Text encoded in accordance with the latest EpiDoc standards (January 2014)
p. 891b23 Τὰ ζητούμενά ἐστιν ἴσα τὸν ἀριθμὸν ὅσαπερ ἐπιστάμεθα.
Ὅτι φυσει τροτερον το εἰ ἔστι· του ὅτι ἔστιν· ὁ γὰρ τὸ ὅτι χει τόδε τῷδε ζητῶν, ὡς
ὁμολογούμενον ἤδη εἶναι τὸ ὑποκείμενον περὶ οὖ ζητεῖ, <ζητεῖ> εἰ ὑπάρχει αὐτῷ τι ἢ
μή. τὸ δὲ ὅσαπερ ἐπιστάμεθα
ἀντὶ τοῦ ὅσων ἐπιστήμην λαμβάνομεν᾿· οὐ γὰρ ἃ
ἐπιστάμεθα ζητοῦμεν, ἀλλ᾿ ἅ γνῶναι θέλομεν.
p. 89b25 ὅταν μὶν γὰρ πότερον τόδε ἥ τόδε ζητῶμεν εἰς ἀριθμὸν μὸν θέντες, οἰον τότετρον ἐκλείπει ὁ ἥλιος ἢ οὔ, τὸ ὅτι ζητοδμεν.
Ὅτι τέτταρα τὰ ζητούμενα, ἃ εὑρόντες γενώσκομεν εἰ ἔστι, τί ἐστιν. ὅτι ἔστι, διότι
ἐστίν. ἢ γὰρ τὴν ὕπαρξιν καὶ τὴν οὐσίαν ζητοῦμέν τινος ἁπλῶς, εἰ ἔστιν ἢ μή· γνόντες δ᾿
ὅτι τὸ τί ἐστι ζητοῦμεν. ἢ τὸ
ὑπάρχον τινὶ καὶ κατηγορούμενον, τουτέστι
πότερον τόδε ἢ τόδε, ζητοῦμεν, οἶον πότερον ἐκγείπει ὁ ἥλιος ἢ οὕ· μαθόντες δὲ τὸ ὅτι τὸ
διότι τότε
ζητοῦμεν καὶ τὴν αἰτίαν. τούτων οὖν τῶν τεσσάρων τὸ μὲν εἰ ἔστι
καὶ τὸ τί ἐστιν ἐν τοῖς ἀπλοῖς καὶ ἀσυμπλόκοις ζητοῦμεν, τὸ δὲ ὅτι καὶ τὸ διότι ἐν τοῖς
συμπεπλεγμένοις, τουτέστιν ὅτι ὐπάρχει τί τινι ἢ μὴ ὑπάρχει
τῇ
τῶν ζητουμένων διαιρέσει τῇ νῦν εἰρημένῃ ὑπάγεται· πάντα γάρ, τά τε ἀπὸ τοῦ γένους καὶ
τοῦ ἰδίου καὶ τοῦ συμβεβηκότος καὶ τοῦ ὁρισμοῦ, ἐν
τῷ εἴδει τῶν ζητουμένων
τῷ ὅτι ἐστί. δύο γάρ τινα λαβόντες ἐπὶ πάντων αὐτῶν ζητοῦμεν εἰ τὸ ἕτερον τῷ ἐτέρῳ
ὑπάρχει· καὶ γὰρ περὶ τῶν ὀρισμῶν σμῶν ζητοῦμεν, εἰ ἔστιν ὀρισμὸς ὅδε τοῦδε.
p. 89 b 31 Ἕνια δ’ ἄλλον τρόπον ζητοῦνμεν, οἶον εἰ ἔστιν ἢ μὴ ἔστι κένταυρος ἢ θεός.
0 μὲν γὰρ ζητῶν, εἰ κένταυρος ἔστιν, ἁπλῶς ζητεῖ περὶ τῆς τοῦ κενταύρου ὑπάρξεως, καὶ
τοῦτό ἐστι τὸ εἰ ἔστιν· ὁ δὲ ζητῶν, εἰ λευκὸς ὁ κένταυρος, οὐκέτι ἀπλῶς τοῦ πράγματος
ποιεῖται τὴν ζήτησιν, ἀλλὰ τὸ
ὅτι ζητεῖ ἀριθμόν τινα τῶν ζητουμένων ἔχων.
p. 89 b 33 Τὸ δὲ εἰ ἔστιν ἢ μὴ ἀπλως λέγω.
εἰπὼν τὸ εἰ ἔστι τὸ ἁπλῶς προσέθηκε δεικνὺς αὐτοῦ τὴν διαφορὰν τὴν πρὸς τὸ ὅτι ἔστιν, ὃ εἶπεν ‘ἐν ἀριθμῷ’ ’οὐχ ἁπλῶς’.
p. 89 b 38 Ἇρ’ ἔστι μέσον αὐτοῦ ἢ οὐκ ἔστιν.
Ὅτι τὸ μὶν ὅτι ἔστι καὶ εἰ ἔστι ζητοῦντες εἰ ἔστι μέσον ζητοῦμεν, τὸ δὲ διότι ἐστὶ καὶ τί ἔστι τί τὸ μέσον ζητοῦμεν.
p. 89 b 38 Ὅταν δὲ γνόντες ἢ τὸ ὄτι ἢ εἰ ἔστιν.
Πάλιν τὴν διαφορὰν τοῦ ὅτι ἔστι καὶ τοῦ εἰ ἔστιν ἐσήγωσεν ἐν] τῇ προσθέσει τοῦ ἐπὶ
μέρους ἢ ἁπλῶς. ὁ μὲν γὰρ ζητῶν περὶ τῆς οὐσίας
τινός, οἶον ἆρα ἔστι κενόν,
ἁπλῶς περὶ τοῦ ὑποκειμένου ἐνὸς ὄντος τὴν ζήτησιν ποιεῖται· ὁ δὲ τὸ ὄτι ζητῶν
μεμερισμένην εἰς πλείω τὴν ζήτησιν ἔχει. ἤτοι οὖν ἐπὶ μέρους εἶπε τὸ μεμερισμένον, ὃ
ἄνθρωπος ζῷόν ἐστι, ζητεῖ εἰ τὸ ζῷόν τι τοῦ ἀνθρώπου ἐστί·
καὶ γὰρ τὸ γένος τί ἐστιν οὖ ἐστι γένος. ἀλλὰ καὶ ’ο ζητῶν, εἰ ἡ χιὼν λευκή, ζητεῖ
εἰ τῆς χιόνος τι τὸ λευκόν ἐστι· καὶ γὰρ τὸ συμβεβηκὸς ἐκείνου ἐστὶν ᾦ
συμβέβηκεν. ἀλλὰ καὶ ὁ ζητῶν, εἰ ἡ σελήνη ἐκγείπει, ζητεῖ εἴ τι τῆς σελήνης ἡ ἕκλειψις,
εἰ γὰρ παθος ἐστὶν αὐτῆς.
p. 90 α 2 Λέγω δὲ τὸ ὅτι ἢ εἰ ἔστιν ἐπὶ μέρους καὶ ἁπλῶς.
Ὁτι τὸ ὅτι ἢ <εἰ ἔστιν ᾔ> ἐπὶ μέρους ἢ ἁπλῶς. καὶ. τὸ μὲν ἐπὶ 10 μέρους τὸ ὅτι ἔστι ζητεῖ, τὸ δὲ ἁπλῶς τὸ εἰ ἔστιν.
p. 90 a 5 Συμβαίνει ἅρα ἐν ἁπάσαις ταῖς ζτηήσεσι.
Ὅτι ἐν ταῖς τέσσαρσι ζητήσεσι τὸ αἴτιον ζητεῖται, ὅπερ μέσον ἐστίν· ἀλλ’ ἐπὶ μὲν τοῦ
ὅτι ἔστι καὶ εἰ ἔστι τὸ εἰ ἔστιν αἴτιον ζητεῖται, ἐπὶ δὲ
του τι εστι και
οια τι εστι τί τὸ αιτιον.
p. α 9 Τὸ γὰρ αἴτιον τοῦ εἶναι μὴ τοδὶ ἢ τοδί.
Ὄτι καὶ ἐπὶ τοῦ τί ἐστιν, ὃ ἐδήλωσε διὰ τοῦ εἰπεῖν τὸ γὰρ αἴτιον τοῦ εἶναι μὴ τοδὶ ἢ
τοδὶ ἀλλ’ ἁπλῶς τὴν οὐσίαν, καὶ πάλιν ἐπὶ τοῦ διἀ τί ἐστιν, ὃ καὶ αὐτὸ ἐδήλωδε διὰ τοῦ
εἰπεῖν ἢ τὸ μὴ ἁπλῶς ἀλλά τι τῶν καθ’ αὑτὸ ἢ κατὰ συμβεβηκός, τὸ τί ἐστι τὸ αἴτιον
ζητεῖται ἢ
του εἰναι απλῶς τὸ πράγμα ἢ τοῦ ὑπάρχειν τὸ ἕτερον τῷ ἑτέρῳ. δὲ
λέγει τὸ ὑποκείμενον, οὐχ ἁπλῶς δὲ ἀλλὰ τινὰ ὅντα τὰ συμβεβγκότα
τε καὶ
κατηγορούμενα.
p. 90 α 14 Ἐν ἅπασι γὰρ τούτοις φανερόν.
Ev ἄπασί φησι τούτοις, ἃ ἦν οὐ τῶν καθ’ αὑτὸ ὄντων ἀλλὰ τῶν
ἄλλοις
ὑπαρχόντων, φανερὸν εἶναι ὅτι ταὐτόν ἐστιν ἐστιν ἐπ’ αὐτῶν τὸ τί ἐστι καὶ διὰ τί ἐστι.
καὶ δείκνυσιν αὐτὸ οὕτως ἔχον τῷ ὁρισμῷ τῷ ἑκάστου αύτῶν ποτὲ μὲν τὸ τί ἐστι ποτὲ δὲ τὸ
διὰ τί ἐστι προστιθεὶς καὶ δεικνὺς
p. 90a21 Ἆρ᾿ ἔστι συμφωνεῖν τὸ ὀξὺ καὶ τὸ βαρύ; ἆρ᾿ ἔστιν ἐν ἀριθμοῖς ὁ λόγος αὐτῶν;
Δείξας ἑκάστου τῶν ἐν ἄλλοις ὑπαρχόντων τὸ τί ἐστι καὶ αἴτιον εἶναι αὐτῷ <τοῦ>
ὑπάρχειν τινὶ καὶ ὅλως τοῦ εἶναι, ἑξῆς παράδειγμα παρατίθεται τοῦ εἰ ἔστι ζητήματος,
δεικνὺς ὅτι<ὁ τὸ> εἰ ἔστι τι ζητῶν ζητεῖ εἰ μέσον
ἐστί τι αὐτοῦ ὃ
αἴτιόν ἐστιν αὐτῷ τοῦ εἶναι. ὁ δὲ λόγος ὁ αὐτὸς καὶ ἐπὶ τοῦ ὅτι ἔστιν. ὁ γὰρ ζητῶν, ἆρα
ἔστι συμφωνεῖν τὸ ὀξὺ καὶ τὸ
βαρύ, ζητεὶ μὲν εἰ ἔστι συμφωνία ὀξέος καὶ
βαρέος· ἔστι δ᾿ ὃ ζητεῖ ἇρ᾿ ἔστιν ἐν ἀριθμῷ ὁ λόγος, ὃς λόγος καὶ αἴτιος τοῦ συμφωνεῖν
τὸ ὀξὺ καὶ τὸ βαρὺ γίνεται. ἐν ἀμφοτέροις μὲν οὖν, καὶ ἐν τῷ εἰ ἔστι καὶ ἐν
τῷ τὸ βαρὺ γίνεται. ἐν ἀμφοτέροις μὲν οὖν, καὶ ἐν τῷ εἰ ἔστι καὶ ἐν μὲν τοῦ ὅτι ἔστι
ζητοῦμεν εἰ ἔστιν αἴτιον τοῦ τὸ ἕτερον τῷ ἑτέρῳ ὑπάρχει, ἐπὶ δὲ τοῦ εἰ ἔστιν εἰ [ἔστι]
τὸ αὐτὸ τοῦτο, ὃ αἴτιον ὑπάρχει, καὶ αὐτὸ τῶν ὄντων τί ἐστι καὶ αὐτό ἐστι.
p. 90 Ὅτι δ᾿ ἐστὶ τοῦ μέσου ἡ ζήτησις, δηλοῖ ὅσων τὸ μέσον
αἰσθητόν.
Tὸ τοῦ μέσου τὴν ζήτησιν εἶναι ἐν πᾶσι τοῖς ζητουμένοις (ἐν οἷς μὲν γὰρ ζητοῦμεν, εἰ
ἔστι τι μέσον, ἐν οἷς δὲ τί ἐστιν ἢ τί ἐστιν· εἰς γὰρ ταῦτα πᾶσα ζήτησις ὑπάγεται· καὶ
γὰρ τὸ ὅτι ὑπὸ εἰ ἔστι) πιστοῦται ἀπὸ τούτων ὧν τὸ μέσον αἰσθητόν ἐστιν. ἐπὶ τούτων γὰρ
μὴ αἰσθανόμενοι
μὲν τοῦ μέσου καὶ τὸ ὅτι ἔστι καὶ τὸ διὰ τί ἐστι ζητοῦμεν,
ὁμοίως
καὶ τὸ τί ἐστιν· αἰσθανόμενοι δὲ οὐδὲν ἔτι ζητοῦμεν· ἐκ γὰρ τῶν
p. 90a31 Ὥσπερ οὖν λέγομεν, τὸ τί ἐστιν εἰδέναι ταὐτό ἐστι.
Ὅτι ταὐτόν ἐστι τὸ τί ἐστιν εἰδέναι καὶ τὸ διὰ τί ἐστι. μνημονεύσας
δὲ τοῦ
διὰ τί καθόλου καὶ κοινῶς περὶ αὐτοῦ λέγει ὅτι διττὴ ἡ περὶ τοῦ διὰ τί ζήτησις. ἢ γὰρ
ἁπλῶς ζητεῖται καὶ οὐκ ἐν ὑπάρξει ἄλλου. ἀλλ᾿ ὡς ἐπὶ τῆς τοῦ τί ἐστι ζητήσεως, ἢ τῶν
ὑπαρχόντων τισὶ τὸ διὰ
τί ζητεῖται, ὥσπερ ἐφ᾿ ὧν παρέθετο παραδειγμάτων,
διὰ τί δύο ὀρθαῖς ἴσαι αἱ τοῦ τριγώνου γωνίαι, καὶ διὰ τί ἡ ἷρις οὐ μείζων
ἡμικυκλίου.
p. 90a32 Τοῦτο δ᾿ ἢ ἁπλῶς καὶ μὴ τῶν ὑπαρχόντων τι.
Ἔοικε διὰ τούτων λέγειν ὅτι καὶ ἐπὶ τῶν ἁπλῶς τὸ τὶ ἐστιν αἴτιόν ἐστιν αὐτοῖς τοῦ εἶναι, οἶον τί ἐστι τρίγωνον· τοῦτο γὰρ αἰτιον τοῦ εἶναι τῷ τριγώνῳ.
p. 90a38 Ἀρχὴ δὲ ἔστω τῶν μελλόντων, ἥπερ ἐστὶν οἰκειοτάτη
τῶν ἐχομένων
λόγων.
Μέλλει γὰρ προελθὼν ζητεῖν εἰ τὸ τί ἐστι καὶ ὁ ὁρισμὸς δείκνυται διὰ συλλογισμοῦ.
οἰκεῖον δὲ τούτῳ τὸ περὶ οὗ νῦν ἀπορεῖ, ὅ ἐστιν εἰ οἷόν τε τὸ αὐτό τι ἅμα κατὰ τὸ αὐτὸ
καὶ δι᾿ ὁρισμοῦ καὶ δι᾿ ἀποδείζεως εἰδέναι, ὡς πᾶν τὸ διὰ τοῦ ἑτέρου αὐτῶν γινωσκόμενον
καὶ διὰ τοῦ ἑτέρου
γινώσκεσθαι ἅμα | δύνασθαι.
p. 90b1 Ἀπορήσειε γὰρ ἄν τις ἇρ᾿ ἔστι τὸ αὐτὸ καὶ κατὰ τὸ αὐτό.
Τὸ κατὰ τὸ αὐτὸ προσέθηκεν, ὅτι ἔνδοξον περὶ τινος τοῦ αὐτοῦ γνῶσιν ἡμᾶς ἔχειν κατ᾿
ἄλλο μὲν δι᾿ ὁρισμοῦ, κατ᾿ ἄλλο δὲ δι᾿ ἀποδείζεως· τοῦ γὰρ τριγώνου τί μέν ἐστι δι᾿
ὁρισμοῦ γνῶσιν ἔχομεν, ὅτι δὲ
δυσὶν ὀρθαῖς ἴσας ἔχει τὰς γωνίας, δι᾿
ἀποδείφεως. ἀλλ᾿ οὐ περὶ τούτου
p. 90 b 3 Ὀ μὲv γὰρ ὁρισμὸς τοῦ τί ἐστιν εἶναι δοκεῖ, τὸ δὲ τί ἐστιν ἅπαν καθόλου καὶ κατηγορικόν.
Ὅτι μὴ πᾶν τὸ συλλογισμῷ δεικνύμενον καὶ δι’ ὁρισμοῦ δείκνυται· οἱ μὲν γὰρ ὀρισμοὶ καθόλου καταρατικοί, οἱ δὲ συλλογισμοὶ οἱ μὲν δευτέρῳ σχήματι στερητικοί, οἱ δὲ ἐν τρίτῳ μερικοί.
p. 90 b 8 Οἶον ὅτι πᾶν τρίγωνον δυσὶν ὀρθαῖς ἴσας ἔχει.
Πᾶν τρίγωνον τὰς ἐντὸς τρεῖς γωνίας δυσὶ ταῖς ἐφεξῆς ἴσας ἔχει,
τὸ δυσὶ
ταῖς ἐφεξῆς ἴσας ἔχον τὰς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἔχει, πᾶν ἄρα τρίγωνον τὸς ἐντὸς
τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἔχει.
p. 90 b 9 Τούτου δὲ λόγος ὅτι τὸ ἐπίστασθαί ἐστιν.
Ὅ τι μὴ οἶόν τε τὸ αὐτὸ κατὰ τὸ αὐτὸ ὁρισμῷ τε καὶ ἀποδείξει εἰδέναι μηδ’ ἔστι τούτων, ὦν ἀπόδειξίς ἐστι, δι’ ὁρισμοῦ γνῶσις.
p. 90 b 18 Ὅτι μὲν οὖν οὐκ ἔστιν ὁρισμὸς ἅπαντος οὖπερ καὶ ἀπόδειξις, δῆλον. τί δέ, οὖ ὀρισμός, ἆρα ἆρα παντὸς ἀπόδειξίς ἐστιν ἢ οὔ;
Δείξας, ὄτι μὴ ἔΜ οὖ ἀπόδειξίς ἐστι καὶ ὀρισμός, νῦν ἀντιστέψας δείκνυσιν ὠς οὐ καρόλου
δεδειχὼς ὅτι οὖ ἐστιν ἀπόδειξις, τούτου οὐκ ἔστιν
ὁρισμός. καίτοι διὰ τοῦ εἰπεῖν ἱκανὴ δὲ πίστις καὶ ἐκ τῆς ἐπαγωγῆς· γωγῆς·
οὐδὲν γὰρ πώποτε ὁρισάμενοι ἔγνωμεν, οὔτε τῶν καθ’ αὑτὸ ὐπαρχόντων οὔτε τῶν συμβεβηκότων
καθόλου δοκεῖ πεποιηκέναι τὸν λόγον. ἔστι ἔστι ὃ ἀντιστρίψας δείδνυσιν ὅτι μηδὲ παντὸς
οὖ ὁρισμός, τούτου καὶ ἀπόδειξις. ἐπὶ δὲ τούτοις δείξει ὅτι θηδ’ ὅλως κατὰ τὸ αὐτό
τι ἔστι καὶ καὶ ἀποδείξεως καὶ δι’ ὁρισμοῦ εἰδέναι· ὁ γὰρ ὁρισμὸς οὐδὲν ἅλλο
ἄλλῳ ὐπάρχον δείκνυσιν, οὔτε τῶν καθ’ αὑτὸ οὔτε τῶν κατὰ
συμβεβηκός, ὦν ὁ
συλλογισμὸς δεικτικός.
p. 90b21 Ὥστ᾿ εἴπερ τὸ ἐπίστασθαι τὸ ἀποδεικτον ἐστι τὸ τὴν
Ὅτι μὴ οἷόν τε τοῦ αὐτοῦ ἐπιστήμην ἔχειν δι᾿ ἀποδείξεώς τε καὶ ὁρισμοῦ. εἰ γὰρ τοῦ
ἀποδεικτοῦ ἐπιστήμη ἡ δι᾿ ἀποδείξεως γνῶσις, εἰ εἴη
πᾶν τὸ δι᾿ ὁρισμοῦ
γνωστὸν καὶ δι᾿ ἀποδείξεως, ἀποδεικτὸν μὲν ἂν εἴη·
ἐνδέχοιτο δ᾿ ἂν αὐτὸ καὶ
χωρὶς ἀποδείξεως εἰδέναι ἔχοντα αὐτοῦ τὸν ὁρισμόν, ἐπειδὴ καὶ ἡ δι᾿ ῥισμοῦ γνῶσις
ἐπιστημονική. ἔτι αἱ ἀρχαὶ τῶν ἀποδείξεων ἀναπόδεικτοι· οἱ δὲ ὁρισμοὶ ἀρχαὶ τῶν
ἀποδείξεων.
p. 90b38 Ἔτι ἕτερον τὸ τί ἐστι καὶ τὸ ὅτι ἔστι δεῖξαι. ὁ μὲν οὖν
ὁρισμὸς
τί ἐστι δηλοῖ, ἡ δὲ ἀπόδειξις ὅτι ἢ ἔστι τόδε κατὰ τοῦδε ἢ οὐκ ἔστι.
Πρῶτον ἔδειξεν ὅτι ἑτέρων ἐστὶν ἥ τε ἀπόδειξις καὶ ἡ δι᾿ ὁρισμοῦ γνῶσις. νῦν δ[ε
προσαποδείκνυσιν ὅτι καὶ ἕτεραι, ἀποδεικνὺς ὅτι μηδ᾿ ὅλως
ἐστὶν ἀποδεικτικὴ
ἡ ὁριστική· ἐδύνατο γὰρ ὅσον ἐπὶ τοῖς πρώτοις κειμένοις
ἑτέρων μὲν εἶναι,
ἀποδεικτικὴ μέντοι καὶ αὐτὴ εἶναι.
p.91a7 Φανερὸν ἄρα ὅτι | οὔτε οὗ ὁρισμός, τούτου πάντως ἀπόδειξις,
Ὅτι ἀδύνατον ὁρισμοῦ ἀπόδειξιν γενέσθαι, δοκεῖ πως ἤδη διὰ τῶν εἰρημένων δεδεῖχθαι. ὅτι
γὰρ μηδενὸς τοῦ αὐτοῦ δι᾿ ὁρισμοῦ τε καὶ ἀποδείξεως
ἡ δεῖξις, προεῖπεν, ὅτι
οὐ γὰρ ἐστιν ἀπόδειξις οὗ ὁρισμός· ὁ μὲν γὰρ ὁρισμὸς τοῦ τί ἐστι καὶ οὐσίας, ἡ δ᾿
ἀπόδειξις τοῦ ὅτι ἔστιν ἀλλ᾿ οὐ τοῦ τί ἐστι· καὶ ὁ μὲν ὁρισμὸς δεῖξις τῆς οὐσίας, αἱ δ᾿
ἀποδείξεις οὐ τὴν οὐσίαν δεικνύουσι· καὶ ὁ μὲν ὁρισμὸς ἀρχὴ ἀποδείξεως, ἡ δὲ ἀρχὴ τῆς
ἀποδείξως οὐκ ἀποδεικτή. εἰ δὴ ταῦτα ὑγιῆ, οὐκ ἂν εἴη ὁρισμῦ ἀπόδειξις·
ἕπεται γὰρ τοῦτο κἀκείνοις. ὃ εἰ καὶ διά τινων ἐπιχειρήσεων δοκεῖ πως
δεδεῖχθαι, ἀλλ᾿ ἄλλο τοῦτο τὸ πρόβλημα ἐκείνων καὶ ἄλλης δείξεως δεόμεθα. ἐπ᾿ ἐκείνων
μὲν γὰρ ἐζητεῖτο εἰ τοῦ αὐτοῦ δύναται γνῶσις καὶ δι᾿ ἀποδείξεως καὶ δι᾿ ὁρισμοῦ
γίνεσθαι· νῦν δ᾿ εἰ ἔστι τὸν ὁρισμόν τινος δι᾿ ἀποδείξεως δεῖξαι ὑπάρχοντα αὐτῷ.
p. 91 a 14 Ὁ μὲv γὰρ συλλογισμός τι κατά τινος δείκνυσι διὰ τοῦ
Ὅτι τοῦ τί ἐστιν οὐκ ἐστι συλλογισμὸς καὶ ἀπόδειξις, ὅτι ὁ ὁρισμὸς ἵδιόν ἐστιν ἐν τῷ τί
ἐστι κατηγορύμενον· τὸ γὰρ ἅλλως ἴδιον συμβεβηκὸς
καὶ οὑκ ἐν τῷ τί ἐστι
κατηγορούμενον.
p. α 24 Τὸ δὲ ἐστιν ἄμθω ταῦτα ἕξει· ἔσται8 ἄρα καὶ τὸ B κατὰ τοῦ Γ, τὸ τί ἐστιν.
Δείξας ὅτι δεῖ ἐν ἀμφοτέραις ταῖς προτάσεσιν εἶναι τὸ τί ἐστι, τουτέστι
τὸν ὁρισμόν, ἐπήνεηγκε τὸ δὲ τί ἐστιν ἄμφω ταῦτα ἔχει, τῷ ‘δέ’ ἀντὰ
τοῦ
‘δή’ χρησάμενος. ἔστιν οὖν τὸ λεγόμενον· τὸ δὴ τί έστιν ἄμφω ταῦτα ἕξει, τό τε AB καὶ τὸ
ΒΓ δηλονότι· οὐ γὰρ μόνη ἡ AB πρότασις ἀλλὰ καὶ ἡ ΒΓ ἕξει τὸ τί ἐστι. δείξας δὲ ταῦτα τὸ
ἐπόμενον ἄτοπον ἐριξέρει λέγων.
p. α 25 Εἰ δὴ τὸ τί ἐστι καὶ τὸ τί ἦν εἶναι ἀμφω ἔχει, ἐπὶ τοῦ
μεσου εσται
προτερον.
Ὅτι μὲν τὸ τί ἐστιν ἀντὶ τοῦ τί ἦν εἶναι καὶ τοῦ ὀρισμοῦ ἔλαβεν,
ἐδήλωσε
διὰ τοῦ προσθεῖναι τῷ τί ἐστιν τὸ τί ἦν εἶναι· τὸ γὰρ οὕτως ἐν τί ἐστιν ὡς τὸ τί εἶναι
κατηγορούμενον δεῖ ἐν ἐν ἀμφοτέραις εἰλῆφθαι ταῖς προτάσεσιν. ἀλλ’ εἰ τοῦτο, τὸ A πρῶτον
ὁρισμὸς διὰ] τοῦ B, εἰ διὰ τούτου
δεκνύοιτο τοῦ Γ ὁρισμὸς ὄν. καὶ τοῦτο μὲν
οὖν ἄτοπον. εἰ μὲν γὰρ τὸ B ἄλλο τοῦ Γ, τὸ A πλειόνων ὁρισμὸς ἂν εἴη, ὄπερ ἀδύνατον. εἰ
δὲ ταὐτὸν εἴη τὸ B τῷ Γ, Τὸ ἐν ἀρχῇ λήψεται· βουλόμενος γὰρ δεῖξαι τὸ A ὂν ὀρισμὸν τοῦ Γ
λαμβάνει αὐτὸ ὁρισμὸν εῖναι τοῦ B, ὅ ἐστι ταὐτὸν τῷ Γ,
ἢ ὡς ἐρεῖ ἔτι
σαφέστερον, βουλόμενος δεῖξαι, ὅτι ὁρισμοῦ ἀπόδειξις ἐστιν,
ἔλαβε χωρὶς
ἀποδείξεως τὸ A τοῦ B ὀρισμὸν εἶναι. ἕπεται μὲν οὖν καὶ ταῦτα. ὃ δὲ δείκνυσίν
<ἐστιν> ὅτι ὁ οὕτως ἀποδεικνὺς οὖ βούλεται δι’ τὸν ὀρισμὸν λαβεῖν, τούτου χωρὶς
ἀποδείξεως εῖναί τινα ὁρισμὸν λαμβάνει. εἰ γὰρ λήψεται τὸ Α κατὰ τοῦ B ὡς ὁρισμὸν καὶ ἐν
τῷ τί τί εἶναι καὶ τὸ Β ὁμοίως τοῦ Γ ὁρισμόν, δῆλον ὅτι καὶ τὸ Β ὁρισμόν τινα καὶ λόγον
δεῖξαι, ἔλαβε· λαμβάνει γὰρ τὸ Β τοῦ Γ ὁρισμὸν εἶναι.
p. 91a30 Τούτου δ᾿ ἔσται ἄλλος λόγος.
Ἢ τούτου, τοῦ Α, ἔσται ἄλλος λόγος ἤτοι ὁρισμός, τὸ Β, ἢ τούτου, τοῦ ΓΒ, πάλιν ἔσται ἄλλος λόγος μέσος ὁ δυνάμενος δεῖξαι ὅτι τὸ Β τοῦ Γ ὁρισμός ἐστιν, ἢ τούτου δ᾿ ἔσται ἄλλος λόγος, τουτέστι τοῦ ΒΑ ἔσται ἄλλος ὁρισμός, ὃς καὶ τοῦ Γ ἔσται ὁρισμός.
p.91a33 Δεῖ δ᾿ ἐν ταῖε δυσὶ προτάσεσι καὶ τοῖς πρώτοις καὶ
ἀμέσοις
σκοπεῖν.
Ὅτι δεῖ ἐκθεμένους καὶ λαβόντας δύο προτάσεις ἀμέσους ἐπισκοπεῖν τὸ δεδειγμένου ἐπὶ τῶν στοιχείων αὐτῶν· οὕτως γὰρ μάλιστα φανερὸν γένοιτο τὸ λεγόμενον ἐξεταζόμενον ἐπὶ τῶν προτάσεων καὶ τῆς ὕλης, ὅτι δεῖ ἄμφω τὰς προτάσεις ἐν τᾠ τί ἦν εἶναι κατηγορεῖσθαι. |
p.91b12 Ἀλλὰ μὴν οὐδ᾿ ἡ διὰ τῶν διαιρέσεων ὁδὸς συλλογίζεται,
Ὅτι οὐδὲ διὰ τῆς διαιρετικῆς μεθόδου διὰ συλλογισμοῦ δείκνυται ὁ ὁρισμός, ὅτι μηδὲ
συλλογίζεται ὁ διαιρέσει χρώμενος. ἐν μὲν γὰρ τῷ συλλογισμῷ τεθέντων τινῶν ἐξ ἀνάγκης
ἕπεται τὸ δι᾿ ἐκείνων δεικνύμενον·
ἐπὶ δὲ τῆς διαιρέσεως οὐδαμοῦ τοῖς
τεθεῖσί τε καὶ ληφθεῖσιν ἐξ ἀνάγκης ἕπεται τὸ δεικνύμενον. ὥσπερ γὰρ ὁ ἐπακτικῶς τι
δεικνὺς λαμβάνει μέν τινα δι᾿ ὧν δεικνύναι τι πειρᾶται, οὐ μὴν συλλογίζεται, διότι μὴ ἐξ
ἀνάγκης
τοῖς ληφθεῖσιν ἕπεται τὸ δεικνύμενον, οὕτω καὶ ἐπὶ τῆς διαιρέσεως
ἔχει. οὐ γὰρ δεῖ τὸ διὰ συλλογισμοῦ δεινύμενον συμπέρασμα
ἐρωτᾶσθαι καὶ τῷ
συγχωρεῖσθαι ὑπό τινων τίθεσθαι· καὶ γὰρ συλλογισμοῦ συμπλερασμα ἐξ ἀνάγκης δεῖ
ἕπεσθαι.
p.91b20 Καὶ τὸ εἶναι τὸν ἄνθρωπον τὸ ὅλον, ζῷον πεζόν, οὐκ ἀνάγκη ἐκ τῶν εἰρημένων, ἀλλὰ λαμβάνει καὶ τοῦτο.
Οὐ γάρ, εἰ ἰδίᾳ ἑκάτερον ἀληθὲς περὶ τοῦ ἀνθρώπου, ἤδη καῖ ἅμα
ἀνάγκη, ὡς
ἐπὶ τοῦ σκυτέως καὶ τοῦ ἀγαθοῦ ἐν τῷ Περὶ ἑρμηνείας δέδεικται, καὶ αὐτὸς δὲ αὐτοῦ προϊὼν
μνημονεύσει.
p. 911321 Διαφέρει δ’ οὐδὲν ἐπὶ πολλῶν ἢ ὀλίγων οὕτω ποιεῖν.
Ὅτι οὐ μόνον οὐ δεικνύουσι διὰ συλλογισμοῦ τὸν ορισμόν, ὅν οὐδ’ ἄλλως οἶόν τε δεῖξαι
διὰ συλλογισμοῦ, ὡς προείρηται, ἀλλ’ οὐδὲ τὰ δυνα
τὰ μὲν διὰ. συλλογισμοῦ
δείκνυσθαι ὑπάρχειν τῷ ἀνθρώπῳ διὰ συλλογισμοῦ
δεικνύουσιν ὑπάρχειν, ἀλλὰ
λαμβάνουσιν ἀσυλογίστως. ἀσυλλογίστως γὰρ λαμβάνοντες τὰ ἐξ ὦν ὀ ὁρισμὸς χρῶνται αὐτοῖς
πρὸς τὴν σύνθεσιν τοῦ ὁρισμοῦ δυναμένοις διὰ συλλογισμοῦ λαμβάωεσθαι· ἕκαστον γοῦν τῶν
ἐν τῷ ὁριστικῷ λόγῳ τοῦ ἀνθρώπου διὰ συλλογισμοῦ ἔστι δεῖξαι ὑπάρχον τῷ ἀνθρώπῳ. ἐπὶ
τύτοις ὅτι τὸ λομβανόμενον καὶ συντιθέμενον <ἐκ> τῶν
τὴν διαίρεσιν
δοθέντων μὴ δείκνυται ὁρισμὸς εἶναι. λέγει γὰρ τί κωλύει τοῦτο ἀληθὲς μὲν εἶναι τὸ πᾶν,
τουτέστι τί χωσύει ταῦτα, ὦν ἕκαστον
κατ’ ἰδίαν ἐλήθφθη τῷ ἀνπρώπῳ ὑπάρχον,
καὶ ἅμα ἀληρεύεσθαι κατὰ τοῦ ἀνθρώπου, μὴ μέντοι τὴν σύθεσιν αὐτῶν ῥισμὸν εἶναι τοῦ
ἀνθρώπου;
Προσθεῖναι τὸ ἐν τῇ τοῦ ζῷου διαιρέσει τὸ ἀρρεν καὶ τὸ θῆλυ
λαβεῖν ἢ ἂλλην
τινὰ ἐναντέωσιν κατὰ τὴν ὕλην ἢ κατά τι συμβεβηκὸς οὖσαν ἀλλ’ οὐ κατ6 εἶκος. ἀφεῖναι, εἰ
τὸ ζῷον εἰς πεζόν τε ἰαὶ ἔνυδρον
τέμοι· οὖτος γὰρ τὸ πτηνὸν παρέλιπεν. εἰς
δίπουν καὶ πολύπουν ὐπερβῇ τὸ πεζόν.
p. 91 b 30 Τοῦτο δ’ ἀναγκαῖον, εἰ ἅπαν εἰς τὴν διαίρεσιν ἐμπέπτει.
Ἔστι δὲ μὴ ἐμπίπτοντα εἰς πάσαν τὴν διαίρεσιν τὰ γένη, ὅσῳ ἀνωτέρω
ἦν. τὰ
δ’ ἅτομα εἴδη εἰς πᾶσαν ἐμπίπτει τὴν διαίρεσιν, οἶον ὁ ἄνθρωπος.
p. 91 b 31 ’Αλλὰ συλλογισμὸς ὅμως οὐκ ἔστιν, εἴπερ, ἄλλον τρόπον γνωρέζειν ποιεῖ.
Οτι εἰ καὶ μὴ συλλογίζεται ἡ διαιρετικὴ μέθοδος, ἀλλὰ κατὰ ἄλλον
τρόπον
γνωρίζειν ποιεῖ, ὡς καὶ ἡ ἐπαγωγή, εἰ καὶ μὴ ἀποδείκνυσιν,
ἀλλ’ ὅμως δηλοῑ
τι.
p. 91 b 34 Συλλογισμὸν δ’ οὐ λέγει ὁ ἐκ τῆς διαιρεσεως λέγων τὸν ἐρισμόν.
Οτι ὁ ἐκ τῆς διαιρέσεως συντιθεὶς τὸν δορισμὸν καὶ λαμβάνων οὐ
συλλογίζεται ἀλλὰ διὰ παραβολῆς δείκνυσιν.|
p. 92a6 Ἀλλ᾿ ἆρα ἔστι καὶ ἀποδεῖξαι τὸ τί ἐστι κατ᾿ οὐσίαν.
Ζητεῖ εἰ οἷόν τε τὸν ὁρισμὸν ἐξ ὑποθέσεως συλλογίσασθαί τε καὶ δεῖξαι. τὸν δὲ ὁρισμὸν
τὸ τί ἐστι κατ᾿ οὐσίαν εἶπε. τὸ γὰρ πρὸς τῷ ἐν τῷ τί ἐστι κατηγορεῖσθαί τινος καὶ τὴν
οὐσίαν σημαῖνον αὐτοῦ ὁρισμός
ἐστιν ἐκείνου· ὁ γὰρ ὁρισμὸς ἡ ἐκάστου οὐσία
καὶ τὸ εἶναι. ἐξ ὑποξέσεως δὲ εἶπεν οὐ τὸ δι᾿ ὑποθετικοῦ συλλογισμοῦ, ἀλλὰ διὰ τοῦ
ὑποθέσθαι τινὰ καὶ τούτοις πρὸς τὴν δεῖξιν χρήσασθαι. ἔστι δ᾿ ὃ λαμβάνει καὶ
ὑποτίθεται τὸ τὸν ἐκ τῶν <ἐν τῷ> τί ἐστι κατηγορουμένων ἰδίων λόγον τουτέστι
τὸν ἐκ τῶν <ἐν τῷ> τί ἐστι κατηγορουμένων ἰδίων λόγον
τούτου ὁρισμὸν
εἶναι. ὃ εἶναι τοῦ τί ἐστιν ὁρισμὸν ὑποτίθεται ἀλλὰ οὐκ ἀποδείκνυσιν. ᾧ εἰ προσληφθείη
῾ὅδε τοῦδε ἴδιός ἐστι λόγος ἐκ τῶν ἐν τῷ τί ἐστι κατηγορουμένων᾿, συνάγοιτ᾿ ἂν ῾τόδε
τοῦδε ἄρα ὁρισμός ἐστιν᾿. ἀλλὰ πάλιν τὸ ἐν ἀρχῇ αἰτεῖται· ταὐτὸν γὰρ λαμβάνει τὸν μέσον
τῷ μείζονι· οὐδὲν γὰρ διαφέρει εἰπεῖν ῾τόδε τοῦδε ἐκ τῶν ἐν τῷ τί ἐστι κατηγορουμένων
ἴδιόν ἐστι᾿ τοῦ εἰπεῖν ῾τόδε τοῦδε ὁρισμός ἐστι᾿. δείκνυσι δὲ τι
καὶ ἄλλο ἄτοπον τῇ τοιαύτῃ δείξει ἑπόμενον, ὅτι γὰρ μὴ ὑπόθεσις ἐν τῷ
συλλογισμῷ δεόντως λαμβάνετια.
p.92a8 Ταδὶ δὲ ἐν τῷ τί ἐστι μόνα, καὶ ἴδιον τὸ πᾶν.
Τὰ γὰρ αὐτάρκη πρὸς τὸ ἴδιον ποιῆσαι τὸ ἐξ αὐτῶν τῶν καθ᾿ αὑτὰ
κατηγορουμένων ἱκανὰ πρὸς ὁρισμόν. τὸ δὲ τοῦτο γὰρ ἐστι τὸ εἶναι ἐκείνῳ
ἴσον ἐστὶ τῷ ῾ἐν γὰρ τούτῳ ἐστὶ τὸ εἶναι τῷ πράγματι οὗ τὸν ὁρισμὸν δείκνυμεν, καὶ τοῦτο
ὁρισμὸς αὐτοῦ᾿.
p. 92a20 Κἂν ἐξ ὑποθέσεως δὲ δεικνύῃ, οἷον εἰ τῷ κακῷ ἐστι τὸ διαιρετῷ εἶναι.
Ὅτι μηδὲ ὁ ὑποθετικῶς δεικνύναι καὶ συλλογίζεσθαι πειρώμενος ὁρισμὸν ὃ βούλεται ποιεῖ·
τὸ γὰρ ἐξ ὑποθέσεως νῦν τὸ ὑποθετικῶς λέγει. καὶ γὰρ ἡ τοιαύτη δεῖξις τὸ ἐν ἀρχῇ
λήψεται. θέλων γὰρ τις δεῖξαι, ὅτι
δι᾿ ἀποδείξεως ὁρισμὸς δείκνυται, εἰς
τὴν αὐτοῦ τούτου δεῖξιν ὁρισμόν τινος λαμβάνει ἄνευ ἀποδείξεως· ὃν εἰ βούλοιτο πάλιν
δεῖξαι διὰ συλλογισμοῦ,
οὐκ ἄλλως δείξει ἢ διὰ τοῦ πάλιν ὁρισμόν τινος
αἰτήσασθαι καὶ λαβεῖν, καὶ
p. 92 b 24 Λαμβάνειν δ’ εἰς τὸ δεῖξαι τὸ τί ἡν εἶναι ἕτερον μέν
τι ἔστω.
Τουτέστιν εἰς τὴν δεῖξιν τοῦ τί ἦν εἶναι καὶ τοῦ ὀρισμοῦ ἕτερόν τι λαμβάνει ὃ οὐ
κεχώρισται· διὰ γάρ τινος ληφρέντος μέσου ἑτέρου ρῶν ἑξ ὦν τὸ συμπέρασμα ὅρων ὁ
συλλογισμὸς καῖ ἐκ προτάσεών τινων. ὃ ἐδήλωσεν εἰπὼν καὶ γὰρ ἐν ταῖς ἀποδείζεσιν ὅτι
ἔστι τόδε κατὰ
τοῦδε λαμβάνεται, τουτέστι πρόρασις, οὐ μἠν αὐτὸ ὄ δεῖ
δεῖξαι ἢ ὃ τὸ
αὐτό ἐστι τῷ δεικνυμένῳ ἢ ἀντιστρέφει αὐτῷ. ὁ γὰρ τοιοῦτόν τι
λαμβάνων τὸ ἐν ἀρχῇ αἰτεῖται λαμβάνων πρὸς ἄλλο, ἄλλως τε ἐπεὶ καὶ ἀμρότερα ὁμοίως
δεῖται δείξεως.
p. 92 a 34 Πῶς οὖν δὴ ὁ ὁριζόμενος δείξει τὴν οὐσίαν ἢ τὸ τί
εστιv;
Οτι οὐχ οἶόν τέ ἐστι τὸν ὁρισμὸν δεῖξαι, οὔτε δι’ ἀποδείξεως καὶ σμλλογισμοῦ οὔτε δι’
ἐπαγωγῆς οὔτε δι’ αἰσθήσεως. ὁ μὲν γὰρ ἀποδεικνύς τι καὶ συλλογιζόμενος ἐξ
ὀμεολογουμένων τινῶν δῆλον ποιεὶ τὸ δι’ αὐτῶν ἐξ ἀνάγκης δεικνύμενον· ὁ δὲ ὁριζόμενος οὐ
λαβών τινα δι’ αὐτῶν δείκνυσιν
ἐξ ἀνάγκης Ι ὄντα τὸν δεικνύμενον ὁρισμόν.
καὶ ἔτι δέδεικται ὅτι οὐκ
οὐχ
ὅτι ἐστιν ἢ οὐκ ἔστιν ἀλλὰ τί ἔστι προτίθεται δεῖζαι. ὅτι δὲ μηδὲ δι’ αἰσθήσεως ἔστι
δεῖξαι ὁρισμόν, πρόδηλον· οὐδὲ γὰρ αἰσθητὸν ὅλως οὕτε
ὁ ὁρισμὸς οὔτε τὸ
ριστόν, εἵ γε καθόλου, ὡς δείξει ἅμα τῷ δαιτύλῳ εἰπεῖν ‘τοῦτό ἐστιν ὀρισμός’, ὡς ‘τοῦτό
ἐστι γλυκύ’ ἤ τι ἄλλο τῶν αἰσθητῶν.
p. 92 b 4 Ἕτι πῶς δείξει τὸ τί ἐστιν; ἀνάγκη γὰρ τὸν εἰδότα τὸ
τί ἐστιν
ἄνθ\ρωπος ἢ ἄλλο ὁτιοῦν εἰδέναι.
καθόλου ἐπαπορεῖ πῶς ὅλως ἔστι τὸ τί ἐστι δεῖξαι. εἰ γὰρ δεῖ μὲv
εἴη τὸ τί ἐστι καὶ τὸν ὀρισμὸν δεῖξαι. ταῦτα δ’ ἐδήλωσεν
εἰπὼν ἀλλὰ μὴν εἰ δείξει τί ἐστι καὶ ὅτι ἕστι, τῶς τῷ αὐτῷ λόγῳ δείξει;
εἰπὼν γὰρ ἄμφω δεῖν γνωρίζεσθαι μετὰ ταῦτα ζητεῖλ, πῶς δι’ ἑνὸς λόγου ἀμφότερα δειχθείη
διαξέροντα.
p. 92 b 8 ’Αλλὰ μὴν εἰ δείξει τί ἐστι καὶ ὅτι ἔστι, πῶς καὶ τὰ ἐξῆς.
Γὸ γὰρ ἄλλο ἄλλῳ ὑπάρχον διὰ συλλογισμοῦ δείκνυται. ἐπεὶ δὲ καὶ ὀ ὀρισμὸς καὶ ἠ οὐσία
ἐκάστου ὐπάρχει ἐκείνῳ οὖ ἐστι καὶ δύναταί τις
καὶ ἐπὶ τοῦ ὀρισμοῦ ἀκούειν
<τὸ> ὅτι ἔστι, διὰ τῦτο προσέθηκε τὸ εἰ μὴ
οὐσία εἴη, τουτέστιν εἰ μἠ
ὁρισμὸς εἴη. μόνον γὰρ τῷ ὅτι ὐπάρχει ὁ ὀρισμὸς ὑπάρχων οὐ δείκντθται δε’ ἀποδείξεως· τὸ
γὰρ εῖναί τινι καὶ ὐπάρχειν οὐκ ἔστιν ὀρισμός τινος, ουδ6 ὁ εἶναί τι ἀποδεικνὺς τὸν
ὁρισμὸν αὐτοῦ δείκνυσιν· οὐδενὸς γὰρ ὀρισμὸς τὸ εῖναι. οὐδὲ γὰρ γένος ὅλως τὸ ὂν καὶ
τὸ εἶναι καὶ μία φύσις ὡς δύνασθαι καὶ μέρος ἐρισμοῦ εῖναι· τοἲοῦτον δὲ τὸ
γένος· ὁ γὰρ ὀρισμὸς μιᾶς φύσεώς ἐστι δηλωτικός. καὶ τοῦ εἶναί τι ἄρα ἀπόδειξις ἔσται.
οὐκ ἄρα ὀ ὁριζόμενος τὸ εἶναι τοῦτο ὄ ὁρίζεται δεῖξει διὰ τοῦ ὁρισμοῦ· ἀπόδειξις γὰρ
δεικτικὴ τούτου.
p. 92 b 15 Τί μὲν γὰρ σημαίνι τὸ τρίγωνον, ἔλαβεν ὀ
τρης, ὅτι δ’ ἔστι
δείκνυσι.
Λαβὼν ὅτι ἀπόδειξίς ἐστι τοῦ ὅτι ἔστι δεικτική, ἕχων δὲ ὅτι καὶ ὁ ορισμὶς καὶ ἡ
ἀπόδειξις ἑκάτερον αὐτῶν τίνος ἐστίν, ἐστίν, ἐπὶ τούτοις λέγει τί
οῦν
δείξει ὁ ὁριζόμενος τί ἐστίν; ἢ τὸ τρίγωνον; ὄ ἴσον ἐστὶ <τῷ> τί οῦν δείκνυσιν ὁ
ὁριζόμενος καὶ τὸ τί ἐστιν ἀποδιδούς τινος; ἢ τὸ τί
ἐστιν ἐχεῖνο ὃ
ὁρίζεται; ὁ γὰρ τὸ τρίγωνον ὁριζόμενος τί ἐστι τὸ τρίγωνον λέγει, ἀλλ’ οὐχ ὅτι ἔστιν·
ἄλλο γὰρ ἐκεῖνο δι’ ἀποδείξεως δεικνύενον’. καὶ τὸ ἀκολουθουν ἀτοπον ἐριφέρει· ὅ τις
δρισμῷ ὁρισμῷ οἶδεν, ὅτι ἕστι τοῦτο, οὐκ εἴστεται· ἄλλη γὰρ ἡ τοῦτο δεικνύουσα· κτῦτο δ’
ἀδύνατον, ὃ μὴ οἶδέ τις εἰ ἔστι, τοῦτο τί ἐστιν εἰδέναι.
p. 92 b 19 Φονερὸν δὲ καὶ κατὰ τοὺς νῦν τρόπους κτῶν ὅρων.
Ὅτι μὴ τοῦ ὅτι ὅτι ἔστι ὁριστὸν ὁ ὁρισμός ἐστι δεικτικός· εἰ γὰρ καὶ ἐν ὑπάρξει ἐστὶν
οὖ ὁ ὁρισμὸς ἀποδέδοται, ἀλλ’ ὅ γε ὁρισμὸς τὸ εἶναι
p. 92 b 24 ’Αλλ’ ἀεὶ ἔφεστι λέγειν τὸ διὰ τί. εἰ ἄρα ὁ ὁριζόμενος δείκνυσιν ἢ τί ἐστιν ἢ τί σημαίνει τοὔνομα καὶ τὰ ἑξῆς.
Δείξας, ὅτι οὐκ ἔστιν ὁ ὁρισμὸς τοῦ εἶναι τὸ τρᾶγμα τὸ ὁριστὸν δει κτικός τε καὶ
γνωστικός, λαμβάνει ὡς ἑπόμενον τούτῳ τὸ μὴ εἶναι τὸν ὁρισμὸν πράυματός τινος δηγωτικὸν
ἀλλὰ τοῦ λαμβανομένου τί σημαίνει
τὸ λεγόμενον, ὡς εἶναι αὐτὸν λόγον
ὀνόματι ταύτὸν σημαίνοντα. εἰ γὰρ δεῖ μὲν τὸν ὀριζόμενον ἢ τί ἐστι τὸ πρᾶγμα δεικνύναι η
τι σημαινει τοὔνομα λέγειν, οὐ δείκνυσι δὲ τί ἐστι τὸ πρᾶγμα Ι τῷ τὴν αρχὴν μὴ
p. 92 b 30 Ἔτι πάντες οἱ λόγοι ὁρισμοὶ ἄν εἶεν καὶ τὰ ἑξῆς.
Ef ὁ ὁρισμὸς λόγος ὀνίματι ταὐτὸν σημαίνων, μὴ οιον τε δ’ ἀπο9δεῖξαι ὅτι τοῦτο τὸ ὅνομα
τοῦτο δηλοῖ θέσει γὰρ καὶ σμνθήκῃ τὰ ὀνόματα, οὐκ ἀνάγκῃ τινί), οὐδ’ ἄν τοῦ τοῦτο τὸ
ὄνομα τοῦτο σημαίνειν πέστιν τινὰ ἔχοιμεν. οὐδ’ οἱ ὁρισμοὶ τοίνυν τοῦτο προσδηλοῦσι,
τὸ εἶναι ἕκαστον αὐτῶν δηλωτικὸν τοῦ σημαινομένου ὑπὸ τοῦδε τοῦ ὀνόματος.
p. 92 b 35 ’Εx μὲν τοίνυν τούτων οὔτε ὁρισμὸς καἰ συλλογισμὸς
φαίνεται
ταὐτὸν ὄν καὶ τὰ ἐξπης.
Τὰ δεδειγμένα ἀνακεραλαιοῦται, ὄτι τε μὴ ταὐτὸν συλλογισμὸς καὶ ὁρισμός († ὃ ἂν ἐναργὲς
ἔλαβεν· ἄλλος γὰρ ἐκατέρου αὐτῶν
λόγος) καὶ ὄτι μὴ τοῦ τοῦ συλλογισμὸς καὶ
ὁρισμός, εἴ γε ὁ μὲν τοῦ τί ἐστιν, δ δὲ τοῦ ὄτι ἐστιν. ἂ πρῶτα ἔδειξε διὰ τοῦ μήτε
τὸ διὰ συλλογισμοῦ δεικνύμενον δι’ ὁρισμοῦ δείκνμσθαι μήτε, οὖ ἐστιν ὁρισμός,
τοῦτο καὶ συλλογισμοῦ δείκνυσθαι. ἀλλὰ καὶ ὅτι ὅτι μήτε ὁ ὁρισμὸς αὐτὸς ἢ ἀ\ποδείκνυσί
τι ἢ ὅλως δείκνυσιν· οὔτε γὰρ εῖναι τὸ
πρᾶγμα ἀποδείκνυσιν, οὔθ’ ὅτι
ἐκείνου ἐστὶν οὖ ἀποδίδοται δείδνυσι. διὸ
p. 93 a1 Πάλιν δὲ σκεπτέον τί τούτων λέγεται καλῶς καὶ τί οὐ
καλῶς.
Οὔτε γὰρ τὸ μὴ δύνασθαι τὸ αὐτὸ δι’ διρισμοῦ καὶ δι’ ἀποδείξεως γινώσκεσθαι πάντῃ καλῶς εἴρηται, οὔτε τὸ μὴ ὅλως εῖναί τινα δεῖξιν ὀρισμοῦ, ὡς ἐρεῖ.
p. 93 a3 Ἐπεὶ δ’ Ἐπεὶ ὠς ἔφαμεν, ταὐτὸν τὸ εἰδέναι τί ἐστι καὶ
τὸ εἰδέναι τὸ αἴτιον τοῦ τί ἐστιν.
Ἐπιχειρεῖ πρῶτον δεῖξαι ὄτι ἐστιν ὀρισμὸν ἀποδεῖξαι δε’ ὀρισμοῦ. συγχρῆται δ’ εἰς τὴν
ἀπόδειξιν τοῖς προδεδειγμένοις αὐτῷ· δέδειχε γὰρ πρὸ ἀλίγου δι’ ὦν εἶπεν “ἐν ἅπασι γὰρ
τούτοις φανερόν ἐστιν ὅτι ταὐτά ἐστι τὸ τί ἐστι καὶ διὰ τί ἀστιν”. ἔδειξε γὰρ διὰ τούτων
ὅτι
ὁ τὸ τί ἐστι καὶ τὸν ὁρισμὸν ζητῶν αἴτιον ζητεῖ· ὁ γὰπ ὀρισμὸς ἑκόστου
καὶ αἴτιον. τούτῳ δὴ προσχρῆται. εἰ γὰρ ὁ ὁρισμὸς αἴτιον, ὀ ὀρισμόν τινος
εἰδὼς καὶ αἵτιον οἶδε. δὲ τὸν ὁρισμόν ὁρισμόν τινος εἰδότα εἰδέναι τὸ αἴτιον αὐτῷ τοῦ
εἶναι τοῦτο γὰρ σημαίνει αὐτῷ τὸ αἴτιον τοῦ τοῦ τί ἐστι) δέδεικται· ταὐτὸ γὰρ ἔκειτο
> ἡ τοῦ τί ἐστι ζήτησις καὶ αἰτίας ζήτησις.
Δύναται τῷ λόγος δὲ τούτου εἰρηκέναι <αἴτιον> τοῦ δύνασθαι δειχθῆναι διὰ
συλλογισμοῦ. καὶ εἴη ἂν ἡ πρò αὐτοῦ οὐχ ὁλόκληρος ἀλλ’ ἐλλιπῶς εἰρημένη· ἐπεὶ δ’ ἔστιν,
ὡς ἔφαμεν, ταὐτὸν τὸ εἰδέναι τί ἐστι καὶ τὸ εἰδέναι τὸ αἵτιον τοῦ τί ἐστι· λείποι γὰρ ἂν
αὐτῇ τὸ οἶόν τε διὰ συλλογισμοῦ τὸ τί ἦν εῖναι δείκνυσθι’. ἐπεὶ τοίνυν ὁ ὁρισμὸς
αἴτιον, ἢ ταὐτὸν ἔσται τούτῳ οὖ αἴτιον ἢ ἄλλο αὐτοῦ. τῶν γὰρ αἰτίων τὰ μὲv
ταὐτά ἐδείνοις, ἐκείνοις, ὠρ αἴτια, ὁλόκηγρον αὐτῶν δηλοῦντα δηλοῦντα τὴν οὐσίαν· τοῦ
γὰρ τὸν ἄνθρωπον ζῷον πεζὸν δέπουν εἶναι οὐκ ἄλλο τὸ αἴτιον παρ’ αὐτὸ τοῦτο, καὶ ὄλως ὁ
ἑκάστου οἰκεῖος ὅρος.
p. 93 a 5 Λόγος δὲ τούτου, ὅτι ἔστι τι τὸ αἴτιον· καὶ τοῦτο ἢ
Δύναται τὸ καὶ τοῦτο ἢ ταὐτὸ ἢ ἄλλοτ̓̀ͅ εἰρηκέναι οὐχ οὐχ ὠς συλχρῶν εἶναι τὸ αὐτὸ
αὑτοῦ αἴστιον δοκεῖ γὰρ ἄλλο εῖναι τὸ αἴτιον καὶ τὸ οὖ ἐστιν
αἴτιον ἐν
πᾶσιν) ἀλλ69 ὑπὲρ τοῦ ὀλοκλήρῳ χρῆσθαι διαιρέσει. καὶ εἴη ἂν τὸ εἰ τοίνουν ἐστὶν ἄλλο
ἐπενηνεγμένον σημαντικὸν τοῦ ὀφείλειν τὸ αἴτιον ἄλλο εἶναι.
p. α 15 Ἀλλ’ ἔστι λογικὸς συλλογισμὸς τοῦ τί ἐστιν.
Λογικὸν συλλογισμὸν τὸν μὴ ἀποδεικτικὸν ἀλλὰδιαλεκτικόν τε καὶ δι’
ἐνδόξων
συνάγοντα εἴωθε λέγειν. ιἰπὼν δὲ τὴν τοιαύτην δεῖξιν λογικὴν εἶναι ἀλλ’ οὐκ ἀποδεικτικὴν
ἐξῆς προτίθεται φητῆσαι, εἰ ὅλως ἐνδέχεται, πῶς λαὶ τίνα πρόπον. καὶ ὐπομνήσας ἡμᾶς τῶν
κατ’ ἀρχὰς εἰρημένων ἀποδείξει κατὰ τὴν πρὸς αὐτὰ ἀκολουθίαν, ὅτι ἀπόδεξιν μὲν οὐχ οἶόν
τε ὁρισμοῦ γενέσθαι, ἔστι μέντοι δι' ἀποδείξεως τρόπον τινὰ ὁρισμὸν εὐρεῖν. καὶ τοῦτο δ’
ἦν
ἠπορημένον, πῶς οἶόν τε δείκνυσθαι τὸ τί ἦν εἶναι· ἐδόκει γὰρ ἄτοπον
εἶναι τοῦτο. μέλλων δὲ περὶ τούτου ζητεῖν τε καὶ λέγειν πρῶτον ἡμᾶς τῶν κατ ἀρχὰς
εἰρημένων ὑπομιμνήσκει χρησίμων αὐτῷ πρὸς τὴν τοῦ προκειμένου θεωρίαν ἐσομένων· διὸ καὶ
προσέθηκε τὸ Ι εἰπόντες πάλιν ἐξ
p. 93 a16 Ὥσπερ γὰρ τὸ διοτι ζητουμεν.
Ὅτι ὥσπερ τὸ ὅτι τοῦ διότι προγινώσκεται, οὔτως καὶ τὸ εἰ ἔστι τοῦ 5 τί ἐστιν, ἐνίοτε δὲ καὶ ἅμα δῆλα γίνεται, οὐ μὴν ἔμπαλιν.
p. 93 a21 Τὸ δ’ εἰ ἔστιν ὀτὲ μὲν κατὰ συμβεβηκὸς ἔχομεν, ὀτὲ δ’ ἔχοντές τι αὐτοῦ τοῦ πράγματος.
Λαβὼν τὸ ἕπεσθαι τὴν τοῦ τί ἐστιν γνῶσιν τῇ γνώσει τοῦ εἶναι τὸ
πρᾶγμα
μετὰ ταῦτα, πῶς τῇ τοῦ εῖναι τὸ πρᾶγμα γνώσει ἔπεται καὶ ἡ τοῦ τί ἐστι γνῶσις πολλάκις,
ὥσπερ καὶ ἡ τοῦ διὰ τί ἐστι τῇ τοῦ ὅτι ἔστι γνώσει, δείκνυσι. τὴν γὰρ ὕπαρξιν τοῦ
πράγματος, περὶ περὶ οὖ ἦν ἡ ζήτησις τησις εἰ ἔστι, ποτὲ μὲν ἀπὸ συμβεβηκότων ποτὲ δέ τι
τῆς οὐσίας αὐτοῦ
υπαρξεως ουδὲν πρὸς τὴν γνῶσιν τοῦ τί ἐστι τὸ πρᾶγμα συντελεῖ· ἡ δὲ ἀπὸ τῶν
αὐτῷ τῷ πράγματι ὐπαρχόντων γνῶσις τοῦ εἶναι αὐτὸ ἀφορμὴ
τῶν ὐταρχόντων καθ’ αὐτὸ καὶ ὄντων γενῶν τε καὶ μερῶν τοῦ ζητουμένου πράγματος
εἰ ἔστι γνῶσιν, οὕτως ἔξομεν καὶ πρὸς τὴν τοῦ τί ἐστιν. ἀπὸ μὲν γὰρ τῶν κοινοτέρων
εἰδότες ὅτι ἐστι πορρωτέρω τοῦ εἰδέναι τί ἐστιν ἐσόμεθα, ὅτι μηδ6 ὅτι ἔστιν ἴσμεν
ἀκριβῶς τε καὶ προσεχπως· εἰ δ’ ἀπὸ τῶν ἰδίων καὶ οἰκείων αὐτοῦ τὴν τοῦ εῖναι αὐτὸ
γνῶσιν δ’ εἴημεν ἂν
καὶ τὴν τοῦ τί ἐστι γνῶσιν ἔχοντες ἢ πλησίον ὄντες.
p. 93 a 27 Καθ’ ὅσων δὲ ἔχομέν τι, ῥᾷον.
Ὦν ἔχομεν τὴν γνῶσιν τοῦ εἶναι τῷ ἔχειν τι αὐτῶν τῶν ἐν τῇ οὐσίᾳ σίᾳ ὑπαρχόντων αὐτοῖς, ῥᾷον τοῦ ἐστι ζήτησίς τε καὶ εὕρεσις.
p. 93 a 29 Ὦν οὖν ἔχομέν τι τοῦ τί ἐστιν, ἔστω πρῶτον μὲν ὦδε.
Τὰ εἰρημένα γνώριμα βούλεται ἐπὶ παραδειγμάτων ποιῆσαι καὶ δεῖξαι,
πῶς μὲν
ἡ τοῦ εἶναι δι’ οἰκείων ἀπόδειξις γνῶσις] γένεται, πῶς δὲ τὸ τί ἐστιν ἐν ἀποδείξει
λαμβάνεται, καὶ πῶς, εἰ ἀπὸ συμβεβηκότων ἡ τοῦ ὅτι ἔστι γνῶσις εἴη, οὐδὲν αὔτη συντελεῖ
πρὸς τὴν κοῦ τί ἐστιν εὕρεσιν. καὶ πρῶτον μὲν λαμβάνει παραδείγματα, ὦν τὴν γνῶσιν τοῦ
εἶναι ἐκ τῆς ιὐσίας
ας καὶ ἀπὸ τῶν καθ’ αὐτὸ ὐπαρχόντων αὐτοῖς ποιούμεθα,
εῖτα εἶτα λήψεται καὶ τῶν ρῶν οὐκ ἀπὸ τῆς οὐσίας. καὶ δείξει πότε ἡ πότε ἠ τοῦ εἶναι
ἀπόδειξις τῆς τοῦ τί ἦν εἶναι γνώσεως γένεται, καὶ πῶς μὲν δἰδότες τὸ ὅτι ἔστιν
ἄμα ἴσμεν καὶ τὸ τί ἐστι, πῶς δὲ τὸ μὲν ὅτι ἔστι γνωσόμεθα διὰ συλλογιλμοῦ,
γισμοῦ, οὐδέπω δὲ γνώριμον ἕξομεν τὸ ἐστι. δοκεῖ δοκεῖ δέ μοι ὁ ‘μέν’
σύνδεσμος ἐκ περιττοῦ περιττοῦ ἴνα ᾖ· ὦν οὖν ἔχομεν τοῦ ὅτι ἔστι γνῶσιν κιά τινος τῶν ἐν
τῷ τί καὶ ἐν τῇ οὐσίᾳ αὐτῶν ὄντων, ἔστω ἔστω πρῶτον δεικνύμενον. καὶ ἐχέτω οὕτως· ῶν,
φησίν, ἔχομεν ἐν τῇ τοῦ εῖναι γνώσει περιεχόμενον τὸ τί ἐστιν ἴστω παραδειγματικὸν ὃ
παρατέθεται.
p.93a35 Οταν δ' εὕρωμεν, ἅμα τὸ ὅτι καὶ τὸ διότι ἴσμεν.
Τῷ ὅταν δ' εὕρωμεν, ἅμα τὸ ὅτι καὶ τὸ διότι προσέθηκε τὸ ἂν διὰ μέσων ᾖ δηλωτικὸν
<ὂν> τοῦ ἂν δι' οἰκείων καὶ αἰτίων μὴ συμπεράσματος μόνον ἀλλὰ καὶ τοῦ πράγματος'·
ταῦτα γὰρ κυρίως μέσα.
ἡ γὰρ διὰ τοιούτων μέσων, ἅ καὶ κυρίως ἐστὶ μέσα,
γνῶσις τοῦ ὅτι ἔστιν ἄμα γνῶσίς ἐστι καὶ τοῦ διὰ τί ἐστιν. ἀλλὰ καὶ τοῦ τί ἐστι γνῶσίς
ἐστιν,
ὡς ἐρεῖ· ὁ γὰρ τοιοῦτος ὁρισμός ἐστι τοῦ ἑτέρου τῶν ἀκρων. εἰ δὲ μὴ
διὰ μέσυ, τουτέστιν εἰ δὲ μὴ δι' αἰτίου ἀλλὰ διά τινος συμβεβηκότος ἔχομεν γὰρ] γνῶσιν
τοῦ τῷ ἑτέρῳ ἄκρῳ τὸ ἕτερον ὐπάρχειν, μόνον τὸ
ὅτι ἔστιν εἰσόμεθα, οὐκέτι
δὲ τὸ διὰ τί ἐστιν οὐδὲ τὸν ὁρισμὸν ἕξομεν.
p. 93a39 ἰ τοίνυν τῷ Γ ὑπάρχει τὸ B.
Εἴη ἂν καταλληλότερον, εἰ ἡ λέξις ἔχοι ἀντὶ τοῦ εἰ τοίνυν τὸ εἰ γὰρ τῷ Γ ὑπάρχει τὸ Β'· τούτῳ γὰρ ἀκολουθεῖ τὸ εἰ δὲ μή, τὸ ὅτι, τὸ διότι δὲ οὕ. |
p. 93b12 Ἂνδὲπάλιντούτουἄλλο μέσον ᾖ, ἐκτῶνπαραλοίπων
Ἐπεὶ πολλάκις τοῦ μὲν διὰ τί δοκεῖ γίνεσθαι συλλογισμὸς τῷ τὸν μέσον ὅρον τῶν καθ' αὑτὸ
ὑπαρχόντων λαμβάνεσθαι, οὐ μὴν ἀναπόδεικτον τοῦτο τῷ τὸν μέσον ὅρον μὴ εἶναι ὁρισμὸν τοῦ
ἐτέρου τῶν ἄκρων μηδὲ
τὴν κυρίαν αἰτίαν εἶναι, ὅταν, φησί, τοιοῦτον τὸ
μέσον ληγθῇ ὡς ἔτι καὶ τοῦτο ἀποδεικτὸν εἶναι ἐκ τῶν ὐπολοίπων, ἅ καὶ αὐτὰ καθ' αὑτὰ
ὑπάρχει αὐτῷ καὶ μέρη πώς ἐστιν αὐτοῦ, χρὴ μέσον ὅρον λαμβάνοντας ἀποδει
κνύναι τὴν πρότασιν. ὅταν μἐν γὰρ ὁρισμὸς εἴη τὸ εἰλημμένον τοῦ μείζονος ἀκρου, ἄμεσός
ἐστιν καὶ ἀναπόδεικτος ἡ πρότασις ἐκείνη· οὐ γὰρ οἶόν τε
μέσον ὅρον εὑρόντα
τινὰ ἀποδεῖξαι τὸν ὁρισμόν· δέδεικται γάρ ὅτι ὁρισμοῦ ἀπόδειξις οὐκ ἔστιν. ὅταν δ' ᾖ μὲν
ἐκ τῆς οὐσίας ὁ μέσος ὅρος μηδέπω δ' ὀρισμὸς ᾖ, ἐκ τῶν ὐπολοίπων καὶ παραλελειμμένων
φησὶ δεῖν, ἅ καὶ αὐτὰ καθ' αὐτὰ ὐπάρχει τῷ δεικνυμένῳ καὶ ἔστιν αὐτῷ προσεχέστερα, τὸν
μέσον
p. 93 b 16 Ὥστε συλλογισμὸς μὲν τοῦ τί ἐστιν οὐ γίνεται οὐδὲ αποοειςις.
Ὅτι ἀπόδειξις μὲν οὐκ ἔστι τοῦ τί ἦν εἶναι, γίνεται δὲ γνώριμον ἐν
τῇ τοῦ
ὅτι ἔστι διὰ τῆς αἰτίας ἀποδείξει, ἥτις ἐστὶ καὶ κυρίως ἀπόδειξις· ἡ γὰρ προσεχὴς αἰτία
καὶ ἡ πρώτη καὶ οἰκεία τῆς τοῦ ὅτι δείξεως διὰ τοῦ ὁρισμοῦ καὶ τοῦ τί ἦν εἶναι
δείκνυται. διὸ καὶ ἀπόδειξις μὲν οὐκ ἔστι τοῦ τί ἐστιν οὐδὲ συλλογισμός, γίνεται μέντοι
δῆλον διὰ ἀποδείξεως
ἀποδεικνύντες γὰρ τὸ ὅτι ἔστι διὰ τοῦ τί ἧν εἷναι τοῦ
κατηγορουμένου ὅρου ἐν τῷ συμπεράσματι τὴν ἀπόδειξιν ποιούμεθα· τοῦτο δὲ γίνεται ἐφ’ ὧν
τὰ αἴτια ἄλλα ἐστὶ τῶν αἰτιατῶν καὶ ἀποδεικτά. ἐφ' ὧν δὲ
τὰ αὐτὰ x003E;
αἴτια τοῖς αἰτιατοῖς, ταῦτα ἀναπόδεικτα· διὸ οὐκέτι ἐπὶ τούτων ἡ τοῦ διὰ τί ἐστι ζήτησίς
τε καὶ εὕρεσίς ἐστι καὶ τοῦ τί ἦν εἶναι, ὅτι τὴν
ἀρχὴν μηδὲ ζητοῦμεν ἐν
τούτοις τὸ διὰ τί ἐστιν. ἔστι δὲ τὸ αὐτὸ τό τε πρᾶγμα καὶ τὸ αἴτιον αὐτοῦ ἐφ' ὧν ὁ
ὁρισμὸς λαμβάνεται τοῦ προκειμένου πράγματος· τοῦ γὰρ ἀνθρώπου αἴτιον τὸ ζῷον πεζὸν
δίπουν ταὐτὸν ἂν αὐτῷ. διὸ οὐκ ἔστι τούτου ἄλλο τι αἴτιον· ἀλλ' οὐδ' ἀπόδειξις πάλιν
ἐστὶ τοῦ τί ἐστιν.
p. 93 b19 Ὥσπερ καὶ ἐν τοῖς διαπορήμασιν εἴπομεν.
Ὥσπερ καὶ ἐν τοῖς ἔμπροσθεν ἀπορηθεῖσιν ἐρρήθη, τινῶν τὸ τί ἧν εἷναι δι' ἀποδείξεως εὑρίσκεταί τε καὶ γνωρίζεται, οἷς τῆς ὑπάρξεως ἕτερόν τί ἐστιν αἴτιον· οἷς δὲ οὐκ ἔστιν αἴτιον, τούτων οὐδ' ὁ ὁρισμὸς δι' ἀποδείξεως γινώσκεται.
Ρ. 93 b21 Ἔστι δὲ τῶν μὲν ἕτερόν τι αἴτιον, τῶν δ' οὐκ ἔστι καὶ τὰ ἑξῆς.
Δείξας ὅτι ἐν τῇ τοῦ ὅτι ἔστι διὰ τῆς προσεχοῦς αἰτίας δείξει καὶ ἡ τοῦ τί ἐστι γνῶσίς
τε καὶ εὕρεσις γίνεται, εἰπὼν δὲ τοῦτο γίνεσθαι ἐφ’
οὗ ἐστιν αἴτιον ἄλλο
ἐφ' ὧν γὰρ ἀποδεικτὸν τὸ ὅτι ἔστι, καὶ αἴτιόν τι
ἂν ἁπλῶς τὰ ὧν] ἐν οἷς εἰσιν οὐ δι' ἀποδείξεως ὄντα δείκνυται· τοὺς δ' ἐν
ἀποδείξει ληφθήσεσθαι, ὅταν τὰ ὧν οἱ ὁρισμοὶ ὅτι ἔστιν ἀποδείκνυται·
οἱ γὰρ
μέσοι ὅροι, δι' ὧν ἀποδείκνυνται, ἔσονται ὁρισμοὶ αὐτῶν.
p. 93 b 29 Ὁρισμὸς δ' ἐπειδὴ λέγεται εἶναι λόγος τοῦ τί ἐστι.
Ποσαχῶς ὁ ὁρισμὸς λέγεται καὶ περὶ ποίου τὰ δεδειγμένα εἴρηται,
δείκνυσί τε καὶ λέγει. ἦν δὲ ἐν οἷς προέθετο καὶ τοῦτο εἰπείν, τό τε τί
ἐστιν ὁρισμὸς καὶ ὧν. ἐπεὶ οὖν ὁ ὁρισμὸς λέγεται λόγος τοῦ τί ἐστι, πλεοναχῶς ἀκούσεται·
τὸ γὰρ τί ἐστι καὶ τὸ τί τί σημαίνει, ἀλλὰ καὶ τίς ἡ οὐσία τοῦ πράγματος, ἀλλὰ καὶ τὸ
εἶναι δηλοῖ. ὥστε ὁ ὁρισμὸς τῶν πλεοναχῶς λεγομένων εἴη ἄν. λόγος γὰρ τοῦ τί ἐστιν εἴη
ἂν καὶ ὁ δηλωτικὸς
λόγος τοῦ τί σημαίνει τοὔνομα, ᾧ ἐστὶ ἐστὶ καῚ τὸ
δεύτερον προστε | θειμένον τῇ λέξει μόνῃ διαφέρον αὐτοῦ τὸ ἢ λόγος ἕτερος ὀνοματώδης,
γὰρ τοῦ τριγώνου λόγον
ἔχων, ὅτι τὸ τρεῖς γωνίας σημαῖνον, ὀνοματώδη λόγον ἔχει καὶ δηλοῦντα τί σημαίνει
τοὔνομα· ἔτι γὰρ ζητεῖται ἐπὶ τῶν
τοιούτων λόγων τὸ διὰ τί ἐστι τὸ τοῦτο
σημαῖνον. χαλεπὸν δέ φησιν εἶναι λαβεῖν τὴν αἰτίαν τοῦ εἶναι ὃ ἀγνοεῖ τις ὅτι ἔστι·
δύσκολον γὰρ καὶ ἀδύνατον ὁρισμὸν μετὰ τῆς αἰτίας τινὸς λαβεῖν τούτον ὃ μὴ οἶδέ τις ὅτι
ἔστι τὴν ἀρχήν. ἄδηλον δὲ ἐπὶ τούτων τοῦτό ἐστι, διότι ἡ τοιαύτη γνῶσις
τοῦ ὅτι ἔστιν ἀπὸ συμβεβηκότος γίνεται.
p. 93b 35 Λόγος δ' εἷς ἐστι διχῶς, ὀ μὲν συνδέσμῳ, ὥσπερ ἡ Ἰλίας.
Ταῦτα ἐν μέσῳ εἴρηκεν ἐνδεικνύμενος περὶ τοῦ ὁρισμοῦ, ὅτι λόγον
κατηγορούμενον συμβεβηκότα μέντοι ἄμφω, οὐδ' ὁ συμβεβηκὸς οὐσίας
κατηγορῶν εἷς κυρίως λόγος, εἰ καὶ πρότασις μία· οὐ γὰρ μίαν φύσιν
σημαίνει.
διὰ ταύτης δὲ τῆς λέξεως παραιτοῖτο αν τὸν τοιοῦτον ὁρισμὸν τῷ ὀνόματι ταὐτὸν
σημαίνοντα· συνδέσμῳ γὰρ εἷς εἶναι δύναται.
p. 94 a3 Διαφέρει γὰρ εἰπεῖν διὰ τί βροντᾷ καὶ τί ἐστι βροντή.
Ὁ μὲν διὰ τί λέγων τὴν αἰτίαν λέγει τοῦ συμπεράσματος· οὕτω ὁ· ἀπόδειξις γίνετι. ὁ δὲ
λέγων τί ἐστι βροντή, συνάψας ὡς ἕνα λόγον,
λέγει τὸ συμπέρασμα μετὰ τῆς αἰτίας. τοῦτο γὰρ αἴτιον τοῦ μὴ ἀπόδειξιν
ἁπλῶς εἶναι· τῇ γὰρ θέσει διαφέρει τῆς ἀποδείξεως. τὸν γὰρ αὐτὸν λόγον ἄλλως μὲν
ὁριζόμενοι λέγομεν, ἄλλως δ' ἀποδεικνύντες. ἀποδεικνύντες γὰρ ‘βροντή ἐστι πυρὸς
ἀπόσβεσις ἐν νέφει, ἡ ἀπόσβεσις πυρὸς ἐν νέφει ψόφος ἐστὶν ἐν νέφει, βροντὴ ἄρα ἐστὶ
ψόφος ἐν νέφει' ἢ συνείροντες οὕτως
‘βροντή ἐστι διὰ ἀπόσβεσιν πυρὸς ἐν
νέφει ψόφος', ὁριζόμενοι δὲ λέγομεν βροντὴν εἶναι ψόφον ἐν νέφει διὰ πυρὸς ἀπόσβεσιν,
ταύτὰ μὲν λέγοντες δι'
ἀμφοτέρων τῶν λόγων, οὐ μὴν ὁμοίως, ἀλλ' ἐν μὲν τῷ
ὁρισμῷ τὴν αἰτίαν καὶ τὸν μέσον ὅρον ὕστερον τιθέντες, ἐν δὲ τῇ ἀποδείξει μέσον τε καὶ
πρὸ τοῦ συμπεράσματος. ἀπόδειξιν δὲ συνεχῆ ἔφη, ἢ ὅτι ἐν πρώτῳ σχήματι·
τὰ
γὰρ ἐν τούτῳ συνεχῆ τὴν τάξιν καὶ τὴν ἀκολουθίαν λαμβάνει τῷ τὸν μέσον μὴ ἔξω τῶν ἄκρων
ἀλλὰ μεταξὺ κεῖσθαι. ἢ συνεχῆ, ὅτι μὴ διῃρημένη εἰς προτάσεις ἀλλ' ὑφ' ἓν ἐξενηνεγμένη·
ὁ γὰρ λέγων λόγος ‘διὰ τὸ ἀποσβέννυσθαι τὸ πῦρ ἐν τοῖς νέφεσιν ὁ ἐγγινόμενος ἐν αὐτοῖς
ψόφος βροντή
ἐστιν' οὐκ ἔχει διῃρημένον τὸν λόγον εἰς τὰς προτάσεις οὐδὲ
δὶς τὸν
μέσον λαμβανόμενον, ἀλλὰ συνεχεῖς εἴρηκε τοὺς ὅρους.
p. 94 a13 Τρίτος δὲ τῆς τοῦ τί ἐστιν ἀποδείξεως συμπέρασμα.
Πῶς μὲν ἔστι τοῦ τί ἐστιν ἀπόδειξις, ὅτι λαμβάνεται ἐν ἀποδείξει· οὐκ ἔστι δ' οὕτως ὥστε ἀπόδειξιν αὐτοῦ εἶναι. ἣ ὅτι ὅτι τοῦ μὲν ὡς συμπεράσματος ὁρισμοῦ ἔστιν, τοῦ δ' ὡς2 ἀποδείξεως οὐκ ἔστι.
Καὶ τίνων ἔστι καὶ τίνων οὐκ ἔστιν ἀπόδειξις. τῶν μὲν γὰρ
ἀπὸ τῆς αἰτίας
λαμβανομένων, οἳ τῆς ἀποδείξεως διαφέρουσι θέσει, καὶ τῶν
Ἔτι δ' ὁρισμὸς ποσαχῶς λέγεται, ὅτι τετραχῶς.
Καὶ πῶς τὸ τί ἐστι δείκνυσι ἰαὶ πῶς οὔ· ὡς μὲν γὰρ ἐν ἀποδείξει λαμβανόμενος δείκνυσιν, ὡς δὲ δι' ἀποδείξεως δεικνύμενος οὐ δείκνυσι.
καὶ τίνων ἔστι καὶ τίνων οὔ, ὅτι τῶν μὲν ἁπλῶν ἔστι, τῶν δὲ
συνθέτων οὐκ
ἔστιν· ὁ γὰρ ὁρισμὸς λόγος ἓν καθ' ἑνὸς δηλῶν. ἢ ὅτι οὐκ ἔστι μὲν τῶν ἀναποδείκτων
θέσεων, τῶν δ' ἄλλων ἔστιν.
Ἔτι δὲ πρὸς ἀπόδειξιν πῶς ἔχει, ἔχει, ὅτι θέσει διαφέρει τῆς ἀποδείξεως, καὶ ὅτι ὃ μὲν δείκνυται δι' ἀποδείξεως, οὐκέτι δι' ὁρισμοῦ, καὶ ἔμπαλιν, καὶ ὅτι ὁρισμὸς ἀποδείξει ταὐτὸν τῇ θέσει διαφέρων.
p. 94 a20 Ἐπεὶ δ' ἐπίστασθαι οἰόμεθα.|
Ὅτι τετραχῶς τοῦ αἰτίου λεγομένου, εἰδικοῦ, ὑλικοῦ, ποιητικοῦ, τελικοῦ,
ὁ μέσος ὅρος δύναται ἀφ' ἑκάστου τούτων x003E; τεσσάρων λαμβάνεσθαι ἐν τῇ
τοῦ διὰ τί γνώσει τε καὶ ἀποδείξει, ἥτις καὶ μάλιστα ἐπιστήμαη ἐστί.
p. 94 a 23 Πᾶσαι αὗται διὰ τοῦ μέσου δείκνυνται.
Πάσας τὰς αἰτίας φησὶ διὰ τοῦ μέσου δείκνυσθαι, τουτέστι λαμβάνεσθαι διὰ τοῦ μέσου· οὐ
γὰρ αἱ αἰτίαι διὰ τοῦ μέσου ἀποδείκνυνται, ἀλλὰ
λαμβανόμεναι διὰ τοῦ μέσου καὶ μέσοι ὅροι γινόμεναι ἐν ταῖς ἀποδείξεσι
δείκνυνται, ὡς ἐδείχθη ἐπὶ τῆς κατὰ τὸ τί ἦν εἶναι αἰτίας.
Διὰ τοῦ τίνος ὄντος ὀρθή; ἐδήλωσε τὸν τρόπον τῆς αἰτίας, ὅτι τὴν ὡς ὕλην αἰτίαν ζητεῖ.
τοῦ δὲ συμπεράσματος τοῦ τὴν ἐν ἡμικυκλίῳ γωνίαν ὀρθὴν εἶναι αἴτιον ὡς ὑλη μέσος ὅρος
ληφθεὶς τὸ δύο ὀρθῶν
ἡμίσεια· δέδεικται δὲ τοῦτο ἐν τῷ τρίτῳ τῶν Εὐκλείδου
Στοιχείων. οὐχ ὅτι δὲ ὕλη τοῦ τὴν ἐν ἡμικυκλίῳ γωνίαν ὀρθὴν εἶναι τὸ ἡμίσειαν
>εἶναι>
δύο ὀρθῶν λέγει, ἀλλ' ὅτι τοῦτο ληφθὲν τὰς δύο προτάσεις
ἐποίησεν, αἳ ὗλαί εἰσι τοῦ σθλλογισμοῦ. ὡς συλλογισμοῦ οὖν ὕλη ἀλλ' οὐχ ὡς τοῦ ὀρθὴν
εἶναι τὴν ἐν ἡμικυκλίῳ· τοῦτο γὰρ μᾶλλον ὡς τοῦ τί ἦν
εἶναι αἴτιον εἶναι τὸ
ἡμίσειαν εἶναι δύο ὀρθῶν, εἰ λόγον τις τοῦτο τῆς ὀρθῆς ἀποδοίη.
p. 94a32 Τοῦ B οὖν ὄντος ἡμίσεος δύο ὀρθῶν τὸ A τῷ Γ
Ὅτι ὁ μέσος ὅρος οὗτος ὁ τὰς δύο προτάσεις ποιῶν καὶ διὰ τοῦτο ὡς ὕλη ἐν τῷ συλλογισμῷ
αἴτιος ὢν καὶ ἴσος ὢν τῷ A, ἐπεὶ ὁ ἴσος τινὶ
ὀνόματι λόγος ὁρισμὸς ἐκείνου
εἶναι δοκεῖ, κατὰ τοῦτο τὸ σημαινόμενον, φησίν, εἴη ἂν ὁρισμὸς καὶ τί ἧν εἶναι τοῦ
κατηγορουμένου ἐν τῷ συμπεράσματι τί σημαίνει ἡ ὀρθὴ λέγων, οὐ τίς ἡ οὐσία αὐτῆς· ἧν γάρ
τι τοῦ
ὁρισμοῦ σημαινόμενον καὶ τοιοῦτον· ὁ γὰρ λέγων ὁρισμὸς ὅτι δύο ὀρθῶν
ἡμίσειά ἐστι τί σημαίνει ἡ ὀρθὴ λέγοι ἄν, οὐ τί ἐστιν. εἰ δὴ ὁ μέσος ὅρος,
καθὸ αἴτιος τῶν δύο προτάσεων, τὴν ὑλικὴν αἰτίαν ἔχει, δῆλον ὅτι κατ᾿ ἄλλο μὲν ὡς ὕλη
αἴτιος ἔσται, κατ᾿ ἄλλο δὲ ὡς εἶδος ἢ ποιητικὸν ἢ τελικὸν αἴτιον. εἰ γὰρ κατὰ πάντας
τοὺς τρόπους τοῦ αἰτίου μέσος λαμβάνεται, ὡς δείκνυσι, καθ᾿ ὃν δ᾿ ἄν ληφθῇ, τῷ μέσος
εἶναι αἴτιός ἐστι τῶν δύο προτάσεων, εἴη ἄν, καθ᾿ ὅν ἄν τρότον αἰτίου λαμβάνηται,
ἀναγκαίως ὡς
ὕλη γινόμενος αἴτιος. οὐ μόνον δ᾿ ἡ τοιαύτη ὕλη, <ἥ> τις ἐστὶν ἐν
συλλογισμῷ οὖσα τοῦ συμπεράσματος ὕλη, ἀλλὰ καὶ ἡ κυρίως λεγομένη ὕλη, ἥτις ἐστὶ τοῦ
δεικνυμένου πράγματος ὕλη, μέσος ὅρος λαμβάνεται ἐν συλλογισμῷ.
p. 94b8 Ὅσων δ᾿ αἴτιον τὸ ἕνεκά τινος, οἷον διὰ τί περιπατεῖ;
καὶ τὰ
ἑφῆς.
Ὄντος τοῦ συλλογισμοῦ τοιούτου, μετὰ ταῦτα δείκνυσι πῶς τὸ ὑγιαίνειν. ὅπερ τέλος καὶ οὗ
ἕνεκα τῷ δεῖν ἀπὸ δείπνου περιπατεῖν, μέσος ὅρος
ἐλήφθη. δοκεῖ γὰρ ἐπὶ τοῦ
προκειμένου συλλογισμοῦ τοῦτο μὲν κατηγορεῖσθαι, τὸ δὲ μὴ ἐπιπολάζειν τὰ σιτία πρὸς τῷ
στόματι τῆς
κοιλίας μέσος ὅρος εἰλῆφθαι. δεικνὺς δὴ τοῦτο λέγει τί οὖν
αἴτιον τῷ Γ τοῦ τὸ Α ὑπάρχειν, τὸ οὗ ἕνεκα;ὅ ἴσον ἐστὶ τῷ ῾τί οὗν αἴτιον ὡς τέλος τε καὶ
οὗ ἕνεκα τῷ Γ, τῷ ἀπὸ δείπνου περιπατεῖν, δι᾿ ὃ καὶ τὸ A ὑπάρχει αὐτῷ;᾿. τὸ δὴ Β, φησίν,
ὅπερ ἧν τὸ μὴ ἐπιπολάζειν τὰ σιτία
δεικτικὸν παρέθετο εἰπὼν τὸ γὰρ A οὕτως ἀποδοθήσεται· ὑγιαίνειν
γάρ ἐστι τὸ μὴ ἔχειν ἐπιπολάζοντα τὰ σιτία τῷ στόματι τῆς κοιλίας. ὁ ἄρα
τοῦ
αἰτίου τοῦ οὗ ἕνεκα ὅρος μέσος τεθεὶς ἔδειξε τὸ διὰ τί. εἰπὼν δὲ τοῦτο δ' ἐστὶν ὥσπερ
ἐκείνου λόγος, τοῦ ὑγιαίνειν τὸ μὴ ἐπιπολάζειν τὰ σιτία (οὐ γὰρ οὗτος ἁπλῶς ὑγείας
ὁρισμός), ὅτι ὡς ὁρισμὸν ὄντα τῆς ὑγείας λαμβάνει ὁ δι' αὐτοῦ δεικνύς, ἐδήλωσεν εἰπὼν τὸ
γὰρ A οὕτως ἀποδοθήσεται· Ι τὸ γὰρ ὑγιαίνειν οὕτως ἀποδώσει ὁ διὰ τούτου δεικνὺς
ὑγείας χάριν γίνεσθαι τὸν ἀπὸ δείπνου περίπατον. οὐκοῦν εἰ τῆς μὲν ὑγείας,
ὅ ἐστιν οὗ ἕνεκα, λόγος καὶ ὁρισμός ἐστι τὸ μὴ ἐπιπολάζειν τὰ σιτία, διὰ δὲ τὸ μὴ δεῖν
ἐπιπολάζειν τὰ σιτία τὸ ἀπὸ δείπνου περιπατεῖν, δι' αἰτίου τοῦ οὗ ἕνεκα μέσου τεθέντος
εἴη ἂν ὁ συλλογισμὸς γεγονὼς τοῦ ἀπὸ δείπονυ δεῖν περιπατεῖν οὐδὲν γὰρ διαφέρει ἢ αὐτό
τι ἢ τὸν ὁρισμὸν αὐτοῦ
ληφθῆναι), ὡς εἶναι τὸν συλλογισμόν· τῷ ἀπὸ δείπνου περιπατεῖν ἕπεται τὸ μὴ
ἐπιπολάζειν τὰ σιτία τῶ στόματι τῆς κοιλίας ἴσον ὂν τῷ ὑγιαίνειν· τὸ δ' ὑγιαίνειν καὶ μὴ
ἐπιπολάζοντα ἔχειν τὰ σιτία προσῆκον καὶ δέον· τὸ ἀπὸ δείπνου ἄρα περιπατεῖν προσῆκον. ἢ
οὕτως· δεῖ ὑγιαίνειν, τουτέστι μὴ ἔχειν ἐπιπολάζοντα τὰ σιτία τῷ στόματι τῆς κοιλίας·
τοῦτο δὲ γίνεται διὰ
τοῦ μετὰ δεῖπνον περιπάτου· δεῖ ἄρα μετὰ δεῖπνον
περιπατεῖν.
p. 94 b18 Τί οὖν αιτιον τῷ Γ τοῦ τὸ A ὑπάρχειν; καὶ τὰ ἑξῆς.
Δαβὼν τὸν δοκοῦντα τῆς ὑγείας ὁρισμόν, <ὃν> εἴληφε μέσον ὅρον, διὰ τούτου δείξας
μέσον ὅρον ἐν τῇ ἀποδείξει γινόμενον τὸ οὗ ἕνεκα αἴτιον, ὅτι μηδὲν διαφέρει τὸν ὁρισμὸν
ἢ οὗ ὁ ὁρισμός ἐστι λαβεῖν μέσον, ἐνεδείξατο
εἰπὼν δεῖ δὲ μεταλαμβάνειν τοὺςλόγους· ἐν γὰρ τῇ μεταλήψει τῶν ὀνομάτων εἰς
τοὺς λόγους φανερώτερα γίνεται τὰ λεγόμενα. ἐπὶ γοῦν τοῦ προκειμένου τὸ μὲν τὸν ἀπὸ
δείπνου περίπατον ὑγείας χάριν γίνεσθαι οὔτε γνώριμον τῷ μὴ δῆλον εἶναι πῶς ἐστιν αἴτιον
ὑγείας· ἀντὶ δὲ τῆς ὑγείας μεταληφθέντος τοῦ μὴ ἐπιπολάζειν τὰ σιτία τᾷ στόματι τῆς
κοιλίας γνώριμον
ὅτι οὕτως ἂν ἀποδεικνύοιμεν καὶ γνώριμον τὸ λεγόμενον ποιοῖμεν, εἰ τὸν
ὁρισμὸν λαβόντες τοῦ οὗ ἕνεκα δι' ἐκείνου δεικνύοιμεν αὐτό. ὁ δὲ τοῦ οὗ
ἕνεκα ὁρισμὸς οὐδὲν ἄλλο ἢ τὸ οὗ ἕνεκέν ἐστιν· ὥστε, ὅταν οὗτος ᾖ μέσος, τὸ οὗ ἕνεκεν
αἴτιον μέσον λαμβάνεται.
p. 94 b23 Αἱ δὲ γενέσεις ἀνάπαλιν ἐνταῦθα.
Ὅτι αἱ γενέσεις ἀνάπαλιν ἔχουσιν ἐπὶ τῶν τελικῶν αἰτίων καὶ
ἐπὶ τῶν
ποιητικῶν· τὰ μὲν γὰρ ποιητικὰ αἴτια πρῶτα γίνεται τοῦ πράγματος, τὰ δὲ τελικὰ
τελευυταῖα.
p. 94 b27 Ἐνδέχεται δὲ τὸ αὐτὸ καὶ ἕνεκά τινος εἶναι καὶ ἐξ αναγκης.
Ὀτι ἐνδέχεται τὸ αὐτὸ καὶ ἐξ ἀνάγκης εἶναι καὶ ἕνεκά του.
ὁμοίως τε καὶ
γενέσθαι ἐνδέχεται ἐξ ἀνάγκης καὶ ἕνεκά του. καὶ ἔστι τὸ μὲν ἐξ ἀνάγκης αἴτιον τὸ
ὑλικόν, τὸ δὲ ἕνεκά του <τὸ> τελικόν, ὡς δύο
αἰτίας τὸ αὐτὸ ἔχειν τοῦ
εἶναι, ὡς τὸ διὰ τοῦ λαμπτῆρος φῶς, καὶ τοῦ γίνεσθαι, ὡς τὴν βροντήν, τήν τε ὑλικὴν καὶ
τὴν τελικήν ἔστι δ' ἐν τοῖς κατὰ φύσιν γινομένοις τὸ μὲν ἐξ ἀνάγκης γινόμενον παρὰ τῆς
ὕλης,
τὸ δ' ἕνεκά τινος παρὰ τοῦ εἴδους), πλεῖστα δὲ τοιαῦτα ἅμα εἶναι ἄμφω
ἔχοντα ἐν τοῖς φύσει γινομένοις τε καὶ συνεστῶσι· διττὴ γὰρ ἡ φύσις, ἡ μὲν ἕνεκά του
ποιοῦσα, ἡ κατὰ τὸ εἶδος, ἡ δὲ ἐξ ἀνάγκης, ἠ ὑλική.
p. 94 b34 Πλεῖστα δὲ τοιαῦτά ἔστι, καὶ μάλιστα ἐν τοῖς κατὰ
φυσιν
συνισταμενοις.
Πλεῖστα εἶπεν ἐν τοῖς κατὰ φύσιν. οὐ γὰρ μονον ἐν τούτοις ἀλλὰ καὶ ἐν τοῖς κατὰ τέχνην γινομένοις· ὁ γὰρ λαμπτὴρ κατὰ τέχνην γεγονὼς ἔχει τοῦ φωτίζειν ἀμφότερα τὰ αἴτια.
p. 94 b36 Ἡ μὲν γὰρ ἕνεκά του ποιεῖ φύσις, ἡ δ' ἐξ ἀνάγκης.
Ὅτι δύο αἱ φύσεις, ἡ μὲν ἕνεκά του ποιοῦσα, ἡ κατὰ τὸ εἶδος,
ἡ δὲ ἐξ
ἀνάγκης, ἡ ὑλική.
p. 94 b37 Ἡ δὲ ἀνάγκη διττή.
Ὅτι καὶ ἡ ανάγκη διττή, ἡ μὲν κατὰ φύσιν, ἡ δὲ βίᾳ.
p. 94 b37 Η μὲν γὰρ κατὰ φύσιν καὶ τὴν ὁρμήν, ἡ δὲ βίᾳ ἡ παρα την ορμην.
Τὸ μὲν κατὰ φύσιν ἀναγκαῖον πᾶν ἔχει καὶ τὴν ἕνεκά <του> ἠ γὰρ κατὰ τὸ εἶδος
αἰτία τοιαύτη, ἐκτὸς εἰ μὴ πήρωμά τι γεγονὸς εἴη ἢ ἄλλο ἐπακολούθημα ὑλικοῦ
περιττώματος. ἡ δὲ βίαιος ἀνάγκη δύναται
καὶ τὸ ἕνεκά του ἔχειν· ῥίψοι γὰρ
ἄν τις τὸν λίθον καὶ τινὸς χάριν· οὐ μὴν ἀλλὰ καὶ δύναται καὶ εἰκῇ καὶ μάτην
γίνεσθαι.
p. 95 a3 Εν δὲ τοῖς ἀπὸ διανοίας τὰ μὲν οὐδέποτε ἀπὸ ταὐτομάτου ὑπάρχει.
Καὶ τῶν μὲν φύσει γινομένων καὶ ἐξ ἀνάγκης καὶ αὐτομάτως τινὰ γίνεται· τὸ γὰρ αὐτόματον
ἐν τοῖς Ι γινομένοις φύσει. τῶν δ' ἀπὸ διανοίας
ἔνια μὲν
αὐτῶν ἐπιδέχεται, ἔνια δ' οὔ. καὶ διὰ τούτων δείκνυσιν ὅτι τὸ ἕνεκά του ποιεῖν ἔν τε τῇ
φύσει ἐστὶ καὶ ἐν τῇ διανοίᾳ.
p. 95 a5 Τὰ δὲ καὶ ἀπὸ τυχης, οἷον ὑγίεια καὶ σωτηρία.
Εἰπὼν τὰ μὲν ἀπὸ διανοίας γινόμενα μὴ γίνεσθαι ἀπὸ τύχης τὰ δὲ γίνεσθαι, τίνα ἐστὶ
καθόλου, ἐν οἷς τὸ αὐτὸ οἷόν τε καὶ ἀπὸ διανοίας
καὶ ἀπὸ τύχης γίνεσθαι, λέγει. τῶν γὰρ κατὰ τέχνην γινομένων ὅσα ἐνδέχεται
καὶ οὕτως καὶ οὕτως γίνεσθαι, τουτέστι καὶ κατὰ τὴν βούλησιν τοῦ τεχνίτου καὶ παρὰ
ταύτην, ἐν τούτοις τὸ αὐτὸ οἷόν τε καὶ ἀπὸ διανοίας καὶ ἀπὸ τύχης γίνεσθαι. εἰσὶ
τοιαῦται τῶν τεχνῶν αἱ στοχαστικαί· αὗται γὰρ περὶ τοιαῦτα καταγίνονται ὡς ἐνδέχεσθαί
ποτε καὶ τὸ ἀντικείμενον
ἀποβῆναι, διὰ τὸ μὴ εἶναι ὡρισμέωα καὶ πρόδηλα οἷς
τε χρῶνται καὶ μὴ. περὶ δὲ τὰ οὕτως ἐνδεχόμενα καὶ μὴ οὕτως καὶ ἡ τύχη ἐστίν,
ὅταν μὴ κατὰ βούλησιν τοῦ τεχνίτου γένηται, καὶ] ὅτι τὸ ἕνεκά του ἢ φυσει η τεχνῃ, ού
μὴν από τυχης.
p. 95 a6 Μάλιστα δὲ ἐν ὅσοις ἐνδέχεται καὶ ὧδε καὶ ἄλλως.
’Ev γὰρ τοῖς ἐνδεχομένοις καὶ οὕτως καὶ μὴ οὕτως, οὐ τοῖς ἀπὸ τύχης
σθαι, ὅταν γὰρ τῷ γινομένῳ κατὰ τέχνην ἄλλο τι ἀπαντήσῃ παρὰ
τὸ οὗ χάριν ἐγίνετο. ἐν δὲ τοῖς τοιούτοις, ὅταν μὴ ἀπὸ τὐ χης γένηται τὸ
γενόμενον, τότε ἕνεκά του καὶ ἀπὸ διανοίας γίνεται.
p. 95a10 Τὸ δὲ αὐτὸ αἴτιόν ἐστι τοῖς γινομένοις καὶ τοῖς γςεγε- νημένοις.
Τὸ αὐτό, φησίν, αἴτιον εἶναι δεῖ τῷ εἴδει (τοῦτο γὰρ ἐνδεῖ τῇ λέξει) τοῖς γινομένοις
τοῦ γίνεσθαι καὶ τοῖς γεγονόσι τοῦ γεγονέναι καὶ
τοῖς ἐσομένοις τοῦ ἔσεσθαι
καὶ τοῖς οὗσι τοῦ εἶναι, ἀλλὰ τοῖς μὲν γινομένοις γινόμενον τὸ αὐτό, τοῖς δὲ γεγονόσι
γεγονός, τοῖς δὲ ἐσομένοις ἐσόμενον, ὥσπερ τοῖς οὖσιν ὄν. τὸ δ᾿ ὥσπερ καὶ τοῖς οὖσιν οὐκ
ἀργῶς πρόσκειται· ὃ γὰρ τοῖς οὖσι, τοῦτο κἀκείνοις ὁμοίως κατὰ τὸν χρόνον
ἀκολουθεῖ. εἰπὼν δὲ τὸ αὐτὸ αἴτιον εἶναι, πῶς τὸ αὐτό, ὅτι οὐ τῷ ἀριθμῷ
ἀλλὰ τῷ εἴδει, ἐδήλωσεν εἰπὼν πλὴν τοῖς μὲν οὖσιν ὄν, τοῖς δὲ γινομένοις γινόμενον, τοῖς
δ᾿ ἐσομένοις ἐσόμενον· ἰσοχρονεῖ γὰρ τὸ αἴτιον τῷ αἰτιατῷ· οὐ γὰρ οἷόν τε τὸ αὐτὸ κατ᾿
ἀριθμὸν ἅμα τε εἶναι καὶ ἔσεσθαι. εἰκότως δὲ συνδιαιρεῖται κατὰ τοὺς χρόνους τὰ κυρίως
αἴτια τοῖς αἰτιατοῖς· ἄμα γὰρ τῇ φύσει ὡς πρός τι, ὥστ᾿ ἀδύνατον ὄντος τοῦ
αἰτίου μὴ καὶ τὸ αἰτιατὸν εἶναι. ἢ εἰ αἴτιον λαμβάνοιτο καὶ [μὴ] οὗ ἐστιν
αἴτιον ἐπὶ τῶν μὴ ἅμα, σώξοιτ᾿ ἄν τό τε μηδὲν ἀναιτίως γίνεσθαι καὶ τὸ μὴ πάντα ἐξ
ἀνάγκης, ὃ ἔθεντό τινες ὡς ἑπόμενον τῷ μηδὲν ἀναιτίως γίνεσθαι, κάτωθεν καὶ ἀπὸ τῶν
ὑστέρων τὴν ἀνάγκης ἀκολουθίαν ἡμῶν λαμβανόντων. ἣν καὶ ἐν τοῖς φυσικοῖς μὲν ἔδειξεν
εἰπὼν ἐν τῷ γίνεσθαι
ἐξ ὑποθέσεως τὸ ἀναγκαῖον εἶναι· εἰ γὰρ τὸ ὕστερον, ἐξ
ἀνόγκης τὸ πρότερον. καὶ νῦν δὲ τὸ αὐτὸ λέγει, ὅτι ἐκ τῶν ὑστέρων ἀρχόμενον
σώζεἐσόμενον· τὸ τῶν μὲν γεγονότων γεγονὸς καὶ τὸ αἴτιον εἶτιον εἶναι, τῶν δ᾿ ἐσομένων
ἐσόμενον· οὐκέτι μέντοι, εἰ τὸ πρῶτον, καὶ τὸ δεύτερον, ὅτι μὴ πάντως
ὄντι τῷ πρώτῳ ἕπεται τὸ καὶ αἰτίῳ εἷναι.
p. 95 a22 Τὸ μὲν οὖν οὕτως αἴτιον καὶ οὗ αἴτιον ἅμα γίνεται.
Ἀνάγκη πάντα τὰ αἴτια καὶ τὰ αἰτιατὰ συνυπάρχειν ἀλλήλοις, ἐὰν τὰ κατ’ ἐνέργειαν ὄντα
αἴτια λαμβάνηται· ταῦτα γὰρ καὶ κυρίως αιτια καὶ
συνυπάρχοντα ἐξ ἀνάγκης
τοῖς ὁμοίως λαμβανομένοις αἰτιατοῖς. αἴτια γὰρ
τὰ μὲν δυνάμει ἐστὶ τὰ δ'
ἐνεργείᾳ τὰ δὲ τῷ πεποιηκέναι· ὡς δ' ἔχει τὰ αἴτια, οὕτως ἔχει καὶ τὰ αἰτιατά.
p. 95 a24 Ἐπὶ δὲ τῶν μὴ ἅμα ἆρ' ἔστιν ἐν τῷ συνεχεῖ χρόνῳ.
Πῶς ἡ κατὰ τοὺς χρόνους ἀκολουθία σώζεται ἐφ' ὧν μὴ συνυπάρχειν δοκεῖ μηδὲ σύγχρονον τὸ
αἴτιον τῷ αἰτιατῷ, ἀλλὰ τὸ μὲν αὐτῶν
πρῶτον εἶναι τὸ δὲ δεύτερον; δοκεῖ γὰρ
εἶναί τινα καὶ οὕτως αἴταια· τοῦτο δ' ἐν οἷς τὸ πρῶτον γεγονὸς δοκεῖ τοῦ μετ' αὐτὸ
<αἴτιον> εἶναι. δ' ὅτι μή ἐστι πάντως τὸ πρῶτον γεγονὸς αἴτιόν τινι τῶν μετ' αὐτό.
λαμβάνει δὲ πάντας τοὺς χρόνους, καθ' ἃς δύναται | τὸ πρῶτον τῶν μετ'
δύναται ἀληθὲς εἶναι τὸ πρῶτον τῶν μετ' αὐτὸ αἴτιον
εἶναι, ἐπεὶ δεῖ πάντως ἀκολουθεῖν ἀλλήλοις τὸ αἴτιον καὶ τὸ αἰτιατόν.
p. 95 a26 Τοῦ τόδε γενέσθαι ἕτερον γενόμενον.
Ἀντὶ τοῦ ‘τοῦ ὕστερον γεγονότος πρὸ αὐτοῦ γεγονός', ὡς ἄμφω ἐπὶ τῶν γεγονότων εἶναι, οὐ
μὴν καὶ ἅμα, ὥσπερ τὸ δεύτερον ἄμφω ἐπὶ τῶν
ἐσομένων καὶ τὸ τρίτον ἄμφω ἐπὶ τῶν γινομένων· τοιοῦτον γὰρ λαὶ τοῦ
γίνεσθαι δ', εἴ τι ἔμπροσθεν ἐγένετο· γράφεται δὲ καὶ τοῦ γίνεσθαι τὸ τοῦτο γεγονέναι.
διὰ γὰρ τούτων εἴληφε ποτὲ μὲν ἐπὶ τοῦ παρεληλυθότος χρόνου ἀμφότερα, τό τε αἴτιον καὶ
τὸ αἰτιατόν, ποτὲ δ' ἐπὶ τοῦ μέλλοντος. σώζεται δ' ἐπὶ τούτων ἡ ἀκολουθία, ἐὰν ἀπὸ τῶν
ὑστέρων
γένηται καὶ τῶν αἰτιατῶν.
p. 95 a28 Ἀρχὴ δὲ καὶ τούτων τὰ γεγονότα καὶ τὰ ἑξῆς.
Ὅτι ἐπὶ τῶν γεγονότων οὐκ ἀναγκαία ἡ ἀπὸ τοῦ πρώτου γεγονότος ἀρχὴ τῆς ἀκολουθάς ἐπὶ τὸ
μετ' αὐτὸ καὶ δι' αὐτὸ γεγονὸς ὡς εἶναι, ὥσπερ ἐπὶ τοῦ αἰτίου ἀληθὲς τὸ γεγονέναι, οὕτως
καὶ ἐπὶ τοῦ αἰτιατοῦ
γεγονέναι καὶ τὸ αἰτιατόν. ἐν γὰρ τῷ μεταξὴ χρόνῳ, ἐν ᾧ τὸ μὲν ἕτερον
γέγονεν, οἷον ὁ θεμέλιος, τὸ δὲ ἕτερον οὔ, ὡς ἡ οἰκία, οὐκ ἔστιν ἀληθὲς εἰπεῖν ὅτι, ἐπεὶ
θεμέλιςο γεγονε, καὶ οἰκία γέγονεν· τὸ γὰρ γεγονέωαι λεγόμενον τὸ μήπω γεγονὸς οὐκ
ἀληθές. ὥστε <οὐ> συγχρονήσει τῷ αἰτιατῷ τὸ αἴτιον οὕτω λαμβανομένης τῆς
ἀκολουθίας.
δεῖ δὲ τὸ ὥστ' ἐπεὶ τοῦτ' ἀληθὲς τοῖς πρὸ αὐτοῦ συνάπτειν ἔτι·
οὔτε Τὰρ ἀοριστου οὔτε ὁρισθέντος ἔσται χρόνου ὃ ἐδήλωσε διὰ
τούτου. ὡς δ'
ἐπὶ τῶν γεγονότων ψευδὴς ἡ ἀκολουθία, οὕτω καὶ ἐπὶ τῶν ἐσομένων· οὐ γὰρ ἀληθὲς ἐπὶ τῶν
ἐσομένων ἔσται ἀεὶ ὅτι, εἰ τὸ πρῶτον, ἔσται καὶ τὸ μετ' αὐτό, οὐδ' ἐπεὶ τόδε γέγονε,
τόδε ἔσται. καὶ
λέγει τούτου τὸ αἴτιον, ὃ καὶ τῶν φθασάντων ἐστὶν αἴτιον,
ὅτι τὸ μέσον δεῖ, τουτέστι τὸ αἴτιον τὸ χυρίως αἴτιον τοιοῦτον ᾧ πάντως τὸ αἰτιατὸν
συνθπάρχει ὁμόγονον εἶναι τῷ αἰτιατῷ, τουτέστι τοῦ αὐτοῦ χρόνου καὶ συνθπάρχειν λαὶ ὁμοῦ
γίνεσθαι.
p. 95 a39 Ἔτι οὔτε ἀόριστον ἐνδέχεται εἶναι τὸν χρονον.
Ζητεῖ, εἰ μὴ ἐξ ἀνάγκης ἕπεται τοῖς πρώτοις τὰ δεύτερα μηδ'
ἐστὶ τὸ πρῶτον
γινόμενον καὶ αἴτιόν τινος ἐσομένου, διὰ ποίαν αἰτίαν μετὰ τὰ πρῶτα γίνεταί τινα καὶ
ἔστι συνέχεια αὐτῶν, ὥστε μετὰ τὸ γεγπμέμαο τόδε τι, φέρε εἰπεῖν θέρος, γίνεσθαι
μετόπωρον καὶ μὴ διαλείπειν, εἴ γε μὴ ἐστιν αἴτιον τοῦ μετοπώρου τὸ θέρος. ἐν μὲν οὖν τῷ
Η τῆς Φυσικῆς
ἀκροάσεως ζητῶν τοῦτο φυσικὴν αὐτοῦ τὴν αἰτίαν ἀποδέδωκεν,
ὅτι ἡ τοῦ πέμπτου σώματος ἀίδιος περιφορὰ αἰτία τοῦ τὴν γένεσιν συνείρειν. ἐνθάδε δὲ
ὅσον μόνον λῦσαι τὸ ἀπορούμενον λέγει. φησὶ γὰρ ὅτι οὐδὲ
τὴν ἀρχήν ἐστι
συνεχῆ τὰ γινόμενα τοῖς γεγονόσιν· οὐ γάρ, εἰ ὁ χρόνος ὁ πᾶς συνεχὴς ἑαυτῷ, ἤδη καὶ ὁ
τούτων χρόνος, ἐν ᾧ ταῦτα γίνεται,
συνεχής. ὥστ' εἰ μὴ εἴη τοῦτο, οὐδ' ἂν
αἴτια αὐτοῦ δεόντως ἐπιζητοῖτο. ὅτι οὖν μή ἐστιν ἐχόμενα καὶ συνεχῆ τὰ γεγονότα τοῖς
γινομένοις, δείκνυσι δείξας πρῶτον ὁτι μηδὲ τὰ γεγονότα ἀλλήλοις ἐστὶ συνεχῆ, εἰ
μὴ ἐν χρόνῳ ἀλλ' ἐν πέρατι χρόνου γεγονέναι. τὸ μὲν γὰρ
γινόμενον πᾶν ἐν χρόνῳ γίνεται, τὸ δὲ γεγονὸς ἐν πέρατι χρόνου· τοῦτο δ' ἐστὶ τὸ
νῦν, ὃ ἀδιαίρετον. δέδεικται δὲ ταῦτα εν τῇ Φυσικῇ ἀκροάσει. εἰ δὲ συνεχῆ μὲν
ταῦτα τῶν ἐν χρόνῳ ὦν ὁ χρόνος συνεχής, τὰ δ' ἐν οἶς τὰ γεγονότα γέγονεν οὔτε χρόνοι
πέρατα γὰρ χρόνων καὶ οὐ χρόνοι) οὔτε συνεχῆ οὐδὲν γὰρ συνεχὲς ἐξ ἀδιαιρέτων), οὐδ' ἂν
τὰ γεγονότα συνεχῆ ἀλλήλοις εἴη· ὡς γὰρ ἐκ στιγμῶν οὐχ οἷςον τε συνεχὲς γενέσθαι, οὕτως
οὐδὲ ἔκ τῶν ἐν οἷς τὰ γεγονότα. δείξας δέ, ὅτι τὰ γεγονότα οὐ δύναται εἶναι
συνεχῆ ἀλλήλοις, ἑξῆς δείκνυσιν ὅτι μηδὲ γεγονός τι γινομένῳ συνεχὲς οἷόν τ’ εἶναι. τὸ
μὲν γὰρ γεγονὸς ἐν ἀδιαιρέτῳ γέγονεν, ἐν γὰρ τῷ νῦν· τὸ δὲ γινόμενον ἐν διαιρετῷ, ἐν
χρόνῳ γάρ· οὐχ πἷόν τε δὲ συνεχὲς εἶναι διαιρετὸν ἀδιαιρέτῳ. συνεχῆ γὰρ ταῦτα ὧν κοινὸς
ὅρος· τὸ ὁ ἀδιαίρετον
οὐδὲν ἔχον κοινὸν <οὐδ’ ὅρον κοινὸν> ἕξει πρός
τι.
p. 95 b10 Μᾶλλον δὲ φανερῶς ἐν τοῖς καθόλου περὶ κινήσεως
Ἐν τοῖς τελευταίοις τέτρασι λόγοις τῆς Φυσικῆς ἀκροάσεως· εἴρηται γὰρ ἐν ἐκείνοις τίνα
τὰ συνεχῆ, τίνα τὰ ἐχόμενα, τίνα τὰ ἐφεξῆς, τίνα
χωρίς, τίνα ἅμα· ἀλλὰ καὶ τὴν αἰτίαν ἐν ἐκείνοις ἀποδέδωκε τοῦ τὴν γένεσιν
συνειρειν.
p. 95 b13 Περὶ μὲν οὖν τοῦ πῶς ἂν ἐφεξῆς γινομένης τῆς γενέσεως ἔχοι τὸ μέσον τὸ αἴτιον ἐπὶ τοσοῦτον εἰλήφθω.
Οὐκ εἶπε ‘πῶς συνεχοῦς γινομένης τῆς γενέσεως' ἀλλ' ἐφεξῆς·
ἔδειξε γὰρ ὅτι
μὴ συνεχής. πῶς οὗν τὸ μέσον ἔχει, ὃ καὶ αἴτιον τῆς τῶν ἄκρων συναγωγῆς, ἐν τοῖς ἐφεξῆς
γινομένοις, εἴρηκε, τουτέστι πῶς λαμβανόμενον μέσον τε καὶ αἴτιον ἂν εἴη τοῦ τε
πράγματος καὶ τοῦ συμπεράσματος,
ὅτι ἀπὸ τῶν ὑστέρων λαμβανόντων αὐτῶν τὴν
ἀκολουθίαν, τουτέστιν ἀναγκαῖον καὶ ἐν τούτοις, εἰ οὕτω λαμβάνοιτο ἡ ἀκολουθία,
πρώτου λαμβανομένου τοῦ αἰτιατοῦ, τὸ μέσον τοῦ ὑστέρου αἴτιον εἶναι. τὸ δὲ
προσεχὲς αἴτιον καὶ τὸ οὗ αἴτιον ἄμεσα· τοῦτο δ', ὅτι συνυπάρχουσιν ἀλλήλοις τό τε
αἴτιον καὶ τὸ αἰτιατόν. ὅτι δὲ πρῶτον εἶπε τὸ ὕστερον
διὰ τὸ ἐγγύτερον εἰναι τοῦ νῦν.
p. 95 b22 Οὕτω δὲ λαμβάνοντι τὸ μέσον.
Οὕτω φησὶ τὴν ακολουθίαν κάτωθεν λαμβάνεσθαι καὶ τὸ μέσον καὶ
αἴτιον
προγενέστερον τιθέντι· οἷον πάλιν τῶν Γ Δ εἰ μέσον τι ἄλλο λάβωμεν, ἔσται συμπέρασμα τὸ
Γ Δ, ὃ ἦν πρότερον προτέρῳ. καὶ οὕτω δὴ ἀεὶ τῶν λαμβανομένων πρότερον ἐν τῇ ἀκολουθίᾳ
μέσον τι μεταξὴ γεγονὸς αὐτῶν λαμβανόντων ἡμῶν ἤτοι στήσεταί ποτε ἡ τοῦ μέσου λῆφις εἰς
ἄμεσον
ἀκολουθίαν, ἢ ἀεὶ καὶ ἐπ' ἄπειρον ἔσται πάλιν τῶν γεγονότων μέσον τι
γεγονὸς λαμβάνειν. ὅσον μὲν οὖν ἐπὶ τῷ χρόνῳ ἀεὶ ἔσται μέσον τι πάντων
δύο
γεγονότων· τῷ γὰρ πᾶν τὸ γεγονὸς ἐν τῷ νῦν γεγονέναι, πάντων δὲ τῶν νῦν μεταξὺ χρόνον
ἐπ' ἄπειρον εἶναι διαιρετὸν πάντων ἔσται τῶν γεγονότων τι μεταξὺ δυνατὸν λαβεῖν. ἐπεὶ δὲ
μὴ ἀνάγκη ἐν παντὶ τῷ χρόνῳ
γεγονέναι τι ἢ γίνεσθαι οὐ γὰρ συνεχῆ τὰ
γινόμενα, ὡς ἔδειξεν), ἔσται τινὰ καὶ ἄμεσα γεγονότα λαβεῖν, ὧν μεταξὺ μὲν τοῦ γεγονότος
χρόνος ἔσται, οὐ μὴν καὶ γεγονός τι μεταξύ, ὡς εἶναι αὐτὰ ἐφεξῆς ἀλλήλοις μηδενὸς αὐτῶν
γεγονότος μεταξύ. οὕτως οἷόν τε ἔσται ἄμεσα γεγονότα λαβεῖν, αἳ
ἀρχαὶ τῆς
ἀποδείξεως κατὰ τὴν ἀκολουθίαν τὴν προειρημένην ἔσονται, καὶ
ἔσται ἡ ἀρχὴ
ἀπὸ τοῦ ἐσχάτου νῦν γεγονότος. αὐτὸς δὲ περὶ μὲν τοῦ ἄμεσά τινα ληφθήσεσθαι μετὰ τὸ
τελευταῖον μὲν γεγονὸς πρῶτον δὲ λαμβάνειν οὐ διαβεβαιούμενος, ὅτι μέντοι ἔσται τι τι ὃ
πρῶτον ληφθήσεται, ὃ οὕτως μέσον ἔσται τῷ μηδὲν μηδέπω γεγονέναι μετ' αὐτό, ὃ πρὸ τούτου
ἐλάμβανε, τοῦτο πάντως ἔσεσθαι λέγων· τὸ γὰρ τῷ νῦν ἐνεστῶτι πλησίον,
μεθ'
ὃ οὐθὲν γέγονε, πρῶτον καὶ ἀρχὴ καὶ ἄμεσον.
p. 95 b25 Ὁμοίως δὲ καὶ ἐπὶ τοῦ ἔσται· εἰ γὰρ ἀληθὲς εἰπεῖν.
Ὡς ἐπὶ τῶν γεγονότων εἶχε κατὰ τὸ μὴ εἶναι συνεχῆ ἀλλήλοις τὰ γεγονότα ἀλλ' εἶναι
πάντων τῶν γεγονότων μεταξὺ χρόνον, ὃς ἐπ' ἀπειρόν ἐστι διαιρετός συνεχὴς γάρ), οὕτως
καὶ ἐπὶ τῶν ἐσομένων. οὐδὲ γὰρ τὰ
ἐσόμενα συνεχῆ ἀλλήλοις· καὶ γὰρ τὸ ἐσόμενον ἐν ἀτόμῳ, ὡς καὶ τὸ γεγονός·
γέγονε μὲν γὰρ ἐν χρόνῳ, παύεται δὲ τοῦ γεγονέναι καὶ γεγονός
γεγονός. ἢ ἄμεσον ἀρχὴν εἶπεν ἀντὶ τοῦ ‘ἔσχατόν τι Ι ὁρίσαν τὰ ἐσόμενα
p. 95 b38 Ἐπεὶ δὲ ὁρῶμεν ἐν τοῖς γινομένοις κύκλῳ τινὰ γένεσιν ουσαν.
Εἰπὼν τίνα μὲν τάξιν ἔχει τὸ αἴτιον ἐν τοῖς κυρίως αἰτίοις, ὃ καὶ
ὁμόγονα
εἶπε, τίνα δ' ἐν τοῖς ἐφεξῆς γινομένοις, καὶ δείξας ἐπιμαρτυρούενα τὰ δεδειγμένα καὶ ἐπὶ
τῶν ἔργων, ἐπεὶ καὶ τῶν ἔργων λαὶ τῶν γινομένων
ἐστί τινα <ἃ> καὶ
ἀντιστρέφει ὡς μὴ μόνον τῷ ὑστέρῳ τὸ πρὸ αὐτοῦ γεγονὸς ἀλλὰ καὶ τῷ πρώτῳ τὸ μετ' αὐτό
κύκλῳ γὰρ ἡ γένεσίς τινων), λέγει περὶ τούτων, τίνα δύναται ἀντιστρέφειν ὡς ἀλλήλων
αἴτια γίνεσθαι, καὶ ἐφ' ὧν ἡ κύκλῳ γένεσις γίνεται. ὅτι δὲ τούτου αἴτιον τὸ ἐπ' ἴσης
αὐτὰ εἶναι καὶ ἀντιστρέφειν, δείκνυσι· τὸ γὰρ εἴπερ ἕποιντο
ἀλλήλοις τὸ μέσον καὶ οἱ ἄκροι τὸ ἐπ' ἴσης αὐτὰ εἶναι καὶ ἀντιστρέφειν
δηλοῖ. ἐπὶ μὲν γὰρ τῆς οἰκίας καὶ τῶν λίθων οὐκ ἀντιστρέφει· οὐ γάρ, εἰ ἕπεται τῇ
γενέσει τῆς οἰκίας ἡ τῶν λίθων παρασκευή, ἤδη ἰαὶ τᾖ τῶν λίθων παρασκευῇ ἡ τῆς οἰκίας
γέωεσις. ἀλλ' οὐδ' ἐπὶ τῶν ὁμογόνων, ὡς ἔφη, αἰτίων· οὐ γάρ, εἰ ἡ τῆς γῆς ἀντίφραξις
αἰτία τῆς ἐκλείψεως, ἤδη καὶ ἡ
ἔκλειψις αἰτία τῆς ἀντιφράξεως τῆς γῆς. φησὶ
δὲ γίνεσθαι τὴν κύκλῳ δεῖξιν καὶ τὴν ἀντιστροφὴν τῶν αἰτιῶν, ἐφ' ὧν ἕπονται ἀλλήλοις οἱ
τρεῖς ὅροι τοῦ
συλλογισμοῦ ἐπ' ἴσης ὄντες καὶ ἄλλοτε ἄλλου μέσου τε καὶ
αἰτίου τιθεμένου.
p. 96 a8 Ἔστι δ' ἔνια μὲν γινόμενα καθόλου· ἀεί τε γὰρ καὶ ἐπὶ
Δείξας ἐπὶ τῶν γινομένων ἐφ' ὧν μὲν τὴν ἀκολουθίαν ὑγιᾶ ἐκ τῶν ὑστέρων ἀρχομένην, ἐφ'
ὧν δὲ καὶ ἀπὸ τῶν πρώτων, ὡς ἐπὶ τῶ κύκλῳ
γινομένων, τὴν αἰτίαν τῶν διαφόρων
ἀκολουθήσεων ἔοικε διὰ τούτων λέγειν.
ἐπεὶ γὰρ τὰ μὲν τῶν γινομένων καθόλου
γίνεται, ὃ ἐξηγούμενος εἶπεν ἀεί τε γὰρ καὶ ἐπὶ παντὸς οὕτως ἢ ἔχει ἢ γίνεται τοιοῦτον
γὰρ τὸ καθόλου), τὰ δ' ἀεὶ μὲν οὔ, ὡς ἐπὶ τὸ πολὺ δέ τοιαῦτα γὰρ τὰ πλεῖστα τῶν
γινομένων κατὰ φύσιν), ἐν μὲν τοῖς ἀναγκαίως γινομένοις ἀκολουθεῖ
καὶ τῷ
πρώτῳ τὸ μετ' αὐτό, οὐκέτι δὲ ἐν τοῖς ἐνδεχομένοις, ἀλλ' ἐπὶ τούτων ἡ ἐκ τῶν ὑστέρων
ὑγιὴς ἀκολουθία, ὥσπερ καὶ ἐπὶ πάντων τῶν κατὰ τέχνην γινομένων. τῶν δὲ ἐνδεχομένων
συμπερασμάτων ἐν ταῖς ἀποδείξεσιν ἀνάγκη ἰαὶ τὸ μέσον ἐνδεχόμενον εἶναι· εἰ γὰρ ἄμφω
εἶεν καθόλου
αἱ προτάσεις, τουτέστιν ἀναγκαῖαι, <ἀνάγκη> πάντως εἶναι
καὶ
συμπέρασμα ἀναγκαῖον· ὑπόκειται δ' ἐνδεχόμενον εἶναι. ὡς δ' ἐπὶ τῶν
ἄλλων ἄμεσοί τινές εἰσιν ἀρχαὶ συλλογιστικαὶ προτάσεις] οὐ γὰρ οἷόν τ’ ὲπ' ἄπειρόν τινων
τὰ μέσα λαμβάνεσθαι), οὕτω καὶ ἐπὶ τῶν ἐνδεχομένων τε καὶ ὡς ἐπὶ τὸ πολὺ ἔσονταί τινες
ἄμεσοι προτάσεις ἀρχὴν ἔχουσαι τὸ ὡς ἐπὶ τὸ πολὺ ἢ εἶναι ἢ γίνεσθαι.
p. 96 a 20 Πῶς μὲν οὖν τὸ τί ἐστιν εἰς τοὺς ὅρους ἀποδίδοται.
Τουτέστιν ἐν τοῖς ὅροις λαμβάνεται τοῖς ἐξ ὧν ὁ συλλογισμός· εἴρηκε γὰρ ὅτι μέσος ὅρος
οὗτος ἐν ταῖς ἀποδείξεσι λαμβάνεται. ἢ ἀντὶ τοῦ ‘εἰς τοὺς ὁρισμούς'· οἱ γὰρ θέσει
διαφέροντες ὁρισμοὶ τῆς ἀποδέίξεως καἰ τὸ τί ἐστι τοῦ πράγματος, τουτέστι τὸ εἶναι τὸ
πρᾶγμα λαμβάνουσι διὰ τοῦ
τὴν αἰτίαν τῆς ὑπάρξεως αὐτοῦ λαμβάνειν.
p. 96 a21 Καὶ τίνα τροπον ἀπόδειξις ἢ ὁρισμὸς ἔστιν αὐτοῦ ἢ
οὐκ ἔστιν,
εἴρηται πρότερον.
Τοῦ τί ἦν εἶναι δηλονότι δεικοικόν, ὡς αὐτὸς εἴρηκε πρότερον. ἀπόδειξις μὲν γὰρ ἁπλῶς
δέδεικται ὅτι μὴ ἔστι τοῦ τί ἐστιν, ὅτι δ' ἐν ἀποδείξει
λαμβάνεται καὶ δι'
ἀποδείξεως γνωρίζεται. ἀλλὰ καὶ ὁρισμὸς αὐτοῦ ὁ μὲν λέγων ‘λόγος ὁ δηλῶν τί σημαίνει
τοὔνομα' οὐκ ἔστι. τῶν δὲ
τοῦ πράγματος καὶ τὸ εἶναι τὸ πρᾶγμα ἐδεικνυέ πως. ἤδη δὲ καὶ τὸ
ὡς ἀρχὴ ἀποδείξεως καὶ τὸ ὡς συμπέρασμα· καὶ γὰρ ταῦτα ὁρισμοί πως τοῦ
τί ἦν
εἶναι.
p. 96 a22 Πῶς δὲ δεῖ θηρεύειν τὰ ἐν τῷ τί ἐστι κατηγορούμενα. |
Μέθοδον ἡμῖν παραδίδωσι δι' ἧς θηρεύθειν τε καὶ εὑρίσκειν δυνησόμεθα τὸν ἑκάστου τῶν
ζητουμένων ὁρισμόν, ἐπεὶ μὴ οἷόν τε δι' ἀποδείξεως
δείξεως αὐτὸν δεικνύναι.
καὶ ἐπεὶ ὁ ὁρισμὸς ἐκ τῶν ἐν τῷ τί ἐστι κατηγορουμένων,
τοθτέστι τῶν ἐν τῇ
οὐσίᾳ, πῶς δυνησόμεθα λαμβάνειν τὰ χρήσιμα πρὸς τοὺς ὁρισμοὺς τοὺς εκάστου, λέγει. τῶν
δὴ ὑπαρχόντων τισὶ τὰ μὲν τισὶ μόνοις ὑπάρχει, ὡς μονάδι ἡ ἀρχὴ καὶ στιγμῇ τὸ ἀμέγεθες,
τὰ δὲ καὶ τούτοις καὶ ἄλλοις καὶ επὶ πλέον ἐπεκτείνεται. καὶ τῶν ἐπὶ πλέον
ἐπεκτεινομένων τὰ μὲν οὐχ ὑπερβαίνει
τὸ γένος τὸ ἐκείνου οὗ βοθλόμεθα τὰ ἐν
τῷ τί ἐστι κατηγορούμενα
λαβεῖν, τὰ δὲ καὶ ἐπὶ τὰ ἀνομογενῆ ἐπεκτείνεται·
οὐ γὰρ ὁμοίως ὑπάρχει ἢ] τῷ ἀνθρώπῳ τὸ ζῷόν τε καὶ τὸ λευκόν. τῶν δὴ καθόλου
κατηγορουμένων ὅσα ἐπὶ πλέον λεγόμενα τοῦ προκειμένου μὴ ἐπὶ πλέον τοῦ γένους αὐτοῦ
ἐπεκτείνεται, ταῦτα λαμβάνονται ὡς τῆς οὐσίας αὐτοῦ καὶ τοῦ
τί ἦν εἶναι
δηλωτικά. τῶν γὰρ ἐπὶ πλέον κατηγορουμένων τινὸς οὕτως μὴ μέντοι ἐκβαινόντων τὸ γένος,
ἐν ᾧ ἐστιν, οὗ τὸ ἐπὶ πλέον κατηγορούμενον εἴληπται, ἂν ληφθῇ ταῦτα, ὧν ἕκαστον ἐπὶ
πλέον μὲν τοῦ ὁριζομένου
ἐστί, πάντα δὲ ὁμοῦ μόνῳ καὶ παντὶ ὑπάρχει τῷ
ὁριζομένῳ, ἐκεῖνα τὴν οὐσίαν αὐτοῦ ἐνδείξεται. καὶ εἴη ἂν ὁρισμὸς ὁ ἐκ τῶν καθόλου τε
καὶ κοινῶν ἴδιόν τι ἀποτελῶν.
p. 98a32 Τὰ δὴ τοιαῦτα ληπτέον μέχρι τούτου, ἕως τοσαῦτα ληφθῇ πρῶτον.
Πρῶτον μὲν δείκνυσιν ὅτι ἐκ τῶν ἐν τῷ τί ἐστι κατηγορουμένων συντιθέμενος λόγος
ἀναγκαίως ὐπάρχει τῷ ὑποκειμένῳ, δεύτερον δὲ ὅτι
καὶ ὁρισμός ἐστιν αὐτοῦ.
δεῖ δ' ἀντὶ τοῦ τὰ καθόλου δ' ἀναγκαῖα γε-
φανερὸν <ὂν> τῷ δεδεῖχθαι διὰ τοῦ πρὸ τούτου βιβλίου, ὃ καὶ αὐτὸς εἶπε
τοῦ ἐπεὶ <δὲ> δεδήλωται ἡμῖν ἐν τοῖς ἄνω, ὃ καὶ αὐτὸ εἴρηται] ἂν εἴη
τοῦ τὴν πρώτην πρότασιν εἶναι τὰ ἐν τῷ τί ἐστι κατηγορούμενα καθόλου] ἀναγκαῖα.
<ὃ> εἴρηται μὲν καὶ αὐτὸ ἐν τῷ πρώτῳ, καὶ ἐν δὲ πρὸ ὀλίγου εἴρηκεν οὕτως· ‘τοῦτο
γὰρ τὸ καθόλου, τὸ ἐπὶ παντὶ καὶ ἀεί”. εἴη εἴη δ' ἂν ἐν πρώτῳ σχήματι συναγόμενον τὸ τὰ
ἐν τῷ τί ἐστι κατηγορούμενα
ἀναγκαῖα εἶναι διὰ μέσου τοῦ καθόλου.
p. 96 b6 Ὅτι δὲ οὐσία, ἐκ τῶνδε δῆλον.
Ἐπειδὴ μηδέπω αὔταρκες πρὸς τὸ εἶναι ὁρισμὸν τὸ ἐν τῷ τί ἐστι καὶ ἐξ ἀνάγκης
κατηγορούμενον καὶ εἶναι τοῦτο ἐκεῖνα, δείκνυσιν, ὅτι καὶ
οὐσία καὶ ὁρισμὸς
ὁ εἰρημένος λόγος. εἰ γὰρ μή ἐστιν ὁρισμός, κατηγορεῖται
δ' ἐν τῷ τί ἐστιν,
εἴη ἂν γένος· τὸ γὰρ ἴδιον οὐκ ἐν τῷ τί ἐστιν, εἴ γε συμβεβηκός. ᾧ λόγῳ εἰ μέν τι ὄνομα
εἴη ἐπιτεταγμένον, εἴη ἂν ὠνομασμένον τὸ γένος· εἰ δε μὴ εἴη δι' ὀνόματος δηλούμενον,
ἀνώνυμον. ἔνια μὲν γὰρ γένη ἀνώνυμά ἐστι καὶ καὶ διὰ λόγου δηλοῦται, ὡς τὸ ζῷον πεζὸν ἢ
ζῷον πτηνόν· ταῦτα γὰρ γέμξ μέν, ἀλλ' ἀνώνυμα. καθόλου
γάρ, ὅταν γένος μετὰ
διαφορῶν τινος κατηγορῆται καὶ μὴ ᾖ ὁρισμὸς
αὐτοῦ, γένος αὐτοῦ γίνεται ὁ
προειρημένος λόγος καὶ ἐπὶ πλειόνων κατηγορούμενος εἰδῶν καὶ οὐ τῆς τριάδος μόνον· τὰ
γὰρ γένη ἐπὶ πλέον τῶν οἰκείων εἰδῶν, εἰ καὶ μὴ ἀεὶ ἐνεργείᾳ, κατά γε δ;θμα,ομ ἀεί. ἀλλὰ
μὴν οὐδενὶ ὑπάρχει ἄλλῳ τὰ προειρημένα ἢ ταῖς ἀτόμοις τριάσιν· οὐσία ἄρα
τὰ
προειρημένα τῆς τριάδος. ὃ γὰρ κατὰ μηδενὸς ἄλλου κατηγορεῖται ἢ κατὰ τῶν ἀτόμων τῶν ὑπὸ
τὸ εἶδος καὶ κατὰ πάντων αὐτῶν οὕτως ὡς ἐν τῷ τί ἐστι κατηγορεῖται, ἠθροισμένον ἐκ τῶν
ἐπὶ πλέον ἐν τῷ τί ἐστι
κατηγορουμένων τοῦ εἴδους, ὑφ' ὃ τὰ ἄτομα, τοῦτο
τοῦ εἴδους τοῦ κατὰ τῶν ἀτόμων ὁρισμός ἐστι. τῷ δὲ ὑποκείσθω ἀντὶ τοῦ ‘κείσθω καὶ
ὁμολογείσθω'
κέχρηται· οὐ γὰρ ἀμφισβητεῖ κατ’ αὐτοῦ.
p. 96 b10 Εἰ τοίνυν μηδενὶ ὑπάρχει ἄλλῳ.|
Ὑπογράψας τὴν μέθοδον τὴν ὁριστικὴν ἐπὶ τῶν ἀτόμων εἰδῶν καὶ
δείκνυσιν ὅτι καὶ ὁ τῶν γενῶν ὁρισμὸς ἀπὸ τῶν ὑπὸ τὸ γένος εἰδῶν, ἐν οἷς
ἐστι τῷ γένει τὸ εἶναι, εὑρίσκεται. ἐπεὶ γὰρ ὁρισμοὶ οὐ μόνον ἀτόμων εἰσὶν εἰδῶν ἀλλὰ
καὶ γενῶν, πῶς δυνησόμεθα καὶ τοὺς τῶν γενῶν ὁρισμούς, ὧν εἰσι γενῶν ὁρισμοί, εὑρίσκειν;
τὰ δὲ αὐτὰ πρῶτά τε εἴδη καὶ ἄτομα ἐκ παραλλήλου εἶπεν.
p. 96 b15 Χρὴ εὲ ὅταν ὅλον τι πραγματεύηταί τις.
Ὅτι διὰ τῶν ὁρισμῶν τῶν ὑπὸ τὸ γένος πρώτων καὶ ἀτόμων εἰδῶν
εὑρίσκομεν
τὸν τοῦ γένους ὁρισμόν, πρώτον μὲν τὸ γένος αὐτοῦ λαμβάνοντες (ἔχει γὰρ γένος, εἴ γε
ὁριστόν ἐστιν), ἔπειτα ὅσα κοινῶς ὑπάρχει ἐν τοῖς ὁρισμοῖς τῶν ἀτόμων αὐτοῦ εἰδῶν. ἃ γὰρ
κοινὰ πάντων τῶν ὑπὸ τὸ γένος
ἐστὶν εἰδῶν μηδενὶ ἄλλῳ ὑπάρχοντα, ταῦτα
συμπληροῖ τὸν τοῦ γένους αὐτῶν ὁρισμόν· ὡς γὰρ ὃ μόνων <κοινὸν> τῶν ἐν τῷ τί ἐστι
τῶν ὑπὸ τὸ εἶδος ἀτόμων, τοῦτο ὁρισμὸς τοὺ εἴδους, οὕτω καὶ ἃ μόνοις
πᾶσι
τοῖς ὑπὸ τὸ γένος ἀτόμοις εἴδεσιν ὑπάρχει ἐν τῷ τί ἐστιν αὐτῶν κατηγορούμενα, ταῦτα τὴν
οὐσίαν συμπληροῖ τοῦ γένους αὐτῶν.
p. 96 b25 Αἱ δὲ διαιρέσεις αἱ κατὰ τὰς διαφοράς.
Εἰπών, τί ἐστιν ὁρισμὸς καὶ πῶς οἷόν τε ὁρίζεσθαι, ἐφεξῆς λέγει περὶ τῆς διαιρετικῆς
μεθόδου, καὶ δείκνυσιν αὐτῆς τὸ χρήσιμον πρὸς τὴν εὕρεσιν τοῦ ὁρισμοῦ, πρὸς γὰρ τὸ
λαμβάνειν τὰ καθόλου τε καὶ καθ' αὑτὰ κατηγορούμενα ἐπὶ π[λέον, ἐξ ὧν ἀθροιζομένων τε
καὶ συντιθεμένων ἡ ἴδιος
οὐσία τοῦ προκειμένου δηλοῦται· ἐκ γὰρ τῆς
διαιρέσεως τῆς κατὰ τὰς διαφορὰς
τοῦ γένους, οὗ εἶδός τι ὁρίσασθαι
ζητοῦμεν, τὰ ἐν τῷ τί ἐστι κατηγορούμενα ληψόμεθα τοῦ προκειμένου. χρήσιμοι δ' αἱ
διαιρέσεις, εἰ καὶ μηδὲν δεικνύουσι συλλογιστικῶς, πρὸς τὸ ἀθροίζειν ἐξ αὐτῶν τὸ τί
p. 96 b32 Εἰ γὰρ ἅπαν ἐκ δύο ἐστὶ καὶ ἕν τι τὸ ζῷον ἥμερον.
Τουτέστιν εἰ κατὰ τὴν διαίρεσιν ἅπαν τὸ ἐκ τῆς διαιρέσεως λαμβανόμενον καὶ συντιθέμενον
τῷ διῃρημένῳ ἕν τι γίνεται καὶ γένος τοῦ μετ’ αὐτὸ καὶ ἐκ τούτου τοῦ γινομένου ἐκ τῆς
συνθέσεως ἡ διαίρεσις γίνεται, δῆλον ὡς ἀεὶ ἡ δευτέρα διαίρεσις εἰς ἐλάττω ἔσται καὶ οὐκ
ἔσται πρὼτον τὸ ἐπ' ελαττον ὂν τοῦ ἐπὶ πλέον ὄντος ἐν τῇ συνθέσει τῶν εἰλημμένων.
ἐπειδὴ δ' ἡ διαφορὰ καθ' αὑτὴν λάμβανομένη οὐ δοκεῖ ἐν τῷ τί ἐστι
κατηγορεῖσθαι, διὰ τοῦτο συντιθεμένην αὐτὴν τῷ τεμνομένῳ ἕν τι εἶπε γίνεσθαι καὶ οὕτως
ὡς ἐν τῷ τί ἐστι κατηγορεῖσθαι τῷ ἓν τοῦτο γίνεσθαι γένος τοῦ μετ’ αὐτὸ καὶ πάλιν
διαιρεῖσθαι. διὸ χρήσιμος ἡ διαίρεσις τὴν τάξιν ταύτην δεικνῦσα· ἀεὶ γὰρ τὸ διαιρούμενον
τοῦ ἐκ τῆς διαιρέσεως γινομένου πρῶτον
ληφθήσεται.
p. 96 b34 Ἢ ὅ τι δήποτέ ἐστι τὸ ἓν γινόμενον, ἀναγκαῖον διελόμενον
αἰτεῖσθαι. ἔτι πρὸς τὸ μηδὲν παραλιπεῖν τῶν ἐν τῷ τί ἐστιν.
Ἀντὶ τοῦ ‘ἀνάγκη πρῶτον διελόμενον αἰτεῖσθαι καὶ λαμβάνειν ἐκ τῆς διαιρέσεως τὸ ἐν τῷ
τί ἐστι κατηγορούμενον τοῦ προκειμένου'· τὸ γὰρ
μὴ δι' ἀποδείξεως λαμβάνειν
αἰτεῖσθαι λέγει.
p. 96 b36 Ὅταν γὰρ τὸ πρῶτον ληφθῇ γένος.
Δείξας, ὅτι πρὸς τὴν τάξιν τῶν ἐν τῷ ὁρισμῷ λαμβανομένων ἑκάστου χρήσιμος ἡ διαίρεσις,
καὶ πρὸς τὸ μηδέν φησι παραλειφθῆναι τῶν ὀφειλόντων ἐν τῷ ὁρισμῷ παραληφρθῆναί τε καὶ
τεθῆναι χρήσιμον εἶναι τὴν
διαίρεσιν. κατὰ γὰρ τὰς οἰκείας καὶ προσεχεῖς
ἑκάστῳ γένει διαφορὰς <εἰ> γίνεται ἡ διαί|ρεσις, οὐδὲν παραλειφθήσεται· οἰκεῖαι δὲ
καὶ προσεχεῖς τῷ
p. 97 a2 Ὁμοίως δὲ καὶ τῶν ἄλλων ἑκάστου, καὶ τῶν ἔξω γενῶν
καὶ τῶν ὑπ' αὐτό, οἷον ὅρνιθος, εἰς ἣν πᾶς ὄρνις, καὶ ἰχθύος, εἰς ἣν πᾶς πᾶς
ἰχθύς. οὕτω μὲν οὖν βαδίζοντι ἔστιν ὅτι οὐδὲν παραλέλειπται.
Ἔξω γένη ἢ τὰ ἀνωτέρω καὶ κοινότερα αὐτοῦ τοῦ ζῴου, οὗ ἐμνημόνευσεν, ἢ ἔζω τὰ ἕτερα καὶ
κεχωρισμένα τοῦ ζῴου καὶ τῆς οὐσίας, ὧν
εἴη ἂν τὰ ὑπὸ τὰς ἄλλας κατηγορίας.
ἢ τῶν ἔξω καὶ τῶν ὑφ' αὑτά
ἀντὶ τοῦ ‘τῶν μὴ ὑπαλλήλων ὄντων ἀλλὰ
κεχωρισμένων'· τοιαῦτα γὰρ ἥ τε ὄρνις καὶ ὁ ἰχθύς.
p. 97 a5 Ἄλλως δὲ καὶ παραλιπεῖν ἀνγκαῖον καὶ μὴ εἰδέναι.
Εἴτε παραλέλειπται εἴτε μὴ. ἢ ‘οὐδ' ὁρίζεσθαι δύναται οὐδ' ἔχειν
τὴν κατὰ
τὸν ὁρισμὸν γνῶσιν'.
p. 97 a6 Οὐδὲν δὲ δεῖ τὸν ὁριζόμενον καὶ διαιρούμενον.
Σπευσίππου ταύτην τὴν δόξαν Εὔδημος εἶναι λέγει τὴν ὅτι ὁρίσασθαι ἀδύνατόν ἐστέ τι τῶν
ὄντων μὴ πάντα τὰ ὄντα εἰδότα. ἐπεὶ δὲ δοκεῖ πιθανότητά τινα εἰσφέρειν, τίθησιν αὐτήν.
ἔστι γὰρ ὁ λόγος ὁ τοῦτο
οἰόμενος δεικνύναι τοιοῦτος· δεῖ τὸν ὁριζόμενόν τι
εἰδέναι τὴν πρὸς τὰ διαφέροντα αὐτοῦ πάντα διαφοράν· οὗ μὲν γὰρ μὴ διαφέρει τι, τούτῳ
ταὐτόν ἐστιν, οὗ δὲ διαφέρει, ἕτερον. τὸν δὴ ὁριζόμενόν τι ὡς διαφέρον
τῶν ἄλλων δεῖ εἰδέναι αὐτοῦ τὰς διαφορὰς αἷς τῶν ἄλλων διαφέρει· μὴ γὰρ εἰδώς τις τοῦτο
καὶ τὸ ταὐτὸν ἕτερον καὶ τὸ ετερον ταὐτὸν ἡγήσεται.
οὕτως δ' οὐδ' ἀποδώσει
τὴν οἰκείαν τινὸς οὐσίαν· ἂν γὰρ οὕτω τύχῃ, οὐδὲν κωλύει τὸν ἀποδιδόμενον λόγον κοινὸν
εἶναι καὶ ἄλλων τινῶν. ἀλλὰ μὴν ἀδύνατον τὴν πρός τινα διαφοράν τινος εἰδέναι μὴ εἰδότα
κἀκεῖνα ὧν τὸ προκείμενον διαφέρει. δεῖ ἄρα πάντα εἰδέναι τὸν ὁριζόμενόν τι,
καὶ γὰρ καὶ τοῦτο >ὁ> ὁρίζεται ὁ ὁριζόμενος πῶς γὰρ ἂν αὐτὸ ὁρίσαιτο;)
p. 97 a11 Πρῶτον μὲν οὖν τοῦτο ψεῦδος.
Οὐκ εἴ τί τινος διαφέρει, ἕτερον τοῦτο εὐθὺς ἐκείνου· τὸ γὰρ ἕτερόν
τινος οὐ κατὰ πᾶσαν διαφορὰν ἕτερον (πολλὰ γὰρ ὁμοειδῆ ὄντα ἀλλήλοις
διαφέρει ἀλλήλων) καὶ οὐχ ὑγιὲς ἁπλῶς τὸ τὰ διαφέροντα ἀλλήλων ἕτερα εἶναι, ἀλλὰ δεῖ
προσκεῖσθαι τὸ κατ᾿ οὐσίαν. τὰ γὰρ κατ᾿ οὐσίαν καὶ διαφορὰν εἰδοποιὸν διαφέροντα ἕτερα,
οὐ τὰ καθ’ ἡντιναοῦν· ἐπεὶ καὶ κατὰ τὰ συμβεβηκότα μυρίαι διαφοραὶ ἐν τοῖς ὁμοειδέσιν,
ἀλλ᾿
οὐ διὰ τοῦτο ἕτερα ἀλλήλων <·εἰ γὰρ ἕτερα ἀλλήλων>, καὶ οἱ λόγοι
αὐτῶν καὶ ἡ οὐσία ἕτερα.
p. 97 a 14 Εἶτα ὅταν λάβη τὰ ἀντικείμενα καὶ τὰ ἑξῆς.
Ὀτι μὴ πάντα ἀναγκαῖον εἰδέναι τὸν ὁριζόμενόν τι καὶ διαιρούμενον προσχρώμενον τῇ
διαιρετικῇ. ὅταν γὰρ λάβῃ ἐν τῇ διαιρέσει τὰ ἀντικείμενα
κατὰ τὰς διαφοράς, λάβῃ δ᾿ οὕτως τὰ ἀντικείμενα ὡς πᾶν ἐμπίπτειν τὸ ὑπὸ τὸ
γένος τὸ διῃρημένον ἐν τῷ ἑτέρῳ τῶν ἀντιδιῃρημένων, γνώριμον δ᾿ ᾖ καὶ τὸ ζητούμενον ἐν
ποτέρῳ, τοῦτο λήψεται, κἂν μὴ γνωρίζῃ πόσα καὶ τίνα ἐστὶ τὰ ὑπὸ τὰς ἀντιδιῃρημένας
διαφοράς· οὐ γὰρ ἐκ τοῦ εἰδεναι, πόσα καὶ τίνα τὰ <λογικὰ καὶ τὰ> ἄλογά ἐστι,
γνώριμον ὅτι ὁ ἄνθρωπος
λογικός, ἀλλ᾿ ἐκ τοῦ εἰδέναι ἐν τίνι ἐστὶ τὸ εἶναι
λογικόν. τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν ἄλλων διαφορῶν· ἂν γὰρ οὕτω προϊὼν κατὰ τὴν
διαίρεσιν τὴν
εἰς τὰ ἀντικείμενα γινομένην ἔλθῃ εἰς ταῦτα ὧν μηκέτι ἐστὶ
διαφορά (τοιαῦτα δέ ἐστι τὰ ἄτομα εἴδη), δῆλον ὡς ὁρισμὸν ἐκ τῆς συνθέσεως τῶν διαφορῶν,
ἐν αἷς ἔλαβεν εἶναι τὸ ζητούμενον, ἕξει οὐκ εἰδὼς τίνα καὶ πόσα
ἐστὶ τὰ ὑπὸ
τἀς ἀντικειμένας διαφοράς.
p. 97 a19 Τὸ δ᾿ ἅπαν ἐμπίπτειν εἰς τὴν διαίρεσιν, ἂν ᾖ ἀντικείμενα.
Οὐ γὰρ ἐκ τοῦ εἰδέναι πάντα τὰ τῶν ζῴων γένη γνώριμον γίνεται τὸ
῾πᾶν ζῷον
ἢ λογικὸν ἢ ἄλογον᾿, ἀλλ᾿ ἐκ τοῦ εἰδέναι ὅτι μηδέν ἐστι τούτων
μεταξύ.
p. 97 a21 Ἀνάγκη γὰρ ἅπαν ἐν θατέρῳ.
Τοῦτο οὐκ ἀργῶς προσέθηκε· δύναται γὰρ ἄμεσος μὲν ἡ διαίρεσις
p. 97 a 23 Εἰς δὲ τὸ κατασκευάζειν ὅρον διὰ τῶν διαιρεσεων καὶ
τα εςης.
Εἰπὼν ὅτι χρήσιμος ἡ διαιρετικὴ μέθοδος πρὸς τὴν τῶν ὁρισμῶν
ἀπόδοσιν, εἰ
καὶ μὴ πρὸς συλλογισμόν, νῦν λέγει τίνα χρὴ παραλαμβάνειν τε καὶ φυλάττειν τὸν
βουλόμενον διὰ τῶν διαιρέσεων κατασκευάζειν ὁρισμόν. κατασκευάζειν δὲ ὅρον εἶπεν οὐ τὸ
ἀποδεικνύναι· οὐδὲ γὰρ
ἔστιν ἀποδεῖξαι ὅρον· οὐδὲ γὰρ πᾶν, εἴ τι
κατασκευάζεται, τοῦτο καὶ ἀποδείκνθται. κατασκευάσαι οὖν τὸ εὑρεῖν τε καὶ συνθεῖναι καὶ
ἀποδοῦναι εἶπε. τὸ δὲ διὰ τῶν διαιρέσεων προσέθηκεν· εἰσὶ γάρ τινες ἀποδεδομένοι μένοι
ὅροι οὐκ ἐκ διαιρεσεως, ὡς οἱ τῶν πρώτων γενῶν· οὐ γὰρ οἷόν τε
τοὺς τούτων
λόγους ἐκ διαιρέσεως ἀποδοῦναι, εἴ γε καὶ αὐτοὶ ὅροι. τριῶν
δέ. φησί, δεῖ
στοχάζεσθαι τοὺς διὰ τῆς διαιρέσεως κατασκευάζοντάς τε καὶ ἀποδιδόντας τοὺς ὅρους,
πρῶτον μὲν τοῦ λαβεῖν τὰ κατηγορούμενα ἐν τῷ τί ἐστι· ταῦτα δέ ἐστι τό τε γένος καὶ αἱ
διαφοραί· δεύτερον τῆς τούτων τάξεως, τί πρῶτον καὶ τί δεύτερον, τρίτον ὅτι πάντα ταῦτα
συντεθέντα ὁρισμός ἐστι τοῦ προκειμένου καὶ οὔτε ἔΜ τι οὔτε περιττεύει.
p. 97 a35 Ὅτι δὲ πάντα ταῦτα, φανερόν.
Ὀτι πάντα ταῦτα, τὰ εἰλημμένα τε οὕτως ὡς ἐν τῷ τί ἐστι κατηγορεῖσθαι καὶ τεταγμένα οὕτως ὡς τὰ πρῶτα τοῖς μετὰ ταῦτα ἕπεσθαι, ὁρισμός ἐστι τοῦ προκειμένου.
p. 97 a37 Τοῦ δὲ τελευταίου μηκέτι εἶναι διαφοράν.
25 Τὸ μὲν πρῶτον ῥηθὲν ἁρμόζει ἐπὶ μόνων τῶν ἀτόμων εἰδῶν· ταῦτα γὰρ οὐκέτι διαφοραῖς
διαιρεῖται· ἀδιάφορα γὰρ κατ' εἶδος. τὸ δὲ δεύτερον ῥηθὲν κοινότερόν ἐστιν· οὐ γὰρ μόνον
ἐπὶ τῶν ἀτόμων εἰδῶν ἁρμόζει ἀλλὰ καὶ ἐπὶ τῶν ὁριστῶν γενῶν. εἰ γὰρ καὶ ὅτι μάλιστα εἴη
τις τῶν εἰλημμένων καὶ συντεθειμένων τῷ πρώτῳ γένει διαφορὰ διαιρετική, ἀλλ' οὖν, ἂν
ᾖ ὃ βουλόμεθα ὁρίσασθαι καὶ ὁ ἀποδεδομένος λόγος ταὐτὸν τῷ εἴδει, οὐκέτι
διελοῦμεν.
p. 97 b2 Ἢ γὰρ γένος ἢ διαφορὰ ἂν εἴη.
Ὅτι οὐδέτερον τούτων λείπει τῷ πάντα κατὰ τὴν συνέχειαν τῆς τῶν
γενῶν
διαιρέσεως εἰλῆφθαι. τί τε γὰρ πρῶτον γένος ἦν, καὶ τοῦτο μετὰ τῶν διαφορῶν
συλλαμβανόμενον μέχρι τῆς τελευταίας ἐποίει γένη· δεῖ γὰρ
τὸ διαιρούμενον
διαιρεῖσθαι ὡς γένος· διὸ γένος μὲν οὐ λείπει. ἀλλὰ μὴν αὐδὲ διαφορά τις· πᾶσαι γὰρ κατὰ
τάξιν εἰσὶν εἰλημμέναι ὡς μηδεμίαν ἡμᾶς ὑπερβεβηκέναι. ἀλλὰ μὴν οὐδὲ ὑστέρα τις
ὀφείλουσα προστεθῆναι παρεῖται· οὐ γὰρ ἂν ἔτι ἦν ταὐτὸν κατ' εἶδος τό τε ὁριστὸν καὶ ὁ
ὅρος,
εἰ ἔλειπέ τις διαφορά, ἀλλ' ἦν ἂν ὁ ἀποδεδομένος λόγος γένους τινὸς
τοῦ
ὀριστοῦ, οὐκ αὐτοῦ τούτου ὃ ὁριζόμεθα. τὸ γένος δὲ τοῦ οἰκείου εἴδους
ἕτερον καὶ διαφέρον τῷ εἴδει· ὧν γὰρ διαφέροντες οἱ ὁρισμοί, ταῦτα τῷ εἴδει ἕτερα·
ἔκειτο δ' ἡμῖν μηδὲν κατ' εἶδος ὁ ἀποδεδομένος λόγος διαφέρειν τοῦ ὃ ὁριζόμεθα.
p. 97 b7 Ζητεῖν δὲ δεῖ ἐπιβλέποντα.
Εἰπὼν διὰ μέσου περὶ τῆς διαιρετικῆς μεθόδου καὶ δείξας τὸ ἀπ' αυτῆς πρὸς τοὺς ὁρισμοὺς
χρήσιμον ἐπάνεισι πρὸς τὰ πρότερον εἰρημένα· ἦν δὲ ὅτι ἐκ τοῦ ὁρισμοῦ τῶν ὑπὸ τὸ γένος
ἀτόμων εἰ δῶν δεῖ τὸν τοῦ
ταυτα καὶ δείκνυσι πῶς τῷ προειρημένῳ τρόπῳ
χρώμενοι πρὸς τοὺς τῶν κοινῶν ὁρισμοὺς καὶ τὰ γενῶν μὲν φαντασίαν ἔχοντα οὐκ ὄντα δὲ
γένη γνωρίζειν οἷοί τ’ ἐσόμεθα. ἔστι γάρ τινα, ἃ διὰ τὸ κοινοῦ τινος ὀνόματος
τετυχηκέναι δοκεῖ εἶναι ὁμογενῆ ὄντα ὁμώνυμα, ὥσπερ τὸ ὂν κοινὸν
μὲν ὄνομα,
οὐκέτι δὲ καὶ πρᾶγμα· ὁμοίως καὶ τὸ ἀγαθόν. οὐ δεῖ δὴ ὡς
γενος τι τούτων
τὸν ὁριζόμενον λαμβάνειν. ὅπως οὖν τοῦτο δυνησόμεθα φυλάσσεσθαι, διὰ τούτων διδάσκει,
καὶ πῶς εὑρήσομεν τὸν τῶν γενῶν ὁρισμὸν απὸ τῶν εἰδῶν. ὃ καὶ ἐν τοῖς ἐπάνω φθάνει
εἰρηκέναι· κάτωθεν γὰρ ἀρχομένη ἡ εὕρεσις τῶν ὁρισμῶν, καθὰ ὑπογράφει.
p. 97 b 24 Εἰ δὲ μηδέν, εἴδη δύο ἂν εἴη τῆς μεγαλοψυχίας.
Τοῦτο εἶπεν οὐζ ὡς εἴδη γένους λαμβάνων οὕτως γὰρ ἂν καὶ ἡ μεγαλοψυχία γενος ἧν εἴδη ἔχουσα δύο), ἀλλ' ὅτι ὁμώνυμος ἡ μεγαλοψυχία.
p. 97 b26 Αἰεὶ δ' ἐστὶ πᾶς ὅρος καθόλου.
Ἀφορίσας, ὅσα παρακολουθεῖ τοῖς ὁρισμοῖς, καὶ ὧν δεῖ στοχάζεσθαι
τοὺς
ὁριζομένους λέγει.
p. 97 b28 Διὸ δεῖ ἀπὸ τῶν καθ’ ἕκαστα ἐπὶ τὰ καθόλου
μεταβαίνειν.
Καθ' ἕκαστα λέγει οὐ τὸ τὶ καὶ τὸ ὄντως ἄτομον (μαχόμενα ἂν λέγοι τοῖς προειρημένοις)
ἀλλὰ τὸ ἄτομον εἶδος· τοῦτο γὰρ ἐν τοῖς ὁριστοῖς τὸ καθ’ ἕκαστον· ὡς γὰρ ὁριστὸν καὶ
καθ' ἕκαστον, οὐχ ἁπλῶς. ὃ καὶ αὐτὸς ἐδήλωσε διὰ τοῦ εἰπεῖν ἢ ἐν τοῖς ἀδιαφόροις· τὰ γὰρ
μηκέτι
εἰς εἴδη διαιρούμενα ἀδιάφορα κατὰ τὰς κυρίως διαφοράς. ῥᾷον δ' ὁρίσασθαι
τὸ ἄτομον εἶδος, ὁτι τὰ καθ' ὧν τοῦτο κατηγορεῖται φανερώτερά εἰσι τῶν εἰδῶν ὧν τὸ γένος
κατηγορεῖται. ἀπὸ δὲ τῆς τῶν ὑποκειμένων κοινότητος καὶ ταυτότητος ἐδείχθη ἀθροιζόμενος
ὁ ὁρισμὸς τῶν κατηγορουμένων. εἰ δὴ γνωριμέτεροι οἱ τῶν εἰδῶν ὁρισμοὶ ἢ οἱ τῶν γενῶν,
ἀπὸ τῶν
εἰδῶν χρὴ μεταβαίνειν ἐπὶ τὸν τῶν γενῶν ὁρισμὸν καθ' ὃν εἴρηται
τρόπον,
οὐκ ἄνωθεν διαιρουμένους ἀλλὰ κάτωθεν συντιθέντας.
p 97 b29 Καὶ γὰρ αἱ ὁμωνυμίαι λανθάνουσι μᾶλλον.
Τῷ γὰρ φανερώτερα εἶναι τὰ τοῖς ἀτόμοις εἴδεσιν ὑποκείμενα ῥᾳδία γνωσθῆναι ἡ κατὰ ταῦτα
ὁμωνυμία. εἰ τοίνυν δεῖ μὲν ὁριζομένους φυλάττεσθαι
τὰς ὁμωνυμέας,
εὐφυλακτότεραι δ' ἐν τοῖς εἴδεσι, καὶ διὰ τοῦτο ἄρα ἀπὸ τῶν εἰδῶν χρὴ τὴν ἀρχὴν τῶν
ὁρισμῶν ποιεῖσθαι.
p, 97b31 Ὥσπερ δὲ ἐν ταῖς ἀποδείξεσι.
Ὅτι ὥσπερ ἐν ταῖς ἀποδείξεσι πάντως προηγεῖται τὸ συλλογίσασθαι (οὐ γὰρ οἷόν τε
ἀπόδειξιν ἀσυλλόγιστον εἶναι), οὕτω καὶ ἐν τοῖς
δεῖ εἶναι τὸ σαφές· οὐ γάρ
ἐστιν ὁρισμὸς ὁ μὴ σαφὴς λόγος, εἴ γε
ἐπαγγέλλεται ὁ ὁρισμὸς γνώριμον
ποιῆσαι τὸ ζητουμενον.
p. 97 b35 Καὶ οὕτως ἐπὶ τὸ κοινὸν βαδίζειν.
Ὄτι οὐ δεῖ πειρᾶσθαι ὁμωνύμου τινὸς ὁρισμὸν ἀποδιδόναι. ἐπὶ τούτοις λέγει πρὸς
σαφήνειαν συντελεῖν καὶ τὸ διὰ κυρίων ὀνομάτων τοὺς ὁρισμοὺς
ἀποδιδόναι καὶ
μὴ χρῆσθαι μεταφοραῖς μηδὲ τροπικοῖς ὀνόμασιν·
ἀσαφείας γὰρ αἴτια τὰ τοιαῦτα
ἐπὶ πλείονα ἐφαρμόζεσθαι δυνάμενα. διαλέγεσθαι δέ φησι τὸ διαλεκτικῶς ὁμιλεῖν.
p. 98 a1 Πρὸς δὲ τὸ ἔχειν τὸ προβλήματα.
Παραδίδωσιν ἡμῖν διὰ τούτων μέθοδον δι' ἧς εὐπορεῖν δυνησόμεθα εἰς τὸ λέγειν τὰ
προβλήματα. λέγειν δὲ προβλήματά ἐστι τό τε
αὐτὰ δύνασθαι καὶ προβάλλειν
καὶ τὸ τὰς αἰτίας αὐτῶν ἀποδιδόναι, ἐφ' οὗ καὶ νῦν τῷ λέγειν αὐτὸς κέχρηται, ἐπὶ γὰρ τοῦ
λέγειν τὰς αἰτίας τῶν ζητουμένων, ὡς καὶ προϊὼν δηλώσει· λέγει γὰρ προβλήματα ἐν οἷς
ζητεῖται τὸ διὰ τί [ἢ] δι' οὗ παραδίδωσι τρόπου. † ἢ ὀ ἅμα ἀμφότερα
δεικνύμενα, καὶ ἡ εὕρεσις τῶν προβλημάτων καὶ ἡ εὕρεσις ἦς αἰτίας.
ἔστι δ'
αὐτῷ πολλὰ βιβλία τοιούτων προβλημάτων. πῶς οὖν εὐπορήσομεν τοῦ τὴν αἰτίαν ἐν τοῖς
προβαλλομένοις ἀποδιδόναι, ὑπογράφει· οὐ γὰρ περὶ ὁρισμῶν ἐστιν ἃ λέγει νῦν, ὡς ᾠήθησάν
τινας.
p, 98 a13 Νῦν μὲν οὖν κατὰ τὰ παραδεδομένα κοινὰ ὀνόματα.|
Φησὶ μὴ μόνον ἐπὶ τῶν κοινὸν καὶ ἕν τι ἐχόντων ὄνομα κατηγορούμενον
χρήσιμον εἶναι τὴν προειρημένην ἐκλογὴν πρὸς τὴν τῆς ἐν Τοῖς
προβλήμασιν αἰτίας ἀπόδοσιν, ἀλλὰ καὶ ἐφ' ὧν οὐκ ἔστι μὲν ἓν καὶ ταὐτὸν τὸ κοινόν, κατ'
ἀναλογίαν δὲ τὴν ταυτότητα ἔχει. τὰ γὰρ διαφέροντα καὶ ἐν διαφερουσιν ὄντα ὅταν τὴν
αὐτὴν ἀναλογίαν ἔχῃ, πάντα τὰ ἐν οἷς ἐστι κοινά πως καὶ αὐτὰ γίνεται, οὐχ ἁπλῶς ἀλλὰ
κατὰ ἀναλογίαν. οὐδὲ
γὰρ κοινὸν ἓν ἐπὶ τῶν ἐχόντων σήπιον καὶ ὀστοῦν καὶ
ἄκανθαν, ὥσπερ ἐπὶ τῶν κέρατα ἐχόντων ἓν ἦν τὸ κερασφόρον, ἀλλ' ἀναλογίᾳ τὸ
ἓν ἐπ' αὐτῶν λαμβάνεται· ὃν γὰρ λόγον ἔχει τὸ ὀστοῦν ἐν τοῖς τῶν ζῴων ὑπόποσι, τοῦτον ἐν
μὲν ἰχθύσιν ἄκανθα, ἐν δὲ σηπίαις τὸ σήπιον· ἕκαστον γὰρ αὐτῶν ἐν ἑκάστῳ τῶν ἐν οἷς
ἐστιν ἔρεισμά τί ἐστι.
p. 98 a24 Τὰ δ' αὐτὰ προβλήματά ἐστι τὰ μὲν τῷ τὸ αὐτὸ μέσον εχειν.
Ποῖα τὰ αὐτὰ προβλήματα, ὅτι ἢ ὧν τὸ αὐτὸ αἴτιον καὶ μέσον ἐστί,
τοῦ ἑτέρου αἴτιον ὑπὸ τὸ τοῦ ἑτέρου αἴτιόν ἐστι. τίθησι δ᾿ ἑξῆς
καὶ τὸ κατὰ ἀναλογίαν. διὰ τούτων δὲ διδάσκει ἡμᾶς, πῶς γνωσόμεθα
ὅσα ταὐτὰ
ὄντα ἀλλήλοις προβλήματα μὴ δοκεῖ διὰ τὸ ἐπὶ διαφόρου ὕλης ἐρωτᾶσθαι, ὡς δύνασθαι πρὸς
ἕν αὐτῶν εὐπορήσαντας τῆς αἰτίας ἔχειν καὶ περὶ τῶν ἄλλων ὁμοίως λέγειν. καὶ θεόφραστος
δὲ ἐπραγματεύσατο περὶ τὴν σναγωγὴν τῶν ὁμοίων προβλημάτων. ἀλλ᾿ ἐκεῖνος μὲν
ἱστορεῖ ἐν ἐκείνοις τίνα ὅμοια ἀλλήλοις ἐστὶ τῶν προβλημάτων· Ἀριστοτέλης
δὲ νῦν διδάσκει τίνι κρινοῦμεν τὰ ταὐτὰ ἀλλήλοις προβλήματα. λέγει δὴ διχῶς ταὐτὰ εἶναι
ἀλλήλοις· ἢ τῷ τὸ αὐτὸ μέσον ἔχειν, οἷον ὅτι πάντα ἀντιπερίστασις. ἔστι δὲ [εἰ] ἐπὶ τῶν
τοιούτων προβλημάτων κοινὸν μέσον ἡ τοῦ θερμοῦ ἀντιπερίστασις, οἷον διὰ τί χειμῶνος
μᾶλλον πέττομεν; διὰ τί καθεύδοντες πυκνὸν ἀναπνέομεν; διὰ τί αἱ
πηγαὶ τοῦ
χειμῶνος θερμότεραι; παντων γὰρ τούτων αἴτιον τὸ αὐτό, ἡ τοῦ θερμοῦ ἀντιπερίστασις, ὅ
καὶ μέσος ὅρος ἐστί. καὶ τούτων πάλιν τῶν
διὰ τὸ τὸν αὐτὸν μέσον ἔχειν τῶν
αὐτῶν ὄντων ὑποδιαίρεσιν ποιεῖταί τινα πρὸ τοῦ τὸν δεύτερον εἰπεῖν τρόπον, καθ᾿ ὅν καὶ
αὐτὸν τὰ αὐτὰ ἀλλήλοις προβλήματα γίνεται· τῶν γὰρ τὸ αὐτὸ αἴτιόν τε καὶ μέσον ἐχόντων
τὰ
μὲν τῷ γένει ταὐτά ἐστιν, οὐ μὴν τῷ εἴδει, τὰ δὲ πρὸς τῷ γένει καὶ τῷ
εἴδει ταὐτά ἐστι.
p. 98a35 Περὶ δ᾿ αἰτίου καὶ οὗ αἴτιον ἀπορήσειεν ἄν τις.
Ἤδη μὲν περὶ τοῦ συνυπάρχειν τὰ αἴτια τοῖς αἰτιατοῖς εἶπεν· ἔδειξε γὰρ τῶν μὲν ὄντων
ὄντα, τῶν δὲ γεγονότων γεγονότα, τῶν δ᾿ ἐσομένων
ἐσόμενα καὶ τῶν γινομένων
γινόμενα τὰ αἴτια. νῦν δὲ ἀπορίαν τινὰ κινεῖ τοιαύτην περὶ αὐτοῦ τούτου· κεῖται καὶ
δέδεικται ὅτι τὸ αἴτιον μέσος ὅρος ἐστὶν ἐν ἀποδείξει· ἀλλὰ μὴν καὶ τοῦτο ὡμολόγηται,
ὅτι ὄντος
τοῦ μέσου πᾶσα ἀνάγκη καὶ τὸ συμπέρασμα εἶναι, ὥστ᾿ ὄντος τοῦ
αἰτίου καὶ τὸ αἰτιατόν, ὅπερ ἐστὶ τὸ συμπέρασμα, ἀναγκαῖον εἶναι. τούτου κειμένου
ζητεῖ εἰ ἀντιστρέφει, ὡς καὶ τοῦ αἰτιατοῦ ὄντος, ὅπερ ἦν τὸ συμπέρασμα, ἐξ
ἀνάγκης καὶ τὸ αἴτιον εἶανι, ὃ ἦν μέσον. ἔστι δὲ ἡ λύσεις
ἔσται, καὶ ἔσται τὸ αὐτὸ ποτὲ μὲν αἴτιον ποτὲ δὲ αἰτιατόν.
p. 98 b16 Εἰ δὲ μὴ ἐνδέχεται αἴτια εἶναι ἀλλήλων.
Ὅτι εἰ μὴ ἐνδέχεται αἴτια εἶναι ἀλλήλων τὸ (τὸ πρότερόν ἐστιν οὗ ἐστιν αἴτιον, εἰ καὶ
μὴ τῷ χρόνῳ, ἀλλὰ τῇ καὶ τοῦ μὲν ἐκλείπειν τὴν σελήνην αἴτιον ὁμολογεῖται τὸ ἐν μέσῳ
εἶναι Ι τὴν γῆν, τοῦ δ' ἐν μέσῳ εἶναι τὴν γῆν οὐκ αἴτιον
τὸ ἐκλείπειν, καὶ εἰ ἡ μὲν διὰ τοῦ αἰτίου ἀπόδειξις τοῦδιὰ τί, ἡ δὲ μὴ διὰ
τοῦ αἰτίου τοῦ ὅτι, δῆλον ὅτι ἡ ἑτέρα δεῖξις ἡ τὸ αἴτιον συνάγουσα οὐ δι' αἰτίου
γίνεται· ὅτι γὰρ ἐν μέσῳ ἐστὶν ἡ γῆ, οἶδε διὰ τῆς ἐκλείψεως, διότι δέ, οὔ. ὥστε οὐ δι'
ἀλλήλων ἀποδείκνυνται· ἡ γὰρ ἀπόδειξις δι' αἰτίου.
Ταῦτα εἰπὼν καὶ λύσας τὴν δοκοῦσαν ἐπιφέρεσθαι ἀπορίαν κειμένου
τοῦ
συνυπάρχειν τῷ αἰτιατῷ τὸ αἴτιον, ἔδειξεν ἐξ ἕτοίμου εἰληφέναι τὸ λαβεῖν ἕπεσθαι μὲν τῷ
αἰτίῳ τὸ αἰτιατόν, εἰ εἰ μὴ καὶ τῷ αἰτιατῷ ἕποιτο καὶ συνυπάρχοι τὸ αἴτιον, ἄλλο ἔσεσθαι
αὐτοῦ αἴτιον καὶ μὴ τὸ κείμενον <τῷ> τό τε αἰτιατὸν καὶ τὸ συμπέρασμα ἐπὶ μέσῳ
τινὶ καὶ
πάντως εἶναι. ὃ οὖν ἐδύνατο ἐπενεχθῆναι τῇ δείξει ἐκείνῃ, τοῦτο
ὑποφέρει καὶ πειρᾶται λέγειν ἢ ἐνδέχεται ἑνὸς πλείω αἴτια εἶναι; ἂν γὰρ ἐνδέχηται τοῦτο,
ἐξ ἀνάγκης ἀντιστρέφει τῷ αἰτιατῷ τὸ αἴτιον ᾧ τεθέντι
εἵπετο. πάντως μὲν
γὰρ αἰτίῳ τινὶ ἀντιστρέφει τὸ αἰτιατόν, οὐ μὴν πάντως τῷδε δι' οὗ ἐδείχθη, εἰ οἷόν τε
τοῦ αὐτοῦ πλείω αἴτια εἶναι.
ἑκάστῳ μὲν γὰρ τῶν αἰτίων μέσῳ ληφθέντι ἐξ
ἀνάγκης ἀκολουθήσει τὸ συμπέρασμά τε καὶ τὸ αἰτιατόν, οὐ μήν, εἰ τὸ συμπέρασμα καὶ τὸ
αἰτιατόν ἐστιν, ἐξ ἀνάγκης ηδη καὶ τόδε τὸ αἴτιον ἔσται, τῷ δύνασθαι καὶ ἄλλο αἴτιον
εἶναι αὐτοῆ, εἴ γε πλείω τοῦ αὐτοῦ αἴτια. [ἀπορήσας δὲ μήποτ'
καὶ συνιστὰς ὅτι τοῦ αὐτοῦ πλείω αἴτια οἷόν τε λέγειν εἶναι.]
p. 98 b19 Εἰ οὖν ἡ μὲν διὰ τοῦ αἰτίου ἀπόδειξις τοῦ διὰ τί.
Εἰ τὸ μέν, δι' οὗτινος τὸ εἶναι καὶ ἡ οὐσία γνωρίζεται, αἴτιον, τὸ
δὲ μὴ
οὕτως ἔχον οὐκ αἴτιον, τούτων δὲ τὸ μὲν ἕτερον διὰ τοῦ ἑτέρου γνωρίζεται, οὐκέτι δὲ καὶ
ἀνάπαλιν, οὐκ ἂν ὡς αἴτια ἀλλήλων εἶεν ἀντιστρέφοντα.
p. 98 b23 Ἢ ἐνδέχεται ἑνὸς πλείω αἴτια εἰναι;
Ἀπορήσας μήποτε ἐνδέχεται τοῦ αὐτοῦ πλείω αἴτια εἷναι, δηλονότι κατὰ τὸν αὐτὸν τρόπον
τοῦ αἰτίου, τίθησι πῶς δύναται τὸ αὐτὸ κατὰ πλείους αἰτίας ὑπάρχειν πλείοσι, διὰ τούτου
δεικνὺς καὶ συνιστὰς ὅτι τοῦ
αὐτοῦ πλείω αἴτια οἷόν τε λέγειν εἶναι· εἰ γὰρ
τοῦ τὸ αὐτὸ πλείοσιν ὑπάρχειν πλείους αἰτίαι εἰσί, καὶ τοῦ αὐτῦ πλείω αἴτια οἷόν τε
εἶναι. καὶ ὅτι μὴ
τῷ αὐτῷ τὸ αὐτὸ διὰ πλειόνων αἴτιον ὑπάρχειν οἷόν τε,
δείκνυσι. λαμβάνει δὲ εἰς τὴν ἀναίρεσιν αὐτοῦ ὅτι ἀεὶ τὸ πρόβλημα καθόλου ἐστίν· οὐ γὰρ
τοῦ τῷδε ὑπάρχειν τι ἡ αἰτία ἐν τοῖς προβλήμασι ζητεῖται ἀλλὰ τοῦ τοῖσδε καθόλου
ὑπάρχειν καὶ οἷόν τε ὑπάρχειν. ὁ γὰρ τὴν αἰτίαν ζητῶν τοῦ τὸ ζῷον, καθὸ ζῷόν ἐστιν,
ὑπάρχειν τισὶ κοινήν τινα αἰτίαν ζητεῖ,
καθ' ἣν πᾶσιν, οἷς ὑπάρχει, ὑπάρχει· δεῖ γὰρ τὸ αἴτιον καὶ οὐ αἴτιον, τοῦτο
δ' ἐστὶ τὸ αἰτιατόν, καθόλου ἄμφω ὑπάρχειν τινί, ᾧ ὑπάρχει τε καὶ ᾧ ἐστιν οἷά τε
ὐπάρχειν. καὶ διὰ τοῦτο τρῶτον μὲν καὶ καθ' αὑτὸ ὑπάρχει τῷ κοινῷ τε καὶ τῷ γένει, εἰ
γένος τι εἴη ὁμοίως ἑκατέρου αὐτῶν, ἔπειτα διὰ τὴν αὐτὴν αἰτίαν καὶ τοῖς εἴδεσι πᾶσιν
αὐτοῦ, <εἰ εἴη> εἴδη ἐφ' ὧν
τὸ αἰτιατὸν καὶ τὸ αἴτιόν τε καὶ μέσον
ἀντιστρέφει. δείξας δ' ἐφ' ὧν τὸ αἰτιατόν, ἐπὶ τούτων πάντων καὶ τὸ αἴτιον, ἀνεῖλε τὸ
δύνασθαι τοῦ αὐτοῦ πλείω αἴτια εἶναι κατὰ τὸν εἰρημένον τρόπον. εἰ γὰρ ἄλλο μὲν εἴη
αἴτιον
τοῦ τὸ A τῷ Δ ὑπάρχειν, οἷον τὸ B, ὡς ἔλαβεν, ἄλλο δὲ πάλιν τοῦ τῷ E
τὸ A ὑπάρχειν, οἷον τὸ Γ, οὐκ ἐφ' ὧν τὸ A κατηγορεῖται, ὅπερ ἐστὶ
τὸ
αἰτιατόν, ἐπὶ τούτων καθόλου καὶ τὸ αἴτιον κατηγορηθήσεται. οὕτως
p. 99 a1 Πότερον δ᾿ ἐνδέχεται μὴ τὸ αὐτὸ αἴτιον εἶναι.
Δείξας ὅτι τὸ αὐτὸ τῷ αὐτῷ οὐχ οἷόν τε διὰ πλειόνων ὑπάρχειν
αἰτίων (τὸ γὰρ καθόλου ᾧ πρώτῳ ὑπάρχει, δι᾿ ἑνὸς αἰτίου ὑπάρχει· δι᾿ οὗ δὲ
τούτῳ, διὰ τούτου καὶ ἑκάστῳ τῶν ὑπὸ τοῦτο) νῦν ὃ παρέθετο παράδειγμα, πρὸς τὸ δύνασθαι
τὸ αὐτὸ πλείοσί τισιν ὑπάρχειν διὰ διαφόρων αἰτίων ζητεῖ πῶς ἔχει καὶ εἰ οἷόν τε τοῦτο.
οἷον εἰ τὸ ζῷον δι᾿ ἄλλου μὲν μέσου ἀνθρώπῳ, δι᾿ ἄλλου δ᾿ ἀετῷ δείκνυται ὑπάρχον· τοῦ
γὰρ τὸ
ζῷον ὑπάρχειν οἷς ὑπάρχει δόξει πλείω εἶναι τὰ αἴτια· τοῖς μὲν γὰρ
τὸ πτηνόν, τοῖς δὲ τὸ πεζόν, τοῖς δὲ τὸ ἔνυδρον. λύων δὴ τοῦτο καὶ τὸ
διττὸν τοῦ αἰτίου ἐνδεικνύμενος (οὐ γὰρ πάντως τὸ τοῦ συμπεράσματος αἴτιον καὶ τοῦ
πράγματός ἐστιν αἴτιον) τοῦτο δὴ δεικνὺς λέγει ὅτι, εἰ μὲν καθ᾿ αὑτὸ ἀποδέδεικται,
τουτέστιν εἰ διὰ τοῦ αἰτίου, ὃ τοῦ πράγματός
ἐστιν αἴτιον, ἡ δεῖξις εἴη
γινομένη, τὸ αὐτὸ αἴτιον ἀνάγκη ἐπὶ πάντων λαμβάνεσθαι οἷς δείκνυται τὸ αὐτὸ ὑπάρχον. οὗ
τὴν αἰτίαν παρέθετο, ἣν ἔδειξεν ἤδη, εἰπὼν ‘ὁρισμὸς γὰρ τοῦ ἄκρου ἐστὶ τοῦ
κατηγορουμένου καὶ τοῖς πλείοσιν ὑπάρχοντος ἡ αἰτία | δι᾿ ἧς δείκνυται, καὶ οὗτος ὁ
μέσος ὅρος᾿·
δὲ μὴ εἴη ἀποδεικνύμενον διὰ τοῦ αἰτίου
ἀλλὰ διὰ σημείου ἢ διὰ συμβεβηκότος μέσου λαμβανομένου, ἐνδέχεται ἄλλῳ δι᾿ ἄλλου τὸ αὐτὸ
ὑπάρχον δείκνυσθαι.
p.99 a2 Ἢ εἰ μὲν καθ᾿ αὑτὸ ἀποδέδεικται καὶ μὴ κατὰ σημειον.
Τὸ μὲν σημεῖον ἀεὶ τῷ πράγματι παρακολουθεῖ· τὸ δὲ συμβεβηκὸς δύναται καὶ ἔξωθεν >εἶναι>.
p. 99 a6 Εἰ δὲ μὴ, ὁμοίως ἕξει τὸ μέσον· εἰ μὲν ὁμώνυμα.
Εἰ δὲ μὴ καθ' αὑτὸ εἴη ἀποδεικνύμενον μηδὲ διὰ τῶν καθ' αὑτὸ ὑπαρχόντων, ὁμοίως ἕξει τὸ
μέσον, ὡς ἂν ἔχῃ καὶ τὸ οὗ ἡ αἰτία ζητεῖται. τοῦτο δὲ προσέθηκεν, ἐπειδὴ ἔδειξεν ὅτι καὶ
τὸ αἴτιον δύναται
μὴ καθ' αὑτὸ ἀλλὰ κατὰ συμβεβηκὸς ἢ σημεῖον λαμβάνεσθαι
καὶ τὸ οὗ αἴτιον καὶ τὸ ᾧ εἰπὼν σ', ὅτι μὴ δοκεῖ τὰ τοιαῦτα προβλήματα, προσεθηκε τὸ εἰ
δὲ μὴ, ἀντὶ τοῦ ‘εἰ δὲ καὶ ταῦτα ζητοῖτο ὡς προβλήματα',
ὁμοίως ἕξει τὸ
μέσον, αἂν μὲν ὁμώνυμον ᾖ τὸ αἰτιατόν, τοιοῦτον ἔσται καὶ τὸ αἴτιον, ἂν δὲ ὡς ἐν τῷ
γένει, καὶ τὸ αἴτιον τοιοῦτον·
ὁμοίως καὶ εἰ κατὰ ἀναλογίαν.
p. 99 a 16 Ἔχει δ' οὕτω τὸ παρακολουθεῖν τὸ αἴτιον ἀλλήλοις.
Τὸ μὲν ἔχει δ' οὕτω τὸ παρακολουθεῖν εἶπεν ἀντὶ τοῦ ‘ἔχει δὲ οὕτω περὶ τὸ
παρακολουθεῖν'. τῷ δὲ παρακολουθεῖν ἀντὶ τοῦ ἀντιστρέφειν κέχρηται. τὸ δὲ κατάλληλον τῆς
λέξεως τοιοῦτον· ἔχει δὲ
οὕτω τὸ παρακολουθεῖν ἀλλήλοις τὸ αἴτιον καὶ οὗ
αἴτιον καὶ
ᾧ αἴτιον. ἔστι δὲ τὸ μὲν ᾧ αἴτιον τὸ ὑποκείμενον, τὸ δὲ οὗ
αἴτιον τὸ τούτῳ ὑπάρχον. λέγει δὲ ταῦτα περὶ τῶν ἐν ταῖς ἀποδείξεσιν αἰτίων. εἰπὼν δ'
τοῖς πρὸ τούτου ὅτι τὸ τοῦ πράγματος ἀλλὰ μὴ τὸ τοῦ συμπεράσματος αἴτιον καὶ τὸ οὗ
αἴτιον ἀντακολουθεῖ ἀλλήλοις τῷ
εἶναι τὸ αἴτιον ὁρισμὸν τοῦ αἰτιατοῦ φθάνει
τε γὰρ ἐν τοῖς ἔμπροσθεν εἰρηκὼς τοῦτο, καὶ νῦν δ' ἐρεῖ· τούτῳ γὰρ κέχρηται πρὸς τὴν
δεῖξιν τοῦ μὴ δύνασθαι τὸ αὐτὸ πλείοσι δι' αἰτίας διαφόρους ὑπάρχον δείκνυσθαι
ἀποδεικτικῶς) χρησάμενος δὲ καὶ τῷ καθόλου τινὸς τό τε αἴτιον καὶ τὸ αἰτιατὸν
κατηγορεῖσθαι, νῦν λέγει πότε καὶ τὸ οὗ τό τε αἰτιατὸν καὶ τὸ
αἴτιον καθ'
αὑτὸ κατηγορεῖται ἀντιστρέφει ἐκείνοις, τῷ τε αἰτίῳ καὶ τῷ αἰτιατῷ· τοὺς γὰρ ὅρους
ἀντιστρέφειν, ἐφ' ὧν καὶ ἡ κύκλῳ δεῖξις γίνεται.
p. 99a18 Καθ' ἕκαστον μὲν λαμβάνοντι τὸ οὗ αἴτιον.
Ὅτι ἀντακολουθεῖ καὶ ἀντιστρέφει τὸ αἴτιον καὶ τὸ οὗ αἴτιον καὶ τὸ ᾧ αἴτιον, ὅ ἐστιν ὁ
ὑποκείμενος ὅρος, οὐκ ἀεί, ἀλλ' εἰ μὲν καθ’ ἕκαστον
καὶ ὁ κατηγορούμενος, καὶ τὸ μέσον τε καὶ αἴτιον ὁμοίως ἕξει. ὡς γὰρ ἐχει τὸ
κατηγορούμενον πρὸς τὸ ὑποκείμενον, οὕτω καὶ τὸ αἴτιον· ὁρισμὸς γὰρ τὸ αἴτιον δέδεικται
τοῦ κατηγορουμένου. πρῶτον δὲ μέσον φησὶ τὸ προσεχὲς αἴτιον τῷ κατηγορουμένῳ, οὗ μηκέτι
ἄλλο μέσον ἐστίν, ὃ καὶ αὐτὸ πρῶτον ἄκρον εἶπεν.
p. 99 a21 Ἔστι δὲ τὸ μέσον τὸ πρῶτον λόγος τοῦ πρώτου ἄκρου.
Διὰ τοῦτο καὶ πᾶσαι αἱ επιστῆμαι δι' ὁρισμοῦ γίνονται·
πᾶσαι γὰρ
ἀποδεικνύουσι τὰ κατ' αὐτάς· αἱ δ' ἀποδείξεις διὰ τοῦ αἰτίου· τὸ δ' αἴτιον λόγος καὶ
ὁρισμὸς τοῦ πρώτου ἄκρου· τοῖς γὰρ τῶν πρώτων ὁρισμοῖς χρῶνται πρὸς τὰς τῶν μετὰ ταῦτα
ἀποδείξεις.
p. 99 a23 Οἷον τὸ φυλλορροεῖν ἅμα ἀκολουθεῖ τῇ ἀμπέλῳ.
Διδάσκει πῶς τὸ πρῶτον μέσον τοῦ πρώτου ἄκρου ὁρισμός ἐστι καὶ διὰ τί προσέθηκε τῷ μέσῳ
τὸ πρῶτον. τοῖς γὰρ φυλλορροοῦσι πᾶσι τὸ
φυλλορροεῖν διὰ δύο μέσων ὑπάρχον
δείκνυται, διά τε τοῦ πλατυφύλλου
καὶ διὰ τοῦ πήγνυσθαι τὸ ὑγρόν. καὶ ἔστι
προσεχὲς τῷ μὲν ὑποκειμένῳ μέσον τὸ πλατύφυλλον, ὃ ἐπὶ θάτερον πρὼτον μέσον εἶπε, τῷ δὲ
κατηγορουμένῳ, τῷ φυλλορροεῖν, ἡ πῆξις τοῦ ὑγροῦ, ὅπερ καὶ ὁρισμός ἐστι τοῦ
κατηγορουμένου καὶ πρῶτον μέσον ὡς ἐγγύτερον τῆς κατηγορίας καὶ αἰτία καὶ ὁρισμὸς αὐτοῦ
ὄν. κάτωθεν δ' ἀρχομένῳ ἀπὸ τοῦ ὑποκειμένου
πρῶτον μέσον τὸ κοινὸν ἐπὶ
πάντων τῶν τοιούτων· τοῦτο δ' ἐστὶ τὸ
πλατύφυλλον· τοῦτο γὰρ δηλοῖ τὸ ὁποῖά
ἐστι τὰ φυλλορροοῦντα. τούτου δὲ πάλιν τοῦ κοινοῦ καὶ τοῦ φθλλορροεῖν μέσον τὸ πήγνυσθαι
τὸ ὑγρόν, ὃ αἰτία ἐστὶ καὶ ὁρισμὸς τοῦ φυλλορροεῖν.
p. 99 a30 Ἐπὶ δὲ τῶν σχημάτων ὧδε ἀποδώσει.|
Εἶπε μὲν περὶ τῆς τῶν ὅρων ἀκολουθήσεως τῆς ἐν ταῖς ἀποδείξεσι
ἀντιστρεφουσι τῶν ὑποκειμένων τῷ τε αἰτίῳ καὶ τῷ αἰτιατῷ δείξας, τίνες δ' οὔ, τὸ αὐτὸ
τοῦτο δείκνυσιν ἐπὶ ὅρων τε καὶ συλλογισμῶν τῇ ἐκθέσει
τῶν ὅρων γνωριμώτερον
καὶ πιστότερον ποιῶν τὸ δεδειγμένον.
p. 99a35 Ἅπαντα δὲ ἀντιστρέφει καὶ παρεκτείνει.
Τουτέστι τοῦτο γὰρ νῦν λέγω καθόλου. τοῦ γὰρ καθόλου
κατηγορουμένου τὸ μὲν
ἐπ' ἴσης ἐστίν, ὃ καὶ ἀντιστρέφει· καὶ εἷπε πρῶτον δὲ καθόλου ᾧ ἕκαστον μὲν οὐκ
ἀντιστρέφει, ἅπαντα δ' ἀντιστρέφει· τοῦτο δ' ἐστὶν ὃ μὴ διὰ μέσου τινὸς ἀλλὰ πρῶτον
κατηγορεῖται· τὸ δὲ μὴ ἐπ' ἴσης καθ' αὑτὸ μέν, οὐ μὴν πρώτως ἀλλὰ διὰ
μέσου.
p. 99 a36 Δεῖ ἄρα τὸ A ἐπὶ πλέον τοῦ Β παρεκτείνειν.
Τουτέστιν εἰ δὲ ἐπὶ πλέον τὸ A τοῦ Β κατηγορεῖται, οὐκέτι ἂν εἴη τοῦτο αἴτιον αὐτοῦ· τί
γὰρ μᾶλλον τοῦτο ἢ ἄλλο τι δι' οὗ καὶ αὐτοῦ τοῦ Δ κατηγορεῖται καὶ ἄλλων τινῶν παρὰ τὸ
ὧν τὸ Β κατηγορεῖται; καὶ
πῶς τοῦτο ἔχει, ἑξῆς δείκνυσιν.
p. 99a37 Εἰ δὴ πᾶσιν ὑπάρχει τοῖς Ε τὸ Α.
Ὀ λέγει τοιοῦτόν ἐστιν· εἰ τὸ A μὴ μόνον τοῖς Δ πᾶσιν ὑπάρχει, οἷς ὑπάρχον ἐδείχθη διὰ
τοῦ B, ἀλλὰ καὶ τοῖς E, ἔσται πάντα τὰ E ἄλλα τοῦ B, δηλονότι οὐχ ὑπὸ τὸ Β· τὸ γὰρ B
κατὰ μόνων ὦρ Δ κατηγορεῖται. εἰ γὰρ μὴ ἔξω πίπτει τοῦ B τὰ E, οὐκέτ' ἂν ἐπὶ πλέον
εἴη τὸ A εἰλημμένον τῶν τε E καὶ τῶν Δ, εἰ εἴη ταὐτὰ τὰ E τοῖς
Δ
ὄντα πάντα ὑπὸ τὸ Β. ὃ ἔδειξεν εἰπὼν εἰ γὰρ μὴ, πῶς ἔσται εἰπεῖν ὅτι ᾧ τὸ E, τὸ A παντί,
ᾧ δὲ τὸ Α, οὐ παντὶ τὸ E;
ὁμοίως καὶ ἐπὶ τοῦ
Δ. εἰπὼν δὲ τοῦτο καὶ δείξας ὅτι μὴ ὑπὸ τὸ Β τὸ E ἔσται, ἐπιφέρει· διὰ τί γὰρ οὐκ ἔσται
τι αἴτιον, οἷον
τὸ A τᾷ Δ; ὃ ἴσον ἐστὶ τῷ ‘διὰ τί γὰρ οὐκ ἔστι τι τοῦ καὶ
τὸ A τοῖς Ε ὑπάρχειν αἴτιον, ὥσπερ καὶ τοῦ τοῖς Δ ὑπάρχειν αὐτὸ αἴτιον ἦν, τὸ γὰρ B;
τοῦτο δὲ λέγει ἐξηγούμενος ὃ εἶπε καὶ τὴν αἰτίαν ἀποδιδοὺς
τοῦ εἰ δὲ μὴ, τί
μᾶλλον αἴτιον ἔσται τοῦτο ἐκείνου; εἰ γὰρ καὶ τοῖς E τὸ A ὑπάρχει ἄλλοις οὖσι τῶν Δ, καὶ
τούτοις δι' αἰτίου τινὸς ὑπάρξει. τὸ γὰρ οἷον τὸ A τῷ Δ εἶπεν ἀντὶ τοῦ ‘ὁποῖον καὶ ὅτε
τὸ A τοῖς Δ ὑπάρχειν ἐδείκνυτο'· ὑπάρχειν γὰρ ἐδείκνυτο διὰ μέσου τοῦ Β.
ᾧ
ἐπήνεγκεν ἅμα ἄρα καὶ τὰ E ἔσται τι ἕν. ὁμοίως ἄρα καὶ τὰ E
ἔσται τι ἕν,
τουτέστιν ὑφ' ἕν τι καὶ ἓν κατὰ παντὸς αὐτῶν κατηγορούμενον ἔσται, ὡς ἦν τὰ Δ ὑπὸ τὸ B.
εἰ δή ἐστι τὰ E ὑπό τι ἔη τοῦτο αὖ ἐπισκεψώμεθα. κἂν εὕρωμεν ὅ τι ποτέ ἐστιν ἐκεῖνο
<ὃ> πάλιν αἴτιον τὸ A τοῖς E ὑπάρχειν, ἔστω τὸ Γ τοῦτο, ὃ πᾶσι τοῖς E ὑπάρχει,
αὐτῷ δὲ παντὶ τὸ A.
p. 99 b4 Ἐνδέχεται δὴ τοῦ αὐτοῦ πλείω αἴτια εἶναι.
Δείξας, ὅτι ἐπὶ πλέον λεγομένου τοῦ κατηγορουμένου οὐκ ἀδύνατον ἐν
συλλογισμῷ διὰ πλειόνων αἰτίων τε καὶ μέσων συνάγεσθαι τὸ αὐτὸ τοῖς διαφόροις κατ' εἶδος
ὑπάρχον, ἐπιφέρει ὅτι ἐνδέχεται τοῦ αὐτοῦ αἴτια πλείω εἶναι, ἀλλ' οὐ τοῖς αὐτοῖς τᾷ
εἴδει· δι' ἄλλου γὰρ αἰτίου
ἡ οὐσία ζῴῳ καὶ δι' ἄλλου λίθῳ. τοῦτο δ' ἐπὶ
μὲν τῶν ἐν συλλογισμῷ αιτίων τοῦ συμπεράσματος, ἐφ' ὧν νῦν ποιεῖται τὸν λόγον, οἷόν τε·
εἶπε γὰρ ‘ἂν διὰ συμβεβηκότων καὶ σημείων ὁ συλλογισμὸς γένηται'. ἐπὶ δὲ τῶν ἀποδείξεων
καὶ τὼν δι' αἰτίου συλλογισμῶν οὐχ οἷόν τε ὂν ἐδείχθη·
ἦν γὰρ τὸ τοιοῦτον
αἴτιον ὁρισμὸς τοῦ κατηγορουμένου, ὃς καὶ τοῖς κατ'
p. 99 b5 Τὰ μὲν τετράποδα τῷ μὴ ἔχειν χολήν.
Ἔσται οὖν τὸ μακρόβιον πλεοναχῶς λεγόμενον. ὧν γὰρ τῆς ὑπάρξεως
αἴτια
πλείω, ταῦτα πλεοναχῶς λέγεται, εἴ γε τὸ αἴτιον ὁρισμός ἐστι τοῦ
αἰτιατοῦ·
οὗ γὰρ πλείω αἴτια, τούτου καὶ λόγοι πλείους, οὐχ ὡς ταὐτοῦ δηλωτικοί· οὗ δὲ λόγοι
πλείους οὕτως, τοῦτο τῶν πλεοναχῶς λεγομένων.
p. 99 b7 Εἰ δὲ εἰς τὸ ἄτομον μὴ εὐθὺς ἔρχονται.
Τὰ γὰρ μέσα αἴτια ὡς ἐν συλλογισμῷ. οὕτως δὲ καὶ πλείους ἔσονται
συλλογισμοί, καὶ ἕξει ταύτην τὴν τάξιν τὰ μέσα πρὸς ἄλληλα, ἣν εἶχεν, ὅτε δι' ἑνὸς
ἐδείκνυτο μέσου τὸ συμπέρασμα, τὸ μέσον πρὸς τὸ κατηγορούμενον·
τὰ γὰρ
ἐπάνω τῶν μέσων τε καὶ αἰτίων κατηγορουμένων τάξιν ἔχει καὶ ἐπὶ πλέον δυνάμενα λέγεσθαι,
οἷον οὐσία, ἔμψυχον, αἰσυητικόν, πεζόν, λογικόν, ἄνθρωπος.
p. 99 b9 Πότερον δ' αἴτιον τῶν μέσων τὸ πρὸς τὸ καθόλου πρῶτον.
Ὅτι ὦν συμπερασμάτων πλείω ἐστὶ τὰ τὰ μέσα, τὸ ἐγγύτατον ἑκάστῳ αἴτιον τοῦ τὸ καθόλου
αὐτῷ ὑπάρχειν. εἰπὼν γὰρ ἐφ' ὧν πλείω τὰ μέσα, ὅτι καὶ τὰ αἴτια πλείω, ὅσα γὰρ τὰ μέ|σα,
ζητεῖ ἑξῆς, ὧν συμπερασμάτων
πλείω ἐστὶ τὰ μέσα, πότερον αὐτῶν ἐστι μᾶλλον αἴτιον τὸ πρὸς τὸ καθόλου
πρῶτον, τουτέστι τὸν πρῶτον κατηγορούμενον ὅρον, καθ' οὗ ληφθὲν τὸ πρῶτον κατηγορούμενον
τὴν πρώτην καθόλου πρότασιν ποιεῖ, ἢ τὸ πρὸς τὸ ἔσχατον καὶ ὑποκείμενον, ὃ ἄτομον εἶπεν,
ἤτοι ὡς ἀληθῶς ἂν ἄτομον ἢ εἶδος ἄτομον. τὸ δὲ τοῖς καθ' ἕκαστα λέγοι ἂν
ἀντὶ τοῦ ‘τοῦ τὸ πρῶτον καθόλου ὑπάρχειν τοῖς καθ' ἕκαστα'. φησὶ δ' ὅτι
τὸ
ἐγγύτατον ἑκάστῳ αἴτιον τοῦ τὸ καθόλου αὐτῷ ὑπάρχειν, καὶ προστίθησι τὴν αἰτίαν· τοῦ γὰρ
τὸ πρωτον λέγων πρῶτον ὃ εἶπεν ἄτομον καὶ ἔσχατον ὑποκείμενον) τοῦ δὴ τοῦτο ὑπὸ τὸν
πρῶτον ὅρον καὶ καθόλου εἶναι τὸ προσεχὲς αὐτῷ μέσον αἴτιον. τῷ γὰρ Δ τὸ Γ αἴτιον τοῦ τὸ
τὸ
A οὐκέτι δι' ἄλλου μέσου, εἰ μεσον εἴη. τοῦτο γὰρ εἶπε διὰ τοῦ
τούτῳ δὲ τὸ]
αὐτό· εἰ γάρ ἐστιν ὁρισμὸς αὐτοῦ, οὐκέτι ἂν αὐτῷ δι' ἄλλου μέσου ὑπάρχοι.
p. 99 b15 Περὶ μὲν οὖν συλλογισμοῦ καὶ ἀποδείξεως.
Τὸ ἀποδεικτικὸν τῇ ἐπιστήμῃ προσέθηκεν, ἐπεὶ κοινότερον ἐπιστήμη καὶ κατ' ἄλλων
κατηγορεῖται. οὐκέτι δὲ τῆς ὁριστικῆς πραγματείας, περὶ
ἧς καὶ αὐτῆς ἐν τούτῳ τὸν λόγον πεποίηται, καὶ ἐμνημόνευσεν ἰδίᾳ, ἐπεὶ καὶ
αὐτὴ πρὸς τὴν τῶν ἀποδείξεων γένεσίν τε καὶ σύστασιν συντελεῖ. περὶ γὰρ ὁρισμῶν
προηγουμένως ἐν τῷ Ζ τῆς Μετὰ τὰ φυσικὰ λέγει· ἡ γὰρ κυριωτάτη ἀπόδειξις ἡ διὰ τοῦ διὰ
τί δέδεικται διὰ τοῦ ὁρισμοῦ του κατηγορουμενου ακρου γινομενη.
p. 99 b17 Περὶ δὲ τῶν ἀρχῶν, πῶς τε γίνονται γνώριμοι.
Ζητεῖ περὶ τῶν ἀρχῶν τῶν ἀποδεικτικῶν αὗται δ' εἰσὶν αἱ ἄμεσοι 20 καὶ πρῶται προτάσεις), πῶς τε γίνονται γνώριμοι, ἐπεὶ μὴ διὰ ἀποδείξεως καὶ συλλογισμοῦ, καὶ τίς ἕξις ἢ δύναμις τῆς ψυχῆς ἐστιν ἡ γνωρίζουσα αὐτάς.
p. 99 b32 Ἀνάγκη ἄρα ἔχειν υέν τινα δύναμιν.
Λύων τὴν ἀπορίαν τῷ μὲν ἐκ γενέσεως ἡμᾶς ἔχειν τὴν γνῶσιν τῶν ἀρχῶν ὡς ἀτόπῳ <οὐ>
συγχωρεῖ, πῶς >δ᾿> ὕστερον αὐτὴν ἀναλαμβάνομεν,
πειρᾶται λέγειν. καὶ
ἐπεὶ ἀδύνατον μὴ προὑπαρχούσης τινὸς γνώσεως μάθησίν τινα γενέσθαι, ἄτοπ[ον δὲ καὶ τὸ
τῶν ἀρχῶν ἀεί τινας ἀρχὰς
εἶναι μᾶλλον γνωρίμους τῶν μετ' αὐτάς, πῶς καὶ
ἐνυπαρχούσης τινὸς ἡμῖν γνώσεως ἡ τῶν ἀρχῶν ὕστερον ἐγγίνεται γνῶσις καὶ οὐκ ἐπ' ἄπειρον
τοῦτο πρόεισι, λέγει. ἀνάγκη γὰρ ἔχειν μέν τινα δύναμιν ἡμᾶς προϋπάρχουσαν τῆς τῶν ἀρχῶν
γνώσεως, ἀφ' ἧς ἡ γνῶσις ἡ τούτων γίνεται ἀδύνατον γὰρ ἄλλως), μὴ τοιαύτην δ' εἶναι
ταύτην ἡ ἔσται
τούτων τιμιωτέρα τῷ ἀκριβεστέρα εἶναι, ὥσπερ ἐστὶν τῶν ἀρχῶν
πρὸς
τὰ συνιστάμενα ἐξ αὐτῆς τε καὶ ἐπ' αὐτῇ οὐκ ἔστιν ἀκριβεστέρα τοῦ ἐπ' αὐτῇ γινομένου τε
καὶ συνισταμένου οὐδὲ κατὰ τοῦτο τιμιωτέρα
οὐ γὰρ ἀκριβέστερον τὸ ἀτελὲς
τοῦ τελείου, ὅτι μηδ' ἡ ὕλη τοῦ εἴδους.
p. 99 b39 Εν οἷς δ' ἔνεστιν αἰσθανομένοις ἔχειν ἔτι ἐν τῇ ψυχῇ.
Ὀτι <ἔστιν> ἐν οἷς δύναμίς ἐστι τοῦ φυλάσσειν τε τὸ αἴσθημα καὶ
καὶ
ἔχειν τι ἐν τῇ ψυχῇ αἰσθομένοις μετὰ μετὰ τὴν αἴσθησιν, ἔστι δ' ἃ καὶ ὡς ἕν τι ἐν τῇ
ψυχῇ φυλάσσειν οἷά τ’ ἐστὶ τὰ ἐκ τῶν πολλῶν καὶ ὁμοίως κατ’ αἴσθησιν ἐνεργὰ καὶ λογικά
ἐστιν. ἐν οἷς γὰρ πλείων γνῶσις τοῦ κατὰ τὴν αἴσθησιν πάθους, τὰ μὲν ἐκ τῆς τῶν ελειόνων
αἰσθητῶν μνήμης
τε καὶ μονῆς λόγον κτᾶται, τὰ δ' οὔ. κατὰ διαφορὰν γὰρ τῆς
δεχομένης
ψυχῆς τὸ αἴσθημα οἰκεία τις κατασκευὴ γίνεται ἐκ τῶν ἀπὸ τῶν
αἰσθητῶν μνημῶν. ἐκ μὲν γάρ τοῦ αἰσθήματος καὶ τῆς μονῆς τοῦ κατ’ ἐνέργειαν αἰσθητοῦ
μνήμη τε καὶ φαντασία. ἔστι γὰρ ἡ φαντασία κίνησίς τις τῆς ψυχῆς ὑπὸ τοῦ ἀπὸ τῆς
αἰσθήσεως μείναντος οἷον γὰρ αἰσθητῷ ἐντὸς ὄντι τῷ ἐγκαταλείμματι τούτῳ, ὃ καὶ φανταστὸν
καλεῖται, ἐπιβάλλουσα ἡ
ψυχὴ ἡ φανταστικὴ ἀλλοιοῦταί πως, ὡς ἡ αἴσθησις τῷ
αἰσθητῷ ὄντι
ἐκτός. ᾧ ὅταν μὲν ὡς πρότερον ὁραθέντι καὶ ὡς ὁμοίως ἐπιβάλλει
ὁμοίως, μένωηται· ἡ δ' ἕξις καὶ ἡ ἀντίληψις ἡ ὡς εἰκόνος αὐτοῦ καὶ ὁμοιώματος γινομένη
μνήμη. εἰ δὲ μὴ ὡς τοιούτου μηδὲ συναναφερει τὸ εἶναι αὐτὸ εἰκόνα καὶ ὁμοίωμα οὗ
πρότερον ᾔ σθετο, φαντασία τὸ
τοιοῦτον, οὐκέτι δὲ καὶ μνήμη.
p. 100 a6 Ἔκ δὲ ἐμπειρίας ἠρεμήσαντος τοῦ καθόλου.
Ἠρεμήσαντος τοῦ καθόλου ἀντὶ τοῦ ‘κατὰ ταὐτὸ καὶ ὑσαύτως
αὐτοῦ μείναντός
τε καὶ νοηθέντος καὶ μὴ ὡς ἐπὶ πολλὰ τὴν μετάβασιν ἔχοντος ἀλλ' ὡς ἑνὸς μείναντος ἐν τῇ
ψυχῇ'. τί δ' ἐστὶ τὸ καθόλου,
ἐξηγησόμεθα· τὸ γὰρ ἓν ἐπὶ πᾶσι τοῖς καθ'
ἕκαστα καὶ πολλοῖς κατὰ τὴν ὁμοιότητα κα]τ ταυτότητα τὰν ἐν αὐτοῖς ληφθεῖσαν ἐν τῇ ψυχῇ,
τοῦτό ἔστι
ὁμοιότητος καὶ τῆς ἐπὶ τούτοις
ἐμπειρίας περί|ληψιν ὁμοίαν ποιουμένη καὶ
τῶν ὁμοίων μὲν τουτοις οὐκ ἐληλυθότων δὲ εἰς αἴσθησιν ὡς † ἐν τῇ καὶ τούτοις
πάντων ἐχόντων κατὰ τὴν ἀπὸ τοῦ ὁμοίου ἐπὶ τὸ ὅμοιον μετάβασιν.
Περὶ γένεσιν μὲν οὖσα, τουτέστι περὶ γενητόν τε τε καὶ ποιητὸν οὖσα. ποιητὸν δ' οὐχ ἁπλῶς ἀλλ' ἡμῖν ποιητόν ἐστι τέχνης ἀρχή.
Ἂν δὲ περὶ τὸ ὄν. ἤτοι λέγει περὶ ἀγένητον καὶ ἀίδιον καὶ οὐκ ἐν γενέσει τὴν ἐπιστήμην·
ἐδείχθη γὰρ ὅτι αἱ ἐπιστῆμαι καὶ ἀποδείξεις
περὶ ἀίδια. ἢ μᾶλλον ὂν ἂν λέγοι
οὗ ὡς ὄντος ἡ ἀντίληψις ἐγένετο, οὐχ ὡς ὑφ' ἡμῶν γινομένου· ἡ γὰρ ἀπὸ τοῦ τοιούτου ἐκ
τῆς μνήμης τε καὶ ἐμπειρίας τοῦ καθόλου μονὴ ἐπιστήμης ἀρχή. καὶ γὰρ φυσικὴ ἐπιστήμη
καίτοι περὶ τὰ κινούμενα οὖσα καὶ περὶ γένεσιν· ἁπλῶς γὰρ ἡ μὲν τέχνη περὶ τὸ
ὑφ' ἡμῶν γινόμενον, διὸ καὶ ἡ ἀρχὴ τοῦ εἶναι αὐτῇ ἐν ἡμῖν, ἡ δ' ἐπιστήμη περὶ τὰ μὴ ὑφ'
ἡμῶν γινόμενα ἀλλ' ὄντα.
p. 100 a13 13 Η δὲ ψυχὴ ὑπάρχει τοιαύτη οὖσα οἵα δύνασθαι
πάσχειν
τοῦτο.
Οὕτως καὶ ἐν τῇ ψυχῇ συμβαίνει τῇ λογικὴν τὴν δύναμιν ἐχούσῃ τῆς τοιαύτης ἐν αὐτῇ
στάσεως. ἐκ γὰρ τῶν αἰσθητῳν παραρρεόντων καὶ ἄλλοτε ἄλλων γινομένων μνήμης γινομένης
καὶ ἐμπειρίας ἐκ τῆς μνήμης, ἐπὶ ταύτῃ στάσις τοῦ ἐπὶ ταύτῃ τῇ ἐμπειράᾳ καθόλου, ἔπειτα
ἄλλου ὁμοίου, καὶ οὕτως ἐπὶ τὸ καθόλου καὶ τὴν ἀρχὴν ἡ ἀπὸ τῶν τοιούτων
στάσεών τε καὶ περιλήψεων πρόοδος. τὸ δ' ἕως ἐπ' ἀρχὴν ἦλθεν
ἤτοι ἐπὶ τῶν
ἐν τῇ ψυχῇ νοουμένων τε καὶ ἀθροιζομένων εἶπεν· ἡ γὰρ ἐπὶ τοῖς αἰσθητοῖς <τοῦ>
καθόλου συναίσθησίς τε καὶ σύστασις καὶ ἡ ἐπὶ πρώτοις καθόλου λῆψις τῆς ἀρχῆς καὶ τοῦ
πρώτου κοινοῦ λῆψις. ἢ ἀρχὴν καὶ ἐν τῷ στρατοπέδῳ εἶπε τὸν ἀθροισμὸν καὶ τὴν τάξιν τε
καὶ τὴν
ἄθροισιν καὶ τὴν παράταξιν τοῦ παντὸς στρατοπέδου. λέγει δ'
ἐπιτηδειότητα καὶ δύναμιν τὴν ψυχὴν ἔχειν τοῦ δύνασθαι φυλάσσειν τὰ ἀπὸ τῶν αἰσθητῶν
πάθη.
p. 100 a14 Ὃ δ' ἐλέχθη μὲν πάλαι.
Ὅτε ἔλεγεν “ἐκ δ' ἐμπειρίας ἠρεμήσαντος τοῦ καθόλου ἐν τῇ ψυχῇ”.
p. 100 a16 Καὶ γὰρ αἰσθάνεται μὲν τὸ καθ’ ἕκαστον.
Λέγει τὴν αἴσθησιν μὲν αἰσθάνεσθαι ὧν ἂν αἰσθάνηται καὶ] ἐπὶ τῶν
καθ'
ἕκαστα· τῶν γὰρ ἐν τοῖς καθ' ἕκαστα καὶ ἀτόμοις ἡ αἴσθησις αἰσθητική· ἡ δ' ἀντίληψις
αὐτὴ τοῦ καθόλου γίνεται. ὃ βουλόμενος δεῖξαι, πῶς γίνεται, παραδείγματι ἐχρήσατο τῷ
ἀνθρώπῳ καὶ τῷ Καλλίᾳ, οὐχ ὡς τοῦ ἀνθρώπου καθὸ ἄνθρωπος ἢ τοῦ Καλλίου καθὸ Καλλίας
ὄντος αἰσθητοῦ,
ἀλλ' ὃ λέγει διὰ τούτων ποιεῖ γνώριμον. ὡς γὰρ ὁ ἀνθρώποτ
ἐννοιαν ἔχων οὐχ ὡς Καλλίου τοῦ ἀνθρώπου ἤ τινος τῶν καθ' ἕκαστα τὴν ἔννοιαν ἔχει ἀλλὰ
τούτου ὃς κατὰ πάντων τῶν καθ' ἕκαστα ἀνθρώπων κατηγορεῖται
κοινῶς, ὢν ἐν
πᾶσιν αὐτοῖς, οὕτως ἡ ὄψις ἡ τοῦ ἐν τῇ χιόνι λευκοῦ αἰσθανομένη οὐχ ὡς χιόνος λευκῆς
αἰσθάνεται ἀλλ' ὡς λευκοῦ· ὃ λευκὸν
κοινόν ἐστι τῇ χιόνι πρὸς τὰ λευκὰ
πάντα· καὶ γὰρ ὁρᾷ τὸ ἐν αὐτῇ λευκόν, ἀλλ' οὐχ ᾗ χιών.
p. 100 b2 Οἷον τοιονδὲ ζῷον.
Τὸ μετὰ προσθήκης τινὸς λεγόμενον μεμερισμένον, οἷον ζῷον τοιονδί, τὸ δὲ χωρὶς προσθήκης ἀμερές, τουτέστιν οὐ διῃρημένον.
p. 100 b 5 Ἐπεὶ δὲ τῶν περὶ τὴν διάνοιαν ἕξεων.
Ὅτι οὐ τῇ διὰ ἀποδείξεως γνώσει ἡ αὐτή ἐστιν ἡ τῶν ἀρχῶν γνῶσις, καὶ ὅτι ὁ νοῦς ἐστιν ὁ
τὰς ἀρχὰς γινώσκων τῆς ἐπιστήμης, καὶ ὅτι ὄντος τοῦ ἐν ἡμῖν νοῦ διττοῦ, τοῦ μὲν
θεωρητικοῦ τοῦ δὲ πρακτικοῦ, καὶ ὄντος τοῦ μὲν πρακτικοῦ περὶ τὰ ἐνδεχόμενα καὶ ἄλλως
ἔχειν τοῦ δὲ
θεωρητικοῦ περὶ τὰ ἀίδια καὶ ἀεὶ ὁμοίως ἔχοντα, τοῦ μὲν
πρακτικοῦ νοῦ δύναμις ἥ τε δοξαστικὴ καὶ ἡ λογιστική, τοῦ δὲ θεωρητικοῦ ἥ τε νοητικἠ
καὶ ἡ ἐπιστημονική· ὧν αἱ μὲν τοῦ πρακτικοῦ οὐκ ἀεὶ ἀληθεύουσιν, αἱ δὲ τοῦ
θεωρητικοῦ ἀεί. καὶ ὅτι δόξα ἐστὶν ὑπόληψις ἄνευ ἀποδείξεως, διὸ καὶ ἀβέβαιος, καὶ
λογισμὸς δὲ ἀπατᾶται πολλάκις τῷ μηδὲ τὴν ὕλην,
p. 100 b15 Καὶ ἡ μὲν ἀρχὴ τῆς ἀρχῆς εἴη ἄν.
Εἰπὼν ἀρχὴν ἐπιστήμης εἶναι τὸν νοῦν, ἔχειν δὲ καὶ ἀρχὰς τῶν ἐπιστητῶν τὰς ἀμέσους
προτάσεις, νῦν λέγει ὅτι ἡ μὲν ἀρχὴ τῆς ἐπιστήμης εἴη ἂν τῆς ἀρχῆς τῶν ἐπιστητῶν γνῶσις,
ἡ δὲ πᾶσα ἐπιστήμη παντὸς τοῦ ἐπιστητοῦ· ὡς γὰρ ἡ ἀρχὴ πρὸς τὴν ἀρχήν, οὕτως τὸ πᾶν, οὗ
ἡ
ἀρχή, πρὸς τὸ πᾶν πρᾶγμα, οὗ τῆς ἀρχῆς ἦν ἡ τῆς ἐπιστήμης ἀρχὴ
γνωστική τε καὶ θεωρητική.