Scholia in Pindarum Isthmian Odes Pindar Scholia A. B. Drachmann Google Digital Humanities Awards Program Gregory Crane Digital Divide Data Corrected and encoded the text Gregory Crane Editor-in-Chief, Perseus Digital Library Matt Munson Project Manager (University of Leipzig) Annette Gessner Project Assistant (University of Leipzig) Thibault Clérice Lead Developer (University of Leipzig) Bruce Robertson Technical Advisor Patrick Callahan Digital Editor Trustees of Tufts University Medford, MA Perseus Project Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License Scholia Pindar Scholia in Nemeonicas et Isthmionicas. A. B. Drachmann Leipzig B.G. Teubneri 1927 Scholia vetera in Pindari carmina 3 InternetArchive

text encoded in accordance with the latest EpiDoc standards

Greek Latin 1.) Removed extraneous page number notes. 2.) Removed extra returns 3.) Made consistent paragraph tags to all scholia (a., b., etc.) 4.) Moved MS notations from OCR position to where Drachmann intended to be read in text 5.) few line breaks should have been paragraph and vice versa 6.) caught incorrect line #s 7.) added some elements in Drachmann that were missing in scan 1.) Made spacing consistent with style adopted in tlg5034.tlg001b and tlg5034.tlg001c 2.) fixed some line breaks 3.) caught stray paragraphs that I missed on the first edit
Ὑπόθεσις Ἰσθμίων.

a. Ἐτελοῦντο μὲν οἱ παλαιοὶ πάντες ἀγῶνες ἐπί τισι τετελευτηκόσιν. ἐτελεῖτο γὰρ ὁ μὲν Ὀλυμπικὸς τῷ Διΐ διὰ τὸν Πέλοπα, ὁ δὲ Πυθικὸς τῷ Ἀπόλλωνι διὰ τὸν δράκοντα, ὃν ἀπέκτεινεν ἐν Πυθοῖ, ὁ δὲ Ἰσθμικὸς τῷ Ποσειδῶνι. ἔστι δὲ ἡ ἱστορία αὕτη. Ἰνοῦς καὶ Ἀθάμαντος παῖδες Λέαρχος καὶ Μελικέρτης· τὸν μὲν δὴ Λέαρχον μανεὶς ὁ Ἀθάμας ἀπέκτεινεν, εἶτα ἡ μήτηρ αὐτοῦ καθῆκεν αὐτὸν εἰς λέβητα ὕδατος ζεστοῦ, μανεῖσα δὲ καὶ αὐτὴ τὸ τελευταῖον ἥλατο μετὰ τοῦ Μελικέρτου εἰς θάλασσαν, καὶ ἐγένετο μὲν ἡ Ἰνὼ μία τῶν Νηρεΐδων, ἧς καὶ ὁ ποιητὴς μέμνηται (ε 433)· ἔστι δὲ αὕτη Λευκοθέα· ὁ δὲ Μελικέρτης μετεβλήθη εἰς δαίμονα· ἔστι δὲ οὗτος Παλαίμων. χορεύουσαι τοίνυν ποτὲ αἱ Νηρεΐδες ἐπεφάνησαν τῷ Σισύφῳ καὶ ἐκέλευσαν εἰς τιμὴν τοῦ Μελικέρτου ἄγειν τὰ Ἴσθμια.

b. ἄλλως. τὸν τῶν Ἰσθμίων ἀγῶνα οἱ μὲν ἐπὶ Σίνιδι τῷ Προκρούστῃ διαθεῖναί φασι τὸν Θησέα ἀνελόντα αὐτὸν, ὅτε περ καὶ τοὺς ἄλλους, ὥς φησι Σοφοκλῆς (fr. 819) λέγων περὶ αὐτοῦ· ὃς παρακτίαν στείχων ἀνημέρωσα κνωδάλων ὁδόν. ὁ δὲ Σίνις Ποσειδῶνος παῖς, ὃς δένδρα κάμπτων, εἶτα συνδεσμῶν εἰς ταῦτα τοὺς παριόντας, ἀθρόως ἀφιεὶς τὰ δένδρα, οὕτω διέφθειρεν. οἱ δὲ ἐπὶ Μελικέρτῃ, ὅτε τῷ Ἰσθμῷ ἄταφος προσεπελάσθη, καὶ μεταξὺ λιμοῦ τὴν Κορινθίων πόλιν κατασχόντος, τοῦ θεοῦ εἰπόντος οὐκ ἄλλην ἔσεσθαι τῶν κακῶν λύσιν ἢ τὴν ἐκείνου κηδείαν καὶ τιμὴν δι᾿ ἀγῶνος ἐπιταφίου· τοῦτο δὲ πρὸς ὀλίγον ποιησάντων τῶν Κορινθίων λιμὸς πάλιν ἐπέθετο, καὶ ἔχρησεν ὁ θεὸς αἰώνιον τὴν εἰς τὸν ἥρωα τιμὴν ὑπάρχειν, καὶ στέφανον σελίνου διὰ τὸ καταχθόνιον εἶναι τὸ φυτόν· ὕστερον μέντοι καὶ τῷ θεῷ προσένειμαν τὸν ἀγῶνα ἐναλλὰξ ἐπιτελοῦντες, καὶ πίτυϊ λοιπὸν ἐστεφάνουν διὰ τὴν πρὸς τὴν θάλασσαν ὁμοειδίαν τοῦ φυτοῦ καὶ διὰ τὸ ἄκαρπον αὐτὴν εἶναι. ὥσπερ τὴν θάλασσαν· διὸ καὶ ἀτρύγετος· εἶτα σημαίνοντες, ὡς οὐδὲν κέρδος τοῖς νικῶσιν ἀπὸ τοῦ στεφάνου πλὴν δόξης, ὅπερ καὶ ἐν Ὀλυμπία ἐποίησαν, κοτίνῳ στεφανοῦντες. πάντας δὲ εἰκότως τοὺς γενομένους ὑπερηφάνους καὶ γενναίους Ποσειδῶνος παῖδάς φασιν οἱ ποιηταὶ, εἰς τὸ τῆς θαλάσσης ἄγριον καὶ οὐ σταθερὸν ἀφορῶντες κἀκεῖθεν τὴν εἰκόνα τοῦ τοιούτου λαμβάνοντες· ὅπερ καὶ Ὅμηρος ὑποδηλῶν λέγει (Π 34)· γλαυκὴ δέ σ᾿ ἔτικτε θάλασσα πέτραι τ᾿ἠλίβατοι, ὅτι τοι νόος ἐστὶν ἀπηνής. οἱ δὲ κομίσαντες τὸ σῶμα τοῦ Μελικέρτου ἀπὸ τὴς Σχοινουντίας. ἐκεῖ γὰρ ἐξερρίφη, Ἀμφίμαχος καὶ Δονακῖνος ἐκαλοῦντο.

c. ἄλλως. τὸν τῶν Ἰσθμιονικῶν ἀγῶνα τεθῆναί φασι δι᾿ αἰτίαν τοιαύτην. Ἰνὼ ὑπὸ Ἀθάμαντος ἀναιρεθῆναι μέλλουσα, κατὰ μανίαν προανῃρημένου τοῦ υἱοῦ αὐτῆς Λεάρχου, καὶ αὐτὴ μανεῖσα, τὸν λοιπὸν παῖδα Μελικέρτην ἁρπάσασα διὰ Γερανείας τοῦ ὄρους τοῦ Μεγαρικοῦ φυγοῦσα καὶ στᾶσα ἐπὶ τῆς καλουμένης Μολουρίδος πέτρας ἥλατο σὺν τῷ βρέφει εἰς τὴν ὑποκειμένην θάλασσαν. αὐτοὺς μὲν οὖν λόγος ἔχει ἀποτεθεῶσθαι, καὶ τὴν μὲν μετωνομάσθαι ἀντὶ Ἰνοῦς Λευκοθέαν, τὸν δὲ ἀντὶ Μελικέρτου Παλαίμονα· τὸ δὲ τοῦ παιδὸς σῶμα ἐκκομισθὲν ὑπὸ δελφῖνος εἰς τὸν Ἰσθμὸν εὗρε Σίσυφος ὁ τότε τῆς Κορίνθου βασιλεύων καὶ ἔθαψε διὰ τὴν συγγένειαν· ἦν γὰρ Ἀθάμαντος παῖς. ἕτεροι δὲ Σίσυφός τε καὶ Ἀθάμας Αἰόλου παῖδες τοῦ Διός. ἐκάλεσαν δὲ τὸν ἀγῶνα Ἴσθμια ἀπὸ τοῦ διείργοντος τὰς δύο θαλάσσας Ἰσθμοῦ. στέφος δέ ἐστι τοῦ ἀγῶνος πίτυς· τὸ δὲ ἀνέκαθεν σέλινα καὶ αὐτοῦ ἦν ὁ στέφανος.

d. ἄλλως. τὰ Ἴσθμια ἄγεται τῷ Μελικέρτῃ. Ἀθάμαντος μανέντος διὰ χόλον τῆς Ἥρας καὶ σφάξαντος ἕνα τῶν παίδων τὸν Λέαρχον, μέλλοντος δὲ ἅμα εἰς ζέοντα λέβητα βαλεῖν καὶ τὸν Μελικέρτην, προλαβοῦσα ἡ Ἰνὼ κλέπτει· διωκομένη δὲ ἅλλεται εἰς θάλασσαν μετὰ τοῦ παιδός· Νηρεΐδες δὲ αὐτὴν ἔσωσαν, αἵ καὶ θεὸν αὐτὴν ἐποίησαν· φανεῖσα δὲ μία τῷ Σισύφῳ εἶπεν ἄγειν τὸν ἀγῶνα. ἐσιωπήθη δὲ πρὸς χρόνον διὰ τοὺς λῃστάς, Θησεὺς δὲ ἐλθὼν ἐκάθηρε τοὺς τόπους καὶ ἦγε δεύτερον.

Scholia in Isthmionicarum carmen I.

Τῆς πρώτης ᾠδῆς τῶν Ἰσθμίων ἡ στροφὴ καὶ ἀντίστροφος κώλων ἑπτά. τὸ α΄ ἐγκωμιολογικόν. τὸ β΄ ἐγκωμιολογικὸν παρὰ τὴν τελευταίαν συλλαβήν. τὸ γ΄ἰαμβέλεγος τὴν τελευταίαν συλλαβὴν μετατιθεὶς ἐπὶ τὴν ἄρχουσαν. γεγένηται δὲ καὶ παρὰ τὸ Σαπφικὸν, συστεῖλαν τὴν παρατέλευτον, πλεονάσαν μιᾷ συλλαβῇ. τὸ δ΄ ὅμοιον τῷ β΄. τὸ ε΄ προσοδιακόν. τὸ ς΄ Πινδαρικὸν ἐκ Σαπφικοῦ πλεονάσαν χοριάμβῳ καὶ συστεῖλαν τὴν παρατέλευτον. τὸ ζ΄ Εὐριπίδειον.

ἡ ἐπῳδὸς κώλων ἕνδεκα. τὸ α΄ ἰαμβέλεγος, ἢ πεντάμετρον καταληκτικὸν δακτυλικόν. τὸ β΄ ἰαμβικὸν μονόμετρον καταληκτικὸν δύο συλλαβαῖς. τὸ γ΄ δακτυλικὸν τρίμετρον ἀκατάληκτον. τὸ δ΄ δακτυλικὸν τετράμετρον βουκολικόν. τὸ ε΄ δακτυλικὸν πενθημιμερές. τὸ ς΄ τροχαϊκὸν ἢ ἐπίτριτος. τὸ ζ΄ ἰαμβέλεγος. τὸ η΄ ἰαμβικὸν πενθημιμερές. τὸ θ΄ ὅμοιον τῷ (Archil. fr. 94,2) τίς σὰς παρήειρε φρένας. τὸ ι΄ προσοδιακὸν ἑνδεκάσημον ἐνδέον συλλαβῇ τοῦ Ἀρχιλοχείου ἢ τοῦ (Archil. fr. 79) Ἐρασμονίδη Χαρίλαε. τὸ ια΄ Στησιχόρειον.

Inscr.a. Γέφραφε τὴν ᾠδὴν Ἡροδότῳ τῷ Θηβαίῳ, τινὲς δὲ Ὀρχομενίῳ. βέλτιον δὲ Θηβαίῳ ἐπιγεγράφθαι· καὶ γὰρ ταῖς Θήβαις προσδιαλέγεται. καὶ ἑξῆς (10) δέ φησιν· ἐπεὶ στεφάνους ἓξ ὤπασε Κάδμου στρατῷ, τουτέστι τοῖς Θηβαίοις. καὶ πάλιν περὶ αὐτοῦ λέγων φησί (66)· τιμὰν ἑπταπύλοις Θήβαισι τεύχοντα. τὸ δὲ ἐξαπατῆσαν τοὺς γράφοντας Ὀρχομενίῳ ἐστὶ τὸ Ὀρχομενοῖο πατρῴαν ἄρουραν (35). πρὸς ὅ φησιν ὁ Δίδυμος, ὅτι εἰκός ἐστι τὸν πατέρα Ἡροδότου Ἀσωπόδωρον διά τινας πολιτικὰς στάσεις εἰς τὸν Ὀρχομενὸν μεταστάντα ὕστερόν τε εἰς Θήβας κατελθόντα ἐπίτιμον γενέσθαι. τοῦτο γοῦν καὶ τὸν Πίνδαρον αἰνιττόμενον φάναι (36)· ἅ νιν ἐρειδόμενον ναυαγίαις ἐξ ἀμετρήτας ἁλὸς ἐν κρυοέσσᾳ δέξατο συντυχίᾳ. ναυαγίαν γὰρ εἶπε τὴν ἐκ τῆς πατρίδος εἰς τὸν Ὀρχομενὸν φυγήν.

b. ἄλλως. οἱ Κεῖοι Δηλιακὸν παιᾶνα ἠξίουν τὸν ποιητὴν γράψαι. ἀρξαμένου οὖν γράφειν ἐκείνοις ἐπῆλθεν ἡ νίκη Ἡροδότου Θηβαίου πολίτου, εἰς ὃν προέκρινε μᾶλλον σκέψασθαι, ἀναβαλλόμενος τὸ τοῦ θεοῦ καὶ τῶν Κείων. διὸ καὶ τὴν εἰσβολὴν πεποίηται τοῦ ἐπινίκου ὁ Πίνδαρος, συγγνῶναι παρακαλῶν τὴν Δῆλον αὐτῷ προυργιαίτερον θεμένῳ τὴν πατρίδα τὰς Θήβας, διὰ τὸ Ἡροδότῳ βούλεσθαι τὸν ἐπίνικον συντάξαι Θηβαίω ὄντι. μέλλοντος γὰρ Κείοις γράφειν προσοδιακὸν παιᾶνα καὶ ὑπογύου ὄντος τοῦ χρόνου, καθ᾿ ὃν ἔδει συντετελέσθαι τὸ ποίημα τὸ Δηλιακὸν, ἔτι περὶ τὴν γραφὴν ἀσχολούμενος μεταξὺ Ἡροδ του Θηβαίου ὄντος καὶ νικήσαντος τὰ Ἴσθμια, ἐάσας ἀσυμπέραστον τὸ εἰς Δῆλον ποίημα συντάττει τῷ Ἡροδότῳ τὸν ἐπίνικον. τὰ δὲ Ἴσθμια διὰ τριετηρίδος ἄγεται.

a. Μᾶτερ ἐμά: παρόσον καὶ ὁ Πίνδαρος Θηβαῖος. τοῦτο γὰρ τὸ πρὸς τὸν Ἡρόδοτον δίκαιον καθίστησι τὸν λόγον πρὸς τὴν Θήβην καὶ τῶν ἐν χερσὶν ἀφέμενον παρέθηξε καὶ τῆς τοῦ ἐπινίκου γραφῆς φροντίσαι. ἐν ταὐτῷ δὲ καὶ πρὸς τὴν πατρίδα καὶ πρὸς τὴν ἡρωΐδα, ἀφ᾿ ἧς ἡ πόλις καλεῖται, τοὺς λόγους ποιεῖται· ἡ γὰρ χρύσασπις ἐπὶ τῆς ἡρωίδος, ἣν Ἀσωποῦ καὶ Μετώπης τῆς Λάδωνός φασιν.

b. ὁ δὲ νοῦς· ὦ Θήβη ἐμὴ μῆτερ, τὸ σὸν πρᾶγμα κα πάσης ἀσχολίας κρεῖσσον προτίθημι καὶ κρίνω μηδαμῶς μοι ἡ τραχεῖα καὶ πετρώδης Δῆλος νεμεσήσειεν, ἐφ᾿ ᾗ νῦν πᾶς ἔγκειμαι. τί βέλτιον ἢ προσφιλέστερον τοῖς ἀγαθοῖς τῆς ἑαυτῶν πατρίδος; φησί. τὸ γὰρ κεδνῶν τοκέων ἀντὶ τοῦ τῆς πατρίδος.

c. χρύσασπι: ἀντὶ τοῦ τιμία κατὰ τὰ ὅπλα· ἐκ δὲ τούτου, ὦ γενναίους ἔχουσα ἄνδρας.

κραναά: τραχεῖα καὶ πετρώδης ἡ νῆσος· ἔστι δὲ μία τῶν Κυκλάδων κατὰ τὸ Αἰγαῖον πέλαγος. ἐκ τούτου δῆλον, ὅτι εἰς Δῆλον ἔγραφε Κείοις, ὥστε καὶ ὑποβαίνων φησίν (8) ἐν Κέῳ ἀμφιρύτῳ.

ἐν ᾇ κέχυμαι: τουτέστιν ἐφ᾿ ᾗ νῦν τῇ Δήλῳ τὴν σπουδὴν εἶχον τῆς γραφῆς.

a. εἶξον, ὦ ᾿πολλωνιάς· ἀμφοτέρων τοι χαρίτων σὺν θεοῖς: δύο χαρίτων· μιᾶς μὲν, ὅτι αὐτῇ τὸ ἀσυμπέραστον γράφει ποίημα, δευτέρας δὲ, ὅτι πεισθεῖσα ὑπεχώρησε τῷ νῦν τοῦ Ἡροδότου ἐγκωμίῳ.

b. τὸ δὲ ἑξῆς· ὑποχώρησον, ὦ τῷ Ἀπόλλωνι τετιμημένη Δῆλε· ὅτι κατ᾿ αὐτὴν ἐγένετο ὁ θεός δύο γὰρ χαρίτων ἕνεκεν συμπραττόντων τῶν θεῶν παρασκευάσω σοι ὕμνον.

c. ἔνιοι δὲ οὕτως· ἀμφοτέρων τῶν χαρίτων τὸ τέλος συζεύξω, καθ᾿ ἥν τε σοὶ χαριστέον ἐστὶ καὶ καθ᾿ ἣν τῇ πατρίδι. οἱονεὶ ἀμφότερα ποιήσω, καὶ τὸν Ἀπόλλωνα ἐν ᾧ δεῖ καιρῷ ὑμνήσω καὶ τὸν ἐπίνικον πληρώσω.

d. τὸ δὲ χορεύων ἀντὶ τοῦ μετὰ χοροῦ ὑμνῶν, ἐπεὶ οἱ χοροὶ ἀπαγγέλλουσι τὰ ποιήματα ἐν Δήλῳ εἰς τὸν Ἀπόλλωνα. πῶς οὖν τὸ Δηλιακὸν ποίημά φησιν ᾄδειν ἐν Κέῳ; μήποτε οὖν προαναλαμβάνοντες ἐν ταῖς πατρίσιν οἱ χορευταὶ ἐμελέτων τὰς ᾠδὰς καὶ οὕτως ἀπήεσαν;

e. ἀπὸ οὖν τοῦ παρακολουθοῦντος τοῖς ὕμνοις τοῦτό φησιν ἀντὶ τοῦ ὑμνῶν, ὅτι μετὰ χορείας ἐλέγοντο οἱ ὕμνοι.

a. ἐν Κέῳ ἀμφιρύτᾳ σὺν ποντίοις ἀνδράσιν: σὺν τοῖς κατὰ τὴν Κέω φησί. ποντίους δὲ αὐτοὺς ἔφη ὡς νησιώτας.

b. τὸ δὲ ἑξῆς· καὶ τὸν ἄτμητον τὰς κόμας Ἀπόλλωνα ὑμνῶν ἐν τῇ Κέῳ τῇ ἑκατέρωθεν περιρρεομένῃ θαλάσσῃ σὺν τοῖς νησιώταις ἀν ράσι, καὶ τὴν προβεβλημένην καὶ ὑπὸ θαλάσσης περιοριζομένην τοῦ Ἰσθμοῦ ἐξοχήν. ἵν᾿ ᾖ ὅλον· ὅτι ὑμνήσω καὶ τὴν Κέω καὶ σὲ, ὦ Δῆλε, καὶ τὸν Ἰσθμόν. καὶ ὕστερον σοὶ πάλιν τὸν ἐπίνικον ἀποδώσω.

a. στεφάνους ἕξ: καταχρηστικώτερον ἀπὸ τῶν πλειόνων.

b. ἄλλως. ἤτοι ἀριθμητικῶς ἓξ ἢ καταχρηστικώτερον ἐπὶ πολλῶν.

c. ἐπεὶ στεφάνους ἓξ ὤπασε Κάδμου στρατῷ: διαπορεῖται τίς ἐνεχείρισε τῷ Κάδμου στρατῷ, τουτέστι ταῖς Θήβαις, τοὺς στεφάνους. ἔνιοι μὲν οὖν τὸν Ἰσθμὸν ἀκούουσιν, ὡς ἑξάκις νενικηκότων τῶν Θηβαίων τὰ Ἴσθμια· ἔνιοι δὲ αὐτὸν τὸν Ἡρόδοτον· τοῦτον γὰρ ἑξάκις Ἴσθμια νενικηκέναι Θηβαῖον ὄντα τούτων δὲ οὐδέτερον ἐν ταῖς Ἰσθμιακαῖς ἀναγραφαῖς ὡμολόγηται· δι᾿ ἣν αἰτίαν οἱ Ἀριστάρχειοι ψιλοῦντες καὶ ἐπὶ τοῦ νικηφόρου ἐκλαμβάνοντες τὸν λόγον, περισσὴν εἶναί φασι τὴν ἔξ πρόθεσιν ποιητικῇ συνηθείᾳ· τὸ γὰρ ὅλον εἶναι· ἐπεὶ ὤπασεν, ὅ ἐστι περιεποίησεν· ἄλλως τε οὐκ ἀναγκαῖον ἀριθμὸν κεῖσθαι· πολλῷ γὰρ μᾶλλον κυδαίνεσθαι τὸν νενικηκότα. Ἀριστόδημος δὲ ὁ Ἀλεξανδρεὺς δασύνων καὶ διαιρῶν τὸ μὲν ἕξ ἐπὶ τοῦ Ἡροδότου ἀκούει, τὸ δὲ ὤπασεν ἐπὶ τοῦ Ἀπόλλωνος· προστάτης γὰρ τῶν ἀγώνων ὁ θεός. ἓξ οὖν προνοίᾳ φησὶ τοῦ θεοῦ νενικηκέναι τὸν Ἡρόδοτον, οὐκ Ἰσθμικοὺς ἀγῶνας, ἀλλὰ συμμίκτους, οὓς καὶ αὐτὸν ἐπιλέγειν Πίνδαρον (55), ἐν μὲν Θήβαις Ἰόλεια ἢ Ἡράκλεια, ἐν δὲ Ὀρχομενῷ Μινύεια, ἐν δὲ Εὐβοίᾳ Βασίλεια, ἐν δὲ Θεσσαλίᾳ Πρωτεσίλεια, καὶ ἐν Ἰσθμῷ νῦν, καὶ ἄλλους δὲ περιχωρίους, οὓς διὰ μακρῶν παρῆλθεν ὁ Πίνδαρος.

ἐν ᾇ: ἐν ᾗ, τῇ Θήβῃ, καὶ καιριωτάτην ἑαυτῷ τῶν πατρίων εἰσβολὴν παρέσχετο.

a. θρασεῖαι: συλληπτικὸς ὁ τρόπος· εἷς γὰρ ἦν ὁ Γηρυόνου κύων. Ἡσίοδος εἶπεν (theog. 309) Ὄρθον μὲν πρῶτον.

b. εἰς τὸ αὐτό. ἔθος τῷ Πινδάρῳ πρὸς τὸ ἑαυτοῦ συμφέρον καὶ τὰς ἱστορίας βιάζεσθαι· ἑνὸς γὰρ ὄντος τοῦ Γηρυόνου κυνὸς, ὥς γε καὶ Ἡσίοδος μαρτυρεῖ (theog. 293)· Ὄρθον τε κτείνας καὶ βουκόλον Εὐρυτίωνα, αὐτὸς τῷ πληθυντικῷ καταχρησάμενος κύνες φησί. καὶ μήποτε ἀνάξιον Ἡρακλέους ἡγήσατο πρὸς ἆθλον καὶ κατόρθωμα τοῦ ἥρωος ἀντιπαρατάξαι τὸν κύνα;

a. ἀλλ᾿ ἐγὼ Ἡροδότῳ τεύχων: ἀλλ᾿ ἐγὼ τῷ Ἡροδότῳ κατασκευάζων τὸ μὲν ὕμνον, ὅτι τεθρίππῳ αὐτὸς ἀγωνισάμενος δι᾿ ἑαυτοῦ ἐνίκησε· τὸ δὲ, ὅτι καὶ ἱπποτρόφησεν, αὐτὸν βούλομαι ἐφαρμόσαι ἢ Κάστορος ἢ Ἰολάου ὕμνῳ.

b. ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· τὸν Ἡρόδοτον ἱπποτροφήσαντα καὶ δι᾿ ἑαυτοῦ ἀγωνισάμενον καὶ νενικηκότα ὁμοίως Κάστορι καὶ Ἰολάῳ ἀνυμνήσαιμι. διὰ τούτων δὲ συνίστησιν, ὅτι αὐτὸς ἡνιόχησεν ὁ Ἡρόδοτος κατὰ τὸν ἀγῶνα.

c. ὁ δὲ λόγος· ἐγὼ δὲ τὸ μέλος τῷ Ἡροδότῳ τεύχων τὸ μέν τι, καθόσον ἐνίκησε, τὸ δέ τι, καθὸ αὐτὸς ἡνιόχησε.

d. τὸ μὲν ἄρματι τεθρίππῳ: ὅτι αὐτὸς ἱπποτρόφησε καὶ ἤλασεν.

ἁνία τ᾿ ἀλλοτρίαις οὐ χερσὶ νωμάσαντ᾿ ἐθέλω: ἐλλείπει διὰ τὸ νωμᾶσθαι.

ἢ Καστορείῳ: ἢ Κάστορος ἱππικοῦ ὄντος, ἢ Ἰολάου. Ἰόλαος δὲ ἦν Ἡρακλέους ἡνίοχος· ἀλλ᾿ εὑρήματα Πινδάρου ἐν Ὑπορχήμασιν (fr. 114), ὡς εὕρημα Κάστορος, ὡς αὐτὸς λέγει.

κεῖνοι γάρ: εἰ καὶ μὴ ἡ ἱστορία συγχωρεῖ, ἀλλ᾿ οὖν γε αὐτὸς σχηματίζει τὸν λόγον. ὅταν γὰρ λέγῃ, κεῖνοι γὰρ ἡρώων διφρηλάται, τὴν αἰτίαν αὐτὸς ἐπιφέρει· ἐπεὶ οὗτοι οἱ ἥρωες διέπρεψαν ἐπὶ ἱππικῇ αὐτοὶ ἡνιοχοῦντες. ἰδίως δὲ ὁ λόγος κατὰ τοῦ Ἰολάου εὑρεθήσεται τοῦ Ἡρακλέους ἡνιόχου, κατὰ δὲ τοῦ Κάστορος οὐκέτι· ἀλλὰ τὸ χωρὶς συμβεβηκὸς τῷ Κάστορι καὶ Ἰολάῳ κατ᾿ ἀμφοτέρων κοινῶς εἴρηκε· Λακεδαιμόνιος μὲν γὰρ ὁ Κάστωρ, Θηβαῖος δὲ ὁ Ἰόλαος. καλλίων δέ ἐστιν αὕτη ἡ ἐκδοχὴ, ἵνα ἐπαμφοτερίζοντα τὸν λόγον νοήσωμεν· ἐκεῖνοι γὰρ, Κάστωρ τε καὶ Ἰόλαος, ὑπὲρ πάντας τοὺς ἥρωας ἄριστοι γεγόνασιν.

a. ἔν τ᾿ ἀέθλοισι θίγον πλείστων ἀγώνων: κατὰ τὸ ἐναντίον ἀποδέδωκεν. οὐδεὶς γὰρ ἐν ἄθλοις ἀγώνων τυγχάνει, ἀλλ᾿ ἐν ἀγῶσι τῶν ἄθλων. ἀρχαιοπρεπὴς οὖν καὶ ποιητικώτατος ὁ λόγος, ὥς γε κἀκ τῶν Ὁμηρικῶν δῆλον (Δ 535)· ὁ δὲ χασσάμενος πελεμίχθη· ἔστι γὰρ πελεμιχθεὶς ἀνεχώρησεν.

b. ἄλλως. ἀντὶ τοῦ καὶ ἐν τοῖς ἀγῶσι πλείστων ἔψαυσαν ἄθλων, καὶ τοῖς τρίποσι καὶ λέβησι καὶ ταῖς χρυσαῖς φιάλαις, ἃ ἦν ἔπαθλα τῶν ἀγώνων, τὸν ἑαυτῶν ἐκόσμησαν οἶκον, τῶν τῆς νίκης στεφάνων μεταλαβόντες.

a. λάμπει δὲ σαφὴς ἀρετά: ἀντὶ τοῦ σαφῶς ἐπιρρηματικῶς.

b. τὸ δὲ ἑξῆς· λάμπει δὲ σαφῶς ἡ ἀρετὴ ἔν τε γυμνικοῖς σταδίοις καὶ ἐν τοῖς τῶν ὁπλιτῶν δρόμοις, ὡς πᾶν ἀγώνισμα τούτων ἀγωνισαμένων. ἐπισυλληπτικῷ δὲ κέχρηται τῷ σχήματι· ἐν γὰρ τῷ ἐπὶ Πελίᾳ ἀγῶνι ὁ Ἰόλαος τὸν ὁπλίτην νικᾷ, ὃ κοινὸν ἐπ᾿ ἀμφοτέρων ἔθηκεν· ὁ δὲ Κάστωρ τὰ δευτερεῖα ἔλαβε δισκεύων καὶ ἀκοντίζων· καὶ τοῦτο κοινὸν ἔταξε.

c. τὸ δὲ οἷα θαυμαστικῶς· ὁποῖοι γὰρ ἦσαν ἀκοντίζοντες τὰ δόρατα.

[καὶ λιθίνοις ὁπότε δίσκοις ἵεν]: ἃς ἀποτομάδας καλοῦσι, παρόσον οἱ ἀρχαῖοι τοῖς νικῶσιν ἀκοντίῳ τοσοῦτον ἀπετέμνοντο τῆς γῆς ἔπαθλον, ὅσον ὁ νικηφόρος ἠδύνατο βαλεῖν.

a. οὐ γὰρ ἦν πένταθλον, ἀλλ᾿ ἐφ᾿ ἑκάστῳ: οὐκ ἦν, φησί, τότε ὁ πένταθλος ἀγὼν, τὸ ἐκ πέντε ἀγωνισμάτων συνεστηκὸς ἄθλημα, κατ᾿ ἰδίαν δὲ ἑκάστῳ τέλος ὑφειστήκει. τέλος δὲ λέγει ἤτοι τὸ νικηφορῆσαι, ἢ τὸν ἐφ᾿ ἑκάστῳ τιθέμενον στέφανον.

b. ἄλλως· ἀντὶ τοῦ νικήσας ἐνστεφανοῦνται ἀλλὰ καὶ καθ᾿ ἓν ἠγωνίζοντο. πέντε δὲ ἀγωνίσματα, ἃ αὖθις εἰς πένταθλον συνεμίχθη, ἅλμα, δίσκος, ἀκόντιον, δρόμος, πάλη.

c. ἢ οὕτως. τὸ ἑξῆς· οὔπω γὰρ ἦν ἐπὶ Κάστορος καὶ Ἰολάου τὸ πένταθλον, ἀλλὰ διαλελυμένως ἐφ᾿ ἑκάστῳ ἀγωνίσματι καὶ ὁ στέφανος ἦν.

a. [ἕργματι κεῖτο τέλος]: καὶ Ὅμηρος (θ 190)· βόμβησεν δὲ λίθος, κατὰ δ᾿ ἔπτηξαν ποτὶ γαίῃ.

b. τὸ δὲ κεῖτο τέλος, ἀντὶ τοῦ ἦν ἰδιάζων καὶ ὁ στέφανος.

τῶν ἀθρόοις ἀναδησάμενοι: ὧντινων στεφάνων πλείστοις ἀναδησάμενοι βλαστήμασι τὰς κεφαλὰς ἔνδοξοι ὤφθησαν κατὰ τὰς Θήβας καὶ Λακεδαίμονα. πάλιν δὲ πρὸς τὸ αὐτὸ συγκέκρουκε τὸ ἑκατέρῳ συμβεβηκὸς, εἰπὼν αὐτοὺς φανῆναι νενικηκότας πέλας τῆς Δίρκης καὶ τοῦ Εὐρώτα· Ἰόλαος μὲν γὰρ παρὰ τῇ Δίρκῃ· ἔστι γὰρ Θηβῶν αὕτη· Κάστωρ δὲ παρὰ Εὐρώτᾳ· οὗτος γὰρ Δακεδαιμόνιος ποταμός.

ῥεέθροισί τε: πρὸς τὸ Εὐρώτα τὸ ῥεέθροις ἀκουστέον. ἔδει δὲ ἕκαστον οἰκείως ἐπὶ τῶν ἰδίων χωρίων ἀκοῦσαι.

Ἰφικλέος μὲν παῖς: τὸ ἑξῆς· ὁ μὲν τοῦ Ἰφικλέος παῖς Ἰόλαος πολίτης ὢν Θηβαίοις, ὁ δὲ τοῦ Τυνδάρεω Κάστωρ ἐν τοῖς Ἕλλησι τὴν ἐπίδοξον καὶ ὑψηλοτάτην οἰκῶν Λακεδαίμονα, καὶ ἀπὸ κοινοῦ τὸ ἐπίδοξοι ὤφθησαν.

Σπαρτῶν γένει: οἱ γὰρ ὑπὸ Σπαρτῶν ὑπολειφθέντες οἰκισταὶ τῶν Θηβαίων γεγόνασιν, Ὑπερήνωρ, Χθόνιος, Πέλωρος, Οὐδαῖος, Ἐχίων.

a. ὑψίπεδον Θεράπνας οἰκέων ἕδος: Θεράπνης. τῆς Λακεδαίμονος· Θεράπνη γὰρ κώμη αὐτόθι. τὸ δὲ ὑψίπεδον ἕδος δοκεῖ ἐναντίως εἰρῆσθαι τῷ Ὁμηρικῷ. φησὶ γάρ (δ 1)· οἳ δ᾿ ἷξον κοίλην Λακεδαίμονα κητώεσσαν. ἀλλ᾿ ἀπολυσόμεθα οὕτως· ὑψίπεδος ἡ Λακεδαίμων καθ᾿ ἑαυτήν. κοίλη δὲ ὡς πρὸς τὰς πλησίον πόλεις· ἢ ὑψίπεδον αὐτήν φησι διὰ τὰς τῶν οἰκούντων ἀρετάς τε καὶ εὐδοξίας.

b. ἄλλως. τουτέστι Σπαρτιάτης ὤν· ἡ γὰρ Θεράπνη τῆς Σπάρτης. Ἀχαιοὺς δὲ εἴρηκε τοὺς Σπαρτιάτας, ἐπειδὴ πρότερον οἱ Ἀχαιοὶ τὴν Σπάρτην ᾤκουν, αὖθις δὲ τῶν Ἡρακλειδῶν μετὰ Δωριέων ἀφικομένων Δωριεῖς προσωνομάσθησαν.

c. ἰστέον ὅτι τῆς Λακωνικῆς ἐν Θεράπναις τὸ ἱερόν ἐστι τῶν Διοσκούρων.

a. χαίρετ᾿· ἐγὼ δέ: ὁ λόγος παρὰ τοῦ Πινδάρου πρὸς τοὺς ἥρωας.

b. τὸ δὲ ἑξῆς· ἱλήκοιτε, ὦ ἥρωες, ἐγὼ δὲ τῷ Ποσειδῶνι καὶ τῇ Ἰσθμῷ τῇ θείᾳ καὶ τῷ Ὀγχηστῷ τὸν ὕμνον ἐπιμελῶς παρέχων ἐν ταῖς τιμαῖς καὶ τοῖς κατορθώμασι τοῦ νικηφόρου ὑμνήσω τοῦ πατρὸς αὐτοῦ Ἀσωποδώρου τὴν εὐδαιμονίαν. Ὀγχηστὸς δὲ τῆς Βοιωτίας χωρίον πάραλον ἀνιερωμένον Ποσειδῶνι, ὡς καὶ Ὅμηρος μαρτυρεῖ (Β 506)· Ὀγχηστόν θ᾿ ἱερὸν, Ποσειδήϊον ἀγλαὸν ἄλσος.

c. ἀϊόνεσσι δὲ εἶπεν, ἐπειδὴ παράκειται τῇ Ὀγχηστῷ πόλει τῆς Βοιωτίας ἡ Κωπαῒς λίμνη.

περιστέλλων ἀοιδάν: θεραπεύων τὸν ὕμνον, τουτέστιν ἐπιμελείας καὶ σπουδῆς ἀξιῶν.

a. Ὀρχομενοῖό τε πατρῴαν ἄρουραν: προείρηται (sch. inser.), ὅτι αὐτὸς μὲν Θηβαῖος, ὁ δὲ πατὴρ Ὀρχομένιος.

b. ἢ οἱ μὲν τοῦ πατρὸς γονεῖς Ὀρχομένιοι, ὁ δὲ πατὴρ Θηβαῖος διὰ τὸ ἐκεῖ γεννηθῆναι.

c. ἢ Ὀρχομένιος διὰ τὸ οἷον ὑπὸ μητρὸς δεχθῆναι ἐκπεσόντα· ἡ γὰρ μήτηρ Ὀρχομενία, ὁ δὲ πατὴρ Θηβαῖος.

d. Τζέτζου. ἄνθρωπε σίγα, μὴ μάτην λαβροστόμει· Θηβῶν μέν ἐστιν Ὀρχομενὸς ἡ πόλις, ἐγκωμίου τρόπῳ δὲ Θηβαῖον γράφει.

a. ἅ νιν ἐρειδόμενον: φυγαδευθεὶς γὰρ ὁ Ἀσωπόδωρος Θήβηθεν ἐν Ὀρχομενῷ ἐπολιτογραφήθη.

b. ἄλλως. ναυαγήσας ὁ Ἀσωπόδωρος ἐν Ὀρχομενῷ ἐξερρίφη.

b. ἅ νιν ἐρειδόμενον ναυαγίαις: ἥτις ἡ Ὀρχομενὸς αὐτόν, ἐπὶ ταύτης γὰρ ὁ λόγος, βαρυνόμενον ἐπὶ τῆς ναυαγίας ἐδέξατο· ἀλληγορεῖ δὲ τὴν ἔκπτωσιν θαλάσσῃ καὶ χειμῶνι παραβάλλων. ἀμφίβολον δέ, φησίν, ἐστὶν, ὁ Δίδυμος, πότερον τὸν Ἡρόδοτον ἢ τὸν Ἀσωπόδωρον λέγει· δύναται γὰρ ἐπ᾿ ἀμφοτέρων ἀκούεσθαι.

a. συντυχίᾳ: καὶ Αἰσχύλος (Prom. 1015) τὴν δυστυχίαν χειμῶνα καὶ τρικυμίαν λέγει.

b. τῇ φυγῇ κοινὸν γὰρ ἡ συντυχία.

ὁ πονήσαις δὲ νόῳ καὶ προμάθειαν φέρει: ὁ Χρύσιππος ἐμφαίνειν φησὶν, ὡς καὶ πρότερον μὲν συνετῶς ἐγχωρήσαντα, ὡς μὴ κινδυνεύσῃ, καὶ μετὰ τὴν κάθοδον δὲ ἠσφαλισμένον τὰ καθ᾿ ἐαυτόν· τοῦτο οὖν φησιν· ὁ παθὼν τῷ νῷ προμαθὴς γίνεται. Ἀλκμάν (fr. 63)· πεῖρά τοι μαθήσιος ἀρχά. καὶ Ὅμηρος (Hes. op. 218; cfr. P 32. Υ 198)· παθὼν δέ τε νήπιος ἔγνω.

a. εἰ δ᾿ ἀρεταί: ὅτι ἀρεταὶ κατάκειται εἴρηκεν ἐπιζεύξας πληθυντικῷ ἑνικὸν ῥῆμα τὸ κατάκειται. καὶ ὅτι ὀργὰν τὸ ἦθος λέγει.

b. εἰ δ᾿ ἀρετὰ κατάκειται: Ἀρίσταρχος σὺν τῷ ι γράφει καὶ περισπᾷ, καὶ Ἀττικὴν δέχεται τὴν σύνταξιν, ἵν᾿ ᾖ ὁ λόγος· εἰ τῇ ἀρετῇ κατάκειται πάντα τρόπον, ἔν τε τῷ πονεῖν αὐτὸν τῷ ἰδίῳ σώματι καὶ τῷ δαπανᾶν, τῷ μὲν δαπανᾶν καθόσον ἱπποτρόφησε, τῷ δὲ πονεῖν καθόσον ἡνιόχει· χρὴ τοῖς εὑροῦσι τὴν τοιαύτην ἀρετὴν τὸν ἀγήνορα κόμπον μὴ φθονεραῖσι γνώμαις φέρειν, τουτέστι τὸ σεμνὸν αὐτῶν καύχημα μὴ φθονερῶς φέρειν, ἀλλ᾿ ἐπαινεῖν.

c. ἔνιοι δὲ οὕτως· εἰ οὖν ἐν ἀρετῇ κεῖται καὶ δαπανῶν καὶ πονῶν, δεῖ τοῖς εὑροῦσι τὴν τοιαύτην ἀρετὴν μὴ φθονεῖν μηδὲ βασκάνους ἐπιφέρειν λόγους.

d. ἔστι δὲ ἄκυρον τὸ μίν.

χρή μιν εὑρόντεσσι: καὶ ταῦτα περὶ Ἡροδότου τοῦ λόγου ὄντος, καὶ ἐπαναλαμβάνοντος τοῦ Πινδάρου τὴν ἀρετὴν τοῦ Ἡροδότου. ἔνιοι δὲ πληθυντικῶς ἀναγινώσκουσιν, εἰ δὲ ἀρεταὶ κατάκειται, κατὰ τὴν Πινδάρου συνήθειαν, ἵν᾿ ᾖ· εἰ αἱ ἀρεταὶ | κατάκεινται κατὰ πάντα τρόπον ἐν δυσὶ τούτοις, πόνῳ καὶ δαπάνῃ, χρὴ αὐτόν, τὸν Ἡρόδοτον, ἐπαινεῖν καὶ μὴ φθονεῖν· ἢ χωρὶς τοῦ ἰῶτα· εἰ ἀρετὰ | κατάκειται· ὃ καὶ μᾶλλον. βέλτιον δέ φησιν ὁ Δίδυμος τὸ | εὑρόντεσσιν ἀγάνορα κόμπον ἐπὶ τῶν ἐπαινούντων τοὺς νενικηκότας ἀκούειν, ἵν᾿ ᾖ· προσήκει τοῖς | εὑρόντεσσι τὸν ἀγάνορα κόμπον, τουτέστι τὸν ὕμνον εἰς τοὺς δαπάνῃ καὶ ἔργῳ κεκτημένους τὴν ἀρετὴν μὴ φθονεῖν· ὥστε καὶ τὸν Πίνδαρον μὴ δεῖν φθονεῖσθαι διὰ τοὺς εἰς τὸν Ἡρόδοτον ἐπαίνους. λέγοι δ᾿ ἂν ἀγάνορα κόμπον τὸν ἐκ τῶν ἀγαθῶν ἔπαινον τὸν ἐκ τῶν ποιημάτων· τοῦτο δὲ σαφὲς ἐκ τοῦ ἐπιφερομένου · ἐπεὶ κούφα δόσις ἀνδρὶ σοφῷ· σοφὸν δ᾿ ἂν εἴη λέγων καὶ τὸν τοὺς ἀγαθοὺς ἐπαινοῦντα.

b. τῷ γὰρ σοφῷ κούφη ἐστὶ δόσις, φησίν, ἀντὶ παντοίων μόχθων ἐπαινέσαντα τὸ κοινῇ νομιζόμενον καλὸν ἀνορθῶσαι.

c. κούφα δόσις ἀνδρὶ σοφῷ: ἐπεὶ τῷ σοφῷ ἀνδρὶ ῥᾳδία, φησί, καὶ ἀνεπαχθής ἐστιν ἡ τῶν λόγων δόσις. κοινὸν δὲ καλὸν τὸν ἔπαινόν φησιν· ἐπιδιατείνει γὰρ εἰς τοὺς ἐκτός. κόσμος γάρ ἐστι καὶ τῶν ἄλλων πολιτῶν τὸ περὶ ἕνα γινόμενον ἐγκώμιον.

μηλοβότᾳ τ᾿ ἀρότᾳ τ᾿ ὀρνιχολόχῳ τε: τῷ τὰ μῆλα νέμοντι, τῷ ποιμένι, καὶ τῷ τὴν γῆν ἀροῦντι, καὶ τῷ τὰς ὄρνις θηρεύοντι, καὶ ὃν πόντος τρέφει· Χρύσιππος τὸν ἔμπορον, Δίδυμος δὲ τὸν ἁλιέα φησί.

a. γαστρὶ δὲ πᾶς τις ἀμύνων λιμόν: πᾶς γὰρ τὸν λιμὸν ἀποθεραπεύων, φησίν, ἐπίκειται τοῖς ἔργοις καὶ κάμνει.

b. αἰανῆ δὲ οἱ μὲν τὴν χαλεπὴν παρὰ τὸ αἲ αἴ, οἱ δὲ τὸν διηνεκῆ λιμὸν παρὰ τὸ αἰέν.

c. τὸ δὲ τέταται ἀντὶ τοῦ σπεύδει.

ὃς δ᾿ ἀμφ᾿ ἀέθλοις ἢ πολεμίζων ἄρηται: ὅστις δὲ ἂν τῶν ἀνθρώπων ἐν ἀγῶνι καὶ πολέμοις ἀνέληται δόξαν ἀνθηρὰν, ἐγκωμιασθεὶς μισθὸν ὑψηλὸν καὶ ἐπίδοξον δέχεται παρὰ τῶν πολιτῶν καὶ τῶν ξένων τῆς γλώσσης τὴν εὐφημίαν. γλώσσης γὰρ ἄωτόν φησι τὸ ἐγκώμιον.

a. ἄμμι δ᾿ ἔοικε Κρόνου σεισίχθον᾿ υἱόν: Χρύσιππος, παρείληφε, φησί, τὸν Ποσειδῶνα διὰ τὴν γειτνίασιν τοῦ Ὀγχηστοῦ, καθὼς συμβέβηκεν ἱπποδρομίου Ποσειδῶνος ἱερὸν ἐν Θήβαις εἶναι.

b. ὁ δὲ νοῦς· ἡμῖν δὲ προσήκει ἀμειβομένοις τὸν ἱππικώτατον Κρόνου παῖδα Ποσειδῶνα εὐεργέτην ὄντα τῶν ἁρμάτων ἀνυμνῆσαι, ἀντιδιδόντας τῷ θεῷ τὸν ὕμνον ἀντὶ τῶν εἰς τὸν νικηφόρον εὐεργεσιῶν. ἐντεῦθεν δὲ λεληθότως καταλέγει τὰς ἐξ αὐτοῦ νίκας.

γείτον᾿ ἀμειβομένοις: γείτονα, τῶν Θηβαίων, ὡς πρὸς τὸν Ὀγχηστόν· καὶ γὰρ αὕτη τῆς Βοιωτίας.

a. καὶ σέθεν, Ἀμφιτρύων, παῖδας προσειπεῖν: ἔοικεν ἀπὸ κοινοῦ. καταχρηστικῶς δὲ καὶ κατὰ σύλληψιν Ἀμφιτρύωνος ἔφη παῖδας τόν τε Ἡρακλέα καὶ τὸν Ἰόλαον, ὃς ἦν Ἰφικλέους τοῦ Ἀμφιτρύωνος υἱός.

b. Ἰολάεια δὲ ἐν Θήβαις ἀγὼν καὶ Ἡράκλεια· οἱ δὲ ἕνα καὶ τὸν αὐτόν φασιν εἶναι.

c. Μινύα δὲ μυχὸν τὸν Ὀρχομενὸν εἶπεν· οὗτος γὰρ λέγεται καὶ Ὀρχομενὸς Μινύειος· ταύτην γὰρ ἐνῴκησεν ὁ Μινύας. τοῦτον δὲ τὸν Μινύαν οἱ μὲν Ὀρχομενοῦ γενεαλογοῦσιν, ὡς Φερεκύδης (FHG I 92 M., I 102 J.), ἔνιοι δὲ ἔμπαλιν τὸν Ὀρχομενὸν Μινύου, ἔνιοι δὲ ἀμφοτέρους Ἐτεοκλέους γενεαλογοῦσι, Διονύσιος δὲ τὸν Μινύαν Ἄρεος ἀναγράφει, Ἀριστόδημος δὲ Ἀλεοῦ τὸν Μινύαν, καὶ τοὺς Ἀργοναύτας δὲ Μινύας ἐντεῦθεν γράφει προσηγορεῦσθαι.

a. καὶ τὸ Δάματρος: ὅτι ἐν Ἐλευσῖνι Δήμητρός ἐστιν ἀγὼν καὶ στέφανος ἦν κριθαί.

b. καὶ τὸ Δάματρος κλυτὸν ἄλσος: ἀπὸ κοινοῦ κατὰ πάντων τῶν ἀγώνων τὸ προσειπεῖν ἀκουστέον, ἵνα ἔχῃ οὕτω· προσήκει προσειπεῖν καὶ τῆς Δήμητρος τὸ ἱερὸν ἄλσος τὴν Ἐλευσῖνα καὶ τὴν Εὔβοιαν, καθ᾿ ἣν ὁ νικηφόρος ἐνίκησεν.

c. ἄλλως. ἐν τοῖς δρόμοις τούτου καὶ ἀγωνίσμασι προσῆκον ἡμῖν ἐστιν ἀνυμνῆσαι Ἐλευσῖνα καὶ Εὔβοιαν. τὸ δὲ γναμπτοῖς δρόμοις πρὸς πάντα ληπτέον τὰ λεγόμενα· καὶ γὰρ τὸν Ποσειδῶνα, φησί, καὶ τοὺς ἄλλους Εὔβοιάν τε καὶ Ἐλευσῖνα διὰ τοὺς δρόμους καὶ τοὺς ἐν αὐταῖς ἀγῶνας, καθ᾿ οὓς ἐνίκησεν ὁ ἐγκωμιαζόμενος, | ὑμνεῖν προσήκει.

d. Xρύσιππος· ἐν Εὐβοίᾳ ἄγεται τῷ Ἅιδῃ τὰ Βασίλεια.

Πρωτεσίλα, τὸ τεὸν δ᾿ ἀνδρῶν Ἀχαιῶν: τὸ ἑξῆς· καὶ τὸ σὸν δὲ τέμενος, ὦ Πρωτεσίλαε, τὸ ἐν Φυλάκῃ συγκαταριθμοῦμαι ταῖς τοῦ Ἡροδότου νίκαις. ἔστι δὲ Πρωτεσιλάου τέμενος ἐν Φυλάκῃ δὲ τῇ Θεσσαλικῇ εἴρηται. τέμενος δὲ λέγεται οὐ μόνον τὸ ἱερὸν καὶ ὁ ναός, ἀλλὰ καὶ ἡ ἀφωρισμένη χώρα. Ὅμηρος (Ζ 194)· καὶ μὲν οἱ Λύκιοι τέμενος τάμον ἔξοχον αὐτῷ. τελεῖται δὲ τῷ Πρωτεσιλάῳ κατὰ τὴν Φυλάκην ἐπιτάφιος ἀγὼν, καθ᾿ ὃν ὁ νικηφόρος ἐνίκησεν.

a. πάντα δ᾿ ἐξειπεῖν ὅσ᾿ ἀγώνιος Ἑρμᾶς: πάντα γὰρ διεξελθεῖν, φησίν, ὅσα ὁ τῶν ἀγώνων προστάτης Ἑρμῆς τῷ Ἡροδότῳ ἐχαρίσατο στέμματα ἵπποις ἀγωνιζομένῳ, βραχὺς ὢν ὁ λόγος ἐξασθενεῖ εἰπεῖν.

b. ἄλλως. ἤτοι ὅτι πρὸς τὸν διδόμενον μισθὸν καὶ τὰς ᾠδὰς ἐξέτεινεν, ἵν᾿ ᾖ οὕτω· πάντα αὐτοῦ τὰ ἀγωνίσματα εἰπεῖν βραχὺν μισθὸν ἔχων ὁ ὕμνος οὐ συγχωρεῖ μοι· ἢ ὅτι ἡ συμμετρία τῶν εἰρημένων λόγων ἀφαιρεῖται τὴν ἔκτασιν καὶ τὸ μῆκος. Ἀριστόδημος δὲ καὶ τοῦτο λαμβάνων πρὸς τὸ μόνων τῶν ἐπισήμων αὐτὸν μνημονεύειν, τοὺς δὲ λοιποὺς παρωδευκέναι, βραχύ φησι μέτρον εἰρηκέναι τοῦ ὕμνου διὰ τὸ τὰς ἐκδόσεις τῶν ἐπινίκων πρὸς ἀριθμὸν ἐπῶν καὶ τριάδων ἔχειν τοὺς μισθούς· παρὸ καὶ ἑαυτοῦ ἐπιλαμβάνεται.

a. ἦ μὰν πολλάκι καὶ τὸ σεσωπαμένον: διὰ τούτων ἔνιοί φασιν ὑπαινίττεσθαι τὸ περὶ τὴν Νεμέαν αὐτῷ συμβεβηκὸς ἐλάττωμα, ὡς νικηθέντος αὐτοῦ τὸν ἀγῶνα· περὶ γὰρ τῶν ἄλλων εὐχόμενος αὐτῷ νίκην ἀγώνων περὶ τούτου ἡσύχασε· παρὸ σεσιγηκέναι τὴν ἧτταν. ἡσυχασθεῖσι γὰρ ἐνίοτε τοῖς φαύλοις ὑπεῖναι μείζονα χάριν ἤπερ λεχθεῖσιν. ἔνιοι δὲ λέγεσθαι ταῦτα ὡς εἰς τὴν χάριν τοῦ ἐγκωμι ζομένου· δύνασθαι μὲν αὐτὸν ἐκτείνειν τὸ ἐγκώμιον καταλέγοντα τὰς νίκας, ἐπεὶ δὲ ἀνάξιοι ἦσαν, σιωπῆσαι. παρὸ καὶ γνωμικῶς ἐπιλέγειν· τὸ σιωπηθὲν καλῶς μείζονα παρέχει τῷ ἐγκωμιαζομένῳ χάριν.

b. ἄλλως. ναὶ γὰρ δὴ πολλάκις καὶ τὸ σεσιωπημένον μείζονα τὴν εὔκλειαν φέρει. φησὶ δὲ τοῦτο ὡς καὶ ἀδυνάτως ἔχων λόγῳ τὰ τοῦ νικηφόρου ἑρμηνεῦσαι κατορθώματα.

a. εἴη μιν εὐφώνων πτερύγεσσιν ἀερθέντα: εὔχεται, ὥσπερ ἐν τοῖς προειρημένοις ἀγῶσιν ἐπέτυχεν, οὕτω καὶ Πύθια καὶ Ὀλύμπια· καὶ τυχεῖν αὐτὸν τῶν τῶν Μουσῶν ὕμνων.

b. ὁ δὲ νοῦς εἴη δὲ αὐτὸν τῶν εὐφώνων Μουσῶν τοῖς ἐγκωμίοις μέλεσιν ἐπίδοξον γεγονότα καὶ ἐκ τῆς Πυθίας καὶ ἐκ τῆς Ὀλυμπίας τοῖς ἐξαιρέτοις καὶ διαπρέπουσι τοῦ Ἀλφειοῦ στεφάνοις πληρῶσαι τὴν χεῖρα, τιμὴν καὶ δόξαν ταῖς ἑπταπύλοις Θήβαις ἀπεργαζόμενον. ῥητῶς οὖν ἐπὶ τούτοις ἐπεσφράγισται, ὅτι Θηβαῖος ἦν ὁ Ἡρόδοτος.

c. ἄλλως. ἔρνεσι φράξαι χεῖρά φησιν ἀντὶ τοῦ στεφανωθῆναι, ἀπὸ τοῦ παρακολουθοῦντος· οἷον τῶν στεφάνων κατασχεῖν.

d. ἔρνος δὲ Ἀλφειοῦ τὴν ἐλαίαν λέγει, ἀφ᾿ ἧς ὁ στέφανος τοῖς Ολυμπιονίκαις.

a. εἰ δέ τις ἔνδον νέμει πλοῦτον κρυφαῖον: εἰ δέ τις τῶν ἀνθρώπων ἔνδον ἀποταμιευσάμενος ἄδοξον πλοῦτον τοῖς δι᾿ εὐδοξίαν ἀναλίσκουσιν ἐπεμβαίνων καταγελᾷ, οὐ διαλογίζεται τὴν ἑαυτοῦ ψυχὴν ἄδοξον τῷ ᾅδῃ περιστέλλων καὶ πέμπων.

b. ἤτοι οὐ διανοεῖται τῷ ᾅδῃ τηρῶν τὴν ἑαυτοῦ ψυχὴν ἄνευ δόξης· οἷον οὐ νοεῖ, ὅτι ἄνευ δόξης τελευτήσει.

c. Χρύσιππος δὲ γράφει ἀλαοῖσιν, ἐξ οὗ σημαίνεται τυφλοῖς πράγμασιν, ἐπειδὴ καὶ ὁ πλοῦτος τυφλός.

Subscr. τέλος.

Scholia in Isthmionicarum carmen II.

Τοῦ δευτέρου εἴδους ἡ στροφὴ καὶ ἀντίστροφος κώλων η΄. τὸ α΄ προσοδιακὸν ὑπερκατάληκτον. τὸ β΄ ἑφθημιμερὲς τροχαϊκὸν Εὐριπίδειον. τὸ γ΄ τὸ αὐτὸ Εὐριπίδειον. τὸ δ΄ Πινδαρικὸν ἐκ Σαπφικοῦ. τὸ ε΄ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. τὸ ς΄ τρίμετρον δακτυλικὸν ἀκατάληκτον. τὸ ζ΄ ἐγκωμιολογικόν. τὸ η΄ Στησιχόρειον.

ἡ ἐπῳδὸς κώλων ἑπτά. τὸ α΄ πενθημιμερὲς δακτυλικόν. τὸ β΄ Πινδαρικόν. τὸ γ΄ Πραξίλλειον. τὸ δ΄ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. τὸ ε΄ τρίμετρον τροχαϊκὸν εἰς ἴαμβον. τὸ ς΄ Πινδαρικὸν ἐκ Σαπφικοῦ. τὸ ζ΄ τροχαϊκὸν δίμετρον.

Inscr.a. Οὗτος ὁ ἐπίνικος γέγραπται μὲν εἰς Ξενοκράτην Ἀκραγαντῖνον, πέμπεται δὲ Θρασυβούλῳ διά τινος Νικασίππου, ὥστε εἶναι ἀποστολικὸν αὐτόν. τὸν δὲ Ξενοκράτην τοῦτον οἱ μὲν προϋπομνηματισάμενοι Θήρωνος ἀδελφὸν εἶναί φασιν, ὁ δὲ Ἀρτέμων (FHG IV 342) σφόδρα τὰ περὶ τοὺς Σικελιώτας πεπολυπραγμονηκὼς αὐτὸν μόνον συγγενῆ φησιν εἶναι Θήρωνος. οὗτος δὲ ὁ Ξενοκράτης οὐ μόνον Ἴσθμια νενίκηκεν ἵπποις, ἀλλὰ καὶ Πύθια κδ΄ Πυθιάδα, ὡς Ἀριστοτέλης (fr. 574) ἀναγράφει· καὶ Σιμωνίδης δὲ (fr. 6) ἐπαινῶν αὐτὸν ἀμφοτέρας αὐτοῦ τὰς νίκας κατατάσσει. Θρασύβουλοι δὲ Σικελιῶται διττοί· ὁ μὲν Δεινομένους, νεώτατος ἀδελφὸς τῶν περὶ Ἱέρωνα καὶ Γέλωνα, ὁ δὲ τῆς γυναικὸς τοῦ Ἱέρωνος ἀδελφὸς, οὗ νῦν μνημονεύει Πίνδαρος· ὁ δὲ Ἀρίσταρχος ἀδελφὸν ὑπείληφε τοῦ Ξενοκράτους εἶναι τὸν Θρασύβουλον, ἔνιοι δὲ υἱὸν Ξενοκράτους. ὁ δὲ Ἀσκληπιάδης καταεικοβολεῖ λέγων ἐπὶ τετελευτηκότι τῷ Ξενοκράτει τοὺς λόγους εἶναι, ἐκ τοῦ πολλὰ ἐν τῇ ᾠδῇ ἐπὶ παρῳχημένου χρόνου λέγεσθαι, λεχθησόμενα ἂν ἐπὶ τοῦ παρόντος, εἴπερ περιῆν ἔτι. Καλλίστρατος δέ φησι τὸν Πίνδαρον μὴ τυχόντα τοῦ κατ᾿ ἀξίαν μισθοῦ διά τινα μικρολογίαν τοῦ Ξενοκράτους, προσδιαλέγεσθαι Θρασυβούλῳ τῷ υἱῷ αὐτοῦ, καὶ οὐκ εἰς Ξενοκράτην, φησί, γέγραφε τὴν ᾠδήν, ἀλλ᾿ εἰς Θρασύβουλον· καὶ γὰρ ἡ εἰσβολὴ περὶ ἀργυρίου μέμψεώς ἐστιν, ὡς θέλοντος αὐτοῦ τὸν κατ᾿ ἀξίαν μισθὸν κομίσασθαι.

Inscr.b. βέλτιον δὲ, ἀδελφὸν εἶναι τοῦ Ξενοκράτους ἢ υἱὸν τὸν Θρασύβουλον, οὐχ ὥς τινες πατέρα.

a. Οἱ μὲν πάλαι, ὦ Θρασύβουλε: οἱ μὲν πάλαι ἄνδρες, ὦ Θρασύβουλε, οἳ τῶν μουσικῶν ἐπέβησαν ἁρμάτων καὶ τῆς λύρας μετέσχον, οὗτοι ῥᾳδίως τοῖς μουσικοῖς τόξοις ἔβαλλον τοὺς παιδικοὺς ὕμνους, εἴ τις ὢν καλὸς εἶχε τοῦ σώματος ὥραν τὴν μνήμην ἐμποιοῦσαν τῆς Ἀφροδίτης. ὅτι δὲ περὶ παιδικοὺς ἔρωτας ἦν τοῖς λυρικοῖς ἡ τῶν ποιημάτων σπουδὴ, δημώδης ὁ λόγος.

b. ἐξειργάσατο δὲ τὸ προοίμιον ὁ Πίνδαρος πάλιν ἑαυτῷ τῆς τοῦ ἐπινίκου γραφῆς μισθὸν ποριζόμενος. φησὶ δὲ, ὅτι τῶν λυρικῶν οἱ παλαιοὶ ἀμισθὶ πρὸς τὰ καλὰ τὴν σπουδὴν εἶχον, ἐπὶ δὲ τοῦ παρόντος ἀργυρίου πιπράσκεται τὰ ποιήματα. ταῦτα δὲ τείνει καὶ εἰς τοὺς περὶ Ἀλκαῖον καὶ Ἴβυκον καὶ Ἀνακρέοντα, καὶ εἴ τινες τῶν πρὸ αὐτοῦ δοκοῦσι περὶ τὰ παιδικὰ ἠσχολῆσθαι· οὗτοι γὰρ παλαιότεροι Πινδάρου· Ἀνακρέοντα γοῦν ἐρωτηθέντα, φασί, διατί οὐκ εἰς θεοὺς ἀλλ᾿ εἰς παῖδας γράφεις τοὺς ὕμνους; εἰπεῖν, ὅτι οὗτοι ἡμῶν θεοί εἰσιν.

χρυσαμπύκων: ἄμπυξ μὲν κυρίως κόσμος τις περὶ τὰς γυναικείας κεφαλάς· Ὅμηρος (Χ 469)· ἄμπυκα κεκρύφαλόν τε· νῦν δὲ ἀπὸ μέρους τὰς τιμίας λέγει.

ὅστις ἐὼν καλός: ὅστις σὺν τῷ καλὸς εἶναι καὶ ἀκμαῖος ἦν.

ὀπώραν: ὀπώραν μὲν ἂν εἴη λέγων [Ἀφροδίτης] τὴν τοῦ σώματος ὥραν καὶ τὸ τοῦ κάλλους ἄνθος· τὸ δὲ μνάστειραν πρὸς τὸ Ἀφροδίτας, τουτέστι τὴν τοῦ σώματος ὀπώραν τὴν τῆς Ἀφροδίτης μνήμην ἐμποιοῦσαν.

a. ἁ Μοῦσα γὰρ οὐ φιλοκερδής πω τότ᾿ ἦν: νῦν, φησί, μισθοῦ συντάττουσι τοὺς ἐπινίκους, πρώτου Σιμωνίδου προκαταρξαμένου.

b. οὐδ᾿ ἐργάτις, ὅ ἐστιν αἰτοῦσα μισθὸν ἐφ᾿ οἷς ἔπραττεν. ἔνθεν καὶ Καλλίμαχός φησιν (fr. 77)· οὐ γὰρ ἐργάτιν τρέφω τὴν Μοῦσαν ὡς ὁ χῖος Ὑλλίχου νέπους. λέγοι δ᾿ ἂν πρὸς Σιμωνίδην ταῦτα, ὡς φιλάργυρον διασύρων τὸν ἄνδρα.

b. τὸ δὲ ἑξῆς· ἡ γὰρ Μοῦσα τὸ παλαιὸν οὔπω φιλοκερδὴς ἦν, οὐδὲ μισθοῦ συντάττουσα τὰ ποιήματα, οὐδὲ πρὸς τῆς Τερψιχόρης ἐπιπράσκοντο αἱ γλυκεῖαι καὶ εὔφθογγοι ἀποκαλυψάμεναι τὴν παρρησίαν ᾠδαί.

ἤτοι πρόσωπον κεκοσμημέναι καὶ λαμπρυνθεῖσαι, ὅτι τὰ ὤνια ὡς τῶν πωλούντων τὰ πρόσωπα ἐκοσμοῦντο, ἵνα δοκῇ παρέλκειν· καὶ ἀργυρίου αὑτὰς πιπράσκουσαι καὶ μισθοῦ λεγόμεναι. περιφραστικῶς οὖν εἴρηκεν ἀπὸ τοῦ τοὺς γράφοντας ἀργύριον λαμβάνειν. τοιοῦτον δέ τι καὶ Ἀνακρέων εἴρηκε, καὶ μή ποτε ἡ ἀπότασίς ἐστιν εἰς τὰ ὑπ᾿ ἐκείνου εἰρημένα; φησ γάρ (fr. 33)· οὐδ᾿ ἀργυρέη κώκοτ᾿ ἔλαμπε Πυθώ.

a. νῦν δ᾿ ἐφίητι τὠργείου φυλάξαι ῥῆμα: νῦν δ᾿ ἐφίητι, τίς; ἡ Μοῦσα δηλονότι. τείνει δὲ καὶ ταῦτα εἰς τὸν Σιμωνίδην.

b. ἀντὶ τοῦ ἐνδίδωσιν ἡμῖν λέγειν ὁ καιρός.

c. τὸ δὲ ἑξῆς· ἐπὶ δὲ τοῦ παρόντος ἡ φιλοκέρδεια ἐφίησι καὶ ἐνδίδωσι λέγειν τὸ τοῦ Ἀριστοδήμου ῥῆμα ἐγγὺς ἀληθείας βαῖνον· χρήματα. χρήματ᾿ ἀνήρ. ὁ μέντοι Πίνδαρος τὸ ὄνομα οὐ δεδήλωκεν. οὗτος οὖν ὁ Ἀριστόδημος Σπαρτιάτης ὢν, πένης γεγονὼς καὶ συναπολέσας τὴν τῶν φίλων ἑταιρείαν ἔφη· χρήματα χρήματ᾿ ἀνήρ. οὐδὲν δὲ θαυμαστὸν, εἰ Σπαρτιάτην ὄντα τὸν Ἀριστόδημον Ἀργεῖον ἔφη· ἔστι γὰρ καὶ παρ᾿ Ὁμήρῳ τὸ τοιοῦτον εὑρέσθαι. καὶ γὰρ Ἀργείην Ἑλένην φησί (B 161)· καίτοι γε Λακεδαιμονία ἦν.

χρήματα, χρήματ᾿ ἀνήρ: τοῦτο ἀναγράφεται μὲν εἰς τὰς παροιμίας ὑπ᾿ ἐνίων, ἀπόφθεγμα δέ ἐστιν Ἀριστοδήμου, καθάπερ φησὶ Χρύσιππος ἐν τῷ περὶ παροιμιῶν. τοῦτον δὲ τὸν Ἀριστόδημον Πίνδαρος μὲν οὐ τίθησιν ἐξ ὀνόματος, ὡς προδήλου ὄντος ὅς ἐστιν ὁ τοῦτο εἰπών, μόνον δὲ ἐσημειώσατο τὴν πατρίδα, ὅτι Ἀργεῖος· Ἀλκαῖος δὲ (fr. 49) καὶ τὸ ὄνομα καὶ τὴν πατρίδα τίθησιν, οὐκ Ἄργος, ἀλλὰ Σπάρτην· ὣς γὰρ δή ποτέ φασιν Ἀριστόδημον ἐν Σπάρτᾳ λόγον οὐκ ἀπάλαμνον εἰπεῖν· χρήματ᾿ ἀνήρ· πενιχρὸς δὲ οὐδεὶς πέλετ᾿ ἐσλὸς οὐδὲ τίμιος. καὶ τάχα ἂν τὸν Σπαρτιάτην εἴρηκε Πίνδαρος Ἀργεῖον, παρόσον ἡ πᾶσα Πελοπόννησος Ἄργος ἐκαλεῖτο ὁμωνύμως τῇ πόλει· Ὅμηρος οὖν τὴν Ἑλένην Ἀργείαν φησὶν ἀντὶ τοῦ εἰπεῖν Λακεδαιμονίαν· Ἀργείαν δὲ εἶπεν ἀντὶ τοῦ Πελοποννησιακήν. Σπαρτιάτην δὲ Ἀριστόδημον ἐν τοῖς ἑπτὰ σοφοῖς ἀναγράφει Ἄνδρων ὁ Ἐφέσιος (FHG II 347).

a. ὃς φᾶ κτεάνων θ᾿ ἅμα λειφθεὶς καὶ φίλων: ὅστις ὁ Ἀριστόδημος ἀπεφθέγξατο τὸ τοιοῦτον, ἅμα τε τοῦ πλούτου καὶ τῶν φίλων στερηθείς.

b. ἔνιοι δὲ οὕτως ἀκούουσιν· ὅστις Ἀριστόδημος τῶν χρημάτων ἐνδεὴς γενόμενος καὶ τῶν φίλων ἐστερήθη.

a. ἐσσὶ γὰρ ὦν σοφός· οὐκ ἄγνωτ᾿ ἀείδω: ταῦτα οἱ περὶ Καλλίστρατον συνεργεῖν φασιν ἑαυτοῖς· φανερὸν γὰρ ὡς μισθὸν αἰτῶν τὸν Θρασύβουλον τό τε ἀπόφθεγμα προήνεγκε τὸ περὶ τῶν χρημάτων καὶ προσεπιλέγει· οὐκ ἀγνῶτ᾿ ἀείδω, σοφὸς γὰρ εἶ καὶ συνήσεις πρὸς τί ταῦτα εἴρηται. ἔνιοι δὲ τὸ ἄγνωτα προπαροξύνοντες οὐ κατὰ συναλοιφὴν ἀκούουσιν ἀντὶ τοῦ οὐκ ἀγνῶτι ἀείδω, ἀλλ᾿ ἐπὶ αὐτοῦ καὶ τῆς Ἰσθμικῆς φασὶν αὐτὸν νίκης λέγειν· οὐ περὶ ἀγνώτων, φησίν, ᾄδω. ὁ δὲ Δίδυμος μειοῦσθαί φησι τὸ ἀξίωμα τοῦ ποιητοῦ, εἰ μηδέπω τοῦ ἐπινίκου συντεταγμένου γνώριμός ἐστιν ἡ τοῦ Ξενοκράτους νίκη· ἔμπαλιν γὰρ ὁ Πίνδαρος ἀφανεῖς καὶ ἀδόξους φησὶν εἶναι τὰς νίκας, εἰς ἃς αὐτὸς μηδὲν γέγραφε. γελοίως.

b. ὁ δὲ νοῦς· τυγχάνεις οὖν σοφὸς, ὦ Ξενόκρατες, καὶ συνορᾷς τὸ τοῦ λόγου αἴνιγμα· οὐ γὰρ ἄγνωστα λέγω. εἶτα ἀπὸ κοινοῦ τὸ ἀείδω· ᾄδω καὶ τὴν Ἰσθμιακὴν νίκην, ἣν τοῖς ἵπποις ἀγωνιζομένῳ τῷ Ξενοκράτει ὁ Ποσειδῶν δωρησάμενος, ἀπὸ Κορινθιακῶν αὐτῷ σελίνων στέφανον αὐτοῦ ταῖς κόμαις ἐπιτεθῆναι παρέσχετο, τιμῶν τὸν ἱππικώτατον ἄνδρα δόξαν καὶ φῶς ὄντα τῷ τῶν Ἀκραγαντίνων δήμῳ. ἀπὸ δὲ τοῦ πρὸς αὐτὸν λόγου εἰς τὸν περὶ αὐτοῦ κατηνέχθη.

c. Δωρίων οὖν στεφάνων φησὶν ἀντὶ τοῦ τῶν Ἰσθμίων, Δωριεῖς ἐπείπερ ἐπῴκησαν τὴν Πελοπόννησον.

d. ἢ Δωρίων σελίνων τῶν Κορινθιακῶν, ὅτι Δωριεῖς ἐπῴκησαν τὴν Κόρινθον, ἡ δὲ Κόρινθος πύλαι τῆς Πελοποννήσου· Ἀλήτην γὰρ αὐτήν φασιν οἰκίσαι, ὅθεν καὶ Ἀλητίδαι οἱ Κορίνθιοι.

e. τοῖς [οὖν] τὰ Ἴσθμια ἀγωνιζομένοις σέλινον ξηρὸν ὁ στέφανος, ὑγρὸν δὲ τοῖς τὰ Νέμεα.

a. ἐν Κρίσᾳ δ᾿ εὐρυσθενής: τοῦτό φησιν ὡς τὰ Πύθια νενικηκότος αὐτοῦ· ἡ γὰρ Κρίσα τῆς Φωκίδος ἐστὶ χωρίον.

b. ὁ δὲ νοῦς· ἐν δὲ τῇ Κρίσᾳ εὐμενῶς ὁ Ἀπόλλων ἐθεάσατο τὸν Ξενοκράτην, καὶ ἀγωνιζομένῳ τὴν νίκην ἐδωρήσατο.

a. καὶ τόθι κλειναῖς Ἐρεχθειδᾶν χαρίτεσσι: καὶ ὅπου ταῖς ἐνδόξοις, φησί, τῶν Ἀθηναίων χάρισιν ἡρμοσμένος, ἐν ταῖς εὐδαίμοσιν Ἀθήναις, οὐκ ἐμέμψατο τὴν ἡνιοχικὴν χεῖρα.

b. ἄλλως. τοπικῶς, ἐν ἐκείνῳ τῷ τόπῳ. ἐν ταῖς Ἀθήναις, ὁ ταῖς χάρισιν ἡρμοσμένος Ἀπόλλων, ἀπὸ κοινοῦ γὰρ τοῦτο, οὐκ ἐμέμφθη τὴν ῥυσίδιφρον χεῖρα ὑπὸ τοῦ πληξίππου φωτὸς, τουτέστι τοῦ Θήρωνος. ὁ γὰρ Νικόμαχος Ἀθηναῖος ὢν ἀμφοτέροις ἡνιόχει, Θήρωνι καὶ Ξενοκράτει. ἐπὶ μὲν οὖν τοῦ Ξενοκράτους οὐχ οἷόν τε ἀκούειν· οὐ γὰρ ἀνῄρητο Ὀλυμπικὴν νίκην, ἀλλ᾿ ὁ Θήρων. κοινοποιεῖ δὲ τὰς νίκας ἀμφοῖν ὁ Πίνδαρος συνήθως αὐτῷ. τὸν δὲ Νικόμαχόν φησιν ἀρηρέναι ταῖς λιπαραῖς Ἀθήναις, παρόσον Ἀθηναῖος ἦν· ὃν διὰ τὸ φιλοφρονήσασθαι τοὺς Ἠλείων σπονδηφόρους Ἀθήναζε ἥκοντας ἀντησπάζοντο Ἠλεῖοι παρ᾿ αὐτοῖς, ὅτε Θήρωνι ἡνιόχει.

ῥυσίδιφρον χεῖρα: ἀπὸ μέρους, ἀντὶ τοῦ ῥᾳδίως καὶ ἀμεταγώγως τὰς ἡνίας εὐθύνοντα.

a. ὅν τε καὶ κάρυκες ὡρᾶν: ὅντινα τὸν νικηφόρον οἱ κήρυκες, φησίν, οἱ τὸν καιρὸν καὶ τὴν ὥραν τοῦ Ὀλυμπιακοῦ ἀγῶνος κηρύσσοντες καὶ σπονδηφόροι ὄντες τοῦ ἐν Ἤλιδι Διὸς, ἐγνώρισαν προπαθόντες τι ἡδὺ παρ᾿ αὐτοῦ διὰ τὸ φιλόξενον τῆς ὑποδοχῆς, καὶ τῇ ἡδείᾳ αὐτῶν φωνῇ ἠσπάζοντο τὸν Ξενοκράτην τῆς τιμίας Νίκης τοῖς γόνασι προσελθόντα· ἐκ δὲ τούτου, νικῶντα. ἠσπάζοντο δὲ κατὰ τὴν Ὀλυμπιακὴν αὐτῶν γῆν, ἥντινα καλοῦσιν Ὀλυμπίου Διὸς ἄλσος, ἔνθα ταῖς ἀθανάτοις τῆς νίκης τιμαῖς καὶ οἱ τοῦ Αἰνησιδάμου παῖδες Θήρων καὶ Δεινομένης ἐμίγησαν.

b. ἄλλως. οἱ κήρυκες, οἳ τὰς ὥρας καὶ τὸν καιρὸν τοῦ Ὀλυμπιακοῦ ἀγῶνος ἐκήρυσσον, καθ᾿ ἃς ἐτελεῖτο.

Ζηνὸς Ἀλεῖοι: τοῦ Ἠλείου Διὸς, τοῦ ἐν Ἤλιδι τιμωμένου. Ἦλις δὲ χώρα τῆς Ὀλυμπίας.

φιλόξενον ἔργον: ὑπεδέξατο γὰρ αὐτοὺς καὶ φιλοξένως ἐξένισεν.

ἵν᾿ ἀθανάτοις Αἰνησιδάμου: Αἰνησιδάμου παῖδες Θήρων καὶ Δεινομένης, ὧν κυρίως μνημονεύει ὡς Σικελιωτῶν τυράννων· Σικελιώτης δὲ ὁ νικηφόρος.

a. καὶ γὰρ οὐκ ἀγνῶτες ὑμῖν ἐντὶ δόμοι: καὶ γὰρ οὐκ ἀγνῶτες ὑμῖν εἰσιν οἱ οἶκοι, ἀντὶ τοῦ ἄπειροι, ὦ Θρασύβουλε, οὔτε ὕμνων ἐπεράστων οὔτε ὑψηλῶν ᾠδῶν· πάλιν δὲ ἐκ τούτου ὕμνων φησίν.

b. ἄλλως. ἤτοι περιφραστικῶς αὐτὴν τὴν Ὀλυμπίαν δόμους εἶπεν, ἢ οὐκ ἀγνῶτες ὑμῶν εἰσιν οἱ δόμοι τῆς φιλοξενίας, ὅπερ ἄμεινον.

c. τὸ δὲ ἐντί ἀντὶ τοῦ εἰσί Δωρικῶς.

a. οὐ γὰρ πάγος οὐδὲ προσάντης ἁ κέλευθος γίνεται: οὐ τραχεῖα, φησίν, ἡ ὁδὸς γίνεται τοῖς τοὺς ἐνδόξους ἐπαινοῦσιν ἄνδρας, τοὐναντίον δὲ ῥᾴδιος καὶ εὐεπίφορος· αὐτοὶ γὰρ ἀφορμὰς εἰς τοὺς ἐπαίνους διδόασι.

b. τιμὰς γὰρ Ἑλικωνιάδων τὰς τῶν Μουσῶν φησι, τουτέστι τοὺς ὕμνους καὶ τὰς ᾠδάς.

μακρὰ δισκήσαις ἀκοντίσαιμι: μακρῶς καὶ μεγάλως τὸν ἐμὸν λόγον ῥίψας, φησί, καὶ τὸν νικηφόρον ἐγκωμιάζων, ὑπερβαλοῦμαι τοὺς ἄλλους, ὁπόσον καὶ ὁ Ξενοκράτης τρόπον γλυκὺν καὶ σπουδαιότερον πάντων ἀνθρώπων ἔσχεν.

a. αἰδοῖος μὲν ἦν ἀστοῖς ὁμιλεῖν: ἀμφίβολον. ἤτοι γὰρ αὐτὸς ἦν, φησίν, ἐντροπῆς ἄξιος ὁμιλῶν τοῖς ἀστοῖς, ἢ αὐτὸς ἐνετρέπετο ἐν τῷ τοῖς ἀστοῖς ὁμιλεῖν. Διόδωρος δὲ ὁ Ἀριστοφάνειος μὴ νοήσας, ὅτι ἐπὶ τοῦ παρεληλυθότος χρόνου κεῖται τὸ ἦν, θρῆνόν φησι γεγράφθαι, οὔτε ἐκεῖνο νοήσας, ὅτι παρὰ τοῖς ποιηταῖς ἐναλλάττονται οἱ χρόνοι, οὔτε τὸ ἐπὶ τέλους λεγόμενον τὸ Νικάσιππ᾿ ἀπόνειμον, ὅταν ξεῖνον ἐμὸν ἠθαῖον ἔλθῃς· πρὸς τὸν ζῶντα, οὐ πρὸς τὸν τετελευτηκότα.

b. ἢ ἔστιν οὕτως· αἰδέσιμος ἦν τοῖς πολίταις συναναστρεφόμενος.

a. ἱπποτροφίας τε νομίζων ἐν Πανελλάνων νόμῳ: ἢ τὸ ἱπποτροφεῖν ἐν Ἕλλησιν αὐτὸς νομοθετῶν, ἢ νόμιμον ἐν Ἕλλησιν εἰδὼς τὸ ἱπποτροφεῖν. ἀπὸ κοινοῦ δὲ τὸ ἦν.

b. ἢ οὕτως· ἱπποτροφίας νομίζων· καὶ τρέφων τῷ τῶν Ἑλλήνων νόμῳ καὶ ἔθει.

c. ἤτοι κρίνων καὶ νομιστεύων τοῖς Ἕλλησιν, ἢ ἐπισήμους ποιῶν, παρὰ τὸ νόμισμα.

a. καὶ θεῶν διαίτας προσέπτυκτο πάσας: καὶ πάσας θεῶν πανηγύρεις ἐπιτηδείως προσεδέχετο. ἐκ δὲ τούτου δηλοῖ, ὅτι εὐσεβῶς καὶ πρὸς θεοὺς διέκειτο.

b. ἢ οὕτω· κατὰ διάνοιαν προσήγετο καὶ ἠσπάζετο· οὐδὲ νόμιμον καὶ ἔθος ἦγε τὰς ἑορτάς, ἀλλ᾿ οἰκείως ἔχων πρὸς τοὺς θεούς.

a. οὐδέποτε ξενίαν οὖρος ἐμπνεύσας: ἀλληγορικώτερον ἐχρήσατο τῷ λόγῳ ἀπὸ μεταφορᾶς τῶν οὐριοδρομουσῶν καὶ μὴ συστελλουσῶν τὰ ἱστία νεῶν· τὸν γὰρ φθόνον ἀνέμῳ εἴκασε, τὴν δὲ τῶν ξένων τράπεζαν νηῒ οὐρίως καὶ ἀβλαβῶς πλεούσῃ. οὐδέποτέ φησι τὸ ἱστίον τῆς τραπέζης, [ὁ Ξενοκράτης] ᾗ τοὺς ξένους ὑπεδέχετο, συνέστειλεν οὔριος ἄνεμος πνεύσας, ἀλλ᾿ ἀεὶ πλήρεσι τοῖς ἱστίοις πρὸς τὰς τῶν ξένων ἑστιάσεις ἐχρήσατο.

b. Χρύσιππος οὕτω· Ξενοκράτης δὲ οὐδέποτε οὕτως ἐχειμάσθη, ὥστε μὴ διομαλίσαι τὴν τράπεζαν.

c. ὁ δὲ νοῦς οὕτως· οὐδέποτε δὲ παρὰ τὴν φιλόξενον αὐτοῦ τράπεζαν, ἐν ᾗ τοὺς ἐπιφοιτῶντας ἐδεξιοῦτο ξένους, φθόνος τις ἐπιπνεύσας τῆς φιλοξενίας ἔπαυσεν ἑστιάσεις, ἀλλὰ πλήρεσι τοῖς ἱστίοις τοὺς πάντας ἐφιλοφρονεῖτο.

a. ἀλλ᾿ ἐπέρα ποτὶ μὲν Φάσιν θερείαις: Φάσις ποταμὸς τῆς Σκυθίας· ψυχρότατα δὲ τὰ περὶ αὐτὸν πνεύματα ἔχει. τὸ δὲ Νείλου πρὸς αὐγὰς τινὲς μὲν τὰς τοῦ Νείλου ῥύσεις, τινὲς δὲ ὅτι ἀπὸ ἀνατολῶν ἡ ῥύσις αὐτοῦ γίνεται· διὸ καὶ θερμοτάτης καὶ ὑγιεινῆς κράσεως μετέχει τὸ χωρίον. διὰ τούτων δὲ τὴν περὶ τοὺς καιροὺς δεξιότητα τοῦ Ξενοκράτους παρίστησιν ἀλληγορῶν· οὕτω γὰρ εὖ πρὸς τοὺς καιροὺς ἥρμοστο, καθάπερ οἱ ἐν μὲν τῷ θέρει πρὸς τὰ χειμερινὰ ὠθούμενοι, τῷ δὲ χειμῶνι πρὸς τὰ θερινά.

b. ὁ δὲ νοῦς πάλιν ἐπὶ τῆς φιλοξενίας τοῦ Ξενοκράτους οὕτως ἔχει· ὁ Ξενοκράτης φιλοφρονούμενος τοὺς ξένους ἔπλει τῷ τῆς τραπέζης ἱστίῳ θέρους πρὸς τὰ ψυχρότερα, χειμῶνος δὲ πρὸς τὰ θερμότερα πλέων· ὥστε πανταχόθεν αὐτοῦ τὸ εὔκρατον καὶ προσηνὲς τῆς φιλοξενίας δηλοῦσθαι. ἢ καὶ ἐπὶ τῶν ξένων τὴν διάνοιαν ἀκουστέον, ἵν᾿ ᾖ· ἕκαστος, φησί, τῶν ξενιζομένων ἐκ μὲν θερμότητος καὶ καμάτων πρὸς ψυχρότητα καὶ ἀνάκτησιν ὥσπερ πρὸς αὐτὸν ἔσπευδεν, ἐκ δὲ χειμῶνος πρὸς θερμότητα.

a. μὴ νῦν ὅτι φθονεραὶ θνατῶν φρένας: μὴ δ᾿ ὅτι, φησί, περὶ τὰς φρένας τῶν ἀνθρώπων φθονεραὶ κρέμανται ἐλπίδες καὶ διαθέσεις, τουτέστι μὴ διότι φθονεροί εἰσιν οἱ ἄνθρωποι, παρὰ τοῦτο στειλάμενος τὴν τοῦ πατρὸς ἀρετὴν σιγάτω· λεγέτω δὲ τῶν φθονούντων ἀφροντιστῶν.

b. τὰς δὲ ἐλπίδας ἀντὶ ἑνὸς τούτων τέταχε, φροντίδος, διανοίας, διαθέσεως. c. μὴ οὖν, φησί, τὴν τοῦ πατρὸς ἀρετὴν σιγῇ παραδότω, ἀλλ᾿ εἰς τὸ κοινὸν φερέτω· τυχὼν γὰρ τῆς νίκης τὴν τοῦ πατρὸς ἀρετὴν εὖ προήγαγε τῇ ἑαυτοῦ δόξῃ.

ἐπεί τοι οὐκ ἐλιννύσσοντας αὐτοὺς εἰργασάμην: ἐπεὶ οὐ τοιούτους, φησίν, εἰργασάμην τοὺς ὕμνους, ὥστε ἐφ᾿ ἑνὸς τόπου μένειν αὐτοὺς καὶ ἑστάναι καθάπερ ἀνδριάντας. τὴν αὐτὴν διάνοιαν καὶ ἀλλαχόθι φησίν (N. V 1)· οὐκ ἀνδριαντοποιός εἰμι, ὥστ᾿ ἐλινύσοντ᾿ ἐργάσασθαι ἀγάλματα ἐπ᾿ αὐτῆς βαθμίδος ἑσταότα.

ταῦτα, Νικάσιππ᾿, ἀπόνειμον: διὰ τοῦτο δῆλον, ὅτι τὸν εἰς Ξενοκράτην ὕμνον εἰς Ἀκράγαντα διὰ Νικασίππου πέμπει πρὸς Θρασύβουλον τὸν Ξενοκράτους ἀδελφόν· τὸ γὰρ ἀπόνειμον ἀντὶ τοῦ ἀνάγνωθι. Σοφοκλῆς ἐν Ἀχαιῶν συλλόγῳ (fr. 144)· σὺ δ᾿ ἐν θρόνοισι γραμμάτων πτύχας ἔχων [ἀπόνειμον] νέμει τίς οὐ πάρεστι, τίς ξυνώμοσε. καὶ Παρθένιος ἐν τῇ Ἀρήτῃ (fr. 1 Mein.) τὸ ἄννεμε ἀντὶ τοῦ ἀνάγνωθι· καὶ ἀννείμῃ Δωριστὶ Βουκόλος (Theocr. 18, 48).

Scholia in Isthmionicarum carmen III.

Τοῦ τρίτου εἴδους ἡ στροφὴ καὶ ἀντίστροφος κώλων ἐστὶ δέκα. τὸ α΄ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. τὸ β΄ τὸ αὐτό. τὸ γ΄ τροχαϊκὸν ἐπίτριτον. τὸ δ΄ ἀνακλώμενον ἰωνικὸν διμετρον καταληκτικόν. τὸ ε΄ ἐγκωμιολογικόν. τὸ ς΄ τὸ αὐτό. τὸ ζ΄ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. τὸ η΄ ἑφθημιμερὲς δακτυλικόν. τὸ θ΄ δίμετρον τροχαϊκὸν ἀκατάληκτον. τὸ ι΄ τὸ αὐτό.

ἡ ἐπῳδὸς κώλων ἐστὶν ἕνδεκα. τὸ α΄ προσοδικὸν δωδεκάσημον. τὸ β΄ μονόμετρον ἰωνικόν ἢ ἀναπαιστικόν. τὸ γ΄ τρίμετρον δακτυλικὸν ἀκατάληκτον. τὸ δ΄ Εὐριπίδειον. τὸ ε΄ ὅμοιον τῷ τίς σὰς παρήειρε φρένας. τὸ ς΄ ὅμοιον τῷ Ἐρασμονίδη Χαρίλαε. τὸ ζ΄ δίμετρον τροχαϊκὸν ἀκατάληκτον. τὸ η΄ Εὐριπίδειον. τὸ θ΄ προσοδικὸν δωδεκάσημον. τὸ ι΄ Εὐριπίδειον. τὸ ια΄ ἴαμβος.

Inscr. Γέγραπται Μελίσσῳ Θηβαίῳ. οὗτος ἐνίκησεν Ἴσθμια καὶ Νέμεα, πρόσκειται δὲ τῇ ᾠδῇ ἵπποις διὰ τὸ μὴ δηλοῦν τὸν Πίνδαρον τὸ τοῦ ἀγωνίσματος εἶδος, πότερον κέλητι ἢ τεθρίππῳ· μόνον δὲ ἱπποδρομίᾳ λέγει ἐστεφανῶσθαι.

εἴ τις ἀνδρῶν εὐτυχήσαις: ὁ λόγος· εἴ τις εὐτύχησεν ἐν ἄθλοις ἢ ἐν πλούτῳ, ὡς τὸν ἐν εὐπραγήμασι δύνασθαι φέρειν κόρον μὴ ἐξυβρίζων, ἄξιός ἐστιν εὐλογεῖσθαι ὑπὸ τῶν πολιτῶν. διατί δὲ, αὐτὸς ἐποίσει.

Ζεῦ, μεγάλαι δ᾿ ἀρεταὶ θνατοῖς ἕπονται ἐκ σέθεν: ἐκ σέθεν εὐτυχοῦσιν οἱ ἄνθρωποι· καὶ γὰρ οὐ δι᾿ αὐτούς, ἀλλὰ διὰ θεῶν πρόνοιαν· ἐξ ὧν αὐτοῖς καὶ μεγάλαι ἀρεταὶ ἕπονται.

a. ζώει δὲ μάσσων ὄλβος ὀπιζομένων: ὄπις μὲν ἡ τοῦ μέλλοντος ἐπιστροφὴ καὶ τοῦ μετὰ ταῦτα ἐσομένου. Ὅμηρος (ξ 82)· οὐκ ὄπιδα φρονέοντες.

b. ὁ δὲ λόγος· ζῇ δὲ ἐπὶ πλείονα χρόνον ὁ ὄλβος καὶ συναυξανόμενος παραμένει τοῖς ὀπιζομένοις καὶ ἐντρεπομένοις· κομίζονται γὰρ ἀντὶ τῶν πόνων ἐπαίνους οἱ μὴ ὑπεροπτικοί· τοῖς δὲ σκολιόφροσι καὶ παρανόμοις ἀνθρώποις οὐχ ὁμοίως ἀκολουθεῖ ὁ ὄλβος.

c. οἷον οὐδέποτε ὁμιλήσει τοῖς κακοῖς ἡ θάλλουσα εὐδαιμονία.

εὐκλέων δ᾿ ἔργων ἄποινα: τῶν δὲ εὐδόξων κατορθωμάτων, φησίν, ἀμοιβὴν τοῖς ἀγαθοῖς προσήκει τὸν ἐγκωμιαστικὸν λόγον παρασχεῖν, χρὴ δὲ τὸν τοιοῦτον ὑψῶσαι καὶ μετεωρίσαι ταῖς χάρισιν.

ἔστι δὲ καὶ διδύμων ἀέθλων Μελίσσῳ μοῖρα: ἔστι δὲ καὶ διπλῶν ἄθλων καὶ νικῶν τῷ Μελίσσῳ μερὶς, ὥστε πρὸς εὐφροσύνην γλυκυτάτην τρέψαι αὐτοῦ τὴν ψυχήν· τοῦτο μὲν ἐν τοῖς βασίμοις τόποις τοῦ Ἰσθμοῦ δεξαμένῳ τοὺς στεφάνους, ἀντὶ τοῦ νικήσαντι ἐν τῷ Ἰσθμῷ· τὰ δέ ἐστιν ἐν τῇ κοίλῃ καὶ βαθυστέρνῳ νάπῃ τοῦ λέοντος, τουτέστι τῇ Νεμέᾳ, ἵππων δρόμῳ νικήσαντι. ἀνεκήρυξε γὰρ Θήβην, φησί. τοῦτο οὖν λέγει ὡς καὶ Ἴσθμια καὶ Νέμεα νενικηκότος αὐτοῦ ἱπποδρομίᾳ.

ἴστε μὰν Κλεωνύμου: γινώσκετε μὴν τὴν περὶ τὰ ἅρματα τοῦ Κλεωνύμου ἀρχαιοτάτην ἀρετήν τε καὶ δόξαν. τούτου δὲ τοῦ Κλεωνύμου ὡς προγόνου τοῦ Μελίσσου κατὰ πατέρα μέμνηται· ὁ μὲν γὰρ πατὴρ αὐτοῦ Τελεσιάδας ἐστίν. ἐν δὲ τῇ ἑξῆς ᾠδῇ καθόλου τοὺς συγγενεῖς αὐτοῦ Κλεωνυμίδας κέκληκε.

a. καὶ ματρόθεν Λαβδακίδαισι σύννομοι: ὡς κατὰ μητέρα ἀπὸ Λαβδάκου καὶ Οἰδίποδος τοῦ Κλεωνύμου ὄντος. διό φησι· καὶ μητρόθεν σύννομοι πλούτου. τὸ γὰρ πρὸς μητρὸς τοῦ Μελίσσου καὶ Κλεωνύμου γένος συνάπτεται τοῖς Λαβδακίδαις διαπρέψασι κατὰ τὴν ἡνιοχικήν.

b. τὸ δὲ σαφές· τὸ δὲ μητρῷον γένος εἰς τοὺς Λαβδακίδας ἀνάγονται, καὶ κοινωνοὶ τῆς ἐκείνων ὄντες εὐδοξίας πλοῦτον ἱκανὸν περ εκτῶντο ἅρμασιν ἀγωνιζόμενοι. τὸ γὰρ πλούτου διέστιχον ἀντὶ τοῦ διὰ πλούτου ἤρχοντο, τουτέστι πλοῦτον ἐκτῶντο.

αἰὼν δὲ κυλινδομέναις ἁμέραις: ὑποφαίνει διὰ τούτων ὡς ποικίλαις χρωμένων τύχαις τῶν τοῦ Μελίσσου προγόνων. ὁ γὰρ βίος, φησίν, ἐν ταῖς ἡμέραις εἱλούμενος καὶ ἐν τοῖς ἐνιαυτοῖς ἀλλοίας καὶ ἀλλοίας ἀπογεννᾷ περιστάσεις. ἴσως μὲν οὖν εἰς τὰ ἐπὶ τοῖς Λαβδακίδαις τεθρυλλημένα ἀποβλέπει, ἄμεινον δὲ εἰς τὰ ἐν τῇ ἑξῆς ᾠδῇ λεγόμενα· τέσσαρας γάρ φησι κατὰ πόλεμον συγγενεῖς τοῦ Μελίσσου τελευτῆσαι.

a. ἄτρωτοί γε μὰν παῖδες θεῶν: ἀντὶ τοῦ οἱ θεοὶ, ὡς καὶ παῖδες Ἑλλήνων οἱ Ἕλληνες.

b. ὁ δὲ νοῦς· μόνοι θεοὶ οὐκ ἔχουσι μεταβολὴν εἰς κακόν· ἄτρωτοι γὰρ οὗτοι· τὰ δὲ τῶν ἀνθρώπων εὐμεταπτωτά φησιν εἶναι.

Scholia in Isthmionicarum carmen IV.

Τοῦ τετάρτου εἴδους ἡ στροφὴ καὶ ἀντίστροφος καὶ ἡ ἐπῳδὸς ταὐτὸ μέτρον ἔχει τῷ τρίτῳ.

a. Ἔστι μοι θεῶν ἕκατι μυρία: θεῶν, τῶν Μουσῶν καὶ τοῦ Ἀπόλλωνος.

b. ἢ τῶν θεῶν προνοίᾳ ἐστί μοι μυρία ὁδὸς εἰς τοὺς ὕμνους· πολλάς φησιν ἔχειν εὐμηχανίας καὶ ἀφορμὰς εἰς τοὺς τοῦ Μελίσσου ἐπαίνους διὰ τὸ νικῆσαι τὰ Ἴσθμια.

c. ὁ δὲ νοῦς οὕτως· τῶν Μουσῶν ἐπιτρεπουσῶν | ἐστί μοι πανταχοῦ οὐ προσάντης ἀλλ᾿ εὐμαρὴς ἡ τῶν ὕμνων ὁδὸς, ὦ νικηφόρε· τὰ γὰρ Ἴσθμια νικήσας εὐμηχανίας πεποίηκας τῷ ὕμνῳ | ἀνυμνεῖν τὰς προγονικὰς ὑμῶν ἀρετάς.

a. αἷσι Κλεωνυμίδαι: Κλεωνυμίδας κέκληκε τοὺς προγόνους τοῦ Μελίσσου ἀπὸ προγόνου τινὸς Κλεωνύμου. τροπικῶς δὲ τὰ περὶ τῆς τύχης συμπτώματα οὕτω φησί· προεῖπον δὲ ὡς τῆς βασιλείας ἐξέπεσόν ποτε.

b. ὁ δὲ νοῦς· αἷς ταῖς ἀγωνιστικαῖς ἀρεταῖς οἱ σοὶ πρόγονοι διηνεκῶς λάμποντες εὐδαιμονίᾳ τύχης τὸ θνητὸν διαπορεύονται τοῦ βίου τέλος.

a. ἄλλοτε δ᾿ ἀλλοῖος οὖρος: ὅμοιόν ἐστι τῷ αἰὼν δὲ κυλινδομέναις ἁμέραις ἄλλ᾿ ἄλλοτ᾿ ἐξάλλαξε (III 18)· καὶ γὰρ ἐκ τούτων ὑποφαίνει τὴν περὶ τὸν οἶκον τοῦ Μελίσσου δυσπραγίαν. b. ὁ δὲ νοῦς οὕτως· ἄλλοτε ἀλλοῖος καὶ οὐχ ὁ αὐτὸς παρὰ τῆς τύχης ἄνεμος ἐπιπνεύσας πάντας ἀνθρώπους συμφέρεσθαι πράγμασι παρέχει.

a. τοὶ μὲν ὦν Θήβαισι τιμάεντες ἀρχᾶθεν λέγονται: τουτέστιν ἄνωθεν ἔτι ἐπίτιμοί εἰσιν οἱ Κλεωνυμίδαι διὰ τὸ Λαβδακίδαι εἶναι καὶ προξενίαν παρέχειν τοῖς περιοίκοις.

b. ὁ δὲ νοῦς οὕτως· οἱ μὲν οὖν σοὶ πρόγονοι ἄνωθεν καὶ ἐξ ἀρχῆς διαβεβόηνται κατὰ τὰς Θήβας ἐπίτιμοι καὶ ἔνδοξοι γεγονέναι πάντων τῶν ἐνοικούντων ξενισταὶ τῆς τε θορυβώδους ὕβρεως παντελῶς ὄντες ἀλλότριοι.

c. Χρύσιππος οὖν· πιθανῶς τὴν ὕβριν κελαδεινὴν εἴρηκε διὰ τὸ λάλους εἶναι τοὺς ὑβριστάς.

d. τὸ δὲ ὀρφανοὶ οἷον ἐστερημένοι ὕβρεως, οὐκ ὄντες ὑβρισταί, ἀλλὰ πᾶν τοὐναντίον ἥμεροι καὶ ἐπιεικεῖς.

a. ὅσσα δ᾿ ἐπ᾿ ἀνθρώπους ἄηται μαρτύρια: ὅσα δὲ φέρεται ἐπὶ τοὺς ζῶντας ἀνθρώπους καὶ τεθνηκότας μαρτύρια ἀρετῆς, κατὰ πᾶν τέλος τούτων ἐπέψαυσαν, φησί, Κλεωνυμίδαι.

b. ἄλλως. ὁπόσα δὲ ἐν ἀνθρώποις φέρεται τῶν τετελευτηκότων καὶ τῶν ζώντων τῆς μεγίστης εὐδοξίας μαρτύρια, ταῦτα οὗτοι ἐν παντὶ πράγματι ἀναδεξάμενοι φαίνονται.

c. ἢ οὕτως· εἴ τις καὶ πρὶν τεθνηκὼς ἢ νῦν ὢν ἔσχεν ἐξαίρετόν τι, τοῦτο ἔσχον.

a. ἀνορέαις δ᾿ ἐσχάταισι: ταῖς δ᾿ ἀρεταῖς αὐτῶν ἀπὸ τῶν Θηβῶν μέχρις Ἡρακλείων στηλῶν τὸ κλέος διῖκται· οἷον ἄχρι περάτων κατὰ πάντα τρόπον κεκήρυκται αὐτῶν ἡ ἀνδρεία.

b. ὁ δὲ νοῦς· ταῖς οἰκείαις δὲ ἀρεταῖς καὶ τῶν Ἡρακλείων ἅπτονται στηλῶν, καὶ προσήκει ταύτης τῆς ἀρετῆς μὴ ζητεῖν μείζονα.

c. ὁ δὲ Χρύσιππος οὕτως· αἱ δ᾿ ἀνδρεῖαι ὑμῶν καὶ ἐν οἴκῳ διαφαίνονται καὶ μέχρι τῶν Ἡρακλείων στηλῶν διϊκνοῦνται.

d. στήλαις δὲ εἶπεν ἀντὶ τοῦ στηλῶν, ὡς καὶ στεφάνοισι θίγον (J. I 18?) ἀντὶ τοῦ στεφάνων.

a. καὶ μηκέτι μακροτέραν σπεύδειν ἀρετάν: ὑπὲρ Ἡρακλείους φησὶ στήλας μὴ δύνασθαι τὴν ἀρετὴν πέμψαι.

b. ὅμοιον τῷ Γαδείρων τὸ πρὸς ζόφον οὐ περατόν (N. IV 69). ἐλλείπει δὲ τὸ χρή.

c. Χρύσιππος τὸ σπεύδειν φησὶν ἀντὶ τοῦ σπευδέτωσαν.

ἱπποτρόφοι τ᾿ ἐγένοντο: καὶ πρὸς ἱπποτροφίαν εἶχον, καὶ ἤρεσκον τῷ Ἄρει, τουτέστι καὶ πολέμων ἦσαν ἔμπειροι, ὅ ἐστι πολεμικοί.

a. ἀλλ᾿ ἁμέρᾳ γὰρ ἐν μιᾷ: Χρύσιππος ἀποδέδωκεν, ὅτι τέσσαρες συγγενεῖς προπεπτώκασιν ἐν μιᾷ ἡμέρᾳ κατὰ πόλεμον αὐτῶν, καὶ τοῦτο λέγει λελυπηκέναι τὸν οἶκον.

b. ὁ δὲ νοῦς· ἀλλ᾿ ἐν μιᾷ ἡμέρᾳ ὁ τοῦ πολέμου τραχύτατος χειμὼν τὴν μακαριωτάτην ἑστίαν τεσσάρων ἀνδρῶν ἔρημον ἐποίησεν.

a. νῦν δ᾿ αὖ μετὰ χειμέριον: νῦν δέ, φησί, καθάπερ ἐκ χειμῶνος ἔαρ καθέστηκεν αὐτῷ νενικηκότι, ὥσπερ ἐαρίζουσα γῆ ἐκ χειμῶνος ἐκδίδωσι τὰ ῥόδα. οἷον ἐξ ὑπαρχῆς ἀνθεῖ αὐτοῖς ὁ οἶκος.

b. Χρύσιππος δέ μετ᾿ ἐκείνην τὴν ἀτυχίαν καὶ τὸν χειμῶνα ἤνθησαν.

c. ἀλληγορεῖ ἐπὶ τοῦ βίου· εἰς ἔαρ μετέβαλε, φησίν, ἡ οἰκία Μελίσσου. τὸ γὰρ ποικίλων μηνῶν, ἤτοι καθὸ ποικίλα καὶ πολλὰ ἐν τῷ χρόνῳ γίνεται, ἢ ποικίλων τῶν καρπῶν, καθ οὓς ὅλη ἡ γῆ ποικίλη γίνεται τῇ τῶν φυτῶν ἐξανθήσει, ὅπερ ἄμεινον.

ὁ κινητὴρ δὲ γᾶς: ὁ Ποσειδῶν. καὶ γέγονε παρὰ τὸ ἐννοσίγαιος.

a. Ὀγχηστὸν οἰκῶν: ἱερὸν γὰρ τῷ θεῷ τὸ χωρίον, ὡς καὶ Ὅμηρός φησι (B 506).

b. γέφυραν δὲ ποντιάδα τὸν Ἰσθμὸν ἔφη διὰ τὸ ἑκατέρωθεν θάλασσαν εἶναι καὶ τὴν διατείνουσαν ζώνην γεφύρᾳ ἐοικέναι.

c. τὸ δὲ σαφὲς οὕτως· ὁ δὲ τῆς γῆς κινητὴρ Ποσειδῶν ὁ τὸν Ὀγχηστὸν οἰκῶν καὶ τὴν θαλασσίαν γέφυραν τὴν πρὸ τῶν τειχῶν τῆς Κορίνθου, τοῦτον ἐπὶ τῇ νίκῃ χαρισάμενος τὸν ὕμνον τῷ τοῦ Μελίσσου γένει, ἐκ τῶν κοιτῶν ἀσθενήσασαν καὶ νοσηλευομένην πάλιν αὐτῶν τὴν παλαιὰν ἀναρρώννυσι δόξαν. ἦν γὰρ ἀφυπνώσασα καὶ ἀφανὴς γενομένη.

d. ἄλλως. ὁ θεὸς αὐτῶν τὴν καθυπνωκυῖαν φήμην ἀνεγείρει καὶ ἀνανεοῦται· παρόσον ἐν ταῖς δυστυχίαις καὶ ὁ πλοῦτος ἠλαττώθη καὶ ἡ ἱππικὴ ἐσιγήθη, νῦν δὲ ταῖς νίκαις ἐπέτυχεν.

a. ἀλλ᾿ ἀνεγειρομένα χρῶτα λάμπει: ἡ προειρημένη. φησί, φήμη ἀνεγειρομένη λάμπει, καὶ οὕτως ὡς ὁ ἑωσφόρος συγκρινόμενος τοῖς ἄλλοις ἄστροις, διὰ τὴν τοῦ Μελίσσου νίκην. τῷ αὐτῷ τρόπῳ καὶ Εὐριπίδης κέχρηται (fr. 398)· ἰδοῦσα δ᾿ Ἰνοῦς συμφορὰν πολὺν χρόνον νῦν ὄμμ᾿ ἐγείρει.

b. ὁ δὲ νοῦς· ἀλλὰ πάλιν ἀναστᾶσα καὶ διαφανὴς γενομένη οὕτω τὸν χρῶτα λάμπει, ὥσπερ ὁ ἑωσφόρος ἐν τοῖς ἄλλοις ἄστροις ἐκδηλότερός ἐστιν.

a. ἅ τε κἠν γουνοῖς Ἀθηνᾶν: ἥτις φήμη καὶ δόξα ἐν Ἀθήναις καὶ Σικυῶνι κατὰ τὸν Ἀδράστου ἀγῶνα τὰ τούτου ἅρματα κηρύξασα τὴν νίκην ἐνεχείρισεν.

b. ἄλλως. ἡ φήμη, φησίν, ἡ προειρημένη νικᾶν κηρύξασα τὸ ἅρμα ὑμῶν ἐν Ἀθήναις καὶ Σικυῶνι ἐδωρήσατο ὑμῖν τοιάδε, ὁποῖα ἐγὼ νῦν γράφω εἰς σὲ διὰ τῶν ὕμνων· τοιαῦτα ἔσχον καὶ οἱ πρόγονοί σου παρὰ τῶν τότε γεγονότων ποιητῶν· ὡς καὶ εἰς ἐκείνους γεγραφότων τινῶν ἐπινίκους.

c. τὸ δὲ ἑξῆς· τοιαῦτα τῶν ὑμετέρων προγόνων τὰ ἐγκώμια τὰ ἐπὶ τοῖς στεφάνοις καὶ ἀγῶσιν. ἔνιοι δέ, τοιαύτας ἔσχον καὶ οἱ πρόγονοί σου παρὰ τῶν τότε ποιητῶν ᾠδάς. τοῦτο δέ φησι Χρύσιππος ὡς ἄλλων ἐγκεκωμιακότων ποιητῶν κατὰ τὸν καιρὸν τὸν πάλαι τὰς νίκας.

a. οὐδὲ παναγυρίων ξυνᾶν ἀπεῖχον: οὐδὲ τῶν κοινῶν, φησί, | πανηγύρεων τὸ ἐπικαμπὲς αὐτῶν ἅρμα ἀπεχώριζον.

b. ὃ δέ φησι, τοιοῦτόν ἐστιν· ὅτι οὕτω φιλαγωνιστικοὶ καὶ φιλόδοξοι ἦσαν, ὥστε καὶ ἐν τοῖς ἀγῶσι τῶν κοινῶν | πανηγύρεων ἀγωνίζεσθαι· καὶ πᾶσι τοῖς Ἕλλησι δὲ περὶ ἱπποτροφίας ἐρίζοντες ἔχαιρον. τῶν γὰρ μὴ καθιέντων αὑτοὺς εἰς ἅμιλλαν καὶ πειρωμένων ἀγῶνος οὐδεμία μνήμη ἐστίν, ὅ ἐστι, σιωπᾶται ὁ βίος τῶν μὴ πονούντων ἐν τοῖς ἀγῶσιν ἀνδρῶν.

c. Χρύσιππος δέ, σεσημείωται, φησίν, ὁ τόπος διὰ τὴν φράσιν· τὸ γὰρ ἐναντίον βούλεται εἰπεῖν· τῶν ἀπειράτων καὶ ἀπράκτων ἄγνωστοί εἰσιν αἱ λαλιαί, ὅ ἐστιν, ἄν τις μὴ πειραθῇ πράξεων ἀγαθῶν, οὗτος ἀκλεὴς γίνεται. γελοίως.

a. ἔστι δ᾿ ἀφάνεια τύχας: τὸ ἑξῆς· ἔστι δὲ τὸ τῆς ἐκβάσεως τέλος τῶν μαχομένων ἀτελὲς, πρὶν ἐπὶ τέλος καὶ τὴν νίκην παραγενέσθαι, ὅ ἐστι νικῆσαι. πολλάκις γὰρ τούτων τε κἀκείνων ἡ τύχη δίδωσι, τῆς νίκης τε καὶ ἥττης. ὁ δὲ νοῦς αὐτῷ πρὸς τοῦτο παρείληπται· οἱ σοὶ πρόγονοι διηνεκῶς διετέλουν ἱπποτροφοῦντες, καίτοι τῆς κατὰ τὸν ἀγῶνα τύχης ἄδηλον ἐχούσης τὴν ἔκβασιν. ὅπερ καὶ ἐν ἄλλοις (O. V 15)· πρὸς ἔργον κινδύνῳ κεχαλασμένον.

b. ἄλλως. καὶ αὐτοῖς τοῖς ἀγωνιζομένοις ὃ δήποτε ἀγώνισμα, ἀφανές ἐστι καὶ ἀπροόρατον τὸ ἐκ τῆς τύχης ἀποβησόμενον, πρὶν ἢ τέλος γενέσθαι, πότερον νικήσουσιν ἢ οὔ.

c. τὸ δὲ σαφές· ἔστι δὲ καὶ τῶν κατὰ πόλεμον μαχομένων | τῆς τύχης ἀφανὴς ἡ ἔκβασις, πρὶν τὸ τέλος παραγενέσθαι· ἄλλα γὰρ ἄλλοις ἡ τύχη δίδωσι, καὶ πολλάκις τὸν κρείττονα τῇ τέχνῃ ὑπὸ τῶν χειρόνων | τοῦ δέοντος ἀποσφαλῆναι πεποίηκε.

d. τὸ δὲ καταμάρψαι ἀντὶ τοῦ καταμαρφθῆναι, συσχεθῆναι. προσεπισφραγίζεται οὖν διὰ τούτων, ὅτι πολλάκις ἡ τύχη τὸν κρείττονα ὑπὸ τοῦ ἥττονος ἐποίησε καταγωνισθῆναι τέχνῃ.

e. τὸ δὲ τέχνῃ νῦν ἀντὶ τοῦ δόλῳ καὶ μηχανῇ τινι. | Ὅμηρος δέ (θ 296)· ἀμφὶ δὲ δεσμοὶ τεχνήεντες ἔχυντο· ἀντὶ τοῦ τεχνηέντως· ἔνθεν καὶ τὸ ἀτεχνῶς ἀδόλως.

a. ἴστε μὰν Αἴαντος ἀλκὰν φοίνιον: τὸ ταμὼν πρὸς τὴν ἀλκὴν ληπτέον.

b. τὸ δὲ ὀψίᾳ ἐν νυκτὶ τριχῶς νοεῖται· ἢ γὰρ τὴν ὀψίαν τῆς ἡμέρας· ὅτε γὰρ ὀψὲ τῆς ἡμέρας ἐστὶ, τότε ἀρχὴ τῆς νυκτός· οἷον ἀφ᾿ ἑσπέρας· ἢ κατὰ τὸ ὀψὲ τῆς νυκτὸς, οἷον τὸ μεσονύκτιον, μετὰ τὴν ὀψίαν ὥραν τῆς νυκτὸς, ὥστε ὅλον ὅμοιον εἶναι τῷ ἐν νυκτὸς ἀμολγῷ, ὅτε ἀμέλγουσι πρὸς ἑσπέρας· ἢ τὸ πρὸς ἕω, ὅτε ἐστὶ τῆς νυκτὸς ὀψὲ πρὸ τοῦ ὄρθρου. τοῖς δὲ τὸν ὄρθρον ἀκούουσι καὶ τὰ ἀπὸ τῆς ἱστορίας συνᾴδει· ὁ γὰρ τὴν Αἰθιοπίδα γράφων (fr. 2 Kinkel) περὶ τὸν ὄρθρον φησὶ τὸν Αἴαντα ἑαυτὸν ἀνελεῖν. c. ἀπορήσειε δ᾿ ἄν τις, πρὸς τί βλέπων τὸν Αἴαντα προσῆκται· εἰ μή ἐστιν ὅτι βραχὺς ὢν ὁ Μέλισσος τῶν ἀλκιμωτέρων καὶ τὸ σῶμα μειζόνων τέχνῃ περιῆν, ὅπερ καὶ ὁ Αἴας ὑπὸ Ὀδυσσέως ἔπαθεν ἐν τῇ κρίσει τῶν ἄθλων καὶ ὅπλων, ἀφαιρεθεὶς τούτων καὶ νικηθεὶς ὑπὸ τοῦ δολίου.

d. ὁ δὲ Χρύσιππος αἰνιγματωδῶς φησι κεῖσθαι τὴν περὶ τοῦ Αἴαντος ἱστορίαν· ἄδηλον γὰρ, πότερον εἰς τὴν πάλην τείνει τὴν γενομένην πρὸς Ὀδυσσέα, ὅτε ἐνίκησε δόλῳ, ἢ εἰς τὰ περὶ τὴν κρίσιν τῶν ὅπλων. ἄμεινον δέ φησιν, ὅτι καὶ ὡς ὁ Αἴας μείζων ὢν κατὰ τὸν ἀγῶνα βαστάζων τὸν Ὀδυσσέα δόλῳ παρ᾿ αὐτοῦ ἐλήφθη, οὕτω καὶ ὁ Μέλισσος μείζονα ὄντα τὸν ἀνταγωνιστὴν τῇ τέχνῃ ἐνίκησε.

e. Χρύσιππος οὕτω φησίν· ἴστε Αἴαντα, ὃς μέγας ὢν ὄνειδος τοῖς Ἕλλησι περιεποίησε τὴν κακοκρισίαν αὐτῶν φανερὰν ποιήσας, ἐπεὶ προσεχαρίσαντο τῇ Ἀθηνᾷ.

f. ὁ δὲ νοῦς· γινώσκετε μὴν τὴν τοῦ Αἴαντος δύναμιν τὴν φονίαν καὶ πολεμικὴν, ἣν ἐν ὀψίᾳ περὶ τῷ ἑαυτοῦ ξίφει διατεμὼν καὶ διαφθείρας οὐκ ὀλίγην μέμψιν ἔχει ἐν τοῖς Ἑλλήνων παισὶ τοῖς ἐν Τροίᾳ διαβεβηκόσιν.

a. ἀλλ᾿ Ὅμηρός τοι τετίμακεν δι᾿ ἀνθρώπων: Χρύσιππος ἀμφίβολόν φησι τοῦτο εἶναι, πότερον ἐπ᾿ Αἴαντος ἢ ἐπ᾿ Ὀδυσσέως λέγει· πάντοτε γὰρ ὁ Πίνδαρος τὸν Αἴαντα θαυμάζει, νῦν δὲ ὁ λόγος συνᾴδει Ὀδυσσεῖ. καὶ γὰρ τὸ λέγειν, ὃς αὐτοῦ πᾶσαν ὀρθώσαις ἀρετὰν κατὰ ῥάβδον ἔφρασεν, ἐπ᾿ Ὀδυσσέως συμφωνεῖ, ἐπεὶ καὶ μᾶλλον τῆς Ἰλιάδος ἡ Ὀδύσσεια ῥαψῳδεῖται· καὶ ἡ Ἰλιὰς μὲν πολλῶν κοινὸν ἐγκώμιον, ἡ Ὀδύσσεια δὲ μόνου Ὀδυσσέως· καὶ οὐκ ἂν, θέλων συστῆσαι τὸν κρείττονα ὑπὸ τοῦ ἥττονος ἐλαττούμενον διὰ τύχην καὶ τέχνην, τὸν Αἴαντα ἐγκωμιαζόμενον εἰσήγαγεν ὑφ᾿ Ὁμήρου· τοῦτο γὰρ ἔλεγχον εἶχε τοῦ ἐγκωμιαζομένου ὑπ᾿ αὐτοῦ. κατὰ δὲ τούτους ὁ μὲν ἀλλά κείμενος ἔσται διασταλτικός, ὁ δὲ λόγος· καίπερ ἐλάττονα τὸν Ὀδυσσέα γενόμενον Ὅμηρος τετίμηκε. γελοίως. δύναται γὰρ μένειν τὸ αὐτὸ ἄλογον. καὶ γὰρ ταῦτα λέγων ἐπὶ τῆς ἰδίας μένει κρίσεως, καὶ ἐγκαλῶν μὲν ἔσται τῷ ποιητῇ, Ὀδυσσέα δὲ ψέγων.

b. ἄλλως. παρέλιπε τίνα τετίμηκεν Ὅμηρος, νοητέον δὲ ὅτι τὸν Ὀδυσσέα· ὁ γὰρ ἀλλά χωρισμὸν ἔχει παραπλακεὶς τῷ λόγῳ· ἀλλ᾿ ὅμως χείρονα ὄντα τὸν Ὀδυσσέα τετίμηκεν Ὅμηρος.

c. ὁ δὲ νοῦς οὕτως· ἀλλ᾿ Ὅμηρος τῇ ἑαυτοῦ ποιήσει τιμιώτατον ἀπειργάσατο τὸν Αἴαντα, ὅστις αὐτοῦ πᾶσαν ἀρετὴν τοῖς ἐγκωμίοις ἀνορθώσας κατὰ ῥαψῳδίαν ἐξέφρασε θείων ἐπῶν συνθέσει, καὶ δέδωκε τοῖς μετὰ ταῦτα ἐν παιδιαῖς καὶ θυμηδίαις ᾄδειν τὴν Αἴαντος ἀρετήν.

d. τὸ δὲ κατὰ ῥάβδον οἱ μὲν ἀντὶ τοῦ κατὰ ῥαψῳδίαν, οἷον· οὐκ ἐάσας χαμαὶ πεσεῖν ἀνέστησεν ὡς ἄγαλμα, καὶ κατὰ ῥάβδον ἔφρασε, τουτέστιν ἐραψῴδησεν· οἱ δὲ οὐκ ἀκούουσι νῦν κατὰ ῥάβδον, ἐπεὶ μετὰ βακτηρίας οἱ ῥαψῳδοὶ τὰ ποιήματα ἀπήγγελλον, ἀλλὰ κατὰ ῥάβδον ἀντὶ τοῦ κατὰ στίχον.

e. τὸ δὲ ἀθύρειν ἀντὶ τοῦ μέλπειν καὶ ὑμνεῖν.

f. ἢ οὕτω· τοῖς μετὰ ταῦτα ᾄδειν, ὅτι τῇ θυμηδίᾳ καὶ ἡ ᾠδὴ ἕπεται.

g. ἢ λοιποῖς ἀθύρειν, τοῖς ἐπεσομένοις ἀνδράσι μέλπειν.

h. ἢ μετὰ τοὺς εἰς θεοὺς ὕμνους· καὶ γὰρ ἐν ἑτέροις φησίν (N II 1)· Ὅθεν περ καὶ Ὁμηρίδαι τὰ πόλλ᾿ ἀοιδᾷ.

a. τοῦτο γὰρ ἀθάνατον φωνᾶεν ἕρπει: τοῦτο γὰρ τὸ ἐγκώμιον ἀθάνατον καὶ πολυθρύλλητόν ἐστιν, ὅπερ ἄν τις καλῶς εἴπῃ, ἐπί τε τὴν πολύκαρπον γῆν καὶ διὰ θαλάσσης διαπορεύεται τῶν καλῶν κατορθωμάτων ἡ ἄσβεστος ἀκτὶς, τουτέστιν ὁ ὕμνος.

b. ἢ οὕτω· τὸ ἐγκώμιον, φησίν, ὃ ἃν ῥηθῇ καλῶς, φωνὴν ἔχον ἕρπει πάντη καὶ πορεύεται, οὐκ ἐφ᾿ ἑνὸς τόπου ἕστηκε.

c. Χρύσιππος ἔφη αὐτὸ τὸ ποίημα τοῦ Ὁμήρου ἀθάνατον λέγειν ἢ τὰς τῶν ἐμπεριεχομένων πράξεις τῷ ποιήματι.

a. προφρόνων Μοισᾶν τύχοιμεν: ἐπεὶ προείρηκε, τοῦτο γὰρ ἀθάνατον φωνᾶεν ἕρπει, ἐπήνεγκεν εὐκτικῶς· γένοιτο καὶ ἡμῖν προφρόνων τῶν Μουσῶν τυχεῖν, ὥστε ἀπ᾿ ἐκείνων ἐναυγάσασθαι τοῦ πυρὸς, ἵνα παραπλησίως Ὁμήρῳ τὸν Μέλισσον ὑμνήσω.

b. ἢ οὕτως. εἴθε προθύμων τῶν Μουσῶν τύχοιμεν, ἐκεῖνον τὸν πυρσὸν, τουτέστι τὸν τοιοῦτον πυρσὸν τῶν ἐγκωμίων, ἀναφᾶναι καὶ τῷ τοῦ Μελίσσου παγκρατίῳ· αὐτὸς γὰρ συνῳδὸς καὶ τῇ τῶν στεφάνων εὐδοξίᾳ· ἐπάξιον αὐτοῦ τῶν κατορθωμάτων ὄντα στέφανον.

a. ἔρνεϊ Τελεσιάδα· τόλμᾳ γὰρ εἰκώς: οἱ μὲν οὕτω· Μελίσσῳ τῷ Τελεσιάδου βλαστήματι, ὡς ὄντος Τελεσιάδου πατρός. οἱ δὲ ἐν τῷ ἔρνεϊ στίζουσι καὶ ἐπιφέρουσιν οὕτω· Τελεσιάδᾳ τόλμᾳ γὰρ εἰκώς, ὡς τοῦ Τελεσιάδου ἐναγωνίου προγόνου γενομένου.

b. ὁ δὲ νοῦς· τῷ γὰρ Τελεσιάδῃ [καὶ] τὴν προθυμίαν ὅμοιος ὢν ἐν μὲν τοῖς πόνοις καὶ τοῖς ἀνταγωνισταῖς τοιοῦτος ἦν τὴν τόλμαν, οἷοι οἱ λέοντες ἐν θηρσίν, ἐν δὲ ταῖς μηχαναῖς τεχνικὸς ὡς ἀλώπηξ, ἥτις καὶ τῶν ἀετῶν τὴν ὁρμὴν καὶ τὸν ῥοῖζον δολερῶς ἀνακλινομένη πολλάκις ἀνέκρουσεν.

c. ἄλλως. οἰκεῖος ὤν τόλμῃ· τὸν τῶν λεόντων θυμὸν ἐν τοῖς πόνοις θηρᾷ. καὶ τῇ μὲν τόλμῃ φησὶν αὐτὸν λέοντι θηρεύοντι ἐοικέναι, κατὰ δὲ τὴν μῆτιν ἀλώπεκι, ἥτις ἀνακλινομένη ὑπτία πρὸς τὸ ἑτοίμως ἀμύνεσθαι, ἐπέχει τὴν τοῦ ἀετοῦ ὁρμὴν, ὅταν ἐπιρομβῇ αὐτὴν βουλόμενος ἁρπάσαι. ἔοικε δὲ διδάσκειν αὐτοῦ τὸ πάλαισμα, ὡς χαμαὶ κειμένου καὶ τὸν μείζονα τέχνῃ νενικηκότος. καὶ γὰρ ἡ ἀλώπηξ ὑπτία τοῖς ποσὶν ἀμύνεται, τὰ μὲν συλλαμβανομένη, τὰ δὲ ἀμύσσουσα.

χρὴ δὲ πᾶν ἔρδοντ᾿ ἀμαυρῶσαι τὸν ἐχθρόν: προσήκει δέ, φησί, πᾶσαν ἀνακινοῦντα μηχανὴν ἄδοξον καταστῆσαι τὸν ἐχθρόν. τοῦτο δὲ λέγει ὡς τοῦ νικηφόρου μηχανῇ νικήσαντος. τὸ δὲ ἀμαυρῶσαι ἀντὶ τοῦ ἐλαττῶσαι. Ἡσίοδός φησι (op. 325)· ῥεῖα δέ μιν μαυροῦσι θεοί. διὰ δὲ τούτων παρίστησιν, ὅτι κυλιστικὸς ἦν ὁ Μέλισσος, καὶ ἑαυτὸν ἐξυπτιάσας περιεγένετο.

a. οὐ γὰρ φύσιν Ὠαριωνείαν ἔλαχεν: τουτέστιν οὐχ ὑπερμεγέθης ἦν, ἀλλὰ τοὐναντίον μεμπτὸς μὲν καὶ εὐτελὴς κατὰ τὴν τοῦ σώματος ὄψιν, συμπεσεῖν δὲ κατὰ τοὺς ἀγῶνας βαρύτατος. ὑπερμεγέθη δέ τινες τὸν Ὠρίωνα ἱστοροῦσιν.

b. ἄλλως. οὐ γὰρ φύσιν Ὠαριωνείαν ἔλαχεν: ὁ γὰρ Ὠρίων διαβόητος ἐπὶ ἀνδρείᾳ, ὡς καὶ Ὅμηρός φησι (λ 309)· τοὺς δὴ μηκίστους θρέψε ζείδωρος ἄρουρα καὶ πολὺ καλλίους μετά γε κλυτὸν Ὠρίωνα. καὶ πάλιν ὁ Πίνδαρος βραχὺν εἰδὼς κατὰ τὸ σῶμα τὸν νικηφόρον τῇ ἑαυτοῦ τέχνῃ τὸ ὑπεράγαν εὐσωματεῖν καὶ ἀνδρεῖον εἶναι βλάβην ὑπαινίττεται, ὅτι δὴ ὁ Ὠρίων τοιοῦτος ὢν τῶν ὑπὲρ ἑαυτὸν ἐπεθύμησε καὶ τὴν Ἄρτεμιν ἐπεχείρει βιάζεσθαι.

a. καίτοι πότ᾿ Ἀνταίου δόμους: πάλιν ἑτέραν ἀπολογίαν προσάπτει τὴν κατὰ Ἀνταῖον καὶ Ἡρακλέα. ὁ γὰρ Ἀνταῖος τὴν ἔρημον τῆς Λιβύης οἰκῶν καὶ τὴν ἐρημίαν ἐφόδιον τῆς ἀπανθρωπίας ἐσχηκὼς πάλῃ καταγωνιζόμενος τοὺς παριόντας ἀνῄρει, ὃν ἐπιστὰς Ἡρακλῆς ἀπέκτεινε. τοῦτο γοῦν φησι· καὶ Ἡρακλῆς μικρὸς ὢν πρὸς σύγκρισιν τοῦ Ἀνταίου ἦλθεν ἐπ᾿ αὐτόν, ἀλλ᾿ ὅμως οὐκ ἐνικήθη. βραχὺν δὲ εἶπεν αὐτὸν οὐ μάτην, ἀλλ᾿ ἐπεί τινες σύμμετρον αὐτὸν εἶναί φασι τῷ σώματι. Ἡρόδωρος γοῦν ἐν Οἰδίποδί (FHG II 29 M., I 219 J.) φησι τῶν ἄλλων αὐτὸν περιττεύειν, ὥστε τὸ ὅλον σῶμα πηχῶν εἶναι τεσσάρων καὶ ποδός.

b. ὁ δὲ νοῦς· καί ποτε εἰς τοὺς τοῦ Ἀνταίου οἴκους ἐκ Θηβῶν τὴν μὲν μορφὴν καὶ τὸ σῶμα βραχὺς, τὴν δὲ ψυχὴν ἀκαταμάχητος παλαίσων ἦλθεν εἰς τὴν σιτοφόρον Λιβύην ὁ Ἡρακλῆς.

c. Χρύσιππος, ἀκυρότερον, φησί, τὴν Λιβύην εἴρηκε πυροφόρον· οὐ γὰρ πᾶσα τοιαύτη. μήποτε δὲ, ὅτι τῇ Αἰγύπτῳ παράκειται, ἥτις ἐστὶ πολύπυρος.

a. κρανίοις ὄφρα ξείνων: ἰδίως τὸν Ἀνταῖόν φησι τῶν ξένων τῶν ἡττωμένων τοῖς κρανίοις ἐρέφειν τὸν τοῦ Ποσειδῶνος ναόν· τοῦτο γὰρ ἱστοροῦσι Διομήδην τὸν Θρᾷκα ποιεῖν, Βακχυλίδης (fr. 61 Bgk.) δὲ Εὔηνον ἐπὶ τῶν Μαρπίσσης μνηστήρων, οἱ δὲ Οἰνόμαον, ὡς Σοφοκλῆς (fr. 432).

b. ἄλλως. ὅπως ταῖς τῶν ἀναιρουμένων ξένων κεφαλαῖς τὸ αὐτόθι τοῦ Ποσειδῶνος τέμενος ἐμφράττοντα Ἀνταῖον ἐπίσχῃ· ἐδυστύχει γὰρ ἀπανθρωπίαν ἅμα καὶ εἰς θεοὺς ἀσέβειαν· καὶ ἐπισχὼν Ἡρακλῆς μισθὸν τοῦ κατορθώματος τὴν εἰς Ὄλυμπον ἀνάβασιν ἐδέξατο. εἶτα παρεκβάσει τῶν Ἡρακλείων κατορθωμάτων τὸν λόγον ποιεῖται ὁ Πίνδαρος, καί φησιν, ὅτι πάσης τῆς γῆς καὶ τῆς πολυβαθοῦς θαλάσσης ἀνερευνήσας καὶ κατειληφὼς τὸ τέλος· θέναρ μὲν γὰρ κυρίως τὸ κοῖλον τῆς χειρὸς παρὰ τὸ θένειν ἡμᾶς αὐτῷ καὶ τύπτειν, νῦν δὲ ἀπὸ τῆς κοιλότητος ἐπὶ τοῦ πυθμένος ἔταξε· καὶ ταῖς ναυσὶ τὴν ὁδὸν καὶ τὴν πορείαν ἡμέρως εὐτρεπίσας, ἀπὸ κοινοῦ τὸ εἰς Ὄλυμπον ἔβα.

c. ἐκεῖνος οὖν, φησίν, ἐξευρὼν τὸ πλάτος τῆς θαλάσσης, ἡμερώσας γῆν καὶ θάλασσαν καὶ καθάρας ἀπὸ λῃστῶν καὶ θηρίων εἰς Ὄλυμπον ἀνέβη.

a. τῷ μὲν Ἀλεκτρᾶν ὕπερθεν: Ἠλεκτρίδες πύλαι ἐν Θήβαις, ἐφ᾿ ὧν ἱερουργοῦσι Θηβαῖοι τιμῶντες Ἡρακλέα καὶ τοὺς ἐκ Μεγάρας τῆς Κρέοντος ὀκτὼ παῖδας αὐτῷ γεγονότας, κατὰ δὲ χόλον Ἥρας ἀναιρεθέντας ὑπ᾿ αὐτοῦ μεμηνότος.

b. ἄλλως. Χρύσιππος, πρὸς ταῖς καλουμέναις, φησίν, Ἠλέκτραις πύλαις ᾤκησεν Ἀμφιτρύων· μετὰ ταῦτα Ἡρακλῆς ἀνεῖλε τοὺς ἐκ Μεγάρας παῖδας κατὰ ταύτας τὰς πύλας, ἐφ᾿ αἷς κατ᾿ ἔτος Θηβαῖοι ἐναγίζουσί τε τοῖς παισὶ καὶ ἀγῶνας ἐπιταφίους ἄγουσι.

c. τῷ μὲν οὖν Ἡρακλεῖ, φησίν, αὔξομεν ἔμπυρα, τουτέστιν ἔντομα· τουτέστι τοῖς υἱοῖς αὐτοῦ συνεχῶς ἔμπυρα κατ᾿ ἐνιαυτὸν αὔξομεν· οὐ γὰρ διαπαντὸς λέγει.

d. Χρύσιππος δέ, ἐκ περιφράσεως τοὺς βωμοὺς αὐτοὺς στεφανώματα βωμῶν εἰρηκέναι· ἢ κατὰ παραγωγὴν εἴρηκε τὰ νέα νεόδματα.

e. ὁ δὲ νοῦς οὕτω· τῷ μὲν οὖν Ἡρακλεῖ τῶν Ἠλεκτρίδων πυλῶν ὑπεράνω τὴν θυσίαν παρέχοντες οἱ πολῖται καὶ τὰ νεαρὰ στέμματα τῶν βωμῶν, αὔξομεν τὰς θυσίας τῶν πολεμικῶν ὀκτὼ θανόντων αὐτῷ παίδων, οὓς ἡ Μεγάρα ἡ Κρέοντος θυγάτηρ ἔτεκεν.

f. χαλκοαρᾶν δὲ εἶπεν ὡς βιαιοθανάτων γενομένων τῶν τοῦ Ἡρακλέους παίδων. καὶ ὅτι ὀκτώ φησιν αὐτοὺς εἶναι.

g. ἄλλως. περὶ τῶν Ἡρακλέους ἐκ Μεγάρας παίδων Λυσίμαχός φησί (FHG III 337) τινας ἱστορεῖν μὴ ὑπὸ Ἡρακλέους ἀλλ᾿ ὑπό τινων δολοφονηθῆναι ξένων· οἱ δὲ Λύκον τὸν βασιλέα φασὶν αὐτοὺς φονεῦσαι· Σωκράτης (FHG IV 499) δὲ ὑπὸ Αὐγέου φησὶν αὐτοὺς δολοφονηθῆναι. καὶ περὶ τοῦ ἀριθμοῦ δὲ διαλλάττουσι· Διονύσιος μὲν ἐν πρώτῳ Κύκλων (FHG II 9 M, I 178 J.) Θηρίμαχον καὶ Δηϊκόωντα, Εὐριπίδης (fr. 1016) δὲ προστίθησιν αὐτοῖς καὶ Ἀριστόδημον· Δεινίας δὲ ὁ Ἀργεῖος (FHG III 25) Θηρίμαχον, Κρεοντιάδην, Δηϊκόωντα, Δηΐονα· Φερεκύδης δὲ | ἐν δευτέρῳ (FHG I 78 M., I 64 J.) Ἀντίμαχον, Κλύμενον, Γλῆνον, Θηρίμαχον, Κρεοντιάδην, λέγων αὐτοὺς εἰς τὸ πῦρ ὑπὸ τοῦ πατρὸς ἐμβεβλῆσθαι· Βάτος δὲ | ἐν δευτέρῳ Ἀττικῶν ἱστοριῶν (FHG IV 350) Πολύδωρον, Ἀνίκητον, Μηκιστόφονον, Πατροκλέα, Τοξόκλειτον, Μενεβρόντην, Χερσίβιον. Ἡρόδωρος δὲ (FHG II 30 M, I 222 J.) καὶ δίς φησι μανῆναι τὸν Ἡρακλέα· ἐκαθάρθη δὲ ὑπὸ Σικάλου, ὥς φησι Μενεκράτης (FHG II 344) λέγων αὐτοῦ τοὺς υἱοὺς εἶναι ὀκτὼ καὶ καλεῖσθαι οὐχ Ἡρακλείδας, οὐδέπω γὰρ Ἡρακλῆς ὠνομάζετο, ἀλλ᾿ Ἀλκαΐδας.

a. τοῖσιν ἐν δυθμαῖσιν αὐγᾶν: τοῦτό φησιν ὡς περὶ τὴν ἑσπέραν τελουμένων τῶν νομίμων τοῖς Ἀλκαΐδα ς. δι᾿ ὅλης οὖν φησι νυκτὸς τὴν πυρκαϊὰν μένειν μέχρις ἀνατολῆς ἡλίου.

b. ἄλλως. ἔθος πρὸς δυσμὰς ἱερουργεῖν τοῖς ἥρωσι, κατὰ δὲ τὰς ἀνατολὰς τοῖς θεοῖς· καὶ συμβολικῶς ἑκάστῳ τὸ τῆς θυσίας πρός τε τὴν αὔξησιν καὶ φθορὰν ἑκατέροις ὀφειλομένην.

c. ὁ δὲ νοῦς οὕτω· τούτοις τοῖς Ἡρακλέους παισὶ τῶν ἡλιακῶν αὐγῶν κατὰ τὰς δυσμὰς ἡ τῶν θυσιῶν ἀναφαινομένη φλὸξ συνεχῶς λάμπει διὰ πάσης τῆς νυκτὸς, τῷ κνισήεντι καπνῷ λακτίζουσα τὸν ἀέρα. σκληροτέρᾳ δὲ κέχρηται μεταφορᾷ· ἐχρῆν γὰρ εἰπεῖν ψαύουσα ἢ θιγγάνουσα τοῦ αἰθέρος ἡ κνῖσα τοῦ καπνοῦ. ἄμεινον Ὅμηρός φησι (Α 317)· κνίση δ᾿ οὐρανὸν ἷκεν ἑλισσομένη περὶ καπνῷ.

a. καὶ δεύτερον ἆμαρ ἐτείων ἀέθλων: μετὰ δὲ τὰς θυσίας, φησί, τῇ δευτέρᾳ ἡμέρᾳ τῶν ἐνιαυσίων ἀγωνισμάτων τὸ τέλος αὐτοῖς συντελεῖται. τοῦτο δὲ ἀνδρείας ἔργον· τελεῖται γὰρ αὐτόθι ἀγὼν τὰ Ἡράκλεια.

b. ἄλλως. ἀμφίβολον πότερον μετὰ θυσίαν ταῖς ἑξῆς ἡμέραις δύο ὁ ἀγῶν τῶν Ἡρακλείων συντελεῖται, τῇ μὲν προτέρᾳ πένταθλος καὶ ἱππικὸς, τῇ δὲ ἐχομένῃ γυμνικός· ἢ δεύτερον ἆμαρ τὸ μετὰ τὴν θυσίαν, ὡς τῇ ἐπιφωσκούσῃ τοῦ ἀγῶνος ἀγομένου, τῇ ὑστεραίᾳ.

ἔνθα λευκωθεὶς κάρα μύρτοις: ἐν ᾧ ἀγῶνι στεφανωθεὶς τοῖς μύρτοις ὁ νικηφόρος διπλῆν νίκην ἔσχε, τρίτην παίδων κατὰ τὸν φθάσαντα χρόνον εὐτυχήσας καὶ πειθόμενος τῇ τοῦ παιδοτρίβου γνώμῃ. τὸ δὲ μύρτοις, ὅτι μυρσίνης στεφάνοις ἐν Θήβαις στεφανοῦνται οἱ νικῶντες τὰ Ἰολάεια. μυρσίνῃ γὰρ στεφανοῦνται διὰ τὸ εἶναι τῶν νεκρῶν στέφος.

a. τρίταν πρόσθεν, κυβερνατῆρος: πάσας αὐτῷ κατὰ τὸν ἐπιχώριον ἀγῶνα τρεῖς δίδωσι νίκας, καί φησιν, ὅτι μετὰ παίδων προαγωνισάμενος ἐνίκησεν, ἔσχε δὲ καὶ ἑτέρας δύο κατὰ τὸν αὐτὸν ἀγῶνα μετὰ ταῦτα.

b. ἄλλως. ὡς τρὶς αὐτοῦ τοῦτον ἐστεφανωμένου τὸν ἐπιτάφιον, δὶς μὲν ἐν παισὶν, ἅπαξ δὲ ὅτε ἐγένετο ἀνήρ. Χρύσιππος· διασαφεῖ νῦν, ὅτι δεύτερον ἐνίκησεν ἄνδρας, ἅπαξ δὲ παῖδας τὸν ἀγῶνα· τὸ δὲ τρίταν κεῖται ἐπὶ τοῦ πρώταν· διὸ καὶ πρόσκειται τὸ πρόσθεν, ὅτι πρῶτον ἐνίκησε παῖδας.

σὺν Ὀρσέᾳ δέ νιν: σὺν δὲ τῷ τεχνικῷ Ὀρσέᾳ τὸν νικηφόρον ὑμνῶν καὶ χορεύων ἀνυμνήσων, τερπνὴν τοῖς ἐγκωμίοις ἐπιστάζων τὴν παρὰ τῶν Μουσῶν χάριν. Ὀρσέας δὲ ὄνομα κύριον τοῦ ἀλείπτου.

Scholia in Isthmionicarum carmen V.

Τοῦ πέμπτου εἴδους ἡ στροφὴ καὶ ἀντίστροφος κώλων ὀκτώ. τὸ α΄ Πινδαρικὸν ἐγκωμιολογικὸν, τὴν τελευταίαν συλλαβὴν μεταθὲν εἰς τὴν πρώτην. τὸ β΄ τροχαϊκὸν εἰς ἴαμβον καταλῆγον. τὸ γ΄ τὸ αὐτὸ τῷ α΄. τὸ δ΄ πενθημιμερὲς δακτυλικόν. τὸ ε΄ τὸ αὐτὸ τῷ α΄. τὸ ς΄ δίμετρον τροχαϊκὸν ἀκατάληκτον. τὸ ζ΄ τροχαῖος ἐπίτριτος. τὸ η΄ τροχαϊκὸν δίμετρον ἀκατάληκτον.

ἡ ἐπῳδὸς κώλων ἕνδεκα. τὸ α΄ τὸ αὐτὸ τῷ α΄ τῆς στροφῆς. τὸ β΄ τροχαϊκὸν τρίμετρον καταληκτικὸν Ἀρχιλόχειον. τὸ γ΄ Πινδαρικὸν ἐκ Σαπφικοῦ. τὸ δ΄ πενθημιμερὲς δακτυλικόν. τὸ ε΄ τροχαϊκὸν τρίμετρον εἰς ἴαμβον. τὸ ς΄ τὸ αὐτὸ τῷ α΄ τῆς στροφῆς καὶ ἐπῳδοῦ. τὸ ζ΄ Πινδαρικὸν ἐκ Σαπφικοῦ. τὸ η΄ πενθημιμερὲς δακτυλικόν. τὸ θ΄ ἰωνικὸν δίμετρον καταληκτικόν. τὸ ι΄ πενθημιμερές. τὸ ια΄ πενθημιμερὲς ἰαμβικόν.

Inscr.a. Ταύτην τὴν ᾠδὴν Ἡφαιστίων μετὰ τὴν ἑξῆς φησι γεγράφθαι τὴν Θάλλοντος ἀνδρῶν, καὶ αὐτὴν Πυθέᾳ γεγράφθαι· ἐχρῆν οὖν καὶ προτετάχθαι. καὶ γὰρ ἐν μὲν ἐκείνῃ τὸν Φυλακίδαν ἅπαξ μόνον Ἴσθμιά φησι νικῆσαι (J. VI 3)· ἐν Νεμέᾳ μὲν πρῶτον, ὦ Ζεῦ, τὶν ἄωτον δεξάμενοι στεφάνων, νῦν αὖτε Ἰσθμοῦ δεσπότᾳ Νηρεΐδεσσί τε· εἶτα (J. VI 7)· εἴη δὲ τρίτον. ὡς γὰρ πρῶτον καὶ ἅπαξ ἐν Νεμέᾳ νενικηκὼς, . . . ἐν Ἰσθμῷ, τρίτον εὔχεται ἐν Ὀλυμπίᾳ. διὰ δὲ ταύτης δίς (17)· τὶν δ᾿ ἐν Ἰσθμῷ διπλόα θάλλοισ᾿ ἀρετὰ, Φυλακίδα, κεῖται. διηπατῆσθαι δὲ τοὺς προθέντας φησὶ ταύτην ἴσως ὅτι ἐν τῇ ς΄ φησί (2)· δεύτερον κρατῆρα Μοισαίων μελέων κίρναμεν· ὑπολαβεῖν γὰρ ταύτης δευτέραν ἐκείνην λέγειν. τὸ δὲ οὐκ ἔχει οὕτως. ἀλλὰ δευτέραν αὐτῷ κατασκευάζει ἐκείνην Νέμεα γεγράφθαι καὶ Νεμεακὴν εἰς αὐτοὺς ᾠδὴν, ἧς ἡ ἀρχή (N. V 1)· Οὐκ ἀνδριαντοποιός εἰμ᾿ ὥστ᾿ ἐλινύσοντα· ἥτις ἦν καὶ πρώτη, ὡς φανερὸν ἐκ τῶν ποιημάτων.

Inscr.b. προκατασκευάζοντες ἔνιοι ὅτι Φυλακίδᾳ μόνῳ γέγραπται, φασὶ τὸν Πυθέαν μὴ νενικηκέναι Ἴσθμια, ὥστε Ἰσθμιακὴν οὖσαν τὴν ᾠδὴν μὴ ἀναγεγράφθαι κἀκείνῳ· Νέμεα γὰρ κἀκεῖνος ἐνίκησεν, ὥσπερ ὁ Φυλακίδας. λανθάνει δὲ αὐτούς· ἐν γὰρ τῇ γεγραμμένῃ Μίδᾳ ᾠδῇ ὡς οἰκείῳ αὐτῷ ἱστορεῖ, ὅτι καὶ ὁ Πυθέας Ἴσθμια ἐνίκησε. λέγει δὲ ἤδη τετελευτηκότος τοῦ Πυθέα· κεἴ μοί τιν᾿ ἄνδρα τῶν θανόντων, καὶ τὰ ἑξῆς. τὸ μὲν οὖν προσυντετάχθαι τῆς Μᾶτερ Ἀελίου τὴν Θάλλοντος ἀνδρῶν ὑγιές. οὐκ αἰτιατέον δὲ τοὺς διατάξαντας τὸν Πίνδαρον· οὐ γὰρ κατὰ χρόνους συνέτασσον αὐτόν, ἀλλὰ κατὰ εἴδη.

Inscr.c. ἄλλως. Καλλίστρατος Φυλακίδᾳ μόνῳ γεγράφθαι φησὶ, συμπεριειλῆφθαι δὲ ἔξωθεν τὴν τοῦ Πυθέου νίκην, καθάπερ καὶ ἐν τῇ μετὰ ταύτην τὴν Εὐθυμένους ὄντος αὐτῶν συγγενοῦς.

a. Μᾶτερ Ἀελίου πολυώνυμε Θεία: ἀκολούθως τᾷ Ἡσιόδῳ· καὶ γὰρ ἐκεῖνος Ἡλίου μητέρα τὴν Θείαν γενεαλογεῖ (th. 371. 374)· Θεία δ᾿ Ἠέλιον τέκε μέγαν λαμπράν τε Σελήνην γείναθ᾿ ὑποδμηθεῖσ᾿ Ὑπερίονος ἐν φιλότητι.

b. ἄλλως. Θείας γενεαλογοῦσι τὸν Ἥλιον διὰ τὸ τῆς θέας καὶ τῆς ὄψεως ἡμῖν αἴτιον εἶναι, ὁμωνύμως τῷ περὶ τὴν ὄψιν πάθει, καθὰ καὶ τὸν Ἔρωτα καὶ τὴν Ἐλπίδα. εἰσὶ δὲ οἳ ἀπὸ τοῦ θεῖν αὐτήν φασιν ὀνοματοπεποιῆσθαι· ἐν φορᾷ γὰρ ὁ ἤλιος ἀεί· ἀφ᾿ οὗ λόγου καὶ τὸν πατέρα Ὑπερίονα, διὰ τὸ ὑπὲρ ἡμᾶς ἰέναι.

a. σέο γ᾿ ἕκατι καὶ μεγασθενῆ νόμισαν χρυσόν: ἴσμεν φιλόχρυσον ὄντα πανταχοῦ τὸν Πίνδαρον. κἀνταῦθα οὖν τὴν ἑαυτοῦ φιλάργυρον προαίρεσιν τεκμηριοῖ τὸν πλοῦτον ἐγκωμιάζων καὶ ὑπαινιττόμενος, ὡς προσήκει τοὺς ἐγκωμιαζομένους χρυσῷ ἀμείβεσθαι τὸν Πίνδαρον.

b. ἄλλως. ἐκ Θείας καὶ Ὑπερίονος Ἥλιος, ἐκ δὲ Ἡλίου ὁ χρυσός. ἑκάστῳ δὲ τῶν ἀστέρων ὕλη τις ἀνάγεται· καὶ Ἡλίῳ μὲν ὁ χρυσὸς, Σελήνῃ δὲ ὁ ἄργυρος, Ἄρεϊ σίδηρος, Κρόνῳ μόλιβδος, Διῒ ἤλεκτρος, Ἑρμῇ κασσίτερος, Ἀφροδίτῃ χαλκός.

c. τὸ δὲ σαφὲς οὕτω· πολυώνυμε καὶ τιμία Θεία, σοῦ χάριν καὶ ἄγαν ἰσχυρὸν τὸν χρυσὸν ἐνόμισαν οἱ ἄνθρωποι περισσῶς τῶν ἄλλων κτημάτων. καὶ γὰρ ἐν θαλάττῃ ναῦς ἀμιλλώμεναι, οἱονεὶ ἐμπορευόμεναι, καὶ ὑπὸ τοῖς ἅρμασιν ἵπποι, καὶ πάλιν κατὰ κοινοῦ τὸ ἁμιλλώμενοι, διὰ τὴν σὴν, ὦ δέσποινα, τιμὴν, τὸν χρυσὸν, ταῖς κατὰ θάλασσαν ἁμίλλαις θαυμαστοὶ καὶ ἔνδοξοι γίνονται· καὶ ἐν τοῖς ἀγωνιστικοῖς ἄθλοις ἐπέραστον δόξαν ἐσχήκασιν, ἐάν τινα πλεῖστοι στέφανοι ταῖς χερσὶν ἀγωνισάμενον καὶ νενικηκότα ἀναστέψωσι κατὰ τὰς κόμας, νικήσαντα δὲ ἢ χερσὶν ἢ ποδῶν ταχυτῆτι.

d. ἄλλως. ἐνομίστευσαν. σοῦ, φησίν, εἵνεκα, ὦ Θεία, καὶ τὸν χρυσὸν τετιμήκαμεν καὶ νηῶν καὶ ἵππων δρόμους ἐθαυμάσαμεν. εἰ γὰρ μὴ ἐθεώμεθα, οὐκ ἂν ταῦτα ἐτεθήπειμεν.

ἔν τ᾿ ἀγωνίοις ἀέθλοισι: τοῦτο οἰκείως ἐπὶ τῶν ἵππων καὶ τῶν ἁρμάτων· ἐπάγει δέ, κλέος ἔπραξεν· ἔθος γὰρ Πινδάρῳ ἀπὸ πληθυντικοῦ εἰς ἑνικὸν ἀποπίπτειν ἀριθμόν.

a. κρίνεται δ᾿ ἀλκά: πρόσεστι δύναμις διὰ τοὺς θεούς.

b. ἄλλως. ἤτοι δοκιμάζεται ἢ χωρίζεται ἡ τῶν ἀνδρῶν ἀλκὴ τῇ τῶν θεῶν εὐμενείᾳ.

a. δύο δέ τοι ζωᾶς ἄωτον: τὸ εὖ πάσχειν καὶ τὸ λόγον ἀκούειν δύο ὄντα ποιμαίνουσι καὶ παραθάλπουσι τὸν ἀνέλπιστον τῆς ζωῆς ἄωτον, τουτέστι τὸν δυσέλπιστον, ὡς ἀπρόσωπον τὸν κακοπρόσωπον. γράφουσι δὲ ἔνιοι τὸν ἄλπνιστον, τουτέστι τὸν ἥδιστον καὶ προσηνέστατον· ταύτῃ δὲ τῇ γραφῇ καὶ τὰ τῆς ἀντιστρόφου φασὶ συνᾴδειν.

b. ὁ δὲ νοῦς οὕτω· δύο δὲ μόνα τῆς ζωῆς κάλλιστα ἀπανθίσματα τυγχάνει, ἃ καὶ μόνα ποιμαίνει τὸν οἰκτρὸν τῶν ἀνθρώπων βίον ἀνθηρᾷ σὺν εὐδαιμονίᾳ, εἴ τις καλῶς πάσχων καὶ ἀγαθὸν ἀνυμνηθεὶς ἀκούει λόγον. ἤτοι δὲ καθολικώτερος ὁ λόγος πρὸς τοὺς τῇδε τὴν ψυχὴν ἔχοντας, ἢ πρὸς τὸν νικηφόρον ὡς εὐδαιμονοῦντα καὶ ἐγκωμιαζόμενον.

a. μὴ μάτευε Ζεὺς γενέσθαι: ὅτι ἀκαταλλήλως ἐπέζευξεν. ἔμπροσθεν γὰρ περί τινος ὁ λόγος· εἴ τις εὖ πάσχει, φησίν· εἶτα ὡς πρός τινα ποιούμενος τὸν λόγον φησί· μὴ μάτευε Ζεὺς γενέσθαι.

b. ὁ δὲ νοῦς· μὴ ἐπιζήτει θεὸς γενέσθαι· ἀπόχρη γάρ σοι τῆς εὐδαιμονίας τὸ μέγεθος, ἐάν σε τούτων τῶν καλῶν μερίς τις καταλάβῃ· τοῖς γὰρ φθαρτοῖς ἐφάμιλλα τῇ φύσει προσήκει καὶ τὰ τῆς εὐδαιμονίας παρεῖναι.

a. τὶν δ᾿ ἐν Ἰσθμῷ διπλόαν: σοὶ δὲ ἐν τῷ Ἰσθμῷ διπλῆ θάλλουσα, ὦ Φυλακίδα, ἀρετὴ εὐδόξως ἀνάκειται, ἐν δὲ τῇ Νεμέᾳ ἀμφοτέροις ὑμῖν, σοί τε καὶ τῷ Πυθέᾳ παγκρατίου, ἀπὸ κοινοῦ ἀρετὰ ἀνάκειται. ἡ δὲ ἐμὴ ψυχὴ γεύεται, φησί, τῶν ἐγκωμίων οὐκ ἄνευ τῆς τῶν Αἰακιδῶν μνήμης· Αἰγινῆται γὰρ ἀμφότεροι.

b. οἷον ἐπιπνέουσί μοι οἱ Αἰακίδαι εἰς τὸ ὑμνεῖν ὑμᾶς· Αἰγινῆται γὰρ οἱ περὶ τὸν Φυλακίδαν.

c. ἢ οὕτως· οὐ χωρὶς τοῦ τοὺς Αἰακίδας συμπεριλαμβάνειν τοῖς ὑμετέροις ὕμνοις ὑμνῶ ὑμᾶς, ἀλλὰ μεθ᾿ ὑμῶν κἀκείνους ὑμνῶ. σὺν γὰρ ταῖς μουσικαῖς Χάρισι παρεγενόμην καὶ σὺν τοῖς τοῦ Λάμπωνος υἱοῖς εἰς ταύτην τὴν εὔνομον πόλιν Αἴγιναν. ἀπὸ κοινοῦ δὲ τὸ σὺν Χάρισι καὶ Λάμπωνος υἱοῖς.

a. εἰ δὲ τέτραπται θεοδότων ἔργων κέλευθον: τὸν λόγον πρὸς ἑαυτὸν ἀποτείνεται ὁ Πίνδαρος. εἰ δὲ τούτων ὁ βίος καθορᾷ εἰς ὁδὸν καθαρωτάτην θείων ἔργων, μὴ φθόνει τὸν ἀντὶ τῶν πόνων καὶ κατορθωμάτων προσήκοντα τῇ ᾠδῇ ὕμνον ἀνακιρνᾶν καὶ λέγειν.

b. οἷον μὴ φθόνει αὐτῷ ἐν τῷ ἐπαινεῖσθαι καὶ ἀπολαύειν τοὺς ἐξ ἐκείνων κόμπους, ἀνθ᾿ ὧν ἐπόνησεν.

καὶ γὰρ ἡρώων ἀγαθοὶ πολεμισταί: καὶ γὰρ τῶν ἡρώων οἱ ἀγαθοὶ καὶ ἀνδρεῖοι τὸν ἐγκωμιαστικὸν λόγον καὶ μετὰ τὸν θάνατον παρὰ τῶν ποιητῶν ἐκέρδαναν, ὑμνοῦνται δὲ [πάντα τὸν χρόνον] ἔν τε κιθάραις καὶ αὐλῶν ταῖς ποικίλαις συμφωνίαις διὰ παντὸς τοῦ χρόνου.

a. μελέταν δὲ σοφισταῖς Διὸς ἕκατι: σοφιστὰς μὲν καὶ σοφοὺς ἔλεγον τοὺς ποιητάς. Σοφοκλῆς (fr. 820)· μέν᾿ εἰς σοφιστὴν ἐμόν.

b. ὁ δὲ νοῦς· τοῖς δὲ σοφοῖς ἀνδρισάμενοι παρέσχοντο τὴν τῶν ἐγκωμίων φροντίδα, καὶ διὰ τὴν τοῦ Διὸς γνώμην τιμώμενοι τήνδε τὴν τῶν | ἐγκωμίων φροντίδα καὶ σύνθεσιν. τὸ γὰρ σεβιζόμενοι ἀντὶ τοῦ θαυμαζόμενοι, τιμώμενοι, | σεβόμενοι. καὶ τὸ τοὺς θεοὺς δὲ σέβεσθαι θαυμάζειν ἐστίν. Ὅμηρος (γ 123)· σέβας μ᾿ ἔχει εἰσορόωντα, ἀντὶ τοῦ ἔκπληξις καὶ θαῦμα.

ἐν μὲν Αἰτωλῶν θυσίαισι φαενναῖς: καὶ ἐν μὲν ταῖς τῶν Αἰτωλῶν θυσίαις καὶ πανηγύρεσι ταῖς ἐπιδόξοις καὶ λαμπραῖς οἱ τοῦ Οἰνέως παῖδες ἀνυμνοῦνται οἱ ἰσχυροί, ἐν δὲ ταῖς Θήβαις ὁ ἱππικώτατος Ἰόλαος τιμὴν ἔχει, ὁ δὲ Περσεὺς ἐν Ἄργει, τοῦ δὲ Κάστορος καὶ Πολυδεύκους ἡ αἰχμὴ ἐπὶ τοῖς Εὐρώτα ῥεύμασι· πάλιν ἀπὸ κοινοῦ τὸ γέρας ἔχει.

a. ἀλλ᾿ ἐν Οἰνώνᾳ μεγαλήτορες ὀργαὶ Αἰακοῦ: τουτέστιν ἐν τῇ Αἰγίνῃ· οὕτω γὰρ τὸ πρότερον ἐκαλεῖτο πρὶν ἢ ὑπὸ Διὸς Αἴγιναν τὴν Ἀσωποῦ τοῦ Βοιωτιακοῦ ποταμοῦ θυγατέρα αὐτόθι ἐνεχθῆναι.

b. ὁ δὲ νοῦς· ἀλλ᾿ ἐν τῇ Αἰγίνῃ οἱ μεγαλόψυχοι καὶ ἀνδρεῖοι τρόποι τῶν Αἰακοῦ παίδων ἀνυμνοῦνται καὶ τιμιώτατοι τυγχάνουσιν, οἵτινες ταῖς ἑαυτῶν συμμαχίαις τὴν τῶν Τρώων ἐπόρθησαν πόλιν, τὸ μὲν πρότερον συστρατεύσαντες Ἡρακλεῖ διὰ τὴν Λαομέδοντος ἀδικίαν, ὡς καὶ Ὅμηρος ἱστορεῖ λέγων (Ε 640)· ὅς ποτε δεῦρ᾿ ἐλθὼν ἕνεχ᾿ ἵππων Λαομέδοντος· τὸ δὲ δεύτερον σὺν τοῖς Ἀτρείδαις. πάλιν δὲ τῷ συλληπτικῷ τρόπῳ κέχρηται· οὐ γὰρ οἱ αὐτοὶ δὶς ἐπόρθησαν τὴν Ἴλιον, ἀλλὰ Τελαμὼν μὲν σὺν Ἡρακλεῖ, Νεοπτόλεμος δὲ σὺν Ἀτρείδαις· τὸ δὲ ἑκατέρῳ συμβὰν λαβὼν εἰς ἓν ἔφη.

a. ἔλα νῦν μοι πεδόθεν, λέγε: ἔλα νῦν μοι, ὦ Μοῦσα, ἐπ᾿ εὐθείας ὁδοῦ καὶ δι᾿ ὁμαλοῦ· τοῦτο γὰρ τὸ πεδόθεν· τά τε τούτων ἐγκώμια ἐξ ἀρχῆς ἀνύμνησον καὶ λέγε, τίνες τὸν Κύκνον καὶ τὸν Ἕκτορα ἀνεῖλον καὶ τὸν τῶν Αἰθιόπων ἡγεμόνα Μέμνονα τὸν τῷ χαλκῷ τοῖς ἐναντίοις προσομιλοῦντα, ἤτοι τὸν πολλοὺς χαλκῷ ἀνελόντα ἢ τὸν ὑπὸ χαλκοῦ βλαβέντα· ἑκάτερον γὰρ παρὰ τὴν ἀρήν· τίς δὲ τὸν ἀνδρεῖον Τήλεφον ἔτρωσε τῷ ἑαυτοῦ δόρατι τοῦ τῆς Μυσίας ποταμοῦ Καΐκου παρὰ τὰς ὄχθας. εἶτα κατὰ ἀπόδοσιν ὁ λόγος· οὗτοι τάδε καὶ τάδε ἔπραξαν, οἷς ὁ λόγος τὴν Αἴγιναν πατρίδα δίδωσιν.

b. ἄλλως. πρὸς τὴν Μοῦσαν ὁ λόγος· λέγε μοι τὰ περὶ αὐτούς, φησίν, ἐκ ῥιζῶν. ἢ ἔλα κατὰ μεταφορὰν τὴν ἀπὸ τῶν νεῶν· πρόαγε εἰς τοὔμπροσθεν ἀρξάμενος ἄνωθεν καὶ ἐξ ἀρχῆς λέγε, τίνες εἰσὶν οἱ ἀνελόντες Κύκνον, Ἕκτορα, Μέμνονα. δῆλον δὲ ὡς εἷς τῶν Αἰακιδῶν, ὁ Ἀχιλλεύς.

a. τοῖσιν Αἴγινα προφέρει στόμα: τουτέστι τοῖς προειρημένοις. κατὰ ἀπόδοσιν δὲ ὁ λόγος οὗτοι τάδε καὶ τάδε ἔπραξαν, οἷς ὁ λόγος τὴν Αἴγιναν πατρίδα δίδωσιν.

b. ὃ δὲ βούλεται λέγειν, τοιοῦτόν ἐστιν· εἴ τις ἐρωτήσειεν αὐτοὺς, τίνες εἰσὶν οἱ τὰ προκείμενα διαπεπραγμένοι, πάντες ἂν εἴποιεν ὅτι οἱ ἀπὸ Αἰγίνης.

a. τετείχισται δὲ πάλαι πύργος: κατεσκεύασται δὲ ἐκ πολλοῦ ταῖς τῶν Αἰακιδῶν ἀρεταῖς πύργος ὑψηλότατος τῷ ὕμνῳ ἀναβαίνειν καὶ ὑψοῦσθαι, ἐφ᾿ ὅσον βούλεται.

b. ἄλλως. τοσαῦταί εἰσι περὶ τοὺς Αἰακίδας αἱ ἀρεταὶ, ὥστε πύργον ἐξ αὐτῶν ᾠκοδομῆσθαι. ἀλληγορεῖ δὲ ὡς ἐπὶ τούτων πρότερον· διὸ καὶ τεῖχος ὑψηλὸν εἶπε. θέλει δὲ εἰπεῖν, ὅτι ὑφέστηκεν αὐτοῖς ἡ εὐδοξία, ὥστε διὰ τῆς ἀρετῆς ἐπ᾿ αὐτὴν ἀναβαίνειν.

c. οἷον ὑψοῦται αὐτῶν ἡ ἀρετὴ ὥσπερ τεῖχος· οὗτος γὰρ τὴν αὔξησιν πύργον καὶ τεῖχος εἴωθε λέγειν, ἀφ᾿ οὗ πυργοῦν τὸ αὔξειν καὶ ὑψοῦν λέγεται.

πολλὰ μὲν ἀρτιεπὴς γλῶσσά μοι τοξεύματ᾿ ἔχει: τοξεύματα μεταφορικῶς λέγει τοὺς ἐγκωμιαστικοὺς λόγους, ὡς καὶ ἐν ἄλλοις (O. II 83)· πολλά μοι ὑπ᾿ ἀγκῶνος ὠκέα βέλη.

a. καὶ νῦν ἐν Ἄρει μαρτυρήσαι: ἤτοι τῷ Πελοποννησιακῷ πολέμῳ· ἤκμαζε γὰρ κατὰ τὴν τούτων νίκην· ἢ ὅτι μετὰ τὴν ἐν Σαλαμῖνι ναυμαχίαν προσφάτως γεγενημένην ἐγράφη οὗτος ὁ ἐπίνικος.

b. ὁ δὲ νοῦς τοιοῦτος· καὶ ἐπὶ τοῦ παρόντος ἐν τῷ πολυφθόρῳ πολέμῳ τῇ τῶν Αἰγινητῶν ἀρετῇ μαρτυρήσειεν ἃν ἡ Σαλαμὶς ἀνορθωθεῖσα ἐκ τῶν κινδύνων τοῖς Αἰγινήταις κατὰ τὴν ναυμαχίαν ἀριστεύσασιν. ἐμβαλόντων γὰρ τῶν Περσῶν τῇ Σαλαμῖνι συμμαχήσαντες οἱ Αἰγινῆται καὶ κατορθώσαντες τὸ πλεῖον τοῦ πολέμου κατεργάσαντο.

c. ἢ οὕτω· καὶ γὰρ ἐν τῷ Ἄρει καὶ τῷ χαλαζήεντι Διὸς ὄμβρῳ καὶ τῷ πολυφθόρῳ τῶν ἀναρίθμων ἀνδρῶν φόνῳ μαρτυρήσειεν ἃν ἡ πόλις τοῦ Αἴαντος Σαλαμὶς ὁρθωθεῖσα ὑπὸ τῶν ναυτῶν τῶν Αἰγινητῶν· νησιῶται γάρ.

a. ἐν πολυφθόρῳ Σαλαμὶς Διὸς ὄμβρῳ: ὄμβρον μὲν τὸν πόλεμον εἴρηκεν, οἷον τὸν ὑπὸ τοῦ θεοῦ καταπεμφθέντα, διὰ τὸ τῆς βαρβαρικῆς στρατιᾶς πλῆθος. ὑπαινίττεται δὲ τὴν περὶ Σαλαμῖνα ναυμαχίαν τῶν Ἑλλήνων, ἧς ἔλαβον τὰ ἀριστεῖα οἱ Αἰγινῆται, καθά φησιν Ἡρόδοτός (VIII 93) τε καὶ Ἔφορος (FHG I 265 M., II 96 J).

b. ὁ δὲ νοῦς· ἐν ᾧ, ἐν τῷ πολυφθόρῳ πολέμῳ, τὸ τῶν πεπτωκότων πλῆθος ἰσάριθμον ἦν τῷ χαλαζήεντι Διὸς ὄμβρῳ.

ἀλλ᾿ ὅμως καύχημα κατάβρεχε σιγᾷ: ἀλλ᾿ ὅμως εἰ καὶ τηλικαῦτά εἰσι τῶν Αἰγινητῶν τὰ κατορθώματα, βρέχε καὶ ἐπικάλυπτε τῇ σιωπῇ διὰ τὸν ἔξωθεν φθόνον· ὁ γὰρ δὴ Ζεὺς τὰ πάντα τοῖς ἀνθρώποις ἀπονέμει, καὶ τὰ ἀγαθὰ καὶ τὰ φαῦλα.

a. ἐν δ᾿ ἐρατεινῷ μέλιτι καὶ τοιάδε τιμαί: ἔνιοι οὕτως· ἐν τοιούτῳ μέλιτι καὶ ἡδονῇ ὄντες καὶ τοιαύτῃ τιμῇ τὸ ἐπίνικον χάρμα ἀγαπῶσιν, ὅ ἐστι τὸν ὕμνον.

b. ἢ οὕτως· αἱ τῶν νικηφόρων τιμαὶ τὴν ἐπινίκιον ᾠδὴν ἀγαπῶσι καὶ φιλοῦσιν ὡς μέλι· οἷον ὡς ἐν μέλιτι ἡ γλυκύτης ἐστὶν, οὕτω καὶ τοῖς νικῶσιν αἱ ἐπινίκιοι ᾠδαί.

c. ἢ οὕτω· καὶ αἱ τοιαίδε τιμαὶ, καίπερ ἐν μέλιτι οὖσαι, τουτέστιν ἥδουσαι, ὅμως ἀγαπῶσι τὸ καλλίνικον χάρμα, τουτέστι τὴν ἐκ τῶν γεγραμμένων ἐπινίκων χαρὰν ἀγαπῶσι. τιμὰς γὰρ λέγει τὰς ἐκ τῶν νικῶν περιγινομένας δόξας.

d. ὁ δὲ νοῦς οὕτως· ἐν δὲ τοιαύτῃ τοῦ λόγου ἡδονῇ καὶ τῇ τῶν | κατορθωμάτων τιμῇ τὸ τῆς νίκης ἐγκώμιον ἀγαπητῶς καὶ οὐχ ὑπεροπτικῶς δέχονται, καίτοι παρὸν αὐτοῖς ἀλαζονεύεσθαι ἐπὶ τῇ τῶν | κατορθωμάτων τιμῇ.

μαρνάσθω δέ τις ἔρδων: ὁ λόγος προστακτικός. ἀγωνιζέσθω, φησί, τὶς ἐν ἀγῶσι καὶ ἀντεχέσθω τῶν ἄθλων, τοῦ Κλεονίκου τὸ γένος ζηλώσας· Κλεόνικος δὲ πατήρ ἐστι τοῦ Λάμπωνος, ὁ δὲ Λάμπων τοῦ Φυλακίδα· οὐδαμῶς γὰρ ἀποκέκρυπται καὶ ἀφανής ἐστιν ἡ τῶν πολυχρονίων πόνων σπουδή.

οὐδ᾿ ὁπόσαι δαπάναι ἐλπίδων: Ἀρίσταρχος οὕτως· οὐδὲ ὁπόσαι δαπάναι αὐτοῖς ἐγενήθησαν ἐπὶ τῶν ἐκβεβηκυιῶν ἐλπίδων τῶν περὶ τὴν νίκην, ἔκνισα τῇ φωνῇ, οὐδὲ ἐλυπήθην τῇ φωνῇ, ἀλλὰ τοὐναντίον ὕμνησα αὐτούς. ἔνιοι δὲ καταλληλότερον γράφουσι σὺν τῷ ν ἔκνιξ᾿ ὄπιν, ἵν᾿ ᾖ Πινδαρικὸν σχῆμα· οὐκ ἔκνιξαν αἱ δαπάναι οὐδὲ ὁ μόχθος αὐτῶν τετύφλωται, ἀλλὰ ὀξυδερκεῖ καὶ ἔχει καλὰ ἀποτελέσματα. ὥστε εἶναι· οὐδὲ ὁπόσαι δαπάναι τὴν τῶν ἐλπίδων ὄπιν, τουτέστι τὸ μέλλον ὀπίσω ἔσεσθαι, ἔκνισαν καὶ ἐλύπησαν.

a. αἰνέω καὶ Πυθέαν ἐν γυιοδάμαις: οὗτος ὁ Πυθέας ἐπεστάτησε τοῦ Φυλακίδα καὶ ἤλειψεν αὐτὸν, ἤτοι ἀδελφὸς ὢν τοῦ Φυλακίδα ἢ καὶ ὁμώνυμός τις τούτῳ. ἐπαινῶ οὖν, φησί, καὶ τὸν ἀλείπτην αὐτοῦ τοῖς πόνοις τοῖς γυιοδάμαις ποιήσαντα τὸν τῶν πληγῶν δρόμον εὐθυπορῆσαι. παγκρατιαστὴς γὰρ, διὸ εὐθυπόρουν αἱ πληγαί.

b. ἤτοι τὴν τῶν πληγῶν ὁρμήν τε καὶ σπουδὴν πληγῶν δρόμον φησὶν, ἵνα λέγῃ τὸ παγκράτιον· συνεχεῖς γὰρ αἱ τῶν χειρῶν ἐξορμήσεις.

c. ἐν γυιοδάμαις δὲ, τοῖς ἀθληταῖς τοῖς τὰ γυῖα τῇ γυμνασίᾳ καταπονοῦσιν, ἢ τοῖς καταπονοῦσι τὰ τῶν ἐναντίων γυῖα.

a. χερσὶ δεξιὸν, νόῳ ἀντίπαλον: τουτέστιν ἴσα ἐπιτεύγματα ἔχοντα ἐν τῷ νοεῖν καὶ τοῖς ἐπιτεύγμασι τῶν χειρῶν. b. οἷον καθ᾿ ἑκάτερον ἐπίσης ἐπιδέξιον.

λάμβανέ οἱ στέφανον: οἱ μὲν τὸν λόγον πρὸς τὴν Αἴγινάν φασιν εἶναι· ὑποδέχου αὐτῷ τὸν στέφανον· οἱ δὲ πρὸς τὴν Μοῦσαν. καὶ στέφανον μὲν τὸν ἐπίνικον λέγει, εὔμαλλον δὲ μίτραν τὴν ταινίαν τὴν ἐξ ἐρίου ξανθοῦ τοῖς στεφάνοις προσπλεκομένην.

Scholia in Isthmionicarum carmen VI.

Τοῦ ἕκτου εἴδους ἡ στροφὴ καὶ ἀντίστροφος κώλων ἐστὶ δεκατριῶν. τὸ α΄ ἰαμβέλεγος. τὸ β΄ τροχαϊκὸν εἰς ἴαμβον καταλῆγον. τὸ γ΄ δίμετρον τροχαϊκὸν ἀκατάληκτον. τὸ δ΄ δακτυλικὸν ἑφθημιμερές. τὸ ε΄ ἴαμβος δίμετρος ὑπερκατάληκτος. τὸ ς΄ πενθημιμερὲς δακτυλικόν. τὸ ζ΄ δίμετρον ἰαμβικὸν ἀκατάληκτον μετὰ τοῦ ε΄ εὕρηται. τὸ η΄ δακτυλικὸν τρίμετρον ἀκατάληκτον. τὸ θ΄ τροχαῖος ἐπίτριτος. τὸ ι΄ τρίμετρον τροχαϊκὸν καταληκτικόν. τὸ ια΄ ἰαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ ιβ΄ βακχειακόν. τὸ ιγ΄ ἰαμβικὸν δίμετρον ὑπερκατάληκτον.

ἡ ἐπῳδὸς κώλων ια΄. τὸ α΄ ἐκ Σαπφικοῦ τοῦ ἑνδεκασυλλάβου Πινδαρικόν. ἡ τοι κοινή ἐστι. τὸ β΄ ἰαμβέλεγος τοῦ τέλους ἐπὶ τὴν ἀρχὴν μετατεθέντος. τὸ γ΄ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. τὸ δ΄ πενθημιμερές. τὸ ε΄ Εὐριπίδειον. τὸ ς΄ παρὰ τὸ Ἀρχιλόχειον· Ἐρασμονίδη Χαρίλαε. ἔστι δὲ συγκείμενον . . . περιττεύοντος μιᾷ συλλαβῇ καὶ ἰθυφαλλικοῦ μεμειωμένου τοῦ ἰθυφαλλικοῦ ἑνὶ τροχαίῳ. τὸ ζ΄ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. τὸ η΄ ἐγκωμιολογικόν. τὸ θ΄ ἐγκωμιολογικὸν παρὰ συλλαβὴν μίαν τοῦ πενθημιμεροῦς ἰαμβικοῦ. τὸ ι΄ παρὰ τὸ ια΄ Σαπφικόν . . .

Inser. Πεποίηται ὁ ἐπίνικος οὗτος Φυλακίδᾳ καὶ Πυθέᾳ καὶ Εὐθυμένει παγκρατιασταῖς, Ἴσθμια καὶ Νέμεα. τῶν δὲ ῥηθέντων ὁ Εὐθυμένης οὗτος μητράδελφος ἦν.

Θάλλοντος ἀνδρῶν ὡς ὅτε συμποσίου: ὥσπερ ἀκμάζοντος, φησί, συμποσίου καὶ δεύτερον κρατῆρα, οὕτω καὶ ἡμεῖς τοῖς Λάμπωνος υἱοῖς, θάλλουσι καὶ ἀκμάζουσι ταῖς νίκαις, καὶ δεύτερον στήσομεν κρατῆρα μουσικῶν ἐγκωμίων ὑπὲρ τῆς Λάμπωνος εὐάθλου γενεᾶς, τουτέστιν ὑπὲρ τῶν κατορθωμάτων τῶν Λάμπωνος υἱῶν.

ἐν Νεμέᾳ μὲν πρῶτον, ὦ Ζεῦ, τὶν ἄωτον: δεξάμενοι, φησί, τὸ ἄνθος τῶν στεφάνων ἐν Νεμέᾳ, σοὶ, ὦ Ζεῦ, πρῶτον κίρναμεν κρατῆρα. ὁ πρῶτος οὖν κρατὴρ Διὸς Ὀλυμπίου, ὁ δεύτερος Γῆς καὶ ἡρώων, ὁ τρίτος Διὸς σωτῆρος.

νῦν αὖτ᾿ ἐν Ἰσθμοῦ δεσπότᾳ: νῦν δὲ νικήσαντος ἐν Ἰσθμῷ, τουτέστι τὰ Ἴσθμια, τοῦ νεωτέρου Φυλακίδου, τῷ δεσπότῃ αὐτοῦ Ποσειδῶνι καὶ ταῖς Νηρεΐσι κίρναμεν τὸν δεύτερον κρατῆρα.

a. εἴη δὲ τρίτον σωτῆρι πορσαίνοντας: ὁ λόγος εὐκτικός. εὔχεται δὲ τὸν τρίτον τῶν ᾠδῶν κρατῆρα κεράσαι, νικήσαντος αὐτοῦ τὰ Ὀλύμπια. τὸν δὲ τρίτον κρατῆρα Διὸς σωτῆρος ἔλεγον, καθὰ καὶ Σοφοκλῆς ἐν Ναυπλίῳ (fr. 92)· Ζεῦ παυσίλυπε, καὶ Διὸς σωτηρίου σπονδὴ τρίτου κρατῆρος. τὸν μὲν γὰρ πρῶτον Διὸς Ὀλυμπίου ἐκίρνασαν, τὸν δὲ δεύτερον ἡρώων, τὸν δὲ τρίτον Διὸς σωτῆρος. καθὰ καὶ Αἰσχύλος ἐν Ἐπιγόνοις (fr. 55)· λοιβὰς Διὸς μὲν πρῶτον ὡραίου γάμου Ἥρας τε. εἶτα· τὴν δευτέραν γε κρᾶσιν ἥρωσιν νέμω· εἶτα· τρίτον Διὸς σωτῆρος εὐκταίαν λίβα. Διὸς δὲ σωτῆρος ἔλεγον τὸν τρίτον διὰ τὸ τοὺς τοῦτον πίνοντας σταθεροὺς γίνεσθαι, τοὺς δὲ μετὰ τοῦτον εἰς ἄτην καὶ ἀνομίαν καὶ ἀσέλγειαν τρέπεσθαι. ἔλεγον δὲ αὐτὸν καὶ τέλειον διὰ τὸ τέλειον εἶναι τὸν τρίτον ἀριθμὸν ἀρχὴν ἔχοντα καὶ μέσον καὶ τέλος.

b. ὁ δὲ νοῦς· εἵη δὲ ἡμᾶς καὶ τρίτον τῷ σωτῆρι καὶ Ὀλυμπίῳ Διῒ στῆσαι κρατῆρα καὶ ταῖς ἡδείαις ᾠδαῖς ἀνυμνεῖν τὴν Αἴγιναν. δύναται μὲν οὖν τοῦτο καὶ οὕτω· κατὰ Αἴγιναν σπένδειν· δύναται δὲ καὶ τὸ εξῆς· κατασπένδειν τὴν Αἴγιναν. χαριέντως δὲ τὸ κατασπένδειν ὡς ἐπὶ κρατῆρος καὶ σπονδῆς διόλου τροπικῶς ἐφυλάχθη. ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· γένοιτο αὐτὸν καὶ Ὀλύμπια νικῆσαι.

a. εἰ γάρ τις ἀνθρώπων δαπάνᾳ τε χαρείς: εἰ γάρ τις, φησί, τῶν ἀνθρώπων καὶ ἐπὶ τῷ δαπανᾶν εἰς τὰ τοιαῦτα χαρεὶς, καὶ οὐχ ὑποστειλάμενος δαπάνην, καὶ ἐπὶ τῷ πονεῖν τῷ ἰδίῳ σώματι, τουτέστι καὶ φιλοπονήσας, πράσσει τὰς θεοδμήτους ἀρετὰς, ὅ ἐστι τὰς ὑπὸ θεῶν δεδομημένας καὶ κατεσκευασμένας, ὁ θεός τε αὐτῷ συμφυτεύει δόξαν· πάντων, φησί, τούτων μετέχων πρὸς ταῖς ἐσχατιαῖς τοῦ ὄλβου βάλλεται ἄγκυραν, οἷον ὁρμίζει ἐπ᾿ ἄκρον τῆς εὐδαιμονίας, ὥστε μὴ ἂν πορρωτέρω δύνασθαι προελθεῖν τῆς εἰς ἄνθρωπον πιτνούσης εὐδαιμονίας.

b. ὁ δὲ νοῦς· εἰ γάρ τις τῶν ἀνθρώπων ἐπὶ τῇ δαπάνῃ χαρεὶς καὶ ἡσθεὶς γλυκεῖαν ἔσχε τὴν ἔκβασιν, καὶ τὰς ἐκ θεῶν ἀρετὰς κατορθοῖ καὶ ἡ τύχη αὐτῷ ἐπιφύει δόξαν ἐπέραστον, γινωσκέτω ἤδη πρὸς τὸ ἔσχατον καὶ ἄκρον τῆς εὐδαιμονίας ἑαυτὸν προσορμίσας.

τοίαισιν ὀργαῖς εὔχεται ἀντιάσαις: τοιούτοις τρόποις, φησίν, εὐδαιμονίας ὁ τοῦ Κλεονίκου παῖς Λάμπων συντυχὼν εὔχεται λοιπὸν τόν τε θάνατον καὶ τὸ γῆρας δέξασθαι.

ἐγὼ δ᾿ ὑψίθρονον Κλωθώ: ἐγὼ δὲ τὴν τιμίαν, φη ί, Κλωθὼ καὶ τὰς αὐτῆς ἀδελφὰς παρακαλῶ τελειῶσαι τὰς εὐχὰς αὐτοῦ, ὅ ἐστιν ἐπακοῦσαι καὶ ἐπακολουθῆσαι ταῖς εὐχαῖς τοῦ φίλου ἀνδρὸς καὶ τέλος ἐπιθεῖναι. προηύξατο δὲ καὶ Ὀλύμπια νικῆσαι καὶ τρίτον κρατῆρα κεράσαι. ἐφετμαὶ δὲ οὐ κυρίως αἱ εὐχαὶ, ἀλλ᾿ αἱ ἐντολαί. εὐχὴ δὲ ἡ παρὰ τῶν ὑπερεχόντων αἴτησις.

ὑμέ τ᾿ ὦ χρυσάρματοι Αἰακίδαι: ὑμᾶς τε, ὦ τίμιοι κατὰ τὰ ἅρματα Αἰακίδαι, νόμιμον καὶ σύνηθες εἶναί μοι λέγω σαφέστατον καὶ δῆλον εἰς μνήμην εἰσερχομένῳ τῆς Αἰγίνης πρότερον ἐγκωμιάζειν. ἵνα τὸ ὑπερβατὸν οὕτως ἔχῃ· ἐμοὶ δὲ τήνδε τὴν νῆσον ἐπιπορευομένῳ προτέρους ὑμᾶς, ὦ χρυσάρματοι Αἰακίδαι, νόμιμόν ἐστι ῥαίνειν τοῖς ὕμνοις καὶ ἐγκωμιάζειν.

a. μυρίαι δ᾿ ἔργων καλῶν: τῶν γὰρ ἀγαθῶν ἔργων, φησί, πολλαὶ καὶ μεγάλαι αἱ τῶν ἐγκωμίων ὁδοὶ, ὥστε καὶ πέρα Νείλου διαβαίνειν καὶ εἰς Ὑπερβορέους ἀκμητὶ καὶ ἀνεμποδίστως τὸ ἐγκώμιον.

b. ἄλλως. ὁδοὶ πολλαί εἰσιν ἑκατόμπεδοι, τουτέστι μεγάλαι, καὶ κατὰ τὸ ἑξῆς φέρουσαι τῶν ὑμετέρων πράξεων εἰς τοὺς ὕμνους· ἐπὶ τὰ πέρατα ὑμῶν ἥκει ἡ εὔκλεια μέχρι Νείλου καὶ Ὑπερβορέων. τὰ δὲ ἑκατέρωθεν παρείληφε πέρατα, τὴν σύμπασαν οἰκουμένην θέλων εἰπεῖν.

a. τέτμηνται: κατώρθωνται. πρόκεινται.

b. τέτμηνθ᾿ ἑκατόμπεδοι: κατώρθωνται, πρόκεινται ἐφεξῆς πλατεῖαι οὖσαι.

οὐδ᾿ ἔστιν οὕτω βάρβαρος: οὐδαμῶς δὲ τις οὕτω βάρβαρος τυγχάνει οὐδὲ τὴν γλῶσσαν ἀλλόκοτος πόλις, ἥτις τοῦ Πηλέως οὐ κατακούει τὴν δόξαν | ἥρωος εὐδαίμονος καὶ γαμβροῦ τῶν θεῶν.

οὐδ᾿ ἅτις Αἴαντος Τελαμωνιάδα: οὐδὲ ἥτις πόλις τοῦ Τελαμῶνος τοῦ Αἰακοῦ παιδὸς καὶ τοῦ πατρός· εἶτα ἀπὸ κοινοῦ, οὐ κατακούει τὴν δόξαν· ὅντινα Τελαμῶνα εἰς ἰσχυρότατον πόλεμον συνεπήγαγε σὺν τοῖς Ἀργείοις αὐτοῦ ὑπηρέταις ὁ Ἡρακλῆς πρόθυμον ὄντα σύμμαχον καὶ μεγάλην βλάβην τοῖς κατὰ τὴν Τροίαν οἰκοῦσιν ἥρωσι τῶν τοῦ Λαομέδοντος ἁμαρτιῶν χάριν. ὁ γὰρ Ἡρακλῆς μετὰ Τελαμῶνος δοκεῖ κατειργάσθαι τὰ πολλά.

a. εἷλε δὲ Περγαμίαν: καὶ ἐπόρθησε τὴν Πέργαμον, φησίν. οὕτω γὰρ τὴν τῶν Τρώων ἀκρόπολιν λεγομένην εἶπεν, ὡς | καὶ Ὅμηρος μνημονεύει (E 446)· Περγάμῳ ἐν ἱερῇ· σὺν δὲ τῷ Τελαμῶνι ἀνεῖλε τὰ πλήθη τῶν ἐν τῇ Κῷ ἐθνῶν. ταύτης δὲ τῆς ἱστορίας | καὶ Ὅμηρος μνημονεύει (Ξ 255, Ο 28)· καί μιν ἔπειτα Κόωνδ᾿ εὖ ναιομένην ἀπένεικας.

b. ὁ δὲ νοῦς· σὺν δὲ τῷ Τελαμῶνι καὶ τὰ τῶν Κῴων ἔθνη καταγωνισάμενος ἀνεῖλε.

a. καὶ τὸν βουβόταν οὔρεϊ ἶσον Φλέγραισιν εὑρὼν Ἀλκυονῆ: Φλέγρα τῆς Θρᾴκης χωρίον. διέτριβε δὲ ὁ Ἀλκυονεὺς κατὰ τὸν Θρᾳκικὸν Ἰσθμόν.

b. βουβόταν δὲ τὸν βουκόλον φησὶ, παρόσον τὰς Ἡλίου βοῦς ἀπήλασεν· ὅθεν καὶ ὁ πόλεμος θεῶν πρὸς τοὺς Γίγαντας.

c. τὸ δὲ οὐκ ἐφείσατο ἐκ τοῦ ἐναντίου τὸ ἐναντίον σημαίνει· οὐκ ἐφείσατο, ἀλλ᾿ ἐχρήσατο· οἷον ἐπεδαψιλεύσατο πολλοὺς τῶν πολεμίων τοξεύσας ὁ Ἡρακλῆς·

d. ὁ δὲ νοῦς· ἐν δὲ τῇ Φλεγραίᾳ Ἡρακλῆς ἰδὼν τὸν Ἀλκυονέα τὸν ἐκτράπελον καὶ τερατώδη τὸ σῶμα οὐκ ἐφείσατο τοῦ ἑαυτοῦ τόξου καὶ ἔμενεν, ἀλλὰ τὸν Αἰακοῦ παῖδα τὸν Τελαμῶνα εἰς τοῦτον τὸν πλοῦν καὶ ταύτην τὴν συμμαχίαν καλῶν ἔτυχεν ἀνευρὼν εὐωχούμενον τὸν Τελαμῶνα.

e. ἄλλως. ταῦτα οὐκ ἀπήρτισται τὸ κατάλληλον οὐκ ἔχοντα, ἃ δὴ ὁ Ἀρίσταρχος σημειοῦται. καὶ εἰσὶν οἳ κεχιάσθαι φασὶν, ὅτι ἰδίως ἐπιβέληκεν ὡς ἐν διαστολῇ τοῦ οὐ φείσατο· ἀλλ᾿ Αἰακίδαν καλέων· ἀνατρέχων ἐπὶ τὴν ἀρχὴν τῆς ἱστορίας. οὐκ ἔστι δὲ ἴδιον, ἐὰν ὁ ἀλλά ἀντὶ τοῦ δέ τάσσηται· Αἰακίδαν δὲ καλέων. νῦν ἄρχεται τῶν ἐπὶ μέρους, ἀκριβῶς τὸ ὅλον προεκθείς.

a. τὸν μὲν ἐν ῥινῷ λέοντος στάντα: τοῦτο ἰδίως. οὐ γὰρ ὁ Τελαμὼν ἐκέλευσε τῷ Ἡρακλεῖ ἐμβῆναι τῷ δέρματι καὶ εὔξασθαι, ἀλλ᾿ αὐτὸς ὁ Ἡρακλῆς τοῦτο κατ᾿ ἰδίαν ἔπραξε προαίρεσιν. εἴληπται δὲ ἐκ τῶν μεγάλων Ἠοιῶν ἡ ἱστορία (fr. 140)· ἐκεῖ γὰρ εὑρίσκεται ἐπιξενούμενος ὁ Ἡρακλῆς τῷ Τελαμῶνι καὶ ἐμβαίνων τῇ δορᾷ καὶ εὐχόμενος, καὶ οὕτως ὁ διόπομπος αἰετὸς, ἀφ᾿ οὗ τὴν προσωνυμίαν ἔλαβεν Αἴας.

b. ἔνιοι δὲ οὕτως ἀκούουσι· τοῦτον μὲν ἐν ῥινῷ λέοντος ἰδὼν ὁ Τελαμὼν τὸν Ἡρακλέα ἄφνω ἐφεστῶτα ἐν τῇ δορᾷ παρεκελεύσατο αὐτῷ, ὡς ἧκεν ἐκ τῆς ὁδοῦ, σπένδειν· τουτέστι μὴ ἀποθέμενον τὸ δέρμα, ἀλλ᾿ ὡς εἶχεν ἄρξασθαι τῶν σπονδῶν· ὡς ὅμοιον εἶναι τῷ (Σ 392)· Ἥφαιστε, πρόμολ᾿ ὧδε, Θέτις νύ τι σεῖο χατίζει.

c. ὁ δὲ νοῦς· τοῦτον μὲν οὖν τὸν Ἡρακλέα σὺν τῇ τοῦ λέοντος δορᾷ στάντα ἐκέλευσεν ὁ Τελαμὼν σπονδῶν ἀπάρξασθαι καὶ θῦσαι τοῖς θεοῖς.

a. ἄνδωκε δ᾿ αὐτῷ φέρτατος οἰνοδόκον φιάλαν χρυσῷ πεφρικυῖαν: Ἀρίσταρχος ἐκ μεταφορᾶς τῶν κάπρων φησὶν εἰρῆσθαι· φρίξας εὖ λοφιήν (τ 446)· ὡς ἐξοχὰς ἐχούσης τῆς φιάλης καὶ τετραχυμμένης τῇ ποικιλίᾳ τοῦ χρυσοῦ, καθαπερανεὶ πεφρικότα κάπρον. ἵν᾿ ᾖ ὅμοιον τῷ (Ν 339)· ἔφριξεν δὲ μάχη φθισίμβροτος ἐγχείῃσι. διὰ γὰρ τὰς ἀκμὰς τῶν δοράτων φρῖξαι φησὶ τὴν μάχην.

b. ἔνιοι δὲ τὴν λαμπρὰν ἤκουσαν, | ἐπειδὴ διὰ τὰς στιλβηδόνας ὥσπερ ἀκτῖνες ἀποσείονται καὶ ἔκστασις γίνεται.

c. χρυσῷ πεφρικυῖαν: διὰ τὴν ἀπόστιλψιν λέγει.

|d. ὁ δὲ νοῦς· παρέσχε δὲ αὐτῷ ὁ ἀγαθὸς Τελαμὼν οἴνου δεκτικὴν φιάλην | καὶ στίλβουσαν τῷ χρυσῷ.

ὃ δ᾿ ἀντείνας οὐρανῷ χεῖρας ἀμάχους: ὁ δὲ ἀνατείνας τῷ οὐρανῷ τὰς ἀκαταμαχήτους αὐτοῦ χεῖρας τοιοῦτον ἐφώνησε λόγον· ὦ πάτερ Ζεῦ, εἴ ποτε τῶν ἐμῶν εὐχῶν ἑκὼν καὶ μετὰ προθυμίας κατήκουσας, ἐπὶ τοῦ παρόντος θείαις εὐχαῖς καθικετεύω, ἀνδρειότατον τῷ Τελαμῶνι ἐκ τῆς γαμετῆς Ἐριβοίας γενέσθαι παῖδα. ἦν γὰρ ὁ Τελαμὼν παιδοποιΐας ἐπιθυμῶν.

a. μοιρίδιον τελέσαι: τὸ τελέσαι κατὰ κοινοῦ· τελέσαι τῷδε παῖδα, καὶ λίσσομαί σε τὸν ἐμὸν φίλον Τελαμῶνα εὐτυχῆ τελέσαι.

b. τὸ δὲ περιπλανᾶται ἀντὶ τοῦ περικινεῖται, περίκειται ἢ περιλαμβίανει δίχα πίλναται· διὸ καὶ εὐσυμβόλως ἐν ἀρχαῖς τὸν Ἡρακλέα ἐπιστῆναι τῇ λεοντείᾳ δορᾷ ἐκέλευσε.

c. τὸ δὲ θυμὸς δ᾿ ἑπέσθω, ἤτοι ἀνδρεία δὲ αὐτῷ καὶ ῥώμη ἑπέσθω ἴσως τῷ τοῦ λέοντος θυμῷ· ἢ οὕτως· ἑπέσθω δὲ τῷ Αἴαντι καὶ ἡ ψυχὴ ἄτρωτος καὶ μὴ ὑπείκουσα, καθάπερ καὶ τὸ σῶμα.

a. ταῦτ᾿ ἄρα οἱ φαμένῳ: ταῦτα εἰπόντι, φησί, τῷ Ἡρακλεῖ ἀπέστειλεν ὁ Ζεὺς τῶν ὀρνίθων τὸν μέγαν καὶ ἔξοχον ἀετόν· ἡδεῖα δὲ αὐτὸν διεκίνησεν ἡδονὴ, καὶ εἶπε τοιαῦτα ὥσπερ τις ἀκριβέστατος μάντις.

b. ἢ οὕτω· χαρὰ ἐκέντρισε, τουτέστιν ἐχάρη κατὰ ψυχήν.

Ἔσσεταί τοι παῖς, ὦ Τελαμών: γενήσεταί σοι παῖς, ὦ Τελαμών. καὶ δὴ αὐτὸν τὸ θεῖον παρακελεύεται τοῦδε τοῦ φανέντος ὄρνιθος ἐπώνυμον Αἴαντα, ἔξωθεν τὸ καλεῖσθαι τὸ ὄνομα, γενναῖον ὄντα ἐν πᾶσι τοῖς πόνοις καὶ καμάτοις τοῦ πολέμου καὶ ἔξαρχον τῶν ἄλλων ὄχλων· ἵνα τὸ ἐσόμενον ἔξωθεν ἀκούωμεν. δῆλον οὖν, ὅτι παρὰ τὴν πτῆσιν καὶ τὴν τοῦ ἀετοῦ ἐπιφάνειαν Αἴαντα τὸν παῖδα κέκληκεν ὁ Τελαμών.

ἐμοὶ δὲ μακρὸν πάσας ἁγήσασθ᾿ ἀρετάς: ἐμοὶ δὲ μέγα καὶ ἀπερίγραπτον λόγῳ τὸ διηγήσασθαι πάσας τὰς τῶν Αἰακιδῶν ἀρετάς· ἦλθον γὰρ, ὦ Μοῦσα, συντόμως κατὰ τὸν Ἀργείων τρόπον τῷ Φυλακίδᾳ καὶ τῷ Πυθέᾳ καὶ τῶ Εὐθυμένει τῶν ἐγκωμίων δοτὴρ καὶ ταμίας.

a. εἰρήσεταί πού κ᾿ ἐν βραχίστοις: τουτέστιν ἐπὶ βραχὺ εἰρήσθω. Μακρολόγοι μὲν οὖν οἱ Ἴωνες, σύντομοι δὲ οὐ μόνον Λάκωνες, ἀλλὰ καὶ Ἀργεῖοι. Σοφοκλῆς Ὀδυσσεῖ μαινομένῳ (fr. 424)· πάντ᾿ οἶσθα, πάντ᾿ ἔλεξα τἀντεταλμένα· μῦθος γὰρ Ἀργολιστὶ συντέμνει βραχύς.

b. ὁ δὲ νοῦς· ῥηθήσεται δὲ ἐν βραχέσι λόγοις τὸ ἐγκώμιον· ἐδέξαντο νίκας ἀγωνιζόμενοι παγκρατίῳ.

a. τρεῖς ἀπ᾿ Ἰσθμοῦ: τρεῖς μὲν ἐν Ἰσθμῷ, φησί, τὰς δὲ αὐτῶν ἐκ τῆς ἐπιδόξου Νεμέας οἵ τε ἀγαθοὶ παῖδες τοῦ Λάμπωνος καὶ οἱ τούτων μήτρωες, ἐδέξαντο νίκας ἀπὸ κοινοῦ. μήτρωες δὲ, ἀντὶ τοῦ μήτρως δὲ, ὁ Εὐθυμένης, ὅτι μητρὸς ἀδελφὸς τῶν Λάμπωνος υἱῶν.

b. τὸ δὲ οἵαν θαυμαστικῶς ἀντὶ τοῦ ὁποίαν εἴρηκεν· ὁποίαν δὲ καὶ ἡλίκην ὕμνων μερίδα ἀνήγαγον εἰς φῶς ἐπὶ ταῖς ἑαυτῶν ἀνδρείαις.

c. ἢ οὕτως· ἀνήγαγον δέ, φησίν, εἰς φῶς τὴν μοῖραν τῶν ὕμνων. λέγει δὲ τὴν τῶν ἑαυτοῦ μοῖραν ὕμνων, ἣν νικήσαντες ἀνήγαγον εἰς φῶς. οἷον οἱ ὕμνοι οἱ εἰς τοὺς περὶ Φυλακίδαν ἐπιφανεῖς ἐγένοντο, ὅτι ἐνίκησαν.

d. Ψαλυχιάδαι δὲ φυλὴ ἐν Αἰγίνῃ, ἀφ᾿ ἦς ὁ νικηφόρος. τὴν δὲ τῶν Ψαλυχιαδῶν φατρίαν τῇ τῶν Χαρίτων καλλίστῃ δρόσῳ καταβρέχουσι, φησὶ δὲ τοῖς ὕμνοις.

e. ἄλλως. συλληπτικῶς εἶπε τὸ χωρὶς ἑκατέρῳ συμβεβηκός· ὁ μὲν γὰρ Φυλακίδας Ἴσθμια δὶς νικᾷ καὶ Νέμεα ἅπαξ, ὁ δὲ Εὐθυμένης ἅπαξ Ἴσθμια, ὁ δὲ Πυθέας Νέμεα· ὃν δὴ μήτρωα καλεῖ τούτων ὡς κατὰ μητέρα προσήκοντα· οὐ γὰρ πιθανὸν μητράδελφον ἀκούειν.

τόν τε Θεμιστίου ὀρθώσαντες οἶκον: καὶ τὸν τοῦ Θεμιστίου δὲ οἶκον ταῖς ἑαυτῶν εὐδοξίαις ἀνορθώσαντες ταύτην τὴν πόλιν οἰκοῦσι τὴν θεοφιλῆ. ἦν δὲ ὁ Θεμίστιος πρόγονος αὐτῶν, οὗ καὶ ἐν τοῖς Νεμεονίκαις μνημονεύει (N V 50)· εἰ δὲ Θεμίστιον ἵκεις ὥστ᾿ ἀείδειν.

Λάμπων δὲ μελέταν ἔργοις ὀπάζων Ἡσιόδου: μελέτη δέ τοι ἔργον ὀφέλλει (op. 410). ὁ δὲ Λάμπων, φησί, διηνεκῶς τοῖς ἔργοις τὴν μελέτην διδοὺς τὸν τοῦ Ἡσιόδου τιμᾷ καὶ ἀποδέχεται λόγον, καὶ τοῖς ἑαυτοῦ παισὶ λέγων τὸν στίχον παραινεῖ ἄθλων καὶ εὐδοξίας ἀντέχεσθαι, κοινὴν εὐδοξίαν τῇ ἑαυτοῦ πατρίδι προσάπτων.

a. καὶ ξείνων εὐεργεσίαις ἀγαπᾶται: τιμᾶται δὲ καὶ ἐπὶ ταῖς τῶν ξένων εὐεργεσίαις· τυγχάνει γὰρ ὢν φιλόξενος· τὰ προσήκοντα μὲν τῇ γνώμῃ τῇ ἑαυτοῦ μετερχόμενος, τὰ προσήκοντα δὲ καὶ κατέχων εἰς ἑαυτὸν καὶ λογιζόμενος.

b. ἢ οὕτω· διὰ τὸ φιλόξενος εἶναι καὶ ὑπὸ ξένων καὶ ὑπὸ πολιτῶν τιμᾶται, καὶ διανοούμενος τὰ μέτρια καὶ ἐνεργῶν καὶ πράσσων.

a. γλῶσσα δ᾿ οὐκ ἔξω φρενῶν: τουτέστιν οὐδὲν ἄκαιρον φλυαρεῖ, ἀλλ᾿ ὃ σκέπτεται. παρὰ γὰρ πολλοῖς ἡ γλῶττα προτρέχει τῆς διανοίας.

b. ἢ οὕτως· ἡ δὲ γλῶσσα αὐτοῦ καὶ ὁ λόγος οὐκ ἔστιν ἔξωθεν τῶν δεουσῶν φρενῶν, ἀντὶ τοῦ οὐ προπετῶς φθέγγεται.

a. φαίης κέ νιν ἄνδρ᾿ ἐν ἀθληταῖς: εἴποι δ᾿ ἄν τις αὐτὸν τὸν Λάμπωνα εἶναι τοιοῦτον ἄνδρα ἐν τοῖς ἀθληταῖς, οἵαν ἐν πέτραις ἑτερογενέσι Ναξίαν ἀκόνην, δυνάμενον ἀθλητὰς μάλιστα παραθῆξαι. νομίζονται γὰρ διαφορώταται τῶν ἄλλων ἀκονῶν αἱ κατὰ τὴν ἐν Κρήτῃ Νάξον. τοσοῦτον οὖν φησι τῶν ἄλλων ἀλειπτῶν διαφέρειν ἐν τοῖς ἀθληταῖς, ὅσον ἐν ἄλλαις ἀκόναις αἱ Νάξιαι διαφέρουσιν.

b. ὁ δὲ νοῦς· εἴποις δ᾿ ἂν αὐτὸν τὸν Λάμπωνα ἐν τοῖς ἄλλοις ἀθληταῖς οὕτως ἰσχυρὸν εἶναι ὥσπερ ἐν τοῖς ἄλλοις λίθοις ἡ Ναξία. ποιεῖ δὲ πρὸς ἀκόνην ὁ Νάξιος λίθος.

πίσω σφε Δίρκας ἁγνὸν ὕδωρ: ἀλληγορεῖ νῦν· ποτιῶ, φησίν, αὐτοὺς τὸ ἀπὸ τῆς Δίρκης ὕδωρ, ὃ αἱ Μοῦσαι ἀνατεῖλαι ἐποίησαν· τουτέστι τῷ ἐμῷ ῥεύματι, ἤτοι τῷ ποιήματι ποτιῶ αὐτούς. Θηβαῖος γὰρ, ἡ δὲ Δίρκη ἐν Θήβαις· διὸ ἐξ αὐτῆς ἀναβεβλῆσθαί φησι τὸν ὕμνον. πῖσαι δὲ τὸ ποτίσαι, καὶ τὰς ποτίστρας δὲ πίσας ἔλεγον.

Scholia in Isthmionicarum carmen VII.

Τοῦ ἑβδόμου εἴδους ἡ στροφὴ καὶ ἀντίστροφος κώλων ὀκτώ. τὸ α΄ ἀντισπαστικὸν τρίμετρον καταληκτικόν. τὸ β΄ ἰωνικὸν τετράμετρον ἰαμβικῷ κατακλειόμενον, βραχυκατάληκτον. τὸ γ΄ ἐκ πενθημιμεροῦς ἰαμβικοῦ καὶ διμέτρου τροχαϊκοῦ καταληκτικόν. τὸ δ΄ ἰωνικὸν τρίμετρον βραχυκατάληκτον. τὸ ε΄ δακτυλικὸν τρίμετρον καταληκτικόν· ἡ τελευταία βραχεῖα. τὸ ς΄ ἰωνικὸν δίμετρον καταληκτικόν. τὸ ζ΄ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον. τὸ η΄ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον.

ἡ ἐπῳδὸς κώλων καὶ αὐτὴ ὀκτώ. τὸ α΄ ἀντισπαστικὸν τρίμετρον ἀκατάληκτον. τὸ β΄ παλιαμβικὸν τρίμετρον ἀκατάληκτον. τὸ γ΄ ἰωνικὸν δίμετρον καταληκτικόν. τὸ δ΄ ἀντισπαστικὸν τρίμετρον καταληκτικόν. τὸ ε΄ δακτυλικὸν τρίμετρον ἀκατάληκτον. τὸ ς΄ ἰωνικὸν δίμετρον καταληκτικόν. τὸ ζ΄ δακτυλικὸν τρίμετρον ἀκατάληκτον. τὸ η΄ ἐπιωνικὸν δίμετρον ἀκατάληκτον.

a. Ὁ λόγος πευστικὸς πρὸς τὴν Θήβην, ᾧ καὶ ἀποχρώμενος λεληθότως αὐτῆς ἐγκώμια καταριθμεῖται.

b. ὁ δὲ νοῦς οὕτω· τίνι τῶν φθασάντων ἐπιχωρίων ἀγαθῶν, ὦ μακαριωτάτη Θήβη, μάλιστα τὴν σὴν ψυχὴν εὔφρανας;

a. ἦ ῥα χαλκοκρότου πάρεδρον: παρὰ τὰ ἐπικτυποῦντα ἐν ταῖς τελεταῖς τῆς Δήμητρος κύμβαλα. μετὰ γὰρ κυμβάλων καὶ τυμπάνων περιϊοῦσα ἡ θεὸς καὶ τούτοις ἠχοῦσα ἐζήτει πρὸς τὸ πάντας ἀκούειν καὶ πυνθάνεσθαι ὅ τι ζητεῖ. πάρεδρον δὲ Δήμητρος εἶπε τὸν Διόνυσον, κατὰ μὲν τὸν μυστικὸν λόγον, ὅτι παρεδρεύει αὐτῇ ὁ ἐκ Περσεφόνης γεγονὼς Ζαγρεὺς Διόνυσος, ὁ κατά τινας Ἴακχος· κατὰ δὲ τὸν φυσικὸν λόγον, ἐπειδὴ τῇ ξηρᾷ τροφῇ, ἣ ἀνάκειται τῇ Δήμητρι, παρέπεται ἡ τοῦ οἴνου χρῆσις, ἣ ὅτι ἡ σταφυλὴ ἐδωδίμη ἐστὶ καὶ εἰς πόσιν ἐπιτηδεία.

b. ὁ δὲ νοῦς· ἆρ᾿ ἡνίκα ἀνέτειλας καὶ ἐγέννησας τὸν εὔτριχα Διόνυσον τὸν πάρεδρον τῆς χαλκοκρότου Δήμητρος;

a. ἢ χρυσῷ μεσονύκτιον: ἢ ὅτε τὸ μεσονύκτιον χρυσῷ καταστάζοντα ἐδέξω τὸν τῶν θεῶν ἔξαρχον Δία.

b. ἄλλως. ἰδίως λέγει τὸν Δία ὗσαι χρυσὸν, ἡνίκα ἐμίγνυτο Ἀλκμήνῃ· ἢ τὰ ἐπὶ Δανάης μυθευόμενα ἐπὶ Ἀλκμήνην μετήγαγεν.

ὁπότ᾿ Ἀμφιτρύωνος ἐν θυρέτροις σταθείς: ἡνίκα τοῦ Ἀμφιτρύωνος κατὰ τὰ πρόθυρα σταθεὶς τὴν γαμετὴν μετῆλθε ταῖς θείαις γοναῖς. κατὰ πάντων δὲ ἀπὸ κοινοῦ τὸ εὔφρανας ἀκουστέον.

a. ἢ ὅτ᾿ ἀμφὶ Τειρεσίαο: ἢ ὅτε ταῖς τοῦ Τειρεσίου πυκναῖς καὶ συνεταῖς μαντείαις.

b. ἱππόμητιν δὲ τὸν Ἰόλαόν φησι, παρόσον ἡνιόχησεν Ἡρακλεῖ. ἀπὸ κοινοῦ δὲ πρὸς πάντα τὸ θυμὸν τεὸν εὔφρανας.

ἢ Σπαρτῶν ἀκαμαντολογχᾶν: τῶν κατὰ τὰς Θήβας ἀναδοθέντων ἐκ τῶν δρακοντείων ὀδόντων, ὧν καὶ Εὐριπίδης (Phoen. 795) μέμνηται· ἢ Σπαρτῶν φησι τῶν ἄγαν πολεμικῶν. ὁ γὰρ Φερεκύδης (F H G I 83 M., I 67 J.) διττά φησιν εἶναι Σπαρτῶν γένη· τὸν γὰρ Ἄρη καὶ τὴν Ἀθηνᾶν τοὺς μὲν ἡμίσεις τῶν ὀδόντων Κάδμῳ δοῦναι, τοὺς δὲ ἡμίσεις Αἰήτῃ· Ἀνδροτίων δέ φησι (F H G I 373) φυγόντα ἐκ τῆς Φοινίκης τὸν Κάδμον μετὰ ἱκανῶν σποράδων κατελθεῖν εἰς Θήβας, ὅθεν διὰ τὸ συμμιγὲς καὶ σποράδην εἶναι Σπαρτοὶ ἐκλήθησαν· οἱ δὲ Θηβαῖοι τὰ περὶ αὐτῶν ψευδῶς ἐτερατούργησαν.

a. ἢ ὅτε καρτερᾶς Ἄδραστον ἐξ ἀλαλᾶς: τῆς μάχης, διὰ τὰς ἐν αὐτῇ θορυβώδεις φωνάς. ὅτι δὲ ἐκ τῶν ἑπτὰ λόχων ἀπεσώθη ὁ Ἄδραστος, δῆλον.

b. ὁ δὲ νοῦς· ἢ ὅτε ἐκ τῆς ἰσχυροτάτης μάχης ἀπέπεμψας τὸν Ἄδραστον ὀρφανωθέντα, ὦ Θήβη, μυρίων καὶ ἀναρίθμων στρατιωτῶν εἰς τὸ ἱππικὸν Ἄργος.

a. ἢ Δωρίδ᾿ ἀποικίαν: οἱ Ἡρακλεῖδαι ἔσχον παρὰ τοῦ θεοῦ χρησμὸν συλλαβεῖν Αἰγείδας, καὶ οὕτω τῆς Πελοποννήσου κρατήσειν. ἦσαν δὲ οὗτοι Φλεγραῖοι ἀνέκαθεν, φυλὴ ἐν Αἰγίνῃ. οἱ δὲ δεξάμενοι κατὰ τὸ Πυθικὸν χρηστήριον, τῆς ἐλπίδος οὐκ ἐκπεσόντες, κρατήσαντες δὲ τῆς Πελοποννήσου, μετῴκισαν εἰς Θήβας τοὺς Αἰγείδας. ἔνιοι δέ φασιν Αἰγείδας Ἀθηναίους τὸ ἀνέκαθεν εἶναι· ἔνιοι δὲ Αἰγείδας φυλὴν ἐν Θήβῃ, ἀφ᾿ ἧς σύμμαχοι ἐπὶ τὴν Λακεδαίμονα ἦλθον καὶ ἐκράτησαν· ἔνιοι, ὅτι οὕτως ὀνομάζονταί τινες ἐν Λακεδαίμονι ἀπὸ Αἰγέως τινὸς Θηβαίου, ὃν συνεργῆσαι τοῖς Ἡρακλείδαις φασὶ πρὸς τὴν κατάκτησιν τῆς Λακωνικῆς. ἔνιοι Ἀργεῖδαι γράφουσι διὰ τὸ Ἀργείαν προσονομάζεσθαι τὴν Ἀριστοδήμου γυναῖκα τοῦ ἀπογόνου τῶν Ἡρακλειδῶν, ἐξ ἧς ἐγένετο Προκλῆς καὶ Εὐρυσθένης οἱ κατασχόντες τὴν Λακωνικήν.

b. ὁ δὲ νοῦς· ἢ ὅτε τὴν Δωρίδα τῶν Ἡρακλειδῶν κάθοδον ἐπ᾿ ἀσφαλοῦς στῆναι παρεσκεύασας· ἔλαβον γὰρ τὰς Ἀμύκλας οἱ σοὶ ἀπόγονοι Αἰγεῖδαι τοῖς τοῦ Πυθίου Ἀπόλλωνος μαντεύμασιν. c. ἄλλως. Αἰγείδας νῦν οὐκ ἂν εἴη λέγων τοὺς Ἀθηναίους· περὶ γὰρ Θηβῶν ὁ λόγος. καὶ εἰσὶν Αἰγεῖδαι φατρία Θηβαίων, ἀφ᾿ ἧς ἧκόν τινες εἰς Σπάρτην Λακεδαιμονίοις βοηθήσοντες ἐν τῷ πρὸς Ἀμυκλαεῖς πολέμῳ, ἡγεμόνι χρησάμενοι Τιμομάχῳ, ὃς πρῶτος μὲν πάντα τὰ πρὸς πόλεμον διέταξε Λακεδαιμονίοις, μεγάλων δὲ παρ᾿ αὐτοῖς ἠξιώθη τιμῶν· καὶ τοῖς Ὑακινθίοις δὲ ὁ χάλκεος αὐτοῦ θώραξ προτίθεται· τοῦτον δὲ Θηβαῖοι ὅπλον ἐκάλουν. ταῦτα ἱστορεῖ καὶ Ἀριστοτέλης ἐν τῇ Λακώνων πολιτείᾳ (fr. 532). ἔνιοι δέ φασι τὸν Πίνδαρον νῦν μὴ τοῦ πρὸς Ἀμυκλαεῖς πολέμου μνημονεύειν μηδὲ τῶν σὺν Τιμομάχῳ Αἰγειδῶν, ἀλλὰ τῶν σὺν τοῖς Ἡρακλείδαις εἰς Πελοπόννησον κατελθόντων, ὧν Ἀριστόμαχος ὁ Κλεάδα καὶ Κλεάδας ὁ Ὕλλου ἡγοῦντο· καὶ γὰρ τότε Θήβηθεν ἥκειν τοῖς Δωριεῦσι τοὺς ἁψαμένους τῆς καθόδου Αἰγείδας μετὰ τῶν Ἀθηναίων· εἶναι δὲ τοὺς Θήβηθεν Αἰγείδας τὸ ἀνέκαθεν Ἀθηναίους. δυεῖν οὖν ἀποστόλων ἐκ τῆς τῶν Αἰγειδῶν τῶν Θηβαίων φατρίας εἰς Σπάρτην γεγονότων, ἔργον ἀποφήνασθαι, ποτέρου ὁ Πίνδαρος νῦν μνημονεύει. μή ποτε δὲ τῆς δευτέρας; Ἀριστοτέλης (ibid) γάρ φησιν, ὅτι πολεμοῦντες οἱ Λάκωνες Ἀμυκλαεῦσιν, ὡς ἐπύθοντο παρὰ θεοῦ τοὺς Αἰγείδας συμμάχους λαβεῖν, εἰς Ἀθήνας ἐπορεύοντο. καταλύσαντες δὲ ἐν Θήβαις εὐωχουμένης τῆς τῶν Αἰγειδῶν φατρίας ἐκλήθησαν. ἀκούσαντες δὲ μετὰ δεῖπνον εὐχομένου τοῦ ἱερέως διδόναι τοὺς θεοὺς τοῖς Αἰγείδαις τὰ ἀγαθὰ καὶ συμβαλόντες τὸν χρησμὸν, ἐντεῦθεν ἔλαβον τὴν συμμαχίαν.

a. ἀλλὰ παλαιὰ γὰρ εὕδει χάρις: Ἀρίσταρχος τοῦτο λεγόμενον, φησίν, ὑπόνοιαν δίδωσιν, ὡς ὅτε ἔγραφεν ὁ Πίνδαρος, ἀχαριστουμένων τι τῶν Θηβαίων ὑπὸ τῶν Λακεδαιμονίων. ἐὰν δὲ ὑποτεθῇ τὰ ἑξῆς, ὅ τι μὴ σοφίας ἄωτον, ὡς ἐν τῷ καθόλου λέγων ἔσται, ὅπερ πολλάκις εἴωθε λέγειν· ὅτι πᾶσα χάρις πεπαλαιωμένη καθεύδει καὶ μεμάρανται, καὶ ὅτι τοιούτου πράγματος ἀμνήμονές εἰσιν οἱ ἄνθρωποι, ὃ ἂν μὴ ἀοίδιμον γένηται καὶ τύχῃ ὕμνου τινός.

b. ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· ἀλλὰ πᾶσα χάρις, φησί, παλαιῶν ἔργων ἀφυπνώττει καὶ εἰς λήθην ἐμπίπτει, ἀμνήμονες δὲ καὶ οἱ ἄνθρωποι γίνονται τούτου, ὅπερ ἂν μὴ τὸ τῆς σοφίας ἄκρον ἀπάνθισμα τοῖς ἐνδόξοις τῶν λόγων ἐγκωμίοις ἐπικαταλάβῃ καὶ ἐπαίνοις ἐπιζεύξῃ.

c. ἢ οὕτως· ἀμνήμονες δὲ οἱ ἄνθρωποι τούτου, ὅ τι μὴ εἰς τὸ τῆς σοφίας ἄκρον ἀπάνθισμα παραγένηται ὑποζυγὲν τοῖς ἐνδόξοις τῶν λόγων ἐγκωμίοις.

d. ἄλλως. συζευχθὲν τοῖς ὕμνοις τὸ ποίημα.

a. κώμαζ᾿ ἔπειτ᾿ ἐν ἁδυμελεῖ σὺν ὕμνῳ: πρὸς τὴν πόλιν ὁ λόγος· εἴ τι ἐκείνοις ἥσθης, φησί, καὶ νῦν κώμαζε.

b. ἵνα μὴ ἡ νίκη τοῦ Στρεψιάδου σιωπηθῇ, κώμαζε καὶ συνέξαρχε σὺν ἁδυμελεῖ ὕμνῳ. περιττεύει δὲ ἤτοι ἡ ἔν πρόθεσις ἢ ἡ σύν· μία γὰρ ἀρκεῖ.

c. ἄλλως. ἐνταῦθα ἀπὸ τῆς πεύσεως ἀποδέδωκεν. εὐφρανθεῖσα, ὦ Θήβη, ἐπὶ τοῖς ἀρχαιοτέροις καλοῖς, καὶ ἐπὶ τοῦ παρόντος χόρευε καὶ ἐπὶ τῷ Στρεψιάδῃ.

a. ἰδεῖν τε μορφάεσ᾿: οὐχ ἥττων ἐστί, φησίν, ἡ γνώμη τοῦ κάλλους. οὐχ ὅμοιόν ἐστι τῷ παρ᾿ Ὁμήρῳ (ρ 454)· οὐκ ἄρα σοί γ᾿ ἐπὶ εἴδεϊ καὶ φρένες ἦσαν.

b. ἢ οὕτω· φέρει δὲ καὶ τὴν τῆς ψυχῆς ἀρετὴν οὐκ αἰσχύνουσαν τὴν τοῦ σώματος εὐμορφίαν.

a. μάτρῳ θ᾿ ὁμωνύμῳ: τοῦ Στρεψιάδου μήτρως ὁμώνυμος. οὗτος ἀνῃρέθη κατὰ τὸν Πελοποννησιακὸν πόλεμον.

b. ὁ δὲ νοῦς· τῷ δὲ ὁμωνύμῳ αὐτοῦ μήτρωϊ τὴν τῆς νίκης εὐδοξίαν τε καὶ ἡδονὴν παρέσχετο, ᾧ, τῷ μήτρωϊ, ὁ Πελοποννησιακὸς πόλεμος τὸν θάνατον παρέσχετο καὶ ἐπέβαλε· τῇ δὲ τιμῇ τοῖς ἀγαθοῖς ἰσοῦται. ἐὰν δὲ κατ᾿ εὐθεῖαν πτῶσιν τὸ τιμά, ὁ νοῦς τοιοῦτος· πᾶσι γὰρ τοῖς ἀγαθοῖς ἡ τιμὴ ἀντίκειται καὶ πλησιάζει, καὶ μάλιστα τοῖς τὴν ψυχὴν ὑπὲρ τῆς πατρίδος προεμένοις ἀντὶ τῆς ψυχῆς τιμὴ κεῖται. ὥστε δῆλον ὅτι πρὸς τετελευτηκότα ὁ λόγος.

a. ἴστω γὰρ σαφὲς, ὅστις ἐν ταύτᾳ νεφέλᾳ: ὅστις, φησίν, ἐν τῇ τοῦ Ἄρεος νεφέλῃ, τουτέστιν ἐν τῷ πολέμῳ, τὴν τοῦ αἵματος χάλαζαν ἀμύνεται ἐναντίον φέρων ὄλεθρον τοῖς πολεμίοις, ἴστω ὁ τοιοῦτος μέγιστον παρὰ τῶν ἀστῶν κλέος αὔξων τῷ ἐαυτοῦ γένει. ταῦτα δὲ λέγει ὡς περὶ τὴν Σαλαμῖνα τοῦ Λάμπωνος ἠνδραγαθηκότος.

b. ἄλλως. ἐν τῇ τοῦ πολέμου νεφέλῃ, φησὶ δὲ τῇ βλαβερᾷ τῆς μάχης φθορᾷ, ἀπὸ μεταφορᾶς τῶν χειμώνων. καὶ διόλου τὰ τῆς ἀλληγορίας σῴζεται.

τὺ δὲ Διοδότοιο παῖ: πρὸς τὸν ὁμώνυμον τῷ νικηφόρῳ Στρεψιάδην Διοδότου παῖδά [φησι] καὶ ὡς πρὸς περιόντα τὸν λόγον ποιεῖται· σὺ δὲ, Διοδότου παῖ, ἐν ἐπαίνῳ τιθέμενος Μελέαγρόν τε καὶ Ἕκτορα καὶ τὰς τούτων ζηλῶν ἀρετὰς κατὰ πόλεμον ἐτελεύτησας προμαχόμενος τῆς πατρίδος.

ἔνθ᾿ ἄριστοι ἔσχον πολέμοιο νεῖκος ἐσχάταισιν ἐπ᾿ ἐλπίσιν: ἀντὶ τοῦ ἔσχατα ἐπελπίζοντες, ὅ ἐστιν ἀπολέσθαι, καὶ μὴ ἐπὶ τούτῳ ὑποστελλόμενοι.

a. ἔτλαν δὲ πένθος οὐ φατόν: ὁ τῷ ἀποθανόντι διαφέρων ἐγὼ ὁ χορός, φησίν, ἔτλαν. |

b. οἱ σοὶ οἰκεῖοι.

c. ὁ δὲ νοῦς· ὑπέμεινα δὲ σοῦ πεπτωκότος λύπην καὶ συμφορὰν ἀφόρητον, ἀλλ᾿ ἐπὶ τοῦ παρόντος Ποσειδῶν εὐδίαν ἔδωκεν ἐξ ἐκείνου τοῦ χειμῶνος, οἱονεὶ μετὰ τὴν χειμερινὴν τῶν φθασάντων κατάστασιν εὐδία ἄλυπος παρὰ τῶν θεῶν ὑμᾶς διεδέξατο.

a. ἀείσομαι χαίταν στεφάνοισιν ἁρμόζων: ὁ λόγος ἐπαμφοτερίζει. ἤτοι γὰρ τὴν ἐμαυτοῦ κεφαλὴν ἁρμόσας τοῖς στεφάνοις ᾄσομαι τὸν ἐπίνικον, ἢ οὕτως· τὸν ἐπίνικον ᾄσω τὴν τοῦ νικηφόρου κεφαλὴν τοῖς στεφάνοις ἁρμόζων· φησὶ δὲ τοῖς μουσικοῖς. |

b. ἄλλως. τοὐναντίον εἶπε· βούλεται γὰρ λέγειν τοὺς στεφάνους τῇ χαίτῃ ἁρμόζων.

a. ὁ δ᾿ ἀθανάτων μὴ θρασσέτω φθόνος: Ἀρίσταρχος ἐπὶ τοῦ ἐρεθίζειν ἀκούει, τάττεσθαι δέ φησι καὶ ἐπὶ τοῦ ταράττειν. μὴ οὖν, φησί, με ὁ ἐκ θεῶν ταραττέτω φθόνος, εἰ τὸ ἐν τῷ βίῳ τερπνὸν τοῦτο ἀεὶ κατὰ τὴν παροῦσαν ἡμέραν διώκων καὶ θηρεύων μεθ᾿ ἡσυχίας καταστρέφω τὸν βίον.

b. ἢ οὕτως· ὁ δὲ παρὰ τῶν θεῶν φθόνος μὴ συνθραυέτω, ὅτι ἑκάστης ἡμέρας ἥσυχος καὶ πρᾷος ὢν μετὰ ἡσυχίας καταγηράσκω, καὶ παραγίνομαι εἰς τὸν μεμοιραμένον χρόνον. ἐὰν δὲ κατὰ τὸ φθόνος θῶμεν τὴν τελείαν, ἔσται ὁ νοῦς τοιοῦτος· εἴθε, ὅπερ τερπνὸν, ἐφ᾿ ἑκάστης ἡμέρας μεταδιώκων καὶ δεξάμενος μεθ᾿ ἡσυχίας ἐπί τε τὸ γῆρας καὶ τὸν μεμοιραμένον χρόνον παραγενοίμην. καὶ ἔσται ὁ λόγος ὡς παρὰ τοῦ νικηφόρου, ἐκεῖνο μέντοι ὡς παρὰ τοῦ ποιητικοῦ προσώπου.

θνᾴσκομεν γὰρ ὁμῶς: καθάπαξ γὰρ πάντες ἄνθρωποι ἑνὶ καὶ τῷ αὐτῷ ὑποπίπτομεν θανάτῳ, τὰ δὲ τοῦ δαίμονος καὶ τῆς τύχης οὐκέτι ἴσα ἐστὶ καὶ ὅμοια τοῖς πᾶσι.

a. δαίμων δ᾿ ἄϊστος: τουτέστιν οὐκ ἔστι προφανὴς ὁ δαίμων τοῖς ἀνθρώποις, οὐδὲ οἶδε τὸ ἐκβησόμενον.

b. τὰ μακρὰ δ᾿ εἴ τις παπταίνει, βραχὺς ἐξικέσθαι: εἰ δέ τις τὰ ὑπὲρ ἑαυτὸν σκοπεῖ καὶ λαβεῖν σπουδάζει, οὗτος βραχὺς καὶ ἀσθενὴς πρὸς τὸ τῆς ἐπιθυμίας παραγενέσθαι τέλος καὶ ἀπελθεῖν εἰς τὸ τῶν θεῶν ἰσχυρότατον ἕδρασμα.

c. ἢ οὕτως· ἀσθενής ἐστι πᾶς ἄνθρωπος, εἴ τις μακρὰ βλέπει ὡς ἐφαψόμενος τοῦ οὐρανοῦ καὶ τῆς τῶν θεῶν διαίτης. θνητὸς εἶ, φησί· τὸ παρὸν εὖ τίθεσο.

a. ὅτι πτερόεις ἔρριψε Πάγασος: ὑπόδειγμα τοῦ μὴ δεῖν ἐπαίρεσθαι τὸν ἄνθρωπον μέχρις οὐρανοῦ Βελλεροφόντην καὶ Πήγασον ἔλαβεν.

b. ὁ δὲ νοῦς· ὁ γὰρ δὴ Πήγασος ἀπεσείσατο καὶ κατέστρεψε τὸν ἑαυτοῦ δεσπότην Βελλεροφόντην τῶν ἀδυνάτων ἐπιθυμήσαντα καὶ εἰς τὸ τῶν θεῶν ἄθροισμα παραγενέσθαι βουληθέντα.

a. τὸ δὲ πὰρ δίκαν γλυκύ: τὸ δὲ ἐξ ἀδικίας ἡδὺ γενόμενον πικρὸν τέλος λαμβάνει.

b. οἷον οἱ ἀδίκως κερδαίνοντες ἄχρι τέλους οὐχ ἥδονται.

ἄμμι δ᾿, ὦ χρυσέᾳ κόμᾳ θάλλων: ἡμῖν δὲ, ὦ τῇ χρυσῇ κόμῃ θάλλων Ἀπόλλων, παράσχου καὶ ἐν τοῖς σοῖς Πυθικοῖς ἀγῶσιν ἀγωνισαμένοις ἀνθηρὸν ἀναδήσασθαι στέφανον. εὔχεται οὖν αὐτὸν καὶ Πύθια νικῆσαι.

Scholia in Isthmionicarum carmen VIII.

Τὸ ὄγδοον εἶδος μονοστροφικόν ἐστι κώλων εἰκοσιδύο. τὸ α΄ Φαλαίκειον. τὸ β΄ ὅμοιον τῷ τίς σὰς παρήειρε φρένας. τὸ γ΄ ἐπιχοριαμβικὸν δίμετρον ὑπερκατάληκτον. τὸ δ΄ ἰαμβικὸν τρίμετρον βραχυκατάληκτον. τὸ ε΄ ἐννεασύλλαβον Σαπφικὸν πλεονάζον τοῦ Γλυκωνείου μιᾷ συλλαβῇ. τὸ ς΄ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον. τὸ ζ΄ τροχαϊκὸν ἀπὸ ἰαμβικοῦ καταληκτικόν. τὸ η΄ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον. τὸ θ΄ ἀντισπαστικὸν δίμετρον βραχυκατάληκτον. τὸ ι΄ τὸ αὐτό. τὸ ια΄ τὸ αὐτό. τὸ ιβ΄ τὸ αὐτό. τὸ ιγ΄ ἰαμβικὸν δίμετρον καταληκτικόν. τὸ ιδ΄ ἐννεασύλλαβον Σαπφικὸν πλεονάζον μιᾷ συλλαβῇ τοῦ Γλυκωνείου. τὸ ιε΄ ἰωνικὸν ἀπ᾿ ἐλάσσονος βραχυκατάληκτον. τὸ ις΄ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον. τὸ ιζ΄ ἐπιωνικὸν δίμετρον ἀκατάληκτον. τὸ ιη΄ τροχαϊκὸν δίμετρον βραχυκατάληκτον. τὸ ιθ΄ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον. ἡ νον μακρά. τὸ κ΄ δακτυλικὸν πενθημιμερές. τὸ κα΄ ἰαμβικὸν δίμετρον ὑπερκατάληκτον. τὸ κβ΄ ἀντισπαστικὸν δίμετρον βραχυκατάληκτον.

a. Κλεάνδρῳ τις ἁλικίᾳ τε: τῷ Κλεάνδρῳ τις καὶ τῇ ἡλικίᾳ αὐτοῦ καταγέτω τῶν πόνων τὸν εὔδοξον κῶμον, τουτέστι τὴν διὰ τοῦ ἐγκωμίου εὔκλειαν ἐσομένην αὐτῷ· τῶν γὰρ κατὰ τὴν ἄθλησιν πόνων οἷον λύσις ἐστὶ τὸ τοιοῦτον λύτρον καὶ λυτήριον· οὕτω γὰρ τὸν εἰς τὸν νικηφόρον ὕμνον εἶπε. τῶν τε γὰρ πόνων καὶ τῆς Ἰσθμιακῆς νίκης ἔτι τε τῆς Νεμεακῆς ἔλαβε τὸ κράτος.

b. ὁ δὲ νοῦς· τῷ Κλεάνδρῳ τις καὶ τῇ τούτου ἡλικίᾳ λύσιν καὶ ἀμοιβὴν ἐπίδοξον τῶν καμάτων ἐγειρέτω τὸν ὕμνον παρὰ τὰ πρόθυμα τοῦ Τελεσάρχου στὰς, ὄντα τὸν ὕμνον τῆς τε Ἰσθμιακῆς νίκης καὶ τῆς ἐν Νεμέᾳ λύσιν καὶ ἀμοιβὴν, ὅτι δὴ τῶν ἄθλων νίκην καὶ ἐπικράτειαν εὗρεν ἀνδρείως ἀγωνισάμενος.

τῷ καὶ ἐγὼ καίπερ ἀχνύμενος θυμόν: τούτῳ οὖν τῷ Κλεάνδρῳ ἐγὼ καίπερ λυπούμενος τὴν ψυχὴν τῶν τετελευτηκότων προγόνων ἕνεκεν, ὅμως αἰτοῦμαι τὴν τιμίαν προσκαλέσασθαι καὶ παρεστάναι Μοῦσαν.

a. ἐκ μεγάλων δὲ πενθέων λυθέντες: ὡς ἔστιν εἰκάσαι, ἐν τῇ περὶ Σαλαμῖνα ναυμαχίᾳ προσήκοντές τινες Κλεάνδρῳ ἐτελεύτων· συντέτακται γὰρ ἡ ᾠδὴ ἐπὶ κατωρθωμένῳ τοῖς Ἕλλησιν ἤδη τῷ πολέμῳ· ὥς γε παρίστησιν ἐν τούτοις (9)· ἐπειδὴ τὸν ὑπὲρ κεφαλᾶς γε Ταντάλου λίθον, καὶ τὰ ἑξῆς.

b. ἐκ μεγάλων δὲ πενθέων: τῶν ἐκ πολέμου· ἐμφαίνει δὲ, ὅτι οἱ Ἕλληνες ἐνίκησαν.

a. μήτ᾿ ἐν ὀρφανίᾳ πέσωμεν στεφάνων: ἐκ δὲ τῶν μεγάλων πενθῶν μὴ καταπέσωμεν ἀδοξίᾳ καὶ ὀρφανίᾳ στεφάνων, μήτε ἐπὶ πλέον ταῖς λύπαις ἐπίκεισο καὶ αὔξανε.

b. ἔνιοι δέ· ἐπὶ δευτέρου προσώπου εἶπεν, ἀντὶ τοῦ θεραπεύωμεν. λέγει δέ· τὰ κακὰ μὴ κολακεύωμεν μηδὲ θρηνῶμεν ἀεί.

a. παυσάμενοι δ᾿ ἀπράκτων κακῶν: τῶν δὲ ἀνωφελήτων λυπῶν καὶ πενθῶν ἀνάπαυσιν ἐσχηκότες γλυκύ τι παίξωμεν καὶ εἰς τὸν δῆμον ἀγάγωμεν μετὰ τοὺς πόνους, ἐπειδὴ τὸν ὑπὲρ τῆς κεφαλῆς ἡμῶν ἐπηρτημένον Ταντάλειον λίθον παρέτρεψέ τις θεῶν, τὸν ἀνυπομόνητον καὶ δεινὸν τῇ Ἑλλάδι πόνον· φησὶ δὲ τὸν Ξέρξου πόλεμον.

b. ἄλλως. ἰστέον ὅτι μετὰ τὴν ἧτταν τῶν Περσῶν καὶ τὴν Ξέρξου στρατείαν ἐπὶ τοὺς Ἕλληνας ἐγράφη οὗτος ὁ ἐπίνικος· Ταντάλου γὰρ λίθον εἴρηκε μεταφορικῶς τὸν ἐπικρεμάμενον καὶ προσδοκώμενον τοῖς Ἕλλησι φόβον τῆς προειρημένης στρατείας, διὰ τὸ μυθολογεῖσθαι τῷ Ταντάλῳ λίθον ἐπαιωρεῖσθαι, καθάπερ καὶ Εὐριπίδης εἴρηκε (Orest. 6. 7)· κορυφῆς ὑπερτέλλοντα δειμαίνων πέτρον ἀέρι ποτᾶται καὶ τίνει ταύτην δίκην.

ἀλλ᾿ ἐμοὶ δεῖμα μὲν παροιχομένων: ἐμοὶ δὲ τῶν φθασάντων κακῶν τόν τε φόβον καὶ τὴν μέριμναν αἱ νῦν τῆς νίκης εὐφροσύναι ἔλυσαν.

a. τὸ δὲ πρὸ ποδὸς ἄρειον αἰεὶ χρῆμα πᾶν: ὅτι τῶν παρόντων καὶ ἐνεστηκότων ἀεί φησιν ὁ Πίνδαρος δεῖν ἀντέχεσθαι καὶ μὴ ὀρέγεσθαι τῶν μελλόντων.

b. ἢ οὕτως· πᾶν δὲ προσήκει τὸ παρὰ πόδας πρᾶγμα σκοπεῖν καὶ εὖ διατιθέναι.

c. ἀεὶ δὲ βέλτιόν ἐστι πᾶν τὸ παρὰ πόδας πρᾶγμα προσβλέπειν.

d. ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· ὅτι καιροῦ νίκης καὶ εὐφροσύνης παραπεσόντος τῶν παρὰ πόδας ἐχώμεθα.

a. δόλιος γὰρ αἰὼν ἐπ᾿ ἀνδράσι κρέμαται: ποικίλος καὶ εὐμετάθετος.

b. ὁ δὲ νοῦς· ὁ γὰρ δὴ τῆς ζωῆς χρόνος ἐνήρτηται τοῖς ἀνθρώποις τὸν τοῦ βίου πόρον κυλίων καὶ προϊών.

c. ἢ οὕτως· ὁ γὰρ χρόνος πολλὰς εὑρίσκει μεταβολὰς ἑλίσσων τὸν τοῦ βίου πόρον, τουτέστι τὴν ὁδὸν τοῦ βίου.

a. ἰατὰ δ᾿ ἐστὶ βροτοῖς: τὰ προσπίπτοντα μετὰ ἐλευθερίας ἰατά ἐστι καὶ ἐὰν ἀτυχία ὑπάρχῃ. ἠλευθερωμένοι οὖν καὶ νενικηκότες τοὺς Πέρσας, εἰ καὶ ἐν ἀτυχίᾳ γεγόνατε, εὐθυμεῖτε.

b. ἢ οὕτως· ἀλλ᾿ ὅμως πρὸς τὰ συμβεβηκότα δεινὰ φορητά ἐστι καὶ ταῦτα, προσούσης καὶ τῆς ἐλευθερίας.

a. χρὴ δ᾿ ἀγαθὰν ἐλπίδα: προσήκει δὲ τὴν τῶν ἀγαθῶν ἐλπίδα τοῖς ἀνδράσι φροντίζεσθαι· προσήκει δὲ καὶ ἐν ταῖς ἑπταπύλοις Θήβαις τὸν τραφέντα τῇ τε Θήβῃ καὶ τῇ Αἰγίνῃ τὸν ὕμνον τὸν ὄντα Χαρίτων ἀπάνθισμα διδόναι.

b. ἢ οὕτω· δεῖ δὴ τὸν Θηβαῖον εὐχαριστεῖν τῇ Αἰγίνῃ καὶ τὸ ἄνθος τὸ ἀπὸ τῶν Χαρίτων προσνέμειν. πρὸς τί δὲ τοῦτό φησιν; ὅτι ὁ μὲν νενικηκὼς Αἰγινήτης, αὐτὸς δὲ Θηβαῖος.

a. πατρὸς οὔνεκα δίδυμαι γένοντο θυγατέρες: Θήβη καὶ Αἴγινα αἱ Ἀσωποῦ τοῦ Βοιωτιακοῦ ποταμοῦ θυγατέρες νεώτεραι τὴν γένεσιν· ἦν γὰρ προτεχθεῖσα Μετώπη καὶ ἄλλαι τινές.

b. ὁ δὲ νοῦς· ὅτι δὴ ἐκ τῶν Ἀσωποῦ θυγατρῶν νεώτεραι ἐγεννήθησαν Αἴγινα καὶ Θήβη, καὶ ἀμφότεραι ἀρέσασαι τῷ Διῒ τίμιαι γεγένηνται.

c. ἄλλως. διὰ τοῦτό φησι τὸν Θηβαῖον χάριν νέμειν τῷ Αἰγινήτῃ, ἐπειδὴ ἀδελφαὶ ἐγένοντο αἱ ἡρωΐδες Θήβη τε καὶ Αἴγινα· Ἀσωποῦ γὰρ ἀμφότεραι· εἰσὶν οὖν, οἳ Διὸς τὴν Θήβην γενεαλογοῦσι, καθάπερ Λύκος ἐν τῷ περὶ Θηβῶν. μετὰ γὰρ τὰ κατὰ τὸν Δευκαλίωνός φησι Δία μιγέντα Ἰοδάμᾳ τῇ Ἰτώνου τοῦ Ἀμφικτύονος τεκνῶσαι τὴν Θήβην, ἣν δοῦναι Ὠγύγῳ, ἀφ᾿ οὗ Ὠγυγίη ἡ Θήβη ἐκλήθη.

ὁ τὰν μὲν παρὰ καλλιρόῳ Δίρκᾳ: ὅστις Ζεὺς τὴν μὲν παρὰ τῇ καλλιρόῳ Δίρκῃ ᾤκισε καὶ τῆς φιλαρμάτου πόλεως κατέστησε δέσποιναν· φησὶ δὲ τοῦτο, ὅτι τῆς Βοιωτίας μητρόπολις.

a. σὲ δ᾿ ἐς νᾶσον Οἰνοπίαν ἐνεγκὼν κοιμᾶτο: ἀπέστρεψε τὸν λόγον πρὸς τὴν Αἴγιναν· σὲ δὲ, ὦ Αἴγινα, φησίν, εἰς τὴν Οἰνοπίαν διακομίσας νῆσον συνεκοιμήθη, ἔνθα τὸν ἐνδοξότατον ἐγέννησας Αἰακὸν τῷ μεγαλοήχῳ Διῒ, συνετώτατον πάντων τῶν ἀνθρώπων. εὐφήμως οὖν εἶπε τὸ κοιμᾶτο, ὡς καὶ Ὅμηρος (θ 296)· τὼ δ᾿ ἐς δέμνια βάντε κατέδραθον.

b. Οἰνοπίαν δὲ τὴν νῆσον ὠνόμασεν ἀπὸ Οἰνώνης τῆς Βουδίωνος.

c. ἄμεινον δὲ ἀπὸ Οἴνοπος ἥρωός τινος λέγεσθαι αὐτήν.

τοῦ μὲν ἀντίθεοι ἀρίστευον υἱέες: τούτου μὲν τοῦ Αἰακοῦ οἱ ἰσόθεοι παῖδες ἦσαν ἄριστοι, καὶ οἱ τῶν παίδων υἱοὶ ἐτύγχανον πολεμικώτατοι, καὶ ἀνδρεῖοι περιέπειν τὰς μάχας ἐγένοντο, καὶ σωφρονέστατοι καὶ συνετοὶ τὴν ψυχήν.

a. ταῦτα καὶ μακάρων ἐμέμναντ᾿ ἀγοραί: ταῦτα, φησί, καὶ αἱ τῶν θεῶν σύνοδοι ἐμέμνηντο, ὅτε Ζεὺς περὶ τῆς Θέτιδος καὶ Ποσειδῶν ἐφιλονείκησαν, ἑκάτερος ἐπέραστον ἑαυτῷ γαμετὴν ποιῆσαι βουλόμενος.

b. ἄλλως. ταῦτα καὶ οἱ σύλλογοι τῶν θεῶν διέφερον. τείνει δὲ εἰς ἐκεῖνα· ὁ Ζεὺς βουλόμενος Θέτιδι πλησιάσαι ἐκωλύθη ὑπὸ τοῦ Προμηθέως· εἶτα Πηλεῖ ἔδοξεν αὐτὴν ἐγγυῆσαι. τεθρύλληται δὲ ἡ ἱστορία παρά τε συγγραφεῦσι καὶ ποιηταῖς, ἀκριβῶς δὲ κεῖται καὶ παρὰ Αἰσχύλῳ ἐν Προμηθεῖ Δεσμώτῃ. διαφωνεῖται δὲ τοῖς λοιποῖς καὶ ἰδιαζόντως ὁ Πίνδαρος καὶ Ποσειδῶνά φησιν ἀμφισβητῆσαι περὶ τοῦ γάμου· ἢ ζητητέον, τίνι κατηκολούθησεν ὁ Πίνδαρος.

ἔρως γὰρ ἔσχεν· ἀλλ᾿ οὔ σφιν: ἔρως γὰρ καὶ ἐπιθυμία, φησί, τῶν ἐκείνης γάμων ἀμφοτέρους κατεῖχεν, ἀλλ᾿ οὐδαμῶς αἱ ἄφθαρτοι τῶν θεῶν φρένες συμπερασθῆναι τοὺς γάμους συνεχώρησαν, ἐπειδὴ τῶν μεμοιραμένων κατήκουσαν.

εἶπε δ᾿ εὔβουλος: εἶπε δὲ καὶ ἐχρησμῴδησεν ἡ εὔβουλος δικαιοσύνη τὸν ἐκ Θέτιδος γεννηθέντα κρείττονα τοῦ πατρὸς γενέσθαι. καὶ κατὰ τοῦτο δὲ διαφωνοῦσιν· ὁ μὲν γὰρ Αἰσχύλος Προμηθέα φησὶ τοῦτο ποιεῖν, οὗτος δὲ Θέμιν.

Διῒ μισγομέναν ἢ Διὸς παρ᾿ ἀδελφεοῖσιν: ὑπερβατῶς ἔχει πρὸς τὸ ποντίαν θεόν· ἤτοι οὖν Διῒ μιγεῖσα βελτίονα παῖδα τοῦ πατρὸς τέξει, ἢ τοῖς ἀδελφοῖς τοῦ Διὸς βελτίονα πάλιν τοῦ Διὸς παῖδα τέξει· πληθυντικῶς δὲ εἶπεν ἀντὶ τοῦ ἀδελφῷ, τῷ Ποσειδῶνι· σύνηθες δὲ τὸ σχῆμα Πινδάρῳ (fr. 75, 11)· ὑπάτων μέν τε πατέρων γυναικῶν τε Καδμειᾶν, ἀντὶ τοῦ Διὸς καὶ Σεμέλης.

ἀλλὰ τὰ μὲν παύσατε: ἀποστρέψας τὸν λόγον ἐξήνεγκεν ὡς αὐτῆς τῆς Θέμιδος λεγούσης. ἀλλὰ τὰ μὲν παύσατε καὶ ἐπίσχετε· λέγει δὲ τὰ τῆς πρὸς τὴν Θέτιν μίξεως· ἀνθρωπίνων δὲ γάμων τυχοῦσα τὸν υἱὸν αὐτῆς θεωρησάτω τεθνηκότα ἐν πολέμῳ, τὸν τῷ Ἄρει τὰς χεῖρας κατὰ τὴν μάχην ὅμοιον.

τὸ μὲν ἐμὸν Πηλεῖ θεάμοιρον: τοῦτο ἰσοδυναμεῖ τῷ κατὰ μὲν ἐμὲ ἢ κατὰ τὴν ἐμὴν γνώμην, οἷον τὸ μὲν ἐμοὶ ἀρέσκον ἐστὶ τοῦτο. ἠθικῶς δὲ λέγει· ἐγὼ κελεύω | τῷ Πηλεῖ τὸ ὑπὸ θεῶν μεμοιραμένον τοῦ γάμου μέρος ὀπάσαι.

ὅν τ᾿ εὐσεβέστατόν φασιν: ὅντινα τὸν Πηλέα λέγουσιν εὐσεβέστατον τὴν τῆς Ἰωλκοῦ τρέφειν γῆν. ἀπὸ δὲ τῆς Ἰωλκοῦ πόλεως Θετταλικῆς ὅλην βούλεται τὴν Θεσσαλίαν δηλοῦν· ταύτης γὰρ ὁ Πηλεὺς ἐβασίλευεν, ἡ δὲ Ἰωλκὸς οὐκ ἦν ὑπὸ τὸν Πηλέα.

ἰόντων δ᾿ ἐς ἄφθιτον ἄντρον: Ἀττικῶς· πορευέσθωσαν· ὡς καὶ Ὅμηρος (Α 338)· τὼ δ᾿ αὐτὼ μάρτυροι ἔστων. πορευέσθωσαν δέ, φησίν, εἰς τὸ ἄφθιτον σπήλαιον τοῦ Χείρωνος αἱ περὶ τοῦ γάμου ἀγγελίαι, ἀντὶ τοῦ· τὸ δόξαν ἡμῖν νῦν φανερὸν γενέσθω τῷ Χείρωνι.

νεικέων πέταλα δὶς ἐγγυαλιζέτω: ἀντὶ τοῦ τῶν φιλονεικιῶν τὰ φύλλα· τροπικώτερον δὲ τῶν φιλονεικιῶν τὰς στάσεις ἢ τὰ νείκη, ὡς Ἴβυκος (fr. 29) κλάδον Ἐνυαλίου καὶ Ὅμηρος (Β 540) ὄζον Ἄρηος. ποῖα δὲ νείκη δισσὰ ἡ Θέτις τοῖς θεοῖς παρασχεῖν ἔμελλεν; οὐ γὰρ προεγεγόνει νεῖκος ἐξ αὐτῆς, ὥστε τοῦτο δεύτερον τὸ ὑπὲρ τοῦ γάμου αὐτῆς εἰρημένον. ἤτοι οὖν τοῦτο λέγει· ἐπεὶ νεῖκος ὑμῖν ἕστηκε νῦν περὶ τοῦ γάμου τῆς Θέτιδος τῶν δύο διαφερομένων θεῶν, μὴ πρὸς ἓ ἕποντι καὶ ἕτερον κατασκευαζέτω· ἢ προγεγονέναι μέν φησι νεῖκος τὸ τῶν Τιτάνων, δεύτερον δὲ ἔσεθαι, εἰ ἐκ ταύτης γεννηθείη παῖς ἀθάνατος· ἢ ὅτι ἐφιλονείκησαν Ποσειδῶν τε καὶ Ζεὺς περὶ Αἰγίνης, ὅτε καὶ μεταβαλεῖν δοκεῖ τὴν νῆσον Ποσειδῶν, καθὰ ἄλλοι τέ φασι καὶ Πυθαίνετος προσαγόμενος Ὀρφέα.

a. ἐν διχομηνίδεσσι δ᾿ ἑσπέραις: τουτέστιν ἐν ταῖς τῆς πανσελήνου νυξί· κατὰ ταύτας γὰρ ἐποίουν τοὺς γάμους.

b. ἀντὶ τοῦ διαπαρθενευέτω δὲ ἐν τῇ πανσελήνῳ νυκτί.

c. ὁ δὲ νοῦς· ἐν δὲ ταῖς νυξὶ ταῖς καταλαμπομέναις τῇ σελήνῃ τὸν ἐπέραστον τῆς παρθενίας ὑπολύοι δεσμὸν τῷ ἥρωϊ Πηλεῖ. χαλινὸν δὲ παρθενίας σκληρότερον καὶ διθυραμβωδῶς αὐτὴν εἶπε, κατὰ περίφρασιν τὴν παρθενίαν βουλόμενος σημῆναι. παρασημήναιτο δὲ ἄν τις, διὰ τί πανσελήνοις ἐγάμουν.

a. τοὶ δ᾿ ἐπὶ γλεφάροις νεῦσαν ἀθανάτοισιν: οἱ περὶ τὸν Δία, φησί, τοῖς βλεφάροις νεύσαντες τέλος τοῖς ῥηθεῖσιν ἐφήρμοσαν.

b. ἢ τοῖς βλεφάροις ἐπένευσαν παρὰ τὸ Ὁμηρικόν (Α 528)· ἦ, καὶ κυανέῃσιν ἐπ᾿ | ὀφρύσι νεῦσε Κρονίων. ταπεινῶς δὲ ἀπὸ τῶν βλεφάρων ὅλον εἶπε τὸ πρόσωπον.

a. ἐπέων δὲ καρπὸς οὐ κατέφθινε: τῶν δὲ λόγων ἡ ἀρχὴ οὐ κατεφθείρετο, φησίν.

b. ἢ οὕτως· ὁ δὲ καρπὸς τῶν ἐπῶν ὧν εἶπεν οὐκ ἀπέφθινεν, ἀλλ᾿ ἐτελεσιουργήθη· ἐγαμήθη γὰρ ἡ Θέτις τῷ Πηλεῖ.

a. καὶ νέαν ἔδειξαν σοφῶν στόμα: καὶ τὰ τῶν σοφῶν νέα στόματα, φησί, τοῖς ἀπείροις ἔδειξε τὴν τοῦ Ἀχιλλέως ἀρετήν· οὐ γὰρ μόνος Ὅμηρος, ἀλλὰ καὶ πλείους ἄλλοι νεώτεροι . . .

b. ἢ οὕτως· ἀεὶ δὲ θάλλειν καὶ νεωτέραν εἶναι τοῖς ἀπείροις τὴν Ἀχιλλέως ἀρετὴν τὰ τῶν σοφῶν στόματα πεποίηκεν.

ὃ καὶ Μύσιον ἀμπελόεν: ὅστις Ἀχιλλεὺς καὶ τὸ ἀμπελόφυλλον πεδίον τῆς Μυσίας τῷ φόνῳ καὶ τῇ ἀναιρέσει τοῦ Τηλέφου ᾕμαξε. πρὸς ἀμφότερα δὲ τοῦτό φησι, καὶ ὅτι ἡ Μυσία οἰνοφόρος, καὶ ὅτι κλήμασιν ἀμπέλων πεδηθέντα Τήλεφον τὸν Αὔγης καὶ Ἡρακλέους ἀνεῖλεν ὁ Ἀχιλλεύς.

γεφύρωσέ τ᾿ Ἀτρεάδαισι νόστον: κατεβάλετό τε γέφυραν, φησί, τῆς ἀνακομιδῆς τοῖς Ἀτρείδαις ἀνελὼν τοὺς συνέχοντας καὶ ῥυομένους τὴν Τροίαν ἄνδρας· οὖτοι γάρ εἰσιν ἶνες καὶ οἷον νεῦρα καθάπερ σῶμα συνέχοντες· οὓς ἑξῆς καταλέγει.

ταί μιν ῥύοντό ποτ᾿ ἐκ μάχας: αἵτινες. φησίν, ἶνες, τουτέστιν οἱ γενναιότατοι τῆς πόλεως ἐρρύοντο καὶ ἐκώλυον τὸν Ἀχιλλέα τῆς ἐναριμβρότου μάχης τὸ ἔργον κορύσσοντα, τουτέστι μάχην κατ᾿ αὐτῶν ποιοῦντα· ὁ γὰρ Ἀχιλλεὺς ἀνεῖλε καὶ τὴν Μέμνονος ἰσχὺν καὶ τὸν Ἕκτορα καὶ τοὺς ἄλλους ἀριστέας.

a. οἷς δῶμα Περσεφόνας: οἷς τοῖς ἀριστεῦσι τῆς εἰς Ἅιδου καθόδου μηνυτὴς ὁ Ἀχιλλεὺς ἐγένετο.

b. ἢ οὕτως· οἷς σημαίνων τὸν Ἅιδην ἀντὶ τοῦ οὓς ἀναιρῶν. ἀναιρῶν γὰρ αὐτοὺς αἴτιος ὥσπερ τῆς εἰς Ἅιδου καθόδου αὐτοῖς ἐγίνετο, καὶ τὴν Αἴγιναν, τὴν ἑαυτοῦ πατρίδα, καὶ τὴν ἰδίαν ῥίζαν, φησὶ δὲ τοὺς προγόνους, ἐνδόξους καθίστα.

τὸν μὲν οὔτε θανόντ᾿ ἀοιδαὶ ἔλιπον: τὸν μὲν οὖν, τὸν Ἀχιλλέα, οὔτε θανόντα αἱ ἐπαινετικαὶ ᾠδαὶ κατέλιπον, ἀλλὰ καὶ ἐπ᾿ αὐτῷ παρά τε τὴν πυρκαιὰν καὶ ἐπ᾿ αὐτὸν τὸν τάφον αἱ Μοῦσαι ἔστησαν καὶ θρῆνον πολυθρύλλητον ἀνεβάλοντο. ταῦτα δὲ ἐπὶ τὴν δευτέραν νέκυιαν ἀναπέμπει (ω 60)· Μοῦσαι δ᾿ ἐννέα πᾶσαι ἀμειβόμεναι ὀπὶ καλῇ θρήνεον.

ἔδοξ᾿ ἄρα καὶ ἀθανάτοις: ἔδοξεν ἄρα καὶ τοῖς θεοῖς τὸν ἀγαθὸν ἄνδρα καὶ τεθνηκότα τοῖς τῶν Μουσῶν ὕμνοις διδόναι, τουτέστιν ἐγκωμίων αὐτὸν τυχεῖν.

a. τὸ καὶ νῦν φέρει λόγον: τὸ ὑμνῆσαι γοῦν τὸν ἀγαθὸν καὶ τελευτήσαντα, φησί, φέρει λόγον.

b. ἢ οὕτως· διὸ καὶ νῦν ἔχει λόγον ὑμνεῖν ἀποθανόντα αὐτὸν ὡς Ἀχιλλέα.

c. ἢ καὶ οὕτως· διὸ καὶ νῦν ὁ λόγος ἡμᾶς ἐπὶ τὸ ἐγκώμιον τοῦ Νικοκλέους ἄγει, τοῦ γεγονότος θείου καὶ προγόνου τοῦ Κλεάνδρου.

d. ὁ δὲ νοῦς· διὸ καὶ νῦν ὁ λόγος ἡμᾶς παρορμᾷ καὶ τὸ τῶν Μουσῶν ἅρμα τοῦ πυκτικωτάτου Νικοκλέους τὸ μνῆμα καὶ τὴν τῶν κατορθωμάτων ἀρετὴν ὑμνῆσαι καὶ τιμῆσαι αὐτόν.

e. ὡς Ἴσθμια αὐτοῦ νενικηκότος τοῦ Νικοκλέους φησί· περὶ γὰρ αὐτοῦ ὁ λόγος.