὶ ἀνδρείοις ὁ μετὰ τοῦ ἀληθοῦς ὕμνος.

a. ἐὼν δ᾿ ἐγγὺς Ἀχαιὸς οὐ μέμψεταί μ᾿ ἀνήρ: Ἀχαιὸν ἄνδρα τὸν Ἠπειρώτην· ἢ αὐτὸν τὸν Νεοπτόλεμον ἢ ἕνα τῶν Ἠπειρωτῶν. Ἀχαιὸς γὰρ οὐ καθάπαξ ὁ Ἠπειρώτης, ἀλλὰ Μυρμιδών· Ἀχαιοὶ γὰρ οἱ ἀπὸ τῆς Θεσσαλίας ταχθέντες ὑπὸ Νεοπτολέμῳ ἀπεπλάγχθησαν εἰς τὴν Μολοσσίαν καὶ κατῴκησαν εἰς τὴν Ἤπειρον. οὐ μέμψοιτο ἂν οὖν με Ἀχαιὸς ἀνὴρ ἐπὶ τῷ δοκεῖν μικρολόγον παρεστακέναι τὸν Νεοπτόλεμον, ὅτι εἶπον αὐτὸν περὶ κρεῶν μεμαχῆσθαι καὶ διὰ τοῦτο ἀπολωλέναι. καθόλου γὰρ ἀπολογεῖσθαι βούλεται περὶ τοῦ Νεοπτολέμου θανάτου πρὸς τοὺς Αἰγινήτας. ἐκεῖνοι γὰρ ᾐτιῶντο τὸν Πίνδαρον, ὅτι γράφων Δελφοῖς τὸν Παιᾶνα ἔφη (Paean VI 117)· ἀμφιπόλοισι μαρνάμενον μοιριᾶν περὶ τιμᾶν ἀπολωλέναι. ἀπολογούμενος γάρ τι ἀντεισήγαγε τοῦτο ὁ Πίνδαρος, ὅτι οὐκ ἔφησε περὶ χρημάτων γεγονέναι τῷ Νεοπτολέμῳ τὴν μάχην, ἀλλὰ περὶ τῶν νομιζομένων τιμῶν τοῖς Δελφοῖς. ὃ οὖν λέγει, τοιοῦτόν ἐστι· παρὼν δέ τις ἐνταῦθα Δωδωναῖος οὐ μέμψεταί μοι ὡς ἐνυβρίσαντι τῷ Νεοπτολέμῳ.

b. ἢ οὕτως· ἐγγύς μου γενόμενος καὶ ἀκούσας αὐτὸς ὁ Νεοπτόλεμος, ὧν εἶπον, ἢ ἕτερος Ἠπειρώτης, οὐκ ἂν μέμψοιτο.

a. Ἰονίας ὑπὲρ ἁλὸς οἰκέων: δοκεῖ ὁ Νεοπτόλεμος τὴν τοῦ πατρὸς ἀρχὴν διαδέξασθαι τῶν Μυρμιδόνων καὶ ἡγήσασθαι ἐν Τροίᾳ. οὗτοι δὲ καὶ Ἀχαιοὶ ἐκαλοῦντο, καθά φησι καὶ Ὅμηρος (B 684)· Μυρμιδόνες δ᾿ ἐκαλεῦντο καὶ Ἕλληνες καὶ Ἀχαιοί. οὗτοι δὲ κατὰ τὸν Ἰόνιον πόντον ᾤκησαν, καθὰ καὶ αὐτὸς ὁ Πίνδαρος σημαίνει λέγων (N. IV 51)· Νεοπτόλεμος δ᾿ Ἀπείρῳ διαπρυσίᾳ. βουβόται τόθι πρῶνες ἔξοχοι κατάκεινται, Δωδώναθεν ἀρχόμενοι πρὸς Ἰόνιον πόρον.

b. τὸ δὲ προξενίᾳ ἀμφίβολον πότερόν φησιν ὁ Πίνδαρος, μὴ μεμφθῆναι ἂν ὑπὸ τῶν Αἰακιδῶν· πρόξενον γὰρ ὄντα μὴ ἄν ποτε κατὰ Νεοπτολέμου εἰπεῖν· καὶ ὅτι πρόξενος ὢν αὐτοῖς ἐπ᾿ οὐδενὶ μεμφθήσομαι· θαρρῶ γὰρ αὐτοῖς· οἷον οὐδείς με μέμψεται· ἢ πέποιθα τῇ προξενίᾳ τῇ πρὸς τοὺς Ἠπειρώτας· ἢ πιστεύω καὶ τῇ συγγενείᾳ ᾗ ἔχομεν Θηβαῖοι πρὸς τοὺς Αἰγινήτας. διὸ οὐ μέμψονταί μοι οὐδὲ οὗτοι.

a. ἐν τοῖς ἰδίοις δημόταις καταφανής εἰμι ὡς ἂν οὐδενὶ ἐνεχόμενος ἀτόπῳ πράγματι.

b. ὄμματι δέρκομαι λαμπρόν: καὶ ἐν τοῖς ἰδίοις μου πολίταις ὁρῶ οὐχ ὑπέρλαμπρον καὶ ὑπεροπτικόν, ἀλλὰ μέτριός τις καὶ χρηστὸς τυγχάνω. ἡ δὲ ὑπέρ συναπτέα τοῦ βάλλων, ἵν᾿ ᾖ οὐχ ὑπέρλαμπρον βάλλων.

c. ἢ οὕτως· οὐδὲ μὴν ἄλλως, φησίν, ἐν τοῖς πολίταις ὑπεροπτικός εἰμι καὶ ὑπέρογκος, οὐ προσβλέπων τοὺς πολίτας ὄμματι λαμπρῷ καὶ ὑπερηφάνῳ, ἀλλὰ προσμειδιῶντι καὶ προσηνεῖ, ὥστε καὶ διὰ τοῦτο ἄμεμπτος εἶναι.

a. βίαια πάντα ἐκ ποδὸς ἐρύσαις: διάγω. φησί κατὰ τὰς Θήβας μετριάζων, τὰ βλάσφημα καὶ ὑπεροπτικὰ ἐκ ποδὼν ἀφελκύσας, ἤτοι μακράν μου χωρίσας.

b. ἢ οὕτως· οὕτω, φησί, ζῶ, τὰ βιαστικὰ πάντα ἐκ ποδός μου ἄρας· τουτέστιν οὐδένα βιαζόμενος ζῶ.

a. ὁ δὲ λοιπὸς εὔφρων ποτὶ χρόνος ἕρποι: ὁ δὲ λοιπὸς χρόνος ἕρποι καὶ βαίνοι πρᾷος ὢν καὶ εὔφρων

b. ὅ δὲ νοῦς ὅλος· εἴθε μοι τὸ ὅλον τοῦ βίου οὕτω μετ᾿ εὐφροσύνης συμπερανθείη. τὸ δὲ ποτὶ ἕρποι ἀντὶ τοῦ προσέρποι.

a. μαθὼν δέ τις ἂν ἐρεῖ: τίς; σοφὸς μαθών. ἔτι γὰρ καὶ ταῦτα προσαπολογεῖται περὶ τοῦ Νεοπτολέμου. τὸ δὲ ἄν ὑπερβιβαστέον πρὸς τὸν δέ σύνδεσμον. ἵν᾿ ᾖ· μαθὼν δέ τις, εἰ παρὰ τὸ προσῆκον λέγω, ἀντὶ τοῦ εἰ ψεύδομαι.

b. ὁ δὲ νοῦς· γνώριμος δέ τις καὶ πολίτης εἴποι ἄν τις, εἰ λοξὰ καὶ οὐκ ἀληθῆ λέγω περὶ ἐμαυτοῦ· ἀντὶ τοῦ μαρτυρήσει μοι ἀληθεύοντι.

a. Εὐξενίδα πάτραθε Σώγενες: πρὸς αὐτὸν τὸν Σωγένη ἀπέστρεψε τὸν λόγον. Εὐξενίδην δὲ εἶπεν ὡς ἀπό τινος Εὐξένου τῆς ὅλης φατρίας ἀφηγουμένου, ὡς Σκοπάδας καὶ Ἀλευάδας εἴωθε καλεῖν τοὺς Θεσσαλούς, καὶ Ἐμμενίδας τοὺς ἐπὶ Σικελίας. ἢ εὐξενίδας ἀντὶ τοῦ εὐξένους. πανταχοῦ δὲ τοὺς Αἰγινήτας φιλοξένους προσαγορεύει, καὶ νῦν εὐξενίδα ἀντὶ τοῦ εὔξενε.

b. ἄλλως. φατρία ἐν Αἰγίνῃ ἀπὸ Εὐξένου, ἧς ἐστιν ὁ Σωγένης. ὁ δὲ λόγος· ὦ Σώγενες, ἀπομνύω τῇ Εὐξενίδα πάτρᾳ, μὴ τέρμα προβὰς θοὰν ὄρσαι γλῶσσαν, ὡς ἄκοντα χαλκοπάρῃον. τοῦτο δὲ ἀπὸ τῶν πεντάθλων μετενήνοχε τῶν τὸ ἀκόντιον παρὰ τὸ ὡρισμένον τέρμα βαλλόντων καὶ διὰ τοῦτο ἐξάθλων γινομένων.

c. ἐγώ, φησί, καθίημι τοῦ σκοποῦ· ἡ γλῶσσά μου ἐπὶ τὸν σκοπὸν ἐνήνεκται, οὐχ ὑπερπέπτωκε τὸ τέρμα, ὡς ἀκόντιον. τοῦτο δὲ εἶπεν. ἐπειδὴ πένταθλός ἐστιν ὁ Σωγένης.

d. ὁ δὲ νοῦς· ὄμνυμι τῇ φατρίᾳ τῶν Εὐξενιδῶν, περὶ σοῦ λέγων μὴ ὥσπερ ἀκοντισταὶ, οἳ δι᾿ ἀπληστίαν ἰσχύος ὑπερβάλλουσι τὸ τέρμα καὶ τὸ ὡρισμένον, καθ᾿ οὗ δεῖ πέμψαι, οὕτω κἀγὼ τὴν ἀλήθειαν.

a. ὃς ἐξέπεμψε παλαισμάτων αὐχένα: ἀπὸ τοῦ πρὸς αὐτὸν λόγου εἰς τὸν περὶ αὐτοῦ μετέστη· ὅστις ὁ Σωγένης τῶν τοῦ πεντάθλου ἀγωνισμάτων ἐξέπεμψεν ἑαυτοῦ τὸ γυῖον ἄνευ ἱδρῶτος πρὶν ἐπιπεσεῖν τὴν τοῦ ἡλίου ἀκτῖνα. ἐκ δὲ τούτου τὸ τῆς ἀθλήσεως ἐράσμιον καὶ ταχὺ χαρακτηρίζει.

b. ἔνιοι δὲ ὅτι νικήσας φασὶ τὸ ἀκόντιον ἐστέφθη, οὐκέτι μέντοι ἐπάλαισε, παραιτησαμένων αὐτὸν τῶν ἄλλων. ἐπεὶ δὲ οἱ παλαίοντες χρονοτριβοῦσι καὶ διὰ τὸν πλείονα χρόνον ἐν τῷ ἡλίῳ μένουσι, διὰ τοῦτό φησι· πρὶν ἁλίῳ γυῖον ἐμπεσεῖν, τουτέστι πρὸ τοῦ ἐκλυθῆναι τὸ σῶμα ὑπὸ τοῦ ἡλίου διὰ τὴν πάλην, ἀντὶ τοῦ εἰπεῖν· πρὶν παλαῖσαί σε.

c. ὁ ἄκων, φησίν, αἴτιος γενόμενος τῆς παντελοῦς νίκης οὐκ ἐποίησε χρείαν σε ἔχειν τοῦ διὰ πάλης περιγενέσθαι τῶν ἀνταγωνιστῶν, ἀλλά σου ἄβρεκτον τὸν αὐχένα ἐξέπεμψε τοῦ ἀγῶνος.

εἰ πόνος ἦν τὸ τερπνόν: εἰ καὶ κάματος ἦν, φησίν, ἐν τῷ ἀγωνί,εσθαι, ἀλλὰ μείζων ἡ ἐκ τῆς νίκης ἡδονή.

ἔα με νικῶντί γε χάριν: τὸ ὑπερβατὸν οὕτως· ἔα με, εἴ τί περ ἂν ἀερθεὶς ἀνέκραγον, νικῶντί γε χάριν φέρειν.

οὐ γὰρ τραχύς εἰμι καταθέμεν: οὐ γάρ εἰμι ἀηδής, φησί, καὶ ἀπηνὴς τοῖς νικῶσι τὰ ἐγκώμια θέσθαι.

εἴρειν στεφάνους ἐλαφρόν: πρὸς αὑτὸν διαλέγεται. ὁ δὲ νοῦς· ἐπὶ τούτοις τοῖς κατορθώμασιν ἐλαφρῶς συντιθέναι καὶ πλέκειν στεφάνους παραιτοῦ, ἀντὶ τοῦ μέγα τι καὶ ἀξιοπρεπὲς ἐφάρμοζε τῇ νίκῃ ἐγκώμιον.

a. ἀναβάλλεο· Μοῖσά τοι κολλᾷ χρυσόν: ἤτοι ἡ Μοῦσα ἡ ἐγκωμιαστικὴ ποικίλως κοσμεῖ τοὺς ἐπαινουμένους.

b. οἷον ἡ Μοῦσα πᾶσι χρῆται τοῖς εἰς κόσμον τῶν ἐγκωμιαζομένων.

c. ἄλλως. λέγειν τι ἐλαφρὸν περὶ τῶν ἱερῶν στεφάνων ἀναβάλλου, οἷον μὴ λέγε κοῦφα περ τῶν νικώντων, ἀλλὰ τοὐναντίον μεγάλα λέγων αὔξανε αὐτούς.

d. ἀντὶ τοῦ ἀνακρούου καὶ ἄρχου τι λέγειν ἐλαφρῶς περὶ τῶν στεφάνων· εἰ μείζονα εἴρηκας αὐξητικὸς ὢν, νῦν ἐλαφρῶς ἄρχου τι λέγειν περὶ αὐτῶν.

καὶ λείριον ἄνθεμον: τινές φασιν εἶναι κουράλιον, εἰρῆσθαι δὲ αὐτὸ ποντίαν ἔερσαν διὰ τὸ δοκεῖν, ἕως μέν ἐστι κατὰ βάθους, ἁπαλὸν εἶναι καὶ φυτῷ ὅμοιον· ὅταν δὲ ἀνασπασθῇ καὶ γένηται ἔξω τοῦ ὕδατος, ἀπολιθοῦσθαι τοῦ ἡλίου καταλάμψαντος αὐτῷ. οἱ δὲ ποντίαν δρόσον τὴν πορφύραν φασὶ διὰ τὴν τοῦ κογχυλίου βαφὴν, λείριον δὲ ἄνθος τὸ ἔριον. ἀναφέρει δὲ ταῦτα ἐπὶ τὴν τῶν ὑφαινομένων ποικιλίαν ταύτην, ἐπεὶ τὸ ποίημα ὑφάσματι παρέοικεν, ὡς καὶ αὐτὸς ἐν ἄλλοις (fr. 179)· ὑφαίνω δ᾿ Ἀμυθαονίδαις ποικίλον ἄνδημα.

Διὸς δὲ μεμναμένος: τοῦ Διὸς εἰς ὑπόμνησιν ἐλθὼν πολυθρύλλητον λόγον ἐκ τῶν ὕμνων ἀνακίνει εὐμούσως καὶ τεταγμένως περί τε τὴν Νεμέαν καὶ τὸν Δία. τοῦτο δὲ λέγει, ἐπεὶ Νεμεονίκης ὁ Σωγένης.

βασιλῆα δὲ θεῶν: τὸν δὲ τῶν θεῶν βασιλέα Δία κατὰ τοῦτο τὸ ἔδαφος ὑμνεῖν προσήκει· ἤτοι τὸ τῆς Νεμέας· ἀνάκειται γὰρ ὁ Νεμεαῖος ἀγὼν τῷ Διΐ· ἢ κατὰ τὸ τῆς Αἰγίνης, ὃ καὶ μᾶλλον διὰ τὰ ἐπιφερόμενα. διατί δὲ πρέπει τὸν Δία ἐν τῇ Αἰγίνῃ ὑμνεῖν, αὐτὸς ἐποίσει.

a. λέγοντι γὰρ Αἰακόν: τουτέστι, διὰ τὸ τὸν Δία πατέρα εἶναι Αἰακοῦ, ὅς ἐστι πολίαρχος ἡμῶν Διὸς γὰρ καὶ Αἰγίνης Αἰακός. ἰδίως δὲ ἐπὶ ταύτης φαίνεται τῆς ᾠδῆς ἀνεστραμμένος ὁ Πίνδαρος ὁτὲ μὲν γὰρ αὐτὸς ἐκ τοῦ ἰδίου προσώπου διαλέγεται πρὸς τοὺς μεμφομένους περὶ τοῦ Νεοπτολέμου, ὁτὲ δὲ παράγει τὸν χορὸν τῶν Αἰγινητῶν διαλεγόμενον· ἐμᾷ μὲν πολίαρχον· οὐ γὰρ Αἰγινήτης ὁ Πίνδαρος.

b. φασὶ δὲ τὸν Δία ὑπὸ ταῖς γοναῖς τῆς Αἰγίνης πεφυτευκέναι τὸν Αἰακόν

c. ὁ δὲ νοῦς· ἔφυσε δὲ ὁ Ζεὺς τὸν Αἰακὸν, ὦ Ἡράκλεις, τῇ μὲν ἐμῇ πόλει βοηθόν, σοὶ δὲ πρόθυμον ἀδελφόν. μνημονεύει δὲ τοῦ Ἡρακλέους, ἐπειδὴ ὁ τοῦ νικηφόρου οἶκος ἑκατέρωθεν Ἡρακλείοις περιέχεται τεμένεσιν· ἀπέστρεψε δὲ τὸν λόγον πρὸς τὸν Ἡρακλέα, ὡς τοῦ Αἰακοῦ ὑποδεδεγμένου καὶ ἐξενικότος. προπρεῶνα δὲ ἀντὶ τοῦ πρόθυμον. φησὶ δὲ καὶ ὅτι ἀδελφὸς Ἡρακλέους ὁ Αἰακός.

a. εἰ δὲ γεύεται ἀνδρὸς ἀνήρ: εἰ θιγγάνει, φησί, τῇ ψυχῇ καὶ ἐπιδέεται ἀνδρὸς ἀνὴρ εἰς τὰς βιωτικὰς χρείας, τί ἂν φαῖμεν χρῆμα τούτου μεῖζον εἶναι, ἢ τοὺς φιλοῦντας εὐθὺς καὶ γειτνιᾶν; ὁ γὰρ γείτων τάχιον χρείας ἐπειγούσης ἀπαντᾷ. Ἡσίοδος (op. 345)· γείτονες ἄζωστοι ἔκιον, ζώσαντο δὲ πηοί.

b. ἢ οὕτως· ἐπεὶ δεῖται ἄνθρωπος ἀνθρώπου εἰς βίον, τί ἂν εἴη τούτου μεῖζον τοῦ εὑρεῖν γείτονας ἀλλήλους φιλοῦντας;

c. Ἀρίσταρχος οὕτως· ἐπεὶ δὲ κατὰ τὰς συνουσίας καὶ γειτνιάσεις ἕτερος ἄνθρωπος ἀφ᾿ ἑτέρου γεύεταί τι καὶ ἀπολαύει ἀφομοιούμενος, ὥσπερ ἡ παροιμία ἔχει· χωλῷ παροικεις, κἂν ἑνὶ σκάζειν μάθοις· εἴποιμεν ἂν τὸν ὠφεληθέντα γείτονα ἀπὸ γείτονος ἀξιόχρεων εἶναι χάρμα. παρὸ καὶ Ἡσίοδος (op. 346)· πῆμα κακὸς γείτων, ὅσσον τ᾿ ἀγαθὸς μέγ᾿ ὄνειαρ·

d. ὁ δὲ λόγος κατ᾿ ἐρώτησιν καὶ ἀπόκρισιν. εἰ δὲ κατὰ τὰς γειτνιάσεις γεύεται καὶ ἀπολαύει γείτονος γείτων δεξιοῦ τε καὶ προθύμου, τί ἂν εἴποιμεν τῷ φιληθέντι τὸν φιλήσαντα; εἶτα ὡς κατὰ ἀπόκρισιν, γείτονα πάντων χρημάτων ἐπάξιον.

a. εἰ δ᾿ αὐτὸ καὶ θεὸς ἂν ἔχοι: εἰ δὲ τοῦτο οὕτως ἔχει, ὅτι οἱ φιλοῦντες γείτονες μεγάλως ἀλλήλους ὠφελοῦσι. καὶ περὶ θεὸν τοῦτ᾿ ἂν εἴη, καὶ θεὸς τοῦτ᾿ ἂν ἔχοι ἀγαθὸν γειτνιῶν ἀνθρώπῳ φιλοῦντι, ὥστε πολλὰ αὐτῷ συμβάλλεσθαι. τοῦτο δὲ ἀναφέρει ἐπὶ τὸν Σωγένη καὶ τὸν Ἡρακλέα· ἦν γὰρ Ἡράκλεια τεμένη ἑκατέρωθεν τῆς οἰκίας Σωγένους. μέγα οὖν ἔχει ἀγαθὸν ὁ Σωγένης τὸ ἔχειν σε γείτονα, ὦ Ἡράκλεις, φιλοῦντα αὐτόν· οὐ γὰρ ἐνίκησεν ἂν εἰ μὴ ἐκ τῆς ἰδίας ἐπινοίας.

b. ὁ δὲ νοῦς εἰ δὲ αὐτὸ τοῦτο καὶ θεὸς παρέχει τὸ τῆς γειτνιάσεως ἀγαθὸν, σὺν σοὶ ἂν, ὦ Ἡράκλεις, ὅστις ἐδάμασας τοὺς Γίγαντας, ὁ Σωγένης εὐτυχῶς βούλοιτο διαζῆν, τὴν σὴν καὶ δικαίαν τοῦ πατρὸς ἑαυτοῦ θεραπεύων ψυχὴν καὶ τῶν προγόνων τὴν θείαν καὶ πλουσίαν ὁδὸν, ἀπὸ κοινοῦ ἀμφέπων.

a. ἐπεὶ τετραόροισιν ὧθ᾿ ἁρμάτων ζυγοῖς: ἐπειδή, φησίν, ὥσπερ τῶν τετρώρων ἁρμάτων ὁ ῥυμὸς μεταξὺ, οὕτω καὶ ἐν τοῖς τοῦ Ἡρακλέους τεμένεσιν ὁ νικηφόρος ἐν μέσῳ τὸν ἑαυτοῦ οἶκον ἔχει.

b. ὁ δὲ νοῦς· ἐπεὶ ἐν τοῖς σοῖς τεμένεσιν, ὦ Ἡράκλεις, τὸν δόμον ἔχει μέσον· ὡς ἐπὶ τῶν ἁρμάτων ὁ ῥυμὸς μέσος ἐστὶν, οὕτως ὁ Σωγένους οἶκος ἐξ ἀμφοτέρων τῶν χειρῶν, καὶ ἀριστερᾶς καὶ δεξιᾶς, ἔχων τὰ σὰ τεμένη, μέσος ἐστίν.

c. ὡς ὁ ῥυμὸς ἅρματος τετρώρου.

a. δύνασαι δὲ βροτοῖσιν ἀλκάν: δύνασαι δὲ καὶ αὐτὸς τῶν ἀπόρων καὶ ἀμηχάνων εὕρεσιν δοῦναι· ἀπὸ κοινοῦ γὰρ τὸ διδόμεν· καὶ δύνασαι τοὺς ἄλλους θεοὺς πεῖσαι δοῦναι, οὓς προεἱπεν.

b. ὁ δὲ νοῦς· δύνασαι, φησίν, ἀπαλλάξαι τὰς ἀμηχανίας καὶ τὰς ἀτυχίας τῶν ἀνθρώπων· ἀλεξίκακος γὰρ ὑπάρχεις.

a. εἰ γάρ σφιν ἐμπεδοσθενέα βίοτον: εἴθε γὰρ αὐτοῖς ἀσφαλῆ καὶ ἀδιάπταιστον βίον ἁρμόσας τῇ τε ἥβῃ καὶ τῷ λιπαρῷ γήρᾳ αὐτῶν προσπλέξαις.

b. ἄλλως. εἴθε γὰρ αὐτοῖς ἐμπεδοσθενῆ τοῦτον τὸν βίον ἁρμόσαις, ἐν τῇ ἀκμῇ καὶ τῷ λιπαρῷ γήρᾳ διαπλέκοις τὸν βίον εὐδαίμονα.

παίδων δὲ παῖδες ἔχοιεν αἰεί: ὡς τιμήν τινα ἐχόντων αὐτῶν, ἢ ἱερωσύνην ἢ ἄλλο τι τοιοῦτον παρὰ τοῖς Αἰγινήταις. ἔχοιεν οὖν τοῦτο τὸ γέρας, φησίν, οἱ παῖδες τῶν παίδων, ὅπερ νῦν ἔχουσι, καὶ ὄπισθεν αὐτὸ ἄρειον.

a. τὸ δ᾿ ἐμὸν οὔ ποτε φάσει κέαρ: οὐκ ἀτρόπως φησὶν οὐδ᾿ ἀπεοικότως εἰς μνήμην ἐληλυθέναι τοῦ Νεοπτολέμου. ὁ μὲν οὖν Καλλίστρατος, ἐπεὶ ἔφησε τὸν Σωγένη γείτονα εἶναι τοῦ Ἡρακλέους, καὶ ὁ Νεοπτόλεμος δὲ γειτνιᾷ τῷ θεῷ τῷ ἐν Δελφοῖς, κατὰ τοῦτό φησιν οἰκείως μεμνῆσθαι τοῦ Νεοπτολέμου, διὰ τὴν ἀμφοτέρων γειτνίασιν· ὁ δὲ Ἀριστόδημος, ὅτι μεμφθεὶς ὑπὸ Αἰγινητῶν ἐπὶ τῷ δοκεῖν ἐν Παιᾶσιν εἰπεῖν τὸν Νεοπτόλεμον ἐπὶ ἱεροσυλίᾳ ἐληλυθέναι εἰς Δελφοὺς, νῦν ὥσπερ ὑπεραπολογεῖται εἰπὼν, ὅτι οὐχ ἱεροσυλῶν ἐτελεύτησεν, ἀλλ᾿ ὑπὲρ κρεῶν φιλοτιμηθεὶς ἀνῃρέθη. διὸ καὶ ἐποίσει· ταὐτὰ δὲ τρὶς τετράκις τ᾿ ἀμπολεῖν ἀπορία τελέθει· οἷον ἀπολελόγημαι ἱκανῶς περὶ τοῦ Νεοπτολέμου· τί οὖν ἔτι μέλλω τὰ αὐτὰ ἀναπολεῖν; ἀπορεῖν γάρ ἐστι λόγων τὸ ἀναπολεῖν τὰ αὐτὰ ὥσπερ παισὶ νηπίοις [τοῖς τέκνοις]. τὸ δὲ ἑλκύσαι ἀντὶ τοῦ ἐνυῤρίσαι φησίν· ἡ δὲ μεταφορὰ ἀπὸ τῶν κυνῶν τῶν ἑλκόντων τὰ σώματα.

b. ὁ δὲ νοῦς· διορίζεται, φησί, καὶ πέποιθεν ἑαυτῇ ἡ ἐμὴ ψυχὴ, μηδέποτε τῷ Νεοπτολέμῳ ἐνυβρίσαι.

a. ἅτε μαψυλάκας Διὸς Κόρινθος: μαψυλάκας ὁ μάτην φλυαρηθείς. Διὸς Κόρινθος δὲ παροιμία ἐστὶν ἐπὶ τῶν τὰ αὐτὰ λεγόντων· ἡ δὲ παροιμία ἐντεῦθεν ἕρπει. Ἀλήτης ἐλθὼν περὶ τῆς ἐν Κορίνθῳ βασιλείας προσῆλθε τῷ μαντείῳ τῷ ἐν Δωδώνῃ, ὅ ἐστι τοῦ Διός, καὶ ἔχρησεν αὐτῷ τότε κρατήσειν, ὅτε τις δῷ βῶλον γῆς· ἐπιθέσθαι δὲ ἡμέρᾳ πολυστεφάνῳ. ἐλθὼν οὖν ἐν Κορίνθῳ ᾔτει τινὰ ἄρτον ἀγροῖκον ὁ Ἀλήτης, ὁ δὲ λαβὼν βῶλον ἔδωκεν. ἐτελεῖτο δὲ καὶ θυσία τοῖς νεκροῖς ἐν Κορίνθῳ, δι᾿ ἣν τῆς πόλεως ἐν μνήμασιν οὔσης ἐπέρχεται ὁ Ἀλήτας, καὶ εὑρὼν Κρέοντος θυγατέρας περὶ συνθήκας γενομένας. ἔφησέ τε ἐὰν κρατήσῃ. ἕξειν τὴν νεωτέραν αὑτῶν πρὸς γάμον, καὶ πείθεται ἡ κόρη καὶ προδίδωσι τὴν πόλιν τὰς πύλας ἀνοίξασα. καὶ κρατεῖ ὁ Ἀλήτης, καὶ ὠνόμασεν αὐτὴν Διὸς Κόρινθον, ἐπειδὴ διὰ τῆς μαντείας τοῦ Διὸς ἡ ἀρχὴ εἰς αὐτὸν ἦλθεν.

b. ἄλλως. παροιμία ἐστὶν ἐπὶ τῶν τὰ αὐτὰ λεγόντων ὁ Διὸς Κόρινθος. ὅταν δυσεξελίκτως ἀναπολῶσι τὰ αὐτὰ πολλάκις. ἐγὼ οὖν, φησίν, οὐκ εἰμὶ Διὸς Κόρινθος. δοκεῖ οὖν ἀπὸ τοιούτου τινὸς εἰρῆσθαι ἡ παροιμία· Μεγαρέας φασὶ Κορινθίων ἀποίκους, καὶ πολλὰ τοῖς Κορινθίοις κατ᾿ ἰσχὺν τῆς πόλεως ὑπείκειν· ἄλλα τε γὰρ πλείονα τοὺς Κορινθίους προστάσσειν, καὶ τῶν Βακχιαδῶν εἴ τις τελευτήσαι, διῴκουν δὲ οὗτοι τὴν πόλιν, ἔδει Μεγαρέων ἄνδρας καὶ γυναῖκας ἐλθόντας εἰς Κόρινθον συγκηδεύειν τὸν νεκρὸν τῶν Βακχιαδῶν. ὡς δὲ ὕβρεως οὐδὲν ἀπέλειπον οἱ Κορίνθιοι, τὰ δὲ τῶν Μεγαρέων ἔρρωτο, καὶ πρὸς ἐλπίσι τοῦ μηδὲν παθεῖν ἀποστάντας αὐτοὺς, ἀλλ᾿ ἀφεῖναι, πέμπουσι δῆτα πρέσβεις οἱ Κορίνθιοι κατηγορήσοντας τῶν Μεγαρέων, οἳ προσελθόντες εἰς τὴν ἐκκλησίαν ἄλλα τε πολλὰ διεξῆλθον καὶ τέλος, ὅτι δικαίως ἂν στενάξειεν ἐπὶ τοῖς γενομένοις ὁ Διὸς Κόρινθος, εἰ μὴ λήψοιτο δίκην παρ᾿ αὐτῶν. ἐφ᾿ οἷς παροξυνθέντες οἱ Μεγαρεῖς τοὺς πρέσβεις λίθοις ἔβαλον· καὶ μετὰ μικρὸν ἐπιβοηθησάντων τινῶν τοῖς Κορινθίοις καὶ μάχης γενομένης νικήσαντες, φυγῇ τῶν Κορινθίων ἀποφυγόντων ἐφαπτόμενοι, κτείνοντες ἅμα παίειν τὸν Διὸς Κόρινθον ἐκέλευον. ὅθ ν φησὶν ὁ Δήμων (FHG I 379) ἔτι καὶ νῦν ἐπὶ τῶν ἄγαν σεμνυνομένων. κακῶς καὶ δειλῶς ἀπαλλαττόντων τὴν παροιμίαν ταύτην τετάχθαι.

Scholia in Nemeonicarum carmen VIII.

Τῆς ὀγδόης ᾠδῆς ἡ στροφὴ καὶ ἀντίστροφος κώλων ἐννέα. τὸ α΄ ἥμισυ ἔπους καταληκτικόν. τὸ β΄ ἰαμβέλεγος τοῦ τέλους ἐπὶ τὴν ἀρχὴν τεθέντος. τὸ γ΄ Στησιχόρειον. τὸ δ΄ ἐγκωμιολογικὸν μιᾷ πλεονάζον ἐν ἀρχῇ τοῦ πενθημιμεροῦς ἰαμβικοῦ· ἢ χοριαμβικὸν τρίμετρον ταῖς ἐναντίαις κατακλειόμενον. τὸ ε΄ ἰαμβέλεγος λειπούσης τῆς ἀρχῆς. τὸ ς΄ λογαοιδικὸν Ἀρχεβούλειον, ἢ ἐπιωνικὸν ἀπ᾿ ἐλάττονος, ἄτακτον διὰ τὸν σπονδεῖον. τὸ ζ΄ ἀναπαιστικὸν μονόμετρον ὑπερκατάληκτον. τὸ η΄ Εὐριπίδειον. τὸ θ΄ τροχαϊκὸν δίμετρον ἀκατάληκτον.

ἡ ἐπῳδὸς κώλων ἕνδεκα. τὸ α΄ προσοδικὸν ἀπὸ Ἰωνικοῦ ἀπὸ μείζονος. τὸ β΄ Εὐριπίδειον. τὸ γ΄ ἰαμβέλεγος λείπων τῇ ἀρχῇ. τὸ δ΄ ἰωνικὸν τρίμετρον βραχυκατάληκτον ταῖς ἐναντίαις κατακλεισθὲν, ἄτακτον, Ἀλκμανικῷ ζήλῳ. τὸ ε΄ χοριαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ ς΄ ἰαμβικὸν τρίμετρον βραχυκατάληκτον. τὸ ζ΄ ὅμοιον τῷ γ΄ τῆς ἐπῳδοῦ. τὸ η΄ μικτὸν ἐκ τροχαίου πενθημιμεροῦς καὶ δακτυλικοῦ πενθημιμεροῦς. τὸ θ΄ ἰαμβέλεγος, ὑπερτιθεμένου τοῦ τέλους. τὸ ι΄ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. τὸ ια΄ τροχαϊκὸν τρίμετρον καταληκτικὸν, ὅμοιον τῷ (Archil. fr. 99)· Ζεῦ πάτερ, γάμον μὲν οὐκ ἐδαισάμην.

inscr. Ἔνιοί φασι σταδιεῖς αὐτόν τε τὸν Δεινίαν καὶ τὸν πατέρα καὶ τοῦτο βλέποντα τὸν Πίνδαρον Δείνιδος δισσῶν σταδίων καὶ πατρὸς εἰπεῖν. παρέχει δέ, φησὶν ὁ Δίδυμος, τὴν ἀπορίαν τὸ μηδέτερον αὐτῶν ἐν τοῖς Νεμεονίκαις ἀναγεγράφθαι.

a. Ὥρα πότνια, κᾶρυξ Ἀφροδίτας: συντάττει τὸ προοίμιον ὁ Πίνδαρος εἰς τὸ τῆς ὥρας ἄνθος τοῦ νικηφόρου, εἶτα ἐπικωμιαστικῶς τῶν πατρίων ἐφάπτεται, λέγων τὴν Αἴγιναν δι᾿ ὡραΐσματος ὑπὸ Διὸς ἀνηρπάσθαι.

b. ὁ δὲ νοῦς· ὦ ἀκμὴ ἐντιμοτάτη, ἄγγελε τῶν ἀφροδισίων καὶ θαυμαστῶν φιλιῶν, ἥτις τοῖς τε τῶν παρθένων βλεφάροις καὶ τοῖς παιδικοῖς ἐπικαθεζομένη, πραέσιν ἔρωσι ταῖς τῆς ἀνάγκης χερσὶ βαστάζεις, ἕτερον δὲ φαύλοις πόθοις. πραέσι δέ φησι ταῖς τῆς ἀνάγκης χερσὶν, ὅτι ἐξ ἀνάγκης ἡμῖν οἱ ἔρωτες παραγίνονται. ἑτέραις δὲ, προσδεκτέον χερσὶν, οἷον τὸν δὲ μὴ πραείαις ἀλλὰ σκληραῖς. πρὸς ἀμφότερα δὲ τὰ μέρη, τοῖς τῶν παρθένων καὶ παίδων, τουτέστι τοῖς παιδικοῖς, τὸ βλεφάροις ἀκουστέον, ἵν᾿ ᾖ τὸ τῆς ἑρμηνείας κατάλληλον.

ἀγαπατὰ δὲ καιροῦ: ἀγαπητὸν δέ ἐστι καὶ εὔτακτον τῆς εὐκαιρίας καὶ τοῦ δέοντος καιροῦ μὴ ἀποσφαλέντα πρὸς ἕκαστον ἔργον, τῶν βελτιόνων ἐρώτων ἐπιθυμεῖν δύνασθαι καὶ ἐπικρατεῖν, τῶν δὲ φαύλων ἀπέχεσθαι. τοιούτων οὖν ἐρώτων ἐπικρατεῖν δύνασθαι, φησί, καλόν ἐστιν, οἷοι ἦσαν ἐπὶ Διός τε καὶ Αἰγίνης. ἔστι δὲ καὶ θαυμαστικῶς ἐκλαβεῖν τὸ οἷοι· ὁποῖοι ἀγαθοὶ ἔρωτες. πιθανῶς δὲ ποιμένας δώρων Ἀφροδίτης τοὺς ἔρωτάς φησιν· ὡς γὰρ ὁ ποιμὴν νέμει τὴν ἀγέτην, οὕτω καὶ ὁ ἔρως τὰς συνουσίας. οἷοι οὖν Διὸς καὶ Αἰγίνης περιεπόλησαν τὸ λέκτρον ἔρωτες· ὁ γὰρ Ζεὺς οὐ μόνον δι᾿ ἐπιθυμίαν ἐμίγη τῇ Αἰγίνῃ, ἀλλ᾿ ἵνα καὶ σπερμήνῃ τοὺς ἀρίστους ἐξ αὐτῆς, Αἰακὸν, Πηλέα, Ἀχιλλέα, Νεοπτόλεμον· οὗτοι οὖν οἱ ἔρωτες ἄριστοι, οἱ μὴ μόνον ὀρεγόμενοι τῆς ἀπολαύσεως καὶ τῆς ὥρας αὐτῆς, ἀλλ᾿ ἀποτελεσμάτων ἀξιολόγων καὶ ἔργων ἐπιφανῶν τελεσιουργοί.

ἔβλαστε δ᾿ υἱὸς Οἰνώνας: τὸ ἔβλαστεν ἀντὶ τοῦ ὤφθη φησίν. ἀπὸ δὲ τῆς νήσου καὶ τὴν ἡρωΐδα ὠνόμασεν· υἱὸς γὰρ [τῆς] Οινώνης τῆς Αἰγίνης ὁ Αἰακὸς, χειρὶ καὶ βουλαῖς ἄριστος βασιλεὺς, τουτέστιν ἀνδρείᾳ καὶ φρονήσει. Ὅμηρος (Γ 179)· ἀμφότερον, βασιλεύς τ᾿ ἀγαθὸς κρατερός τ᾿ αἰχμητής.

a. πολλά νιν πολλοὶ λιτάνευον ἰδεῖν: πλεῖστα δέ, φησί, πολλοὶ ἠξίουν θεάσασθαι τὸν Αἰακὸν, περιηχούμενοι τῇ τοῦ ἀνδρὸς εὐδοξίᾳ. καὶ γὰρ τὰ ἀνθήματα τῶν ἡρώων, οὐχ οἱ τυχόντες, ἀλλ᾿ οἱ ἄκροι τῶν περιοικούντων ἀμαχητὶ πείθεσθαι αὐτῷ ἤθελον καὶ χωρὶς τοῦ κρατηθῆναι μάχῃ.

b. οὕτω διέπρεπε, φησίν, ὥστε τοὺς περιοικοῦντας ἑκουσίως πείθεσθαι ταῖς ἀναξίαις, τουτέστι ταῖς ἀρχαῖς καὶ ταῖς βασιλείαις αὐτοῦ.

a. οἵ τε κρανααῖς ἐν Ἀθάναισιν ἅρμοζον στρατόν: οἵτινες, φησί, διῴκουν τὰς Ἀθήνας, ἢ εἰς συμφωνίαν ἦγον τὸ πλῆθος. ταῦτα δὲ ἀνάγεται εἰς ἐκεῖνα, ὅτε αὐχμὸς κατέσχε τὴν Ἑλλάδα καὶ εὐξαμένου τοῦ Αἰακοῦ ὄμβρος ἐγεγόνει.

b. ὁ δὲ νοῦς· καὶ οἱ ἐν ταῖς τραχείαις Ἀθήναις ἥρμοζον καὶ παρεσκεύαζον καὶ ἤτοι συμμαχοῦντες αὐτῷ παρεῖχον δύναμιν ἢ ὑπὸ τὴν αὐτοῦ ἀρχὴν ὄντες· ὁμοίως παρεσκεύαζον αὐτῷ, ἀπὸ κοινοῦ, καὶ οἱ Πελοποννήσιοι καὶ οἱ Λακεδαιμόνιοι.

a. ὑπὲρ τῶνδε ἅπτομαι φέρων Λυδίαν μίτραν: ἀλληγορικῶς τὸν ποικίλον ὕμνον οὕτω φησὶν, ὅτι ἐντεχνεῖς οἱ Λύδιοι περὶ τὴν μουσικήν. τὸ γὰρ Λύδιον μέλος ποικίλον.

b. ἄλλως. οὕτως εἶπε τὸ ποίημα αὐτοῦ ὡς Λυδίῳ ἁρμονίᾳ γεγραμμένον. metr. D

Δείνιδος δισσῶν σταδίων καὶ πατρὸς Μέγα Νέμειον ἄγαλμα: τοῦ Δείνιος, ἤτοι τοῦ Δεινίου. Μέγας ὁ τοῦ Δεινίου πατήρ, φησί. δισσῶν δὲ σταδίων, ὅτι διαυλοδρόμος. Νέμεον δὲ ἄγαλμα, τὸ γεγραμμένον εἰς Νεμεακὴν νίκην ποίημα.

σὺν θεῷ γὰρ φυτευθεὶς ὄλβος ἀνθρώποισι παρμονώτερος: ὁ γὰρ γνώμῃ θεοῦ. φησίν, ὄλβος τοῖς ἀνθρώποις ἐμφυτευθεὶς καὶ δοθεὶς μονιμώτερός ἐστιν· ὅστις ὄλβος ἐπλούτισε καὶ εὐδαίμονα πεποίηκε τῷ πλούτῳ τὸν Κινύραν ἐν Κύπρῳ τῇ νήσῳ. τούτου καὶ Ὅμηρος μνημονεύει (Λ 20)· τόν ποτέ οἱ Κινύρας δῶκε ξεινήϊον εἶναι.

a. ἵσταμαι δὴ ποσσὶ κούφοις ἀναπνέων: ἐπειδὴ τοῦ Κινύρου ἐμνήσθη ἐν ὑποδείγματι τῶν διὰ θεὸν τὸν πλοῦτον ὀνησιφόρον ποιουμένων, ἐπιλαμβάνεται ἑαυτοῦ ὁ Πίνδαρος, ἵνα μὴ παρεκβῇ πλείονα εἰς τὸν περὶ Κινύρα λόγον . . . μεταφέρων ἀπὸ τῶν πεντάθλων φησίν· ἵσταμαι πρὶν παλαῖσαι, εἰ τύχοι, τὸ πνεῦμα συλλεγόμενος.

b. ἄλλως. ἀντὶ τοῦ παύομαι. πάλιν δὲ ἐπιχειρεῖν τοῖς τῶν Αἰγινητῶν πατρίοις μέλλων καὶ ἀγῶνα τὴν ἐπιχείρησιν γινώσκων ἀνα πνεῖν βούλεται καὶ ὥσπερ ἐκ διαλείμματος πάλιν ἀγωνίζεσθαι, ὃν τρόπον οἱ τὰ πένταθλα καρτεροῦντες καὶ κατορθοῦντες.

c. ἄλλως. οἱ μέγα φωνεῖν θέλοντες, οἷον τραγῳδοὶ, προαναπνέουσιν ἐπιπολὺ. ἵν᾿ ὅταν ἀναφωνήσωσιν, ἐξαρκέσῃ ἐπιπλέον ἡ φωνή. πολλαὶ οὗν, φησί, περὶ τοῦ Κινύρου καταβέβληνται ἱστορίαι καὶ διάφοροι, διὸ ἀναπνέω πρὶν εἰπεῖν.

d. πολλὰ γάρ μοι περὶ τῶν Αἰακιδῶν λέλεκται· ἢ πολλή μοί ἐστι μελέτη καὶ φροντὶς ὑπὲρ τῶν εἰς Αἰακίδας ἐγκωμίων.

a. νεαρὰ δ ἐξευρόντα δόμεν βασάνῳ εἰς ἔλεγχον: ἐμὲ δὲ νῦν, φησί, καινολογῆσαι περὶ τοῦ Κινύρου παρώσαντα τὰ κοινῶς ἱστορούμενα, κινδυνῶδές ἐστιν. ἐὰν γάρ τι καινουργῶ, ἀπιστηθήσομαι.

b. ἢ οὕτω· νεώτερα δὲ ἐγκώμια ἐξευρόντα καὶ ἐπινοήσαντα τῇ τῶν ἀκροατῶν κρίσει δοῦναι πρὸς διάκρισιν καὶ δοκιμασίαν ἐπικίνδυνον. βασάνῳ δὲ, ἤτοιδιαβολῇ, κρίσει. βασανίζοντες γὰρ οἱ ἀκροαταὶ τὰ λεγόμενα κρίσιν διδόασιν.

ὄψον δὲ λόγοι φθονεροῖσιν: τοῦτο πρὸς τοὺς ἀντιτέχνους· τοῖς φθονεροῖς οἱ λόγοι εἰς διαβολὴν τῶν κατηγορουμένων ὄψον εἰσὶν, ἤτοι προσόψημα, τουτέστιν οὐχ ἑτέρῳ χρῶνται προσοψήματι οἱ φθονεροὶ ἢ τοῖς εἰς διαβολὴν λόγοις.

ἅπτεται δ᾿ ἐσλῶν αἰεί: ἀπὸ τῶν φθονούντων ἐπὶ τὸν φθόνον μετήγαγε τὸν λόγον· οὐ τῶν τυχόντων, φησίν, ἅπτεται ὁ φθόνος, ἀλλὰ τῶν μειζόνων· οὐδεὶς γὰρ Θερσίτῃ φθονεῖ, ἀλλ᾿ Ἀγαμέμνονι. χείροσιν οὖν οὐκ ἐρίζει ὁ φθόνος· ὁ γὰρ φθόνος εἰς καλὰ βαίνει.

τὸ δὲ ἀμφικυλίσας φασγάνῳ, ἀντὶ τοῦ ξίφει περικυλίσας. τοῦτο δὲ ἐκ τοῦ συμβεβηκότος ἀπὸ τῆς καταπτώσεως τῆς κατὰ τὴν ἀναίρεσίν φησιν.

a. ἦ τιν᾿ ἄγλωσσον μέν: ἄγλωσσον δή τινα καὶ ἄλαλον, ἦτορ δὲ ἄλκιμον καὶ ἀνδρεῖον, ἐν λυγρῷ νείκει κατέχει λήθη καὶ θάνατος, τουτέστι καὶ ἕτ ρός τις τῶν ἀλαλωτέρων φθονηθεὶς ἀδίκως ἐτελεύτησεν, ἐν οἷς καὶ ὁ Αἴας.

b. ἄλλως. τοῦτο ὡς πρὸς τὸν Αἴαντα. θέλει δὲ εἰπεῖν, ὅτι φιλονεικίας οὔσης καὶ ἔριδος τὸν ἀνδρεῖον τὸ σῶμα, ἀσθενῆ δὲ τὴν ἀπόκρισιν, λήθη κατέσχεν.

c. ὁ δὲ νοῦς· ναὶ δὴ τὸν μὴ τῷ λόγῳ μὲν ἱκανὸν, ἀνδρεῖον δὲ σῶμα μόνον ἔχοντα, μεγάλη λήθη ἐν τῇ πρὸς τοὺς ἐχθροὺς μάχῃ καὶ στάσει κατέχει· καταπαλαίονται γὰρ τῷ λόγῳ καὶ οἱ πάνυ ἀνδρεῖοι καὶ βαρύσωμοι ὑπὸ φρονίμων. τὸν γὰρ ἐν τῷ λέγειν μὴ δεινὸν μηδὲ σοφιστὴν τῷ λόγῳ ὁ τοιοῦτος ὑπερβάλλει.

a. αἰόλῳ δὲ ψεύδει τῷ ποικίλῳ φησὶ καὶ πιθανῷ· μέγιστον γὰρ πρόσεστι τῷ ποικίλῳ δόλῳ γέρας, φησί, διὰ τὸ τοῦ λόγου πιθανόν. ὅτι ὁ πιθανὸς λόγος καὶ τὴν ἀλήθειαν οἶδε πολλάκις ὑποκλέπτειν.

b. ἄλλως. μέγιστον νέμεται γέρας τῷ ποικίλῳ ψεύδει· οἱ γὰρ ποικίλως ψευδόμενοι ἀποδοχῆς τυγχάνουσι παρὰ τοῖς ἀνθρώποις. τούτου δὲ ἀπόδειξιν ἐπιφέρει τὰ ἐφεξῆς.

κρυφίαισι γὰρ ψάφοις Ὀδυσσῆ: κρυφίαισιν, ἤτοι ταῖς ἀδίκοις ἢ ταῖς κρύφα φερομέναις ψήφοις· οὕτω γὰρ φέρονται. Ὀδυσσέα γοῦν βασκήναντα τῷ Αἴαντι οἱ Ἀχαιοὶ κρυφίας ἐνεγκόντες ψήφους περὶ τῶν Ἀχιλλέως ὅπλων ἐθεράπευσαν οὐκ ὀρθῶς· ἔδει γὰρ Αἴαντα νικῆσαι.

ἦ μὰν ἀνόμοιά γε: οὐχ ὅμοια, φησί, τραύματα ἔλαβον ὅ τε Αἴας καὶ Ὀδυσσεὺς, τουτέστιν οὐ τὸν αὐτὸν τρόπον οὐδὲ ἐξ ἴσου τοῖς Τρωσὶν ἐπολέμησαν, ἀλλ᾿ ὁ μὲν Ὀδυσσεὺς δειλὸς ἦν, ὁ δὲ Αἴας ὠθεῖτο εἰς τοὺς πολεμίους. θερμὰ δὲ ἕλκη τὰ φλεγμαίνοντά φησι. πελεμιζόμενοι δὲ ἀντὶ τοῦ πελεμίζοντες ἐνεργητικοῦ καὶ διακινοῦντες. ὁ δὲ Ἀρίσταρχος οὕτως· ἀνόμοια πλήγματα τοῖς πολεμίοις ὅ τε Ὀδυσσεὺς καὶ Αἴας ὑπὸ ἀλεξιμβρότου λόγχης κινούμενοι. τῇ δὲ Αἴαντος ἀνδρείᾳ καὶ Ὅμηρος μαρτυρεῖ (ε 309—10)· ὅτε μοι πλεῖστα χαλκήρεα δοῦρα Τρῶες ἐπέρριψαν περὶ Πηλείωνι θανόντι.

a. ἐχθρὰ δ᾿ ἄρα πάρφασις ἦν: πάρφασις, παραλογισμὸς καὶ παράπεισις ἢ ἀπάτη· ἐν ἤθει δὲ προήγαγε τὸν λόγον. ἄρα, φησί, καὶ τότε ἦν ἡ ἐχθρὰ ἀπάτη, ἡ τῶν ἀπατητικῶν λόγων σύμφοιτος καὶ δολοφραδὴς καὶ ὄνειδος οὖσα κακοποιόν.

b. ἄλλως. ταῦτά φησι δυσανασχετῶν ἐπὶ τῷ ἀδίκως ἀναιρεθῆναι τὸν Αἴαντα διὰ τὰ ψεύδη τοῦ Ὀδυσσέως. διὸ καί φησιν· ἦν ἄρα τις καὶ παρὰ τοῖς ἥρωσιν ἀπάτη, οὐ μόνον παρ᾿ ἡμῖν.

a. τῶν δὲ ἀφάντων κῦδος ἀντείνει σαθρόν: ἀφάντων ἀντὶ τοῦ ἀφανῶν, εὐτελῶν. τὸ δὲ ἀντείνει ἀντὶ τοῦ ἀνατείνει, ἐπαίρει. σαθρὸν, πρὸς ὀλίγον.

b. ὁ δὲ νοῦς· τῶν δὲ ἀδόξων τὸ κῦδος μεγαλύνει καὶ ὑψοῖ σαθρὸν αὐτῶν τὸ κλέος· οἰκόβιος γὰρ ἡ τῶν ἀδίκων δόξα καὶ εὐκατάακτος.

εἴη μή ποτέ μοι τοιοῦτον ἦθος, Ζεῦ πάτερ: ὦ Ζεῦ πάτερ, μὴ γένοιτό μοι τὸ ἦθος τοιοῦτον, ἀλλὰ τὰς τοῦ βίου μου κελεύθους καὶ ὁδοὺς ἀπλανεῖς φύλαξον, τουτέστιν ἁπλᾶς καὶ ἀκακοήθεις ἀνύοιμι· ὅπως μὴ τελευτήσας τοῖς παισί μου κακὴν καταλείψω φήμην, τουτέστιν ἵνα μὴ δυσφημηθῶσιν οἱ ἐμοὶ παῖδες ἄδικά μου πράξαντος.

χρυσὸν εὔχονται, πεδίον δ᾿ ἕτεροι ἀπέραντον: ἕτεροι μὲν οὖν χρυσὸν πολὺν εὔχονται, κτήσασθαι δηλονότι, ἄλλοι δὲ γῆν πολλὴν πρὸς γεωργίαν· ἐγὼ δὲ εὔχομαι τοῖς πολίταις ἀρέσαι καὶ τεθνάναι ἐπαινῶν μὲν τὰ ἄξια τοῦ ἐπαινεῖσθαι, ψόγον δὲ καὶ μέμψιν τοῖς ἀδίκοις ἐμβάλλων.

a. αὔξεται δ᾿ ἀρετὰ χλωραῖς ἐέρσαις: ἀντὶ τοῦ ταῖς χλωροποιοῖς δρόσοις· αὗται γὰρ τῶν φυτῶν αὐξητικαί. τὸ δὲ ἑξῆς· αὔξεται δὲ ἀρετὰ ἐν σοφοῖς τε καὶ δικαίοις τῶν ἀνδρῶν ἀερθεῖσα, ὡς ὅτε δένδρον χλωραῖς ἐέρσαις πρὸς ὑγρὸν αἰθέρα.

b. ὁ δὲ νοῦς· αἄξεται δὲ καὶ ἡ ἀρετὴ τῶν ἀνδρῶν ὑψωθεῖσα τοῖς σοφοῖς καὶ δικαίοις λόγοις τῶν ποιητῶν, ὥσπερ καὶ φυτὸν ἐπαίρεται πρὸς αἰθέρα καὶ αὔξεται ταῖς χλωροποιοῖς δρόσοις.

c. ἢ οὕτως· ὥσπερ δένδρον ὕδατι ποτιζόμενον εἰς μῆκος | αὔξεται.

d. ἢ οὕτως· ἡ ἀρετὴ τῶν δικαίων ἐπιτυγχάνουσα ὑψοῦται. τὸ δὲ ἐξῆς· ὡς δένδρον ἀΐσσει πρὸς αἰθέρα ὑγραῖς ἐέρσαις, οὕτω καὶ ἡ ἀρετὴ σοφοῖς ἀνδράσι καὶ δικαίοις | αὔξεται ἀερθεῖσα.

a. χρεῖαι δὲ παντοῖαι φίλων ἀνδρῶν: καὶ πᾶσαι χρεῖαι τῶν προσφιλῶν ἀνδρῶν, φησίν, οἱονεὶ καὶ πρᾶξις πᾶσα ἀνδρῶν προσφιλῶν καὶ δικαίων αὐξάνεται τοῖς ὕμνοις, ἐξόχως δὲ τὰ περὶ πόνους κατορθώματα.

b. ἄλλως. κατὰ πολλά τις χρείαν ἔχει, φησί, τῶν φίλων ἀνδρῶν· οὐ διαπαντὸς δὲ τῶν αὐτῶν εἰσιν αἱ χρεῖαι, ἀλλ᾿ ἄλλοτε ἄλλου, πῆ μὲν ἐν τοῖς πόνοις καὶ ἔργοις, πῆ δὲ καὶ τέρπεται ὁρῶν τις πιστὸν φίλον· νῦν δὲ δηλαδὴ τοῦ Πινδάρου χρεία, ἵνα ὑμνήσῃ τὸν νικηφόρον.

μαστεύει δὲ καὶ τέρψις ἐν ὄμμασιν: ἐπιζητεῖ δὲ καὶ ἡ τῶν ὀμμάτων τέρψις τὸ πιστὸν ὥστε θέσθαι ἐν ὄμμασι, τουτέστι θεωρῆσαι· καὶ ἡμεῖς δὲ φιλοῦντες ὑμᾶς κατὰ ἀλήθειαν, θεωροῦντες τερπόμεθα. Εὐριπίδης (Ion. 732)· εἰς ὄμματ᾿ εὐρὺ φωτὸς ἐμβλέψει γλυκύ.

ὦ Μέγα: ὡς τεθνηκότος τοῦ Μέγα οὕτω φησίν· ἐμοὶ δὲ ἀδύνατον, ὦ Μέγα, τεθνηκότος σου τὴν ψυχὴν ὑπ᾿ ὄψιν καὶ πίστιν ἀγαγεῖν.

a. κενεᾶν δ᾿ ἐλπίδων χαῦνον τέλος: τουτέστιν ἐὰν ἐλπίσω τὰ ἀδύνατα, κενὸς ἔσομαι.

b. ἢ οὕτω τῶν δὲ ματαίων ἐλπίδων ἀσθενὴς καὶ ἀβέβαιος ἡ ἔκβασις.

a. σεῦ δὲ πάτρᾳ Χαριάδαις τε: Χαριαδῶν φυλὴ, ἀφ᾿ ἧς ὁ νικηφόρος. τὸ δὲ ἑξῆς· τῇ δὲ σῇ πατρίδι καὶ τοῖς Χαριάδαις ἀναστηρίξαι καὶ ἱδρῦσαι εὔτονον μουσικὴν στήλην βούλομαι ἕνεκα τῶν δυνατῶν σου ποδῶν καὶ νικηφόρων. δρόμῳ γὰρ ἐνίκησεν.

b. ὁ δὲ νοῦς ὅλος· τὸ μὲν ἀναστῆσαι τὸν τεθνεῶτα. φησίν, ἀδύνατόν μοί ἐστι· τῇ δὲ πατρίδι καὶ τῇ φυλῇ, οἵ εἰσι Χαριάδαι, ὑπερεῖσαι λίθον Μουσαῖον, τουτέστι στήλην ἀπὸ Μουσῶν, ἤγουν τὸν ὕμνον, δυνατός εἰμι, ἐφ᾿ οὗ ἡδρασμένοι ἔσονται ἔνδοξοι. λάβρον δὲ τὸν λίθον τῶν Μουσῶν ἀλληγορικῶς τὴν ἀπὸ τῶν λόγων εὔτονον στήλην φησί· λάβρον δὲ, διὰ τὸ ῥεύματι χρῆσθαι τοὺς ποιητάς.

a. χαίρω δὲ πρόσφορον: χαίρω ὅταν ᾖ, φησί, τὰ πεπραγμένα πρόσφορα τῷ λόγῳ· χαίρω δὲ περὶ τῶν διὰ τοῦ ὕμνου κόμπων· ποιητὴς δέ τις τοῖς ὕμνοις ἀνώδυνον τίθησι τὸν πόνον τῷ νικηφόρῳ.

b. ἄλλως. ταῖς ἐπῳδαῖς. φησίν, ἀνώδυνόν τις ἔθηκε τὸν κάματον· ἐδόκουν γὰρ οἱ ἀρχαῖοι ταῖς ἐπῳδαῖς ἴασιν καὶ θεραπείαν εὑρίσκειν. Ὅμηρος (τ 457)· ἐπαοιδῇ δ᾿ αἷμα κελαινὸν ἔσχεθον. πρὸς τί δὲ τοῦτο εἶπεν; ὅτι ὡς ἐπῳδῇ τις χρησάμενος κουφίζει τὸν κάματον, οὕτω καὶ ἐγὼ ὡς ἐπῳδῇ χρησάμενος τῷ ὕμνῳ κουφίσω τὴν κακοπάθειαν τοῦ ἠθληκότος.

ἦν γε μὰν ἐπικώμιος ὕμνος δὴ πάλαι: τουτέστι τὰ ἐγκώμια ἐγράφετο καὶ πάλαι, πρὶν καὶ τοὺς Ἀργείους ἐπιστρατεῦσαι ταῖς Θήβαις, τουτέστι πρὶν τὰ Νέμεα τεθῆναι ἦν ἐγκώμια. στρατευσάντων γὰρ τῶν περὶ Ἄδραστον ἐπὶ Θήβας ὁ Ἀρχέμορος ὑπὸ τοῦ δράκοντος διεφθάρη, οἱ δὲ ἐπ᾿ αὐτῷ τοῦ μόρου ἄρξαντι τὰ Νέμεα ἔθηκαν.

subscr. τέλος.

Scholia in Nemeonicarum carmen IX.

ἡ ἐννάτη ᾠδὴ μονοστροφική ἐστιν ἐκ κώλων δώδεκα. τὸ α΄ δακτυλικὸν τρίμετρον καταληκτικόν. τὸ β΄ τὸ αὐτό. τὸ γ΄ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. τὸ δ΄ δακτυλικὸν πενθημιμερές. τὸ ε΄ ἰαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ ς΄ δακτυλικὸν πενθημιμερές. τὸ ζ΄ ἐγκωμιολογικὸν μετατεθ ίσης τῆς πρώτης ἐπὶ τὴν ἐσχάτην. τὸ η΄ ἰαμβέλεγος, μετατιθεμένης τῆς τελευταίας ἐπὶ τὴν ἀρχήν. τὸ θ΄ πενθημιμερὲς δακτυλικόν. τὸ ι΄ δίμετρον ἰαμβικὸν ἀκατάληκτον. τὸ ια΄ τὸ αὐτό. τὸ ιβ΄ πενθημιμερὲς ἰαμβικόν.

inscr. Περὶ τῶν ἐν Σικυῶνι Πυθίων ὁ Ἁλικαρνασεὺς (Herod. 5, 67 ?) οὕτω γράφει· . . . φησὶ δὲ ἐν τῷ πολέμῳ τῶν Κρισαίων κατὰ θάλασσαν ῥᾳδίως τὰ ἐπιτήδεια ποριζομένων καὶ διὰ τοῦτο μακρᾶς γινομένης τῆς πολιορκίας, Κλεισθένην τὸν Σικυώνιον ναυτικὸν ἰδίᾳ παρασκευάσαντα κωλῦσαι τὴν σιτοπομπίαν αὐτῶν, καὶ διὰ ταύτην τὴν εὐεργεσίαν τὸ τρίτον τῶν λαφύρων ἔδοσαν τῷ Κλεισθένει καὶ Σικυωνίοις. ἀφ᾿ οὗ καὶ Σικυώνιοι τὰ Πύθια πρῶτον παρ᾿ ἑαυτοῖς ἔθεσαν. ὁ δὲ Χρόμιος οὗτος φίλος ἦν Ἱέρωνος, κατασταθεὶς ὑπ᾿ αὐτοῦ τῆς Αἴτνης ἐπίτροπος· ὅθεν καὶ Αἰτναῖος ἐκηρύχθη. αὗται δὲ αἱ ᾠδαὶ οὐκέτι Νεμεονίκαις εἰσὶ γεγραμμέναι· διὸ κεχωρισμέναι φέρονται.

a. Κωμάσομεν παρ᾿ Ἀπόλλωνος: ἀπὸ τοῦ χοροῦ ὁ λόγος. ἔνιοι δὲ, κωμάσομεν εἰς τὴν Αἴτνην, φασί. νεόκτιστον δὲ ταύτην φησὶν, ἐπειδὴ ἦν ὁ Ἱέρων νεωστὶ αὐτὴν ἀνακτίσας, πρότερον Κατάνην καλουμένην. ξείνων δὲ θύραι, αἱ τῆς φιλοξενίας. τὸ δὲ νενίκανται ἀντὶ τοῦ ἥττηνται· παντὶ οὖν εἴκουσαι ξένῳ καὶ οὐδένα ἀπελαύνουσαι νικῶνται τῇ φιλοξενίᾳ τοῦ νικηφόρου· ἢ νίκας ἔχουσιν, ἐν οἴῳ τρόπῳ ἐστεφανῶσθαι τόνδε, ἀντὶ τοῦ στέφανον ἔχειν. τὴν δὲ ὅλην Αἴτνην εἰπὼν ἐπήνεγκε Χρομίου δῶμα, ὥστε ὅμοιον εἶναι τῷ (θ 362—3) ἣ δ᾿ ἐς Κύπρον ἵκανε φιλομμειδὴς Ἀφροδίτη, ἐς Πάφον.

b. ὁ δὲ νοῦς οὕτω· χορεύσωμεν, ὦ Μοῦσαι, καὶ ὑμνήσωμεν ἐκ Σικυῶνος ἥκοντες καὶ παρὰ τοῦ ἐκεῖσε Ἀπόλλωνος εἰς τὴν καλλίστην Αἴτνην, ἐν ᾗ πᾶσιν ἀνεῳγυῖαι αἱ θύραι τοῦ Χρομίου τῆς οἰκίας ἥττηνται ὑπὸ τῶν ξένων, ἔνθα πᾶσι ξένοις ὁ πλούσιος οἶκος ἀνέῳκται ὑπὸ φιλοξενίας ἡττηθείς. ἄγε δὴ οὖν, ὦ Μοῦσαι, διανύσατε καὶ πράσσετε τοὺς ἡδυτάτους διὰ λόγων ὕμνους. τὸ γὰρ τοὺς λοιποὺς κρατοῦν καὶ νικῶν ἅρμα ἐλαύνων ὁ Χρόμιος τῇ τε Λητοῖ καὶ τοῖς δυσὶν αὐτῆς παισὶ τὸ θαυμάζεσθαι δίδωσιν, οὖσιν αὐτοῖς τῆς ὑψηλοτάτης Πυθῶνος καὶ ὁμοκλήροις καὶ ἴσοις ἐπισκόποις.

τὸ κρατήσιππον γάρ: κρατήσιππον ἤτοι τὸ συνέχον ἐν τάξει τοὺς ἵππους, ἢ τὸ κρατοῦν καὶ νικῶν τοὺς ἐναντίους.

a. ἔστι δέ τις λόγος ἀνθρώπων: ἔστι γάρ τις παλαιὰ ποραίνεσις καὶ παρὰ ἀνθρώποις ᾀδομένη, ὡς οὐ δεῖ τὸ ὑπό τινος κατεργαζόμενον καλὸν σιγῇ παραδιδόναι, ὥστε εἰς γῆν κατενεχθῆναι καὶ ἄδοξον διὰ τῆς σιωπῆς γενέσθαι.

b. τὸ οὖν ἐπιτελεσθὲν ἀγαθὸν οὐ δεῖ, φησί, τῇ σιγῇ παραδοῦναι οὐδ᾿ ἀνεπισήμαντον ἀφεῖναι. metr. D

a. θεσπεσία δ᾿ ἐπέων καύχας ἀοιδὰ πρόσφορος: τοῖς νενικηκόσι, φησί, πρόσφορός ἐστι καὶ ἐοικυῖα ἡ διὰ τῆς καυχήσεως ᾠδή· τίνες γὰρ ἄλλοι μέλλουσι καυχᾶσθαι ἢ οἱ νικήσαντες; Ἀττικοὶ δὲ λέγουσι καύχην τὴν καύχησιν, καὶ ἄνθην τὴν ἄνθησιν, καὶ βλάστην τὴν βλάστησιν.

b. ἢ οὕτω· προσφορωτέρα ἐστὶ τῆς καυχήσεως ἡ τῶν ἐπῶν ᾠδή· ἢ πρόσφορος καὶ ἀγαθή τις ἡ τῆς τῶν ἐπῶν καυχήσεως ᾠδὴ ἢ ἡ καυχητικὴ ᾠδή.

c. ὁ δὲ νοῦς· ἀλλ᾿ ὅτι πρόσφορός ἐστι καὶ ἁρμόζουσα τούτοις θαυμαστή τις λόγων ᾠδή.

a. ἀλλ᾿ ἀνὰ μὲν βρομίαν φόρμιγγα: ἑαυτῷ παρακελεύεται ὑμνεῖν τὸν νικηφόρον. βρομία δὲ ἡ φόρμιγξ, ἤτοι παρὰ τὸν βρόμον καὶ τὸν ἦχον τὸν ἀποτελούμενον κατὰ τὸν κιθαρισμόν, ἢ βρομίαν τὴν συναναστρεφομένην τῷ Διονύσῳ. Ὅμηρος (ρ 271)· φόρμιγγός θ᾿ ἣν δαιτὶ θεοὶ ποίησαν ἑταίρην.

b. ὁ δὲ νοῦς· διὰ τοῦτο δὴ σὺν πᾶσιν ὀργάνοις μουσικοῖς, τοῦτο μὲν κιθάρᾳ, τοῦτο δὲ αὐλῷ, ὁρμήσωμεν ἐπὶ τὴν κορυφὴν τῶν ἱππικῶν ἄθλων, ἐπὶ τὸ ἐξαίρετον, τουτέστι τὴν νίκην.

ἅ τε Φοίβῳ θῆκεν Ἄδραστος: ἅτινα, τὰ Πύθιά φησι· κατ᾿ αὐτὸν τὸν Πίνδαρον· ἀνατίθησι γὰρ τὴν τῶν Πυθίων θέσιν ἐν Σικυῶνι Ἀδράστῳ, ποιητικὴν ἄγων ἄδειαν, Κλεισθένους αὐτὰ διαθέντος, καθὰ δεδήλωται (sch. inscr.). ἵν᾿ οὖν ἐνδοξότερον ἀποφήνῃ τὸν ἀγῶνα, ὧνπερ, φησίν, ἄθλων μνημονεύσας ἐγὼ καὶ τῶν ἐνδόξων μνησθήσομαι τιμῶν τοῦ ἥρωος Ἀδράστου.

a. ὃς τότε μὲν βασιλεύων: ὅστις Ἄδραστος τὸ τηνικαῦτα λοιπὸν ἐκεῖ βασιλεύων ἐν τῇ Σικυῶνι, οὐκέτι ἐν Ἄργει, παντοίαις ἀρεταῖς, τοῦτο μὲν ἀγωνίσμασιν ἀνδρῶν τοῖς ἐκ δυνάμεως, τοῦτο δὲ φιλοκαλίαις ἁρμάτων γλαφυρῶν καὶ ὡραίων καὶ καινοτέραις εὐωχίαις, ἐμφανεστάτην καὶ ἀοίδιμον ἐποίει τὴν πόλιν.

b. καὶ Κλεισθένης μὲν τὰ ἐν Σικυῶνι Πύθια διέθηκε πρῶτος, ἀνατίθησι δὲ τὸ ὅλον Ἀδράστῳ ὡς διαθέντι, ἐπειδὴ καὶ διωρθώσατο αὐτὸς ὕστερον, καὶ ἄλλως ἐνδοξότερος ὁ ἀνήρ.

a. φεῦγε γὰρ Ἀμφιάρηον: περὶ τῆς Ἀδράστου εἰς Σικυῶνα μεταστάσεως Ἡρόδοτος μὲν οὕτω φησίν (V 67)· οἱ δὲ Σικυώνιοι εἰώθεισαν μεγαλωστὶ κάρτα τιμᾶν τὸν Ἄδρηστον. ἡ γὰρ χώρη αὕτη ἦν Πολύβου· ὁ δὲ Ἄδρηστος ἦν Πολύβου θυγατριδέος, ἄπαις δὲ ὁ Πόλυβος τελευτῶν διδοῖ Ἀδρήστῳ τὴν χώρην. Μέναιχμος δὲ ὁ Σικυώνιος οὕτω γράφει (Seripttrer. Al. p. 145)· χρόνου παρελθόντος πολλοῦ Πρῶναξ μὲν ὁ Ταλαοῦ καὶ Λυσιμάχης τῆς Πολύβου βασιλεύων Ἀργείων ἀποθνῄσκει, καταστασιασθεὶς ὑπὸ Ἀμφιαράου καὶ τῶν Μελαμποδιδῶν καὶ τῶν Ἀναξαγοριδῶν· Ἄδραστος δὲ ὁ ἀδελφὸς τοῦ Πρώνακτος φυγὼν ἦλθεν εἰς Σικυῶνα, καὶ τὴν Πολύβου τοῦ μητροπάτορος βασιλείαν παραλαβὼν ἐβασίλευσε τῆς Σικυῶνος, καὶ τὸ τῆς Ἥρας τῆς Ἀλέας καλουμένης ἱερὸν καθ᾿ ὅνπερ ᾤκει τόπον ἱδρύσατο. τὴν δὲ ἐπωνυμίαν ἔλαβε ταύτην τὸ ἱερὸν διὰ τὸ φεύγοντα τὸν Ἄδραστον ἰδρύσασθαι καὶ καλέσαι ἱερὸν Ἥρας Ἀλέας. τὸ δὲ φυγεῖν τινες ἀλᾶσθαι ὠνόμαζον. Διευχίδας δὲ ἐν τῷ τρίτῳ τῶν Μεγαρικῶν (FHG IV 389) τὸ μὲν κενήριον τοῦ Ἀδράστου ἐν Σικυῶνί φησιν, ἀποκεῖσθαι δὲ αὐτὸν ἐν Μεγάροις.

b. οἱ δέ φασι· Προῖτος ἐβασίλευσε τοῦ Ἄργους, τῶν θυγατέρων δὲ αὐτοῦ μανεισῶν Μελάμπους μάντις ὢν παρεγένετο· ὁμολογηθέντος δὲ αὐτῷ μισθοῦ τῶν δυεῖν μερῶν τῆς βασιλείας, ἐκάθηρεν αὐτάς· ὡς δὲ ἐκάθηρεν, ἔλαβε κατὰ τὴν ὑπόσχεσιν, καὶ τὸ μὲν ἥμισυ ἐκοινώσατο τῷ ἀδελφῷ Βίαντι, τὸ δὲ ἥμισυ κατέσχεν αὑτῷ, ὥστε γενηθῆναι τὴν ὅλην βασιλείαν τριμερῆ, Μελαμποδίδας, Βιαντίδας, Προιτίδας. Μελάμποδος μ ν οὖν Ἀντιφάτης, οὗ Ὀϊκλῆς, οὗ Ἀμφιάραος· Βίαντος δὲ Ταλαὸς, οὖ Ἄδραστος· Προίτου δὲ Μεγαπένθης, οὖ Ἱππόνους, οὖ Καπανεὺς, οὗ Σθένελος. διαφορὰ δὲ ἐγενήθη τοῖς περὶ Ἀμφιάραον καὶ Ἄδραστον, ὥστε τὸν μὲν Ταλαὸν ὑπὸ Ἀμφιαράου ἀποθανεῖν, τὸν δὲ Ἄδραστον φυγεῖν εἰς Σικυῶνα καὶ γῆμαι τὴν Πολύβου θυγατέρα, τελευτήσαντος δὲ τοῦ Πολύβου χωρὶς ἐπιγονῆς ἀρσενικῆς τὸν Ἄδραστον ἔχειν τὴν Σικυωνίων βασιλείαν. εὐλόγως οὖν εἶπε· φεῦγε γὰρ Ἀμφιάρηον ὁ Ἄδραστος διὰ τὴν στάσιν τὴν πρὸς τοὺς Μελαμποδίδας. ὕστερον μέντοι συνεληλύθασι πάλιν, ἐφ᾿ ᾧ συνοικήσει τῇ Ἐριφύλῃ ὁ Ἀμφιάραος, ἵν᾿ εἴ τι μέγ᾿ ἔρισμα μετ᾿ ἀμφοτέροισι γένηται (Δ 37), αὐτὴ διαιτᾷ.

c. ὁ δὲ νοῦς οὕτως· ἔφευγε γὰρ πρὸ τούτου πολέμιον ὄντα τὸν Ἀμφιάραον, καὶ τὴν πρὸς αὐτὸν στάσιν δεινὴν οὖσαν ἔφευγε καὶ ἐκ τῆς πατρῴας ἑστίας καὶ ἀπὸ Ἄργους.

ἀρχοὶ δ᾿ οὐκέτ᾿ ἔσαν Ταλαοῦ παῖδες: οὐκέτι δὲ εἰς ἄρχοντας ἠριθμοῦντο ἐν τῷ Ἄργει οἱ Ταλαοῦ παῖδες οἱ περὶ Ἄδραστον, βιασθέντες ἐν τῇ στάσει καὶ τῷ πολέμῳ τῷ πρὸς Ἀμφιάραον· ἔφυγε γὰρ Ἄδραστος.

a. κρέσσων δὲ καππαύει δίκαν τὰν πρόσθεν ἀνήρ: ὁ δὲ ἰσχυρὸς ἀνὴρ τὸ προϋπάρχον δίκαιον καταπαύει. ἐν ἄλλοις ὁ Πίνδαρος (fr. 169)· νόμος ὁ πάντων βασιλεὺς θνατῶν τε καὶ ἀθανάτων ἄγει δικαιῶν τὸ βιαιότατον ὑπερτάτᾳ χειρί.

b. ἢ δεκτέον τοῦτο εἰρῆσθαι διὰ τὴν ἔχθραν τὴν ἐπὶ τῷ Ἀδράστῳ· διὸ δὴ καὶ οὗτος ἰσχυθεὶς τότε ὑπὸ Ἀμφιαράου ὕστερον αὐτὸν μετῆλθε, κρείσσων φανεὶς καὶ συνετώτερος. πῶς δὲ μετῆλθε; μέσην ποιησάμενος τὴν Ἐριφύλην τῶν πρὸς αὐτὸν διαφορῶν· ἔφθειρε γὰρ ἐκείνην τῇ δόσει τοῦ ὅρμου, καὶ μετῆλθεν αὐτὸν, ὥστε ἀπολέσθαι.

c. ἀνδροδάμαν δὲ τὴν τὸν ἄνδρα ἀνελοῦσάν φησιν· ἡ γὰρ Ἐριφύλη τὸν ἑαυτῆς ἄνδρα Ἀμφιάραον προὔδωκεν εἰς φόνον. μέμνηται τούτου καὶ Ὅμηρος (λ 326)· στυγερήν τ᾿ Ἐριφύλην, ἣ χρυσὸν φίλου ἀνδρὸς ἐδέξατο τιμήεντα.

d. ὁ δὲ νοῦς· ὁ δὲ συνετὸς ἀνὴρ καὶ κρείσσων τῶν λοιπῶν ὁ Ἄδραστος κατέπαυσε τὴν μάχην τὴν προτέραν οὕτω· τὴν ἀδελφὴν αὐτοῦ τὴν Ἐριφύλην τὴν τὸν πρότερον ἄνδρα δαμάσασαν ἔδωκε τῷ Ἀμφιαράῳ, ἥτις ὥσπερ τις ὅρκος πιστότατος δοθεῖσα τῷ Ὀϊκλέος παιδὶ Ἀμφιαράῳ καὶ γυνὴ αὐτῷ γενομένη ἔσβεσε τὴν μάχην, καὶ οὕτω τῶν ξανθοκόμων Ἑλλήνων ἐγένοντο περιφανέστεροι οἱ περὶ Ἄδραστον.

καί ποτ᾿ ἐς ἑπταπύλους Θήβας: ἐντεῦθεν δὴ καὶ εἰς τὰς Θήβας ποτὲ τὰς ἑπταπύλους στράτευμα ἤγαγον οὐκ αἰσίοις οἰωνοῖς χρησάμενοι οἱ περὶ Ἀμφιάραον καὶ Ἄδραστον· οὐδὲ γὰρ ὁ Ζεὺς ἀστραπὴν δεξιὰν μηνύσας μαργῶντας αὐτοὺς καὶ ἐπειγομένους ἀπὸ τῶν οἴκων ἀπιέναι προσέταξεν, ἀλλὰ μᾶλλον ἀποσχέσθαι τῆς ἀφίξεως. οὐδὲν γὰρ αὐτοῖς δεδώκει δεξιὸν σημεῖον. εἰς δὲ φανερὰν ἄτην καὶ βλάβην τὸ τούτων ἔσπευδε στράτευμα [καὶ] παραγενέσθαι σὺν τοῖς χαλκοῖς ὅπλοις, φησὶ τοῖς πεζοῖς, καὶ τοῖς ἱππεῦσιν.

a. Ἰσμηνοῦ δ᾿ ἐπ᾿ ὄχθαισι γλυκὺν νόστον ἐρεισάμενοι: τουτέστιν ἀποθανόντες ἐπὶ ταῖς τοῦ Ἰσμηνοῦ ἀναβολαῖς.

b. λευκανθέα δὲ λέγει τὰ σώματα· γίνεται γὰρ τὰ σώματα τῶν καιομένων νεκρῶν λευκά· ἢ τὸν καπνὸν, ὅτι ὁ καπνὸς διὰ τὴν πιμελὴν λευκός ἐστι καὶ βαρὺς, παρὸ οὐδὲ πόρρω διϊκνεῖται μετέωρος καθὼς ὁ ἐκ τῶν ξηρῶν ξύλων καπνός.

c. ὁ δὲ νοῦς· τοιγαροῦν παρ᾿ αὐταῖς ταῖς ὄχθαις τοῦ Ἰσμηνοῦ πεσόντες αὐτόθι καὶ τὴν οἴκοι ἀνακομιδὴν ἀπέθεντο, θανάτῳ λυθέντες καὶ ἑαυτῶν τὰ σώματα τροφὴν δόντες τῷ πυρί. ἑπτὰ γὰρ ὅλαι πυρκαϊαὶ τὰ τῶν νέων κατευωχήθησαν καὶ κατέφλεξαν σώματα. τὸ δὲ ἑπτὰ πυραὶ οὐ πρὸς τοὺς λοχαγούς, ἀλλὰ πρὸς τὸ τῶν νέων στράτευμα· ἐφ᾿ ἑκάστῃ γὰρ πύλῃ πολυάνδριον ἐγένετο.

a. ὁ δὲ Ἀμφιάρηϊ σχίσσε: τουτέστιν· ὁ δὲ Ζεὺς τῷ Ἀμφιαράῳ διέσχισε τὴν γῆν κεραυνὸν βαλὼν, ὥστε καταποθῆναι αὐτὸν τῷ πάντα βιαζομένῳ κεραυνῷ. τοῦτο οὖν λέγει ὡς τοῦ Ἀμφιαράου σονισταμένου τῷ Περικλυμένῳ, ὃς ἦν υἱὸς Ποσειδῶνος καὶ Χλωρίδος τῆς Τειρεσίου ὁμώνυμος τῷ Νηλέως. πρὶν οὖν φησὶν ὑπὸ τοῦ Περικλυμένου τρωθῆναι τὰ νῶτα τὸν Ἀμφιάραον φεύγοντα καταποθῆναι· ἀεὶ γὰρ ἐπεδίωκεν αὐτόν.

b. ὁ δὲ νοῦς οὕτως· ὁ δὲ Ζεὺς τῷ Ἀμφιαράῳ διέσχισε καὶ διέστησε τὴν γῆν τὴν πλατεῖαν, ἄνωθεν ἐπιπέμψας τὸν κεραυνὸν τὸν πάντας βιάζεσθαι δυνάμενον, καὶ οὕτως ὑπὸ τὴν γῆν ἐκρύφθη ὁ Ἀμφιάραος ἅμα τῷ ἅρματι τῷ ἑαυτοῦ, πρὶν ἢ τῷ τοῦ Περικλυμένου δόρατι τρωθῆναι τὰ νῶτα φεύγοντος αὐτοῦ, καὶ αἰσχύνην προστρίψασθαι τῇ ἀνδρειοτάτῃ ψυχῇ αὐτοῦ, τοῦ᾿ Ἀμφιαράου, τὸν τοιοῦτον θάνατον.

ἐν γὰρ δαιμονίοισι φόβοις: ἐν γὰρ τοῖς μεγίστοις καὶ ἐνθέοις φόβοις συνέχονται καὶ οἱ τῶν θεῶν παῖδες καὶ φεύγουσι. συγγνώμη οὖν, φησί καὶ τῷ Ἀμφιαράῳ φεύγοντι· ὁ γὰρ Ζεὺς συνεμάχει τότε τοῖς Θηβαίοις, διὸ ἔφευγε τότε ὁ Ἀμφιάραος. οὕτω καὶ ὁ Αἴας ἔφευγεν ἐντροπαλιζόμενος, ὀλίγον γόνυ γουνὸς ἀμείβων (Λ 547), τὸν Δία ἔχων ἀντιστάτην.

a. πεῖραν μὲν ἀγάνορα: πεῖραν, τὴν λῃστρικὴν ἐπίθεσιν.

b. Φοινικοστόλων ἐγχέων: μεθ᾿ ὧν οἱ Φοίνικες ἐστάλησαν δοράτων, ἤτοι ὑπὸ Φοινίκων ἐσταλμένων, ἐπειδὴ Φοίνικες ᾤκησαν τὴν Λιβύην μετὰ Καρχηδονίων, οἵτινες ἀνιόντες ἐπολέμουν Σικελούς. διὸ νῦν εὔχεται ὁ Πίνδαρος τῷ Διὶ ὥστε μὴ ἐμποδισθῆναι αὐτῶν ὀργήν.

c. ἄλλως. οἱ Καρχηδόνιοι ἦσαν τότε Φοίνικες, οἵτινες μέγα ἰσχύοντες ἐπεβάλοντο καὶ τῆς Ἰταλίας καὶ τῆς Σικελίας κρατῆσαι, ἀντεῖχον δὲ οἱ περὶ Γέλωνα καὶ Ἱέρωνα. διὸ καὶ Φοινικόστολα εἶπεν ἔγχη τὰ ὑπὸ Φοινίκων στελλόμενα ἐπὶ τὴν Ἰταλίαν. τὸ δὲ λεγόμενον τοιοῦτόν ἐστιν· ὦ Ζεῦ, εἰ δυνατόν ἐστιν ἀναβαλέσθαι τὴν πεῖραν, | ἀναβάλλομαι.

d. πρὶν εἰς πεῖραν τὰ Σικελικὰ καὶ Φοινικικὰ ἔγχη συμβάλλεσθαι περὶ ζωῆς καὶ θανάτου, | ἀναβάλλομαι αὐτὰ, ὦ Ζεῦ, καὶ ὑπερτίθεμαι

e. ἢ οὕτω· τὸν μὲν πόλεμον τὸν Φοινικικὸν ἀναβάλλομαι, ὦ Ζεῦ, αἰτῶ δέ σε μοῖραν εὔνομον τοῖς παισὶ τῶν Αἰτναίων δοῦναι. τουτέστιν αἰτῶ δέ σε ἱκετεύων, ὦ Ζεῦ, ὥστε ἐπὶ πολὺν χρόνον τοῖς τῶν Αἰτναίων παισὶν εἰρήνης μοῖραν παρέχειν. ἀπὸ μέρους δὲ τὸ πᾶν, ἀπὸ τῶν Αἰτναίων δηλοῖ τοὺς σύμπαντας Σικελιώτας.

a. ἀγλαΐαισι δ᾿ ἀστυνόμοις ἐπιμίξαι λαόν: καὶ πολλαῖς εὐφροσύναις ἐπιμίξαι τοὺς ὄχλους, εὐφροσύναις δὲ ἀναστρεφομέναις κατὰ τὴν πόλιν. εἰσὶ γάρ σοι ἐνταῦθα καὶ ἱππικώτατοι ἄνδρες καὶ νικῶντες τῇ προαιρέσει τὸν πλοῦτον καὶ οὐχ ἡττώμενοι χρημάτων.

b. ἢ οὕτως· εἰσὶν ἄνδρες ἐν Σικελίᾳ καὶ φίλιπποι καὶ ἱπποτρόφοι, ὡς νῦν ὁ Χρόμιος ἵπποις νενικηκώς. εἰς τοῦτον γὰρ ἡ ἀπότασις.

a. ἄπιστον ἔειπ᾿. αἰδὼς γάρ ὑπόκρυφα κέρδει κλέπτεται: ἄπιστον δὲ εἶπον, ὡς ἔοικεν, ὅτι τὴν προαίρεσίν εἰσί τινες βελτίους χρημάτων. καὶ γὰρ αἰδὼς ὑποκλέπτεται διὰ τοῦ κέρδους, ἀντὶ τοῦ οὐκ αἰδοῦνται διὰ κέρδος τι πρᾶξαι, ἥτις αἰδὼς εὐδοξίαν φέρει.

b. καὶ ὅτι ἡ αἰδὼς ἡ φέρουσα δόξαν ἔστι· ὅτε παραλογίζεται ὑπὸ φιλοκερδείας.

c. ἄλλως. κἄν τις, φησίν, αἰδήμων ὑπάρχῃ, ὑπὸ τοῦ κέρδους παραλογίζεται· ἕνεκα γὰρ τοῦ κέρδους καὶ οἱ αἰδήμονες πολλάκις ἀναισχυντοῦσιν.

Χρομίῳ κεν ὑπασπίζων: τῷ Χρομίῳ συμπαρὼν ἂν ἔν τε πεζομαχίᾳ καὶ ἱππομαχίᾳ καὶ ναυμαχίᾳ, ἔκρινας οἷός τις ὁ κίνδυνος ὁ τῶν πολέμων. φαίνεται δὲ, ὅτι βούλεται αὐτὸν ὡς ἀνδρεῖον καὶ διασῴζοντα τοὺς συνόντας αὐτῷ ἀφόβως παραστῆσαι. ἐπεὶ πῶς ἂν ἀγαθὸς γένοιτο κριτὴς μετὰ δέους ἀναστρεφόμενος ἐν τῷ πολέμῳ;

a. οὔνεκεν ἐν πολέμῳ κείνα θεός: ὁ λόγος ἐπὶ τῆς προειρημένης αἰδοῦς. ᾔδεσαν οὖν, φησίν, ὅτι ἐν τῷ πρὸς τοὺς Φοίνικας πολέμῳ ἐκείνη ἡ θεὸς, δηλονότι ἡ Αἰδώς, παρεσκεύαζεν αὐτοῦ τὸν θυμὸν αἰχμητὴν εἶναι, ὥστε ἀμύνειν λοιγὸν Ἐνυαλίου. Ὅμηρος (Ε 531)· αἰδομένων δ᾿ ἀνδρῶν πλέονες σόοι ἠὲ πέφανται.

b. παρεσκεύαζεν οὖν ἡ Αἰδὼς τῷ Χρομίῳ, οὐχ ἵνα κτήσηται τὸ κέρδος, ὡς ἄλλοι ἀπαναισχυντοῦσιν, ἀλλ᾿ αὐτοῦ χάριν τοῦ καλοῦ, ἵνα τῇ πατρίδι ἀμύνῃ.

παῦροι δὲ βουλεῦσαι φόνου: ὀλίγοι, φησί, φόνου ἐνεστηκότος βουλεύσασθαι δυνατοὶ τὴν τοῦ πολέμου νεφέλην τρέψαι πρὸς τοὺς πολεμίους κτείνοντες αὐτοὺς, καὶ χερσὶ καὶ ψυχαῖς, καὶ ἐν τῷ δρᾶσαι καὶ φονεῦσαι τοὺς πολεμίους, καὶ ἐν τῷ βουλεύσασθαι πῶς δεῖ ἀνελεῖν αὐτούς. κατορθοῦται γὰρ ὁ πόλεμος γνώμῃ καὶ χειρί· χειρὶ τῇ ἀνδρείᾳ, ψυχῇ τῇ φρονήσει, ἵν᾿ ᾖ ῥώμῃ μετὰ φρονήσεως. ἀμφότερα δὲ ταῦτα ἔχει ὁ Χρόμιος· καὶ γὰρ οὗτος βουλῇ καὶ χειρὶ ἐγένετο ἀγαθὸς ἐν τῷ πολέμῳ τῷ πρὸς τοὺς Φοίνικας.

a. Ἕκτορι μὲν κλέος ἀνθῆσαι: ἀπεικάζει αὐτὸν τῷ Ἕκτορι, καὶ τῷ Ἕκτορί φησιν ἀνθῆσαι τὸ κλέος μαχομένῳ παρὰ τῷ Σκαμάνδρῳ. τοῦτο δὲ εἰς ἔπαινον παρείλκυσε τοῦ Χρομίου. τὸν δὲ Ἕκτορα παρείληφε καὶ οὐκ Αἴαντα ἢ Ἀχιλλέα, τῷ καὶ τὸν Ἕκτορα μεμαχῆσθαι ὑπὲρ τῆς πατρίδος, ὡς καὶ τὸν Χρόμιον.

b. ὁ δὲ νοῦς· λέγεταί γε μὴν καὶ ᾄδεται τῷ μὲν Ἕκτορι τὴν εὐδοξίαν . . . παρὰ τῷ Σκαμάνδρῳ, ἐν δὲ ταῖς ἀκταῖς τοῦ Ἑλώρου ποταμοῦ, [ἀφ᾿] οὗ δὴ καὶ ὁ Ἀρείας πόρος καλεῖται, δέδεικται τοῦτο τὸ φέγγος τῷ Χρομίῳ, ἐν τῇ πρώτῃ καὶ νέᾳ ἡλικίᾳ. ἐνίκησε γὰρ ἐνταῦθα Καρχηδονίους συμμαχῶν Γέλωνι τῷ τυράννῳ τῷ Ἱπποκράτους διαδόχῳ.

a. βαθυκρήμνοισι δ᾿ ἀμφ᾿ ἀκταῖς Ἑλώρου: περὶ τοῦτον τὸν ποταμὸν συνέστη Ἱπποκράτει τῷ Γελώων τυράννῳ πρὸς Συρακουσίους πόλεμος· ὁ δὲ Γέλων, οὗ οὗτος ἑταῖρος, ἱππάρχει τότε Ἱπποκράτει. ἐν δὴ τούτῳ φησὶ τῷ πολέμῳ [εἰκὸς τὸν] Χρόμιον ἐπιδείξασθαι πολλὰ ἔργα κατὰ τὴν μάχην. περὶ δὲ τούτου τοῦ πολέμου Τίμαιος ἐν τῇ ι΄ δεδήλωκε. καθάπαξ γάρ, φησὶν ὁ Δίδυμος, οὐδεμίαν ἄλλην μάχην ἔχομεν εὑρεῖν περὶ τὸν Ἕλωρον τῶν συνηκμακότων τῷ Χρομίῳ τυράννων, ὅτι μὴ σὺν Ἱπποκράτει τοῦ Γελωνος πρὸς Συρακουσίους. ὅτι μὲν οὖν Γέλωνα ἱππαρχεῖν κατέστησεν Ἱπποκράτης, σαφὲς ὁ Τίμαιος ποήσει γράφων οὕτως (FHG I 212)· Ἱπποκράτης δὲ μετὰ τὴν Κλεάνδρου τελευτὴν ἅμα μὲν τοῦ Γέλωνος ἐν τῇ τεταγμένῃ μεμενηκότος, ἅμα δὲ τοῖς Γελῴοις χαρίσασθαι βουλόμενος, μεταπεμψάμενος αὐτὸν καὶ παρακαλέσας ἐπὶ τὰς πράξεις, ἁπάντων τῶν ἱππέων τὴν ἐπιμέλειαν ἐκείνῳ παρέδωκεν. ὅτι δὲ καὶ ὁ Γέλων τῷ Χρομίῳ ἐχρῆτο ἑταίρῳ, δῆλον πάλιν ἐξ ὧν φησι Τίμαιος ἐν τῇ β΄ γράφων οὕτως (FHG I 212)· ἐπιτρόπους δὲ τοῦ παιδὸς μετ᾿ ἐκεῖνον κατέστησεν Ἀριστόνουν καὶ Χρόμιον τοὺς κηδεστάς· τούτοις γὰρ ὁ Γέλων δέδωκε τὰς ἀδελφάς.

b. ἄλλως. Ἕλωρος χωρίον Σικελίας ἤτοι ποταμὸς πρὸς Συρακούσαις, ἐν ᾧ πολέμου γεγονότος μεταξὺ Ἱπποκράτους τοῦ τυράννου καὶ Συρακουσίων συνεμάχησε Γέλωνι συμμάχῳ τοῦ Ἱπποκράτους ὁ Χρόμιος καὶ ἠρίστευσεν. ἡ δὲ μάχη ἐν στερρῷ χωρίῳ τῷ Ἕλωρι· ὁ δὲ αἰγιαλὸς καλεῖται Ἀρείας πόρος.

c. ἄλλως. Ἀρείας πόρος ἐλέγετο πᾶς ὁ περὶ τὸν πορθμὸν καὶ τὸ Ῥήγιον τόπος. ἔχει δὲ ὁ ποταμὸς ἱεροὺς ἰχθύας, οἳ παρὰ τῶν διαβαινόντων δέχονται τροφήν. ὁ δὲ τῆς Ἀρείας πόρος ἀνεξήγητός ἐστι· διὸ καὶ ἄδηλον, εἴτε Ἀρείας εἴτε Ῥείας λεκτέον εἴτε ὑφ᾿ ἓν Ἀρειάσπορον. καὶ καλεῖσθαι μέχρι τοῦ νῦν Ἀρείας πόρον διὰ τὸ πλῆθος τῶν φυομένων, ἢ ἀπὸ τοῦ συμβεβηκέναι ἐκεῖσε πόλεμον. Ἄρεα δὲ οἱ ποιηταὶ τὸν πόλεμόν φασιν.

a. πολλὰ μὲν ἐν κονίᾳ χέρσῳ: χέρσῳ τῆς ἠπείρου φησί· γείτονι δὲ πόντῳ, ἀντὶ τοῦ ἐν ταῖς νήσοις καὶ θαλασσίοις τόποις. ἐν ὑπερβατῷ δέ φησιν· ἐν δὲ ἄλλαις ἡμέραις φήσω καὶ διελεύσομαι τὰ ἐν τῇ γῇ τῆς ἠπείρου καὶ τὰ ἐν ταῖς νήσοις αὐτῷ διηνυσμένα.

b. ἢ οὕτως· ἐὰν κατορθώσῃ, πάλιν ἐρῶ ὕστερον τὰ ἐν τῇ γῇ τῆς ἠπείρου, καὶ τὰ ἑξῆς.

a. ἐκ πόνων δὲ, οἳ σὺν νεότατι γένωνται: ἐκ τῶν πόνων τῶν ἐπιτελεσθέντων τῇ νεότητι, καὶ πόνων γε τοιούτων τῶν σὺν δικαίῳ τελεσθέντων, μία ἡμέρα αἰῶνος ὅλου τάξιν ἔχει εἰς εὐφροσύνην· ἐπειδάν τινες ἐν νεότητι πεπονηκότες ὦσι καὶ βεβιωκότες δικαίως, ἡμέρα μία ἐν τῷ γήρᾳ συγκριτική ἐστι πρὸς ὅλον τὸν αἰῶνα. τινὲς δὲ θηλυκῶς φασιν ἐξενηνέχθαι τὴν ἡμέραν ἀντὶ τοῦ ἥμερος, καὶ τὸν αἰῶνα θηλυκῶς εἰρῆσθαι· ἡ αἰών ἐστιν αὐτοῖς ἡμέρα, ἀντὶ τοῦ ἥμερος καὶ προσηνής ἐστιν αὐτοῖς ὁ βίος πρὸς γῆρας, ὅταν ὦσιν ἐν νεότητι πεπονηκότες δικαίως. τὰ δὲ προσηνῆ κατὰ μεταφορὰν ἀπὸ τῆς ἡμέρας σημαίνεται, ὥσπερ τὰ χαλεπὰ ἀπὸ τῆς νυκτός.

b. ἢ οὕτως· ὁ δὲ ἐκ πόνων καὶ κινδύνων αἰὼν καὶ χρόνος, οἵτινες ἂν πόνοι μετὰ δικαιοσύνης ἐν τῇ νέᾳ ἀνυσθῶσιν ἡλικίᾳ, τούτῳ ὁ πρὸς τὸ γῆρας πᾶς χρόνος ὥσπερ μία ἡμέρα παρατρέχει διὰ τὸ εὐθυμεῖν καὶ μὴ ἐπαισθάνεσθαι τῶν φαύλων.

c. τὸ δὲ ἑξῆς· ὁ δὲ αἰὼν πρὸς τὸ γῆρας τούτοις τελέθει ἀεὶ φῶς τοῖς πόνοις, οἳ ἂν ἐν νεότητι γένωνται καὶ σὺν δίκῃ. ἔστι δὲ ἐκ τοῦ ἐναντίου τῷ Ὁμήρου (τ 360)· αἶψα γὰρ ἐν κακότητι βροτοὶ καταγηράσκουσιν.

a. εἰ γὰρ ἅμα κτεάνοισι πολλοῖς: εἰ γὰρ ἅμα τῷ πλουτεῖν καὶ δοξασθήσεταί τις καλὰ ἐργασάμενος, οὐκ ἔστιν ὑπερθέσθαι ταύτην τὴν μακαριότητα, ὅταν συνέλθῃ δόξα πλούτῳ.

b. ὁ δὲ νοῦς· ὁ γὰρ ἅμα πλήθει περιουσίας καὶ δόξαν εὐκλεῆ καρπωσάμενος οὐκέτι περαιτέρω θνητὸς ὢν ὀφείλει περισκοπεῖν οὐδὲ ἄλλης εὐτυχίας ὁδοὺς ἐπιζητεῖν τοῖς ἑαυτοῦ ποσίν. ἀνυπέρβλητος γάρ, φησίν, αὕτη ἡ ἀρετή. παρέοικε δὲ τῇ ἄνω διανοίᾳ (N. III 19)· εἰ δ᾿ ἐὼν καλὸς ἔρδων δ᾿ ἐοικότα μορφᾷ, οὐκέτι πόρσω, καὶ τὰ ἑξῆς.

a. ἡσυχία δὲ φιλεῖ μὲν συμπόσιον: τῇ μὲν οὖν εἰρήνῃ καὶ ἡσυχίᾳ προσφιλές ἐστι τὸ συμπόσιον, ἡ δὲ νεωστὶ καταπραχθεῖσα νίκη συναύξεται τῇ μαλθακῇ καὶ ἡδείᾳ ᾠδῇ.

b. ἢ οὕτω· τὸ συμπόσιον τὴν ἡσυχίαν φιλεῖ· καὶ ἔστιν ὅμοιον τῷ (N. V 6) ματέρ᾿ οἰνάνθας ὀπώραν. ἡ δὲ νικηφορία οὐ φιλεῖ ἡσυχίαν, ἀλλ᾿ ὕμνους.

a. θαρσαλέα δὲ παρὰ κρατῆρα φωνὰ γίνεται: παρὰ δὲ τὸν κρατῆρα, ὃς ἵσταται διὰ τὸ τέλος τῆς νίκης, θαρσαλεωτέρα ἡ φωνὴ γίνεται, καὶ δύναταί τις θαρρῶν ἐπὶ τῇ τοῦ νικηφόρου ἀνδραγαθίᾳ μετὰ παρρησίας τὸν ὕμνον ᾄδειν τὸν ἐπὶ τῇ νίκῃ.

b. ἢ ἄλλως· ὅταν τις νικήσῃ, μετὰ παρρησίας εἰς αὐτὸν φωναὶ γενέσθωσαν καὶ ὕμνοι.

a. ἐγκιρνάτω τίς μιν γλυκὺν κώμου προφάταν: τοίνυν τὸν κρατῆρα τὸν ἱστάμενον ἐπὶ τῇ νίκῃ ἐγκιρνάτω τις προηγητὴν ὄντα τοῦ ὕμνου. προηγητὴν δὲ ἔφη τοῦ ὕμνου τὸν κρατῆρα, ἐπειδὴ τῇ νίκῃ ἅμα κρατὴρ τῆς σπονδῆς ἵσταται, εἶθ᾿ οὕτως ὁ ὕμνος ᾔδετο.

b. ὁ δὲ νοῦς· ἤδη κιρνάτω τις τὸν κρατῆρα, ὅς ἐστι προοίμιον καὶ προφήτης κώμου. κωμάζωμεν οὖν αὐτὸν καὶ ὑμνῶμεν, ὅτι νενίκηκεν.

ἀργυρέαισι δὲ νωμάτω φιάλαισι: μετὰ τὸ κερασθῆναι τὸν κρατῆρα, φησί, ἀποβαπτιζέτω τις τὰς φιάλας, καὶ διανεμέτω τοῖς κατακειμένοις. ποίας δὲ φιάλας; ἃς ἔλαβεν ὁ Χρόμιος νικήσας ἔνθεν. ἐν γὰρ τοῖς κατὰ Σικυῶνα Πυθίοις ἀργυραῖ φιάλαι ἔπαθλα. βιατὰν δὲ ἀμπέλου παῖδα τὸν οἶνόν φησιν, ἤτοι τὸν βίᾳ θλιβόμενον, ἢ τὸν βιάζεσθαι εἰδότα καὶ εἰς μέθην ἄγειν.

a. ἅς ποθ᾿ ἵπποι κτησάμεναι: ἅστινας φιάλας αἱ τοῦ Χρομίου ἵπποι προσεκόμισαν διὰ τῆς νίκης τῷ δεσπότῃ ἅμα τοῖς μετὰ δικαιοσύνης ὑπάρξασιν αὐτῷ παρὰ τοῦ Ἀπόλλωνος στεφάνοις ἐκ τῆς ἱερᾶς Σικυῶνος. οὐ παρῆν δὲ ὑπὸ τὴν νίκην, ἀλλ᾿ ἐπεπόμφει τὸ ἅρμα.

b. ἃς ἤνεγκαν, φησίν, ἅμα τοῖς στεφάνοις οἱ ἵπποι. θεμιπλέκτους δὲ τοὺς στεφάνους φησὶν ἤτοι νομίμως καὶ καθηκόντως πεπλεγμένους, ἢ καθὸ πάρεδρός ἐστι τοῦ Ἀπόλλωνος ἡ Θέμις χάριν τοῦ χρηστηρίου· καὶ γὰρ ἦν προφῆτις· ἢ ὅτι δικαίως καὶ ἄνευ δωροδοκίας ἐστέφθη. ἱστορεῖται δὲ τὰ ἐν Φωκίδι χρήμασιν ἀνύεσθαι, διὸ καὶ πρόσκειται ἐνταῦθα τὰ ἐν Σικυῶνι. οἰκείως δὲ ἱερὰν τὴν Σικυῶνα προσηγόρευσεν· ἡ γὰρ Μηκώνη ἐπ᾿ αὐτῆς ἐστιν, ἐφ᾿ ἧς οἱ θεοὶ διεδάσαντο τὰς τιμάς. Ἡσίοδος (theog. 535)· καὶ γὰρ ὅτ᾿ ἐκρίνοντο θεοὶ θνητοί τ᾿ ἄνθρωποι Μηκώνῃ. καὶ Καλλίμαχος (fr. 195)· Μηκώνην μακάρων ἕδρανον αὖτις ἰδεῖν.

a. Ζεῦ πάτερ, εὔχομαι: εὔχομαι δὴ οὖν, πάτερ Ζεῦ, καὶ ταύτην αὐτοῦ τὴν ἀρετὴν ὑμνῆσαι ἐπιχαρίτως, ἐπὶ πολλῶν τε καὶ ἄλλων τὴν νίκην αὐτοῦ ὑμνῆσαι τοῖς λόγοις προπέμπων μου τὴν Μοῦσαν ἐγγὺς τοῦ σκοποῦ· οἱονεὶ ἐπαξίως αὐτὸν ὑμνῆσαι.

b. ἄλλως. τιμαλφεῖν λόγοις, ἀντὶ τοῦ τιμᾶν αὐτὸν λόγοις, προσβάλλων ταῖς Μούσαις τὴν νίκην καὶ συναρμόζων αὐτήν· τοῖς ὕμνοις βάλλων τὴν νίκην. τινὲς δὲ ἀνέγνωσαν περισπωμένως νικᾶν, ἵν᾿ ᾖ· ὑπὲρ πολλῶν νικῶν τιμᾶν τοῖς λόγοις· ἀκοντίζων δὲ ἐγγὺς τοῦ σκοποῦ τὴν Μοῦσαν, ἤτοι διϊκνούμενος ταῖς Μούσαις.

Scholia in Nemeonicarum carmen X.

Τῆς δεκάτης ᾠδῆς ἡ στροφὴ καὶ ἀντίστροφος κώλων ἐστὶν ια΄. τὸ α΄ ἀναπαιστικὸν μονόμετρον ὑπερκατάληκτον εἰς δισύλλαβον. τὸ β΄ ἰαμβέλεγος. τὸ γ΄ ἰαμβέλεγος λείπων μιᾷ ἐν ἀρχῇ, ἢ περίοδος. τὸ δ΄ προσοδικὸν ἀπὸ ἰωνικοῦ καὶ χοριαμβικοῦ. τὸ ε΄ τὸ αὐτὸ τῷ γ΄. τὸ ς΄ περίοδος τροχαϊκὴ ἐπίτριτος ἢ χορίαμβος διὰ τὴν ἀπόδοσιν. τὸ ζ΄ ἰωνικὸν δίμετρον καταληκτικόν. τὸ η΄ ἰαμβέλεγος μετατιθεμένης τῆς τελευταίας ἐπὶ τὴν ἀρχήν. τὸ θ δακτυλικὸν πενθημιμερές. τὸ ι΄ ὅμοιον τῷ (Archil. fr. 99) Ζεῦ πάτερ, γάμον μὲν οὐκ ἐδαισάμην. τὸ ια΄ τὸ αὐτό· τὸ δὲ κολεῷ (vs. 11 vg.) ἀντὶ τοῦ κολῷ κατὰ συνίζησιν.

ἡ δὲ ἐπῳδὸς κώλων ιβ΄. τὸ α΄ ἐπιχοριαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ β΄ ὅμοιον τῷ ζ΄ τῆς στροφῆς. τὸ γ΄ ὅμοιον τῷ α΄ τῆς ἐπῳδοῦ. τὸ δ΄ ὅμοιον τῷ β΄· τὸ δὲ χαλκέοις (vs. 26 vg.) ἀντὶ τοῦ χαλκοῖς κατὰ συνίζησιν. τὸ ε΄ δακτυλικὸν τρίμετρον ἀκατάληκτον. τὸ ς΄ δακτυλικὸν πενθημιμερές. τὸ ζ΄ ἐγκωμιολογικόν. τὸ η΄ Εὐριπίδειον. τὸ θ΄ ἀναπαιστικὸν Ἀριστοφάνειον ἥμισυ ἀκροτελεύτιον. τὸ ι΄ ἄτακτον ἰαμβικὸν ἑφθημιμερὲς διὰ τὸν δεύτερον σπονδεῖον. τὸ ια΄ ἰωνικὸν δίμετρον βραχυκατάληκτον τῆς α΄ μακρᾶς λελυμένης. τὸ ιβ΄ Εὐριπίδειον.

Inscr. Ἐν Ἄργει τελεῖται τῇ Ἥρᾳ ἀγὼν ἱερὸς Ἑκατόμβαια, ὃν καὶ Ἥραια καλοῦσιν· ἐν γὰρ τῇ τοῦ ἀγῶνος πανηγύρει ἑκατὸν βοῦς θύουσι τῇ Ἥρᾳ. ὁ δὲ Δαναὸς Βήλου παῖς ὢν τοῦ Ἄργους ἐβασίλευσεν, ὁ δὲ Αἴγυπτος τῆς ὁμωνύμου χώρας, ὁ δὲ Ἀγήνωρ τῆς Φοινίκης.

a. Δαναοῦ πόλιν ἀγλαοθρόνων τε: ἔνιοί φασιν εἰς πλείους νίκας τὸν ἐπίνικον συντετάχθαι· λαβεῖν γὰρ αὐτὸν καὶ Ἴσθμια καὶ Πύθια καὶ Νέμεα. περὶ δὲ τῶν Ὀλυμπίων εὔχεται, ὅτε φησί (29)· Ζεῦ πάτερ, τῶν γε μὰν ἔραται. ὁ δὲ Πίνδαρος ὅτε βούλοιτο ἐπαινεῖν τὰς πατρίδας τῶν νενικηκότων, ἀθροίζειν εἴωθε τὰ πεπραγμένα ταῖς πόλεσι περιφανῆ, καθὼς ἐν τῇ ᾠδῇ, ἧς ἡ ἀρχή· Ἰσμηνὸν ἢ χρυσηλάκατον Μελίαν (fr. 29. 30).

b. ὁ δὲ λόγος· ὑμνεῖτε, ὦ Χάριτες, τὴν τοῦ Δαναοῦ πόλιν καὶ τὰς πεντήκοντα αὐτοῦ θυγατέρας.

c. ὁ δὲ νοῦς ὅλος· τὴν τοῦ Δαναοῦ πόλιν καὶ τῶν πεντήκοντα θυγατέρων αὐτοῦ, φημὶ δὲ τὸ Ἄργος, ἥτις πόλις Ἀργείων οἰκητήριον θειωδέστατόν ἐστι τῆς Ἥρας, ὑμνήσατε, ὦ Χάριτες. ἔστι δὲ παρὰ τὸ Ὁμηρικόν (Δ 51)· ἦτοι ἐμοὶ τρεῖς μὲν πολὺ φίλταταί εἰσι πόληες, Ἄργος τε Σπάρτη τε καὶ εὐρυάγυια Μυκήνη. καὶ Καλλίμαχος (fr. 108)· τὸν μὲν ἀρισκυδὴς εὖνις ἀνῆκε Διὸς Ἄργος ἔθειν, ἴδιόν περ ἐὸν λάχος· ἀλλὰ γενέθλῃ Ζηνὸς ὅπως σκοτίῃ τρηχὺς ἄεθλος ἔοι.

d. τὸ δὲ φλέγ ται ἀντὶ τοῦ λαμπρύνεται καὶ δοξάζεται· ἐκλάμπει χάριν τῶν ἀρετῶν ὧν ἔσχε.

μακρὰ μὲν τὰ Περσέως: ἀπὸ Περσέως ἄρχεται· Ἀργεῖος γὰρ οὗτος. μακρὰ οὖν, φησί, τὰ διηγήματα τὰ περὶ Περσέως, ἃ ἔπραξε κατὰ τὴν Γοργόνα. μακρὰ δὲ αὐτὰ εἶπεν, ἤτοι ὅτι παλαιά ἐστι τὰ λεγόμενα, οἷον ἀπὸ πολλοῦ χρόνου μήκους διῖκται εἰς ἡμᾶς, ἢ μακρὰ οἷον ὑψηλὰ καὶ ἔνδοξα· ἢ καὶ τρίτον μακρά ἐστι τὰ διηγήματα, ἐὰν ἄρξωμαι εἰπεῖν τὰ περὶ Περσέως. μακρὰ τοίνυν ἂν εἴη λέγειν καὶ διηγεῖσθαι τὰ Περσέως καὶ Μεδούσης τῆς Γοργόνος. καὶ ῥητορικῶς δὲ τοῦτο ποιεῖ· δοκῶν παραιτεῖσθαι τὸ λέγειν καθ᾿ ἕκαστατὰ τῶν Ἀργείων ἀνδραγαθήματα, λεληθότως καταριθμεῖται αὐτά. ἔστι δὲ ἡ ἱστορία αὕτη. Μέδουσα, μία δὲ τῶν Γοργόνων αὕτη, ἤρισέ ποτε περὶ κάλλους τῇ Ἀθηνᾷ, ἡ δὲ πρὸς τὴν πρόκλησιν ἀγανακτήσασα πείθει Περσέα εἰς τὸν Ὠκεανὸν διαβῆναι, παρασχοῦσα αὐτῷ καὶ τὴν Ἄϊδος κυνέην, εἴη δ᾿ ἂν ἡ ἀορασία, καὶ ἀποτεμεῖν τῆς Γοργόνος τὴν κεφαλήν, ὁ δὲ τῷ αὐτοῦ τάχει θαρρῶν καὶ τῇ τῆς Ἀθηνᾶς συμπραξίᾳ ἐπὶ τὸν ἆθλον στέλλεται, καὶ κατειληφὼς τὰς Γοργόνας καὶ ἰδὼν διαδούσας ἀλλήλαις τὸν ὀφθαλμόν, ἑνὶ γὰρ αἱ πᾶσαι ἐχρῶντο, ἁρμοζόμενον τὸ διδόμενον πρὸς τὸ ἐγχείρημα σκοπήσας ἀποτέμνει τῆς Μεδούσης τὴν κεφαλὴν καὶ δίδωσι τῇ Ἀθηνᾷ· ἡ δὲ δεξαμένη ἐνέθηκε τῷ ἑαυτῆς στήθει, ὅπως ἂν ἐν τῇ παραθέσει ἡ τοῦ κάλλους εἴη διάκρισις. ἐδυνήθη δὲ καὶ τῇ τῆς Γοργόνος κεφαλῇ τὴν Ἀνδρομέδαν τοῦ κήτους ἀπολύσασθαι· δείξας γὰρ τῷ κήτει τὴν Γοργόνα καὶ ἀπολιθώσας αὐτὸ ἀπέλυσε τῆς βορᾶς τὴν παρθένον. οἱ γὰρ ὁρῶντες τὴν κεφαλὴν τῆς Γοργόνος ἀπελιθοῦντο.

πολλὰ δ᾿ Αἰγύπτῳ κατῴκισθεν ἄστη: πολλὰ δ᾿ ἂν εἴη λέγειν, ὅπως ἐν τῇ Αἰγύπτῳ κατῳκίσθησαν πόλεις ὑπὸ τῶν τοῦ Ἐπάφου χειρῶν. Ἔπαφος δὲ Διὸς καὶ Ἰοῦς, Ἰὼ δὲ Ἰνάχου τοῦ ἐν Ἄργει ποταμοῦ καὶ νύμφης· οὗτος οὖν ὁ Ἔπαφος ἐβασίλευσεν Αἰγύπτου, Ἀργεῖος ὢν ἀπὸ μητρός.

a. οὐδ᾿ Ὑπερμήστρα παρεπλάγχθη: τί δ᾿ ἄν τις φήσειε περὶ τῆς Ὑπερμήστρας; ἥτις οὑκ ἐσφάλη φεισαμένη τοῦ αὑτῆς ξίφους καὶ μὴ ἀνελοῦσα τὸν Λυγκέα. παρεπλάγχθη δὲ, ἀντὶ τοῦ τοῦ δέοντος ἀπεπλανήθη λογισμοῦ.

b. ἄλλως. καὶ τοῦτο εἰς ἔπαινόν φησι. τῶν γὰρ ἄλλων Δαναΐδων κοινῇ γνώμῃ ἐπιθεμένων τοῖς Αἰγυπτιάδαις, μόνη ἡ Ὑπερμήστρα, ἐπεὶ διεφύλαξεν αὐτὴν ἁγνὴν παρθένον ὁ Λυγκεὺς, οὐκ ἐφαίνετο ἰσόψηφος ταῖς ἀδελφαῖς, ἀλλὰ μονόψηφος ἐγένετο, ψῆφον ἤνεγκε μόνη καθ᾿ ἑαυτὴν, ἀπολυτικήν τινα ταύτην, ἐν κολεῷ κατασχοῦσα τὸ ξίφος· τουτέστι μόνη παρὰ τὰς ἄλλας Δαναΐδας, ἰδίᾳ ψήφῳ χρησαμένη, οὐκ ἔσπασε κατὰ τοῦ Λυγκέως τὸ ξίφος.

a. Διομήδεα δ᾿ ἄμβροτον ξανθά ποτε γλαυκῶπις ἔθηκε θεόν: καὶ οὗτος Ἀργεῖος, ὃς δι᾿ ἀρετὴν ἀπηθανατίσθη· καὶ ἔστι περὶ τὸν Ἀδρίαν Διομήδεια νῆσος ἱερὰ, ἐν ᾗ τιμᾶται ὡς θεός. καὶ Ἴβυκος οὕτω (fr. 38)· . . . τὴν Ἑρμιόνην γήμας ὁ Διομήδης ἀπηθανατίσθη σὺν τοῖς Διοσκούροις· καὶ γὰρ συνδιαιτᾶται αὐτοῖς. καὶ Πολέμων ἱστορεῖ (FHG III 122)· ἐν μὲν γὰρ Ἀργυρίπποις ἅγιόν ἐστιν αὐτοῦ ἱερόν· καὶ ἐν Μεταποντίῳ δὲ διὰ πολλῆς αὐτὸν αἴρεσθαι τιμῆς ὡς θεὸν, καὶ ἐν Θουρίοις εἰκόνας αὐτοῦ καθιδρύσθαι ὡς θεοῦ.

b. ἄλλως. οὐχὶ δὲ καὶ τὸν Διομήδην ἡ Ἀθηνᾶ θεὸν ἐποίησε; κατὰ γὰρ τὸν Θηβαϊκὸν πόλεμον Μελάνιππος, ἦν δὲ οὗτος ἥρως Θηβαῖος, ἐτρωσε τὸν Τυδέα· ὁ δὲ πρὸς τὴν πληγὴν θυμήνας καθικέτευσε τὸν Ἀμφιάραον ἀνελεῖν τὸν Μελάνιππον καὶ προσαγαγεῖν αὐτοῦ τὴν κεφαλήν. προσαχθείσης δὲ αὐτῷ τῆς κεφαλῆς καὶ τῆς ὀργῆς νικησάσης τὸν δέοντα λογισμὸν, ἀπεγεύσατο τῶν Μελανιππείων κρεῶν, ὡς καὶ Εὐριπίδης ἐν τῷ Μελεάγρῳ φησίν (fr. 537)· εἰς ἀνδροβρώτους ἡδονὰς ἀφίξεται κάρηνα πυρσαῖς γένυσι Μελανίππου σπάσας. τετρωμένῳ οὖν τῷ Τυδεῖ ἡ Ἀθηνᾶ τὴν ἀθανασίαν παρήγαγε, καὶ οὐκ ἀπήλαυσε τῆς δωρεᾶς ἔτι διὰ τὴν τῶν ἀνθρωπείων κρεῶν βρῶσιν· εἶτα ὡς αὐτὸς οὐκ ἠδυνήθη τῆς ἀθανασίας τυχεῖν, ἠξίωσε τὴν θεὸν ἐπὶ τὸν Διομήδην τὸ δῶρον μεταθεῖναι. τιμᾶται γοῦν καὶ παρὰ Θουρίοις καὶ Μεταποντίοις ὡς θεὸς Διομήδης, καὶ οὐκ ἔστι παρὰ τοῖς ἱστορικοῖς εὑρέσθαι αὐτοῦ τὸν θάνατον.

γαῖα δ᾿ ἐν Θήβαις ὑπέδεκτο: καὶ ὁ Ἀμφιάραος Ἀργεῖος. Θηβαῖοι οὖν οὐκ ἔχουσιν ὡς θεὸν τὸν Ὀϊκλέους παῖδα Ἀμφιάραον, σχισθείσης ὑπὸ κεραυνοῦ τῆς γῆς καὶ δεξαμένης αὐτὸν; ὁ γὰρ Ζεὺς εἰς τιμὴν αὐτοῦ σχίσας τὴν γῆν τῷ κεραυνῷ καταδεχθῆναι ἐποίησεν αὐτὸν σὺν τῷ ἅρματι, καὶ ἐποίησεν αὐτὸν ἀθάνατον· ἀφ᾿ οὗ δὴ μέχρι νῦν τὸ τοῦ Ἀμφιαράου μαντεῖον ἐνδοξότατον τῶν ἐπὶ τῆς Ἑλλάδος. ἀμφίβολον δὲ πότερον τὸν Ἀμφιάραον ἐδέξατο ἡ γῆ πολέμου ὄντα νέφος, ἢ ὅτε τὸ τοῦ πολέμου νέφος τοῖς Ἀργείοις ἐπῆλθε τὸ ἀπὸ Θηβῶν, τότε ὁ Ζεὺς κηδόμενος τοῦ Ἀμφιαράου ἐκέλευσεν αὐτὸν ὑπὸ τῆς γῆς δεχθῆναι καὶ εἶναι ἀθάνατον.

καὶ γυναιξὶ καλλικόμοισι: προεξαριθμησάμενος τὰς τῶν Ἀργείων ἀρετάς φησι μὴ μόνον ἥρωσι διαπρέπειν αὐτοὺς, ἀλλὰ καὶ ἡρωΐσι γυναιξὶ διαπρέπειν πάλαι, ἀρχῆθεν. τίς ἀπόδειξις ὅτι καὶ γυναιξί; Ζεὺς ἐπ᾿ Ἀλκμήναν Δανάαν τε μολὼν τοῦτον κατέφηνε λόγον· ὅτι καὶ γυναιξὶν ἀριστεύει τὸ Ἄργος, οὐχ ἕτερος μάρτυς ἀλλ᾿ ὁ Ζεύς, ὃς καὶ πρὸς Ἀλκμήνην ἀφίκετο καὶ Δανάην Ἀργείας οὔσας.

a. πατρί τ᾿ Ἀδράστοιο Λυγκεῖ τε: οὐχὶ δὲ καὶ τῷ τοῦ Ἀδράστου πατρὶ Ταλαῷ καὶ τῷ Λυγκεῖ ἄριστον λογισμὸν παρέσχε καὶ μετὰ δικαιοσύνης συνήρμοσε; καρπὸς δὲ φρενῶν ὁ λογισμός. τίς δὲ συνήρμοσεν; ὁ Ζεύς.

b. ὁ δὲ νοῦς· καὶ ἐπὶ Ταλαῷ οὖν καὶ Λυγκεῖ τὸν τῶν φρενῶν καρπὸν εὐθὺν ἐποίησεν, ὅ ἐστι δίκαιον αὐτῶν τὸν νοῦν ἐποίησεν ὁ Ζεύς. ἀπὸ Λυγκέως δὲ οἱ περὶ Περσέα.

a. ὁ δ᾿ ὄλβῳ φέρτατος ἵκετ᾿ ἐς κείνου γενεάν: κοινωσόμενος τῷ Ἀμφιτρύωνι τὴν γενεὰν ὁ Ζεὺς [ἵκετ᾿ εἰς ἐκείνου γενεάν]. πῶς δὲ παρεγένετο συγγενέσθαι; ὁ μὲν γὰρ Ζεὺς τῇ προτέρᾳ ἡμέρᾳ ἐγέννησε τὸν Ἡρακλέα, ὁ δὲ Ἀμφιτρύων τῇ ἑξῆς τὸν Ἰφικλέα, καὶ ἐμίχθη τὰ γένη ἀμφοτέρων.

b. οὐχὶ δὲ ὁ Ζεὺς παρεγένετο εἰς τὴν ἐκείνου σποράν; ὅτε γὰρ τοῖς ὅπλοις ἀναιροῦντος αὐτοῦ τοὺς Τηλεβόας, τηνικαῦτα τὴν ὄψιν ἀφομοιωθεὶς ὁ Ζεὺς τῷ Ἀμφιτρύωνι | καὶ οὕτως εἰς τὸν οἶκον ἐλθὼν τῆς Ἀλκμήνης ἐπλησίασεν αὐτῇ καὶ τὸν Ἡρακλέα ἔσπειρεν. ἆθλον γὰρ ἡ Ἀλκμήνη τὸν ἑαυτῆς γάμον προὔθηκε τῷ τοὺς Τηλεβόας καταπολεμήσοντι· ἔπραττε τοῦτο Ἀμφιτρύων, καὶ ἐκείνου περὶ τὸν πόλεμον ἀσχολουμένου ὁ Ζεὺς ἀφομοιωθεὶς συνῆλθεν αὐτῇ.

c. ἀδείμαντον δὲ ἔφη τὸ σπέρμα, ὃ ἔμ λλεν εἰς τὴν τοῦ Ἡρακλέους γένεσιν καταβαλεῖν ὁ Ζεύς, ὅ ἐστιν ἄφοβον· ὁ γὰρ ἐξ αὐτοῦ γεννηθεὶς ἦν ἄφοβος Ἡρακλῆς.

οὗ κατ᾿ Ὄλυμπον ἄλοχος: οὗτινος Ἡρακλέους ἡ γαμετὴ κατὰ τὸν Ὄλυμπον Ἥβη παρὰ τῇ τελείᾳ ἑαυτῆς μητρὶ προϊοῦσα πορεύεται τῶν θεῶν ἐκπρεπεστάτη. λέγει δὲ μητέρα τελείαν τὴν Ἥραν. καὶ Αἰσχύλος (fr. 383)· Ἥρα τελεία, Ζηνὸς εὐναία δάμαρ. ἔστι γὰρ αὐτὴ γαμηλία καὶ ζυγία. ἔστι δὲ ὁ γάμος τέλος διὰ τὸ τελειότητα βίου κατασκευάζειν.

βραχύ μοι στόμα πάντ᾿ ἀναγήσασθαι: ἥττηταί μοι, φησί, τῶν Ἀργείων ἀνδραγαθημάτων ὁ λόγος, καὶ ἀδυνάτως ἔχει πάντα διηγήσασθαι τὰ τοῦ Ἄργους καλά. διατί δὲ εἰς ταῦτα παρεκβέβηκεν; ὅτι ὁ ἀγὼν, ὃν ἐνίκα ὁ Θειαῖος, τὰ Ἑκατόμβαια, οὐκ ἦν ἐπίσημος οὐδ᾿ ἐκτροπὰς ἔχων. ἵν᾿ οὖν ἔχῃ μῆκος περιποιῆσαι τῇ ᾠδῇ, ἐπὶ τὴν κοινότητα τῶν ἐπαίνων τῆς πατρίδος αὐτοῦ κατήντησεν.

a. ἔστι δὲ καὶ κόρος ἀνθρώπων βαρὺς | ἀντιάσαι: ἔστι μὲν γὰρ ὁ τῶν ἀνθρώπων φθόνος βαρὺς πρὸς ἐναντίωσιν· οὐχ ἡδέως γὰρ ἀκούουσιν ἀλλοτρίων θαυμάτων οἱ ἄνθρωποι, ἀλλ᾿ εὐθὺς κόρον ἴσχουσι τῶν ἐπαίνων διὰ βασκανίαν.

b. ἄλλως. ὁ κόρος βαρύς ἐστιν ὁ ἀπὸ τῶν ἀνθρώπων | ἀντιάσαι καὶ συναντῆσαι, τουτέστιν ἀντίος γενηθεὶς ὁ κόρος τῶν ἀνθρώπων βαρύς ἐστι καὶ δυσβάστακτος· διὸ τὸν ὕμνον τῶν Ἀργείων καταλείψας τὸν κόρον φεύξομαι, ὅ ἐστι τὸν φθόνον.

ἀλλ᾿ ὅμως εὔχορδον ἔγειρε λύραν: πρὸς ἑαυτόν φησι ταῦτα ὁ Πίνδαρος· ὅμως μέντοι τὴν εὐάρμοστον λύραν λάμβανε καὶ τὴν φροντίδα τῶν παλαισμάτων δέξαι, τουτέστιν ἐπαίνει τὸν παλαιστήν. χάλκεον δέ φησι τὸν ἀγῶνα, ἤτοι ὅτι ἰσχυρός ἐστιν, ἢ ὅτι χαλκοῦν ὅπλον τὸ ἔπαθλον. ὁ τοίνυν ἀγὼν ὁ στερρότατος τὸν δῆμον παρορμᾷ εἰς τὴν τῆς θεοῦ θυσίαν, εἴς τε τὴν τῶν ἄθλων κρίσιν τὸν δῆμον ὁ τοῦ Οὐλίου παῖς Θειαῖος παρορμᾷ. τὸ παρορμᾷ δὲ ἀπὸ κοινοῦ. δὶς δὲ αὐτόν φησι νενικηκέναι τὰ Ἑκατόμβαια καὶ ἐσχηκέναι εὐφόρων λήθην πόνων. ἐπιλανθάνονται γὰρ οἱ ἄνθρωποι τῶν κατὰ τὴν ἄθλησιν πόνων, ὅταν νικήσωσι. γράφεται δὲ καὶ εὐφρόνων· εὐφόρων μὲν, ἐπεὶ εὔφοροί εἰσιν οἱ τοιοῦτοι πόνοι τῷ ἄριστα ἆθλα ἐνηνοχέναι· εὐφρόνων δὲ, τῶν εὐφραντικῶν.

a. ἐκράτησε δὲ καί ποθ᾿ Ἕλλανα στρατόν: κοινῶς τὸ πλῆθος στρατὸν εἶπεν, ὡς καὶ Πύθια νενικηκότος αὐτοῦ καὶ Ἴσθμια καὶ Νέμεα.

b. ἢ οὕτω· παραγέγονε δὲ καὶ ἐκράτησε πάντων τῶν ἀνταγωνιστῶν ἐν τοῖς Πυθίοις.

c. ὁ δὲ νοῦς· σὺν εὐτυχίᾳ δὲ παραγενόμενος ἐκράτησε πάλιν καὶ τοὺς ἐν Ἰσθμῷ καὶ Νεμέᾳ στεφάνους.

a. Μοίσαισί τ᾿ ἔδωκ᾿ ἀρόσαι: τουτέστι ταῖς Μούσαις ἔδωκεν ἀρόσαι καὶ σπεῖραι τοὺς στεφάνους διὰ τὸν ὕμνον· ἢ ὡς ἑτέρων ποιησάντων καὶ ὑμνησάντων αὐτὸν ἐπὶ ταῖς νίκαις ἐκείναις τοῦτό φησιν.

b. ὁ δὲ νοῦς· καὶ παρέσχε πρόφασιν ταῖς Μούσαις· τρίτον μὲν γὰρ κληρωθεὶς ἐνίκησε τὰ Ἴσθμια· πόντου γὰρ πύλας εἶπε τὸν Ἰσθμὸν διὰ τὸ στενόν· τρὶς δὲ τὰ Νέμεα κατὰ τὴν Ἀδράστου διοίκησιν καὶ νομοθέτησιν τελούμενα. οἱ γὰρ ἑπτὰ ἐπὶ Θήβας ἀνενεώσαντο τὰ Νέμεα, ὧν εἷς Ἄδραστος. ἐπεὶ οὖν καὶ αὐτὸς τῶν ἐν Ἄργει ἐπιφανῶν, διὰ τοῦτο Ἀδραστείῳ νόμῳ φησὶ, χαριζόμενος καὶ διὰ τούτου πλέον τι τοῖς Ἀργείοις. σεμνοῖς δὲ δαπέδοις, τοῖς Νεμείοις φησὶν ὁ Δίδυμος· πλησίον γάρ ἐστι Σικυῶνος. Ὅμηρος (Β 572)· ὅθ᾿ Ἄδρηστος πρῶτ᾿ ἐμβασίλευσεν. ἐτίθετο δὲ πάλαι ἐν τῇ Σικυῶνι τὰ Νέμεα· οὐ γὰρ ἂν σημαίνοι τὰ Πύθια τὰ ἐν Σικυῶνι ἀγόμενα· οὐ γάρ ἐστιν ἐκεῖνος περιοδικὸς ὁ στέφανος, ἀλλ᾿ ὁ τῶν Νεμέων· βούλεται δὲ νῦν τοὺς περιοδικοὺς εἰπεῖν. τολοιπὸν γὰρ ἐπιφέρει τὸν Ὀλυμπιόνικον, εὐχόμενος τελειωθῆναι ὑπ᾿ αὐτοῦ τὴν περίοδον.

a. Ζεῦ πάτερ, τῶν μὲν ἔραται: διὰ τούτων φανερὸν, ὅτι περὶ τῶν Ὀλυμπίων λέγει, φάμενος αὐτὸν ἐπιθυμεῖν καὶ τοῦτον τὸν στέφανον λαβεῖν, ἵν᾿ ἐκπληρώσῃ τὴν περίοδον, σιγᾶν δὲ καὶ ἐπιτρέπειν τῷ θεῷ. διὰ δὲ τοῦ παραιτεῖται χάριν ὑπακουστέον, ὅτι παρὰ σοῦ αἰτεῖται τὴν χάριν, ἀλλὰ καὶ τολμῶν καὶ μοχθῶν τι πράσσειν τῶν πρὸς τὸ ἔργον συντεινόντων.

b. ὁ δὲ νοῦς· ὧν γε μὴν ἐπιθυμεῖ τυχεῖν, ἐν τῇ διανοίᾳ κρύπτει σιωπῶν διὰ τὸ νεμεσητόν. βούλεται δὲ λέγειν τὰ Ὀλύμπια· διὸ καὶ τῷ Διῒ εὔχεται. ἐὰν οὖν, φησί, σὺ θέλῃς, καὶ τὰ Ὀλύμπια ἕξει· παντὸς γὰρ πράγματος τέλος ἐν σοί ἐστιν, ὧ Ζεῦ.

οὐδ᾿ ἀμόχθῳ καρδίᾳ: οὐ χωρὶς μόχθων αἰτεῖται τὰ Ὀλύμπια, ἵνα ἀμόχθως αὐτὰ λάβῃ, ἀλλὰ μοχθήσας καὶ πονήσας καὶ παλαίων παραιτεῖται τὴν χάριν. οὐ συνήθως δὲ τὸ παραιτεῖται ἀντὶ τοῦ αἰτεῖται· ὅ ἐστιν ἐπικέκληται. ἐπιφέρει γάρ· παρὰ σοῦ αἰτεῖται τὴν χάριν ταύτην καὶ τὴν δωρεὰν, ὦ Ζεῦ, τὰ Ὀλύμπια νικῆσαι.

a. γνώτ᾿ ἀείδω θεῷ τε: εὔγνωστα δὲ λέγω αὐτῷ τῷ θεῷ καὶ τῷ Θειαίῳ, ὅστις Θειαῖος ἁμιλλᾶται καὶ σπουδάζει περὶ τῆς κορυφῆς τῶν ἐσχάτων ἄθλων. ἐσχάτων δὲ, τῶν τὸ τέλειον ἐχόντων τῆς δόξης.

b. ἢ οὕτω· φανερὰ δὲ λέγω τῷ τε Δϊὶ καὶ τῷ βουλομένῳ παντὶ ἁμιλλᾶσθαι καὶ σπουδάζειν περὶ τῆς κορυφῆς τῶν τελευταίων ἄθλων. ἄθλων δὲ κορυφὴ καὶ τέλος τὰ Ὀλύμπια. εἰκότως δέ, φησίν, ἐπιθυμεῖ τῶν Ὀλυμπίων· τὸν γὰρ ἐνδοξότατον καὶ ὑπερέχοντα θεσμὸν ἔσχεν ἀπὸ τοῦ Ἡρακλέους τὰ Ὀλύμπια.

c. ἢ οὕτως· ἐπεὶ προεῖπεν αἰνιγματωδῶς, ὅτι οὐ δύναμαι εἰπεῖν τίνων ἐρᾷ, ἦν δὲ τῶν Ὀλυμπίων, ἐπεῖπε· ταῦτα γνωστὰ λέγω καὶ σοὶ, ὦ Ζεῦ, καὶ σοὶ τῷ ἐπιθυμοῦντι ἁμιλλήσασθαι περὶ τούτων τῶν ἄθλων, οἵ εἰσι κορυφαὶ ἔσχαται τῶν ἄθλων. διὰ δὲ τοῦ ἐσχάτου σημαίνει τὸ πρῶτον τῶν ἄθλων· καὶ γὰρ τὸ πρῶτον ἔσχατόν ποτε δύναται γενέσθαι, καὶ τὸ ἔσχατον πρῶτον. κέχρηται καὶ Σοφοκλῆς τῷ ἐσχάτῳ ἀντὶ τοῦ πρώτου (fr. 821)· ἤδη γὰρ ἕδρᾳ Ζεύς, φησίν, ἐν ἐσχάτῃ θεῶν, ἀντὶ τοῦ ἐν τῇ πρώτῃ.

ἁδεῖαί γε μὲν ἀμβολάδαν: ὡς δὶς αὐτοῦ νενικηκότος τὰ Παναθήναια ταῦτά φησιν· ὀμφαὶ οὖν ἡδεῖαι τῶν Ἀθηναίων ἐκώμασαν αὐτὸν ἀμβολάδαν, τουτέστιν ἀνατεταμένως τῇ φωνῇ καὶ λαμπρῶς· ἢ ἀμβολάδαν ἀνακρουόμεναι, καθὸ προαναβολὰς λέγουσι τὰ πρὸ τοῦ προοιμίου. δὶς οὖν ὑμνήθη καὶ ἐκωμάσθη, φησίν, ᾀδόντων καὶ ὑμνούντων αὐτοῦ τὴν νίκην τῶν Ἀθηναίων ἐν ταῖς τελεταῖς. ἔστι δὲ καὶ οὕτω προενέγκασθαι ἁδείᾳ ἐν τελετᾷ· ἐν ἡδείᾳ τελετῇ ἐκώμασαν αὐτὸν αἱ τῶν Ἀθηναίων ὀμφαὶ δίς. τινὲς δὲ τὸ ἀμβολάδην οὕτως ἀκούουσιν, ὅτι δὶς μὲν ἐνίκησε τὰ Παναθήναια, οὐκ ἐφεξῆς δὲ, ἀλλ᾿ ἀναβολάδην, τουτέστιν ἀναβολῆς τινος γενομένης μεταξύ.

a. γαίᾳ δὲ καυθείσᾳ πυρὶ καρπὸς ἐλαίας ἔμολε: γαῖαν [δὲ] κεκαυμένην εἶπε τὴν ὑδρίαν ἐν ᾗ τὸ ἔλαιον· ὀπτᾶται γὰρ ὁ κέραμος. διὰ δὲ τούτου σημαίνει τοὺς τὰ Παναθήναια νενικηκότας· τίθενται γὰρ Ἀθήνησιν ἐπάθλου τάξιν ἐλαίου πλήρεις ὑδρίαι. διὸ καὶ Καλλίμαχος (fr. 122)· καὶ παρ᾿ Ἀθηναίοις γὰρ ἐπὶ τέγος ἱερὸν ἧνται κάλπιδες, οὐ κόσμου σύμβολον, ἀλλὰ πάλης. γῇ οὖν διὰ πυρὸς καυθείσῃ ὁ καρπὸς τῆς ἐλαίας ἔμολε, τὸ ἔλαιον.

b. Ἥρας δὲ εὐάνορα λαὸν τὸ Ἄργος· ὁ γὰρ Θειαῖος Ἀργεῖος. οὐκ ἔστι δὲ ἐξαγωγὴ ἐλαίου ἐξ Ἀθηνῶν, εἰ μὴ τοῖς νικῶσι. φησὶν οὖν τὴν ὑδρίαν πλήρη ἐλαίου κεκομικέναι ἐξ Ἀθηνῶν εἰς Ἄργος τὸν Θειαῖον νικήσαντα. τοῖς γὰρ ἀθληταῖς τοῖς τὰ Παναθήναια νενικηκόσι δίδοται ὑδρία ἐλαίου πλήρης.

a. ἐν ἀγγέων ἕρκεσι παμποικίλοις: ἐν πεποικιλμένοις ἀγγείοις· ἐζωγραφοῦντο γὰρ αἱ ὑδρίαι.

b. ἄλλως. ἐν ἀμφιφορεῦσι χαλκοῖς ἔλαιον ἐτιμῶντο οἱ ἀγωνιζόμενοι Ἀθήνησι τὰ Παναθήναια, ἐπεὶ τὴν ἐλαίαν εὗρεν ἡ θεός. τὰ δὲ χαλκᾶ ταῦτα ἄγγη ἐκ γῆς καιομένης γίνεται· ἡ οὖν γῆ καιομένη δίδωσι τὸν χαλκὸν, ἐκ δὲ τοῦ χαλκοῦ γίνεται τὰ ἀγγεῖα, ἐν οἷς βάλλεται τὸ ἔλαιον. ταύτην οὖν φησι τὴν διάνοιαν. τούτοις γὰρ ἐτιμῶντο.

ἕπεται δὲ, Θειαῖε: ἐπακολουθεῖ, φησί, κατὰ τὸ πολύγνωτον ὑμῶν γένος τὸ ἀπὸ τῆς μητρός, μήτρωες γὰρ οἱ ἀπὸ μητρὸς πρόγονοι, εὐάγων τιμὴ, τουτέστιν ἡ ἐπὶ τοῖς ἀγῶσι τοῖς εὖ ἀγωνισθεῖσιν ἢ εὖ καὶ καλῶς γινομένη τιμὴ σὺν Χάρισι καὶ Τυνδαρίδαις. τὴν δὲ αἰτίαν διὰ τῶν ἑξῆς ἀποδίδωσι. | Παμφάης γὰρ συγγενὴς τοῦ Θειαίου, φησίν, ἐξένικε τοὺς Διοσκούρους.

a. ἀξιωθείην κεν ἐὼν Θρασύκλου: ἐγώ, φησί, καταξιωθείην τῶν περὶ Θράσυκλον καὶ Ἀντίαν συγγενὴς ὢν ἐν τῷ Ἄργει διάγειν καὶ ζῆν, ἔνθα οὐκ ἂν ἀπαρρησίαστος διετέλεσα οὐδὲ κάτω βλέπων καὶ κρύπτων ἐμαυτοῦ τὸ ἐλεύθερον. οἱ γὰρ νικῶντες μετὰ παρρησίας ἄνω βλέποντες βαδίζουσιν, οἱ δὲ ἡττημένοι οὐχ οὕτως.

b. ἄλλως. τοῦτο εἶπεν ὡς ἐκ τοῦ Θειαίου προσώπου, ὡς αὐτοῦ περὶ ἑαυτοῦ διαλεγομένου· τοῦ γὰρ Θρασύκλου καὶ τοῦ Ἀντία συγγενὴς ὢν ἐν τῷ Ἄργει οὐ κρύψω τὸ φάος τῶν ὀμμάτων, τουτέστιν οὐκ ἀπαρρησιάστως ὄψομαι, ὡς οὐ νενικηκὼς, ἀλλὰ μετὰ παρρησίας· νενίκηκα γάρ· ἄξιος οὖν ἂν εἴην μὴ κρύπτειν τὸ τῶν ὀμμάτων φάος μηδὲ κατηφὴς εἶναι, Ἀντία τ᾿ ὢν καὶ Θρασύκλου σύγγονος.

νικαφορίαισι γὰρ ὅσαις ἱπποτρόφον: πόσαις γὰρ ἱπποτροφίαις, φησίν, αὕτη ἡ πόλις οὐκ ἔθαλλεν ἡ τοῦ Προίτου, τοῦτο μὲν ἐν τῷ Κορινθίῳ Ἰσθμῷ, τοῦτο δὲ ἐν τῇ Νεμέᾳ τετράκις νικήσασα· ἀπὸ Σικυῶνος δὲ καὶ τῶν ἐκεῖσε Πυθίων ἀργυραῖς φιάλαις τιμηθέντες ἀνεχώρησαν ἐπὶ τὸ Ἄργος οἱ πρόγονοι τοῦ Θειαίου.

a. ἐκ δὲ Πελλάνας: ἀντὶ τοῦ καὶ ἐν Πελλήνῃ ἐνίκησαν. τίθεται δὲ παχέα ἱμάτια ἐν Πελλήνῃ ἄγναφα· δυσχείμεροι δὲ οἱ τόποι. περιφραστικῶς δὲ τὴν χλαμύδα μαλακὴν κρόκην εἶπε· καὶ ἑτέρωθι (O. IX 97)· ψυχρᾶν ὁπότ᾿ εὐδιανὸν φάρμακον αὐρᾶν Πελλάνα παρέχει. ὁ δὲ ἀγὼν Διός· καλεῖται δὲ Δίϊα.

b. ἢ οὕτως· ἐκ τῆς Πελλήνης δὲ | τὰ Θεοξένια νικῶντες χλανίσιν ἐπιτηδειοτάταις κοσμηθέντες, ἀπὸ κοινοῦ τὸ | ἀνεχώρησαν. λέγεται δὲ, ὅτι καὶ ἐξωμίδας ἐτιμῶντο.

ἀλλὰ χαλκὸν μυρίον οὐ δυνατὸν ἐξελέγχειν: τὸ δὲ τοῦ χαλκοῦ πλῆθος οὐ δυνατὸν εἰπεῖν ἁπλῶς· μακροτέρας γὰρ, οἶμαι, δεῖται σχολῆς. λέβητα γὰρ ἐτιμῶντο ἐν πολλοῖς τῶν ἀγώνων καὶ ἀσπίδα χαλκῆν.

ὅν τε Κλείτωρ καὶ Τεγέα: ὅντινα χαλκὸν αἱ περὶ Κλείτορα καὶ Τεγέαν πόλεις Ἀργολικαὶ ἆθλον ἔθηκαν, ὃν καὶ τὸ Λύκαιον ἔθηκε χαλκὸν παρὰ τῷ τοῦ Διὸς βωμῷ τοῖς δυναμένοις νικῆσαι σὺν ποδῶν σθένει, δρόμῳ, καὶ χειρῶν σθένει, πάλῃ καὶ παγκρατίῳ καὶ πυγμῇ.

Κάστορος δ᾿ ἐλθόντος ἐπὶ ξενίαν: τοῦ δὲ Κάστορος ἐπιξενωθέντος παρὰ τῷ Παμφάῃ τῷ προγόνῳ σου, ὦ Θειαῖε, ἅμα τῷ ἀδελφῷ Πολυδεύκει, θαυμαστὸν οὐδὲν ἀγαθοὺς καὶ θαυμασίους γεγενῆσθαι τοὺς προγόνους σου ἀγωνιστάς· ἐπόπται γάρ εἰσι τῶν ἀγώνων οὗτοι. διὰ τοῦτο γοῦν ἐν τοῖς ἐπάνω (38) εἶπε Χαρίτεσσί τε καὶ σὺν Τυνδαρίδαις τὴν νίκην αὐτῶν ἐληλυθέναι τῷ γένει.

ἐπεὶ εὐρυχόρου ταμίαι Σπάρτας: ἐπεὶ οἱ τῆς εὐρυχόρου Σπάρτης ταμίαι καὶ δεσπόται Διόσκουροι σὺν τῷ Ἑρμῇ καὶ Ἡρακλεῖ τὴν τῶν ἀγώνων μοῖραν τῆς εὐωχίας διέπουσι καὶ διοικοῦσι.

a. μάλα μὲν ἀνδρῶν δικαίων περικαδόμενοι: πάνυ μὲν ὑμῶν τῶν ὄντων δικαιοτάτων ἀνδρῶν φροντίζοντες διὰ τὸ τῆς ξενίας δίκαιον, καὶ ἄλλως δὲ καὶ κατὰ φύσιν οἱ θεοὶ πιστοί τινες καὶ φιλάνθρωποι περὶ τοὺς εὐσεβοῦντας ὄντες.

b. ἢ οὕτως· ὅτι πίστιν σῴζοντες πρὸς τὸν πρόγονον, φησί, τὸν ὑποδεξάμενον αὐτοὺς, νίκην τούτῳ νῦν ἐδωρήσαντο.

c. ἢ οὗτοι, φησί, περισσῶς κηδόμενοι τῶν δικαίων ἀνδρῶν. δοκοῦσι γὰρ ἐπιφαινόμενοι κατὰ τὸ πέλαγος σῴζειν τοὺς δικαίους.

μεταμειβόμενοι δ᾿ ἐναλλάξ: μεταβάλλοντες δ᾿ αὐτοὶ οἱ Διόσκουροι καὶ ἐκ διαδοχῆς ἐναλλάσσοντες τὰς ἡμέρας, μίαν μὲν διάγουσιν ἐν τῷ οὐρανῷ ὡς θεοί, μίαν δὲ ἐν τοῖς ὑπογείοις τῆς Θεράπνης, ὁμοίαν καὶ ἴσην ἐκπληροῦντες τύχην. ἰστέον δὲ ὅτι περιπέπτωκε τοῖς ἐν τῇ Νεκυομαντείᾳ λεγομένοις περὶ τῶν Διοσκούρων (λ 303—4)· ἄλλοτε μὲν ζώουσ᾿ ἑτερήμεροι, ἄλλοτε δ᾿ αὖτε τεθνᾶσιν, τιμὴν δὲ λελόγχασιν ἶσα θεοῖσι. φησὶ γὰρ τοὺς Διοσκούρους μίαν μὲν ἡμέραν ὑπὲρ γῆς εἶναι, ἑτέραν δὲ ὑπὸ γῆν, ὥστε κατὰ μὲν τὸν διεσκευακότα τὰ παρ᾿ Ὁμήρῳ παρ᾿ ἡμέραν αὐτοὺς ἀποθνῄσκειν, κατὰ δὲ Πίνδαρον μίαν μὲν ἡμέραν παρὰ τοῖς ἀθανάτοις διαιτᾶσθαι, μίαν δὲ ἡμέραν ὁρῶντας τὰ παρ᾿ ἀνθρώποις σὺν αὐτοῖς εἶναι.

ἐπεὶ τοῦτον ἢ πάμπαν θεὸς ἔμμεναι: ἐπειδὴ μᾶλλον τοῦτον εἵλετο τὸν αἰῶνα, φησί, Πολυδεύκης, τὸν ἀδελφὸν ἔχων μεθ᾿ ἑαυτοῦ ἐκ διαδοχῆς θεὸς γενέσθαι καὶ πάλιν ἄνθρωπος, ἤπερ μόνος ἐν οὐρανῷ θεὸς κατοικεῖν, Κάστορος τοῦ ἀδελφοῦ αὐτοῦ φθαρέντος ἐν πολέμῳ. αὐτοῦ γὰρ τρωθέντος καὶ μέλλοντος ἀπόλλυσθαι εἵλετο Πολυδεύκης ὁ τούτου ἀδελφὸς αὐτὸς ἀθάνατος ὢν μᾶλλον παρ᾿ ἡμέραν ἄνθρωπος εἶναι ἅμα τῷ ἀδελφῷ. καὶ πάλιν θεὸς ἅμα τῷ ἀδελφῷ ἀπολουμένου αὐτοῦ· καὶ οὕτως ἐποίησαν οἱ θεοί.

a. τὸν γὰρ Ἴδας ἀμφὶ βουσί πως: ἡ ἱστορία ἐστὶ τοιαύτη. Λυγκεὺς καὶ Ἴδας οἱ Ἀφαρέως παῖδες ἐμνηστεύσαντο τὰς δύο Λευκίππου θυγατέρας Φοίβην καὶ Ἐλάειραν, κατὰ δὲ τὴν τῶν γάμων εὐωχίαν τοὺς Διοσκούρους εἰς ἑστίασιν ἐκάλεσαν· οἱ δὲ τὰς κόρας ἀφαρπάσαντες ἀπέφευγον, οἱ δὲ ἐπεδίωκον, καὶ συνίσταται τοῖς Ἀφαρητιάδαις καὶ τοῖς Διοσκούροις μάχη περὶ τῶν γάμων, καὶ ἀναιρεῖται Κάστωρ· εἶτα Πολυδεύκης ἀνεῖλεν ἀμφοτέρους, συμπράξαντος τοῦ Διὸς καὶ κεραυνὸν αὐτοῖς ἐπιπέμψαντος. ὁ δὲ Πίνδαρος οὐ διὰ τὰς νύμφας φησὶν αὐτοῖς γεγενῆσθαι τὴν στάσιν, ἀλλὰ διὰ βοῶν ἀπελασίαν. ψυχορραγοῦντος οὖν τοῦ Κάστορος Πολυδεύκης ὢν ἀθάνατος πρὸς τὸν ὄντα φθαρτὸν εἵλετο καταμερίσασθαι τὴν ἀθανασίαν τῇ τῆς φύσεως ἐκνικώμενος ἀνάγκῃ. οὕτως οὖν αὐτοὺς καὶ Ὅμηρος (λ 303) ἑτερημέρους καλεῖ.

b. ὁ δὲ νοῦς· τὸν Κάστορα γάρ, φησί, τῆς τῶν βοῦν ἀφαιρέσεως ἕνεκεν ὁ Ἴδας ὀργισθείς πως ὁ τοῦ Ἀφαρέως παῖς ἔτρωσεν.

a. ἀπὸ Ταϋγέτου πεδαυγάζων ἔδε Λυγκεὺς δρυὸς ἐν στελέχει ἥμενος: ὁ μὲν Ἀρίσταρχος ἀξιοῖ γράφειν ἥμενον, ἀκολούθως τῇ ἐν τοῖς Κυπρίοις λεγομένῃ ἱστορίᾳ· ὁ γὰρ τὰ Κύπρια συγγράψας φησὶ τὸν Κάστορα ἐν τῇ δρυῒ κρυφθέντα ὀφθῆναι ὑπὸ Λυγκέως· τῇ δὲ αὐτῇ γραφῇ καὶ Ἀπολλόδωρος (III 11, 2) κατηκολούθησε. πρὸς οὕς φησι Δίδυμος· ἀμφοτέρων ὑπὸ τῇ δρυῒ λοχώντων, τοῦ τε Κάστορος καὶ τοῦ Πολυδεύκους, μόνον ὁ Λυγκεὺς τὸν Κάστορα εἶδε; μήποτε οὖν, φησί, δεῖ ἀναγινώσκειν τὴν παραλήγουσαν συλλαβὴν ὀξυτόνως τοῦ ἡμένος ὡς ἠρμένος, ἵνα κατ᾿ ἀμφοῖν ἀκούηται· ἴδε Λυγκεὺς δρυὸς ἐν στελέχει ἡμένος, ἀντὶ τοῦ ἡμένους, δηλονότι τοὺς Διοσκούρους· ὡς ἀελλόπος καὶ τρίπος· οὐχ ἕδος ἐστὶ, γεραιέ (Λ 648), ἀντὶ τοῦ οὐχ ἕδους. παρατίθεται δὲ καὶ τὸν τὰ Κύπρια γράψαντα οὕτω λέγοντα (fr. 9 Kinkel)· αἶψα δὲ Λυγκεὺς Τηΰγετον προσέβαινε ποσὶν ταχέεσσι πεποιθώς. ἀκρότατον δ᾿ ἀναβὰς διεδέρκετο νῆσον ἅπασαν Τανταλίδου Πέλοπος, τάχα δ᾿ εἴσιδε κύδιμος ἥρως δεινοῖς ὀφθαλμοῖσιν ἔσω δρυὸς ἄμφω κοίλης, Κάστορά θ᾿ ἱππόδαμον καὶ ἀεθλοφόρον Πολυδεύκεα. νύξε δ᾿ ἄρ᾿ ἄγχι στὰς μεγάλην δρῦν καὶ τὰ ἑξῆς.

b. ὁ μὲν οὖν Κάστωρ ἐλόχα τὸν Ἴδαν, φησίν, ἐν κοίλῃ δρυῒ κρυφθεὶς καὶ τὸν Λυγκέα· ὁ δὲ Λυγκεὺς ὀξυδερκὴς ὢν, ὥστε καὶ διὰ λίθων καὶ διὰ γῆς τὰ γινόμενα βλέπειν, ἰδὼν διὰ τῆς δρυὸς τὸν Κάστορα ἔτρωσε λόγχῃ.

c. ἀπὸ γὰρ τοῦ ὄρους περισκοπῶν ὁ Λυγκεὺς ἐθεάσατο αὐτοὺς ἐγκαθεζομένους ἐν στελέχει δρυὸς καὶ ἐλλοχῶντας. τοῦ γὰρ Λυγκέως ὑπὲρ πάντας ἀνθρώπους ὀξύτατον ἦν τὸ ὄμμα.

λαιψηροῖς δὲ πόδεσιν ἄφαρ ἐξικέσθαν: τάχιστα δὲ ἐκ τοῦ ὄρους πρὸς τοὺς Διοσκούρους δραμόντες παρεγένοντο καὶ μέγιστον ἔργον κατεπράξαντο τρώσαντες τὸν Κάστορα τάχιστα. ἀλλὰ μὴν καὶ ὑπέστησαν δεινὸν ἔργον οἱ προειρημένοι τοῦ Ἀφαρέως παῖδες ὑπὸ τῶν Διοσκούρων· εὐθέως γὰρ ἦλθεν ὁ Πολυδεύκης τοῦ ἀδελφοῦ πεσόντος· οἱ δὲ ἐλθόντι αὐτῷ ἀνθυπέστησαν ἐξ ἐναντίας περὶ τὸν τάφον τοῦ πατρὸς αὐτῶν Ἀφαρέως, καὶ ἐνέβαλον τῷ στέρνῳ τοῦ Πολυδεύκους στήλην ἑνὸς τῶν κειμένων ἁρπάσαντες ἀπὸ τοῦ τύμβου τοῦ πατρὸς αὐτῶν Ἀφαρέως· ἀλλ᾿ οὔτε αὐτὸν ἔπληξαν τὸν Πολυδεύκην, οὔτε ὑποχωρῆσαι εἰς τοὐπίσω πεποιήκασιν οἱ Ἀφαρητιάδαι.

ἐφορμαθεὶς δ᾿ ἄρ᾿ ἄκοντι θοῷ: ὁ δὲ Πολυδεύκης, φησίν, ἐφορμήσας τῷ ταχεῖ δόρατι ἐνέβαλε ταῖς τοῦ Λυγκέως πλευραῖς τὸν σίδηρον.

a. Ζεὺς δ᾿ ἐπ᾿ Ἴδᾳ πυρφόρον πλᾶξεν: οἱ μὲν ἐπὶ τῷ Ἴδᾳ φασίν, οἱ δὲ ἐν τῷ ὄρει, τῇ ἴδῃ, ἱνα ἴδην πᾶν ὄρος ὑφηλὸν ἀκούσωμεν· οὐδὲ γὰρ νῦν τοῖς κατὰ τὴν Ἀρκαδίαν τελουμένοις ἡ κατὰ Τροίαν συντελ ῖ.

b. ὁ δὲ νοῦς οὕτως· ὁ δὲ Ζεὺς πυρφόρον καὶ τεφρώδη κεραυνὸν προσέρρηξεν ἀμφοτέροις, ὁμοῦ δὲ ἐκαίοντο ερημωθέντες. χαλεπὴ δὲ καὶ δεινοτάτη ἡ ἔρις το ς ἀνθρώποις ἡ κατὰ τῶν κρειττόνων.

c. ἡ γὰρ πρὸς τοὺς κρείττονας, φησίν, ἔρις χαλεπή ἐστιν, ὥστε ὁμιλεῖν αὐτοῖς καὶ προσφέρεσθαι. ἀποδιοπομπεῖσθαι δεῖ οὖν τὴν ἔριν τὴν πρὸς τοὺς κρείττονας· ἡ μὲν γὰρ πρὸς τοὺς ἴσους ὁμιλία εὐκτή, ἡ δὲ πρὸς τοὺς κρείττονας χαλεπή· οἱ γοῦν Ἀφαρητιάδαι ἐρίσαντες κρείττοσι τοῖς Διοσκούροις ἀπώλοντο.

a. ταχέως δ᾿ ἐπ᾿ ἀδελφεοῦ βίαν: ταχέως δ᾿ ἐπὶ τὸν ἀδελφὸν ὁ Πολυδεύκης ἦλθεν ὑποστρέψας, καὶ δὴ αὐτὸν οὔπω τεθνηκότα, πνευστιῶντα δὲ κατέλαβεν.

b. οὔπω, φησί, τὸν Κάστορα εὗρε τεθνηκότα, τὰς δὲ πνοὰς ὑποψυχρούμενον ὑπὸ τῆς φρίκης. καταψύχονται γὰρ οἱ νεκρούμενοι.

πάτερ Κρονίων, τίς δὴ λύσις ἔσσεται: ὦ πάτερ Ζεῦ, τίς δὴ ἔκλυσις γενήσεται τούτων τῶν πενθῶν; καί μοι θάνατον ἐπίθες καὶ δεῖξον, ὦ βασιλεῦ.

a. οἴχεται τιμὰ φίλων τατωμένῳ φωτί: τατωμένῳ ἀντὶ τοῦ στερισκομένῳ.

b. οὐδεὶς συμπονεῖ, φησίν, ἐὰν μὴ φίλος ᾖ καὶ ἀγαθὸς φίλος· στερηθεὶς δὲ τούτου τίνα ἕξω κοινωνὸν τῶν πόνων:

c. ἢ οὕτως αὐτὸ δεῖ νοεῖν· τὸ τατωμένῳ φησὶ Δωρικῶς· ἀνδρὶ γὰρ τῷ φίλων στερισκομένῳ πᾶσα διέφθαρται τιμή.

d. ἢ οὕτως· ἐάν τις καθυστερήσῃ τοῦ προσφιλοῦς, ἀποστερεῖται τοῦ συμπράσσοντος, ἀπραγὴς δὲ γενόμενος οὐ τιμᾶται ὑπ᾿ οὐδενός.

a. παῦροι δ᾿ ἐν πόνῳ πιστοὶ βροτῶν: ἀντὶ τοῦ οὐδὲ ὀλίγοι· ὡς καὶ παρ᾿ Ὁμήρῳ (E 800)· ἦ ὀλίγον οἷ παῖδα ἐοικότα γείνατο Τυδεύς.

b. ὁ δὲ νοῦς· οὐδὲ ὀλίγων δὲ ἀνθρώπων ἐστὶν ἐν τοῖς ὑπερβάλλουσι κινδύνοις τῶν δεινῶν κοινωνεῖν.

c. ἢ οὕτως· οὐδὲ ὀλίγοι δὲ τῶν ἀνθρώπων πιστοὶ κατὰ τοὺς πόνους πάσχουσι τοῖς ἑταίροις τοῦ καμάτου κοινωνεῖν.

a. ἐσσί μοι υἱός· τὸν δ᾿ ἔπειτα: ὁ μὲν Ἡσίοδος (fr. 91) ἀμφοτέρους Διὸς εἶναι γενεαλογεῖ· ὁ δὲ Πίνδαρος ἑτέροις τῶν ἱστορικῶν ἐξακολουθήσας τὸν μὲν Πολυδεύκην ἐκ Διός, τὸν δὲ Κάστορα ἐκ Τυνδάρεω εἶναί φησιν, ὡς καὶ Ἡρακλῆς μὲν ἐξ Ἀλκμήνης καὶ Διός, Ἰφικλῆς δὲ ἐξ Ἀμφιτρύωνος. λέγεται γὰρ τοῦτο, ὅτι Πολυδεύκης καὶ Ἑλένη ἐκ Διός εἰσι καὶ Λήδας, Κάστωρ δὲ ἐκ Τυνδάρεω. ὁ μέντοι Ἡσίοδος (fr. 92) οὔτε Λήδας οὔτε Νεμέσεως δίδωσι τὴν Ἑλένην, ἀλλὰ θυγατρὸς Ὠκεανοῦ καὶ Διός.

b. τὸ δὲ σαφὲς οὕτως· σὺ μὲν, ὦ Πολύδευκες, τυγχάνεις μοι υἱός, τὸν δὲ Κάστορα μετὰ ταῦτα ὁ Τυνδάρεως σπέρμα θνητὸν ὄντα τῇ σῇ μητρὶ συνελθὼν ἔσπειρεν.

ἀλλ᾿ ἄγε τῶνδέ τοι ἔμπαν αἵρεσιν παραδίδωμι: ἀλλ᾿ ὅμως τούτων ἀμφοτέρων σοι τὴν κρίσιν καὶ τὴν αἵρεσιν ἐπιδίδωμι· εἰ μὲν γὰρ τὸν θάνατον ἐκφυγὼν καὶ τὸ γῆρας τὸ ὀδυνηρὸν αὐτὸς βούλει τὸν οὐρανὸν οἰκεῖν σὺν ἐμοὶ καὶ Ἀθηνᾷ καὶ Ἄρει, ἔστι σοι τούτων μερίς· εἰ δὲ ὑπὲρ τοῦ ἀδελφοῦ Κάστορος διαμάχῃ, πάντων τε τῶν καλῶν βούλει αὐτῷ ἀπομερίσασθαι τὸ ἴσον, τὸ μὲν ἥμισυ τοῦ χρόνου ἕξεις ὑπὸ τὴν γῆν διατρίβων, τὸ δὲ ἥμισυ ἐν τῷ οὐρανῷ καὶ τοῖς τιμίοις τῶν θεῶν οἴκοις.

ὣς ἄρ᾿ αὐδάσαντος: οὕτω ταῦτα τοῦ Διὸς εἰπόντος οὐ κατεμερίσθη τὴν γνώμην ὁ Πολυδεύκης, ἀλλ᾿ εὐθέως ἐπὶ τὸ ἕτερον ἐχώρησεν, ἐπὶ τὸ τὴν εὐδαιμονίαν τῷ ἀδελφῷ μερίσασθαι.

a. ἀνὰ δ᾿ ἔλυσεν μὲν ὀφθαλμόν: ὁ Ζεὺς δηλονότι· οἷον ἤδη μύοντα καὶ κλειόμενον διὰ τὸν θάνατον ἀναβλέψαι ἐποίησεν.

b. ὁ δὲ νοῦς· ἀνέλυσε μὲν καὶ πάλιν ὁρᾶν παρεσκεύασε τὸν τοῦ ἀδελφοῦ ὀφθαλμόν, ἔπειτα καὶ τὴν φωνὴν ἐνέβαλε τῷ σώματι τοῦ χαλκομίτρα Κάστορος.

subscr. τέλος.

Scholia in Nemeonicarum carmen XI.

Τῆς ἑνδεκάτης ᾠδῆς ἡ στροφὴ καὶ ἀντίστροφος κώλων ἐστὶν ἕξ. τὸ α΄ Πινδαρικόν· ἔστι δὲ ἰαμβέλεγος λείπων τῇ ἀρχῇ, καὶ πάλιν ἰαμβικὸν πενθημιμερὲς λεῖπον τῷ τέλει, ὃ καλεῖται ἀμφιλειπὲς, ἐπεὶ καὶ ἐν ἀρχῇ καὶ ἐν τῷ τέλει λείπει. ἡ δὲ ἀπόδοσις (v. 18) τὸ ἀοιδαῖς, ᾠδαῖς ποιεῖ. τὸ β΄ σύνθετον ἀπὸ διμέτρου τροχαίου καὶ ἡμίσεος ἔπους τὸ γ΄ ἔπος παρὰ συλλαβήν. τὸ δ΄ ὅμοιον τῷ (Archil. fr. 99) Ζεῦ πάτερ, γάμον μὲν οὐκ ἐδαισάμην. τὸ ε χοριαμβικὸν δίμετρον καταληκτικὸν, ἢ πενθημιμερὲς δακτυλικὸν πλεονάζον μιᾷ συλλαβῇ. τὸ ς΄ ἐπιχοριαμβικὸν δίμετρον ἀκατάληκτον.

ἡ ἐπῳδὸς κώλων ἐννέα. τὸ α΄ δακτυλικὸν τρίμετρον καταληκτικόν. τὸ β΄ δακτυλικὸν πενθημιμερές. τὸ γ΄ ὅμοιον τῷ α΄ τῆς στροφῆς. τὸ δ΄ δακτυλικὸν πενθημιμερές. τὸ ε΄ ἰωνικὸν δίμετρον ὑπερκατάληκτον. τὸ ς΄ δακτυλικὸν πενθημιμερές. τὸ ζ΄ ἰωνικὸν δίμε ρον ἀκατάληκτον. τὸ η΄ ὅμοιον τῷ δ΄ τῆς στροφῆς. τὸ θ΄ σύνθετον ἐκ πενθημιμεροῦς τροχαίου καὶ ἑφθημιμεροῦς δακτυλικοῦ.

Inscr.

a. Οὐδὲ ὅλως, φησὶν ὁ Δίδυμος, ἐχρῆν τὴν ᾠδὴν ταύτην εἰς τοὺς ἐπινίκους συνεῶσθαι· οὐ γὰρ ἱερὸν ἀγῶνα νενίκηκεν ὁ Ἀρισταγόρας. ἀλλὰ περιχώρους. γεγράφθαι δέ φησι τὴν ᾠδὴν εἰς πρυτανεύοντα καὶ τῆς πόλεως πρ εστῶτα τὸν Ἀρισταγόραν, σαφὲς δὲ τοῦτο ἐξ ὧν φησιν (9)· ἀλλὰ σὺν δόξᾳ τέλος δυωδεκάμηνον περάσαι. ἠπατῆσθαι δέ φησιν ὁ Δίδυμος ἐνίους, ὡς δοκεῖν ἱεροὺς στεφάνους αὐτὸν ἀνῃρῆσθαι. διὰ τῆς ᾠδῆς δὲ σημαίνεται, ὅτι στεφάνους ἔσχεν ὡς δεκαέξ, ἀλλ᾿ οὐχὶ περιοδικοὺς, ὡς ἐπλανήθησαν ἐκ τοῦ λέγεσθαι (22)· ἐλπίδες δ᾿ ὀκνηρότεραι γονέων παιδὸς βίαν ἔσχον ἐν Πυθῶνι πειρᾶσθαι καὶ Ὀλυμπίᾳ ἀέθλων. οὐ γὰρ σημαίνει διὰ τούτων ὡς Ἴσθμια καὶ Νέμεα νενικηκότος αὐτοῦ. ἀλλὰ τοὐναντίον οἱ γονεῖς δι᾿ εὐλάβειαν συγγενικὴν οὐκ ἀπέστειλαν αὐτὸν ἐπὶ τοὺς ἱεροὺς στεφάνους. ἐπεὶ κἂν Ἴσθμια καὶ Νέμεα εἰλήφει. ἐποίσει γάρ· ναὶ μὰ γὰρ ὅρκον, ἐμὰν δόξαν παρὰ Κασταλίᾳ καὶ παρ᾿ εὐδένδρῳ μολὼν ὄχθῳ Κρόνου κάλλιον ἂν δηριώντων ἐνόστησ᾿ ἀντιπάλων. ὀμνύει γὰρ ὁ Πίνδαρος, ὅτι κατὰ τῆν ἑαυτοῦ δόξαν, εἰ ἐξεδήμησεν εἰς Πυθὼ καὶ Ὀλυμπίαν, κάλλιον ἂν τῶν συνανταγωνιστῶν ἐπανεληλύθει εἰς τὴν πατρίδα, τουτέστιν ἐνίκησεν ἄν· νῦν δὲ ἐλπίδες ὀκνηρότεραι γονέων κατέσχον αὐτόν, διὸ οὐδ᾿ ὅλως ἐξεδήμησε. συντακτέον οὖν. φησὶν ὁ Δίδυμος, εἰς τὰ Παρθένια, καθὰ καὶ τοῖς περὶ τὸν Φασηλίτην ἀρέσκει.

b. ὅλως οὖν οὐδὲ δεῖ τετάχθαι τὴν ᾠδήν· οὐ γὰρ οἷον Νεμεονίκης ἐστίν, ἀλλ᾿ οὐδ᾿ ὅλως ἀθλοῦντι γέγραπται ἔτι, ἀλλ᾿ ἀνδρὶ τελείῳ πρυτανεύοντι τῆς πατρίδος. εἰ δὲ παραμιμνῄσκεται, ὅτι περιχώρους ἀγῶνας ἐνίκα παῖς ὢν, οὐ διὰ τοῦτο ἀθλητής· καθὸ οὐκ ἀθλητῇ γέγραπται, ἀλλὰ πρυτάνει καθὸ ἐπρυτάνευεν· ἔτυχε δὲ ἐπὶ τῆς παιδικῆς ἡλικίας ἄθλων. διὸ δὴ καὶ ὡς πρυτανεύοντος τὴν Ἑστίαν προσφωνεῖ.

c. ἔοικε δὲ ὁ Ἀρισταγόρας μὴ νῦν νενικηκέναι· φασὶ γὰρ οἱ ἱστορικοὶ παιδὶ μὲν ὄντι πολλὰς ὑπεισελθεῖν νίκας, ἀνδρωθέντι δὲ νῦν καὶ πρυτανεύοντι τὸν Πίνδαρον πρόσχημα μὲν ἐπίνικον γράψαι, τὸ δὲ ἀληθὲς προσφώνησιν εἰς τὴν πρυτανείαν. Τένεδος δέ ἐστι καὶ τῆς Λιβύης καὶ τῆς Τροίας.

a. παῖ Ῥέας, ἅ τε πρυτανεῖα λέλογχας, Ἑστία: τὰ πρυτανεῖά φησι λαχεῖν τὴν Ἑστίαν, παρόσον αἱ τῶν πόλεων ἑστίαι ἐν τοῖς πρυτανείοις ἀφίδρυνται, καὶ τὸ ἱερὸν λεγόμενον πῦρ ἐπὶ τούτων ἀπόκειται. τοῦ δὲ ἱεροῦ πυρὸς ἐν τοῖς πρυτανείοις φυλαττομένου εἴη ἂν τὸ ἔτυμον πυροταμεῖον, κατὰ συγγένειαν τοῦ μ εἰς τὸ ν, ὡς τὸ μίν καὶ τὸ νίν· ἢ κατὰ κοινωνίαν τοῦ β πρὸς τὸ π βρυτανεῖον παρὰ τὸ βρύειν. ὅ ἐστι θάλλειν καὶ αὔξεσθαι, ἀφ᾿ οὗ καὶ τὸ ἔμβρυον τὸ ἐν τῇ γαστρὶ αὐξανόμενον. καί τε βρύει ἄνθεϊ λευκῷ, Ὅμηρος (P 56).

b. ὁ δὲ νοῦς· ὦ Ἑστία, τῆς Ῥέας παῖ, ἥτις ἔλαχες τὰ πρυτανεῖα, τοῦ ὑψίστου Διὸς ἀδελφὴ τυγχάνουσα καὶ τῆς Ἥρας τῆς ὁμοθρόνου καὶ συμβασιλευούσης τῷ Διῒ, καλῶς μὲν τὸν Ἀρισταγόραν ὑπόδεξαι εἰς τὸ πρυτανεῖον, καλῶς δὲ καὶ τοὺς ἑταίρους τοὺς συμπρυτανεύοντας αὐτῷ, τοῦ σοῦ σκήπτρου πέλας. ἐκ τούτου οὖν πρόδηλον, ὡς εἰς τὴν πρυτανείαν γράφεται. ἵδρυται δὲ ἐν τοῖς πρυτανείοις ἡ Ἑστία.

οἵ σε γεραίροντες: οἵτινές σε τιμῶντες οἱ πρυτάνεις ἐν δικαιοσύνῃ διαφυλάσσουσι τὴν Τένεδον, πολλάκις μὲν σπονδαῖς ἐξιλεούμενοι πρώτην τῶν ἄλλων θεῶν, πολλάκις δὲ καὶ ταῖς θυσίαις. πρώτην δὲ ταύτην εἶπε, καθόσον ἀπ᾿ αὐτῆς ἤρχοντο. καὶ Σοφοκλῆς (fr. 658)· ὦ πρῷρα λοιβῆς Ἑστία. ἀπὸ οὖν τῆς κνίσης, ὅ ἐστι τῆς πιμελῆς, τὰς θυσίας.

λύρα δέ σφισι βρέμεται: λύρα δὲ αὐτοῖς κατὰ τὰς πανηγύρεις ἠχεῖ καὶ ᾠδὴ, καὶ τοῦ ξενίου Διὸς θέμις ἀσκεῖται καὶ ἀποσῴζεται παρ᾿ αὐτοῖς διαπαντὸς ἐν ταῖς τραπέζαις· ἀντὶ τοῦ φιλόξενοί εἰσιν. metr. D

a. ἀλλὰ σύν δόξᾳ τέλος δυωδεκάμηνον περάσαι: εὔχεται τὴν ἀρχὴν μετὰ δόξης αὐτὸν διατελέσαι. σὺν ἀτρώτῳ καὶ ἀλύπῳ τῇ καρδίᾳ, τουτέστιν ἀπταίστῳ καὶ ἀβλαβεῖ, τήν ἐνιαυσίαν ἀρχὴν διανύσειε. δῆλον δὲ, καθὼς καὶ προείπομεν (ad inscr.), διὰ τούτων, ὅτι οὐκ ἔστιν ἐπίνικος ἡ ᾠδή.

b. ὁ δὲ νοῦς· παράσχου οὖν αὐτοῖς σὺν εὐδοξίᾳ ἐξενιαυτῆσαι τὴν πρυτανείαν σὺν ἀλύπῳ καρδίᾳ.

a. ἄνδρα δ᾿ ἐγὼ μακαρίζω μέν: τὸν δὲ ἄνδρα ἐγὼ μακαρίζω Ἀρκεσίλαν τὸν σὸν πατέρα καὶ τὸ ἐκείνου ἀνδρεῖόν τε καὶ ἐπέραστον σῶμα.

b. ἄλλως. τὸν πατέρα αὐτοῦ Ἀρκεσίλαν μακαρίζω θαητὸν ὄντα τὸ σῶμα, καὶ τὸν σύγγονον αὐτοῦ Ἀτρεμίαν· ὡς ἀδελφοῦ αὐτοῦ ὄντος Ἀτρεμίου ἢ ὡς ἀδελφῆς· ἀμφίβολον γάρ.

c. ἢ τὴν συγγενομένην αὐτῷ ἀφοβίαν.

a. εἰ δέ τις ὄλβον ἔχων: εἴ τίς ἐστι πλούσιος, φησί, καὶ καλὸς καὶ ἐν ἀέθλοις διήνεγκε τῶν ἄλλων, γινωσκέτω ὅτι θνητός ἐστι, καὶ μηκέτι παρὰ ταῦτα εὐδαιμονίαν μείζονα ζητείτω· μὴ ὡς θεὸς τῶν μειζόνων ὀρεγέσθω.

b. ἢ οὕτως· εἰ δὲ ἀνθρώπων τις εὐδαιμονίαν κεκτημένος καὶ τῷ εἴδει παρέρχεται τοὺς ἄλλους, καὶ ἐν τοῖς ἄθλοις ἀριστεύουσαν ἐφανέρωσε τὴν ἑαυτοῦ ἰσχὺν, γινωσκέτω μέλλων ἀποθνῄσκειν. ἡ δὲ τοῦ νοῦ φαντασία τοιαύτη· μὴ διὰ τὸ ὑπερβεβλημένον τῆς εὐδαιμονίας θεοῖς ἑαυτὸν καταριθμείτω, γινωσκέτω δὲ ὅτι ἀνθρωπίνην ἔχει τὴν φύσιν.

a. ἐν λόγοις δ᾿ ἀστῶν ἀγαθοῖς μέν: ἐν δὲ τῇ τῶν ἀγαθῶν γνώμῃ ἐπαινεῖσθαι τοὺς ἀγαθοὺς προσήκει, φησίν.

b. ἢ οὕτω· τοὺς τοιούτους καὶ τοιαῦτα ἠσκηκότας ἄρχοντας δεῖ ὑπὸ τῶν ἀστῶν τῶν ἀγαθῶν καὶ λόγοις ἐπαινεῖσθαι καὶ κοσμεῖσθαι ποιήμασιν.

a. ἐκ δὲ περικτιόνων ἑκκαίδεκ᾿ Ἀρισταγόραν: ὡς τῶν ἀνταγωνιστῶν τοῦ Ἀρισταγόρου τοσούτων ὄντων τῷ ἀριθμῷ.

b. ὁ δὲ νοῦς· ἐκ δὲ τῶν περιοίκων ἀνταγωνιστῶν δεκαὲξ ὄντων τὸν Ἀρισταγόραν αἱ νῖκαι καὶ τὴν τούτου πατρίδα ἐστεφάνωσαν τὴν ἐπίδοξον, πάλῃ καὶ παγκρατίῳ νικήσαντα.

ἐλπίδες δ᾿ ὀκνηρότεραι γονέων: παιδὸς δὲ ὄντος τοῦ Ἀρισταγόρου, φησίν, αἱ τῶν γονέων ἐλπίδες ὀκνηρότερον διατεθεῖσαι ἐνεπόδισαν εἴς τε τὴν Πυθῶνα καὶ τὴν Ὀλυμπίαν σταλῆναι τῶν ἄθλων εἵνεκα.

a. ναὶ μὰ γὰρ ὅρκον, ἐμὰν δόξαν: ἐνταῦθα ὄνομα οὐ πρόσκειται. ἰδίως γὰρ οἱ παλαιοὶ κατ᾿ αὐτοῦ τοῦ ὅρκου ὤμνυον, ὡς καὶ Ἡσίοδος (theog. 231)· Ὅρκον θ᾿, ὃς δὴ πλεῖστον ἐπιχθονίους ἀνθρώπους πημαίνει, ὅτε κέν τις ἑκὼν ἐπίορκον ὀμόσσῃ.

b. ἄλλως. εὐλαβείᾳ τοῦ ὀμνύειν οἱ ἀρχαῖοι παρελίμπανον τὰ ὀνόματα τῶν θεῶν. διὸ καὶ ψιλῶς εἶπε· ναὶ μὰ γὰρ ὅρκον, τὴν ἐμὴν | δόκησιν καὶ ὑπόληψιν, ἀντὶ τοῦ, ἐφ᾿ ᾧ δοξάζομαι ὅτι οὐκ εἰμὶ ἐπίορκος.

c. ὁ δὲ ὅλος νοῦς οὕτως· ναὶ μὰ γὰρ τὸν ὅρκον, κατὰ τὴν ἐμὴν | δόκησιν ἔν τε Πυθῶνι καὶ ἐν τῷ εὐδένδρῳ ὄρει τοῦ Κρόνου, ὅ ἐστι καὶ ἐν τῇ Ὁλυμπίᾳ. κάλλιον ἂν τῶν ἀνταγωνιζομένων ἐπανῆλθεν ὁ Ἀρισταγόρας τῇ πατρίδι, τὴν πενταετηρικὴν πανήγυριν, διάταξιν καὶ νόμον οὖσαν Ἡρακλέους, κωμάσας καὶ ἀναδησάμενος τὴν κόμην τοῖς στεφάνοις.

a. παρὰ Κασταλίᾳ καὶ παρ᾿ εὐδένδρῳ μολών: εὐδένδρῳ διὰ τὰ τῶν ἐλαιῶν φυτὰ ἅπερ Ἡρακλῆς ἐξ Ὑπερβορέων κομίσας ἐνεφύτευσε τῇ γῇ.

b. τὸ δὲ παρ᾿ ὄχθῳ Κρόνου, ἀντὶ τοῦ καὶ τῷ λόγῳ τῷ κατὰ τὴν Ὀλυμπίαν ἀνιερωθέντι τῷ Κρόνῳ.

ἀλλὰ βροτῶν τὸν μὲν κενεόφρονες αὖχαι: αἱ καυχήσεις. ἀλλὰ τῶν ἀνθρώπων τὸν μὲν αἱ ματαιόφρονες καυχήσεις καὶ ἀλαζονεῖαι ἐκ τῶν παρὰ πόδας καλῶν ἀποτυχεῖν παρεσκεύασαν, τῷ τῶν μειζόνων παρὰ δύναμιν καὶ τὸ προσῆκον ὀρέγεσθαι, ἕτερον δὲ ἰσχυρὸν ὄντα κατὰ φύσιν, μετριάζοντα δὲ, καταμεμφόμενον τὴν ἑαυτοῦ δύναμιν, τῶν προσόντων καλῶν ἀποσφαλῆναι πεποίηκεν ἡ ψυχὴ ἄτολμος οὖσα καὶ τῆς χειρὸς αὐτὸν εἰς τοὐπίσω ἕλκουσα, τουτέστιν ἄτολμον ποιοῦσα.

a. συμβαλεῖν λίαν εὐμαρὲς ἦν: ἐκ δὲ τῆς Ἀρισταγόρου ἀρετῆς εὐμαρὲς ἦν διαγνῶναι συμβαλόντας, ὅτι τοῦ Λακωνικοῦ Πεισάνδρου ἀπόγονος ἦν, τοῦ ποτε σὺν τῷ Ὀρέστῃ ἀποικίαν ἀπὸ τῆς Λακεδαίμονος εἰς Λέσβον στειλαμένου τὸ τῶν Αἰολέων γένος· τὸ δὲ δεῦρο ὡς πρὸς τὴν Τένεδον τὴν τῆς Λέσβου· ἦν δὲ συμβαλεῖν καὶ τὸ μητρῷον αὐτοῦ γένος περὶ τὰ Ἰσμηνοῦ ῥεύματα κεκραμένον τῷ Θηβαίῳ Μελανίππῳ.

b. ἢ οὕτω· συμβαλεῖν λίαν εὐμαρὲς ἦν καὶ σημειώσασθαι τὸν ἰδόντα τὸν Ἀρισταγόραν, ὅτι τὸ πάλαι αὐτοῦ αἷμα καὶ τὸ γένος ἦν ἀπὸ Πεισάνδρου τοῦ Σπαρτιάτου· ὡς ἀπό τινος Πεισάνδρου τῶν παλαιῶν ὄντος τοῦ Ἀρισταγόρου. οὗτος δέ, φησί, σὺν Ὀρέστῃ ἀπῴκησεν ἐκ Σπάρτης καὶ τὴν Τένεδον κατῴκησε. Τενέδιος γὰρ ὁ Ἀρισταγόρας. περὶ δὲ τῆς Ὀρέστου εἰς τὴν Αἰολίδα ἀποικίας Ἑλλάνικος ἐν α΄ Αἰολικῶν ἱστόρηκεν (FHG I O M, I 117 J). ὁ δὲ Μελάνιππος οὗτος Θηβαῖος ἦν ἐπὶ τοῦ πολέμου συστὰς τῷ Τυδεῖ. τούτου δοκεῖ διὰ τὴν ὀργὴν λαβὼν ὁ Τυδεὺς τὴν κεφαλὴν καὶ ῥήξας ἐκροφῆσαι τὸν ἐγκέφαλον· διὸ καὶ ἀπεστράφη ἡ Ἀθηνᾶ τότε κομίζουσα αὐτῷ τὴν ἀθανασίαν. τὸ μὲν οὖν ἀπὸ πατρὸς γένος εἰς Πείσανδρον, τὸ δὲ ἀπὸ μητρὸς εἰς τοῦτον τὸν Μελάνιππον· μήτρωες γὰρ [οὗτοι] οἱ κατὰ μητέρα πρόγονοι.

a. ἀρχαῖαι δ᾿ ἀρεταί: αἱ ἀρχαῖαι τῶν προγόνων, φησίν, ἀρεταὶ ὕστερον ἐκλάμπουσιν. ἐνίοτε γάρ τις γέγονεν ἀπὸ πρακτικοῦ τινος ἀνδρὸς, εἶθ᾿ οἱ ἐκείνου ἀπόγονοι ἄπρακτοι ὤφθησαν, ἕως διὰ πολλῶν ἐτῶν πάλιν εἷς ἐξέλαμψεν. οὗτος οὖν, φησίν, ἀπὸ Μελανίππου γεγονὼς καὶ Πεισάνδρου δραστηρίων γεγονότων, τῶν δὲ μεταξὺ ἠμαυρωμένων, αὐτὸς ἐξέλαμψε τῶν ἐκείνων ἀρετῶν, αὐτὸς ἐφ᾿ ἑαυτοῦ ἔδειξε τὸ γένος οἷον ἦν.

b. ἣ οὕτως· αἱ δὲ παλαιαὶ ἀρεταὶ ἀποφέρονται σθένος ἐναλλασσόμεναι ταῖς τῶν ἀνθρώπων γενεαῖς. οὔτε γὰρ ἐφεξῆς αἱ ἄρουραι καρπὸν δυνατῶς ἀποδιδόασιν, οὔτε μὴν τὰ φυτὰ βούλεται ἐν πάσαις ἐτῶν περιόδοις καρπὸν καὶ βλαστὸν εὐώδη καὶ ἐπικερδῆ φέρειν, ἀλλ᾿ ἐξ ὑπαλλαγῆς καὶ διαστήματος ταῦτα δίδοται, καὶ τὸ τῶν ἀνθρώπων γένος τὸν αὐτὸν τρόπον τοῖς φυτοῖς καὶ ταῖς ἀρούραις ἀναδέχεται.

τὸ δ᾿ ἐκ Διὸς ἀνθρώποις σαφὲς οὐχ ἕπεται τέκμαρ: τὸ ἀποβησόμενον τέλος ἐκ τοῦ Διός, φησίν, οὐ προγινώσκομεν οἱ ἄνθρωποι, ἀλλὰ μεγαληγοροῦμεν μεγάλα τε μενοινῶντες καὶ φροντίζοντες ὑπὲρ ἑαυτούς. τείνει δὲ πρὸς Ἀρισταγόραν, ἐπειδὴ τότε ἦρχε καὶ ἐπρυτάνευε, παραινῶν αὐτῷ μὴ ὑπερηφανεύεσθαι, ἀλλὰ μετρίως βιοῦν, πράως δὲ καὶ ἐν ἀρετῇ διάγειν.

a. δέδεται γὰρ ἀναιδεῖ ἐλπίδι γυῖα: τουτέστιν ἐμπέφυκεν ἡμῖν ἐλπὶς, ἄποθεν . . . ἀναιδῆ δὲ τὴν ἐλπίδα εἶπεν, ὅτι οἱ πολλοὶ ἡμῶν ἀδύνατα ἐλπίζουσιν.

b. ἢ ἀναιδῆ τὴν ἐλπίδα εἴρηκε διὰ τὸ πολλάκις τοὺς ἐλπίζοντας ἀποτυγχάνειν καὶ πάλιν ἐλπίζειν.

c. ἢ οὕτω· συνδέδεται δὲ τὰ ἡμέτερα σώματα ἀναιδεστάτῃ ἐλπίδι, τὸ δὲ προβουλεύεσθαι καὶ μανθάνειν μακρὰν ἡμῶν ἀπῴκισται.

d. ἤτοι τῆς δὲ προγνώσεως αἱ ὁδοὶ ἄποθεν ἡμῶν κεῖνται, ἀντὶ τοῦ οὐ δυνάμεθα ἄνθρωποι ὄντες τὰ μέλλοντα προγινώσκειν.

a. κερδέων δὲ χρὴ μέτρον θηρευέμεν: οὐ δεῖ, φησί, ζητεῖν ὠφελείας ὑπερμέτρους οὐδὲ κερδαίνειν τὰ ὑπὲρ ἡμᾶς. ἀπροσίκτων δὲ ἀντὶ τοῦ ἀμηχάνων, ὧν οὐκ ἔστι θιγεῖν. τῶν γὰρ ἐρώτων σκληραί εἰσιν αἱ μανίαι καὶ σύντονοι αἱ ἐπιθυμίαι.

b. τῶν οὖν ἀμηχάνων ἐρώτων, φησίν, αἱ ἐπιθυμίαι ξυτέρας ἔχουσι τὰς μανίας. πρὸς τί δὲ τοῦτο λέγει; ἀντὶ τοῦ εἰπεῖν· ὦ Ἀρισταγόρα, πρὸς οἷς ἔσχηκας καὶ ἔλαβες δεκαὲξ τεφάνοις πλουτεῖς, ἄρχεις, πρυτανεύεις· ἀρκοῦ τούτοις, μηκέτι πὲρ ταῦτα ζήτει. τέλος. Πινδάρου ἐπίνικοι Νεμεονίκαις.